|
TLG 2734 017 :: Flavius JUSTINIANUS Imperator :: Troparium Flavius JUSTINIANUS Imperator Theol., Imperator
Nomographus, vel Petrus Sabbatius Troparium Citation: (Line) | ||
| 1 | Ὁ μονογενὴς υἱὸς καὶ λόγος τοῦ θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας θεοτόκου | |
|---|---|---|
| 5 | καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ θεὸς, θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς ἁγίας τριάδος, συνδοξαζόμενος τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι, | |
| 10 | σῶσον ἡμᾶς. | 44 |