TLG 2734 016 :: Flavius JUSTINIANUS Imperator :: Contra Nestorianos et Acephalos (ap. acta concilii oecumenici vi)

Flavius JUSTINIANUS Imperator Theol., Imperator Nomographus, vel Petrus Sabbatius
(Constantinopolitanus: A.D. 5–6)

Contra Nestorianos et Acephalos (ap. acta concilii oecumenici vi)

Source: Amelotti, M., Zingale, L.M. (eds.), Scritti teologici ed ecclesiastici di Giustiniano. Milan: Giuffrè, 1977: 38.

Citation: (Line)

1 Ἔτι ἀνεγνώσθη ἐκ τοῦ αὐτοῦ κωδικίου χρῆσις Ἰουστινιανοῦ τοῦ εὐσεβεστάτου βασιλέως ἐκ τοῦ κατὰ Νεστοριανῶν καὶ Ἀκεφάλων λόγου· οὗ ἡ ἀρχή· τεκμήριον ἀκριβὲς τῆς εὐθείας καὶ μὴ τετραμμένης ὁδοῦ· ἔχουσα οὕτως
5 Ἀλλὰ δεῖ καὶ τὰ ἐφεξῆς εἰρημένα τῷ ἐν ἁγίοις εἰπεῖν Λέοντι καὶ τὰ παρὰ τούτων συκοφαντούμενα. εἰπόντος γὰρ αὐτοῦ ὅτι ἐνεργεῖ ἑκατέρα μορφὴ μετὰ τῆς θατέρου κοινωνίας ὅπερ ἴδιον ἔσχηκε· τοῦ μὲν λόγου κατεργαζομένου τοῦτο ὅπερ ἐστὶ τοῦ λόγου, τοῦ δὲ σώματος ἐκτελοῦντος ἅπερ ἐστὶ τοῦ σώματος. καὶ τὸ μὲν αὐτῶν διαλάμπει τοῖς θαύμασι, τὸ δὲ ταῖς ὕβρεσιν
10ὑποπέπτωκεν· εὐθέως ἀναπηδῶσιν οἱ αἱρετικοὶ λέγοντες, μὴ δεῖν διαφόρους λέγειν ἐνεργείας τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος τοῦ Χριστοῦ, ἀλλὰ μίαν εἶναι τὴν ἐνέργειαν, πάλιν καὶ τοῦτο κατὰ τὴν Ἀπολιναρίου βλασφημοῦντες μανίαν· πάντες γὰρ οἱ ἅγιοι πατέρες, ὥσπερ τὸ πάθος καὶ τὴν ἀπάθειαν ἑνὸς καὶ τοῦ αὐτοῦ πιστεύειν ἡμᾶς ἐδίδαξαν, οὕτω
15καὶ διαφόρους ἐνεργείας ἑνὸς καὶ τοῦ αὐτοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὁμολογεῖν ἡμᾶς ἐξεπαίδευσαν. Ἀμέλει τοι ὁ ἐν ἁγίοις Κύριλλος ἀπαγορεύων τοῖς μίαν εἶναι τὴν ἐνέργειαν λέγουσι θεότητος καὶ ἀνθρωπότητος, γράφει τάδε ἐν τῷ τριακοστῷ δευτέρῳ λόγῳ τοῦ Θησαυροῦ· οὐ γὰρ δήπου μίαν εἶναι φυσικὴν τὴν ἐνέργειαν δώσομεν θεοῦ καὶ ποιήματος, ἵνα
20μήτε τὸ ποιηθὲν εἰς τὴν θείαν ἀναγάγωμεν οὐσίαν· μήτε μὴν τῆς θείας φύσεως τὸ ἐξαίρετον εἰς τὸν τοῖς γεννητοῖς πρέποντα καταγάγωμεν τόπον. Καὶ ὁ ἐν ἁγίοις δὲ Ἀθανάσιος ἐν τῷ κατὰ Ἀρειανῶν τετάρτῳ λόγῳ γράφει τάδε· ταῦτα ἀναγκαίως προεξητάσαμεν, ἵνα ἐὰν ἴδωμεν αὐτὸν δι’ ὀργάνου τοῦ ἰδίου σώ‐ ματος θεϊκῶς τι πράττοντα ἢ λέγοντα, γινώσκωμεν ὅτι θεὸς ὢν ταῦτα ἐργάζεται. καὶ
25πάλιν, ἐὰν ἴδωμεν αὐτὸν ἀνθρωπίνως λαλοῦντα ἢ πάσχοντα, μὴ ἀγνοῶμεν ὅτι σάρκα φορῶν γέγονεν ἄνθρωπος, καὶ οὕτω ταῦτα ποιεῖ. ἑκάστου γὰρ τὸ ἔργον γινώσκοντες καὶ ἀμφότερα ἐξ ἑνὸς πραττόμενα βλέποντες, ὀρθῶς πιστεύομεν καὶ οὔποτε πλανησόμεθα. Ἰδοὺ καὶ διὰ τῶν νῦν παρατεθειμένων ἡμῖν ἐκ τῶν ἁγίων πατέρων σαφῶς ἀποδέ‐ δεικται, διαφόρους ἐνεργείας εἶναι τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος τοῦ ἑνὸς κυρίου
30ἡμῶν Ἰησοῦ Χριστοῦ· καὶ τοῦτο συμφώνως ἅπασι τοῖς πρὸ αὐτοῦ τὸν ἐν ἁγίοις διδάξαι
Λέοντα.38