TLG 2734 015 :: Flavius JUSTINIANUS Imperator :: Contra Nestorianos (ap. Chronicon paschale)

Flavius JUSTINIANUS Imperator Theol., Imperator Nomographus, vel Petrus Sabbatius
(Constantinopolitanus: A.D. 5–6)

Contra Nestorianos (ap. Chronicon paschale)

Source: Amelotti, M., Zingale, L.M. (eds.), Scritti teologici ed ecclesiastici di Giustiniano. Milan: Giuffrè, 1977: 32–34.

Citation: Page — (line)

32

Καὶ τῇ κʹ τοῦ αὐτοῦ Δίου μηνός, τῆς ιβʹ ἰνδικτιῶνος, προέθηκεν θεῖον αὐτοῦ γράμμα ὁ αὐτὸς βασιλεὺς Ἰουστινιανὸς ἐν Κωνσταντινουπόλει, καταπέμψας καὶ ἐν τῇ πόλει Ῥώμῃ καὶ ἐν Ἱεροσολύμοις καὶ ἐν τῇ μεγάλῃ τῶν Ἀντιοχέων Θεουπόλει τῆς Συρίας καὶ ἐν τῇ μεγάλῃ τῶν Ἀλεξανδρέων πόλει τῇ πρὸς Αἴγυπτον καὶ ἐν Θεσσαλονίκῃ τῇ
5πόλει τοῦ Ἰλλυριῶν ἔθνους καὶ ἐν Ἐφέσῳ πόλει τῆς Ἀσίας τὸ αὐτὸ θεῖον αὐτοῦ γράμμα, ὅπερ εἶχεν οὕτως
7tΑὐτοκράτωρ Καῖσαρ Ἰουστινιανός, εὐσεβής, νικητής, τροπαιοῦχος,
8tμέγιστος, ἀεισέβαστος, Αὔγουστος, πολίταις ἡμετέροις.
9Τὸν σωτῆρα καὶ δεσπότην τῶν ἁπάντων Ἰησοῦν Χριστὸν τὸν ἀληθινὸν ἡμῶν θεὸν
10θεραπεύειν διὰ πάντων σπουδάζομεν ὅσον ἐνδέχεται νοῦν καταλαμβάνειν ἀνθρώπινον μιμεῖσθαι τὴν αὐτοῦ συγκατάβασιν. καὶ εὑρόντες τινὰς τῇ νόσῳ καὶ μανίᾳ κρατουμένους Νεστορίου καὶ Εὐτυχοῦς τῶν ἐχθρῶν τοῦ θεοῦ καὶ τῆς ἁγιωτάτης καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας ἀρνουμένους τὴν ἁγίαν ἔνδοξον ἀειπαρθένον Μαρίαν θεοτόκον εἰπεῖν κυρίως καὶ κατ’ ἀλήθειαν, ἐσπουδάσαμεν τούτους τὴν ὀρθὴν τῶν χριστιανῶν
15διδαχθῆναι πίστιν. οἱ δὲ ἀνιάτως ἔχοντες καὶ κρύπτοντες τὴν ἑαυτῶν πλάνην, περιέρχον‐ ται, καθὰ μεμαθήκαμεν, τὰς τῶν ἁπλουστέρων ψυχὰς ἐκταράττοντες καὶ σκανδαλίζοντες καὶ ἐναντία τῆς ἁγίας καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας λέγοντες. ἀναγκαῖον τοίνυν ἐνομίσαμεν καταλῦσαι μὲν τὰς τῶν αἱρετικῶν ψευδολογίας, σαφηνίσαι δὲ πᾶσιν ὅπως δοξάζει ἡ ἁγία τοῦ θεοῦ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία. κηρύττουσι δὲ οἱ αὐτῆς
20ὁσιώτατοι ἱερεῖς, οἷς καὶ ἡμεῖς ἑπόμενοι φανερὰ καθιστῶμεν τὰ περὶ τῆς ἐν ἡμῖν ἐλπίδος, οὐ καινίζοντες πίστιν, μὴ γένοιτο, ἀλλ’ ἐλέγχοντες τὴν μανίαν τῶν φρονούντων τὰ τῶν ἀσεβῶν αἱρετικῶν, ὅπερ καὶ ἤδη ἐν τοῖς προοιμίοις τῆς ἡμετέρας βασιλείας πράξαντες πᾶσι κατάδηλον ἐποιήσαμεν. Πιστεύομεν γὰρ εἰς ἕνα θεὸν πατέρα παντοκράτορα καὶ εἰς ἕνα κύριον Ἰησοῦν
25Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ καὶ εἰς τὸ ἅγιον πνεῦμα, μίαν οὐσίαν ἐν τρισὶν ὑποστάσεσι προσκυνοῦντες, μίαν θεότητα, μίαν δύναμιν, τριάδα ὁμοούσιον. ἐπ’ ἐσχάτου δὲ τῶν ἡμερῶν ὁμολογοῦμεν Ἰησοῦν Χριστὸν τὸν μονογενῆ υἱὸν τοῦ θεοῦ, τὸν ἐκ θεοῦ ἀληθινοῦ, τὸν πρὸ αἰώνων ἐκ τοῦ πατρὸς γεννηθέντα, τὸν συναΐδιον τῷ πατρί, τὸν ἐξ οὗ τὰ πάντα καὶ δι’ οὗ τὰ πάντα, κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ πνεύματος ἁγίου
30καὶ τῆς ἁγίας ἐνδόξου ἀειπαρθένου καὶ θεοτόκου Μαρίας καὶ ἐνανθρωπήσαντα σταυρόν
τε ὑπομεῖναι ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ ταφῆναι καὶ ἀναστῆναι τῇ τρίτῃ32

34

ἡμέρᾳ, ἑνὸς καὶ τοῦ αὐτοῦ τά τε θαύματα καὶ τὰ πάθη, ἅπερ ἑκουσίως ὑπέμεινε σαρκί, γινώσκοντες. οὐ γὰρ ἄλλον τὸν θεὸν λόγον καὶ ἄλλον τὸν Χριστὸν ἐπιστάμεθα, τὸν ἕνα καὶ τὸν αὐτὸν ὁμοούσιον τῷ πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοούσιον ἡμῖν τὸν αὐτὸν κατὰ τὴν ἀνθρωπότητα, τὴν δὲ καθ’ ὑπόστασιν ἑνότητα δεχόμεθα καὶ ὁμολο‐
5γοῦμεν. ἔμεινε γὰρ τριὰς ἡ τριὰς καὶ σαρκωθέντος τοῦ ἑνὸς τῆς τριάδος θεοῦ λόγου· οὔτε γὰρ τετάρτου προσώπου προσθήκην ἐπιδέχεται ἡ ἁγία τριάς. τούτων τοίνυν οὕτως ἐχόντων, ἀναθεματίζομεν πᾶσαν αἵρεσιν, ἐξαιρέτως δὲ Νεστόριον τὸν ἀνθρωπο‐ λάτρην καὶ τοὺς τὰ αὐτοῦ φρονήσαντας ἢ φρονοῦντας, τοὺς διαιροῦντας τὸν ἕνα κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ καὶ θεὸν ἡμῶν, καὶ μὴ ὁμολογοῦντας κυρίως
10καὶ κατὰ ἀλήθειαν τὴν ἁγίαν ἔνδοξον ἀειπαρθένον Μαρίαν θεοτόκον, τουτέστι μητέρα θεοῦ, ἀλλὰ δύο υἱοὺς λέγοντας, ἄλλον μὲν τὸν ἐκ πατρὸς θεὸν λόγον, ἄλλον δὲ τὸν ἐκ τῆς ἁγίας ἀειπαρθένου καὶ θεοτόκου Μαρίας, χάριτι δὲ καὶ σχέσει καὶ οἰκειώσει τῇ πρὸς τὸν θεὸν λόγον καὶ θεὸν αὐτὸν γεγενῆσθαι ἀρνουμένους, καὶ μὴ ὁμολογοῦντας τὸν δεσπότην ἡμῶν Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ καὶ θεὸν ἡμῶν τὸν σαρκω‐
15θέντα καὶ ἐνανθρωπήσαντα καὶ σταυρωθέντα ἕνα εἶναι τῆς ὁμοουσίου τριάδος. οὗτος γὰρ μόνος ἐστὶν ὁ συμπροσκυνούμενος καὶ συνδοξαζόμενος τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι. Ἀναθεματίζομεν δὲ καὶ Εὐτυχέα τὸν φρενοβλαβῆ καὶ τοὺς τὰ αὐτοῦ φρονήσαντας ἢ φρονοῦντας, τοὺς φαντασίαν εἰσάγοντας, ἀρνουμένους δὲ τὴν ἐκ τῆς ἁγίας ἀειπαρθένου
20καὶ θεοτόκου Μαρίας ἀληθινὴν σάρκωσιν τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τουτέστιν τὴν ἡμετέραν σωτηρίαν, καὶ μὴ ὁμολογοῦντας αὐτὸν ὁμοούσιον τῷ πατρὶ κατὰ τὴν θεότητα. τὸν αὐτὸν δὲ τρόπον καὶ Ἀπολλινάριον τὸν ψυχοφθόρον καὶ τοὺς τὰ αὐτοῦ φρονήσαντας ἢ φρονοῦντας τοὺς ἄνθρωπον μόνον λέγοντας τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ καὶ θεὸν ἡμῶν, καὶ σύγχυσιν ἤτοι φυρμὸν εἰσάγοντας
25τῇ ἐνανθρωπήσει τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ, καὶ πάντας τοὺς τὰ αὐτῶν φρονή‐ σαντας ἢ φρονοῦντας. Τὸ ἴσον δὲ τούτου οἱ ἐπίσκοποι πάντες ἔλαβον ἐν ταῖς ἰδίαις πόλεσι καὶ προέθηκαν
ἐν ταῖς ἐκκλησίαις.33