TLG 2734 014 :: Flavius JUSTINIANUS Imperator :: Appendix constitutionum dispersarum Flavius JUSTINIANUS Imperator Theol., Imperator
Nomographus, vel Petrus Sabbatius Appendix constitutionum dispersarum = pars operis Corpus juris civilis Citation: Page — (line) | ||
797(30t) | ΙϜ. | |
31t | ΠΕΡΙ ΤΟΥ ΜΗΔΕΝΑ ΜΗΤΕΥΕΣΘΑΙ ΕΠΙ ΙΔΙΩΤΙΚΑΙΣ Η | |
---|---|---|
32t | ΔΗΜΟΣΙΑΙΣ ΠΡΟΦΑΣΕΣΙΝ | |
33t | Ὁ αὐτὸς βασιλεὺς ..... | |
34 | Τὸ στρατιωτικὸν ἡμῖν ἡ πολιτεία διὰ τοῦτο τρέφει .... | |
35 | Μηδεὶς τῶν ἀρχόντων ἢ τῶν λογοθετῶν ἢ τῶν ἄλλων τῶν τὰ δημόσια πραττόντων μητευέτω οἶκόν τινος προφάσει δημοσίων ὀφλημάτων, ἀλλ’ εἴπερ οἴεται τοὺς ὑπευθύνους ἔνδον τῶν οἴκων κρύπτεσθαι, δημοσίοις κεχρήσθω προσώποις πρὸς τὴν τούτων ἀναζήτησιν· καὶ εἴπερ εὗρεν αὐτούς, δημοσίᾳ παραγέτω καὶ τὴν εἴσπραξιν ποιείσθω μηδαμῶς τοῖς οἴκοις παρενοχλῶν. εἰ δὲ καὶ στρατιωτικῆς δεηθείη βοηθείας πρὸς τὴν ἐξάνυσιν τῶν δημοσίων, μὴ κεχρήσθω νεολέκτοις | |
40 | στρατιώταις πρὸς τοῦτο, ἀλλὰ τοῖς ἐν πράγμασι τετριμμένοις καὶ τὴν πολιτικὴν τάξιν ἐπιστα‐ μένοις καὶ τὴν εἴσπραξιν οὐκ ἐν τοῖς οἴκοις, ἀλλὰ δημοσίᾳ ποιουμένοις μετὰ τῆς πρεπούσης | |
καθοσιώσεως. | 797 | |
798 | Καθόλου δὲ πᾶσι προαγορεύει ἡ διάταξις ἐπὶ προφάσεσιν ἰδιωτικαῖς στρατιώταις μὴ κεχρῆσθαι ἢ τὴν οἱανοῦν δι’ αὐτῶν ἐπαγαγεῖν μεθοδείαν τισίν· εἰδότων τῶν τοιοῦτό τι πράττειν ἐπιχει‐ ρούντων, ὡς καὶ πάσης ἀγωγῆς, ἣν ἂν ὡς εἰκὸς ὁ νόμος αὐτοῖς ἐδίδου κατὰ τῶν εὐθυνομένων, ἐκπεσοῦνται δι’ αὐτὴν καὶ μόνην τὴν ἐγχείρησιν. Τοὺς δὲ ἀφοριζομένους στρατιώτας εἰς | |
5 | ἐξάνυσιν δημοσίων παρακελεύεται πάσης σπορτούλων ἀπέχεσθαι λήψεως καὶ μηδὲν καθόλου παρά τινος λαμβάνειν, ἀλλὰ ταῖς οἰκείαις ἀρκεῖσθαι σιτήσεσιν. Τὴν δὲ τῶν εἰρημένων πάν‐ των παραφυλακὴν τοῖς κατὰ τόπον ἐπισκόποις τε καὶ ἄρχουσιν ἐπιτρέπει. Πρὸς τούτοις ἀπαγορεύει τοῖς ἄρχουσι καὶ παντὶ ἑτέρῳ οἶκόν τινος μὴ καταλύειν προφάσει τοῦ ἀνανεῆσαι κατὰ τοῦ δεσπότου τοῦ οἴκου, δίχα μέντοι καινοτομίας καθ’ ἑτέρου γενομένης· τῷ | |
10 | τοῦτο πράξαντι τὴν κατὰ τὸ διπλάσιον ἔκτισιν τῆς ζημίας τῆς γενομένης τῷ δεσπότῃ τοῦ οἴκου καὶ ποινὴν δέκα χρυσίου λιτρῶν 〈ἐπιτιθεῖσα〉 καὶ βασιλικὴν ἀγανάκτησιν· τούτων παραφυλατ‐ τομένων ὑπό τε τῶν ἀρχόντων καὶ τῶν τὰ δημόσια πραττόντων. Ἐγράφη .... | |
13t | Ϝ. | |
14t | ΠΕΡΙ ΜΕΤΑΞΗΣ | |
15 | Χρὴ τὴν μέταξον τοὺς κομμερκιαρίους πρὸς τοὺς βαρβάρους πραγματεύεσθαι ιεʹ νομίσμασι τὴν λίτραν καὶ μεταπωλεῖν τοῖς μεταξαρίοις ἢ τοῖς ἄλλοις οὐ πλέον καθαρὰν δίχα σφηκώματος ἢ ἄλλης προσθήκης ἢ ῥύπου. Εἰ δέ τις πρὸς βαρβάρους μὴ ὢν κομμερκιάριος πραγματεύσηταί τι καὶ μέταξον ἐκεῖθεν ἀγάγῃ, δύναται αὐτὴν ἀφαιρεῖσθαι ὁ κομμερκιάριος, καὶ ὁ πραγματευσάμενος δημεύεται καὶ διηνεκῶς ἐξορίζεται. Εἰ δὲ ὁ κομμερκιάριος ἢ ὁ μεταξάριος ὑπὲρ τὸ ῥηθὲν ποσὸν | |
20 | πωλήσῃ ἢ ἀγοράσῃ, ὁμοίως τιμωρεῖται. Χρὴ δὲ τοὺς πραγματευτὰς τῶν τοιούτων ἐγγύας διδόναι τῇ πολιαρχίᾳ, ὡς οὐ πωλοῦσι κρύφα ἀλλὰ δημοσίᾳ πᾶσαν ἣν ἔχουσι πραγματείαν· ἐπεὶ τιμωροῦνται. Χρὴ δὲ κατὰ ταῦτα λογίζεσθαι τῷ δημοσίῳ τὴν τιμὴν παντὸς τοῦ ὁλοσηρίκου παρὰ τοῦ κόμητος τῶν λαργιτιόνων τοῦ διδομένου παρ’ αὐτοῦ τῷ δημοσίῳ. Ὁ δὲ ἀγοράσας ὑπὲρ τὸ ταχθὲν ἀναγκαζόμενος δοῦναι προσαγγέλλει | |
25 | τῷ πράτῃ καὶ τὸ διπλοῦν ἀναπράττει· λοιπὸν γὰρ ὁ πράτης τὰ λεχθέντα πείσεται. | 798 |