TLG 2734 013 :: Flavius JUSTINIANUS Imperator :: Novellae

Flavius JUSTINIANUS Imperator Theol., Imperator Nomographus, vel Petrus Sabbatius
(Constantinopolitanus: A.D. 5–6)

Novellae

Source: Schöll, R., Kroll, W. (eds.), Corpus iuris civilis, vol. 3. Berlin: Weidmann, 1895 (repr. 1968): 1–795.

= pars operis Corpus juris civilis

Citation: Page — (line)

1

(1t)

Α
1tΠΕΡΙ ΤΩΝ ΚΛΗΡΟΝΟΜΩΝ ΚΑΙ
2tΤΟΥ ΦΑΛΚΙΛΙΟΥ.
3tΑὐτοκράτωρ Ἰουστινιανὸς Αὔγουστος Ἰωάννῃ τῷ ἐν‐
4tδοξοτάσῳ ἐπάρχῳ τῶν ἱερῶν τῆς Ἕω praetoriων τὸ βʹ,
5tἀπὸ ὑπάτων καὶ πατρικίῳ.
6Προοίμιον.〉 Ἐνησχολημένοις ἡμῖν περὶ τὰς ἁπά‐ σης τῆς πολιτείας φροντίδας, καὶ μικρὸν οὐδὲν αἱρου‐ μένοις ἐννοεῖν, ἀλλ’ ὅπως ἂν Πέρσαι μὲν ἠρεμοῖεν. Βανδίλοι δὲ σὺν Μαυρουσίοις ὑπακούοιεν, Καρχηδόνιοι
10δὲ τὴν παλαιὰν ἀπολαβόντες ἔχοιεν ἐλευθερίαν, Τζάνοι τε νῦν πρῶτον ὑπὸ τὴν Ῥωμαίων γενόμενοι πολι‐ τείαν ἐν ὑπηκόοις τελοῖεν (τοῦτο ὅπερ οὔπω καὶ νῦν πλὴν ἐπὶ τῆς ἡμετέρας βασιλείας δέδωκε Ῥωμαίοις ὁ θεός), ἐπιρρέουσι καὶ ἰδιωτικαὶ φροντίδες παρὰ τῶν
15ἡμετέρων ὑπηκόων ἀεὶ προσαγγελλόμεναι, ὧν ἑκάστῃ, μὲν δίδομεν τὸν προσήκοντα τύπον. ὁπόσα δὲ συχνῆς μὲν ἀπολαύει τῆς κατὰ μέρος βοηθείας, δυνατὰ δέ ἐστιν ἐγγραφέντα νόμῳ κοινὴν ἅπασι δοῦναι τὴν ἐφ’ οἷς χρήζουσιν ὠφέλειαν, ταῦτα χρῆναι νομίζομεν καὶ
20νομοθετῆσαι καὶ παραδοῦναι τοῖς ὑπηκόοις αὐτόθεν βοηθοῦντα, καὶ μὴ τῆς ἀεὶ κελεύσεως τῆς ἐκ τῶν βασι‐ λέων δεόμενα. Ἀεὶ τοίνυν ἠμᾶς ἐνοχλοῦσιν οἱ μὲν ὑπὲρ πρεσβείων καταλελειμμένων οὐ μὴν διδομένων προσιόντες, οἱ δὲ ἐλευθεριῶν, οἱ δὲ ἑτέρου τινός, ὅπερ
25οἱ μὲν παραδόντες τοὺς κλήρους δοθῆναί τισιν ἢ γενέ‐ σθαι διετάξαντο, οἱ δὲ ἀγνωμόνως καὶ τῶν πραγμά‐ των ἐφίενται καὶ ταῦτα λαμβάνουσι, καὶ τὸ κελευσθὲν οὐ πληροῦσι· καίτοιγε καὶ τοῖς πάλαι νομοθέταις εἴ‐ ρητο προσήκειν τὰς τῶν τελευτώντων διατυπώσεις,
30ὅσαι μὴ μάχονται νόμοις, πᾶσι πληροῦσθαι τρόποις. Ἀλλ’ ἐπειδὴ τοὺς οὕτω γεγραμμένους νόμους ἤδη κατὰ
τὸ πλεῖστον ἀμεληθέντας εὕρομεν, ἀνακτήσασθαί τε

2

αὐτοὺς ἡγησάμεθα δεῖν καὶ τοῖς τε περιοῦσι δοῦναι τὴν ἐξ αὐτῶν ἀσφάλειαν καὶ τοῖς τετελευτηκόσι τὴν ἐντεῦθεν ἀποτῖσαι τιμήν. Πρῶτον μὲν οὖν ἐκεῖνο σκεπτέον, ὅτι δὴ τῶν διατιθεμένων τοῖς μὲν ἀνάγκην
5ἐπιτίθησιν ὁ νόμος ἀπονέμειν τινὰ μοῖραν προσώποις τισίν, ὡς δὴ τοῦτο κατ’ αὐτὴν τὴν φύσιν ὀφειλομένοις, ὁποῖον δή τι παισὶ καὶ ἐγγόνοις, καὶ πατράσι καὶ μητράσιν, ἔσθ’ ὅτε καὶ ἀδελφοῖς, καὶ εἴ τι τοιοῦτο πρόσωπον ἢ ἐν τοῖς ἐξ ἡμῶν ἢ ἐν τοῖς ἐξ ὧν ἐσμὲν
10ἠρίθμησαν οἱ νόμοι, τοῖς δὲ οὐδεμία καθέστηκεν ἀνάγκη μοῖραν διδόναι τινὶ τῆς ἑαυτῶν περιουσίας, ἀλλ’ αὐτεξούσιός ἐστιν ἡ φιλοτιμία, πρὸς οὓς ἂν ὁ δια‐ τιθέμενος βούλοιτο φερομένη. Τούτων οὖν ἡμῖν προδιωρισμένων, θεοπίζομεν
15τοὺς παρά τινων γεγραμμένους κληρονόμους ἢ καὶ τυχόντας fideicommissων, τῶν καθ’ ὁμάδα τυχὸν ἢ κατ’ εἶδος, ἢ καὶ πρεσβείων, ἀνάγκην ἔχειν, ἅπερ ἂν ὁ διαθέμενος καὶ τιμήσας αὐτοὺς διατάξειεν, ἐκ παντὸς τρόπου πληροῦν, εἰ τὸ προσταχθὲν νόμιμον εἴη, ἢ εἰ
20μή τις αὐτὸ νόμος, εἰ καὶ μὴ γένοιτο παρὰ τοῦ τι‐ μηθέντος, ἀλλ’ οὖν κύριον εἶναι ῥητῶς ἀποφαίνει. Εἰ δέ τις μὴ πληρῶν τὸ διατεταγμένον, ἀλλ’ ἁρμό‐ σαντος τῷ τετιμημένῳ τοῦ καταλειφθέντος ἐκ ψήφου δικαστικῆς ὑπομνησθεὶς ἐνιαυτὸν ὅλον ἑλκύσοι μὴ
25πράττων τοῦτο ὅπερ προσετάχθη, εἰ μέν τις ἐκείνων εἴη τῶν ἀναγκαστικῶς ἐκ τοῦ νόμου τι λαμβανόντων, εἰς πλεῖον δὲ ἢ καθ’ ὅσον ὁ νόμος αὐτῷ δίδοσθαι βούλεται γέγραπται κληρονόμος, τοσοῦτον λαμβάνειν μόνον, ὁπόσον ὁ νόμος αὐτῷ δίδοσθαι κατὰ τὴν τε‐
30τάρτην τῶν ἐξ ἀδιαθέτου μοῖραν συγχωρεῖ, τὸ δὲ ἄλλο σύμπαν ἀφαιρεῖσθαι, καὶ εἰ μὲν καὶ ἕτεροί τινες γεγραμμένοι τυγχάνουσι κληρονόμοι, προσαύξειν ἐκεί‐ νοις κατὰ τὸ μέρος τῆς ἐνστάσεως, ὅπερ ἑκάστῳ προσ‐ νενέμηται. Εἰ δὲ μηδεὶς ἄλλος εἴη κληρονόμος, ἢ
35τύχοιεν μὲν γεγραμμένοι τινές, μὴ προσίοιεν δὲ τῷ κλήρῳ, τηνικαῦτα τὸ ἀφαιρούμενον προστιθέσθω τοῖς ἄλλοις πράγμασιν, καὶ ἄδεια παρεχέσθω καὶ ληγατα‐ ρίοις καὶ φιδεϊκομμισσαρίοις καὶ οἰκέταις ἐλευθερίᾳ τιμηθεῖσι προσιέναι καὶ τοῦτο οἰκειοῦσθαι, ἐφ’ ᾧ πᾶσι
40τρόποις τὸ προστεταγμένον πληρῶσαι· ἀσφαλείας δη‐
λαδὴ πρότερον παρ’ αὐτῶν γινομένης, καθάπερ ἂν ὁ

3

τῶν πραγμάτων καὶ τῶν προσώπων ἐπιδέχοιτο τρό‐ πος, ὅτι τὰ πράγματα λαβόντες πράξουσιν ἐπ’ αὐτοῖς, ἃπερ ὀρθῶς ἐβουλήθησαν οἱ διαθέμενοι. ἢ εἴπερ μηδεὶς τῶν μνήμης ἐν τῇ διαθήκῃ τυχόντων βουληθείη
5προσελθεῖν, τουτέστι συγκληρονόμος ἢ ληγατάριος ἢ σιδεϊκομμισσάριος ἢ οἰκέτης ἐλευθερίᾳ τετιμημένος, τηνικαῦτα ἐπὶ τοὺς ἄλλους τοὺς ἐξ ἀδιαθέτου, οὓς ὁ νόμος καλεῖ μετὰ τὸν γεγραμμένον μέν, τῇ νομίμῳ δὲ νπὸ τοῦδε τοῦ νόμου περικλεισθέντα μοίρᾳ, φέρεσθαι
10τὰ πράγματα, καὶ αὐτοὺς ὁμοίως διδόντας ἀσφάλειαν, ὅτι πληροῦσι τὰ τῇ διαθήκῃ περιεχόμενα. Ἄτακτον δὲ οὐδὲν οὐδὲ συγκεχυμένον οὐδὲ ἐπὶ τούτων γίνεσθαι βουλόμεθα, ἀλλ’ ὁ πρῶτος κατὰ τὴν τάξιν καλούμενος μετὰ τὸν ἤδη περικεκλεισμένον ὑπὸ τοῦ νόμου τοῦ
15καθ’ ἡμᾶς, οὗτος καλείσθω πρότερος, εἶτα ὁ μετ’ ἐκεῖ‐ νον, καὶ ἐφεξῆς οὕτως, ἕως ἂν ὁ τελευταῖος ἐκλιπὼν χώραν ποιήσῃ καὶ τῶν ἔξωθέν τινι, βουλομένῳ καὶ προσελθεῖν καὶ τὰ καταλελειμμένα πληρῶσαι. μεθ’ ὁὺς καὶ τὸ δημόσιον, εἴγε βούλοιτο, τίθεμεν. Καὶ γὰρ
20καὶ ἐπὶ τῶν ληγαταρίων καὶ φιδεϊκομμισσαρίων τοιαύ‐ την εἶναι βουλόμεθα τάξιν, ὥστε προτέρῳ δίδοσθαι παρρησίαν τῆς προσελεύσεως τῷ καθ’ ὁμάδα φιδεϊ‐ κομμισσαρίῳ, ἢ πλειόνων ὅντων τῷ μείζονα μοῖραν ἔχοντι, ἐπειδὴ καὶ μίμημά τι κληρονόμου καθέστηκε,
25καὶ μάλιστα ἐφ’ ἡμῶν, οἵπερ τῷ Τρεβελλιανίῳ μόνῳ δόγματι δεδώκαμεν ἐπὶ τῶν τοιούτων φιδεϊκομμίσσων χώραν, τὰς τοῦ Πηγασιανίου περιόδους μισήσαντές τε καὶ ἐκβαλόντες. εἰ δὲ ἢ οὐκ εἴη τις καθ’ ὁμάδα τετι‐ μημένος ἢ οὐ βούλοιτο πρᾶξαι τὸ κελευσθέν, ἐπὶ τοὺς
30τοῖς μείζοσιν ἰδικοῖς ληγάτοις ἢ καὶ φιδεϊκομμίσσοις τετιμημένους τὴν τοιαύτην ἔρχεσθαι παρρησίαν. οὕτω τε καὶ τοῖς οἰκέταις δίδοσθαι καιρὸν τοῖς ἐλευθερίᾳ τετιμημένοις καὶ προσιέναι καὶ ἐλευθέρους ἀσφαλῶς εἶναι καὶ τὰ πράγματα λαμβάνειν καὶ πληροῦν τὰ κε‐
35δευσθέντα μετὰ τῆς ἔμπροσθεν εἰρημένης ἀσφαλείας. Εἰ δὲ μηδεὶς εἴη τῶν ληγαταρίων ἢ φιδεϊκομμισσαρίων τῶν καθ’ ὁμάδα ἢ καὶ κατ’ εἶδος μείζονι μοίρᾳ ἢ πρεσβείῳ τετιμημένος, ἀλλὰ πάντες ἴσην ἐπέχοιεν τύ‐ χην, τηνικαῦτα προκρίνεσθαι μὲν καὶ οὕτως τοὺς καθ’
40ὁμάδα φιδεϊκομμισσαρίους διὰ τὸν ἔμπροσθεν ἡμῖν εἰρημένον λόγον, ἢ τὸν ἐξ αὐτῶν βουλόμενον πληρῶσαι τὸ προστεταγμένον, τοὺς δὲ λοιποὺς ληγαταρίους ἢ φι‐ δεϊκομμισσαρίους, ὅσοι μηδὲν ἀλλήλων ἐν τῷ καταλε‐
λειμμένῳ προέχουσι, καὶ πάντας, εἰ βούλοιντο, καλεῖ‐

4

σθαι, ἢ τοὺς ἐξ αὐτῶν βουλομένους. Εἰ δὲ μηδεὶς λη‐ γατάριος ἢ φιδεϊκομμισσάριος ἕλοιτο τοῦτο πρᾶξαι, δίδομεν τοῖς οἰκέταις παρρησίαν τοῖς ἐλευθερίᾳ τετι‐ μημένοις κατὰ τὴν τάξιν τῆς ὀνομασίας, καθ’ ἣν αὐ‐
5τοὺς ὁ δεσπότης ὠνόμασε, κατὰ τοῦτο ἔχειν τὴν πρὸς ἀλλήλους προτίμησιν. Καὶ ταῦτα μὲν ἅπαντα νομοθετοῦμεν, ἔνθα ἀναγκαστική τις ὑπόκειται δόσις εἴς τινα τῶν ἐκ φύσεως ὀφειλομένων τινὰ διαδοχὴν παρὰ τοῦ διαθεμένου τε καὶ τελευτῶντος. Εἰ δὲ οὐ‐
10δὲν ὑπόκειται τοιοῦτον πρόσωπον ἐν ταῖς ἐνστάσεσιν, ἀλλ’ ἑκούσιος ἡ φιλοτιμία τῆς διατυπώσεως παρὰ τοῦ διαθεμένου γίνοιτο, εἶτα ὁ γεγραμμένος οὐ πληροῖ τὸ προστεταγμένον εἴσω τοῦ ῥηθέντος ἡμῖν ἔμπροσθεν χρόνου, ἦ τοι τὸν μὲν ἀφαιρεῖσθαι πάντων τῶν κα‐
15ταλελειμμένων, οὐδ’ ὁτιοῦν οὔτε κατὰ Φαλκιδίου πρό‐ φασιν οὔτε κατ’ ἄλλην αἰτίαν λαβεῖν δυνάμενον. Ὁμοίως δὲ τὰ αὐτὰ κρατεῖν, καὶ εἰ μὲν εἶεν συγκλη‐ ρονόμοι, τούτους καλεῖσθαι, ἐπείτοιγε εἰς φιδεϊκομ‐ μισσαρίους καὶ ληγαταρίους καὶ οἰκέτας καὶ τοὺς ἐξ
20ἀδιαθέτου πάντας κατὰ τὴν ἔμπροσθεν ὑφ’ ἡμῶν πα‐ ραδεδομένην τάξιν τὰ πράγματα χωρεῖν, πανταχοῦ τοῦ βάρους συνημμένου τοῦ δεῖν πληροῦν ταῦτα, ἅπερ ὁ διαθέμενος κατὰ νόμον, καθάπερ ἔμπροσθεν εἰπόν‐ τες ἔφθημεν, ἐπιτάξειεν. Εἰ δὲ ἡ ἔνστασις καὶ
25ὑποκατάστασιν ἔχοι, πρόδηλον ὡς πρότερον ἐπὶ τὸν ὑποκατάστατον βουλόμενον ἐλεύσεται τὰ πράγματα πάντα κατὰ τὸν νόμον πληροῦντα τὰ καταλελειμμένα. οὕτω τε ἐκείνου μὴ βουλομένου, τηνικαῦτα ἐπί τε τοὺς συγκληρονόμους καὶ ληγαταρίους καὶ οἰκέτας καὶ
30τοὺς ἐξ ἀδιαθέτου καὶ τοὺς ἔξωθεν καὶ τὸ δημόσιον κατὰ τὴν παρ’ ἡμῶν εἰρημένην παρατήρησιν τὰ ἀφαι‐ ρούμενα παραγενήσεται, πληροῦντας πανταχοῦ τὰς τῶν τελευτώντων νομίμους διατυπώσεις. διὰ τοῦτο γὰρ δὴ καὶ ἐπὶ τοσαύτας εἴδομεν διαδοχάς, ἵνα μὴ
35μείνειεν ἀπροσέλευστος ὁ τοῦ τελευτῶντος κλῆρος. Εχηεπεδατους δὲ παῖδας, εἴ γε δικαίως παρὰ τοῦ πατρὸς ἀποκλεισθεῖεν καὶ μηδὲν ἐκ τῆς τοῦ πατρὸς ἔχοιεν γνώμης, οὐ καλοῦμεν οὐδὲ προσιέμεθα, κἂν εἰ μυριάκις βουληθεῖεν. Εἷς γὰρ ἐστὶ τῷ νόμῳ σκοπός,
40τὰ διατεταγμένα παρὰ τῶν τελευτώντων πληροῦσθαι. τὸν γὰρ ἐξ αὐτοῦ τοῦ διαθεμένου τῆς αὑτοῦ περιουσίας ἀπελαυνόμενον πῶς ἂν εἴη δίκαιον καλεῖν εἰς πράγ‐ ματα, ὧν αὐτὸν ἐκεῖνος διὰ τῆς ἐπ’ αὐτῷ ῥητῶς
γενομένης exheredationος γενέσθαι μέτοχον οὐκ ἠβου‐

5

λήθη; Εἰ δὲ τὸ ἀφαιρούμενον μέρος παρὰ τοῦ μὴ πληροῦντος τὴν τοῦ τελευτήσαντος βουλὴν πρότερον ἠγάγομεν ἐπὶ τοὺς ὑποκαταστάτους, ἔπειτα ἐπὶ τοὺς συγκληρονόμους, καὶ μετ’ ἐκείνους ἐπὶ ληγαταρίους καὶ
5φιδεϊκομμισσαρίους, καὶ πρός γε καὶ οἰκέτας, οὕτω τε ἐπὶ τὴν ἐξ ἀδιαθέτου κλῆσιν καὶ τοὺς ἔξωθεν καὶ τὸ δημόσιον ἤλθομεν, οὐκ ἀπὸ τρόπου τοῦτο γέγονεν, οὐδὲ ἐκ τοῦ παρήκοντος, οὐδὲ ὡς ἄν τινα καὶ διαλάθοι τὸ προσῆκον, ἀλλ’ ἐκ προνοίας καὶ κατὰ τὸν νόμον·
10ἵνα πεπερασμένων πρῶτον ἁπάντων τῶν κατὰ τὰς διαθήκας προσώπων, εἶτα ἀπειπόντων, οὕτως ἐπὶ τὴν ἐξ ἀδιαθέτου κλῆσιν καὶ τοὺς ἄλλους ἀφικώμεθα. Ἐφ’ ἀπάντων δέ, ἐφ’ ὧν τῶν προγεγραμμένων οὐ πληρούν‐ των καλοῦμεν ἢ τὰ ἐκ τῆς διαθήκης πρόσωπα ἢ τοὺς
15ἐξ ἀδιαθέτου καὶ τοὺς λοιπούς, δίδομεν ἅπασι τοῖς τοιούτοις προσώποις γίνεσθαι κληρονόμοις καὶ adi‐ tionος ἤτοι pro herede gestionος ἔχειν δίκαιον (τοῦτα δὴ τὰ τοῦ νόμου ῥήματα), καὶ ὡς κληρονόμους ἅπαντα πράττειν, ἐναγομένους τε καὶ ἐνάγοντας· τοῦτο ὅπερ
20καὶ οἱ παλαιότατοι τῶν νόμων ἐκ τῆς οἰκείας αὐθεν‐ τίας ἐδίδοσαν, καὶ κληρονόμους ἐποίουν τοὺς οὐδὲ γε‐ γραμμένους κληρονόμους οὐδὲ ἐξ ἀδιαθέτου πρὸς τὸν κλῆρον καλουμένους. Τούτων ἁπάντων κρατούντων, κἂν εἰ μὴ παρὰ κληρονόμου, παρὰ δὲ ληγαταρίου ἢ
25φιδεϊκομμισσαρίου ἢ τοῦ mortis causa δωρεὰν λαβόν‐ τος δοθῆναί τι ἢ γενέσθαι ὁ διαθέμενος ἠβουλήθη· τῆς αὐτῆς τάξεως προφάσει τῶν ἀφαιρουμένων πραγ‐ μάτων φυλαττομένης, καὶ ἀρχομένης μὲν ἀπὸ τῶν ὑποκαταστάτων τοῦ ληγαταρίου, ληγούσης δὲ εἰς τὸ
30δημόσιον. Καὶ μηδεὶς πρὸς τὸν νόμον δυσχεραινέτω τοῦτον, ὡς τῶν καταλελειμμένων ἀποστερούμενος, ἀλλ’ ἐννοῶν, ὡς ἅπασιν ἀνθρώποις πέρας ἐστὶ τοῦ βίου ὁ θάνατος, μὴ μόνον τὸ παρ’ ἑτέρων αὐτὸς λαβεῖν θεω‐ ρείτω, προσεννοείτω δέ, ὅτι καὶ αὐτὸς ἑτέροις τελευτῶν
35ἐπιτάξει, καὶ εἰ μὴ τῆς παρὰ τοῦδε τοῦ νόμου τύχοι βοηθείας, οὐδὲν ὧν ἂν μετὰ σπουδῆς ἁπάσης δια‐ τάξειεν, εἰς ἔργον ἄξει. οὐ γὰρ τοῖς ἐφ’ ἡμῶν οὐδὲ τοῖς νῦν μόνον ἀνθρώποις, ἀλλὰ παντὶ καὶ τῷ μετὰ ταῦτα ῥέοντι νομοθετοῦμεν χρόνῳ.
40Ἐντεῦθεν ἡμᾶς εἰσῆλθε βουλὴ καί τις ἔννοια τοῦ
Φαλκιδίου νόμου, ὃς καὶ ἀκόντων τῶν διατιθεμένων,

6

εἴπερ ἐξαναλίσκοιεν τὰ πράγματα διὰ τῶν πρεσβείων, δίδωσι παρακατέχειν τοῖς κληρονόμοις, ὅσον αὐτοῖς ποιεῖ τὸ τέταρτον τῆς περιουσίας. κἀνταῦθα γὰρ μά‐ χεσθαι μὲν δοκεῖ τῇ γνώμῃ τοῦ τελευτήσαντος, ἐπερεί‐
5δεσθαι δὲ τῷ ταῦτα ἐφιέντι νόμῳ. Θεσπίζομεν τοίνυν (ἀνθεκτέον γὰρ ἡμῖν πανταχοῦ τῆς τῶν τελευτησάντων γνώμης), τοὺς κληρονόμους, εἰ βούλοιντο τῆς ἐντεῦθεν ὠφελείας ἀπολαύειν, καθαρὰν φυλάξαι τῷ νόμῳ τὴν ἐξουσίαν, καὶ μὴ δι’ ὧν ἄν, ὡς εἰκός, ὑποκλέψαιεν ἢ
10κακουργήσαιεν, εἰσάγειν πειρᾶσθαι τὸν Φαλκίδιον, καί‐ τοιγε εἰ μηδὲν ἐκακούργησαν, οὐκ ἂν ἵσως ἁρμόσαντα. Γινέσθω τοίνυν inventariον παρὰ τοῦ κληρονόμου τοῦ δεδιότος, μή ποτε οὐκ ἔχοι μετὰ τὰ χρέα καὶ τὰ πρεσβεῖα Φαλκίδιον, κατὰ τὸν τρόπον καὶ τοὺς χρό‐
15νους καθ’ οὓς πρῴην ἐνομοθετήσαμεν, ὅτε τοὺς ἀν‐ θρώπους ἐξῃροῦμεν τῆς ἐκ τῶν προσελεύσεων ἐπὶ τοῖς οἰκείοις πράγμασι ζημίας, ἱστάντες τὰ βάρη μέχρι τοῦ τῆς οὐσίας τῆς καταλελειμμένης μέτρου. Ἐκείνου προσ‐ τιθεμένου μόνου, τοῦ χρῆναι τὸν τριοῦτον [εἰδέναι]
20κληρονόμον, ὃς οὐ δανειστὰς μόνον, ἀλλὰ καὶ ληγατα‐ ρίους εὐλαβεῖται, καὶ δέδιεν οὐ τὸ ζημιωθῆναι μόνον, ἀλλὰ καὶ τὸ μὴ κερδᾶναι, παραλαμβάνειν ἅπαντας τοὺς ληγαταρίους καὶ φιδεϊκομμισσαρίους, ὅσοι κατὰ τὴν αὐτὴν πόλιν τύχοιεν ἐνδημοῦντες, ἤ τινάς γε ὑπὲρ
25αὐτῶν πράττοντας, εἰ τυχὸν ἡ τῶν προσώπων φύσις ᾒ ἀξία ἢ ποιότης ἢ ἡλικία ἢ καί τις ἀνάγκη εὐχέρειαν αὐτοῖς οὐ δίδωσι τῆς ἐπὶ τῷ inventariῳ παρουσίας, Εἰ δὲ ἀπῶσί τινες, παραγίνεσθαι μάρτυρας τῶν ἐξ αὐτῆς τῆς πόλεως ἀξιοπίστων καὶ κεκτημένων οὐσίαν
30καὶ ἐπὶ χρηστῆς ὑπολήψεως ὄντων οὐκ ἐλάττους τῶν τριῶν (ταβουλαρίοις γὰρ μόνοις, τό γε εἰς τοῦτο ἧκον, οὐ πιστεύομεν), ἐφ’ ὧν προσήκει γενέσθαι τὸ inventa‐ riον, ὥστε ἐπανελθοῦσι τοῖς ληγαταρίοις καὶ μεμφο‐ μένοις ὑπεξῃρῆσθαί τι τυχὸν τῶν πραγμάτων ἢ μὴ
35φανερὸν γενέσθαι, παρρησίαν εἶναι μὴ μόνον διὰ τῆς τῶν οἰκετῶν βασάνου τὸ πρᾶγμα ζητεῖν (καὶ γὰρ δὴ καὶ τοῦτο δίδομεν κατὰ τὴν πρῴην παρ’ ἡμῶν εἰρη‐ μένην ἐπὶ ταῖς οἰκετικαῖς βασάνοις παρατήρησιν), ἀλλὰ καὶ διὰ τοῦ ὅρκου τοῦ κληρονόμου καὶ διὰ τοῦ ὅρκου
40τῶν μαρτύρων, λεγόντων παρεῖναί τε τοῖς πραττο‐

7

μένοις καὶ ἐπιδεῖν τὰ τότε γινόμενα καὶ οὐδὲν συνει‐ δέναι γενόμενον τῷ κληρονόμῳ κακούργημα, οὕτω τε τὴν ἐπὶ τοῖς καταλελειμμένοις ὑπὸ τοῦ διαθεμένου πράγμασιν εὑρίσκειν ἀλήθειαν. πλὴν εἰ μὴ τυχὸν οἱ
5παρόντες τῶν ληγαταρίων, πάντες ἤ τινες, διαμαρτυ‐ ρίας αὐτοῖς στελλομένης, οὐ βουληθεῖεν ἐλθεῖν οὐδὲ παρεῖναι τῷ inventariῳ. τηνικαῦτα γὰρ ἄδεια ἔσται τῷ κληρονόμῳ καὶ μὴ παραγινομένων τῶν ληγατα‐ ρίων ἀρκεῖσθαι τῇ τῶν μαρτύρων παρουσίᾳ καὶ ποιεῖν
10τὴν ἀπογραφήν, ἀποκειμένου καὶ οὕτω τοῖς ληγαταρίοις τοῦ τε ὅρκου τοῦ κληρονόμου καὶ τῆς τῶν οἰκετῶν βασάνου, καὶ τούτων ἁπάντων παρατηρηθέντων ἔχειν τὴν ἐκ τοῦ Falcidiου βοήθειαν. οὕτω γὰρ οὐ δόξομεν οὔτε νόμον οὕτως εὐδοκιμήσαντα μέχρι νῦν ἐλαττοῦν
15οὔτε ἀδικεῖν τὸν τελευτήσαντα. εἰ γὰρ πάντως μὲν αὑτῷ βούλεταί τινας γενέσθαι κληρονόμους, καὶ ἔχειν τινὰ παραψυχὴν ἐκ τῆς αὑτοῦ διαδοχῆς, καὶ οἴεταί γε αὐτάρκη περιουσίαν ἔχειν, οὐ μὴν τοῦτο ἡ τοῦ πράγ‐ ματος ἀλήθεια δείκνυσι, πρόδηλον, ὡς οὐκ ἐναντίωσις
20ἔσται τοῦτο τῆς τοῦ κατοιχομένου βουλῆς, ἀλλὰ τῆς ἀγνοίας κάθαρσις τῆς ἐκείνου. Εἰ μέντοι μηδὲ ποιήσειεν inventariον κατὰ τοῦτο τὸ σχῆμα, καθάπερ εἰπόντες ἔφθημεν, οὐ παρακαθέξει Falcidiον, ἀλλὰ πληρώσει τοὺς ληγαταρίους καὶ φιδεϊκομμισσαρίους,
25κἂν εἰ τὸ τῆς καθαρᾶς οὐσίας τοῦ τελευτήσαντος ὑπερ‐ βαίνῃ μέτρον ἡ τῶν ληγάτων δόσις. Καὶ τοῦτό φαμεν οὐ τὸν ἡμέτερον ἐλαττοῦντες νόμον, ὃν τεθείκαμεν ἐπὶ τῷ μηδὲν οἴκοθεν ζημιοῦσθαι τοὺς κληρονόμους τοῖς δανεισταῖς. δώσει γὰρ αὐτοῖς ποινὴν ἐκτιννὺς τῆς
30ἑαυτοῦ κακουργίας, διότι παρέβη τὸν νόμον, ἐξὸν ἀσφα‐ λῶς ἅπαντα πράξαντι μηδὲν ἐζημιῶσθαι, τοὐναντίον μὲν οὖν καὶ τὰ ἐκ τοῦ Falcidiου νόμου κερδᾶναι. Ταῦτα δὲ δή φαμεν, ἔνθα πεπλανημένος ὁ διαθέμενος περὶ τῆς ἐαυτοῦ περιουσίας ταῦτα ἔπραξεν, ἢ τυχὸν
35δέον καὶ πλείω ποσότητα τῷ κληρονόμῳ καταλιπεῖν ὑπὲρ ἐλάττονος διετύπωσε. καὶ γὰρ δὴ καὶ τοῦτο πεπλανημένης γνώμης ἐστίν, ἀλλ’ οὐ καθαρᾶς καὶ ἀκρι‐ βοῦς ἐπισκήψεως. Εἰ μέντοι ῥητῶς ἐπισκήψειε μὴ βούλεσθαι τὸν κληρονόμον παρακατασχεῖν Falcidiον,
40ἀνάγκη τὴν τοῦ διαθεμένου γνώμην κρατεῖν, καὶ ἢ βουλόμενον αὐτὸν ὑπηρετήσασθαι τῷ διαθεμένῳ ἴσως
καί τινα δίκαιά τε καὶ εὐσεβῆ καταλιπόντι τὸ κέρδος

8

οὐκ ἐν τῷ λαβεῖν, ἀλλ’ ἐν τῷ μόνον εὐσεβῶς ἔχειν καὶ μὴ δοκεῖν ἀκερδῆ τὸν τοιοῦτον εἶναι κλῆρον· ἢ εἰ μὴ βούλοιτο, αὐτὸν μὲν ἀναχωρῆσαι τῆς τοιαύτης ἐν‐ στάσεως, χώραν δὲ γενέσθαι, καθάπερ ἔμπροσθεν
5εἰπόντες ἔφθημεν, ὑποκαταστάτοις τε καὶ συγκληρο‐ νόμοις καὶ ληγαταρίοις καὶ φιδεϊκομμισσαρίοις καὶ οἰκέταις καὶ τοῖς ἐξ ἀδιαθέτου καὶ τοῖς ἄλλοις, κατὰ τὴν ἔμπροσθεν ὑφ’ ἡμῶν ἐξηυρημένην ἐπὶ τοῖς τοιού‐ τοις ὁδόν.
10 Οὐ δώσομεν δὲ ἄδειαν τῷ κληρονόμῳ τὸ μέτρον τῆς οὐσίας ἀκριβῶς γινώσκοντι καταβαλεῖν μὲν εὐθὺς ἐξ ἀρχῆς τισιν ὁλόκληρα τὰ πρεσβεῖα, καὶ πλήρη τὴν γνώμην τοῦ διαθεμένου τηρῆσαι (τοῦτο ὅπερ καὶ αἱ τῶν πρὸ ἡμῶν λέγουσι διατάξεις), παρὰ δὲ τινῶν πα‐
15ρακατέχειν ἐθέλειν, οὐδὲ ἐκ μέρους μὲν πληροῦν τὴν τοῦ διαθεμένου γνώμην, ἐκ μέρους δὲ αὐτὴν ἐλαττοῦν. ἀλλὰ τόν γε ὅλως οὐ πεπλανημένον περὶ τὸ τῆς οὐσίας ποσόν, ἀλλὰ γινώσκοντά τε καὶ εὐθὺς ἀκολουθήσαντα τῇ γνώμῃ τοῦ διαθεμένου διὰ πάντων αὐτῇ κατακο‐
20λουθεῖν καὶ μὴ μεταμέλεσθαι πρὸς τὰ χείρω· οὐ γὰρ ἂν εἴη τοῦτο καθαρῶς ἀκολουθεῖν. Οὐ μὴν οὐδὲ ἐφή‐ σομεν αὐτοῖς τὴν ἀρχὴν ἐπισταμένοις μέν, ἀφυλάκτως δὲ καταβαλοῦσιν, εἶτα ὕστερον πράγματα τοῖς λαμβά‐ νουσι παρέχειν καὶ ἀναλαμβάνειν βούλεσθαι παρ’
25αὐτῶν, ὅπερ ἂν τύχοιεν καταβαλόντες. δεῖ γὰρ πρὸ τῶν πράξεων βουλεύεσθαι, καὶ πράττειν, ἀλλὰ μὴ πράξαντα ὀρθῶς εἶτα μεταβαλεῖν πρὸς ἀγνωμοσύνην· πλὴν εἰ μὴ δικαία τις αἰτία τοῦτο εἰσαγάγοι, παρα‐ δόξου τινὸς ἀναφανέντος, ὅπερ ἐλαττοῖ τῆν οὐσίαν καὶ
30χώραν τῇ ἀναλήψει ποιεῖ. Ἀλλὰ κἀκείνου πρόνοιαν ἐθέμεθα τοῦ μὴ χρόνον γίνεσθαι μακρὸν ἐν ταῖς τοιαύταις ζητήσεσιν. Οὐδε‐ μίαν γὰρ τῶν τοιούτων ζητήσεων ἢ δικῶν ὑπερβαί‐ νειν τὸν τοῦ ἐνιαυτοῦ χρόνον θεσπίζομεν, ἀνάγκην
35ἐπιτιθέντες εἴσω πάντως ἐνιαυτοῦ μετὰ προσέλευσιν καὶ τὰ πρεσβεῖα καταβάλλειν καὶ τὰ ὑπὸ τοῦ διαθε‐ μένου καταλελειμμένα πληροῦν κατὰ τὴν ἑαυτῶν φύσιν καὶ πάντα πράττειν, ὅσα ἔμπροσθεν εἰρήκαμεν. Ἀρχὴν δὲ τῷ ἐνιαυτῷ δίδομεν, καθάπερ ἔμπροσθεν εἰπόντες
40ἔφθημεν, τὴν ἐκ δικαστικῆς ὑπόμνησιν ψήφου. Τοῦ

9

γὰρ ἐνιαυτοῦ παρ’ αἰτίαν τοῦ κληρονόμον παραδρα‐ μόντος, τηνικαῦτα ὁ μὲν ἐκπεσεῖται τῶν καταλελειμ‐ μένων, ἕτεροι δὲ ἐπὶ ταῦτα ἥξουσιν, οὓς ἔμπροσθεν ἐκαλέσαμεν. Ἀνήβοις δὲ ἢ καὶ ἐλάττοσι τὴν ἡλι‐
5κίαν οἰδὲν ὁ παρ’ ἡμῶν προκρίνει νόμος. ἔστι γὰρ αὐτοῖς, εἴ τι κατὰ τὰς εἰρημένας ἡμῖν αἰτίας βλαβεῖεν, διπλῆ τις βοήθεια, καὶ ἡ διὰ τῆς ἀποκαταστάσεως καὶ ἡ διὰ τῆς κατὰ τῶν ἐρραθυμηκότων κηδεμόνων ὁδοῦ. Οὐκ ἐξαιροῦμεν δὲ τοῦ νόμου οὐδὲ τὰς πατρωνικὰς
10διαδοχάς. κἀκεῖσε γάρ, τῆς νομίμης αὐτοῖς φυλαττο‐ μένης μοίρας, ἣν ἡμεῖς διωρίσαμεν, εἴ τι πέρα ταύ‐ της αὐτοῖς καταλειφθείη καί τι παρὰ τῶν ἀπελευθέ‐ ρων αἰτηθεῖεν ἐκεῖνοι πληρῶσαι, εἶτα μὴ βούλοιντο, ταύτην τὴν τάξιν κρατεῖν θεσπίζομεν, ἥνπερ ἀρχό‐
15μενοι τῆς θείας ἡμῶν ταύτης διατάξεως εἴπομεν, ὥστε τὴν μὲν νόμιμον μοῖραν μένειν παρ’ αὐτοῖς καθαρὰν τῶν τοιούτων, τὰ λοιπὰ δὲ ἔρχεσθαι πρὸς τὴν παρ’ ἡμῶν νῦν ἀνεῳγμένην ἐπὶ τοῖς τοιούτοις ὁδόν, μάλιστα ἐπείπερ καὶ ἐν αὐτῇ τῇ περὶ τῶν πατρωνικῶν τε‐
20θείσῃ παρ’ ἡμῶν διατάξει πρὸς ὁμοίωσιν σχεδὸν τῶν εὐγενῶν καὶ τὰς ἀπελευθερικὰς ἐτάξαμεν διαδοχάς. Ἐπειδὴ δὲ διπλοῦς ἐστιν ὁ τῶν διαθηκῶν τρόπος, ἢ εἰς ἔγγραφον φερόμενος διατύπωσιν, ἢ εἰς ἄγραφον βούλησιν, ταῦτα ἅπαντα κρατεῖν ὁμοίως καὶ κατὰ τὴν
25ἵσην παρατήρησιν καὶ ἐπὶ ἀγράφων διαθηκῶν καὶ ἐπὶ πάσης τελευταίας βουλήσεως θεσπίζομεν, καὶ ἐπὶ προσ‐ ώπου παντὸς εἴτε ἰδιωτικοῦ εἴτε στρατιωτικοῦ εἴτε ἱερατικοῦ εἴτε βασιλικοῦ εἴτε ἑτέρου οἵου δήποτε. κοι‐ νὸν γὰρ ἐφ’ ἅπασιν ἀνθρώποις τοῦτον τὸν νόμον
30ἀποτιθέμεθα. 〈Ἐπίλογος.〉 Ταῦτα ἡμεῖς ὑπὲρ τοῦ κοινῇ πᾶσι λυ‐ σιτελοῦντος ἀνθρώποις ἐγράψαμεν, καὶ ὅπως ἂν οἵ τε ζῶντες τῶν καταλελειμμένων ἀπολαύοιεν οἵ τε τελευ‐ τῶντες μετ’ εὐθυμίας ἀπέλθοιεν, γινώσκοντες ὡς ὁ νό‐
35μος αὐτοῖς καὶ κειμένοις ὑπηρετήσεται, καὶ ἅπερ ἂν ἐκεῖ‐ νοι διατάξαιεν, αὐτὸς εἰς ἔργον ἄξει. Ὥστε ἐπειδὴ κοινὸν τοῦτο ὄφελος ἅπασίν ἐστιν ἀνθρώποις, γε‐ νήσεται μὲν παρὰ τῆς σῆς ὑπεροχῆς ἐνταυθοῖ κηρύγ‐ ματα πᾶσι περιαγγέλλοντα τὴν τοῦ νόμου δύναμιν,
40σταλήσεται δὲ καὶ κατὰ χώραν ἐν ἅπασιν ἤδη τοῖς ἔθνεσι τοῖς πρῴην τε οὖσι καὶ νῦν ὑπὸ θεοῦ δι’ ἡμῶν
τῇ Ῥωμαίων προσγενομένοις ἀρχῇ. Οἱ δέ γε τῶν μη‐

10

τροπόλεων ἄρχοντες ταῦτα λαμβάνοντες, καθὰ καὶ ἤδη νενομοθέτηται παρ’ ἡμῶν, ἑκάστῃ παραπέμψουσι πό‐ λει· μενεῖ τε οὐδεὶς ἀνήκοος τοῦ νόμου τοῦ μήτε ἐν πενίᾳ ζῆν μήτε ἐν ἀθυμίᾳ τελευτᾶν συγχωροῦντος.
5Β
6tΠΕΡΙ ΤΟΥ ΜΗ ΕΠΙΛΕΓΕΣΘΑΙ
7tΤΑΣ ΔΕΥΤΕΡΟΓΑΜΟΥΣΑΣ ΓΥ‐
8tΝΑΙΚΑΣ, ΚΑΙ ΠΕΡΙ ΑΛΛΩΝ
9tΚΕΦΑΛΑΙΩΝ.
10t[Ἔχει δὲ πρόφασιν ἡ διάταξις Γρηγορίαν τινά.]
11tΟ αὐτὸς βασιλεὺς Ἑρμογένει τῷ ἐνδοξοτάτῳ μαγίστρῳ
12tτῶν θείων ὀφφικίων, ἀπὸ ὑπάτων καὶ πατρικίῳ.
14Προοίμιον.〉 Καὶ τοῖς πρὸ ἡμῶν νενομοθετη‐
15κόσι Ῥωμαίοις τῆς ἀεὶ νομοθεσίας ἀφορμὴν ἡ τῶν ἀναφυομένων πραγμάτων ἐδίδου ποικιλία, καὶ ἡμεῖς, τὸ νομοθετικὸν ἅπαν κατακοσμήσαντες τῆς πολιτείας μέρος, τὴν ὅλην σχεδὸν ἐπανόρθωσιν ποτὲ μὲν ἐπὶ ταῖς τῶν δεομένων προσαγγελίαις, ποτὲ δὲ ἐπὶ ταῖς
20δικαστικαῖς ζητήσεσιν ἐποιησάμεθα· καὶ πολλούς γε τῶν νόμων ἐντεῦθεν τοῖς ὑπηκόοις τοῖς ἡμετέροις ἐγράψαμεν. Ὁποῖον δή τι καὶ νῦν ἀναστὰν εἰς τόνδε ἡμᾶς τὸν νόμον ἐκάλεσεν. Γρηγορία γὰρ ἱκέτευσε φήσασα συνῳκηκέναι πρῴην ἀνδρὶ καὶ δύο ποιήσασθαι
25παῖδας, ἄρρενά τε καὶ θήλειαν, καὶ ἀποβαλεῖν μὲν τὸν συνοικήσαντα. πολλῆς δὲ παρὰ τοῦ παιδὸς πειρωμένη τῆς εὐνοίας, ᾠήθη χρῆναι μὴ καταλιπεῖν αὐτὸν ἀγέ‐ ραστον μηδὲ ἔξω τῆς προσηκούσης ἀφεῖναι τιμῆς. τοι‐ γαροῦν τὴν προγαμιαίαν δωρεάν, καίτοι δευτέροις οὔπω
30προσομιλήσασα γάμοις, ὅμως ἀποκατέστησε καὶ δέδωκε

11

τῷ παιδί. οὐ μὴν ζῶν ὁ παῖς αὐτῇ διετέλεσεν, ἀλλ’ ἄπεισιν ἐξ ἀνθρώπων, πρὶν εἰς δευτέρους ἐλθεῖν βου‐ ληθῆναι τὴν μητέρα γάμους. Καὶ ὅγε νόμος ὅ τε ἀρ‐ χαῖος ὅ τε ἡμέτερος ἐκάλεσεν ἄμφω, τήν τε παῖδα τήν
5τε μητέρα, πρὸς τὴν τοῦ νέου διαδοχήν. Καὶ εἴπερ τοῖς προτέροις ἡ μήτηρ ἐπέμενε γάμοις, οὐδὲν ἂν τὸ ζητούμενον ἦν. ἀλλ’ ἡ μὲν εἰς ἀνδρὸς ἐπείγεται δευ‐ τέρου, τὴν μὲν χρῆσιν ἅπασαν ἔχουσα τῆς προγαμιαίας δωρεᾶς· οὕτω γὰρ αὐτὴν καὶ ἐδεδώρητο, ἐφ’ ᾧ τὴν
10μὲν χρῆσιν παρ’ αὑτῇ μένειν, τὴν δεσποτείαν δὲ γε‐ νέσθαι παρὰ τῷ παιδί. τῆς δεσποτείας δὲ ἡ παῖς ἀν‐ τιλήψεσθαι πάσης ἀπειλεῖ, οὐ καθ’ ὅσον κληρονομεῖ τοῦ ἀδελφοῦ, ἀλλὰ καθ’ ὅσον ὁ πατὴρ ἐπιδέδωκε τῇ μητρί, φάσκουσα μηδεμίαν παρρησίαν ἔχειν τὴν μητέρα
15δευτέροις ὁμιλοῦσαν γάμοις τὴν δεσποτείαν ἔχειν τῆς δωρεᾶς καθ’ οἷον δήποτε λόγον. Ἀλλ’ ἡ μήτηρ οὐκ ἔτι τοῦτο προγαμιαίαν εἶναι δωρεὰν παντελῶς ἀξιοῖ, συναναμεμίχθαι δὲ ἤδη τοῖς πράγμασι τοῦ παιδός, καὶ ὡς κληρονομίας, ἀλλ’ οὐχ ὡς δωρεᾶς οὔσης ἔτι προσ‐
20ήκειν αὑτῇ τοῦ ἑξαουγγίου τήν τε δεσποτείαν τήν τε χρῆσιν ἔχειν. Καὶ οὐ τοῦτο μόνον ἀμφισβητεῖται, ἀλλὰ καὶ περὶ αὐτοῦ τοῦ κλήρου τοῦ ἀδελφοῦ πρὸς αὐτὴν ἡ παῖς διαμάχεται, τῆς μὲν μητρὸς ἀξιούσης αὐτοῦ κλη‐ ρονομεῖν κατὰ τὴν ἡμίσειαν μοῖραν (καθ’ ἣν αὐτὴν
25ἡμεῖς ἐπὶ τὸν κλῆρον τοῦ παιδὸς καλοῦμεν, μιᾶς οὔσης ἀδελφῆς τῷ τελευτήσαντι παιδί, τῆς μετ’ αὐτῆς καλου‐ μένης), τῆς δὲ παιδὸς ἔχεσθαι τοῦ κλήρου τοῦ ἀδελφοῦ μάλα ἰσχυρῶς ἐκ τῶν ἔμπροσθεν νενομοθετημένων ἐνισταμένης, φασκούσης τήν γε μητέρα, εἰ μὲν δευτέ‐
30ροις μὴ ὁμιλήσειε γάμοις, ὀρθῶς ἀντιποιεῖσθαι τοῦ κλήρου τοῦ παιδός, ἀφικνουμένην δὲ εἰς ἀνδρὸς ἑτέρου πάντων ἀφαιρεῖσθαι τῶν ὅσα ἐκ τῆς πατρῴας οὐσίας ὁ παῖς ἐκτήσατο, ὡς εἴγε μετὰ τὸν δεύτερον γάμον ὁ παῖς ἐτελεύτησε, καὶ τῆς ὅθεν δήποτε κτηθείσης αὐτῷ
35περιουσίας ἑαυτὴν ἂν γενέσθαι κυρίαν· τοῦτο τῶν δια‐ τάξεων ἀμφοτέρων βουλομένων, αἳ τὰ τοιαῦτα διακρί‐ νουσιν. Ἡ δέ γε μήτηρ μάλιστα μὲν ἀπηνῶς ἔχειν τὰς διατάξεις ἐκείνας καὶ ἀναξίως τῶν φιλανθρώπων ἡμῶν ἰσχυρίζεται χρόνων· πλὴν ἀλλὰ χρῆται τῇ παρ’
40ἡμῶν τεθείσῃ διατάξει, λέγουσα ταύτην οὐχ ὑποδιαι‐
ρεῖσθαι ταῖς διατάξεσι ταῖς πρώταις, οὐδὲ τὰς μὲν

12

οὔπω πρὸς ἀνδρὸς ἐλθούσας δευτέρου μητέρας μετὰ τῶν παίδων καλεῖν, τὰς δὲ δευτέροις ὁμιλησάσας γά‐ μοις οὐκ ἔτι. ἐνταῦθα δὲ καί τι ξένον ὑπεῖναι· ἑαυ‐ τὴν γὰρ φιλοτιμίαν εἰς τὸν παῖδα ποιουμένην προφά‐
5σει τῆς ἐπιλογῆς, ἀντιδωρεὰν μᾶλλον εἰληφέναι δοκεῖν ἤπερ ἁπλῶς οὕτω κέρδος ἀσυλλόγιστον ἔχειν. Ταῦτα ἡμεῖς ἐπὶ πολὺ κατεξετάσαντες καὶ τὴν ὅλην τῶν τοι‐ ούτων ἐπιλογῶν τε καὶ κληρονομιῶν θεωρίαν ἀνασκο‐ πούμενοι δεῖν ᾠήθημεν κοινὸν ἐπὶ τούτοις γράψαι νό‐
10μον, καθ’ ὃν καὶ ἡ παροῦσα ζήτησις δέχεται πέρας. Συνείδομεν τοίνυν μὴ συγκεχυμένον τοῦτο τὸ περὶ τῶν ἐπιλογῶν καὶ ἀδιάκριτον καταλιπεῖν, ἀλλὰ τοιαύ‐ την δοῦναι τῷ πράγματι τάξιν, ὥστε τῆς μητρὸς ἅπαξ εἰς δευτέρους γάμους ἐλθούσης κέρδος εὐθὺς ἁπάν‐
15των τῶν παίδων τὴν δεσποτείαν τῆς προγαμιαίας γί‐ νεσθαι δωρεᾶς, καὶ μηδεμίαν ἄδειαν εἶναι τῇ μητρὶ τοὺς μὲν τῶν παίδων ἐπιλέγεσθαι, τοὺς δὲ ἀτιμάζειν, διότι πάντας ὁμοῦ τοῖς δευτέροις ὕβρισε γάμοις. Ὥστε καὶ ἐπὶ τοῦ παρόντος ἡ δεσποτεία τῆς προγαμιαίας
20δωρεᾶς ὅλη πρὸς τὴν παῖδα παραγενήσεται, τῆς χρή‐ σεως παρὰ τῇ μητρὶ μέχρι περίεστι φυλαττομένης· καὶ κατὰ τὴν ἡμετέραν διάταξιν, εἰ μὲν ἡ μήτηρ προαπ‐ έλθοι, τῇ παιδὶ τῆς ὅλης προγαμιαίας δωρεᾶς ἁρμο‐ ζούσης· εἰ δὲ ἡ παῖς, μένειν μὲν παρὰ τῇ μητρὶ τὸ ἐκ
25τοῦ τῆς ἀπαιδίας συμφώνου κέρδος, τὸ δὲ λοιπὸν εἶναι τῆς παιδός, καὶ τελευτῶσαν τοῦτο παραπέμπειν εἰς τοὺς αὑτῆς κληρονόμους, εἴ τινες ἐκ τοῦ νόμου κα‐ λοῖντο. Τὸ δὲ γινόμενον μὲν ἀεί, ῥητῷ δὲ οὕπω νόμῳ
30διωρισμένον, τοῦτο εἰς καλὴν παραύξησίν τε καὶ παρ‐ ενθήκην δίδομεν τῷδε τῷ νόμῳ. Εἰ γὰρ οὐ παιδὶ τυχόν, ἀλλά τινι τῶν ἔξωθεν ἡ μήτηρ ἔτι δευτέρων ἄπειρος οὖσα γάμων μοῖράν τινα τῆς προγαμιαίας δω‐ ρεᾶς, ἤ τι πρᾶγμα ἐξ αὐτῆς, ἢ καὶ πᾶσαν δωρήσεται,
35ἢ κατ’ ἄλλον τυχὸν ἐκποιήσει τρόπον, εἶτα ὕστερον

13

εἰς ἀνδρὸς φοιτήσειε δευτέρου, πρόδηλον ὡς τῷ ἐπι‐ νινομένῳ δευτέρῳ γάμῳ τὸ τῆς ἐκποιήσεως ἀνατρα‐ πήσεται· καὶ οὐδὲ αὐτὸ πᾶσι τρόποις, ἀλλ’ ἐν μετεώρῳ καὶ τὰ τῆς ἐκποιήσεως καὶ τὰ τῆς ἀνατροπῆς μενεῖ.
5εἰ μὲν γὰρ μείναιεν περιόντες οἱ παῖδες, ἀνατραπήσε‐ ται καθάπαξ τὸ γενόμενον, τοῦ νόμου τὴν δεσποτείαν τῆς πρὸ γάμου δωρεᾶς εἰς τοὺς παῖδας ἄγοντος καὶ οὐδὲν ἐπιστρεφομένου τῆς γυναικός, εἴ τι πράξειεν ἐπὶ βλάβῃ τῶν παίδων. Εἰ δὲ προτελευτήσαιεν ἅπαντες
10τῆς μητρός, μένειν τὸ συνάλλαγμα βέβαιον οὐκ εἰς ὁλόκληρον, ἀλλὰ κατὰ τοῦτο δὴ τὸ ἐξ ἀπαιδίας σύμ‐ φωνον, ὅπερ ἡμεῖς εἰσηγησάμεθα πρῶτοι καὶ νενομο‐ θετήκαμεν ἔναγχος τὸν περὶ τούτου γράψαντες νόμον. καὶ κατά τινα μὲν μοῖραν ἔσται τὸ συνάλλαγμα βέ‐
15βαιον, κατά τινα δὲ ἄκυρον ἀποφανθήσεται· τουτέστι κατὰ μὲν τὸ μένον παρὰ τῇ μητρὶ προφάσει τοῦ ἐξ ἀπαιδίας συμφώνου κρατήσει, κατὰ δὲ τὸ παραπεμπό‐ μενον εἰς τοὺς τοῦ παιδὸς διαδόχους ἄκυρον ἔσται· ὡς, εἴγε ἡ μήτηρ μόνη τῷ παιδὶ διάδοχος εὑρεθείη,
20τὸ πᾶν αὖθις κύριον ἔσται. Ἐπειδὴ δὲ αἱ κατὸ τῶν δευτερογαμούντων ποιναὶ κοιναὶ καὶ ἀνδρός εἰσι καὶ γυναικός, καὶ ὁ μὲν ἐπὶ τῇ προικὶ πρὸς δευτέρους ἐλθὼν γάμους κινδυνεύσει, ἡ δὲ ἐπὶ τῇ πρὸ γάμων ἤτοι διὰ τοὺς γάμους δωρεᾷ, καὶ
25ὁ νόμος οὗτος ἐφ’ ἑκατέρου κείσθω προσώπου, καὶ ταῦτα καὶ περὶ τῆς ἐπιλογῆς καὶ περὶ τῆς ἐκποιήσεως καὶ περὶ τοῦ κέρδους νενομοθετήσθω. Ὑπολοίπου τοίνυν ὄντος σκέψασθαι τὰ περὶ τῶν κλήρων τῶν παίδων, ὑπὲρ οὗ καὶ τὸ παρὸν ἀμφισ‐
30βητεῖται, δεῖν ᾠήθημεν γενικῷ νόμῳ τῇ τε παρ‐ ούσῃ ζητήσει διαιτῆσαι ταῖς τε ἐφεξῆς κινηθησομέ‐ ναις ἁπάσαις δοῦναι τομήν. Καὶ θεσπίζομεν, τὰ ἄλλα πράγματα τὰ μετὰ τὴν πρὸ γάμου δωρεὰν εἰς τοὺς παῖδας ἀφιγμένα, εἰ μὲν ὁ παῖς, ἄρρην ἢ θήλεια τυ‐
35χόν, διάθοιτο, κατὰ τὸν νόμον χωρεῖν ἐπὶ τοὺς γεγραμ‐ μένους κληρονόμους, ἐνταῦθα τῆς μητρὸς οὐ κωλυομέ‐ νης γράφεσθαι παρὰ τοῦ παιδὸς κληρονόμου, ἀλλὰ καὶ τῶν κατὰ τῆς διαθήκης αὐτῇ διδομένων δικαίων, εἴ γε ὁ παῖς αὐτὴν παραλείψειεν ἢ καὶ ἀλόγως ἀποκλη‐
40ρονόμον ποιήσηται, φυλαττομένων· εἰ δὲ ἀδιάθετος

14

τελευτήσειε, τῆς ἐκείνου μοίρας, εἰ μὲν ἔχοι παῖδας ἰδίους, ἐπὶ τοὺς παῖδας ἀφικνουμένης· εἰ δὲ οὐκ ἔχοι μὲν παῖδας ἰδίους, εἴη δὲ τῶν ἀδελφῶν ἡ κλῆσις, καὶ τῆς μητρὸς ἅμα τοῖς ἀδελφοῖς κατὰ τὸ παρ’ ἡμῶν νενομοθετημένον ἐπὶ
5τὸν κλῆρον ἐρχομένης καὶ τοῦτον ἰσχυρῶς ἐχούσης, εἴτε δευτέροις ὡμίλησε γάμοις εἴτε καὶ μή. Οὐ γὰρ πικροτέ‐ ρας τὰς ποινὰς κατὰ τῶν εἰς δευτέρου παραγινομένων ἀνδρὸς γυναικῶν ποιήσομεν οὐδὲ ἐντεῦθεν αὐτὰς εἰς ἀνάγκην καταστήσομεν πικρὰν καὶ τῶν ἡμετέρων ἀνα‐
10ξίαν καιρῶν, ὥστε δέει τῶν σωφρόνων γάμων, εἰ καὶ δεύτεροι καθεστήκοιεν, τούτους μὲν ἀποτρέπεσθαι, φοι‐ τᾶν δὲ εἴς τινας ἀπηγορευμένας μίξεις καὶ ἴσως καὶ πρὸς οἰκετῶν φθοράς, καὶ ἐπειδήπερ οὐκ ἔξεστι νομί‐ μως σωφρονεῖν, παρανόμως ἀσελγαίνειν. Οὐκέτι τοί‐
15νυν κρατεῖν βουλόμεθα οὔτε τὴν ἐν τῷ εʹ βιβλίῳ τοῦ ἐπωνύμου τῆς ἡμετέρας εὐσεβείας συντάγματος κειμέ‐ νην διάταξιν, τὴν διορίζουσαν τὰ περὶ τῶν κλήρων τῶν παίδων, οὓς αἱ μητέρες δευτέροις ὁμιλοῦσαι γά‐ μοις εἶδον προαπελθόντας, οὔτε τὴν ἐν τῷ ϛʹ βιβλίῳ
20τοῦ αὐτοῦ συγγράμματος ὑπὸ τὸν τοῦ Τερτυλλιανίου τίτλον, τὴν περὶ τῶν γυναικῶν διαλεγομένην τῶν δευ‐ τέροις μὲν ὁμιλουσῶν γάμοις, πρὸ μέντοι τῆς δευτέρας συναφείας ἀποβαλουσῶν τοὺς παῖδας· ἀλλὰ καλείσθω πάντως ἡ μήτηρ μετὰ τῶν ἀδελφῶν ἐπὶ τὸν τοῦ παιδὸς
25κλῆρον, καὶ τοῦτον ἐχέτω βεβαίως, οὐδὲν ἐκ τῶν δευτέ‐ ρων βλαπτομένη γάμων. Ὅπερ καὶ ἐπὶ τῆς ὑποκειμένης ζητήσεως, ἣ τὸν νόμον τοῦτον ἐκίνησε, κρατείτω· καὶ ἡ μήτηρ ἅμα τῇ παιδὶ διαδεχέσθω τὸν κλῆρον, ἢ καὶ διαδεξαμένη τοῦτον ἀναφαιρέτως ἐχέτω, οὐδὲν ἐκ τῆς
30ἐλπίδος τῶν δευτέρων βλαπτομένη γάμων, ἀλλὰ κυρία τούτου μετὰ τῆς παιδὸς καθάπαξ καθεστῶσα. Καλὸν μὲν γὰρ ἂν εἴη καὶ ἐπαινετὸν καὶ ἄξιον εὐχῆς τὸ τὰς γυναῖκας οὕτω διακεῖσθαι σεμνῶς, ὡς τὰς ἅπαξ εἰς ἀνδρὸς ἐλθούσας τηρεῖν ἄθικτον τῷ τελευτήσαντι τὴν
35εὐνήν· καὶ τήν γε τοιαύτην γυναῖκα καὶ θαυμάζομεν καὶ ἐπαινοῦμεν καὶ οὐ πόρρω τίθεμεν παρθενίας. Εἰ δὲ οὐκ ἰσχύοι (καὶ γὰρ εἰκὸς καὶ νέαν αὐτὴν οὖσαν τοῦτο παθεῖν) οὐδὲ ἀντέχοι πρὸς τὰς τῆς φύσεως ὁρ‐ μάς, οὐ κολαστέον αὐτὴν διὰ τοῦτο οὐδὲ ἀπαγορευτέον
40αὐτῇ τῶν κοινῶν νόμων, ἀλλὰ καὶ εἰς ἀνδρὸς ἑτέρου γάμον ἐλθέτω σεμνῶς καὶ ἀκολασίας ἀπεχέσθω πάσης
καὶ ἀπολαυέτω τῆς τῶν παίδων διαδοχῆς. οὕτω γὰρ

15

αὐτοὺς ἔτι μᾶλλον ἀγαπήσει καὶ οὐχ ὥς τινας τῶν δυσ‐ μενῶν ὄψεται, ποιναῖς οὕτως ὑποβαλλομένη πικραῖς. Ὥσπερ γὰρ τοὺς πατέρας, εἴπερ εἰς δευτέρους ἔλθοιεν γάμους, οὐκ ἀποστεροῦμεν τῆς τῶν παίδων διαδοχῆς,
5οὐδέ τις ἐστὶ νόμος τοιοῦτό τι λέγων, οὕτως οὐδὲ τὰς μητέρας ἀφαιρήσομεν τῆς τῶν παίδων διαδοχῆς, εἴπερ αἱ μητέρες εἰς ἀνδρὸς ἔλθοιεν δευτέρου, κἂν εἰ πρὸ τῶν δευτέρων γάμων κἂν εἰ μετὰ τοὺς δευτέρους οἱ παῖδες τελευτήσαιεν. ἐπείτοιγε ἐκ τῆς ἀτοπίας τοῦ
10νόμου, κἂν εἰ προαπέλθοιεν οἱ παῖδες ἅπαντες μὴ καταλιπόντες παῖδας ἢ ἐγγόνους, οὐδὲν ἧττον ἡ τιμω‐ ρία μενεῖ, καὶ οὐ διαδέξεται τούτους ἡ μήτηρ, οὐδ’ ἂν ἄπαιδες τελευτήσαιεν, ἀλλ’ ἀπελαθήσεται τῆς αὐτῶν διαδοχῆς ἀπανθρώπως, μάτην μὲν ὠδινήσασα, μάτην
15δὲ ἐκθρέψασα, ταῖς τε διὰ τὸν ἔννομον γάμον ὑποβαλ‐ λομένη ποιναῖς· ἀλλὰ διαδέξονται μὲν αὐτούς τινες τῶν πορρωτέρω συγγενῶν, ἡ μήτηρ δὲ ἀλόγως ἐκβληθήσε‐ ται. ὥστε καὶ αὐτὴ διαδεχέσθω τοὺς παῖδας, καὶ ἔστω νόμος οὗτος φιλάνθρωπός τε καὶ πρᾷος, καὶ τὰς μη‐
20τέρας τοῖς παισὶ διαλλάττων. Συνελόντες τοίνυν τόδε τοῦ νόμου τὸ μέρος θεσπίζομεν, ἐπειδήπερ τὴν μητέρα κατὰ τὸ ἔμπροσθεν εἰρημένον ὡμοιώσαμεν τῷ πατρί, τὰς μὲν ἐπὶ τῇ προγαμιαίᾳ δωρεᾷ καὶ αὐτὴν ὑπέχειν ποινάς, καθάπερ ὑπέχει καὶ ὁ πατὴρ ἐπὶ τῇ προικί,
25ἐπὶ δὲ τοὺς κλήρους τῶν παίδων ἀπραγμόνως ἐρχέ‐ σθωσαν ὅ τε πατὴρ ἥ τε μήτηρ, κατὰ τὰς ὑποκειμέ‐ νας ἐφ’ ἑκάστῳ θέματι ζητήσεις. ὥστε ὅπερ οἱ πατέρες ἔχουσιν, εἴτε εἰς δευτέρους ἔλθοιεν γάμους εἴτε καὶ μή, τοῦτο καὶ αἱ μητέρες ἐχέτωσαν, καλείσθω τε ἡ μήτηρ
30πρὸς τὸν τοῦ παιδὸς κλῆρον, εἴτε ἤδη δευτέροις ὡμί‐ λησε γάμοις εἴτε καὶ ὕστερον ἔλθοι. Τῆς δὲ προγαμιαίας δωρεᾶς εἰς δεύτερον ἐλθοῦσα συνοικέσιον μηδὲ καθόσον κληρονομεῖ τοῦ παιδὸς ἀπο‐ λαυέτω, ἀλλὰ τοῦτο τῶν παίδων ἔστω μόνον κέρδος
35αὐτοῖς παρὰ τοῦ νόμου δεδομένον, καὶ μὴ δοκοῦν εἶ‐ ναι μέρος τοῦ κλήρου τοῦ παιδός, ἀλλ’ ἔτι τὴν τῆς προγαμιαίας δωρεᾶς οὐκ ἀποβάλλον φύσιν. Ἅπερ προσ‐ ήκει κρατεῖν καὶ ἐπὶ τῶν νῦν ἤδη χηρευουσῶν γυναι‐ κῶν καὶ τοὺς οἰκείους διαδεξαμένων παῖδας, ἐν ᾧ μήπω
40δευτέροις προσῆλθον γάμοις, κἂν εἰ μετὰ ταῦτα προσ‐ έλθοιεν. Τὸ μὲν οὖν ἐπὶ τούτοις ἔχον ὧδε τῷ παντὶ
νενομοθετήσθω χρόνῳ.

16

Καὶ ἕτερον δὲ τῇ προφάσει τῶν δευτερογαμουσῶν γυναικῶν καὶ τῆς προγαμιαίας δωρεᾶς προσθεῖναι τοῖς ἔμπροσθεν καλῶς ἔχειν ᾠήθημεν. Τῶν γὰρ προ‐ τέρων διατάξεων παρεχουσῶν ἐπιλογὴν τῇ γυναικὶ τῇ
5δευτέροις ὁμιλησάσῃ γάμοις, εἴτε βουληθείη λαβεῖν τὴν πρὸ γάμου δωρεάν, καθόσον ἐφίησι τὰ σύμφωνα, καὶ δοῦναι τοῖς παισὶν ἀσφάλειαν, ὡς τελευτῶσα ταῦτα ἀποκαθίστησιν, εἴτε οὐ δυνηθείη δοῦναι τὴν ἀσφά‐ λειαν ἢ μὴ βουληθείη τυχόν, μένειν μὲν τὰ πράγματα
10παρὰ τοῖς παισὶ τῆς προγαμιαίας δωρεᾶς, τελεῖν δὲ αὐτῇ τὸν ἀπὸ τρίτου μέρους τῆς ἑκατοστῆς τόκον· ἡμεῖς ἐκ τῆς τῶν ἀναφυομένων ζητήσεων ὁρμώμενοι ποικιλίας, ἐπειδήπερ εὕρομεν νέους ἐπὶ τούτῳ κινδυ‐ νεύοντας, τῆς πρὸ γάμου δωρεᾶς ἐν χρήμασιν οὔσης,
15κἀκείνους χρυσίον μὲν οὐκ ἔχοντας, ἀναγκασθέντας δὲ τὰ πατρῷα πωλῆσαι πάντα, ὅπως ἂν λυθείη τὸ τῆς προγαμιαίας δωρεᾶς ὄφλημα, καίτοιγε ἐπ’ αὐτοὺς κατὰ τὸν νόμον τῆς πρὸ γάμου δωρεᾶς ἐλευσομένης· διὰ τοῦτο ᾠήθημεν χρῆναι τοιαύτην δοῦναι τῷ πράγματι τάξιν,
20ἵνα εἴ τις ἐπιδοίη πράγματα κατὰ προγαμιαίαν δωρεάν, εἰ μὲν ἅπαντα ἀκίνητα καθεστήκοι, μένοι τούτων ἡ χρῆσις παρὰ τῇ μητρί, καὶ αὐτὴ ταῦτα ἐκλέγοι καὶ μὴ παραιτοῖτο μηδὲ ἀπαιτοίη τοὺς παῖδας ὑπὲρ τῆς τού‐ των ἀποτιμήσεως τόκον, ἀλλ’ ἐπιμελοῖτό τε αὐτῶν,
25καθόσον ὁ νόμος δίδωσι τοὺς τῆς χρήσεως ὄντας κυ‐ ρίους, φυλάττοι τε ταῦτα κατὰ τοὺς νόμους τοὺς πα‐ λαιοὺς τοῖς παισὶ περιοῦσιν, ἢ εἰ πάντες τελευτήσαιεν, κατὰ τὸν ἡμέτερον νόμον τοῦ μὲν ἐξ ἀπαιδίας κάσσου τῇ μητρί, τοῦ δὲ λειπομένου τοῖς τῶν παίδων κληρο‐
30νόμοις φυλαττομένου. Εἰ δὲ πᾶσα καθεστήκοι τυχὸν ἐν χρήμασιν ἢ ἄλλοις κινητοῖς πράγμασιν ἡ προγαμιαία δωρεά, τὸ τρίτον τοῦ τόκου μέρος λαμβάνουσαν τὴν μητέρα σὶν τῇ ἤδη νενομοθετημένῃ ἀσφαλείᾳ μὴ ἀπαι‐ τεῖν παρὰ τῶν παίδων χρυσίον, πλὴν εἰ μὴ ἄφθονος
35ἡ τοῦ ἀνδρὸς εἴη περιουσία, καὶ ἔχοι καὶ χρυσίον καὶ ἄργυρον καὶ ἐσθῆτα καὶ εἴ τι καταγεγραμμένον ἦν τῇ μητρί. τηνικαῦτα γὰρ τὴν ἐπιλογὴν τῇ μητρὶ δώ‐ σομεν, εἴτε βούλεται τὰ πράγματα λαβεῖν καὶ δοῦναι τὴν ἀσφάλειαν, εἴτε καὶ τὸν εἰρημένον κομίζεσθαι τό‐
40κον κατά τε τοὺς ἔμπροσθεν νόμους κατά τε τὸν ἡμέ‐ τερον. Εἰ δέ γε ἀναμὶξ εἴη τὰ πράγματα, καὶ ἡ δωρεὰ
τὸ μὲν ἐν χρήμασι, τὸ δὲ ἐν ἀκινήτοις ἔχοι πράγμασι,

17

τὰ μὲν ἀκίνητα πάντως μένειν παρὰ τῇ μητρὶ διὰ τὸ τὴν ἀποτροφὴν ἔχειν ἐκεῖθεν, ἐπὶ δὲ τοῖς κινητοῖς ταῦτα κρατεῖν, ἅπερ ἐνομοθετήσαμεν ἔμπροσθεν, εἴπερ ἐτύγ‐ χανεν ἐν κινητοῖς πάντα τὰ τῆς πρὸ γάμου δωρεᾶς
5καθεστῶτα. Κἀκεῖνό γε μὴν ἐν τοῖς ἔμπροσθεν ἀμυδρῶς μὲν νο‐ μοθετηθέν, σπανίως δὲ ἐν δικαστηρίοις ἐξητασμένον ᾠήθημεν χρῆναι νόμῳ τε σαφεῖ περιλαβεῖν καὶ παρα‐ δοῦναι τῇ χρήσει καὶ καταγαγεῖν εἰς τὰ δικαστήρια
10πρὸς κοινὴν ἀποκεισόμενον βοήθειαν. Εἰ γὰρ συνα‐ φθεῖέν τινες ἀλλήλοις ἐπὶ προικὸς καὶ προγαμιαίας δω‐ ρεᾶς συμβολαίοις, εἶτα ὁ μὲν ἀνὴρ προγαμιαίαν ἐπι‐ δοίη δωρεάν, ἡ δὲ γυνὴ ἐπεισενέγκοιτο προῖκα ἢ αὐτὴ παρασχομένη ταύτην ἢ δόντος πατρὸς ἤ τινος τῶν ἔξω‐
15θεν, εἶτα φανείη παρ’ ὅλον τὸν τοῦ γάμου καιρὸν ἡ προῖξ μὴ δοθεῖσα τῷ συνοικήσαντι, ἀλλ’ ἀνασχόμενος ἐκεῖνος τῶν τοῦ γάμου βαρῶν, καὶ ὁ γάμος θανάτῳ τοῦ ἀνδρὸς διαλυθείη, οὐκ ἂν εἴη δικαία παντελῶς ἡ γυνὴ προῖκα μὴ δοῦσα τῷ συνοικήσαντι τὴν προγαμι‐
20αίαν δωρεὰν λαβεῖν. Εἰ δὲ καὶ μὴ εἰς ὁλόκληρον δοίη, καὶ αὐτὴ κατὰ τοσοῦτον ἀπαιτείτω τὴν δωρεάν, καθ’ ὅσον δοίη τὴν προῖκα. Ἰσότητος γὰρ ἐσμὲν καὶ δικαιο‐ σύνης ἐρασταί, καὶ ταύτην ἐν ἅπασί τε τοῖς ἄλλοις καὶ πρός γε ἐν τοῖς συνοικεσίοις βουλόμεθα κρατεῖν. ὥστε
25ἡ μηδ’ ὁτιοῦν ἐπιδοῦσα μηδ’ ὁτιοῦν λαμβανέτω, ἡ δὲ ἔλαττον ἤπερ ὡμολόγησε δοῦσα τοσοῦτον ἀπολαμβα‐ νέτω μόνον, ὅσον ἐπέδωκε. καὶ ἔστω καὶ αὕτη καλὴ τῷ παρόντι νόμῳ προσαύξησις, πολλὰ τῶν ἀεὶ μὲν ἀμ‐ φισβητουμένων, μόλις δὲ νῦν εἰς νομοθεσίαν καταχθέν‐
30των διακρίναντι. Τοῦτον δὲ κρατεῖν βουλόμεθα τὸν νόμον ἐπί τε τοῦ δόντος αὐτῷ τὴν ἀρχὴν θέματος, ἐπί τε τῶν ἐν δικα‐ στηρίοις ἠρτημένων, ἐπί τε τῶν ἐφεξῆς γενησομένων ἁπάντων.
35Ἐπίλογος.〉 Τὰ τοίνυν παραστάντα ἡμῖν ἡ σὴ ὑπεροχὴ ἔργῳ καὶ πέρατι παραδοῦναι σπευσάτω, καὶ
φανερὰ πᾶσι διὰ προγραμμάτων οἰκείων ποιησάτω,

18

ὥστε ἐν ἁπάσαις ταῖς πόλεσιν, ὅσας ὁ ἡμέτερος κατ‐ έχει θεσμός, ταῦτα κρατεῖν καὶ δῆλα πᾶσι γενέσθαι κατὰ τὸ παρ’ ἡμῶν διατεταγμένον.
4tΓ
5tΠΕΡΙ ΤΟΥ ΩΡΙΣΜΕΝΟΝ ΕΙΝΑΙ
6tΤΟΝ ΑΡΙΘΜΟΝ ΤΩΝ ΚΛΗΡΙ‐
7tΚΩΝ ΤΗΣ ΑΓΙΩΤΑΤΗΣ ΜΕΓΑ‐
8tΛΗΣ ΕΚΚΛΗΣΙΑΣ ΚΑΙ ΤΩΝ
9tΛΟΙΠΩΝ ΑΓΙΩΤΑΤΩΝ ΕΚΚΛΗ‐
10tΣΙΩΝ ΤΗΣ ΠΑΝΕΥΔΑΙΜΟΝΟΣ
11t〈ΤΑΥΤΗΣ ΠΟΛΕΩΣ〉.
12tΟ αὐτὸς βασιλεὺς Ἐπιφανίῳ ἀρχιεπισκόπῳ τῆς βασι‐
13tλίδος ταύτης πόλεως καὶ οἰκουμενικῷ πατριάρχῃ.
14Προοίμιον.〉 Ἤδη μὲν κοινῷ τε καὶ γενικῷ νόμῳ
15πρός τε τὴν μακαριότητα τὴν σὴν πρός τε τοὺς λοι‐ ποὺς ἁγιωτάτους πατριάρχας γεγραμμένῳ τὰ περὶ τῆς χειροτονίας τῶν εὐαγῶν ἐπισκόπων καὶ εὐλαβεστάτων κληρικῶν καὶ γυναικῶν γε μὴν διακόνων, καὶ τοῦ μὴ πλείους εἶναι τοῦ ἐξ ἀρχῆς μέτρου τοὺς χειροτονουμέ‐
20νους διετυπώσαμεν, ἅπερ ἡμῖν ἐδόκει καλῶς τε καὶ προσηκόντως ἔχειν καὶ τῶν ἱερῶν κανόνων ἀξίως. Τὸν δὲ παρόντα νόμον ἰδικὸν πρὸς τὴν σὴν μακαριό‐ τητα γράφομεν, τὰ περὶ τοῦ ἀριθμοῦ τῶν εὐλαβεστά‐ των κληρικῶν τῶν ἐνταῦθα διατάττοντες. Ἐπειδὴ
25γὰρ οὐδὲν σχεδὸν τῶν ἐν ἀμετρίᾳ καλόν, προσῆκον ἂν εἴη μηδὲ τὰς χειροτονίας τὰς ἐν τοῖς εὐλαβεστάτοις κληρικοῖς ἢ ταῖς εὐλαβεστάταις διακόνοις γίνεσθαι τοσ‐ αύτας, ὡς ταῖς ἐκείνων ἀποτροφαῖς τὴν ἁγιωτάτην ἐκκλησίαν εἰς δανεισμάτων ἐμπίπτειν χρείαν μεγάλων
30καὶ κατὰ μικρὸν εἰς τὴν ἐσχάτην ἀπορίαν καταφέρε‐
σθαι. Ἴσμεν γὰρ παρὰ τὴν τοιαύτην πρόφασιν τὴν

19

τῆς βασιλίδος ταύτης πόλεως ἁγιωτάτην μεγάλην ἐκ‐ κλησίαν, τὴν τῆς ἡμετέρας βασιλείας μητέρα, δανείσ‐ μασιν ἐνοχλουμένην μεγάλοις, καὶ οὐκ ἄλλως ἰσχύου‐ σαν ἑκάστην ποιεῖσθαι διάδοσιν τοῖς εὐλαβεστάτοις
5κληρικοῖς, πρὶν ἂν χρυσίον οὐ μέτριον δανείσαιτο, ποι‐ συμένην τοῦτο μὲν ὑποθήκας, τοῦτο δὲ ἐνεχύρων δό‐ σεις ἐπὶ τοῖς καλλίστοις αὐτῆς χωρίοις τε καὶ προ‐ αστείοις. Διὰ ταῦτα τοίνυν συνείδομεν ἑαυτοὺς καθεῖναι πρὸς τὴν τοῦ πράγματος ζήτησιν καὶ μαθεῖν τίνα μὲν
10τρόπον ἔμπροσθεν εἶχε, τί δὲ τὸ τοῦ χρόνου μῆκος ἐξεῦρεν. Ἀνιχνεύοντες τοίνυν αὐτὸ πανταχόθεν εὑρί‐ σκομεν, ὡς ἕκαστος τῶν τὰς ἁγιωτάτας ἐκκλησίας οἰ‐ κοδομησάντων ἐπὶ τῆς εὐδαίμονος ταύτης πόλεως οὐκ οἰκοδομίας ἐφρόντισε μόνης, ἀλλὰ καὶ τοῦ χορηγίαν
15αὐτάρκη δοῦναι τοῖς παρ’ αὐτοῦ γενομένοις εὐαγέσιν οἴκοις καὶ ὁρίσαι, πόσους μὲν προσῆκόν ἐστι πρεσβυ‐ τέρους καθ’ ἑκάστην ἐκκλησίαν, πόσους δὲ διακόνους, ἄρ‐ ρενάς τε καὶ θηλείας, πόσους τε ὑποδιακόνους, καὶ αὖθις ψάλτας τε καὶ ἀναγνώστας καὶ πυλωροὺς καθε‐
20στάναι. Καὶ πρὸς τοῦτο καὶ τὴν τοῦ οἴκου δαπάνην ὥρισε, καὶ πρόσοδον οἰκείαν ἐπέδωκεν, ἀρκοῦσαν τοῖς παρ’ αὐτοῦ καταστᾶσιν, εἰ δέ τις προσεπιθείη πλῆ‐ θος, οὐκέτι παντελῶς ἐκτείνεσθαι δυνατήν. Καὶ δι‐ έμεινέ γε μέχρι πολλοῦ τὰ τοιαῦτα φυλαττόμενα, καὶ
25ἕως τοῦτο ἦν, ἔμενε καὶ τὰ τῶν ἁγιωτάτων ἐκκλησιῶν τοῖς οἰκείοις ἀρκούμενα. ὡς δὲ οἱ θεοφιλέστατοι ἐπί‐ σκοποι ταῖς δυσωπήσεσι τινῶν ἀεὶ προσέχοντες ἐξεχέ‐ θησαν πρὸς τὸ τῶν χειροτονουμένων πλῆθος, ηὔξηται μὲν ἡ τῆς δαπάνης ποσότης εἰς ἀμετρίαν πολλήν, δα‐
30νεισταὶ δὲ πανταχόθεν καὶ τόκοι, καὶ τὸ τελευταῖον οὐδὲ δανεισταὶ λοιπὸν διὰ τὴν ἀπιστίαν ἤδη τοῦ πράγ‐ ματος, ἀλλ’ ἐκποιήσεις τε ἠναγκασμέναι καὶ παράνο‐ μοι καὶ πράγματα ἀπρεπῆ καὶ οὐδὲ οἰκίας ἰδιωτικῆς ἄξια σωφρονούσης· ὥστε ἐκ τῆς τοιαύτης ἀτοπίας μήτε
35τὰ χωρία μήτε τὰ προάστεια ἐξαρκεῖν ταῖς ὑποθήκαις καὶ τοῖς ἐνεχύροις, μηδὲ δανειστῶν διὰ τοῦτο εὐπο‐ ρεῖν, ἀλλ’ εἰς ἀπορίαν κατελθεῖν παντελῆ, καὶ μηδὲ αὐτοῖς τοῖς λειτουργοῦσι τὴν ἀποτροφὴν διδόναι δύνα‐ σθαι, ἀλλ’ εἰς τὴν πασῶν ἀθλιωτάτην ὁδὸν τὸ πρᾶγμα
40καταφέρεσθαι, τὸ τῶν ὄντων ἁπάντων τοῖς δανεισταῖς ἐκστῆναι. Ὅπερ καὶ λέγοντες ὀκνοῦμεν καὶ ὅπως ἂν
μὴ γένοιτο προνοοῦμεν. Εἰ γὰρ οὐκ ἄν τις ἐνέγκοι

20

πρᾴως τὸν ὑπὲρ τὴν οὖσαν αὐτῷ περιουσίαν δαπα‐ νῶντα, πῶς οὐχὶ καὶ τὰ περὶ τούτων ἡμῖν φροντι‐ στέον; οὐ γὰρ δεῖ πρὸς τὰς δαπάνας ἐπιζητεῖν καὶ τὰς κτήσεις (τοῦτο γὰρ εἰς ἀπληστίαν τε ὁμοῦ καὶ ἀσέβειαν
5ἄγει), ἀλλὰ τοῖς οὖσι συμμετρεῖν καὶ τὰς δαπάνας. Ὥστε προσηκόντως καὶ τὰ περὶ τούτων νομοθετήσο‐ μεν καὶ τὴν ἀοριστίαν ἐκβαλοῦμεν, ῥητῇ τὸ πρᾶγμα παραδιδόντες θεραπείᾳ. Θεσπίζομεν τοίνυν τοὺς μὲν ἄχρι νῦν ὄντας
10κατὰ τὴν αὐτὴν ἁγιωτάτην μεγάλην ἐκκλησίαν καὶ τοὺς λοιποὺς ἅπαντας εὐαγεῖς οἴκους, καὶ τοὺς εὐλα‐ βεστάτους κληρικοὺς καὶ γυναῖκας διακόνους καὶ πυλω‐ ροὺς μένειν ἐφ’ οὗπερ εἰσὶ σχήματος. οὐ γὰρ τὸ ὂν ἐλαττοῦμεν, πρόνοιαν δὲ τοῦ μέλλοντος ποιούμενοι
15ταῦτα νομοθετοῦμεν. Τοῦ δὲ ἑξῆς χρόνου μηδεμία γινέσθω χειροτονία, μέχρις ἂν εἰς τὸν ἐξ ἀρχῆς ἀριθ‐ μὸν τὸν ἐνστάντα παρὰ τῶν τὰς ἁγιωτάτας ἐκκλησίας οἰκοδομησαμένων ἡ τῶν εὐλαβεστάτων κληρικῶν περι‐ σταίη ποσότης. Ἀλλ’ ἐπειδὴ πρῴην καὶ τὸ τῶν εἰλα‐
20βεστάτων κληρικῶν τῆς ἁγιωτάτης μεγάλης ἐκκλησίας τῆς βασιλίδος ἡμῶν πόλεως ὥριστο μέτρον, καὶ σφόδρα συνεσταλμένον ἦν, οἷα μιᾶς οὔσης τῆς ἁγιωτάτης με‐ νάλης ἐκκλησίας, ὕστερον δὲ ὅ τε προσκυνητὸς οἶκος τῆς ἁγίας ἐνδόξου παρθένου καὶ θεοτόκου Μαρίας ὁ
25πρὸς τῷ τῆς ἁγιωτάτης μεγάλης ἐκκλησίας γειτονή‐ ματι κείμενος ᾠκοδομήθη παρὰ τῆς εὐσεβοῦς τὴν λῆ‐ ξιν Βηρίνης, ὅ τε σεβάσμιος οἶκος τοῦ ἁγίου μάρτυρος Θεοδώρου παρὰ Σφωρακίου τοῦ τῆς ἐνδόξου μνήμης ἀνιερώθη, ἦν δὲ καὶ ὁ προσκυνητὸς οἶκος τῆς ἁγίας
30Εἰρήνης ὁ τῇ ἁγιωτάτῃ μεγάλῃ ἐκκλησίᾳ συνημμένος, διὰ τοῦτο περιστῆναι τὸν ἀριθμὸν εἰς τὸ ἀρχαῖον σχῆμα τῶν ἀδυνάτων ἐστίν. Οὐ γὰρ ἂν ἀρκέσειαν τοσαύταις ἐκκλησίαις ὀλίγοι καθεστῶτες· ἐπείπερ οὐκ ἰδιάζοντας κληρικοὺς οὐδὲ εἷς τούτων ἔχει τῶν τριῶν
35οἵκων, κοινοὶ δέ εἰσι τῆς τε ἁγιωτάτης μεγάλης ἐκ‐ κλησίας καὶ αὐτῶν, καὶ τούτους ἅπαντες περινοστοῦν‐ τες κατά τινα περίοδον καὶ κύκλον τὰς λειτουργίας ἐν αὐτοῖς ποιοῦνται· ἄλλως τε καὶ πολλοῦ πλήθους ἐκ τῶν πρῴην αἱρετικῶν τῇ ἁγιωτάτῃ μεγάλῃ ἐκκλησίᾳ
40προσαχθέντος χάριτι μὲν τοῦ μεγάλου θεοῦ καὶ σω‐

21

τῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, πόνοις δὲ καὶ προτροπαῖς ἡμετέραις, δεῖ διπλασίονας τῶν ἐξ ἀρχῆς εἰς τὴν εὐ‐ σεβῆ λειτουργίαν τὰς ὑπηρεσίας ἀφορισθῆναι. Ὥστε θεσπίζομεν, μὴ περαιτέρω μὲν ἑξήκοντα πρεσβυτέρων
5κατὰ τὴν ἁγιωτάτην μεγάλην ἐκκλησίαν εἶναι, διακό‐ νους δὲ ἄρρενας ἑκατόν, καὶ τεσσαράκοντα δὲ θηλείας, καὶ ὑποδιακόνους ἐνενήκοντα, ἀναγνώστας δὲ ἑκατὸν δέκα, καὶ ψάλτας εἰκοσιπέντε, ὡς εἶναι τὸν πάντα ἀριθμὸν τῶν εὐλαβεστάτων κληρικῶν τῆς 〈ἁγιωτάτησ〉
10μεγάλης ἐκκλησίας ἐν τετρακοσίοις εἰκοσιπέντε προσ‐ ώποις, καὶ ἑκατὸν πρὸς τούτοις τῶν καλουμένων πυ‐ λωρῶν. Κατὰ μὲν οὖν τὴν ἁγιωτάτην μεγάλην ἐκ‐ κλησίαν τῆς εὐδαίμονος ἡμῶν ταύτης πόλεως καὶ τοὶς τρεῖς εὐαγεῖς οἴκους τοὺς ἡνωμένους αὐτῇ τοσοῦτον
15κληρικῶν ἔστω πλῆθος, οὐδ’ ἑνὸς μὲν τῶν νῦν ἐκ‐ βαλλομένου, κἂν εἰ πολλῷ πλείων ἀριθμὸς εἴη παρὰ τὸν ὑφ’ ἡμῶν ὡρισμένον, μηδενὸς δὲ τοῦ λοιποῦ προσ‐ τιθεμένου καθ’ ἕκαστον τάγμα τὸ νῦν, ἕως ἂν εἰς τοῦτον τὸν ἀριθμὸν περισταίη τὸ μέτρον.
21 Κἀκείνου προστιθεμένου, ὥστε τὸ μέχρι τοῦ νῦν οὐκ εὐπρεπῶς γινόμενον μηκέτι πολιτεύεσθαι, τὸ πολλοὺς τῶν εὐλαβεστάτων κληρικῶν ἀπαξιοῦν μὲν ἐν αἷς ἐχειροτονήθησαν ἁγιωτάταις ἐκκλησίαις ἢ ἐν‐
25ταῦθα ἢ κατὰ χώραν μένειν, εἰς δὲ τὴν ἁγιωτάτην μεγάλην ἐκκλησίαν καὶ τὸν εὐαγῆ κλῆρον αὐτῆς διά τινος προστασίας ἐμβαίνειν. Ὅπερ τοῦ λοιποῦ παν‐ τελῶς γίνεσθαι κωλύομεν. Εἰ γὰρ ἐπὶ τῶν εὐαγῶν μοναστηρίων κωλύομεν ἐξ ἑτέρου μοναστηρίου πρὸς
30ἕτερον μεταβαίνειν, πολλῷ μᾶλλον οὐδὲ τοῖς εὐλαβε‐ στάτοις κληρικοῖς τοῦτο ἐφήσομεν, κέρδους τε καὶ ἐμπο‐ ρίας ἀπόδειξιν ἔχειν τὴν τοιαύτην ἐπιθυμίαν ἡγοί‐ μενοι. Εἰ δὲ καί ποτε τοιαύτην τινὰ μετάστασιν ἡ σὴ μακαριότης ἢ ἡ κατὰ καιρὸν βασιλεία γενέσθαι
35συνίδοι, μὴ ἄλλως τοῦτο πράττεσθαι, πρὶν ἂν εἰς τὸν εἰρημένον ἡμῖν ἀριθμὸν περισταίη τὸ πρᾶγμα, ὥστε τὴν μετάστασιν εἰς τὴν τοῦ λείποντος τάξιν γίνεσθαι,
ἀλλ’ οὐχ ὑπὲρ τὸν ἀριθμόν τινα παντελῶς ἐμβαίνειν.

22

τοῦτο γὰρ ἐξ οὐδεμιᾶς μηχανῆς οὐδὲ ἔκ τινος τρόπου γίνεσθαι συγχωροῦμεν. Καὶ ταῦτα μὲν περὶ τῆς ἁγιω‐ τάτης μεγάλης ἐκκλησίας. Ἐν δὲ ταῖς ἄλλαις ἁπά‐ σαις ἐκκλησίαις, ὧν τὴν χορηγίαν ἡ ἁγιωτάτη μεγάλη
5ἐκκλησία ποιεῖται, θεσπίζομεν τοὺς μὲν νῦν ὄντας μέ‐ νειν ὁμοίως καὶ αὐτοὺς ἐπὶ σχήματος, τοῦ δὲ λοιποῦ μηδένα χειροτονεῖσθαι, πρὶν ἂν εἰς τὸ καλούμενον στατοῦτον ἑκάστης ἐκκλησίας, ὅπερ ἐξ ἀρχῆς ὥρισται παρὰ τῶν ταύτας οἰκοδομησαμένων, ὁ τῶν πρεσβυ‐
10τέρων τε καὶ διακόνων, ἀρρένων τε καὶ θηλειῶν, καὶ ὑποδιακόνων καὶ ἀναγνωστῶν καὶ ψαλτῶν καὶ πυ‐ λωρῶν ἀριθμὸς περισταίη· καὶ μηδὲ εἷς ἐν μέσῳ παν‐ τελῶς προστιθέσθω. Ἡμεῖς τε γὰρ αὐτοὶ φυλαξόμεθα τοιοῦτό τι πράττειν καὶ τοὺς χειροτονηθησομένους στέλ‐
15λειν, οὐδείς τε τῶν ἡμετέρων ἀρχόντων τοιοῦτό τι πράξει, τὸν ἡμέτερον εὐλαβούμενος νόμον. ἄδειά τε ἔστω τῷ μακαριωτάτῳ ἀρχιεπισκόπῳ καὶ πατριάρχῃ τῆς βασιλίδος ταύτης πόλεως πρὸς τὴν χειροτονίαν ἀν‐ τιλέγειν, κἂν παρὰ τῆς αὐλῆς ἡ κέλευσις ἔλθοι’ ὅ τε
20νὰρ ἐπιτάττων ὅ τε ἐπιταττόμενος ὑπὸ ἐκκλησιαστι‐ κὸν ἔσται ἐπιτίμιον, εἴ τι τοιοῦτο πράξειεν. Ἀλλ’ οὐδὲ ἐν ταῖς ἐκκλησίαις ταῖς ἄλλαις, ὅσαι μὴ τὴν τρο‐ φὴν καὶ χορηγίαν ἔχουσιν ἐκ τῆς ἁγιωτάτης μεγάλης ἐκκλησίας, προσῆκόν ἐστι πλῆθος ἐπαφιέναι τῶν χει‐
25ροτονουμένων ἐν αὐταῖς, οὐδὲ ὑπερβαίνειν τοῦ λοιποῦ τὸ τεταγμένον ἐξ ἀρχῆς καὶ ἐπ’ ἐκείναις μέτρον, μή ποτε καὶ οἱ κατ’ αὐτὰς ἱερώμενοι πρὸς πλῆθος ἐκ‐ πίπτοντες ἄμετρον καὶ τοὺς προσιόντας αὐτοῖς παρὰ τῶν εὐσεβούντων πόρους μεριζόμενοι, κἀκεῖθεν πρὸς
30τὸ μέτρον αὐτῶν οὐκ ἀρκοῦντας ὁρῶντες εἰς μεγάλην στενοχωρίαν ἐμπίπτοιεν. Εἰ δὲ ὑπὲρ τὸ μέτρον τὸ ὡρισμένον ἐν τῇ ἁγιωτάτῃ μεγάλῃ ἐκκλησίᾳ ἢ ἐν ταῖς ἄλλαις ἐκκλησίαις χειροτονήσειεν ὁ τῆς ἁγιωτάτης με‐ γάλης ἐκκλησίας προεστὼς κατὰ καιρὸν ἁγιώτατος ἀρ‐
35χιεπίσκοπος, [καὶ] οἵ τε θεοφιλέστατοι τῆς αὐτῆς ἁγιω‐ τάτης ἐκκλησίας οἰκονόμοι δαπάνην ἐκ τῶν ἐκκλησια‐ στικῶν ἐπιδοῖεν πόρων, αὐτοί τε οἴκοθεν καὶ ἐκ τῆς ἑαυτῶν περιουσίας διδότωσαν τὴν δαπάνην, ὅ τε ταῦτα χορηγεῖν αὐτοῖς ἐπιτρέψας μακαριώτατος πατριάρχης.
40Ἵστωσαν γὰρ ὡς, εἴ τι τοιοῦτο πράξαιεν, ἄδειαν δί‐ δομεν καὶ τοῖς μετὰ τὸν τοιοῦτο πράξαντα ὁσιωτά‐ τοις πατριάρχαις καὶ τοῖς μετὰ ταῦτα οἰκονόμοις καὶ πᾶσι τοῖς λοιποῖς εὐλαβεστότοις κληρικοῖς τὰ τοιαῦτα καὶ πολυπραγμονεῖν καὶ γινόμενα κωλύειν καὶ προσ‐
45αγγέλλειν τῇ βασιλείᾳ, ὥστε ταύτην μανθάνουσαν προσ‐

23

τάττειν ἐκ τῆς οὐσίας τῶν τοῦτο πραξάντων οἰκονό‐ μων ἢ καὶ τοῦ ἐπιτρέψαντος ἀρχιεπισκόπου ταῦτα ἀπο‐ σώζεσθαι τῇ ἁγιωτάτῃ ἐκκλησίᾳ· ὥστε μὴ καὶ αὖθις γενέσθαι τινὰ τοιαύτην τῷ πράγματι σύγχυσίν τε καὶ
5ταραχήν. Τοῦ πράγματος δὲ εἰς τὸ ἐξ ἀρχῆς περιιστα‐ μένου μέτρον, τηνικαῦτα χειροτονεῖν ἐξέστω κατὰ τοσ‐ οῦτον, ὥστε μὴ ὑπερβαίνειν τὸ ῥηθὲν μέτρον μηδὲ τὸν ἀριθμὸν ὑπερβάλλειν ἢ γίνεσθαί τινα περὶ τοῦτο κακουργίαν. οὐδὲ γὰρ ἐκεῖνο ἀνεξόμεθα παντάπασι
10γενέσθαι τὸ φάσκειν, ὡς ἄδεια ἔσται χειροτονεῖν μέν, οὐ μὴν ἐπιδιδόναι τροφάς. τοῦτο γάρ ἐστιν αὖθις 〈τῶν〉 σύγχυσιν ἐργαζομένων καὶ τῇ τῶν ὑπὲρ τὸν ἀριθμὸν προσθήκῃ δευτέρους καταλόγους συνιστάντων· ἄλλως τε καὶ πολλὰς ἂν σχοίη τὸ πρᾶγμα περιγραφάς, ὥστε
15ἑτέρας αὐτοὺς ὁδοὺς ἀπληστίας ἐξευρίσκειν ἀντὶ τῆς περὶ τὴν τροφὴν χορηγίας. Καὶ τοῦτο τοίνυν πράττε‐ σθαι παντελῶς ἀπαγορεύομεν, καὶ ὑπὸ τὸ καλούμενον ἐκκλησιαστικὸν ἐπιτίμιον ἄγομεν, μεγάλην ἑαυτῶν ὠφέ‐ λειαν εἶναι νομίζοντες τὸ τὴν ἁγιωτάτην μεγάλην ἐκ‐
20κλησίαν ἰδεῖν μήτε δανειζομένην μήτε στενοχωρουμέ‐ νην μήτε διηνεκῶς ἐλλείπουσαν, ἀλλὰ διὰ πάντων εὐθηνουμένην. Ὥσπερ δὲ τὴν περὶ τοῦτο δαπάνην ὡρίσαμεν, οὕτω προσήκει τὸν κατὰ καιρὸν ἁγιώτατον πατριάρ‐
25χην καὶ τοὺς εὐλαβεστάτους οἰκονόμους περισκοπεῖν τὸ καὶ τὰς ἄλλας δαπάνας τὰς γινομένας ἐκ τῶν ἐκ‐ κλησιαστικῶν πόρων περὶ εὐσεβεῖς δαπανᾶσθαι πρά‐ ξεις καὶ θεῷ ἀρεσκούσας, καὶ εἰς ἐκείνους ταῦτα χορη‐ γεῖν τοὺς ταῖς ἀληθείαις δεομένους καὶ οὐκ ἔχοντας
30ἑτέρωθεν τροφῆς ἀφορμήν (ταῦτα γὰρ τὸν δεσπότην θεὸν θεραπεύει), ἀλλὰ μὴ προστασίαις καὶ σπουδαῖς ἀνθρώπων τὰς ἐκκλησιαστικὰς δαπάνας εἰς ἀνθρώ‐ πους εὐποροῦντας ἐπιδιδόναι, καὶ ἐντεῦθεν τοὺς ἀπο‐ ρουμένους μὴ τυγχάνειν τῶν ἀναγκαίων. Ἴστωσαν
35γὰρ οἱ θεοφιλέστατοι οἰκονόμοι οἵ τε νῦν οἵ τε κατὰ καιρὸν ἐσόμενοι, ὡς εἴ τι παρὰ ταῦτα πράξαιεν, ταῖς τε ἐκ τοῦ θεοῦ ποιναῖς ὑποκείσονται καὶ ἐκ τῆς ἑαυ‐ τῶν οὐσίας τὸ ἀζήμιον τῇ ἁγιωτάτῃ περιποιήσουσιν ἐκκλησίᾳ.
40Ἐπίλογος.〉 Τὴν μακαριότητα τοίνυν τὴν σήν, ἥπερ
ἐξ ἀρχῆς καὶ ἐκ νηπίας σχεδὸν ἡλικίας ἐν ἱερατικῷ

24

παντὶ βαθμῷ τε καὶ σχήματι τὴν ἁγιωτάτην κατε‐ κόσμησεν ἐκκλησίαν, οἷα καὶ ἐξ ἱερατικῆς καταβαί‐ νουσα γενεᾶς, ταῦτα φυλάττειν διηνεκῶς θεσπίζομεν, γινώσκοντες, ὡς οὐκ ἔλαττον ὑμῖν μελήσει τῶν ταῖς
5ἁγιωτάταις ἐκκλησίαις λυσιτελούντων ἤπερ αὐτῆς τῆς ψυχῆς.
7tΔ
8tΠΕΡΙ ΤΟΥ ΤΟΥΣ ΔΑΝΕΙΣΤΑΣ
9tΠΡΟΤΕΡΟΝ ΧΩΡΕΙΝ ΚΑΤΑ ΤΩΝ
10tΠΡΩΤΟΤΥΠΩΝ ΧΡΕΩΣΤΩΝ, ΚΑΙ
11tΕΝ ΔΕΥΤΕΡΑ ΤΑΞΕΙ, ΑΠΟΡΩΝ
12tΤΟΥΤΩΝ ΕΥΡΕΘΕΝΤΩΝ, ΚΑΤΑ
13tΤΩΝ ΜΑΝΔΑΤΩΡΩΝ Η ΤΩΝ ΑΝ‐
14tΤΙΦΩΝΗΤΩΝ Η ΕΓΓΥΗΤΩΝ.
15tὉ αὐτὸς βασιλεὺς Ἰωάννῃ τῷ ἐνδοξοτάτῳ ἐπάρχῳ
16tτῶν ἱερῶν πραιτωρίων.
17Προοίμιον.〉 Νόμον παλαιὸν τεθειμένον μὲν ἤδη, τῇ χρήσει δὲ, οὐκ ἴσμεν ὅπως, οὐκ ἐνευδοκιμήσαντα, διὰ δὲ τῶν ἀεὶ ζητουμένων πραγμάτων ἀναγκαῖον
20αὐτῇ φαινόμενον αὖθις ἀνακαλέσασθαί τε καὶ εἰς πο‐ λιτείαν καταγαγεῖν καλῶς ἔχειν ἐνομίσαμεν, οὐχ ἁπλῶς αὐτὸν οὕτως ὡς ἔκειτο θέντες (ἦν γάρ τις αὐτῷ μοῖρα παντελῶς ἀδιάκριτος), ἀλλὰ μετὰ τῆς προσηκούσης τε καὶ θεοφιλοῦς διελόντες προσθήκης.
25 Εἴ τις τοίνυν δανείσειεν, καὶ ἐγγυητὴν ἢ μαν‐ δάτωρα ἢ ἀντιφωνητὴν προσλάβοι, οὗτος μὴ τὴν πρώ‐ την εὐθὺς κατὰ τοῦ μανδάτωρος ἢ τοῦ ἐγγιησαμένον ἢ ἀντιφωνήσαντος χωρείτω, μηδὲ ἀμελήσας τοῦ δανει‐ σαμένου τὰς παρενθήκας διενοχλείτω, ἀλλὰ χωρείτω
30πρῶτον ἐπὶ τὸν τὸ χρυσίον εἰληφότα καὶ τὸ δάνεισμα πράξαντα. Καὶ εἰ μὲν ἐκεῖθεν ἀπολάβοι, τῶν ἄλλων ἀπεχέσθω· τί γὰρ ἂν αὐτῷ πρὸς τοὺς ἔξωθεν εἴη, παρὰ τοῦ λαβόντος πεπληρωμένῳ; εἰ δὲ οὐκ ἰσχύσειε
παρὰ τοῦ δανεισαμένου λαβεῖν ἢ εἰς μέρος ἢ εἰς ὁλό‐

25

κληρον, καθ’ ὅσον ἂν παρ’ αὐτοῦ μὴ δυνηθείη λα‐ βεῖν, κατὰ τοσοῦτον ἐπὶ τὸν ἐγγυητὴν ἢ τὸν ἀντιφω‐ νητὴν ἢ μανδάτωρα χωρείτω καὶ παρ’ ἐκείνου τὸ λειπόμενον κομιζέσθω. Καὶ εἰ μὲν παρόντες αὐτῷ
5τύχοιεν ἀμφότεροι, ὅ τε πρωτότυπος ὅ τε ἐγγυησάμε‐ νος ἢ μανδατωρεύσας ἢ ἀντιφωνήσας, ταῦτα ἐκ παν‐ τὸς φυλαττέσθω τρόπου. Εἰ δὲ ὁ μὲν ἐγγυητὴς ἢ ὁ μανδάτωρ ἢ ὁ τὴν ἀντιφώνησιν ὑπελθὼν παρείη, τὸν δὲ πρωτότυπον ἀπεῖναι συμβαίη, πικρόν ἐστι τὸν δα‐
10νειστὴν πέμπειν ἀλλαχόσε, παρὸν εὐθὺς τὸν ἐγγυητὴν ἢ τὸν μανδάτωρα ἢ ἀντιφωνητὴν εἰσπράττειν. Ἀλλὰ τοῦτο δὴ θεραπευτέον ἡμῖν τὸν ἐγχωροῦντα τρόπον. οὐδὲ γὰρ ἦν τις ἐνταῦθα τῷ παλαιῷ νόμῳ διωρι‐ σμένη πρὸς θεραπείαν μέθοδος, καίτοι Παπινιανὸς ὁ
15μέγας ἦν ὁ ταῦτα πρῶτος ὑφηγησάμενος. Ἐνδεικνύτω τοίνυν τὸν ἐγγυητὴν ἢ ἀντιφωνητὴν ἢ μανδάτωρα, καὶ ὅγε τῷ πράγματι καθήμενος δικαστὴς διδότω καιρὸν τῷ ἐγγυητῇ, ταὐτὸν δ’ εἰπεῖν ἀντιφωνητῇ τε καὶ μανδάτωρι, βουλομένοις τὸν πρωτότυπον ἀγα‐
20γεῖν, ἐφ’ ᾧ τε ἐκεῖνον πρότερον ὑπομεῖναι τὴν ἐν‐ αγωγήν, οὕτω τε αὐτοὺς ἐν καταλοίπῳ πεφυλάχθαι βοηθείᾳ· καὶ ἀμυνέτω γε τῷ ἐγγυητῇ καὶ τῷ ἀντι‐ φωνητῇ καὶ μανδάτωρι πρὸς τοῦτο καὶ ὁ τοῦ δικάζειν κύριος (ἐγγυηταῖς γὰρ καὶ τοῖς τοιούτοις βοηθεῖν ὅσιον),
25ὥστε αὐτὸν ἀχθέντα τῆς ἐν τῷ τέως ἐναγωγῆς ἀπαλ‐ λάξαι τοὺς ὑπὲρ αὐτοῦ διενοχλουμένους. Εἰ δὲ ὁ χρό‐ νος ὁ ἐπὶ τοῦτο ταχθεὶς ἐξήκοι (δεῖ γὰρ καὶ χρόνον ὁρίζειν τὸν δικάζοντα), τηνικαῦτα [ἢ] ὁ ἐγγυητὴς ἢ ὁ μανδάτωρ ἢ ὁ ἀντιφωνητὴς ἀγωνιζέσθω τὴν δίκην
30καὶ τὸ χρέος ἐκτιννύτω, τὰς κατὰ τοῦ ἐγγυηθέντος, ἢ ὑπὲρ οὗ τὰς ἐντολὰς ἔγραψεν ἢ τὴν ἀντιφώνησιν ὑπῆλθε, παρὰ τοῦ δανείσαντος ἐκχωρούμενος ἀγωγάς. Οὐ μὴν οὐδὲ ἐπὶ τὰ πράγματα τῶν δανεισα‐ μένων, εἰ παρ’ ἑτέρων κατέχοιτο, χωρήσει πρότερον,
35πρὶν ἂν διελθεῖν τὴν ἐπὶ ταῖς περσοναλίαις ὁδὸν κατά τε μανδατώρων καὶ ἐγγυητῶν καὶ ἀντιφωνητῶν· οὕτω τε ἐπὶ τὰ πράγματα ἐλθὼν τοῦ πρωτοτύπου, εἴγε παρ’ ἑτέρων κατέχοιτο, καὶ τοῖς ἐπειλημμένοις αὐτῶν ἐνοχλήσας, εἴγε μηδὲ ἐκεῖθεν σχοίη τὸ ἱκανόν, τηνι‐
40καῦτα χωρείτω κατὰ τῶν πραγμάτων τῶν ἐγγυητῶν

26

καὶ μανδατώρων καὶ ἀντιφωνητῶν. Ταὐτὸν δέ ἐστιν εἰπεῖν κἂν εἴ τινας ἔχοιεν ἅπαντες οὗτοι σφίσιν αὐ‐ τοῖς ὑπευθύνους καὶ ταῖς ὑποθηκαρίαις ἀγωγαῖς ἐν‐ έχεσθαι δυναμένους. Κατὰ μέντοι τοῦ πρωτοτύπου
5καὶ τῶν ὄντων παρ’ αὐτῷ πραγμάτων, εἴτε ταῖς περ‐ σοναλίαις εἴτε ταῖς ὑποθηκαρίαις εὐθὺς εἴτε ἀμφο‐ τέραις χρήσασθαι βουληθείη, πᾶσαν αὐτῷ δίδομεν ἄδειαν, τὴν ἔμπροσθεν ἡμῖν εἰρημένην ὁδόν τε καὶ τάξιν ἐπὶ τῶν ἄλλων προσώπων τε καὶ θεμάτων νο‐
10μοθετήσαντες. Καὶ οὐ τοῦτο μόνον ἐπὶ δανειστῶν φαμέν, ἀλλὰ καὶ εἴ τις ὠνήσαιτό τι παρά τινος, εἶτα τὸν καλούμενον λάβοι βεβαιωτήν, καὶ σαλεύοιτο κατά τι τὰ τῆς πράσεως, ἐναγωγῆς κατὰ τοῦ πράτου γινο‐ μένης, μὴ πρὸς τὸν βεβαιωτὴν εὐθὺς ὁ ἀγοραστὴς
15χωρείτω, μηδὲ τὸν κατέχοντά τι τῶν τοῦ πεπρακότος πραγμάτων, ἀλλ’ ἐπὶ τὸν πρατῆρα πρότερον, οὕτω τε ἐπὶ τὸν βεβαιωτήν, καὶ κατὰ τρίτην τάξιν ἐπὶ τὸν κατέχοντα. Τῆς αὐτῆς κἀνταῦθα διαιρέσεως οὔσης ἐπί τε τῶν παρόντων ἐπί τε τῶν ἀπόντων, ἣν ἔμπρο‐
20σθεν ἐπί τε τῶν ἐγγυητῶν καὶ μανδατώρων καὶ ἀν‐ τιφωνητῶν ἐπί τε τῶν δανεισαμένων ἐνομοθετήσα‐ μεν. Ὁμοίως τούτου κρατοῦντος καὶ ἐπὶ τῶν ἄλλων συναλλαγμάτων, ἐν οἷς ἐγγυηταί τινες ἢ μανδάτωρες ἢ ἀντιφωνηταὶ προσληφθεῖεν, ἐπί τε αὐτῶν τῶν πρω‐
25τοτύπων ἑκατέρωθεν ἐπί τε τῶν κληρονόμων αὐτῶν καὶ διαδόχων. Ὁ μὲν οὖν παλαιὸς νόμος ταῦτα κρα‐ τείτω τε αὖθις, καὶ μετὰ ταύτης τῆς δικαιοσύνης τε καὶ τῆς διαιρέσεως τοὺς ἡμετέρους ὑπηκόους θαλπέτω. Τὸ δὲ ἐφεξῆς ταῖς ἀνθρωπίναις βοηθοῦν θε‐
30ραπείαις, εἰ καί τισι τῶν δανειζόντων οὐ καταθύμιον ἴσως ἐστίν, ἀλλ’ οὖν ἡμῖν πρὸς φιλανθρωπίαν νενο‐ μοθετήσθω. Εἰ γάρ τις δανείσειε χρυσίον, τῇ τοῦ δεδανεισμένου περιουσίᾳ πιστεύων, ὁ δὲ εἰς ἔκτισιν χρυσίου μὲν οὐκ εὐποροίη, περιουσίαν δὲ ἀκίνητον ἔχοι,
35ὁ δανειστὴς δὲ ἐπικέοιτο καὶ χρυσίον πάντως ἐπιζη‐ τοίη, τῷ δὲ οὐκ εἴη πρόχειρον, οὐδέ τις κινητὴ περι‐ ουσία (δίδομεν γὰρ τῷ δανειστῇ βουλομένῳ καὶ κινητὰ πράγματα λαβεῖν ἀντὶ χρυσίου), ἀλλ’ οὐδέ τις ὠνού‐ μενος ἀκίνητα αὐτοῦ πράγματα παρείη, τοῦ δανειστοῦ
40πολλάκις καὶ θρυλλοῦντος, ὡς ὑπόκειται τὰ τοῦ δα‐
νεισαμένου πράγματα, καὶ ταύτῃ φοβοῦντος τοὺς προσ‐

27

ιέναι βουλομένους ταῖς ἀγορασίαις· τηνικαῦτα ἐπὶ μὲν τῆς εὐδαίμονος ταύτης πόλεως οἱ ἐνδοξότατοι τῆς ἡμε‐ τέρας πολιτείας ἄρχοντες κατὰ τὴν ἑκάστῳ τεταγμένην παρὰ τοῦ νόμου καὶ ἡμῶν δικαιοδοσίαν, ἐν δὲ ταῖς
5ἐπαρχίαις οἱ τῶν ἐθνῶν ἡγούμενοι παρασκευαζέτω‐ σαν, ἀκριβοῦς διατιμήσεως γινομένης τῶν πραγμάτων τοῦ χρεωστήσαντος, δίδοσθαι πρὸς ἀναλογίαν τοῦ χρέους κτῆσιν ἀκίνητον τοῖς δανεισταῖς μετὰ τοιαύτης ἀσφα‐ λείας, μεθ’ ἧς ἂν ὁ χρεώστης δοῦναι δυνηθείη. Τὰ
10δὲ τῆς τῶν πραγμάτων δόσεως ἔστω τοιαῦτα, ὁποῖα τὰ μὲν καλλίω δίδωσι τῷ δανειστῇ, τὰ δὲ ἐλάττω παρὰ τῷ χρεώστῃ μετὰ τὴν τοῦ χρέους λύσιν μένειν ἐᾷ. Καὶ γὰρ οὐκ ἂν εἴη δίκαιον, τὸν δόντα μὲν χρυ‐ σίον, λαβεῖν δὲ χρυσίον οὐ δυνάμενον, ἀλλ’ ἀναγκαζό‐
15μενον καταδέξασθαι κτῆσιν ἀκίνητον, μὴ τὰ γοῦν καλ‐ λίονα τῶν τοῦ χρεώστου πραγμάτων λαβεῖν καὶ ταύ‐ την γοῦν ἔχειν παραψυχήν, ὅτιπερ εἰ καὶ χρυσίον οὐκ εἴληφεν ἢ ἕτερα τῶν φέρεσθαι δυναμένων πραγμά‐ των, ἀλλ’ ἔξεστιν αὐτῷ κτῆσιν οὐ φαύλην ἔχειν. Ἀλλὰ
20τοῦτο μὲν ἔστω φιλανθρωπία τις σαφὴς τοῦ νόμου· γινωσκέτωσαν δὲ οἱ δανείζοντες, ὡς κἂν εἰ μὴ τοῦτον ἐγράψαμεν τὸν νόμον, ὁ τῆς ἀνάγκης λόγος εἰς τοῦτο τὸ πρᾶγμα περιῆγε. Καὶ γὰρ οὐκ εὐπορῶν χρημάτων ὁ δανεισάμενος οὐδὲ ἀγοραστῶν ἤμελλεν οὐδὲν ἕτερον
25πράττειν ἢ τῶν οἰκείων ἐξίστασθαι, καὶ αὖθις τὰ πράγματα πρὸς τὸν δανειστὴν εἰκότως ἐχώρει χρυσίον λαβεῖν οὐκ ἰσχύοντα. Ὥστε ὅπερ μεθ’ ὕβρεως καὶ ἐξ ἀποτελέσματος πικροῦ περιίστατο τόν τε δανειστὴν τόν τε χρεώστην, τοῦτο ἡμεῖς φιλανθρώπως τε ἅμα καὶ
30νομοθετικῶς διελόμενοι καὶ τοῖς ἠτυχηκόσι χρεώσταις βοηθοῦμεν καὶ τοῖς πικροτάτοις τῶν δανειστῶν οὐκ ἂν φανείημεν δύσκολοι, πρᾶγμα αὐτοῖς ἐπιτάττοντες, εἰς ὅπερ, εἰ διέμειναν ἀπειθοῦντες, πάντως ἂν ἀφίκοντο. Εἰ μέντοιγε ὁ δανειστὴς ἕτοιμός ἐστι παρασκευάσαι
35τινὰ τὸν ὠνούμενον, ἀνάγκην ἔχειν τὸν χρεώστην τοῦτο πράττειν, διδόντα τοιαύτην ἀσφάλειαν δοκιμασίᾳ τοῦ δικάζοντος, ὁποίαν ὅλως ἐστὶ δοῦναι δυνατός. παν‐ ταχόθεν γὰρ οὕτω τῶν δανειστῶν προνοητέον, ὡς μὴ τοὺς χρεώστας βαρῦναι καθάπαξ. Δανειστὴν δὲ
40τίθεμεν, τοῖς ἀρχαίοις ἀκολουθοῦντες νόμοις, πάντα τὸν ἀγωγὴν ἔχειν κατά τινος δυνάμενον, εἰ καὶ μὴ δάνεισμα τὸ πεπραγμένον, ἀλλ’ ἕτερόν τι συνάλλαγμα καθεστήκοι· δηλαδὴ τῶν ἀργυροπρατικῶν ἀντιφωνή‐ σεων διὰ τὸ χρήσιμον τῶν συναλλαγμάτων ἐπὶ τῆς
45νῦν μενουσῶν τάξεως.

28

Ἐπίλογος.〉 Τὰ τοίνυν παρ’ ἡμῶν ἐπ’ ὠφελείᾳ τῶν ὑπηκόων νενομοθετημένα μανθάνουσα ἡ σὴ ὑπεροχὴ τοῖς συνήθεσι προγράμμασιν ἐνταῦθά τε καὶ παντα‐ χόσε τῆς ὑπηκόου φανερὰ γενέσθαι παρασκευασάτω,
5ὥστε κἀν τοῖς ἔθνεσι γινώσκειν τοὺς ὑπηκόους, ὁπόση γέγονεν ἡμῖν τῆς ἐκείνων ὠφελείας ἡ πρόνοια.
8tΕ
9tΗΕΡΙ ΜΟΝΑΣΤΗΡΙΩΝ ΚΑΙ ΜΟ‐
10tΝΑΧΩΝ ΚΑΙ ΗΓΟΥΜΕΝΩΝ.
11tΑὐτοκράτωρ Ἰουστινιανὸς Αὔγουστος Ἐπιφανίῳ τῷ
12tἁγιωτάτῳ καὶ μακαριωτάτῳ ἀρχιεπισκόπῳ τῆς βασι‐
13tλίδος ταύτης πόλεως καὶ οἰκουμενικῷ πατριάρχῃ.
14Προοίμιον.〉 Ὁ ἐν ἀσκήσει μοναχικῇ βίος οὕτως
15ἐστὶ σεμνός, οὕτως οἰκειοῦν οἶδε θεῷ τὸν εἰς τοῦτο ἐρχόμενον ἄνθρωπον, ὥστε πάντα μὲν ἀνθρώπινον αὐτοῦ σπῖλον ἀποξύειν, καθαρὸν δὲ ἀποφαίνειν καὶ τῇ λογικῇ πρέποντα φύσει καὶ τὰ πολλὰ κατὰ νοῦν ἐνεργοῦντα καὶ τῶν ἀνθρωπίνων φροντίδων ὑπέρτε‐
20ρον. Εἰ τοίνυν μέλλοι τις ἔσεσθαι μοναχὸς ἀκριβής, δεῖ καὶ τῆς τῶν θείων αὐτῷ λογίων παιδείας καὶ ἀσκήσεως ἀκριβοῦς, ὥστε τηλικαύτης ἀξίῳ γενέσθαι μεταβολῆς. Ὠιήθημεν τοίνυν καὶ ἡμεῖς ὑφηγήσασθαι τὸ πρακτέον αὐτοῖς καὶ ἀγωνιστὰς αὐτοὺς ἀληθεῖς τῆς
25ἐπὶ τὸ θεῖον ὁδοῦ καταστῆσαι. Καὶ οὗτος ἡμῖν ὁ σκοπὸς τοῦ παρόντος ἐστὶ νόμου, ὥστε μετὰ τὰ περὶ τῶν θεοφιλεστάτων ἐπισκόπων νενομοθετημένα καὶ τὰ περὶ τῶν εὐλαβεστάτων κληρικῶν διατεταγμένα μηδὲ τὸ μοναχικὸν ἔξω καταλιπεῖν τοῦ προσήκοντος.
30Ἐκεῖνο τοίνυν πρὸ τῶν ἄλλων ῥητέον, ὥστε κατὰ
πάντα χρόνον καὶ ἐν ἁπάσῃ τῇ γῇ τῆς ἡμετέρας βασι‐

29

λείας, εἴ ποτέ τις οἰκοδομεῖν εὐαγὲς μοναστήριον βού‐ λοιτο, μὴ πρότερον ἄδειαν εἶναι τοῦτο πράττειν, πρὶν ἂν τὸν θεοφιλέστατον τῶν τόπων ἐπίσκοπον προσ‐ καλέσαιτο, ὁ δὲ χεῖράς τε ἀνατείνειεν εἰς οὐρανόν, καὶ
5διὰ τῆς εὐχῆς τὸν τόπον ἀνιερώσειε θεῷ, πηξάμενος ἐν αὐτῷ τὸ τῆς ἡμετέρας σύμβολον σωτηρίας (φαμὲν δὲ τὸν προσκυνητὸν καὶ τίμιον ὄντως σταυρόν), οὕτω τε ἄρξηται τῆς οἰκοδομίας, καλὸν δή τινα τοῦτον καὶ πρέποντα θεμέλιον ἀποθέμενος. Αὕτη μὲν οὖν ἀρχὴ
10τῆς εὐσεβοῦς τῶν εὐαγῶν μοναστηρίων ποιήσεως ἴστω. Ἐντεῦθεν δὲ ἡμῖν καὶ τὰ περὶ τῶν καθ’ ἕκαστον μοναχῶν σκεπτέον, τίνα προσήκει γίνεσθαι τρόπον αὐτούς, καὶ πότερον ἐλευθέρους μόνον ἢ καὶ οἰκέτας τυχόν, διότι πάντας ὁμοίως ἡ θεία δέχεται χάρις, προ‐
15κηρύττουσα σαφῶς, ὡς τόγε ἐπὶ τῇ τοῦ θεοῦ λατρείᾳ οὐκ ἔστιν ἄρσεν οὐδὲ θῆλυ, οὔτε ἐλεύθερος οὔτε δοῦ‐ λος· πάντας γὰρ ἐν Χριστῷ ἓν εἰκότως νομίζεσθαι. Θεσπίζομεν τοίνυν τοῖς θείοις ἀκολουθοῦντες κανόσι, τοὺς εἰς μονήρη βίον παραγγέλλοντας μὴ προχείρως
20εὐθὺς παρὰ τῶν εὐλαβεστάτων ἡγουμένων τῶν εὐα‐ γῶν μοναστηρίων σχῆμα λαμβάνειν μοναχικόν, ἀλλ’ ἐπὶ τριετίαν ὅλην, εἴτε ἐλεύθεροι τυχὸν εἴτε δοῦλοι καθεστήκοιεν, προσκαρτερεῖν οὔπω τοῦ μοναχικοῦ σχή‐ ματος ἠξιωμένους, ἀλλὰ κουρᾷ τε καὶ ἐσθῆτι τῇ τῶν
25καλουμένων χρῆσθαι λαϊκῶν, καὶ μένειν τὰ τοῦ θεοῦ διδασκομένους λόγια· καὶ τοὺς εὐλαβεστάτους αὐτῶν ἡγουμένους πυνθάνεσθαί τε αὐτῶν, εἴτε ἐλεύθεροι καθεστήκοιεν εἴτε οἰκέται, καὶ πόθεν αὐτοὺς ἐπιθυμία τοῦ μονήρους εἰσῆλθε βίου· καὶ μανθάνοντας παρ’ αὐ‐
30τῶν, ὡς οὐδεμία πονηρὰ πρόφασις εἰς τοῦτο αὐτοὺς ἤγαγεν, ἔχειν αὐτοὺς ἐν τοῖς διδασκομένοις ἔτι καὶ νουθετουμένοις, καὶ διάπειραν λαμβάνειν τῆς αὐτῶν καρτερίας τε καὶ σεμνότητος. οὐ γὰρ ῥᾴδιον βίου μεταβολὴ μὴ μετὰ συντονίας ψυχῆς γινομένη. Καὶ
35εἰ μὲν τὸν τριετῆ βίον ἅπαντα διαμένοιεν ἀρίστους ἑαυτοὺς καὶ καρτερικωτάτους τοῖς τε ἄλλοις μοναχοῖς καὶ τῷ ἡγουμένῳ δεικνύντες, τούτους τῆς μοναχικῆς
ἀξιοῦν στολῆς τε καὶ κουρᾶς, καὶ εἴτε ἐλεύθεροι καθε‐

30

στήκοιεν, ἀνεπηρεάστους μένειν, εἴτε οἰκέται, μηκέτι παντελῶς ἐνοχλεῖσθαι, μεταβάντας εἰς τὴν κοινὴν ἁπάν‐ των (φαμὲν δὴ τὴν ἐξ οὐρανοῦ) δεσποτείαν· καὶ ἀναρ‐ παζέσθωσαν εἰς ἐλευθερίαν. εἰ γὰρ ἐν πολλοῖς θέμασι
5καὶ ὑπὸ τοῦ νόμου τοῦτο γίνεται καὶ τοιαύτη τις ἐλευ‐ θερία δίδοται, πῶς οὐκ ἂν ἰσχύσειεν ἡ θεία χάρις τῶν τοιούτων αὐτοὺς ἀπολῦσαι δεσμῶν; Εἰ δὲ εἴσω τῆς τριετίας ἔλθοι τις, καί τινα τῶν εἰς ἄσκησιν παραγ‐ γελλόντων ἕλκειν ὡς οἰκέτην βουληθείη (τοῦτο ὅπερ
10ἔναγχος ἡμῖν ἐκ Λυκίας προσήγγειλε Ζώσιμος ὁ θεο‐ φιλέστατος, ἀνὴρ περιβόητος ἐν ἀσκήσει, καὶ σύνεγγυς μὲν εἰς εἰκοστὸν καὶ ἑκατοστὸν ἐνιαυτὸν τῆς ἡλικίας παραγενόμενος, ἀκμάζων δὲ ταῖς τε τῆς ψυχῆς ἀρεταῖς ταῖς τε τοῦ σώματος ἐνεργείαις, τοσαύτη τις αὐτῷ τοῦ
15θεοῦ χάρις ἐπανθεῖ), εἴ τις τοίνυν, καθάπερ εἰπόντες ἔφθημεν, εἴσω τῆς τριετίας ἔλθοι τινὰ πρὸς δουλείαν ἕλκων τῶν βουλομένων καὶ προσκαρτερούντων ἐφ’ ᾧ γενέσθαι μοναχοί, λέγοι τε, ὡς ὑφείλετό τινα πράγ‐ ματα καὶ διὰ τοῦτο εἰσέδραμε πρὸς τὸ μοναστήριον·
20θεσπίζομεν αὐτὸν μὴ προχείρως τοῦτο πράττειν, ἀλλὰ πρότερον ἀποδεικνύναι ταῖς ἀληθείαις, ὡς καὶ δοῦ‐ λός ἐστι καὶ ἐπὶ κλοπῇ τυχὸν ἢ ἐπὶ βίῳ πονηρῷ καὶ πταίσμασι χαλεποῖς ἀποδράσειε μὲν διὰ τὸ οἰκεῖον πταῖσμα, εἰς δὲ τὸ μοναστήριον ἔλθοι. καὶ εἰ μὲν
25ἀληθεύων ἀποδειχθείη, καὶ φανείη διὰ τοιαύτην αἰτίαν μοναχικὴν ὑποδυόμενος ἄσκησιν, ἢ καὶ δι’ αἰσχρότητα βίου τυχὸν ἀποδρὰς καὶ οὐ ταῖς ἀληθείαις ἀσκήσεως ἐρῶν, τοῦτον ἀποδίδοσθαι τῷ κεκτημένῳ μεθ’ ὧν ὡς εἰκὸς ὑφείλετο, εἴγε καὶ ταῦτα κατὰ τὸ μοναστή‐
30ριον εἶεν, τὸν δὲ ἀποδειχθέντα δεσπότην τὴν καλου‐ μένην αὐτῷ διδόναι πίστιν, ὡς οὐδὲν αὐτὸν δράσει κακόν, παραλαμβάνειν τε καὶ ἄγειν οἴκοι. Εἰ δὲ ὁ μὲν φάσκων ἑαυτὸν εἶναι δεσπότην οὐδὲν ἐλέγχοι τοιοῦτο, φαίνοιτο δὲ ὁ τὰ τοιαῦτα ἐγκαλούμενος καὶ
35ἐξ αὐτῆς τῆς ἀσκήσεως σεμνός τε καὶ ἐπιεικής, καὶ ἴσως καὶ μαρτυροῖτο, ὡς καὶ παρὰ τῷ κεκτημένῳ καθ‐ εστὰς κόσμιός τε ἦν καὶ σεμνότητος ἐραστής, κἂν μήπω τύχοι πεπερασμένος ὁ τῆς τριετίας χρόνος, ἀλλ’
οὖν καὶ οὕτω μενέτω κατὰ τὸ σεβασμιώτατον μονα‐

31

στήριον, τῆς τῶν ἑλκόντων ἀπηλλαγμένος θρασύτητος. Τοῦ τριετοῦς δὲ ἅπαξ διελθόντος χρόνου ἐγκριθεὶς ὡς τῆς μοναχικῆς ἄξιος καθεστήκοι σεμνότητος, μενέτω κατὰ τὸ μοναστήριον. οὐκ ἔτι γὰρ δίδομεν ἄδειαν
5οὐδενὶ παντελῶς πολυπραγμονεῖν τι τῶν κατ’ αὐτόν, ἀλλ’ εἴτε οἰκέτης εἴτε ἐλεύθερος εἴη, μένειν αὐτὸν ἐπὶ τῆς ἀσκήσεως βουλόμεθα. καὶ γὰρ κἂν εἴ τι πταῖσμα κατὰ τὸν ἔμπροσθεν αὐτῷ τυχὸν πέπρακται βίον (ἡ γὰρ ἀνθρώπου φύσις ὀλισθηρά πως ἐστὶ πρὸς τὰ
10πλημμελήματα), ἀλλ’ οὖν ἀρκεῖ πρὸς μετρίαν κάθαρ‐ σιν τῶν ἡμαρτημένων καὶ πρὸς ἀρετῆς ἐπίδοσιν ἡ τοῦ τριετοῦς χρόνου μαρτυρία. Τῶν μέντοι κλαπέν‐ των καὶ οὕτω, παρ’ οἷς ἂν εὑρεθεῖεν, πάντως ἀπο‐ διδομένων τῷ πάλαι δεσπότῃ. Εἰ μέντοι τὴν
15τῆς δουλείας ἀνάγκην ἐκφυγὼν πειραθείη τὸ μὲν μονα‐ στήριον ἀπολιπεῖν, ἕτερον δὲ βίου μεταδιώκειν σχῆμα, παρρησίαν δίδομεν τῷ κεκτημένῳ καὶ ἕλκειν αὐτὸν καὶ ἀποδεικνύντι τὴν τύχην εἰς οἰκέτας ἔχειν. οὐ γὰρ ἂν ὑβρισθείη τοσοῦτον εἰς ἀληθῆ δουλείαν ἑλκόμενος,
20ὅσον αὐτὸς ἐξύβρισε τὴν τοῦ θεοῦ λατρείαν ἀποφυ‐ γών. Καὶ ταῦτα μὲν περὶ τῆς τύχης τῶν εἰς μονα‐ χοὺς παραγγέλλειν βουλομένων θεσπίζομεν. Σκεπτέον δέ, ὅπως αὐτοὺς οἰκοῦντας καὶ διαι‐ τωμένους μοναχικῆς φιλοσοφίας ἀγωνιστὰς ἀξίους ἀπο‐
25δείξωμεν. Βουλόμεθα γὰρ μηδὲ ἓν μοναστήριον τῶν ἐπὶ τῆς ὑπηκόου καθεστώς, εἴτε πλειόνων ἀνθρώπων ἐστὶν εἴτε ἐλαττόνων, τοὺς ἐν αὐτῷ μοναχοὺς κεχωρισ‐ μένους ἀπ’ ἀλλήλων ἔχειν καὶ ἰδίοις οἰκήμασι χρω‐ μένους, ἀλλὰ κοινῇ μὲν αὐτοὺς ἑστιᾶσθαι θεσπίζομεν,
30καθεύδειν δὲ ἅπαντας ἐν κοινῷ, ἑκάστου μὲν ἐπί τι‐ νος ἰδιαζούσης χαμεύνης κειμένου, ἐν οἴκῳ δὲ ἑνὶ κατα‐ κλινομένους· ἢ εἴπερ οὐκ ἀρκοίη πρὸς τὸ πλῆθος τῶν μοναχῶν οἶκος εἶς, ἐν δύο τυχὸν ἢ καὶ πλείοσιν, οὐ μὴν ἰδίᾳ καὶ καθ’ ἑαυτούς, ἀλλ’ ἐν κοινῷ· ὥστε μάρ‐
35τυρας τῆς ἀλλήλων γίνεσθαι κοσμιότητός τε καὶ σω‐ φροσύνης, καὶ μηδὲ τὸν ὕπνον αὐτὸν ῥᾴθυμον ἔχειν, ἀλλὰ μελετῶντα τὴν εὐκοσμίαν διὰ τὴν τῶν ὀψομένων
ἑπιτίμησιν. πλὴν εἰ μή τινες αὐτῶν τὸν ἐν θεωρίᾳ

32

τε καὶ τελειότητι διαζῶντες βίον ἰδιάζον ἔχοιεν οἰκη‐ μάτιον, οὓς δὴ καλεῖν ἀναχωρητάς τε καὶ ἡσυχαστὰς εἰώθασιν, ὡς τῆς κοινότητος ἐπὶ τὸ κρεῖττον ἐξῃρη‐ μένους. ἐπείτοιγε τοὺς ἄλλους, ὅσοις εἰς πλῆθος ἡ
5ἄσκησις ἐστίν, ἐν τοῖς καλουμένοις κοινοβίοις εἶναι βουλόμεθα. οὕτως γὰρ ὁ ζῆλος αὐτοῖς εἰς ἀρετὴν ἐπι‐ δώσει, καὶ μάλιστα τοῖς νεάζουσιν, εἴγε μετὰ τῶν πρε‐ σβυτέρων τάττοιντο. γενήσεται γὰρ ἡ τῶν παλαιοτέ‐ ρων πολιτεία τῆς νεότητος ἀκριβὴς παιδαγωγία. οὕτω
10τε ἔστωσαν ἐν τοῖς κοινοβίοις τῷ σφῶν αὐτῶν ἡγε‐ μόνι πειθόμενοι, καὶ τὴν παραδεδομένην αὐτοῖς ἄσκη‐ σιν ἀμέμπτως τηροῦντες. Εἰ δέ τις ἅπαξ ἑαυτὸν καθιερώσας καὶ τοῦ σχή‐ ματος τυχὼν εἶτα ἀναχωρῆσαι τοῦ μοναστηρίου βουλη‐
15θείη καὶ ἰδιώτην τυχὸν ἑλέσθαι βίον, αὐτὸς μὲν ἴστω, ποίαν ὑπὲρ τούτου δώσει τῷ θεῷ τὴν ἀπολογίαν, τὰ πράγματα μέντοι, ὁπόσα ἂν ἔχοι, ἡνίκα εἰς τὸ μονα‐ στήριον εἰσῄει, ταῦτα τῆς δεσποτείας ἔσται τοῦ μονα‐ στηρίου, καὶ οὐδ’ ὁτιοῦν παντελῶς ἐξάξει.
20 Κἀκεῖνο δὲ προσδιορίζομεν, ὥστε τὸν εἰς μονα‐ στήριον εἰσιέναι βουλόμενον, πρὶν εἰς τὸ μοναστήριον εἰσέλθοι, ἄδειαν ἔχειν τοῖς ἑαυτοῦ χρῆσθαι καθ’ ὃν βούλεται τρόπον. Εἰσελθόντι γὰρ συνακολουθήσει πάν‐ τως τὰ πράγματα, κἂν εἰ ιὴ ῥητῶς εἰσάγειν ταῦτα
25φήσειε, καὶ οὐκ ἔσται κύριος αὐτῶν οὐκ ἔτι κατ’ οὐ‐ δένα τρόπον. Εἰ δέ γε παῖδας ἔχοι, εἰ μὲν ἔτυχεν ἤδη πράγματά τινα δωρησάμενος αὐτοῖς, ἢ κατὰ προ‐ γαμιαίαν δωρεὰν ἢ κατὰ προικὸς πρόφασιν ἐπιδούς, καὶ ποιεῖ ταῦτα τὸ τέταρτον τῶν ἐξ ἀδιαθέτου τῆς
30αὐτοῦ περιουσίας, μηδεμίαν ἐπὶ τοῖς λοιποῖς πράγμα‐ σιν ἐχέτωσαν μετουσίαν οἱ παῖδες. Εἰ δὲ ἢ οὐδὲν αὐτοῖς δωρήσηται ἢ ἔλαττον τοῦ τετάρτου, καὶ μετὰ τὸ παραγγεῖλαι τὸν ἀποταττόμενον εἰς μοναχοὺς οὐ‐ δὲν ἧττον τὸ τέταρτον ὀφειλέσθω τοῖς παισὶν ἢ εἰς
35ἀναπλήρωσιν, εἴγε ἔτυχον ἤδη τι λαβόντες, ἢ καὶ ἐφ’ ᾧ τὸ πᾶν αὐτοῖς δοθῆναι. Εἰ δὲ γαμετὴν ἔχων εἶτα
αὐτὴν ἀπολιπὼν εἰς μοναστήριον εἰσίοι, ἥ τε προῖξ

33

τῇ γυναικὶ φυλαττέσθω καὶ τὸ ἀπὸ τελευτῆς σύμφω‐ νον (τοῦτο ὅπερ καὶ ἐν ἑτέρᾳ ἡμῶν νενομοθέτηται διατάξει)· πάντων τῶν ἐπὶ μοναχοῖς περὶ τούτου ῥη‐ θέντων καὶ ἐπὶ γυναικῶν εἰς μοναστήριον εἰσιουσῶν
5κρατούντων. Εἰ δὲ ἀπολιπὼν τὸ μοναστήριον εἴς τινα ἔλθοι στρατείαν ἢ ἕτερον βίου σχῆμα, τῆς οὐσίας αὐτοῦ καὶ οὕτως εἰς τὸ μοναστήριον κατὰ τὸ ἔμπροσθεν ἡμῖν εἰρημένον ἀπομενούσης, αὐτὸς ἐν τοῖς ταξεώταις τοῦ
10λαμπροτάτου τῆς ἐπαρχίας ἄρχοντος τετάξεται, καὶ τοῦτον ἕξει τῆς μεταβολῆς τὸν καρπόν, καὶ ὅ γε τὴν θείαν λειτουργίαν ὑπεριδὼν δικαστηρίου χθαμαλοῦ προσκαρτερείτω δουλείᾳ. Εἰ δὲ ἀπολιπὼν τὸ μοναστήριον, καθ’ ὅπερ τὴν
15ἄσκησιν εἶχεν, εἰς ἕτερον μεταβαίνοι μοναστήριον, καὶ οὕτω μὲν ἡ αὐτοῦ περιουσία μενέτω τε καὶ ἐκδικείσθω ὑπὸ τοῦ προτέρου μοναστηρίου, ἔνθα ἀποταξάμενος ταύτην κατέλιπε. Προσῆκον δέ ἐστι, τοὺς εὐλαβεστά‐ τους ἡγουμένους μὴ εἰσδέχεσθαι τὸν τοῦτο πράττοντα.
20ἀλήτης γὰρ ὁ τοιοῦτος βίος, καὶ μοναχικῆς καρτερίας οὐδ’ ὅλως ἐγγύς, οὐδὲ σταθερᾶς καὶ μονίμου ψυχῆς, ἀλλὰ περιφερομένης τε καὶ ἄλλοτε ἄλλα ζητούσης ἀπό‐ δειξιν ἔχων. Ὥστε καὶ τοῦτο κωλύσουσιν οἱ θεοφιλέ‐ στατοι ἐπίσκοποι, καὶ οἵ γε ἀρχιμανδρῖται καλούμενοι.
25τὴν μοναχικὴν σεμνότητα κατὰ τοὺς θείους κανόνας φυλάττοντες. Εἰ δέ τις τῶν μοναχικὴν ἐπαγγειλαμένων ἄσκησιν ἀξιωθείη κληρικοῦ χειροτονίας, μενέτω καὶ οὕτω κα‐ θαρὰν φυλάττων τὴν ἄσκησιν, ὡς εἴγε τῇ τοῦ γενέ‐
30σθαι κληρικὸς ἀποχρήσαιτο παρρησίᾳ, καὶ πρὸς γάμον ἐλθεῖν θαρρήσειεν, δηλαδὴ τοιούτου βαθμοῦ καθε‐ στὼς ἐν κληρικοῖς, ὃς αὐτῷ γαμεῖν ἐφίησι (λέγομεν δὲ ψαλτῶν τε καὶ ἀναγνωστῶν· τοῖς γὰρ ἄλλοις ἅπασι τὸν γάμον παντελῶς κατὰ τοὺς θείους κανόνας ἀπα‐
35γορεύομεν, ἢ παλλακὴν ἔχειν ἢ ἀσελγείαις ἐκδοῦναι τὸν βίον), ἐκβαλλέσθω παντοίως τοῦ κλήρου, οἷα τὴν
προτέραν ἄσκησιν καὶ τὸν μονήρη καταισχύνων βίον,

34

καὶ ἰδιώτης ἔστω τὸ λοιπόν, πρὸς στρατείαν μὲν ἢ ἑτέραν ἐπιτήδευσιν ἐλθεῖν οὐ θαρρῶν, εἰ μὴ βού‐ λοιτο τοῖς ἔμπροσθεν ἠπειλημένοις παρ’ ἡμῶν ὑπο‐ πεσεῖν ἐπιτιμίοις, αὐτὸς δὲ ἐφ’ ἑαυτοῦ διαζῶν, καὶ
5γινώσκων ὁποίαν ὑπὲρ τούτου δώσει τῷ μεγάλῳ θεῷ τὴν ἀπολογίαν. Τὴν δὲ τῶν ἡγουμένων χειροτονίαν, εἴ ποτε συμ‐ βαίη δεῖσθαι τὸ μοναστήριον ἡγουμένου, μὴ κατὰ τὴν τάξιν τῶν εὐλαβεστάτων γίνεσθαι μοναχῶν, μηδὲ
10πάντως τὸν μετὰ τὸν πρῶτον εὐθὺς ἡγούμενον γίνε‐ σθαι, μηδὲ τὸν μετ’ ἐκεῖνον δεύτερον μηδὲ τὸν τρί‐ τον ἢ τοὺς ἐφεξῆς (τοῦτο ὅπερ καὶ νόμος ἡμῶν ἕτερος λέγει), ἀλλὰ τὸν θεοφιλέστατον τῶν τόπων ἐπίσκοπον χωρεῖν μὲν ἐφεξῆς διὰ πάντων (οὐδὲ γὰρ ἀτιμαστέον
15πάντως τὸν χρόνον καὶ τὴν ἐξ αὐτοῦ τάξιν), καὶ τὸν ἀναφαινόμενον πρῶτον ἄριστον ἐν τοῖς μοναχοῖς καθε‐ στῶτα καὶ ἄξιον τῆς ἡγεμονίας αὐτῶν, τοῦτον αἱρεῖ‐ σθαι· διότι τὰ τῆς ἀνθρωπίνης φύσεως τοιαῦτά ἐστιν, ὡς μήτε πάντας ἐφεξῆς ἐν τοῖς ἄκροις, μηδ’ αὖθις
20ἅπαντας ἐν τοῖς ἐσχάτοις τετάχθαι. ἀλλὰ προΐτω μὲν κατὰ τὸν βαθμὸν ἡ τοῦ ἡγησαμένου πάντως ἐποψία, ὁ δὲ πρῶτος εὐθὺς ἐν τοῖς ἀριθμουμένοις ἄριστος ἀνα‐ φανείς, οὗτος ἡγεμὼν ἔστω, καὶ τὴν τάξιν ὁμοῦ καὶ τὴν ἀρετὴν συμμαχοῦσαν ἔχων. δεῖ γὰρ διακρίνοντας
25τὸ κρεῖττον ἐκ τοῦ φαυλοτέρου τὸ μὲν ἡγεμονεῖν ἐᾶν, θάτερον δὲ ὑποκεκλίσθαι συγχωρεῖν, καὶ τῇ κατ’ ὀλί‐ γον παιδαγωγίᾳ καὶ τοῦτο πρὸς τὸ κρεῖττον ἐμβαί‐ νειν. Ὅσα μέντοι παρ’ ἡμῶν ἐν ἁπάσαις ταῖς τε πρότερον ταῖς τε νῦν γενομέναις θείαις ἡμῶν δια‐
30τάξεσι νενομοθέτηται περὶ κληρικῶν ἢ μοναχῶν ἢ μοναστηρίων, ταῦτα κοινὰ τίθεμεν περί τε ἀρρένων καὶ θηλειῶν καὶ μοναστηρίων καὶ ἀσκητηρίων, οὐ διακρίνοντες τό γε ἐπὶ τούτοις τὸ ἄρρεν ἀπὸ τοῦ θήλεος, διὰ τὸ, καθάπερ ἔμπροσθεν εἰπόντες ἔφθη‐
35μεν, ἓν ἅπαντα ἐν Χριστῷ καθεστάναι. 〈Ἐπίλογος.〉 Ταῦτα τοίνυν ἅπαντα οἵ τε ὁσιώ‐ τατοι πατριάρχαι τοῖς ὑφ’ ἑαυτοὺς θεοφιλεστάτοις
μητροπολίταις φανερὰ ποιείτωσαν, οἱ δὲ τοῖς ὑφ’

35

ἑαυτοὺς θεοφιλεστάτοις ἐπισκόποις δηλούτωσαν, ἐκεῖ‐ νοί τε τοῖς μοναστηρίοις τοῖς ὑπὸ τὴν ἑαυτῶν χεῖρα καθεστῶσι γνωριζέτωσαν, ὅπως ἂν διὰ πάντων ἡ τοῦ δεσπότου θεοῦ θεραπεία μένῃ πανταχόθεν ἀδιάφθο‐
5ρος. Ἐπικείσονται γὰρ μέγισται ποιναὶ τοῖς ταῦτα παραβαίνουσι· φαμὲν δὲ τὰς ἐξ οὐρανοῦ, ἃς ἀνάγκη τοῖς τῶν ὀρθῶν δογμάτων ὑπερόπταις ἐπικεῖσθαι. Καὶ οἱ τῆς ἡμετέρας μέντοι πολιτείας ἄρχοντες, εἰ ταῦτα αὐτοῖς προσαγγελθεῖεν, πᾶσι σπευδέτωσαν τρό‐
10ποις τὰ τοῖς θείοις κανόσι περιεχόμενα, οἷς ὁ παρ’ ἡμῶν κατακολουθεῖ νόμος, εἰς ἔργον ἄγεσθαι παρα‐ σκευάζειν. οὐδὲ γὰρ ἐκείνους ἐπιλείψει ποινὴ τούτων ῥᾳθυμήσαντας. Ὥστε ἀκολουθοῦσαν τούτοις προσήκει τὴν σὴν ἁγιωσύνην ἅπασι τοῖς ὑπ’ αὐτὴν ὑσιωτάτοις
15μητροπολίταις φανερὰ ταῦτα καταστῆσαι.
16tϛ
17tΠΕΡΙ ΤΟΥ ΠΩΣ ΔΕΙ ΧΕΙΡΟΤΟ‐
18tΝΕΙΣΘΑΙ ΤΟΥΣ ΕΠΙΣΚΟΠΟΥΣ
19tΚΑΙ ΠΡΕΣΒΥΤΕΡΟΥΣ ΚΑΙ ΔΙΑ‐
20tΚΟΝΟΥΣ ΑΡΡΕΝΑΣ ΚΑΙ ΘΗ‐
21tΛΕΙΑΣ, ΚΑΙ ΠΟΙΑ ΕΠΙΤΙΜΙΑ
22tΚΑΤΑ ΤΩΝ ΠΑΡΑΒΑΙΝΟΝΤΩΝ
23tΤΟΝ ΤΥΠΟΝ ΤΗΣ ΔΙΑΤΑΞΕΩΣ.
24tὉ αὐτὸς βασιλεὺς Ἐπιφανίῳ τῷ ἁγιωτάτῳ ἀρχιε‐
25tπισκόπῳ τῆς βασιλίδος ταύτης πόλεως καὶ οἰκουμε‐
26tνικῷ πατριάρχῃ.
27Προοίμιον.〉 Μέγιστα ἐν ἀνθρώποις ἐστὶ δῶρα θεοῦ παρὰ τῆς ἄνωθεν δεδομένα φιλανθρωπίας ἱε‐ ρωσύνη τε καὶ βασιλεία, ἡ μὲν τοῖς θείοις ὑπηρετου‐
30μένη, ἡ δὲ τῶν ἀνθρωπίνων ἐξάρχουσά τε καὶ ἐπι‐
μελομένη, καὶ ἐκ μιᾶς τε καὶ τῆς αὐτῆς ἀρχῆς ἑκατέρα

36

προϊοῦσα καὶ τὸν ἀνθρώπινον κατακοσμοῦσα βίον ὥστε οὐδὲν οὕτως ἂν εἴη περισπούδαστον βασιλεῦσιν ὡς ἡ τῶν ἱερέων σεμνότης, εἴγε καὶ ὑπὲρ αὐτῶν ἐκεί‐ νων ἀεὶ τὸν θεὸν ἱκετεύουσιν. Εἰ γὰρ ἡ μὲν ἄμεμ‐
5πτος εἴη πανταχόθεν καὶ τῆς πρὸς θεὸν μετέχοι παρ‐ ρησίας, ἡ δὲ ὀρθῶς τε καὶ προσηκόντως κατακοσμοίη τὴν παραδοθεῖσαν αὐτῇ πολιτείαν, ἔσται συμφωνία τις ἀγαθή, πᾶν εἴ τι χρηστὸν τῷ ἀνθρωπίνῳ χαρι‐ ζομένη γένει. Ἡμεῖς τοίνυν μεγίστην ἔχομεν φρον‐
10τίδα περί τε τὰ ἀληθῆ τοῦ θεοῦ δόγματα περί τε τὴν τῶν ἱερέων σεμνότητα, ἧς ἐκείνων ὀντεχομένων πεπιστεύκαμεν, ὡς δι’ αὐτῆς μεγάλα ἡμῖν ἀγαθὰ δο‐ θήσεται παρὰ θεοῦ, καὶ τά τε ὄντα βεβαίως ἕξομεν τά τε οὔπω καὶ νῦν ἀφιγμένα προσκτησόμεθα. Κα‐
15λῶς δὲ ἂν ἅπαντα πράττοιτο καὶ προσηκόντως, εἴπερ ἡ τοῦ πράγματος ἀρχὴ γένοιτο πρέπουσα καὶ φίλη θεῷ. τοῦτο δὲ ἔσεσθαι πιστεύομεν, εἴπερ ἡ τῶν ἱε‐ ρῶν κανόνων παρατήρησις φυλάττοιτο, ἣν οἵ τε δι‐ καίως ὑμνούμενοι καὶ προσκυνητοὶ καὶ αὐτόπται καὶ
20ὑπηρέται τοῦ θεοῦ λόγου παραδεδώκασιν ἀπόστολοι καὶ οἱ ἅγιοι πατέρες ἐφύλαξάν τε καὶ ὑφηγήσαντο. Θεσπίζομεν τοίνυν τοῖς θείοις διὰ πάντων ἑπόμενοι κανόσιν, ἡνίκα τις εἰς τὸν λοιπὸν ἅπαντα χρόνον ἐπὶ χειροτονίαν ἐπίσκοπος ἄγοιτο, σκοπεῖσθαι
25πρότερον αὐτοῦ τὸν βίον κατὰ τὸν θεῖον ἀπόστολον, εἰ σεμνός τε καὶ ἄμεμπτος καὶ πανταχόθεν ἀνεπί‐ ληπτος εἴη καὶ ἐπ’ ἀγαθοῖς μεμαρτυρημένος τε καὶ ἱερεῖ πρέπων· καὶ οὔτε ἐκ ταξεωτικῆς ἢ ἐκ βουλευτικῆς ὁρμώμενος τύχης, πλὴν εἰ μὴ ἐκ νέας
30ἡλικίας, κατὰ τὸ ἤδη διατυπωθέν, ἐν μοναστηρίῳ καταλεγεὶς ἐλευθερωθείη τῆς τύχης, τὸ τέταρτον μέν‐ τοι πρότερον τῆς περιουσίας ἀποδιδοὺς τῇ βουλῇ· οὔτε ἐξ ἰδιώτου καὶ τῶν καλουμένων λαϊκῶν εἷς καθεστὼς εἶτα εὐθὺς ἐπὶ τὴν ἐπισκοπὴν ἀναβαίνων,
35οὐδὲ ἐσχηματισμένην λαμβάνοι τὴν χειροτονίαν, ὡς ἄρτι μὲν ἰδιώτης, εὐθὺς δὲ κληρικός, εἶτα βραχύ τι διαλιπὼν ἐπίσκοπος ἀναφαίνεσθαι· οὔτε γαμετῇ συνοικῶν, ἀλλ’ ἢ παρθενίᾳ συζήσας ἐξ ἀρχῆς ἢ γυ‐
ναῖκα μὲν σχών, ἐκ παρθενίας δὲ εἰς αὐτὸν ἐλθοῦ‐

37

σαν, ἀλλ’ οὔτε χήραν οὔτε διαζευχθεῖσαν ἀνδρὸς οὔτε παλλακήν· οὔτε παῖδας ἢ ἐγγόνους ἔχων, οὔτε γνωριζομένους τῷ νόμῳ οὔτε ὑπ’ ἐκείνου μεμισημέ‐ νους· ἐπείτοιγε ὁ παρὰ ταῦτά τι πράττων αὐτός τε
5ἐκπεσεῖται τῆς ἱερωσύνης καὶ ὁ τοῦτον χειροτονῶν ὁμοίως ἔξω τῆς ἐπισκοπῆς ἐλαθήσεται, τῷ νόμῳ τούτῳ προσκεκρουκώς. Ἀλλ’ οὐδὲ χρημάτων ὠνή‐ σασθαι τὴν ἱερατείαν αὐτῷ συγχωροῦμεν, μόνῃ δὲ προσέχειν αὐτὸν τῇ τοῖ δεσπότου θεοῦ θεραπείᾳ βου‐
10λόμεθα, καὶ μὴ πολλαῖς ἀνθρωπίναις φροντίσι περι‐ ἕλκεσθαι. Ἀλλὰ μηδὲ ἀμελέτητος ὢν τῶν ἱερῶν δογμάτων πρὸς ἐπισκοπὴν εἰσίτω· πρό‐ τερον δὲ ἢ μοναχικὸν βίον ἀσκήσας ἢ ἐν κλήρῳ κατα‐ λεγόμενος οὐκ ἔλαττον μηνῶν ἕξ, γυναικὶ μέντοι, καθ‐
15άπερ εἰπόντες ἔφθημεν, μὴ συνοικῶν ἢ παῖδας ἢ ἐγγόνους ἔχων. Ταῦτα γὰρ πάντως ἐπὶ τῶν θεοφι‐ λεστάτων ἐπισκόπων ζητοῦμεν. καθάπερ καὶ πρότερον δίο θείαις ἡμῶν τοῦτο διατάξεσι νενομοθέτηται, καθ’ ἃς τοὺς μὲν ἤδη συνοικοῦντας γυναιξὶν οὐ περιειργα‐
20σάμεθα, τὸ παρῳχηκὸς ἅπαν ἀφέντες, τοῦ λοιποῦ δὲ ἐκ τῆς θέσεως τοῦ νόμου μηδενὶ συγχωροῦντες γαμε‐ τὴν ἔχοντι τοιαύτην ἐπιτιθέναι χειροτονίαν. ὅνπερ νόμον καὶ νῦν ἀνανεοῦμεν, μή ποτε, εἰ παρὰ ταῦτα γένηται, αὐτός τε ἐκπέσοι τῆς ἱερωσύνης τὸν χειρο‐
25τονήσαντά τε ὁμοίως ἐκβληθῆναι ταύτης παρασκευά‐ σειεν. Ὁ τοίνυν χειροτονούμενος ἐπίσκοπος ἢ ἀπὸ μοναχῶν ἢ ἀπὸ κληρικῶν ἔστω, εἴγε καὶ ἐν τῷ τοιούτῳ βίῳ μαρτυροῖτο σεμνὸς καὶ δόξης ἀπολαύων ἀγαθῖς, καὶ ταύτην κρηπῖδα τῆς ἀρχιερωσύνης ἐναπο‐
30θέμενος τῇ ψυχῇ. Ἀλλὰ καὶ οὕτως αὐτὸν δια‐ κείμενον καὶ πρὸς τὴν ἐπισκοπὴν παρασκευαζόμενον προσῆκόν ἐστι τοὺς εὐαγεῖς καὶ πανταχόθεν ἐγκεκρι‐ μένους ἀναγινώσκειν κανόνας πρὸ τῆς χειροτονίας, οὓς ἡ ὁρθὴ καὶ ἀμώμητος ἡμῶν ἐδέξατο πίστις καὶ
35ἡ καθολικὴ τοῦ θεοῦ καὶ ἀποστολικὴ προσήκατό τε καὶ παραδίδωσιν ἐκκλησία. Καὶ ἐπειδὰν διὰ τῆς συν‐ εχοῦς αὐτῶν ἀναγνώσεως ὁ πρὸς τὴν χειροτονίαν ἀγόμενος ἔλθῃ, τηνικαῦτα τὸν τὴν χειροτονίαν ἐπιτι‐ θέναι μέλλοντα πυνθάνεσθαι αὐτοῦ, εἴπερ οἷός τε
40φυλάττειν ἐστὶ καὶ πράττειν, ἅπερ οἱ θεῖοι κανόνες ἑνομοθέτησαν. καὶ εἰ μὲν ἀποφήσειε καὶ λέγοι τὰ
παραγγέλματα τῶν θείων κανόνων οὐχ ἱκανὸς εἶναι

38

τηρεῖν, κατὰ μηδένα τρόπον αὐτῷ τὴν χειροτονίαν ἐπιτιθέναι. εἰ δὲ καταδέξοιτο καὶ φήσειεν, ὡς καθ’ ὅσον ἀνθρώπῳ δυνατὸν πληρώσει τὰ τούτοις περι‐ εχόμενα, τηνικαῦτα νουθετεῖν αὐτὸν καὶ λέγειν ὡς, εἰ
5μὴ ταῦτα φυλάξοι, θεοῦ τε ἀλλότριος ἔσται καὶ ἐκ‐ πεσεῖται τῆς δοθείσης τιμῆς, καὶ οὐδὲ οἱ πολιτικοὶ νόμοι τὸ πλημμεληθὲν ἀτιμώρητον καταλείψουσι, δι‐ ότι καὶ τοῖς πρὸ ἡμῶν βεβασιλευκόσι καὶ ἡμῖν αὐτοῖς ὀρθῶς εἴρηται, δεῖν τοὺς ἱεροὺς κανόνας ἀντὶ νόμου
10κρατεῖν. καὶ εἴπερ καὶ οὕτως ἐμμείνειε τοῦ πράγμα‐ τος ἀντεχόμενος, τηνικαῦτα ἐπὶ ταύταις ταῖς ὁμολο‐ γίαις ἕκαστον τὴν ἱερὰν καταδέχεσθαι τῆς ἐπισκοπῆς χειροτονίαν. καὶ ταύτην μὴ χρημάτων ὠνεῖ‐ σθαι μηδὲ διὰ πραγμάτων τινῶν δόσεως λαμβάνειν,
15ἀλλὰ καθαρὰν δέχεσθαι καὶ ἄμισθον, οἷα παρὰ θεοῦ δεδομένην. εἰ γὰρ καὶ τἄλλα πάντα ἔχοι χρηστὰ τὰ πρόσθεν ἡμῖν εἰρημένα, χρημάτων δὲ ἢ πραγμάτων φανείη τὴν ἐπισκοπὴν ἐξωνησάμενος, ἴστω τῆς τε ἐπισκοπῆς αὐτὸς ἐκπεσούμενος καὶ τοῦτο δῶρον ἀν‐
20τιδοὺς τῷ χειροτονήσαντι τὸ κἀκεῖνον τὴν ἐπισκοπὴν ἀπολλύναι καὶ ταύτης ἐκπίπτειν, καὶ ἑκατέρῳ τὸ πρᾶγμα τοιαύτην φέρειν ἀντίδοσιν, ὥστε τὸν μὲν μὴ τυχεῖν τῶν ἐλπιζομένων, τὸν δὲ καὶ ὧν εἶχεν ἀποτυ‐ χεῖν· δηλαδὴ τῶν δεδομένων χρημάτων ἢ πραγμάτων
25προφάσει χειροτονίας τῇ ἁγιωτάτῃ προσκυρουμένων ἐκκλησίᾳ, εἴτε ἐπίσκοπος ὁ λαβὼν εἴη καὶ διὰ τοῦτο τῆς ἱερωσύνης ἐκπεσών, εἴτε καί τις τῶν ἐν τῷ κλήρῳ καταλεγομένων. καὶ γὰρ δὴ κἀκείνῳ τὴν ἴσην ἐπιτί‐ θεμεν ποινήν, τὸ καὶ τῆς τάξεως, ἣν ἐν ἱερεῦσιν εἶχεν,
30ἐκπεσεῖν, καὶ ἀποδοῦναι τὸ χρυσίον ἢ τὰ πράγματα τὰ προφάσει τῆς χειροτονίας δεδομένα τῇ περιυβρι‐ σμένῃ τό γε κατ’ αὐτὸν ἐκκλησίᾳ. Εἰ δέ τις τῶν ἔξωθεν εἴη καὶ οὐκ εἰς κλῆρον τελῶν ὁ τὸ χρυσίον ἢ τὸ πρᾶγμα διὰ προστασίαν τὴν ἐπὶ τῇ χειροτονίᾳ
35λαβών, καὶ μάλιστα εἴπερ ἀρχὴν ἔχοι τινά, ἕξει μὲν αὐτὸς τὴν ἐκ θεοῦ ποινὴν καὶ διαδέξονταί γε αὐτὸν αἱ ἐξ οὐρανοῦ τιμωρίαι· πλὴν ἀλλὰ καὶ τὸ δοθὲν ἅπαν ἀφαιρεθὲν παρ’ αὐτοῦ τῇ ἁγιωτάτῃ ἐκκλησίᾳ πᾶσιν ἀποδιδόσθω τρόποις διπλάσιον, πρὸς τῷ, κἂν
40εἴ τινα ἀρχὴν ἔχοι, ταύτης ἐκπίπτειν, καὶ ἀειφυγίᾳ
ζημιοῦσθαι. Κἀκεῖνο δέ γε ἴστω σαφῶς ὁ χρήμασιν

39

ἢ πράγμασι τὴν ἐπισκοπὴν ἐξωνησάμενος, ὡς, εἴπερ πρότερον διάκονος ἢ πρεσβύτερος εἴη, εἶτα κατὰ δω‐ ροδοκίαν εἰς τὴν ἱερωσύνην ἔλθοι, οὐ μόνον ἐκπεσεῖ‐ ται τῆς ἐπισκοπῆς, ἀλλ’ οὐδὲ τὸ πρότερον αὐτῷ περι‐
5λειφθήσεται σχῆμα, τὸ τοῦ πρεσβυτέρου τυχὸν ἢ διακόνου. προσαπολέσει γὰρ καὶ αὐτό, ὡς τῶν οὐ πρε‐ πόντων ἀναξίως ἐφιέμενος, πάσης τε ἱερατικῆς ἀπ‐ ελαθήσεται τάξεως. Δεῖ δὲ κατ’ αὐτὸν τὸν τῆς χειροτονίας καιρὸν τὸν ἐπιτιθέντα ταύτην αὐτῷ
10ἐπὶ παντὸς τοῦ πιστοτάτου λαοῦ τῆς ἁγιωτάτης με‐ γάλης ἐκκλησίας ταῦτα ἅπαντα προαγορεύειν αὐτῷ, ὡς ἂν μαθὼν αὐτὸν ἅπαντα τὰ ἔμπροσθεν εἰρημένα παρ’ ἡμῶν ἔχειν ἐπὶ τὴν ἱερὰν αὐτὸν ἄγῃ χειροτο‐ νίαν· ὥστε κἀκεῖνον πάντων ἐναντίον ταῦτα ἀκούοντα
15μὴ μόνον ἔχειν τὸ τοῦ θεοῦ δέος, ἀλλὰ καὶ τὴν ἐφ’ ἁπάντων ἀνακήρυξίν τε καὶ ὁμολογίαν ἐρυθριᾶν. Εἰ δέ τις τοιοῦτος μὲν εἶναι νομίζοιτο καὶ πρὸς τὴν τῆς ἐπισκοπῆς χειροτονίαν παρέλθοι, ἀντείποι δέ τις καὶ φήσειε συνειδέναι τι τῶν ἀτόπων αὐτῷ, μὴ
20πρότερον ἀξιούσθω τῆς χειροτονίας, πρὶν ἂν ἐξέτασίς τε τῶν προσηγγελμένων γένηται καὶ φανείη παντα‐ χόθεν ἀνεύθυνος. ὡς εἴ γε καὶ μετὰ τὴν τοιαύτην ἀντίρρησιν οὐκ ἀνασχόμενος ὁ τὴν χειροτονίαν ποιῶν τὴν νενομισμένην ἐξέτασιν ἐπιθεῖναι τῷ πράγματι
25δράμοι πρὸς τὴν χειροτονίαν, ἴστω τὸ παρ’ αὐτοῦ γινόμενον ἀντ’ οὐδενὸς ὄν· ἀλλ’ ὅ τε παρὰ τὸν νό‐ μον γενόμενος ἐκπεσεῖται τῆς ἱερωσύνης ὅ τε ἀδοκί‐ μαστον ἐπιθεὶς τὴν χειροτονίαν καὶ αὐτὸς μὲν ὁμοίως ἐκπεσεῖται τοῦ θρόνου τῆς ἱερατείας, καὶ ὑπεύθυνος
30ἔσται θεῷ τῷ μάλιστα πάντων ζητοῦντι τὴν τῶν οἰκείων ἱερέων καθαρότητα. Εἰ μέντοιγε ὁ πρὸς τὴν χειροτονίαν ἀντειπὼν ἢ ἐπεξελθὼν δειχθείη συκο‐ φάντης, ἢ καὶ αὐτὸ τὴν ἀρχὴν μηδὲ ἐπεξελθεῖν θαρ‐ ρήσειε, χωριζέτω τοῦτον διηνεκῶς τῆς ἱερᾶς κοινωνίας
35ὁ τὴν χειροτονίαν ποιῆσαι βουλόμενος, ἵνα μηδὲ ἐκεῖνο τὸ ψεῦδος ἀνεύθυνον ᾖ. ὥσπερ γὰρ τὴν ἀγαθὴν δό‐ ξαν ἐπὶ τῷ χειροτονουμένῳ ζητοῦμεν, οὕτω καὶ τὴν συκοφαντίαν ἐπὶ τῷ μάτην κατηγοροῦντι κολάζομεν. Εἰ δὲ μηδεὶς κατηγοροίη παντελῶς, ἢ προσαγγείλας
40ὅλως οὐκ ἐπεξέλθοι, ἢ ἐπεξελθὼν ἀποδεῖξαι, καθάπερ εἰπόντες ἔφθημεν, μὴ δυνηθείη τὴν κατηγορίαν ἀληθῆ,
τηνικαῦτα προσήκει τὸν διὰ τοσούτων ὁδῶν ἀνεύθυ‐

40

νον ὀφθέντα προσίεσθαι πρὸς τὴν ἐσομένην χειρο‐ τονίαν. Ὁ γὰρ οὕτω χειροτονούμενος αὐτόθεν τὰ πλεῖστα καὶ κάλλιστα γνώσεται τῶν μαθημάτων καὶ οὐκ ἐκπεσεῖται πρὸς βίον ἀκόλαστον, τὴν τοιαύτην
5πεπαιδευμένος λόγῳ τε καὶ ἔργῳ σοφίαν. Κἀκεῖνό γε μὴν προσδιορίζομεν, ὥστε μηδένα τῶν θεοφιλεστάτων ἐπισκόπων ἕξω τῆς καθ’ ἑαυτὸν ἐκκλησίας πλεῖον ἢ κατ’ ἐνιαυτὸν ὅλον ἀπολιμπάνε‐ σθαι, πλὴν εἰ μὴ τοῦτο κατὰ βασιλικὴν γίνοιτο κέ‐
10λευσιν (τότε γὰρ μόνον ἐστὶν ἀνεύθυνον)· τῶν ὁσιω‐ τάτων πατριαρχῶν ἑκάστης διοικήσεως ἀναγκαζόντων τοὺς θεοφιλεστάτους ἐπισκόπους ταῖς αὑτῶν ἐγκαρ‐ τερεῖν ἁγιωτάταις ἐκκλησίαις καὶ μὴ μακρὰν ὁδὸν στέλλεσθαι μηδὲ ἐν ξένῃ διατρίβειν ἐθέλειν μηδὲ
15τῶν ἁγιωτάτων ἐκκλησιῶν ἀμελεῖν μηδὲ τὸν ἐνιαυ‐ τὸν ὑπερβαίνειν, ὃν δὴ καὶ αὐτὸν διὰ φιλανθρωπίαν ἐτάξαμεν. Εἰ μέντοιγε καὶ ὑπὲρ τὸν ἐνιαυτὸν πλα‐ νῷτο καὶ ἀλητεύοι, καὶ μὴ πρὸς τὴν ἐπισκοπὴν ἐπαν‐ ίοι τὴν οἰκείαν, μηδὲ βασιλική τις αὐτόν, καθάπερ
20εἰπόντες ἔφθημεν, κατέχοι κέλευσις, τηνικαῦτα, εἰ μὲν εἴη μητροπολίτης, πρὸς τὴν ἐκκλησιαστικὴν εὐταξίαν ἀφορῶν ὁ τοῦ κλίματος πατριάρχης καλείτω μὲν αὐ‐ τὸν τοῖς νενομισμένοις κηρύγμασι, φυλάττων παντα‐ χοῦ τὴν τῶν ἱερῶν κανόνων παρατήρησιν· εἰ δὲ μεί‐
25νειε μέχρι παντὸς ἀπειθῶν, καὶ ἐξωθείτω τοῦ θείου τῶν ἐπισκόπων χοροῦ καὶ ἕτερον ἀντεισαγέτω τῆς τοιαύτης αἰδοῦς τε καὶ σεμνότητος ἄξιον. Εἰ δὲ οὐ μητροπολίτης, ἀλλὰ τῶν ἄλλων τις ἐπισκόπων ὁ πλανώμενος εἴη, ταῦτα παρὰ τοῦ μητροπολίτου γι‐
30νέσθω. οὐδὲ γὰρ ἄν τις αὐτῶν ταύτην προσδέξοιτο τὴν πρόφασιν, εἰ λέγοιεν διὰ τοῦτο τὰς ἑαυτῶν κατα‐ λιμπάνειν ἐκκλησίας, διότι δικῶν ἕνεκεν ἢ ἄλλων πραγμάτων ἰδίων ἢ εἰς τὴν ἁγιωτάτην ἐκκλησίαν ὁρώντων περινοστοῦσι καὶ ἢ τοῖς ἐνταῦθα προσκαρ‐
35τεροῦσιν ἢ εἰς ἑτέρους ἀφικνοῦνται τόπους. Τοῦτο γὰρ οὐκ ἂν ἔχοι πρέποντα λογισμόν, τὸ μετὰ πλή‐ θους, ὅπερ ἀνάγκη τὰς τῶν ἐπισκόπων ἔχειν θερα‐ πείας, περινοστεῖν τε ἐν ξένῃ καὶ δαπανᾶν, καὶ μη‐ δεμίαν ταῖς ἁγιωτάταις ἐκκλησίαις παρέχειν ὠφέλειαν,
40μηδὲ κατὰ τὸ πρέπον ἱερεῦσι διαγίνεσθαι σχῆμα, παρόν,

41

εἴ τινες εἶεν δίκαι τυχὸν ταῖς ἁγιωτάταις ἐκκλη‐ σίαις, δι’ ἃς ταῦτα προφασίζονται, ταύτας διὰ τῶν ὑπ’ αὐτὴν εὐλαβεστάτων κληρικῶν ἢ ἀποκρισιαρίων ἢ οἰκονόμων κινεῖν, καὶ δεήσεις μὲν πρὸς τὴν βασι‐
5λείαν ἐκπέμπειν, τυγχάνειν δὲ τῶν ζητουμένων, Ὥστε διὰ ταῦτα θεσπίζομεν, εἴ ποτέ τις ἐκκλησιαστικῆς ἕνεκεν προφάσεως ἐμπέσοι χρεία, ταύτην ἢ διὰ τῶν τὰ πράγματα πραττόντων τῶν ἁγιωτάτων ἐκκλησιῶν, οὓς ἀποκρισιαρίους καλοῦσιν, ἢ διά τινων κληρικῶν
10ἐνταῦθα στελλομένων ἢ διὰ τῶν οἰκονόμων αὐτῶν γνωρίμην τῇ βασιλείᾳ γίνεσθαι ἢ ταῖς ἡμετέραις ἀρ‐ χαῖς, τυγχάνειν τε αὐτοὺς τοῦ προσήκοντος, καὶ μὴ τοῦτο τοῖς θεοφιλεστάτοις ἐπισκόποις πλάνης τε καὶ ἀπουσίας καὶ τῆς τῶν ἁγιωτάτων ἐκκλησιῶν βλάβης
15αἴτιον γίνεσθαι, τῶν τε ἐν ταῖς ἐπαρχίαις ἐκκλησια‐ στικῶν πραγμάτων παρὰ τὴν ἀπουσίαν αὐτῶν ἀμε‐ λουμένων τῆς τε ἐνταῦθα δαπάνης πολλῆς αὐτοῖς γινομένης τῆς τε ἐν ξένῃ διαίτης οὐκ εὐσχήμονος καθ‐ εστώσης, καὶ πανταχόθεν τοῦ πράγματος οὐδεμίαν
20ὠφέλειαν, μᾶλλον μὲν οὖν βλάβην ταῖς ἁγιωτάταις ἐκκλησίαις ἐπάγοντος. Μὴ ἄλλως δέ τινα τῶν θεοφιλεστάτων ἐπι‐ σκόπων θαρρεῖν στέλλεσθαι πρὸς ταύτην τὴν εὐδαί‐ μονα πόλιν, πρὶν ἄν, εἰ μέν τις ἐπίσκοπος εἴη, γράμ‐
25ματα λάβοι τοῦ οἰκείου μητροπολίτου πρὸς τὴν βα‐ σιλείαν, ταῦτα δὴ τὰ κατὰ τοὺς θείους κανόνας συστατικὰ καλούμενα, τὰ μαρτυροῦντα τῷ ἀναγκαίῳ τῆς αὐτοῦ παρουσίας, εἰ δέ γε μητροπολίτης εἴη ὁ παραγενέσθαι βουλόμενος, γράμματα κομίσαιτο τοῦ
30τῆς διοικήσεως πατριάρχου, τὴν αὐτοῦ παρουσίαν ἀναγκαίαν εἶναι λέγοντα. οὕτω τε δεῖσθαι βασιλέως καὶ ἐπιτρέπεσθαι τὴν ἐνταῦθα παρουσίαν, καὶ μὴ προχείρως παρὰ γνώμην τῶν μητροπολιτῶν ἢ τῶν πατριαρχῶν ἀποδημεῖν, διότι τοῦτο καὶ τοῖς θείοις
35διηγόρευται κανόσι. Καὶ ἐνταῦθα δὲ αὐτοὺς παρα‐ γινομένους μὴ θαρρεῖν δι’ ἑαυτῶν τὴν πρώτην μη‐ νύειν εἰς τὴν βασιλείαν, ἀλλὰ πρότερον ἢ πρὸς τὸν θεοφιλέστατον πατριάρχην παραγίνεσθαι ἢ πρὸς τοὺς ἑκάστης διοικήσεως, ἐξ ἧς εἰσίν, ἀποκρισιαρίους, καὶ
40αὐτοῖς κοινοῦσθαι τὰς αἰτίας, δι’ ἃς ἦλθον, συνεισ‐ ιέναι τε πρὸς τὴν βασιλείαν αὐτοῖς, καὶ τοῦ λοιποῦ
δὲ τῆς βασιλικῆς ἀπολαύειν θέας, ἡνίκα ἂν τῷ βασι‐

42

λεύοντι παρασταίη. Ἐξέστω μέντοι τοῖς δεομένοις ἐπισκόποις καὶ διὰ τῶν καλουμένων ῥεφερενδαρίων τῆς ἁγιωτάτης μεγάλης ἐκκλησίας ἢ διὰ τῶν εὐλαβε‐ στάτων ἀποκρισιαρίων τῶν ἑκάστης διοικήσεως ἁγιω‐
5τάτων πατριαρχῶν ἀναφέρειν τῇ βασιλείᾳ καὶ τυγ‐ χάνειν ἀποκρίσεως συντόμου, ὥστε αὐτοὺς ἢ δίκαια παρὰ τῆς βασιλείας αἰτοῦντας ταῦτα λαμβάνειν ἢ ἄδικα ζητοῦντας θᾶττον ἀναλύειν, ὅθεν καὶ παρεγέ‐ νοντο.
10 Ταῦτα ἐπὶ τοῖς θεοφιλεστάτοις ἐπισκόποις κατὰ τοὺς θείους κανόνας διατάξαντες καὶ τοὺς ὑπ’ αὐτοὺς εὐλαβεστάτους κληρικοὺς μετὰ πλείστης ὅσης γίνεσθαι ζητήσεως κατὰ τοὺς ἱεροὺς κανόνας καὶ μεμαρτυρημένους ἄνδρας χειροτονεῖσθαι θεσπίζομεν,
15γραμμάτων παντοίως ἐπιστήμονας ὄντας· γράμματα γὰρ ἀγνοοῦντα παντελῶς οὐ βουλόμεθα ἐν οὐδεμιᾷ τάξει κληρικὸν εἶναι δηλαδὴ τῶν πρεσβυτέρων καὶ τῶν διακόνων τάς τε ἱερὰς εὐχὰς διδασκομένων τά τε τῶν ἐκκλησιαστικῶν κανόνων ἀναγινωσκόντων
20βιβλία τήν τε χειροτονίαν ἄμεμπτόν τε καὶ ἀνεύ‐ θυνον καὶ δίχα τινὸς ἀντιρρήσεως καὶ δόσεως χρη‐ μάτων ἢ πραγμάτων δεχομένων. Οὔτε δὲ αὐτοὺς βουλόμεθα παντελῶς ἢ ταξεώτας ἢ βουλευτὰς ὄντας δέχεσθαι τὴν χειροτονίαν, εἰ μὴ κατὰ τοὺς νόμους
25οὓς ὑπὲρ τούτων ἐθήκαμεν ἔμπροσθεν, οὓς δὴ καὶ νῦν βεβαιοῦμεν· καὶ αὐτοὺς δὲ χειροτονουμένους τὰ ἱερὰ παραγγέλματα παντὸς ἐναντίον τοῦ λαοῦ δέχε‐ σθαι, διὰ τὰς αὐτὰς αἰτίας, δι’ ἃς τοῦτο πράττεσθαι καὶ ἐπὶ τῶν θεοφιλεστάτων ἐπισκόπων ἐνομοθετή‐
30σαμεν· μήτε δὲ τὸν δευτέρους ἔχοντα γάμους ἢ σχόντα χειροτονεῖσθαι διάκονον ἢ πρεσβύτερον, μήτε εἰ γυ‐ ναικὶ συνοικοίη διεζευγμένῃ καὶ τὸν οἰκεῖον ἄνδρα καταλιπούσῃ, μήτε εἰ παλλακὴν ἔχοι· ἀλλὰ καὶ αὐτοὺς
35ἢ μετὰ σωφροσύνης ζῶντας ἢ γαμεταῖς οὐ συνοικοῦν‐

43

τας, ἢ μιᾶς γαμετῆς ἄνδρα γενόμενον ἢ ὄντα, καὶ αὐτῆς σώφρονος καὶ ἐκ παρθενίας. οὐδὲν γὰρ οὕτως ἐν ταῖς ἱεραῖς χειροτονίαις ὡς σωφροσύνην ἐπιλεκτέον, πρώτην ἀρχὴν καὶ θεμέλιον ἀκριβῆ κατὰ τοὺς θείους
5κανόνας καὶ τῆς λοιπῆς ἀρετῆς καθεστῶσαν. Εἰ δὲ καί τις πρεσβύτερος ἢ διάκονος ἢ ὑποδιάκονος ὢν εἶτα εἰσαγάγοι γαμετὴν ἢ παλλακήν, ἢ φανερῶς ἢ ἐσχηματισμένως, τῆς ἱερᾶς εὐθὺς ἐκπιπτέτω τάξεως, καὶ τὸ λοιπὸν ἰδιώτης ἔστω. Εἰ δὲ καὶ ἀνα‐
10γνώστης δευτέραν εἰσαγάγοιτο γαμετὴν διά τινα καὶ τοῦτο ὡς εἰκὸς ἀπαραίτητον ἀνάγκην, μηκέτι προσωτέρω χωρείτω μηδὲ ἀπολαυέτω βαθμοῦ μείζονος ἐν ἱερατείᾳ, μενέτω δὲ ἐπὶ τοῦ αὐτοῦ βαθμοῦ διηνεκῶς. μὴ μέν‐ τοιγε καὶ πρὸς τρίτους ἐρχέσθω γάμους· ἱκανὸν γὰρ
15δὴ καὶ τὸ δεύτερον. Εἰ δέ γε τοιοῦτό τι πράξειε, καὶ πρὸς δευτέρους ἐλθὼν γάμους ἐπὶ μείζονα βαθ‐ μὸν σπεύσειεν, αὐτόθεν ἰδιώτης ἔσται καὶ λαϊκός, πάσης ἱερᾶς λειτουργίας ἐκπίπτων. Σώφρονος γὰρ ἡμῖν διὰ πάντων μέλει βίου. εἰ γὰρ τοιοῦτοι καθ‐
20εστῶτες οἱ εἰς κλῆρον ἀγόμενοι χειροτονηθεῖεν, εὔκολος αὐτοῖς ἡ πρὸς τὴν ἐπισκοπὴν ἄνοδος ἔσται, ἐκ πολ‐ λῶν ἀνδρῶν ἀγαθῶν ῥᾳδίως εὑρισκομένων τῶν ἀν‐ άγεσθαι πρὸς ἱερωσύνην ἀξίων. Ὅσα γε μὴν ἐπὶ τῶν εὐλαβεστάτων κληρικῶν
25ἡμῖν εἴρηται, ταῦτα καὶ ἐπὶ τῶν θεοφιλεστάτων δια‐ κονισσῶν πράττεσθαι βουλόμεθα, ὥστε μηδὲ αὐτὰς ἔξω τῆς πρεπούσης παρατηρήσεως γίνεσθαι· ἀλλὰ πρό‐ τερον μὲν αὐταῖς τὴν ἡλικίαν μήτε νέαν εἶναι μήτε ἀκμά‐ ζουσαν μηδὲ αὐτόθεν πρὸς τὰ πλημμελήματα πηδῶσαν,
30ἀλλ’ ὑπὲρ τὸν μέσον ἤδη καθεστώσας χρόνον καὶ ἀμφὶ τοὺς πεντήκοντα ἐνιαυτοὺς κατὰ τοὺς θείους κανό‐ νας ἀγούσας, οὕτω τε τῆς ἱερᾶς τυγχάνειν χειροτονίας, καὶ ἢ παρθένους καθεστώσας ἢ ἑνὸς ἀνδρὸς γαμετὰς γενομένας. οὐ γὰρ ἐφήσομεν οὔτε δευτερογαμούσαις
35οὔτε βίον ἐχούσαις οὔτι φαμὲν κατεγνωσμένον, ἀλλ’
οὐδὲ ὕποπτον ὅλως ἐπὶ τὴν ἱερὰν παριέναι διακονίαν,

44

καὶ τοῖς τε προσκυνητοῖς ὑπηρετεῖσθαι βαπτίσμασι τοῖς τε ἄλλοις παρεῖναι τοῖς ἀπορρήτοις, ἅπερ ἐν τοῖς σεβασμιωτάτοις μυστηρίοις δι’ αὐτῶν εἴωθε πράττε‐ σθαι. Εἰ γάρ τις ἀνάγκη γένοιτο καὶ τὴν ἐλάττονα
5ταύτης τῆς ἡλικίας ἧς εἴπομεν χειροτονηθῆναι διάκο‐ νον, ἀλλ’ ἔξεστι ταύτην ἔν τινι τῶν εὐαγῶν ἀσκη‐ τηρίων χειροτονεῖσθαι καὶ κατ’ ἐκεῖνο οἰκεῖν, καθ’ ὅπερ οὔτε ἀνδρῶν ἐπιμιξία καθέστηκεν οὔτε αὐτεξού‐ σιος δίαιτα, ἀλλὰ βίος συνεσταλμένος καὶ μέτριος καὶ
10ὑπὸ τοῦ συνόντος πλήθους μαρτυρούμενος. Βου‐ λόμεθα δὲ καὶ αὐτὰς τὰς ἐπὶ τὴν χειροτονίαν ἀγο‐ μένας διακόνους εἴτε ἐκ χηρείας εἴτε ἐκ παρθενίας μή τινας συνόντας ἔχειν ἐν τάξει δῆθεν ἀδελφῶν ἢ συγ‐ γενῶν ἢ τῶν καλουμένων ἀγαπητῶν· τοῖς γὰρ τοιού‐
15τοις ὀνόμασι χρώμεναι πάσης πονηρᾶς ὑποψίας τὸν ἑαυτῶν πληροῦσι βίον· ἀλλ’ ἢ καθ’ ἑαυτὰς οἰκεῖν ἢ γονεῦσι μόνοις καὶ παισὶν ἢ ταῖς ἀληθείαις ἀδελ‐ φοῖς ἢ θείοις συνεῖναι, ἐφ’ ὧν εἴ τις ὑποπτεῦσαί τι τολμήσειε πονηρόν, αὐτὸς ἀνόσιός τε ἅμα καὶ ἀσε‐
20βὴς εἰκότως νομισθήσεται. ὥστε εἰ λέγοιτό τι τοι‐ οῦτο περί τινος τῶν εἰς διακονίσσης χειροτονίαν ἐμ‐ βαίνειν βουλομένων, ὥς τινι σύνεστιν ἐσχηματισμένῃ μὲν ἀγαθῇ προσηγορίᾳ, πονηρᾷ δὲ ὑποψίᾳ, οὐδὲ τὴν τοιαύτην γυναῖκα προσίεσθαι παντελῶς εἰς χειροτονίαν
25διακονίας· ἐπειδὴ κἂν εἰ χειροτονηθείη, καί τι τοιοῦτο πράξειε καὶ συνοικοίη τινὶ μετὰ τοῦ ῥηθέντος ὀνόμα‐ τος ἢ σχήματος, ἐκπεσεῖται μὲν τῆς διακονίας, καὶ αὐτὴ δὲ κἀκεῖνος ὑπεύθυνοι ἔσονται τῷδε ἡμῶν τῷ νόμῳ, καὶ τοῖς λοιποῖς τοῖς τοὺς φθορέας κολάζουσι.
30Δεῖ δὲ πάσας τὰς χειροτονουμένας εὐλαβεστάτας διακόνους καὶ αὐτὰς κατὰ τὸν τῆς χειροτονίας καιρὸν καὶ νουθετεῖσθαι καὶ τῶν ἱερῶν ἀκούειν παραγγελ‐ μάτων ἐπὶ τῶν λοιπῶν τῶν ἤδη οὐσῶν εὐλαβεστάτων διακόνων, ὥστε αὐτὰς καὶ τὸ τοῦ θεοῦ δέος ἐχούσας
35καὶ τὴν προσοῦσαν τοῖς ἱεροῖς παραγγέλμασι παρρη‐ σίαν φοβεῖσθαί τε καὶ αἰσχύνεσθαι τῆς ἱερᾶς ἐκπε‐ σεῖν τάξεως, εἰδυίας ὡς, εἰ θαρρήσαιεν ἢ καταισχῦναι τὴν χειροτονίαν ἢ ἀπολιποῦσαι τὴν ἱερὰν χειροτονίαν προσομιλῆσαι γάμοις ἢ ἄλλην ὅλως ἑλέσθαι βίου πο‐
40νηρὰν πορείαν, αὐταί τε ἔνοχοι γενήσονται θανάτου

45

καὶ τὰ τῆς περιουσίας αὐτῶν προσκυρωθήσεται ταῖς ἁγιωτάταις ἐκκλησίαις ἢ τοῖς μοναστηρίοις, ἐν οἷς εἰ‐ σιν. Οἵ τε ταύτας φθεῖραι ἢ γῆμαι θαρρήσαντες ὑπεύθυνοι μὲν καὶ αὐτοὶ ξίφους ἔσονται, τὴν δὲ οὐ‐
5σίαν αὐτῶν καθέξει τὸ δημόσιον. εἰ γὰρ ἐν τοῖς πάλαι νόμοις ταῖς παρ’ ἐκείνοις εἰς τὴν αὐτῶν πλά‐ νην καλουμέναις παρθένοις θάνατος ἐπῆν ἡ ζημία φθαρείσαις, πῶς οὐ μᾶλλον ἡμεῖς τοῦτο ἐπὶ τῶν τἀ‐ ληθῆ περὶ θεοῦ δοξαζουσῶν ὁριοῦμεν, τὴν σωφροσύ‐
10νην, ἣ μάλιστα γυναῖκας κοσμεῖ, φυλάττεσθαι βουλόμε‐ νοι διαφερόντως ἐπὶ τῶν εὐλαβεστάτων διακονισσῶν, ὅπως ἂν τό τε πρέπον τῇ φύσει φυλάττοιεν τό τε ὀφειλόμενον τῇ ἱερωσύνῃ τηροῖεν. Τοὺς δὲ ἅπαξ ἐπὶ τούτοις γενομένους διακό‐
15νους ἢ πρεσβυτέρους κατὰ μηδένα τρόπον ἀπολιμπά‐ νειν τὴν ἱερατείαν. Ὅπερ οὐ μόνον ἐπὶ πρεσβυτέρων καὶ διακόνων θεσπίζομεν, ἀλλὰ κἂν ὑποδιάκονος κἂν εἰ τυχὸν ἀναγνώστης εἴη τις, μηδὲ τοῦτον ἀπολιμπά‐ νειν τὸ πρότερον σχῆμα καὶ εἰς ἕτερον μετατίθεσθαι
20βίον, γινώσκοντα ὡς, εἴπερ τοιοῦτό τι πράξειε, κατὰ τὸ ἤδη παρ’ ἡμῶν νομοθετηθὲν ἢ εἰς βουλευτήριον μετὰ τῆς οὐσίας, ἢ ἐν ἀπορίᾳ ὢν πρὸς ταξεωτικὴν κατενεχθήσεται τύχην. Οὐ μὴν οὐδὲ ἐκκεχυμένας προσήκει γίνεσθαι
25τοῦ λοιποῦ τὰς τῶν εὐλαβεστάτων κληρικῶν χειρο‐ τονίας. τὸ μὲν γὰρ μέχρι νῦν, εἰ καὶ ἐπανορθοῦν ἐχρῆν, ἀλλ’ οὖν διὰ τὸν χρόνον ἀφίεμεν, τοῦ λοιποῦ δὲ μὴ προχείρως αὐτὰς γίνεσθαι μηδὲ εἰς ζημίαν τῶν ἁγιωτάτων ἐκκλησιῶν χωρεῖν θεσπίζομεν. Ὅσα μὲν
30οὖν ἐχρῆν περὶ τοῦ τοιούτου τρόπου κατὰ τὴν ἁγιω‐ τάτην μεγάλην ἐκκλησίαν τῆς βασιλευούσης ἡμῶν ταύ‐ της πόλεως καὶ τὰς ὑπ’ αὐτὴν ἁγιωτάτας ἐκκλησίας καὶ τὰς ἄλλας τὰς ἐνταυθοῖ γενέσθαι, ταῦτα ἰδικῷ περιελάβομεν νόμῳ. Ἐν δὲ ἅπασι τοῖς ἔξω τόποις
35θεσπίζομεν, εἰ μὲν ὁ συστησάμενος ἐξ ἀρχῆς καὶ οἰ‐
κοδομήσας τὴν ἐκκλησίαν ὥρισε τὸ τῶν χειροτονουμέ‐

46

νων μέτρον, οἷα πρὸς αὐτὸ καὶ τὴν δαπάνην περι‐ στήσας, μὴ πρότερον χειροτονηθῆναί τινα κατὰ τὴν αὐτὴν ἐκκλησίαν, πρὶν ἂν εἰς τὸν ἀριθμὸν τὸν ἐξ ἀρχῆς ὁρισθέντα τὸ μέτρον αὐτοῦ περισταίη. Εἰ δὲ
5μὴ τοῦτο γέγονεν, αὐτὴ δὲ ἡ τῆς πόλεως ἐκκλησία χορηγοίη τὰς σιτήσεις ἑαυτῇ τε καὶ ταῖς ἄλλαις ἐκ‐ κλησίαις, τηνικαῦτα μὴ προχείρως αὔξειν τοὺς ἐκεῖσε κληρικούς, μηδὲ διά τινας ἴσως προσπαθείας ἢ χάριτας ταῖς ἐντεῦθεν αὐτὴν καταφορτίζειν δαπάναις· οὐκ
10εὐσεβῆ γὰρ τὰ τοιαῦτα, οὐδὲ ἱερέων ἄξια· ἀλλ’ ἐξ ὧν ὁ δεσπότης διδοίη θεός, ἐκ τούτων τὰ δυνατὰ χορηγεῖν, ἢ τὴν γοῦν παλαιὰν φυλάττειν συνήθειαν, μηδ’ ὁτιοῦν παντελῶς καινιζομένην. Ὥστε προσήκει τοὺς θεοφιλεστάτους πατριάρχας καὶ μητροπολίτας τού‐
15του τίθεσθαι πρόνοιαν, καὶ τοὺς μὲν μέχρι νῦν ὄντας ἐᾶν ἐπὶ τοῦ αὐτοῦ σχήματος, ἐφ’ οὗπερ εἰσί, κληρι‐ κούς, συμμετρεῖν δὲ τὴν ἑκάστης ἐκκλησίας δύναμιν, καὶ οὕτως αὐτούς τε τοὺς ὁσιωτάτους πατριάρχας τὰς ὑφ’ ἑαυτοὺς τάττειν ἐκκλησίας, τούς τε μητροπολίτας
20αὐτὸ τοῦτο παρὰ τῶν ὁσιωτάτων πατριαρχῶν ὑπομι‐ μνησκομένους ποιεῖν, ἐκείνους τε τοὺς ἄλλους ἅπαντας τοὺς ὑφ’ ἑαυτοὺς ἐπισκόπους ἐπὶ τὴν συμμετρίαν ταύ‐ την ἐμβιβάζειν, καὶ σπεύδειν μὴ ὑπὲρ τὴν δαπάνην ποιεῖσθαι τὰς τῶν κληρικῶν χειροτονίας. Ἴσμεν γάρ,
25ὅσαι τῶν ἁγιωτάτων ἐκκλησιῶν διὰ τοῦτο δὴ τὸ τῶν χειροτονουμένων τε καὶ τῆς ἄλλης δαπάνης ἐκκεχυμέ‐ νον ἠπόρησαν, καὶ ὅτι τινὰς ἐξ αὐτῶν μόλις μέν, περιεσώσαμεν δὲ ὅμως, τινὲς δὲ ἔτι καταπεφορτισμέ‐ ναι κεῖνται, ἐκ τῆς τοιαύτης ἀνενεγκεῖν στενοχωρίας
30οὐ δυνάμεναι. ὥστε τούτου προνοήσουσιν οἱ ἁγιώτατοι πατριάρχαι καὶ οἱ μητροπολῖται καὶ οἱ λοιποὶ θεοφι‐ λέστατοι ἐπίσκοποι, ἐφ’ ᾧ τε ἡμᾶς τὰ παρ’ αὐτῶν γινόμενα μανθάνοντας ἀποδέξασθαι αὐτούς, ὅτι τὸν ἐν γράμμασιν ἡμῶν νόμον ἐν αὐτοῖς ἔδειξαν τοῖς ἔρ‐
35νοις πολιτευόμενον. 〈Ἐπίλογος.〉 Τὰ τοίνυν παρ’ ἡμῶν νομοθετη‐ θέντα καὶ τὴν ἱερὰν τάξιν τε καὶ κατάστασιν φυλάτ‐ τοντα κατὰ τὴν τῶν θείων κανόνων δύναμίν τε καὶ παρατήρησιν τοῦ λοιποῦ φυλαττέτωσαν διηνεκῶς ἀκέ‐
40ραια οἵ τε ἁγιώτατοι πατριάρχαι διοικήσεως ἑκάστης οἵ τε θεοφιλέστατοι μητροπολῖται οἵ τε λοιποὶ εὐλα‐
βέστατοι ἐπίσκοποι οἵ τε κληρικοί, πανταχοῦ τὴν τοῦ

47

θεοῦ λειτουργίαν καὶ τὴν ἱερὰν εὐκοσμίαν τηροῦντες ἀκέραιον, ποινῆς ἐπικειμένης τῷ ταῦτα παραβαίνοντι τοῦ παντελῶς αὐτὸν ἀλλότριον εἶναι θεοῦ τε καὶ τῆς ἐπικειμένης αὐτῷ κατὰ τὴν ἱερωσύνην ἀξίας· ὡς γὰρ
5ἀνάξιος ταύτης ἐξελαθήσεται. Ἄδειαν δὲ πᾶσι δίδομεν ἐν ὁποίᾳ δήποτε τάξει καθεστᾶσι καὶ σχήματι βίου θεωμένοις τι τούτων παραβαινόμενον μηνύειν ἡμῖν τε καὶ εἰς τὴν ἀεὶ βασιλείαν, ὅπως ἂν ἡμεῖς οἱ ταῦτα κατὰ τὴν τῶν θείων κανόνων ὑφήγησιν καὶ
10τὴν ἀποστολικὴν παράδοσιν διατάξαντες πρέπουσαν καὶ ἐπὶ τοῖς παραβαίνουσιν ἐνέγκοιμεν ἀγανάκτησιν. Δηλαδὴ καὶ τῶν νενομοθετημένων παρ’ ἡμῶν περὶ τῶν κληρονομιῶν τῶν θεοφιλεστάτων ἐπισκόπων φυ‐ λαττομένων. Οἱ μὲν οὖν ἁγιώτατοι πατριάρχαι
15διοικήσεως ἑκάστης ταῦτα προθήσουσιν ἐν ταῖς ὑφ’ ἑαυτοὺς ἁγιωτάταις ἐκκλησίαις, δῆλα δὲ ποιήσουσι τοῖς θεοφιλεστάτοις μητροπολίταις τὰ παρ’ ἡμῶν διατε‐ ταγμένα, οἱ δὲ αὖθις καὶ αὐτοὶ προθήσουσί τε αὐτὰ κατὰ τὴν τῆς μητροπόλεως ἁγιωτάτην ἐκκλησίαν τοῖς
20τε ὑφ’ ἑαυτοὺς ἐπισκόποις φανερὰ ταῦτα καταστή‐ σουσι, κἀκείνων δὲ ἕκαστος ἐν τῇ οἰκείᾳ ἐκκλησίᾳ ταῦτα προθήσει· ὥστε μηδένα τῶν τῆς ἡμετέρας πολι‐ τείας ἀγνοεῖν τὰ παρ’ ἡμῶν εἰς τιμήν τε καὶ αὔξησιν τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ
25διατετυπωμένα. ἐφ’ ᾧ τε ἀκολουθοῦσαν τούτοις τὴν σὴν ἁγιωσύνην ἅπασι τοῖς ὑπ’ αὐτὴν ὁσιωτάτοις μη‐ τροπολίταις φανερὰ ταῦτα καταστῆσαι τῷ παντὶ συμ‐ παραδοθησόμενα χρόνῳ. Ἐγράφη τὰ ἰσότυπα 〈Τιμοθέῳ〉 τῷ ὁσιωτάτῳ
30ἀρχιεπισκόπῳ Ἀλεξανδρείας, Ἐφραϊμίῳ τῷ ὁσιωτάτῳ ἀρχιεπισκόπῳ Θεουπόλεως, Πέτρῳ τῷ ὁσιωτάτῳ ἀρχι‐ επισκόπῳ Ἱεροσολύμων, Ἰωάννῃ τῷ ἐνδοξοτάτῳ ἐπάρχῳ τῶν ἱερῶν praetoriων τὸ δεύτερον, ἀπὸ ὑπάτων καὶ πατρικίῳ, Δομνίκῳ τῷ ἐνδοξοτάτῳ ἐπάρχῳ τῶν παρὰ
35Ἰλλυριοῖς ἱερῶν praetoriων.

48

(5t)

Ζ
6tΠΕΡΙ ΤΟΥ ΜΗ ΕΚΠΟΙΕΙΣΘΑΙ
7tΗ ΑΝΤΑΛΛΑΤΤΕΣΘΑΙ ΤΑ ΕΚ‐
8tΚΛΗΣΙΑΣΤΙΚΑ ΠΡΑΓΜΑΤΑ Η
9tΕΙΣ ΙΔΙΚΗΝ ΥΠΟΘΗΚΗΝ ΔΙΔΟ‐
10tΣΘΑΙ ΤΩΙ ΔΑΝΕΙΣΤΗΙ, ΑΛΛ’ ΑΡ‐
11tΚΕΙΣΘΑΙ ΑΥΤΟΝ ΤΑΙΣ ΓΕΝΙ‐
12tΚΑΙΣ ΥΠΟΘΗΚΑΙΣ.
13tΑὐτοκράτωρ Καῖσαρ Φλάβιος Ἰουστινιανὸς Αὔγουστος
14tἘπιφανίῳ τῷ ἁγιωτάτῳ καὶ μακαριωτάτῳ ἀρχιεπι‐
15tσκόπῳ τῆς εὐδαίμονος ταύτης πόλεως καὶ οἰκουμενικῷ
16tπατριάρχῃ.
17Προοίμιον.〉 Ἕνα σκοπὸν ἀεὶ τοῦτον ἐθέμεθα τὸ πᾶν εἴ τι πρότερον ἀτελὲς ἢ συγκεχυμένον ἐδόκει, τοῦτο καὶ ἀνακαθᾶραι καὶ τέλειον ἐξ ἀτελοῦς ἀποφῆ‐
20ναι. Ὅπερ καὶ ἐπὶ τῆς ὅλης νομοθεσίας ποιήσαντες, ἡγούμεθα χρῆναι καὶ ἐπὶ τῶν ἐκποιήσεων τῶν γινο‐ μένων ἐπὶ τοῖς ἱεροῖς πράγμασιν ἑνὶ περιλαβεῖν νόμῳ τοὺς ἔμπροσθεν ἅπαντας, καὶ ἀνανεουμένῳ καὶ ἐπα‐ νορθοῦντι καὶ τό τε ἐλλιπὲς προστιθέντι τό τε περιτ‐
25τὸν ἀφαιροῦντι. Λέοντι μὲν οὖν τῷ τῆς εὐσεβοῦς λήξεως, ὃς δὴ μετὰ Κωνσταντῖνον τὸν τῆς εὐσεβοῦς μνήμης καὶ τὸν τῆς χριστιανικῆς πίστεως ἐν βασι‐ λεῦσιν ἀρχηγέτην ηὔξησέ τε καὶ κατεστήσατο τὴν τῶν ἁγιωτάτων ἐκκλησιῶν τιμήν τε καὶ κατάστασιν, γέ‐
30γραπται νόμος περὶ τῶν ἐκκλησιαστικῶν ἐκποιήσεων, μόνῃ περικεκλεισμένος τῇ κατὰ τὴν εὐδαίμονα ταύτην πόλιν ἁγιωτάτῃ μεγάλῃ ἐκκλησίᾳ. Καὶ ἐπαινοῦμέν γε τὰ πλείω τούτου τοῦ νόμου μετὰ πάσης σφοδρότητός τε καὶ θεοφιλίας τεθειμένα, ἀλλὰ τῷ γε μὴ γενικῶς
35αὐτὸν κεῖσθαι κατὰ πάντων ἐπισκήπτομεν, δεῖσθαι
μέντοι καὶ αὐτόν τινος ἐπανορθώσεως πεπιστεύκαμεν.

49

Ἀναστασίῳ δὲ τῷ τῆς εὐσεβοῦς λήξεως γέγραπταί τις περὶ τῶν τοιούτων νόμος, οὔτε ὅμοιος τῷ προτέρῳ παντοίως τε ἐλλιπής. ἐκχεθεὶς γὰρ καὶ ἐπὶ τοὺς ἔξω τόπους οὐδὲν ἧττον ἔμεινεν ἀτελής, πρὸς μόνην τὴν
5ἀρχιερωσύνην καὶ τὴν διοίκησιν ὁρῶν τὴν τεταγμέ‐ νην ὑπὸ τὸν μακαριώτατον πατριάρχην τῆς βασιλίδος ταύτης καὶ εὐδαίμονος πόλεως, τοὺς δὲ ἄλλους ἅπαν‐ τας μὴ περιεργαζόμενος θρόνους· καίτοιγε εἴπερ ἄξιον ἐπανορθώσεως εἶναι τὸ πρᾶγμα ᾤετο, κατὰ ποίαν
10πρόφασιν τὰ μὲν ἐπηνώρθου, τὰ δὲ ἀκόσμητα κατ‐ ελίμπανεν; Ὥστε αὐτὸν καὶ πεπαῦσθαι τοῦ λοιποῦ θεσπίζομεν, ἀτελῆ τε καθεστῶτα καὶ τόπῳ περι‐ κλειόμενον, ἀλλ’ οὐ γενικὸν ἐν νόμοις ὄντα οὐδέ τι σπουδαῖον εἰσαγαγόντα. Ταῦτα οὖν ἡμεῖς ἐπαν‐
15ορθοῦντες ἅπαντα μίαν ᾠήθημεν χρῆναι νομοθεσίαν ἐπιθεῖναι πᾶσι τοῖς τῶν ἁγιωτάτων ἐκκλησιῶν καὶ ξενώνων καὶ νοσοκομείων καὶ πτωχείων καὶ μονα‐ στηρίων καὶ βρεφοτροφείων καὶ γεροντοκομείων καὶ παντὸς ἱερατικοῦ συστήματος πράγμασι, καὶ τοῦτον
20τὸν νόμον τῇ Λέοντος τοῦ τῆς εὐσεβοῦς λήξεως δια‐ τάξει προσθεῖναι, πρότερον αὐτῆς ἐν βραχεῖ τὴν νομο‐ θεσίαν ἐκτιθέμενοι οὕτω τε ἅπαν τὸ λοιπὸν προσ‐ υφαίνοντες. Βούλεται γὰρ ἐκείνη μήτε τὸν θεοφιλέ‐ στατον ἀρχιεπίσκοπον καὶ πατριάρχην τῆς εὐδαίμονος
25ταύτης πόλεως ἤτοι τῆς ἁγιωτάτης μεγάλης ἐκκλησίας μήτε οἰκονόμον πιπράσκειν ἢ δωρεῖσθαι ἢ ἄλλως ἐκ‐ ποιεῖν πρᾶγμα ἀκίνητον, οἰκίαν τυχὸν ἢ ἀγρόν, ἢ γεωργὸν ἢ ἀνδράποδα ἀγροικικὰ ἢ πολιτικὰς σιτήσεις (καὶ γὰρ καὶ ταύτας ἐν τοῖς ἀκινήτοις ἀριθμητέον,
30προσηκούσας τῇ κατὰ Κωνσταντινούπολιν ἁγιωτάτῃ με‐ γάλῃ ἐκκλησίᾳ), ἀλλὰ μηδ’ ἐπ’ ἀντιδώρῳ ἢ ἄλλῳ τινὶ σοφισμῷ τοιοῦτό τι πράττειν. καὶ ἀπειλεῖ τῷ μὲν ἐωνημένῳ τὴν τοῦ πράγματος ἀνάδοσιν, ὥστε αὐτὸν ἀναδιδόναι τῷ κατὰ καιρὸν οἰκονομοῦντι τὰ πράγματα
35τῆς ἁγιωτάτης μεγάλης ἐκκλησίας τὸ παρ’ αὐτοῦ λη‐ φθὲν πρᾶγμα μετὰ παντὸς τοῦ κατὰ τὸν μέσον χρόνον καρποῦ καὶ τῶν ἄλλων κερδῶν, ἐκπτώσεως ἐπικειμέ‐ νης τῶν τιμημάτων τῷ τοιοῦτό τι λαμβάνειν ἢ ὠνεῖ‐ σθαι θαρροῦντι, διότι τὸ παρὰ τοὺς νόμους πραχθὲν
40ἐν ἴσῳ τἴθησι τῷ μηδὲ τὴν ἀρχὴν γενομένῳ. τὸν δὲ οἰκονόμον τὸν ταῦτα ὑπερβάντα διδόναι μὲν οἴκοθεν
τῇ ἁγιωτάτῃ μεγάλῃ ἐκκλησίᾳ κελεύει πᾶν ὅπερ ἂν

50

ἐκ τῆς αὐτῆς αἰτίας ἐκέρδανεν ἢ τὴν ἁγιωτάτην ἐκ‐ κλησίαν ἐζημίωσε· πρὸς τούτοις δὲ καὶ ἀπελαύνει τῆς οἰκονομίας, καὶ δίδωσιν ἀγωγὴν τῇ ἁγιωτάτῃ ἐκκλη‐ σίᾳ οὐ κατὰ μόνων τῶν θεοφιλεστάτων οἰκονόμων,
5ἀλλὰ καὶ κατὰ διαδόχων αὐτῶν, εἴτε αὐτοὶ τοῦτο ἐξ‐ εποίησαν εἴτε τὸν κατὰ καιρὸν θεοφιλέστατον ἐπίσκο‐ πον ᾔ τινα τῶν ἄλλων κληρικῶν ὁρῶντες ἐκποιοῦντα σιωπὴν ἀγεννῆ τε καὶ ἀνελευθέραν ἤσκησαν, καὶ πολλῷ μᾶλλον εἰ συναινοῦντα βλέποντες τοιούτῳ τινὶ συνε‐
10χώρησαν, ἀλλ’ οὐ τὸ πρᾶγμα διεκώλυσαν. καὶ πρός γε καὶ τὸν συμβολαιογράφον τὸν τὰ τοιαῦτα συντά‐ ξαντα συμβόλαια διηνεκεῖ παραδίδωσιν ἐξορίᾳ, μηδε‐ μιᾶς αὐτῷ φιλανθρωπίας μηδὲ ἐπανόδου ποτὲ μετα‐ διδοῦσα· καὶ αὐτοὺς μέντοιγε τοὺς μεγίστους ἄρχοντας
15τοὺς τὰ τοιαῦτα προσιεμένους καὶ ὑπουργοῦντας τοῖς τοιούτοις πράγμασιν ἢ συνίστασθαι παρ’ ἑαυτοῖς ὑπο‐ μνήματα πρὸς σύστασιν τῶν τοιούτων δωρεῶν ἢ τῶν ἄλλων πράξεων ἀνεχομένους τῆς τε ἀρχῆς καὶ τῆς ἀξίας καὶ τῆς περιουσίας ἐκβάλλειν ἀπειλοῦσα. Ταῦτα
20οὖν ἐπιτιμήσασα σφοδρῶς, ἐπιτρέπει πράγματος ἐκ‐ κλησιαστικοῦ χρῆσιν ἤτοι τὸν καλούμενον οὐσούφρουκ‐ τον ἐπὶ ῥητόν τινα χρόνον ᾒ καὶ ἄχρι τῆς ζωῆς τοῦ λαβόντος διδόναι τὴν ἁγιωτάτην μεγάλην ἐκκλησίαν, ἐπὶ τούτῳ μέντοι τῷ ὅρῳ, ἐφ’ ᾧ τὸν τὴν τοιαύτην
25δεχόμενον φιλοτιμίαν τῆς αὐτῆς ποσότητος ἀντιδιδό‐ ναι πρᾶγμα τῇ ἁγιωτάτῃ μεγάλῃ ἐκκλησίᾳ κατὰ δε‐ σποτείας λόγον, ἐξ οὗ δυνήσεται τὴν αὐτὴν πρόσοδον ἡ ἁγιωτάτη ἐκκλησία κομίζεσθαι, ὅσην ἐκεῖνος ἀπὸ τῆς χρήσεως ἔλαβεν, δηλαδὴ μετὰ τὴν τοῦ λαβόντος
30τελευτὴν ἢ τὸν ὁρισθέντα χρόνον ἐπὶ τῇ χρήσει καὶ τῆς χρήσεως τοῦ δοθέντος ἐκκλησιαστικοῦ πράγματος ἐπὶ τὴν ἁγιωτάτην ἐκκλησίαν ἐπανιούσης, καὶ τῆς τοῦ δωρηθέντος χρήσεως ἅμα τῇ δεσποτείᾳ τῆς ἁγιωτά‐ της ἐκκλησίας γινομένης. ἀκίνδυνον γὰρ εἶναι τὸ τοι‐
35οῦτον συνάλλαγμα τίθησιν ὁ νόμος. εἰ δὲ ἔλαττον εἴη τοῦ δεδομένου παρὰ τῆς ἁγιωτάτης ἐκκλησίας τὸ ἀντιδοθὲν αὐτῇ, οὗπερ αὐτίκα μὲν λήψεται τὴν δε‐ σποτείαν, ἐλπίζει δὲ καὶ τὴν χρῆσιν λαβεῖν, ἀκυροῖ τὸ συνάλλαγμα καὶ ἀντὶ μηδὲ γεγονότος τίθησι, καὶ
40δίδωσιν ἄδειαν ἐκδικήσεως, οἷα περιγραφῆς κατὰ τῶν δικαίων τῆς ἁγιωτάτης ἐκκλησίας γενομένης. Ὁ
μὲν οὖν νόμος ὡς ἐν βραχεῖ τοιαῦτα διορίζεταί τε

51

καὶ ἐπιτιμᾷ, καὶ μέχρι τῶν πραγμάτων τῆς ἁγιωτά‐ της ἐκκλησίας ἵσταται μόνης· καὶ ἅπαντα μὲν ἀναιρεῖ σοφισμόν, τοῦτο ὅπερ εἰπόντες ἔφθημεν, οὐ μὴν ἐπι‐ σχεῖν τὴν τῶν μετὰ ταῦτα πανουργίαν ἴσχυσεν. τινὲς
5γὰρ δὴ τὸ καλούμενον παροικικὸν ἐξευρόντες, μήτε τοῖς ἡμετέροις νόμοις μήτε ἄλλῳ τινὶ τῶν ἁπάντων γνωριζόμενον, περιγραφὴν οὐ μικρὰν ἐμελέτησαν κατὰ τοῦ νόμου, διηνεκῆ σχεδὸν ἐπινοήσαντες ἐκποίησιν. ὅπερ ἡμεῖς τοῦ λοιποῦ πράττεσθαι κεκωλύκαμεν, ἐξ
10οὗ τὸν ὑπὲρ τούτων ἐγράψαμεν νόμον. Ἤδη δὲ καὶ εἰς ἐμφυτεύσεις εἶδον καὶ ἠλάττωσαν πολλῷ τὸ ποσὸν τῆς ἀληθοῦς προσόδου τοῖς ἐμφυτευταῖς χαριζόμενοι οἱ τῶν πραγμάτων πρώην τῆς ἁγιωτάτης μεγάλης ἐκ‐ κλησίας προστάντες. Ὥστε ἡμᾶς ἔν τινι τῶν ἡμετέ‐
15ρων διατάξεων ὁρίσαι μὲν ἄχρι προσώπων τριῶν τὴν ἐμφύτευσιν γίνεσθαι, τοῦ τε λαμβάνοντος καὶ δύο διαδόχων ἑτέρων, τοῦτο καὶ ἐπὶ τοῖς τῆς ἁγιωτάτης ἐκκλησίας πράγμασι γίνεσθαι συγχωρήσαντες, μὴ πε‐ ραιτέρω δὲ τῆς ἕκτης μοίρας συγχωρεῖσθαι τοῖς ἐμ‐
20φυτευταῖς διὰ τὰς τυχηρὰς περιστάσεις νομοθετήσαν‐ τες· ἐπειδήπερ ἐμανθάνομεν οὕτως ἐκκεχυμένως τε καὶ ἀσεβῶς παρά τινων γίνεσθαι τὰ συμβόλαια, ὡς μηδὲ τὴν ἔκτην καταλιμπάνεσθαι τῇ ἁγιωτάτῃ ἐκ‐ κλησίᾳ μοῖραν, τῶν λοιπῶν ἁπάντων τῷ ἐμφυτευτῇ
25κεχαρισμένων. Ἀναστάσιος δὲ ὁ τῆς εὐσεβοῦς λήξεως πρᾶξιν ὑπομνημάτων διατάξας γίνεσθαι ἐπὶ ταῖς ἐκ‐ ποιήσεσιν, εἴπου καὶ τούτου γένοιτο καιρός, καὶ τὰς ἐμφυτεύσεις στήσας δίχα μὲν τῆς πράξεως ἄχρι μόνης τῆς ζωῆς τοῦ ποιουμένου τὴν ἐμφύτευσιν, μετὰ δὲ ταύ‐
30της καὶ εἰς τὸ διηνεκὲς αὐτὴν ἐκτείνας, οὔτε ἀκριβῆ πεποίηκεν οὔτε συμφέροντα νόμον, παντοίως τε ἀτελῆ, μέχρι μόνης τῆς διοικήσεως τοῦ πατριαρχικοῦ θρόνου τῆς εὐδαίμονος ταύτης πόλεως, καθάπερ εἴπομεν, τὴν νομοθεσίαν στήσας.
35 Ἡμεῖς οὖν (ἤδη γὰρ ἐπὶ τὸν νόμον ἰτέον) θε‐ σπίζομεν, μήτε τὴν ἁγιωτάτην τῆς εὐδαίμονος ταύτης πόλεως μεγάλην ἐκκλησίαν μήτε τὰς ὑπ’ αὐτὴν οὔσας,
ὧν αὐτὴ τὴν χορηγίαν ἐδέξατο, καθάπερ αὐτὴν Ἀνα‐

52

στάσιος ὁ τῆς εὐσεβοῦς λήξεως ἡρμήνευσε, μήτε τὰς ἄλλας ἁπάσας ἐκκλησίας τὰς κατὰ τὴν εὐδαίμονα ταύ‐ την οὔσας πόλιν ἢ τὴν αὐτῆς περιοικίδα μήτε τὰς ὑπὸ τὸν πατριαρχικὸν θρόνον τῆς εὐδαίμονος ταύτης
5πόλεως καθεστώσας, ὧν τοὺς μητροπολίτας αὐτὸς χειροτονεῖ, μήτε ἄλλον μηδένα πανταχοῦ μήτε πατρι‐ άρχην μήτε ἐπίσκοπον (φαμὲν δὴ τούς τε ἐπὶ τῆς Ἑῴας τούς τε ἐπὶ τῆς Ἰλλυρίδος, καὶ πρός γε τοὺς ἐπ’ Αἰγύπτου τε καὶ τῆς προσεχοῦς καὶ ἡνωμένης αὐτῇ
10Λιβύης τούς τε ἐπὶ τῆς Ἄφρων χώρας, καὶ συνελόντα ἅπαντας εἰπεῖν, ὅσοι τῆς ἡμετέρας εἰσὶ γῆς), μήτε μὴν τοὺς ἐπὶ τῆς Ἑσπερίας ὄντας θεοφιλεστάτους ἐπισκό‐ πους ἀπ’ αὐτῆς τῆς πρεσβύτιδος Ῥώμης μέχρι τῶν εἰς ὠκεανὸν καθεστωσῶν ἁγιωτάτων ὀρθοδόξων ἐκ‐
15κλησιῶν, μήτε τινὰ ξενοδόχον ἢ πτωχοτρόφον ἢ νο‐ σοκόμον ἢ ὀρφανοτρόφον ἢ γεροντοκόμον ἢ βρεφοτρό‐ φον ἢ μοναστηρίου ἀνδρῶν ἢ γυναικῶν ἡγούμενον ἢ ἡγουμένην, ἤ τινα ὅλως προεστῶτα τῶν εὐαγῶν συστη‐ μάτων ἄδειαν ἔχειν ἐκποιεῖν πρᾶγμα ἀκίνητον ἐν οἰ‐
20κίαις ἢ ἐν ἀγροῖς ἢ ἐν κήποις ἢ ὅλως ἐν τοῖς τοιούτοις, μηδὲ γεωργικὸν ἀνδράποδον μηδὲ πολιτικὴν σίτησιν, μηδὲ κατὰ ἰδικοῦ πρόφασιν ἐνεχύρου παραδιδόναι τοῖς δανεισταῖς. τὸ δὲ τῆς ἐκποιήσεως ὄνομα γενικώτερον διὰ τοῦτο τεθείκαμεν, ἵνα κωλύσωμεν καὶ πρᾶσιν καὶ
25δωρεὰν καὶ ἄμειψιν καὶ τὴν εἰς τὸ διηνεκὲς ἐκτεινο‐ μένην ἐμφύτευσιν, ἥγε οὐδὲ πόρρω καθέστηκεν ἐκποι‐ ήσεως, ἀλλὰ πάντας πανταχοῦ τοὺς ἱερεῖς τῆς τοι‐ αύτης ἐκποιήσεως εἴργομεν, ταῖς ποιναῖς ὑποκειμέ‐ νους, αἷς ἡ Λέοντος τοῦ τῆς εὐσεβοῦς λήξεως ἐχρήσατο
30διάταξις. ἐκείνην γὰρ κατὰ πάντων κρατεῖν καὶ κυ‐ ρίαν εἶναι θεσπίζομεν, διόπερ αὐτὴν καὶ προὐθήκα‐ μεν καὶ οὐ τῇ πατρίῳ φωνῇ τὸν νόμον συνεγράψα‐ μεν, ἀλλὰ ταύτῃ δὴ τῇ κοινῇ τε καὶ ἑλλάδι, ὥστε ἅπασιν αὐτὸν εἶναι γνώριμον διὰ τὸ πρόχειρον τῆς
35ἑρμηνείας. Τὸ μὲν οὖν ἤδη παρῳχηκὸς ἀφίεμεν· τὸ γὰρ τοσαῦτα συμβόλαια χρόνῳ τε μακρῷ γενόμενα νῦν ἀνακινεῖν πολλῆς ἂν εἴη τῆς πολυπραγμοσύνης. ὥστε τὰ μέχρι νῦν ὄντα τὸ οἰκεῖον ἐχέτω σχῆμα· τοῦ λοιποῦ δὲ πᾶσαν ἐκποίησιν ἀπαγορεύομεν, τὰς εἰρη‐
40μένας αὐτῇ ποινὰς ἐπιτιθέντες.

53

Ὅπως δὲ ἂν ὁ νόμος πρὸς τὸ τῆς ἀνθρωπίνης φύ‐ σεως ποικίλον καὶ τὸ παρασυμβαῖνον ἀεὶ μετρηθεὶς μείνῃ διὰ πάντων ἀκίνητος (τί γὰρ ἂν εἴη σταθερὸν τῶν ἐν ἀνθρώποις καὶ οὕτως ἀσάλευτον, ὡς μηδεμίαν
5ὑπομένειν μεταβολήν, τῆς πάσης ἡμῶν συστάσεως ἐν διηνεκεῖ καθεστώσης κινήσει;), ἀναγκαῖον ᾠήθημεν τινὰς ἐξαιρέσεις δοῦναι τῷ νόμῳ μετὰ πολλῆς τῆς ἀγρυπνίας τε καὶ ἀκριβείας ἐξηυρημένας, ἵνα ταύτας ἔχων εἰς βοήθειαν ὁ νόμος μηδαμῶς σαλευθείη.
10Ἐφίεμεν τοίνυν τῇ βασιλείᾳ, εἴπου τις κοιν‐ ωφελής ἐστι καὶ πρὸς λυσιτέλειαν τῆς πολιτείας βλέ‐ πουσα χρεία καὶ κτῆσιν ἀπαιτοῦσα τοιούτου τινὸς ἀκινήτου πράγματος ὁποῖον ὑπεθέμεθα, τοῦτο αὐτῇ παρὰ τῶν ἁγιωτάτων ἐκκλησιῶν καὶ τῶν λοιπῶν
15εὐαγῶν οἴκων τε καὶ συστημάτων λαμβάνειν ἐξεῖ‐ ναι, τοῦ πανταχόθεν ἀζημίου τοῖς ἱεροῖς οἴκοις φυλατ‐ τομένου, καὶ ἀντιδιδομένου πράγματος αὐτοῖς παρὰ τοῦ λαμβάνοντος ἴσου ἢ καὶ πλείονος τοῦ διδομέ‐ νου. τί γὰρ ἂν καὶ αἰτιάσαιτο βασιλεὺς πρὸς τὸ
20μὴ δοῦναι τὸ κάλλιον; ᾧγε πολλὰ μὲν δέδωκεν ὁ θεὸς ἔχειν, πολλῶν δὲ κύριον καθεστάναι, καὶ ῥᾳδίως διδό‐ ναι, καὶ μάλιστα εἰς ἁγιωτάτας ἐκκλησίας, ἐφ’ ὧν ἄριστον μέτρον ἡ τῶν δωρουμένων καθέστηκεν ἀμε‐ τρία. Ὥστε εἰ τοιοῦτό τι γένοιτο καὶ πραγματικὸς
25προέλθοι τύπος ὁ ἐπιτρέπων τῇ βασιλείᾳ δοθῆναί τι τῶν τοιούτων πραγμάτων καὶ ἀντιδιδοὺς εὐθὺς πρᾶγμα κάλλιόν τε καὶ δαψιλέστερον καὶ ἐπωφελέ‐ στερον, ἔστω τὰ τῆς αὐτῆς ἀμείψεως βέβαια, καὶ οἱ προεστῶτες τῶν οἴκων, ἐξ ὧν τὸ ἐκποιούμενον ἐστί,
30καὶ οἱ τοῖς τοιούτοις ὑπηρετούμενοι γράμμασιν ἀνεύ‐ θυνοι πανταχόθεν ἔστωσαν, μηδεμίαν εὐλαβούμενοι ποινὴν τῶν παρὰ Λέοντος τοῦ τῆς εὐσεβοῦς λήξεως ἠπειλημένων καὶ παρ’ ἡμῶν κυρωθεισῶν. Καὶ γὰρ οὐδὲ πολλῷ διεστᾶσιν ἀλλήλων ἱερωσύνη τε καὶ βασι‐
35λεία, καὶ τὰ ἱερὰ πράγματα τῶν κοινῶν τε καὶ δη‐ μοσίων· ὅπου γε πᾶσα ταῖς ἁγιωτάταις ἐκκλησίαις εὐπορία τε καὶ σύστασις ἐκ τῶν παρὰ τῆς βασιλείας φιλοτιμιῶν διηνεκῶς ἐπιδίδοται. ἀλλήλαις οὖν ἀντι‐ διδοῦσαι τὰ πρέποντα οὐκ ἂν ὑπό τινος εἰκότως μεμ‐
40φθεῖεν. Ἄλλην δὲ πᾶσαν εἴτε πρὸς αὐτὴν τὴν βασι‐
λείαν εἴτε πρὸς ἕτερον οἱονοῦν πρόσωπον γινομένην

54

εἴτε πρᾶσιν εἴτε δωρεὰν εἴτε ἄμειψιν εἴτε ἐμφύτευσιν διηνεκῆ παντελῶς ἀναιροῦμεν· οὐ μὴν οὐδὲ δόσιν τι‐ νὸς ἐνεχύρου ἐπ’ ἀκινήτῳ πράγματι γινομένην προ‐ φάσει δανεισμάτων γίνεσθαι συγχωροῦμεν. Καὶ τοῦτο
5κρατεῖν βουλόμεθα ἐπί τε πάσης ἐκκλησίας παντός τε μοναστηρίου καὶ νοσοκομείου καὶ ξενῶνος καὶ βρεφο‐ τροφείου καὶ ἀσκητηρίου καὶ γεροντοκομείου καὶ παν‐ τὸς ἁπλῶς συστήματος, ὅπερ πρᾶξις εὐσεβὴς συνίστη‐ σιν, οὐδενὸς παντελῶς τούτων τι λαμβάνειν παρ’
10αὐτῶν δυναμένου. Ὥστε οὔτε τῆς διατάξεως Ἀναστα‐ σίου τοῦ τῆς θείας λήξεως ἔτι δεήσει οὔτε τῶν κατ’ ἐκείνην φερομένων δεκρέτων καὶ τῆς εἰρημένης παρα‐ τηρήσεως. αὐτὰς γὰρ τὰς ἀρχὰς τοῦ πράγματος ἀναι‐ ροῦντες καὶ κωλύοντες τὸ γινόμενον οὐκ ἂν τῆς ἐφεξῆς
15δεηθείημεν πολυπραγμοσύνης. Ἐμφύτευσιν δὲ εἴτε ἐπὶ τῆς ἁγιωτάτης ἐκκλησίας εἴτε ἐπὶ πάντων τῶν λοιπῶν προσκυνητῶν οἴκων γί‐ νεσθαι συγχωροῦμεν ἐπί τε τοῦ λαμβάνοντος προσ‐ ώπου ἐπί τε δύο τοῦ αὐτοῦ προσώπου κληρονόμων
20ἐφεξῆς, παίδων μέντοι μόνων ἀρρένων ἢ θηλειῶν, ἢ ἐγγόνων ἑκατέρας φύσεως, ἢ γαμετῆς ἢ ἀνδρός, εἴγε τοῦτο τῆς γαμετῆς ἢ τοῦ ἀνδρὸς ῥητῶς ὀνομασθείη. ἐπείτοιγε μὴ διαβαίνειν εἴς τινα ἕτερον κληρονόμον, ἀλλὰ μέχρι μόνης τῆς ζωῆς τῶν λαμβανόντων ἵστα‐
25σθαι, εἰ μὴ παῖδας ἢ ἐγγόνους ἔχοιεν. ἄλλως δὲ παν‐ τελῶς ἐμφύτευσιν πράττεσθαι ἐκκλησιαστικοῦ τινος ἢ πτωχικοῦ πράγματος ἀκινήτου ἢ ἀνδραπόδου γεωργι‐ κοῦ ἢ πολιτικῆς σιτήσεως οὐδενὶ συγχωροῦμεν τρόπῳ, οὐδὲ τὸ γινόμενον ἔχειν τινὰ παντελῶς ἰσχὺν ἐῶμεν.
30Ἐπειδὴ δὲ ἡ μὲν Λέοντος τοῦ τῆς εὐσεβοῦς λήξεως διάταξις ἐπ’ οὐδεμιᾷ παντελῶς ἐλαττώσει δίδοσθαι πρᾶγμα ἐκκλησιαστικὸν ἐνομοθέτησεν, ἡμεῖς δὲ ἐν ἑτέρᾳ διατάξει παρ’ ἡμῶν γεγραμμένῃ τὸ ἕκτον ἐξαι‐ ρεῖσθαι μόνον ἐπὶ τῶν ἐμφυτεύσεων ἐνομοθετήσαμεν
35τοιαύτην τινὰ τῷ τῆς ἐλαττώσεως πράγματι δίδομεν τάξιν, ἵνα ζητοῖτο μετὰ πάσης ἀληθείας καὶ ἀκρι‐ βείας ὁ κανὼν τῶν ἐκδιδομένων τοσοῦτος, ὁπόσος ἐξ ἀρχῆς ἦν καὶ εἰς τὴν ἁγιωτάτην ἦλθεν ἐκκλη‐
σίαν, καὶ διδοῖτο τὰ τῆς ἐμφυτεύσεως τοιούτοις προσ‐

55

ώποις, ὁποῖα πρόσθεν εἰρήκαμεν. τηνικαῦτα γὰρ τὴν ἕκτην αὐτῶν μοῖραν σὺν ἀκριβείᾳ λογιζομένην ἐφίεμεν. Εἰ δὲ ἐλαττωθείη κατά τινας περιπετείας ὁ κανών, ἢ ἐπὶ ὁλοκλήρῳ τῷ τότε ὑφεστῶτι κανόνι
5λαμβάνειν τὸν τὴν ἐμφύτευσιν ὑπελθεῖν βουλόμενον, ἢ μηδὲ λαμβάνειν ὅλως, ἐξὸν μισθοῦν μᾶλλον ἢ τοιαύτας ἐλαττώσεις ἐπ’ ἐμφυτεύσεσι πράττειν. Εἰ δέ τινος ἐκκλησιαστικοῦ προαστείου τῶν πολυτιμή‐ των ἐμφύτευσις διδοῖτο (ὁποῖα πολλὰ μάλιστα κατὰ
10ταύτην ἴσμεν τὴν εὐδαίμονα καθεστάναι πόλιν, πολ‐ λῆς μὲν ἄξια τιμῆς, ἐλαχίστην δὲ φέροντα πρόσοδον, ἢ οὐδὲ πρόσοδον ὅλως), μὴ τῇ προσόδῳ μετρεῖσθαι τὴν ἐμφύτευσιν, ἀλλὰ διατιμᾶσθαι τὸ προάστειον ἀκριβῶς, καὶ συλλογίζεσθαι τὴν ἐκ τοῦ ἀθροιζομένου
15τιμήματος δυναμένην κατὰ εἴκοσι ἐνιαυτοὺς ὠνεῖσθαι πρόσοδον. καὶ ἐπὶ τῇ ἐντεῦθεν συλλογιζομένῃ προσ‐ όδῳ πράττεσθαι τὴν ἐμφύτευσιν οὐ διηνεκῶς, ἀλλ’ εἰς αὐτόν τε τὸν λαμβάνοντα καὶ δύο τῶν ἐξ αὐτοῦ διαδόχων, καὶ ἀνδρὸς ἢ γαμετῆς, καθάπερ ἔμπροσθεν
20εἰπόντες ἔφθημεν, γινομένην. Εἰδέναι δὲ τοὺς ἐμφυτευτὰς προσήκει ὡς, εἴπερ ἐπὶ διετίαν ἐφεξῆς μὴ καταθεῖεν τὸν ἐμφυτευτικὸν κανόνα (τοῦτον γὰρ τὸν χρόνον ἀντὶ τῆς ἐπὶ τῶν ἄλλων ἀνθρώπων τριε‐ τίας ἀρκεῖν εἰς ἔκπτωσιν τῶν ἐκκλησιαστικῶν ἢ πτω‐
25χικῶν ἐμφυτεύσεων ἐξ ἀγνωμοσύνης τίθεμεν), γενή‐ σονται παντοίως ἔξω τοῦ ἐμφυτεύματος, καὶ βουλο‐ μένοις τοῖς προεστῶσι τῶν εὐαγῶν οἴκων ἐξέσται τῶν χωρίων ἢ τῶν οἴκων ἀντιλαμβάνεσθαι, μηδεμίαν εὐ‐ λαβουμένοις ἐμπονημάτων ἀπόδοσιν· ἀλλ’ εἴπερ χεῖ‐
30ρον πεποίηκε τὸ χωρίον ἢ τὸ προάστειον ἢ τὴν οἰκίαν ὁ τὴν ἐμφύτευσιν δεξάμενος, ἀναγκάζεσθαι αὐτὸν οἴ‐ κοθεν τὴν ἐπιμέλειαν καὶ ἀποκατάστασιν τῆς ὄψεως ποιεῖσθαι, καὶ ὑποκεῖσθαι τούτῳ αὐτόν τε καὶ κλη‐ ρονόμους αὐτοῦ καὶ διαδόχους καὶ τὰ αὐτοῦ πράγματα,
35πρὸς τῷ καὶ τὴν ὀφειλομένην πᾶσαν πρόσοδον ἀνυπερ‐ θέτως εἰσπράττεσθαι. Τὸ δὲ εἰρημένον ἡμῖν, ὥστε μηδ’ ἑνὸς ἀκινήτου πράγματος ἐκκλησιαστικοῦ ἢ πτωχικοῦ ἐκποίησιν ἐπι‐ τετράφθαι πρὸς μηδὲν τῶν τῆς ἡμετέρας πολιτείας
40πρόσωπον, θεσπίζομεν κρατεῖν μὴ μόνον ἐπὶ τῶν

56

συνεστώτων οἰκημάτων καὶ προαστείων καὶ ἀγρῶν καὶ κήπων, ἀλλὰ καὶ ἐρειπίων, εἴτε ἀπὸ πυρὸς εἴτε ἀπὸ σεισμοῦ εἴτε ἐξ ἄλλης οἱασδήποτε αἰτίας τὸ ἐρεί‐ πιον εἴη· ἀλλὰ καὶ ἐπὶ τῶν παντοίως καθῃρημένων
5καὶ εἰς ἔδαφος κειμένων εἴτε καὶ ψιλῶν ἐρειπίων, μη‐ δεμίαν ἐχόντων οἰκοδομίαν μηδὲ ὕλην κειμένην. οὐδὲ γὰρ ἐπ’ ἐκείνοις τὴν ἐκποίησιν γίνεσθαι συγχωροῦ‐ μεν, πλὴν εἰ μὴ ἐπὶ μόνης ἐμφυτεύσεως προσκαίρου, κατὰ τὸ ἔμπροσθεν ἡμῖν εἰρημένον, ἐπὶ τρισὶ προσ‐
10ώποις τοιούτοις, ὁποῖα πρόσθεν εἰρήκαμεν· καὶ ἵνα μή τις περιγραφὴ μηδὲ ἐπὶ τούτῳ γένηται, δύο τῶν κατὰ καιρὸν πρωτευόντων μηχανικῶν ἢ ἀρχιτεκτόνων, εἴτε κατὰ τὴν βασιλίδα ταύτην καὶ μεγάλην πόλιν ἅμα τοῖς θεοφιλεστάτοις οἰκονόμοις καὶ πέντε τῶν
15εὐλαβεστάτων πρεσβυτέρων καὶ δύο διακόνων, παρόν‐ τος καὶ τοῦ θεοφιλεστάτου ἀρχιεπισκόπου, εἴτε καὶ κατὰ χώραν δύο τῶν ἐπισήμων μηχανικῶν ἢ ἀρχι‐ τεκτόνων, ἢ καὶ ἑνός, εἰ ἕνα μόνον ἡ πόλις ἔχοι, παραγινομένου τοῖς τόποις· ὥστε τῶν θείων προκει‐
20μένων εὐαγγελίων ὁρισθῆναι παρὰ τῶν ἀρχιτεκτόνων, ὅσον προσῆκόν ἐστιν ὑπὲρ τούτου τελεῖν τῇ ἁγιωτάτῃ ἐκκλησίᾳ κατὰ τρόπον ἐμφυτεύσεως, καὶ ἐπὶ τούτοις ἐμφυτευτικὴν συγγραφὴν εἰς αὐτὸν γίνεσθαι κατὰ τὸ σχῆμα τὸ ἔμπροσθεν εἰρημένον. τὸν δὲ καὶ οἰκοδο‐
25μεῖν καὶ κεχρῆσθαι ταῖς ὕλαις, εἴπερ ὕλας ἔχοι, καὶ παραπέμπειν τὴν ἐμφύτευσιν ἄχρι δύο διαδόχων, ὡς εἴρηται, οὕτω τε ἐπανιέναι μετὰ τὴν τῶν τριῶν προσ‐ ώπων τελευτὴν ἐπὶ τὴν ἁγιωτάτην ἐκκλησίαν ἢ τὸν εὐαγέστατον οἶκον, παρ’ οὗ γέγονεν ἡ ἐμφύτευσις.
30καὶ ἐρρῶσθαι καὶ τὸ τοιοῦτο συνάλλαγμα, ὡς τῷ παρ‐ όντι μὴ μαχόμενον νόμῳ. Οὐδὲ ἐκείνου τοῦ μέχρι νῦν κατὰ τῶν τοιούτων συναλλαγμάτων ἐπι‐ νοηθέντος κρατεῖν συγχωρουμένου, τοῦ προστίθεσθαι ὥστε κἂν εἰ ὁ τῶν δύο κληρονόμων πληρωθείη χρό‐
35νος, ἄδειαν εἶναι τοῖς μετ’ ἐκείνους ἐμφυτεύεσθαι αὐτὸ καὶ ἀεὶ προκρίνεσθαι τῶν ἄλλων. τοῦτο γὰρ οὐδὲν ἕτερόν ἐστιν ἢ κατὰ περίοδον καὶ μηχανὴν διηνεκεῖς ἐπ’ αὐτοῖς ἐμφυτεύσεις, μᾶλλον δὲ ἀφαιρέσεις τῶν ἐκκλησιαστικῶν ἐργάζεσθαι πραγμάτων. ἀλλὰ κἂν εἴ
40τι γέγονε τοιοῦτον, μηδεμίαν ἀνάγκην εἶναι τοῖς εὐλα‐ βεστάτοις οἰκονόμοις τῶν δύο κληρονόμων παυομένων
τοῖς ἐφεξῆς ἐκδιδόναι.

57

Εἰ δέ τις βουληθείη λαβεῖν κατὰ λόγον χρή‐ σεως ἤτοι τοῦ καλουμένου οὐσουφρούκτου πρᾶγμα ἐκ‐ κλησιαστικὸν ἢ τῆς ἁγιωτάτης μεγάλης ἐκκλισίας ἢ ἄλλης οἱασδήποτε τῶν ἐν ἁπάσῃ τῇ ἡμετέρᾳ ὑπηκόῳ
5κειμένων ἢ πτωχείων, μὴ ἄλλως λαμβανέτω τοῦτο, εἰ μὴ κατά τε τὴν εἰρημένην παρατήρησιν καὶ κατὰ τὸν τύπον τῆς Λέοντος τοῦ τῆς εὐσεβοῦς λήξεως δια‐ τάξεως, ὥστε αὐτὸν εὔπορον καθεστῶτα καὶ οὐσίας ἁκινήτου δεσπότην ἕτερον εὐθὺς πρᾶγμα κατὰ δεσπο‐
10τείας δίκαιον ἀντιδιδόναι τῇ ἁγιωτάτῃ ἐκκλησίᾳ ἢ τῷ εὐαγεῖ οἴκῳ. ἐξ οὗ τοῦτο λαμβάνει, τοσαύτην καὶ τοι‐ αύτην φέρον πρόσοδον, ὁπόσην ἢ ὁποίαν ἔχει τὸ δι‐ δόμενον· ὥστε μετὰ τὴν αὐτοῦ τελευτὴν τό τε ἐκκλη‐ σιαστικὸν ἢ πτωχικὸν πρᾶγμα ἀνατρέχειν ἐπὶ τὸν
15εὐαγέστατον οἶκον μετὰ τῆς χρήσεως τῆς δεδομένης, οὐχ ὑπερβαινούσης τὸν χρόνον τῆς ζωῆς τοῦ λαμβά‐ νοντος· λαμβάνειν δὲ ὁμοίως καὶ τοῦ ἀντιδεδομένου πράγματος τὴν χρῆσιν, ὥστε εἶναι μετὰ τὴν τοῦ λαμ‐ βάνοντος τελευτὴν ἢ τὸν χρόνον, εἰς ὃν ἢ δωρεὰ τῆς
20χρήσεως συμπεφώνηται, οὐκ ἐκβαίνοντος δηλαδὴ τὴν τοῦ λαμβάνοντος ζωήν, ἑκάτερον ἐξ ὁλοκλήρου καὶ κατὰ δεσποτείαν καὶ κατὰ χρῆσιν παρὰ τῇ ἁγιωτάτῃ ἐκκλησίᾳ. Ἐπειδὴ δὲ ἡ Λέοντος τοῦ τῆς εὐσεβοῦς λήξεως διά‐
25ταξις τὰς ποινὰς σχεδόν τι μόνον ἐπὶ πράσεως ὥρι‐ σεν, ἡμεῖς δὲ ἀπηγορεύσαμεν οὐ πράσεις μόνον, ἀλλὰ καὶ δωρεὰς καὶ ἀμείψεις καὶ διηνεκεῖς ἐμφυτεύσεις καὶ ἐνεχύρων δόσεις ἐπὶ πράγμασιν ἀκινήτοις, ὁρῶμεν δέ τινας οὕτως φιλοκινδύνους καθεστῶτας, ὥστε τολμᾶν
30καὶ τοῖς ἀπηγορευμένοις προσιέναι καὶ ἀπόπειραν ποι‐ εῖσθαι τῶν νόμων ἐξ ἧς ἔχουσι γνώμης τε καὶ τόλ‐ μης, καὶ τὰ παντοίως ἀπηγορευμένα, φέροντα δὲ καὶ εἰς θάνατον ἴσως ἀνθρώπους πράττουσι, διὰ τοῦτο ἀναγκαῖον ᾠήθημεν ἐφ’ ἑκάστῳ συναλλάγματι καὶ ῥη‐
35τὴν τάξαι ποινήν, δηλαδὴ τῶν ἠπειλημένων κατὰ τῶν οἰκονόμων ποινῶν ἐκ τῆς εἰρημένης τοῦ τῆς εὐ‐ σεβοῦς μνήμης Λέοντος διατάξεως ὁμοίως καὶ νῦν
ἐπηρτημένων τῷ οἰκονόμῳ, ἢ τῷ ξενοδόχῳ ἢ νοσο‐

58

κόμῳ ἢ βρεφοτρόφῳ ἢ ἡγουμένῳ ἢ ἡγουμένῃ μονα‐ στηρίου ἢ ἀσκητηρίου κατὰ τὸ ἔμπροσθεν διατεταγμέ‐ νον. Εἴ τις τοίνυν ὠνήσασθαι τολμήσειε πρᾶγμα ἐκ‐ κλησιαστικὸν ἢ πτωχικόν, ἐκπιπτέτω μὲν εὐθὺς τοῦ
5τιμήματος, ἀπαιτείσθω δὲ τὸ πρᾶγμα, ὅπερ ἔλαβε, μετὰ πάσης τῆς ἐν τῷ μέσῳ χρόνῳ προσθήκης. καὶ κατὰ μὲν τῆς ἁγιωτάτης ἐκκλησίας ἢ τοῦ εὐαγοῦς οἴ‐ κου μηδεμίαν παντελῶς ἐχέτω ἀγωγήν, κατὰ μέντοι τῶν εὐλαβεστάτων οἰκονόμων ἢ ὅλως τῶν πεπρακό‐
10των ἐπὶ ταῖς ἰδίαις αὐτῶν περιουσίαις ἐχέτω τὴν ἐκ τοῦ συναλλάγματος ἀγωγήν, ἵνα δέει τῆς ἑαυτῶν γοῦν περιουσίας, εἰ καὶ μὴ διὰ τὸν τοῦ θεοῦ φόβον, ἀλλ’ οὖν ὀκνηρότεροι περὶ τὰς πράσεις γίγνοιντο. Εἰ δέ τις κατὰ δωρεὰν λαβεῖν τολμήσειε πρᾶγμα ἐκκλη‐
15σιαστικὸν ἢ πτωχικόν, αὐτοῦ τε τοῦ δωρουμένου πάν‐ τως ἐκπιπτέτω καὶ ἕτερον τοσοῦτον ἐκ τῆς αὑτοῦ περιουσίας ἀντιδιδότω τῇ ἁγιωτάτῃ ἐκκλησίᾳ ἢ τῷ εὐαγεῖ οἴκῳ, ἐξ οὗ τοῦτο ἔλαβεν, ἵνα ἣν ἐπεχείρησεν ἐργάσασθαι κατ’ αὐτῆς καινοτομίαν, ταύτην αὐτὸς ἐν
20τοῖς ἑαυτοῦ διδοὺς τῆς οἰκείας αἴσθοιτο πανουργίας. Εἰ δὲ ἄμειψις ἐπί τισι γένοιτο προσώποις, χωρὶς μόνης τῆς βασιλείας, καθάπερ ἔμπροσθεν εἰπόντες ἔφθημεν, καὶ ὁ τὴν ἄμειψιν λαβὼν ὑποκείσθω ποινῇ τῷ καὶ τὸ δεδομένον αὐτῷ πρᾶγμα ἀποβαλεῖν, καὶ
25ἀνατρέχειν αὖθις τοῦτο ἐπὶ τὸν εὐαγῆ οἶκον ὅθεν ἐξέβη, καὶ τὸ ἀντιδεδομένον μεῖναι παρὰ τῷ εὐαγεῖ οἴκῳ, καὶ τὸν προσελθόντα πράγματι παρανόμῳ ἐκ‐ πίπτειν [τε] ἑκατέρου δικαίως· ὥστε κατὰ τοῦτο ποι‐ νὴν αὐτὸν ὑπέχειν, καθ’ ὃ καὶ τῶν οἰκείων ἐκπίπτει
30καὶ ὅπερ ἤλκισεν οὐ προσέλαβεν· κἀνταῦθα τῆς ἀγω‐ γῆς αὐτῷ φυλαττομένης ἐπὶ τῇ ἰδίᾳ περιουσίᾳ τῶν τὸ συνάλλαγμα πρὸς αὐτὸν πραξάντων. Εἰ δὲ δανειστὴς εἰς σωματικὸν ἐνέχυρον ἕλοιτο λαβεῖν πρᾶγμα ἀκίνητον ἐκκλησιαστικὸν ἢ πτωχικόν,
35ἐν οἰκίαις τυχὸν ἢ προαστείοις ἢ ἀγροῖς ἢ κήποις ἢ πολιτικαῖς σιτήσεσιν ἢ ἀγροικικοῖς ἀνδραπόδοις, καὶ δοίη χρυσίον ὑπὲρ τούτου, ἐκπιπτέτω τοῦ δανείσμα‐ τος, καὶ ἐχέτω κέρδος ἡ δανεισαμένη ἁγιωτάτη ἐκκλη‐ σία ἢ ὁ εὐαγὴς οἶκος τὸ δανεισθὲν χρυσίον· κἀνταῦθα
40κατὰ τοῦ τὸ δάνεισμα πράξαντος οἰκονόμου ἢ ξενο‐ δόχου ἢ πτωχοτρόφου ἢ ἡγουμένου μοναστηρίου ἢ
ἀσκητηρίου ἢ τῶν ἄλλων εὐαγῶν συστημάτων τῆς

59

ἀγωγῆς οὔσης τῷ δεδανεικότι. πάντων τούτων καὶ ἐπὶ τῶν ἡγουμένων τῶν γυναικείων ἀσκητηρίων ἤτοι μοναστηρίων κρατούντων. Εἰ γὰρ ὅλως ταῖς ἁγιωτάταις ἐκκλησίαις ἢ τοῖς ἄλλοις εὐαγέσιν οἴκοις
5δανείσματος γένοιτο χρεία, εἰς μόνην ἀναγκαίαν δη‐ λαδὴ καὶ ἀπαραίτητον πρόφασιν καὶ ἧς χωρὶς οὐκ ἔνεστι τὸ κατεπεῖγον πληρωθῆναι, ἢ εἴς τι πρᾶγμα λυσιτελέστατον τῇ ἁγιωτάτῃ καθεστὸς ἐκκλησίᾳ, ἔξ‐ εστι τοῖς προεστῶσιν αὐτῶν μέχρι τῆς γενικῆς ὑπο‐
10θήκης ἴστασθαι, μηδὲν ἰδικὸν ἐνέχυρον τοῖς δανεί‐ ζουσι παρεχομένοις. Εἰ δὲ καὶ διηνεκῆ τις ἐμφύτευσιν λαβεῖν θαρ‐ ρήσειεν, ὅπερ οὐκ ἔξεστιν, ἢ πρόσκαιρον μέν, μὴ μέν‐ τοι κατὰ τὴν τοῦδε ἡμῶν τοῦ νόμου παρατήρησιν, καὶ
15οὗτος ἐκπιπτέτω μὲν τῆς ἐμφυτεύσεως καὶ τὸ δεδο‐ μένον μενέτω παρὰ τῷ εὐαγεῖ οἴκῳ, διδότω δὲ διη‐ νεκῶς καὶ μετὰ τὴν ἔκπτωσιν τοῦ ἐμφυτεύματος, ὅσον ἤμελλε τελεῖν, εἴπερ κατὰ νόμον ὑπῆλθε τὴν ἐμφύ‐ τευσιν, οὐδενὸς παρ’ αὐτῷ μένοντος ἐκ τῶν μάτην
20αὐτῷ κατ’ ἐμφύτευσιν δεδομένων πτωχικῶν πραγμά‐ των. Ταῦτα [τε] οὖν ἅπαντα παραφυλαττέσθω, ταῖς εἰρημέναις ὑποκείμενα ποιναῖς· μήτε τῶν συμ‐ βολαιογράφων θαρρούντων τοῖς τοιούτοις ὑπουργεῖν συμβολαίοις, ἀλλὰ δεδιότων τὴν ἀειφυγίαν καὶ τὸ μη‐
25δεπώποτε ἐπανελθεῖν, μηδ’ ἂν εἰ θεῖος τοῦτο δοίη τύπος· μήτε τῶν ἀρχόντων ἢ ὑπαγορεύειν τοιαῦτα συμβόλαια θαρρούντων ἢ γενόμενα προσδέχεσθαι καὶ πράξεσιν ὑπομνημάτων αὐτὰ βεβαιοῦν, ὥστε μὴ καὶ αὐτοὺς τήν τε τῆς ἀρχῆς καὶ ἀξίας τήν τε τῆς οὐσίας
30ἔκπτωσιν κατὰ τὴν Λέοντος διάταξιν ὑπομεῖναι. Τῶν αὐτῶν ἐπιτιμίων φυλαττομένων καὶ κατὰ τῶν ἱερὰ σκεύη παρὰ τὸν ἡμέτερον νόμον ἢ ἐνεχυρα‐ ζόντων ἢ πωλούντων ἢ χωνευόντων ἐπὶ ἐκποιήσει. Καὶ γὰρ δὴ κἀκείνους τῆς ἴσης ἢ καὶ μείζονος εἶναι
35ποινῆς ἀξίους θεσπίζομεν, ὅσῳ καὶ περὶ ἱερὰ πράγ‐ ματα καὶ ἤδη θεῷ καθιερωμένα τολμῶσιν ἀσεβεῖν. πλὴν εἰ μὴ τοῦτο γίνοιτο, καθάπερ εἴπομεν, διὰ ἀνάρ‐
ρυσιν αἰχμαλώτων, ἔνθα ψυχὰς ἀνθρώπων ἐλευθε‐

60

ροῦσι θανάτου καὶ δεσμῶν τῇ τῶν ἀψύχων ἐκποιήσει κειμηλίων. Δηλαδὴ τῆς ὁμοίας παρατηρήσεως καὶ ἐπὶ τῆς ἐκποιήσεως τῶν πολιτικῶν σιτήσεων παραφυλατ‐ τομένης, καθὰ πολλάκις εἴπομεν, διότι τοιαύτας εἶναι
5σιτήσεις οὐ μόνον ἐπὶ τῆς βασιλίδος ταύτης πόλεως, ἀλλὰ καὶ ἐπὶ τῆς μεγάλης Ἀλεξανδρείας καὶ ἐπὶ τῆς Θεουπολιτῶν εἶναι μεμαθήκαμεν, ἴσως δὲ τὸ τοιοῦτο καὶ ἐν ἑτέραις τισὶν ἐπαρχίαις εἶναι. εἰ γὰρ καὶ ἀλλα‐ χόσε τοιαύτη τις εἴη κτῆσις, καὶ ἐπ’ ἐκείνης ὁ νόμος
10φυλαττέσθω καὶ τὴν ἑαυτοῦ παρατήρησιν ἐκτεινέτω. Ἐπειδὴ δὲ εἰκός τινας ἐπὶ παρακρούσει τοῦδε τοῦ νόμου πειρᾶσθαι πραγματικοὺς ἡμῶν τύπους λαμ‐ βάνειν τοιοῦτό τι πράττειν αὐτοῖς ἐπιτρέποντας, καὶ τοῦτο κωλύομεν ἐπὶ παντὸς προσώπου, μείζονός τε
15καὶ ἐλάττονος, εἴτε ἀρχὴν ἔχοι τινὰ εἴτε τῶν περὶ ἡμᾶς εἴη εἴτε τῶν ἄλλων τις τῶν εἰς δήμους τελούν‐ των. Καὶ θεσπίζομεν μηδενὶ παντελῶς ἄδειαν εἶναι τοιοῦτόν τινα πραγματικὸν προΐσχεσθαι τύπον, μηδὲ ἐντεῦθεν λαμβάνειν τι τῶν ταῖς ἁγιωτάταις ἐκκλη‐
20σίαις προσηκόντων ἢ μοναστηρίοις ἢ πτωχείοις ἢ εὐα‐ γέσι συστήμασιν ἀκινήτων πραγμάτων. ἀλλὰ τῷ τε ἐνδοξοτάτῳ κοιαίστωρι ποινὴν ἐπικεῖσθαι quinqua‐ ginta libraruni auri, εἴ τι τοιοῦτο ὑπαγορεύσειε, τοῖς τε δεχομένοις τὴν ἐμφάνισιν τοιούτου τινὸς θείου τύ‐
25που ἐνδοξοτάτοις ἄρχουσιν ἢ ἑτέροις τισὶ τὴν αὐτὴν ὑποκεῖσθαι ποινήν, τούς τε συμβολαιογράφους ὑπο‐ πίπτειν τῇ Λέοντος τοῦ τῆς εὐσεβοῦς λήξεως διατάξει, εἰ γράψαιέν τι τοιοῦτο συμβόλαιον· τούς τε θεοφιλε‐ στάτους ἐπισκόπους ἢ τοὺς εὐλαβεστάτους οἰκονόμους
30ἀκινδύνως ἀποσείεσθαι τοὺς τοιούτους θείους πραγμα‐ τικοὺς τύπους, μᾶλλον μὲν οὖν ἐπικινδύνως προσίε‐ σθαι, καὶ γινώσκειν, ὡς περὶ αὐτὴν κινδυνεύσουσι τὴν ἱερωσύνην, εἴ γε ἀμελήσαντες τῶν νόμων τοῖς οὕτω γινομένοις πραγματικοῖς ἀκολουθήσαιεν τύποις. Δεῖ
35γὰρ τὰ κοινῇ καὶ ἐν γένει καὶ ἐπὶ τῇ πάντων ὠφε‐ λείᾳ νενομοθετημένα μᾶλλον κρατεῖν ἢ τὰ κατά τι‐ νων σπουδὴν ἐπὶ παραφθορᾷ τῶν κοινῶν γενόμενα
νόμων.

61

Ἐκείνων μόνων δηλαδὴ μισθουμένων τε καὶ ἐμφυ‐ τευομένων τῶν πραγμάτιον, ὁπόσα νομίζουσι τοιούτου τινὸς δεῖσθαι. Εἰ μέντοι βούλονταί τινα ὑπὸ τὴν ἑαυτῶν διοίκη‐
5σιν ἔχειν οἱ θεοφιλέστατοι οἰκονόμοι ἢ οἱ τῶν ἄλλων ἡγούμενοι συστημάτων, μηδενὶ τῶν ἐν δυνάμει μηδὲ κατὰ θεῖον πραγματικὸν τύπον παρρησίαν εἶναι ἀν‐ αγκάζειν αὐτοὺς ἢ κατὰ μίσθωσιν ἢ κατὰ ἐμφύτευσιν ταῦτα ἐκδιδόναι· ἐπεὶ τὸν τοῦτο πράττοντα ἱεροσυ‐
10λίας τε ὑποκεῖσθαι ποινῇ καὶ πᾶσι τοῖς τῷδε τῷ θείῳ ἡμῶν νόμῳ περιεχομένοις ἐπιτιμίοις. Ἐπειδὴ δὲ ἔγνωμεν δεινόν τι πλημμέλημα γινό‐ μενον παρά τε Ἀλεξανδρεῦσι καὶ Αἰγυπτίοις, ἤδη δὲ καὶ ἔν τισιν ἑτέροις τῶν ὑπηκόων τόποις, τὸ τινὰς
15θαρρεῖν αὐτὰ δὴ τὰ εὐαγῆ μοναστήρια πωλεῖν ἢ ἀμείβειν ἢ δωρεῖσθαι (ἐν οἷς θυσιαστήριόν τε καθι‐ δρύθη καὶ ἱερὰ γέγονε λειτουργία, ὁποίαν εἰωθός ἐστιν ἐν ταῖς ἁγιωτάταις ἐκκλησίαις γίνεσθαι, τῶν τε θείων ἀναγινωσκομένων γραφῶν τῆς τε ἱερᾶς καὶ ἀρρήτου
20μεταδιδομένης κοινωνίας, μοναχική τε ἐκεῖσε γέγονεν οἴκησις), ὥστε αὐτὰ μεταβαλεῖν ἐξ ἱεροῦ καὶ θεοφι‐ λοῦς σχήματος εἰς ἰδιωτικὴν δίαιτάν τε καὶ κατάστα‐ σιν, τοῦτο παντελῶς τοῦ λοιποῦ γίνεσθαι κωλύομεν, οὐδενὶ τῶν πάντων ἐφιέντες ταῦτα ἐξαμαρτάνειν·
25ἀλλὰ καὶ τὸ γινόμενον ἄκυρον πᾶσιν ἀποφαίνομεν τρόποις καὶ τῶν τιμημάτων ἔκπτωσιν ἐπιτίθεμεν τῷ λαβόντι καὶ τὸν πιπράσκοντα ζημιοῦμεν τῇ τε τοῦ πράγματος ἐκπτώσει τῇ τε τοῦ τιμήματος ἀπωλείᾳ, τῇ κατὰ τὸν τόπον ἁγιωτάτῃ ἐκκλησίᾳ καὶ τοῖς κατὰ
30τόπον εὐαγέσι μοναστηρίοις ταῦτα προσνέμοντες. ὥστε αὐτοὺς προνοεῖν τοῦ τὸ κακῶς ἐκποιηθὲν αὖθις εἰς μοναχικὸν ἐπανάγειν σχῆμα· μηδὲ τῆς ὑποθήκης τῆς ἐπὶ τούτοις ἐρρωμένης, ἀλλὰ καὶ αὐτῆς ἀκυρουμένης καὶ τοῦ μοναστηρίου πάλιν τῇ ἱερᾷ προσκυρουμένου
35λειτουργίᾳ.

62

Ὥσπερ δὲ τὰς ἐπιβλαβεῖς ἐκποιήσεις ἐκωλύσα‐ μεν, οὕτω καὶ τὰς ἐπιβλαβεῖς κτήσεις ἀπαγορεύομεν. Πολλαὶ γὰρ παρ’ ἡμῖν κεκίνηνται ζητήσεις, ἔνθα τινὲς ἄπορα χωρία δεδώρηνται ταῖς ἁγιωτάταις ἐκκλησίαις
5ἢ τοῖς σεβασμιωτάτοις οἴκοις, ἢ καὶ πεπράκασιν δῆ‐ θεν ὡς εὔπορα, καίτοιγε ἄπορα τὴν ἀρχὴν καθεστῶτα, κἀντεῦθεν τοὺς εὐαγεῖς οἴκους ἠδίκησαν. Ἀπαγορεύο‐ μεν τοίνυν τοῖς προεστῶσι τῶν σεβασμιωτάτων οἴ‐ κων τοιοῦτό τι πράττειν, ἢ γινώσκειν ὡς εἰ μὴ μετὰ
10πάσης ἀκριβείας ποιοῖντο τὰ συναλλάγματα, ἀλλὰ ἄπο‐ ρός τις κτῆσις ἢ ἐπιβλαβὴς δοθείη ταῖς ἐκκλησίαις ἢ τοῖς μοναστηρίοις ἢ ξενῶσιν ἢ νοσοκομείοις ἢ τοῖς ἄλλοις εὐαγέσι συστήμασι, τὸ μὲν συνάλλαγμα ἀντὶ μὴ γεγονότος ἔσται, καὶ ἀναλήψεται πάντως ὁ δοὺς
15τὸ κατὰ περίνοιαν καὶ ἀπάτην δεδομένον· ὁ δὲ τοι‐ οῦτό τι πράξας οἰκονόμος ἢ ἡγούμενος ἢ ξενοδόχος ἢ νοσοκόμος ἢ πτωχοτρόφος ἢ ὀρφανοτρόφος ἢ γερον‐ τοκόμος οἴκοθεν τῷ δεδωκότι θεραπεύσει τὴν ἐντεῦ‐ θεν ζημίαν. εἰ δὲ καὶ οὕτω τὸ πρᾶγμα σχηματισθείη,
20ὥστε καί τι χρυσίον ὑπὲρ τούτου δοθῆναι, καὶ τοῦτο κερδανεῖ μὲν ὁ εὐαγὴς οἶκος ὁ τὸ ἄπορον λαβών, ὁ δέ γε δοὺς τὸ χρυσίον ἕξει κατὰ τοῦ τὸ συνάλλαγμα πράξαντος τὴν ἐντεῦθεν ἀγωγήν, καθάπερ ἔμπροσθεν εἴπομεν.
25Ἐπίλογος.〉 Οὗτος ἡμῖν ἐπὶ τῆς τῶν ἐκκλησια‐ στικῶν ἢ ὅλως πτωχικῶν πραγμάτων ἐκποιήσεως ἀπο‐ κείσθω νόμος, τῇ Λέοντος μὲν τοῦ τῆς εὐσεβοῦς λήξεως εὐσεβῶς ἑπόμενος διατάξει, ἀλλ’ οὐ τὸ μὲν ἰώμενος, τὸ δὲ ἀθεράπευτον καταλιμπάνων. ἀλλ’
30ἐπὶ πάσης τῆς γῆς, ἣν ὁ Ῥωμαίων ἐπέχει νόμος καὶ ὁ τῆς καθολικῆς ἐκκλησίας θεσμός, οὗτος ἐκτετάσθω, καὶ ὁριζέτω τὰ οἰκεῖα καὶ κρατείτω διηνεκῶς, φυλατ‐ τόμενος παρά τε τῶν ὁσιωτάτων πατριαρχῶν διοική‐ σεως ἑκάστης παρά τε τῶν θεοφιλεστάτων μητροπολι‐
35τῶν παρά τε τῶν ἄλλων ἐπισκόπων τε καὶ κληρικῶν καὶ οἰκονόμων καὶ ἡγουμένων καὶ ξενοδόχων καὶ νο‐ σοκόμων καὶ ὀρφανοτρόφων καὶ βρεφοτρόφων καὶ γεροντοκόμων καὶ πάντων ἁπλῶς τῶν ἡγουμένων τι‐ νῶν εὐαγῶν συστημάτων, ἅπασιν ἐπιτιθεὶς τὴν ἰδίαν
40ἰσχύν, καὶ ἄδειαν διδοὺς τῷ βουλομένῳ προσαγγέλλειν

63

τὰ πλημμελήματα. ἐπαινετὸς γὰρ ὁ τοιοῦτος ἔσται καὶ τὴν τοῦ συκοφάντου διαφεύξεται προσηγορίαν ὁ τὸ πρᾶγμα παρὰ τὸν νόμον γινόμενον ἐλέγχων καὶ αἴτιος εὐσεβείας καὶ ὠφελείας τοῖς ἱεροῖς οἴκοις γινό‐
5μενος. Φυλάξουσι δὲ αὐτὸν οὐδὲν ἧττον καὶ οἱ τῆς ἡμετέρας πολιτείας ἄρχοντες, μείζους τε καὶ ἐλάττους, πολιτικοί τε καὶ στρατιωτικοί, καὶ διαφερόντως οἵ τε πανταχόσε τῶν διοικήσεων ἐνδοξότατοι ἔπαρχοι τῶν ἱερῶν ἡμῶν πραιτωρίων οἵ τε τὰς μέσας ἔχοντες τῶν
10ἀρχῶν, οὓς δὴ περιβλέπτους καλοῦσι, φαμὲν δὴ αὐγου‐ στάλιόν τε καὶ ἀνθυπάτους καὶ τοὺς περιβλέπτους κόμητας, τούς τε ἄλλους καὶ τὸν τῆς ἑῴας, καὶ αἱ μετ’ ἐκείνους ἀρχαί, τουτέστιν οἵ τε τῶν ἐπαρχιῶν ἄρχοντες, εἴιε ὑπατικοὶ εἴτε ἡγεμονικοὶ καθεστήκασιν.
15ἔκδικοί τε πόλεων καὶ ἁπλῶς πᾶσα πολιτική τε καὶ δημοσία καὶ στρατιωτικὴ βοήθεια τόνδε ἡμῶν τὸν νόμον, ὡς κοινωφελῆ τε καὶ ὑπὲρ τῆς πανταχοῦ γῆς εὐσεβείας τεθειμένον, φυλαττέτω καὶ τοὺς παρα‐ βαίνοντας ὑποτιθέτω ταῖς ποιναῖς, ἃς ἔμπροσθεν εἴ‐
20πομεν. Εἰ δέ τι περὶ μισθώσεων ἐκκλησιαστικῶν πραγμάτων ἢ καὶ ἐφ’ ἑτέροις κεφαλαίοις ἐνομοθετή‐ σαμεν ἢ καὶ παρὰ τῶν πρὸ ἡμῶν νενομοθέτηται, μενέτω τοῦτο ἐπὶ τῆς οἰκείας ἰσχύος. οὐδὲν ἀπὸ τῆς παρούσης θείας ἡμῶν διατάξεως καινιζόμενον. τὰ
25ἄλλα γὰρ πάντα μένειν ἐπὶ τῶν οἰκείων ὅρων ἐῶ‐ μεν, πλὴν εἰ μή τι περὶ τούτων ἔχοι, ἅπερ ἐνταῦθα διετάξαμεν· ἀρκοῦντος ἀντὶ πάντων τούτου τοῦ νόμου πρὸς τῷ παρὰ Λέοντος τοῦ τῆς εὐσεβοῦς λήξεως γε‐ νομένῳ πᾶσαν κατὰ τῶν πτωχικῶν πραγμάτων ἀν‐
30ελεῖν ἐκποιήσεως πρόφασιν. Ἡ τοίνυν σὴ μακαριότης καὶ οἱ μετ’ αὐτὴν τῶν ἀρχιερατικῶν γινόμενοι θρό‐ νων τὰ παρ’ ἡμῶν διατεταγμένα ἔργῳ καὶ πέρατι παραδοῦναι σπευσάτωσαν. Divinitas te servet per multos annos, sancte ac religiosissime pater.
35 Ἐγράφη [γὰρ] τὸ ἰσότυπον τοῖς ὁσιωτάτοις ἀρχι‐ επισκόποις Ῥώμης, Αἰλίας, Ἀλεξανδρείας καὶ Θεουπό‐
λεως· Ἰωάννῃ τῷ ἐνδοξοτάτῳ ἐπάρχῳ τῶν ἱερῶν τῆς

64

ἑῴας πραιτωρίων τὸ δεύτερον, ἀπὸ ὑπάτων καὶ πατρι‐ κίῳ, καὶ Δομνίκῳ τῷ ἐνδοξοτάτῳ ἐπάρχῳ τῶν παρὰ Ἰλλυριοῖς πραιτωρίων.
4tΗ
5tΗ ΔΙΑΤΑΞΙΣ ΠΕΡΙ ΤΟΥ ΤΟΥΣ
6tΑΡΧΟΝΤΑΣ ΧΩΡΙΣ ΤΗΣ ΟΙΑΣ‐
7tΟΥΝ ΔΟΣΕΩΣ ΓΙΝΕΣΘΑΙ.
8tὉ αὐτὸς βασιλεὺς Ἰωάννῃ ἐπάρχῳ πραιτωρίων τὸ
9tβʹ, ἀπὸ ὑπάτων καὶ πατρικίῳ.
10Προοίμιον.〉 Ἁπάσας ἡμῖν ἡμέρας τε καὶ νύκτας συμβαίνει μετὰ πάσης ἀγρυπνίας τε καὶ φροντίδος διάγειν ἀεὶ βουλευομένοις, ὅπως ἂν χρηστόν τι καὶ ἄρεσκον θεῷ παρ’ ἡμῶν τοῖς ὑπηκόοις δοθείη. Καὶ οὐ πάρεργον τὴν ἀγρυπνίαν λαμβάνομεν, ἀλλ’ εἰς τοι‐
15αύτας αὐτὴν ἀναλίσκομεν βουλὰς διημερεύοντές τε καὶ νυξὶν ἐν ἴσῳ ταῖς ἡμέραις χρώμενοι, ὥστε τοὺς ἡμε‐ τέρους ὑπηκόους ἐν εὐπαθείᾳ γίνεσθαι πάσης φρον‐ πίδος ἀπηλλαγμένους, ἡμῶν εἰς ἑαυτοὺς τὰς ὑπὲρ ἁπάντων μερίμνας ἀναδεχομένων. Διὰ πάσης γὰρ
20ἐρεύνης καὶ ζητήσεως ἀκριβοῦς ἐρχόμεθα, πράττειν ἐκεῖνα ζητοῦντες, ἅπερ ὄφελος τοῖς ἡμετέροις ὑπηκόοις υἱσάγοντα παντὸς αὐτοὺς ἀπαλλάξει βάρους καὶ πάσης ζημίας ἔξωθεν ἐπεισαγομένης παρὰ τὴν δημοσίαν ἀπο‐ γραφὴν καὶ τὴν δικαίαν τε καὶ νενομισμένην συντέ‐
25λειαν. Εὑρίσκομεν γὰρ πολλὴν ἐπεισελθοῦσαν τοῖς πράγμασιν ἀδικίαν, καὶ ταύτην οὐκ ἄνωθεν, ἀλλ’ ἔκ τινων χρόνων, βιασαμένην τοὺς ἡμετέρους ὑπηκόους καὶ εἰς πενίαν ἐλαύνουσαν, ὡς εἰς τελειοτάτην αὐτοὺς ἀπορίαν κινδυνεύειν ἐλθεῖν καὶ μηδὲ τὰ συνήθη καὶ
30νενομισμένα τῶν δημοσίων καὶ ταῖς ἀληθείαις εὐσε‐ βῶν φόρων κατὰ τὴν δημοσίαν ἀπογραφὴν δύνασθαι χωρὶς μεγάλης ἀνάγκης τιθέναι. Πῶς γὰρ ἂν ἴσχυον οἱ συντελεῖς, τῶν τε ἔκ τινος χρόνου βεβασιλευκότων ἀεί τι κερδαίνειν ἐκ τῆς ἐπὶ ταῖς ἀρχαῖς προαγωγῆς
35βουλομένων, εἰκότως τε τούτοις ἀκολουθούντων καὶ

65

τῶν ἐνδοξοτάτων ὑπάρχων, ἔκ τε τῆς ἐντεῦθεν ἀδι‐ κίας ταῖς τε ἔξωθεν ζημίαις ταῖς τε νενομισμέναις εὐσεβέσιν ἐπαρκεῖν εἰσφοραῖς; Ἔννοια τοίνυν ἡμῖν γέγονε, τί ποτε ἂν πράξαντες ἅπαν, ὅσον ἐν
5ταῖς ἡμετέραις ἐπαρχίαις ἐστὶν ἐπιβλαβές, πράξει μιᾷ κοινῇ πρὸς τὰ κρείττω μεταστήσαιμεν. τοῦτο δὲ πάντως ἀποβησόμενον εὑρίσκομεν, εἰ τοὺς ἡγουμένους τῶν ἐθνῶν, ὅσοι τὰς πολιτικὰς ἀρχὰς τῶν ἐπαρχιῶν ἔχουσι, καθαραῖς παρασκευάσαιμεν χρῆσθαι ταῖς χερσὶ
10καὶ παντὸς ἀπέχεσθαι λήμματος, μόνοις ἀρκουμένους τοῖς παρὰ τοῦ δημοσίου διδομένοις. Ὅπερ οὐκ ἂν ἄλλως γένοιτο, εἰ μὴ καὶ αὐτοὶ τὰς ἀρχὰς ἀμίσθους παραλαμβάνοιεν, οὐδ’ ὁτιοῦν διδόντες οὐδὲ προφάσει τῶν καλουμένων suffragiων, οὔτε τοῖς τὰς ἀρχὰς ἔχου‐
15σιν οὔτε ἑτέρῳ τῶν πάντων οὐδενί. ἐσκοπήσαμεν γὰρ ὅτιπερ, εἰ καὶ πόρος οὐ μικρὸς ἐλαττοῦται τῇ βασιλείᾳ, ἀλλ’ οὖν τῶν ἡμετέρων ὑποτελῶν ἐπίδοσιν μεγάλην λαμβανόντων, εἴπερ ἀζήμιοι παρὰ τῶν ἀρ‐ χόντων φυλάττοιντο, ἥ τε βασιλεία τό τε δημόσιον
20εὐθηνήσει χρωμένη ὑπηκόοις εὐπόροις, μιᾶς τε ταύτης εἰσαγομένης τάξεως πολλὴ καὶ ἀμύθητος ἔσται τοῦ πράγματος ἀφθονία. ἢ οὐ πᾶσίν ἐστι φανερόν, ὅτι‐ περ ὁ χρυσίον διδοὺς καὶ οὕτω τὴν ἀρχὴν ὠνούμενος οὐκ αὐτὸ δίδωσι μόνον, ὅσον προφάσει τῶν καλου‐
25μένων ἐπενοήθη suffragiων, ἀλλὰ καὶ ἕτερον ἔξωθεν προσεπιθήσει πλεῖον προφάσει τῆς τῶν ἄλλων τῶν τῆν ἀρχὴν ἢ διδόντων ἢ μνηστευόντων θεραπείας; καὶ μιᾶς ἀρχῆς ἀτόπου δοθείσης πολλὰς ἀνάγκη χεῖ‐ ρας περινοστεῖν τὸν τῆς δόσεως ἀρχόμενον, καὶ τοῦτο
30δὲ τὸ χρυσίον οὐκ οἴκοθεν ἴσως παρέχειν, ἀλλὰ δεδα‐ νεισμένον, καὶ ἵνα δανείσασθαι δυνηθείη, ζημιούμε‐ νον, καὶ συλλογίζεσθαι κατ’ αὐτόν, ὅτι προσῆκόν ἐστι τοσοῦτον ἐκ τῆς ἐπαρχίας λαβεῖν, ὁπόσον διαλύσει μὲν αὐτῷ τὰ ὀφλήματα, κεφάλαιά τε καὶ τόκον, καὶ
35τὰς ὑπὲρ αὐτοῦ τοῦ δανείσασθαι ζημίας, δώσει δὲ καὶ τὴν ἐν μέσῳ δαπάνην δαψιλεστέραν τε ἤδη καὶ ἄρχοντι καὶ τοῖς ἀμφ’ αὐτὸν πρέπουσαν, καί τινα ἑαυτῷ καὶ προσαποθήσεται πόρον κατὰ τὸν ἑξῆς χρό‐ νον, καθ’ ὃν ἴσως οὐκ ἄρξει· ὥστε τοῦ παρ’ αὐτοῦ
40διδομένου τριπλάσιον, μᾶλλον δέ, εἰ δεῖ τἀληθέστερον εἰπεῖν, δεκαπλάσιον τὸ παρὰ τῶν ἡμετέρων ὑποτελῶν
εἰσπραττόμενον ἔσται. Ἐντεῦθέν τε καὶ τὸ δημόσιον

66

ἐλαττωθήσεται· ἃ γὰρ ἐχρῆν εἰς τὸ δημόσιον εἰσ‐ αχθῆναι, τοῦ τὴν ἀρχὴν ἔχοντος καθαραῖς χρωμένου ταῖς χερσί, ταῦτα εἰς τὴν οἰκείαν θεραπείαν λαβὼν ὁ τὴν ἀρχὴν ἔχων ἄπορόν τε ἀποφήνας ἡμῖν τὸν συν‐
5τελεστήν, τὴν ἀπορίαν ἐκείνου τὴν δι’ αὐτὸν γενομέ‐ νην ἡμῖν ὑπολογίζεται. Πόσα δὲ ἀσεβῆ καὶ ἄλλα γίνεται εἰς τὴν τῶν κλοπῶν τούτων εἰκότως ἀναφερό‐ μενα πρόφασιν; οἱ γὰρ δὴ τὰς ἀρχὰς ἔχοντες τὰς ἐπι‐ χωρίους εἰς τὸ λῆμμα προσέχοντες τοῦτο πολλοὺς μὲν
10τῶν ὑπευθύνων ἀφιᾶσι, πωλοῦντες αὐτοῖς τὸ πλημ‐ μέλημα, πολλοὺς δὲ τῶν ἀνευθύνων κατακρίνουσιν, ἵνα τοῖς ὑπευθύνοις χαρίσωνται· καὶ τοῦτο οὐκ ἐπὶ ταῖς χρηματικαῖς μόνον πράττουσιν αἰτίαις, ἀλλὰ κἀν τοῖς ἐγκλήμασιν, ἔνθα περὶ ψυχῆς ἐστιν ὁ κίνδυνος.
15φυγαί τε ἐκ τῶν ἐπαρχιῶν γίνονται, καὶ συρρέουσιν ἐνταῦθα πάντες ὀδυρόμενοι, ἱερεῖς τε καὶ βουλευταὶ καὶ ταξεῶται καὶ κτήτορες καὶ δημόται καὶ γεωργοί, ταῖς τῶν ἀρχόντων κλοπαῖς τε εἰκότως καὶ ἀδικίαις μεμφόμενοι. Καὶ οὐ ταῦτα δὴ γίνεται μόνα, ἀλλὰ
20καὶ αἱ τῶν πόλεων στάσεις καὶ οἱ δημώδεις θόρυβοι τὰ πολλὰ χρημάτων γίνονταί τε καὶ παύονται. καὶ ὅλως μία τις ἐστὶν αὕτη πάντων ἀφορμὴ τῶν κακῶν, καὶ τό γε ἀργυρολογεῖν τὰς ἀρχὰς πάσης ἐστὶ πονη‐ ρίας προοίμιον τε καὶ πέρας· καὶ ἔστιν ἄρα καὶ τοῦτο
25τῶν θείων λογίων θαυμαστόν τε καὶ ἀληθέστατον τὸ τὴν φιλαργυρίαν πάντων εἶναι μητέρα τῶν κα‐ κῶν, καὶ μάλιστα ὅταν μὴ ταῖς τῶν ἰδιωτῶν, ἀλλὰ ταῖς τῶν ἀρχόντων ἐγγένηται ψυχαῖς. Τίς γὰρ οὐκ ἂν ἀκινδύνως κλέπτοι, τίς δὲ οὐκ ἂν λῃστεύσειεν ἀν‐
30εύθυνα, εἰς τὴν ἀρχὴν ἀποβλέπων κἀκείνην ὁρῶν ἅπαντα χρυσίου πιπράσκουσαν, καὶ θαρρῶν ὡς, ὅπερ ἂν πράξειεν ἄτοπον, τοῦτο χρήματα δοὺς ἐξωνήσεται; ἐντεῦθεν ἀνδροφονίαι τε καὶ μοιχεῖαι καὶ ἔφοδοι καὶ πληγαὶ καὶ ἁρπαγαὶ παρθένων καὶ πανηγύρεων συγ‐
35χύσεις καὶ καταφρονήσεις τῶν τε νόμων καὶ τῶν ἀρ‐ χῶν, πάντων αὐτὰς ὠνίους προκεῖσθαι νομιζόντων, ὥσπερ τι τῶν κακίστων ἀνδραπόδων. Καὶ οὐκ ἂν ἀρκέσαιμεν προσεννοεῖν τε καὶ ἀφηγεῖσθαι, ὁπόσα καὶ ἐκ τῆς κλοπῆς τῶν ἐπιχωρίων ἀρχόντων γίνεται χα‐
40λεπά, οὐδενὸς αὐτοῖς θαρροῦντος μετὰ παρρησίας ἐπι‐ τιμᾶν, ἐκείνων εὐθὺς τὸ τὰς ἀρχὰς ὠνήσασθαι προ‐
ισχομένων.

67

Ταῦτα ἅπαντα καθ’ ἑαυτοὺς βουλευσάμενοι κἀν‐ ταῦθα κοινωνὸν τοῦ βουλεύματος παραλαβόντες τὴν ἐκ θεοῦ δεδομένην ἡμῖν εὐσεβεστάτην σύνοικον, καὶ τῇ σῇ γε ὑπεροχῇ τὸ πρᾶγμα κοινωσάμενοι καί τι καὶ
5παρὰ τῆς σῆς λαβόντες βουλῆς, ἐπὶ τόνδε τὸν θεῖον ἐληλύθαμεν νόμον· δι’ οὗ θεσπίζομεν, μήτε ἀνθυπατείαν μηδεμίαν μήτε τὴν μέχρι νῦν καλουμέ‐ νην βικαρίαν μήτε τὸν κόμητα τῆς ἑῴας μήτε ἄλ‐ λην οἱανοῦν ἀρχήν, μήτε ὑπατικὴν μήτε ἡγεμονικήν,
10ἃς δὴ κονσουλαρίας καὶ κορρεκτορίας καλοῦσιν (ὧν τινων ῥητῶς μέμνηται ἡ ὑποκειμένη τῷδε ἡμῶν τῷ θείῳ νόμῳ ἀπογραφή, ἃς δὴ καὶ μόνας ὑπὸ τόνδε τὸν νόμον ἄγομεν), διδόναι τι suffragiον μηδὲ ὑπὲρ τῆς ἀρχῆς τὴν οἱανοῦν δόσιν μήτε ἄρχοντι μηδενὶ
15μήτε τῶν περὶ τὰς ἀρχάς τινι μήτε ἑτέρῳ προσώπῳ κατὰ πρόφασιν προστασίας· ἀλλὰ προῖκα μὲν κομί‐ ζεσθαι τὰς ἀρχάς, μέτρια δὲ παρέχειν προφάσει τῶν ὑπὲρ ἑκάστης διδομένων συμβόλων τε καὶ χαρτῶν. Καὶ γὰρ δὴ καὶ ὑπεθήκαμεν ἀπογραφὴν τῷδε τῷ
20θείῳ ἡμῶν νόμῳ δηλοῦσαν, τί προσῆκόν ἐστιν ἑκά‐ στην ἀρχὴν παρέχειν ἢ εἰς τὸ θεῖον ἡμῶν laterculον ἢ εἰς τὸ δικαστήριον τῆς σῆς ὑπεροχῆς προφάσει τῶν κωδικέλλων ἢ συμβόλων ἢ προσταγμάτων· ὥστε ἐκεῖνο [τε] συνεστάλθαι καὶ μὴ παρέχειν αὐτῷ μεγάλην αἴ‐
25σθησιν. Ἐκεῖνο μέντοι διορίζομεν, τὸ χρῆναι τὸν βικά‐ ριον τῆς Ἀσιανῆς, ὄντα δὲ καὶ ἄρχοντα τῆς Πακατια‐ νῆς Φρυγίας, μηκέτι μὲν οὕτω προσαγορεύεσθαι, ἀλλὰ τοῦ λοιποῦ κόμητα Φρυγίας Πακατιανῆς ὀνομάζεσθαι,
30καὶ κομίζεσθαι ἐκ τοῦ δημοσίου, ἅπερ καὶ νῦν προ‐ φάσει ἀννόνων τε καὶ καπιτατιώνων ὑπὲρ ἑκατέρας ἀρχῆς ἐλάμβανεν, οὐδενὸς ἐλαττουμένου τούτων· καὶ μὴ δύο τάξεσι χρῆσθαι, ἀλλὰ ἀναμιγεῖσαν ἑκατέραν, τήν τε τοῦ ἄρχοντος τήν τε τοῦ βικαρίου, μίαν γενέ‐
35σθαι, κομιτιανὴν οὖσάν τε καὶ ὀνομαζομένην, τοῦ κινδύνου τῶν δημοσίων φόρων αὐτῷ τε καὶ πᾶσιν
ὁμοίως ἐπόντος—οἷα μιᾶς τάξεως καθεστώσης, μὴ

68

διῃρημένης αὐτῆς παντελῶς, ἀλλὰ κατὰ μίαν ἁπάντων στρατευομένων συνέχειαν—, κομιζομένην μέντοι καὶ αὐτὴν διὰ τὸ διπλοῦν τοῦ κινδύνου τὰς ἀννόνας καὶ καπιτατίωνας, ἅπερ ἑκατέρα πρώην ἐκομίζετο τάξις.
5μὴ μὴν ἑτέρας τινὸς ἄρχειν τὸν πρώην μὲν βικάριον, νῦν δὲ περίβλεπτον κόμητα τῆς Πακατιανῆς Φρυγίας, οὐκ ἔχοντα παντελῶς οὐδεμίαν μετουσίαν ἐν ταῖς ἄλλαις ταῖς τῆς Ἀσιανῆς διοικήσεως ἐπαρχίαις, ἀλλ’ ἔχοντα μὲν τὴν τοῦ περιβλέπτου κόμητος τῆς Πακα‐
10τιανῆς Φρυγίας ἐπωνυμίαν, ἀρκούμενον δὲ μόνῃ τῇ Πακατιανῇ, καθάπερ εἰπόντες ἔφθημεν, Φρυγίᾳ.
13 Αὐτὸ δὲ τοῦτο καὶ ἐπὶ θατέρου τοῦ πρώην βικαρίου διορίζομεν, φαμὲν δὴ τοῦ κατὰ τὴν Ποντι‐
15κὴν διοίκησιν· ὥστε μὴ δύο καθεστάναι τὸ λοιπόν, ἀλλ’ ἕνα, κόμητα μὲν Γαλατίας πρώτης ὀνομαζόμε‐ νον, καὶ ἔχοντα καὶ τὴν κατὰ τῶν στρατιωτῶν ἐξου‐ σίαν, καθάπερ ἔχει καὶ νῦν, καὶ τὰς ἑκατέρας ἀρχῆς κομιζόμενον σιτήσεις, οὐ μὴν ἔξω τῆς πρώτης Γαλα‐
20τίας. οὐδεμίαν γὰρ αὐτῷ ἑτέραν παντελῶς δίδομεν ἔχειν ἐξουσίαν κατ’ οὐδεμιᾶς Ποντικῆς ἐπαρχίας, ἀλλὰ κατὰ μόνην Γαλατίαν τὴν πρώτην. τῆς τάξεώς τε ὁμοίως ἀναμιγνυμένης καὶ κατὰ μίαν, ὡς εἴρηται, νοουμένης καὶ ἀριθμουμένης συνέχειαν, κομιτιανῆς οὔ‐
25σης τε καὶ ὀνομαζομένης· καὶ οὐδενὸς παντελῶς ἐξ αὐτῶν πρὸς τοὺς ἄλλους ἔχοντός τινα διαφοράν, ἀλλὰ μίαν εἶναι τάξιν, ὑφ’ ἑνὶ τεταγμένην ἄρχοντι, μιᾶς ἐπαρχίας ἡγουμένῳ· πάσης ὁμοίως τῆς τάξεως ἅμα τῷ σφῶν αὐτῶν ἄρχοντι περὶ τὰ δημόσια κινδυνευ‐
30ούσης. Οὐδενὶ δὲ ἄρχοντι παντελῶς ἐφίεμεν οὔτε πο‐ λιτικῷ οὔτε στρατιωτικῷ ἐκπέμπειν ἐν ταῖς πόλεσιν τῆς ἐπαρχίας, ἧς ἄρχει, τοὺς καλουμένους τοποτηρη‐ τάς, γινώσκουσιν, ὡς εἰ τοιοῦτό τι πράξαιεν, αὐτοὶ
35παντελῶς ἐκπεσοῦνται τῆς ἀρχῆς οἱ θαρρήσαντες ἑτέ‐ ρους εἰς τὴν ἑαυτῶν τάξιν ἐμβιβάζειν. Αὐτὸ δὲ τοῦτο φαμὲν καὶ ἐπὶ τοῦ λαμπροτά‐ του κόμητος τῆς ἑῴας καὶ τοῦ λαμπροτάτου ἄρχοντος.
κἀκεῖσε γὰρ μίαν ἀρχὴν ἀμφοτέρας ποιούμεθα, ἔχον‐

69

τος μὲν καὶ τὸ τοῦ περιβλέπτου κόμητος τῆς Ἑῴας ὄνομα, τάξεως δὲ μιᾶς ἄρχοντος κομιτιανῆς οὔσης τε καὶ ὀνομαζομένης, καὶ τῆς πρώτης μόνης Συρίας καὶ τῶν Κυρρηστικῶν ἡγουμένου, καὶ τὰς ἑκατέρας ἀρχῆς
5ἔχοντος σιτήσεις. ἐν ἴσῳ γὰρ τοῖς βικαρίοις κἀκεῖνον τίθεμεν, ὥστε ἅμα καὶ αὐτὸν τῇ πειθομένῃ αὐτῷ τάξει κινδυνεύειν ὑπέρ τε τῆς τῶν δημοσίων εἰσ‐ πράξεως ὑπέρ τε τῆς πολιτικῆς καὶ δημοσίας κατα‐ στάσεως.
10 Βουλόμεθά γε μὴν ἅπασι τοῖς ἄρχουσι τῶν ἡμε‐ τέρων ἐπαρχιῶν πάντας ὑποκεῖσθαι, τοὺς μὲν ἰδιώ‐ τας κατὰ τὸ τῆς ἀρχῆς ἴδιον ἐπὶ πάσαις αἰτίαις καὶ πάσαις χρηματικαῖς τε καὶ ἐγκληματικαῖς προφάσεσι, τοὺς δέ γε ἐν στρατείαις ὄντας καὶ ὑπὸ ἰδικοὺς ἄρ‐
15χοντας τεταγμένους καὶ τούτους οὐδὲν ἧττον προφά‐ σει δημοσίων τε καὶ ἐγκλημάτων ὑποκεῖσθαι πᾶσι τρό‐ ποις αὐτοῖς. Ἀλλὰ καὶ τοὺς ἐντεῦθεν κατιόντας ἐξ οἱουδήποτε δικαστηρίου καὶ τὰς οἱασοῦν μεταχει‐ ριζομένους ψήφους ἐξεῖναι τοὺς τῶν ἐπαρχιῶν ἄρ‐
20χοντας μὴ συγχωρεῖν πλεῖόν τι τῶν τῇ θείᾳ ἡμῶν διατάξει διηγορευμένων λαμβάνειν sportulων, γινώ‐ σκοντας ὡς, εἰ τούτου ῥᾳθυμήσειαν, πᾶσαν ζημίαν ἐντεῦθεν τοῖς ἡμετέροις ὑποτελέσιν ἐπαγομένην αὐτοὶ καταθήσουσι. Δίδομεν δὲ αὐτοῖς ἄδειαν καὶ γνωρί‐
25ζειν τὰ περὶ τούτου μὴ μόνον εἰς τὰς ἀρχάς, ἐξ ὧν εἰσὶν οἱ στελλόμενοι, ἀλλὰ καὶ εἰς ἡμᾶς αὐτούς, ὥστε ἡμᾶς ταῦτα· γινώσκοντας τῷ πράγματι προσ‐ ηκόντως ἐπεξιέναι. Εἰ δὲ καὶ αὐτοί τινας εὕροιεν διὰ τὴν ἐκ τῆς ἀξίας ἢ τῆς ζώνης ὑπεροψίαν τοὺς
30ἡμετέρους ὑποτελεῖς ἀδικοῦντας, ἄδειαν αὐτοῖς δίδο‐ μεν καὶ ἐξετάζειν τὰ ἀδικήματα καὶ τοὺς ὑπευθύνους εὑρισκομένους ἀφαιρεῖσθαι τῆς ζώνης καὶ τὴν ἡμετέραν τάξιν ἐν ταῖς ἐπαρχίαις πληροῦν, τοῦτο ὅπερ καὶ τοῖς ἀρχαίοις διηγόρευται τῶν νόμων. ὥσπερ γὰρ αὐτοὺς
35παντὸς ἀδίκου κέρδους εἴργομεν, οὕτω καὶ καθαρῶς ταῖς ἀρχαῖς κεχρημένους πάσης τιμῆς τε καὶ αἰδοῦς καὶ σεμνότητος ἀπολαύειν θεσπίζομεν. Οὕτω τοίνυν ἡμῖν τῶν ἀρχῶν διακεκριμένων προσήκει τὸν ἐνταῦθα παραλαβόντα τὴν ἀρχὴν μετὰ
40τῆς τοῦ θεοῦ μνήμης ἐναντίον ἡμῶν, ἢ εἴπερ ἡμῖν οὐκ εἴη σχολή, ἐναντίον τῆς τε σῆς ὑπεροχῆς, καὶ τῶν
ἀεὶ τὸν σὸν κατακοσμησόντων θρόνον, τοῦ τε ἀεὶ

70

ἐνδοξοτάτου κόμητος τῶν θείων ἡμῶν largitionων τοῦ τε ἐνδοξοτάτου quaestorος νοῦ θείου ἡμῶν παλα‐ τίου τοῦ τε ἐνδοξοτάτου κόμητος τῶν ἁπανταχοῦ θείων ἡμῶν privatων, παρόντος δὴ καὶ τοῦ κατὰ
5καιρὸν μεγαλοπρεπεστάτου χαρτουλαρίου τῶν θείων ἡμῶν κοιτώνων τοῦ τοῖς συμβόλοις τούτοις τοῖς παρ’ ἡμῖν ὑπηρετουμένου, ὅρκον διδόναι, μηδενὶ παντελῶς μηδὲ ὁτιοῦν παρέχειν μήτε προφάσει δόσεως μήτε προστασίας, μηδὲ ἐπαγγείλασθαι, μηδὲ ἐκ τῆς ἐπαρ‐
10χίας ὁμολογῆσαι στέλλειν, μήτε τοῖς ἐνδοξοτάτοις ἐπάρ‐ χοις μήτε τοῖς ἄλλοις τοῖς τὰς ἀρχὰς ἔχουσι μήτε τοῖς περὶ αὐτοὺς καθεστῶσι μήτε ἑτέρῳ τινὶ κατὰ πρό‐ φασιν προστασίας. ἀλλ’ ὥσπερ ἄμισθον λαμβάνει τὴν ἀρχήν, προσλαμβάνει τε παρὰ τοῦ δημοσίου τὰς σιτή‐
15σεις (ταύτας γὰρ δὴ καὶ μόνας λαμβάνειν αὐτὸν ἐφίε‐ μεν), οὕτως αὐτὴν καθαραῖς φυλάξει ταῖς χερσί, θεῷ τε καὶ ἡμῖν τὸν ὑπὲρ αὐτῆς ὑφέξων λόγον. Ἴστω γὰρ ἡ σὴ ὑπεροχὴ καὶ οἱ μετά σε τὸν αὐτὸν ἐπιβη‐ σόμενοι θρόνον, ὡς, εἴτε αὐτοὶ θαρρήσειαν λαβεῖν τι
20παρὰ τῶν εἰς τὰς εἰρημένας ἀρχὰς παριόντων εἴτε οἱ παραδυναστεύοντες αὐτοῖς εἴτε καὶ ἡ τάξις ἡ σὴ πε‐ ραιτέρω τῶν προφάσει συνηθειῶν παρ’ ἡμῶν αὐτοῖς ὡρισμένων (ἅπερ δὴ καὶ ἀρκεῖν μόνα νομίζοντες δί‐ δοσθαι διωρίσαμεν), ὡς οὐκ ἐν μικροῖς ἡ ποινὴ γε‐
25νήσεται· ἀλλ’ οἱ μὲν μέγιστοι ἄρχοντες οἱ λαβεῖν τι θαρρήσαντες παρὰ τῶν ἐπὶ τὰς ἀρχὰς παριόντων ἢ καὶ συγχωρήσαντες τῇ οἰκείᾳ τάξει τοιοῦτό τι πράτ‐ τειν, καὶ προσαγγελθὲν οὐ θεραπεύοντες, ὡς οὐ μό‐ νον τετραπλάσιον ἀποδώσουσι πᾶν ὅσον εἰλήφασιν,
30ἀλλὰ καὶ μεγάλην ἀγανάκτησιν ὑποστήσονται καὶ τὸν ἐπὶ τῇ ἀρχῇ κίνδυνον εὐλαβηθήσονται. καὶ οἵ γε ἀμφ’ αὐτοὺς ὄντες καὶ ἡ πειθομένη τάξις αὐτοῖς, εἰ πλεῖόν τι τῶν παρ’ ἡμῶν δεδομένων ἐπιχειρήσαιεν λαβεῖν, αὐτοί τε ὑποκείσονται τοῖς ἐζημιωμένοις τῇ
35εἰς τὸ τετραπλοῦν ἀποδόσει ἐκπεσοῦνταί τε καὶ οὐ‐ σίας καὶ ζώνης, πρὸς τῷ καὶ τιμωρίαις ὑποβάλλεσθαι
πρεπούσαις τοῖς πλημμελήμασι τοῖς αὐτῶν.

71

Τοὺς δὲ οὕτως ἀμίσθους παραλαμβάνοντας τὰς ἀρχὰς πρῶτον ἁπάντων σπούδασμα ἔχειν χρὴ τὸ τοῖς δημοσίοις ἀγρύπνως προσέχειν, καὶ τοὺς μὲν ἀγνωμο‐ νοῦντας καὶ δεομένους ἀνάγκης μετὰ πάσης εἰσπράτ‐
5τειν τῆς σφοδρότητος, μηδὲν ὑποκατακλινομένους μηδὲ ὑπὲρ αὐτοῦ τούτου κέρδος τι παντάπασιν ἐννοοῦντας, τοῖς δὲ εὐγνώμοσι πατρικῶς προσφερομένους· ἔπειτα τὸ τοὺς ἡμετέρους ὑπηκόους φυλάττειν πανταχόθεν ἀνεπηρεάστους, οὐδ’ ὁτιοῦν παρ’ οὐδενὸς αὐτῶν κο‐
10μιζομένους. ἀλλ’ ἶσοι μὲν ἐν ταῖς δίκαις, ἶσοι δὲ ἐν ταῖς δημώδεσι καταστάσεσιν ἔστωσαν, ἐπεξιόντες τε τοῖς ἁμαρτήμασι καὶ τοὺς μὲν ἀνευθύνους πανταχό‐ θεν φυλάττοντες καθαρούς, τοῖς ὑπευθύνοις δὲ ἐπιτι‐ θέντες πρὸς τὸν νόμον τὴν ποινήν, καὶ οὕτως ἄρ‐
15χοντες τῶν ὑπηκόων ὡς ἂν πατέρες υἱῶν, ἀγαπῶντες μὲν αὐτοὺς ἀνευθύνους ὄντας, ὑπευθύνους δὲ φαινο‐ μένους σωφρονίζοντές τε καὶ τιμωρούμενοι, καὶ πᾶ‐ σαν δικαιοσύνην ἔν τε τοῖς δημοσίοις ἔν τε τοῖς ἰδίοις συμβολαίοις αὐτοῖς διατηροῦντες· καὶ οὐκ αὐτοὶ μόνοι
20τοῦτο πράττοντες, ἀλλὰ καὶ τὸν ἀεὶ παρεδρεύοντα τοιοῦτον λαμβάνοντες καὶ τοὺς περὶ αὐτοὺς ἅπαντας, ὡς μὴ δοκεῖν ἐκείνους μὲν δῆθεν ἀνευθύνους εἶναι, δι’ ἑτέρων δὲ πλημμελεῖν τε καὶ κλέπτειν, τοῦτο ὅπερ ἔτι μᾶλλον αἰσχρότερόν ἐστι τὸ καὶ κοινωνοὺς τῶν
25ἀδικημάτων λαμβάνειν. Ὥστε ἐξέσται τῇ σῇ ὑπεροχῇ τῶν σεμνοτέρων τινὰς ἐπὶ τὰς ἀρχὰς πέμπειν καὶ τῶν ἐπισταμένων τὰ δημόσια, βουλευτῶν τε φαμὲν καὶ ἑτέρων προσώπων, πεῖραν ἑαυτῶν δεδωκότων ἀγα‐ θὴν καὶ πρὸς τὰς ἀρχὰς ἐπιτηδείων. τίς γὰρ ἂν οὐκ
30ἀγαπήσειε καὶ σεμνότητος ἐμπεπλῆσθαι μεγάλης νο‐ μίσειεν, εἴπερ ἡμετέρᾳ ψήφῳ καὶ κρίσει τῆς σῆς ὑπερ‐ οχῆς ἐπὶ τὴν ἀρχὴν παρέλθοι, μεμαρτυρημένος μὲν ὡς εἴη χρηστός, προῖκα δὲ αὐτὴν δεχόμενος, οὐκ ἐν‐ ησχολημένος δὲ παντελῶς οὐδενὶ φαύλῳ κατὰ τὴν χώ‐
35ραν, οὐδὲ ὅπως τὸ δοθὲν ἀθροίσειεν, οὐδὲ ὅθεν συλ‐ λέξειε χρυσίον, ἀλλ’ ἵνα δὴ τοῦτο μόνον ἔχοι σπού‐ δασμα τὸ τῷ θεῷ τε καὶ ἡμῖν ἑαυτὸν συστῆσαι, καὶ δόξης ἀπολαῦσαι χρηστῆς, καὶ ἀμοιβὰς ἐλπίσαι με‐ γάλας; Εἰ δέ τις παρὰ ταῦτά τι πράξειεν, ἴστω
40καὶ ἕως ἐπὶ τῆς ἀρχῆς, ἐφ’ ἧς ἐστι δικαστής, κλοπῆς αἰτίαν ὑποστησόμενος· καὶ εἴγε φανείη δοὺς χρυσίον
ὑπὲρ τοῦ λαβεῖν τὴν ἀρχὴν ἢ λαβὼν ἐκ τῆς ἀρχῆς

72

(ἑκάτερον γὰρ ὁμοίως ὑπεύθυνον), ὅτι καὶ δήμευσιν καὶ ἐξορίαν ὑποστήσεται καὶ τὴν εἰς τὸ σῶμα βάσα‐ νόν τε καὶ τιμωρίαν, καὶ αὐτὸν δὴ τὸν λαβόντα παρ’ αὐτοῦ, καθάπερ εἰπόντες ἔφθημεν, κακοῖς ὑποθήσει
5μεγάλοις. Καθαρὰς γὰρ ἀπαιτοῦμεν εἶναι ταῖς ἐπι‐ χωρίοις ἀρχαῖς τὰς χεῖρας, ἵνα τοὺς ἀρχομένους ἀζη‐ μίους τε καὶ εὐθηνουμένους φυλάξαιμεν. Καὶ αὗται μὲν ἔκ τε τῶν νόμων ἔκ τε τῶν ἀρχῶν ἐπικείσονται ποιναὶ τοῖς ἐν ταῖς εἰρημέναις ἀρχαῖς οὖσιν, εἴ τι τοι‐
10οῦτο πράξαιεν. Δίδομεν δὲ καὶ τοῖς ἐπαρχεώ‐ ταις ἄδειαν, εἴ τι κατὰ τῆς ἐπαρχίας ἄδικον ὁ τὴν ἀρχὴν ἔχων διαπράξηται καὶ ζημίαις τισὶν ἢ ἐπηρείαις περιβάλλοι τοὺς ἡμετέρους ὑποτελεῖς, ὥστε τὸν θεο‐ φιλέστατον ἐπίσκοπον καὶ τοὺς ἐν τῇ χώρᾳ πρωτεύ‐
15οντας δεήσεις εἰς ἡμᾶς ἀναπέμπειν, καταλέγοντας τοῦ τὴν ἀρχὴν ἔχοντος τὰ πλημμελήματα. ἡμεῖς γὰρ ταῦτα μανθάνοντες στελοῦμεν ἐν τῇ χώρᾳ τὸν ταῦτα ἐξετά‐ σοντα, ἐφ’ ᾧ τε αὐτόν, ἔνθα ἠδίκησεν, ἐκεῖσε καὶ τὰς ποινὰς ὑποσχεῖν τῶν πλημμελημάτων· ὥστε μηδὲ
20ἕτερόν τινα τοιοῦτό τι πρᾶξαι θαρρῆσαι πρὸς τὸ παράδειγμα βλέποντα. Ἀνάγκην ἔχοντος του τὴν ἀρχὴν διέποντος κατὰ τὰς ἔμπροσθεν διατάξεις, ἐπειδὰν κατάθοιτο τὴν ζώνην, τὰς πεντήκοντα ἡμέρας ἐν τῇ ἐπαρχίᾳ διατρίβειν δη‐
25μοσίᾳ φαινόμενον, καὶ τὰς παρὰ πάντων δεχόμενον ἐναγωγάς. εἰ μέντοι, πρὶν πληρώσειε τὰς πεντήκοντα ἡμέρας, ἀποδιδράσκων ἁλοίη καθάπερ τι τῶν ἀτιμο‐ τάτων ἀνδραπόδων, δίδομεν ἄδειαν τοῖς ὑποτελέσι κατέχειν αὐτὸν ἐν τῇ χώρᾳ [ἢ τῇ ἐπαρχίᾳ] καὶ πᾶν
30εἴ τι δεδώκασιν αὐτῷ προφάσει κλοπῆς τοῦτο εἰσ‐ πράττειν, παρόντος μέντοι τοῦ θεοφιλεστάτου ἐπισκό‐ που καὶ τὸ πρᾶγμα ἐγγράφως διασκοποῦντος, ἕως ἂν ἀποδοίη πᾶν ὅπερ κεκλοφὼς φανείη. Ἀλλὰ καὶ αὐ‐ τοὺς τοὺς ἐπαρχεώτας, εἴπερ αἴσθοιντο τῆς τῶν ἀρ‐
35χόντων κλοπῆς, ἄδειαν ἔχειν, μᾶλλον μὲν οὖν καὶ ἀνάγκην, ταῦτα μηνύειν εἰς ἡμᾶς· ὥστε ἡμᾶς μανθά‐ νοντας, ὅτι περ ὅλως χρυσίου πιπράσκει τὸ δίκαιον, ταῖς εἰρημέναις αὐτὸν ὑποβάλλειν ποιναῖς, πρὸς τῷ καὶ ταῖς ἐξ οὐρανοῦ τιμωρίαις ἔνοχον εἶναι, παρα‐
40βάντα τοὺς ὅρκους ἐφ’ οἷς ἔλαβε τὴν ἀρχήν. Εἰ δὲ

73

καὶ ἰσχύσειε καθ’ οἱανοῦν αἰτίαν μὴ πεπληρωκὼς τὰς πεντήκοντα ἡμέρας ἐκ τῆς ἐπαρχίας φυγεῖν, τηνικαῦτα συλληφθείς, ἔνθα ἂν διατρίβων φανείη, ἐπαναχθήσε‐ ται μὲν εἰς τὴν ἐπαρχίαν ἧς ἦρχεν, ἅπαν δέ, ὅσον
5ἂν εὑρεθείη λαβών, ἀποδώσει τετραπλάσιον. Ἐκείνου δηλαδὴ φυλαττομένου τοῦ μηδεμίαν εἶναι τοῖς ἡμετέροις ὑπηκόοις ἄδειαν ἐφ’ ἑτέρῳ τινὶ πλὴν ἢ κλοπῇ ταῦτα περὶ τοὺς ἄρχοντας πράττειν. Οὐ γὰρ εἰ φανείη σφοδρότερος τοῖς ἀγνώμοσι διὰ τὴν τῶν
10δημοσίων εἴσπραξιν ἢ διὰ τὴν τῶν πλημμελημάτων ἐπεξέλευσιν, δώσομεν τοῖς ὑπηκόοις πράττειν τι κατ’ αὐτοῦ· τοὐναντίον μὲν οὖν καὶ ποιναῖς αὐτοὺς ταῖς πασῶν πικροτάταις ὑπάξομεν, εἰ τοὺς καθαραῖς χρη‐ σαμένους ταῖς χερσὶν καὶ τῇ τῶν δημοσίων εἰσπράξει
15μετὰ πάσης προσενεχθέντας ἀκριβείας, εἶτα καταθε‐ μένους τὴν ἀρχὴν ὑβρίσαι θαρρήσαιεν, ἀλλὰ μὴ σὺν εὐφημίᾳ πάσῃ μετὰ τὸν νενομισμένον χρόνον τὰς ἐπαρχίας ἀπολιμπάνοντας ἀποπέμψαιεν. Δεῖ γὰρ τοὺς μετὰ τόνδε ἡμῶν τὸν νόμον γινομένους λαμπροτά‐
20τους τῶν ὑποτεταγμένων ἐπαρχιῶν ἄρχοντας ἐντεθυ‐ μῆσθαι, πόσης μὲν ἀπολαύσουσι δόξης τοιοῦτοι φαι‐ νόμενοι, πόσαις δὲ περιπεσοῦνται δυσκολίαις τὸν νό‐ μον τοῦτον παραλῦσαι τό γε ἐφ’ ἑαυτοῖς θαρρήσαντες. εἴη γὰρ ἂν τῶν ἀτόπων, εἰ τοὺς μὲν ἐπ’ εὐτελέσιν
25ἁλόντας κλοπαῖς αὐτοὶ κολάζοιεν, καὶ βασάνοις αὐτοὺς ὑποβάλλοιεν, καὶ οὐ πρότερον συγχωροῖεν ἕως ἂν ἀποδοῖεν τὰ φώρια, αὐτοὶ δὲ ἀνεύθυνοι μένοιεν ἐπὶ μεγάλων γενόμενοι κλοπῶν, καὶ οὐδὲ τὸ πρὸς τοὺς ὑπηκόους ἐρυθριῶντες παράδειγμα· ὧν ἔξεστιν αὐτοῖς
30ὑπεριδοῦσι σεμνοῖς τε καὶ ἐλευθέροις καὶ πανταχόθεν ἐπαινουμένοις φανῆναι καὶ τὴν ἐξ ἡμῶν ἔχειν καλὴν μαρτυρίαν τε καὶ ἐλπίδα. Οὐ συγχωροῦμεν δὲ οὔτε τοῖς περιβλέπτοις δουξὶν οὔτε ἑτέρῳ τινὶ τὴν οἱανοῦν αὐτοῖς πλεονεξίαν ἢ ἀδικίαν ἐπαγαγεῖν, ἢ
35πολιτικοῖς ὅλως πράγμασι κοινωνεῖν, ἵνα καὶ ἡμεῖς αὐτοῖς τὴν σεμνότητα φυλάττοιμεν κἀκεῖνοι τὴν κα‐ θαρότητά τε ἡμῖν καὶ εὔνοιαν ἀντιδιδοῖεν. Ἴστω γὰρ ἅπαν τὸ ὑπήκοον, ὡς διὰ τὴν αὐτῶν ὠφέλειαν καὶ τὸ πανταχόθεν αὐτῶν ἀζήμιον καὶ τὸ διὰ πάσης αὐ‐
40τοὺς ἄγειν εὐπαθείας καὶ μὴ καταναγκάζεσθαι τὰς χώρας ἀπολιμπάνειν μηδὲ ἐν ξένῃ ταλαιπωρεῖσθαι,
διὰ τοῦτο τὸν παρόντα νόμον ἐγράψαμεν, θεῷ τε

74

αὐτὸν ἀνατιθέντες καὶ ταῖς παρούσαις σεβασμιωτά‐ ταις τῆς μεγάλης αὐτοῦ καὶ κοινοτάτης ἑορτῆς ἡμέ‐ ραις· ἵνα πᾶσιν ἐξῇ πατέρας δέχεσθαι μᾶλλον ἄρχον‐ τας ἢ κλέπτοντάς τε καὶ ἀνδραποδώδεις καὶ ταῖς αὑ‐
5τῶν οὐσίαις ἐφεδρεύοντας. Δεῖ δὲ καὶ ὑμᾶς τοὺς ἡμετέρους ὑποτελεῖς εἰδότας, πόσην ὑμῶν ἐθέμεθα πρόνοιαν, μετὰ πάσης εὐγνωμοσύνης τοὺς δημοσίους ἀνελλιπῶς φόρους εἰσάγειν, καὶ μηδὲ τῆς παρὰ τῶν ἀρχόντων ἀνάγκης δεῖσθαι, ἀλλ’ οὕτως εὐγνώμονας
10ἑαυτοὺς παρέχειν, ὥστε ἡμῖν ἐξ αὐτῶν ἐνδείξασθαι τῶν ἔργων, ὅτι καὶ αὐτοὶ τῆς τοσαύτης φιλανθρω‐ πίας τὴν οἰκείαν ἡμῖν εὐγνωμοσύνην ἀντιδίδοτε, καὶ εἰκότως ἕξετε πᾶσαν παρὰ τῶν ἀρχόντων προφάσει τῆς εὐγνωμοσύνης σπουδήν τε καὶ πρόνοιαν, ἐκεῖνο
15γινώσκοντες ὡς, ἐπειδὴ τοῖς ἄρχουσιν ἐπίκειται παν‐ ταχόθεν ὁ τῶν δημοσίων κίνδυνος καὶ τῶν ἀνωμο‐ λογημένων ἐστίν, ὡς ἐπὶ τῷ σφῶν αὐτῶν κινδύνῳ τὰς ἀρχὰς ὑπεισέρχονται, καὶ ὑμᾶς τοῦτο γινώσκοντας ἐκ τρόπου παντὸς εὐλαβεῖσθαι τὴν ἀγνωμοσύνην, καὶ
20μὴ τὰς ἑαυτῶν γνώμας οὕτω παρέχειν ἀπειθεῖς, ὡς καὶ τῆς ἐξ αὐτῶν δεῖσθαι σφοδρότητος, ἣν ἀναγκαῖον αὐτοῖς ἐστι προσλαμβάνειν διὰ τὴν ἀπαραίτητον τῶν δημοσίων εἴσπραξιν. εἰδότων ὑμῶν τῶν ἡμετέρων ὑπη‐ κόων, ὡς αἱ στρατιωτικαὶ δαπάναι καὶ ἡ τῶν πολε‐
25μίων δίωξις πολλῆς δεῖται τῆς ἐπιμελείας, καὶ οὐκ ἔστι χρημάτων χωρὶς ταῦτα πραχθῆναι, τοῦ πράγμα‐ τος μηδεμιᾶς ἀναβολῆς δεομένου, οὐδὲ ἡμῶν αἱρου‐ μένων περιορᾶν τὴν Ῥωμαίων γῆν ἐλαττωθεῖσαν, ἀλλὰ Λιβύην τε πᾶσαν ἀνακτησαμένων καὶ Βανδίλους κα‐
30ταδουλωσάντων καὶ πολλά γε ἔτι καὶ μείζονα τούτων ἐλπιζόντων παρὰ τοῦ. θεοῦ λαβεῖν τε καὶ πρᾶξαι, εἰς ἃ προσῆκόν ἐστι τοὺς δημοσίους φόρους ἀνελλιπῶς καὶ εὐγνωμόνως καὶ κατὰ τὰς ὡρισμένας εἰσπράττε‐ σθαι προθεσμίας. ὥστε εἴπερ ὑμεῖς μὲν εὐγνωμόνως
35ἀπαντήσοιτε τοῖς ἄρχουσιν, οἱ δὲ ῥᾳδίαν τε καὶ ἐκ προχείρου τὴν τῶν δημοσίων εἰσκομιδὴν εἰς ἡμᾶς ποι‐ οῖντο, καὶ τοὺς ἄρχοντας ἐπαινέσομεν τῆς σπουδῆς καὶ ὑμᾶς ἀποδεξόμεθα τῆς γνώμης· καὶ πανταχόθεν μία τις ἔσται καλή τε καὶ σύμφωνος τῶν τε ἀρχόν‐
40των καὶ τῶν ἀρχομένων ἁρμονία. Τῷ μεγάλῳ τοίνυν θεῷ καὶ σωτῆρι ἡμῶν Ἰησοῦ
Χριστῷ πάντες ὁμοίως ἀναπεμπέτωσαν ὕμνους ὑπὲρ

75

τούτου δὴ τοῦ νόμου, ὃς αὐτοῖς δώσει καὶ τὰς πατρί‐ δας οἰκεῖν ἀσφαλῶς καὶ τὰς οἰκείας περιουσίας ἔχειν βεβαίως καὶ τῆς τῶν ἀρχόντων ἀπολαύειν δικαιοσύ‐ νης. Καὶ γὰρ δὴ καὶ ἡμεῖς διὰ τοῦτο αὐτὸν ἐθέμεθα,
5ὅπως ἂν ἐκ τῆς ἐν τῷ νόμῳ δικαιοσύνης ἰσχύσωμεν τῷ δεσπότῃ θεῷ οἰκειῶσαι ἑαυτοὺς καὶ τὴν ἡμετέραν συστῆσαι βασιλείαν, ἵνα μὴ δόξωμεν περιορᾶν ἀν‐ θρώπους ἀδικουμένους, οὓς ἡμῖν παρέδωκεν ὁ θεός, ὅπως ἂν αὐτῶν διὰ πάντων φειδώμεθα, τῇ αὐτοῦ
10κατακολουθοῦντες ἀγαθότητι. Ὥστε τό γε ἐφ’ ἡμῖν ἀφοσιούσθω τῷ θεῷ, διότι μηδὲν τῶν εἰς νοῦν ἡμῖν ἐρχομένων ἀγαθῶν ὑπὲρ κηδεμονίας τῶν ὑπηκόων παραλιμπάνομεν. βουλόμενοι γὰρ τὰς ἀνελευθέρους ταύτας καὶ ἀνδραποδώδεις κλοπὰς ἀνελεῖν καὶ τοὺς
15ἡμετέρους ὑποτελεῖς ἐν εὐπαθείᾳ παρὰ τῶν τὰς ἐπι‐ χωρίους ἀρχὰς ἐχόντων φυλάξαι, διὰ τοῦτο ἐσπεύσα‐ μεν προῖκα τὰς ἀρχὰς αὐτοῖς δοῦναι, ὅπως ἂν μηδὲ αὐτοῖς ἐξῇ πλημμελεῖν τε καὶ ἁρπάζειν τὸ ὑπήκοον· οὗπερ ἕνεκα πάντα αἱρούμεθα πόνον, οὐκ ἀξιοῦντες
20μιμεῖσθαι τοὺς πρὸ ἡμῶν βεβασιλευκότας, οἵπερ χρη‐ μάτων προὐβάλλοντο τὰς ἀρχάς, ἑαυτοῖς ἀναιροῦντες τὴν ἄδειαν τοῦ γε τοῖς ἐν ταῖς ἀρχαῖς ἀδικοῦσιν ἐπι‐ τιμᾶν δίκαια, ἀλλ’ αὐτοί τε οἷς ἐλάμβανον ἐγκαλύπτε‐ σθαι δίκαιοι καθεστῶτες, τούς τε οἰκείους ὑποτελεῖς
25δι’ αὐτὸ δὴ τοῦτο ἐξαρπάζειν τῶν κακῶς ἀρχόντων οὐ δυνάμενοι οὐδὲ αὐτοῖς τοῖς ἄρχουσιν ἐπιτιμᾶν σω‐ φρονεῖν προφάσει τῆς εἰρημένης αἰτίας. ἡμεῖς δὲ ἀρ‐ κοῦντα τῇ βασιλείᾳ πόρον εἶναι νομίζομεν τὸ μόνους ἐντελεῖς τοὺς δημοσίους κομίζεσθαι φόρους, ἀλλὰ μή
30τι καὶ ἔξωθεν προσεπιζητεῖν, ὅπερ τοῖς ὑπηκόοις πάντα κατασείσει τὸν βίον. Τὸ δὲ ἐν τοῖς ἔμπροσθεν ἡμῖν εἰρημένον ἔτι μείζονι χρῆναι καὶ ἀκριβεστέρᾳ περιλαβεῖν ᾠήθημεν νομοθεσίᾳ, ὥστε τὸν ἡμέτερον σκοπὸν ἅπασι γενέσθαι
35φανερόν. Θεσπίζομεν γὰρ τοὺς λαμπροτάτους τῶν ὑπο‐ τεταγμένων ἐπαρχιῶν ἄρχοντας, χωρὶς ἁπάσης γινο‐ μένους χρημάτων δόσεως καὶ τῶν παρ’ αὐτῶν διδο‐ μένων ὅρκων μεμνημένους, ἔχειν καὶ ταύτην παρ’ ἡμῶν τὴν παρρησίαν τοῦ μηδεμίαν εἶναι μηδενὶ πρὸς
40αὐτοὺς παντελῶς φόρου [ἤτοι κριτηρίου] παραγραφὴν

76

μήτε ἐν ταῖς ἁμαρτανομέναις παρά τινων βίαις μήτε ἐπὶ τοῖς ἐγκλήμασι καὶ τοῖς ἐντεῦθεν ἀδικίαις μήτε ἐπὶ ταῖς στάσεσι ταῖς δημοσίαις μήτε ἐπὶ ταῖς τῶν δημοσίων φόρων εἰσπράξεσιν, ἀλλὰ πάντας ὁμοίως
5ὑποκεῖσθαι τῇ τούτων δικαιοδοσίᾳ, οὐκ ἀναμενόντων οὔτε προστάξεις λαβεῖν ἐκ τῶν ἀρχόντων οἷς ὑπόκειν‐ ται, οὔτε μηνύειν εἰς αὐτούς, ἀλλ’ ἀρκεῖσθαι τῷδε ἡμῶν τῷ νόμῳ, δι’ οὗ πᾶσαν αὐτοῖς ἐξουσίαν παρ‐ έχομεν. οὐδενὸς ἄδειαν ἔχοντος παντελῶς ἐπὶ τῶν
10εἰρημένων αἰτιῶν οὔτε προνομίῳ χρῆσθαί τινι οὔτε ἐκεῖθεν ἑαυτῷ κατορθοῦν τὸ πλημμελεῖν ἀνευθύνως. οὐ γὰρ ἂν οἱ πάσης ἀπεχόμενοι λήψεως ἄρχοντες ἕτε‐ ρόν τι τοῦ θεοῦ καὶ τοῦ νόμου καὶ τοῦ ἡμετέρου προθήσουσι δέους, ἀλλ’ εἰς ἐκεῖνο βλέποντες φυλά‐
15ξουσι τοῖς ὑπηκόοις τὸ δίκαιον, πάντα κατὰ τοὺς ἡμε‐ τέρους κρίνοντές τε καὶ πράττοντες νόμους. Ἐπὶ γὰρ τοῖς τοιούτοις καὶ τοὺς στρατιώτας τοὺς ἐν ταῖς ἐπαρχίαις ὄντας αὐτοῖς ὑποτάττομεν, οὐδὲ ἐκεῖσε δεο‐ μένοις προστάξεώς τινος ἰδίας ἢ παρ’ ἡμῶν ἢ παρὰ
20τῶν ἡμετέρων ἀρχόντων, ἀλλὰ τῷ παρόντι νόμῳ χρωμένοις καὶ τοῦτον αὐτοῖς δεικνύουσιν, ὥστε ἐπ‐ αμύνειν αὐτοῖς χρωμένοις τῇ τῆς ἀρχῆς παρρησίᾳ, γι‐ νώσκοντας ὡς, εἰ μὴ τοῦτο πράξαιεν, καὶ σιτήσεων καὶ αὐτῆς τῆς στρατείας ὑπομενοῦσιν ἔκπτωσιν καὶ
25τὸν εἰς σῶμα κίνδυνον ὑποστήσονται. Ὥστε ἡμῖν μηδενὸς ἑτέρου παντελῶς δεῖν ἄρχοντος, καὶ λῃστο‐ διώκτας ἢ τοὺς καλουμένους βιοκωλύτας, μᾶλλον δὲ λωποδύτας, ἢ ἀφοπλιστὰς ἐκπέμπειν, προφάσεσι μὲν δῆθεν εὐλόγοις χρωμένους, αὐτοὺς δὲ τὰ πάντων χεί‐
30ριστα πράττοντας. τῶν γὰρ ἀρχόντων τῶν ἐπαρχιῶν τὴν ἑκάστου τῶν μεγίστων ἀρχῶν πληρούντων τάξιν, καὶ ἀντὶ πάσης ἑτέρας δὲ ἀρχῆς ταῖς ἐπαρχίαις ἀρ‐ κούντων, καὶ τὰ ἐκ τῶν ἡμετέρων νόμων τό γε ἐπ’ αὐτοῖς ψηφιζομένων, τίς ἂν θαρρήσειεν ἢ φόρου παρα‐
35γραφῇ ἢ τοιούτῳ τινὶ πρὸς αὐτοὺς χρήσασθαι; Ἀπαγορεύομεν δὲ καὶ τῷ ἐνδοξοτάτῳ στρα‐ τηγῷ τῆς Ἕω καὶ πᾶσι τοῖς ἡμετέροις ἄρχουσιν, ἢ λῃστοδιώκτας ἢ βιοκωλύτας ἢ ἀφοπλιστὰς ἤ τινας
τοιούτους ἐν ταῖς ἐπαρχίαις ἐκπέμπειν. Ἴστωσαν γὰρ

77

οἵ τε γενέσθαι μετὰ τόνδε ἡμῶν τὸν νόμον θαρρή‐ σαντες, ὡς συλληφθέντες παρὰ τῶν ἀρχόντων τῶν ἐπαρχιῶν καὶ δεσμωτήριον οἰκήσουσι καὶ εἰς ἡμᾶς τοῦ πράγματος μηνυομένου τὸν ἔσχατον ὑποστήσονται κίν‐
5δυνον· οἵ τε τὰς τοιαύτας αὐτοῖς παραδιδόντες προσ‐ τάξεις triginta librarum auri ὑποστήσονται ποινήν, καὶ μείζονος δὲ ἔτι καὶ σφοδροτέρας ἡμῶν ἀγανακτή‐ σεως πειραθήσονται. Δεῖ τοίνυν τοὺς ἄρχον‐ τας τῶν ἐπαρχιῶν τοσαύτης ἀξιωθέντας παρ’ ἡμῶν
10ἐξουσίας οὕτω τῷ πράγματι χρῆσθαι, ὡς δικαίως καὶ νομίμως ἅπασιν εἶναι φοβερούς, εἰδότας ὡς, εἰ τῇ δεδομένῃ παρ’ ἡμῶν ἀρχῇ κακῶς καὶ ἀναξίως τῆς ἐπιτραπείσης αὐτοῖς παρ’ ἡμῶν παρρησίας χρήσον‐ ται, ὑποκείσονται ταῖς τιμωρίαις αἷς ἔμπροσθεν εἴ‐
15πομεν, καὶ ἕως τὴν ἀρχὴν ἔχουσι ταύτας ὑπομένοντες, καὶ ἐπειδὰν αὐτὴν κατάθοιντο, μειζόνων ἔτι πειρώ‐ μενοι κινδύνων. Οὐδὲ γὰρ δίδομεν αὐτοῖς ἄδειαν, πρὶν τὸν νενομισμένον τῶν πεντήκοντα ἡμερῶν πλη‐ ρώσουσι χρόνον, τῶν ἐπαρχιῶν ὧν ἦρξαν ἀναχω‐
20ρεῖν ἢ κατὰ πρόφασιν revocatoriας [ἤτοι ἀνακλήσεως] ἢ κατὰ πρόφασιν φυγῆς ἢ κατὰ ἄλλην οἱανοῦν αἰ‐ τίαν· γινώσκουσιν ὡς, καθάπερ ἔμπροσθεν εἰπόντες ἔφθημεν, εἴτε ἐπὶ ταύτης γένοιντο τῆς εὐδαίμονος πό‐ λεως εἴτε ἐν οἱᾳδήποτε χώρᾳ, πρὸς τὴν ἐπαρχίαν
25αὖθις ἐπαναχθέντες ἧς ἦρξαν ποινὰς ὑφέξουσιν, ἃς ἔμπροσθεν εἰπόντες ἔφθημεν. Τὸν δὲ ὅρκον δώσουσιν ἐνταῦθα μὲν κατὰ τὸ ἀνω‐ τέρω ῥηθέν. Εἰ δέ τισιν ἐν ταῖς ἐπαρχίαις οὖσι πέμποιτο τὰ τῆς ἀρχῆς σύμβολα, ἐπί τε τοῦ θεο‐
30φιλεστάτου ἐπισκόπου τῆς μητροπόλεως καὶ τῶν ἐν αὐτῇ πρωτευόντων τὸν ὅρκον ὑφέξουσι, καὶ οὕτω τῶν τῆς ἀρχῆς ἀντιλήψονται πράξεων· δηλαδὴ τῆς σῆς ὑπεροχῆς προνοούσης τοῦ, εἴτε ἐπὶ ταύτης τῆς μεγάλης πόλεως παραλάβοι τις ἀρχήν, εἴτε κατὰ χώ‐
35ραν αὐτῷ τὰ σύμβολα ταύτης πεμφθείη παρὰ τῆς σῆς ὑπεροχῆς, αὐτὸν τὸν λαμβάνοντα τὸ ἀσφαλὲς περι‐ ποιεῖν τῷ δημοσίω περὶ τῆς τῶν φόρων ἀμέμπτου εἰσπράξεως, καθάπερ ἂν αὐτὸς καθαρῶς δοκιμάσειας.
Κείσθω δὲ ὁ νόμος ἡμῖν οὗτος ἐφ’ ἅπασι τοῖς τὰς

78

παρ’ ἡμῶν ῥητῶς ὀνομασθησομένας ἀρχὰς ἐκ τοῦ παρόντος χρόνου ἀμίσθους παραληψομένοις. τὰ γὰρ δὴ προειληφότα τοῖς ἔμπροσθεν κειμένοις ὑποκείσθω νόμοις, οὐδεμιᾶς ποινῆς τῶν ἐν τῷδε ἡμῶν τῷ νόμῳ
5διωρισμένων ἐπικειμένης τοῖς μέχρι νῦν τὰς ἀρχὰς ἔχουσι, πλὴν εἰ μὴ καὶ αὐτοὶ μετὰ τὴν ἐμφάνισιν τοῦδε τοῦ νόμου κλέπτοντες ἁλοῖεν. 〈Ἐπίλογος.〉 Ταῦτα τοίνυν ἡ σὴ ὑπεροχὴ πάντα μανθάνουσα ἐν πᾶσι τοῖς ἔθνεσι τοῖς ὑποτεταγμένοις
10φανερὰ παρασκευασάτω γενέσθαι, κατὰ τὸ νενομι‐ σμένον προστάγμασι χρωμένη πρὸς πάντας τοὺς τῶν ἐπαρχιῶν ἡγουμένους· ὥστε αὐτοὺς γινώσκοντας τὴν ἡμετέραν περὶ τοὺς ὑπηκόους σπουδὴν καὶ ἣν ἔχομεν περὶ τὴν τῶν ἀρχόντων χειροτονίαν γνώμην, εἰδέναι,
15πόσων αὐτοῖς ἀγαθῶν μεταδεδώκαμεν, οὐδὲ τῆς βα‐ σιλικῆς θεραπείας διὰ τὴν αὐτῶν εὐδαιμονίαν φεισά‐ μενοι.
18tἼδικτον γραφὲν τοῖς ἁπανταχοῦ γῆς θεοφι‐
19tλεστάτοις ἐπισκόποις καὶ ὁσιωτάτοις πατρι‐
20tάρχαις.
21 Τῆς παραδοθείσης ἡμῖν ἐκ θεοῦ πολιτείας κηδό‐ μενοι καὶ ἐν ἁπάσῃ δικαιοσύνῃ ζῆν τοὺς ἡμετέρους ὑπηκόους σπεύδοντες, τὸν ὑποτεταγμένον νόμον ἐγρά‐ ψαμεν, ὃν δὴ τῇ σῇ ὁσιότητι, καὶ δι’ αὐτῆς ἅπασι
25τοῖς τῆς ἐπαρχίας τῆς σῆς ποιῆσαι φανερὸν καλῶς ἔχειν ἐνομίσαμεν. τῆς οὖν σῆς θεοφιλίας καὶ τῶν λοιπῶν ἐπισκόπων ἔστω ταῦτα παρατηρεῖν, καὶ εἴ τι παραβαίνοιτο παρὰ τῶν ἀρχόντων, εἰς ἡμᾶς μη‐ νύειν, ὅπως ἂν μή τι παροραθείη τῶν ὁσίως τε καὶ
30δικαίως ὑφ’ ἡμῶν νομοθετηθέντων. Εἰ γὰρ ἡμεῖς μὲν τοὺς ἡμετέρους ὑπηκόους ἐλεοῦντες, ὅτι πρὸς τῇ τῶν δημοσίων φόρων ἐκτίσει καὶ μεγάλας ὑπέμενον ἐκ τῆς τῶν ἀρχόντων κλοπῆς ἀδικίας διὰ τὰς γινομέ‐ νας τῶν ἐπαρχιῶν πράσεις, ταύτας ἀνελεῖν διὰ τοῦ
35ὑποτεταγμένου ἐσπεύσαμεν νόμου, ὑμεῖς δὲ ῥᾳθυμοῦν‐
τες μὴ προσαγγείλητε, ἡμῖν μὲν ἀφοσιούσθω τὸ πρὸς

79

τὸν δεσπότην θεόν, ὑμεῖς δὲ ἀπολογήσεσθε πρὸς αὐ‐ τὸν ὑπὲρ τῆς τῶν ἄλλων ἀδικίας, εἴ τι παρὰ τὸ μὴ μαθεῖν ἡμᾶς βλάβος τοῖς παρ’ ὑμῖν ἀνθρώποις ἐπ‐ άγοιτο. ἀλλὰ δεῖ παρόντας ὑμᾶς τῇ χώρᾳ καὶ ὑπὲρ
5αὐτῶν καὶ τῶν λοιπῶν ἀγωνιῶντας φανεροὺς ἡμῖν καθιστᾶν καὶ τοὺς ὀρθῶς ἄρχοντας καὶ τοὺς παρα‐ βαίνοντας τόνδε ἡμῶν τὸν νόμον, ὅπως ἂν ἑκατέρους γινώσκοντες τοὺς μὲν κολάζωμεν, τοὺς δὲ ἀμειβώμεθα. Ἐπειδὰν δὲ ὁ νόμος δημοσίᾳ προτεθείη καὶ ἅπασι γέ‐
10νοιτο φανερός, τηνικαῦτα ληφθεὶς ἔνδον ἀποκείσθω ἐν τῇ ἁγιωτάτῃ ἐκκλησίᾳ μετὰ τῶν ἱερῶν σκευῶν, οἷα καὶ αὐτὸς ἀνατεθειμένος θεῷ καὶ πρὸς σωτηρίαν τῶν ὑπ’ αὐτοῦ γενομένων ἀνθρώπων γεγραμμένος. ποιήσαιτε δὲ ἂν κάλλιον καὶ τοῖς αὐτόθι πᾶσιν ἀν‐
15θρώποις συμφορώτερον, εἴπερ αὐτὸν ἐγκολάψαντες ἢ σανίσιν· ἢ λίθοις ἐν ταῖς στοαῖς τῆς ἁγιωτάτης ἐκκλη‐ σίας ἀναγράψαιτε, πρόχειρον παρεχόμενοι πᾶσι τὴν τῶν νομοθετηθέντων ἀνάγνωσίν τε καὶ κτῆσιν. Εἰ δὲ τῆς τῶν ἀρχόντων καθαρότητος τοσαύτην
20ἐθέμεθα πρόνοιαν, πρόδηλον ὡς πολλῷ μᾶλλον τοῖς ἐκδίκοις οὐκ ἐφήσομεν οὐδ’ ὁτιοῦν οὔτε λαμβάνειν οὔτε διδόναι. δώσουσι μὲν γὰρ ὑπὲρ τῶν παρεχομέ‐ νων αὐτοῖς προσταγμάτων ἐν τῷ δικαστηρίῳ τῶν ἐν‐ δοξοτάτων ἐπάρχων, εἰ μὲν μείζονες αἱ πόλεις εἶεν,
25solidos quattuor, εἰ δὲ τῶν ἐλαττόνων, solidos tres, καὶ πέρα τούτων οὐδέν· λήψονται δὲ οὐδ’ ὁτιοῦν παρ’ οὐδενός, πλὴν εἰ μή τις ἐκ τοῦ δημοσίου νενομισμέ‐ νος αὐτοῖς προσίῃ πόρος· ἢ εἴπερ μηδὲν ἐκ τοῦ δημο‐ σίου λαμβάνοιεν, μηδὲν περαιτέρω τῶν τῇ θείᾳ ἡμῶν
30διηγορευμένων διατάξει κομίζεσθαι. ἐπείτοιγε εἴ τι λαβόντες ἁλοῖεν ἢ αὐτοὶ ἢ οἱ καλούμενοι αὐτῶν χαρ‐ τουλάριοι ἢ ἕτερός τις τῶν περὶ αὐτούς, ἐκεῖνο τετρα‐ πλάσιον ἀποδώσουσιν ὅπερ ἔλαβον, καὶ τοῦ φρον‐ τίσματος ἀπελαθήσονται· καὶ πρός γε καὶ ἐξορίᾳ
35διηνεκεῖ ζημιωθέντες καὶ εἰς σῶμα σωφρονισθέντες
δώσουσι χώραν ἀνδράσιν ἀγαθοῖς ἀντὶ κακῶν τοῦ φρον‐

80

τίσματος ἀντιλαμβάνεσθαι. Ἔσεσθε δὲ καὶ τούτου φύ‐ λακες ὑμεῖς, καὶ κωλύοντες τὰ παρὰ ταῦτα γινόμενα καὶ μηνύοντες, ὥστε μὴ διαλαθεῖν τι τῶν ἁμαρτανο‐ μένων μηδὲ ἐκ τοῦ λαθεῖν ἀτιμώρητον εἶναι, ἀλλὰ
5πᾶσαν ἰσότητά τε καὶ δικαιοσύνην τοῖς ἡμετέροις ὑπη‐ κόοις ἐπανθῆσαι. Εἰ δὲ καὶ οἱ μέχρι νῦν ἄρχοντες μὴ μετὰ τὴν ἐμφάνισιν τοῦδε τοῦ νόμου πάσης ἀπό‐ σχωνται κλοπῆς, ἴστωσαν καὶ αὐτοὶ ταῖς ἐκ τοῦδε τοῦ νόμου ποιναῖς ὑποκείμενοι. [τοῦτο τὸ ἴδικτον πρὸς
10τοὺς ἐπισκόπους.]
12tἘγράφη τὸ ἶσον τοῦ ἰδίκτου Κωνσταντινου‐
13tπολίταις, ἔχον οὕτως·
14Ὅσην ἁπάντων τῶν ὑπηκόων ἐθέμεθα πρόνοιαν, δεί‐
15κνυσιν ὁ παρ’ ἡμῶν ἔναγχος τεθεὶς νόμος, ὃν δὴ πρὸς τοὺς ἐνδοξοτάτους ἡμῶν ἐπάρχους ἐγράψαμεν. ἀλλὰ προσῆκόν ἐστι καὶ ὑμᾶς αὐτοὺς εἰδέναι τὴν ἡμετέραν πρόνοιαν, ἣν περὶ πάντας ἀνθρώπους ἔχομεν. καὶ διὰ τοῦτο τὸν νόμον αὐτὸν καὶ ἐν ἰδίκτου προτεθεί‐
20καμεν σχήματι· ὥστε ὑμᾶς τῷ δεσπότῃ θεῷ καὶ σω‐ τῆρι ἡμῶν Ἰησοῦ Χριστῷ δικαίως ἀναπέμπειν ὕμνους, καὶ τῇ ἡμετέρᾳ βασιλείᾳ, ὅτι πάντα διὰ τὸ ὑμέτερον συμφέρον αἱρούμεθα πόνον.
24tΓνῶσις τῆς παρ’ ἑκάστης τῶν ὑποτεταγμέ‐
25νων ἀρχῶν ὀφειλούσης παρέχεσθαι λόγῳ
26tσυνηθειῶν ποσότητος, [παρὰ] τῶν τὰς ἀρχὰς
27tἐχόντων οὐδενὸς τολμῶντος παρὰ τὰ προ‐
28tγεγραμμένα οὔτε λαβεῖν οὔτε δοῦναί τι
29tπλέον.
30 Ἀπὸ τοῦ περιβλέπτου κόμητος τῆς Ἀνατολῆς οὕτως· ἐν τῷ θείῳ ἡμῶν κουβουκλείῳ νομ. ξγʹ τῷ πριμικηρίῳ τῶν λαμπροτάτων τρι‐ βούνων νοταρίων μετὰ τῶν τεσσάρων
35σκρινίων τοῦ θείου λατερκούλου νομ. νʹ
τῷ αὐτοῦ βοηθῷ νομ. γʹ

81

τῇ τάξει τῶν ἐνδοξοτάτων ἐπάρχων ὑπὲρ προστάγματος νομ. πʹ Ἀπὸ τοῦ ἀνθυπάτου Ἀσίας οὕτως· ἐν τῷ θείῳ ἡμῶν κουβουκλείῳ νομ. ξγʹ
5τῷ πριμικηρίῳ τῶν λαμπροτάτων τρι‐ βούνων νοταρίων μετὰ τῶν τεσσάρων σκρινίων τοῦ θείου λατερκούλου νομ. μʹ τῷ αὐτοῦ βοηθῷ νομ. γʹ τῇ τάξει τῶν ἐνδοξοτάτων ἐπάρχων ὑπὲρ
10 προστάγματος νομ. πʹ Ἀπὸ τοῦ περιβλέπτου κόμητος Φρυγίας Πακα‐ τιανῆς οὕτως· τοῖς 〈περιβλέπτοισ〉 χαρτουλαρίοις τρισὶ τοῦ θείου ἡμῶν κουβουκλείου νομ. θʹ
15τῷ πριμικηρίῳ τῶν λαμπροτάτων τριβού‐ νων νοταρίων νομ. κδʹ τῷ αὐτοῦ βοηθῷ νομ. γʹ τῇ τάξει τῶν ἐνδοξοτάτων ἐπάρχων ὑπὲρ προστάγματος νομ. νʹ
20 Ἀπὸ τοῦ περιβλέπτου κόμητος Γαλατίας πρώ‐ της οὕτως· τοῖς περιβλέπτοις χαρτουλαρίοις τρισὶ τοῦ θείου κουβουκλείου νομ. θʹ τῷ πριμικηρίῳ τῶν λαμπροτάτων τριβού‐
25νων νοταρίων νομ. κδʹ τῷ αὐτοῦ βοηθῷ νομ. γʹ τῇ τάξει τῶν ἐνδοξοτάτων ἐπάρχων ὑπὲρ προστάγματος νομ. νʹ Ἀπὸ τοῦ βικαρίου τοῦ Μακροῦ Τείχους οὕτως·
30τοῖς περιβλέπτοις χαρτουλαρίοις τρισὶ τοῦ θείου κουβουκλείου νομ. θʹ τῷ πριμικηρίῳ τῶν λαμπροτάτων τριβού‐ νων νοταρίων νομ. κδʹ τῷ αὐτοῦ βοηθῷ νομ. γʹ
35τῇ τάξει τῶν ἐνδοξοτάτων ἐπάρχων ὑπὲρ προστάγματος νομ. μʹ
37tΚαὶ ὅσαι ἀρχαὶ ὑπατικαὶ ἤτοι κονσου‐
38tλάριαι·
39Ἀπὸ τοῦ ἄρχοντος Παλαιστίνης πρώτης οὕτως·
40τοῖς περιβλέπτοις χαρτουλαρίοις τρισὶ τοῦ θείου κουβουκλείου νομ. θʹ τῷ πριμικηρίῳ τῶν λαμπροτάτων τριβού‐ νων νοταρίων νομ. κδʹ
τῷ αὐτοῦ βοηθῷ νομ. γʹ

82

τῇ τάξει τῶν ἐνδοξοτάτων ἐπάρχων ὑπὲρ προστάγματος νομ. μʹ Ἀπὸ τοῦ ἄρχοντος Παλαιστίνης δευτέρας οὕτως·
5τοῖς περιβλέπτοις χαρτουλαρίοις τρισὶ τοῦ θείου κουβουκλείου νομ. θʹ τῷ πριμικηρίῳ τῶν λαμπροτάτων τριβού‐ νων νοταρίων νομ. κδʹ τῷ αὐτοῦ βοηθῷ νομ. γʹ
10τῇ τάξει τῶν ἐνδοξοτάτων ἐπάρχων ὑπὲρ προστάγματος νομ. μʹ Ἀπὸ τοῦ ἄρχοντος Φοινίκης παράλου οὕτως· τοῖς περιβλέπτοις χαρτουλαρίοις τρισὶ τοῦ θείου κουβουκλείου νομ. θʹ
15τῷ πριμικηρίῳ τῶν λαμπροτάτων τριβού‐ νων νοταρίων νομ. κδʹ τῷ αὐτοῦ βοηθῷ νομ. γʹ τῇ τάξει τῶν ἐνδοξοτάτων ἐπάρχων ὑπὲρ προστάγματος νομ. μʹ
20Ἀπὸ τοῦ ἄρχοντος Συρίας δευτέρας οὕτως· τοῖς περιβλέπτοις χαρτουλαρίοις τρισὶ τοῦ θείου κουβουκλείου νομ. θʹ τῷ πριμικηρίῳ τῶν λαμπροτάτων τριβού‐ νων νοταρίων νομ. κδʹ
25τῷ αὐτοῦ βοηθῷ νομ. γʹ τῇ τάξει τῶν ἐνδοξοτάτων ἐπάρχων ὑπὲρ προστάγματος νομ. μʹ Ἀπὸ τοῦ ἄρχοντος Θεοδωριάδος οὕτως· τοῖς περιβλέπτοις χαρτουλαρίοις τρισὶ τοῦ
30θείου κουβουκλείου νομ. θʹ τῷ πριμικηρίῳ τῶν λαμπροτάτων τρι‐ βούνων νοταρίων νομ. κδʹ τῷ αὐτοῦ βοηθῷ νομ. γʹ τῇ τάξει τῶν ἐνδοξοτάτων ἐπάρχων ὑπὲρ
35προστάγματος νομ. μʹ Ἀπὸ τοῦ ἄρχοντος Ὀσροηνῆς οὕτως· τοῖς περιβλέπτοις χαρτουλαρίοις τρισὶ τοῦ θείου κουβουκλείου νομ. θʹ τῷ πριμικηρίῳ τῶν λαμπροτάτων τριβού‐
40νων νοταρίων νομ. κδʹ τῷ αὐτοῦ βοηθῷ νομ. γʹ τῇ τάξει τῶν ἐνδοξοτάτων ἐπάρχων ὑπὲρ προστάγματος νομ. μʹ Ἀπὸ τοῦ ἄρχοντος Κιλικίας πρώ‐
45της οὕτως· τοῖς περιβλέπτοις χαρτουλαρίοις τρισὶ τοῦ θείου κουβουκλείου νομ. θʹ τῷ πριμικηρίῳ τῶν λαμπροτάτων τριβού‐ νων νοταρίων νομ. κδʹ

82

(50)

τῷ αὐτοῦ βοηθῷ νομ. γʹ τῇ τάξει τῶν ἐνδοξοτάτων ἐπάρχων ὑπὲρ προστάγματος νομ. μʹ Ἀπὸ τοῦ ἄρχοντος Κύπρου οὕτως τοῖς περιβλέπτοις χαρτουλαρίοις τρισὶ τοῦ
55θείου κουβουκλείου νομ. θʹ

83

τῷ πριμικηρίῳ τῶν λαμπροτάτων τριβού‐ νων νοταρίων νομ. κδʹ τῷ αὐτοῦ βοηθῷ νομ. γʹ τῇ τάξει τῶν ἐνδοξοτάτων ἐπάρχων ὑπὲρ
5προστάγματος νομ. μʹ Ἀπὸ τοῦ ἄρχοντος Παμφυλίας οὕτως· τοῖς περιβλέπτοις χαρτουλαρίοις τρισὶ τοῦ θείου κουβουκλείου νομ. θʹ τῷ πριμικηρίῳ τῶν λαμπροτάτων τριβού‐
10νων νοταρίων νομ. κδʹ τῷ αὐτοῦ βοηθῷ νομ. γʹ τῇ τάξει τῶν ἐνδοξοτάτων ἐπάρχων ὑπὲρ προστάγματος νομ. μʹ Ἀπὸ τοῦ ἄρχοντος Βιθυνίας οὕτως·
15τοῖς περιβλέπτοις χαρτουλαρίοις τρισὶ τοῦ θείου κουβουκλείου νομ. θʹ τῷ πριμικηρίῳ τῶν λαμπροτάτων τριβού‐ νων νοταρίων νομ. κδʹ τῷ αὐτοῦ βοηθῷ νομ. γʹ
20τῇ τάξει τῶν ἐνδοξοτάτων ἐπάρχων ὑπὲρ προστάγματος νομ. μʹ Ἀπὸ τοῦ ἄρχοντος Ἑλλησπόντου οὕτως· τοῖς περιβλέπτοις χαρτουλαρίοις τρισὶ τοῦ θείου κουβουκλείου νομ. θʹ
25τῷ πριμικηρίῳ τῶν λαμπροτάτων τριβού‐ νων νοταρίων νομ. κδʹ τῷ αὐτοῦ βοηθῷ νομ. γʹ τῇ τάξει τῶν ἐνδοξοτάτων ἐπάρχων ὑπὲρ προστάγματος νομ. μʹ
30Ἀπὸ τοῦ ἄρχοντος Λυδίας οὕτως· τοῖς περιβλέπτοις χαρτουλαρίοις τρισὶ τοῦ θείου κουβουκλείου νομ. θʹ τῷ πριμικηρίῳ τῶν λαμπροτάτων τριβού‐ νων νοταρίων νομ. κδʹ
35 τῷ αὐτοῦ βοηθῷ νομ. γʹ τῇ τάξει τῶν ἐνδοξοτάτων ἐπάρχων ὑπὲρ προστάγματος νομ. μʹ Ἀπὸ τοῦ ἄρχοντος Φρυγίας σαλουταρίας οὕτως·
40τοῖς περιβλέπτοις χαρτουλαρίοις τρισὶ τοῦ θείου κουβουκλείου νομ. θʹ τῷ πριμικηρίῳ τῶν λαμπροτάτων τριβού‐ νων νοταρίων νομ. κδʹ τῷ αὐτοῦ βοηθῷ νομ. γʹ
45τῇ τάξει τῶν ἐνδοξοτάτων ἐπάρχων ὑπὲρ προστάγματος νομ. μʹ Ἀπὸ τοῦ ἄρχοντος Πισιδίας οὕτως· τοῖς περιβλέπτοις χαρτουλαρίοις τρισὶ τοῦ θείου κουβουκλείου νομ. θʹ

83

(50)

τῷ πριμικηρίῳ τῶν λαμπροτάτων τριβού‐ νων νοταρίων νομ. κδʹ τῷ αὐτοῦ βοηθῷ νομ. γʹ τῇ τάξει τῶν ἐνδοξοτάτων ἐπάρχων ὑπὲρ προστάγματος νομ. μʹ
55Ἀπὸ τοῦ ἄρχοντος Λυκαονίας οὕτως· τοῖς περιβλέπτοις χαρτουλαρίοις τρισὶ τοῦ
θείου κουβουκλείου νομ. θʹ

84

τῷ πριμικηρίῳ τῶν λαμπροτάτων τριβού‐ νων νοταρίων νομ. κδʹ τῷ αὐτοῦ βοηθῷ νομ. γʹ τῇ τάξει τῶν ἐνδοξοτάτων ἐπάρχων ὑπὲρ
5 προστάγματος νομ. μʹ Ἀπὸ τοῦ ἄρχοντος Νέας Ἰουστινιανῆς οὕ‐ τως τοῖς περιβλέπτοις χαρτουλαρίοις τρισὶ τοῦ θείου κουβουκλείου νομ. θʹ
10τῷ πριμικηρίῳ τῶν λαμπροτάτων τριβού‐ νων νοταρίων νομ. κδʹ τῷ αὐτοῦ βοηθῷ νομ. γʹ τῇ τάξει τῶν ἐνδοξοτάτων ἐπάρχων ὑπὲρ προστάγματος νομ. μʹ
15 Ἀπὸ τοῦ ἄρχοντος Ἀρμενίας δευτέρας οὕ‐ τως· τοῖς περιβλέπτοις χαρτουλαρίοις τρισὶ τοῦ θείου κουβουκλείου νομ. θʹ τῷ πριμικηρίῳ τῶν λαμπροτάτων τριβού‐
20νων νοταρίων νομ. κδʹ τῷ αὐτοῦ βοηθῷ νομ. γʹ τῇ τάξει τῶν ἐνδοξοτάτων ἐπάρχων ὑπὲρ προστάγματος νομ. μʹ Ἀπὸ τοῦ ἄρχοντος Ἀρμενίας μεγάλης οὕ‐
25τως· τοῖς περιβλέπτοις χαρτουλαρίοις τρισὶ τοῦ θείου κουβουκλείου νομ. θʹ τῷ πριμικηρίῳ τῶν λαμπροτάτων τριβού‐ νων νοταρίων νομ. κδʹ
30 τῷ αὐτοῦ βοηθῷ νομ. γʹ τῇ τάξει τῶν ἐνδοξοτάτων ἐπάρχων ὑπὲρ προστάγματος νομ. μʹ Ἀπὸ τοῦ ἄρχοντος Καππαδοκίας πρώτης οὕτως·
35τοῖς περιβλέπτοις χαρτουλαρίοις τρισὶ τοῦ θείου κουβουκλείου νομ. θʹ τῷ πριμικηρίῳ τῶν λαμπροτάτων τριβού‐ νων νοταρίων νομ. κδʹ τῷ αὐτοῦ βοηθῷ νομ. γʹ
40 τῇ τάξει τῶν ἐνδοξοτάτων ἐπάρχων ὑπὲρ προστάγματος νομ. μʹ Ἀπὸ τοῦ ἄρχοντος Καππαδοκίας δευτέρας οὕτως· τοῖς περιβλέπτοις χαρτουλαρίοις τρισὶ τοῦ
45θείου κουβουκλείου νομ. θʹ τῷ πριμικηρίῳ τῶν λαμπροτάτων τριβού‐ νων νοταρίων νομ. κδʹ τῷ αὐτοῦ βοηθῷ νομ. γʹ τῇ τάξει τῶν ἐνδοξοτάτων ἐπάρχων ὑπὲρ

84

(50)

προστάγματος νομ. μʹ Ἀπὸ τοῦ ἄρχοντος Ἑλενοπόντου οὕτως· τοῖς περιβλέπτοις χαρτουλαρίοις τρισὶ τοῦ θείου κουβουκλείου νομ. θʹ τῷ πριμικηρίῳ τῶν λαμπροτάτων τριβού‐
55νων νοταρίων νομ. κδʹ τῷ αὐτοῦ βοηθῷ νομ. γʹ τῇ τάξει τῶν ἐνδοξοτάτων ἐπάρχων ὑπὲρ
προστάγματος νομ. μʹ

85

Ἀπὸ τοῦ ἄρχοντος Εὐρώπης οὕτως· τοῖς περιβλέπτοις χαρτουλαρίοις τρισὶ τοῦ θείου κουβουκλείου νομ. θʹ τῷ πριμικηρίῳ τῶν λαμπροτάτων τριβού‐
5νων νοταρίων νομ. κδʹ τῷ αὐτοῦ βοηθῷ νομ. γʹ τῇ τάξει τῶν ἐνδοξοτάτων ἐπάρχων ὑπὲρ προστάγματος νομ. μʹ Ἀπὸ τοῦ ἄρχοντος Θρᾴκης οὕτως·
10τοῖς περιβλέπτοις χαρτουλαρίοις τρισὶ τοῦ θείου κουβουκλείου νομ. θʹ τῷ πριμικηρίῳ τῶν λαμπροτάτων τριβού‐ νων νοταρίων νομ. κδʹ τῷ αὐτοῦ βοηθῷ νομ. γʹ
15τῇ τάξει τῶν ἐνδοξοτάτων ἐπάρχων ὑπὲρ προστάγματος νομ. μʹ Ἀπὸ τοῦ ἄρχοντος Ῥοδόπης οὕτως· τοῖς περιβλέπτοις χαρτουλαρίοις τρισὶ τοῦ θείου κουβουκλείου νομ. θʹ
20τῷ πριμικηρίῳ τῶν λαμπροτάτων τριβού‐ νων νοταρίων νομ. κδʹ τῷ αὐτοῦ βοηθῷ νομ. γʹ τῇ τάξει τῶν ἐνδοξοτάτων ἐπάρχων ὑπὲρ προστάγματος νομ. μʹ
25Ἀπὸ τοῦ ἄρχοντος Αἱμιμόντου οὕτως· τοῖς περιβλέπτοις χαρτουλαρίοις τρισὶ τοῦ θείου κουβουκλείου νομ. θʹ τῷ πριμικηρίῳ τῶν λαμπροτάτων τριβού‐ νων νοταρίων νομ. κδʹ
30τῷ αὐτοῦ βοηθῷ νομ. γʹ τῇ τάξει τῶν ἐνδοξοτάτων ἐπάρχων ὑπὲρ προστάγματος νομ. μʹ Ἀπὸ τοῦ ἄρχοντος Καρίας οὕτως· τοῖς περιβλέπτοις χαρτουλαρίοις τρισὶ τοῦ
35θείου κουβουκλείου νομ. θʹ τῷ πριμικηρίῳ τῶν λαμπροτάτων τριβού‐ νων νοταρίων νομ. κδʹ τῷ αὐτοῦ βοηθῷ νομ. γʹ τῇ τάξει τῶν ἐνδοξοτάτων ἐπάρχων ὑπὲρ
40προστάγματος νομ. μʹ Ἀπὸ τοῦ ἄρχοντος Λυκίας οὕτως· τοῖς περιβλέπτοις χαρτουλαρίοις τρισὶ τοῦ θείου κουβουκλείου νομ. θʹ τῷ πριμικηρίῳ τῶν λαμπροτάτων τριβού‐
45νων νοταρίων νομ. κδʹ τῷ αὐτοῦ βοηθῷ νομ. γʹ τῇ τάξει τῶν ἐνδοξοτάτων ἐπάρχων ὑπὲρ προστάγματος νομ. μʹ Ἀπὸ τοῦ ἄρχοντος Αὐγουσταμνικῆς πρώ‐

85

(50)

της οὕτως· τοῖς περιβλέπτοις χαρτουλαρίοις τρισὶ τοῦ θείου κουβουκλείου νομ. θʹ τῷ πριμικηρίῳ τῶν λαμπροτάτων τριβού‐ νων νοταρίων νομ. κδʹ
55τῷ αὐτοῦ βοηθῷ νομ. γʹ τῇ τάξει τῶν ἐνδοξοτάτων ἐπάρχων ὑπὲρ
προστάγματος νομ. μʹ

86

(1t)

Καὶ ὅσαι ἀρχαὶ ἡγεμονικαὶ ἤτοι cor‐
2trectoriαι·
3Ἀπὸ τοῦ ἄρχοντος Λιβύης τῆς ἄνω οὕτως· τοῖς περιβλέπτοις χαρτουλαρίοις τρισὶ τοῦ
5θείου κουβουκλείου νομ. θʹ τῷ πριμικηρίῳ τῶν λαμπροτάτων τριβού‐ νων νοταρίων νομ. ιεʹ τῷ αὐτοῦ βοηθῷ νομ. γʹ τῇ τάξει τῶν ἐνδοξοτάτων ἐπάρχων ὑπὲρ
10προστάγματος νομ. λϛʹ Ἀπὸ τοῦ ἄρχοντος Αἰγύπτου πρώτης οὕτως τοῖς περιβλέπτοις χαρτουλαρίοις τρισὶ τοῦ θείου κουβουκλείου νομ. θʹ τῷ πριμικηρίῳ τῶν λαμπροτάτων τριβού‐
15νων νοταρίων νομ. ιϛʹ τῷ αὐτοῦ βοηθῷ νομ. γʹ τῇ τάξει τῶν ἐνδοξοτάτων ἐπάρχων ὑπὲρ προστάγματος νομ. λϛʹ Ἀπὸ τοῦ ἄρχοντος Αἰγύπτου δευτέρας
20οὕτως· τοῖς περιβλέπτοις χαρτουλαρίοις τρισὶ τοῦ θείου κουβουκλείου νομ. θʹ τῷ πριμικηρίῳ τῶν λαμπροτάτων τριβού‐ νων νοταρίων νομ. ιεʹ
25 τῷ αὐτοῦ βοηθῷ νομ. γʹ τῇ τάξει τῶν ἐνδοξοτάτων ἐπάρχων ὑπὲρ προστάγματος νομ. λςʹ Ἀπὸ τοῦ ἄρχοντος Αὐγουσταμνικῆς δευ‐ τέρας οὕτως·
30τοῖς περιβλέπτοις χαρτουλαρίοις τρισὶ τοῦ θείου κουβουκλείου νομ. θʹ τῷ πριμικηρίῳ τῶν λαμπροτάτων τριβού‐ νων νοταρίων νομ. ιεʹ τῷ αὐτοῦ βοηθῷ νομ. γʹ
35 τῇ τάξει τῶν ἐνδοξοτάτων ἐπάρχων ὑπὲρ προστάγματος νομ. λϛʹ Ἀπὸ τοῦ ἄρχοντος Παλαιστίνης τρίτης οὕτως· τοῖς περιβλέπτοις χαρτουλαρίοις τρισὶ τοῦ
40θείου κουβουκλείου νομ. θʹ τῷ πριμικηρίῳ τῶν λαμπροτάτων τριβού‐ νων νοταρίων νομ. ιεʹ
τῷ αὐτοῦ βοηθῷ νομ. γʹ

87

τῇ τάξει τῶν ἐνδοξοτάτων ἐπάρχων ὑπὲρ προστάγματος νομ. λϛʹ Ἀπὸ τοῦ ἄρχοντος Ἀραβίας οὕτως· τοῖς περιβλέπτοις χαρτουλαρίοις τρισὶ τοῦ
5θείου κουβουκλείου νομ. θʹ τῷ πριμικηρίῳ τῶν λαμπροτάτων τριβού‐ νων νοταρίων νομ. ιεʹ τῷ αὐτοῦ βοηθῷ νομ. γʹ τῇ τάξει τῶν ἐνδοξοτάτων ἐπάρχων ὑπὲρ
10προστάγματος νομ. λϛʹ Ἀπὸ τοῦ ἄρχοντος Εὐφρατησίας οὕτως· τοῖς περιβλέπτοις χαρτουλαρίοις τρισὶ τοῦ θείου κουβουκλείου νομ. θʹ τῷ πριμικηρίῳ τῶν λαμπροτάτων τριβού‐
15νων νοταρίων νομ. ιεʹ τῷ αὐτοῦ βοηθῷ νομ. γʹ τῇ τάξει τῶν ἐνδοξοτάτων ἐπάρχων ὑπὲρ προστάγματος νομ. λϛʹ Ἀπὸ τοῦ ἄρχοντος Μεσοποταμίας οὕτως·
20τοῖς περιβλέπτοις χαρτουλαρίοις τρισὶ τοῦ θείου κουβουκλείου νομ. θʹ τῷ πριμικηρίῳ τῶν λαμπροτάτων τριβού‐ νων νοταρίων νομ. ιεʹ τῷ αὐτοῖ βοηθῷ νομ. γʹ
25τῇ τάξει τῶν ἐνδοξοτάτων ἐπάρχων ὑπὲρ προστάγματος νομ. λϛʹ Ἀπὸ τοῦ ἄρχοντος Κιλικίας δευτέρας οὕτως· τοῖς περιβλέπτοις χαρτουλαρίοις τρισὶ τοῦ θείου κουβουκλείου νομ. θʹ
30τῷ πριμικηρίῳ τῶν λαμπροτάτων τριβού‐ νων νοταρίων νομ. ιεʹ τῷ αὐτοῦ βοηθῷ νομ. γʹ τῇ τάξει τῶν ἐνδοξοτάτων ἐπάρχων ὑπὲρ προστάγματος νομ. λϛʹ
35Ἀπὸ τοῦ ἄρχοντος Ἀρμενίας πρώτης οὕτως· τοῖς περιβλέπτοις χαρτουλαρίοις τρισὶ τοῦ θείου κουβουκλείου νομ. θʹ τῷ πριμικηρίῳ τῶν λαμπροτάτων τριβού‐ νων νοταρίων νομ. ιεʹ
40τῷ αὐτοῦ βοηθῷ νομ. γʹ τῇ τάξει τῶν ἐνδοξοτάτων ἐπάρχων ὑπὲρ προστάγματος νομ. λϛʹ Ἀπὸ τοῦ ἄρχοντος Γαλατίας δευτέρας οὕτως· τοῖς περιβλέπτοις χαρτουλαρίοις τρισὶ τοῦ
45θείου κουβουκλείου νομ. θʹ τῷ πριμικηρίῳ τῶν λαμπροτάτων τριβού‐ νων νοταρίων νομ. ιεʹ τῷ αὐτοῦ βοηθῷ νομ. γʹ τῇ τάξει τῶν ἐνδοξοτάτων ἐπάρχων ὑπὲρ

87

(50)

προστάγματος νομ. λϛʹ Ἀπὸ τοῦ ἄρχοντος Ὁνωριάδος οὕτως· τοῖς περιβλέπτοις χαρτουλαρίοις τρισὶ τοῦ θείου κουβουκλείου νομ. θʹ τῷ πριμικηρίῳ τῶν λαμπροτάτων τριβού‐
55νων νοταρίων νομ. ιεʹ
τῷ αὐτοῦ βοηθῷ νομ. γʹ

88

τῇ τάξει τῶν ἐνδοξοτάτων ἐπάρχων ὑπὲρ προστάγματος νομ. λϛʹ Ἀπὸ τοῦ ἄρχοντος τῶν Νήσων οὕτως· τοῖς περιβλέπτοις χαρτουλαρίοις τρισὶ τοῦ
5θείου κουβουκλείου νομ. θʹ τῷ πριμικηρίῳ τῶν λαμπροτάτων τριβού‐ νων νοταρίων νομ. ιεʹ τῷ αὐτοῦ βοηθῷ νομ. γʹ τῇ τάξει τῶν ἐνδοξοτάτων ἐπάρχων ὑπὲρ
10προστάγματος νομ. λϛʹ Ἀπὸ τοῦ ἄρχοντος Μυσίας δευτέρας οὕτως· τοῖς περιβλέπτοις χαρτουλαρίοις τρισὶ τοῦ θείου κουβουκλείου νομ. θʹ τῷ πριμικηρίῳ τῶν λαμπροτάτων τριβού‐
15νων νοταρίων νομ. ιεʹ τῷ αὐτοῦ βοηθῷ νομ. γʹ τῇ τάξει τῶν ἐνδοξοτάτων ἐπάρχων ὑπὲρ προστάγματος νομ. λϛʹ Ἀπὸ τοῦ ἄρχοντος Σκυθίας οὕτως·
20τοῖς περιβλέπτοις χαρτουλαρίοις τρισὶ τοῦ θείου κουβουκλείου νομ. θʹ τῷ πριμικηρίῳ τῶν λαμπροτάτων τριβού‐ νων νοταρίων νομ. ιεʹ τῷ αὐτοῦ βοηθῷ νομ. γʹ
25 τῇ τάξει τῶν ἐνδοξοτάτων ἐπάρχων ὑπὲρ προστάγματος νομ. λϛʹ Παρὰ δὲ ἑκάστης πόλεως ἐκδίκου, εἰ μὲν εἴη μη‐ τροπολίτης, ὑπὲρ προστάγματος εἰς τὰ τῶν ἐνδοξοτά‐ των ἐπάρχων δίδοσθαι νομίσματα δʹ, εἰ δὲ ἄλλης
30πόλεως, νομ. γʹ· καὶ πέρα τούτων μηδέν. οὐδὲ γὰρ τοὺς ἐκδίκους οὔτε διδόναι τοῖς ἄρχουσιν οὐδὲ ἑτέρῳ τινὶ οὔτε λαμβάνειν βουλόμεθα, πλὴν εἰ μή τινες εἰσὶν αὐτοῖς ἐκ τοῦ δημοσίου παρεχόμεναι συνήθειαι· εἰδότων αὐτῶν ὡς, εἰ μηνυθείη τῷ ἡμετέρῳ κράτει
35περί τινος αὐτῶν, ὡς παραβαίνοι τὰ παρ’ ἡμῶν θε‐ σπισθέντα, καὶ ὅπερ ἂν λάβοι quadruplum ἀποδώσει, καὶ τῆς φροντίδος παραλυθεὶς ἐξορίαν οἰκήσει διηνεκῆ· ὁπότε καὶ οἱ τῶν ἐπαρχιῶν ἄρχοντες, εἰ τούτου παρα‐ μελήσειαν καὶ τοὺς ἐκδίκους περιΐδοιεν κλέπτοντας,
40οὐκ ἐλάττονα καὶ αὐτοὶ ποινὴν ὑποστήσονται.

89

(43t)

Ὅρκος διδόμενος παρὰ τῶν τὰς ἀρχὰς λαμ‐
44tβανόντων.
45 Ὄμνυμι ἐγὼ τὸν θεὸν τὸν παντοκράτορα, καὶ τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ Ἰησοῦν Χριστὸν τὸν θεὸν ἡμῶν, καὶ τὸ ἅγιον πνεῦμα, καὶ τὴν ἁγίαν ἔνδοξον θεοτόκον καὶ ἀειπάρθενον Μαρίαν, καὶ τὰ τέσσαρα εὐαγγέλια, ἃ ἐν ταῖς χερσί μου κρατῶ, καὶ τοὺς ἁγίους

89

(50)

ἀρχαγγέλους Μιχαὴλ καὶ Γαβριήλ, ὡς καθαρὸν συνει‐

90

δὸς καὶ γνησίαν δουλείαν φυλάξω τοῖς θειοτάτοις καὶ εὐσεβεστάτοις ἡμῶν δεσπόταις Ἰουστινιανῷ καὶ Θεο‐ δώρᾳ, τῇ ὁμοζύγῳ τοῦ αὐτοῦ κράτους, προφάσει τῆς παραδεδομένης μοι παρὰ τῆς αὐτῶν εὐσεβείας ἀρχῆς·
5καὶ πάντα πόνον καὶ κάματον μετ’ εὐνοίας ἀδόλως καὶ δίχα τέχνης τινὸς ἀναδέξομαι ἐπὶ τῇ δοθείσῃ μοι παρ’ αὐτῶν ἀρχῇ ὑπὲρ τῆς αὐτῶν βασιλείας καὶ πολι‐ τείας. Καὶ κοινωνικός εἰμι τῇ ἁγίᾳ τοῦ θεοῦ καθο‐ λικῇ καὶ ἀποστολικῇ ἐκκλησίᾳ, καὶ κατ’ οὐδένα τρό‐
10πον ἢ χρόνον ἐναντιωθῶ αὐτῇ, οὐδὲ ἄλλῳ τινὶ συγ‐ χωρήσω, καθ’ ὅσον δυνάμεως ἔχω. Ὄμνυμι δὲ τοὺς αὐτοὺς ὅρκους, ὡς οὐδενὶ παντελῶς οὔτε δέδωκα οὔτε δώσω προφάσει τῆς δεδομένης μοι ἀρχῆς οὐδὲ προ‐ φάσει προστασίας, οὔτε ἐπηγγειλάμην οὔτε ὡμολόγησα
15ἐκ τῆς ἐπαρχίας πέμπειν οὔτε πέμψω, οὐδὲ προφάσει δεσποτικοῦ suffragiου, οὔτε τοῖς ἐνδοξοτάτοις ἐπάρ‐ χοις οὔτε τοῖς ἄλλοις πανευφήμοις ἀνδράσι τοῖς τὰς ἀρχὰς ἔχουσιν οὔτε τοῖς περὶ αὐτοὺς καθεστῶσιν οὔτε ἄλλῳ τῶν πάντων οὐδενί· ἀλλ’ ὥσπερ ἄμισθον παρ‐
20έλαβον τὴν ἀρχήν, οὕτω καὶ καθαρὸς φανοῦμαι περὶ τοὺς ὑποτελεῖς τῶν εὐσεβεστάτων ἡμῶν δεσποτῶν, ἀρκούμενος ταῖς ἀφωρισμέναις μοι ἐκ τοῦ δημοσίου σιτήσεσι. Καὶ πρῶτον μὲν πάντων ποιήσομαι σπου‐ δὴν τὸ τοῖς δημοσίοις ἀγρύπνως προσέχειν, καὶ τοὺς
25μὲν ἀγνωμονοῦντας καὶ δεομένους ἀνάγκης μετὰ πάσης εἰσπράξω τῆς σφοδρότητος, οὐδὲν ὑποκατακλινόμενος, οὐδὲ ὑπὲρ αὐτοῦ τούτου κέρδος παντάπασιν ἐννοῶν ἢ πρὸς χάριν ἢ πρὸς ἀπέχθειαν ἀπαιτῶν τινα παρὰ τὸ προσῆκον ἢ συγχωρήσων τινί. τοῖς δὲ εὐγνωμο‐
30νοῦσι πατρικῶς προσενεχθήσομαι, καὶ τοὺς ὑπηκόους τῶν εὐσεβεστάτων ἡμῶν δεσποτῶν ἀνεπηρεάστους πανταχόθεν, ὅσον δυνάμεως ἔχω, φυλάξω. καὶ ἶσος ἐν ταῖς δίκαις ἑκατέρῳ μέρει καὶ ἐν ταῖς δημοτικαῖς καταστάσεσι γινόμενος, καὶ οὐδενὶ μέρει παρὰ τὸ δί‐
35καιον προστεθήσομαι, ἀλλ’ ἐπεξελεύσομαι πᾶσι τοῖς ἁμαρτάνουσι καὶ πᾶσαν ἰσότητα φυλάξω κατὰ τὸ φαι‐ νόμενόν μοι δίκαιον. καὶ τοὺς μὲν ἀνευθύνους ἀν‐ επηρεάστους φυλάξω, τοῖς δὲ ὑπευθύνοις ἐπιθήσω τι‐ μωρίαν πρὸς τὸν νόμον· καὶ πᾶσαν δικαιοσύνην, καθὰ
40εἴρηται, ἔν τε τοῖς δημοσίοις ἔν τε τοῖς ἰδιωτικοῖς
συναλλάγμασιν αὐτοῖς διατηρήσω, καὶ ἐὰν εὕρω τὸ

91

δημόσιον ἀδικούμενον. Οὐκ ἐγὼ μόνος ταῦτα πράξω, ἀλλὰ καὶ τὸν ἀεί μοι παρεδρεύοντα τοιοῦτον σπου‐ δάσω παραλαβεῖν καὶ τοὺς περὶ ἐμὲ πάντας, ὥστε μὴ ἐμὲ μὲν καθαρεύειν, τοὺς δὲ περὶ ἐμὲ κλέπτειν καὶ
5ἁμαρτάνειν. εἰ δὲ εὑρεθῇ τις τῶν περὶ ἐμὲ τοιοῦτος, καὶ τὸ γενόμενον παρ’ αὐτοῦ θεραπεύσω καὶ αὐτὸν ἀποδιώξω. Εἰ δὲ μὴ ταῦτα πάντα οὕτως φυλάξω, ἀπολαύω ἐνταῦθα καὶ ἐν τῷ μέλλοντι αἰῶνι ἐν τῇ φοβερᾷ κρίσει τοῦ μεγάλου δεσπότου θεοῦ τε καὶ σω‐
10τῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ σχῶ τὴν μερίδα τοῦ Ἰούδα καὶ τὴν λέπραν τοῦ Γιεζὶ καὶ τὸν τρόμον τοῦ Καΐν· πρὸς τῷ καὶ ταῖς ποιναῖς ταῖς τῷ νόμῳ τῆς
αὐτῶν εὐσεβείας περιεχομέναις ὑπεύθυνος εἶναι.

92

(5t)

Ι
6tΠΕΡΙ ΤΩΝ ΡΕΦΕΡΕΝΔΑΡΙΩΝ.
7tΑὐτοκράτωρ Ἰουστινιανὸς Αὔγουστος Ἑρμογένει τῷ
8tἐνδοξοτάτῳ μαγίστρῳ τῶν θείων ὀφφικίων ἀπὸ ὑπά‐
9tτων καὶ πατρικίῳ.
10 〈Προοίμιον.〉 Μετὰ τῶν ἄλλων ἁπάντων, ἅπερ εἰς τάξιν ἠγάγομεν τὴν προσήκουσαν, οὐδὲ τὰ περὶ τοὺς περιβλέπτους ἡμῶν ῥεφερενδαρίους ἔξω καταλι‐ πεῖν ᾠήθημεν τῆς παρ’ ἡμῶν προνοίας, καὶ τοσούτῳ μᾶλλον, ὁπόσῳ πολλῶν ἡμῖν χρειωδέστεροι καθεστᾶσι.
15πρότερον γὰρ αὐτοὺς οὐκ εἰς πλῆθος συντεταγμένους ἡμεῖς, ὅπως ἂν πολλοῖς δι’ αὐτῶν βοηθοῖμεν τὰς ἑκάστου ῥᾳδίως αἰτήσεις μανθάνοντες, πλείους εἶναι τῶν ἔμπροσθεν πεποιήκαμεν. Ἀλλ’ ἐφάνησάν τινες τὴν ἡμετέραν φιλοτιμίαν εἰς ἀμετρίαν ἐκκαλού‐
20μενοι, καὶ πολλοὺς μὲν ἡμῖν ἐπισείοντες τοὺς δεομέ‐ νους, πολλαῖς δὲ ἱκετείαις χρώμενοι, οὕτω τε ταῖς ἀεὶ προσθήκαις εἰς ἀμετρίαν οὐ πρέπουσαν πρᾶγμα οὕ‐ τως ἐξαγαγόντες σεμνόν. οὐδὲ γὰρ τοῖς αἰτοῦσι γέ‐ γονε πέρας, ἕως εἰς τεσσαρεσκαιδέκατον ὁ τούτων ἀριθ‐
25μὸς ἐξέβη. Διὰ τοῦτο τοίνυν, ὅπως ἂν μὴ πρᾶγμα εἰκότως ἡμῖν τετιμημένον, εἶτα εἰς πλῆθος ἐκχεόμε‐ νον τῆς οἰκείας ἐλαττωθείη σεμνότητος, συνείδομεν ῥητῷ τὸν αὐτῶν ἀριθμὸν περιστεῖλαι μέτρῳ, οὐχ ὥστε τοὺς ὄντας ἀφελέσθαι τῶν δεδομένων (οὐ γὰρ
30τοῦτο βασιλικῆς ἴδιον μεγαλοφροσύνης, ἄλλως τε πάν‐

93

των ἀρεσάντων ἡμῖν καὶ σεμνῶς ὑπηρετησαμένων ἔξω τινὰς ἐξ αὐτῶν καταστῆσαι τῆς ἡμετέρας ὑπουργίας οὐδενὶ παντελῶς αἱρούμεθα τρόπῳ)· ἀλλὰ μένειν μὲν αὐτοὺς θεσπίζομεν καθ’ ὅπερ εἰσὶ σχῆμα, μηδένα δὲ
5προστεθῆναι παντάπασιν, ἕως ἂν εἰς ὀκτὼ ἀνδρῶν τὸ τούτων περισταίη μέτρον. ὥστε αὐτοὺς διηνεκῶς ὀκτὼ καθεστάναι, τοῦ μὲν ἀριθμοῦ τούτου κατ’ οὐ‐ δένα τρόπον ἢ χρόνον αὐξομένου, σπευδόντων δὲ αὐ‐ τῶν διηνεκῶς ἀλλήλους ὑπερβάλλεσθαι ταῖς περὶ ἡμᾶς
10καὶ τὴν βασιλείαν θεραπείαις τε καὶ εὐνοίαις. οὐδε‐ νὸς ἄδειαν ἔχοντος οὐδὲ αἰτεῖν τι τοῦ λοιποῦ τοιοῦτο, ἀλλὰ γινώσκοντος ὡς οὔτε τεύξεται τῶν αἰτουμένων ὑπέρ τε τῆς αἰτήσεως αὐτῆς οὐ μόνον ἔνοχος ἔσται ποινῇ χρυσίου λιτρῶν decem, ἀλλὰ καὶ τῆς οἰκείας
15ἐκπεσεῖται στρατείας. Βουλόμεθα γὰρ αὐτοὺς τῷ μέ‐ τρῳ μὲν μέχρι τοῦ ῥηθέντος ἀριθμοῦ συνεστάλθαι, δικαιοσύνῃ δὲ καὶ ταῖς ἄλλαις ἀρεταῖς αὔξειν τε καὶ ἐπὶ μεῖζον διαφαίνεσθαι. ἡ γὰρ κατὰ ἀριθμὸν πλη‐ θὺς οὐδὲν ἂν ἔχοι σεμνόν, ἐπειδήπερ ἐν ὀλίγοις ἐκ
20πολλῶν ὁ κατ’ ἀρετὴν σώζεται βίος. Μενέτωσαν μὲν οὖν, καθάπερ εἰπόντες ἔφθημεν, νῦν ἐπὶ τούτου τοῦ σχήματος. 〈Ἐπίλογος.〉 Ταῦτα δὲ ἡ σὴ ὑπεροχὴ γινώσκουσα φυλαττέτω, κατὰ μηδένα καιρὸν παραβαθῆναι συγ‐
25χωροῦσά τι τῶν παρ’ ἡμῶν θεσπισθέντων, ἀλλὰ τοὺς παρὰ ταῦτά τι πράττοντας τὴν ἠπειλημένην εἰσπράτ‐ τειν ποινήν, οἷα τούτων ἐφιεμένους ἅπερ οὔτε αἰτεῖν ἔξεστιν οὔτε δίδοσθαι δυνατόν. καὶ ἔστω καὶ τοῦτο νόμος ἡμέτερος πλῆθος μὲν ἀπωθούμενος, ἀντεισάγων
30δὲ ἀρετήν, ἥπερ οὐκ ἐν πολλοῖς διαφαίνεται, καὶ μά‐ λιστα ἐπ’ ἀνδράσι προελθοῦσι μὲν ἐκ πατέρων ἀγα‐ θῶν, τὸν δὲ αὑτῶν βίον ἀποτεθεικόσι ταῖς τε τῶν δεομένων ἱκετείαις ταῖς τε παρ’ ἡμῶν εἰς αὐτοὺς ἐπι‐ κουρίαις. Τὰ τοίνυν παραστάντα ἡμῖν καὶ διὰ τοῦδε
35τοῦ θείου δηλούμενα νόμου ἡ σὴ ὑπεροχὴ ἔργῳ καὶ
πέρατι παραδοῦναι σπευσάτω.

95

(1t)

ΙΒ
2tΠΕΡΙ ΑΘΕΜΙΤΟΓΑΜΙΩΝ.
3tΑὐτοκράτωρ Ἰουστινιανὸς Αὔγουστος Φλώρῳ τῷ ἐν‐
4tδοξοτάτῳ κόμητι τῶν ἁπανταχοῦ θείων πριβάτων.
5 〈Προοίμιον.〉 Τοὺς ὑπὲρ τῶν ἀθεμίτων ἔμπρο‐ σθεν γεγραμμένους ὑπὸ τῶν βεβασιλευκότων νόμους οὐκ ἐντελῶς ἔχειν ἡγούμεθα, οἵπερ τοὺς μὲν ἀθεμί‐ τοις συμβαλόντας γάμοις ἀτιμωρήτους ἐῶσι, τὴν δὲ ἐξ αὐτῶν προελθοῦσαν γονήν, καίτοιγε ἀνεύθυνον οὖ‐
10σαν, ἀφαιροῦνται τῶν τοῦ πατρός· ὡς ἀναγκαῖον ὂν τοὺς μὲν ἁμαρτάνοντας ἀνευθύνους εἶναι, τοὺς δὲ ἀνευθύνους ὡς ἁμαρτάνοντας κολάζεσθαι. Θεσπίζομεν τοίνυν, τοῦ λοιποῦ, εἴ τις ἀθέμιτον καὶ ἐναντίον τῇ φύσει (ὃν ὁ νόμος incestόν τε καὶ
15nefariον καὶ damnatον καλεῖ) συναλλάξειε γάμον, εἴπερ οὐκ ἔχοι παῖδας ἐκ προτέρων γνησίων τε καὶ ἀμέμ‐ πτων αὐτῷ γενομένους γάμων, εὐθὺς μὲν αὐτῷ τὴν τῶν οἰκείων πραγμάτων ἔκπτωσιν ἐπικεῖσθαι, ἅμα δὲ καὶ τῶν ὀνόματι προικὸς ἐπιδεδομένων αὐτῷ μη‐
20δενὸς ἀπολαύειν, ἀλλὰ πάντα τῷ ταμείῳ προσκυροῦ‐ σθαι. ἀνθ’ ὅτου γὰρ ἐξὸν γαμεῖν νενομισμένα παρα‐ νόμων ἐρᾷ, καὶ συγχεῖ μὲν γονάς, ἀδικεῖ δὲ τὰ γένη, πράττει δὲ ἀσεβῆ τε καὶ ἀνόσια, καὶ τοιαῦτά γε ἐπι‐ θυμεῖ, ὁποῖα πολλὰ καὶ τῶν ἀλόγων ἀποσείεται ζῴων
25ἔστω γε αὐτῷ ποινὴ μὴ δήμευσις μόνον, ἀλλὰ καὶ
ζώνης ἀφαίρεσις καὶ ἐξορία, καὶ εἴ γε εὐτελὴς εἴη,

96

καὶ τοῦ σώματος αἰκισμός, ὅπως ἂν μάθοι σωφρο‐ νεῖν καὶ εἴσω τῆς φύσεως μένειν, ἀλλὰ μὴ τρυφᾶν τε καὶ ἐρᾶν ὑπερόρια, καὶ τῶν παραδεδομένων ἡμῖν ἐκ τῆς φύσεως καταυθαδιάζεσθαι νόμων. καὶ τῆς
5γυναικός, εἰ τὸν νόμον ἐπισταμένη τούτου μὲν ἀμε‐ λήσειεν, ἀθεμίτοις δὲ ἑαυτὴν ἐπιδοίη γάμοις, ὑπὸ τὴν αὐτὴν γινομένης ποινήν. Εἰ μέντοι τύχοιεν ἐκ προτέρων γάμων ἀμέμπτων παῖδες ὄντες αὐτῷ, ἢ ἔγγονοι τυχὸν ἢ καὶ περαιτέρω,
10τὴν πατρῴαν εὐθὺς ἐκεῖνοι λήψονται διαδοχὴν, αὐτ‐ εξούσιοι μὲν τῇ τοῦ πατρὸς τιμωρίᾳ γινόμενοι, τρέ‐ φοντες δὲ ὅμως αὐτὸν καὶ τὰ ἄλλα τῶν ἀναγκαίων παρέχοντες. εἰ γὰρ καὶ τῶν νόμων ὑπερόπτης εἴη καὶ ἀσεβής, ἀλλὰ πατὴρ ὅμως ἐστί.
15 Καὶ τοῦτο μὲν ὁ μετὰ ταῦτα ἐχέτω χρόνος ὁ μετὰ τὴν παροῦσαν ἡμῶν διάταξιν ῥέων, ὁ μηδένα λυπή‐ σων, εἴ γε σωφρονοίη. ἔξεστι γὰρ μηδὲν ἁμαρτόν‐ τας ὑπὸ τῷ νόμῳ τούτῳ μὴ τετάχθαι Τὸ δέ γε ἤδη παρῳχηκὸς οὔτε παντελῶς ἐῶμεν ἀνεύθυνον
20οὔτε παντάπασιν ὑπὸ πικρὰν φέρομεν ἀγανάκτησιν. Ἀλλ’ εἴ τις ἀθέμιτος γέγονε γάμος, εἰ μὲν ἔφθασεν οἱῳδήποτε τρόπῳ οὗτος διαλυθῆναι, ἀνεύθυνος ἔστω. εἰ δὲ ὅδε ἡμῶν ὁ νόμος εὕροι τινὰ μετὰ τῶν τοιού‐ των γάμων, ἄδειαν ἐκεῖνος ἐχέτω, ἀφ’ οὗπερ ἅπασιν
25ἐμφανὴς γένοιτο, ἐνιαυτῶν εἴσω duo τὴν οὕτως αὐτῷ συναφθεῖσαν ἀποπέμπειν γαμετήν, οὐκ ἐπανελευσο‐ μένην ἔτι πρὸς αὐτὸν οὐδὲ διεστῶσαν μὲν τῷ σχή‐ ματι, ταῖς δὲ ἀληθείαις συνοῦσαν (ἴσως γὰρ οὕτως καὶ τοῖς προτέροις ἀπολογήσεται), μόνης quartae τῆς αὐ‐
30τοῦ περιουσίας μοίρας ἐπὶ τὸ δημόσιον φερομένης. Καὶ τούς γε παῖδας, ἐπειδήπερ αὐτοῖς ὡς ἀνευ‐ θύνοις συγχωροῦμεν, εἰ μὲν μόνοι καὶ μὴ μεθ’ ἑτέ‐ ρων καὶ αὐτῶν γνησίων εἶεν ἐξ ἑτέρων γάμων ἀνευ‐
θύνων γενομένων, μὴ στερεῖσθαι τῆς πατρῴας δια‐

97

δοχῆς· εἰ μὴ δικαίως αὐτοὺς μισήσας ὁ πατὴρ διά τινα ἑτέραν νόμιμον πρόσκρουσιν τῆς οἰκείας ἀποκλεί‐ σειε διαδοχῆς. Εἰ μέντοιγε καὶ γάμος εἴη τις ἕτερος προγενόμενος καὶ οὐδὲν τῷ νόμῳ προσκρούων,
5καὶ παῖδες ἐκεῖθεν γένοιντο, τὰς μὲν τρεῖς μοίρας τοῦ κλήρου τοῖς πανταχόθεν ἀμέμπτοις τε καὶ ἀνευθύνοις καταλιμπάνεσθαι παισίν, εἰ μή τι προσκρούσειαν ἕτε‐ ρον, ὅπερ αὐτοὺς ἀναξίους τῆς τοῦ πατρὸς κατὰ νό‐ μον δείκνυσι διαδοχῆς· τὴν δὲ τετάρτην τοῖς παισὶ
10τοῖς ὑβρισμένοις μέν, ἀνευθύνοις δὲ ὅμως, καταλιμ‐ πάνειν ἐξέστω, καὶ αὐτοῖς ἀμέμπτοις τὰ ἄλλα παντα‐ χόθεν περὶ τὸν πατέρα φαινομένοις· δηλαδὴ προ‐ εξαιρουμένης ἐκ τῆς πατρῴας περιουσίας τῆς τετάρτης μοίρας, ἣν τῷ δημοσίῳ δίδοσθαι προσετάξαμεν. Δί‐
15δομεν δὲ αὐτοῖς οὐκ ἐκ διαθήκης μόνης, ἀλλὰ καὶ ἐξ ἀδιαθέτου τῶν γεγεννηκότων κατὰ τὸν ἔμπρο‐ σθεν ἡμῖν εἰρημένον τρόπον γίνεσθαι κληρονόμους. Ταὐτοῦ τούτου κρατοῦντος, εἰ καὶ μετὰ τὸ τὴν προτέραν ἀποπέμψασθαι γαμετὴν τὴν ἀθεμίτως αὐτῷ
20συναφθεῖσαν ἑτέραν ἄγοιτο κατὰ νόμον γυναῖκα, παί‐ δων αὐτῷ καὶ ἐκ τῆς προτέρας ὄντων καὶ ὕστερον ἐκ τῆς νομίμου γενομένων. οὕτω γὰρ τὸν ἔμπροσθεν χρόνον τῇ φιλανθρωπίᾳ νικήσομεν· τῆς προικὸς δη‐ λαδὴ τῇ ἀποστάσῃ γυναικὶ διδομένης. Εἰ δὲ μὴ τὴν γα‐
25μετὴν ἀποπέμψαιτο ἐνιαυτῶν εἴσω duorum ἀφ’ οὗπερ ὁ νόμος δημοσίᾳ γένοιτο φανερός, αὐτός τε ἐκπιπτέτω τῆς αὑτοῦ περιουσίας καὶ ἡ γυνὴ τῆς προικός, καὶ ὑπὸ τὴν εἰρημένην γινέσθω ποινήν. οἵ τε τοιοῦτοι παῖδες οὐδὲν ἐκ τῆς πατρῴας περιουσίας ἕξουσιν,
30οὐδὲ μὴν τῆς μητρῴας προικός. Ἀλλ’ εἰ μὲν εἶεν ἐκ προτέρων γάμων ἀνευθύνων παῖδες αὐτῷ γενόμενοι, ἐκεῖνοι τὰ πράγματα λήψονται, παρὰ τὴν quartam δηλαδὴ μοῖραν τὴν εἰς τὸ δημόσιον φερομέ‐ νην· αὐτεξούσιοί τε γινόμενοι καὶ τὸν πατέρα τρέ‐
35φοντες καὶ τὴν ἄλλην αὐτῷ παρέχοντες ἀρκοῦσαν θεραπείαν, καθὰ φθάσαντες εἴπομεν. τῆς προικὸς κἀνταῦθα τῆς ἀθεμίτου γυναικὸς ὑπὸ τὸ δημόσιον γινομένης. Εἰ μέντοιγε παῖδες οὐκ εἶεν ἐκ προ‐ τέρων ἀμέμπτων γάμων τῷ ταῦτα πράξαντι γενόμε‐
40νοι, τηνικαῦτα τῆς πάσης αὐτοῦ περιουσίας κύριον ἔσται τὸ δημόσιον. τοῦτο γὰρ δὴ καὶ ἐπὶ τῶν μετὰ
ταῦτα γαμούντων ἀθέμιτα νενομοθετήκαμεν, ἐν ἴσῳ

98

διὰ πάντων τιθέντες τὸν οὐκ ἀποπεμπόμενον εἴσω τοῦ ῥηθέντος ἡμῖν χρόνου τὴν ἀθέμιτον γαμετὴν τῷ μετὰ τόνδε ἡμῶν τὸν νόμον τῶν ἀθεμίτων τε καὶ μεμισημένων τινὰ γάμων ἑλομένῳ.
5Ἀμφισβητηθὲν δὲ ἔν τισιν ἔθνεσι καί τι περὶ τῶν ἐκ τῆς ἡμετέρας διατάξεως γινομένων γνησίων παί‐ δων, ᾠήθημεν ὀρθῶς ἔχειν ἡμεῖς, οἷα τοῦ νόμου πα‐ τέρες, προσθεῖναί τε αὐτῷ καὶ διαλῦσαι τὸ στασιαζό‐ μενον. καὶ γὰρ δὴ καὶ μετὰ τοιαύτης τῆς ἐννοίας ἐξ
10ἀρχῆς τὸν νόμον ἐθέμεθα. Εἰ γάρ τις καὶ γνησίων εἴη παίδων πατὴρ καὶ ἀπελθούσης αὐτοῦ τῆς γαμε‐ τῆς ἐξ ἀνθρώπων ἢ καὶ νομίμως διαλυθείσης ἔχοι τινὰ συνήθειαν πρὸς ἄλλην γυναῖκα, ἣν ἐξῆν καὶ νο‐ μίμως ἄγεσθαι γαμετήν, καὶ γένοιντο παῖδες αὐτῷ
15πρὸ τῶν προικῴων συμβολαίων, εἴ γε ταῦτα ποιή‐ σειεν, ἢ καὶ μετὰ ταῦτα, εἰ καὶ μόνοι μείνοιεν οἱ πρὸ τῶν προικῴων παῖδες, δευτέρων ἢ οὐ γενομένων ἢ καὶ μετὰ τὸ γενέσθαι τελευτησάντων, ᾠήθησάν τινες μὴ δύνασθαι τοὺς δευτέρους εἶναι γνησίους, ἐπειδὴ
20προϋπῆσαν καὶ ἐκ τῆς προτέρας γαμετῆς ἕτεροι νό‐ μιμοί τε καὶ γνήσιοι παῖδες. ὅπερ οὐδεμίαν ὀρθὴν καὶ ἀκόλουθον ἔχει συνέχειαν. εἰ γὰρ τοὺς τοιούτους παῖδας ἡμεῖς νομίμους τε καὶ γνησίους ἀπεφήναμεν, τῇ τῶν προικῴων συμβολαίων ἀρκεσθέντες ποιήσει,
25γνήσιοι δὲ καὶ οἱ πρότεροι καθεστᾶσιν, ἐπὶ πᾶσι γνη‐ σίοις ὁ πατὴρ τελευτᾷ, τοῖς τε ἐκ τῆς πρώτης γενο‐ μένοις τοῖς τε ἀπὸ τῆς δευτέρας, εἰ καὶ πρὸ τῶν προικῴων συμβολαίων ἐγένοντο καὶ μηδεὶς ἐπ’ αὐ‐ τοῖς μετὰ τὸ συμβόλαιον τῆς προικὸς ἐτέχθη, ἢ καὶ
30τεχθεὶς ἐτελεύτησε. καὶ ἄδειαν ὁ νόμος αὐτῷ δίδω‐ σιν ὃν βούλεται διατιθέναι τρόπον τὰ κατὰ τὴν ἑαυ‐ τοῦ γονήν, ἵνα μέντοι μὴ προσκρούσῃ κατά τι τοῖς νόμοις, οἵπερ μέτρῳ ῥητῷ τῆς διαδοχῆς πάντας τοὺς παῖδας καλοῦσιν. ἐλεύσονται τοίνυν καὶ ἐξ ἀδιαθέ‐
35του καὶ ἐκ διαθήκης, καθάπερ ὅ τε πατὴρ ὅ τε νόμος ἐφίησι, γνήσιοί τε ὄντες καὶ νόμιμοι, ἀλλήλους τε δια‐
δέξονται. καὶ τί γὰρ ἂν ἕτερον φαίημεν, ἀρκούσης

99

τῆς τοῦ νομίμου καὶ γνησίου προσηγορίας ὑπεξουσίους τε αὐτοὺς ἀποφῆναι, καὶ δοῦναι καὶ κατὰ τῆς διαθή‐ κης ἅπερ οἱ νόμοι διδόασιν, καὶ πάντα ἔχειν ὁπόσα ἂν τῷ τοιούτῳ προσρήματι πρέπῃ;
5 〈Ἐπίλογος.〉 Ἡ τοίνυν σὴ ὑπεροχὴ τὰ παρα‐ στάντα ἡμῖν καὶ διὰ τοῦδε τοῦ θείου δηλούμενα νό‐ μου μανθάνουσα ἔργῳ καὶ πέρατι παραδοῦναι ταῦτα σπευσάτω, κηρύγματι χρωμένη πρὸς τοὺς τῶν ἐθνῶν ἡγουμένους· ὥστε καὶ τοὺς ἔξω γινώσκειν ἀνθρώ‐
10πους, ὅτι γονῆς ἀνευθύνου τε καὶ καθαρᾶς ἐφροντί‐ σαμεν καὶ τὰς ἐκφύλους τε καὶ ὑπὸ τῶν ἡμετέρων μεμισημένας νόμων ἀποστρεφόμεθα συμπλοκάς.
14tΙΓ
15tΠΕΡΙ ΤΩΝ ΠΡΑΙΤΩΡΩΝ ΤΟΥ
16tΔΗΜΟΥ.
17tΑὐτοκράτωρ Ἰουστινιανὸς Αὔγουστος Κωνσταντινου‐
18tπολίταις.
19〈Προοίμιον.〉 Τὸ τῶν λαμπροτάτων τῆς ἀγρυπνίας
20ἀρχόντων ὄνομα, σεμνόν τε καὶ τοῖς πάλαι Ῥωμαίοις γνωριμώτατον ὄν, οὐκ ἴσμεν ὅπως εἰς ἀλλοίαν μετέστη προσηγορίαν καὶ τάξιν. ἡ μὲν γὰρ πάτριος ἡμῶν φωνὴ praefectos vigilum αὐτοὺς ἐκάλεσε, τῇ τῶν ἀγρυπνούν‐ των καὶ οὐδὲν ἀνερεύνητον καταλιμπανόντων ἀνθρώ‐
25πων ἀρχῇ τούτους ἐπιστήσασα. ἡ δέ γε Ἑλλήνων φωνὴ οὐκ ἴσμεν ὅθεν ἐπάρχους αὐτοὺς ἐκάλεσε τῶν νυκτῶν, ὥσπερ ἀναγκαῖον ὂν ἡλίου μὲν ὡς ἔοικε δύνοντος ἐξ‐ ανίστασθαι τὴν ἀρχήν, παύεσθαι δὲ ἀνίσχοντος. τί γὰρ ἂν εἴη, διότι τὸ τῶν νυκτῶν προσέθηκεν ὄνομα;
30εἰ μὲν γὰρ ὡς ταύτης μόνης τῆς ἀρχῆς τῶν ἐν νυξὶν
οὐκ ὀρθῶς πραττομένων ἐπιμελουμένης καὶ περινο‐

100

στούσης τὴν πόλιν ταύτην ἔσχε τὴν προσηγορίαν, ἀλλ’ αὐτὸ δὴ τοῦτο καὶ τὴν πολιαρχίαν ὁρῶμεν πράττου‐ σαν, ὥστε οὐδὲν ἦν τὸ κωλῦον τό γε ἐπὶ τῇ προσ‐ ηγορίᾳ ταύτῃ καὶ τὴν ἀρχὴν ἐκείνην τούτῳ τῷ ὀνόματι
5καλεῖν. εἰ δὲ διῃρῆσθαι τὰς ἀρχὰς οἴονται καὶ τὸν μὲν ἐνδοξότατον ἔπαρχον τῆς εὐδαίμονος ταύτης πό‐ λεως εἶναι τῆς ἡμέρας ἄρχοντα, τοὺς δὲ ἄλλους τῆς νυκτός, σφόδρα τῶν εἰκότων ἀπεπλανήθησαν, τὴν ὀρθότητα τῶν ὀνομάτων οὐκ ἴσμεν [δὲ] ὅπως δια‐
10φθείραντες. ταύτῃ τοι καὶ τὴν προσηγορίαν ταύτην ζοφώδη τε οὖσαν καὶ σκοτεινὴν καὶ τῆς νυκτὸς ἐπ‐ ώνυμον εἰκότως ἀποφεύγουσιν ἅπαντες καὶ ποινὴν τὴν χειροτονίαν ἡγοῦνται καὶ οὐδὲ βασιλικῶν ἀξίαν συμ‐ βόλων εἶναι νομίζουσιν
15Ἡμεῖς οὖν τὸ πρᾶγμα ὡς ἐχρῆν θεωρήσαντες ᾠή‐ θημεν χρῆναι τὴν ἀρχὴν δὴ ταύτην ἐξ αὐτῆς ἀρξα‐ μένην τῆς προσηγορίας εἰς τὸ πᾶν ἀνεγεῖραί τε καὶ κατακοσμῆσαι. καὶ νυκτέπαρχον μὲν μηδένα τοῦ λοι‐ ποῦ παντελῶς καλεῖσθαι· ἐπιμελήσονται γὰρ καὶ τῶν
20ἐν ἡμέρᾳ καὶ τῶν ἐν νυκτὶ παρὰ τὸ προσῆκον πρατ‐ τομένων. Ἐπειδὴ δὲ τοὺς πάλαι Ῥωμαίους σφό‐ δρα τὸ τοῦ πραίτωρος ἤρεσεν ὄνομα, διὰ τοῦτο ᾠή‐ θημεν αὐτοὺς praetoras plebis δεῖν ὀνομάσαι τοὺς ἐπὶ τῇ φυλακῇ τε καὶ εὐταξίᾳ τεταγμένους καὶ τὴν
25δημώδη καθιστᾶν ἰσχύοντας ἀταξίαν. καὶ ὥσπερ ἕτε‐ ροι praetores εἰσὶν ἐν τῇ συγκλήτῳ βουλῇ οἱ τῶν ἐλευθεριῶν καὶ τῶν ἐπιτροπῶν καὶ τῶν τοιούτων προκαθήμενοι, οὕτως ἔστωσαν καὶ οὗτοι πραίτωρες τῆς ἐπὶ τῶν δήμων ὀρθότητος, καὶ τῇ μὲν ἡμετέρᾳ
30φωνῇ praetores plebis προσαγορευέσθωσαν, τῇ δὲ ἑλ‐ λάδι ταύτῃ καὶ κοινῇ πραίτωρες δήμων. Τὸ δὲ τοῦ πραίτωρος ὅπως ἐστὶ σεμνόν, ὅπως οὐ πόρρω καθ‐ έστηκεν ὑπατείας, ὅπως ἐγγύτατα τοῦ νόμου τέτακται, δηλοῦσιν οἱ νόμοι, τῇ τε ὑπατείᾳ παραζεύξαντες τοὺς
35πραίτωρας δευτέραν τε αὐτοῖς μετὰ τὸν νόμον δόντες τὴν τάξιν. καὶ ὥσπερ τὸ παλαιὸν ὕπατοί τε ἦσαν οἱ τῆς μεγίστης ἐξάρχοντες βουλῆς δήμαρχοί τε οἱ τὸν δῆμον ἡνιοχοῦντες, οὕτω δὴ καὶ νῦν ἔστωσαν
πραίτωρες μὲν συγκλήτου οἱ τὰ ἔμπροσθεν ἡμῖν εἰ‐

101

ρημένα πράττοντες, πραίτωρες δὲ τῶν δήμων οἱ τῆς εὐταξίας αὐτῶν ἀντιλαμβανόμενοι καὶ τοῦ συμφέρον‐ τος αὐτοῖς προνοοῦντες. Ἀμέλει τὴν ἀρχὴν ταύ‐ την πάλαι σεμνὴν οὖσαν καὶ ἐπὶ τῆς πρεσβυτέρας
5Ῥώμης πολιτευσαμένην λαμπρῶς, ἐπὶ τῶν χρόνων οὐ μόνον οὓς οἱ αὐτοκράτορες ἔσχον, ἀλλὰ καὶ τῶν ἔτι πορρωτέρω, καὶ ἡ μεγάλη πόλις αὕτη δεξαμένη τὴν ἀρχὴν οὐκ εὐκαταφρόνητον. ἔσχε. τοιγαροῦν οὐδὲ ἐν πολλῷ πρεσβυτάτοις χρόνοις μεμαθήκαμέν τινας τὰς
10μεγάλας τῶν ἀρχῶν διαχειρίσαντας, αἳ περὶ τὴν βα‐ σιλείαν εἰσίν, εἶτα ὕστερον οὐκ ἀπαξιώσαντας ἐπὶ τούτου τοῦ φροντίσματος γενέσθαι. Κατὰ μικρὸν δὲ οὕτω τὸ πρᾶγμα εὐτελὲς ὤφθη καὶ ἄξιον οὐδενός, ὥστε οὐδὲ ἐκ συμβόλων ἡμετέρων γίνεσθαι, κεῖσθαι
15δὲ ἐπὶ τοῖς ἐνδοξοτάτοις ἐπάρχοις τῆς εὐδαίμονος ταύ‐ της πόλεως, καὶ τὰ πολλὰ τοὺς ἐκ τῆς τάξεως τῆς αὐτῶν ταύτην παραλαμβάνειν τὴν ἀρχὴν καὶ διαχει‐ ρίζειν αὐτὴν τὸν πάντων κάκιστον τρόπον. Καίτοιγε εἴ τις θεάσαιτο τὸ τῆς ἀρχαιότητος αὐτῆς σύμβολον,
20σφόδρα αὐτήν, ὁποία τὸ πρότερον ἦν, καὶ ἐκ τῶν νῦν ὄντων μαθήσεται. ἔστι γὰρ αὐτῇ δικαστήριον ἴδιον καὶ τάξις, κομμενταρησίους τε ἔχουσα καὶ τἆλλα πάντα, ὁπόσα σχεδὸν τῇ πολιαρχίᾳ παρὰ τῶν νόμων ἀφώρι‐ σται.
25 Ἐπειδὴ τοίνυν ἡμεῖς πάντα διερευνώμενοι τὰ γε‐ νόμενα πρόσθεν σπεύδομεν εἰς καλλίονα τάξιν καὶ τὴν ἀρχαίαν σεμνότητα καὶ τὴν τούτου τοῦ πράγματος ἐπαν‐ αγαγεῖν εὐκοσμίαν, ἵνα μὴ κλοπαί τε παρ’ αὐτῶν γίνοιντο συχναὶ καὶ κοινωνίαι πρὸς τοὺς κλέπτοντας,
30καὶ αἱ κρίσεις ἐκμελεῖς τε καὶ ἐξίτηλοι καὶ οὐδ’ ἑνὸς ἄξιαι προέρχοιντο λόγου, διὰ τοῦτο ᾠήθημεν τὰ περὶ αὐτὴν διορίσασθαι. Ἐνενοήσαμεν γὰρ ὡς, εἰ χρημα‐ τικῶν ἕνεκεν δικῶν, ἐν αἷς οὐκ ἐν μεγίστοις ἐστὶν ὁ κίνδυνος, ἀλλ’ ἐν χρήμασι μόνοις, ὅμως ἀρχαί τε δι‐
35κάζουσιν αἱ μέγισται καὶ πολλάκις καὶ συνδικασταὶ δίδονται καὶ μυρίαι φροντίδες ἡμῖν εἰσιν ὑπὲρ τοῦ μὴ τὰ πράγματα χωρὶς κρίσεως προϊέναι, πῶς οὐ προσῆκόν ἐστιν ἐπὶ δικασταῖς, οἶς ἐπὶ ταῖς ψυχαῖς τῶν κρινομένων ἐστὶν ὁ κίνδυνος, πᾶσαν θέσθαι πρό‐
40νοιαν, ὅπως ἄν τινος ἄξιοι γίνοιντο λόγου, μή ποτε ψυχὴν ἀπολέσαιεν ἀνθρώπου τικτομένου μὲν ἅπαξ,
ἀναλαβεῖν δὲ αὐτὴν ἐπὰν ἀπολέσειεν οὐκ ἰσχύοντος;

102

Πρῶτον μὲν οὖν θεσπίζομεν, μηδένα παντελῶς ἐπὶ τὴν εἰρημένην ἀρχὴν παριέναι, πρὶν ἢ παρ’ ἡμῶν σύμβολα τοῦ φροντίσματος λάβοι, καὶ μηδενὶ λόγῳ τολμᾶν ἔξω βασιλικῶν συμβόλων ἐπὶ τὸ φρόντισμα
5τοῦτο χωρεῖν, ἀλλ’ ἀναμένειν τὴν βασιλείαν καὶ τὴν ἐκεῖθεν ἐν γράμμασι ψῆφον. Ἡμεῖς γὰρ οὐδενὶ τὴν εἰρημένην ἀρχὴν παραδώσομεν πλὴν εἰ μὴ τῶν μεγα‐ λοπρεπεστάτων ἰλλουστρίων ἢ τῶν περιβλέπτων κο‐ μήτων consistorianῶν ἢ τῶν λαμπροτάτων τριβούνων
10τῶν πραιτωριανῶν καὶ νοταρίων οἱ ταύτην παρα‐ λαμβάνοντες εἶεν, ἢ ἄλλως ἀρχὰς ἄρξαντες καὶ φα‐ νέντες ἡμῖν ἐπιτήδειοι καὶ τῆς παρ’ ἡμῶν ἄξιοι μαρ‐ τυρίας· ὥστε αὐτοὺς τὴν εἰρημένην ἔχοντας σεμνότητα καὶ τιμὴν ἀντιλαμβάνεσθαι τοῦ δικαίου, μάλιστα
15ἐπείπερ ὑπὲρ ψυχῶν ἐστιν ὁ ἀγών, καὶ τά γε πολλὰ φονικαῖς εἰώθασι δίκαις διαιτᾶν καὶ ταῖς περὶ μοι‐ χειῶν καὶ ἐφόδων καὶ ἁρπαγῶν καὶ εἴ τι τοιοῦτόν ἐστιν. Ὥστε δεῖ τὸν τῶν τηλικούτων ἐγκλημά‐ των προκαθήμενον ἄνδρα εἶναι πανταχόθεν σεμνόν
20τε καὶ ἀνεπίληπτον καὶ τοιαύτης ἀκροάσεως ἄξιον, καὶ πάσης ἀπέχεσθαι κλοπῆς [ἤτοι δωροδοκίας, δο‐ σοληψίας] καὶ καθαρὰς ἔχειν τὰς χεῖρας. ἔχειν δὲ δὴ καὶ πάρεδρον τῶν δοκίμων ἕνα. καὶ γὰρ οὐδὲ ἔξω παραμυθίας αὐτοὺς τῆς ἀποχρώσης καταλείψομεν,
25ἀλλὰ ἀνὰ decem librarum 〈auri〉 αὐτοῖς προφάσει ἀν‐ νόνων ἔτους ἑκάστου δώσομεν, ὥστε αὐτοὺς τούτοις ἀρκουμένους μηδεμιᾶς ἀνασχέσθαι κλοπῆς ἢ καπη‐ λείας. Ἀλλὰ μηδὲ ἐπὶ δόσει γίνεσθαι παντε‐ λῶς, καθάπερ ἔν τισιν ἐγίνετο χρόνοις, μηδὲ προΐε‐
30σθαι χρυσίον μηδενί. ἐν ἴσῳ γὰρ ἐγκλήματι γενή‐ σεται καὶ ὁ δούς τινι προφάσει τῆς ἀρχῆς καὶ ὁ, ἐπειδὰν γένοιτο, παρά τινος λαβεῖν ἀνασχόμενος, καθὰ καὶ τῷ δοθησομένῳ παρ’ αὐτῶν ὅρκῳ δηλω‐ θήσεται.
35 Μεμαθήκαμεν δὲ αὐτοῖς πρὸς ὑπουργίαν εἶναι τάγματα πονηρά, φαμὲν δὲ λῃστογνώστας τε καὶ βε‐ νεφικιαλίους καὶ βαλαντιοτόμους καὶ ἕτερον πλῆθος,
ὧν ἕκαστον προσῆκόν ἐστι κεκολάσθαι μᾶλλον ἢ τοι‐

103

αῦτα βιοῦν. οὐδὲ γὰρ τὸ τῶν λῃστογνωστῶν τοῦτο τοιοῦτόν ἐστιν ὡς ἐπ’ ἀγαθῷ τι πράττειν, ἀλλ’ ἐπὶ τούτῳ μόνον γινώσκουσι τοὺς κλέπτας, ἐφ’ ᾧ τι κέρ‐ δος ἑαυτοῖς τε καὶ τοῖς ἄρχουσιν αὐτῶν θηρᾶν. Ἅπερ
5ἅπαντα προσήκει τοὺς νῦν παρ’ ἡμῶν εἰς τὴν πραι‐ τούραν τοῦ δήμου παριόντας μισῆσαι καὶ ἀποστρα‐ φῆναι, καὶ καθαραῖς χρῆσθαι ταῖς χερσί, καὶ ἐπεξ‐ ιέναι πᾶσι τοῖς προσαγγελλομένοις εἴτε περὶ κλοπῆς εἴτε περὶ τῶν ἄλλων ἁμαρτημάτων, καὶ τὴν πόλιν
10ἡμῖν ἐκκαθαίρειν τῶν τὰς κλοπὰς ἐργαζομένων θη‐ ρίων, καὶ ἀνδράσι σπουδαίοις χρῆσθαι πρὸς ταῦτα ὑπουργοῖς, καὶ τῇ οἰκείᾳ τάξει προσφέρεσθαι προσ‐ ηκόντως, ὥστε δέος αὐτοὺς ἔχειν τοῦ σφῶν αὐτῶν ἄρ‐ χοντος καὶ ἅπαντα πράττειν μετὰ σφοδρότητός τε καὶ
15εὐνοίας. εἰ γὰρ βουληθεῖεν ὀρθῶς διαγίνεσθαι καὶ τῆς ἐπ’ αὐτοῖς ἀξίως κρίσεως, οὔτε πολλοί τινες οἱ κλέπτοντες ἔσονται, τὰ φώριά τε θᾶττον εὑρεθή‐ σεται, οἵ τε ἁμαρτάνοντες ἐλάττους γενήσονται, δε‐ διότες ἀρχὴν ἣν οὐκ ἄν τις ὠνήσαιτο χρημάτων.
20Ἀλλὰ καὶ ἐγκλημάτων, κἂν εἰ σφοδρότατα εἴη, κατακούσονται, καὶ τοὺς δημοτικοὺς καταστήσουσι θο‐ ρύβους, οὐ τῷ τῆς ἐνδόξου ταύτης καὶ βασιλίδος ἄρ‐ χοντι πόλεως, ἀλλ’ ἡμῖν αὐτοῖς ὑπηρετούμενοι, καὶ πάσης ἀξιούμενοι παρ’ αὐτοῦ τιμῆς, ὡς ἄρχοντες
25ἐλάττους παρὰ μείζονος ἄρχοντος. ἐπικουφίσουσί τε αὐτῷ τὰς φροντίδας, οὐδὲν αἱρούμενοι πράττειν ὅπερ οὐκ ἔστιν ἀνδρῶν ἀγαθῶν καὶ βασιλικῆς μαρτυρίας ἄξιον. Εἰ δέ ποτε συμβαίη (τοῦτο ὅπερ ἀπευχόμεθα) γενέσθαι τινὰ κατὰ τὴν πόλιν ἐμπρησμόν, δεῖ καὶ
30αὐτοὺς παρεῖναι καὶ ὑπουργεῖν καὶ μέγιστον τοῦτο ἔργον ἔχειν τὸ τοὺς κλέπτοντάς τε καὶ ὑφαιρουμένους τὰ τῶν ἀτυχούντων ἀποσοβεῖν καὶ περισώζειν καθ’ ὅσον εἰσὶ δυνατοὶ τὰ πράγματα τοῖς ὑπὸ τοῦ πυρὸς βιαζομένοις. Καὶ γὰρ εἰ περὶ ταύτην τὴν ἀρχὴν δια‐
35γένοιντο σπουδαίως, μείζων αὐτοὺς ὑποδέξεται θρό‐ νος καὶ ἀρχὴ σεμνοτέρα. καὶ εἴσονται, πόσον ἐστὶ τὸ μετὰ σεμνότητος ζῆν, ἢ ταύτης μὲν περιφρονεῖν, χρῆ‐ σθαι δὲ πολλαῖς ταῖς χερσὶ καὶ δι’ αὐτῶν ἀσεβεῖν, καὶ ἀπορεῖν ὕστερον, διότι μηδὲν τῶν οὕτως ἀθροι‐
40ζομένων πέφυκε μένειν. ἀλλὰ κακῶς τε συλλέγεσθαι καὶ αὐτίκα διαπόλλυσθαι. Ὅπως τοίνυν τοὺς ἡμε‐
τέρους ὑπηκόους ὠφελήσαιμεν, διὰ ταύτην ᾠήθημεν

104

χρῆναι τὴν πρόφασιν καὶ παραψυχὴν τοσαύτην αὐτοῖς δοῦναι καὶ ἄνδρας τετιμημένους εἰς μέσον ἀγαγεῖν, ὅπως ἂν τῆς αὐτῶν ἀρετῆς αἴσθηται τὸ ὑπήκοον. Ἔξουσι δὲ οἱ περίβλεπτοι τῶν δήμων πραίτωρες καὶ
5πάρεδρον τῆς ἡμετέρας ἐπ’ αὐτοῖς κρίσεως, καθάπερ εἴπομεν, ἄξιον. Παρέσονται δὲ αὐτοῖς καὶ ἀνὰ εἴκοσι στρατιῶται καὶ ἀνὰ τριάκοντα ματρικάριοι, οὓς δὴ νῦν ἡμεῖς κατ‐ εστήσαμεν, ταῖς διατυπώσεσιν ὑπηρετούμενοι ταῖς
10αὐτῶν καὶ, εἴ που δέοι, καὶ τοὺς ἀκοσμοῦντας ἐπ‐ έχοντες καὶ τῷ προσήκοντι σχήματι παραδιδόντες τὸ πολίτευμα. Δεῖ δὲ αὐτοὺς ἐπίστασθαι σαφῶς, ὡς ἐὰν καθαροὺς ἑαυτοὺς τηροῖεν, τήν τε ἐκ θεοῦ συμ‐ μαχίαν ἕξουσι τῆς τε παρ’ ἡμῶν εὐμενείας οὐκ ἀπο‐
15τεύξονται, μακρότερά τε αὐτοῖς ἔσται τὰ τῆς ἀρχῆς. τίς γὰρ ἂν τὸν καλῶς τε καὶ ὀρθῶς διαγινόμενον ἀμείβειν ἐθελήσειεν; Ἀλλὰ κἂν εἰ παραπεμφθείη τις αὐτοῖς ἐκ τοῦ δικαστη‐ ρίου τοῦ λαμπροτάτου ἐπάρχου τῆς εὐδαίμονος ταύτης
20πόλεως, ἐφ’ ᾧ τιμωρίαν ὑποσχεῖν, ἀκριβῶς ἀναζητεί‐ τωσαν τὴν αἰτίαν καὶ μανθανέτωσαν, ἐφ’ οἷς ἀναι‐ ροῦσι τὸν ἄνθρωπον ἢ ἀφαιροῦνται μέλους ἤ τινος τοιούτου, πυνθανόμενοι καὶ παρ’ αὐτοῦ τοῦ ἐνδοξο‐ τάτου ἐπάρχου, εἰ καὶ τοῦτο συνίδοιεν, ὥστε αὐτοὺς
25ἀκριβῶς ἐξενεγκεῖν τὴν ψῆφον ἢ ψυχῆς ἢ μέλους τινὸς ἀφαιρουμένην τὸν παραπεμπόμενον. Ὥσπερ δὲ τοὺς περιβλέπτους πραίτωρας τῶν δήμων τηλικαύταις ἐτιμήσαμεν δωρεαῖς, ἀξιώσαντες αὐτοὺς καὶ συμβό‐ λων ἐκ τῆς ἡμετέρας προϊόντων χειρὸς καὶ σιτήσεως
30καὶ προσηγορίας τοσαύτης καὶ τῶν ἄλλων, ὁπόσα ἔμ‐ προσθεν εἴρηται· οὕτως αὐτοὺς ἀπαιτοῦμεν ἀντιδι‐ δόναι ἡμῖν τὴν ἑαυτῶν καθαρότητα καὶ τὴν ἐν ἅπα‐ σιν ἀγρυπνίαν καὶ τὸ πάντα πράττειν ἴσῳ καὶ δικαίῳ λογισμῷ καὶ καθαρᾷ τῇ χειρί. Εἰ γάρ τι φανεῖεν
35πλημμελοῦντες καὶ ἢ κλέπτοντες ἢ τῶν κλεπτόντων ἀνεχόμενοι ἢ μὴ πᾶσιν ἐπεξιόντες τρόποις καὶ τοὺς μὲν ἀξίους θανάτου τιμωρούμενοι, τοὺς δὲ μετριώτερα πράττοντας ἐξελαύνοντες τῆς μεγάλης ταύτης πόλεως,
ἔνθα ἂν ἡμεῖς προστάξαιμεν· ἴστωσαν, ὡς αὐτοὶ τὸν

105

ὑπὲρ τούτων ὑφέξουσι λόγον, οὐ θεῷ μόνον, ἀλλὰ καὶ ἡμῖν, καὶ ἔνοχοι γενήσονται καὶ ζημίᾳ πάσῃ τοῖς ὑπηκόοις συμβαινούσῃ καὶ τῇ παρ’ ἡμῶν ἀγανακτήσει καὶ τῷ θᾶττον ἀτίμως ἐξεληλάσθαι τῆς ἀρχῆς· ἡμῶν
5διὰ τοῦτο καὶ πόνους ὑποστάντων καὶ δαπάνης μεγά‐ λης ἀνεχομένων, ἵνα μή τινι τῶν ἡμετέρων ὑπηκόων ἐπενεχθείη τις συκοφαντία καὶ χρημάτων ἢ ψυχῆς ἀπώλεια καὶ ὅσα τοιαῦτα καθέστηκεν, ἀλλὰ πάντα ὑπὸ κρίσιν γίνοιτο τὴν προσήκουσαν.
10 〈Ἐπίλογος.〉 Ταύτην οὖν ἅπαντες ἡμῶν τὴν βου‐ λὴν διὰ τοῦδε τοῦ θείου κηρύγματός τε καὶ νόμου γινώσκοντες, καὶ ὅτι τῶν συμφερόντων ὑμῖν οὐδ’ ὁτιοῦν παραλιμπάνομεν, τῆς ἡμετέρας ὑπερεύχεσθε βασιλείας, οὕτως ὑμῶν κηδομένης, οὕτως οἰκειουμένης
15τὰ ἐφ’ ἑκάστῳ συμβαίνοντα, οὕτω τὴν πατρικὴν ἐφ’ ἅπασιν ὑμῖν διατηρούσης πρόνοιαν.
20tΙΔ
21tΠΕΡΙ ΤΟΥ ΜΗ ΕΙΝΑΙ ΠΟΡΝΟ‐
22tΒΟΣΚΟΥΣ ΕΝ ΜΗΔΕΝΙ ΤΟΠΩΙ
23tΤΗΣ ΡΩΜΑΙΩΝ ΠΟΛΙΤΕΙΑΣ.
24tΑὐτοκράτωρ Ἰουστινιανὸς Αὔγουστος Κωνσταντινου‐
25tπολίταις.
26 〈Προοίμιον.〉 Καὶ τοῖς παλαιοῖς νόμοις καὶ τοῖς πρώην βεβασιλευκόσι σφόδρα μεμισημένον ἔδοξεν εἶ‐ ναι τὸ τῆς πορνοβοσκίας ὄνομά τε καὶ πρᾶγμα, καὶ τοσοῦτον, ὥστε καὶ πολλοὶ κατὰ τῶν τὰ τοιαῦτα πλημ‐
30μελούντων ἐγράφησαν νόμοι. Ἡμεῖς δὲ καὶ τὰς ἤδη τεθειμένας κατὰ τῶν οὕτως ἀσεβούντων τιμωρίας ηὐξήσαμεν, καὶ εἴ τι παραλελειμμένον ἦν τοῖς πρὸ ἡμῶν, καὶ τοῦτο δι’ ἑτέρων ἐπηνωρθωσάμεθα νό‐ μων. καὶ ἔναγχος δὲ προσαγγελίας εἰς ἡμᾶς γενομέ‐
35νης πραγμάτων ἀσεβῶν ἐπὶ τοιαύταις αἰτίαις κατὰ

106

ταύτην τὴν μεγάλην ἁμαρτανομένων πόλιν, τὸ πρᾶγμα οὐ περιείδομεν. Ἔγνωμεν γάρ τινας ζῆν μὲν ἀτόπως, ἐκ δὲ αἰτιῶν χαλεπῶν τε καὶ μεμισημένων πρόφασιν ἑαυτοῖς μιαρῶν ἐξευρίσκειν κερδῶν· περινοστεῖν γὰρ
5χώρας τε καὶ τόπους πολλοὺς καὶ νέας ἐλεεινὰς δε‐ λεάζειν, προτεινομένους ὑποδήματά τε καὶ ἐσθῆτά τινα, καὶ τούτοις θηρεύειν αὐτὰς καὶ ἄγειν εἰς τὴν εὐδαίμονα ταύτην πόλιν καὶ ἔχειν καθειργμένας ἐν ταῖς ἑαυτῶν καταγωγαῖς καὶ τροφῆς αὐταῖς ἐλεεινῆς
10μεταδιδόναι καὶ ἐσθήματος, καὶ ἐντεῦθεν ἐκδιδόναι πρὸς ἀσέλγειαν αὐτὰς τοῖς βουλομένοις· καὶ πάντα πόρον ἄθλιον ἐκ τοῦ σώματος αὐτῶν προσγινόμενον αὐτοὺς λαμβάνειν, καὶ ποιεῖσθαι συγγραφάς, ὡς ἐπὶ χρόνον, ὃν αὐτοῖς δόξειε, προσεδρεύσουσι τὴν ἀσεβῆ
15τε καὶ ἀνοσίαν ταύτην αὐτοῖς λειτουργίαν πληροῦσαι· τινὰς δὲ αὐτῶν καὶ ἐγγυητὰς ἀπαιτεῖν. ὥστε τοσαύ‐ την γενέσθαι τὴν τοῦ πράγματος ἀτοπίαν, ὡς ἐν πάσῃ σχεδὸν τῇ βασιλίδι ταύτῃ πόλει καὶ ἐν τοῖς περάμασιν αὐτῆς, καὶ τὸ δὴ χείριστον καὶ πλησίον
20τῶν ἱερῶν τόπων καὶ τῶν σεβασμιωτάτων οἴκων τὰς τοιαύτας αὐτοῖς εἶναι καταγωγάς· καὶ πράγματα οὕτως ἀσεβῆ καὶ παράνομα ἐπὶ τῶν ἡμετέρων τολ‐ μᾶσθαι χρόνων, ὥστε καί τινας ἐλεοῦντας αὐτὰς ἀνα‐ στῆσαι τῆς ἐργασίας ταύτης πολλάκις βουληθῆναι καὶ
25πρὸς νόμιμον ἄγεσθαι συνοικέσιον, τοὺς δὲ οὐκ ἐφιέ‐ ναι. ἐνίους δὲ οὕτως ἀνοσίους καθεστάναι, ὥστε κόρας οὐδὲ τὸν δεκαετῆ ἀγούσας ἐνιαυτὸν εἰς ἐπι‐ κίνδυνον κατάγειν φθοράν. ὥστε καί τινας χρυσίον δόντας οὐ μέτριον μόλις ἐκεῖθεν ἐξωνήσασθαι τὰς τα‐
30λαιπώρους καὶ γάμῳ συναρμόσαι σώφρονι. καὶ τρό‐ πους εἶναι μυρίους, οὓς οὐκ ἄν τις ἰσχύσειε λόγῳ πε‐ ριλαβεῖν, εἰς δεινὴν ἀοριστίαν ἐξενεχθέντος τοῦ τοι‐ ούτου κακοῦ, ὡς πρότερον μὲν ἐν ἐλαχίστοις μέρεσι τῆς πόλεως εἶναι, νῦν δὲ αὐτήν τε καὶ τὰ περὶ αὐτὴν
35ἅπαντα μεστὰ τῶν τοιούτων γενέσθαι κακῶν. Ταῦτα τοίνυν πρώην μέν τις ἡμῖν ἐν ἀπορρήτῳ προσήγγειλεν, εἶτα καὶ ἔναγχος οἱ μεγαλοπρεπέστατοι πραίτωρες παρ’ ἡμῶν τὰ τοιαῦτα ἀναζητεῖν ἐπιτραπέντες αὐτὰ ταῦτα εἰς ἡμᾶς ἤγαγον. ἅμα τε οὖν ἠκούσαμεν τούτων, ᾠή‐
40θημεν χρῆναι θεῷ τὴν τοιαύτην ἀναθεῖναι πρᾶξιν καὶ θᾶττον ἀπαλλάξαι μύσους τοιούτου τὴν πόλιν.
Θεσπίζομεν τοίνυν πάντας μὲν, καθ’ ὅσον εἰσὶ

107

δυνατοί, σωφροσύνην ἄγειν, ἥτις καὶ μόνη θεῷ μετὰ παρρησίας δυνατὴ καθέστηκεν ἀνθρώπων παραστῆ‐ σαι ψυχάς. Ἐπειδὴ δὲ πολλὰ τὰ ἀνθρώπινα, τὸ γοῦν σὺν τέχνῃ καὶ δόλῳ καὶ ἀνάγκῃ τινὰς εἰς τοιαύτην
5ἀσέλγειαν ἄγεσθαι πᾶσι κωλύομεν τρόποις· καὶ μη‐ δενὶ παρρησίαν εἶναι πορνοβοσκεῖν καὶ ἐπ’ οἰκήματος ἔχειν γυναῖκας, ἢ καὶ δημοσίᾳ προϊστᾶν ἐπ’ ἀσελγείᾳ, ἢ ἀντ’ ἄλλης τινὸς πραγματείας τὰ τοιαῦτα ἐμπο‐ ρεύεσθαι, μηδὲ συγγραφὰς ἐπὶ τούτῳ λαμβάνειν μηδὲ
10ἐγγυητὰς ἀπαιτεῖν· μηδὲ τοιοῦτόν τι πράττειν ὅπερ ἀναγκάζει τὰς ταλαιπώρους καὶ ἀκούσας τὴν ἑαυτῶν σωφροσύνην καταισχύνειν, μηδὲ ἐλπίζειν ὡς ἔξεστι τὸ λοιπὸν αὐτοῖς ἐσθημάτων δόσει ἢ καὶ κοσμίων τυχὸν ἢ τροφαῖς δελεάζειν αὐτὰς εἰς τὸ καὶ ἀκούσας
15προσκαρτερεῖν. Οὐ γὰρ συγχωροῦμεν οὐδ’ ὁτιοῦν γί‐ νεσθαι τοιοῦτον· ἀλλὰ καὶ νῦν ἅπαντα ταῦτα ἐν βραχεῖ τῆς προσηκούσης ἠξιώσαμεν θεραπείας, παρα‐ σκευάσαντες καὶ ἀναδοθῆναι αὐταῖς πᾶσαν ἣν ἔτυχον ἀσφάλειαν προφάσει τοῦ τοιούτου μύσους ἐκθέμεναι,
20καὶ οὐδὲ συνεχωρήσαμεν τοὺς ἀνοσίους πορνοβοσκούς, εἴ τι δεδώκασιν αὐταῖς, τοῦτο παρ’ αὐτῶν ἀφελέ‐ σθαι. Ἀλλὰ καὶ αὐτοὺς τοὺς πορνοβοσκοὺς ἔξω ταύ‐ της γενέσθαι τῆς εὐδαίμονος παρεκελευσάμεθα πό‐ λεως, ὡς ὀλεθρίους καὶ κοινοὺς λυμεῶνας τῆς σωφρο‐
25σύνη· γινομένους, καὶ ἐλευθέρας τε καὶ θεραπαίνας περιεργαζομένους καὶ κατάγοντας εἰς τὴν τοιαύτην ἀν‐ άγκην καὶ δελεάζοντας καὶ ἔχοντας παρατρεφομένας εἰς πᾶσαν αἰσχύνην. Προαγορεύομεν δὲ ὡς, εἴ τις τοῦ λοιποῦ τολμήσειεν ἄκουσαν κόρην λαβεῖν καὶ ἔχειν
30πρὸς ἀνάγκης ἀποτρεφομένην τε καὶ ἐκ πορνείας αὐτῷ προσάγουσαν πόρους, τοῦτον ἀνάγκῃ παρὰ τῶν περι‐ βλέπτων πραιτώρων τοῦ δήμου τῆς εὐδαίμονος ταύ‐ της πόλεως συνεχόμενον τὰς πασῶν ἐσχάτας ὑπομέ‐ νειν ποινάς. εἰ γὰρ τῶν χρηματικῶν αὐτοὺς κλοπῶν
35καὶ λῃστειῶν ἐπανορθωτὰς προὐβαλλόμεθα, πῶς οὐ πολλῲ μᾶλλον τὴν τῆς σωφροσύνης κλοπήν τε καὶ λῃστείαν αὐτοῖς ἀπελαύνειν ἐφήσομεν; Εἰ δὲ καί τις ἀνάσχοιτο ἐν τῷ ἑαυτοῦ οἴκῳ τινὰ πορνοβοσκοῦντα καὶ τοιαύτης προϊστάμενον ἐργασίας ἔχειν καὶ μὴ ταῦτα
40προσαγγελθέντα μαθὼν τῆς οἰκήσεως αὐτὸν ἐξελάσειεν, ἴστω καὶ decem librarum auri ὑποστησόμενος ποινὴν
καὶ περὶ αὐτὴν κινδυνεύσων τὴν οἴκησιν. Εἰ δὲ καί

108

τις συγγραφὴν τὸ λοιπὸν ἐπὶ τούτοις τολμήσειε λα‐ βεῖν ἢ ἐγγυητήν, ἴστω μηδὲν μὲν ὄφελος τῆς τοι‐ αύτης ἔχων ἐγγύης ἤτοι συγγραφῆς. καὶ γὰρ ὁ μὲν ἐγ‐ γυητὴς ἔνοχος οὐκ ἔσται, ἡ δέ γε συγγραφὴ παντοίως
5ἄκυρος μενεῖ· καὶ αὐτός, καθάπερ εἰπόντες ἔφθημεν, τὴν εἰς τὸ σῶμα τιμωρίαν ὑποστήσεται καὶ τῆς με‐ γάλης ταύτης ὡς πορρωτάτω πόλεως ἐξελαθήσεται. Τὰς γὰρ δὴ γυναῖκας σωφρονεῖν μὲν βουλόμεθά τε καὶ εὐχόμεθα, μὴ μὴν ἀκούσας εἰς ἀσελγῆ βίον κατ‐
10άγεσθαι μηδὲ ἀσεβεῖν ἀναγκάζεσθαι. πᾶσαν γὰρ πορ‐ νοβοσκίαν καὶ γίνεσθαι κωλύομεν καὶ γενομένην κο‐ λάζομεν, διαφερόντως μὲν ἐπὶ ταύτης τῆς εὐδαίμονος πόλεως καὶ ἐν τῇ ταύτης περιοικίδι, οὐδὲν δὲ ἧτ‐ τον καὶ ἐν τοῖς ἔξω τόποις ἅπασι τοῖς τε ἐξ ἀρχῆς
15τῆς ἡμετέρας οὖσι πολιτείας τοῖς τε νῦν παρὰ τοῦ δεσπότου θεοῦ δεδωρημένοις ἡμῖν· καὶ μάλιστά γε ἐν ἐκείνοις, διότι τὰς τοῦ θεοῦ δωρεάς, ἃς περὶ τὴν ἡμε‐ τέραν ἐποιήσατο πολιτείαν, βουλόμεθα φυλάττεσθαι καθαρὰς πάσης τοιαύτης ἀνάγκης καὶ τῆς παρὰ τοῦ
20δεσπότου θεοῦ περὶ ἡμᾶς δωρεᾶς εἶναί τε καὶ διαμέ‐ νειν ἀξίας. Πεπιστεύκαμεν γὰρ εἰς τὸν δεσπότην θεὸν καὶ ἐκ ταύτης ἡμῶν τῆς περὶ τὴν σωφροσύνην σπουδῆς μεγάλην ἔσεσθαι τῇ ἡμετέρᾳ πολιτείᾳ προσ‐ θήκην, τοῦ θεοῦ πάντα ἡμῖν αἴσια διὰ τῶν τοιούτων
25παρεχομένου πράξεων. 〈Ἐπίλογοσ〉 Ὅπως ἂν οὖν ὑμεῖς πρῶτοι οἱ ἡμέ‐ τεροι πολῖται τῆς σώφρονος ἡμῶν ἀπολαύσαιτε δια‐ τυπώσεως, διὰ τοῦτο τῷδε τῷ θείῳ κηρύγματι χρώ‐ μεθα· ὅπως ἂν εἰδείητε τὴν ἡμετέραν περὶ ὑμᾶς
30σπουδὴν καὶ τὸν περὶ τὴν σωφροσύνην τε καὶ εὐσέ‐ βειαν πόνον ἡμῶν, δι’ ὧν ἐν ἅπασιν ἀγαθοῖς φυλαχ‐ θήσεσθαι τὴν ἡμετέραν πολιτείαν ἐλπίζομεν.
33tἘγράφη τὸ ἰσότυπον τῷ ἐνδοξοτάτῳ μαγί‐
34tστρῳ μετὰ τῆς παραλλαγῆς ταύτης·
35 Ὅπως ἂν ἅπασι ταῦτα γένοιτο φανερὰ τοῖς τὴν ἡμε‐ τέραν ἔχουσι πολιτείαν, ἡ τοίνυν σὴ ὑπεροχὴ τόνδε ἡμῶν δεξαμένη τὸν νόμον ἐν ἁπάσῃ τῇ ὑπηκόῳ διὰ προσταγμάτων οἰκείων τοῦτον ἅπασι φανερὸν κατα‐
στησάτω· ὡς ἂν μὴ μόνον ἐπὶ ταύτης τῆς εὐδαίμονος

109

πόλεως, ἀλλὰ καὶ ἐν τοῖς ἔξω φυλάττοιτο τόποις, τῷ δεσπότῃ τῶν ὅλων θεῷ ἀντ’ ἄλλης τινὸς εὐωδίας προσαγόμενος.
5tΙΕ
6tΠΕΡΙ ΤΩΝ ΕΚΔΙΚΩΝ.
8tImp. Iustinianus Aug. Iohanni pp. 〈II.〉
9〈Προοίμιον.〉 Εἰ μὴ θᾶττον ἐπανάγοιμεν καὶ τὸ
10φρόντισμα τῶν ἐκδίκων εἰς τὴν προσήκουσαν τάξιν, οὐδὲ αὐτῆς ἔτι τῆς τῶν παλαιῶν ὀνομάτων εὐπορή‐ σομεν ἀληθείας. ἄλλοις μὲν γὰρ ἄλλα δέδοται παρὰ τῆς παλαιότητος ὀνόματα σημαντικὰ σαφῶς τῶν πραγ‐ μάτων, τουτὶ δὲ τὸ τῶν ἐκδίκων καθαρῶς ἀποφαίνει
15τὸ τὴν ἀρχαιότητά τινας ἐπιστῆσαι τοῖς πράγμασιν, οἵπερ ἐκ πάσης αὐτὰ τῆς ἀδικίας ἐκδικήσουσιν ἐλεύ‐ θερα. τοιγαροῦν καὶ διὰ τοῦτο τῇ πατρίῳ φωνῇ δε‐ φένσωρας αὐτοὺς καλοῦμεν, ὅπως ἂν ἀπαλλάξαιεν κακῶν τοὺς ἀδικουμένους. Νῦν δὲ δὴ τοῦτο τὸ τῶν
20ἐκδίκων πολὺ δὴ πεπατημένον ἐστὶν ἐν πολλοῖς τῆς ἡμετέρας πολιτείας μέρεσι καὶ οὕτω καταπεφρονημέ‐ νον, ὡς ἐν ὕβρει μᾶλλον ἤπερ ἔν τινι κεῖσθαι σεμνό‐ τητι. τοιγαροῦν γίνονται μὲν ἄνδρες ἀφανεῖς, τὰς δὲ ἐπ’ αὐτοῖς ψήφους οἴκτῳ μᾶλλον ἤπερ ἐπιλογῇ πορί‐
25ζουσιν. οἷς γὰρ οὐκ ἔστι τροφὴ καὶ βίος αὐτάρκης, οὗτοι τὰς τῶν ἐκδίκων ἐρανιζόμενοι χειροτονίας ἐπὶ τοῦτο παρίασι τὸ φρόντισμα, καὶ ἀντ’ ἄλλου τινὸς παιγνίου ταῖς τῶν ἀρχόντων ἔκκεινται γνώμαις. ἀμέ‐ λει παύουσί τε αὐτοὺς ἡνίκα ἂν βουληθεῖεν, ἢ οὐδὲν
30ἢ σμικρότατα ἐγκαλέσαντες, ἄλλους τε εἰς τὴν ἐκείνων
ἐμβιβάζουσι τάξιν, τοποτηρητὰς δῆθεν αὐτοὺς ἐκδίκων

110

ποιοῦντες, καὶ τοῦτο τοῦ ἔτους πολλάκις ἐπὶ πλείοσιν ἀνθρώποις πράττοντες· ὥστε καὶ οἱ ταξεῶται καὶ οἱ τῶν πόλεων ἄρχοντες καὶ οἱ ταύτας οἰκοῦντες ἐν ἐσχάτῃ καταφρονήσει τὸν ἔκδικον ἔχουσι. Τὰ δὲ δὴ
5πραττόμενα παρ’ αὐτοῖς ἐν ἴσῳ τοῖς ἀπράκτοις ἐστίν. εἰ γὰρ μὴ ἐπιτάξαιεν οἱ τῶν ἐπαρχιῶν ἄρχοντες, οὐδ’ ἂν τολμήσαιέν τινα πρᾶξιν ὑπομνημάτων συστήσα‐ σθαι παρ’ ἑαυτοῖς οἱ πάντα δουλεύοντες αὐτοῖς ἔκδι‐ κοι, τοῖς ἐκείνων νεύμασι προσέχοντες μόνοις. εἰ δὲ
10δὴ καί τινα πραχθείη, πρῶτον μὲν καὶ ταῦτα πιπρά‐ σκουσιν, ἔπειτα οὐδενὸς ὄντος ἀρχείου, καθ’ ὃ τὰ πραττόμενα παρ’ ἑαυτοῖς ἀποτίθεται, παραπόλλυται τὸ πραττόμενον, καὶ οὐκ ἂν εὕροις παρ’ αὐτοῖς χρό‐ νων πλειόνων ὑπόμνημα παντελῶς οὐδὲ ἕν, ἀλλ’ εἰς
15κληρονόμους τε αὐτῶν καὶ τὰς ἄλλας διαδοχὰς οἱ τού‐ των δεόμενοι ζητοῦσι τὰ πεπραγμένα, καὶ τούτων τὰ μὲν εὑρίσκουσιν οὐδεμιᾶς ἄξια πίστεως ὄντα, τὰ δὲ καὶ ἐξαπόλλυται, καὶ διαπίπτει τοσοῦτον ὡς ἐν ἴσῳ τοῖς μηδὲ γενομένοις εἶναι. Ἡμεῖς τοίνυν, ἐπειδὴ τὰ
20τῶν ἀρχόντων εὖ διεθήκαμεν καὶ μείζους τε τὰς ἐπι‐ κρατείας αὐτῶν ἐν τοῖς ἔθνεσιν ἐποιήσαμεν, καὶ πορ‐ ρωτέρω γε αὐτοῖς ἐστι τὰ τῆς τῶν πόλεων ἐποψίας, διὰ τοῦτο ᾠήθημεν χρῆναι καὶ τὸ τῶν ἐκδίκων κα‐ ταστήσασθαι. γένοιτο γὰρ ἂν οὕτω τις ἁρμονία χρη‐
25στή, εἴπερ ἀρχόντων λάβοιεν τάξιν οἱ τῶν πόλεων ἔκδικοι, καὶ ὁ τῆς ἐπαρχίας ἡγούμενος δοκοίη τις ἄρ‐ χων εἶναι μᾶλλον ἀρχόντων καὶ ταύτῃ σεμνότερος τῶν ἔμπροσθεν φαίνεσθαι. ὅσῳ γὰρ ἄν τις ἄρχοι κρειττό‐ νων, τοσούτῳ μείζων αὐτὸς καὶ σεμνότερός ἐστι.
30 Τέως οὖν ἐκεῖνο πρῶτον νομοθετητέον, ὥστε μη‐ δενὶ τῶν πάντων εἶναι παρρησίαν τὴν τοῦ ἐκδίκου χειροτονίαν ἀπωθεῖσθαι, ἀλλὰ ἀμοιβαδὸν ἅπαντας τοὺς σεμνοτέρους τῶν πόλεων οἰκήτορας ταύτην αὐ‐ ταῖς τὴν λειτουργίαν ἐκπληροῦν. τοῦτο γὰρ δὴ κἀν
35τοῖς ἔμπροσθεν χρόνοις κρατεῖν τε καὶ πολιτεύεσθαι μεμαθήκαμεν. οὐδενός, οὐδ’ ἂν εἰ τετιμημένος εἴη τῇ τῶν μεγαλοπρεπεστάτων ἰλλουστρίων ἀξίᾳ, τοῦτο διωθεῖσθαι συγχωρουμένου, οὐδ’ ἂν εἰ στρατείαν ἔχοι σεμνήν, οὐδ’ ἂν εἴ τι προΐσχοιτο προνόμιον ἐκ θείων
40αὐτῷ τύπων, κἂν εἰ πραγματικοὶ καθεστήκοιεν, πε‐

111

φιλοτιμημένον· ἀλλὰ κατὰ κύκλον τῶν οἰκητόρων τῆς πόλεως, ὧν τίς ἐστι καὶ λόγος, ταύτην ἐκπληρούν‐ των, καὶ ἐπειδὰν ὁ κύκλος παύσηται, πάλιν ἐπανιόν‐ των εἰς τὸ φρόντισμα καὶ τῇ πόλει τὴν εἰρημένην
5φροντίδα λειτουργούντων. ὥστε τὸν ἐν ἑκάστῃ πόλει ἔκδικον ἄρχοντα μᾶλλον ἢ ἔκδικον εἶναι δοκεῖν, ψήφῳ μὲν σὺν ὅρκῳ γινόμενον πάντων κοινῇ τῶν κατὰ τὴν πόλιν ἐκείνην ὄντων κτητόρων, ἀλλὰ μὴ τῶν ἐν‐ ταῦθα διαγόντων· ὅρκον δὲ παρέχοντα, ὡς ἅπαντα
10πρὸς τὸν νόμον καὶ τὸ δίκαιον πράξει [κοινῇ], βεβαιού‐ μενον δέ, καθάπερ ἡμεῖς νῦν φαμέν, ἐκ προστάξεως τῶν ἐνδοξοτάτων ἡμῶν ἐπάρχων, εἰς διετίαν δὲ ἄρ‐ χοντα μόνην, καὶ παυόμενον τοῦ φροντίσματος. οὐκ ἔχοντος ἄδειαν τοῦ λαμπροτάτου τῆς ἐπαρχίας ἄρχον‐
15τος παύειν αὐτόν· ἀλλ’ εἴ τι δοκοίη πράττειν οὐκ ὀρθόν, μηνύειν εἰς τοὺς ἐνδοξοτάτους ἐπάρχους, ὥστε ἐκεῖθεν αὐτῷ γενέσθαι τὴν τοῦ φροντίσματος ἀπαλ‐ λαγήν, ὅθεν καὶ δίδοται. Μηδεμιᾶς οὔσης παρρησίας τῷ τὴν ἀρχὴν ἔχοντι
20ἢ αὐτοῖς τοῖς ἐκδίκοις τοποτηρητὰς ἐκδίκων ποιεῖν· ἀλλὰ καὶ τοῦτο πᾶσιν αὐτοῖς ἀπηγορεῦσθαι τρόποις. ἀλλὰ μηδὲ οἰκείους τοποτηρητὰς ἐν ταῖς πόλεσι τοὺς λαμπροτάτους ἄρχοντας ἐκπέμπειν πλὴν αὐτῶν τῶν ἐκδίκων· οὓς τὴν τῶν ἀρχόντων τάξιν πληροῦν ἐν
25ταῖς πόλεσι βουλόμεθα, αὐτούς τε ἐν ἅπασιν ἐπιμέ‐ λεσθαι τῶν πόλεων, ἐν αἷς εἰσί. Πράττεσθαί τε παρὰ τοῖς ἐκδίκοις καὶ διαθηκῶν ἐμ‐ φανίσεις καὶ δωρεῶν καὶ πᾶν εἴ τι τῶν τοιούτων ἐστὶν ὑπομνημάτων ἴδιον. οὐ δυναμένου τοῦ λαμπροτάτου
30τῆς ἐπαρχίας ἄρχοντος κωλύειν τὸ πράττεσθαι μέλλον ἢ προστάττειν, ὡς οὐ βούλοιτό τι πραχθῆναι ἢ πραχ‐ θὲν μὴ ἐκδοθῆναι. οὐδὲ γὰρ τοιούτου τινὸς αὐτῷ παντελῶς ἐξουσίαν δίδομεν, τῶν ἀτοπωτάτων εἶναι νομίζοντες πράγματα ἀναγκαῖα διαπίπτειν· τοῖς ἀν‐
35θρώποις διὰ τὰς τῶν ἀρχόντων ἴσως ἀλόγους ὁρμάς τε καὶ προστάξεις. ἀλλὰ καὶ πράττειν, ἅπερ ἄν τις βουληθείη, καὶ ἐκδιδόναι, κἂν εἰ τὸ πραττόμενον ἅπ‐ τοιτο τοῦ τῆς ἐπαρχίας ἄρχοντος ἤ τινος τῶν δυνα‐
τῶν, μηδὲ τοῦτο κωλύειν· δεῖ γὰρ οὕτω διαγίνεσθαι

112

τοὺς ἐπὶ τῶν ἀρχῶν ἤ τινος δυνάμεως ὄντας, οὐχ ὥστε κωλύειν τινὰ γίνεσθαι κατ’ αὐτῶν πρᾶξιν, ἀλλ’ οὕτως ἄμεμπτον τὸν ἑαυτῶν παρέχεσθαι τρόπον, ὡς μηδενὶ διδόναι καιρὸν τῆς κατ’ αὐτῶν μέμψεως. καὶ
5εἴτε ἐνδημοίη ταῖς πόλεσιν ἄρχων εἴτε μή, μὴ κωλυ‐ έσθω τις πράττειν καὶ παρὰ τοῖς ἐκδίκοις τινὰ ὑπο‐ μνήματα ἐφ’ οἷς ἂν βούλοιτο, πλὴν ἐκείνων μόνων, ὅσα δικαιοδοσίας δεῖται καὶ αὐτῆς τῆς τῶν ἀρχόντων αὐθεντίας ἤρτηται.
10Ἕπειτα καὶ τοῖς τὰς δημοσίας εἰσπράξεις ἔχουσι τοὺς τῶν πόλεων ἐκδίκους πᾶσιν ἐπαμύνειν τρόποις, κἂν εἰ δέοι προφάσει τῆς τῶν ἀγνωμόνων συντελῶν ἀπονοίας ὑπομνήματα πρᾶξαι, καὶ τοῦτο ποιεῖσθαι προθύμως, κἂν εἰ παραγενέσθαι καὶ τοὺς ἀκοσμοῦν‐
15τας ἰδεῖν καὶ αὐτοῖς τούτοις μαρτυρῆσαι, κἂν εἰ δη‐ μοτικὸν παῦσαι θόρυβον, καὶ ἁπλῶς τὴν τῶν ἀρχόν‐ των ἐπέχειν τάξιν, καὶ μάλιστα ὅταν ἀπῶσι. τούς τε ταξεώτας τοὺς ἐπιχωρίους, οἳ κατὰ τὴν πόλιν εἰσὶν ἐκείνην καθ’ ἣν ὁ ἔκδικός ἐστιν, ὑπακούειν αὐτῷ καὶ
20βοηθεῖν, ὥστε ἀπόντων τῶν ἡγουμένων τῶν ἐθνῶν μηδὲν δοκεῖν ἐλλείπειν ταῖς πόλεσι τῆς ἐκείνων παρου‐ σίας. Ἐκ δὲ τῆς ἐπιχωρίου τάξεως ἔχειν καὶ ταχυ‐ γράφον αὐτοῖς ὑπουργοῦντα καὶ δύο ταξεώτας, οἳ τὰ παρ’ αὐτῶν ψηφιζόμενα πληρώσουσι.
25Δικάζειν τε ταῖς δίκαις ἁπάσαις ταῖς χρηματικαῖς μέχρι χρυσῶν τριακοσίων· οὐ δυναμένων τῶν ὑποτε‐ λῶν ἕλκειν τοὺς αὑτῶν ὑπευθύνους παρὰ τοῖς λαμ‐ προτάτοις τῶν ἐπαρχιῶν ἄρχουσιν, εἴπερ εἴσω τῆς εἰρημένης τῶν τριακοσίων νομισμάτων ποσότητος ἡ
30δίκη καθεστήκοι. Ἀλλὰ μηδὲ δι’ αὐτὸ τοῦτο τοὺς διώκοντας πλείο‐ νος ἀποτιμᾶσθαι τὴν δίκην, ἵνα συντρίψωσι τοὺς εὐ‐ θυνομένους καὶ μὴ τῷ τῆς πόλεως ἐκδίκῳ, ἀλλὰ τῷ τῆς χώρας προσαγάγοιεν ἄρχοντι. ἀλλ’ εἴ τι τοιοῦτο
35πράξαιεν καὶ ἡ ψῆφος δείξειεν ἐλάττονα τὴν δίκην εἶναι τῶν τριακοσίων χρυσῶν καὶ ἐξεπίτηδες ηὐξῆ‐ σθαι διὰ τὸ παρὰ τῷ τῆς ἐπαρχίας ἄρχοντι, ἀλλὰ μὴ τῷ τῆς πόλεως ἐκδίκῳ κατεξετασθῆναι, μόνον τὸν ἐνάγοντα τῇ πάσῃ τῆς δίκης ὑποβάλλεσθαι ζημίᾳ.
40Καὶ μὴν καὶ τὰς παρὰ τῶν ἐκδίκων ἐκκλήτους ἐπ’
αὐτοὺς φέρεσθαι τοὺς ἄρχοντας. Εἰ δέ τι πράξαιεν

113

ὑβριστικὸν περὶ τοὺς ἐκδίκους οἱ ταξεῶται, τηνικαῦτα τοὺς τῶν ἐπαρχιῶν ἡγουμένους ἀμύνειν καὶ σωφρονί‐ ζειν τοὺς ταξεώτας. ἄδειαν γὰρ δίδομεν τοῖς ἐκδί‐ κοις, εἰ τούτου ῥᾳθυμήσαιεν οἱ τῶν ἐθνῶν ἡγούμενοι,
5τῷ θρόνῳ τῆς σῆς ὑπεροχῆς ταῦτα προσαγγέλλειν, ὥστε αὐτόθεν δίδοσθαι βοήθειαν αὐτοῖς καὶ ἐκδίκησιν πρέ‐ πουσαν, καὶ ταῖς ἀληθείαις ἐκδίκους αὐτοὺς εἶναι κατὰ τῶν ἁμαρτανόντων, ἔχοντας ἀρχικῆς σεμνότητος μί‐ μημα.
10Κἂν εἰ διαπεσεῖν συμβαίη πόλεως ἔκδικον, εὐθὺς ἐφ’ ἕτερον φέρεσθαι τὴν ψῆφον τὸν ἐκ τοῦ κύκλου καλούμενον, μετὰ τῶν ἔμπροσθεν εἰρημένων ὅρκων, καὶ ἔχεσθαι μὲν εὐθὺς τῆς φροντίδος τὴν δὲ ψῆφον μηνύεσθαι καὶ κυροῦσθαι παρὰ τῆς σῆς ὑπεροχῆς· καὶ
15μηδέποτε τοῖς ἐκδίκοις τοποτηρητὴν μὲν, καθάπερ εἰ‐ πόντες ἔφθημεν, δίδοσθαι, ἵνα μὴ πάλιν τῇ πρόσθεν ἀταξίᾳ δῶμεν δῆθεν εὔλογον ἀφορμήν. Προστάξεις δὲ ποιησάσθω ἡ σὴ ὑπεροχὴ καθ’ ἑκά‐ στην ἐπαρχίαν, ὥστε ἐν ταῖς πόλεσιν οἴκημά τι δη‐
20μόσιον ἀφορισθῆναι, καθ’ ὃ προσῆκόν ἐστι τοὺς ἐκ‐ δίκους τὰ ὑπομνήματα ἀποτίθεσθαι, προβαλλομένου τινὸς κατὰ χώραν, ὃς τὴν τούτων ἕξει φυλακήν· ὥστε ἀδιάφθορα μένειν αὐτὰ καὶ θᾶττον εὑρίσκεσθαι παρὰ τῶν ἐπιζητούντων, καὶ εἶναί τι παρ’ αὐτοῖς ἀρχεῖον,
25καὶ τὸ μέχρι νῦν ἁμαρτηθὲν ἐν ταῖς πόλεσιν ἐπανορ‐ θοῦν. Ὅτι δὲ καὶ οἱ ἔκδικοι τῶν πόλεων παντοίως ἄμι‐ σθοι γενήσονται, καὶ ὑπὲρ τῶν προσταγμάτων αὐτῶν, εἰ μὲν αἱ πόλεις μείζους εἶεν, τέσσαρες μόνοι δοθή‐
30σονται χρυσοῖ τῷ δικαστηρίῳ τῆς σῆς ὑπεροχῆς, εἰ δὲ ἐλάττους, τρεῖς, ἤδη τοῖς ἡμετέροις διατέτακται νόμοις. εἰ δέ τινας σιτήσεις ἔχουσι δημοσίας, καὶ αὐτὰς κατὰ τὸ σύνηθες λήψονται. Ἀκροάσονταί γε μὴν καὶ τῶν ἐλαφροτέρων ἐγκλη‐
35μάτων, καὶ σωφρονισμῷ προσήκοντι παραδώσουσι· καὶ τοὺς ἐπὶ τοῖς μείζοσιν ἐγκλήμασιν ἁλισκομένους φρουρήσουσι καὶ ἀναπέμψουσι πρὸς τὸν τῆς ἐπαρχίας ἡγούμενον. οὕτω γὰρ ἀπολαύσει καὶ πόλις ἑκάστη φροντίδος ἀρχικῆς, καὶ τὸ σύμπαν ἔθνος ὑπὸ μείζονι
40τεταγμένον ἄρχοντι μείζονος αἰσθήσεται προνοίας· καὶ ὑποτεμοῦνται πολλὰ τῶν ἀρχικῶν φροντίδων οἱ τῶν πόλεων ἔκδικοι, εἰς ἑαυτοὺς ταῦτα μετατιθέντες, καὶ ἐπικουφίσουσι τοῖς ἄρχουσι τὰς ὑπὲρ τῶν ὅλων
μερίμνας, αὐτοὶ τὰ κατὰ μέρος παύοντες καὶ τὰ τῶν

114

ἀδικουμένων ἢ τῶν ἀμφισβητούντων διαλύοντες καὶ σεμνούς, καθὰ πολλάκις εἴρηται, τοὺς ἐν ταῖς ἀρχαῖς ὄντας ἀποφαίνοντες. Εἰ δὲ καὶ ἀγνωμονοῖντο παρά τινων οἱ δημόσιοι φόροι, τοὺς τῶν ἐθνῶν ἡγουμένους
5τοῖς ἐκδίκοις ἐπιτάττειν τὰς κατὰ τῶν ἁγιωμονούν‐ των εἰσπράξεις, ἵνα καὶ κατὰ τοῦτο αὐτοῖς βοηθοῖεν. Εἰ δέ τις ἐκδίκου παρὰ ταῦτα γένοιτο χειροτονία, ἢ παραιτοῖτό τις τὴν τοῦ ἐκδίκου προβολὴν ἐπ’ αὐ‐ τὸν ἰοῦσαν εἴτε ἀξιώματος εἴτε στρατείας εἴτε προνο‐
10μίου εἴτε ἑτέρου τινὸς προφάσει, οὗτος ἴστω quinque librarum auri ὑποκείμενος ποινῇ, καὶ οὕτως μετὰ τὴν ταύτης ἔκτισιν εἰς ἔργα τῆς πόλεως προχωροῦσαν ἀν‐ αγκασθήσεται τὸ τοῦ ἐκδίκου διανύσαι φρόντισμα. προσήκει γὰρ ἕκαστον τῶν σεμνοτέρων λειτουργεῖν
15ταῖς πόλεσιν αἷς οἰκεῖ, καὶ ταύτην αὐταῖς ἀποτιννύ‐ ναι τῆς οἰκήσεως τὴν ἀμοιβήν. 〈Ἐπίλογος.〉 Τὰ τοίνυν παραστάντα ἡμῖν καὶ διὰ τοῦδε τοῦ θείου δηλούμενα νόμου ἡ σὴ ὑπεροχὴ ἐν ταῖς ἐπαρχίαις ὧν ἄρχει ποιῆσαι φανερὰ διὰ προσ‐
20ταγμάτων οἰκείων σπευσάτω, ὅπως ἂν γινώσκοιεν ἅπαντες, ὅτι καὶ τῶν μεγίστων καὶ τῶν μέσων καὶ τῶν σμικροτάτων ἠμῖν μέλει, καὶ οὐδέν ἐστι τοιοῦτον ὅπερ ἔξω τῶν ἡμετέρων φροντίδων ποιούμεθα. μέρος δὲ ποιησάσθω ἡ σὴ ὑπεροχὴ τῶν οἰκείων προστάξεων
25τὸ ἐντεῦθεν ἤδη τοὺς τῶν ἐθνῶν ἡγουμένους παρα‐ σκευάσαι καθ’ ἑκάστην πόλιν τοὺς εὖ ὑπολήψεως ἔχοντας ὀνομασθῆναι ἐκδίκους κατὰ τὸν κύκλον, ὡς εἴρηται, καὶ ψήφους γενέσθαι κοινὰς μεθ’ ὅρκων ἐπ’ αὐτοῖς καὶ ἀπογραφῆναι τὸν εἰρημένον κύκλον, καὶ
30οὕτω κατὰ διετίαν ὑπεισιέναι τὸ φρόντισμα τοὺς ἐφ‐ εξῆς, καὶ εἴπερ διαπέσοι τις ἐξ αὐτῶν, ἕτερον ἀντεισ‐ άγεσθαι· ἀεὶ μὲν τῆς ψήφου μεθ’ ὅρκου γινομένης, αὐτοῦ δέ, ἡνίκα ἂν μέλλοι τοῦ φροντίσματος ἀντέχε‐ σθαι, τὸν ὡρισμένον ὅρκον ὑπέχοντος, καὶ τῆς προ‐
35βολῆς αὐτοῦ γινομένης παρά τε τοῦ θεοφιλεστάτου ἐπισκόπου καὶ τοῦ εὐαγοῦς κλήρου καὶ τῶν ἄλλων τῶν κατὰ τὴν πόλιν ὑπολήψεως ἀντεχομένων. ὅπερ καὶ νῦν εὐθὺς γενέσθαι προσήκει, πάντων, ὡς εἴρη‐ ται, κατὰ τόνδε ἡμῶν τὸν γενικὸν προϊόντων νόμον.
40τοὺς δὲ νῦν ὄντας ἐκδίκους, εἰ μὲν ἀρεστοὶ φανεῖεν, καὶ αὐτοὺς ἐγγραφῆναι τῷ κύκλῳ καὶ διετίαν πληρῶ‐ σαι τὸ φρόντισμα. καὶ εἰ μὲν ἤδη διετίαν ἐπὶ τοῦ φροντίσματος ἔχουσι, παύσασθαι τῆς τοῦ ἐκδίκου φρον‐
τίδος, πλὴν εἰ μὴ βούλοιντο κοινῇ ψήφῳ ἔχεσθαι αὐ‐

115

τὸν εἰς ἑτέραν διετίαν τῆς αὐτῆς ἐπιτηδεύσεως· εἰ δὲ οὔπω τὴν διετίαν ἐπλήρωσαν, ἄξιοι δὲ φαίνοιντο τοῦ κοινωνῆσαι τῷ κύκλῳ, πληροῦν τὸν λειπόμενον χρό‐ νον, μηδένα δὲ περαιτέρω τούτου τὰς πόλεις ἐκδικεῖν,
5ἀλλὰ μέχρι τούτου μόνον ἵστασθαι τοῦ χρόνου· πλὴν εἰ μὴ τὸ κοινὸν τῆς πόλεως ἀντιλέγοντος οὐδενὸς ἐπιψηφίσηται αὐτόν. καὶ τούτου δὲ γινομένου ἑτέραν διετίαν ἀντιλαμβάνεσθαι τοῦ φροντίσματος καὶ πάν‐ τως αὐτὸ κατατίθεσθαι, καὶ τότε πάλιν γίνεσθαι,
10ὅταν αὐτὸς αὐτὸν ὁ κύκλος εἰς ταύτην ἀγάγοι τὴν τάξιν· ὥστε μὴ τῇ συνεχείᾳ καὶ τῷ διηνεκεῖ τοῦ φροντίσμα‐ τος καὶ τῷ κατά τινα μηχανὴν αὐτὸ καθ’ ἕκαστον ἀνανεοῦν γίνεσθαί τισιν ἀπέραντον τὴν εἰρημένην διοί‐ κησιν. Τούτων ἀπάντων κρατούντων εἰς τὸν ἅπαντα
15χρόνον, ἐπειδήπερ μετὰ πάσης αὐτὰ σπουδῆς τε καὶ ἀγρυπνίας καὶ τῆς πρὸς τὸν θεὸν συντονίας ἐξεύρο‐ μέν τε καὶ τοῖς ἡμετέροις ὑπηκόοις κεχαρίσμεθα.
20tΙϛ
21tΠΕΡΙ ΤΟΥ ΤΟΥΣ ΚΛΗΡΙΚΟΥΣ
22tΕΞ ΕΤΕΡΑΣ ΕΚΚΛΗΣΙΑΣ ΜΕ‐
23tΤΑΤΙΘΕΣΘΑΙ ΕΙΣ ΕΤΕΡΑΝ ΕΙΣ
24tΤΟΝ ΤΩΝ ΕΛΛΕΙΠΟΝΤΩΝ ΣΤΑ‐
25tΤΟΥΤΟΝ ΑΡΙΘΜΟΝ.
26tὉ αὐτὸς βασιλεὺς Ἀνθίμῳ τῷ θειοτάτῳ καὶ μακαριω‐
27tτάτῳ ἀρχιεπισκόπῳ καὶ οἰκουμενικῷ πατριάρχῃ.
28 〈Προοίμιον.〉 Νόμον ἔναγχος ἐγράψαμεν περὶ τοῦ μέτρου τῶν χειροτονιῶν καὶ τοῦ μὴ προσήκειν ἐκκεχυ‐
30μένας αὐτὰς εἶναι μήτε ἐπὶ τῆς ἁγιωτάτης μεγάλης ἐκ‐
κλησίας τῆς εὐδαίμονος ταύτης πόλεως μήτε ἐν ταῖς

116

ἄλλαις· ὃν δὴ καὶ κύριον εἶναι καὶ κρατεῖν κατὰ πᾶ‐ σαν τὴν αὐτοῦ παρακελευόμεθα δύναμιν. Ἐπειδὴ δὲ σκοπὸς ἡμῖν ἐστιν εἰς τὸ συστεῖλαι μὲν τὰς χειροτο‐ νίας, ἐντεῦθεν δὲ τῇ ἁγιωτάτῃ μεγάλῃ ἐκκλησίᾳ τὸ
5ὑπερβάλλον τῆς δαπάνης εἰς μέτριόν τι καὶ φορητὸν περιστῆσαι ποσόν, ὅπως ἂν τὸ πλῆθος αὐτῇ τῶν δα‐ πανημάτων ἐλαττωθείη, διὰ τοῦτο πᾶσαν περινο‐ στοῦντες ὁδὸν καὶ ἐπὶ τὸν παρόντα νόμον ἐληλύθα‐ μεν, οὐδὲν μὲν ἀλλοιότερον ὄντα τοῦ προτέρου, ἀλλ’
10ἐκ τῆς αὐτῆς ὁρμώμενον προαιρέσεως, ἔτι δὲ μᾶλλον τὴν ἁγιωτάτην μεγάλην ἐκκλησίαν ὀνῆσαι δυνάμενον. Θεσπίζομεν γάρ, εἴπερ ἔν τισι τῶν ἁγιωτάτων ἐκ‐ κλησιῶν, ὧν αὐτὴ ἡ ἁγιωτάτη μεγάλη ἐκκλησία τὴν διοίκησιν καὶ τὰς δαπάνας εἵλετο, συμβαίη πρεσβύ‐
15τερον ἢ διάκονον ἢ ἀναγνώστην ἢ ψάλτην τελευτῆ‐ σαι, μὴ ἕτερον εὐθὺς ἔξωθεν ἐπεισάγεσθαι, ἀλλὰ σκοπεῖν, πόσον ἐστὶ τηνικαῦτα τὸ μέτρον τῶν ἐκεῖσε λειτουργούντων εὐλαβεστάτων κληρικῶν. Καὶ εἰ μὲν οὔπω τὸ τῶν κληρικῶν ἠλαττώθη μέτρον, ἀλλ’ ἔτι
20πλεονάζουσιν ὅσον πρὸς τὸ ἄνωθεν ὡρισμένον καὶ τὸ καλούμενον στατοῦτον, μηδεμίαν γίνεσθαι ἀντ’ αὐτοῦ χειροτονίαν, μέχρις ἂν ὁ ἀριθμὸς εἰς ἑαυτὸν ἀποκατα‐ σταίη. Εἰ δὲ ἠλάττωται τὸ πλῆθος, ὥστε ἀνάγκην εἶναι διὰ τὸ μὴ ἐλλεῖψαι τὸ στατοῦτον ἕτερον ἀντὶ
25τοῦ τελευτήσαντος εἰσαχθῆναι κληρικόν, σκοπεῖν τὴν μακαριότητα τὴν σήν, εἴ τις ἐστὶν ἐν ταῖς ἄλλαις ἐκκλησίαις ταῖς παρὰ τὴν ἁγιωτάτην μεγάλην ἐκκλη‐ σίαν περιττὸς τοῦ αὐτοῦ τάγματος κληρικός, κἀκεῖθεν ἀντικαθιστᾶν ἕτερον, ἀλλὰ μὴ νέαν ποιεῖσθαι τὴν
30χειροτονίαν. Οὕτω γὰρ ἐκ τοῦ περιττεύοντος ἀεὶ τοῦ ἐλλείποντος ἀναπληρουμένου ἡ καλή τε καὶ θεοφιλὴς ἐπιτεθήσεται τῷ πράγματι συμμετρία, κἀντεῦθεν ἡ ἁγιωτάτη μεγάλη ἐκκλησία κατὰ μικρὸν τῶν ὀφλημά‐ των ἀπαλλαγήσεται. ἐπείτοιγε εἰ τὸ μὲν ἐνδέον ἀνα‐
35πληροῖτο ταῖς ἐπεισαγωγαῖς ταῖς ἔξωθεν, τὸ δὲ πε‐ ριττεῦον μὴ μειοῖτο, πολύς τε καὶ ἀπέραντος διελεύ‐ σεται χρόνος, ἕως ἅπαν τὸ περιττεῦον ἐλαττωθείη. 〈Ἐπίλογος.〉 Ἡ τοίνυν σὴ μακαριότης τὰ διὰ τὴν
τῶν ἁγιωτάτων ἐκκλησιῶν ὠφέλειαν εἰκότως ἡμῖν

117

παραστάντα ἔργῳ καὶ πέρατι παραδοῦναι σπευσάτω. Καὶ γὰρ εἴτι γένηται παρὰ ταῦτα, γινώσκειν ἀνάγκη τὸν παρὰ τόνδε ἡμῶν τὸν νόμον δέξασθαι τὴν χειρο‐ τονίαν θαρροῦντα, ὡς οὐδὲν ἐντεῦθεν ὄφελος ἕξει,
5οὐδὲ λογισθήσεται τοῖς εὐλαβεστάτοις οἰκονόμοις τὰ τῆς περὶ τοῦτο τὸ μέρος γινομένης τῇ ἁγιωτάτῃ ἐκ‐ κλησίᾳ δαπάνης, ἀλλ’ αὐτοὶ τὸ ἐντεῦθεν ἐπιγνώσον‐ ται βλάβος, οἴκοθεν τοῦτον τῆς ἑαυτῶν ῥᾳθυμίας ἀπολαμβάνοντες τὸν καρπόν.
12tΙΖ
13tMANDATA PRINCIPIS.
39tἘν ὀνόματι τοῦ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ ἡμῶν
40tΑὐτοκράτωρ Καῖσαρ Φλάβιος Ἰουστινιανὸς Ἀλαμανι‐
41tκὸς Γοτθικὸς Φραγγικὸς Γερμανικὸς Ἀντικὸς Ἀλανι‐
42tκὸς Βανδαλικὸς Ἀφρικανὸς εὐσεβὴς εὐτυχὴς ἔνδοξος
43tνικητὴς τροπαιοῦχος ἀεισέβαστος Αὔγουστος.
44〈Προοίμιον〉 Ἤδη μὲν ἐν τῷ γενικῷ τῆς ἡμετέρας

118

εὐσεβείας νόμῳ πάντα διηγόρευται ἐφ’ οἷς προσῆκόν ἐστι τοὺς τὰς ἀρχὰς παραλαμβάνοντας ταύτας διοικεῖν, με‐ μνημένους τῶν ὅρκων ὧν ἐπὶ τούτοις παρέχουσιν. Ἀν‐ αγκαῖον δὲ ὅμως ᾠήθημεν καὶ νῦν παραλαμβάνοντί σοι
5τὴν ἀρχὴν ἐπισκῆψαι τὰ πρέποντα, κατὰ τοῦτο δὴ τὸ τοῖς προγόνοις τῆς πολιτείας ἡμῶν ἐξηυρημένον, οἳ τοῖς εἰς τὰς ἄρχας στελλομένοις ῥητὰ παρεῖχον παραγγέλ‐ ματα, μανδάτα πρινκίπις· αὐτὰ καλοῦντες, καθ’ ἅπερ ἐχρῆν αὐτοὺς διακυβερνᾶν τὰς ἀρχάς.
10 Δεῖ τοίνυν σε καθαρῶς παραλαμβάνοντα τὴν ἀρχὴν καὶ δόσεως ἁπάσης χωρὶς πρὸ τῶν ἄλλων ἁπάν‐ των καθαρὰς φυλάττειν θεῷ τε καὶ ἡμῖν καὶ τῷ νόμῳ τὰς χεῖρας, καὶ μηδενὸς ἅπτεσθαι κέρδους μήτε μεί‐ ζονος μήτε ἐλάττονος, μηδὲ σεσοφισμένην τινὰ ποι‐
15εῖσθαι κατὰ τῶν ὑπηκόων ἐμπορίαν, ἀλλ’ ἀρκεῖσθαι μόνοις τοῖς παρὰ τοῦ δημοσίου σοι χορηγουμένοις, καὶ διά τε σαυτοῦ διά τε τῶν περί σε καθαρὸν αὐτοῖς πανταχόθεν φυλάττειν τὸ δίκαιον. καὶ σπεύδειν πρῶ‐ τον μὲν τοὺς δημοσίους φόρους ἀπαιτεῖν ἀγρύπνως,
20μηδὲν ἐλλείποντα τῆς περὶ τὸ δημόσιον προνοίας, ἀνα‐ ζητεῖν τε μήτε τὸ δημόσιον ἠλάττωται, καὶ περι‐ ποιεῖν αὐτῷ πανταχόθεν τὰ οἰκεῖα. Ὥσπερ γὰρ τοῖς ἰδιώταις ἀδικουμένοις βοηθοῦμεν, οὕτω καὶ τὸ δημό‐ σιον ἀνεπηρέαστον μένειν βουλόμεθα. οἱ γὰρ δὴ συν‐
25τελεσταὶ πάσης ἄλλης ἐπηρείας ἐλεύθεροι φυλαττό‐ μενοι ῥᾳδίως τε καὶ ἐκ προχείρου καταθήσουσι τοὺς φόρους, καὶ ἅπερ εἰς κλοπὰς πρότερον διδόντες ἔμενον ἐποφείλοντες ἔτι τὰ δημόσια, ταῦτα νῦν αὐτοῖς τοῖς δημοσίοις τιθέντες ἀπαλλαγήσονται ῥᾳδίως τῶν ἐπὶ
30τοῖς φόροις ὀφλημάτων. Ἔπειτα προσῆκόν ἐστί σε προνοεῖν τοῦ μὴ τοὺς δήμους τῶν πόλεων ἐν ἀλλήλοις στασιάζειν, ἀλλὰ πᾶσαν εἰρήνην εἶναι ταῖς πόλεσιν ἐκ τοῦ τὴν ἰσό‐ τητα κἀνταῦθα τοῖς ἡμετέροις ὑπηκόοις φυλάττειν
35καὶ μήτε κέρδους μήτε πάθους τινὸς ἕνεκεν πρός τι
τῶν μερῶν ἀποκλίνειν.

119

Ἔστω σοι καὶ τρίτον σπούδασμα τὸ τῶν δικῶν μετὰ πάσης ἰσότητος ἀκροᾶσθαι, καὶ τὰς μὲν βραχυ‐ τέρας καὶ ὅσαι μάλιστα τῶν εὐτελεστέρων εἰσὶν ἀγρά‐ φως τέμνειν τε καὶ κρίνειν καὶ ἀπαλλάττειν ἀνθρώ‐
5πους τῆς πρὸς ἀλλήλους φιλονεικίας, καὶ μὴ συγχωρεῖν αὐτοὺς μηδὲν περαιτέρω τῶν περιεχομένων τῇ θείᾳ ἡμῶν διατάξει προφάσει δικαστικῶν δαπανημάτων ζημιοῦσθαι, εἴγε ὅλως ἱκανοὶ πρὸς δόσιν καθεστᾶσιν. ἐπείτοιγε καὶ προῖκα τῶν δικῶν ἀκροάσασθαι καὶ μὴ
10συγχωρεῖν ἐκ ῥᾳθυμίας τοὺς τῆς ἐπαρχίας ἧς ἄρχεις εἰς ταύτην τρέχειν τὴν εὐδαίμονα πόλιν καὶ ἡμᾶς ἐνοχλεῖν. ἴσθι γὰρ ὡς, εἴ τις ἔλθοι καὶ προσέλευσιν ἡμῖν ποιήσαιτο, καὶ παρ’ ἡμῶν ἐρωτώμενος, εἰ πρό‐ τερόν σοι προσῆλθεν, εἶτα φήσειε καὶ προσελθεῖν καὶ
15τοῦ δικαίου μὴ τυχεῖν, καὶ τοῦτο ἀληθὲς εὕροιμεν, εἰς σὲ τὴν ἀγανάκτησιν τρέψομεν. Εἰ μέντοι μὴ προσ‐ ελθών σοι παραγενέσθαι τῇ βασιλίδι ταύτῃ θαρρή‐ σειε πόλει, καὶ ἀντιπέμψομεν αὐτὸν σὺν ἐπιτιμήσει πάσῃ καὶ ἀποκρίσεως οὐ μεταδώσομεν.
20 Ἔπειτα προσῆκόν ἐστί σε καὶ τοὺς ἐντεῦθεν φοιτῶντας εἴτε μαγιστριανοὺς εἴτε ἐξ οἱουδήποτε δικα‐ στηρίου μὴ συγχωρεῖν ἀδικεῖν μηδὲ ὑπερπράττειν τοὺς ἡμετέρους ὑπηκόους ἀλλ’ εἴ τις προσέλθοι τοιοῦτό τι μεμφόμενος, τούτῳ καὶ ἐπεξιέναι καὶ τὸ ἀζήμιον αὐ‐
25τοῖς περιποιεῖν, καὶ μηδὲ συγχωρεῖν τινι προτεινο‐ μένῳ προστάξεις οἱουδήποτε δικαστηρίου (ταύτας δὴ τὰς ἐξ ἔθους φοιτώσας ὁλκῶν τε ὕδατος ἕνεκεν καὶ λιμένων καὶ ὁδοστρωσιῶν καὶ γεφυρῶν καὶ εἰκόνων καὶ τειχῶν καὶ οἰκημάτων καταστροφῆς ὡς ἐν δημο‐
30σίῳ τόπῳ γινομένων, καὶ ἑτέρων τοιούτων) ζημιοῦν τοὺς ἡμετέρους ὑπηκόους. οὐ γὰρ βουλόμεθα οὐδὲ κατὰ τοιαύτην πρόφασιν οὐδεμίαν αὐτοῖς ἐπάγεσθαι ζημίαν. Αὐτὸς δὲ ἁπάντων τούτων προνοήσεις, ζη‐ μίας ἅπαντα πράττων χωρίς. Εἰ δέ τις τοιοῦτό τι
35προστεταγμένος ἔλθοι, παντελῶς οὐ προσέξεις αὐτῷ,

120

πλὴν εἰ μὴ θεῖον ἡμέτερον πραγματικὸν δείκνυσι τύπον ὑπὲρ τούτων γεγραμμένον. καὶ τότε γε μὴν δέξῃ μὲν τὸν τοιοῦτον τύπον, οὐ μήν τι πράξεις ἐξ αὐτοῦ, πρὶν ἂν εἰς ἡμᾶς μηνύσας δευτέραν ὑπὲρ τού‐
5των ἐπιτροπὴν ἡμετέραν προσλάβοις. Ἀλλὰ καὶ τῆς ἀφθονίας τῶν ἐπιτηδείων καὶ τῶν ἔργων τῶν πόλεων ἐπιμελήσῃ, παρασκευάζων ἐκ τῶν πολιτικῶν χρημάτων αὐτοὺς ἅτε πατέρας τὰ ἀναγκαιότατα τῶν ἔργων ποιεῖν καὶ γεφυρῶν ὁμοίως καὶ ὁδῶν καὶ λιμέ‐
10νων, ἐν οἷς ὅλως εἰσὶ τόποις τῆς ἐπαρχίας ἧς ἄρχεις λιμένες, καὶ τειχῶν ἐπιμελεῖσθαι· καὶ εἴ τι ὅλως ἐστὶ τῷ δημοσίῳ καὶ ταῖς πόλεσι συμφέρον, βουλεύσῃ τε 〈ε〉 καὶ πράξεις καὶ μηνύσεις. Ἕξεις δὲ ὑπακού‐ οντάς σοι καὶ τοὺς κατὰ τὴν ἐπαρχίαν στρατιώτας ἐν
15οἷς ἂν αὐτῶν χρῄζοις εἰς ὑπουργίαν δικαίαν. οὓς εἰ πλημμελοῦντας εὕροις, ὑποθήσεις σωφρονισμῷ πρέ‐ ποντι, καὶ πρός γε ἐκ τῶν σιτήσεων αὐτῶν τὸ ἱκανὸν γενέσθαι τοῖς ἠδικημένοις παρασκευάσεις. Οὐ συγχωρήσεις δὲ προνομίοις τισὶ χρῆσθαι
20τοὺς ἀδικοῦντας, ἀλλ’ ἐκεῖνο μόνον αὐτοῖς εἰς βοήθειαν φυλάξεις τὸ πανταχόθεν καθαροὺς τῶν ἐπαγομένων καὶ ἀνευθύνους φανῆναι. Φόνους δὲ καὶ μοιχείας καὶ παρθένων ἁρπαγὰς καὶ ἐφόδους καὶ ἀδικίας οὕτω μετὰ σφοδρότητος μετελεύσῃ, κολάζων τοὺς ἁμαρτά‐
25νοντας κατὰ τοὺς ἡμετέρους νόμους, ὡς τῇ κατ’ ὀλί‐ γων τιμωρίᾳ τοὺς ἄλλους ἅπαντας σώζειν. Μά‐ λιστα δὲ τῶν ταξεωτῶν τῶν σαυτοῦ κρατήσεις, οὐκ ἐφιεὶς αὐτοῖς τοὺς ὑπηκόους τοὺς ἡμετέρους λεηλατεῖν, οὐδὲ δοκεῖν μὲν ἄρχεσθαι παρὰ σοῦ, ταῖς ἀληθείαις
30δὲ τῆς σῆς ἄρχειν γνώμης. Σπεύσεις δὲ καὶ πάρεδρον καὶ εἴ τίς ἐστι τῶν περί σε λαμβάνειν ἄν‐ δρα χρηστὸν καὶ καθαρεύοντα πανταχόθεν καὶ ἀρκού‐ μενον τοῖς παρὰ τοῦ δημοσίου. καὶ εἴ γέ τις παρ’ ἐλπίδας γένοιτο, καὶ οὐχ εὕροις αὐτὸν φυλάττοντά
35σοι πίστιν δικαίαν, τὸν μὲν ἀπελάσεις, ἑτέρω δὲ
χρήσῃ παρέδρῳ τὸν νόμον καὶ τὸ δίκαιον μετὰ καθα‐

121

ρῶν φυλάττοντι τῶν χειρῶν. Τοιοῦτον δὲ παρέξεις σαυτὸν ἅπασι δημοσίᾳ τε καὶ ἰδίᾳ, ὥστε φοβερώτατον μὲν εἶναι τοῖς ἁμαρτάνουσι καὶ τοῖς ἀγνωμονοῦσι πρὸς τὸ δημόσιον, ἡμερώτατον δὲ καὶ
5πρᾷον ἅπασι τοῖς ἐπιεικεστέροις καὶ εὐγνώμοσι, καὶ πατρικὴν αὐτοῖς εἰσάγειν πρόνοιαν. Ἀλλὰ μηδὲ τούτους δὴ τοὺς καλουμένους λό‐ γους προχείρως διδόναι σπεύδειν ἢ ἐπὶ πλείονα χρό‐ νον, ἀλλὰ καὶ μετ’ ἐξετάσεως καὶ ἐν χρόνῳ συμμέτρῳ
10καὶ οὐχ ὑπερβαίνοντι τριάκοντα προθεσμίαν ἡμερῶν, ὥστε μὴ ἐντεῦθεν ἀπεράντους εἶναι τοῖς ἀνθρώποις τὰς πρὸς ἑαυτοὺς φιλονεικίας. Εἰ δὲ καί τινα ὑπὸ τὸν καλούμενον λόγον ποιήσαιο, εἶτά τις προσέλθοι κατ’ αὐτοῦ, ἄξεις μὲν αὐτὸν, φυλάττων τὸν δεδομέ‐
15νον αὐτῷ λόγον, ἐξετάσεις δὲ τὴν ὑπόθεσιν τοῦ λό‐ γου πανταχόσε σωζομένου, καὶ εἵπερ καὶ ψήφου κατ’ αὐτοῦ δεήσειε, καταδικάσεις αὐτόν, καὶ δυοῖν αὐτῷ προθήσεις αἵρεσιν, ἢ εἰ βούλεται τῷ δεδομένῳ λόγῳ καθαρῶς, ἀπειπεῖν καὶ πρᾶξαι τὰ κριθέντα, ἢ εἰ μὴ
20τοῦτο, τοῖς ἱεροῖς αὐτὸν ὅροις ἀποκαταστήσεις, κἀκεῖσε τὸν ἐκβιβασμὸν ἐπάξεις σωφρόνως καὶ μετὰ τῆς ὀφει‐ λούσης τοῖς εὐαγέσιν ὅροις αἰδοῦς. Οὔτε δὲ ἀνδροφόνοις οὔτε μοιχοῖς οὔτε παρ‐ θένων ἅρπαξιν ἁμαρτάνουσι τὴν ἐκ τῶν ὅρων φυ‐
25λάξεις ἀσφάλειαν, ἀλλὰ κακεῖθεν ἐξελκύσεις καὶ τιμω‐ ρίαν αὐτοῖς ἐπάξεις. Οὐ γὰρ τῶν τὰ τοιαῦτα ἁμαρ‐ τανόντων φείδεσθαι προσήκει, ἀλλὰ τῶν περιόντων, ἵνα μὴ τοιαῦτα ὑπὸ τῶν τολμηροτέρων πάσχοιεν· ἄλλως τε ἡ ἐκ τῶν ἱερῶν ἀσφάλεια οὐ τοῖς ἀδικοῦ‐
30σιν, ἀλλὰ τοῖς ἀδικουμένοις δέδοται παρὰ τοῦ νόμου, καὶ οὐκ ἂν εἴη δυνατὸν ἑκάτερον ἰσχυρίζεσθαι τῇ παρὰ τῶν ἀσύλων τόπων ἀσφαλείᾳ, καὶ τὸν ἀδικοῦντα καὶ τὸν ἀδικούμενον. Τὰς δὲ τῶν δημοσίων φό‐ ρων εἰσπράξεις καὶ ἔνδον τῶν ἱερῶν γίνεσθαι μετὰ
35τοῦ πρέποντος παρασκευάσεις, ἐπειδήπερ ὁ τῶν δημο‐
σίων λόγος καὶ στρατιώταις καὶ ἰδιώταις, καὶ αὐτοῖς

122

τε τοῖς ἱεροῖς καὶ ὅλῃ τῇ πολιτείᾳ συμφέρων τε καὶ ἀναγκαιότατός ἐστιν. Ἐπαμυνοῦσι δέ σοι πρὸς τοῦτο οἱ θεοφιλέστατοι τῶν ἐκκλησιῶν ἔκδικοι καὶ οἰκονόμοι, οὐδένα τῶν τοὺς δημοσίους φόρους κατὰ χώραν ἀπαι‐
5τουμένων ἀφαιρούμενοι τῆς εἰσπράξεως, ἀλλ’ οὐδὲ συγ‐ χωροῦντες βίαιον ἢ στασιῶδες τι παθεῖν τοὺς τὸν ἐκ‐ βιβασμὸν ἐπάγοντας, γινώσκοντες ὡς, εἴ τι τοιοῦτο πράξαιεν, οἴκοθεν τὸ ἱκανὸν ποιῆσαι τῷ δημοσίῳ κατ‐ αναγκασθήσονται.
10 Ἀναγκάσεις δὲ τοὺς δημοσίους πράκτορας [ἤτοι τοὺς ἀπαιτητὰς] ἐν ταῖς ἑαυτῶν ἀποχαῖς φανερὰ ποι‐ εῖν ἅπαντα ἐφ’ οἷς αὐτὰς διδόασι, τουτέστι τό τε ποσὸν τῶν ζυγοκεφάλων ἢ ἰούγων ἢ ἰουλίων ἢ ὁπωσ‐ δήποτε ἂν αὐτὰ κατὰ χώραν καλοῖεν, καὶ ὑπὲρ τίνων
15αὐτὰ καὶ ποίων χωρίων ἀπαιτοῦσι, καὶ τὸ τῶν δεδο‐ μένων ποσὸν εἴτε ἐν εἴδεσιν εἴτε ἐν χρυσίῳ, ἀπειλῶν αὐτοῖς καὶ ζημίαν μεγάλην καὶ χειρὸς ἀφαίρεσιν, εἰ τὸ παραγγελλόμενον μὲν ἀεί, μέχρι δὲ νῦν μὴ φυλαχ‐ θέν, μὴ τοῦ λοιποῦ γοῦν πᾶσι φυλάξαιεν τρόποις
20Εἰ δὲ ὡς εἰκὸς ἀποφυγὴν ἐξεύροιέν τινα, λέγοντες μὴ δύνασθαι τὴν τῶν ἰούγων ἐντιθέναι ποσότητα, μάλι‐ στα μὲν κακουργεῖν αὐτοὺς νομίζομεν· πλὴν ἀλλὰ μη‐ δὲν ἐντεῦθεν βλαπτέσθω μήτε τὸ δημόσιον μήτε οἱ συντελεῖς. τὸ μὲν γὰρ δημόσιον ἀπροκρίτως ἅπαντα
25τὰ οἰκεῖα λαβέτω, καὶ τὰς ἐξ ἔθους γινομένας ἀπο‐ δείξεις λαμβανέτωσαν οἱ ταῦτα κατατιθέντες, μηδὲν ἀπαιτούμενοι πλεῖον· πρᾶγμα δὲ μηδ’ ὁτιοῦν κατα‐ βλαπτέσθω. καὶ ἡ μὲν κατὰ τὸ σύνηθες συντέλεια καταβαλλέσθω παρ’ αὐτῶν καὶ εἰσφερέσθω τῷ δη‐
30μοσίῳ· μηνυέσθω δὲ εἰς τοὺς ἐνδοξοτάτους ἡμῶν ἐπάρχους τὰ περὶ τούτων, πρότερον ἀναγκαζομένων τῶν κηνσουαλίων τὰς καλουμένας ἐκθέσεις ἀκριβεῖς διδόναι, ὥστε ἐκεῖθεν γίνεσθαι τὴν τοῦ πράγματος
διάκρισιν. οὕτω τε τέως τῶν κατὰ συνήθειαν δεδο‐

123

μένων δημοσίων ἀμέμπτως εἰσκομιζομένων, ὅπερ ἂν ἐπὶ τοῖς ἀμφισβητουμένοις οἱ ἐνδοξότατοι ἡμῶν ἔπαρ‐ χοι κρίνοιεν, ἐπὶ τοῖς στασιαζομένοις τοῦτο κρατεῖν, ἀνάγκην ἐχόντων τῶν πρακτόρων μετὰ τὸ γνωσθῆ‐
5ναι τὴν ἀλήθειαν τὴν ἐπὶ τοῖς ζητουμένοις καὶ ἐπ’ ἐκείνοις τοῦ λοιποῦ τὸ ποσὸν τῶν ὄντων ζυγοκεφά‐ λων καὶ τῶν ἄλλων ἁπάντων κατὰ τὸ παρ’ ἡμῶν ἤδη διατεταγμένον ταῖς ἀποδείξεσιν ἐντάττειν. Οὐ συγχωρήσεις δὲ ἢ βουλευταῖς ἢ κηνσουαλίοις, ἡνίκα
10πράσεις γίνονται χωρίων ἢ ἄλλως διανεμήσεις καὶ εἰς ἕτερα πρόσωπα μεθίστανται κτήσεις, διαστροφαῖς χρῆσθαί τισι, καὶ μὴ μετατιθέναι παρὰ τῶν πωλη‐ σάντων εἰς τοὺς ἀγοραστὰς τὰ χωρία, ἀλλ’ ἀναγκά‐ σεις αὐτοὺς ἐκ τρόπου παντὸς ποιεῖσθαι τὰς μετα‐
15θέσεις ζημίας χωρίς. εἰ δὲ φήσαιεν ἀπόρους εἶναι τοὺς ἀγοραστάς, καὶ διὰ τοῦτο μὴ ποιεῖν τὴν μετάθε‐ σιν, αὐτὸ τοῦτο ἐξετάσεις χωρὶς τῆς οἱασοῦν ζημίας. καὶ εἰ μὲν εὐποροῖεν οἱ ἀγορασταί, ἀναγκάσεις τοὺς τῶν δημοσίων προεστῶτας πᾶσι τρόποις καὶ χωρὶς
20τῆς οἱασοῦν ζημίας ποιήσασθαι τὴν μετάθεσιν· εἰ δὲ ταῖς ἀληθείαις αὐτοὺς εὕροις οὐ σφόδρα εὐπόρους, ἀναγκάσεις, τοὺς πράτας αὐτὸ τοῦτο ὁμολογῆσαι ἐν ὑπομνήμασιν, ὅτι κινδύνῳ αὐτῶν ἡ μετάθεσις γίνε‐ ται τῶν δημοσίων φόρων εἰς τοὺς παρ’ αὐτῶν ἐωνη‐
25μένους· τοῦτο ὅπερ ἐπὶ τῆς Ἑῴας ἵσμεν ἐν πολλοῖς γινόμενον ἔθνεσιν. οὕτω γὰρ οὔτε τὸ δημόσιον βλα‐ βήσεται καὶ οἱ δημόσιοι φόροι παρὰ τῶν νεμομένων εἰσκομισθήσονται, ὅπως ἂν μὴ ἕτεροι μὲν εἶεν οἱ νε‐ μόμενοι, ἕτεροι δὲ οἱ συντελοῦντες. δεῖ γὰρ μάλιστα
30κατὰ τῶν νεμομένων φέρεσθαι τὰς συντελείας, ἀλλ’ οὐχὶ κατὰ τῶν μὴ κατεχόντων μηδὲ νεμομένων τὰ γήδια. Ἐκεῖνο μέντοι σε βουλόμεθα γινώσκειν ὡς, εἴ‐ ποτε προστάξαιμεν εἰς ἑτέρας ἴσως παραγενέσθαι σε
35χώρας, προσῆκόν ἐστιν ἀρκούμενόν σε τοῖς ἀπὸ τοῦ δημοσίου φιλοτιμηθεῖσι μὴ προῖκα δαπανᾶν μηδὲ τοὺς ἡμετέρους ὑπηκόους ἐπιτρίβειν, ἀλλ’ ἐξ ὧν ἐπὶ τῆς ἐπαρχίας ὢν ἐδαπάνας, ἐξ αὐτῶν καὶ εἰς ἑτέρας γινό‐ μενον χώρας ποιεῖσθαι τὰς δαπάνας· μηδὲ ἀγγαρείαις
40τοὺς συντελεστὰς ἐπιτρίβοντα μήτε σὲ μήτε τὴν πει‐

124

θομένην σοι τάξιν, ἀλλ’ οἰκείοις μὲν ὑποζυγίοις, οἰ‐ κείᾳ δὲ δαπάνῃ ποιεῖσθαι τὴν πορείαν. Αὐτοῦ τού‐ του φυλαττομένου κἂν εἰ μὴ ὑπερόριος γένοιο, ἀλλὰ τὰς τῆς ἐπαρχίας διά τινα πρόφασιν ἀναγκαίαν περι‐
5νοστοίης πόλεις. Τοὺς γὰρ δὴ καλουμένους τοποτηρητὰς διδό‐ ναι τοὺς ἄρχοντας ἐν ταῖς πόλεσι τῆς ἐπαρχίας ἧς ἡγοῦνται, κἂν εἰ spectabiliοι κἂν εἰ λαμπρότατοι κἂν εἰ ἡγεμόνες εἶεν, πᾶσιν ἀπαγορεύομεν τρόποις. Ἀλλὰ
10μηδὲ εἰ στρατιῶταί τινες ἕποιντό σοι, μηδὲ ἐκείνοις προῖκα συγχωρεῖν δαπανᾶν, ἀλλ’ ἐκ τῶν οἰκείων σι‐ τήσεων. Εἰ δὲ μὴ τοῦτο πράξαιεν, ἀλλ’ ἐκ τῶν συν‐ τελῶν δαπανήσειαν καὶ ἀγγαρείας λάβοιεν, πᾶν ὅσον ἂν ζημιοῖτο τὸ ὑπήκοον, τοῦτο ἐκ τῶν αὐτῶν σιτή‐
15σεων εἰσπράξας οἰκείῳ κινδύνῳ τοῖς ἠδικημένοις ἀπο‐ σώσεις. Οὐ μὴν οὐδὲ προφάσει θρησκειῶν τε καὶ αἱ‐ ρέσεων ζητήσεως συγχωρήσεις τινὶ τὴν ἐπαρχίαν λεη‐ λατεῖν, ἢ ἄλλως τοιαύτην τινὰ πρόσταξιν ἐγχειρισθῆ‐
20ναι ἐπὶ τῆς χώρας ἧς ἄρχεις, αὐτὸς δὲ προνοήσεις, μετὰ τοῦ προσήκοντος καὶ τοῦ συμφέροντος τοῖς δη‐ μοσίοις, καὶ τοῦ τὰ τοιαῦτα ἀνερευνᾶν καὶ μὴ συγχω‐ ρεῖν τι παρὰ τὰς ἡμετέρας γίνεσθαι προστάξεις προ‐ φάσει θρησκειῶν. Εἰ δὲ κανονικὸν εἴη τὸ ἐπιζη‐
25τούμενον, ἅμα τῷ μητροπολίτῃ τῆς ἐπαρχίας ταῦτα διακρίνειν, εἴτε ἐπίσκοποι ἀμφισβητοῖεν εἴτε ἕτεροί τινες, καὶ τῷ πράγματι διδόναι θεοφιλῆ τε καὶ πρέ‐ ποντα ὅρον, ὃς καὶ τὴν πρέπουσαν τιμὴν τῇ ὀρθο‐ δόξῳ φυλάξει πίστει καὶ τὸ ἀζήμιον περιποιήσει τοῖς
30δημοσίοις καὶ τοῖς ἡμετέροις ὑποτελέσι τὸ ἀνεπηρέα‐ στον φυλάξει. Δεῖ δέ σε καὶ τούτου πᾶσαν τίθεσθαι πρό‐ νοιαν τοῦ ἡνίκα τις ἄξιος φανείη ποινῆς, ἐκεῖνον μὲν κολάζειν, τῶν δὲ πραγμάτων αὐτοῦ μὴ, προσάπτεσθαι·
35ἀλλὰ συγχωρεῖν ταῦτα τῷ γένει καὶ τῷ νόμῳ καὶ τῇ κατ’ ἐκεῖνον φέρεσθαι τάξει. οὐ γὰρ τὰ πράγματά
ἐστι τὰ πλημμελοῦντα, ἀλλ’ οἱ τὰ πράγματα κεκτη‐

125

μένοι· οἱ δὲ ἀντιστρέφοντες τὴν τάξιν τοὺς μὲν ἀξίους ποινῆς ἀφιᾶσι, τὰ δὲ ἐκείνων ἀφαιροῦνται πράγματα, ἑτέρους ἀντ’ αὐτῶν τιμωρούμενοι, οὓς ὁ νόμος ἴσως ἐπὶ τὴν ἐκείνων ἐκάλει διαδοχήν.
5 Προστασίας δὲ ἀδίκους, ἃς μανθάνομεν ἐν ταῖς ἡμετέραις ἐπαρχίαις γίνεσθαι, πᾶσι μετελεύσῃ τρόποις, οὐ συγχωρῶν οὐδενὶ τοὺς ἑτέρων βίους ἐνερ‐ γολαβεῖν, οὐκ οἰκειοῦν ἑαυτῷ τὰ χωρία τὰ μηδαμό‐ θεν αὐτῷ προσήκοντα, οὐκ εἰς τὴν ἑτέρων βλάβην
10ἐπαγγέλλεσθαι προστασίαν, οὐχ, ὅπως ἂν ἀποστεροῖεν τὸ δημόσιον, τὴν ἑαυτῶν ἰσχὺν ἀντιτάττειν. ἀλλὰ μηδὲ ἔστω σοι φροντίς, ὁποίας ἂν εἶεν οἱ ταῦτα πράττοντες δεσποτείας· ἀρκέσει γάρ σοι διὰ πάντων πρὸς τελεωτάτην ἰσχὺν ὅ τε νόμος ἥ τε τῆς βασιλείας
15εὐμένεια. Ἀλλὰ καὶ τοὺς εἰσδεχομένους ἀλλοτρίους γεωρ‐ γοὺς οὕτω μισήσεις, οὕτως ἀναγκάσεις θᾶττον ἀπο‐ δοῦναι τοὺς ληφθέντας κακῶς, ὡς, εἰ μέχρι πολλοῦ μείναιεν ἀπειθοῦντες, ἅπαν ὅσον ἄπορον τῆς ἐπαρ‐
20χίας ἐστί, τοῦτο ταῖς ἐκείνων κτήσεσιν ἐπιθήσεις. Εἰ δὲ ἐν ἑτέραις ἐπαρχίαις οἱ γεωργοὶ λέγονται καθ‐ εστάναι, γράμμασι χρήσῃ δημοσίοις πρὸς τοὺς τῶν ἐπαρχιῶν ἐκείνων ἡγουμένους, ὥστε αὐτοὺς τοὺς ἐν αὐταῖς πεφευγότας γεωργοὺς συνομολογοῦντας ἢ ἐλεγ‐
25χομένους παραδίδοσθαι τοῖς κεκτημένοις καὶ ἐπανάγε‐ σθαι πρὸς τὴν ἐπαρχίαν ἧς ἄρχεις, καὶ τοὺς ἀπει‐ θοῦντας σφοδρότερον μετιέναι τῇ τῶν ἀπόρων ἐπι‐ βολῇ. προσῆκον γάρ ἐστι τὸν τὰ τοιαῦτα σπεύδοντα τὸ ἐντεῦθεν ἄτοπον καὶ τὴν τῶν πραγμάτων ἐλάτ‐
30τωσιν ἐπὶ τῆς ἑαυτοῦ περιουσίας μαθεῖν, ὅπως ἂν ἐλαττούμενος γινώσκοι, πόσον ἐστὶ τὸ ἀδικεῖν τε καὶ πλημμελεῖν εἰς ἑτέρους. Τοῦτο δὲ πράξεις, εἴτε οἱ τὰ χωρία κεκτημένοι κατὰ χώραν εἰσὶν εἴτε τινῶν ἑτέροις προσηκόντων φροντισταὶ καθεστήκοιεν. δεῖ γὰρ
35καὶ τοὺς κεκτημένους ἐκεῖνα μόνον ἔχειν ἅπερ αὐτοῖς δίδωσιν ὁ νόμος, καὶ τοὺς προνοοῦντας τῶν ἀλλο‐
τρίων ἐκείνων προΐστασθαι μόνον ἅπερ κατὰ μίσθω‐

126

σιν ἢ καθ’ ἕτερον νόμιμον αὐτοῖς παραδέδοται τρό‐ πον, τῶν δὲ ἀλλοτρίων ἀπέχεσθαι, καὶ μὴ προνοεῖν μὲν ἑτέρων, ἀδικεῖν δὲ ἄλλους καὶ ἑαυτοῖς κέρδος ἀσεβὲς ἐντεῦθεν πορίζειν.
5 Σανίδας δὲ ἐπιτιθέναι χωρίοις ἀλλοτρίοις ἢ ἐργαστηρίοις ἐν πόλεσι διακειμένοις καὶ ἐπιγράφειν τὰς ἑαυτῶν προσηγορίας οὕτω τοῖς τολμῶσιν ἐπικίν‐ δυνον καταστήσεις, ὡς γινώσκειν, ὅτι ταῦτα πράτ‐ τοντες αὐτοὶ τὴν ἑαυτῶν περιουσίαν προσάψουσι τῷ
10δημοσίῳ. Εἰ γὰρ πρᾶγμα μόνῃ τῇ βασιλείᾳ καὶ τῷ δημοσίῳ δεδομένον πειρῷτό τις ὑφαρπάζειν, ἐν τοῖς ἑαυτοῦ μανθανέτω τὴν πεῖραν, καὶ τοῖς αὐτοῦ πράγ‐ μασι τίτλων ἐπιτιθεμένων δημοσίων γινέσθω τοῖς ἄλλοις παράδειγμα σωφροσύνης, οἵπερ εἰ τῶν αὐτῶν
15ἅψαιντο κακῶν, ταῖς ὁμοίαις ποιναῖς ὑποκείσονται. Ταῦτα τοίνυν ἅπαντα φυλάξεις, γινώσκων τὴν ἡμετέ‐ ραν περί σε προαίρεσιν τε καὶ γνώμην, ὁποία μέν τις ἔσται πλημμελοῦντός σου, ὁποία δὲ εὐδοκιμοῦντος καὶ τοῖς ἡμετέροις ἀκολουθοῦντος παραγγέλμασί τε
20καὶ νόμοις. Ἅμα δὲ ἐπιβαίης τῆς χώρας, συγκαλεσάμενος ἅπαντας τοὺς ἐν τῇ μητροπόλει καθεστῶτας, φαμὲν δὲ τόν τε θεοφιλέστατον ἐπίσκοπον τόν τε εὐαγῆ κλῆρον τούς τε ἐν τέλει τῆς πόλεως, ἐμφανῆ καταστή‐
25σεις ταῦτα ἡμῶν τὰ θεῖα παραγγέλματα ἐπὶ πράξεως ὑπομνημάτων. Καὶ προθήσεις τε τὸ ἰσότυπον αὐ‐ τῶν δημοσίᾳ οὐ μόνον ἐπὶ τῆς μητροπόλεως, ἀλλὰ καὶ ἐν ταῖς ἄλλαις τῆς ἐπαρχίας πόλεσι, πέμπων αὐτὰ διὰ ταξεωτῶν σῶν ζημίας χωρίς· ὥστε ἅπαντας γι‐
30νώσκειν ἐφ’ οἷς παρέλαβες τὴν ἀρχήν, καὶ ὁρᾶν, εἰ ταῦτα φυλάττεις καὶ τῆς ἡμετέρας ἄξιον σαυτὸν ἀπο‐ δεικνύεις κρίσεως. Ταῦτα γὰρ φυλαττόμενα παρὰ σοῦ ποιήσει σοι τὴν παροῦσαν ἀρχὴν χρονιωτέραν τε καὶ εὐκλε‐
35εστέραν· εἴ γε πρὸς τοῖς ἄλλοις μηδὲ ὁπλοφορεῖν τῶν οὐχὶ στρατιωτῶν τινι συγχωρήσεις· ταῦτά σε θεῷ καὶ τοῖς νόμοις καὶ ἡμῖν προσφιλῆ καταστήσει. Κἀ‐
κείνου δὲ προνοήσεις ὥστε, εἴ τις τῶν τοὺς δημοσίους

127

θορύβους ἀνιστάντων πειραθείη ποτὲ τῆς μεγάλης ταύτης πόλεως ἀποφυγεῖν ἢ μόνος ἢ καὶ μεθ’ ἑτέρων καὶ γενέσθαι κατὰ τὴν ἐπαρχίαν ἧς ἄρχεις, ἀνιχνεῦ‐ σαι τὰ περὶ τούτου καὶ ἐξετάζειν σὺν ἀκριβείᾳ πάσῃ
5καὶ ἐν ἀσφαλεῖ καθιστᾶν καὶ μηνύειν ἐνταῦθα, εἰ πολλάκις τῶν ἐπιζητουμένων εἴη προσώπων· ὥστε ἄγεσθαι κατὰ ταύτην τὴν εὐδαίμονα πόλιν καὶ ποι‐ νὰς ὑπέχειν, ἃς ὁ νόμος ἐπὶ τῶν τοιούτων διέταξεν.
10tΙΗ
11tΩΣΤΕ ΤΗΝ ΝΟΜΙΜΟΝ ΜΟΙΡΑΝ ΤΩΝ ΠΑΙΔΩΝ
12tΕΙΝΑΙ, ΕΙ ΜΕΧΡΙ ΜΕΝ ΤΕΣΣΑΡΩΝ ΕΙΗΣΑΝ
13tΟΙ ΠΑΙΔΕΣ, ΟΥΓΚΙΑΣ ΤΕΣΣΑΡΑΣ, ΕΙ ΔΕ
14tΥΠΕΡ ΤΟΥΣ ΤΕΣΣΑΡΑΣ ΕΙΣΙΝ ΟΙ ΠΑΙΔΕΣ,
15tΟΥΓΚΙΑΣ ΕΞ ΚΑΙ ΟΤΙ ΕΞ ΑΔΙΑΘΕΤΟΥ ΟΙ
16tΦΥΣΙΚΟΙ ΠΑΙΔΕΣ, ΓΝΗΣΙΑΣ ΜΗ ΥΠΟΥΣΗΣ
17tΓΟΝΗΣ, ΔΥΟ ΟΥΓΚΙΑΣ ΛΑΜΒΑΝΟΥΣΙ ΣΥΝ
18tΤΗ ΜΗΤΡΙ. ΚΑΙ ΟΤΙ ΚΑΙ ΕΞ ΔΙΑΘΗΚΗΣ
19tΚΑΙ ΕΞ ΑΔΙΑΘΕΤΟΥ ΑΡΜΟΤΤΕΙ Η ΣΥΝΕΙΣ‐
20tΦΟΡΑ, ΕΙ ΜΗ ΚΩΛΥΣΕΙ ΡΗΤΩΣ Ο ΤΕΣΤΑ‐
21tΤΩΡ. ΚΑΙ ΠΕΡΙ ΔΙΑΙΡΕΣΕΩΣ ΓΙΝΟΜΕΝΗΣ
22tΑΠΟ ΓΟΝΕΩΝ ΕΙΣ ΠΑΙΔΑΣ. ΚΑΙ ΠΕΡΙ ΤΟΥ
23tΑΡΝΟΥΜΕΝΟΥ ΤΗΝ ΙΔΙΑΝ ΣΥΓΓΡΑΦΗΝ. ΚΑΙ
24tΠΕΡΙ ΕΤΕΡΩΝ ΚΕΦΑΛΑΙΩΝ.
25tImp. lustinianὸς Αὔγουστος Ἰωάννῃ τῷ ἐνδοξοτάτῳ
26tἐπάρχῳ τῶν ἱερῶν τῆς Ἕω praetorίων τὸ βʹ, ἀπὸ
27tὑπάτων καὶ πατρικίῳ.
28 〈Προοίμιον.〉 Ἤδη μὲν τῇ μεγάλῃ ταύτῃ καὶ ὡς ἄν τις εἴποι καλῶς παρὰ θεοῦ συστάσῃ πολιτείᾳ, τῇ
30Ῥωμαίων φαμέν, πολλὰ περὶ διαθηκῶν διεσπούδα‐ σταί τε καὶ μεστὰ τὰ τῶν νόμων βιβλία τῶν τοιού‐ των καθέστηκε· καὶ οὐ μόνον οἱ πάλαι σοφοὶ ταῦτα
γεγραφήκασιν οὐδὲ ἡ τῶν εὐσεβῶν μονάρχων ἐξουσία,

128

ἀλλὰ καὶ ἡμῖν ἤδη τῶν πρὸ ἡμῶν αὐτοκρατόρων οὐ‐ δενὸς ἐλάττους καταβέβληνται περὶ τούτου νομοθε‐ σίαι. Τὸν δὲ θεὸν ἐννοοῦντες ἀεί, καὶ ὅπως ἂν ἀρε‐ στοί τε αὐτῷ φαινοίμεθα καί τι τῶν εἰς ἡμᾶς ἀγαθῶν
5ἄξιον πράττοιμεν, πειρώμεθά τι προσεξευρίσκειν ἀεὶ τῇ φύσει τε ἀκόλουθον καὶ τὰ πρόσθεν ἐπανορθού‐ μενον. Πολλάκις τοίνυν καὶ ἄλλοτε τεθαυμάκαμεν, ἀνθ’ ὅτου τοῖς γνησίοις καὶ εὐγνώμοσι τέκνοις, οἷς ἔχουσι χάριν οἱ γονεῖς, τὸ καταλιμπανόμενον, ὃ ἤδη
10καὶ χρέος καλοῦσι, μόνον τριούγκιον ὥρισαν ἐξ ἀνάγ‐ κης καταλιμπάνεσθαι, τὸ λοιπὸν δὲ ἐν τῇ γνώμῃ τῶν γονέων ἀπόκειται, καὶ λήψονται μὲν καὶ συγγε‐ νεῖς ἄπαντες καὶ οἵ γε ἔξωθεν καὶ μετ’ ἐλευθερίας οἰκέται, οἱ παῖδες δέ, εἰ καὶ πολλοὶ καθεστήκοιεν, εἰ
15καὶ μηδὲν προσκρούοιεν τοῖς γονεῦσι, καταιδοῦνται καὶ τὸ τριούγκιον διαιρήσονται μόνον, κἂν εἰ δέκα τυχὸν κἂν εἰ πλείους εἶεν, καὶ πένητες ἔσονται παῖδες πα‐ τρὸς ἕως ἔζη πλουτοῦντος. Ταῦτα ἡμᾶς ἐκίνησεν ἐπανορθῶσαι τὸν νόμον, καὶ
20μὴ περιιδεῖν αὐτὸν μέχρι παντὸς ἐρυθριῶντα, ἀλλὰ τοιούτῳ διορίσαι τὸ πρᾶγμα τρόπῳ· ὥστε, εἰ μὲν ἑνός ἐστι παιδὸς πατὴρ ἢ μήτηρ ἢ δυοῖν ἢ τριῶν ἢ τεσ‐ σάρων, μὴ τριούγκιον αὐτοῖς καταλιμπάνειν μόνον, ἀλλὰ τὴν τρίτην τῆς ἑαυτοῦ περιουσίας, τουτέστιν
25οὐγκίας τέσσαρας, καὶ τοῦτο εἶναι τὸ διωρισμένον μέ‐ τρον ἄχρι τοῦ ῥηθέντος ἀριθμοῦ. εἰ δὲ ὑπὲρ τοὺς τέσσαρας ἔχει παῖδας, τὴν ἡμίσειαν τῆς πάσης περι‐ ουσίας αὐτοῖς καταλιμπάνεσθαι μοῖραν, ὥστε ἑξαούγ‐ κιον εἶναι πάντως τὸ ὀφειλόμενον. ἑκάστου κατ’ ἶσον
30τὸ τετραούγκιον τυχὸν ἢ τὸ ἑξαούγκιον διαιρουμένου, καὶ τοῦτο οὐκ ἐν ἀδίκῳ περιστάσει πραγμάτων (εἰκὸς γὰρ κἀνταῦθα τοὺς ἄλλους ἀδικηθῆναι, τῶν μὲν τὰ καλλίονα, τῶν δὲ τὰ χείρονα λαμβανόντων)· ἀλλὰ τοῦτο δὴ τὸ ἐπιβάλλον ἑκάστῳ διὰ πάντων ἶσον εἶ‐
35ναι ἐν ποιότητί τε καὶ ποσότητι, εἴτε τις αὐτὸ κατὰ τρόπον ἐνστάσεως εἴτε κατὰ πρεσβείου, ταὐτὸν δὲ ἔστιν εἰπεῖν καὶ φιδεϊκομμίσσου, καταλιμπάνει πρό‐
φασιν. πάρεστι γὰρ αὐτῷ τὸ λοιπόν, ὀκταούγκιον τυ‐

129

χὸν ἢ ἑξαούγκιον, ἔχειν καὶ φιλοτιμεῖσθαι καθ’ ὅσον ἂν βουληθείη ἢ τοῖς παισὶν αὐτοῖς ἤ τισι τῶν ἔξω‐ θεν, καὶ τῆς φύσεως πρότερον θεραπευθείσης τὰ εἰ‐ κότα οὕτως ἐπὶ τὰς ἔξω φιλοτιμίας χωρεῖν. τούτου
5κρατοῦντος ἐφ’ ἁπάντων τῶν προσώπων, ἐφ’ ὧν ἐξ ἀρχῆς ὁ τοῦ πάλαι τετάρτου τῆς de inofficioso νενο‐ μοθέτηται λόγος. Ἐξῃρήσθω δὲ ἡμῖν ὁ περὶ τῶν βουλευτῶν ἀρτίως τεθειμένος νόμος, ὃς τοῖς παισὶ τοῖς βουλευταῖς ἢ καὶ
10ταῖς βουλευταῖς γεγαμημέναις θυγατράσιν ἐνναούγκιον πάντως δίδοσθαι βούλεται, τοῦ λοιποῦ τριουγκίου παρὰ τῶν γονέων κατ’ ἐξουσίαν διοικουμένου. πάντων τῶν ἄλλων τῶν περὶ τῆς de inofficioso κειμένων νόμων καὶ μάλιστα τῶν ἡμετέρων ἐπὶ τῆς ἑαυτῶν φυλαττο‐
15μένων ἰσχύος ἐπί τε τῶν ἀχαρίστων παίδων ἐπί τε τῶν μὴ τοιούτων, πλὴν κατὰ μόνον τὸ ποσόν, ὅπερ κατὰ τὸ παρὸν ηὐξήσαμεν κατὰ πάντας τοὺς προκει‐ μένους ὅρους. Κωλύομεν δὲ κἀκεῖνο, βαρύ τε ὂν καὶ ἔχον μέν τινα
20νόμιμον ἀφορμήν, εἰς δεινὴν δὲ ἐμπῖπτον ἀπήνειάν τε καὶ πικρίαν. ἴσμεν γάρ τινας διαθήκας, καθ’ ἃς οἱ τελευτῶντες οὐ πατρικῶς οὐδὲ ὡς ἄνδρας ἐχρῆν, ἀλλὰ σφόδρα μαλθακῶς καὶ ὑποκεκλιμένως ἐποιήσαντο νὰς ἐνστάσεις. ταῖς μὲν γὰρ γυναιξὶ πάντα κατέλιπον τῶν
25ἑαυτῶν πραγμάτων τὸν οὐσούφρουκτον, τοῖς δὲ παισὶ τὴν δεσποτείαν γυμνήν· ὥστε, οἶμαι, σπούδασμα εἶναι τῆς τοιαύτης διαθήκης τὸ τὴν γυναῖκα καὶ τὴν δεσπο‐ τείαν προσλαβεῖν, τῶν παίδων ἴσως λιμῷ φθειρομέ‐ νων. πόθεν γὰρ ἂν ἐν μέσῳ καὶ διοικοῖντο καὶ τὴν
30ἐφήμερον ἔχοιεν δίαιταν, οὐδενὸς αὐτοῖς καταλελειμ‐ μένου, γυναικείας ὀργῆς ἴσως καὶ ἀλόγου παρεμπιπτού‐ σης, ἥτις αὐτῶν καὶ τὴν καθ’ ἡμέραν ἀφαιρεῖται δι‐ οίκησιν; Οὐκ ἐξέσται τοίνυν τὸ λοιπὸν οὐδενὶ παντε‐ λῶς παῖδας ἔχοντι τοιοῦτό τι πράττειν, ἀλλὰ πάντως
35αὐτοῖς τοῦ νομίμου τούτου μέρους, ὅπερ νῦν ἀφωρί‐ σαμεν, καὶ τὴν χρῆσιν καὶ τὴν ἐπικαρπίαν πρὸς τῇ δεσποτείᾳ καταλιμπανέτω, εἰ βούλεται παίδων οὐκ εὐθὺς λιμῷ τελευτώντων, ἀλλὰ καὶ ζῆν δυναμένων
καλεῖσθαι πατήρ. Καὶ ταῦτα πάντα φαμὲν οὐκ ἐπὶ

130

πατρὸς μόνου, ἀλλὰ καὶ μητρός, καὶ πάππου καὶ προ‐ πάππου καὶ τῶν παρεζευγμένων ἑκάστῳ θηλέων προσ‐ ώπων, μάμμης φαμὲν καὶ προμάμμης, εἴτε πρὸς πα‐ τρὸς εἴτε πρὸς μητρὸς εἶεν.
5 Οὐδὲ ἐκείνου φυλαττομένου τὸ λοιπὸν ἐπὶ τοῖς ἐγ‐ γόνοις καὶ προεγγόνοις, τοῖς οὐχὶ καὶ suοις καὶ ὑπεξου‐ σίοις, ὥστε παρὰ τὸ τρίτον ἔχειν αὐτοὺς τῆς μοίρας, ἣν τοῖς αὐτῶν γονεῦσι περιοῦσιν ἔδει καταλιπεῖν τοὺς διαθεμένους. Οὐ γὰρ ἐξαιροῦμεν ἔτι τοὺς ἐγγόνους
10τοὺς ἀπὸ παιδὸς τοῖς πρὸς πατρὸς πάπποις γενομέ‐ νους, ὥστε ἐκείνους μὲν τέλειον λαμβάνειν τὸ μέρος ὅσον ἂν ὁ αὐτῶν πατὴρ ἔλαβεν περιών, τοὺς δὲ ἐγ‐ γόνους τοὺς ἀπὸ τοῦ πάππου διὰ μέσης θυγατρὸς γε‐ νομένους ἢ τοὺς ἀπὸ τῆς μάμμης πρὸς πατρὸς ἢ πρὸς
15μητρὸς παρὰ τὸ τρίτον λαμβάνειν· ἀλλὰ μίαν τάξιν ἐφ’ ἅπασι τίθεμεν ἐγγόνοις καὶ προεγγόνοις, οὐκ ἀν‐ εχόμενοι τὸ θῆλυ τοῦ ἄρρενος ἐν τοῖς τοιούτοις ἐλατ‐ τοῦν. οὔτε γὰρ τὸ ἄρρεν αὐτὸ καθ’ αὐτὸ οὔτε τὸ θῆλυ μόνον πρὸς τεκνογονίαν αὔταρκες, ἀλλ’ ὥσπερ
20ἑκάτερον συνήρμοσεν ὁ θεὸς πρὸς τὴν τῆς γενεσιουρ‐ γίας χρείαν, οὕτω καὶ ἡμεῖς τὴν αὐτὴν ἑκατέρῳ φυ‐ λάττομεν ἰσότητα. Ἀλλ’ οὐδὲ μέχρι τούτου στή‐ σομεν τὸν νόμον. ταὐτὰ γάρ φαμεν καὶ ἐπ’ ἐκείνων τῶν παίδων, οἵπερ ἐκ γάμων εἰσὶ γνησίων, εἰ καὶ μὴ
25προῖκες τοῖς γάμοις ἀκολουθήσαιεν, ἀλλὰ διάθεσις ὡμο‐ λογημένη καὶ σαφὴς μεταξὺ τῶν συνοικούντων οὖσα τοῖς παισὶ διδοίη τὸ γνήσιον. προῖκα μὲν γὰρ ἀπο‐ τελεῖ γάμος, γάμον δὲ προῖκες οὐ ποιοῦσιν, ἀλλ’ ἡ τῶν συνοικούντων ἀμοιβαία διάθεσις. Ταὐτὸ δὲ κρατείτω
30καὶ ἐπὶ τῶν ἐκ μεταγενεστέρας διαθέσεως μετὰ προι‐ κῴων κατὰ τὰς ἡμετέρας διατάξεις γενομένων γνη‐ σίων. Καὶ οὗτος μὲν ἔστω νόμος ταῖς γνησίαις γο‐ ναῖς. Βλέψωμεν δὲ δή τι καὶ πρὸς μόνην τὴν φύσιν φιλ‐
35άνθρωπον. πολλοὶ γὰρ ἐνοχλοῦσιν ἡμᾶς ἀεί, καὶ ἱκε‐ τεῖαι συχναὶ καὶ δακρύοντες παῖδες καὶ ἀεὶ μέν τι
φιλάνθρωπον ὁρίζομεν, ἀλλ’ ὅτι μὴ μετὰ νόμου τοῦτο

131

πράττομεν, ἐρυθριῶμεν· ὥστε τῷ πράγματι καὶ νό‐ μον προσθέντες αὐτοὶ μὲν ὄχλους ἀποσεισόμεθα, δώ‐ σομεν δὲ ἅπασιν ἔχειν τὴν ἐκ τοῦ νόμου βοήθειαν. Ὅτι μὲν γὰρ διαθέσθαι τοῖς τῶν φυσικῶν παίδων
5πατράσι καὶ ἐπ’ αὐτοῖς δεδώκαμεν γνησίας μὲν ὑπού‐ σης γονῆς ἄχρι μιᾶς μόνης οὐγκίας, ἣν ἕξουσιν ἅμα τῇ μητρὶ (τοῦτο ὅπερ καὶ ἔμπροσθεν ἦν), παίδων δὲ οὐκ ὄντων γνησίων καὶ μέχρι τοῦ ἡμίσεος τῆς περι‐ ουσίας ὅλης, τοῦτο λέγουσιν οἱ παρ’ ἡμῶν τεθειμένοι
10νόμοι, οὐκ ἐν διαθήκῃ μόνον τοῖς πατράσιν ἐφιέντες τοῦτο πράττειν, ἀλλὰ κἀν ταῖς ἄλλαις φιλοτιμίαις, ἃς καὶ περιόντες δωροῦνται. τὸ δὲ δὴ παρὸν περὶ τῶν ἐξ ἀδιαθέτου τι διαλέξεται καὶ ἐκ καινῆς ὑφηγήσεται νῦν. Εἰ γάρ τις τελευτῶν γνησίας αὐτῷ παντελῶς γο‐
15νῆς οὐχ ὑπούσης, παίδων φαμὲν ἢ ἐγγόνων ἢ τῆς ἐφεξῆς διαδοχῆς, οὐδὲ νομίμου γαμετῆς, εἶτα τελευτήσειε μὴ διαθέμενος τὴν οὐσίαν, καὶ ἀφίκοιτο συγγένεια τυχὸν ἢ καὶ ἐλευθερωτὴς ἴσως τὴν διακατοχὴν κατασείων τε καὶ ἐπανατεινόμενος, ἢ καὶ τὸ ἡμέτερον ταμιεῖον (οὐδὲ
20γὰρ ἐκείνου τόγε ἐπὶ τούτῳ φειδόμεθα), εἴη δὲ αὐτῷ κατὰ τὸν οἶκον ἕως περιῆν ἐλευθέρα τε γυνὴ ἐν παλ‐ λακῆς σχήματι συνοῦσα, καὶ παῖδες ἐξ αὐτῆς (τοῖς γὰρ τοιούτοις μόνοις ταῦτα νομοθετοῦμεν, ἔνθα παντελῶς ἀναμφισβήτητός ἐστιν ἥ τε τῆς παλλακῆς κατὰ τὸν οἶ‐
25κον σχέσις ἥ τε τῶν νόθων ἐκεῖσε γονή τε καὶ τροφή)· δίδομεν αὐτοῖς καὶ ἀδιαθέτων τῶν γονέων τελευτών‐ των δύο τῆς πατρῴας οὐσίας ἔχειν οὐγκίας, ἅμα τῇ μητρὶ μεριζομένας, ὁπόσοιπερ ἂν εἶεν οἱ παῖδες, ὥστε ἑνὸς παιδὸς πρὸς ἀναλογίαν καὶ τὴν μητέρα λαμβά‐
30νειν. Καὶ ταῦτα φαμέν, εἰ μιᾷ παλλακῇ συνοικοίη καὶ παῖδας ἐξ ἐκείνης σχοίη, ἢ καὶ προαπελθούσης τῆς παλλακῆς θανάτῳ τυχὸν ἢ χωρισμῷ οἱ παῖδες αὐτῷ κατὰ τὴν οἰκίαν εἶεν. τότε γὰρ δίδομεν αὐτοῖς τὴν ἐξ ἀδιαθέτου πρὸς τὸ διούγκιον κλῆσιν. Εἰ δὲ
35ἐκκεχυμένα τὰ τῆς ἐπιθυμίας αὐτῷ γίνοιτο, καὶ ἄλλας ἐπ’ ἄλλαις ἐπεισαγάγοι τῇ προτέρᾳ παλλακάς, καὶ πλῆθος ἔχοι γυναικῶν πορνευομένων (οὕτω γὰρ εἰπεῖν κάλλιον), καὶ ἐξ αὐτῶν παιδοποιούμενος τελευτήσειε πολλὰς ὁμοῦ καταλιπὼν παλλακάς, μισητὸς μὲν ἡμῖν
40ὁ τοιοῦτος, πόρρω δὲ τοῦδε τοῦ νόμου καθάπαξ ἀπ‐

132

ελαυνέσθω. ὥσπερ γάρ, εἴ τις νομίμῃ συνοικοίη γυ‐ ναικί, ἄλλας ἐπεισαγαγεῖν οὐκ ἂν δύναιτο τοῦ συνοι‐ κεσίου συνεστῶτος καὶ ἐξ αὐτῶν νομίμως παιδοποι‐ εῖσθαι, οὕτως οὐδὲ μετὰ τὴν γνωριζομένην τῷ νόμῳ
5καθ’ ὃν εἰρήκαμεν τρόπον παλλακὴν καὶ τοὺς ἐξ ἐκεί‐ νης παῖδας δώσομεν, εἰ καί τι πάρεργον ἡδονῆς ἄλλο ποιήσαιτο, καὶ τοῦτο εἰς τὴν διαδοχὴν εἰσάγεσθαι τὴν αὐτοῦ, εἰ τελευτήσειεν ἀδιάθετος. εἰ γὰρ μὴ τοῦτο νομοθετήσαιμεν, ἀδιάκριτα μὲν ἔσται τὰ τῶν γυναι‐
10κῶν, τίνος μᾶλλον ἢ τίνος ἔλαττον ἐρᾷ, ἀδιάκριτα δὲ τὰ τῶν παίδων. καὶ ἡμεῖς οὐ δίδομεν τοῖς ἀσελγαί‐ νουσιν, ἀλλὰ τοῖς σωφρονοῦσι τὸ νόμιμον. Οὐ δια‐ φερόμεθα δὲ περὶ τῶν παίδων, εἴτε ἄρρενες εἴτε θή‐ λειαι καθεστήκοιεν. ὥσπερ γὰρ ἡ φύσις οὐδὲν περὶ
15τὰ τοιαῦτα τεχνολογεῖ, οὕτως οὐδὲ ἡμεῖς ἄλλον ἐπ’ ἀρρένων καὶ ἄλλον ἐπὶ θηλειῶν κατὰ τοῦτο τίθεμεν νόμον. Κρατήσει δὲ καὶ οὗτος ὁ νόμος ἡμῖν ἐπὶ τοῖς ἐφεξῆς, καὶ μάλιστα πάντων οὗτος· ἐπειδὴ [γὰρ] παρὰ τὸ κεκρατηκὸς οὐκ ὀρθῶς ἄνωθεν πολλά τε ἐπηνώρ‐
20θωσε καὶ εἰσηγήσατο, καὶ τὸ προειληφὸς οὐκ ἂν ἐκ τοῦ μήπω γεγονότος κανονίζοιτο. Ταῦτα ἡμῖν περὶ τῶν εἰρημένων διαδοχῶν νενομοθετήσθω. Κἀκεῖνο δὲ καλῶς ἔχειν ᾠήθημεν τῷδε περιλαβεῖν τῷ νόμῳ. τῶν γὰρ ἔμπροσθεν νόμων βουλομένων
25ἐπὶ τῶν συνεισφορῶν, εἰ μὲν διαθήκης χωρὶς τελευ‐ τήσαιεν οἱ γονεῖς, τὰς συνεισφορὰς κατὰ τὴν αὐτῶν δύναμιν γίνεσθαι, εἰ δὲ ἐπὶ διαθήκαις, μηδὲν εἰπόν‐ τες περὶ αὐτῶν, μὴ χώραν ταῖς συνεισφοραῖς γίνεσθαι, ἀλλὰ καὶ τὰ πράγματα ἔχειν τὰ κατὰ προῖκα τυχὸν
30ἢ καθ’ ἕτερον τρόπον διδόμενα καὶ τῶν καταλελειμ‐ μένων ἀντιλαμβάνεσθαι ἡμεῖς θεσπίζομεν, μὴ εἶναι παντελῶς τοιαύτην πρόληψιν· ἀλλ’ εἴτε τις ἀδιάθε‐ τος τελευτήσειεν εἴτε ἐπὶ διαθήκαις (ἐπειδήπερ ἄδη‐ λόν ἐστι μή ποτε ἐκλαθόμενος τῶν δεδομένων ἢ ὑπὸ
35τῆς ἐν τῷ θανάτῳ ταραχῆς στενοχωρούμενος οὐκ ἐμνήσθη τούτου), πάντως εἶναι τὰς συνεισφορὰς καὶ τὴν ἐκεῖθεν ἰσότητα κατὰ τὸ ἤδη διατεταγμένον· εἰ μὴ ῥητῶς ἐπισκήψειεν αὐτὸς βούλεσθαι μὴ γενέσθαι συνεισφοράν, ἀλλ’ ἔχειν τὸν ἀναγκαζόμενον ἐκ τοῦ
40νόμου συνεισενεγκεῖν καὶ τὸ ἤδη δεδομένον καὶ τοῖς

133

ἐκ τῆς διαθήκης χρῆσθαι δικαίοις. πάντων τῶν ἔμ‐ προσθεν περὶ συνεισφορῶν ἡμῖν νενομοθετημένων ἐπὶ τῆς ἑαυτῶν μενόντων ἰσχύος. Καὶ τὸ πολλάκις δὲ ἡμῖν δικάζουσι παραστὰν ἀν‐
5αγκαῖον ἐνομίσθη νῦν μέρος γενέσθαι τοῦ παρόντος νόμου. πολλάκις γάρ τινες πλειόνων παίδων καθ‐ εστῶτες γονεῖς, εἶτα δοκοῦντες εὐθὺς τὰ πράγματα δι‐ αιρεῖν, ὅπως ἂν ἀδελφικῆς αὐτοὺς ἀπαλλάξαιεν ἔριδος, εἰς μείζους ἔτι καὶ χαλεπωτέρας αὐτοὺς φιλονεικίας
10ἐξάγουσι. δέον γάρ, εἴπερ τοῦτο ἠβούλοντο, ῥητῶς ἅπαντα διελεῖν ἐν ταῖς διαθήκαις ταῖς ἑαυτῶν, ἢ εἰ μὴ τοῦτο, μερίδας γοῦν ποιήσασθαι καὶ ὑποσημήνα‐ σθαι ταύταις καὶ οὕτως ἀναμφισβήτητον δοῦναι τοῖς παισὶ τὴν διαίρεσιν, οἱ δὲ οὐ τοῦτο ποιοῦσιν, ἀλλὰ
15μέρος μὲν δι’ ἑαυτῶν αὐτοὶ γράφουσι, καὶ οὐδὲ τοῦτο συνεχές, ἀλλ’ ἵσως παρεγγεγραμμένον ἑτέρου τινὸς γράμμασι καὶ ἐν ἀπογραφῇ τινὶ παρερριμμένῃ καὶ φυ‐ λακῆς οὐδεμιᾶς ἠξιωμένῃ κείμενον, τὸ δὲ λειπόμενον μέρος οὐκ ἔτι τῆς ἐκείνων ἐστὶ χειρός, ἀλλ’ ὑπογρα‐
20φέως τινὸς ἵσως διαφθαρέντος ἢ καὶ τοῦ τυχόντος. κἀν‐ τεῦθεν αὐτοῖς δικῶν ἀφορμαὶ μυρίαι, πότερον ταῦτα γνώμῃ πέπρακται τοῦ πατρὸς ἢ τινός ἐστιν ἔριδός τε καὶ φιλονεικίας τεχνίτου ἐργάτου καὶ πρός τινος τῶν μερῶν χάριν γεγραφότος. Ταῦτα ἡμεῖς ἐνοχλεῖν τοῦ
25λοιποῦ τοῦς ἡμετέρους ὑπηκόους οὐ βουλόμενοι θεσπί‐ ζομεν· εἴ τις βούλοιτο τὰ οἰκεῖα πράγματα τοῖς παισὶ διελεῖν, ἢ πάντα ἢ καί τινα τυχὸν καταλιπεῖν ἐξαί‐ ρετα, ταῦτα μάλιστα μέν, εἰ δυνατὸν εἴη, λεγέτω ἐν τῇ διαθήκῃ καὶ ἀναμφισβήτητον διδότω τοῖς παισὶ
30τὴν ἐντεῦθεν ὠφέλειαν. εἰ δὲ τοῦτο οὐ πράττοι διά τινας ἀνάγκας, αἲ πολλαὶ περιεστᾶσιν ἀνθρώπους, ἀλλ’ ἔξεστι νεμήσεις ποιήσασθαι τῶν πραγμάτων, ἅπερ ἂν διανεμηθῆναι βουληθείη, καὶ ὑποσημήνασθαι πάσαις ἢ αὐτόν, ἢ τοὺς παῖδας ἅπαντας ὑπογράψαι παρασκευ‐
35άσαι, ὧν μεταξὺ τὰ πράγματα διαιρεῖ, κἀντεῦθεν τῷ πράγματι δοῦναι πίστιν ἀναμφισβήτητον. καὶ τὸ κατὰ τοῦτο γινόμενον τὸ σχῆμα κύριόν τε ἔστω καὶ ἰσχυρὸν
καὶ ἑτέρας οὐ δεόμενον ἀσφαλείας. Εἰ δέ τις τοῦτο

134

οὐ πράξειεν, ἀλλὰ διεσκεδασμένην οὕτως καὶ ἐν τοῖς πλείστοις ἀμάρτυρον ὑπογραφὴν ποιήσαιτο, ἴστω μη‐ δὲν ἐντεῦθεν τοῖς παισὶ παρέξων ὅφελος, ἀλλ’ ὡς οὐ‐ δενὸς γενομένου διαιρήσονται τὴν οὐσίαν οἱ παῖδες,
5ταῖς ἀδήλοις καὶ κατὰ τὸ πλεῖστον ἀμαρτύροις γρα‐ φαῖς οὐκ ἀκολουθοῦντες, οὐδὲ τῶν τὴν ὑπόθεσιν κρι‐ νόντων (οὓς δὴ τοῦ familiae erciscundae καλοῦσιν οἱ νόμοι δικαστάς) ἕπεσθαι τούτοις ἀναγκαζομένων. Δεῖ γὰρ προνοεῖν ἀκριβῶς τῆς τῶν παίδων ἀσφαλείας καὶ
10μὴ τὸ μὲν ἀσφαλίζεσθαι, τὸ δὲ καταλιμπάνειν πλα‐ νώμενον, δυσκολωτέρων ἔτι καὶ ἀλύτων πολλάκις δὲ καὶ εἰς ἐγκλήματα φερουσῶν αἰτιῶν ἀφορμὴν παρεχό‐ μενον. Περὶ μὲν οὖν διαδοχῶν τε καὶ συνεισφορῶν καὶ τῶν ἄλλων τῶν προειρημένων μέχρι τοῦδε νενο‐
15μοθετήσθω. Ἡ δὲ περὶ τὴν ἀγνωμοσύνην γινομένη παρά τι‐ νων σπουδὴ ἀναγκαῖον ἡμῖν ἐποίησε τὴν τοῦ δήμου πάλαι νομοθεσίαν ἀποδέξασθαι, ἣν διά τινος τῶν οἰκείων ἔγραψε δημάρχων, τὴν τοῦ Ἀκουιλίου προσ‐
20ηγορίαν ἐξ ἐκείνου δεξαμένην, καθ’ ἣν ἐξ ἀρνήσεως διπλαῖς ὑπέβαλε ταῖς εἰσπράξεσι τοὺς ἀγνωμονεῖν τε καὶ ἀρνεῖσθαι πειρωμένους· ὅπου γε δὴ καὶ ἄλλαι τι‐ νὲς ἀγωγαὶ πρὸς τὴν αὐτὴν ὥρμησαν τάξιν. ἀλλ’ ἡ κατὰ μικρὸν δοκοῦσα φιλανθρωπία λέληθε τὴν τῶν
25πονηροτέρων ἀγνωμοσύνην ἐκθρέψασα. Διὸ δὴ καὶ ἡμῖν ἀναγκαίως ἔδοξεν ἔχειν τὰς ἀπρεπεῖς τε καὶ οὐκ εὐσχήμονας τῶν ἀρνήσεων τῇ ῥηθείσῃ ζημιῶσαι ποινῇ. Εἰ γὰρ προφέροιτό τινος συγγραφή, ὁ δὲ αὐτὴν ἐξαρ‐ νοῖτο καὶ ταῦτα γράμματα ἔχουσαν αὐτοῦ, ὡς ἀναγκα‐
30σθῆναι τὸν διώκοντα πράγματα ὑπομεῖναι περὶ τὴν σύστασιν αὐτῖς, ἢ τὰ μὲν γράμματα δέχοιτο, φήσειε δὲ μὴ καταβεβλῆσθαι τὸ χρέος αὐτῷ, καὶ συσταίη τούτῳ νομίμοις τρόποις ὁ διώκων· τὴν καταδίκην κατ’ αὐτοῦ διπλασίαν ἐφ’ ἑκατέρου θέματος γίνεσθαι θε‐
35σπίζομεν· οὐχ ὅτι τοῖς πικροτέροις τῶν νόμων ἡδό‐ μεθα, ἀλλ’ ὅτι τὰς δίκας διὰ τούτων ἐλάττους ἀπο‐
τελοῦμεν· ὥστε τῷ δέει τῆς ποινῆς θᾶττον αὐτοὺς

135

λέγειν ἅπερ ὁμολογεῖν προσήκει. ἐπὶ μὲν οὖν τῶν τοι‐ ούτων πᾶσι τρόποις τὰς καταδίκας τοῦτον βουλόμεθα φέρεσθαι τὸν τρόπον, καὶ εἰ παρὰ ταῦτά τι πράξειε δικαστὴς, γινωσκέτω ὡς παραβαίνων τὸν νόμον αὐ‐
5τὸς ἐνέξεται ταῖς ἐντεῦθεν ποιναῖς Ταῦτα δὲ φαμέν, εἰ μὴ περὶ τὰς ἀποδείξεις ὁ διώκων ἀπειπὼν ὅρκῳ τοῦ φεύγοντος τὴν μέχρι νῦν ἄρνησιν λυθῆναι βου‐ ληθείη. εἰ γάρ τι τοιοῦτο πράξειεν, εἰ μὲν εὐθὺς ἐξ ἀρχῆς μετὰ τὴν ἄρνησιν ἐπαγάγοι τὸν ὅρκον, κἀκεῖνος
10εὐθὺς ὁμολογήσειε τὸ εἰς ἄρνησιν ἐνεχθέν, ἀκίνδυνος τό γε εἰς τὸ διπλάσιον ἔσται. Εἰ δὲ μακροτέρας γι‐ νομένης τῆς δίκης τηνικαῦτα ὁ διώκων ἐπαγάγοι τὸν ὅρκον, ὁ δὲ καὶ οὕτω τὸ ἐπαγόμενον ὁμολογήσειε, τῆς μὲν τοῦ διπλασίονος αὐτὸν ἐξαιροῦμεν ποινῆς, πᾶσαν
15δὲ τὴν δαπάνην τὴν μέχρι τότε γενομένην διὰ τὰς ἀποδείξεις τῷ ἐνάγοντι, ὅρκῳ τούτου κρινομένην, καταβάλλειν τὸν τὴν ἀρχὴν μὲν ἀρνησάμενον, ὕστε‐ ρον δὲ ὁμολογήσαντα κελεύομεν. Εἰ δέ τις τὴν ἀρίθ‐ μησιν ἐπ’ αὐτῷ γενέσθαι τῶν χρημάτων ἀρνησάμε‐
20νος, εἶτα ὕστερον χρήσαιτο καταβολαῖς παρ’ αὐτοῦ γενομέναις, τῷ τοιούτῳ μηδὲν ὄφελος εἶναι τῶν ταῖς ἀληθείαις καταβεβλημένων θεσπίζομεν, ἀλλ’ ὁλόκλη‐ ρον αὐτὸν τὸ χρέος ἀπαιτεῖσθαι κελεύομεν, καὶ ταύ‐ την μόνην ὑπέχειν τῆς ἀρνήσεως τὴν ποινήν (τοῦτο
25ὅπερ καί τις τῶν πρὸ ἡμῶν αὐτοκρατόρων ἔτυχε δια‐ ταξάμενος)· οὐδενὸς τῶν δικαζόντων οὐδὲ πρὸς τοῦτο ὑποκατακλινομένου, ἀλλὰ τὴν ἀκρίβειαν τοῦ νόμου φυ‐ λάττοντος. Εἰ δὲ καὶ ὁ φεύγων προκομίσειε γράμ‐ ματα τοῦ διώκοντος, εἶτα ἐκεῖνος ταῦτα ἀρνηθείη, ὁ
30δὲ συσταίη τούτοις, μὴ μόνον ἐκεῖνο λογιζέσθω περὶ οὗ τὰ τῆς ἀρνήσεως ἦν, ἀλλὰ καὶ τοσοῦτον ἕτερον προσκατατιθέτω. κἀνταῦθα δὲ ὁ περὶ τῆς τῶν ὅρκων δόσεως ὁμοίως καὶ ἐπὶ τοῦ ἐνάγοντος εἰσαγέσθω λόγος. Εἰ δὲ ἡ δίκη πράττοιτο διὰ κηδεμόνων (οἷα καθ‐
35εστῶσα προσώπων ἃ κηδεμόνων δεῖται), τὰς τοιαύτας τῶν ἀρνήσεων ποινάς, ὅταν ἐπ’ οἰκείοις αὐτῶν τῶν κηδεμόνων γίνοιντο γράμμασι, μὴ κατὰ τῶν κηδεμο‐ νευομένων, ἀλλὰ κατ’ αὐτῶν φέρεσθαι τῶν τὴν ἀσχή‐ μονά τε καὶ ἀπρεπῆ ταύτην ἄρνησιν ποιησαμένων.
40Εἰ δέ τις ἑτέρα καταδίκης αὔξησις ἢ εἰς τὸ διπλοῦν

136

ἢ εἰς τὸ τριπλοῦν ἢ εἰς τὸ τετραπλάσιον παρὰ τῶν ἀρχαίων νόμων ἢ τῶν βασιλικῶν εἰσῆκται διατάξεων, μενέτω μὲν ἐκείνη κατὰ τὸ οἰκεῖον σχῆμα, καθάπερ αὐτὴν ἡμεῖς ἐν τοῖς ἡμετέροις ἰνστιτούτοις καὶ διγέ‐
5στοις καὶ τῷ τῶν διατάξεων ἐνομοθετήσαμεν βιβλίῳ· τὸ δὲ νῦν τοῦτο προσθήκη τοῖς προτέροις ἔστω. Κἀκεῖνο δὲ στασιασθὲν ἐν δικαστηρίοις οἰόμεθα χρῆναι κάλλιον ἤπερ ἅπαντες οἱ πρὸ ἡμῶν διαρθρῶ‐ σαί τε καὶ τάξαι. Εἰ γάρ τις ἐγκαλοῖτο πράγματα
10κατέχειν ἑτέρου, φάσκοι δὲ οὐκ εἶναι τὰ πράγματα ἐκείνου, περὶ οὗ φησιν ὁ διώκων, ἀναγκασθείη δὲ ὁ τὴν ἐναγωγὴν ποιούμενος ἢ συμβολαίοις ἢ μάρτυσιν ἢ ἑτέροις πόνοις χρήσασθαι πρὸς τὸ δειχθῆναι τὰ πράγματα ἐκείνου καθεστάναι, εἶτα ὕστερον ὁ μέχρι
15παντὸς διαρνηθεὶς ἐκείνου ταῦτα μὴ γενέσθαι χρῆ‐ σθαι βουληθείη τοῖς ἐξ ἐκείνου δικαίοις καὶ φάσκειν, ὡς ἐξ ὑποθηκῶν ἢ ἑτέρων αἰτιῶν εἰς ἐκεῖνο τὸ πρόσ‐ ωπον ἀναφερομένων κυριώτερός ἐστι τοῦ τὴν δίκην κινοῦντος· αἱ μὲν ἄλλαι πᾶσαι σχολαζέτωσαν γνῶμαι
20αἱ τοῖς πρὸ ἡμῶν παραστᾶσαι, μετρία δέ τις καὶ φιλάνθρωπος καὶ αὐτοῦ τοῦ πράγματος ἐστοχασμένη ποινὴ τοῖς ἀρνηθεῖσιν ἐπαγέσθω. ὑπὲρ γὰρ τῆς περὶ ταῦτα ἀρνήσεως καὶ τῶν τοῦ διώκοντος πόνων καὶ λεγομένης ἔτι τῆς δίκης ἐπὶ τὸν διώκοντα μετατιθέ‐
25σθω τῶν πραγμάτων, περὶ ὧν ἡ ζήτησις γέγονεν, ἡ νομή· ἄδειαν ἔχοντος τοῦ ταύτην ἀποδιδόντος, εἴ τινα δίκαια ἔχοι ἐξ ἐκείνου τοῦ προσώπου, περὶ οὗ πρό‐ τερον τὴν ἄρνησιν ὑπέμεινε, προσήκοντα αὐτῷ, ταῦτα προτιθέναι καὶ τοῦ νόμου καὶ τοῦ δικαίου τυγχάνειν,
30τῆς ποινῆς ἐν μόνῃ τῇ μεταστάσει τῆς νομῆς περι‐ ισταμένης. Ταῦτα ἡμῖν ὑπέρ τε διαδοχῶν καὶ συνεισφορῶν καὶ νεμήσεων καὶ τῆς τῶν δικαζομένων ἀσφαλείας καὶ τοῦ τὰ τῶν δικῶν ἐλαττῶσαι πλήθη καὶ ἐξηύρηται
35καὶ νενομοθέτηται, καὶ ἐκ τοῦ λοιποῦ χρόνου κρατή‐ σει· ὅπως ἂν καὶ τὰς διαδοχὰς εἰδεῖεν καὶ τὰς συνεισ‐ φορὰς μὴ ἀγνοοῖεν καὶ περὶ τὰς νεμήσεις μὴ στασιά‐ ζοιεν, καὶ μήτε προχείρως ταῖς τῶν οἰκείων γραμμά‐ των ἐπιπηδοῖεν ἀρνήσεσιν οἱ πονηρεύεσθαι βουλόμενοι
40μήτε τὰς ἀριθμήσεις ἐξαρνοῖντο μήτε ὕστερον ἴσως

137

καταβολαῖς χρῷντο μήτε τὰ ἐξ ὧν κατέχουσι τὰ πράγ‐ ματα διαρνοῖντο προσώπων, ἀλλὰ μέτριοί τε καὶ ἐπι‐ εικεῖς καὶ ἀληθεῖς ἐκ τῶν πραγμάτων φαινόμενοι με‐ τρίας ἀπολαύοιεν καὶ τῆς δίκης.
5 Τὸ δὲ πονηρῶς παρά τινων ἀμφισβητηθὲν ἐπί τισι τῶν ἡμετέρων διατάξεων καὶ ἐν δίκαις μὲν πολλαῖς κινηθέν, δίκαιον δὲ ὂν μηκέτι ζητεῖσθαι, τῷ παρόντι προσάπτομεν νόμῳ. Διαταξαμένων γὰρ ἡμῶν ὡς, εἴ τις βλέψειε πρὸς γυναῖκα φιλάνθρωπον, καὶ ταύτην
10εἰσοικίσαιτο προικῴων συμβολαίων χωρίς, εἶτα καὶ ποιήσαιτο παῖδας, ὕστερον δὲ γαμικήν τε πρὸς αὐτὴν ἀναλάβοι διάθεσιν καὶ γράψειε συμβόλαια τοιαῦτα καὶ παιδοποιήσειε, μὴ μόνον τοὺς μετὰ ταῦτα τεχ‐ θέντας παῖδας, ἀλλὰ καὶ τοὺς ἔμπροσθεν καθεστάναι
15γνησίους· καὶ διὰ τὴν τῶν σοφιζομένων τε καὶ κα‐ κούργως ἑρμηνευόντων δεινότητα καὶ ἑτέραν γραψάν‐ των διάταξιν, ὡς ταῦτα βουλόμεθα κρατεῖν, εἰ καὶ δεύτεροι μὴ γένοιντο μετὰ τὸ προικῷον παῖδες ἢ γε‐ νόμενοι τελευτήσαιεν· ἐξεῦρόν τινες καὶ ἑτέραν ἀμφισ‐
20βήτησιν, μὴ δεχόμενοι ταῦτα κρατεῖν καὶ ἐπὶ τῶν ἀπελευθέραις συνοικούντων· καίτοιγε τοῖς ὀρθῶς ἐστο‐ χασμένοις τοῦ ἡμετέρου σκοποῦ καὶ τοῦτο ἦν ἔχειν ἤδη νενομοθετημένον. Εἰ γὰρ ὁ πρὸς ἀπελευθέραν οὐ καθάπαξ ἐκεκώλυτο γάμος, πρόδηλον ἦν, ὡς καὶ ἐπ’
25ἐκείναις ταῦτα κρατεῖν ἠβουλόμεθα. πλὴν ἀλλ’ ἐπειδὴ τοῦτο ὅλως ἠμφισβήτηται, θεσπίζομεν· εἴ τις γαμε‐ τὴν οὐκ ἔχων γνησίαν ἢ παῖδας νομίμους πρὸς θερά‐ παιναν οἰκείαν σχοίη κατά τινα βελτίονα γνώμην καὶ δὴ καὶ παιδοποιήσειεν ἐξ αὐτῆς ἐν δουλείᾳ καθ‐
30εστώσης, ὕστερον δὲ ἐλευθερίᾳ τιμήσειε καὶ τὴν θερά‐ παιναν καὶ τοὺς φύντας καὶ δίκαιον αὐτοῖς χρυσῶν αἰτήσειε δακτυλίων καὶ πρός γε καὶ παλιγγενεσίας καὶ πρὸς τοὺς εὐγενεῖς κατὰ τούτους ἀνενέγκοι τοὺς τρόπους καὶ τὸν γάμον βεβαιώσειεν, ὕστερον δὲ καὶ
35γαμικὰ γράψειε συμβόλαια, καὶ ἢ γένοιντο παῖδες
μετὰ ταῦτα ἢ καὶ μὴ γένοιντο (ἵνα τὰ ἑκατέρας ἡμῶν

138

διατάξεως συλλάβοιμεν θέματα)· ἔστω καὶ ἡ γυνὴ γνησία καὶ οἱ παῖδες ὑπεξούσιοι καὶ suοι καὶ ἐξ ἀδια‐ θέτου κληρονόμοι τῷ γεγεννηκότι (φαμὲν δὲ τοὺς πρὸ τῶν προικῴων τεχθέντας)· τῶν ὁδῶν, δι’ ὧν εἰς εὐ‐
5γένειαν κατὰ τὸ προειρημένον ἀφίκοντο, καὶ τῆς μετὰ ταῦτα τῶν προικῴων ποιήσεως τὸ γνήσιον αὐτοῖς χαριζομένων. 〈Ἐπίλογος.〉 Ἡ τοίνυν σὴ ὑπεροχὴ τὰ καλῶς ἡμῖν καὶ ὁσίως παραστάντα καὶ ὑπὲρ τῆς τῶν ἡμε‐
10τέρων ὑπηκόων ἀπραγμοσύνης ἐξηυρημένα ἐν ἅπασι τοῖς ἔθνεσιν οἶς ἄρχει διὰ κηρυγμάτων οἰκείων ποιη‐ σάτω φανερά, ὥστε γινώσκειν αὐτούς, ὡς οὐδεμία με‐ γίστη φροντίς, δι’ ὧν ἀεί τι προστίθησιν ὁ θεὸς τοῖς ἡμετέροις σκήπτροις, ἔξω καθίστησιν ἡμᾶς τῆς ὑπὲρ
15αὐτῶν ἐπιμελείας τε καὶ προνοίας.
17tΙΘ
18tΠΕΡΙ ΤΩΝ ΠΡΟ ΤΩΝ ΠΡΟΙ‐
19tΚΩΙΩΝ ΣΥΜΒΟΛΑΙΩΝ ΤΙΚΤΟ‐
20tΜΕΝΩΝ ΠΑΙΔΩΝ.
21tὉ αὐτὸς βασιλεὺς Ἰωάννῃ τῷ ἐνδοξοτάτῳ ἐπάρχῳ
22tτῶν ἱερῶν τῆς Ἕω πραιτωρίων τὸ δεύτερον, ἀπὸ
23tὑπάτων καὶ πατρικίῳ.
24Α 〈Προοίμιον.〉 Ἦλθεν εἰς ἡμᾶς, ἀμφισβήτησιν
25ματαίαν τισὶν ἐμπεσεῖν, εἰ τὰ νομοθετηθέντα παρ’ ἠμῶν περὶ τῶν παίδων τῶν γενομένων πρὸ τῆς τῶν προικῴων ποιήσεως, ὕστερον τῶν προικῴων γενομέ‐ νων, οὐκ εἰς τουπίσω φέρεται ἐπὶ τῶν μὴ ψήφῳ ἢ διαλύσει τετμημένων ζητήσεων καίτοιγε ἡμῶν, ὅτε
30κατὰ μέρος ἐτίθεμεν τοὺς νόμους, ῥητῶς κατὰ τὴν πρώτην διάταξιν τὴν ταῦτα νομοθετοῦσαν μνησθέν‐ των, ὡς, εἴτε περίεισιν αὐτοῖς οἱ πατέρες εἴτε ἐτελεύ‐
τησαν, οὔπω μέντοι τὰ κατὰ τὰς τοιαύτας ζητήσεις

139

ἢ ψήφοις ἢ διαλύσεσιν ἔλαβον πέρας, πάντως οὕτω κρίνεσθαι, ὡς ὁ ἡμέτερος λέγει νόμος. ὃν ἀναπλη‐ ροῦντες καὶ δεύτερον τεθείκαμεν νόμον, τὰ αὐτὰ κρα‐ τεῖν θεσπίζοντες, καὶ εἰ μὴ μετὰ τὰ προικῷα γένων‐
5ται παῖδες ἢ γενόμενοι τελευτήσουσιν, οὐδὲν ἧττον καὶ τοὺς πρὸ τῶν προικῴων τεχθέντας γνησίους εἶ‐ ναι· καὶ ἐπὶ ταύτης ὁμοίως τῆς δευτέρας ἡμῶν δια‐ τάξεως προστεθείκαμεν, χρῆναι τὴν αὐτῆς νομοθεσίαν καὶ εἰς τοὺς πρεσβυτέρους ἀναφέρεσθαι χρόνους, ἐξαι‐
10ρουμένων ἐκείνων τῶν ὑποθέσεων, ὅσας ἢ δικαστικὴ ψῆφος ἢ διάλυσις ἔκρινεν. Ἀλλ’ ἐπειδή τινες μετὰ τούτους ἡμῶν τοὺς σαφεῖς νόμους τολμηρᾷ διανοίᾳ τὴν ἡμετέραν ἐθάρρησαν παρερμηνεῦσαι νομοθεσίαν, καὶ τρίτην ἠναγκάσθημεν θεῖναι διάταξιν, δι’ ἧς παρ‐
15εκελευσάμεθα, κἂν εἰ νομίμην ἐσχηκώς τις γαμετὴν καὶ γνησίους ἐκ ταύτης παῖδας, εἶτα ταύτης τελευτη‐ σάσης ἢ τοῦ συνοικεσίου ῥεπουδίῳ διαλυθέντος ἔσχε παῖδας ἔκ τινος, πρὸς ἣν ὁ γάμος οὐκ ἀπηγόρευται, μετὰ δὲ τὸ τούτους τε θῆναι προικῴα συνέταξε πρὸς
20ταύτην συμβόλαια, γνησίους καὶ τοὺς οὕτως αὐτῷ γενομένους παῖδας ὑπάρχειν. Ἀλλὰ κατὰ ταύτην ἡμῶν τὴν διάταξιν οὐ προστεθείκαμεν ῥητῶς κρατεῖν τὴν τούτων νομοθεσίαν καὶ ἐπ’ ἐκείνοις ὧν οἱ πατέρες ἔτι περίεισιν. ἢ ἐτελεύτησαν μέν. τὰ δὲ τῆς φιλονει‐
25κίας οὔτε δικαστικὴ ψῆφος οὔτε φιλικὴ κατέλυσε σύμ‐ βασις. Ἐντεῦθέν τινες ὑπέλαβον ἡμᾶς μηδαμῶς ἐθέλειν τὰ ταῖς μνημονευθείσαις περιεχόμενα νομο‐ θεσίαις περὶ τῶν πρὸ τῆς ποιήσεως τῶν προικῴων τεχθέντων παίδων κρατεῖν καὶ ἐπ’ ἐκείνοις τοῖς ἤδη
30πρὸ τῆς τοιαύτης νομοθεσίας τεχθεῖσι· καὶ μάλιστα ἐκ τοῦ τὸ περὶ τούτου μέρος τὸ ἐν τῇ πρώτῃ καὶ δευτέρᾳ διατάξει κείμενον ἀφαιρεθῆναι παρ’ ἡμῶν ἐν τῇ τοῦ κώδικος συνθήκῃ. ὅπερ ἀτόπως ὑπώ‐ πτευσαν. δικαιότατα γὰρ τῆς τε πρώτης καὶ δευτέ‐
35ρας τοῦτο ἀφειλόμεθα διατάξεως, καὶ τῇ τρίτῃ οὐ προστεθείκαμεν. Ἐν μὲν γὰρ ταῖς κατὰ μέρος τε‐ θείσαις νομοθεσίαις ἀναγκαῖον ἦν ἴσως τὴν τοιαύ‐
την παραλαμβάνειν εἰς τοὐπίσω τῆς νομοθεσίας ἀνα‐

140

φοράν, ἐν δὲ τῷ παντὶ συναθροίσματι τῶν νόμων κατὰ τὸν ἐπώνυμον ἡμῶν κώδικα εἰκότως περιαιρε‐ θῆναι τὰ τοιαῦτα προσετάξαμεν, ὥστε μὴ πλῆθος περιττὸν τοῖς βιβλίοις ἐγγραφῆναι. ἐπὶ δὲ τῆς τρίτης
5διατάξεως οὐ προσεθήκαμέν τι περὶ τῶν χρόνων, ὡς ἅπασι φανερώτατον ὂν χρῆναι τὰ προστεθέντα δι’ ἐρμηνείας ἐπ’ ἐκείνων κρατεῖν, ἐφ’ ὧν καὶ τοῖς ἑρμη‐ νευθεῖσι νόμοις γίνεται χώρα. Ἐπειδὴ δὲ ὅλως ἐφάνησάν τινες καὶ περὶ τῶν
10οὕτω φανερῶν ἀμφισβητεῖν ἐγχειροῦντες ἤτοι πλανώ‐ μενοι, καὶ τόνδε προστίθεμεν τὸν νόμον, θεσπίζον‐ τες τὴν ἐν ταῖς εἰρημέναις τρισὶ διατάξεσι γενομένην παρ’ ἡμῶν νομοθεσίαν κρατεῖν ἐφ’ ὧν καὶ ῥητῶς τῷ πρώτῳ τεθέντι παρ’ ἡμῶν νόμῳ προσεγράψαμεν·
15τουτέστιν εἴτε περιεῖναι συμβαίνει τοὺς τῶν τοιούτων παίδων πατέρας εἴτε καὶ τελευτῆσαι, οὔπω δὲ τὰ περὶ τῆς τοιαύτης ὑποθέσεως ἢ ψήφῳ ἢ διαλύσεσι πέρας λαβεῖν, ὥστε κατὰ τοῦτο τὰς τοιαύτας ὑποθέσεις ὑπὸ τοὺς παρ’ ἡμῶν τεθέντας ἄγεσθαι νόμους. ἐξαιρου‐
20μένων ἐκείνων τῶν ὑποθέσεων, ὅσαιπερ ἔφθησαν πρὶν τοὺς παρ’ ἡμῶν τεθῆναι νόμους ἢ ψήφῳ δι‐ καστῶν ἢ διαλύσει κριθῆναι. 〈Ἐπίλογος.〉 Τὰ τοίνυν παραστάντα ἡμῖν καὶ διὰ τοῦδε τοῦ θείου δηλούμενα νόμου ἡ σὴ ὑπεροχὴ φα‐
25νερὰ πᾶσι καταστῆναι σπευσάτω.
27tΚ
28tΠΕΡΙ ΤΩΝ ΥΠΗΡΕΤΟΥΜΕΝΩΝ
29tΟΦΦΙΚΙΩΝ ΕΝ ΤΟΙΣ ΣΑΚΡΟΙΣ
30tΤΩΝ ΕΚΚΛΗΤΩΝ.
31tὉ αὐτὸς βασιλεὺς Ἰωάννῃ τῷ ἐνδοξοτάτῳ ἐπάρχῳ τῶν
32tἱερῶν praetoriων τὸ βʹ, ἀπὸ ὑπάτων καὶ πατρικίῳ.
33〈Προοίμιον.〉 Ἤδη μὲν θεῖον ἐποιησάμεθα νόμον
περὶ τῶν ἐφέσεων διαλεγόμενον, τίνα χρῆ παραφυ‐

141

λάττεσθαι τρόπον ἐπ’ αὐταῖς, καὶ ὅθεν εἰς τίνας φέρεσθαι τὰς ἐκκλήτους· ὃν πρός τε τὴν σὴν ὑπερ‐ οχὴν πρός τε τὸν ἐνδοξότατον ἡμῶν κατεπέμψαμεν κοιαίστωρα. Ἐπειδὴ δὲ πολλὴ γέγονεν ἀμφισβήτησις
5περὶ τῶν ὑπηρετουμένων ταύταις ὀφφικίων, τῶν μὲν ἐκ τοῦ θείου τῶν ἐπιστολῶν σκρινίου τὰς τῶν spec‐ tabiliων δικαστῶν οἰκειουμένων ἐν ταῖς ἐκκλήτοις ὑπηρεσίας, τῶν δὲ ἐκ τοῦ θρόνου τῆς σῆς ὑπεροχῆς μέγιστα δηλούντων ἠδικῆσθαι, εἰ μεταβεβλημένου τοῦ
10σχήματος οὐκέτι μόνοι ταῖς ἐκκλήτοις ὑπηρετήσουσι ταῖς ἀπὸ τῶν λαμπροτάτων τῶν ἐπαρχιῶν ἀρχόντων ἐρχομέναις εἰς μόνον τὸ σὺν δικαστήριον, καθάπερ πρότερον ἦν, ἡνίκα ἐν θείῳ μὲν καὶ αὐτὸς ἠκροῶ δι‐ καστηρίῳ, ὑπηρετεῖτο δὲ ἡ τάξις ἡ σή, ἀλλὰ διὰ τὸ
15τῶν σπεκταβιλίων σχῆμα ἐν τάξει θείου ἀκροατηρίου τῆς ὑποθέσεως κινουμένης, καὶ συνακροωμένου τῇ σῇ ὑπεροχῇ καὶ τοῦ ἐνδοξοτάτου ἡμῶν κοιαίστωρος, καὶ ἑκατέρου μέρους τὸ πᾶν οἰκειουμένου, καὶ συναχθέν‐ των παρά τε τῇ σῇ ὑπεροχῇ καὶ τῷ ἐνδοξοτάτῳ ἡμῶν
20κοιαίστωρι πολλάκις τῶν τε ἐκ τῶν θείων σκρινίων, οἵπερ ταῖς ἐφέσεσιν ὑπηρετοῦνται, τῶν τε ἐκ τῆς τάξεως τοῦ θρόνου τοῦ σοῦ· τέλος εἴς τινα τύπον τὸ πρᾶγμα περιέστη, ὃν ἀγράφως εἰς ἡμᾶς ἠγάγετε. τὸ πρᾶγμα δὲ καὶ ἡμῖν οὐκ ἀπὸ τρόπου γεγονὸς ἔδοξε.
25Καὶ τέως, ἐπειδήπερ Παφλαγονία καὶ Ὁνωριάς, δι‐ ῃρημέναι πρότερον εἰς ἄρχοντας δύο, εἰς ἕνα καὶ τὸν αὐτὸν περιέστησαν τὸ τοῦ πραίτωρος ὄνομα προσλα‐ βόντα, τοῦτο ἀναμφισβητήτως ἔδοξε τὸ σχῆμα τῇ σῇ προσήκειν ἀρχῇ. Ταὐτὸ δὲ τοῦτο καὶ ἐπὶ τῶν ποτὲ
30δύο Πόντων, τουτέστιν Ἑλενοπόντου τε καὶ Πόντου Πολεμωνιακοῦ· κἀκεῖσε γὰρ δύο καθεστώτων ἔμπρο‐ σθεν ἀρχόντων, νῦν δὲ ἑνὸς τοῦ μοδεράτωρος γεγο‐ νότος, κεκοσμημένου καὶ αὐτοῦ τῇ τῶν περιβλέπτων ἀξίᾳ, πάλιν ταῦτα συνέβαινε καὶ εἰς τὸ σὸν μόνον
35δικαστήριον φέρεσθαι τὰς ἀπὸ τῶν ἐκκλήτων δίκας ἐχρῆν, κατὰ μέντοι τοὺς ὅρους τῆς περὶ τῶν ἐκκλή‐ των διατάξεως. Συνήρεσε τοίνυν ἅμα μὲν τοῖς ὑπουργοῦσιν ἑκα‐ τέρᾳ τῶν ἀρχῶν, ἅμα δὲ ὑμῖν ἀμφοτέροις, καὶ πρός
40γε καὶ ἡμῖν ὀρθῶς ἔδοξεν ἔχειν τὸ παραστὰν ἡμῖν,

142

ὥστε μόνην τὴν τάξιν τῆς σῆς ὑπεροχῆς ταῖς τοιαύ‐ ταις ὑπηρετεῖν ἐκκλήτοις, καθάπερ καὶ πρότερον ἦν, εἰ καὶ ἐν σχήματι θείου ἀκροατηρίου λέγοιντο καὶ παρείη καὶ ὁ ἐνδοξότατος ἡμῶν κοιαίστωρ καὶ μετ‐
5έχοι τῶν πραττομένων. Ἀλλὰ μὴν ἐπείπερ ὁ τῆς πρώτης Καππαδοκίας ἡγούμενος πρότερον εἰς τὴν σὴν ἀρχὴν ἑώρα μόνην κἀκεῖσε τὸ τῶν ἐφέσεων ἐφέρετο, νῦν δὲ εἰς τὸ τοῦ περιβλέπτου ἀνθυπάτου μεταβέβληται σχῆμα, οὐδὲν
10ἧττον προσῆκόν ἐστι, καὶ τῆς ἀρχῆς ἐκείνης ἔφεσιν δε‐ χομένης καὶ ἀναπεμπομένης τῆς δίκης ἐνταῦθα, κατὰ τὴν θείαν ἡμῶν διάταξιν ἐν τάξει θείου ἀκροατηρίου αὐτὴν ἀγωνίζεσθαι, συνόντος καὶ τοῦ ἐνδοξοτάτου ἡμῶν κοιαίστωρος καὶ συνακροωμένου τῆς ὑποθέσεως,
15μόνης δὲ τῆς τάξεως ὑπηρετουμένης τῆς σῆς, ἐπειδὴ καὶ πρότερον τοῦτο νενόμιστο. Εἰ γάρ καὶ ὁ περί‐ βλεπτος κόμης τῶν οἰκιῶν συνανεμίχθη νῦν τῇ ἀρχῇ, ἀλλ’ οὖν οὔτε πρότερον πολλαί τινες ἐκινοῦντο δίκαι παρ’ αὐτῷ οὔτε ἐκ τοῦ δικαστηρίου τοῦ κατ’ αὐτὸν
20ἐφέρετό τις σχεδὸν ἔφεσις ἐνταῦθα. νῦν δὲ δὴ καὶ τὰ περὶ τὰς ταμιακὰς διοικήσεις καὶ ἑτέροις τισὶ παρ‐ εδώκαμεν, καὶ οὐ δεῖ παρὰ τοῦτο ἐλαττωθῆναι τὸν σὸν θρόνον, ἀλλ’ ὁμοίως τὴν σὴν ὑπηρετεῖσθαι τάξιν μόνην ταῖς ἐνταῦθα φερομέναις ὑποθέσεσι.
25 Ταὐτὸ δὲ τοῦτο καὶ ἐπὶ τοῦ τῆς Ἀρμενίας ἀνθυπά‐ του, ἐπειδὴ πρότερον ἀρχὴν αὐτὴν ὀρδιναρίαν [ἔμ‐ βαθμον] ποιήσαντες νῦν οὐδὲν αὐτῇ προσθέντες εἰς τὸ τῆς ἀνθυπατείας μετηγάγομεν σχῆμα. Καὶ γὰρ δὴ καὶ ταῖς ἐκεῖθεν δίκαις ἡ τῆς σῆς ὑπεροχῆς ὑπηρετή‐
30σεται τάξις, τῆς δίκης μὲν ἐν τάξει θείου ἀκροατη‐ ρίου, καθάπερ εἰπόντες ἔφθημεν, κινουμένης, παρ’ ἀμφοτέροις δὲ ὑμῖν ἐξεταζομένης, οὐδὲν δὲ ἧττον τῆς τάξεως τῆς σῆς ὑπηρετουμένης τῷ πράγματι, καθ‐ άπερ καὶ πρότερον ἦν, ἡνίκα μόνον τὸ τῆς ἀρχῆς τῆς
35καλουμένης ὀρδιναρίας εἶχε σχῆμα μείζονα τάξιν οὐ προσλαβοῦσα. Ἐπειδὴ δὲ καὶ Λυκαονίαν καὶ Πισιδίαν καὶ Ἰσαυ‐
ρίαν ὑπὸ ἄρχουσι πρότερον τεταγμένας καὶ τὰς ἐκ‐

143

κλήτους ἀναπεμπούσας εἰς τὸν θρόνον τὸν σὸν νυνὶ κοσμηθῆναι τῇ τῶν πραιτώρων ἀρχῇ συμβέβηκεν (εἰ καὶ δοκεῖ πως συναναμεμίχθαι τις αὐτῇ καὶ στρα‐ τιωτικὴ τάξις, ἐπειδὴ πρότερον καὶ δοὺξ ἐφ’ ἑκάστης
5τούτων ἐπαρχίας ἦν), ἀναγκαίως ἡμῖν ἔχειν ἔδοξε διὰ τὸν καινισμὸν τοῦτον μόνῳ δὴ τῷ θρόνῳ τῷ σῷ καὶ τῷ ἐνδοξοτάτῳ κοιαίστωρι παραδοῦναι τὴν τῶν ἐφέσεων ἐξέτασιν, δοῦναι δὲ φιλανθρωπότερον τῇ τάξει τῇ σῇ καὶ τοῖς ἐπὶ τούτῳ πραττομένοις ὑπηρε‐
10τεῖσθαι. ὥστε, εἴ τι γέγονε τοιοῦτον ἔμπροσθεν ἢ καὶ ὕστερον γένηται, τὴν αὐτὴν τῷ πράγματι τάξιν ὑπεῖναι θεσπίζομεν. Ἐπειδὴ δὲ δύο καθαρῶς ἦσαν ἀρχαὶ τοῦ τε κόμη‐ τος τις Ἑῴας τοῦ τε ἄρχοντος αὐτῆς τὴς πρώτης
15Συρίας, καὶ αἱ μὲν τῆς πολιτικῆς ταύτης ἀρχῆς ἐφ‐ έσεις εἰς τὸν σὸν ἐφέροντο θρόνον, τῆς τάξεως ὑπηρε‐ τούσης μόνης τῆς σῆς, αἱ δὲ τοῦ κόμητος τῆς Ἑῴας, οἷα σπεκταβιλίου, κατὰ τὸ τῶν θείων ἀκροατηρίων σχῆμα εἴς τε τὸν θρόνον τὸν σὸν εἴς τε τὸν ἐνδοξό‐
20τατον κοιαίστωρα, μόνων τῶν ἐκ τῶν θείων σκρι‐ νίων ὑπηρετουμένων· ἀλλὰ τοῦτο ***· ἐν τούτῳ τῷ μέρει καλῶς ἡμῖν ἔδοξεν ἔχειν ἐπὶ ταύτης δὴ τῆς ἀρχῆς κοινὴν δοῦναι τὴν ὑπουργίαν τοῖς τε ἐκ τοῦ τῶν θείων ἐπιστολῶν σκρινίου τοῖς τε ἐκ τῆς τάξεως
25τῆς σῆς ὑπεροχῆς. Τὸ γὰρ δὴ τῶν πρόσθεν δύο βι‐ καρίων τῆς τε Ποντικῆς τῆς τε Ἀσιανῆς παντελὼς καινισθὲν καὶ εἰς τὴν ἀρχὴν μόνης ἐπαρχίας μιᾶς με‐ ταστάν, Γαλατίας φαμὲν καὶ Φρυγίας Πακατιανῆς, φοιτάτω μὲν πρός τε τὴν σὴν ὑπεροχὴν πρός τε τὸν
30ἐνδοξότατον κοιαίστωρα, μόνην δὲ τὴν ὑπηρεσίαν δε‐ χέσθω τῆς τάξεως τοῦ θρόνου τοῦ σοῦ. Κἀκεῖνο μέντοι θεσπίζομεν, ὥστε ἐπὶ τούτων δὴ τῶν ἀρχῶν τῶν νῦν παρ’ ἡμῶν ἐξευρεθεισῶν καὶ μεταβαλουσῶν τὸ ἀρχαῖον σχῆμα, εἴτε αὐτόθεν κατὰ
35τὴν φύσιν τῆς οἰκείας δικάσαιεν ἀρχῆς εἴτε καὶ ἐκ
παραπομπῆς ἡμετέρας, ταὐτὸ φυλάττεσθαι σχῆμα·

144

καὶ ἔνθα μόνην ὑπηρετεῖν, τὴν τάξιν τῆς σῆς ὑπερ‐ οχῆς ἐθεσπίσαμεν, ὁμοίως [εἴτε ἐκ παραπομ‐ πῆς] εἴτε ἐκ τῆς τοῦ δικαστηρίου φύσεως ἡ ἔφεσις ἀνέλθοι, τὴν τάξιν τῆς σῆς ὑπεροχῆς ὑπηρετεῖσθαι
5ταῖς ἐφέσεσι θεσπίζομεν, εἴτε ἐκ παραπομπῆς ἡμετέ‐ ρας, ὁμοίως τῆς τάξεως ἔσται τῆς σῆς. Ἐφ’ οἶς τε κοινὴν εἴπομεν τήν τε τῶν 〈σῶν〉 τάξεων τήν τε ἐκ τῶν θείων σκρινίων ὑπουργίαν, ὁμοίως τὴν κοινό‐ τητα φυλάττομεν, εἴτε ἐκ παραπομπῆς εἴτε κατὰ τὸ
10τεταγμένον ἐν τῷ δικαστηρίῳ γένοιτο τὰ τῆς ἐξετά‐ σεως. Ἐπ’ ἐκείνων μέντοι τῶν δικῶν, ἃς οὐ σπεκτα‐ βίλιοι δικασταὶ κρίνουσιν, ἀλλὰ συνήγοροι μόνον, ἐφ’ ὧν ἐφέρετο τὰ τῆς ὑποθέσεως εἴς τε τὸν θρόνον τὸν σὸν εἴς τε τὸν ἐνδοξότατον ἡμῶν κοιαίστωρα, τῶν
15καθωσιωμένων λιβελλησίων ὑπηρετουμένων αὐταῖς, ἐπειδὴ μηδὲν παντελῶς ἐπὶ ταύταις κεκαίνισται, τὸ παλαιὸν φυλάττομεν σχῆμα. ὥσπερ καὶ ἐπὶ τῶν ἄλ‐ λων ἁπάντων τῶν οὐ καινισθέντων τὰ τῆς παλαιᾶς ὑπουργίας μένειν ἐφ’ ἑαυτῶν διατάττομεν, οὐδενὸς
20νεωτέρου γενομένου. ὁ γὰρ ἐπισυμβὰς καινισμὸς ἀλ‐ λοῖον πως χρῆναι γενέσθαι καὶ τὸ τῶν ὑπουργούντων ὑπέδειξε σχῆμα. 〈Ἐπίλογος.〉 Τὰ τοίνυν παραστάντα ἡμῖν καὶ διὰ τοῦδε τοῦ θείου δηλούμενα νόμου ἡ σὴ ὑπεροχὴ
25ἔργῳ καὶ πέρατι παραδοῦναι σπευσάτω.
28tΚΑ
29tΠΕΡΙ ΑΡΜΕΝΙΩΝ
30tΩΣΤΕ ΚΑΙ ΑΥΤΟΥΣ ΕΝ ΠΑΣΙ
31tΤΟΙΣ ΡΩΜΑΙΩΝ ΑΚΟΛΟΥΘΕΙΝ
32tΝΟΜΟΙΣ.
33tὉ αὐτὸς βασιλεὺς Ἀκακίῳ τῷ μεγαλοπρεπεστάτῳ ἀνθ‐
34tυπάτῳ Ἀρμενίας.
35〈Προοίμιον.〉 Τὴν Ἀρμενίων χώραν τελείως εὐ‐
νομεῖσθαι βουλόμενοι καὶ μηδὲν τῆς ἄλλης ἡμῶν δι‐

145

εστάναι πολιτείας ἀρχαῖς τε Ῥωμαϊκαῖς ἐκοσμήσαμεν, τῶν προτέρων αὐτὴν ἀπαλλάξαντες ὀνομάτων, σχή‐ μασί τε χρῆσθαι τοῖς Ῥωμαίων συνειθίσαμεν, θεσ‐ μούς τε οὐκ ἄλλους εἴναι παρ’ αὐτοῖς ἢ οὓς Ῥωμαῖοι
5νομίζουσιν ἐτάξαμεν. Καὶ ᾠήθημεν χρῆναι ῥητῷ νόμῳ κἀκεῖνο ἐπανορθῶσαι τὸ κακῶς παρ’ αὐτοῖς ἁμαρτανόμενον, καὶ μὴ κατὰ τὸ βαρβαρικὸν ἔθος ἀνδρῶν μὲν εἶναι τὰς διαδοχὰς τῶν τε γονέων τῶν τε ἀδελφῶν τοῦ τε ἄλλου γένους, γυναικῶν δὲ οὐκ
10ἔτι, μηδὲ χωρὶς προικὸς αὐτὰς εἰς ἀνδρὸς φοιτᾶν μηδὲ ἀγοράζεσθαι παρὰ τῶν συνοικεῖν μελλόντων, τοῦτο ὅπερ βαρβαρικώτερον μέχρι τοῦ νῦν παρ’ αὐτοῖς ἐνο‐ μίσθη· οὐκ αὐτῶν μόνων ταῦτα ἀγριώτερον δοξα‐ σάντων, ἀλλὰ καὶ ἑτέρων ἐθνῶν οὕτως ἀτιμασάντων
15τὴν φύσιν καὶ τὸ θῆλυ περιυβρισάντων, ὡς οὐ παρὰ θεοῦ γενόμενον οὐδὲ συντελοῦν τῇ γενεσιουργίᾳ, ἀλλ’ ὡς εὐτελές τε καὶ ἠτιμασμένον καὶ πάσης ἔξω προσ‐ ῆκον καθεστάναι τιμῆς. Θεσπίζομεν τοίνυν διὰ τοῦδε τοῦ θείου νόμου, ὥστε
20καὶ παρὰ Ἀρμενίοις τὰ αὐτὰ κρατεῖν ἅπερ καὶ παρ’ ἡμῖν προφάσει τῆς τῶν θηλειῶν διαδοχῆς, καὶ μηδε‐ μίαν εἶναι διαφορὰν ἄρρενός τε καὶ θηλείας. Ἀλλ’ ὥσπερ ἐν τοῖς ἡμετέροις νόμοις τέτακται, κατὰ ποῖον μὲν σχῆμα. κληρονομοῦσι γονεῖς, ἤγουν πατέρα καὶ
25μητέρα, καὶ πάππον καὶ μάμμην, καὶ τοὺς ἔτι πορ‐ ρωτέρω, ἢ καὶ τοὺς μετ’ αὐτούς, τουτέστιν υἱὸν καὶ θυγατέρα, ὅπως τε αὐτοὶ κληρονομοῦνται· οὕτως καὶ παρὰ Ἀρμενίοις εἶναι, καὶ μηδὲν τὰ Ἀρμενίας νόμιμα τῶν Ῥωμαίων διεστάναι. Εἰ γὰρ τῆς ἡμετέρας πο‐
30λιτείας εἰσὶ δουλεύουσί τε ἡμῖν μετὰ τῶν ἄλλων ἐθ‐ νῶν καὶ πάντων ἀπολαύουσι τῶν ἡμετέρων, οὐ δή‐ που μόναι παρ’ αὐτοῖς αἱ θήλειαι τῆς παρ’ ἡμῖν ἰσότητος ἐκβληθήσονται· ἀλλὰ πᾶσιν ἐν ἴσῳ τὰ τῶν ἡμετέρων ἔσται νόμων, ὅσα τε ἐκ τῶν παλαιῶν συν‐
35ηθροίσαμεν καὶ ἐν τοῖς ἡμετέροις ἐτάξαμεν ἰνστι‐ τούτοις τε καὶ διγέστοις ὅσα τε ἐκ τῆς βασιλικῆς νο‐ μοθεσίας τῶν τε ἔμπροσθεν αὐτοκρατόρων καὶ ἡμῶν [τε] αὐτῶν ἀπογέγραπται. Ταῦτα τοίνυν ἅπαντα κρατεῖν εἰς τὸν ἅπαντα θε‐
40σπίζομεν χρόνον, ἀρχόμενα ἐκ προοιμίων τῆς παρού‐

146

σης τεσσαρεσκαιδεκάτης ἐπινεμήσεως καὶ αὐτῆς, καθ’ ἣν τόνδε γράφομεν τὸν νόμον. τὸ γὰρ καὶ τὰ πα‐ λαιότερα περιεργάσασθαι καὶ πρὸς τοὺς ἄνω χρόνους ἀνελθεῖν συγχύσεως μᾶλλον ἢ νομοθεσίας ἐστίν· ἀλλ’
5ἐκ τῶν χρόνων, καθάπερ εἰπόντες ἔφθημεν, τῆς παρούσης τεσσαρεσκαιδεκάτης ἐπινεμήσεως καὶ αὐτῆς καὶ κατὰ τὸν ἑξῆς ἅπαντα χρόνον αἱ διαδοχαὶ μενέ‐ τωσαν ὅμοιαι, τῶν ἐκ πάσης αἰτίας εἰς διαδοχὰς φερομένων ὁμοίως μὲν ἐπὶ γυναικῶν, ὁμοίως δὲ ἐπὶ
10ἀνδρῶν τοῦ λοιποῦ φυλαττομένων. Τὸ δὲ ἔμπροσθεν γενόμενον ἅπαν μένειν ἐπὶ τοῦ προτέρου σχήματος ἐῶμεν, εἴτε ἐπὶ γενεαρχικῶν εἴτε ἐπὶ τῶν ἄλλων γέγονεν, οὐδ’ ὁτιοῦν ἐπικοινωνούντων τῶν θηλειῶν προσώπων ἐπὶ τοῖς ἤδη διανεμηθεῖσι γενεσιαρχικοῖς
15χωρίοις ἢ ταῖς γενομέναις διαδοχαῖς μέχρι τῆς τρισ‐ καιδεκάτης ἐπινεμήσεως καὶ αὐτῆς· ἄλλ’ ἐκ τοῦ ῥη‐ θέντος χρόνου, τουτέστιν ἀπὸ τεσσαρεσκαιδεκάτης ἐπινεμήσεως, κρατεῖν τὰ παρ’ ἡμῶν νομοθετηθέντα θεσπίζομεν.
20 〈Ἐπίλογος.〉 Τὰ τοίνυν παραστάντα ἡμῖν καὶ διὰ τοῦδε τοῦ θείου δηλούμενα νόμου ἡ σὴ μεγαλο‐ πρέπεια καὶ οἱ μετ’ αὐτὴν τῆς ἀρχῆς ἀντιληψόμενοι παραφυλάττειν εἰς τὸ διηνεκὲς σπουδασάτωσαν.
25tΚΒ
26tΠΕΡΙ ΤΩΝ ΔΕΥΤΕΡΟ‐
27tΓΑΜΟΥΝΤΩΝ.
28tὉ αὐτὸς βασιλεὺς Ἰωάννῃ τῷ ἐνδοξοτάτῳ ἐπάρχῳ
29tτῶν ἱερῶν τῆς Ἕω πραιτωρίων τὸ δεύτερον, ἀπὸ
30tὑπάτων καὶ πατρικίῳ.
31 〈Προοίμιον.〉 Πολλοὶ μὲν ἤδη καὶ ποικίλοι τέ‐ θεινται νόμοι παρ’ ἡμῶν καὶ ἑκάστῳ μέρει τῶν πρό‐ τερον ἡμῖν νομοθετηθέντων ἢ διαταχθέντων μὲν,
δοξάντων δὲ ἡμῖν ἔχειν οὐκ ὀρθῶς τὴν ἐπὶ τὰ κρείττω

147

διδόντες ὁδὸν καὶ ὑφηγούμενοι τοῖς ὑπηκόοις ὃν προσ‐ ήκει διαζῆν τρόπον. Τὸ δὲ δὴ νῦν τοῦτο τὸ παρ’ ἡμῶν γινόμενον νόμος τίς ἐστι κοινός, τῷ πάντων καιριωτάτῳ τῶν πραγμάτων τὴν προσήκουσαν τάξιν
5ἐπιτιθείς. Εἰ γὰρ ὁ γάμος οὕτως ἐστὶ σεμνόν, ὡς τῷ ἀνθρωπίνῳ γένει δοκεῖν ἀθανασίαν ἐπιτεχνητὴν εἰσηγεῖσθαι, καὶ ἐκ τῆς παιδοποιΐας ἀνανεούμενα τὰ γένη μένει διηνεκῆ. τῆς τοῦ θεοῦ φιλανθρωπίας καθ’ ὅσον ἐστὶ δυνατὸν τῇ καθ’ ἡμᾶς τὸ ἀθάνατον χαρι‐
10ζομένης φύσει, εἰκότως ἡμῖν περισπούδαστα τὰ περὶ τῶν γάμων ἐστί. Τὰ μὲν γὰρ ἄλλα τῶν νομοθετη‐ θέντων οὐ πᾶσι προσήκει οὔτε ἀνθρώποις οὔτε πράγ‐ μασιν οὔτε καιροῖς, τὸ δὲ περὶ τῶν γάμων σπούδασμα πάσης ἐστίν, ὡς εἰπεῖν, τῆς ἀνθρωπίνης γονῆς, ἐξ
15οὐ καὶ ἀνανεοῦται μόνου, καὶ πλείονος τῶν ἄλλων φροντίδος καθέστηκεν ἄξιον. Ἡ μὲν οὖν παλαιότης οὐ σφόδρα τὰ περὶ τῶν προτέρων ἢ τῶν δευτέρων περιειργάζετο γάμων, ἀλλ’ ἐξῆν καὶ τοῖς πατράσι καὶ ταῖς μητράσι καὶ εἰς πλείους ἀφικνεῖσθαι γάμους καὶ
20κέρδους οὐδενὸς ἀφαιρεῖσθαι, καὶ τὸ πρᾶγμα ἦν ἐν ἀπλότητι συγκεχυμένον. Ἐκ δὲ τῶν τοῦ μείζονος Θεοδοσίου χρόνων πλείων φροντὶς γέγονε τῆς περὶ ταῦτα τεχνολογίας, ἕως περιελθοῦσα διὰ τῶν ἐφεξῆς βασιλέων εἰς Λέοντα τὸν τῆς εὐσεβοῦς μνήμης ἀφ‐
25ίκετο, ἄνδρα γενναίως τε καὶ ἀνδρικῶς καὶ τὰ περὶ τούτων κατὰ τὸ πλεῖστον νομοθετήσαντα. Ἡμεῖς δέ γε ἐν τῇ τῶν διατάξεων συνθήκῃ πολλὰ μὲν καὶ ἅλλα περὶ τούτων διωρίσαμεν, ᾠήθημεν δὲ χρῆναι νῦν, βουλαῖς τελειοτέραις τὸ πρᾶγμα κατασκεπτόμε‐
30νοι, καί τινα ἐπανορθῶσαι οὐ τῶν ἄλλοις μόνον; ἀλλ’ ἤδη καὶ τῶν παρ’ ἡμῶν αὐτῶν νομοθετηθέν‐ των. οὐ γὰρ ἐρυθριῶμεν, εἴ τι κάλλιον καὶ ὧν αὐτοὶ πρότερον εἴπομεν προσεξεύροιμεν, τοῦτο νομοθετεῖν καὶ τὴν προσήκουσαν τοῖς πρότερον δευτέραν ἐπιτι‐
35θέναι διόρθωσιν οἴκοθεν, ἀλλὰ μὴ παρ’ ἑτέρων ἀνα‐ μένειν ἐπανορθωθῆναι τὸν νόμον. Δύο τοίνυν ταῦτα προειρήσθω τοῦδε τοῦ νόμου. Καὶ πρῶτον ἐκεῖνο, τὸ πάντα μὲν ὁπόσα ἐν τοῖς ἔμπροσθεν νενομοθέτηται εἴτε παρ’ ἡμῶν εἴτε παρὰ
40τῶν πρὸ ἡμῶν, ταῦτα κρατεῖν ἕκαστον κατὰ τοὺς
οἰκείους χρόνους, οὐκ ἔχοντα οὐδένα ἐκ τοῦ παρόντος

148

νόμου καινισμόν, ἀλλ’ ἐπὶ τῶν οἰκείων θεμάτων κρατοῦντα καὶ πολιτευόμενα, καὶ τὰς ἑαυτῶν ἐκβά‐ σεις ἐκ τῶν ἤδη τεθέντων ἀναμένοντα νόμων, καὶ οὐδὲν κοινωνοῦντα τῷ παρόντι νόμῳ· τὸν δὲ παρ‐
5όντα νόμον ἐκ τοῦ νῦν κρατεῖν ἐπὶ πᾶσι τοῖς ἐσο‐ μένοις θέμασι καὶ ἐπὶ πάντων τῶν μετὰ ταῦτα γά‐ μων εἴτε προτέρων εἴτε τῶν ἐφεξῆς ἐπί τε τῶν ὕστερον ἐσομένων εἴτε γαμικῶν κερδῶν εἴτε διαδο‐ χῶν τῶν ἐκ παίδων. καὶ γὰρ τὸ μὲν προειληφὸς
10ἅπαν τοῖς ἤδη γεγραμμένοις καταλιμπάνομεν νόμοις, τὸ δὲ μέλλον διὰ τοῦ παρόντος ἀσφαλιζόμεθα νόμου. ὥστε εἴτε πρῶτοι εἴτε δεύτεροι γεγόνασι γάμοι, εἴτε τοῖς γονεῦσι διαδοχαὶ τῶν ἐκ τοῦ πρώτου γάμου παίδων εἴτε κέρδη ἐκ προικῴων ἢ προγαμιαίων δω‐
15ρεῶν ἢ ἐξ ἄλλης αἰτίας. εἴτε ὄντων ἐκ τοῦ δευτέρου γάμου παίδων εἴτε καὶ μή, ἐν τοῖς ἔμπροσθεν χρό‐ νοις, ταῦτα παραφυλαττέσθω κατὰ τοὺς ἑαυτῶν ἕκαστα χρόνους, καὶ ἀπολαυέτωσαν οἵ τε ἄνδρες αἵ τε γυναῖκες τῆς ἔμπροσθεν νομοθεσίας, εἴτε πρὸς
20δευτέρους ἔλθοιεν γάμους εἴτε καὶ μέχρι τῶν πρώ‐ των ἔστησαν, εἴτε διεδέξαντο τοὺς παῖδας εἴτε τι τῶν πάντων ἔπραξαν τοῖς προτέροις ἀκολουθοῦντες νό‐ μοις. τοὺς γὰρ ἐκείνοις πιστεύσαντας καὶ οὕτως συμ‐ βάλλοντος οὐκ ἄν τις αἰτιάσαιτο, διὰ τί μὴ καὶ τὸ
25μέλλον ἠπίσταντο καὶ τῷ φαινομένῳ μὲν καὶ πολι‐ τευομένῳ παντάπασιν ἠπίστουν, τὸ δὲ οὕπω γενό‐ μενον ἐδεδίασαν. Ὥστε ἐκεῖνα μὲν ἅπαντα μενέτω τὴν ἑαυτῶν φυλάττοντα τάξιν· ὁ δὲ ἐφεξῆς χρόνος ἐν τοῖς μετὰ ταῦτα τικτομένοις θέμασιν ἐν ἑνὶ πάντα
30τῷδε τῷ νόμῳ κείμενά τε καὶ συνηθροισμένα θεά‐ σθω, ὁπόσα περὶ τῶν ἐσομένων, ὡς εἴρηται, γάμων προσήκει κρατεῖν. Ἓν μὲν οὖν τοῦτο προειρήσθω τοῦ νόμου. Δεύτερον δὲ ἐκεῖνο, ὥστε ἅπαντα ὁπόσα ἐκ τῆς
35νῦν ἡμέρας ὁ διαθέμενος διατάττοι περὶ τῶν τοιού‐ των, εἴτε ἀνὴρ εἴτε γυνὴ καθεστήκοι, ταῦτα κρατεῖν. νομοθετείτω μὲν γὰρ ἕκαστος ἐπὶ τοῖς ἑαυτοῦ τὰ εἰ‐ κότα, καὶ ἔστω νόμος ἡ τούτου βουλή, καθάπερ καὶ ὁ παλαιότατος ἡμῖν τῶν νόμων καὶ πρῶτος σχεδὸν
40τὴν πολιτείαν Ῥωμαίοις διατάξας φησί (φαμὲν δὲ
τὸν δυωδεκάδελτον), κατὰ τὴν ἀρχαίαν καὶ πάτριον

149

γλῶτταν οὑτωσί που λέγων· uti legassit quisque de sua re, ita ius esto. οὐδενὸς δυναμένου παρὰ τὴν ἐκείνου γνώμην, οὐδ’ ἂν εἰ θεῖον πράττοι τύπον οὐδ’ ἂν εἴ τι τῶν πάντων, ἕτερόν τι παραδιατυποῦν ἐπὶ
5τοῖς ἀλλοτρίοις. Εἰ δὲ μηδὲν ὁ διαθέμενος εἴποι ἢ διατυπώσειεν, ὅπερ μὴ τοῖς ἤδη κειμένοις καὶ κρατοῦσι προκατεί‐ ληπται νόμοις, μηδέ τι παρὰ τοὺς καθύλου νόμους διατάττοι, τηνικαῦτα ὅδε ἡμῖν ὁ νόμος κείσθω, πάντα
10καθ’ ὅσον ἀνθρώπῳ δυνατὸν περιλαμβάνων καὶ δια‐ βαίνων ἐν βραχεῖ, καὶ τὰ ἐπὶ τοῖς πρώτοις ἐπανορ‐ θούμενος γάμοις καὶ τὰ ἐπὶ τοῖς δευτέροις, καὶ τὰ ἐπὶ ταῖς διαδοχαῖς καὶ ταῖς λύσεσι τῶν γάμων εἴτε ἐκ θανάτων εἴτε ἐκ διαζεύξεως, καὶ τὰ πρὸ τοῦ πεν‐
15θίμου χρόνου καὶ μετ’ ἐκεῖνον, καὶ μίαν τινὰ συν‐ έχειαν ποιούμενος παντὸς δὴ τούτου τοῦ συγγράμμα‐ τος, καὶ νομοθεσίαν πάλαι μὲν ἀρξαμένην, ἐκ πέντε δὲ μάλιστα καὶ πεντήκοντα καὶ ἑκατὸν ἐτῶν συχνό‐ τερόν τε κινηθεῖσαν, καὶ κατὰ μέρος ἀθροισθεῖσάν
20τε ἅμα καὶ τῷ κατὰ μικρὸν συνδεῖσθαί τε πρὸς ἑαυ‐ τὴν καὶ συγκολλᾶσθαι συγχεθεῖσαν ἐν πλείστοις καί τινος ἀεὶ δεομένην ἐπανορθώσεως, καθαράν τε καὶ σύμφωνον ἑαυτῇ παντοίως ἀποφαίνων. Γάμον μὲν οὖν διάθεσις ἀμοιβαία ποιεῖ, τῆς τῶν
25προικῴων γε οὐκ ἐπιδεομένη προσθήκης. ἐπειδὰν δὲ ἅπαξ συνέλθοι εἴτε ἐπὶ ψιλῇ γαμικῇ διαθέσει εἴτε καὶ ἐπιδόσει προικὸς καὶ τῆς διὰ τὸν γάμον δωρεᾶς, δεῖ τῷ πράγματι πάντως ἀκολουθῆσαι καὶ λύσιν αὖ‐ θις ἀνεύθυνον ἢ μετὰ ποινῆς· ἐπειδὴ τῶν ἐν ἀν‐
30θρώποις παρακολουθούντων ‘τὸ δεθὲν ἅπαν λυτόν‘. τὸ δὲ καὶ ἐπὶ τῶν ἀπροίκων συμβολαίων διαλυομένων καὶ ποινὴν ἴσως ἀκολουθεῖν, τοῦτο ἡμεῖς ἐξεύρομεν πρῶτοι. Διαλύονται δὲ ἐν ζωῇ τῶν συμβαλλόντων γάμοι,
35οἱ μὲν συναινοῦντος ἑκατέρου μέρους (ὑπὲρ ὧν οὐδὲν

150

ἐνταῦθα διαλεκτέον, τῶν συμφώνων τὸ πρᾶγμα καθ‐ άπερ ἂν ἑκατέρῳ δόξειε διοικουμένων), οἱ δὲ κατὰ πρόφασιν εὔλογον, οἳ δὴ καὶ bona gratia καλοῦνται, οἱ δὲ αἰτίας ἁπάσης χωρίς, οἱ δὲ καὶ μετὰ αἰτίας
5εὐλόγου. Κατὰ μὲν οὖν πρόφασιν ἄμεμπτον, ὅταν ἄσκησιν θάτερον ἕληται τῶν μερῶν, πρὸς τὴν ἐπὶ τὰ κρείττω μεταβαῖνον ὁδόν, καὶ τὸν ἐν ἁγνείᾳ βίον αἱρούμενον. τηνικαῦτα γὰρ νόμος καὶ ἄλλος ἡμέτερος λέγει, παρρη‐
10σίαν εἶναι καὶ ἀνδρὶ καὶ γυναικὶ πρὸς τὰ καλλίω μεθισταμένοις διαλύειν τὸ συνοικέσιον καὶ ἀναχωρεῖν μετά τινος βραχείας ὑπολειπομένης τῷ καταλελειμ‐ μένῳ παραμυθίας. ὅπερ γὰρ ἂν συμφωνήσειαν οἱ συμβάλλοντες ἀπὸ τελευτῆς γίνεσθαι κέρδος, τοῦτο
15ἔχειν δεῖ τὸν καταλελειμμένον παρὰ θατέρου, εἴτε ἀνὴρ εἴτε γυνὴ καθεστήκοι, διότι καὶ οὗτος τό γε ἐπὶ τῷ συνοικήσαντι δοκεῖ τελευτᾶν, ἑτέραν ἀνθ’ ἑτέρας βίου πορείαν ἑλόμενος. Καὶ κατὰ πρόφασιν δὲ ἀναγκαίαν τε καὶ οὐκ ἄλο‐
20γον διαλύεται γάμος, ὅταν τις οὐχ οἶός τε εἴη συνιέναι τῇ γυναικὶ καὶ τὰ παρὰ τῆς φύσεως ἀνδράσι δεδο‐ μένα πράττειν, ἀλλὰ διετία μέν, κατὰ τὸν περὶ τού‐ του πρώην παρ’ ἡμῶν γεγραμμένον νόμον, παραδρά‐ μοι ἐκ τοῦ τῶν γάμων καιροῦ, ὁ δὲ ὅτι ταῖς ἀληθείαις
25ἐστὶν ἀνὴρ οὐ δείκνυσι. πάρεστι γὰρ τῇ γυναικὶ ἢ τοῖς γε αὐτῆς πατράσι διαζευγνύναι τὸ συνοικέσιον καὶ στεῖλαι διαίσιον, εἰ καὶ μὴ βούλοιτο τοῦτο ὁ συν‐ οικῶν. Κἀνταῦθα ἡ μὲν προῖξ, εἴ τίς ἐστιν ὅλως ἐπιδεδομένη προῖξ, ἀκολουθήσει τῇ γυναικί, καὶ ἀπο‐
30δώσει ταύτην ὁ ἀνήρ, εἴ γε τύχοι λαβών, ἡ δὲ διὰ τὸν γάμον ἤτοι πρὸ τῶν γάμων δωρεὰ μενεῖ παρὰ τῷ ἀνδρὶ οὐδὲν οἴκοθεν ζημιουμένῳ. Τοῦτον δὲ δὴ
τὸν νόμον ἐπανορθοῦμεν βραχείᾳ τινὶ προσθήκῃ·

151

οὐ γὰρ διετίαν ἀριθμεῖσθαι μόνην ἐξ αὐτοῦ τοῦ και‐ ροῦ τῆς συναφείας, ἀλλὰ τριετίαν βουλόμεθα. καὶ γὰρ ἐδιδάχθημεν ἐκ τῶν ἐπισυμβάντων ἐν μέσῳ, τι‐ νὰς πλείονα ἢ καὶ κατὰ διετίαν χρόνον οὐκ ἰσχύσαν‐
5τας ὕστερον ἱκανοὺς ὀφθέντας ὑπηρετήσασθαι τῇ τε‐ κνογονίᾳ. Ἀλλὰ καὶ τὸ τῆς αἰχμαλωσίας τοιοῦτόν ἐστιν, ὁποῖον bona gratia διαλύειν τὸν γάμον. εἴτε γὰρ ἀνδρὶ συμ‐ βαίη τοιοῦτον ἀτύχημα, τῆς γυναικὸς ἐν τῇ πολιτείᾳ
10μενούσης, εἴτε αὖθις γυνὴ μὲν εἰς αἰχμαλωσίαν ἀπίοι, μένοι δὲ ὁ ἀνὴρ ἐν πολιτείᾳ, ὁ μὲν ἀκριβής τε καὶ λεπτὸς λόγος διαλύει τὸν γάμον· δουλείας γὰρ ἅπαξ ἐπιγενομένης θατέρῳ ἡ τῆς τύχης ἀνισότης τὴν ἐκ τῶν γάμων ἰσότητα μένειν οὐ συγχωρεῖ. πλὴν ἀλλὰ
15φιλανθρωπότερον τὰ τοιαῦτα θεωροῦντες, ἕως μέν ἐστι φανερὸν περιεῖναι ἢ τὸν ἄνδρα ἢ τὴν γαμετήν, μένειν ἄλυτα τὰ συνοικέσια συγχωροῦμεν, καὶ οὐκ ἐλεύσονται πρὸς δευτέρους γάμους οὔτε γυναῖκες οὔτε ἄνδρες, εἰ μὴ βούλοιντο δοκεῖν κατὰ προπέτειαν τοῦτο
20πρᾶξαι καὶ ὑποπεσεῖν ταῖς ποιναῖς, ὁ μὲν τῇ τῆς πρὸ γάμου δωρεᾶς φαμὲν ἐκτίσει, ἡ δὲ τῆς προικός. Εἰ δὲ ἄδηλον καθεστήκοι, πότερον περίεστιν ἢ μὴ τὸ εἰς πολεμίους ἀφικόμενον πρόσωπον, τηνικαῦτα πενταετίαν μενετέον εἴτε τῷ ἀνδρὶ εἴτε τῇ γυναικί,
25μεθ’ ἥν, εἴτε σαφῆ γένοιτο τὰ τῆς τελευτῆς εἴτε ἄδηλα μένοι, γαμεῖν ἔξεστιν ἀκινδύνως. Καὶ τοῦτο γὰρ δὴ ταῖς καλουμέναις bona gratia διαλύσεσι παρὰ τῶν πρὸ ἡμῶν συνηρίθμηται, καὶ ἡμεῖς δὲ εἰς τοῦτο σύμφαμεν· ὥστε ἐνταῦθα οὐδὲ διαισίῳ γίνεται και‐
30ρὸς οὕτω τῶν προσώπων διεστώτων ἀλλήλων, καὶ οὐδεὶς ἐντεῦθεν κερδανεῖ, οὖτε ὁ ἀνὴρ τὴν προῖκα οὖτε ἡ γυνὴ τὴν προγαμιαίαν δωρεάν, ἀλλ’ ἕκαστος ἐπὶ τῶν οἰκείων μενεῖ. Τὸ δὲ πρότερον ἐκ τῆς τῶν νόμων αὐστηρίας εἰσηγ‐
35μένον ἡμεῖς φιλανθρώπῳ λύομεν συγχωρήσει. Εἰ γὰρ ἐκ ψήφου δικαστικῆς εἰς μέταλλόν τις ἢ ἀνὴρ ἢ γυνὴ
δοθῆναι προσετάχθη (ὁποῖον νῦν ἐστι τό τε ἐν Προι‐

152

κοννήσῳ τό τε ἐν τῇ καλουμένῃ Γύψῳ), δουλεία μὲν ἦν κατὰ τὸ παρὰ τῶν παλαιῶν νομοθετηθὲν ἐκ τῆς τιμωρίας ἐπαγομένη, διεζεύγνυτο δὲ ὁ γάμος, τῆς τι‐ μωρίας τὸν καταδεδικασμένον ἐχούσης ἑαυτῇ δου‐
5λεύοντα. ἡμεῖς δὲ τοῦτο ἀνίεμεν καὶ οὐδένα τῶν ἐξ ἀρχῆς εὖ γεγονότων ἐκ τιμωρίας γίνεσθαι συγχωροῦ‐ μεν οἰκέτην. οὐ γὰρ ἂν μεταβάλοιμεν ἡμεῖς τύχην ἐλευθέραν εἰς δουλικὴν κατάστασιν οἵ γε καὶ τῶν ἕμπροσθεν δουλευόντων ἐλευθερωταὶ σπεύδοντες εἶ‐
10ναι. μενέτω τοίνυν ὁ γάμος ἐνταῦθα μηδὲν ἐκ τῆς τοιαύτης ψήφου βλαπτόμενος, οἶα μεταξὺ προσώπων ἐλευθέρων συνεστώς. Εἰ δὲ ψῆφος δικαστικὴ τὸν ἀπελεύθερον ἢ τὴν ἀπελευθέραν ἢ τοὺς τούτων παῖδας καταδουλώσειε,
15συνίσταται μὲν ἐξ ἀρχῆς ὁ γάμος, ἡ δὲ ὕστερον ἐπι‐ φανεῖσα δουλεία διαζεύγνυσιν αὐτοὺς ἀπ’ ἀλλήλων, ὡσανεὶ τελευτῆς ἀκολουθησάσης· ἐπείπερ οἱ πρὸ ἡμῶν φασὶ τὴν ἐπιγενομένην δουλείαν οὐ μακρῷ διεστάναι θανάτου. ὥστε ἐντεῦθεν τὸ μὲν οἰκεῖον ἕκαστος ἀπο‐
20λαμβανέτω, τὸ δὲ ἀπὸ τελευτῆς μόνον τοῖς ἐλευθέ‐ ροις περιγινέσθω σύμφωνον, τοῦ λοιποῦ πρὸς τὸν καταδουλώσαντα χωροῦντος. Εἰ δὲ εὐθὺς ἐξ ἀρχῆς οἰηθείη τις ἐλευθέρῳ συν‐ άπτεσθαι προσώπῳ, εἶτα ἐκεῖνο δοῦλον ὕστερον ἀπο‐
25φανθείη καθεστώς, οὐ φήσομεν λύεσθαι τὸν γάμον, ἀλλ’ αὐτὸ τὴν ἀρχὴν οὐδὲ γάμον γενέσθαι, παρὰ τὴν ἔμπροσθεν ἡμῖν εἰρημένην αἰτίαν τὴν τῆς περὶ τὴν τύχην ἀνισότητος· ὥστε οὐδὲ κέρδος ἐκ γάμου θεω‐ ρητέον οὐδέ τι τοιοῦτον, ἀλλὰ ψιλὴν τῶν προσηκόν‐
30των διὰ τῶν προσφόρων ἀγωγῶν ἀνάδοσιν. Ταῦτα δὲ διορίζομεν καὶ τὸν τοιοῦτον οὐκ εἶναι φαμὲν γά‐ μον, εἴπερ τὸ πρᾶγμα τύχης ἀδηλία διοικήσειε μόνη, μήτε συναινέσεως τοῦ δεσπότου μήτε κακουργίας αὐ‐
τοῦ τινος μήτε ῥᾳθυμίας ἐλεγχομένης.

153

Εἰ γὰρ ἐξέδωκεν ὡς ἐλευθέραν τὴν ἑαυτοῦ θερά‐ παιναν ὁ δεσπότης, ὁ δὲ ἐλεύθερος ὦν καὶ πιστεύσας τῷ διδόντι ταύτην ἔλαβεν, ἴσως καὶ προικῴων γενο‐ μένων συμβολαίων ἢ μηδὲ γενομένων μέν, τῆς δὲ
5αὐτοῦ γνώμης τὸ πράγμα διοικησαμένης, οὐκ ἂν εἴη δίκαιον τὸν τοιοῦτον μὴ συνεστάναι γάμον. Ἀλλὰ σιωπηρὰν ἐλευθερίαν ἀκολουθεῖν εἴτε τῷ ἀνδρὶ εἴτε τῇ γυναικί, τοιούτου τινὸς παρὰ τοῦ δεσπότου γεγο‐ νότος, θεσπίζομεν, ἀναρπάζεσθαί τε τὸν τοιοῦτον ἢ
10τὴν τοιαύτην εἰς εὐγένειαν καὶ τὸ πρᾶγμα ὡς ἐπ’ ἐλευθέροις τε καὶ εὖ γεγονόσι κρίνεσθαι. Εἰ δὲ αὐ‐ τὸς μὲν οὐ συναρμόσειε τὸν γάμον ὁ θατέρου τῶν προσώπων δεσπότης, εἰδείη δὲ τὸ γινόμενον καὶ ἐξ‐ επίτηδες ἀποκρύπτοι, ἵνα ὕστερον πρᾶγμα ῥάψειε τῶν
15συναφθέντων θατέρῳ, τιμωρούμεθα τὴν τοιαύτην, εἴγε σαφῶς ἀποδειχθείη, κακουργίαν καὶ ἀφαιρού‐ μεθα τὴν δεσποτείαν τῶν οὕτω πονηρῶς βεβουλευ‐ μένων. καὶ ἔστω πάλιν καὶ τοῦτο γάμος ὥσπερ ἂν εἰ συνῄνεσεν ὁ κεκτημένος τὴν ἀρχήν· καὶ ὁ μὲν
20ἐκπιπτέτω τῆς δεσποτείας. αὖθις δὲ εἰς εὐγένειαν ἀναρπαζέσθω τὸ δοῦλον πρόσωπον, τοῦ αὐτοῦ συμ‐ βαίνοντος ἀποτελέσματος, ἢ εἴπερ συνῄνεσεν ἢ εἴπερ ἐκακούργησεν ὁ κεκτημένος· πρόδηλον ὂν, ὡς καὶ οἱ παῖδες οἱ ἐκ τῶν τοιούτων γάμων ἐλεύθεροί τε καὶ
25εὐγενεῖς κατὰ τόνδε ἡμῶν ἔσονται τὸν νόμον. Καὶ πολλῷ μᾶλλον ταῦτα κρατείτω, εἴπερ ἔτυχεν ἤδη τὸν οἰκέτην ἢ τὴν θεράπαιναν ἢ νοσοῦντας ἀπο‐ πεμψάμενος ἢ καὶ καταφρονήσας αὐτῶν καὶ ἀποβα‐ λὼν τὴν ἐπὶ τῇ δεσποτείᾳ κατ’ αὐτῶν γνώμην. ἐκεῖ‐
30νοι γὰρ ὡς ἤδη καθεστῶτες ἐλεύθεροι καὶ κατὰ τὸν ὡσανεὶ pro derelicto τίτλον ἑαυτῶν, ἀλλ’ οὐχ ἑτέρων ὄντες, οὐκ ἂν ὕστερον ἐνοχλοῖντο παρὰ τῶν τὸ κεκτῆ‐
σθαι τούτους πάλαι μισησάντων.

154

Deportatiων μέντοι, εἰς ἣν μετεχώρησε καὶ ἡ πα‐ λαιὰ πυρός τε καὶ ὕδατος ἀπαγόρευσις (ἣν aqua et igni interdictiona καλοῦσιν οἱ ἡμέτεροι νόμοι). οὐ δια‐ λύει τὰ συνοικέσια. τοῦτο γὰρ δὴ καὶ τῷ θειοτάτῳ
5πρώην ἔδοξε Κωνσταντίνῳ φιλάνθρωπόν τι πρᾶγμα καὶ ὑφ’ ἠμῶν μὲν ἀποδεχθέν, τοῦ δὲ παρόντος οὐ προσαπτόμενον νόμου· ὥστε οὐδὲ τὰ ἀποτελέσματα ῥητέον τῷ γε ἐπὶ τῆς οἰκείας μένοντι τάξεως πράγ‐ ματι.
10 Ἴσμεν δὲ δὴ καὶ τὸν τῆσδε ἡμῶν τῆς εὐδαίμονος πόλεως οἰκιστήν, τὸν τῆς θείας φαμὲν λήξεως Κων‐ σταντῖνον, γεγραφότα νόμον, καθ’ ὃν εἴ τις ἐπὶ στρατοπέδου γένοιτο καὶ σιγήσειε πρὸς τὴν γαμετὴν ἐπὶ τετραετῆ χρόνον, καὶ μηδ’ ὁτιοῦν αὐτῇ γένηται
15παρ’ ἐκείνου σύμβολον τῆς περὶ αὐτὴν διαθέσεως, τηνικαῦτα ἄδειαν εἶναι τῇ γυναικὶ πρὸς δευτέρους ἀφικνεῖσθαι γάμους, διδασκαλίαν ἐπιδούσῃ πρότερον τῷ τὴν στρατηγίαν ἔχοντι καὶ αὐτὸ τοῦτο ἐκμαρτυ‐ ραμένῃ. καὶ εἴ τι τοιοῦτο γένοιτο, ἀνεύθυνός τε ἡ
20γυνὴ πρὸς ἀνδρὸς ἑτέρου μεταβήσεται καὶ οὐ ζημιω‐ θήσεται μὲν τὴν προῖκα, οὐκ ἔτι δὲ τὴν προγαμιαίαν κερδανεῖ δωρεάν. Ταῦτα μὲν οὖν ὁ θειότατος Κων‐ σταντῖνος· σφόδρα δὲ ἡμῖν ἀώρως ἔχειν ἡ τοιαύτη διάταξις δοκεῖ. τὸ γὰρ πράξεσι πολεμικαῖς ἐνησχο‐
25λημένῳ τῷ γήμαντι γυναικὸς ἐπάγειν στέρησιν οὐχ ἥττων ἐστὶ ποινὴ τοῦ παρὰ πολεμίοις ἁλῶναι. Ὥστε μὴ πρότερον εἰς ἀνδρὸς φοιτάτω δευτέρου ἡ τοιαύτη γυνὴ ὁποίαν ὁ νομοθέτης οὗτος ὑπέθετο, πρὶν ἂν καὶ δεκαετὴς διέλθοι χρόνος, καὶ αὐτὴ διενοχλήσειε
30τὸν ἄνδρα στέλλουσα γράμματα ἢ διά τινων ῥήμασι χρωμένη πρὸς αὐτόν, ὁ δὲ ἢ σαφῶς ἀπείποι πρὸς τὸν γάμον τὸν αὐτῆς ἢ καθάπαξ σιγήσειε, τηνικαῦτά τε διδασκαλίαν ἐπιδοίη ἢ τῷ ἐνδοξοτάτῳ στρατηγῷ ἢ τῷ περιβλέπτῳ δουκὶ ἢ τῷ λαμπροτάτῳ τριβούνῳ,
35ὑφ’ οὓς ὁ στρατιώτης ἐκεῖνός ἐστι. τότε γὰρ ἄδειαν αὐτῇ δίδομεν καὶ ἱκετηρίαν ἀνατεῖναι βασιλεῖ κἀκεῖ‐ θεν τοῦτο ἐπιτραπῆναι. ἴστω δὲ ὡς, εἰ παρὰ ταῦτά τι πράξειεν, ὡς προπετῶς γημαμένη ὑποπεσεῖται ταῖς
ἐκ τοῦ νόμου ποιναῖς.

155

Αἱ μὲν οὖν ἐπιεικέστεραι τῶν γάμων διαλύσεις, ἃς γενικῷ τινι λόγῳ ὑπὸ τὴν bona gratia γινομένην διάζευξιν ἀνοιστέον, τοιαῦταί πώς εἰσιν. Αἱ δὲ ἐφεξῆς αἰτίαν ζητοῦσιν ἰδεῖν ἢ παρὰ τοῦ ἀν‐
5δρὸς ἢ παρὰ τῆς γυναικὸς γινομένην, ἵνα ζημιώσωσι τὸν προπετῆ τῇ τῶν παρ’ αὐτοῦ δεδομένων ἐκπτώσει, προικός φαμεν ἢ διὰ γάμον δωρεᾶς. Ἀλλὰ τούτων τῶν αἰτιῶν οἱ μὲν ἀρχαιότεροι πολλοὺς ἐποιοῦντο καὶ διαφόρους καταλόγους· Θεοδόσιος δὲ ὁ νέος τὰς μὲν
10ἐκεῖθεν λαβών, τὰς δὲ αὐτὸς προσεξευρὼν τὴν περὶ τῶν repudiων ἔγραψε διάταξιν. ἡμῖν δὲ καὶ ἕτεραί τινες προσεξευρέθησαν αἰτίαι, ἃς ὀρθῶς ἔχειν συνεί‐ δομεν εἰς αἰτίαν ἀνενεγκεῖν τοῦ ταύταις ὑποπεσόντος. Εἰ τοίνυν κατὰ τὴν Θεοδοσίου τοῦ τῆς εὐσεβοῦς
15λήξεως διάταξιν ἰσχύσειεν ἡ γυνὴ δεῖξαι τὸν συνοι‐ κήσαντα ἢ μοιχείαν ἁμαρτόντα, ἢ ἔνοχον καθεστῶτα φόνου, ἢ μαγγανείαις τε καὶ ἀγυρτίαις ἐσχολακότα, ἢ τῷ χαλεπωτάτῳ πάντων ἁμαρτημάτων ἐπικοινω‐ νήσαντα πλημμελήματι, φαμὲν δὲ τῷ μηχανήσασθαί
20τι κατὰ τῆς βασιλείας αὐτῆς, ἢ καταδικασθέντα πα‐ ραποιήσεως, ἢ τάφους διορύξαντα, ἢ ἔκ τινος τῶν ἱερῶν οἴκων τι σεσυληκότα, ἢ λῃστρικὸν ἐπανῃρη‐ μένον βίον ἢ τοὺς λῃστεύοντας ὑποδεχόμενον, ἢ ἕνα τῶν καλουμένων ἀπελατῶν, οἷς ἐστι φροντὶς τοῖς ἀλ‐
25λοτρίοις ἐφεδρεύειν ὑποζυγίοις ἢ βοσκήμασι καὶ ταῦ‐ τα μεθιστᾶν ἑτέρωθι, ἢ ἐξελέγξειεν ἀνδραποδιστὴν καθεστῶτα, ἢ οὕτως ἀσελγῶς βιοῦντα ὡς ἐν ὄψεσι τῆς γαμετῆς ἑτέραις συνδιαφθείρεσθαι (ὅπερ μάλιστα γυναῖκας οἷα περὶ τὴν εὐνὴν ἠδικημένας ἀγριαίνειν
30ποιεῖ, καὶ μάλιστα δὴ τὰς σώφρονας), ἢ εἴπερ ἐπι‐ βουλευομένη παρὰ τοῦ ἀνδρὸς δείξειε περὶ τὴν σω‐ τηρίαν αὐτὴν ἢ φαρμάκοις ἢ ξίφει ἢ καθ’ ἕτερον τοιοῦτόν τινα τρόπον (πολλαὶ δὲ ἀνθρώποις αἱ πρὸς κακίαν ὁδοί), ἢ καὶ μάστιξιν ἐπ’ αὐτὴν χρῷτο· εἰ
35τοίνυν γυνὴ τοιοῦτό τι δεῖξαι δυνηθείη, ἄδειαν αὐτῇ δίδωσιν ὁ νόμος καὶ repudiῳ χρῆσθαι καὶ ἀφίστα‐ σθαι τοῦ γάμου, καὶ τὴν προῖκα λαμβάνειν καὶ τὴν προγαμιαίαν δωρεὰν ἅπασαν, οὐ μόνον εἰ πάσας ὁμοῦ δείξειε τὰς αἰτίας, ἀλλ’ εἰ καὶ καθ’ αὑτὴν μίαν.
40Καὶ αὖθις ἄδειαν δίδωσι τῷ ἀνδρὶ τὴν γυναῖκα ἀποπέμπειν, εἰ μοιχευομένην εὕροι, ἢ μαγγανεύουσαν, ἢ ἐξαμαρτάνουσαν φόνον ἢ ἀνδραποδισμὸν ἢ τυμβω‐
ρυχίαν, ἢ ἱερόσυλον οὖσαν, ἢ συσπεύδουσαν λῃσταῖς

156

ἢ συλλῃστεύουσαν, ἢ τἀνδρὸς ἀγνοοῦντος ἢ καὶ κω‐ λύοντος χαίρουσαν τοῖς μεθ’ ἑτέρων οὐδὲν αὐτῇ προσηκόντων συμποσίοις, ἢ καὶ ἄκοντος τοῦ ἀνδρὸς εὐλόγου προφάσεως χωρὶς ἀπόκοιτον γινομένην, ἢ παρὰ
5τὴν αὐτοῦ γνώμην ἱπποδρομίαις χαίρουσάν τε καὶ παραγινομένην ἢ θεάτροις παραβάλλουσαν (φαμὲν δὲ τοῖς ἔνθα σκηναὶ καὶ τὰ τοιαῦτά ἐστιν, ἢ καὶ ὅπῃ θηρίοις πρὸς ἀνθρώπους ἡ μάχη), ἢ ἐπιβουλὰς αὐτῷ ῥάπτουσαν τὰς ἐκ φαρμάκων ἢ ξίφους ἢ καθ’ ἕτε‐
10ρον γινομένας τρόπον ἐξ ὧν περὶ τὸ ζῆν ὁ κίνδυνος, ἢ καὶ συνεπισταμένην τοῖς τυραννίδα μελετῶσιν, ἢ καὶ παραποιήσεως ἔνοχον καθεστῶσαν, ἢ τὰς τολμη‐ ρὰς αὑτῆς χεῖρας ἐπάγουσαν αὐτῷ. καὶ γὰρ δὴ τοι‐ ούτου τινὸς γεγονότος δίδωσιν ὁ νόμος οὗτος ἀπο‐
15πέμπεσθαι ἀνδρὶ τὴν γαμετήν, κἂν εἰ μίαν τούτων καὶ μόνην δείξειεν αἰτίαν, καὶ κερδαίνειν μὲν τὴν προῖκα, τὴν δὲ προγαμιαίαν δωρεὰν ἔχειν. Εἰ δὲ καὶ θάτερον αὐτῶν πρόσωπον ἀλόγως ῥεπούδιον πέμψειεν, αὐτῷ τούτῳ τῷ διαζεῦξαι τὸν
20γάμον λόγου χωρὶς ὑπεύθυνον ἔσται ταῖς ἔμπροσθεν ἡμῖν εἰρημέναις ποιναῖς· πρὸς τῷ τὴν γαμετὴν ὑπεύ‐ θυνον ὅλως ἐκ τῶν εἰρημένων αἰτιῶν ἢ τῆς ἀλόγου πομπῆς γινομένην καὶ εἰς πενταετίαν ὅλην πρὸς δεύ‐ τερον ἐλθεῖν κωλύεσθαι συνοικέσιον, καὶ τὸν πρὸ
25τῆς πενταετίας γάμον μὴ ἀνεύθυνον εἶναι, †μὴ γά‐ μον· ἀλλὰ πᾶς, φησίν, ὁ βουλόμενος προσίτω καὶ κατηγορείτω τοῦ γινομένου ὡς παρὰ τὸν νόμον τολ‐ μηθέντος. Εἰ δὲ καὶ εὐλόγως ἡ γυνὴ τὸ ῥεπούδιον στείλειε
30καὶ κρατήσειε τῶν ἀγώνων, ἢ ὁ ἀνὴρ ἀλόγως αὐτὴν ἀποπεμψάμενος ὑποπέσοι ταῖς ποιναῖς, κερδαινέτω μὲν τὰ κέρδη τὰ ἔμπροσθεν εἰρημένα, ἐρυθριάτω δὲ πρὶν ἐνιαυτὸν ἐξήκειν εἰς δεύτερον φοιτᾶν γάμον. Ὅπερ οὐ παραφυλακτέον ἡμῖν ἐπ’ ἀνδρός· τῷ γὰρ εὐλόγως
35κεκρατηκότι τῶν τοιούτων κερδῶν, ὅπου γε καὶ τῷ μὴ κεκρατηκότι, καὶ παραχρῆμα γαμεῖν ἔξεστιν· ἐπεὶ μηδεμία περὶ τὴν τῆς γονῆς σύγχυσιν εὔλογός ἐστιν
ὑπόνοια. ὅπερ ἐπὶ τῶν γυναικῶν τὴν πρὸ τοῦ ἐνι‐

157

αυτοῦ συνάφειαν εἰκότως ἀπείργει· καὶ τοσοῦτόν ἐστι τὰ τῆς κωλύσεως ἐντεῦθεν, ὅτι κἂν εἰ bona gratia διαλυθῆναι συμβαίη τὸν γάμον, ἀλλὰ καὶ οὕ‐ τως ἐκ τῆς Ἀναστασίου τοῦ τῆς εὐσεβοῦς λήξεως δια‐
5τάξεως εἰς ἐνιαυτὸν ἡ κώλυσις τῶν δευτέρων γάμων ταῖς γυναιξὶν ἐπιτέτακται. Ταύτας μὲν οὖν τὰς αἰτίας ἡμῖν ὁ Θεοδόσιος ἀφηγήσατο. ἡμεῖς δὲ ἐκ τῶν παλαιῶν λαβόντες καὶ ἑτέρας προσεθήκαμεν τρεῖς. Εἰ γὰρ ἡ γυνὴ τοσαύτῃ
10κατέχοιτο πονηρίᾳ, ὡς καὶ ἐξεπίτηδες ἀμβλῶναι καὶ τὸν ἄνδρα λυπῆσαι καὶ ἀφελέσθαι τῆς ἐπὶ τοῖς παι‐ σὶν ἐλπίδος, καὶ τοσαῦτα τὰ τῆς ἀκολασίας ἐστὶν ὡς καὶ ἀνδράσι κατὰ τρυφῆς πρόφασιν συλλούεσθαι, ἢ καὶ ἕως συνέστηκε τὸ πρὸς τὸν ἄνδρα συνοικέσιον
15πρὸς ἑτέρους περὶ γάμων ἑαυτῆς διαλέγοιτο· ἄδεια δέ‐ δοται παρ’ ἡμῶν τοῖς ἀνδράσι πέμπειν αὐταῖς ῥεπού‐ δια, καὶ κερδαίνειν τὰς προῖκας καὶ τὰς προγαμιαίας ἔχειν δωρεάς, ὡς ἤδη καὶ τούτων τῶν αἰτιῶν εὐλόγως διαλύειν δυναμένων τὸν γάμον καὶ ὑπὸ τὴν αὐτὴν
20ἀγομένων τάξιν, ὑφ’ ἣν τὰς ποινὰς ἡ Θεοδοσίου τοῦ τῆς εὐσεβοῦς λήξεως ὥρισε διάταξις. Ἐναπογράφῳ δὲ ἀλλοτρίῳ γαμεῖν ἐλευθέραν οὐκ ἔξεστιν, οὔτε ἀγνοοῦντος οὔτε εἰδότος οὔτε συναινοῦν‐ τος τοῦ κεκτημένου, ἀλλὰ κἂν εἴ τι τοιοῦτο παρὰ τοῦ
25ἐναπογράφου πραχθείη, πάρεστι τῷ δεσπότῃ καὶ αὐτῷ καθ’ ἑαυτὸν καὶ διὰ τοῦ τῆς χώρας ἄρχοντος σωφρο‐ νίζειν τε πληγαῖς μετρίαις τὸν ταῦτα πράξαντα ἐν‐ απόγραφον καὶ ἀφέλκειν ἀπὸ τῆς μάτην αὐτῷ συνού‐ σης· ὥστε οὐδὲ γάμος ἐστὶ τὸ γενόμενον οὐδὲ ἐπίδο‐
30σις προικὸς οὐδὲ προγαμιαίας δωρεᾶς, ἀλλὰ ψιλὴ τοῦ γεγονότος κακῶς ἐπανόρθωσις. Οὕτω μὲν οὖν τὰ συνοικέσια διαλύεται περιόντων ἔτι τῶν ταῦτα συμβαλόντων, καὶ χρηματικαὶ αἱ ποι‐ ναὶ περὶ τὴν προῖκά πως καὶ τὴν προγαμιαίαν σχε‐
35δὸν ἵστανται δωρεάν. Ἀλλ’ ἡμῖν τι καὶ ἕτερον προσεξεύρηται τὸ καὶ τὰς
ἀπροίκους συναφείας ἀλόγων γινομένων τῶν διαιρέ‐

158

σεων σωφρονισμῷ παραδοῦναι προσήκοντι. Εἰ γάρ τις ἀγάγοιτο γαμετήν, ἢ καὶ γυνὴ πρὸς ἄνδρα ἔλθοι, γαμικῆς μὲν ληφθείσης προαιρέσεώς τε καὶ γνώμης, οὐ μὴν ἀκολουθησάσης προικὸς ἢ προγαμιαίας δωρεᾶς
5(ἔνθα δὴ καὶ προπετέστερον γίνεσθαι τὰς λύσεις συν‐ έβαινε, μηδενὸς ἐντεῦθεν ὑπόντος κατὰ τοῦ προπε‐ τευσαμένου κινδύνου), διάταξιν ἐγράψαμεν λέγουσαν ὡς, εἴ τις ὑπεξουσίαν γυναῖκα γνώμῃ γονέων ἢ καὶ αὐτεξουσίαν τυχὸν ἀγάγηται μήτε προικὸς ἐπιδοθεί‐
10σης μήτε συμβολαίων τοιούτων γενομένων, ὁ μὲν γά‐ μος ἔστω γάμος, κἂν εἰ προικῷα μὴ συγγραφείη, μὴ διὰ τοῦτο δὲ ὁ ἀνὴρ (τοῦτο ὅπερ ἐπὶ πολλῶν ἴσμεν γενόμενον) ἐκδιωκέτω τῆς οἰκίας τὴν γαμετὴν χωρὶς μιᾶς τῶν ἔμπροσθεν εἰρημένων εὐλόγων αἰτιῶν, ἅς
15τε Θεοδόσιος ἅς τε ἡμεῖς ἠριθμήσαμεν. εἰ δέ τι τοι‐ οῦτο γένηται καὶ ἢ χωρὶς αἰτίας αὐτὴν ἀποπέμψηται τῆς οἰκίας ἢ καὶ αὐτὸς εὔλογον αἰτίαν παράσχοι τῷ τὴν γυναῖκα ἀποχωρῆσαι τοῦ πρὸς αὐτὸν συνοικεσίου, τὸ τέταρτον μέρος τῆς ἰδίας περιουσίας ἀναγκαζέσθω
20καταβαλεῖν αὐτῇ. ἀλλὰ μέχρι μὲν τετρακοσίων χρυ‐ σίου λιτρῶν τὴν περιουσίαν ἔχων ἑκατὸν λίτραις ζη‐ μιωθήσεται, τουτέστι τῷ τετάρτῳ τῆς περιουσίας μέ‐ ρει, ἐλάττονα δὲ ταύτης, καθ’ ὅσον ἡ τοῦ τετάρτου ποιεῖ ποσότης. εἰ δὲ καὶ μείζονα τῆς εἰρημένης τῶν
25τετρακοσίων τοῦ χρυσίου λιτρῶν ποσότητος εἰς πε‐ ριουσίαν ἔχοι, μὴ πλέον τῶν ἑκατὸν τοῦ χρυσίου ζημιούσθω λιτρῶν. πρὸς γὰρ δὴ τὴν μεγίστην ἐπί‐ παν ἀποβλέψαντες προῖκα τὸν νόμον τοῦτον ἐγρά‐ ψαμεν, οὐσίαν εἰκότως ἐκείνην κατὰ τοὺς ἡμετέρους
30νόμους οἰηθέντες εἶναι, ἥπερ ἂν καθαρὰ χρεῶν δια‐ φαίνοιτο. Καὶ ὅ γε λόγος ἐκ τῶν αὐτῶν αἰτιῶν ἐξ ἀντιστρόφου χωρείτω, καὶ εἴπερ ἡ γυνὴ παρ’ αἰτίαν οἰκείαν ἀποχωρήσειε τοῦ ἀνδρὸς ἄπροικος καθεστῶσα, ἢ καὶ πέμψειεν αὐτῷ δίχα τινὸς αἰτίας εὐλόγου ῥεπού‐
35διον, ταῖς αὐταῖς ἐν ἅπασιν ὑποκείσθω ποιναῖς. καὶ εἰ μὲν κατ’ αἰτίαν αὐτῆς ὁ γάμος λυθείη, τὴν πεν‐ ταετίαν φυλακτέον τῇ γυναικί, καὶ δευτέροις οὐχ ὁμι‐ λήσει γάμοις. εἰ δὲ κατ’ αἰτίαν τοῦ συνοικοῦντος ἢ καὶ bona gratia διαλυθείη (ἴσως γὰρ καὶ τοῦτο), τὸν
40ἐνιαυτὸν φυλαττέτω διὰ τὸ τοῦ σπέρματος ἀσύγχυτον,
ἵνα διὰ πάντων ἡμῖν ὁ νόμος τέλειος ᾖ.

159

Ἔστι δέ τε καὶ ἕτερον ἡμῖν εὐσεβές τε ἅμα καὶ χαρίεν ἐξευρημένον, ἔνθα καὶ ῥεπουδίων σταλέντων οἱ γάμοι μένουσιν ἔτι. τὰς γὰρ τῶν ὑπεξουσίων πο‐ νηρίας περὶ τοὺς πατέρας κωλύοντες· ἐπειδή τινας εὕ‐
5ρομεν ἐξεπίτηδες ῥεπούδια γράφειν σπεύδοντας καὶ πέμπειν ταῖς αὑτῶν γαμεταῖς, ἢ καὶ τοὐναντίον μηδε‐ μιᾶς εὐλόγου παντελῶς ὑπούσης αἰτίας διαλύειν τοὺς γάμους, ὥστε τοὺς αὐτῶν γονεῖς ὑποβάλλεσθαι ταῖς ἐκτίσεσι τῆς προικὸς ἢ τῆς πρὸ γάμου δωρεᾶς, ὡς
10δὴ διαλυθέντος τοῦ γάμου, καὶ αὐτοὶ μὲν ἴσως λάθρα συνῴκουν ἀλλήλοις, ἀπῄεσαν δὲ οἱ γονεῖς ἐζημιωμέ‐ νοι καὶ ταύτην τῆς περὶ τοὺς παῖδας φιλανθρωπίας ἔχοντες τὴν ἀμοιβήν· νόμον ἐγράψαμεν βουλόμενον μήτε ὑπεξουσίους μήτε ἐμαγκιπάτους παῖδας, μήτε ἄρ‐
15ρενας μήτε θηλείας, δύνασθαι διαλύειν τοὺς γάμους εἰς τὴν τῶν οἰκείων βλάβην πατέρων ἢ μητέρων, οἷ τὰς προῖκας ἢ τὰς προγαμιαίας δωρεὰς ἐπιδεδώκασιν ἢ ὑπεδέξαντο μόνοι ἢ καὶ μετὰ τῶν παίδων. ἀλλ’ ὥσπερ ἐν τῇ συστάσει τῶν γάμων ἀναμένομεν τὴν
20τῶν πατέρων συναίνεσιν, οὕτως οὐδὲ διαλύεσθαι τοὺς γάμους συγχωροῦμεν ἐπὶ τῇ τῶν γονέων βλάβῃ παρὰ τὴν ἐκείνων γνώμην. ἀλλ’ εἰ καὶ πεμφθείη ῥεπού‐ διον, ἁρμόζειν κατ’ αὐτῶν τὴν εἴσπραξιν τῶν ποι‐ νῶν οὐ συγχωροῦμεν, εἴτε αὐτοὶ δεδώκασι ταῦτα ἢ
25ὑπεδέξαντο, ἢ καὶ συνυπεδέξαντο. οὐδὲ γὰρ ἂν ἔχοι λόγον, τὸν μὲν πατέρα παρὰ γνώμην τοῦ παιδὸς μὴ δύνασθαι διαλύειν τὸν γάμον, τοῖς δὲ παισὶν ἐπιτρέ‐ πειν ἴσως καὶ ἐλάττοσι τὴν ἡλικίαν οὖσι καὶ μηδὲ τὸ συμφέρον ἐπισταμένοις λύειν παρὰ τὴν τῶν πατέρων
30γνώμην τὸν γάμον κἀντεῦθεν τοὺς πατέρας ἀδικεῖν. Τοῦτο δὲ εὖ μὲν ἀρξάμενος ὁ φιλοσοφώτατος ἐθέ‐ σπισε Μᾶρκος, Διοκλητιανὸς δὲ τούτῳ κατηκολούθη‐ σεν, ἡμεῖς δὲ ὁμοίως ἀπεδεξάμεθα. Καὶ ἔστω τέλος ἡμῖν τοῦτο τῶν διαζεύξεων αἳ περιόντων τῶν συνοι‐
35κούντων γίνονται.

160

Τὸ δὲ ἐφεξῆς τῶν γάμων τέλος ὁ πάντα ὁμοίως διαλύων ἐκδέχεται θάνατος. ὥστε, εἴτε θανάτῳ τοῦ ἀνδρὸς διαλυθείη τὸ συνοικέσιον εἴτε τελευτῇ τῆς γυναικός, κέρδος γίνεσθαι τῷ μὲν ἀνδρὶ τὴν προῖκα
5κατὰ τὸ τοῖς γαμικοῖς συμβολαίοις περιεχόμενον σύμ‐ φωνον, τῇ γυναικὶ δὲ τὴν προγαμιαίαν δωρεάν, καθ‐ άπερ ἂν κἀκεῖσε δόξειεν ἐξ ἀρχῆς τοῖς συμβάλλουσιν· οὐ κωλυομένων μὲν τῶν ἀνίσων κατὰ τὸ ποσὸν ἐπι‐ δόσεων, κωλυομένων δὲ τῶν ἀνίσων συμφώνων; τοῦτο
10ὅπερ ὁ μὲν γενναιότατος Λέων ἐν τοῖς οἰκείοις ὀρθῶς ἔγραψε νόμοις, ἡμεῖς δὲ αὐτὸ παραλαβόντες ἔτι σα‐ φέστερον διετάξαμεν. Εἰ γὰρ ὁ μὲν πλεῖον, ὁ δὲ ἔλαττον ἐν τῷ κέρδει συμφωνήσειεν, ἄδηλον ἦν, ὁποῖον δεῖ τὸ κρατοῦν εἶναι, πότερον τὸ πλεῖον ἢ τὸ ἔλατ‐
15τον, τῆς ἀμφισβητήσεως ἑκατέρωθεν ὁμοίως ἀνιστα‐ μένης. ὥστε ἡμῖν ἔδοξε τὰς ἀμετρίας ἀποστρεφομέ‐ νοις πρὸς τὸ ἔλαττον καθελκύσαι τὸ πλεῖον ἐν τῷ συμφώνῳ, ὡς μὴ τῷ μὲν ἐξεῖναι τρίτον, τῷ δὲ τυχὸν τέταρτον τοῦ κέρδους συμφωνεῖν, ἀλλ’ εἴ τι τοιοῦτο
20γένοιτο, 〈τὸ τέταρτον〉 ἐφ’ ἑκατέρου παραλαμβάνε‐ σθαι, καὶ ἐφεξῆς ὁμοίως ἐπὶ τῶν μερῶν, οὐ μὴν ἐπὶ τῆς συμπεφωνημένης ἑκατέρωθεν ποσότητος. Λυθέντος τοίνυν τοῦ γάμου κατὰ τὰς ἔμπροσθεν ἁπάσας διαζεύξεις εὔδαιμον μὲν καὶ μακάρων ἑκατέ‐
25ρῳ τῶν συμβαλόντων μένειν ἐπὶ τῆς προτέρας εὐνῆς καὶ μὴ τὴν γενομένην γονὴν τοῖς ἐφεξῆς συνοικεσίοις ἴσως λυπεῖν. καὶ εἴ γε τοῦτο πράξαιεν καὶ ἐπὶ τῶν προτέρων σταῖεν γάμων, ἕξουσι μὲν τὰ οἰκεῖα, τουτ‐ έστι προῖκα μὲν ἡ γυνή, προγαμιαίαν δὲ δωρεὰν ὁ
30ἀνήρ, οὐδὲν πολυπραγμονούντων ἡμῶν (τοῦτο ὅπερ ἐπὶ τῶν δευτέρων ἐστὶ γάμων), λήψονται δὲ τὰ κέρδη, ὁ μὲν ἀνὴρ τὰ ἐκ τῆς προικός, ἡ δὲ γυνὴ τὰ ἐκ τῆς προγαμιαίας δωρεᾶς. καὶ ἔσονται ταῦτα αὐτοῖς οἰκεῖα, οὐδὲν σχεδὸν τῆς ἄλλης αὐτῶν διαφέροντα κτήσεως.
35ὥστε ἐν ὅσῳ περίεισι, πᾶσαν ἄδειαν ἕξουσιν ἐκποι‐ ήσεως ἐπ’ αὐτοῖς, ὡς ἐπὶ τοῖς ἄλλοις οἷς οἴκοθεν ἐξ
ἀρχῆς εἶχον· εἰ δὲ καὶ τελευτοῖεν, πάρεστιν αὐτοῖς καὶ

161

ληγάτοις καὶ φιδεϊκομμίσσοις τὰ πράγματα ταῦτα εἰς ἑτέρους μεταστῆσαι. καὶ γὰρ δὴ τὰς τοιαύτας ἐκποι‐ ήσεις ἐφήκαμεν ἡμεῖς διάταξιν ὑπὲρ τούτων γεγραφότες. Εἰ μέντοι τοὺς μὲν παῖδας ἔκ τινος μοίρας γρά‐
5ψαιεν κληρονόμους, ἐξωτικοὺς δὲ ἐξ ἑτέρας, μένοι δὲ τὰ τοιαῦτα πράγματα ἢ καί τινα ἐξ αὐτῶν ἀνεκ‐ ποίητα, οὐ παρὰ τοῦτο ἐκπεποιῆσθαι ταῦτα δοκεῖ, ἐπειδή τις καὶ ἕτερος γέγραπται κληρονόμος, ἀλλὰ μενέτω καὶ ταῦτα τοῖς παισίν. Οὐδὲ γάρ, εἰ γράψαιεν
10πάντας τοὺς παῖδας κληρονόμους, ἐξ ἀνίσων μέντοι μερῶν, ταῦτα κατὰ τὰς κληρονομιαίας λήψονται μοί‐ ρας, ἀλλ’ ἐξ ἴσης διαιρήσονται πρὸς τὸν ἀριθμὸν τὸν ἑαυτῶν· ὥσπερ κἂν εἰ μηδένα αὐτῶν γράψειαν κλη‐ ρονόμον, ἀλλ’ ἐξωτικοὺς ἅπαντας, αὐτοῖς τοῦ ἱκανοῦ
15δι’ ἑτέρων τρόπων γινομένου, λήψονται ταῦτα, καί‐ τοι μὴ κληρονομοῦντες τοῦ γονέως. Ἔδοξε γὰρ ἡμῖν κατὰ πρόληψιν ὁ πατὴρ ἐν ᾧ μὴ ζῶν ἐκποιήσειεν ἢ καὶ ῥητῶς ὑπόθοιτό τι τῶν πραγμάτων τούτων, ἢ τελευτῶν μὴ ῥητῶς εἰς ἕτερον αὐτὰ μεταθείη, βού‐
20λεσθαι μᾶλλον φυλάττειν τοῖς παισίν, ὡς ἐξ αἰτίας ἐκείνων αὐτῷ προσγενόμενα, ἀλλὰ μὴ εἰς τοὺς ἔξω‐ θεν ἄγειν. καὶ δοθήσεται ταῦτα τοῖς παισὶ γέρας ἐξαίρετον ἐκ τοῦ ἡμετέρου νόμου, κἂν εἰ μὴ κληρονο‐ μοῖεν ἢ τοῦ πατρὸς ἢ τῆς μητρὸς ἢ ὁποτέρου, κἂν εἴ
25τινες μὲν αὐτῶν κληρονομοῖεν, τινὲς δὲ παραιτοῖντο. τοῦτο γὰρ ἡμῖν ὀρθότερον τῶν προτέρων ἔδοξεν ἔχειν. Ὥστε εἴπερ γέρας ἐστὶν ἐκ τοῦ νόμου κατα‐ φερόμενον εἰς αὐτούς, μηδεμιᾷ προσθήκῃ μήτε ἐπιθο‐ λοῦσθαι μήτε ἐλαττοῦσθαι, πλὴν εἰ μὴ τὴν αἰτίαν
30αὐτοὶ δοῖεν οἱ παῖδες τῆς ἑαυτῶν ἐλαττώσεως. Εἰ γάρ τις ἐξ αὐτῶν ἀχάριστος φανείη, τὸ γέρας τοῦτο τοῖς ἄλλοις δίδομεν τοῖς οὐδέν τι τοιοῦτο πράξασιν, ἵνα καὶ τοὺς ἄλλους παιδεύσωμεν τοὺς γονεῖς τιμᾶν καὶ πρὸς τὸ τῶν ἀδελφῶν παράδειγμα
35βλέπειν. Ὥστε εἰ τοσοῦτον ἀτύχημα τῆς τῶν παί‐ δων εἴη γονῆς, ὡς ἅπαντας ἀχαρίστους εἶναι, ἐπὶ τοὺς κληρονόμους ἐρχέσθω ταῦτα τοῦ τελευτήσαντος ὡς τῆς ἐκείνου περιουσίας ὄντα· οὐ δυναμένων τῶν παίδων ἐκ τοῦ παρ’ αὐτῶν ἠτιμασμένου γονέως γέρας ἔχειν,
40ὅπερ ἡμεῖς αὐτοῖς διὰ ταύτην τὴν αἰτίαν οὐ δίδομεν.

162

Εἰ δὲ τῶν παίδων οἱ μὲν ἐν ζῶσι καθεστήκοιεν, οἱ δὲ ἀπέλθοιεν μέν, παῖδας δὲ καταλίποιεν, τὸ τοῦ τελευτήσαντος μέρος τοῖς ἐκείνου δίδομεν παισίν, εἰ κληρονομοῖεν τοῦ πατρός, ἐπείτοιγε ἐπὶ τοὺς ἀδελ‐
5φοὺς ἄγομεν. Καὶ ταύτῃ δὴ τὸν νόμον ἡμῶν τελει‐ οῦντες βουλόμεθα τοῦτο κρατεῖν οὐκ ἐπὶ προικὸς μό‐ νον οὐδὲ ἐπὶ προγάμου δωρεᾶς, ἀλλὰ καὶ ἐπὶ τῶν ἐν ἀπροίκοις συνοικεσίοις παρὰ τῆς διατάξεως ἡμῶν εἰσ‐ αγομένων κερδῶν. κἀκεῖνα γάρ, εἰ μὴ πρὸς δευτέρους
10ἔλθοιεν γάμους οἱ πατέρες, ἀλλὰ φυλάξαιεν, ἔσται τῶν παίδων καθ’ ὅνπερ ἔμπροσθεν εἰρήκαμεν τρόπον. Οἱ μὲν οὖν πρότεροι γάμοι καὶ τὰ ἐντεῦθεν κέρδη τε καὶ αἱ παρατηρήσεις μέχρι τούτου τετυπώσθωσαν. Εἰ δέ τινες τοῖς ἔμπροσθεν οὐκ ἀρκεσθέντες γάμοις
15καὶ πρὸς δευτέρους ἔλθοιεν, ἀνάγκη τῷ νόμῳ τούτους ὑποθέσθαι ἢ ἄπαιδας ὄντας ἐκ τῶν προτέρων, ἐκ δὲ τῶν δευτέρων παιδοποιουμένους, ἢ τοὐναντίον ἄπαι‐ δας μὲν ἐκ τῶν δευτέρων, πατέρας δὲ ἐκ τῶν πρώ‐ των, ἢ ἄπαιδας ἀμφοτέρωθεν, ἢ πατέρας ἑκατέρωθεν.
20Εἰ μὲν οὖν ἄπαιδες μείναιεν ἐκ τῶν προτέρων ἢ καὶ ἐξ ἀμφοτέρων τῶν γάμων, οὐδεμία πολυπραγμοσύνη περὶ τὰ δεύτερα· ἀλλ’ ἄνδρες μὲν ἀπελεύσονται παν‐ τοίως πάσης παρατηρήσεως ἐλεύθεροι, γυναιξὶ δὲ μό‐ νον ἐπικείσεται δέος τὸ μὴ πρὸ τοῦ ἐνιαυσιαίου χρό‐
25νου πρὸς δεύτερον ἐλθεῖν συνοικέσιον, ἢ γινώσκειν ὡς, εἴ τι τοιοῦτο πράξαιεν καὶ ἀώρους συναλλάξαιεν γάμους, ὑφέξουσι ποινάς, ἄλλας μέν, εἴπερ ἄπαιδες ἐκ τῶν προτέρων ὦσι συνοικεσίων, μείζους δέ, εἰ καὶ παῖδες ὑπεῖεν. εἰ μὲν γὰρ οὐχ ὕπεστι γονή, τὸ τῆς
30ἀτιμίας εὐθὺς ἀκολουθήσει, καὶ ἔσται παντοίως ἡ γυνὴ διὰ τὴν τῶν γάμων σπουδὴν ἠτιμασμένη καὶ οὔτε λήψεταί τι τῶν παρὰ τοῦ προτέρου καταλελειμ‐
μένων αὐτῇ συνοικεσίου οὔτε ἀπολαύσει τῆς προγα‐

163

μιαίας δωρεᾶς οὔτε τῷ συνοικοῦντι κατὰ τὸν δεύ‐ τερον γάμον περαιτέρω τῆς τρίτης τῆς οἰκείας πε‐ ριουσίας ἐπιδώσει μοίρας. οὐ μὴν οὐδὲ τῆς ἔξωθεν αἰσθήσεται φιλοτιμίας οὐδὲ λήψεται παντελῶς παρ’
5οὐδενὸς τῶν ἔξωθεν οὐ κλῆρον οὐ φιδεϊκόμμισσον οὐ ληγάτον οὐ μόρτις καῦσα δωρεάν· ἀλλὰ ταῦτα ἐλεύσεται ἢ μενεῖ παρὰ τοῖς κληρονόμοις τοῦ τελευ‐ τήσαντος ἢ καὶ συγκληρονόμοις αὐτῆς, εἴ γε ἠδύνατο κληρονομεῖν ὅλως, οἷα ταύτης οὐδ’ ὁτιοῦν ὄφελος
10ἐχούσης. ἀλλ’ εἰ γεγραμμένοι καὶ ἕτεροι τύχοιεν κληρονόμοι εἴτε καὶ ἐξ ἀδιαθέτου καλοῖντο, πρὸς ἐκείνους ἐλεύσεται τὰ τῇ τοιαύτῃ γυναικὶ καταλελειμ‐ μένα. οὐ γὰρ τὸ δημόσιον αὐτὰ οἰκειώσεται, μήποτε δόξωμεν τὰ τοιαῦτα σωφρονίζοντες τῆς τοῦ δημο‐
15σίου προνοεῖν ὠφελείας. ἀλλ’ οὕτω μὲν τὰ παρὰ τῶν ἔξωθεν αὐτῇ καταλελειμμένα πρὸς ἑτέρους χω‐ ρήσει, τὰ δέ γε παρὰ τοῦ πρότερον συνοικήσαντος ἀφίξεται, παρ’ αὐτῆς ἀφαιρούμενα, πρὸς τὰ δέκα πρόσωπα τῆς τοῦ καταλιπόντος ἀνδρὸς συγγενείας τὰ
20τῷ ἐδίκτῳ περιεχόμενα, τουτέστιν ἀνιόντας τε καὶ κατιόντας καὶ τοὺς ἐκ πλαγίου μέχρι δευτέρου βαθ‐ μοῦ, τῶν βαθμῶν ἐπὶ τῆς οἰκείας φυλαττομένων τάξεως· ὧν οὐχ ὑφεστώτων ἐπὶ τὸ ταμιεῖον ἐλεύσεται. Ἀλλ’ οὐδὲ πορρωτέρω κληρονομίαν ἐξ ἀδιαθέτου
25τῶν οἰκείων αὐτῆς ὑπεισελεύσεται συγγενῶν, ἀλλὰ μέχρι τρίτου βαθμοῦ θεωρουμένου πανταχόθεν στή‐ σεται μόνον τὰ τῆς διαδοχῆς αὐτῇ· οἱ πορρωτέρω δὲ ὄντες ἑτέρους ἕξουσι κληρονόμους. Καὶ ἥ γε πρὸ τῶν ἄλλων αὐτῇ ποινῶν ἐπαχθεῖσα, φαμὲν δὴ τὴν
30ἀτιμίαν, εἰ μὲν ἄπαις ἐκ τῶν προτέρων εἴη γάμων, λελύσεται βασιλέως γράμμασι κελεύοντος, εἰ δὲ παῖ‐ δες ὑπεῖεν οἱασδήποτε γονῆς, ἔξεστι μὲν αὐτῇ βασι‐ λέως ὑπὲρ τῆς ἀτιμίας δεῖσθαι, οὐ μὴν ὄφελός τι τῶν ἀντιγραφομένων ἔχειν· πλὴν εἰ μὴ βούλεται τὴν ἐκ
35τῆς βασιλείας ἔχειν ὠφέλειαν καὶ τῶν ἄλλων ἀπαλ‐

164

λαγῆναι ποινῶν τοῖς ἐκ τοῦ προτέρου γάμου παισὶ τὴν ἡμίσειαν τῆς οἰκείας περιουσίας δωρουμένη μοῖ‐ ραν καθαρῶς, αἱρέσεως ἁπάσης χωρίς, καὶ οὐδὲ τὴν χρῆσιν παρακατέχουσα, ἀλλὰ πάσης τῆς οὐσίας τῆς
5ὅτε πρὸς τοὺς δευτέρους ἐφοίτα γάμους, κατὰ τὴν ἡμίσειαν, καθάπερ ἔφθημεν εἰπόντες, ἐξισταμένη μοῖ‐ ραν τοῖς ἔμπροσθεν γενομένοις παισί. Καὶ διαιρή‐ σονται τοῦτο οἱ παῖδες ἅπαντες ἐξ ἴσης, καὶ παῖδας μὲν ἔχοντες εἰς τοὺς ἑαυτῶν παραπέμψουσι παῖδας
10(δεῖ γάρ τι καὶ τοῖς παλαιοῖς προσθεῖναι νόμοις)· εἰ δὲ οὐκ ἔχοιεν, τὰ τοῦ τελευτήσαντος ἢ τῶν τελευτη‐ σάντων μέρη λήψονται πάντες ἀναλόγως οἱ τούτων ἀδελφοί. εἰ δὲ πάντες ἀπέλθοιεν, ἐχέτω παραψυχὴν τῆς ἑαυτῆς δυσκληρίας ἡ μήτηρ τὸ ταῦτα πάλιν ἀνα‐
15λαβεῖν. Καὶ ταῦτα φαμέν, εἴπερ ἀδιάθετοι τελευτή‐ σαιεν οἱ παῖδες· οὐδὲ γὰρ ἐπὶ τοῖς ἅπαξ γενομένοις αὐτῶν εἴρξομεν αὐτοὺς διαθήκας γράφειν ἢ περιόν‐ τας ὃν βούλονται ταῦτα διατιθέναι τρόπον. Αἱ μὲν οὖν ἐπικείμεναι ποιναὶ ταῖς πρὸ τοῦ πενθίμου γημα‐
20μέναις χρόνου τοιαῦταί πως εἰσί, καὶ τρεῖς ὑπὲρ τού‐ των διατάξεις τοῖς ἔμπροσθεν γεγραμμένας μιᾷ τινι ταύτῃ παρενθήκῃ ὅδε ἡμῖν ὁ νόμος μετὰ τῆς προσ‐ ηκούσης ἀπήγγειλε προσθήκης. Εἰ δὲ ἀναμείνειε μὲν τὸν χρόνον ἡ γυνὴ καὶ ταύτῃ
25διαφύγοι τὰς εἰρημένας ποινάς, ἐπὶ δεύτερον δὲ ἀφί‐ κοιτο συνοικέσιον, τῶν προτέρων ἀμελήσασα γάμων, εἰ μὲν οὐκ ἔχοι παῖδας—εἰρήσθω γὰρ καὶ αὖθις— ἀκίνδυνον ἅπαν τὸ ἐντεῦθεν. Εἰ δὲ ὑπείη γονὴ καὶ παῖδας ὁ νόμος ἐντεῦθεν ἀτιμασθέντας ἴδοι, τηνικ‐
30αῦτα πάσης φιλοτιμίας παρὰ τοῦ ἀνδρὸς εἰς αὐτὴν
ἐλθούσης κατὰ τὸ τῆς δεσποτείας ἀφαιρεῖται μέρος,

165

μόνην αὐτῇ καταλιπὼν τὴν χρῆσίν τε καὶ ἐπικαρ‐ πίαν. Καὶ ταῦτα δὲ νενομοθετήσθω καὶ ἐπὶ τῆς προγαμιαίας δωρεᾶς καὶ ἐπὶ πάσης ἑτέρας φιλοτιμίας. εἴτε ἐν ζωῇ παρὰ τοῦ ἀνδρὸς εἰς αὐτὴν γενομένης ἢ
5καὶ ἐκ διαθήκης ἢ μόρτις καῦσα δωρεᾶς, εἴτε ἐνστά‐ σεως εἴη μέρος εἴτε πρεσβεῖον εἴτε φιδεϊκόμμισσον. Καὶ γενικῶς εἰπεῖν, ἅπας αὐτὴν ἐπιλείψει δεσπο‐ τείας τρόπος ἐπὶ τοῖς παρὰ τοῦ προτέρου ἀνδρὸς εἰς αὐτὴν ἀφιγμένοις, καὶ οἱ παῖδες αὐτὰ λήψονται καὶ
10τῆς δεσποτείας ἔσονται κύριοι κατὰ τὸν καιρὸν εὐ‐ θὺς καθ’ ὃν ἡ μήτηρ συνῴκησεν ἄλλῳ. Καὶ ταῦτα κοινὰ γυναικός τε καὶ ἀνδρὸς ἐπιτίμια κείσθω. εἰ γὰρ δὴ κακεῖνος παῖδας ἔχων δευτέραν αὐτοῖς ἐπεισ‐ αγάγοι γαμετήν, οὐ τῶν ἐκ τῆς προικὸς ἀπολαύσει
15κερδῶν κατὰ δεσποτείας λόγον, οὐ φιλοτιμίαν ἄλλην παρὰ τῆς γυναικὸς λαβὼν ταύτην ἕξει βεβαίως, πλὴν ὅσον χρῆσθαι καὶ καρποῦσθαι μέχρι περιῇ μόνον. κἀνταῦθα γὰρ οἱ παῖδες, εἰ καὶ ὑπεξούσιοι καθεστή‐ κοιεν, ἀλλ’ οὖν κύριοι κατὰ δεσποτείαν τῶν τοιού‐
20των ἔσονται παραγινομένων εὐθὺς εἰς αὐτοὺς ἅμα τῇ τῆς δευτέρας γαμετῆς συναφείᾳ. Καὶ οὐ διαφερό‐ μεθα περὶ τῆς προικὸς ἢ τῆς πρὸ γάμου δωρεᾶς, πό‐ τερον αὐτοὶ ταύτην δεδώκασιν οἱ γήμαντες ἤ τινες ἄλλοι ὑπὲρ αὐτῶν τοῦτο ἔπραξαν εἴτε τῶν ἐκ γένους
25εἴτε καὶ τῶν ἔξωθεν. Κἂν εἰ δοκῇ πως συνανειλῆφθαι καὶ ἡ προγαμιαία δωρεὰ τῇ προικί, ἀλλὰ τὸ νομοθετηθὲν ἐπὶ τῶν ἐντεῦθεν εἰς τοὺς γήμαντας περιερχομένων κερδῶν καὶ οὕτω κύριον ἔστω. Καὶ οὕτως ἀσφαλὴς τῶν τοι‐
30ούτων ὁ νόμος αὐτοῖς γενήσεται φύλαξ, ὅτιπερ οὐδὲ
ἐκποίησιν οὐδεμίαν ἐφίησι τοῖς γονεῦσιν ἐπὶ τοῖς τοι‐

166

ούτοις οὐδὲ ὑποθήκην. ἀλλὰ κἂν εἴ τι πράξαιεν οἱ γονεῖς, εὐθὺς τὴν αὐτῶν ὑποτίθησιν αὐτοῖς περιου‐ σίαν, οὐχ ὥστε κωλύειν τοὺς γονεῖς ἐπ’ αὐτοῖς τι πράττειν ὧν βούλονται (αἰσχύνεται γὰρ ὁ νόμος σω‐
5φρονιστὰς τοὺς παῖδας τοῖς γεννήσασιν ἐπιστῆσαι), ἀλλ’ ἐκείνους μὲν ἐρυθριᾷ, διαπειλεῖ δὲ τοῖς λαμβά‐ νουσιν, ὡς οὐδὲν αὐτοὺς τὸ ληφθὲν ὀνήσει· καὶ ἴστω‐ σάν γε καὶ ἐκ τοῦδε ἡμῶν τοῦ νόμου, ὡς, κἂν εἴ τινα παρὰ τῶν τοιούτων γονέων ἀγορασίαν ποιήσαιντο
10κἂν εἰ λάβοιεν δωρεὰν κἂν εἴ τι τῶν πάντων πρά‐ ξαιεν, ἐν ἴσῳ τοῖς μήτε πεπραγμένοις μήτε γεγραμ‐ μένοις ἔσται τὸ γενόμενον. ἐκδικήσουσι γὰρ αὐτὰ πάντως οἱ παῖδες κληρονόμοι τε αὐτῶν καὶ διάδοχοι παρά τε κληρονόμων ἐκείνων καὶ διαδόχων, οὐκ ἄλ‐
15λως ἀποκλειόμενοι πλὴν εἰ μὴ τριακονταετὴς παρέλ‐ θοι χρόνος καὶ ἡ κατοχὴ κυρίους τοὺς λαβόντας κατα‐ στήσειε· ἀρχομένου τοῖς παισὶν τοῦ χρόνου τρέχειν ἐξ οὗπερ αὐτεξούσιοι φανεῖεν ὄντες ἢ γενόμενοι, πλὴν εἰ μή τις ἄνηβος ἡλικία προσβοηθήσειεν ἔτι.
20 Ἐλεύσεται δὲ τὰ τοιαῦτα τῶν κερδῶν εἰς τοὺς παῖδας ἅπαντας τοὺς ἐκ τῶν προτέρων γάμων. Οὐ γὰρ ἐφίεμεν τοῖς γονεῦσι τὴν οὐκ ὀρθὼς ἐπεισηγμέ‐ νην ἐπιλογὴν εἰς αὐτοὺς ἐνδείκνυσθαι, οὐδὲ τῷ μὲν τῶν παίδων διδόναι, τὸν δὲ ἀτιμάζειν. ἅπαντες γὰρ
25τοῖς δευτέροις ὁμοίως ἠτιμάσθησαν γάμοις. ἄλλως τε εἴπερ ἀπάντων τῶν παίδων ὁμοίως κληρονομοῦσιν οἱ γονεῖς καὶ οὐ τὸν μὲν διαδέχονται, τὸν δὲ οὐχ ὁμοίως, ἀνθ’ ὅτου μὴ καὶ αὐτοὶ πᾶσιν ἐξίσης τό γε ἐπὶ τούτῳ προσφέρονται, ἀλλὰ τοὺς μὲν ἐπιλέγονται,
30τοὺς δὲ παρορῶσιν; Ὥστε κατὰ τὴν ἀναλογίαν ἕκα‐ στος τὸ τοιοῦτον κερδαινέτω, καὶ εἰ σχοίη παῖδας, εἰς αὐτοὺς τοῦτο παραπεμπέτω· οἱ δὲ τοῦτο ἐν ἀλ‐ λήλοις διαιρείσθωσαν αὐτοὶ μὲν κατὰ τὸ μέτρον, ὁπόσοι καθεστᾶσιν, οὐ μέντοι τὸ τοῦ πατρὸς ὑπερ‐
35βαίνοντες μέρος.

167

Ἐπειδὴ δὲ ἀκύρους ἀπεφηνάμεθα τὰς ἐκποιήσεις τὰς παρὰ τῶν γονέων ἐπὶ τοῖς τοιούτοις γινομένας, λεπτοτέραν ἐπιθεῖναι προσήκει τῷ πράγματι τάξιν. Εἰ μὲν γὰρ πάντες περίεισιν οἱ παῖδες οἱ ἐκ τῶν
5προτέρων φύντες γάμων, καὶ προτελευτήσειεν αὐτοῖς ὁ γονεύς, ἄκυρα παντοίως μενεῖ τὰ τῆς ἐκποιήσεως κατὰ τὸ ἔμπροσθεν ἡμῖν εἰρημένον. Εἰ δὲ τελευτή‐ σαιεν πάντες καὶ πάλιν εἰς ἀπαιδίαν τὸ πρᾶγμα περι‐ σταίη, τηνικαῦτα ἐξ ἀποτελέσματος κύριον ἔσται τὸ
10ἐκποιηθέν. τίς γὰρ ἂν αὐτὸ καὶ ἀνατρέψειε, τῶν παί‐ δων, οἷς δὴ καὶ μόνοις τοῦτο ἐφυλάξαμεν, οὐχ ὑπόν‐ των; Ἀλλ’ ἐνταῦθά τις ἡμᾶς πρώην εἰσῆλθεν ἔννοια λεπτή τε καὶ μεμεριμνημένη καὶ τὸ μέσον ἀμφοῖν τοῖν θεμάτοιν περιεργαζομένη. ἐπειδὴ γὰρ πάντων
15μὲν ὑπόντων τῶν παίδων καὶ προτελευτήσαντος τοῦ γεγεννηκότος οὐδὲν ὑπολέλειπτο μέρος αὐτοῖς ἐκ τῶν κερδανθέντων, πάντων δὲ τελευτησάντων ὅλον εἰς αὐτοὺς ἐπανῄει, διεσκεψάμεθα μέσην τινὰ τῷ πράγ‐ ματι τάξιν ἐπινοῆσαι· ὥστε εἰ πλειόνων ὄντων παί‐
20δων τελευτήσειεν εἶς, εἰ μὲν ἔχοι παῖδας, ἐπ’ ἐκεί‐ νους φέρεσθαι τὸν κλῆρον, τοῦτο ὅπερ πολλάκις εἰ‐ ρήκαμεν· εἰ δὲ οὐκ ἔχοι παῖδας, μὴ πάντως εἰς τοὺς ἀδελφοὺς τὸ πᾶν ἔρχεσθαι, ἀλλ’ ὅσον ἐκ τοῦ συμφώ‐ νου τοῦ ἐξ ἀπαιδίας ἐγένετο τῷ γεγεννηκότι, τοῦτο
25αὐτὸν κερδαίνειν, τὸ λοιπὸν δὲ συγχωρεῖν ἔρχεσθαι ἐπὶ τοὺς τοῦ παιδὸς διαδόχους, εἴτε ἀδελφοὶ καθ‐ εστήκοιεν εἴτε ἐξωτικοὶ τυχόν (ὅπερ μάλιστα ἐπὶ μη‐ τρὸς συμβαίνει), εἴτε διάθοιντο [εἰς] τὰς αὑτῶν περι‐ ουσίας εἴτε καὶ ἀδιάθετοι τελευτήσαιεν. Καὶ τοῦτο
30δὲ ἡμεῖς ἐγράψαμεν ἡμετέρῳ νόμῳ μεριμνήσαντές τε αὐτὸ καὶ ἐξευρόντες πρῶτοι καὶ φιλανθρώπως νο‐ μοθετήσαντες. ὥστε κἀνταῦθα, εἴπερ ἐκποιήσειεν ὁ γονεὺς πρὶν εἰς δευτέρους ἀφικέσθαι γάμους, εἶτα τε‐ λευτήσειε τῶν παίδων εἷς, κατὰ τοσοῦτον ἔρρωται
35μόνον τὰ ἐκποιηθέντα καθ’ ὅσον εἰς τὸν ἐκποιήσαντα κατὰ τὸ ἐξ ἀπαιδίας περιέρχεται σύμφωνον· ἐπείτοιγε κατὰ τὰ ἄλλα μέρη, ὁπόσα εἰς τοὺς τοῦ παιδὸς κλη‐ ρονόμους χωρεῖ, παντοίως ἄκυρον ἔσται. ὥστε ἐκ‐
ποιήσεως γενομένης μενεῖ τὸ πρᾶγμα ἐν μετεώρῳ,

168

ταῖς ἐφεξῆς συμμεταβαλλόμενον τύχαις καὶ ἢ τελείως ἐξ ἀρχῆς ἀκυρουμένης τῆς ἐκποιήσεως ἢ τελείως ἰσχυ‐ ούσης, ἡ κατὰ μέρος μὲν ἀκυρουμένης, κατὰ μέρος δὲ ἱσταμένης. Καὶ ἐπὶ τούτων δὲ δῂ τῶν κερδῶν,
5ὅσα πρὸς τοὺς δευτέρους ἐρχομένων γάμους τῶν γο‐ νέων λαμβάνουσιν, οὐ περιεργαζόμεθα, πότερον κλη‐ ρονομοῦσιν ἢ τοῦ προτελευτήσαντος γονέως ἢ τοῦ δευτέρου τελευτῶντος, οὐδὲ εἴ τινες μὲν κληρονομοῦσι, τινὲς δὲ οὐχί· ἀλλά, καθάπερ ἔμπροσθεν εἴπομεν,
10γέρας αὐτοῖς δίδομεν τοῦτο, εἴτε κληρονομοῖεν εἴτε καὶ μή· καὶ τοῦτο ἐξ ἴσου λήψονται αὐτοὶ μὲν περιόντες, σὺν αὐτοῖς δὲ καὶ οἱ τοῦ τελευτήσαντος παῖδες, τὸ τοῦ γεγεννηκότος λαμβάνοντες μέρος. πανταχοῦ μέντοι τῆς ἀχαριστίας, καθὰ καὶ ἔμπροσθεν εἴπομεν, ἐμποδὼν
15πρὸς τὸ τοιοῦτο κέρδος ἱσταμένης τῷ τοιούτῳ παιδί. τοὺς γὰρ κατὰ τῶν ἀχαρίστων κειμένους οὐχ ὑπερβαί‐ νομεν νόμους, ταύτῃ καὶ τοὺς γονεῖς τιμῶντες καὶ τοὺς παῖδας εἰς εὐσέβειαν ἄγοντες ὥσπερ γὰρ τὰ τῆς ἐπιλογῆς ἐκωλύσαμεν καὶ πᾶσι δίδομεν ὁμοίως τὰ τοι‐
20αῦτα γέρα, οὕτω τὸ τῆς ἀχαριστίας οὐκ ἀναιροῦμεν. Πρόδηλον δέ, ὡς ἀχάριστον προσήκει νοεῖν τὸν ἢ περὶ ἀμφοτέρους τοὺς γονέας ἢ πάντως περὶ τὸν ὕστερον τελευτῶντα γενέσθαι φανερῶς ἀποδεικνύμενον. Ἄριστα δὲ ἡμῖν Λέων ὁ τῆς θείας λήξεως δοκεῖ
25σκέψασθαι τὰ περὶ τῶν ἐπιδόσεων ὧν εἰς τὰ δεύ‐ τερα ποιοῦνται συνοικέσια οἱ ταῦτα συμβάλλοντες. φησὶ γὰρ ὡς, εἴπερ ἐκ τοῦ προτέρου γάμου παῖδας ἔχοιεν οἱ γονεῖς, εἶτα εἰς δεύτερον ἢ καὶ ἐφεξῆς χω‐ ροῖεν συνοικέσιον, οὐ δύνανται οὔτε εἰς τὴν μητρυιὰν
30οἱ πατέρες οὔτε εἰς τὸν πατρωὸν οἱ μητέρες κατὰ τὸν τῆς ζωῆς χρόνον τὴν οἱανοῦν ποιεῖσθαι φιλοτι‐ μίαν, ἢ ἐν τελευτῇ τι καταλιμπάνειν, πλὴν ἢ τοσοῦ‐ τον ὅσον ὁ εἷς παῖς ἢ θυγάτηρ μόνος ὢν ἐκ τοῦ φύ‐ σαντος ἔχει. Εἰ δὲ πολλοὶ παῖδες εἶεν καὶ ἕκαστος
35ἶσον ἔχοι μέρος, οὐ πλέον τοῦ εἰς ἕκαστον ἀφικνου‐

169

μένου ἢ ὁ πατρωὸς ἢ ἡ μητρυιὰ παραλήψονται. Εἰ δὲ ἄνισα τὰ καταλελειμμένα τυγχάνοι, τοσοῦτον ἀνάγ‐ κη μόνον εἰς τὴν μητρυιὰν ἢ τὸν πατρωὸν ἔρχεσθαι ἐξ οἱασδήποτε φιλοτιμίας τοῦ γονέως, εἰς ὅσον ὁ τὸ
5ἔλαττον ἔχων παῖς ἐκ τῆς ἐκείνου περιουσίας λαμ‐ βάνει ἢ ἀπὸ τελευταίας βουλήσεως καταλειφθὲν ἢ καὶ ἐν ζωῇ δεδομένον· δηλαδὴ τῆς πρώην τετάρτης, νυνὶ δὲ τρίτης ἢ ἡμισείας κατὰ τὸν ἡμέτερον νόμον μοίρας πάντως τῷ παιδὶ καταλιμπανομένης ἢ διδο‐
10μένης, εἰ μὴ πάλιν ὁ τῆς ἀχαριστίας ἐναντιῷτο λόγος. Ταὐτοῦ τούτου φυλαττομένου καὶ ἐπὶ πάππου καὶ μάμμης, καὶ προπάππου καὶ προμάμμης, καὶ ἐγγόνων ἀρρένων ἢ θηλειῶν καὶ προεγγόνων ὁμοίως, εἴτε ὑπεξούσιοι τυχὸν εἴτε ἐμαγκιπάτοι καθεστήκοιεν, ἐκ
15τῆς πατρῴας ἢ μητρῴας κατιόντες σειρᾶς. Καὶ τοῦτο διορίσας ὀρθῶς ἐπήγαγεν, ὅτι τὸ πλεὸν τοῦ καταλει‐ φθέντος ἢ δοθέντος ὅλως ἢ τῇ μητρυιᾷ ἢ τῷ πατρωῷ ὡσανεὶ μήτε γραφὲν μήτε καταλειφθὲν ἢ δοθὲν ἢ δωρηθὲν ἁρμόσει τοῖς παισὶ καὶ μεταξὺ τούτων μό‐
20νων ἐξίσης διαιρεθήσεται. Τὸ γὰρ δεῖν καὶ τοὺς ἐκ τοῦ δευτέρου γάμου παῖδας μετέχειν καὶ τούτων γέ‐ γραπται μὲν ἐπί τινος διατάξεως, οὐ μὴν καὶ νῦν ἡμῖν ἀρέσκει. Ἀλλὰ τοῖς ἐκ τοῦ προτέρου γάμου παισί, δι’ οὓς καὶ παρατετήρηται, διδόσθω μόνοις·
25οὐδεμιᾶς μηχανῆς οὔτε δι’ ὑποβολιμαίων προσώπων οὔτε κατ’ ἄλλην αἰτίαν παραλαμβάνεσθαι δυναμένης. Τοῦτο δὲ τὸ περιττὸν διαιρήσονται πρὸς ἀλλήλους οἱ κεχαρισμένοι παῖδες τοῖς γονεῦσιν, οὐχ οἱ ἀχάριστοι περὶ τούτους δεικνύμενοι καὶ ἀχαριστίας τοιαύτης
30ὑπεύθυνοι καθεστῶτες, ὁποίαν οἱ νόμοι ζητοῦσι. τοὺς γὰρ τοιούτους καὶ τῆς ἐντεῦθεν ὠφελείας ἀφαιρού‐ μεθα, μήποτε τῆς ἐλπίδος ὑποφαινομένης τῆς ἐν‐ τεῦθεν κτήσεως κατὰ τῶν γονέων χωροῖεν καὶ θρα‐ σύνοιντο καὶ τοὺς τῆς φύσεως ἀτιμάζοιεν νόμους.
35πρόδηλον δὲ ὡς κἀνταῦθα, εἴ τις τούτων τελευτή‐ σειεν, εἰς οὓς τὸ περιττὸν ἐφέρετο, παίδων ὑπόντων, οἱ τοῦ τελευτήσαντος παῖδες τοῦτο λήψονται κατὰ μὲν τὸ οἰκεῖον πλῆθος, πρὸς δὲ τὸ τοῦ τελευτήσαν‐
τος μέρος.

170

Ἐπειδὴ δὲ τοῖς μέχρι νῦν νόμοις ἀδιάκριτόν ἐστι, πότε προσήκει τὸ πλεῖον θεωρεῖν, ἆρα κατὰ τὸν τῆς ἐπιδόσεως καιρὸν ἢ κατὰ τὸν τῆς τοῦ γόμου διαλύ‐ σεως, κράτιστον ἡμῖν ἔδοξεν εἶναι τὸν τῆς τελευτῆς
5τοῦ δευτερογαμήσαντος γονέως παρατηρεῖν καιρόν. γράφουσι μὲν γὰρ ἄνθρωποι καὶ ὧν ἔχουσι πλείονα, γράφουσι δὲ καὶ ἐλάττονα· αἱ δὲ ἐπισυμβαίνουσαι τύχαι τὰς ἐναντίας ἐκβάσεις ὡς ἐπίπαν ἐργάζονται. Ὥστε ἴνα μὴ περὶ ταῦτα πλανώμεθα, τὸν καιρὸν
10ἐκεῖνον σκεπτέον καθ’ ὃν ὁ δευτερογαμήσας τελευτᾷ, καὶ τὴν ἀναλογίαν τὴν ἐκεῖθεν ληπτέον, καὶ πρὸς ἐκείνην τὸ πλεῖον σκοποῦντας ἀφαιρεῖσθαι τὸ ὑπερ‐ βαῖνον προσήκει καὶ τοῖς παισὶ προσνέμειν· ἐπὶ πᾶσι τοῖς τοιούτοις οὐ τῆς ἐξ ἀρχῆς δόσεως ἢ γραφῆς θεω‐
15ρουμένης, ἀλλὰ τοῦ καλουμένου eventu σκοπουμένου. Ἀλλ’ οὐδὲ ἐκεῖνο ἡμῖν παραλειπτέον, ὅπερ ὀρθῶς ἔχειν Θεοδόσιος ὁ τῆς εὐσεβοῦς λήξεως ὁ νέος δι‐ ετάξατο, φήσας ὅτιπερ, ἐὰν γυνὴ παιδοποιησαμένη πρὸς δεύτερον ἔλθοι γάμον κἀκεῖθεν αὐτῇ γένοιντο
20παῖδες ἕτεροι, εἶτα καὶ ὁ δεύτερος ἀνὴρ, τελευτή‐ σειε, τὰ μὲν αὐτῆς οἰκεῖα πράγματα οἱ ἐξ ἀμφοτέρων τῶν γάμων παραλήψονται παῖδες ἀδιαθέτου τῆς μη‐ τρὸς τελευτώσης ἐξ ἴσης καὶ ὁμοιοτάτης διανεμή‐ σεως· τὴν μέντοι πρὸ γάμου δωρεὰν ἑκατέρα γονὴ
25τὴν τοῦ οἰκείου λήψεται πατρός, καὶ ἐξ ὁλοκλήρου μὲν οἱ τοῦ πρώτου γάμου παῖδες τὴν ἐκείνου κερδα‐ νοῦσι δωρεάν, ἐξ ὁλοκλήρου δὲ οἱ ἐκ τῶν δευτέρων φύντες σπερμάτων τῆς παρ’ ἐκείνου γενομένης ἀπο‐ λαύσουσι φιλοτιμίας, κἂν εἰ μὴ πρὸς τρίτον ἐκείνη
30συνοικέσιον ἦλθε. τί γὰρ τοῦτο τοὺς προτέρους ὀνή‐ σει; τί δὲ βασκαίνουσιν οἱ πρότεροι παῖδες τοῖς δευ‐ τέροις, εἰ μὴ κἀκεῖνοι τρίτοις ὑβρίσθησαν γάμοις; Καὶ ἁπλῶς ἑκάστη γονὴ τὴν τοῦ οἰκείου γονέως λαμ‐ βανέτω προγαμιαίαν δωρεάν, καὶ ὅλως τῶν πρώτων
35παίδων διὰ τὴν δευτερογαμίαν λαβόντων 〈καὶ〉 οἱ δεύτεροι πάντως αὐτὴν ἐχέτωσαν, κἂν εἰ μὴ τρίτοις
ὡμίλησεν ἡ δευτερογαμήσασα γάμοις· ὥστε μὴ δοκεῖν

171

κατὰ τοῦτο τῶν ἀδελφῶν ἐλαττοῦσθαι. Ἐκ δὲ τῆς τῶν πραγμάτων ἀκολουθίας ταὐτὸ καὶ ἐπὶ πατέρων ἔστω δευτερογαμούντων, καὶ φυλαττέσθω τοῖς μὲν ἐκ τοῦ προτέρου γάμου παισὶ διὰ τὴν δευτερογαμίαν
5ἡ κερδανθεῖσα προῖξ, τοῖς δὲ δευτέροις τὰ ἐκ τῶν δευτέρων, κἂν εἰ μὴ πρὸς τρίτους ὁ πατὴρ ἀφίκετο γάμους. Τὰ δέ γε λοιπά, ὁπόσα ἐπὶ τῶν τοιούτων ἐκέρ‐ δανεν ἢ ὁ πατὴρ ἢ ἡ μήτηρ ἐκ τῆς δευτερογαμίας,
10ἢ κατὰ ληγάτον τυχὸν ἢ φιδεϊκόμμισσον, οὐ μὴν εἰς τρίτους ἐληλύθασι γάμους, ταῦτα συνανακραθέντα τῇ αὐτῶν περιουσίᾳ καὶ ὑπὸ τρίτων οὐ σαλευθέντα γά‐ μων μενέτω παρ’ αὐτοῖς ἀκίνητα, καὶ εἰς τὰς αὐτῶν ὡς οἰκεῖα διαδοχὰς ἀφικνείσθω, καὶ παρὰ περιόντων
15ὃν βούλονται διοικείσθω τρόπον. Ἐπειδὴ δὲ τὰ κέρδη πανταχοῦ κατὰ τὴν τοῦ λόγου συνέχειαν εἰς τὰς ἀπὸ τελευτῆς διαζεύξεις ἐνομοθετή‐ σαμεν, βραχεῖ τινι λόγῳ κἀκεῖνο προστίθεμεν ὡς, ὁπόσα κερδάναιεν οἱ γονεῖς ῥεπουδίῳ διαλυθέντος
20τοῦ γάμου, εἴτε bona gratia σταλέντι εἴτε καὶ ἄλ‐ λως, εἴτε κατὰ προικὸς εἴτε κατὰ προγαμιαίας δω‐ ρεᾶς πρόφασιν, ταῦτα κατὰ μίμησιν τῶν ἀπὸ τελευ‐ τῆς κερδῶν ἅπαντα φυλαττέσθω τοῖς παισί. ταὐτοῦ τούτου φυλαττομένου καὶ ἐπὶ τῶν ἀπροίκων γαμε‐
25τῶν, ἔνθα ἡ παρ’ ἡμῶν τεθεῖσα διάταξις τὴν προ‐ πέτειαν ἐτιμωρήσατο. Καὶ οὐ διαφερόμεθα, παρὰ τίνος αἰτίαν ὁ γάμος τῷ ῥεπουδίῳ διαλέλυται. ὁπωσ‐ δήποτε γὰρ ἂν ἔχοι τὸ πρᾶγμα, φυλάττεται καὶ ἐπ’ ἐκείνων τὸ κερδανθὲν τοῖς ἐκ τῶν γάμων ἐκείνων
30παισίν, ἐξ ὧν προῆλθον οἱ παῖδες, εἴτε οἱ πρῶτοι διελύθησαν γάμοι ῥεπουδίῳ εἴτε καὶ οἱ δεύτεροι, κἂν εἰ τρίτος οὐκ ἠκολούθησε γάμος. Τὰ δὲ περὶ αὐξήσεων ἢ μειώσεων προικῶν ἢ προ‐ γαμιαίων δωρεῶν εἴρηται μέν τισι τῶν ἔμπροσθεν
35νόμων, ἡμῖν δὲ ἐξείργασται τελειότερον, οἵ γε καὶ συνεστώτων τῶν γάμων τὰς διὰ τὸν γάμον δωρεὰς
οὐκ αὔξεσθαι μόνον, ἀλλὰ καὶ ἐξ ἀρχῆς δίδοσθαι

172

προσετάξαμεν, καὶ ὥσπερ αὔξεσθαι συνεχωρήσαμεν, οὕτω καὶ μειοῦσθαι τῶν συνελθόντων βουλομένων ἐφήκαμεν. Ἀλλὰ τοῦτο, τὸ τῆς μειώσεως φαμέν, εἰ δεύτερος γένοιτο γάμος, οὐκ ἐφήσομεν (ἵνα μή τι τῇ
5Λέοντος τοῦ τῆς εὐσεβοῦς λήξεως προσκρούσωμεν διατάξει), ἡνίκα παῖδες ἐκ τοῦ προτέρου γένοιντο γάμου. Εἰ γὰρ ἄμετρον ἐπιδοίη τὴν προῖκα ἢ τὴν προγαμιαίαν δωρεὰν ὁ γονεὺς ἢ ἕτερόν τι φιλοτιμή‐ σαιτο, εἶτα συναισθόμενος, ποῖ φέρεται τὰ τοῦ νόμου,
10συστείλειε τὸ γενόμενον καὶ ἐλαττώσειε τὴν προῖκα ἢ τὴν προγαμιαίαν δωρεάν, οὐκ ἔτι κέρδος ἔσται τοῖς παισὶ τὸ δοθέν, ἀλλ’ ἐξέσται κερδαίνειν ἢ τῷ πα‐ τρωῷ ἢ τῇ μητρυιᾷ, τῶν παίδων κατὰ τοῦτο ἀδι‐ κουμένων.
15 Εἰ δὲ μόνον οὐσούφρουκτον πραγμάτων ἢ ὁ ἀνὴρ τῇ γαμετῇ ἢ ἡ συνοικοῦσα τῷ γήμαντι κατὰ τελευ‐ ταίαν δοίη βούλησιν, ὁ μὲν πρὸ ἡμῶν ἔλεγε νόμος, εἰ πρὸς δευτέρους ἀφίκοιντο γάμους ἢ ὁ πατὴρ ἢ ἡ μήτηρ, αὐτίκα τῆς καταλειφθείσης χρήσεως ἐκπίπτειν,
20ὥσπερ πρότερον ἐξέπιπτον τῆς δεσποτείας, καὶ παρα‐ χρῆμα τοῖς παισὶν αὐτὴν ἀποκαθίστασθαι, εἰ δὲ ἄνηβοι τυχὸν οἱ παῖδες εἶεν, καὶ μετὰ τῶν ἐν μέσῳ καρπῶν· τοῦτο γὰρ ἐδόκει τῷ νόμῳ. Ἡμῖν δὲ οὐ σφόδρα τοῦτο ἤρεσεν, ἀλλὰ βουλόμεθα, κἂν ἡ χρῆσις
25δοθείη, ἢ κατὰ φιλοτιμίαν ἢ μόρτις καῦσα δωρεᾶς γενομένης ἢ καὶ inter vivos ἐν οἷς ἔξεστι καὶ δω‐ ρεῖσθαι, ἢ καταλειφθείη, καὶ ὁ λαβὼν εἰς δευτέρους ἀφίκοιτο γάμους, μένειν καὶ οὕτω τὴν χρῆσιν, ἄχρις οὗ περιῇ ὁ τοῦτον ἔχων τὸν οὐσούφρουκτον· εἰ μὴ ῥη‐
30τῶς αὐτὸς ὁ τὴν δωρεάν, ὡς εἴρηται, πεποιημένος ἢ ὁ τοῦτον καταλιπών, εἴτε ἄρρην εἴτε θήλεια, φήσειε βούλεσθαι πρὸς δευτέρους ἀφικνουμένου γάμους τοῦ τὸν οὐσούφρουκτον λαβόντος λύεσθαί τε αὐτὸν καὶ πρὸς τὴν οἰκείαν ἐπαναστρέφειν δεσποτείαν. Ἀλλὰ
35ταῦτα μὲν περὶ τῶν κατὰ φιλοτιμίαν δεδομένων φαμέν.

173

Εἰ μέντοι ἐν προικὶ ἢ προγαμιαίᾳ δωρεᾷ πραγμά‐ των οὐσούφρουκτος δοθείη, οὐδὲν παντελῶς καινίζο‐ μεν, ἀλλὰ τὰ ἤδη νενομοθετημένα κρατείτω, καὶ με‐ νέτω παρὰ τοῖς εἰληφόσιν ἄχρις οὗ περιῶσιν, κἂν εἰ
5μυριάκις ἐναντίον τι βουληθεῖεν οἱ τελευτήσαντες. τὸ γὰρ ἐκ τοῦ νόμου δεδομένον κέρδος ἰδιώτης ἀφελέσθαι παντάπασιν οὐκ ἰσχύσει. Ἐπειδὴ δὲ ὅλως εἰς μνήμην τῶν περὶ τοῦ οὐσου‐ φρούκτου νόμων ἀφικόμεθα, κἀκεῖνο προσαναμίξαι
10τῷ νόμῳ καλόν, ὅπερ τισὶν ἔμπροσθεν εἴρηται δια‐ τάξεσιν, ὡς πάντων ὁ πατὴρ τῶν εἰς τοὺς παῖδας ἀφικνουμένων εἴτε ἐκ μητρῴας σειρᾶς εἴτε ἐκ γαμικῆς τῶν παίδων αἰτίας εἴτε ἀλλαχόθεν τὸν οὐσούφρουκτον ἔχει, κἂν εἰ πρὸς δευτέρους ἔλθοι γάμους. τὴν γὰρ
15χρῆσιν αὐτῷ ἄχρις οὗ περιῇ μένειν ἀδιάπτωτον καὶ οἱ πρὸ ἡμῶν ἅπαντες βούλονται νόμοι καὶ ἐπὶ τοῖς μητρῴοις καὶ ἐπὶ τοῖς ἄλλοις ἅπασι, καὶ ἡμεῖς σύμ‐ φαμεν. ὁ δὲ τῶν castrensiων καὶ quasicastrensiων πεκουλίων ἐξῃρήσθω λόγος
20 Μήτηρ μέντοι δωρησαμένη τι τῷ παιδὶ τῶν οἰ‐ κείων εἴπερ εἰς δευτέρους ἔλθοι γάμους, οὐκ ἂν δύ‐ ναιτο κατὰ πρόφασιν ἀχαριστίας τὸ δεδομένον ἀνα‐ τρέπειν. οὐ γὰρ ἐκ καθαρᾶς δοκεῖ γνώμης τὴν ἀχα‐ ριστίαν εἰσάγειν, ἀλλὰ τὸν δεύτερον γάμον ἐννοοῦσα
25ἐπὶ ταύτην ἐλθεῖν τὴν σκῆψιν προείληπται. πλὴν εἰ μὴ καθαρῶς ὁ παῖς ἢ περὶ τὴν ζωὴν αὐτὴν ἐπιβου‐ λεύων τῇ μητρὶ ἢ χεῖρας ἐπιβάλλων ἀσεβεῖς ἢ περὶ τὴν τῆς οὐσίας ὅλης ἀφαίρεσιν πράττων τι κατ’ αὐ‐ τῆς ἀποδεικνύοιτο.
30Οὐ μὴν συγχωροῦμεν ταῖς γυναιξὶ πρὸς δεύτερον
ἀφικνουμέναις γάμον ἔτι βούλεσθαι ταῖς τῶν πρό‐

174

τερον συνοικησάντων ἀξίαις ἢ προνομίοις χρῆσθαι, ἀλλ’ εἰς οἶον ἂν μετὰ τὸν πρότερον ἀφίκοιντο γάμον, ἐκείνου στεργέτωσαν τὴν τύχην. ἡ γὰρ τῶν ἔμπρο‐ σθεν ἐπιλελησμένη οὐκ ἂν αὖθις ἐκ τῶν ἔμπροσθεν
5βοηθοῖτο. Χαρίεν δὲ κἀκεῖνο καὶ οὐδὲ εὐσεβείας ἔξω τῷ τῆς θείας λήξεως Ἀλεξάνδρῳ πρὸς πολλοῖς ἑτέροις τῶν ἀρχαίων νομοθετῶν διώρισται, ὥστε, εἴ τις ἐλευθε‐ ρώσειε θεράπαιναν, εἶτα ἀγάγοιτο αὐτὴν γαμετήν, ἡ
10δὲ ὡς ἔοικεν ὑπερμαζῶσά τε καὶ τρυφῶσα διαλύσειε τὸ πρὸς τὸν ἐλευθερωτὴν συνοικέσιον, οὐκ ἐφίησιν ὁ νόμος πρὸς δευτέρους γάμους ἐλθεῖν ἄκοντος τοῦ πρότερον γήμαντος, ἀλλὰ τὸν ἐφεξῆς γάμον πορνείαν ἡγεῖται καὶ φθοράν, ἀλλ’ οὐ γάμον οὐδὲ συνάφειαν,
15ἐξ ἧς ὕβρις οὐκ εὐπρεπὴς τῷ τὴν ἐλευθερίαν ἐπιθέντι προσγίνεται. Ταὐτοῦ δὲ δὴ βασιλέως κἀκεῖνο εὑρόντες ἄξιον τῆς ἑαυτῶν ἡγησάμεθα μέρος ποιήσασθαι νομοθεσίας· ὡς, ἐπειδὴ πάντων ἡ μήτηρ ἀξιοπιστοτέρα πρὸς τὴν τῶν
20παίδων ἀναγωγὴν ἐδόκει, δίδωσιν αὐτῇ καὶ τοῦτο ὁ νόμος, εἰ μὴ πρὸς δευτέρους φοιτήσεις γάμους. Τὰς δὲ δὴ προῖκας, ἃς ἂν λάβοιεν οἱ συνοικοῦντες, οὐ δώσουσι προχείρως ταῖς γυναιξὶ συνεστώτων ἔτι τῶν συνοικεσίων, πλὴν ἐξ αἰτιῶν ἃς ὁ νόμος ἠρίθμη‐
25σεν. ἐπείτοιγε εἴ τι τοιοῦτο πράξαιεν, μίμησις δω‐ ρεᾶς τὸ γενόμενον αὐτόθεν εἶναι δοκεῖ· καὶ εἰ τελευ‐ τήσειεν ἡ γυνή, καὶ ἀναλήψονται τὰς προῖκας οἱ δεδωκότες αὐτὰς ἀώρως ταῖς γυναιξὶν ἄνδρες παρὰ τῶν κληρονόμων τῶν γυναικῶν μετὰ τῶν ἐν μέσῳ
30καρπῶν, αὐτοί τε καὶ κληρονόμοι αὐτῶν, καὶ ἕξουσιν εἰς κέρδος κατὰ τὸ συμπεφωνημένον. καὶ εἰ πρὸς δευτέρους ἀφίκοιντο γάμους οἱ ἄνδρες, φυλάξουσιν ἀνεκποίητα ταῦτα τοῖς παισί, τοῦτο δὴ τὸ καθ’ ὅλου
διατεταγμένον. Εἰ μέντοι μὴ τύχοιεν λαβόντες οἱ

175

συνοικοῦντες τὰς προῖκας ἔτι συνεστῶτος τοῦ συνοι‐ κεσίου, καὶ μετὰ τελευτὴν αὐτὰς τῶν γαμετῶν κατὰ τὸν νόμον παρὰ τῶν ἐκείνων λήψονται κληρονόμων, καθάπερ ἡ γραφὴ βούλεται τοῦ προικῴου.
5 Εἰ δὲ ἐπιτροπεύοι γυνὴ τῶν παίδων πρόδηλον ὡς ἀνήβων καθεστώτων διομοσαμένη μὴ πρὸς δεύτερον ἔρχεσθαι γάμον, εἶτα καταφρονήσασα καὶ τῆς προ‐ τέρας εὐνῆς καὶ τῶν ὅρκων εἰς ἀνδρὸς ἔλθοι δευτέ‐ ρου, μὴ πρότερον ἐπίτροπόν τε αἰτήσασα καὶ τοὺς
10λογισμοὺς παρασχομένη καὶ καταβαλοῦσα πᾶν ὅσον ἐντεῦθεν ὀφείλει, οὐ μόνον τὰ αὐτῆς ὑποθήκην ἔχειν ὁ νόμος συγχωρεῖ τοῖς παισίν, ἀλλὰ καὶ τὴν τοῦ γή‐ μαντος οὐσίαν συνυπάγει ταῖς ὑποθήκαις, αὐτῇ τε ἀπαγορεύει τὴν τοῦ παιδὸς διαδοχὴν ἀνήβου τελευ‐
15τῶντος, εἰ καὶ ἐξ ὑποκαταστάσεως ὁ πατὴρ αὐτὴν ἐλθεῖν πρὸς τὴν τοῦ παιδὸς εἴποι διαδοχήν. Ἀλλὰ ταῦτα μὲν οἱ πρὸ ἡμῶν· ἡμεῖς δὲ θαυμάζομεν, εἰ γυναῖκα οὕτως ἀσεβῆ καθεστῶσαν, ὡς καὶ αὐτόθεν ὅρκων ἀμελῆσαι καὶ οὕτω πρὸς ἄωρον γάμον ἐλθεῖν
20τριῶν τῶν μεγίστων ἠμελημένων, θεοῦ τε καὶ τῆς τοῦ τελευτήσαντος μνήμης καὶ τῆς τῶν παίδων στορ‐ γῆς, οὕτως ὀλίγαις ὑπέβαλον ποιναῖς, καὶ τὴν μὲν πρὸ τοῦ πενθίμου γημαμένην χρόνου καὶ οὐδὲ πάν‐ τως μητέρα παίδων καθεστῶσαν τιμωροῦνται πικρῶς,
25ἀλλὰ κἂν εἰ παῖδας οὐκ ἔχοι διὰ μόνην τὴν σεμνότητα ταῦτα πράττοντες, γυναῖκα δὲ οὕτως ἐκκεχυμένην ἐπιθυμίαις οὐ ταῖς αὐταῖς γοῦν ὑπέβαλον ποιναῖς ὁποίας ὑπομένουσιν αἱ πρὸ τῶν πενθίμων χρόνων εἰς ἑτέρου συνοικέσιον ἀποκλίνασαι. Ὥστε νομοθε‐
30τοῦμεν τὰς οὕτως ἐπιορκεῖν τοῦ λοιποῦ τολμώσας γυναῖκας πρὸς ταῖς ἤδη προειληφυίαις ποιναῖς καὶ ταύτας ὑφίστασθαι πάσας ἃς ἔμπροσθεν εἴπομεν ἐπὶ τῶν πρὸ τοῦ πενθίμου χρόνου γαμουμένων γυναι‐ κῶν, τήν τε ἀτιμίαν καὶ τὰ ἄλλα πάντα ταύταις ἐπ‐
35άγοντες, καὶ λύσιν αὐταῖς τῶν ποινῶν διδόντες τὴν αὐτὴν ἥνπερ κἀκείναις, τὸ δεῖσθαι βασιλέως καὶ τὴν
ἡμίσειαν μοῖραν διδόναι τοῖς παισὶ τῶν οἰκείων,

176

οὐδὲ τῆς χρήσεως παρ’ αὐταῖς μενούσης. καὶ ἁπλῶς ἴσην αὐτὴν τίθεμεν διὰ τὴν τῶν γάμων ἀωρίαν τῇ πρὸ τοῦ πενθίμου χρόνου γημαμένῃ. Εἰ δὲ καὶ τῶν φυσικῶν ἐπιτροπεύοι παίδων (καὶ γὰρ δὴ καὶ τοῦτο
5δεδώκαμεν αὐτῇ), ἀλλ’ οὖν εἰς ἀνδρὸς ἐλθοῦσα καὶ μὴ ταῦτα πράξασα ἄπερ ἔμπροσθεν εἴρηται, ταῖς αὐταῖς ὑποκείσθω ποιναῖς. Πρόνοια δὲ ἔστω κατὰ μὲν τὰς ἐπαρχίας τοῖς τῶν ἐθνῶν ἡγουμένοις, ἐν‐ ταῦθα δὲ τῷ ἐνδοξοτάτῳ ἐπάρχῳ τῆς εὐδαίμονος
10ταύτης πόλεως ἅμα τῷ πραίτωρι ᾧ τούτου μέλει τοῦ μέρους, ὥστε βουλομένης εἰς γάμους ἐλθεῖν τῆς ἐπιτροπευούσης γυναικὸς καὶ προβληθῆναι τοῖς νέοις ἐπίτροπον καὶ τοὺς λογισμοὺς ὑποδέξασθαι καὶ ὅπερ ἡ μήτηρ ὀφείλει προφάσει τῆς διοικήσεως, τοῦτο ἀπο‐
15δοῦναι. Ἀρέσκει δὲ ἡμῖν ἡ Ζήνωνος τοῦ τῆς εὐσεβοῦς λή‐ ξεως διάταξις, βουλομένη τὸν πατέρα, εἰ κελευσθείη τῷ οἰκείῳ παιδὶ πρεσβεῖον ὑπὸ αἵρεσιν ἢ ἡμέραν δοῦναι, μὴ ἄλλως ἀπαιτεῖσθαι τὴν ὑπὲρ τῆς δόσεως
20τῶν πρεσβείων ἀσφάλειαν (ταύτην δὴ τὴν legatorum servandorum causa καλουμένην), πλὴν εἰ μὴ δευτέροις ὁ πατὴρ ὁμιλήσειε γάμοις. ἔστω γὰρ καὶ τοῦτο τοῖς δευτερογαμοῦσιν ἐπιτίμιον. Ἀλλὰ κἂν εἴ τις ἐν τοῖς εὐλαβεστάτοις τελῶν κλη‐
25ρικοῖς, τοῖς ὑπὲρ τὸν ἀναγνώστην ἢ ψάλτην φαμέν, ὅλως ὁμιλήσειε γάμοις, τοῦτον ἐκ τῆς ἡμετέρας δια‐ τάξεως ἐκπίπτειν τῆς ἱερωσύνης διεταξάμεθά τε καὶ βουλόμεθα. Εἰ μέντοιγε ἀναγνώστης ὢν καὶ γήμας εἶτα διά τινα ἀπαραίτητον ἀνάγκην εἰς δευτέρους ἀφ‐
30ίκοιτο γάμους, οὐκ ἔτι πρὸς τὰ μείζω τῆς ἱερωσύνης ἀναβήσεται γέρα, ἀλλ’ αὐτοῦ μενεῖ παρὰ τῇ γυναικί, τὴν ὑπὲρ ἐκείνης προκρίνας σπουδὴν τῆς ἐπὶ τὰ βελ‐ τίω προόδου. Εἰ δὲ ἐν ἰδιώταις ὢν ἐπὶ χειροτονίαν ὑποδιακόνου ἢ διακόνου ἢ πρεσβυτέρου ἐλθεῖν βού‐
35λοιτο, εἶτα φανείη γυναῖκα ἔχων μὴ ἐκ παρθενίας αὐτῷ συνοικήσασαν, ἀλλ’ ἢ διεζευγμένην ἀνδρὸς ἢ ἄλλως οὐκ ἐξ ἀρχῆς εὐθὺς αὐτῷ νομίμως συνελθοῦ‐ σαν, ἢ καὶ αὐτὸς πρὸς δευτέρους ἀφίκοιτο γάμους, οὐ τεύξεται τῆς ἱερωσύνης· ἀλλὰ κἂν εἰ λαθὼν εἰς τοῦτο
40ἔλθοι, πάντως αὐτῆς ἐκπεσεῖται.

177

Τὸ δὲ ἐφεξῆς πρᾶγμά ἐστι παλαιὸν καὶ πολλὰς μὲν δεξάμενον ἐπανορθώσεις οὐ παρ’ ἑτέρων μόνον, ἀλλ’ ἤδη καὶ ὑφ’ ἡμῶν, οὐ μὴν πρὸς τὴν εἰς ἄκρον ἑαυτοῦ παραγενόμενον ὀρθότητα· ἣν νῦν μεταδιώ‐
5κοντες τὰ πορόντα νομοθετοῦμεν. Ὁ γὰρ καλούμενος Iuliος miscellας παλαιὸς νόμος ἀρχαῖος τὸ τῆς παιδο‐ ποιίας προβαλλόμενος σπούδασμα ἐπέτρεπε ταῖς γυ‐ ναιξίν, εἰ καὶ ὁ ἀνὴρ κωλύοι καί τι καὶ ὑπὲρ τούτου καταλιμπάνοι, ὑπὲρ τοῦ μὴ πρὸς δεύτερον ἀφικέσθαι
10γάμοι, ὅμως καὶ εἰς ἀνδρὸς φοιτᾶν καὶ ὀμνύειν, ὡς παίδων ἕνεκεν τοῦτο πράττοι, καὶ τὸ καταλελειμμέ‐ νον λαμβάνειν. Καὶ ταύτην μὲν εἰς ἐνιαυτὸν ἐδίδου ταῖς γυναιξὶ τὴν ἄδειαν· τούτου δὲ παρελθόντος, εἴπερ ἠβουλήθη λαβεῖν τὸ καταλελειμμένον, οὐκ ἄλ‐
15λως ἦν ταῖς γυναιξὶ τοῦτο λαβεῖν, πρὶν ἂν ἀσφάλειαν ἔκθοιντο ὡς ἐπὶ δεύτερον οὐκ ἐλεύσονται γάμον. ἀλλὰ ταύτην δὴ τὴν προσθήκην οὐκ αὐτὸς ὁ Iuliος miscellας ἐξεῦρεν, ἀλλὰ Quintος Muciος Scaevolας προνομοθετήσας ἐτύγχανεν, ἐπὶ πάντων δὴ τῶν ἠρ‐
20τημένων εἰς τὸς τῶν πραγμάτων κωλύσεις τὰς τοι‐ αύτας ἐπινοήσας ἀσφαλείας. Ἡμεῖς τοίνυν ὁρῶντες τὰς πολλὰς δὴ γυναῖκας ἐπιθυμίᾳ γάμων, οὐ διὰ παι‐ δοποιίαν, ἀλλὰ διὰ τὴν τῆς φύσεως ἀνάγκην καὶ ὀμ‐ νύσας καὶ γαμουμένας καὶ παραβαινούσας τὰς τῶν
25τελευτώντων γνώμας, ᾠήθημεν τὴν ἀρχὴν τέως τὸ θειότερον θεραπεῦσαι μέρος καὶ τὴν ἐπιορκίαν αὐ‐ ταῖς κωλῦσαι. καὶ μὴ συγχωρῆσαι τοιούτους ὅρκους ὑπέχειν, ἐφ’ οἷς πάντως τὸ τῆς ἐπιορκίας πρόχειρον. καὶ γὰρ οὐδὲ ἐκεῖνο προσέκειτο τῷ νόμῳ τὸ δεῖν τὰς
30ἄπαιδας οὔσας γυναῖκας τοῦτον ὀμνύειν τὸν ὅρκον, ἀλλὰ καὶ παῖδας ἐχούσαις προὔκειτο τὰ τῶν ὅρκων, θεόν τε ὁμοῦ καὶ τὴν τοῦ κατοιχομένου λυποῦντα ψυχήν. καίτοιγε τὸ μὲν τῆς ἐπιορκίας πρόχειρον ἦν, τὸ δὲ τῆς παιδοποιίας ἐν τοῖς τῆς τύχης ἀπέκειτο
35δώροις. ἐπειδὴ τοίνυν τοῦτο ἡμετέρῳ τεθεσπίκαμεν
νόμῳ, τὸν ὅρκον αὐτῶν ἀφελόντες καὶ τὴν τοιαύτην

178

ἐπιτρέψαντες λῆψιν, ἐνενοήσαμεν ὡς θάτερον ἡμῖν τῶν πραγμάτων παραλέλειπται τὸ δεῖν καὶ τὴν τοῦ κατοιχομένου θεραπεῦσαι ψυχήν. Διὸ δὴ τὸν παρ‐ όντα τίθεμεν νόμον· οὐ γὰρ βουλόμεθα τὰς τῶν
5τελευτώντων οὐδὲν ἄτοπον ἐχούσας βουλὰς διαπί‐ πτειν. εἰ μὲν γὰρ ἐφάσκομεν δεῖν τὴν γυναῖκα πάν‐ τως τοῦ ἀνδρὸς ἐπιτάξαντος μὴ γαμεῖν τοῦτο φυλάτ‐ τειν, εἶχεν ἄν τι πικρὸν ἴσως ὁ νόμος· νῦν δὲ δευ‐ τέρου προσόντος τοῦ, εἴπερ βουληθείη γαμεῖν, μὴ
10λαβεῖν τὸ καταλελειμμένον, τῆς εἰς ἔσχατον ἀτοπίας ἐστὶ περιιδεῖν τὴν γνώμην τοῦ τελευτήσαντος οὕτω κινδυνεύουσαν, ὥστε αὐτῇ δοῦναι παρρησίαν καὶ γα‐ μεῖσθαι καὶ λαμβάνειν τὸ καταλελειμμένον καὶ διὰ πάντων λυπεῖν τὸν πρότερον συνοικήσαντα.
15 Ὥστε θεσπίζομεν, εἴ τις κωλύσειε τὴν γαμετὴν πρὸς ἕτερον ἐλθεῖν συνοικέσιον, ἢ καὶ ἡ γαμετὴ τὸν ἄνδρα (ταὐτὸν γάρ ἐστιν ἑκάτερον), καὶ ὑπὲρ τούτου τι καταλίποιεν, ὡς ἐκ δυοῖν αἵρεσιν ἔχειν τῶν συνοι‐ κούντων τὸν ἕτερον, ἢ πρὸς γάμον ἐλθεῖν καὶ ἀπο‐
20τάξασθαι τῇ λήψει ἤ, εἴπερ τοῦτο οὐ βούλοιτο, ἀλλὰ τιμᾷ τὸν τελευτήσαντα, πάντως ἀποσχέσθαι τῶν ἐφεξῆς γάμωι. Ἀλλ’ ἵνα μὴ τὸ πρᾶγμα μετέωρον ᾖ καὶ μετὰ χρόνους ἴσως μακροὺς ἐπανίοι πάλιν ἡ εἴσπραξις, διὰ τοῦτο καλῶς ἡμῖν ἔδοξεν ἔχειν ὁρίσαι
25τὸ πρᾶγμα, καὶ εἴσω μὲν ἐνιαυτοῦ μὴ εἶναι παντε‐ λῶς ἀπαίτησιν τοῦ καταλελειμμένου, πλὴν εἰ μὴ τρό‐ πος ἱερωσύνης ἐπιγενόμενος θατέρῳ τῶν προσώπων εὐθὺς δοίη τὴν λῆψιν, ὡς οὐκ ἔτι γάμων οὔσης ἐλ‐ πίδος. Εἰ μέντοι διαδραμεῖν συμβαίη τὸν ἐνιαυ‐
30σιαῖον χρόνον, δίδομεν μὲν τῷ προσώπῳ τούτῳ λα‐ βεῖν τὸ καταλελειμμένον, οὐχ ἁπλῶς δὲ οὐδὲ οὕτως. ἀλλ’ εἰ μὲν ἀκίνητον εἴη τὸ πρᾶγμα, μὴ ἄλλως τοῦτο λαμβάνειν πλὴν εἰ μὴ διωμοσίαν ἔκθοιτο καὶ ὑπο‐ θήκην ὑπόθοιτο τὰ ἑαυτοῦ πράγματα. (τοῦτο ὅπερ
35καὶ σιωπηρῶς ἐκ τοῦδε τοῦ νόμου δίδομεν) ὡς, εἰ πρὸς δεύτερον ἔλθοι γάμον, ἀποδίδωσι τὸ δεδομένον τοιοῦτον ὁποῖον παρείληφεν, ἀποδιδοὺς καὶ οὓς ἔλαβεν ἐν μέσῳ καρπούς. Εἰ δὲ κινητὸν εἴη τὸ πρᾶγμα, εἰ μὲν εὐπόρως ἔχοι τὰ τῆς περιουσίας τῷ προσώπῳ
40τῷ βουλομένῳ λαβεῖν, δίδοσθαι τὸ καταλειφθὲν ἐπὶ
τῇ αὐτῇ ἀσφαλείᾳ καὶ ταῖς αὐταῖς ὑποθήκαις. ἀλλ’

179

εἰ μὲν ἕτερόν τι τῶν κινουμένων εἴη, τοιοῦτον ἀπο‐ δίδοσθαι ὁποῖον εἴληφεν, ἢ τὸ τῆς ἐλαττώσεως θερα‐ πεύειν μέρος εἰ δὲ χρήματα εἴη, καὶ μετὰ τόκων ἀποδιδόναι ὧν ἐκεῖθεν λαβεῖν ἰσχύσειεν, ὅρκῳ τοῦ
5ἀναδιδόντος τούτου κρινομένου. Εἰ δὲ οὐκ ἐδάνεισε μέν, συνεχρήσατο δέ, τὸν ἀπὸ τρίτου ἑκατοστῆς ἀπο‐ διδότω τόκον. Εἰ δὲ μὴ σφόδρα εὐπόρως ἔχοι, καὶ ἐγγυητὴν τοῦτον προσαπαιτεῖσθαι. εἰ δὲ οὐκ ἰσχύσειε τὸν ἐγγυώμενον δοῦναι, τηνικαῦτα ἐπὶ διω‐
10μοσίᾳ καὶ ὑποθήκῃ κατὰ τὸ εἰρημένον τῶν ὄντων αὐτῷ πραγμάτων μέτρον λαμβανέτω μὲν τὸ καταλε‐ λειμμένον, εὐθὺς δὲ ἅμα τῷ πρὸς δευτέρους γά‐ μους ἐλθεῖν τοῦτο ὑπὸ τοῦ δόντος ἐκδικείσθω, παρ’ οἱῳδήποτε φανείη προσώπῳ, ὡς αὐτὸ τὴν ἀρχὴν οὐδὲ
15δοθῆναι δόξαν. Ὅπερ ἐπὶ παντὸς τῆς ἀναδόσεως θέματος, εἴτε κινητὸν εἴτε ἀκίνητον εἴη τὸ μέλλον ἀναδίδοσθαι, κρατεῖν θεσπίζομεν. Εἰ δὲ χρυσίον εἴη τὸ καταλελειμμένον, ἀπόρως δὲ ἔχοι πρὸς ἐγγύην καὶ οὐδὲ αὐτὸς ἀξιόχρεως εἴη τοῦτο καταπιστευθῆναι,
20μενεῖ μὲν παρ’ ἐκείνῳ τῷ ἐξ οὗ καταλέλειπται, τὸν δὲ ἐκ τρίτου ἑκατοστῆς αὐτῷ τόκον τελέσει, ὃν μέχρι τότε καταβαλεῖ ἕως ἢ δευτέροις ἐκεῖνος ὁμιλήσειε γά‐ μοις (ὅτε καὶ τὰ τῆς ἀναδόσεως τῶν καταβεβλημένων τόκων λήψεται χώραν) ἢ γένοιτο φανερὸν οὐκ ἔτι
25δύνασθαι τοῦτον πρὸς γάμον ἐλθεῖν εἴτε κατὰ τρό‐ πον ἱερωσύνης (τηνικαῦτα γὰρ αὐτῷ δώσει τὸ κατα‐ λειφθέν) ἢ καὶ θανάτῳ· λήψονται γὰρ αὐτὸ πάντως οἱ τούτου κληρονόμοι, οὐδὲν οὐδὲ τῶν δεδομένων τόκων ἀναδιδόντες. Τὴν αὐτὴν δὲ εἰσάγομεν πα‐
30ρατήρησιν καὶ τὸν αὐτὸν λογισμόν, καὶ εἰ μὴ οἱ συν‐ οικοῦντες ἀλλήλοις ὑπὸ τοιαύτην καταλίποιεν αἵρε‐ σιν, ἀλλ’ ἕτερός τις ἔξωθεν ἢ ἀνδρὶ ἢ γυναικὶ ὑπὸ τοιαύτην αἵρεσιν δοθῆναί τι βουληθείη. δηλαδὴ τῶν τυχηρῶν περιστάσεων κατὰ τὴν ἑαυτῶν φύσιν καὶ
35τοὺς ἐπ’ αὐταῖς νόμους ἐπὶ τῶν δόσεών τε καὶ ἀνα‐ δόσεων θεωρουμένων. Ταῦτα τοίνυν ἐκ τῶν ἤδη γε‐ ναμένων παρ’ ἡμῶν προφάσει τοῦ Iuliου miscellου διατάξεων ἀμείβομεν. τὰ ἄλλα δὲ ἔστω κύρια κατὰ τοὺς ὅρους καὶ τὰ θέματα καθ’ ἅπερ ταῦτα ὑφηγη‐
40σάμεθα. Αἱ δὲ εἰρημέναι παρ’ ἡμῶν ἀσφάλειαι

180

διδόσθωσαν, εἰ μὲν ἐνστάσεως εἴη μέρος ἢ πρεσβεῖον, τοῖς κληρονόμοις ἢ ὑποκαταστάτοις ἢ ἐκείνοις ὑφ’ ὧν ταῦτα καταλέλειπται· εἰ μέντοι mortis causa δωρεά, πάντως τοῖς κληρονόμοις. Εἰ δὲ ἐξ ὁλοκλή‐
5ρου κατὰ τοιαύτην αἵρεσιν γραφείη τις κληρονόμος, τοῖς ὑποκαταστάτοις, εἴγε εἶεν, ἢ πάντως γοῦν τοῖς ἐξ ἀδιαθέτου πρὸς τὸν κλῆρον καλουμένοις τοιαύτας ἀσφαλείας παρεχέτω, ἵνα πανταχόθεν ὁ νόμος ἔχῃ τὴν οἰκείαν τελειότητα. πλὴν εἰ μὴ πολλάκις ὁ δια‐
10θέμενος καὶ τοῦτο ἐπιτρέψειε φήσας ἄδειαν ἔχειν τὸν ᾧ καταλέλοιπεν ἢ τὴν ἔνστασιν τὴν μερικὴν ἢ τὴν ἐξ ὁλοκλήρου, ἢ τὸ πρεσβεῖον ἢ τὸ φιδεϊκόμμισσον ἢ τὴν mortis causa δωρεάν, καὶ λαβεῖν τὸ καταλελειμ‐ μένον καὶ μηδεμίαν ἀσφάλειαν διδόναι. τηνικαῦτα γὰρ
15ἀκολουθητέον τῇ τοῦ τελευτήσαντος γνώμῃ. περισπού‐ δαστον γὰρ ἡμῖν ἐστι τὰς τῶν τελευτώντων φυλάτ‐ τειν μετὰ τοῦ νόμου βουλήσεις. Ἐπειδὴ δὲ μικρῷ πρόσθεν τὰ περὶ τῆς φυλακῆς τῶν πραγμάτων ἐλέγομεν, καὶ τὴν Λέοντος ἐπιστά‐
20μεθα τοῦ τῆς εὐσεβοῦς λήξεως διάταξιν ἐπὶ τῶν δευ‐ τέρων γάμων, εἴπερ ἡ πρὸς τούτους ἐλθοῦσα γυνὴ μὴ δυνηθείη δοῦναι τὴν ἐξ ἐγγύης ἀσφάλειαν τὴν ὅτι τοῖς παισὶν ἀποκαθίστησι τὰ πράγματα, τὸ τρί‐ τον μέρος τῆς ἑκατοστῆς λαμβάνειν, ἡμεῖς τὸ πρᾶγμα
25ἔτι κάλλιον ἐτάξαμεν τοῖς παρ’ ἐκείνης τό γε ἐπὶ τού‐ τῳ τεταγμένοις τὴν προσήκουσαν ἐπαγαγόντες ὑπο‐ διαίρεσιν. Καὶ θεσπίζομεν (τοῦτο ὅπερ ἔμπρο‐ σθεν ἡμῖν ἐπί τινος εἴρηται διατάξεως) ἵνα, εἴ τις ἐπιδοίη πράγματα κατὰ προγαμιαίαν δωρεάν, εἰ μὲν
30ἅπαντα ἀκίνητα καθεστήκοι, μένοι ἡ τούτων χρῆσις παρὰ τῇ μητρὶ πρὸς δευτέρους ἐλθούσῃ γάμους, καὶ αὐτὴ ταῦτα ἐκλέγοι καὶ μὴ παραιτοῖτο, μηδὲ ἀπαιτοίη τοὺς παῖδας ὑπὲρ τῆς τούτων ἀποτιμήσεως τόκον, ἀλλ’ ἐπιμελοῖτό τε αὐτῶν, καθ’ ὅσον ὁ νόμος δίδωσι
35τοὺς τῆς χρήσεως ὄντας κυρίους, φυλάττοι τε ταῦτα κατὰ τοὺς νόμους τοῖς παισὶ περιοῦσιν, ἢ εἰ πάντες τελευτήσαιεν, κατὰ τὸν ἡμέτερον νόμον τοῦ μὲν ἐξ ἀπαιδίας casu τῇ μητρί, τοῦ δὲ λειπομένου τοῖς τῶν παίδων κληρονόμοις φυλαττομένου. Εἰ δὲ πᾶσα
40καθεστήκοι τυχὸν ἐν χρήμασιν ἢ ἄλλοις κινητοῖς πράγ‐

181

μασιν ἡ προγαμιαία δωρεά, τὸ τρίτον τοῦ τόκου μέρος λαμβάνουσαν τὴν μητέρα σὺν τῇ ἤδη νενομο‐ θετημένῃ ἀσφαλείᾳ μὴ ἀπαιτεῖν παρὰ τῶν παίδων χρυσίον, πλὴν εἰ μὴ ἄφθονος ἡ τοῦ ἀνδρὸς εἴη περι‐
5ουσία καὶ ἔχοι καὶ χρυσίον καὶ ἄργυρον καὶ ἐσθῆτα καὶ εἴ τι καταγεγραμμένον ἦν τῇ μητρί. τηνικαῦτα γὰρ τὴν ἐπιλογὴν τῇ μητρὶ δώσομεν, εἴ γε βούλεται τὰ πράγματα λαβεῖν καὶ δοῦναι τὴν ἐξ ἐγγύης ἀσφά‐ λειαν, εἴτε καὶ τὸν εἰρημένον κομίζεσθαι τόκον, τὸν
10ἀπὸ τρίτον φαμὲν ἑκατοστῆς. κατά τε τοὺς ἔμπροσθεν νόμους κατά τε τὸν ἡμέτερον. Εἰ δέ γε ἀναμὶξ εἴη τὰ πράγματα καὶ ἡ δωρεὰ τὸ μὲν ἐν χρήμασι, τὸ δὲ ἐν ἀκινήτοις ἔχοι πράγμασι, τὰ μὲν ἀκίνητα πάν‐ τως μένειν παρὰ τῇ μητρὶ διὰ τὸ τὴν ἀποτροφὴν
15ἔχειν ἐκεῖθεν, ἐπὶ δὲ τοῖς κινητοῖς ταῦτα κρατεῖν ἅπερ ἐνομοθετήσαμεν ἔμπροσθεν, εἴπερ ἐτύγχανεν ἐν κινητοῖς πάντα τὰ τὴς προγαμιαίας δωρεᾶς καθ‐ εστῶτα. προνοούσης τῆς γαμετῆς, ὥστε μὴ καταρρᾳ‐ θυμῆσαι [ἢ ἀμελῆσαι] τῶν ἀκινήτων μηδὲ ἐλάττω
20ταῦτα ποιῆσαι, ἀλλ’ οἷάπερ ἔλαβεν ἀποδοῦναι. Ἐντεῦθεν ἡμᾶς ἕτερος καλεῖ λόγος ὁ περὶ τῆς τῶν παίδων διαδοχῆς, ἣν ἃν λάβοιεν αἱ δευτέροις ὁμιλεῖν μέλλουσαι γάμοις. Ἤδη μὲν οὖν καὶ περὶ τούτων γέγραπται νόμος ἡμῖν πρὸς Ἑρμογένην τὸν τῆς ἐν‐
25δόξου μνήμης μάγιστρον τῶν θείων ἡμῶν γενόμενον τάξεων ἀντιγεγραμμένος, κατὰ τὴν Βελισαρίου τοῦ ἐνδοξοτάτου προελθὼν ὑπατείαν τὴν πρὸ δεκαεπτὰ καλανδῶν Ἀπριλλίων· καθ’ ὃν ἐθεσπίσαμεν τὰς μη‐ τέρας ἐπὶ τὸν τοῦ παιδὸς τοῦ μὴ καταλιπόντος παῖ‐
30δας μετὰ τῶν αὐτοῦ τοῦ τελευτήσαντος ἀδελφῶν ἀπραγμόνως καλεῖσθαι κλῆρον, καὶ τούτου μετὰ τῆς χρήσεως καὶ τὴν δεσποτείαν ἔχειν βεβαίως, εἴτε πρὸ τοῦ κλήρου εἴτε μετὰ τοῦτον δευτέροι. ὡμίλησαν γά‐
μοις· ἀνελόντες ἐξ ἐκείνου τοὺς νόμους οἳ περὶ τού‐

182

των ἐναντίον τι διηγόρευον. Ταύτην ἡμῶν τὴν νο‐ μοθεσίαν κυρίαν καὶ νῦν μένειν ἐπὶ μόναις ταῖς ἤδη πρὸς δεύτερον ἐλθούσαις γάμον θεσπίζομεν καί τινας τῶν οἰκείων διαδεξαμέναις παίδων, ἐν βεβαίῳ τε
5αὐταῖς φυλάττεσθαι καὶ κατὰ τὸν ἑξῆς χρόνον, εἴτε πρὸ τῶν γόμων εἴτε μετὰ τοὺς γάμους τὸν κλῆρον εἰς αὐτὰς τοῦ παιδὸς κατενεχθῆναι συνέβη. Τὰ δὲ ἐπὶ ταῖς μετὰ ταῦτα εἰς δευτέρου φοιτώσαις ἀνδρὸς οὗτος ἡμῖν ὁ παρὼν νόμος τυπούτω τε καὶ διαθεσμο‐
10θετείτω. Οὐκοῦν ἀνάγκη τὸν παῖδα τελευτῶντα εἴτε ἄρρενα εἴτε θήλειαν ἢ ἐπὶ διαθήκαις τελευτᾶν ἢ τού‐ των χωρίς· τέως οὖν τὰ ἐκ διαθηκῶν εἰπόντες οὕτως ἐπὶ τὴν ἐξ ἀδιαθέτου τάξιν ἀφιξόμεθα. Εἰ τοί‐ νυν νομίμως ὁ παῖς διαθέμενος καταλείψεις τῇ μητρὶ
15τὴν οὐσίαν ἢ καὶ μοῖραν ταύτης τινά, ταύτην ἐκείνη λαμβανέτω διὰ τὴν γραφήν (ἐπειδὴ πανταχοῦ φυ‐ λάττεσθαι τὰς τῶν τελευτώντων βουλόμεθα γνώμας), καὶ ἐχέτω τὸ καταλελειμμένον ἢ δεδομένον καὶ κατὰ δεσποτείαν καὶ κατὰ χρῆσιν. ὥσπερ γὰρ ἐξῆν κατα‐
20λιμπάνειν τινὶ τῶν ἔξωθεν καὶ οὐδὲν τὸν κληρονό‐ μον ὁ δεύτερος ἐκείνης ἔβλαπτε γάμος, οὕτω καὶ τῇ μητρὶ καταλιπὼν ἢ καταλιποῦσα εἴτε ἔνστασιν εἴτε πρεσβεῖον ὀρθῶς καταλιμπανέτω καὶ κατὰ δεσποτείαν καὶ χρῆσιν, εἴτε ἐκ τῶν ἔξωθεν αὐτῷ προσγενομένων
25εἴη πραγμάτων εἴτε καὶ ἐκ τῶν πατρῴων, οὐδὲν πρὸς τοῦτο τῶν ἀδελφῶν ἀντιλέγειν δυναμένων. Εἰ δὲ ἀδιάθετος ὁ παῖς τελευτήσειεν, ἤδη πρὸς δευτέρους ἐλθούσης τῆς μητρὸς γάμους ἢ καὶ ὕστερον ἐρχομένης, καλείσθω μὲν καὶ αὐτὴ μετὰ τῶν τοῦ
30παιδὸς ἢ τῆς παιδὸς ἀδελφῶν in capita δηλονότι κατὰ τὴν ἡμετέραν διάταξιν ἐξ ἀδιαθέτου πρὸς τὴν ἐκείνου διαδοχήν. Ἀλλ’ ὅσα μὲν ἐκ πατρῴας οὐσίας εἰς τὸν παῖδα περιῆλθον, τούτων μόνην ἐχέτω τὴν χρῆσιν εἰς δευτέρους ὅλως ἢ πρότερον ἢ ὕστερον ἀφ‐
35ικομένη γάμους· εἰς δὲ τὰ λοιπὰ πάντα πράγματα, ὁπόσα ἔξωθεν ἦν τῷ παιδὶ παρὰ τὴν τοῦ πατρὸς δια‐ δοχήν, ἐρχέσθω κατὰ τὴν κλῆσιν τὴν ἡμετέραν, ἣν αὐτίκα ἐροῦμεν τινὸς ἐπανορθώσεως καὶ αὐτὴν δεο‐ μένην. Καὶ ταῦτα φαμὲν ἐπὶ τοῖς πράγμασι τοῖς
40ἔξω τῆς προγαμιαίας δωρεᾶς. τὰ γὰρ ἐπ’ ἐκείνης νε‐

183

νομοθετημένα παρ’ ἡμῶν καὶ πρός γε παρὰ τῆς Λέον‐ τος τοῦ τῆς εὐσεβοῦς λήξεως διατάξεως ἀκέραια φυ‐ λάττομεν, ἐφ’ οἷς μόνην ἡ μήτηρ ἕξει τὴν χρῆσιν καὶ ἐπικαρπίαν. Ἀλλ’ ἐπὶ τοῖς ἄλλοις πράγμασι ταῦτα
5νομοθετοῦμεν καὶ τῷ ἑξῆς παραδίδομεν χρόνῳ, ὅσα μετὰ τὴν προγαμιαίαν δωρεάν ἐστιν ἐκ πατρὸς ἀφ‐ ικόμενα τῷ παιδὶ ἢ ἐξ ἄλλων αἰτιῶν, ἐπί τε τῶν ἐκ διαθήκης ἐπί τε τῶν ἐξ ἀδιαθέτου κλήσεων. Τοῦ κατὰ τῶν ἀχαρίστων παίδων λόγου πανταχόθεν καὶ
10ἐπὶ τούτοις τοῖς πράγμασι φυλαττομένου, ὅταν ἀλη‐ θεῖς αἰτίαι τῆς ἀχαριστίας δεικνύοιντο· τῶν ἄλλων ἁπάντων, ὁπόσα περὶ διαδοχῆς εἴρηται γονέων ἐπὶ τοῖς παισὶν ἢ παίδων ἐπὶ τοῖς γονεῦσιν, ἀκεραίων φυλαττομένων. Τὴν δὲ ἀχαριστίαν ἐνταῦθα σκο‐
15ποῦμεν οὐ μόνον πρὸς τὴν μητέρα κατὰ τὸ ἔμπροσθεν ἡμῖν εἰρημένον, ἀλλὰ καὶ πρὸς αὐτὸν τὸν ἀδελφὸν τὸν τελευτήσαντα. ἐπειδὴ μέντοιγε ἵσμεν πολλὰς τοῖς ἀδελφοῖς πρὸς ἀλλήλους γινομένας φιλονεικίας, ἐκεῖνον μόνον ὡς ἀχά‐
20ριστον περὶ τὸν ἀδελφὸν γινόμενον μετέχειν τούτου τοῦ κέρδους οὐ συγχωροῦμεν, ὃς ἂν ἢ θάνατον ἐπι‐ βουλεύσειε τῷ ἀδελφῷ ἢ ἐγκληματικὴν ἀπενέγκοιτο κατ’ αὐτοῦ γραφὴν ἢ τῆς οὐσίας αὐτῷ σπείσειεν ἐπαγαγεῖν ἀφαίρεσιν. τὸ γὰρ ἐκείνου μέρος εἴς τε
25τοὺς λοιποὺς ἀδελφοὺς καὶ τὴν μητέρα ἐρχέσθω. Καὶ οὗτος ὁ νόμος ἐπὶ ταῖς τῶν παίδων διαδοχαῖς, αἷς αἱ μητέρες διαδέχονται τοὺς παῖδας, κείσθω, τὴν παρ’ ἡμῶν γενομένην ὑποδιαίρεσιν εἰσηγούμενος ταῖς εἰς τὸν ἑξῆς χρόνον δευτέρῳ συνοικεῖν μελλούσαις ἀνδρί.
30ταῖς γὰρ ἤδη πρὸς δεύτερον ἐλθούσαις συνοικέσιον καὶ τῆς εὐεργεσίας τοῦ μνημονευθέντος νόμου ἡμῶν τυχούσαις ἐξέστω τὰ πρὸς αὐτὰς ἐκ τῆς τῶν παίδων ἐλθόντα διαδοχῆς εἴτε ἐκ διαθηκῶν εἴτε ἐξ ἀδιαθέτου ἔχειν βεβαίως κατά τε δεσποτείαν καὶ χρῆσιν καὶ ἐπι‐
35καρπίαν, καὶ ἐκποιεῖν καὶ διατιθέναι καὶ παραπέμ‐ πειν καθ’ ὃν ἐθέλοιεν τρόπον· οὐδὲν αὐταῖς ἐμποδὼν
κατά τινα χρόνον τοῦ παρόντος ἱσταμένου νόμου.

184

Κἀκεῖνο δὲ κύριον τοῖς ἐκ τοῦ προτέρου γάμου μενέτω παισίν, ὅπερ ἐπὶ τῆς εἰρημένης ἡμῖν διατέ‐ τακται νομοθεσίας, ὥστε, εἰ τὴν προγαμιαίαν δωρεάν, ἣν ἡ μήτηρ τελευτήσαντος αὐτῇ τοῦ συνοικοῦντος
5ἐκέρδανε, συμβέβηκεν εἰς τὸν τελευτήσαντα τῶν παί‐ δων περιελθεῖν καὶ διὰ τοῦτο μέρος αὐτὴν τῆς ἐκεί‐ νου γενέσθαι κληρονομίας, τὴν μητέρα μηδὲ καθ’ ὅσον κληρονομεῖ τοῦ παιδὸς τῆς δεσποτείας τῶν ταύ‐ της δὴ τῆς πρὸ γάμου δωρεᾶς πραγμάτων ἀπολαύειν
10μόνην δὲ ἔχειν τὴν τούτων, ἐφ’ ὅσον περίεστι, χρῆ‐ σιν καὶ ἐπικαρπίαν. Κρατείτω τοίνυν καὶ τοῦτο τοῖς ἐκ τῶν προτέρων γάμων κεχαρισμένον παισί, πλὴν εἰ μὴ πρὸ τοῦ ῥηθέντος νόμου δικαστικὴ ψῆφος ἢ διάλυσις μεταξὺ τῶν μερῶν γενομένη περὶ τούτων τε
15διωρίσατο. Ἐπειδὴ δὴ ἡ μήτηρ ἐξεκλείετο μὲν ὑπὸ παιδὸς ἄρρενος (τοῦτο ποιοῦντος τοῦ δόγματος ὃ Τερτυλλιά‐ νειον καλοῦσι), θυγατράσι δὲ συνανεπέμπετο, ἡμεῖς οὐκ ἐπιζητοῦντες τὸ τῶν παίδων δίκαιον, ἀλλ’ αὐ‐
20τόθεν αὐτῇ λεγίτιμα δίκαια δόντες ἐκαλέσαμεν αὐτὴν καὶ μετὰ τῶν ἀρρένων ἀδελφῶν τοῦ τελευτήσαντος κατὰ τοσοῦτον καθ’ ὅσον ἀριθμὸν οἱ παῖδες εἰσίν, ὥστε καὶ αὐτὴν μοῖραν ἔχειν τοσαύτην ὅσην ἕκαστος τῶν ἀδελφῶν· εἰ δὲ καὶ ἀναμὶξ ἄρρενές τε καὶ θή‐
25λειαι καθεστήκοιεν, ταὐτὸ τοῦτο διατυπώσαντες. Εἰ μέντοι μήτηρ καὶ θήλειαι μόναι καθεστήκοιεν, ἐκεῖσε τὸ δόγμα τὴν μὲν ἡμίσειαν μοῖραν ἐδίδου τῇ μητρί, τὴν δὲ λειπομένην ἡμίσειαν ἐδίδου ταῖς ἀδελφαῖς, ὅσαι δήποτε καθεστήκοιεν. Ὅπερ ἐπειδὴ μὴ πρότε‐
30ρον ἐπηνωρθώσαμεν, νῦν ἄγομεν ἐπὶ τὴν προσήκου‐ σαν διόρθωσιν, καὶ ἐπὶ τούτου τοῦ θέματος καλοῦν‐ τες αὐτὴν πρὸς ἀναλογίαν τῶν παίδων, ὥστε ὅσον ἑκάστη τῶν θυγατέρων ἔχει, τοσοῦτον μόνον καὶ αὐ‐ τὴν κομίζεσθαι. καὶ ἐπὶ παντὸς θέματος εἰς τοῦτο
35φερομένου in virilem portionem (τοῦτο δὴ τὸ τοῦ νό‐ μου) καὶ ἡ μήτηρ ἀφικνείσθω, εἴτε μόνοι καθεστή‐ κοιεν ἄρρενες εἴτε μόναι θήλειαι εἴτε καὶ ἀναμὶξ ἑκατέρα γονή. Ἐκεῖνο δὲ ἔτι προσθεῖναι τῷ νόμῳ δίκαιον ᾠήθη‐
40μεν. εἰ γὰρ τελευτήσειεν ἢ ἀνὴρ ἢ γυνὴ παῖδας ἔχον‐

185

τες ἔκ τε τῶν προτέρων ἔκ τε τῶν δευτέρων γάμων, οὓς μετὰ τόνδε ἡμῶν συναλλάξαιεν τὸν νόμον (ἐπὶ γὰρ δὴ τούτων τὰ παρόντα διατάττομεν), τὰ μὲν ὅσα ἐπὶ τοῖς κέρδεσι τοῖς ἐκ τῶν γάμων παραφυλάτ‐
5τεσθαι χρή, ταῦτα ἐνομοθετήσαμεν καὶ πρός γε διε‐ κρίναμεν τὰς μοίρας ἃς ἀνάγκη τοὺς γονέας τοῖς γνη‐ σίοις καὶ μὴ ἀχαρίστοις καταλιμπάνειν παισίν· αὐτοὺς δὲ δὴ τοὺς φύσαντας οὐ δίκαιον ἂν εἴη πρὸς τὴν δευτέραν ὅλως ἀποκλῖναι γονὴν καὶ τὸ ἐκ τοῦ νό‐
10μου μόνον καταλιπόντας τοῖς προτέροις μέρος τἆλλα πάντα ἐπὶ τοὺς δευτέρους ἀγαγεῖν, ἀλλὰ καί τι καὶ τοῖς προτέροις προσθεῖναι. εἰ μὲν γάρ τινα ἐκ τῶν δευτέρων ἔχοιεν γάμων, ἢ καὶ τῶν πρώτων τυχόν, οὕτω περισπούδαστον, οὕτως ἀγαπώμενον, ὥστε βού‐
15λεσθαι ὑπερφέρειν αὐτὸν τοὺς ἄλλους ἐν τῇ κτήσει, δίδομεν ἄδειαν τοῦτο πράττειν, μὴ μὴν καθάπαξ τοὺς μὲν προτέρους παῖδας ἐλαττοῦν, τοὺς δὲ δευτέ‐ ρους αὔξειν, ἀλλὰ μηδὲ ἐν σφόδρα μεγάλῳ ποιεῖσθαι τὴν παραύξησιν μηδὲ καθάπαξ ἐπιλελῆσθαι τῶν ἔμ‐
20προσθεν γάμων μηδὲ βεβαιοῦν τὰ τοῖς πρὸ ἡμῶν περὶ τῶν τοιούτων εἰρημένα· ἀλλὰ προνοεῖν μὲν καὶ τῶν δευτέρων, προνοεῖν δὲ καὶ τῶν πρώτων, ἐνθυ‐ μουμένους ὅτι παῖδες ἄμφω καθεστᾶσι, καὶ οὕτω ποιουμένους τὴν τῶν διαδοχῶν ἐν ταῖς διαθήκαις
25διαίρεσιν. εἰ γὰρ ἀδιαθέτων αὐτῶν τελευτώντων ὁ νόμος ἅπαντας ἐξ ἴσου καλεῖ, προσῆκόν ἐστιν αὐτοὺς μιμουμένους τὸν νόμον μὴ σφόδρα μεγάλαις αὐτοὺς συστέλλειν ταῖς ἐλαττώσεσιν, αἰδουμένους τὸν νόμον. οὕτω γὰρ ἔσονται πατέρες ἀγαθοὶ καὶ τῆς ἡμετέρας
30ἄξιοι νομοθεσίας, καὶ δίκαιοι μὲν ἔσονται μόνον τὸν νόμον φυλάττοντες, εἰ δέ τι καὶ ὑπὲρ τὸν νόμον κα‐ ταλίποιεν, ἔσονται δίκαιοί τε ἅμα καὶ φιλάνθρωποι πατέρες. καὶ οὐ ταῦτα φαμὲν μεταξὺ ἀχαρίστων τε καὶ [τῶν] εὐχαριστουμένων παίδων (τὰ γὰρ περὶ τῶν
35ἀχαρίστων ἤδη πολλάκις εἴρηται), ἀλλὰ περὶ τὼν μᾶλλον ἢ ἧττον ἀγαπωμένων, ὡς πολὺ τὸ διάφορον ἐστὶν ἀχαριστίας τε καὶ εὐχαριστίας καὶ τῆς οὐχ ὁμοίας τιμῆς. Τοῦτο δὲ δὴ τὸ μέρος τὸ περὶ τῆς ἰσότητος τῶν παίδων τῶν ἐκ πρώτου καὶ δευτέρου συνοικεσίου
40γινομένων συμβουλεύοντες μᾶλλον ἢ νομοθετοῦντες φαμεν· ἐπείτοιγε ἅπαξ αὐξήσαντες τὴν ἐξ ἀδιαθέτου μοῖραν τὴν πάντως τοῖς παισὶ καταλειφθησομένην
καὶ ἄχρι μὲν τεσσάρων παίδων τετραούγκιον πάντως

186

ὁρίσαντες, εἰ δὲ ὑπὲρ τοὺς τέσσαρας, ἄχρι τοῦ ἡμί‐ σεως τῆς οὐσίας πάσης μέρους, ἱκανὴν ἤδη δεδώκαμεν τοῖς παισὶ παραμυθίαν, οὐκ ὀλίγῳ μέτρῳ τὴν πα‐ λαιὰν αὐτοῖς στενοχωρίαν λύσαντες
5Ἔστω τοίνυν ὁ παρὼν νόμος τῷ μέλλοντι χρόνῳ νομοθετῶν, καθὰ πολλάκις εἰπόντες ἔφθημεν, καὶ οὐδὲν τῶν ἔμπροσθεν προσαπτόμενος, ἀλλὰ συνειλεγ‐ μένος πανταχόθεν καὶ συνεσπειραμένος ὑπὸ μίαν συν‐ έχειαν καὶ ἅπαντα σχεδὸν τὰ περὶ δευτέρων ἀπαγ‐
10γέλλων γάμων, καὶ τὰ μὲν πρότερα τοῖς ἔμπροσθεν ἐπὶ τῆς ἑαυτῶν φυλάττων ἰσχύος, τὰ δὲ παρ’ αὐτοῦ διαταττόμενα τοῖς ἐσομένοις δευτέροις εἰσηγούμενος γάμοις, καὶ νέαν τινὰ πανταχόθεν καὶ ἀπηκριβωμέ‐ νην εἰσάγων τοῖς ζητοῦσιν ὠφέλειαν. Πασῶν τῶν
15ἐπὶ τοῖς τοιούτοις κειμένων διατάξεων ἐπὶ τοῖς ἐσο‐ μένοις μετὰ τόνδε ἡμῶν τὸν νόμον γάμοις καὶ τοῖς ἐξ αὐτῶν συμβαίνουσι σχολαζουσῶν, ταύτης δὴ τῆς μιᾶς διατάξεως τῷ μέλλοντι χρόνῳ κατὰ τὸ παρ’ ἡμῶν διωρισμένον ἐπὶ τοῖς περιεχομένοις αὐτῇ θέμα‐
20σιν ἀντὶ πασῶν ἀρκούσης. 〈Ἐπίλογοσ〉. Ταῦτα τοίνυν ἡ σὴ ὑπεροχὴ πᾶσι τοῖς ἔθνεσι τοῖς ὑπὸ τὴν σὴν τελοῦσιν ἀρχὴν τῷ συνήθει τρόπῳ φανερὰ γενέσθαι προσταξάτω, ὥστε ἅπαντας γινώσκοντας ὡς μείζονα πόνον ὑποστάντες
25ἢ ὅσον ἐχρῆν τὸν βασιλικαῖς περιρρεόμενον φροντί‐ σιν ὅμως οὐδὲν ἔμπροσθεν τῆς αὐτῶν ἐποιησάμεθα σωτηρίας, ὡς μὴ πολλαχόθεν ἐρανίζεσθαι τὸ δίκαιον, ἀλλ’ ἅπαν ὁρῶντας εἰς ἒν ἠθροισμένον τὸ περὶ τού‐ του τῆς νομοθεσίας μέρος γινώσκειν, ὡς καὶ τὸ πρό‐
30τερον τοῖς ἤδη τεθεῖσιν ἐφυλάξαμεν νόμιμον καὶ τῷ μέλλοντι χρόνῳ τὴν προσήκουσαν ἐπιτεθείκαμεν ἀρ‐ μονίαν. Ἐγράφη τὸ ἰσότυπον Πατρικίῳ τῷ ἐνδοξοτάτῳ ἐπάρχῳ τῆς εὐδαίμονος ταύτης πόλεως.
35 Ἐγράφη τὸ ἰσότυπον Βασιλίδῃ τῷ ἐνδοξοτάτῳ μα‐ γίστρῳ τῶν θείων ὀφφικίων, ἁπὸ ἐπάρχων καὶ ὑπά‐ των καὶ πατρικίῳ. Ἐγράφη τὸ ἰσότυπον Στρατηγίῳ τῷ ἐνδοξοτάτῳ κόμητι τῶν θείων largitionων. ἀπὸ ὑπάτων καὶ πα‐
40τρικίῳ. Ἐγράφη τὸ ἰσότυπον Τριβωνιανῷ τῷ ἐνδοξοτάτῳ κοιαίστωρι τὸ δεύτερον καὶ ἀπὸ ὑπάτων. Legi.
Ἐγράφη τὸ ἰσότυπον Γερμανῷ τῷ ἐνδοξοτάτῳ

187

στρατηγῷ τοῦ θείου πραισέντου, ἀπὸ ὑπάτων καὶ πατρικίῳ. Legi. Ἐγράφη τὸ ἰσότυπον Τζίττᾳ τῷ ἐνδοξοτάτῳ στρα‐ τηγῷ τοῦ θείου πραισέντου, ἀπὸ ὑπάτων καὶ πατρι‐
5κίῳ. Legi. Ἐγράφη τὸ ἰσότυπον Μαξεντιανῷ τῷ ἐνδοξοτάτῳ στρατηγῷ τοῦ θείου πραισέντου καὶ ἀπὸ ὑπάτων. Legi. Ἐγράφη τὸ ἰσότυπον Φλώρῳ τῷ ἐνδοξοτάτῳ κό‐
10μητι τῶν θείων πριβάτων καὶ ἀπὸ ὑπάτων. Legi. Ἡ τοίνυν σὴ ὑπεροχὴ τὰ παραστάντα ἡμῖν γινώ‐ σκουσα ἐν τῷ δικαστηρίῳ τῷ σῷ φανερὰ καταστη‐ σάτω τοῖς τε συνηγόροις τοῖς τε ἄλλοις ὧν ἄρχει, ὥστε κατὰ ταῦτα τέμνεσθαι τὰς ὑποθέσεις. οὐ μὴν
15προθήσεις δημοσίᾳ τήνδε ἠμῶν τὴν θείαν διάταξιν, ἀρκούντων τῶν περὶ τούτου παρ’ ἠμῶν γεγραμμένων πρὸς τοὺς ἐνδοξοτάτους ἐπάρχους τῶν ἱερῶν ἡμῶν πραιτωρίων. Νόμος γραφεὶς Ἰωάννῃ τῷ ἐνδοξοτάτῳ ἐπάρχῳ
20τῶν ἱερῶν τῆς Ἕω πραιτωρίων τὸ βʹ, ἀπὸ ὑπάτων
καὶ πατρικίῳ.

189

(1t)

ΚΔ
2tΠΕΡΙ ΤΟΥ ΠΡΑΙΤΩΡΟΣ
3tΠΙΣΙΔΙΑΣ.
4tΑὐτοκράτωρ Ἰουστινιανὸς Αὔγουστος Ἰωάννῃ τῷ ἐν‐
5tδοξοτάτῳ ἐπάρχῳ τῶν ἱερῶν τῆς Ἕω πραιτωρίων τὸ
6tδεύτερον, ἀπὸ ὑπάτων καὶ πατρικίῳ.
7 〈Προοίμιον〉. Καὶ τοὺς πάλαι Ῥωμαίους πεπι‐ στεύκαμεν οὐκ ἆν ποτε δυνηθῆναι τοσαύτην πολιτείαν ἐκ μικρῶν καὶ ἐλαχίστων ἀρχῶν συστήσασθαι καὶ
10πᾶσαν ἐξ αὐτῆς τὴν οἰκουμένην, ὡς εἰπεῖν, προσλα‐ βεῖν τε καὶ καταστήσασθαι, εἰ μὴ μείζοσιν ἄρχουσιν ἐν ταῖς ἐπαρχίαις πεμπομένοις σεμνότεροί τε ἐντεῦ‐ θεν ἐφάνησαν καὶ παρέσχον αὐτοῖς ἐξουσίαν ὅπλων τε καὶ νόμων, καὶ πρὸς ἑκάτερον εἶχον αὐτοὺς ἐπι‐
15τηδείους τε καὶ ἀξιοχρέους καθεστῶτας. οὓς δὴ καὶ πραίτωρας ἐκάλουν ἐκ τοῦ πρὸ τῶν ἄλλων ἁπάντων ἰέναι καὶ παρατάττεσθαι ταύτην αὐτοῖς δόντες τὴν προσηγορίαν, ἐπιτρέψαντές τε αὐτοῖς καὶ τὰ πολε‐ μικὰ διοικεῖν καὶ τὰ περὶ τῶν νόμων γράφειν. ὅθεν
20καὶ τὰ δικαστικὰ καταγώγια πραιτώρια καλεῖν ἔτα‐ ξαν. καὶ πολὺς νόμος ἐκ τῆς τῶν πραιτώρων ἐξε‐ χέθη φωνῆς, πολλοί τε πραίτωρες οἱ μὲν Σικελίαν οἱ δὲ Σαρδὼ τὴν νῆσον οἱ δὲ Ἱσπανίαν οἱ δὲ ἄλ‐ λην κατεκτήσαντό τε καὶ διῳκήσαντο θάλαττάν τε
25καὶ γῆν. Ταῦτα ἐννοοῦντες ἡμεῖς, καὶ τὴν παλαιότητα πάλιν μετὰ μείζονος ἄνθους εἰς τὴν πολιτείαν ἐπαναγαγόν‐ τες καὶ τὸ Ῥωμαίων σεμνύναντες ὄνομα, καὶ ὁρῶν‐ τες ὡς ἐν ταῖς τῶν ἐπαρχιῶν τραχυτέραις διπλῆς
30τινὸς μέχρι νῦν στελλομένης ἀρχῆς οὐδεμία πρὸς τέ‐ λειον αὐτάρκης τις ἦν, διὰ τοῦτο ἔν τισιν ἐπαρχίαις ἡμῶν, ἐν αἷς ἄρχων τε πολιτικὸς ἦν καὶ στρατιω‐ τικὸς ἄλλος, ἀεὶ μὲν πρὸς ἀλλήλους φιλονεικοῦντες, ἀεὶ δὲ μαχόμενοι, οὐχ ὅπως τι πράξαιεν τοὺς ὑπη‐
35κόους ἀγαθόν, ἀλλ’ ὅπως ἂν πλεῖον αὐτοὺς ἐπιτρί‐
ψαιεν, ᾠήθημεν χρῆναι πρὸς ἕν τι σχῆμα συναγαγεῖν

190

ἑκατέραν ἀρχήν, τὴν πολιτικήν τε ἅμα καὶ στρατιω‐ τικήν, καὶ δοῦναι τῷ ταύτην ἔχοντι τὴν ἐξουσίαν τὴν τοῦ πραίτωρος πάλιν προσηγορίαν, ὥστε αὐτὸν καὶ τῶν στρατευμάτων τῶν ἐπὶ τῆς χώρας ὄντων
5κατὰ τὴν ἄνωθεν αὐτῷ ταχθεῖσαν ἐπωνυμίαν ἡγεῖ‐ σθαι καὶ προβεβλῆσθαι τῶν νόμων (καὶ τοῦτο δὲ ἄνωθεν τῶν πραιτώρων ἴδιον ἦν), καὶ ἔχειν μὲν τὰς ἑκατέρας ἀρχῆς σιτήσεις, τάξει δὲ χρῆσθαι μιᾷ ταξεω‐ τῶν ἑκατόν (ἀρκέσουσι γὰρ αὐτῇ τοσοῦτοι). πραιτω‐
10ριανῆς τῆς τάξεως καλουμένης καὶ ἐκ προβατοριῶν ἐντεῦθεν προσφόρως φοιτωσῶν γινομένης. οὕτω γὰρ ἔσται σεμνός, οὕτω φοβερὸς τοῖς λῃστεύουσιν, οὕτω τοῖς ἀδικοῦσιν ἀπαραίτητος, εἰ μετὰ πλείονος ἐξουσίας ἅπαντα πράττοι· τὸ μὲν καθαραῖς χρῆσθαι ταῖς χερ‐
15σὶν ἤδη τοῦ παρ’ ἠμῶν ἔναγχος τεθέντος νόμου κε‐ λεύσαντος ἀπάσαις ταῖς ἀρχαῖς, αὐτοῦ δὲ πειθομένου τε ἐκείνῳ καὶ τὸν ὅρκον ὑπέχοντος καὶ κατ’ αὐτὸν διακυβερνῶντος τὰ πράγματα, τοῖς τε ὅπλοις χρω‐ μένου τά τε πολιτικὰ κατὰ τοὺς ἡμετέρους διατάτ‐
20τοντος νόμους. ὥστε εἰ καὶ τῶν ἐνδοξοτάτων τις ὑπατικῶν ἐπὶ τὴν ἀρχὴν ἔλθοι, καὶ τοῦτο μίμημα τῶν ἔμπροσθεν εἶναι, καθὸ διεκληροῦντο τὰς ἐπαρ‐ χίας ἄνδρες ὕπατοί τε καὶ ἐξ ὑπάτων καὶ πραίτωρες μικρῷ τῶν ὑπάτων ἐλαττούμενοι, καὶ οὕτω κατὰ
25μικρὸν τὸ Ῥωμαίων ηὔξησαν ὄνομα καὶ τοσοῦτον πε‐ ποιήκασιν, ὅσον οὐδεμιᾷ παντελὼς ἑτέρᾳ τῶν ἄλλων πολιτειῶν δέδωκεν ὁ θεός. Ὅπερ ἐπὶ τῆς Πισιδῶν χώρας ἄρξασθαι πρῶτον βουλόμεθα, διότι καὶ τοῖς ἔμ‐ προσθεν χρονογράφοις εἰρημένον εὑρήκαμεν τὸ πρώην
30ἁπάσης ἐκείνης τῆς γῆς τὸ Πισιδῶν ἔθνος ἐξάρχειν, καὶ νῦν δὲ δὴ τὴν ἐπαρχίαν ταύτην δεῖσθαι μείζονος καὶ σφοδροτέρας ἀρχῆς πιστεύομεν, ἐπειδήπερ καὶ κῶμαι μέγισται κατ’ αὐτήν εἰσι καὶ πολυάνθρωποι καὶ πολλάκις πρὸς αὐτοὺς στασιάζουσαι τοὺς δημο‐
35σίους φόρους· καὶ τοῖς τε λῃστρικοῖς ἐκείνοις καὶ ἀν‐ δροφόνοις χωρίοις, ἅπερ ἐπί τινος ἀκρωρείας Λύκου κεφαλῆς καλουμένης ἵδρυται Λυκοκρανιτῶν τε οἰκη‐ τήριον ὀνομάζεται, τὴν ἀρχὴν ταύτην ἐφεστάναι, καὶ νῦν μὲν οὐ κατὰ τάξιν νόμιμον ἐπ’ αὐτὴν χωρεῖν,
40ἀλλὰ κατά τινος ἐπιδρομῆς σχῆμα· τῆς δὲ ἀρχῆς μι‐
γνυμένης καὶ συντιθεμένων εἰς ταὐτὸν τῶν τε στρα‐

191

τιωτικῶν τῶν τε ἀρχικῶν παρασήμων, ἑπομένου τε αὐτῷ καὶ τοῦ στρατιωτικοῦ πλήθους παντός. ὁπόσον τῆς ἐπαρχίας ἐστί, καὶ πρός γε τῆς πολιτικῆς τάξεως ὅλης, σεμνῆς τε ἤδη τῆς προσηγορίας αὐτοῦ καθεστώ‐
5σης καὶ τετιμημένης τῇ τοῦ πραίτωρος ἐπωνυμίᾳ, τίς οὐκ ἂν αὐτὸν φρίξειεν, τίς δὲ οὐκ ἂν αἰδεσθείη, ὁμοῦ μὲν τοὺς νόμους, ὁμοῦ δὲ τὰ ὅπλα θεωρῶν εἰς ταὐτὸ συνιόντα, καὶ αὐτόθεν αἱρέσεως προκειμένης ἢ κατακοῦσαι τῶν νόμων καὶ θαρρεῖν τε καὶ σώζεσθαι,
10ἢ μόνον ἀντιβλέψαντας εὐθὺς ἀπολωλέναι, τῶν ὅπλων ἐγγύθεν ἐπικουρούντων τοῖς νόμοις; Δεῖ τοίνυν τὸν τὴν ἀρχὴν παραλαμβάνοντα ταύτην (προῖκα δὲ αὐτὴν αὐτῷ δίδομεν ἀεὶ καὶ ἐπ’ οὐδενὶ παντελῶς μισθῷ, ὅπως ἂν καὶ αὐτὸς ἀδωρότατος
15μείναι καὶ τοῖς ἐκ τοῦ δημοσίου μόνοις ἀρκούμενος, τοῦτο ὅπερ καὶ ὁ πρῶτος ἡμῶν λέγει νόμος) οὕτω χρῆσθαι τοῖς ὑπηκόοις, ὡς ἐν τῷ προτέρῳ διετυπώ‐ σαμεν νόμῳ, δικαίως τε καὶ καθαρῶς καὶ μετὰ τοῦ δραστηρίου φιλανθρώπως· καὶ ἀνδροφονίας τε καὶ
20μοιχείας ἐξελαύνειν τῆς χώρας καὶ παρθένων ἁρ‐ παγὰς καὶ ἀδικίαν ἅπασαν, καὶ τοὺς ταῦτα πλημμε‐ λοῦντας κατὰ τοὺς ἡμετέρους κολάζειν νόμους, καὶ ἐρυθριᾶν γε μηδένα τῶν ἀδικούντων, κἂν εἰ τῶν μειζόνων εἴη, μηδὲ ὑποκατακλίνεσθαι τοῖς ὠφελεῖν
25μὲν οὐδ’ ὁτιοῦν, προφάσεις δὲ ἀσεβείας παρέχεσθαι δυναμένοις· ἀλλὰ διὰ πάντων τηρεῖν τὸ δίκαιον καὶ ἀποβλέπειν εἰς τοὺς ἡμετέρους νόμους καὶ δικάζειν κατ’ αὐτούς, καὶ τοὺς ὑπηκόους τοὺς ἡμετέρους κατ’ ἐκείνους ποιεῖν ζῆν τε καὶ πολιτεύεσθαι, καὶ πρὸς
30θεὸν ἀφορᾶν καὶ τὸ ἡμέτερον δέος, ἕτερον δὲ μηδὲν παντάπασιν ἐννοεῖν. ὥστε μηδὲ ἐκ τῆς ἐπαρχίας φοι‐ τᾶν ἐνταῦθα συχνοὺς καὶ ἐπὶ πράγμασι μετρίοις ἡμᾶς ἐνοχλεῖν· ἀλλ’ αὐτὸν πρότερον ἀκροᾶσθαι πάντων καὶ διακρίνειν αὐτά, καὶ μεμνημένον τῆς σεμνότητος,
35ἣν αὐτῷ δεδώκαμεν, οὕτω χρῆσθαι τῷ πράγματι ὡς ἀνυπεύθυνον αὐτῷ τὴν ἀρχὴν γενέσθαι, γινώσκοντι, ὡς εἴπερ τις αὐτῷ προσελθὼν εἶτα μὴ τύχοι τῶν δι‐ καίων καὶ ἀναγκασθείη ταῦτα ἡμῖν προσαγγέλλειν, ὁ ἀγὼν αὐτῷ τὸ λοιπὸν πρὸς ἡμᾶς ἔσται. ἡμεῖς γάρ, ὥσ‐
40περ αὐτὸν τετιμήκαμεν τῇ τῆς ἀρχῆς αὐξήσει, οὕτως,
εἴπερ αὐτὸν εὕροιμεν ἀναξίως τοῦ ἡμετέρου σκοποῦ

192

χρώμενον τοῖς παραδεδομένοις αὐτῷ, θεῷ τε ὑπηρε‐ τούμενοι καὶ τοῖς νόμοις ἀμύνοντες προσηκόντως αὐ‐ τὸν μετελευσόμεθα, εἰ γε εὕροιμεν ἢ κλέπτοντα τυχὸν ἢ χάριτος ἢ ἀπεχθείας ἡττημένον ἢ τοὺς ἡμετέρους
5παραβαίνοντα νόμους. βουλόμενοι γὰρ τὸ ὑπήκοον ἀνορθῶσαι καὶ τὰ μέχρι νῦν θεραπεῦσαι κακὰ χρη‐ μάτων τε ὑπερείδομεν μεγάλων καὶ πρὸς ταύτην ἰδεῖν τὴν διατύπωσιν ἐσπεύσαμεν. Δεῖ δὲ αὐτὸν μὴ μόνον τῶν ἔμπροσθεν ἡμῖν εἰρη‐
10μένων προνοεῖν, ἀλλὰ καὶ αὐτῆς κήδεσθαι τῆς τῶν πόλεων ἀφθονίας καὶ τοῦ μηδὲν τοῖς πολίταις ἐκλεί‐ πειν, ἐπισκοπεῖν δὲ καὶ τὰ τῶν πόλεων ἔργα καὶ μὴ συγχωρεῖν μηδὲ κατὰ τοῦτο αὐτὰς ἑαυτῶν ἐλάτ‐ τους γίνεσθαι, ἀλλὰ καὶ τοὺς τῶν ὑδάτων ὁλκοὺς καὶ
15γεφύρας καὶ τείχη καὶ ὀδοὺς σπεύδειν ἐπανορθοῦν, καὶ μὴ συγχωρεῖν τοῖς ἐκεῖσε φοιτῶσι πράκτορσι τοὺς ἡμετέρους ὑπηκόους κατά τι βαρύνειν, μηδὲ ταύτας δὴ τὰς ἐξ ἔθους πονηροῦ γινομένας προστάξεις παρα‐ λαμβάνειν, ὅσαι περὶ τειχοποιίας τε καὶ ὁδοστρωσίας
20καὶ ἂλλας μυρίας αἰτίας προΐασιν ἐκ τῶν θρόνων τῆς σῆς ὑπεροχῆς. τούτων γὰρ ἁπάντων ἕνεκεν καὶ εἴ τι τοιοῦτον ἕτερον οὐδενὶ συγχωρήσει τοὺς ὑπη‐ κόους τοὺς ἡμετέρους ἀδικεῖν, οὐδὲ προελεύσεται ψῆφος ἐκ τῶν θρόνων τῶν σῶν τοιοῦτό τι λέγουσα· καὶ
25γὰρ ἤδη τοῦτο κεκωλύκαμεν, ἀλλ’ αὐτὸς μὲν ἁπάν‐ των ἐπιμελήσεται· εἰ δέ τινα ἡμεῖς κατὰ θεῖον ἡμῶν πραγματικὸν τύπον στείλαιμεν. ὃν ἴσως πρὸς τὴν σὴν καταπέμψομεν ἀρχήν, ἐκεῖνος προσεξετάσει τὸ παρ’ ἡμῶν ἐγκρινόμενον. ἑτέρῳ δὲ οὐδενὶ παντελῶς
30ἄδεια γενήσεται λεηλατεῖν τὸ ὑπήκοον· ὅπως ἂν τὰς ἐπαρχίας ἴδοιμεν πάλιν ἀνθρώπων μεστάς. πάλιν τοῖς ἑαυτῶν πολίταις κομώσας, καὶ μὴ συρρέον ἐνταῦθα πλῆθος ἀνθρώπων εἰς τὴν ἑαυτῶν γῆν ἐπανελθεῖν διὰ τὴν τῶν ἀρχόντων κακίαν μὴ θαρροίη. Διὰ
35τοῦτο τοίνυν θεσπίζομεν τὴν σὴν ὑπεροχὴν μηκέτι διῃρημένας ἔχειν τὰς τοι Πισιδῶν ἔθνους ἀρχάς, ἀλλὰ μίαν εἶναι τὴν ἐν αὐτῇ τοῦ περιβλέπτου πραίτωρος ἀρχήν, αὐτὴν μὲν στρατιωτικήν, αὐτὴν δὲ πολιτικὴν καθεστῶσαν, καὶ ὁμοίως μὲν τῶν δημοσίων τε καὶ
40πολιτικῶν φροντίζουσαν, ὁμοίως δὲ τῶν στρατιωτῶν ἡγουμένην, ὥστε τῇ δι’ ἀλλήλων βοηθείᾳ καὶ τὴν
ἀρχὴν ἐκ τῶν ὅπλων ἰσχυρὰν εἴναι καὶ τὴν ὁπλι‐

193

τεύουσαν τάξιν κεκαλλωπίσθαι τῷ νόμῳ. οὐδὲ γὰρ ἔτι στάσις ἔσται κατὰ τὰς πόλεις ἀνδρὸς ἐφεστῶτος τοιούτου τὸ λοιπόν, ὃς ἄξιος ἡμῖν ἑκατέρας ἀρχῆς νε‐ νόμισται.
5 Πάντα τοίνυν, ὁπόσα τὸ δημόσιον ἐχορήγει, ταῦτα κατὰ τὴν ὑποτεταγμένην ἀπογραφὴν τῷδε τῷ θείῳ ἡμῶν νόμῳ δίδοσθαι τῷ περιβλέπτῳ κελεύομεν πραί‐ τωρι καὶ τοῖς ἀμφ’ αὐτόν. ὧπερ προσκεῖσθαι καὶ τὸ τῆς θείας ἡμῶν προσηγορίας βουλόμεθα σύμβο‐
10λον, καὶ ἔστω πραίτωρ Ἰουστινιανὸς ὁ Πισιδίας γι‐ νόμενος ἄρχων. Ὑπακουέτω δὲ ἡ πραιτωριανὴ τάξις αὐτῷ γινομένη μὲν ἐκ προβατοριῶν, καθόπερ εἰπόν‐ τες ἔφθημεν, ὁμοίως δὲ καὶ τοῖς πολιτικοῖς καὶ τοῖς στρατιωτικοῖς ἀνθρώποις τε καὶ πράγμασιν ἐνησχο‐
15λημένη. Καὶ πρός γε ἡ τῶν δημοσίων εἴσπραξις τὸν ἄρχοντα τοῦτον τήν τε τάξιν ὄψεται τὴν αὐτοῦ. καὶ πάντα ἔξει τὰ τῆς ἀρχῆς παράσημα ὁπόσα καὶ νῦν ἔχει, δίφρον τε ἐξ ἀργύρου καὶ πέλεκυν καὶ ῥάβδους· ἔξει τε ἐπὶ τοῖς στρατιώταις καὶ ad responsum. καί‐
20τοιγε καὶ αὐτόθεν αὐτῷ δίδομεν τὴν τῶν ἐν τῇ χώρᾳ ταύτῃ στρατιωτῶν ἡγεμονίαν, ὥστε αὐτοὺς καὶ κοσμεῖν καὶ τάττειν, καὶ παρασκευάζειν ἐπεξιέναι μὲν τοῖς λῃστεύουσιν. ἡμέρους δὲ καὶ σώφρονας τοὺς ὑπη‐ κόους πρὸς ἀλλήλους ἀποτελεῖν· καὶ μήτε τὰς πόλεις
25στασιάζεσθαι συγχωρεῖν μήτε τοὺς κωμήτας ἀπαυθα‐ διάζεσθαι πρὸς τὸ δημόσιον, ἔχειν τε ἐφ’ ἅπασι τὴν ἐξουσίαν ἐξῃρημένου παντελῶς οὐδενός. Εἶναι δὲ καὶ ταύτην τὴν ἀρχὴν ἐν ταῖς μέσαις τεταγμένην καὶ ἐν τῷ τῶν περιβλέπτων ἀρχόντων ἀριθμῷ γεγραμμένην,
30ὥστε ὅσα ἐπὶ τῶν πάλαι μὲν βικαρίων, νὺν δὲ κο‐ μήτων Ἰουστινιανῶν τῆς τε Πακατιανῆς Φρυγίας τῆς τε πρώτης Γαλατίας ἐστὶ καὶ τοῦ περιβλέπτου κόμη‐ τος τῆς Ἕω καὶ τῶν περιβλέπτων ἀνθυπάτων, ταῦτα καὶ ἐπ’ αὐτῷ καθεστάναι, καὶ εἶναι αὐτὸν περί‐
35βλεπτον ἄρχοντα, καὶ τὰς ἐφέσεις τὰς παρ’ αὐτοῦ γινομένας ἐνταῦθα στέλλεσθαί τε καὶ ἐξετάζεσθαι, καθάπερ καὶ ἐπὶ τῶν ἄλλων τῶν σπεκταβιλίων ἀρ‐ χόντων, εἰσάγεσθαί τε ἐν τῷ δικαστηρίῳ τῶν ἐν‐ δοξοτάτων ἐπάρχων, συνακροωμένου τῆς ὑποθέσεως
40καὶ τοῦ ἐνδοξοτάτου κοιαίστωρος τοῦ θείου ἡμῶν πα‐ λατίου· διότι τὴν ἀρχήν, εἰ καί τι στρατιωτικὸν εἶχεν,
ἀλλ’ οὗν ὅλην πρὸς τὸ νομιμώτερον μεταβαλοῦσαν

194

σχῆμα δεῖ ταύτην ἔχειν ἀναγκαίως τὴν τάξιν τὴν μέχρι νῦν ἐπὶ τῶν σπεκταβιλίων ἀρχόντων πεφυλαγ‐ μένην κατὰ τὸ κεκρατηκὸς ἄνωθεν ἔθος. Ἐπειδὴ δὲ ἔναγχος θείαν διάταξιν γράψαντες τὰς
5ἄχρι πεντακοσίων νομισμάτων ἐφεσίμους δίκας [ἃς] ὑπὸ τοῖς περιβλέπτοις ἄρχουσιν ἐν τάξει θείου δικα‐ στηρίου κατεξετάζεσθαι νενομοθετήκαμεν, θεσπίζο‐ μεν, εἰ τοιαύτη τις γένοιτο δίκη, κατὰ τὴν Πισιδίαν μέντοι μόνον, εἴτε ἐκ παραπομπῆς ἡμετέρας εἴτε ἔκ
10τινος τῶν ἐνδοξοτάτων ἡμῶν ἀρχόντων, εἰ μὴ περί‐ βλεπτος ὁ δεδομένος εἴη δικαστής, μὴ πρὸς τὸν περί‐ βλεπτον Ἰουστινιανὸν κόμητα τῆς Πακατιανῆς Φρυ‐ γίας (τοῦτο ὅπερ πρώην νενομοθετήκαμεν) φοιτᾶν, ἀλλ’ ἐπ’ αὐτὸν φέρεσθαι τὴν ἔφεσιν τῆς ἐπαρχίας
15τῆς αὐτοῦ, αὐτόν τε αὐτῆς ἀκροᾶσθαι κατὰ θείου ἀκροατηρίου σχῆμα (καὶ γὰρ δὴ καὶ τούτῳ σεμνύνο‐ μεν τὴν ἀρχήν), αὐτόν τε αὐτῇ τέλειον ἐπιτιθέναι θεσπίζομεν τύπον, οὐκ ἀναπεμπόμενον πρὸς ταύτην τὴν εὐδαίμονα πόλιν, ὅπως ἂν μὴ μικρῶν ἕνεκεν
20προφάσεων μεγάλας οἱ δικαζόμενοι ταραχάς τε καὶ ζημίας ὑπομείναιεν. Ὅπως δὲ ἂν εἰδοῖεν καὶ οἱ παραλαμβάνοντες τήν τε τοῦ πραίτωρος ἀρχὴν τάς τε ἄλλας τὰς παρ’ ἡμῶν ἐξευρημένας τε καὶ ἐξευρησομένας, κατὰ τίνα προσ‐
25ήκει τρόπον διακυβερνᾶν τὰς ἀρχάς, συνείδομεν μὴ μόνον αὐτοῖς παρέχειν τὰ σύμβολα τῆς ἀρχῆς ἐν τοῖς καλουμένοις κωδικέλλοις, ἀλλὰ καὶ ἐγγράφειν τὸν τρό‐ πον καθ’ ὃν διοικήσειαν τὴν ἀρχήν, ἅπερ οἱ πρὸ ἡμῶν νομοθέται μανδάτα πρινκίπις ἐκάλουν· ὥστε αὐ‐
30τοὺς πρὸς ταῦτα ἀποβλέποντας τὴν οἰκείαν ἀπευθύ‐ νειν ἀρχὴν καὶ ταύτῃ τοὺς ἡμετέρους ὑπηκόους διὰ πάντων ὠφελεῖν. τοιγαροῦν καὶ ἀποτεθῆναι κατὰ τὸ θεῖον ἡμῶν λατέρκουλον τὰ τοιαῦτα θεῖα μαν‐ δάτα διεκελευσάμεθα, ὅπως ἂν ἅμα τοῖς κωδικέλλοις
35διδοῖτο τοῖς ἄρχουσι, τόν τε ὅρκον παρεχομένοις ὃν ἐπὶ τῆς θείας ἡμῶν διατάξεως ἐγράψαμεν, τὰ ἄλλα τε ἅπαντα οὕτω διοικουμένοις ὡς ἡμεῖς ἐτάξαμεν.
Ὑποτεθήσεται δὲ καί τις ἀπογραφὴ παρ’ ἡμῶν τῷδε

195

τῷ θείῳ νόμῳ, δηλοῦσα τί μὲν προσῆκόν ἐστι τὸν γινόμενον παρέχειν προφάσει τῶν τῆς ἀρχῆς συμβό‐ λων εἴτε ἐν τῷ θείῳ λατερκούλῳ εἴτε ἐν τῷ δικα‐ στηρίῳ τῶν ἐνδοξοτάτων ἐπάρχων, τί δὲ τὸ διδό‐
5μενον αὐτῷ τε καὶ τῷ παρέδρῳ καὶ τοῖς περὶ αὐτόν· οὕτω τε τῆς παρ’ ἡμῶν περὶ τὰς ἀρχὰς προνοίας ἅπασι φανερᾶς γινομένης ἐκεῖνον ἡμῖν καθαρὰν καὶ παντα‐ χόθεν δεδοκιμασμένην τὴν ἑαυτοῦ παρέχειν ὑπουργίαν. Τοῦτον δὲ δὴ τὸν νόμον δείξει μὲν ἅπασιν ἥ τε
10τῶν θείων ἡμῶν διατάξεων ἀνάγνωσις· καὶ γὰρ δὴ καὶ τοῦτον ἐκεῖσε γραφῆναι παρεκελευσάμεθα· αὐτὸς δὲ εἰς ἔργον ἄξεις ὅπως ἂν μείνῃ διὰ παντὸς ἐν αὐ‐ τοῖς τοῖς ἔργοις ἐκλάμπων τε καὶ φαινόμενος.
15 Δεῖ παρέχεσθαι τῷ πραίτωρι Πισιδίας αὐτῷ μὲν ὑπὲρ ἀννόνων καὶ καπίτων καὶ λοιπῆς παραψυχῆς sol. CCC, τῷ αὐτοῦ παρέδρῳ sol. LXXII, τῇ αὐτοῦ τάξει auri lib. II. Δεῖ δὲ αὐτὸν παρέχειν προφάσει συμβόλων οὕτως·
21 τοῖς περιβλέπτοις χαρτουλαρίοις τρισὶ τοῦ θείου κου‐ βουκλείου sol IX τῷ πριμικηρίῳ τῶν λαμπροτάτων τριβούνων νοτα‐ ρίων καὶ τοῖς laterculisίοις sol. XXIV
25 τῷ αὐτοῦ βοηθῷ sol. III τῇ τάξει τῶν ἐνδοξοτάτων ἐπάρχων ὑπὲρ προστάγ‐ ματος καὶ πάσης ἑτέρας αἰτίας sol. XL.
28tΚΕ
29tΠΕΡΙ ΤΟΥ ΠΡΑΙΤΩΡΟΣ
30tΛΥΚΑΟΝΙΑΣ.
31tΑὐτοκράτωρ Ἰουστινιανὸς Αὔγουστος Ἰωάννῃ τῷ ἐν‐
32tδοξοτάτῳ ἐπάρχῳ τῶν ἱερῶν τῆς Ἕω πραιτωρίων
33tτὸ βʹ, ἀπὸ ὑπάτων καὶ πατρικίῳ.
34〈Προοίμιον.〉 Τὸ Λυκαόνων ἔθνος μείζονι τῆς νῦν
35οὔσης ἀρχῆς κατακοσμῆσαι δίκαιον ᾠήθημεν, ἀποβλέ‐

196

ποντες εἰς τὰς πρώτας ἀρχὰς ὅθεν αὐτὸ συστῆναι παρέδοσαν ἡμῖν οἱ τὰ παλαιὰ συγγράφοντές τε καὶ διηγούμενοι, καὶ ὅτι συγγενέστατόν ἐστι Ῥωμαίοις καὶ σχεδὸν ἐκ τῶν αὐτῶν συνῳκισμένον προφάσεων.
5Λυκάονι γὰρ τῷ πρώην Ἀρκαδίας τῆς ἐν Ἑλλάδι βε‐ βασιλευκότι καὶ τὴν Ῥωμαίων οἰκῆσαι γέγονε γῆν, καὶ τοὺς πρώην Οἰνώτρους προσλαβόντι τῇ Ῥωμαίων ἀρχῇ δοῦναι προοίμιον (φαμὲν δὲ ταῦτα δὴ τὰ πα‐ λαιὰ τὰ πολλῷ τῶν Αἰνείου τε καὶ Ῥωμύλου χρόνων
10πρεσβύτερα), καὶ ἀποικίαν ἐπὶ τὰ τῇδε στείλαντι μέρη μοῖράν τινα τῆς Πισιδίας ἀφελέσθαι, ταύτῃ τε δοῦναι τὴν αὐτοῦ προσηγορίαν Λυκαονίαν τε ἐξ αὑ‐ τοῦ καλέσαι τὴν χώραν. Δίκαιον τοίνυν ἂν εἴη καὶ αὐτὴν ἀρχῇ κατακοσμῆσαι τὰ παλαιὰ τῆς Ῥωμαϊκῆς
15τάξεως ἐπιγραφομένῃ σύμβολα, καὶ τοὺς νῦν αὐτῆς ἡγουμένους, τόν τε ἄρχοντα φαμὲν τὴν πολιτικὴν ἀρ‐ χὴν τόν τε ἐφεστῶτα τοῖς ὅπλοις, εἰς ἕν τι συναγα‐ γεῖν καὶ τῇ τοῦ πραίτωρος κοσμῆσαι προσηγορίᾳ. ὄνομα γὰρ τοῦτο πάτριον τῇ Ῥωμαίων ἀρχῇ καὶ πρό‐
20γε αὐτῶν τῶν ὑπάτων κατὰ τὴν μεγάλην τῶν Ῥω‐ μαίων πολιτευσάμενον πόλιν. Ῥωμαῖοι γὰρ οἱ πάλαι τοὺς σφῶν αὐτῶν στρατηγοὺς πραίτωρας ὠνόμαζον, τῶν στρατευμάτων τε ἡγεῖσθαι παρεῖχον καὶ τοῖς ὑπ’ αὐτῶν γραφομένοις ἐπείθοντο νόμοις· καὶ ἦν
25ἀρχή τις ἐξ ἀμφοῖν κεκραμένη καὶ ἐν ἑαυτῇ περιφέ‐ ρουσά τε καὶ δεικνῦσα τήν τε ἐν ταῖς παρατάξεσιν ἰσχὺν τήν τε ἐν τοῖς νόμοις εὐκοσμίαν. Ἐπειδὴ τοίνυν κἀνταῦθα σκοπὸς ἡμῖν εἰς ἕν τι συναγαγεῖν ἀμφοτέρας, διὰ τοῦτο εἰκότως αὐτῷ καὶ
30τὴν τοῦ πραίτωρος δίδομεν προσηγορίαν, ὅπως ἂν συνεισέρχοιτο ταῖς ψυχαῖς τῶν ἀκουόντων ἅμα τῇ προσηγορίᾳ τοῦ πραίτωρος καὶ ἡ τῆς ἀρχῆς κατάστα‐ σίς τε καὶ φύσις, καὶ ὅτιπερ οὐχ ἁπλῇ τίς ἐστιν οὐδὲ πρὸς ἓν ἀφορῶσα μόνον ἢ τὸ τῶν ὅπλων ἢ τὸ
35τῶν νόμων, ἀλλ’ ἑκατέραν συνεφέλκεται τάξιν καὶ ἔστιν ἐκ μὲν τοῦ στρατιωτικοῦ σφοδρά τε καὶ ἰσχυρά, διὰ δὲ τοῦ νόμου προσηνής τε καὶ ἥμερος, καὶ κατὰ τοῦτο προσφερομένη ῥᾳδίως τοῖς μὲν ἀδικοῦσι σφοδρό‐ τερον, τοῖς δὲ ἐπιεικεστέροις νομιμώτερόν τε καὶ σω‐
40φρονέστερον. Καὶ οὐδὲ ἁπλῶς τοῦτο πράττομεν οὐδὲ ὀνομασίᾳ προσέχομεν μόνον, ἀλλὰ τῇ χρείᾳ καὶ τὰς
ἀρχὰς συμμετροῦμεν. ἀνδρῶν γάρ ἐστιν ἰσχυρῶν ἡ

197

χώρα καὶ Ἰσαυρίας οὐδενὶ διέστηκε μέσῳ, οἶα δὲ με‐ σόγειός τε οὖσα καὶ ἀνειμένη καὶ ἱππόβοτος πολλοὺς μὲν ἄνδρας, πολλοὺς δὲ ἵππους ἐκτρέφει, κωμῶν τέ ἐστιν αὐτῇ πλῆθος μεγάλων καὶ ἀνδρῶν ἐπιτηδείων
5ἱππεύειν τε καὶ τοξάζεσθαι καὶ ῥᾳδίως πρὸς τραχυ‐ τέρας ἀνίστασθαι γνώμας καὶ ὅπλων ἅπτεσθαι προ‐ χείρως καὶ τῆς μὲν στρατιωτικῆς ἀρχῆς ἴσως οὐκ ἐπι‐ στρέφεσθαι, διότι τὰ τῆς καταστάσεως αὐτῶν ἰδιω‐ τικὴν ἐπιγράφεται τύχην τὴν μόναις ταῖς πολιτικαῖς
10ἀρχαῖς ὑποκεκλιμένην, ταύτης δὲ δὴ πάλιν καταφρο‐ νεῖν, διότι τὸ τῷ νόμῳ προσέχειν μόνῳ μὴ μετὰ τοῦ δραστηρίου τεταγμένῳ φοβερὸν οὐχ ὁμοίως τοῖς θρασυτέροις ἐστί. Ταῦτα ἡμᾶς ἀνέστησεν εἰς τὸ καὶ ταύτην μίαν ἀποφῆναι τὴν ἀρχήν, καθάπερ ἐν Πισί‐
15δαις ἐπράξαμεν, καὶ δοῦναι καὶ ταύτῃ τὴν τοῦ πραί‐ τωρος προσηγορίαν μετὰ τῆς ἐξ ἡμῶν προσθήκης· καὶ γὰρ δὴ καὶ τοῦτον πραίτωρα Ἰουστινιανὸν Λυκαονίας προσαγορεύεσθαι βουλόμεθα. ὥσπερ δὴ καὶ Πισιδίας τὸν ἄλλον. τάξιν τε ἑκατέραν εἰς ταὐτὸ συνάγομεν,
20ᾗ τε ὁ πολιτικὸς ᾖ τε ὁ στρατιωτικὸς ἄρχων ἐφ‐ έστηκε· πραιτωριανὴν δὲ καὶ ταύτην ὀνομάζομεν, ἐκ προβατοριῶν ἐντεῦθεν κατὰ τὸ νενομισμένον προϊου‐ σῶν γινομένην, ἐξ οὗ καὶ πρώην οἱ δουκικοὶ ταύτας ἐκομίζοντο, τοῦ θείου τῶν λιβέλλων σκρινίου· καὶ εἰς
25ἀνδρὼν ἑκατὸν τὸν ἀριθμὸν αὐτῇ συμμετροῦμεν. καὶ δίδομεν αὐτῷ τὰς ἑκατέρας ἀρχῆς σιτήσεις. παρέδρῳ τε καὶ τοῖς λοιποῖς, ἅπερ φανερὰ καταστήσομεν ἐκ τῶν ὑποκειμένων ἀπογραφῶν τῇδε τῇ θείᾳ ἡμῶν διατάξει. ἐχέτω γε μὴν καὶ ad responsum πρὸς τὴν
30στρατιωτικὴν εὐκοσμίαν· καίτοιγε καὶ ἄλλως αὐτὸν ἄρχειν τῶν ἐπὶ τῆς εἰρημένης ἐπαρχίας ἱδρυμένων στρατιωτῶν θεσπίζομεν. Καὶ στελοῦμέν γε τὸν τῆς ἀρχῆς ἀντιληψόμενον ταύτης τῶν παρ’ ἡμῖν εὐδοκιμούντων ἕνα τῶν ἐκ τοῦ
35καταλόγου τῶν ἡμετέρων ἀρχόντων, ὅθεν καὶ τὸ πα‐ λαιὸν οἱ πραίτωρες ἐξεφοίτων καὶ τοῖς σφῶν αὐτῶν πόνοις τὴν πολιτείαν ἐκόσμουν, ποτὲ μὲν ἐπὶ τῆς Ἰτα‐
λιώτιδος μένοντες γῆς, ποτὲ δὲ ἐπὶ τοὺς ἔξω τόπους

198

στελλόμενοι. ἔστω γὰρ ὁ τοιοῦτος αὐτὸς ἑαυτοῦ με‐ μνημένος ἀεὶ καὶ ὅθεν αὐτῷ τὰ τῆς ἀρχῆς συνέστηκε, σεμνός τε τοῖς ὑπηκόοις φοβερός τε τοῖς λῃστεύουσι καὶ ἀδικοῦσι καὶ μετὰ πλείονος παρρησίας ἅπαντα
5πράττων. πρόδηλον γάρ, ὡς καθαραῖς μὲν χρήσεται ταῖς χερσίν, ἐπεὶ καὶ ἄμισθον παραλαμβάνει τὴν ἀρ‐ χὴν καὶ ἄλλως ὁ παρ’ ἡμῶν τεθεὶς ἔναγχος νόμος ἁπάσαις ταῖς ἀρχαῖς ταῖς ἐγγεγραμμέναις αὐτῷ σαφῶς ἐπιτάττει χειρῶν τε κρατεῖν (ἐφ’ ᾧ δὴ καὶ τὸν ὅρκον
10ὑπέχουσι) καὶ κατὰ τοὺς ἡμετέρους νόμους δικάζειν τε καὶ νέμειν τοῖς ὑπηκόοις ἰσότητά τε καὶ δικαιοσύνην. οὕτω καὶ οἱ πάλαι Ῥωμαῖοι τὸ πολίτευμα κατακοσμή‐ σαντες πάσης ἑτέρας πολιτείας ἐκράτουν. τίς γὰρ οὐκ ἂν τὴν ἀρχὴν ταύτην αἰδεσθείη τε ἅμα καὶ φρίξειεν,
15ὁρῶν αὐτὴν ὑπὸ διπλοῦ σχήματος φρουρουμένην καὶ ῥᾳδίως μὲν τὰ ἐκ τοῦ νόμου διατάττουσαν, ῥᾷστα δὲ, εἴ τι παραβαθείη τοῦ νόμου, τοῦτο τοῖς ὅπλοις ἐπανορθοῦσαν; Ἅπερ δὲ τῷ κατὰ Πισιδίαν προ‐ ηγόρευται πραίτωρι κατὰ τὸν περὶ ἐκείνου γεγραμ‐
20μένον νόμον, ταῦτα καλῶς ἔχειν ᾠήθημεν προαγο‐ ρεῦσαι καὶ τούτῳ. δεῖ γὰρ αὐτὸν τὴν ἀρχὴν παρα‐ λαμβάνοντα ταύτην πανταχόθεν ἄμισθον οὖσαν καὶ αὐτὸν ἀδωρότατον εἶναι καὶ ἀρκεῖσθαι μόνοις οἷς τὸ δημόσιον δίδωσι (καθὰ καὶ ὁ περὶ τῶν ἀρχῶν ἤδη
25τεθειμένος διαλέγεται νόμος), καθαρῶς τε καὶ δικαίως χρῆσθαι τοῖς πράγμασι, καὶ ὥσπερ αὐτῷ μεμιγμένα τὰ τῆς ἀρχῆς ἐστιν, οὕτως αὐτῷ καὶ τὴν τῆς ψυχῆς ἁρμονίαν κεκρᾶσθαι ποτὲ μὲν ὀξυτέροις τε καὶ ἐπι‐ τεταμένοις, ποτὲ δὲ πρᾳοτέροις τε καὶ ἀνειμένοις τοῖς
30φθόγγοις. Καὶ μισείτω μὲν ἅμα καὶ κολαζέτω μοιχείαν ἅπασαν, καὶ πρό γε ἐκείνης ἀνδροφονίαν, καὶ ἔτι σφοδρότερον τὰς τῶν παρθένων ἁρπαγάς. καὶ τοὺς ἀδικοῦντας, εἰ μὲν ἀθεράπευτα νοσοῖεν, καὶ καθ‐ άπαξ κολαζέτω, εἰ δὲ μετριώτερα, πρὸς τὸ κρεῖττον
35μεθαρμοζέτω. ἐρυθριάτω δὲ τῶν ἀδικούντων μηδένα. κἂν εἰ πλουτοίη κἂν εἴ τινος ἀξίας ἐπείληπται μεί‐ ζονος διὰ τοῦτο γὰρ δὴ καὶ ἐκ τῶν σεμνοτέρων αὐ‐ τὸν καταλόγων στέλλομεν, ὅπως ἂν οἴκοθεν ἔχοι τὸ μηδενὶ προσέχειν ἑτέρῳ πλὴν ἡμῖν τε καὶ τοῖς νόμοις,
40καὶ δικάζειν μὲν κατ’ ἐκείνους, τὸ δὲ ὑπήκοον ἁρμό‐ ζειν εἰς τὸ κατ’ αὐτοὺς πολιτεύεσθαι. καὶ μήτε ῥαθυμεῖν μήτε ἀδικεῖν· ὥστε μή τινας ἐκ
τῆς ἐπαρχίας ἧς ἄρχει καταλιμπάνειν μὲν τὴν χώραν

199

διὰ τὰς ἀδικίας τὰς ἐκεῖσε, συνεχῶς δὲ ἡμῖν ἐνοχλεῖν. ἀλλ’ αὐτὸς ἀκροατὴς γινέσθω πρότερον τῶν προσαγ‐ γελλομένων καὶ ταῦτα διακρινέτω, καὶ ἀεὶ μεμνήσθω τῆς παραδεδομένης αὐτῷ παρ’ ἡμῶν τιμῆς, καὶ οὕτω
5χρήσθω τοῖς ἀρχικοῖς πόνοις, ὡς ἐπαινετὴν αὐτῷ καὶ ἀνυπεύθυνον γίνεσθαι τὴν ἀρχήν· ἐκεῖνο σαφῶς ἐπι‐ στάμενος ὡς, εἰ μέν τις ἔλθοι πρὸς ἠμᾶς μὴ προσ‐ αγγείλας αὐτῷ τὰ οἰκεῖα πάθη καὶ ἀποπειραθεὶς εἴγε τυγχάνοι τῶν δικαίων, τοῦτον αὐτῷ πέμψομεν
10ἀποκρίσεως αὐτῷ μεταδόντες οὐδεμιᾶς· εἰ δὲ προσ‐ αγγείλειεν, εἶτα τῶν δικαίων μὴ τυχὼν εἰς ἠμᾶς κατα‐ δράμοι, τότε ἡμεῖς οὐκ ἐκείνῳ τὸ λοιπόν, ἀλλ’ αὐτῷ τῷ τὴν ἀρχὴν ἔχοντι δικασταὶ γενησόμεθα. καὶ ὥσ‐ περ αὐτῷ μείζονα πεποιήκαμεν τὴν τιμήν, οὕτω καὶ
15εἶπερ εὕροιμεν ῥᾳθυμοῦντα καὶ τοῖς παραδεδομένοις ἐκμελῶς χρώμενον, ἀμυνοῦμεν τοῖς νόμοις καὶ προσ‐ ηκόντως αὐτὸν μετελευσόμεθα· καὶ ὥσπερ ἐκεῖνος οὔτε τοὺς ἡμετέρους λόγους οὔτε τοὺς νόμους οὔτε τὸ τῆς ἀρχῆς ἐρυθριᾷ σχῆμα, οὕτως οὐδὲ ἡμεῖς αὐτὸν ἐρυ‐
20θριάσομεν, ἀλλ’ ἀπαντήσομεν αὐτῷ καθ’ ὃν αὐτὸς τρόπον τοῖς τῆς ἀρχῆς πράγμασι χρήσεται· καὶ εἴτε χερσὶν οὐ καθαραῖς αὐτὸν χρώμενον λάβοιμεν ἢ πρός τι πάθος ἀποβλέποντα ἢ τοὺς ἡμετέρους παραβαί‐ νοντα νόμους, ἡμεῖς αὐτῷ κατὰ νόμον ἐπιστήσομεν
25τὰς εὐθύνας. οὔτε γὰρ χρημάτων ἐφεισάμεθα οὔτε ἐτέρου τῶν πάντων οὐδενός, ἵνα τὸ ὑπήκοον περισώ‐ σωμεν. Δεῖ δὲ αὐτὸν καὶ τῆς τῶν πόλεων εὐκοσμίας προ‐ νοεῖν· καὶ πρῶτον μὲν στάσεως ἀπαλλάττειν τὰς
30ὑπ’ αὐτῷ τεταγμένας πόλεις, τὴν ἰσότητα πανταχοῦ διασώζοντα καὶ τοῦ μηδὲν τοῖς ὑπηκόοις ἐνδεῖν πᾶ‐ σαν τιθέμενον πρόνοιαν. Ἀλλὰ μηδὲ τῶν ἔργων τῶν πόλεων ἀμελεῖν, ὅπως ἂν μηδὲ κατὰ τοῦτο ἐλατ‐ τοῖντο μήτε οἱ τῶν ὑδάτων ὁλκοὶ μήτε αἱ τῶν γεφυ‐
35ρῶν πάροδοι μήτε ἡ τῶν τειχῶν ἀσφάλεια μήτε ἡ τῶν ὁδῶν ἐπιμέλεια· ἀλλὰ πάντα ἐπανορθοῦν, ἢ καὶ εἰς ἡμᾶς μηνύειν, ὅπως ἂν τὰ μὲν ἐκ τῶν πολιτι‐ κῶν πόρων, τὰ δὲ ἐξ ἡμῶν ἐπανορθοῦν ἰσχύσειε. Παρατηρεῖν δὲ τὸ μηδὲ τοῖς ἐκεῖσε φοιτῶσιν ἐκ
40τῶν ἀρχόντων πράκτορσιν ἄδειαν εἶναι τοὺς ἡμετέρους
ὑπηκόους κατά τι ζημιοῦν ἢ βαρύνειν, μηδὲ ταύτας

200

δὴ τὰς συνειθισμένας ἐπιφερομένους προστάξεις, αἵπερ πρώην ἐκ τῶν σῶν προῄεσαν θρόνων πορθοῦσαι τοὺς ἐν μετριότητι ζῶντας καὶ ἐπιτάττουσαι ποτὲ μὲν τει‐ χῶν ἐπισκευάς, ποτὲ δὲ ὁδῶν ἐπιμελείας, ποτὲ δὲ εἰ‐
5κόνων τε καὶ γεφυρῶν καὶ λιμένων καὶ ὁλκῶν δημο‐ σίων ἀνανεώσεις, καὶ τόπων δῆθεν δημοσίων ἀφαι‐ ρέσεις καὶ οἰκημάτων ὡς οὐκ ἐν δέοντι κτισθέντων καταστροφάς, καὶ ἕτερα τούτων ἔτι προχειρότερα πρὸς συκοφαντίαν. ἀλλ’ αὐτὸς μὲν τούτου ποιήσεται πρό‐
10νοιαν πράττων ἅπαντα ζημίας χωρίς. εἰ δὲ συνίδω‐ μεν ἡμεῖς καὶ μείζονος ἐποψίας δεῖσθαι τὸ πρᾶγμα, θείῳ πραγματικῷ χρησόμεθα τύπῳ· ὃν δὴ καὶ πρὸς τὴν σὴν ἀρχήν, εἰ συνίδοιμεν, καταπέμψομεν, κατ’ αὐτόν τε καὶ ἑτέρῳ τινὶ ταύτην ποιήσασθαι τὴν ζή‐
15τησιν. Οὕτως ἀναπνεύσει ποτὲ τὸ ὑπήκοον, οὕτως ἀνθήσουσιν αὖθις αἱ πόλεις καὶ αὔξησις τοῖς οἰκοῦσι ταύτας ὡς πλείστη γενήσεται, καὶ οὐ τὰς πατρίδας ἀποφεύξονται καθάπερ τι τῶν φοβερωτάτων διὰ τὴν τῶν ἀρχόντων κακίαν οἰκεῖν ἐν τοῖς ἑαυτῶν εὐλα‐
20βούμενοι. Δεῖ τοίνυν τὴν σὴν ὑπεροχὴν εἰδέναι τὴν ἀρχὴν ταύτην μίαν τὸ λοιπόν, ἀλλ’ οὐ διπλῆν καθεστῶσαν· ὥστε ἅπαντα ὁπόσα τὸ δημόσιον ἐδίδου πρότερον ἑκατέρᾳ τῶν ἀρχῶν, ταῦτα κατὰ τὴν ὑποτεταγμένην
25ἀπογραφὴν τῷδε τῷ θείῳ ἡμῶν νόμῳ δώσεις αὐτῷ καὶ τοῖς ἀμφ’ αὐτὸν καὶ τῇ γε αὐτοῦ τάξει, καθὰ καὶ μέχρι νῦν ἐδίδοτο. Καὶ ἡ τῶν δημοσίων εἴσ‐ πραξις αὐτῷ τε ἐπικείσεται καὶ τοῖς πειθομένοις αὐτῷ πραιτωριανοῖς ταξεώταις, τὰ παράσημά τε ἑκατέρας
30ἀρχῆς ἕξει, καὶ εἰ καὶ τὰ μάλιστα στρατιωτικός ἐστιν, ἀλλ’ οὖν ἐπί τε ἀπήνης ἀργυρᾶς καθεδεῖται, καὶ ἡγή‐ σεται πέλεκυς αὐτοῦ (ὑπατικῆς γὰρ δὴ καὶ τοῦτο σύμ‐ βολον ἀρχῆς), ῥάβδοι τε ὁμοίως αὐτοῦ προπομπεύ‐ σουσι. θεραπεύσει τε αὐτὸν καὶ τὸ στρατιωτικὸν ἅπαν
35τὸ κατὰ τὴν χώραν ἱδρυμένον· ᾧ μελήσει καὶ τὸ λῃστρικὸν ἐκκόπτειν καὶ τοῖς ἀδικουμένοις βοηθεῖν καὶ σώφρονας τοὺς ἡμετέρους ὑπηκόους πρὸς ἀλλήλους ἀποτελεῖν. Ἀλλ’ οὐδὲ τοῖς κωμήταις συγχωρήσει πρὸς τοὺς δημοσίους ἀνανεύειν φόρους. Ἐν δὲ ταῖς
40περιβλέπτοις ἀρχαῖς καὶ αὕτη τετάξεται, καὶ εἰ τυχὸν

201

ὁ παραλαβὼν αὐτὴν ἀξίας εἴη μείζονος. τὸ μὲν γὰρ τῶν ἡγησομένων ἔσται τοιοῦτον ὁποῖον ἂν ἡμεῖς ἐπι‐ τηδείως ἔχειν πρὸς τὴν ἀρχὴν ἐγκρίναιμεν· αὐτὴν δὲ δὴ τὴν ἀρχὴν προσῆκόν ἐστιν ἐν ταῖς περιβλέπτοις
5ἀριθμεῖσθαι, καθάπερ ἀνθύπατοί τε καὶ ὁ τῆς Ἑῴας κόμης καὶ ὁ Γαλατίας τε καὶ ὁ τῆς Φρυγίας εἰσίν. Ὥστε καὶ ἀκροάσεται δικῶν κατὰ τὴν ἐπαρχίαν τὴν αὐτοῦ καὶ χρηματικῶν καὶ ἐγκληματικῶν καὶ τῶν ὑπὲρ ἐλευθερίας, καθάπερ καὶ πάσαις ἔξεστι ταῖς
10ἀρχαῖς. Καὶ τάς γε ἐφέσεις τὰς κατὰ τῶν ἀποκρί‐ σεων αὐτοῦ γινομένας ἐξετάσουσιν ἐνταυθοῖ κατὰ τὸ πάλαι κεκρατηκὸς ἐπὶ τῶν περιβλέπτων ἀρχόντων οἵ τε ἐνδοξότατοι τῶν ἱερῶν ἡμῶν πραιτωρίων ἔπαρχοι ὅ τε ἐνδοξότατος κοιαίστωρ (τοῦτο τὸ ἄνωθεν παρα‐
15δεδομένον), διότι πολιτικώτερα τὰ τῆς ἀρχὴς ἤδη γέ‐ γονεν ἀναμιχθέντα τοῖς νόμοις, οὓς δὴ καὶ αὐτῶν τῶν ὅπλων ἄρχειν βουλόμεθα. Κατὰ δὲ τὸν ἔναγχος παρ’ ἡμῶν τεθέντα νόμον, εἴ τις δίκη πεντακοσίων νομισμάτων οὐχ ὑπερβαίνοι
20ποσὸν κατὰ τὴν ἐπαρχίαν τὴν αὐτοῦ, εἶτα ἐφέσιμος παρὰ τοῦ δικάζοντος γένοιτο, ταύτης οὐχ ὁ τῆς Πακα‐ τιανῆς Φρυγίας ἄρχων, καθάπερ πρότερον εἰρήκαμεν, ἀλλ’ αὐτὸς ἀκροάσεται, εἴτε ἐκ παραπομπῆς ἡμετέρας εἴτε ἔκ τινος τῶν ἐνδοξοτάτων ἠμῶν ἀρχόντων ἡ
25δίκη παραδοθείη τινί, μὴ περιβλέπτῳ μέντοι καθ‐ εστῶτι, διὰ τοὺς λογισμοὺς οὓς δὴ τῇ περὶ τῶν ἐκ‐ κλήτων ἔναγχος τεθείσῃ προεγράψαμεν διατάξει. καὶ ἔσται καὶ κατὰ τοῦτο σεμνός, ὅτι καὶ θεῖον ἀκροατή‐ ριον ἕξει καὶ ἐπιθήσει τῇ δίκῃ πέρας οὐκ ἔτι κατὰ
30τὸ παλαιὸν ἐνταυθοῖ στελλομένῃ, ὅπως ἂν μὴ διὰ μικρὰς προφάσεις ζημιῶν μεγάλων τὸ πρᾶγμα τοῖς ἡμετέροις ὑπηκόοις ἀφορμὰς παρέχοιτο. Ταῦτα δὲ καὶ ἡμεῖς αὐτῷ ποιήσομεν φανερά. διεσπούδασται γὰρ τῷ ἡμετέρῳ κράτει μὴ μόνον αὐτοῖς παρέχειν τὰ σύμ‐
35βολα τῶν ἀρχόντων ἐκ τῶν καλουμένων κωδικίλλων, ὁποῖα τοῖς σπεκταβιλίοις ἄρχουσιν ἐπιδίδοται, ἀλλὰ καὶ ἐκ τῶν βασιλικῶν παραγγελμάτων, ἅπερ μαν‐ δάτα πρινκίπις οἱ πρώην ἐκάλουν βασιλεῖς τε καὶ νομοθέται, ἅπερ γράψαντες ἡμεῖς ἀποτεθῆναι κατὰ
40τὸ θεῖον ἡμῶν λατέρκουλον παρεκελευσάμεθα, ὅπως ἂν ἐκεῖθεν ἀεὶ διδοῖντο ταῖς ἀρχαῖς ἅμα τοῖς κωδι‐
κίλλοις, καὶ οἱ μὲν αὐτοῖς διδοῖεν τὴν ἀρχήν, τὰ δὲ

202

τὸν ἐκείνης ῥυθμίζοι τρόπον. Ἐκ δὲ δὴ τῆς ὑποκει‐ μένης ἀπογραφῆς τῷδε τῷ θείῳ ἡμῶν νόμῳ δῆλον ἔσται, τί μὲν προσῆκόν ἐστιν αὐτὸν γινόμενον προ‐ φάσει τῶν τῆς ἀρχῆς παρέχειν συμβόλων, τί δὲ αὐτῷ
5τε καὶ παρέδρῳ καὶ τοῖς περὶ αὐτὸν χορηγεῖσθαι. Εἰ δὲ καί τινας ἄρχοντας τῶν πλησίον αὐτῶν ἐπαρχιῶν ἀμελοῦντας εὕροις περὶ τὸ δημόσιον, οὐχ ἕτερον ἐκ‐ πέμψεις, ἀλλ’ αὐτοῖς τοῖς σπεκταβιλίοις ἄρχουσιν ἐν‐ οχλήσεις, ὥστε αὐτοὺς ἐπιτεθῆναι τοῖς ἐκ γειτόνων
10ἄρχουσιν, εἰ ῥᾳθυμοῖεν, καὶ παρασκευάζειν ταῦτα πᾶ‐ σιν εἰσκομίζειν τρόποις. 〈Ἐπίλογος.〉 Τὸν τοίνυν παρόντα νόμον ἡμεῖς μὲν ἀποτεθῆναι τῷ τῶν θείων ἡμῶν διατάξεων παρε‐ σκευάσαμεν βιβλίῳ, αὐτὸς δὲ δεξάμενος κατ’ αὐτὸν
15ἅπαντα πρᾶξον ἀθάνατον ἀεὶ παρέξοντα τῆς ἡμετέ‐ ρας εὐεργεσίας τὴν μνήμην.
18Δεῖ παρέχεσθαι τῷ πραίτωρι Λυκαονίας οὕτως· αὐτῷ μὲν ὑπὲρ ἀννόνων καὶ καπιτατιόνων καὶ λοι‐
20πῆς παραψυχῆς sol. CCC τῷ αὐτοῦ παρέδρῳ sol. LXXII τῇ αὐτοῦ τάξει auri lib. II. Δεῖ δὲ αὐτὸν παρέχειν προφάσει συμβόλων οὕτως·
25 τοῖς περιβλέπτοις χαρτουλαρίοις τοισὶ τοῦ θείου κουβουκλείου sol. VIIII τῷ πριμικηρίῳ τῶν λαμπροτάτων τριβούνων νοτα‐ ρίων καὶ τοῖς λατερκουλισίοις sol. XXIV τῷ βοηθῷ αὐτοῦ sol. III
30τῇ τάξει τῶν ἐνδοξοτάτων ἡμῶν ἐπάρχων ὑπὲρ
προσταγμάτων καὶ πάσης ἑτέρας αἰτίας sol. XL.

203

(1t)

Κϛ
2tΠΕΡΙ ΤΟΥ ΠΡΑΙΤΩΡΟΣ
3tΘΡΑΙΚΗΣ.
4tΑὐτοκράτωρ Ἰουστινιανὸς Αὔγουστος Ἰωάννῃ τῷ ἐν‐
5tδοξοτάτῳ ἐπάρχῳ τῶν ἱερῶν τῆς Ἕω πραιτωρίων
6tτὸ βʹ, ἀπὸ ὑπάτων καὶ πατρικίῳ.
7 〈Προοίμιον.〉 Ἐκεῖνο τῶν ἀνωμολογημένων ἐστὶν ὅτιπερ, εἰ τις τὴν Θρᾳκῶν ὀνομάσειε χώραν, εὐθὺς συνεισέρχεται τῷ λόγῳ καί τις ἀνδρείας καὶ στρατιω‐
10τικοῦ πλήθους καὶ πολέμων καὶ μάχης ἔννοια· ταῦτα γὰρ ἐγγενῆ τε καὶ πάτρια τῇ χώρᾳ καθέστηκεν ἐκ‐ είνῃ. ὥστε ἡμῖν 〈καὶ〉 πρότερον γέγονεν ἔννοια καὶ τὰ περὶ ἐκείνων καταστήσασθαι τῶν τόπων, καὶ νῦν ἐπὶ τοῖς βεβουλευμένοις ἤδη τὸν παρόντα τίθεμεν
15νόμον ἐπὶ γὰρ τοῦ Μακροῦ Τείχους δύο τινὰς καθῆ‐ σθαι καὶ βικαρίους ὀνομάζεσθαι σύνισμεν ἅπαντες, τὸν μὲν στρατιωτικῶν ἡγούμενον τάξεων (πολλαὶ δὲ αἱ κατὰ τὸν τόπον ἐκεῖνον δυνάμεις). τὸν δὲ τοῖς πο‐ λιτικοῖς πράγμασιν ἐφεστῶτα· ἄμφω δὲ οὗτοι πλη‐
20ροῦσιν ὁ μὲν τὴν τῶν ἐνδοξοτάτων ἐπάρχων ἐκεῖσε τάξιν, ὁ δὲ τὴν τῶν ἀνδρειοτάτων στρατηγῶν, ὁμονο‐ οῦσι δὲ οὐδέποτε πρὸς ἀλλήλους, ἀλλὰ τὸ μὲν δημόσιον ἑκάστῳ καὶ σιτήσεις χορηγεῖ καὶ τὴν ἄλλην δίδωσι παραψυχήν, οἱ δὲ μίαν ἔχουσι διηνεκῆ τε καὶ ἀτελεύ‐
25τητον πρᾶξιν τὸ φιλονεικεῖν πρὸς ἀλλήλους ἀθάνατα. Ἔδοξε τοίνυν ἡμῖν ἔχειν ὀρθῶς τοῦτο ὅπερ καὶ ἐν ἑτέροις πεποιήκαμεν ἔθνεσι καίτοιγε οὐχ οὕτω μαχί‐ μοις οὐδὲ στρατιωτικῆς φρουρᾶς δεομένοις, τοῦτο κἀν‐ ταῦθα πρᾶξαι καὶ τούτων δὴ τῶν ἀρχῶν ἑκατέραν
30εἰς ταὐτὸ συνελκῦσαι, ὥστε μὴ τὸν μὲν ἐπὶ τῶν πο‐ λιτικῶν εἶναι πραγμάτων, τὸν δὲ στρατιωτῶν καὶ μόνων ἐξάρχειν, ἀλλὰ μίαν ἀρχὴν ἐγκαταστῆσαι τῷ τόπῳ σεμνήν τινα καὶ αἰδοῦς ἀξίαν, ἥπερ ὁμοίως τῶν πολιτικῶν ἐκεῖσε πραγμάτων ἐπιμελήσεται τῆς
35τε τῶν στρατιωτῶν εὐκοσμίας φροντιεῖ. ὁ μὲν γὰρ
τῆς ἐπαρχίας ἡγούμενος ἐν ἑτέροις τισίν ἐστι τόποις,

204

μόλις ἐκείνοις ἀρκῶν· ἡ δὲ τῶν τειχῶν τούτων φυλακὴ καὶ ἡ περὶ τοὺς τόπους ἐκείνους διοίκησις καὶ εὐταξία τε καὶ στρατηγία δεῖται τινὸς ἀνδρὸς ἀγα‐ θοῦ καὶ πρὸς ἐκάτερον ἔχοντος ἐπιτηδείως, στρατιώ‐
5τας τε κοσμεῖν καὶ νόμων ἐξάρχειν. τί ποτε ἂν οὖν ὅνομα τούτῳ πρόσφορον ἐκ τῆς ἀρχαιότητος θείημεν, ἢ ποίαν λαβόντες προσηγορίαν τῷ τὴν ἀρχὴν ἔχοντι ταύτην ἁρμόσαιμεν; ἢ οὐκ αὐτόθεν ἐστὶ φανερόν, ὡς καὶ οὗτος πραίτωρ ὀνομασθήσεται τὴν τῆς ἡμετέρας
10εὐσεβείας προσλαμβάνων ἐπωνυμίαν, καθάπερ ὁ Πι‐ σιδίας τε ἡγούμενος καὶ ὁ Λυκαονίας ἐξάρχων ὠνό‐ μασταί τε καὶ γέγονε παρ’ ἡμῶν; εἰ γὰρ ὁ πραίτωρ ὁ Ῥωμαίων στρατηγός τε ὁμοῦ καὶ νομοθέτης ταύ‐ την ἐπὶ τῆς οἰκείας ἀρχῆς εἶχε τὴν τάξιν, τῶν ἀνωμο‐
15λογημένων ἐστὶν ὅτι πρεπωδέστατον ἂν εἴη τὸ τοῦ πραίτωρος ὄνομα τῇ τῆς ἀρχῆς ταύτης προσηγορίᾳ. στρατιωτῶν μὲν γὰρ ἡγήσεται πλήθους, ἰδιώτας δὲ οὐκ ὀλίγους ὑποκειμένους ἕξει, οἷς τὰ ἐκ τῶν ἡμε‐ τέρων διαιτήσει νόμων, καὶ δεῖ γε τοῖς τόποις ἀνδρὸς
20ἀγαθοῦ τά τε πολιτικὰ τά τε πολέμια· καὶ γὰρ ἐν τοῖς ἔμπροσθεν χρόνοις ἀεί τινες ἄνδρες στρατιω‐ τικοὶ τῶν ἐπὶ μεγίστων ἀξιωμάτων ὄντες τῶν τε ἐκεῖσε δυνάμεων ἐξηγοῦντο τοῖς τε ἄλλοις ἅπασιν ἐβοήθουν, εἰ καὶ μὴ στρατιῶταί τινες, ἰδιῶται δὲ
25ἐτύγχανον ὅμως. αἱ γὰρ ἐπιδρομαὶ τῶν βαρβάρων οὐ μετρίας χρῄζουσι τῆς ἀντιστάσεως. δεῖ δὲ τὰ κατ’ αὐτοὺς ἐπιτετράφθαι τῷ μετὰ τῶν νόμων αὐτῶν ἡγεῖσθαι δυναμένῳ, ὡς πολὺ τὸ διαφέρον ὂν τάξεώς τε καὶ ἀταξίας· καὶ ἅπασιν ἐστὶ φανερὸν ὡς τὸ μὲν
30στρατιωτικόν, εἰ μόνον εἴη καὶ καθ’ αὑτό, θρασύτε‐ ρον ἔσται τοῦ πρέποντος. τὸ δέ γε πολιτικόν, εἰ μὴ τῷ στρατιωτικῷ συναναμίγνυται, καταδεέστερον ἔσται τοῦ μετρίου, τὸ δὲ ἑκατέρωθεν εἰς ταὐτὸ συνελθὸν τοῦτο τελεώτατόν τε καὶ αὐταρκές ἐστι καὶ πρὸς πό‐
35λεμόν τε ὁμοῦ καὶ εἰρήνην ἐξαρκοῦν. Οὐκοῦν καὶ τὰ τῆς ἀρχῆς ταύτης συνήφθω. καὶ πραί‐ τωρ οὗτος Ἰουστινιανὸς ἐπὶ Θρᾴκης καλείσθω. σύμ‐ βολα δὲ αὐτῷ παρ’ ἡμῶν ἔσται κωδίκιλλοί τε φοι‐
τῶντες ἐντεῦθεν κατὰ τὸ τῶν λοιπῶν σπεκταβιλίων

205

ἀρχόντων σχῆμα καί τινες καὶ ὑποθῆκαι βασιλικαί, τὸν τρόπον ὑφηγούμεναι καθ’ ὃν διανύσει τὴν ἀρχήν, ἅπερ οἱ πρὸ ἡμῶν μανδάτα πρινκίπις ἐκάλουν, μεθ’ ὧν ἐπὶ τὴν χώραν ἐξιόντες οἱ τὰς ἀρχὰς δια‐
5κληρούμενοι τὸ πρακτέον ἐκεῖθεν ἐλάμβανον· καὶ τὸ πρᾶγμα προὐχώρει καλῶς, καὶ ἦν τοῖς πραίτωρσιν ἐνευδοκιμεῖν ἐπὶ πολλῶν τῆς ἡμετέρας ἐθνῶν, καὶ μάλιστα τῶν ἑσπερίων, ἀφ’ ὧν Ῥωμαῖοι προελθόν‐ τες τήν τε ἄρκτον ὡς εἰπεῖν ὅλην μεσημβρίας τε καὶ
10τῆς ἑῴας τὰ πλεῖστα κατεκτήσαντο. Ὅσα τοίνυν ἐν τῷ παρ’ ἡμῶν ἔμπροσθεν εἰρημένῳ γέγραπται νόμῳ περὶ τῶν ἀρχῶν, καὶ ὁπόσα τῷ τε Πισιδίας τῷ τε Λυκαονίας διειλέγμεθα πραίτωρι, περὶ τοῦ προῖκα μὲν αὐτοὺς ἐντεῦθεν χειροτονεῖσθαι, προῖκα δὲ δεῖν
15τοῖς ὑπηκόοις προσφέρεσθαι τοῖς ἡμετέροις, ἅπασιν ἤδη ἐστὶ φανερά· εἰς ὅλην γὰρ ἄρτι τὴν ὑπήκοον ἐκ‐ πεφοίτηκεν ὁ νόμος καὶ ἅπασιν ἤδη γέγονεν γνωρι‐ μώτατος. ᾧ δὴ καὶ ὅρκος ἐγγέγραπται καθ’ ὃν προσ‐ ῆκόν ἐστι τοὺς ἡμετέρους ἄρχοντας παραλαμβάνοντας
20τὰς ἀρχὰς τὴν ἑαυτῶν ψυχὴν ἀνιεροῦν τῷ θεῷ καὶ φυλάττειν τοὺς ἡμετέρους ὑπηκόους ἐν ἰσότητί τε καὶ δικαιοσύνῃ πάσης ἀπηλλαγμένους αἰσχροκερδείας τε καὶ δυσμενείας καὶ χάριτος. Ταξεῶται δὲ αὐτὸν θεραπεύσουσιν οὐ πλείους τῶν ἑκατόν· καὶ ἕξει μὲν
25τὰ τῆς πολιτικῆς ἀρχῆς σύμβολα, ἕξει δὲ τὰ τῆς στρα‐ τιωτικῆς. καὶ παρέσται μὲν αὐτᾷ καὶ ad responsum διὰ τὰς ἐκεῖσε δυνάμεις, ἕξει δὲ ἄδειαν καὶ ἐπιτάτ‐ τειν αὐταῖς καὶ τὰ λυσιτελοῦντα τῇ πολιτείᾳ μετ’ αὐτῶν ἐργάζεσθαί τε καὶ πράττειν. Ἡ δὲ τῶν
30περὶ τοὺς τόπους ἐκείνους [τῶν] δημοσίων φόρων εἴσ‐ πραξις αὐτόν τε καὶ τὴν τάξιν ὄψεται τὴν αὐτοῦ. πραιτωριανή τε ἅπασα ἡ τάξις κληθήσεται, τοῖς ἐν‐ τεῦθεν στρατευομένη συμβόλοις ἐκ τοῦ θείου τῶν ἐπιστολῶν σκρινίου φοιτῶσιν, ἐξ οὗ καὶ ἡ βικαριανὴ
35πρώην ἐκομίζετο τὰ τοιαῦτα σύμβολα τάξις. Μελήσει δὲ αὐτῷ πρῶτον μὲν δώρων καθαρὰς φυ‐ λάττειν τὰς χεῖρας, ἔπειτα πᾶσαν ἰσότητα τοῖς ἡμε‐ τέροις ὑπηκόοις ἰδίᾳ τε καὶ δημοσίᾳ τηρεῖν δικαζο‐
μένοις τε καὶ συμβόλαια πρὸς ἀλλήλους πράττουσιν,

206

ὥστε στάσιν ἅπασαν αὐτῶν ἐξελαύνεσθαι. καὶ τοὺς μὲν στρατιώτας ἀεὶ ταῖς πολεμικαῖς γυμνασίαις ἀπο‐ τελεῖν καλλίους τε καὶ προθυμοτέρους, τοὺς ἰδιώ‐ τας δὲ ῥυθμίζειν τῷ νόμῳ δικαίους τε καὶ κακουρ‐
5γίας ἁπάσης ἐλευθέρους ἀποτελεῖν, ὥστε τοὺς μὲν εἰς δικαιοσύνην. τοὺς δὲ εἰς ἀνδρείαν αὔξεσθαι. καὶ εἴ τις γένοιτο πολέμου χάριν ἐκδρομή, ταύτην ῥᾷστα ποιεῖσθαι· τάξεώς τε παρούσης ἑκατέρας, καὶ τῆς μὲν ὑπηρετουμένης ὁπόσα πολιτικοῖς ταξεώταις πρέπει,
10τῶν δυνάμεων δὲ ἀπροφασίστως τὰς πολεμικὰς ἀνειρ‐ γόντων ἐφόδους. Δεῖ δὲ αὐτὸν καὶ τῶν δικῶν, εἴτε εἰς χρήματα βλέποιεν εἴτε εἰς ἐγκλήματα εἴτε εἰς ὁποιονοῦν ἄλλο, κατακούειν καὶ δικάζειν ὀρθῶς καὶ πρὸς τοὺς ἡμετέρους νόμους καὶ πάθους ἕνεκεν οὐδε‐
15νός, ὥστε μή τινας ἐκεῖθεν ἐκτρέχοντας τὸ ἡμέτερον ἐνοχλεῖν κράτος. οὐδὲ γὰρ βουλόμεθα τοὺς ἡμετέρους ὑποτελεῖς καταλιμπάνοντας τὴν χώραν ἐνταυθοῖ τρέ‐ χειν ὑπὸ τῶν κατὰ χώραν περιορωμένους ἀρχόντων. εἰ γὰρ καὶ ὕστερον μέλλοιμεν ἐκ τῶν αὐτόθεν φοι‐
20τώντων ἐνοχλεῖσθαι, πευσόμεθα πάντως τῶν ἀδικου‐ μένων, εἰ ταῦτα προσαγγείλαντες ἔτυχον τῷ τὴν ἀρ‐ χὴν ἔχοντι. καὶ εἰ μὲν μάθοιμεν αὐτοὺς ταῦτα μὴ προσαγγεῖλαι, σὺν ἐπιτιμήσει πάσῃ στελοῦμεν αὐτοὺς κατὰ χώραν, εἰ δὲ οἱ μὲν προσήγγειλαν, ὁ δὲ τὴν ἀρ‐
25χὴν ἔχων ἢ ἐρρᾳθύμησεν ἢ κατ’ ἄλλην αἰτίαν οὐκ εὐπρεπῆ τῶν νόμων ἠμέλησε, τότε ἐπ’ αὐτὸν τὴν πᾶ‐ σαν τρέψομεν κίνησιν. ὥσπερ γὰρ αὐτῷ δεδώκαμεν χορηγίαν πλείονα (φαμὲν δὲ τὴν ἑκατέρας ἀρχῆς) καὶ ἀνθρώπων αὐτὸν προὐβαλόμεθα τοσούτων, οὕτως,
30εἰ μάθοιμεν αὐτὸν ἀναξίως περὶ τὴν ἀρχὴν φερόμε‐ νον, οὔτε ἐνδώσομεν οὔτε ἐπὶ μετρίοις στήσομεν τὴν ποινήν, ἀλλ’ ὅσον αὐτὸν εἰς ὕψος αἴρομεν εὐκοσμοῦντα, τοσοῦτον αὐτῷ παρὰ τοὺς ἡμετέρους τι πράττοντι νό‐ μους ἐπιτιμήσομεν. Δεῖ δὲ αὐτὸν πρὸς μηδένα παν‐
35τελῶς ὑποκατακλίνεσθαι. μηδ’ ἂν εἴ τις εἴη τῶν ἐπι‐ σήμων μηδ’ ἂν εἰ σφόδρα πλουτοίη. διὰ τοῦτο γὰρ δὴ καὶ σεμνοτέροις παραδίδομεν τὰς τοιαύτας ἀρχάς, ἵνα μὴ ῥᾳδίως ἐνδιδοῖεν τοῖς ἐκ τοῦ πλουτεῖν βου‐
λομένοις ἀδικεῖν.

207

Ἐπιμελήσεται δὲ καὶ τῶν ἔργων ἁπάντων τῶν ἐκεῖσε, καὶ οὐ συγχωρήσει διαφθαρῆναι οὔτε λιμένας οὔτε τείχη οὔτε γεφύρας οὔτε ὁδοὺς οὔτε τε τῶν ἄλ‐ λων, ἀλλ’ αὐτὸς ὁπόσα δυνατὸν ἐκ τῶν πολιτικῶν
5πόρων ἐπανορθωθῆναι παρασκευαζέτω (καὶ εἴ τι τού‐ των μείζονος δεόμενόν ἐστι φροντίδος, τοῦτο εἰς ἡμᾶς μηνυέτω) καὶ τοὺς λογισμοὺς γίνεσθαι κατὰ τοῦτο δὴ τὸ παρ’ ἡμῶν νομοθετηθέν. Οὐδὲ γὰρ ἔτι βουλό‐ μεθα τινὰς ἐκ τῆς ἀρχῆς ᾗπερ ἐφέστηκας στέλλεσθαι
10κατὰ χώραν τὰς συνήθεις ταύτας ἔχοντας ἐμπορίας, ὑδάτων τε ἀναζητήσεις καὶ κήπων καὶ τειχῶν καὶ εἰκόνων καί τινων τοιούτων, ἅπερ καὶ πάλαι παντε‐ λῶς ἀνῃρῆσθαι συνείδομεν. ἀλλ’ αὐτὸς μὲν κατεξ‐ εταζέτω τὰ γινόμενα, καὶ λόγους ὑπέχειν αὐτοὺς κατὰ
15τὴν θείαν ἡμῶν ποιείτω διάταξιν. εἰ δέ γε ἡμεῖς συνίδοιμεν ἕτερον τινα πρὸς τοῦτο στεῖλαι, τοῦτο διὰ πραγματικοῦ πράξομεν τύπου καὶ πρὸς τὴν σήν, εἴπερ συνίδοιμεν, ἀρχὴν φερομένου. πανταχόθεν γὰρ τοὺς ἡμετέρους ὑπηκόους ἐξαρπάζοντες καὶ ἐλευθέ‐
20ρους ποιοῦντες βλάβης διὰ τοῦτο καὶ χρημάτων ὑπερ‐ είδομεν (ὡς που καὶ αὐτὸς οἷσθα) μεγάλων καὶ τοσ‐ αύταις σιτήσεσι τούς τε ἄρχοντας τάς τε τάξεις τούς τε ἀμφ’ αὐτοὺς ἐψυχαγωγήσαμεν, ὥστε μὴ δι’ ἔνδειαν τυχὸν ἤ τι τοιοῦτον ἀπρεπῶν τινων ἅπτεσθαι πραγ‐
25μάτων, ἀλλ’ ἐπισήμους τε εἶναι καὶ ἐκ τῆς μεγάλης βουλῆς, καὶ οὕτω φοιτᾶν ἐν τῇ χώρᾳ μετὰ τῆς τοῦ θεοῦ τε καὶ ἡμῶν μνήμης· ὧν εἰ μὴ κατά τινα τρό‐ πον ἐκλάθοιτο, καλλίων ἑαυτοῦ διὰ πάντων ἔσται. Εἰ δὲ ὑπατικοῖς τε καὶ πραιτωριανοῖς ἀνδράσιν οἱ
30πάλαι Ῥωμαῖοι τὰς ἀρχὰς ἐπέτρεπον, οὐκ ἄπο τρόπου καὶ ἡμεῖς πράξομεν, εἰ καὶ τοιούτοις αὐτάς τισι παρα‐ δώσομεν, οἵπερ καὶ τὰς ἐπηρείας ἀναστελοῦσι καὶ τῶν ἐντεῦθεν πρακτόρων ἐν ταῖς ἐπαρχίαις γινομέ‐ νων καὶ τοὺς ἡμετέρους ὑποτελεῖς πειρωμένων ζημίαις
35περιβαλεῖν ἀλόγοις 〈τούτουσ〉 τῆς τοιαύτης ἀνάγκης ἐκ‐ λύσειαν. καὶ γὰρ δίδομεν αὐτῷ παρρησίαν καὶ ταῦτα πολυπραγμονεῖν καὶ κωλύειν καὶ εἰς ἡμᾶς μηνύειν,
καὶ τὰ μὲν οἴκοθεν ἐπανορθοῦν, τὰ δὲ θᾶττον πρὸς

208

τὴν ἡμετέραν ἀναφέρειν γνῶσιν, ὥστε ἐφ’ οἶς κατα‐ δεέστεροι τῶν πραγμάτων εἰσίν, ἐπὶ τούτοις αὔξεσθαί τε καὶ ἀναπληροῦσθαι τῇ τῆς ἡμετέρας γνώμης τε καὶ κελεύσεως προσθήκῃ.
5 Ταῦτα αὐτοῖς καὶ ἐν τοῖς βασιλικοῖς παραγγέλμα‐ σιν ὑποθησόμεθα, καὶ μετὰ τῶν συμβόλων αὐτὰ τῶν ἀρχικῶν ἐπιδώσομεν, ὥστε μεμνημένους τῶν ὅρκων οὓς ὑφέξουσι καὶ τῶν ὑποθηκῶν ἃς αὐτοῖς δώσομεν ἡμῶν τε καὶ τῆς ἡμετέρας ἐννοίας ἀξίως τὸν οἰκεῖον
10κατακοσμεῖν βίον καὶ κυβερνᾶν τὴν ἀρχὴν μετὰ τῶν νόμων τῶν ἡμετέρων. Ταῦτά ἐστιν ἐφ’ οἶς αὐτοῖς παραδίδομεν τὴν ἀρχήν, διδόντες αὐτοῖς, ὡς εἴρηται, καὶ τοῦ δικάζειν ἅπασαν ἐξουσίαν χρηματικαῖς τε καὶ ἐγκληματικαῖς καὶ πόσαις ἀπλῶς ὑποθέσεσι, καὶ τὴν
15ἔκκλητον τὴν αὐτοῖς ἐπιδιδομένην ἐπὶ τοὺς ἐνδοξο‐ τάτους ἠμῶν ἐπάρχους καὶ τὸν ἐνδοξότατον ἄγειν κοι‐ αίστωρα, κοινῇ τῆς ὑποθέσεως ἀκροωμένους κατὰ τὸ τῶν εἰς τὸ θεῖον τέμενος εἰσαγομένων δικῶν σχῆμα. Εἰ δέ τις κατὰ τοὺς τόπους ἐκείνους ἐφέσιμος γένοιτο
20δίκη τῶν πεντακοσίων ἐλάττων χρυσῶν, εἰ καὶ ἐκ παραπομπῆς ἢ βασιλικῆς ἢ ἀρχικῆς εἴη, καὶ ὁ τὴν δί‐ κην ἐπιτραπεὶς οὐκ εἴη σπεκταβίλιος δικαστής, τὴν ἀπ’ ἐκείνων τῶν τόπων ἔκκλητον ἐπ’ αὐτὸν χωρεῖν καὶ ἀκούειν αὐτὸν ὡς ἐν θείῳ τεμένει. κοσμοῦμεν
25γὰρ αὐτοῦ καὶ τούτῳ τὴν ἀρχὴν τῷ τρόπῳ καὶ ὁμοίαν τίθεμεν τῷ τε περιβλέπτῳ κόμητι τῆς Ἕω ταῖς τε ἀνθυπατείαις τοῖς τε κόμησι Φρυγίας τε καὶ Γαλατίας, ὥστε καὶ αὐτὴν εἶναι spectabiliαν, καθάπερ ἐκεῖναι, καὶ ἐπὶ τούτου τοῦ σχήματος ἑστάναι· οὐδὲν
30τοῦδε ἡμῶν τοῦ νόμου τὴν τοῦ λαμπροτάτου τῆς ἐπ‐ αρχίας ἄρχοντος ἐλαττοῦντος ἀρχήν, ἀλλ’ ἐκείνου τε ἐν τοῖς ἄλλοις τῆς ἐπαρχίας τόποις πράττοντος ἅπερ ἴδια τῶν νόμων ἐστί, τούτου τε ἐν οἶς ἵδρυται μέρεσι τὴν ἐπιτεταγμένην αὐτῷ παρ’ ἠμῶν πληροῦντος φρον‐
35τίδα. Ὑποτεθήσεται δὲ παρ’ ἡμῶν καὶ ἀπογραφὴ τῷδε τῷ νόμῳ λέγουσα τί μὲν αὐτῷ προσήκει χορη‐ γεῖν προφάσει τῶν συμβόλων τῆς ἀρχὴς, τὶ δὲ κομί‐ ζεσθαι αὐτόν τε καὶ τοὺς περὶ αὐτὸν ἐκ τοῦ δημο‐ σίου κατὰ τὴν τῶν σιτήσεων πρόφασιν· ἅπερ καὶ
40μόνα λαμβάνειν αὐτοῖς ἐφίεμεν ἀλλοίου παντὸς κέρ‐ δους ἀπεχομένους. διὰ τοῦτο γὰρ καὶ σεμνοτέρους ποι‐ οῦμεν αὐτοὺς χορηγίαις μείζοσιν, ἵνα καὶ αὐτοὶ ταύ‐
την ἡμῖν ἐπὶ τῶν ἔργων ἀντιδιδοῖεν τὴν ἀμοιβήν,

209

τοὺς ἡμετέρους ὑπηκόους διὰ πάντων περισώζοντες, καὶ τῶν ὅρκων οὓς ὑφέξουσι μεμνημένοι. Τὸν δὲ δὴ παρόντα νόμον ἕξει μὲν καὶ τὸ τῶν νόμων βιβλίον, καὶ ὁ σὸς δὲ θρόνος δεχόμενός τε καὶ μανθάνων
5διηνεκῶς αὐτὸν ἐπ’ αὐτῶν φυλαττέτω τῶν ἔργων.
7Δεῖ [δὲ] παρέχεσθαι τῷ πραίτωρι Θρᾴκης ὑπὲρ ἀννόνων καὶ καπιτατιόνων καὶ λοιπῆς παρα‐ ψυχῆς sol. CCC
10 τῷ αὐτοῦ παρέδρῳ sol. LXXII τῇ αὐτοῦ τάξει auri lib. II. Δεῖ δὲ αὐτὸν παρέχειν προφάσει συμβόλων οὕτως· τοῖς περιβλέπτοις χαρτουλαρίοις τρισὶ τοῦ θείου κουβουκλείου sol. VIIII
15 τῷ πριμικηρίῳ τῶν λαμπροτάτων τριβούνων νοτα‐ ρίων καὶ τοῖς λατερκουλισίοις sol. XXIV τῷ βοηθῷ αὐτοῦ sol. III τῇ τάξει τῶν ἐνδοξοτάτων ἐπάρχων ὑπὲρ προσταγ‐ μάτων καὶ πάσης ἑτέρας αἰτίας sol. XL.
20tΚΖ
21tΠΕΡΙ ΤΟΥ ΚΟΜΗΤΟΣ
22tΙΣΑΥΡΙΑΣ.
23tΑὐτοκράτωρ Ἰουστινιανὸς Αὔγουστος Ἰωάννῃ τῷ ἐν‐
24tδοξοτάτῳ ἐπάρχῳ τῶν ἱερῶν τῆς Ἕω πραιτωρίων
25tτὸ βʹ, ἀπὸ ὑπάτων καὶ πατρικίῳ.
26 〈Προοίμιον.〉 Ὅπερ τισὶ τῶν πρὸ ἡμῶν αὐτο‐ κρατόρων ἐν εἰκόνι καὶ σχήματι κατὰ τὴν Ἰσαύρων χώραν ἦλθεν ἐπὶ νοῦν πρᾶξαι, τοῦτο ἡμεῖς αὐτοῖς τοῖς πράγμασι δι’ αὐτῆς τῆς τῶν ἔργων ἰσχύος ἐπί
30τε Γαλατίας ἐπράξαμεν τῆς πρώτης ἐπί τε τῆς Πακα‐ τιανῆς Φρυγίας, τὴν τῶν πρώην καλουμένων βικαρίων
ἀρχὴν ἑνώσαντες ταῖς πολιτικαῖς καὶ μίαν καταστησά‐

210

μενοι τάξιν, καὶ διακοσμήσαντες αὐτὰς ὡς ἐχρῆν καὶ ἑκάστῳ δόντες ἀντὶ τῆς πρώην προσηγορίας τὸ τῶν κομήτων ὄνομα, ὥστε τὸν μὲν κόμητα Γαλατίας κα‐ λεῖσθαι πρώτης, τὸν δὲ κόμητα Πακατιανῆς ὀνομάζε‐
5σθαι Φρυγίας, παρεπομένης ἑκατέρῳ [τούτων] αὐτῶν καὶ τῆς ἡμετέρας ἐπωνυμίας. Τοῦτο δὴ καὶ κατὰ τὴν Ἰσαύρων πράττομεν χώραν. οὐ γὰρ ἔτι βουλόμεθα τὸν ἐπὶ ταύτης γινόμενον τῆς ἀρχὴς διπλοῖς χρῆσθαι συμβόλοις καὶ λαμβάνειν μὲν
10καὶ τὴν τῆς πολιτικῆς ἀρχῆς προσηγορίαν, λαμβάνειν δὲ καὶ τὰ τῆς στρατιωτικῆς ἐξουσίας σημεῖα, καὶ ὄνομα περιφέρειν διπλοῦν πράγματος ὄντος ἑνός, ἀλλ’ αὐτόθεν μίαν εἶναι τὴν ἀρχὴν αὐτῷ τίθεμεν, αὐτὴν μὲν προνοοῦσαν τῶν ὅπλων, αὐτὴν δὲ τῶν δημοσίων
15ἀντιλαμβανομένην, ἅπαντα δὲ ἔχουσαν ὑφ’ ἑαυτῇ, καὶ μιᾷ χρωμένην τάξει κομητιανῇ τε προσαγορευομένῃ καὶ κομιζομένῃ τὰ σύμβολα τῆς στρατείας ἐκ τοῦ θείου τῶν λιβέλλων σκρινίου. Ἔσται δὲ καὶ αὐτὴ παντελῶς ἄμισθος, καὶ οὐ παρέξει χρημάτων οὐδε‐
20μίαν δόσιν, ἀλλὰ καὶ αὐτὴ καθαραῖς χρήσεται ταῖς χερσὶ καθάπερ αἱ λοιπαί. καὶ καταπέμψομέν γε καὶ πρὸς αὐτὴν τὸν ἔναγχος παρ’ ἡμῶν πεφοιτηκότα νό‐ μον· δώσομεν δὲ αὐτῇ πρὸς τοῖς κωδικίλλοις, οἵπερ αὐτὸν τοῖς σπεκταβιλίοις ἐγγράψουσιν ἄρχουσι, καὶ τὰ
25θεῖα παραγγέλματα, ταῦτα δὴ τὰ μανδάτα πριν‐ κίπις παρά τε τοῖς ἀρχαίοις ὀνομαζόμενα παρ’ ἡμῶν τε αὖθις εἰς πολιτείαν εἰσενεχθέντα, ἐξ ὧν μαθήσεται ὅτι προνοητέον αὐτῷ καθέστηκε καὶ τῶν δημοσίων ἁπάντων καὶ τῶν ἰδιωτικῶν συμβολαίων, καὶ τῆς
30εὐκοσμίας τῆς ἄλλης, καὶ τοῦ κατὰ μηδὲν βλαβῆναι τὸ δημόσιον· καὶ ἁπλῶς ἅπαντα ὅσα προσῆκόν ἐστιν αὐτὸν ποιεῖν ἐκεῖθεν αὐτῷ γενήσεται φανερά. Ἴστω δὲ μόνον τοσοῦτον, ὅτι καὶ αὐτὸς ἐν τοῖς περιβλέπτοις ἄρχουσι τέτακται, καὶ τῶν ἐφέσεων τῶν
35παρ’ ἐκείνου γινομένων οἵ τε ἐνδοξότατοι ἔπαρχοι τῶν ἱερῶν ἡμῶν ἀκροάσονται πραιτωρίων ὅ τε ἐν‐ δοξότατος ἡμῶν κοιαίστωρ, καθάπερ αὐγουσταλίου καὶ ἀνθυπάτου καὶ πραιτώρων τριῶν τῶν νῦν παρ’ ἡμῶν
ἐγκαταστάντων Πισιδίᾳ τε καὶ Λυκαονίᾳ καὶ Θράκῃ

211

καὶ τοῦ κόμητος τῆς Ἑῴας καὶ πρός γε τοῦ κόμητος τῆς Πακατιανῆς Φρυγίας Γαλατίας τε πρώτης. Εἰ δέ τις τῶν ἐν Ἰσαυρίᾳ δικῶν ἐλάττων εἴη τῶν πεντακο‐ σίων χρυσῶν, εἶτα ἐφέσιμος γένηται. ταύτης αὐτὸς
5ἀκροάσεται κατὰ τὸ τῶν θείων ἀκροατηρίων σχῆμα· καὶ γὰρ δὴ καὶ τοῦτο δίδομεν αὐτῷ, σεμνοτέραν αὐτῷ καὶ κατὰ τοῦτο τὴν ἀρχὴν ἀποφαίνοντες. 〈Ἐπίλογος.〉 Ἡ τοίνυν σὴ ὑπεροχὴ κατὰ μίμησιν τῶν εἰρημένων ἀρχῶν καὶ τὰ περὶ αὐτὸν διαταξάτω.
10Ὑποθήσομεν γὰρ [αὐτῷ] καὶ ἀπογραφὴν τῷδε ἡμῶν τῷ νόμῳ, δηλοῦντες τί μὲν αὐτόν τε καὶ τὴν αὐτοῦ τάξιν καὶ τὸν αὐτοῦ πάρεδρον ἐκ τοῦ δημοσίου προσ‐ ήκει κομίζεσθαι, τί δὲ προφάσει τῶν ἀρχικῶν διδό‐ ναι συμβόλων. Καὶ ἴστωσαν οἱ παρ’ ἡμῶν ταύτας
15δὴ τὰς ἔναγχος κατακοσμηθείσας ὑφ’ ἡμῶν ἀρχὰς παραλαμβάνοντες, ὡς ἠνεσχόμεθα χρήματά τε ὑπὲρ τῶν ἀρχῶν συνεχῶς προσφερόμενα παντελῶς ἀπο‐ σείεσθαι αὐτοί τε οἴκοθεν καὶ τοῖς παρέδροις αὐτῶν ἅπερ οὐκ εἶχον διδόναι καὶ ταῖς τάξεσι τὰ παρ’ ἑτέ‐
20ρων ἀφῃρημένα φιλοτιμήσασθαι καὶ αὐτοῖς τοῖς ἄρ‐ χουσι μείζονα ποιήσασθαι τὴν παραμυθίαν, ἵνα παν‐ ταχόθεν τοὺς ἡμετέρους ὑπηκόους φυλάξωμεν ἀπα‐ θεῖς. Εἰ δὲ καί τινας ἄρχοντας τῶν πλησίον αὐτῶν ἐπαρχιῶν ἀμελοῦντας εὕροις περὶ τὸ δημόσιον, οὐχ
25ἕτερον ἐκπέμψεις, ἀλλ’ αὐτοὺς τοὺς σπεκταβιλίους ἄρ‐ χοντας ἐνοχλήσεις, ὥστε αὐτοὺς ἐπιτεθῆναι τοῖς ἐκ γειτόνων ἄρχουσιν, εἰ ῥᾳθυμοῖεν, καὶ παρασκευάζειν ταῦτα πᾶσιν εἰσκομίζειν τρόποις, ὥστε εἶναι τὴν ἀρ‐ χὴν καλλίω τε καὶ πολλῷ τῆς προτέρας ἀμείνω.
31 Δεῖ παρέχεσθαι τῷ κόμητι τῆς Ἰσαυρίας ὑπὲρ ἀν‐ νόνων sol. CCC τῷ αὐτοῦ παρέδρῳ sol. LXXII τῇ αὐτοῦ τάξει auri lib. II.
35Δεῖ δὲ αὐτὸν παρέχειν προφάσει συμβόλων οὕτως·
37 τοῖς περιβλέπτοις χαρτουλαρίοις τρισὶ τοῦ θείου κουβουκλείου sol. IX τῷ πριμικηρίῳ τῶν λαμπροτάτων τριβούνων νοτα‐
40ρίων καὶ τοῖς λατερκουλισίοις sol. XXIIII τῷ βοηθῷ αὐτοῦ sol. III τῇ τάξει τῶν ἐνδοξοτάτων ἐπάρχων ὑπὲρ προσταγ‐
μάτων καὶ πάσης ἑτέρας αἰτίας sol. XL.

212

(1t)

ΚΗ
2tΠΕΡΙ ΤΟΥ ΜΟΔΕΡΑΤΩΡΟΣ
3tΕΛΕΝΟΠΟΝΤΟΥ.
4tὉ αὐτὸς βασιλεὺς Ἰωάννῃ ἐπάρχῳ πραιτωρίων.
5Προοίμιον.〉 Τὸ καλῶς τε καὶ ἄνωθεν ἁρμοσθέν τε καὶ ἡνωμένον καὶ εἰς τὴν οἰκείαν ἰσχὺν συντεθὲν χωρὶς εὐλόγου τινὸς αἰτίας καινίζειν ἢ διαιρεῖν οὐκ ἂν εἴη διοικήσεως ἐρρωμένης· οὐ γὰρ ἐν ὀνομάτων πλήθει θετέον τὴν ἰσχύν, ἀλλ’ ἐν ἀληθεῖ πραγμά‐
10των ἀποτελέσματι. ὁποῖον δή τι γεγονέναι περὶ τού‐ τους δὴ τοὺς δύο Πόντους καλουμένους μεμαθήκαμεν, φαμὲν δὴ τόν τε Ἑλενόποντον τόν τε Πολεμωνιακὸν Πόντον. ὑφ’ ἑνὶ γὰρ πρώην ἄρχοντι τεταγμένης τῆς χώρας γεγόνασι δύο, μήτε δημοσίας ἀνάγκης τοῦτο
15κατεπειγούσης μήτε ἑτέρας τινὸς προφάσεως εὐλόγου ἣν ἄν τις καὶ ῥᾳδίως ἐξεύροι. καὶ τοσοῦτον μαρτυ‐ ρεῖται τὸ πρᾶγμα οὕτως ἔχον, ὡς εἰς τὴν παροῦσαν ἡμέραν ἑνὶ τρακτευτῇ τῶν δημοσίων φόρων τε καὶ διατυπώσεων χρῆσθαι τὰς χώρας ἀμφοτέρας. πόλεις
20τε εἴ τις ἀριθμήσει τὰς καθ’ ἐκάτερον οὔσας, μόλις ἐπαρχίας μιᾶς αὔταρκες γένοιτο μέτρον· εἴ γε ὀκτὼ μὲν πόλεις συμπληροῦσι τὸν Ἑλενόποντον, τουτέστιν Ἀμάσειά τε καὶ Ἴβωρα καὶ Εὐχάιτα καὶ πρός γε Ζῆλα καὶ Ἄνδραπα καὶ αἵ γε πρὸς τοῖς κλίμασι κεί‐
25μεναι Σινώπη τε καὶ Ἀμισσός, πόλεις ἀρχαῖαι, καὶ μὴν καὶ Λεοντόπολιν, ἤδη κἀκείνην ἀριθμητέον ἐν πόλεσι· πέντε δὲ ἄλλαι τὸν Πολεμωνιακὸν συνέχουσι Πόντον, Νεοκαισάρειά τε καὶ Κόμανα καὶ Τραπεζοὺς καὶ Κερασοὺς καὶ Πολεμώνιον (Πιτυοῦντα γὰρ δὴ
30καὶ Σεβαστόπολιν ἐν φρουρίοις μᾶλλον ἀριθμητέον ἢ πόλεσιν)· ὥστε μέχρι τούτων ἑκάτερον εἶναι τῶν Πόντων. Μεθ’ οὓς ἥ τε ἡμετέρα καθέστηκε Λαζική, ἐν ᾗ καὶ ἡ Πετραίων ἐστὶ πόλις, ὑφ’ ἡμῶν τὸ πόλις εἶναί τε καὶ ὀνομάζεσθαι προσλαβοῦσα κεχρημένη τε
35τῷ τῆς ἡμετέρας εὐσεβείας ὀνόματι καὶ Ἰουστινιανὴ

213

καλουμένη, Ἀρχαιόπολίς τε καὶ Ῥοδόπολις, φρούριά τε μέγιστα καὶ ἀρχαῖα. ἐν οἷς δὴ καὶ τὰ παρ’ ἡμῶν ἐστιν ἐκ Περσῶν ἀναληφθέντα φρούρια Σκάνδις τε καὶ Σαραπανίς, καὶ τὸ Μουρίσιός τε καὶ Λύσιρις, καὶ
5εἴ τι ἕτερον ἡμῖν ἐν Λαζοῖς ἐκπεπόνηται. εἶτα ἡ Τζάνων διαδέχεται χώρα, νῦν πρῶτον ἐφ’ ἡμῶν ὑπὸ Ῥωμαίων κατακτηθεῖσα καὶ πόλεις τε καὶ αὐτὴ τὰς μὲν ἄρτι γινομένας δεχομένη, τὰς δὲ ὅσον οὔπω γενη‐ σομένας δεξομένη. ἄλλα τε μετ’ ἐκείνην ἔθνη καθ‐
10εστᾶσι Σουανοί τε καὶ Σκύμνοι καὶ Ἀψίλαι καὶ Ἀβα‐ σγοὶ καὶ ἕτερα νῦν θεοῦ δόντος φίλιά τε καὶ ἡμέτερα. Ἀλλ’ εἰς ταῦτα μὲν ὁ περὶ τοὺς τόπους τούτους ἡμᾶς ἤνεγκε λόγος· ἐπάνιμεν δὲ αὖθις ἐπὶ τοὺς Πόν‐ τους καὶ τὴν ἕνωσιν τὴν αὐτῶν. τούτους γὰρ νῦν
15ἄμφω τοὺς Πόντους τοὺς ταῖς τρισκαίδεκα πόλεσι περιεχομένους εἰς μίαν ἐπαρχίαν αὖθις συνάγομεν, καὶ ἀποδίδομεν αὐτοῖς τῆς μὲν παλαιότητος τὴν ἕνω‐ σιν, τῆς δὲ νεότητος τὴν ἐπωνυμίαν. Ἑλενόποντος γὰρ ἅπας καλείσθω, τοῦτο δὴ τὸ τεθὲν αὐτῷ παρὰ
20Κωνσταντίνου τοῦ τῆς εὐσεβοῦς λήξεως ὄνομα προ‐ φάσει τῆς σεμνοτάτης αὐτοῦ μητρός, Ἑλένης φαμὲν τῆς εὐσεβοῦς τὴν λῆξιν, ἥπερ ἡμῖν καὶ τὸ θεῖον τῶν Χριστιανῶν ἐξεῦρε σύμβολον. τὸ γὰρ δὴ Πολέμωνος ὄνομα παλαιοῦ γενομένου τῶν πολλῶν ἐκείνων ἐν
25Πόντῳ τυράννων πεπαύσθω, πρῶτον μὲν ὅτι τυράν‐ νου καθειστήκει, δεύτερον δὲ ὅτι καὶ πόλιν ἐπώνυμον ἔχει, τὸ Πολεμώνιόν φαμεν, καὶ ὅτι κάλλιον ἂν εἴη τὰς χώρας ἐξ ὀνομάτων Χριστιανικῶν τε καὶ βασι‐ λικῶν μᾶλλον ἤπερ ἐκ πολέμου καὶ ταραχῆς γνωριζο‐
30μένων σημαίνεσθαι. Πᾶσαι τε αἱ τρισκαίδεκα πόλεις ἐπαρχίας ἔστωσαν μιᾶς· ἀφαιρουμένης μὲν οὐδετέρας αὐτῶν τῶν μητρο‐ πόλεων (Ἀμασείας τέ φαμεν καὶ Νεοκαισαρείας) τοῦ τῆς μητροπόλεως ὀνόματος, τῶν δὲ θεοφιλεστάτων αὐ‐
35τῶν ἐπισκόπων τῶν μὲν μητροπολιτῶν ἐνταυθοῖ χει‐
ροτονουμένων, τῶν δὲ ὑπ’ αὐτοὺς τεταγμένων ὁμοίως

214

ὑπ’ αὐτῶν τῶν τὰς μητροπόλεις ἐχόντων καθὰ καὶ μέχρι νῦν ἦν χειροτονουμένων. οὐδὲν γὰρ τῶν περὶ τὴν ἱερωσύνην αὐτῶν καινίζομεν, ἐπειδὴ καὶ ἐπὶ μιᾶς ἐπαρχίας καὶ ὁ πάλαι χρόνος καὶ οὗτος ὁ νῦν κατα‐
5κοσμηθεὶς ὑφ’ ἡμῶν οἶδε πολλὰς τοιαύτας καταστά‐ σεις ἐν τοῖς θεοφιλεστάτοις ἐπισκόποις τυγχανούσας. Καὶ ἐφηγείσθω γε αὐταῖς ἀνὴρ εἷς, ἄρχων μὲν χώρας ἑκατέρας, μοδεράτωρ δὲ προσαγορευόμενος, ὃν ἄν τις ἁρμοστὴν καλέσειε τῇ συνήθει χρώμενος γλώττῃ, ἐπ‐
10ειδὴ καὶ τὸ τοῦ μοδεράτωρος ὄνομα ἀρχαῖόν τέ ἐστι καὶ ῥωμαϊκῇ σεμνότητι πρέπον, καὶ ὅ γε ἁρμοστὴς ἀρ‐ χαῖός τις ἄρχων ἦν ἐκ Λακεδαίμονος ἐπὶ τὸ ὑπήκοον στελλόμενος. Ὥστε ὁ τὴν ἀρχὴν παραλαμβάνων ταύτην ὀνο‐
15μαζέσθω μοδεράτωρ Ἰουστινιανὸς Ἑλενοπόντου. ὑπ‐ ακουέτω δὲ αὐτῷ καὶ τὸ στρατιωτικὸν τὸ κατὰ τὴν ἐπαρχίαν ἱδρυμένον. ἐχέτω τε καὶ ad responsum, πᾶσά τε ὑποκεκλίσθω τύχη λόγον προνομίας ἀντιτι‐ θέναι μὴ δυναμένη. ἀκροάσθω δὲ καὶ δικῶν χρη‐
20ματικῶν τε καὶ ἐγκληματικῶν καὶ τῶν ἄλλων, τῶν μὲν ἐλαχίστων ἀγράφως τε καὶ προῖκα, τῶν δὲ μει‐ ζόνων ἐγγράφως μέν. μετὰ δὲ τῆς τεταγμένης κατὰ τὴν θείαν ἡμῶν διάταξιν δαπάνης. Καὶ ὅ γε τὴν ἀρ‐ χὴν ταύτην παραλαμβάνων τὰς ἑκατέρας ἀρχῆς κομι‐
25ζέσθω σιτήσεις συνιούσας εἰς ἑπτακοσίους εἴκοσι πέντε χρυσοῦς, καὶ τάξει χρήσθω μιᾷ, καὶ ὁ τῶν δημοσίων δρόμος τε καὶ κίνδυνος εἷς καὶ κοινὸς ἔστω κατά τε τοῦ τὴν ἀρχὴν ἔχοντος κατά τε τῆς τάξεως, ἥπερ εἰς ἓν συνελεύσεται σχῆμα καὶ ἁρμοσθήσεται πρὸς ἑαυ‐
30τήν, καθάπερ ἂν ὑπὸ τοῦ προεστῶτος ταχθείη. Καὶ ὁ πάρεδρός γε τῆς ἀρχῆς δύο καὶ ἑβδομήκοντα χρυ‐ σοῦς ἐκ τοῦ δημοσίου λήψεται· καὶ ἡ τάξις ἡ ἐξ ἀμ‐ φοῖν μία γενομένη τετρακοσίους τεσσαράκοντα ἑπτὰ τρίτον κομιεῖται χρυσοῦς.
35 Ὁ δὲ τὴν ἀρχὴν ἔχων τοποτηρητὰς μὲν κατὰ τὰς πόλεις οὐκ ἐκπέμψει (τοῦτο γὰρ φυλάξεται καθὰ καὶ τοῖς θείοις ἡμῶν περιέχεται παραγγέλμασιν), αὐτὸς
δὲ περινοστήσει τὰς πόλεις ὑπ’ οὐδενὸς νόμου τυχὸν

215

ἢ θείου πραγματικοῦ κωλυόμενος τύπου, κἂν εἴ τι τοιοῦτον ὁ πρότερος ἐπέταττε χρόνος. Καὶ ἔσται καὶ ἐπὶ τῶν μητροπόλεων καὶ ἐπὶ τῶν ἄλλων, ἔνθα ἂν τοῦτο συνίδοι (εἴπερ ὅλως ἡ πόλις αὐτάρκης ἐστὶ
5πρὸς τὴν ὑποδοχὴν τὴν αὐτοῦ), παντὸς μέντοι κέρ‐ δους ἀπεχόμενος καὶ ζημίας ἁπάσης χωρίς. οὐκ αὐτὸς γάρ, οὐ ταξεώτης, οὐ στρατιώτης ἑπόμενος αὐτῷ λή‐ ψεταί τι παρὰ τῶν συντελῶν, ἢ δαπανήσει προῖκα καὶ ἢ τοὺς συντελεῖς τοὺς ἡμετέρους ἐπιτρίψει ἢ τοῖς
10ἑπομένοις αὐτῷ στρατιώταις αὐτὸ τοῦτο πράττειν ἐφήσει (καὶ γὰρ δὴ καὶ τοῦτο [τὸ] μέρος τῶν θείων ἡμῶν παραγγελμάτων ἐστίν), αὐτὸς μὲν τόν τε ὅρκον ἐννοῶν, ὃν ὤμοσε, καὶ ὅτι προῖκα παραλαμβάνων τὴν ἀρχὴν καὶ αὔξησιν τοσαύτην ἔχων σιτήσεων οὐκ ἄν
15ποτε τολμήσειέ τι λαβεῖν, εἰ μὴ μετὰ μεγάλης ἀπο‐ δοῦναι τοῦτο τῆς ποινῆς ἐθελήσειεν, οὐδὲ τῇ τάξει τοιοῦτό τι πράττειν ἢ λαβεῖν τι κατὰ τοιαύτην πρό‐ φασιν ἐφιείς. τοὺς δὲ στρατιώτας εἰ μὴ ταῖς οἰκείαις σιτήσεσιν ἀρκουμένους ἕπεσθαι παρασκευάσει, οὔτε
20αὐτὸς ἔξω δικαίας ἀγανακτήσεως γενήσεται, ἀναγκα‐ σθήσεταί τε ἐκ τῶν σιτήσεων αὐτῶν εἰσπράξας τὴν παρ’ αὐτῶν γινομένην ζημίαν ταύτην τοῖς συντελέ‐ σιν ἀποδοῦναι. Διὰ τοῦτό γε μὴν βουλόμεθα ταύτας δὴ τὰς ἀρχὰς μείζους τε καὶ σεμνοτέρας εἶναι
25πλήθει τε τῶν ὑπηρετούντων (centum γὰρ αὐτῷ βουλόμεθα ταξεώτας εἶναι) σεμνότητί τε τῆς ἀξίας, ἐπειδὴ σπεκταβιλίαν αὐτῷ ποιοῦμεν τὴν ἀρχήν, ἵνα ἐν ταῖς ἀνάγκαις ἄρχουσι χρώμεθα σεμνοτέροις καὶ ταῖς ἡμετέραις κελεύσεσιν ὑπουργεῖν δυνατοῖς. τί γὰρ
30ἂν καὶ πράξειαν ἄνδρες οἱ κατὰ τὸ πρὸ ἡμῶν σχῆμα ταῖς ἐπαρχίαις ἐφεστῶτες, ὀλίγοι μὲν ὄντες, ἐλαχίστων δὲ ἐξάρχοντες, κομιζόμενοί τε παρὰ τοῦ δημοσίου σφόδρα μέτρια, διδόντες δὲ πολλά, κλέπτειν δὲ ἀναγ‐ καζόμενοι καὶ μίαν ἔχοντες ταύτην σπουδὴν τὸ τοῖς
35ἑπομένοις αὐτοῖς δανεισταῖς προφάσει τῶν περὶ τὴν ἀρχὴν δεδομένων κατὰ μικρὸν ἀποδιδόναι τὸν ἔρα‐ νον; ἐξ ὧν τοὺς ἡμετέρους συντελεῖς εἰώθασι πωλεῖν ἀσεβεῖς τε ἅμα καὶ κεκινδυνευμένους ἑαυτοῖς εὑρίσκον‐ τες πόρους. Ταῦτα ἡμᾶς ἐδυσώπησεν οὐ μόνον
40τοῖς ἐντεῦθεν κέρδεσιν ἀπειπεῖν, ἀλλὰ καὶ οἴκοθεν προσδαπανῆσαι μεγάλα, καὶ εἴ που τισὶν ὤνιον παρὰ τῶν πρὸ ἡμῶν τὸ τῆς ἀρχῆς ἐδίδοτο σχῆμα, τοῦτο ἐξωνήσασθαι καὶ ἐλευθέρους τοὺς ἡμετέρους ἀφεῖναι
συντελεῖς τοῦ τοιούτου δασμοῦ καὶ οἵκοθεν ἀντεισαγα‐

216

γεῖν τὴν παραψυχὴν τοῖς λαμβάνουσιν, ἵνα καὶ τού‐ τοις μεταδῶμεν ἐλευθερίας. ἀπέκειτο γὰρ ἡμῖν ὡς ἔοικε τοῦ θεοῦ τοιαῦτα φιλοτιμουμένου μὴ μόνον Ἄφροις μηδὲ τοῖς ἔθνεσι τοῖς ἐκεῖσε χαρίσασθαι τὴν
5ἐλευθερίαν, ἀλλὰ καὶ τοὺς κατὰ μέσην ἡμῶν τὴν πο‐ λιτείαν ἔτους ἑκάστου πιπρασκομένους καὶ οὐδὲ ὑπὸ ταὐτῷ μένειν συγχωρουμένους πρατῆρι, ἀλλὰ κατὰ βραχὺ τῆς ἑτέρων καὶ ἑτέρων ἐξουσίας ἀεὶ γινομένους ἐλευθερῶσαι τῆς τοιαύτης ζημίας τε καὶ αἰσχύνης.
10ταύτην ᾠήθημεν ἡμεῖς τὴν χάριν προσήκειν ἀναθεῖ‐ ναι θεῷ τῷ τὸν ἐπὶ τῇ βασιλείᾳ στέφανον ἡμῖν ἐπιθέντι, τῷ τὴν ἁλουργίδα ψήφῳ κοινῇ παρὰ τοῦ πατρὸς ἡμῖν δωρησαμένῳ, τῷ φιλοτιμησαμένῳ τοι‐ αῦτά τε ὁμοῦ καὶ τοσαῦτα ὁποῖα τῶν ἔμπροσθεν δέ‐
15δωκεν οὐδενί. Δεῖ τοίνυν τὸν ἐπὶ τὴν ἀρχὴν παριόντα ταύτην εἰδότα, πόσων μὲν ἀνδρῶν, πόσων δὲ ἡγήσεται πό‐ λεων, ὅπως δὲ ἔσται σεμνὸς μεταβαλὼν ἐκ κονσου‐ λαρίας τε καὶ ἡγεμονίας εἰς ἀρχὴν μείζονά τε καὶ
20σπεκταβιλίαν, φείδεσθαι πανταχοῦ τῶν ὑπηκόων καὶ φυλάττειν αὐτοὺς ἀζημίους, καὶ καθαραῖς χρῆσθαι πανταχοῦ ταῖς χερσί, καὶ τὸ δημόσιον αὔξειν καὶ τοῦ συμφέροντος αὐτῷ πᾶσαν τίθεσθαι πρόνοιαν, καὶ τῶν ἰδίᾳ λημμάτων ἀπέχεσθαι καὶ ταῖς πόλεσι κοινῇ τε
25καὶ ἰδίᾳ βραβεύειν τὰ δίκαια περινοστεῖν τε αὐτὰς καὶ ἰᾶσθαι, καὶ κέρδους ἕνεκα μηδ’ ὁτιοῦν πράττειν μήτε ἔλαττον μήτε μεῖζον, ἀλλὰ δόξης τε ἀγαθῆς ἐφ‐ ίεσθαι καὶ τοῦ διὰ πάντων εὐορκεῖν καὶ ἡμῖν ἐν ἅπασι κεχαρισμένον καθεστάναι. Τὸ δὲ μάλιστα ἐπὶ τοῦ
30Πόντου πλημμελούμενον φυλάξει τὸ μηδενὶ δοῦναι παρρησίαν [ἢ] τίτλους ἐπιτιθέναι χωρίοις ἢ οἰκήμασιν ἀλλοτρίοις· μόνου γὰρ ἴδιον τοῦτο τοῦ τε δημοσίου τῶν τε βασιλικῶν οἴκων ἐστί, τῶν τε ἡμετέρων τῶν τε τῆς εὐσεβεστάτης Αὐγούστης. εἰ δὲ εἰς ἑτέρου
35τινὸς εὕροι προσηγορίαν σανίδας ἀνατεθείσας, αὐτὰς μὲν εὐθὺς καθαιρήσει, ἀνιχνεύσει δὲ τὸν ταύτας κατα‐ πήξαντα· καὶ εἰ μὲν αὐτὸς ὁ λέγων ἑαυτὸν εἶναι δεσ‐ πότην τοῦ πράγματος τοῦτο πράττοι, παραχρῆμα τοῖς ἐκείνου πράγμασι τίτλους ἐπιθήσει δημοσίους, εἰς κε‐
40φαλὴν αὐτῷ περιρρήξας τοὺς ὑπ’ αὐτοῦ τεθέντας
τίτλους· εἰ δὲ φροντιστὴς εἴη πραγμάτων ἀλλοτρίων,

217

τούς τε τίτλους, καθάπερ εἰπόντες ἔφθημεν, κατεάξει κατὰ τῆς αὐτοῦ κεφαλῆς βασάνοις τε αὐτὸν ὑποθήσει πικραῖς, ὥστε ταῦτα μανθάνοντα τὸν ᾧ προσήκει προσώπῳ γινώσκειν, ὡς οὐκ ἔξεστιν οὔτε δι’ ἑαυτοῦ
5οὔτε διά τινων δορυφόρων ἢ πρὸς πλεονεξίαν παρα‐ λαμβανομένων τοὺς ὑπηκόους ἀδικεῖν. Δεῖ δὲ αὐτὸν ὁμοίως τὸν περίβλεπτον μοδεράτωρα ἀναστέλλειν καὶ τοὺς λῃστεύοντας καὶ τοὺς πλεονεκ‐ τοῦντας καὶ τοὺς γυναῖκάς τε καὶ περιουσίας καὶ ὑπο‐
10ζύγια καὶ τὰ τοιαῦτα ἁρπάζοντας, ὅπως ἂν καθαρὸν φυλάττοι τὸ δίκαιον, καὶ φανείημεν ὀρθῶς ἐπ’ αὐτῷ βεβουλευμένοι, καὶ μή τις ἡμᾶς εἰσέλθοι μετάμελος ὅτι λῃστοδιώκτας τε καὶ βιοκωλύτας ἐπαύσαμεν, τι‐ νῶν μὲν κατατρεχόντων τὴν χώραν, αὐτοῦ δὲ οὐκ
15ἀμύνοντος. διὰ τοῦτο γὰρ αὐτῷ καὶ τοὺς στρατιώτας ὑπεθήκαμεν, ἵνα καὶ τὴν ἐκείνων ἔχων χεῖρα δυσ‐ καταμάχητος τοῖς ἐπηρεάζουσιν εἴη. Ταῦτα αὐτῷ συλλήβδην παραινοῦμεν. τὰ γὰρ δὴ κατὰ μέρος εἴσεται σαφῶς ἔκ τε τοῦ πᾶσιν ἐν κοινῷ
20γεγραμμένου νόμου, καθ’ ὅνπερ ἐτάξαμεν τὰς ἀρχάς, ἔκ τε τῶν βασιλικῶν παραγγελμάτων, ἅπερ αὐτῷ δι‐ δόντες ὑφηγησόμεθα κατὰ τίνα τρόπον διαθήσει τὴν ἀρχήν. καὶ ταῦτα πράττων ἡμῖν τε οὐκ ἀποθύμιος ἔσται θεῷ τε καὶ τῷ νόμῳ τὴν ἑαυτοῦ ψυχὴν ἀνα‐
25θήσει καὶ ἀγαθὰς ὑπὲρ ὅλης τῆς διοικήσεως ἕξει τὰς ἐλπίδας. Ὑποτεθήσεται δὲ καὶ κατάλογος τῷδε ἡμῶν τῷ θείῳ νόμῳ, δι’ οὗ γενήσεται φανερόν, τί μὲν αὐτόν τε καὶ τὸν πάρεδρον καὶ τὴν τάξιν τὴν αὐτοῦ παρὰ τοῦ δημοσίου προσήκει λαμβάνειν, τί δὲ αὐτὸν
30ὑπὲρ τῶν ἀρχικῶν παρέχειν συμβόλων, ὅπως ἂν ἐπι‐ στάμενος τό τε ἐλευθέριον τῆς ἐπιδόσεως τῆς εἰς αὐ‐ τὸν γενομένης τό τε συνεσταλμένον τῆς παρ’ αὐτοῦ περὶ τὰ σύμβολα προϊούσης δαπάνης χρῷτο κατὰ τὸ προσῆκον τοῖς πράγμασι. μειζόνων τε ἐθνῶν καὶ πλει‐
35όνων ἀνθρώπων ἐλπίζων ἄρχειν, εἰ τοῖς ἐν χερσὶ χρήσαιτο προσηκόντως. Δίδομεν δὲ καὶ τοῦτο τὸ τὰς ἐφέσεις τὰς παρ’ αὐτοῦ
κατὰ τὸ τῶν περιβλέπτων ἀρχόντων σχῆμα παρά τε

218

τοῖς ἐνδοξοτάτοις ἐπάρχοις παρά τε τῷ ἐνδοξοτά‐ τῳ ἡμῶν κατὰ κονσουλτατίονα κρίνεσθαι κοιαίστωρι· τάς τε δίκας ἐλάττους τῶν πεντακοσίων χρυσῶν ἐν τῇ κατ’ αὐτὸν ἐπαρχίᾳ παρά τισι κινουμένας (κἂν
5εἰ τυχὸν ἐκ παραπομπῆς, μὴ μέντοι παρὰ σπεκτα‐ βιλίοις ῥηθεῖεν), ὅταν ἐφέσιμοι γίνοιντο, αὐτὸν ἐν τάξει θείου κατεξετάζειν ἀκροατηρίου· ὥστε αὐτὸν καὶ κατὰ τοῦτο σεμνότερον ὄντα μεμνῆσθαι τῆς παρ’ ἡμῶν δεδομένης αὐξήσεως αὐτῷ, καὶ οὕτω χρῆσθαι
10τοῖς πράγμασιν, ὡς ἄμεμπτον ἑαυτὸν πᾶσι τοῖς ὑπη‐ κόοις καὶ ἡμῖν αὐτοῖς καὶ πρό γε ἡμῶν θεῷ τε καὶ τῷ νόμῳ παρέχειν. 〈Ἐπίλογος.〉 Ταῦτα τοίνυν ἅπαντα ἡ σὴ ὑπεροχὴ γινώσκουσα τοσαύτας τε αὐτῇ τὰς σιτήσεις ἐπιδιδότω
15οὕτω τε αὐτὴν ἴστω σεμνὴν γενομένην, ὡς πολλοῖς εἰκότως ἔσεσθαι περισπούδαστον τῇ τοῦ νῦν αὐτῇ δοθέντος παρ’ ἡμῶν ἄνθους τε καὶ ἀξιώματος ἐπι‐ θυμίᾳ.
20tΚΘ
21tΠΕΡΙ ΤΟΥ ΠΡΑΙΤΩΡΟΣ
22tΠΑΦΛΑΓΟΝΙΑΣ.
23tὉ αὐτὸς βασιλεὺς Ἰωάννῃ ἐπάρχῳ πραιτωρίων.
24Προοίμιον.〉 Τὸ Παφλαγόνων ἔθνος ἀρχαῖόν τε
25καὶ οὐκ ἀνώνυμον καθεστώς, ἀλλὰ τοσοῦτον ὡς καὶ ἀποικίας μεγάλας ἐκπέμψαι καὶ τὰς ἐν Ἰταλοῖς συνοι‐ κίσαι Βενετίας, ἐν αἷς δὴ καὶ Ἀκυληΐα πόλις τῶν ἐπὶ τῆς ἑσπέρας μεγίστη κατῴκισται καὶ βασιλικὴν πολ‐ λάκις δίαιταν δεξαμένη,
30τὸ τοίνυν Παφλαγόνων ἔθνος ἐπὶ τῶν Ὁνωρίου
τοῦ τῆς εὐσεβοῦς λήξεως χρόνων ἐλαττωθὲν καὶ πό‐

219

λεις ἀποβαλόν τινας καὶ κατ’ οὐδεμίαν χρειώδη πρό‐ φασιν ὕφεσίν τινα δεξάμενον αὖθις ᾠήθημεν χρῆναι πρὸς τὸ πρότερον ἐπαναγαγεῖν σχῆμα, καὶ μίαν πά‐ λιν τὴν Παφλαγονίαν ἀποτελέσαι, καὶ ἅπερ ἐπὶ τῶν
5δύο πεπράχαμεν Πόντων, ταῦτα καὶ ἐπ’ αὐτῇ δια‐ τάξασθαι· ὥστε καὶ τὸν τῶν ἐθνῶν τούτων ἔχοντα τὴν ἀρχὴν ἡνωμένην τε δὴ καὶ μίαν ἀντὶ δυοῖν τῶν ἔμπροσθεν (φαμὲν δὲ Παφλαγονίας τε καὶ Ὁνωριάδος) καλεῖσθαι μὲν πραίτωρα (Ῥωμαϊκὸν δὲ καὶ τοῦτο
10ὄνομα καὶ τοῖς τὰς ἐπαρχίας ἰθύνουσι πρέπον), τάξει δὲ χρῆσθαι μιᾷ συναρμοσθείσῃ παρὰ τῶν ἔμπροσθεν δύο τάξεων καὶ ἀνδρῶν ἑκατὸν ἀριθμὸν συμπλη‐ ρούσῃ. ἐπιστήσεται δὲ καὶ οὗτος τοῖς τε δημοσίοις ἅπασιν ὅσα τε Παφλαγόνες ὅσα τε οἱ πρώην τῆς
15Ὁνωριάδος οἰκήτορες ἐτέλουν· καὶ θήσεται πρόνοιαν τῶν πόλεων ἁπασῶν ὧν ἑκατέρα πρότερον εἶχεν ἐπ‐ αρχία, τουτέστιν ἐν Ὁνωριάδι Προυσιάδος τε καὶ Κρα‐ τείας καὶ Ἀδριανουπόλεως καὶ Τίου καὶ Κλαυδιουπό‐ λεως καὶ Ἡρακλείας· εἰ γὰρ καί τινες αὐτῶν ἐκ
20Βιθυνίας ἐλήφθησαν πρότερον, ὁποῖον δὴ Προυσιάς τε καὶ Ἡράκλεια καὶ αὐτή γε ἡ μητρόπολις τῆς ἐπ‐ αρχίας, φαμὲν δὲ τὴν Κλαυδιούπολιν, ἀλλ’ ὅμως ἐπει‐ δήπερ ἅπαξ μετέστησαν, αὖθις ἐπαναγαγεῖν αὐτὰς εἰς Βιθυνοὺς καὶ συνταράττειν τὸ σχῆμα πολλῆς ᾠή‐
25θημεν εἶναι τῆς φιλοπραγμοσύνης· ὥστε αὗταί γε αἱ ῥηθεῖσαι πόλεις ἕξ, πρότερον Ὁνωριάδος οὖσαι, νῦν μέρος καὶ αὐταὶ Παφλαγονίας ἔσονται. ἐν δὲ Παφλα‐ γόσιν αὐτοῖς ἕξει δικαιοδοσίαν πόλεων ἑτέρων ἓξ τῶν ἄνωθεν ἐκείνῃ προσηκουσῶν τῇ χώρᾳ, φαμὲν δὲ Γερ‐
30μανικοπόλεώς τε τῆς πρὸς Γάγγραν καὶ Πομπηϊου‐ πόλεως καὶ Δαδύβρων καὶ Σωρῶν καὶ Ἀμάστριδος καὶ πρός γε τῆς Ἰωνοπολιτῶν. δώδεκά τε ἔσονται πόλεις ἅπασαι τῆς ἐπαρχίας ἁπάσης. Κἀνταῦθα δὲ περὶ μὲν τὰς ἱερωσύνας οὐδὲν καινίζομεν, ἀλλ’ οἵ τε
35μητροπολῖται οἱ πρώην τὰς ἱερωσύνας ἐνταῦθα δεχό‐ μενοι μενοῦσιν ἐπὶ τῆς αὐτῆς τάξεως, τῆς ἐπ’ αὐτοῖς τό γε ἐπὶ τῷ τόπῳ χειροτονίας οὐκ ἀμειβομένης, ἀλλ’ ὑπὸ τοῦ μακαριωτάτου πατριάρχου τῆς εὐδαίμονος ταύτης χειροτονούμενοι πόλεως, αὐτοί τε τοὺς ὑφ’
40ἑαυτοὺς χειροτονοῦντες οὓς μέχρι νῦν ἐχειροτόνουν,

220

οὐδὲν ἀλλήλοις περὶ τούτων οὔτε στασιάζοντες οὔτε φυρόμενοι. καὶ μία τὸ λοιπὸν ἐπαρχία γενήσεται πλείους ἔχουσα μητροπόλεις, τοῦτο ὅπερ καὶ ἐν ἑτέ‐ ραις ἡμῶν ἐπαρχίαις ἐστίν.
5 Ὁ δὲ τὴν ἀρχὴν ἔχων τῆς ἐπαρχίας πάσης (Παφλα‐ γονία δὲ ἅπασα καλείσθω καθὰ καὶ πρότερον ἦν) τάς τε πόλεις περινοστήσει, κωλύοντος οὐδενὸς τῶν ἔμ‐ προσθεν ἴσως ἐπὶ κωλύσει τῶν τοιούτων γεγονότων τύπων, τοποτηρητὰς μέντοι ταῖς πόλεσιν οὐκ ἐκπέμ‐
10πων (τοῦτο γὰρ αὐτῷ παντελῶς ἀπαγορεύομεν, ἐπεὶ τῶν ἀτόπων ἐστὶν ἅμα μὲν αὐτὸν ἐπὶ τῆς ἐπαρχίας χρηματίζειν, ἅμα δὲ ἑτέρῳ τὴν αὑτοῦ τάξιν παρὰ τὸν νόμον διδόναι), ἀλλ’ αὐτὸς ἅπαντα διοικήσει· τά τε δημόσια εἰσπράξει σὺν πάσῃ προθυμίᾳ, μήτε ὑπερ‐
15πράττων μήτε ἐλαττῶν, ἀλλὰ τῆς κατὰ δικαιοσύνην ἰσότητος ἀντεχόμενος, τιθέμενός τε πρόνοιαν τοῦ κἂν εἴ τι βέβλαπται τὸ δημόσιον τοῦτο ἐπανορθοῦν, τὰς πόλεις τε φυλάττων ἀζημίους κοινῇ τε καὶ ἰδίᾳ· καὶ σίτησιν μὲν λαμβάνων ἣν ἑκατέρα πρώην εἶχεν ἀρχή,
20συνιοῦσαν εἰς χρυσοῦς ἑπτακοσίους εἰκοσιπέντε. ἔχων δὲ καὶ τὸν παρεδρεύοντα ἑβδομήκοντα δύο κομιζό‐ μενον χρυσοῦς, καὶ τὴν τάξιν τὴν μίαν ἐξ ἀμφοῖν συντιθεμένην καὶ εἰς ἀνδρῶν ἑκατὸν συνιοῦσαν ἀριθ‐ μὸν καὶ τετρακοσίους τεσσαράκοντα ἑπτὰ τρίτον χρυ‐
25σοῦς ὑπὲρ παραψυχῆς λαμβάνουσαν παρὰ τοῦ δημο‐ σίου· προῖκά τε δεχόμενος τὴν ἀρχὴν καὶ προῖκα ταύτην καὶ τὰ κατ’ αὐτὴν διανύων. ἡμεῖς γὰρ κἀν‐ ταῦθα τοὺς ἡμετέρους ὑποτελεῖς ἐξωνησόμεθα καὶ τοῖς κομιζομένοις ἐξ ἔθους προφάσει τοῦ καλουμένου
30σουφραγίου δώσομεν αὐτοί, τοῦτο ἐκ τῶν φόρων αὐ‐ τοῖς τῶν τῆς ἐπαρχίας ἐπιδιδόντες διὰ τοῦ θρόνου τοῦ σοῦ, καὶ οὐ συγχωρήσομεν ὑπὸ σχήματι καὶ προ‐ καλύμματι πράσεως τοὺς ἡμετέρους ὑπηκόους κατα‐ δουλοῦσθαι. οὐ γὰρ ἂν οἱ βαρβάρων τοὺς πρώην
35ὑποτελεῖς ἀπαλλάξαντες καὶ τὴν ἀρχαίαν εἰς αὐτοὺς ἐπαναγαγόντες ἐλευθερίαν τοὺς ἐν ἡμῖν αὐτοῖς δου‐ λεύειν ἄλλοις συγχωρήσομεν, ἀλλὰ τῷ δι’ ἡμῶν πολ‐ λοῖς ἔθνεσιν ἐλευθερίαν φιλοτιμησαμένῳ θεῷ τούτῳ καὶ ἡμεῖς καθ’ ὅσον ἐστὶ δυνατὸν τὴν τῶν ἀεὶ πι‐
40πρασκομένων ὑπηκόων ἡμῶν προσοίσομεν ἐλευθερίαν,

221

οὔτε τοὺς λαμβάνοντας καταβλάπτοντες (ἀντεισάξομεν γὰρ αὐτοῖς τὴν νενομισμένην ὠφέλειαν) οὔτ’ ἐφιέντες ταῖς ἀρχαῖς ὀνόματι τῆς δόσεως τοὺς ὑπηκόους τοὺς ἡμετέρους ὥσπερ τι τῶν ἀνδραπόδων ὠνεῖσθαι μὲν
5παρὰ τῶν πιπρασκόντων, πιπράσκειν δὲ τοῖς ἀδικοῦ‐ σιν. Ἔστω σοι τοίνυν καὶ αὕτη τῶν τῆς Ποντικῆς διοικήσεως ἐπαρχιῶν μία, διπλῆ πρότερον οὐκ ἴσμεν ἀνθ’ ὅτου γενομένη· καὶ καλέσεις μέν, καθάπερ εἰ‐ πόντες ἔφθημεν, τὸν ἐπὶ ταύτης ἡγούμενον πραίτωρα
10Παφλαγονίας Ἰουστινιανόν, ἔξεστι δὲ αὐτὸν ἑλλάδι γλώττῃ καὶ στρατηγὸν καλεῖν. Τῶν ὅρκων δὲ αὐτὸν ἀναμνήσεις ἀεὶ καθ’ οὓς παραλήψεται τὴν ἀρχήν, ὥστε καθαρὰς ἔχειν τὰς χεῖ‐ ρας καὶ μηδὲ κέρδεσιν ἀτόποις ῥυπώσας, ἐφ’ ᾧ τὸ
15δημόσιον ὠφελεῖν τε καὶ αὔξειν δικαίαις τε καὶ παν‐ ταχόθεν ἀμέμπτοις προσθήκαις· ὥστε νέμειν τοῖς ἡμε‐ τέροις ὑπηκόοις ἰσότητά τε καὶ δικαιοσύνην ἔν τε τοῖς δημοσίοις ἔν τε τοῖς συμβάλλουσιν ἔν τε τοῖς δικαζο‐ μένοις πρὸς ἀλλήλους. περινοστήσει δὲ ἀζημίως τὰς
20πόλεις, ὥστε μήτε αὐτὸν μήτε τὸν πάρεδρον μήτε τὴν ἑπομένην αὐτῷ θεραπείαν εἴτε στρατιωτῶν εἴτε ταξε‐ ωτῶν εἴτε οἰκετῶν τι κερδαίνειν ἢ προῖκα δαπανᾶν. δεῖ γὰρ αὐτοὺς μὲν ἐξ ὧν αὐτοῖς δίδομεν ἐκ τοῦ δη‐ μοσίου σιτήσεων τὰς δαπάνας ποιεῖσθαι σὺν μετριό‐
25τητι προσηκούσῃ ζῶντας, τοὺς δὲ ἑπομένους αὐτοῖς στρατιώτας γινώσκειν ὡς, εἰ μὴ ταῖς οἰκείαις ἀρκού‐ μενοι σιτήσεσιν ὁδοιποροῖεν, ἀλλὰ θαρρήσαιεν τοὺς συντελεῖς τοὺς ἡμετέρους ἀδικεῖν ἤ τισιν αὐτοὺς περι‐ βάλλειν ζημίαις ἢ προῖκα ποιεῖσθαι τὴν δαπάνην,
30διὰ τοῦ τὴν ἀρχὴν ἔχοντος τὸ ἀζήμιον ἔσται τοῖς συν‐ τελέσιν, ἐκ τῶν ἐκείνων σιτήσεων αὐτοῦ μὲν αὐτὰς ἀπαιτοῦντος, οἰκείῳ δὲ κινδύνῳ τοῖς συντελέσιν ἐξ αὐτῶν περιποιοῦντος τὸ ἀζήμιον. Ἔστω δὲ καὶ οὗτος ὁ νόμος ἡμῖν ἐπὶ Παφλαγόσι
35κείμενος, ποιῶν αὐτοῖς τὴν ἀρχὴν σεμνοτέραν καὶ ἐν ταῖς περιβλέπτοις ἀριθμουμένην, καὶ διδοὺς καὶ κατὰ τῶν στρατιωτῶν τῶν ἐπιχωρίων ἐξουσίαν, ἐν οἷς ἂν αὐτοῖς μετὰ τοῦ δικαίου προστάττῃ, καὶ κατὰ τῶν ἄλλων ἁπάντων τῶν τῆς ἐπαρχίας αὐτῆς, χρῆσθαι
40προνομίῳ μὴ δυναμένων, κἂν εἰ μείζονες κἂν εἰ τυ‐
χὸν ἐλάττονες, κἂν εἰ πραγμάτων προΐσταντο δυνα‐

222

τοῖς προσηκόντων ἀνθρώποις. Καὶ ἐπιμελήσεταί γε διαφερόντως τοῦ κατ’ ἐκείνους ῥᾳδίως ἁμαρτανομένου τοὺς τόπους, τὸ μὴ συγχωρεῖν τίτλους ἐπιτιθέναι χω‐ ρίοις τισὶν ἀναγεγραμμένους εἴς τινος ὄνομα τῶν ἄλ‐
5λων πλὴν τοῦ δημοσίου τε καὶ τῶν βασιλικῶν οἴκων. ἀλλ’ εἴ τι τοιοῦτον εὕροι γινόμενον, τοὺς μὲν τίτλους αὐτίκα καθαιρήσει, τοῖς δὲ ἐκείνου χωρίοις τοῦ ταῦτα ἁμαρτάνοντος, εἴ γε παρὼν ταῦτα πράττοι, τίτλους ἐπιθήσει πάντως ὀνόματι τοῦ δημοσίου, πρότερον τοὺς
10καθαιρεθέντας τίτλους εἰς τὴν ἐκείνου περιρρηγνὺς κεφαλήν, εἰ δὲ ἀπὼν εἴη, τὸν τῶν χωρίων προεστῶτα συλλαβὼν τὸ σῶμά τε αὐτοῦ βασάνοις ὑποβαλεῖ, τοὺς τίτλους τε καὶ οὕτως εὐθὺς καθαιρήσει εἰς κεφαλὴν τοῦ προεστῶτος τῶν χωρίων αὐτοὺς κατεάξας· γινώ‐
15σκων, ὡς εἰ τοιοῦτό τι περιίδοι καὶ μάθοιμεν τίτλους ἐπικεῖσθαι παρά τινων ἐπιτεθέντας ἄλλων πλὴν τοῦ τε δημοσίου τῶν τε βασιλικῶν οἴκων ἡμῶν τε καὶ τῆς εὐσεβεστάτης Αὐγούστης, τόν τε ἄρχοντα μαθόντα τὸ γενόμενον περιορᾶν, αὐτὸς ὁ τὴν ἀρχὴν ἔχων ὑπο‐
20στήσεται δήμευσιν, ὡς παρὸν ταῦτα ῥᾳδίως κωλύειν τῷ μεγέθει χρώμενον τῆς ἀρχῆς, ὅμως ἐξεπίτηδες τούτων ὑπερορῶν. Κἀκείνου δὲ θέσθαι πρόνοιαν αὐτὸν βουλόμεθα τοῦ πᾶσι λῃστεύουσιν ἐπεξιέναι καὶ τοῖς ἁρπάζουσι
25τοὺς ἀλλοτρίους βίους ἢ καὶ γυναῖκας καὶ ἄλλα ἐγκλή‐ ματα ἐργαζομένοις, συνέχειν τε αὐτοὺς καὶ τιμωρίαις ὑποβάλλειν προσηκούσαις, καὶ πᾶσαν ἀδικίαν ἀναστέλ‐ λειν καὶ μὴ συγχωρεῖν ἔν τινι τοὺς ἐπιεικεστέρους ἀδικεῖν· ὥστε μὴ πάλιν ἡμᾶς ἑτέρων δεῖσθαι τῶν τοῖς
30τοιούτοις ἐπεξιόντων καὶ πάλιν ἀνέχεσθαι βιοκωλυ‐ τῶν τε καὶ λῃστοδιωκτῶν καὶ ἑτέρων τοιούτων ὀνο‐ μάτων τε καὶ πραγμάτων· ἅπερ ἡμεῖς ἀποστρεφό‐ μενοι πρὸς ταύτην αὐτὸν τὴν τάξιν ἠγάγομεν, καὶ οὕτως αὐτῷ σεμνὴν τὴν ἀρχὴν πεποιήκαμεν, ὥστε καὶ
35τὰς ἐκκλήτους τὰς αὐτῷ δικάζοντι διδομένας πρός τε τὴν σὴν ὑπεροχὴν καὶ τοὺς κατὰ καιρὸν τὴν αὐτὴν παραληψομένους ἀρχὴν πρός τε τὸν πανεύφημον κοι‐ αίστωρα τοῦ θείου ἡμῶν παλατίου, οἵπερ κατὰ τάξιν κονσουλτατίονος αὐτῶν ἀκροάσονται, τὰς δὲ ἐλάτ‐
40τους τῶν πεντακοσίων νομισμάτων δίκας τὰς κατὰ τὴν ἐπαρχίαν τὴν αὐτοῦ κινουμένας παρά τισιν ἑτέ‐ ροις οὐ σπεκταβιλίοις, εἰ καὶ ἐκ παραπομπῆς εἶεν, ὅταν
ἐφέσιμοι γίνωνται, πρὸς ἑαυτὸν ἄγειν ἐν τῇ τοῦ θείου

223

δικαστηρίου τάξει, ἵνα πανταχόθεν καὶ αὐτὴ συναριθ‐ μοῖτο ταῖς ἀρχαῖς ταῖς παρ’ ἡμῶν ἐξηυρημέναις καὶ εἰς σεμνότερον ἀναχθείσαις σχῆμα. ἔσονται γὰρ δὴ καὶ αὐταὶ μείζους καὶ τῶν προτέρων ἀξιολογώτεραι,
5καὶ ῥᾳδίως ἡμῖν πρὸς τὰ μείζονα τῶν πραγμάτων ὑπηρετήσονται. μηδὲν γὰρ ἐν μικρῷ καθεστάναι μέγα καὶ τοῖς πρὸ ἡμῶν εἴρηται καὶ ἡμῖν γε αὐτοῖς ἐπ’ αὐτῶν ἐγκέκριταί τε καὶ δεδοκίμασται τῶν ἔργων. Ὑποτεθήσεται τοίνυν ἀπογραφὴ καὶ τῷδε τῷ νόμῳ
10δηλοῦσα, τί μὲν λήψεται παρὰ τοῦ δημοσίου τοῦτο μὲν ὁ τὴν ἐπαρχίαν ἰθύνων αὐτός, τοῦτο δὲ ὁ πάρ‐ εδρος καὶ ἡ τάξις αὐτοῦ. τί δὲ διδοὺς τὰ τῆς ἀρχῆς παραλήψεται σύμβολα. Ὁ δὲ τρόπος, καθ’ ὃν ἄρξει, κανταῦθα μὲν ἐν βραχεῖ διηγόρευται, φανερὸς
15δὲ αὐτῷ καὶ παρὰ τοῦ νόμου γενήσεται τοῦ περὶ πασῶν τῶν ἀρχῶν ἐν κοινῷ γραφέντος καὶ παρὰ τῶν βασιλικῶν ἡμῶν παραγγελμάτων, ἅπερ αὐτῷ δώσο‐ μεν, ὅτε καὶ τὰ τῆς ἀρχῆς διδοίημεν σύμβολα καὶ τὸν ὅρκον ἀπαιτοίημεν, τοῦτο δὴ τὸ κατὰ τὸν νόμον τὸν
20ἡμέτερον γεγραμμένον. 〈Ἐπίλογος.〉 Ταῦτα τοίνυν ἅπαντα ἡ σὴ ὑπεροχὴ γινώσκουσα τοσαύτας τε αὐτῇ τὰς σιτήσεις ἐπιδιδότω οὕτω τε αὐτὴν ἴστω σεμνὴν γενομένην, ὡς πολλοῖς εἰ‐ κότως ἔσεσθαι περισπούδαστον τῇ τοῦ νῦν αὐτῇ δοθέν‐
25τος παρ’ ἡμῶν ἄνθους τε καὶ ἀξιώματος ἐπιθυμίᾳ.
27tΛ
28tΠΕΡΙ ΤΟΥ ΑΝΘΥΠΑΤΟΥ
29tΚΑΠΠΑΔΟΚΙΑΣ.
30tὉ αὐτὸς βασιλεὺς Ἰωάννῃ τῷ ἐνδοξοτάτῳ ἐπάρχῳ
31tτῶν ἱερῶν πραιτωρίων τὸ βʹ, ἀπὸ ὑπάτων καὶ
32tπατρικίῳ.
33Προοίμιον.〉 Ὁπόσον ἐστὶ τὸ Καππαδοκῶν ὄνομά τε καὶ ἔθνος, καὶ ὅπως τὴν ἀρχὴν ἵνα κτηθείη πράγ‐
35ματα παρέσχε Ῥωμαίοις, οἱ τῆς ἀρχαίας πολυμαθείας
οὐκ ἠγνοήκασιν ἐρασταί. τοῦ τε γὰρ Πόντου σχεδὸν

224

παντὸς ἐξῆρχε, καὶ ἄνδρες ὀνομαστότατοί τε καὶ φρον‐ τίδος ἄξιοι Ῥωμαίοις γενόμενοι μεγάλης ἐκεῖθεν ἤρ‐ θησαν. γῆ τε αὐτοῖς ἐστι πολλή τε καὶ θαυμαστὴ καὶ οὕτως ἀρέσασα τῇ βασιλείᾳ, ὡς καὶ ἀρχὴν ἐπι‐
5στῆσαι ταῖς ἐκεῖσε κτήσεσιν ἰδίαν, τῆς Ποντικῆς ἀρχῆς οὐκ ἐλάττω, μᾶλλον μὲν οὖν καὶ μείζω. πολυανθρω‐ ποτάτη τε γὰρ καθέστηκε καὶ πόλιν παρέχεται μεγί‐ στην τὴν τοῦ φιλτάτου Καίσαρος ἡμῖν ἐπώνυμον τοῦ δόντος ἀρχὴν ἀγαθὴν τῇ καθ’ ἡμᾶς μοναρχίᾳ, δι’ ὃν
10ἐν ἅπασι τοῖς τῆς γῆς ἔθνεσιν ὀνομαστότατόν ἐστι τὸ τοῦ Καίσαρος ὄνομα καὶ ᾧπερ ἡμεῖς ἀντ’ ἄλλου τινὸς τῶν τῆς βασιλείας συμβόλων σεμνυνόμεθα. Ταύτην δὴ τὴν χώραν ἀρχῇ παραδεδόσθαι μικρᾷ σφόδρα ἡμῖν ἐφάνη τοῦ προσήκοντος ἀνάξιον, ἄλλως
15τε καὶ στασιάζουσαν αὐτὴν ἀεὶ πρὸς τὴν ἐφεστῶσαν τοῖς ἡμετέροις οἴκοις θεωροῦμεν ἀρχήν. καὶ μεμερισ‐ μένα γε τὰ τῆς πόλεως ἐστί, καὶ τὸ μέν τι ταμειακόν ἐστιν αὐτῆς, ἐλευθερικὸν δὲ καλοῦσι θάτερον, καὶ μία μέν ἐστιν ἡ πόλις τῷ περιβόλῳ. διπλὴ δὲ ταῖς γνώ‐
20μαις· ὥστε καὶ στάσεων ἀφορμαὶ καὶ διχονοίας, καὶ εἴ τι κακὸν ἀνθρώποις ἐνοχλεῖ, παρὰ ταύτης ἐστίν, ὡς γε οἰόμεθα, τῆς προφάσεως. ἣν ἀνελόντες ἰσχύν τε ἅμα καὶ ὁμόνοιαν τῷ πράγματι δώσομεν, ἧς οὐ μήποτε ἂν οὐδὲν ἐν ἀνθρώποις γένοιτο κάλλιον.
25Ταῖς μὲν οὖν ἄλλαις ἀρχαῖς, ἃς ἔναγχος ἐν Πισί‐ δαις τε καὶ Λυκάοσι καὶ Θρᾳξὶ κατεστήσαμεν, ἐκ δι‐ πλῆς τινος συνόδου τὸ σχῆμά τε καὶ ἄθροισμα καθ‐ ειστήκει· ταύτην δὲ δὴ τὴν Καππαδοκῶν μείζονι κατα‐ κοσμῆσαι βουλόμενοι σχήματι τριπλῆν ἐπιτίθεμεν τὴν
30ἐξουσίαν αὐτῇ. ὁ γὰρ κατὰ ταύτην τὴν ἀρχὴν ἡγήσε‐ ται μὲν τοῦ νόμου καὶ τῆς πολιτικῆς ἁπάσης τάξεως, ἡγήσεται δὲ καὶ τῶν στρατιωτῶν τῶν τε ἐπὶ τῆς εἰρημένης χώρας τῶν τε ἐν ταῖς ἄλλαις ἐπαρχίαις τῆς Ποντικῆς διοικήσεως ἱδρυμένων, ἐν αἷς τὰ ταμειακὰ
35χωρία καθέστηκεν, ὥσπερ ἂν εἰ στρατιωτικὸς αὐτό‐ θεν ἐτύγχανεν ἄρχων· δώσομεν δὲ αὐτῷ καὶ τῶν ταμειακῶν ἄρχειν ἀνθρώπων, καὶ πάντες ὁπόσοι τῆς πρώην κομιτιανῆς εἰσι τάξεως (σουμμάριοί τε φαμέν,
καὶ εἴ τι τοιοῦτον ἕτερόν ἐστι) κατακούσονται τούτου.

225

καὶ τριαδικὸν ἔσται τι σχῆμα τὸ συνάγον αὐτῷ τὴν ἀρχήν· ὁ γὰρ αὐτὸς πολιτικός τε ἔσται ἄρχων καὶ στρατιωτικὸς καὶ τῶν ταμειακῶν ἡγήσεται πραγμά‐ των, ὑπουργούσης ἑκατέρας αὐτῷ τάξεως τῆς τε κο‐
5μιτιανῆς, ὕπερ καὶ τὰ οἰκεῖα πράξει καὶ οὐδὲν ἐπικοι‐ νωνήσει τῇ πολιτικῇ τάξει, τῆς τε τοῦ λαμπροτάτου τῆς ἐπαρχίας ἄρχοντος. πᾶσαν δὲ ἀνθυπατιανὴν γε‐ νέσθαι τε καὶ καλεῖσθαι βουλόμεθα, τῆς τάξεως μὲν μίαν ἐχούσης προσηγορίαν, τὴν τῆς ἀνθυπατιανῆς φα‐
10μέν, τὰ μέντοι οἰκεῖα διῃρημένως πραττούσης τῆς τε πρώην κομιτιανῆς τῆς τε πρώην πολιτικῆς, ὥστε τὴν μὲν πολιτικὴν ἐπιμελεῖσθαι τῶν δημοσίων τε καὶ πο‐ λιτικῶν, ὅσα εἰς αὐτὴν ἀνήκειν ἄνωθεν ἴσμεν, τὴν δὲ πρώην κομιτιανὴν τάξιν ἐφεστάναι τῇ τῶν βασι‐
15λικῶν πραγμάτων διοικήσει καὶ τὴν εἴσπραξιν ποι‐ εῖσθαι καθ’ ὅπερ νῦν ὑφηγησόμεθα σχῆμα. Τὸ μὲν γὰρ τῶν ἐπιτρόπων καὶ τῶν τρακτευτῶν ὄνομα οὐδὲ εἶναι παντελῶς βουλόμεθα, πρὸς τὰ ἔμ‐ προσθεν βλέποντες παραδείγματα καὶ τὴν πολλὴν
20αὐτῶν ἐπήρειαν ἣν τοῖς ἀθλίοις ἐπῆγον συντελέσιν. Ὀνομάζεσθαι δὲ βουλόμεθα κατ’ οἰκίαν ἑκάστην κιν‐ δύνῳ τῆς ὅλης κομιτιανῆς τάξεως καὶ τῶν δεκατριῶν τῶν πρωτευόντων, οὓς δὴ μαγίστερας πρώτους καὶ δευτέρους καλοῦσιν, ἑτέρους τοὺς μετ’ αὐτοὺς εὐθὺς
25ἀποκρινομένους δεκατρεῖς, ἕνα, ὡς εἴρηται, κατ’ οἰ‐ κίαν ἑκάστην. τούτους δὲ δὴ τοὺς μετὰ τοὺς προτέ‐ ρους δεκατρεῖς ποιεῖσθαι τὴν εἴσπραξιν καὶ περι‐ σώζειν τὰ οἰκεῖα τῷ δημοσίῳ, προνοεῖν δὲ καὶ τῆς ἀπαθείας τῶν συντελῶν, ἐφ’ ᾧ παρὰ μηδενὸς αὐ‐
30τοὺς μηδεμίαν ὑφίστασθαι βλάβην, γινώσκοντας ὡς ἡ ἐντεῦθεν ἐπιγινομένη ζημία τοῖς ὑποτελέσιν πολλῷ πλέον τὴν αὐτῶν ὄψεται περιουσίαν, οἷα καὶ τοῦ κιν‐ δύνου ἐπ’ αὐτοὺς φερομένου πάσης τῆς δημοσίας εἰσ‐ πράξεως. Μηδ’ ὁτιοῦν δὲ παρέχειν παντελῶς μήτε
35τοὺς πρώην καλουμένους πρώτους καὶ τοὺς δευτέρους μαγίστερας μήτε τοὺς μετ’ αὐτοὺς νῦν δεκατρεῖς, οὓς ἐθεσπίσαμεν τὴν ἄνυσιν τῶν δημοσίων ποιεῖσθαι, μήτε ἄλλον μηδένα τῶν τῆς κομιτιανῆς τάξεως τῷ
κατὰ καιρὸν περιβλέπτῳ ἀνθυπάτῳ ἢ προφάσει ὀνο‐

226

μασίας ἢ ἑτέρας οἱασδήποτε αἰτίας, μόνων ἀνὰ quin‐ quaginta solidorum παρ’ ἑκάστου τῶν δεκατριῶν πρα‐ κτόρων τοῖς προτέροις τρισκαίδεκα μαγίστερσι παρεχο‐ μένων.
5 Αὐτοὺς μέντοι τοὺς ἀπαιτητὰς μηδ’ ὁτιοῦν κομί‐ ζεσθαι πλέον παρὰ τῶν γεωργῶν ἢ τῶν ὅλως ὑπομε‐ νόντων δι’ αὐτῶν τὴν εἴσπραξιν πλὴν τῶν περιεχο‐ μένων τοῖς τύποις Νικητοῦ τοῦ τῆς μεγαλοπρεποῦς μνήμης καὶ ἀφορισθέντων τοῖς ἀπαιτηταῖς. μὴ δυνα‐
10μένων αὐτῶν πλάττειν ὀνόματα καὶ ὑπὲρ τῶν ὀνο‐ μάτων τούτων ἐπάγειν ζημίας ἀσπαστικῶν τε ἕνεκεν ἢ τρακτευτικῶν ἢ ἑτέρας οἱασδήποτε προφάσεως εἴτε εἰς συνήθειάν τινα δῆθεν ἀναφερομένης εἴτε εἰς οἱαν‐ οῦν ἐπήρειαν. τούτων γὰρ πάντων ἐλευθέρους τοὺς
15ἡμετέρους ὑποτελεῖς φυλάττεσθαι βουλόμεθα. μάλιστα γὰρ αὐτοὺς ἐλευθεροῦμεν τοῦ πονηροῦ τε καὶ ὀλεθρίου δασμοῦ ὃν τοῖς κατὰ καιρὸν παρέχοντες τρακτευταῖς ἠλαττοῦντο περί τε τὸ δημόσιον περί τε τὰς οἰκείας ἀποτροφάς· ἀλλὰ κἂν εἴ τις τύπος ἦν βουλόμενος
20παρέχεσθαί τι τοῖς τρακτευταῖς ἢ μακρὰ συνήθεια, καὶ ταύτην ἀναιροῦμεν. αὐτὸ γὰρ δὴ τὸ τοῦ τρα‐ κτευτοῦ περιελόντες ὄνομα καὶ πᾶν τὸ εἰς αὐτὸν ἀνῆ‐ κον εἰκότως συναφαιρούμεθα, ταύτην ἰδικὴν φιλοτι‐ μίαν τοῖς ἡμετέροις ὑποτελέσι διδόντες. εἰ δέ τις
25θαρρήσειε τῶν πρακτόρων ἕτερόν τι λαβεῖν παρὰ τὰ διωρισμένα τῷ τύπῳ Νικητοῦ τοῦ μακαριωτάτου (ταῦτα γὰρ μόνα κομίζεσθαι συγχωροῦμεν αὐτοῖς), ἴστω καὶ τῆς στρατείας καὶ τῆς ἀξίας καὶ οὐσίας ἐκ‐ πεσούμενος τῆς αὑτοῦ.
30 Ἐπειδὴ δὲ εἰκός ἐστιν ἐν τοῖς δέκα καὶ τρισὶ πρά‐ κτορσι (διότι κατὰ βαθμὸν εἰς ταύτην προϊέναι τὴν τάξιν αὐτοὺς θεσπίζομεν) οὐκ εἶναι πρὸς τὸ πρᾶγμα ἐπιτήδειον, μένειν μὲν αὐτῷ καὶ οὕτως τὴν ἐκ τοῦ βαθμοῦ πρόσοδον συγχωροῦμεν, θεσπίζομεν δὲ τοὺς
35δεκατρεῖς τοὺς προτέρους μαγίστερας καὶ πρός γε τοὺς μετ’ αὐτοὺς ἕτερόν τινα βοηθὸν αὐτῷ προσονομάζειν
κινδύνῳ οἰκείῳ καὶ τῶν ὄντων αὐτοῖς πραγμάτων,

227

ὃς τῷ πράγματι χρήσεται προσηκόντως, ὥστε μήτε τὸ δημόσιον ἀδικεῖσθαι διὰ τὴν ἀσθένειαν τὴν ἐκείνου μήτε ἐκεῖνον ἐκπίπτειν τῆς ἐκ τοῦ χρόνου καὶ τοῦ βαθμοῦ παραμυθίας, δηλαδὴ κινδύνῳ τῶν δεκατριῶν
5μαγιστέρων καὶ τῶν ἄλλων τῶν μετ’ αὐτοὺς τῆς τοῦ βοηθοῦ τοῦ μὴ πρὸς τοῦτο ἐπιτηδείου προβολῆς γινο‐ μένης, ὡς εἴρηται. Καὶ μεγάλην ἡμῖν τοὺς τῶν δη‐ μοσίων πράκτορας δεήσει χάριν ὁμολογεῖν ἀπαλλάτ‐ τουσιν αὐτοὺς τῶν πολλῶν ἐκείνων ζημιῶν ἃς ἔμπρο‐
10σθεν τοῖς μαγίστερσι παρέσχον καὶ τῷ κατὰ καιρὸν περιβλέπτῳ κόμητι καὶ τῇ αὐτοῦ τάξει. διὰ τοῦτο δὲ αὐτοὺς τούτων ἁπάντων ἠλευθερώσαμεν, ἵνα μη‐ δὲ αὐτοὶ τοὺς ὑποτελεῖς ἀδικοῖεν διὰ τὰς προφάσεις ἐκείνας ἃς εἰς ἐπήρειαν ἐπινοοῦντες introita τε καὶ
15ἕτερα ὀνομάζοντες τὸν τῶν γεωργῶν καταλύουσι βίον, ἀλλὰ μόνοις ἀρκούμενοι τοῖς παρεχομένοις τοῖς ἐπι‐ τρόποις κατὰ τὸν τύπον Νικητοῦ τοῦ τῆς λαμπρᾶς μνήμης τῶν ἄλλων ἁπάντων ἀπέχοιντο. Αὐτῷ δὲ τῷ περιβλέπτῳ ἀνθυπάτῳ ἁπάντων
20ὁμοίως ἔσται φροντίς, εἴτε καθεστήκοι τι πολιτικὸν εἴτε εἰς τὴν στρατιωτικὴν ἀρχὴν εἴτε εἰς τὴν ταμεια‐ κὴν ἐξουσίαν βλέπον, καὶ οὐδενὸς ἀμελήσει τῶν πάν‐ των, ἐπειδὴ καὶ μείζονα τῶν ἄλλων ἄρχοντα δοῦναι τῷ τόπῳ βουλόμεθα. νενομισμένον γὰρ τοῖς πάλαι
25Ῥωμαίοις ὂν τὰς ἐπαρχίας ἀποκληροῦν ἢ τοῖς γινο‐ μένοις ὑπάτοις ἢ τοῖς ἀντ’ ἐκείνων στελλομένοις, οὓς ἀνθυπάτους ἐκάλουν, διὰ τοῦτο καὶ τὴν Καππαδοκῶν ἀρχὴν ἀνθυπατείαν εἶναι βουλόμεθα· ᾗτινι Ῥωμαῖοι πρότερον τὴν ἐν Ἀφρικῇ κατεκόσμουν ἀρχήν, ἣν ἡμεῖς
30νῦν τοσοῦτον ηὐξήσαμεν, ὡς τὸν παραλαμβάνοντα ταύτην τοῖς ἐνδοξοτάτοις ἐπάρχοις τῶν ἱερῶν ἡμῶν συναριθμῆσαι πραιτωρίων. καλείσθω τε ὁ ταύτης ἡγούμενος τῇ πατρίῳ φωνῇ proconsul Iustinianus Cappadociae ὥστε καὶ τὸ τῆς ἀρχῆς ἔχειν ἴδιον καὶ
35τὸν ἀρχηγέτην συνονομάζειν τῷ πράγματι. δέξαιτο γὰρ ἂν ὁ τῆς ἀρχῆς κρατῶν τὸ τοιοῦτον σχῆμα ῥᾳ‐ δίως, ἐπεὶ καὶ πολλὴν ἔχει τὴν ἐξουσίαν, ἐκτεινομέ‐ νην προφάσει τῆς ταμειακῆς κτήσεως καὶ εἰς τόπους ἐτέρους, καὶ ὅλως ἔσται σεμνὴ τοσούτοις ἐφεστῶσα
40πράγμασί τε καὶ ἀνθρώποις, καὶ διαθήσει γε εὐκο‐ λώτερον ἅπαντα, τῆς στρατιωτικῆς αὐτῷ παραζευγνυ‐
μένης ἰσχύος. τὰ μὲν οὖν πολιτικὰ πράξει κατὰ τοῦτο

228

δὴ τὸ συνειθισμένον, τῶν στρατιωτῶν δὲ ἡγήσεται σφόδρα εὐκόλως, οἷα κἀκείνων ὑποκεκλιμένων αὐτῷ. Προσεχέτω δὲ μάλιστα τὸν νοῦν τῇ τῶν ταμεια‐ κῶν διοικήσει πραγμάτων, ἅπερ εἰς οὕτω δεινὴν καὶ
5πανταχόθεν κεκαπηλευμένην ἐξωλίσθησεν ἐμπορίαν, ὡς μηδενὸς ἄξια σχεδὸν αὐτὰ καθεστάναι. τοσαῦτα γὰρ μεμαθήκαμεν ἁμαρτάνεσθαι κατὰ τὴν χώραν ὅσα μόλις ἀνδρὶ τῶν μεγίστων ἔσται πρὸς θεραπείαν εὔκολα. οἱ γὰρ τὰς τῶν δυνατῶν ἐπιτροπεύοντες
10κτήσεις—ἀλλ’ ἤδη καὶ ἐρυθριῶμεν εἰπεῖν μεθ’ ὅσης ἀλῶνται τῆς ἀτοπίας, καὶ ὡς δορυφόροι τε αὐτοὺς θεραπεύουσι καὶ πλῆθος ἀνθρώπων οὐ φορητὸν ἀκο‐ λουθεῖ, καὶ λῃστεύουσιν ἅπαντες ἀναιδῶς, καὶ θαυ‐ μάζομεν ὅπως ἄχρι νῦν τὸ κατ’ ἐκείνην ὑπήκοον ἐξ‐
15ήρκεσεν ἀδικούμενον. τοιγαροῦν ἡμέρας ἑκάστης εὐ‐ χομένοις τε ἡμῖν καὶ τὰ κοινὰ πράττουσι πλῆθος πρόσεισι Καππαδοκῶν ἀδικουμένων, καὶ πολλοὶ μὲν ἐν αὐτοῖς ἱερεῖς, γυναῖκες δὲ ὡς πλεῖσται, καὶ πάντες ὀδύρονται καὶ τὴν τῶν οἰκείων ἀφαίρεσιν αἰτιῶνται
20πραγμάτων, ἐπεὶ μήτις ἐστὶ σύνεγγυς ὁ τὰ τοιαῦτα κωλύειν ἰσχύων. ἡ ταμειακὴ δὲ κτῆσις ἤδη σχεδὸν ἰδιωτικὴ γέγονεν ὅλη, διασπωμένη τε καὶ ἁρπαζομένη σὺν αὐταῖς ταῖς τῶν ἵππων ἀγέλαις, ἀντιφθεγγομέ‐ νου παντελῶς οὐδενός, ἀλλὰ τοῦ στόματος αὐτοῖς ἐμ‐
25φραττομένου χρυσίῳ. Διὰ ταῦτα τοίνυν ἕνα τῶν ἡμῖν γνωριμωτάτων ἐπιστῆσαι τῇ χώρᾳ ταύτῃ βουλόμεθα, ὃς δὴ ταύτης τῆς τριπλῆς ἡγήσεται τάξεως, μόνος ἐν αὑτῷ τὴν ὅλην περιφέρων ἀρχήν τε καὶ ἐξουσίαν, καὶ χρώμενος
30μὲν τοῖς παρασήμοις τῆς πολιτικῆς ἀρχῆς ὄχημα τε ἐξ ἀργύρου καὶ πέλεκυν καὶ ῥάβδους ἔχων καὶ ὅσα σημεῖα καθέστηκεν ἀρχαῖα τοῦ νόμου, ἐπιτάξει δὲ καὶ τοῖς στρατιώταις, καὶ ἐπιμελήσεται τῶν ταμεια‐ κῶν πόρων, ὥστε φοιτᾶν αὐτοὺς ἀνελλιπῶς ἁπάσαις
35ταῖς ἐπὶ τούτῳ τεταγμέναις ἀρχαῖς, καὶ πολλῷ μᾶλ‐ λον εἰς τὰ ἡμέτερα βασίλεια, καθάπερ καὶ νῦν προσ‐ έρχονται, προφάσει τῶν τε εἰς ἡμᾶς κομιζομένων τῶν τε εἰς τὴν θειοτάτην καὶ εὐσεβεστάτην Αὐγοῦσταν τὴν ἡμετέραν σύμβιον, ἔν τε χρυσίῳ καὶ ἐσθῆτι· οὐ‐
40δὲν γὰρ ἐκεῖθεν ἐλαττωθῆναι βουλόμεθα. οὐ μὴν
κατὰ τὸ τοιοῦτον δίδοσθαι σχῆμα καθάπερ μέχρι νῦν

229

ἔκ τε κλοπῶν καὶ τῆς τῶν ὑποτελῶν ἐπηρείας καὶ δόσεως ὀνόματι (ταῦτα γὰρ ἅπαντα καὶ μισοῦμεν καὶ τῆς ἡμετέρας ἐκβάλλομεν πολιτείας), ἀλλ’ ἐξ αἰτιῶν δικαίων τε καὶ νομίμων, ἃς καὶ ὑποτεθῆναι τῷδε τῷ
5θείῳ ἡμῶν παρεκελευσάμεθα νόμῳ, ὥστε ταύτας κο‐ μιζόμενον τὸν κατὰ καιρὸν ἔχοντα τὴν ἀρχὴν εἰσφέ‐ ρειν, ὡς εἴρηται, τὰς quinquaginta τοῦ χρυσίου λίτρας τῇ θειοτάτῃ Αὐγούστῃ τῇ ἡμετέρᾳ συμβίῳ. τὴν γὰρ ἀρχὴν προῖκά τε καθιστῶμεν ἡμεῖς καὶ ἀδωρότατα
10τὰς χειροτονίας ἐπ’ αὐτῇ τίθεμεν· καὶ ἔσται παντε‐ λῶς οὐδὲ εἷς ὃς ὑπὲρ ταύτης τι λήψεται. Ἀλλὰ καὶ σίτησιν αὐτῷ μὲν ἄχρι χρυσίου λιτρῶν viginti δίδομεν, καθ’ ἃ ὑποτέτακται, τῷ δὲ αὐτοῦ παρέδρῳ ἄχρι χρυσίου λιτρῶν δύο παρέχομεν. λήψεται δὲ καὶ
15ἡ τάξις ἑκατέρα τὸ παρὰ τοῦ δημοσίου μέχρι νῦν χο‐ ρηγούμενον κατ’ οὐδὲν παντελῶς ἐλαττούμενον. οὐδὲ γὰρ κατά τι τὴν ἀρχὴν ταύτην ἐλαττοῦμεν, καὶ μά‐ λιστα τοῦ ἐνδοξοτάτου πραιποσίτου τῶν θείων ἡμῶν κοιτώνων. μένειν γὰρ ἐπὶ Καππαδοκίᾳ καὶ αὐτὴν
20καὶ τὴν ὑπ’ αὐτὴν τῶν καθωσιωμένων παλατίνων σχολὴν ἐπὶ τῆς ὁμοίας ἐξουσίας τε καὶ τάξεως καὶ ταὐτοῦ σχήματος θεσπίζομεν, οὐδὲν μέντοι παντελῶς ἐντεῦθεν κομιζομένην οὔτε λόγῳ συνηθειῶν οὔτε ἀν‐ νόνων, οὔτε ἐν χρυσίῳ οὔτε ἐν ἐσθῆτι οὔτε ἐν ἑτέ‐
25ροις εἴδεσιν, οὔτε παρὰ τοῦ κατὰ καιρὸν ἀνθυπάτου οὔτε παρὰ τῆς αὐτοῦ τάξεως· οὐ γὰρ ἂν ἄλλως τὸ καθαρὸν φυλαχθείη. ὑπὸ μίαν γὰρ τὸ πρᾶγμα συν‐ άγομεν ἐπὶ τῆς χώρας ἀρχήν, ἵνα μὴ τῷ διεσπάσθαι χωλεύῃ.
30 Πρόνοιαν τοίνυν καὶ αὐτὸς ὁ παρ’ ἡμῶν στελλό‐ μενος θήσεται πολλὴν τῆς ταμειακῆς κτήσεως, καὶ ὄψεται τὸ παραιρεθὲν τῆς ταμειακῆς γῆς καὶ μάτην ὑφ’ ἑτέρων κατεχόμενον εἴτε ἐν νομαῖς εἴτε ἐν ἀροσί‐ μοις εἴτε ἐν οἰνοφύτοις τόποις, εἴτε ἐν χωρίοις εἴτε ἐν
35οἴκοις, καὶ ἐκδικήσει τῷ πράγματι τὴν ἀρχαίαν γῆν, οὐδεμιᾶς ἀντιτιθεμένης αὐτῷ χρονίας παραγραφῆς. οὐ γὰρ ἄν τις ἀντιθείη τοιοῦτό τι τῷ δημοσίῳ, οὔτε πρὸς κέρδος πράττων οὔτε ἵνα τὴν οὐσίαν αὐξήσειε τὴν αὑ‐ τοῦ· τοῦτο γὰρ ἐλάττωσις μᾶλλον ἤπερ αὔξησίς ἐστι,
40τὸ χερσὶ ῥυπώσαις χρώμενον οἴεσθαί τι κερδαίνειν,
ὅπερ ὕστερον ἀποτίσει σὺν ἀσεβείᾳ τε καὶ αἰσχύνῃ

230

πολλαπλάσιον. Ἀλλὰ καὶ τὴν πόλιν διαφυλάξει παντοίως ἀτάραχον, καὶ στάσιν οὐ συγχωρήσει λυμή‐ νασθαι τῷ πολιτεύματι. τοὺς δημοσίους τε φόρους ἀγρύπνως καὶ μετὰ δικαιοσύνης εἰσπράξει, οὐδὲν τῶν
5κατ’ ἐκείνους ἀμελῶν οὐδὲ συγχωρῶν ἢ τὸ δημόσιον ἢ τοὺς ἰδιώτας κατά τι περὶ τὰ οἰκεῖα ζημιοῦσθαι, οἷα τὴν κατὰ πάντων ἐξουσίαν ἔχων, εἴτε στρατιῶ‐ ται εἴτε σκρινιάριοι τῶν τε ἐνδοξοτάτων ἐπάρχων τῶν τε ἀνδρειοτάτων εἶεν στρατηγῶν, εἴτε πολιτικὴν
10ἔχοιεν τάξιν εἴτε ταμειακὴν ζώνην, εἴτε ἐπὶ μειζό‐ νων εἴτε ἐπ’ ἐλαττόνων ἀξιωμάτων εἶεν εἴτε ἐν ἱε‐ ρεῦσι τελοῖεν. εἷς γὰρ οὗτος ἅπασιν ἄρχων ἐπιστή‐ σεται τῆς τε αὐτὸς αὐτοῦ δόξης τῶν τε ἡμετέρων νό‐ μων τοῦ τε θεοῦ πρὸ πάντων μεμνημένος· ὃς τοὺς
15μὲν δημοσίους φόρους διὰ τῆς ἀνθυπατιανῆς τάξεως ἀνελλιπῶς εἰσκομίζεσθαι φροντιεῖ, τοὺς δὲ ταμεια‐ κοὺς πόρους διὰ τῶν ὑποκειμένων ἐκείνῳ πρώην τῷ θρόνῳ προσώπων εἰσοίσει, καὶ τοῖς ἐξ ἔθους προσ‐ ταττομένοις παρὰ τῶν ἐνδοξοτάτων πραιποσίτων τῶν
20θείων ἡμῶν προσέχων κοιτώνων· μὴ δυναμένων τῶν κατὰ καιρὸν ἐκπεμπομένων κανονικαρίων παρὰ τοῦ ἐνδοξοτάτου πραιποσίτου μέχρι ὀβολοῦ γοῦν ἑνὸς κο‐ μίζεσθαί τι ἢ ὀνόματι συνηθειῶν ἢ ἑτέρας τῆς οἱασ‐ οῦν αἰτίας παρὰ τοῦ κατὰ καιρὸν σουμμαρίου ἢ
25τῶν τὰς δημοσίας εἰσπράξεις ποιουμένων ἢ τοῦ περι‐ βλέπτου ἀνθυπάτου ἢ τῆς τάξεως τῆς αὐτοῦ ἢ τῶν καλουμένων κατασκευαστῶν ἢ πραιποσίτου ἢ ἑτέρου οἱουδήποτε προσώπου ἀνήκοντος τῇ θείῳ ἡμῶν περι‐ ουσίᾳ. τὸ στρατιωτικὸν δὲ ἑκατέρᾳ τῶν φροντίδων
30τούτων βοηθήσει, παύσει τε τοὺς τῶν δυνατῶν δο‐ ρυφόρους καὶ οὐ συγχωρήσει τὰ χωρία πορθεῖσθαι καὶ λῃστεύεσθαι· οὐδὲ αὐτὸς παρελεύσεται ταῦτα, καθάπερ οἱ πρώην ἐποίουν κόμητες. οὐ μὴν οὐδὲ τοποτηρητὰς ἐκπέμψει, ἀλλὰ τοῖς τῶν τόπων ἐκδίκοις
35καὶ τοῖς ἐκ τῆς αὑτοῦ τάξεως πρὸς ὑπουργίαν χρήσε‐ ται. εἰ δέ που καὶ στρατιωτῶν αὐτῷ δεήσειε, τοὺς ἐκ τῶν τόπων ἐν οἷς ἡ χρεία καλεῖ βοηθεῖν προσ‐ τάξει· καὶ οὗτοι δαπάναις οἰκείαις πάντα πράξουσι καὶ οὐδὲν ζημιώσουσι τοὺς ὑπηκόους οὐδὲ καταναλώσουσί
40τι προῖκα. ἀλλ’ αὐτός τε τούτων ἀφέξεται χρώμενος δαπάναις οἰκείαις ἔνθα ἂν εἴη, κἂν εἰ πρὸς ἑτέραν
αὐτὸν προστάξαιμεν ἐλθεῖν χώραν, ὅ τε πάρεδρος αὐ‐

231

τοῦ καὶ ἡ λοιπὴ θεραπεία ἀνθυπατιανῶν τε καὶ στρατιωτῶν καὶ εἴ τι τούτοις ἅπασιν οἰκετικόν τε καὶ ἐν ὑποζυγίοις ἕπεται· ἀνάγκην ἐχόντων, καθά‐ περ εἰπόντες ἔφθημεν, τῶν στρατιωτῶν, καὶ εἴ τινες
5κατὰ τοὺς τόπους ἔχουσι, σχολάριοι τυχὸν ἢ δομέστι‐ κοι, τοῖς ἐπιτάγμασι πείθεσθαι τοῖς αὐτοῦ, τὸν ἐπὶ τῇ ζώνῃ καὶ τῇ περιουσίᾳ κίνδυνον εὐλαβούμενοι. δίδομεν γὰρ αὐτῷ παρρησίαν καὶ ταύτης αὐτοὺς ἀφαι‐ ρεῖσθαι, εἰ μὴ τοῖς ὑπ’ αὐτοῦ προσταττομένοις ὑπ‐
10ουργοῖεν, διότι βουλόμεθα τὸν τὴν ἀρχὴν ἔχοντα ταύ‐ την φοβερόν τε καὶ αἰδέσιμον τοῖς ὑπηκόοις καθεστά‐ ναι. καὶ γὰρ εἴ τι στρατιώτης ἢ ἀνθυπατιανὸς ἢ σχολάριος ἢ δομέστικος προφάσει τῶν ἐπιταγμάτων τῶν αὐτοῦ ζημιώσειε τὸν ἡμέτερον ὑποτελῆ, τοῦτο
15προσῆκόν ἐστιν αὐτὸν ἐκ τῶν ἐκείνου σιτήσεων οἰκείῳ κινδύνῳ λαβόντα θεραπεῦσαι τὸν ἠδικημένον. οὐ συγ‐ χωρήσει τε παντελῶς οὐδενὶ οὐδὲ τῶν ἐντεῦθεν φοι‐ τώντων ἀδικεῖν τοὺς ἡμετέρους ὑποτελεῖς. Ἀλλὰ καὶ τὸν τῶν δημοσίων ἵππων δρόμον ἀνεπηρέαστον
20φυλάξει οὐδὲν γὰρ ἐξαιροῦμεν τῆς δικαιοδοσίας τῆς αὐτοῦ. καὶ εἴ τις τῶν ἐξ οἱουδήποτε δικαστηρίου πρὸς τὴν χώραν φοιτώντων ἀδικοίη καὶ ὑπὲρ τὸ τε‐ ταγμένον ἀπαιτοίη, τοῦτον μετελεύσεται. Φροντιεῖ δὲ καὶ τῆς πόλεως καὶ τῶν καλουμένων
25σιτωνικῶν καὶ τῶν ἔργων τῶν αὐτῆς, καὶ παρασκευ‐ άσει κατὰ τὸν ἡμέτερον νόμον συγγράφεσθαι τοὺς λο‐ γισμοὺς καὶ δαπανᾶσθαι καὶ τὰ ταμειακὰ καὶ πολι‐ τικά. Καὶ εἴ τινα εὕροι τούτων τῶν τὰς συνήθεις δῆθεν ἐμφανεῖς καθιστώντων προστάξεις, ὅτι τις ἀφ‐
30αιρεῖται τοῦ ὕδατος τοὺς ὁλκούς, ἢ ὅπως τὰ περὶ τὸ τεῖχος διάκεινται, ἢ εἴ τινες εἰσὶ γέφυραι κατὰ τὴν χώραν ὁδοί τε ὅσαι, καὶ εἴ τις ἄλλη τοιαύτη κατὰ τὸ πάλαι κακῶς πολιτευσάμενον καθέστηκε πρόφασις, καὶ τοῦτον ἀπελάσει πάντως τῆς χώρας, οὐ συγχωρῶν
35αὐτῷ οὔτε ἐμφανῆ τοιαύτην καταστήσασθαι πρόσ‐ ταξιν οὔτε κέρδος τι παντελῶς ἐκεῖθεν λαβεῖν. εἰ γάρ τινα συνίδοιμεν ἐποψίαν γενέσθαι, ταύτην ἡμεῖς θείῳ πραγματικῷ χρώμενοι τύπῳ πρὸς τὸν τὴν ἀρ‐ χὴν ἔχοντα ταύτην καὶ τῷ σῷ περὶ τούτων θρόνῳ
40κοινούμενοι τὸ πρᾶγμα διαθήσομεν, ὥστε μηδενὶ τὰς τοιαύτας ἀργυρολογίας βατάς τε καὶ ἐπιδρόμους ῥᾳ‐
δίως γίνεσθαι. ὁ δὲ τὴν ἀρχὴν ἔχων μάλιστα μὲν

232

οἴκοθεν πάντα κωλύσει· εἰ δέ τινος καὶ σφοδροτέρου δεηθείη, μηνύσει τε πρός τε τὴν σὴν ὑπεροχὴν πρός τε τὸν ἐνδοξότατον πραιπόσιτον πρός τε τοὺς ἄλλους πανευφήμους ἄρχοντας, οἷς τίς ἐστι πρὸς τὸ πρᾶγμα
5μετουσία, πρός τε ἡμᾶς αὐτούς· ἡμεῖς τε αὐτῷ τὸ πρακτέον ὑφηγησόμεθα. Σανίδας δὲ ἀνατίθεσθαι κατὰ τὴν ἐπαρχίαν ἧς ἄρχει προσηγορίαν τινῶν ἐχού‐ σας, ἐξῃρημένης τῆς βασιλείας καὶ τοῦ ταμείου, κω‐ λύσει τοσοῦτον ὥστε καὶ δημοσίαν ποιεῖν τὴν οὐσίαν
10τῶν τοιοῦτό τι πράττειν ἐπιχειρούντων καὶ χειρῶν ἀφαιρεῖσθαι τοὺς ταύτας ἐπιτιθέντας, εἰ παρόντες αὐ‐ τοὶ τολμῷεν, εἰ δὲ οἱ τῶν ἀπόντων προνοοῦντες, με‐ γάλαις ἐκείνους ὑποθήσει βασάνοις. τοὺς μέντοι τί‐ τλους ὅστις δήποτε τολμήσειεν εἴτε παρὼν εἴτε ὑπὲρ
15ἀπόντος πράττων ἀναθεῖναι, καθελὼν εὐθὺς περιρρή‐ ξει ταῖς τῶν ἀναθέντων κεφαλαῖς, εἰδὼς ὡς, εἰ ταῦτα μαθὼν ῥᾳθυμήσειεν, αὐτὸς ἐπὶ τοῖς ἑαυτοῦ πράγμασι τῆς δημεύσεως αἰσθήσεται. Τῶν δικῶν δὲ ἐπιμελήσεται σὺν πάσῃ συντονίᾳ,
20καὶ οὐκ ἐάσει τὸ γεωργικὸν καθάπερ μέχρι νῦν ἀδι‐ κεῖσθαι· οὐδὲ ἐνοχλήσουσιν ἡμᾶς ἔτι Καππαδόκαι πολλὰ βοῶντές τε καὶ προσκυνοῦντες καὶ ὀδυρόμενοι, ἀλλ’ αὐτὸς αὐτοῖς διαιτήσει. ἡμεῖς γὰρ εἴ τινα ἴδοι‐ μεν ἐλθόντα ὃς οὐ πρότερον αὐτῷ τὰ οἰκεῖα προσ‐
25ωδύρατο πάθη, τοῦτον αὖθις ἐπὶ τῆς χώρας σὺν ἀτι‐ μίᾳ στελοῦμεν, διότι τὸν ἄρχοντα καταλιπὼν εὐθὺς ἔδραμε πρὸς ἡμᾶς. εἰ δὲ οἱ μὲν προσίοιεν καὶ λέγοιεν τοὺς ἀδικοῦντας, αὐτὸς δὲ ἐκδεδιῃτημένος ἤδη καὶ τρυφῶν οὐκ ἐπιστρέφοιτο τῶν λόγων, ἀλλ’ οἰμώζειν
30τοὺς ἱκετεύοντας καταλιμπάνοι, οἱ δὲ ἀναγκασθεῖεν τρέχειν εἰς ἡμᾶς, καὶ μάλιστα εἰ γυναῖκες εἶεν, ἡμεῖς τε μάθοιμεν ὡς οἱ μὲν προσῆλθον ὁ δὲ οὐκ ἠμύνατο, τὸ πρᾶγμά τε εὐθὺς ὑποπτεύσομεν ὡς ἢ διὰ κέρδος ἢ διὰ χάριν ἢ διὰ θεραπείαν τινῶν γενόμενον, ἑαυ‐
35τούς τε αὐτῷ παντοίως ἀντιστήσομεν, καὶ τριπλῆς αὐ‐ τῷ τῆς ἀρχῆς οὔσης τριπλασίονα καὶ τὴν ἀντίστασιν ἕξει, πολεμοῦντος αὐτῷ τοῦ δικαίου τε καὶ ἡμῶν καὶ τῶν νόμων. Ἅπερ αὐτὸν προσήκει δεδιότα καὶ τῶν
ἡμετέρων παραγγελμάτων ἀναμιμνησκόμενον, ἅτινα

233

δώσομεν αὐτῷ σὺν τοῖς τῆς ἀρχῆς συμβόλοις (ἐκάλουν δὲ ταῦτα καὶ οἱ πάλαι μανδάτα πρινκίπις), πάντα πράττειν κατὰ τὸν ἡμέτερον σκοπόν, γνώμης τε ἰσό‐ τητι καὶ καθαρότητι χειρῶν χρώμενον καὶ δικαιοσύ‐
5νην τιμῶντα, ἧς οὐδὲν ἐν ἀνθρώποις ἐστὶν ἰσχυρό‐ τερόν τε καὶ κάλλιον οὐδὲ οἰκειοῦν θεῷ τε καὶ βασι‐ λεῖ μᾶλλον δυνάμενον. ὄντα γὰρ αὐτὸν τοιοῦτον καὶ οὕτω παρ’ ἡμῶν μαρτυρούμενον μόνον ἅπαντα πράτ‐ τειν κατὰ τὴν ἐπαρχίαν βουλόμεθα, οὐδὲ δικῶν ἑτέρου
10τινὸς ἀκροωμένου, οὔτε ἡμῶν ῥᾳδίως αἱρησομένων ἑτέρῳ τινὶ παραπέμπειν αὐτὰς οὔτε ἐκπεμψόντων τινὰς ἢ προφάσει τοῦ βίας κωλύειν ἢ κατ’ ἄλλην οἱανουνδήποτε αἰτίαν· πρὸς τῷ κἂν εἴ τι τοιοῦτο μέχρι νῦν γέγονεν ἢ ἐκ θείων ἡμετέρων τύπων ἢ ἐκ
15προστάξεων ἀρχικῶν, τοῦτο πᾶσι σχολάζειν τρόποις, αὐτοῦ τὴν ὅλην ἀναλαμβάνοντος τῆς ἐπαρχίας διοίκη‐ σιν καὶ ἑτέρῳ πάροδον ἔχειν παντελῶς οὐ συγχω‐ ροῦντος. Καὶ ταύτην δὲ δὴ τὴν ἀρχὴν κατὰ τὸ τῶν ἀνθ‐
20υπάτων ἴδιον ἐν ταῖς περιβλέπτοις τίθεμεν. Καὶ τάς γε ἐκκλήτους τὰς παρ’ αὐτοῦ τὴν σὴν ὑπεροχὴν ἅμα τῷ ἐνδοξοτάτῳ κοιαίστωρι τοῦ θείου ἡμῶν παλατίου κατὰ τὸ τῶν consultationων σχῆμα κρίνειν βουλό‐ μεθα. εἰ δέ τις ἐξ ἑκατέρας Καππαδοκίας δίκη πεν‐
25τακοσίων ἐλάττων χρυσῶν ἐφέσιμος γένηται, εἴτε ἐξ ἡμετέρας κελεύσεως ὁ δεδομένος εἴη δικαστὴς εἴτε ἔκ τινος ἀρχῆς, ὡς μέντοι μὴ περίβλεπτον αὐτὸν καθ‐ εστάναι, ταύτης αὐτὸς ὁ περίβλεπτος ἀνθύπατος ἀκρο‐ άσεται κατὰ τὸ τοῦ θείου δικαστοῦ σχῆμα καὶ κατὰ
30τὸ θεῖον ἀκροατήριον. δίκαιον γὰρ αὐτῷ καὶ τοῦτο δίδομεν καὶ κοσμοῦμεν αὐτῷ τὴν ἀρχὴν προνομίᾳ τοσαύτῃ, ὅσην οὐδεὶς μέχρι καὶ νῦν ἐν Καππαδόκαις τεθέαται. Ἔστω τε οὖν δίκαιος καὶ ὑψηλογνώμων, καὶ εἰς ἡμᾶς τε καὶ τὸν νόμον ὁρῶν, καὶ γινώσκων
35ὡς εἰ μὲν ταῦτα τηροίη, μενεῖ τε ἐπὶ τῆς ἀρχῆς ἐπὶ μακρὸν καὶ διαδέξεταί γε αὐτὸν ἴσως ἑτέρα μείζων ἀρχή· τῶν δὲ ἡμετέρων ἀμελήσας κελεύσεων καί τινας τῶν δυνατῶν, ἀλλ’ οὐ τὸν νόμον καὶ ἡμᾶς θερα‐ πεύων θᾶττόν τε ἐκπεσεῖται τῶν δοθέντων καὶ τὸ
40λοιπὸν ἐν κατεγνωσμένοις ἔσται, τῆς ἡμετέρας φανεὶς
ἀνάξιος κρίσεως.

234

Μοιχείας δὲ καὶ παρθένων ἁρπαγὰς καὶ πλεονεξίας καὶ ἀνδροφονίας καὶ εἴ τι τῶν τοιούτων ἐστὶ πλημ‐ μελημάτων οὕτω κολαζέτω πικρῶς, ὡς ὀλίγων ἀνθρώ‐ πων τιμωρίᾳ τὸ λοιπὸν ἅπαν διηνεκῶς σωφρονίσαι,
5καὶ ἔστω μετὰ τοῦ νόμου σωφρονιστὴς ἀκριβὴς τῶν ἁμαρτανόντων. οὐ γὰρ ἀπανθρωπία τοῦτο, μεγίστη δὲ δὴ μᾶλλον φιλανθρωπία, τὸ τῇ τῶν ὀλίγων ἐπι‐ στροφῇ πολὺ τὸ σωζόμενον εἶναι. Εἰ δὲ ἀνάσχοιτό τινος ἐπὶ τοιούτοις ἐγκαλουμένου, ὃς αὐτῷ ζώνην ἢ
10ἀξίαν ἢ ἱερωσύνην ἤ τι τοιοῦτο προβαλλόμενος ἤλ‐ πισεν ἑαυτὸν ἐξαρπάζειν τῶν ἐκείνου χειρῶν, ἴστω τῆς ἡμετέρας οὐκ ἄξιος φανησόμενος γνώμης· οὐδε‐ μίαν γὰρ οὔτε ἰσχὺν οἰκείαν οὔτε τὴν ἑτέρωθεν προ‐ στασίαν οὐδεὶς προϊσχόμενος ἐπὶ τοιούτοις ἐγκλήμασι
15διαφεύξεται τὸν νόμον. ἀλλὰ καὶ εἴ τις ἐμβάλλειν ἑαυτὸν τοιαύταις θαρρήσειε προστασίαις, καὶ αὐτὸς ὁμοίαν ὑφέξει τῷ πλημμελήσαντι τὴν ποινήν, ταὐτὸν ὂν ἁμαρτεῖν τε αὐτὸν καὶ τὸν ἁμαρτόντα καὶ πλημ‐ μελήσαντα τηλικαῦτα σπεύδειν ἐξαρπάσαι τῶν τοῦ
20νόμου χειρῶν. Ὑποτεθήσεται δὲ τῷ νόμῳ καὶ ἀπογραφὴ δηλοῦσα, τί μὲν αὐτὸν ἐκ τοῦ δημοσίου λαμ‐ βάνειν καὶ τοὺς περὶ αὐτὸν προσήκει, τί δὲ προφάσει διδόναι τῶν συμβόλων, τί δὲ εἰσφέρειν τῷ εὐσεβεῖ οἴκῳ τῆς θειοτάτης Αὐγούστης τῆς ἡμετέρας συμβίου·
25δηλαδὴ τριμερῶς τῶν quinquaginta librarum auri εἰσ‐ κομιζομένων, τοῦτο δὴ τὸ καὶ ἄνωθεν καὶ μέχρι νῦν κεκρατηκός. Καὶ καθαρῶς τοῖς ἡμετέροις ὑπηκόοις (τοῦτο ὅπερ πολλάκις εἰρήκαμεν) χρήσεται, πρᾶγμα διεσπουδασμένον ἡμῖν καὶ χρημάτων ἀμελῆσαι παρα‐
30σκευάσαν μεγάλων, καίτοιγε ἐν τοσαύταις δαπάναις καὶ πολέμοις μεγάλοις, δι’ ὧν δέδωκεν ἡμῖν ὁ θεὸς πρὸς Πέρσας τε ἄγειν εἰρήνην Βανδίλους τε καὶ Ἀλα‐ νοὺς καὶ Μαυρουσίους χειρώσασθαι, καὶ Ἀφρικὴν ὅλην καὶ πρός γε καὶ Σικελίαν κατακτήσασθαι, καὶ ἐλπί‐
35δας ἔχειν ἀγαθὰς ὅτι καὶ τῶν λοιπῶν ἡμῖν τὴν ἐπι‐ κράτειαν νεύσειεν ὁ θεὸς ὧνπερ οἱ πάλαι Ῥωμαῖοι μέχρι τῶν πρὸς ἑκάτερον ὠκεανὸν ὁρίων κρατήσαντες ταῖς ἐφεξῆς ἀπέβαλον ῥᾳθυμίαις· ἃς ἡμεῖς τῇ παρὰ θεοῦ συμμαχίᾳ θαρροῦντες ἐπὶ τὸ κρεῖττον μεταβάλ‐
40λειν σπεύδομεν οὐδέν τε ὀκνοῦμεν τῶν εἰς ἐσχάτην δυσκολίαν ἡκόντων, ἀγρυπνίαις τε καὶ ἀσιτίαις καὶ τοῖς ἄλλοις ἅπασι πόνοις ὑπὲρ τῶν ἡμετέρων ὑπη‐
κόων διηνεκῶς καταχρώμενοι. Ἐντεύξεται δὲ καὶ τοῖς

235

παραγγέλμασιν ἡμῶν, ἅπερ δώσομεν αὐτῷ μετὰ τῶν συμβόλων τῆς ἀρχῆς, καθὰ ἔμπροσθεν εἰρήκαμεν· καὶ εἴπερ κατ’ ἐκεῖνα πράξειεν ἅπαντα, θαυμαστός τε ἔσται καὶ διὰ πάντων ἄξιος τῆς ἡμετέρας φανήσεται
5ἀρχῆς τε καὶ κρίσεως. 〈Ἐπίλογος.〉 Ταῦτα τοίνυν ἅπαντα τὰ διὰ τοῦδε τοῦ θείου νόμου δηλούμενα ἡ σὴ ὑπεροχὴ γινώσκουσα τάς τε εἰρημένας σιτήσεις τῷ τῆς ἀρχῆς ταύτης διδότω θρόνῳ οὕτω τε αὐτὴν ἴστω σεμνὴν γενομένην, ὡς
10πολλοῖς εἰκὸς ἔσεσθαι περισπούδαστον τῇ τοῦ νῦν αὐτῇ δοθέντος παρ’ ἡμῶν ἄνθους τε καὶ ἀξιώματος ἐπιθυμία.
14tΛΑ
15tΠΕΡΙ ΔΙΑΤΥΠΩΣΕΩΣ
16tΤΩΝ ΤΕΣΣΑΡΩΝ ΑΡΧΟΝΤΩΝ
17tΑΡΜΕΝΙΑΣ.
18tὉ αὐτὸς βασιλεὺς Ἰωάννῃ τῷ ἐνδοξοτάτῳ ἐπάρχῳ
19tτῶν ἱερῶν τῆς Ἕω πραιτωρίων τὸ βʹ, ἀπὸ ὑπά‐
20tτων καὶ πατρικίῳ.
21Προοίμιον.〉 Τὰ μάτην κείμενα καὶ ἐκκεχυμένως εἰ πρὸς τὴν προσήκουσαν ἀφίκοιτο τάξιν καὶ διατεθείη καλῶς, ἕτερά τε 〈ἂν〉 ἀνθ’ ἑτέρων τὰ πράγματα φαί‐ νοιτο καλλίω τε ἐκ χειρόνων ἐξ ἀκόσμων τε κεκοσμη‐
25μένα διηρθρωμένα τε καὶ διακεκριμένα ἐκ τῶν ἔμ‐ προσθεν ἀτάκτων τε καὶ συγκεχυμένων. Τοῦτο καὶ ἐπὶ τῆς Ἀρμενίων χώρας ἁμαρτανόμενον εὑρόντες ᾠήθημεν χρῆναι πρὸς μίαν ἁρμονίαν τάξαι αὐτήν, καὶ ἐκ τῆς εὐταξίας ἰσχύν τε αὐτῇ δοῦναι τὴν προσ‐
30ήκουσαν τάξιν τε ἐπιθεῖναι τὴν πρέπουσαν. Τοιγαροῦν τέσσαρας εἶναι πεποιήκαμεν Ἀρμενίας· τὴν μὲν ἐνδοτάτην, ἧς ἡ μητρόπολις τῇ τῆς εὐσεβοῦς ἡμῶν προσηγορίας ἐπωνυμίᾳ κατακεκόσμηται πρότε‐
ρον Βαζανὶς ἤτοι Λεοντόπολις καλουμένη, ἥνπερ καὶ

236

ἀνθυπατείᾳ τετιμήκαμεν, ἧς Ἀκάκιος προέστηκεν ὁ μεγαλοπρεπέστατος, σπεκταβιλίαν τε ἀποφήναντες τὴν ἀρχὴν καὶ πάντα δόντες αὐτῇ ὁπόσα προσῆκόν ἐστιν ἀνθυπατείαν ἔχειν· στολῇ τε γὰρ αὐτὴν κατεκοσμή‐
5σαμεν ἀνθυπάτου καὶ πάντα ἀκόλουθα τούτοις ἔχειν διετυπώσαμεν. καὶ πόλεις αὐτῇ δεδώκαμεν Θεοδο‐ σιούπολίν τε, ἣν καὶ πρότερον εἶχε, Σάταλάν τε καὶ Νικόπολιν καὶ Κολώνειαν ἐκ τῆς πρώην πρώτης Ἀρμε‐ νίας καλουμένης λαβόντες, Τραπεζοῦντά τε καὶ Κερα‐
10σοῦντα ἐκ Πόντου τοῦ πρώην Πολεμωνιακοῦ καλου‐ μένου, χωρίσαντες αὐτῶν τὰς μὲν τοῦ λαμπροτάτου τῆς ἐπαρχίας ἄρχοντος τὰς δὲ τοῦ περιβλέπτου μο‐ δεράτωρος. ἑπτά τε πόλεσι τὴν ὅλην ἐπαρχίαν περι‐ στήσαντες καὶ ὁπόσα τῆς περιοικίδος ἐστὶν αὐτῶν.
15Δευτέραν δὲ ἐτάξαμεν Ἀρμενίαν τὴν ἔμπροσθεν πρώτην καλουμένην. ἧς ἡγεῖται Σεβάστεια, πόλεις αὐ‐ τῇ προσνείμαντες τήν τε τῶν Σεβαστοπολιτῶν ἣν καὶ πρότερον εἶχε, καὶ πρός γε Κόμανά τε ἐκ τοῦ καλου‐ μένου πρώην Πολεμωνιακοῦ Πόντου καὶ Ζήλαν ἐκ τοῦ
20Ἑλενοπόντου, καὶ μὴν καὶ Βρίσαν, ὥστε ἐν πέντε πόλεσιν εἶναι τὴν ἐπαρχίαν ταύτην, καὶ τὴν ἀρχὴν ἡγεμονίαν οὖσαν καταλιπόντες ἐπὶ τοῦ προτέρου σχή‐ ματος καὶ τὸν ἄρχοντα αὐτῆς οὐδενὶ κοσμήσαντες ὀνόματι μείζονι, ἀλλ’ ὃ πρότερον εἶχε τοῦτο αὐτῷ
25καταλιπόντες. Ἐπὶ τούτοις τε τρίτην Ἀρμενίαν κατεστησάμεθα τὴν πρότερον δευτέραν, ἧς ἡγεῖται Με‐ λιτηνὴ πόλις ἀρχαία, πόλις ἐπίσημος, ἐν καλῷ τε γῆς καὶ ἀέρος κειμένη καὶ οὐδὲ πόρρω διεστῶσα τῶν τοῦ Εὐφράτου ῥευμάτων. ταύτην ᾠήθημεν δεῖν κατὰ τὸ
30παρὸν αὐξῆσαι καὶ εἰς τὸ τῶν σπεκταβιλίων μετα‐ στῆσαι σχῆμα, τόν τε ἄρχοντα ταύτης Ἰουστινιανὸν ὀνομάσαι κόμητα, δοῦναί τε αὐτῷ καὶ ὑπὲρ σιτήσεων solidos septingentos καὶ τῷ γε αὐτοῦ παρέδρῳ soli‐ dos septuaginta duo καὶ τῇ γε αὐτοῦ τάξει solidos
35sexaginta, ἅπαντά τε ἔχειν ὁπόσα τῶν τοιούτων ἐστὶν ἴδια θρόνων. τούς τε πρώην ὀνομαζομένους ταξεώ‐ τας πάντα μὲν πράττειν ὁπόσα καὶ ἔμπροσθεν, καὶ μάλιστα περὶ τὴν δημοσίαν εἴσπραξιν ἠσχολῆσθαι, εἰς
δὲ τὴν τῶν κομιτιανῶν προσηγορίαν μεταβαλεῖν, πάν‐

237

των αὐτοῖς οὕτω φυλαττομένων ὡς ἡνίκα ταξεῶται καθεστήκεσαν. Πόλεις δὲ ὑπεκλίναμεν αὐτῇ τοῦτο μὲν Ἄρκαν καὶ Ἀραβισσόν, τοῦτο δὲ Ἀριαράθειαν καὶ Κόμανα ἑτέραν (καλοῦσι δὲ αὐτὴν καὶ Χρυσῆν)
5καὶ Κουκουσόν, ἃς καὶ πρότερον εἶχεν ἐν ἓξ πόλεσι συνεστῶσα. Συνεστησάμεθα δὲ καὶ τετάρτην Ἀρ‐ μενίαν, ἣ πρότερον οὐκ εἰς ἐπαρχίας συνέκειτο σχῆμα, ἀλλὰ τῶν τε ἐθνῶν ἦν καὶ ἐκ διαφόρων συνείλεκτο βαρβαρικῶν ὀνομάτων, Τζοφανηνή τε καὶ Ἀνζητηνὴ
10ἢ Τζοφηνὴ καὶ Ἀσθιανηνὴ ἢ καὶ Βαλαβιτηνὴ καλου‐ μένη καὶ ὑπὸ σατράπαις οὖσα· ἀρχῆς δὲ τοῦτο ὄνομα ἦν οὐδὲ Ῥωμαϊκὸν οὐδὲ τῶν ἡμετέρων προγόνων, ἀλλ’ ἐξ ἑτέρας πολιτείας εἰσενηνεγμένον. κἀκείνην τοίνυν ἀρχῆς πολιτικῆς ἐκοσμήσαμεν σχήματι, ἄρχοντά τε
15πολιτικὸν ἐγκαταστήσαντες καὶ πόλιν τε αὐτῇ τὴν τῶν Μαρτυροπολιτῶν καὶ τὸ Κιθαριζὸν δόντες φρούριον· καὶ αὐτὴ δὲ ἐν τῷ τῶν ὀρδιναρίων ἀρχῶν κατέστη σχήματι κονσουλαρία παρ’ ἡμῶν γενομένη. ὥστε τεσ‐ σάρων Ἀρμενιῶν οὐσῶν δύο μὲν εἶναι σπεκταβιλίας,
20τήν τε τοῦ ἀνθυπάτου τήν τε τοῦ κόμητος, καὶ ἀνθ‐ ύπατον μὲν εἶναι τὸν τῆς πρώτης ἡγούμενον Ἀρμε‐ νίας. κόμητα δὲ τὸν τῆς τρίτης, τὸν δὲ τῆς δευτέρας καὶ τετάρτης ὀρδιναρίους καθεστάναι. Καὶ ἐπειδήπερ τοῦτο ἡμῖν διεσπούδασται, ὥστε τὰς ἄχρι τῶν πεντα‐
25κοσίων νομισμάτων ἐκκλήτους οὐχὶ πρὸς ταύτην φέ‐ ρεσθαι τὴν εὐδαίμονα πόλιν, ἀλλ’ ἐπὶ τοὺς σύνεγγυς σπεκταβιλίους ἄρχοντας, καὶ τοῦτο διατυποῦμεν, ὥστε τῷ μὲν ἄρχοντι τῆς πρώτης Ἀρμενίας, τουτέστι τῷ ἀνθυπάτῳ, τὰς ἐκ τῆς δευτέρας Ἀρμενίας ἐκκλήτους
30φέρεσθαι, τουτέστι τὰς κατὰ Σεβάστειαν, τῷ δὲ τῆς τρίτης Ἀρμενίας κόμητι, τῷ κατὰ Μελιτηνήν φαμεν, τὰς ἐκ τῆς τετάρτης Ἀρμενίας ἐκκλήτους μέχρι τοῦ
ῥηθέντος ἀνήκειν ποσοῦ.

238

Τούτων τοίνυν οὕτως ἡμῖν διατεταγμένων κἀκεῖνο προσδιορίσαι δίκαιον ἔτι νομίζομεν, ἐφ’ ᾧ προστῆσαι τῆς τρίτης Ἀρμενίας ἄνδρα σεμνόν, ὑπουργηκότα τε ἡμῖν ἤδη καὶ ἄξιον τοῦ τῆς ἀρχῆς ὄγκου καὶ προσχή‐
5ματος. Εὑρόντες τοίνυν Θωμᾶν τὸν μεγαλοπρεπέστα‐ τον ἤδη μὲν ἀρχὰς ἐπὶ τῆς Ἀρμενίων ἀνύσαντα χώ‐ ρας, καὶ τἄλλα δὲ ἄνδρα χρηστὸν καὶ γνησίως ἡμῖν ὑπηρετησάμενόν τε καὶ ὑπηρετούμενον, αὐτὸν ἐπὶ τῇ τῆς ἀρχῆς ταύτης προβαλλόμεθα διοικήσει, ὥστε τέως
10μὲν τῆς ἐπαρχίας ταύτης ἡγεῖσθαι κατὰ τὸ ῥηθὲν ἡμῖν σχῆμα, προνοεῖν δὲ καὶ τῶν ἄλλων ὁπόσα ἂν αὐτῷ [ἢ] διὰ θείων ἐπιτρέψαιμεν commonitoriων εἴτε ἐπὶ τῆς ἐπαρχίας ἣν αὐτῷ παραδεδώκαμεν εἴτε καὶ ἐπ’ ἄλλαις· ὅπερ καὶ πεπράχαμεν θεῖα πρὸς αὐτὸν
15πεποιημένοι commonitoria περὶ πολλῶν καὶ διαφόρων πράξεων, ἅπερ αὐτὸν καὶ εἰς ἑτέρας χώρας προσῆκόν ἐστιν εἰς ἔργον ἀγαγεῖν. Τὰ μέντοι περὶ τὰς ἱερω‐ σύνας, καθὰ πολλάκις εἰρήκαμεν, μένειν κατὰ τὸ πρό‐ τερον βουλόμεθα σχῆμα, οὐδὲν οὔτε περὶ τὸ μητρο‐
20πολιτικὸν δίκαιον οὔτε περὶ τὰς χειροτονίας τοῦ πράγ‐ ματος ἀμειβομένου ἢ καινιζομένου, ἀλλὰ τῶν πρότερον χειροτονούντων καὶ νῦν ἐχόντων τὴν τῆς χειροτονίας ἐξουσίαν, καὶ τῶν προτέρων μητροπολιτῶν ἐπὶ τῆς ἑαυτῶν μενόντων τάξεως, ὥστε μηδὲν τό γε ἐπ’ αὐ‐
25ταῖς καινισθῆναι. Ἐκεῖνο μέντοι τῶν ἀνωμολογημένων ἐστίν, ὡς ἐπειδήπερ τὸν τῆς τρίτης Ἀρμενίας κόμητα οὐ πολιτι‐ κὸν μόνον, ἀλλὰ καὶ στρατιωτικὸν πεποιήκαμεν ἄρ‐ χοντα, ἀναγκαίως ἔχειν καὶ τοὺς στρατιώτας αὐτῷ
30τοὺς κατ’ αὐτὴν ἱδρυμένους ὑποκεῖσθαι, ἄδειαν ἔχοντι, καθὰ τοῖς στρατιωτικοῖς ἄρχουσιν ἐφεῖται. καὶ πρὸς ὄνομα καλεῖν αὐτοὺς καὶ ἐπιζητεῖν καὶ προνοεῖν τῶν σιτήσεων αὐτῶν καὶ ἐπεξιέναι τοῖς κατ’ αὐτούς, εἴ‐ περ ἀδικοῖεν, καὶ μή τι συγχωρεῖν τοῖς στρατιώταις
35ἀδικεῖν τοὺς ὑπηκόους, εἰ δέ τι πράξαιεν σφοδρότερον, καὶ ἐγκληματικῶν ἀκροᾶσθαι δικῶν, κἂν εἰ στρατιῶ‐ ται καθεστήκοιεν, καὶ ἅπαντα πράττειν ὁπόσα τοῖς στρατιωτικοῖς δεδώκαμεν ἄρχουσιν. καὶ ὥσπερ τῷ τε Ἰσαυρίας κόμητι τῷ τε τῆς Πακατιανῆς Φρυγίας καὶ
40πρός γε τοῖς πραίτωρσι Λυκαονίας τε καὶ Πισιδίας

239

καὶ Θρᾴκης καὶ τὸ στρατιωτικὸν ὑπεκλίναμεν, οὕτω καὶ αὐτῷ μὴ μόνην εἶναι τὴν τῶν πολιτικῶν πραγ‐ μάτων τάξιν, ἀλλὰ καὶ τὴν τῶν στρατιωτικῶν ἐξου‐ σίαν τε καὶ ἀρχήν, καὶ εἶναι σεμνὸν αὐτὸν στρατιώ‐
5ταις τε καὶ ἰδιώταις κελεύοντα καὶ πάντα πράττοντα, ὡς μιᾶς δὴ τῆς ἀρχῆς καθεστώσης· καὶ μίαν τίθε‐ σθαι πρόνοιαν τοῦ μηδὲν ἔγκλημα κατὰ τὴν ἐπαρχίαν ἁμαρτάνεσθαι, ἀλλὰ καὶ σωφρονισμοῖς ὑποβάλλεσθαι τοῖς προσήκουσι. ταύτης δὲ δὴ τῆς ἐξουσίας οὐκ ἀφαι‐
10ρούμεθα παντελῶς αὐτὸν ἐπ’ οὐδενὶ προσώπῳ τῶν κατὰ τὴν ἐπαρχίαν ὄντων, εἴτε ἰδιωτικῷ εἴτε στρα‐ τιωτικῷ εἴτε ταμειακῷ· μίαν γὰρ καὶ συνεχῆ τὴν εἰ‐ ρήνην ἐν ἅπασι τοῖς ὑπηκόοις τοῖς ἡμετέροις φυλάτ‐ τεσθαι βουλόμεθα, οὐ τῇ διαφορᾷ τῶν προσώπων
15τὴν κατὰ τῶν νόμων εἰσάγοντες καταφρόνησιν. 〈Ἐπίλογος.〉 Τὰ τοίνυν παραστάντα ἡμῖν ἡ σὴ ὑπεροχὴ κατὰ τὴν τῶν τεσσάρων Ἀρμενιῶν διατύπω‐ σιν, καὶ μάλιστα κατὰ τὴν τῆς τρίτης, ἧς κατὰ πρό‐ φασιν τὸν παρόντα θεῖον ἐποιήσαμεν νόμον, νῦν τε
20καὶ εἰς τὸν ἑξῆς ἅπαντα χρόνον φυλάττεσθαι σπευ‐ σάτω, πάντων πραττομένων καὶ ἐγγραφομένων ταῖς μερικαῖς διατυπώσεσι τῶν ὁμοθρόνων τῶν σῶν, ὁπόσα δίδοσθαι καθ’ ἕκαστον ἔτος προσετάξαμεν.
25tΛΒ
26tΠΕΡΙ ΤΟΥ ΜΗΔΕΝΑ ΔΑΝΕΙΖΟΝΤΑ ΓΕΩΡΓΩΙ ΚΡΑΤΕΙΝ ΤΗΝ
27tΕΚΕΙΝΟΥ ΓΗΝ, ΚΑΙ ΠΟΣΟΝ ΟΦΕΙΛΟΥΣΙ ΛΑΜΒΑΝΕΙΝ
28tΤΟΚΟΝ ΑΠΟ ΤΩΝ ΓΕΩΡΓΩΝ.
29tΑὐτοκράτωρ Ἰουστινιανὸς Αὔγουστος Ἀγερωχίῳ τῷ λαμπροτάτῳ ἄρχοντι Αἱμιμόντου τῆς Θρᾴκης.
30Προοίμιον.〉 Πρᾶγμα δεινὸν καὶ πάσης ἐπέκεινα καὶ ἀσεβείας καὶ πλεονεξίας γινόμενον συνείδομεν
νόμῳ θεραπεῦσαι κοινῷ, οὐκ ἐπὶ τῆς παρούσης μόνον ἀνάγκης, ἀλλὰ καὶ εἰς τὸν ἑξῆς ἅπαντα χρόνον πολι‐

240

τεύεσθαι δυναμένῳ. ἔγνωμεν γὰρ ὥς τινες ἐπὶ τῆς ἐπαρχίας ἧς ἄρχεις ἐτόλμησαν ἐπιλαβόμενοι τοῦ καιροῦ τῆς ἀφορίας τοῦ σίτου δάνεισμα πρᾶξαι πρός τινας ἐπ’ ἐλαχίστῳ μέτρῳ καρπῶν καὶ τὴν αὐτῶν λαβεῖν γῆν ἅπασαν ἀντ’ αὐτοῦ, ὥστε τοὺς μὲν τῶν γεωργῶν φεύγειν, τοὺς δὲ διαφθαρῆναι λιμῷ, δεινήν τε γεγενῆσθαι φθορὰν οὐδὲν τῆς βαρβαρικῆς ἐπιδρομῆς ἐλάττονα.
5 Θεσπίζομεν τοίνυν ἅπαντας τοὺς δανείσαντας ὁσονδήποτε μέτρον τῶν οἱωνδήποτε ξηρῶν καρπῶν τοῦτο ἀπολαμβάνοντας νῦν χωρὶς τῆς οἱασοῦν προσθήκης ἀποδοῦναι τὰ γήδια τοῖς γεωργοῖς, μηδενὸς παντε‐ λῶς θαρροῦντος γῆν κατέχειν προφάσει τῶν εἰρημένων δανεισμάτων, εἴτε ἔγγραφα εἴτε ἄγραφα εἴη, κομιζο‐ μένους δέ, εἰ μὲν οἱ δανεισθέντες εἶεν καρποί, ὀγδόην τοῦ μοδίου μοῖραν ἐφ’ ἑκάστῳ μοδίῳ εἰς ἐνιαυτὸν ὅλον, εἰ δὲ νομίσματα τὰ δανεισθέντα εἴη, ἐφ’ ἑκάστῳ νομίσματι ἐνιαύσιον κεράτιον ἓν προφάσει τόκου.
10τοῦ λοιποῦ δὲ τοὺς δανειστὰς ἀρκουμένους ὀγδόῃ μοδίου μοίρᾳ ἐφ’ ἑκάστῳ μοδίῳ εἰς ἐνιαυτὸν ἕνα (ἢ ἐφ’ ὅσον μένει τὸ δάνεισμα κατὰ τὴν ἀναλογίαν ταύτην) ἢ τῷ κερατίῳ ἀποδιδόναι πάντως, εἴτε γῆν εἴτε ἄλλο τι λαβόντες τύχοιεν ἐνέχυρον, βόας τυχὸν ἢ πρόβατα ἢ ἀνδράποδα. καὶ τοῦτον εἶναι τὸν νόμον κοινὸν ἅπασι, φιλάνθρωπόν τε ἅμα καὶ εὐσεβῆ καὶ τήν τε χρείαν θεραπεύοντα τοῖς δεομένοις τοῖς τε δανεισταῖς φέροντα μετρίαν παραψυχήν.
15Ἐπίλογος.〉 Τὰ τοίνυν παραστάντα ἡμῖν ἡ σὴ λαμπρότης ἔργῳ καὶ πέρατι παραδοῦναι σπευσάτω· εἰδότος τοῦ δανειστοῦ, ὡς εἰ παρὰ ταῦτά τι πρᾶξαι θαρρήσειε, τῆς εἰσπράξεως ἐκπεσεῖται, καὶ ὁ λαβὼν εἶτα ἀδικούμενος ἕξει παραψυχὴν τὸ αὐτὸς μὲν ἀπηλλάχθαι πραγμάτων, τὸν δανειστὴν δὲ ἰδεῖν ἐπὶ τοῖς ἑαυτοῦ
ζημιούμενον.

246

(1t)

ΛΗ
2tΠΕΡΙ ΒΟΥΛΕΥΤΩΝ
3tΩΣΤΕ ΕΝΝΑΟΥΓΚΙΟΝ ΚΑΤΑ‐
4tΛΙΜΠΑΝΕΙΝ ΤΟΙΣ ΕΑΥΤΩΝ
5tΒΟΥΛΕΥΤΑΙΣ ΠΑΙΣΙΝ.
9tὉ αὐτὸς βασιλεὺς Ἰωάννῃ τῷ ἐνδοξοτάτῳ ἐπάρχῳ
10tτῶν ἱερῶν τῆς Ἕω πραιτωρίων τὸ βʹ, ἀπὸ ὑπάτων
11tκαὶ πατρικίῳ.
12Προοίμιον.〉 Οἱ τὴν πολιτείαν ἡμῖν πάλαι κατα‐ στήσαντες ᾠήθησαν χρῆναι κατὰ τὴν τῆς βασιλευού‐ σης πόλεως μίμησιν ἀθροῖσαι καθ’ ἑκάστην πόλιν
15τοὺς εὖ γεγονότας καὶ ἑκάστῃ σύγκλητον δοῦναι βουλήν, δι’ ἧς ἔμελλε τά τε δημόσια πράττεσθαι ἅπαντά τε γίνεσθαι κατὰ τάξιν τὴν προσήκουσαν. οὕτω τοίνυν τὸ πρᾶγμα ἤνθησεν, οὕτως ἐφάνη λαμ‐ πρόν, ὡς τὰς μεγίστας τε καὶ πολυανθρωποτάτας
20οἰκίας βουλευτῶν εἶναι, πλήθους μὲν ὄντος τοῦ βου‐ λεύοντος, τῆς δὲ δοκούσης εἶναι τῶν λειτουργημάτων βαρύτητος οὐδενὶ παντελῶς ἀφορήτου καθισταμένης· τῷ γὰρ εἰς πλῆθος διῃρῆσθαι τὸ βάρος ἀνεπαίσθητον σχεδὸν τοῖς τοῦτο ὑπομένουσιν ἦν. Ἐπεὶ δὲ κατὰ
25μέρος ἤρξαντό τινες ἑαυτοὺς ἐξαιρεῖν τῶν βουλευτι‐ κῶν λευκωμάτων καὶ ἐξευρίσκειν προφάσεις δι’ ὧν πως ἐλεύθεροι τούτων ἔσονται, εἶτα κατ’ ὀλίγον ἠλατ‐ τώθη τὰ βουλευτήρια μυρίων ἐπινοηθεισῶν προφά‐ σεων, ἐξ ὧν ἔμελλε τὰ μὲν ἴδια καλῶς ἕξειν, τὰ δὲ
30κοινὰ καὶ δημόσια διὰ πάντων ἐλαττοῦσθαι. διὰ τοῦτο εἰς ἄνδρας ὀλίγους περιστάντα τὰ λειτουργή‐ ματα κἀκείνοις τὰς οὐσίας κατέσεισε καὶ τὰς πόλεις οὕτως ἠλάττωσεν, ὥστε ὑπὸ τούτους εἶναι τοὺς ὀλε‐ θρίους μισθωτὰς οὓς δὴ βίνδικας καλοῦσι. συμβέβη‐
35κεν οὖν τὸ πολίτευμα μεστὸν μὲν ἐλλειμμάτων, με‐ στὸν δὲ πάσης ἀδικίας γενέσθαι. Ταῦτα ἡμεῖς
πολλάκις ἀνερευνώμενοι ᾠήθημεν χρῆναι θεραπείαν

247

ἐπαγαγεῖν τῷ πράγματι· καὶ ὅσῳ περὶ τοῦτο ἡμεῖς πονούμεθα, τοσούτῳ πᾶσαν ἐξεῦρον οἱ βουλευταὶ τέχ‐ νην κατὰ τῶν ὀρθῶς καὶ δικαίως νενομοθετημένων καὶ κατὰ τοῦ δημοσίου. ἐπειδὴ γὰρ εἶδον ἀναγκαζο‐
5μένους ἑαυτοὺς πᾶσι τρόποις τῇ βουλῇ φυλάττειν τὸ τέταρτον, καὶ τοῦτο μόλις ἐν τοῖς παρ’ ἡμῶν νόμοις ἀποτεθέν, ἤρξαντο διασπᾶν τὰς οὐσίας αὐτῶν, ὥστε ἄποροι τελευτᾶν καὶ οὐχὶ τὸ τέταρτον μέρος, ἀλλ’ ὅλην ἐφεξῆς τὴν ἀπορίαν τῇ βουλῇ καταλιμπάνειν.
10εἶτα ἐπειδὴ καὶ τῶν σωμάτων αὐτῶν ἀποστερῆσαι τὸ βουλευτήριον ἔγνωσαν, ἤδη καὶ πρᾶγμα πάντων ἀσεβέστατον ἐπενόησαν, γάμων ἀπεχόμενοι νομίμων, ὥστε αἱρεῖσθαι μᾶλλον ἄπαιδες τό γε ἐπὶ τῷ νόμῳ τελευτᾶν ἢ καὶ τῷ γένει καὶ τῇ βουλῇ χρήσιμοι φαί‐
15νεσθαι. καὶ αὖθις κατεπράξαντο πρώην τεθῆναι νό‐ μον, ὃς δεκρέτου χωρὶς ἐπέτρεπεν αὐτοῖς τὰ οἰκεῖα δωρεῖσθαι, καίτοιγε τὴν πρᾶσιν μετὰ δεκρέτου γίνε‐ σθαι τοῦ νόμου βουλομένου· ὁ δὲ οὕτως ἦν θαυμα‐ στός, ὥστε μόνην τὴν πρᾶσιν ὑπάγειν τῇ τοῦ δεκρέ‐
20του προσθήκῃ καὶ ταῖς ἐντεῦθεν ἀνάγκαις, τἆλλα δὲ πάντα αὐτοῖς ἐφιέναι πράττειν καθ’ ὃν ἠβούλοντο τρόπον. ταῦτα μετέστησε τὰς βουλευτικὰς οὐσίας εἰς ἕτερα καὶ ἕτερα πρόσωπα, οὐδὲν τῆς βουλῆς ἐντεῦθεν ἐχούσης. τοιγαροῦν εἴ τις ἀριθμήσειε τὰ τῆς ἡμετέρας
25πολιτείας βουλευτήρια, ἐλάχιστα εὑρήσει, τὰ μὲν οὔτε ἀνδρῶν εὐποροῦντα οὔτε χρημάτων, τὰ δὲ ὀλίγων μὲν ἴσως ἀνθρώπων, χρημάτων δὲ οὐδαμῶς. Ἤδη μὲν οὖν κατὰ μέρος ἐθήκαμεν νόμους ἡμεῖς τοὺς βουλο‐ μένους καὶ τὰς πράσεις καὶ τὰς δωρεὰς τὰς ἁπλᾶς καὶ
30πᾶσαν πρᾶξιν ἐκποίησιν ἔχουσαν βουλευτικῶν ἀκινή‐ των πραγμάτων ὑποκεῖσθαι δεκρέτῳ μετὰ τῆς ἐν ἐκείνῳ τῷ νόμῳ κειμένης παρατηρήσεως γινομένῳ. Εἶτα ὕστερον ἐπειδὴ μετὰ ψευδῶν αἰτιῶν ἐποιοῦντο τὰς δωρεάς, καὶ αὐτὸ καθάπαξ ἀνείλομεν τὸ δωρεὰν
35ἁπλῆν ποιεῖσθαι βουλευτὴν εἰς οἱονδήποτε πρόσωπον· ἐξείλομεν δὲ εἰκότως τὰς προγαμιαίας δωρεάς, ἐπειδὴ μηδὲ δωρεαὶ καθάπαξ εἰσίν, ἀλλὰ συναλλάγματός τε εἶδος ἐν ταύταις ἔγκειται καὶ παιδοποιΐας εἰσάγουσιν εὐπορίαν, ὅπερ ἡμῖν καὶ μάλιστα εἰς βουλευτὰς περι‐
40σπούδαστόν ἐστιν. Ἔπειτα ὁρῶντες καὶ περὶ αὐτὸ

248

τοῦτο περιγραφὰς πολλὰς γινομένας, νόμον ἐγράψα‐ μεν, ὥστε ἐκ τρόπου παντὸς χρῆναι τὴν βουλὴν εἴτε μετὰ σώματος εἴτε τούτου χωρὶς πάντως τὸ τριούγ‐ κιον ἔχειν, καὶ μὴ ἔλαττον ἐξεῖναί τινι καταλιμπά‐
5νειν τῇ βουλῇ μηδὲ τεχνάζειν μηδὲ ἐλαττοῦν αὐτὸ κατὰ μηδένα τρόπον, εἴτε παῖς ὁ βουλεύων εἴη εἴτε καὶ αὐτὴ δέχοιτο τὸ τριούγκιον ἡ βουλή. Καὶ οὐδὲ μέχρι τούτων ἔστημεν, ἀλλὰ καὶ τὰς θηλείας τῆς οἰκείας ἐνστάσεως διδόναι τινὰ μοῖραν ἐθεσπίσαμεν,
10ὥστε κατὰ μηδεμίαν πρόφασιν ἐλαττοῦσθαι τῇ βουλῇ καθάπερ εἰπόντες ἔφθημεν, τὸ τεταρτημόριον τῆς πά‐ σης τοῦ βουλεύσαντος οὐσίας. Καὶ τὰς πολλὰς δὲ ταύ‐ τας καὶ ἐκκεχυμένας φιλοτιμίας ἀνείλομεν, οὐ συγχω‐ ροῦντες ἀπαλλάττεσθαι βουλῆς ἄλλως ἢ κατὰ τὴν τῶν
15μεγίστων ἀξιωμάτων κτῆσιν, πατρικιότητός τε καὶ ὑπατείας καὶ ἐπαρχότητος, εἴτε τῆς ἐν πολιτικοῖς εἴτε τῆς ἐν στρατιωτικοῖς (πραεφεκτωρίας γὰρ εἶναι καὶ τὰς στρατηγίας ὁ νόμος ἐπίσταται)· ὥστε εἴ τις πραε‐ φεκτωρίαν ἀρχὴν ἄρξῃ ἐν αὐτῇ τῇ πράξει γενόμενος
20καὶ εἴτε ἄρχων αὐτὴν εἴτε στρατηγῶν, βουλευτικῆς οὗτος ἀπαλλάττεται τύχης κατὰ τὸν ἡμέτερον νόμον, τῶν ἄλλων πασῶν ἐξαιρέσεων ἀνῃρημένων. τὰς γὰρ διὰ μόνην τιμὴν διδομένας τοιαύτας ἀξίας (τὰς πραε‐ φεκτωρίας φαμέν, ταὐτὸ δὲ ἔστιν εἰπεῖν καὶ στρατ‐
25ηλασίας) οὐκ ἐξαιρεῖν τοῦ βουλευτικοῦ λευκώματος τοὺς τούτων τυχόντας ἐθεσπίσαμεν. Ταῦτα μὲν οὖν ἐν τοῖς ἔμπροσθεν ἡμῖν νενομοθέτηται μετὰ πολλῶν ἄλλων, ἅπερ ἔξεστιν ἐξ αὐτῶν τῶν ἤδη κειμένων νό‐ μων λαβεῖν. Ἀπελύσαμεν δὲ καί τινας βουλευτικῆς
30τύχης διαφόρους αὐτοῖς πραγματικοὺς φιλοτιμησάμε‐ νοι νύμους, οὓς ἅπαντας κυρίους εἶναι βουλόμεθα, καὶ τὴν παροῦσαν νομοθεσίαν ἀπὸ τῆς ἑνδεκάτης ἐπινε‐ μήσεως τῆς ἄρτι διελθούσης ἄρχεσθαι, ἐξ οὗπερ ἡμῖν ἐν βουλῇ γέγονεν οὗτος ὁ νόμος. Ἐπειδὴ δὲ ὁρῶ‐
35μέν τινας οὕτως ἀπεχθῶς διακειμένους πρὸς τὰς ἑαυ‐ τῶν πατρίδας, ὥστε αἱρεῖσθαι μᾶλλον ἄλλοις τὰς ἑαυ‐ τῶν καταλιμπάνειν οὐσίας καὶ μόλις τὸ τέταρτον τῇ βουλῇ, καὶ τοῦτο διὰ τὸν ἡμέτερον νόμον, ᾠήθημεν χρῆναι ἀπαιδίας ὑπούσης τοῦτο τὸ μέρος αὐξῆσαι.
40Εἰ τοίνυν μετὰ τόνδε ἡμῶν τὸν νόμον τελευτᾷ
βουλευτὴς παῖδας οὐκ ἔχων οὔτε ἄρρενας οὔτε θη‐

249

λείας, οὗτος τῆς ἑαυτοῦ περιουσίας τὰς τρεῖς μοίρας καταλιμπανέτω τῇ βουλῇ καὶ τὴν τετάρτην οἷς βού‐ λεται. ἔσται γὰρ αὐτῷ ἀντὶ παιδὸς ἴσως ἑνὸς ἢ καὶ πλειόνων ἡ πᾶσα βουλή, ταὐτὸν δ’ ἔστιν εἰπεῖν καὶ
5τὸ τῆς πόλεως πλήρωμα ἐν παίδων τάξει καθεστώς, καὶ εὐφημία διηνεκὴς καὶ ἀθάνατος μνήμη καὶ καρ‐ πὸς τοσοῦτος ὅσος οὐκ ἂν αὐτῷ παρὰ τῶν παίδων ἐγένετο. Εἰ δέ τις γνησίους μὲν παῖδας οὐκ ἔχοι, νόθοι δὲ αὐτῷ καθεστῶσιν, ἐξέστω μετὰ τοῦ τῆς
10βουλῆς ἄχθους γράφειν αὐτῷ καὶ τούτους κληρονό‐ μους· καὶ ἡ γραφή γε ἀντὶ πάσης ἐπιδόσεως ἔστω, καὶ μὴ δείσθω (τοῦτο τῶν παλαιῶν νόμων) ἑτέρας προσ‐ θήκης μηδὲ τῆς ἐν ᾧ περιῆσαν ἐπιδόσεως, ἀλλ’ αὐτό‐ θεν γραφέντες. εἴ γε ἐλεύθεροι καθεστᾶσι, βουλευταὶ
15καὶ κληρονόμοι γινέσθωσαν, καὶ ἐχέτωσαν καὶ αὐτοὶ τὸ τῆς περιουσίας ἐνναούγκιον καθάπερ ἂν ὁ πατὴρ αὐτοῖς διανείμῃ. εἰ δὲ καὶ τὸ πᾶν αὐτοῖς βουληθείη καταλιπεῖν, ἔτι κάλλιον 〈ἂν〉 πράξειε· πλὴν ἀλλὰ μέχρι τοῦ ἐνναουγκίου πάντως αὐτοῖς καταλιμπανέτω, γινώ‐
20σκων ὡς, κἂν εἰ καταλίποι ἔλαττον, ἀλλ’ ἐκ τοῦ νόμου πάντως εἰς τὸ ἐνναούγκιον αὐτοῖς ἡ ἀναπλήρωσις ἔσται τῆς οὐσίας. οἱ δὲ εἴπερ τι τῆς οὐσίας ἐπιθυμοῦσι λαβεῖν, καὶ βουλευταὶ γινέσθωσαν· εἰ δέ τινες μὲν ἕλοιντο, τινὲς δὲ παραιτήσαιντο, ἐπὶ τοὺς αἱρουμένους
25τὰ τῶν παραιτουμένων ἐρχέσθω μέρη εἰ δὲ ἅπαντες ἀπείποιεν, τηνικαῦτα ὡς ἀπαιδίας οὔσης οὕτως ἐπὶ τὴν βουλὴν ἐρχέσθω τὸ ἐνναούγκιον. Εἰ δὲ ὁ μὲν σιγήσειε, παίδων δὲ αὐτῷ γνησίων οὐκ εἴη σπορά, τηνικαῦτα τὸ μὲν τέταρτον ἐπὶ τοὺς
30ἐξ ἀδιαθέτου κληρονόμους ἐρχέσθω, οἱ παῖδες δὲ οἱ νόθοι, εἰ βούλονται ἑαυτοὺς ἐπιδοῦναι τῷ βουλευτη‐ ρίῳ. προσδεχέσθωσαν καθάπερ ἂν θελήσειαν, εἴτε πάντες εἴτε τινὲς ἐξ αὐτῶν, πάντως τοῦ ἐνναουγκίου τῆς περιουσίας εἰς τοὺς βουλεύοντας ἢ τὸν βουλεύοντα
35περιισταμένου. Εἰ δὲ καὶ ἐκ δούλης αὐτῷ τεχ‐ θέντες εἶεν, εἶτα αὐτοὺς ἐλευθερώσειεν ἢ περιὼν ἢ ἐν τῇ διαθήκῃ, καὶ ἐπιδοίη τούτους, καὶ οὕτως προσ‐ δεχέσθωσαν καὶ ἔστωσαν βουλευταί, καθάπερ ὁ δια‐ θέμενος ἠβουλήθη ἢ καθάπερ ἡ αὐτῶν ἐπιθυμία πε‐
40ποίηκεν ἐπιδόντων ἑαυτοὺς τῇ βουλῇ, ληψόμενοι καθά‐

250

περ εἴρηται τὸ ἐνναούγκιον. πανταχοῦ γὰρ βουλόμεθα, κἂν εἰ διάθοιτο κἂν εἰ μὴ βουλευσάμενος ἀπέλθοι, τοὺς εἰς τὴν βουλὴν ἐρχομένους τὸ ἐνναούγκιον λαμ‐ βάνειν. εἰ δὲ ἐλευθερώσειε μὲν μόνον, οὐ μὴν ἐπι‐
5δοίη, καὶ οὗτοι βούλονται ἢ τὶς ἢ τινὲς ἐξ αὐτῶν πρὸς τὸ βουλευτήριον ἰδεῖν, κἀκεῖσε τὸ ἐνναούγκιον τῷ βουλεύοντι ἢ τοῖς βουλεύουσιν κατὰ τὴν ἀναλογίαν διδόσθω. εἰ δὲ μηδεὶς τῶν νόθων ἢ βουληθείη ἢ ἐπιδοθείη, τηνικαῦτα τὸ ἐνναούγκιον ἡ βουλὴ λαμ‐
10βανέτω. Εἰ δὲ γνησίων εἴη παίδων πατήρ, ἐνταῦθα τὸ πρᾶγμα διακριτέον, εἴτε μόνων ἀρρένων εἴτε μόνων θηλειῶν εἴτε μεμιγμένης γονῆς, ὥστε τὸν νόμον παν‐ ταχόθεν ἔχειν τὸ τέλειον καὶ τὸ τῇ βουλῇ συμφέρον.
15Εἰ μὲν οὖν ἄρρενες αὐτῷ μόνοι καθεστήκοιεν παῖδες, ἢ ἔγγονοι τυχὸν ἄρρενες ἐκ προτελευτησάντων υἱῶν, τὸ ἐνναούγκιον εἰς πάντας καθάπερ ἂν βουληθείη μεριζέτω, οὕτω μέντοι ὥστε κατὰ μηδὲν ἐλαττωθῆναι τὸν νόμον τὸν περὶ τῶν ἀκαθηκουσῶν διαλεγόμενον
20διαθηκῶν, πλὴν εἰ μὴ τρόπος ἀχαριστίας τοῦτο ποιή‐ σειεν· οὐδὲ γὰρ τὰ ἐπὶ τούτοις τεθειμένα νόμιμα παν‐ τελῶς ἀναιροῦμεν. ἐκείνου μέντοι πάντως φυλαττο‐ μένου, ὥστε τὸ ἐνναούγκιον πρὸς τοὺς μὴ ἀχαρίστους παῖδας μερίζειν, καὶ κατὰ τοσοῦτον ἕκαστον ὑπεισιέναι
25τὰ βουλευτικὰ τοῦ πατρὸς λειτουργήματα, καθ’ ὅσον αὐτοῖς ὁ πατὴρ διένειμε τὴν οὐσίαν, τοῦ τριουγκίου μόνου τῇ τοῦ πατρὸς καταλιμπανομένου γνώμῃ. ἔνθα ἂν αὐτὸ παραχωρῆσαι βούληται εἴτε πρὸς τοὺς παῖ‐ δας εἴτε καὶ πρὸς ἕτερον.
30 Εἰ δὲ πᾶσαι θήλειαι καθεστήκοιεν, εἰ μὲν τῆς αὐ‐ τῆς πόλεως γαμηθεῖεν βουλευταῖς, ἄδεια ἔσται τῷ πατρί, εἴπερ γεγαμημέναι τυγχάνοιεν ὡς εἴρηται βου‐ λευταῖς, διαιρεῖν εἰς αὐτὰς τὴν ὅλην οὐσίαν ἢ πάντως γοῦν τὸ ἐνναούγκιον καθάπερ ἂν βουληθείη, τῷ νόμῳ
35κἀνταῦθα προσέχων τῷ τὰ ἐξ ἀδιαθέτου τάττοντι. εἰ δὲ αἱ μὲν ἐξ αὐτῶν γεγάμηνται βουλευταῖς, αἱ δὲ οὐχὶ τοιούτοις, τὸ μὲν ἐνναούγκιον πάντως καταλιμ‐ πανέσθω παρὰ τοῦ πατρὸς ταῖς τῶν βουλευτῶν γυ‐
ναιξί, διαιρούμενον κἀνταῦθα καθάπερ 〈ἂν〉 ὁ πατὴρ

251

βουληθείη, τὸ δὲ λειπόμενον εἰς τὰς μὴ βουλευταῖς τῆς αὐτῶν πατρίδος γαμηθείσας, ἢ καὶ εἰς ἑτέρους, δηλαδὴ τῆς νομίμου μοίρας κἀκείναις πάντως ἀποσω‐ ζομένης. εἰ δὲ μήπω γάμων ἔτυχον, τηνικαῦτα ἐπὶ
5τούτῳ τῷ ὅρῳ γράφειν αὐτὰς ἢ τινὰ ἢ τινὰς ἐξ αὐ‐ τῶν εἰς τὸ ἐνναούγκιον κληρονόμους, ἐφ’ ᾧ πάντως γαμηθῆναι τῆς αὐτῆς πόλεως βουλευταῖς. ἢ εἰ μὴ τοῦτο βούλεται αὐτός, ἢ αὐτὸς μὲν γράψειεν αἱ δὲ οὐκ ἀνάσχοιντο, τὸ μὲν ἐνναούγκιον ἐπὶ τὸ βουλευτή‐
10ριον τῆς πόλεως ἐρχέσθω, τὸ δὲ τριούγκιον μόνον εἰς τὰς πάσας καθ’ ὅνπερ ὁ νόμος βούλεται μεριζέσθω τρόπον, ἐν λόγῳ καὶ τῶν προικῶν αὐταῖς γινομένων. Εἰ δὲ ἄρρενές τε καὶ θήλειαι καθεστήκοιεν, οἱ μὲν ἄρρενες πάντως τὴν ἡμίσειαν ἐχέτωσαν μοῖραν τῆς
15περιουσίας, αἱ δὲ θήλειαι τὴν λειπομένην ἡμίσειαν, οὐ τελείαν μέντοι· δώσουσι γὰρ αὐταὶ τὸ τέταρτον τοῖς βουλεύουσιν ἀδελφοῖς, πλὴν εἰ μὴ βουλευτῶν εἶεν γα‐ μεταὶ πᾶσαι ἢ τινὲς ἐξ αὐτῶν. εἰ γὰρ εἰς τοιούτους ἔλθοιεν γάμους καὶ βουλευταῖς τῆς οἰκείας πατρίδος
20ζευχθεῖεν, τηνικαῦτα ἐλευθερωθήσονται τῆς τετάρτης μοίρας, οἷα δοκοῦσαι καὶ αὐταὶ διὰ τῶν ἀνδρῶν ἕως περίεισι μετέχειν τοῦ λειτουργήματος. Ταῦτα ἡμεῖς νομοθετῆσαι δεῖν ᾠήθημεν, οὐχ ὥστε ἀφελέσθαι τοὺς ἀνθρώπους τῆς τῶν οἰκείων διοικήσεως, ἀλλ’ ὥστε
25τὰς πόλεις μὴ τελείως ἐξερημωθῆναι βουλῆς, μηδὲ περινοίαις τισὶν ἴσως καὶ ἀσεβέσιν ἐλαττοῦσθαι τὰ βουλευτήρια. τοιγαροῦν ἐμάθομέν τινας καὶ ἀπηγο‐ ρευμένους τῷ νόμῳ συναλλάττειν γάμους, ὥστε ἐν‐ τεῦθεν μὴ γνησίους ἀλλὰ νόθους αὐτοῖς τίκτεσθαι
30παῖδας, κἀκείνοις δῆθεν ὡς ἐξωτικοῖς καταλιμπάνειν καὶ οὕτως ἀποστερεῖν τὴν βουλὴν τῆς ὀφειλομένης αὐτῇ περιουσίας. Κἀκεῖνό γε μὴν ἐξ αὐτῆς εὑρόντες τῆς πείρας ὡς
κατὰ τῶν βουλευτηρίων γίνεται, καὶ πολλοὶ δῆθεν

252

λέγοντες ἢ ταμειακῆς ἢ κωμητικῆς ἢ κογχυλευτικῆς ἢ ἄλλης καθεστάναι καταστάσεως τὸν ἕτερον τῶν αὐτῶν γονέων πειρῶνται προσνέμειν ἑαυτοὺς ἢ ταῖς ταμειακαῖς ἢ ταῖς κωμητικαῖς ἢ κογχυλευτικαῖς ἢ ἑτέραις οἱαισδή‐
5ποτε τύχαις καὶ τὸ βουλευτήριον ἐκκλίνειν· θεσπίζο‐ μεν τοίνυν μηδεμίαν εἶναι τοιαύτην τέχνην κατὰ τοῦ δημοσίου. ἀλλὰ πάντως, εἴτε ἐκ ταμειακῆς μητρὸς εἴτε ἐκ κογχυλευτικῆς εἴτε ἐκ κωμητικῆς γεννηθείη παῖς βουλευτῇ, τὴν βουλευτικὴν τύχην κρατεῖν βουλόμεθα.
10βουλευταὶ μὲν γὰρ ἐλάχιστοι πανταχόσε τῆς ἡμετέρας εἰσί, ταμειακοὶ δὲ καὶ κωμῆται καὶ κογχυλευταὶ εἰς πλῆ‐ θος ἐκκεχυμένοι καθεστᾶσι, καὶ προσῆκόν ἐστι μᾶλλον τὰ βουλευτήρια τῶν πόλεων αὔξεσθαι ἐν ὀλίγοις σώ‐ μασι στενοχωρηθέντα ἢ πλῆθος πλήθει προσθεῖναι.
15Εἰ δέ τινες ὀνόματι τῆς οἰκείας μητρὸς ὡς ταμειακῆς ἢ κογχυλευτικῆς ἢ κωμητικῆς τύχης οὔσης ἑαυτοὺς ἐξ‐ ελεῖν τῆς βουλευτικῆς ἐπειράθησαν ἢ καὶ πειραθεῖεν τύχης, ἀπὸ τῆς ἄρτι διελθούσης decimae ἐπινεμήσεως καὶ αὐτῆς, τὰ κατὰ τοῦτον πραχθέντα τὸν τρόπον
20εἴτε ἐκ τῆς θείας αὐλῆς εἴτε ἀλλαχόθεν ἀργὰ καὶ ἀν‐ ίσχυρα ἔστω, καὶ τοὺς τοιούτους βουλευτὰς τὸ λοιπὸν εἶναι θεσπίζομεν. εἰ γάρ τι πέπρακται πρὸ τῆς δε‐ κάτης ἐπινεμήσεως, τοῦτο βεβαίως καὶ ἐπὶ τῆς ἰσχύος τῆς ἑαυτοῦ μένειν βουλόμεθα.
25 Ἐξαιροῦμεν δὲ τῆς παρούσης ἡμῶν θείας διατάξεως Θεοδόσιον καὶ τοὺς αὐτοῦ ἀδελφούς, καὶ τοὺς υἱοὺς Ἰωάννου τοῦ ἐπίκλην Ξίσκων, οἵπερ ἑαυτοὺς εἰς τα‐ μειακὴν καίτοι βουλευτῶν ὄντες πατέρων ἔγραψαν τύχην πρὸ τῆς δεκάτης ἐπινεμήσεως, καὶ πᾶν εἴ τι
30γέγονεν ἐπ’ ἐλευθερίᾳ τούτων ἀναιροῦμεν. οὐδενὸς γὰρ αὐτοὺς ἀπολαύειν τῶν πεπορισμένων βουλόμεθα, ἀλλὰ βουλευτὰς εἶναι καὶ τὰ βουλευτῶν πράττειν καὶ τοῖς λειτουργήμασι τοῖς βουλευτικοῖς προσέχειν, οὐ‐ δενὸς καθάπερ εἰπόντες ἔφθημεν βοηθεῖν αὐτοῖς πρὸς
35τοῦτο δυναμένου, κἂν εἴ τι πεπορισμένον αὐτοῖς εἴτε ἐκ τῆς αὐλῆς εἴτε ἄλλοθεν εἴη. 〈Ἐπίλογος.〉 Τὰ τοίνυν παραστάντα ἡμῖν καὶ ἐπ’
ὠφελείᾳ τῶν πόλεων καὶ τῶν βουλευτηρίων δόξαντα

253

καὶ τῷδε τῷ θείῳ δηλούμενα νόμῳ ἡ σὴ ὑπεροχὴ καὶ φυλάττειν καὶ ἔργῳ παραδιδόναι σπευδέτω, ποινῆς ἐπικειμένης viginti librarum auri κατὰ τῶν τόνδε ἡμῶν τὸν νόμον παραβαίνειν θαρρούντων.
6tΛΘ
7tΠΕΡΙ ΑΠΟΚΑΤΑΣΤΑΣΕΩΣ
8tΠΡΟΙΚΙΜΑΙΩΝ ΚΑΙ ΠΡΟΓΑΜΙ‐
9tΑΙΩΝ ΠΡΑΓΜΑΤΩΝ. ΚΑΙ ΠΕΡΙ
10tΤΗΣ ΤΕΚΟΥΣΗΣ ΤΩΙ ΕΝΔΕΚΑ‐
11tΤΩΙ ΜΗΝΙ ΜΕΤΑ ΤΗΝ ΤΟΥ
12tΑΝΔΡΟΣ ΤΕΛΕΥΤΗΝ.
13tὉ αὐτὸς βασιλεὺς Ἰωάννῃ τῷ ἐνδοξοτάτῳ ἐπάρχῳ
14tτῶν ἱερῶν τῆς Ἕω πραιτωρίων τὸ βʹ, ἀπὸ ὑπάτων
15tκαὶ πατρικίῳ.
16Προοίμιον.〉 Τὸ ῥευστὸν καὶ πεποικιλμένον τῆς ἀνθρωπίνης φύσεως καὶ τῆς κατὰ μικρὸν δεόμενον θεραπείας οὐκ ἂν ἄλλως εἰς τὸ καλῶς ἔχον ἐπανέλθοι, κἂν εἰ τὰς πρώτας τις αὐτοῦ κυβερνήσειεν ἀρχάς, εἰ
20μὴ καὶ τὸ κατὰ μέρος αὐτοῦ ἐπανιστάμενον διαλύων οὕτως αὐτὸ καθισταίη πρὸς τὸ γαληνόν τε καὶ ἀτά‐ ραχον καὶ νόμῳ πρέπον. ὁποῖον δή τι καὶ νῦν ἐπελ‐ θὸν εἰς νόμου χρείαν ἡμᾶς κατέστησεν. Ἴσμεν γὰρ ὡς καὶ πρώην ἐστασιάζετο τὰ περὶ τῶν ἀποκαταστά‐
25σεων, καὶ εἰ συνέβη τινὰς ὑποθήκας ὑποθέσθαι τοὺς βαρυνομένους, πολλῆς τὸ πρᾶγμα ταραχῆς ἦν, εἴτε
δέοι καὶ τὰ ἀποκαταστῆναι κελευσθέντα πράγματα

254

κινδυνεύειν εἴτε μόνα τὰ τοῦ βεβαρημένου τῇ ἀπο‐ καταστάσει· καὶ πολλή τις ἦν καὶ περὶ αὐτὴν τὴν τῶν ῥημάτων διαφορὰν ζήτησις, εἴτε ὁ τελευτῶν δια‐ τάξαιτο τὰ περιττεύοντα πρὸς τῇ τελευτῇ τοῦ βεβα‐
5ρημένου τῇ ἀποκαταστάσει πράγματα δεῖν ἀποκατα‐ στῆναι, εἴτε καὶ ἁπλῶς ἀποκαταστῆναι τὸ καταλειφθὲν μετὰ τὴν παρακατάσχεσιν τοῦ νομίμου μέρους κελεύ‐ σειε· καὶ εἰσήγοντο καὶ fideicommissου persecutionες καὶ ἐξ ἀπορίας αἱ in rem missionες, καὶ οἱ πολλοί τε
10ἐκεῖνοι καὶ ποικίλοι· καὶ ἀνέκλυτοι σχεδὸν τῆς ῥηθεί‐ σης in rem missionος κύκλοι. καὶ ὡς ἡμεῖς πρώην ταῦτα ἰώμενοι νόμον ἐγράψαμεν, καθάπαξ κωλύοντες τὰ ἀποκαταστάσει βεβαρημένα πράγματα μὴ ἐκποιεῖ‐ σθαι ἢ ὑποτίθεσθαι, ἀλλὰ μετὰ τῆς οἰκείας ὁδεύειν
15τύχης, καὶ παρ’ ᾧπερ ἂν γένοιτο μὴ μένειν ἰσχυρῶς, ἀλλ’ ἐπανιέναι πρὸς τὸν ᾧ δοθῆναι προσετάχθη. καὶ ὅ γε νόμος ἤδη που καὶ χρόνιός ἐστι καὶ ἐν τοῖς δι‐ καστηρίοις εὐδοκιμῶν διετέλεσεν· ἀλλ’ ἔμελλεν, ὅπερ εἰπόντες ἔφθημεν, ὁ φέρειν ἅπαντα πεφυκὼς χρόνος
20δεικνύναι δεῖν τινὸς ἐξαιρέσεως ἀναγκαίας τῷ νόμῳ. Προσῆλθον γὰρ ἡμῖν ἄνδρες τε καὶ γυναῖκες ἐκ τού‐ των ἀδικούμενοι. τελευτήσαντος γὰρ ἀνδρὸς ἐπί τινος κινηθείσης ὑποθέσεως ἡ μὲν γαμετὴ τήν τε φερνὴν εἰσέπραττε τῆς τε δωρεᾶς τῆς πρὸ τῶν γάμων ἤτοι
25διὰ τὸν γάμον γενομένης τὸ μέρος, ὅπερ ὁ τοῦ ἀνδρὸς αὐτῇ θάνατος ἐδίδου· ὁ δὲ τοῦ τελευτήσαντος ἀδελ‐ φὸς ἑτέρωθεν ἀντείχετο τῶν πραγμάτων, καὶ τὴν τοῦ πατρὸς προὐτείνετο βουλήν. καὶ ἀφεῖλκε τῆς γυναικὸς τὰ πράγματα, φάσκων τὸν μὲν ἀδελφὸν τὸν αὑτοῦ
30ταῦτα δαπανῆσαι, ἑαυτὸν δὲ παρὰ τῇ γυναικὶ βλέπειν τὰ πατρῷα πράγματα, ἅπερ ὁ πατὴρ ἐξ ἀπαιδίας ἀποκαταστῆναι προσέταξεν αὐτῷ, καὶ ἀντιλήψεσθαι μέχρι παντὸς αὐτῶν καὶ οὐκ ἐνδώσειν, ἕως ἂν τὸ ἱκανὸν τῷ ἡμετέρῳ νόμῳ διὰ πάντων γένοιτο. ἀλλ’
35ὠδύρετο δικαίως ἡ γυνὴ καὶ ἔφασκεν οὐ δίκαιον εἶναι καθάπερ ἐπ’ ἐξαπάτῃ κύριον μὲν τὸν ἄνδρα γενέσθαι τῆς προικὸς ἁπάσης, καὶ εἴγε προτελευτᾶν τὴν γυ‐ ναῖκα συνέβαινε, τὸ κέρδος ἔχειν κατὰ τὸ σύμφωνον, ἐπειδὴ δὲ ὁ ἀνὴρ ἐτελεύτησεν, ἑαυτὴν ἀγνοοῦσαν τὴν
40ὑποκατάστασιν ἀπολέσθαι κινδυνεύειν. ἀλλ’ ἐνταῦθα

255

μὲν δέδοται τῷ πράγματι τύπος, ὃν ἔχειν καλῶς ἐνο‐ μίσαμεν. Αὖθις δὲ ἕτερος ἱκέτης ἀνεφαίνετο, λέγων τὸν τῆς γυναικὸς πατέρα τὴν οὐσίαν ὑποκαταστῆσαι τοῖς ἄλλοις αὑτοῦ παισίν, ἐλαχίστην δὲ μοῖραν μόνην
5παρ’ αὐτῇ κελεῦσαι μένειν, καὶ μέγαν αὐτὸν περιίστα‐ σθαι κίνδυνον, εἴγε ἡ μὲν αὐτοῦ περιουσία κινδυνεύοι περί τε τὴν τῆς προικὸς ἀποκατάστασιν περί τε ὁλό‐ κληρον τὸ ἐκ τῶν γαμικῶν συμβολαίων ἐπὶ τῇ πρὸ γάμου δωρεᾷ σύμφωνον, αὐτῷ δὲ οὐδενὸς ἐξείη τυχεῖν
10τούτων διὰ τὴν ἐκ τῆς ἀποκαταστάσεως τῶν πραγμά‐ των ἀφαίρεσιν. Ταῦτα ἡμᾶς εἰκότως ἐκίνησε, καὶ ἄμεινον ᾠήθημεν τὸν ἡμέτερον ἐπανορθῶσαι νόμον ἢ τοὺς ὑπηκόους περιορᾶν κινδυνεύοντας, καὶ μάλιστα ἐν γάμοις, ὧν οὐδέν ἐστιν ἀνθρώποις χρησιμώτερον,
15οἶα καὶ μόνων ποιεῖν ἀνθρώπους δυναμένων. Διά τοι τοῦτο τὸν παρόντα τίθεμεν νόμον, τὰ μὲν ἄλλα πάντα τῆς πρώην παρ’ ἡμῶν τεθειμένης δια‐ τάξεως κύρια μένειν βουλόμενοι, τουτὶ δὲ καινίζοντες μόνον, ἵνα εἴ τις τὸ λοιπὸν ἀποκατάστασιν ποιοῖτο
20τῶν ἑαυτοῦ πραγμάτων, πρῶτον μὲν φυλάττοι τῷ παιδὶ τὸ νόμιμον μέρος, οὐ τὸ τέταρτον (τοῦτο γὰρ ἐπηνωρθώσαμεν, πενίαν αὐτοῦ πολλὴν καταγνόντες), ἀλλὰ τὸ τρίτον πάντως ἢ τὸ ἥμισυ κατὰ τὸν τῶν παίδων ἀριθμόν· ἔπειτα καὶ [εἰς] τὸ λειπόμενον τῆς
25οὐσίας μέρος, ἐν ᾧ μὴ ἀρκοίη τὸ νόμιμον μέρος πρὸς προικὸς ἢ προγαμιαίας δωρεᾶς ἐπίδοσιν εὐσχημόνως καὶ πρὸς τὴν τῶν προσώπων ποιότητα συμμετρου‐ μένης, ἐξῃρῆσθαι καὶ αὐτὸ τῆς ἀποκαταστάσεως, καθ’ ὅσον προστιθέμενον τῷ νομίμῳ μέρει τὴν προῖκα ἢ
30τὴν πρὸ γάμου ποιεῖ δωρεάν. θεσπίζομεν γὰρ κατὰ τοῦτον τὸν τρόπον ἐξῃρῆσθαι παντοίως τῆς ἀποκατα‐ στάσεως τὰ γαμικὰ συμβόλαια καὶ τὰς ἐπὶ τούτοις ἐκποιήσεις ἢ ὑποθήκας· κἂν εἰ βεβαρημένον εἴη τὸ πρόσωπον ἢ τὸ τοῦ ἀνδρὸς ἢ τὸ τῆς γυναικὸς ἀποκατα‐
35στάσει τοιαύτῃ, ἐξέστω καὶ οὕτως τὴν καλουμένην
προγαμιαίαν ἢ διὰ γάμον δωρεὰν ἐπιδιδόναι, μηδὲν

256

τό γε ἐπὶ τοῖς πράγμασιν ἐκείνοις τῆς ἀποκαταστά‐ σεως δρώσης· εἴτε γυνὴ τῇ ἀποκαταστάσει βαρύνοιτο, μὴ ἐμποδὼν γίνεσθαι πρὸς τὴν τῆς προικὸς ἐπίδοσιν. τὰ γὰρ κοινῇ πᾶσι συμφέροντα τῶν ἰδίᾳ τισὶ λυσιτε‐
5λούντων προτίθεμεν. καὶ ἔστω τοῦτο ταῖς γαμικαῖς ἐπιδόσεσι καὶ ταῖς ἐντεῦθεν ἀπαιτήσεσι προνόμιον. εἰ γὰρ καὶ οἱ πρὸ ἡμῶν ἐκ τῶν γενικῶν ὑποθηκῶν πολλὰ κατὰ πρόληψιν ἐξεῖλον, καίτοιγε οὐχ οὕτως ἡμῖν ἀναγκαῖα καθεστῶτα, πῶς οὐχ ἡμεῖς ἐκ μείζονός
10τε καὶ καλλίονος γνώμης τὴν τῶν γαμικῶν κερδῶν ἐξαίρεσιν ποιησόμεθα; Ταῦτα δὲ πάντα τῷ μέλ‐ λοντι χαριζόμεθα χρόνῳ καὶ ταῖς ὕστερον ἐσομέναις ἀποκαταστάσεσιν ἢ τόνδε γενέσθαι τὸν νόμον. οὐδὲ γὰρ ἐκεῖνο γενέσθαι συγχωροῦμεν τὸ βλάβος, [ἵνα] εἴ
15τις γυνὴ ὀλίγην ἔχουσα προῖκα εἶτα τὸν νόμον μα‐ θοῦσα τὸν ἡμέτερον, ἢ εἴ τις ἀνὴρ μετρίαν ποιησάμε‐ νος προγαμιαίαν δωρεὰν πρὸς περιγραφὴν τοῦ νόμου βουληθείη αὔξησιν ἢ τῆς προικὸς ἢ τῆς προγαμιαίας δωρεᾶς ποιήσασθαι, τὸ ἕλκειν πρὸς ἐπιβουλὴν τῶν
20ἀποκαταστάσεων. καὶ ταύτην γὰρ ἀναιροῦμεν τὴν περιγραφήν, οὐδὲν ὄφελος ἔχειν διδόντες τοῖς ποιου‐ μένοις τὰς ἐπαυξήσεις ὅσον πρὸς τὴν ἐπὶ ταῖς ἀπο‐ καταστάσεσι βλάβην, καθαρὸν τῷ μέλλοντι χρόνῳ τὸν ἡμέτερον τηροῦντες νόμον. Ἓν μὲν οὖν τοῦτο
25κεφάλαιον ἔσται τῷ παρόντι νόμῳ. Δεύτερον δὲ ἐκεῖνο τὸ περὶ τῶν γυναικῶν τῶν μετὰ τοὺς προτέρους γάμους πρὸς δεύτερον ἐπειχθεισῶν συνοικέσιον καὶ πρὶν τὸν ἐνιαυτὸν ἐξήκειν, ὃν δὴ πέν‐ θιμον οἱ νόμοι καλοῦσιν· ἃς ἐτιμωροῦντο διατάξεις
30τρεῖς τῶν πρὸ ἡμῶν αὐτοκρατόρων, καὶ ἡμεῖς ἔναγχος τὸν περὶ τούτων γράψαντες νόμον μετά τινων ἐπ‐ ανορθώσεων καὶ τὰ περὶ αὐτῶν νομοθετηθέντα ἐν βραχείᾳ τινὶ μοίρᾳ τῆς ἡμῶν αὐτῶν νομοθεσίας προσ‐ ηκάμεθα. ἀλλ’ ἀναιδέστατόν τι νῦν ἀπήντησεν, ὅπερ
35ἐπὶ τοῖς ἡμετέροις συμβῆναι χρόνοις οὐκ ἠβουλόμεθα, ὥστε ἡμῖν εἰκότως ἔδοξεν ἐπανορθώσεως ἄξιον καθ‐ εστάναι. Γυνὴ γὰρ εἰς ἀνδρὸς ἐλθοῦσα τοῦτον ἀπέ‐ βαλεν, ὡς ἔοικε καὶ ἔτι περιόντος αὐτοῦ τὸ μὴ σω‐
φρονεῖν ἐννοοῦσα. οὔπω γὰρ ἐξήκοντος τοῦ ἔτους κατὰ

257

τὸν ἑνδέκατον μῆνα περαιούμενον ἔτεκεν, ὥστε οὐκ εἶναι δυνατὸν εἰπεῖν ὡς ἐκ τοῦ τελευτήσαντος γένοιτο τὸ βρέφος· οὐ γὰρ ἂν εἰς τοσοῦτον ἡ κύησις ἐξετάθη χρόνον. καὶ ἐπειδὴ καὶ τοῦτο ἕν ἐστι τῶν ἐπιτιμίων
5τῶν τοὺς ἀώρους γάμους πραττόντων τὸ τὴν γαμετὴν ἐκπίπτειν εὐθὺς τῆς προγαμιαίας δωρεᾶς τῆς παρὰ τοῦ ἀνδρὸς ἐπιδεδομένης, ὥστε καὶ αὐτίκα ταύτην ἀπολλύναι καὶ μηδὲ τὴν χρῆσιν ἔχειν, εἰκότως οἱ παῖ‐ δες οἱ τῷ θαυμαστῷ τῆς μητρὸς τοκετῷ περιυβρισμέ‐
10νοι τὴν γοῦν προγαμιαίαν τοῦ πατρὸς ἠξίουν λαβεῖν δωρεάν, καὶ μὴ κερδαίνειν ὀφείλειν τὴν γυναῖκα παρὰ τοῦ ἀνδρὸς ὃν οὕτω θᾶττον ἠτίμασεν. ἡ δὲ—ἀλλὰ πῶς εἴπωμεν τὰ παρ’ αὐτῆς ἐρυθριῶμεν—οὐκ ἀξίαν ἔλεγεν ἑαυτὴν εἶναι τῆς ἐκπτώσεως, διότι τὸν νόμον
15ἠπίστατο περὶ νομίμων διαλεγόμενον γάμων. ἑαυτῇ δὲ γάμον οὐ γενέσθαι παρὰ τὸν πρότερον, ἀλλὰ τὸν τοκετὸν τοῦτον εἶναι φυσικῆς ἐπιθυμίας πάρεργον. Ἀλλ’ ὅτι μὲν αὕτη καὶ μυρίοις ἑτέροις ὑπόκειται σω‐ φρονισμοῖς ἐξαμαρτοῦσα stuprον, τῶν ἀνωμολογημέ‐
20νων ἐστίν, καὶ τῶν γε ποινῶν ἐκείνων αὐτὴν οὐκ ἀφίεμεν, τέως δὲ (φειδόμεθα γὰρ τῶν τοῦ τελευτή‐ σαντος παίδων) ἐπάγομεν ἔκπτωσιν αὐτῇ τῆς πρὸ τῶν γάμων δωρεᾶς καὶ ἐπὶ τούτου τοῦ θέματος, ἣν ἐπὶ τῶν νομίμοις προσιουσῶν εἴσω τοῦ πενθίμου χρόνου
25γάμοις ἔταξεν ὁ νόμος. εἰ γὰρ ἐκείνας ὁ νόμος ἀτι‐ μωρήτους οὐ καταλέλοιπε, καίτοιγε νόμιμον γάμον πραξάσας, διότι τυχὸν ὑπώπτευσε μή τις προϋπῆν ὑποψία πονηρὰ πρὸς τὸν δεύτερον γήμαντα, διόπερ καὶ θᾶττον εἰς τὸν γάμον ἔσπευσε. πῶς [οὐκ] ἐνταῦθα,
30ὅπου τὸ πρᾶγμα μὴ καθ’ ὑποψίαν ἐστὶ μόνην, ἀλλ’ αὐτόθεν ἔλεγχος ἀκριβὴς καὶ ἀπαραλόγιστος ἐδόθη τῷ πλημμελήματι ὁ πάντων οὗτος ἀσεβέστατος τοκετός, ἀνεύθυνον αὐτὴν καταλείψομεν; Ὥστε θεσπίζομεν, εἴ τι τοιοῦτο συμβαίη καὶ πρὸ τοῦ πενθίμου χρόνου
35τέκοι γυνὴ πρὸς τῷ πέρατι τοῦ ἔτους, ὥστε ἀναμφισ‐ βήτητον εἶναι τὸ μὴ τὴν γονὴν ἐκ τοῦ προτέρου καθ‐ εστάναι συνοικεσίου, παντοίως αὐτὴν στέρεσθαι τῆς προγαμιαίας δωρεᾶς καὶ κατὰ δεσποτείαν καὶ κατὰ χρῆσιν, ὑποκειμένην καὶ τοῖς ἄλλοις ἅπασιν ἐπιτιμίοις,
40ὡς ἂν εἰ δευτέροις ἔτυχε πρὸ τοῦ πενθίμου χρόνου
νομίμοις ὁμιλήσασα γάμοις. μὴ γάρ ποτε πλεῖον ἐχέτω

258

σωφροσύνης ἀσέλγεια· ἀλλ’ ὑποκείσθω μὲν καὶ αὕτη ταῖς αὐταῖς ποιναῖς, κινδυνευέτω δὲ καὶ περὶ τὴν ἐλ‐ πίδα τῆς ἀπὸ τοῦ stuprου γραφῆς, ὅπως ἂν μήτε γά‐ μων ἀώρων ἐπιθυμοίη μήτε τοὺς νομίμους γάμους
5μείζονι κακῷ σοφίζοιτο. 〈Ἐπίλογος.〉 Τὰ τοίνυν παραστάντα ἡμῖν καὶ διὰ τοῦδε τοῦ θείου δηλούμενα νόμου ἡ σὴ ὑπεροχὴ γινώ‐ σκουσα κατὰ τὸ σύνηθες διὰ προγραμμάτων οἰκείων φανερὰ πᾶσι καταστησάτω.
10 Νόμος ἐγράφη Ἰωάννῃ τῷ ἐνδοξοτάτῳ ἐπάρχῳ τῶν ἱερῶν τῆς Ἕω πραιτωρίων τὸ βʹ, ἀπὸ ὑπάτων καὶ πατρικίῳ.
14tΜ
15tΠΕΡΙ ΤΟΥ ΤΗΝ ΕΚΚΛΗΣΙΑΝ
16tΤΗΣ ΑΓΙΑΣ ΑΝΑΣΤΑΣΕΩΣ
17tΕΚΠΟΙΕΙΝ ΟΙΚΗΜΑΤΑ ΚΑΤΑ
18tΤΗΝ ΑΥΤΗΝ ΚΕΙΜΕΝΑ ΠΟΛΙΝ.
19tὉ αὐτὸς βασιλεὺς Πέτρῳ τῷ ὁσιωτάτῳ καὶ μακαριω‐
20tτάτῳ ἀρχιεπισκόπῳ Ἱεροσολύμων.
21Προοίμιον.〉 Ἤδη μὲν τὰ περὶ τῆς κωλύσεως τῶν ἐκκλησιαστικῶν ἐκποιήσεων νόμῳ κοινῷ διηγό‐ ρευται παρ’ ἡμῶν, ὃν δὴ καὶ κρατεῖν καὶ κύριον ἐφ’ ἅπασιν εἶναι βουλόμεθα. ἐπειδὴ δὲ τοῦ συμφέροντος
25ἁπάσαις ἐκκλησίαις προνοεῖν προσήκει, διαφερόντως δὲ τῆς ἁγίας Ἀναστάσεως καὶ τοῦ τόπου καθ’ ὃν ὁ τοῦ κόσμου δημιουργὸς ἠξίωσεν ἐν ἀνθρωπίνῃ καταστῆ‐ ναι γενέσει, διὰ τοῦτο ᾠήθημεν τὸν παρόντα γράψαι νόμον οὐκ ἐπ’ ἀνατροπῇ τῶν ἤδη παρ’ ἡμῶν νενο‐
30μοθετημένων, ἀλλ’ ἐπί τινι προσηκούσῃ τε καὶ ἀναγ‐ καίᾳ τοῖς πράγμασιν ὠφελείᾳ. πᾶσι γάρ ἐστιν ἀν‐ θρώποις φανερὸν τὸ τὴν ἁγιωτάτην Ἀνάστασιν τοὺς
ἐκ πάσης τῆς οἰκουμένης ἐκεῖσε συρρέοντας, ὧν τὸ

259

πλῆθος ἄπειρον εἰπεῖν, καὶ ὑποδέχεσθαι καὶ τρέφειν, καὶ ποιεῖσθαι δαπάνας ἀμέτρους τε καὶ παρὰ πάσας ἐλπίδας τοῖς ἐκεῖσε ἀθροιζομένοις ἀρκούσας, καὶ τὴν θαυματουργίαν τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν
5Ἰησοῦ Χριστοῦ τοῦ πλῆθος ἀμύθητον ἐξ ὀλίγων ἐκ‐ θρέψαντος ἄρτων καθ’ ἡμέραν δεχομένην. ὥστε αὐτῇ καὶ πόρων δεῖν πλειόνων καὶ προφάσεων εὐσεβῶν, καθ’ ἃς μέλλοι δυνατὴ καθεστάναι πλήθει βοηθεῖν τοσούτῳ. Ἔγνωμεν τοίνυν ὡς κατὰ τὸ παρὸν
10Εὐσέβιος ὁ θεοφιλέστατος πρεσβύτερος καὶ κειμηλιάρ‐ χης τῆς κατὰ τὴν βασιλίδα ταύτην πόλιν ἁγιωτάτης ἐκκλησίας παραγενόμενος ἐν τῇ ῥηθείσῃ τῶν Ἱεροσο‐ λυμιτῶν πόλει καὶ τὸν σεμνὸν αὐτοῦ καὶ θεοφιλῆ καὶ νῦν ἐνδεικνύμενος τρόπον, δι’ οὗ πολλαῖς καὶ μεγά‐
15λαις καὶ δικαίαις αὐξήσεσι τὴν τῆς ἁγιωτάτης ἐκκλη‐ σίας ηὔξησε πρόσοδον, ἴσχυσε τριακοσίων ὀγδοήκοντα χρυσίου λιτρῶν ὠνήσασθαι πρόσοδον τριάκοντα μικρῷ πλεῖον ἢ ἔλαττον χρυσίου λιτρῶν, τὰ μὲν τῶν χρη‐ μάτων ἀθροίσας εὐσεβῶς, τὰ δὲ καὶ δανείσασθαι
20παρασκευάσας τοὺς θεοφιλεστάτους οἰκονόμους τῆς εἰ‐ ρημένης ἁγίας Ἀναστάσεως. ἐδίδαξέ τε ἡμᾶς, ὡς οἱ δανεισταὶ τὰ οἰκεῖα λαβεῖν ἐπιζητοῦσι, καὶ ὡς ἕτερον εὗρε παράδοξον πόρον. πολλῶν γὰρ συρρεόντων καὶ ἐπιφοιτώντων τῇ ῥηθείσῃ τῶν Ἱεροσολυμιτῶν πόλει
25πόθῳ τῶν ἀνειμένων τῷ θεῷ τόπων, ἐπιθυμοῦσιν ὠνήσασθαι οἰκήσεις ἐκκλησιαστικὰς χρυσίου πολλοῦ, ὅπως ἂν αὐτοῖς ἐξείη τῆς κατὰ τὸν εἰρημένον τόπον ἀπολαύειν οἰκήσεως, μὴ δύνασθαι δὲ ταῦτα πρᾶξαι τοὺς προεστῶτας τῆς ἁγίας Ἀναστάσεως δέει τοῦ νό‐
30μου τοῦ παρ’ ἡμῶν ἐπὶ ταῖς ἐκκλησιαστικαῖς ἐκποι‐ ήσεσι τεθέντος, καίτοιγε τοσαύτης οὔσης τῆς ὠφελείας, ὥστε εἰς ἐνιαυτοὺς πεντήκοντα βούλεσθαί τινας τὰ στεγονόμια ταῦτα ὠνήσασθαι, καντεῦθεν πολλοῦ τε καὶ οὐδὲ εἰπεῖν ὅσου τοῦ διαλλάττοντος γινομένου,
35εἴπερ ἡ μὲν κτῆσις τῇ ἁγιωτάτῃ ἐκκλησίᾳ προσγέγονε τῆς προσόδου περίπου τῶν τριάκοντα τοῦ χρυσοῦ λι‐ τρῶν (καὶ ταῦτα θαυμασίας καθεστώσης) μόλις ἐπὶ τρισκαίδεκα ἔτεσιν, ἡ δὲ τῶν οἰκημάτων πρᾶσις ἐπὶ πεντήκοντα ἐνιαυτοῖς γενήσεται, καὶ μάλιστα τοῦ πράγ‐
40ματος ἐν οἰκήμασιν ἱσταμένου, ἅπερ τυχηραῖς ἁπάσαις ὑπόκειται περιστάσεσιν, εὐθὺς συναπολλύμενα ταύ‐ ταις καὶ ἴχνος οὐδ’ ὁτιοῦν περισώζειν ῥᾳδίως δυνά‐ μενα, εἴπερ ἔκ τινος (ἀπείη δὲ τοῦτο καὶ τοῦ λόγου)
περιστάσεως κατενεχθείη ἢ ἄλλως ἀναλωθείη.

260

Ταῦτα ἡμᾶς ἀφικέσθαι πρὸς τὸν παρόντα νόμον παρεσκεύασεν, ὃν ἀνατίθεμεν τῷ δεσπότῃ θεῷ καὶ τῇ τῶν πασῶν ἐκκλησιῶν ἁγιωτάτῃ Ἀναστάσει. δι’ οὗ θεσπίζομεν τὰ μὲν ἄλλα πάντα 〈τοῦ περὶ τῶν ἐκκλη‐
5σιαστικῶν ἐκποιήσεων νόμου κρατεῖν καὶ〉 ἐπὶ τῆς ἁγιωτάτης Ἀναστάσεως προφάσει χωρίων ἐκκλησιαστι‐ κῶν (οὐδὲ γὰρ αὐτῇ παντελῶς ἐφίεμεν πρᾶσιν οὐδε‐ μίαν ποιεῖσθαι χωρίων), ἐπὶ μέντοι τῶν οἰκημάτων χαλῶμέν τι τῆς ἀκριβείας τοῦ νόμου. εἰ γὰρ ἐπ’ ὠφε‐
10λείᾳ τῶν ἁγιωτάτων ἐκκλησιῶν τοῦτον ἐγράψαμεν, ὁρῶμεν δὲ τηλικαύτην ἐν τῷ πράγματι τὴν ὠφέ‐ λειαν οὖσαν, πῶς οὐκ ἂν διὰ τοῦ παρόντος νόμου τοῦτο αὐτοῖς ἐφήσομεν, πᾶσαν διδόντες καὶ τοῖς πι‐ πράσκουσιν ἄδειαν καὶ τοῖς ὠνουμένοις ἀσφάλειαν; καὶ
15μάλιστα ἐπειδὴ σύνισμεν τῷ χρόνῳ θᾶττον ἄξοντι πάλιν τὰ οἰκήματα πρὸς αὐτήν, οἷα τῶν ταῦτα ὠνου‐ μένων ὥσπερ διὰ τὴν περὶ τὸ θεῖον σπουδὴν ἐώνην‐ ται ταῦτα, οὕτω καὶ ἐπειδὰν τελευτῷεν αὐτῇ ταῦτα καταλιμπανόντων. Ἐξέστω τοίνυν αὐτῇ τῇ ἁγιωτάτῃ
20ἐκκλησίᾳ ποιήσασθαι τὴν τῶν οἰκημάτων πρᾶσιν, μη‐ δὲν εὐλαβουμένῃ τὸν νόμον τὸν ἐν γένει περὶ τούτων κείμενον, διότι νόμῳ νεωτέρῳ τὴν ὑποδιαίρεσιν ἔσχεν, οὐδέ τινος ποινῆς ἐκεῖθεν καθ’ οἱουδήποτε προσώπου παντελῶς ἁρμοζούσης· εἴς τε τὸν ἐφεξῆς χρόνον
25αὐτὸ τοῦτο πράττειν, εἴ πού τι τηλικοῦτον ἀνακύψειεν ὄφελος, ὡς πολλαπλάσιον ἀγαθὸν ἀντ’ ἐλαχίστου τῇ ἁγιωτάτῃ προσιέναι διὰ τῆς ἐκποιήσεως Ἀναστάσει. πᾶσαν ἐχόντων ἀσφάλειαν τῶν ταῦτα ὠνουμένων νῦν τε καὶ εἰς τὸν ἑξῆς ἅπαντα χρόνον, καὶ οὐδεμίαν
30ἀφαίρεσιν εὐλαβουμένων οὐκ αὐτῶν, οὐ κληρονόμων αὐτῶν, οὐ διαδόχων, οὔτε νῦν οὔτε εἰς ἕτερον χρόνον, διὰ τὸ κατὰ τὸν παρόντα νόμον αὐτοὺς θαρροῦντας ὑπεισελθεῖν τὴν ἀγορασίαν οὐκ εἶναι δικαίους τινὰ ὑποστῆναι περὶ τούτου ταραχὴν ἢ μέμψιν ἢ ζημίαν
35ἢ ἀφαίρεσιν. δεκρέτου δηλαδὴ πραττομένου παρὰ τῇ σῇ μακαριότητι παρόντων τῶν ἐκ τοῦ εὐαγοῦς κλήρου, καὶ δεικνυμένης τῆς αἰτίας καθ’ ἣν ἡ ἐκποίησις τῶν οἰκημάτων γίνεται, ὅτι μειζόνων ἕνεκεν ἀγαθῶν ἡ τούτων πρᾶσις σπουδάζεται, ὀλίγων μὲν τῶν ἐκποιου‐
40μένων ὄντων, πλειόνων δὲ καὶ καλλιόνων τῶν ἐντεῦ‐ θεν προσγινομένων· δηλαδὴ κατὰ τὸ παρὸν τῶν τι‐ μημάτων τῶν ἀθροιζομένων ἐκ τῶν ἐνοικίων τῆς πράσεως ἐπὶ πεντήκοντα ἔτεσι γινομένης εἰς διάλυσιν τῶν χρεῶν καταβαλλομένων, ἅπερ οἱ δανεισταὶ δε‐
45δώκασιν ἐπὶ τῇ τῆς εἰρημένης προσόδου κτήσει. εἰ

261

γὰρ ὁ πάντων δεσπότη· τε ἅμα καὶ δημιουργὸς θεὸς ἠξίωσε τηλικαύτην αὐτῇ δοῦναι προνομίαν παρὰ τὰς ἄλλας πόλεις, ὥστε ἐξ αὐτῆς ἀναστῆναι κατὰ τὴν σάρκα, πρόδηλον ὡς καὶ ἡμεῖς ἀκολουθοῦντες τῷ δε‐
5σπότῃ θεῷ καὶ ταῖς μεγάλαις αὐτοῦ θαυματουργίαις καθ’ ὅσον ἀνθρώπῳ δυνατὸν προνομίαν τινὰ δεδώ‐ καμεν αὐτῇ παρὰ τὰς ἐκκλησίας τὰς ἄλλας· ὥστε αὐ‐ τὴν ἀπολαύειν τοῦδε ἡμῶν τοῦ νόμου, ὃν ὥς τινα καρποφορίαν αὐτῇ προσάγομεν, τὸ συμφέρον αὐτῇ διὰ
10πάντων ἐπιλεγόμενοι καὶ τιμῶντες. 〈Ἐπίλογος.〉 Τὰ τοίνυν παραστάντα ἡμῖν καὶ διὰ τοῦδε τοῦ ἰδικοῦ νόμου, καὶ αὐτοῦ τοῖς τῶν νόμων ἐγγραφησομένου βιβλίοις, ἡ σὴ μακαριότης γινώσκουσα φανερὸν αὐτὸν τοῖς αὐτόθι πᾶσι καταστησάτω, δει‐
15ξάτω τε τὴν ἡμετέραν προαίρεσιν, ἣν ἐπὶ τῇ ἁγιω‐ τάτῃ καὶ δικαίως παρὰ παντὸς τοῦ τῶν ἀνθρώπων γένους προσκυνουμένῃ Ἀναστάσει τὸ ἡμέτερον ἔχει κρά‐ τος καὶ τῷ δεσπότῃ προσάγει θεῷ τῷ τοσούτων ἡμᾶς καὶ τηλικούτων ἀγαθῶν παρὰ τοὺς ἄλλους ἅπαντας
20τοὺς πρὸ ἡμῶν βεβασιλευκότας ἐφ’ ἑκάστης ἀξιώσαντί τε καὶ ἀξιοῦντι. Ἰδικὸς νόμος γραφεὶς Πέτρῳ τῷ ὁσιωτάτῳ καὶ μα‐ καριωτάτῳ ἀρχιεπισκόπῳ καὶ πατριάρχῃ τῆς Ἱεροσο‐
λυμιτῶν πόλειος.

262

(5t)

ΜΑ
6tΗ ΔΙΑΤΑΞΙΣ ΠΡΟΣ ΒΟΝΟΝ ΚΟΙΑΙΣΤΩΡΑ EXERCITΟΥ ΤΑΤΤΕΙ ΤΑΣ ΕΚΚΛΗΤΟΥΣ ΑΠΟ
7tΤΩΝ ΠΕΝΤΕ ΕΠΑΡΧΙΩΝ ΚΑΡΙΑΣ ΚΑΙ ΚΥΠΡΟΥ ΚΑΙ ΤΩΝ ΚΥΚΛΑΔΩΝ ΝΗΣΩΝ ΚΑΙ ΜΥΣΙΑΣ
8tΚΑΙ ΣΚΥΘΙΑΣ, ΠΑΡΑ ΤΙΝΙ ΔΕΙ ΤΑΥΤΑΣ ΕΞΕΤΑΖΕΣΘΑΙ.
9tὉ αὐτὸς βασιλεὺς Βόνῳ τῷ ἐνδοξοτάτῳ κοιαίστωρι Ἰουστινιανῷ exercitου.
10Προοίμιον.〉 Ἴσμεν πρώην θείαν πεποιημένοι διάταξιν, καθ’ ἣν τῇ σῇ ἐνδοξότητι παραδεδώκαμεν τὰς πέντε ταύτας ἐπαρχίας, Καρίαν τε καὶ Κύπρον καὶ τὰς ἐν κύκλῳ κειμένας νήσους καὶ πρός γε Μυσίαν τε καὶ Σκυθίαν, ἐφ’ ᾧτε τελεῖν αὐτὰς ὑπὸ τῇ σῇ ἐνδοξότητι. προσθέντες ὥστε καὶ τὰς ἐκκλήτους γινομένας δίκας κατὰ τὰς εἰρημένας ἐπαρχίας μηκέτι πρὸς τοὺς ἐνδοξοτάτους ἡμῶν ἐπάρχους, ἀλλὰ πρὸς τὴν σὴν ἀνα‐ πέμπεσθαι μεγαλοπρέπειαν. Ἐπειδὴ τοίνυν πολλοὶ προσῆλθον ἡμῖν τῶν ἐκ Καρίας καὶ Ῥόδου καὶ Κύπρου
15δυσχεραίνοντες καὶ φάσκοντες ἀναγκάζεσθαι πολλάκις καὶ χειμῶνος ὥρᾳ γίνεσθαι κατὰ τὴν Σκυθῶν καὶ Μυσῶν, ἔνθα διάγεις, κἀκεῖσε τὰς ἐκκλήτους ἴσως οὐδὲ ὑπὲρ μεγάλων χρημάτων ἐγγυμνάζειν, καὶ κινδυνεύειν καὶ πελάγη διαπερῶντας μακρὰ καὶ ἀφικνουμένους εἰς χώρας ὑπὸ βαρβάρων ἐνοχλουμένας, διὰ τοῦτο συνεί‐ δομεν τόνδε τὸν νόμον γράψαι πρὸς τὴν σὴν ἐνδοξότητα· ὥστε τῶν μὲν ἐκ Σκυθίας καὶ Μυσίας δικῶν ὡς ἐκ γειτόνων οὐσῶν τὴν σὴν ὑπεροχὴν καθ’ ἑαυτὴν ἀκροᾶσθαι, τῶν δὲ ἄλλων, τουτέστι τῶν ἀπὸ Καρίας καὶ
20τῶν εἰρημένων νήσων καὶ Κύπρου (εἴπερ ἐξ ἀρχῆς αὗται παρὰ τοῖς ἐνδοξοτάτοις ἡμῶν ἐπάρχοις ἠγωνίζοντο, ἐκ θείας κελεύσεως ἡμῶν παραδεδομέναι τῷ τῆς ἐπαρχίας ἄρχοντι), εἰ μὲν αὐτὸς ἐνδημοίης ταύτῃ τῇ βασι‐ λίδι πόλει. καὶ αὐτὰς ὑπὸ σοὶ κινεῖσθαι καὶ ἐξετάζεσθαι ἅμα τῷ ἐνδοξοτάτῳ κοιαίστωρι τοῦ θείου ἡμῶν παλατίου ἐν σάκρῳ auditoriῳ, καθάπερ καὶ ὁ ἐπὶ ταῖς ἐκκλήτοις κείμενος ὑφηγεῖται νόμος· εἰ δὲ αὐτὸς ἐπὶ Σκυθίας καὶ Μυσίας διατρίβοις, τῷ τὸν τόπον πληροῦντι τὸν σὸν κατὰ ταύτην τὴν εὐδαίμονα πόλιν
25προσάγεσθαι τὰς ἐφέσεις, πάντως μέντοι γινόμενον αὐτὸν ἅμα τῷ ἐνδοξοτάτῳ ἡμῶν κοιαίστωρι τῆς ὑπο‐ θέσεως ἀκροᾶσθαι κατὰ τὸ τῶν τοιούτων ἐξετάσεων σχῆμα, καὶ μὴ τοὺς ἀνθρώπους τὰς εἰρημένας ὑπο‐ μένει δυσκολίας, ἀλλ’ ὑπ’ αὐτοῖς κοινῇ κατὰ τὸ ἔμπροσθεν ἡμῖν εἰρημένον κρίνεσθαι, διὰ τὸ παραστῆναι ἡμῖν οὕτω τάξαι τὸν νόμον, ὥστε μετὰ πλείονός τε καὶ μείζονος ἀκριβείας καὶ αὐθεντίας τὰς ὑποθέσεις ἀγωνίζεσθαι. Εἰ δὲ αὐτὸς δοίης τὸν δικαστὴν ἐπὶ τῶν εἰρημένων ἔμπροσθεν ἐπαρχιῶν, ὁ τὴν τάξιν
30ἐπέχων τὴν σὴν κατὰ τὴν εὐδαίμονα πόλιν ἀκροάσεται, καθὰ καὶ ἐπὶ τῶν ἐνδοξοτάτων ἐπάρχων νενόμισται.

263

εἰ μέντοι ἀρχθῆναι παρὰ τῇ σῇ ἐνδοξότητι συμβαίη τὴν δίκην ἐνταῦθα ὡς εἰκὸς εὑρισκομένῃ, εἶτα ἐν μέσῳ διὰ τὰς στρατιωτικὰς δαπάνας ἐκδημῆσαι, ταύτην ἀνυπερθέτως πληροῦσθαι παρὰ τῷ τὴν σὴν ἔχοντι τάξιν, καθάπερ αὐτῆς καὶ αὐτὸς ἠκροῶ. εἰ δὲ ἐξ ἀρχῆς οὐ παρὰ τοῖς ἐνδοξοτάτοις ἐπάρχοις ἡ ἔφεσις ἔκ τινων ἐπαρχιῶν ἀνεπέμπετο, ἀλλ’ εἰς ἔτερον δικαστήριον, τὴν ἀρχαιότητα παντελῶς οὐ καινίζομεν.
5Ἐπίλογος.〉 Τὰ τοίνυν παραστάντα ἡμῖν καὶ διὰ τοῦδε τοῦ θείου δηλούμενα νόμου ἡ σὴ ἐνδοξότης ἔργῳ καὶ πέρατι παραδοῦναι καὶ παραφυλάττειν εἰς τὸ διηνεκὲς σπευσάτω.
8tΜΒ
9tΠΕΡΙ ΤΗΣ ΚΑΘΑΙΡΕΣΕΩΣ
10tΑΝΘΙΜΟΥ ΚΑΙ ΣΕΒΗΡΟΥ ΚΑΙ
11tΠΕΤΡΟΥ ΚΑΙ ΖΩΟΡΑ ΚΑΙ ΤΩΝ
12tΛΟΙΠΩΝ.
13tὉ αὐτὸς βασιλεὺς Μηνᾷ τῷ ἁγιωτάτῳ καὶ μακαριω‐
14tτάτῳ ἀρχιεπισκόπῳ καὶ οἰκουμενικῷ πατριάρχῃ.
15 〈Προοίμιον.〉 Πρᾶγμα οὐκ ἄηθες τῇ βασιλείᾳ καὶ ἡμεῖς πράττοντες ἐπὶ τὸν παρόντα ἐληλύθαμεν νόμον. ὁσάκις γὰρ ἡ τῶν ἱερέων ψῆφός τινας τῶν οὐκ ἀξίων τῆς ἱερωσύνης τῶν ἱερατικῶν κατεβίβασε θρόνων (ὁποῖον δὴ Νεστόριόν τε καὶ Εὐτυχέα Ἄρειόν τε καὶ
20Μακεδόνιον καὶ Εὐνόμιον καὶ ἄλλους δή τινας εἰς κακίαν οὐκ ἐλάττους ἐκείνων), τοσαυτάκις καὶ ἡ βασι‐ λεία σύμψηφος γέγονε τῇ τῶν ἱερέων αὐθεντίᾳ, ὥστε τὰ θειότερά τε καὶ ἀνθρώπινα συνδραμόντα μίαν συμφωνίαν ταῖς ὀρθαῖς ποιήσασθαι ψήφοις. Ὁποῖον
25δή τι καὶ ἔναγχος γενόμενον περὶ Ἄνθιμον ἴσμεν,

264

ἀπελαθέντα μὲν τοῦ τῆς βασιλίδος ταύτης πόλεως θρόνου παρὰ Ἀγαπητοῦ τοῦ τῆς ὁσίας καὶ ἀοιδίμου μνήμης προέδρου γεγονότος τῆς κατὰ τὴν πρεσβυτέ‐ ραν Ῥώμην ἁγιωτάτης ἐκκλησίας, οἷα τῷ κατὰ μη‐
5δένα τρόπον αὐτῷ προσήκοντι παρὰ πάντας τοὺς εὐ‐ αγεῖς κανόνας ἐπεισπηδήσαντα θρόνῳ, κοινῇ δὲ ψήφῳ τοῦ τε αὐτοῦ τῆς ἁγίας μνήμης ἀνδρὸς πρότερον καὶ μὴν καὶ τῆς ἐνταῦθα γενομένης ἱερᾶς συνόδου κατα‐ δεδικασμένον τε καὶ καθῃρημένον, διότι τῶν ὀρθῶν
10ἀπεφοίτα δογμάτων καὶ οἷς πρότερον πολλαχόθεν ἐφαίνετο στέργων, ταῦτα ὕστερον διαφόροις ἀπέφευγε περινοίαις, προσποιούμενος μὲν ταῖς τέτρασιν ἁγίαις συνόδοις ἀκολουθεῖν (τῇ τε τῶν τριακοσίων δέκα καὶ ὀκτὼ πατέρων τῶν ἐν Νικαίᾳ τῇ τε τῶν πεντήκοντα
15καὶ ἑκατὸν τῶν ἐν ταύτῃ τῇ εὐδαίμονι πόλει τῇ τε τῶν ἐν Ἐφέσῳ τὸ πρῶτον συναχθέντων διακοσίων τῇ τε τῶν θεοφιλεστάτων πατέρων τῶν ἐν Χαλκη‐ δόνι ἑξακοσίων τριάκοντα), οὐ μὴν τοῖς τούτων δόγ‐ μασιν κατακολουθῶν οὐδὲ τὴν ἡμετέραν φιλανθρω‐
20πίαν καὶ τὴν συγκατάβασιν ἣν διὰ τὴν αὐτοῦ σωτη‐ ρίαν ἔσχομεν προσδέξασθαι βουληθεὶς οὐδὲ ἀποκηρύξαι καὶ αὐτὸς τοὺς τῶν ἀσεβῶν δογμάτων ἀρχηγοὺς τοὺς ὑπὸ τῶν προτέρων ἁγίων ἐκβεβλημένους συνόδων, ἀλλ’ οἰόμενος χρῆναι κατὰ ταὐτὸν καὶ ἐν ἴσῳ τούς
25τε καταδεδικασμένους τούς τε καταδικάσαντας ἄγειν. ἅπαξ γὰρ ταῖς ἀλλοτρίαις τῆς ἁγιωτάτης ἐκκλησίας ἐννοίαις κατανδραποδισθεὶς καὶ τῶν ὀρθῶν ἠλλοτριω‐ μένος δογμάτων εἰκότως ἐπανελθεῖν εἰς τὴν αὐτῶν οὐκ ἴσχυσεν ὀρθότητα, καὶ ταῦτα παρ’ ἡμῶν καὶ προ‐
30τραπεὶς καὶ ὁδηγηθεὶς πάσῃ χρησαμένων σπουδῇ πρὸς τὴν σωτηρίαν τὴν αὐτοῦ. Διὰ ταῦτα τοίνυν ἅπαντα τὴν γενομένην ἐπ’ αὐτῷ τῆς καθαιρέσεως ψῆφον παρὰ τῆς ἁγίας συνόδου προ‐ φάσει τῆς τε οὐ θεμιτῆς οὐδὲ ὑπὸ τῶν ἁγίων κανό‐
35νων μαρτυρουμένης τῶν τῆς βασιλίδος ταύτης πόλεως ἱερατικῶν θρόνων ἁρπαγῆς καὶ τῆς ἀπὸ τῶν ὀρθῶν τε καὶ ἀληθῶν δογμάτων ἐκτροπῆς κυρίαν ἡ ἡμετέρα τίθεται βασιλεία καὶ ἐπὶ τούτοις τὸν παρόντα γρά‐ φει νόμον. Ἀπαγορεύομεν δὲ αὐτῷ καὶ τῆς κατὰ τὴν
40εὐδαίμονα ταύτην πόλιν καὶ τῆς περιοικίδος αὐτῆς διατριβῆς καὶ πάσης ἑτέρας τῶν ἐπισήμων πόλεων,
θεσπίζοντες ἐφησυχάσαι καὶ τούτοις στέργειν οἷς ἑαυ‐

265

τὸν ἀξίως ὑπέθηκεν, καὶ μήτε τισὶν ἐπικοινωνεῖν μήτε ἐμβιβάζειν αὐτοὺς εἰς τὴν τῶν ἀπηγορευμένων δογμάτων ἀπώλειαν. Οὐ μὴν οὐδὲ τὴν δικαίως ἐξενεχθεῖσαν κατὰ Σεβήρου ψῆφον τὴν ἐκ πάντων
5ὡς εἰπεῖν τῶν ἀρχιερατικῶν τε καὶ πατριαρχικῶν μετὰ τῆς μοναχικῆς συναινέσεως προελθοῦσαν θρό‐ νων, τὴν τὸν ἀναθεματισμὸν ἐπάγουσαν αὐτῷ, βασι‐ λικῆς ἔξω καταλιμπάνομεν ἐπικυρώσεως· ὃς πρότερον παρὰ τοὺς ἱεροὺς θεσμοὺς καταλαβὼν τὸν θρόνον
10τῆς Θεουπολιτῶν ἁγιωτάτης ἐκκλησίας οὕτω συνετά‐ ραξεν ἅπαντα, οὕτω μεστὰ πεποίηκε ταραχῆς, ὡς κοι‐ νόν τινα καὶ ἀκήρυκτον ταῖς ἁγιωτάταις ἐκκλησίαις ἐμβαλεῖν πρὸς ἀλλήλας πόλεμον, καὶ τοῦτο καὶ τοῖς πρὸ ἡμῶν σκήπτροις πρὸς αὐτὸν γεγράφθαι, ποικί‐
15λαις μὲν δογμάτων καὶ ἀπηλλοτριωμέναις τῆς ὀρ‐ θότητος περινοίαις τε καὶ βλασφημίαις χρησάμενον, ἅπαντα δὲ συνταράξαντα καὶ μόνων τῶν τῆς ἑκατέ‐ ρου τῶν αἱρεσιαρχῶν πλάνης βδελυρῶν τε καὶ ἀν‐ οσίων δογμάτων ἀντεχόμενον (Νεστορίου τέ φαμεν καὶ
20Εὐτυχοῦς καὶ τῶν ἑκατέρου τούτων καθηγεμόνων ἐξ ἐναντίας μὲν εἶναί πως δοκούντων ἀλλήλοις, πρὸς ἓν δὲ τέλος τῆς ἀσεβείας ἐπειγομένων) καὶ τοὺς ἐκείνων χαρακτηριστικοὺς ἐντυπωσάμενον λόγους. δύο γὰρ ὄν‐ των ἐναντίων ἀλλήλοις δογμάτων, ὧν ἑκάτερον ὁμοίως
25εἰς ψυχικὴν ἀπώλειαν ἄγει (τοῦ τε Νεστορίου τοῦ τε Εὐτυχοῦς, καθάπερ εἰπόντες ἔφθημεν, ἅπερ ἐκ τῶν Ἀρειανικῶν τε καὶ Ἀπολλιναρίου συνέστη μιασμά‐ των), αὐτός τι παράδοξον παθὼν ὁμοίως εἰς ἑκάτερον ἐμπέπτωκε, καὶ πὴ μὲν τοῦτο πὴ δὲ ἐκεῖνο πρεσβεύων
30κοινὸν ἔδοξε δοχεῖον ἑαυτόν τε καὶ τοὺς ἑαυτοῦ λό‐ γους τῶν τηλικούτων πλημμελημάτων καταστῆσαι. Ἔστω τοίνυν καὶ αὐτὸς ὑπὸ τὸν εἰρημένον ἀνα‐ θεματισμόν, ὃν ἅπαν τὸ πατριαρχικόν τε καὶ ἱερα‐ τικὸν καὶ μοναχικὸν τῆς ἡμετέρας πολιτείας ὡς εἰπεῖν
35σχῆμα δικαίως ἐπήγαγεν αὐτῷ, τῆς μὲν Θεουπολιτῶν ἐκβεβλημένος, διότι περ αὐτὸν ὁ κατ’ ἐκείνην ἀπε‐
σείσατο θρόνος, οἷα μηδὲ τὴν ἀρχὴν ὀρθῶς αὐτῆς

266

ἐπειλημμένον, ἀλλ’ ἔτι ζῶντός τε καὶ ἐν ταῖς ἁγιω‐ τάταις ἐκκλησίαις ἀνακηρυττομένου τοῦ πρὸ αὐτοῦ τὴν ἱερωσύνην ἐσχηκότος, παρὰ δὲ τοῦ μετ’ αὐτὸν τῆς ἱερωσύνης ἐκπεπτωκότος, οὐ στάντα δὲ μέχρι
5τούτου μόνον, ἀλλ’ ἤδη καὶ ὑπὸ κοινὸν ἀναθεματι‐ σμὸν τῆς ὀρθοδόξου καὶ καθολικῆς ἐκκλησίας γενόμε‐ νον, καὶ πολλῶν ἡμῖν βιβλίων βλασφήμων τε καὶ ἀπηγορευμένων ἐμπλήσαντα τὸ πολίτευμα. ὥστε καὶ ἀπαγορεύομεν ἅπασι τῶν αὐτοῦ τι κεκτῆσθαι βιβλίων,
10καὶ ὥσπερ οὐκ ἔξεστι τὰ Νεστορίου γράφειν ἢ κεκτῆ‐ σθαι βιβλία, διότι τοῖς πρὸ ἡμῶν αὐτοκράτορσιν ἐν ταῖς ἑαυτῶν διατάξεσιν ἔδοξε τοῖς παρὰ Πορφυρίου κατὰ Χριστιανῶν εἰρημένοις ὅμοια καθεστάναι, οὕτω μηδὲ τὰ Σεβήρῳ ῥηθέντα τε καὶ γραφέντα μενέτω
15παρά τινι Χριστιανῷ, ἀλλ’ ἔστω βέβηλα καὶ ἀλλότρια τῆς καθολικῆς ἐκκλησίας, πυρί τε φλεγέσθω παρὰ τῶν κεκτημένων, εἰ μὴ βούλονται κινδυνεύειν οἱ ταῦτα ἔχοντες· γραφέσθω τε παρὰ μηδενὸς τὸ λοιπὸν μήτε τῶν εἰς κάλλος μήτε τῶν εἰς τάχος γραφόντων μήτε
20ἄλλου τῶν πάντων τινός, εἰδότος ὡς ἀποκοπὴ χειρὸς ἔσται τοῖς τὰ ἐκείνου γράφουσιν ἡ ποινή· οὐδὲ γὰρ βουλόμεθα καὶ τῷ λειπομένῳ χρόνῳ τὴν ἐξ ἐκείνων ἐπισύρεσθαι βλασφημίαν. Ὁμοίως δὲ δὴ καὶ τοῦ‐ τον παντοίως ἀπαγορεύομεν τῆς τε βασιλίδος ἐπι‐
25βαίνειν πόλεως ἢ περιοικίδος αὐτῆς ἄλλης τε τῶν ἐπισημοτέρων τινός, ἀλλ’ ἐν ἐρημίᾳ τινὶ καὶ ἡσυχίᾳ καθῆσθαι καὶ μὴ διαφθείρειν ἑτέρους μηδὲ εἰς βλασ‐ φημίαν αὐτοὺς προάγειν, μηδὲ ἀεί τι καινὸν ἐξευρί‐ σκειν κατὰ τῶν ἀληθῶν δογμάτων, δι’ οὗ πάλιν
30ἡμῖν συνταράξαι τὰς ἁγιωτάτας ἐκκλησίας σπεύσειεν. Οὐ μὴν οὐδὲ Πέτρον τὸν Ἀπαμείας γενόμενον ἐπί‐ σκοπον, καὶ ἅμα μὲν καθῃρημένον ἅμα δὲ ἐπὶ τοῖς αὐτοῖς ἐφ’ οἷς Σεβῆρος ὑπὸ τὸν εἰρημένον ἀναθε‐ ματισμὸν γενόμενον ἡ βασιλεία προσίεται· ἀλλ’ ἔστω
35κύρια καὶ τὰ κατ’ αὐτοῦ ψηφισθέντα, καὶ ὑπὸ τὸν κοινὸν ἀχθεὶς ἀναθεματισμὸν ὑπ’ αὐτὸν τετάχθω, τῆς τῶν ἁγιωτάτων ἀρχιερέων προελθούσης ἐπ’ αὐ‐ τῷ ψήφου κυρίας διαμενούσης. Οὐκ ἐφίεμεν δὲ οὐδὲ
ἐκείνῳ ταύτην οἰκεῖν τὴν βασιλίδα πόλιν ἢ τὴν αὐ‐

267

τῆς περιοικίδα ἤ τινα τῶν σεμνοτέρων πόλεων, ἀλλ’ ὧν ἠκολούθησε τῇ πλάνῃ τούτων μιμείσθω καὶ τὴν δίαιταν, ἀπῳκισμένος ὅτι πορρωτάτω καὶ κατακρύ‐ πτων ἑαυτόν, ὡς τοῖς γε τοιούτοις τὸ κρύπτεσθαι μᾶλ‐
5λον τοῦ φαίνεσθαι λυσιτελέστερον· ἀφανεῖς μὲν γὰρ ὄντες ἑαυτοὺς καταβλάψουσι μόνους, δημοσιεύοντες δὲ τὰ ἑαυτῶν δόγματα πολλοῖς τῶν ἀφελεστέρων ἀφορ‐ μὴν ἀπωλείας παρέχουσιν· ὅπερ κατ’ οὐδένα γίνε‐ σθαι τρόπον ἐν τῇ Χριστιανικῇ τοῦ θεοῦ ποίμνῃ καὶ
10τῷ ὀρθοδόξῳ λαῷ δίκαιόν ἐστιν οὐδὲ παρὰ τῆς βα‐ σιλείας συγχωρούμενον. Ἐπειδὴ δὲ καὶ Ζωορᾶν ἠξίωσαν ὅλως ὑπὸ ἀναθε‐ ματισμὸν οἱ σεβασμιώτατοι καὶ τὰ δίκαια κρίνοντες ἐπίσκοποι ποιήσασθαι τινὰ μικρὰν παρενθήκην τῶν
15τοιούτων ὄντα κακῶν καὶ ἐν οἷς ἠτίμασται τὸ γοῦν ὅλως τυχεῖν τινὸς εὐπορήσαντα μνήμης, ἔστω καὶ Ζωορᾶς τῆς πονηρᾶς ταύτης μερίδος (Ἀνθίμου τε καὶ Σεβήρου καὶ Πέτρου φαμέν) παρενθήκη τις εὐτελής, καὶ ἐν τοῖς ἀναθεματισμένοις καὶ αὐτὸς τετάχθω, τῆς
20ἱερατικῆς αὐτὸν κατενεγκούσης ψήφου, ἣν κυρίαν καὶ αὐτὴν ἐφ’ ἑαυτῆς οὖσαν κυριωτέραν ἔτι μᾶλλον ἡ βασιλεία ποιεῖ καὶ τοῦτον συνεξελαύνουσα τῆς βασι‐ λίδος ταύτης πόλεως καὶ τῆς ταύτης περιοικίδος καὶ τὴν ἐπὶ τῶν πόλεων οἴκησιν αὐτῷ παντοίως ἀπαγο‐
25ρεύουσα, ὥστε μετ’ ἐκείνων μόνων οἰκεῖν τε καὶ βου‐ λεύεσθαι τῶν ἔμπροσθεν ἡμῖν εἰρημένων, ὅμοια μὲν βλασφημούντων, ὁμοίως δὲ περιωρισμένων. Εἰ δέ τι καὶ ἕτερον τῇ τῶν ἁγιωτάτων ἐπισκόπων περιέχεται ψήφῳ τῇ τοὺς προειρημένους καθαιρούσῃ τε καὶ ἀνα‐
30θεματιζούσῃ, κύριον δὴ καὶ τοῦτο τίθεμεν καὶ τοῖς βασιλικοῖς ἡμῶν αὐτὸ νόμοις ἐπικυροῦμεν, ὡς ἂν εἰ παρὰ τῆς βασιλείας αὐτῆς προελθὸν ἐτύγχανεν. Εἰ δέ τις αὐτῶν ἁλοίη τὸ λοιπὸν πράττων τι παρὰ τὰ δια‐ τεταγμένα, ἴστω καὶ τοῖς πολιτικοῖς ὑποπεσούμενος
35νόμοις, οἳ τοὺς τὰς ἐλάττους τῶν ποινῶν ἐκκλίνοντας εἰς μείζους ἐμβάλλουσι τὰς ἀγανακτήσεις. Ἀπαγο‐ ρεύομεν δὲ καὶ παντὶ τῷ τὴν καθολικὴν ἐκκλησίαν
τοῦ θεοῦ διασπᾶν ἐπιχειροῦντι εἴτε κατὰ τὴν Νε‐

268

στορίου τοῦ φρενοβλαβοῦς ὑφήγησιν εἴτε κατὰ τὴν ἀνόητον Εὐτυχοῦς παράδοσιν εἴτε κατὰ τὴν Σεβήρου βλασφημίαν τοῦ τὰ αὐτὰ ἐκείνοις νοσήσαντος εἴτε τῶν ἐκείνοις ἀκολουθούντων, ταῖς ἁγιωτάταις ἐκκλη‐
5σίαις ταραχὰς ἐμβάλλειν καὶ φθέγγεσθαί τι περὶ πί‐ στεως· ἀλλὰ θεσπίζομεν ἕκαστον τῶν τοιούτων τὴν ἡσυχίαν ἄγειν, καὶ μήτε συγκαλεῖν εἰς ταὐτό τινας μήτε προσιόντας δέχεσθαι ἢ παραβαπτίζειν θαρρεῖν ἢ τὴν ἱερὰν κοινωνίαν ῥυπαίνειν καὶ ταύτης μεταδι‐
10δόναι τισὶν ἢ τὰς ἀπηγορευμένας διδασκαλίας ὑφ‐ ηγεῖσθαι, ἢ ἐπὶ ταύτης τῆς βασιλίδος ἡμῶν πόλεως ἢ ἐφ’ ἑτέρας, ἀλλ’ ὑφορᾶσθαι πάντα κίνδυνον, εἴ τι τοιοῦτο πράξαιεν. ἀπαγορεύομεν δὲ καὶ πᾶσι τού‐ τους ὑποδέχεσθαι. ἀπελαύνειν μὲν οὖν θεσπίζομεν
15αὐτοὺς τῶν ὑπ’ αὐτῶν ταραττομένων πόλεων, εἰδό‐ τας τὰς ποινὰς τὰς ταῖς θείαις ἡμῶν ἤδη περιεχο‐ μένας διατάξεσιν, αἵπερ καὶ τὰς οἰκίας αὐτὰς ἐν αἷς τοιοῦτό τι πράττεται καὶ τὰ χωρία ἐξ ὧν τὰς τροφὰς χορηγοῦνται ταῖς ἁγιωτάταις ἐκκλησίαις προσκυροῦσι,
20τῶν μὲν κεκτημένων ἀφαιρούμεναι, διότι βλάβης αἴ‐ τια τοῖς ἁπλουστέροις γίνεται, ὑπὸ δὲ τὰς ἁγιωτά‐ τας καὶ ὀρθοδόξους ἐκκλησίας ταῦτα δικαίως ἄγουσαι. Ταῦτα ὑπὲρ τῆς κοινῆς εἰρήνης τῶν ἁγιωτάτων ἐκκλησιῶν νομοθετοῦμεν, ταῦτα ψηφιζόμεθα τοῖς τῶν
25ἁγίων πατέρων κατακολουθοῦντες δόγμασιν, ὅπως ἂν τὸ ἱερατικὸν ἅπαν ἀτάραχον ἡμῖν τοῦ λοιποῦ δια‐ μένοι. οὗπερ ἐν εἰρήνῃ φυλαττομένου καὶ τὸ λοιπὸν ἡμῖν εὐθηνήσει πολίτευμα τὴν ἄνωθεν ἔχον εἰρήνην, ἣν ἅπασιν ὁ μέγας θεὸς καὶ σωτὴρ ἡμῶν Ἰησοῦς Χρι‐
30στὸς ὁ τῆς τριάδος εἷς, ὁ μονογενὴς τοῦ θεοῦ λόγος. κηρύττει τε καὶ χορηγεῖ τοῖς γνησίως αὐτὸν καὶ ἀλη‐ θῶς δοξάζειν τε καὶ προσκυνεῖν ἠξιωμένοις. 〈Ἐπίλογος.〉 Ἡ τοίνυν σὴ μακαριότης τὰ ὀρθῶς ἡμῖν παραστάντα φυλαττέτω τε καὶ εἰς ἔργον ἀγέτω,
35καταπέμπουσα αὐτὰ διὰ θεοφιλῶν αὐτῆς γραμμάτων πᾶσι τοῖς ὑπ’ αὐτὴν τεταγμένοις ὁσιωτάτοις μητρο‐ πολίταις· ὧν ἑκάστῳ γενήσεται φροντὶς ταῖς ὑπ’ αὐ‐
τοὺς τεταγμέναις ἁγιωτάταις ἐκκλησίαις ταῦτα ποιῆσαι

269

φανερά, ὥστε μηδένα τῶν πάντων διαλαθεῖν τά τε τῇ ἀρχιερωσύνῃ δόξαντα τά τε ὑπὸ τῆς βασιλείας κε‐ κυρωμένα.
5tΜΓ
6tΠΕΡΙ ΤΩΝ ΕΡΓΑΣΤΗΡΙΩΝ
7tΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ,
8tΩΣΤΕ ΜΟΝΑ ΧΙΛΙΑ ΕΚΑΤΟΝ
9tΕΡΓΑΣΤΗΡΙΑ ΤΗΣ ΜΕΓΑΛΗΣ
10tΕΚΚΛΗΣΙΑΣ ΕΞΚΟΥΣΕΥΕΙΝ
11tΚΑΙ ΤΑ ΛΟΙΠΑ ΠΑΝΤΑ ΤΑΣ
12tΚΑΤΑ ΣΥΝΗΘΕΙΑΝ ΛΕΙΤΟΥΡ‐
13tΓΙΑΣ ΤΕΛΕΙΝ, ΟΙΑΣ ΑΝ ΕΙΕΝ
14tΔΕΣΠΟΤΕΙΑΣ.
15tἘν ὀνόματι τοῦ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ
16tἡμῶν Αὐτοκράτωρ Καῖσαρ Φλάβιος Ἰουστινιανὸς
17tἈλαμανικὸς Γοτθικὸς Φραγγικὸς Γερμανικὸς Ἀντικὸς
18tἈλανικὸς Οὐανδαλικὸς Ἀφρικὸς εὐσεβὴς εὐτυχὴς
19tἔνδοξος νικητὴς τροπαιοῦχος ἀεισέβαστος Αὔγουστος
20tΛογγίνῳ ἐπάρχῳ πόλεως.
21Προοίμιον.〉 Ἐπειδὴ μέλει τῷ ἡμετέρῳ κράτει τῶν ἡμετέρων ὑπηκόων καὶ ζώντων καὶ τελευτώντων τοῦ μηδὲ τὰς ταφὰς αὐτοῖς βαρείας εἶναι μηδὲ ἐπιζη‐ μίους τοῖς ἐκ τῆς τοῦ τελευτήσαντος οἰκίας, διὰ τοῦτο
25καὶ τὰ περὶ τῆς ταφῆς αὐτῶν τὸν προσήκοντα διατε‐
θείκαμεν τρόπον. καὶ ἐπειδὴ τοῦτο μὲν Κωνσταν‐

270

τῖνος ὁ τῆς θείας μνήμης ὁ τῆς μεγάλης ἡμῶν ταύτης πόλεως οἰκιστής, τοῦτο δὲ Ἀναστάσιος ὁ τῆς εὐσεβοῦς λήξεως τὸν τῶν καλουμένων λεκτικαρίων ἤτοι δεκα‐ νῶν ἀριθμὸν περιέστησαν εἰς ἓν μέτρον, χιλίους ἑκα‐
5τὸν εἶναι δεκανοὺς ἤτοι ἐργαστήρια τοσαῦτα διορί‐ σαντες, ἐφ’ ᾧ τε ἐν μηδενὶ χρόνῳ ταῦτα δέχεσθαι προσθήκην, διὰ τὸ καὶ ὑποκεῖσθαι τῇ διατυπώσει τοῦ τῆς θείας μνήμης Ἀναστασίου τὸ μέτρον τῶν ἐξ ἑκάστου συστήματος εἶναι προσηκόντων λεκτικαρίων,
10ἡμεῖς μὲν ταῦτα βέβαια μένειν βουλόμεθα. προσελ‐ θόντες δὲ οἱ τῶν συστημάτων τῆς εὐδαίμονος ταύτης ἡμῶν καὶ βασιλίδος πόλεως, ὧν διαφερόντως ἡμῖν μέλει, τὸ ἡμέτερον ἐδίδασκον κράτος, μεγάλην καὶ οὐ φορητὴν ὑφίστασθαι τὴν ταραχήν. τὴν μὲν γὰρ ἁγιω‐
15τάτην μεγάλην ἐκκλησίαν τὰ χίλια ἑκατὸν ἐργαστήρια καρποῦσθαι τέλους παντὸς ἐλεύθερα, ἅπερ καὶ σφό‐ δρα ἑκόντας ἑαυτοὺς διδόναι, διότι περὶ τὴν κοινὴν ἁπάντων ἀνθρώπων ὁσίαν τὸ πρᾶγμα πρόεισιν· οὐ μὴν καὶ τὰ λοιπὰ φέρειν ἄχθη δύνασθαι. πολλῶν
20γὰρ ἐργαστηρίων ὄντων κατὰ ταύτην τὴν εὐδαίμονα πόλιν ἐμπορίας τε καὶ πραγματείας διαφόρου, οὐ ταῦτα εἶναι μόνα (τὰ χίλιά φαμεν ἑκατὸν ἐργαστήρια) τὰ τῆς εἰρημένης ἐξαιρούμενα λειτουργίας, ἀλλὰ πολλὰς μὲν ἁγιωτάτας ἐκκλησίας, πολλοὺς δὲ εὐαγεῖς ξενῶνας καὶ
25μοναστήρια καὶ ἑτέρους εὐαγεῖς οἴκους, καί τινας πρό‐ τερον αἱρετικοὺς ὄντας εἶτα μεταστάντας εἰς τὴν ὀρθό‐ δοξον πίστιν, πολλὰς δὲ βασιλικὰς οἰκίας καὶ πρός γε καὶ ἀρχόντων καὶ συγκλητικῶν καὶ ἰλλουστρίων καὶ κουβικουλαρίων ἐξαιρεῖσθαι τῶν τελῶν, καὶ τοὺς τού‐
30των δεσπότας ἑαυτοῖς ἐντεῦθεν κατασκευάζειν πρόσ‐ οδον καὶ τὸ κοινὸν ἀδικεῖν, τοῦ τῆς ἐξαιρέσεως πλή‐ θους εἰς στενὸν τὸ πρᾶγμα συγκλείοντος, ὥστε ἐλαχί‐ στους εἶναι τοὺς λειτουργοῦντας ἤτοι τοὺς βαρουμένους τῇ λειτουργίᾳ, καὶ τὸ πρότερον τέλος πολλάκις τρι‐
35πλάσιον καὶ τετραπλάσιον, ἤδη δὲ καὶ δεκαπλάσιον γενέσθαι· καίτοιγε Ἀναστασίου τοῦ τῆς θείας λήξεως ἐν τῷ παρ’ αὐτοῦ διορισθέντι τύπῳ μηδενὶ παντε‐ λῶς ἑτέρῳ δόντος ἀτέλειαν παρὰ τὰ χίλια ἑκατὸν ἐργαστήρια τὰ τῇ ἁγιωτάτῃ μεγάλῃ ἐκκλησίᾳ προφά‐
40σει τῆς τῶν τελευτώντων ὁσίας δεδομένα. Διὰ τοῦτο καὶ ἡμεῖς ᾠήθημεν ἐπιτρέψαι τοῖς ἡμετέροις ἄρχουσι
καὶ πρό γε αὐτῶν τῷ μακαριωτάτῳ ἀρχιεπισκόπῳ

271

τῆς εὐδαίμονος ταύτης πόλεως εἰς ἓν συνελθεῖν καὶ τὸ πρᾶγμα ἐξετάσαι καὶ εἰς ἡμᾶς ἀγαγεῖν τὰ αὐτοῖς δόξαντα, καὶ τῷ παρόντι χρήσασθαι πρὸς τὴν σὴν ὑπεροχὴν νόμῳ, βεβαιοῦντες τὰ Ἀναστασίῳ τῷ τῆς
5εὐσεβοῦς λήξεως περὶ τούτου παραστάντα. Καὶ θεσπίζομεν, τὰ μὲν mille centum ἐργαστήρια πᾶσι τρόποις ἀμείωτα καὶ πάσης δόσεως καθαρὰ φυ‐ λάττεσθαι τῇ ἁγιωτάτῃ μεγάλῃ ἐκκλησίᾳ προφάσει τῶν δεκανῶν ἤτοι λεκτικαρίων καὶ τῆς τῶν τελευ‐
10τώντων ὁσίας ἀφωρισμένα, οὐδενὸς ἑτέρου παρ’ αὐ‐ τὴν δεκανὸν ἀπαιτεῖν δυναμένου ἀπὸ αἱρετικῶν ἢ ἄλλης οἱασοῦν ἁγιωτάτης ἐκκλησίας· ἀλλὰ τὸ ἔναγχος παρ’ ἡμῶν διατεταγμένον κρατεῖν, ὥστε ὀκτακόσια μὲν ἐργαστήρια τελεῖν τὰ σώματα, τριακόσια δὲ ἐν
15ἀπαργυρισμῷ καθεστάναι. τὸ γὰρ ἐντεῦθεν συνιὸν ἤδη θεῖος ἡμῶν πραγματικὸς διετύπωσε νόμος εἰς ὃ προσῆκόν ἐστι προχωρεῖν, ἀντεισάγεσθαι δὲ ἀεὶ τὸ διαπῖπτον· καὶ ὅ γε τρόπος, καθ’ ὃν ἔσται τὰ τῆς ἀντεισαγωγῆς, ὑπὸ τῶν Ἀναστασίου τοῦ τῆς εὐσεβοῦς
20μνήμης διατετύπωται κελεύσεων. ταῦτα μὲν οὖν ἀτελῆ μένειν καὶ πάσης ἐξῃρημένα λειτουργίας θεσπίζομεν, οὔτε αὐτῶν τῶν ἐργαστηρίων οὔτε τῶν προστατῶν τῶν συστημάτων τῶν παρεχομένων αὐτὰ τὴν οἱανοῦν ὑπομενόντων ζημίαν ἤ τι τέλος ἐπιγινωσκόντων.
25τὰ μέντοιγε λοιπὰ πάντα ἐργαστήρια τῆς εὐδαί‐ μονος ταύτης πόλεως τῶν δεκατεσσάρων κλιμάτων, εἴτε ἁγιωτάτης ἐκκλησίας εἶεν εἴτε ξενώνων εἴτε μο‐ ναστηρίων εἴτε ὀρφανοτροφείων εἴτε βρεφοτροφείων εἴτε πτωχείων εἴτε ἄλλης οἱασοῦν δεσποτείας, εἴτε τῶν
30βασιλικῶν οἴκων εἴτε ἀρχόντων τινῶν μεγάλας ἢ μέ‐ σας ἢ ἐλάττους ἀρχὰς ἐχόντων εἴτε τῶν ἐνδοξοτάτων συγκλητικῶν ἢ τῶν μεγαλοπρεπεστάτων ἰλλουστρίων ἢ τῶν περιβλέπτων κουβικουλαρίων εἴτε τινῶν στρα‐ τείαις ἐγκαταλεγομένων, ταῦτα ἅπαντα τελεῖν τὰ ἐπι‐
35κείμενα αὐτοῖς δημόσια τέλη, καὶ τὰ ἄλλα πάντα ποιεῖν τε καὶ πληροῦν κατὰ τὸ προσῆκον ἑκάστῳ τοῦ οἰκείου αὐτοῦ συστήματος, καὶ καταβάλλεσθαι διὰ πάν‐ των τῷ δημοσίῳ διὰ τῶν προστατῶν τοῦ συστήμα‐ τος, οὐδενὸς προνομίῳ ταύτης ἕνεκα τῆς αἰτίας ἐπ‐
40ερείδεσθαι δυναμένου ἢ τοιαύτῃ τινὶ κεχρῆσθαι παρ‐

272

αιτήσει. οὐδὲ γὰρ ὑπομένομεν τὸ ἑτέρων ἄχθος εἰς ἑτέρους φέρεσθαι, οὐδὲ οὕτως ἀπηνῆ κεῖσθαι δια‐ τύπωσιν, ὣστε καθ’ ἑκάστην αὔξεσθαι τὰ τέλη καὶ καθάπερ ἐδιδάχθημεν τὰ τετραπλάσια καὶ πεντα‐
5πλάσια καὶ δήπου καὶ δεκαπλάσια δίδοσθαι, διότι καὶ περισπούδαστόν ἐστι τῷ ἡμετέρῳ κράτει μηδενὶ καινῷ τέλει μηδένα βαρύνεσθαι· καινὸν δὲ ἂν εἴη οὐ τὸ νῦν πρῶτον ἐπιτεθειμένον μόνον, ἀλλὰ καὶ τὸ τὴν πρώτην συμμετρίαν ὑπερβαῖνον. ἀλλὰ πάντα
10ὑπὸ τὴν αὐτὴν ἔστω κατάστασίν τε καὶ τύχην, διὰ τὸ κοινὸν εἶναι κατὰ πάντων τὸν τοιοῦτον θεῖον ἡμῶν πραγματικὸν τύπον (ὃν δὴ καὶ νόμον καλεῖν ἔξεστιν), ὥστε πᾶσι τὸ ἄλυπον πεφιλοτιμῆσθαι. οὐ γὰρ ἄν τις περὶ τοῦτο δυσχεραίνοι, μηδένα εἶναι τὸν ἐξαιρού‐
15μενον βλέπων πλὴν δὴ τοῦ τῆς ὁσίας τῶν τελευτών‐ των λόγου τοῦ περὶ τῶν χιλίων ἑκατὸν ἐργαστηρίων, ὃς δὴ κοινότατός τε ἐστι καὶ ἅπασιν ὁμοίως ἐφηπλω‐ μένος ἀνθρώποις. Εἰ δέ τις ἐπιχειρήσειε παραι‐ τήσει τινὶ χρήσασθαι καὶ ἑαυτὸν ἐλαφρύνειν τῆς συν‐
20τελείας, καὶ ἢ μὴ συγχωρεῖν τοὺς ἐνοίκους ἀπαιτεῖσθαι τοὺς ἑαυτοῦ ἢ προστασίαν βούλεσθαι νέμειν ἢ στρα‐ τιωτικὴν ἢ πολιτικὴν ἢ ἐκκλησιαστικὴν ἢ τὴν οἱανοῦν ἑτέραν, ἐκπιπτέτω καθάπαξ τῆς τοῦ ἐργαστηρίου δε‐ σποτείας, καὶ ἔστω τοῦτο δημόσιον αὐτῷ τῳ συστή‐
25ματι προσκυρούμενον. οὕτω γὰρ εὐλαβηθήσονται καὶ τῶν κεκωλυμένων οὐ προσάψονται· ἀλλὰ τῷ κατὰ μικρὸν καὶ ἐφ’ ἅπαντας ἡπλῶσθαι τὰ τέλη βραχὺ μὲν ἔσται τὸ παρ’ ἑκάστου διδόμενον, μέτριον δὲ καὶ κοῦφον καὶ φορητὸν καὶ ῥᾷον συνεισφερόμενον, ὅσῳ
30παρὰ πλειόνων συλλεγέν. τί γὰρ ἀτοπώτερον ἂν εἴη, ἄνδρας ἐκ τῶν οἰκείων ἐργαζομένους χειρῶν καὶ ἀπο‐ τρέφοντας γαμετάς τε καὶ παῖδας καὶ τὴν ἄλλην τοῦ βίου διοίκησιν ἐντεῦθεν ἔχειν ἐπειγομένους βαρύνειν μείζοσι τέλεσι, καὶ ὅσῳ πλείω τὰ τῶν ἐλαφρυνομένων
35γίνεσθαι, τοσούτῳ μείζω τὰ ἐκεῖθεν ἀποτελεῖσθαι πάθη, καὶ εἶναι τι βάρος ἀόριστον, πέρας οὐδ’ ὁτιοῦν ἔχειν δυνάμενον; Ταῦτα πάντα κωλύοντες τόνδε τὸν θεῖον τίθεμεν πραγματικὸν τύπον, τήν τε τῆς ἐκπτώσεως ἀπειλοῦντες ποινὴν ἅπασιν ὁμοίως ἐφ‐
40εξῆς τοῖς ὑπηκόοις, εἰ κωλύσαιεν τοὺς ἑκάστου συστή‐
ματος προστάντας τὰ νενομισμένα καὶ ἄνωθεν τεταγ‐

273

μένα τέλη λαμβάνειν ἢ πειρᾶσθαι τὰ τέλη τρέπειν εἰς στεγονόμια. ἀλλ’ ἕκαστος ἀπολαυέτω μὲν τῆς τῶν στεγονομίων εἰσφορᾶς, συγχωρείτω δὲ τὰ ἐργαστήρια λειτουργεῖν τὰ συνήθη τε καὶ νενομισμένα. ὥσπερ
5γὰρ ἕκαστος ἑαυτοῦ προνοεῖ, οὕτω καὶ ἡμᾶς ἀνάγκη τοῦ λυσιτελοῦς τε καὶ συμφέροντος τῆς μεγάλης ταύ‐ της καὶ βασιλίδος ἀντιλαμβάνεσθαι πόλεως. οὐ γὰρ ἂν ἄλλως τὰ κοινῇ λυσιτελοῦντα προβαίη μὴ τῆς τοι‐ αύτης βαρύτητος ἀπαλλαττομένων τῶν μέχρι νῦν αὐ‐
10τὴν φέρειν ἠναγκασμένων. 〈Ἐπίλογος.〉 Ἡ τοίνυν σὴ ἐνδοξότης τὰ παρα‐ στάντα ἡμῖν καὶ διὰ τοῦδε τοῦ θείου πραγματικοῦ τύπου δηλούμενα ἀπαράθραυστα φυλάξει καὶ οἱ μετὰ σὲ τὴν αὐτὴν ἀρχὴν παραληψόμενοι καὶ ἡ πειθομένη
15σοι τάξις νῦν καὶ εἰς τὸν ἑξῆς ἅπαντα χρόνον.
18tΜΔ
19tΠΕΡΙ ΤΩΝ ΣΥΜΒΟΛΑΙΟΓΡΑ‐
20tΦΩΝ ΚΑΙ ΠΕΡΙ ΤΟΥ ΤΑ ΠΡΩ‐
21tΤΟΚΟΛΛΑ ΑΥΤΟΥΣ ΕΑΝ ΕΝ
22tΤΟΙΣ ΧΑΡΤΑΙΣ.
23tὉ αὐτὸς βασιλεὺς Ἰωάννῃ ἐπάρχῳ πραιτωρίων τὸ βʹ,
24tἀπὸ ὑπάτων καὶ πατρικίῳ.
25Προοίμιον.〉 Δίκης μικρῷ πρόσθεν ἠκροασάμεθα τῷ παρόντι νόμῳ παρασχομένης τὴν πρόφασιν. ἐκ γὰρ προσώπου γυναικός τινος ἐφέρετο συμβόλαιον, γράμματα μὲν αὐτῆς οὐκ ἔχον (ἦν γὰρ τούτων ἀνεπι‐ στήμων), τελεσθὲν δὲ ὑπὸ συμβολαιογράφου καὶ παρά
30τε ταβουλαρίου τὴν ὑπογραφὴν ἔχον τὴν αὐτῆς καὶ

274

μαρτύρων ἐπιδεικνύον παρουσίαν. εἶτα ἐπειδή τις ἀμφισβήτησις περὶ αὐτοῦ γέγονε, τῆς γυναικὸς λεγού‐ σης οὐ ταῦτα εἶναι τὰ παρ’ αὐτῆς ἐπιταχθέντα ἅπερ ὁ χάρτης ἔλεγεν, ὁ τῆς δίκης ἀκροώμενος ἐπεζήτει
5παρὰ τοῦ συμβολαιογράφου μαθεῖν τὴν τοῦ πράγμα‐ τος ἀλήθειαν, καὶ δὴ τὸν συμβολαιογράφον ἤγαγεν. ὁ δὲ τὰ μὲν γράμματα ἐπιγινώσκειν ἔφη τῆς πληρώ‐ σεως τοῦ συμβολαίου, μὴ μὴν εἰδέναι τι τῶν παρ‐ ακολουθησάντων· οὔτε γὰρ αὐτὸς τὴν ἀρχὴν ἐπιταγῆ‐
10ναι παντελῶς, ἀλλ’ ἐπιτρέψαι τινὶ τῶν αὑτοῦ τοῦτο πρᾶξαι, οὔτε ὕστερον παραγενέσθαι τῇ πληρώσει, ἀλλ’ αὖθις ἑτέρῳ τοῦτο ἐπιτετραφέναι. καὶ ὁ μὲν παραγενόμενος τῇ πληρώσει παρῆλθεν, οὐδὲν οὐδὲ αὐτὸς φήσας εἰδέναι (καὶ γὰρ οὐδὲ ὁ γραφεὺς ἦν τοῦ
15συμβολαίου), ἀλλὰ μόνον ἐδίδαξεν ὅτι παρόντος αὐ‐ τοῦ τοῦτο ἀπολέλυται. οὐδὲ μὴν ὁ τὴν ἀρχὴν ἐπι‐ ταχθεὶς ηὑρέθη· ὥστε εἰ μὴ διὰ τῶν μαρτύρων ὁ δικάζων ἴσχυσεν ἐπιστῆναι τῷ πράγματι, καθαρῶς ἐκινδύνευεν τὸ διαπεσεῖν πανταχόθεν τὴν τοῦ πράγ‐
20ματος γνῶσιν. ἐκεῖνο μὲν οὖν τῆς προσηκούσης ἔτυ‐ χεν ἐξετάσεώς τε καὶ κρίσεως· ἡμεῖς δὲ ᾠήθημεν χρῆναι τῷ παντὶ βοηθῆσαι καὶ κοινὸν ἐφ’ ἅπασι ποιήσασθαι νόμον, ὥστε τοὺς προ‐ εστῶτας τῆς ἐργασίας συμβολαιογράφους αὐτοὺς δι’
25ἑαυτῶν ἐκ τρόπου παντὸς ἐπιτάττεσθαι τὸ συμβό‐ λαιον ἡνίκα τε ἀπολύοιτο παραγίνεσθαι, καὶ μὴ ἄλλως ἐπιτιθέναι τῷ χάρτῃ τὴν πλήρωσιν πλὴν εἰ μὴ ταῦτα πραχθείη· ὥστε ἔχειν αὐτοὺς εἰδέναι τὴν ὑπόθεσιν ἐρωτωμένους τε ὑπὸ τῶν δικαζόντων δύνασθαι τὰ
30παρηκολουθηκότα γινώσκειν τε καὶ ἀποκρίνεσθαι, καὶ μάλιστα ὅταν γραμμάτων εἰσὶν ἀνεπιστήμονες οἱ ταῦτα ἐπιτάττοντες, οἷς ῥᾳδία καθέστηκε καὶ ἀνεξέλεγκτος ἡ τῶν ταῖς ἀληθείαις παρηκολουθηκότων ἄρνησις. Ἵνα τοίνυν ἅπαντα ταῦτα κωλύσωμεν, διὰ τοῦτο
35τὸν παρόντα γράφομεν νόμον, καὶ ταῦτα παραφυλάτ‐ τεσθαι πάντως βουλόμεθα παρὰ τῶν συμβολαιογρά‐ φων, εἴτε ἐπὶ ταύτης τῆς εὐδαίμονος πόλεως εἴτε ἐν ἐπαρχίαις εἶεν, γινωσκόντων ὡς εἰ παρὰ ταῦτά τι
πράξαιεν, ἐκπεσοῦνται πάντως τῶν καλουμένων στα‐

275

τιόνων, καὶ ὁ παρ’ αὐτῶν σταλεὶς ἐφ’ ᾧ τε ἐπιταγῆ‐ ναι τὸ συμβόλαιον καὶ παραγενόμενος αὐτὸς κύριος τῆς ἐπὶ τῆς στατίονος αὐθεντίας ἔσται· καὶ μεταβλη‐ θήσεται τὸ πρᾶγμα, καὶ ὁ μὲν τὸ λοιπὸν ταύτην ἐφ‐
5έξει τὴν τάξιν ἐν τῇ στατίονι ὁποίαν ὁ κατ’ αὐτὴν πρωτεύων εἶχεν, ὁ δέ γε ἐκπεσεῖται ταύτης ἢ εἷς ἔσται τῶν ὑπογραφόντων ἐκείνῳ. ἐπειδὴ γὰρ ὁ μὲν ἀπ‐ ηξίωσε τοῦτο πράττειν ὅπερ ἦν ἐφειμένον αὐτῷ, ὁ δὲ κατὰ τὴν ἐκείνου γνώμην τοῦτο ἔπραξε, διὰ τοῦτο καὶ
10ἡμεῖς ταύτην ἐπάγομεν αὐτοῖς τὴν ποινήν, ἵνα δέει τούτου γίνωνται περὶ τὰ συμβόλαια δίκαιοί τε καὶ ἀσφαλέστεροι, καὶ μὴ διὰ τὴν ἑαυτῶν ἄνεσίν τε καὶ τρυφὴν τοὺς ἀλλοτρίους διαφθείρωσι βίους. Εἰ δὲ οὐκ ἄξιος τυχὸν εἴη τοῦ τὴν ἐξουσίαν τῆς στατίονος
15παραλαβεῖν ὁ τὸ συμβόλαιον παρὰ τὰ ὑφ’ ἡμῶν δια‐ τεταγμένα μετὰ τὸν παρόντα νόμον ἐπιταττόμενος, ὁ μὲν συμβολαιογράφος ἐκπιπτέτω τρόποις ἅπασι τού‐ του, ἕτερος δὲ ἀντ’ αὐτοῦ προβαλλέσθω· οὐδὲν ζη‐ μιουμένου παντελῶς ἐντεῦθεν τοῦ τῆς στατίονος κυ‐
20ρίου, εἴ τις εἴη τῶν ἔξωθεν ἀλλὰ μὴ συμβολαιογρά‐ φος αὐτός, οὐδὲ ἐκπίπτοντος τῶν ἐκεῖθεν πόρων· ἀλλ’ αὐτοῦ μόνου τοῦ τὰ τοιαῦτα κομψευσαμένου καὶ ἀπαξιώσαντος τὴν ἑαυτοῦ πληροῦν ἐργασίαν τῆς προ‐ στασίας ἐκπίπτοντος, πάντων μέντοι τῶν ἄλλων τῶν
25ἐπὶ τῇ στατίονι δικαίων ἀκεραίων τοῖς κυρίοις αὐτῆς παρὰ τοὺς τὰ τοιαῦτα πταίσαντας συμβολαιογράφους φυλαττομένων. Καὶ μὴ πλαττέτωσαν οἱ συμβο‐ λαιογράφοι προφάσεις, εἰς νόσους τυχὸν ἀναχωροῦντες ἢ εἰς ἀσχολίας τοιαύτας. ἔξεστι γὰρ αὐτοῖς, εἴ τι τοι‐
30οῦτον εἴη, μεταπέμψασθαι τοὺς ἐπιτάττοντας καὶ δι’ ἑαυτῶν τὸ πρᾶγμα πληρῶσαι· ἄλλως τε ταῦτα δὴ τὰ συμβαίνοντα σπανίως οὐκ ἂν ἐμποδὼν σταίη τοῖς καθόλου, διότι μηδὲν ἐν ἀνθρώποις οὕτως ἐστὶν ἀναμ‐ φισβήτητον, ὡς μὴ δίνασθαι, κἂν εἴ τι τῶν σφόδρα
35εἴη δικαιοτάτων, ὅμως δέξασθαί τινα μεμεριμνημένην ἀμφισβήτησιν. ἀλλὰ μηδὲ τοὺς πόρους αὐτοῖς ἐλάτ‐ τους γίνεσθαι κατὰ τοῦτο διὰ τὴν τῶν ἐπιταττόντων συνέχειαν προφασιζέσθωσαν, κάλλιον ὂν ὀλίγα πράτ‐ τειν ἀσφαλῶς ἢ πολλοῖς ἐπεμβαίνειν ἐπικινδύνως.
40Ἵνα δὲ ὅμως μὴ σφόδρα αὐτοῖς ἀπηνὴς ὁ νόμος
εἶναι δόξειεν, ἡμεῖς ἐστοχασμένοι τῆς ἀνθρωπίνης φύ‐

276

σεως συμμέτρους αὐτῇ καὶ τοὺς νόμους τοὺς ἡμετέ‐ ρους τίθεμεν. διὰ γὰρ τὰς τοιαύτας αὐτῶν ἴσως ἀμ‐ φισβητήσεις δίδομεν αὐτοῖς ἄδειαν ἑκάστῳ ἕνα ἐπὶ τούτῳ προβάλλεσθαι ἐν ὑπομνήμασι παρὰ τῷ λαμ‐
5προτάτῳ μαγίστρῳ τῶν κήνσων τῆς εὐδαίμονος ταύ‐ της πόλεως κατὰ τὸ σύνηθες πραττομένοις. καὶ ἄδειαν αὐτῷ διδόναι ἐπιτάττεσθαι παρὰ τῶν συμβαλλόντων ἐν τῇ κατ’ αὐτὸν στατίονι τὰ συμβόλαια καὶ ἀπο‐ λυομένων αὐτῶν παραγίνεσθαι· καὶ μηδενὶ παντελῶς
10ἑτέρῳ τῶν ἐπὶ τῆς στατίονος ὄντων ἄδειαν εἶναι ἢ ἐπιτάττεσθαι τὴν ἀρχὴν ἢ ἀπολυομένοις παραγίνε‐ σθαι, πλὴν ἢ αὐτοῦ τοῦ συμβολαιογράφου τοῦ τὴν αὐθεντίαν ἔχοντος ἢ τοῦ παρ’ αὐτοῦ ἐπὶ τούτῳ προ‐ βληθέντος. εἰ δέ τι παρὰ ταῦτα γένοιτο καὶ ἕτερος
15ἐπιταχθείη, τηνικαῦτα ὑποπιπτέτω τῇ ποινῇ ὁ συμ‐ βολαιογράφος ὁ τὴν αὐθεντίαν ἔχων τῇ παρ’ ἡμῶν ἔμπροσθεν διωρισμένῃ, αὐτῶν μέντοι τῶν συμβο‐ λαίων διὰ τὸ χρήσιμον τῶν συμβαλλόντων οὐκ ἀκυ‐ ρουμένων. ἴσμεν δέ, ὡς δέει τοῦ νόμου τὸ λοιπὸν
20αὐτοί τε φυλάξουσι τὰ παρ’ ἡμῶν σὰ συμβόλαιά τε ἐν ἀσφαλεῖ κείσεται. Ἐκεῖνο μέντοι τῷ παρόντι προστίθεμεν νόμῳ, ὥστε τοὺς συμβολαιογράφους μὴ εἰς ἕτερον χάρτην καθα‐ ρὸν γράφειν συμβόλαιον, πλὴν εἰ μὴ εἰς ἐκεῖνον ὃς
25προκείμενον τὸ καλούμενον πρωτόκολλον ἔχοι, φέρον τὴν τοῦ κατὰ καιρὸν ἐνδοξοτάτου κόμητος τῶν θείων ἡμῶν λαργιτιόνων προσηγορίαν καὶ τὸν χρόνον καθ’ ὃν ὁ χάρτης γέγονε καὶ ὁπόσα ἐπὶ τῶν τοιούτων προ‐ γράφεται, καὶ τοῦτο τὸ πρωτόκολλον μὴ ἀποτέμνειν,
30ἀλλ’ ἐγκείμενον ἐᾶν. ἴσμεν γὰρ πολλὰς παραποιήσεις ἐκ τῶν τοιούτων χαρτῶν ἐλεγχθείσας πρότερόν τε καὶ νῦν. ὥστε κἂν εἴ τις εἴη χάρτης (καὶ γὰρ δὴ καὶ τοῦτο εἴδομεν) ἔχων τὸ πρωτόκολλον οὐχ οὕτω κατα‐ γεγραμμένον, ἀλλ’ ἄλλην τινὰ γραφὴν ἔχον, μηδὲ
35ἐκεῖνον προσιέσθωσαν ὡς κίβδηλόν τε καὶ πρὸς τὰ τοιαῦτα οὐκ ἐπιτήδειον, ἀλλὰ μόνῳ τῷ τοιούτῳ χάρ‐ τῃ ὁποῖον ἔμπροσθεν εἰρήκαμεν τὰ συμβόλαια ἐγγρα‐
φέτωσαν. Ταῦτα δὲ τὰ περὶ τῆς ποιότητος τῶν χαρ‐

277

τῶν ἡμῖν διωρισμένα καὶ τῆς ἀποτομῆς τῶν καλουμέ‐ νων πρωτοκόλλων κρατεῖν ἐπὶ τῆς εὐδαίμονος ταύτης πόλεως μόνον βουλόμεθα, ἔνθα πολὺ μὲν τὸ τῶν συναλλαγμάτων πλῆθός ἐστι, πολλὴ δὲ ἡ τῶν χαρτῶν
5ἀφθονία, καὶ πάρεστι τῷ νενομισμένῳ τρόπῳ τοῖς πράγμασι χρῆσθαι καὶ μὴ διδόναι πρόφασίν τισι πα‐ ραποίησιν ἁμαρτάνειν, ἧς ἑαυτοὺς ὑπευθύνους ὄντας ἀποδείξουσιν, εἴ τι παρὰ ταῦτα πρᾶξαι θαρρήσειαν. 〈Ἐπίλογος.〉 Τὰ τοίνυν παραστάντα ἡμῖν καὶ διὰ
10τοῦδε τοῦ θείου δηλούμενα νόμου ἡ σὴ ὑπεροχὴ ἔργῳ καὶ πέρατι παραδοῦναι σπευσάτω.
14tΜΕ
15tΠΕΡΙ ΤΟΥ ΜΗ ΕΛΕΥΘΕΡΩΘΗΝΑΙ
16tΒΟΥΛΕΥΤΙΚΗΣ ΤΥΧΗΣ ΙΟΥΔΑΙΟΥΣ ΤΕ
17tΚΑΙ ΣΑΜΑΡΕΙΤΑΣ Η ΑΙΡΕΤΙΚΟΥΣ
18tΠΡΟΦΑΣΕΙ ΤΗΣ ΑΥΤΩΝ ΘΡΗΣΚΕΙΑΣ, ΑΛΛΑ
19tΤΟΙΣ ΜΕΝ ΒΟΥΛΕΥΤΙΚΟΙΣ ΛΕΙΤΟΥΡΓΗ‐
20tΜΑΣΙΝ ΥΠΟΚΕΙΣΘΑΙ, ΤΩΝ ΔΕ ΠΡΟΝΟΜΙΩΝ
21tΑΥΤΩΝ ΜΗ ΑΠΟΛΑΥΕΙΝ. ΔΥΝΑΣΘΑΙ ΔΕ
22tΑΥΤΟΥΣ ΚΑΤΑ ΟΡΘΟΔΟΞΩΝ ΩΣ ΥΗΟΚΕΙ‐
23tΜΕΝΩΝ ΒΟΥΛΕΥΤΙΚΗΙ ΤΥΧΗΙ ΜΑΡΤΥΡΕΙΝ,
24tΟΙΑ ΔΗ ΚΑΙ ΥΠΕΡ ΟΡΘΟΔΟΞΟΥ ΤΗΣ ΠΟΛΙ‐
25tΤΕΙΑΣ ΚΑΛΩΣ ΜΑΡΤΥΡΟΥΝΤΑΣ.
26tὉ αὐτὸς βασιλεὺς Ἰωάννῃ ἐπάρχῳ πραιτωρίων τὸ βʹ,
27tἀπὸ ὑπάτων καὶ πατρικίῳ.
28Προοίμιον.〉 Ῥῆμά τι πρὸς ἡμᾶς ἔναγχος ἡ σὴ μεμήνυκεν ὑπεροχή, τινὰς ἐν τοῖς βουλευταῖς εἶναι
30Ἰουδαίους τυχὸν ἢ Σαμαρείτας ἢ Μοντανιστὰς ἢ ἄλλως καταπτύστους ἀνθρώπους, οὓς οὔπω καὶ νῦν ἡ ὀρθὴ καὶ ἀμώμητος ἡμῶν κατέλαμψε πίστις, ἀλλ’ ἐν σκότει
κάθηνται, ταῖς ψυχαῖς τῶν ἀληθῶν οὐκ αἰσθόμενοι

278

μυστηρίων· καὶ ἐπειδήπερ αἱρετικοὺς μισοῦμεν, οἴον‐ ται κατὰ ταύτην τὴν πρόφασιν ἐλεύθεροι βουλευτι‐ κῶν εἶναι λειτουργημάτων· καὶ ὡς προσήκει τὰ περὶ τούτων διακριθῆναι. Ἡμεῖς τοίνυν ἐθαυμάσαμεν, εἴ‐
5περ ἡ σύνεσίς τε καὶ ὀξύτης ἡ σὴ τοὺς τοιούτους αὐ‐ τῶν ὑπέμεινε λόγους, ἀλλὰ μὴ παραχρῆμα τοὺς τὰ τοιαῦτα λέγοντας διέσπασεν. εἰ γὰρ ἀνθρωποί τινές εἰσιν οἵπερ οἴονται διὰ τῆς εἰς ἔσχατον ἀτοπίας ἐκεί‐ νων ἀξιοῦσθαι τῶν γερῶν, ἅπερ μόνοις τοῖς μεγίστοις
10ἀξιώμασιν ἐφυλάξαμεν, τίς οὐκ ἂν αὐτῶν μισήσειε τὴν ἀθλιότητά τε καὶ ἄνοιαν; Ὥστε βουλευέτωσαν μὲν οἱ τοιοῦτοι πάντες καὶ μάλα οἰμώζοντες καὶ ταῖς βουλευτικαῖς ὑποκείσθωσαν λειτουργίαις, ὥσπερ καὶ ταῖς ταξεωτικαῖς καθὰ πρώην νενομοθέτηται, καὶ
15μηδεμία θρησκεία τῆς τοιαύτης αὐτοὺς ἐξαιρείτω τύ‐ χης (τοῦτο γὰρ οὔτε τῶν παλαιῶν τινι νόμων οὔτε τῶν νέων εἴρηται), ἀνάξιοι μέντοι βουλευτικῆς ἁπά‐ σης ἔστωσαν τιμῆς. Καὶ ἐπειδήπερ οἱ νόμοι πολλὰ διδόασι τοῖς βουλευταῖς προνόμια, περί τε τὸ μὴ
20τύπτεσθαι περί τε τὸ μὴ παρίστασθαι μηδὲ εἰς ἑτέ‐ ραν ἄγεσθαι χώραν καὶ ἕτερα μυρία, τούτων ἀπο‐ λαυέτωσαν μηδενός· ἀλλ’ εἴ τι μὲν γέγραπται περὶ βουλευτῶν οὐ χαριζόμενον αὐτοῖς προνόμιον, τοῦτο καὶ ἐπ’ αὐτοῖς κρατείτω, καὶ πληρούτωσαν σωματικάς
25τε καὶ χρηματικὰς λειτουργίας, καὶ μηδεὶς τούτων αὐ‐ τοὺς ἐξαρπαζέτω νόμος, τιμῆς δὲ ἀπολαυέτωσαν μη‐ δεμιᾶς, ἀλλ’ ἔστωσαν ἐν ἀτιμίᾳ τὴν τύχην, ἐν οἵᾳ καὶ τὴν ψυχὴν ἐβουλήθησαν εἶναι. οὕτω τοίνυν αὐτοῖς τὸ περὶ τούτου διάθες.
30 Κἀκεῖνο μέντοι γε προσήγγειλας ἡμῖν ἄξιον ζητή‐ σεώς σοι γενόμενον. ἐπειδὴ γὰρ τοὺς αἱρετικοὺς μαρ‐ τυρεῖν εἵρξαμεν ἐφ’ ὧν ὀρθόδοξοι πρὸς ἀλλήλους δι‐ κάζονται, διδόντες αὐτοῖς κατὰ τὴν ἡμετέραν διάταξιν, εἰ μὲν ἐν ἀλλήλοις φύροιντό τε ἐκεῖνοι καὶ δικάζοιντο
35καὶ ἑκάτερος αἱρετικὸς εἴη ὅ τε ἐνάγων ὅ τε ἐναγό‐ μενος, δύνασθαι μαρτυρεῖν, ἀξίων ἀλλήλοις ὄντων
καὶ τῶν δικαζομένων καὶ τῶν μαρτυρούντων· εἰ δὲ

279

αὖθις αἱρετικός τε εἴη καὶ ὀρθόδοξος, κατὰ μὲν αἱ‐ ρετικῶν καὶ σφόδρα δύνασθαι μαρτυρεῖν ὑπὲρ ὀρθο‐ δόξων, κατὰ δὲ ὀρθοδόξων οὐκ ἔτι· ὀρθοδόξων δὲ ὄντων τῶν δικαζομένων μηδεμίαν εἶναι παντελῶς
5πάροδον αὐτοῖς εἰς μαρτυρίαν· ἐδίδαξας τοίνυν ἡμᾶς, ὥς τινες ὀρθόδοξοι καθεστῶτες ἀρνοῦνται βουλευτι‐ κῆς εἶναι τύχης, καὶ ἀνάγκη παρελθεῖν εἰς μαρτυρίαν τοὺς ἐκ τοῦ γένους συνημμένους αὐτοῖς ἢ καὶ ἄλλως πως ἐπισταμένους αὐτῶν τὴν τύχην· καὶ ἐπειδήπερ
10ὁ νόμος εἴργει τὰς ἐπ’ ὀρθοδόξοις μαρτυρίας τῶν αἱρετικῶν, διὰ τοῦτο τοὺς δικαστὰς ὀκνεῖν ταύτας προσίεσθαι. καίτοι γε μάταιον δεδοίκασι δέος οἱ τὰς τοιαύτας παραιτούμενοι δέχεσθαι μαρτυρίας. πρῶτον μὲν γὰρ ὑπὲρ ὀρθοδόξων γίνονται, τοῦτο δὲ οἱ νόμοι
15πράττειν τοὺς αἱρετικοὺς οὐ κωλύουσιν· ἔπειτα εἰ τοὺς ὄντας βουλευτὰς εἶτα πρὸς τὴν τύχην ἀνανεύον‐ τας ἕλκει τις εἰς βουλὴν καὶ τοὺς αἱρετικοὺς εἰς μαρ‐ τυρίαν καλεῖ, πῶς οὐ τοῦτο ὑπὲρ τῆς ἡμετέρας πράτ‐ τει πολιτείας; ὥστε εἶναι τὴν μὲν πολιτείαν τὴν δι‐
20καζομένην ὀρθοδοξοῦσαν, καὶ μάλιστα ἐξ οὗπερ ἡμᾶς αὐτῆς δέδωκεν ὁ θεὸς βασιλεύειν, τοὺς δὲ ὑπὲρ τούτου μαρτυροῦντας ὑπὲρ ὀρθοδόξων ποιεῖσθαι μαρτυρίαν. τὸ γὰρ πολίτευμα τὸ ἡμέτερον ὀρθόν τέ ἐστι καὶ ἤδη μεστὸν τῆς ὀρθοδόξου πίστεως, πάσης αἱρέσεως ἄλλης
25εἰκότως μεμισημένης. 〈Ἐπίλογος.〉 Καὶ τοῦτο τοίνυν ἡ σὴ ὑπεροχὴ παραφυλαττέτω τόν τε ἡμέτερον γινώσκουσα νοῦν καὶ τὸ τῇ πολιτείᾳ συμφέρον μνηστεύουσα καὶ ἐπι‐ σταμένη διὰ πάντων, ὡς ἐκεῖνα ἡμῖν καὶ πράττειν
30καὶ νομοθετεῖν διεσπούδασται ὁπόσα τὴν ἡμετέραν
ὠφελεῖ πολιτείαν.

280

(1t)

Μϛ
2tΠΕΡΙ ΤΗΣ ΤΩΝ ΕΚΚΛΗ‐
3tΣΙΑΣΤΙΚΩΝ ΑΚΙΝΗΤΩΝ ΠΡΑΓ‐
4tΜΑΤΩΝ ΕΚΠΟΙΗΣΕΩΣ ΚΑΙ
5tΚΑΤΑΒΟΛΗΣ, ΔΙΧΑ ΤΩΝ ΕΝ
6tΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΙ.
7tὉ αὐτὸς βασιλεὺς Ἰωάννῃ ἐπάρχῳ πραιτωρίων τὸ βʹ,
8tἀπὸ ὑπάτων καὶ πατρικίῳ.
9Προοίμιον.〉 Καὶ τὸ περὶ τοὺς νόμους σπού‐
10δασμα καὶ τἆλλα πάντα ἡμῖν διὰ τοῦτο καθ’ ἑκάστην ἐκπονεῖται, ἵνα τὸ συμφέρον τοῖς ἡμετέροις ὑπηκόοις ἐξευρίσκοιμεν τὸ μὲν ἐκκεχυμένον καὶ ἄμετρον παύον‐ τες, τὸ δὲ ὁριστόν τε καὶ μεμετρημένον ἀντεισφέροντες. καὶ πολλὰ ἐξεπίτηδες διὰ τὴν ἔμπροσθεν ἀμετρίαν
15καὶ πέρα τοῦ μετρίου τὸν νόμον περιεσφίγξαμεν, ἵνα τὸ πρόσθεν ἐπιρρέον στείλαντες οὕτω τὴν ἰσότητα τὸ λοιπὸν εἰσαγάγωμεν. Ἔναγχος τοίνυν ἐγράψαμεν νόμον ταῖς ἁγιωτάταις ἐκκλησίαις ἁπάσαις μοναστη‐ ρίοις τε καὶ λοιποῖς εὐαγέσιν οἴκοις, μηδεμίαν αὐτοῖς
20εἶναι πραγμάτων ἀκινήτων ἐκποιήσεως ἄδειαν. ἑω‐ ρῶμεν γὰρ τὸ πρᾶγμα ἐκκεχυμένον, καὶ κατὰ μικρὸν εἰς ἑτέρους τὰς ἐκκλησιαστικὰς μεταβαινούσας κτήσεις, οὔτε τιμημάτων ἀξίων καταβαλλομένων οὔτε χρείας ἀπαραιτήτου κατεπειγούσης ἐκποιουμένας, ἀλλὰ καὶ
25κατὰ τῶν ἤδη τεθειμένων νόμων μυρίας περιγραφὰς γινομένας. ὥστε τὴν πρώτην ἀνελόντες ὁδὸν πᾶσιν ὁμοίως ἄβατον τὴν κατ’ αὐτῶν ἐποιησάμεθα περι‐ γραφήν. ἀλλ’ ἐντεῦθεν κατὰ τὸ πλεῖστον μὲν αἱ τῶν ἁγιωτάτων ἐκκλησιῶν καὶ τῶν ἄλλων εὐαγῶν οἴκων
30ὠφέληνται κτήσεις. οὐδενὸς ταύτας ἐλαττοῦν θαρροῦν‐ τος· ἀπήντησε δὲ ὅμως τι καὶ δύσκολον, δανείσματα γὰρ ἢ πόρρωθεν συστάντα ἢ καὶ ὕστερον ἔκ τινος
ἀνάγκης καὶ μάλιστα κατὰ δημοσίας προφάσεις αὐτοῖς

281

ἐπισυμβάντα εἰς ἐκποιήσεως ἀνάγκην τοὺς ἱεροὺς ἀν‐ αγαγεῖν οἴκους. κινητῆς γὰρ οὐχ ὑπούσης περιουσίας αὐτάρκους ἐκινδύνευον εἰς ἐσχάτην ἐλθεῖν ἀνάγκην οἱ τούτων προεστῶτες, οὔτε ἀποδόσθαι δυνάμενοι οὔτε
5ὅθεν τὰ ὀφλήματα λύσαιεν ἰσχύοντες. ἀλλὰ τὸ μὲν ἀντὶ τῶν ὀφλημάτων δύνασθαι ἀντὶ καταβολῆς τοῖς δανεισταῖς διδόναι κτήσεις ἐκκλησιαστικάς, μετὰ μέν‐ τοι τῆς προσηκούσης ἀκριβείας καὶ παρατηρήσεως γινο‐ μένης τῆς καταβολῆς, ἤδη πολλάκις ἐπετρέψαμεν, ὡς
10οὐδὲ σαφῶς τοῦτο τῷ ἡμετέρῳ πρότερον ἀνελόντες νόμῳ. εἰ δὲ οὐκ ἰδιωτικός τίς ἐστι δανειστής, ἀλλ’ ἐπίκειται τὸ δημόσιον καὶ ἀπαιτοίη τὰ ὀφλήματα, ἔστι δὲ ἀπορία χρημάτων, λαβεῖν δὲ ἀκίνητον κτῆ‐ σιν οὐ δυνατὸν τὸ δημόσιον, ἐνταῦθα χαλάσαι τι τῆς
15ἀκριβείας τοῦ νόμου προσήκειν ἡγησάμεθα, καὶ εἴ τις ἀνάγκη τοιαύτη γένοιτο, καὶ ἐκποίησιν ἐφεῖναι συνείδομεν. Θεσπίζομεν τοίνυν, εἴπερ τῶν ἁγιωτάτων τις ἐκ‐ κλησιῶν ἢ τῶν λοιπῶν σεβασμίων οἴκων δημοσίους
20ὀφείλοι φόρους καὶ ὅθεν ποιήσοιτο τὴν τούτων ἀπό‐ δοσιν οὐκ ἔχοι, συνιέναι πάντας εἰς ταὐτὸν τούς τε ἐκ τοῦ κλήρου τόν τε θεοφιλέστατον ἐπίσκοπον αὐ‐ τῆς τε τῆς πόλεως καὶ πρός γε τὸν τῆς μητροπόλεως, καὶ τῶν θείων προκειμένων λογίων τὸ πρᾶγμα ἐξε‐
25τάζεσθαι, καὶ εἰ μὴ φανείη μηδὲ εἷς πόρος ἐκποιήσεως χωρὶς δυνάμενος λῦσαι τὸ δημόσιον ὄφλημα, τηνι‐ καῦτα ἄδειαν αὐτοῖς εἶναι, ψήφου τοιαύτης προϊούσης καὶ δεκρέτου γινομένου παρὰ τῷ τῆς ἐπαρχίας ἄρ‐ χοντι, καὶ κτήσεων ἀκινήτων ἅπτεσθαι καὶ ταύτας
30ἐκποιεῖν εἰς λύσιν τοῦ ὀφλήματος· τῶν μὲν ὠνουμέ‐ νων ἐπὶ τὸ δημόσιον καταβαλλόντων καὶ τὰς ἀπο‐ δείξεις ἐκεῖθεν λαμβανόντων καὶ ὑπεισιόντων τὸ δη‐ μόσιον ὄφλημα καὶ τὴν ἀσφάλειαν ἐκεῖθεν ἐχόντων καὶ οὐδὲν δεδιότων τὸν ἔμπροσθεν τεθέντα νόμον
35παρ’ ἡμῶν, τῶν δὲ τὴν πρᾶσιν ποιουμένων ἀνευθύ‐ νων τό γε πρὸς τὸν νόμον καθεστώτων, τῶν τε δη‐ μοσίων ἀποδείξεων ἐμφανῶν ἐν ὑπομνήμασι γινομέ‐ νων καὶ κατατιθεμένων τῶν πεποιηκότων αὐτάς. ἵνα καὶ παρὰ ταῖς ἁγιωτάταις ἐκκλησίαις σώζοιτο περιφα‐
40νὴς ἀπόδειξις τοῦ καὶ τοὺς δημοσίους καταβεβλῆσθαι
φόρους καὶ τοῦ πάντα κατὰ τὸν ἡμέτερον πεπράχθαι

282

νόμον, οὐ δυναμένων τινῶν πλάττειν δημόσιον ὄφ‐ λημα καὶ οὕτως ἐπὶ τὰς ἐκποιήσεις τῶν ἀκινήτων χω‐ ρεῖν. διὰ τοῦτο γὰρ καὶ τὴν τοῦ δεκρέτου ποίησιν ἐπετρέψαμεν, ἵνα καὶ τὸ δημόσιον ὄφλημα μαρτυρῆ‐
5ται, καὶ ἐκ πόσων κάτεισι χρόνων καὶ ὅπως οὐκ ἐκ χρημάτων ἐλύθη, ἀλλ’ εἰς ἀνάγκην ἐκποιήσεως ἦλθεν· ὅπως ἂν τὰ τῆς ἀληθείας πανταχόθεν μαρτυροῖτο, πάντων ἐπὶ τῶν θείων εὐαγγελίων πραττομένων, εἰ‐ δότων τῶν τε ἐπισκόπων τῶν τε κληρικῶν καὶ πρός
10γε τῶν ἄλλων ἁπάντων, ὡς θεὸς ἐπόψεται τὰ γινό‐ μενα παρ’ αὐτῶν, καὶ εἴ τι πράξαιεν κατὰ δόλον ἢ κέρδος ἢ μηχανήν, τοῦτο ἐν ταῖς ἑαυτῶν ἀπολήψονται ψυχαῖς ζῶντές τε καὶ τελευτῶντες. Εἰ μὲν οὖν ἰδιώτης τις ὀφειλόμενος εἴη, δύνασθαι
15κατὰ τὸ pro soluto σχῆμα λαμβάνειν ἀκινήτους κτή‐ σεις, κἀνταῦθα δεκρέτου γινομένου καὶ πρὸς τὸ μέτρον τῶν ταῖς ἀληθείαις ὀφειλομένων προσκυρουμένων αὐ‐ τοῖς τῶν κτήσεων· εἰ δὲ ὄφλημα δημόσιον εἴη, δυνα‐ μένων αὐτῶν εἰς ἐκποίησιν ἀκινήτων χωρεῖν κατὰ τὴν
20ἔμπροσθεν παρατήρησιν, ὥστε μηδὲν ἐλλεῖψαι μήτε τῆς ἀκριβείας μήτε τῆς κοινῆς λυσιτελείας. Τούτων δὲ ἁπάντων τὴν ἁγιωτάτην μεγάλην ἐκκλη‐ σίαν τῆς εὐδαίμονος ταύτης πόλεως καὶ τὴν αὐτῆς περιοικίδα καὶ τοὺς εὐκτηρίους οἴκους ὧν αὐτὴ τὴν
25φροντίδα ἀναδέδεκται πᾶσιν ἐξαιροῦμεν τρόποις, τῶν ἤδη περὶ τούτου νενομοθετημένων παρ’ ἡμῶν ἐπὶ τῆς οἰκείας μενόντων ἰσχύος. Εἰ δὲ καί τινα μονα‐ στήρια ὑπ’ αὐτὴν τὴν ἁγιωτάτην μεγάλην ἐκκλησίαν εἴη, οὐδὲ ταῦτα ὑπὸ τὸν παρόντα ποιούμεθα νόμον
30ταῖς ἔξω χώραις αὐτὸν ἐφιστάντες μόνον, ἐν αἷς πολλή τίς ἐστιν ἀπορία χρημάτων, καθ’ ἣν αἱ ἁγιώταται ἐκκλησίαι λῦσαι διὰ χρημάτων τὰ ὀφλήματα οὐκ ἂν δυνηθεῖεν. 〈Ἐπίλογος.〉 Ἡ τοίνυν σὴ ὑπεροχὴ τὰ παρα‐
35στάντα ἡμῖν γινώσκουσα κατὰ τοῦτο προϊέναι τὰς ἐπὶ
τοῖς ἱεροῖς πράγμασιν ἐκποιήσεις παραφυλαττέτω.

283

(1t)

ΜΖ
2tΠΕΡΙ ΤΟΥ ΠΡΟΤΑΤΤΕΣΘΑΙ
3tΤΟ ΤΟΥ ΒΑΣΙΛΕΩΣ ΟΝΟΜΑ
4tΕΝ ΤΟΙΣ ΣΥΜΒΟΛΑΙΟΙΣ ΚΑΙ
5tΥΠΟΜΝΗΜΑΣΙ. ΚΑΙ ΩΣΤΕ ΔΙΑ
6tΤΩΝ ΡΩΜΑΙΚΩΝ ΓΡΑΜΜΑΤΩΝ
7tΣΗΜΑΙΝΟΜΕΝΟΥΣ ΤΟΥΣ ΧΡΟ‐
8tΝΟΥΣ ΣΑΦΕΣΤΕΡΟΝ
9tΓΡΑΦΕΣΘΑΙ.
10tὉ αὐτὸς βασιλεὺς Ἰωάννῃ ἐπάρχῳ πραιτωρίων τὸ βʹ,
11tἀπὸ ὑπάτων καὶ πατρικίῳ.
12Προοίμιον.〉 Ἐκεῖνο πάντων εἶναι σεμνότατον καὶ συμβόλαιον καὶ ὑπόμνημα καὶ εἴ τί περ ὅλως εἰς χρόνου μνήμην ἀνθρώποις ἐξεύρηται νομιστέον, ὅπερ
15καὶ αὐτῇ κοσμεῖται τῇ τῆς βασιλείας μνήμῃ. ὕπατοι μὲν γὰρ καὶ ἐπινεμήσεις καὶ εἴ τί περ δεῖγμα τῶν χρόνων ὅλως ἐστὶ παρ’ ἡμῖν, ἔστι μὲν ἴσως καὶ αὐτὰ δηλωτικὰ τούτων ὧν βούλεταί τις, οὐ μὴν ἡμεῖς τι τούτων ἀναιροῦμεν, ἀλλὰ μείζονα προσθήκην αὐτοῖς
20ἐπιτίθεμεν, ἵνα ἐκ μειζόνων τε καὶ τελεωτέρων αὐ‐ τοῖς ὁ τῶν χρόνων δηλῶται δρόμος. εἰ γάρ τις ἀπ‐ ίδοι πρὸς τὰ παλαιότατα πάντων καὶ ἀρχαῖα τοῦ πο‐ λιτεύματος, Αἰνείας ἡμῖν ὁ Τρὼς ὁ βασιλεὺς τῆς πολιτείας ἐξάρχει, Αἰνεάδαι τε ἡμεῖς ἐξ ἐκείνου κα‐
25λούμεθα· εἴτε τις καὶ εἰς τὰς δευτέρας ἀρχὰς θεω‐ ρήσειε τὰς ἐξ οὗ καθαρῶς τὸ ῥωμαϊκὸν ὄνομα παρ’ ἀνθρώποις ἐξέλαμψε, βασιλεῖς αὐτὰς κατεστήσαντο Ῥωμύλος τε καὶ Νουμᾶς, ὁ μὲν τὴν πόλιν οἰκοδομή‐ σας, ὁ δὲ αὐτὴν νόμοις τάξας τε καὶ κατακοσμήσας·
30εἴτε καὶ τὰ τρίτα προοίμια λάβοι τις τῆς βασιλείας, τὸν Καίσαρα τὸν μέγαν καὶ Αὔγουστον τὸν σεβαστὸν καὶ οὕτω τὴν πολιτείαν ἡμῖν ἐξευρήσει τὴν νῦν δὴ ταύτην κρατοῦσαν (εἴη δὲ ἀθάνατος) ἐξ ἐκείνων προϊ‐
οῦσαν. ἔστιν οὖν ἄτοπον ἐν τοῖς συμβολαίοις καὶ τοῖς

284

ἐν δικαστηρίοις πραττομένοις καὶ ἁπλῶς ἐν ἅπασιν, ἐν οἷς 〈ἂν〉 μνήμη τις γένηται χρόνου, μὴ τὴν βασι‐ λείαν ἡγεῖσθαι τούτων. Ὅθεν θεσπίζομεν, τούς τε ὅσοι τοῖς πραττομένοις
5ὑπηρετοῦνται εἴτε ἐν δικαστηρίοις εἴτε ἔνθα ἂν συν‐ ιστῶνται πράξεις, τούς τε συμβολαιογράφους καὶ τοὺς ὅλως καθ’ οἱονδήποτε σχῆμα συμβόλαια γράφοντας εἴτε ἐπὶ ταύτης τῆς μεγάλης πόλεως εἴτε ἐν τοῖς ἄλ‐ λοις ἔθνεσιν, ὧν ἡμῖν ἐξάρχειν δέδωκεν ὁ θεός, οὕτω
10πως ἄρχεσθαι τῶν συμβολαίων· Βασιλείας τοῦδε τοῦ θειοτάτου Αὐγούστου καὶ αὐτοκράτορος ἔτους τοσοῦδε, καὶ μετ’ ἐκεῖνα ἐπιφέρειν τὴν τοῦ ὑπάτου προσηγορίαν τοῦ κατ’ ἐκεῖνο τὸ ἔτος ὄντος, καὶ τρίτην τὴν ἐπινέμησιν, παρεπομένου τοῦ μηνὸς
15καὶ τῆς ἡμέρας. οὕτω γὰρ ἂν διὰ πάντων ὁ χρόνος τηροῖτο, καὶ ἥ τε τῆς βασιλείας μνήμη ἥ τε τῆς ὑπα‐ τείας τάξις ἥ τε λοιπὴ παρατήρησις ἐγκειμένη τοῖς συμβολαίοις ἀνόθευτα ταῦτα κατὰ πολὺ καταστήσει. Εἰ δὲ καί τις παρὰ τοῖς τὴν ἑῴαν οἰκοῦσιν ἢ ἄλ‐
20λοις ἀνθρώποις φυλάττεται παρατήρησις ἐπὶ τοῖς τῶν πόλεων χρόνοις, οὐδὲ ταύτῃ βασκαίνομεν· ἀλλὰ προ‐ τετάχθω μὲν ἡ βασιλεία, ἑπέσθω δὲ ὡς εἴρηται ὅ τε ὕπατος ἥ τε ἐπινέμησις ὅ τε μὴν ἥ τε ἡμέρα, καθ’ ἣν πράττεται καὶ γράφεται τὰ γινόμενα, τηνικαῦτά
25τε ἐπαγέσθω καὶ τὸ τῆς πόλεως πᾶσι τρόποις ἔτος. ἡμεῖς γὰρ ἀφαιροῦμεν μὲν τῶν ἔμπροσθεν οὐδὲ ἔν, βασιλικῇ δὲ προσθήκη τὸ πρᾶγμα αὔξομεν. καὶ ἀρ‐ χέσθω εὐθὺς ἀπὸ τῆς ἡγεμόνι θεῷ προϊούσης πρώτης ἐπινεμήσεως, οὕτω πως αὐτῶν γραφόντων· Βασι‐
30λείας Ἰουστινιανοῦ τοῦ θειοτάτου Αὐγού‐ στου καὶ αὐτοκράτορος ἔτους ἑνδεκάτου μετὰ τὴν ὑπατείαν Φλαβίου Βελισαρίου τοῦ λαμ‐ προτάτου ἔτους δευτέρου τῇ πρὸ τοσῶνδε. οὕτω τε ἐν ἅπασιν ὀνομαζέσθω τὰ τῆς βασιλείας
35ἔτη τῆς τε ἡμετέρας, ἐφ’ ὅσον ἂν αὐτὴν ὁ θεὸς μη‐
κύνῃ, τῆς τε τῶν ἐφεξῆς αὐτοκρατόρων· πρόδηλον ὂν

285

ὡς νῦν μὲν ἔτους ἑνδεκάτου τῆς ἡμετέρας γράψουσι βασιλείας, ἀρχομένου δὲ τοῦ Ἀπριλλίου μηνὸς κατὰ τὴν πρώτην ἡμέραν, καθ’ ἣν ἡμᾶς ὁ θεὸς τοῖς Ῥω‐ μαίων ἐπέστησε πράγμασι, δωδέκατον ἔτος γράψουσι,
5καὶ ἐφεξῆς οὕτως ἕως ἡμῖν ὁ θεὸς τὴν βασιλείαν ἐκτεί‐ ναι· ἵνα ἡμῖν καὶ τοῦτο τὸ πρᾶγμα πρὸς τοῖς νόμοις καὶ τῇ τούτων ποιήσει μένοι διηνεκῶς ἀθάνατον, τῆς μνήμης τῆς βασιλείας παντὶ συμπαραγινομένης πράγ‐ ματί τε καὶ χρόνῳ.
10 Κἀκεῖνο μέντοι προστίθεμεν, ὥστε ἐπειδὴ οἱ τὸν χρόνον ἐν τοῖς δικαστηρίοις ἀποσημαίνοντες μετὰ τῶν ἀσαφῶν ἐκείνων καὶ ἀρχαίων γραμμάτων δηλοῦσιν αὐ‐ τόν, παραφυλάττειν ἐν παντὶ δικαστηρίῳ τὸ μετ’ ἐκεῖνα τὰ γράμματα τὰ τῆς ἀρχαιότητος ἕτερα ὑπο‐
15τίθεσθαι, ταῦτα δὴ τὰ κοινὰ καὶ ἅπασι σαφῆ καὶ ἀναγινώσκεσθαι παρὰ πάντων ῥᾳδίως δυνάμενα καὶ δηλοῦντα τὸν τῶν πραττομένων χρόνον· ἵνα μὴ περι‐ νοστῶσιν ἀναζητοῦντες τὸν χρόνον, εἶτα πλανώμενοι μένωσιν ἕως ἀνθρώπῳ τινὶ περιτύχοιεν τὰ γράμματα
20ἐκεῖνα ταῖς ἀληθείαις γινώσκοντι. ἀλλ’ εἰ μὲν τὰ ἐφεξῆς καὶ μετὰ τὴν προγραφὴν τῶν ἀσαφῶν γραμ‐ μάτων τῆς ἑλλάδος εἴη φωνῆς, γράμμασιν ἑλληνικοῖς ὑποτίθεσθαι τὸν χρόνον, εἰ δὲ ῥωμαϊκή τις ἡ τοῦ παντὸς χάρτου καθέστηκε τάξις, ῥωμαϊκοῖς μὲν ὑπο‐
25γραφέσθω γράμμασιν ὁ χρόνος ὑποκειμένοις τοῖς ἀσα‐ φέσιν ἐκείνοις στοιχείοις, σαφεστέραν μέντοι τάξιν ἔξουσι γραμμάτων καὶ ἣν ἔξεστι πᾶσιν ἀναγινώσκειν τοῖς ὅλως συλλαβῶν ῥωμαϊκῶν οὐκ ἀνεπιστήμοσιν. 〈Ἐπίλογος.〉 Ἡ τοίνυν σὴ ὑπεροχὴ τὰ παραστάντα
30ἡμῖν καὶ διὰ τοῦδε τοῦ θείου δηλούμενα νόμου ἔν τε ταύτῃ τῇ μεγάλῃ πόλει ἔν τε ταῖς ἐπαρχίαις ἁπάσαις ὧν ἄρχει φανερὰ καταστησάτω, ὥστε μηδένα τολμᾶν ἑτέρως ἀριθμεῖν τὸν χρόνον ἢ τἄλλα πράττειν, ἀλλ’
οὕτω καθάπερ ἔμπροσθεν διωρίσαμεν.

286

(1t)

ΜΗ
2tΠΕΡΙ ΟΡΚΟΥ ΔΟΘΕΝΤΟΣ
3tΠΑΡΑ ΤΟΥ ΤΕΛΕΥΤΩΝΤΟΣ
4tΕΝΕΚΕΝ ΤΟΥ ΜΕΤΡΟΥ ΤΗΣ
5tΕΑΥΤΟΥ ΠΕΡΙΟΥΣΙΑΣ.
6tὉ αὐτὸς βασιλεὺς Ἰωάννῃ ἐπάρχῳ πραιτωρίων τὸ βʹ,
7tἀπὸ ὑπάτων καὶ πατρικίῳ.
8Προοίμιον.〉 Ἀεὶ τοῦτον ἕνα πεποιήμεθα σκο‐ πὸν τὸ τὰς διατυπώσεις τῶν τελευτώντων εἶναι βε‐
10βαίας, εἰ μὴ μάχωνται νόμῳ καὶ φανερῶς ἐναντιοῖντο τοῖς ἐκείνῳ δοκοῦσιν. Ἴσμεν τοίνυν καὶ ἐν τοῖς πράγ‐ μασι κινηθὲν καὶ προσηγγελμένον ἡμῖν, ὡς διαθέμε‐ νός τις σὺν ὅρκοις τὴν ἑαυτοῦ περιουσίαν ἅπασαν εἶπε καὶ ὅτι ταύτην μόνην καταλιμπάνει τοῖς αὑτοῦ
15κληρονόμοις, τινὲς δὲ ὕστερον αὐτῶν τῶν κληρονό‐ μων πρὸς ταῦτα ἀνανεύουσιν, οὐ δίκαια ποιοῦντες, ὅτι τῆς μὲν οὐσίας τῆς ἐκείνου κληρονομοῦσι κἀν τούτῳ πείθονται τοῖς ὑπ’ αὐτοῦ διατεταγμένοις, ἃ δὲ ἂν εἴποι μεθ’ ὅρκου ταῦτα οὐκ ἔτι κύρια μένειν
20οὐδὲ φυλάττειν αὐτὰ κατὰ τὸν προσήκοντα τρόπον βούλονται· καίτοι γε τοῖς ἡμετέροις δοκεῖ νόμοις ἕν πως εἶναι πρόσωπον τὸ τοῦ κληρονόμου καὶ τὸ τοῦ εἰς αὐτὸν παραπέμποντος τὸν κλῆρον, ὥστε οὐκ ἄν τις αὐτὸν ἑαυτῷ φήσειε διαμάχεσθαι καὶ ὅπερ εἶπε
25καὶ ἐπώμοσε κύριον εἶναι, τοῦτο μὴ βούλεσθαι κρα‐ τεῖν, ἀλλὰ πρὸς τοὺς οἰκείους διαμάχεσθαι λόγους. Θεσπίζομεν τοίνυν, εἴ τις ἀπογραφὴν πεποιηκὼς εἴτε ἰδιόχειρον εἴτε δι’ ἑτέρων μὲν γραφεῖσαν, παρ’ αὐτοῦ δὲ ὑποσημειωθεῖσαν, ἢ ἐν ταῖς αὑτοῦ διαθή‐
30καις τὸ τῆς οὐσίας τῆς αὐτοῦ μέτρον ποιήσει φανερόν, τῶν κληρονόμων ἴσως τῶν μὲν ἀπόντων τῶν δὲ
παρόντων ἢ καὶ πάντων παρόντων, μὴ ἐξεῖναι τοῖς

287

κληρονόμοις πρὸς ταῦτα ἀνανεύειν μηδὲ λέγειν ὡς τῶν κληρονόμων τις ἀπέκρυψε πράγματα ἔξω τῶν ῥηθέντων παρὰ τοῦ τελευτῶντος. ἀλλ’ εἴπερ ὅρκον ὁ τελευτῶν ὑπόσχοι ἢ διομόσαιτο κατὰ τὰς ἑαυτοῦ δια‐
5θήκας, ὡς οὐδέν ἐστιν ἕτερον αὐτῷ παρὰ ταῦτα, τούτῳ στέργειν τοὺς κληρονόμους, εἴτε παῖδες εἴτε καὶ ἐξωτικοὶ εἶεν, καὶ μὴ πολυπραγμονεῖν μηδὲ συκο‐ φαντεῖν τοὺς ἑαυτῶν συγκληρονόμους, μηδὲ ἐντεῦ‐ θεν οἰκέτας τε ζητεῖν καὶ εἰς βάσανον ἄγειν, καὶ
10ἕτερα τοιαῦτα ἐξερευνᾶν καὶ πολυπραγμονεῖν, ἅπερ μόνης ἐστὶ φιλονεικίας, ἑτέρου δὲ παντελῶς οὐδενός, ὡς τῆς οὐσίας δοκούσης τοσαύτης εἶναι ὅσην ὁ δια‐ θέμενος ὤμοσε, καὶ ταύτην μόνην εἰς τοὺς κληρονό‐ μους διαιρεθῆναι βουληθέντος. Ἀλλὰ ταῦτα μὲν
15πρὸς τοὺς κληρονόμους, οἵπερ ταὐτό που δοκοῦσι τοῖς τελευτῶσιν εἶναι, κρατεῖν βουλόμεθα, οὐ μὴν τοῦτο κύριον εἶναι καὶ πρὸς δανειστάς, διότι τοῖς ἡμετέροις εἴρηται νόμοις, ὁπόσα ἄν τις ὑπὲρ ἑαυτοῦ φήσειεν ἢ γράψειε, ταῦτα μηδὲν αὐτὸν ὠφελεῖν μηδὲ τοῖς δα‐
20νεισταῖς προκρίνειν. ἀλλ’ ἐκείνοις ἄδεια ἔστω πάντα ἀνερευνᾶν ὃν βούλονται τρόπον, τοὺς κληρονόμους δὲ ἐμμένειν τοῖς παρὰ τοῦ διατιθεμένου ῥηθεῖσι. καὶ ἔστω γε ποινὴ τοῦ πράγματος ἐν τοῖς κληρονό‐ μοις τὸ τὸν ἐναντιούμενον τούτοις μὴ δύνασθαι τῶν
25καταλελειμμένων αὐτῷ παντελῶς ἀπολαύειν, ἀνάγκης ἐπούσης ἢ πείθεσθαι πᾶσιν ἢ πάντα διαπτύειν, καὶ μὴ τὰ μὲν αἱρεῖσθαι τοῖς δὲ διαμάχεσθαι, ἀλλὰ τὴν τοῦ τελευτῶντος βουλὴν ὑπὸ τῶν αὐτοῦ διαδόχων οὕτω φυλάττεσθαι ὡς κατὰ μηδὲν ἐναντιοῦσθαι ταύ‐
30τῃ θαρρεῖν. τούτων κρατούντων ἐπί τε τοῦ ἑξῆς χρό‐ νου παντὸς ἐπί τε πάσης ὑποθέσεως οὔπω κεκινη‐ μένης ἐν δικαστηρίῳ οὐδὲ δικαστικῇ ψήφῳ ἢ φιλικῇ συμβάσει διαλελυμένης. 〈Ἐπίλογος.〉 Ἡ τοίνυν σὴ ὑπεροχὴ τὰ παραστάντα
35ἡμῖν καὶ διὰ τοῦδε τοῦ θείου δηλούμενα νόμου γινώ‐ σκουσα κατὰ τὸ σύνηθες διὰ προγραμμάτων οἰκείων
φανερὰ πᾶσι καταστησάτω.

288

(1t)

ΜΘ
2tΠΕΡΙ ΤΩΝ ΕΙΣΙΟΝΤΩΝ ΤΗΝ
3tΕΚΚΛΗΤΟΝ REΩΝ· ΚΑΙ ΠΕΡΙ
4tΙΔΙΟΧΕΙΡΩΝ ΠΡΟΚΟΜΙΖΟΜΕ‐
5tΝΩΝ ΥΠΟ ΤΟΥ ΕΝΑΓΟΜΕΝΟΥ·
6tΚΑΙ ΠΕΡΙ ΤΟΥ ΟΡΚΟΥ ΤΗΣ
7tΥΠΕΡΘΕΣΕΩΣ, ΩΣΤΕ ΚΑΙ ΣΥΝ‐
8tΑΠΤΕΣΘΑΙ ΑΥΤΟΝ ΤΩΙ ΤΗΣ
9tCALUMNIΑΣ, ΙΝΑ ΑΠΑΞ ΜΟΝΟΝ
10tΥΠΕΡ ΠΑΣΗΣ ΑΠΟΔΕΙΞΕΩΣ
11tΟΜΝΥΟΙΤΟ.
12tὉ αὐτὸς βασιλεὺς Ἰωάννῃ ἐπάρχῳ πραιτωρίων τὸ βʹ,
13tἀπὸ ὑπάτων καὶ πατρικίῳ.
14〈Προοίμιον.〉 Τὸ ῥευστὸν δὴ τοῦτο καὶ ἀνθρώ‐
15πειον καὶ μένειν ἐπὶ ταὐτοῦ μηδεπώποτε δυνάμενον, ἀλλὰ γινόμενον μὲν ἀεὶ μένον δὲ οὐδέποτε, καὶ ταῖς νομοθεσίαις εἰσάγει τινὰ ταραχήν, καὶ τὸ δόξαν ἔχειν ὀρθῶς καὶ ἐν βεβαίῳ κεῖσθαι δοκοῦν καὶ τῇ τῶν ἀκριβῶν κατασφαλισθὲν παρατηρήσει πολλάκις ἐκίνη‐
20σεν ἡ τῶν ἐπισυμβάντων ποικιλία πραγμάτων. Ἴσμεν γὰρ ὡς πρώην ἐπηνωρθώσαμεν τὸ κακῶς καὶ δο‐ λερῶς περὶ τὰς ἐφέσεις γινόμενον, ὅτι μόνῳ τῷ τὴν ὑπόθεσιν εἰσαγαγεῖν εἰς δικαστήριον οἱ ἐφέντες ἀρ‐ κούμενοι καὶ τὴν τοῦ προσώπου ποιησάμενοι στάσιν
25ἢ κατὰ μίαν μοῖραν ἢ καὶ κατὰ διάγνωσιν (ἀδιάφο‐ ρον γὰρ δὴ τοῦτο) κατελίμπανον τὴν ὑπόθεσιν, καὶ τῷ γε νενικηκότι παντοίως ἦν ἀδιεξόδευτα τὰ τῆς νίκης, μὴ δυναμένῳ μήτε τῶν κεκριμένων ἀπολαῦσαι διὰ τὴν ἔφεσιν μήτε τὴν ἔφεσιν ἐξετασθῆναι παρα‐
30σκευάσαι διὰ τὴν ἀπουσίαν τοῦ ἐφέντος. Ταῦτα ἡμεῖς πρώην νομοθετήσαντες ἐπηνωρθώσαμεν, ἐνιαυ‐
τὸν μὲν τάξαντες τῷ τὴν ἔφεσιν ἐπιδόντι, εἴτε αὐτῷ

289

καθ’ αὑτὸν εἰσελθόντι εἴτε καὶ συστάδην, ἐφ’ ᾧ τε εἴσω τούτου τὴν δίκην ἀγωνίσασθαι καὶ τυχεῖν τῶν δικαίων καὶ μὴ καταλιπεῖν αὐτὴν ἀπρονόητον, εἶτα διὰ φιλανθρωπίαν, εἰ παρὰ τὴν αἰτίαν τοῦ δικάζον‐
5τος τὰ τῆς ἐφέσεως ἐπισχεθῇ ἢ κατ’ ἄλλην τινὰ πρό‐ φασιν ἀπαραίτητον, καὶ ἕτερον προσθέντες ἐνιαυτόν, μεθ’ ὃν εἰ μὴ τὴν δίκην πληρώσειαν κυρίαν μένειν τῷ νενικηκότι τὴν ψῆφον ἐθεσπίσαμεν. Ταῦτα μὲν οὖν ἐδέδοκτό τε ἡμῖν καὶ ἐν κοινῷ γέγραπται νόμῳ· καὶ
10κρατεῖν τε τὸν νόμον τοῦτον βουλόμεθα καὶ τὴν ἐκεί‐ νου παρατήρησιν. ἀλλὰ πολλοὶ προσῆλθον ἡμῖν φάσκοντες αὐτοὶ μὲν προσαγγεῖλαι τοῖς ἐφέταις καὶ βουληθῆναι τὴν δίκην ἐξετασθῆναι, οὐ μὴν αὐτῶν τῶν δικαστῶν τυχεῖν ἀνεχομένων διά τινας ἴσως
15ἀπαραιτήτους ἀσχολίας· οἱ δὲ καὶ ἀνέμων ἀμετρίαν ᾐτιάσαντο, καὶ ὅτι πλεῖν οὐκ ἐξῆν ἐκ τῆς χώρας ἐναντίων ἀπελαυνόντων πνευμάτων, πεζεύειν δὲ οὐκ ἴσχυον διὰ τὴν τῶν ὄντων ἀπορίαν ἢ ὅτι νησιῶται τυχὸν ὄντες ἄλλως εἰ μὴ θαλαττεύοντες ἐλθεῖν οὐκ
20ἠδύναντο, καὶ διὰ τοῦτο οὐκ ἴσχυσαν ἀγωνίσασθαι μέχρι πέρατος τὴν ὑπόθεσιν οὐδὲ κατὰ τὸ δεύτερον ἔτος, καί τινες χειμώνων ἀωρίαν, ἄλλοι νόσους ἀπαραι‐ τήτους· ἅπερ ἅπαντα ἐξ αὐτῶν ἴσμεν τῶν πραγμάτων ἡμῖν προσαγγελθέντα. ὥστε ἠμᾶς ταῦτα δικαίως ἐτά‐
25ραττε καὶ τὸν νόμον ὑπερβῆναι μὴ βουλομένους καὶ τοῖς κατά τινα τοιαύτην τυχηρὰν περίστασιν ἀδικου‐ μένοις δοῦναι βοήθειαν τὴν δυνατὴν ἐπιθυμοῦντας. τί οὗν πράττειν ἐχρῆν, εἰ μὴ πρὸς νόμον ἕτερον ἰδεῖν τὰ εἰκότα τῷ πράγματι βοηθοῦντα;
30 Ἡ μὲν οὖν παρατήρησις ἡ λοιπὴ τοῦ ῥηθέντος ἡμῖν νόμου, καθάπερ εἰπόντες ἔφθημεν, φυλαττέσθω διὰ παντός· εἰ δὲ ταῖς ἀληθείαις ἀπαραίτητόν τι γένηται, καὶ ὁ τὴν ἐφέσιμον δίκην ἀγωνιζόμενος μὴ προσεδρεύοι 〈καὶ〉 καίτοι τὴν εἴσοδον κατὰ κυρίαν ποιησάμενος οὐκ
35ἀπαντήσειε, κινδυνεύει δὲ ὁ τῆς διετίας ἐξήκειν και‐ ρός, τηνικαῦτα τῷ νενικηκότι κυροῦσθαι τὴν ψῆφον (τοῦτο ὅπερ ὁ πρότερος ἡμῶν λέγει νόμος), ἀλλὰ μετά τινος ὑποδιαιρέσεως, ἣν ἐν τῷ παρόντι προστίθεμεν. ἐπειδὴ γὰρ τοῖς νενικηκόσιν ἐβοηθήσαμεν τὴν ἀμε‐
40τρίαν τοῦ χρόνου στήσαντες τοῖς ἔφεσιν μὲν δοῦσι

290

καὶ κατὰ κυρίαν εἰσελθοῦσιν, οὐ μὴν ἔτι τὴν ἀγωνίαν ὑπεισελθεῖν βουλομένοις. ἢ καὶ ἐν μέσοις τοῖς ἀγῶσιν ἀπολείπουσιν αὐτήν, καὶ διὰ τοῦτο σμικρῷ τινι τοὺς νενικηκότας ἐλαττοῦντες στοχασαίμεθα ἂν καλῶς τοῦ
5προσήκοντος. βουλόμεθα γὰρ τὸν κρατήσαντα τῆς δί‐ κης, εἰ βούλοιτο ταῖς ἀληθείαις κυρωθῆναι τὴν ψῆ‐ φον, οὐκ ἐξ ἐπιδρομῆς οὐδὲ ἐκ χρόνου τινός, ἀλλ’ ἐξ αὐτῆς τῆς τῶν πραγμάτων ἀληθείας καὶ ἀπολιμπανο‐ μένου τοῦ τὴν ἔφεσιν ἐπιδιδόντος εἰσελθεῖν καὶ αὐτὸ
10τοῦτο μέμψασθαι καὶ ζητῆσαι τὸν ἀπολιμπανόμενον, καὶ εἴτε εὑρεῖν αὐτὸν ἰσχύσειεν εἴτε ἐκεῖνος οὐ φανείη, τὰ ἑαυτοῦ δίκαια φέρειν εἰς μέσον, δηλαδὴ τῆς δι‐ ετίας ἐνισταμένης ἔτι, πρὸς τῷ πέρατι μέντοι, ὥστε ἕνα τυχὸν ὑπολιμπάνεσθαι τῷ πράγματι μῆνα· καὶ
15εἰ μὲν εὐδοκιμῶν φανείη, κυρίαν εἶναι τὴν ψῆφον, εἰ δὲ ἐλαττοῖτο περὶ τοὺς ἀγῶνας, καὶ τοῦ τὴν ἔφεσιν ἐπιδόντος καὶ κατὰ κυρίαν εἰσεληλυθότος μὴ προσ‐ εδρεύοντος τὸ πρᾶγμα τὴν ἐκ τοῦ δικαίου δέχεσθαι ψῆφον. ἐκείνου μόνου προστιθεμένου τοῦ κἂν εἰ κρα‐
20τήσειε τῆς δίκης ὁ καὶ πρότερον νενικηκὼς κἂν εἰ περὶ αὐτὴν ἐλαττωθείη, τὰς δαπάνας αὐτῷ πάντως τῶν μετὰ τὴν ἔφεσιν εἰσόδων τὸν ἀπολελειμμένον δοῦναι. εἴτε γὰρ κρατήσειε τῆς δίκης προφάσει τῆς δαπάνης, κατ’ αὐτὸ τοῦτο καθ’ ὅ τι νενίκηκεν ὀρ‐
25θῶς, δίκαιος ἂν εἴη καὶ τὴν δαπάνην λαβεῖν, εἴτε καὶ ἐλαττωθείη, διότι περ ὅλως ἐκεῖνος ἀπελείφθη καὶ γέγονεν αὐτῷ καὶ ἀπολελειμμένῳ νικῆσαι, τὰς μὲν δα‐ πάνας κατατιθέτω, τῆς ψήφου δὲ ἀπολαύσας χάριν ἴστω τῷ θεῷ καὶ τῷ παρόντι νόμῳ οὕτω τὸ δίκαιον
30αὐτῷ φυλάξαντι καὶ μόνῃ ζημιώσαντι τῇ δαπάνῃ, ᾗπερ οὐχ ὁ νόμος, αὐτὸς δὲ ἑαυτὸν ἀπὼν ἐζημίωσεν. Εἰ μέντοι μηδέτερος ἀπαντήσειε, μήτε ὁ νενικηκὼς μήτε ὁ νενικημένος, ὅς γε καὶ κατὰ κυρίαν εἰσελθὼν εἶτα ἀπελείφθη, ἡ ψῆφος τοῦ νενικηκότος μενέτω
35κυρία. πάντων τῶν λοιπῶν τῶν ἐπὶ ταῖς ἐφέσεσι γε‐ γραμμένων νόμων κυρίων ὄντων, τῶν τε ἐπὶ ταῖς προθεσμίαις τῶν τε ἄλλων. τοῦτον γὰρ δὴ τὸν νόμον ῥητῶς ἐπὶ τοῖς μετὰ τὴν εἴσοδον τὴν ἐπὶ τῇ κυρίᾳ γενομένην ἀπολελειμμένοις τίθεμεν, οὐδὲν τῶν ἄλλων
40νόμων ἢ χρόνων τῶν ἐφετικῶν οὔτε ἀναιροῦντες οὔτε ἀμείβοντες, κυρίους μὲν οὖν αὐτοὺς καὶ διὰ τοῦδε τι‐ θέντες τοῦ νόμου. Κἀκεῖνο μέντοι προσδιορίσα‐
σθαι καλὸν ὥστε εἰ μὲν οἱ νενικηκότες ἔφθασαν ἤδη

291

ψήφου τυχεῖν κυρίας ἀποφαινούσης αὐτοῖς τὰς νίκας, τούτων αὐτοὺς ἀπολαύειν (οὐδὲν γὰρ τῶν ἤδη πε‐ περασμένων κινοῦμεν)· εἰ δὲ ἔτι μέχρι νῦν ἤρτηνται, τῆς διετίας ἐνισταμένης καὶ μήπω παραδραμούσης,
5οὔπω δὲ τῆς ψήφου κεκυρωμένης, καὶ αὗται τῆς αὐτῆς τυγχανέτωσαν ἐξετάσεως, καὶ οὕτως ἀπολαυέτωσαν οἱ νικήσαντες τῶν ψήφων, εἴπερ ταύτας ὀρθῶς ἔχειν ἀποδείξαιεν. Κἀκεῖνο δὲ ἡγούμεθα τῷδε χρῆναι προστεθῆναι τῷ
10νόμῳ· ἐπειδὴ γὰρ ἤδη γεγράφαμεν νόμον βουλόμενον ἐξ ἰδιοχείρων μηδεμίαν γίνεσθαι σύγκρισιν, ἀλλ’ ἐκ μόνων τῶν ἀγοραίων, ὁρῶμεν δὲ τὴν τῶν πραγμά‐ των πεῖραν δεομένην προσηκούσης ἐπανορθώσεως ἐν τῷ νόμῳ, καὶ τοῦτο ἐξ αὐτῆς τῆς τῶν δικαζομένων
15εὕρομεν πείρας, ἐπανορθῶσαι αὐτὸν κατὰ τοῦτο βου‐ λόμεθα τὸ σχῆμα. πολλάκις γὰρ προκομίσας τις ἰδιό‐ χειρον συμβόλαιον καὶ ἐξ αὐτοῦ ποιούμενος ἢ τὴν ἐν‐ αγωγὴν ἢ τὴν τῶν οἰκείων δικαίων ἀπόδειξιν, ἐπειδὴ τῆς αὐτῆς χειρὸς τὸ ἐναντίον μέρος προεκόμισε γράμ‐
20ματα, εἶτα νόμιμον σύστασιν ἐκεῖθεν ἠβουλήθη γί‐ νεσθαι ἐξ ὧν αὐτὸς ὁ ἀντιτεταγμένος αὐτῷ προκε‐ κόμικεν, ὁ δὲ ἀπεκέχρητο τῷ νόμῳ τῷ δεῖν ἐξ ἀγο‐ ραίων συμβολαίων γενέσθαι τὰς συγκρίσεις, ἀλλ’ οὐ τῶν αὐτογράφων. Θεσπίζομεν τοίνυν, εἴποτε τοι‐
25οῦτό τι συμβαίη καί τις βουληθείη πρὸς αὐτὰ τὰ παρὰ τοῦ ἀντιδίκου προκομισθέντα γράμματα γενέ‐ σθαι τὴν ἐξέτασιν, μὴ διαβάλλεσθαι τοῦτο ὡς οὐκ ὀρθῶς γενόμενον. ᾧ γὰρ ἂν αὐτὸς πιστεύοι καὶ ὃ προκεκόμικε καὶ ἐξ οὗ τὰ οἰκεῖα ἐπιρρώννυσι δίκαια,
30τοῦτο οὐκ ἂν διαβάλλοι οὐδὲ κωλύσειε τὴν σύγκρι‐ σιν τῶν γραμμάτων γενέσθαι πρὸς αὐτό, κἂν εἰ τύ‐ χοι καθεστὼς ἰδιόχειρον. οὐ γὰρ ἂν αὐτὸς ἑαυτῷ πολεμοίη καὶ ἅπερ ἰσχυρίζεται ταῦτα διαβάλλοι. Εἰ δὲ καὶ ἐκ δημοσίων ἀρχείων προκομισθείη
35χάρτης, οἷον ἀπόδειξις τῆς τραπέζης τῶν ἐνδοξοτά‐ των ἐπάρχων (ἴσμεν γὰρ δὴ καὶ τοῦτο ζητηθέν), καὶ τὸ ἐκ τῶν δημοσίων προκομιζόμενον καὶ δημοσίαν
ἔχον μαρτυρίαν καὶ τοῦτο δεκτὸν εἶναι πρὸς τὰς συγ‐

292

κρίσεις τίθεμεν. πανταχοῦ γὰρ τὸ τῆς παραποιήσεως μισοῦντες πλημμέλημα καὶ τὸν ὅρκον διδόναι τοὺς ἀντεξετάζοντας τὰ γράμματα νενομοθετήκαμεν καὶ τὴν ἐξ ἀγοραίων μόνων συμβολαίων παράθεσιν εἰσ‐
5ηγησάμεθα. ὥστε κρατείτω διὰ πάντων ὁ νόμος ἐκεῖ‐ νος, τῆς παρούσης ὑποδιαιρέσεως ἐπιτιθεμένης αὐτῷ, τοῦ μέντοι ὅρκου τῶν συγκρινόντων ἐκ τρόπου παν‐ τὸς διδομένου. Ἐπειδὴ δὲ ἡμεῖς ὑπὲρ εὐλαβείας τῶν δικαζομένων
10ἠβουλήθημεν εὐθὺς ἐν προοιμίοις τῆς δίκης ὀμνύναι τοὺς μὲν διώκοντας ὡς οὐ συκοφαντοῦντες ἐπάγουσι τὰς δίκας, τοὺς δὲ φεύγοντας ὡς οἴονται τὴν ἀπολο‐ γίαν μετὰ τοῦ προσήκοντος ποιεῖσθαι ἀλλ’ οὐχ ἕνεκεν φιλονεικίας, καὶ τοῦτον κοινὸν ἐθέμεθα τὸν νόμον
15κατὰ παντὸς προσώπου παντάπασιν οὐδενὶ τοῦτο συγ‐ χωρήσαντες, κακεῖνο μέντοιγε προστεθείκαμεν, ὥστε εἴ τις ἀποδείξεις ἀπαιτοίη τινὰ τῶν οἰκείων λόγων ἢ γραμμάτων, ὀμνύναι πρότερον αὐτὸν ὡς οὐκ ἀνα‐ βολῆς ἕνεκα τοῦτο πράττει· πολλοὶ γὰρ μόνης ὕβρεως
20ἕνεκεν, καὶ μάλιστα ἐπὶ τῶν σεμνοτέρων γυναικῶν, εἴτε γραμμάτων ἀπόδειξις ἀντιτεθείη εἴτε ἑτέρας οἱ‐ ανοῦν αἰτίας, εὐθὺς ἐπὶ τὸν ὅρκον τοῦτον τρέχουσιν, ὥστε ἐπὶ μιᾶς ὑποθέσεως πολλάκις ὅρκους δίδοσθαι· θεσπίζομεν ταύτην ἀναιροῦντες τὴν ὕβριν καὶ οὐ
25βουλόμενοι πολλάκις ἐπὶ τῆς αὐτῆς ὑποθέσεως ὅρκους παρέχεσθαι, ὥστε ἑκάτερον μέρος, ἡνίκα τὸ μὲν τὸν περὶ τῆς καλουμνίας ὅρκον ὀμνύοι τὸ δὲ τὸν περὶ τοῦ δικαίαν νομίζειν τὴν ἀντίρρησιν εἶναι τῆς δίκης, προστιθέναι ὡς ἐν ἁπάσῃ τῇ δίκῃ, εἴποτε ζητήσειεν
30ἀποδείξεις τὸν ἀντίδικον τὸν αὐτοῦ, οὐ κατὰ πρό‐ φασιν ὑπερθέσεως τοῦτο ποιεῖ, ἀλλὰ ταῖς ἀληθείαις ἀναγκαίαν αὐτῷ τὴν παρὰ τοῦ οἰκείου ἀντιδίκου δο‐ θησομένην νομίζων ἀπόδειξιν. καὶ εἰ τοῦτον ὀμό‐ σειε τὸν ὅρκον, μηκέτι παντελῶς, κἂν εἰ πολλάκις
35ἐπιζητήσειεν ἀποδείξεις, παρὰ θατέρου μέρους ἀπαι‐ τεῖσθαι τὸν ὅρκον, ἀλλὰ δίδοσθαι τὰς ἀποδείξεις καὶ μὴ πολλάκις ἀναγκάζεσθαί τινας ὅρκους ὑπέχειν, γε‐
νικῶς ἅπαξ τοῦ τοιούτου ὅρκου διδομένου.

293

〈Ἐπίλογος.〉 Τὰ τοίνυν παραστάντα ἡμῖν καὶ διὰ τοῦδε τοῦ θείου δηλούμενα νόμου ἡ σὴ ὑπεροχὴ ἅπασι ποιησάτω φανερὰ ἰδίκτων παρ’ αὐτῆς καταπεμπομέ‐ νων, ὥστε πάντας γινώσκειν τὰ παρ’ ἡμῶν νενομο‐
5θετημένα.
7tΝ
8tΗ ΔΙΑΤΑΞΙΣ
9tΤΑΤΤΕΙ ΤΑΣ ΕΚΚΛΗΤΟΥΣ
10tΑΠΟ ΤΩΝ ΠΕΝΤΕ ΕΠΑΡΧΙΩΝ
11tΚΑΡΙΑΣ ΚΑΙ ΚΥΠΡΟΥ ΚΑΙ
12tΤΩΝ ΚΥΚΛΑΔΩΝ ΝΗΣΩΝ
13tΚΑΙ ΜΥΣΙΑΣ ΚΑΙ ΣΚΥΘΙΑΣ,
14tΠΑΡΑ ΤΙΝΙ ΔΕΙ ΤΑΥΤΑΣ
15tΕΞΕΤΑΖΕΣΘΑΙ.
16tὉ αὐτὸς βασιλεὺς Βόνῳ τῷ ἐνδοξοτάτῳ κοιαίστωρι
17tἸουστινιανῷ exercitου.
18 Ἴσμεν πρώην θείαν πεποιημένοι διάταξιν, καθ’ ἣν τῇ σῇ ἐνδοξότητι παραδεδώκαμεν τὰς πέντε ταύ‐
20τας ἐπαρχίας, Καρίαν τε καὶ Κύπρον καὶ τὰς ἐν κύκλῳ κειμένας νήσους καὶ πρός γε Μυσίαν τε καὶ Σκυθίαν, ἐφ’ ᾧτε τελεῖν αὐτὰς ὑπὸ τῇ σῇ ἐν‐ δοξότητι, προσθέντες ὥστε καὶ τὰς ἐκκλήτους γι‐ νομένας δίκας κατὰ τὰς εἰρημένας ἐπαρχίας μηκέτι
25πρὸς τοὺς ἐνδοξοτάτους ἡμῶν ἐπάρχους, ἀλλὰ πρὸς τὴν σὴν ἀναπέμπεσθαι μεγαλοπρέπειαν. Ἐπειδὴ τοί‐ νυν πολλοὶ προσῆλθον ἡμῖν τῶν ἐκ Καρίας καὶ Ῥόδου καὶ Κύπρου δυσχεραίνοντες καὶ φάσκοντες ἀναγκάζε‐ σθαι πολλάκις καὶ χειμῶνος ὥρᾳ γίνεσθαι κατὰ τὴν
30Σκυθῶν καὶ Μυσῶν, ἔνθα διάγεις, κἀκεῖσε τὰς ἐκκλή‐ τους ἴσως οὐδὲ ὑπὲρ μεγάλων χρημάτων ἐγγυμνάζειν, καὶ κινδυνεύειν καὶ πελάγη διαπερῶντας μακρὰ καὶ ἀφικνουμένους εἰς χώρας ὑπὸ βαρβάρων ἐνοχλουμέ‐
νας, διὰ τοῦτο συνείδομεν τόνδε τὸν νόμον γράψαι

294

πρὸς τὴν σὴν ἐνδοξότητα ὥστε τῶν μὲν ἐκ Σκυθίας καὶ Μυσίας δικῶν ὡς ἐκ γειτόνων οὐσῶν τὴν σὴν ὑπεροχὴν καθ’ αὑτὴν ἀκροᾶσθαι, τῶν δὲ ἄλλων, τουτ‐ έστι τῶν ἀπὸ Καρίας καὶ τῶν εἰρημένων νήσων καὶ
5Κύπρου (εἴπερ ἐξ ἀρχῆς αὗται παρὰ τοῖς ἐνδοξοτά‐ τοις ἡμῶν ἐπάρχοις ἠγωνίζοντο, ἐκ θείας κελεύσεως ἡμῶν παραδεδομέναι τῷ τῆς ἐπαρχίας ἄρχοντι), εἰ μὲν αὐτὸς ἐνδημοίης ταύτῃ τῇ βασιλίδι πόλει, καὶ αὐτὰς ὑπὸ σοὶ κινεῖσθαι καὶ ἐξετάζεσθαι ἅμα τῷ
10ἐνδοξοτάτῳ κοιαίστωρι τοῦ θείου ἡμῶν παλατίου ἐν σάκρῳ αὐδιτορίῳ, καθάπερ καὶ ὁ ἐπὶ ταῖς ἐκκλήτοις κείμενος ὑφηγεῖται νόμος· εἰ δὲ αὐτὸς ἐπὶ Σκυ‐ θίας καὶ Μυσίας διατρίβοις, τῷ τὸν τόπον πληροῦντι τὸν σὸν κατὰ ταύτην τὴν εὐδαίμονα πόλιν προσάγε‐
15σθαι τὰς ἐφέσεις· πάντως μέντοι γινόμενον αὐτὸν ἅμα τῷ ἐνδοξοτάτῳ ἡμῶν κοιαίστωρι τῆς ὑποθέσεως ἀκροᾶσθαι κατὰ τὸ τῶν τοιούτων ἐξετάσεων σχῆμα, καὶ μὴ τοὺς ἀνθρώπους τὰς εἰρημένας ὑπομένειν δυσ‐ κολίας, ἀλλ’ ὑπ’ αὐτοῖς κοινῇ κατὰ τὸ ἔμπροσθεν
20ἡμῖν εἰρημένον κρίνεσθαι, διὰ τὸ παραστῆναι ἡμῖν οὕτω τάξαι τὸν νόμον, ὥστε μετὰ πλείονός τε καὶ μείζονος ἀκριβείας καὶ αὐθεντίας τὰς ὑποθέσεις ἀγω‐ νίζεσθαι. Εἰ δὲ αὐτὸς δοίης τὸν δικαστὴν ἐπὶ τῶν εἰρημένων ἔμπροσθεν ἐπαρχιῶν, ὁ τὴν τάξιν
25ἐπέχων τὴν σὴν κατὰ τὴν εὐδαίμονα πόλιν ἀκροάσε‐ ται, καθὰ καὶ ἐπὶ τῶν ἐνδοξοτάτων ἐπάρχων νενό‐ μισται. εἰ μέντοι ἀρχθῆναι παρὰ τῇ σῇ ἐνδοξότητι συμβαίη τὴν δίκην ἐνταῦθα ὡς εἰκὸς εὑρισκομένῃ, εἶτα ἐν μέσῳ διὰ τὰς στρατιωτικὰς δαπάνας ἐκδημῆ‐
30σαι, ταύτην ἀνυπερθέτως πληροῦσθαι παρὰ τῷ τὴν σὴν ἔχοντι τάξιν, καθάπερ αὐτῆς καὶ αὐτὸς ἠκροῶ. εἰ δὲ ἐξ ἀρχῆς οὐ παρὰ τοῖς ἐνδοξοτάτοις ἐπάρχοις ἡ ἔφεσις ἔκ τινων ἐπαρχιῶν ἀνεπέμπετο, ἀλλ’ εἰς ἕτερον δικαστήριον, τὴν ἀρχαιότητα παντελῶς οὐ καινίζομεν.
35Ἐπίλογος.〉 Τὰ τοίνυν παραστάντα ἡμῖν καὶ διὰ τοῦδε τοῦ θείου δηλούμενα νόμου ἡ σὴ ἐνδοξότης ἔργῳ καὶ πέρατι παραδοῦναι καὶ παραφυλάττειν εἰς τὸ
διηνεκὲς σπευσάτω.

295

(1t)

ΝΑ
2tΠΕΡΙ ΤΟΥ ΤΑΣ ΕΠΙ ΣΚΗΝΗΣ
3tΜΗΤΕ ΕΓΓΥΗΝ ΜΗΤΕ ΟΡΚΟΝ
4tΑΠΑΙΤΕΙΣΘΑΙ ΠΡΟΣΕΔΡΕΙΑΣ.
6tὉ αὐτὸς βασιλεὺς Ἰωάννῃ ἐπάρχῳ πραιτωρίων τῆς
7tἝω τὸ βʹ, ἀπὸ ὑπάτων καὶ πατρικίῳ.
8Προοίμιον.〉 Ἴσμεν πρώην πεποιημένοι νόμον ἀπαγορεύοντα μηδενὶ παρρησίαν εἶναι τὰς εἰς σκηνὴν
10κατιούσας γυναῖκας ἐγγυητὰς εἰσπράττειν, ὡς προσ‐ εδρεύσουσι καὶ τὴν ἀσεβῆ πληρώσουσιν ἐργασίαν μετα‐ μέλου καιρὸν οὐκ ἔχουσαι, καὶ ποινὰς ἀπειλήσαντες ἐσχάτας τοῖς τὰς τοιαύτας ἐγγύας ἀπαιτοῦσι, πρὸς τῷ καὶ αὐτοὺς τοὺς ἐγγυητὰς ἀνευθύνους ἀπιέναι καὶ
15μηδεμίαν ἐπάγεσθαι αὐτοῖς ἀνάγκην τῆς τῶν προσ‐ ώπων τούτων παραστάσεως. ἀλλ’ ἐπὶ τοῦ παρόντος εὕρομεν δεινήν τινα καὶ οὐ φορητὴν ἐπήρειαν κατὰ τῆς ἡμῖν σπουδαζομένης γίνεσθαι σωφροσύνης. ἐπειδὴ γὰρ αὐτοὺς ἐγγυητὰς λαμβάνειν ἐκωλύσαμεν, ἐξευρεῖν
20ἐκείνους ἑτέραν ὁδὸν εἰς ἀσέβειαν ἄγουσαν μείζονα· ὅρκον γὰρ αὐτὰς ἀπαιτεῖν, ὡς οὐδέποτε παύσονται τῆς ἀσεβοῦς ἐκείνης καὶ ἀσχήμονος ἐργασίας, τὰς δὲ γυναῖκας οὔσας ἀθλίας καὶ οὕτω κακῶς ἐξηπατημένας εὐσεβεῖν νομίζειν εἴπερ ἀσεβήσαιεν, καὶ ἵνα φυλάξωσι
25τὸν ὅρκον διὰ τοῦτο τὴν ἑαυτῶν προΐεσθαι σωφρο‐ σύνην· καίτοιγε ἐχρῆν γινώσκειν, ὡς αἱ τοιαῦται παραβάσεις μᾶλλον ἀρέσκουσι θεῷ παρὰ τὰς τῶν ὅρ‐ κων τηρήσεις. οὐ γὰρ εἴ τις παρά τινος ὅρκον λάβοι, ὡς φονεύσειε τυχὸν ἢ μοιχεύσειεν ἤ τι πράξειε τοιοῦτο
30ἄτοπον, δεῖ φυλάττεσθαι τὸν ὅρκον οὕτως αἰσχρόν τε καὶ ἄτοπον καὶ εἰς ἀπώλειαν ἄγοντα. ὥστε ἐξέστω τῇ γυναικί, κἂν εἰ τὸν τοιοῦτον ὅρκον ὀμόσειεν, ἀνα‐
χωρεῖν τῆς τοῦ ὅρκου τούτου πικρίας καὶ σωφρονεῖν

296

ἀκινδύνως, μᾶλλον δὲ θεοφιλῶς, τῆς ποινῆς τῆς ἐπι‐ ορκίας (εἴ τις ὅλως ἐστὶ ποινή) κατὰ τοῦ τὸν ὄρκον ἀπαιτήσαντος τρεπομένης. Ὥστε καὶ ἡμεῖς αὐτίκα ἐπάγομεν decem librarum
5auri ποινὴν ἀπαιτοῦντες τὸν θαρρήσαντα ὅλως τοι‐ οῦτον ὅρκον λαβεῖν. καὶ τοῦτο δὴ τὸ ποσὸν αὐτῇ τῇ ταλαιπώρῳ δίδοσθαι γυναικὶ θεσπίζομεν εἰς τὴν λοιπὴν εὐσχημοσύνην τοῦ βίου. ἀπαιτούμενον διὰ τῆς ἀρχῆς τῆς ἐπιχωρίου καὶ διδόμενον αὐτῇ· γινώσκον‐
10τος τοῦ ἄρχοντος ὡς, εἰ ῥᾳθυμήσειεν, ἐνέξεται αὐτῇ καταθέμενος τὴν ἀρχήν, κληρονόμοι τε αὐτοῦ καὶ διά‐ δοχοι καὶ ἡ τούτου περιουσία, ἀνθ’ ὅτου πρᾶξιν εὐ‐ σεβῆ πράττειν ἠμέλησεν. εἰ δέ γε αὐτὸς ὁ τῆς ἐπαρχίας ἡγούμενος τὸν ὅρκον ἀπαιτήσειεν, αὐτὸς καὶ
15τὴν εἰρημένην τῶν decem librarum auri ποινὴν ἀπαι‐ τείσθω, εἰ μὲν στρατιωτικὸς ἄρχων κατ’ ἐκείνην εἴη τὴν ἐπαρχίαν, δι’ ἐκείνου δοθησομένην ὡς εἴρηται τῇ γυναικί· εἰ δὲ οὐκ ἔχει στρατιωτικὸν ἄρχοντα, ὁ τὴς μητροπόλεως τῆς ἐπαρχίας ἐκείνης ἐπίσκοπος τού‐
20του προνοείτω τοῦ πράγματος καὶ εἰς ἡμᾶς, εἰ δοκι‐ μάσειεν, ἀναφέρων, καὶ πρός γε ὁ ἐκ γειτόνων μείζων ἄρχων· ὥστε πανταχόθεν τὸν τοῦτο πράξαντα, εἴτε ἄρχων εἴτε ἰδιώτης εἴη, τῇ εἰρημένῃ σωφρονίζεσθαι ποινῇ. καὶ δίδοσθαι ταύτην τῇ τό γε ἐπ’ ἐκείνῳ
25μηδὲ σωφρονεῖν ἔτι δυναμένῃ, ἵνα μὴ φανείη δῆθεν ἐπιορκήσασα. 〈Ἐπίλογος.〉 Τὰ τοίνυν παραστάντα ἡμῖν καὶ διὰ τοῦδε τοῦ θείου δηλούμενα νόμου ἡ σὴ ὑπεροχὴ κηρύγμασιν οἰκείοις ἅπασι ποιησάτω φανερά, ὅπως ἂν
30γνοῖεν τὴν τῆς ἡμετέρας βασιλείας περὶ σωφροσύνην
σπουδήν.

297

(1t)

ΝΒ
2tΠΕΡΙ ΤΟΥ ΜΗΤΕ ΠΡΟΣΩΠΟΥ
3tΜΗΤΕ ΠΡΑΓΜΑΤΟΣ ΜΗΤΕ ΧΡΥΣΙΟΥ ΓΙΝΕ‐
4tΣΘΑΙ ΕΝΕΧΥΡΙΑΣΜΟΝ, ΑΛΛΑ ΤΕΤΡΑΠΛΑ‐
5tΣΙΟΝ ΑΠΟΔΙΔΟΣΘΑΙ ΤΩΙ ΕΝΕΧΥΡΑΣΘΕΝΤΙ
6t[ΚΑΙ ΠΕΡΙ ΤΟΥ ΕΤΕΡΟΝ ΑΝΘ’ ΕΤΕΡΟΥ Η
7tΠΛΗΞΑΝΤΟΣ Η ΑΛΛΩΣ ΕΠΗΡΕΑΣΑΝΤΟΣ ΜΗ‐
8tΤΕ ΠΛΗΤΤΕΣΘΑΙ ΜΗΤΕ ΑΛΛΩΣ ΕΠΗΡΕΑΖΕ‐
9tΣΘΑΙ] ΚΑΙ ΠΕΡΙ ΤΟΥ ΤΗΝ ΠΑΡΑ ΙΔΙΩΤΟΥ
10tΓΙΝΟΜΕΝΗΝ ΕΙΣ ΤΟΝ ΒΑΣΙΛΕΑ ΔΩΡΕΑΝ ΜΗ
11tΔΕΙΣΘΑΙ ΠΡΑΞΕΩΣ ΥΠΟΜΝΗΜΑΤΩΝ.
12tὉ αὐτὸς βασιλεὺς Ἰωάννῃ τῷ ἐνδοξοτάτῳ ἐπάρχῳ
13tπραιτωρίων τὸ βʹ, ἀπὸ ὑπάτων καὶ πατρικίῳ.
14Προοίμιον.〉 Τοὺς ἀνελευθέρους ἐνεχυριασμοὺς
15καὶ τὰς μεμισημένας ἐπὶ τούτοις εἰσπράξεις πολλοὶ μὲν καὶ ἕτεροι νόμοι μισοῦσι, διαφερόντως δὲ οἱ παρ’ ἡμῶν τεθειμένοι· ἀλλ’ οὐκ ἴσμεν ὅπως τὸ πρᾶγμα καίτοι τοσαύταις κεκολασμένον νομοθεσίαις ἔτι τολ‐ μᾶται καὶ πολιτεύεται καὶ μείζονα τὴν ἑαυτοῦ παρ‐
20έχεται δύναμιν τῆς ἐκ τῶν νόμων ἀνάγκης. Διὰ τοῦτο θεσπίζομεν, μηδένα παντελῶς ἐνεχυ‐ ριασμὸν κατὰ τὴν ἡμετέραν πολιτείαν κρατεῖν, μήτε ἐν πανηγύρεσι (τοῦτο ὅπερ μάλιστα ἐκεῖσε τολμώμε‐ νον εὑρίσκομεν) μήτε ἐν ἀγροῖς μήτε ἐν πόλεσι μήτε
25ἐν κώμαις, μήτε ἐπὶ πολίταις μήτε ἐπὶ κωμήταις μήτε ἐπὶ γεωργοῖς μήτε ἑτέρῳ τῶν πάντων τινὶ καθ’ οἱονδήποτε τρόπον ἢ χρόνον, ἀλλὰ τὸν θαρροῦντα ἕτερον ἀνθ’ ἑτέρου κατὰ τὸ τοῦ ἐνεχυρασμοῦ σχῆμα χρυσίον ἡ τι ἕτερον εἰσπράττειν τοῦτο ἀποδιδόναι
30τετραπλάσιον τῷ βεβιασμένῳ, ἐκπίπτειν δὲ καὶ τῆς ἀγωγῆς ἧς ἔχει κατ’ ἐκείνου ὑπὲρ οὗ τὴν εἴσπραξιν ἐποίει (οὐ γὰρ ἂν ἔχοι λόγον ἕτερον μὲν εἶναι τὸν ὀφείλοντα, ἕτερον δὲ τὸν ἀπαιτούμενον· ἀλλ’ οὐδὲ ἕτερον ἐνοχλεῖσθαι ὑπὲρ ἑτέρου τινὸς ὡς ἔφοδον ἁμαρ‐
35τόντος ἢ ὕβριν, καὶ οἷα συγκωμήτην ἐκείνου καθ‐

298

εστῶτα στρεβλοῦσθαι καὶ ὑβρίζεσθαι καί τι πάσχειν τῶν οὐ προσηκόντων, ἢ ὅλως ὑπὲρ ἑτέρου δίχα νομί‐ μου προφάσεως τὴν οἱανοῦν ὑπομένειν ἐπήρειαν)· ἀλλὰ καὶ τιμωρίας ὑπομένειν τὰς εἰς σῶμα παρὰ τῶν
5ἐφεστώτων τοῖς ἔθνεσι, γινωσκόντων ὡς, εἰ μὴ τοῦτο πράξαιεν, ἀλλὰ κατὰ τὴν ἐπαρχίαν ἧς ἄρχουσιν ἐνεχυ‐ ρασμοὶ τολμηθεῖεν, οὐδὲν ἔσται τοιοῦτον ὅπερ αὐτοὺς τῶν ἡμετέρων ἐξαρπάσει χειρῶν. Κἀκεῖνο μέντοι συνείδομεν τῷδε προσθεῖναι τῷ
10νόμῳ, ὥστε καθάπερ αἱ παρὰ τῆς βασιλείας εἰς ἑτέ‐ ρους γινόμεναι δωρεαὶ οὐ δέονται πράξεως ὑπομνη‐ μάτων, ἀλλ’ αὐτόθεν ἔχουσι τὴν ἰσχύν, οὕτω μηδὲ τὰς παρὰ τῶν ἰδιωτῶν εἰς τὴν βασιλείαν γινομένας, εἰ μόνον ταῖς ἀληθείαις γένοιντο ἐν ἀγορᾷ παρὰ συμ‐
15βολαιογράφων συντελεσθεῖσαι ὑπογραφήν τε ἔχουσαι τοῦ τε πεποιηκότος καὶ μαρτύρων καὶ τὴν ἄλλην τὴν ἐπὶ τῶν δωρεῶν παρατήρησιν, μὴ δεῖσθαι πράξεως ὑπομνημάτων ἐφ’ ὁσῃδήποτε ποσότητι. οὐ γὰρ ἂν εἴη τῶν ἀκολούθων τὸ μηδὲ τῶν αὐτῶν τυγχάνειν
20τὴν βασιλείαν παρὰ τῶν ἰδιωτῶν ὧν αὐτὴ δίδωσιν ἐκείνοις. τὸ δὲ ἄνισον τοῦτο γέγονεν ἐκ καινοτομίας, ἣν ἡ Ζήνωνος τοῦ τῆς εὐσεβοῦς λήξεως ὑφηγήσατο διάταξις, τὸ τὰς βασιλικὰς δωρεὰς μὴ χρῄζειν ὑπομνη‐ μάτων. ἐπειδὴ τοίνυν ἀτελῶς τὸ πρᾶγμα ἔμπροσθεν
25ἐθεωρήθη, διὰ τοῦτο ἡμεῖς τὸ τέλειον ἐπιθέντες αὐ‐ τῷ ἑκατέρωθεν κρατεῖν αὐτὸ βουλόμεθα, ἐπί τε τῶν παρὰ βασιλέως εἰς ἰδιώτας γινομένων δωρεῶν ἐπί τε τῶν παρὰ ἰδιωτῶν εἰς τὴν βασιλείαν, ὥστε τὴν ἐξ ἰσότητος δικαιοσύνην τῷ πράγματι προστεθῆναι.
30Ἐπίλογος.〉 Ἡ τοίνυν σὴ ὑπεροχὴ τὰ διὰ τῆσδε τῆς θείας ἡμῶν διατάξεως νενομοθετημένα διὰ κηρυγ‐ μάτων οἰκείων κατὰ τὸ σύνηθες ποιῆσαι φανερὰ πᾶσι
σπευσάτω.

299

(1t)

ΝΓ
2tΠΕΡΙ ΤΟΥ ΤΟΝ ΕΝ ΕΠΑΡΧΙΑΙΣ ΕΙΣ
3tΥΠΕΡΟΡΙΟΝ ΔΙΚΑΣΤΗΡΙΟΝ ΠΑΡΙΣΤΩΝΤΑ
4tΕΓΓΥΗΝ ΔΙΔΟΝΑΙ, ΟΤΙ ΕΙ ΜΗ ΝΙΚΗΣΕΙ ΤΗΝ
5tΔΙΚΗΝ, ΔΩΣΕΙ ΟΣΟΝ Ο ΔΙΚΑΖΩΝ ΟΡΙΣΑΙ ΛΑ‐
6tΒΕΙΝ ΤΟΝ ΣΥΚΟΦΑΝΤΗΘΕΝΤΑ. ΚΑΙ ΠΕΡΙ
7tΤΟΥ ΤΟΝ ΔΕΧΟΜΕΝΟΝ ΒΙΒΛΙΟΝ ΕΙΚΟΣΙ
8tΗΜΕΡΩΝ ΕΧΕΙΝ ΠΡΟΘΕΣΜΙΑΝ ΕΠΙ ΔΙΑΣΚΕ‐
9tΨΕΙ ΕΙ ΒΟΥΛΕΤΑΙ ΔΙΚΑΣΑΣΘΑΙ Η ΤΟΝ ΔΟ‐
10tΘΕΝΤΑ ΑΝΕΧΕΤΑΙ ΔΙΚΑΣΤΗΝ. ΚΑΙ ΠΕΡΙ
11tΤΟΥ ΜΕΤΑ ΕΞΩΜΟΣΙΑΝ ΑΠΟΛΙΜΠΑΝΟΜΕ‐
12tΝΟΥ ΟΦΕΙΛΟΝΤΟΣ ΠΑΣΑΝ ΠΛΗΡΩΣΑΙ ΖΗ‐
13tΜΙΑΝ ΤΩΙ ΕΝΑΓΟΝΤΙ ΚΑΙ ΥΠΟ ΕΓΓΥΗΝ
14tΤΙΝΑ ΛΟΙΠΟΝ ΛΕΓΕΙΝ ΤΗΝ ΔΙΚΗΝ. ΚΑΙ ***
15t*** ΥΠΟΤΙΘΕΣΘΑΙ. ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΔΙΧΑ
16tΠΡΟΙΚΟΣ Η ΠΡΟΓΑΜΙΑΙΑΣ ΔΩΡΕΑΣ ΣΥΝΟΙ‐
17tΚΗΣΑΝΤΩΝ ΠΡΟΤΕΛΕΥΤΗΣΑΝΤΙ ΑΠΟΡΩΝ
18tΕΥΠΟΡΩΙ ΚΑΛΟΥΜΕΝΩΝ ΕΙΣ ΤΟ ΤΕΤΑΡ‐
19tΤΟΝ ΤΗΣ ΠΕΡΙΟΥΣΙΑΣ, ΕΙΤΕ ΥΠΟΝΤΩΝ
20tΠΑΙΔΩΝ ΕΙΤΕ ΜΗ ΥΠΟΝΤΩΝ.
21tὉ αὐτὸς βασιλεὺς Ἰωάννῃ ἐπάρχῳ πραιτωρίων τῆς
22tἙῴας τὸ βʹ, ἀπὸ ὑπάτων καὶ πατρικίῳ.
23Προοίμιον.〉 Πολλοὶ προσιόντες ἡμῖν διδάσκουσι τὸ ἡμέτερον κράτος, ὡς ἀγώγιμοι γίνονται παρά τι‐
25νων ἢ καὶ εἰς ἑτέρας ἀπάγονται χώρας ἢ ἐκ θείας ἡμῶν κελεύσεως ἢ καὶ ἐκ ψήφων ἀρχικῶν, καὶ ταλαι‐ πωροῦνται μὲν τούτοις, ἠναγκασμένοι δὲ ὑπὸ τῶν κε‐ λεύσεων ἢ τῶν ψήφων ἄγονται, εἶτα οἱ τούτους ἀγα‐ γόντες καὶ ἀσφαλείας κομισάμενοι, ὡς εἴσω ῥητοῦ
30χρόνου καταλήψονται τὸ ἀφορισθὲν δικαστήριον οἱ παρ’ αὐτῶν αἰτιαθέντες, αὐτοὶ μένουσιν ἐν τῇ χώρᾳ τρύχεσθαι ταῖς ἐν ξένῃ δαπάναις τὸν παραστάντα
ἢ διαχθέντα καταλιμπάνοντες.

300

Τοῦτο τοίνυν ἐλεοῦντες θεσπίζομεν, εἴ τι γένοιτο τοιοῦτο καὶ ὁ χρόνος πληρωθείη ὃν ἐπὶ τῇ τῆς παρα‐ στάσεως ἢ τῆς ἀπαγωγῆς ἀσφαλείᾳ αὐτὸς ὁ ἐνάγων ἔταξεν, εἶτα ὁ μὲν προσεδρεύοι τῷ δικαστηρίῳ, ὁ δὲ
5ἐνάγων ἀπολιμπάνοιτο, καὶ μὴ εἴσω ἡμερῶν δέκα, ἀφ’ οὗπερ παραγένοιτο τῇ χώρᾳ, ὁ ἐνάγων ἀπαντήσειε, τὸν μὲν ἐναγόμενον εἰσιόντα παρὰ τῷ δικαστῇ καὶ ταῦτα διδάσκοντα παραχρῆμα ἀφίεσθαι, ὅρκῳ δὲ αὐ‐ τοῦ κρίνεσθαι πᾶσαν δαπάνην ἣν ὑπέστη περί τε τὴν
10ὁδοιπορίαν περί τε τὴν ἐν ξένῃ διατριβήν, καὶ ταύτῃ τὸν δικαστὴν καταδικάζειν τὸν ἐνάγοντα μάτην. καὶ ἐπειδήπερ εἰωθός ἐστι μὴ ἄλλως γίνεσθαι τὰς ἀπ‐ αγωγὰς ἢ τὰς παραστάσεις, εἰ μὴ οἱ ἐνάγοντες ἐγγυη‐ τὰς ἐπὶ ῥητῇ ποσότητι δοῖεν ὡς ἐπεξέρχονται τῇ δίκῃ
15καὶ κρατοῦσι τῆς ψήφου, τοῦτο μὲν τὸ ποσὸν πάντως αὐτοὺς ἀπαιτεῖσθαι καὶ δίδοσθαι τῷ μάτην συκοφαν‐ τηθέντι. εἰ δὲ διὰ τοῦ ὅρκου καὶ πλεῖόν τι σαφηνί‐ σειε (ῥητῆς μέντοι ποσότητος ὁριζομένης παρὰ τοῦ δι‐ κάζοντος, ἣν οἱ νόμοι ταξατίωνα καλοῦσι), καὶ τοῦτο
20προσαπαιτεῖσθαι· ἵνα μάθοιεν μὴ παίζειν εἰς βίους ἀλλοτρίους, ἀλλὰ τὰ κατὰ χώραν αἱρεῖσθαι δικαστήρια κἀκεῖσε πρὸς τοὺς ἑαυτῶν ἀντιδίκους διακρίνεσθαι. Ἐπειδὴ δὲ τὰς παρὰ τῶν ἐναγόντων ἐγγύας ὡς ἐπίπαν ἴσμεν ἐνταῦθα διδομένας ἐπὶ τοῖς παριστα‐
25μένοις προσώποις, εἰ δὲ εἰς ἑτέραν ἀπάγονται χώραν, ἴσως διαφυγγάνειν ταύτην τὴν παρατήρησιν, θεσπί‐ ζομεν τὸν ἐνταῦθα δικαστὴν ἢ τὸν ἐνδοξότατον ἡμῶν κοιαίστωρα τὸν τοῖς θείοις ἡμῶν ὑπηρετούμενον γράμ‐ μασιν, εἴ τι τοιοῦτο πράξαι κελευσθείη, μὴ ἄλλως εἰς
30ἑτέραν ἀπαχθῆναι χώραν τὸν ἐναγόμενον, πρὶν ἂν ἐγγυητὴν προσκαταστήσειεν ὁ ἐνάγων ἐν τῷ δικαστη‐ ρίῳ καθ’ ὃ μέλλει τὸν εὐθυνόμενον ἄγειν, ὡς δώσει πρὸς τὸ τῶν τόπων διάστημα χρυσίου ὅσον ἂν ὁρι‐ σθείη τῷ φεύγοντι, εἰ μὴ αὐτὸς ἐπεξέλθῃ ἢ ἐπεξελ‐
35θὼν μὴ κρατήσῃ τῆς δίκης, κἀκεῖσε πάντα πράττε‐

301

σθαι ὁπόσα ἐπὶ τῇ παραστάσει διωρίσαμεν, τοῦ μὲν ὁρισθέντος χρυσίου παρὰ τῶν ἐγγυητῶν ἀπαιτουμένου καὶ διδομένου τῷ ἀπαχθέντι, παρεχομένου δὲ παρ’ ἐκείνου καὶ τοῦ ὅρκου ἄχρι ταξατίωνος, ἵνα εἴπερ ὀμό‐
5σειε καὶ πλεῖον δεδαπανηκέναι, καὶ τοῦτο ἀπολάβοι, καὶ πανταχόθεν φαίνοιτο τέλεια τὰ τῆς ἡμετέρας νο‐ μοθεσίας. Κἀκεῖνο δὲ ἡ μὲν ἀρχαιότης εὖ ποιοῦσα διετύπω‐ σεν, οἱ δὲ νῦν ἐξεπίτηδες τεχνάζουσι, τὴν τῶν ἡμε‐
10τέρων νόμων φιλανθρωπίαν ἀφορμὴν ποιούμενοι τῆς ἑαυτῶν ἐπηρείας. τῆς γὰρ παλαιότητος βουλομένης τὸν αἰτιάσεως βιβλίον δεξάμενον ἡμερῶν εἴσω δέκα διάσκεψιν ἔχειν, ἐφ’ ᾧ καὶ ἀνερευνῆσαι τὸ πρᾶγμα καὶ ἴσως ἐπιγνῶναι καὶ ἀπαλλαγῆναι, μετὰ δὲ τὴν
15τῶν δέκα ἡμερῶν προθεσμίαν τηνικαῦτα καὶ ὑπογρά‐ φειν τῷ σταλέντι βιβλίῳ καὶ τὰς δικαστικὰς πληροῦν ἀσφαλείας, τινὲς δὴ ἀφορῶντες εἰς τοὺς ἡμετέρους νό‐ μους, οἳ μετὰ προκάταρξιν οὔτε παραιτεῖσθαι τὸν δικαστὴν οὔτε συνδικαστὴν αἰτεῖν συγχωροῦσι, τὸ
20πρᾶγμα τεχνάζουσι, καὶ μάλιστα τῶν πρακτόρων τὰ τοιαῦτα δολερῶς ἐξευρισκόντων, καὶ ἅμα προσενεχθείη τις ὑπόμνησις, πολλάκις οὔτε βιβλίου διδομένου οὔτε δικαστικῆς οὐδεμιᾶς ἀσφαλείας, ἄγουσι τὸν ἄνθρωπον ἄκοντα πρὸς τὸν δεδομένον δικαστὴν καὶ οὐδ’ ὁτιοῦν
25ἐπιστάμενον συνελαύνουσι ποιήσασθαι προκάταρξιν, ὥστε ἅπαξ αὐτὸν ὑπὸ τῇ προκατάρξει γενόμενον δε‐ δέσθαι καὶ μηδεμίαν ἔχειν ἄδειαν μήτε παραιτήσα‐ σθαι τὸν δικάζοντα μήτε συνδικαστὴν γοῦν αἰτῆσαι, καίτοι γε ἴσως ὑπόπτου τοῦ δικαστοῦ καθεστῶτος·
30οὕτω τε πράττουσιν ἃ βούλονται καὶ ὑπὸ ταῖς ἑαυ‐ τῶν τέχναις τὸν ἄνθρωπον ποιησάμενοι ὃν βούλονται τρόπον τὰ κατ’ αὐτὸν σπαράττουσιν. Θεσπίζομεν τοίνυν, ἐπειδὰν ὑπόμνησις προσενεχθείη τινί, πάντως ἐπιδίδοσθαι βιβλίον, καὶ μὴ κατὰ τὸ παλαιὸν δέκα
35μόνον ἡμερῶν ἔχειν τὸν ὑπομνησθέντα προθεσμίαν, ἀλλὰ διπλασίαν, τουτέστιν εἴκοσιν, ὥστε εἴτε παραι‐ τήσασθαι βουληθείη εἴτε καὶ συνδικαστὴν αἰτῆσαι, ἄδειαν ἔχειν τοῦτο ποιεῖν ἢ καὶ ἴσως ἐπιγνῶναι τὸ ὄφλημα καὶ ἀπαλλαγῆναι πρὸς τὸν ἀντίδικον τὸν αὐ‐
40τοῦ φιλικῶς, καὶ μὴ κατ’ ἐπήρειαν καὶ ἐπιδρομὴν

302

ὑπὸ δικαστῇ γίνεσθαι ἴσως ὑπόπτῳ, ἴσως ἀκαταθυ‐ μίῳ, πολλάκις δέ τι καὶ οἰκεῖον ἐπὶ τῷ φεύγοντι διοι‐ κουμένῳ, καὶ τοῦ τὴν δίκην ὑπομένοντος οὐδένα και‐ ρὸν ἔχοντος πρὸς τὸ μαθεῖν ἐφ’ οἷς ἐναγόμενος ἀπαν‐
5τήσει. Δεχόμενον δὲ αὐτὸν τὸ βιβλίον, μόνης προσωπικῆς ἐγγύης παρ’ αὐτοῦ διδομένης καὶ τῶν σπορτούλων κατὰ τὴν θείαν ἡμῶν παρεχομένων διά‐ ταξιν, ὑπογράφειν τῷ καλουμένῳ ἀντιβιβλίῳ δηλοῦντα καὶ τὸν χρόνον καθ’ ὃν αὐτῷ τὸ βιβλίον ἐπιδίδοται,
10ἵνα μὴ καὶ περὶ τοῦτο τέχνη τις γένηται. ἐπειδὰν δὲ μέλλοι γίνεσθαι προκάταρξις παρὰ τῷ δικαστῇ, ἐρωτᾶσθαι τὸν φεύγοντα, εἰ αἱ εἴκοσι διεληλύθασιν ἡμέραι αἱ τῆς διασκέψεως, κἀκεῖνον λέγειν μὲν τἀληθῆ, δείκνυσθαι δὲ τοῦτο καὶ ἐκ τῆς ἡμέρας τοῦ βιβλίου
15καὶ τῆς ὑπογραφῆς τῆς κατὰ τὸ βιβλίον. καὶ εἰ φή‐ σειε παρεληλυθέναι τὸν τῶν εἴκοσι ἡμερῶν ἀριθμόν, τηνικαῦτα γίνεσθαι τὴν προκάταρξιν. ἐν μέσῳ δὲ ἄδειαν εἶναι καὶ παραιτεῖσθαι τὸν δικαστὴν καὶ ἕτε‐ ρον αἰτεῖν ἢ συνδικαστὴν αὐτῷ λαμβάνειν, ἢ καὶ
20ἀπαλλάττεσθαι φιλικῶς, οὐδὲν ἐν μέσῳ οὔτε ζημιού‐ μενον οὔτε παρὰ τῶν πρακτόρων ταραττόμενον, ἀλλὰ τήν τε δικαστικὴν ἀσφάλειαν ἐκτιθέμενον, καθάπερ ἂν οἱ ταῦτα κρίνοντες συνίδοιεν, τήν τε τῶν εἴκοσι ἡμερῶν ἔχοντα διάσκεψιν. Εἰ δὲ ταῦτα μὴ παρα‐
25φυλαχθείη, κἂν δόξειέ τις γίνεσθαι προκάταρξις, ἀντὶ μηδενὸς αὐτὴν εἶναι, ἀλλ’ ἄδειαν εἶναι καὶ μετὰ τὴν τοιαύτην προκάταρξιν εἴσω τῶν τεταγμένων εἴκοσι ἡμερῶν οὕτως ἅπαντα πράττειν, ὡς ἂν εἰ μηδὲ τὴν ἀρχὴν ἐγεγόνει τις προκάταρξις.
30 Εἰ δὲ ἅπαξ παραιτησάμενος τὸν δικαστὴν ἕτερον λάβοι, οὐ δίδομεν αὐτῷ καὶ τὸν ᾐτημένον αὖθις παραιτεῖσθαι. ὥσπερ γὰρ αὐτοῦ κηδόμεθα, οὕτω καὶ τὸ δι’ ἀναβολὴν πράττεσθαί τι κατὰ τῶν ἐναγόντων παντελῶς ἀποστρεφόμεθα. Εἰ δὲ καί τινες διομό‐
35σαιντο μὲν ὡς προσεδρεύουσι, πρὶν δὲ ἡ προκάταρξις γένοιτο, τῆς μεγάλης ταύτης ἀφανεῖς κατασταῖεν πό‐ λεως, ἄδειαν εἶναι καὶ μὴ γενομένης προκατάρξεως προσιέναι τὸν ἐνάγοντα τῷ ἀφορισθέντι δικαστῇ καὶ
ταῦτα προσαγγέλλειν, ἐκεῖνον δέ, εἰ μὲν ἄρχων εἴη,

303

κελεύειν ἐκ τρόπου παντὸς ἄγεσθαι τὸν ἐναχθέντα ὡς καὶ ἐπίορκον καὶ σχεδὸν ἑαυτοῦ κατήγορον τῇ φυγῇ γενόμενον· εἰ δὲ οὐκ ἄρχοι, δοθείη δὲ ἐκ τινὸς δικα‐ στής, εἴτε ἐκ θείου τύπου τυχὸν ἢ κελεύσεως ἢ καὶ
5παρά τινος ἄρχοντος, ἐπ’ ἐκεῖνον μηνύειν, ὥστε ἄγε‐ σθαι παρ’ ἐκείνου, καὶ μὴ τὸ πρᾶγμα μένειν τῷ διώ‐ κοντι πανταχόθεν ἄπορον, οὔτε τοῦ δικαστοῦ πρᾶξαί τι δυναμένου διὰ τὸ μήπω γενέσθαι παρ’ αὐτῷ προ‐ κάταρξιν, ἐκείνου τε καταφρονοῦντος τοῦ νόμου καὶ
10τῆς διωμοσίας τῆς ἑαυτοῦ καὶ τὸν διώκοντα πάσης ἐκτὸς νομίμου βοηθείας ἀπολιμπάνοντος. Ὅπως ἂν οὖν μὴ λανθάνοντος αὐτοῦ καὶ βραδυνούσης τῆς παραστάσεως τὸ πρᾶγμα μένοι μετέωρον, ἐξεταζέτω παχυμερῶς ὁ δικαστὴς ὅποι γῆς ἀπεληλυθέναι λέγη‐
15ται, καὶ διδότω προθεσμίαν ῥητήν, ὥστε εἰ μὴ εἴσω ταύτης ἀπαντήσειεν (ἐλευθέραν μέντοι τούτου παρρη‐ σίαν ἔχων, ἀλλὰ μὴ ὡς εἰκὸς ἐξεπίτηδες παρὰ τοῦ διώκοντος καθειργμένος ἢ κωλυόμενος ἐλθεῖν), τηνι‐ καῦτα κατὰ μίαν μοῖραν ἐξεταζέτω τὴν ὑπόθεσιν καὶ
20ἐπὶ νομῆς πεμπέτω τὸν διώκοντα τῶν αὐτοῦ πραγ‐ μάτων πρὸς τὸ μέτρον τοῦ διαφαινομένου χρέους, ὥστε αὐτὸν εἰς νομὴν πεμφθέντα ἔχειν τὰ πράγματα χρέους ἕνεκεν φυλακτέου. καὶ τηνικαῦτα εἴπερ ἐκεῖνος ἀπαν‐ τήσειε, πᾶσαν αὐτῷ πρότερον θεραπεύειν τὴν ζημίαν
25οὕτω τε ἀπολαμβάνοντα τὰ πράγματα καὶ ἐγγυητὴν παρασχόμενον ἀγωνίσασθαι τὴν ὑπόθεσιν. Καλὸν δὲ ἂν εἴη καὶ τοῦτο πρὸς τὴν τῶν ἀμφισ‐ βητουμένων ζήτησιν νόμῳ κοινῷ διορίσασθαι. πρό‐ τερον μὲν γὰρ γεγόνασιν ἀμφισβητήσεις πολλαί, πό‐
30τερον δεῖ τὰς στρατείας ὑπὸ τοὺς τῆς ὑποθήκης ἄγε‐ σθαι δεσμοὺς ἢ τούτων ἐλευθέρας εἶναι. ἀλλὰ τοῦτο μὲν ἤδη κέκριται νόμῳ, καὶ πρόδηλοι καθεστᾶσιν αἱ στρατεῖαι, ὁπόσαι διὰ τὸ πιπράσκεσθαι καὶ ὑποτί‐ θεσθαι δύνανται. ἡμεῖς δὲ τὸ πρᾶγμα ἐκ μειζόνων
35θεωροῦντες ἴσμεν, ὡς ἐκ τῶν παλαιῶν χρόνων οὐκ ἦν ἐπὶ ταῖς στρατείαις ὑποθήκη, ἀλλά τινα ὀνόματα παντελῶς ἀρχαῖα καὶ ἐκλελοιπότα ἐν τοῖς τοιούτοις ἐφέρετο· κατὰ μικρὸν δὲ οἱ αὐτοκράτορες τοὺς προσ‐ ιόντας τῶν δανειστῶν ἐλεοῦντες ταῦτα ἐδίδοσαν, καί‐
40τοι πάσης στρατείας δημοσίας οὔσης καὶ οὐδένα πόρον
παντελῶς ἕτερον ἢ τὸν ἐκ βασιλικῆς φιλοτιμίας ἐχούσης.

304

Διὰ τοῦτο τοίνυν θεσπίζομεν τὰ ἐκ τοῦ καλουμέ‐ νου κάσου στρατείας μὴ παντὶ προχείρως ὑποκεῖσθαι, πλὴν εἰ μὴ δανειστὴς εἴη ὁ εἰς αὐτὸ τοῦτο δανείσας ἐφ’ ᾧ τῆς στρατείας ἐκεῖνον τυχεῖν. ἐπείτοιγε τοῖς
5ἄλλοις δανεισταῖς οὐ προχείρως δίδομεν τοῦτο· ἀλλ’ εἰ μὲν παῖδες ὦσιν ἢ γαμετὴ τῷ τελευτήσαντι, τού‐ τους πᾶσι προκρίνομεν τρόποις, ὥστε προσιέναι τε ἡμῖν καὶ κατὰ κέλευσιν ἡμετέραν ταῦτα κομίζεσθαι, οὐχ ὡς πατρῷον κλῆρον, εἴ γε τὰ ἄλλα ἄπορος εἴη,
10ἀλλὰ βασιλικὴν φιλοτιμίαν, ἵνα καὶ τοῖς οὐσίαν κατα‐ λιμπάνουσι καὶ τοῖς οὐκ ἔχουσι τὰ εἰκότα βοηθήσαι‐ μεν. Εἰ μέντοι οὐδεὶς αὐτοῖς οὔτε παῖς οὔτε γυνὴ καθεστήκοι, οὐδὲ δανειστὴς ὁ εἰς αὐτὴν τὴν στρατείαν δανείσας, τηνικαῦτα καὶ τοῖς ἄλλοις δανεισταῖς μετα‐
15δίδομεν τῶν τοιούτων, ἵνα μὴ δόξαιμεν ἀπάνθρω‐ πόν τι ποιεῖν καὶ οὐ δι’ εὐσεβῆ καὶ θεῷ ἀρέσκουσαν πρᾶξιν τιθέναι τὸν νόμον. τῶν περὶ τῆς στρατείας τῶν περιβλέπτων σιλεντιαρίων ἰδικῶς δεδομένων καὶ πεφιλοτιμημένων αὐτοῖς προνομίων ἐπὶ τῆς ἰδίας
20ἰσχύος μενόντων. Ἐπειδὴ δὲ πρὸς φιλανθρωπίαν ἅπας ἡμῖν ὁ νόμος ἥρμοσται, ὁρῶμεν δέ τινας συνοικοῦντας γυναιξὶ προι‐ κῴων χωρίς, εἶτα τελευτῶντας, καὶ τοὺς μὲν παῖδας ἐκ τοῦ νόμου καλουμένους πρὸς τὸν πατρῷον κλῆρον,
25τὰς δὲ γυναῖκας, κἂν εἰ μυριάκις ἐν τάξει νομίμης γαμετῆς συνῴκησαν, ἀλλ’ οὖν διὰ τὸ μὴ γενέσθαι μή‐ τε προῖκα μήτε προγαμιαίαν δωρεὰν μηδὲν ἔχειν δυ‐ ναμένας, ἀλλ’ ἐσχάτῃ συζώσας ἀπορίᾳ, διὰ τοῦτο θεσπίζομεν, πρόνοιαν γενέσθαι τούτων καὶ ἐν τῇ
30διαδοχῇ τοῦ τελευτήσαντος, καὶ τὴν τοιαύτην γαμε‐ τὴν μετὰ τῶν παίδων καλεῖσθαι, καὶ ὥσπερ ἐγράψα‐ μεν νόμον βουλόμενον, εἴπερ ἄπροικον οὖσαν τὴν γα‐ μετὴν ὁ ἀνὴρ ἀποπέμψεται, τὸ τέταρτον μέρος τῆς αὐτοῦ περιουσίας λαμβάνειν αὐτήν, οὕτω κἀνταῦθα,
35ἐπειδήπερ εἰκὸς ὀλίγους ἢ πλείους εἶναι παῖδας, τὴν τετάρτην τῆς περιουσίας μοῖραν κομίζεσθαι τὴν γυ‐
ναῖκα, εἴτε πλείους εἴτε ἐλάττους οἱ παῖδες εἶεν. εἰ μέν‐

305

τοι πρεσβεῖόν τι καταλίποι αὐτῇ ὁ ἀνὴρ ἔλαττον τῆς τετάρτης μοίρας, ἀναπληροῦσθαι τοῦτο· ἵνα καθά‐ περ ἀδικουμέναις αὐταῖς ἐβοηθήσαμεν, εἴπερ ἀποπεμ‐ φθεῖεν παρὰ τῶν ἀνδρῶν ἄπροικοι καθεστῶσαι, οὕτω
5κἂν εἰ μένοιεν μέχρι παντὸς παρ’ αὐτοῖς, τῆς αὐτῆς ἀπολαύσωσι προνοίας. δηλαδὴ πάντων κατὰ μίμησιν ἐκείνης ἡμῶν τῆς διατάξεως τῆς τὸ τέταρτον ἀφορι‐ ζούσης αὐταῖς κἀνταῦθα κρατούντων ὁμοίως μὲν ἐπὶ τῶν ἀνδρῶν, ὁμοίως δὲ ἐπὶ τῶν γυναικῶν. κοινὸν
10γὰρ καὶ τοῦτον ἐπ’ αὐτοῖς τίθεμεν τὸν νόμον, ὥσπερ δὴ καὶ τὸν ἔμπροσθεν. Εἰ μέντοι τινὰ ἴδια ἡ γυνὴ πράγματα κατὰ τὴν οἰκίαν τοῦ ἀνδρὸς ἢ ἀλλα‐ χόσε ἀποκείμενα ἔχοι, τούτων τὴν εἴσπραξιν καὶ παρα‐ κατάσχεσιν ἐχέτω πᾶσι τρόποις ἀμείωτον, ὑποκεῖσθαι
15τῶν τοιούτων πραγμάτων τοῖς τοῦ ἀνδρὸς δανείσμασι κατ’ οὐδὲν δυναμένων, πλὴν εἰ μὴ καθ’ ὅσον τῶν ἐκείνου δικαίων ἐκ τοῦδε τοῦ νόμου συγκληρονομεῖ. Ταῦτα δέ φαμεν, εἴπερ τῶν συνοικούντων θάτερος προῖκά τε καὶ προγαμιαίαν δωρεὰν μὴ ποιησαμένων
20ἀπόρως ἢ ὁ ἀνὴρ ἢ ἡ γυνὴ διάκειται, ὥστε τὸν μὲν τελευτῶντα ἢ τὴν τελευτῶσαν εὔπορον εἶναι, τὸν δὲ περιόντα ἢ τὴν περιοῦσαν πένεσθαι. ἐπείτοιγε εἴ‐ περ ἀλλαχόθεν ἴσως εὐποροίη, τὴν οὐκ εἰσενεγκοῦσαν προῖκα ἢ τὸν οὐκ ἐπιδόντα τὴν διὰ γάμον δωρεὰν οὐκ
25ἂν εἴη δίκαιον βαρύνειν τοὺς παῖδας τῇ διαδοχῇ τοῦ συνοικήσαντος, διότι νόμος ἄλλος ἐστὶν ἡμέτερος, τὴν προῖκα μὴ εἰσενεγκαμένην μὴ δύνασθαι τὰ τοῦ ἀνδρὸς οἰκειοῦσθαι διὰ προγαμιαίας δωρεᾶς. ὅπερ κἀνταῦθα βουλόμεθα κρατεῖν, πλὴν εἰ μὴ αὑτὸς ὁ ἀνὴρ ἢ πρε‐
30σβεῖον αὐτῇ ἤ τι μέρος τῆς ἐνστάσεως καταλίποι γίνεσθαι γὰρ τοῦτο κατ’ οὐδένα βασκαίνομεν τρόπον, ἵνα διὰ πάντων ἡμῖν σύμφωνα τὰ τῶν νόμων τηροῖτο καὶ ἡ ἀπορία τοῦ συνοικήσαντος παρὰ τῆς εὐπορίας τῆς θατέρου θεραπεύοιτο.
35Ἐπίλογος.〉 Τὰ τοίνυν παραστάντα ἡμῖν ἡ σὴ ὑπεροχὴ κρατεῖν καὶ πέρατι παραδιδόναι σπευδέτω διὰ τῶν παρ’ αὐτῆς γενησομένων κηρυγμάτων ἅπασιν αὐτὰ καθιστῶσα φανερά, ὥστε αὐτοὺς κατὰ ταῦτα
ζῆν τε καὶ πολιτεύεσθαι.

306

(1t)

ΝΔ
2tΠΕΡΙ ΤΟΥ ΤΗΝ ΤΩΝ ΕΝΑΠΟΓΡΑΦΩΝ ΔΙΑ‐
3tΤΑΞΙΝ ΧΩΡΑΝ ΕΧΕΙΝ ΑΦ ΟΥ ΕΞΕΦΩΝΗΘΗ.
4tΚΑΙ ΠΕΡΙ ΤΟΥ ΠΑΝΤΙ ΕΥΚΤΗΡΙΩΙ ΟΙΚΩΙ
5tΚΑΙ ΕΤΕΡΩΙ ΤΟΠΩΙ ΕΥΣΕΒΕΙ ΕΞΕΙΝΑΙ ΠΡΟΣ
6tΤΑ ΟΜΟΙΑ ΠΟΙΕΙΣΘΑΙ ΕΝΑΛΛΑΓΑΣ ΤΩΝ
7tΑΚΙΝΗΤΩΝ ΚΤΗΣΕΩΝ ΔΕΚΡΕΤΟΥ
8tΠΡΑΤΤΟΜΕΝΟΥ.
10tὉ αὐτὸς βασιλεὺς Ἰωάννῃ τῷ ἐνδοξοτάτῳ ἐπάρχῳ
11tπραιτωρίων τὸ βʹ, ἀπὸ ὑπάτων καὶ πατρικίῳ.
12Προοίμιον.〉 Ἐν τινὶ τῶν ἡμετέρων διατάξεων οὐδὲν ἀσαφὲς ἐχούσῃ κεκίνηνται ζητήσεις, τινῶν ἐξ‐ επίτηδες καὶ πρὸς τὸν ἑαυτῶν σκοπὸν ἀσάφειαν ἐπ‐
15αγόντων αὐτῇ. ἐλευθερίας γὰρ ὄντες ἐρασταὶ ἔναγχος τεθείκαμεν νόμον, ὥστε μὴ κατὰ τὸ παλαιόν, εἰ ἐξ ἐναπογράφου καὶ ἐλευθέρου προσώπου προέλθοι γονή, πάντως αὐτὴν ἀκολουθεῖν τῇ ἐναπογράφῳ τύχῃ, ἀλλὰ κατὰ τὴν τῆς δουλικῆς τύχης παρατήρησιν οὕτω καὶ ἐπὶ
20τῶν ἐναπογράφων νομίζεσθαι, καὶ πρὸς τὴν τῆς γα‐ στρὸς κατάστασιν καὶ τὴν τοῦ τεχθέντος κανονίζεσθαι τύχην. ἐξ ἐλευθέρας γὰρ μητρὸς προελθεῖν δοῦλον βρέφος ὁ ἡμέτερος εὖ ποιῶν οὐκ ἠβουλήθη νόμος. ὥστε ἐφήσαμεν ἐν τῷ νόμῳ, εἴτε τινὲς συνοικοῦσι
25γυναιξὶν εἴτε καὶ συνοικήσαιεν, εἶτα παιδοποιήσαιεν, οὕτω τὸν νόμον ἐπὶ τοῖς τικτομένοις κρατεῖν. τινὲς δὲ οὕτως ἀνοήτως ἢ κακούργως ἑρμηνεύειν ἐπεχείρη‐ σαν τὸν νόμον. ὥστε κἂν εἰ πρὸ τῆς διατάξεως ἐτέχθη‐ σάν τινες, κἂν εἰ σφόδρα εἶεν πρεσβῦται, νομίζειν
30αὐτοὺς ἐλευθεροῦσθαι, ὥσπερ ἄρτι τικτομένους ἀλλ’ οὐ μακρῷ προειληφότας τὸν νόμον· καίτοιγε ἡμεῖς ταύτην ἔσχομεν ἔννοιαν, ὥστε εἴτε συνοικοῦσιν ἤδη τινὲς γαμεταῖς, εἶτα μετὰ τὸν νόμον παιδοποιήσονται, εἴτε μὴ συνοικοῦσι μὲν ὕστερον δὲ γήμαιεν, τὸ μετὰ
35τὸν νόμον τικτόμενον ἔχειν τὴν ἐκ τοῦ νόμου δεδο‐
μένην ἐλευθερίαν.

307

Ἵνα μὴ τοίνυν ἐξῇ τεχνάζειν καὶ κακουργεῖν. καὶ τοὺς τῶν χωρίων βλάπτειν δεσπότας ταῖς τοιαύταις ἑρμηνείαις, διὰ τοῦτο θεσπίζομεν, πάντας τοὺς τεχθέν‐ τας ἐκ τοῦ καιροῦ τοῦ νόμου τούτους καὶ μόνους ἐλευ‐
5θέρους ἐναπογράφου τύχης εἶναι, εἴπερ ἐξ ἐλευθέρων γένοιντο μητέρων, παντὸς τοῦ προειληφότος τῷ πα‐ λαιῷ πεφυλαγμένου νόμῳ. Ἐπειδὴ δὲ ἔναγχος νόμον ἐγράψαμεν θεραπεύοντες κατά τι τὰ περὶ τῶν ἐκκλησιαστικῶν ἐκποιήσεων καὶ
10βουλόμενοι, εἰ μὲν δημόσιον ὄφλημα εἴη, δύνασθαι αὐτὰς καὶ ἐκποιεῖν, σὺν ἀκριβείᾳ μέντοι πάσῃ κατὰ τὴν τοῦ νόμου παρατήρησιν, εἰ δὲ ἰδιωτικὸν χρέος, pro soluto διδόναι πρᾶγμα ἀκίνητον, καὶ κατὰ μηδὲν δοκεῖν προσκρούειν τῷ προτεθέντι νόμῳ τῷ πᾶσαν
15ἐκποίησιν εἴργοντι· κἀκεῖνο προστίθεμεν, ὥστε εἰ *** *** κατά τινα ἀπαραίτητον πρόφασιν καὶ συμφέρου‐ σαν τῷ τε διδόντι τῷ τε λαμβάνοντι εὐκτηρίῳ οἴκῳ, τουτέστιν ἢ ἐκκλησίᾳ πρὸς ἐκκλησίαν ἢ πτωχείῳ πρὸς πτωχεῖον ἢ ξενῶνι πρὸς ξενῶνα, καὶ ἁπλῶς εὐαγεῖ
20οἴκῳ πρὸς ἕτερον σεβάσμιον οἶκον, τουτέστιν ἢ ἐκ‐ κλησίᾳ πρὸς πτωχεῖον ἢ μοναστηρίῳ πρὸς εὐκτήριον οἶκον ἢ ξενῶνα ἢ νοσοκομεῖον, ἢ ἐκείνοις πρὸς ἐκκλη‐ σίαν ἢ πρὸς ἄλληλα ἢ πρὸς ἓν τῶν ἔμπροσθεν ἡμῖν ἠριθμημένων, ἢ ἑτέρῳ οἱῳδήποτε εὐαγεῖ οἴκῳ, ἄδειαν
25δίδομεν τοῖς προεστῶσιν αὐτῶν διὰ τοῦδε τοῦ νόμου ἄμειψιν ποιεῖσθαι, καὶ τοῦτο πολιτεύεσθαι, καὶ μὴ μό‐ νην τὴν βασιλείαν, καθάπερ ὁ πρότερος ἔλεγε νόμος, ἄδειαν ἔχειν ἀμείβειν, ἀλλὰ καὶ τοὺς εὐαγεῖς οἴκους τοὺς τῷ βασιλεῖ πάντων ἀνειμένους θεῷ· οὕτω μέν‐
30τοι, ὥστε καὶ δέκρετον πράττεσθαι σὺν ἀκριβείᾳ πάσῃ καὶ μεθ’ ὅρκου, καὶ παρὰ τῷ τῶν τόπων μητροπο‐ λίτῃ ταῦτα σκοπεῖσθαι· καὶ εἴπερ ταῖς ἀληθείαις ἀποδειχθείη μεθ’ ὅρκου, ὡς συμφέρον ἐστὶν ἑκατέρῳ μέρει τὸ τοιοῦτο, πράττεσθαί τε αὐτὸ καὶ πολι‐
35τεύεσθαι καὶ κρατεῖν, καὶ μὴ δεῖσθαι μήτε ἰδικῆς κε‐ λεύσεως μήτε θείου πραγματικοῦ τύπου. ἐχόντων μέντοι τῶν εἰς τοῦτο ἐρχομένων τὴν ἐκ τοῦ μεγάλου
θεοῦ κρίσιν, εἴ τι παραβαῖεν τοῦ προσήκοντος ἢ εἴ τις

308

συμπαιγνία γένοιτο ἤ τι παρὰ τὸ συμφέρον ἑκατέρῳ πράττοιτο μέρει. καὶ γὰρ δὴ καὶ ἀραὶ τούτοις αἱ πάν‐ των ἐπικείσονται φοβερώταται καὶ ἃς τὰ θεῖα τοῖς ἁμαρτάνουσιν ἐπάγει λόγια· τῶν τε νῦν διατεταγμένων
5εἴ τι παραβαθείη καὶ ὕστερον διελεγχθείη κακούργως γενόμενον, ἀντὶ μηδὲ γεγονότος ἔσται. Ἐξαιροῦμεν δὲ καὶ τούτου τοῦ νόμου τὴν ἁγιωτά‐ την μεγάλην ἐκκλησίαν, ὥσπερ καὶ τοῦ πρόσθεν. ἐκείνην γὰρ ἐπὶ τῆς προτέρας κωλύσεως τῶν ἐκποιήσεων ἑστά‐
10ναι βουλόμεθα, διότι τοῦτο καὶ αὐτοῖς τοῖς προεστῶ‐ σιν αὐτῆς ὁσιωτάτοις ἀνδράσι δοκεῖ. 〈Ἐπίλογος.〉 Ἡ τοίνυν σὴ ὑπεροχὴ τὰ καλῶς ἡμῖν καὶ ὁσίως παραστάντα καὶ διὰ τοῦδε τοῦ θείου δηλούμενα νόμου ἐν ἅπασι τοῖς ἔθνεσιν οἷς ἄρχει διὰ
15κηρυγμάτων οἰκείων κατὰ τὸ σύνηθες φανερὰ ποιη‐ σάτω.
19tΝΕ
20tΠΕΡΙ ΑΜΕΙΨΕΩΣ ΠΡΑΓΜΑΤΩΝ
21tΕΚΚΛΗΣΙΑΣΤΙΚΩΝ ΚΑΙ ΕΜΦΥΤΕΥΣΕΩΣ.
31tὉ αὐτὸς βασιλεὺς Μηνᾷ τῷ ἁγιωτάτῳ ἀρχιεπισκόπῳ
32tτῆς εὐδαίμονος ταύτης πόλεως καὶ οἰκουμενικῷ
33tπατριάρχῃ.
34Προοίμιον.〉 Νόμον ἐγράψαμεν ἤδη τὰς μὲν
35ἐκκλησιαστικὰς ἐκποιήσεις κωλύοντα, μόνην δὲ ἄμει‐

309

ψιν ἐπιτρέποντα ταῖς ἁγιωτάταις ἐκκλησίαις καὶ πρός γε τῇ ἁγιωτάτῃ μεγάλῃ ἐκκλησίᾳ τῇ κατὰ ταύτην οὔσῃ τὴν εὐδαίμονα πόλιν, ἡνίκα ἡ βασιλεία λαβεῖν τι παρά τινος τῶν εὐαγῶν οἴκων βουληθείη. ὕστερον
5μὲν οὖν ἕτερον ἐγράψαμεν νόμον, οὗπερ ἐξείλομεν τὴν ἁγιωτάτην μεγάλην ἐκκλησίαν, ἐπιτρέψαντές τινας ἐκ‐ ποιήσεις, ἅσπερ ἐκεῖνος ὁ νόμος λέγει. Ἐπειδὴ δὲ ἔγνω‐ μεν ὥς τινες τὸ τῆς προτέρας διατάξεως κεφάλαιον, ὅπερ ἐπὶ ἀμείψει διαφερόντων τοῖς εὐαγέσιν οἴκοις
10πραγμάτων πρὸς τὴν βασιλείαν ἐγράψαμεν, εἰς τὴν κατὰ τοῦ νόμου τέχνην ἔτρεψαν, ᾔτησαν δὲ ὥστε ἡμᾶς μὲν παρὰ τῆς ἁγιωτάτης ἐκκλησίας λαβεῖν, αὐ‐ τοῖς δὲ ταῦτα δοῦναι, ἐντεῦθεν δὲ ὡρμήθησαν πολ‐ λοὶ ταῖς ὁμοίαις αἰτήσεσι χρώμενοι τὴν θείαν περι‐
15γράφειν διάταξιν· τὰ μὲν ὅσα πέπρακται παρ’ ἡμῶν μέχρι τῆς παρούσης ἡμέρας, ταῦτα ἐπὶ τοῦ νῦν μένειν σχήματος βουλόμεθα, οὐδενὸς ἀνατρεπομένου τῶν ἤδη παρ’ ἡμῶν πρὸς τὴν ἁγιωτάτην ἐκκλησίαν ἐπὶ τοῖς τοιούτοις συναλλάγμασι πραχθέντων ἢ πρὸς αὐτοὺς
20οἵπερ ταῦτα παρ’ ἡμῶν εἰλήφασι. τοῦ λοιποῦ δὲ θεσπίζομεν μηδενὶ παντελῶς μηδε‐ μίαν εἶναι παρρησίαν τοιοῦτό τι πράττειν, ἀλλ’ ἐκεί‐ νας μόνας ἐρρῶσθαι τὰς ἀμείψεις τὰς πρὸς τὴν βα‐ σιλικὴν οἰκίαν ἐπὶ τούτῳ γινομένας, ὥστε διηνεκῶς
25παρὰ τῇ βασιλείᾳ μένειν καὶ μὴ μεταβάλλειν εἰς ἰδιώ‐ την μηδὲ τῆς ἐκείνου γίνεσθαι δεσποτείας διὰ μέσης τῆς βασιλείας ἐπ’ αὐτὸν ὁδευούσας. ἀλλ’ εἴ τι γέ‐ νοιτο τοιοῦτον, ἄδειαν δίδομεν τοῖς εὐλαβεστάτοις οἰ‐ κονόμοις τῶν πραγμάτων ἐπιλαμβάνεσθαι τούτων καὶ
30ἀφέλκειν αὐτὰ πάλιν εἰς τὴν ἁγιωτάτην ἐκκλησίαν, ὡς ἂν εἰ μηδὲ τὴν ἀρχὴν ἐτύγχανεν ἄμειψίς τις ἐπὶ τούτοις πρὸς τὴν βασιλείαν γενομένη. ἀλλὰ φυλάτ‐ τεσθαι τοῦτο τὸ σχῆμα εἰς τὸ διηνεκὲς ἐκ τῆς παρού‐ σης ἡμέρας ἀρχόμενον· πάντων τῶν ἤδη, καθάπερ
35εἰπόντες ἔφθημεν, μετὰ τὸν πρότερον νόμον κατὰ τὸν εἰρημένον γενομένων τρόπον βεβαίων μενόντων, διὰ τὸ ἐκεῖνα μὲν τὰ οὕτω γενόμενα παρ’ ἀνδρῶν γενέσθαι οἵπερ οὐ τεχνάζοντες οὐδὲ κακουργοῦντες ἐποίουν, ἀλλὰ καὶ παρ’ ἡμῶν εἰς τοῦτο προτραπέν‐
40τες ἦλθον, νῦν δέ τινας βούλεσθαι τῷ ἐκείνων παρα‐ δείγματι χρωμένους ἡμᾶς τε διενοχλεῖν καὶ τὴν ἁγιω‐
τάτην μεγάλην ἐκκλησίαν τῆς εὐδαίμονος ταύτης πό‐

310

λεως περιγράφειν. ὅπερ εἰς τὸν ἅπαντα χρόνον κατ’ οὐδένα τρόπον γίνεσθαι βουλόμεθα· ἀλλὰ κἂν εἰ καθ’ οἱονδήποτε γένοιτο σχῆμα, καὶ τοῦτο ἄκυρον εἶναι παρὰ τῆς ἁγιωτάτης μεγάλης ἐκκλησίας εἰς τὸ διηνεκὲς
5ἐκδικεῖσθαι δυνάμενον, οὐδεμιᾶς αὐτῇ χρόνου παρα‐ γραφῆς πρὸς τοῦτο ἀντικειμένης. Κἀκεῖνο μέντοι θεσπίζομεν, ὥστε τῶν ἄλλων ἁπάν‐ των τῶν περὶ ἐμφυτεύσεων νενομοθετημένων ἐπί τε τῇ ἁγιωτάτῃ μεγάλῃ ἐκκλησίᾳ ἐπί τε τοῖς ἄλλοις ἅπα‐
10σιν εὐαγέσιν οἴκοις τὴν ἰδίαν ἐχόντων ἰσχύν, ἄδειαν εἶναι ταῖς ἁγιωτάταις ἐκκλησίαις καὶ τοῖς εὐαγέσιν οἴκοις πρὸς ἀλλήλας καὶ ἐμφυτεύσεις πράττειν διηνε‐ κεῖς, δεκρέτου δηλαδὴ καὶ ἐπὶ τούτῳ γινομένου. ἐξ‐ ῃρημένης μὲν κἀνταῦθα τῆς ἁγιωτάτης μεγάλης ἐκ‐
15κλησίας, ἐπὶ τούτῳ δὲ γινομένης τῆς ἐμφυτεύσεως ἐφ’ ᾧ μὴ εἰς ἰδιωτικὸν πρόσωπον ἐκταθῆναι παντε‐ λῶς δυνηθῆναι. 〈Ἐπίλογος.〉 Ἡ τοίνυν σὴ μακαριότης τὰ παρα‐ στάντα ἡμῖν καὶ φυλαξάτω καὶ τοῖς ὑπ’ αὐτὴν τοὺς
20μητροπολιτικοὺς θρόνους ἔχουσι φανερὰ καταστησάτω, ὥστε καὶ αὐτοὺς τὰ ἡμῖν παραστάντα γινώσκοντας μηδὲν τούτων παραβῆναι θαρρῆσαι. ἔσται γὰρ ἅπα‐ σιν ἡ παρὰ τοῦ θεοῦ κρίσις καὶ ἡ ἐκεῖθεν ποινή, εἴ τι παρὰ ταῦτα ἢ αὐτοὶ πράξαιεν ἢ πραχθῆναι συγ‐
25χωρήσαιεν.

311

(1t)

Νϛ
2tΩΣΤΕ ΤΑ ΚΑΛΟΥΜΕΝΑ ΕΜ‐
3tΦΑΝΙΣΤΙΚΑ ΤΩΝ ΚΛΗΡΙΚΩΝ
4tΕΠΙ ΜΕΝ ΤΗΣ ΜΕΓΑΛΗΣ
5tΕΚΚΛΗΣΙΑΣ ΔΙΔΟΣΘΑΙ, ΕΠΙ
6tΔΕ ΤΩΝ ΑΛΛΩΝ ΕΚΚΛΗΣΙΩΝ
7tΜΗ ΠΑΡΕΧΕΣΘΑΙ.
8tΟ αὐτὸς βασιλεὺς Μηνᾷ τῷ ἁγιωτάτῳ ἀρχιεπισκόπῳ
9tτῆς βασιλίδος ταύτης πόλεως καὶ οἰκουμενικῷ
10tπατριάρχῃ.
11Προοίμιον.〉 Παρὰ πολλῶν προσελεύσεις δεχό‐ μενοι τόνδε τὸν νόμον πρὸς τὴν σὴν καταπέμψαι μα‐ καριότητα δίκαιον ἡγησάμεθα. οἱ γὰρ χειροτονούμενοι παρὰ τῆς σῆς θεοφιλίας κληρικοὶ ἐν ταῖς ἁγιωτάταις
15ἐκκλησίαις (χωρὶς μέντοι τῆς ἁγιωτάτης μεγάλης ἐκ‐ κλησίας) τὰ πάντων πάσχουσι δεινότατα, μὴ προσδε‐ χομένων αὐτοὺς τῶν ἐκεῖσε κληρικῶν πρὶν ὅσον ἂν βουληθεῖεν λάβοιεν χρυσίον. καὶ ἴσμεν ταῦτα ἐκ συχ‐ νῶν προσελεύσεων περὶ τούτου γενομένων ἡμῖν.
20 Θεσπίζομεν τοίνυν, τὴν μακαριότητα τὴν σὴν τοῦτο ἐρρωμενέστατα φυλάξαι, καὶ εἴ τι μὲν εἰωθός ἐστι διδόναι τοὺς καταταττομένους ἐν τῇ ἁγιωτάτῃ μεγάλῃ ἐκκλησίᾳ, τοῦτο αὐτοὺς παρέχειν (οὐδὲν γὰρ περὶ τῶν δεδομένων εἰς τὴν ἁγιωτάτην μεγάλην ἐκκλησίαν και‐
25νίζομεν), χωρὶς δὲ αὐτῆς ἐν ταῖς ἄλλαις πάσαις μη‐ δενὶ τῶν ἐν αὐταῖς κληρικῶν παρρησίαν εἶναι παν‐ τελῶς ὑπὲρ τῶν καλουμένων ἐμφανισίμων τι κομί‐ ζεσθαι. ἀλλ’ εἴ τις τοιοῦτό τι πράξειεν, ἐκεῖνον μὲν ἀφαιρεῖσθαι τῆς ἱερωσύνης, εἰς δὲ τὴν ἐκείνου τάξιν
30ἐπεμβαίνειν τὸν σταλέντα, καὶ τοῦτον αὐτὸν τῆς ἀπλη‐ στίας κομίζεσθαι τὸν μισθόν. παραφυλάττειν δὲ ταῦτα καὶ τοὺς θεοφιλεστάτους ἐκκλησιεκδίκους τῆς ἁγιωτά‐ της μεγάλης ἐκκλησίας, ποινὴν ὑφορωμένους decem
librarum auri, εἴ τινος τούτων παραμελήσαιεν. ἀλλὰ

312

προῖκα πάντα προϊέναι· τὰς γὰρ τοῦ δεσπότου θεοῦ λειτουργίας τε καὶ ὑπηρεσίας οὐ κατὰ πρᾶσιν οὐδὲ κατ’ ἐμπορίαν γίνεσθαί τινα βουλόμεθα, ἀλλὰ καθα‐ ρῶς τε καὶ ἀδωροδοκήτως. οὕτω γὰρ ἂν τοῦ πράγ‐
5ματος ἄξιοι γίνοιντο, μηδεμιᾶς πράσεως ἢ ἐμπορίας γινομένης. 〈Ἐπίλογος.〉 Ἡ τοίνυν σὴ μακαριότης καὶ οἱ μετ’ αὐτὴν ἐπὶ τῶν ἀρχιερατικῶν γινόμενοι θρόνων τὰ παρ’ ἡμῶν διατεταγμένα καὶ διὰ τοῦδε τοῦ θείου
10δηλούμενα νόμου ἔργῳ καὶ πέρατι παραδοῦναι σπευ‐ σάτωσαν.
14tΝΖ
15tΠΕΡΙ ΚΛΗΡΙΚΩΝ ΑΠΟΣΤΑΝΤΩΝ ΤΗΣ
16tΚΑΤ ΑΥΤΟΥΣ ΕΚΚΛΗΣΙΑΣ. ΚΑΙ ΠΕΡΙ ΤΩΝ
17tΟΙΚΟΔΟΜΟΥΝΤΩΝ ΕΥΚΤΗΡΙΟΥΣ ΟΙΚΟΥΣ.
25tὉ αὐτὸς βασιλεὺς Μηνᾷ τῷ ἁγιωτάτῳ ἀρχιεπισκόπῳ
26tτῆς βασιλίδος ταύτης πόλεως καὶ οἰκουμενικῷ
27tπατριάρχῃ.
28Προοίμιον.〉 Πολλοὶ πολλάκις κληρικοί τισιν εὐκτηρίοις προσεδρεύοντες οἴκοις ἢ καὶ ἴσως παρά τι‐
30νων πρότερον ἐγκαταστάντες χορηγοῦνται τὴν νενο‐ μισμένην χορηγίαν, εἶτα χωρίζουσιν ἑαυτοὺς τῶν ἱερῶν καθάπαξ μυστηρίων δι’ ἃς αὐτοὶ γινώσκουσιν αἰτίας, ἢ καθ’ οἱανοῦν πρόφασιν ἀναχωροῦσι παντελῶς τῆς
ἁγιωτάτης ἐν ᾗ καθεστᾶσιν ἐκκλησίας.

313

Θεσπίζομεν τοίνυν, μὴ τοῦτο γίνεσθαι κώλυμα τῇ ἱερᾷ λειτουργίᾳ, ἀλλ’ ἑτέρους ἐγκαθίστασθαι παρὰ τῶν θεοφιλεστάτων ἐπισκόπων, ὑφ’ οὓς αἱ αὐταὶ καθ‐ εστήκασιν ἐκκλησίαι, καὶ αὐτοὺς ταῦτα κομίζεσθαι.
5οὐδὲ γὰρ βουλόμεθά τισι διδόναι κερδαίνειν τὰ ἤδη παρ’ αὐτῶν ἢ δι’ αὐτῶν χορηγούμενα ταῖς ἁγιωτά‐ ταις ἐκκλησίαις (ἐπειδήπερ οὐδὲ θεμιτὸν καθ’ οἱαν‐ δήποτε πρόφασιν κέρδος τινὰς ποιεῖν ἐκ τῆς ἑτέρων ἀποστερήσεως), ἀλλὰ τὰ ἐξ ἀρχῆς χορηγούμενα μέχρι
10παντὸς ἐπιδίδοσθαι, καὶ μὴ τὴν ἱερὰν ἐντεῦθεν λει‐ τουργίαν διαφθείρεσθαι. οὐκ οὔσης ἀδείας μετὰ τὸ ἐγκαταστῆναί τινας ἀντὶ τῶν προτέρων κληρικῶν ἢ παρὰ τοῦ ἁγιωτάτου πατριάρχου ἢ παρὰ τῶν ἐπιχω‐ ρίων ἐπισκόπων αὖθις τοὺς ἀναχωρήσαντας πάλιν
15ἐπανιέναι βούλεσθαι καὶ ἐξωθεῖν τοὺς ἐγκαταστάν‐ τας, καὶ ἀναγκάζεσθαι διπλᾶ χορηγεῖν τοὺς ποιουμέ‐ νους τὴν τοιαύτην χορηγίαν, ὥστε διδόναι καὶ τοῖς ἐγκαταστᾶσι καὶ τοῖς πάλιν ἐπανιέναι βουλομένοις· ἀλλ’ ἐκείνους μὲν ἐπανιόντας μὴ προσδέχεσθαι, τοῖς
20δὲ μετὰ τὴν ἀναχώρησιν τῶν προτέρων ἐγκαταστᾶσιν αὐτοῖς δίδοσθαι τὰς σιτήσεις· οὐδενὸς κέρδους ἐντεῦ‐ θεν τοῖς χορηγοῦσι προσγινομένου, τῶν τὰ τοιαῦτα κερδαίνειν ἐγχειρούντων ἐκ τῆς ἑαυτῶν περιουσίας πάντως παρεχόντων τοῖς παρ’ ἑαυτῶν ἐγκαταστᾶσι
25τὰς σιτήσεις καὶ πάσας τὰς χορηγίας, κληρονόμων τε αὐτῶν καὶ διαδόχων, εἰδότων ὡς εἰ καὶ μετὰ ταῦτα ἀποστερήσαιεν, ῥητὴ κτῆσις ἀφορισθήσεται ἐκ τῆς αὐ‐ τῶν περιουσίας τοῖς θείοις ἡμῶν πριβάτοις, ὥστε ἐν‐ τεῦθεν τὴν χορηγίαν αὐτοῖς γίνεσθαι.
30 Κἀκεῖνο μέντοι πρὸς τιμὴν καὶ σέβας τοῦ θρόνου τοῦ σοῦ διορίζομεν, ὥστε εἴ τις οἰκοδομήσας ἐκκλη‐ σίαν ἢ καὶ ἄλλως χορηγῶν τοῖς ἐν αὐτῇ λειτουργοῦσι σιτήσεις βούλοιτό τινας κληρικοὺς ἐγκαθιστᾶν αὐτῇ, μὴ εἶναι αὐτῷ παρρησίαν μηδεμίαν οὓς βούλεται κατ’
35ἐξουσίαν προσάγειν τῇ σῇ θεοφιλίᾳ, ἐφ’ ᾧτε χειροτο‐ νεῖν αὐτοὺς ἀκρίτως καὶ ἀνεξετάστως, ἀλλὰ προσαγο‐
μένους αὐτοὺς ἐξετάζεσθαι παρὰ τῆς σῆς ἁγιωσύνης,

314

γνώμῃ τε τῇ σῇ καὶ τοῦ τὸν ἱερατικὸν θρόνον ἐπι‐ τροπεύοντος ἀεὶ τούτους δέχεσθαι τὴν χειροτονίαν, οἵπερ ἂν τῇ τε σῇ μακαριότητι καὶ τοῖς μετ’ αὐτὴν ἐπιτήδειοι δόξαιεν καθεστάναι καὶ τῆς τοῦ θεοῦ λει‐
5τουργίας ἄξιοι· ὥστε μὴ βεβηλοῦσθαι τὰ ἅγια τοῦ θεοῦ (τοῦτο δὴ τὸ τοῖς θείοις διηγορευμένον λογίοις), ἀλλ’ ἄθικτά τε αὐτὰ καὶ ἄρρητα καὶ φρικτὰ καθ‐ εστῶτα ὁσίως καὶ θεοφιλῶς καὶ ἁγίως διαχειρίζεσθαι. 〈Ἐπίλογος.〉 Τὰ τοίνυν παραστάντα ἡμῖν καὶ
10διὰ τοῦδε τοῦ θείου δηλούμενα νόμου τὴν μακαριό‐ τητα τὴν σὴν φυλάττειν διηνεκῶς θεσπίζομεν, γινώ‐ σκοντα ὡς οὐκ ἔλαττον ἡμῖν μέλει τῶν ταῖς ἁγιω‐ τάταις ἐκκλησίαις λυσιτελούντων ἤπερ αὐτῆς τῆς ψυχῆς.
17tΝΗ
18ΠΕΡΙ ΤΟΥ ΕΝ ΙΔΙΩΤΙΚΟΙΣ ΟΙΚΟΙΣ ΙΕΡΑΝ ΜΥΣΤΑΓΩΓΙΑΝ
20tΜΗ ΓΙΝΕΣΘΑΙ.
21tὉ αὐτὸς βασιλεὺς Ἰωάννῃ ἐπάρχῳ τῶν ἱερῶν τῆς
22tἝω πραιτωρίων τὸ βʹ, ἀπὸ ὑπάτων καὶ πατρικίῳ.
23 Καὶ τοῖς πάλαι διηγόρευται νόμοις, ὥστε μηδενὶ παντελῶς εἶναι παρρησίαν οἴκοι τὰ ἱερώτατα πράτ‐
25τειν, ἀλλὰ δημοσίᾳ καταλιμπάνειν προϊέναι καὶ τὴν ἁγιστείαν καὶ τὴν τοῦ θεοῦ λατρείαν κατὰ τοὺς θεσ‐ μοὺς τοὺς περὶ τούτων ταῖς ἱερατικαῖς πράξεσι παρα‐ δεδομένους, καὶ ἡμεῖς δὲ τοῦτον ἐπὶ τοῦ παρόντος τίθεμεν τὸν νόμον, ὃν σὺν ἀσφαλείᾳ πάσῃ κρατεῖν
30βουλόμεθα. πᾶσι γὰρ ἀπαγορεύομεν τοῖς τῆς μεγά‐ λης ταύτης πόλεως οἰκήτορσι, μᾶλλον δὲ καὶ τοῖς ἁπά‐ σης τῆς ὑπηκόου, ἐν τοῖς οἴκοις τοῖς αὑτῶν ἔχειν τι‐ νὰς δῆθεν εὐκτηρίους οἴκους καὶ ἐν τούτοις τὴν ἱερὰν
ἐπιτελεῖν μυσταγωγίαν, καὶ ἐντεῦθεν γίνεσθαί τινα

315

τῆς καθολικῆς τε καὶ ἀποστολικῆς παραδόσεως ἀλλό‐ τρια. ἀλλ’ εἰ μὲν οἴκους οὕτως ἁπλῶς τινες ἔχειν οἴονται δεῖν ἐν τοῖς ἑαυτῶν ἱεροὺς εὐχῆς δὴ καὶ μό‐ νης χάριν, καὶ οὐδενὸς πραττομένου παντελῶς τῶν
5ὅσα τῆς ἱερᾶς καθέστηκε λειτουργίας, τοῦτο αὐτοῖς ἐφίεμεν. φθόνος γὰρ οὐδείς, εἰ βούλονται τούτων χωρὶς ἔχειν οἰκήματά τινα καὶ ἐν αὐτοῖς ὡς ἐν ἱεροῖς εὔχεσθαι, τῶν δὲ ἄλλων πάντων ἀπέχεσθαι, πλὴν εἰ μήπερ ἐν αὐτοῖς βουληθεῖέν τινας προτρέπειν κληρι‐
10κούς, ἐνταῦθα μὲν τῆς ἁγιωτάτης ἐκκλησίας καὶ τῶν ὑπ’ αὐτὴν ἁγιωτάτων οἴκων γνώμῃ καὶ δοκιμασίᾳ τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου πρὸς τοῦτο ἀπονεμομέ‐ νους, κατὰ χώραν δὲ γνώμῃ τῶν θεοφιλεστάτων ἐπι‐ σκόπων (μηδενὸς καινισμοῦ τῷ θρόνῳ τῆς αὐτοῦ μα‐
15καριότητος ἐκ τοῦ παρόντος ἡμῶν γινομένου νόμου περὶ τὰ ὄντα αὐτῷ καθ’ οἱονδήποτε τρόπον ἐπὶ ταῖς χειροτονίαις ἢ διοικήσεσιν ἐνταῦθα ἢ ἐν ταῖς ἐπαρ‐ χίαις δίκαια, ἀλλὰ πάντων τῶν παρεσχημένων αὐτῇ καθ’ οἱονδήποτε τρόπον καὶ χρόνον κυρίων νῦν τε
20καὶ εἰς τὸν ἑξῆς ἅπαντα χρόνον φυλαττομένων). Θε‐ σπίζομεν δὲ τὴν σὴν ταῦτα παραφυλάττειν ἐνδοξό‐ τητα καὶ φανερὰ πᾶσι διὰ γραμμάτων οἰκείων κατα‐ στῆσαι, ὥστε κατὰ πάντων κρατῆσαι τὸν νόμον. τοῦτο γὰρ καὶ τῷ ἐνδοξοτάτῳ ἐπάρχῳ τῆς εὐδαίμονος ταύ‐
25της πόλεως καὶ τῷ ἁγιωτάτῳ ἀρχιεπισκόπῳ καὶ οἰ‐ κουμενικῷ πατριάρχῃ ἐνεκελευσάμεθα, ὥστε ἔκ τε τῆς πολιτικῆς ἔκ τε τῆς ἱερατικῆς ἰσχύος ταῦτα διηνεκῶς φυλάττεσθαι. ἴστωσαν δὲ καὶ αὐτοὶ οἱ τῶν οἰκιῶν κύριοι, ὡς εἴπερ μὴ ταῦτα φυλάξουσιν, αὐτοὶ μὲν
30ὑπὸ βασιλικὴν γενήσονται κίνησιν, αἱ δὲ οἰκίαι, ἐν αἷς τοιοῦτό τι πράττεται, δημόσιαί τε γενήσονται καὶ ὑπὸ τὸ ἱερώτατον ἡμῶν ταμιεῖον ἀχθήσονται. εἰ δὲ καί τινες ἔφθησαν τοιοῦτό τι ἐν ταῖς ἑαυτῶν ἔχειν οἰκίαις, ἴστωσαν, ὡς εἰ μὴ τριῶν εἴσω μηνῶν ἐξ οὗ‐
35περ ὅδε ὁ νόμος ἐμφανὴς γένοιτο ταῦτα ἐπανορθώ‐ σαιεν καὶ εἰς τὸ παρ’ ἡμῶν διατεταγμένον ἀγάγοιεν σχῆμα, ὑπὸ τὴν εἰρημένην ποινὴν γενήσονται. ταῦτα δὲ πράττεσθαι σὺν ἀληθείᾳ, οὐ μὴν κατά τινα συκο‐ φαντίαν βουλόμεθα· τῶν γὰρ ἀληθῶν μόνων ἐσμὲν
40ἐρασταί. Ταῦτα θεσπίζομεν τὴν σὴν φυλάττειν ὑπερ‐ οχὴν καὶ μηδὲν τοιοῦτο γίνεσθαι συγχωρεῖν. ἴσθι γάρ, ὡς εἰ μάθοιμεν, ὅτι σοὶ τοιοῦτό τι προσαγγελ‐ θὲν εἶτα οὐκ ἐκώλυσας ἢ αὐτὸς ἢ οἱ διάδοχοί σου
τῆς ἀρχῆς ἐσόμενοι, αὐτὸς μὲν quinquaginta librarum

316

auri καταθήσεις ποινὴν οἵ τε ἀμοιβοί σου τῆς ἀρχῆς ἐσόμενοι, ἡ δὲ πειθομένη σοι τάξις τὴν αὐτὴν ὑποστή‐ σεται ζημίαν, ὅτι πρᾶγμα ἡμῖν ἐσπουδασμένον καὶ τὴν τῆς ἁγιωτάτης ἐκκλησίας φυλάττον ἕνωσιν καὶ
5κωλῦον τὰ φανερῶς ἀπηγορευμένα πράττεσθαι λελη‐ θότως ἠνέσχετο παριδεῖν ἁμαρτανόμενον, περὶ αὐτήν τε τὴν ἀρχὴν κινδυνεύσει· πρὸς τῷ καὶ τὴν οἰκίαν αὐτὴν τὴν ἐν ᾗ τοιοῦτό τι πράττεται γίνεσθαι δημο‐ σίαν καὶ ὑπὸ τὸ ἱερώτατον ἔρχεσθαι ταμιεῖον.
10 Γέγραπται δὲ παρ’ ἡμῶν καὶ πρὸς τὸν ἁγιώτατον πατριάρχην τῆς εὐδαίμονος ταύτης πόλεως, ὥστε καὶ αὐτὸν τούτου θέσθαι πρόνοιαν. βουλόμεθα γὰρ ἱερα‐ τικῶς τε καὶ ἀρχικῶς ταῦτα φυλαττόμενα μένειν εἰς τὸν ἐφεξῆς χρόνον ἀκίνητα.
17tΝΘ
18tΠΕΡΙ ΤΗΣ ΟΦΕΙΛΟΥΣΗΣ
19tΓΙΝΕΣΘΑΙ ΔΑΠΑΝΗΣ ΕΙΣ ΤΑΣ
20tΤΩΝ ΤΕΛΕΥΤΩΝΤΩΝ ΚΗΔΕΙΑΣ.
21tΟ αὐτὸς βασιλεὺς Ἰωάννῃ ἐπάρχῳ τῶν ἀνατολικῶν
22tἱερῶν πραιτωρίων τὸ βʹ, ἀπὸ ὑπάτων καὶ πατρικίῳ.
23Προοίμιον.〉 Ἕκαστον τῶν ἀγαθῶν ἔργων ἢ παρ’ ἡμῶν βουλήσει θεοῦ χρὴ λαβεῖν τὴν ἀρχήν, ἢ
25κἂν εἴ τις τοῖς ἀφ’ ἑτέρων γινομένοις ἀγαθοῖς ἀκολου‐ θήσειε παραφθορά, ταύτην ἐπανορθωθῆναι παρ’ ἡμῶν καὶ εἰς τὴν ἀρχαίαν ἐπανάγεσθαι τάξιν, ὥστε ἡμᾶς ἢ τῇ ποιήσει τοῦ πράγματος ἢ τῇ ἐπανορθώσει πρὸς τὰς ἀγαθὰς πράξεις σπεύδειν ἔχειν ἀεὶ μετουσίαν.
30ὁποῖον δή τι καὶ ἐπὶ ταῖς ἐκφοραῖς τῶν τελευτώντων γινόμενον οὐκ ὀρθῶς συνείδομεν ἐπανορθῶσαι, καὶ
χαρίσασθαι τοῖς ἀνθρώποις τὸ μὴ διπλῆν ὑφίστα‐

317

σθαι δυσκολίαν, ἅμα μὲν τοὺς ἑαυτῶν ἀποβάλλοντας, ἅμα δὲ ὑπὲρ αὐτῶν ζημιουμένους. ἀλλ’ ὅπερ Κων‐ σταντῖνος ὁ τῆς θείας λήξεως ὀρθῶς ἐννοήσας διετύ‐ πωσε καὶ ὕστερον Ἀναστάσιος ὁ τῆς εὐσεβοῦς λήξεως
5ἐβεβαίωσε προσθεὶς καὶ πρόσοδον τῷ πράγματι, τοῦτο ἡμεῖς αὐτοὶ κινδυνεῦον διαπεσεῖν ἀνακτήσασθαί τε καὶ μεταδοῦναι πάσης ἀσφαλείας τε καὶ ὅρων προσ‐ ηκόντων ἐπειγόμεθα, μένειν αὐτὸ ποιοῦντες ἀθάνατον. Κωνσταντίνου γὰρ τοῦ τῆς εὐσεβοῦς λήξεως ἐννακό‐
10σια πεντήκοντα ἐργαστήρια ἐκ διαφόρων συστημάτων τῆς εὐδαίμονος ταύτης πόλεως ἀτελῆ δεδωκότος τῇ ἁγιωτάτῃ μεγάλῃ ἐκκλησίᾳ, Ἀναστασίου δὲ τοῦ τῆς εὐσεβοῦς λήξεως οὐ μόνον τοῖς ἐργαστηρίοις ἐκείνοις πεντήκοντα καὶ ἑκατὸν προσθέντος, ἀλλὰ καὶ πρόσοδον
15ῥητὴν φιλοτιμησαμένου κατὰ δύο πραγματικοὺς τύ‐ πους, ἐφ’ ᾧ τὸ ἐκ τῆς αὐτῆς προσόδου ἀθροιζόμενον χρυσίον προχωρεῖν εἰς τὰ διδόμενα παρὰ τῶν θεο‐ φιλεστάτων οἰκονόμων τοῖς πρὸς τοῦτο πονουμένοις, πολλοὶ πολλαχόθεν προσῆλθον ἡμῖν λέγοντες οὐχ
20ὁμοίως τὸ πρᾶγμα προϊέναι οὐδὲ ἀμίσθους γίνεσθαι τὰς τῶν τελευτώντων κηδείας, ἀλλ’ ἀπαιτεῖσθαι πι‐ κρῶς, καὶ εὑρίσκεσθαι πολλὰ ἔξωθεν ὀνόματα καὶ συστήματα, ἅπερ καὶ ἄκοντας ἀπαιτεῖ τοὺς πενθοῦν‐ τας καὶ ἀναγκάζει διδόναι τοὺς οὐκ ἔχοντας. Ταῦτα
25ἅπαντα δίκαιον ᾠήθημεν τῆς προσηκούσης ἐπανορ‐ θώσεως ἀξιῶσαι. Πρῶτον μὲν οὖν τὰ κατὰ τὰ ἐργαστήρια πολλὴν δεξάμενα ἐπιβουλὴν καὶ ἐλάττωσιν εἰς πλῆρες ἀπο‐ κατεστήσαμεν τῇ ἁγιωτάτῃ μεγάλῃ ἐκκλησίᾳ, θεῖον
30ὑπὲρ τούτου γράψαντες τύπον πρὸς τὴν πολιαρχίαν, ἐφ’ ᾧ τε αὐτὴν ἅμα τῇ πειθομένῃ αὐτῇ τάξει παρα‐ δοῦναι τὰ χίλια ἑκατὸν ἐργαστήρια πᾶσι τρόποις τοῖς θεοφιλεστάτοις ἐκδίκοις καὶ οἰκονόμοις τῆς εἰρημένης ἁγιωτάτης ἐκκλησίας, ὀκτακοσίων μὲν ἐν σώμασιν ἐρ‐
35γαστηρίων παρεχομένων τοῖς θεοφιλεστάτοις ἐκδίκοις, τριακοσίων δὲ τοῖς θεοσεβεστάτοις οἰκονόμοις, ὥστε τοὺς θεοσεβεστάτους οἰκονόμους ἔχειν τὰ τριακόσια ἐρ‐ γαστήρια καὶ τὴν πρόσοδον τὴν ὑπὸ Ἀναστασίου τοῦ
τῆς θείας λήξεως δωρηθεῖσαν, οὐκ ἔτι μεμφομένους

318

ὡς ἐλλιπὴς εἴη, ἀλλὰ τὴν ἀναπλήρωσιν ἐκ τῆς τῶν τριακοσίων ἐργαστηρίων δόσεως ἔχοντας ποιεῖσθαι τὸν τῶν μηνιαίων χορηγίαν τοῖς τε δεκανοῖς καὶ τοῖς ἄλλοις τάγμασι, τοὺς δὲ θεοφιλεστάτους ἐκδίκους ἔχον‐
5τας τὰ ὀκτακόσια ἐργαστήρια τούς τε καλουμένους λεκτι‐ καρίους παρέχειν καὶ τὴν ἄλλην ὑπουργίαν ποιεῖν, ἣν ἡ τῶν τελευτώντων ὁσία βούλεται, ὥστε κατὰ τοῦτο τὰς ζημίας ἀφελεῖν τῶν πενθούντων. Δεῖ τοίνυν τὰ εἰρημένα χίλια ἑκατὸν ἐργαστήρια
10φυλάττεσθαι τοῖς τε θεοφιλεστάτοις οἰκονόμοις καὶ ἐκδίκοις διὰ παντὸς ἀτελῆ τε καὶ ἀμείωτα, καὶ ἀνα‐ πληρούμενα παρὰ τοῦ ἐνδοξοτάτου ἐπάρχου τῆς εὐδαί‐ μονος ταύτης πόλεως, εἴ τις γένοιτο διάπτωσις καθ’ οἱονδήποτε τρόπον ἢ ἐναλλαγὴ τῆς τούτων ὄψεως ἢ
15ἐμπορίας. ὥστε τοὺς μὲν θεοφιλεστάτους οἰκονόμους ἔχοντας τὴν τῶν χωρίων διοίκησιν τῶν ταῖς ταφαῖς ἀπονεμομένων, ἔχοντας δὲ καὶ ἀτελῆ τὰ τριακόσια ἐργαστήρια, τοὺς δὲ ἐκδίκους τὰ ὀκτακόσια, τὴν περὶ τὴν ὁσίαν τῶν τελευτώντων ποιεῖσθαι διοίκησιν. τὸ
20μὲν οὖν ἐκ τῆς τῶν χωρίων προσόδου προϊὸν παρὰ τῶν θεοφιλεστάτων οἰκονόμων ἐπιδίδοσθαι ταῖς τα‐ φαῖς, καθάπερ ὑποκατιόντες ἐροῦμεν, προστιθεμένης καὶ τῆς ἐκ τῶν τριακοσίων ἐργαστηρίων προσθήκης, ἣν καὶ αὐτὴν ἐν αὐτῷ τῷ ἔργῳ λαμβάνειν ᾔτησαν·
25ἐπειδὴ δὲ τῶν χιλίων ἑκατὸν ἐργαστηρίων τῶν ἐπὶ ταύτης ὄντων τῆς εὐδαίμονος πόλεως πλεῖστα διέπεσε, προστάττομεν κατὰ τὸ παρὸν ἀναπληροῦσθαι ταῦτα καὶ τοῦ τῶν χιλίων ἑκατὸν ἐργαστηρίων ἀριθμοῦ δια‐ τηρουμένου ἀμείωτά τε καὶ ἀτελῆ κατὰ τὸν εἰρημέ‐
30νον ἡμῖν τρόπον φυλάττεσθαι τοῖς τε θεοφιλεστάτοις οἰκονόμοις τοῖς τε θεοσεβεστάτοις ἐκδίκοις, ὥστε μέν‐ τοι μὴ ἐλάττους εἶναι τοὺς δεκανοὺς ἤτοι κοπιατὰς τῶν ὀκτακοσίων τῶν ἀπονεμηθέντων τοῖς θεοφιλε‐ στάτοις ἐκδίκοις, ἀντὶ δὲ τῶν τριακοσίων τῶν δεδο‐
35μένων τοῖς θεοφιλεστάτοις οἰκονόμοις ἄδειαν εἶναι τοῖς αὐτοῖς θεοφιλεστάτοις ἀνδράσιν, εἰ βουληθεῖεν, ἐν σώμασι λαμβάνειν τὰ τριακόσια ἐργαστήρια ἢ πάντα ἤ τινα ἐξ αὐτῶν, ἢ κομίζεσθαι προφάσει τῶν καλουμένων ἐξκουσάτων χρήματα ὑπὲρ πάντων ἢ ὑπέρ
40τινων ἐργαστηρίων, καὶ αὐτὰ τὰ χρήματα ἅπερ μέχρι

319

νῦν οὐκ εἶχον (καθάπερ καὶ αὐτοὶ τὸ ἡμέτερον ἐδί‐ δαξαν κράτος), ταῦτα δαπανᾶν περὶ τὴν τῶν τελευ‐ τώντων ὁσίαν, ὥστε ἔκ τε τούτων τῶν χρημάτων καὶ ἐκ τῶν προσόδων τῶν χωρίων τὴν διανομὴν γί‐
5νεσθαι τοῖς τε δεκανοῖς καὶ ἀσκητρίαις καὶ κανονικαῖς καὶ ἀκολούθοις, καθάπερ ἂν ὑποκατιόντες διαταξώ‐ μεθα. τῶν γὰρ αὐτῶν θεοφιλεστάτων οἰκονόμων δι‐ δαξάντων ὡς οὐχ οἷόν τέ ἐστιν ἐκ τῶν χωρίων τοῦ λοιποῦ τὴν αὐτὴν πρόσοδον περισώζεσθαι, εἰκότως
10ἡμεῖς τὴν τῶν τριακοσίων ἐργαστηρίων προσθήκην ἀπενείμαμεν τούτῳ τῷ μέρει, ὅπως ἀνεπιλήπτως τὸ μέχρι νῦν διδόμενον τοῖς κάμνουσι περὶ τὴν τῶν λει‐ ψάνων ἐκφορὰν καὶ ἐφεξῆς δοθείη, τουτέστι per sin‐ gulum mensem quadringentos solidos, μεριζομένους
15τοῖς τε δεκανοῖς καὶ ἀκολούθοις καὶ ἀσκητρίαις καὶ κανονικαῖς κατὰ τὸ μέχρι νῦν παρ’ αὐτοῖς κρατῆσαν ἔθος (τουτέστι τοῖς μὲν δεκανοῖς per singulum men‐ sem centum octoginta duos solidos, ταῖς δὲ ἀσκητρίαις nonaginta unum solidos, καὶ τοῖς ἀκολούθοις nona‐
20ginta unum solidos, καὶ ταῖς κανονικαῖς triginta sex solidos), ἀθροιζομένους μὲν παρὰ τῶν αὐτῶν θεοφι‐ λεστάτων οἰκονόμων, καταβαλλομένους δὲ ἐπὶ τοὺς εἰωθότας κομίζεσθαι κατὰ sex menses. Δεῖ δὲ τὸ μὲν ἐπιβάλλον τοῦ χρυσίου μέρος ταῖς
25εὐλαβεστάταις ἀσκητρίαις δίδοσθαι παρὰ τῶν θεο‐ φιλεστάτων οἰκονόμων κατὰ τὴν εἰρημένην προθεσ‐ μίαν Εὐγενίῳ τῷ θεοφιλεστάτῳ διακόνῳ καὶ ξενο‐ δόχῳ τοῦ κατὰ Σαμψὼν τὸν τῆς ὁσίας μνήμης ξενῶ‐ νος καὶ τοῦ παρ’ ἡμῶν συστάντος καὶ τοῖς μετ’
30αὐτὸν θεοφιλεστάτοις ξενοδόχοις τῶν εἰρημένων ξενώ‐ νων, διὰ τὸ τὰς ἀσκητρίας τὰς εἰς ταύτην ὑπουργούσας τὴν χρείαν ὑπὸ τοὺς κατὰ καιρὸν ξενοδόχους τῶν εἰρημένων εὐαγῶν ξενώνων τελεῖν· τὸ δὲ αἱροῦν τοῖς τε ἀκολούθοις καὶ ταῖς εὐλαβεστάταις κανονικαῖς ὡσ‐
35αύτως δίδοσθαι παρὰ τῶν αὐτῶν θεοφιλεστάτων
οἰκονόμων τοῖς τε νῦν ἐφεστῶσιν αὐτοῖς καὶ τοῖς

320

κατὰ καιρὸν τὴν ἡγεμονίαν αὐτῶν ἐγχειριζομένοις· ὥστε δι’ αὐτῶν τὴν διανομὴν γίνεσθαι ταῖς προδη‐ λουμέναις καὶ ὑπ’ αὐτοὺς τελούσαις ἀσκητρίαις τε καὶ κανονικαῖς καὶ πρός γε καὶ τοῖς ἀκολούθοις. Εἰ δὲ
5κατόπιν γένοιντο περὶ τὴν τοιαύτην καταβολὴν οἱ θεο‐ φιλέστατοι οἰκονόμοι, καὶ τοῦτο φανερὸν κατασταίη εἴσω ἓξ μηνῶν κατὰ τὴν δευτέραν ἑξάμηνον διερχο‐ μένων εἰ μηδεμία γένοιτο καταβολή, τηνικαῦτα πᾶν τὸ μετὰ τὴν προτέραν ἑξάμηνον ὀφληθὲν εἰσπράττε‐
10σθαι τοὺς ἀεὶ θεοφιλεστάτους οἰκονόμους μετὰ τόκου τοῦ tertiae partis τῆς νομίμης ἑκατοστῆς τοῦ μετὰ τὴν ἑξάμηνον διατρέχοντος χρόνου. πρόνοιαν τούτου τιθεμένου τοῦ κατὰ καιρὸν ὁσιωτάτου ἀρχιεπισκόπου καὶ πατριάρχου τῆς κατὰ τὴν εὐδαίμονα ταύτην πό‐
15λιν ἁγιωτάτης μεγάλης ἐκκλησίας. εἰ δὲ καὶ ἕτερος ἐνιαυτὸς παρέλθοι καὶ μηδὲ οὕ‐ τως τι καταβάλλοιεν οἱ θεοφιλέστατοι οἰκονόμοι ταῖς εὐλαβεστάταις γυναιξὶν ἢ τοῖς εἰρημένοις δεκανοῖς, ἄδειαν εἶναι τῷ κατὰ καιρὸν ἁγιωτάτῳ πατριάρχῃ
20μὴ μόνον ἀπαιτεῖν τοὺς θεοφιλεστάτους οἰκονόμους τὸ ὀφειλόμενον μετὰ τοῦ εἰρημένου τόκου, ἀλλὰ καὶ ἀναγκάζειν αὐτοὺς διδόναι πάντα ὅσα διώρισται καὶ, εἴπερ βουληθείη ὁ ἁγιώτατος πατριάρχης, καὶ ἐξεοῦν αὐτοὺς τῆς φροντίδος τῶν χωρίων καὶ ἀπαιτεῖν τὴν
25τούτων ὄψιν καθὰ νῦν παρ’ αὐτοῖς ἐστι. τούτων ἁπάντων φροντίδα τιθεμένου τοῦ κατὰ καιρὸν μακα‐ ριωτάτου ἀρχιεπισκόπου καὶ οἰκουμενικοῦ πατριάρχου, ὑφ’ ὃν τελοῦσι καὶ οἱ θεοφιλέστατοι οἰκονόμοι καὶ ὁ πᾶς κλῆρος καὶ ἡ σύμπασα τῆς ἁγιωτάτης ἐκκλησίας
30κατάστασις. Τούτων δὲ οὕτω γινομένων μηδένα παντελῶς παρὰ ἄκοντος κομίζεσθαι ὑπὲρ νεκροῦ σώ‐ ματος κηδευομένου μηδ’ ὁτιοῦν. Ὥστε δὲ διακρίνε‐ σθαι τὸ πᾶν, θεσπίζομεν ἑκάστῃ κλίνῃ προῖκα διδο‐ μένῃ ἓν ἀσκητήριον δίδοσθαι ἀσκητριῶν ἢ κανονικῶν
35μὴ ἔλαττον ὀκτὼ γυναικῶν ἡγουμένων τῆς κλίνης καὶ ψαλλουσῶν καὶ τριῶν ἀκολούθων, οἵπερ οὐδ’ ὁτιοῦν παντελῶς λήψονται. Εἰ μέντοι τις βούλοιτο τῶν προσηκόντων τῷ τελευτήσαντι καὶ τὴν ἐκφορὰν ποι‐ ουμένων αὐτὸς ἑκὼν ἀναγκάζοντος οὐδενὸς καὶ ἕτερον
40ἀσκητήριον ἓν ἢ δύο ἢ καὶ πλείω προσλαβεῖν, τοῦτο ἔστω μὲν τῆς αὐτοῦ φιλοτιμίας, πλὴν οὐδὲ τοῦτο ἀόριστον καταλείπομεν, κἀνταῦθα τὸ αὐτὸ μέτρον εἶ‐
ναι βουλόμενοι τῶν κατὰ φιλοτιμίαν προσλαμβανο‐

321

μένων ἀσκητριῶν ἤτοι κανονικῶν καὶ ἀκολούθων ὅπερ ἀνωτέρω διωρίσαμεν, ὥστε μὴ ἐλάττους ἢ ὀκτὼ ἀσκητρίας ἢ κανονικὰς εἶναι τὰς ἐξ ἑκάστου ἀσκητη‐ ρίου προσλαμβανομένας καὶ τρεῖς ἀκολούθους καθ’ ἕκα‐
5στον ἀσκητήριον. Δίδοσθαι δὲ ταῖς ἀσκητρίαις ἤτοι κανονικαῖς ταῖς ὑπὲρ αὐτὸ τὸ προῖκα ὑπηρετοῦν προσλαμβανομέναις, εἰ μὲν εἴσω τῶν νέων τειχῶν τῆς εὐδαίμονος ταύτης πόλεως εἴη τὰ τῆς ἐκφορᾶς, ἄχρι tremissis solidi, οὐ‐
10δὲν ἐκ τούτων παντελῶς τῶν ἀκολούθων κομιζομέ‐ νων οὐδὲ μεριζομένων ταῦτα μετὰ τῶν εὐλαβεστάτων ἀσκητριῶν ἢ κανονικῶν· τῶν δὲ ἀκολούθων τῶν μετὰ τοὺς τρεῖς τοὺς προῖκα ὑπηρετοῦντας παραλαμβανο‐ μένων, εἰ μὲν ἕτεροι τρεῖς εἶεν, ἀρκουμένων κερατίοις
15τρισίν, εἰ δὲ ἕξ, κερατίοις ἕξ, καὶ ἐφεξῆς κατὰ τοῦτον τὸν τρόπον καὶ τὰ περὶ αὐτῶν διοικεῖσθαι. πρόδη‐ λον δὲ ὡς, εἰ καὶ τὸ διάστημα πλεῖον καθεστήκοι καὶ οἱ τῇ κλίνῃ ὑπηρετούμενοι δεκανοὶ πλείους εἶεν καὶ τὰ ἀσκητήρια πλείονα, διὰ τὸ ταύτης βάρος βραχύ τι
20καὶ αὐτοῖς δοθήσεται καθ’ ὁμοιότητα τῶν πρὸς τὰ [ἀσκητήρια] τῆς κηδείας πονουμένων, ὥστε τῇ δια‐ φορᾷ τοῦ κόπου δοκεῖν τινα καὶ αὐτοὺς ἔχειν ἐντεῦ‐ θεν παραψυχήν. Δοκεῖν δὲ 〈εἶναι〉 εἴσω τῶν νέων τειχῶν καὶ τὸ πέραμα Ἰουστινιανῶν ἤτοι Συκῶν
25ἐπειδὴ μὴ πόρρω καθέστηκε μηδὲ δεῖται πλείονος χρό‐ νου ἢ πόνου πρὸς τὴν ἄφιξιν τὴν ἐκεῖσε. Εἰ δὲ ἔξω τῶν νέων τειχῶν τῆς εὐδαίμονος ταύτης πόλεως ἐκ‐ φορὰ γένοιτο, ἢ καὶ ἐν τοῖς ἄλλοις περάμασι παρὰ τὸ εἰρημένον, τηνικαῦτα τὰς μὲν ἀσκητρίας ἤτοι κανονι‐
30κὰς dimidiam partem solidi λαμβάνειν, οὐδὲ ἐνταῦθα κοινωνούντων παντελῶς κατ’ οὐδὲν αὐταῖς τῶν ἀκο‐ λούθων, αὐτῶν δὲ τῶν ἀκολούθων ἐφ’ ἑκάστῳ ἀσκη‐ τηρίῳ quattuor siliquas κομιζομένων καὶ πέρα τού‐ των μηδέν, κατὰ τὴν εἰρημένην διαίρεσιν. τοῦ ἀσκη‐
35τηρίου τοῦ παρεπομένου τῇ προῖκα διδομένῃ κλίνῃ

322

σὺν τοῖς τρισὶν ἀκολούθοις καὶ αὐτοῦ πάντως παρα‐ γινομένου διὰ τῶν ὀκτὼ ἀσκητριῶν ἢ κανονικῶν καὶ τριῶν ὡς εἴρηται ἀκολούθων, καὶ οὐδὲν παντελῶς κομιζομένων οὐδὲ διὰ κηρῶν δόσεως ἀπαιτούντων 〈ἢ〉
5καὶ ἕτερον μέτρον ἐξευρισκόντων ὑφ’ ἑτέρῳ προκα‐ λύμματι. Ταῦτα μέντοι πάντα διορίζομεν ἐπὶ τῶν μὴ κατὰ φιλοτιμίαν ἐπιζητούντων τὰς δύο μεγάλας κλίνας τὰς ἐν τῷ εὐαγεῖ κειμηλιοφυλακίῳ κειμένας, φαμὲν δὴ
10Στουδίου τοῦ τῆς ἐνδόξου μνήμης καὶ Στεφάνου τοῦ τῆς μεγαλοπρεποῦς μνήμης. εἰ γάρ τις ἐκείνας βου‐ ληθείη λαβεῖν, ὡς καὶ ἀνθρώπων πολλῶν δεομένας καὶ φυλακῆς πλείονος καὶ ἄλλης τινὸς πολυπραγμοσύ‐ νης χρῃζούσας, τοῦτο οὐ συνάπτομεν τοῖς ἔμπροσθεν
15εἰρημένοις, ἀλλ’ ὡς φιλότιμον ἀνελόμενος γνώμην, ὁπόσον ἂν ὑπὲρ τοῦ πόνου ἢ τοῖς δεκανοῖς ἢ ταῖς εὐλαβεστάταις ἀσκητρίαις ἢ κανονικαῖς διδόναι συμ‐ φωνήσειε, τοσοῦτον καὶ παρέχειν, οὐ μέντοι δυνάμε‐ νον ὑπερβαίνειν τὴν τῶν duodecim solidorum ποσό‐
20τητα ἐπὶ τῶν δύο κλινῶν τοῦ Στουδίου τε καὶ τοῦ Στεφάνου, ἐπὶ δὲ τοῦ χρυσοπάστου τοῦ κειμένου κατὰ τὴν ἁγιωτάτην μεγάλην ἐκκλησίαν, ἤ γε ἑνὸς μόνου τοῦ ἀντ’ αὐτοῦ ὡς εἰκὸς κατασκευασθησομένου, quat‐ tuor solidorum: τῶν [δὲ] ἀσκητριῶν καὶ κανονικῶν καὶ
25ἀκολούθων διπλασίονα κομιζομένων ἤπερ ἔμπροσθεν περὶ αὐτῶν ὡρίσαμεν, δηλαδὴ καὶ αὐτοῦ τοῦ ἀσκητηρίου 〈ἀσκητριῶν〉 ἤτοι κανονικῶν τοῦ προῖκα ἐπὶ τῶν ἄλλων κλινῶν ἡγουμένου τὴν αὐτὴν λαμβάνοντος ποσότητα ἣν καὶ τὰ λοιπὰ ἀσκητήρια· ταυτοῦ τούτου καὶ ἐπὶ
30τῶν ἀκολούθων φυλαττομένου ὅπερ φθάσαντες εἴπο‐ μεν, ὥστε καὶ τούτους διπλάσιον τῶν ἤδη παρ’ ἡμῶν διατεταγμένων κομίζεσθαι. ὅταν μέντοι μία τούτων τῶν τριῶν εἴη κλινῶν, ἐφ’ ἧς ἡ κηδεία γίνεται, τοῦτο βουλομένου τοῦ ταύτην ἐπιτελοῦντος, δηλαδὴ τῶν θεο‐
35φιλεστάτων ἐκδίκων ἀνάγκην ἐχόντων τὰ σώματα τῶν δεκανῶν παρέχειν ἐξ ὧν αὐτοῖς ἀπενείμαμεν ὀκτακο‐ σίων ἐργαστηρίων καὶ τὰς κλίνας, οὐ μέντοι δαπάνην
ποιεῖσθαί τινα· τῶν θεοφιλεστάτων οἰκονόμων ἀναγ‐

323

καζομένων ἔκ τε τῆς προσόδου τῆς παρὰ Ἀναστασίου τοῦ τῆς θείας λήξεως καταλελειμμένης ἐκ τε τῶν τριακοσίων ἐργαστηρίων τὴν εἰρημένην πᾶσαν δαπά‐ νην ποιεῖσθαι περὶ τὰ εἰρημένα πρόσωπα κατὰ τὴν
5ἐφ’ ἅπασι τεταγμένην παρ’ ἡμῶν διαίρεσιν. οὕτως οὐδὲν ἀόριστον ἔσται, ἀλλὰ καὶ οἱ μετριωτέρας τὰς ταφὰς γίνεσθαι βουλόμενοι ταύτης ἀπολαύσουσι τῆς διατυπώσεως καὶ οἱ πρὸς φιλοτιμίαν ὁρῶντες οὐ με‐ γάλα ζημιωθήσονται, ἀλλ’ ἔσονται μετὰ τοῦ μετρίου
10φιλότιμοι. Ταῦτα τοίνυν ἡμεῖς διωρίσαμεν ἐπί τε τοῖς ἐργα‐ στηρίοις ἐπί τε ταῖς προσόδοις ἐπί τε ταῖς ἐκφοραῖς ταῖς τε προῖκα ταῖς τε κατὰ φιλοτιμίαν γινομέναις. φύλακας δὲ τάττομεν τοῦ ἀμείωτον ἀεὶ φυλάττεσθαι
15τὸν τῶν ἐργαστηρίων ἀριθμὸν οὐ μόνον τὸν ἐνδοξό‐ τατον ἔπαρχον τῆς εὐδαίμονος ταύτης πόλεως καὶ τὴν αὐτῷ πειθομένην τάξιν, ἀλλὰ πολλῷ μᾶλλον τὴν σὴν ὑπεροχὴν καὶ τοὺς ἀεὶ τῆς ἀρχῆς προστησομένους ᾗ νῦν αὐτὸς ἐφέστηκας. καὶ πρός γε καὶ ποινὴν ὁρίζο‐
20μεν, κατά τε τῆς τάξεως τῆς σῆς, εἰ ῥᾳθυμήσειε, quinquaginta librarum auri, κατά τε τῶν ἀεὶ τὸν σὸν παραληψομένων θρόνον διπλασίαν, ὥστε μὴ συγχω‐ ρῆσαί ποτε τὸν τῶν εἰρημένων χιλίων ἑκατὸν ἐργα‐ στηρίων ἀριθμὸν ἐλλεῖψαι κατὰ τὴν εἰρημένην ἡμῖν
25διαίρεσιν. ἀλλ’ εἰ διδαχθείης τοῦτο ἢ αὐτὸς ἢ οἱ μετά σε, τούτου πᾶσαν τίθεσθαι πρόνοιαν καὶ παρα‐ σκευάζειν αὐτὸν ἀμείωτον διὰ πάντων μένειν καὶ ἀβαρῇ καὶ ἀνεπινόητον παρά τε τῆς σῆς ὑπεροχῆς καὶ παντὸς ἑτέρου προσώπου, ὥστε μὴ ταύτην γενέσθαι
30πρόφασιν τοῦ παρὰ τὸ διωρισμένον ἡμῖν δοθῆναί τινα μισθὸν ὑπὲρ κηδείας τινὸς προσώπου. οὐδεμιᾶς δια‐ κρίσεως γινομένης τῶν προσώπων τῶν τελευτώντων εἴτε πλουτοῖεν εἴτε πένοιντο, πλὴν εἰ μή, καθάπερ εἰ‐ πόντες ἔφθημεν, μίαν τῶν τριῶν κλινῶν ἕλοιντο, ἐφ’
35αἷς τὰ προσήκοντα διετυπώσαμεν. καὶ βουλόμεθα κἀκεῖνα κρατεῖν κατὰ τοῦτον τὸν τρόπον καὶ εἶναι διὰ παντὸς ἀκίνητά τε καὶ ἀθάνατα· τοῦδε τοῦ θείου πραγματικοῦ νόμου διὰ παντὸς κρατοῦντος, ἕως εἰσὶν ἄνθρωποι, ἕως τὸ μέγα καὶ πολυύμνητον τῶν Χρι‐
40στιανῶν ὄνομα ἐν ἀνθρώποις ἐστὶ καὶ καθ’ ἡμέραν
διὰ τῆς τοῦ δεσπότου θεοῦ φιλανθρωπίας αὔξεται.

324

προνοοῦντος δηλαδὴ τούτου πρὸ τῶν ἄλλων ἁπάντων αὐτοῦ τοῦ ὁσιωτάτου πατριάρχου ταύτης τῆς εὐδαί‐ μονος πόλεως, ὥστε μετὰ τῆς ἱερατικῆς ἐξουσίας αὐ‐ τὸν τῷ πράγματι χρώμενον μὴ συγχωρεῖν παρὰ μηδε‐
5νὸς προσώπου μήτε ἱερατικοῦ μήτε ἀρχικοῦ μήτε τῶν ἄλλων μηδενὸς παραβαίνεσθαι τὰ παρ’ ἡμῶν διατε‐ ταγμένα. ἀλλὰ καὶ αὐτὴν τὴν βασιλείαν κατακρίνο‐ μεν εἰς τὸν μέγαν ἀφορῶσαν θεόν, ὥστε τὸν ἀεὶ τῶν σκήπτρων κύριον ἀγρύπνως τούτου τοῦ πράγματος
10προνοεῖν· οὐ γὰρ ὑπὲρ μόνων ἐστὶ τοῦτο τῶν τελευ‐ τώντων, ἀλλὰ καὶ ὑπὲρ τῆς τῶν ζώντων καὶ μάλιστα τῶν βασιλευόντων σωτηρίας, τὸ τὰς εὐσεβεῖς πράξεις πάντως εἰς ἔργον ἄγεσθαι καὶ μὴ τὴν τῶν προπε‐ πονηκότων ἀγαθοεργίαν ὑπὸ τῆς τῶν ἐφεξῆς ῥᾳθυ‐
15μίας ἀπόλλυσθαι. Ὥσπερ δὲ τὰ χίλια ἑκατὸν ἐργαστή‐ ρια ἀμείωτα καὶ ἀτελῆ φυλάττεσθαι διετυπώσαμεν, οὕτω τὰ λοιπὰ πάντα ἐργαστήρια ὑποτελῆ καθεστάναι θεσπίζομεν, μηδενὸς παντελῶς ἄδειαν ἔχοντος ἐξαιρεῖν αὐτὰ τοῦ τέλους, μήτε τῶν εὐαγῶν οἴκων μήτε ξενώ‐
20νων μήτε ἀσκητηρίων ἢ μοναστηρίων ἢ ἑτέρου τινός, ἀλλὰ μηδὲ αὐτοῦ τοῦ βασιλικοῦ ἡμῶν οἴκου ἢ τῶν ἐν ἀρχαῖς ἢ τῶν ἐν δυνάμεσιν· ἀλλὰ πάντων τῶν ἐργα‐ στηρίων ὁμοίως ἐπιγινωσκόντων τὰ τέλη, ὥστε μὴ τῷ κατὰ μικρὸν ἕκαστον ἐξκουσεύειν καὶ τὸ ἴδιον ἐλα‐
25φρύνειν τοῖς ὑπολελειμμένοις ὀλίγοις οὖσι τὸ πᾶν ἐπι‐ τιθέναι βάρος, κἀντεῦθεν μεγάλην ὑφίστασθαι ζημίαν τοὺς φέρειν αὐτὴν οὐ δυναμένους. 〈Ἐπίλογος.〉 Ἡ τοίνυν σὴ ὑπεροχὴ καὶ οἱ μετά σε τὴν αὐτὴν ἀρχὴν παραληψόμενοι καὶ ἡ πειθομένη
30σοι τάξις τὰ παραστάντα ἡμῖν διὰ τοῦ παρόντος θείου πραγματικοῦ τύπου νῦν τε καὶ εἰς τὸν ἑξῆς ἅπαντα
χρόνον φυλάξουσιν.

325

(1t)

Ξ
2tΠΕΡΙ ΤΟΥ ΤΟΥΣ ΤΕΛΕΥ‐
3tΤΩΝΤΑΣ ΗΓΟΥΝ ΤΑ ΛΕΙΨΑΝΑ
4tΑΥΤΩΝ ΜΗ ΕΝΥΒΡΙΖΕΣΘΑΙ
5tΠΑΡΑ ΤΩΝ ΔΑΝΕΙΣΤΩΝ. ΚΑΙ
6tΠΕΡΙ ΤΟΥ ΤΟΥΣ ΠΑΡΕΔΡΟΥΣ
7tΜΗ ΔΕΧΕΣΘΑΙ ΔΙΑΓΝΩΣΕΙΣ
8tΧΩΡΙΣ ΤΩΝ ΑΡΧΟΝΤΩΝ [ΜΗΤΕ
9tΠΡΟΚΑΤΑΡΞΙΝ ΠΟΙΕΙΝ ΜΗΤΕ
10tΑΠΟΦΑΣΕΙΣ ΕΚΦΕΡΕΙΝ].
11tΟ αὐτὸς βασιλεὺς Ἰωάννῃ τῷ ἐνδοξοτάτῳ ἐπάρχῳ
12tτῶν ἀνατολικῶν πραιτωρίων τὸ βʹ, ἀπὸ ὑπάτων καὶ
13tπατρικίῳ.
14Προοίμιον.〉 Οἱ τῆς ἀληθείας τῶν πραγμάτων
15ἐστοχασμένοι οὐκ ἂν ῥᾳδίως εἰς μέμψεις χωροῖεν, εἰ τἀληθῆ κατεξετάζοιεν· τινὰς γὰρ εἰκὸς τῷ πλήθει τῶν νόμων τῶν καθ’ ἑκάστην παρ’ ἡμῶν προτιθε‐ μένων ἐπιμέμφεσθαι, οὐκ ἐννοοῦντας, ὅτι τῆς χρείας ἀεὶ καλούσης συμφώνους τοῖς πράγμασι τιθέναι νό‐
20μους ἀναγκαζόμεθα, τῶν ἀεὶ παραδόξως ἀναφυομέ‐ νων ὑπὸ τῶν ἤδη γραφέντων θεραπεύεσθαι μὴ δυνα‐ μένων. Ὁποῖον δή τι καὶ ἔναγχος ἐγνώσθη. ὀφείλε‐ σθαι γάρ τις λέγων παρά τινος, ἐπειδὴ τὸν ἄνθρωπον ἐπιθάνατον ἔγνω καθεστάναι, στρατιώτας ἀθροίσας
25καὶ οἰκέτας καὶ ἑτέρους ὡς πλείστους ἔπεισιν αὐτῷ τελευτῶντι· ὁ δὲ δυσχεραίνων τε καὶ βοῶν διετέλεσεν, ἕως αὐτὸν ὑπὸ τῆς βίας συνωθούμενον ἀφῆκεν ἡ ψυχή. ὁ δὲ καὶ σήμαντρα ἐπετίθει τοῖς πράγμασι κατ’ οἰκείαν ἐξουσίαν, παρόντος οὐδενὸς τῶν ἐν ἀρχῇ
30τεταγμένων ἤ τινος ὅλως νομίμης καὶ πολιτικῆς τάξεως φυλαττομένης. καὶ οὐδ’ οὕτως ἀνῆκεν, ἀλλὰ καὶ εἰς νεκρὸν ὑβρίζειν οὐκ ὤκνει, πρῶτον μὲν ἐνιστάμενος
μὴ γίνεσθαι τὴν ταφήν, εἶτα ἐπειδὴ μόλις ἐνέδωκεν

326

οἴκοθεν κατενεχθῆναι τὸν νεκρόν, ἴστη δημοσίᾳ τὴν ἐκφορὰν τῆς κλίνης ἐπιλαβόμενος καὶ οὐκ ἀνήσειν ἔλε‐ γεν εἰ μὴ τὸ χρέος κομίσαιτο, ἕως καὶ ἀντιφωνητὴν ἔλαβε καὶ οὕτως τὸν ἤδη τεθνεῶτα παραδοθῆναι τῇ
5γῇ συνεχώρησεν. Ἐπὶ μὲν οὖν τῆς ὑποθέσεως καθ’ ἣν ταῦτα ἡμάρτηται τὰ προσήκοντα διετυπώθη, χρῆναι δὲ ἡγούμεθα καὶ γενικῷ νόμῳ ταῦτα ἐπανορθῶσαι, οὐ συγχωροῦντες αὐτὰ καὶ αὖθις πλημμεληθῆναι μέ‐ νοντα μέχρι παντὸς ἀνομοθέτητα.
10 Θεσπίζομεν τοίνυν· εἴ τις ἐκείνου περιόντος ἔτι τοῦ νομιζομένου χρεωστεῖν αὐτῷ καταλάβοι τὴν οἰ‐ κίαν τὴν αὐτοῦ καὶ ἐνοχλοίη περιόντα τὸν ἄνθρωπον καὶ τοὺς οἰκείους τοὺς αὐτοῦ (γαμετήν φαμεν καὶ παῖδας καὶ οἶκον ὅλως), ἢ καὶ σήμαντρα κατ’ οἰκείαν
15ἐξουσίαν ἐπιτιθέναι τολμῴη μὴ πρότερον ψήφου καὶ τάξεως νομίμης μετὰ τὴν τοῦ λεγομένου χρεωστεῖν τελευτὴν φυλαχθείσης, τῆς μὲν ἀγωγῆς πάντως ἐκ‐ πιπτέτω. εἴτε δικαίαν ἔχοι ταύτην εἴτε καὶ μή, ὁπόσον δὲ ὀφείλεσθαι λέγει, τοσοῦτον ἕτερον προσαπαιτείσθω
20καὶ διδότω τοῖς τοῦ περιυβρισμένου κληρονόμοις, δή‐ μευσίν τε εἰς τὸ τρίτον τῆς περιουσίας ὑφιστάσθω (καθὰ καὶ Μᾶρκος ὁ φιλοσοφώτατος τῶν αὐτοκρατό‐ ρων ἐπὶ τῶν ἑαυτοῦ γέγραφε νόμων) καὶ ἀτιμίᾳ πλητ‐ τέσθω. ὁ γὰρ τὴν ἀνθρώπου φύσιν οὐκ αἰσχυνθεὶς
25δίκαιος ἂν εἴη καὶ χρήμασι καὶ δόξῃ καὶ τοῖς ἄλλοις ἅπασι ζημιοῦσθαι. Εἰ δὲ καὶ τελευτήσαντός τινος περὶ τὴν ταφὴν ἁμάρτοι τις τοῦ τελευτήσαντος καὶ τὴν ἐκφορὰν κωλύοι, γέγραπται μὲν ἤδη νόμος καὶ τῷ ἡμετέρῳ πατρὶ περὶ τούτων, πλὴν ἀλλὰ καὶ ἐξ
30ἡμῶν μείζων ἑπέσθω τοῖς πλημμελήμασι ποινή, καὶ τοῖς αὐτοῖς ὑποκείσθω οἷς ὁ παρὼν ὑπάγει νόμος τοὺς ἐν ζωῇ τοιοῦτό τι ὁποῖον ἔφημεν πλημμελήσαντας. τούτου πρόνοιαν τιθεμένου διαφερόντως μὲν τοῦ ἐν‐ δοξοτάτου ἐπάρχου τῆς εὐδαίμονος ταύτης πόλεως, ᾧ
35τῆς τῶν τοιούτων ἐπανορθώσεως μέλει, οὐδὲν δὲ ἧτ‐ τον καὶ τοῦ ἐνδοξοτάτου τῶν ἱερῶν ἡμῶν πραιτω‐ ρίων ἐπάρχου καὶ τοῦ ἐνδοξοτάτου μαγίστρου τῶν
θείων ἡμῶν ὀφφικίων, καὶ τῶν ἀεὶ τούτοις πειθο‐

327

μένων τάξεων. δεῖ γὰρ κοινῶν ὄντων κατὰ τῆς φύ‐ σεως τῶν ὑβρισμάτων κοινὴν εἶναι παρὰ τῶν ἀρχόν‐ των καὶ τὴν ἐπὶ τούτοις κώλυσίν τε καὶ ἐκδίκησιν. τούτων οὐκ ἐπὶ μόνης ταύτης τῆς εὐδαίμονος πόλεως
5κρατούντων, ἀλλὰ καὶ ἐν ἅπασι τοῖς ἔθνεσιν, ὧν ἡμῖν τὴν ἡγεμονίαν τὴν μὲν ἐξ ἀρχῆς ἔδωκεν ὁ θεὸς τὴν δὲ προσέθηκεν ‘ἠδ’ ἔτι καὶ δώσει‘ (φησί τις τῶν πρὸ ἡμῶν), τῶν ἐπιχωρίων ἀρχόντων εἴτε στρατιω‐ τικῶν εἴτε πολιτικῶν τούτου πρόνοιαν τιθεμένων.
10ἐπέσται γὰρ τοῖς μὲν ἐνταῦθα ἄρχουσι καὶ ταῖς τού‐ των τάξεσιν ἀνὰ viginti librarum auri ποινή, εἴ τινος ῥᾳθυμήσαιεν τούτων, ταῖς δὲ ἐπιχωρίοις ἀνὰ πέντε, εἴ γε μηδὲ αὐταὶ πρὸς τοῦτο ὁρμῷεν, προσαγγελίας τινὸς ἢ ἐνταῦθα ἢ κατὰ χώραν γινομένης.
15 Κἀκεῖνό γε μὴν ὀρθῶς ἔχειν συνείδομεν τὸ μὴ συγχωρεῖν (καθάπερ καὶ ἡ Ζήνωνος τοῦ τῆς εὐσε‐ βοῦς λήξεως λέγει διάταξις καὶ ἡ ἡμετέρα μέντοι) τοὺς παρέδρους τῶν ἀρχόντων αὐτοὺς τῶν ὑποθέσεων ἀκούειν, αἳ παρὰ τοῖς ἄρχουσιν ἢ τοῖς δεδομένοις ἐξ
20ἡμῶν δικασταῖς κινοῖντο. πολλῷ γὰρ ἂν κάλλιόν τε καὶ τελεώτερον ὑπ’ αὐτοῖς τοῖς ἄρχουσι παρόντων ἐκείνων αἱ ὑποθέσεις κινοῖντο, δέους τε ἐφεστῶτος τοῖς ὑπηρετουμένοις καὶ τοῖς ὡς εἰκὸς παραγινομέ‐ νοις μάρτυσι καὶ ὅλως τοῦ πράγματος τὴν οἰκείαν
25ἔχοντος σεμνότητα, ἢ εἴπερ χαμαιδικασταὶ τὰ τοιαῦτα κρίνοιεν, οὐδὲν τῶν παρέδρων τῆς ἐκείνων διεστώ‐ των τάξεως. ἀλλ’ ἐπειδὴ αἱ σὺν ἡμῖν οὖσαι διηνεκῶς ἀρχαὶ ταῖς ἀσχολίαις τῶν πραγμάτων καὶ τῶν ἡμετέ‐ ρων κελεύσεων κατειλημμέναι πρὸς ταύτην τὴν ἀνάγ‐
30κην καταφέρονται, δεῖ σύμφωνόν τε καὶ ἁρμόδιον τὸν νόμον τοῖς πράγμασι ποιήσασθαι. Θεσπίζομεν τοίνυν, τὰς μὲν προκατάρξεις ἐκ τρόπου παντὸς παρ’ αὐτοῖς γίνεσθαι τοῖς ἄρχουσιν, εἴτε μείζους εἴτε ἐλάτ‐ τους εἶεν· ἀλλὰ καὶ ἐν μέσαις ταῖς δίκαις εἰσάγεσθαι
35πάλιν παρ’ αὐτοῖς προσάπαξ γοῦν τὴν ὑπόθεσιν, ὥστε αὐτοὺς τὰ προηγωνισμένα μαθεῖν. ἐπειδὰν δὲ αὐτο‐
τελὴς ἀπόφασις ἐκφέρεσθαι μέλλοι, κατὰ μηδένα τρό‐

328

πον τολμᾶν τοὺς παρέδρους χωρὶς τῶν ἀρχόντων ἀκούειν, ἀλλὰ μετὰ τῆς προσηκούσης σεμνότητος, ἣν ἤδη διετάξαμεν, τῶν θείων προκειμένων λογίων αὐ‐ τοὺς τοὺς ἄρχοντας καὶ ἀκούειν τῶν ἠγωνισμένων
5ἀπάντων ἐφεξῆς καὶ κρίνειν τὰς ὑποθέσεις αὐτούς, καὶ δέχεσθαι τὰς ἐφέσεις, εἴπερ τις ἐφείη, χωρὶς ἁπά‐ σης ὑπερθέσεως, ἔνθα ὁ νόμος τοῦτο γίνεσθαι συγ‐ χωρεῖ. καὶ αὖθις τοὺς ἐφέτας ἐκ τρόπου παντὸς δι’ ἑαυτῶν ἀκροᾶσθαι τῶν ὑποθέσεων, οὐδενὸς ἑτέρως
10πράττειν τολμῶντος· ἀλλ’ εἴ τι τοιοῦτο γένοιτο, αὐ‐ τῶν μὲν τῶν ἀρχόντων ἀνὰ viginti librarum auri ὑφορωμένων ποινήν, τῶν δὲ παρέδρων οἳ τοῦτο πράτ‐ τειν ἐθάρρησαν, εἰ μὲν συνήγοροι εἶεν, ἐκβαλλομένων τοῦ τῶν λογιωτάτων ῥητόρων καταλόγου, εἰ δὲ οὐ
15συνήγοροι καθεστᾶσιν ἀλλ’ ἕτεροί τινες, καὶ τῆς ζώ‐ νης, εἴ τινα ἔχοιεν, ἀφαιρουμένων, καὶ decem librarum auri σωφρονιζομένων ποινῇ. οὐδὲ γὰρ δεῖ τοὺς καὶ τὴν Ζήνωνος τοῦ τῆς εὐσεβοῦς λήξεως διαπτύσαντας διάταξιν καὶ τὴν πρώην τὴν ἡμετέραν καὶ τὴν παροῦ‐
20σαν οἴεσθαι, ὡς τῷ παραπροσποιήσασθαι τὰς ταύ‐ της διαφεύξονται ποινάς. μελήσει γὰρ τῷ κατὰ καιρὸν ἐνδοξοτάτῳ κόμητι τῶν θείων ἡμῶν πριβάτων τούτου τοῦ πράγματος τίθεσθαι πρόνοιαν, καὶ ἀπαιτεῖν τὰς ποινὰς καὶ εἰσάγειν τοῖς ταμείοις, ὅταν τι τοιοῦτο
25πλημμεληθείη· γινώσκοντι καὶ αὐτῷ, ὡς οἴκοθεν τὸ δημόσιον ἀποπληρώσει μὴ τούτου τιθέμενος τὴν προσ‐ ήκουσαν πρόνοιαν. Ἀλλὰ ταῦτα μὲν ἐπὶ τῶν ἀρ‐ χόντων ψηφιζόμεθα, οἷς αἱ περὶ τὸ δημόσιον καὶ περὶ τὰς ἡμετέρας κελεύσεις ἀσχολίαι τὴν τοῦ μὴ δι’
30ἑαυτῶν ἀκροᾶσθαι τὸ πᾶν διδόασι συγγνώμην. τοὺς δέ γε ἄλλους ἅπαντας δικαστάς, ὅσοι μηδεμίαν μὲν ἀρχὴν ἄρχοντες, δικῶν δὲ ἐκ κελεύσεων ἡμετέρων ἀκροώμενοι ἢ ἐπὶ ταύτης τῆς εὐδαίμονος πόλεως ἢ ἐν ἑτέραις τοιοῦτό τι πράξαιεν, καὶ τοὺς ἐν τάξει παρ‐
35έδρων συνακροωμένους αὐτοῖς ἔτι σφοδροτέραις μέτ‐ ιμεν ποιναῖς, εἰ μὴ διὰ πάσης ἐφεξῆς τῆς δίκης αὐτοὶ μετὰ τῶν οἰκείων παρέδρων ἀκροάσονται τῆς ὑποθέ‐ σεως. καὶ ἀξιωμάτων γὰρ ἔκπτωσιν αὐτοῖς ἀπειλοῦ‐ μεν καὶ ποινὴν ἀνὰ viginti libarum auri, καὶ τοῖς
40αὐτῶν παρέδροις τὸ αὐτῆς ἐξελαύνεσθαι τῆς πόλεως ἐν ᾗ ταῦτα πράξαιεν καὶ πρός γε καὶ αὐτῆς τῆς οἰ‐
κείας ἐκπίπτειν ἐπιτιμίας.

329

〈Ἐπίλογος.〉 Ἡ τοίνυν σὴ ὑπεροχὴ τὰ παραστάντα ἡμῖν καὶ διὰ τοῦδε τοῦ θείου δηλούμενα νόμου ἅπασι ποιησάτω φανερὰ κατὰ τὸν νενομισμένον τρόπον κη‐ ρύγμασι κατὰ τὰς ἐπαρχίας χρωμένη, ὥστε μηδὲν τῶν
5ἐθνῶν διαλαθεῖν τι τῶν παρ’ ἡμῶν θεσπισθέντων. ἐπὶ γὰρ τῆς εὐδαίμονος ταύτης πόλεως ὁ ἐνδοξότατος ἔπαρχος ταῦτα προθήσει.
10tΞΑ
11tΠΕΡΙ ΤΟΥ ΤΑ ΑΚΙΝΗΤΑ ΤΗΣ
12tΠΡΟ ΓΑΜΟΥ ΔΩΡΕΑΣ ΜΗΤΕ
13tΥΠΟΤΙΘΕΣΘΑΙ ΜΗΤΕ ΟΛΩΣ
14tΕΚΠΟΙΕΙΣΘΑΙ ΠΑΡΑ ΤΟΥ ΑΝ‐
15tΔΡΟΣ ΜΗΔΕ ΣΥΝΑΙΝΟΥΣΗΣ
16tΤΗΣ ΓΥΝΑΙΚΟΣ, ΠΛΗΝ ΕΙ ΜΗ
17tΜΕΤΑ ΤΑΥΤΑ ΤΟ ΙΚΑΝΟΝ ΓΕ‐
18tΝΗΤΑΙ ΑΥΤΗΙ ΤΑ ΑΥΤΑ ΔΕ,
19tΚΡΑΤΕΙΝ ΚΑΙ ΕΠΙ ΤΗΣ
20tΠΡΟΙΚΟΣ.
21tὉ αὐτὸς βασιλεὺς Ἰωάννῃ τῷ ἐνδοξοτάτῳ ἐπάρχῳ
22tτῶν ἀνατολικῶν πραιτωρίων τὸ βʹ, ἀπὸ ὑπάτων καὶ
23tπατρικίῳ.
24Προοίμιον.〉 Πρᾶγμα ἐλεεινὸν γίνεσθαι μαθόν‐
25τες ἐφ’ ἡμῖν αὐτοῖς τῆς ὑποθέσεως κινηθείσης ἐκεῖνο μὲν ἐπηνωρθώσαμεν τὸν προσήκοντα τρόπον, νόμῳ δὲ γενικῷ μέτιμεν τὰς τοιαύτας ὑποθέσεις, τοῦτο δὴ τὸ συνειθισμένον ἡμῖν. καὶ θεσπίζομεν, εἴ τις συγγράψειε προγαμιαίαν
30δωρεὰν ἤγουν τὴν διὰ γάμον δωρεάν (οὕτω γὰρ αὐ‐

330

τὴν χρῆναι μᾶλλον καλεῖσθαι νενομοθετήκαμεν), εἴτε αὐτὸς ὑπὲρ ἑαυτοῦ τοῦτο ποιῶν εἴτε καὶ ἑτέρου γρά‐ φοντος, ἢ πατρὸς ἢ μητρὸς ἢ συγγενῶν ἢ καὶ ξένων τυχόν, εἴ τις τοίνυν τοιοῦτό τι ποιήσειε καὶ γράψειε
5δωρεάν, ἐν ᾗ καί τι τῶν ἀκινήτων ἐστίν, ἀπαγορεύο‐ μεν αὐτῷ ἢ ὑποτίθεσθαι τὸ λοιπὸν τὸ πρᾶγμα τὸ καταγεγραμμένον εἰς προγαμιαίαν δωρεὰν ἢ ἐκποιεῖν ὅλως. τὸ γὰρ ἅπαξ τοῖς δεσμοῖς τῆς προγαμιαίας δωρεᾶς ἔνοχον γενόμενον οὐκ ἂν εἴη προσῆκον ἐκ‐
10ποιεῖσθαι, ὥστε τὴν γυναῖκα ἀποβαίνοντος τυχὸν τοῦ κέρδους, ὅπερ αὐτῇ προσάγει τὴν προγαμιαίαν δωρεὰν, δυσχεραίνειν οὐχ εὑρίσκουσαν τὸ πρᾶγμα ἐν τῇ τοῦ ἀνδρὸς περιουσίᾳ, ἀλλ’ ἢ ἐκποιηθὲν ἄλλοις ἢ ὑπο‐ τεθέν, καὶ δυνατοῖς ἴσως προσώποις, ὡς ἐκείνῃ διὰ
15τὰς τοιαύτας αἰτίας ἢ παντοίως ἄβατον εἶναι τὴν ἐκ‐ δίκησιν ἢ δύσκολον καὶ δικαστηρίων δεομένην, ἐξὸν αὐτόθεν ἑαυτῇ βοηθῆσαι. Ὥστε τοῦτο φυλαττέ‐ σθω, καὶ ὁ μετὰ ταῦτα συμβάλλων ἴστω, ὡς εἴτε ὠνὴν εἴτε ὑποθήκην ἔχοι, οὐδὲν τούτων ὄφελος ἕξει
20παντελῶς, ἀλλ’ ἐν ἴσῳ τοῖς ἀγράφοις τε καὶ ἀρρήτοις ἔσται τὰ ἐπὶ τούτῳ γεγραμμένα ἢ συμπεφωνημένα, καὶ φυλαττέσθω τῇ γυναικὶ τὸ κέρδος. οὐδὲ γὰρ ἔδο‐ ξαν ἡμῖν ἄπο τρόπου πεποιηκέναι τινὲς τῶν ἡμετέρων δικαστῶν, οἵπερ καὶ αὐτὴν τὴν in rem ταῖς γυναιξὶ
25μετὰ τὴν τοῦ γάμου διάλυσιν ἐπὶ τῆς προγαμιαίας δεδώκασι δωρεᾶς· ὅπερ ὀρθῶς ἐγχειρισθὲν εἶτα ὑπὸ τῶν μετὰ ταῦτα δικαζόντων ὑπὸ περιττοτέρας δῆθέν τινος ἀκριβείας παρεώραται. καὶ μή τινας ὁδοὺς ἐξευρισκέτωσαν οἱ τὰς τετεχνασμένας λαμβάνοντες
30ὑποθήκας τῷ παρασκευάζειν τὰς γυναῖκας συναινεῖν, καὶ οὕτως τῶν οἰκείων ἐκπίπτειν δικαίων. συναίνε‐ σις γὰρ ἐπὶ τῶν τοιούτων ἢ εἰς ὑποθήκην ἢ εἰς ὠνὴν ἢ εἰς ἄλλην ἐκποίησιν γεγραμμένη τὸν λαμβάνοντα παντελῶς οὐκ ἂν ὀνήσειεν, εἰ προσάπαξ τὰ τῆς συναι‐
35νέσεως γένοιτο· ἀλλ’ ὥσπερ ἐπὶ τῶν intercessionων ἐγράψαμεν τὸ δεῖν διετοῦς ὕστερον χρόνου παριόν‐ τος αὖθις ἑτέραν ὁμολογίαν γράφειν βεβαιοῦσαν τὴν
συναίνεσιν καὶ τότε κύριον εἶναι τὸ γινόμενον, οὕτω

331

κἀνταῦθα γινέσθω, καὶ εἰ συναινέσειεν ἡ γυνή, κατὰ τὸ τῶν intercessionων σχῆμα ἔστω παντελῶς ἀζήμιος, εἰ μὴ καὶ δευτέραν, καθάπερ εἰπόντες ἔφθη‐ μεν, ποιήσαιτο συναίνεσιν. πολλὰ γὰρ ἂν ἐκ πρώτης
5εὐθὺς ἀκοῆς ἁμαρτηθείη. τῆς γυναικὸς ἢ δέει τοῦ συνοικοῦντος ἢ ἀπάταις ῥᾳδίως ὑπαγομένης καὶ τῶν οἰκείων ἀμελούσης δικαίων, κατασκεπτομένη δὲ ἐν πλείονι χρόνῳ τὴν ὑπόθεσιν γένοιτο ἂν ἑαυτῆς ἀσφα‐ λεστέρα. πλὴν οὐδὲ τοῦτο ἁπλῶς δίδομεν, ἀλλὰ
10τηνικαῦτα τὴν γυναῖκα ὑπὸ τὴν ἐκ τῆς δευτέρας συν‐ αινέσεως ἄγομεν ζημίαν, ἡνίκα ἔστιν ἕτερα πράγ‐ ματα, ἐξ ὧν δυνατὸν αὐτῇ τὸ ἱκανὸν γενέσθαι τοῦ περιεχομένου τῇ προγαμιαίᾳ δωρεᾷ πράγματος ἢ πραγμάτων ἀκινήτων ὑφ’ ἑτέρου κατεχομένων διὰ
15τὸν τῆς ἐκποιήσεως ἢ ὑποθήκης τρόπον. ἐπείτοιγε εἰ μηδὲν ἕτερον περιλείποιτο, οὐδὲ οὕτω βλάβην ὑπο‐ μεῖναι τὴν γυναῖκα συγχωροῦμεν, ἀλλὰ κἂν εἰ δὶς κἂν εἰ πολλάκις συναινέσειε, τὸ πρᾶγμα εἰς τὸν τῆς inter‐ cessionος φερέσθω λόγον, καὶ ἔστω πανταχόθεν αὐτῇ
20τὸ κέρδος ἐν ἀσφαλεῖ κείμενον, εἰ φανείη μηδὲν ὑπο‐ λελειμμένον ἕτερον ἀρκοῦν πρὸς τὴν τῆς προγαμιαίας δωρεᾶς ποσότητα. Καὶ ταῦτά φαμεν οὐ μόνον κηδό‐ μενοι τῶν γυναικῶν, ἀλλὰ καὶ πολλῷ μᾶλλον τῶν ἀν‐ δρῶν τῶν ταῦτα ποιούντων, εἴγε ἐκ πολλῶν καὶ σχε‐
25δὸν τῶν πλείστων θεμάτων τοῖς κοινοῖς παισὶ τὰ τῆς προγαμιαίας δωρεᾶς φυλάττεται πράγματα, καὶ αὖθις ταῦτα μένει παρὰ τῇ οὐσίᾳ τοῦ ἀνδρὸς καὶ τῇ ἐκείνου διαδοχῇ ἐκ ταύτης τῆς παρατηρήσεως, ὥστε συμφέ‐ ροντα τὸν νόμον τῇ τε γυναικὶ τῷ τε ἀνδρὶ κατὰ
30τούτους τοὺς λογισμοὺς καθεστάναι. καὶ πολλῷ μᾶλ‐ λον ταῦτα ἐπὶ τῆς προικὸς κρατεῖν, εἴπερ τινὰ τῆς προικὸς ἢ ἐκποιήσειεν ἢ ὑπόθοιτο· ἤδη γὰρ τὰ τοι‐ αῦτα ἱκανῶς περιείργασται καὶ νενομοθέτηται. Ἀλλ’ οὐδὲ αὐτῶν τῶν συμβαλλόντων καθάπαξ
35ἀμελοῦμεν. εἰ γὰρ καὶ τὴν ἐπὶ τούτοις ἐνοχὴν ὅσον πρὸς τὰς γυναῖκας ἄρρητόν τε καὶ ἄγραφον εἶναι βου‐
λόμεθα, ἀλλ’ αὐτοὺς τοὺς ἄνδρας ἐπὶ τοῖς ἄλλοις αὐ‐

332

τῶν πράγμασιν ἐνέχεσθαι θεσπίζομεν προφάσει τῆς ἐκποιήσεως ἢ τῆς ὑποθήκης, ταῖς μὲν γυναιξὶ φυλάτ‐ τοντες τὸ ἐπ’ αὐτοῖς τοῖς ἀκινήτοις πράγμασι τῆς προγαμιαίας δωρεᾶς δίκαιον ἀκαινοτόμητον, ἐκείνοις
5δὲ τὸ ἁρμόζον δίκαιον ἐκ τῶν συμβολαίων, ὅσον ἐπὶ τοῖς ἄλλοις αὐτῶν πράγμασι· πάντων τῶν τῇ προικὶ δεδομένων ἤδη παρ’ ἡμῶν προνομίων ἐπὶ τῆς ἑαυ‐ τῶν μενόντων ἰσχύος, ὅταν ἡ γυνὴ κινοίη. τοῖς γὰρ ἄλλοις ἅπασι πλὴν τῆς γυναικὸς τὸ τοιοῦτο προνό‐
10μιον οὔτε ἐξ ἀρχῆς δεδώκαμεν οὔτε νῦν δίδομεν. 〈Ἐπίλογος.〉 Ἡ τοίνυν σὴ ὑπεροχὴ τὰ παραστάντα ἡμῖν καὶ διὰ τοῦδε τοῦ θείου δηλούμενα νόμου ἅπασι ποιησάτω φανερὰ κατὰ τὸν νενομισμένον τρόπον κη‐ ρύγμασι κατὰ τὰς ἐπαρχίας χρωμένη, ὥστε μηδὲν
15τῶν ἐθνῶν διαλαθεῖν τὰ παρ’ ἡμῶν θεσπισθέντα. ἐπὶ γὰρ τῆς εὐδαίμονος ταύτης πόλεως ὁ ἐνδοξότατος
ἔπαρχος ταῦτα προθήσει.

334

(1t)

ΞΓ
2tΠΕΡΙ ΚΑΙΝΟΤΟΜΙΩΝ ΤΗΣ ΕΠΙ
3tΘΑΛΑΣΣΑΝ ΑΠΟΨΕΩΣ.
4tὉ αὐτὸς βασιλεὺς Λογγίνῳ ἐπάρχῳ τῆς εὐδαίμονος
5tταύτης πόλεως.
6Προοίμιον.〉 Πρᾶγμα δολερῶς γινόμενον ἐπὶ ταύ‐ της τῆς βασιλίδος πόλεως περὶ τὰς τῶν οἴκων οἰκο‐ δομὰς ἀναστεῖλαι καὶ ἐπανορθῶσαι δίκαιον ἡγησά‐ μεθα. ἐπειδὴ γὰρ ῥητοῖς μέτροις διεστάναι τοὺς οἴκους
10ἀλλήλων ἡ Ζήνωνος τοῦ τῆς εὐσεβοῦς λήξεως διάταξις λέγει, καὶ ἡμεῖς δὲ τοιοῦτό τι νενομοθετήκαμεν, ἐπ‐ ῆκται δὲ ὥστε ἐπὶ ταύτης τῆς βασιλίδος πόλεως μὴ δύνασθαί τινα ἑκατὸν ποδῶν εἴσω κωλύειν θαλάττης ἄποψιν, πράγματος χαριεστάτου, ἐχρῆν μὲν ἴσως καὶ
15ἐκ πλείονος μέτρον τὰς ἀπόψεις αὐτοῖς ἀνεῷχθαι καὶ μὴ ταύτας κωλύειν, πλὴν ἀλλὰ καὶ τοῦτο παραδόξῳ τινὶ προσμεμηχάνηται τέχνῃ. τινὲς γὰρ τὸ τῶν ἑκατὸν ποδῶν καταλιπόντες μέτρον ἢ καὶ βραχύ τι τούτῳ προσθέντες, εἶτα οἰκοδομεῖν ἐκεῖσε οὐδὲν ἕτερον ἔχον‐
20τες, ἀλλὰ καθάπερ τι παραπέτασμα παρατείνοντες ἐπειδὰν ἀφέλωνται τὴν τῆς θαλάττης ἄποψιν κατὰ πᾶσαν ἐξουσίαν, οὐ μαχόμενοι τῷ νόμῳ διὰ τὸ τῶν ἑκατὸν ποδῶν διάστημα ἔνδον οἰκοδομοῦσιν ἀκωλύ‐ τως καὶ ἐπειδὰν τοῦ ζητουμένου τύχοιεν, καθαιροῦ‐
25σιν ἐκεῖνο τὸ διὰ τὴν χρείαν αὐτοῖς ἐπινενοημένον, καὶ οὕτω τὸ σχῆμα σοφισάμενοι πάσης τέρψεως ἀλλο‐ τρίας τὰς τῶν κεκτημένων καθιστᾶσιν οἰκίας. ὅπερ τοῦ λοιποῦ γίνεσθαι κατ’ οὐδένα βουλόμεθα τρόπον. ἀλλ’ εἴ τις βούλοιτο τοιοῦτό τι σχεδιάσαι καὶ κα‐
30κουργῆσαι, μὴ τοιαῦτα παιζέτω, ἀλλ’ εἴπερ τούτου

335

δέοιτο ταῖς ἀληθείαις, οἶκον ὅλον οἰκοδομείτω καὶ μέχρι τοῦ διαστήματος παντὸς (τοῦ τῶν ἑκατόν φαμεν ποδῶν) χωρείτω, τὰς οἰκοδομίας ποιῶν. ὡς ἀναγκαίας αὐτῷ καὶ ἀπαραιτήτους ἐσομένας· μὴ μὴν διὰ τὴν
5τοῦ γείτονος ἐπιβουλὴν διὰ τοῦτο σχεδιαζέτω τοί‐ χους καὶ ὥσπερ ἐπί τινος γραφῆς τὴν τοιαύτην ἐκτεί‐ νας σκαιωρίαν τὴν ἀφαίρεσιν τῆς ἀπόψεως ἁρπαζέτω. ὥσπερ γὰρ τοὺς τὰ ἄλλα ἁρπάζοντας εἰκότως ἀπο‐ στρεφόμεθα καὶ ποινῆς ἀξίους νομίζομεν, οὕτω καὶ
10τοὺς τοῦτο τεχνωμένους οὐδενὸς ἐλάττονας εἰς κακίαν τῶν καὶ τὰ ἄλλα πράγματα ἁρπαζόντων νομίζομεν. ὥστε εἰ καὶ τῷ σμικρόν τι πρᾶγμα λαβεῖν κατὰ τρό‐ πον ἁρπαγῆς θαρρήσαντι εὖ ποιοῦσα ἡ vi bonorum raptorum μετὰ τῆς τετραπλασίας ἔπεισι ποινῆς, πῶς
15οὐχὶ καὶ τοῦτον ἀνάγκη τὸν τοιοῦτό τι πράξαντα καὶ καθελεῖν ἀναγκάζεσθαι τὸ παρ’ αὐτοῦ γενόμενον καὶ ἑτέρᾳ μείζονι ποινῇ σωφρονισθῆναι, τουτέστι decem librarum auri εἰσκομιζομένων τῇ θεατραλίᾳ τῆς σῆς ὑπεροχῆς· ἵνα μὴ ‘κακὸς γείτων‘ (τοῦτο δὴ τὸ τοῦ
20λόγου) γενόμενος ἀπίου καταγελῶν τοῦ νόμου, ὡς οὐκ ἰσχύσαντος αὐτὸν ταῖς οἰκείαις ὑπαγαγεῖν δια‐ τυπώσεσι. 〈Ἐπίλογος.〉 Τὰ τοίνυν παραστάντα ἡμῖν καὶ διὰ τοῦδε τοῦ θείου δηλούμενα νόμου ἡ σὴ ὑπεροχὴ κατὰ
25ταύτην τὴν εὐδαίμονα πόλιν ἔργῳ καὶ πέρατι παρα‐ δοῦναι καὶ εἰς τὸ διηνεκὲς παραφυλάττειν ἅμα τῇ πειθομένῃ αὐτῇ τάξει σπευσάτω, τῆς αὐτῆς, τουτέστι τῶν decem librarum auri ἐπικειμένης ποινῆς καὶ κατὰ τῶν ταῦτα παραβαινόντων ἢ παραβαίνεσθαι συγχω‐
30ρούντων.

336

(1t)

ΞΔ
2tΠΕΡΙ ΤΩΝ ΚΗΠΟΥΡΩΝ.
4tὉ αὐτὸς βασιλεὺς Λογγίνῳ τῷ ἐνδοξοτάτῳ ἐπάρχῳ
5tτῆς εὐδαίμονος καὶ βασιλίδος ταύτης πόλεως.
6Προοίμιον.〉 Πολλαὶ πανταχόθεν ἡμῖν μέμψεις ἐκ χρόνου πολλοῦ κατὰ τῶν τῆς εὐδαίμονος ταύτης πόλεως καὶ τῶν αὐτῆς προαστείων κηπουρῶν προσ‐ φέρονται, δυσχεραινόντων ἁπάντων πρὸς τὴν αὐτῶν
10κακουργίαν. τὰ δὲ προσαγγελλόμενα τοιαῦτα πως ἐστί. Φασὶν ἐκ τοῦ συστήματος τῶν κηπουρῶν καὶ τοὺς διατιμητὰς ὡς ἐπὶ τὸ πλεῖστον εἶναι, καὶ πρᾶγμα ποιεῖσθαι δεινόν. ἡνίκα μὲν γὰρ ὁ τοῦ κήπου δε‐ σπότης τοῦτον παραδιδοίη τῷ κηπουρῷ τῷ τὴν μί‐
15σθωσιν ὑπελθόντι, οὐδὲν ἕτερον ἢ τὸ πεφυτευμένον ἐν αὐτῷ λάχανον ἀποτιμῶνται καὶ τὴν τούτου δια‐ τίμησιν ἐπικλῶσι τῷ λαμβάνοντι κηπουρῷ ἤτοι μι‐ σθωτῇ· ἐπειδὰν δὲ μέλλοι παραδιδόναι μετὰ τὴν περαίωσιν τοῦ χρόνου ὁ μισθωσάμενος, τηνικαῦτα
20ποιεῖσθαι μὲν αὑτοὺς ἀκριβῆ τοῦ λαχάνου διατίμη‐ σιν, ταύτην δὲ εἰς ἑξαπλασίονα καὶ πολλαπλασίονα φέρειν, καὶ εἴπερ αὐτῷ πεντήκοντα χρυσῶν εἴη λάχα‐ νον, οὐκ ἔλαττον τριακοσίων, ἔσθ’ ὅτε δὲ καὶ πλειόνων διατιμᾶσθαι τοῦτο. καὶ οὐκ ἄχρι τούτου μόνου τὴν
25τοῦ πράγματος ἱστᾶν ἀπληστίαν, ἀλλὰ καὶ μείζω ποιεῖν αὐτὴν κατὰ πολύ, φάσκοντας ὡς κόπρον τε εἶεν ἐμβαλόντες τῇ γῇ καί τινα δῆθεν ἔχοιεν ἐμπονή‐ ματα, κἀντεῦθεν ἐξαίρειν εἰς ὅσον ἂν βουληθεῖεν τὴν τιμήν, καὶ ὑπὲρ ἀποτιμήσεως τῶν φυτευθέντων ὡς
30εἰκὸς δένδρων ἑτέρας αὐξήσεις ποιεῖσθαι, καίτοιγε ἡνίκα παραλαμβάνουσι παρὰ τῶν δεσποτῶν οὐδεμιᾶς τοιαύτης παντελῶς τιμῆς λογιζομένης, καὶ ταῦτα ὡς ἐπίπαν ἐν τοῖς συμφώνοις ὀμολογούντων τῶν κηπου‐
ρῶν, ὡς καὶ φυλάξουσι τὰ πεφυτευμένα τῶν δένδρων

337

καὶ ἕτερα καταφυτεύσουσιν. ἀλλὰ τὸν διατιμητὴν καὶ ἐφ’ ἑαυτῷ τὸ ὅμοιον πρᾶγμα μετ’ ὀλίγον ἔσεσθαι νομίζοντα εἰκότως ὑπὲρ ἑαυτοῦ τὴν τοιαύτην ἀπλη‐ στίαν εἰσφέρειν, ὥστε εἴπερ ὁ ταλαίπωρος ἀνάσχοιτο
5δεσπότης ἐξ ἀπειρίας τοσαύτην δοῦναι ζημίαν καὶ τὰ ἑαυτοῦ λαβεῖν, ἑτέρῳ δὲ ἐκδοίη κηπουρῷ τὸν κῆπον, καὶ πάλιν ἐπ’ ἐκείνῳ τὸ αὐτὸ πάθοι, καὶ πρός γε ἐκ τρίτου τυχὸν ἢ τετάρτου τῆς ἴσης ἀνάσχοιτο πλεον‐ εξίας, κινδυνεύειν καὶ αὐτῆς παντελῶς ἐκπεσεῖν τῆς
10τοῦ κήπου δεσποτείας καὶ ἀλλότριον τῶν οἰκείων γε‐ νέσθαι. ποιεῖσθαι δὲ αὐτοὺς καί τινα μείζονα τῆς ἀτοπίας προσθήκην. εἰ γὰρ ὁ μετὰ ταῦτα ὑπεισιὼν κηπουρὸς προσθείη τι τῇ προτέρᾳ προσόδῳ, καὶ αὐτὸς ταύτης τῆς μισθώσεως παυσάμενος ἀπαιτεῖ τὴν δια‐
15τίμησιν ὡς ἐκ τῶν ἐμπονημάτων αὐτοῦ γενομένην, καίτοιγε οὐ πάντως τῆς προσθήκης ἐκ τῆς ἐκείνου καλλιεργίας γενομένης, ἀλλ’ ἴσως τὴν ἀρχὴν ἢ κατὰ προδοσίαν τῶν ἐκδιδόντων ἢ κατὰ ῥᾳθυμίαν ἐπ’ ἐλάττοσιν ἤπερ ἐχρῆν τῆς ἐκδόσεως γινομένης. ἅπερ
20ἡμῖν ἅπαντα πάσης ἐπέκεινα φαίνεται κακουργίας τε καὶ θρασύτητος, ἣν ἀνασταλῆναι βουλόμεθα παρὰ τῆς σῆς ὑπεροχῆς τῷδε τῷ θείῳ ἡμῶν πραγματικῷ προσεχούσης νόμῳ. καὶ ὥσπερ ὁ κηπουρὸς παραλάβοι τὸν κῆπον παρὰ τοῦ κεκτημένου, οὕτως αὐτὸν καὶ
25ἀντιπαραδιδόναι· εἰ μὲν λάχανον ἔχοι, ἡνίκα ὁ κη‐ πουρὸς αὐτὸν παραλαμβάνει, καὶ διατίμησις γένηται τούτου, ὁμοίως κἀν τῇ παραδόσει τὴν ἀκριβῆ διατί‐ μησιν τοῦ λαχάνου μόνου λαμβάνειν· εἰ δὲ οὐκ ἔχοι, ἀλλὰ ψιλὸν παραλάβοι τὸν κῆπον, εἴτε ἔχοντα κό‐
30προν εἴτε καὶ μή, οὕτω καὶ τὴν ἀντιπαράδοσιν γί‐ νεσθαι· καὶ ἁπλῶς οὕτω τηρεῖσθαι τὴν τοῦ πράγμα‐ τος τάξιν ἐπὶ τῷ παραδιδόντι κηπουρῷ, ὁποία γέγονεν ἡνίκα παρελάμβανε, μηδεμιᾶς ἑτέρας ἐπαγομένης τῷ δεσπότῃ βλάβης. τὴν δὲ ἀποτίμησιν τῶν λαχάνων
35μὴ μόνον παρὰ κηπουρῶν γίνεσθαι, ἀλλὰ καὶ παρὰ τῶν καλουμένων summariων, καὶ αὐτῶν τὰ τοιαῦτα ἐπισταμένων, τῶν θείων δηλαδὴ προκειμένων λο‐
γίων. οὐ γὰρ βουλόμεθα τοῖς κεκτημένοις ἀχρήστους

338

εἶναι τὰς κτήσεις διὰ τὴν τῶν ἐκλαμβανόντων πονη‐ ρίαν τε καὶ ἀπληστίαν. διὰ ταῦτα τοίνυν ἀθροίσας αὐτοὺς ὁριεῖς, καὶ οὐ συγχωρήσεις ἐπήρειαν οὐδεμίαν ἐπαχθῆναι τοῖς κεκτημένοις, ἀλλὰ πανταχόθεν αὐτοὺς
5ἀβλαβεῖς καὶ ἀζημίους διαφυλάξεις. βουλόμεθα γὰρ ἐν ἴσῳ τῷ μέτρῳ καὶ τὰ παρὰ τῶν δεσποτῶν πρὸς τοὺς κηπουροὺς καὶ τὰ παρὰ τῶν κηπουρῶν πρὸς τοὺς δεσπότας γίνεσθαι, διότι πανταχόθεν ἡμῖν ἰσότητος μέλει καὶ τοῦ μηδέτερον ἀδικεῖσθαι μέρος.
10 Εἰ δέ γέ τις γῆν χέρσον ἐκδοίη, ὁ δὲ αὐτὴν ἐξ‐ ημερώσειε, τὸν ὑπὲρ τῆς ἐξημερώσεως κομίζεσθαι μι‐ σθὸν καὶ τὴν τοῦ ὄντος ἐν αὐτῷ λαχάνου διατίμησιν, οὕτω τε ἀπραγμόνως ἀναχωρεῖν, μηδεμιᾶς ἀπληστίας μηδὲ κεκακουργημένης τέχνης μηδὲ ἐπὶ τούτῳ γινο‐
15μένης, ἵνα διὰ τοῦδε ἡμῶν τοῦ θείου πραγματικοῦ νόμου καὶ τῆς ἐσομένης ἐπ’ αὐτῷ διατυπώσεως παρὰ τῆς σῆς ὑπεροχῆς τοῦ λοιποῦ μείναιμεν ὑπὲρ τῶν τοιούτων ἀνενόχλητοι, καὶ μὴ ταῖς λοιπαῖς ἡμῶν ὑπὲρ τῆς πολιτείας φροντίσι καὶ τοιαῦταί τινες ὑπεισίοιεν
20φροντίδες, διότιπερ ἡμῖν οὐ μικρὸν οὐ μέγα τῆς ἡμε‐ τέρας πολιτείας μέρος ἔξω μερίμνης καθέστηκε πάντα περινοστοῦσι τοῖς τῆς διανοίας ὀφθαλμοῖς καὶ οὐδὲν ἀκόσμητον οὐδὲ ἄτακτον οὐδὲ ἀμφισβητούμενον δια‐ μένειν βουλομένοις. Ἀπειλήσεις δὲ καὶ ποινὴν quin‐
25que librarum auri κατὰ τῶν τοῦ λοιποῦ τοιοῦτό τι
πραττόντων ἢ πράττεσθαι συγχωρούντων.

340

(1t)

Ξϛ
2tΠΕΡΙ ΤΟΥ ΤΑΣ ΓΙΝΟΜΕΝΑΣ ΝΕΑΣ
3tΔΙΑΤΑΞΕΙΣ ΜΕΤΑ ΤΗΝ ΕΜΦΑΝΙΣΙΝ ΑΥΤΩΝ
4tΜΕΤΑ ΔΥΟ ΜΗΝΑΣ ΑΛΛΟΥΣ ΚΡΑΤΕΙΝ.
9tΟ αὐτὸς βασιλεὺς Ἰωάννῃ τῷ ἐνδοξοτάτῳ ἐπάρχῳ τῶν
10tἱερῶν τῆς Ἕω πραιτωρίων τὸ βʹ, ἀπὸ ὑπάτων 〈ὑπάτῳ
11tὀρδιναρίῳ〉 καὶ πατρικίῳ.
12Προοίμιον.〉 Ἀεὶ τῶν νόμων ἡμῖν ἀφορμὰς αἱ τῶν κινουμένων ὑποθέσεων παρέχουσιν αἰτίαι. πολ‐ λῶν γὰρ ἡμῖν προσελεύσεων γινομένων προφάσει τῶν
15ἡμετέρων διατάξεων, ἃς ἐπὶ ταῖς διαδοχαῖς ἐγράψαμεν, ὁποῖον δὴ τὸ περὶ τοῦ δεῖν οἰκείᾳ χειρὶ τὸν διατιθέ‐ μενον τὸ τοῦ κληρονόμου γράφειν ὄνομα, καὶ αὖθις ἐκ πόσων οὐγκιῶν λογίζεσθαι χρὴ τὸν Φαλκίδιον, ὃν τοῖς παισὶν οἱ γονεῖς καταλιμπάνουσιν, εἴτε ἐκ τριῶν
20εἴτε καὶ ἐκ τεττάρων εἴτε καὶ ἐκ πλειόνων, καὶ πολ‐ λῶν διὰ τοῦτο κινδυνευσασῶν διαθηκῶν ἐκπεσεῖν εἰς τὸ μὴ πληρωθῆναι τὰ ἐν αὐταῖς γεγραμμένα, διὰ τὸ κἂν εἰ γεγόνασιν οἱ νόμοι, πλὴν μὴ γνωσθῆναι ἢ τοῖς ἐν ταῖς ἐπαρχίαις ἢ καὶ ἐνταῦθα, οὔπω τυχὸν
25προτεθέντες οὐδὲ γενόμενοι φανεροί, ἀναγκαῖον ᾠήθη‐ μεν τὰ τοιαῦτα νόμῳ βραχεῖ διορίσασθαι. Θεσπίζομεν τοίνυν, ἐξ ἐκείνου τὰς ἡμετέρας δια‐ τάξεις τὰς ὑπὲρ διαθηκῶν κρατεῖν, ἐξ ὅτου καταφανεῖς ἐν κοινῷ γεγόνασι, καὶ τὸν χρόνον ἐκεῖθεν αὐταῖς
30συλλογίζεσθαι, τουτέστιν ἐνταῦθα μὲν ἐξ ὅτου πᾶσι κατέστησαν ἢ γεγόνασι φανεραί, ἐν ταῖς ἐπαρχίαις δὲ ἐξ ὅτου πεμφθεῖσαι κατάδηλοι ταῖς μητροπόλεσι γεγό‐ νασιν ἢ καὶ ὕστερον γένωνται, ἵνα μὴ τῇ τῶν νόμων
ἀγνοίᾳ κατὰ τὸ πρώην κεκρατηκὸς τὰς διαθήκας

341

ἄνθρωποι τιθέντες καὶ πολιτευόμενοι δόξαιεν παρα‐ βαίνειν τὸν νόμον. Ὅπως δ’ ἂν σαφέστερον ἔτι τὸ πρᾶγμα δηλωθείη, θεσπίζομεν, εἰ γραφείη τοιοῦτος νόμος, τοῦτον μετὰ μῆνας δύο τοῦ δοθέντος αὐτῷ χρό‐
5νου κρατεῖν καὶ πολιτεύεσθαι εἴτε ἐπὶ ταύτης τῆς εὐ‐ δαίμονος πόλεως εἴτε ἐν ταῖς ἐπαρχίαις, μετὰ τὴν ἐμφάνισιν ἀρκοῦντος τούτου τοῦ χρόνου πᾶσι φανερὸν αὐτὸν καταστῆσαι, τῶν τε συμβολαιογράφων τὴν αὐ‐ τοῦ μανθανόντων δύναμιν τῶν τε ὑπηκόων γινω‐
10σκόντων καὶ τὸν νόμον τηρούντων. οὕτω γὰρ οὐδενὶ παντελὼς ἔσται παραίτησις τοῦ μὴ τὸν ἡμέτερον νό‐ μον φυλάττειν. Οὐ γὰρ βουλόμεθα τὰς τῶν τελευ‐ τώντων ἀνατρέπεσθαι βουλήσεις, πᾶσι μὲν οὖν σπεύ‐ δομεν τρόποις κυρίας αὐτὰς καθεστάναι. τί γὰρ ἂν καὶ
15ἐγκαλοῖμεν τοῖς τὴν θέσιν τῶν ἡμετέρων ἀγνοήσασι διατάξεων, κἂν εἰ τυχὸν μετὰ βραχὺ τοῦ γραφῆναι τὸν νόμον τόν γε ἀγνοούμενον ἔτι προέλθοιεν αἱ διαθῆκαι, καὶ διὰ τοῦτο ἐν ταῖς διαθήκαις ἢ μὴ γρα‐ ψάντων οἰκείᾳ χειρὶ τὸ τῶν κληρονόμων ὄνομα ἢ
20τριούγκιον μόνον καταλιπόντων τῷ παιδὶ ἀλλὰ μὴ τετραούγκιον, ἐν ᾧ τὸν νόμον ἢ οὐ κεῖσθαι συνέβαι‐ νεν ἢ καὶ κείμενον διὰ τὸ μήπω προτεθεῖσθαι δι‐ καίως ἀγνοεῖσθαι; Τοιγαροῦν καὶ μέχρι νῦν, καί‐ τοι παλαιᾶς ἤδη τῆς διατάξεως οὔσης καὶ ἐν τῷ
25ἐπωνύμῳ ἡμῶν κειμένης τῶν διατάξεων βιβλίῳ, ἥτις γράφειν οἰκείᾳ χειρὶ τὸ τοῦ κληρονομοῦντος ὄνομα διε‐ τύπωσεν, ὅμως πολλοὶ παρὰ τὴν αὐτῆς διέθεντο δύ‐ ναμιν ἀγνοήσαντες αὐτῆς τὴν νομοθεσίαν· καὶ μέχρι νῦν τὰ τοιαῦτα παροφθέντα προσαγγέλλεται τῷ ἡμε‐
30τέρῳ κράτει, καὶ πᾶσιν ἀεὶ τοῖς τὰ τοιαῦτα δεηθεῖσι συνέγνωμεν, ἐπεὶ μήπω γενέσθαι ταύτας καταφανεῖς συνέβαινε, καὶ θείους ὑπὲρ τούτων ἐποιησάμεθα τύ‐ πους δικαίαν αὐτοῖς φιλοτιμούμενοι τὴν συγγνώμην. ἵνα τοίνυν μὴ ἐνοχλώμεθα περὶ τούτων καθ’ ἑκά‐
35στην καὶ τύπους γράφειν αἰτώμεθα, διὰ τοῦτο θεσπί‐ ζομεν, ὡς εἴρηται, τὴν μὲν πρεσβυτέραν τὴν ἐν τῷ Ἰουστινιανῷ κειμένην κώδικι κρατεῖν ἐνταῦθα μὲν ἐξ οὗ γέγονεν ἐμφανής, ἐν ταῖς ἐπαρχίαις δὲ ἐξ οὗπερ κατεπέμφθη καὶ φανερὰ γέγονεν ἑκάστῃ τῶν μητρο‐
40πόλεων ἢ καὶ τῶν ἄλλων πόλεων. χρόνου γὰρ συχνοῦ διελθόντος ἐκεῖθεν καὶ τοῦ ἡμετέρου κώδικος παντα‐ χόσε πεμφθέντος οὐκ ἂν εἰκότως ἀγνοοῖτο. Τὴν δὲ ἑτέραν τὴν νεωτάτην, ἥτις ἐν ταῖς μετὰ τὸν
κώδικα διατάξεσι κεῖται, τὴν ὁρίζουσαν τὸ τοῖς παισὶ

342

καταλιμπανόμενον κρατεῖν ἐπί τε τῆς εὐδαίμονος ταύ‐ της πόλεως ἔν τε ταῖς ἐπαρχίαις μετὰ δύο μῆνας τῆς ἐμφανίσεως, καθάπερ εἰπόντες ἔφθημεν· διότι γενο‐ μένων ἡμῖν ἰσοτύπων διατάξεων περὶ τοῦ μέτρου τῆς
5ἐνστάσεως τῶν παίδων, τῆς μὲν τῇ Ἑλλήνων φωνῇ γεγραμμένης διὰ τὸ τῷ πλήθει κατάλληλον, τῆς δὲ τῇ Ῥωμαίων ἥπερ ἐστὶ καὶ κυριωτάτη διὰ τὸ τῆς πο‐ λιτείας σχῆμα, ἡ μὲν καλάνδας Μαρτίας ἔχει, γρα‐ φεῖσα μὲν τότε, οὐκ ἐμφανισθεῖσα δὲ τηνικαῦτα εὐθύς,
10ἡ δὲ τῇ Ῥωμαίων φωνῇ γεγραμμένη πρὸς Σολομῶντα τὸν ἐνδοξότατον τῶν ἐν Ἄφροις ἱερῶν ἡγούμενον πραιτωρίων καλάνδας Ἀπριλλίας προσγεγραμμένας ἔχει· διόπερ οὐδὲ ἡ τῇ Ἐλλάδι φωνῇ γραφεῖσα γέγονε παραχρῆμα καταφανής, ἕως καὶ ἡ τῇ Ῥω‐
15μαίων συντεθεῖσα γλώττῃ γέγονέ τε καὶ ἐξεπέμφθη, ἀμέλει δὲ καὶ ἡ πρὸς τοὺς ἐνταῦθα ἐνδοξοτάτους ἐπ‐ άρχους τῶν ἱερῶν ἡμῶν πραιτωρίων γεγραμμένη (φα‐ μὲν δὴ τὴν Ἑλληνίδα) κατὰ τὸν Μάιον μῆνα ἐνεφα‐ νίσθη τε τῷ αὐτῶν δικαστηρίῳ καὶ ἐξεπέμφθη. Θε‐
20σπίζομεν τοίνυν δεῖν τὴν αὐτῆς νομοθεσίαν τὴν περὶ τοῦ μέτρου τῆς ἐνστάσεως τῶν παίδων διαλεγομένην κρατεῖν ἐνταῦθα μὲν ἀπὸ τῶν τότε καλανδῶν Μαΐων, ἵνα τὴν δίμηνον αὐτῇ φυλάξωμεν, ἐν δὲ δὴ ταῖς ἐπαρχίαις ἐξ ὅτου γέγονεν αὕτη καταφανής, κἀκεῖσε
25τῆς διμήνου μετὰ τὴν ἐμφάνισιν φυλαττομένης. εἰ δὲ οὔπω καὶ νῦν ἐν πάσαις ταῖς ἐπαρχίαις ἐξεπέμφθη, ὅτι τάχιστα αὐτήν τε καὶ τὰς ἄλλας, αἵπερ ἴσως οὐκ ἐξεπέμφθησαν ἔτι ἢ κἂν ὕστερον ἡγουμένου θεοῦ παρ’ ἡμῶν τεθεῖεν, ἐκπεμφθῆναί τε καὶ ἐκπέμπεσθαι,
30ἐφ’ ᾧ τε τὰς ἡμετέρας διατάξεις ἐν ταῖς μητροπόλεσι τῶν ἐθνῶν γενέσθαι τε καὶ γίνεσθαι καταφανεῖς· τοὺς δὲ τῶν ἐπαρχιῶν ἡγουμένους αὐτοὺς στεῖλαί τε αὐτὰς καὶ στέλλειν ἐν πάσαις ταῖς πόλεσι ταῖς ἐφ’ ἑκάστῃ ἐπαρχίᾳ τεταγμέναις, ὥστε μηδένα τὸ λοιπὸν
35προφασίζεσθαι μηδεμίαν ἄγνοιαν. Ὡς τό γε παρ‐ ῳχηκὸς ἅπαν δικαίαν ἔχει συγγνώμην, καὶ κρατείτωσαν αἱ τῶν τελευτησάντων διατυπώσεις, κἂν εἰ ἔναγχος γεγόνασι, καθάπερ αὐτὰς ἐκεῖνοι πεποίηνται, κἂν εἰ κατὰ τὴν προτέραν κρατοῦσαν νομοθεσίαν γράμμασιν
40οἰκείοις οὐκ ἔγραψαν τὰς τῶν κληρονόμων προσηγο‐ ρίας ἡ τοῖς μάρτυσιν αὐτοὺς οὐκ ἐποιήσαντο καταφα‐
νεῖς, ἢ τριούγκιον ἀλλ’ οὐ πλεῖον καταλελοίπασι τοῖς

343

παισίν. οὐ γὰρ ἀνατρέπεσθαι, καθάπερ εἰπόντες ἔφθημεν, τὰς τῶν τελευτώντων βουλόμεθα διατυπώ‐ σεις, ἀλλὰ καὶ κυρίας ταύτας διὰ πάντων ἀποφαίνο‐ μεν, ὥστε κἂν εἰ σύνεγγυς ἐγράφησαν αἱ διαθῆκαι
5μετὰ τὴν θέσιν τοῦ νόμου, οὔπω δὲ ἔτυχον αἱ δια‐ τάξεις γενόμεναι καταφανεῖς, ἐπιζησάντων δὲ ἴσως τῶν διαθεμένων οὐκ ἠμείφθησαν, μενέτωσαν καὶ οὕ‐ τως αἱ ἐνστάσεις αἱ τὴν ἀρχὴν κατὰ τοὺς τότε φανε‐ ροὺς ὄντας γενόμεναι νόμους τὴν οἰκείαν ἰσχὺν ἔχου‐
10σαι, καὶ οὐκ ἐγκαλούμεναι διότι καθ’ ὃν ἐπεβίουν χρόνον ἐκεῖνοι ταύτας οὐκ ἤμειψαν. οὐ γὰρ πάντα ἐστὶν ἐφ’ ἡμῖν οὐδὲ ἀεί τισι καιρὸς γίνεται διαθήκης, αἰφνίδιόν τε πολλάκις ἐπίασιν ἀνθρώποις τελευταὶ τῆς τοῦ διαθέσθαι τούτους ἐξουσίας ἀφαιρούμεναι.
15ὥστε τὸ ἐξ ἀρχῆς γενόμενον ὀρθῶς ἐκ τοῦ μὴ ἀμει‐ φθῆναι προσήκειν οὐχ ἡγούμεθα ὕστερον ἐλαττοῦσθαι καθ’ ὁτιοῦν ἢ ἀνατρέπεσθαι, ἀλλ’ ἐν ἀρραγεῖ μένειν, τῆς τότε παραστάσης τῷ διαθεμένῳ γνώμης ἰσχυρᾶς διαμενούσης. εἴη γὰρ ἂν τῶν ἀτόπων τὸ γενόμενον
20ὀρθῶς ἐκ τοῦ μὴ γεγονότος ὕστερον ἀνατρέπεσθαι. Συνελόντας τοίνυν εἰπεῖν λαμβανέτωσαν οἱ παῖδες τὸ καταλελειμμένον αὐτοῖς, εἰ οὕτω τύχοι, παρὰ τῶν πατέρων τριούγκιον ἐκ τῶν οὕτω γενομένων διαθη‐ κῶν ἢ πρὸ τῆς τοῦ νόμου θέσεως, ἢ μετὰ τὴν θέσιν
25τοῦ νόμου πρὶν δὴ τοῦτον παρὰ τοῖς ἄρχουσιν ἐμ‐ φανῆ καταστῆναι. εἰ δὲ καὶ προσκέοιτο ταῖς διαθή‐ καις τὸ χρῆναι τὸ λεῖπον αὐτοῖς ἀναπληρωθῆναι πρὸς τὸ τότε κατὰ τοὺς νόμους ἐποφειλόμενον, τοῦτο λαμ‐ βάνεσθαι κατὰ τοὺς παλαιοὺς νόμους, ὥστε εἴπερ
30ἐλλείπει τι τῷ τριουγκίῳ, εἰς ἐκεῖνο τὴν ἀναπλήρωσιν γίνεσθαι, ἀλλ’ οὐκ εἰς τὸ τετραούγκιον, τὸ ὕστερον μὲν νομοθετηθέν, οὔπω γε μὴν τότε γνωσθέν. 〈Ἐπίλογος.〉 Τὰ τοίνυν παραστάντα ἡμῖν καὶ διὰ τοῦδε τοῦ θείου δηλούμενα νόμου διὰ κηρυγμάτων οἰ‐
35κείων ἡ σὴ ὑπεροχὴ πᾶσι ποιησάτω φανερὰ τοῖς τε ἐπὶ τῆς μεγάλης ταύτης πόλεως τοῖς τε ἔξωθεν, ὅπως ἂν ἅπασι γένοιτο σαφῆ τὰ παρ’ ἡμῶν ἐπὶ τῇ πάντων
ἀσφαλείᾳ νομοθετηθέντα

344

(1t)

ΞΖ
2tΠΕΡΙ ΤΟΥ ΜΗΔΕΝΑ ΚΤΙΖΕΙΝ ΕΥΚΤΗΡΙΟΝ
3tΟΙΚΟΝ ΧΩΡΙΣ ΓΝΩΜΗΣ ΤΟΥ ΕΠΙΣΚΟΠΟΥ,
4tΚΑΙ ΠΕΡΙ ΤΟΥ ΑΦΟΡΙΣΑΙ ΠΡΟΤΕΡΟΝ ΤΑ
5tΠΕΡΙ ΤΗΝ ΕΠΙΜΕΛΕΙΑΝ ΚΑΙ ΚΑΤΑΣΤΑΣΙΝ
6tΤΟΥ ΚΤΙΖΟΜΕΝΟΥ ΕΥΚΤΗΡΙΟΥ. ΚΑΙ ΠΕΡΙ
7tΤΟΥ ΤΟΥΣ ΕΠΙΣΚΟΠΟΥΣ ΜΗ ΑΠΟΛΙΜΠΑ‐
8tΝΕΣΘΑΙ ΤΩΝ ΙΔΙΩΝ ΕΚΚΛΗΣΙΩΝ. ΚΑΙ ΠΕΡΙ
9tΕΚΠΟΙΗΣΕΩΣ ΕΚΚΛΗΣΙΑΣΤΙΚΩΝ
10tΑΚΙΝΗΤΩΝ ΠΡΑΓΜΑΤΩΝ.
11tὉ αὐτὸς βασιλεὺς Μηνᾷ τῷ ἁγιωτάτῳ καὶ μακαριω‐
12tτάτῳ οἰκουμενικῷ ἀρχιεπισκόπῳ καὶ πατριάρχῃ.
13Προοίμιον.〉 Καὶ τὰ περὶ τῶν ἁγιωτάτων ἐκ‐ κλησιῶν πολλοῖς περιλαβόντες νόμοις ἔτι καὶ ἑτέρου
15δεόμεθα πρὸς τὰς ἀνακυψάσας τῶν ὑποθέσεων καὶ αὖθις ἀναφυομένας ἀρκοῦντος. πολλοὶ γὰρ ὀνόματος ἕνεκεν πρὸς ποίησιν ἁγιωτάτων ἐκκλησιῶν ὁρμῶσιν. εἶτα ταύτας οἰκοδομησάμενοι οὐκέτι φροντίδα τίθεν‐ ται τοῦ καὶ δαπάνην αὐταῖς ἀφορίσαι πρέπουσαν εἴς
20τε λυχνοκαΐαν εἴς τε τὴν τῶν προσεδρευόντων ἀπο‐ τροφὴν καὶ τὴν ἱερὰν λειτουργίαν, ἀλλὰ καταλιμπά‐ νουσιν αὐτὰς ἐν γυμνοῖς οὔσας οἰκοδομήμασι καὶ ἢ καταλυομένας ἢ πάσης ἱερᾶς λειτουργίας ἐστερημένας. Θεσπίζομεν τοίνυν πρὸ πάντων μὲν ἐκεῖνο γίνε‐
25σθαι, ὥστε μηδενὶ παρρησίαν εἶναι μήτε μοναστήριον μήτε ἐκκλησίαν μήτε εὐκτήριον οἶκον ἄρχεσθαι οἰ‐ κοδομεῖν, πρὶν ἂν ὁ τῆς πόλεως θεοφιλέστατος ἐπί‐ σκοπος παραγενόμενος εὐχήν τε ἐν τῷ τόπῳ ποιή‐ σαιτο καὶ σταυρὸν πήξαιτο δημοσίαν ἐκεῖσε πρόοδον
30ποιησάμενος καὶ τὸ πρᾶγμα φανερὸν ἅπασι καταστή‐

345

σειε. πολλοὶ γὰρ ὑποδυόμενοι κτίζειν δῆθεν εὐκτη‐ ρίους οἴκους τὰς ἑαυτῶν θεραπεύουσι νόσους, οὐκ ὀρθο‐ δόξων ἐκκλησιῶν κτίσται γινόμενοι ἀλλὰ σπηλαίων ἀτόπων.
5 Ἔπειτα μὴ ἄλλως αὐτὸν ἐκκλησίαν ἐκ νέου οἰκοδο‐ μεῖν, πρὶν ἂν διαλεχθείη πρὸς τὸν θεοφιλέστατον ἐπίσκοπον καὶ ὁρίσειε τὸ μέτρον ὅπερ ἀφορίζει πρός τε τὴν λυχνοκαΐαν καὶ τὴν ἱερὰν λειτουργίαν καὶ τὴν ἀδιάφθορον τοῦ οἴκου συντήρησιν καὶ τὴν τῶν προσ‐
10εδρευόντων ἀποτροφήν· καὶ εἴπερ αὐτάρκως ἔχειν δόξειε, ποιεῖσθαι αὐτὸν πρότερον δωρεὰν τῶν ἀφορί‐ ζεσθαι μελλόντων οὕτω τε τὸν οἶκον οἰκοδομεῖν. εἰ μέντοι γε οὐκ ἀρκοίη μέν τις πρὸς τοῦτο, ὀνόματος δὲ ἴσως ἐπιθυμῶν τοῦ καὶ αὐτὸς κτίστης ἐκκλησίας
15καλεῖσθαι βούλοιτό τι τοιοῦτο πρᾶξαι, πολλαὶ καὶ ἐν ταύτῃ τῇ βασιλευούσῃ πόλει καὶ ἐν ταῖς ἐπαρχίαις ἐκ‐ κλησίαι τυγχάνουσι τὸν προσήκοντα μὲν λειτουργού‐ μεναι τρόπον, κινδυνεύουσαι δὲ καταπεσεῖν ὑπὸ πα‐ λαιότητος, ἢ καὶ σμικραὶ καθεστῶσαι καὶ ἀκοσμότεραι
20παρὰ τὴν ἐπιθυμίαν τῶν ταύταις ἐγχειρούντων, καὶ ἐξέσται αὐτῷ μίαν τῶν τοιούτων ἐκκλησιῶν ἀπολα‐ βόντι ταύτην οἰκοδομήσασθαι, κἀνταῦθα γνώμῃ τοῦ θεοφιλοῦς τῶν ὀρθοδόξων ἐπισκόπου τοῦ πράγματος γινομένου. οὕτω γὰρ ἔσται αὐτῷ καὶ ἱεροῦ οἴκου κτί‐
25στην κληθῆναι καὶ μηδὲν οἴκοθεν προσδαπανῆσαι, τῶν ἐξ ἔθους ἀφωρισμένων ἤδη περὶ τοῦτο δαπανη‐ μάτων ἐπιδιδομένων παρὰ τῶν καὶ πρότερον ταῦτα χορηγούντων. Κἀκεῖνό γε μὴν θεσπίζομεν, ὥστε κατὰ τὸν ἤδη
30παρ’ ἡμῶν φοιτήσαντα νόμον τοὺς θεοφιλεστάτους ἐπισκόπους ταῖς ἑαυτῶν ἐκκλησίαις προσκαρτερεῖν, καὶ μὴ καταλιμπάνειν μὲν αὐτάς, χρόνον δὲ πολὺν ἐν‐
ταῦθα διατρίβειν καὶ ἀναγκάζειν τοὺς κατὰ χώραν

346

οἰκονόμους δαπάνας αὐτοῖς ἐκπέμπειν ἐκ τῆς ἁγιωτά‐ της ἐκκλησίας, ἀλλὰ δαπανᾶν μὲν αὐτοὺς ἐκεῖθεν, ταύτῃ δὲ προσκαρτερεῖν οὐκ ἀνέχεσθαι. θεσπίζομεν τοίνυν. τοῦ παρ’ ἡμῶν ἤδη κειμένου νόμου ἐπὶ τῆς
5ἑαυτοῦ μένοντος ἰσχύος, εἴπερ ἀπολειφθείη ὁ θεοφι‐ λέστατος ἐπίσκοπος τῆς ἐκκλησίας τῆς αὐτοῦ πλείονα χρόνον, μηδεμίαν αὐτῷ στέλλεσθαι δαπάνην ἐκ τῆς χώρας, ἀλλ’ ἐκείνην μὲν περὶ πράξεις εὐσεβεῖς καὶ περὶ τὴν ἁγιωτάτην ἐκκλησίαν δαπανᾶσθαι, αὐτὸν δὲ
10ἐνταῦθα πλανώμενον μὴ καὶ δαπάναις τὴν ἁγιωτά‐ την ἐκκλησίαν βαρύνειν· πρόδηλον ὂν ὡς εἰ πολὺν χρόνον ἀπολειφθείη, τὰ ἤδη παρ’ ἡμῶν ἐπ’ αὐτοῖς νομοθετηθέντα κρατήσει. Ἐπειδὴ δὲ ἐτύχομεν ἤδη νομοθετήσαντες, ὥστε εἰ
15τις ἐν ταῖς ἐπαρχίαις ἐκποίησις ἀκινήτου ἐκκλησιαστι‐ κοῦ μέλλοι πράγματος γίνεσθαι, κατὰ δέκρετον ταύ‐ την προϊέναι, καθάπερ ἡ πρώην φοιτήσασα παρ’ ἡμῶν λέγει διάταξις, πράττεσθαι δὲ τὸ δέκρετον μὴ μόνον παρόντος τοῦ θεοφιλοῦς ἐπισκόπου τῆς πόλεως
20καὶ τοῦ αὐτοῦ κλήρου, ἀλλὰ καὶ τοῦ τῆς μητροπόλεως ἐπισκόπου, οὐ μὴν ἐκεῖνο προσνενομοθέτηται, ὥστε εἴπερ ὁ τῆς μητροπόλεως ἁγιώτατος ἐπίσκοπος μέλλοι πωλεῖν ἤτοι οἱ τῆς ἁγιωτάτης ἐκκλησίας τῆς αὐτοῦ εὐλαβέστατοι οἰκονόμοι, τί δέοι γενέσθαι· καὶ τοῦτο
25προστίθεμεν, ὥστε δύο ἐκ τῆς ὑπ’ αὐτὸν συνόδου τῶν θεοφιλῶν ἐπισκόπων, οὓς ἂν ἕλοιτο, τούτους παραγί‐ νεσθαι, καὶ τῆς ἄλλης ἁπάσης παρατηρήσεως φυλατ‐ τομένης τῆς ἤδη παρ’ ἡμῶν νομοθετηθείσης τὸ τῆς παρουσίας τῶν δύο θεοφιλῶν ἐπισκόπων προστεθῆ‐
30ναι, ἵνα καθ’ αὑτὸν δοκοίη μετὰ τῆς ἑαυτοῦ συνόδου τὸ πρᾶγμα πράττειν, καὶ ὥσπερ αὐτὸς τὸ πρᾶγμα ποιεῖ πιστὸν καὶ αὔταρκες τῷ ὑπ’ αὐτὸν τεταγμένῳ παραγινόμενος, οὕτω καὶ αὐτῷ ἡ ὑπ’ αὐτὸν παρα‐ γινομένη σύνοδος διὰ δύο τῶν θεοφιλῶν ἐπισκόπων
35δόξειεν τὸ πρᾶγμα ποιεῖν ἀσφαλὲς τὴν ἐκ τῆς ἱερᾶς ταύτης συνόδου προσλαμβάνον μαρτυρίαν. 〈Ἐπίλογος.〉 Τοῦτον δὲ ἡμῶν τὸν νόμον πρός τε τὸν θρόνον τῆς σῆς μακαριότητος πρός τε τοὺς λοι‐ ποὺς ἁγιωτάτους πατριάρχας καταπεμπόμενον αὐτοὶ
40διὰ γραμμάτων οἰκείων τοῖς ὑφ’ ὑμᾶς μητροπολίταις

347

ποιήσετε φανερόν, οἱ δὲ δῆλον καταστήσουσι τοῖς ὑπ’ αὐτοὺς ἐπισκόποις, ὥστε μηδὲν διαλαθεῖν τῶν παρ’ ἡμῶν διαταχθέντων.
5tΞΗ
6tΩΣΤΕ ΤΗΝ ΔΙΑΤΑΞΙΝ ΤΟΥ ΕΥΣΕΒΕΣΤΑΤΟΥ
7tΒΑΣΙΛΕΩΣ ΤΗΝ ΕΠΙ ΤΑΙΣ ΔΙΑΔΟΧΑΙΣ ΤΩΝ
8tΓΑΜΙΚΩΝ ΚΕΡΔΩΝ ΤΑ ΕΞ ΑΠΑΙΔΙΑΣ ΕΙΣ‐
9tΑΓΟΥΣΑΝ ΚΕΡΔΗ ΚΡΑΤΕΙΝ ΕΝ ΤΟΙΣ ΜΕΤΑ
10ΤΗΝ ΔΙΑΤΑΞΙΝ ΣΥΜΒΑΙΝΟΥΣΙ ΦΑΚΤΟΙΣ,
11tΕΠΙ ΔΕ ΤΟΙΣ ΠΡΟ ΑΥΤΗΣ ΤΗΝ ΛΕΟΝΤΟΣ
12tΔΙΑΤΑΞΙΝ ΧΩΡΑΝ ΕΧΕΙΝ.
13tὉ αὐτὸς βασιλεὺς Ἰωάννῃ τῷ ἐνδοξοτάτῳ ἐπάρχῳ τῶν
14tἀνατολικῶν πραιτωρίων τὸ βʹ, ἀπὸ ὑπάτων 〈ὑπάτῳ
15tὀρδιναρίῳ〉 καὶ πατρικίῳ.
16Προοίμιον.〉 Ἴσμεν τὴν Λέοντος τοῦ τῆς εὐσε‐ βοῦς μνήμης διάταξιν τὴν γεγραμμένην ὑπὲρ τῶν εἰς δευτέρους ἀφικνουμένων γάμους εἴτε ἀνδρῶν εἴτε γυ‐ ναικῶν καὶ τὸ ἐκ τοῦ γάμου κέρδος τοῖς ἐξ ἐκείνου
20τοῦ γάμου παισὶν ὁσίως φυλάττουσαν καὶ μόνης τῆς χρήσεως τὸν κερδάναντα κύριον ἀποτελοῦσαν, τὴν δεσποτείαν δὲ ἐκείνοις τηροῦσαν, ὡς εἴ γε οἱ παῖδες καὶ ἔγγονοι τελευτήσαιεν, οὐκ ὄντος τὸ λοιπὸν οὐδενὸς τοῦ δι’ ὃν ὁ τοῖς δευτέροις ὁμιλήσας γάμοις τῆς δε‐
25σποτείας ἐστέρηται, μένειν βουλομένην ἀναφαίρετόν τε καὶ ὁλόκληρον παρὰ τῷ κερδάναντι καὶ τὴν ἐκ τῆς δεσποτείας ὠφέλειαν. Ταύτην ἡμεῖς ἔναγχος ἐπηνωρθώσαμεν, ἄλλα τε
διατυπώσαντες καὶ βουλόμενοι τοὺς κληρονόμους τῶν

348

τελευτησάντων παίδων ἢ ἐγγόνων, εἴτε γονεῖς εἶεν εἴτε ἕτεροί τινες, ἔχειν ἐκεῖθέν τινα βοήθειαν, μόνου τοῦ ἀπὸ τελευτῆς ἐξ ἀπαιδίας συμφώνου μένοντος καὶ κατὰ δεσποτείαν παρὰ τῷ κερδάναντι, τοῦ λοιποῦ δὲ
5ἐπὶ τοὺς κληρονόμους τῶν τελευτησάντων παίδων ἢ ἐγγόνων ἰόντος, κατ’ οὐδὲν ὑφ’ ἡμῶν τοῦ τῆς χρή‐ σεως λόγου καινισθέντος. Ταῦτα τοίνυν καὶ νῦν καὶ εἰς τὸν ἅπαντα χρόνον κρατεῖν βουλόμεθα, πλὴν εἰ μὴ ἔτυχον οἱ παῖδες πρὶν ἢ τεθῆναι τὴν ἡμετέραν
10διάταξιν τετελευτηκότες. ἐπειδὴ γὰρ ἔφθη τὸ κέρδος ὁλόκληρον ἤδη προσγενόμενον τῷ τοῖς δευτέροις ὁμιλή‐ σαντι γάμοις τῶν παίδων πρὸ τοῦ νόμου τελευτησάν‐ των, οὐκ ἂν ὁ ἡμέτερος νόμος ἐκεῖνα περιεργάζοιτο, ἅπερ ὁ προλαβὼν νόμος Λέοντος τοῦ τῆς εὐσεβοῦς
15λήξεως ὑπὸ τὴν ἑαυτοῦ πεποίηκεν ἐξουσίαν. ὥστε οὐ μόνον παίδων ἢ ἐγγόνων οὐχ ὑπόντων ἀσφαλῶς ἕξου‐ σιν ἅπερ ἐκέρδαναν, ἀλλ’ ἤδη κἂν εἴ τι τούτων παρ’ ἑτέροις ἐστί, κατὰ τὸν δεσπόταις πρέποντα τρόπον ἐκδικήσουσι. Ταῦτα τοίνυν νόμῳ βραχεῖ περιστεί‐
20λαντες τὰς τοιαύτας ἀμφισβητήσεις ἀναιροῦμεν, ἵνα μὴ διηνεκῶς ὑπὸ τῶν αἰτούντων ἐνοχλώμεθα, ἀλλὰ νόμῳ ταῦτα ἐναποθέμενοι κοινῷ τῶν τοιούτων ἀπ‐ αλλαγείημεν ὄχλων, τὸ πρὸ τῆς ἡμετέρας νομοθεσίας σχῆμα φυλάττεσθαι βουλόμενοι τῷ πρὸ ταύτης εὐηρ‐
25γετημένῳ. 〈Ἐπίλογος.〉 Ἡ τοίνυν σὴ ὑπεροχὴ τὰ κατὰ τοῦ‐ τον ἡμῖν παραστάντα τὸν τρόπον ἅπασι φανερὰ δι’
οἰκείων κηρυγμάτων καὶ προστάξεων καταστησάτω.

349

(1t)

ΞΘ
2tΠΕΡΙ ΤΟΥ ΠΑΝΤΑΣ ΥΠΑΚΟΥΕΙΝ
3tΤΟΙΣ ΑΡΧΟΥΣΙ ΤΩΝ ΕΠΑΡΧΙΩΝ ΚΑΙ ΕΠΙ
4tΕΓΚΛΗΜΑΣΙ ΚΑΙ ΕΠΙ ΧΡΗΜΑΣΙ, ΚΑΚΕΙ
5tΤΑΣ ΥΠΟΘΕΣΕΙΣ ΕΞΕΤΑΖΕΣΘΑΙ, ΜΗΔΕΝΟΣ
6tΕΞΗΙΡΗΜΕΝΟΥ ΑΙΙΟ ΠΡΟΝΟΜΙΟΥ ΤΙΝΟΣ
7tΧΩΡΙΣ ΘΕΙΟΥ ΠΡΑΓΜΑΤΙΚΟΥ ΤΥΠΟΥ.
9tΑὐτοκράτωρ Ἰουστινιανὸς Αὔγουστος Κωνσταντινου‐
10tπολίταις.
11Προοίμιον.〉 Μίαν εἶναι πασῶν τελεωτάτην ἀρετὴν ὑποληπτέον ἐν ἀνθρώποις τὴν τὰ δίκαια πᾶσι βραβεύουσαν, φαμὲν δὲ τὴν τοῦ πράγματος ἐπώνυμον δικαιοσύνην. καὶ γὰρ ἑκάστῃ τῶν ἄλλων ἀρετῶν εἰ
15μὴ παρακολουθοίη τὰ ταύτης ἀγαθά, γένοιτο ἂν οὐ‐ δὲν τῶν προσηκόντων. τοιγαροῦν οὐδὲ ἀνδρείαν τὴν μὴ μετὰ δικαιοσύνης ἐπαινέσομεν, καίτοιγε ἡ πάτριος φωνὴ τὴν ἐν ὅπλοις ἰσχὺν ἀρετὴν ὀνομάζει μόνην· εἰ δέ τις αὐτῆς τὸ δίκαιον ἀφέλοιτο, πλημμελημάτων
20ἀφορμὴ μόνων, οὐ μήν τινος γένοιτο ἂν τῶν βελτιό‐ νων. ταύτην ἐν ταῖς ἡμετέραις ἐπαρχίαις ὁρῶντες παρεωραμένην, νόμῳ θεραπεύοντι θεὸν ἀναρρῶσαι καὶ πρὸς ἰσχὺν πρέπουσαν ἀγαγεῖν ᾠήθημεν χρῆναι. πολλοὶ γὰρ οἱ μὲν γράμματα θεῖα οἱ δὲ προνόμια οἱ
25δὲ πραγματικοὺς τύπους οἱ δὲ προστάξεις ἀρχικὰς οἱ δὲ ἄλλας ἐξ ἄλλων εὑρίσκοντες προφάσεις ἑαυτοῖς κατα‐ πράττουσι τὸ πλημμελεῖν μὲν ἐν ταῖς ἐπαρχίαις, ἔξω δὲ ἐκείνων δικάζεσθαι προσποιεῖσθαι. ὁ γὰρ ἐπί τι‐ νος τόπου παθὼν κακῶς ἤ τι τῶν οἰκείων ἀποβαλὼν
30ἢ περὶ ὅρων γῆς δικαζόμενος ἢ περὶ δεσποτείας ἢ περὶ νομῆς ἢ περὶ ὑποθήκης ἢ περί τινος ἄλλου πῶς ἂν ἰσχύσειεν 〈ἐν〉 ἑτέρῳ τόπῳ τὰς ἀποδείξεις ὧν ἔπαθε παρασχεῖν; οἱ γὰρ ταῦτα πράττοντες δύναμιν ἐνδει‐
κνύμενοι μόνην καὶ ἰσχὺν οὐ τῷ δικαίῳ πιστεύουσαν

350

τὰ τοιαῦτα τεχνάζουσι· καὶ ταῦτα ἄνθρωποι δρῶσιν ὡς διηνεκῆ τὴν δύναμιν ἕξειν πιστεύοντες, καὶ οὐκ ἀποβλέπουσιν εἰς τὰ πολλὰ καὶ μυρία παραδείγματα, ὅτιπερ ὀψὲ καὶ μόλις καὶ ἐν προσώποις εὐαριθμήτοις
5ἐκ δυνατῶν εἴδομεν προϊόντας δυνατοὺς καὶ ἐκ πλου‐ τούντων πλουτοῦντας, τὸ δὲ ἐπίπαν σχεδὸν ἐκ μὲν δυνατῶν προίασιν ἀσθενεῖς, ἐκ πλουτούντων δὲ πένη‐ τες, τῆς τῶν πατέρων ἀδικίας τοῖς ἐξ αὐτῶν κατ‐ ακολουθούσης· καὶ οὐκ ἐννοοῦσιν οὐδὲ λογίζονται, ὡς
10ὅπερ αὐτοὶ δῆθεν ὑπὲρ ἑαυτῶν μηχανῶνται ταῖς δυ‐ νάμεσι χρώμενοι, τοῦτο ἴσως κατὰ τῶν γινομένων ἐξ αὐτῶν πράττουσιν, οὐ τῆς αὐτῆς ἐκείνοις ἐπακολου‐ θούσης δυνάμεως. Ταῦτα ἐννοήσαντες τὸν παρόντα θεῖναι νόμον ᾠήθη‐
15μεν χρῆναι, καὶ προαγορεύομεν πᾶσι τοῖς ἐν ταῖς ἐπ‐ αρχίαις οἰκοῦσιν, ὁπόσοι τῶν ἡμετέρων κατακούουσι σκήπτρων ἐπὶ τῆς ὑπηκόου πάσης τῆς τε εἰς ἀνίσχοντα βλεπούσης τῆς τε πρὸς δυόμενον ἥλιον τῆς τε ἑκατέ‐ ρωθεν οὔσης, ὥστε ἕκαστον ἐφ’ ᾗς ἐπαρχίας πλημμελεῖ
20ἢ ἐφ’ ἧς χρημάτων ἢ ἐγκλημάτων ὑπεύθυνος γίνεται, εἴτε περὶ γῆς ὁρίων εἴτε περὶ δεσποτείας εἴτε περὶ νομῆς ἢ ὑποθήκης ἢ περὶ ἑτέρας οἱασδήποτε προφά‐ σεως, ἐκεῖσε καὶ τὰς εὐθύνας ὑπέχειν (τοῦτο δὴ τὸ καὶ τοῖς πρὸ ἡμῶν νομοθέταις ποικίλως μὲν εἰρημέ‐
25νον δὲ ὅμως, εἰ καὶ μὴ καθαρῶς καὶ ὡς ἡμεῖς αὐτὸ διενοήθημεν), ἀλλὰ μὴ ζητεῖν ὑπερόρια πλεονεκτεῖν. εἴτε γὰρ μεγάλα τὰ ἁμαρτήματα ἢ τὰ συναλλάγ‐ ματα καθέστηκε, χρὴ πᾶσι τρόποις ἐπ’ αὐτοῖς καὶ προσαγγελίαν εἶναι καὶ γραφήν, εἰ δεηθεῖεν, καὶ ἐξ‐
30έτασιν ἐπιχώριον διὰ τὸ πρόχειρον τῶν ἐλέγχων· εἴτε ἐπὶ σμικροῦ τις ὁμοίως πλημμελοίη, μεῖζον 〈ἂν〉 ἔτι τὸ ἁμάρτημα γένοιτο, εἰ μηδὲ ἐπὶ τοῖς βραχέσι τῶν δικαίων ἀπολαύσειεν, ἀλλ’ ἀναμένοι γενέσθαι τε ἐπ’ ἀλλοδαπῆς χώρας ἐκεῖσέ τε αὐτὸν ἄγειν καὶ περὶ τού‐
35των δικάζεσθαι, ὅν γε οὐδὲ παρόντα οὐδὲ ἐπὶ τῆς χώρας ἴσως διὰ τὴν ἰσχὺν τὴν ἐκείνου ἢ διὰ τὴν
ἀσθένειαν τὴν αὑτοῦ μετελθεῖν δύναται προσηκόντως.

351

τί γὰρ ἂν εἴη σχετλιώτερον ἢ τὸν ἀδικηθέντα τυχὸν ἢ περὶ ἀφαίρεσιν βοὸς ἢ ἵππου ἢ τῶν ὑποζυγίων τινὸς ἢ βοσκημάτων ἢ (ἵνα τοὐλάχιστον εἴπωμεν) κατ‐ οικιδίας ὄρνιθος, τοῦτον ἀναγκάζεσθαι μὴ καθ’ ἣν
5ἀφῄρηται χώραν δικάζεσθαι, ἀλλ’ ἀλλαχόσε τρέχειν κἀκεῖσε τὰς ἀποδείξεις ὧν ἔπαθεν ἀπαιτεῖσθαι, καὶ ἢ πολλαπλασίαν ὑπομένειν τὴν δαπάνην τῆς τοῦ πράγ‐ ματος ἀποτιμήσεως ἢ τὴν ἀπορίαν στενάζοντα φέ‐ ρειν; ἔνθεν ἡμῖν πλῆθος πολὺ τῶν προσιόντων ἐφ’
10ἑκάστης ἐστί, καὶ τά γε πολλὰ ἐπὶ τοιαύταις αἰτίαις ἐνοχλούμεθα μικρῶν ἕνεκα προφάσεων, αὐτοί τε πολ‐ λὰς ὑπομένοντες ὀχλήσεις ὁρῶντές τε πολὺ μὲν πλῆ‐ θος ἀνδρῶν πολὺ δὲ γυναικῶν ἐκ τῶν οἰκείων τόπων ἐξανιστάμενον καὶ εἰς ταύτην ἀφικνούμενον τὴν εὐ‐
15δαίμονα πόλιν, ὧν οἱ πλεῖστοι καὶ μεταιτοῦντες καὶ ἐρανιζόμενοι τοῦτο πράττουσιν, ἔστι δὲ ὅτε καὶ τε‐ λευτῶσιν ἐνταῦθα. Εἰ μὲν οὖν ἐνδημοῖεν ἄμφω τῇ χώρᾳ ὅ τε ἐνάγων ὅ τε ἐναγόμενος, μηδαμῶς εἰς ἑτέραν ἐπαρχίαν τὸ
20πρᾶγμα ἕλκεσθαι μηδὲ εἰς ταύτην τὴν εὐδαίμονα πό‐ λιν, μήτε ἐκ προνομίου τινὸς μήτε ἐκ κελεύσεως, ἀλλ’ αὐτόθι τέμνεσθαι. εἰ δὲ ὁ μὲν πάρεστιν ὁ δὲ ἄπ‐ εστιν, ὁ δὲ παρὼν ἐκ τῆς οἰκίας τοῦ μὴ παρόντος ἀδικεῖται, ἐν αἰτίαις γινέσθω πᾶσι τρόποις αὐτὸς
25ὁ τὴν ἀδικίαν πεπραχώς, εἴτε φροντιστὴς εἴτε μισθω‐ τὸς εἴτε ὁστισοῦν τῶν αὐτοῦ εἴη. ἐξέστω δὲ αὐτῷ πρὸς τὸ τῆς ἐπαρχίας διάστημα κατὰ τὸν νόμον τὸν κοινὸν τὸν πάλαι κείμενον προθεσμίαν λαμβάνοντι μηνύειν τὰ περὶ τούτων ἐκείνῳ πρὸς ὃν τὸ πρᾶγμα
30ἀναφέρεται. ἀλλ’ εἰ μὲν σύνεγγυς ἡ ἐπαρχία καθ‐ έστηκεν ἐν ᾗ τοῦτο πράττεται, μιᾶς ἢ δύο μόνων ἐπαρχιῶν ἐν μέσῳ καθεστωσῶν, τεσσάρων αὐτῷ μη‐ νῶν διδόσθω προθεσμία· εἰ δὲ μεῖζον εἴη τὸ διά‐ στημα, ἕξ· εἰ δὲ ἐκ Παλαιστίνης τυχὸν ἢ Αἰγύπτου ἢ
35ἔκ τινος τῶν ἐθνῶν τῶν πορρωτέρω, μῆνες ὀκτὼ πρὸς τοῦτο ἀρκέσουσιν· εἰ δὲ ἐκ τῶν ἑσπερίων ἐθνῶν ἢ τῶν ἀρκτῴων ἢ τῶν ἐπὶ Λιβύης, τηνικαῦτα ὁ καὶ
τοῖς πρὸ ἡμῶν νομοθέταις αὐτάρκης δόξας εἶναι χρό‐

352

νος ὁριζέσθω, φαμὲν δὲ τὸν τῶν ἐννέα μηνῶν· ὥστε ἐκεῖνον, εἰ μὲν αὐτῷ τῷ μεμηνυκότι πιστεύει, τὴν δίκην ἐκείνῳ ταύτην ἐπιτρέπειν. εἰ δὲ ἀλλοιότερόν τι πρὸς ἐκεῖνον φρονεῖ, ἕτερον γοῦν ἐκπέμπειν τὸν ὑπο‐
5δεξόμενον πᾶσι τρόποις τὴν ἐναγωγὴν καὶ πληρώσοντα πάντως τὰ ψηφιζόμενα, εἰ μὴ ἔφεσις ἀκολουθήσειεν, εἴτε ἐπὶ μείζονος εἴτε ἐπὶ ἐλάττονος αἰτίας. Εἰ δὲ ὁ μὲν μηνύσειεν ὁ δὲ οὐκ ἐπιτρέψειε. καὶ ὁ τεταγμέ‐ νος παραδράμοι χρόνος, ὡς δὴ κυρίως πράττοντα τὸν
10ᾐτιαμένον καὶ ὑπὲρ τοῦ ἀπόντος προσώπου καὶ ἄκοντα παραστησάσθω ὁ τῆς ὑποθέσεως ἀκροώμενος παρὰ τὸ οἰκεῖον δικαστήριον, καὶ τὴν δίκην ἐξετάσας παρόν‐ τος τοῦ τὴν ἐναγωγὴν ὑφισταμένου καταδικαζέτω καὶ αὐτὸν εἴπερ ὑπεύθυνος φανείη, καὶ πρός γε ἐκεῖνον
15τὸν μετὰ τὴν τοιαύτην ὑπόμνησιν ἐκπέμψαι τινὰ κατὰ τὴν χώραν μὴ βουληθέντα, εἴπερ ὅλως ὑπεύθυνος φανείη. καὶ εἰ μὲν εὔπορος εἴη, αὐτὸς ἐκτιννύτω τὰ ἐκ τῆς ψήφου, εἰ δὲ ἀπόρως ἔχοι καὶ μὴ ἀρκοίη πρὸς τὸ πᾶν τῆς καταδίκης, τηνικαῦτα καὶ ἐκ 〈τῶν〉 τοῦ
20ἀπόντος ἀναπληρούσθω τῷ νενικηκότι ἡ ἐπὶ τούτῳ ζημία. Εἰ δὲ οὐδὲ αὐτὸς φανείη ὁ τὸν κύριον τῆς δίκης παραστήσασθαι κελευσθεὶς ἢ τὸν ὑπὲρ αὐτοῦ νομί‐ μως πράττοντα, τότε καλείσθω μὲν τῇ τοῦ νόμου
25φωνῇ, μὴ ὑπακούων δὲ καταδικαζέσθω καὶ ἀπὼν κατὰ τὸ καλούμενον τῶν ἐρημοδικίων σχῆμα. ὁ γὰρ κατὰ προπέτειαν ἀπολιμπανόμενος κατ’ οὐδὲν ἂν ἐλάτ‐ των τοῦ παρόντος νομισθείη. εἰ μέντοι ὁ μὲν ἴσως παραγένοιτο ἢ στείλειέ τινα, ὁ δὲ κατηγορήσας ἀπο‐
30λειφθείη, τότε καὶ ἀφιέτω τὸν ἐναγόμενον καὶ τὰς ζημίας αὐτῷ θεραπεῦσαι τὸν συκοφάντην καταναγκα‐ ζέτω. οὕτω γὰρ ἔσονται μέτριοι πάντες, οὕτω τοῦ πλημμελεῖν παύσονται, οὕτως οὐχ ἡγήσονται δύνασθαι τὸ πλουτεῖν τοῦ δικαίου κρατεῖν. Καὶ οὐ λέληθεν
35ἡμᾶς, ὡς ἴσως οὐδὲ τοῦτο ἀρκεῖ πρὸς τελειοτάτην τοῦ πράγματος θεραπείαν, τῶν δικαζόντων τοῖς δυνατω‐ τέροις μᾶλλον ἢ τοῖς τὰ δικαιότερα βουλομένοις καὶ ἐπιχωρίοις χαριζομένων. ἀλλ’ ὅμως ἴσμεν τό γε πλεῖ‐ στον τῶν ἀδικημάτων θεραπεύσαντες τῇ νομοθεσίᾳ
40ταύτῃ, μᾶλλον δὲ τό γε ἐφ’ ἡμῖν τὸ πᾶν ἔσται τεθερα‐

353

πευμένον, οἱ γὰρ οὐκ ἄλλως παραδιδόντες τὰς ἀρχάς, εἰ μὴ πρότερον ὅρκον ὑπόσχοιεν οἱ ταύτας παραλαμ‐ βάνοντες, ὥστε τὸ δίκαιον ἅπασι κρίνειν καὶ καθαρὰς φυλάττειν τὰς χεῖρας, οὐδὲν οἶμαι μετὰ τὸν παρόντα
5νόμον ἑτέρας τινὸς δεησόμεθα προσθήκης, εἴ γε οἱ μὲν δίκαια δικάζουσι πρὸς τὸν νόμον τε ὁμοῦ καὶ τὸν ὅρκον βλέποντες. Ἐξαρπάσει δὲ τῶν ἐπιχωρίων ἀρχῶν τοὺς ἀδικοῦν‐ τας οὐδὲ εἶς οὐδεμιᾷ χρώμενος ἢ προνομίᾳ ἢ δυνάμει
10ἢ τύπῳ, πλὴν εἰ μὴ θεῖος ἡμέτερος πραγματικὸς τύπος προφάσει δημοσίας αἰτίας προελθὼν ἀγώγιμον ἐν‐ ταῦθά τινα γενέσθαι προστάξειεν, ἢ ὁ νόμος ποιοίη ὁποῖον ἐπὶ τῶν ἐκκλήτων, καίτοι γε καὶ τοῦτο κατὰ τὸ πολὺ μέρος ἐθεραπεύσαμεν πολλοὺς τῶν μειζόνων
15ἀρχόντων τῶν ἐν ταῖς ἐπαρχίαις ἐφέτας καθιστῶν‐ τες, ἵνα παρ’ ἐκείνοις μᾶλλον τὰ τῆς ἐφέσεως, ὅταν μὴ περὶ μεγίστου τινὸς εἴη τὸ ζητούμενον, ἢ κατὰ ταύτην ἀγωνίζοιτο τὴν εὐδαίμονα πόλιν. Τοῦτον οὖν ἀναθέντες δικαιοσύνῃ τὸν νόμον ἔτι μᾶλλον ποι‐
20ήσομεν αὐτὸν δικαιότερον, εἰ μηδενὶ συγχωρήσομεν ἔχειν κατ’ αὐτοῦ τινα προνομίαν, μηδὲ ἐξαιρεῖσθαι τοῦ νόμου τούτου μηδ’ ὁτιοῦν προνόμιον, μηδὲ εἴ τινι τῶν ἁγιωτάτων ἐκκλησιῶν πεφιλοτίμηται ἤ τινι τῶν εὐαγῶν ξενώνων ἢ ὅλως τῶν σεβασμιωτάτων οἴκων,
25ἤ τινι τῶν αὐτῆς τῆς βασιλείας οἴκων ἢ τοῦ θείου πατριμονίου ἢ τῶν θείων πριβάτων, αἵπερ εἰκότως μετὰ τὴν ἄνωθέν εἰσι τιμὴν δεύτεραι τεταγμέναι, μηδὲ εἴ τισι τῶν ἀρχόντων ἢ ἐν δυνάμεσιν ὄντων ἢ ὅλως τῶν ὑφ’ ἡμᾶς τεταγμένων ἀνθρώπων· ἀλλ’
30ἅπαντες ὑπακούοιεν τοῦ νόμου, καὶ ὑποκεκλιμένοι τῷ τῆς δικαιοσύνης θεσμῷ τιμῷέν τε αὐτὸν καὶ διὰ πάν‐ των ἄγοιεν ἰσχυρόν, μὴ μόνον εἰς ἑαυτοὺς βλέποντες, ἀλλὰ καὶ εἰς τὰς ἐφεξῆς διαδοχάς, καὶ εἰδότες ὡς οὐδὲν σχεδὸν τῶν ἐπὶ γῆς ἐπὶ ταὐτοῦ μένει. ῥέει δὲ ἡ φύ‐
35σις ἀεὶ εἰς πολλὰς καὶ ἀμηχάνους ἐξελιττομένη τρο‐ πάς, ἃς οὔτε προϊδέσθαι ῥᾴδιον οὔτε προειπεῖν, θεοῦ μόνου καὶ βασιλέως ἀκολουθοῦντος θεῷ ταύτας κυ‐
βερνᾶν μετρίως τε καὶ ἐπιεικῶς δυναμένου.

354

Εἰ δὲ καί τις χρήσαιτό τισι θείοις τύποις εἴτε πραγματικοῖς εἴτε ἄλλοις περὶ τοιούτου τινὸς αὐτῷ πεπορισμένοις, ἔσονται παντελῶς ἄκυροι· τῶν ἀρχόν‐ των μεγάλην ἐκτιννύντων ποινήν, εἴπερ ὅλως προσ‐
5δέξοιντο. Καὶ οὐ τὸ γενόμενον μόνον θεραπεύομεν, ἀλλὰ καὶ τὸ ἐσόμενον. καὶ γὰρ εἰ μετὰ ταῦτα τοι‐ οῦτό τι πορισθείη τισὶ τῶν ἡμετέρων ὑπηκόων ἢ ἑτέρῳ τινὶ τῶν ἔμπροσθεν ἀπηγορευμένων (ἐν οἷς περιλαμ‐ βάνομεν ὡς εἴρηται καὶ ἐκκλησίας καὶ εὐαγῆ μονα‐
10στήρια καὶ τοὺς θείους ἡμῶν οἴκους καὶ τὰ θεῖα πρι‐ βάτα καὶ τὸ θεῖον πατριμόνιον), οὐδὲ οὗτοι παντελῶς κρατήσουσιν. ἔσται δὲ ὁ νόμος οὗτος πανταχόσε τὴν ἑαυτοῦ δικαίως ἐκτείνων ἰσχύν, καὶ ἅμα μὲν τὰ μέλ‐ λοντα ἀσφαλῆ καθιστῶν, ἅμα δὲ τὸ παρελθὸν θερα‐
15πεύων. Ἴστε τοίνυν ἅπαντες ὑπήκοοι ὅσους ὁ θεὸς τοῖς τε ἡμῶν προγόνοις καὶ ἡμῖν δεδώρηται, ὡς ταύ‐ την ὑμῖν δίδομεν τὴν νομοθεσίαν πᾶσαν ὑμῖν ἀσφά‐ λειαν χαριζόμενοι, καὶ οὔτε ὁδοιπορήσετε μακρὰν οὔτε κατὰ τῶν μειζόνων δακρύσετε οὔτε ἡμᾶς μέμψεσθε
20ὡς ταῦτα μὴ θεραπεύοντας. ἀλλ’ ἕκαστος ἐγγύθεν ὀρῶν τὴν ἐφ’ οἷς ἂν ζημιωθείη τυχὸν ἢ βλαβείη ποι‐ νήν, καὶ ταύτην θεραπευομένην βλέπων τὸν μέγαν τε καὶ ἀγαθὸν ἀνυμνήσει θεὸν τὸν ταῦτα ἡμῖν νομο‐ θετῆσαι καλῶς τε καὶ δικαίως ἐλλάμψαντα. Ἔστω
25δὲ ποινὴ τοῖς ταῦτα ἁμαρτάνουσιν ἢ προϊεμένοις ἄρ‐ χουσιν ἥ τε τῆς ἀρχῆς ἔκπτωσις καὶ decem librarum auri ζημία. 〈Ἐπίλογος.〉 Οἱ τοίνυν ἐνδοξότατοι ἔπαρχοι τῶν ἱερῶν ἡμῶν πραιτωρίων οἱ πανταχόσε τῆς ὑπηκόου
30καθεστῶτες τὸν νόμον τοῦτον γινώσκοντες προθή‐ σουσιν ἐν ταῖς ὑπ’ αὐτοὺς διοικήσεσιν, ἐπί τε Ἰταλίας ἁπάσης ἐπί τε Λιβύης ἐπί τε τῶν νήσων ἐπί τε τῆς Ἑῴας καὶ ὅσον ἐν Ἰλλυριοῖς ἐστι. καὶ εἴσονται πάν‐ τες, ὅπως αὐτῶν κηδόμεθα τῷ τοσαῦτα ἡμῖν παρα‐
35σχόντι θεῷ προσάγοντες τὸν νόμον, ὃς μεγάλην ἡμῖν τὴν ὑπὲρ ἑαυτῶν ἀπολογίαν δώσει τοιαῦτα προφάσει
τῆς τῶν ὑπηκόων σωτηρίας νομοθετήσασι.

355

(1t)

Ο
2tΠΕΡΙ ΒΟΥΛΕΥΤΩΝ
3tΩΣΤΕ ΑΥΤΟΥΣ ΤΟΤΕ
4tΤΙΜΗΣ PRAEFECTORIΑΣ ΕΠΙΛΑ‐
5tΒΟΜΕΝΟΥΣ ΕΛΕΥΘΕΡΟΥΣΘΑΙ
6tΒΟΥΛΗΣ ΟΤΕ ΕΜΠΡΑΚΤΟΝ
7tΤΑΥΤΗΝ ΛΑΒΟΙΕΝ.
9tὉ αὐτὸς βασιλεὺς Ἰωάννῃ τῷ ἐνδοξοτάτῳ ἐπάρχῳ τῶν
10tἀνατολικῶν πραιτωρίων τὸ βʹ, ἀπὸ ὑπάτων 〈ὑπάτῳ〉
11tὀρδιναρίῳ καὶ πατρικίῳ.
12Προοίμιον.〉 Πολλὰ τῶν ἤδη νομοθετηθέντων καταρρᾳθυμηθέντα τε καὶ οὐ ῥᾳδίως πολιτευσάμενα παντελῶς ἔδοξεν ἀνομοθέτητα καθεστάναι. ἴσμεν γὰρ
15ὡς τὸ ἀρχαῖον ἦν τινος ἐπαρχότητος σχῆμα, ἣν ὁνορα‐ ρίαν ἐκάλουν, κωδικίλλων ἐκ τῆς βασιλείας ἐπ’ αὐτῇ παρεχομένων· ταύτην δὲ οὕτως ὠνόμαζον ὡς οὐδε‐ νὸς ἑτέρου πλὴν ἢ ψιλῆς τιμῆς τοῖς ταύτης ἠξιωμένοις παρεχομένης, ἥτις τοὺς βουλευτὰς οὐκ ἀπήλαττε τύχης
20βουλευτικῆς, εἰ μή τις αὐτὴν ἐν αὐτῷ τῷ ἔργῳ διῳ‐ κήσατο. καὶ ὥσπερ ἐπὶ τῶν ἐνδοξοτάτων στρατηλα‐ τῶν ὁρῶμεν, ὡς οὐκ ἄν τις οὐδὲ ἐκ στρατηγίας ἀπαλλαγείη τύχης βουλευτικῆς, εἰ μὴ ταύτην ἔργῳ πράξειε (καὶ γὰρ δὴ καὶ τὰς στρατηλασίας praefecto‐
25riας εἶναι οἱ ἡμέτεροι λέγουσι νόμοι, οἱ δὲ ψιλοὶ τῆς στρατηλασίας κωδίκιλλοι μόνην παρέχουσιν ἀξίαν τύ‐ χης οὐκ ἐλευθεροῦντες), οὕτω καὶ ἐπ’ αὐτῆς τῆς ἐπ‐ αρχότητος, εἰ μέλλοι τις ἐλεύθερος τοιαύτης γίνεσθαι τύχης, ἀνάγκη τοῦτον αὐτῇ τῇ ἀρχῇ παραγγείλαντα
30τῶν τῆς βουλῆς δεσμῶν παρ’ ἐκείνης ἐκλυθῆναι. Ἀνανεούμενοι τοίνυν τὸν τοιοῦτον νόμον θεσπί‐
ζομεν, εἴποτε δόξειε τῇ βασιλείᾳ τιμῆσαι βουλευτήν,

356

εἰ μὲν ὥστε καὶ ἀπαλλάξαι τῆς τύχης, διδόναι αὐτῷ σύμβολα τῆς ἀρχῆς καὶ παρασκευάζειν αὐτὸν ἐπὶ τῶν τοιούτων γινόμενον θράνων, ἢ τῆς πολιαρχίας τῆς ἐν τῇ πρεσβυτέρᾳ Ῥώμῃ καὶ τῇ νέᾳ δὴ ταύτῃ τῇ καθ’
5ἡμᾶς, εὔτε ἐπὶ τῶν πραιτωριανῶν βημάτων τῶν τε τῆς Ἑῴας τῶν τε τῆς Ἑσπέρας τῶν τε Λιβύης καὶ μὴν καὶ τῶν ἐπὶ τῆς Ἰλλυρίδος, οὕσπερ ἅπαντας ὑφ’ ἡμᾶς πεποίηκεν ὁ θεός, καὶ οὕτω τῆς ἐλευθερίας ἀπο‐ λαῦσαι, ὥστε μεγάλης αὐτοὺς ἠξιωμένους τιμῆς, ἀπήνῃ
10τε ἐποχουμένους καὶ βοώντων κηρύκων ἀκούοντας καὶ πρός γε τῶν δικαστικῶν ἐπιβαίνοντας θρόνων, τῆς τοιαύτης τύχης ἐλευθέρους καθεστάναι. Εἰ δὲ μόνης αὐτοῖς μεταδοῦναι βουληθείη τιμῆς, ποιεῖσθαι μὲν κωδικίλλους καὶ τούτους ἐπιδιδόναι, τοσοῦτον δὲ
15ἰσχύειν τὴν τοιαύτην τοῦ βασιλέως δόσιν, ὥστε αὐ‐ τὸν τετιμημένον μὲν καὶ τῆς μεγάλης βουλῆς μέρος εἶναι δοκεῖν, οὐ μὴν οὔτε τῆς ἐπιχωρίου βουλῆς οὔτε τοῦ κατ’ αὐτὴν λευκώματος ἀπαλλάττεσθαι, ἀλλὰ μέ‐ νειν ἐπὶ τῆς ἀρχαίας τύχης μόνην κερδάναντα τὴν τι‐
20μὴν καὶ οὕτω χάριν εἰδότα θεῷ τε καὶ βασιλείᾳ, ὅτι μετέστησεν αὐτὸν ἐπὶ τὰ καλλίω τῆς ἔμπροσθεν χθα‐ μαλότητος ἀπαλλάξασα. καὶ ἔστω καὶ τοῦτο προσ‐ θήκη τῶν βασιλικῶν γερῶν οὔτε τὸ δημόσιον ἐλατ‐ τοῦσα οὔτε τύχης οὐδὲ τῶν συνήθων αὐτῇ λειτουργη‐
25μάτων ἀπαλλάττουσα τὸν βουλευτήν, καὶ τῷ ταύτης ἠξιωμένῳ τὴν τότε παροῦσαν αὔξουσα τιμὴν καὶ ἀπο‐ φαίνουσα σεμνότερον καὶ τῶν ἄλλων βουλευτῶν κατὰ τὴν ἀξίαν προὔχοντα μόνην. 〈Ἐπίλογοσ〉 Τὰ τοίνυν παραστάντα ἡμῖν ἡ σὴ
30ὑπεροχὴ φυλάττειν σπευσάτω, εἰδυῖα ὡς οὔτε τοὺς βουλευτὰς ἠλαττώσαμεν καὶ σεμνοτέρους αὐτοὺς τοῖς ὅλοις ἀπεφήναμεν· ὥστε εἴσονται ταῦτα αἱ πόλεις διὰ κηρυγμάτων τῶν σῶν, ὥστε τοὺς ἐν αὐταῖς βουλευτὰς ταῦτα γινώσκοντας τὴν ἡμετέραν εἰκότως εὐφημεῖν
35βασιλείαν.

357

(1t)

ΟΑ
2tΩΣΤΕ ΤΟΥΣ ΙΛΛΟΥΣΤΡΙΟΥΣ ΕΝ ΤΟΙΣ ΧΡΗ‐
3tΜΑΤΙΚΟΙΣ ΔΙ’ ΕΝΤΟΛΕΩΝ ΠΑΝΤΩΣ ΛΕΓΕΙΝ
4tΤΑΣ ΔΙΚΑΣ ΚΑΙ ΕΠΙ ΤΗΣ INIURIARUM ΔΕ
5ΕΓΚΛΗΜΑΤΙΚΩΣ ΚΑΤΑ ΤΟ ΔΕΔΟΜΕΝΟΝ
6tΑΥΤΟΙΣ ΠΡΟΝΟΜΙΟΝ· ΤΟΙΣ ΔΕ ΛΑΜΠΡΟ‐
7tΤΑΤΟΙΣ ΕΞΕΙΝΑΙ ΚΑΙ ΔΙ’ ΕΑΥΤΩΝ ΚΑΙ
8tΔΙ’ ΕΝΤΟΛΕΩΝ ΛΕΓΕΙΝ ΤΑΣ ΧΡΗΜΑΤΙΚΑΣ
9tΔΙΚΑΣ.
10tὉ αὐτὸς βασιλεὺς Ἰωάννῃ τῷ ἐνδοξοτάτῳ ἐπάρχῳ τῶν
11tἀνατολικῶν πραιτωρίων τὸ βʹ, ἀπὸ ὑπάτων ὑπάτῳ
12tὀρδιναρίῳ καὶ πατρικίῳ.
13 〈Προοίμιον.〉 Ὁπόσα προΐασι μὲν δῆθεν τιμῆς ἕνεκεν καὶ σχήματος κρείττονος, τὸ δὲ ἐντεῦθεν ἐκ‐
15βαῖνον οὐ τιμήν, ἀλλ’ ἴσως τινὰ καὶ ζημίαν ἐπάγει, ταῦτα καλῶς ἔχειν ἡγούμεθα βραχεῖ θεραπεῦσαι νόμῳ. εἴρηται γάρ τισι τῶν διατάξεων, ὥστε μηδενὶ τῶν λαμπροτάτων ἐξεῖναι δι’ ἑαυτοῦ δίκην ἀγωνίζεσθαι, δι’ ἐντολέων δὲ πάντως. Ἀλλὰ τοῦτο μὲν ἡ παλαιό‐
20της ἐπὶ τῇ τῶν ἀξιωμάτων ἔγραψε τιμῇ, πολλοὺς δὲ ὁρῶμεν ἀξιῶν μὲν τυχόντας καὶ τοῖς λαμπροτάτοις ἐγγεγραμμένους ἢ κόμησιν ἢ τριβούνοις ἢ εἴ τινες ἄλ‐ λοι καθεστᾶσι τοιοῦτοι, οὐσίας δὲ μετρίας κυρίους, ὥστε παντελῶς μὴ ἰσχύειν πρὸς ἐντολέως προβολὴν
25καὶ τὴν διὰ τοῦτο δαπάνην. Θεσπίζομεν τοίνυν, ἄχρι μὲν τῶν μεγαλοπρεπεστά‐ των ἰλλουστρίων τοῦτο κρατεῖν, καὶ πάντως αὐτοὺς δι’ ἐντολέως τὰς χρηματικὰς ἀγωνίζεσθαι δίκας, καὶ μὴν καὶ τὴν iniuriarum δι’ ἐντολέως κατὰ τὸν ἐγκλη‐
30ματικὸν τρόπον κινεῖν κατὰ τὸ δεδομένον αὐτοῖς ἐπὶ ταύτης προνόμιον, ὥστε μὴ ἀναγκάζεσθαι ἢ συγκα‐
θῆσθαι τοῖς ἄρχουσιν ἐν ᾧ δικάζουσιν ἢ παρεστάναι

358

πάλιν οἷα δικαζομένους· ἑκατέρωθεν γὰρ τὸ πρᾶγμά ἐστιν ἐπισφαλές, ἢ τῶν ἀξιωμάτων ὑβριζομένων ἢ τοῦ δικαστικοῦ σχήματος ἀναξίως προϊόντος. ἐπεί‐ τοιγε μετὰ τοὺς μεγαλοπρεπεστάτους ἰλλουστρίους ἅπα‐
5σιν ἄδεια ἔστω βουλομένοις καὶ ἐντολεῖς προβάλλεσθαι καὶ δι’ ἑαυτῶν ἀγωνίζεσθαι, οὐδεμιᾶς ἐντεῦθεν οὔτε κωλύσεως οὔτε ζημίας οὔτε ποινῆς παρὰ τοῦτο ἐπ‐ αγομένης αὐτοῖς. 〈Ἐπίλογος.〉 Ἡ τοίνυν σὴ ὑπεροχὴ τὰ παραστάντα
10ἡμῖν καὶ διὰ τοῦδε τοῦ θείου δηλούμενα νόμου ἅπασι ποιησάτω φανερὰ τὰ συνειθισμένα ἐπὶ τούτοις πράτ‐ τουσα.
14tΟΒ
15ΠΕΡΙ ΚΟΥΡΑΤΟΡΩΝ ΚΑΙ ΚΗΔΕΜΟΝΩΝ
16tΚΑΙ ΤΗΣ ΤΩΝ ΝΕΩΝ ΦΡΟΝΤΙΔΟΣ.
29tὉ αὐτὸς βασιλεὺς Ἰωάννῃ τῷ ἐνδοξοτάτῳ ἐπάρχῳ τῶν
30tἀνατολικῶν πραιτωρίων τὸ βʹ, ἀπὸ ὑπάτων ὑπάτῳ
31tὀρδιναρίῳ καὶ πατρικίῳ.
32 〈Προοίμιον.〉 Πάντα μὲν τῷ νομοθέτῃ τὰ τῆς πο‐ λιτείας ἐν μεγάλῃ φροντίδι καθέστηκεν, ὅπως ἂν ἄριστα ἔχοι καὶ ἁμαρτάνοιτο μηδέν· διαφερόντως δὲ
35τὰ συμβόλαια τῶν νέων καὶ ἡ περὶ αὐτοὺς φροντὶς πρᾶγμά ἐστι περισπούδαστον τοῖς τοῦ νομοθετεῖν παρὰ
θεοῦ τὴν ἐξουσίαν λαβοῦσι, φαμὲν δὴ τῷ βασιλεύοντι.

359

πολλῶν γοῦν ἠκούσαμεν δικῶν, ἔνθα οἱ θαυμαστοὶ κηδεμόνες ἐκχωροῦνται κατὰ τῶν νέων, εἴτε ἀνήβων εἴτε ἐφήβων μὲν ἐπὶ δὲ τῆς δευτέρας ἡλικίας ὄντων, καὶ εὐθὺς κύριοι τῆς ἐκείνων γίνονται περιουσίας, ἢ τὰ
5οὐκ ὄντα ἴσως ὑπεισιόντες χρέα ἢ ὀλίγου τιμήματος ἐκχωρούμενοι τὰ πανταχόθεν σαθρά, ἢ καὶ ἀποκρύ‐ πτοντες ἀποδείξεις τῶν χρεῶν οὔσας ἐν τοῖς τῶν νέων πράγμασι, καὶ οὕτω τὰς ἐκχωρήσεις λαμβάνοντες καὶ κατὰ πολλὰς ἄλλας προφάσεις (τί δὲ οὐκ 〈ἂν〉 ἄνθρω‐
10πος πρὸς κακίαν ἅπαξ ἐκκλίνας ἐξεύροι;) τὰ τῶν νέων οἰκειοῦνται πράγματα.
13 Ταῦτα ἅπαντα νόμῳ διορθῶσαι βουλόμεθα, καὶ πρός γε ἐκεῖνο τὸ εἴ τις ὑπεύθυνον ἔχοι τὸν νέον ἢ
15τὰ αὐτοῦ πράγματα, τοῦτον μηδὲ παριέναι παντελῶς εἰς τὴν αὐτοῦ κηδεμονίαν, κἂν εἰ παρὰ τῶν νόμων καλοῖτο. τί γὰρ ἂν οὐ πράξειεν ὑπὲρ ἑαυτοῦ κύριος αὐτοῦ τε ὢν καὶ τῶν τοῦ ἀντιδίκου πραγμάτων γι‐ νόμενος; διὰ ταῦτα γὰρ κἀκεῖνο νομοθετοῦμεν ὥστε,
20εἰ προφανέστατα δῆλός ἐστιν ὁ γινόμενος κηδεμὼν αὐτὸς ὑπεύθυνος ὢν τοῖς τοῦ νέου δικαίοις, οὐδὲ ἐκεῖνος κηδεμὼν ἔσται, μή ποτε ἢ γραμματεῖον ἐκκλέ‐ ψειεν ἢ ἄλλας ἀποδείξεις οὔσας ἀφανίσειε τῷ νέῳ καὶ ἡ κηδεμονία γένοιτο τούτῳ τῶν οἰκείων πραγμά‐
25των ὄλεθρος· τοῦτο γοῦν ἀσφαλεῖ καταδεδέσθω νόμῳ τὸ μηδένα τῶν ὑπεύθυνα λεγόντων ἔχειν τὰ πράγ‐ ματα τοῦ τελευτήσαντος καὶ τὸν νέον αὐτὸν καὶ τὰ τούτου πράγματα ἢ καὶ περιφανῶς ὑπεύθυνον ὄντα παριέναι πρὸς τὴν κηδεμονίαν τὴν αὐτοῦ μηδὲ ἔχειν
30παρρησίαν τοιοῦτό τι πράττειν. Καὶ τὸ καθόλου εἴ τις ἤδη τῆς κηδεμονίας ἐχόμενος ὑπεύθυνον αὑτῷ κτήσαιτο τὸν νέον, κλήρου τυχὸν εἰς αὐτὸν κατενεχθέντος τινὸς ὃς ὑπεύθυνον εἶχε τὸν νέον ἢ ἄλλης τοιαύτης προφάσεως, μηκέτι μόνον αὐ‐
35τὸν εἶναι πιστὸν πρὸς τὴν τῶν ἀνήβων ἢ τῶν νέων κηδεμονίαν, ἀλλὰ παραζεύγνυσθαι ἐπίτροπον ἕτερον ἢ κηδεμόνα (τοῦτο ὅπερ ἐν πολλοῖς θέμασι τῶν νό‐
μων εὑρίσκομεν), ὥστε φυλάττειν ἐκεῖνον μή τι γένη‐

360

ται κατὰ τοῦ νέου ἢ τῆς αὐτοῦ περιουσίας παρὰ τοῦ κτησαμένου τοῦτον ὑπεύθυνον ἐν μέσῳ κακούργημα· ἀλλ’ αὐτὸ τοῦτο παρατηροίη, ὅρκον τε ὀμνὺς ἐπὶ τῇ χειροτονίᾳ ὡς τοῦτο φυλάξει, καὶ τὴν ἐκ τῆς πρὸς τὸν
5συγκηδεμόνα προδοσίας ποινὴν εὐλαβούμενος. Ἵνα δὲ μὴ δῶμεν παραίτησιν πᾶσιν ἀνθρώποις ἐπι‐ τροπῆς ἢ κηδεμονίας, εἰ λέγοιεν ὡς ὑπεύθυνα ἔχουσι τὰ πράγματα τῶν νέων ἢ περιφανῶς ὑπεύθυνοι καθ‐ εστᾶσι, θεσπίζομεν, εἴ τις φήσειεν ὑπεύθυνον ἔχειν
10τὸν νέον ἢ τὰ αὐτοῦ πράγματα ἢ τοὺς τοῦ νέου γο‐ νεῖς, ἐντεῦθεν δεικνύναι τοῦτο παρὰ τὸν τῆς παραι‐ τήσεως καιρὸν ὑπὸ τῷ διδόντι τὸν κηδεμόνα καὶ ἀπηλλάχθαι, ἢ εἴπερ ἄδηλον εἴη τοῦτο, ὅρκον πρὸς τῶν ἁγίων λογίων ὑπέχειν ὡς ταῖς ἀληθείαις ὑπεύ‐
15θυνον αὐτὸν ἔχειν πεπιστευκὼς παραιτεῖται· καὶ εἰ τοῦτο γένοιτο, τῆς ἐπιτροπῆς μὴ προσάπτεσθαι μηδὲ τῆς κηδεμονίας, ἀλλ’ ὡς πορρωτάτω τοῦτον ἀπελαύ‐ νεσθαι τοῦ πράγματος, ἵνα μὴ αὐτόθεν πολέμιον ἀλλ’ οὐ κηδεμόνα δῶμεν τῷ νέῳ.
20 Εἰ δὲ σιγήσειε τὴν ἀρχὴν τοῦτο καὶ γένοιτο κηδε‐ μών, ἴστω πάσης ἀγωγῆς κατὰ τοῦ νέου, εἰ καὶ ἀλη‐ θὴς ἦν, ἐκπεσούμενος διὰ τὴν ἐξεπίτηδες πρὸς τὸν νόμον τοῦτον παραπροσποίησιν. Εἰ δὲ καί τις περι‐ φανῶς ὑπεύθυνος ὢν σιγήσειεν, ἴστω καὶ οὗτος ὡς
25ὑφέξει ποινὴν τὸ μὴ δύνασθαι καταβολαῖς ἢ ἄλλαις λύσεσι τοῦ χρέους ἑαυτὸν ἐκβάλλειν ἴσως ἐν τῷ καιρῷ τῆς κηδεμονίας τετεχνασμέναις. Εἰ δέ τις ὡς εἴρηται γενόμενος κηδεμὼν εἶτα περι‐ εργάζοιτο τὰ τοῦ νέου πράγματα καὶ ἐκχωρήσεις εἰς
30ἑαυτὸν ἢ κατὰ δωρεὰν ἢ κατὰ πρᾶσιν ἢ καθ’ ἕτερον οἱονδήποτε τρόπον πράττοι, ἴστω παντοίως ἄκυρον εἶναι τὸ παρ’ αὐτοῦ γινόμενον, καὶ μήτε δι’ ἑαυτοῦ μήτε διὰ παρεντιθεμένου προσώπου τοιοῦτό τι πράτ‐ τεσθαι, ἀλλὰ πανταχόθεν ἀνίσχυρα τὰ τοιαῦτα γίνε‐
35σθαι ὡσανεὶ μηδὲ τὴν ἀρχὴν γενόμενα. πρόδηλον γὰρ ὡς, εἴπερ εἰς τοιαύτην ἔννοιαν ἐμπέσοι, πάντα πράξει καὶ διοικήσει πρὸς ὄλεθρον μὲν τῆς ἑαυτοῦ
ψυχῆς, τῶν δὲ φαινομένων αὐτοῦ πραγμάτων δῆθεν

361

ὠφέλειαν. Καὶ οὐ μόνον ἔως ᾖ κηδεμὼν εἴργο‐ μεν αὐτὸν τῆς τοιαύτης ἐκχωρήσεως, ἀλλὰ καὶ μετὰ ταῦτα, μή ποτε τοῦτο ἐννοήσας ταμιεύσηται τὸ πρᾶγμα, καὶ προκαταστήσας αὐτὸ κακῶς ἔπειτα. ἐπειδὰν τῆς
5κηδεμονίας παύσαιτο καὶ λάθοι τὸ κακουργηθέν, ἴσως τηνικαῦτα οὐκ ἔτι κηδεμὼν ὢν τήν τε ἐκχώρησιν λά‐ βοι καὶ τὸ πρᾶγμα κακουργήσειε, καὶ τηνικαῦτα γὰρ ἄκυρον εἶναι βουλόμεθα τὸ γινόμενον, καὶ μὴ δύνα‐ σθαι μηδεμίαν ἀγωγὴν κρατεῖν κατὰ τοῦ πρώην κηδε‐
10μονευθέντος ἐκχωρουμένην, ἀλλ’ ἀντὶ μηδὲ γεγονότος εἶναι, καὶ κέρδος γίνεσθαι τῷ νέῳ, κἂν εἰ τὰ τῶν ἐκχωρήσεων ἐπ’ ἀληθέσιν αἰτίαις γένοιτο· οὐχ ὥστε ἐπανελθεῖν πάλιν ἐπὶ τὸν ἐκχωρήσαντα ὡς μηδενὸς δῆθεν ἐν μέσῳ παρὰ τὸν νόμον δοκοῦντος γεγενῆσθαι,
15ἀλλ’ ὥστε ἐκπίπτειν αὐτὸν τῶν ἐκεῖθεν κτηθέντων διὰ τὴν παράβασιν τοῦ ἡμετέρου νόμον, καὶ ταῦτα τὸν νέον κερδαίνειν. εἰ γὰρ μὴ ταύτην ἐπιθείημεν τὴν ποινήν, ῥᾴδια τὰ τῆς κακουργίας ἔσται, καὶ τὸν ἐκχωρήσαντα παρασκευάσει πάλιν κινῆσαι, καὶ διὰ τοῦ
20μέσου τὰ τῆς ἐκχωρήσεως λήψεται, τὸν νόμον διὰ τῆς ἑαυτοῦ κακουργίας κατασοφισάμενος. Καὶ ταῦτά φα‐ μεν ἐπὶ κηδεμόνος παντὸς ἐφ’ ὧν ὅλως κηδεμονίας τινῶν εἰσάγουσιν οἱ νόμοι, ἀσώτων τυχὸν ἢ μαινο‐ μένων ἢ παραφρονούντων ἢ εἴ τι ἕτερον ὁ νόμος
25εἶπεν ἤδη ἢ καί τι παράδοξον ἡ φύσις ἐξεύροι. Ἐπειδὴ δὲ ὁρῶμεν τοὺς κηδεμόνας ὅσοι θεοῦ μνή‐ μην ἔχουσι πρὸς κηδεμονίας δυσκόλως ἰόντας (τοῖς γὰρ πολλοῖς ὅσοι βούλονται τὰ τῶν κηδεμονευομένων ἀσεβῶς εἰς ἑαυτοὺς τρέψαι τὸ πρᾶγμα ἐράσμιόν τε
30καὶ ἐπίδρομόν ἐστιν), ὁρῶμεν δὲ μάλιστα τὸ τῶν κηδε‐ μόνων δύσκολον εἶναι πρᾶγμα διὰ τὴν τῶν δανεισμά‐ των ἀνάγκην, θεσπίζομεν μηδεμίαν ἀνάγκην ἐκ νό‐ μου καθεστάναι τοῖς κηδεμόσι τὰ τῶν νέων χρήματα δανείζειν, ἀλλ’ ἀσφαλῶς ἀποτίθεσθαι καὶ φυλάττειν
35αὐτοῖς, κάλλιον ὂν τὴν ἐπὶ τοῖς ἀρχαίοις αὐτοῖς ἀσφά‐ λειαν μένειν ἢ τῇ τῶν τόκων ἐφέσει καὶ τῶν ἀρχαίων ἐκπεσεῖν, καὶ κινδυνεύειν μὲν τὸν κηδεμόνα εἰ μὴ δα‐ νείσαι, αὖθις δὲ εἰ δανείσαι κινδυνεύειν, ἀποτυχίας ἴσως ἐπὶ τοῖς χρέεσι γινομένης. εἰ μέντοι αὐτὸς ἑκὼν
40δανεῖσαι βουληθείη, ἴσως ἐπὶ δόσει ἐνεχύρων ἢ ἐπ’
ἄλλαις ταῖς αὐτῷ νομιζομέναις ἀναμφισβητήτοις ἀσφα‐

362

λείαις, τηνικαῦτα ἐχέτω μὲν τὸ τῶν δύω μηνῶν καθ’ ἕκαστον ἔτος ἐνδόσιμον (τοῦτο ὅπερ οἱ νόμοι laxa‐ mentον καλοῦσιν), ἴστω δὲ τὸν τοῦ δανείσματος κίν‐ δυνον ἐφ’ ἑαυτὸν πάντως ἐλευσόμενον.
5 Εἰ μὲν οὖν ἔχοι προσόδους αὐτάρκεις ὁ κηδεμονευό‐ μενος, ταύτας δαπανάτω, εἰ δὲ πλείους εἰσὶ τῶν αὐ‐ τάρκων, τὸ πλεῖον ἀποτιθέσθω. Εἰ δὲ κινητὴ πολ‐ λάκις ἡ τοῦ κηδεμονευομένου περιουσία τυγχάνει, τηνι‐ καῦτα ἐκεῖνο μόνον δανείζειν ὁ κηδεμὼν ἀναγκαζέσθω
10ὅσον πρὸς τὴν διοίκησιν ἀρκεῖ τῳ νέῳ [καὶ] τῶν αὐτοῦ πραγμάτων, τὸ δὲ περιττὸν ἀσφαλῶς ἀποτιθέσθω. Ἐξέσται δὲ αὐτῷ σὺν ἀκριβείᾳ πάσῃ περιεργάζεσθαι, εἴ τινα ὡς εἰκὸς εὑρεῖν ἀσφαλῶς δυνηθείη πρόσοδον ὠνήσασθαι τῷ νέῳ ἐκ τῶν περιττευόντων χρημάτων
15ὀλίγων μὲν δημοσίων φόρων ὑπεύθυνον, πρατῆρα δὲ ἔχουσαν εὔπορον καὶ εὐθαλῆ τὴν πρόσοδον οὖσαν. δίδο‐ μεν γὰρ αὐτῷ παρρησίαν καὶ τοῦτο πράττειν. ἐπι‐ σταμένῳ ὡς εἴ τινος τούτων ἀμελήσειεν, ὁ τῆς ἀγορα‐ σίας ταύτης αὐτὸν ὄψεται κίνδυνος.
20 Εἰ δὲ τοσοῦτον μόνον εἴη τὸ τοῦ νέου χρυσίον, ὁπόσου τόκος μόλις αὐτόν τε καὶ τοὺς αὐτοῦ τρέφειν καὶ τὴν ἄλλην αὐτῷ παρέχειν τοῦ βίου διοίκησιν ἀρκεῖ, τηνικαῦτα ὁ τῆς ἀνάγκης λόγος ἡμᾶς καὶ πρὸς τοῦτο καλεῖ, τῶν κηδεμόνων ἀφορώντων εἰς θεὸν καὶ
25οὕτω ποιουμένων τὰς διοικήσεις ὡς ἂν ἐπὶ τοῖς ἑαυ‐ τῶν πράγμασι. καὶ γὰρ βουλόμεθα, ἡνίκα κατασταίη ψῆφος παραδιδοῦσα τὴν κηδεμονίαν τῷ πρὸς ταύτην παριόντι, καὶ ὅρκον αὐτῷ προσεπιτιθέναι τῶν θείων ἁπτομένῳ λογίων, ὡς διὰ πάσης ἰὼν ὀδοῦ τὸ συμφέ‐
30ρον τῷ νέῳ πράξει. ὅπερ οὐκ ἐξαιρήσει τῶν λογισ‐ μῶν αὐτὸν οὐδὲ τῆς τοῦ νόμου τάξεως, ἀλλ’ ἀσφα‐ λέστερόν γε ποιήσει πρὸς τὴν τῶν πραγμάτων διοίκη‐ σιν, εὐλαβέστερον ἀεὶ περὶ αὐτὰ διὰ τὴν τοῦ ὅρκου μνήμην γινόμενον. Οὗτος ἡμῖν ὁ νόμος ὑπὲρ ἀσφαλείας
35κείσθω τῶν κηδεμονίας δεομένων· εἰ δέ τι καὶ ἕτερον προσεξεύροιμεν, οὐδὲ τοῦτο νόμῳ περιλαβεῖν ὀκνήσο‐ μεν, ἵνα διὰ πάντων πατέρες τοῖς ἑαυτοῖς βοηθεῖν
οὐ δυναμένοις γενώμεθα.

363

Ἐπίλογος.〉 Ἡ τοίνυν σὴ ὑπεροχὴ τὰ παραστάντα ἡμῖν κηρύγμασι κατὰ τὰς ἐπαρχίας αἷς ἐφέστηκας χρω‐ μένη πᾶσι ποιησάτω φανερά, ὥστε μηδένα λαθεῖν τὰ παρ’ ἡμῶν εὐσεβῶς τε καὶ ὑπὲρ τῆς τῶν ὑπηκόων
5προνοίας νενομοθετημένα.
7tΟΓ
8tΠΕΡΙ ΤΟΥ ΠΩΣ ΧΡΗ ΕΠΙΤΙΘΕΣΘΑΙ
9tΤΟ ΠΙΣΤΟΝ ΤΟΙΣ ΠΑΡΑ ΔΙΚΑΣΤΑΙΣ ΕΜ‐
10tΦΑΝΙΖΟΜΕΝΟΙΣ ΣΥΜΒΟΛΑΙΟΙΣ.
23tὉ αὐτὸς βασιλεὺς Ἰωάννῃ τῷ ἐνδοξοτάτῳ ἐπάρχῳ
24tτῶν ἱερῶν πραιτωρίων τὸ βʹ, ἀπὸ ὑπάτων 〈ὑπάτῳ
25tὀρδιναρίῳ〉 καὶ πατρικίῳ.
26 〈Προοίμιον.〉 Ἴσμεν τοὺς ἡμετέρους νόμους οἷ βούλονται καὶ ἐκ τῆς παραθέσεως τῶν γραμμάτων τὰς πίστεις δίδοσθαι τοῖς συμβολαίοις, καὶ ὅτι τινὲς τῶν αὐτοκρατόρων, ἐπιπολασάσης ἤδη τῆς κακίας
30τοῖς νοθεύουσι τὰ συμβόλαια, τὰ τοιαῦτα ἐκώλυον, ἓν ἐκεῖνο σπούδασμα τοῖς παραποιοῦσιν εἶναι πιστεύοντες τὸ πρὸς τὴν μίμησιν τῶν γραμμάτων ἑαυτοὺς ὅτι μά‐ λιστα ἐγγυμνάζειν, διότι μηδὲν ἕτερόν ἐστι παρα‐
ποίησις εἰ μὴ τῶν ἀληθῶν μίμησις. ἐπειδὴ τοίνυν

364

ἐν τούτοις δὴ τοῖς χρόνοις μυρίας εὕρομεν παραποιή‐ σεις ἐν δίκαις πολλαῖς ὧν ἠκροασάμεθα, καί τι παρά‐ δοξον ἡμῖν ἐξ Ἀρμενίας ἀνέστη. προκομισθέντος γὰρ ἀμείψεως συμβολαίου καὶ τῶν γραμμάτων ἀνομοίων
5κριθέντων, ὕστερον ἐπείπερ εὑρέθησαν οἱ τῷ συμβο‐ λαίῳ μαρτυρήσαντες καὶ γράμματα ὑποθέντες καὶ ταῦτα ἐπιγνόντες, πίστιν ἐδέξατο τὸ συμβόλαιον καί τι παράδοξον ἐντεῦθεν ἀπήντησεν, ὅτι τὰ μὲν γράμματα ἄπιστα ὤφθη καίτοιγε ἐξετασθέντα, τὰ δὲ
10παρὰ τῶν μαρτύρων ἀπήντησεν σὺν ἀληθείᾳ, καὶ ταῦτα τῆς παρὰ τῶν μαρτύρων πίστεως δοκούσης εἶναί πως ἐπισφαλοῦς. ὁρῶμεν μέντοι τὴν φύσιν αὐ‐ τῆς πολλάκις δεομένην τῆς τοῦ πράγματος ἐξετάσεως, ὅπου γε τὴν τῶν γραμμάτων ἀνομοιότητα πολλάκις
15μὲν χρόνος ποιεῖ (οὐ γὰρ ἂν οὕτω γράψειέ τις νεάζων καὶ σφριγῶν καὶ γεγηρακὼς καὶ ἴσως καὶ τρέμων), πολλάκις δὲ κἂν νόσος τοῦτο ποιήσεις. καίτοι τί ταῦτά φαμεν, ὅπου γε καλάμου τε καὶ μέλανος ἐναλ‐ λαγὴ τὸ τῆς ὁμοιότητος διὰ πάντων ἀκραιφνὲς ἀφεί‐
20λετο; καὶ οὐκ ἂν εὕροιμεν ἐφεξῆς εἰπεῖν, ὁπόσα ἡ φύσις τίκτουσα καινουργεῖ τοῖς νομοθέταις ἡμῖν παρ‐ έχουσα πράγματα. Ἐπειδὴ τοίνυν βασιλείαν διὰ τοῦτο ὁ θεὸς ἐξ οὐρανοῦ καθῆκεν, ἵνα τοῖς δυσκόλοις ἐπιτίθησι τὰ παρ’ ἑαυτῆς ἀγαθὰ καὶ τοὺς νόμους ἁρ‐
25μόζῃ πρὸς τὴν τῆς φύσεως ποικιλίαν, διὰ τοῦτο ᾠήθη‐ μεν χρῆναι καὶ τοῦτον γράψαι τὸν νόμον καὶ δοῦναι ἐν κοινῷ τοῖς ὑπηκόοις ὁπόσους ἡμῖν ὁ θεὸς πρότε‐ ρόν τε παρέδωκε καὶ κατὰ μικρὸν ἀεὶ προστίθησι. καὶ γάρ τι καὶ περὶ παρακαταθήκης ἐκ γραμμάτων ἀμ‐
30φισβητηθέν τε καὶ στασιασθὲν εὕρομεν, καὶ δεῖ καὶ τούτων πᾶσαν ποιήσασθαι πρόνοιαν. τοιγαροῦν εὐθὺς ἡμῖν ἐκ τῆς παρακαταθήκης ἀρκτέον. Εἴ τις τοίνυν ἀσφαλῶς παρακαταθέσθαι βούλεται, μὴ μόνοις πιστευέτω τοῖς τοῦ λαμβάνοντος γράμμασι
35(τοῦτο ὅπερ ἐν τῇ δίκῃ ζητηθέν, ἐπειδήπερ οὐ συν‐ ωμολόγησεν ὁ γεγραφέναι λεγόμενος αὐτοῦ καθεστά‐ ναι τὰ γράμματα, μεγάλην ἔσχε ταραχήν, καὶ γράψαι
ἕτερα καταναγκασθέντος, ἅπερ ἔδοξε παρόμοια μὲν

365

οὐ μὴν διὰ πάντων παρεοικότα, καὶ τό γε ἐπὶ τοῖς γράμμασιν ἀκρίτου τοῦ πράγματος μεμενηκότος), ἀλλὰ τὴν παρακαταθήκην διδοὺς προσκαλείσθω καὶ μάρ‐ τυρας ὡς οἷόν τε σεμνοὺς καὶ πίστεως ἀξίους, καὶ οὐκ
5ἐλάττους τριῶν, ἵνα μὴ ἐπὶ μόνων ἠρτήμεθα τῶν γραμμάτων καὶ τῆς τούτων ἀντεξετάσεως, ἀλλ’ ᾖ τοῖς δικάζουσι καὶ ἡ παρὰ τῶν μαρτύρων βοήθεια. καὶ γὰρ δὴ καὶ τοιαύτας μαρτυρίας προσιέμεθα, ὥστε παριόντας μάρτυρας λέγειν, ὡς αὐτῶν παρόντων ὑπ‐
10έγραψεν ὁ τὸ συμβόλαιον ποιούμενος καὶ τοῦτο ἐπί‐ στανται· εἰ γὰρ εὕροιμεν καὶ τοιούτους τινὰς μάρτυ‐ ρας οὐκ ἐλάττους τῶν τριῶν ἀξιοπίστους καθεστῶτας, οὐδὲ τὴν τοιαύτην ἀπαγορεύομεν πίστιν. οὐ γὰρ ἵνα συστέλλωμεν τὰς ἀποδείξεις τίθεμεν τὸν νόμον, ἀλλ’
15ἵνα καὶ εἶναι ταύτας ποιήσωμεν καὶ ἀσφαλῶς εἶναι. Ἀλλὰ κἂν εἴ τις ἢ δανείσματος συμβόλαιον ἢ ἄλλου τινὸς πράττοι καὶ μὴ βούλεται τοῦτο ἐπ’ ἀγορᾶς συν‐ θεῖναι (ὅπερ καὶ ἐπὶ τῆς παρακαταθήκης ὁρίζομεν), μὴ αὐτόθεν δοκείτω πιστὸν τὸ γραφόμενον ἐπὶ τῷ
20δανείσματι συμβόλαιον, πλὴν εἰ μὴ καὶ μαρτύρων ἔχει παρουσίαν ἀξιοπίστων οὐκ ἐλαττόνων τῶν τριῶν, ἵνα εἴτε αὐτοὶ παραγίνοιντο καὶ τοῖς οἰκείοις μαρτυ‐ ρήσαιεν γράμμασιν, εἴτε ἕτεροί τινες μαρτυροῦντες ὡς παρόντων αὐτῶν τὸ συμβόλαιον συνετάγη, λαμβάνῃ
25τὸ πρᾶγμα τὴν πίστιν ἑκατέρωθεν, οὐκ ἀποβλήτου παντελῶς καὶ τῆς τῶν γραμμάτων ἐξετάσεως οὔσης, ἀλλὰ μόνης οὐκ ἀρκούσης, τῇ δὲ προσθήκῃ τῶν μαρ‐ τύρων βεβαιουμένης. Εἰ μέντοι τοιοῦτό τι συμβαίη ὁποῖον ἐπ’ Ἀρμενίας
30ἐγένετο, καὶ ἕτερον μὲν ἡ παράθεσις τῶν γραμμάτων εἴποι ἕτερον δὲ αἱ μαρτυρίαι, τηνικαῦτα ἡμεῖς μὲν οἰόμεθα τὰ παρὰ ζώσης λεγόμενα φωνῆς καὶ μεθ’ ὅρκων ταῦτα ἀξιοπιστότερα τῆς γραφῆς αὐτῆς καθ’ αὑτὴν τυγχάνειν· πλὴν ἀλλ’ ἔστω τοῦτο τῆς τοῦ δι‐
35κάζοντος ἀγχινοίας τε ὁμοῦ καὶ θεοφιλίας τὸ τοῖς

366

ἀληθέσι μᾶλλον ἀντὶ τῶν τοιούτων πιστεῦσαι. Καὶ ἡμεῖς μὲν κατὰ τοῦτον τὸν τρόπον οἰόμεθα δεῖν ἀπο‐ δείκνυσθαι πιστὰ τὰ συμβόλαια. Εἰ μέντοι τις ἢ παρακατατιθέμενος ἢ δανείζων ἢ
5ἄλλως συμβάλλων ἀρκεσθείη τοῖς γράμμασι μόνοις τοῦ πρὸς αὐτὸν συμβάλλοντος. ἐπ’ αὐτῷ κείσεται τὸ γινώσκειν, ὡς τῆς ἐκείνου πίστεως τὸ πᾶν αὐτὸς ἀνηρτήσατο. καὶ ὅσον μὲν ἐκ τῆς γραφῆς οὐκ ἂν αὐτάρκης δόξειε κατὰ τὸν ἡμέτερον νόμον τῷ συμ‐
10βολαίῳ προστίθεσθαι πίστις, εἰ δὲ ἡ παρουσία τῶν μαρτύρων, ἐφ’ ὧν τὸ συνάλλαγμα γέγονεν. ἢ ἴσως ἡ τελευταία τοῦ πράγματος καταφυγὴ βοηθήσειεν αὐτῷ (φαμὲν δὲ τὴν ἐξ ὅρκων), οὐκ ἀκυροῦμεν τὸ γινό‐ μενον. τὰς γὰρ παραποιήσεις καὶ τὰς μιμήσεις εὐλα‐
15βούμενοι καὶ γυμναῖς οὔσαις αὐταῖς οὐ πιστεύοντες τὴν τοιαύτην ἀκρίβειαν τῷ πράγματι προστίθεμεν, οὐχ ἵνα τοὺς πιστεύοντας ἀφελώμεθα τῆς ἑαυτῶν περὶ τοὺς φίλους πίστεως, ἀλλ’ ἵνα ὡς οἷόν τε τὴν ἀγνω‐ μοσύνην τε καὶ ἄρνησιν πολλοῖς ἐλέγχωμεν τρόποις.
20 Ἀλλὰ καὶ τὰ συμβόλαια τὰ ἐπ’ ἀγορᾶς συντελού‐ μενα, εἰ καὶ τὴν τῶν συμβολαιογράφων ἔχοι πλήρωσιν, προσλαμβανέτω καὶ αὐτὰ πρὸ τοῦ τελέσματος τὴν ἐν γράμμασι τῶν μαρτύρων ὡς εἴρηται παρουσίαν. Δεῖ μέντοι τοὺς δικάζοντας καὶ εἴ τινα σημεῖα εὕ‐
25ροιεν προσγεγραμμένα τοῖς χάρταις, καὶ ταῦτα ἀναζη‐ τεῖν καὶ ἀναγινώσκειν πειρᾶσθαι (πολλὰ γοῦν ἴσμεν καὶ ἐξ ἐκείνων διαφανέντα), καὶ μὴ προχείρως τὰς πίστεις τῶν γραμμάτων ἐκ παραθέσεως ἑτέρων προσ‐ ίεσθαι διὰ τὰς ἔμπροσθεν ἡμῖν εἰρημένας αἰτίας.
30Εἰ μέντοι γε τελευτήσαιεν ἅπαντες οἱ μάρτυρες, ἢ
καὶ ἄπεισι τυχόν, ἢ καὶ ἄλλως οὐ ῥᾴδιόν ἐστι τὴν

367

ἐκ τῶν μαρτύρων τῶν ὑπογεγραφότων πίστιν ἐπιθεῖ‐ ναι, μηδὲ ὁ συμβολαιογράφος περίεστιν ὁ τελέσας (εἴ γε ἀγοραῖον εἴη) ὥστε μαρτυρῆσαι τοῖς ἑαυτοῦ, ἢ μηδὲ ἐνδημοίη, ἀλλ’ ἀνάγκη πάντως τὴν ἀντεξέτασιν τῶν
5γραμμάτων τῶν τελεσμάτων ἢ τῶν ὑπογραψάντων παραλαβεῖν, τηνικαῦτα προσῆκόν ἐστιν ἰέναι μὲν ἐπὶ τὰς συγκρίσεις (οὐδὲ γὰρ παντάπασιν αὐτὰς ἀπαγο‐ ρεύομεν), διὰ πάσης δὲ ἀκριβείας χωρεῖν, καὶ πάν‐ τως εἰ νομίσειεν αὐταῖς χρῆναι πιστεύειν, καὶ ὅρκον
10ἐπάγειν τῷ προκομίζοντι, ὅτι μηδὲν συνειδὼς πονη‐ ρὸν τῷ παρ’ αὑτοῦ προκομιζομένῳ οὐδέ τινα τέχνην περὶ τὴν σύγκρισιν γενέσθαι παρασκευάσας οὕτω χρῆ‐ ται τούτῳ, ὥστε μήτε ἀναιρεθῆναί τι παντελῶς καὶ διὰ πάντων τὸ ἀσφαλὲς τοῖς πράγμασι γενέσθαι.
15Ἐπὶ γὰρ δὴ τῶν ἐπ’ ἀγορᾶς συνταττομένων συμ‐ βολαίων, εἴπερ ὁ συμβολαιογράφος παρέλθοι καὶ μαρ‐ τυρήσειε μεθ’ ὅρκου, εἰ μὲν οὐ δι’ ἑαυτοῦ ἔγραψεν ἀλλὰ διά τινος τῶν ὑπουργούντων αὐτῷ, παρίτω κἀκεῖνος, εἴ γε περίεστιν ἢ δυνατὸν ὅλως αὐτόν ἐστιν
20ἐλθεῖν καὶ οὐδεμία τὴν αὐτοῦ πάροδον αἰτία κωλύοι, ἢ νόσος τυχὸν ἰσχυρὰ ἤ τι τῶν περιστάσεων τῶν ἄλλων ἅπερ ἀνθρώποις ἀπαντᾷ εἰ δὲ καὶ ἀριθμητὴν ἔχοι τὸ συμβόλαιον, κἀκεῖνος παραγινέσθω, ὥστε τρεῖς εἶναι τοὺς μαρτυροῦντας ἀλλ’ οὐχ ἕνα. Εἰ δὲ οὔτε ἀριθμη‐
25τὴς προσελήφθη τό τε συμβόλαιον αὐτὸς ἅπαν δι’ ἑαυτοῦ γέγραφέ τε καὶ ἐτέλεσεν ὁ συμβολαιογράφος, ἢ καὶ ὁ τοῦτο συγγράψας ἄπεστιν ἢ ἄλλως παρεῖναι οὐκ ἰσχύει, αὐτὸς μέντοι μεθ’ ὅρκου τῷ οἰκείῳ τε‐ λέσματι μαρτυρεῖ, ὥστε μὴ τῇ συγκρίσει γενέσθαι χώ‐
30ραν, ἔστω καὶ οὕτω πιστὰ τὰ συμβόλαια. ἡ γὰρ μαρ‐ τυρία καὶ παρὰ τῆς φωνῆς τοῦ τελέσαντος γινομένη καὶ τὸν ὅρκον ἔχουσα προσκείμενον ποιήσειεν ἄν τινα τῷ πράγματι ῥοπήν. Εἰ δὲ ὁ συμβολαιογράφος ἐτελεύτησε καὶ μαρτυρηθείη τὸ τέλεσμα ἐξ ἑτέρας
35παραθέσεως, εἰ μὲν καὶ οὕτως ἔχοι τόν τε συντάξαντα τὸ συμβόλαιον περιόντα καὶ τὸν ἀριθμητήν, παρίτω‐ σαν κἀκεῖνοι, εἴ γε ἐνδημοῖεν, καὶ ἐχέτω καὶ τὴν ἐκ τῆς παραθέσεως τῶν πληρώσεων τὸ γράμμα πίστιν καὶ τὴν ἐκ τῶν μαρτύρων. Εἰ δὲ μηδεὶς τούτων εἴη,
40τηνικαῦτα γινέσθω μὲν ἡ τῶν τελεσμάτων παράθε‐

368

σις. μὴ μόνα δὲ ταῦτα πρὸς τοῦτο ἀρκείτω, ἀλλὰ καὶ αἱ τῶν ἄλλων τῶν ὑπογεγραφότων ἴσως ἢ καὶ τῶν συμβαλλόντων γραφαὶ κατεξεταζέσθωσαν, ὥστε ἐκ πολλῶν παραθέσεων τῶν τε τοῦ τελέσματος τῶν τε
5〈τῶν〉 ὑπογεγραφότων ἢ καὶ τῶν συμβαλλόντων μίαν τινὰ συνάγεσθαι πανταχόθεν καὶ ἀποτελεῖσθαι πίστιν. εἰ δὲ οὐδὲν ἕτερον εὑρεθείη πλὴν τῆς παραθέσεως τῶν συμβολαίων, τὸ μὲν μέχρι νῦν κεκρατηκὸς προ‐ βαινέτω τὸ τὸν προκομίζοντα εἰς τὴν παρ’ ἄλληλα
10κρίσιν τὸ συμβόλαιον ὀμνύναι τὰ νενομισμένα· ἵνα δέ τινα ὅλως τὸ πρᾶγμα λάβοι προσθήκην εἰς πλείονα τοῦ πράγματος πίστιν, καὶ αὐτὸς ὁ ταῦτα αἰτῶν γε‐ νέσθαι προσομνύτω, ὡς οὔτε ἄλλης εὐπορῶν πίστεως ἐπὶ τὴν παρ’ ἄλληλα κρίσιν τῶν συμβολαίων ἐλήλυ‐
15θεν οὔτε τι περὶ αὐτὴν ἔπραξεν ἢ ἐμηχανήσατο, ὅπερ ὡς εἰκὸς δυνηθείη τὴν ἀλήθειαν κατακρύψαι. ὧν ἔξεστιν ἀπηλλάχθαι τοῖς συμβάλλουσιν, εἴπερ βού‐ λοιντο καὶ ἑκάτεροι πρὸς τοῦτο συμβαῖεν τὸ ἐμφανῆ ποιεῖσθαι τὰ συμβόλαια καὶ κατατίθεσθαι [τε] ἐπὶ
20πράξεως ὑπομνημάτων αὐτοὺς τοὺς συμβάλλοντας, ἵνα ἀπαλλαγεῖεν ἀγνωμοσύνης τε καὶ νοθείας καὶ παρα‐ ποιήσεων καὶ ὁπόσα ἀλλὰ κακὰ ἐπανορθοῦντες τὸν παρόντα τίθεμεν νόμον. τῶν ἤδη παρ’ ἡμῶν ἐπὶ ταῖς παραθέσεσι τῶν γραμμάτων ταῖς ἐξ ἰδιοχείρων
25γινομέναις νενομοθετημένων ἐπὶ τῆς ἰδίας μενόντων ἰσχύος· δηλαδὴ καὶ τῶν ἐπὶ τοῖς τῶν γραμμάτων ἀνεπιστήμοσιν ἤδη κρατούντων ἐν τοῖς δικαστηρίοις τὴν ἑαυτῶν ἐχόντων ἰσχύν, ἐπειδήπερ ἐκ δικαστικῶν τύπων τὰ τοιαῦτα τὸν προσήκοντα ἔλαβεν ἐξετασμόν.
30 Δεῖ δὲ ἐπὶ τῶν γράμματα οὐκ ἐπισταμένων ταβου‐ λαρίους δύο πάντως καὶ μάρτυρας παραλαμβάνεσθαι, ἐν οἷς εἰσὶ ταβουλάριοι τόποις, μάλιστα δὲ μάρτυρας οὐκ ἀγνώστους τοῖς συμβάλλουσιν· ἵνα οἱ μὲν γρά‐ φωσιν ὑπὲρ τοῦ ἀγραμμάτου ἢ ὀλιγογραμμάτου καθ‐
35εστῶτος, οἱ δὲ μαρτυρῶσιν, ὡς καὶ παρόντων αὐτῶν ταῦτα ἐπράχθη καὶ εἰδεῖεν αὐτόν, καὶ οὕτως ἡ τῶν
τοιούτων συμβολαίων εἰσδεχθείη πίστις· δῆλον ὂν ὡς

369

οὐκ ἐλάττους πέντε μαρτύρων ἐπὶ τῶν τοιούτων παρα‐ ληφθήσονται, ἐν οἷς ἔσται καὶ ὁ γράφων ὑπὲρ τοῦ συμβάλλοντος ἢ τὸ πᾶν ἢ τὸ μετὰ τὰ ὀλίγα γράμ‐ ματα τὰ παρ’ ἐκείνου τεθέντα, ὥστε μηδὲν διαπεσεῖν
5τῆς εἰς ἄκρον ἀκριβείας. Καὶ ταῦτά φαμεν ἐπὶ τῶν ἐγγράφων συμβολαίων. εἰ γάρ τις ἀγράφως πρᾶξαι οἱονδήποτε συνάλλαγμα βουληθείη, τοῦτο πρόδηλον ὡς ἢ τὴν διὰ μαρτύρων ἢ τὴν δι’ ὅρκων δέξεται πίστιν, τοῦ μὲν ἐνάγοντος μάρτυρας παράγοντος, τοῦ
10φεύγοντος δὲ ὀμνύντος ἢ ἀντεπάγοντος, καθάπερ ἂν ὁ δικαστὴς τὴν ὑπόθεσιν τάξειεν, ἵνα μηδὲν εἴη μηδὲ τούτων ἀδιόρθωτον. Κἀκεῖνο μέντοι προσθεῖναι τῷ νόμῳ καλόν, ὥστε εἰ μέχρι μιᾶς χρυσίου λίτρας εἴη τὸ συνάλλαγμα, τὴν τοιαύτην παρατήρησιν ἐπὶ
15τούτῳ μὴ φυλάττεσθαι, ἀλλὰ κατὰ τὸ μέχρι νῦν πο‐ λιτευόμενον τὸ πρᾶγμα γίνεσθαι, ἵνα μὴ περὶ πραγ‐ μάτων σμικρῶν μεγάλας συντριβὰς ὑπομένωσιν ἄν‐ θρωποι. Ταῦτα δὲ πάντα κρατεῖν ἐπὶ ταῖς πόλεσι βουλό‐
20μεθα· ἐπείτοιγε ἐν χωρίοις, ἔνθα πολλὰ τὰ τῆς ἁπλό‐ τητός ἐστι καὶ οὐδὲ γραφόντων ἢ μαρτυρούντων πολ‐ λῶν εὐπορία, τὰ μέχρι νῦν παρ’ αὐτοῖς κρατοῦντα καὶ νῦν ἔστω βέβαια. τοῦτο γὰρ καὶ ἐπ’ αὐτῶν τῶν διαθηκῶν, ἐφ’ αἷς μάλιστα σπεύδομεν, ἤδη παρ’ ἡμῶν
25νενομοθέτηται. Κρατείτω δὲ ὁ νόμος ἐπὶ τοῖς μετὰ ταῦτα ἄπασι γινομένοις συμβολαίοις τε καὶ συναλ‐ λάγμασι· τὸ γὰρ δὴ παρῳχηκὸς τί ἄν τις νομοθετή‐ σειεν; 〈Ἐπίλογος.〉 Τοῦτον ἡμῖν ἔτεκε τὸν νόμον ἀμ‐
30φισβητήσεων πλῆθος γενομένων μὲν ἐν δίκαις ἡμῖν δὲ εἰσηγμένων, ἵνα τοῦ καθ’ ἑκάστην πρὸς ἀλλήλους ἀμφισβητεῖν τοὺς ἀνθρώπους παύσαιμεν προαναστέλ‐ λοντες αὐτοῖς τὰς φιλονεικίας τῇ διὰ τῆς νομοθεσίας ἀκριβείᾳ. ὥστε προσήκει τὴν σὴν ὑπεροχὴν ταῦτα
35μανθάνουσαν φανερὰ πᾶσι καταστῆσαι τοῖς ὑπηκόοις τοῖς τε ἐνταυθοῖ τοῖς τε ἐπὶ τῶν ἐθνῶν. καὶ γὰρ
δὴ πρὸς τοὺς ἄλλους ἐνδοξοτάτους ἐπάρχους τούς τε

370

ἐπὶ τῆς Ἑσπέρας τούς τε ἐπὶ Λιβύης τούς τε ἐπὶ τοῖς ἀρκτῴοις (φαμὲν δὲ τοὺς ἐν Ἰλλυριοῖς) γράψομεν, ἵνα πᾶν ἡμῖν τὸ πολίτευμα μεστὸν γένηται τοῦ νόμου 〈τοῦ〉 τὰς τῶν ὑπηκόων θεραπεύοντος περιστάσεις.
7tΟΔ
8ΠΕΡΙ ΤΩΝ ΠΑΙΔΩΝ ΠΩΣ ΧΡΗ ΝΟΕΙΣΘΑΙ ΑΥΤΟΥΣ ΓΝΗΣΙΟΥΣ
10Η ΝΟΘΟΥΣ. ΚΑΙ ΠΕΡΙ ΑΠΡΟΙ‐
11tΚΩΝ ΣΥΝΟΙΚΕΣΙΩΝ.
13tὉ αὐτὸς βασιλεὺς Ἰωάννῃ τῷ ἐνδοξοτάτῳ ἐπάρχῳ
14tτῶν ἀνατολικῶν πραιτωρίων τὸ βʹ, ἀπὸ ὑπάτων
15t〈ὑπάτῳ〉 ὀρδιναρίῳ καὶ πατρικίῳ.
16Προοίμιον.〉 Ὀρθῶς εἴρηται τοῖς πρὸ ἡμῶν καὶ πρό γε ἁπάντων Ἰουλιανῷ τῷ σοφωτάτῳ τὸ μη‐ δένα νόμον μηδὲ δόγμα τῇ πολιτείᾳ Ῥωμαίων τεθὲν δόξαι καὶ πρὸς τὸ πᾶν αὐτάρκως ἐξ ἀρχῆς νομοθετη‐
20θέν, ἀλλὰ πολλῆς δεηθῆναι τῆς ἐπανορθώσεως, ἵνα πρὸς τὴν τῆς φύσεως ποικιλίαν καὶ τὰς ἐκείνης ἐπι‐ τεχνήσεις ἀρκέσαι. Περὶ μὲν οὖν τῶν ἐκ νοθείας ἀφικνουμένων εἰς γνησίους πολλοὺς ἐγράψαμεν καὶ ποικίλους νόμους. ἐκ δὲ τῶν καθ’ ἑκάστην ὑπὸ τῆς
25φύσεως τεχναζομένων εὑρόντες τι τοῖς ἤδη νενομο‐ θετημένοις ἐλλεῖπον τοῦτο κατὰ τὸ παρὸν ἐπανορ‐ θοῦμεν. νενομοθέτηται γάρ, ὡς εἴ τις ἔχων γυναῖκα κατὰ ψιλὴν αὐτῷ διάθεσιν ἐγνωσμένην εἶτα παιδο‐ ποιήσεται, ὕστερον δὲ αὐτῇ καὶ γαμικὰ ποιήσαιτο
30συμβόλαια καὶ γνησίους ἐξ αὐτῆς τέκοι παῖδας, οὐδὲ
οἱ πρότερον γενόμενοι μένουσι νόθοι, ἀλλὰ κἀκεῖνοι

371

τοῖς γνησίοις συναριθμοῦνται, διότι καὶ πρόφασις ὅλως αὐτοῖς εἰσὶ τῆς γεννήσεως. Ἀλλ’ ἔσχε καὶ οὗτος ἐπανόρθωσιν ὁ νόμος. ἐπειδὴ γὰρ οἱ δεύτεροί τε καὶ μετὰ τὰ προικῷα τεχθέντες ἐτελεύτησαν, εἶτα
5ἠξίουν τινὲς μηκέτι τοὺς προτέρους ὑπὸ τῶν δευτέρων οὐκ ὄντων βοηθεῖσθαι, καὶ τοῦτο ἐπηνωρθώσαμεν, καὶ δεδώκαμεν αὐτοῖς καὶ οὕτω. κἂν εἰ τετελευτήκα‐ σιν οἱ δεύτεροι γεγονότες ἀδελφοί, τὸ νόμιμον ἔχειν, κἀκεῖνο προσθέντες (ἐπειδὴ καὶ τοῦτο ἠμφισβητήθη),
10ὡς κἂν εἴ τινες μετὰ τὰ προικῷα μὴ γένοιντο παῖ‐ δες, ἀλλ’ οὖν τοὺς προειληφότας κἂν εἰ πρὸ τῶν προικῴων ἐτέχθησαν τοῖς γνησίοις ἐγγράφεσθαι, τοῦ πατρὸς ὅλως εἰς τοῦτο ὁρμηθέντος. Ἀλλ’ ἕτερόν τι τοιοῦτον ἀπήντησεν. ἐκ γὰρ δὴ τοιαύτης συν‐
15ηθείας γενόμενοι παῖδες ὑπῆρχόν τινι, ὁ δὲ αὐτοὺς ἠβούλετο τῷ παρ’ ἡμῶν ἐπινοηθέντι τρόπῳ ποιῆσαι γνησίους τῇ τῶν γαμικῶν ποιήσει συμβολαίων, βου‐ λευομένῳ δὲ ταῦτα τῷ πατρὶ τετελεύτηκεν ἡ γυνή, καὶ ὁ τῆς διατάξεως αὐτὸν ἐπέλιπε τρόπος· οὐ γὰρ
20ἦν πρὸς ἥντινα ἔδει γαμικὸν συντάξαι συμβόλαιον, καὶ νόθοι μένουσιν οἱ παῖδες ἄκοντος τοῦ πατρός. Καί τι καὶ δεύτερον ἀνέστη τοιοῦτον ἐπ’ ἀνδράσιν οὐδὲ ἀγνώστοις ἡμῖν. ἐπαιδοποιήσατο μὲν γάρ τις οὐ νομίμως, καὶ τοὺς μὲν παῖδας ὑπερηγάπα καὶ γνη‐
25σίους αὐτῷ γενέσθαι κατὰ τὸν νόμον ἠβούλετο, τὰ δὲ τῆς γυναικὸς οὐκ ἦν αὐτῷ παντελῶς ἀναμάρτητα, οὐδὲ ἀξίαν αὐτὴν ἡγεῖτο νομίμου τινὸς ὀνόματος τήν γε ἑαυτὴν ὑβρίσασαν (ἀρκεῖ γὰρ τοσοῦτον εἰπεῖν). ὥστε δεύτερος οὗτος τρόπος ὁ τοὺς παῖδας ἀδικῶν, ἐν
30μὲν δὴ τῷ προτέρῳ διὰ τῆς τελευτῆς τῆς μητρός, ἐν δὲ τῷ δευτέρῳ δι’ ὧν ἐξήμαρτεν ἐκείνη. Ἴσμεν δὲ καί τι τρίτον ἕτερον κινηθέν. ὁ μὲν γὰρ πατὴρ γνησίους ἠβούλετο ποιῆσαι τοὺς παῖδας καὶ τὰ ἐπὶ τοῖς προικῴοις νομοθετηθέντα παρ’ ἡμῶν ἐσκόπει,
35οἱ μέντοι παῖδες αἰσθόμενοι τούτων, ἐπειδήπερ τις παραδόξως ἦλθεν εἰς τὴν τεκοῦσαν αὐτοὺς (καίτοιγε οὐ νόμιμον αὐτῷ γαμετὴν οὖσαν) παρά τινος συγ‐ γενοῦς εὐπορία, κακούργως ἅμα καὶ δολερῶς πράτ‐ τοντες τὴν μητέρα ἀπέκρυψαν, ἵνα μὴ γένηται δυ‐
40νατὸν τῷ πατρὶ ποιήσασθαι γνησίους αὐτοὺς καὶ τελευτώσης ἴσως τῆς μητρὸς τῆς τῶν μητρῴων πραγ‐
μάτων ἀπολαῦσαι χρήσεως, τοῦτο ὅπερ τοῖς πατράσι

372

δίδωσιν εὖ ποιῶν ὁ νόμος. ταῖς τοιαύταις οὖν ἀντι‐ τάξασθαι τέχναις νόμου καθέστηκεν ἴδιον ἀκριβοῦς, ὃν ἐν τῷ παρόντι τίθεμεν. Εἴ τις οὖν οὐκ ἔχων παῖδας νομίμους, νόθους δὲ
5μόνον, αὐτοὺς μὲν γνησίους ποιήσασθαι βούλεται, τὴν γυναῖκα δὲ ἢ οὐκ ἔχοι παντελῶς ἢ οὐκ ἀναμάρτητον ἢ οὐ φαινομένην ἔχοι ἢ κατά τι νόμιμον πρὸς τὸ συνοικέσιον ἐμποδιζομένην, δίδομεν αὐτῷ παρρησίαν ξένῃ τινὶ καὶ νῦν ἐξηυρημένῃ παρ’ ἡμῶν ὁδῷ πρὸς
10γνησίους ἀγαγεῖν τοὺς νόθους, δηλαδὴ γνησίων ἐπὶ τῶν τοιούτων θεμάτων οὐκ ὄντων. ὥσπερ γὰρ ἔστι τις τοῖς πρὸ ἡμῶν ἐξηυρημένος τρόπος ὃς τοὺς ἀπ‐ ελευθέρους εἰς εὐγένειαν ἄγει, προκαθαίρων μὲν αὐ‐ τοὺς ἑτέρᾳ τινὶ πράξει καὶ διδοὺς αὐτοῖς τὸ τῶν χρυ‐
15σῶν δακτυλίων δίκαιον, ὕστερον δὲ εἰς αὐτὴν ἐπαν‐ άγων τὴν φύσιν τὴν δοῦλόν τε καὶ ἐλεύθερον ἐξ ἀρχῆς μὴ διακρίνασαν, ἀλλ’ ἐλευθέραν τὴν ἀνθρώπου ποι‐ ησαμένην γονήν· οὕτω δὴ καὶ ἡμεῖς τοῦτον δὴ τὸν τρόπον ἐπινοοῦμεν τῷ πράγματι. καὶ ἐξέστω τῷ
20πατρὶ ἐπὶ τῶν ἔμπροσθεν ἡμῖν εἰρημένων τρόπων, ἢ καὶ εἴ τις ἕτερος ἀπαντήσει τοιοῦτος (πολλὰ δέ, καθάπερ ἔφθημεν εἰπόντες, τὰ τῆς φύσεως καινουρ‐ γήματα), ἐξέστω τοίνυν καθάπερ ἔφαμεν τῷ πατρί, εἴπερ γνησίας οὐκ εὐποροίη γονῆς, τοὺς παῖδας ἀπο‐
25καταστῆσαι τῇ φύσει καὶ τῇ ἄνωθεν εὐγενείᾳ, εἴ γε ἐξ ἐλευθέρας αὐτῷ γένοιντο, καὶ γνησίους τὸ λοιπὸν καὶ ὑπεξουσίους ἔχειν. 〈Οὐδὲ γὰρ ἐξ ἀρχῆς, ἡνίκα ἡ φύσισ〉 διεθεσμοθέτει τοῖς ἀνθρώποις μόνη, πρὶν τοὺς γραπτοὺς εἰσφοιτῆσαι νόμους, ἦν τις διαφορὰ νόθου
30τε καὶ γνησίου, ἀλλὰ τοῖς πρώτοις γονεῦσιν οἱ πρῶ‐ τοι παῖδες ἅμα τῇ προόδῳ γεγόνασι γνήσιοι, καὶ ὥσ‐ περ ἐπὶ τῶν ἐλευθέρων ἡ μὲν φύσις ἐλευθέρους πε‐ ποίηκεν ἅπαντας, οἱ πόλεμοι δὲ τὴν δουλείαν ἐξεῦρον, οὕτω κἀνταῦθα ἡ μὲν φύσις γνησίας προήγαγε τὰς
35γονάς, ἡ δὲ εἰς ἐπιθυμίαν ἐκτροπὴ τὸ νόθον αὐταῖς προσανεμάξατο. ὥστε ὁμοίων τῶν παθῶν γενομένων δεῖ καὶ τὴν θεραπείαν ἐκ τῶν ἴσων ἐξευρεθῆναι, τὴν
μὲν παρὰ τῶν πρὸ ἡμῶν τὴν δὲ ὑφ’ ἡμῶν.

373

Ἔστω τοίνυν ἄδεια τῷ πατρὶ τὴν μητέρα ἐπὶ τοῦ προτέρου καταλιμπάνοντι σχήματος, εἴπερ ταῖς ἀλη‐ θείαις ἁμαρτάνουσά τι περὶ τὴν εὐνὴν φανείη (ἄλλως γὰρ γίνεσθαι τοῦτο ἐπὶ τοῦ τοιούτου θέματος οὐκ
5ἐφίεμεν), ἢ εἴπερ κατά τινα περίστασιν ἢ οὐκ ἔστιν ἢ λανθάνοι ἤ τι ἕτερον γένοιτο περὶ αὐτὴν ὃ αὐτὸν κωλύει τὴν ἐπὶ τὰ προικῷα φέρουσαν ὁδὸν ἐλθεῖν, καὶ οὕτως αὐτὸν προνοῆσαι τῶν παίδων, καὶ ἐπι‐ δοῦναι τῇ βασιλείᾳ δέησιν αὐτὸ τοῦτο λέγουσαν ὡς
10βούλεται τοὺς νόθους αὐτοῦ παῖδας ἀποκαταστῆσαι τῇ φύσει καὶ τῇ ἄνωθεν εὐγενείᾳ τε καὶ γνησιό‐ τητι, ὥστε ὑπεξουσίους αὐτῷ καθεστάναι μηδὲν τῶν νομίμων παίδων διαλλάττοντας. καὶ τούτου γινο‐ μένου ἐντεῦθεν τοὺς παῖδας ἀπολαύειν τῆς τοιαύτης
15βοηθείας, καὶ μηδὲ κακουργεῖν δύνασθαι τὸν πατέρα καὶ ἀποκρύψαντας τὴν μητέρα διωθεῖσθαι τὴν γνη‐ σιότητα. ἑνὶ γὰρ δὴ τούτῳ τῷ τρόπῳ πάσας τὰς τοιαύτας τῆς φύσεως παρεκβάσεις τε καὶ ἐπινοίας ἐπὶ τῶν νομίμους οὐκ ἐχόντων παῖδας θεραπεύομεν, οὕτω
20συντόμῳ συμμαχίᾳ τοσαύτην ὁρμὴν ἐπανορθώσαντες φύσεως. Εἰ μέντοιγε ὁ μόνων φυσικῶν παίδων πατὴρ τοῦτο μὲν διά τινας τυχηρὰς περιστάσεις οὐ πράξεις, τελευτῶν δὲ ἐπί τινος τῶν ἔμπροσθεν εἰρη‐ μένων θεμάτων γράψειεν 〈ἐν〉 διαθήκῃ βούλεσθαι
25αὐτῷ γνησίους εἶναι τοὺς παῖδας καὶ διαδόχους, καὶ ἐν τούτῳ δίδομεν αὐτῷ παρρησίαν· δεομένων μέντοι καὶ οὕτω τῶν παίδων μετὰ τὴν τελευτὴν τοῦ πατρὸς καὶ τοῦτο διδασκόντων, καὶ δεικνύντων τὰς τοῦ πα‐ τρὸς διαθήκας, καὶ κληρονομούντων εἰς ὅσον ἂν ὁ
30πατὴρ αὐτοὺς γράψειε, καὶ ἐκ τῆς βασιλείας αὐτὸ λαμβανόντων, ἵνα κατὰ ταὐτὸν δῶρον ᾖ τὸ γινόμενον πατρός τε καὶ βασιλέως, ταυτὸν δέ ἐστιν εἰπεῖν φύ‐ σεώς τε καὶ νόμου. Καὶ ταῦτά φαμεν οὐδένα τῶν ἔμπροσθεν νομίμων ἀναιροῦντες τρόπων, ἀλλὰ καὶ
35τοῦτον προστιθέντες ἐφ’ ὧν ἐκείνους λαβεῖν οὐκ ἔξ‐ εστιν. ὅλως γὰρ γνησίων ὑπόντων εἶτα νόθων ἐπι‐ γινομένων ἢ προγενομένων οὐκ ἂν ἡ γνησιότης αὐ‐ τοῖς προστεθείη, εἰ μὴ πάντως διὰ τῶν διατάξεων ἡμῶν, αἵπερ τὸν τῶν προικῴων συμβολαίων εἰσηγή‐
40σαντο τρόπον.

374

Καὶ οὐ λέληθεν ἡμᾶς ὡς καὶ ὁ τῆς υἱοθεσίας τρό‐ πος ἦν πάλαι τισὶ τῶν πρὸ ἡμῶν αὐτοκρατόρων ἐπὶ τῶν νόθων τῶν εἰς γνησίους μεθισταμένων νομι‐ σθεὶς οὐκ ἀδόκιμος. ἀλλ’ ὅ γε τῆς εὐσεβοῦς λήξεως
5ἡμῶν πατὴρ καὶ ἡ διάταξις ἡ παρ’ ἐκείνου τεθεῖσα τῶν τοιούτων κατέγνω, μένειν δὲ κἀκείνην ἐπὶ τῶν ἑαυτῆς ὅρων βουλόμεθα, ἐπειδὴ τῆς σωφροσύνης ἀκρι‐ βῶς ἐστόχασται καὶ οὐ προσῆκόν ἐστι τὰ καλῶς ἐκ‐ βεβλημένα πάλιν εἰς πολιτείαν κατάγειν.
10 Κἀκεῖνο δὲ ἡγούμεθα κάλλιον εἶναι τάξαι προσ‐ ηκόντως, ὅπερ ἐκ πολλῆς τῆς τῶν πραγμάτων ἐλάβο‐ μεν πείρας· πολλαὶ γοῦν καὶ ἐφεξῆς δίκαι προσηγγελ‐ μέναι τῷ ἡμετέρῳ κράτει τοῦ παρόντος ἡμᾶς εἰς χρείαν ἤγαγον νόμου. ἐπειδὴ γὰρ καὶ τοῖς παλαιοῖς διηγό‐
15ρευται νόμοις καὶ ἡμῖν αὐτοῖς τὰ αὐτὰ διατέτακται, ὥστε τοὺς γάμους καὶ γαμικῶν συμβολαίων χωρὶς ἐκ μόνης ἐρρῶσθαι διαθέσεως καὶ κυρίους εἶναι, νενο‐ θευμένων 〈δὲ〉 ἡμῖν ἐντεῦθεν συναλλαγμάτων ἐπλήσθη τὸ πολίτευμα, καὶ παρίασι μάρτυρες ἀκινδύνως ψευδό‐
20μενοι καὶ ὅτι κυρίαν ἐκάλει τὴν συνοικοῦσαν ὁ ἀνὴρ κἀκείνη τοῦτον ὁμοίως ὠνόμαζε, καὶ οὕτως αὐτοῖς πλάττεται συνοικέσια καὶ μὴ ταῖς ἀληθείαις συ‐ στάντα· τοῦτο ᾠήθημεν χρῆναι κατὰ τοὺς φυσικοὺς διορίσαι νόμους. ἴσμεν γάρ, εἰ καὶ σωφροσύνης ἐσμὲν
25ἐρασταὶ καὶ ταῦτα τοῖς ἡμετέροις νομοθετοῦμεν ὑπη‐ κόοις, ἀλλ’ οὐδὲν εἶναι μανίας ἐρωτικῆς σφοδρότερον, ἣν ἐπισχεῖν φιλοσοφίας ἐστὶν ἀκριβοῦς, νουθετούσης τε καὶ πηδῶσαν καὶ σφαδάζουσαν τὴν ἐπιθυμίαν ἐπεχούσης· ὥστε οἱ τούτῳ κεκρατημένοι τίνος ἂν
30ἀπόσχοιντο ῥήματος πρὸς τὰς ὧν ἐρῶσιν, ὅπερ αὐ‐ ταῖς οὐ διὰ κολακείαν προσάγουσι; τοιγαροῦν τοσοῦ‐ τον καὶ οἱ πρὸ ἡμῶν νομοθέται τὰς τοιαύτας ἠπί‐ σταντο τῶν ψυχῶν διαθέσεις, ὥστε καὶ τὰς ἐν γάμῳ κωλύουσι δωρεάς, ἵνα μὴ τῇ τῆς ἐπιθυμίας νικηθέν‐
35τες ὑπερβολῇ λάθοιεν κατὰ μικρὸν ἑαυτοὺς οἱ συνοι‐ κοῦντες τῆς οὐσίας ἀφαιρούμενοι. ταῦτα οὖν σώ‐ φρονι νόμῳ διαθεσμοθετῆσαι καλῶς ἔχειν ᾠήθημεν. Ἐπὶ μὲν οὖν τῶν μειζόνων ἀξιωμάτων καὶ ὅσα
μέχρι τῶν ἡμετέρων ἐστὶ συγκλητικῶν καὶ τῶν με‐

375

γαλοπρεπεστάτων ἰλλουστρίων οὐδὲ γίνεσθαι ταῦτα παντελῶς ἀνεχόμεθα, ἀλλ’ ἔστω πάντως καὶ προὶξ καὶ προγαμιαία δωρεὰ καὶ τὰ ἄλλα πάντα ὅσα τοῖς σεμνοτέροις πρέπει τῶν ὀνομάτων. Ὅσον δὲ ἐν στρα‐
5τείαις τε σεμνοτέραις καὶ ἐμπορίαις καὶ ὅλως ἐν ἐπι‐ τηδεύσεσιν ἀξιολογωτέραις ἐστιν, εἰ βούλοιτο νομίμως γυναικὶ συνελθεῖν καὶ μὴ ποιήσασθαι γάμων συμβό‐ λαια, μὴ οὕτως εἰκῇ καὶ ἀπαραφυλάκτως καὶ ἐκκεχυ‐ μένως καὶ ἀναποδείκτως τοῦτο πραττέτω, ἀλλὰ παρα‐
10γινέσθω πρός τινα τῶν εὐκτηρίων οἴκων κοινωσάσθω τε τῷ τῆς ἁγιωτάτης ἐκείνης ἐκκλησίας ἐκδίκῳ, ὁ δὲ παραλαβὼν τρεῖς ἢ τέσσαρας τῶν ἐκεῖσε εὐλαβεστά‐ των κληρικῶν ἐκμαρτυρίαν συνιστάτω δηλοῦσαν, ὡς ἐπὶ τῆσδε τῆς ἐπινεμήσεως τοῦδε τοῦ μηνὸς ἄγοντος
15τόσην ἡμέραν τῆς βασιλείας ἔτους τόσου ὑπατείας τοιᾶσδε ἦλθον παρ’ αὐτῷ ἐν τῷδε τῷ εὐκτηρίῳ οἴκῳ ὁ δεῖνα καὶ ἡ δεῖνα καὶ συνηρμόσθησαν ἀλλή‐ λοις. καὶ τὴν τοιαύτην ἐκμαρτυρίαν εἰ μὲν ἐκλαβεῖν βούλονται ἢ ἀμφότεροι οἱ συνιόντες ἢ καὶ ἕτερος αὐ‐
20τῶν, καὶ τοῦτο πραττέτωσαν καὶ ὑπογραφέτωσαν ταύτῃ ὅ τε τῆς ἁγιωτάτης ἐκκλησίας ἔκδικος καὶ οἱ λοιποὶ τρεῖς ἢ ὅσους ἂν βουληθείη (οὐκ ἐλάττους μέντοι τῶν τριῶν) γράμματα τοῦτο σημαίνοντα. Εἰ δὲ καὶ τοῦτο μὴ πράξαιεν ἐκεῖνοι, ἀλλὰ τὸν
25τοιοῦτον ἀποτιθέσθω χάρτην ὁ τῆς σεβασμιωτάτης ἐκκλησίας ἐκείνης ἔκδικος ἐν τοῖς τῆς αὐτῆς ἁγιωτάτης ἐκκλησίας ἀρχείοις (τουτέστιν ἐν τῷ εὐαγεῖ κειμηλιο‐ φυλακίῳ) τὰς εἰρημένας ὑποσημειώσεις ἔχοντα, ὥστε ἀποκεῖσθαι τοῖς ἀνθρώποις τὴν ἐντεῦθεν ἀσφάλειαν,
30καὶ μὴ ἄλλως δοκεῖν γαμικῇ διαθέσει τούτους αὐτοὺς συνεληλυθέναι πλὴν εἰ μὴ τοιουτό τι πραχθείη καὶ ὅλως ἐκ γραμμάτων τὸ πρᾶγμα μαρτυροῖτο. τούτων δὲ οὕτω γενομένων καὶ τὸν γάμον καὶ τὰς ἐξ αὐτοῦ γονὰς εἶναι νομίμους. Ταῦτα δέ φαμεν ἔνθα μὴ προι‐
35κὸς ἢ προγαμιαίας δωρεᾶς γίνεται συμβόλαιον. τὴν γὰρ ἐκ μόνων μαρτύρων πίστιν ὑποπτεύοντες ἐπὶ τὴν παροῦσαν ἐληλύθαμεν διατύπωσιν. Τὸ δὲ ὅσον ἐν καταπεφρονημένῳ διαζῇ βίῳ, μικρᾶς μὲν οὐσίας κύριον καθεστὼς εἰς ἔσχατον δὲ τοῦ δήμου
40μέρος ἀποκείμενον, τοῦτο ἐχέτω καὶ τὴν ἐπὶ τούτοις ἄδειαν. ἀλλ’ οὐδὲ γεωργοὺς ἢ στρατιώτας ἐνόπλους, οὓς ὁ νόμος καλιγάτους καλεῖ. τουτέστιν εὐτελεστέ‐ ρους καὶ ἀφανεστέρους, περιεργαζόμεθα, οἷς ἡ τῶν πολιτικῶν πραγμάτων ἀμαθία καὶ ἡ μόνης τῆς περὶ
45τὴν γῆν ἐργασίας καὶ περὶ τοὺς πολέμους ἐπιθυμία

376

πρᾶγμά ἐστι περισπούδαστον καὶ δικαίως ἐπαινού‐ μενον. ὥστε ἐπί τε τῶν εὐτελῶν προσώπων ἐπί τε στρατιωτῶν ἐνόπλων ἀφανῶν καὶ γεωργῶν ἄδεια ἔστω αὐτοῖς καὶ ἀγράφως συνιέναι καὶ συνοικεῖν ἀλ‐
5λήλοις· καὶ ἔστωσαν οἱ παῖδες γνήσιοι, τῇ τῶν πατέ‐ ρων μετριότητι ἢ στρατιωτικαῖς ἢ γεωργικαῖς ἀσχολίαις τε καὶ ἀγνοίαις βοηθούμενοι. Ἐπειδὴ δὲ ἐκ τῶν προσελεύσεων τῶν γινομένων ἡμῖν ἀεὶ συχνότερον δὴ πάντων γυναικῶν ἀκούομεν
10ὀδυρομένων καὶ προσαγγελλουσῶν, ὥς τινες προσπα‐ θείᾳ κρατούμενοι πρὸς αὐτὰς εἶτα ταύτας ἀνάγουσιν οἴκοι, καὶ τῶν θείων ἁπτόμενοι λογίων ἢ ἐν εὐκτη‐ ρίοις οἴκοις ὀμόσαντες, ἦ μὴν ἕξειν αὐτὰς νομίμους γαμετάς, οὕτως αὐτὰς οἰκειοῦνται χρόνον πολὺν καὶ
15παιδοποιοῦσιν ἴσως, εἶτα ἐπειδὰν ἐμπλησθεῖεν τῆς αὐτῶν ἐπιθυμίας, ἢ τῶν παίδων χωρὶς ἢ μετὰ τῶν παίδων ἀπορρίπτουσι τῶν οἴκων, ἐκρίναμεν καὶ τοῦτο χρῆναι θεραπεῦσαι. καὶ εἴπερ ἡ γυνὴ δεῖξαι δυνη‐ θείη τρόποις νομίμοις, ὅτι κατὰ τοῦτο τὸ σχῆμα ὁ
20ἀνὴρ ταύτην ἔλαβεν οἴκοι ἐπὶ τῷ γυναῖκα γνησίαν ἔχειν καὶ παίδων γνησίων μητέρα, μηκέτι παντελῶς ἄδειαν αὐτῷ καθεστάναι ταύτην παρὰ τὴν τοῦ νό‐ μου τάξιν ἐξωθεῖν τῆς οἰκίας, ἀλλ’ ἔχειν γνησίαν καὶ τοὺς παῖδας γνησίους αὐτῷ καθεστάναι. καὶ ἐκείνην
25μέν, εἴπερ ἄπροικος εἴη, τῶν ἐκ τῆς ἡμετέρας δια‐ τάξεως ἀπολαύειν ἀγαθῶν, τὸ τέταρτον τῆς περιου‐ σίας τοῦ ἀνδρὸς λαμβάνουσαν, εἴτε ἐξωθείη εἴτε καὶ προαποβάλοι τὸν ἄνδρα· οὐ περιεργαζομένων ἡμῶν εἴτε διαισίῳ χρησάμενος ἀποπέμψειε ταύτην εἴτε καὶ
30τούτου χωρίς· οὐδὲ γὰρ εἰκὸς αὐτὸν πέμψαι ταύτῃ ῥεπούδιον τόν γε αὐτὸν τὸν γάμον ἐξαρνούμενον. ἀλλ’ εἴπερ ταύτην ἀλόγως ἐκβάλοι τῆς οἰκίας, αὐτὸ τοῦτο ἔστω κατὰ τοῦ ἀνδρὸς αἰτία, καὶ ἡ γυνὴ τούτου γε‐ γονότος ῥεπούδιόν τε αὐτῷ στελλέτω καὶ ἀπαιτείτω
35τὸ τέταρτον, εἰ δειχθείη γαμετὴ καθεστῶσα, κἂν εἰ προικὸς χωρὶς συνῆλθε τοῖς ὅρκοις πιστεύσασα. τί γὰρ ἂν πράξειεν ἄλλο ἡ προικὸς οὐκ εὐποροῦσα ἢ τὸ ἑαυτὴν ἀντὶ πάσης ἐπιδοῦναι προικός; ἔστω δὲ καὶ ἡ γονὴ γνησία καὶ ἄκοντος τοῦ πατρός. ὁ γὰρ
40ἐπὶ τούτῳ γήμας τε καὶ παιδοποιησάμενος, ἐφ’ ᾧ γνη‐

377

σίων αὐτῷ παίδων τὴν γυναῖκα γενέσθαι μητέρα, οὐκ ἂν γένοιτο δυνατὸς τοὺς ἐκ τῶν τοιούτων τεχθέν‐ τας γάμων αὗθις εἰς νοθείαν ἐκβαλεῖν, οὐδέ τινας ὕστερον ἴσως γάμους μετὰ τὴν τελευτὴν τῆς γαμετῆς
5ἢ τὸ ῥεπούδιον συναλλάττων τοὺς ἐξ ἐκείνων βού‐ λεσθαι τῶν γάμων μόνους εἶναι γνησίους, ἀλλὰ μὴ καὶ τοὺς ἔμπροσθεν. συζευχθείησαν γὰρ ἂν καὶ οὗτοι τοῖς δευτέροις, καὶ ἔσται πάντων ὁμοίως πατήρ, μάρ‐ τυρος ὄντος τῶν γάμων τοῖς μὲν προτέροις θεοῦ τοῖς
10δὲ δευτέροις τοῦ νόμου. Οὗτος ἡμῖν ὁ νόμος ὑπὲρ ἀσφαλείας κείσθω τῶν γάμους συμβαλλόντων· καὶ οἱ παῖδες, εἰ μὲν ἐκ τοιούτων προέλθοιεν γονέων, ἔσον‐ ται γνήσιοι καὶ τῶν ἐπὶ τοῖς γνησίοις κειμένων ἀπο‐ λαύσουσι νόμων·
15 εἰ δὲ παρὰ ταῦτα γένοιτο, μὴ μέντοι ἐκ καταδεδι‐ κασμένης προέλθοιεν συναφείας, ἔσονται νόθοι καὶ τῶν παρ’ ἡμῶν φιλοτιμηθέντων τοῖς νόθοις εἴτε ἐκ διαθήκης εἴτε ἐξ ἀδιαθέτου τεύξονται. τοὺς γὰρ ἀπὸ τῶν καθάπαξ παρ’ ἡμῶν μεμισημένων τε καὶ διὰ
20τοῦτο κεκωλυμένων γάμων προϊόντας οὐδὲ νόθους κλητέον οὐδὲ μεταδοτέον αὐτοῖς οὐδεμιᾶς φιλανθρω‐ πίας, ἀλλ’ ἔστω καὶ τοῦτο τιμωρία τῶν πατέρων τὸ γινώσκειν ὡς οὐδ’ ὁτιοῦν οἱ τῆς ἁμαρτανούσης ἐπι‐ θυμίας αὐτῶν ἕξουσι παῖδες.
25Ἐπίλογος.〉 Τὰ παραστάντα τοίνυν ἡμῖν καὶ εἰς ἀνθρώπων θεραπείαν καὶ τῆς φύσεως ἀναπλήρωσιν διὰ τοῦδε τοῦ νόμου διορισθέντα ἡ σὴ ὑπεροχὴ φα‐ νερὰ πᾶσι ποιησάτω προγραμμάτων τιθεμένων, δι’ ὧν ἅπασιν ὁ νόμος ἔσται σαφής, γινώσκουσι καθ’ ὃν
30περὶ τῶν τοιούτων πολιτεύσονται τρόπον, καὶ τὴν ἡμετέραν ἐννοοῦσι πρόνοιαν ὅτι πάσης ἀσχολίας ἑτέ‐
ρας τὴν αὐτῶν ὠφέλειαν προτίθεμεν.

379

(1t)

Οϛ
2tΗ ΔΙΑΤΑΞΙΣ ΕΡΜΗΝΕΥΕΙ
3tΤΗΝ ΠΡΟΤΕΡΑΝ ΔΙΑΤΑΞΙΝ
4tΤΗΝ ΠΕΡΙ ΤΩΝ ΕΙΣΙΟΝΤΩΝ
5tΕΙΣ ΤΑ ΜΟΝΑΣΤΗΡΙΑ ΚΑΙ ΤΑΣ
6tΟΥΣΙΑΣ ΑΥΤΩΝ ΚΑΘΙΕΡΟΥΝ‐
7tΤΩΝ, ΕΚ ΠΟΙΟΥ ΧΡΟΝΟΥ ΔΕΙ
8tΑΥΤΗΝ ΚΡΑΤΕΙΝ.
9tὉ αὐτὸς βασιλεὺς Ἰωάννῃ τῷ ἐνδοξοτάτῳ ἐπάρχῳ τῶν
10tἱερῶν πραιτωρίων τὸ βʹ, ἀπὸ ὑπάτων 〈ὑπάτῳ ὀρδι‐
11tναρίῳ〉 καὶ πατρικίῳ.
12 〈Προοίμιον.〉 Πρᾶγμα τοιοῦτον εἰς ἡμᾶς ἀφίκετο, ὅπερ οἰόμεθα χρῆναι τῆς προσηκούσης ἀπολαῦσαι παρ’ ἡμῶν ἑρμηνείας τε ἅμα καὶ βοηθείας. ἔγνωμεν γάρ,
15ὡς γυνή τις ἔχουσα παῖδα ἐκ γάμων αὐτῇ γενόμενον νομίμων ἠβουλήθη χωρίσαι μὲν ἑαυτὴν τῆς κοινῆς ταύτης διαίτης, ἐν δέ τινι γυναικῶν ἀσκητηρίῳ κατα‐ μεῖναι, πολλὰ δὴ εἰς τὰς ἐκεῖ συνηγμένας εὐλαβεστά‐ τας γυναῖκας ἀγαθὰ ποιησαμένη. καὶ ἐπειδήπερ ὁ τῆς
20ἡμετέρας εὐσεβείας βούλεται νόμος τοὺς εἰς ἀσκητή‐ ριον ἑαυτοὺς καθιεροῦντας ἢ ἄνδρας ἢ γυναῖκας πρὸ τῆς εἰς μοναστήριον εἰσόδου διατιθέναι τὰ οἰκεῖα καθ’ ὃν βούλονται τρόπον, μὴ δύνασθαι δὲ μετὰ τὴν εἴσ‐ οδον τὴν εἰς τὸ ἀσκητήριον ἔτι πράττειν τι περὶ τῶν
25οἰκείων οἷα κυρίους οὐκέτι τυγχάνοντας τῶν πραγμά‐ των, διὰ τὸ νομοθετῆσαι ἡμᾶς, τοὺς τοιούτους ἄνδρας τε καὶ γυναῖκας μετὰ τοῦ σώματος καὶ τῆς ψυχῆς αὐτῇ τῇ εἰσόδῳ τῇ κατὰ τὸ μοναστήριον καθιεροῦν ἑαυτοὺς καὶ τὰς ἑαυτῶν περιουσίας ***** ἐν τῷ μονα‐
30στηρίῳ, διότι κύριοι τούτων οὐκέτι καθεστᾶσι, καὶ ἐντεῦθεν δεδιέναι μή ποτε, καίτοι τῆς ἡμετέρας δια‐ τάξεως πολλῷ μεταγενεστέρας οὔσης τῆς εἰς τὸν εἰρη‐ μένον εὐαγῆ οἶκον αὐτῆς εἰσόδου, τινὲς ἀποστερήσαιεν
αὐτὴν τοῦ τοῦ οἰκείου προνοήσασθαι παιδός, χρῆναί

380

τε 〈διὰ〉 τὸ εἰρημένον δέος ταύτην ἑρμηνευθῆναι καὶ νόμῳ ἡμετέρῳ γενέσθαι σαφές, ὡς οὐδὲν βλάπτεται ἢ αὐτὴ ἢ ὁ παῖς περὶ τὴν αὐτῆς διαδοχὴν ἐκ τῆς εἰρη‐ μένης διατάξεως·
5 διὰ τοῦτο θεσπίζομεν, εἴ τις μοναστήριον ᾤκησεν ἀνὴρ ἢ γυνὴ πρὸ τὴς ῥηθείσης ἡμῶν διατάξεως ἢ καὶ μέχρι νῦν οἰκεῖ, καὶ μάλιστα παίδων ὑπόντων, μηδε‐ μίαν ἔχειν ἀνάγκην νῦν τὴν αὐτῶν περιουσίαν εἰσ‐ άγειν εἰς τὸ μοναστήριον, ἀλλὰ τῷ παιδὶ ἢ τοῖς παισὶ
10παραπέμπειν εἴτε τὸ πᾶν εἴτε καὶ μέρος τῆς οἰκείας περιουσίας, ἢ καὶ ὃν βούλονται τρόπον τὰ οἰκεῖα δια‐ τιθέναι πράγματα· οἷα τὸν πρότερον ἐκεῖνον νόμον ἑτέρᾳ ἡμῶν ταύτῃ διατάξει διερμηνευόντων. τοὺς γὰρ ἅπαξ πρὸ τοῦ εἰρημένου ἔμπροσθεν ἡμῶν νόμου
15μοναστήρια κατοικήσαντας οὐδὲν ἂν ὁ μετὰ ταῦτα τεθεὶς νόμος λυπήσειεν ἢ ἀφέλοιτό τι τῶν ἔμπροσθεν αὐτοῖς εἰς ἄδειαν δεδομένων· οἰδὲ τοῦ πρότερον ἡμε‐ τέρου νόμου παντελῶς ἐμποδὼν ἱσταμένου, διότι οὐδὲ τῶν ἐγχωρούντων ἐστὶ τοῦτο γενέσθαι. ἐχρῆν γὰρ
20πρότερον διατάξασθαι, καὶ οὕτως εἰσελθεῖν εἰς τὸ μο‐ ναστήριον· εἰ δὲ οὐδενὸς τότε τοιούτου νόμου κειμέ‐ νου εἰς τὸ μοναστήριον εἰσῆλθε, πῶς ἂν γένοιτο δυνα‐ τὸν ἀναστραφῆναι τὴν τάξιν τοῦ νόμου, καὶ ἀπαιτῆ‐ σαι τοὺς πρότερον εἰσελθόντας ἐν τῷ μοναστηρίῳ
25ἐκεῖνα ποιῆσαι, ὅπερ πρότερον ἀγνοούμενα παρὰ τῆς θείας ἡμῶν ὕστερον ἐκαινίσθη διατάξεως; ἀλλ’ ἕκα‐ στον προσήκει κατὰ τοὺς ἑαυτοῦ καιροὺς ἐκδέξασθαι, καὶ τὰ μὲν μετὰ τὸν νόμον οὕτω ζητεῖν γίνεσθαι ὡς ὁ νόμος βούλεται, εἰ δέ τι πρὸ τοῦ νόμου παρηκολού‐
30θησε, τοῦτο μὴ ἀνακινεῖν μηδὲ ἀνερευνᾶν, ἀλλ’ ἐπὶ τοῦ προτέρου καταλιμπάνειν σχήματος. Ὅδε τοί‐ νυν ὁ νόμος ἐπὶ ἑρμηνείᾳ χρηστῇ κείσθω τῆς προτέ‐ ρας ἡμῶν ἐκείνης διατάξεως, ὥστε αὐτὴν ἐν τοῖς μετ’ αὐτὴν χρόνοις ἀφ’ οὗ γέγονεν χώραν ἔχειν καὶ τοῖς
35μετ’ αὐτὴν ἀποταττομένοις ἀνδράσιν ἢ γυναιξὶ κεῖ‐ σθαι καὶ ἑαυτῇ τὴν ἐξουσίαν ἐπ’ ἐκείνοις φυλαττέτω μηδὲν τῶν πρὸ αὐτῆς πολυπραγμονοῦσα, ἀδείας οὔσης
τοῖς ἔμπροσθεν ἀνδράσιν ἢ γυναιξὶ κατοικήσασιν ἢ

381

〈καὶ〉 μέχρι νῦν οἰκοῦσι μοναστήρια, καὶ μάλιστα παί‐ δων ὑπόντων, τὰ ἑαυτῶν πράγματα ὃν βούλονται δια‐ τιθέναι τρόπον. 〈Ἐπίλογος.〉 Ἡ τοίνυν σὴ ὑπεροχὴ τὰ παρα‐
5στάντα ἡμῖν καὶ διὰ τοῦδε τοῦ θείου δηλούμενα νό‐ μου κατὰ τὸ σύνηθες διὰ προγραμμάτων οἰκείων ἅπασι ποιῆσαι φανερὰ σπευσάτω.
10tΟΖ
11tΗ ΔΙΑΤΑΞΙΣ
12tΠΕΡΙ ΤΟΥ ΤΟΥΣ ΟΜΝΥΟΝΤΑΣ
13tΚΑΤΑ ΤΟΥ ΘΕΟΥ ΤΙΜΩΡΕΙΣΘΑΙ
14tΚΑΙ ΤΟΥΣ ΒΛΑΣΦΗΜΟΥΝΤΑΣ.
17 〈Προοίμιον.〉 Πᾶσιν ἀνθρώποις τοῖς εὖ φρονοῦσι πρόδηλον εἶναι νομίζομεν, ὅτι πᾶσα ἡμῖν ἐστι σπουδὴ καὶ εὐχὴ τὸ τοὺς πιστευθέντας ἡμῖν παρὰ τοῦ δε‐
20σπότου θεοῦ καλῶς βιοῦν καὶ τὴν αὐτοῦ εὑρεῖν εὐ‐ μένειαν, ἐπειδὴ καὶ ἡ τοῦ θεοῦ φιλανθρωπία οὐ τὴν ἀπώλειαν ἀλλὰ τὴν ἐπιστροφὴν καὶ τὴν σωτηρίαν βούλεται, καὶ τοὺς πταίσαντας καὶ διορθουμένους δέ‐ χεται ὁ θεός. διὸ πάντας προτρέπομεν τὸν τοῦ θεοῦ
25φόβον κατὰ νοῦν λαμβάνειν καὶ τὴν αὐτοῦ εὐμέ‐ νειαν ἐπικαλεῖσθαι, καὶ ἴσμεν ὅτι πάντες οἱ τὸν θεὸν ἀγαπῶντες καὶ τὸν αὐτοῦ ἔλεον περιμένοντες τοῦτο
ποιοῦσιν.

382

Ἐπειδὴ δέ τινες ὑπὸ τῆς διαβολικῆς ἐνεργείας συν‐ εχόμενοι καὶ ταῖς βαρυτέραις ἀσελγείαις ἑαυτοὺς ἐνέ‐ βαλον καὶ αὐτῆς τῆς φύσεως τἀναντία πράττουσι, καὶ τούτοις παρεγγυῶμεν λαβεῖν κατὰ νοῦν τὸν τοῦ
5θεοῦ φόβον καὶ τὴν μέλλουσαν κρίσιν καὶ ἀπέχεσθαι τῶν τοιούτων διαβολικῶν καὶ ἀτόπων ἀσελγειῶν, ἵνα μὴ διὰ τῶν τοιούτων ἀσεβῶν πράξεων ὑπὸ τῆς τοῦ θεοῦ δικαίας ὀργῆς εὑρεθῶσι καὶ αἱ πόλεις μετὰ τῶν οἰκούντων ἐν αὐταῖς ἀπολλύμεναι. διδασκόμεθα γὰρ
10διὰ τῶν ἁγίων γραφῶν, ὅτι ἐκ τῶν τοιούτων ἀσεβῶν πράξεων καὶ πόλεις τοῖς ἀνθρώποις συναπώλοντο. Ἐπειδὴ δέ τινες πρὸς τοῖς εἰρημένοις καὶ βλάσ‐ φημα ῥήματα καὶ ὅρκους περὶ θεοῦ ὀμνύουσι τὸν θεὸν παροργίζοντες, καὶ τούτοις ὁμοίως παρεγγυῶμεν
15ἀποσχέσθαι τῶν τοιούτων βλασφήμων ῥημάτων καὶ τοῦ ὀμνύναι κατὰ τριχός τε καὶ κεφαλῆς καὶ τῶν τούτοις παραπλησίων ῥημάτων. εἰ γὰρ αἱ κατ’ ἀν‐ θρώπων γινόμεναι βλασφημίαι ἀνεκδίκητοι οὐ κατα‐ λιμπάνονται, πολλῷ μᾶλλον ὁ εἰς αὐτὸ τὸ θεῖον βλασ‐
20φημῶν ἄξιός ἐστι τιμωρίας ὑποστῆναι. διὰ τοῦτο οὖν πάντας τοὺς τοιούτους προτρέπομεν ἐκ τῶν εἰρημέ‐ νων πλημμελημάτων ἀποσχέσθαι καὶ τὸν τοῦ θεοῦ φόβον κατὰ νοῦν λαμβάνειν καὶ ἀκολουθεῖν τοῖς κα‐ λῶς βιοῦσιν. διὰ γὰρ τὰ τοιαῦτα πλημμελήματα καὶ
25λιμοὶ καὶ σεισμοὶ καὶ λοιμοὶ γίνονται, καὶ διὰ τοῦτο παραινοῦμεν τοῖς τοιούτοις ἀποσχέσθαι τῶν εἰρημέ‐ νων ἀτοπημάτων, ὥστε μὴ τὰς αὐτῶν ἀπολέσαι ψυ‐ χάς. εἰ γὰρ καὶ μετὰ τὴν τοιαύτην ἡμῶν νουθεσίαν εὑρεθῶσί τινες τοῖς αὐτοῖς ἐπιμένοντες πλημμελήμασι,
30πρότερον μὲν ἀναξίους ἑαυτοὺς ποιοῦσι τῆς τοῦ θεοῦ φιλανθρωπίας, ἔπειτα δὲ καὶ τὰς ἐκ τῶν νόμων ὑπο‐ στήσονται τιμωρίας. Ἐπετρέψαμεν γὰρ τῷ ἐν‐ δοξοτάτῳ ἐπάρχῳ τῆς βασιλίδος πόλεως τοὺς ἐπιμέ‐ νοντας ταῖς εἰρημέναις ἀτόποις καὶ ἀσεβέσι πράξεσι
35καὶ μετὰ ταύτην ἡμῶν τὴν νουθεσίαν συνέχειν καὶ ταῖς ἐσχάταις ὑποβάλλειν τιμωρίαις, ἵνα μὴ ἐκ τοῦ παραβλέπειν τὰς τοιαύτας ἁμαρτίας εὑρεθῇ καὶ ἡ πό‐ λις καὶ ἡ πολιτεία διὰ τῶν τοιούτων ἀσεβῶν πράξεων ἀδικουμένη. εἰ γὰρ καὶ μετὰ ταύτην ἡμῶν τὴν παρ‐
40αίνεσίν τινες τοὺς τοιούτους εὑρίσκοντες συγκρύψου‐

383

σιν αὐτούς, ὁμοίως παρὰ τοῦ δεσπότου θεοῦ κατα‐ κριθήσονται. καὶ αὐτὸς γὰρ ὁ ἐνδοξότατος ἔπαρχος, ἐὰν εὕρῃ τινὰς τοιοῦτό τι πλημμελοῦντας καὶ τὴν ἐκδίκησιν εἰς αὐτοὺς μὴ ἐπαγάγῃ κατὰ τοὺς ἡμετέ‐
5ρους νόμους, πρότερον μὲν ἔνοχος ἔσται τῇ τοῦ θεοῦ κρίσει, ἔπειτα δὲ καὶ τὴν ἐξ ἡμῶν ἀγανάκτησιν ὑπο‐ στήσεται.
8tΟΗ
9tΩΣΤΕ ΤΟΥΣ ΑΠΕΛΕΥΘΕΡΟΥΣ ΤΟΥ ΛΟΙΠΟΥ
10tΜΗ ΔΕΙΣΘΑΙ ΔΙΚΑΙΟΥ ΧΡΥΣΩΝ ΔΑΚΤΥΛΙΩΝ
11tΚΑΙ ΠΑΛΙΓΓΕΝΕΣΙΑΣ. ΚΑΙ ΩΣΤΕ ΤΗΝ ΠΟΙΗ‐
12tΣΙΝ ΤΩΝ ΠΡΟΙΚΩΙΩΝ ΣΥΜΒΟΛΑΙΩΝ ΕΠΙ
13tΤΩΝ ΑΠΕΛΕΥΘΕΡΩΝ ΓΥΝΑΙΚΩΝ ΑΥΤΟΘΕΝ
14tΗΔΗ ΚΑΙ ΤΟΝ ΓΑΜΟΝ ΝΟΜΙΜΟΝ ΠΟΙΕΙΝ
15tΚΑΙ ΤΟΥΣ ΠΑΙΔΑΣ ΓΝΗΣΙΟΥΣ. ΕΙ ΔΕ ΚΑΙ
16tΔΟΥΛΗ ΕΤΥΓΧΑΝΕ, ΚΑΙ ΑΥΤΗΝ ΕΛΕΥΘΕ‐
17tΡΑΝ ΕΙΝΑΙ ΤΗΙ ΠΟΙΗΣΕΙ ΤΗΣ ΠΡΟΙΚΟΣ
18tΚΑΙ ΤΟΝ ΓΑΜΟΝ ΝΟΜΙΜΟΝ ΚΑΙ
19tΤΟΥΣ ΕΞ ΑΥΤΗΣ ΓΝΗΣΙΟΥΣ.
20tὉ αὐτὸς βασιλεὺς Ἰωάννῃ τῷ ἐνδοξοτάτῳ ἐπάρχῳ τῶν
21tἀνατολικῶν πραιτωρίων τὸ βʹ, ἀπὸ ὑπάτων ὀρδινα‐
22tρίων καὶ πατρικίῳ.
23 〈Προοίμιον.〉 Τελείων ἡμῖν ἁπάντων τῶν ἀγα‐ θῶν παρὰ τοῦ μεγάλου θεοῦ δεδομένων, ᾠήθημεν
25χρῆναι καὶ αὐτοὶ τὰς τῶν οἰκετῶν ἐλευθερίας, ἐπειδὰν παρὰ τῶν δεσποτῶν τῆς προτέρας ἀπαλλάττοιντο τύ‐ χης, παντοίως αὐτοῖς καθαράς τε καὶ ἀνοθεύτους καὶ τελείας ἀποτελέσαι. Καὶ διὰ τοῦτο καὶ τῆς τῶν de‐ ditiκίων ὕβρεως τὰς ἐλευθερίας ἀπηλλάξαμεν, καὶ τὰς
30latinότητας ὡς ἀτελεῖς ἐξεβάλομεν καὶ τὰς iterationας περιττὰς ἀπεφήναμεν καὶ τὸν luniον νόμον καὶ τὸ Largianiον ἐμισήσαμεν δόγμα ὡς μάτην καὶ τὴν ἀρ‐
χὴν εἰσαχθὲν καὶ ὀρθῶς ὕστερον ἐκβεβλημένον, καὶ

384

μόνην κρατεῖν τὴν ῥωμαϊκὴν πολιτείαν ἐπὶ τῶν ἐλευ‐ θεριῶν ἠβουλήθημεν, οὐ τόποις οὐχ ἡλικίαις οὐχ ἑτέρῳ τινὶ τὸ πρᾶγμα διακρίνοντες. Ἐπειδὴ δὲ ἀεί τι κρεῖττον περὶ τῶν ἡμετέρων ὑπηκόων βουλευό‐
5μενοι καὶ αὐτὸ τὸ τελειότερον δεδομένον μείζοσιν ᾠήθημεν δεῖν ταῖς προσθήκαις αὐξῆσαι· διὰ τοῦτο θεσπίζομεν, εἴ τις ἐλευθερώσας οἰκέτην ἢ θεράπαιναν αὐτοῦ πολίτας αὐτοὺς ἀποφήνειε ῥω‐ μαίους (οὐδὲ γὰρ ἄλλως ἔξεστιν), ἴστω παρὰ τοῦδε
10τοῦ νόμου, ὡς ὁ τὴν ἐλευθερίαν λαβὼν ἕξει παρεπό‐ μενον εὐθὺς καὶ τὸ τῶν χρυσῶν δακτυλίων καὶ τὸ τῆς παλιγγενεσίας δίκαιον, καὶ οὐκ ἐξ ἀνάγκης αἰτή‐ σει τοῦτο παρὰ τῆς βασιλείας ἔτι οὐδὲ δεήσεται παν‐ τελῶς οὐδεμιᾶς πολυπραγμοσύνης, ἀλλὰ τῇ τῆς ἐλευ‐
15θερίας ἰσχύι πάντα ταῦτα συνεισελεύσεται. τῆσδε ἡμῶν τῆς νομοθεσίας ἐκ τῆς παρούσης ἡμέρας ἀρχομένης· οὐ γάρ τι τῶν ἔμπροσθεν γενομένων περιεργαζόμεθα, βεβαιοῦμεν δὲ μᾶλλον ἅπαντα τὰ προειληφότα, ὥστε κρατεῖν αὐτὰ καθ’ οὓς ἐγένοντο τρόπους. Ἀλλὰ τοῦτο
20μὲν οὕτως ἔχειν θεσπίζομεν. Ἐκεῖνο δὲ προσεπισκήπτομεν, ὥστε μηδὲν μηδὲ μετὰ τόνδε ἡμῶν τὸν νόμον βλάπτεσθαι τὰ πατρωνικὰ δίκαια ταῦτα, ἅπερ ἡμεῖς ἐνομοθετήσαμεν, ἐφ’ ὧνπερ ὅλως αὐτὰ προσώπων ἐφυλάξαμεν, πλὴν εἰ μὴ καὶ
25τούτων τὸν ἀπελεύθερον ἀπαλλάξειεν ὁ τὴν ἐλευθε‐ ρίαν δωρησάμενος, ἢ κατὰ φιδεϊκόμμισσον τοῦτο κατα‐ λιπὼν ἢ καὶ κατ’ αὐτὴν τὴν ἐλευθερίαν τοῦτο προσ‐ θείς. εἰ γὰρ καὶ τοῦτο δοίη, παντελῶς ὁ ἠλευθερω‐ μένος ἀφείσθω καὶ τοῦ πατρωνικοῦ δικαίου, διότι
30τοῦτο ἐκεῖνος ἐπέσκηψεν. ἐχέτωσαν μὲν οὖν ἅπαντα ταῦτα οἱ τῆς ἐλευθερίας ἠξιωμένοι, φυλαττέτωσάν γε μὴν καὶ μετὰ ταύτην ἡμῶν τὴν θείαν διάταξιν τοῖς εἰς τοιαύτην αὐτοὺς ἄγουσι τιμὴν πᾶσαν αἰδῶ καὶ τό γε καλούμενον obsequiον καὶ τὴν ἐκ τῶν νόμων
35ὀρθῶς εἰσενηνεγμένην reverentiαν. καὶ μὴν καὶ ἀπ‐

385

εχέσθωσαν ἢ χειρῶν ἢ ἐπιβουλῆς ἢ τῶν ἄλλων, ἐξ ὧν ἀπελεύθεροι τοιοῦτό τι πράττοντες ἀναδούλωσιν κατὰ τοὺς περὶ τούτων γεγραμμένους ὑφίστανται νόμους καὶ ἀποκαθίστανται τῇ προτέρᾳ τύχῃ. εἰ γὰρ οὐδένα
5παντελῶς ἀχάριστον εἶναι περὶ τὸν δωρησάμενον συνεχωρήσαμεν, κἂν εἰ τῶν εὐγενεστάτων εἴη, ἀλλὰ τὰς δωρεὰς ἀκύρους ἀπεφήναμεν ἐν τοῖς παρ’ ἡμῶν ἤδη γραφεῖσι νόμοις καὶ ἐν τοῖς καθ’ ἑκάστην παρ’ ἡμῶν κελευομένοις, πῶς ἂν ἀνασχοίμεθα τὸν ἐλευ‐
10θερωτὴν τὸν ἐν ἴσῳ τατρὸς περὶ τὸν ἀπελεύθερον διαγενόμενον παρ’ αὐτοῦ τι παθεῖν πονηρὸν ἢ ὕβρεις τυχὸν τραχείας καὶ ἀπρεπεῖς ἢ πληγὰς ἢ μεγάλην καὶ ἀφόρητον ὑποστῆναι ζημίαν; ἀλλ’ εἴ τι τούτων νομί‐ μοις ἀποδείξεσιν ἐλέγξειε παθὼν ὁ τὴν ἐλευθερίαν
15δοὺς ἢ καὶ οἱ τούτου παῖδες, μετὰ τοὺς εἰρημένους ἐλέγχους τὸν ἀπελεύθερον τῷ προτέρῳ δώσομεν σχή‐ ματι, τῆς μὲν τῶν ὀνομάτων περιεργασίας καὶ τῆς διὰ ταῦτα ζημίας ἅπαντας ἀπαλλάττοντες, τὸ δίκαιον δὲ πανταχοῦ καὶ ἶσον καὶ νομοθέτῃ πρέπον καὶ ἀρέσκον
20θεῷ τῷ τε ἀπελευθέρῳ τῷ τε πάλαι δεσπότῃ φυ‐ λάξαντες. Ὥστε ἔστωσαν μὲν καὶ ἀπελεύθεροι καὶ εὐγενεῖς, εἴτε οἱ πρῴην ἐλευθερωθέντες, εἴπερ ῥητῶς αὐτοῖς τοῦτο πεφιλοτίμηται, εἴτε οἱ μετὰ τόνδε ἡμῶν τὸν νόμον εἰς ἐλευθέρους ἀφικνούμενοι, ὡς εὐ‐
25γενεῖς δὲ ἤδη γενόμενοι βιούτωσαν, καὶ τὴν ὀφειλο‐ μένην τιμὴν τοῖς ἐλευθερωταῖς ἀποδιδότωσαν, ὥστε μὴ πάλιν αὐτοὺς καὶ τῆς ἐλευθερίας καὶ τῆς εὐγενείας ἐκπεσεῖν ὡς ἀγνώμονας καὶ ἀχαρίστους ἐληλεγμένους καὶ ὑπὸ τοῦ νόμου καταδεδικασμένους. ἔσονται γὰρ
30οὕτω διηνεκῶς ἐλεύθεροί τε καὶ εὐγενεῖς, εἰ τοῖς ἐλευ‐ θερωταῖς καὶ τοῖς τούτων παισὶν ἀθόλωτόν τε καὶ ἐλευθέραν τὴν ἑαυτῶν αἰδῶ τε καὶ reverentiαν καὶ εὐγνωμοσύνην φυλάξαιεν· ὧν δὴ τηρουμένων οὐ μή‐ ποτε εἰς τὴν ἔμπροσθεν κατολισθήσουσι τύχην.
35Εἰ δέ τις ἀπελευθέραν ἀγαγέσθαι βουληθείη καὶ
γνησίαν ποιήσασθαι γαμετὴν ὁποιασοῦν ἀξίας ὤν,

386

γαμικὰ συνταττέτω συμβόλαια· ταύτην γὰρ μόνην ἀπαιτοῦμεν μετὰ τὴν ἐλευθερίαν τὴν παρατήρησιν. καὶ ἔστωσαν καὶ οἱ προλαβόντες παῖδες καὶ οἱ μετὰ τὰ προικῷα τεχθέντες ἐλεύθεροί τε καὶ εὐγενεῖς, καὶ
5γνήσιοί γε μὴν τῷ πατρὶ διάδοχοι, τῆς αἰτήσεως τῶν χρυσῶν δακτυλίων καὶ τοῦ δικαίου τῆς παλιγγενεσίας ἀπηλλαγμένοι, καὶ οὐδεμίαν παντελῶς ἔχοντες διαφο‐ ρὰν πρὸς τὰ λοιπὰ τῶν εὖ γεγονότων συνοικέσια. ἐλευθερία γὰρ τῆς μητρὸς καὶ πρός γε συμβόλαιον
10γαμικὸν τὴν γονὴν ἐλευθέραν τε καὶ εὐγενῆ καὶ τῷ πατρὶ διάδοχον ἀποδείξουσιν. Καὶ οὕτω τῶν πραγμάτων καὶ τῆς ἀληθείας ὅλοι γινόμεθα, ὥστε εἴ τινι καὶ δουλευούσης τῆς γυναικὸς ἐξ αὐτῆς γένοιντο παῖδες, βουληθείη δὲ ἐκεῖνος ὕστε‐
15ρον τὴν γαμετὴν ἐλευθερῶσαι καὶ προικῷα συντάξαι συμβόλαια, ἅμα τῇ τῶν προικῴων γραφῇ καὶ τοῖς παισὶν ἁρμόσει τό τε τῆς ἐλευθερίας ὁμοῦ καὶ τὸ τῆς γνησιότητος δίκαιον· οὐκ ἐπιζητούντων ἡμῶν ἰδιά‐ ζουσαν ἐλευθερίαν ἐπὶ τοῖς παισὶ γενέσθαι, ὥστε ἢ
20συνελευθερωθῆναι τῇ μητρὶ ἢ καὶ μετ’ αὐτὴν ἢ καὶ πρὸ αὐτῆς ἴσως τὴν ἐλευθερίαν λαβεῖν, ἀλλ’ ἅμα τῇ γραφῇ τῶν γαμικῶν συμβολαίων εὐθὺς αὐτοῖς καὶ τὴν ἐλευθερίαν χαριζόμεθα. τί γὰρ ἂν μεῖζον δεί‐ ξειεν ὁ πατὴρ ἐλευθερίας τῶν παίδων σημεῖον ἢ τὸ
25τὴν γαμετὴν ἀποφῆναι καὶ ἐλευθέραν ὁμοῦ καὶ γνησίαν τῇ τῶν γαμικῶν συμβολαίων γραφῇ; εἰ γὰρ στρα‐ τιώτης καταλιπὼν πρεσβεῖον τῶν οἰκείων τινὶ θερα‐ πόντων αὐτῇ τῇ δόσει τοῦ πρεσβείου καὶ τὴν ἐλευ‐ θερίαν διδόναι δοκεῖ, πὼς οὐκ ἂν πολλῷ μᾶλλον ὁ
30πατήρ, εἰ γράψειε συμβόλαιον γαμικόν, ἕξει τοὺς ἑαυ‐ τοῦ παῖδας ἐξ αὐτοῦ δὴ τούτου καὶ μόνου καὶ ἐλευ‐ θέρους καὶ γνησίους διαδόχους; οὐ γὰρ ἄν τις αὐτὸν οἰηθείη βουληθῆναι τὴν μὲν τῶν παίδων μητέρα γνη‐ σίαν εἶναι καὶ τηλικοῦτον αὐτῇ χαρίσασθαι πάρεργον
35ἡδονῆς, τοὺς ἑαυτοῦ δὲ παῖδας τοὺς ἐκ τῶν αὐτοῦ φύντας σπερμάτων ἔτι καταλιμπάνειν δουλεύοντας. Ταῦτα ὁμοίως μὲν ὑπὲρ τῶν ἐλευθερωτῶν ὁμοίως δὲ ὑπὲρ τῶν ἀπελευθέρων ἐνομοθετήσαμεν. εἰ γὰρ μὴ τὰ ἔμπροσθεν εἰρημένα τοῖς ἐλευθερωταῖς φυ‐
40λάξομεν, ὀκνηροτέρους ἴσως τοὺς ἀνθρώπους περὶ τὴν

387

τῆς ἐλευθερίας φιλοτιμίαν ἀποτελέσομεν· ἡμῖν δὲ πᾶσα καθέστηκε σπουδὴ τὰς ἐλευθερίας κρατεῖν τε καὶ ἰσχύειν καὶ ἐν τῇ καθ’ ἡμᾶς ἀνθεῖν τε καὶ αὐξάνεσθαι πο‐ λιτείᾳ. καὶ γὰρ δὴ ταύτης ἕνεκα τῆς ἐπιθυμίας καὶ
5ἐπὶ Λιβύης καὶ ἐπὶ τῆς Ἑσπέρας τηλικούτους ἠρά‐ μεθα πολέμους ὑπέρ τε τῆς ὀρθῆς πρὸς θεὸν δόξης ὑπέρ τε τῆς τῶν ὑπηκόων ἐλευθερίας. Ποιούμεθα δὲ ξένον οὐδέν, ἀλλὰ τοῖς ἀρίστοις τῶν πρὸ ἡμῶν αὐτοκρατόρων ἀκολουθοῦντες. ὥσπερ γὰρ
10Ἀντωνῖνος ὁ τῆς εὐσεβείας ἐπώνυμος, ἐξ οὗπερ καὶ εἰς ἡμᾶς τὰ τῆς προσηγορίας ταύτης καθήκει, τὸ τῆς ῥωμαϊκῆς πολιτείας πρότερον παρ’ ἑκάστου τῶν ὑπη‐ κόων αἰτούμενον καὶ οὕτως ἐκ τῶν καλουμένων per‐ egrinων εἰς ῥωμαϊκὴν εὐγένειαν ἄγον ἐκεῖνος ἅπασιν
15ἐν κοινῷ τοῖς ὑπηκόοις δεδώρηται, καὶ ὅ γε Θεοδό‐ σιος ὁ νέος μετὰ Κωνσταντῖνον τὸν μέγαν, τὸν τῆς ἱερᾶς ταύτης πόλεως οἰκιστήν, τὸ τῶν παίδων δί‐ καιον πρότερον αἰτούμενον ἐν κοινῷ δέδωκε τοῖς ὑπη‐ κόοις, οὕτω καὶ ἡμεῖς τοῦτο δὴ τὸ τῆς παλιγγενεσίας
20τε καὶ τὸ τῶν χρυσῶν δακτυλίων ἑκάστῳ τῶν αἰ‐ τούντων διδόμενον καὶ ζημίας παρεχόμενον ἀφορμὴν καὶ πολυπραγμοσύνης καὶ τῆς παρὰ τῶν ἐλευθερωτῶν δεόμενον αὐθεντίας ἅπασιν ὁμοίως τοῖς ὑπηκόοις αὐ‐ τόθεν δίδομεν. ἀποκαθίσταμεν γὰρ τῇ φύσει τοὺς
25τῆς εὐγενείας ἀξίους οὐ καθ’ ἕνα τὸ λοιπόν, ἀλλὰ πάντας ἐφεξῆς τοὺς ἐλευθερίας παρὰ τῶν κεκτημένων ἀξιουμένους, ἵνα καὶ ταύτην μεγάλην τινὰ καὶ γενικὴν φιλοτιμίαν τοῖς ἡμετέροις ὑπηκόοις προσθείημεν. 〈Ἐπίλογος.〉 Ὅσα τοίνυν ὑπὲρ τῆς τῶν ὑπηκόων
30φιλανθρωπίας παρέστη τῷ ἡμετέρῳ κράτει κἀν τῷδε τῷ νόμῳ, ταῦτα ἡ σὴ ὑπεροχὴ μανθάνουσα τοῖς ἡμε‐ τέροις ὑπηκόοις [κατὰ ταύτην τὴν εὐδαίμονα πόλιν] δῆλα ποιησάτω διὰ προγραμμάτων οἰκείων ἐνταῦθά τε καὶ ἐν ταῖς ἐπαρχίαις, ὥστε μαθεῖν ὅτι τῶν ἡμε‐
35τέρων ὑπηκόων ἐφ’ ἑκάστης κηδόμεθα τὰ πρὸς λυ‐ σιτέλειαν αὐτῶν νομοθετοῦντες. κρατήσει δὲ ὁ νόμος ἐν τοῖς ἐφεξῆς ἅπασι καὶ τοῖς μετ’ αὐτὸν ἀποβαί‐
νουσι θέμασι· τὸ γὰρ φθάσαν οὐ περιεργαζόμεθα.

388

(1t)

ΟΘ
2tΠΑΡΑ ΤΙΣΙ ΧΡΗ ΔΙΚΑΖΕΣΘΑΙ
3tΜΟΝΑΧΟΥΣ ΚΑΙ ΑΣΚΗΤΡΙΑΣ.
5tὉ αὐτὸς βασιλεὺς Μηνᾷ τῷ ἁγιωτάτῳ ἀρχιεπισκόπῳ
6tκαὶ οἰκουμενικῷ πατριάρχῃ.
7 〈Προοίμιον.〉 Πρᾶγμα μαθόντες ἐπὶ ταύτης τῆς βασιλίδος πόλεως οὐκ ὀρθὸν γίνεσθαι ᾠήθημεν κοινῷ νόμῳ τοῦτο θεραπεῦσαι, ἀρχόμενοι μὲν ἀπὸ ταύτης
10τῆς εὐδαίμονος πόλεως, εἰς ἅπασαν δὲ αὐτὸν τὴν ὑπήκοον ἐκτείνοντες. τινὲς γὰρ τὴν τῆς ὀρθοδόξου πίστεως σεμνότητα βουλόμενοι διαφθείρειν, εἴ τινα δίκην ἔχοιεν δῆθεν ἢ πρὸς μοναχοὺς ἢ πρὸς ἀσκη‐ τρίας, προσίασι τοῖς πολιτικοῖς ἄρχουσιν, οἱ δὲ ἐκπέμ‐
15πουσι πράκτορας ἀξιοῦντας ἔνδον τε γενέσθαι τῶν ἱερῶν τόπων καὶ μοναχοὺς ἐξέλκειν καὶ μοναστρίαις ἤτοι ἀσκητρίαις ἐνοχλεῖν ἴσως καὶ ἀθεάτοις οὔσαις· κἀντεῦθεν ὕβριν τε καὶ σύγχυσιν οὐ μικρὰν τοῖς προσκυνητοῖς γίνεσθαι τόποις.
20 Διὰ τοῦτο τοίνυν θεσπίζομεν, εἴ τις οἱανοῦν ἔχοι δίκην πρός τινας τῶν εὐλαβεστάτων ἀσκητῶν ἢ τῶν ἱερωμένων παρθένων ἢ γυναικῶν ἐν μοναστηρίοις ὅλως οὐσῶν, τῷ θεοφιλεστάτῳ πόλεως ἑκάστης ἐπι‐ σκόπῳ προσιέναι, τὸν δὲ πέμπειν καὶ μετὰ πάσης
25σεμνότητός τε καὶ εὐσχημοσύνης τὰ περὶ τῆς τῶν προσώπων παρουσίας διατάττειν, εἴτε δέοι διὰ τῶν ἡγουμένων εἴτε διὰ τῶν ἀποκρισιαρίων εἴτε δι’ ἑτέ‐ ρων τινῶν παραγίνεσθαι· αὐτὸν δὲ μετὰ τῆς ἱερα‐ τικῆς σεμνότητος τὸ πρᾶγμα ἐξετάζειν καὶ κρίνειν,
30καὶ πολιτικοὺς μὴ εἶναι παντελῶς αὐτοῖς δικαστὰς μηδὲ καταισχύνειν τὴν αὐτῶν σεμνότητα, ἱκανῶν
ὄντων τῶν θεοφιλεστάτων ἑκάστης πόλεως ἐπισκόπων

389

καὶ τὰ περὶ τῆς δίκης καὶ τὰ περὶ τῆς ἀσφαλείας τῶν δικῶν διατυποῦν καὶ κρίνειν αὐτὰς σεμνῶς τε καὶ ἱερατικῶς κατὰ τοὺς νόμους τοὺς ἡμετέρους καὶ τοὺς θείους κανόνας. οὕτω γὰρ καὶ οἵ τινα λόγον ἔχειν
5οἰόμενοι τεύξονται τῶν δικαίων, καὶ ἡ σεμνότης τῶν ἱερῶν ἄθικτός τε καὶ ἀκέραιος φυλαχθήσεται. Κοινὸς τοίνυν ὁ νόμος ἔστω, καὶ ἐχέτω τὴν φυλα‐ κὴν παρά τε τῶν ἐνδοξοτάτων ἐπάρχων τῶν ἐν ἁπά‐ σαις ὄντων ταῖς διοικήσεσι (τῆς τε Ἰλλυρίδος φαμὲν
10καὶ Λιβύης Ἰταλίας τε καὶ τῆς δύσεως ὅλης) τῶν τε ἐνδοξοτάτων ἐπάρχων τῆς ἑκατέρας Ῥώμης τοῦ τε μεγαλοπρεπεστάτου πραίτωρος τῶν δήμων καὶ τῶν ἀρχόντων τῶν ἐθνῶν καὶ τῶν αὐτῶν τάξεων, ὥστε μηδεμίαν αὐτοῦ γενέσθαι παντελῶς παραφθοράν,
15ἀλλὰ ἀκέραιον αὐτὸν πρὸς τιμὴν τῶν εὐλαβεστάτων μοναχῶν φυλάττεσθαι. ταῦτα δὲ καὶ ἡ σὴ μακαριό‐ της μανθάνουσα αὐτή τε παραφυλαξάτω ἐπὶ ταύτης τῆς εὐδαίμονος πόλεως καὶ τῶν αὐτῆς περιοικίδων γράμμασί τε χρησάσθω πρὸς τοὺς θεοφιλεῖς τῶν πό‐
20λεων μητροπολίτας ὧν αὐτὸς ἀναδέδεξαι τὴν χειρο‐ τονίαν, προτάττουσα τῶν οἰκείων γραμμάτων τόνδε ἡμῶν τὸν θεῖον νόμον· οἱ δὲ τοῖς ὑπ’ αὐτοὺς ἐπι‐ σκόποις ταῦτα μηνύσουσιν, ὥστε ἐξ ὀλίγου τούτου τοῦ γράμματος μίαν συνέχειαν τοῦ νόμου ἐφ’ ἅπασαν
25προελθεῖν τὴν ὑπήκοον. Ἀλλὰ καὶ ἐπιταχύνεσθαι τὰς δίκας θεσπίζομεν τὰς μοναχοῖς ἐπαγομένας, ὥστε μὴ τὴν διάνοιαν αὐτῶν ἀπασχολεῖσθαι περὶ τὰς τῆς δίκης φροντίδας, ἀλλὰ θᾶττον ἀπαλλαγέντας τῶν θειοτέρων ἔργων ἀντέχεσθαι.
30 Ἴστω τοίνυν ὁ παρὰ ταῦτά τι πράττων, εἰ μὲν ἄρχων εἴη ὁ τοιαύτην ἐνεγκεῖν ψῆφον θαρρήσας, ὡς τῆς τε ἀρχῆς ἀπελαθήσεται οἷα εἰς τὶ θεῖον ἐξυβρί‐ σας, ποινῇ τε decem librarum auri ἅμα τῇ αὐτοῦ τάξει ζημιωθήσεται τῷ ἱερωτάτῳ ἡμῶν δοθησομένῃ
35ταμιείῳ. οἱ δέ γε πράκτορες οἱ τολμήσαντες προσ‐ αγαγεῖν ὅλως ὑπόμνησιν ὑπ’ αὐτῶν τῶν θεοφιλε‐ στάτων ἐπισκόπων κωλυέσθωσαν καὶ καθειργέσθω‐ σαν ἐν τοῖς καλουμένοις δεκανικοῖς, ποινὰς τὰς προσ‐ ηκούσας ὑφέξοντες καὶ ἐκβιβασμὸν οὐδενὶ τὸ λοιπὸν
40προσαγαγεῖν συγχωρούμενοι.

390

〈Ἐπίλογοσ〉 Τούτου κρατοῦντος τοῦ νόμου, εἴ τις πρός τινα τῶν εὐλαβεστάτων μοναχῶν ἢ παρθένων ἢ γυναικῶν ὅλως ἱερωμένων καὶ ἐν εὐαγέσι μονα‐ στηρίοις οἰκούντων ἔχοι, περὶ γὰρ δὴ κληρικῶν καὶ
5τῆς τάξεως τῆς ἐναγωγῆς τῆς αὐτῶν ἤδη νόμους ἐγρά‐ ψαμεν, οὓς κρατεῖν καὶ κυρίους εἶναι κατὰ πάντα βου‐ λόμεθα τρόπον.
15tΠ
16tΠΕΡΙ ΤΟΥ QUAESITORΟΣ.
17tὉ αὐτὸς βασιλεὺς Ἰωάννῃ τῷ ἐνδοξοτάτῳ ἐπάρχῳ τῶν
18tἱερῶν πραιτωρίων τὸ βʹ, ἀπὸ ὑπάτων 〈ὀρδιναρίων〉
19tκαὶ πατρικίῳ.
20 〈Προοίμιον〉 Ἀεὶ μετὰ τῆς ἐκ θεοῦ βοηθείας πᾶσαν ποιούμεθα πρόνοιαν τοῦ τὸ ὑπήκοον τὸ παρὰ τῆς αὐτοῦ φιλανθρωπίας παραδοθὲν ἡμῖν ἀβλαβὲς φυλάττεσθαι. τοιγαροῦν καὶ νόμους τίθεμεν πάσης ἐν αὐτοῖς ἐπιμελόμενοι δικαιοσύνης, καὶ τὸ κατὰ μι‐
25κρὸν ὀλισθαῖνον ἀνακτᾶσθαι σπεύδομεν, καὶ πρός γε καὶ ἀρχὰς ἐπινοοῦμεν, αἵπερ σωφρονίζουσαι τὸ ἀκο‐ σμοῦν μετριώτερα ποιοῦσι τὰ πλημμελήματα. ὁποῖον δή τι τὸ τοῦ πραίτωρος τοῦ δήμου κατὰ ταύτην πε‐ ποιήκαμεν τὴν μεγάλην πόλιν, λυσιτελέστατον ἐξ αὐ‐
30τῆς τῆς τῶν πραγμάτων πείρας ἅπασι τοῖς τὴν βα‐
σιλίδα ταύτην ἡμῶν πόλιν οἰκοῦσιν ἀποδειχθέν.

391

ἐκ τοίνυν ταύτης τῆς πείρας καὶ ἕτερόν τι θεραπείας δεόμενον προσμηχανήσασθαί τε καὶ ἐξευρεῖν νόμῳ τε καὶ ἀρχῇ δίκαιον ἡγησάμεθα. εὕρομεν γὰρ ὅτι κατὰ μικρὸν αἱ μὲν ἐπαρχίαι τῶν ἑαυτῶν οἰκητόρων γυ‐
5μνοῦνται, ἡ μεγάλη δὲ αὕτη πόλις ἡμῶν διενοχλεῖται πλήθουσα διαφόρων ἀνθρώπων, καὶ μάλιστα γεωρ‐ γῶν, τάς τε οἰκείας πόλεις καὶ τὴν γεωργίαν ἀπολιμ‐ πανόντων. Ταῦτα ἡμᾶς εἰς τὸν παρόντα νόμον ἰδεῖν παρ‐
10εσκεύασε καὶ εἰς τὴν ἀρχὴν τὴν νῦν παρ’ ἡμῶν σχε‐ δόν τι καινουργουμένην, ᾗπερ οὐκ ὀκνοῦμεν ἐκ τοῦ δημοσίου καὶ σίτησιν ἐπιδοῦναι καὶ ταύτην αὐτάρκη, καὶ τάξιν προσκαταστῆσαι, καὶ τὸν ἐκ ῥᾳθυμίας αὐτῇ κίνδυνον ἐπιστῆσαι. τῇ μὲν οὖν ἀρχῇ καὶ τῷ ταύ‐
15την παραλαμβάνοντι τὸ τοῦ quaesitorος ἐπιτίθεμεν ὄνομα· οὕτως γὰρ δὴ καὶ οἱ τὴν ἀρχὴν αὐτὴν ἐξευρόν‐ τες (φαμὲν δὲ καὶ ἐν τοῖς ἀνωτάτω χρόνοις) ἐρευνά‐ δας ἐκάλουν τοὺς εἰς ταύτην ἀφικνουμένους τὴν τάξιν. Βουλόμεθα δὲ τὸν τὴν ἀρχὴν ἔχοντα ταύτην ἀφ‐
20ορῶντα πρὸς θεὸν καὶ τὸ ἡμέτερον δέος καὶ τὸν νόμον ἀναζητεῖν τοὺς ἐπὶ τῆς μεγάλης ταύτης ἐπιδημοῦντας πόλεως, ἐξ οἱασδήποτε χώρας εἶεν, εἴτε ἄνδρας εἴτε γυναῖκας, εἴτε κληρικοὺς εἴτε μοναχοὺς ἢ ἀσκητρίας, εἴτε τῶν ἔξω πόλεων συνηγόρους ἢ καὶ ἄλλης οἱασοῦν
25τύχης τε καὶ ἀξίας, καὶ περιεργάζεσθαι τίνες τε εἶεν καὶ πόθεν ἥκοιεν καὶ ἐπὶ ποίᾳ προφάσει. καὶ εἰ μὲν γεωργοί, σκοπεῖν τοὺς οἶς τῶν ἡμετέρων ἀρχόντων αἱ κατ’ αὐτοὺς προσήκουσιν ὑποθέσεις, καὶ τούτοις ἐπι‐ κεῖσθαι, συντόμως τε αὐτοὺς ἀπαλλάττειν τῶν δυσκό‐
30λων δι’ ἅπερ [ἂν] ἐνταυθοῖ παραγεγόνασι, καὶ ὅτι τάχιστα τούτους ὅθεν ἥκουσιν ἐκπέμπειν τῶν προσ‐ ηκόντων ἀπολαύσαντας. Εἰ δέ τινες εἶεν γεωργοὶ τελοῦντες ὑπὸ δεσποτείας καὶ δεόμενοι τούτων εἰς ταύτην παραγεγόνασι τὴν
35βασιλίδα πόλιν, παρασκευάζειν τοὺς κεκτημένους θᾶτ‐ τον αὐτοῖς διακρίνειν τὰ ἐφ’ οἶς ἀφίκοντο πράγματα, καὶ ἐκπέμπειν αὐτίκα τυχόντας τῶν δικαίων. εἰ δὲ
ὡς εἰκὸς εἰς ἐναντίωσιν τῶν κεκτημένων παρεγένοντο

392

καὶ πρὸς αὐτοὺς λέγοιεν δίκας, εἰ μὲν πλῆθος εἴη, τοὺς μὲν πολλοὺς ἀποπέμπειν παραχρῆμα πρὸς τὴν χώραν δύο ἢ τριῶν καταλιμπανομένων, οἵπερ κατὰ τὸ τοῦ συνδίκου σχῆμα τὴν δίκην ἀγωνιοῦνται. καὶ
5οὕτω δὲ αὐτὸν ἐπικεῖσθαι τῷ τῆς δίκης ἀκροατῇ καὶ παρασκευάζειν ὅτι τάχιστα τέμνειν τὰς ὑποθέσεις, ἵνα μὴ μῆκος αὐτοῖς ἐγγίνοιτο χρόνου, καὶ μάλιστα γεωρ‐ γοῖς, ὧν ἥ τε ἐνταῦθα παρουσία περιττὴ ἥ τε ἐκ τῆς γεωργίας σχολὴ βλάβος αὐτοῖς τε καὶ τοῖς κεκτη‐
10μένοις ποιεῖ. Εἰ δὲ οὐδὲ γεωργικὸν εἴη τὸ ἐπιδημοῦν πλῆθος, ἀλλά τινες τυχὸν ἕτεροι ἢ καὶ δικασόμενοι πρὸς ἑτέ‐ ρους, καὶ ἐνταῦθα χρονίζοιεν, μὴ ἐνδιδόναι, ἀλλὰ σὺν πάσῃ συντονίᾳ τοὺς δικαστὰς ἐπείγειν μετὰ σπουδῆς
15αὐτοὺς τῶν ἀμφισβητουμένων ἀπαλλάττειν τε καὶ τῶν δικῶν ἐλευθερουμένους ἐκπέμπειν. ὥστε αὐτοὺς τὰς οἰκείας χώρας τε καὶ πόλεις οἰκεῖν. Εἰ δὲ πολ‐ λάκις ἐνοχλήσαντος τῷ ἀκροωμένῳ τῆς δίκης ἢ τοῖς τῶν γεωργῶν κυρίοις τοῦ παρ’ ἡμῶν καταστάντος
20ἄρχοντος, ἐφ’ ᾧ τοὺς δικαζομένους ἢ προσεδρεύοντας ἐλευθερῶσαι, αὐτοὶ πρὸς τοῦτο ἀναβάλλοιντο καὶ μὴ θάττον αὐτοὺς ἢ τῆς δίκης ἢ τοῦ προσεδρεύειν αὐτοῖς ἀπαλλάξουσι, τηνικαῦτα αὐτὸν τὸν παρ’ ἡμῶν ἐπὶ ταύτης τῆς ἀρχῆς προβληθέντα ἄγειν εἰς ἑαυτὸν τοὺς
25δικαζομένους ἢ δεομένους τινὸς τῶν δικαίων παρὰ τῶν κεκτημένων εἶτα μὴ τυγχάνοντας, καὶ ἐξετάζειν, καὶ ἐν τάχει διατιθέντα ἐφ’ οἷς ἐκεῖνοι ταύτῃ τῇ με‐ γάλῃ προσεδρεύουσι πόλει πρὸς τὰς οἰκείας ἐκπέμπειν πατρίδας ἢ ὅλως ἐξ ὧν ἥκουσι τόπων, πάσης ἀνῃρη‐
30μένης πρὸς τοῦτο προνομίας τε καὶ φόρου παρα‐ γραφῆς. Εἰ δὲ βίου πρόφασίν τινες ἢ δίκης αἰτίαν οὐκ ἔχοντες ἐπὶ ταύτης εἰσὶ τῆς ἡμετέρας πόλεως, ὥστε διαζῆν ἢ ἐκ τοῦ μεταιτεῖν ἢ τούτου πρὸς τὰς αὐτῶν
35ἐπιθυμίας οὐκ ἀρκοῦντος ἤδη καὶ πλημμελεῖν, τὴν τῶν σωμάτων αὐτῶν κατάστασιν ὁποία τίς ἐστιν
ἐποπτεύειν, καὶ εἰ μὲν ἔρρωται αὐτοῖς τὰ σώματα,

393

δυνατοὶ δὲ ἀρκεῖν πρὸς πόνον εἰσίν, εἰ μὲν οἰκέται τινῶν εἶεν, μανθάνειν τίνων εἰσὶ καὶ τούτους καὶ ἄκοντας τοῖς κεκτημένοις ἐκπέμπειν, εἰ δὲ ἐλεύθεροι τὴν τύχην καὶ ἔκ τινων ἐπαρχιῶν ἢ πόλεων ὁρμώ‐
5μενοι, τούτους ἐκπέμπειν εἰς τὰς ἐξ ὧν εἰσιν ἐπαρχίας. Εἰ δὲ αὐτόχθονες εἶεν καὶ σώμασι μὲν ἐρρωμένοις χρῶνται, βίου δὲ αὐτοῖς εὐπρεπὴς οὐκ ἔστι πρόφασις, τούτους μὴ μάταιον εἶναι τῆς γῆς ἄχθος συγχωρεῖν, ἀλλὰ παραδιδόναι θᾶττον αὐτοὺς τοῖς τε τῶν ἔργων
10τῶν δημοσίων τεχνίταις εἰς ὑπουργίαν τοῖς τε προ‐ εστῶσιν ἀρτοποιητικῶν ἐργαστηρίων καὶ τοῖς τοὺς κή‐ πους ἐργαζομένοις καὶ ἄλλαις διαφόροις τέχναις ἢ καὶ ἐργασίαις, ἐν αἷς ἰσχύουσιν ἅμα μὲν κάμνειν ἅμα δὲ ἀποτρέφεσθαι καὶ τὸν ἀργὸν οὕτως ἐπὶ τὰ κρείττω
15μεταβάλλειν βίον. εἰ δέ τινες μὴ βουληθῶσι προσεδρεύειν ταῖς ἐργασίαις αἷς παρεδόθησαν, τούτους ἀπελαύνειν ταύτης τῆς βασιλίδος πόλεως. φειδόμενοι γὰρ αὐτῶν ταῦτα νομοθετοῦμεν, ὅπως ἂν μὴ τῆς ἀργίας αὐτοὺς εἰς ἀτόπους πράξεις συνωθούσης οἱ νό‐
20μοι τούτους ἁρπάζοιεν πρὸς ποινάς, τοῖς ἡμετέροις παραδιδόντες ἄρχουσι. Τοὺς δέ γε βεβλαμμένους ἢ βε‐ βλαμμένας τὸ σῶμα ἢ τῇ πολιᾷ βαρεῖς τούτους ἀνεν‐ οχλήτους εἶναι κελεύομεν ἐπὶ ταύτης τῆς ἀγαθῆς πό‐ λεως παρὰ τῶν εὐσεβεῖν βουλομένων ἀποτρεφομένους.
25καὶ τῶν ἄλλων ἕκαστον ἀνερωτᾶν τίνος παρεγένοντο χάριν, καὶ πυνθανόμενον τὰ εἰκότα ἐπ’ αὐτοῖς πράτ‐ τειν, ὥστε μὴ ἀργοὺς ἐνταῦθα καθῆσθαι, ἀλλὰ τὰ προσήκοντα πράξαντας εἰς τὰς οἰκείας ἐπανελθεῖν χώρας.
30 Εἰ δέ τινες ἢ τῶν ἐπὶ ταύτης οἰκούντων τῆς πό‐ λεως ἢ καὶ τῶν ἔξωθεν παραγινομένων μέμφοιντό τισιν ὡς παρ’ αὐτῶν ζημιωθέντες κατὰ πρόφασιν τυχὸν τῶν λεγομένων σπορτούλων ἢ καὶ τῶν ἐντεῦ‐ θεν ἀδικιῶν, καὶ φάσκοιεν αὐτοὺς ἢ παραβῆναι τοὺς
35ὑπὲρ τούτων ἡμῶν νόμους, ἢ καὶ χωρὶς ἀρχικῆς προσ‐

394

τάξεως ὑπόμνησιν αὐτοῖς προσαγαγεῖν, ζητεῖν ἀκρι‐ βῶς τοὺς ταῦτα πλημμελήσαντας, ὁποίας ἂν εἶεν ἀξίας τε καὶ στρατείας καὶ ὑφ’ οἱανοῦν τελοῖεν ἀρχήν, καὶ τούτους ἅμα μὲν συλλαμβάνειν ἅμα δὲ μετ’ ἐλέγχους
5τὰς ἠπειλημένας κατὰ τοὺς ἡμετέρους νόμους εἰσπράτ‐ τειν ποινάς, οὐδενὸς τῶν προσφόρων αὐτοῖς ἀρχόντων ἀντιποιεῖσθαι τούτων δυναμένου. καὶ τοῦτο μὲν ἀζη‐ μίους φυλάττειν τοὺς ἠδικημένους, ἀπολαμβάνοντας ὅπερ παρὰ τὸν νόμον ἀπῄτηνται, τοῦτο δὲ τὰς ποι‐
10νὰς τὰς παρὰ τῶν ἡμετέρων ὡρισμένας διατάξεων προσαπαιτεῖν καὶ εἰς ἡμᾶς τὰ περὶ αὐτῶν ἀναφέρειν, ἔνθα ἂν καὶ συνίδοιμεν δοθησομένας. Πρὸς τούτοις δὲ καὶ ὅσα μέμψιν λαμβάνει παρα‐ ποιήσεως ἤτοι τῆς καλουμένης πλαστογραφίας ἐν οἱῳ‐
15δήποτε πράγματι, ταῦτα ἀναζητεῖν, καὶ τοὺς ἐπὶ τού‐ τοις προσαγγελλομένους συνέχειν, καὶ μετὰ γραφὴν καὶ ἐλέγχους τιμωρεῖσθαι τούτους· καὶ γὰρ τῆς τοιαύτης ἀκροάσεως δίδομεν ἐξουσίαν αὐτῷ. εἰ δέ τις τῶν τὰ τοιαῦτα ἠδικημένων προσαγγείλειε ταῦτα τῷ παρ’
20ἡμῶν προβληθέντι κατὰ τὸν παρόντα νόμον ἄρχοντι καὶ μὴ δικαίας τύχῃ προνοίας, ὡς ἀναγκασθῆναι καὶ εἰς ἡμᾶς ἤτοι τὴν ἀεὶ βασιλείαν ταῦτα προσαγγέλλειν, ἴστω σαφῶς ὁ τὴν ἀρχὴν ταύτην παραλαβών, ὡς αὐ‐ τὸς οἴκοθεν ἀποδώσει ταῦτα τῷ παρ’ αὐτοῦ ῥᾳθυ‐
25μηθέντι κακῶς ἅπερ ἐχρῆν αὐτὸν παρὰ τοῦ πλημμε‐ λήσαντος λαβεῖν, πρὸς τῷ καὶ μείζονος ἀγανακτήσεως ἡμετέρας πειρᾶσθαι δικαίως οἷα τὰς ἡμετέρας κελεύ‐ σεις ὑπερβῆναι θαρρήσαντα. Μέγιστον δὲ πάντων ὁ τήνδε τὴν ἀρχὴν ἔχων καὶ
30διηνεκὲς τοῦτο θήσεται σπούδασμα τὸ καθαραῖς ταῖς χερσὶν ἅπαντα πράττειν καὶ τοὺς ὑπουργοῦντας ἔχειν μὴ ῥυπῶντας μηδὲν μηδὲ αἰσχροῦ λήμματος ἐλάττους, ἀλλ’ αὐτόν τε καθαρῶς καὶ ἐλευθέρως ἄρχειν, καὶ εἴ
τι τοιοῦτο παρὰ τῶν ὑπηρετουμένων πλημμελούμενον

395

εὕροι, τοῦτο καὶ κολάζειν καὶ ἐξ αὐτῶν πρῶτον δει‐ κνύναι τὴν ἑαυτοῦ στερρότητά τε ὁμοῦ καὶ σωφρο‐ σύνην. Διὰ τοῦτο γὰρ δὴ καὶ decem libras auri προ‐ φάσει δαπάνης ὁρίζομεν αὐτῷ, καὶ τῷ αὐτοῦ παρέδρῳ
5solidos centum. καὶ τοῖς γε ὑπηρετουμένοις αὐτῷ κατὰ τὴν τῆς δαπάνης αἰτίαν solidorum trecentorum tri‐ ginta δίδομεν σίτησιν (ὧν καὶ ἀπογραφὴν ὑποτεθῆναι τῷδε τῷ νόμῳ προσετάξαμεν), ἵνα ταῖς ἐκ τοῦ δη‐ μοσίου φιλοτιμίαις ἀρκούμενοι τῶν ἀλλοτρίων ἀπό‐
10σχοιντο. οὕτως ἔσονται θεοῦ τε καὶ ἡμῶν ἀκριβεῖς θεραπευταί, καὶ τῆς ἐξ οὐρανοῦ τε καὶ ἡμῶν ἀπο‐ λαύοντες προνοίας καὶ τοῖς τῆς ἀρχῆς πράγμασιν εὐ‐ κολώτερόν τε καὶ νομιμώτερον χρώμενοι. Δίδομεν δὲ τῷ τὴν ἀρχὴν ἔχοντι παρρησίαν καὶ
15ἄρχουσιν ἐνοχλεῖν καὶ εἰς ἡμᾶς ἀναφέρειν καὶ οἴκοθεν πράττειν τὰ προσήκοντα, ἵνα μήτε ἀσθένειαν μήτε ἄλλο τι παντελῶς αἰτιώμενος τῆς ἡμετέρας ἐπ’ αὐτῷ κρίσεως ἐλάττων φανείη. ἄδειαν δὲ ὁμοίως αὐτῷ δί‐ δομεν δημοσίαις ἐπιστολαῖς χρῆσθαι πρὸς τοὺς τῶν
20ἐπαρχιῶν ἡγουμένους, ὥστε τοὺς ἐκπεμπομένους παρ’ αὐτοῦ παραπέμπειν εἰς τὰς αὐτῶν χώρας ἀπραγμό‐ νως ἐκεῖσε διάξοντας, καὶ εἴ τινος δέονται βοηθείας νομίμου, ταύτην ληψομένους. κἀκείνου μάλιστα προ‐ νοεῖν, ὥστε μὴ περὶ τῶν αὐτῶν δὶς ἐνοχλεῖσθαι, τῷ
25πολλάκις τοὺς ἐνταῦθα μάτην ἐμφωλεύοντας εἶτα ἀπο‐ πεμφθέντας παρ’ αὐτοῦ πάλιν ἐπανιέναι καὶ εὐθὺς ὑποστρέφοντας δευτέρων αὐτῷ πραγμάτων παρέχειν ἀφορμάς. εἰ γὰρ πάλιν ἐπὶ τῆς εὐδαίμονος ταύτης λάβοι πόλεως ἐμφωλεύοντας μάτην τοὺς ἀπαλλαγέν‐
30τας καὶ ἐπὶ τὴν οἰκείαν χώραν ἀποπεμφθέντας, τού‐ τοις καὶ σωφρονισμὸν ἐπιθήσει πρέποντα καὶ σφο‐ δρότερον αὖθις ἐκπέμψει. οὕτως ἡμῖν καὶ τὰ τῶν
ἔξω πόλεων οἰκισθήσεται καὶ ἡ μεγάλη πόλις αὕτη

396

συγχύσεως ἐλευθερωθήσεται. Εἰ δὲ καί τινας συν‐ ίδοι τῆς αὐτοῦ τάξεως ἐν τοῖς πέραν ὁρμητηρίοις ἱδρῦσαι, οἵπερ καὶ τοῖς ἔξωθεν ἀφικνουμένοις ἐντεύ‐ ξονται καὶ τοὺς ἐντεῦθεν πεμπομένους δεχόμενοι εἰς
5τὰς ἐπαρχίας ἐκπέμψουσι, καὶ τοῦτο πράξει τὸ συμ‐ φέρον τῷ πολιτεύματι διὰ πάντων θηρεύων. Ταῦτα ἅπαντα νομοθετοῦμεν τῶν ἡμετέρων ὑπη‐ κόων κηδόμενοι, καὶ ὥστε μὴ τὰς οἰκείας ἀπολιμ‐ πάνοντας πατρίδας ἐνταῦθα ταλαιπωρεῖσθαι καὶ τε‐
10λευτᾶν ἴσως τῶν οἰκείων ἐστερημένους καὶ μηδὲ πατρῴων ἀπολαύοντας τάφων· διότι καὶ τοῖς πρὸ ἡμῶν τεθεικόσι τοὺς νόμους καὶ πολιτείας συστη‐ σαμένοις ταῦτα οὐ παρέργως ἐσπουδάσθη, ἀλλὰ καὶ ἀργίας ἦν τις γραφὴ καὶ τὸ ξενικὸν ἅπαν περιειργά‐
15ζοντο. καὶ οὐ καινὸν οὐδὲ ἄηθες τοῦτο τοῖς πράγ‐ μασιν ἐστι τὸ σπούδασμα, ἀλλὰ καλὸν μὲν καὶ ἀρ‐ χαῖον, ἀμεληθὲν δὲ ἐν μέσῳ παρὰ τῆς ἅπαντα καταβλαψάσης ῥᾳθυμίας κατὰ μικρὸν ἐκινδύνευε δια‐ φθαρῆναί τε καὶ ἀνῃρῆσθαι, ἕως ἡμεῖς χρήσιμον
20αὐτὸ καὶ λυσιτελέστατον ὂν εὑρόντες πάλιν εἰς τὴν πολιτείαν εἰσηγάγομεν. Ὥσπερ δὲ αὐτὸν ἀδωρότα‐ τον καὶ τὴν αὐτοῦ τάξιν εἶναι βουλόμεθα καὶ μηδ’ ὁτιοῦν ἔξω τῶν παρ’ ἡμῶν ὡρισμένων λαμβάνειν, οὕτω καὶ ἀζημίους αὐτοὺς φυλάττεσθαι κελεύομεν,
25καὶ μήτε προφάσει τῶν συμβόλων μήτε κατὰ τὴν τῶν σιτήσεων πρόφασιν μήτε κατ’ ἄλλην οἱανοῦν αἰτίαν ἢ ἐν τῷ θείῳ ἡμῶν παλατίῳ ἢ ἐν τῷ δικα‐ στηρίῳ τῆς σῆς ὑπεροχῆς προφάσει συμβόλων ἢ προσ‐ τάξεών τι διδόναι νῦν ἢ εἰς τὸν ἔπειτα χρόνον. ἢ
30τοῖς προεστῶσι τῆς τραπέζης τῆς σῆς ὑπεροχῆς προ‐ φάσει σιτήσεων τῶν δι’ αὐτῶν χορηγουμένων αὐτῷ [τε] ἢ παρέδρῳ ἢ τῇ αὐτοῦ τάξει. ἀλλὰ πανταχόθεν αὐτοῖς καθαρὰ φυλάττεσθαι τὰ παρὰ τῆς ἡμῶν φι‐ λοτιμίας διδόμενα. ἀρκέσει γὰρ ἅπασιν ἀντὶ θερα‐
35πείας πρεπούσης τὸ γνησίως αὐτὸν κυβερνῶντα τὴν ἀρχὴν ἅπασιν ὠφελιμώτατον εἶναι. 〈Ἐπίλογος.〉 Τὰ τοίνυν τῷ ἡμετέρῳ παραστάντα
κράτει γινώσκουσα ἡ σὴ ὑπεροχὴ ἅπαντα εἰς ἔργον

397

ἀγαγεῖν σπουδασάτω, ἀποδεχέσθω τε τὴν ἡμῶν πρό‐ νοιαν, ὅτι καὶ νέαν ἀρχὴν προσεθήκαμεν καὶ τῶν ἡμετέρων ὑπηκόων διὰ πάντων κηδόμεθα.
6tΠΑ
7tΗ ΔΙΑΤΑΞΙΣ Η ΔΙΑ ΤΩΝ ΑΞΙΩ‐
8tΜΑΤΩΝ ΚΑΙ ΤΗΣ ΕΠΙΣΚΟΠΗΣ
9tΕΛΕΥΘΕΡΟΥΣΑ ΤΟΥΣ ΠΑΙΔΑΣ
10tΤΗΣ ΥΠΕΞΟΥΣΙΟΤΗΤΟΣ.
11tΑὐτοκράτωρ Ἰουστινιανὸς Αὔγουστος τῇ ἱερᾷ συγ‐
12tκλήτῳ τῆς βασιλίδος πόλεως.
13 〈Προοίμιον.〉 Εἴ τι πρὸς ὠφέλειαν καὶ κόσμον ὁρᾷ τῆς ὑπὸ τοῦ θεοῦ παραδοθείσης ἡμῖν πολιτείας,
15τοῦτο ἀεὶ βουλευόμενοι πρὸς ἔργον ἄγειν σπουδάζο‐ μεν. τοιγαροῦν καὶ ἤδη νόμον ἐγράψαμεν ἐπὶ τῶν ἐνδοξοτάτων ἡμῶν πατρικίων τὸν ἐλευθέρους αὐτοὺς τῇ τῆς ἀξίας δόσει τῆς ὑπεξουσιότητος τῶν πατέ‐ ρων ἀποφαίνοντα. οὐ γὰρ πρέπον ἐνομίσαμεν εἶναι,
20τούτους οὓς ἡμεῖς ἐν τάξει πατέρων ἄγομεν ἡμετέ‐ ρων, [τούτους] ὑφ’ ἑτέρου τελεῖν ἐξουσίαν. εἰ γὰρ ἡ τῆς emancipationος πρᾶξις πάλαι μὲν ὑπὸ τὰς κα‐ λουμένας legis actionας γινομένη μεθ’ ὕβρεων καὶ ῥαπισμάτων ἀπήλαττεν αὐτοὺς τῶν τοιούτων δεσ‐
25μῶν, πῶς οὐκ ἔμελλε τὰ σύμβολα τὰ πάντων ἀνθρώ‐ πων σεμνότατα διδόμενα παρὰ τῆς ἐφεστώσης τοῖς ὅλοις βασιλείας μὴ τῆς ὑπεξουσιότητος αὐτοὺς ἐλευ‐ θεροῦν; νῦν δὲ φιλανθρωπότερόν τι καὶ σεμνότερον τῇ πολιτείᾳ διανοούμενοι καὶ ἐπὶ τῶν ἐνδοξοτάτων
30ὑπάτων, οἵπερ τὸ οἰκεῖον ὄνομα τῷ χρόνῳ μετὰ τὴν

398

βασιλείαν διδόασι, καὶ τῶν γε μόνοις τοῖς ὑπατικοῖς συμβόλοις τετιμημένων, καὶ ἐπὶ τῶν ἀρχῶν τῶν ἐλευ‐ θεροῦν βουλῆς δυναμένων, τουτέστιν ἐπαρχότητός τε καὶ στρατηγίας (φαμὲν δὲ τῆς ἐν αὐτοῖς τοῖς θρό‐
5νοις καὶ τοῖς ἔργοις γνωριζομένης) αὐτὸ τοῦτο νομο‐ θετοῦμεν, ἵνα πᾶν τοιοῦτον ἀξίωμα καὶ ἀρχὴ τοι‐ αύτη προσγινομένη τισὶν οἷς ἂν ἡμεῖς δοκιμάσαιμεν, ὅπερ αὐτοὺς ἀπαλλάττει καὶ βουλῆς, τοῦτο ἰσχύσειε καὶ τῆς ὑπεξουσιότητος αὐτοὺς ἐλευθεροῦν τῶν πα‐
10τέρων ἢ πάππων. εἰ γὰρ ἐνομοθετήσαμεν, ὧς εἴ τις οἰκέτης εἰδότος τοῦ κεκτημένου ἀξιωθῇ στρατείας ἤ τινος ἀξίας τύχοι παρὰ τῆς βασιλείας, εὐθὺς ἐλευ‐ θεροῦται καὶ εἰς αὐτὴν ἀναρπάζεται τὴν εὐγένειαν, πῶς οὐχὶ δίκαιον τὸν τηλικούτων ἠξιωμένον συμβό‐
15λων μὴ καὶ τῆς ὑπεξουσιότητος ἐλεύθερον γίνεσθαι; Διὰ τοῦτο τοίνυν τῷδε τῷ σεμνοτάτῳ χρώμενοι νόμῳ θεσπίζομεν, τούς τε ὀρδιναρίους ὑπάτους, εἴ‐ περ ἐν ὑπεξουσίοις τελοῖεν. ἅμα τῷ ῥήματι τῷ ταύ‐ την αὐτοῖς χαριζομένῳ τὴν τάξιν εἰς αὐτεξουσιότητα
20φέρεσθαι, καὶ πρός γε τοῖς τιμωμένοις παρὰ τῆς βασιλείας ὑπατικοῖς συμβόλοις, εἴπερ ὑπὸ τὴν τῶν πατέρων τελοῖεν χεῖρα, γίνεσθαι τὸ σύμβολον αὐτ‐ εξουσιότητος πρόφασιν· καὶ εἴ γέ τινας ἡμεῖς ἐπὶ πασῶν τῶν διοικήσεων τῶν ἐνδοξοτάτων ἐπάρχων
25τῶν ἱερῶν ἡμῶν πραιτωρίων ἐπιστήσαιμεν ἢ ἐπὶ τὴν πολιαρχίαν ἑκατέρας Ῥώμης ἄγοιμεν ἢ ἐπί τινα στρατηγίαν, τούτους εὐθὺς καὶ αὐτεξουσίους γίνεσθαι. τὸν γὰρ τοσούτων ἄρχοντα καὶ τοσούτοις ἐπιτάττοντα μένειν ἐπὶ τῆς ὑπεξουσιότητος ἔτι καὶ μὴ τοῖς αὐτεξ‐
30ουσίοις ἐγγράφεσθαι τῶν ἡμετέρων ἀνάξιον ἡγησά‐ μεθα νόμων τε ἅμα καὶ χρόνων. ἐν γένει δέ, καθάπερ εἴρηται, νομοθετοῦμεν. ὥστε πᾶν ἀξίωμα καὶ ἀρχὴν πᾶσαν βουλῆς ἐλευθεροῦν δυναμένην ταύ‐ την καὶ αὐτεξουσιότητος γέρας τοῖς τετιμημένοις παρ‐
35έχειν. τοῦτο γὰρ καὶ σεμνοτέρους ἔτι τοὺς πατέρας
ἀποφαίνει, εἴ γε τῶν οὕτω παρὰ τῆς βασιλείας τετι‐

399

μημένων καθεστᾶσι πατέρες οὐ γὰρ ἄν, εἰ μὴ τοῦτο καὶ αὐτοὶ συνέσπευδον, τὴν βασιλείαν ὑπὲρ τούτων ᾔτουν. ὥστε εἴτε ἐστί τις νῦν ἐν ὑπεξουσίοις τού‐ των ἀπολαύων τῶν τιμῶν ἢ ἀρχῶν, ἃς ἔμπροσθεν
5ἠριθμήσαμεν, εἴτε ὕστερον ἔσται, καὶ τούτοις αὐτεξ‐ ουσιότης ἀκολουθείτω, τό τε peculiὸν αὐτοῖς χαριζο‐ μένη καὶ τὸ αὐτόγνωμον διδοῦσα καὶ ἄξια πράττειν τῆς τιμῆς καὶ τῆς ἐπ’ αὐτοῖς ἐκ τῆς βασιλείας γινο‐ μένης κρίσεως. οὗτος γὰρ πολλῷ μείζων τοῖς πατρά‐
10σιν ἔπαινος ἔσται καὶ εὐφροσύνης ἀφορμὴν παρέξει μεγάλης. Ἐκεῖνο δὲ τῷ νόμῳ προσεπισκήπτομεν, ὥστε μὴ τὰς τοιαύτας αὐτεξουσιότητας ὅμοια χαρίζεσθαι ταῖς ἄλλαις, αἳ διὰ τῶν emancipationων γίνονται, ἀλλ’
15ἐξαίρετόν τι τὴν βασιλείαν δῶρον ταῖς τοιαύταις αὐτ‐ εξουσιότησι παρέχειν. οὐδὲ γὰρ βουλόμεθα τὸν οὕ‐ τως αὐτεξούσιον γενόμενον ἢ γινόμενον ἀπολλύναι τι τῶν legitimων δικαίων, ἀλλ’ ἔστω καὶ τῷ γένει πρὸς αὐτοὺς καὶ αὐτοῖς πρὸς τὸ γένος ἄθικτα τὰ legitima
20καὶ ἐκ τῆς φύσεως φυλαττόμενα δίκαια. καὶ οἵ γε παῖδες αὐτῶν μετὰ τελευτὴν τῶν πάππων εἰς τὴν αὐ‐ τῶν μεταπιπτέτωσαν ὑπεξουσιότητα, ὥσπερ ἂν εἰ ἔτυ‐ χον οἱ τούτων γονεῖς τελευτῇ τῶν οἰκείων πατέρων ἀλλ’ οὐκ ἐκ τοῦ παρόντος νόμου αὐτεξούσιοι γενό‐
25μενοι καὶ εἰκότως τοὺς παῖδας τοὺς αὑτῶν μετὰ τε‐ λευτὴν τῶν οἰκείων πατέρων ὑπεξουσίους ἔχοντες· ἵνα μηδὲν τῶν ἐκ τῆς βασιλείας προσγινομένων παραι‐ ρεῖσθαί τι δόξειεν αὐτῶν, διότι πᾶν, ὅπερ εἴτε ἐκ θεοῦ πρόσεισιν ἀνθρώποις εἴτε ἐκ βασιλείας τῆς τῷ
30θεῷ κατακολουθούσης, ἀγαθὸν εἶναι προσήκει μόνως καὶ πάσης κακίας τε καὶ ἐλαττώσεως ἀμιγὲς καθ‐ εστάναι. Πρόδηλον δέ, ὡς οὐκ ἔστιν ὃς ἀγνοεῖ πρό γε ἁπάν‐ των τοῖς ὁσιωτάτοις ἐπισκόποις ἅμα τῇ χειροτονίᾳ
35καὶ τὴν αὐτεξουσιότητα προσγίνεσθαι. οἱ γὰρ πάν‐ των ὄντες πνευματικοὶ πατέρες πῶς ἂν ὑπὸ τὴν ἑτέ‐ ρων ἐξουσίαν τελοῖεν; ἀλλὰ προσήκει καὶ αὐτοὺς τῆς τοιαύτης ἀπολαύειν τιμῆς καὶ ταύτην ἐκ τῆσδε ἡμῶν
τῆς νομοθεσίας καρποῦσθαι.

400

〈Ἐπίλογος.〉 Τὰ τοίνυν παραστάντα ἡμῖν εἰς ὑμε‐ τέραν αἰδῶ τε καὶ τιμήν, ὦ σεβασμιώτατοι πατέρες, βουλόμεθα εἰς τὸ διηνεκὲς ἐμπρέπειν τῇ ἡμετέρᾳ πο‐ λιτείᾳ, ἅμα μὲν εἰς κόσμον ὑμέτερον ἅμα δὲ εἰς
5τὴν τῆς ἡμετέρας φιλοτιμίας ἀπόδειξιν, ἣν τοῖς ἡμε‐ τέροις πατράσι καὶ ὑπάτοις καὶ ἱερεῦσι δεδώκαμεν.
9tΠΒ
10tΠΕΡΙ ΤΩΝ ΔΙΚΑΣΤΩΝ
11tΚΑΙ ΩΣΤΕ ΜΕΘ ΟΡΚΟΥ ΜΗ ΑΙΡΕΙΣΘΑΙ.
17tImp. Iustinianus Aug. Ioanni pp. per Orientem
18t〈iterum〉, ex consule 〈ordinario〉 ac patricio.
19〈Προοίμιον.〉 Ζήνωνι τῷ τῆς εὐσεβοῦς λήξεως
20γέγραπται διάταξις περὶ τῆς τῶν δικῶν τάξεως, πολ‐ λὰς μὲν παραλλαγὰς ἐκ τῶν ἐφεξῆς δεξαμένη χρόνων, εἰς τοῦτο δὲ ἀφικομένη ὥστε κατὰ μικρὸν σχεδὸν καὶ παντάπασιν ἐκλιπεῖν. οἵ τε γὰρ ἐν αὐτῇ γεγραμμέ‐ νοι διαιτηταὶ τὸν μετ’ ἀνθρώπων ἅπαντες ἀπέλιπον
25βίον, πολλά τε τῶν ὁρισθέντων δικαίων σεσίγηται ῥητῆς τε οὐκ ἔτυχε μνήμης, ἀλλ’ ἥ γε χρῆσις ταῦτα παραλαβοῦσα εἰς ἀλλοῖον μετέστησε σχῆμα. ἡμεῖς τοί‐ νυν ὁρῶντες συγκεχυμένον καθάπαξ τὸ τῶν δικα‐ στῶν σχῆμα ᾠήθημεν χρῆναι νόμῳ ταῦτα διορίσα‐
30σθαι, ὃς τὴν πρέπουσαν τάξιν ἐπιθήσει τῷ πράγματι. οὐδὲ γὰρ ᾠήθημεν χρῆναι ἔχειν δικαστῶν τινας ὀνό‐ ματα, μάλιστα μὲν νόμων ἀνεπιστήμονας, ἔπειτα δὲ οὐδὲ πραγμάτων εὐτυχοῦντας πεῖραν. τοῖς μὲν γὰρ
ἡμετέροις ἄρχουσι πάρεισι πάντως καὶ πάρεδροι τὰ

401

ἐκ τῶν νόμων ὑφηγούμενοι καὶ τὰς ἀσχολίας ἀνα‐ πληροῦντες τὰς αὐτῶν, ἐπειδήπερ πολλαῖς περιεχόμε‐ νοι φροντίσιν ἃς ὑφ’ ἡμῖν ἔχουσιν εἰκότως τὸ δικα‐ στικὸν ἀναπληροῦσι μέρος τῇ τῶν οἰκείων παρουσίᾳ
5παρέδρων· οἱ δὲ οὔτε ἀρχὴν ἔχοντες οὔτε ἡμῖν ὑπ‐ ηρετούμενοι εἰ μὴ μέλλοιεν οἴκοθεν γοῦν ἐπίστασθαι τὸ δίκαιον ἀλλ’ ἑτέρωθεν ἐρανίζεσθαι τὴν τοῦ δικά‐ ζειν εὐσχημοσύνην. πῶς οὐ μέγιστον τοῦτο ἐλάττωμα πολιτείας ἂν εἴη τὸ μὴ τοῖς αὐτόθεν τὸ πρακτέον
10ἐπισταμένοις παραδοῦναι τὰς δίκας, ἀλλ’ ἐᾶν αὐτοὺς ζητεῖν ἑτέρους, παρ’ ὧν ἔξεστι μανθάνειν ἅπερ αὐ‐ τοὺς ἐν τῷ κρίνειν φθέγγεσθαι δεῖ; ταῦτα ἡμᾶς εἰκό‐ τως εἰς τὸν παρόντα νόμον ἀνέστησε τῶν ἡμετέρων ὑπηκόων κηδομένους καὶ βουλομένους αὐτοῖς καὶ τὰ
15ἐπὶ ταῖς δίκαις εὔκολά τε εἶναι καὶ ῥᾴδια καὶ χωρὶς ἁπάσης ἀναβολῆς διαλύεσθαι. Τὸ μὲν οὖν πάλαι σχῆμα τῆς διατάξεως Ζήνωνος τοῦ τῆς εὐσεβοῦς λήξεως, ἥπερ ἑκάστῳ δικαστηρίῳ ῥητοὺς ἀφώρισε δικαστάς. παντελῶς ἀναιροῦμεν, ἐπι‐
20λεγῆναι δὲ συνείδομεν δικαστὰς τοὺς τὴν πανταχόθεν ἐπὶ χρηστοῖς ἔχοντας μαρτυρίαν. οἵπερ κοινοὶ πάν‐ των ἔσονται δικασταί, οἷα πανταχόθεν ἐπιλελεγμένοι. καὶ δὴ τοῦτο πέπρακται, καὶ ᾕρηνταί γε παρ’ ἡμῶν δικασταὶ Ἀνατόλιός τε ὁ περίβλεπτος, ἤδη τοῦ συνηγο‐
25ρεῖν πρώην πεπαυμένος καὶ ἐν τοῖς περιβλέπτοις τοῦ δημοσίου συνηγόροις ταχθείς, Φλαβιανός τε ὁ λαμ‐ πρότατος, ὃς συνήγορος τοῦ δημοσίου καθέστηκε νῦν, καὶ πρός γε Ἀλέξανδρος καὶ Στέφανος καὶ Μηνᾶς. οἱ λογιώτατοι συνήγοροι καὶ διαιτηταὶ τῆς σῆς ἀγορᾶς,
30Ἀλέξανδρός τε ἕτερος (καὶ διαιτητὴν δὲ εἶναι κἀκεῖ‐ νον τοῦ δικαστηρίου τοῦ ἐνδοξοτάτου μαγίστρου τῶν θείων ὀφφικίων μεμαθήκαμεν), καὶ δύο ἐφεξῆς ἄλλοι συνήγοροι τῆς σῆς ἀγορᾶς. Βίκτωρ καὶ ὁ ἐκ Κυζίκου Θεόδωρος. ἐκ μὲν οὖν συνηγόρων οὗτοι δικασταὶ
35προκεκρίσθωσαν. Ἐπειδὴ δὲ προσῆκόν ἐστιν εἶ‐
ναι καὶ μείζους δικαστὰς τοὺς μὲν ἀξιώμασι προ‐

402

έχοντας καὶ πρός γε ἢ πείρᾳ πραγμάτων πολλῶν ἢ πολυχρονίῳ τριβῇ μεγίστων ἀρχῶν ἢ πλήθει τού‐ των ἐγγεγυμνασμένους καὶ τῇ γε ἡμετέρᾳ προσκαρτε‐ ροῦντας εὐσεβείᾳ, διὰ τοῦτο συνείδομεν ἐκ μὲν τῶν
5ἐνδοξοτάτων πατρικίων Πλάτωνα τὸν ἐνδοξότατον, μακρὸν ἐπὶ τῆς πολιαρχίας διανύσαντα χρόνον καὶ δὶς ἐπὶ τῶν θρόνων ἐκείνων γενόμενον, Βίκτωρά τε τὸν ἐνδοξότατον, καὶ αὐτὸν ἐπί τε τῆς μεγάλης Ἑλ‐ λάδος ἐπί τε τῆς σεμνῆς τῶν Ἀλεξανδρέων ἄρξαντα
10πόλεως καὶ πρός γε τῆς πολιαρχίας ἡγησάμενον καὶ οὐδὲ νόμων ἀνήκοον, καὶ Φωκᾶν τὸν ἐνδοξότατον ἐν τοῖς ἡμετέροις καταλέξαι δικασταῖς, ἄνδρα ὃν ὅ τε σὸς ἐπίσταται θρόνος ἐπαινουμένως αὐτοῦ προστάντα καὶ πρός γε τὰ ἐκ νόμων εἰδότα, καὶ ἐπὶ τούτοις
15Μάρκελλον τὸν μεγαλοπρεπέστατον, ἀεὶ μὲν ἡμῖν παρόντα καὶ περὶ τὴν τοῦ δικαίου θαυμαζόμενον τήρησιν καὶ παρὰ πάντων σχεδὸν τῶν ἡμῖν προσιόν‐ των διὰ τοῦτο αἰτούμενον παρέδρῳ τε χρώμενον ἐπαινουμένως διατιθέναι τὰ ἐκ τῶν νόμων δυναμένῳ,
20φαμὲν δὲ Ἀππίονα τὸν περίβλεπτον, τῷ δημοσίῳ τε συνειπόντα καὶ τἆλλα μαρτυρίας ἀγαθῆς παρά τε τῶν ἄλλων παρά τε ἡμῶν αὐτῶν ἠξιωμένον. Τοὺς μὲν οὖν δικαστὰς μετὰ τοὺς ἡμετέρους ἄρχον‐ τας τούτους εἶναι βουλόμεθα, καὶ ἡμεῖς αὐτοὶ τούτοις
25ἅπασι τὰς ὑποθέσεις κατὰ τὸ δοκοῦν ἡμῖν παραδώ‐ σομεν. εἰ δέ τις τῶν ἡμετέρων ἀρχόντων παραπέμ‐ πειν βούλοιτο δίκας, τούτοις δὴ τοῖς εἰρημένοις καὶ ὡρισμένοις παρ’ ἡμῶν διαιτηταῖς ταύτας παραδώσει καὶ ἑτέρῳ παντελῶς οὐδενί, πλὴν εἰ μὴ τοῖς παρέδροις
30τοῖς ἑαυτοῦ παραδοίη τὰς κατὰ μέρος ἐξετάσεις αὐ‐ τὸς τὴν ὑπὲρ τοῦ παντὸς κρίσιν ἐξοίσων. Καθεδοῦνται δὲ οἱ διαιτηταὶ διηνεκῶς ἐπὶ τῆς βα‐
σιλείου στοᾶς ἐν οἷς καὶ νῦν οἰκίσκοις δικάζουσιν,

403

ὄρθριοί τε εὐθὺς καὶ εἰς δείλην ὀψίαν. καὶ ἀκροά‐ σονται τῶν δικῶν οὐ μόνον τῶν μετὰ τὸν νόμον τοῦ‐ τον κινηθησομένων παρ’ αὐτοῖς. ἀλλὰ καὶ τῶν ἄλ‐ λων, ὅσαι παρὰ μὲν τοῖς ἄλλοις οὐ κατὰ τὸ ἀρχικὸν
5ἐκινήθησαν σχῆμα, νῦν δὲ παρ’ ἡμῶν εἰς αὐτοὺς μετενεχθῆναι προσετάχθησαν. Ἐκείνου φυλαττομένου, ὡς εἴπερ ἐφέσιμοι παρὰ τῶν διαιτητῶν ἢ τῶν ἐνδοξοτάτων ἀνδρῶν γίνονται δίκαι. αὗται εἰ μὲν ἐξ ἡμῶν αὐτῶν παραπεμφθεῖεν.
10κατὰ τὸ ποσὸν ἢ εἰς τὸ κοινὸν τῶν ἐνδοξοτάτων ἡμῶν ἀρχόντων ἐξετασθήσονται ἢ ἑτέροις κατὰ τὸ ἔθος τῶν θείων consultationων παραπεμφθήσονται. εἰ μέντοι τινὲς τῶν ἐνδοξοτάτων ἡμῶν ἀρχόντων δίκας αὐτοῖς παραπέμψαιεν, ἐπ’ αὐτοὺς τοὺς παρα‐
15δόντας αὐτοῖς τὰς ἀκροάσεις ἡ ἔφεσις ἥξει, ἐξ ἐκεί‐ νων δὲ αὖθις κατὰ τὸν εἰρημένον τρόπον τὰ τοιαῦτα κριθήσονται. Ἀκροάσονται δὲ πάντες τῆς μὲν δίκης ἄχρι τρια‐ κοσίων οὔσης νομισμάτων ἐν σχήματι παρασημειώ‐
20σεως. οὕτω γὰρ θᾶττον αἱ δίκαι κριθήσονται, καὶ τῶν ἐπὶ ταῖς διαγνώσεσι κύκλων καὶ τῆς τοῦ χρόνου τριβῆς τὸ δικαζόμενον ἅπαν ἀπαλλαγήσεται. πρό‐ δηλον δέ, ὡς εἰ καὶ κατὰ παρασημείωσιν ἀκροάσον‐ ται τῶν δικῶν, ἀλλὰ δώσουσιν ὅρον ἐν γράμμασι
25τὸν τὴν αὑτῶν δηλοῦντα γνώμην. τῶν ἐπὶ τούτοις ἐφέσεων οὐδενὶ παντελῶς ἀνῃρημένων, πλὴν εἰ μὴ τρισσάκις ἐκκαλέσασθαί τις βουληθείη ἢ κατὰ προ‐ πέτειαν ἀπολειφθείη· τοῖς γὰρ τοιούτοις καὶ ὁ τῶν ἐφέσεων ἀνῄρηται λόγος.
30Τὰς δὲ ἐκ τῆς μεγάλης ταύτης πόλεως ἀπὸ τῶν
διαιτητῶν ἐφέσεις εἰς τοὺς δικαστὰς οὐ περαιτέρω δύο

404

μηνῶν ἔχειν προθεσμίαν ἐν τῷ δρόμῳ τῶν κυρίων βουλόμεθα, μεθ’ οὓς ἀνάγκη τὰς κυρίας τοῦ ἑαυτῶν ἄρξασθαι δρόμου, τῆς καλουμένης παρὰ τῶν νόμων reparationος χώραν ἐπὶ τούτων οὐδεμίαν ἐχούσης.
5 Οὐδενὸς θαρροῦντος ἐκβαίνειν τὰ ἐπὶ τοῖς spor‐ tulοις ἢ ταῖς δικαστικαῖς δαπάναις παρ’ ἡμῶν διατε‐ ταγμένα, ἀλλὰ πάντων αὐτοῖς ἐμμενόντων καὶ εὐλα‐ βουμένων τὴν ποινὴν ἣν ἐπὶ τοῖς τοιούτοις ἡ θεία ἡμῶν διάταξις ὥρισεν. Τῶν τὰς δίκας παρα‐
10σκευαζόντων οὕτως ὅντων ὅσον κατὰ τὸ τῆς στρα‐ τείας σχῆμα ὡς μέχρι νῦν ὡρίσθησαν. ἑκάστου μέν‐ τοι δικαστοῦ δύο μὲν τοῖς ὑπογράφουσι χρωμένου, δύο δὲ τοῖς τὰς δίκας παρασκευάζουσί τε καὶ ἐπείγου‐ σιν οὐ δυναμένων τῶν αὐτῶν πολλοῖς ἢ δύο γοῦν
15ὅλως ὑπηρετεῖσθαι δικασταῖς. τούτους δὲ παντοίως πιστούς τε καὶ δεδοκιμασμένους εἶναι, ὥστε μηδὲν παρ’ αὐτῶν ἁμαρτάνεσθαι μηδὲ προδίδοσθαι μηδὲ κακουργεῖσθαι, ἀλλὰ κινδύνῳ τῶν τάξεων ἢ σχολῶν ἢ σκρινίων τῶν παρεχόντων αὐτοὺς τὴν ἐπ’ αὐτοῖς
20ἐπιλογήν τε ἅμα καὶ ὑπουργίαν εἶναι. καὶ κἂν εἴ τι παρ’ αὐτῶν πταισθείη. πρὸς τοὺς ἀφορίσαντας αὐ‐ τοὺς φέρεσθαι τὸν ἐκεῖθεν κίνδυνον, οἵπερ πᾶσαν ζημίαν παρὰ τὴν αὑτῶν αἰτίαν γενομένην τοῖς παρ’ ἐκείνων βλαβεῖσι θεραπεύσαιεν· ἀνάγκηι ἐχόντων καὶ
25τῶν προσφόρων ἀρχόντων. εἰ προσελευσθεῖεν, παρα‐ σκευάζειν πάντως τοὺς ἐκ τῶν οἰκείων τάξεων ἢ σχολῶν ἢ σκρινίων προβαλλομένους τοὺς ὑπουργοῦν‐ τας τὴν ἐντεῦθεν τῷ βλαβέντι θεραπεύειν ζημίαν. εἰ δὲ ὁ δικαστὴς αἴσθηταί τι πονήρευμα παρά τι‐
30νος τῶν ὑπουργούντων γινόμενον. ἀπελάσει μὲν τῆς ἀκροάσεως τῆς ἑαυτοῦ τοὺς οὐ μετὰ χρηστῆς δόξης τῷ πράγματι χρωμένους. ἑτέρους δὲ ἐγκαταστήσει γνώμῃ καὶ προβολῇ τῶν οἷς ταῦτα, καθάπερ εἰπόντες ἔφθη‐ μεν, κεκινδύνευται.
35Εἰ δέ τις ἢ τῶν ἐνδοξοτάτων ἢ τῶν ἐλλογιμωτά‐
των ἡμῶν δικαστῶν παύσαιτο τοῦ δικάζειν καθ’

405

οἱανοῦν αἰτίαν, οὐκ ἄλλως ἕτερος αὐτοῦ διαδέξεται τὴν ἀκρόασιν, πλὴν εἰ μὴ τοῦτο ἡμεῖς ἐγκρίνοντες ἑτέρῳ παραδοίημεν τὴν ἀντ’ αὐτοῦ τῶν δικῶν ἐξ‐ έτασιν.
5 Ὅπως δ’ ἂν μὴ ὁ περὶ ταῦτα πόνος ἄμισθος τοῖς ἡμετέροις γένηται διαιτηταῖς, θεσπίζομεν αὐτοὺς ἐν ἑκάστῃ παρ’ αὐτοῖς λεγομένῃ δίκῃ, κἂν εἰ θειόθεν παραπεμφθείη, ἀνὰ δύο μὲν χρυσοῦς παρ’ ἑκατέρου μέρους ἐν τῇ προκατάρξει λαμβάνειν, ἀνὰ δύο δὲ ἐν
10τῷ πέρατι τῆς ὑποθέσεως, καὶ περαιτέρω τούτων μη‐ δέν (τοῦτο ὅπερ καὶ οἱ πρὸ ἡμῶν διωρίσαντο), ἀλλὰ τούτοις ἀρκεῖσθαι καὶ μόνοις· δηλαδὴ τῶν προνομίων τῶν ἐπ’ ἐλαττώσει τῶν δαπανημάτων τισὶν ὑπαρ‐ χόντων ἅπασιν ἀκεραίων κατὰ τὴν ἑαυτῶν τάξιν
15φυλαττομένων. ταῦτα δέ φαμεν ἐπὶ τῶν δικῶν τῶν ὑπερβαινουσῶν ποσότητα χρυσῶν ἑκατόν. εἰ γὰρ μέχρι τούτου τὸ μέτρον εἴη τῶν δικῶν, οὐδὲν αὐτοὺς δικα‐ στικῶν ἕνεκεν ἀπαιτεῖσθαι βουλόμεθα· ἐκ γὰρ οὕ‐ τως ἐλαχίστης ποσότητος ὁ τὴν οἱανοῦν ἐξαίρεσιν
20ποιούμενος μεγίστῳ μέρει τῆς νίκης τὸν οὕτω πεπο‐ νημένον ἐλαττοῖ. Καὶ οὐ μέχρι τούτων ἱστάμεθα μόνων, ἀλλὰ καὶ οἴκοθεν αὐτοῖς φιλοτιμούμεθα. βου‐ λόμεθα γὰρ ἕκαστον τῶν τοιούτων διαιτητῶν ἔτους ἑκάστου παρὰ τῆς τραπέζης τῆς σῆς ὑπεροχῆς κομί‐
25ζεσθαι duas libras auri, καὶ ταύταις ἀρκεῖσθαι καὶ μόναις. ἀδωροτάτους τε εἶναι καὶ χρυσίου παντὸς ὑπερφρονεῖν. διὰ τοῦτο γὰρ εἱλόμεθα τὸ δημόσιον ἐλαττῶσαι, ἵνα καὶ αὐτῶν ἕκαστος ἀρκούμενος τῇ τε παρ’ ἡμῶν δόσει τοῖς τε ἀνὰ τέτρασι χρυσοῖς καθα‐
30ρὰς τῷ θεῷ τε καὶ ἡμῖν καὶ τῷ νόμῳ φυλάξῃ τὰς χεῖρας, ἐνθυμούμενος οἷα περὶ τούτων τοῖς ἔμπροσθεν νομοθέταις διηγόρευται. Τὸ δὲ χρῆναι καὶ τὸν τῶν δαπανημάτων λόγον τοὺς δικαστὰς πάντως κατεξετάζειν (ἐπειδὴ τοῦτο κα‐
35λῶς καὶ ἡ Ζήνωνος τοῦ τῆς εὐσεβοῦς λήξεως ἐπέταξε
ψῆφος, ἡμεῖς τε οὐκ ἀπηξιώσαμεν μέρος καὶ αὐτὸ

406

τῶν ἡμετέρων ποιῆσαι διατυπώσεων) μενέτω καὶ νῦν ἐπὶ ταὐτοῦ σχήματος φυλαττόμενον· ἐκείνου μόνου προσεπιτιθεμένου τοῦ, εἴπερ ὅρκον ἐπαγάγοι περὶ τῶν δαπανημάτων ὁ δικαστὴς τῷ νενικηκότι, δηλαδὴ μετὰ
5τῆς φαινομένης αὐτῷ ὀρθῶς ἔχειν ποσότητος, ἣν δὴ ταξατίονα καλοῦσιν οἱ νόμοι, εἶτα ἐκεῖνος ἐπομό‐ σαιτο, μὴ ἔχειν ἄδειαν τὸν δικαστὴν ἐλάττονα τῶν ὀμωμοσμένων καταδικάζειν, μηδὲ φαίνεσθαι φιλαν‐ θρωπότερον τοῦ νόμου τοῦ ταῦτα διατάττοντος. εἰ
10μέντοι συνίδοι μὴ δεῖν μηδέτερον τῶν μερῶν τῷ τῶν δαπανημάτων ὑποθεῖναι λόγῳ διὰ τὸ τῆς ὑποθέσεως ἴσως ποικίλον, αὐτὸ τοῦτο διορίζεσθαι ψήφῳ. πάν‐ των τῶν ἄλλων τῶν ἐπὶ ταῖς ἐφέσεσι, καθάπερ εἰ‐ πόντες ἔφθημεν, καὶ τῶν ἐπὶ ταῖς παραιτήσεσι, καὶ
15τῶν περὶ τοῦ μὴ προχείρως καὶ σὺν ἀνάγκῃ γίνεσθαι τὰς προκατάρξεις, ἀλλ’ ἔχειν τὴν τῶν εἴκοσιν ἡμε‐ ρῶν προθεσμίαν, καὶ εἴ τι ἄλλο δικαστικὸν ὡρίσαμεν, πάντως ἐπὶ τῆς οἰκείας μενόντων ἰσχύος. Ἐπειδὴ δὲ πολλαί τινες ἡμῖν γίνονται προσελεύσεις
20αἱρουμένων τινῶν δικαστὰς παντοίως ἀνεπιστήμονας καὶ νόμων καὶ πείρας, καὶ ὑπὸ προθυμίας ὀμνύουσιν ἐμμένειν τοῖς δικασταῖς οἷς οὐκ ἄν τις οὐδ’ ὁτιοῦν πιστεύσειεν. εἶτα ἀναπείθουσιν ἴσως καὶ τοὺς δικα‐ στὰς τὸν τοιοῦτον δῆθεν αὐτοῖς ὅρκον παρέχειν. ἄν‐
25δρας οὔτε ὅ τί ποτέ ἐστι τὸ δίκαιον οὔτε τὴν αὐτοῦ παρατήρησιν ἐπισταμένους. καὶ εἰκότως βλαβέντες αἰ‐ τοῦσιν ἐξετασθῆναι τὴν ὑπόθεσιν ἐπιλαθόμενοι τῶν ὅρκων ὧν ὤμοσαν, τὸ πρᾶγμα ἡμῖν ἐπιστροφῆς ἄξιον ἐνομίσθη. καὶ ἐπειδήπερ ἔγνωμεν ἐκ τῆς τῶν
30πραγμάτων πείρας σφαλερὸν εἶναι τὸ τοιοῦτο, θεσπί‐ ζομεν τοῦ λοιποῦ μηδένα γίνεσθαι παντελῶς δικα‐ στὴν αἱρετὸν καὶ μετὰ τῆς ἐξ ὅρκων ἀσφαλείας δικά‐ ζεσθαι, ἵνα μὴ ἐντεῦθεν εἰς ἐπιορκίαν ἀκούσιον ἐμ‐ πίπτωσιν ἄνθρωποι διὰ τὴν τῶν δικαστῶν ἀμαθίαν
35ἐπιορκεῖν ἀναγκαζόμενοι, ἀλλὰ πάντως οἱ τὸν δικα‐ στὴν ἢ τοὺς δικαστὰς αἱρούμενοι μετὰ ποινῆς αὐτοὺς ἐπιλεγέσθωσαν ὁπόσης ἂν τὰ μέρη πρὸς ἄλληλα
συμβαῖεν, καὶ ἀνάγκην ἐχέτωσαν ἢ ἐμμένειν τῇ κρίσει

407

ἢ, εἴπερ ἀναψηλαφῆσαι βουληθεῖεν, πρότερον δοῦναι τὸ πρόστιμον οὕτω τε ἄδειαν ἔχειν ἀναχωρεῖν τῶν κε‐ κριμένων καὶ ἐφ’ ἕτερον χωρεῖν δικαστήν· τῶν ἡμε‐ τέρων ἀρχόντων, εἴ γε προσελευσθεῖεν, ἐκβιβαζόντων
5τὰ πρόστιμα καὶ τοῖς ταῦτα προσταχθεῖσι λαβεῖν ἀπο‐ καταστῆναι παρασκευαζόντων. εἰδότων τῶν τοὺς δι‐ καστὰς αἱρουμένων, ὡς εἰ μὴ τοῦτο πράξαιεν μηδὲ ἐπερωτήσουσι ποινήν, ἀλλ’ οἰηθῶσιν ἀρκεῖν αὑτοῖς τὴν ἐκ τῶν ὅρκων ἀσφάλειαν, εἶτα οἱ δικασταὶ οἱ
10οὕτως αἱρεθέντες βλάψουσιν αὐτούς, εἰ μὲν ἐξεπίτη‐ δες, τῷ δεσπότῃ θεῷ τὴν ποινὴν τῆς ἐπιορκίας ὑφ‐ έξουσιν, εἰ δὲ ἐξ ἀμαθίας τοῦτο ὑποσταῖεν, οὐδὲν παρὰ τοὺς ὅρκους αὐτοῖς ἔσται πλέον. οὔτε γὰρ ἐπι‐ ορκίαν παρά τινος γίνεσθαι βουλόμεθα, οὔτε αὖθις
15τοὺς δικαζομένους ζημίαν ὑφίστασθαι μεγάλην διὰ τὴν τῶν δικαστῶν ἀμαθίαν παρὰ τὴν τῶν ὅρκων εὐλάβειαν συγχωροῦμεν. πάντων τῶν ἔμπροσθεν νε‐ νομοθετημένων εἴτε ἐκ τῆς ἀρχαίας νομοθεσίας εἴτε καὶ παρ’ ἡμῶν περὶ τῶν compromissariων δικαστῶν
20ἢ ἐπὶ τοῖς αἱρετοῖς, χωρὶς μέντοι τῆς περὶ τῶν ὅρκων ἀνάγκης, μενόντων ἐπὶ τῆς ἰδίας ἰσχύος καὶ οὐδὲν ἐκ τοῦδε ἡμῶν τοῦ νόμου καινιζομένων. Τοὺς μέντοιγε ἡμετέρους ἄρχοντας πᾶσι τρόποις δέχεσθαι τὰς ἐκκλήτους θεσπίζομεν, καὶ μηδενὶ παρ‐
25ρησίαν εἶναι παντελῶς τοῦτο διωθεῖσθαι. πλὴν μόνου τοῦ θρόνου τῆς σῆς ὑπεροχῆς, ᾧτινι τοῦτο ἄνωθεν ἡ βασιλεία πεφιλοτίμηται τὴν τῆς ἀναψηλαφήσεως ἀντεισάγουσα βοήθειαν. Πᾶς δὲ δικαστὴς εἴτε ἀρχὴν ἔχων εἴτε ἄλλως δι‐
30κάζων τηρείτω τοὺς νόμους καὶ κατὰ τούτους φερέτω τὰς ψήφους, καὶ κἂν εἰ συμβαίη κέλευσιν ἡμετέραν ἐν μέσῳ κἂν εἰ θεῖον τύπον, κἂν εἰ πραγματικὸς εἴη, φοιτῆσαι λέγοντα τοιῶσδε χρῆναι τὴν δίκην τεμεῖν,
ἀκολουθείτω τῷ νόμῳ. ἡμεῖς γὰρ ἐκεῖνο βουλόμεθα

408

κρατεῖν, ὅπερ οἱ ἡμέτεροι βούλονται νόμοι. εἰ γὰρ ἔκκλητος ἡ δίκη γένηται, ὁ μὲν δικαστὴς δεχέσθω πάντως τὴν ἐπιδιδομένην ἔφεσιν οὐδ’ ὁτιοῦν παντε‐ λῶς προφασιζόμενος, ἐφ’ ὧν ὅλως ἔξεστιν ἐκκαλεῖσθαι,
5ἡ δὲ ἐκ τῶν ἐκκλήτων βοήθεια πᾶσι προκείσθω. δι’ ἧς ἔξεστι τῷ βλαβέντι καὶ μέμψασθαι καὶ τυχεῖν ἐπαν‐ ορθώσεως ἢ παρὰ τῶν ἐφετῶν ἢ παρ’ ἡμῶν αὐτῶν, εἴπερ εἰς ἡμᾶς ἡ ψῆφος ἐνεχθείη. Εἰ δέ τι κρίνοντες οἱ δικασταὶ νομίσαιεν ἀμφισ‐
10βητήσιμον εἶναι, δίδομεν αὐτοῖς ἄδειαν τὰ περὶ τού‐ του μηνύειν εἰς ἡμᾶς, καὶ πυνθάνεσθαί τε ἡμῶν καὶ μανθάνειν τὰ δέοντα, καὶ οὕτω τὸ πρακτέον ὑφ‐ ηγεῖσθαι καὶ ποιεῖν δικαίας τε ἅμα καὶ εὐλόγους τὰς κρίσεις.
15 〈Ἐπίλογος.〉 Ἡ τοίνυν σὴ ὑπεροχὴ τὰ παρα‐ στάντα ἡμῖν καὶ διὰ τὴν τῶν ἡμετέρων ὑπηκόων ὠφέλειαν πεπραγμένα ταῦτα ἐπί τε τῆς βασιλείου προθήσει στοᾶς ἐπί τε τῶν ἄλλων μερῶν τῆς μεγά‐ λης ταύτης ἡμῶν πόλεως, ὥστε ἅπασι ταῦτα γενέ‐
20σθαι φανερά, καὶ μαθεῖν ὅτι διὰ πάντων ἡμῖν μέ‐
λει τῆς αὐτῶν ἀσφαλείας τε καὶ ἀπραγμοσύνης.

409

(1t)

ΠΓ
2tΠΕΡΙ ΤΟΥ ΤΟΥΣ ΚΛΗΡΙΚΟΥΣ
3tΤΟΙΣ ΕΠΙΣΚΟΠΟΙΣ ΑΠΟ‐
4tΚΡΙΝΕΣΘΑΙ.
6tΑὐτοκράτωρ Ἰουστινιανὸς Αὔγουστος Ἰωάννῃ τῷ ἐν‐
7tδοξοτάτῳ ἐπάρχῳ τῶν ἀνατολικῶν πραιτωρίων τὸ
8tδεύτερον, ἀπὸ ὑπάτων ὀρδιναρίων καὶ πατρικίῳ.
9〈Προοίμιον.〉 Πολλοὺς ἱεροὺς γεγραφότες νόμους
10περί τε τῶν θεοφιλεστάτων ἐπισκόπων τῆς τε ἐφ‐ εξῆς ἱερατείας ἁπάσης, καὶ μὴν καὶ περὶ τῶν εὐλαβε‐ στάτων μοναχῶν καὶ ἔναγχος τοῦτο πεπραχότες ἐν οἷς ἠβουλήθημεν τοὺς εὐλαβεστάτους μοναχοὺς παρὰ μόνοις τοῖς τῶν πόλεων. ἐπισκόποις ὕφ’ οὕς ἐστι
15τὰ μοναστήρια τὰς ἐναγωγὰς ὑπομένειν, ᾐτήθημεν παρὰ Μηνᾶ τοῦ θεοφιλεστάτου ἀρχιεπισκόπου τῆς εὐ‐ δαίμονος ταύτης πόλεως καὶ οἰκουμενικοῦ πατριάρχου, καὶ τοῖς εὐλαβεστάτοις κληρικοῖς ταύτην δοῦναι τὴν προνομίαν· ὥστε εἴ τις ἔχοι τινὰ πρὸς αὐτοὺς χρη‐
20ματικὴν δίκην, πρότερον παρὰ τὸν θεοφιλέστατον ἐπίσκοπον ἰέναι τὸν ὑφ’ ὃν τελεῖ, καὶ ἐντυγχάνειν αὐτῷ καὶ ἀγράφου κρίσεως ἀπολαύειν. καὶ εἴπερ τοῦτο γένοιτο, μήτε ἐνοχλεῖν αὐτῷ μήτε ἕλκειν εἰς δικαστήρια πολιτικὰ μήτε τῆς ἱερᾶς αὐτὸν ἀπασχο‐
25λεῖν λειτουργίας· ἀλλ’ ἀγράφως κατεξετάζεσθαι τὴν ὑπόθεσιν ζημίας χωρίς, καὶ λαμβάνειν τύπον ἴσως καὶ ἔγγραφον. εἰ τοῦτο τὰ μέρη βουληθείη τε καὶ αἰ‐ τήσειε, καὶ ἀπηλλάχθαι τῆς πρὸς ἀλλήλους ἔριδος. Εἰ δέ γε διὰ τὴν τοῦ πράγματος φύσιν ἢ διά
30τινα ἴσως δυσκολίαν οὐ γένοιτο δυνατὸν τῷ θεοφιλε‐

410

στάτῳ ἐπισκόπῳ τεμεῖν τὴν ὑπόθεσιν, τότε ἄδειαν εἶναι καὶ παρὰ τοὺς πολιτικοὺς ἄρχοντας ἰέναι, καὶ τῶν προνομίων ἁπάντων φυλαττομένων, ὁπόσα τοῖς εὐλαβεστάτοις κληρικοῖς αἱ θεῖαι διατάξεις διδόασι,
5καὶ ἀγωνίζεσθαι καὶ πέρας ἐπιτίθεσθαι τῇ δίκῃ, καὶ οὕτως ἐλεύθερον γίνεσθαι πραγμάτων· τῶν λαμπρο‐ τάτων ἀρχόντων κατὰ τοὺς ἡμετέρους νόμους σπευ‐ δόντων σὺν πάσῃ προθυμίᾳ καὶ τάχει τὰς δίκας τε‐ μεῖν, ὥστε μὴ διὰ τὰς τοιαύτας αἰτίας τῶν ἱερῶν
10αὐτοὺς ἀπασχολεῖσθαι πράξεων, καὶ δέον τὸν θεὸν ἱκετεύειν καὶ τὰ ἱερεῦσι πρέποντα πράττειν, δικαστη‐ ρίων ἀνέχεσθαι καὶ τῶν ἐκεῖσε θορύβων καὶ τῆς ἐγγινομένης ταραχῆς ταῖς τῶν δικαζομένων ψυχαῖς. Εἰ μέντοι περὶ ἐγκλημάτων ἐνάγοιντο, εἰ μὲν πο‐
15λιτικῶν, ἐνταῦθα μὲν οἱ πρόσφοροι ἄρχοντες. ἐπὶ δὲ τῶν ἐπαρχιῶν οἱ τούτων ἡγούμενοι ἔστωσαν δικασταί, μὴ ὑπερβαινούσης τῆς δίκης μηνῶν δύο προθεσμίαν, ἀφ’ οὗ προκάταρξις γένηται, ὥστε σύντομον ἐπιτίθε‐ σθαι τῷ πράγματι πέρας. ἐκείνου δήλου ὄντος, ὡς
20εἴ γε ὑπεύθυνον εἷναι τὸν ἐναγόμενον νομίσειεν ὁ τῆς ἐπαρχίας ἡγούμενος καὶ ποινῆς ἄξιον κρίνειε, πρότε‐ ρον γυμνοῦσθαι τοῦτον παρὰ τοῦ θεοφιλεστάτου ἐπι‐ σκόπου τῆς ἱερατικῆς ἀξίας, οὕτω τε ὑπὸ τὰς τῶν νόμων γίνεσθαι χεῖρας.
25 Εἰ μέντοι ἐκκλησιαστικὸν εἴη τὸ ἁμάρτημα δεόμενον σωφρονισμοῦ καὶ ἐπιτιμίων ἐκκλησιαστικῶν, ὁ θεο‐ φιλέστατος ἐπίσκοπος τοῦτο κρινέτω. μηδὲν ἐπικοινω‐ νούντων τῶν λαμπροτάτων ἀρχόντων τῶν ἐπαρχιῶν. οὐδὲ γὰρ βουλόμεθα τοιαύτας ὑποθέσεις ὅλως οὐδὲ
30γινώσκεσθαι τοῖς πολιτικοῖς ἄρχουσι, δέον τὰ τοιαῦτα καὶ ἐκκλησιαστικῶς ἐξετάζεσθαι, καὶ ἐπανορθοῦσθαι τὰς ψυχὰς τῶν ἁμαρτανόντων διὰ τῶν ἐκκλησιαστι‐ κῶν ἐπιτιμίων κατὰ τοὺς ἱεροὺς καὶ θείους κανόνας, οἶς καὶ οἱ ἡμέτεροι κατακολουθεῖν οὐκ ἀπαξιοῦσι νό‐
35μοι. Εἰ δέ τινες ἤδη προκατήρχθησαν δίκαι, αὗται μενέτωσαν ἐπὶ ταὐτοῦ σχήματος σύντομον λαμβάνου‐
σαι πέρας. πάντων τῶν ἤδη παρ’ ἡμῶν νενομοθε‐

411

τημένων εἴτε ἐπὶ ταῖς ἁγιωτάταις ἐκκλησίαις εἴτε ἐπὶ τοῖς θεοφιλεστάτοις ἐπισκόποις εἴτε ἐπὶ κληρικοῖς εἴτε ἐπὶ μοναχοῖς τὴν ἰδίαν ἰσχὺν ἐχόντων. 〈Ἐπίλογος.〉 Ἡ τοίνυν σὴ ὑπεροχὴ τὰ παρα‐
5στάντα ἡμῖν καὶ διὰ τοῦδε τοῦ θείου δηλούμενα νό‐ μου διὰ προγραμμάτων οἰκείων φανερὰ πᾶσι κατα‐ στησάτω καὶ εἰς τὸ διηνεκὲς παραφυλάττειν σπευσάτω.
10tΠΔ
11tΠΕΡΙ ΤΩΝ ΟΜΟΠΑΤΡΙΩΝ ΚΑΙ
12tΟΜΟΜΗΤΡΙΩΝ ΑΔΕΛΦΩΝ.
13tΑὐτοκράτωρ Ἰουστινιανὸς Αὔγουστος Ἰωάννῃ τῷ ἐν‐
14tδοξοτάτῳ ἐπάρχῳ τῶν ἀνατολικῶν πραιτωρίων τὸ βʹ,
15tἀπὸ ὑπάτων ὀρδιναρίων καὶ πατρικίῳ.
16 〈Προοίμιον.〉 Πολλοῖς πανταχόθεν ἡ φύσις και‐ νουργήμασιν ἐν τοῖς πράγμασι χρωμένη (εἰρημένον ἤδη τοῦτο πολλάκις ἐν τοῖς νόμοις τὸ προοίμιον, εἰρήσεται δὲ καὶ αὖθις ἔως ἂν ἐκείνη τὰ ἑαυτῆς πράττῃ) πολ‐
20λῶν ἡμᾶς εἰς χρείαν καθίστησι νόμων. τὰς γὰρ λεγι‐ τίμας καὶ τὰς κογνατικὰς διαδοχὰς λέγουσι μὲν ἡμῖν καὶ οἱ πάλαι, καὶ οἱ ἐκ τῆς τῶν νόμων ἀρχαιότητος ταῦτα λαβόντες κατίασι μέχρι καὶ εἰς ἡμᾶς, οἳ πολλὰ καὶ τούτων ἐπηνωρθώσαμεν· ἦλθε δὲ εἰς ἡμᾶς τι
25τοιοῦτο. Ἠγάγετό τις γαμετήν, καὶ παῖδες αὐτῷ γεγόνασιν ἐξ αὐτῆς· εἶτα ἀπελθούσης ἐκείνης ἄγεται πάλιν ἑτέραν, ἐξ ἧς τίκτονται παῖδες αὐτῷ, τοῖς προ‐ τέροις ὁμοπάτριοι μόνον, οὐ μὴν ὁμομήτριοι· εἶτα καὶ τρίτον ἐπεισάγεται γάμον καὶ ποιεῖται παῖδας κἀντεῦ‐
30θεν. μετὰ δὲ τὴν αὐτοῦ τελευτὴν ἐπὶ δεύτερον ἡ γυνὴ χωρεῖ συνοικέσιον, ἐξ οὗ ἑτέρους ἐποιήσατο παῖδας, τοῖς ἐκ τοῦ προτέρου ἀνδρὸς ὁμομητρίους μόνον, οὐ μὴν καὶ ὁμοπατρίους. τελευτησάσης τοίνυν τῆς μη‐
τρὸς συνέβη ἐπιτελευτῆσαι καὶ τὸν ἕνα τῶν ἀδελφῶν

412

παίδων τε καὶ διαθηκῶν χωρίς, πολλοὺς ἀδελφοὺς καταλελοιπότα, τοὺς μὲν ὁμομητρίους, τοὺς δὲ ὁμο‐ πατρίους, τοὺς δὲ ὁμομητρίους τε ἅμα καὶ ὁμοπατρίους. καὶ ὃ μὲν ἐξεύρηται τῇ φύσει καινούργημα, τοιοῦτό
5πως ἦν· ἔξεστι δὲ τοιαύτης ἀρχῆς δεδομένης ἡμῖν παρ’ αὐτῆς καὶ ἕτερα προσεπινοῆσαι θέματα τοιοῦτό τι φέρειν δυνάμενα, εἴτε τελευτῇ τοῦ ἀνδρὸς εἴτε τελευτῇ τῆς γυναικός. εἴτε ἄλλων νομίμων γάμων διαφόρων τοῦτο ποιησάντων. τὸ ζητούμενον τοίνυν ἐκεῖνο ἦν,
10εἴπερ εἰς τὸν τοῦ τετελευτηκότος ἀδελφοῦ κλῆρον δεῖ πάντας καλεῖν, τοίς τε ὁμομητρίους τούς τε ὁμο‐ πατρίους τούς τε ἅμα μὲν ὁμομητρίους ἅμα δὲ ὁμο‐ πατρίους. Ἐπειδὴ τοίνυν περισκοπήσαντες τοὺς νόμους ἅπαν‐
15τας οὓς ἠθροίσαμεν τούς τε παλαιοὺς τούς τε ἡμε‐ τέρους τοιαύτην οὐχ εὕρομεν ἀναφυεῖσαν ζήτησιν, προσῆκόν ἐστιν αὐτὴν ὀψέ ποτε χαλινῶσαι νόμῳ καὶ σκοπῆσαι, ὅτι τῶν ἀδελφῶν ἐστι πρὸς τὸν τελευτή‐ σαντα τοῖς μὲν τὰ κογνατικὰ δίκαια, ἅπερ ἡμεῖς τοῖς
20λεγιτίμοις συνήψαμεν. τοῖς δὲ αὐτόθεν τὰ λεγίτιμα (ἐκοινώνουν γὰρ αὐτῷ περὶ τὴν πατρῴαν γονήν, ὥσπερ ἐκεῖνοι περὶ τὴν μητρῴαν)· οἱ δὲ αὐτόθεν καθαρῶς εἶχον καὶ τὸν νόμον καὶ τὴν φύσιν βοηθοῦσαν αὑ‐ τοῖς, διότι καὶ ἐκ τῶν αὐτῶν ἦσαν προελθόντες μη‐
25τρῴων κόλπων καὶ ἦν αὐτοῖς ἡ ἐκ τοῦ πατρὸς σπορὰ μία καὶ τὸ πανταχόθεν γνήσιον ὥσπερ τι σύμβολον αὐτοῖς ἐνέπρεπεν. εἰ μὲν οὖν ὁ τοιοῦτος ἀδελφὸς πραγμάτων ἀπαλλάξαι καὶ τὸν νόμον καὶ τοὺς ἀμφισ‐ βητοῦντας ἠβουλήθη, πρὸς διαθήκην ἦλθεν ἂν καὶ
30τὴν ἑαυτοῦ γνώμην ἐποίησε φανεράν, καὶ οἱ τῇ γραφῇ τετιμημένοι πρὸς τὸν κλῆρον ἐκαλοῦντο. ἐπειδὴ δὲ τοῦτο πρᾶξαι οὐκ ἠβουλήθη ἢ οὐκ ἠδυνήθη (πολλὰ δὲ τὰ ἀνθρώπων καὶ περιστάσεις μυρίαι καὶ αἰφνί‐ διοι θάνατοι), ὅδε ἡμῶν ὁ νόμος τῷ πράγματι διαι‐
35τήσει. Βούλεται δὲ οὗτος ὁ νόμος, ὥστε τοὺς ἑκα‐ τέρωθεν κεκοσμημένους καὶ ἅμα μὲν ὁμοπατρίους ἅμα δὲ ὁμομητρίους ἀδελφοὺς εἰς τὴν διαδοχὴν τοῦ τελευ‐ τήσαντος καλλίους εἶναι τῶν ἢ μόνον ὁμοπατρίων ἢ μόνον ὁμομητρίων. καὶ οὐ καταπλήξει γε ἡμᾶς ἡ
40φύσις ποικίλλουσα, ἀλλ’ ἡμεῖς αὐτῆς τὰς τοιαύτας ἐφ‐

413

ευρέσεις ἀποδείξομεν νομίμους καὶ κρινοῦμεν, τοῖς τε‐ λεωτέροις ἀποδιδόντες τὰ καλλίω καὶ τοὺς ἐλάττους ἐξισοῦν αὐτοῖς οὐκ ἀνεχόμενοι. καὶ πολλά γε ἡμᾶς εἰς τοῦτο προέτρεψε. πρότερον μὲν γὰρ ἕτερος ἡμῶν
5νόμος, εἰ παῖς τελευτήσειε παῖδας οὐκ ἔχων, [ἡ] εἰς τὰ ὄντα αὐτῷ μητρῷα τυχὸν ἢ καὶ ἀπὸ γαμικῆς ἢ καὶ ἐξ ἄλλης αἰτίας ἀπροσπόριστα πράγματα πρότε‐ ρον τοὺς ἐκ τῶν αὐτῶν γάμων ἀδελφοὺς εἰς τὸν κλῆ‐ ρον καλεῖ, εἶτα τοὺς ἐξ ἑτέρων, καὶ μετ’ ἐκείνους τὸν
10πατέρα· ὅπερ ἀπόδειξις ἦν τοῦ πάλαι ταῦτα τὴν ἡμε‐ τέραν νομοθεσίαν ὠδίνειν. εἰ γὰρ καὶ πατρὸς ὑπόν‐ τος αὐτοῦ τε τοῦ πατρὸς καὶ τῶν ἐξ ἑτέρου γάμου προτιμᾶσθαι τοὺς ὁμομητρίους καὶ ὁμοπατρίους ἀδελ‐ φοὺς συμβαίνει, ἀκόλουθόν ἐστι, κἂν εἰ μὴ πατὴρ ὕπ‐
15εστιν ἀλλ’ ἀδελφοὶ μόνον, προτιμᾶσθαι τῶν ἐξ ἑνὸς τῶν γονέων μόνον συναπτομένων τῷ τελευτήσαντι τοὺς ὁμοίως μὲν ὁμομητρίους ὁμοίως δὲ ὁμοπατρίους ὄντας. καὶ τούτοις συμβαῖνον ἂν εἴη τὸ πρώην ἐπί τε τοῖς μητρῴοις καὶ τοῖς ἀπὸ γαμικῆς αἰτίας ἢ καὶ
20ἄλλοις ἀπροσπορίστοις νενομοθετημένον τοῦτο καὶ ἐπὶ τοῖς λοιποῖς τοῦ τελευτήσαντος πράγμασι κρατεῖν τε καὶ πολιτεύεσθαι. Οὗτος τοίνυν ὁ νόμος ἐπὶ τούτου τοῦ δόντος αὐτῷ τὴν πρόφασιν, ὡς εἴρηται, κείσθω θέματος. καὶ ἐπείπερ ἐκ τριῶν συνοικεσίων αὕτη
25προῆλθεν ἡ καινοτομία τῆς φύσεως, οὐδὲν κωλύει, κἂν εἴ τις ὑπόθοιτο καὶ ἐκ δύο μόνων γάμων τοὺς μὲν εἴναι μόνον ὁμοπατρίους ἢ ὁμομητρίους, τοὺς δὲ ὁμο‐ πατρίους τε ἅμα καὶ ὁμομητρίους, κἂν εἴ τις ἐκτα‐ θῆναι δοίη τὰ συνοικέσια καὶ ἔτι μᾶλλον τοιοῦτό τι
30γενέσθαι· καὶ οὕτως εἰς τὰ τοιαῦτα τῶν θεμάτων, ἔνθα τοιαῦταί τινες εἰσάγονται τάξεις ἀδελφῶν, ὁ νό‐ μος ἐχέτω τὴν οἰκείαν ἰσχύν, καὶ ἀποκλειέτωσαν οἱ διπλοῖς χρώμενοι δικαίοις τοὺς ἑνὶ μόνῳ χρῆσθαι δυναμένους.
35 Εἰ δὲ οὐ τοιοῦτόν ἐστι τὸ θέμα, ἀλλ’ ἢ μόνον καθεστᾶσιν ὁμοπάτριοι ἢ ὁμομήτριοι, καὶ τελευτήσειέ τις τῶν ἀδελφῶν, ταῦτα τοῖς προτέροις ἀνακείσθω νόμοις, οἵπερ αὐτῶν ἤδη τὰς διαδοχὰς διετύπωσαν. Χώραν μέντοι οὗτος ὁ νόμος ἐχέτω μὴ μόνον ἐπὶ
40τοῦ τὴν ζήτησιν κινήσαντος θέματος, ἀλλὰ καὶ ἐπὶ
τοῖς μετὰ ταῦτα ἐσομένοις ἢ ἔτι καὶ νῦν ἠρτημένοις·

414

ὥστε τὰ πρότερα, εἴπερ ἢ δικαστοῦ ψήφῳ ἢ συμβα‐ τηρίοις ἀπήλλακται τύποις, ἐχέτω τὴν οἰκείαν τομὴν τῆς ἐκ τοῦδε τοῦ νόμου μὴ δεόμενα κρίσεως. 〈Ἐπίλογος.〉 Ἡ τοίνυν σὴ ὑπεροχὴ τὰ παρα‐
5στάντα ἡμῖν καὶ διὰ τοῦδε τοῦ θείου δηλούμενα νό‐ μου διὰ προγραμμάτων οἰκείων φανερὰ πᾶσι κατα‐ στησάτω καὶ εἰς τὸ διηνεκὲς παραφυλάττειν σπευσάτω.
10tΠΕ
11tΠΕΡΙ ΤΩΝ ΟΠΛΩΝ.
12tΑὐτοκράτωρ Ἰουστινιανὸς Αὔγουστος Βασιλείδῃ τῷ
13tἐνδοξοτάτῳ μαγίστρῳ τῶν θείων ὀφφικίων.
14〈Προοίμιον.〉 Τὸν μέγαν θεὸν καὶ σωτῆρα ἡμῶν
15Ἰησοῦν Χριστὸν καὶ τὴν αὐτοῦ βοήθειαν διὰ παν‐ τὸς ἐπικαλούμενοι σπεύδομεν πάντας τοὺς ἡμετέρους ὑπηκόους, ὧν τὴν διοίκησιν ὁ θεὸς ἡμῖν ἐπίστευσεν, ἀβλαβεῖς καὶ ἀνεπηρεάστους φυλάττειν, καὶ κωλύειν τοὺς πολέμους, οὓς ἐκ τῆς ἑαυτῶν ἀβουλίας αἱρού‐
20μενοι τοὺς κατ’ ἀλλήλων ἐργάζονται φόνους, διπλῆν ἐκ τούτου καθ’ ἑαυτῶν τὴν τιμωρίαν ἐπάγοντες, τοῦτο μὲν ἣν ἑαυτοῖς ἐπιφέρουσι τοῦτο δὲ ἣν ἐκ τῶν νόμων τῶν τὴν μανίαν αὐτῶν κολαζόντων ὑφίστανται. Βουλόμενοι τοίνυν τῶν τοιούτων θανάτων τοὺς
25ἀνθρώπους ἐλευθερῶσαι συνείδομεν τὸ τῆς ὁπλοποιίας ἔργον μηδένα μὲν ἰδιώτην ἐργάζεσθαι, μόνους δὲ ἐκείνους τὰ ὅπλα κατασκευάζειν τοὺς ἐν ταῖς δημο‐
σίαις καταλεγομένους ὁπλοποιίαις ἦτοι ταῖς λεγομέναις

415

φάβριξι, τοὺς δὲ ἐργαζομένους τὰ ὅπλα μηδενὶ πιπρά‐ σκειν ἰδιώτῃ. ἀλλ’ οὐδὲ τοὺς ἐν τοῖς ἀριθμοῖς συγ‐ καταλεγομένους ὁπλοποιούς, οὓς καὶ δεπουτάτους κα‐ λοῦσι, τοὺς παρὰ τοῦ δημοσίου κομιζομένους σιτήσεις
5συγχωροῦμεν ἐργάζεσθαι ἤ τινι πιπράσκειν ὅπλα, ἀλλὰ μόνον ἐπιμέλεσθαι τῶν ὅπλων τῶν στρατιωτῶν τῶν ἐν τοῖς ἀριθμοῖς καταλεγομένων ἐν οἷς στρατεύονται· εἰ δέ τε νέον κατασκευάσουσι, τοῦτο ἀφαιρεῖσθαι παρ’ αὐτῶν καὶ ἐν τῷ θείῳ ἡμῶν εἰσφέρεσθαι ἀρ‐
10μαμέντῳ προστεθησόμενον τοῖς ἐκεῖσε ἀποκειμένοις δημοσίοις ὅπλοις. Αὐτὸ δὲ τοῦτο φυλάττειν βουλόμεθα καὶ τοὺς ἐν τοῖς τάγμασι τῶν βαλλιστραρίων, οὓς κατὰ διαφό‐ ρους συνεστησάμεθα πόλεις, τάξαντες ἐν αὐτοῖς καὶ
15τοὺς ὅπλα κατασκευάζειν εἰδότας· ὥστε καὶ αὐτοὺς μόνα τὰ δημόσια ὅπλα τὰ ἐν ταῖς δημοσίαις ὁπλο‐ θήκαις ἑκάστης πόλεως ἀποκείμενα ἐπανορθοῦν τε καὶ ἀνανεοῦν. εἰ δὲ καί τι νέον ὅπλον κατασκευά‐ σουσι, τοῦτο ὁμοίως καὶ αὐτοὶ εἰς τὴν τῶν δημοσίων
20ὅπλων παρεχέτωσαν φυλακήν, καὶ μηδενὶ ἑτέρῳ παν‐ τελῶς πιπρασκέτωσαν. Τοῦτο δὲ παραφυλάξουσιν οἱ ἐν τοῖς βαλλιστραρίοις καταλεγόμενοι κινδύνῳ τῶν πατέρων τῶν πόλεων, ὑφ’ οὓς αὐτούς τε τοὺς βαλλιστραρίους ἐτάξαμεν καὶ
25τὴν τῶν δημοσίων ὁπλοθηκῶν ἐπιμέλειάν τε καὶ παραφυλακὴν κατεστήσαμεν. ὥστε εἴ τινες φανεῖεν ἢ δεπουτάτοι ἢ φαβρικήσιοι διαπιπράσκοντες ὅπλα, προνοήσουσιν οἱ κατὰ τόπον ἄρχοντες τιμωρίαις τοὺς τοιούτους ὑποβάλλειν, πρὸς τῷ καὶ τὰ ὅπλα παρὰ
30τῶν ταῦτα ὠνουμένων τιμημάτων χωρὶς ἀφαιρεῖσθαι καὶ ἐκδικεῖσθαι τῷ δημοσίῳ. ταύτην τοίνυν παρὰ
τοῦ διακυβερνῶντος ἡμᾶς θεοῦ λαβόντες τὴν ἔννοιαν

416

διὰ τοῦ παρόντος θεσπίζομεν νόμου, κατὰ μηδεμίαν πόλιν ἢ χώραν τῆς ἡμετέρας πολιτείας ἔχειν ἄδειαν τοὺς ἰδιώτας ἢ ἕτερόν τινα ὅπλα ποιεῖν ἢ πιπράσκειν ἢ καθ’ οἱονοῦν ἐμπορεύεσθαι τρόπον, ἀλλὰ μόνους
5τοὺς ἐν ταῖς φάβριξιν ἀναφερομένους ταῦτα κατα‐ σκευάζειν καὶ εἰσκομίζειν εἰς τὸ θεῖον ἡμῶν ἀρμα‐ μέντον. καὶ τοῦτο παρὰ τῆς σῆς ὑπεροχῆς καὶ τῶν μετά σε παραληψομένων τὴν ἀρχὴν φυλάττεσθαι θε‐ σπίζομεν, ἀφοριζόντων τινὰς τῶν ὑπὸ τὴν σὴν ὑπερ‐
10οχὴν χαρτουλαρίων ἐν τῷ σκρινίῳ τεταγμένους τῶν φαβρίκων κινδύνῳ τῶν πέντε τῶν ἐν αὐτοῖς πρω‐ τευόντων, εὖ ὑπολήψεως ἔχοντας καὶ ἐπιτηδείους, οἳ τούς τε κατὰ τὴν εὐδαίμονα ταύτην πόλιν τούς τε ἐν ἄλλαις πόλεσι τῆς ἡμετέρας πολιτείας ὁπλοποιοὺς ἀν‐
15ερευνώμενοι διακωλύσουσιν ἰδιώτας καὶ ἑτέρους τινὰς πλὴν τῶν καταλεγομένων ἐν ταῖς ἱεραῖς φάβριξι τὸ τῆς ὁπλοποιίας μεταχειρίζεσθαι πρᾶγμα, καὶ ἐν οἷς ἂν εὕρωσι τόποις τινὰς ἰδιώτας τοῦτο τολμῶντας, ταῦτα ἀφαιρεῖσθαι καὶ τῷ δημοσίῳ προσκυροῦν ἀρμαμέντῳ.
20εἰ δὲ ἐν τοῖς ἐργαζομένοις ἰδιώταις τεχνίτας ἐπιτη‐ δείους εὑρεῖν δυνηθεῖεν. τούτους εἴπερ βουληθεῖεν στρατείαις ἐγκαταλεγῆναι, ἐν ἀπογραφῇ τὰς ὀνομα‐ σίας αὐτῶν ποιεῖν καὶ ἐκπέμπειν ἡμῖν τὴν ἀπογρα‐ φὴν τῶν τεχνιτῶν, ὥστε διὰ θείας ἡμῶν ἀντιγραφῆς
25ἐν ἐκείνοις αὐτοὺς κατατάττεσθαι τοῖς τόποις ἐν οἷς εἰσι δημοσίαι φάβρικες, ἐφ’ ᾧ δημόσια αὐτοὺς ἐργα‐ ζομένους ὅπλα καὶ τὰς ἐκ τοῦ δημοσίου σιτήσεις κο‐ μίζεσθαι. τούτου γὰρ γινομένου καὶ ἀκριβῶς φυλατ‐ τομένου παρὰ τῶν ἔμπροσθεν εἰρημένων προσώπων
30ἄδεια παντελῶς οὐδενὶ δοθήσεται, οὔτε τοῖς τὰς πό‐ λεις οἰκοῦσιν ἰδιώταις οὔτε τοῖς τὰ χωρία γεωργοῦσιν ἀγρόταις, ὅπλοις κεχρῆσθαι κατ’ ἀλλήλων καὶ φόνους τολμᾶν, καὶ ἐντεῦθεν πολλοὺς ἀνθρώπους φονεύεσθαι τούς τε δημοσίους ὑστερεῖσθαι φόρους, τῶν τὴν γῆν
35γεωργούντων τὸ ζῆν ἀπολιμπανόντων ἢ δρασμῷ διὰ τὸν φόβον χρωμένων. Δεῖ δὲ τοὺς πεμπομένους παρὰ τῆς σῆς ὑπεροχῆς ἐκ τοῦ εἰρημένου τῶν φαβρί‐
κων σκρινίου μετὰ τὸ κωλῦσαι τοὺς ἰδιώτας τῆς ὁπλο‐

417

ποιίας κατάθεσιν λαβεῖν τῶν τε κατὰ τόπον ἀρχόν‐ των καὶ τῶν πειθομένων αὐτοῖς τάξεων καὶ τῶν τὰς πόλεις ἐκδικούντων καὶ πατέρων, ὡς οὐδενὶ συγχω‐ ρήσουσι τοῦ λοιποῦ τῶν παρ’ ἡμῶν τι κεκωλυμένων
5πρᾶξαι, ἀλλὰ τὰ διὰ τοῦ παρόντος θεσπισθέντα νό‐ μου φυλάξουσι, ποινὴν τήν τε ἐν χρήμασι τήν τε εἰς αὐτὴν ὑφορώμενοι τὴν κεφαλήν. θεσπίζομεν γὰρ τὸν μὲν τῆς μεγάλης τῶν Ἀλεξανδρέων πόλεως ἄρχοντα παρορῶντα τὰ παρ’ ἡμῶν νενομοθετημένα εἴκοσι χρυ‐
10σίου λιτρῶν κατατιθέναι ποινὴν καὶ τῆς ἀρχῆς ἐκ‐ πίπτειν, καὶ τὴν τούτου τάξιν ὁμοίως εἴκοσι χρυσίου λιτρῶν διδόναι ποινὴν καὶ κεφαλικὴν ὑπέχειν τιμω‐ ρίαν, τοὺς δὲ τῶν ἄλλων ἐπαρχιῶν ἄρχοντας ζημίαν μὲν δέκα λιτρῶν χρυσίου ὑφίστασθαι. ὁμοίως δὲ καὶ
15αὐτοὺς ἐκπτώσει τῆς ἀρχῆς ὑποκεῖσθαι καὶ τὰς τού‐ των τάξεις, τοὺς δὲ ἐκδίκους καὶ πατέρας τῶν πό‐ λεων τριῶν τε χρυσίου λιτρῶν ζημιοῦσθαι πρόστιμον καὶ τὸν εἰς κεφαλὴν ὑπομένειν κίνδυνον, εἴ τι τοι‐ οῦτο γινόμενον εὑρόντες μὴ τιμωρήσονται ἢ τοῖς τοῦτο
20πρᾶξαι δυναμένοις μὴ μηνύσουσιν, ἀλλὰ λαθεῖν συγ‐ χωρήσουσιν. Ὅπως δὲ δῆλα κατασταῖεν τὰ παρ’ ἡμῶν κεκω‐ λυμένα παρὰ ἰδιωτῶν ἢ καὶ ἑτέρων τινῶν, πλὴν τῶν ἐν ταῖς ἱεραῖς ἡμῶν φάβριξιν ἀναφερομένων,
25γίνεσθαι ἢ ἰδιώταις πιπράσκεσθαι ὅπλα, καὶ τοῦτο διὰ τοῦ παρόντος νόμου σημῆναι συνείδομεν. κωλύο‐ μεν γὰρ τοὺς ἰδιώτας ἐργάζεσθαι καὶ ὠνεῖσθαι τόξα καὶ βέλη σπάθας τε καὶ ξίφη (ἅπερ καλεῖν εἰώθασι παραμήρια), καὶ τὰς λεγομένας ζάβας ἤτοι λωρίκια,
30καὶ κοντοὺς καὶ τὰς καθ’ οἱονδήποτε τρόπον ἢ σχῆμα γινομένας λόγχας, καὶ τὰ παρὰ Ἰσαύροις ὀνομαζό‐ μενα μονοκόντια, καὶ τούς τε καλουμένους ζιβύννους ἤτοι μισσιβίλια, πρὸς τούτοις δὲ καὶ ἀσπίδας ἤτοι
σκουτάρια καὶ περικεφαλαίας ἤτοι κασσίδας· οὐδὲ

418

ταῦτα γὰρ ἑτέρῳ τινὶ κατασκευάζειν ἐφίεμεν πλὴν τῶν καταλεγομένων ἐν ταῖς ἱεραῖς ἡμῶν φάβριξι. μόνας δὲ γίνεσθαι παρὰ ἰδιωτῶν καὶ ἰδιώταις πι‐ πράσκεσθαι συγχωροῦμεν μαχαίρας μικράς, αἷς οὐκ
5ἄν τις εἰς πολέμου χρήσαιτο χρείαν. Τὸν παρόντα τοίνυν γενικὸν ἡμῶν νόμον ἡ σὴ ὑπεροχὴ κατὰ ταύτην προθήσει τὴν βασιλίδα πόλιν καὶ μὴν καὶ κατὰ τὰς ἄλλας πόλεις τῆς ἡμετέρας πολιτείας, ὥστε πάντας γινώσκοντας τὰ παραστάντα ἡμῖν ταῦτα φυ‐
10λάττειν. Παρεγγυήσεις δὲ τοῖς μέλλουσιν ἐφεστάναι τῇ τοι‐ αύτῃ παραφυλακῇ χαρτουλαρίοις ἐκ τοῦ εἰρημένου τῶν φαβρίκων σκρινίου. ὡς ἐξ ἀμελείας οὐ μόνον χρη‐ ματικὰς ὑποστήσονται ποινάς, ἀλλὰ καὶ τὰς εἰς σῶμα
15τιμωρίας ὑφέξουσι καὶ τῆς στρατείας ἐκπεσοῦνται. πρὸς τῷ μηδὲ αὐτὸ τὸ σκρινίον ἔτι συγχωρεῖσθαι παρ’ ἡμῶν πρὸς τὸ τοιοῦτο παρεῖναι φρόντισμα, ἀλλ’ ἑτέροις ἐπιτραπῆναι τὴν τῶν φαβρίκων ἐπιμέλειαν. 〈Ἐπίλογος.〉 Τὰ τοίνυν παραστάντα ἡμῖν καὶ
20διὰ τοῦδε τοῦ νόμου δηλούμενα ἡ σὴ ὑπεροχὴ καὶ οἱ μετά σε τὴν ἀρχὴν ἕξοντες ἔργῳ καὶ πέρατι παρα‐ δοῦναι σπευσάτωσαν, ἀγανάκτησιν ἡμετέραν καὶ αὐ‐ τοὶ δεδιότες, εἰ μὴ πρᾶγμα οὕτω λυσιτελὲς τῇ πολι‐
τείᾳ φυλάξαιεν.

419

(1t)

Πϛ
2tΩΣΤΕ ΥΠΕΡΤΙΘΕΜΕΝΟΥΣ ΤΟΥΣ
3tΑΡΧΟΝΤΑΣ ΑΚΟΥΕΙΝ ΤΩΝ ΤΟΥ ΠΡΟΣΙΟΝ‐
4tΤΟΣ ΔΙΚΑΙΩΝ ΣΥΝΕΛΑΥΝΕΣΘΑΙ ΠΑΡΑ ΤΩΝ
5tΕΠΙΣΚΟΠΩΝ ΤΟΥΤΟ ΠΡΑΤΤΕΙΝ· ΚΑΙ ΩΣΤΕ
6tΗΝΙΚΑ ΤΙΣ ΕΝ ΥΠΟΝΟΙΑΙ ΕΧΕΙ ΤΟΝ ΑΡ‐
7tΧΟΝΤΑ ΣΥΝΑΚΡΟΑΤΗΝ ΤΗΣ ΔΙΚΗΣ ΛΑ‐
8tΒΕΙΝ ΤΟΝ ΤΗΣ ΠΟΛΕΩΣ ΕΠΙΣΚΟΠΟΝ· ΚΑΙ
9tΠΕΡΙ ΤΟΥ ΤΟΥΣ ΕΠΗΡΕΑΖΟΜΕΝΟΥΣ ΥΠΟ
10tΑΡΧΟΝΤΟΣ ΤΩΙ ΕΠΙΣΚΟΠΩΙ ΠΡΟΣΙΕΝΑΙ·
11tΚΑΙ ΠΕΡΙ ΕΤΕΡΑΣ ΠΑΡΑΦΥΛΑΚΗΣ ΥΠΟ
12tΕΠΙΣΚΟΠΩΝ ΟΦΕΙΛΟΥΣΗΣ ΠΑΝΤΩΣ ΚΡΑ‐
13tΤΥΝΕΣΘΑΙ [ΠΑΡΑ ΑΡΧΟΝΤΩΝ ΓΕΝΕΣΘΑΙ].
14tἘν ὀνόματι τοῦ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ
15tἡμῶν Αὐτοκράτωρ Καῖσαρ Φλάβιος Ἰουστινιανὸς Ἀλα‐
16tμανικὸς Γοτθικὸς Φραγγικὸς Γερμανικὸς Ἀντικὸς
17t〈Ἀλανικὸς Οὐανδαλικὸσ〉 Ἀφρικὸς εὐσεβὴς εὐτυχὴς ἔν‐
18tδοξος νικητὴς τροπαιοῦχος ἀεισέβαστος Αὔγουστος.
19〈Προοίμιον.〉 Ἐξ οὗπερ ἡμᾶς ὁ θεὸς τῇ Ῥω‐
20μαίων ἐπέστησε βασιλείᾳ, πᾶσαν τιθέμεθα σπουδὴν πάντα πράττειν ἀεὶ τὰ πρὸς ὠφέλειαν τῶν ὑπηκόων τῆς ἐμπιστευθείσης ἡμῖν παρὰ τοῦ θεοῦ πολιτείας, κἀκεῖνα πράττειν ἅπερ πάσης αὐτοὺς δυσχερείας καὶ βλάβης καὶ συντριβῆς ἀπαλλάσσει, ἵνα μὴ προφάσει
25δικῶν καὶ ἑτέρων τινῶν ἀποδημεῖν ἀναγκάζωνται τῆς ἰδίας πατρίδος καὶ ἐπὶ ξένης ταλαιπωρεῖσθαι. Διὰ τοῦτο τοίνυν καὶ ἐπὶ τοῦ παρόντος συνείδο‐ μεν τὸ παρὸν ἔδικτον εἰς ἅπαν καταπέμψαι τὸ ὑπή‐ κοον, καὶ δῆλον ποιῆσαι τοῖς πασῶν τῶν πόλεων καὶ
30τῶν κωμῶν οἰκήτορσιν, ἐφ’ ᾧτε, εἴπερ ἔχοι τις ἀμ‐ φισβήτησιν πρὸς ἕτερον, εἴτε περὶ χρηματικῆς αἰτίας εἴτε περὶ ἀφαιρέσεως πραγμάτων κινητῶν ἢ ἀκινή‐
των ἢ αὐτοκινήτων εἴτε περὶ ἐγκλημάτων, πρότερον

420

προσιέναι τῷ λαμπροτάτῳ τῆς ἐπαρχίας ἄρχοντι, ἐφ’ ᾧτε αὐτὸν κατὰ τοὺς ἡμετέρους νόμους ἐξετάσαι τὰ προσαγγελλόμενα καὶ ἑκάστῳ τὸ δίκαιον φυλάττειν, εἰ δὲ προσιών τις τῷ ἄρχοντι τῆς χώρας μὴ τύχῃ
5τῶν δικαίων, τότε κελεύομεν αὐτὸν προσελθεῖν τῷ κατὰ τὸν τόπον ὁσιωτάτῳ ἐπισκόπῳ, καὶ αὐτὸν πέμ‐ ψαι πρὸς τὸν λαμπρότατον τῆς ἐπαρχίας ἄρχοντα, ἢ καὶ δι’ ἑαυτοῦ παραγενέσθαι πρὸς αὐτόν, καὶ παρα‐ σκευάσαι αὐτὸν ἵνα πᾶσι τρόποις ἀκούσῃ τοῦ προσ‐
10ιόντος καὶ ἀπαλλάξῃ αὐτὸν μετὰ τοῦ δικαίου κατὰ τοὺς ἡμετέρους νόμους, ὥστε μὴ ἀναγκασθῆναι αὐτὸν ἀποδημεῖν τῆς ἰδίας πατρίδος. εἰ δὲ καὶ τοῦ ὁσιωτά‐ του ἐπισκόπου ἐπείγοντος τὸν ἄρχοντα μετὰ τοῦ δι‐ καίου διαλῦσαι τὰ τῶν προσιόντων πράγματα ὁ ἄρχων
15διαναβάλλεται, ἢ κρίνει μὲν τὴν ὑπόθεσιν, μὴ φυ‐ λάξει δὲ τοῖς κρινομένοις τὸ δίκαιον, ἐπιτρέπομεν τῷ ὁσιωτάτῳ ἐπισκόπῳ ἐκείνης τῆς πόλεως δοῦναι πρὸς ἡμᾶς γράμματα τῷ μὴ τυχόντι τοῦ δικαίου δηλοῦντα ὅτι ἐπειχθεὶς παρ’ αὐτοῦ ὁ ἄρχων ἀνεβάλετο ἀκοῦσαι
20τοῦ προσιόντος. καὶ διακρῖναι τὰ μεταξὺ αὐτοῦ τε καὶ τοῦ παρ’ αὐτοῦ ἐν αἰτιάσει γενομένου· ἵνα ταῦτα γνόντες ἡμεῖς τιμωρίας ἐπάξωμεν τῷ τῆς ἐπαρχίας ἄρ‐ χοντι ἐφ’ οἶς καὶ προσελευσθεὶς παρὰ τοῦ ἀδικου‐ μένου καὶ ἐπειχθεὶς παρὰ τοῦ ὁσιωτάτου ἐπισκόπου
25οὐ διέκρινε τὰ ἀμφισβητούμενα. Εἰ δὲ συμβῇ τινα τῶν ἡμετέρων ὑπηκόων ἐν ὑπο‐ ψίᾳ ἔχειν τὸν ἄρχοντα, κελεύομεν τῷ ὁσιωτάτῳ ἐπι‐ σκόπῳ συνακροᾶσθαι τῷ λαμπροτάτῳ ἄρχοντι, ὥστε ἀμφοτέρους ἢ κατὰ φιλικὴν συμβίβασιν διαλῦσαι τὰ
30ἀμφισβητούμενα ἢ κατὰ παρασημείωσιν ἔγγραφον ἢ διαγνωστικῶς διακρῖναι τὰ μεταξὺ τῶν δικαζομένων, καὶ τύπον δοῦναι τὸν τῷ δικαίῳ καὶ τοῖς νόμοις συμβαίνοντα, ὥστε μὴ καταναγκάζεσθαι τοὺς ἡμετέ‐ ρους ὑπηκόους διὰ τὰς τοιαύτας αἰτίας ἀποστῆναι
35τῆς ἰδίας πατρίδος. Εἰ δέ τις οἰόμενος ἔχειν κατά τινος ἀγωγὴν οἱαν‐
δήποτε μήτε τῷ λαμπροτάτῳ τῆς ἐπαρχίας ἄρχοντι

421

προσέλθοι μήτε τῷ ὁσιωτάτῳ τῆς πόλεως ἐπισκόπῳ ἐντύχῃ, καὶ οὕτως ἔλθῃ ἐνταῦθα χωρὶς γραμμάτων τοῦ ὁσιωτάτου ἐπισκόπου, ἴστω ὅτι τοιαύτας καὶ αὐ‐ τὸς ὑποστήσεται τιμωρίας οἵας ἔμελλεν ὑπομένειν ὁ
5ἄρχων, εἴ γε προσελευσθεὶς παρ’ αὐτοῦ οὐκ ἐσπούδα‐ σεν αὐτῷ φυλάξαι τὸ δίκαιον. Ταῦτα δὲ πάντα θε‐ σπίσαι συνείδομεν δι’ ὠφέλειαν τῶν οἰκούντων τὰς πόλεις καὶ τὰς κώμας, ἵνα μὴ ἀπολιμπανόμενοι τῶν ἰδίων πατρίδων καὶ αὐτοὶ ἐπὶ ξένης κακοπαθῶσι καὶ
10τὰ πράγματα αὐτῶν βλάπτηται. διὰ τοῦτο γὰρ καὶ τοὺς ἄρχοντας προῖκα ποιοῦμεν καὶ ὅρκον αὐτοὺς ὑποσχεῖν παρακελευόμεθα, ἵνα ἑκάστῳ προσιόντι αὐ‐ τοῖς τὰ δίκαια φυλάξωσι κατὰ τοὺς ἡμετέρους νόμους. Εἰ μέντοι συμβῇ τινα τῶν ἡμετέρων ὑπηκόων
15παρ’ αὐτοῦ τοῦ λαμπροτάτου τῆς χώρας ἄρχοντος ἀδικηθῆναι, κελεύομεν αὐτὸν προσελθεῖν τῷ ὁσιω‐ τάτῳ τῆς πόλεως ἐκείνης ἐπισκόπῳ, καὶ αὐτὸν δια‐ κρῖναι τὰ μεταξὺ τοῦ λαμπροτάτου ἄρχοντος καὶ τοῦ οἰομένου ἀδικεῖσθαι παρ’ αὐτοῦ. καὶ εἰ μὲν συμβῇ
20τὸν ἄρχοντα νομίμως καὶ δικαίως κατακριθῆναι παρὰ τοῦ ὁσιωτάτου ἐπισκόπου, τὸ ἱκανὸν αὐτὸν ποιεῖν παντὶ τρόπῳ τῷ ἐντυχόντι κατ’ αὐτοῦ. εἰ δὲ παρ‐ αιτήσεται ὁ ἄρχων τοῦτο ποιῆσαι, καὶ ἔλθῃ εἰς ἡμᾶς ἡ αὐτὴ δίκη, εἰ μὲν εὕροιμεν ὅτι δικαίως καὶ
25κατὰ τοὺς νόμους κατακριθεὶς παρὰ τοῦ ὁσιωτάτου ἐπισκόπου τὰ κριθέντα οὐκ ἐποίησε, ταῖς ἐσχάταις ὑποβληθῆναι τιμωρίαις τοῦτον κελεύομεν, ἐφ’ οἶς ὀφείλων ἐκδικεῖν τοὺς ἀδικουμένους αὐτὸς ἀδικῶν εὑ‐ ρίσκεται.
30 Καὶ τὴν πειθομένην δὲ αὐτῷ τάξιν κελεύομεν μετὰ πάσης σπουδῆς καὶ τοὺς ὑπηρετοῦντας τοῖς λαμπροτά‐ τοις ἄρχουσι τοὺς προσιόντας ἀπαλλάττειν, μηδὲν κο‐
μιζομένους ἔξω τῶν ἐγκειμένων ταῖς ἡμετέραις δια‐

422

τάξεσιν. εἰ δὲ μὴ τοῦτο φυλάξουσι, ταῖς ἐσχάταις αὐτοὺς ὑποβληθῆναι τιμωρίαις κελεύομεν [ἦτοι τῇ τοῦ τετραπλασίονος ἀποτίσει καὶ ποινῇ]. Εἰ μέντοι εὕροιμέν τινα τῶν ὁσιωτάτων ἐπισκόπων
5πρὸς χάριν τινὸς παριδόντα τὸ δίκαιον, κανονικὸν αὐτῷ σωφρονισμὸν ἐπαχθῆναι κελεύομεν, ἵνα σπου‐ δάσωσι μετὰ τοῦ φόβου τοῦ θεοῦ τὰ δίκαια κρίνειν· ἵνα μὴ διὰ τὸ μὴ τυγχάνειν τῶν δικαίων ἀναγκά‐ ζωνται ἄνθρωποι καταλιμπάνειν τὰς ἰδίας πόλεις καὶ
10χώρας καὶ τόπους καὶ προστρέχειν ἐνταῦθα. Ἐν δὲ ταῖς πόλεσιν, ἐν αἷς οὐκ ἐνδημοῦσιν ἄρχον‐ τες, κελεύομεν τοὺς ἔχοντας πράγματα προσιέναι τῷ ἐκδίκῳ, καὶ αὐτὸν διακρίνειν τὰ μεταξὺ αὐτῶν. εἰ δὲ οἱ τὴν δίκην ἔχοντες μὴ βουληθῶσι τὸν ἔκδικον, ἀλλὰ
15τὸν ὁσιώτατον ἐπίσκοπον δικάσαι, καὶ τοῦτο κελεύο‐ μεν γίνεσθαι. Οὔτε δὲ μοναχὸν οὔτε κληρικὸν οὔτε ἐπίσκοπον κε‐ λεύομεν ἔρχεσθαι ἐνταῦθα ἄνευ γραμμάτων τοῦ ὁσιω‐ τάτου αὐτῶν πατριάρχου, ἢ εἰδέτωσαν ὡς ἀναξίους
20ἑαυτοὺς τοῦ σχήματος ποιήσουσιν. Εἰ δέ τις μαγιστριανὸς ἢ ἐπαρχικὸς ἢ οἱασδήποτε τύχης ὢν λάβῃ πλείονα σπόρτουλα τῶν ὡρισμένων ταῖς θείαις ἡμῶν διατάξεσι, κελεύομεν πᾶσι τρόποις τῷ ἄρχοντι τῆς ἐπαρχίας κινδύνῳ ἰδίῳ κατὰ τὸν ἡμέ‐
25τερον νόμον τοῦτο ἐκδικεῖν καὶ σωφρονισμὸν ἐπάγειν τοῖς τὰ τοιαῦτα τολμῶσιν. εἰ δὲ μὴ ἐκδικήσει ταῦτα
ὁ ἄρχων, ἄδειαν δίδομεν τῷ ὁσιωτάτῳ τῆς πόλεως

423

ἐκείνης ἐπισκόπῳ μηνῦσαι ἡμῖν τὰ περὶ τούτων καὶ οἵαν ἔχει στρατείαν ἢ ἀξίαν ὁ ταῦτα τολμήσας, ἵνα καὶ τῷ ἄρχοντι τὸν κίνδυνον ἐπάξωμεν τῷ συγχωρή‐ σαντι καὶ παριδόντι τὴν ἡμετέραν κέλευσιν, καὶ αὐτὸν
5δὲ κελεύσωμεν τιμωρηθῆναι τὸν τὰ τοιαῦτα τολμή‐ σαντα.
8tΠΖ
9tΠΕΡΙ ΜΟΡΤΙΣ ΚΑΥΣΑ ΔΩΡΕΑΣ
10tΕΚ ΒΟΥΛΕΥΤΩΝ ΓΙΝΟΜΕΝΗΣ.
11tΑὐτοκράτωρ Ἰουστινιανὸς Αὔγουστος Ἰωάννῃ τῷ ἐν‐
12tδοξοτάτῳ ἐπάρχῳ τῶν ἀνατολικῶν πραιτωρίων τὸ βʹ,
13tἀπὸ ὑπάτων ὀρδιναρίων καὶ πατρικίῳ.
14〈Προοίμιον.〉 Τὰς τῶν βουλευτῶν κακουργίας μη‐
15δὲν δύνασθαι φέρειν βλάβος τῷ δημοσίῳ, ἀλλ’ ἀντι‐ πράττειν τὸν νόμον ταῖς τοιαύταις βουλαῖς κατὰ πάντα βουλόμεθα τρόπον. ἔγνωμεν γάρ, ὡς ἐπειδήπερ ἀπεί‐ πομεν τοῖς βουλευταῖς τὸν τῶν δωρεῶν τρόπον οὐ συγχωροῦντες αὐτοῖς κτῆσιν ἀκίνητον δωρεῖσθαι οὐδὲ
20ἐν διαθήκῃ καταλιμπάνειν περαιτέρω τῶν τριῶν οὐγ‐ κιῶν, ἀλλὰ τὸ ἐνναούγκιον πάντως τῇ βουλῇ φυλάτ‐ τειν, ἐκεῖνοι σοφιζόμενοι τὸν νόμον ἐξεῦρον τοιαύτας τινὰς κακουργίας κατὰ τοῦ νόμου. εἰδότες γάρ, ὡς ἡμεῖς εὑρόντες τοὺς παλαιοὺς νομοθέτας ἀμφισβητοῦν‐
25τας περὶ τῆς μόρτις καῦσα δωρεᾶς, πότερον δωρεὰ ἢ ληγάτον ἐστί, καὶ τοὺς μὲν ἀριθμοῦντας αὐτὴν εἰς δω‐ ρεὰν τινὰς δὲ εἰς πρεσβεῖον, τὰ παρὰ τῶν πλειόνων τε καὶ ἀρίστων νομοθετῶν ἐκλέξαντες ληγάτον αὐτὴν εἶναι παντελῶς ἀπεφηνάμεθα, καὶ μὴ πράξεως ὑπομνη‐
30μάτων δεῖσθαι, ἀλλ’ ἄδειαν ἔχειν ποιεῖσθαι αὐτὴν
καὶ ἐντιθέναι αὐτῇ καί τινας ὅρους οὓς ἂν ὁ δωρη‐

424

σάμενος βουληθῇ, καὶ εἰ τοῦτο πράξαιεν, ἄδειαν ἔχειν ἀποτάττεσθαι καὶ αὐτῷ τῷ δύνασθαι τὸν μετάμελον τὸν ἐπὶ ταῖς τοιαύταις δωρεαῖς ἀνακαλεῖσθαι καὶ οὓς ἂν βουληθεῖεν ὅρους ἐντάττειν ταῖς μόρτις καῦσα δω‐
5ρεαῖς, καθάπερ Ἰουλιανὸς ὁ σοφώτατος ἐνομοθέτησε, τοῦτο ὅπερ ἡμεῖς ἐν τῷ λθʹ βιβλίῳ τῶν ἡμετέρων διγέστων ἐγράψαμεν (ἅπαντα γὰρ συνελάβομεν ἐν βραχεῖ τά τε τοῖς παλαιοῖς τά τε ἡμῖν διηγορευμένα)· τοῦτο τοίνυν εἰδότες ᾠήθησαν χρῆναι κατὰ τοῦτον
10τὸν τρόπον ποιεῖσθαί τινας μόρτις καῦσα δωρεὰς καὶ ἐντιθέναι σύμφωνον κατὰ τὸν νόμον τοῦ ἀναιρεῖν ἑαυτοῖς τὸ δύνασθαι τὸν ἐπὶ τῇ δωρεᾷ μετάμελον ἀνακαλεῖσθαι, ἄλλαν δὲ ὅρον αὐτοῖς δοκοῦντα προσ‐ τιθέναι ταύταις ταῖς δωρεαῖς, ἵνα αὐτόθεν αὐτοῖς
15δῆθεν ἐξῇ ποιεῖσθαι δωρεὰς τῆς ἀνακλήσεως ἐλευθέ‐ ρας καὶ οὕτω τὰς ἑαυτῶν ἐλαττοῦν περιουσίας. Καίτοιγε ἐξ ὧν ἤδη νενομοθετήκαμεν πάσης αἰτίας ἀνῃρημένης αὐτοῖς τοῦ πλέον τι δύνασθαι τοῦ τριουγ‐ κίου ἢ ἐν διαθήκῃ καταλιμπάνειν ἢ κατὰ δωρεᾶς τρό‐
20πον ἐκποιῆσαι, ὅμως ἵνα ἔτι καὶ μᾶλλον αὐτῶν τὴν κακουργίαν παύσωμεν, διὰ τοῦτο καὶ νῦν θεσπίζομεν, μηδενὶ βουλευτῇ μηδὲ κατὰ μόρτις καῦσα δωρεὰν ἐξεῖ‐ ναι δωρεῖσθαί τι, πλὴν ἢ μόνον κατὰ προγαμιαίας δωρεᾶς τρόπον ὑπὲρ σφῶν αὐτῶν ἢ τῶν οἰκείων παί‐
25δων γενομένης, ἢ κατὰ προικὸς πρόφασιν καθ’ ὅσον ἡ ἡμετέρα λέγει διάταξις καὶ θυγατράσιν ἐπιδιδόναι γαμουμέναις. ἐπείτοιγε ἄλλως αὐτοὺς μὴ δύνασθαι δωρεῖσθαι πράγματα ἀκίνητα, ἀλλὰ ταῦτα μένειν ἀεὶ παρ’ αὐτοῖς ταῖς βουλευτικαῖς ὑποκείμενα λειτουρ‐
30γίαις, μόνης αὐτοῖς τῆς πράσεως συγκεχωρημένης, καὶ ταύτης κατὰ τὴν τῆς νεαρᾶς ἡμῶν διατάξεως παρα‐ τήρησιν, τῶν μόρτις καῦσα δωρεῶν ἐχουσῶν τὴν ἰδίαν ἰσχύν, καὶ δυναμένων τῶν ἄλλων τῶν παρὰ τοὺς βουλευτὰς ποιεῖσθαι τὰς εἰρημένας μόρτις καῦσα δω‐
35ρεὰς εἰς ἅπερ ἂν βουληθεῖεν πρόσωπα καὶ ὅρους αὐ‐ ταῖς ἐντιθέναι καὶ ἀποτάττεσθαι, εἴ γε τοῦτο βουλη‐ θεῖεν, τῷ μεταμέλῳ τῷ περὶ τοῦ συμφώνου τῆς ἀνα‐
κλήσεως μένειν μέντοι τὸ πρᾶγμα καὶ οὕτως ἐν τοῖς

425

μόρτις καῦσα δωρεᾶς ὅροις (τοῦτο γὰρ προσνομοθε‐ τοῦμεν), καὶ τὰς τοιαύτας δωρεὰς ἰσχυράς τε εἶναι καὶ βεβαίας. ὅπερ οὐ νῦν πρῶτον νομοθετοῦμεν. ἀλλὰ τὸ νομοθετηθὲν ἤδη καὶ νῦν δι’ ἡμετέρας ἑρμηνεύο‐
5μέν τε καὶ βεβαιοῦμεν φωνῆς ἐπὶ πάντων τῶν ἄλλων προσώπων, δίχα μέντοι μόνων ὡς εἴρηται βουλευτῶν, καὶ τοῦτο διὰ τὴν περὶ τὸ δημόσιον σπουδήν. 〈Ἐπίλογος.〉 Τὰ τοίνυν παραστάντα ἡμῖν καὶ τῷδε τῷ νόμῳ δηλούμενα ἡ σὴ ἐνδοξότης φυλάξαι
10σπευσάτω, μάλιστα πάντων τῆς ὠφελείας τοῦ δημο‐ σίου πᾶσαν πρόνοιαν τιθεμένη.
14tΠΗ
15tΠΕΡΙ ΠΑΡΑΚΑΤΑ‐
16tΘΗΚΗΣ ΚΑΙ ΔΙΑΜΑΡΤΥΡΙΑΣ
17tΕΝΟΙΚΩΝ, ΚΑΙ ΠΕΡΙ ΑΝΑΡΤΗ‐
18tΣΕΩΣ ΧΟΡΗΓΙΑΣ ΑΡΤΩΝ.
19tΑὐτοκράτωρ Ἰουστινιανὸς Αὔγουστος Ἰωάννῃ τῷ ἐν‐
20tδοξοτάτῳ ἐπάρχῳ τῶν ἀνατολικῶν πραιτωρίων τὸ βʹ,
21tἀπὸ ὑπάτων ὀρδιναρίων καὶ πατρικίῳ.
22 〈Προοίμιον.〉 Δίκης ἔναγχος ἀκροωμένων ἡμῶν (τοῦτο ὅπερ ἐπὶ τῶν βασιλείων δημοσίᾳ καθήμενοι πολλάκις πράττομεν) ἀνεφύη τις ζήτησις. ἣν διελύ‐
25σαμεν αὐτίκα· τοιαῦτα δὲ μαθόντες ἐπισυμβαίνειν πολλὰ κοινῷ καὶ γενικῷ νόμῳ διορίσαι ταῦτα δίκαιον ὑπελάβομεν. Εἰ γάρ τις παρά τινος λάβοι χρυσίον ἢ πράγματά
τινα ἕτερα παρακαταθήκης λόγῳ ἐπί τισιν ὅροις, εἶτα

426

οὗτοι πραχθεῖεν, ἀνάγκην ἐχέτω πᾶσαν ἀποκαταστῆ‐ σαι τὸ χρυσίον ἢ τὰ πράγματα, τῶν ὅρων ἅπαξ πλη‐ ρωθέντων οὐδεμιᾶς παντελῶς ἀδείας οὔσης τισὶν ἔξω‐ θεν παραγγελίαις χρῆσθαι καὶ ἐπέχειν τὴν τῆς πα‐
5ρακαταθήκης ἀποκατάστασιν, ᾗπερ καὶ ἄλλα πολλὰ προνόμια παρά τε τῶν πρὸ ἡμῶν νομοθετῶν παρά τε ἡμῶν αὐτῶν δέδοται. ἄδεια γάρ ἐστι τῷ κω‐ λύοντι τὴν ἀπόδοσιν τῷ μὲν πιστευθέντι τὴν παρα‐ καταθήκην μὴ διενοχλεῖν, αὐτῷ δὲ περὶ τῶν πρὸς
10αὐτὸν ἀμφιβόλων τῷ τὸ χρυσίον ἢ τὰ πράγματα λαμ‐ βάνειν μέλλοντι τὴν δίκην λαγχάνειν καὶ τοῦ δικαίου καὶ τοῦ νόμου τυγχάνειν, ἀλλὰ μὴ διὰ ταύτην τὴν αἰτίαν ζημίαις μεγάλαις ὑπάγειν τὸν τὴν διαμαρτυ‐ ρίαν δεξάμενον, καὶ ἀναγκάζεσθαι ἢ defensionas ἀπαι‐
15τεῖν ἢ πράγματα ἔχειν καὶ μηδὲ ἑκόντα δύνασθαι πρὸς τὸν παρακαταθέμενον εὐγνωμονεῖν. εἰ δέ τι τοιοῦτο πράξειεν ὅλως (δεῖ γὰρ μὴ μόνῃ τῇ τῶν ἁμαρτημάτων ἀρκεσθῆναι κωλύσει, ἀλλὰ καὶ δέος ἐπισεῖσαι δίκαιον τοῖς παραβαίνουσιν), εἶτα ἀπώλειαν
20συμβαίη τῶν πραγμάτων ἢ τῶν χρημάτων γενέσθαι καὶ τοῦτο δειχθείη εἴτε ἄλλην οἱανοῦν τυχηρὰν περί‐ στασιν, αὐτὸν ὁρᾶν τὸν τὴν διαμαρτυρίαν στείλαντα· καὶ πρός γε καὶ ἀφ’ οὗ γέγονεν ἡ τοιαύτη διαμαρτυ‐ ρία τόκον τῶν χρημάτων τὸν ἀπὸ τρίτης ἑκατοστῆς
25ἐπιγινώσκειν τῷ λαβεῖν τὰ οἰκεῖα κωλυθέντι, οὐ μό‐ νον εἰ χρυσίον εἴη τὸ παρατεθειμένον μὲν ἀποδοθῆ‐ ναι δὲ κεκωλυμένον, ἀλλὰ κἂν εἰ ἕτερα πράγματα· ἵνα τούτῳ τῷ δέει τῶν ματαίων τε ἅμα καὶ βασκά‐ νων τῆς εὐγνωμοσύνης ἐποχῶν ἄνθρωποι παύσωνται.
30 Ἀλλὰ καὶ ὅλον δὴ τοῦτο τὸ περὶ τῶν παραγγελιῶν καὶ θεωρῆσαι καὶ τάξαι κατὰ νόμον συνείδομεν. ὁρῶ‐ μεν γὰρ σφόδρα συχνάζον τοῦτο ἐπὶ τῆς βασιλίδος ταύτης μάλιστα πόλεως, καί τινας παραγγέλλοντας τοῖς χορηγοῦσι τὸ δημόσιον σιτηρέσιον ἢ καὶ ψήφους
35ποριζομένοις παρὰ τοῦ τῶν ἀννόνων ὑπάρχου, βου‐

427

λομένους ἀναρτηθῆναι τὴν χορηγίαν καὶ τὸν ἐντεῦθεν μόνον ὡς εἰκὸς τρεφόμενον ἀποστερῆσαι τῆς χορηγίας, δι’ ἧς αὐτῷ πᾶσα πορίζεται τοῦ βίου πρόφασις. τὸ δὲ ἔτι τούτου χαλεπώτερον καὶ δυσκολώτερον ἐκεῖνό
5ἐστι. πολλοὶ γὰρ τοῖς οἰκίας κεκτημένοις κατὰ ταύ‐ την τὴν εὐδαίμονα πόλιν βασκαίνοντες, ἡνίκα μέλ‐ λοιεν τὰ στεγονόμια παρὰ τῶν οἰκούντων λαμβάνειν, ἐπηρεάζουσιν ἐκμαρτυρίας τοῖς ἐνοικοῦσι στέλλοντες, ὥστε μὴ καταβαλεῖν ἐπ’ αὐτούς· οἱ δὲ ἄσμενοι ταύ‐
10τας δεξάμενοι οἱ μὲν δι’ ἀπορίαν ἴσως κατεσθίουσιν αὐτά, οἱ δὲ καὶ ἔκδημοι τῆς μεγάλης ταύτης γίνονται πόλεως, καὶ διαπίπτει παντελῶς ἡ τῶν στεγονομίων χορηγία τοῖς ἐντεῦθεν ὡς εἰκὸς καὶ μόνον ἀποτρεφο‐ μένοις, καθάπερ φθάσαντες ἐπὶ τῶν πολιτικῶν σι‐
15τηρεσίων εἰρήκαμεν. Οὐδενὶ τοίνυν τούτου δίδο‐ μεν ἄδειαν, ἀλλ’ ἕκαστος εἴ τινα ἔχοι λόγον πρὸς τὸν ὑπεύθυνον τὸν αὑτοῦ, μὴ τούτῳ μὲν ἐπικαθευδέτω, τὰς δὲ ἀνελευθέρους καὶ βασκανίας ἁπάσης μεστὰς ἐπινοείτω διαμαρτυρίας, ἢ γινωσκέτω ὡς εἴ τι τοι‐
20οῦτο πράξειε καὶ παρὰ τὴν αἰτίαν τὴν αὐτοῦ δια‐ πέσοι ἢ τὰ τῆς χορηγίας τῶν ἄρτων ἢ τὰ τῆς τῶν ἐνοικίων δόσεως, τὸν ἐντεῦθεν αὐτὸς ὑποστήσεται κίνδυνον, ἡνίκα διαμαρτυρίαν τοῖς ἐνοικοῦσιν ἢ τοῖς χορηγοῦσι τὸν ἄρτον στείλειεν ἢ ἀναρτήσειε τὸ σιτη‐
25ρέσιον. οὐδὲν γὰρ τούτων πράττεσθαι παντελῶς βου‐ λόμεθα, ἀλλ’ ἐξ οὗ τὰ τῆς διαμαρτυρίας πράξειε, θεσπίζομεν αὐτὸν πᾶσαν ζημίαν θεραπεύειν τῷ κυ‐ ρίῳ τῶν πραγμάτων, καὶ πρός γε καὶ τόκον τὸν ἀπὸ τρίτης ἑκατοστῆς ἐπιγινώσκειν τῶν χρημάτων ἢ πραγ‐
30μάτων, ἅπερ ἂν μὴ λαβεῖν δι’ αὐτὸν ὁ κατὰ τοῦτον τὸν τρόπον ἠδικημένος ἰσχύσειε. καὶ μή τις ἀντιτι‐ θέτω τὰς defensionas, ὅτι πάρεστιν αὐτῷ τῷ τῆς ἀπαιτήσεως κυρίῳ δόντι defensiona ἢ ἐπὶ τῆς παρα‐ καταθήκης ἢ ἐπὶ τῶν ἄλλων ἀναλαβεῖν τὰ οἰκεῖα.
35οὐ γὰρ ἅπασίν ἐστι ῥᾴδιον ἐγγυητὴν ἐπὶ τῇ defen‐ sioni παρέχειν, τῶν ἡμετέρων νόμων μηδεμίαν defen‐ siona παντελῶς ἀξιόλογον εἶναι τιθέντων εἰ μὴ μετ’ ἐγγυητοῦ γένοιτο, ἐγγυητοῦ δὲ πάντως εὐπορεῖν οὐ
τῶν ῥᾳδίων οὐδὲ τῶν δυνατῶν εὐκόλως ἐστί. Διὰ

428

τοῦτο τοίνυν ἐπ’ ἀσφαλείᾳ τῶν ἡμετέρων ὑπηκόων βουλόμεθα ταῦτα παραφυλάττεσθαι ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν ἑξῆς ἅπαντα χρόνον, ὥστε ἀθάνατον εἶναι ταύτης ἡμῶν τῆς νομοθεσίας τὴν ὠφέλειαν τῷ πολι‐
5τεύματι. δικάζουσι μὲν ἡμῖν ἐν νῷ γενομένης, τὸν δὲ παρόντα νόμον κοινὴν ὠφέλειαν τῷ ἡμετέρῳ τεκού‐ σης ὑπηκόῳ. 〈Ἐπίλογος.〉 Ἡ τοίνυν σὴ ὑπεροχὴ τὰ παρα‐ στάντα ἡμῖν καὶ διὰ τοῦδε τοῦ θείου δηλούμενα νό‐
10μου ἔργῳ καὶ πέρατι παραδοῦναι καὶ εἰς τὸ διηνεκὲς παραφυλάττειν σπευσάτω.
14tΠΘ
15tΠΕΡΙ ΤΩΝ ΝΟΘΩΝ.
19tΑὐτοκράτωρ Ἰουστινιανὸς Αὔγουστος Ἰωάννῃ τῷ ἐν‐
20tδοξοτάτῳ ἐπάρχῳ τῶν ἀνατολικῶν πραιτωρίων τὸ βʹ,
21tἀπὸ ὑπάτων ὀρδιναρίων καὶ πατρικίῳ.
22Προοίμιον.〉 Τὸ τῶν νόθων ὄνομα τῇ Ῥωμαίων νομοθεσίᾳ πρώην οὐ διεσπούδαστο οὐδέ τις ἦν περὶ αὐτὸ φιλανθρωπία, ἀλλ’ ὡς ἔκφυλόν τι καὶ παντε‐
25λῶς ἀλλότριον τοῦ πολιτεύματος ἐνομίζετο· ἐκ δὲ τῶν Κωνσταντίνου τοῦ τῆς εὐσεβοῦς λήξεως χρόνων ἐν τοῖς τῶν διατάξεων ἐνεγράφη βιβλίοις, εἶτα κατὰ μι‐ κρὸν εἰς μετριότητα καὶ φιλάνθρωπον γνώμην οἱ αὐτοκράτορες μετελθόντες νόμους ἔθεντο, οἱ μὲν καὶ
30δίδοσθαι καὶ καταλιμπάνεσθαί τι τούτοις παρὰ τῶν πατέρων ἀξιοῦντες, οἱ δὲ καὶ ἐπινοοῦντες τρόπον δι’ οὗ τῆς νοθείας ἀπαλλαγέντες τῆς ἔμπροσθεν γένοιντο
γνήσιοι καὶ τῆς πατρῴας περιουσίας διάδοχοι· καὶ

429

κατὰ μικρὸν καὶ εἰς ἐκγόνους προῆλθον αἱ νομοθε‐ σίαι, καὶ ἐπειδὴ καὶ εἰς τοὺς ἡμετέρους τε καὶ εἰς τοὺς μικρῷ πρὸ ἡμῶν ἀφίκοντο χρόνους, πολλὴν τὸ πρᾶγμα τὴν ποικιλίαν ἐδέξατο. καὶ ἡμεῖς γὰρ διπλοῦν ἔσχο‐
5μεν σπούδασμα. πολλούς τε εἰς ἐλευθερίαν ἀγαγεῖν ἀνθρώπους ἐκ τῆς ἔμπροσθεν δουλείας ἔκ τε νόθων εἰς γνησίους ἀναφέρειν· οὐ γὰρ τῷ τιμωρεῖσθαί τε καὶ ἀπαγορεύειν προσεκτέον, ἀλλὰ 〈τῷ〉 τὸ κάμνον ἰᾶσθαι καὶ φεύγειν μὲν τὸ κακὸν εὑρίσκειν δὲ πανταχόθεν
10τὸ ἄμεινον. ἐπειδὴ τοίνυν τινὰ μὲν ἐν τῷ τῶν δια‐ τάξεων βιβλίῳ, ὅπερ ἐξ ἁπάσης τῆς ἔμπροσθεν τῶν βασιλευόντων νομοθεσίας ἠθροίσαμεν, περὶ τῶν νό‐ θων γέγραπται παίδων, τινὰ δὲ καὶ ἐν τῷ τῶν ἐπι‐ τρόπων γενόμενοι λόγῳ περὶ τούτων τὰ μὲν ἐνομο‐
15θετήσαμεν τὰ δὲ εὕρομεν ἤδη κατειργασμένα, καὶ ἡμεῖς δὲ αὐτοὶ πολλὰς ἐποιησάμεθα περὶ τούτων διατάξεις, τὰς μὲν ἐν τῷ τῶν εἰρημένων ἀθροίσματι διατάξεων τὰς δὲ καὶ μετ’ αὐτό, ἵνα μὴ τὸ πρᾶγμα διεσπαρ‐ μένον ᾖ, καλῶς ἔχειν ᾠήθημεν ἐν μιᾷ διατάξει τὸ
20πᾶν συναγαγεῖν, ἥτις ἀντὶ πάντων ἀρκέσει τὰ περὶ τῶν νόθων διορθῶσαί τε καὶ νομοθετῆσαι. Πρόδηλον γάρ ἐστιν, ὡς τῶν ἀνθρώπων οἱ μὲν ἐλεύθεροί τε ἅμα καθεστᾶσι καὶ ἐν γνησίοις εἰσίν, οἱ δὲ τοῦτο πρότερον οὐκ ἔχοντες ὕστερον γίνονται
25ἔκ τε δουλευόντων εἰς ἐλευθέρους ἀνιόντες καὶ ἐκ νό‐ θων εἰς γνησίους, οἱ δὲ νόθοι τέ εἰσιν αὐτόθεν καί τινές εἰσιν αὐτοῖς διαδοχαί, τοῖς δὲ οὐδὲ τὸ γοῦν νό‐ θον ἐμπρέπει, ἀλλὰ καὶ τούτου πεφήνασιν ἀνάξιοι. δεῖ τοίνυν ἡμᾶς οὕτω ποιήσασθαι τὴν διάταξιν, ὥστε
30μηδὲν ἀγνοῆσαι τῶν προσηκόντων ἐπὶ τῶν νόθων κρατεῖν. ἐροῦμεν δὲ ἀρχόμενοι τοῦ νόμου, τίνες μὲν καθεστᾶσι νόθοι, τίσι δὲ τρόποις προΐασιν εἰς γνη‐ σιότητα (ὧν τοὺς πολλοὺς ἐξεύρομεν ἡμεῖς), τίνες τέ εἰσιν αἱ τούτων διαδοχαί, καὶ ὅπως μὲν ἡ παλαιότης
35ἐχρήσατο τούτοις πικρῶς, ὅπως δὲ ἡμεῖς φιλανθρώ‐ πως παραλειφθήσεται δὲ οὐδὲ ἐκεῖνο τὸ τινὰς οὐδὲ τῆς τῶν νόθων ἀξιοῦσθαι παρὰ τῶν νόμων καθά‐
περ εἴρηται προσηγορίας. Ἡ μὲν οὖν φύσις ἐξ ἀρχῆς,

430

ἡνίκα τὰ περὶ τῆς τεκνογονίας ἐνομοθέτει τῶν γρα‐ πτῶν οὔπω κειμένων νόμων, ἅπαντας ὁμοίως μὲν ἐλευθέρους ὁμοίως δὲ εὐγενεῖς προήγαγε. τοῖς γὰρ δὴ πρώτοις γονεῦσιν οἱ πρῶτοι παῖδες ὁμοίως μὲν ἐλεύ‐
5θεροι ὁμοίως δὲ γνήσιοι παρὰ τῆς δημιουργίας ἐγί‐ νοντο. πόλεμοι δὲ καὶ μάχαι καὶ ἡδοναὶ καὶ ἐπι‐ θυμίαι τὸ πρᾶγμα κατήγαγον εἰς ἀλλοιότερον σχῆμα. δουλείαν μὲν γὰρ ἐξεῦρε πόλεμος, νοθείαν δὲ σω‐ φροσύνης ἔκπτωσις, ὁ νόμος τε αὖθις τὰ τοιαῦτα
10τῶν ἁμαρτημάτων ἰώμενος ἐλευθερίαν τε τοῖς δου‐ λεύουσιν ἐμηχανήσατο καὶ πολλά γε περὶ τούτων ἐπραγματεύσατο τρόπους εἰσηγούμενος μυρίους· αἱ δὲ βασιλικαὶ διατάξεις ἀνέῳξαν τοῖς οὐκ ὀρθῶς γινο‐ μένοις τὰς ἐπὶ τὸ γνήσιον ὁδούς. ὅπερ οὐ παρέργως
15οὐδὲ ἡμεῖς νομοθετοῦμεν, οὐδὲ τοὺς ὑπηκόους τοῦδε τοῦ νόμου παρημελημένως κατακούειν βουλόμεθα. Γνήσιοι μὲν οὖν προΐασι διάδοχοι ἀνθρώποις ἐξ ὧν συναλλάττουσι γάμων ἢ μετὰ προικῴων συμβο‐ λαίων ἢ καὶ τούτων χωρίς, οὕτω πρὸς τὰς θηλείας
20τῶν ἀρρένων συνιόντων, ὥστε ἐξ ἀρχῆς ἔχειν πρὸς αὐτὰς γάμων γνησίων διάθεσιν. καὶ τοῦτο γὰρ συ‐ κοφαντούμενον ἡμεῖς ὁρῶντες νόμῳ διεκρίναμεν, τί μὲν ἐπὶ τῶν ὑπὸ τῆς τύχης εἰς ἀξίας ἠρμένων, τί δὲ ἐπὶ τῆς μέσης δὲ ταύτης τῶν ἀνθρώπων καταστά‐
25σεως πράττεσθαι δεῖ πρὸς ἀπόδειξιν γάμων γνησίων, τί δὲ τῷ λοιπῷ συγκεχώρηται πλήθει. ὥστε τῶν 〈ἐκ τῶν〉 γάμων τούτων προϊόντων αὐτόθεν εἰσὶν αἱ διαδοχαὶ πρόδηλοι, καὶ εἴ γε ἐν τοῖς γνησίοις ἀριθμη‐ θεῖεν, εὐθὺς ὁ νόμος ὑφηγεῖται τοὺς τῶν διαδοχῶν
30τρόπους πολλὰ περὶ τούτων πραγματευσάμενος. τὸ μὲν οὖν γνήσιον οὕτω πως ἔχει, τὸ δὲ μὴ τοιοῦτον, ἀλλ’ ἐλεύθερον μὲν οὐκ ἐκ νομίμων δὲ προελθὸν γάμων, ἢ καὶ ἐν δουλείᾳ τεχθέν, εἰ ἐλευθερίας μὲν ἀξιωθείη μείνειε δὲ νόθον, τοῦτο τρόποι ποικίλοι
35πρὸς γνησιότητα φέρουσιν, οὓς διαριθμησάμενοι οὕτω καὶ τὰ λοιπὰ νομοθετήσομεν. Πρῶτος μὲν οὖ τρόπος αὐτοῖς γνησιότητος ὑπῆρχεν ὁ καὶ τὰς πόλεις εὐθὺς ὠ λῶν, ὃν Θεοδόσιος ὁ τῆς εὐσεβοῦς τε καὶ νέας εἰσηγήσατο μνήμης. νενομοθέ‐
40τηται γὰρ ὑπ’ αὐτοῦ τὸ δύνασθαι τοὺς νόθους παῖ‐

431

δας ἢ πάντας ἤ τινας ἐπιδιδόναι τοῖς βουλευτηρίοις ἢ τὰς θυγατέρας ἁρμόζειν βουλευταῖς. καὶ ἐπείπερ ὁ τρόπος οὗτος οὐχ ἁπλῆν εἶχε τὴν νομοθεσίαν, ἀλλὰ ποικίλως τά τε περὶ τῶν ἐπιδόσεων εἴρηται τά τε
5περὶ τῶν διαδοχῶν, πῶς τε αὐτοὶ καὶ τίνων κληρονο‐ μοῦσι καὶ παρὰ τίνων αὖθις κληρονομοῦνται, δίκαιον ᾠήθημεν τοῦτο δὴ πρῶτον τὸ τῆς νομοθεσίας διαθέν‐ τες κεφάλαιον οὕτως ἐπὶ τοὺς λοιποὺς τρόπους τοὺς εἰς γνησιότητα φέροντας ἐλθεῖν· τὰ γὰρ ἐκεῖθεν εὔ‐
10κολα παντοίως ἐστίν. Εἴ τις τοίνυν εἴη νόθων παίδων πατήρ, εἴτε βουλευτὴς ὢν εἴτε ἐλεύθερος βου‐ λῆς, ἄδειαν ἕξει τούτους ἤ τινας ἐξ αὐτῶν (εἴτε γνη‐ σίων παίδων εἴη πατὴρ εἴτε καὶ μὴ μόνων δὲ νόθων) ἐπιδιδόναι τῷ βουλευτηρίῳ, κἂν εἰ τυχὸν illustrias
15ἀξίας εἶεν οἱ παῖδες ἐπειλημμένοι, πλὴν εἰ μὴ τηλι‐ καύτης ἥπερ ἀνθρώπους, κἂν εἰ βουλευταὶ καθει‐ στήκεσαν, ταύτης ἐλευθέρους ἐποίει τῆς τύχης. ὁ δὲ τῆς ἐπιδόσεως τρόπος εἴτε γένοιτο παρὰ τοῦ πατρὸς ἔτι περιόντος, ἡνίκα τις ἐν κοινῷ τὸν υἱὸν ἐπιδοίη
20(τοῦτο γὰρ ἐπὶ Φιλοκάλῳ πέπρακται νόθῳ παιδί, βουλευτῇ παρὰ τοῦ πατρὸς ἐν τῇ Βοστρηνῶν γενο‐ μένῳ καὶ τοῦτο αὐτὸ ἀνειπόντος κατὰ τὴν ἐκεῖσε θέαν καὶ οὕτως αὐτὸν ἐπιδεδωκότος, καθάπερ ἡ Λέοντος τοῦ τῆς εὐσεβοῦς λήξεως γεγραμμένη φησὶ
25διάταξις), εἴτε οὖν κατὰ τοῦτον τὸν τρόπον γένοιτό τις ὑπὸ τοῦ πατρὸς ἀναρρηθεὶς βουλευτής, εἴτε αὐ‐ τὸν ὁ πατὴρ ἐπὶ πράξεως ὑπομνημάτων ἐπιδοίη, εἴτε τελευτῶν ἐν διαθήκῃ γράψειε δεῖν γίνεσθαι βουλευ‐ τήν, εἶτα ἐκεῖνος ἕληται τὴν γραφήν, γνήσιος εὐθὺς
30γίνεται τῆς νοθείας καθάπαξ ἀπηλλαγμένος. εἰ δὲ καὶ τελευτήσαντος τοῦ πατρὸς ἑαυτὸν ὁ παῖς ἢ οἱ παῖδες ἐπιδοῖεν, οὐκ οὔσης μέντοι γνησίας γονῆς, καὶ οὕτως ἔσονται γνήσιοί τε καὶ βουλευταί. ὥστε πατὴρ μὲν καὶ ὑπόντων γνησίων ἐπιδώσει τῇ βουλῇ τοὺς
35οὐχὶ γνησίους παῖδας, ὁ δὲ αὐτομάτως εἰς τοῦτο ἰὼν τηνικαῦτα μόνον ἀκουσθήσεται, ἡνίκα ἂν οὐδεὶς τῶν γνησίων παίδων ὑπείη. οὕτω μὲν οὖν τὰ τῶν ἐπι‐ δόσεων ἔστω, τὸ διαφόρως νομοθετηθὲν ἡμῶν εἰς
τὸν παρόντα νόμον ἀποθεμένων. οὐχ ἁπλῶς δὲ οὐδὲ

432

ὡς ἔτυχε τὸ τῆς ἐπιδόσεως ἔσται· δεῖ γὰρ καὶ τοὺς τρόπους ποιῆσαι φανεροὺς καθ’ οὓς ἐπιδοθήσονται. Εἰ μὲν οὖν τις ἔκ τινος ὁρμῷτο πόλεως, εἴτε βου‐ λευτὴς εἴτε ἐλεύθερος τῆς τοιαύτης εἴη τύχης, ἔξεστι
5τὸν ἑαυτοῦ νόθοι ἐπιδοῦναι τῷ βουλευτηρίῳ τῆς πό‐ λεως ἐκείνης ὅθεν ὥρμητο. εἰ δὲ οὐ πολίτης οὐδὲ αὐτὸς καθεστήκοι, ἐκ χωρίου δέ τινος ἢ κώμης ὥρ‐ μηται. ἐκείνῃ παρὰ τοῦ πατρὸς ἐπιδιδόσθω τῇ πό‐ λει ἢ ἑαυτὸν ἐπιδιδότω. ὑφ’ ἣν τὸ χωρίον ἢ τὰ τῆς
10κώμης τελοίη. πρόδηλον δέ. ὡς εἰ μὲν ὁ πατὴρ αὐ‐ τὸν ἢ πάππος ἐπιδοίη ἢ καί τις τῶν ἀνωτέρω προ‐ γόνων, καὶ γνησίους ἔχων παῖδας τοῦτο πράττειν ἰσχύει· εἰ δὲ αὐτός τις ἑαυτὸν ἐπιδοίη, τοῦτο ἐφίε‐ μεν. ἡνίκα μὴ ἕτεροι γνήσιοι καθεστᾶσιν ἀδελφοί.
15Εἰ μέντοι τις τῶν ἐπιδοῦναι δυναμένων τοὺς ἑαυ‐ τοῦ νόθους τοῖς βουλευτηρίοις ἢ ἐκ τῆσδε τῆς μεγάλης ὥρμητο πόλεως ἢ ἐκ τῆς ἔτι πρεσβυτέρας Ῥώμης, τούτῳ δίδομεν ἄδειαν εἰς ἣν ἂν βούληται μητρόπολιν τὴν ἐπίδοσιν ποιήσασθαι. καὶ τοῦτον εἶναι τὸν κα‐
20νόνα καὶ ἐπὶ θυγατέρων, ὥστε ἁρμόζειν αὐτὰς βου‐ λευταῖς ἢ ἐκ τῆς πόλεως αὐτῆς. ἐξ ἧς ὥρμηται ἢ ὑφ’ ἣν τὸ χωρίον ἢ ἡ κώμη τελοίη. ἢ εἴ τις ἐλεύθερος ἅμα καὶ Ῥωμαῖος ἢ Βυζάντιος εἴη. τινὶ τῶν βουλευτηρίων ἐτέρας οἱασδήποτε, μητροπόλεως μέντοι. Καὶ οὕτως
25ἡμῖν τῶν βουλευτηρίων μέλει καὶ οὗτος ὁ τρόπος ἀρέσκει τῆς γνησιότητος, ὅτι δίδομεν τῷ βουλευτῇ νό‐ θων ὄντι μόνων παίδων πατρί, κἂν ἐκ δούλης αὐ‐ τοὺς σχοίη. καὶ ἐλευθεροῦν καὶ ἐπιδιδόναι τῇ βουλῇ κατὰ τὸ ἔμπροσθεν ἡμῖν εἰρημένον· καὶ ἔτι μειζόνως
30τὸ πρᾶγμα νομοθετοῦμεν. ὥστε κἂν εἰ μὴ ὁ πατὴρ ἐπιδοίη. ἐλεύθερος δὲ ἅπαξ ὁ παῖς γένηται. δύνασθαι καὶ ἑαυτὸν ἐπιδιδόναι τῷ βουλευτηρίῳ, δηλαδὴ κἀν‐ ταῦθα γνησίας οὐχ ὑπούσης γονῆς. Καὶ ἐπειδήπερ ποικίλως καὶ τὰ ἐπὶ τῆς τῶν τοι‐
35ούτων προσώπων διαδοχῆς νενομοθέτηται, οὐκ ἄπο τρόπου δοκοῦν ἐστιν ἡμῖν καὶ τὰ περὶ τῆς διαδοχῆς, καθὰ προειπόντες ἔφθημεν, διορίσασθαι. Εἰ τοίνυν τις νόθος κατὰ τοῦτο τὸ σχῆμα (τὸ ἐκ τῆς ἐπιδό‐
σεως φαμέν) γένοιτο βουλευτής, ἔσται τῷ πατρὶ καὶ

433

ἐξ ἀδιαθέτου διάδοχος καὶ ἐκ βουλήσεως, οὐδὲν ἀπ‐ εοικὼς τῶν γνησίων, καὶ ἐκ δωρεᾶς λαμβάνειν δυνά‐ σθω τοῦ πατρός, οὕτω μέντοι ὥστε μὴ πλέον ἔχειν τῶν ἐξ ἀρχῆς γνησίων ἑνὸς τοῦ τὸ πάντων ἐλά‐
5χιστον ἔχοντος. ἅπαξ δὲ καταδεξαμένους ἐκείνους τὴν ἐπίδοσιν καὶ διὰ τοῦτο εἰς γνησίους ἀναβάντας οὐκ ἐφίεμεν abstinatεύειν ἑαυτοὺς τῆς τῶν πατέρων κλη‐ ρονομίας, ἢ δοκεῖν δῆθεν τὴν δωρεὰν τὴν εἰς αὐτοὺς γενομένην καὶ στερχθεῖσαν ὑπ’ αὐτῶν ἀφιέναι καὶ
10τῆς τύχης ἀναχωρεῖν· μένοντες μὲν γὰρ βουλευταὶ τὸ καταλελειμμένον ἢ δεδωρημένον κατὰ τὸ ἔμπροσθεν ἡμῖν εἰρημένον ἕξουσι μέτρον. εἰ μέντοι γε ἐξ ἀρ‐ χῆς παραιτοῖντο τὴν ἐπίδοσιν τὸ μένειν ἐλεύθεροι κἂν ἐν νοθείᾳ τοῦ γενέσθαι πλουσιώτεροι καὶ βουλευ‐
15ταὶ προκρίνοντες, εἶτα φανεῖεν ὕστερον ἢ εἰς ὁλόκλη‐ ρον ἢ ἐκ μέρους νεμόμενοι τὰ δωρηθέντα ἢ καταλει‐ φθέντα αὐτοῖς πράγματα ἢ καὶ ἐκποιήσαντες, ἐνέξον‐ ται πάντως τῇ βουλευτικῇ τύχῃ καὶ ἄκοντες, ἵνα μὴ νοθεύοντες ἡμῖν φανεῖεν τὴν νομοθεσίαν, καὶ τὰ μὲν
20κέρδη θηρώμενοι τὰ προφάσει τῆς ἐπιδόσεως, ἀπο‐ σειόμενοι δὲ τὴν τύχην δι’ ἣν τῶν κερδῶν ἠξιώθησαν. καὶ ταῦτα ὁμοίως νομοθετοῦμεν ἐπί τε ἀρρένων ἐπι‐ δεδομένων τῇ βουλῇ ἐπί τε τῶν γαμουμένων βουλευ‐ ταῖς θυγατέρων· οὐδεμιᾶς οὔσης διαφορᾶς, εἴτε δι’
25ἀρρένων τις βουλεύοι παίδων εἴτε διὰ τῶν ἐπὶ ταῖς θυγατράσι γαμβρῶν τὸ βουλευτήριον αὔξειν βούλοιτο καὶ τό γε ἐπ’ αὐτῷ διὰ τῶν ἐκείνων παίδων και‐ νοὺς προστιθέναι τοῖς προτέροις βουλευτὰς τοὺς ἐκεί‐ νων υἱούς.
30 Τὸν δὲ κατὰ τοιαύτην αἰτίαν εἰσποιούμενον τῇ γνησιότητι παῖδα αὐτῷ μόνῳ τῷ φύσαντι νόμιμον ἀποτελοῦμεν, οὐ μὴν καὶ τῇ τρίτῃ ταύτῃ συγγενείᾳ τοῦ πατρὸς (φαμὲν δὲ τῶν τε ἐξ ὧν ἐκεῖνος γέγονε τῶν τε ἑκατέρωθεν τῶν τε ἐξ αὐτοῦ προελθόντων)
35ποιοῦμεν αὐτὸν ὡς ἔκ τινος μηχανήματος συγγενῆ. θεσπίζομεν γὰρ ὥστε τὸν ἐπιδεδομένον τῷ βουλευτη‐ ρίῳ φυσικὸν υἱὸν μόνῳ τῷ πατρὶ γνήσιον γίνεσθαι διάδοχον, μηδεμίαν μέντοι μετουσίαν ἔχειν εἰς τοὺς ἀνιόντας ἢ κατιόντας ἢ ἐκ πλαγίου συγγενεῖς adgua‐
40tους ἢ cognatους τοῦ πατρός, ἤ τινα ἔχειν μετουσίαν

434

εἰς τὴν ἐκείνων διαδοχήν, τὴν ἴσην καὶ αὐτῷ διδόν‐ τες προνομίαν, ὥστε καθάπερ αὐτὸς ἐκείνοις οὐ γίνε‐ ται διάδοχος, οὕτω μηδὲ ἐκείνους εἰς τὴν αὐτοῦ καλεῖ‐ σθαι διαδοχήν, πλὴν εἰ μὴ γράψειεν ἢ αὐτὸς ἐκείνους
5ἢ παρ’ ἐκείνων γραφείη. μόνῳ γὰρ τῷ πατρὶ γίνον‐ ται γνήσιοι καὶ συγγενεῖς εἶναι πιστεύονται. Νομοθετητέον δὲ τίνες τοῖς οὕτω γενομένοις γνη‐ σίοις ἀποτελοῦνται διάδοχοι. εἰ μὲν γὰρ σχοίη παῖδας ὁ τοιοῦτος ἢ ἐγγόνους ἀπὸ γνησίων αὐτῷ γενομένους
10γαμετῶν, καὶ εἰκότως καὶ βουλευτὰς καθεστῶτας, πάν‐ τως αὐτὸν διαδεχέσθωσαν· τί γὰρ νομιμώτερον γνη‐ σίου παιδὸς πρὸς πατρῴαν διαδοχήν; εἰ δέ γε παῖ‐ δας ἔχοι μὴ βουλευτὰς ὁτεδήποτε γενομένους αὐτῷ, τηνικαῦτα τὸ νόμιμον μέτρον εἰς τὴν βουλήν τε καὶ
15τὸ δημόσιον ἀφικνείσθω, τὸ λοιπὸν δὲ ὅσον ἂν εἴη εἰς ἐκείνους τοὺς παῖδας τοὺς μὴ βουλεύοντας ἡκέτω. εἰ δὲ καθόλου μηδεμία τις αὐτῷ καθεστήκοι γονή, τελευτήσειε δὲ ἀδιάθετος, τὸ μὲν ἐνναούγκιον ἡ βουλὴ καὶ τὸ δημόσιον ἐχέτωσαν κατὰ τὸ πρώην δὴ τοῦτο
20παρ’ ἡμῶν νενομοθετημένον, εἰς δὲ τὸ λειπόμενον τριούγκιον οἱ ἐκ τοῦ νόμου καλούμενοι πάντες ἥξου‐ σιν, ἢ εἴπερ διάθοιτο ἐπὶ τοὺς γραπτοὺς ἐλεύσεται κληρονόμους. ἅπαξ γὰρ αὐτὸν γενόμενον βουλευτὴν ὁ νόμος λαβὼν καὶ ἐγγράψας τῷ βουλευτηρίῳ καὶ
25τὰς διαδοχὰς αὐτοῦ καὶ τὴν ἄλλην ἅπασαν τεταγμέ‐ νην ἔδωκε τοῦ βίου διαδοχήν τε καὶ πορείαν. εἰ δέ τις ἢ τῶν ἐκ τοῦ γένους ἢ καὶ ἔξωθεν, ἢ καὶ γε‐ γραμμένος τυχὸν ἢ καὶ μὴ γεγραμμένος βουληθείη προσελθεῖν τῇ βασιλείᾳ καὶ ἑαυτὸν ἐπιδοῦναι τῇ βουλῇ,
30ἄδειαν ἐχέτω τοῦτο πράττειν, καὶ τὸ ἀφωρισμένον τῷ βουλευτηρίῳ μέρος λαμβάνων γενέσθαι βουλευτὴς καὶ τῆς τε τύχης τῶν τε λειτουργημάτων διάδοχος, εἰ τοῦτο ἡ βασιλεία ἐπινεύσειεν. Εἰ δέ τις γνησίους μὲν παῖδας οὐκ ἔχοι, νόθοι δὲ
35αὐτῷ καὶ μόνοι καθεστᾶσιν, ἐξέστω μετὰ τοῦ τῆς βουλῆς ἄχθους αὐτῷ γράφειν τούτους κληρονόμους·
καὶ ἡ γραφή γε ἀντὶ πάσης ἐπιδόσεως ἔστω, καὶ μὴ

435

δείσθω (τοῦτο τὸ τῶν παλαιῶν νόμων) ἑτέρας προσ‐ θήκης μηδὲ τῆς ἐν ᾧ περιῆσαν ἐπιδόσεως, ἀλλ’ αὐ‐ τόθεν γραφέντες, εἴ γε ἐλεύθεροι καθεστᾶσι, βουλευ‐ ταὶ ἅμα καὶ κληρονόμοι γινέσθωσαν, καὶ ἐχέτωσαν
5καὶ αὐτοὶ τὸ τῆς περιουσίας ἐνναούγκιον, καθάπερ ἂν ὁ πατὴρ αὐτοῖς διανείμῃ. εἰ δὲ καὶ τὸ πᾶν αὐτοῖς βουληθείη καταλιπεῖν, ἔτι πράξει κάλλιον· πλὴν ἀλλὰ μέχρι τοῦ ἐνναουγκίου πάντως αὐτοῖς καταλιμπανέτω, γινώσκων ὡς, κἂν αὐτοῖς καταλίποι ἔλαττον, ἀλλ’ ἐκ
10τοῦ νόμου πάντως ἡ ἀναπλήρωσις τῆς οὐσίας ἔσται. οἱ δὲ εἴπερ ἕλοιντο, βουλευταὶ γινέσθωσαν· εἰ δέ τι‐ νες μὲν ἕλοιντο τινὲς δὲ παραιτήσαιντο, ἐπὶ τοὺς αἱ‐ ρουμένους τὰ τῶν παραιτουμένων ἀφικέσθω μέρη. εἰ δὲ ἅπαντες ἀπείποιεν, τηνικαῦτα ὡς ἀπαιδίας οὔ‐
15σης οὕτως ἐπὶ τὴν βουλὴν ἐρχέσθω τὸ ἐνναούγκιον ἅπαν. Εἰ δὲ ὁ μὲν σιγήσειε, παίδων δὲ αὐτῷ γνη‐ σίων οὐκ εἴη σπορά, τηνικαῦτα τὸ μὲν νόμιμον μέρος ἐπὶ τοὺς ἐξ ἀδιαθέτου κληρονόμους ἐρχέσθω, οἱ παῖ‐ δες δὲ οἱ νόθοι, εἰ βούλονται ἑαυτοὺς ἐπιδοῦναι τῷ
20βουλευτηρίῳ, τοῦτο ποιείτωσαν καθάπερ ἂν ἐθελή‐ σειαν, εἴτε πάντες εἴτε τινὲς ἐξ αὐτῶν, καὶ πάντως τὸ ἐνναούγκιον τῆς περιουσίας εἰς τοὺς βουλεύοντας ἢ τὸν βουλεύοντα περιστήσεται. εἰ δὲ καὶ ἐκ δούλης αὐτῷ τεχθέντες εἶεν. εἴ γε αὐτοὺς ἐλευθερώσειεν ἢ
25περιὼν ἢ ἐν τῇ διαθήκῃ καὶ ἐπιδοίη τούτους, καὶ οὕτω προσδεχέσθωσαν καὶ ἔστωσαν βουλευταί, καθάπερ ὁ διαθέμενος ἠβουλήθη ἢ καθάπερ ἡ αὐτῶν ἐπιθυμία πεποίηκεν· ἐπιδόντες γὰρ ἑαυτοὺς τῇ βουλῇ λήψονται καθάπερ εἴρηται τὸ ἐνναούγκιον. πανταχοῦ γὰρ βου‐
30λόμεθα, κἂν εἰ διάθοιτο κἂν εἰ μὴ βουλευσάμενος ἀπέλθοι, τοὺς εἰς τὴν βουλὴν ἐρχομένους τὸ ἐνναούγ‐ κιον λαμβάνειν. εἰ δὲ ἐλευθερώσειε μὲν μόνον οὐ μὴν ἐπιδοίη, οἱ δὲ καὶ οὕτω βούλοιντο ἤ τις ἤ τινες ἐξ αὐτῶν πρὸς τὸ βουλευτήριον ἰδεῖν, κἀκεῖσε τὸ ἐν‐
35ναούγκιον τῷ βουλεύοντι ἢ τοῖς βουλεύουσι κατὰ τὴν ἀναλογίαν διδόσθω. Εἰ δὲ μηδεὶς τῶν νόθων ἢ βου‐ ληθείη ἢ ἐπιδοθείη, τηνικαῦτα τὸ ἐνναούγκιον ἡ βουλὴ λαμβανέτω· δῆλον δὲ ὅτι συμπαρακολουθήσει παντα‐ χοῦ τὸ δημόσιον κατὰ τὴν περὶ τούτου τεθειμένην
40παρ’ ἡμῶν διάταξιν. τὸ μὲν οὖν περὶ νόθων τῶν διὰ τῆς εἰς τὴν βουλὴν παρόδου γινομένων γνησίων καὶ τοῦ τρόπου καθ’ ὃν ἐπιδίδονται καὶ τῶν διαδο‐
χῶν ταύτῃ καθαρῶς ἡμῖν νενομοθετήσθω.

436

Τριῶν δὲ ἑτέρων διατάξεων γραφεισῶν Ζήνων μὲν ὁ τῆς εὐσεβοῦς λήξεως οὐ περὶ τῶν μελλόντων τι σχεδὸν νομοθετεῖ, ἀλλὰ περὶ τῶν ἤδη παρῳχηκότων· ἣν γεγράφθαι διὰ τοῦτο μόνον συνεχωρήσαμεν. ἵνα
5τοὺς ἐξ ἐκείνης ἴσως ὠφελουμένους τῆς διατάξεως διὰ τὸ κατιέναι αὐτοῖς ἐκεῖθεν τὰς γονὰς μὴ τῆς ἐντεῦ‐ θεν ὠφελείας ἀποστερήσωμεν. ὥσπερ καὶ τὴν Ἀνα‐ στασίου τοῦ τῆς εὐσεβοῦς λήξεως τὴν τοὺς νόθους υἱοποιεῖσθαι διδοῦσαν οὐκ ἐνοχλεῖν τοῦ λοιποῦ τοῖς
10ἡμετέροις ὑπηκόοις συγχωροῦμεν, πλὴν ἐπὶ τούτῳ κεῖ‐ σθαι καὶ μόνον ἀφίεμεν, ὥστε εἴ τις ὠφέλειά τισιν ἐκεῖθεν ἀπόκειται, ταύτην μὴ δόξαι διὰ τῶν ἡμετέ‐ ρων ἀναιρεῖν νόμων· δεῖ γὰρ ἀεί τινος ἐξάρχειν ἀγα‐ θοῦ, οὐ μὴν τά τισι προϋπηργμένα διαλύειν. τὴν
15γὰρ τοῦ ἡμετέρου πατρὸς ἀποδεχόμεθα διάταξιν σω‐ φρόνως μὲν εἰσηγηθεῖσαν κοσμίως δὲ τεθειμένην, ἥτις τὰς υἱοποιίας τὰς τῶν νόθων ἐκώλυσε πολὺ τὸ ἄτοπον ἐχούσας καὶ ἀδιακρίτως ὥσπερ ἐπήλυδάς τινας τῇ γνη‐ σιότητι τοὺς νόθους ὑπαγούσας.
20 Ὑπόλοιποι τοίνυν εἰσὶν οἱ παρ’ ἡμῶν ἐξευρεθέν‐ τες τρόποι, οὓς διελευσόμεθα, τὸ γνήσιον παρέχοντες τοῖς ἔμπροσθεν νόθοις. ὧν οὐδὲ περὶ τὴν διαδοχὴν πονήσομεν· ἅπαξ γὰρ αὐτοὺς ἀποτελέσαντες γνησίους δίδομεν ἔχειν καὶ τὰς διαδοχὰς ἐκείνας, ἃς οἱ ἐξ ἀρ‐
25χῆς ἐν γνησίοις τελέσαντες ἔχουσιν. Εἴ τις τοίνυν προικῷα γράψεις πρὸς ἐλευθέραν τὴν ἀρχὴν ἢ καὶ ἀπελευθέραν γυναῖκα, ᾗπερ ὅλως ἔξεστι συνοικεῖν, ἐν παλλακῆς σχήματι συνοῦσαν αὐτῷ, ἢ νομίμων παί‐ δων ἤδη πατὴρ καθεστὼς ἢ καὶ παίδων οὐ γενόμε‐
30νος τοιούτων πατήρ, γνήσιον εἶναι τὸν γάμον καὶ τοὺς παῖδας τούς τε προειληφότας τούς τε κυοφορου‐ μένους γνησίους αὐτῷ καθεστάναι θεσπίζομεν. καὶ κἂν εἰ μὴ γένοιντο μετὰ ταῦτα παῖδες αὐτῷ, ἢ καὶ γενόμενοι τελευτήσαιεν, οὐδὲν ἧττον ἡ προτέρα γονὴ
35γνησία καθέστηκεν. ἡ γὰρ περὶ τοὺς οὕτω γενο‐ μένους παῖδας αὐτῷ διάθεσις, ἥτις αὐτὸν καὶ πρὸς τὸ
προικῷον συμβόλαιον ἀνηρέθισεν, αὕτη δέδωκε καὶ

437

τοῖς δευτέροις παισὶν ἀφορμὴν τῆς ὕστερον γνησιό‐ τητος· ὥστε ἄτοπον ἦν τὴν ἀγαθὴν πρόφασιν, ἣν οἱ μετὰ ταῦτα παῖδες ἐξεῦρον ἐκ τῶν προτέρων λα‐ βόντες, ταύτην μὴ καὶ τοῖς ἔμπροσθεν τὸ γνήσιόν
5τε ἅμα καὶ ἀσυκοφάντητον περὶ τὰς τῶν πατέρων δοῦναι διαδοχάς· πρόδηλον ὄν, ὡς οἱ μὲν νεώτεροι παῖδες ἐκ τοῦ νόμου γεγόνασι γνήσιοι τοῦ τὸ προι‐ κῷον αἰσχυνομένου, τὸ δὲ δὴ προικῷον αὐτὸ τὴν ἀρχὴν καὶ τὴν πρόφασιν ἐκ τῆς ἔμπροσθεν ἔσχεν οἰκειότη‐
10τος. ὥστε μίαν ἀμφοτέρων ἐποιησάμεθα τάξιν, καὶ τὰς ἐφεξῆς συκοφαντίας διὰ πλειόνων ἀνείλομεν δια‐ τάξεων, ἐκεῖνο φήσαντες, ὡς κἂν εἰ μὴ παιδοποιήσειεν ὕστερον ὁ πατήρ, προικῷα δὲ ὅμως θοῖτο συμβόλαια, καὶ οὕτως οὐδὲν ἧττον γνησίους ἕξει τοὺς παῖδας.
15τοῦ γενέσθαι μὲν γὰρ αὐτῷ παῖδας ἑτέρους τύχῃ τις ἴσως τὴν ἐξουσίαν τε καὶ τὴν ἄδειαν εἶχεν, ὥσπερ καὶ γενομένους ἀφελέσθαι, τὴν δὲ τῆς διαθέσεως ἀπό‐ δειξιν τὴν τοῖς ἔμπροσθεν γενομένοις (φαμὲν δὲ πρὸ τῶν προικῴων συμβολαίων) παρασχοῦσαν τὴν εὐγέ‐
20νειαν οὐδὲν ἦν τοιοῦτον ὅπερ ἂν ἀφελέσθαι παντελῶς ἠδύνατο. καὶ ἔτι μᾶλλον ἐξ εὐλόγων τοῦτο προσ‐ τέθειται λογισμῶν, ὡς εἰ πρὸ τῶν προικῴων ἐκυο‐ φορεῖτο μὲν ὁ παῖς, ἐτέχθη δὲ μετὰ τὸ προικῷον, βοηθὸς ἑαυτῷ γίνεται ὅ γε καὶ τοῖς πρὸ αὐτοῦ τοῦτο
25ποιεῖν δυνάμενος. καί τις ἡμῖν καὶ κανονικὸς ἐξεύρη‐ ται λόγος ἄριστα ὑφηγούμενος τὰ περὶ τῆς τῶν τικτο‐ μένων καταστάσεως. στασιαζομένου γάρ, πότερον δεῖ τῷ τῆς συλλήψεως ἢ τῷ τῆς γεννήσεως προσέχειν καιρῷ, διενομοθετήσαμεν, ὥστε μὴ τὸν καιρὸν τῆς συλ‐
30λήψεως, ἀλλὰ τὸν τοῦ τοκετοῦ σκοπεῖσθαι διὰ τὸ τῶν παίδων συμφέρον· ὡς εἴ γε συμβαίη τοιαύτας τινὰς ἐπινοηθῆναι περιπετείας θεμάτων ἐν οἷς λυσιτελέ‐ στερός ἐστιν ὁ τῆς συλλήψεως καιρὸς παρὰ τὸν τοῦ τοκετοῦ χρόνον, ἐκεῖνον κρατεῖν μᾶλλον παρεκελευσά‐
35μεθα ὃς συμφορώτερος τῷ τεχθέντι γενήσεται. Κἀκεῖνο μέντοι παρ’ ἡμῶν νενομοθέτηται, ἵνα εἴ τις βούλοιτο γνησίαν τὴν ἑαυτοῦ καταστῆσαι γονήν, οὐκ εὐποροίη δὲ γαμετῆς τῆς τῶν τοιούτων παίδων
μητρός, ἢ τοὺς μὲν παῖδας ὑπεραγαπῶν, τὰ δὲ τῆς

438

γυναικὸς οὐκ ἀναμάρτητα πρὸς αὐτὸν εἴη οὐδὲ ἀξίαν αὐτὴν ἡγοῖτο νομίμου τινὸς ὀνόματος, καὶ διὰ τοῦτο τελευτησάσης τῆς γυναικὸς [ἤγουν τῆς γαμετῆς] ἢ γνη‐ σιότητος οὐκ ἀξίας περὶ τὸ συνοικεῖν νομιζομένης, ἢ
5καὶ τοῦ πράγματος ὑπὸ τῶν παίδων κακουργουμένου καὶ ἐξεπίτηδες τῆς γυναικὸς ἀποκρυπτομένης ἢ παρὰ τῶν παίδων ἢ ἄλλως ἴσως εὐπορίας αὐτῇ συμβάσης τινός, ἵνα μὴ τῇ γνησιότητι τὴν χρῆσιν ὁ πατὴρ καὶ ἐπικαρπίαν προτελευτησάσης τῆς μητρὸς ὡς παρὰ
10ὑπεξουσίων τῶν παίδων ἔχοι· εἴ τις οὖν παῖδας γνη‐ σίους οὐκ ἔχων νόθους δὲ μόνον, αὐτοὺς μὲν γνησίους ποιήσασθαι βουληθείη, τὴν γυναῖκα δὲ οὐκ ἔχοι παν‐ τελῶς, ἢ ἔχοι μὲν οὐ μὴν ἀναμάρτητον ἢ οὐ φαινο‐ μένην, ἢ ἄλλως προικῴων συμβολαίων ποιήσεως εὐ‐
15πορίαν οὐκ ἔχοι (τί γὰρ ὅτι πρὸς ἱερωσύνην ἅτερος αὐτῶν ἀνῆλθε;), δίδομεν αὐτῷ παρρησίαν (τοῦτο ὅπερ καὶ ἔμπροσθεν ἐπράξαμεν) πρὸς γνησιότητα τοὺς παῖ‐ δας ἀγαγεῖν τοὺς νόθους, γνησίων καθάπερ ἔφθη‐ μεν εἰπόντες οὐκ ὄντων, διά τινος τοιαύτης ὁδοῦ.
20ὥσπερ γάρ εἰσι τρόποι τοὺς οἰκέτας εἰς ἐλευθερίαν τε ἅμα καὶ εὐγένειαν ἄγοντες καὶ ἀποδιδόντες τῇ φύ‐ σει, οὕτως εἴπερ ὁ πατὴρ οὐκ εὐποροίη γνησίας γο‐ νῆς, βούλοιτο δὲ αὐτοὺς ἀποκαταστῆσαι τῇ φύσει καὶ τῇ ἄνωθεν εὐγενείᾳ, εἴ γε ἐξ ἐλευθέρας αὐτῷ γέ‐
25νοιντο, καὶ γνησίους τὸ λοιπὸν καὶ ὑπεξουσίους ἔχειν, τοῦτο πραττέτω δι’ ἡμετέρας ἀντιγραφῆς. οὐδὲ γὰρ δὴ τὴν ἀρχήν, ὅτε ἡ φύσις τοῖς ἀνθρώποις διεθεσμο‐ θέτει μόνη, πρὶν τοὺς γραπτοὺς εἰσφοιτῆσαι νόμους, ἦν τις διαφορὰ νόθου τε καὶ γνησίου, ἀλλὰ τοῖς πρώ‐
30τοις γονεῦσιν οἱ πρῶτοι παῖδες, καθάπερ ἀρχόμενοι τοῦ παρόντος ἔφαμεν νόμου, ἅμα τῇ προόδῳ γεγό‐ νασι γνήσιοι· καὶ ὥσπερ ἐπὶ τῶν ἐλευθέρων ἡ μὲν φύσις πεποίηκεν ἐλευθέρους ἅπαντας, οἱ πόλεμοι δὲ τὴν δουλείαν ἐξεῦρον, οὕτω κἀνταῦθα ἡ μὲν φύσις
35γνησίας προήγαγε τὰς γονάς, ἡ δὲ εἰς ἐπιθυμίαν ἐκ‐ τροπὴ τὸ νόθον αὐταῖς προσανεμάξατο. ὥστε ὁμοίων τῶν παθῶν γενομένων δεῖ καὶ τὴν θεραπείαν ἐκ τῶν ἴσων ἐξευρεθῆναι, τὴν μὲν παρὰ τῶν πρὸ ἡμῶν τὴν δὲ ὑφ’ ἡμῶν. Ἔστω τοίνυν ἄδεια τῷ πατρὶ ἐπὶ
40τῶν εἰρημένων θεμάτων τὴν μητέρα ἐπὶ τοῦ προτέ‐
ρου σχήματος καταλιμπάνοντι δέησιν ἐπιδοῦναι τῇ

439

βασιλείᾳ τοῦτο λέγουσαν, ὡς βούλεται τοὺς νόθους αὑτοῦ παῖδας ἀποκαταστῆναι τῇ φύσει καὶ τῇ ἄνω‐ θεν εὐγενείᾳ τε καὶ γνησιότητι, ὥστε ὑπεξουσίους αὐτῷ καθεστάναι μηδὲν τῶν νομίμων παίδων διαλ‐
5λάττοντας· καὶ τούτου γινομένου τὸ ἐντεῦθεν τοὺς παῖδας ἀπολαύειν τῆς τοιαύτης βοηθείας. ἑνὶ γὰρ δὴ τούτῳ τῷ τρόπῳ πάσας τὰς τοιαύτας τῆς φύσεως ἐκ‐ βάσεις τε καὶ ἐπινοίας ἐπὶ τῶν νομίμους οὐκ ἐχόντων παῖδας θεραπεύσομεν, οὕτω συντόμῳ συμμαχίᾳ τοσ‐
10αύτην ὁρμὴν ἐπανορθούμενοι φύσεως. Εἰ μέντοιγε ὁ μόνων φυσικῶν παίδων πατὴρ διά τινας τυχηρὰς περιστάσεις οὐκ ἰσχύσειε τοῦτο πρᾶξαι, τελευτῶν δὲ ἐπί τινος τῶν ἔμπροσθεν εἰρημένων θε‐ μάτων γράψειε διαθήκην, βουλόμενος αὑτῷ γνησίους
15εἶναι τοὺς παῖδας διαδόχους, καὶ τούτου δίδομεν αὐτῷ παρρησίαν· δεομένων μέντοι καὶ οὕτω τῶν παίδων μετὰ τελευτὴν τοῦ πατρός, καὶ τοῦτο διδασκόντων καὶ δεικνυόντων τὰς τοῦ πατρὸς διαθήκας, καὶ κλη‐ ρονομούντων κατὰ τὸν νόμον· καὶ τοῦτο δῶρον ἐχέ‐
20τωσαν πατρός τε καὶ βασιλείας, ταυτὸν δέ ἐστιν εἰ‐ πεῖν φύσεώς τε καὶ νόμου. Καθόλου δὲ ἐφ’ ἁπάντων τῶν διὰ τῶν ἔμπρο‐ σθεν εἰρημένων τρόπων ἀγομένων εἰς γνησιότητα τότε ταῦτα κρατεῖν βουλόμεθα, ἡνίκα καὶ οἱ παῖδες
25τούτοις στέργοιεν. εἰ γὰρ λύειν τὰς ὑπεξουσιότητας ἀκόντων τῶν παίδων οὐκ ἐφειμένον ἐστὶ τοῖς πα‐ τράσι, πολλῷ μᾶλλον τὸ εἰς ὑπεξουσιότητα φέρειν ἄκοντα τὸν παῖδα καὶ μὴ βουλόμενον, εἴτε διὰ τῆς εἰς βουλὴν ἐπιδόσεως εἴτε διὰ τῆς τῶν προικῴων
30συμβολαίων ποιήσεως εἴτε δι’ ἑτέρας οἱασδήποτε μη‐ χανῆς, ἴσως καὶ τύχην δεδιότα πατρῴαν, οὐ δίκαιον οὐδὲ βασιλείας τε καὶ νομοθεσίας τίθεμεν ἴδιον. Εἰ δὲ πλειόνων ὄντων τῶν παίδων οἱ μὲν ἕλοιντο οἱ δὲ παραιτήσαιντο, τοὺς ἑλομένους γίνεσθαι γνη‐
35σίους, τῶν ἄλλων ἐν τῇ νοθείᾳ μενόντων. καὶ ταῦτα φαμεν οὐδένα τῶν ἔμπροσθεν νομίμων ἀναιροῦντες τρόπων, ἀλλὰ καὶ τοῦτον προστιθέντες τοῖς ἄλλοις
ἐφ’ ὧν ἐκείνους λαβεῖν οὐκ ἔστιν. ὅλως γὰρ γνησίων

440

ὑπόντων, εἶτα νόθων ἐπιγενομένων ἢ προγενομένων οὐκ ἂν ἡ γνησιότης αὐτοῖς προστεθείη, εἰ μὴ πάντως ἢ διὰ τῆς βουλῆς ἢ διὰ τῶν ἡμετέρων διατάξεων, αἵπερ τὸν τῶν προικῴων συμβολαίων εἰσηγήσαντο
5τρόπον. Τὸν δὲ τῆς υἱοθεσίας τρόπον, ὃς ἦν πά‐ λαι τισὶ τῶν πρὸ ἡμῶν αὐτοκρατόρων ἐπὶ τῶν νόθων νομισθεὶς οὐκ ἀδόκιμος, ἄτοπον εὑρόντες κατὰ τὴν τῆς πατρῴας διατάξεως δύναμιν καὶ ἡμεῖς, καθὰ εἴ‐ ρηται, ἐκβάλλομεν, ἐπειδὴ σωφροσύνης ἀκριβῶς ἐστό‐
10χασται καὶ οὐκ ἂν εἴη πρέπον τὰ καλῶς ἐκβεβλημένα πάλιν εἰς πολιτείαν κατάγειν. ὥστε τούτων ἡμῖν νο‐ μοθετηθέντων καὶ φανερῶν γενομένων ὃν προσήκει τρόπον εἰς πολιτείαν τε καὶ γνησιότητα μεταχωρεῖν, οὐδὲν εὕρομεν περὶ τῆς διαδοχῆς τῆς ἐπὶ τῶν τοιού‐
15των λεκτέον· ὡς γὰρ ἐπὶ τῶν λοιπῶν τῶν ἄνωθεν γνησίων δεῖ καὶ τὰς ἐπ’ αὐτοῖς γίνεσθαι διαδοχάς. Διακεκριμένων τοίνυν τῶν τε γενομένων γνησίων τῶν τε μεινάντων νόθων τακτέον ἤδη καὶ τὰ περὶ τῶν κατ’ αὐτοὺς διαδοχῶν. Βάλεντι μὲν οὖν καὶ
20Βαλεντινιανῷ καὶ Γρατιανῷ τοῖς τῆς θείας λήξεως πρώτοις ἐπῆλθε φιλανθρωπεύσασθαί τι πρὸς τοὺς νόθους· καὶ εἰ μὲν εἴη τῷ τῶν νόθων πατρὶ γνησία γονή, μόνης οὐγκίας αὐτοὺς ἠξίωσαν, καὶ ταύτης μετὰ τῆς αὐτῶν μητρός, οὔτε δωρεῖσθαι οὔτε ἐκ τελευ‐
25ταίας διδόναι βουλήσεως περαιτέρω τι συγχωροῦντες· εἰ μέντοι παῖδες μὲν οὐκ εἶεν νόθοι, παλλακὴ δὲ καὶ μόνη (δηλαδὴ τοῖς οὐκ ἔχουσι γνησίαν γαμετήν· τού‐ τοις γὰρ δὴ καὶ μόνοις παλλακὴν ἔχειν ἐπιτέτραπται), τὸ ἡμιούγκιον μόνον χαριζόμενοι. εἰ μέντοι παίδων
30γνησίων οὐκ εἶεν γονεῖς, ἀλλ’ οὐδὲ πατέρα ἢ μητέρα ἔχοιεν, μέχρι τριουγκίου καταλιμπάνειν αὐτοῖς ἢ δω‐ ρεῖσθαι συνεχωρήθη, καὶ τούτου μετὰ τῆς μητρός, καὶ εἰ καθ’ οἱονδήποτε τρόπον λάβοιέν τι, εἰς τοῦτο συναιρεῖσθαι καὶ μόνον, τοῦ πλείονος ἐπὶ τοὺς ἐκ
35τοῦ νόμου καλουμένους ἰόντος, τοῦτο ὅπερ καὶ οἱ Θεο‐ δοσίου τοῦ πρεσβυτέρου παῖδες εἰ καὶ οὐ τελείως ἐνο‐
μοθέτησαν. ἡμεῖς τοίνυν, εἰ καὶ πρώην φιλαν‐

441

θρώπῳ χρησάμενοι νόμῳ ἀντὶ τοῦ τριουγκίου τὸ ἑξα‐ ούγκιον αὐτοῖς, παίδων γνησίων οὐχ ὑπόντων, κατὰ τὴν τῶν πατέρων φιλοτιμίαν δεδώκαμεν, ἀλλὰ νῦν ἐκ τῶν ἐφεξῆς συμβεβηκότων τὰ πράγματα τελειότε‐
5ρόν τε ἅμα καὶ φιλανθρωπότερον σκεπτόμενοι τὸν παρόντα τίθεμεν νόμον. πολλὰ γοῦν τοιαῦτα καὶ πρότερον ἁμαρτηθέντα καὶ ἐπὶ τῶν ἡμετέρων καιρῶν πλημμελούμενα διορθώσεως ἀξιοῦμεν, καὶ ἀσεβείας ἀν‐ θρώπους ἀπαλλάττομεν. τινὲς γὰρ οὐκ ἔχοντες ἄδειαν
10ὅσον βούλονται τοῖς ἑαυτῶν φυσικοῖς καταλιμπάνειν παισὶν ἐπιλέγονται δῆθεν ἄνδρας καὶ γράφουσι κλη‐ ρονόμους, ἐφ’ ᾧτε ἀποκαταστῆσαι τοῖς παισίν, οἱ δὲ ἢ αὐτόθεν ἀσεβοῦσι καὶ παραβαίνουσι τὰ βεβουλευμένα τοῖς γράψασιν, ἢ τὸ γοῦν πάντων ἐλαφρότατον ἐπιορ‐
15κοῦσι· καὶ σιγῶμεν τὰ παραδεδομένα παρὰ τῆς μνή‐ μης ἡμῖν ἐπὶ προσώπων ἐνδόξων ἁμαρτόντων ἐν τοῖς ἔμπροσθεν χρόνοις τοιαῦτα. ἵνα μὴ τοίνυν μέχρι παντὸς τοιοῦτο γενέσθαι πλημμέλημα συγχωρῶμεν, μηδὲ ὃ πράττειν ἔξεστιν ἐπὶ ξένοις καὶ μηδαμόθεν
20γνωρίμοις τοῦτο ἐπὶ τῶν ἑαυτῶν φυσικῶν παίδων τοὺς ἀνθρώπους πράττειν κωλύωμεν, διὰ τοῦτο θεσπί‐ ζομεν τῷ παρόντι νόμῳ, ὥστε εἰ μέν τις ἔχοι παῖδας νομίμους, μὴ δύνασθαι [τοῖς παισὶ καὶ τῇ τούτων μητρὶ] περαιτέρω μιᾶς καταλιμπάνειν οὐγκίας ἢ δω‐
25ρεῖσθαι τοῖς φυσικοῖς παισὶν ἢ τῇ παλλακῇ (τοῦτο γὰρ κύριον τῆς ἔμπροσθεν ἡγούμεθα διατάξεως), ἀλλὰ καὶ εἴ τι πλέον ἐπιχειρήσειε δοῦναι καθ’ οἱονδήποτε τρόπον, τοῦτο τῶν παίδων γίνεσθαι τῶν γνησίων. κἂν εἰ παῖδες δὲ οὐκ εἶεν, παλλακὴ δὲ μόνη, ταύτῃ τὸ
30ἡμιούγκιον καταλιμπάνεσθαι ἢ δωρεῖσθαι συγχωροῦ‐ μεν. Εἰ μέντοι παῖδας οὐκ ἔχοι γνησίους ἤ τινα τῶν ἀνιόντων, οἷς ἀνάγκῃ νόμου καταλιμπάνειν μέ‐ ρος τῆς οἰκείας περιουσίας προσήκει τοὺς διατιθεμέ‐ νους, ἄδεια ἔστω καὶ εἰς τὰς δώδεκα οὐγκίας γράφειν
35τοὺς φυσικοὺς παῖδας κληρονόμους, καὶ διαιρεῖν, εἰς αὐτοὺς καθ’ ὃν ἂν βούλωνται τρόπον τὰ πράγματα, καὶ ἢ κατὰ δωρεὰς ἁπλᾶς ἢ προγαμιαίας ἢ κατὰ προῖ‐ κας ἢ καὶ καθ’ ἕτερον οἱονδήποτε τρόπον νόμιμον
τὰς ἑαυτῶν εἰς ἐκείνους μετάγειν οὐσίας. οὕτω γὰρ

442

οὐκέτι δεήσονταί τινων πρὸς ἀσέβειαν ἢ πρὸς ἐπιορ‐ κίαν ἑτοίμων, ἀλλ’ αὐτόθεν τὴν ἑαυτῶν καθαρῶς διαθήσουσι γνώμην. εἰ δὲ ἔχοιέν τινας τῶν ἀνιόντων, τὴν νόμιμον καταλιμπανέτωσαν αὐτοῖς μοῖραν, ἣν ὁ
5νόμος καὶ ἡμεῖς ἐτάξαμεν, τὸ δὲ λοιπὸν ἅπαν εἰς τοὺς φυσικοὺς παῖδας ἄδειαν ἐχέτωσαν παραπέμπειν. καὶ ταῦτά φαμεν ἐπὶ τῶν ἐγγράφοις ἢ νομίμοις βουλήσε‐ σιν ἀποτιθεμένων τὴν ἑαυτῶν γνώμην. Εἰ μέν‐ τοι τελευτήσειέ τις γνησίας αὐτῷ παντελῶς γονῆς οὐχ
10ὑπούσης, παίδων φαμὲν ἢ ἐγγόνων ἢ τῆς ἐφεξῆς διαδοχῆς, οὐδὲ νομίμου γαμετῆς, εἶτα τελευτήσειε μὴ διαθέμενος τὴν οὐσίαν, καὶ ἀφίκοιτο συγγένεια τυ‐ χὸν ἢ καὶ ἐλευθερωτὴς ἴσως τὴν διακατοχὴν κατα‐ σείων τε καὶ ἐπανατεινόμενος, ἢ καὶ τὸ ἡμέτερον
15ταμιεῖον (οὐδὲ γὰρ ἐκείνου τό γε ἐπὶ τούτῳ φειδό‐ μεθα), εἴη δὲ αὐτῷ κατὰ τὸν οἶκον ἕως περιῆν ἐλευ‐ θέρα τε γυνὴ ἐν παλλακῆς σχήματι συνοῦσα, καὶ παῖδες ἐξ αὐτῆς (τοῖς γὰρ τοιούτοις μόνοις ταῦτα νο‐ μοθετοῦμεν, ἔνθα παντελῶς ἀναμφισβήτητός ἐστιν ἥ
20τε τῆς παλλακῆς κατὰ τὸν οἶκον σχέσις ἥ τε τῶν παίδων ἐκεῖσε γονὴ καὶ τροφή)· δίδομεν αὐτοῖς καὶ ἀδιαθέτων τῶν γονέων τελευτώντων δύο τῆς πα‐ τρῴας οὐσίας ἔχειν οὐγκίας, ἅμα τῇ μητρὶ μεριζο‐ μένας, ὅσοιπερ ἂν εἶεν οἱ παῖδες, ὥστε ἑνὸς παιδὸς
25〈πρὸσ〉 ἀναλογίαν καὶ τὴν μητέρα λαμβάνειν. καὶ ταῦτά φαμεν, εἰ μιᾷ παλλακῇ συνοικοίη καὶ παῖδας ἐξ ἐκείνης ἔχοι, ἢ καὶ προαπελθούσης τῆς παλλακῆς θανάτῳ τυχὸν ἢ χωρισμῷ οἱ παῖδες αὐτῷ κατὰ τὴν οἰκίαν εἶεν. τότε γὰρ δίδομεν αὐτοῖς τὴν ἐξ ἀδιαθέ‐
30του πρὸς τὸ διούγκιον κλῆσιν. Εἰ δὲ ἐκκεχυμένα τὰ τῆς ἐπιθυμίας αὐτῷ γένοιτο καὶ ἄλλας ἐπ’ ἄλλαις ἐπεισαγάγοι τῇ προτέρᾳ παλλακάς, καὶ πλῆθος ἔχοι γυναικῶν πορνευομένων (οὕτω γὰρ εἰπεῖν κάλλιον), καὶ ἐξ αὐτῶν παιδοποιούμενος τελευτήσειε πολλὰς
35ὁμοῦ καταλιπὼν παλλακάς, μισητὸς μὲν ὁ τοιοῦτος, πόρρω δὲ τοῦ νόμου καθάπαξ μετὰ τῶν τοιούτων παίδων καὶ παλλακῶν ἀπελαυνέσθω. ὥσπερ γὰρ εἴ τις νομίμῳ συνοικοίη γυναικί, ἄλλας ἐπεισάγειν οὐκ ἂν δύναιτο τοῦ συνοικεσίου συνεστῶτος καὶ ἐξ αὐτῶν
40νομίμως παιδοποιεῖσθαι, οὕτως οὐδὲ μετὰ τὴν γνω‐

443

ριζομένην καθ’ ὃν εἰρήκαμεν τρόπον παλλακὴν καὶ τοὺς ἐξ ἐκείνης παῖδας δώσομεν, εἰ καί τι πάρεργον ἡδονῆς ἄλλο ποιήσαιτο, καὶ τοῦτο εἰς τὴν διαδοχὴν εἰσάγεσθαι τὴν αὐτοῦ, εἴ γε τελευτήσειεν ἀδιάθετος.
5εἰ γὰρ μὴ τοῦτο νομοθετήσαιμεν, ἀδιάκριτα μὲν ἔσται τὰ τῶν γυναικῶν, τίνος μᾶλλον ἢ τίνος ἔλαττον ἐρᾷ, ἀδιάκριτα δὲ τὰ τῶν παίδων· καὶ ἡμεῖς οὐ δίδομεν τοῖς ἀσελγαίνουσιν, ἀλλὰ τοῖς σωφρονοῦσι τὸν νόμον. Οὐ διαφερόμεθα δὲ περὶ τῶν παίδων, εἴτε ἄρρενες
10εἴτε θήλειαι καθεστήκοιεν. ὥσπερ γὰρ ἡ φύσις οὐδὲν περὶ τὰ τοιαῦτα τεχνολογεῖ, οὕτως οὐδὲ ἡμεῖς ἄλλον ἐπ’ ἀρρένων καὶ ἄλλον ἐπὶ θηλειῶν κατὰ τοῦτο τί‐ θεμεν νόμον. Εἰ μέντοι (δεῖ γὰρ διὰ πάσης ὁδοῦ ἀκριβείας τε ὁμοῦ καὶ εὐσεβείας ἐλθεῖν) ἔχων τις παῖ‐
15δας γνησίους καταλίποι καὶ νόθους, ἐξ ἀδιαθέτου μὲν οὐδὲν αὐτοῖς ὑπάρχειν παντελῶς βουλόμεθα, ἀποτρέ‐ φεσθαι δὲ τοὺς νόθους παρὰ τῶν γνησίων θεσπίζο‐ μεν κατὰ τὸ πρέπον τε καὶ πρὸς τὸ τῆς οὐσίας μέ‐ τρον παρὰ ἀνδρὸς ἀγαθοῦ δοκιμαζόμενον, τοῦτο δὴ
20τὸ παρὰ τοῖς ἡμετέροις νόμοις boni viri arbitratu λεγόμενον. ταὐτοῦ τούτου φυλαττομένου, κἂν εἰ γα‐ μετὴν μὲν ἔχοι, παῖδας δὲ νόθους ἐκ τῆς προτελευτη‐ σάσης παλλακῆς αὐτῷ γενομένους, ὥστε κἀκείνους ἀπο‐ τρέφεσθαι παρὰ τῶν αὐτοῦ διαδόχων. περὶ γὰρ
25ἐκγόνων νόθων τὰ ἤδη παρ’ ἡμῶν ῥητῶς περὶ αὐ‐ τῶν διατεταγμένα κρατείτω. Ἐφ’ ὧν δὲ θεμάτων τοὺς νόθους παῖδας ἐκαλέσα‐ μεν εἰς τὴν διαδοχήν, ἐπὶ τούτων καὶ αὐτοὶ τὴν πρέ‐ πουσαν τοῖς φυσικοῖς πατράσιν εὐγνωμοσύνην τηρεί‐
30τωσαν. καὶ αὐτῷ τῷ μέτρῳ ᾧπερ οἱ γονεῖς προνοοῦσι τῶν φυσικῶν παίδων κατὰ τὸν ἡμέτερον νόμον, καὶ αὐτοὶ τοὺς γονεῖς ἀμειβέσθωσαν εἴτε εἰς τὰς διαδοχὰς εἴτε εἰς τὰς ἀποτροφάς, καθάπερ ἐπ’ αὐτῶν νενομο‐ θετήκαμεν.
35Ἐπειδὴ δὲ καὶ ἔμπροσθεν ἔν τισι τῶν διατάξεων
εἴρηται δεῖν εἰς ἅπερ οἱ πατέρες δωροῦνται τοῖς

444

παισὶν ἢ καταλιμπάνουσιν εἰς ταῦτα καὶ κηδεμόνας αὐτοῖς παρέχειν, confirmatευόμενος μέντοι, τοῦτο κύριον εἶναι καὶ νῦν τίθεμεν, διδόντες καὶ τῇ μητρὶ κατὰ τὸ ἤδη περὶ τούτων διατεταγμένον καὶ τῶν
5φυσικῶν ἐπιτροπεύειν παίδων, πάντα πραττούσῃ ὅσα ἐπὶ γνησίων ὥρισται παίδων. Τελευταῖον δὲ ἡμᾶς τοῦ νόμου μέρος ἐκδέχεται ὥστε καὶ αὐτὸ τὴν προσήκουσαν τάξιν λαχεῖν, καὶ ἐξαριθμήσασθαι τίνες οὐδὲ αὐτοῦ τοῦ τῶν νόθων
10ἄξιοι καθεστᾶσιν ὀνόματος. πρότερον μὲν γὰρ πᾶς ὁ ἐκ συνελεύσεων (οὐ γὰρ καλέσομεν γάμων) ἢ nefariων ἢ incestων ἢ damnatων προελθὼν οὗτος οὐδὲ φυ‐ σικὸς ὀνομασθήσεται, οὐδὲ ἀποτραφήσεται παρὰ τῶν γονέων, οὐδὲ ἕξει τινὰ πρὸς τὸν παρόντα νόμον μετ‐
15ουσίαν. ὥστε εἰ καὶ Κωνσταντίνῳ τῷ τῆς εὐσεβοῦς λήξεως ἐν τῇ πρὸς Γρηγόριον γραφείσῃ διατάξει τινὰ περὶ τοιούτων εἴρηται παίδων, ταῦτα οὐ προσιέμεθα, ἐπειδὴ καὶ διὰ τῆς ἀχρηστίας ἀνήρηται· φοινικαρχῶν γὰρ καὶ συριαρχῶν καὶ στρατηγῶν καὶ διασημοτάτων
20μέμνηται καὶ λαμπροτάτων, καὶ οὐδὲ φυσικοὺς εἶναι βούλεται τοὺς ἐξ αὐτῶν προελθόντας, κωλύων αὐτοῖς καὶ τὴν ἐκ βασιλικῆς φιλοτιμίας εὐημερίαν. ἣν δὴ διάταξιν καὶ παντελῶς ἀναιροῦμεν. Ταῦτα ἡμῖν νενομοθετήσθω, καὶ οὐδενὶ παντελῶς ἄγνοια τῶν
25ἡμετέρων ἔσται νόμων, οὐδὲ τίνες μὲν εὐγενεῖς τίνες δὲ νόθοι, οὐδὲ ὅπως αὐτοῖς τὰ περὶ τῆς γνησιότητος δίδοται, ἢ ὅπως καὶ νόθοι μένοντες ἀξιοῦνται φιλαν‐ θρωπίας, καὶ ὅπως καὶ αὐτοὶ προσηκόντως τετίμηνται τῆς πρὸς τοὺς οὐδὲ νόθους ἠξιωμένους εἶναι κοινωνίας
30ἀποχωρισθέντες. 〈Ἐπίλογος.〉 Τὰ παραστάντα τοίνυν ἡμῖν καὶ εἰς ἀνθρώπων θεραπείαν καὶ τῆς φύσεως ἀναπλή‐ ρωσιν διὰ τοῦδε τοῦ νόμου διορισθέντα ἡ σὴ ὑπεροχὴ
φανερὰ πᾶσι ποιησάτω προγραμμάτων τιθεμένων, δι’

445

ὧν ἅπασιν ὁ νόμος ἔσται σαφής, γινώσκουσι καθ’ ὃν περὶ τῶν τοιούτων πολιτεύσονται τρόπον, καὶ τὴν ἡμετέραν ἐννοοῦσι πρόνοιαν, ὅτι πάσης ἀσχολίας ἑτέ‐ ρας τὴν αὐτῶν ὠφέλειαν προτίθεμεν.
7tϙ
8tΠΕΡΙ ΜΑΡΤΥΡΩΝ.
9tImp. Iustinianus A. Ἰωάννῃ τῷ ἐνδοξοτάτῳ ἐπάρχῳ
10tτῶν ἀνατολικῶν πραιτωρίων τὸ βʹ, ἀπὸ ὑπάτων ὀρδι‐
11tναρίων καὶ πατρικίῳ.
12Προοίμιον.〉 Ἡ τῶν μαρτύρων πρὸς τὰς ἀπο‐ δείξεις χρεία ἐξεύρηται μὲν πάλαι διὰ τὸ μὴ λανθά‐ νειν τι ῥᾳδίως τῶν πραττομένων, πονηρίας δὲ πολ‐
15λῆς ταῖς ἀνθρωπίναις ἐπιγενομένης ψυχαῖς κινδυνεύει μετελθεῖν εἰς τοὐναντίον ἡ τοῦ πράγματος τάξις. οὐ γὰρ ὅπως ἂν φανείη τὰ πεπραγμένα μαρτυροῦσιν οἱ πολλοί. ἀλλ’ ὅπως ἂν ἔτι μᾶλλον κατακρυβείη. οἱ γὰρ ἕτερα μὲν εἰδότες ἕτερα δὲ ἀπαγγέλλοντες ἢ ἅπερ οὐκ
20ἴσασι λέγοντες αὐτόθεν ὁμολογοῦσιν, ὡς τὰ ταῖς ἀλη‐ θείαις γενόμενα οὐδὲ βούλονται γίνεσθαι φανερὰ οὐδὲ κατ’ αὐτὰ προϊέναι τὰς κρίσεις, ἀλλὰ τὰ μηδα‐ μοῦ γενόμενα ταῦτα καὶ ἀπαγγέλλουσι καὶ εἰς κρίσιν ἀχθῆναι ζητοῦσι. Τὸ μὲν οὖν καθάπαξ ἀνελεῖν τὰς
25μαρτυρίας τῇ τῶν πραγμάτων χρήσει σφαλερόν. πολ‐ λῶν ὄντων ἅπερ οὐκ ἂν ἄλλως καταφανῆ γένοιτο μὴ μαρτύρων ταῦτα διαγγελλόντων, τὸ δὲ ἐφεῖναι πᾶσι καὶ τοῖς σφόδρα εὐτελεστάτοις μαρτυρεῖν καὶ οἱ πρὸ ἡμῶν ἐκώλυσαν νομοθέται· τοιγαροῦν καὶ πολλὰς
30ἐξαιρέσεις ποιοῦνται, πολλοὺς ἀπελαύνοντες καὶ αὐτοῦ τοῦ τῶν μαρτύρων ὀνόματός τε καὶ σχήματος. ἐπειδὴ δὲ οὐδὲ μετὰ ταύτας τὰς κωλύσεις ἔτι καθαρὸν τὸ
τῶν μαρτύρων ἐστίν, ᾠήθημεν χρῆναι καὶ ἡμεῖς

446

προσθεῖναί τι τῇ τοῦ πράγματος ἀκριβείᾳ, καὶ τὰς ψευδομαρτυρίας καθ’ ὅσον οἷόν τέ ἐστιν ἐλαττῶσαι. τοιοῦτο γάρ τι καὶ νῦν ὑπὸ τῷ λαμπροτάτῳ τῆς Βιθυνῶν ἐπαρχίας ἄρχοντι πραχθὲν εὕρομεν ἐπὶ δια‐
5θήκῃ δειχθείσης μαρτύρων παραποιήσεως δεινῆς, σα‐ φῶς διελεγχθέντων τε καὶ τὰ τελευταῖα συνομολογη‐ σάντων, ὅτι τῆς διαθήκης ἔτι γινομένης ἐτελεύτησεν ἡ διατιθεμένη, τῶν δὲ μαρτύρων τινὲς ἐπιλαβόμενοι νεκρᾶς ἤδη τῆς χειρὸς οὕτω κατὰ τοῦ χάρτου τήν τε
10εὐθεῖαν τήν τε πλαγίαν εἵλκυσαν καὶ τὸ σύμβολον τοῦ τιμίου σταυροῦ δοκεῖν γεγραφέναι τὴν τελευτήσα‐ σαν παρεσκεύασαν. Ἡμεῖς τοίνυν εἰς ταῦτα ὁρῶντες τὰ μὲν περὶ τοῦ τρόπου τῶν μαρτύρων τὰ δὲ περὶ τῆς αὐτῶν καταστάσεως ᾠήθημεν χρῆναι διορίσα‐
15σθαι. τὰ μὲν οὖν εἰρημένα τοῖς πάλαι νομοθέταις ἐπὶ κωλύσει τούτων οὓς ἐξείργουσι μαρτυρίας πάντα κύ‐ ρια τίθεμεν· θεσπίζομεν δέ, καὶ μάλιστα ἐπὶ τῆς μεγάλης ταύ‐ της καὶ εὐδαίμονος πόλεως, ἔνθα πλείστη καθέστηκε
20(θεὸς δὲ ἡγείσθω τοῦ λόγου) πολλῶν καὶ ἀγαθῶν ἀν‐ δρῶν εὐπορία, εὐυπολήπτους δεῖν εἶναι τοὺς μάρτυ‐ ρας, καὶ ἢ κρείττους τῆς τοιαύτης διαβολῆς διὰ τὸ τῆς ἀξίας ἢ στρατείας ἢ εὐπορίας ἢ ἐπιτηδεύσεως ἀναμ‐ φισβήτητον, ἢ εἴπερ οὐ τοιοῦτοι καθεστᾶσιν, ὑφ’ ἑτέ‐
25ρων γοῦν ὅτι καθεστᾶσιν ἀξιόπιστοι μαρτυρούμενοι· καὶ μή τινας ἐπιδιφρίους μηδὲ χαμερπεῖς μηδὲ παν‐ τοίως ἀσήμους ἐπὶ μαρτυρίαν ἰέναι, ἀλλ’ ὥστε εἴπερ ἀμφισβητηθείη τὰ κατ’ αὐτούς, δύνασθαι ῥᾳδίως ἀπο‐ δεικνύναι τὸν τῶν μαρτυρησάντων βίον ὡς ἄμεμπτός
30τε καὶ ἐπιεικὴς εἴη. Εἰ δὲ ἄγνωστοί τινες εἶεν καὶ πανταχόθεν ἀφανεῖς καί τι φανεῖεν ὅλως περὶ τὴν μαρτυρίαν τῶν ἀληθῶν διαφθεῖραι σπεύδοντες, δύ‐ νασθαι καὶ βασάνοις αὐτοὺς ὑποκεῖσθαι, καὶ τοὺς δικαστάς, εἰ μὲν ἄρχοντες εἶεν, αὐτοὺς τοῦτο πράττειν,
35εἰ δὲ ἕτεροι παρὰ τοὺς τὰς ἀρχὰς ἔχοντας, ἐνταῦθα μὲν παραλαμβάνειν τὸν ὑπουργοῦντα τῷ μεγαλοπρε‐ πεστάτῳ πραίτωρι τῶν δήμων, κατὰ χώραν δὲ τὸν
τῶν τόπων ἔκδικον, καὶ δι’ αὐτῶν προσάγειν αὐτοῖς

447

τὴν ἐκ τῶν βασάνων πεῖραν, ὅπως ἂν ταύτῃ γοῦν μηδὲν κατακρύψαιεν τῶν ἀληθῶν, ἢ καὶ ἁλοῖεν διὰ ταύτης τῆς ὁδοῦ χρημάτων τὴν μαρτυρίαν ποιού‐ μενοι ἢ καὶ ἄλλως περὶ αὐτὴν κακουργοῦντες.
5 Εἰ δὲ καὶ ἤδη μηδεμίαν ἐπὶ χρέεσιν ἐγγράφοις ἀγράφων καταβολῶν ἀπόδειξιν διὰ μαρτύρων δέχε‐ σθαι νενομοθετήκαμεν πλὴν εἰ μὴ κατὰ τὴν ἐκεῖσε ῥηθεῖσαν παρατήρησιν, ἣν δὴ καὶ κρατεῖν βουλόμεθα, ἀλλ’ οὖν καὶ νῦν τοῦτο ἀνανεούμεθα. εἰ γὰρ ἔγγρα‐
10φον εἴη τὸ χρέος, καὶ ἀγράφου καταβολῆς προτείνοιτο παρὰ τῶν δικαζομένων ἡ διὰ τῶν μαρτύρων ἀπό‐ δειξις, τότε δεκτὴν αὐτὴν παρὰ δικασταῖς εἶναι, ἡνίκα ἐπ’ αὐτῷ τούτῳ παραλαμβάνοιντο μάρτυρες, ἐφ’ ᾧ τῇ γενησομένῃ καταβολῇ ἢ τῇ μνήμῃ τοῦ γεγενῆσθαί
15τινα καταβολὴν ἤδη καὶ τοῦτο ὁμολογεῖσθαι παρὰ τοῦ τὰ χρήματα λαβόντος μαρτυρήσαιεν ἄνδρες ἀξιό‐ πιστοι καθεστῶτες, ἢ καὶ ἐν ἐκμαρτυρίοις ἴσως ποι‐ ήσαιεν φανερόν. τὰς δὲ ματαίας ταύτας καὶ ἐκ τοῦ παρήκοντος γινομένας μαρτυρίας μηδενὶ παντάπασι
20λόγῳ κρατεῖν, καὶ τοιαύτας τινὰς ἀναπλάττειν μαρ‐ τυρίας, ὡς δι’ ἄλλην τινὰ χρείαν παρατυχὼν ἀκούσειε τοῦδε λέγοντος εἰληφέναι παρὰ τοῦδε χρυσίον ἢ ὀφεί‐ λειν τῷδε· αὗται γὰρ σαφῶς ἡμῖν ὕποπτοι καθεστᾶσι καὶ οὐδενὸς ἄξιαι λόγου. ὁπότε καί τι τοιοῦτον ἐν
25τῷ δικάζειν εὕρομεν, ὡς καίτοι πολλῶν χρημάτων λε‐ γομένων καταβεβλῆσθαι ταβουλάριοι δύο μόνοι τοῦτο ἔφασαν ἀκηκοέναι, μάρτυρος παρόντος οὐδενός, καί‐ τοι τοῦ χρέους ἐγγράφου τυγχάνοντος καὶ τοῦ κατα‐ τιθεμένου δῆθεν γράφειν ἐπισταμένου καὶ δυναμένου
30δι’ οἰκείων γραμμάτων ταῦτα φανερὰ καταστῆσαι. ὅπερ ἐξ ἐκείνου μισήσαντες ἀφορμὴν τοῦ παρόντος εἰλήφαμεν νόμου. καὶ αὖθις παρήχθη τις ἕτερος τὸ εἶδος ἐοικὼς τῷ συκοφαντουμένῳ, καὶ ἐπὶ μαρτύρων
δῆθεν καὶ ἐπὶ ταβουλαρίων κατετίθετο καθ’ ἑαυτοῦ

448

χρέα· καὶ ὁ μὲν μισθοῦ τοῦτο πράξας ἀπῆλθεν, ἕτε‐ ρος δὲ εἰσεπράχθη τὸ χρέος τὸ παρ’ ἑτέρου τινὸς ὡς παρ’ αὐτοῦ δῆθεν ὁμολογηθέν· καὶ τοῦτο ὕστερον οὐ διέλαθε, τοῦ θεοῦ τὰ τοιαῦτα μέχρι παντὸς οὐ
5συγχωροῦντος κατακρύπτεσθαι. Οὔτε οὖν ταῖς τοιαύταις πιστεύομεν μαρτυρίαις ἢ ταῖς τῶν ταβουλαρίων (καθάπερ εἰπόντες ἔφθημεν) καταθέσεσιν, ἡνίκα γραμμάτων ἐπιστήμονες εἶεν οἱ καταθέσθαι λεγόμενοι, παρὸν καὶ γράψαι ἢ ἐν δικα‐
10στηρίῳ καταθέσθαι καὶ δοῦναι τῷ πράγματι πίστιν ἀναμφισβήτητον, οὔτε μένειν αὐτὰς τοῖς ἀληθέσι λυ‐ μαινομένας συγχωροῦμεν, οὔτε εἴ τι τοιοῦτο γέγονε προσιέμεθα· ἀλλ’ ἀπαιτοῦμεν τὸ παρακεκλῆσθαι παρὰ τοῦ παράγοντος τοὺς μάρτυρας ἐπ’ αὐτῷ τούτῳ, καὶ
15τοῦτο διὰ μαρτυρίας ἀποδείκνυσθαι, καὶ εἶναι καὶ αὐ‐ τοὺς (τοῦτο δὴ τὸ τῶν διαθηκῶν) rogatos, καὶ εὐυπο‐ λήπτους καθεστάναι, καὶ οὕτω τὸ πρᾶγμα δέχεσθαι τὴν ἐξ αὐτῶν ἀπόδειξιν, καὶ μηδὲ ἐκμαρτυρίαν τοῦ λοιποῦ μὴ καὶ μαρτύρων ἔχουσαν καὶ παρουσίαν καὶ
20κατάθεσιν καὶ ὑπογραφὴν κρατεῖν. εἰ δὲ μὴ τοιοῦ‐ τοι καθεστᾶσιν οἱ μάρτυρες ὁποίους ἔμπροσθεν εἰ‐ ρήκαμεν, καὶ βασάνοις αὐτοὺς ὑποκεῖσθαι κελεύομεν. εἰ δέ τινες καθαρῶς ἐναντία σφίσιν αὐτοῖς ἢ καὶ ἀλ‐ λήλοις φθέγξαιντο, τοὺς δικαστὰς μάλιστα τούτῳ προσ‐
25έχειν τὸν νοῦν, καὶ εἰ περὶ τὰ καιριώτερα τῶν μαρ‐ τυρουμένων τὰς ἐναντιότητας εὕροιεν, ἐκβάλλειν τὰς τοιαύτας μαρτυρίας τοῖς παρὰ τῶν ἀξιοπιστοτέρων καὶ πλειόνων προσέχοντας· εἰ δὲ ἐξεπίτηδες φανεῖεν κακουργοῦντες καὶ ἐντεῦθεν ἐκπίπτοντες εἰς ἐναντίω‐
30σιν, μηδὲ ἀθώους αὐτοὺς καταλιμπάνειν, εἴπερ μὴ κατά τινα πλάνην ὡς εἰκὸς ἀλλ’ ἐξεπίτηδες τὰ ἐναν‐ τία δειχθεῖεν λέγοντες. Ἐπειδὴ δὲ πολλοὶ πολλάκις μάρτυρας παραστησά‐
μενοι καὶ τρισσάκις τοῦτο πράξαντες εἶτα, ἐπειδὰν

449

ἀποτάξαιντο καὶ ἐκλάβοιεν τὰς μαρτυρίας, πειρῶν‐ ται προσελεύσεσιν ἡμᾶς ἐνοχλεῖν καὶ βούλεσθαι καὶ τετράκις παραγαγεῖν μάρτυρας, θεσπίζομεν τοὺς ἡμε‐ τέρους δικαστὰς τούτοις μάλιστα προσέχειν, καὶ εἰ
5τρισσάκις ἤδη παρῆλθον οἱ μάρτυρες καὶ παρὰ τοῦ τοὺς μάρτυρας παραγαγόντος καὶ ἀποταξαμένου καὶ ἐκλαβόντος πάλιν αἰτοῦνται μάρτυρες, τούτους παν‐ τελῶς μὴ προσίεσθαι, ὡς ὑποψίας οὔσης, μήποτε παραλιπόντων τι τῶν προτέρων καὶ ἤδη φανερῶν
10τούτων διὰ τῆς μαρτυρίας γενομένων ἐκεῖνος οὐ παρ‐ αγωγῆς μαρτύρων, ἀλλὰ τῆς τῶν ἔμπροσθεν ἢ οὐ μαρ‐ τυρηθέντων προσθήκης ἢ μαρτυρηθέντων ἐπανορθώ‐ σεως ἐπιθυμεῖ. εἰ δὲ ὁ παραγαγὼν μὲν οὐκ ἐκλάβοι οὐδὲ ἐντύχοι ταῖς μαρτυρίαις οὔτε αὐτὸς οὔτε τις τῶν
15συνηγόρων αὐτοῦ, ὁ δὲ ἀντιτεταγμένος ἐκλάβοι μό‐ νος καὶ ποιήσαιτο παραγραφάς, οὐ μὴν ταύτας ἐκδοίη τῷ τρὶς ἤδη ποιησαμένῳ τὴν τῶν μαρτύρων πάρ‐ οδον, ὥστε μὴ διὰ τῶν παραγραφῶν. μαθόντα τὸν τούτους παραγαγόντα τὰ ἐλλείποντα ταῖς μαρτυρίαις
20ταῦτα προσθεῖναι· τηνικαῦτα δοτέον καὶ τετάρτην παραγωγὴν μαρτύρων τῷ ταύτην αἰτοῦντι, πρότερον ὅρκου διδομένου παρ’ αὐτοῦ, ὡς οὔτε ἐξείληφεν οὔτε ἐνέτυχε ταῖς μαρτυρίαις οὔτε αὐτὸς οὔτε τις ἢ συν‐ ήγορος ἢ ὅλως ὑπὲρ αὐτοῦ πράττων, οὔτε κατά τινα
25δόλον οὐδὲ μηχανὴν οὐδὲ τέχνην τὴν τετάρτην παρ‐ αγωγὴν αἰτεῖ ποιήσασθαι τῶν μαρτύρων, ἀλλὰ διὰ τὸ μὴ δυνηθῆναι πρότερον ταῖς ἐπαγγελλομέναις χρή‐ σασθαι μαρτυρίαις. καὶ εἰ τοῦτο γένοιτο, μηδὲ κε‐ λεύσεως ὑπὲρ τούτων δεῖσθαι βασιλικῆς, καθάπερ ἔμ‐
30προσθεν ἦν, ἀλλ’ αὐτόθεν τὸν νόμον ἀρκεῖν αὐτοῖς τὸν τὰ τοιαῦτα ἐφιέντα· καὶ ἄχρι μὲν τετάρτης μαρ‐ τύρων παραγωγῆς ἄδειαν εἶναι ταῖς μαρτυρίαις χρῆ‐ σθαι, μὴ μέντοι διὰ χρόνου, ὥστε μηδὲ ἐντεῦθεν μηκύνεσθαι τὰς δίκας, ἀλλὰ δεῖν πάντως τάχος αὐταῖς
35ἐπιτίθεσθαι, καθάπερ ἂν ὁ δικάζων οἰηθείη τοῦτο
πράττειν. Ἐκεῖνο μέντοι τῶν ἀνωμολογημένων

450

ἐστίν, ὡς εἰ καὶ ἅπαξ τις παραγαγὼν μάρτυρας ἢ δὶς εἶτα ἀποτάξεται, καὶ ἢ ἐκλάβοι τὰς μαρτυρίας καὶ κατασκέψεται ἢ τοῦ ἀντιτεταγμένου τοῦτο ποιήσαντος αὐτὸς τὰς παραγραφὰς ἐκλάβοι κἀκεῖθεν μάθοι τὰ
5μεμαρτυρημένα, οὐχ ἕξει παντελῶς ἄδειαν οὐδεμιᾷ περαιτέρω χρῆσθαι μαρτύρων παραγωγῇ, οὐδ’ ἂν εἰ θεία τοῦτο κέλευσις πορισθείη. Ἐπειδὴ δὲ ἴσμεν ἤδη γενόμενον νόμον, ὥστε εἴ τις ἐνταῦθα λέγοι δίκην, δεῖται δὲ ἐπὶ τῆς χώρας
10μέρει τινὶ συστῆναι τῆς δίκης. ἐξεῖναι τοῦ δικαστοῦ τοῦτο κρίνοντος καὶ τὴν ἀρκοῦσαν προθεσμίαν ὁρί‐ ζοντος παράγειν ἐπὶ τῆς ἐπαρχίας τοὺς μάρτυρας ἐν‐ ταῦθά τε ἀναπέμπεσθαι τὴν δίκην τῶν πεπραγμέ‐ νων φερομένων καὶ ὑπὸ ταὐτῷ κρίνεσθαι δικαστῇ,
15πολλαὶ δὲ τοιαῦται προσελεύσεις ἡμῖν γίνονται βουλο‐ μένων τινῶν, οἵπερ ἐν ἐπαρχίᾳ μὲν δικάζονται ἐν‐ ταῦθα δὲ τοὺς μάρτυρας ἔχουσιν, ὥστε κρατεῖν καὶ ἐπὶ τῶν τοιούτων τὸν νόμον καὶ ἄδειαν εἶναι τῷ ἐν ἐπαρχίᾳ δικάζοντι στέλλειν ἐνταῦθα, ὥστε παριέναι
20τοὺς μάρτυρας ἢ τὰς ἀποδείξεις ὅλως δίδοσθαι καὶ πάλιν εἰς αὐτὸν φέρεσθαι τὰς δίκας, ἢ καὶ ἀπὸ ἐπ‐ αρχίας εἰς ἐπαρχίαν ταῦτα αἰτεῖν γίνεσθαι· θεσπίζο‐ μεν διὰ τὴν τῶν ἀποδείξεων εὐπορίαν καὶ τοῦτο κρατεῖν, καὶ δύνασθαι καὶ ἀπὸ ἐπαρχίας ἐνταυθοῖ
25παρὰ τοῦ δικάζοντος ἐν τῇ χώρᾳ στέλλεσθαι καὶ παρ’ ἑνὶ τῶν ἐξ ἡμῶν ὡρισμένων ἐλλογιμωτάτων δικαστῶν, ψήφου περὶ τούτου παρὰ τοῦ δικάζοντος γινομένης, τὰς μαρτυρίας δίδοσθαι, καὶ ἀπὸ ἐπαρχίας ἑτέρας εἰς ἑτέραν παρὰ τῷ ἐκδίκῳ ἢ παρὰ τῷ ἄρχοντι
30τῶν μαρτυριῶν ἐκ ψήφου τοῦ δικάζοντος διδομένων· ἐκεῖσε δηλαδὴ τῆς αὐτοτελοῦς ψήφου διδομένης ἔνθα καὶ προκατήρχθη· ἵνα ὥσπερ ἐντεῦθεν ἐν τῇ χώρᾳ παρὰ τοῖς ἄρχουσιν ἢ τοῖς ἐκδίκοις τὰ περὶ τῆς παρ‐ αγωγῆς τῶν μαρτύρων πράττεσθαι νενομοθέτηται,
35οὕτω καὶ ἀπὸ χώρας εἰς χώραν καὶ ἀπὸ ἐπαρχίας ἐν‐ ταυθοῖ κρατοίη, καὶ τελεία διὰ πάντων εἴη ἡ τῶν
ἀποδείξεων ἅπασιν εὐκολία. τῶν μέντοι μαρτυριῶν

451

οὐκ ἐκδιδομένων οὐδὲ ἐν ταῖς χώραις, ἀλλὰ τῶν πε‐ πραγμένων διδομένων αὐτοῖς τοῖς παραγαγοῦσιν ἢ καὶ τοῖς αὐτῶν ἀντιδίκοις ἐπὶ πράξεως ὑπομνημάτων σημεῖα δεχομένων, καὶ οὕτως ἐνταῦθα ἢ ἐν ἐπαρχίαις
5πεμπομένων παρὰ τῶν δικαστῶν, μή ποτε ὡς εἰκὸς δεηθείη καὶ ἑτέρων μαρτύρων ἡ τοῦ πράγματος φύ‐ σις καὶ ἀποκλεισθείη διὰ τὴν ἔκδοσιν ἡ τῶν μαρτύ‐ ρων προσθήκη. τούτων ἁπάντων ἐπὶ τῶν χρη‐ ματικῶν ζητήσεων νοουμένων· ἐπὶ γὰρ ἐγκλημάτων,
10ἔνθα περὶ μεγίστων ἐστὶν ὁ κίνδυνος, ἀνάγκη πᾶσι τρόποις ὑπὸ τοῖς δικασταῖς παριέναι τοὺς μάρτυρας καὶ τὰ αὐτοῖς ἐγνωσμένα διδάσκειν· ἔνθα καὶ βασά‐ νων ἴσως ἔσται καιρὸς καὶ τῆς ἄλλης ἁπάσης παρα‐ τηρήσεως.
15 Εἰ δὲ λέγοιτο δουλικῆς εἶναι τύχης ὁ βουλόμενος μαρτυρεῖν. ὁ δὲ ἐλεύθερος ἰσχυρίζεται καθεστάναι, εἰ μὲν ἐκ γενετῆς [τυχὸν ἐλεύθερος], πληρούσθω μὲν ἡ μαρτυρία, ταῖς δὲ παραγραφαῖς ὁ περὶ τῆς τύχης φυλαττέσθω λόγος. ὥστε εἰ φανείη τύχης οἰκετικῆς
20ὤν, τὴν αὐτοῦ μαρτυρίαν ἀντὶ μηδὲ γενομένης εἶναι· εἰ δὲ ἐλευθερωθῆναι φήσειε, ἀναγκάζεσθαι δεικνύναι πρότερον αὐτὸν τὸ συμβόλαιον ἐν ᾧ τῆς ἐλευθερίας τετύχηκεν, οὕτω τε μαρτυρεῖν. εἰ μέντοιγε ἐν ἑτέρᾳ χώρᾳ τῆς ἐλευθερίας φήσειε τυχεῖν, ἢ οὐκ εἶναι προ‐
25χείρους αὑτῷ τὰς ἀποδείξεις. καὶ τοῦτο ῥητῶς ἐπ‐ ομόσεται, ἡ μὲν μαρτυρία γραφέσθω, μὴ δειχθέντος δὲ τοῦ τῆς ἐλευθερίας συμβολαίου ὁ παραγαγὼν οὐ χρήσεται τῇ ἐκείνου μαρτυρίᾳ. Εἰ μέντοι τις φήσειεν ἀπεχθῆ τὸν παριόντα πρὸς
30μαρτυρίαν αὐτῷ καθεστάναι καὶ τυχὸν καὶ ὑπὸ αἰ‐ τίασιν παρ’ αὐτοῦ γενέσθαι, εἰ μὲν δείξειεν εὐθὺς ὡς ἐγκληματικὴ μεταξὺ αὐτῶν κινεῖται δίκη, μὴ παρίτω πρὸς μαρτυρίαν ὁ μέχρι τοσούτου δυσμενὴς ὡς καὶ περὶ ἐγκλημάτων δικάζεσθαι. εἰ δὲ ἄλλως ἀπεχθὴς
35εἶναι λέγοιτο ἢ καὶ αἰτιάσασθαι χρηματικῶς, προΐτω μὲν τὰ τῆς μαρτυρίας, τῷ δὲ καιρῷ τῶν παραγρα‐
φῶν φυλαττέσθω τὰ τῶν τοιούτων ζητήσεων.

452

Ἐπειδὴ δὲ ἐθήκαμεν νόμον, ὥστε καὶ ἐπὶ χρημα‐ τικῶν δικῶν ἄκοντας μαρτυρεῖν, ἐκείνων οὐκ ἀναγκα‐ ζομένων τὴν μαρτυρίαν νέμειν ὅσοι μεσῖται γεγόνασιν αὐτοῖς, καί τινες ἀποχρῶνται τούτῳ καὶ μαρτυρίαν οὐ
5βούλονται νέμειν, θεσπίζομεν, εἴπερ ἑκάτερον μέρος συναινοίη τῷ μεσίτῃ αὐτῶν γενομένῳ μαρτυρῆσαι τοῖς παρ’ αὐτοῦ λεγομένοις, ἀναγκάζεσθαι αὐτὸν καὶ ἄκοντα τὴν μαρτυρίαν νέμειν· τοῦ κωλύματος, διό‐ περ αὐτὸν ἄκοντα μαρτυρεῖν ὁ πρότερος ἡμῶν οὐκ
10ἠβούλετο νόμος, διὰ τῆς συναινέσεως ἑκατέρων τῶν μερῶν ἀνῃρημένου. Καὶ τοῦτο δὲ πολλάκις πραττόμενον ἴσμεν, ὥς τινες ἢ παρὰ τοῖς τῶν τόπων ἐκδίκοις ἢ παρὰ τοῖς λαμπροτάτοις τῶν ἐπαρχιῶν ἄρχουσιν ἢ καὶ ὡς εἰκὸς
15ἐνταῦθα παρὰ τῷ λαμπροτάτῳ μαγίστρῳ τῶν κήν‐ σων εἰσιόντες καὶ μεμφόμενοι, ὡς παρὰ τοῦδε πε‐ πονθότες τι παράνομον ἢ ἄλλως ἠδικημένοι ἢ ἐζη‐ μιωμένοι μάρτυρας βούλονται παραστήσασθαι· καὶ ἵνα μὴ ὕστερον ἀντιτεθείη αὐτοῖς, ὡς κατὰ μίαν
20μοῖραν τὰ πεπραγμένα συνέστη, δεῖ κἀκεῖνον ἐν αὐτῇ τῇ πόλει καθεστῶτα ἔνθα αἱ μαρτυρίαι δίδονται, ὑπομνησθέντα παρὰ τοῦ ἄρχοντος ἢ τοῦ ἐκδίκου πα‐ ραγενέσθαι καὶ ἀκοῦσαι τῶν μαρτυριῶν. εἰ δὲ μὴ βουληθείη παραγενέσθαι, ἀλλὰ διαπτύσειεν, ὥστε ἐκ
25τοῦ κατὰ μίαν μοῖραν δίδοσθαι τὰς μαρτυρίας κατ’ αὐτὸ τοῦτο ἀχρήστους εἶναι, θεσπίζομεν τὰς τοιαύ‐ τας μαρτυρίας οὕτω κρατεῖν, ὡς ἂν εἰ μὴ μονομερεῖς ἐτύγχανον οὖσαι, ἀλλὰ καὶ αὐτοῦ παρόντος ἐγεγόνει‐
σαν. εἰ γὰρ παραιτήσαιτο καὶ ἐλθεῖν μὴ βουληθείη

453

καὶ ἀκοῦσαι τῶν κατατιθεμένων, καίτοι δημοσιεύων τε καὶ οὐκ ἐξ ἀπαραιτήτου τινὸς ἀνάγκης ἀφικέσθαι μὴ δυνάμενος, ἐν ἴσῳ τοῖς παραγενομένοις ἔσται, καὶ οὐδὲν ὄφελος ἐκ τῆς αὐτοῦ προπετείας αὐτῷ γενήσε‐
5ται, ἀλλὰ δοκείτωσαν μὲν συστάδην γεγονυῖαι, ὅσα δὲ ἂν ἁρμόσειεν αὐτῷ παραγράφεσθαι περὶ αὐτῶν, ἐξεῖναι τούτοις χρῆσθαι, μόνου τοῦ δοκεῖν αὐτὰς εἶ‐ ναι μονομερεῖς διὰ τὴν αὐτοῦ προπέτειαν, οἷα δὴ κατ’ αὐθάδειαν μὴ παραγενομένου, ταῖς μαρτυρίαις
10ἀντιτίθεσθαι μὴ δυναμένου. Τῶν ἄλλων ἁπάντων ὁπόσα περὶ μαρτύρων παρὰ τῶν πρὸ ἡμῶν ἢ καὶ παρ’ ἡμῶν αὐτῶν εἴρηταί τε καὶ νενομοθέτηται κυ‐ ρίων μενόντων καὶ παρὰ τῶν ἡμετέρων δικαστῶν φυλαττομένων, εἴτε μείζους εἴτε ἐλάττους εἶεν, εἴτε
15ἐπὶ ταύτης τῆς μεγάλης πόλεως εἴτε ἐν ταῖς ἔξω χώ‐ ραις, ἵνα καὶ τὰ τῶν μαρτύρων ὁπόσον δυνατοὶ καθ‐ εστήκαμεν ἐπανορθώσαντες ἔτι καθαρώτερόν τε καὶ ὁσιώτερον τὰς δίκας πράττεσθαι παρασκευάσωμεν· δι’ ἃς καὶ τὰς ἀκροάσεις γίνεσθαι παρὰ τοῖς δικα‐
20σταῖς ἅπασι τῶν θείων προκειμένων λογίων ἐνομο‐ θετήσαμεν, καὶ ὅρκον ὑπέχειν καὶ τοὺς ἐνάγοντας καὶ τοὺς ἐναγομένους καὶ τοὺς συνηγόρους παρεκελευσά‐ μεθα, πανταχοῦ τὸν θεὸν ἐφιστάντες ταῖς τῶν δικα‐ ζομένων τε καὶ δικαζόντων καὶ τῶν μαρτυρούντων
25ψυχαῖς, ἵνα διὰ πάντων τῇ τοῦ θεοῦ μνήμῃ τε καὶ παρουσίᾳ καθαρὰ τὰ τῶν δικῶν καὶ ἀνύποπτα τοῖς δικαζομένοις γίνοιτο. ὃν δὴ νόμον κρατεῖν βουλόμεθα εἰς τὸν ἐφεξῆς ἅπαντα χρόνον. 〈Ἐπίλογος.〉 Τὰ τοίνυν παραστάντα ἡμῖν καὶ
30διὰ τοῦδε τοῦ θείου δηλούμενα νόμου ἡ σὴ ὑπεροχὴ
ἔργῳ καὶ πέρατι παραδοῦναι σπευσάτω.

454

(1t)

ϙΑ
2tΩΣΤΕ ΑΠΑΙΤΗΣΕΩΣ ΟΥΣΗΣ ΠΡΟΙΚΟΣ ΠΡΩ‐
3tΤΗΣ ΤΕ ΚΑΙ ΔΕΥΤΕΡΑΣ, ΩΣ ΤΟΥ ΑΝ‐
4tΔΡΟΣ ΔΕΥΤΕΡΟΓΑΜΗΣΑΝΤΟΣ, ΠΡΟΤΙΜΑ‐
5tΣΘΑΙ ΤΗΝ ΠΡΟΤΕΡΑΝ ΓΥΝΑΙΚΑ Η ΤΟΥΣ
6tΕΚ ΤΟΥ ΠΡΟΤΕΡΟΥ ΓΑΜΟΥ ΠΑΙΔΑΣ. ΚΑΙ
7tΩΣΤΕ ΕΙ ΒΟΥΛΗΘΕΙΣΗΣ ΤΗΣ ΓΥΝΑΙΚΟΣ
8tΗΤΟΙ ΤΟΥ ΚΑΤΑΓΡΑΨΑΝΤΟΣ ΥΠΕΡ ΑΥ‐
9tΤΗΣ ΤΗΝ ΠΡΟΙΚΑ ΔΟΥΝΑΙ ΤΩΙ ΑΝΔΡΙ ΤΑ
10tΚΑΤΑΓΡΑΦΕΝΤΑ ΑΝΑΒΑΛΛΕΤΑΙ Ο ΑΝΗΡ
11tΥΠΟΔΕΞΑΣΘΑΙ, ΛΥΘΕΝΤΟΣ ΤΟΥ ΓΑΜΟΥ
12tΑΠΑΙΤΕΙΣΘΑΙ ΑΥΤΟΝ ΤΗΝ ΥΠ’ ΑΥΤΟΥ ΚΑ‐
13tΤΑΓΡΑΦΕΙΣΑΝ ΠΡΟΓΑΜΙΑΙΑΝ ΔΩΡΕΑΝ.
14tΑὐτοκράτωρ Ἰουστινιανὸς Αὔγουστος Ἰωάννῃ τῷ ἐν‐
15tδοξοτάτῳ ἐπάρχῳ τῶν ἀνατολικῶν πραιτωρίων τὸ βʹ,
16tἀπὸ ὑπάτων ὀρδιναρίων καὶ πατρικίῳ.
17Προοίμιον.〉 Πρώην δικαζόντων ἡμῶν ἠμφισ‐ βητήθη πρᾶγμα πολλῆς ἄξιον ἐπιστροφῆς καὶ σαφε‐ στέρας νομοθεσίας οὐκ ἀνάξιον. καὶ γάρ τις προτέρας
20γενόμενος γαμετῆς ἀνὴρ καὶ ταύτην ἀποβαλών, εἶτα δευτέρας, προῖκά τε ὑποδεξάμενος παρ’ ἑκατέρας καὶ παῖδας ἐκ τῆς πρώτης καταλιπὼν ἀπῆλθε τῆς δευτέρας ἔτι περιούσης. ἠβούλετο τοίνυν ἡ δευτέρα γαμετὴ τὴν προῖκα τὴν παρ’ αὐτῆς δεδομένην ἀπαιτεῖν τῷ προ‐
25νομίῳ χρωμένη τῷ παρ’ ἡμῶν δεδομένῳ, ἀντέλεγον δὲ οἱ ἐκ τῶν πρώτων γάμων παῖδες καὶ αὐτοὶ μη‐ τρῴαν προτεινόμενοι προῖκα, καὶ ἀμφισβητήσιμον ἦν, εἰ καὶ μὴ περιούσης τῆς προτέρας γαμετῆς δεῖ δέξασθαι τοὺς ἐκείνης παῖδας κατὰ τῆς δευτέρας προικὸς ἀγωνι‐
30ζομένους. οὐ γὰρ ἑτέροις δεδώκαμέν τε ἤδη καὶ δίδο‐ μεν τοῦτο τὸ προνόμιον ἢ κληρονόμοις ἢ δανεισταῖς, ἀλλὰ μόνοις παισί. πολλαὶ μὲν οὖν ἀμφισβητήσεις γεγόνασιν ἐν τῷ πράγματι, λεγούσης τῆς δευτέρας γαμετῆς, ὡς ἐξαναλώσας ἔφθη καὶ πρὶν ἐπὶ τὸν πρὸς
35αὐτὴν ἔλθῃ γάμον ὁ ἀνὴρ τὴν τῆς προτέρας γαμετῆς

455

προῖκα, καὶ οὐ δίκαιόν ἐστι, τὴν μὲν αὑτῆς προῖκα, διότι τοσοῦτον εὑρέθη καταλιπὼν ὁ ἀνὴρ ὅσον ἀρκεῖ μόνῃ τῇ δευτέρᾳ προικί, αὐτὴν ἀπολέσαι, τοὺς δὲ τὴν ἐξαναλωθεῖσαν ἤδη προῖκα λαβεῖν· ἀλλ’ οἱ παῖδες
5τὰς ὑποθήκας προΐσχοντο, ὅτιπερ ὅλως πραγμάτων ὄντων τῷ τελευτήσαντι αἱ τῆς τελευτησάσης ὑποθῆκαι πρεσβύτεραι τῆς δευτέρας εἰσί. Τούτων τοίνυν ἀμφισβητουμένων ἐκεῖνο τῶν ἀνωμο‐ λογημένων τε ἤδη καὶ νενομοθετημένων παρ’ ἡμῶν
10ἐστίν, ὡς εἰ μέν τι φαίνοιτο ἐκ τῶν πραγμάτων τῆς προτέρας ἢ τῆς δευτέρας προικός, τοῦτο ἀνάγκη ἢ τοὺς παῖδας τῆς προτέρας ἢ τὴν δευτέραν ἔχειν, ἢ εἰ τελευτήσειε κἀκείνη, τοὺς παῖδας αὐτῆς, ἕκαστον πρὸς ὅπερ ἂν οἰκείως ἔχειν ἑαυτὸν ἀποδείξειεν· ἐνταῦθα
15γὰρ καὶ ἡ in rem ἡ περὶ δεσποτείας ἁρμόζει καθαρῶς, καὶ ἕκαστον δεῖ τὸ οἰκεῖον ἔχειν μηδὲν προνομίου δεό‐ μενον. εἰ δὲ οὐ φαίνοιτο τῶν ἑκατέρας πραγμάτων οὐδέν, ἢ τινὰ μὲν φαίνοιτο τινὰ δὲ ἐλλείποι, εἴτε περίεισιν αἱ γυναῖκες (ῥεπουδίῳ τυχὸν τοῦ προτέρου
20γάμου διαλυθέντος καὶ ἁρμοσάσης τῇ γυναικὶ τῆς προι‐ κὸς) εἴτε τετελευτήκασιν [ἢ] ἐπὶ παισὶν ἄμφω ἢ καὶ μία τούτων, ἐπὶ τοῖς ἐλλείπουσι κυριωτέραν εἶναι τὴν προτέραν καὶ τοὺς ἐξ αὐτῆς παῖδας πρεσβυτέραν προῖκα προτεινομένους· ταὐτὸν δέ ἐστιν εἰπεῖν καὶ ἐγγόνους
25καὶ ἀπεγγόνους καὶ τὴν ἐφεξῆς διαδοχήν, ὁποιασδή‐ ποτε φύσεως εἶεν. ὥσπερ γὰρ εἰ δύο δημόσια ὀφλή‐ ματα ἦν, ἀνάγκη τὸ πρεσβύτερον κυριώτερον τοῦ μεταγενεστέρου καθεστάναι, οὕτω κἀνταῦθα τὰ προ‐ νόμια ἀνάγκη τῇ πρώτῃ προικὶ δοθῆναι προτέρᾳ,
30οὕτω τε τῇ δευτέρᾳ, καὶ προῖκα μὴ προκρίνειν προικὶ μηδὲ ὑποθήκην ὑποθήκῃ, ἀλλὰ τὸ πρεσβύτερον καὶ χρόνῳ πολιὸν μένειν τὴν οἰκείαν ἔχον ἰσχύν τε καὶ προνομίαν· τοὺς γὰρ χρόνους τῶν ὑποθηκῶν ἀμεῖψαι
ἢ ἀνελεῖν κατ’ οὐδένα τρόπον αἱρούμεθα. καὶ ταῦτά

456

φαμεν οὐκ ἀγνοοῦντες ὡς δήπου καὶ ἑτέρωθι τῆς ἡμε‐ τέρας νομοθεσίας ταῦτα διώρισται, ἀλλ’ ἐπειδήπερ ὅλως κεκίνηται παρ’ ἡμῖν καί τινας ἔσχεν ἀλλοιοτέρας τὸ πρᾶγμα ζητήσεις, διὰ τοῦτο καὶ εἰς τὴν τοῦ παρ‐
5όντος νόμου χρείαν ἀφικόμεθα, οὐχ ἵνα νῦν τι πρῶ‐ τον νομοθετήσαιμεν, ἀλλ’ ἵνα σαφέστερον αὐτὸ πᾶσι καταστήσωμεν. Κἀκεῖνό γε μὴν προσθεῖναι τῷ νόμῳ καλόν, ὅπερ κινηθεῖσα ζήτησις ὁμοίως ἀναγκαῖον ἡμῖν εἰς νομο‐
10θεσίαν ἐποίησεν. εἰ γὰρ ἐποφείλει προῖκα γυνή, καὶ ἡ μὲν δοῦναι βουληθείη, αὐτὴ τυχὸν ἢ ὁ ὑπὲρ αὐτῆς παρεχόμενος αὐτήν, ὅστις ποτὲ ἂν εἴη ἢ τῶν ἐγγύθεν ἢ τῶν ἔξωθεν, ὥστε ἢ profecticiαν ἢ adventiciαν εἶναι τὴν προῖκα (ταῦτα δὴ τὰ τοῦ νόμου ῥήματα), ὁ δὲ
15ἀνὴρ ἢ ὁ τούτου πατὴρ τυχὸν ἢ ὁ πάππος ὑποδέξα‐ σθαι ταύτην μὴ βουληθεῖεν, τὸ δὲ τῆς γυναικὸς ἐκ‐ μαρτύρεται μέρος, καὶ ἑτοίμως ἔχει ταύτην καταβαλεῖν, ἢ καί τι μεῖζον πράξειε καὶ προσαγάγοι τυχὸν καί, εἴ γε κινητὴ καθεστήκοι, καὶ σφραγῖδας ἐπιθείη καὶ
20κατὰ τὸν νόμον ἀπόθοιτο, ἢ καὶ κατὰ μίαν μοῖραν εἰσβάλλον εἰς δικαστήριον ἀξιοῖ ταῦτα γενέσθαι καὶ διαβάντες ἐκ τοῦ δικαστοῦ τινες ἀπαγγείλειαν ταῦτα πρὸς τὸ τοῦ ἀνδρὸς μέρος, ἐπιμείνῃ δὲ καὶ οὕτως ἀναβαλλόμενον· μὴ δύνασθαι διαλυθέντος τοῦ γάμου
25τὴν τῆς προγαμιαίας δωρεᾶς ἔκτισιν ἐκκλίνειν ὡς δὴ προικὸς οὐκ ἐπιδοθείσης. ὁ γὰρ δοῦναι βουληθείς, ἐν ᾧ τὴν λῆψιν ὁ λαμβάνειν ἠξιωμένος παραιτεῖται, παραπλήσιός ἐστι τῷ δεδωκότι. καὶ τοῦτο μετὰ τῶν ἄλλων ἐπὶ τῆς προικὸς κρατείτω. ὥσπερ γὰρ εἰ μὴ
30δοίη καθ’ ὑπέρθεσιν τὴν προῖκα, ἄρνησιν αὐτῇ τῆς
προγαμιαίας δωρεᾶς ἐπηγάγομεν, οὕτω κἂν εἰ βουλη‐

457

θείη δοῦναι καὶ ὁ λαμβάνων ἐξεπίτηδες παραιτεῖται τὴν λῆψιν, δίδομεν αὐτῇ τὴν τῆς προγαμιαίας δωρεᾶς τοῦ συνοικεσίου λυθέντος ἀπαίτησιν, καίτοι τὴν προῖκα διὰ τὴν τοῦ ἀνδρὸς αἰτίαν οὐκ εἰσενεγκούσῃ.
5Ἐπίλογος.〉 Τὰ τοίνυν παραστάντα ἡμῖν καὶ διὰ τοῦδε τοῦ θείου δηλούμενα νόμου ἡ σὴ ὑπεροχὴ ἔργῳ καὶ πέρατι παραδοῦναι σπευσάτω.
10tϙΒ
11tΠΕΡΙ ΤΩΝ ΕΙΣ ΠΑΙΔΑΣ ΑΜΕ‐
12tΤΡΩΝ ΔΩΡΕΩΝ.
13tὉ αὐτὸς βασιλεὺς Ἰωάννῃ τῷ ἐνδοξοτάτῳ ἐπάρχῳ
14tτῶν ἱερῶν τῆς ἕω πραιτωρίων τὸ βʹ, ἀπὸ ὑπάτων
15tὀρδιναρίων καὶ πατρικίῳ.
16Προοίμιον.〉 Ἤδη τὰ περὶ τοῦ Φαλκιδίου καὶ τῆς ἐκείνου μοίρας διωρίσαμεν, αὐξήσαντες αὐτὸν οὐκ ἀγεννεῖ προσθήκῃ· τὸ γὰρ λίαν ἄνισον οὐ σφόδρα ἡμᾶς ἤρεσεν, ἀλλὰ δεῖν μὲν προκρίνεσθαι τῶν παί‐
20δων οὓς ἂν ὁ πατὴρ βουληθείη, οὐ τοσοῦτον δὲ ἐλατ‐ τοῦν τοὺς ἄλλους, ὥστε αὐτοῖς ἀφόρητον εἶναι τὴν ἐλάττωσιν. Τοῦ τοίνυν παρ’ ἡμῶν τεθέντος νόμου μένοντος ἐπὶ τῆς ἰδίας ἰσχύος ἐκεῖνο βουλόμεθα, ὥστε εἴ τις
25δωρεὰν ἄμετρον εἴς τινα ἤ τινας τῶν παίδων ποιή‐ σαιτο, ἀνάγκην ἔχειν ἐν τῇ διανομῇ τοῦ κλήρου τοσ‐ οῦτον ἑκάστῳ τῶν παίδων φυλάττειν τὸ ἐκ τοῦ νό‐ μου μέρος, ὅσον ἦν πρὶν τὴν δωρεὰν ὁ πατὴρ εἰς
τὸν παῖδα ἢ τοὺς παῖδας τοὺς ταύτῃ τετιμημένους

458

ποιήσαιτο. οὕτω γὰρ οὐδὲν ἔτι ταῖς δωρεαῖς ἐγκα‐ λέσουσιν, ἔχοντες μὲν ἐπὶ πάσῃ τῇ οὐσίᾳ τοῦ πατρὸς τὸ ἀπὸ τῶν νόμων, κατὰ τοσοῦτον δὲ αὐξομένου τούτου τοῦ μέτρου, καθ’ ὅσον καὶ τὰ πράγματα εἶχε
5τοῦ πατρὸς πρὶν ταῖς δωρεαῖς ἐξαντληθείη. οὐ δυνα‐ μένων τῶν ταῖς δωρεαῖς τετιμημένων παίδων φάσκειν ἀρκεῖσθαι μὲν ταῖς ἀμέτροις ταύταις δωρεαῖς, δοκεῖν δὲ ἀφίστασθαι τοῦ πατρῴου κλήρου. ἀλλ’ οὐκ ἀναγκα‐ ζομένων μέν, εἰ ἀρκοῦνται ταῖς δωρεαῖς. καταδέχεσθαι
10τὸν κλῆρον, ἀνάγκην δὲ ἐχόντων πᾶσι τρόποις ἐπ‐ ανισοῦν τοῖς ἀδελφοῖς τὸ ἐντεῦθεν διαφέρον καθ’ ὅσον εἰρήκαμεν μέτρον, ὥστε μὴ ἔλαττον αὐτοὺς ἔχειν τὸ ἐκ τῶν νόμων αὐτοῖς ὀφειλόμενον διὰ τὴν γενο‐ μένην ἐπὶ ταῖς δωρεαῖς ἀμετρίαν· ὅπου γε ἔξεστι τῷ
15πατρὶ μέτρια φρονήσαντι περὶ τὴν πᾶσαν γονὴν καὶ τοῖς παρ’ αὐτοῦ μᾶλλον ἀγαπωμένοις χαρίσασθαί τι πλέον καὶ μὴ τοὺς λοιποὺς παῖδας διὰ τῆς εἰς ἐκεί‐ νους γενομένης ἀμετρίας βλάψαι καὶ τὸν ἡμέτερον παραβῆναι σκοπόν. καὶ τοῦτο ἐγένετο μὲν ἡμῖν ἐξ
20ἀρχῆς ἐνθύμιον, ἀναβαλλόμενοι δὲ αὐτὸ πρώην καὶ τῶν ἀνθρωπίνων πειρώμενοι ψυχῶν, ἐπειδήπερ ἑω‐ ρῶμεν αὐτοὺς εἰς τὰς τοιαύτας προσπαθείας ἐξολι‐ σθαίνοντάς τε καὶ καταφερομένους, διὰ τοῦτο νῦν προσθήκην ἐκείνῳ τῷ νόμῳ ταύτην ποιούμεθα.
25Ταῦτα μέντοι φαμὲν περὶ παίδων κεχαρισμένων ὄντων αὐτοῖς, οὐ μὴν περὶ τῶν ἀγνωμόνων καὶ οἷς ὁ πατὴρ δικαίαν τε καὶ νόμιμον ἀχαριστίαν ἐπάγει. εἰ γὰρ τοῦτο οὕτως ἔχον φανείη καὶ ἀποδειχθείησαν αἱ τῆς ἀχαριστίας αἰτίαι, ἔστω τὰ τῶν νόμων τῶν
30ἐπὶ τοῖς ἀχαρίστοις κειμένων κύρια, οὐδὲν ἐκ τῆσδε ἡμῶν τῆς νομοθεσίας ἐλαττούμενα. 〈Ἐπίλογος〉 Τὰ τοίνυν παραστάντα ἡμῖν καὶ διὰ τοῦδε δηλούμενα τοῦ θείου ἡμῶν νόμου ἡ σὴ
ὑπεροχὴ ἔργῳ καὶ πέρατι παραδοῦναι σπευσάτω.

459

(1t)

ϙΓ
2tΠΕΡΙ ΕΦΕΣΕΩΝ.
3tΩΣΤΕ ΕΙ ΚΙΝΟΥΜΕΝΗΣ ΔΙΚΗΣ ΠΑΡΑ ΕΦΕ‐
4tΤΗΙ ΕΠΙ ΑΙΡΕΤΟΥΣ ΕΛΘΩΣΙΝ ΟΙ ΛΙΤΙΓΑ‐
5tΤΟΡΕΣ ΚΑΙ ΕΝ ΤΟΣΟΥΤΩΙ ΔΙΑΔΡΑΜΟΙ Η
6tΔΙΕΤΙΑ ΚΑΙ ΣΥΜΒΗΙ ΕΠΙ ΤΟΝ ΕΦΕΤΗΝ
7tΑΥΘΙΣ ΤΗΝ ΔΙΚΗΝ ΕΠΑΝΕΛΘΕΙΝ, ΜΗ ΑΝ‐
8tΤΙΤΙΘΕΣΘΑΙ ΤΗΝ ΤΗΣ ΔΙΕΤΙΑΣ ΠΑΡΑΔΡΟ‐
9tΜΗΝ [ΑΠΟ ΤΟΥ ΝΙΚΗΣΑΝΤΟΣ].
10tὉ αὐτὸς βασιλεὺς Ἰωάννῃ τῷ ἐνδοξοτάτῳ ἐπάρχῳ
11tτῶν τῆς ἕω πραιτωρίων τὸ βʹ, ἀπὸ ὑπάτων ὀρδι‐
12tναρίων καὶ πατρικίῳ.
13Προοίμιον.〉 Αἱ τῶν ὑπηκόων τῶν ἡμετέρων προσαγγελίαι νόμων ἡμῖν παρέχουσιν ἀφορμὰς ἐπὶ
15σωτηρίᾳ τῶν ὑποτελῶν συγγραφομένων. προσέλευσιν γὰρ ἡμῖν τινες ἐποιήσαντο, ὡς τοῦ νόμου βουλομέ‐ νου τὸν ἐφέντα καὶ ἐπὶ διετίαν σιγήσαντα, ἢ καὶ ἀγωνισάμενον μὲν οὐκ ἐπεξελθόντα δὲ τῶν ἐφετι‐ κῶν ἐκπίπτειν ἀγώνων καὶ βεβαιωθείσης τῆς ψήφου
20μηκέτι δύνασθαι περαιτέρω προϊέναι, ἀλλὰ κυρίαν γίνεσθαι θατέρῳ τὴν κρίσιν, [αὐτὸν δὲ καὶ τὸν ἀν‐ τίδικον τὸν αὐτοὺ] ****** τῆς δίκης ἐν τῷ δικαστη‐ ρίῳ τῆς σῆς ὑπεροχῆς ἀγωνιζομένης ἀποστῆναι μὲν τῶν ἀγώνων τῶν παρὰ σοί, διαγνώμονας δὲ ἑλέσθαι
25κοινοὺς ἐγγράφως, καὶ παρ’ ἐκείνους συνελθεῖν καί τινα καὶ ἀγωνίσασθαι, ὕστερον δὲ περιφρονῆσαι μὲν τῶν αἱρετῶν δικαστῶν. οὐκ ἐπεξελθεῖν δὲ τῇ παρ’ αὐτοῖς κινουμένῃ δίκῃ. ἀλλὰ διαδραμούσης τῆς διετίας ἀποχρήσασθαι τοὺς ἀντιδίκους τοὺς αὐτοῦ τῷ μηκέτι
30δύνασθαι χρῆσθαι κατὰ τὸ σὸν δικαστήριον τῇ τοι‐
αύτῃ δίκῃ, ἀλλὰ δεῖν αὐτὴν βεβαιωθῆναι ἅπαξ τῆς

460

διετίας παρῳχηκυίας, ἐκεῖνον δὲ διὰ τοῦτο οὐκ ἐπεξελ‐ θεῖν παρὰ τῇ σῇ ἐνδοξότητι διὰ τὸ τὴν δίκην παρὰ τοῖς αἱρεθεῖσι λέγεσθαι δικασταῖς. Θεσπίζομεν τοίνυν τὴν μὲν εἰρημένην ὑπόθεσιν,
5ἐξ ἧς ταῦτα ἡμῖν προσήγγελται, μηδὲν βλαβῆναι τῇ τοῦ χρόνου παραδρομῇ, μηδὲ κυρίαν εἶναι τὴν τοῦ δι‐ καστοῦ ψῆφον ἅπαξ ἐκκληθεῖσαν, ἀλλὰ καὶ προσεξ‐ ετασθῆναι παρὰ τῇ σῇ ἐνδοξότητι καὶ πέρας νόμιμον δέξασθαι, κἂν εἰ μυριάκις πλείων τῆς διετίας χρόνος
10παρέδραμεν ἢ καὶ παραδράμοι. του λοιποῦ δὲ ἐπὶ πάσης ὑποθέσεως, ἐφ’ ἧς τοιοῦτό τι γένηται καὶ ἐν μέσῳ κινουμένης τῆς δίκης παρὰ τῷ ἐφέτῃ δικαστῇ ἢ καὶ μὴ κινουμένης τινὲς αἱρεθῶσιν ἕτεροι, καὶ διὰ τοῦτο ἡ διετία παρέλθοι, ἧς ἐντὸς ἐχρῆν τοὺς ἐφέτας
15τὴν δίκην τεμεῖν, καὶ καθ’ οἱανδήποτε περίστασιν ἐπανέλθοι πάλιν ἐπὶ τοὺς ἐφέτας ἡ δίκη, τοῖς μὲν ἄλλοις πᾶσιν ἐξέστω χρῆσθαι τοῖς μέρεσιν, ὡς ἂν εἰ μὴ ἔτυχον ἀπολιπόντες μὲν τὸ ἐφετικὸν δικαστήριον ἐπὶ δὲ τοὺς αἱρετοὺς ἐλθόντες, μὴ μέντοι δύνασθαι
20χρῆσθαι τῷ τὴν διετίαν παραδραμεῖν. ὁ γὰρ ἅπαξ δικαστὰς ἄλλους ἑλόμενος οὐκ ἂν εἴη δίκαιος σιωπὴν ἐγκαλεῖν τῷ διὰ τοῦτο ἀδικηθέντι, διότι τοῖς περὶ τῆς αἱρέσεως τῶν δικαστῶν γενομένοις ἐπίστευσε καὶ διὰ τοῦτο οὐκ ἐπεξῆλθεν οὐδὲ ἐπλήρωσε τὴν δίκην
25ἐκεῖσε διὰ τὸ παρὰ τοῖς δικασταῖς ἐκείνοις ἀγωνι‐ σθῆναι τὴν ὑπόθεσιν. 〈Ἐπίλογος.〉 Ταῦτα τοίνυν ἐπὶ πάσης ὑποθέ‐ σεως φυλάττεσθαι παρὰ τοῦ σοῦ δικαστηρίου βουλό‐ μεθα καὶ παρὰ παντὸς ἑτέρου κατὰ τὸ ἐφετικὸν δι‐
30κάζοντος σχῆμα, ὥστε μηδὲν ἄχαρι περὶ τοὺς ὑπηκόους τοὺς ἡμετέρους πράττεσθαι. εἰ μέντοι καὶ μετὰ τὸ ἀπολειφθῆναι τῶν αἱρετῶν δικαστῶν διετὴς παρέλ‐ θοι χρόνος, τηνικαῦτα ἐρρῶσθαι τὴν ψῆφον κατὰ τὰς περὶ τούτου γενομένας παρ’ ἡμῶν διατάξεις. ὅπερ
35ἐπὶ τῶν ἐφεξῆς συμβαινουσῶν τοιουτοτρόπων ὑπο‐
θέσεων κρατεῖν βουλόμεθα, τῶν ἄλλων ἁπάντων ὅσα

461

περὶ τῶν ἐφετικῶν ἀγώνων τοῖς ἔμπροσθεν εἴρηται νόμοις καὶ παρ’ ἡμῶν ἐν τοῖς τῶν νόμων ἀναγέ‐ γραπται βιβλίοις ἐπὶ τῆς οἰκείας μενόντων ἰσχύος.
6tϙΔ
7tΩΣΤΕ ΑΚΩΛΥΤΩΣ ΕΠΙΤΡΟ‐
8tΠΕΥΕΙΝ ΤΑΣ ΜΗΤΕΡΑΣ ΤΩΝ
9tΠΑΙΔΩΝ, ΕΙ ΚΑΙ ΥΠΕΥΘΥΝΟΥΣ
10tΑΥΤΟΥΣ ΕΧΟΙΕΝ Η ΚΑΙ ΕΙΕΝ
11tΑΥΤΟΙΣ ΥΠΕΥΘΥΝΟΙ, ΚΑΙ ΜΗ‐
12tΔΕ ΟΡΚΟΝ ΥΠΕΧΟΥΣΑΣ ΩΣ ΟΥ
13tΔΕΥΤΕΡΟΓΑΜΟΥΣΙΝ.
14tὉ αὐτὸς βασιλεὺς Ἰωάννῃ τῷ ἐνδοξοτάτῳ ἐπάρχῳ
15tτῶν ἀνατολικῶν πραιτωρίων τὸ βʹ, ἀπὸ ὑπάτων
16tὀρδιναρίων καὶ πατρικίῳ.
17Προοίμιον.〉 Ἔναγχος ἐγράψαμεν νόμον ἐπὶ τῇ τῶν νέων κηδεμονίᾳ, τὰ περὶ αὐτοὺς γινόμενα κα‐ κουργήματα ἐκ τοῦ συχνοῦ τῶν δικῶν τῶν παρ’ ἡμῖν
20κρινομένων εὑρίσκοντες, ὅπως ἂν μηδεὶς τῶν ὑπευ‐ θύνων ὄντων τοῖς νέοις ἢ ἔχειν αὐτοὺς ὑπευθύνους λεγόντων κηδεμονεύῃ, μή ποτε ἐπὶ τῆς ἐξουσίας τῶν πραγμάτων γινόμενος πράξειέ τι περὶ τὸν νέον κα‐ κούργημα. καὶ ὅ γε νόμος αὐτὸς κύριος ἡμῖν ἔστω καὶ
25ἐκ τοῦ παρόντος βεβαιούμενος· ἐπειδὴ δὲ μητράσι βουλομέναις κήδεσθαι τῶν νέων
καὶ αἰτούσαις κατὰ τοὺς παλαιούς τε καὶ ἡμετέρους

462

νόμους τὴν κηδεμονίαν ὑπελθεῖν ἀντετέθη παρὰ τὸν ἡμέτερον σκοπὸν ὑπό τινων οὐκ ὀρθῶς ἡ τοιαύτη διάταξις. βουλόμεθα τοῦ νόμου τοῦ ταῦτα λέγοντος τῶν μητέρων ἐξαιρεῖσθαι τὰ πρόσωπα. πρῶτον μὲν
5γὰρ πρᾶγμα εἰσενηνεγμένον ὑπὲρ τῶν νέων ἀεὶ κω‐ λῦσαι νῦν τῶν ἀτοπωτάτων ἡγούμεθα, ἔπειτα οὐκ ἄν τις τὴν αὐτὴν θοῖτο τάξιν τῇ τε μητρὶ τοῖς τε ἄλλοις. τὴν μὲν γὰρ φύσεως ἔρως εὐσεβὴς περὶ τοὺς παῖδας ἀνύποπτον ἀποτελεῖ τὰ πολλά, τοῖς δὲ οὐδε‐
10μίαν ἔχουσι πρὸς τοὺς παῖδας ἀνάγκην εὐνοίας εἰκό‐ τως οὐ παραβλητέα τὰ τῶν μητέρων ἐστίν. ὥστε ἄδεια ἔστω ταῖς μητράσι κατὰ τὴν ἀρχαίαν παρατή‐ ρησιν ἀποταττομέναις καὶ ὑποτιθεμέναις τὰ ἑαυτῶν πράγματα, καθάπερ πρότερον σχήματος ἦν, καὶ ἀν‐
15τιλαμβάνεσθαι τῶν παίδων καὶ τὴν τοιαύτην παρα‐ γραφὴν μὴ δεδιέναι, ἀλλ’ οὕτω τὰ ἐπ’ αὐταῖς εἶναι, ὡς ἂν εἰ μηδὲ τὴν ἀρχὴν ἐτύγχανεν ὁ νόμος ἐπὶ τού‐ τῳ γεγραμμένος. ὥστε εἴτε προῖκας εἴτε προγαμιαίας ἀπαιτοῦσι δωρεὰς εἴτε ἕτερα ὀφλήματα ἔχουσιν εἴτε
20αἱ μητέρες πρὸς τοὺς νέους εἴτε οἱ νέοι πρὸς τὰς μη‐ τέρας, ἐκ πατρῴων ἴσως προφάσεων ἢ καὶ ἐξ οἰκείων (πολλὰ δὲ ἄν τις μεριμνῶν καὶ περισκοπῶν εὑρήσειεν), ἔστω ταῦτα ἑκατέρωθεν ἀκέραια, κατὰ τὰς ἔμπροσθεν διατάξεις κρινόμενά τε καὶ πολιτευόμενα, εἴτε γνη‐
25σίων εἴτε φυσικῶν ἡ μήτηρ παίδων ἐπιτροπεύει. Ἐπειδὴ δὲ πολλὴν ἔχομεν εὐλάβειαν τοῦ μὴ προ‐ χείρως ὅρκους κατὰ τοῦ μεγάλου θεοῦ δίδοσθαι καὶ τούτους παραβαίνεσθαι, διὰ τοῦτο ᾠήθημεν χρῆναι καὶ τοῦτον ἐπανορθῶσαι τὸν νόμον, ὃς βούλεται τὰς
30μητέρας, ἐπειδὰν τῶν οἰκείων παίδων κηδεμονεύειν μέλλοιεν, ὅρκον ὀμνύναι ὡς ἐπὶ δευτέρους οὐκ ἀφίξον‐ ται γάμους· καὶ τοσαυτάκις ἴσμεν παραβαθέντα τὸν νόμον καὶ ὅρκον ἐπίορκον δεδομένον ὁσάκις σχεδὸν καὶ δέδοται, ὥστε ἁμάρτημα σαφέστατον εἶναι ὅτι
35τοῦτον ἐπάγομεν τὸν ὅρκον, ὃς ἐπειδὰν δοθῇ παρα‐ βαθήσεται. οὐ γὰρ ἐπειδή τινες ἐφύλαξαν τὸν ὅρ‐ κον, διὰ τοῦτο δεῖ καὶ τὰς ἀτιμαζούσας αὐτὸν ἔχειν πρόφασιν τῆς εἰς θεὸν ἀσεβείας· τὸ γὰρ σπανίως
γινόμενον, καθὰ καὶ ἡ παλαιὰ λέγει, σοφία, οὐ τη‐

463

ροῦσιν οἱ νομοθέται, ἀλλὰ τὸ γινόμενον ὡς ἐπίπαν καὶ ὁρῶσι καὶ θεραπεύουσι. Διὰ τοῦτο τοίνυν θε‐ σπίζομεν τὴν μὲν ἄλλην ἅπασαν παρατήρησιν ἣν ἐπὶ τῶν μητέρων φυλάττομεν κρατεῖν κατὰ τὸ πρότερον
5σχῆμα, καὶ ἀποτάττεσθαι αὐτὰς καὶ τῷ Βελλιανείῳ δόγματι καὶ ἁπάσῃ βοηθείᾳ καὶ ἅπαντα πράττειν ὁπόσα ἔμπροσθεν διώρισται, τὸν δὲ ὅρκον μὴ παρ‐ έχεσθαι, ἀλλ’ ἀρκεῖσθαι τῇ ἀποτάξει μόνῃ τῶν τε ἄλλων ἁπάντων καὶ τῇ περὶ τῶν δευτέρων γάμων,
10οὐδενὸς ὅρκου περὶ τούτου διδομένου· ἅμα μέντοι τῷ δευτέροις αὐτὴν ὁμιλῆσαι γάμοις εὐθὺς ἐξωθεῖσθαι τῆς ἐπιτροπῆς καὶ ταῦτα πράττεσθαι ἅπερ, εἰ καὶ ἔτυχεν ὀμωμοκυῖα, ὑπέμενεν 〈ἂν〉 ἅπαξ ἐν δικαστη‐ ρίῳ ψευσαμένη καὶ προτιμήσασα τῆς οἰκείας ὁμολογίας
15τε καὶ καταθέσεως τὰς δευτέρας ἐπιθυμίας. 〈Ἐπίλογος.〉 Οὗτος τοίνυν ὁ νόμος ἐπ’ εὐσεβείᾳ κείσθω (διὰ γὰρ τὸ μὴ ὑβρίζεσθαι κατά τι τὴν εἰς θεὸν τιμὴν ταῦτα ἡμῖν νενομοθέτηται) καὶ ἀπὸ τοῦ νῦν κρατείτω, τῆς σῆς ὑπεροχῆς φανερὸν ποιούσης
20τοῦτον τὸν νόμον ἐν ταῖς ἐπαρχίαις ἁπάσαις. ἐνταῦθα γὰρ τῷ ἐνδοξοτάτῳ ἐπάρχῳ τῆς εὐδαίμονος ταύτης πόλεως, ᾧ τὰ τοιαῦτα μέλει, τὸν περὶ τούτων κατα‐ πέμψομεν νόμον, ὥστε προνοίᾳ αὐτοῦ τε καὶ τοῦ λαμ‐ προτάτου πραίτωρος, ᾧ τούτου μέλει τοῦ μέρους, εἰς
25τὸν ἅπαντα χρόνον φυλάττεσθαι. —καὶ ἀπὸ τοῦ νῦν κρατείτω· ὥστε ἐπὶ πάσης ὀρ‐ φανικῆς οὐσίας πᾶσαν ἀσφάλειαν γίνεσθαι περὶ τὰ πράγματα τῆς τῶν νέων φυλακῆς, καὶ μάλιστα τοῦ σὺν ἀκριβείᾳ τὰς ἀπογραφὰς γίνεσθαι, παρ‐
30όντος καὶ τοῦ λαμπροτάτου σκρίβα, ᾧπερ ἡ περὶ τῶν τοιούτων φροντὶς ἐπιτέτραπται, καὶ τῶν ἄλ‐ λων τῶν ἐξ ἔθους τοῖς τοιούτοις παραγινομένων, ἀκριβῶς τῶν τε ἐγγυῶν διδομένων καὶ πάντων πραττομένων, καθὰ τοῖς ἡμετέροις διηγόρευται νό‐
35μοις, προνοίᾳ τοῦ λαμπροτάτου πραίτωρος, ᾧ τού‐ του μέλει τοῦ μέρους. προθήσεις τε αὐτὸν αὐτὸς ἐπὶ ταύτης τῆς βασιλίδος πόλεως, ὥστε ἅπασιν αὐτὸν εἶναι φανερὸν καὶ μηδένα διαλαθεῖν τὰ παρ’ ἡμῶν νομοθετηθέντα. τὸν γὰρ περὶ τούτου νό‐
40μον, καθάπερ δεῖ ἐν ταῖς ἐπαρχίαις φυλάττεσθαι,

464

τοῖς ἐνδοξοτάτοις ἐπάρχοις τῶν ἱερῶν ἡμῶν πραι‐ τωρίων κατεπέμψαμεν.
5tϙΕ
6tΩΣΤΕ ΤΟΥΣ ΑΡΧΟΝΤΑΣ
7tΠΕΝΤΗΚΟΝΤΑ ΗΜΕΡΑΣ ΜΕΤΑ
8tΤΗΝ ΑΡΧΗΝ ΕΝ ΤΑΙΣ ΕΠΑΡ‐
9tΧΙΑΙΣ ΔΙΑΤΡΙΒΕΙΝ, ΕΙΤΕ ΣΤΡΑ‐
10tΤΙΩΤΙΚΗΝ ΕΙΤΕ ΠΟΛΙΤΙΚΗΝ
11tΕΧΟΙΕΝ ΑΡΧΗΝ.
12tΑὐτοκράτωρ Ἰουστινιανὸς Αὔγουστος Ἰωάννῃ τῷ ἐν‐
13tδοξοτάτῳ ἐπάρχῳ τῶν ἀνατολικῶν πραιτωρίων τὸ βʹ,
14tἀπὸ ὑπάτων ὀρδιναρίων καὶ πατρικίῳ.
15Προοίμιον.〉 Ἤδη μὲν ἴσμεν κείμενον νόμον τὸν βουλόμενον τοὺς ἐν ἀρχαῖς γενομένους εἴτε πολι‐ τικαῖς εἴτε στρατιωτικαῖς μηδὲ εἰ παύσαιντο τῆς ἀρ‐ χῆς ἀναχωρεῖν ἐκεῖθεν δύνασθαι, πρὶν ἂν ἡμέρας πεντήκοντα ἐπὶ τῶν μητροπόλεων διατρίψαιεν δημο‐
20σίᾳ φαινόμενοι καὶ τοῖς ἐνάγειν βουλομένοις ἀπολο‐ γούμενοι, καὶ ὥστε μηδὲ κατὰ πρόφασιν τῆς ἐνταῦθα κλήσεως δύνασθαι τῆς ἐπαρχίας ἀναχωρεῖν, ἀλλὰ κἂν εἴ τι πράξειαν τοιοῦτον, αὖθις αὐτοὺς ἐπὶ τὴν χώραν ἐκπέμπεσθαι. εὕρομεν δέ τινας οὕτως ὄντας θρασεῖς,
25ὥστε καὶ τούτου κειμένου τοῦ νόμου, πρὶν παύσαιντο, τολμᾶν ἀπολιμπάνειν τὰς χώρας καὶ εἰς ταύτην ἀφ‐ ικνεῖσθαι τὴν εὐδαίμονα πόλιν, δέει τῶν παρ’ αὐτῶν πεπραγμένων καὶ ἵνα μὴ δίκας ὑπόσχοιεν ὦν ἐπλημ‐
μέλησαν.

465

Θεσπίζομεν τοίνυν μηδενὶ παντελῶς ἄδειαν εἶναι τῆς οἱασοῦν ἐπαρχίας ἄρχοντι τῶν τε ἑῴων τῶν τε ἑσπερίων τῶν τε ἐκατέρωθεν ταύτην ἀπολιμπάνειν, πρὶν ἂν κατάθοιτο τὴν ἀρχήν, ἀλλὰ καὶ μετὰ ταύ‐
5την (ἀνανεούμεθα γὰρ τὸ παλαιόν) τὰς πεντήκοντα διατρίβειν ἡμέρας δημοσίᾳ φαινόμενον κατὰ τὴν χώραν ἧς ἦρξε, πρᾶξίν τε ὑπομνημάτων συνιστάναι καθ’ ἣν ἀποφοιτᾷ τῆς χώρας ἡμέραν, ἵνα καθεστήκοι δῆ‐ λος εἴτε θαρρεῖ τοῖς ἑαυτῷ πεπραγμένοις εἴτε καὶ μή.
10Εἰ δέ τις ἢ ἀρχὴν ἄρχων τινὰ στρατιωτικὴν ἢ πολιτικὴν ἢ καὶ παυσάμενος ταύτης ἀπολίποι τὴν χώραν, ὁ μὲν ἄρχων ὁ ταύτην ἀπολείπων χωρὶς ἡμε‐ τέρας κελεύσεως αὐτὸς μὲν καθοσιώσεως ἔνοχος ἔστω, εἰς δὲ τὴν ἐπαρχίαν αὖθις ἐκπεμφθεὶς μετὰ τὸ τοῖς
15ἐγκαλοῦσιν ἀπολογήσασθαι τηνικαῦτα τῆς καθοσιώ‐ σεως τὰς εἰς ἔσχατον ὑπεχέτω ποινάς. εἰ δὲ καταθέ‐ μενος τὴν ἀρχὴν εἶτα μὴ διατρίψειε τὰς νενομισμένας ἡμέρας δημοσίᾳ πᾶσιν ἑαυτὸν ἐπιδεικνύς, ἀλλὰ δρα‐ πετεύσειε τῆς χώρας. τὰ ἤδη παρ’ ἡμῶν περὶ τούτου
20νενομοθετημένα κρατεῖν. Ἐκεῖνο δὲ ἅπασι προ‐ αγορεύομεν, ὥστε ἐπειδάν τινα παραλάβοιεν ἀρχήν, ἀντέχεσθαι ταύτης· τοὺς δὲ διαδόχους αὐτοῖς τῆς ἀρ‐ χῆς γινομένους μὴ ὑπερορίως πέμπειν τὰ καλούμενα διατάγματα, μηδὲ παύειν μὲν τοὺς ἡγουμένους, αὐτοὺς
25δὲ κατὰ σχολὴν ἢ τὰς ὁδοιπορίας ποιεῖσθαι ἢ ἐνταυ‐ θοῖ διατρίβειν ἢ ἐπί τινας ἑτέρας πρότερον ἰέναι χώρας, πατρίδας τε ὀψομένους καὶ ὅσα τοῖς εὐτυχοῦσί τε καὶ καταβλακευομένοις ἀνθρώποις συνήθη καθ‐ έστηκεν. ἀλλὰ θᾶττον ἐπὶ τὴν ἀρχὴν ἰέναι ἧς τὰς
30ἡνίας παρέλαβον. ὥστε μὴ τοὺς μὲν παύεσθαι τοὺς δὲ οὐκ εἶναι καὶ τὴν χώραν ἄναρχον μένειν. ἀλλὰ πρὸ δύο μόνων ἡμερῶν τοῦ τῆς ἐπαρχίας ἐπιβῆναι. καθ’ ἣν ὁ τὴν ἀρχὴν ἔχων ἐστί, στέλλειν πρὸς αὐτὸν φι‐
λίαν ἐπιστολὴν βουλομένην τὴν τάξιν ἐκπεμφθῆναι

466

πρὸς ὑπάντησιν αὐτοῦ. καὶ μέχρι τότε τὰς σιτήσεις κομίζεσθαι τὸν ἐπὶ τῆς ἀρχῆς ὄντα καὶ διοικοῦντα ταύτην· καὶ μὴ τοῖς συμβόλοις τῆς ἀρχῆς κρίνεσθαι τὸν χρόνον μηδὲ ταῖς προστάξεσι τοῦ θρόνου τοῦ
5σοῦ, ἀλλ’ ἀφ’ οὗπερ ἂν ὡς εἴρηται τῆς χώρας αὐτὸς ἐπιβαίη, ἐξ ἐκείνου λαμβάνειν τὰς δημοσίας σιτήσεις, μέχρι δὲ τότε τὸν ἐπὶ τῶν πραγμάτων ὄντα ταύτας κομίζεσθαι καὶ ἕτερον μηδένα τῶν πάντων. οὐ γὰρ ἀνεκτὸν οὐδὲ φορητόν, ὅλως ἄναρχον καταλιμπάνε‐
10σθαι τὴν χώραν. προβαλλομένου μέν τινος δῆθεν ὑπὸ τοῦ παρ’ ἡμῶν χειροτονηθέντος. ὃς αὐτοῦ πλη‐ ρώσει τὸν τόπον. ἀνδρὸς ἴσως πραγμάτων ἀνεπι‐ στήμονος, τοῦ δὲ ἐν αὐτοῖς ὄντος τοῖς ἔργοις καὶ ἀποχωροῦντος τῆς χώρας. πρὶν ἐπιστῆναι τὸν χρό‐
15νον, καὶ ἀποστερουμένου τῶν σιτήσεων, ἃς αὐτὸν κο‐ μίζεσθαι χρὴ ἕως ἂν κατάθηται τὴν ἀρχήν. κατα‐ θήσεται δὲ αὐτήν, ἡνίκα ὁ διάδοχος ἐπισταίη τῇ χώρᾳ, δύο μόνον ἡμέραις ἔμπροσθεν τοῦ τῆς ἐπαρχίας ἐκεῖ‐ νον ἐπιβῆναι.
20Ἐπίλογος.〉 Ἅπερ ἅπαντα παραφυλάττεσθαι παρὰ τοῦ θρόνου τῆς σῆς ὑπεροχῆς εἰς τὸ διηνεκὲς βουλόμεθα. καὶ ἡνίκα ἂν μάθοις ἐπιστάντα αὐτὸν τῇ χώρᾳ, ἐξ ἐκείνου μετατιθέναι τὰς σιτήσεις εἰς τὸν διάδοχον, ἐπείτοιγε χορηγεῖν αὐτὰς τῷ προτέρῳ κατὰ
25τὸ παρ’ ἡμῶν διατεταγμένον, ἕως ἂν ἐπὶ τῆς χώρας ὁ διάδοχος ἐλθὼν ἑαυτὸν τοῖς ὑπηκόοις ἐπιδείξῃ. Τὰ τοίνυν παραστάντα ἡμῖν καὶ διὰ τοῦδε τοῦ θείου δηλούμενα νόμου ἡ σὴ ὑπεροχὴ ἔργῳ καὶ
πέρατι παραδοῦναι σπευσάτω.

467

(1t)

ϙϛ
2tΠΕΡΙ ΤΩΝ ΕΚΒΙΒΑΣΤΩΝ
3tΚΑΙ ΤΩΝ ΑΙΤΙΩΜΕΝΩΝ ΚΑΙ
4tΑΝΤΑΙΤΙΑΘΕΝΤΩΝ [ΚΑΙ ΔΙΚΑ‐
5tΖΟΜΕΝΩΝ].
6tΑὐτοκράτωρ Ἰουστινιανὸς Αὔγουστος Ἰωάννῃ τῷ ἐν‐
7tδοξοτάτῳ ἐπάρχῳ τῶν ἀνατολικῶν πραιτωρίων τὸ βʹ,
8tἀπὸ ὑπάτων ὀρδιναρίων καὶ πατρικίῳ.
9Προοίμιον.〉 Ἐπειδὴ τὰς συκοφαντίας μισοῦμεν
10καὶ πᾶσαν πολυπραγμοσύνην ἀποστρεφόμεθα, διὰ τοῦτο τὰς τοιαύτας πράξεις τῆς ἐκ νόμων δεῖσθαι θεραπείας ᾠήθημεν. ἐδιδάχθημεν γάρ, ὥς τινες οὐκ ἔχοντες παντελῶς οὐδεμίαν ἐναγωγήν, ἀλλὰ μίαν ἑλό‐ μενοι γνώμην μετὰ τῶν τὰς ὑποθέσεις πληρούντων
15αἰτιῶνταί τινας, εἶτα καὶ βιβλία στέλλουσι, καὶ ἐπ‐ ειδὰν ζημίαν ὑποσταῖεν οἱ φεύγοντες, καταλιμπάνου‐ σιν αὐτοὺς καὶ ἐκδημοῦσιν ἀθεράπευτον αὐτοῖς δόντες τὴν βλάβην. καὶ τοῦτο εἰσέτι μᾶλλον ἐπὶ τῶν ἐπ‐ αρχιῶν ἁμαρτάνεται, κοινωνίας τῶν κερδῶν αὐτοῖς τε
20τοῖς αἰτιωμένοις καὶ τοῖς τῶν ὑποθέσεων πληρωταῖς γινομένης. Ἵνα μὴ τοίνυν ταῦτα μέχρι παντὸς πλημμελῆται, θεσπίζομεν μὴ ἄλλως τοὺς ἐνάγοντας πέμπειν βιβλίον καὶ ζημίας ἀφορμὴν παρέχειν τοῖς ἐναγομένοις, πρὶν
25ἂν ἀσφάλειαν ἔκθοιντο εἴς τε τὸν φεύγοντα καὶ τὸν τῆς ὑποθέσεως πληρωτήν, ὡς μηνῶν εἴσω δύο πᾶσι τρόποις προκατάρχονται παρὰ τῷ δικαστῇ, ἢ εἰ μὴ τοῦτο πράξαιεν, πᾶσαν ζημίαν προσγενομένην τῷ αἰ‐ τιαθέντι ἀποδιδόασι διπλασίονα· οὐχ ὑπερβαινούσης
30τῆς ἀσφαλείας ἒξ καὶ τριάκοντα χρυσοῦς. Κἀκεῖνο μέντοι τῆς προσηκούσης τυχεῖν ἐπανορθώ‐
σεως δεῖ. προσῆλθε γάρ τις διδάσκων, ὡς ἐν αἰτίαις

468

ἐποιήσατο τὸν ὑπεύθυνον τὸν αὑτοῦ παρά τινι τῶν ἐνδοξοτάτων ἡμῶν ἀρχόντων, εἶτα ὁ γενόμενος ἐν εὐθύναις ὡς δὴ καὶ αὐτὸς τὸν ἐνάγοντα ὑπεύθυνον ἔχων παρ’ ἑτέρῳ τοῦτον εἵλκυσε δικαστῇ. καί τι
5παράδοξον ἐγίνετο· ἐπειδὴ γὰρ ἐκάτερος ἱδίᾳ τὴν τοῦ ἐνάγοντος ἐπεῖχε τάξιν. ἐλεεινόν τι καὶ γελοῖον κατὰ ταὐτὸν συνέβαινεν. ἅμα γὰρ εἰ βουληθείη τις τὴν οἱκείαν κινῆσαι δίκην, εὐθὺς ὁ ἀνταιτιασάμενος παρὰ θατέρῳ τῶν δικαστῶν εἶλκεν αὐτὸν παρ’ ὃν αὐτὸς
10ἐκληρώσατο δικαστήν. ἀλλήλους τε περιέλκοντες ἀθά‐ νατα διέμενον δικαζόμενοι. Θεσπίζομεν τοίνυν, εἴ τις ὑπεύθυνον οἵεται ἔχειν τὸν κατ’ αὐτοῦ τὴν αἰ‐ τίασιν ἀποθέμενον μὴ παρ’ ἑτέρῳ δικαστῇ. ἀλλὰ παρὰ ταὐτῷ εὐθὺς ἐξ ἀρχῆς αἰτιᾶσθαι, καὶ τὸν αὐ‐
15τὸν εἶσι δικαστὴν ἐφ’ ἑκατέρας ὑποθέσεως. εἰ δέ γε τυχὸν ἀπαρέσειεν αὐτῷ ὁ παρ’ ᾧ τὴν δίκην ἀπεκλη‐ ρώσατο δικαστής, ἔξεστιν αὐτῷ καὶ τοῦτο ἐπανορθοῦ‐ σθαι εἴκοσι γὰρ ἡμερῶν προθεσμίαν ἐνδόντων ἡμῶν μετὰ τὴν τοῦ βιβλίου πομπήν, μεθ’ ἣν δεῖ προκατ‐
20άρχεσθαι, ἔξεστιν εἴσω τῆς εἰρημένης ἀνακωχῆς παραι‐ τήσασθαι μὲν ἐκεῖνον. ἑτέρου δὲ τυχεῖν, παρ’ ᾧ πάλιν ὁμοίως ἑκατέραν ἀγωνίζεσθαι προσήκει δίκην, καὶ τὰς τοιαύτας τέχνας κατὰ μηδὲν γίνεσθαι, ἀλλ’ ἕκαστον τοῖς οἰκείοις χρῆσθαι δικαίοις. εἰ μέντοι σιγήσειεν,
25εἶτα ὕστερον βουληθείη τὴν δίκην παρ’ ἑτέρῳ δικαστῇ κινεῖν, ἀνάγκην ἔχειν αὐτὸν ἀναμένειν τὸ πέρας τῆς δίκης τῆς ἐπαγομένης αὐτῷ παρὰ τοῦ εἰς δικαστήριον αὐτὸν ἑλκύσαντος, καὶ ἐπειδὰν πέρας ἡ δίκη λάβοι, τηνικαῦτα αὐτὸν τὴν οἰκείαν δίκην παρ’ ἑτέρῳ δικα‐
30στῇ προτιθέναι, ἵνα οὕτω τὰς τοιαύτας αὐτῶν ἀνέλω‐ μεν τέχνας τε καὶ κατ’ ἀλλήλων ἐπηρείας. 〈Ἐπίλογος.〉 Τὰ τοίνυν παραστάντα ἡμῖν καὶ διὰ τοῦδε τοῦ θείου δηλούμενα νόμου ἡ σὴ ὑπεροχὴ
ἔργῳ καὶ πέρατι παραδοῦναι σπευσάτω.

469

(1t)

ϙΖ
2tΠΕΡΙ ΙΣΟΤΗΤΟΣ ΠΡΟΙΚΟΣ ΤΕ ΚΑΙ
3tΠΡΟ ΓΑΜΟΥ ΔΩΡΕΑΣ. ΕΧΕΙ ΔΕ ΚΑΙ ΑΛΛΑ
4tΚΕΦΑΛΑΙΑ.
12tἘγράφη Ἰωάννῃ τῷ ἐνδοξοτάτῳ ἐπάρχῳ τῶν ἱερῶν
13tπραιτωρίων τὸ βʹ, ἀπὸ ὑπάτων 〈ὀρδιναρίων〉 καὶ
14tπατρικίῳ.
15Προοίμιον.〉 Ἐπειδὴ τὰ πολλὰ τῶν ἐν τοῖς νό‐ μοις ζητήσεων ὁρῶμεν περί τε τὰς πρώτας ἡμῶν γενέσεις, τουτέστι γάμους τε καὶ παιδοποιίας, κινού‐ μενα περί τε τὰ τελευταῖα, ὁποῖον δή τι τὸ τῶν βου‐ λήσεών τε καὶ διαθηκῶν ἐστιν, ἔννοια γέγονεν ἡμῖν
20ἔναγχος πολυπραγμονῆσαι καὶ μαθεῖν, τί δήποτε βου‐ λόμενος ἡμῖν ὁ παλαιὸς νόμος ἐπὶ τῶν τῆς προικὸς συμβολαίων τὸ μὲν μέτρον τῶν πρὸς ἀλλήλους ἐν τοῖς γάμοις συμφώνων ἴσον εἶναι τοῖς τε ἄρρεσι ταῖς τε θηλείαις βούλεται καὶ τὴν ἰσότητα ταλαντεύει τῶν
25ἀλλήλοις συμβαλλόντων, καὶ οὐχὶ τῷ μὲν τυχὸν τὴν ἡμίσειαν δίδωσιν ἐπερωτᾶν μοῖραν θατέρῳ δὲ τρίτην ἢ τετάρτην, ἀλλ’ ἐκ μέσης ἑλκύσας ἰσόρροπον ἑκα‐ τέρωθεν ἀπαιτεῖ γενέσθαι τὸ σύμφωνον, ἢ τὴν ἡμί‐ σειάν φαμεν ἐφ’ ἑκατέρῳ τάττων ἢ τὴν τρίτην ἢ τὴν
30τετάρτην, ὁπόσον ἂν οἱ συμβάλλοντες βουληθεῖεν, τοῦτο δὲ οὐ πολλῷ πρότερον ἐπεζήτησε τὸ καὶ αὐτῶν τῶν διδομένων ἴσον εἶναι τὸ μέτρον, ἀλλὰ τοῖς μὲν ἐφίησιν ἐν χιλίοις τυχὸν ἢ δισχιλίοις χρυσοῖς ποιήσα‐ σθαι τὴν ἐπίδοσιν ἢ ἐφ’ ὁπόσοις ἂν βουληθεῖεν, τοῖς
35δὲ οὐ τοσοῦτον, ἀλλ’ ἐπ’ ἔλαττον, ὥσπερ τῆς ἰσότητος ἐν ῥηματίοις μόνοις καὶ γράμμασι ψιλοῖς ἀλλ’ οὐκ ἐν
τοῖς πράγμασιν αὐτοῖς ἐπιζητουμένης.

470

Τοῦτο τοίνυν πρὸ τῶν ἄλλων ἁπάντων ἐπανορ‐ θοῦμεν, ὥστε ἴσα τὰ ἐν ταῖς προιξὶν εἶναι καὶ ταῖς περὶ τὸν γάμον δωρεαῖς τά τε τῶν ἐπιδεδομένων τά τε τῶν ἐπερωτήσεων σύμφωνα, καὶ τοσοῦτον μὲν πο‐
5σὸν καταγράφειν τὸν ἄνδρα ὁπόσον καὶ τὴν γυναῖκα, τοσοῦτον δὲ καὶ τὸ κέρδος ἐπερωτᾶν καὶ ἐκ τοσούτου μέρους ἐξ ὁπόσου βουληθεῖεν, ἰσομεροῦς μέντοι. οὐ γὰρ ἂν ἄλλως ὁ τῆς δικαιοσύνης τε καὶ ἰσότητος φυ‐ λαχθείη λόγος, εἴπερ ἐμπορικῶς ἀλλήλους περιγράφοιεν
10καὶ δοκοῖεν μὲν ἴσα ποιεῖσθαι τὰ ἐπερωτήματα. ταῖς δὲ ἀληθείαις ἄνισα μένοι τὰ ἀποτελέσματα μὴ πρό‐ τερον τῆς ποσότητος τῶν ἐπιδιδομένων τῆς αὐτῆς καθεστώσης· ἢ καταγέλαστος ἂν εἴη πανταχόθεν ὁ νόμος, εἰ ὁ μὲν γράψειε δισχιλίους χρυσοῦς, ἡ δὲ γυνὴ
15τυχὸν ἑξακισχιλίους εἰς προῖκα ἐπιδοίη, καὶ ἐπερωτή‐ σαιεν ἀλλήλους τὸ τέταρτον τοῦ γραφέντος εἰς κέρδος λαβεῖν, εἶτα ἀποβάντος τοῦ κέρδους ἡ μὲν οὐδὲν ἕτε‐ ρον κερδανεῖ πλὴν ἢ πεντακοσίους χρυσοῦς ἐκ τοῦ τε‐ τάρτου, ὁ δὲ χιλίους πεντακοσίους ἐκ τοῦ αὐτοῦ τετάρ‐
20του, καὶ ὡς ἐν αἰνίγματι πολλῷ φαίνοιτο τὸ τέταρτον θατέρου μεῖζον· ἐκ γὰρ ὑπούλου δῆθεν ἰσότητος ἄτο‐ πος ἀνισότης αὐτόθεν ἀποτελεσθήσεται. Τὰ μὲν οὖν ἔμπροσθεν τεθειμένα προικῷα καθ’ ὃν συμπεφώνη‐ ται τρόπον ἐχέτω (καὶ γὰρ τὸ γενόμενον ἀγένητον
25μένειν τῶν οὐκ ἐγχωρούντων ἐστί)· τοῦ δὲ λοιποῦ ἐν πάσῃ τῇ ὑπηκόῳ θεσπίζομεν ἴσας μὲν εἶναι τὰς ἐπι‐ δόσεις, ἴσα δὲ τὰ μέτρα τῶν κερδῶν συμφωνεῖσθαι, ἵνα διὰ πάντων δικαιοσύνην τε καὶ ἰσότητα τιμήσω‐ μεν. εἰ γάρ τις μᾶλλον θατέρου πλουτοίη, ἔξεστιν
30αὐτῷ δι’ ἑτέρου τρόπου νομίμου καὶ ἐγνωσμένου τοῖς ἡμετέροις νόμοις φιλανθρωπεύεσθαι περὶ τὸν ἕτερον, ἀλλ’ οὐ διὰ τῆς ἀνισότητος ὑποδυομένης ἰσότητα τὸ κέρδος μεῖζον θατέρῳ περιποιεῖν. καὶ ὁ μὲν περὶ τούτου νόμος οὕτω πως ἐχέτω τὴν ἑαυτοῦ δικαιοσύ‐
35νην ἅπασιν ἐνδεικνύμενος. Καὶ ἕτερον δέ τι τῶν περὶ τὰς γαμικὰς ἐπιδόσεις
γινομένων ἐθεωρήσαμέν τε καὶ κατεσκεψάμεθα, φα‐

471

μὲν δὲ τὸ περὶ τῆς ἐπαυξήσεως. ἐπειδὴ γὰρ καὶ τοῖς πρὸ ἡμῶν νομοθέταις καὶ ἡμῖν αὐτοῖς τὰ περὶ τῶν ἐπαυξήσεων εἴρηται, πολλὰ δὲ παρ’ ἡμῶν περὶ τῶν τοιούτων καὶ οὐδὲ ἀριθμηθῆναι ῥᾴδια κἀν τούτοις
5πρὸς τὸ παλαιὸν πεφιλοσόφηται. τὰς ἐπινοουμένας παρά τινων περιγραφὰς ἀναιροῦντες καὶ καθαρὰν τὴν δικαιοσύνην φυλάττεσθαι βουλόμενοι κἀκεῖνο ἐπανορ‐ θοῦμεν. προνόμιον γὰρ δεδώκαμεν ταῖς προιξίν, ὥστε κατὰ τῶν πρεσβυτέρων ὑποθηκῶν ἔχειν τιμιώτερα
10δίκαια, οἷα τῶν συμβαλλόντων τοῖς ἀνδράσι ταῖς αὐ‐ τῶν πιστευσάντων περιουσίαις, ἀλλ’ οὐ ταῖς τῶν γυ‐ ναικῶν τῶν γε ἴσως τότε μηδὲ ἡρμοσμένων τοῖς ἔμ‐ προσθεν συμβάλλουσιν. δεδώκαμεν δὲ ἄδειαν (τοῦτο δὴ τὸ παλαιόν) καὶ ἐπαυξήσεις ποιεῖν ἐφέντες καὶ τῷ
15ἀνδρὶ καὶ τῇ γυναικί, εἴτε ἀμφότεροι βουληθεῖεν εἴτε καὶ τούτων θάτερος ποιεῖσθαι τὴν ἐπαύξησιν. Πρῶ‐ τον μὲν οὖν ἐκεῖνο θεσπίζομεν διὰ τὸ μή τινα γίνε‐ σθαι περιγραφήν, εἴπερ ἐπαυξῆσαι βουληθεῖεν τὴν προῖκα ἢ τὴν διὰ τὸν γάμον δωρεάν, μὴ ἐξεῖναι τῷ
20μὲν τοῦτο ποιεῖν τῷ δὲ ἐπὶ τῶν προτέρων μένειν, ἀλλ’ ἑκάτερον ποιεῖσθαι πάντως τὴν ἐπαύξησιν. καὶ μὴ ἐν αἱρέσει καθὰ πρότερον ἀλλ’ ἐν ἀνάγκῃ τὸ πρᾶγμα καθεστάναι, πάντως μέντοι ποσότητος ἴσης, τοῦτο ὅπερ καὶ ἡ τοῦ ἡμετέρου λέγει πατρὸς διάταξις.
25καὶ ἵνα μὴ συμβαίη τὴν ἐπαύξησιν οὐκ αὐταῖς γίνε‐ σθαι ταῖς ἀληθείαις ἀλλ’ ἐσχηματισμένην, καὶ μάλιστα ἐπὶ του μέρους τῆς γυναικός, ἵνα τοὺς τοῦ ἀνδρος δανειστὰς περιγράψειε τῷ προνομίῳ χρωμένη, εἰ μὲν ἔχοιεν ἑκατέρωθεν ἀκίνητα πράγματα, κάλλιον ἐν τοῖς
30ἀκινήτοις γίνεσθαι τὴν ἐπίδοσιν, ὅπως ἂν εἴη δῆλόν τε καὶ ἀναμφισβήτητον, τί μὲν τὸ ἐξ ἀρχῆς ἦν, τί δὲ ὕστερον προσγέγονεν. εἰ δὲ οὐχ ἑκατέρωθεν ἀκίνητα πράγματα εἴη, τὴν μὲν γυναῖκα πάντως διὰ ἀκινήτων πραγμάτων ποιεῖσθαι τὴν ἐπαύξησιν, ἵνα καὶ ἡ προὶξ
35καὶ ἡ ἐπαύξησις ὁμοίως ἔχοι κατὰ τῶν πρεσβυτέρων δανειστῶν τὸ προνόμιον πανταχόθεν ἀναμφισβητήτου
τῆς προσθήκης οὔσης, ὁ δὲ ἀνὴρ καὶ ἐν κινητοῖς ποι‐

472

είσθω τὴν ἐπαύξησιν· οὐδὲν γὰρ ἐντεῦθεν ἀναφύεται βλάβος. εἰ δὲ ἡ γυνὴ ἀκίνητον οὐκ ἔχουσα περιου‐ σίαν ἐν κινητοῖς γράψειε τὴν ἐπαύξησιν, ἴστω τὸ προ‐ νόμιον οὐχ ἕξουσα εἰ μὴ ἐπὶ τῆς ἀρχαίας μόνης προικός,
5οὐ μὴν ἐπὶ τῆς ἐσχηματισμένης ἴσως ἐπαυξήσεως. τὸ μὲν γὰρ ἐξ ἀρχῆς γενόμενον ὡς ἐπίπαν ἀνύποπτόν ἐστι, τὸ δὲ ὕστερον προσεπιτεχνώμενον τὴν κατὰ τῶν δανειστῶν αὐτόθεν εἰσάγει μελέτην, καὶ βλάπτεσθαι τοὺς ἀνθρώπους ἐκ τοῦ παρ’ ἡμῶν ταῖς προιξὶ δεδο‐
10μένου προνομίου κατ’ οὐδένα τρόπον βουλόμεθα. εἰ δὲ οὐκ εἴη κατὰ τοῦ ἀνδρὸς χρέος οὐδὲν οὐδὲ ὑποψία τῆς κατὰ τῶν δανειστῶν περιγραφῆς. τότε καὶ ἐν χρήμασι καὶ ὡς βούλονται τὰ τῶν ἐπαυξήσεων γίνε‐ σθαι παρ’ αὐτῶν, ἑκατέρωθεν μέντοι τῆς ἐπαυξήσεως
15καὶ οὕτω γινομένης καὶ τὸ ἴσον ἐχούσης, ἵνα τὴν ἰσό‐ τητα φυλάξωμεν. ποία γὰρ ἂν εἴη περιγραφῆς ὑπ‐ οψία, τοῦ ἀνδρὸς ὑπευθύνου μηδενὶ καθεστῶτος καὶ διὰ τοῦτο τῶν ἐπαυξήσεων ἀπραγμόνως γινομένων; Τούτοις ἀκόλουθόν ἐστι κἀκεῖνο διορίσασθαι ἐπὶ
20θέμασι τοιούτοις ἀμφισβητηθέν. ἴσμεν καὶ τῶν πρε‐ σβυτέρων δανειστῶν τινας ὑποθήκας περιγίνεσθαι νεωτέρας οὔσας ἐκ προνομίων ὑπὸ τῶν νόμων αὐταῖς δεδομένων, οἷον ὁπότε τις οἰκείοις χρήμασι παρασκευά‐ σειε ναῦν ἢ ὠνηθῆναι ἢ κατασκευασθῆναι ἢ ἐπιμελη‐
25θῆναι, ἢ οἰκίαν τυχὸν οἰκοδομηθῆναι. ἢ ἀγρὸν ἤ τι τῶν ἄλλων· ἐπὶ γὰρ τούτων ἁπάντων κυριώτεροι καθεστήκασιν οἱ μεταγενέστεροι δανεισταί, ὧν τοῖς χρήμασιν ἐκτήθη ἢ ἀνενεώθη τὰ πράγματα, τῶν πολλῷ πρεσβυτέρων. ἐζητήθη τοίνυν, εἰ γυνὴ προτεινομένη
30τὸ προνόμιον τὸ ἐπὶ τῆς ἀρχαίας προικὸς ἢ τῆς προσ‐ αυξήσεως (ἐν ᾧ καὶ αὐτῇ φυλάττεται τὸ προνόμιον καθάπερ ἔμπροσθεν εἴρηται) εἶτα τῶν προτέρων βού‐ λοιτο κρατεῖν δανειστῶν, ἔλθοι δὲ καὶ ἕτερος δανει‐
στής, μεταγενέστερος μὲν προτεινόμενος δὲ τὸ τοῖς

473

χρήμασι τοῖς αὑτοῦ ἐωνῆσθαι ἢ περιπεποιῆσθαι ἢ ναῦν ἢ οἰκίαν ἢ ἀγρὸν καὶ προσήκειν αὑτὸν ἐπὶ τού‐ τοις τοῖς πράγμασι τοῖς διὰ τῶν αὑτοῦ χρημάτων κτηθεῖσιν ἢ περιποιηθεῖσιν ἔχειν τὸ εἰρημένον προ‐
5νόμιον, πότερον δεῖ τὴν προῖκα καὶ τῶν τοιούτων προτιμᾶσθαι ἢ τῶν μὲν ἄλλων κρατεῖν δανειστῶν, ὅσοι μὴ τοιαῦτα προτείνονται, τούτοις δὲ παραχω‐ ρεῖν, ἐπειδήπερ ἐκ τῆς αὐτῶν περιουσίας τὸ πρᾶγμα περιγέγονε. πολλὰ τοίνυν ἐπὶ τούτοις βουλευσάμενοι
10οὐχ εὕρομεν τὴν γυναῖκα δικαίαν οὖσαν παραχωρῆσαί τινι τοιούτῳ προνομίῳ. ἑωρῶμεν γὰρ τὸ ἐκ τοῦ πράγ‐ ματος ἄτοπον, ὅτι ταῖς μὲν οὐκ εὖ γενομέναις γυναι‐ ξὶν ἐκ τοῦ οἰκείου σώματος προσέρχεται πόρος καὶ ἀποζῶσιν ἐντεῦθεν. ταῖς δὲ εὖ τεθραμμέναις καὶ ἑαυ‐
15τάς τε καὶ τὴν οὐσίαν εἰς ἀνδρὸς ἀγαγούσαις οὐ μόνον οὐδὲ εἷς γίνεται πόρος παρὰ τῶν κακῶς διαγινομένων ἀνδρῶν, ἀλλ’ ἤδη καὶ ἐλαττοῦνται καὶ ἔστιν αὐταῖς ἐλπὶς οὐδεμία. ὥστε κατὰ ταῦτα βουλόμεθα, κἂν εἴ τις ἀγρὸν δόξειε δῆθεν ἄλλου χρήμασιν ὠνήσασθαι
20κἂν εἴ τις οἰκίαν ἀνανεῶσαι ἢ καὶ χωρίον, μὴ δύνα‐ σθαι τὰ τοιαῦτα προνόμια ταῖς γυναιξὶν ἀντιτίθε‐ σθαι. τὸ μὲν γὰρ ἀσθενὲς τῆς γυναικείας φύσεως καὶ σφόδρα ἐπιστάμεθα καὶ ὡς εὐκόλως περιγραφαὶ γίνον‐ ται κατ’ αὐτῶν, ἐλαττοῦσθαι δὲ αὐταῖς τὴν προῖκα
25κατ’ οὐδένα συγχωροῦμεν τρόπον, ἱκανὸν ὂν ὅτι τῶν κερδῶν ἐκπίπτουσιν, εἴγε προγενέστερα τῆς πρὸ γά‐ μον δωρεᾶς εὑρεθείη, καὶ ἱκανόν τι καθέστηκεν αὐ‐ ταῖς, ἡ ἐντεῦθεν ζημία, οὐ μὴν αὐτὰς βουλόμεθα καὶ περὶ αὐτὴν τὴν προῖκα κινδυνεύειν.
30 Ἐπειδὴ δὲ καὶ τοιαῦταί τινες προσελεύσεις ἡμῖν γεγόνασιν, ὥς τινες τοῖς ἑτέρων στρατεύονται χρή‐ μασι καὶ δεῖ τοὺς εἰς ταύτας δανείσαντας τὰς αἰτίας προτιμᾶσθαι, θεσπίζομεν, εἴ τις ταῖς ἀληθείαις δοίη χρυσίον προφάσει στρατείας ἢ τοῦ στατοῦτον γενέ‐
35σθαι τὸν παῖδα ἢ κατ’ ἄλλας τινὰς τοιαύτας αἰτίας,

474

καὶ ῥητῶς αὐτὸ τοῦτο ἐγγραφείη τῷ συμβολαίῳ καὶ ἐπὶ τούτῳ γένηται σύμφωνον, ὥστε τοῦ κάσσου γινο‐ μένου κυριώτερον εἶναι μόνον τὸν ἐπὶ τούτῳ δανεί‐ σαντα, τούτῳ μόνῳ τῷ θέματι παραχωρεῖν τὴν γυ‐
5ναῖκα, μηδὲ αὐτῷ προχείρως πιστευομένῳ μηδὲ διὰ μαρτύρων, ἀλλὰ τοῦ πράγματος καὶ ἐγγράφως πρατ‐ τομένου καὶ μαρτύρων ἔχοντος ὑπογραφὰς καὶ αὐτῷ τῷ ἔργῳ προβαίνοντος. τότε γὰρ εἰ διὰ πάσης τῆς τοιαύτης ὁδοῦ τὸ πρᾶγμα προέλθοι, τὸ ἀνύποπτον
10ἔχει, καὶ προσήκει καὶ τοὺς συμβάλλοντας μὴ τῶν οἰ‐ κείων ἀποστερεῖσθαι· τῶν δὲ ἄλλων ἁπάντων κρα‐ τεῖν τὴν γυναῖκα κατὰ τὸ ἤδη παρ’ ἡμῶν αὐταῖς δε‐ δομένον προνόμιον. Ἐπειδὴ δὲ ἤδη νόμον ἐγράψαμεν, ὥστε τὸν πα‐
15τέρα ἅπαξ ἐπιδόντα προῖκα ὑπὲρ θυγατρὸς ὑπεξου‐ σίας, ἢ αὐτεξουσίας μέν, τὴν δὲ ἐπανάδοσιν εἰς ἑαυτὸν πεποιηκότα ****, ἐζητήθη παρά τισιν. εἰ προσῆκόν ἐστι τελευτήσαντος τοῦ γαμβροῦ καὶ ἐπανελθούσης εἰς τὸν πατέρα τῆς παρ’ αὐτοῦ δεδομένης προικὸς
20ταύτην τὸν πατέρα τὸν ἅπαξ ἐπιδεδωκότα δύνασθαι εἰς δευτέρους ἀφικνουμένης τῆς παιδὸς γάμους ἐλατ‐ τοῦν, ἢ τοῦτο μὴ ποιεῖν, ἐνθυμούμενον ὡς ἅπαξ ἐκ‐ πεποίηται τῆς αὑτοῦ περιουσίας, ἀλλὰ τῷ αὐτῷ μέτρῳ αὐτῇ γαμουμένῃ πάλιν διδόναι, ὥσπερ ἂν εἰ μηδὲ
25ἔτυχε χηρεύσασα. τοῦτο γὰρ νῦν ἡμῖν προσηγγέλθη. ὅτι τριάκοντα χρυσίου λιτρῶν πατήρ τις ἐπέδωκε προῖκα, εἶτα τῆς θυγατρὸς χηρευθείσης καὶ δευτέροις ὁμιλησάσης γάμοις οὐκ ἔτι τὰς τριάκοντα ταύτας ἐπιδέ‐ δωκεν, ἀλλὰ πεντεκαίδεκα μόνον, ἐπειδήπερ ἔτυχεν ἡ
30γυνὴ κερδάνασα τὸ ἥμισυ τῆς προγαμιαίας δωρεᾶς μέρος ἐν πεντεκαίδεκα χρυσίου λίτραις ὄν, καὶ ὁ πατὴρ οὐκ ἔτι ἐκ τῶν ἑαυτοῦ τὰς τριάκοντα ἐπιδέδωκε λί‐ τρας, ἀλλὰ πεντεκαίδεκα μὲν αὐτός, πεντεκαίδεκα δὲ ἐκ τοῦ κέρδους τῆς γυναικός. οὐ δίκαιον τοίνυν ἡγη‐
35σάμεθα τοῦτο καθεστάναι, ἀλλ’ ὁμοίως ἐν τῇ δια‐ νομῇ ἔχειν μὲν αὐτὴν ἐξαίρετον τὸ τῆς προγαμιαίας
δωρεᾶς κέρδος, ἐκ δὲ τῶν πατρῴων τὰς πεντεκαί‐

475

δεκα λαβεῖν τὰς λειπομένας, ὡς σπεύσαντος τοῦ πα‐ τρὸς ἀδικῆσαι τὴν θυγατέρα. τί γὰρ ἂν ἔπραξεν, εἰ μὴ συνέβη δευτέροις αὐτὴν ὁμιλῆσαι γάμοις, ἀλλὰ μεῖναι τὸν αὐτοῦ γαμβρὸν περιόντα; ἢ πῶς ἤμελλεν
5ἐλαττοῦν τὴν προῖκα τὴν ἤδη παρ’ αὐτοῦ δεδομένην, ἢ τὸ ἴδιον αὐτῆς κέρδος οἰκειοῦσθαι καὶ εἰς προῖκα τοῦ δευτέρου ἀνδρὸς ἄγειν; καίτοι δέον αὐτὴν ἐν παραφέρνοις ταῦτα ἔχειν, καὶ ἴσως διὰ ταύτην τὴν αἰτίαν εὐπορωτέρῳ συνοικεῖν ἀνδρί, οὐ μόνον τριά‐
10κοντα λιτρῶν κυρίαν γινομένην, τῶν τε πεντεκαίδεκα τῆς προγαμιαίας δωρεᾶς καὶ τῶν πεντεκαίδεκα τῶν παρὰ τοῦ πατρὸς ἐπιδεδομένων, ἀλλὰ πέντε καὶ τεσ‐ σαράκοντα, τοῦ μὲν ἐν παραφέρνοις αὐτῇ καθεστῶ‐ τος τοῦ παρὰ τῆς τύχης αὐτῇ δεδομένου κέρδους, τοῦ
15δὲ ἐκ φιλοτιμίας πατρῴας ἐπιδεδομένου καὶ μένοντος ἀκεραίου. ταῦτα δὲ νομοθετοῦμεν, εἴπερ καὶ ἡ τοῦ πατρὸς περιουσία μείνειε ἐπὶ τοῦ αὐτοῦ σχήματος ἐφ’ οὗπερ πρότερον ἦν. εἰ γὰρ τυχηρά τις περίστασις ἐλατ‐ τώσειεν αὐτῷ τὴν οὐσίαν, ὥστε μηδὲ βουλομένῳ γε‐
20νέσθαι δυνατὸν ἰσόμετρον τῇ προτέρᾳ δοῦναι πάλιν προῖκα. καὶ ἀποδεικνύοιτο σαφῶς τὰ τῆς τυχηρᾶς ἐλατ‐ τώσεως τῆς οὐσίας τοῦ πατρός, τηνικαῦτα μὴ πλεῖον ἀναγκάζεσθαι τὸν πατέρα διδόναι δὶς τὴν θυγατέρα ζευγνύντα, εἰ μὴ καθ’ ὅσον ἡ τῆς περιουσίας αὐτοῦ
25δύναται δύναμις ἀλλὰ τὸ μὲν κέρδος τῆς προτέρας προγαμιαίας δωρεᾶς ἔχειν ἀκέραιον, τοσαύτην δὲ λαμ‐ βάνειν παρὰ τοῦ πατρὸς κατὰ δευτέραν τάξιν προῖκα ὁπόσην ἂν τὸ τῆς οὐσίας αὐτοῦ μέτρον ὑπογράψειε. πρόδηλον γὰρ ὡς τοῦτο τὸ κέρδος (τὸ ἐκ τῆς προγα‐
30μιαίας δωρεᾶς φαμεν, οὗπερ μόνην αὐτῷ τὴν χρῆσιν δίδομεν) ἐκ πάσης ἀνάγκης τελευτῶν ἀποκαταστήσει τῇ παιδὶ τῇ καὶ τῆς δεσποτείας τῆς προγαμιαίας δω‐ ρεᾶς κυρίᾳ πᾶσι τρόποις γινομένῃ. Κἀκεῖνο δὲ νομοθετῆσαι τῶν ἀναγκαιοτάτων ἡγού‐
35μεθα ἐν πολλοῖς καὶ ἀμυθήτοις πράγμασι ζητούμενον.

476

ἐπιδέδωκε γὰρ πατὴρ προῖκα ἢ μήτηρ τυχὸν ὑπὲρ παιδὸς οἰκείας, ἡ δὲ ταύτην ἐπιδέδωκε τῷ ἀνδρί. καὶ ἐτελεύτησεν ὁ ἀνὴρ ἄπορος· εἶτα τοῦ πατρὸς ἢ τῆς μητρὸς τελευτησάντων ἀπαιτεῖται καὶ ἡ γήμασα συν‐
5εισενεγκεῖν τὴν ἑαυτῆς προῖκα ἢ παρὰ τοσοῦτον λα‐ βεῖν. εἰ μὲν οὖν ὁ ἀνὴρ εὐπόρως ἔχοι, τὸ πρᾶγμα πανταχόθεν εὔλυτόν ἐστιν· εἰ δὲ οὐδενὸς ἑτέρου κυρία καθέστηκεν ἐκείνη πλὴν ἢ τῶν ἀγωγῶν τῶν κατὰ τοῦ ἀνδρός, αἱ δὲ ἄποροι καθεστήκασι, καὶ ἀντιτί‐
10θοιτο τῇ γυναικὶ ὡς ἤδη ἐπιδέδοται προὶξ ὑπὲρ αὐ‐ τῆς, ἡ δὲ τὴν ἀγωγὴν συνεισφέροι μηδὲν ἔχουσαν παν‐ τελῶς ἀποτέλεσμα, νόμου τὸ πρᾶγμα ἡμῖν ἄξιον ἐνομίσθη. καὶ ἴσμεν ἤδη ἐν πολλαῖς κρίσεσιν ἀπηνέ‐ στερον αὐτὸ κριθέν, καὶ τὴν γυναῖκα ἀναγκασθεῖσαν
15συνεισενεγκεῖν τὴν προῖκα ἤτοι λογίσασθαι τὴν ὑπὲρ αὐτῆς δεδομένην, ἐξ ἧς οὐδὲν αὐτῇ γέγονε παντε‐ λῶς ἀποτέλεσμα ἐν αὐτοῖς τοῖς πράγμασιν ἀπολαβεῖν· ἡμεῖς δὲ ἐξ ἑτέρων νόμων βοηθοῦμεν τῷ πράγματι. ἐπειδὴ γὰρ δεδώκαμεν ταῖς γυναιξὶν αἵρεσιν καὶ συν‐
20εστῶτος τοῦ γάμου, εἰ κακῶς τὰ πράγματα ὁ ἀνὴρ διοικοίη, καὶ λαμβάνειν αὐτὰ καὶ διοικεῖν κατὰ τὸν πρέποντα τρόπον καὶ καθάπερ ἡ ἡμετέρα λέγει διά‐ ταξις· εἰ μὲν αὐτεξουσία καὶ τελεία τὴν ἡλικίαν ἡ γυνὴ καθεστήκοι, ἑαυτῇ μέμψιν ἐπαγέτω, τί δήποτε
25ἄρτι τοῦ ἀνδρὸς ἀρξαμένου κακῶς τῇ περιουσίᾳ χρῆ‐ σθαι μὴ καὶ ἀντελάβετο καὶ ἐβοήθησεν ἑαυτῇ· οὕτω γὰρ ἂν ἔμελλεν ἔχειν ἐν τῷ τῆς συνεισφορᾶς λόγῳ τὰ οἰκεῖα πράγματα πανταχόθεν ἀμείωτα, καὶ ἐν τῷ παρὰ τοσοῦτον τὴν συνεισφορὰν ποιεῖσθαι. εἰ δὲ
30ὑπεξουσία καθεστήκοι καὶ γνώμης τοῦ πατρὸς χωρὶς τοῦτο πράττειν οὐ δύναιτο, εἰ μὲν προσελθοῦσα τῷ πατρὶ ταῦτα εἶπέ τε καὶ ἐξεμαρτύρατο, ὥστε συναι‐ νέσαι αὐτῇ καὶ τὰ πράγματα λαβεῖν καὶ συνεστῶτος ἔτι τοῦ γάμου καὶ τοῖς δευτέροις αὐτὰ καιροῖς φυ‐
35λάξαι, καὶ τοῦτο ἔπραξεν ὁ πατήρ, πάλιν κἀντεῦθεν ἀκέραια τὰ οἰκεῖα ἕξει δίκαια τῶν πραγμάτων αὐτῇ πεφυλαγμένων· ὅπου γε καὶ τὰ τῆς προγαμιαίας δω‐ ρεᾶς πράγματα ἐκδικεῖν καὶ ἐν συνεστῶτι τῷ γάμῳ δεδώκαμεν αὐτῇ καὶ τοῦ μετὰ ταῦτα κινδύνου παντὸς
40ἀπηλλάχθαι. εἰ δὲ ἡ μὲν ταῦτα ἐξεμαρτύρατο τὸν

477

κατέρα, ὁ δὲ οὔτε ἐκίνησεν οὔτε συνῄνεσεν καὶ οὐδὲ δέδωκεν ἄδειαν τῇ θυγατρὶ πρᾶξαι τοῦτο. μὴ κινδυ‐ νεύειν αὐτήν, ἀλλὰ καὶ συνεισφέρεσθαι γυμνὴν τὴν ἀγωγὴν τὴν κατὰ τῶν τοῦ ἀπόρου ἀνδρὸς πραγμάτων,
5καὶ τὴν τύχην εἶναι κοινὴν αὐτῇ τε καὶ τοῖς αὐτῆς ἀδελφοῖς, μὴ μέντοι ἐκ τῆς συνεισφορᾶς ζημιοῦσθαι, ἀλλὰ τὴν ἐπιβάλλουσαν αὐτῇ μοῖραν δίδοσθαι ἐκ τῶν πατρῴων πραγμάτων, τῆς ἀγωγῆς ἐκείνης συνεισφε‐ ρομένης μέν, παρὰ πάντων δὲ κινουμένης τῶν ἀδελ‐
10φῶν, καὶ τούτου περιγινομένου ἅπασιν αὐτοῖς ὅπερ ἂν ἡ τῆς τύχης ἔκβασις δοίη. ἀλλ’ εἰ μὲν ὁ πατὴρ ἐπὶ τῶν τοιούτων θεμάτων ἐπιδοίη τὴν προῖκα, καὶ περὶ τῆς αὐτοῦ περιουσίας ἐλπίζεσθαι τὰ τῆς συνεισ‐ φορᾶς μέλλοι, τοῦτο κρατεῖν εἰ δὲ μείζων τυχὸν ἡ
15ἐπίδοσις εἴη, καὶ ἡ συνεισφορὰ περὶ ἐκείνην στρέφε‐ ται τὴν ἐλπίδα, ἐκ δὲ τῆς τοῦ πατρὸς ἀπειθείας τοῦ μήτε κινῆσαι βουληθέντος μήτε ἐπιτρέψαι αὐτῇ κινῆ‐ σαι 〈κινδυνεύει τὰ τῆς προικόσ〉, τηνικαῦτα αὐτὴν καθ’ ἑαυτὴν τὴν θυγατέρα κινεῖν καὶ μὴ ἔχειν πρόφασιν
20τὸ μὴ δυνηθῆναι κινῆσαι, ἀλλ’ ἑαυτῇ τε βοηθῆσαι καὶ τὸ ἐσόμενον ἐπὶ τῇ ἀπορίᾳ τοῦ ἀνδρὸς ἀποπέμ‐ ψασθαι δέος. καὶ ἴσμεν καὶ Οὐλπιανὸν τὸν σοφώτα‐ τον τὰ τοιαῦτα ζητήσαντα καὶ ἀπόρου τοῦ ἀνδρὸς εὑρεθέντος βοηθήσαντα τῇ γυναικί, καὶ εἰς ὅσον ὁ
25ἀνὴρ εὐπορεῖ τὴν συνεισφορὰν αὐτῇ γενέσθαι βουλό‐ μενον. ἁλλ’ ἐπειδήπερ ἐν πλήθει τῶν νόμων ὄν‐ των πρὶν αὐτοὺς καταστήσαιμεν καὶ εἰς εὐσύνοπτον ἀγάγοιμεν τάξιν, πολλὰ καὶ τῶν ἀναγκαίων ἠγνοεῖτο καὶ ψῆφοι ταναντία βουλόμενοι παρὰ τῶν δικαστῶν
30ἐτέθησαν, ἵνα μή τις ἐξαπάτη περὶ ταῦτα γένοιτο, διὰ τοῦτο ἀναγκαῖον ἐνομίσαμεν, ἄλλως τε καὶ ἐν μέσῳ τῆς ἡμετέρας τεθείσης διατάξεως τῆς καὶ συν‐ εστώτων τῶν γάμων τῇ γυναικὶ βοηθούσης. ἐπὶ καλ‐ λίονα καὶ μᾶλλον ἀκόλουθον ὁδὸν ἐλθόντες τὸν παρ‐
35όντα θέσθαι νόμον. ἵνα δὲ μὴ κατὰ μέρος ἐξαριθμώ‐
μεθα τὰ πρόσωπα ἐφ’ ὧν κρατεῖν αὐτὸν δεῖ, γενικῷ

478

λόγῳ διορίζομεν, ὥστε ἐφ’ ὧν ἐστιν ὁ τῆς συνεισφορᾶς λόγος, ἐπὶ τούτων καὶ τὴν διάταξιν κρατεῖν, εἴτε πατὴρ εἴτε πάππος εἴτε μήτηρ εἴτε μάμμη εἴτε τῶν ἀνωτέρω τι καθεστήκοι προσώπων.
5Ἐπίλογος.〉 Τὰ τοίνυν παραστάντα ἡμῖν καὶ διὰ τοῦδε τοῦ θείου δηλούμενα νόμου ἡ σὴ ὑπεροχὴ διὰ προσταγμάτων οἰκείων φανερὰ πᾶσι γενέσθαι κατὰ τὸ σύνηθες παρασκευασάτω καὶ εἰς τὸ διηνεκὲς παρα‐ φυλάττειν σπευσάτω.
11tϙΗ
12tΗ ΔΙΑΤΑΞΙΣ ΩΣΤΕ ΜΗΤΕ ΤΟΝ ΑΝΔΡΑ ΤΟ
13tΕΚ ΤΗΣ ΠΡΟΙΚΟΣ ΜΗΤΕ ΤΗΝ ΓΥΝΑΙΚΑ
14tΤΟ ΕΚ ΤΗΣ ΠΡΟ ΓΑΜΟΥ ΔΩΡΕΑΣ ΚΕΡΔΟΣ
15ΟΙΚΕΙΟΥΣΘΑΙ. ΑΛΛΑ ΦΥΛΑΤΤΕΙΝ ΤΗΝ ΔΕ‐
16tΣΠΟΤΕΙΑΝ ΤΟΙΣ ΕΑΥΤΩΝ ΠΑΙΣΙ, ΚΑΝ ΕΙΣ
17tΔΕΥΤΕΡΟΥΣ ΜΗ ΑΦΙΚΟΙΝΤΟ ΓΑΜΟΥΣ.
27tἘγράφη Ἰωάννῃ τῷ ἐνδοξοτάτῳ ἐπάρχῳ τὸ δεύτερον,
28tἀπὸ ὑπάτων 〈ὀρδιναρίων〉 καὶ πατρικίῳ.
29Προοίμιον.〉 Τὰ μὲν ἀεὶ καὶ ὡσαύτως ἔχοντα
30νόμων οὐ δεῖται ποικίλων, τὸ ἁπλοῦν τε καὶ πάσης ποικιλίας ἀμιγὲς διηνεκῶς κεκτημένα καὶ χρώμενα νό‐ μοις αἰωνίοις τε καὶ θείοις καὶ οὐδεμιᾶς ἐπανορθώ‐ σεως δεομένοις· τὸ δὲ καθ’ ἡμᾶς ἐν τῇ τῆς παλιρροίας ἀπειλημμένον ταραχῇ κυβερνητικῆς δεῖται σοφίας ἐκ
35τῶν νόμων ἐπιγινομένης τοῖς πράγμασιν. ὥστε ἐπει‐
δήπερ οὐδὲ δικάζειν ὀκνοῦσι πολλαὶ προσίασι δίκαι,

479

τὸ μὲν καθ’ ἕκαστον ἰώμεθα, ἀπολαμβάνοντες δὲ ἑκάστην ζήτησιν ἀμφισβητουμένην ἑαυτοῖς τε καὶ τοῖς δικασταῖς τοῖς ἡμετέροις διὰ νομοθετικῆς ἃ χρὴ πράτ‐ τειν γενικῶς ἐφ’ ἑκάστῃ τῶν ζητήσεων ἀποτιθέμεθα.
5τοιγαροῦν ἐκεῖνο πρὸ τῶν ἄλλων ἔδοξε μὲν ἴσως εἶ‐ ναι τοῖς πάλαι νενομοθετημένοις οὐκ ἄνευ τινὸς διαι‐ ρέσεως, ἡμῖν δὲ ἐνομίσθη καλῶς ἔχειν σώφρονι νόμῳ πρὸς ἁπλότητα τὸ πρᾶγμα μεταγαγεῖν ἐκ τοῦ νῦν ἀρχομένῳ καὶ οὐδὲν περιεργαζομένῳ τῶν ἔμπροσθεν
10πεπραγμένων, διότι καὶ ἡμῖν αὐτοῖς πρώην οὐκ ἀπαρε‐ σκομένοις τοῖς περὶ τούτου νόμοις ἔδοξε τὰ δεύτερα καλλίω. τῶν γὰρ γαμικῶν κερδῶν, εἰ μέν τις τῶν συνοικούντων φυλάξειε τὴν εὐνήν, μενόντων παρ’ αὐ‐ τοῖς ἰσχυρῶς καὶ ταῖς ἑαυτῶν περιουσίαις ἐμπηγνυμέ‐
15νων, εἰ δὲ ἔλθοιεν εἰς ἑτέρου προσώπου συνάφειαν, τοῖς ἐκ τοῦ προτέρου γάμου παισὶ φυλαττομένων, ἁπλῷ τινι καὶ καλλίονι νόμῳ τὴν διπλόην ταύτην ἔδοξεν ἀνελεῖν. εἰ γὰρ δευτέροις ὁμιλήσασα γάμοις γυνὴ ἢ καὶ ἀνὴρ τυχὸν εἰς δεύτερον ἰδὼν συνοικέσιον
20τὸ ἐκ τελευτῆς κερδανθέντα καὶ τὰ ἐκ ῥεπουδίου φυ‐ λάττει τοῖς παισί, καὶ ἑτέρων ἴσως ἐσομένων αὐτοῖς παίδων ἐκ τῶν ἔπειτα γάμων, ποῦ δικαιόν ἐστι τοὺς ἐπὶ μόνοις τοῖς παισὶ τοῖς ἐκ τοῦ νόμου σαλεύοντας μὴ φυλάττειν αὐτοῖς τὰ κέρδη τὰ ἐκ τῶν τετελευτη‐
25κότων αὐτῶν γονέων, ἀλλ’ ἑτέροις αὐτὰ παραπέμ‐ πειν; καίτοι τί ἂν γένοιτο τιμιώτερον παίδων παρὰ γονέων οὐκ ἀχαριστουμένων; Διὰ τοῦτο τοίνυν θεσπίζομεν, εἰ γυνὴ τελευτήσειε καὶ συμβαίη κέρδος γενέσθαι τῷ ἀνδρὶ τὴν προῖκα,
30ταύτην πάντως φυλάττεσθαι τοῖς παισίν, εἴτε δευ‐ τέροις ὁμιλήσειε γάμοις εἴτε καὶ μή, καὶ τοὐναντίον εἰ τελευτήσειεν ὁ ἀνήρ, ἡ γυνὴ δὲ τῆς προγαμιαίας δωρεᾶς ἀπολαύσειε, καὶ αὐτὴν πᾶσι τρόποις φυλάτ‐ τειν τὰ ἐκ τῆς προγαμιαίας δωρεᾶς κέρδη τοῖς οἰκείοις
35παισί [πᾶσι], τῆς μὲν χρήσεως τῶν ἐκ τοῦ γάμου κερ‐ δῶν παρ’ αὐτοῖς καθεστώσης, τῆς δὲ δεσποτείας τοῖς αὐτῶν παισὶν ἐκ τρόπου παντὸς φυλαττομένης· τῶν
ἐπὶ τοῖς γονεῦσι τοῖς εἰς δευτέρους ἰοῦσι γάμους νενο‐

480

μοθετημένων ἐπὶ τῆς ἑαυτῶν τάξεως φυλαττομένων. καὶ τοῦτο κρατεῖν ἐπὶ τῶν συνοικεσίων τῶν καθ’ οἱονδήποτε τρόπον διαλυομένων ἐκ τῆς σήμερον ἡμέ‐ ρας καὶ εἰς τὸ ἑξῆς ἅπαν, καὶ τῶν ἤδη διαλελυμένων
5μὲν συνοικεσίων εἴτε τελευτῇ εἴτε καθ’ ἕτερον οἱον‐ δήποτε τρόπον ἔτι δὲ ἠρτημένων τῷ ἕνα γοῦν περι‐ εῖναι. εἰ γὰρ ἔφθησαν ἄμφω τετελευτηκότες τοῦτο κληρονόμοις οὐ δίδομεν ἀλλ’ ὡς ἅπαξ πεπερασμένον τοῖς παλαιοῖς καταλιμπάνομεν νόμοις. ἐκείνου δήλου
10ὄντος, ὡς ἐπειδὰν ἅπαξ γένοιντο τῶν παίδων καὶ τὴν δεσποτείαν ὁ νόμος ἄγων αὐτοῖς δοίη τηνι‐ καῦτα τὰ ἐπὶ τῶν διαδοχῶν καὶ τῶν ἄλλων προχω‐ ρήσεων οὕτω καὶ ἐπ’ αὐτοῖς ἔσται ὡς ἐπὶ τῶν προ‐ τέρων νενομοθέτηται παίδων τῶν διὰ τοὺς δευτέρους
15γάμους τῶν γονέων κέρδους τινὸς παρὰ τῶν νόμων ἠξιωμένων. Κἀκεῖνο μέντοι ἔκ τινος δίκης προσαγγελθείσης ἡμῖν εἰς νομοθεσίαν ἀγαγεῖν ᾠήθημεν χρῆναι. ἐπειδὴ γὰρ διελέλυντο μὲν πρὸς ἀλλήλους ὅ τε ἀνὴρ ἥ τε
20συνοικοῦσα, παῖδες δὲ αὐτοῖς ἦσαν ἐκ τοῦ γάμου, περιεῖδον αὐτοὺς οἱ γονεῖς ἄμφω, καὶ περιῄεισαν ἐρανιζόμενοι. διὰ τοῦτο ᾠήθημεν σφοδροτέρῳ μὲν ἴσως ἐπιστρέφοντι δὲ πρὸς τὸ καλῶς ἔχον χρήσασθαι νόμῳ, ἵνα δέει γοῦν τῶν ποινῶν παύσωνται ἢ κερ‐
25δῶν ἕνεκεν ἀδίκων τὰ συνοικέσια διασπῶντες ἢ καὶ τῶν ἰδίων ἀμελοῦντες παίδων. εἰ γὰρ ὅλως ἢ κατὰ διάλυσιν ἢ κατὰ τρόπον ἄλλον διασπασθείη συνοικέσιον, εἰ μὲν μηδένες ὦσι παῖδες, μενέτω τὰ ἔμπροσθεν ἐπὶ τῆς ἑαυτῶν τάξεως· εἰ δὲ παίδων
30ὑπόντων γένοιτο τοῦτο, καὶ μηδὲ τοὺς παῖδας ἐρυ‐ θριῶντες δοῖεν ὅμως ἀφορμὴν ἑκουσίας διαλύσεως καὶ κατὰ συναίνεσιν γινομένης, ἢ καὶ ἀκουσίου τυχὸν ἢ τοῖ ἀνδρὸς πταίσαντος ἄξια τῆς ἀπωλείας τῆς πρὸ γάμου δωρεᾶς ἢ τῆς γυναικὸς ἄξια τῆς ἐκπτώσεως
35τῆς προικός, μήτε ὁ ἀνὴρ τὴν προῖκα κερδαινέτω μήτε ἡ γυνὴ τὴν προγαμιαίαν δωρεάν, ἀλλ’ αὐτίκα τῆς ἐκπτώσεως γινομένης ἢ τῆς προικὸς ἢ τῆς προγα‐ μιαίας δωρεᾶς τὸ ἐπὶ τῇ δεσποτείᾳ κέρδος εὐθὺς εἰς τοὺς κοινοὺς ἐρχέσθω παῖδας καὶ αὐτῶν γινέσθω, τῆς
40χρήσεως μόνης παρὰ τοῖς διαλελυμένοις μενούσης·

481

ἀναγκαζομένου μέντοι τοῦ τὴν χρῆσιν κερδαίνοντος τοὺς παῖδας τοὺς ἐκ τοῦ γάμου καὶ ἀποτρέφειν καὶ τὰ ἄλλα πάντα χορηγεῖν αὐτοῖς κατὰ τὸ τῆς κερδανθεί‐ σης περιουσίας μέτρον. Ἴσμεν δέ τι καὶ τοιοῦτον
5γενόμενον, ὅτι bona gratia δόξαντος διαλελύσθαι τοῦ γάμου καὶ ἀναχωρῆσαι τὴν μὲν πρὸ γάμου δωρεὰν εἰς τὸν γράψαντα τὴν δὲ προῖκα εἰς τὴν ἐπιδοῦσαν, ὅμως προφάσει δῆθεν ζημίας καὶ ἄλλων αἰτιῶν χρυ‐ σίου ποσότης οὐ μετρία θατέρῳ δέδοται μέρει, ὥστε
10μὴ δοκεῖν εἶναι τοῦτο γαμικὸν κέρδος μηδὲ φυλάττε‐ σθαι τοῖς παισὶ κατὰ τοὺς περὶ τούτου νόμους, ἀλλ’ ἔξωθεν προσγενόμενον ὡς ἐξ ἑτέρας αἰτίας κέρδος γίνε‐ σθαι τοῦ λαβεῖν αὐτὸ καταπραξαμένου. ὥστε καὶ τὴν ἐκ τῆς τοιαύτης τέχνης γινομένην θεραπεύοντες βλά‐
15βην θεσπίζομεν, κἂν εἴ τι τοιοῦτον γένοιτο καὶ προσ‐ έλθοι τι θατέρῳ κέρδος, καὶ τοῦτο ὁμοίως φυλάττεσθαι ταῖς παισί, τῆς μὲν δεσποτείας εὐθὺς ἀφικνουμένης εἰς αὐτούς, τῆς χρήσεως δὲ μόνης παρὰ τῷ κερδάναντι καθεστώσης. οὕτως ἀφέξονται παντὸς ἐλαττώματος,
20οὕτω πάσης ἐπιθυμίας ἀλόγου, οὕτως οὔτε ἄκοντες οὔτε ἑκόντες τοὺς ἑαυτῶν βλάψουσι παῖδας, ἀλλ’ ἔσονται μετριώτεροι μάλιστα μὲν περὶ τὴν αὑτῶν σωφροσύνην, ἔπειτα καὶ περὶ τὴν γαμικὴν διάθεσιν, ἣν προσῆκον μέν ἐστιν ἔχειν τοὺς ἅπαξ συναφθέντας πρὸς ἀλλή‐
25λους ***** πρᾶγμα καὶ σωφροσύνης μεστὸν καὶ τοῖς ἀγαθοῖς ἤθεσι συμβαῖνον καὶ πατρικῆς τε καὶ μητρῴας διαθέσεως πλῆρες, ἵνα ὅπερ αὐτοῖς οἱ γονεῖς ἑκόντες οὐ φυλάττουσι, τοῦτο ὁ μετὰ θεὸν κοινὸς ἅπασι πα‐ τὴρ (φαμὲν δὲ ὁ τὴν βασιλείαν ἔχων) διὰ τοῦ νόμου
30τοῖς παρὰ τῶν γονέων ἠδικημένοις τηρήσῃ. κἀνταῦθα δὲ τὰ περὶ τῶν κερδῶν καὶ τῶν διαδοχῶν ἔμπροσθεν διατεταγμένα κρατείτω· οὐδὲν γὰρ αὐτῶν καινίζομεν, πλὴν ἢ ἐκεῖνο μόνον ὅπερ ῥητῶς ἐν τούτῳ τῷ νόμῳ γεγράφαμεν.
35Ἐπίλογος.〉 Τὰ τοίνυν παραστάντα ἡμῖν καὶ διὰ τοῦδε τοῦ θείου δηλούμενα νόμου ἡ σὴ ὑπεροχὴ
ἔργῳ καὶ πέρατι παραδοῦναι σπευσάτω.

482

(1t)

ϙΘ
2tΠΕΡΙ ΑΛΛΗΛΕΓΓΥΩΝ.
3tὉ αὐτὸς βασιλεὺς Ἰωάννῃ ἐπάρχῳ πραιτωρίων τὸ βʹ,
4tἀπὸ ὑπάτων 〈ὀρδιναρίων〉 καὶ πατρικίῳ.
5Προοίμιον.〉 Ἴσμεν πρώην τεθεικότες νόμον περὶ ἐπιλογῆς μανδατώρων τε καὶ ἐγγυητῶν καὶ ἀντι‐ φωνητῶν πολλὰς ἔχοντα καὶ κοινωφελεῖς τοῖς ἡμετέ‐ ροις ὑποτελέσι νομοθεσίας· ἐπὶ δὲ τοῦ παρόντος καὶ ἑτέρας ἡμῖν ἔδοξε δεῖσθαί τινος ἐπεξεργασίας τε καὶ
10προσθήκης οὐκ ἀγεννοῦς οὐδὲ τῷ κοινῷ τοῦ πολιτεύ‐ ματος ἀλυσιτελοῦς καθεστώσης. Εἰ γάρ τις ἀλληλεγγύως ὑπευθύνους λάβοι τινάς, εἰ μὲν μὴ προστεθείη τὸ δεῖν καὶ ἕνα τούτων εἰς ὁλόκληρον ἐνέχεσθαι, πάντας ἐξ ἴσου τὴν ἀγωγὴν
15ὑφίστασθαι. εἰ δὲ καί τι τοιοῦτο προστεθείη, φυ‐ λάττεσθαι μὲν τὸ σύμφωνον, οὐκ εὐθὺς μέντοι τὴν ἀρχὴν ἕκαστον ὁλόκληρον ἀπαιτεῖσθαι, ἀλλὰ τέως μὲν κατὰ τὴν μοῖραν καθ’ ἣν ἕκαστος ἐνέχεται, χω‐ ρεῖν δὲ αὐτὸν καὶ κατὰ τῶν ὑπολοίπων, εἴ γε καὶ
20εὔποροι καθεστᾶσι καὶ ἐνδημοῦσι. καὶ εἰ τοῦτο οὕ‐ τως ἔχον φανείη, εἰ μὲν εὐπόρως ἔχουσι καὶ παρόν‐ τες τύχοιεν, ἐκείνους κινδυνεύειν ἐκπληρῶσαι ἕκαστον εἰς τὸ οἰκεῖον μέρος τὸ ἀλληλεγγύως δανεισθέν, ἐξ οὗπερ ὅλως ἔνοχοι γεγόνασι, καὶ μὴ τὸ κοινὸν χρέος
25ἴδιόν τινος γινέσθω βάρος. εἰ δὲ ἀπόρως ἔχοντες οἱ λοιποὶ φανεῖεν, εἴτε πάντες εἴτε τινές, εἴτε εἰς μέρος εἴτε εἰς ὁλόκληρον, ἢ καὶ ἀπόντες τυχόν, καὶ εἰς ἐκεῖνο ἐνέχεσθαι ὅπερ λαβεῖν παρὰ τῶν ἄλλων οὐκ ἠδυνήθη· οὕτω γὰρ κἀκείνῳ φυλαχθήσεται ὁ τοῦ
30συμφώνου τρόπος, καὶ οὐδεμίαν ὑποστήσεται ζημίαν

483

ὁ ἐνάγων, κἂν εἴ τι πρὸς ἀλλήλους ἐκεῖνοι συμφωνή‐ σαιεν ἀγνοοῦντος τοῦ τούτους ἔχοντος ὑπευθύνους, καὶ ἕκαστος ἐνέξεται ὥσπερ ἐξ ἀρχῆς συνεγράψατο, τέ‐ χναις ἢ δόλοις ἢ διαλύσεσιν ὑπερβαίνειν τὰ συγκείμενα
5μὴ συγχωρούμενος. Εἰ μέντοι τοῖς αὐτοῖς ἐνδη‐ μοῖεν ἑκάτεροι ἢ καὶ ἅπαντες τόποις, θεσπίζομεν τὸν τῆς ὑποθέσεως ἀκροώμενον ἄγειν κἀκείνους εὐ‐ θύς, καὶ κοινῇ μὲν ἐξετάζειν τὴν ὑπόθεσιν, κοινὴν δὲ ἐπάγειν τὴν ψῆφον. οὕτω γὰρ καὶ οἱ ἔνοχοι πάντες
10εὐθυνθήσονται, καὶ ἡ τῆς περιουσίας αὐτῶν ποιότης ἐξετασθήσεται, καὶ τὸ χρέος ὁμοίως μὲν κατὰ τὴν τοῦ δικαίου ὁμοίως δὲ κατὰ τὴν τοῦ νόμου τάξιν προβή‐ σεται. Εἰ δὲ οὐκ ἄρχων εἴη ὁ τῆς δίκης ἀκροώ‐ μενος ἀλλ’ ἕτερός τις, δίδομεν ἄδειαν ἢ ἐνταῦθα τῷ
15προσφόρῳ δικαστῇ προσέλευσιν δεχομένῳ, ἢ ἐν ἐπαρ‐ χίαις τούτων προσαγγελλομένων τῷ λαμπροτάτῳ ἄρ‐ χοντι ἢ καὶ τῷ ἁρμοδίῳ δικαστῇ ἀναγκάζειν διὰ τῆς αὐτοῦ τάξεως κἀκείνους παραγίνεσθαι τῇ δίκῃ καὶ μέρος αὐτῆς γίνεσθαι, ὥστε μηδὲν ἐμπόδισμα
20τῷδε ἡμῶν τῷ θείῳ νόμῳ γενέσθαι. Τούτων ἀπάν‐ των κρατούντων ἐπὶ τῶν συναλλαγμάτων τοῦ μετὰ ταῦτα χρόνου καὶ ἀπὸ τῆς τοῦδε τοῦ νόμου θέσεως· τὸ γὰρ παρῳχηκὸς τοῖς πρὸ αὐτοῦ τεθειμένοις ὑπὲρ τούτου καταλιμπάνομεν νόμοις.
25Ἐπίλογος.〉 Τὰ τοίνυν παραστάντα ἡμῖν καὶ διὰ τοῦδε τοῦ θείου δηλούμενα νόμου ἡ σὴ ὑπεροχὴ
ἔργῳ καὶ πέρατι παραδοῦναι σπευσάτω.

484

(1t)

Ρ
2tΠΕΡΙ ΤΟΥ ΧΡΟΝΟΥ ΤΗΣ ΕΠΙ
3tΤΗΙ ΠΡΟΙΚΙ ΑΝΑΡΓΥΡΙΑΣ.
4tὉ αὐτὸς βασιλεὺς Ἰωάννῃ ἐπάρχῳ πραιτωρίων τὸ βʹ,
5tἀπὸ ὑπάτων ὀρδιναρίων καὶ πατρικίῳ.
6Προοίμιον.〉 Καὶ τὰς ἀναργυρίας τὰς ἀντιτι‐ θεμένας ἐπί τινων θεμάτων οὐκ ἀνεξετάστους οἱ ἡμέτεροι καταλελοίπασι νόμοι, ἀλλὰ τὸ μακρὸν αὐτῶν καὶ ἐκκεχυμένον συνεστείλαμεν, ἵνα μὴ τῆς ἑαυτῶν
10ῥᾳθυμίας ἢ κακουργίας ἴσως ἐμπορικώτερον ἀπολαύοιεν ἄνθρωποι καὶ πράγματα παρέχοιεν ἑτέροις. οὐ γὰρ ἐν ἴσῳ διὰ παντὸς τὰ τῶν ἀποδείξεών ἐστι τοῖς δοῦ‐ ναι ταύτας βουλομένοις, πολλὰς δὲ ὁ χρόνος παραι‐ τεῖται. δι’ ἅπερ εὖ ποιοῦντες συνεστείλαμεν ἐπί τι‐
15νων θεμάτων τὰς ὑπὲρ τῶν ἀναργυριῶν μέμψεις, ἅπερ ἔξεστιν ἐκ τῶν ἤδη παρ’ ἡμῶν νενομοθετημένων λαβεῖν. ὁποῖον δή τι κατὰ τὸ παρὸν καὶ ἐπὶ τῆς προικὸς πράττομεν. ἐπειδὴ γὰρ ἅπας ὁ χρόνος τοῦ συνοικεσίου ἐδέδοτο τοῖς ἀνδράσιν ἕως ὁ γάμος συν‐
20ίστατο μέμφεσθαι τῷ μὴ δεδωκέναι τὴν προῖκα. παρενθήκη δὲ μείζων ἐγένετο τὸ καὶ μετὰ τὴν τε‐ λευτὴν τῶν ἀνδρῶν, ὥσπερ καὶ μετὰ ῥεπούδιον, εἴσω ἐνιαυτοῦ δοῦναι τὴν μέμψιν, διὰ τοῦτο ᾠήθημεν βραχεῖ καὶ συντόμῳ νόμῳ ταχυτέραν ποιήσασθαι καὶ
25τὴν ἐπὶ τῇ τῆς προικὸς ἀναργυρίᾳ μέμψιν καὶ ἀπαλ‐ λάξαι τὰς γυναῖκας τῆς ἐπὶ τοῖς τοιούτοις μετὰ μα‐ κροὺς χρόνους ἀποδείξεως. Εἰ μὲν οὖν ἐνιαυτοὺς δύο μόνους συνοικήσειέ τις
τῇ γαμετῇ ἢ καὶ τούτων τῶν χρόνων ἐλάττω, καὶ

485

μὴ λάβῃ τὴν προῖκα, μηδὲν ἐκ τῆς σιγῆς ὁ ἀνὴρ ἀδι‐ κείσθω, μηδὲ οἱ κληρονόμοι τοῦ ἀνδρὸς κἂν εἰ σιγή‐ σειεν ἐκεῖνος, ἀλλ’ εἴσω ἑτέρου ἐνιαυτοῦ τὰ τῆς μέμ‐ ψεως κινείσθω· τὸ γὰρ βραχὺ τοῦ συνοικεσίου πρὸς
5ταύτην ἡμᾶς τὴν νομοθεσίαν καλεῖ. εἰ δὲ εἰς πλείονα τῆς διετίας χρόνον, ἐλάττονα δὲ δεκαετίας τὸ συνοι‐ κέσιον ἐκταθείη, δίδομεν τῷ ἀνδρὶ μέμφεσθαι, καὶ λέγειν οὐκ εἰσκεκομίσθαι αὑτῷ τὴν προῖκα εἰς μέρος ἢ εἰς ὁλόκληρον, καὶ εἰ τοῦτο ποιήσειε, παραπέμπε‐
10σθαι τὴν μέμψιν, ἅπαξ τοῦ ἀνδρὸς μεμψαμένου καὶ τῆς γυναικὸς ὅτι δέδωκεν οὐκ ἀποδειξάσης. Εἰ δὲ μὴ τῶν δέκα ἐνιαυτῶν εἴσω μέμψηται, τῇ σιωπῇ τοῦ ἀνδρὸς ἀναιροῦμεν τὴν μέμψιν, οὔτε αὐ‐ τῷ μετὰ τὴν δεκαετίαν τοῦτο πράττειν συγχωροῦν‐
15τες οὔτε τὸν ἐνιαυτὸν διδόντες ἔτι τοῖς αὐτοῦ κληρο‐ νόμοις, καὶ ἔστῳ καὶ τοῦτο οὐχ ἡμετέρα κατά τινων ποινή. ἀλλὰ ἀπραγμοσύνης τῶν ὑπηκόων ἐπιμέλεια. ᾧ γὰρ ἔξεστιν ἐπὶ μακρὸν οὕτω χρόνον (τὸν τῆς δεκαετίας φαμέν) προθεῖναι τὴν μέμψιν, εἰ τὸ σιγᾶν
20ἕλοιτο. πρόδηλός ἐστι βουλόμενος, κἂν εἰ μὴ λάβοι τὴν προῖκα, ταύτην πάντως τοὺς αὐτοῦ κληρονόμους διδόναι. τῶν αὐτῶν κρατούντων καὶ εἰ ῥεπουδίῳ διαλυθῆναι συμβαίη τὸν γάμον· μηδὲν διαφερομένων ἡμῶν, εἴτε ἡ γυνὴ ὡς τὴν προῖκα ἐπενεγκαμένη κατα‐
25γράψειεν εὔτε πατὴρ εἴτε ἕτερός τις ὑπὲρ αὐτῆς, τοῦ χρόνου ἐπὶ παντὸς θέματος τοιούτου, καθάπερ εἰπόντες ἔφθημεν, τὰ οἰκεῖα δεικνύντος ἀποτελέσματα καὶ ἢ διδόντος ἢ ἀναιροῦντος τὴν μέμψιν. διαμαρτυρίαν δέ φαμεν οὐ τὴν ἐν ῥήμασι μόνην (πολλάκις γὰρ ἤ
30τις ὀργὴ ἢ ἄλλη παρεμπεσοῦσα πρόφασις τοιαῦτά τινα τὸν ἄνδρα παρασκευάζει λέγειν, ἢ καὶ ὁ μὲν εἶπεν οὐδὲν μάρτυρες δὲ ἐωνημένοι ταῦτα καταψεύδονται), ἀλλὰ δεῖ τὴν ἐκμαρτυρίαν ἐν γράμμασιν εἶναι. εἰ δὲ καὶ ἐν δικαστηρίῳ τυχὸν ποιήσασθαί τις αὐτὴν βουλη‐
35θείη, δεῖ πάντως γνωσθῆναι τῇ γυναικὶ ἢ τῷ τὴν προῖκα ὅλως ἐπιδοῦναι καταγράψαντι· ἐπείτοιγε οὐ‐ δέν ἐστι τὸ κωλῦον τὸν ἄνδρα αὐτὸν ἐφ’ ἑαυτοῦ καὶ τοῦτο πρᾶξαι καὶ μέμψασθαι δῆθεν, καὶ τὸ μὲν μέρος τῆς γυναικὸς τὸ πραττόμενον ἀγνοεῖν, πρόνοιαν
40δὲ ἑαυτοῦ θέσθαι κατὰ μηδένα δύνασθαι τρόπον, τό
γε καὶ ὅτι μέμψις αὐτῷ γέγονεν ἀγνοοῦν.

486

Συνελόντα τοίνυν εἰπεῖν εἴσω μὲν διετίας τοῦ γάμου διαλυθέντος εἴτε θανάτῳ εἴτε ῥεπουδίῳ καὶ αὐτῷ τῷ ἀνδρὶ τὰ περὶ τῆς ἀναργυρίας ἔξεστι μέμφεσθαι καὶ τῷ γε αὐτοῦ κληρονόμῳ εἴσω ἑτέρου ἐνιαυτοῦ. εἰ δὲ ὑπὲρ
5διετίαν ἄχρι δέκα ἐνιαυτῶν ὁ γάμος ἐκταθείη, τῷ ἀνδρὶ δίδομεν τὴν μέμψιν καὶ τῷ γε αὐτοῦ κληρονόμῳ μηνῶν εἴσω τριῶν. εἰ δὲ παραδράμοι ἡ δεκαετία, τότε οὔτε τῷ ἀνδρὶ οὔτε κληρονόμοις αὐτοῦ τὰ τῆς μέμψεως ἔσται, τοῦ χρόνου προσάπαξ ἐξαρκοῦντος τῇ γυναικί.
10εἰ μὲν οὖν ἀφῆλιξ ᾖ ὁ ἀνὴρ καὶ μὴ μέμψηται, τοσοῦ‐ τον εἰς ἀποκατάστασιν αὐτῷ δίδομεν χρόνον, ὥστε μὴ ὑπερβῆναι δωδεκαετίαν ἐκ τοῦ καιροῦ τῶν γάμων. ἴσμεν γὰρ τοὺς σφόδρα τάχιστα συναλλάττοντας γά‐ μον οὐκ ἐλάττους τῶν πεντεκαίδεκα ἐνιαυτῶν πρὸς
15τοῦτο ἰόντας· ὥστε καὶ ὑπερβήσεται τὸν πέμπτον καὶ εἰκοστὸν ἐνιαυτὸν καὶ ἔσται δυνατὸς εἴσω τοῦ εἰκοστοῦ ἑβδόμου μέμψασθαι τῇ τῆς προικὸς ἀναρ‐ γυρίᾳ τελευτήσαντος δὲ αὐτοῦ εἴσω τοῦ ῥηθέντος χρόνου τοὺς κληρονόμους ἔχειν τὸν ἐνιαυτὸν εἰς τὴν
20μέμψιν. εἰ δὲ ἀφήλικες εἶεν οἱ τοῦ μὴ μεμψα‐ μένου κληρονόμοι εἴτε τελείου εἴτε ἀτελοῦς, πενταετίαν ἐχέτωσαν μόνην εἰς τὸ κινῆσαι τὴν μέμψιν ἐπὶ τῇ ἀναργυρίᾳ. ἀρκοῦντος τοῦ χρόνου καὶ μὴ ἀναμένοντος τὴν διέξοδον ἁπάντων τῶν ἐλαττόνων χρόνων. ὅπερ
25ἡμᾶς πρὸς τὸν παρόντα νόμον ἐκίνησεν· τῆς γὰρ γυναικὸς συνοικησάσης τεσσαρεσκαιδέκατον ἐνιαυτὸν μετὰ εἰκοστὸν ἔτος τοῦ θανάτου τοῦ πατρὸς ἀπο‐ χρώμενος τῇ ἀφηλικότητι ἐκίνει τις κατὰ τῆς μη‐ τρὸς τὸν τῆς ἀναργυρίας ἀντιτιθεὶς λόγον μετὰ τέ‐
30ταρτον καὶ τριακοστὸν τοῦ συνοικεσίου χρόνον. ὅπερ ἡμεῖς δικάζοντες ἐθεραπεύσαμεν, καὶ διὰ ταύτας τὰς περιστάσεις καὶ τὸν τῶν ἀφηλίκων χρόνον εἰς τὴν πενταετίαν ἐπὶ τοῦ παρόντος ὡρίσαμεν νόμου· ἐκείνου δηλαδὴ τὴν ἀναργυρίαν ἀντιτιθέντος ὃς ἂν γεγραμμέ‐
35νος εἴη τὴν προῖκα ὑποδέχεσθαι, καὶ κατὰ τοὺς οἰκείους
χρόνους, εἴτε τέλειος εἴη εἴτε ἀτελής, τοῦ πράγματος

487

κρινομένου. κρατοῦντος δὲ τοῦ νόμου ἐπὶ τῶν ὕστερον ἐσομένων γάμων· ἐπὶ γὰρ τῶν συνεστώτων, εἰ μὲν ὑπόλοιπός ἐστιν ἡ δεκαετία ἢ οὐκ ἐλάττων διετίας, τοῦτον ἐχέτω τὸν χρόνον ἐπὶ τῇ ἀναργυρίᾳ, ἥτις αὐτῷ
5καὶ τὴν παραπομπὴν δίδωσιν· εἰ δὲ ἢ ἐλάττων αὐτῷ τῆς διετίας ὑπολείπεται χρόνος ἢ καὶ ἐξῆκεν ὁ σύμπας τῆς δεκαετίας καιρός. τηνικαῦτα αὐτοῖς μὲν διετίαν δίδομεν εἰς τὸ μέμψασθαι τῇ ἀναργυρίᾳ, τοῖς δὲ αὐ‐ τῶν κληρονόμοις μετὰ διάλυσιν τοῦ γάμου εἴσω τῆς
10τριμήνου, ἵνα διὰ πάντων αὐτοῖς τὸ δίκαιον φυλά‐ ξωμεν. 〈Ἐπίλογος.〉 Τὰ τοίνυν παραστάντα ἡμῖν καὶ διὰ τοῦδε τοῦ θείου δηλούμενα νόμου ἡ σὴ ὑπεροχὴ ἔργῳ καὶ πέρατι παραδοῦναι σπευσάτω.
17tΡΑ
18tΠΕΡΙ ΒΟΥΛΕΥΤΩΝ.
22tἘγράφη Ἰωάννῃ τῷ ἐνδοξοτάτῳ ἐπάρχῳ πραιτωρίων
23tτὸ βʹ, ἀπὸ ὑπάτων 〈ὀρδιναρίων〉 καὶ πατρικίῳ.
24Προοίμιον.〉 Καλῆς ἡμῖν νομοθεσίας ἀφορμὴν
25προσέλευσίς τινων δέδωκε βουλευτῶν, καὶ τόνδε ποιού‐ μεθα τὸν νόμον οὐκ ἐπί τινων βουλευτῶν, ἀλλ’ ἐπὶ τῇ ὑπηκόῳ πάσῃ, λέγομεν δὲ ὅσον τε πρὸς ἑῴαν ἐστὶν καὶ ὅσον δυόμενος ἥλιος ἐφορᾷ καὶ ὅσον ἐκ τῶν πλα‐ γίων ἐκατέρωθέν ἐστιν. ἐπειδὴ γὰρ ἐσπούδασται τοῖς
30πρὸ ἡμῶν τὰ περὶ τῶν βουλευτῶν καὶ τῶν ἐπιδόσεων τῶν εἰς τὰς βουλάς, καὶ τίνες μὲν ἕλκονται πρὸς τύχην βουλευτικὴν τίνες δὲ ἐλευθεροῦνται, ἐκεῖνο θεσπίζομεν
τὸ ἄδειαν εἶναι τοῖς βουλευταῖς οὐ μόνον τῆς αὐτῆς

488

πόλεως βουλευτὰς ἐνίστασθαι κληρονόμους (τοῦτο δὴ τὸ καὶ μέχρι νῦν ἐφιέμενον), ἀλλὰ καὶ εἴ τινας βουλῆς ἐλευθέρους ἐνστήσασθαι βούλονται κληρονόμους, τοῦτο πράττειν, ἐπὶ τούτῳ μέντοι τῷ ὅρῳ ἐφ’ ᾧτε προσ‐
5αγαγεῖν πάντως ἑαυτὸν τὸν κληρονόμον ἢ τοὺς κληρο‐ νόμους τῇ βουλευτικῇ τύχῃ τοῦ διατιθεμένου. τουτ‐ έστιν ἐξ ἧς ἐκεῖνος ὥρμηται, καὶ τὰ βουλευτικὰ μετιέναι λειτουργήματα. καὶ τὸν κλῆρον λαμβάνειν ἐμποδίζοντος οὐδενός. ἐπιστάμενοι γὰρ ὡς τοῦ πράγματος ἔσται τοῦ
10παρόντος ἐπανόρθωσις. ὅτι νῦν μὲν προστίθεται τῇ βουλῇ ἐκ τῶν τοιούτων τρόπων ἡ ἐν χρήμασιν ὠφέ‐ λεια, ἐκ δὲ τῆς ἐσομένης νομοθεσίας καὶ ὁ βουλευτὴς καὶ ἡ οὐσία περιγενήσεται, καὶ ἀνθήσει τὰ βουλευτήρια σώμασί τε πλείοσι καὶ τὰς περιουσίας ἔχοντα τὰς
15αὐτῶν, διὰ τοῦτο θεσπίζομεν ἄδειαν εἶναι τοῖς ἐκ τῶν βουλευτηρίων διατιθεμένοις χρῆσθαι κληρονόμοις εἴτε βουλευταῖς τῆς αὐτῆς πόλεως βούλονται (τοῦτο δὴ τὸ τοῦ νόμον) εἴτε τισὶ τῶν ἐκ γένους εἴτε τῶν ἔξωθεν,
20εἴτε βουλευταὶ εἶεν εἴτε καὶ μή, εἴτε εἰς μέρος οὐκ ἔλαττον τῶν ἐννέα οὐγκιῶν εἴτε εἰς ὁλόκληρον. ἐπι‐ δεδομένοις μέντοι τῇ βουλῇ καὶ ἑνουμένοις τῷ ταύτης σώματι καὶ πληροῦσιν ἀμέμπτως τὰ λειτουργήματα. τούτου κρατοῦντος ἐπ’ αὐτῶν τε καὶ παίδων καὶ ἐγ‐
25γόνων καὶ εἰς τοὺς ἐφεξῆς διαδόχους, οὐ μὴν κατὰ τὰ σχῆμα καθ’ ὅπερ ἡ μικρῷ πρόσθεν τεθεῖσα διάταξις ἐπὶ τῶν ἐαυτοὺς ἐπιδιδόντων τοῖς βουλευτηρίοις παρα‐ κελεύεται τὴν γονὴν τῶν ἐπιδιδομένων οὐχ ὑπάγουσα τύχῃ, ἀλλ’ ὥσπερ εἰ τὴν ἀρχὴν ἐτύγχανον ὄντες βου‐
30λευταί, οὕτω καὶ αὐτῶν σὺν τῇ οἰκείᾳ γονῇ τῷ τῆς βουλῆς ἑνουμένων λευκώματί τε καὶ σώματι· οὐ γὰρ ἄν τι διαφέροι ἢ τὸν ὄντα βουλευτὴν τῆς αὐτῆς πό‐ λεως γράψαι κληρονόμον ἢ τὸν αὐτίκα ἐσόμενον. Εἰ δὲ καί τις συγγενὴς βουλευτὴς ὢν ἢ καὶ ἄλλως
35τῆς τοιαύτης τύχης ἐλεύθερος ἐπὶ τὸν κλῆρον καλοῖτο

489

τοῦ τελευτήσαντος βουλευτοῦ οἷα διαθήκας οὐ γρά‐ ψαντος. βούλοιτο δὲ κἀκεῖνος ἑαυτὸν ἐπιδοῦναι τῇ βουλῇ, ἐξεῖναι αὐτῷ τοῦτο πράττειν καὶ τὴν ἑαυτοῦ γνώμην ἐν ὑπομνήμασι δηλοῦν εἴσω μηνῶν ἔξ, καὶ
5ἅμα μὲν βουλεύειν σὺν τῇ οἰκείᾳ διαδοχῇ καὶ περιου‐ σίᾳ, ἅμα δὲ γενέσθαι κληρονόμον· οὐδὲν παντελῶς τῆς περιουσίας ἀπαιτουμένης προφάσει τεταρτημορίου ἢ ἐνναουγκίου, ἅπαξ τοῦ διαδεξαμένου τὸν κλῆρον ἢ βουλευτοῦ καθεστῶτος ἤδη ἢ αὐτίκα γενησομένου καὶ
10τοῦ πράγματος αὖθις εἰς τὴν βουλὴν ἀφικνουμένου. Εἰ δὲ καί τις δωρήσεται πράγματα τῆς αὑτοῦ περι‐ ουσίας, ἢ τὰ πλεῖστα ἢ πάντως οὐκ ἐλάττονα τῶν ἐννέα οὐγκιῶν, ἢ τῷ τῶν πολιτευομένων τῆς αὐτῆς πόλεως ὄντι ἢ καὶ ἑτέρῳ τινί, προσάγοντι μέντοι
15ἑαυτόν τε καὶ τὴν οὐσίαν καὶ τὴν γονὴν τὴν εἴτε οὖ‐ σαν εἴτε ἐσομένην καὶ τὴν ἐφεξῆς διαδοχὴν τῇ βουλῇ ἧς ἐστιν ὁ τὴν δωρεὰν ποιούμενος, θεσπίζομεν τὴν ἐπὶ ταύτῃ τῇ αἱρέσει γινομένην ἐρρῶσθαι δωρεάν. παντὸς γὰρ ἡμῖν σπουδάσματος ἄξιον εἶναι δοκεῖ τὸ
20τὰς οὐσίας τῶν βουλευτῶν κατ’ οὐδένα τρόπον ἀλ‐ λοτριοῦσθαι τῆς βουλῆς τῆς πόλεως ἐκείνης ἧς εἰσι βουλευταί. Ὅπως δὲ ἂν μὴ ἐπ’ ἐξαπάτῃ ταῦτα δόξειε γίνε‐ σθαι, καί τινες κύριοι γενόμενοι τῶν βουλευτικῶν
25κλήρων ἢ κατὰ δωρεᾶς τρόπον ἢ κατὰ διαθήκης (καθάπερ εἰπόντες ἔφθημεν) ἢ καὶ ἐξ ἀδιαθέτου δι‐ αναβάλλοιντο καὶ παρέλκοιεν τὴν ἐπίδοσιν, καὶ τῶν μὲν πραγμάτων ἐθέλοιεν ἀπολαύειν τὴν δὲ ἐπίδοσιν ἑαυτῶν μὴ ποιοῖντο, θεσπίζομεν, εἰ μὲν κατὰ δω‐
30ρεὰν (τοῦτο δὴ τὸ πρόσθεν εἰρημένον) ἐπιδίδοιτο, μὴ πρότερον τὴν παράδοσιν γίνεσθαι τῶν πραγμάτων, ἀλλ’ ἔτι μένειν παρὰ τῷ δωρησαμένῳ, ἕως ἂν ὁ τὴν δωρεὰν λαμβάνων ἐπὶ πράξεως ὑπομνημάτων, πρατ‐ τομένης παρὰ τῷ τῆς ἐπαρχίας ἡγουμένῳ προῖκα καὶ
35χωρὶς πάσης δόσεως, κατὰ τὸν εἰρημένον τρόπον ἐπι‐ δοθείη τῇ βουλῇ καὶ ἐγγραφείη τῷ λευκώματι· τηνι‐ καῦτα γὰρ αὐτῷ καὶ τὰ πράγματα δίδοσθαι βουλό‐
μεθα. Εἰ δὲ ὁ δωρησάμενος παραδοίη τὰ πράγματα

490

καὶ μήπω τῆς καταθέσεως γενομένης τῆς τὸν λαβόντα ὑπαγούσης τῇ βουλῇ, καὶ οὕτως ἐκδικεῖσθαι τὰ δωρη‐ θέντα ὑπὸ τοῦ βουλευτηρίου μέχρι τῶν θ’ οὐγκιῶν, ἐφ’ αἷς πάντως τὸ βουλευτήριον καλεῖσθαι βουλόμεθα.
5Εἰ δὲ ἐκ διαθήκης ἢ κλήσεως νόμου ἐπὶ τὸν κλῆ‐ ρον ἀφίκοιτο τοῦ βουλευτοῦ ὁ μὴ βουλευτὴς ὤν, τηνι‐ καῦτα εὐθὺς ἅμα τῇ τελευτῇ τοῦ βουλευτοῦ συνιέναι τὸ βουλευτήριον, καὶ ἅμα τῷ τῆς πόλεως ἐκδίκῳ πάσης χωρὶς ἐπιβουλῆς κατὰ τῶν τοῦ τελευτήσαντος
10πραγμάτων ἐσομένης καὶ ἀπογραφὴν ποιεῖσθαι τῶν πραγμάτων, παρόντος καὶ αὐτοῦ τοῦ πρὸς τοῦτο κα‐ λουμένου. καὶ τὰ πράγματα παραδίδοσθαι τῇ βουλῇ ὑπὸ σήμαντρα γινόμενα τοῦ τε ἐκδίκου τοῦ τε θεο‐ φιλεστάτου τῶν τόπων ἐπισκόπου. καὶ ἐπειδὰν ἡ
15πρόσθεν εἰρημένη πρᾶξις τῶν ὑπομνημάτων γένοιτο παρὰ τῷ τὴς ἐπαρχίας ἡγουμένῳ, καὶ ἐπιδοθείη τῷ βουλευτηρίῳ (τοῦτο δὴ τὸ πολλάκις ῥηθέν) σὺν περι‐ ουσίᾳ καὶ γονῇ οὔσῃ τε καὶ ἐσομένῃ, τηνικαῦτα αὐτὸν καὶ τὰ πράγματα παραλαμβάνειν καὶ εἶναι αὐτῶν
20κύριον, καθάπερ ὁ πρότερος βουλευτὴς ἦν, οὐδὲν ἐκεί‐ νου διαλλάττειν δοκοῦντα· τῆς τοιαύτης πράξεως δη‐ λαδὴ παρὰ τῷ τῆς ἐπαρχίας ἡγουμένῳ κέρδους παν‐ τὸς καὶ ζημίας ἁπάσης χωρὶς γινομένης. οὐδὲ γὰρ ἐπ’ ἐξαπάτῃ οὐδὲ ἐπὶ ζημίᾳ τῆς βουλῆς, ἀλλ’ ἐπ’
25ὠφελείᾳ τοῦτον τίθεμεν τὸν νόμον, ὥστε διηνεκῶς αὐτὸν κρατεῖν αὔξοντα καὶ χρήμασι καὶ σώμασι τὰς τῶν βουλευτῶν περιουσίας τε καὶ συστάσεις. Εἰ μέν‐ τοιγε ὁ ἐξ ἀδιαθέτου καλούμενος τοῦ βουλευτοῦ κλη‐ ρονόμος, οὐκ ὢν μέντοι καὶ αὐτὸς βουλευτής, μὴ βου‐
30ληθείη προσελθεῖν καὶ ἑαυτὸν ἐπιδοῦναι τῇ βουλῇ, ἡ μὲν βουλὴ κατεχέτω τὸ ἐνναούγκιον, μόνου δὲ αὐτὸς κύριος γενήσεται τοῦ τριουγκίου· ὅπερ αὐτῷ δίδωσι καὶ 〈ὁ〉 πρότερος νόμος, εἰ καὶ μὴ τύχοι βουλεύων. Εἰ μέντοι πλείονες εἶεν τοῦ αὐτοῦ βαθμοῦ καλούμενοι
35πρὸς τὸν τοῦ βουλευτοῦ κλῆρον, καὶ οἱ μὲν ἐπιδιδοῖεν ἑαυτοὺς οἱ δὲ παραιτοῖντο, τὸ μὲν ἐνναούγκιον λαμ‐ βάνειν τὸν ἐπιδιδόντα ἢ τοὺς ἐπιδιδόντας ἑαυτοὺς τῇ βουλῇ, τὸ δὲ τριούγκιον τοὺς λοιποὺς τοὺς ἐκ τοῦ νόμου καλουμένους κληρονόμους. σπουδὴ γὰρ καθέστηκεν
40ἡμῖν πάντως τὸ ἐνναούγκιον εἰς βουλευτὴν τῆς αὐτῆς
περιιέναι πόλεως.

491

Εἰ μέντοι τελευτήσειέ τις ἐπὶ θυγατρί, εἰ μὲν γαμηθείη βουλευτῇ τῆς αὐτῆς πόλεως. πρόδηλον ὡς ἀσυκοφαντήτως ἕξει τὰ πατρῷα πράγματα ἢ εἰς ὁλό‐ κληρον ἢ πάντως τὰ τοῦ ἐνναουγκίου. εἴ γε τυχὸν τὸ
5τριούγκιον εἰς ἕτερον ὁ πατὴρ ἐλθεῖν βουληθείη. εἰ δὲ καὶ μὴ βουλευτῇ μὲν ἐξ ἀρχῆς καθεστῶτι γαμη‐ θείη, προσέλθοι δέ τις τὸν γάμον αὐτῆς βουλόμενος ἐπὶ τούτῳ λαβεῖν ἐφ’ ᾧ βουλεύειν καὶ ἑαυτὸν ἐπι‐ δοῦναι τῇ βουλῇ, καὶ αἱρετὸς αὐτῇ ὁ γάμος φανείη,
10καὶ οὕτως ἔχειν αὐτὴν καὶ τὸ ἐνναούγκιον ἀσυκοφάν‐ τητον προφάσει τῆς περὶ τὴν βουλὴν εὐνοίας καὶ ὅτι βουλευτὴς ἐπιδίδοται τοῖς πράγμασι καὶ διοικήσει ταῦτα, διόπερ καὶ πάντως τῇ γυναικὶ ταῦτα δίδοσθαι βουλόμεθα. Εἰ δὲ πλείονες εἶεν θυγατέρες καί τινες
15αὐτῶν γαμηθεῖεν βουλευταῖς ἢ οὖσιν ἢ διὰ τῆς ἐπι‐ δόσεως γινομένοις, τὸ μὲν ἐνναούγκιον εἰς αὐτὰς διαι‐ ρεθήσεται. εἰς δὲ τὰς λειπομένας τὸ τριούγκιον ἥξει· οἱ δὲ γήμαντες χρήσονται τοῖς πράγμασιν εἰς τὰς βου‐ λευτικὰς αἰνίας, εἰ καὶ τῆς δεσποτείας ὦσι τῶν γυ‐
20ναικῶν. διὰ τοῦτο γὰρ αὐταῖς δεδώκαμεν τὰ πράγματα τοῦ πατρός, ἵνα ἐντεῦθεν οἱ συνοικοῦντες αὐταῖς τὰ βουλευτικὰ πληροῖεν λειτουργήματα. Εἰ δὲ συμβαίη τελευτῆσαι τὴν γεγαμημένην τῷ ἑαυτὸν ἐπιδεδωκότι βουλευτῇ, εἰ μὲν παῖδας ἄρρενας ἐξ αὐτοῦ σχοίη.
25παρὰ τοῖς παισὶν ἔσται τὰ πράγματα, καὶ βουλεύσου‐ σιν ἐκεῖνοι, καὶ οὐδεμιᾶς πολυπραγμοσύνης τῷ πρά‐ γματι δεήσει. εἰ δὲ θήλειαι καθεστήκοιεν αἱ τε‐ χθεῖσαι. εἰ μὲν καὶ αὐταί τισι γαμηθεῖεν ἢ βουλευταῖς τῆς αὐτῆς πόλεως ἢ οἵπερ σφᾶς αὐτοὺς ἐπιδιδόασιν
30ταῖς βουλαῖς τῆς αὐτῆς πόλεως, ὁμοίως καὶ αὐταὶ ταῦτα ἔξουσιν ἀπραγμόνως, ὑποκείμενα ταῖς βουλευ‐ τικαῖς λειτουργίαις διὰ τῶν οἰκείων ἀνδρῶν. Εἰ δὲ ἢ μὴ γαμηθεῖεν βουλευταῖς τῆς αὐτῆς πόλεως ἢ τινὲς γαμηθεῖεν βουλευταῖς ἢ οὖσιν ἢ γινομένοις, τηνικαῦτα
35κατὰ τὴν ῥηθεῖσαν ἤδη διαίρεσιν αἱ μὲν γαμηθεῖσαι βουλευταῖς τὸ ἐνναούγκιον ἕξουσι διὰ τὰς βουλευτικὰς λειτουργίας, αἱ λοιπαὶ δὲ ἀρκεσθήσονται τῷ τριουγκίῳ. Εἰ δὲ μήτε ἄρρενες μήτε θήλειαι αὐταῖς γένοιντο. ἕως μὲν ὁ ἀνὴρ περίεστιν. ἐχέτω τούτων τὴν χρῆσιν
40τὰ βουλευτικὰ ἐν αὐτοῖς πληρῶν λειτουργήματα. καὶ
εἰ μὲν εἰς δευτέρους ἀφίκοιτο γάμους καὶ παίδων

492

γένοιτο πατὴρ ἀρρένων ἢ θηλειῶν καὶ ταύτας ἁρμό‐ σειε βουλευταῖς, πάλιν ὁμοίως τῷ βουλευτικῷ σώματι φυλαχθήσονται τὰ πράγματα. εἰ δὲ τελευτήσειεν ἢ ἐπὶ δευτέρους οὐκ ἐλθὼν γάμους ἢ παιδοποιησάμενος
5θυγατέρας, καὶ ταύτας οὐχ ἁρμόσειε βουλευταῖς ἢ οὖ‐ σιν ἢ γενησομένοις, τηνικαῦτα ἐξ ὀρθοῦ ἡ βουλὴ ταῦτα τὰ πράγματα λήψεται. οὐδὲ γὰρ ξενωθῆναί ποτε τοῦτο τὸ μέρος τῶν βουλευτικῶν εὐποριῶν τε καὶ λειτουργημάτων συγχωροῦμεν, κἂν εἰς πολλὰς περι‐
10σταίη τὸ γένος διαδοχάς· ὥστε διὰ πάντων τῆς τοι‐ αύτης σειρᾶς κατιούσης ἀεὶ τῇ βουλῇ εἴτε δι’ ἀρρένων παίδων βουλευτῶν εἴτε διὰ γαμβρῶν ἐπιδιδόντων ἑαυτοὺς ταῖς βουλαῖς τὸ ἐνναούγκιον σώζεσθαι. Ὃν δὴ νόμον κρατεῖν βουλόμεθα εἴς τε τὸν ἐφεξῆς ἅπαντα
15χρόνον καὶ ἐπὶ τῶν ἔτι καὶ νῦν ἠρτημένων καὶ μὴ τυχόντων δικαστικῆς κρίσεως ἢ φιλίας τινὸς ἀπαλ‐ λαγῆς. 〈Ἐπίλογος.〉 Τὰ τοίνυν παραστάντα ἡμῖν καὶ διὰ τοῦδε τοῦ θείου δηλούμενα νόμου ἡ σὴ ὑπεροχὴ
20φυλάξαι σπευσάτω, μάλιστα πάντων τῆς ὠφελείας τοῦ δημοσίου πᾶσαν πρόνοιαν τιθεμένη.
24tΡΒ
25tΠΕΡΙ ΤΟΥ ΜΟΔΕΡΑΤΩΡΟΣ
26tΑΡΑΒΙΑΣ.
27tὉ αὐτὸς βασιλεὺς Ἰωάννῃ ἐπάρχῳ πραιτωρίων τὸ βʹ,
28tἀπὸ ὑπάτων καὶ πατρικίῳ.
29Προοίμιον.〉 Πολλὰς μὲν καὶ ἑτέρας ἀρχὰς ἐπ‐
30αρχιῶν ἤδη πρὸς τὸ κρεῖττον μετεστήσαμεν χθαμαλάς τε καὶ εὐτελεῖς ἔμπροσθεν οὔσας καὶ πρὸς οὐδὲν ἀρ‐
κούσας τῶν δεόντων, ἐπειδὴ δὲ ἡμεῖς αὐτὰς εἰς μείζω

493

κατεστησάμεθα τάξιν, ἐρρωμενεστέρας τῷ παντὶ γενο‐ μένας καὶ οὕτως ἀντιλαβομένας τῶν πραγμάτων ὡς ἅπαντα ἐπὶ τὸ κρεῖττον μεταβεβλῆσθαι. ἀνθύπατοι γοῦν ἡμῖν καὶ πραίτωρες καὶ μοδεράτωρες καὶ ἡ τῶν
5παλαιῶν τούτων ὀνομάτων σεμνότης ἐξηύρηται. καὶ ηὔξηται καὶ τὰ τῶν σιτήσεων αὐτοῖς καὶ ἐξουσία δέδοται πᾶσα, καὶ πρὸ πάντων ἀπηγόρευται τὸ τοῖς ὑπηκόοις λυμαίνεσθαι καὶ χερσὶ πολλαῖς κατ’ αὐτῶν χρῆσθαι· ὅρκοις τε τὸ πρᾶγμα κατησφαλίσμεθα τοῖς
10πάντων φοβερωτάτοις, καὶ οὐκ ἄλλως αὐτοῖς παραδί‐ δομεν τὰς ἀρχάς. εἰ μὴ τοὺς ὅρκους ὑποστάντες οὕτω τῶν συμβόλων ἀξιωθεῖεν τῆς ἀρχῆς. Εἴδομεν οὖν καὶ ἐπὶ τὴν Ἀράβων χώραν, καὶ τὴν αἰτίαν ἀνα‐ ζητοῦντες δι’ ἣν καὶ τὸ δημόσιον ἀπορεῖ, καίτοιγε
15τῆς χώρας εὐθαλεστάτης οὔσης, καὶ πλῆθος ἡμᾶς τῶν προσιόντων περιίσταται καὶ ὀδύρονται πάντες οἱ μὲν κλοπὰς οἱ δὲ ἀδικίας οἱ δὲ ἄλλας προσαγγέλλοντες ζη‐ μίας, τὴν πρόφασιν καὶ τὴν αἰτίαν τῆς κακίας εὕρο‐ μεν ἐκ τῆς περὶ τὴν ἀρχὴν ἀσθενείας γινομένην. ἦν
20γὰρ οὕτως εὐτελὴς ὁ τὴν πολιτικὴν ἔχων ἀρχήν, ὥστε καταδεδουλῶσθαι τῷ τῶν ὅπλων ἡγουμένῳ, καὶ ἐπὶ ταῖς ἐκείνου βουλαῖς κεῖσθαι τὴν σωτηρίαν αὐτοῦ ἢ μηδ’ ὅλως εἶναι τὴν ἀρχὴν ταύτην. τοιγαροῦν καὶ ὁ χρόνος ἤδη συχνὸς ἐξ οὗ καὶ ἐκλέλοιπε, καὶ τὰ
25τῆς πολιτικῆς ἀρχὴς ἡ στρατιωτικὴ πράττει μήτε ἑαυτῇ μήτε ἐκείνῃ παντελῶς ἀρκοῦσα· ἠσχόληται γὰρ οὐχ ὅπως ἄν τι τοὺς ὑπηκόους ὠφελήσειεν, ἀλλ’ ὅπως ἂν ἑκατέρωθεν ἐκκερδάνοι. Ταῦτα ἡμᾶς πρὸς τὴν παροῦσαν ἀνέστησε βουλήν,
30καὶ τῷ παρόντι νόμῳ χρώμενοι μετατίθεμεν τὴν ἀρ‐ χὴν ἐπὶ κάλλιον σχῆμα· καὶ φιλοτιμούμεθα καὶ αὐτῇ τὴν τοῦ μοδεράτωρος [ἤτοι ἁρμοστοῦ] προσηγορίαν (τοῦτο ὅπερ καὶ ἐν Πόντῳ πεποιήκαμεν), καὶ τὸ τῶν spectabiliων αὐτῇ δίκαιον δίδομεν ἀρχῶν, ὥστε κατὰ
35μηδὲν ἐλάττονα τῆς δουκικῆς καθεστάναι, ἀλλ’ ἀντ‐ έχεσθαι μὲν καὶ τῶν δημοσίων εἰσπράξεων σὺν σφο‐ δρότητι πάσῃ, ἀντέχεσθαι δὲ καὶ τῆς τῶν ἰδιωτῶν ὠφελείας, καὶ μὴ συγχωρεῖν μήτε τῷ περιβλέπτῳ δουκὶ
μήτε τῷ φυλάρχῳ μήτε τινὶ τῶν δυνατῶν οἴκων,

494

ἀλλὰ μηδὲ τῷ θείῳ πατριμονίῳ ἢ τοῖς θείοις ἡμῶν πριβάτοις ἢ αὐτῷ τῷ θείῳ ἡμῶν οἴκῳ τὴν οἱανοῦν ἐπαγαγεῖν τοῖς ἡμετέροις ὑποτελέσι ζημίαν, μηδὲ κατα‐ κλίνεσθαι ῥᾳδίως μηδὲ τρέμειν, ἀλλ’ ἀνδρείως τῶν
5ὑπηκόων ἐξηγεῖσθαι, καὶ πρὸ πάντων μὲν καθαρὰς φυλάττειν θεῷ τε καὶ ἡμῖν καὶ τῷ νόμῳ τὰς χεῖρας (ὑπὸ γὰρ τοῖς αὐτοῖς ὅρκοις ὑφ’ οὓς τὰς ἄλλας ἀρχὰς καὶ ταύτην εἶναι βουλόμεθα)· ἔπειτα κομίζεσθαι μετὰ τῶν συμβόλων καὶ τὰ βασιλικὰ παραγγέλματα, ἅπερ
10οἱ μὲν πρὸ ἡμῶν νομοθέται καὶ τὸ παλαιὸν τῆς πο‐ λιτείας ἠπίστατο σχῆμα, ἡμεῖς δὲ καὶ ἐκλελοιπότα πάλιν ἀνεκτησάμεθα καὶ εἰς πολιτείαν κατηγάγομεν, ὥστε καὶ τούτοις ἐντυγχάνειν ἀεὶ καὶ τὰς ἡμετέρας φυλάττειν κελεύσεις. εἰ γὰρ δὴ τούτοις κατακολουθή‐
15σειεν, οὐκ ἔστιν ὅπως μὴ πάντα καλῶς ἀπαντήσειεν αὐτῇ καὶ μετὰ τῶν νόμων πρὸς εὐκολίαν καὶ δικαίαν ῥᾳστώνην ἀφίκοιντο. Πρῶτον μὲν οὖν αὐτῇ σπούδασμα γένηται, καθά‐ περ εἰπόντες ἔφθημεν, ἡ τῶν δημοσίων εἴσπραξις,
20τοῖς μὲν εὐγνώμοσι φιλάνθρωπός τε καὶ πατρικὴ γινο‐ μένη, τοῖς δὲ ἀγνωμονεστέροις σφοδρά τε καὶ ἀνένδο‐ τος. ἔπειτα ἐπιμελήσεται καὶ τοῦ δημοτικοῦ καὶ τῆς εὐταξίας τῆς αὐτοῦ, καὶ τοῦ μὴ θορύβοις καὶ στάσε‐ σιν ἐκδεδόσθαι μήτε Βοστρηνοὺς μήτε τοὺς ἄλλους,
25μηδὲ τὰ πρὸς τέρψιν ἀνειμένα τῇ παλαιότητι ταῦτα εἰς μανίαν τε καὶ φόνους τρέπειν. Ἕξει δὲ ὑπακούον‐ τας αὑτῇ καὶ τοὺς στρατιώτας κατὰ τὰ θεῖα ἡμῶν παραγγέλματα (καὶ γὰρ δὴ καὶ τοῦτο ἐκεῖθεν ἔστι λα‐ βεῖν), οὐδενός τε ἀμελήσει παντελῶς τῶν δεόντων.
30καθάπερ γὰρ τὸν ἐν Πόντῳ πεποιήμεθα μοδεράτωρα, οὕτω καὶ αὐτὸν τοῖς αὐτοῖς τῆς ἀρχῆς ταύτης πάντως ἐμβιβάζομεν ἴχνεσι, καὶ ἔσται καὶ αὐτὸς spectabiliος, ὁμοίως δὲ καὶ τὰ περὶ τῶν ἐκκλήτων καὶ τὰ περὶ τῶν ἄλλων αὐτῷ διοικηθήσεται. καὶ οὐδὲ μέχρι τῆς παρα‐
35μυθίας τῆς ἔμπροσθεν στησόμεθα μόνης· βουλόμεθα γὰρ αὐτὸν προφάσει σιτήσεων καὶ τῆς ἄλλης παραμυ‐ θίας κομίζεσθαι quindecim χρυσίου λίτρας. τὸν δέ γε πάρεδρον αὐτῷ τῆς ἀρχῆς duas λίτρας, καὶ τήν γε
αὐτοῦ τάξιν duas χρυσίου λίτρας. Εἰ δὲ καὶ ἐκ τῶν

495

βασιλικῶν παραγγελμάτων, καθάπερ εἰπόντες ἔφθη‐ μεν, ἤδη τοῖς στρατιώταις ἐφέστηκεν, ἀλλ’ οὖν ἔσται φροντὶς ἡμῖν τῶν καταλόγων τῶν ἱδρυμένων ἐκεῖσέ τινα τῷ ταύτην ἔχοντι τὴν ἀρχὴν ὑποκλῖναι, ἐφ’ ᾧτε
5αὐτοῦ ὑπακούειν μόνου καὶ ταῖς αὐτοῦ διατυπώσεσιν εἴκειν τε καὶ πείθεσθαι. οὐκ ἐπικοινωνήσει δὲ παν‐ τελῶς ὁ περίβλεπτος δοὺξ οὔτε οἷς ἂν ῥητῶς αὐτῷ δοίημεν στρατιώταις οὔτε ἰδιωτῶν οὐδενί, οὔτε ταῖς ἐκείνων δίκαις ὅταν ἔχοιεν πρὸς ἀλλήλους, οὔτε εἰ τῶν
10ἰδιωτῶν τις ὁ ἐναγόμενος εἴη, οὐδὲ τὴν οἱανοῦν ἕξει μετουσίαν πρὸς ἰδιωτικὰς αἰτίας· ἐπεὶ πολὺ τὸ μέσον ἐστὶ στρατιωτικῆς τε φροντίδος καὶ πολιτικῆς διοική‐ σεως, καὶ δεῖ διακεκρίσθαι ταῦτα. καθάπερ οἱ πατέρες ἡμῖν τῆς πολιτείας ἔταξάν τε καὶ κατεστήσαντο. εἰδό‐
15τος τοῦ περιβλέπτου δουκός, ὡς εἰ ἐμβαλεῖν ἑαυτὸν θαρρήσειε πράγμασι πολιτικοῖς, οὐδὲ τῶν στρατιωτι‐ κῶν ἀντιλήψεται, ἀλλὰ κἀκείνων ἀφαιρεθεὶς ἰδιώτης ἔσται καὶ ὑπὸ τὴν ἀρχὴν ταύτην γενήσεται. Ταῦτα ἡμῖν νενομοθετήσθω καὶ ἐπὶ τῆς κατὰ τὴν
20Ἀράβων χώραν ἀρχῆς· πεπείσμεθα γὰρ καὶ βουλήσει θεοῦ, ὅτι τὸ πρᾶγμα ἐπιδώσει πρὸς τὸ κάλλιον. εἰ γὰρ καὶ οὐκ ἐφεισάμεθα χρημάτων, ἀλλ’ ηὐξήσαμεν αὐτῷ τὰς σιτήσεις, ἀλλ’ οὖν ἴσμεν ὡς καὶ ὁ ταύτην ἔχων τὴν ἀρχὴν σπεύσει τοιοῦτος φανῆναι περὶ τὰς ἀλη‐
25θεῖς τῶν δημοσίων φόρων εἰσπράξεις, ὡς μὴ ζημίαν ἐντεῦθεν ἀλλὰ δίκαιον κέρδος τῷ δημοσίῳ προσαγα‐ γεῖν. Ἐκεῖνο μέντοι γίνεσθαί τε καὶ κρατεῖν βουλό‐ μεθα τὸ τὰς σιτήσεις τοῦ περιβλέπτου δουκὸς ἐκεῖθεν αὐτὸν κομίζεσθαι, ὁπόθεν ἂν ὁ τῆς ἐπαρχίας ἡγού‐
30μενος ἐκτάξειε· πρόδηλον ὂν ὡς οὐ μετὰ τοσαύτης ἀδρανείας προσέξει τοῖς πράγμασιν ὡς μηδὲ τὰς οἰ‐ κείας σιτήσεις ἀπαιτεῖν ἰσχῦσαι, εἰδὼς ὡς εἰ παρὰ ταῦτά τι πράξειε, ποινὴν quinque χρυσίου λίτρας ζη‐
μιωθήσεται.

496

(1t)

ΡΓ
2tΠΕΡΙ ΤΟΥ ΑΝΘΥΠΑΤΟΥ
3tΠΑΛΑΙΣΤΙΝΗΣ.
4tἘγράφη Ἰωάννῃ τῷ ἐνδοξοτάτῳ ἐπάρχῳ τῶν ἱερῶν
5tπραιτωρίων τὸ βʹ, ἀπὸ ὑπάτων καὶ πατρικίῳ.
6 〈Προοίμιον.〉 Ἤδη μὲν καὶ ἄλλας ἐθνῶν ἡγεμο‐ νίας μείζους κατεστήσαμεν χθαμαλάς τε πρότερον οὔσας καὶ πράττειν οὐδ’ ὁτιοῦν τῶν ἐρρωμενεστέρων δυναμένας, καὶ τοῦτο μὲν spectabilias κατεστήσαμεν,
10τοῦτο δὲ αὐταῖς ηὐξήσαμεν τὰς σιτήσεις παρέδροις τε καὶ τάξει, καὶ τὰ ἄλλα πάντα ἐφιλοτιμησάμεθα ἐφ‐ έσεών τε ἀκούειν δεδώκαμεν· καὶ τὰς μὲν ταῖς τῶν ἀνθυπάτων ἐπεκοσμήσαμεν τιμαῖς τὰς δὲ τῶν καλου‐ μένων κομήτων καὶ ἑτέρας πραιτώρων καὶ μοδερα‐
15τώρων ἄλλας. καὶ ἀεί τι προσεξευρίσκοντες λαμπρὸν τῇ καθ’ ἡμᾶς πολιτείᾳ νέον δεδώκαμεν ἄνθος. εἰς νοῦν δὲ ἡμῖν ἦλθε καὶ ἡ Καισαρέων μητρόπολις ἡ Παλαιστίνης ἡγουμένη τῆς πρώτης ἣν ἐχρῆν καὶ πρὸ τῶν ἄλλων μείζονος ἀπολαῦσαι τιμὴς, διότι καὶ πρώην
20ἀνθύπατος αὐτὴν εἶχε, καὶ ἐφειστήκει αὐτῇ τοιαύτη τις ἀρχή, καὶ ἐκ σεμνοτέρας εἰς ἐλάττω μετέβαλε, μιᾶς μὲν ἔμπροσθεν τῆς ὅλης οὔσης Παλαιστίνης. εἰς τρεῖς δὲ διαιρεθείσης μοίρας, καὶ οὐδὲ τῆς ἀνθυπα‐ τείας αὐτῆς μεινάσης ἀλλ’ εἰς ἀρχὴν ταύτην δὴ τὴν
25ὀρδιναρίαν καλουμένην κατενεχθείσης· καίτοιγε ἀρ‐ χαία τέ ἐστι καὶ ἀεὶ σεμνή, ἡνίκα τε αὐτὴν Στράτων ἱδρύσατο πρῶτος ὃς ἐξ Ἑλλάδος ἀναστὰς γέγονεν αὐτῆς οἰκιστής, ἡνίκα τε Οὐεσπασιανὸς ὁ τῆς θείας μνήμης, ὁ τῶν αὐτοκρατόρων εὐδοκιμώτατος. ὁ Τίτου
30πατὴρ τοῦ τῆς εὐσεβοῦς μνήμης (ὅπερ αὐτῷ καὶ μό‐ νον ἤρκει πρὸς ἅπασαν εὐδοξίαν) εἰς τὴν τῶν Καισά‐
ρων αὐτὴν ὠνόμασε προσηγορίαν πρότερον Στράτω‐

497

νος πύργον καλουμένην, ταύτην αὐτῇ χαρισάμενος τὴν τιμὴν διότι κατ’ αὐτὴν ἐπὶ ταῖς Ἰουδαϊκαῖς νίκαις εἰς αὐτοκράτορας ἀνεγράφη. ὁρῶμεν δὲ αὐτὴν χώρας ἄρχουσαν μεγάλης τε καὶ θαυμαστῆς, καὶ αἴσθησιν
5ὅτι μάλιστα πλείστην τῇ καθ’ ἡμᾶς παρεχομένην πο‐ λιτείᾳ φόρων τε μεγέθει καὶ εὐγνωμοσύνης ὑπερβολῇ, καὶ παρεχομένην πόλεις σεμνὰς καὶ πολίτας ἐκτρέ‐ φουσαν ἀγαθοὺς καὶ λόγων μεστοὺς καὶ ἐν ἱερεῦσιν εὐδοκιμοῦντας, καὶ τὸ δὴ πάντων μέγιστον, ὅτι δὴ
10κατ’ αὐτὴν ὁ τοῦ παντὸς δημιουργὸς ὁ δεσπότης ἡμῶν Ἰησοῦς Χριστὸς ὁ τοῦ θεοῦ λόγος καὶ τοῦ παντὸς ἀνθρώπων σωτηρία γένους ἐπὶ γῆς ὤφθη καὶ ἠξίω‐ σεν οἰκειώσασθαι τὰ ἡμέτερα. Ταύτην τοίνυν πῶς οὐκ ἂν τιμήσαιμεν, καὶ ἐπ‐
15ανάξομεν αὐτὴν πρὸς τὸ τῆς ἀνθυπατείας αὐτῆς σχῆμα, καὶ δώσομεν τῷ τὴν ἀρχὴν ἔχοντι ταύτην ἀνθυπάτῳ τε εἶναι καὶ καλεῖσθαι; ὅπερ πράττομεν διὰ τοῦδε τοῦ θείου πραγματικοῦ τύπου, καλεῖσθαι δὲ αὐτὸν καὶ ἰδικὸν βουλόμεθα Καισαρεῦσι νόμον· ἀνθύπατόν
20τε ἀποτελοῦμεν τὸν τὴν ἀρχὴν ἔχοντα, καὶ δίδομεν αὐτῷ τὸ τοῖς περιβλέπτοις ἐγγράφεσθαι καὶ ἔχειν ἅπαντα ὁπόσα ἴδια τῆς τοιαύτης ἐστὶν ἀρχῆς, ἀκούειν τε τῶν ἐφεσίμων δικῶν ἄχρι decem librarum auri ἐξ ἑκατέρας Παλαιστίνης εἰς αὐτὸν φερομένων, ἰσχυ‐
25ρόν τε τῷ παντὶ καθεστάναι, ὥστε καὶ τὰς ἡμετέρας προστάξεις δύνασθαι κάλλιον καὶ ἐρρωμενέστερον ἐκ‐ τελεῖν. χρήσεται δὲ καὶ τῇ σεμνῇ καὶ ἀρχαίᾳ τηβέννῳ (φαμὲν δὲ τῇ περιπορφύρῳ στολῇ) ἐν ταῖς ἱερομηνίαις αὐτὴν περιτιθέμενος, καὶ ἐγκαλλωπιζέσθω τοσαύτῃ
30[περιτιθεὶς] τιμῇ καὶ πόλεων ἐξαρχέτω στρατιωτῶν τε τοσούτων, καὶ πᾶν εἴ τι συμφέρον ἐστὶ καὶ τῷ δη‐ μοσίῳ καὶ τοῖς ἡμετέροις ὑποτελέσι πραττέτω. Κατὰ σιτήσεων δὲ πρόφασιν viginti duas libras auri αὐτῷ δίδομεν, ὥστε εἰς ἑαυτόν τε καὶ τὸν αὐτοῦ πάρεδρον
35καὶ τὴν πειθομένην αὐτῷ τάξιν ταῦτα διελεῖν καθ’ ὃν ἂν αὐτὸς βουληθείη τρόπον, καὶ ταῦτα εἰς ἡμᾶς
μηνῦσαι, ὥστε ἐκ θείου πραγματικοῦ τύπου καὶ τὴν

498

ἐπὶ τούτοις διαίρεσιν ἡμᾶς ἐπικυρῶσαι. οὐδὲ γὰρ ὑπο‐ μένομεν αὐτόν τε καὶ τὸν πάρεδρον ἔτι τὴν παλαιὰν εὐτέλειαν τῶν σιτήσεων ὁρῶντες κομιζομένους, οὐδὲ τὴν αὐτοῦ τάξιν παντελῶς ἀβοήθητον οὖσαν, καίτοι‐
5γε ἐπὶ τοσαύταις εἰσφοραῖς κάμνουσάν τε καὶ κινδυ‐ νεύουσαν· ὥστε αὐτὴν εὐνοϊκῶς τε ὑπουργεῖν αὐτῷ καὶ τοὺς δημοσίους εἰσπράττειν φόρους καὶ ἀπέχεσθαι λημμάτων ἀδίκων. Ἐπικοινωνήσει δὲ οὐδ’ ὁτιοῦν ταῖς πολιτικαῖς αἰ‐
10τίαις καὶ ταῖς τῶν δημοσίων φόρων εἰσπράξεσιν ὁ κατὰ καιρὸν περίβλεπτος τῶν τόπων δούξ, ἀλλ’ αὐ‐ τὸς πᾶσαν ἰδιωτικήν τε καὶ δημοσίαν κατὰ τὸ ῥηθὲν αἰτίαν διακρινεῖ, καὶ μάλιστα πάντων προνοήσει τῆς τε ἀνελλιποῦς τῶν δημοσίων εἰσκομιδῆς, καὶ τοῦ καθα‐
15ραῖς χρῆσθαι ταῖς χερσίν· τοῦτο ὅπερ καὶ Στέφανος ὁ περίβλεπτος ὁ νῦν πρῶτος ἐπ’ αὐτῆς γενόμενος ἤδη τε φυλάξας ηὐδοκίμησεν καὶ αὖθις ὅτι τοῦτο πράξει διὰ τῶν ἤδη φθασάντων πεπείσμεθα· μάλιστα δὲ πάντων φροντιεῖ τῆς τῶν πόλεων εὐταξίας, καὶ τοῦ
20μηδένα εἶναι ταῖς πόλεσι δημοτικὸν θόρυβον. καὶ γὰρ δὴ καὶ τοῦτο αὐτοῦ τῆς ἀρχῆς ἴδιον, ὃς δὴ παρα‐ λαβὼν στασιάζουσαν τὴν χώραν ἔκ τε προφάσεων ἑτέρων καὶ μάλιστα ἐκ τοῦ διαφόρου τῶν θρησκευ‐ μάτων εἰρηνικήν τε ἀπέδειξε καὶ πάσης ἀπήλλαξε
25ταραχῆς. ὃ δὴ καὶ αὖθις αὐτῷ ποιεῖν ἐπιτρέπομεν, καὶ εἴ ποτε τοιοῦτό τι γένοιτο, καὶ κατὰ τὴν δευτέ‐ ραν ἐπιφοιτᾶν Παλαιστίνην καὶ καθιστᾶν τὸ ταράτ‐ τον, καὶ μὴ συγχωρεῖν μηδ’ ὁτιοῦν πράττεσθαι κατ’ ἐκείνην δύσκολον, καὶ μάλιστα δὴ κατ’ ἐκείνην, ἐπειδή‐
30περ ὁρῶμεν πολλοὺς ἐκεῖσε φυομένους θορύβους καὶ οὐ μικρὰ τούτων ἀποτελέσματα καθεστῶτα. Εἰ δὲ δεηθείη καὶ στρατιωτῶν τῶν ἐγκαθημένων τῇ χώρᾳ, καὶ τούτους αὐτῷ παρέξομεν ἐξ οὗπερ ἂν ἡμεῖς συνίδωμεν γενναιοτάτου στρατιωτικοῦ καταλό‐
35γου, πρός τε τὴν τῶν πόλεων εὐκοσμίαν καὶ εὐταξίαν τῶν τοὺς ἀγροὺς οἰκούντων, πρός τε τὴν τῶν δημο‐ σίων εἴσπραξιν. τοῦ θείου πραγματικοῦ τύπου τοῦ ἐπὶ τούτοις αὐτῷ δεδομένου πρώην κυρίου καὶ νῦν μέ‐ νοντος, ὃς οὐ βούλεται οὔτε τὸν περίβλεπτον δοῦκα
40οὔτε τὸν ἐνδοξότατον στρατηγὸν ἄδειαν ἔχειν ἀφέλ‐
κειν τοὺς προσεδρεύοντας αὐτῷ στρατιώτας, ἵνα μή

499

τις ἐντεῦθεν γένηται ταῖς πόλεσι ταραχή· τοῦτο ὅπερ οὐκ ἄν ποτε πραχθήσεται διοικοῦντος μὲν αὐτοῦ τὴν πολιτικὴν ἀρχήν, προνοοῦντος δὲ καὶ τῆς τῶν [δημο‐ σίων] ὑποτελῶν εὐταξίας, τήν τε ἐκ τῶν στρατιωτῶν
5ἔχοντος συμμαχίαν, καὶ τὸ ἀκοσμοῦν ἔν τε αὐτοῖς τοῖς στρατιώταις ἔν τε τοῖς ἄλλοις δι’ ἐκείνων παιδεύοντος. ἔσονται δὲ διακεκριμένοι τοῖς ὅλοις ὅ τε περί‐ βλεπτος τῶν τόπων δοὺξ καὶ ὁ τὴν ἀνθύπατον ἔχων ἀρχήν. καὶ ὁ μὲν ἡγήσεται στρατιωτῶν τε καὶ λιμι‐
10τανέων καὶ φοιδεράτων καὶ εἴ τι κατὰ τὴν χώραν ὁπλιτικὸν ὅλως ἐστί, πλὴν τῶν ἀφωρισμένων τῷ ἀνθυπάτῳ στρατιωτῶν, ὁ δὲ τὴν ὑπὲρ τῶν πολιτικῶν προσώπων τε καὶ πραγμάτων καὶ προσεδρευόντων αὐ‐ τῷ στρατιωτῶν ἕξει πρόνοιάν τε καὶ φυλακήν. Δη‐
15μοσίων μέντοι φόρων ἕνεκεν ἢ στάσεως δημοτικῆς οὐδεὶς ἐξαιρεθήσεται παντελῶς τῆς τοῦ περιβλέπτου ἀνθυπάτου δικαιοδοσίας, ἀλλὰ πάντων ἄρξει, πᾶσιν ἐπιτάξει, καὶ οὐδεὶς ἀντιστήσεται ταῖς διατυπώσεσι ταῖς αὐτοῦ οὐδὲ ἕξει πρόφασιν οὐδεμίαν ἢ τὸ δη‐
20μόσιον ἀποστερεῖν ἢ τοὺς πολίτας ἀδικεῖν δημοσίας στάσεως ἐξάρχων, οὐδὲ χρήσεται οὔτε ζώνης οὔτε ἀξίας οὔτε ἱερωσύνης οὔτε ἑτέρας τινὸς αἰτίας προνομίῳ ἀλλ’ ἑαυτὸν ἐξαρπάσει μόνον τῶν εὐθυνῶν τῷ ἀνεύθυ‐ νος εἶναι. Ταῦτα τοίνυν δίδομεν καὶ ταύτῃ καθά‐
25περ εἰπόντες ἔφθημεν τῇ ἀρχῇ, καὶ φυλάττειν διηνε‐ κῶς διὰ τοῦδε τοῦ θείου πραγματικοῦ βουλόμεθα νόμου. καὶ τὴν σὴν δὲ ὑπεροχὴν φυλάττειν αὐτὰ διηνεκῶς θεσπίζομεν, καὶ κατὰ τοῦτον ἐγγράφεσθαι τὸν τρόπον ταῖς μερικαῖς διατυπώσεσι τῶν θρόνων
30τῶν σῶν, καὶ γινώσκειν ἅπαντας εἰς τὸν ἐφεξῆς χρό‐ νον Παλαιστίνους, ὅτι πάλιν αὐτοῖς τὸ τῆς ἀνθυπα‐ τείας ἀποδέδοται δίκαιον, καὶ ὁ τῆς πρώτης Παλαι‐ στίνης ἐξάρχων ἀνθύπατός ἐστιν αὐτοῖς ὡς πρότερον καὶ τῆς ἔμπροσθεν ἀπηλλαγμένος ὀφρύος νῦν ἐπὶ μεί‐
35ζονος ἔσται τιμῆς ὀφειλομένης τῇ πόλει. 〈Ἐπίλογος.〉 Τὰ τοίνυν παραστάντα ἡμῖν καὶ διὰ τοῦδε τοῦ θείου πραγματικοῦ καὶ ἰδικοῦ δηλούμενα νόμου ἡ σὴ ὑπεροχὴ ἔργῳ [καὶ λόγῳ] καὶ πέρατι παρα‐
δοῦναι σπευσάτω.

500

(26t)

ΡΕ
27tΠΕΡΙ ΤΩΝ ΥΠΑΤΩΝ.
28tἘγράφη Στρατηγίῳ τῷ ἐνδοξοτάτῳ κόμητι τῶν
29tθείων largitionων ἀπὸ ὑπάτων καὶ πατρικίῳ.
30 〈Προοίμιον.〉 Τὸ τῆς ὑπατείας ὄνομά τε καὶ πρᾶγμα τοῖς μὲν πάλαι Ῥωμαίοις πρὸς τὴν τῶν πολέ‐ μων ἐπενοήθη χρείαν, κἀν ταῖς ψήφοις, ἃς αὐτοῖς ἐπὶ τῇ χειροτονίᾳ τὸ κοινὸν ἐδίδου τῆς πολιτείας σχῆμα, διελάγχανον [γὰρ] εὐθὺς τὰς ἐπαρχίας ἐν αἷς Ῥω‐
35μαίοις πόλεμος ἦν, καὶ κατ’ αὐτὰς ἐκληροῦντο τὰς ῥάβδους· ὕστερον δὲ ὁ χρόνος εἰς τὴν τῶν εὐσεβεστά‐ των αὐτοκρατόρων μεταστήσας τὸ πολεμεῖν τε καὶ εἰρήνην ἄγειν ἐξουσίαν εἰς φιλοτιμίαν μόνην τὸ πρᾶγμα τοῖς ὑπάτοις μετέστησε καὶ ταύτην σώφρονα καὶ τε‐
40ταγμένην καὶ τὸ μέτρον οὐκ ἐκβαίνουσαν. κατὰ μικρὸν δέ τινες οὕτω δαψιλῶς τῷ πράγματι προσηνέχθησαν,
ὥστε τὴν ἑαυτῶν μὲν ἐνδείξασθαι μεγαλοφροσύνην,

501

οὐ μὴν ἐννοεῖν, ὅτι παράδειγμα ἕτερον οὐχ ἕξουσιν. οὐ γὰρ εἰς πολλοὺς συνέρχεται περιουσίας τε μέγεθος ὑπερβάλλον καὶ φιλοτιμία ψυχῆς οὐ τῷ μέτρῳ τοῦ πράγματος, τῷ δὲ οἰκείῳ συμπαραγινομένη μεγέθει.
5ἐπειδὴ τοίνυν ὁρῶμεν κινδυνεῦον διαπεσεῖν τὸ τῶν ὑπάτων ὄνομα, ὅπερ ἐκ χρόνων οὕτω μακρῶν καὶ εἰς χιλιοστὸν σύνεγγυς ἔτος ἐλθὸν τῇ τῶν Ῥωμαίων συνήκμασε πολιτείᾳ, διὰ τοῦτο ᾠήθημεν χρῆναι τὸ πρᾶγμα περιστεῖλαι, καὶ τὴν ἀμετρίαν τούτου περικό‐
10ψαντες εἰς εὐσύνοπτον 〈μέτρον〉 τὴν ὑπατικὴν συ‐ στεῖλαι δαπάνην, ὅπως ὂν διηνεκὴς μείνῃ Ῥωμαίοις, ἅπασι δὲ τοῖς ἀγαθοῖς ἀνδράσιν ὑπάρχῃ βατὴ οὓς τῆς τοιαύτης ἡμεῖς ἀξίους εἶναι τιμῆς ἐγκρίναιμεν. καὶ δὴ πάντα ἀνερευνησάμενοι συνείδομεν, ὁπόσον εἶναι
15προσήκει τὸ διδόμενον. Μαρκιανῷ μὲν οὖν τῷ τῶν αὐτοκρατόρων ἀρίστῳ γέγραπται νόμος, ὃς ἠβούλετο μὴ διαρρίπτειν χρήματα τοὺς ὑπατεύοντας, καὶ αὕτη γε αὐτῷ τῶν διατάξεων πρώτη καθέστηκε. τοιγαροῦν καὶ μετὰ τὴν εἰρημένην διάταξιν εὕρομεν, ὥς τινες
20μὲν ταύτῃ κατακολουθήσαντες οὐδ’ ὁτιοῦν ῥῖψαι τῷ δήμῳ προείλοντο, οἱ δὲ καὶ ὑπὲρ τὸν νόμον πρᾶξαι τοῦτο αἰτήσαντές τε καὶ τυχόντες ὧν ᾔτησαν εἶτα πρὸς τὸ τῆς ἑαυτῶν μέτρον ἀπιδόντες ψυχῆς τὴν περὶ τὸ ῥίπτειν φιλοτιμίαν ὑπερόριον ἐποιήσαντο, ἔνιοι
25δὲ τὴν μεσότητα καλῶς ἑλόμενοι μετρίοις ἀντὶ πολ‐ λῶν ἠρκέσθησαν. καὶ ἐπειδὴ καὶ τοῖς πρὸ ἡμῶν ἐν μεσότητι τὸ βέλτιστον ἔδοξεν εἶναι, ὡς τῶν ἐφ’ ἑκα‐ τέρων ἄκρων κινδυνευόντων εὐθὺς εἰς ἀμετρίαν ἐκ‐ βῆναι, ᾠήθημεν καὶ ἡμεῖς περὶ τούτου διορίσασθαι
30τὸ πρέπον, ὥστε μήτε ἄμετρον μήτε ἄτακτον εἶναι μήτε τῶν ἡμετέρων χρόνων ἀνάξιον. Ὅσα μὲν οὖν προσῆκόν ἐστι δίδοσθαι παρὰ τοῦ παρ’ ἡμῶν προβαλλομένου κατ’ ἔτος ὑπάτου προφά‐ σει σπορτούλων τε καὶ τῶν ἄλλων ἁπασῶν διανομῶν
35καὶ δαπανημάτων, ταῦτα πάντα συνθέντες ἀπογραφῇ τῷδε ἡμῶν ὑποτεθῆναι τῷ θείῳ νόμῳ παρεκελευσά‐
μεθα· ἐν νόμου γὰρ αὐτὸ τίθεμεν σχήματι, ἵνα τῷ

502

παραβαίνοντι καὶ ποινή τις εἴη προσήκουσα. τὰς δὲ προόδους αὐτῶν ἑπτὰ τὰς πάσας εἶναι βουλόμεθα. εἰ γὰρ τοῦτο ἐπινενόηται διὰ τὸ τὰς θέας πρὸς ψυχ‐ αγωγίαν ἄγειν τοῦ δήμου, αὗται δὲ ἡμῖν ὁρίζονται εἴς
5τε ἱπποδρομίαν εἴς τε τὰς τῶν θηρίων θέας τε καὶ ἀναιρέσεις καὶ τὰς ἐπὶ τῆς σκηνῆς τε καὶ θυμέλης ἡδυπαθείας, οὐδενὸς τούτων ὁ ἡμέτερος ἀποστερη‐ θήσεται δῆμος. ἀλλ’ ἔσται μὲν αὐτῷ πρόοδος ἡ πρω‐ τίστη καθ’ ἣν παραλήψεται τὴν ὑπατείαν καὶ ταύτης
10κτήσεται τὰ σύμβολα, καλάνδαις Ἰανουαρίαις. μετ’ ἐκείνην δὲ δευτέραν ἄξει θέαν τὴν τῶν ἁμιλλητηρίων ἵππων, ἣν δὴ μάππαν προσαγορεύουσι, καὶ τρίτην τὴν τοῦ καλουμένου θεατροκυνηγίου, οὐ δὶς ἀλλὰ προσάπαξ τελεσθησομένην· καὶ μετ’ ἐκείνην τὴν τοῦ
15λεγομένου μονημερίου, ἔνθα πολλῆς ἡδυπαθείας ἐμ‐ πλήσει τὸν δῆμον τό τε καλούμενον πάγκαρπον θεώ‐ μενον καὶ θηρίοις προσμαχομένους ἀνθρώπους καὶ εὐδοκιμοῦντας τῇ τόλμῃ καὶ πρός γε ἀναιρούμενα τὰ θηρία. καὶ πέμπτην γε ποιήσει πρόοδον τὴν ἐπὶ τὸ
20θέατρον ἄγουσαν, ἣν δὴ πόρνας καλοῦσιν, ἔνθα τοῖς ἐπὶ σκηνῆς γελωτοποιοῖς ἔσται χώρα τραγῳδοῖς τε καὶ τοῖς ἐπὶ τῆς θυμέλης χοροῖς, θεάμασί τε παντο‐ δαποῖς καὶ ἀκούσμασιν ἀνεῳγμένον ἐστὶ τὸ θέατρον. πάλιν δὲ θέαν ἵππων ἁμιλλητηρίων ἐπιτελέσει ἤτοι τὴν
25καλουμένην μάππαν, ἕκτην ἄγων ταύτην πανήγυριν. εἶτα ἐντεῦθεν καταθήσεται τὴν ἐνιαυσιαίαν ταύτην τιμὴν τὴν ἐπὶ τῆς καλουμένης ἀποθέσεως κατὰ τὸ συνειθισμένον ἄγων πανήγυριν. καὶ οὕτως ὁ τῶν ἑπτὰ νυκτῶν τε καὶ προόδων ἐπιτελεσθήσεται δρόμος
30οὐδὲ ἓν εἶδος, τῶν ἐξ ἀρχῆς νομισθέντων παραλιμ‐ πάνων. τὸ γὰρ μίαν μὲν ἄλλην προσεφευρίσκειν 〈μάπ‐ παν〉, δύο δὲ συνάπτειν τὰ καλούμενα θεατροκυνηγέ‐ σια, ἀλλὰ μὴ τῷ προτέρῳ τούτων ἀρκεῖσθαι, πρόδηλον ὡς οὐδὲν καινοπρεπές τι πρὸς τὸ πρότερον ἔχει. προσ‐
35κορὲς μὲν οὖν εἰκότως ἂν τὸ πρᾶγμα νομισθείη, ἀλλ’
ἕκαστον μὲν ἐπιδειχθήσεται λαμπρῶς, οὐ μὴν εἰς

503

τοσοῦτον ὥστε ἤδη τῷ πλήθει καὶ μισηθῆναι· ἐν γὰρ τοῖς σπανίως γινομένοις τὸ θαυμαζόμενόν ἐστιν. ταῦτα μὲν οὖν προφάσει τῆς ὑπατικῆς ἡμῖν γέγραπται καὶ περιέσταλται δαπάνης.
5 Εἰ δὲ καὶ γαμετὴν ὁ ὑπατεύων ἔχοι, διώρισται παρ’ ἡμῶν καὶ τὸ τῆς περὶ αὐτὴν μέτρον δαπάνης· δεῖ γὰρ συναπολαύειν καὶ ταύτας τῆς τοῦ συνοικοῦν‐ τος λαμπρότητος. εἰ δὲ καὶ οὐ συνοικοίη γυναικί, περιττὰ τὰ ἐντεῦθεν, πλὴν εἰ μήτηρ αὐτῷ καθεστή‐
10κοι ἤδη τῇ τῆς ὑπατείας ἀξίᾳ καὶ πρόσθεν τετιμη‐ μένη, καὶ βούλοιτό γε αὐτὴν συναπολαῦσαι αὑτῷ τοῦ σχήματος. καὶ τοῦτο γὰρ ἐπὶ μόνῃ μητρὶ δίδοται, ἑτέρα δὲ οὐ καθεδεῖται γυνὴ παντελῶς πλὴν τῆς συνοικούσης ἢ τῆς μητρός, τῆς μὲν πάντως—ἐπειδὴ
15γὰρ αἱ γαμεταὶ συνεκλάμπουσι ταῖς τῶν συνοικούν‐ των ἀκτῖσι, τοῦτο αὐταῖς τοῦ νόμου δεδωκότος—, τῆς μητρὸς δέ, εἴπερ ὁ ὑπατεύων τοῦτο βουληθείη· οὐ θυγατὴρ δέ, οὐκ ἀδελφὴ τυχόν, οὐ γαμετὴ παιδός, καὶ πολλῷ μᾶλλον εἰ μηδὲ προσήκουσα κατὰ γένος
20εἴη· τοῦτο γὰρ δὴ καὶ καθαρῶς ἄτοπον ἐτύγχανεν. Τὸ δὲ διαρρίπτειν ἐν ταῖς ἑπτὰ ταύταις προόδοις τῷ δήμῳ τὸν ὑπατεύοντα κάλλιον ἡμεῖς διορίζομεν ἢ καθάπερ ἡ Μαρκιανοῦ τοῦ τῆς θείας λήξεως διά‐ ταξις λέγει. ἡ μὲν γὰρ ἀπεῖπε παντοίως φιλοτιμεῖ‐
25σθαι, ἡμεῖς δὲ αὐτὴν ἐπανορθοῦμεν τὸ πρᾶγμα τῇ γνώμῃ τοῦ τὴν ὕπατον ἔχοντος ἀνατιθέντες τιμήν. εἴτε γὰρ μηδ’ ὁτιοῦν βουληθείη ῥίπτειν, οὐκ ἀναγκά‐ ζομεν, εἴτε αὖθις ἐλθεῖν εἰς τοῦτο βουληθείη καὶ τοῖς ἐξ ἀργύρου δώροις τιμῆσαι τὸν δῆμον, οὐδὲ τοῦτο
30ἀπαγορεύομεν. οὐ μὴν χρυσίον ῥίπτειν ἐφίεμεν, οὐ μικροτέρου τινὸς οὐδὲ μείζονος ὅλως ἢ μέσου χαράγ‐ ματος ἢ σταθμοῦ, ἀλλὰ ἄργυρον, καθάπερ εἰπόντες ἔφθημεν, μόνον. τὸ μὲν γὰρ καὶ χρυσίον διαρρίπτειν ἀνείσθω τῇ βασιλείᾳ, ἧπερ μόνῃ καὶ χρυσίου περι‐
35φρονεῖν ὁ τῆς τύχης δίδωσιν ὄγκος· ἄργυρος δὲ ὁ μετὰ χρυσὸν εὐθὺς τιμιώτατος γένοιτο ἂν καὶ τοῖς ἄλλοις ὑπάτοις φιλοτιμία πρέπουσα. τοῦτον ἐφίεμεν αὐτοὺς
ῥίπτειν ἔν τε τοῖς καλουμένοις μιλιαρησίοις καὶ μήλοις

504

καὶ καυκίοις καὶ τετραγωνίοις καὶ τοῖς τοιούτοις. ὅσῳ γὰρ ἂν μικρότερον εἴη τὸ ῥιπτόμενον, τοσούτῳ πλείους οἱ λαμβάνοντες. τῷ δὲ πράγματι μέτρον ἡ τοῦ δι‐ δόντος δύναμίς τε καὶ προαίρεσις, ὥστε ἢ μηδ’ ὁτιοῦν
5ἢ μέτριον ἢ ὑπερβαῖνον διαδοῦναι τῷ δήμῳ· τοῦτο γὰρ ἐπὶ ταῖς ὑπατείαις ὁρίζομεν οὔτε ἄκοντας ῥίπτειν ἀναγκάζοντες οὔτε βουλομένους τε καὶ φιλοτιμουμέ‐ νους κωλύοντες. ἀλλὰ τὰ μὲν περὶ τοῦ τὸν ἄργυρον ῥίπτειν οὕτως ἡμῖν νενομοθετήσθω, καὶ εἴπερ ὅλως
10ἐπὶ τοῦτο ὁρμήσειε, παρρησίαν ἐχέτω τοῦ διανεῖμαι τὴν τοῦ ἀργύρου φιλοτιμίαν ἐν ταῖς αὐτοῦ προόδοις, καθάπερ αὐτὸς ὀρθῶς ἐνόμισεν ἔχειν, μόνου κεκω‐ λυμένου τοῦ χρυσίον ὅλως ἀκοντίσαι, τὸ τῇ βασι‐ λείᾳ μόνῃ παρ’ ἡμῶν ἀφωρισμένον προσάψασθαι.
15Τῶν μέντοι γε ἄλλων τῶν παρ’ ἡμῶν διωρισμέ‐ νων καὶ ἐγγεγραμμένων τῇ ἀπογραφῇ τῇ τῷδε περι‐ εχομένῃ τῷ νόμῳ παραβῆναί τι παντελῶς ἢ αὔξειν ἢ μειοῦν οὐδένα συγχωροῦμεν τρόπον. τὸ μὲν γὰρ ἀόριστον (φαμὲν δὲ τὸ ῥίπτειν) ἐπὶ τῇ τοῦ διδόντος
20τίθεμεν γνώμῃ παντοίως, ὡς αὐτεξούσιον αὐτὸ τῷ δόντι ποιοῦντες, τὸ δὲ παρ’ ἡμῶν ὡρισμένον τε ἅπαξ καὶ διατεταγμένον ὑπερβαίνειν ὅδε ἡμῶν ὁ νόμος κω‐ λύει. ἀλλ’ εἴ τις τολμήσεις τὸ διωρισμένον ἐκβῆναι, centum librarum auri καταθήσει ποινήν, ὡς τὰς ἡμε‐
25τέρας παραβὰς προστάξεις καὶ τὸν ἅπαντα τοῦδε τοῦ νόμου διαφθείρων τό γε ἐφ’ ἑαυτῷ σκοπόν. εἰ γὰρ κατὰ ταύτην δὴ μόνην τέθειται τὴν πρόφασιν, ἵνα μὴ τῇ τῶν διδομένων ἀμετρίᾳ τὸ τῶν ὑπάτων ἐκ‐ λείποι, καὶ διὰ τοῦτο ἡμεῖς τὰς περιττὰς ἐκείνας δό‐
30σεις τε καὶ δαπάνας συνεστείλαμεν καὶ τὰς εἰς πλῆ‐ θος ἐκκεχυμένας προόδους τε καὶ θέας εἰς εὐσύνοπτον ἠγάγομεν μέτρον, καὶ ἴσως τι καὶ τῶν γλαφυρωτέρων περὶ τοὺς ἀριθμοὺς προσεννοήσαμεν τὸ ῥίπτειν ἄργυ‐ ρον ἢ μηδ’ ὁτιοῦν διδόναι ταῖς αὐτῶν τῶν ὑπάτων
35ἀνατεθεικότες γνώμαις, ὅπως ἡμῖν ἔσονται πλείους καὶ τῇ παρ’ ἑαυτῶν προσηγορίᾳ τὸν χρόνον κοσμοῖεν,
ὁ τὸ διατεταγμένον ἐκβαίνων εἰκότως ἂν ὡς τὸν ἡμέ‐

505

τερον παραβαίνων νόμον ἄξιος εἴη ποινῆς. οὕτω γὰρ ἡμῖν ἔσονται διηνεκῶς ὕπατοι, τὴν τοῦ πράγματος ἀμετρίαν οὐ φρίττοντες οὐδὲ ὥς τινα φανερώτατον κίνδυνον τὴν ὑπατείαν ἀποφεύγοντες καὶ ἐκτρεπόμε‐
5νοι. καὶ διὰ τοῦτο θεσπίζομεν τὸν νόμον ἐν βεβαίῳ φυλάττεσθαι τοῦτον. μηδεὶς τοίνυν αὐτὸν παρ‐ εξιέναι θαρρήσειε, μηδὲ εἰ σφόδρα πλουτοίη μηδὲ εἰ τῶν ἡμετέρων ἀρχόντων εἴη μηδὲ εἰ τῆς μεγάλης βουλῆς ἢ μηδεμίαν ἀρχὴν ἄρχοι. ταῦτα γὰρ ἅπαντα
10ἡμεῖς συνιδόντες πᾶσιν ἐπεθήκαμεν ἐπὶ ταῖς δόσεσι τὴν ἰσότητα, οὐδενὶ παντελῶς ἄδειαν διδόντες παρ‐ εκβῆναι τὸ μέτρον τὸ τῷδε περιεχόμενον τῷ νόμῳ, πλὴν ἐπὶ μόνῳ τῷ τὸν ἄργυρον ἐν ταῖς προόδοις ῥίπτειν ἢ μηδὲ τοῦτο ποιεῖν, ὃ ταῖς αὐτῶν τῶν ὑπά‐
15των ἀνεθήκαμεν (καθὰ πολλάκις εἴρηται) γνώμαις. Καὶ αὐτοῖς δὲ τοῖς ταῦτα λαμβάνειν εἰωθόσι μεγίστη χάρις ἐν τῷδε ἡμῶν ἀποκείσθω τῷ νόμῳ. εἰ γὰρ ὁ κίνδυνος ἦν ἐπιλειπόντων ὑπατευόντων μηδ’ ὁτιοῦν λαμβάνειν, νῦν δὲ λήψονται μέτρων, πολλὴν ἂν εἰ‐
20δεῖεν εἰκότως τῷδε τῷ νόμῳ χάριν τὸ αὔταρκες ἀντὶ τοῦ μηδενὸς κομιζόμενοι. καὶ αὐτὸ γὰρ δὴ τὸ μὴ συγχωρεῖν ἡμᾶς τοῖς ἐνδοξοτάτοις ὑπάτοις χρυσίον ῥίπτειν ἢ καὶ 〈σκεῦοσ〉 μεῖζον, ἀλλ’ ἐν μιλιαρησίοις τε καὶ μήλοις καὶ καυκίοις καὶ τετραγωνίοις συμμέτροις
25καὶ τοῖς τοιούτοις ποιεῖσθαι τὴν δόσιν νομοθετῆσαι, πρὸς φιλανθρωπίαν ἡμῖν ἐξηύρηται καὶ θεραπείαν τοῦ δήμου. εἰ γὰρ τοῦτο πράττοιεν οἱ τὴν ὕπατον δόσιν φιλοτιμούμενοι καὶ τούτοις δὴ μόνοις καταπάτ‐ τοιεν τοὺς δημότας, οὐκέτι ὥς γε ὑπὲρ μεγάλων κερ‐
30δῶν ἀγωνιῶντες στασιάσουσι πρὸς ἀλλήλους καὶ ἐλεύ‐ σονται μέχρι τῶν κατ’ ἀλλήλων πληγῶν, ἃς δὴ καὶ διὰ ῥοπάλων καὶ ξύλων καὶ λίθων ἐποιήσαντο πολ‐ λάκις, πρᾶγμα ἡμῖν παντελῶς ἀποθύμιον. ἑωρῶμεν γὰρ αὐτοὺς στασιάζοντας μὲν καὶ κακῶν ἀμυθήτων
35ἐμπιπλάντας ἀλλήλους προφάσει τῶν ῥιπτομένων τε
καὶ ὑπ’ αὐτῶν διαρπαζομένων, οἴκοι δὲ εἰσάγοντας

506

παντελῶς οὐδέν, ἀλλ’ αὐθημερὸν ἐν μέθαις καὶ πό‐ τοις ἅπαντα δαπανῶντας· εἰ δέ τι πολλάκις ἐλπίδι κέρδους μείζονος καὶ προδαπανήσαντες ἔτυχον, ὕστε‐ ρον δὲ ἢ οὐδὲν ἢ ἔλαττον λάβοιεν, καὶ ζημίαν προσ‐
5οφλισκάνειν καὶ πληγαῖς τε καὶ τραύμασι καὶ τοῖς ἐντεῦθεν περιπίπτειν κακοῖς ἀναγκάζεσθαι. εἰ δὲ μέτριον ᾖ τὸ ῥιπτόμενον, οὐ σφόδρα φιλονεικήσουσιν οὐδὲ τὸ τοῦ πόρου προσδοκῶντες ἄφθονον τραύματα καὶ πληγὰς ἀλλήλοις ὑπὲρ μέτρον παρέξουσιν. Ὥστε
10κοινὴν πρόνοιαν ἱστῶμεν ἐκ τοῦδε τοῦ νόμου καὶ τῷ κοινῷ τῆς πολιτείας σχήματι, ὅπως ἂν ὁ χρόνος ἔχοι μετὰ τὴν βασιλείαν καὶ τὴν τοῦ ὑπάτου διηνε‐ κῶς μνήμην τε καὶ προσηγορίαν ἐν τοῖς ἐνδόξοις ἡμῶν ἄρχουσι καὶ τοῖς ἐκ τῆς μεγάλης βουλῆς, διότι τιμᾶν
15ἐξ αὐτῶν πάρεστι τοὺς ἀξίους, μὴ δαπανῶντας ἄμετρα· πρέπουσάν τε δίδομεν παραμυθίαν τῷ ἡμετέρῳ δήμῳ καὶ τοῖς ἄλλοις ἅπασι καὶ τοῖς ἀπεγνωκόσιν ἤδη τὸ πρᾶγμα, διὰ τοῦτο τὸ περιττὸν ἀφελόντες, ἵνα τὴν ὑπατείαν ἀθάνατον τῷ πολιτεύματι καταστήσωμεν.
20Ὑποκείσθω τοίνυν, καθάπερ εἰπόντες ἔφθημεν, ἡ ἡμετέρα διατύπωσις τῷδε ἡμῶν τῷ νόμῳ, ἧς τὸ ἰσό‐ τυπον ἀποκείσεται ἐν τῷ δικαστηρίῳ τῆς σῆς ὑπερ‐ οχῆς ἅμα τῷδε τῷ νόμῳ πρὸς αὐτὴν καταπεμπόμενον. Τοὺς μέντοι κατὰ καιρὸν ἐνδοξοτάτους ὑπάτους θε‐
25σπίζομεν ἐκ μόνου τοῦ σοῦ δικαστηρίου τὸ ἰσότυπον τῆς ἀπογραφῆς λαμβάνειν τῆς τῷδε ὑποτεταγμένης τῷ νόμῳ, ὥστε κατ’ αὐτὴν ἅπαντα διδόναι. τὴν γὰρ ἀπογραφὴν διὰ τοῦτο ἐκ τοῦ θρόνου τοῦ σοῦ δίδο‐ σθαι βουλόμεθα, ἵνα μήτε αὐτοῖς ἐξῇ παραβαίνειν
30μήτε τοῖς καλουμένοις βρεβιάτορσι νοθεύειν τι τῶν παρ’ ἡμῶν διατεταγμένων, ἀλλὰ κινδύνῳ τῶν φυ‐ λαττόντων ταύτην τὴν ἀπογραφὴν ἐν τῷ δικαστηρίῳ τῆς σῆς ἐνδοξότητος δίδοσθαι τὸ ἰσότυπον αὐτῆς μεθ’ ὑποσημειώσεως τοῦ τὴν ἀρχὴν ἔχοντος ταύτην,
35ᾗπερ νῦν αὐτὸς ἐφέστηκας, ἵνα διὰ πάντων ἀνό‐ θευτα ἡμῖν ᾖ τὰ παρ’ ἡμῶν διατεταγμένα. Δυσχε‐ ραινέτω δὲ μηδεὶς τῶν εἰς τὴν ὕπατον παριόντων τιμήν, εἰ μεμετρημένην οὕτως ποιησάμενος δαπάνην
ὄνομα τῷ χρόνῳ γενήσεται. καὶ γὰρ δὴ πᾶν ὅσον

507

μέχρι τοῦ νῦν οἱ τὴν ὕπατον ἔχοντες τιμὴν ἔκ τε τοῦ δικαστηρίου τῆς σῆς ὑπεροχῆς ἔκ τε τῶν ἐνδοξο‐ τάτων ἡμῶν ἐπάρχων καὶ ἀλλαχόθεν ποθὲν κατὰ φιλοτιμίαν ἡμετέραν ἐκομίζοντο, τοῦτο καὶ νῦν αὐ‐
5τοῖς ἐπιδώσομεν, τὴν μὲν παρ’ αὐτῶν γινομένην δα‐ πάνην συστείλαντες, τὴν δὲ παρ’ ἡμῶν φιλοτιμίαν οὐκ ἐλαττώσαντες. Πάντων δὲ δὴ τῶν εἰρημένων ἡμῖν ἡ βασιλέως ἐξῃρήσθω τύχη, ᾗ γε καὶ αὐτοὺς ὁ θεὸς τοὺς νόμους ὑπέθηκε νόμον αὐτὴν ἔμψυχον
10καταπέμψας ἀνθρώποις· διότι τῷ μὲν βασιλεῖ διηνε‐ κὴς ὕπεστιν ὑπατεία πᾶσι πόλεσί τε καὶ δήμοις καὶ ἔθνεσι καὶ ἐφ’ ἑκάστης τὰ δοκοῦντα διανέμοντι, προσ‐ έρχεται δὲ ἡνίκα αὐτὸς νεύσειεν ἡ στολή, ὡς καὶ ἡ τῆς βασιλείας ὑπατεία διὰ πάντων ἔσται ἀκολουθοῦσα
15τοῖς σκήπτροις. 〈Ἐπίλογος.〉 Ἡ τοίνυν σὴ ὑπεροχὴ τόνδε ἡμῶν παραλαβοῦσα τὸν νόμον διηνεκῶς αὐτὸν ἐπὶ τῆς ἑαυ‐ τοῦ μένειν ἰσχύος παρασκευαζέτω κατὰ πᾶσαν τὴν αὐτῷ περιεχομένην δύναμιν. Legatur.
20 Ἐγράφη τὸ ἰσότυπον Ἰωάννῃ τῷ ἐνδοξοτάτῳ ἐπ‐ άρχῳ τῶν ἱερῶν πραιτωρίων τὸ βʹ, ἀπὸ ὑπάτων καὶ πατρικίῳ. Ἐγράφη τὸ ἰσότυπον Λογγίνῳ τῷ λογιωτάτῳ καὶ ἐνδοξοτάτῳ ἐπάρχῳ τῆς εὐδαίμονος ταύτης πόλεως.
27tΡϛ
28tΠΕΡΙ ΝΑΥΤΙΚΩΝ ΤΟΚΩΝ.
29tὉ αὐτὸς βασιλεὺς Ἰωάννῃ ἐπάρχῳ πραιτωρίων τὸ βʹ,
30t〈ἀπὸ ὑπάτων ὀρδιναρίων καὶ πατρικίῳ.〉
31〈Προοίμιον.〉 Μηνύσεως ἠκούσαμεν τῆς σῆς ὑπερ‐
οχῆς, ἧς τὴν πρόφασιν ἡμεῖς αὐτοὶ παρεσχόμεθα. ἐδί‐

508

δαξας γάρ, Πέτρον καὶ Εὐλόγητον ἱκετεῦσαι τὸ θεῖον ἡμῶν κράτος καὶ τὰ καθ’ ἑαυτοὺς ἀφηγουμένους εἰ‐ πεῖν, ὡς εἰώθασι ναυκλήροις ἤτοι ἐμπόροις δανείζειν χρυσίον, καὶ μάλιστα τοῖς ἐν θαλάττῃ τὰς πραγματείας
5ποιουμένοις, καὶ ταύτην ἔχειν τοῦ βίου τὴν πρόφασιν τὰ τοῖς θαλαττίοις ταῦτα δανείσματα, ἃ καλεῖν ὁ καθ’ ἡμᾶς εἴωθε νόμος traiecticia, δεδοικέναι δὲ αὐ‐ τοὺς ὡς ἀμφισβητήσεων ἐντεῦθεν αὐτοῖς ἀνισταμένων, καὶ δεῖσθαι διὰ τοῦτο γενέσθαι φανερὸν τὸ κρατοῦν
10καὶ ἐπὶ τούτοις ἔθος, ὥστε καὶ θείαν ἡμῶν ἐπὶ τούτῳ προελθεῖν κέλευσιν τὴν τὸ ἔθος εἰς σαφέστα‐ τον ἄγουσαν τύπον. τοιγαροῦν ἡμᾶς ἐγκελεύεσθαί σοι τὴν τῆς ἀμφισβητήσεως φύσιν μαθεῖν καὶ ταύτην εἰς ἡμᾶς ἀγαγεῖν, ὥστε φανερᾶς ἡμῖν γενομένης τὸ
15δοκοῦν νόμῳ περιλαβεῖν διηνεκεῖ· καὶ τὴν σὴν ἐν‐ δοξότητα ταῦτα πρᾶξαι παρ’ ἡμῶν κελευσθεῖσαν συν‐ αγαγεῖν τοὺς ναυκλήρους, οἷς δὴ τὰ τοιαῦτα τῶν δανεισμάτων μέλει, καὶ πυθέσθαι ποῖόν ποτε τὸ ἀρ‐ χαῖον ἔθος ἦν· τοὺς δὲ καὶ ὅρκον προσεπιτιθέντας
20μαρτυρεῖν τρόπους εἶναι ποικίλους τῶν τοιούτων δα‐ νεισμάτων, καὶ εἰ μὲν δόξειε τοῖς δανεισταῖς, ἐφ’ ἑκά‐ στῳ νομίσματι τῶν χρημάτων ἅπερ ἂν δοῖεν ἕνα σίτου μόδιον ἢ κριθῆς ἐμβαλεῖν τῇ νηΐ, καὶ μηδὲ μίσθωμα τοῖς δημοσίοις παρέχειν ὑπὲρ αὐτοῦ τελώ‐
25ναις, ἀλλὰ τό γε ἐπ’ αὐτοῖς ἀτελώνητα πλέειν τὰ σκάφη, καὶ τοῦτον ἔχειν καρπὸν ὧν ἐδάνεισαν χρη‐ μάτων, καὶ πρός γε καὶ κατὰ δέκα χρυσοῦς ἕνα κομί‐ ζεσθαι μόνον ὑπὲρ τόκων [καθ’ ἑκάστην δεκάδα χρυσίου]. αὐτοὺς δὲ τοὺς δανειστὰς ὁρᾶν τὸν ἐκ τῶν
30ἀποβησομένων κίνδυνον· εἰ δὲ οὐχ ἕλοιντο τὴν ὁδὸν ταύτην οἱ δανείζοντες, τὴν ὀγδόην μοῖραν λαμβάνειν ὑπὲρ ἑκάστου νομίσματος ὀνόματι τόκων οὐκ εἰς χρό‐ νον τινὰ ῥητὸν ἀριθμουμένων, ἀλλ’ ἕως ἂν ἡ ναῦς ἐπανέλθοι σεσωσμένη· κατὰ τοῦτο δὲ τὸ σχῆμα συμ‐
35βαίνειν ἴσως καὶ εἰς ἐνιαυτὸν ἐκταθῆναι τὸν χρόνον, εἴπερ τοσοῦτον ἔξω διατρίψειεν ἡ ναῦς ὡς καὶ τὸν
ἐνιαυτὸν ἢ πέρας λαβεῖν ἢ καὶ ὑπερβῆναι, θᾶττόν γε

509

μὴν ἐπανιούσης αὐτῆς τὸν χρόνον εἰς ἕνα μόνον ἢ δύο παρελκυσθῆναι μῆνας, καὶ ἐκ τῶν τριῶν κερατίων ὠφέλειαν ἔχειν, κἂν οὕτως βραχὺς διαγένηται χρόνος κἂν εἰ περαιτέρω παρὰ τῷ δανεισαμένῳ μένοι τὸ
5χρέος· ταὐτὸ δὲ τοῦτο κρατεῖν ἑτέραν πάλιν τῶν ἐμ‐ πορευομένων ἀποδημίαν αἱρουμένων, ὥστε καθ’ ἕκα‐ στον φόρτον ὁρίζεσθαι τὸ σχῆμα καθ’ ὃ προσήκει τὸ δάνεισμα ἢ μένειν ἢ ἐναλλάττεσθαι κατὰ τὸ περὶ τούτου συνδοκοῦν τοῖς μέρεσι σύμφωνον· εἰ μέντοι
10μετὰ τὴν ἐπάνοδον τῆς νηὸς σωθείσης καὶ μηκέτι πλεῖν διὰ τὸν καιρὸν δυναμένης ἐπανέλθοιεν, εἴκοσι καὶ μόνων ἡμερῶν προθεσμίαν δίδοσθαι παρὰ τῶν δανεισάντων τοῖς δανεισαμένοις, καὶ μηδὲν ὑπὲρ τῶν ὀφλημάτων τόκου ἕνεκεν ἀπαιτεῖν, ἕως πραθῆναι
15συμβαίη τὸν φόρτον· εἰ δὲ μένοι περαιτέρω τὸ χρέος οὐκ ἀποδιδόμενον, τὸν ἐκ διμοίρου τῆς ἑκατοστῆς τοῖς κυρίοις τῶν χρημάτων διδόναι τόκον, καὶ μετα‐ βάλλειν εὐθὺς τὸ δάνεισμα καὶ εἰς τὸν τῶν ἐγγείων μεταχωρεῖν τρόπον, οὐκέτι τῶν θαλαττίων κινδύνων
20τὸν δανειστὴν ἐνοχλούντων. καὶ ταῦτα ἅπαντας εἰ‐ πεῖν ἔνορκον ποιησαμένους τὴν μαρτυρίαν. ἅπερ εἰς ἡμᾶς ἐμήνυσας, ὥστε ἡμᾶς νομοθετῆσαι τὸ ἡμῖν δο‐ κοῦν, καὶ ἐπὶ τούτοις ἔφασκες ταῦτα τῷ ἡμετέρῳ προσαγγεῖλαι κράτει.
25 Ἡμεῖς τοίνυν καὶ αὐτοῖς ἐντυχόντες τοῖς πεπραγμέ‐ νοις καὶ τὸ πρᾶγμα διδαχθέντες θεσπίζομεν κατὰ τὸ μεμαρτυρημένον ἐπὶ τῆς σῆς ὑπεροχῆς οὕτω νῦν τε καὶ εἰς τὸν ἑξῆς ἅπαντα χρόνον τὰ τοιαῦτα κρατεῖν, διότι μηδὲ τοῖς ἤδη τεθειμένοις μάχεται νόμοις· ὥστε
30δεῖν ἐκ τοῦ λοιποῦ κατά τινα ἰδικὸν νόμον ἐν ταῖς ναυκληρικαῖς ἤτοι ἐμπορικαῖς δίκαις ἐπὶ τῶν τοιούτων αἰτιῶν ταῦτα φυλάττεσθαι, καὶ κατὰ τὸν τρόπον τῶν εἰρημένων συμφώνων οὕτως γίνεσθαι τὰς ἀποβάσεις καὶ τὰ ἄλλα πάντα ἔθη ὁπόσα ἐν τοῖς ἔμπροσθεν με‐
35μαρτύρηται παρὰ τῷ θρόνῳ τῷ σῷ, ὥστε κατὰ ἰδικὸν νόμον ταῦτα κρατεῖν ἐπὶ τῶν ναυκληρικῶν ἤτοι ἐμ‐ πορικῶν (τὸ γὰρ ἐν μακροῖς οὕτω πολιτευόμενον χρό‐ νοις καὶ κρατῆσαν ἀπαραλλάκτως, καθάπερ αἱ μαρ‐
τυρίαι παρὰ τῇ σῇ ἐνδοξότητι διώρισαν, πῶς οὐκ ἐστὶ

510

δίκαιον καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων κρατεῖν τῶν μετὰ ταῦτα ἐσομένων;), καὶ εἶναι ταύτην αὐτοῖς τῶν πραγμάτων τὴν διάλυσιν ἐξ ἰδικοῦ νόμου κρατοῦσαν καὶ ἑτέρας τινὸς διατυπώσεως μὴ δεομένην, ἀλλ’ ἐπὶ
5τῶν ναυκληρικῶν ἤτοι ἐμπορικῶν ἀφορμῶν εἰς τὸν ἅπαντα χρόνον κρατοῦσαν, ὡς γενικὴν οὖσαν νομο‐ θεσίαν καὶ ἐπὶ τῶν ναυκληρικῶν ἤτοι ἐμπορικῶν συναλλαγμάτων κρατοῦσαν ὀφείλουσάν τε καὶ μέρος γενέσθαι τῶν ἤδη παρ’ ἡμῶν τεθειμένων νόμων,
10ὥστε καὶ τοὺς δικάζοντας πρὸς ταύτην ἀποβλέποντας ποιεῖσθαι τὰς κρίσεις. 〈Ἐπίλογος.〉 Τὰ τοίνυν παραστάντα ἡμῖν ἡ σὴ ὑπεροχὴ εἰς τὸ διηνεκὲς παραφυλάττεσθαι σπευσάτω.
16tΡΖ
17tΠΕΡΙ ΒΟΥΛΗΣΕΩΝ
18tΤΩΝ ΕΙΣ ΤΟΥΣ ΠΑΙΔΑΣ ΓΕΝΟ‐
19tΜΕΝΩΝ.
23tὉ αὐτὸς βασιλεὺς Βάσσῳ τῷ μεγαλοπρεπεστάτῳ κό‐
24tμητι τῶν καθωσιωμένων δομεστίκων ἐπέχοντι τὸν
25tτόπον Ἰωάννου τοῦ ἐνδοξοτάτου ἐπάρχου πραιτωρίων
26tτὸ βʹ, ἀπὸ ὑπάτων 〈ὀρδιναρίων〉 καὶ πατρικίου.
27〈Προοίμιον.〉 Κωνσταντίνῳ τῷ τῆς θείας λήξεως
νόμος γέγραπται τῆς παλαιᾶς ἐστοχασμένος ἁπλότη‐

511

τος, ἡ δὲ τῶν πραγμάτων ποικιλία καὶ ἡ φύσις ταῦτα συχνῶς μεταβάλλουσα δεῖσθαι τὸν νόμον ἐκεῖνον ἐπ‐ ανορθώσεως ἡμετέρας παρεσκεύασε. λέγει γοῦν ὁ νό‐ μος δεῖν τὰς τῶν τελευτώντων βουλήσεις. ὅταν ὦσι.
5γονεῖς, πᾶσι τρόποις μεταξὺ παίδων κρατεῖν, καὶ το‐ σοῦτον αὐτοὶς αἰσχύνεται γονεῖς ὄντας, ὅτιπερ αὐτοῖς καὶ τὴν ἀσαφῆ τῶν πραγμάτων συγχωρεῖ δήλωσιν, λέγων, εἰ καὶ μὴ ἐναργεῖς εἰσιν αἱ αὐτῶν διατυπώ‐ σεις, εἰσάγονται δὲ ἔκ τινων τεκμηρίων καὶ ἐναυσμά‐
10των καὶ τῆς οἱασοῦν γραφῆς, καὶ οὕτω ταῦτα κρατεῖν· καὶ τοῦτο ἐπί τε σούων καὶ ἐμαγκιπάτων παίδων φησίν, καὶ πρός γε ἡ Θεοδοσίου προσδιορίζεται, οὐκ ἐπὶ πατέρων μόνων ταῦτα διατυποῦσα, ἀλλὰ καὶ ἐπὶ μητέρων καὶ ἐπὶ ἀνιόντων ἑκατέρας φύσεως. ταύτης
15ἐπιλαβόμενοι τῆς ἀδείας ἄνθρωποι εἰς τοσαύτην ἀσά‐ φειαν ἐξῆλθον, ὥστε μάντεων μᾶλλον ἢ ἑρμηνέων ταῦτα προσδεῖσθαι· τοιγαροῦν οὔτε πρόσωπα γράφον‐ τες οὔτε πραγμάτων λέγοντες γνωρίσματα καὶ ἴσως οὐδὲ ποσὸν ὅμως ἀξιοῦσι στοχασμοῖς καὶ τῷ τῶν εἰ‐
20κότων λόγῳ τὰ τοιαῦτα ἐπιτρέπειν. Ἡμεῖς τοίνυν πάντα σαφῆ τε καὶ ἀναπεπταμένα καθεστάναι βουλόμενοι (τί γὰρ οὕτως ἴδιον νόμων ὡς σαφήνεια, μάλιστα ἐπὶ ταῖς τῶν τελευτώντων διατυπώσεσι;) βουλόμεθα, εἴ τις γράμματα ἐπιστά‐
25μενος μεταξὺ τῶν αὑτοῦ παίδων βούλοιτο ποιήσα‐ σθαι διατύπωσιν, πρῶτον μὲν αὐτῆς προγράφειν τὸν χρόνον, εἶτα καὶ τὰ τῶν παίδων ὀνόματα οἰκείᾳ χειρί, καὶ πρός γε τοὺς οὐγκιασμοὺς εἰς οὓς γράφει κληρονόμους αὐτούς, μὴ τοῖς συμβόλοις τῶν ἀριθμῶν
30σημαινομένους, ἀλλὰ δι’ ὅλων γραμμάτων δηλουμέ‐ νους, ὥστε πανταχόθεν σαφεῖς τε καὶ ἀναμφισβητήτους καθεστάναι. εἰ δὲ καὶ πραγμάτων βούλοιτο ποιήσα‐ σθαι διαίρεσιν ἤ τισι πράγμασι ῥητοῖς πάσας ἤ τινας τῶν ἐνστάσεων περιστῆσαι, καὶ τὰ τούτων ἐγγρα‐
35φέτω γνωρίσματα, ὥστε τοῖς αὐτοῦ γράμμασιν πάντα δηλούμενα μηδεμίαν ἔτι φιλονεικίαν τοῖς παισὶ κατα‐ λιμπάνειν. εἰ μέντοιγε ἢ γαμετῇ ἢ ἐξωτικοῖς τισι
προσώποις βούλεται καταλιπεῖν legata ἢ fideicommissa

512

ἢ καὶ ἐλευθερίας, καὶ ταῦτα οἰκείᾳ χειρὶ γραφόμενα λεγόμενά τε παρὰ τῶν διατιθεμένων ἐπὶ τῶν μαρ‐ τύρων, ὡς ἅπαντα ἐφεξῆς τὰ ἐν τῇ διατυπώσει κεί‐ μενα αὐτοὶ καὶ ἔγραψαν καὶ βούλονται κρατεῖν, ἔστω
5ἰσχυρά, μηδὲν ἐλαττούμενα ἐκ τοῦ δοκεῖν ἐν χάρταις γεγράφθαι τὴν λοιπὴν παρατήρησιν τῶν διαθηκῶν μὴ δεξάμενα, ἀλλὰ τούτῳ μόνον διαλλαττέτω τῷ τὴν αὐτοῦ δεξιάν τε καὶ γλῶτταν ἔχειν τὴν πᾶσαν ἰσχὺν τῷ χάρτῃ παρεχομένην.
10 Καὶ εἴπερ μέχρι τελευτῆς μείνειε τοῦτο τὸ σχῆμα, οὐδεὶς ὕστερον παρέξει μαρτυρίας, ὡς ἠβουλήθη τυ‐ χὸν τὴν τοιαύτην γνώμην ἀμεῖψαι ἢ ἐναλλάξαι ἤ τι τοιοῦτο ποιῆσαι, ᾧ γε ἐξῆν διαρρῆξαι τὸ γενόμενον καὶ ἑτέραν ποιήσασθαι βούλησιν δηλοῦσαν τὴν τελευταίαν
15αὐτοῦ γνώμην, ἣν προσήκει κρατεῖν. τοῦτο γὰρ ἐφίε‐ μεν αὐτῷ πράττειν αὐτὸ τοῦτο ῥητῶς ἐπισημαινομένῳ ἐπὶ παρουσίᾳ μαρτύρων ἑπτά, ὡς καὶ πεποίηταί τινα τοιαύτην βούλησιν, οὐ μὴν κρατεῖν αὐτὴν ἔτι βούλε‐ ται, ἀλλ’ ἑτέραν ποιήσασθαι. καὶ ταῦτα ἢ ἐν τελείᾳ
20διαθήκῃ ποιείτω πάντα τὰ τῶν διαθηκῶν ἐχούσῃ σύμβολα, ἢ ἐν ἀγράφῳ τελείᾳ βουλήσει, ὥστε ἐπ’ ἐγ‐ γράφῳ ἢ ἀγράφῳ βουλήσει δοκεῖν αὐτὸν τελευτῆσαι, τῶν προτέρων ἀκύρων ἐκ τῆς δευτέρας αὐτοῦ κατὰ τὴν τελείαν διαθήκην ἢ βούλησιν διατυπώσεως γινο‐
25μένων. Ἐπειδὴ δὲ ἴσμεν τινὰς νεμήσεις ποιουμένους μεταξὺ τῶν οἰκείων παίδων καὶ παρασκευάζοντας αὐτοὺς ταύ‐ ταις ὑπογράφειν, καὶ τὸ τοιοῦτο σχῆμα προσιέμεθα. εἰ γὰρ διανέμοι τις τὰ οἰκεῖα πράγματα καὶ αὐτοὺς
30τοὺς παῖδας προσκαλεσάμενος ποιήσειεν ὑπογράψαι ταῖς νεμήσεσιν αὐταῖς, καὶ κυρίας ταύτας ἡγήσασθαι,
καὶ ὁμολογῆσαι ταῦτα κατὰ τοῦτον ἔχειν τὸν τρόπον,

513

ἔστω καὶ τοῦτο κύριον ἐπὶ τοιαύτης πραγμάτων διαι‐ ρέσεως κατὰ τὴν ἡμετέραν διάταξιν ἣν περὶ τούτου τεθείκαμεν· ἣν ἐπὶ πᾶσι τοῖς αὐτῇ περιεχομένοις κυ‐ ρίαν εἶναι καὶ διὰ τοῦδε τοῦ νόμου θεσπίζομεν. εἰ
5μέντοιγε καὶ ἐπὶ διανεμήσεων αὐτὸς ὑπογράψει καὶ σαφῆ πάντα διὰ τῆς ὑπογραφῆς τῆς αὑτοῦ ποιήσεται, ἔστω καὶ τοῦτο κύριον, ἐπειδὴ καὶ τοῦτο ἤδη τῇ ἡμε‐ τέρᾳ νομοθεσίᾳ περιέχεται. πρόδηλον δὲ ὡς ἐπὶ τῶν τοιούτων θεμάτων ὅδε ὁ νόμος κρατήσει ὁπόσα μετ’
10αὐτὸν κινηθῆναι συμβαίη. 〈Ἐπίλογος.〉 Τὰ τοίνυν παραστάντα ἡμῖν καὶ διὰ τοῦδε τοῦ θείου δηλούμενα νόμου ἡ σὴ ἐνδοξό‐ της γινώσκουσα ἅπασι ποιησάτω φανερά, ὥστε μηδὲν διαλαθεῖν τῶν ὀρθῶς καὶ προνοητικῶς ὑπὲρ τῶν
15ἡμετέρων ὑπηκόων νενομοθετημένων.
18tΡΗ
19tΠΕΡΙ ΤΩΝ ΑΠΟΚΑΤΑΣΤΑΣΕΩΝ.
20tὉ αὐτὸς βασιλεὺς Βάσσῳ τῷ μεγαλοπρεπεστάτῳ κό‐
21tμητι τῶν καθωσιωμένων δομεστίκων ἐπέχοντι τὸν
22tτόπον Ἰωάννου τοῦ ἐνδοξοτάτου ἐπάρχου τῶν ἱερῶν
23tπραιτωρίων.
24〈Προοίμιον.〉 Ὑποθέσεως ἠκούσαμεν περὶ δια‐
25θήκης ἀμφισβητουμένης, ἣν καὶ ἑρμηνεῦσαι δίκαιον ἡγησάμεθα καὶ νόμῳ περιλαβεῖν ἀκριβεῖ, τοῦτο δὴ τὸ ἡμῖν εἰωθὸς ἐκ τῶν ἐν ταῖς ὑποθέσεσι κινουμέ‐ νων ζητήσεων νόμων χρηστῶν λαμβάνειν ἀφορμάς. Παῖδας γάρ τις οἰκείους ἐνστησάμενος κληρονόμους,
30εἶτα καὶ ἀλλήλοις αὐτοὺς ἐξ ἀπαιδίας ὑποκαταστῆσαι βουλόμενος ἐκέλευσεν, εἰ συμβῇ τινα τῶν αὐτοῦ παί‐ δων καὶ κληρονόμων μέλλειν ἄπαιδα τὸν ἀνθρώπι‐
νον καταλύειν βίον, μετὰ τὴν ἐξαίρεσιν τῶν ἐκ τοῦ

514

νόμου ὀφειλομένων αὐτῷ ἐκ τῶν παρ’ αὐτοῦ κατα‐ λιμπανομένων αὐτῷ πραγμάτων τὰ λοιπὰ πάντα πράγματα καὶ δίκαια, ὅσα παρ’ αὐτῷ ἐν καιρῷ τελευ‐ τῆς εὑρεθείη, ἔρχεσθαι καὶ ἀποκαθίστασθαι τῷ ἐξ
5αὐτῶν περιόντι ἢ τοῖς αὐτοῦ παισίν, εἴ γε αὐτὸς τε‐ λευτήσειε, πάσης ἀργούσης μεταξὺ αὐτῶν διὰ τὴν εἰρη‐ μένην ἀποκατάστασιν ἀσφαλείας τε καὶ ἐγγύης. ἐπὶ τούτοις αὐτοῦ τελευτήσαντος, καὶ τοῦ μὲν ἑνὸς τῶν αὐτοῦ παίδων καὶ κληρονόμων παῖδας ἔχοντος, τοῦ δὲ
10μείναντος ἄπαιδος, κωλύει τὸν ἄπαιδα ὁ τοὺς παῖδας ἔχων κεχρῆσθαι τοῖς πράγμασιν ὡς ταῦτα ἐλαττοῦντα· ὁ δὲ ἀποκεχρημένος τοῖς ῥήμασι τῆς διαθήκης, καὶ ὅτι εἴ τι εὑρεθείη ἐν καιρῷ τελευτῆς παρ’ αὐτῷ, τοῦτο αὐτὸν ἀποκαθιστᾶν ἐκέλευσε, κατὰ τοῦτο βούλεται τὸ
15σχῆμα παρρησίαν ἔχειν χρῆσθαι τοῖς πράγμασιν ὡς ἂν βουληθείη, μηδεμιᾶς κωλύσεως περὶ τῆς αὐτῶν διοικήσεως ἐπαγομένης αὐτῷ. Ἡμεῖς τοίνυν λα‐ βόντες ἐκ τούτου πρόφασιν ᾠήθημεν χρῆναι καὶ τὴν παλαιὰν ἀοριστίαν καὶ τὴν ἐφεξῆς διάκρισιν τὴν μὲν
20ὁρίσαι τὴν δὲ καθαρὰν ἐν ἀνθρώποις ἀποθέσθαι, καὶ διὰ τοῦτο νόμῳ τὸ πρᾶγμα περιλαβεῖν, ὅπως ἂν μά‐ θοιεν ἄνθρωποι τὴν πᾶσαν τοῦ νόμου τάξιν, μεθ’ ἧς προσήκει τὰ τοιαῦτα καὶ μανθάνειν καὶ κρίνειν. ἴσμεν τοίνυν Παπινιανῷ τῷ σοφωτάτῳ ῥηθέν τι ἐν
25τῷ ιθʹ τῶν αὐτοῦ quaestionων, ἕνθα ἐπιτρέπει τὰς ἐκποιήσεις ἐπὶ τοιούτου θέματος, ἐκεῖνο μόνον ὥσπερ ἐξεπίτηδες ἐν αἰνίγματι προσθεὶς τὸ τηνικαῦτα δεῖν κεκωλῦσθαι τὰς ἐκποιήσεις, ἡνίκα ἐπὶ τῷ καταλῦσαι τὸ φιδεϊκόμμισσον ἐξεπίτηδες ὁ τούτῳ βεβαρημένος
30ἐπὶ τὴν ἐκποίησιν ἦλθε. καὶ ὁ φιλόσοφος ἐν βασι‐ λεῦσι Μᾶρκος, τοιούτου τινὸς ὑποτεθέντος θέματος, ἀνδρὸς ἀγαθοῦ μεσιτείαν δοκεῖν ἐνεῖναι τοῖς τοιούτοις ῥήμασι διετύπωσεν. Ἡμῖν οὖν ὀρθῶς ἔδοξεν ἔχειν οὕτω τυπῶσαι τὴν
35νομοθεσίαν, ὥστε εἰ μὲν καθόλου τις εἴποι ἀποκατά‐ στασιν τοῦ φιδεϊκομμίσσου. ταῦτα κρατεῖν ἅπερ ἐπὶ
τῶν τοιούτων διώρισται καὶ παρ’ ἡμῶν ἤδη νενομο‐

515

θέτηται· εἰ δὲ τοιοῦτον ᾖ τὸ φιδεϊκόμμισσον ὁποῖον ὑπόκειται, καὶ τὰ εὑρισκόμενα ἤτοι περιλιμπανόμενα ἐν καιρῷ τελευτῆς ὁ διαθέμενος ὑπάγει μόνα τῷ φι‐ δεϊκομμίσσῳ, τηνικαῦτα τὸ ἀορίστως εἰρημένον τοῖς
5ἔμπροσθεν ὑπό τινα νενομισμένην ἀγαγεῖν διαίρεσίν τε καὶ τάξιν. εἰ γάρ τις ταῦτα ἢ καί τι τοιοῦτον ἕτερον φήσειε, θεσπίζομεν, ὥστε μέχρι τοῦ φαλκιδίου μόνου τῆς οἰκείας ἐνστάσεως ἀνάγκην ἔχειν φυλάττειν τὸν βεβαρημένον τοῦ φιδεϊκομμίσσου τῇ ἀποκαταστά‐
10σει, καὶ μὴ δύνασθαί τι παντελῶς ἐξ ἐκείνου ἐλατ‐ τοῦν. ἱκανὸν γάρ, εἰ τῷ μὲν κληρονόμῳ περιέσονται τὰ τρία μέρη, τῷ δὲ ὁ τοῦ τετάρτου μόνου περιλει‐ φθήσεται λόγος. οὐδὲ γὰρ ἐφήσομεν τῷ βεβαρημένῳ καὶ δωρεαῖς χρῆσθαί τισι, καὶ ἴσως ἐξεπίτηδες (ὅπερ ὁ
15Παπινιανὸς ἔλεγεν intervertendi fideicommissi causa), ὥστε καὶ τὸ τέταρτον ἀπομειοῦν τῆς ἐνστάσεως τῆς αὐτοῦ, ἀλλὰ τοῦτο πάντως καταλιμπάνειν τὸ φιδεϊ‐ κόμμισσον, τῶν ἄλλων ἁπάντων ἐπὶ τῇ αὐτοῦ κειμέ‐ νων ἐξουσίᾳ. ὥστε ἄδειαν ἔχειν αὐτὸν τούτοις ὡς βού‐
20λεται χρήσασθαι, καθὰ τελείοις δεσπόταις προσήκει. εἰ μέντοι καὶ αὐτοῦ τοῦ τετάρτου ὁ βεβαρημένος προσ‐ άψεται, ἀναγκαῖόν ἐστι πολυπραγμονεῖσθαι τὴν αἰ‐ τίαν καθ’ ἣν τοῦτο πέπραχε. καὶ εἴπερ ἢ προῖκα βούλοιτο δοῦναι ἢ προγαμιαίαν δωρεάν, ἑτέραν οὐκ
25ἔχων οὐσίαν, δεῖν αὐτῷ τοῦτο συγχωρεῖσθαι πράττειν κατὰ τοῦτο δὴ τὸ τῷ ἡμετέρῳ περιεχόμενον ἤδη νόμῳ, εἰς ὅπερ αὐτῷ παντελῶς οὐκ ἠρνησάμεθα τὴν τοιαύ‐ την ἀπομείωσιν. εἰ δὲ καὶ εἰς αἰχμαλώτων λύσιν (ταύ‐ την γὰρ ἐξαιροῦμέν τε καὶ ἀνατίθεμεν τῷ θεῷ τὴν
30αἰτίαν), καὶ τοῦτο ἄδειαν αὐτὸν ἔχειν ποιεῖν, καὶ ἐλατ‐ τοῦν καὶ τὸ τέταρτον, τοῦ τῆς εὐσεβείας λόγου πάν‐ των ἡμῖν τιμιωτέρου φαινομένου. Εἰ δὲ συμβαίη μηδὲ αὐτὸν ἔκ τινων αἰτιῶν ἔχειν ὅθεν ποιοῖτο δαπάνας, ἐκ τῆς τοιαύτης ἀποκαταστά‐
35σεως καὶ ταύτας ποιεῖσθαι δίδομεν αὐτῷ παρρησίαν τοῦτο ὅπερ καὶ ὁ διαθέμενος ἐπέτρεψε, τὸ περιλιμ‐ πανόμενον ὅλως τοῦτο βουλόμενος εἰς τὴν ἀποκατά‐ στασιν ἕλκεσθαι, καὶ ὡς ἄν τις εἴποι ἐκ τοῦ περιτ‐
τεύοντος αὐτῷ τὴν ἀποκατάστασιν γίνεσθαι. εἰ δὲ

516

μηδεμία τοιαύτη τις ὑπόκειται πρόφασις, ἀνάγκην ἔχειν πάντως τὸ τέταρτον μέρος τῆς οἰκείας ἐνστάσεως φυλάττειν καὶ τῇ τοιαύτῃ ἀποκαταστάσει χαρίζεσθαι. εἰ μέντοι τι δαπανῴη ἔχων ὅθεν τὴν ἀποπλήρωσιν
5ποιήσεται, ἐξ ἐκείνου καὶ ἀναπληροῦσθαι τὸ τέταρ‐ τον, καὶ κατὰ μηδεμίαν αἰτίαν αὐτὸ μειοῦσθαι. εἰ δὲ προσάψηται τοῦ τετάρτου καὶ οὐκ ἔχει πρὸς ἀνα‐ πλήρωσιν ἑτέραν οὐσίαν, τηνικαῦτα δίδομεν καὶ κατὰ τῶν ἠγορακότων ἢ ἄλλως λαβόντων πράγματα in rem
10καὶ ὑποθήκας ἐκ τῆς αὐθεντίας τοῦδε τοῦ νόμου, ὥστε ἐξεῖναι ἀναπληροῦν τὸν fideicommissariον ἑαυτῷ ἐκ τῆς τῶν πραγμάτων ἐκδικήσεως, τοῦτο ὅπερ καὶ ἐπὶ τῶν λεγάτων ἤδη δεδώκαμεν καὶ τὴν ἐκ τῆς δια‐ τάξεως in rem αὐτοῖς χαρισάμενοι καὶ τὴν τοῦ fidei‐
15commissου persecutionα. ὥστε καὶ ἀσφάλειαν [ὁ fidei‐ commissariος] δώσει τοῦ μὴ ἔλαττον τοῦ τετάρτου φυλάττειν, εἰ μὴ καὶ αὐτὴν ὁ διατιθέμενος συγχωρή‐ σειεν, ὥσπερ ἐπὶ τοῦ προσηγγελμένου ἡμῖν πεποίηκε φάκτου. αὐτοῦ γὰρ τοῦ διατιθεμένου πᾶσαν οὐκ ἐγ‐
20γύην μόνον, ἀλλὰ καὶ ἀσφάλειαν συγχωρήσαντος, ἡμᾶς ἀλλοιότερον αὐτὸ διαθεῖναι οὐκ ἂν εἴη τῆς τοῦ τελευ‐ τήσαντος ἐστοχασμένον γνώμης. 〈Ἐπίλογος.〉 Κατὰ ταῦτα τοίνυν ἔστω τοῖς πράγ‐ μασι τομή, αὐτῷ τε τούτῳ τῷ παρασχομένῳ τὴν
25ζήτησιν καὶ τοῖς ἄλλοις ἅπασιν ἐφ’ οἷς ἠρτῆσθαι συμ‐ βαίνει τὰ θέματα, τῶν μὲν διαθηκῶν οὕτω γενομέ‐ νων καὶ τῶν διαθεμένων ἴσως τελευτησάντων, οὔπω δὲ τοῦ τοιούτου χώραν λαβόντος φιδεϊκομμίσσου, ἀλλ’ ἔτι τοῦ βεβαρημένου περιόντος. καὶ ταῦτά φαμεν οὐκ
30ἐπὶ παίδων μόνων, ἀλλὰ καὶ τῶν ἄλλων συγγενῶν καὶ τῶν ἔξω τοῦ γένους, ἐφ’ ὧν ὅλως τοιοῦτο φιδεϊ‐ κόμμισσον καταλελεῖφθαι συμβαίνει. Ἡ τοίνυν σὴ ἐνδοξότης ἅπασι ταῦτα φανερὰ ποιήσει τοῖς ἡμετέροις ὑπηκόοις, ὥστε εἰδέναι, κατὰ τίνα τρόπον προσήκει καὶ
35ζῆν αὐτοὺς καὶ τελευτᾶν καὶ διατίθεσθαι φιδεϊκόμ‐ μισσά τε καταλιμπάνειν καὶ τὰ ἄλλα πράττειν ἅπερ
ἐπὶ τῶν τοιούτων νενόμισται.

517

(1t)

ΡΘ
2tΠΕΡΙ ΑΙΡΕΤΙΚΩΝ ΤΗΙ ΠΙΣΤΕΙ
3tΓΥΝΑΙΚΩΝ.
5tὉ αὐτὸς βασιλεὺς Ἰωάννῃ τῷ ἐνδοξοτάτῳ ἐπάρχῳ
6tτῶν ἱερῶν πραιτωρίων τὸ βʹ, ἀπὸ ὑπάτων 〈ὀρδι‐
7tναρίων〉 καὶ πατρικίῳ.
8 〈Προοίμιον.〉 Μίαν ἡμῖν εἶναι βοήθειαν ἐπὶ παντὶ τῷ τῆς ἡμετέρας πολιτείας τε καὶ βασιλείας
10βίῳ τὴν εἰς θεὸν ἐλπίδα πιστεύομεν, εἰδότες ὅτι τοῦτο ἡμῖν καὶ τὴν τῆς ψυχῆς καὶ τὴν τῆς βασιλείας δίδωσι σωτηρίαν· ὥστε καὶ τὰς νομοθεσίας τὰς ἡμε‐ τέρας ἐκεῖθεν ἠρτῆσθαι προσήκει καὶ εἰς αὐτὴν ἀφ‐ ορᾶν καὶ ταύτην αὐτῶν ἀρχήν τε εἶναι καὶ μέσα καὶ
15πέρας. Ἴσασι τοίνυν ἅπαντες, ὡς οἱ πρὸ ἡμῶν βε‐ βασιλευκότες καὶ μάλιστα Λέων ὁ τῆς εὐσεβοῦς μνή‐ μης καὶ Ἰουστῖνος ὁ τῆς θείας λήξεως ἡμῶν πατὴρ ἐν ταῖς ἑαυτῶν διατάξεσι τοῖς αἱρετικοῖς ἅπασιν ἀπ‐ ηγόρευσαν, ὥστε μηδεμίαν αὐτοὺς μετιέναι στρατείαν
20μηδὲ τὴν οἱανοῦν ἐπὶ δημοσίαις φροντίσι μετουσίαν ἔχειν, ὅπως ἂν μὴ προφάσει τῶν τε στρατειῶν τῶν τε δημοσίων ἐπιταγμάτων τῷ τῆς ἁγίας τοῦ θεοῦ καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας μέρει φανεῖεν λυμαινόμενοι· καὶ ἡμεῖς δὲ αὐτὸ τοῦτο πεπράχαμεν
25ἡμετέραις διατάξεσι ταῦτα κυρώσαντες. αἱρετικοὺς δὲ καὶ ἐκεῖνοι εἰρήκασι καὶ ἡμεῖς λέγομεν τοὺς διαφόρων ὄντας αἱρέσεων, οἷς συνάπτομέν τε καὶ συναριθμοῦ‐ μεν καὶ τοὺς τῇ Νεστορίου Ἰουδαϊκῇ ἀκολουθοῦντας μανίᾳ καὶ Εὐτυχιανιστὰς καὶ Ἀκεφάλους, οἵτινες τὴν
30Διοσκόρου καὶ Σεβήρου κακοδοξίαν νοσοῦσι τῶν τὴν

518

Μανιχαίων καὶ Ἀπολιναρίου ἀνανεωσαμένων δυσσέ‐ βειαν, καὶ πρός γε πάντας τοὺς μὴ ὄντας μέλος τῆς ἁγίας τοῦ θεοῦ καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας, ἐν ᾗ πάντες ὁμοφώνως οἱ ἁγιώτατοι πάσης τῆς οἰ‐
5κουμένης πατριάρχαι, ὅ τε τῆς ἑσπερίας Ῥώμης καὶ ταύτης τῆς βασιλίδος πόλεως καὶ Ἀλεξανδρείας καὶ Θεουπόλεως καὶ Ἱεροσολύμων, καὶ πάντες οἱ ὑπ’ αὐ‐ τοὺς τεταγμένοι ὁσιώτατοι ἐπίσκοποι τὴν ἀποστολικὴν κηρύττουσι πίστιν τε καὶ παράδοσιν. τοὺς τοίνυν τῆς
10ἀχράντου κοινωνίας κατὰ τὴν καθολικὴν ἐκκλησίαν οὐ μεταλαμβάνοντας παρὰ τῶν ταύτης θεοφιλεστάτων ἱερέων αἱρετικοὺς δικαίως καλοῦμεν· κἂν γὰρ ὄνομα Χριστιανῶν ἑαυτοῖς περιτιθέασι, τῆς ἀληθινῆς ἑαυτοὺς τῶν Χριστιανῶν πίστεώς τε καὶ κοινωνίας χωρίζοντες
15τῷ τοῦ θεοῦ κρίματι ἑαυτοὺς ὑπάγειν γινώσκονται. Οἱ μὲν οὖν περὶ τῶν αἱρετικῶν φοιτήσαντες νόμοι πᾶσίν εἰσι φανεροί· ἡμεῖς δὲ βουλόμενοι τοὺς τὴν ὀρθόδοξον ἀσπαζομένους πίστιν καὶ ταύτης ἀντεχο‐ μένους ἔχειν τι πλέον προνόμιον τῶν ἀλλοτριούντων
20ἑαυτοὺς τῆς τοῦ θεοῦ ποίμνης (ἐπειδὴ μηδὲ δίκαιόν ἐστιν ἴσων τοῖς ὀρθοδόξοις τοὺς αἱρετικοὺς ἀξιοῦσθαι προνομίων) διὰ τοῦτο καὶ νῦν ἐπὶ τὸν παρόντα εἴ‐ δομεν νόμον. ἐπειδὴ γὰρ δεδώκαμεν προνόμια ταῖς γυναιξὶ τῶν προικῶν, ὥστε καὶ προγενεστέρων δανει‐
25στῶν προκρίνεσθαι καὶ βελτίω τάξιν ἔχειν αὐτὰς καὶ ταῦτα ὑπὸ τοῦ χρόνου νικωμένας, ἐπὶ δὲ τῶν διὰ τοὺς γάμους δωρεῶν κατὰ τοὺς χρόνους καθ’ οὓς ἂν γένοιντο τὰς ὑποθήκας ἔχειν, πᾶσιν ἐπὶ τοῦ παρ‐ όντος ποιούμεθα φανερὸν διὰ τοῦδε τοῦ θείου ἡμῶν
30νόμου, ὅτι καὶ ταύτην τὴν προνομίαν καὶ τὰς σιω‐ πηρὰς ὑποθήκας καὶ τὰ ἄλλα πάντα, ὁπόσα ταῖς γυ‐ ναιξὶν ἐν διαφόροις προνομίοις παρὰ τῶν ἡμετέρων δέδοται νόμων, ἐκείναις δίδομεν μόναις ἐφ’ ᾧ τού‐ των ἀπολαύειν τε καὶ κεχρῆσθαι ταῖς ἐξ αὐτῶν εὐεργε‐
35σίαις, αἷς ἐπιμελές ἐστι τὴν ὀρθὴν καὶ προσκυνουμέ‐

519

νην ἡμῶν πίστιν κρατεῖν (τὴν τῆς καθολικῆς φαμεν καὶ ἀποστολικῆς ἐκκλησίας) καὶ μετέχειν τῆς ἐν αὐτῇ σωτηριώδους κοινωνίας. τὰς γὰρ χωριζούσας ἑαυτὰς τῆς ἁγίας τοῦ θεοῦ καθολικῆς καὶ ἀποστολικῆς ἐκκλη‐
5σίας καὶ τῆς ἀχράντου κατ’ αὐτὴν κοινωνίας μετα‐ λαμβάνειν οὐκ ἀνεχομένας παρὰ τῶν ταύτης θεοφιλε‐ στάτων ἱερέων οὐ βουλόμεθα παντελῶς τῶν τοιούτων ἀπολαύειν προνομίων. εἰ γὰρ ἑαυτὰς χωρίζουσι τῶν τοῦ θεοῦ δωρεῶν καὶ τῆς ἁγίας καὶ ἀχράντου κοι‐
10νωνίας ἀλλοτρίας ποιοῦσι, πολλῷ μᾶλλον καὶ ἡμεῖς οὐκ ἂν αὐτὰς ἀξιώσαιμεν προνομίων καὶ τῆς ἐκ τῶν ἡμετέρων νόμων ἀπολαῦσαι συγχωρήσαιμεν συγκρο‐ τήσεως, ἀλλ’ ἔστωσαν αὐταῖς ἄβατοι παντοίως αἱ παρὰ τῶν νόμων εὐεργεσίαι, καὶ παντὸς προνομίου
15ἐκ τῶν ἡμετέρων διατάξεων αὐταῖς δεδομένου στερη‐ θήσονται. Ἔξεστι δὲ αὐταῖς τῆς βελτίονος γινομέναις γνώμης καὶ τὴν ὀρθὴν καὶ ἀληθινὴν ἀσπαζομέναις πίστιν καὶ ταύτης μέχρι παντὸς ἀντεχομέναις τῶν τοιούτων
20ἀπολαύειν δωρεῶν τε καὶ προνομίων. Τούτων ἐν ἁπάσῃ τῇ ὑπηκόῳ κρατούντων καὶ παραφυλαττομέ‐ νων, πρωτοτύπως μὲν παρὰ τῶν θεοφιλεστάτων ἱερέων, ἔπειτα δὲ καὶ παρὰ τῶν ἡμετέρων ἀρχόντων καὶ δικαστῶν, εἴτε μείζους εἴτε ἐλάττους καθεστᾶσι,
25καὶ πρός γε παρὰ τῆς σῆς ὑπεροχῆς, πρὸς ἣν καὶ τὸν παρόντα ποιούμεθα νόμον. ὥστε προσῆκόν ἐστι τοὺς δικαστάς, παρ’ οἷς τινες κινοῦνται κατὰ γυναικῶν δίκαι ἢ παρὰ γυναικῶν τινα προνόμια ἐκδικεῖν ἑαυ‐ ταῖς βουλομένων, ἀποβλέπειν εἰς τὴν τοῦ παρόντος
30ἡμῶν νόμου δύναμιν, καὶ εἰ μὴ εὕροιεν αὐτὰς τῆς ὀρθοδόξου πίστεως οὔσας καὶ μεταλαμβανούσας τῆς ἀχράντου καὶ προσκυνητῆς κοινωνίας ἐν τῇ ἁγιωτάτῃ καθολικῇ καὶ ἀποστολικῇ ἐκκλησίᾳ παρὰ τῶν σεβα‐ σμιωτάτων ταύτης ἱερέων, ταύταις μὴ συγχωρεῖν ἀπο‐
35λαύειν τῶν ἐκ τῶν ἡμετέρων διατάξεων προνομίων. 〈Ἐπίλογος.〉 Τὰ τοίνυν παραστάντα ἡμῖν καὶ διὰ τοῦδε τοῦ θείου δηλούμενα νόμου ἡ σὴ ὑπεροχὴ γινώσκουσα ἐν ταῖς παρ’ αὐτῇ κινουμέναις δίκαις
παραφυλάττειν καὶ ἔργῳ καὶ πέρατι παραδοῦναι φρον‐

520

τισάτω, διά τε τῶν εἰωθότων ἰδίκτων καὶ προσταγ‐ μάτων οἰκείων πᾶσι ποιησάσθω φανερὰ ἔν τε τῇ εὐδαίμονι ταύτῃ πόλει καὶ ἐν ταῖς ἐπαρχίαις πάσαις, ὥστε γινώσκειν πάντας, ὁπόση τις ἡμῖν ἐστι φροντὶς
5καὶ τῆς ἀληθοῦς περὶ τὸν δεσπότην Χριστὸν τὸν ἀλη‐ θινὸν θεὸν πίστεως καὶ τῆς τῶν ἡμετέρων ὑπηκόων σωτηρίας.
10tΡΙ
11tΠΕΡΙ ΤΩΝ ΤΟΚΩΝ.
12tΟ αὐτὸς βασιλεὺς Ἰωάννῃ ἐπάρχῳ πραιτωρίων τὸ βʹ,
13tἀπὸ ὑπάτων 〈ὀρδιναρίων〉 καὶ πατρικίῳ.
14〈Προοίμιον.〉 Ἴσμεν ἐκ μηνύσεως τῆς σῆς ὑπερ‐
15οχῆς νόμον ἤδη πεποιηκότες περὶ τῶν traiecticiων χρημάτων, ὃς ἐμφανὴς γέγονε τῷ δικαστηρίῳ τῷ σῷ. Ἀλλ’ ἐπειδήπερ ὕστερον προσελεύσεων ἡμῖν γενο‐ μένων προσετάξαμεν τὸν νόμον ἐκεῖνον μὴ κρατεῖν ἀναληφθῆναι αὐτὸν προστάξαντες ἐκ τοῦ δικαστηρίου
20τοῦ σοῦ, ἔγνωμεν δὲ αὐτὸν καὶ ἔν τισι τῶν ἐπαρχιῶν ἤδη καταφανῆ γενέσθαι, διὰ τοῦτο θεσπίζομεν τὸν τοιοῦτον νόμον παντοίως ἀργεῖν, καὶ εἰ συνέβη κατὰ χώραν αὐτὸν πεμφθῆναι, μηδὲ ἐκεῖσε κρατεῖν, ἀλλ’ ἀνίσχυρον εἶναι. καὶ οὕτω βουλόμεθα τὸ πρᾶγμα
25προϊέναι, ὡς εἰ μηδὲ γραφεὶς ἐτύγχανεν ὁ εἰρημένος νόμος, ἀλλὰ κατὰ τοὺς ἤδη περὶ τῶν τοιούτων τεθέν‐ τας νόμους παρ’ ἡμῶν τὰς ὑποθέσεις ἐξετάζεσθαι
καὶ κρίσεως ἀξιοῦσθαι.

521

〈Ἐπίλογος.〉 Τὰ τοίνυν παραστάντα ἡμῖν καὶ διὰ τοῦδε τοῦ θείου δηλούμενα νόμου ἡ σὴ ὑπεροχὴ ἔργῳ καὶ πέρατι παραδοῦναι σπευσάτω.
6tΡΙΑ
7tΗ ΔΙΑΤΑΞΙΣ ΑΝΑΙΡΟΥΣΑ
8tΤΗΝ ΤΩΝ ΕΚΑΤΟΝ ΕΝΙΑΥΤΩΝ
9tΠΑΡΑΓΡΑΦΗΝ ΕΠΙ ΤΩΝ ΕΥ‐
10tΚΤΗΡΙΩΝ ΟΙΚΩΝ.
12t〈Ὁ αὐτὸς βασιλεὺς Θεοδότῳ ἐπάρχῳ πραιτωρίων.〉
13 〈Προοίμιον.〉 Ὅπερ τὰ φάρμακα ταῖς νόσοις, τοῦτο παρέχουσι τὰ νόμιμα τοῖς πράγμασιν. ὅθεν
15ἀκόλουθόν ἐστι γινώσκειν, ὅτι πολλάκις τὰ δοκιμα‐ σθέντα παρά τινος ἐναντίον ἔσχε τὸ ἀποτέλεσμα, καὶ ὅπερ ἑκάστου στοχασμὸς ἐνόμισεν ἐπωφελὲς εἶναι, ἐξ αὐτῆς τῆς πείρας εὑρέθη ἄχρηστον. δεικνύει τοῦτο καὶ ἡ τῆς παρούσης νομοθεσίας ἀνάγκη, ἐφ’ οἷς τὸ
20[πρὸ βραχέος χρόνου] προνόμιον τὸ παρασχεθὲν ἔν‐ αγχος ἐξ εὐσεβοῦς σκοποῦ ταῖς ἁγιωτάταις ἐκκλησίαις καὶ τοῖς μοναστηρίοις καὶ τοῖς ἄλλοις σεβασμίοις τό‐ ποις ἐκ τῆς ἡμετέρας διατάξεως ἀναγκαίᾳ τινὶ διορ‐ θώσει διασφαλιζόμεθα. καὶ γὰρ ἤδη πάλαι ἐκεκελεύ‐
25κειμεν ἐπὶ ἑκατὸν ἐνιαυτοὺς τοῖς σεβασμίοις τόποις

522

τοὺς τῆς παραγραφῆς δρόμους ἐπεκτείνεσθαι· καθ’ ἣν ἄδειαν τῆς τοιαύτης νομοθεσίας πολλαὶ μὲν ἤδη κεκίνηνται ὑποθέσεις, καὶ ὥσπερ ἀρχαίων τραυμάτων αἱ ἐπικαλυφθεῖσαι ὠτειλαὶ πάλιν ἡπλώθησαν, καὶ ἡ
5τούτων θεραπεία προελθεῖν οὐκ ἠδυνήθη δηλαδὴ ταῖς δυσκολίαις τῶν ἀποδείξεων ἐμποδισθεῖσα, ἐπειδὴ διὰ τοσούτου διαστήματος τοῦ αἰῶνος μᾶλλον ἤπερ τοῦ χρόνου οὔτε ἡ ἀκεραιότης τῶν ἀποδείξεων οὔτε ἡ πίστις τῶν πεπραγμένων οὔτε ἡ ἡλικία ἰσχύει βοη‐
10θῆσαι τοῖς μάρτυσιν. Ὅθεν ἐπειδὴ τῇ ἡμετέρᾳ φιλοτιμίᾳ οὐ συνέδραμεν ἡ τῶν ὑποθέσεων στενότης, μετὰ λογισμοῦ ἅμα τε καὶ ὁσιότητος τρακταΐζοντες τὸ εἰρημένον προνόμιον μέχρι τοῦ δυνατοῦ μέτρου ἀγαγεῖν ἐκ τῆς πείρας αὐ‐
15τῆς εἱλκύσαμεν, καὶ κελεύομεν, ὥστε ἐπὶ τῶν ὑποθέ‐ σεων ἃς πρὸ τούτου ἡ τῶν τριάκοντα ἐνιαυτῶν ἀπ‐ εκίνει παραγραφή, νῦν ταῖς σεπταῖς ἐκκλησίαις καὶ μοναστηρίοις καὶ ξενῶσιν, ἔτι γε μὴν καὶ ὀρφανοτρο‐ φείοις καὶ βρεφοτροφείοις καὶ πτωχείοις ἡ τῶν τεσσα‐
20ράκοντα ἐνιαυτῶν ἐπέκτασις ἐπαγέσθω, ὑγιοῦς δηλαδὴ περὶ τὰ ἄλλα πρόσωπά τε καὶ πράγματα τῆς ἰσχύος μενούσης ἥντινα δὴ ἡ τῶν τριάκοντα ἐνιαυτῶν ἐξεδί‐ κησε παραγραφή, ἐπειδὴ ταύτην τὴν τῶν δέκα ἐνιαυ‐ τῶν προσθήκην μόνοις ὡς εἴρηται τοῖς σεβασμίοις
25τόποις καὶ τῷ δικαίῳ αὐτῶν καὶ τοῖς συναλλάγμασι χαριζόμεθα, ἵνα σχολάσαντος τοῦ χρονικοῦ τούτου διαστήματος τοῦτο μὲν αἱ περσονάλιαι τοῦτο δὲ καὶ αἱ ὑποθηκάριαι ἀγωγαὶ εἰς τὸ διηνεκὲς ἐφησυχάσω‐ σιν· οὐδὲν παντελῶς τῶν ἄλλων παραγραφῶν ἀπο‐
30μειοῦντες, ἀλλὰ τοῦτο μὲν τῇ ἐνιαυσιαίᾳ καὶ τῇ τῆς τριετίας παραγραφῇ καὶ ταῖς ἄλλαις, αἵτινες εἰς μεί‐ ζονας ἢ ἐλάττονας ἕλκονται χρόνους, τὴν ἰδίαν δύνα‐ μιν καὶ τὸ κράτος ἐχόντων. καὶ γὰρ ὡς εἴρηται ἐν μόναις ταῖς ὑποθέσεσιν τῶν σεπτῶν τόπων τὰ θεῖα
35συναλλάγματα τῷ μνημονευθέντι προνομίῳ τῶν μ’ ἐνιαυτῶν βουλόμεθα ἐναπολαύειν, ἐφ’ ὧν αὐτοῖς τὸ τῶν ρʹ ἐνιαυτῶν προνόμιον ἡ διάταξις ἡμῶν ἐδίδου. ὁμολογηθέντος ὡς εἴ τινας ὑποθέσεις πρὸ ταύτης ἡμῶν τῆς διατάξεως ὑπὸ τῶν ἐκκλησιῶν καὶ τῶν λοι‐
40πῶν ἱερῶν τόπων ὁπουδήποτε κινηθείσας δικαστικὴ

523

ψῆφος ἢ σύμφωνον διαλύσεως ἐπεραίωσεν, οὐ βουλό‐ μεθα ἀνακαινίζεσθαι, ἀλλ’ εἰς τὸν ὑπόλοιπον χρόνον αὐταῖς ταύτην ἐπιτίθεσθαι τὴν νομοθεσίαν, ἅστινας πρὸ τούτου παυθείσας τῇ σιωπῇ τῶν ὀκτὼ πενταετη‐
5ρίδων κινηθῆναι μέχρι τοῦ νῦν ἢ κινηθείσας περαιω‐ θῆναι οὐ συνέβη. 〈Ἐπίλογος.〉 Ἡ ἔνδοξος τοίνυν καὶ μεγαλοπρε‐ πής σου αὐθεντία ἅτινα διὰ τούτου τοῦ γενικοῦ νόμου ὥρισεν ἡ ἡμετέρα γαληνότης ἰδίκτων προτεθέντων
10εἰς τὴν πάντων γνῶσιν ἐλθεῖν ποιησάτω.
13tΡΙΒ
14tΠΕΡΙ ΤΩΝ LITIGIOSΩΝ
15tΚΑΙ ΠΕΡΙ ΤΗΣ ΟΦΕΙΛΟΥΣΗΣ ΓΕΝΕΣΘΑΙ
16tΠΑΡΑ ΤΩΝ ΕΝΑΓΟΝΤΩΝ ΑΣΦΑΛΕΙΑΣ ΠΡΟ
17tΤΗΣ ΤΩΝ ΕΝΑΓΟΜΕΝΩΝ ΥΠΟΜΝΗΣΕΩΣ.
18tΚΑΙ ΠΗΝΙΚΑ ΟΥ ΔΥΝΑΤΑΙ Ο ACTOR ΑΠΟ‐
19tΧΡΗΣΑΣΘΑΙ ΤΩΙ ΠΡΟΝΟΜΙΩΙ ΤΟΥ ΜΗ ΕΝ‐
20tΑΓΕΙΝ ΑΥΤΟΝ ΜΗ ΒΟΥΛΟΜΕΝΟΝ.
21tὉ αὐτὸς βασιλεὺς Θεοδότῳ ἐπάρχῳ πραιτωρίων.
22 〈Προοίμιον.〉 Πολλὰ μὲν περὶ τῶν litigiosων τοῖς τε σοφοῖς τῶν παλαιῶν νομοθέταις ταῖς τε βα‐ σιλικαῖς εἴρηται διατάξεσιν, ἐπὶ δὲ τοῦ παρόντος τι‐
25νὲς τῶν δικαστῶν τὴν ἡμετέραν ᾔτησαν γαληνότητα, ὥστε τὴν ἀμφισβήτησιν διακρῖναι τὴν ἔτι καὶ νῦν ὑπὲρ τῶν τοιούτων αἰτιῶν ἐν τοῖς δικαστηρίοις κι‐ νουμένην, καὶ τούς τε νόμους τάς τε διατάξεις τὰς περὶ τούτων κειμένας φανερώτερον σαφηνίσαι, ὥστε
30λοιπὸν ἀναμφίβολον εἶναι, οἷα προσήκει πράγματα
litigiosα καλεῖσθαι.

524

Διά τοι τοῦτο θεσπίζομεν, litigiosον λέγεσθαί τε καὶ νοεῖσθαι πρᾶγμα κινητὸν ἢ ἀκίνητον ἢ αὐτοκί‐ νητον, οὗτινος περὶ τῆς δεσποτείας ζήτησις μεταξὺ τοῦ ἐνάγοντος καὶ νεμομένου κινεῖται ἢ διὰ ἀρχικῆς
5ὑπομνήσεως ἢ διὰ δεήσεων βασιλεῖ προσενεχθεισῶν καὶ τῷ δικαστῇ ἐμφανισθεισῶν καὶ δι’ αὐτοῦ τῷ ἀν‐ τιδίκῳ τοῦ προσελθόντος γνωσθεισῶν. ἐπὶ τούτων γὰρ τῶν θεμάτων καὶ τὴν προτέραν τῆς ἡμετέρας ἡμε‐ ρότητος διάταξιν μετὰ ταῦτα κρατεῖν βουλόμεθα, ἐν ᾗ
10τοὺς εἰδότας καὶ ἀγνοοῦντας ἀγοραστὰς διεκρίναμεν ἀλλὰ καὶ τοῦτο προσθεῖναι συνείδομεν, ὥστε εἴπερ δί‐ κης περὶ litigiosου ἠρτημένης συμβῇ τὸν ἐναγόμενον τελευτῆσαι, τοὺς δὲ αὐτοῦ κληρονόμους βούλεσθαι διελεῖν τὰ πράγματα, ἀνεμποδίστως ἐξεῖναι αὐτοῖς
15τοῦτο διαπράττεσθαι. ἡνίκα γὰρ litigiosα πράγματα κατὰ διαδοχὴν εἰς κληρονόμους περιέρχεται, οὐκ ὀφείλει ἐκποίησις νοεῖσθαι ἡ τούτων μεταξὺ τῶν συγκληρο‐ νόμων διαίρεσις. Καὶ τοῦτο δὲ διὰ τοῦ παρόντος ἡμῶν νόμου θεσπίζομεν, ὥστε εἰ συμβαίη ἕνα τῶν
20περὶ τοιούτων πραγμάτων δικαζομένων τῶν ἀνθρω‐ πίνων ἀπιόντα πραγμάτων διὰ τελευταίας βουλήσεως πράγματά τινα, περὶ ὧν δεσποτείας ἀμφισβήτησις κινεῖται, ὀνόματι λεγάτου τινὶ καταλιπεῖν, εἰ μὲν ὁ κληρονόμος κατὰ δικαστικὴν ψῆφον δεσπότης αὐτῶν
25ἀποδειχθείη, τηνικαῦτα τὸν λεγατάριον ὅπερ αὐτῷ καταλέλειπται πᾶσι τρόποις κομίζεσθαι· εἰ δὲ ὁ κλη‐ ρονόμος ἐν δικαστηρίῳ τὴν ἥττονα ψῆφον ἀπενέγκοιτο, μὴ ἔχειν χώραν τὸν λεγατάριον ἕτερον πρᾶγμα ὑπὲρ τοῦ αὐτοῦ λεγάτου τὸν κληρονόμον εἰσπράττειν, ἐπει‐
30δήπερ εἰδὼς ὁ διαθέμενος τὸ πρᾶγμα litigiosον εἶναι τὴν τῆς δίκης ἔκβασιν τῷ λεγαταρίῳ κατέλιπεν. ὅθεν δίδομεν ἄδειαν τῷ λεγαταρίῳ, εἰ τοῦτο συμφέρον ἑαυτῷ ἡγήσαιτο, μέτοχον γίνεσθαι τῆς δίκης, ὥστε μή τινα τυχὸν ἀμέλειαν ἢ προδοσίαν αὐτὸν δύνασθαι
35τῷ κληρονόμῳ ἀντιτιθέναι. Ἐκ ταύτης δὲ τῆς τοῦ litigiosου προσηγορίας τὰς ὑποθήκας κεχωρίσθαι θε‐ σπίζομεν, καὶ ἐν ταύταις ταύτην κρατεῖν τὴν διάστιξιν, ὥστε εἰ μὲν ἰδικὰ πράγματα κινητὰ ἢ ἀκίνητα ἢ αὐτο‐ κίνητα ὀνομαστὶ ταῖς ὑποθήκαις ἐμφέροιτο, ἐξεῖναι
40μὲν τῷ χρεώστῃ ταῦτα ᾧ τ’ ἂν καὶ ὅτε ἄρα βουλη‐

525

θείη πιπράσκειν, οὕτω μέντοι ὥστε ἐκ τοῦ τιμήματος τούτων μέχρι τῆς τοῦ χρέους ποσότητος τὸ ἱκανὸν αὐ‐ τὸν ποιῆσαι τῷ δανειστῇ, εἰ δὲ τοῦτο μὴ πράξειεν ὁ χρεώστης, δίδομεν ἄδειαν τῷ δανειστῇ τῷ ἔχοντι
5τὴν ὑποθήκην τοῦ διαπεπραμένου πράγματος τοῦτο διεκδικεῖν, μέχρις ὅτου τὸ ἱκανὸν αὐτῷ ὑπὲρ τοῦ χρέους γένηται. ταῦτα δὲ προστάττομεν παραφυλάτ‐ τεσθαι, εἰ μὴ τυχὸν πρότερον ἢ διὰ ἰδικῆς ὀνομαστὶ ἢ διὰ γενικῆς ὑποθήκης τὸ αὐτὸ πρᾶγμα ἔτυχεν ἄλ‐
10λοις δανεισταῖς ὑποτεθειμένον· τότε γὰρ κατὰ τὴν τῶν ἡμετέρων νόμων δύναμιν τὰ προνόμια τῶν χρό‐ νων ἑνὶ ἑκάστῳ τῶν δανειστῶν φυλαχθῆναι θεσπί‐ ζομεν. ὅθεν σαφὲς καθέστηκεν, ὅτι τὰς γενικὰς ὑπο‐ θήκας πολλῷ μᾶλλον τῇ τοῦ litigiosου προσηγορίᾳ οὐ
15βουλόμεθα περιέχεσθαι, ἀλλὰ τὰς τούτων ἐναγωγὰς κατὰ τοὺς τῶν παλαιῶν νόμων ὅρους ἐξετάζεσθαι καὶ τὴν ἰδίαν δύναμιν ἔχειν παρακελευόμεθα. καὶ ταῦτα μὲν περὶ τῶν litigiosων καὶ τῆς ἰδικῆς, οὐ μὴν ἀλλὰ καὶ γενικῆς ὑποθήκης διετυπώσαμεν, ὥστε λοι‐
20πὸν μηδεμίαν περὶ τούτων ἐν τοῖς δικαστηρίοις ἀμφισ‐ βήτησιν τίκτεσθαι, ἀλλὰ κατὰ τὴν εἰρημένην διαίρεσιν τοὺς τοιούτους ἀγῶνας πέρατι παραδίδοσθαι. Β Πρὸς δὲ τὸ ἀποκλεῖσαι τὰς τῶν κατὰ συκοφαν‐ τίαν κινούντων ἐναγωγὰς καὶ τοὺς τῶν ἐκβιβαστῶν
25δόλους καὶ ἄλλην ἐφεῦρεν ἡ ἡμετέρα πρόνοια θερα‐ πείαν. θεσπίζομεν γὰρ πάντας τοὺς δικαστάς, εἴ ποτέ τινας συσχεθῆναι ἤγουν ὑπομνησθῆναι βουλη‐ θεῖεν, ταύτην τὴν αἵρεσιν ταῖς ἑαυτῶν διαλαλιαῖς προστιθέναι, ὥστε μὴ ἄλλως τὰ τῶν αἰτιάσεων βιβλία
30τοῖς ἐναγομένοις ἐπιδίδοσθαι ἢ σπόρτουλα τοῖς ἐκβι‐ βασταῖς παρέχεσθαι, εἰ μὴ πρότερον καὶ ἐν τῷ βιβλίῳ ὁ ἐνάγων ἢ δι’ ἑαυτοῦ ἢ διὰ ταβουλαρίου ὑπογράψειε καὶ πράξεως ὑμομνημάτων συνισταμένης ἐγγυητὴν ἀξιόπιστον παράσχοι κινδύνῳ τῆς ἁρμοδίας τάξεως,
35ὁμολογοῦντα ὅτιπερ καὶ μέχρι πέρατος τῆς δίκης προσ‐ εδρεύει καὶ τὰς ἰδίας ἐναγωγὰς ἢ δι’ ἑαυτοῦ ἢ διὰ νομίμου ἐντολέως ἐγγυμνάζει, καὶ εἰ μετὰ ταῦτα δει‐
χθείη ἀδίκως τὴν δίκην κινήσας, ὀνόματι ἀναλωμά‐

526

των καὶ δαπανημάτων δέκατον μέρος τῆς περιεχομένης τῷ βιβλίῳ ποσότητος ἀποκαταστήσει τῷ αἰτιαθέντι. εἰ δὲ εἴποι μὴ εὐπορεῖν ἐγγυητὴν δοῦναι, τηνικαῦτα παρὰ τῷ δικαστῇ, παρ’ ᾧπερ ἡ ὑπόθεσις μέλλει ἐξετά‐
5ζεσθαι, τῶν ἁγίων εὐαγγελίων προκειμένων δι’ ὅρκου τοῦτο αὐτὸ διαβεβαιώσασθαι, καὶ οὕτως ἐνώμοτον αὐτὸν ἐκτίθεσθαι ὁμολογίαν καὶ δι’ αὐτῆς ἅπερ ἀνω‐ τέρω εἴρηται ὁμολογῆσαι. εἰ δὲ μὴ ταῦτα ἅπαντα κατὰ τὸν εἰρημένον πραχθείη τρόπον, οὐδεμίαν τὸν
10ἐναγόμενον ἀπόκρισιν τῷ ἐκβιβαστῇ ποιήσασθαι συγ‐ χωροῦμεν. εἰ δὲ παρὰ τὴν μνημονευθεῖσαν διατύπω‐ σιν ἢ τῶν δικαστῶν τις ἢ ἡ τάξις αὐτοῦ ἢ ὁστισδή‐ ποτε τῶν ἐκβιβαστῶν ὑπομνῆσαί τινα τολμήσει, ὁ μὲν δικαστὴς καὶ ἡ τάξις αὐτοῦ ἀνὰ δέκα χρυσοῦ λίτρας
15ποινὴν εἰσπραχθήσονται, αὐτὸς δὲ ὁ ἐκβιβαστὴς τῆς ὑποθέσεως καὶ δημεύσει ὑποβληθήσεται καὶ ἐξορίᾳ πενταετίας κατακριθήσεται, τῆς ποινῆς δηλονότι τῆς ἐκ τοῦ νόμου ἁρμοζούσης κινδύνῳ τοῦ κατὰ καιρὸν ἐνδοξοτάτου κόμητος τῶν θείων ἡμῶν πριβάτων εἰσ‐
20πραττομένης καὶ τῷ ἡμετέρῳ φίσκῳ εἰσκομιζομένης. πᾶσα δὲ ζημία ἣν ὁ αἰτιαθεὶς ἐκ ταύτης τῆς παρὰ τὴν δύναμιν τοῦ παρόντος νόμου μεθοδείας ὑπομείνῃ ἐκ τῆς οὐσίας τοῦ ἐνάγοντος τῷ ἐναχθέντι θεραπευ‐ θήσεται κινδύνῳ τοῦ δικαστοῦ οὗτινος ὑπὸ τοῦ ἐκ‐
25βιβαστοῦ συνεσχέθη, οὐ μὴν ἀλλὰ καὶ τῆς τάξεως τῆς αὐτῷ πειθομένης, ὥστε πανταχόθεν τοὺς τῷ ἡμετέρῳ κράτει παρὰ τῆς ἄνωθεν ῥοπῆς καταπιστευθέντας ἀβλαβεῖς φυλαχθῆναι. Τὰς δὲ δίκας τὰς κατὰ συναίνε‐ σιν ἑκατέρου μέρους ἐν δικαστηρίῳ κινουμένας τῆς ποι‐
30νῆς τῆς τῇ παρούσῃ διατάξει ἐγκειμένης ἐλευθέρας εἶναι θεσπίζομεν καὶ καθὰ ταῖς ἄλλαις ἡμῶν δια‐ τάξεσι περιέχεται διατυποῦσθαι. Πασῶν δὲ τῶν ὑποθέσεων τὸ πέρας βουλόμενοι συντόμως προϊέναι καὶ ταῖς ἐκείνων πανουργίαις ἐναν‐
35τιούμεθα, οἵπερ ἐναγωγὰς μόνον προτιθέασιν, οὐ βούλονται δὲ μέχρι πέρατος τῆς δίκης ταύταις ἐπεξ‐ ιέναι, λέγοντες νόμον εἶναι τὸν διαγορεύοντα μηδένα τὰς οἰκείας ἐναγωγὰς ἀναγκάζεσθαι ἄκοντα ἐγγυμνά‐
ζειν. καὶ ταύτην τοίνυν τὴν πανουργίαν ἀποσβέσαι

527

σπουδάζοντες κελεύομεν, τῇ τοῦ μνημονευθέντος νό‐ μου βοηθείᾳ μὴ κεχρῆσθαι τοὺς κατά τινος τὰς οἰκείας ἐναγωγὰς προτιθέντας, εἴτε διὰ ἀρχικῆς μεθοδείας εἴτε διὰ δεήσεων βασιλεῖ προσφερομένων καὶ τῷ δι‐
5καστῇ ἐμφανιζομένων καὶ δι’ αὐτοῦ εἰς γνῶσιν τοῦ ἀν‐ τιδίκου φερομένων καὶ ὑπὸ νομίμῳ τοῦ δικαστοῦ ἐξ‐ ετάσει ἀρχομένων. οὐ δικαίως γὰρ ἐνάγειν παραιτεῖ‐ ται ὅστις ὡς ἕτοιμος τὸν αὐτοῦ ἀντίδικον εἰς δίκην ἐκάλεσεν, ὁπότε ἡ τοιαύτη παραίτησις τῷ ἐναγομένῳ
10μᾶλλον ἤπερ τῷ ἐνάγοντι ἁρμόζει. διὸ θεσπίζομεν τὸν ἐνάγοντα τὸ ἀρχθὲν πρᾶγμα μέχρι πέρατος τῆς δίκης ἐγγυμνάζειν· εἰ δὲ ἐπεξελθεῖν τῷ πράγματι ὑπέρθηται, δίδομεν ἄδειαν τῷ ἐναχθέντι τὸν δικα‐ στὴν αἰτεῖν παρ’ ᾧ ἡ δίκη προκατήρχθη, ὥστε δι’
15αὐτοῦ τὸν ἐνάγοντα ὑπομιμνήσκεσθαι εἰς τὸ δικαστή‐ ριον ἢ δι’ ἑαυτοῦ ἢ διὰ νομίμου ἐντολέως παραγίνε‐ σθαι· καὶ εἰ τοῦτο μηδαμῶς ποιήσει, προτιθεμένων τριῶν ἰδίκτων αὐτὸν καλεῖσθαι, μιᾶς ἑκάστης κλήσεως οὐκ ἔλαττον ἢ τριάκοντα ἡμερῶν διαστήματι περι‐
20κλειομένης. κελεύομεν γὰρ τοὺς ὀρδιναρίους δικαστὰς μὴ μόνον ταῖς τῶν κηρύκων φωναῖς, ἀλλ’ ἔτι μὴν καὶ ἰδίκτων προτιθεμένων οἱονδήποτε τῶν δικαζομένων μέρος ἀπολιμπανόμενον καλεῖν εἰς τὸ δικαστήριον· τῆς γὰρ τῶν κηρύκων φωνῆς ὀλίγοι παρόντες εὑρισκόμενοι
25ἀκοῦσαι δύνανται, τὰ μέντοιγε ἴδικτα ἐπὶ πολλὰς ἡμέρας προτιθέμενα πάντες σχεδὸν γινώσκειν δύνανται. πᾶσι δὲ τοῖς ἄλλοις δικασταῖς τοῖς κατὰ βασιλικὴν κέλευσιν τὰς ὑποθέσεις ἐξετάζουσιν ἐκ τοῦ παρόντος νόμου ἐπιτρέπομεν τὰ μέρη τὰ μὴ τῷ δικαστηρίῳ
30προσεδρεύοντα προτιθεμένοις ἰδίκτοις καλεῖν, ἵνα μὴ ἀπέραντα διαμείνῃ τὰ πράγματα. εἰ δὲ παρὰ δικαστῇ προοίμιον ἡ δίκη οὐκ ἐδέξατο, ἀλλὰ μόνον διὰ βιβλίου ὑπομνήσεως ἐνήχθη τις, ἢ δεήσεων τῇ ἡμετέρᾳ γαληνότητι προσενεχθεισῶν κέλευσις ἡμῶν
35περὶ τούτου προῆλθεν εἴτε ἐγγράφως εἴτε διὰ μαν‐ δάτων καὶ τῷ δικαστῇ γέγονεν ἐμφανὴς καὶ τῷ ἀντι‐ δίκῳ ἐγνώσθη, καὶ οὕτως ἐξέσται τῷ ἐναχθέντι πρὸς τὸν ἁρμόδιον ἰέναι δικαστήν, καὶ δι’ αὐτοῦ τὸν ἴδιον ἀντίδικον κατὰ τὸν ὅμοιον καλεῖν τρόπον, ὥστε εἰ
40μὲν τὴν ἑαυτοῦ παρουσίαν ὁ ἐνάγων ποιήσαιτο, τὸ
πρᾶγμα κατὰ τὴν τῶν νόμων τάξιν ἐξεταζόμενον πέρας

528

νόμιμον δέχεσθαι, εἰ δὲ προτιθεμένων τῶν ἰδί‐ κτων κληθεὶς εἰς τὸ δικαστήριον ἐλθεῖν καὶ τὰς ἰδίας ἐναγωγὰς ἢ δι’ ἑαυτοῦ ἢ διὰ νομίμου (καθάπερ εἴρηται) ἐντολέως προθεῖναι μὴ βουληθείη, τηνικαῦτα ἑτέραν
5ἑνὸς ἐνιαυτοῦ προθεσμίαν αὐτῷ συγχωροῦμεν, ᾗς ἐν‐ τὸς εἰ μὴ τῇ ἰδίᾳ ἐπεξέλθοι ἐναγωγῇ. δίδομεν ἄδειαν τῷ δικαστῇ καὶ ἀπόντος τοῦ ἀντιδίκου τὰς τοῦ προσ‐ εδρεύσαντος μέρους δικαιολογίας κατὰ τοὺς ἡμετέρους νόμους ἐξετάζειν καὶ τῆς ἀληθείας ἀκριβῶς ζητουμένης
10νόμιμον προφέρειν ψῆφον. εἰ δὲ ἐντὸς τῆς εἰρημένης τοῦ ἑνὸς ἐνιαυτοῦ προθεσμίας παραγένηται καὶ τὰς ἰδίας ἐναγωγὰς ἐγγυμνάσαι βουληθείη, κελεύομεν τὸν δικαστὴν πᾶσι τρόποις τὰ ἀναλώματα ἤγουν δαπανή‐ ματα, ἅπερ διὰ τὴν δίκην ὁ ἐναχθεὶς προσεδρεύων
15τῷ δικαστηρίῳ ὑπέμεινε, πρὸ πάντων εἰσπρᾶξαι τὸν ἐνάγοντα καὶ τῷ αἰτιαθέντι παρασχεῖν, καὶ οὕτω τὸν ἐνάγοντα προσεδρεῦσαι μέχρις ὅτου τὸ πρᾶγμα πέρας δέξηται κατὰ τοὺς νόμους. εἰ γὰρ μόνον παραγένηται καὶ τῶν δαπανημάτων εἴτε ζημιωμάτων διδομένων
20μόνον τὸν ἐνιαυσιαῖον χρόνον διακόψαι βουληθείη, καὶ πάλιν ἀναχωρῶν τοῦ δικαστηρίου μέχρι πέρατος τῆς ὑποθέσεως μὴ παραμείνῃ, κελεύομεν αὐτὸν μετὰ τὰς εἰρημένας τῶν ἰδίκτων καὶ τοῦ ἐνιαυσιαίου διαστή‐ ματος παρατηρήσεις πάσης ἀγωγῆς ἐκπίπτειν ἣν ἁρμό‐
25ζειν αὑτῷ κατὰ τοῦ ἐναχθέντος ὑπελάμβανε. χείρων γὰρ ὁ ἐκείνου δόλος γινώσκεται ὅστις ἐγκοπεῖσαν αὖθις τὴν δίκην καταλέλοιπεν, ἤπερ ἐκείνου ὅστις ἅπαξ τῆς προκαταρχθείσης δίκης ἀπέστη. τῷ δὲ τοῦ νόμου προ‐ νομίῳ τοῦ μὴ ἐπιτιθέντος ἀνάγκην τοῖς μὴ βουλο‐
30μένοις τὰς ἰδίας ἐναγωγὰς κινεῖν ἐκείνοις καὶ μόνοις συγχωροῦμεν κεχρῆσθαι τοῖς οὐδεμίαν ζήτησιν κατὰ τοὺς εἰρημένους τρόπους κατὰ τῶν ἀντιδίκων κινοῦσι. 〈Ἐπίλογος.〉 Ταῦτα δὲ πάντα κρατεῖν θεσπί‐ ζομεν ἐπὶ τῶν ὑποθέσεων τῶν μήπω ἢ κατὰ δικα‐
35στικὴν ψῆφον ἢ κατὰ φιλικὴν σύμβασιν ἢ καὶ καθ’ ἑτέραν τῷ νόμῳ ἐγνωσμένην τομὴν πέρας δεξαμένων.
******

529

(5t)

ΡΙΓ
6tΗ ΔΙΑΤΑΞΙΣ ΩΣΤΕ ΕΝ ΜΕΣΩΙ ΔΙΚΗΣ ΜΗ
7tΓΙΝΕΣΘΑΙ ΘΕΙΟΥΣ ΤΥΠΟΥΣ Η ΘΕΙΑΣ ΚΕ‐
8tΛΕΥΣΕΙΣ, ΑΛΛΑ ΚΑΤΑ ΤΟΥΣ ΓΕΝΙΚΟΥΣ
9tΝΟΜΟΥΣ ΤΕΜΝΕΣΘΑΙ ΤΑΣ ΥΠΟΘΕΣΕΙΣ. ΚΑΙ
10tΩΣΤΕ ΤΗΝ ΠΑΡΟΥΣΑΝ ΔΙΑΤΑΞΙΝ ΠΡΟ ΤΗΣ
11tΤΩΝ ΠΡΟΣΩΠΩΝ ΒΕΒΑΙΩΣΕΩΣ ΕΝΤΑΤΤΕ‐
12tΣΘΑΙ ΤΟΙΣ ΠΡΑΤΤΟΜΕΝΟΙΣ.
13t〈Ὁ αὐτὸς βασιλεὺς Θεοδότῳ ἐπάρχῳ πραιτωρίων.〉
14〈Προοίμιον.〉 Πάντα κατὰ τοὺς ἡμετέρους νόμους
15πράττεσθαι βουλόμενοι καὶ τὴν τούτων δύναμιν φυ‐ λάττεσθαι σπουδάζοντες συνείδομεν τὸν παρόντα γρά‐ ψαι νόμον εἰς τὴν αὐτῶν τῶν νόμων τήρησιν. ἔγνωμεν γὰρ ὥς τινες τῶν δικαστῶν βουλόμενοι τοὺς τὰς δίκας λέγοντας διαστρέφειν καὶ ἐπικρύπτειν τὰς ἑαυτῶν σπου‐
20δάζοντες ἀναβολὰς προφασίζονται πολλάκις λέγοντες, ὅτι θεῖοι τύποι ἢ θεῖαι κελεύσεις ἢ καταθέσεις τῶν περιβλέπτων ἡμῶν ῥεφερενδαρίων ἐμφανεῖς αὐτοῖς γίνονται ὡς δὴ διατυποῦσαι ὅπως δέοι τὰς ὑποθέσεις αὐτοὺς ἐξετάζειν ἢ κρίνειν.
25 Καὶ διὰ τοῦτο θεσπίζομεν, ὥστε δίκης ἐξεταζομένης εἴτε ἐπὶ χρηματικαῖς ἢ ἐγκληματικαῖς ἢ ἑτέραις οἱαισοῦν ἀναφυομέναις αἰτίαις παρὰ δικασταῖς εἴτε ἐνταῦθα εἴτε ἐν ἐπαρχίαις, μήτε πραγματικὸν τύπον μήτε ἑτέ‐ ραν ἀντιγραφὴν μήτε θείαν ἡμῶν τινα ἔγγραφον ἢ
30ἄγραφον κέλευσιν ἢ κατάθεσιν ἐν ταύτῃ τῇ βασιλίδι πόλει παρὰ τῶν περιβλέπτων ἡμῶν ῥεφερενδαρίων
ἢ ἑτέρου τινός, διατυποῦσαν αὐτοῖς ὅπως δέοι τὴν

530

ἀρχθεῖσαν ἐξετάζειν ἢ κρίνειν ὑπόθεσιν, καταφανῆ γί‐ νεσθαι τοῖς δικάζουσιν ἢ καταφανῆ γινομένην κρατεῖν, ἀλλὰ κατὰ τοὺς γενικοὺς ἡμῶν νόμους τὰς δίκας ἐξ‐ ετάζεσθαί τε καὶ τέμνεσθαι· τὸ γὰρ ἐπὶ τῇ τῶν νόμων
5κρινόμενον ἐξουσίᾳ οὐκ ἂν δεηθείη τινὸς ἔξωθεν δια‐ τυπώσεως. εἰ γάρ τις εἰς ἡμᾶς ὑπόθεσις ἔλθοι ἢ παρὰ δικαστῇ ἤδη λεγομένη ἢ πρὸ τοῦ ταύτην προοί‐ μιον λαβεῖν, καὶ συνίδωμεν ταύτην ἡμεῖς δι’ οἰκείας ἡμῶν κρίσεως διατυπῶσαι καὶ τεμεῖν, τοῦτο οὐκέτι
10τῆς ἑτέρου δικαστοῦ δέεται κρίσεως· τὰ γὰρ παρ’ ἡμῶν διὰ θείας (ὡς εἴρηται) κρίσεως διατυπούμενα ἢ τεμνόμενα οὐ προσδέεται τῆς ἑτέρων ἐξετάσεως ἢ κρί‐ σεως ἢ ἀναψηλαφήσεώς τινος. ἡμεῖς γὰρ, οἷς ὁ θεὸς καὶ τὴν τοῦ νομοθετεῖν ἐξουσίαν ἐδωρήσατο, εἴ τινα
15κρίσιν ἐπί τινι ὑποθέσει προσενέγκωμεν, οὐχ ἑτέρῳ δικαστῇ ταύτην ἐπιτρέπομεν εἴτε διὰ τύπων εἴτε διὰ καταθέσεων τῶν περιβλέπτων ἡμῶν ῥεφερενδαρίων ἢ ἑτέρου τινός, ὅπως δέοι τὴν τοιαύτην ὑπόθεσιν ἐξ‐ ετάζεσθαι ἢ κρίνεσθαι, οἷα παρ’ ἡμῶν ἅπαξ κεκρι‐
20μένην καὶ ἀναψηλαφᾶσθαι παρ’ οὐδενὸς δυναμένην. τούτων δηλονότι κρατούντων ὅταν ἐγγράφως τοιαύτη τις ἡμῶν προέλθῃ κρίσις. εἰ μέντοιγέ τις ἀμφισβή‐ τησις τῷ δικαστῇ περί τινος γένηται νόμου, μηνυέτω πρὸς τὸ ἡμέτερον κράτος καὶ τὴν ἐξ ἡμῶν ἐκδεχέσθω
25τοῦ πράγματος ἔγγραφον σαφήνειαν ἢ ἑρμηνείαν καὶ κατ’ αὐτὴν τεμνέτω τὴν δίκην. Εἰ δὲ δίκης λεγομένης ἢ πραγματικὸς ἡμῶν τύπος ἢ κατάθεσις τῶν περιβλέπτων ἡμῶν ῥεφερενδαρίων ἢ ἑτέρου τινὸς ἢ ἄλλο τι τῶν εἰρημένων πάντων τῷ δικάζοντι ἐμ‐
30φανισθείη διατάττον τὴν αὐτοῦ ἐξέτασιν ἢ κρίσιν, κελεύομεν τὸν δικαστὴν τούτοις παντελῶς μὴ προσ‐ έχειν, ἀλλὰ τούτων ἀργούντων καὶ μηδεμίαν παντελῶς ἐχόντων ἰσχὺν κατὰ τοὺς γενικοὺς ἡμῶν νόμους τὸ πρᾶγμα ἐξετάζειν τε καὶ νομίμῳ πέρατι παραδιδόναι.
35εἰ δὲ ταῦτα μὴ παραφυλάξει ὁ δικαστής, decem libra‐ rum auri αὐτὸν ὑποκεῖσθαι ποινῇ μετὰ τοῦ καὶ ἑτέρας ἡμῶν μείζονος ἀγανακτήσεως πειρᾶσθαι· τῇ αὐτῇ ποινῇ ὑποκειμένου καὶ τοῦ τολμῶντος τοιοῦτόν τινα ὑπαγορεῦσαι τύπον καὶ τῶν ὑπουργούντων αὐτῷ καὶ
40τῶν τοιαύτην τινὰ κατάθεσιν ποιουμένων περιβλέ‐

531

πτων ἡμῶν ῥεφερενδαρίων. καὶ ταῦτά φαμεν, εἴτε ἐκ θείου ἡμῶν θεσπίσματος δικάζειν τις ἐτάχθη εἴτε ἐκ προστάξεως ἀρχικῆς εἴτε κατὰ τὸ τῶν αἱρετῶν ἢ κομπρομισσαρίων διαγνωμόνων σχῆμα τῆς ζητήσεως
5ἀκροᾶται, εἴτε ἐγγράφως εἴτε γραμμάτων χωρίς. ἀλλὰ κἂν εἴ τις τῶν δικαστῶν τῆς ἰδίας περιφρονῶν σω‐ τηρίας ἔκ τινος τοιούτου τολμήσειε ψῆφον ἐνεγκεῖν, ταύτην οὕτως ἄκυρον εἶναι βουλόμεθα, ὡς μηδὲ ἐκ‐ κλήτου προσδεῖσθαι μηδὲ τὴν ἐκ τῶν κομπρομίσσων
10ἐπάγειν ποινήν· ἡμεῖς γὰρ ἅπαντας τοὺς δικαστὰς κατὰ τοὺς γενικοὺς ἡμῶν νόμους τάς τε ἐξετάσεις τάς τε κρίσεις ποιεῖσθαι βουλόμεθα. Ἐκεῖνο δὲ τῶν ἀν‐ ωμολογημένων ἐστίν, ὡς οὐδὲ ἀρχική τις κρατήσει κέ‐ λευσις παρὰ τὸ διατεταγμένον τῷδε ἡμῶν τῷ νόμῳ.
15 Πρὸς τούτοις δὲ κἀκεῖνο τοὺς δικάζοντας εἰδέναι χρεών, ὡς προσῆκόν ἐστιν αὐτοὺς καὶ τὰς ἔτι καὶ νῦν κινουμένας ζητήσεις κατὰ τοὺς γενικοὺς ἡμῶν τέμνειν νόμους, κἂν εἴ τις ἤδη θεῖον ἔφθασεν πορισάμενος θέσπισμα διατάττον τὴν τοῦ δικαστοῦ ἐξέτασιν ἢ
20κρίσιν. τὸν γὰρ τοιοῦτό τι πορισάμενον ἤδη ψήφου τε αὐτοτελοῦς οὔπω τετυχηκότα οὐδὲν ἐκ τῶν αὐτῷ πεπορισμένων ὠφελεῖσθαι βουλόμεθα. εἰ γὰρ ἅπαξ ἔφθασε ψῆφος αὐτοτελὴς δοθεῖσα, οὐδαμῶς ταύτην ἐκ τοῦδε ἡμῶν πολυπραγμονεῖσθαι τοῦ νόμου κελεύο‐
25μεν, κἂν εἰ ἔκκλητος ἐπηκολούθησεν ἢ καὶ ἀναψηλα‐ φήσεώς ἐστί τις ἐλπὶς κατὰ τῆς ψήφου. τὴν δὲ μὴ τυποῦσαν μὲν τὸν δικάζοντα ἢ δικάζειν μέλλοντα κέ‐ λευσιν, ὅπως δέοι τὴν ζήτησιν ποιεῖσθαι ἢ κρίσιν ἐπάγειν, τὴν δὲ δίκην σπουδῇ παραδοθῆναι νομίμῳ
30βουλομένην ἢ τὴν τῶν πεπραγμένων ἐπείγουσαν ἔκ‐ δοσιν ἢ τὸν δικαστὴν ἀναγκάζουσαν νόμιμον ἐνεγκεῖν ψῆφον ἢ συνδικαστὴν κατὰ τοὺς ἡμετέρους παρεχο‐ μένην νόμους γίνεσθαί τε καὶ κρατεῖν ἐγγράφως τε καὶ ἀγράφως οὐ κωλύομεν.
35Ὥστε δὲ πάντας τοὺς ἡμετέρους ὑπηκόους καὶ μάλι‐
στα τοὺς δίκαις ἐπιτριβομένους τὴν ἡμετέραν ὑπὲρ

532

αὐτῶν εἰδέναι πρόνοιαν, καὶ μηδένα τόνδε ἡμῶν τὸν θεῖον παραπροσποιήσασθαι νόμον μηδὲ ἄγνοιαν ἐπ’ αὐτῷ προτείνεσθαι, θεσπίζομεν ἐφ’ ἑκάστης ὑποθέ‐ σεως ἀρχὴν παρὰ δικαστῇ λαμβανούσης ἐκ προοιμίων
5εὐθὺς καὶ πρὸ αὐτῆς τῆς τῶν προσώπων βεβαιώσεως ἐγγράφεσθαί τε αὐτὸν καὶ τῶν ὑπομνημάτων γίνε‐ σθαι μέρος. οὕτω γὰρ ἂν τῶν πραττομένων προ‐ λάμπων κωλύσειε τὰ παρὰ τὴν αὐτοῦ δύναμιν ἐγχει‐ ρούμενα περί τε τὰ ἄλλα περί τε αὐτὴν ὡς εἰκὸς τὴν
10τῶν προσώπων βεβαίωσιν, καὶ τοῖς παραβαίνειν αὐτὸν ἐπιχειροῦσι διὰ τῶν ἐπιτιμίων ἀπειλῶν ἀναχαιτίσειέ τε τῶν τοιούτων αὐτοὺς τολμημάτων καὶ ταῖς οἰκείαις καιρὸν οὐκ ἐάσει γίνεσθαι ποιναῖς. ἵνα γὰρ παρανο‐ μίαν ὁμοῦ καὶ ἀδικίαν διὰ πάντων ἐκβάλωμεν, διὰ
15τοῦτο τὸν παρόντα τεθείκαμεν νόμον, πανταχόθεν αὐτόν τε καὶ δι’ αὐτοῦ τοὺς ἄλλους ἀσφαλεῖς τε καὶ ἀνεπιβουλεύτους φυλάττοντες τῇ πολιτείᾳ νόμους, καθ’ οὓς ἡμεῖς τε αὐτοὶ τὴν βασιλείαν θεοῦ δόντος παρε‐ λάβομεν φυλάττεσθαί τε τὴν ἡμετέραν πολιτείαν καὶ
20ὑπ’ αὐτῶν φρουρεῖσθαι διὰ παντὸς εὐχόμεθα. 〈Ἐπίλογος.〉 Τὰ τοίνυν παραστάντα ἡμῖν καὶ διὰ τοῦδε τοῦ θείου δηλούμενα νόμου ἡ σὴ ὑπεροχὴ παρα‐ φυλάξαι μὲν σπευσάτω, πᾶσι δὲ δῆλα καταστησάτω, προτιθεῖσα μὲν αὐτὸν κατὰ ταύτην τὴν εὐδαίμονα πό‐
25λιν, προστάγμασι δὲ τοῖς ἐξ ἔθους χρωμένη πρὸς τοὺς τῶν ἐπαρχιῶν ἡγουμένους, ὥστε πάντας ἀνθρώπους
γνῶναι καὶ δι’ αὐτοῦ, ἣν ἐπ’ αὐτοῖς ἔχομεν πρόνοιαν.

534

(1t)

ΡΙΕ
2tΗ ΔΙΑΤΑΞΙΣ ϛ ΕΧΕΙ ΚΕΦΑΛΑΙΑ. ΤΟ ΠΡΩΤΟΝ· ΕΝ
3tΤΗΙ ΕΞΕΤΑΣΕΙ ΤΩΝ ΕΚΚΛΗΤΩΝ ΚΑΙ ΤΩΝ ΑΝΑΨΗ‐
4tΛΑΦΗΣΕΩΝ ΚΑΙ ΤΩΝ ΕΚ ΤΩΝ ΔΙΚΑΣΤΩΝ ΑΝΑΦΟ‐
5tΡΩΝ ΚΑΤ ΕΚΕΙΝΟΥΣ ΤΟΥΣ ΝΟΜΟΥΣ ΤΕΜΝΕΣΘΑΙ
6tΤΑΣ ΥΠΟΘΕΣΕΙΣ ΤΟΥΣ ΚΡΑΤΟΥΝΤΑΣ ΕΝ ΤΩΙ ΚΑΙ‐
7tΡΩΙ ΤΗΣ ΨΗΦΟΥ Η ΤΗΣ ΜΗΝΥΣΕΩΣ, ΟΥ ΜΗΝ
8tΤΟΥΣ ΥΣΤΕΡΟΝ ΤΕΘΕΝΤΑΣ.
9tΒ. ΕΙ ΤΩΝ ΔΙΚΑΖΟΜΕΝΩΝ ΤΟ ΕΝ ΜΕΡΟΣ ΑΠΟ‐
10tΤΑΞΗΤΑΙ ΤΑΙΣ ΔΙΚΑΙΟΛΟΓΙΑΙΣ ΑΡΚΟΥΜΕΝΟΝ, ΤΟ
11tΔΕ ΕΤΕΡΟΝ ΥΠΕΡΤΙΘΕΤΑΙ ΩΣ ΟΥΚ ΑΡΚΟΥΜΕΝΟΝ,
12tΟ ΔΙΚΑΣΤΗΣ ΔΙΔΟΤΩ ΕΝΑ ΚΑΙ ΔΕΥΤΕΡΟΝ ΚΑΙ
13tΤΡΙΤΟΝ ΜΗΝΑ ΠΡΟΘΕΣΜΙΑΝ, ΤΟΥΤΩΝ ΔΕ ΠΑΡΕΛ‐
14tΘΟΝΤΩΝ ΜΗΚΕΤΙ ΑΝΑΜΕΝΕΤΩ, ΑΛΛΑ ΨΗΦΟΝ
15tΔΙΔΟΤΩ.
16tΓ. ΑΙΤΙΑΙ ΤΟΙΣ ΓΟΝΕΥΣΙ ΤΗΣ ΚΑΤΑ ΤΩΝ ΠΑΙΔΩΝ
17tΕΥΛΟΓΟΥ ΑΧΑΡΙΣΤΙΑΣ.
18tΔ. ΑΙΤΙΑΙ ΤΟΙΣ ΠΑΙΣΙ ΤΗΣ ΚΑΤΑ ΤΩΝ ΓΟΝΕΩΝ
19tΕΥΛΟΓΟΥ ΑΧΑΡΙΣΤΙΑΣ.
20tΕ. ΩΣΤΕ ΤΟΥΣ ΠΕΝΘΟΥΝΤΑΣ ΚΑΙ ΤΟΥΣ ΠΡΟΣ‐
21tΗΚΟΝΤΑΣ ΑΥΤΟΙΣ ΕΝΤΟΣ ΤΩΝ ΕΝΑΤΩΝ ΕΚ ΜΗΔΕ‐
22tΜΙΑΣ ΑΙΤΙΑΣ ΣΥΝΕΧΕΣΘΑΙ Η ΥΠΟΜΙΜΝΗΣΚΕΣΘΑΙ.
23tϛ. ΠΕΡΙ ΑΝΤΙΦΩΝΗΣΕΩΝ ΚΑΙ ΟΜΟΛΟΓΙΩΝ, ΕΙ ΤΙΣ
24tΑΝΤΙΦΩΝΗΣΕΙ Η ΟΜΟΛΟΓΗΣΕΙ ΤΟ ΙΚΑΝΟΝ ΣΟΙ
25tΠΟΙΩ, Η ΤΟ ΙΚΑΝΟΝ ΣΟΙ ΓΕΝΗΣΕΤΑΙ ΠΑΡ’ ΕΜΟΥ
26tΚΑΙ ΤΟΥΔΕ ΚΑΙ ΤΟΥΔΕ, Η ΚΑΙ ΤΟ ΙΚΑΝΟΝ ΣΟΙ
27tΓΕΝΗΣΕΤΑΙ ΠΑΡ’ ΕΜΟΥ Η ΤΟΥΔΕ Η ΤΟΥΔΕ.
28tὉ αὐτὸς βασιλεὺς Θεοδότῳ ἐπάρχῳ τῶν ἀνατολικῶν
29tἱερῶν πραιτωρίων.
30 〈Προοίμιον.〉 Ἦλθεν εἰς γνῶσιν τῆς ἡμετέρας γαληνότητος, ὡς δίκης κινηθείσης μεταξὺ Εὐσταθίου τοῦ θεοφιλεστάτου ἐπισκόπου τῆς Τλῶ πόλεως καὶ Πίστου διακόνου τῆς Τελμησσέων ἐκκλησίας ψῆφος αὐτοτελὴς προῆλθε παρὰ τοῦ τῆς ἐπαρχίας ἡγουμένου,
35καθ’ ἧς ἔκκλητος ἐπεδόθη. οἱ δικασταὶ τοίνυν, παρ’

535

οἷς ἡ ἔκκλητος ἐξητάζετο, ἀμφιβάλλοντες πρὸς τὴν ἡμε‐ τέραν ἀνήγαγον ἡμερότητα, πότερον ὄρα κατὰ τοὺς κρατοῦντας νόμους, ἡνίκα προῆλθεν ἡ αὐτοτελὴς ψῆ‐ φος, ἢ κατὰ τὴν δύναμιν τοῦ νόμου τοῦ μετὰ τὴν
5αὐτοτελῆ ψῆφον παρ’ ἡμῶν φοιτήσαντος τὴν αὐτὴν ὑπόθεσιν ὤφελον ἐξετάσαι. ἡμεῖς τοίνυν δίκαιον εἶ‐ ναι συνείδομεν κατὰ τοὺς νόμους τοὺς ἐν τῷ καιρῷ τῆς δεδομένης ψήφου κρατοῦντας τὴν προλεχθεῖσαν τῆς ἐκκλήτου αἰτίαν ἐξετασθῆναι καὶ κατ’ αὐτοὺς
10πέρας λαβεῖν· συνείδομεν δὲ καὶ εἰς τὰ μετὰ ταῦτα, ἡνίκα τοιαύτη τις ἀμφισβήτησις ἀναφυῇ, κατὰ τὴν ὁμοίαν τάξιν ταύτην περαιοῦσθαι. Καὶ διὰ τοῦτο θεσπίζομεν, εἴ ποτε περί τινος ὑποθέσεως προέλθοι ψῆφος αὐτοτελὴς καὶ ἔκκλητος
15ἐπακολουθήσειε, τοὺς τὴν ἔκκλητον ἐξετάζοντας κατὰ τοὺς νόμους, οἵτινες κατὰ τὸν καιρὸν τῆς αὐτοτελοῦς ψήφου ἐκράτουν, πέρας διδόναι τῷ πράγματι. τούτου αὐτοῦ δηλονότι παραφυλαττομένου καὶ ἐν τῷ ἀνα‐ ψηλαφᾶσθαι τὰς τῶν ἐνδοξοτάτων ἐπάρχων ψήφους,
20καὶ ἐπὶ ταῖς ἀναφοραῖς τῶν δικαστῶν, ὅτε ἀμφότερα τὰ μέρη πάσαις ταῖς ἰδίαις ἀποτάξονται δικαιολογίαις καὶ οἱ δικασταὶ δι’ οἰκείων ἀναφορῶν ἐρωτήσουσι, τί ἄρα ὤφειλε διατυπωθῆναι. ἐν πᾶσι γὰρ τοῖς εἰρημέ‐ νοις θέμασιν ἐκείνους τοὺς νόμους παρὰ τῶν διαγνω‐
25μόνων φυλάττεσθαι θεσπίζομεν, οἵπερ κατὰ τὸν χρό‐ νον τῆς ψήφου ἢ δηλαδὴ τῆς ἀναφορᾶς ἐκράτουν, κἂν εἰ συμβαίη μετὰ ταῦτα νόμον φοιτῆσαι νέον τι δια‐ τυποῦντα καὶ τὴν ἑαυτοῦ δύναμιν καὶ εἰς τὰ παρελη‐ λυθότα πράγματα ἀναφέροντα.
30 Ἀλλὰ καὶ τοῦτο τῷ παρόντι προστίθεμεν νόμῳ. ἐπειδὴ γὰρ μεταξὺ τῶν δικαζομένων ἔσθ’ ὅτε συμ‐ βαίνει θάτερον μὲν τῶν μερῶν ταῖς ἰδίαις ἀποτάξα‐
σθαι δικαιολογίαις, τὸ δὲ ἄλλο γινῶσκον ἑαυτὸ κακὸν

536

ἔχειν πρᾶγμα μετὰ τοὺς διαγνωστικοὺς ἀγῶνας καὶ τὰς προθεσμίας, ἃς οἱ νόμοι τῶν ἀποδείξεων ἕνεκεν συγχωροῦσι, μὴ βούλεσθαι ὁμολογεῖν ἀρκεῖν ἑαυτῷ τὰς δικαιολογίας πρὸς τὸ μὴ ταχέως τὴν τοῦ πράγμα‐
5τος γνωσθῆναι ποιότητα, κελεύομεν, ὥστε ἡνίκα τὸ ἓν τῶν μερῶν ταῖς ἰδίαις ἀποτάξεται δικαιολογίαις, τὸ δὲ ἄλλο μέρος εἴποι ἔχειν τι ὅπερ ὀφείλει προ‐ θεῖναι, τὸν τοῦ πράγματος δικαστὴν πᾶσι τρόποις τὸ μέρος τὸ χρώμενον τῇ ὑπερθέσει καταναγκάζειν
10ἐντὸς τριάκοντα ἡμερῶν μετὰ τὸ ἀποτάξασθαι τὸ ἕτερον μέρος ὅπερ ἂν βούληται δίχα τινὸς ὑπερθέσεως προτιθέναι. ὅπερ εἰ μὴ ποιήσειε, τηνικαῦτα πρὸς τὸ νικῆσαι τὴν αὐτοῦ πονηρίαν ἄλλον ἕνα μῆνα παρὰ τοῦ δικαστοῦ φιλοτιμεῖσθαι. εἰ δὲ καὶ οὕτως ὑπέρ‐
15θηται, ἑνὸς ἑτέρου μηνὸς προθεσμίαν αὐτῷ παρέχε‐ σθαι· οὕτως μέντοιγε ὥστε εἰ μέχρι τῶν εἰρημένων τριῶν μηνῶν οὓς τοῖς ὑπερτιθεμένοις litigatorσι συν‐ εχωρήσαμεν τὰς ἰδίας δικαιολογίας μὴ προθήσει, τηνικ‐ αῦτα τὸν δικαστὴν μὴ πλέον ἀναμένοντα πᾶσι τρό‐
20ποις ψῆφον προφέρειν τοῖς νόμοις συμβαίνουσαν, ἢ εἴπερ βούλοιτο ἀναφέρειν, πρὸς τὸ μὴ τοῖς δικαζομένοις κακῶς φιλονεικοῦσιν ἐξεῖναι τὰς τῶν δικῶν ἐκβάσεις περαιτέρω παρέλκειν. Ἄλλο πρὸς τούτοις κεφάλαιον τῷ παρόντι νόμῳ
25προσθεῖναι συνείδομεν. θεσπίζομεν τοίνυν μὴ ἐξεῖναι παντελῶς πατρὶ ἢ μητρί, ἢ πάππῳ ἢ μάμμῃ, ἢ προ‐ πάππῳ ἢ προμάμμῃ τὸν ἴδιον υἱὸν ἢ θυγατέρα ἢ τοὺς λοιποὺς παῖδας praeteritους καταλιμπάνειν ἢ ἀπὸ κληρονόμων ἐν τῇ ἰδίᾳ ποιεῖν διαθήκῃ, κἂν εἰ δι’
30οἱασδήποτε δωρεᾶς ἢ ληγάτου ἢ φιδεϊκομμίσσου ἢ ἄλ‐ λου οἱουδήποτε τρόπου τὴν ἐκ τῶν νόμων αὐτοῖς ὀφειλομένην μοῖραν παράσχοιεν, εἰ μὴ τυχὸν ἀχάριστοι ἀποδειχθεῖεν καὶ αὐτὰς ὀνομαστὶ τὰς τῆς ἀχαριστίας
αἰτίας οἱ γονεῖς τῇ ἰδίᾳ ἐγγράψαιεν διαθήκῃ. Ἀλλ’

537

ἐπειδὴ τὰς αἰτίας, ἐξ ὧν οἱ παῖδες ἀχάριστοι ὤφειλον κρίνεσθαι, ἐν διαφόροις νόμοις διεσπαρμένας καὶ οὐ φανερῶς εἰρημένας εὕρομεν, ὧν αἱ μὲν οὐδὲ ἄξιαι ἡμῖν πρὸς ἀχαριστίαν ἔδοξαν, ἄλλαι δὲ καίτοι ἄξιαι
5οὖσαι παρελείφθησαν, διὰ τοῦτο ἀναγκαῖον εἶναι συν‐ είδομεν ταύτας ὀνομαστὶ τῷ παρόντι νόμῳ περιλα‐ βεῖν, ὥστε παρὰ ταύτας μηδενὶ ἐξεῖναι ἐξ ἑτέρου νό‐ μου ἀχαριστίας αἰτίαν ἀντιτιθέναι, εἰ μὴ τὰς τῷ ὕφει τῆς παρούσης διατάξεως περιεχομένας.
10 Αἰτίας δὲ δικαίας τῆς ἀχαριστίας ταύτας εἶναι ψηφιζόμεθα· εἴ τις τοῖς ἰδίοις γονεῦσι χεῖρας ἐπιβάλοι. εἰ βαρεῖαν καὶ ἀπρεπῆ ὕβριν αὐτοῖς ἐπαγάγοι. εἰ ἐπὶ ἐγκληματικαῖς αἰτίαις αὐτῶν κατηγορήσεις
15ταῖς μὴ οὔσαις κατὰ βασιλέως ἢ πολιτείας. εἰ μετὰ φαρμακῶν ὡς φαρμακὸς συναναστρέφηται. εἰ τῇ ζωῇ τῶν ἰδίων γονέων διὰ φαρμακείας ἢ ἄλλῳ τρόπῳ ἐπιβουλεῦσαι πειραθείη. εἰ τῇ ἰδίᾳ μητρυιᾷ ἢ τῇ τοῦ πατρὸς παλλακίδι ὁ
20υἱὸς ἑαυτὸν συμμίξειε. εἰ συκοφάντης κατὰ τῶν γονέων ὁ υἱὸς γένηται, καὶ διὰ τῆς ἰδίας καταμηνύσεως βαρείας αὐτοὺς ζη‐ μίας ὑπομεῖναι παρασκευάσειε. εἰ συμβῇ τινα τῶν εἰρημένων γονέων ἐγκεκλεῖ‐
25σθαι, οἱ δὲ παῖδες οἱ δυνάμενοι ἐξ ἀδιαθέτου ἐπὶ τὴν τούτου διαδοχὴν ἐλθεῖν αἰτηθέντες παρ’ αὐτοῦ, ἢ γοῦν ὁ εἷς ἐξ αὐτῶν, μὴ βουληθεῖεν εἰς τὴν ἑαυτῶν ἐγγύην τοῦτον ἀναδέξασθαι ἢ ὑπὲρ προσώπου ἢ τοῦ χρέους, εἰς ὅσον ἐπιτήδειος εἶναι ὁ αἰτούμενος ἀπο‐
30δείκνυται. τοῦτο μέντοιγε ὅπερ περὶ τῆς ἐγγύης ἐθεσ‐ πίσαμεν εἰς τοὺς ἄρρενας καὶ μόνον ἀνήκειν παῖδας βουλόμεθα. εἰ ἐλεγχθείη τις τῶν παίδων, ὅτι ἐκώλυσε τοὺς
ἰδίους γονεῖς ποιήσασθαι διαθήκην, ὥστε εἰ μὲν μετὰ

538

ταῦτα διαθήκην ποιήσασθαι δυνηθεῖεν, ἄδειαν αὐ‐ τοῖς εἶναι ὑπὲρ τῆς τοιαύτης αἰτίας τὸν παῖδα ἀπὸ κληρονόμων ποιεῖν· εἰ δὲ καὶ ἐν αὐτῇ τῇ κωλύσει δίχα διαθήκης τῶν γονέων τις τελευτήσειε, καὶ ἄλλοι
5εἴτε ἐξ ἀδιαθέτου εἰς τὴν τοῦ τελευτήσαντος κληρο‐ νομίαν ἢ μετ’ αὐτοῦ τοῦ παιδὸς τοῦ τὴν διαθήκην γενέσθαι κωλύσαντος ἢ μετ’ αὐτὸν καλούμενοι, εἴτε οὓς κληρονόμους ἢ ληγαταρίους ἔχειν ἠβούλετο, εἴτε οἱ βλάβην τινὰ ἐκ τῆς κωλύσεως τῆς διαθήκης ὑπο‐
10μείναντες τοῦτο αὐτὸ ἀποδείξαιεν, κατὰ τοὺς ἄλλους νόμους τοὺς περὶ τούτου κειμένους τὰ τοιαῦτα πράγ‐ ματα περαιούσθω. εἰ παρὰ γνώμην τῶν γονέων μεταξὺ κυνηγῶν ἢ μίμων ἑαυτὸν ὁ υἱὸς ἐγκαταλέξειε καὶ ἐν τούτῳ τῷ
15ἐπιτηδεύματι διαμείνειε, εἰ μὴ τυχὸν καὶ οἱ γονεῖς τῆς τοιαύτης ἐπιτηδεύσεως γεγόνασιν. εἴ τινι ἐκ τῶν εἰρημένων γονέων βουλομένῳ τῇ ἰδίᾳ θυγατρὶ ἢ ἐγγόνῃ ἄνδρα δοῦναι καὶ προῖκα κατὰ τὴν δύναμιν τῆς ἰδίας περιουσίας ὑπὲρ αὐτῆς παρα‐
20σχεῖν ἐκείνη μὴ συναινέσῃ, ἀλλ’ αἰσχρὸν βίον ἐπι‐ λέξηται. εἰ δὲ μέχρι εἴκοσι πέντε ἐνιαυτῶν ἡλικίας ἡ θυγάτηρ γένηται καὶ οἱ γονεῖς ὑπέρθωνται ταύτην ἀνδρὶ συνάψαι, καὶ ἴσως ἐκ τούτου συμβαίη εἰς τὸ ἑαυτῆς σῶμα ταύτην ἁμαρτῆσαι ἢ δίχα συναινέσεως
25τῶν γονέων ἀνδρὶ ἑαυτὴν, ἐλευθέρῳ μέντοιγε, συζεῦξαι, τοῦτο εἰς ἀχαριστίαν τῇ θυγατρὶ λογίζεσθαι οὐ βου‐ λόμεθα, ἐπειδὴ οὐ τῇ ἑαυτῆς ἀλλὰ τῇ τῶν γονέων αἰτίᾳ· τοῦτο γινώσκεται πλημμελήσασα. εἴ τις ἐκ τῶν εἰρημένων γονέων μανῇ, καὶ οἱ
30παῖδες αὐτοῦ ἤ τινες ἐξ αὐτῶν ἢ παίδων αὐτῷ μὴ ὑπόντων οἱ ἄλλοι αὐτοῦ συγγενεῖς οἱ ἐξ ἀδιαθέτου εἰς τὸν αὐτοῦ κλῆρον καλούμενοι ὑπηρεσίαν καὶ φρον‐ τίδα προσήκουσαν αὐτῷ μὴ παράσχοιεν, εἰ μὲν τῆς τοιαύτης ἀπαλλαγείη νόσου, ἔσται αὐτῷ ἄδεια πότε‐
35ρον βούλεται τὸν παῖδα ἢ τοὺς παῖδας ἢ συγγενεῖς

539

τοὺς ἠμεληκότας ἀχάριστον ἢ ἀχαρίστους ἐν τῇ ἰδίᾳ γράψαι διαθήκῃ. εἰ δὲ ἐν τῇ νόσῳ τῆς μανίας αὐ‐ τὸν κατεχόμενον ἐξωτικός τις ἴδοι ἀπὸ τῶν ἰδίων ἀμελούμενον παίδων ἢ συγγενῶν ἢ ἄλλων ὑπ’ αὐτοῦ
5γεγραμμένων κληρονόμων καὶ διὰ συμπάθειαν βουλη‐ θείη αὐτοῦ φροντίσαι, δίδομεν αὐτῷ ἄδειαν διαμαρ‐ τυρίαν τοῖς ἐξ ἀδιαθέτου ἢ ἀπὸ διαθήκης ἤδη γενο‐ μένης εἰς τὸν τοῦ μεμηνότος κλῆρον καλουμένοις ἔγ‐ γραφον στέλλειν, ὥστε σπουδάζειν αὐτοὺς τούτου
10φροντίζειν. εἰ δέ γε καὶ μετὰ τὴν τοιαύτην διαμαρ‐ τυρίαν ἀμελήσειαν, καὶ ὁ ἐξωτικὸς ἐν τῷ αὑτοῦ οἴκῳ τὸν μεμηνότα ὑποδεξάμενος δαπανήμασιν οἰκείοις ἄχρι τῆς τελευτῆς αὐτοῦ φροντίσας δειχθείη, τὸν τὴν ὑπ‐ ηρεσίαν καὶ τὴν ἐπιμέλειαν τῷ μεμηνότι παρασχό‐
15μενον, κἂν τὰ μάλιστα ἐξωτικὸς εἴη, εἰς τὴν τούτου διαδοχὴν ἔρχεσθαι θεσπίζομεν, ἀνατρεπομένης τῆς αὐτῶν ἐνστάσεως, ἅτε δὴ ἀναξίων ὄντων τῶν τῷ μεμηνότι, καθάπερ εἰρήκαμεν, φροντίδα παρασχεῖν ἀμελησάντων, οὕτω μέντοι ὥστε τὰ λοιπὰ τῆς δια‐
20θήκης κεφάλαια ἐν τῇ ἰδίᾳ μένειν ἰσχύι. εἰ ἕνα τῶν προλεχθέντων γονέων ἐν αἰχμαλωσίᾳ κρατεῖσθαι συμβαίη, καὶ οἱ τούτου παῖδες εἴτε πάν‐ τες εἴτε εἷς μὴ σπουδάσαιεν τοῦτον ἀναρρύσασθαι· ὥστε εἰ μὲν δυνηθείη τὴν τῆς αἰχμαλωσίας συμφορὰν
25ἐκφυγεῖν, ἐν τῇ αὐτοῦ εἶναι ἐξουσίᾳ πότερον ταύτην ἀχαριστίας αἰτίαν τῇ ἰδίᾳ βούλοιτο ἐγγράψαι διαθήκῃ· εἰ δὲ διὰ τῆς τῶν παίδων ἀμελείας ἢ καταφρονήσεως μὴ ἐλευθερωθείη, ἀλλ’ ἐν τῇ αἰχμαλωσίᾳ τελευτή‐ σειεν, ἐκείνους εἰς τὴν αὐτοῦ διαδοχὴν ἐλθεῖν οὐκ
30ἀνεχόμεθα, οἵτινες οὐκ ἐσπούδασαν τῆς ἀναρρύσεως αὐτοῦ φροντίσαι, ἀλλὰ πάντων τῶν παίδων ἐπὶ τού‐ τῳ ἀμελησάντων πάντα τὰ πράγματα τὰ παρ’ αὐ‐ τοῦ καταλιμπανόμενα τῇ ἐκκλησίᾳ τῆς πόλεως ἐξ ἧς ὥρμηται προσκυροῦσθαι, inventariου δηλαδὴ ἐπὶ δη‐
35μοσίου ἐκμαρτυρίου γινομένου, ὥστε μηδὲν ἐκ τῆς αὐ‐
τοῦ περιουσίας παραπολέσθαι, ἐφ’ ᾧ πᾶν ὅπερ ἐν‐

540

τεῦθεν εἰς τὴν ἐκκλησίαν περιέλθοι εἰς αἰχμαλώτων ἀνάρρυσιν προχωρεῖν. ἀλλὰ ταῦτα μὲν ὅσον ἐπὶ τοῖς προσώποις εἴρηται, ἅπερ ἀπὸ κληρονόμων ποιεῖν οὐκ ἔξεστιν, εἰ μὴ τὰς τῆς ἀχαριστίας αἰτίας γραφῆναι καὶ
5ἀποδειχθῆναι συμβαίη· πρόφασιν δὲ ἡμῖν πρὸς τὸ γενικὸν ποιήσασθαι νόμον ἡ παροῦσα ὑπόθεσις δέ‐ δωκε. καὶ διὰ τοῦτο γενικῶς κελεύομεν, ὥστε εἴπερ ἐκεῖνος ὁ ἐν αἰχμαλωσίᾳ ληφθεὶς παῖδας μὴ ἔχοι, καὶ τῶν ἄλλων τῶν εἰς τὴν τούτου κληρονομίαν ἐξ ἀδια‐
10θέτου καλουμένων ἀναρρύσασθαι αὐτὸν μὴ σπουδα‐ ζόντων ἐν τῇ αἰχμαλωσίᾳ τελευτήσειε, μηδένα ἐκ τῶν ἀμελησάντων εἰς τὴν τούτου κληρονομίαν ἔρχεσθαι, εἰ καὶ πρὸ τῆς αἰχμαλωσίας διαθήκη τυχὸν παρ’ αὐτοῦ ἐγεγόνει, ἐν ᾗ τὰ μνημονευθέντα πρόσωπα ἔγραψε
15κληρονόμους. ἀλλὰ καὶ ἐνταῦθα τῆς ἐνστάσεως τῶν κληρονόμων ἀκυρουμένης καὶ τῶν λοιπῶν τῆς διαθή‐ κης κεφαλαίων ἐν τῇ ἰδίᾳ μενόντων ἰσχύι αἱ περι‐ ουσίαι τῶν τοιούτων προσώπων κατὰ τὸν ὅμοιον τρόπον ταῖς ἐκκλησίαις τῶν πόλεων ἐξ ὧν ὥρμηνται
20προσκυρούσθωσαν, καὶ μὴ ἐν ἄλλαις οἱαισοῦν αἰτίαις ἀλλ’ ἐν ταῖς τῶν αἰχμαλώτων ἀναρρύσεσι δαπανά‐ σθωσαν· ὥστε ὅθεν ἐκεῖνοι ὑπὸ τῶν ἰδίων οὐκ ἀν‐ ερρύσθησαν, τὰς ἄλλων ἀναρρύσεις φροντίζεσθαι, καὶ τὰς ἐκείνων ὁμοίως ψυχὰς ἐκ ταύτης τῆς εὐσεβοῦς
25πράξεως ἐπικουφίζεσθαι. αὐτοῦ τούτου παραφυλατ‐ τομένου κἂν εἰ ἄλλο ἐξωτικὸν πρόσωπον πρὸ τῆς αἰχ‐ μαλωσίας γράψῃ κληρονόμον κἀκεῖνος εἰδὼς ἑαυτὸν ὑπ’ ἐκείνου γεγράφθαι κληρονόμον ἀναρρύσασθαι τοῦ‐ τον ἐκ τῆς αἰχμαλωσίας ἀμελήσαι. ταύτην δὲ τὴν
30ποινὴν κατ’ ἐκείνων κρατεῖν θεσπίζομεν, οἵτινες τὸν ὀκτωκαιδέκατον τῆς ἑαυτῶν ἡλικίας ἐπλήρωσαν ἐνιαυ‐ τόν. ἐν δὲ ταῖς τοιαύταις αἰτίαις, ἡνίκα δὴ ὑπὲρ ἀναρρύσεως αἰχμαλώτων ἀναγκαῖον εἴη χρήματα δο‐ θῆναι, εἴ τις ἴδια μὴ ἔχοι χρήματα, ἄδειαν ἐχέτω,
35εἴπερ τῆς εἰρημένης ὑπάρχει ἡλικίας, δανείζεσθαι χρή‐
ματα καὶ πράγματα κινητὰ ἢ ἀκίνητα ὑποτίθεσθαι,

541

εἴτε ἴδια ἔχει εἴτε τὰ τοῦ ἐν αἰχμαλωσίᾳ κρατουμέ‐ νου, ἐπειδὴ ἐν τοῖς εἰρημένοις ἅπασι τοῖς ὑπὲρ ἀναρ‐ ρύσεως αἰχμαλώτων δίδοσθαι ἢ ἀναλίσκεσθαι δει‐ κνυμένοις τὰ τοιαῦτα συναλλάγματα ὡς παρὰ προσ‐
5ώπου αὐτεξουσίου καὶ τελείας ἡλικίας ὄντος γινόμενα βέβαια εἶναι παρακελευόμεθα· μηδενὸς τοῖς μετὰ τῶν τοιούτων προσώπων ἐπὶ ταῖς μνημονευθείσαις αἰτίαις, καθάπερ εἴρηται, συναλλάττουσι προκρίματος γινομέ‐ νου, ἀνάγκην δηλαδὴ ἔχοντος τοῦ ἐκ τῆς αἰχμαλωσίας
10ἐπανερχομένου τὰ τοιαῦτα συναλλάγματα βέβαια ἡγεῖ‐ σθαι καὶ τούτοις ὡς ἰδίοις ὀφλήμασιν ἐνέχεσθαι. εἴ τις ἐκ τῶν μνημονευθέντων γονέων ὀρθόδοξος ὑπάρχων αἴσθηται τὸν ἴδιον παῖδα ἢ παῖδας μὴ εἶ‐ ναι τῆς καθολικῆς πίστεως μηδὲ ἐν τῇ ἁγιωτάτῃ ἐκ‐
15κλησίᾳ κοινωνεῖν, ἐν ᾗ πάντες οἱ μακαριώτατοι πα‐ τριάρχαι μιᾷ συμπνοίᾳ καὶ ὁμονοίᾳ τὴν ὀρθοτάτην πίστιν κηρύσσουσιν καὶ τὰς ἁγίας τέσσαρας συνόδους, τὴν ἐν Νικαίᾳ καὶ τὴν ἐν Κωνσταντινουπόλει τήν τε ἐν Ἐφέσῳ πρώτην καὶ τὴν ἐν Χαλκηδόνι, περιπτύσ‐
20σεσθαι ἤγουν ἀναφέρειν γινώσκονται, καὶ διαμείνωσιν οἱ τοιοῦτοι παῖδες ἐν τῇ αὐτῇ ἀπιστίᾳ, δίδομεν τοῖς αὐτῶν γονεῦσιν ἄδειαν ὑπὲρ ταύτης μάλιστα τῆς αἰ‐ τίας ἀχαρίστους αὐτοὺς καὶ ἀπὸ κληρονόμων ἐν τῇ ἰδίᾳ γράφειν διαθήκῃ. καὶ τοῦτο μὲν ἐπὶ ἀχαριστίας
25αἰτίᾳ διετυπώσαμεν· γενικὴν δὲ πρόνοιαν τοῖς παισὶ τοῖς ὀρθοδόξοις παρέχοντες κελεύομεν, σῴων φυλαττο‐ μένων τῶν νόμων τῶν ἤδη περὶ τῶν ἄλλων αἱρετι‐ κῶν προενεχθέντων καὶ περὶ τοὺς Νεστοριανοὺς καὶ τοὺς Ἀκεφάλους ταῦτα φυλάττεσθαι, ὥστε εἴ ποτε
30γονεῖς εὑρεθεῖεν εἴτε τῇ Ἰουδαϊκῇ Νεστορίου μανίᾳ
ἐκδεδομένοι εἴτε τὴν τῶν Ἀκεφάλων ἄνοιαν περιπτυσ‐

542

σόμενοι καὶ διὰ τοῦτο ἐκ τῆς κοινωνίας τῆς καθολι‐ κῆς ἐκκλησίας κεχωρισμένοι, μὴ ἐξεῖναι αὐτοῖς ἄλλους κληρονόμους ἑαυτοῖς ἐνιστᾶν εἰ μὴ παῖδας ὀρθοδόξους καὶ τῇ καθολικῇ ἐκκλησίᾳ κοινωνοῦντας, ἢ παίδων μὴ
5ὑπόντων τοὺς ἐξ ἀρρενογονίας καὶ ἐκ θηλυγονίας συγ‐ γενεῖς, καθολικοὺς δηλαδὴ τυγχάνοντας. εἰ δὲ ὡς εἰ‐ κὸς ἐκ τῶν παίδων τινὲς μέν εἰσιν ὀρθόδοξοι καὶ τῇ καθολικῇ ἐκκλησίᾳ κοινωνοῦντες, ἄλλοι δὲ ἐκ ταύτης κεχωρισμένοι, πᾶσαν τὴν τῶν γονέων περιουσίαν εἰς
10τοὺς παῖδας καὶ μόνον τοὺς καθολικοὺς περιέρχεσθαι θεσπίζομεν, εἰ καὶ τελευταίας βουλήσεις τὰ τοιαῦτα πρόσωπα ποιήσαιντο παρὰ τὴν δύναμιν ταύτης ἡμῶν τῆς διατάξεως διατυπούσας. εἰ δὲ μετὰ ταῦτα οἱ ἀδελ‐ φοὶ οἱ τῆς ἐκκλησίας κεχωρισμένοι ἐπὶ ταύτην ἀνα‐
15στρέψουσι, τὸ ἁρμόζον αὐτοῖς μέρος ἐν τῷ σχήματι, ἐν ᾧ εὑρεθείη κατὰ τὸν χρόνον καθ’ ὃν ἀποδίδοται, τούτοις παρέχεσθαι, ὥστε μηδεμίαν περὶ τῶν καρ‐ πῶν ἢ τῆς διοικήσεως τοῦ μέσου χρόνου ὄχλησιν ἢ ἐπάχθειαν τοὺς καθολικοὺς ὑπομένειν τοὺς πρώην
20τὰ μνημονευθέντα πράγματα διακρατήσαντας, ἐπειδὴ τῶν τοιούτων πραγμάτων, ἅτινα ἐκ τῆς μοίρας τῶν ἀδελφῶν τῶν μὴ κοινωνούντων οἱ ὀρθόδοξοι ἐκτή‐ σαντο, ὥσπερ τὴν ἐκποίησιν κωλύομεν. οὕτω καὶ τῶν παρελθόντων χρόνων τοὺς καρποὺς ἢ τὴν διοίκησιν
25οὐδαμῶς παρὰ τούτων ὑφ’ ὧν διεκρατήθη εἰσπράτ‐ τεσθαι ἢ ἀναψηλαφᾶσθαι κελεύομεν. εἰ δὲ μέχρι τοῦ πέρατος τῆς ἰδίας ζωῆς ἐν τῇ αὐτῇ πλάνῃ οἱ μὴ κοι‐ νωνοῦντες διαμείναιεν, τότε τοὺς ὀρθοδόξους ἀδελ‐ φοὺς ἢ κληρονόμους αὐτῶν πληρεστάτῳ δεσποτείας
30δικαίῳ τὰ αὐτὰ πράγματα κεκτῆσθαι θεσπίζομεν. εἰ δὲ οἱ παῖδες μὲν πάντες διεστραμμένοι καὶ τῆς κοι‐ νωνίας τῆς καθολικῆς ἐκκλησίας ἀλλότριοι εὑρεθεῖεν, ἄλλοι δὲ ἐγγύτατοι συγγενεῖς ἐξ ἀρρενογονίας ἢ ἐκ θηλυγονίας τὴν ὀρθόδοξον πίστιν τιμῶντες καὶ κοι‐
35νωνικοὶ εἶναι ἀποδειχθεῖεν, τούτους τῶν παίδων τῶν αἱρετικῶν προτιμᾶσθαι καὶ τὴν αὐτῶν διαδέχεσθαι
κληρονομίαν. εἰ δὲ καὶ οἱ παῖδες καὶ οἱ ἐγγύτατοι

543

ἀδγνάτοι ἢ κογνάτοι τῆς κοινωνίας τῆς ὀρθοδόξου πίστεως ξένοι τυγχάνοιεν, τηνικαῦτα εἰ μὲν σχῆμα κληρικῶν οἱ γονεῖς αὐτῶν ἔχοιεν, τῇ ἐκκλησίᾳ τῆς πό‐ λεως ὅπου τὴν οἴκησιν εἶχον τὰ αὐτῶν πράγματα
5βουλόμεθα διαφέρειν, οὕτω μέντοιγε ὥστε εἰ οἱ ἐκκλη‐ σιαστικοὶ ἐντὸς ἐνιαυτοῦ προθεσμίας τὰ τῶν τοιού‐ των προσώπων πράγματα διεκδικῆσαι ἀμελήσαιεν, τὴν αὐτῶν δεσποτείαν τῷ ἡμετέρῳ φίσκῳ ἐκδικεῖσθαι· εἰ δὲ λαϊκοὶ ὦσι, δίχα τινὸς διακρίσεως τὰς αὐτῶν
10περιουσίας εἰς τὰ θεῖα ἡμῶν πριβάτα ὁμοίως περι‐ έρχεσθαι. ἅτινα κρατεῖν θεσπίζομεν κἂν εἰ χωρὶς δια‐ θήκης τὰ τοιαῦτα πρόσωπα τελευτήσειε. πάντων τῶν κατὰ τῶν λοιπῶν αἱρετικῶν ἐν ταῖς ἄλλαις διατάξεσι διατυπωθέντων καὶ κατὰ τῶν Νεστοριανῶν καὶ Ἀκε‐
15φάλων καὶ τῶν ἄλλων ἁπάντων τῶν μὴ κοινωνούν‐ των τῇ καθολικῇ ἐκκλησίᾳ, ἐν ᾗ αἱ προλεχθεῖσαι ἅγιαι τέσσαρες σύνοδοι καὶ πατριάρχαι ἀναφέρονται, καὶ κατὰ τῶν κληρονόμων αὐτῶν ὁμοίως φυλαττομένων. εἰ γὰρ ὑπὲρ κοσμικῶν αἰτιῶν μεριμνῶμεν, πόσῳ μᾶλ‐
20λον ὑπὲρ τῆς τῶν ψυχῶν σωτηρίας προνοητικωτάτην φροντίδα δεῖ συνεισφέρειν. Εἴτε τοίνυν πάσας τὰς εἰρημένας τῆς ἀχαριστίας αἰτίας εἴτε φανερὰς ἐξ αὐτῶν εἴτε μίαν οἱανδήποτε οἱ γονεῖς τῇ ἰδίᾳ ἐγγράψαιεν διαθήκῃ, καὶ οἱ γραφόμε‐
25νοι κληρονόμοι τὴν ὀνομασθεῖσαν ἢ τὰς ὀνομασθεί‐ σας αἰτίας ἢ μίαν ἐξ αὐτῶν ἀληθῆ εἶναι δείξειαν, τὴν διαθήκην τὴν ἰδίαν ἔχειν ἰσχὺν παρακελευόμεθα. εἰ δὲ ταῦτα μὴ παραφυλαχθείη, μηδὲν γίνεσθαι πρό‐ κριμα τοῖς ἀπὸ κληρονόμων γραφεῖσι παισίν, ἀλλ’
30ὅσον εἰς τὴν ἔνστασιν τῶν κληρονόμων ἀνήκει τῆς διαθήκης ἀκυρουμένης εἰς τὴν τῶν γονέων κληρονο‐ μίαν τοὺς παῖδας ἐξ ἀδιαθέτου ἐξ ἴσης μοίρας ἔρχε‐ σθαι, ὥστε μὴ τοὺς παῖδας πεπλασμέναις κατηγορίαις κατακρίνεσθαι ἤ τινα περιγραφὴν ἐν ταῖς τῶν γονέων
35περιουσίαις ὑπομένειν. εἰ μέντοιγε συμβαίη ἔν τισι

544

τοιαύταις διαθήκαις ληγάτα τινὰ ἢ φιδεϊκόμμισσα ἢ ἐλευθερίας ἢ ἐπιτρόπων δόσεις καταλειφθῆναι ἢ ἄλλα οἱαδήποτε κεφάλαια τοῖς νόμοις ἐγνωσμένα ὀνομασθῆ‐ ναι, ταῦτα πάντα κελεύομεν πληροῦσθαι καὶ δίδο‐
5σθαι ἐκείνοις οἷς κατελείφθη, ὡς εἰ κατὰ τοῦτο τὸ μέρος μὴ ἀνατραπεῖσα ἡ διαθήκη ἐκράτει. Καὶ ταῦτα μὲν περὶ τῶν διαθηκῶν τῶν γονέων διετυπώσαμεν Δίκαιον δὲ εἶναι συνείδομεν καὶ ἐκ τοῦ ἐναντίου περὶ τῶν διαθηκῶν τῶν παίδων τὰ αὐτὰ μετά τινος
10διαστίξεως διατυπῶσαι. θεσπίζομεν τοίνυν μὴ ἐξεῖναι τοῖς παισὶ τοὺς ἰδίους γονεῖς praeteritους καταλιμπά‐ νειν ἢ καθ’ οἱονδήποτε τρόπον τῶν ἰδίων πραγμά‐ των ἐν οἷς ἐξουσίαν ἔχουσι διατίθεσθαι τούτους παν‐ τελῶς ἀλλοτρίους ποιεῖσθαι, εἰ μὴ τὰς αἰτίας ἃς
15ἀριθμοῦμεν ἐν ταῖς ἰδίαις ἰδικῶς ἐγγράψαιεν διαθή‐ καις. ταύτας δὲ εἶναι κελεύομεν· εἰ οἱ γονεῖς εἰς ἀναίρεσιν ζωῆς τοὺς ἰδίους παῖδας παραδοῖεν, δίχα μέντοιγε αἰτίας εἰς καθοσίωσιν ἀνα‐ φερομένης.
20εἰ φαρμακείαις ἢ γοητείαις ἢ ἄλλῳ τρόπῳ οἱ γονεῖς τῇ τῶν παίδων ζωῇ ἐπιβουλεύσαντες ἀποδειχθεῖεν. εἰ ὁ πατὴρ τῇ ἰδίᾳ νύμφῃ ἢ τῇ παλλακίδι τοῦ οἰκείου παιδὸς συμμιγείη. εἰ οἱ γονεῖς τοὺς ἰδίους παῖδας διαθήκας ποιῆσαι
25κωλύσειαν ἐν τοῖς πράγμασιν ἐν οἶς ἔχουσιν ἄδειαν τοῦ διατίθεσθαι· πάντων δηλαδὴ [τῶν] ἐπὶ τῇ κω‐ λύσει τῶν τοιούτων διαθηκῶν φυλαττομένων, ἅπερ ἐπὶ τῷ τῶν γονέων προσώπῳ διεστίξαμεν. εἰ συμβαίη τὸν ἄνδρα τῇ ἑαυτοῦ γαμετῇ εἰς ἀναί‐
30ρεσιν ἢ ἔκστασιν τῆς διανοίας δοῦναι φάρμακον, ἢ τὴν γαμετὴν τῷ ἀνδρί, ἢ ἄλλῳ τρόπῳ τὸν ἕτερον τῇ τοῦ ἑτέρου ζωῇ ἐπιβουλεῦσαι, τὸ μὲν τοιοῦτον
ἔγκλημα οἷα publicον ὑπάρχον κατὰ τοὺς νόμους ἐξ‐

545

ετάζεσθαι καὶ νομίμης ἐκδικήσεως ἀξιοῦσθαι θεσπί‐ ζομεν, τοῖς δὲ παισὶν ἄδειαν εἶναι ἐν ταῖς ἰδίαις διαθήκαις μηδὲν ἐκ τῶν ἰδίων περιουσιῶν ἐκείνῳ τῷ προσώπῳ καταλιμπάνειν τῷ τὸ τοιοῦτο μῦσος πε‐
5πραχέναι γινωσκομένῳ. εἰ τῶν παίδων ἢ ἑνὸς ἐξ αὐτῶν ἐν μανίᾳ τυγχά‐ νοντος οἱ γονεῖς φροντίσαι αὐτῶν ἀμελήσειαν, πάντα καὶ ἐνταῦθα παραφυλάττεσθαι προστάττομεν, ἅτινα περὶ τῶν μαινομένων γονέων ἀνωτέρω ἐθεσπίσαμεν.
10τούτοις τοῖς θέμασι καὶ τὴν τῆς αἰχμαλωσίας συμ‐ φορὰν προστίθεμεν, ἐν ᾗ εἰ τοὺς παῖδας κρατεῖσθαι καὶ διὰ τῆς τῶν γονέων καταφρονήσεως ἢ ἀμελείας μὴ ἀναρρυσθέντας τελευτῆσαι συμβαίη, μηδαμῶς τοὺς τούτων γονεῖς εἰς τὰς περιουσίας ἔρχεσθαι τῶν παί‐
15δων ἐφ’ αἷς διατίθεσθαι οἱ παῖδες ἠδύναντο, ἀλλὰ πάντα καὶ ἐν τούτῳ τῷ κεφαλαίῳ φυλάττεσθαι ἅπερ καὶ περὶ γονέων καὶ cognatων καὶ adgnatwn τῶν ἐξ ἀδιαθέτου εἰς τὰ τούτων δίκαια καλουμένων ἢ περὶ τῶν ἐξωτικῶν γραφομένων κληρονόμων ἀνωτέρω διε‐
20τυπώσαμεν. εἴ τις ἐκ τῶν μνημονευθέντων παίδων ὀρθόδοξος τυγχάνων αἴσθηται τὸν ἴδιον γονέα ἢ γονεῖς μὴ εἶναι καθολικούς, ταῦτα καὶ ἐπὶ τῶν ἐκείνων προσώπων κρατεῖν ἅπερ ἀνωτέρω περὶ τῶν γονέων διετυπώσαμεν
25Εἰ τὰς τοιαύτας τοίνυν αἰτίας ἢ φανερὰς ἐξ αὐ‐ τῶν ἢ μίαν οἱ παῖδες ἐν ταῖς ἰδίαις γράψαιεν διαθή‐ καις, καὶ οἱ γραφόμενοι παρ’ αὐτῶν κληρονόμοι ἢ πάσας ἢ φανερὰς ἢ μίαν ἐκ τούτων ἀποδείξειαν, τὴν διαθήκην ἐν τῇ ἰδίᾳ ἰσχύι διαμένειν προστάττομεν.
30εἰ δὲ ταῦτα μὴ παραφυλαχθείη, μηδεμίαν δύναμιν τὴν τοιαύτην διαθήκην τό γε εἰς τὴν ἔνστασιν τῶν κληρονόμων ἔχειν θεσπίζομεν, ἀλλὰ ἀνατρεπομένης τῆς διαθήκης τοῖς ἐξ ἀδιαθέτου εἰς τὴν τοῦ τελευ‐ τήσαντος κληρονομίαν καλουμένοις τὰ ἐκείνου πράγ‐
35ματα δίδοσθαι διατυποῦμεν, τῶν ληγάτων δηλονότι
εἴτε φιδεϊκομμίσσων καὶ ἐλευθεριῶν καὶ τῶν δόσεων

546

τῶν ἐπιτρόπων καὶ τῶν ἄλλων κεφαλαίων, καθάπερ ἀνωτέρω εἴρηται, τὴν ἰδίαν ἐχόντων ἰσχύν. εἴ τι δὲ ἢ περὶ ληγάτου ἢ φιδεϊκομμίσσου ἢ ἐλευθεριῶν ἢ ἄλ‐ λων οἱωνδήποτε κεφαλαίων ἐν ἄλλοις νόμοις εὑρεθείη
5ταύτῃ τῇ διατάξει ἐναντίον, τοῦτο κρατεῖν κατ’ οὐ‐ δένα βουλόμεθα τρόπον. Καὶ αὗται μὲν τῆς exbere‐ dationος ἢ praeteritionος αἱ ποιναὶ τό γε εἰς τὰς τῆς ἀχαριστίας αἰτίας κατὰ τῶν εἰρημένων προσώπων διετυπώθησαν· εἴ τινες δὲ ἐξ αὐτῶν εἰς ἐγκλήματα
10ἀναφέρονται, τοὺς τούτων πράκτορας καὶ τὰς ἄλλας ὑπομένειν ποινὰς τὰς τοῖς νόμοις διωρισμένας. Ταῦτα δὲ διετυπώσαμεν, ἵνα καὶ τοὺς γονεῖς καὶ τοὺς παῖδας ἀπὸ τῆς τῶν διαθηκῶν ὕβρεως ἐλευθερώ‐ σωμεν. εἰ δέ τινες κληρονόμοι ὀνομασθεῖεν, κἂν εἰ
15ῥητοῖς πράγμασιν ἀρκεσθῆναι προσταχθεῖεν, ἐν τούτῳ τὴν μὲν διαθήκην μὴ ἀνατρέπεσθαι προστάττομεν, ὅπερ δ’ ἂν ὑπέλαττον αὐτοῖς τῆς ἐκ τῶν νόμων μοί‐ ρας καταλειφθῇ, τοῦτο κατὰ τοὺς ἄλλους ἡμῶν νό‐ μους παρὰ τῶν κληρονόμων ἀποπληροῦσθαι. μία γάρ
20ἐστι τῆς ἡμετέρας γαληνότητος φροντὶς τὸ τὴν ὕβριν τῆς praeteritionος καὶ exheredationος τῶν γονέων καὶ τῶν παίδων ἀνελεῖν. σκοπεῖν γὰρ ὀφείλουσιν οἱ γο‐ νεῖς, ὅτι καὶ αὐτοὶ παῖδες γεγόνασι καὶ τὰ αὐτὰ παρὰ τῶν οἰκείων γονέων ἐσχήκασι, καὶ παραπλησίως οἱ
25νῦν ὄντες υἱοὶ σπουδάζειν τοὺς τῶν γονέων λογισμοὺς θεραπεύειν, ἐπειδὴ καὶ αὐτοὶ γονεῖς ἐπιθυμοῦσι γενέ‐ σθαι καὶ ὑπὸ τῶν ἰδίων εὔχονται τιμηθῆναι παίδων. ὅθεν δῆλον καθέστηκεν εἰς τὴν τῶν ἀμφοτέρων ὠφέ‐ λειαν καὶ ἀσφάλειαν τὸν παρόντα ἀφορᾶν νόμον· ὃν
30οὐ χωρὶς αἰτίας, ἀλλὰ προφάσεως γενομένης συνείδο‐ μεν προενεγκεῖν, εὕρομεν γὰρ Πουλχερίαν εὐχάριστον μὲν θυγατέρα παρὰ τῆς ἰδίας μητρὸς λεχθεῖσαν, ἀπὸ κληρονόμων δὲ κατὰ τὴν διαθήκην ὀνομασθεῖσαν,
τοῦτο μὲν ἐπὶ τοῖς πατρῴοις τοῦτο δὲ καὶ ἐπὶ τοῖς

547

μητρῴοις πράγμασιν. καὶ τὸν μὲν τοιοῦτον χάρτην, ἐπείπερ δόλῳ καὶ μηχανῇ συντεθέντα ἔγνωμεν, κατ’ οὐδένα τρόπον κρατεῖν συνεχωρήσαμεν, τὴν δὲ θυγα‐ τέρα κληρονόμον τοῦ πατρὸς καὶ τῆς μητρὸς γενέσθαι
5παρεκελευσάμεθα, καθάπερ καὶ ἡ ἔγγραφος προελθοῦσα περὶ τοῦ αὐτοῦ πράγματος ἡμετέρα κρίσις δηλοῖ. Μεμνήμεθα πρὸς τούτοις νόμον παρ’ ἡμῶν φοι‐ τῆσαι, δι’ οὗ παρεκελευσάμεθα μηδενὶ παντελῶς ἐξεῖ‐ ναι τὰ τῶν τελευτώντων σώματα χρέους ὀνόματι κρα‐
10τεῖν ἢ ἐμπόδισμα τῇ τούτων ποιεῖσθαι ταφῇ. ἀλλ’ ἐπὶ τοῦ παρόντος ἔγνωμέν τινας τελευτήσαντός τινος τὸν πατέρα ἐκ τῆς ταφῆς τοῦ οἰκείου παιδὸς ἀνα‐ λύοντα ὀνόματι χρέους κρατῆσαι, καὶ διὰ τοῦτο εὐσε‐ βὲς καὶ φιλάνθρωπον εἶναι συνείδομεν τὴν τοιαύτην
15ὠμότητα τῷ παρόντι εὐσεβεστάτῳ νόμῳ κωλῦσαι. θεσπίζομεν τοίνυν μηδενὶ παντελῶς ἐξεῖναι τοὺς κλη‐ ρονόμους τοῦ τελευτῶντος ἢ τοὺς γονεῖς ἢ τοὺς παῖ‐ δας ἢ γαμετὴν ἢ adgnatους ἢ cognatους ἢ ἄλλους αὐτοῦ προσγενεῖς ἢ ἐγγυητὰς πρὸ τῆς τῶν ἐννέα ἡμε‐
20ρῶν προθεσμίας, ἐν αἷς πενθεῖν δοκοῦσιν, αἰτιᾶσθαι ἢ καθ’ οἱονδήποτε τρόπον παρενοχλεῖν ἤ τινα ὑπό‐ μνησιν αὐτοῖς ἐπιφέρειν, ἢ ἐν δικαστηρίῳ αὐτοὺς κα‐ λεῖν εἴτε ὀνόματι χρέους παρὰ τοῦ τελευτήσαντος καταγομένου εἴτε ἄλλης οἱασοῦν αἰτίας χάριν εἰς τὰ
25μνημονευθέντα ἰδικῶς ὁρώσης πρόσωπα. εἰ δὲ ἐντὸς τῶν ἐννέα ἡμερῶν τολμήσειε τίς τινα τῶν εἰρημένων κρατῆσαι προσώπων ἢ μεθοδεῦσαι ἤ τινα ὁμολογίαν ἢ ὑπόσχεσιν ἢ ἐγγύην παρ’ αὐτοῦ κομίσασθαι, ταῦτα πάντα ἀνίσχυρα εἶναι θεσπίζομεν. μετὰ δὲ τὴν τῶν
30ἐννέα ἡμερῶν παραδρομὴν εἴ τις κατὰ τῶν τοιούτων προσώπων τινὰς ἔχειν νομίσειεν ἀγωγάς, ταύτας κατὰ
τοὺς νόμους ἐγγυμναζέτω, μηδενὸς δηλαδὴ τοῖς ἐν‐

548

άγουσι προκρίματος ἐκ ταύτης τῆς προθεσμίας περὶ χρονίαν παραγραφὴν ἢ ἐν ἄλλῃ οἱᾳδήποτε νομίμῳ δι‐ καιολογίᾳ παντελῶς γινομένου. Πρὸς τούτοις καὶ ἄλλο κεφάλαιον πρὸς τὰς ἀντι‐
5φωνήσεις ἤγουν ὑποσχέσεις ἀποβλέπον τῷ παρόντι νόμῳ συνείδομεν διατυπῶσαι. θεσπίζομεν τοίνυν, εἴ ποτέ τις ἢ ὑπὲρ ἑαυτοῦ ἢ ὑπὲρ ἄλλου προσώπου ἀντι‐ φωνήσειε, λέγων τυχόν τινι τὸ ἱκανόν σοι ποι, τοῦτον ἐπὶ τῇ ποσότητι ἣν ἂν εἴποι τρόποις ἅπασιν
10ὑποκεῖσθαι καὶ τὴν ἀντιφώνησιν τὴν ἰδίαν πληροῦν καὶ τὸ χρέος ἀναγκάζεσθαι καταβάλλειν. εἴ τις δὲ εἴποι τὸ ἱκανόν σοι γενήσεται, τοῦτον οἶα τοῦ τοιούτου λόγου ἀπροσώπως εἰρημένου ὡσανεὶ μηδὲν εἰπόντα οὕτως ἐκ πάσης εἰσπράξεως ἐλεύθερον φυλάτ‐
15τεσθαι. εἰ δέ τις εἴποι γενήσεταί σοι τὸ ἱκα‐ νὸν παρ’ ἐμοῦ καὶ παρὰ τοῦδε καὶ τοῦδε, ἐκείνοις μὲν οὓς ἂν ὀνομάσειεν, εἰ μὴ συναινέσουσι, μηδὲν ἐκ τῆς τοιαύτης φωνῆς γίνεσθαι πρόκριμα, ἀλλὰ μηδὲ αὐτὸν τὸν τοῦτο εἰπόντα ὑπὲρ ἐκείνων τῶν
20προσώπων ἅπερ ὀνομάσειεν ἀπαίτησίν τινα ὑπομένειν, ὑπὲρ ἑαυτοῦ δὲ ὅπερ ἐκ τοῦ κατὰ τοὺς νόμους ἀπο‐ δεικνυμένου χρέους ἐποφείλων φανείη κατὰ τὸ ἐπι‐ βάλλον αὐτῷ μέρος μόνον καταβάλλειν. εἰ δὲ εἴποι γενήσεταί σοι τὸ ἱκανὸν παρ’ ἐμοῦ ἢ παρὰ
25τοῦδε ἢ τοῦδε, τηνικαῦτα τοῖς μὲν ὀνομασθεῖσι προσώποις κατὰ τὸν ὅμοιον τρόπον μὴ συναινοῦσι μηδὲ ἓν γίνεσθαι πρόκριμα, αὐτὸν δὲ τὸν τοῦτο ἀντι‐ φωνήσαντα ἀκέραιον μὲν τὸ χρέος ἀναγκάζεσθαι κατα‐ βάλλειν εἴ τινα δὲ κατὰ τῶν ὀνομασθέντων προσ‐
30ώπων νομίσειεν ἑαυτῷ ἁρμόζειν ἀγωγήν, ταύτην κατὰ τοὺς νόμους κατ’ αὐτῶν προτιθέναι καὶ τῆς τῶν νό‐ μων βοηθείας ἀπολαύειν. 〈Ἐπίλογος.〉 Ἅπαντα δὲ ταῦτα κρατεῖν θεσπίζο‐
μεν ἐπὶ ταῖς ὑποθέσεσιν ἁπάσαις, ὅσαι μήπω δικαστικῇ

549

ψήφῳ ἢ φιλικῇ συμβάσει πέρας ἔλαβον. ἡ τοίνυν σὴ ὑπεροχὴ τὴν παροῦσαν ἡμῶν γενικὴν νομοθεσίαν προγραμμάτων μὲν κατὰ ταύτην τὴν βασιλίδα πόλιν κατὰ τὸ σύνηθες προτιθεμένων, προστάξεων δὲ πρὸς
5τοὺς τῶν ἐπαρχιῶν ἄρχοντας στελλομένων εἰς τὴν ἁπάντων γνῶσιν ἐλθεῖν παρασκευασάτω.
9tΡΙϛ
10tΠΕΡΙ ΣΤΡΑΤΙΩΤΩΝ.
14tὉ αὐτὸς βασιλεὺς Θεοδότῳ ἐπάρχῳ πραιτωρίων.
15 〈Προοίμιον.〉 Μετὰ τὴν τοῦ δεσπότου θεοῦ εὐ‐ μένειαν ἀσφάλεια τῶν ἡμετέρων ὑπηκόων ἡ τῶν στρα‐ τιωτικῶν πραγμάτων ἀρχὴ καὶ κατάστασις· τούτων γὰρ προνοίᾳ θεοῦ συνισταμένων ἡ μὲν τῶν βαρβά‐ ρων προπέτεια χαλινοῦται, τὰ δὲ τῆς πολιτείας αὔξει
20πράγματα. ἐπεὶ οὖν τινες τῆς ἑαυτῶν σωτηρίας οὐδ‐ ένα ποιούμενοι λόγον τοὺς στρατιώτας καὶ φοιδερά‐ τους, ὀφείλοντας ὑπὲρ τῆς ἐλευθερίας τῆς πολιτείας κατὰ τῶν ἐχθρῶν ἀγωνίζεσθαι, τολμῶσιν ὑποσύρειν καὶ εἰς ἰδιωτικὰς ἀπασχολεῖν χρείας, συνείδομεν διὰ
25τοῦ παρόντος ἡμῶν νόμου πᾶσι προαγορεῦσαι, ὥστε τοῦ λοιποῦ μηδένα τολμῆσαι στρατιώτην ἐν οἱῳδή‐ ποτε ἀναφερόμενον ἀριθμῷ ἢ φοιδεράτον ὑποσύρειν ἢ εἰς τὸν ἑαυτοῦ ἔχειν οἶκον ἢ εἰς τὰς ἰδίας ἔχειν κτή‐ σεις· περὶ οὓς ἡμεῖς πολλοὺς ὑφιστάμεθα πόνους γυ‐
30μνάζοντες καὶ στρατεύοντες, ὥστε τοῖς κοινοῖς αὐτοὺς χρησιμεύειν πράγμασιν. Ἔστωσαν τοίνυν πάντες εἰδότες ὅσοι στρατιώτας
ἢ φοιδεράτους τινὰς ἐν τοῖς ἑαυτῶν ἔχειν ἔσπευσαν

550

οἴκοις ἢ κτήσεσιν ὁπωσοῦν προσεδρεύοντας καί τινας αὐτοῖς ἰδιωτικὰς πληροῦντας χρείας, ὥστε εἰ μὴ ἐντὸς triginta dierum προθεσμίας ἀριθμουμένων ἀπὸ τῆς κατὰ τόπον ἐμφανείας τῆς παρούσης ἡμῶν διατυπώ‐
5σεως τούτους ἀποδιώξουσιν, αἱ μὲν αὐτῶν τῶν ἐχόν‐ των αὐτοὺς ἢ κρατούντων οὐσίαι δημεύσει ὑποβλη‐ θεῖσαι τῷ δημοσίῳ προσκυρωθήσονται, αὐτοὶ δὲ καὶ τῶν ἀξιωμάτων καὶ τῶν στρατειῶν ὁποίας ἔχουσιν ἐξωθήσονται, οἱ δὲ στρατιῶται καὶ φοιδεράτοι οἱ
10τούτοις μετὰ τὴν προθεσμίαν παραμένοντες οὐ μόνον τῆς ζώνης ἀφαιρεθήσονται, ἀλλὰ καὶ τὰς εἰς ἔσχατον ὑπομενοῦσι τιμωρίας· εἰδότων καὶ τῶν ἑκάστης ἐπ‐ αρχίας ἀρχόντων, ὡς εἴ τινες εὑρεθεῖεν ἐν τοῖς τόποις τοῖς παρ’ αὐτῶν ἰθυνομένοις ἢ ἐπιτρόποις τισὶν ἢ
15προσώποις ἢ οἴκοις ἢ δεσπόταις ἢ κτήσεσιν ἢ ταῖς οἱ‐ αισοῦν ἰδιωτικαῖς χρείαις προσεδρεύοντες, καὶ μὴ σπου‐ δαίως τούτους συσχῶσί τε καὶ τιμωρίαις ὑποβάλωσι, καὶ τοὺς μὲν στρατιώτας εἰς τοὺς ἀριθμοὺς ἐκπέμψω‐ μεν ἐν οἷς στρατεύονται, τοὺς δὲ φοιδεράτους πρὸς
20τοὺς ἰδίους ὀπτίονας, καὶ αὐτοὶ ἀνὰ decem librarum auri ποινὴν εἰσπραχθήσονται, καὶ πρὸς τούτοις ἐξορίᾳ παραδοθήσονται ὡς τῶν ἡμετέρων κελεύσεων τολμή‐ σαντες ἀμελῆσαι. μηδεὶς τοίνυν μήτε θείῳ τινὶ τύπῳ περὶ τούτου ὡς εἰκὸς γενομένῳ μήτε προστάξεσιν ἀρ‐
25χόντων 〈χρήσηται, μηδέ τις τῶν ἡμετέρων ἀρχόντων〉 τοιούτους τινὰς τύπους ἢ προστάξεις ἀρχικὰς προσ‐ δέξηται, ἀλλὰ μετὰ πάσης ταχυτῆτος οἱ μὲν στρατιῶ‐ ται εἰς τοὺς ἰδίους ἀριθμοὺς οἱ δὲ φοιδεράτοι πρὸς τοὺς ἑαυτῶν ὀπτίονας ἐπανέλθωσι καὶ ὑπὲρ τῶν κοι‐
30νῶν ἀγωνίσωνται πραγμάτων. κατ’ οὐδένα γὰρ τρό‐ πον τοῦ λοιποῦ συγχωροῦμεν τοὺς ἡμετέρους στρα‐ τιώτας ἢ φοιδεράτους ἔν τισι παντελῶς ἰδιωτικαῖς ἀπασχολεῖσθαι χρείαις. 〈Ἐπίλογος.〉 Τὰ τοίνυν παραστάντα ἡμῖν καὶ
35διὰ τοῦ παρόντος δηλούμενα νόμου ἡ σὴ ὑπεροχὴ
γινώσκουσα κατὰ μὲν τὴν εὐδαίμονα ταύτην πόλιν

551

ἰδίκτων κατὰ τὸ σύνηθες προτιθεμένων, ἐν δὲ ταῖς ἐπαρχίαις προστάξεων στελλομένων πᾶσι δῆλα κατα‐ στῆσαι σπευσάτω.
5tΡΙΖ
6tΠΕΡΙ ΔΙΑΦΟΡΩΝ ΚΕΦΑΛΑΙΩΝ
7tΚΑΙ ΛΥΣΕΩΣ ΓΑΜΟΥ.
13t〈Ὁ αὐτὸς βασιλεὺς Θεοδότῳ ἐπάρχῳ πραιτωρίων.〉
14〈Προοίμιον.〉 Διαφόρων κεφαλαίων εἰς ἡμᾶς ἀν‐
15ενεχθέντων ἀναγκαῖον εἶναι συνείδομεν γενικῷ ταῦτα διατυπῶσαι νόμῳ. Θεσπίζομεν τοίνυν ἄδειαν εἶναι καὶ μητρὶ καὶ μάμμῃ καὶ τοῖς ἄλλοις γονεῦσι μετὰ τὸ καταλιπεῖν τοῖς παισὶ τὸ ἐκ τῶν νόμων ὀφειλόμενον μέρος τὸ
20ὑπόλοιπον τῆς αὑτῶν περιουσίας, εἴτε εἰς ὁλόκληρον βουληθεῖεν εἴτε ἐκ μέρους, τῷ υἱῷ ἢ τῇ θυγατρί, ἢ ἐγγόνῳ ἢ ἐγγόνῃ, ἢ τοῖς ἐφεξῆς κατιοῦσι δωρεῖσθαι ἢ καὶ διὰ τελευταίας βουλήσεως καταλιμπάνειν ἐπὶ τοι‐ ούτῳ ὅρῳ τε καὶ αἱρέσει, εἴ γε βουληθεῖεν, ὥστε τὸν
25πατέρα ἢ τὸν ὅλως ἔχοντα τούτους ὑπεξουσίους ἐν

552

τούτοις τοῖς πράγμασι μήτε usumfructον μήτε τὴν οἱανοῦν παντελῶς μετουσίαν ἔχειν. ταῦτα γὰρ δὴ καὶ ἐξωτικοῖς ἠδύναντο καταλιμπάνειν, ὅθεν οὐδεμία τοῖς γονεῦσιν ὠφέλεια προσεγίνετο. τοῦτο δὲ οὐ μόνον
5τοῖς γονεῦσιν, ἀλλὰ καὶ παντὶ προσώπῳ ἐξεῖναι παρα‐ κελευόμεθα. τὰ δὲ πράγματα τὰ οὕτω καταλιμ‐ πανόμενα ἢ δωρούμενα τοῖς ὑπεξουσίοις προσώποις, εἰ μὲν τελείας εἰσὶν ἡλικίας, κἂν ὑπεξούσιοι ὦσιν, ἄδειαν ἐχέτωσαν καθ’ ὃν βούλονται τρόπον διοικεῖν·
10εἰ δὲ τὴν ἡλικίαν ὦσιν ἀτελεῖς, δι’ οὗπερ ἂν συνίδοι ὁ testator ἢ ὁ δωρούμενος αὐτὰ διοικεῖσθαι, μέχρις ὅταν ἐκεῖνοι οἷς ἐδωρήθη ἢ κατελείφθη εἰς τελείαν ἔλθωσιν ἡλικίαν. ἄδειαν ἔχοντος τοῦ διατιθεμένου ἢ δωρουμένου καὶ τῇ μητρὶ καὶ τῇ μάμμῃ τούτων οἷς
15τὰ πράγματα παρεσχέθη τὴν τῶν αὐτῶν πραγμάτων, εἰ βούλοιτο, διοίκησιν καταπιστεῦσαι, κἂν συνοικῶσιν ἀνδράσιν αἱ εἰρημέναι γυναῖκες, οὕτω μέντοι εἴπερ καὶ αὐταὶ τὴν τοιαύτην διοίκησιν καταδέξασθαι βου‐ ληθῶσιν. εἰ δὲ ὡς εἰκὸς ὁ καταλιμπάνων ἢ δωρού‐
20μενος μηδένα τούτοις διοικητὴν ὁρίσειε, ἢ ὁ παρ’ αὐ‐ τοῦ δεδομένος τὴν τοιαύτην διοίκησιν ὑπελθεῖν ἢ μὴ βουληθείη ἢ μὴ δυνηθείη, ἢ τελευτήσειε πρὶν ἐκείνους τελείας ἡλικίας γενέσθαι, τηνικαῦτα κελεύομεν τὸν ἁρμόδιον ἄρχοντα κουράτωρα ἀξιόπιστον μετὰ νομί‐
25μου ἐγγύης τοῖς τοιούτοις πράγμασι προβάλλεσθαι, ὀφείλοντα τὴν καταλειφθεῖσαν τοῖς τοιούτοις προσ‐ ώποις περιουσίαν διοικῆσαί τε καὶ φυλάξαι, μέχρις ὅταν ἐκεῖνοι, ὡς εἴρηται, εἰς τελείαν ἡλικίαν ἔλθωσιν. ἐν ἐκείνοις γὰρ τοῖς θέμασι τὸν νόμον τὸν τὴν χρῆ‐
30σιν τοῖς γονεῦσι παρέχοντα βουλόμεθα παραφυλάττε‐ σθαι, οἶς οὐκ ἔγκειται ἰδικῶς τοιαύτη αἵρεσις. Πρὸς τούτοις δὲ κἀκεῖνο νομοθετῆσαι συνείδομεν,
ὥστε εἴ τις υἱὸν ἢ θυγατέρα ἔχων ἐξ ἐλευθέρας γυ‐

553

ναικός, μεθ’ ἧς γάμος συνίστασθαι δύναται, εἴποι ἐν συμβολαίῳ εἴτε ἀγοραίῳ εἴτε ἰδίᾳ χειρὶ συγγεγραμ‐ μένῳ καὶ ἔχοντι ὑπογραφὰς τριῶν μαρτύρων ἀξιοπί‐ στων εἴτε ἐν διαθήκῃ εἴτε ἐπὶ πράξεως ὑπομνημάτων
5τοῦτον ἢ ταύτην υἱὸν αὑτοῦ εἶναι ἢ θυγατέρα, καὶ μὴ προσθῇ καὶ φυσικὸν ἢ φυσικήν, τοὺς τοιούτους παῖ‐ δας γνησίους εἶναι, καὶ μηδεμίαν ἑτέραν ἀπόδειξιν παρ’ αὐτῶν ζητεῖσθαι, ἀλλὰ πάντων ἀπολαύειν αὐ‐ τοὺς τῶν δικαίων ὅσα τοῖς γνησίοις παισὶν οἱ ἡμέ‐
10τεροι παρέχουσι νόμοι, οἶα τοῦ πατρὸς αὐτοῦ, ὡς εἴρηται, παῖδας ἰδίους αὐτοὺς ἀποκαλέσαντος. ἐντεῦ‐ θεν γὰρ καὶ μετὰ τῆς αὐτῶν μητρὸς δείκνυται νόμι‐ μον ἐσχηκέναι γάμον, ὥστε μηδὲ παρ’ αὐτῆς πρὸς τὴν τοῦ γάμου πίστιν ἑτέραν ἁπόδειξιν ἐπιζητεῖσθαι.
15εἰ δὲ ὁ πατὴρ ἐκ τῆς αὐτῆς γυναικὸς πολλοὺς παῖ‐ δας ἔχων ἑνὶ ἐξ αὐτῶν μαρτυρίαν καθ’ οἱονδήποτε τῶν εἰρημένων παράσχοι τρόπων, ἀρκεῖν καὶ τοῖς ἄλ‐ λοις τοῖς ἐκ τῆς αὐτῆς γυναικὸς τεχθεῖσι πρὸς τὰ τῶν νομίμων δίκαια τὴν τῷ ἑνὶ δεδομένην τοῦ πατρὸς
20μαρτυρίαν. Καὶ τοῦτο δὲ τῇ παρούσῃ διατάξει συνείδομεν προσθεῖναι, ὥστε εἴ τις ἀγράφως κατὰ διάθεσιν γα‐ μικὴν γυναῖκα λάβοι καὶ παῖδας ἐξ αὐτῆς ποιήσαιτο, λυθέντος δὲ τοῦ πρὸς αὐτὴν γάμου συμβῇ αὐτὸν καὶ
25ἑτέραν ἀγαγέσθαι γυναῖκα μετὰ προικῴων συμβο‐ λαίων, καὶ ἐξ αὐτῆς ὁμοίως ποιήσασθαι παῖδας, μη‐ δὲν περὶ τὴν πατρῴαν κληρονομίαν τοῖς ἐκ τῆς ἀπροί‐ κου γαμετῆς τεχθεῖσι παισὶ πρόκριμα γίνεσθαι, ἀλλὰ μετὰ τῶν ἄλλων παίδων τῶν ἐκ τῆς δευτέρας τεχθέν‐
30των γαμετῆς τῆς μετὰ προικῴων συμβολαίων συνοικη‐ σάσης εἰς τὸν τοῦ πατρὸς κἀκείνους καλεῖσθαι κλῆρον, οἷα καὶ ἐκ μόνης διαθέσεως δυναμένου τοῦ γάμου συνίστασθαι. ὅπερ ὁμοίως κρατεῖν βουλόμεθα, εἰ καὶ πρῶτον μὲν μετὰ προικῴων συμβολαίων συναφθείη
35τις γαμετῇ, μετ’ ἐκείνην δὲ ἑτέραν ἀγάγηται μόνῃ
γαμικῇ διαθέσει.

554

Ἐπειδὴ δὲ νόμον πρώην ἐξεφωνήσαμεν κελεύοντα ἢ προικῷα γίνεσθαι συμβόλαια ἢ ἄλλας συστάσεις προϊέναι γινομένας παρὰ τοῖς ἐκκλησιεκδίκοις, δι’ ὧν τοὺς γάμους προσήκει βεβαιοῦσθαι, ἢ γοῦν ὅρκους
5παρέχεσθαι, ἐπὶ τοῦ παρόντος συνείδομεν κάλλιον διατυπῶσαι τὰ περὶ τούτων πρώην νομοθετηθέντα. καὶ διὰ τοῦτο κελεύομεν τοὺς μεγάλοις ἀξιώμασι κε‐ κοσμημένους μέχρις ἰλλουστρίων μὴ ἄλλως γάμοις προσομιλεῖν εἰ μὴ προικῷα συγγράφοιεν συμβόλαια,
10πλὴν εἰ μή τις πρὸ τοῦ τυχεῖν τῶν τοιούτων ἀξιω‐ μάτων ἐκ μόνης διαθέσεως ἠγάγετο γαμετήν. τοὺς γὰρ τοιούτους γάμους τοὺς πρὸ τῆς ἀξίας γενομένους καὶ μετὰ τὴν ἀξίαν νομίμους μένειν κελεύομεν, καὶ τοὺς ἐξ αὐτῶν τεχθέντας νομίμους εἶναι παῖδας· μετὰ
15μέντοι τὸ τιμηθῆναί τινας τοιαύταις ἀξίαις μὴ ἄλλως ἄγεσθαι γαμετὰς πλὴν εἰ μὴ μετὰ προικῴων συμβο‐ λαίων. ταύτην δὲ τὴν τοῦ νόμου ἀκρίβειαν συγχω‐ ροῦμεν τοῖς ὑποτεταγμένοις τῇ ἡμετέρᾳ πολιτείᾳ βαρβάροις, κἂν ἀξιώμασι τοιούτοις ὑπάρχοιεν κεκο‐
20σμημένοι ὥστε καὶ διαθέσει ψιλῇ δύνασθαι αὐτοὺς βουλομένους συναλλάσσειν γάμους. τοὺς δὲ λοιποὺς ἅπαντας παρὰ τοὺς ταῖς μεγάλαις, ὡς εἴρηται, ἀξίαις κεκοσμημένους, οἱασδήποτε εἶεν ἀξίας ἢ στρατείας ἢ ἐπιτηδεύσεως, εἰ μὲν βουληθεῖεν ἢ δυνηθεῖεν, οὐ κω‐
25λύομεν μετὰ προικῴων συμβολαίων ἄγεσθαι γαμετάς· εἰ δὲ καὶ τοῦτο μὴ παραφυλάξουσι, καὶ τοὺς ἐκ μό‐ νης διαθέσεως ἀποδεικνυμένους γάμους βεβαίους εἶναι θεσπίζομεν, καὶ τοὺς ἐξ αὐτῶν τικτομένους νομίμους εἶναι παῖδας κελεύομεν.
30 Ἐπειδὴ δὲ νόμον ἤδη τεθείκαμεν προστάττοντα, ὥστε εἴ ποτέ τις γυναῖκα δίχα προικῴων λάβοι μετὰ διαθέσεως γαμικῆς καὶ ταύτην χωρὶς αἰτίας γνωρι‐
ζομένης τοῖς νόμοις ἐκβάλῃ, λαμβάνειν αὐτὴν τὸ τέ‐

555

ταρτον μέρος τῆς αὐτοῦ περιουσίας, καὶ ἕτερον μετὰ ταῦτα πεποιήκαμεν νόμον τὸν διορίζοντα, εἴ τις ἄπο‐ ρον γυναῖκα κατὰ διάθεσιν μόνον λάβοι καὶ μέχρι τελευτῆς σὺν αὐτῇ ζήσας προτελευτήσειε, λαμβάνειν
5ὁμοίως καὶ αὐτὴν τὸ τέταρτον μέρος τῆς ἐκείνου περι‐ ουσίας (οὕτω μέντοιγε ὥστε μὴ ὑπερβαίνειν αὐτὸ τὴν τῶν ἑκατὸν τοῦ χρυσοῦ λιτρῶν ποσότητα), ἐν τῷ παρόντι κάλλιον ἑκάτερον νόμον διατυποῦντες θεσπί‐ ζομεν, ἐφ’ ἑκατέρου θέματος τοὺς ἐκ τῶν τοιούτων
10συνοικεσίων τεχθέντας παῖδας νομίμους εἶναι καὶ εἰς τὴν πατρῴαν καλεῖσθαι κληρονομίαν, τὴν δὲ γυναῖκα ἐφ’ ἑκατέρου τούτων τῶν θεμάτων, εἰ μὲν ἄχρι τριῶν ἔχοι παίδων ὁ αὐτῆς ἀνὴρ εἴτε ἐξ αὐτῆς εἴτε καὶ ἐξ ἑτέρου συνοικεσίου, τὸ τέταρτον μέρος τῆς οὐσίας
15τοῦ ἀνδρὸς λαμβάνειν· εἰ δὲ πλείονες εἴησαν οἱ παῖ‐ δες, τοσοῦτον ἐφ’ ἑκατέρου ὁμοίως θέματος λαμβά‐ νειν κελεύομεν τὴν γυναῖκα ὅσον ἑνὶ τῶν παίδων ἁρμόζει. οὕτω δηλαδὴ ὥστε χρῆσιν μόνην ἐπὶ τοῖς τοιούτοις πράγμασι τὴν γυναῖκα ἔχειν, τὴν δεσπο‐
20τείαν δὲ ἐκείνοις τοῖς παισὶ φυλάττεσθαι οὓς ἐξ αὐ‐ τοῦ τοῦ γάμου ἔσχεν. εἰ δὲ ἡ τοιαύτη γυνὴ παῖδας ἐξ αὐτοῦ μὴ ἔχοι, κελεύομεν καὶ δεσποτείας δικαίῳ ἔχειν αὐτὴν τὰ πράγματα, ἅπερ ἐκ τῆς τοῦ ἀνδρὸς οὐσίας εἰς αὐτὴν ἐλθεῖν διὰ τοῦ παρόντος ἐκελεύσα‐
25μεν νόμου. τὴν μέντοι ἀλόγως ἐκβληθεῖσαν ἐν αὐτῷ τῷ καιρῷ τῆς ἐκβολῆς τὸ μέρος κελεύομεν λαβεῖν τὸ περιεχόμενον τῷδε τῷ νόμῳ. τὸν ἄνδρα γὰρ ἐπὶ τῶν τοιούτων θεμάτων τὸ τέταρτον μέρος κατὰ τὸν πρό‐ τερον ἡμῶν νόμον ἐκ τῆς οὐσίας λαμβάνειν τῆς γυ‐
30ναικὸς πᾶσι τρόποις κωλύομεν. Ἐκείνου ἀναμφιβόλως παραφυλαττομένου, ὥστε τὴν
Λέοντος τοῦ τῆς εὐσεβοῦς μνήμης διάταξιν ἐπὶ πάν‐

556

των τῶν ἄλλων θεμάτων τῶν μὴ περιεχομένων τῷ παρόντι νόμῳ τὴν ἰδίαν ἔχειν ἰσχύν. τὸν δὲ Κων‐ σταντίνου τοῦ τῆς εὐσεβοῦς λήξεως νόμον τὸν πρὸς Γρηγόριον γεγραμμένον, καὶ τὴν ἐπ’ αὐτῷ γενομένην
5ἑρμηνείαν ὑπὸ Μαρκιανοῦ τοῦ τῆς εὐσεβοῦς λήξεως, δι’ ὧν αἱ τῶν γυναικῶν συζυγίαι, ἃς ὁ Κωνσταν‐ τίνου νόμος εὐτελεῖς ἐκάλεσεν, πρός τινας ἀξιώμασι κεκοσμημένους κωλύονται, οὐδενὶ παντελῶς τρόπῳ κρατεῖν συγχωροῦμεν, ἀλλ’ ἄδειαν τοῖς βουλομένοις
10παρέχομεν, εἰ καὶ οἱοισδήποτε μεγάλοις ἀξιώμασι κο‐ σμοῖντο, τὰς τοιαύτας γυναῖκας μετὰ προικῴων συμ‐ βολαίων ἑαυτοῖς συνάπτειν. οἱ δὲ λοιποὶ παρὰ τοὺς τοῖς μεγάλοις ἀξιώμασι κεκοσμημένους ἄδειαν ἐχέτω‐ σαν τὰς τοιαύτας γυναῖκας λαμβάνειν, εἴτε ἐγγράφως
15βουληθεῖεν εἴτε μόνῃ διαθέσει γάμου, εἰ μέντοιγε ἐλεύ‐ θεραι εἴησαν καὶ μεθ’ ὧν ἔξεστι γάμον ἐπιτελεῖσθαι. Κἀκεῖνο δὲ διατυπῶσαι συνείδομεν, ἵνα εἴ ποτε τὸν μεταξὺ ἀνδρὸς καὶ γυναικὸς γάμον λυθῆναι συμ‐ βαίη, οἱ ἐκ τοῦ τοιούτου γάμου γεννηθέντες παῖδες
20μηδενὶ τρόπῳ βλαβῶσιν ἐκ τῆς διαζεύξεως τοῦ γά‐ μου, ἀλλὰ πρὸς τὴν τῶν γονέων κληρονομίαν καλεί‐ σθωσαν ἐκ τῆς τοῦ πατρὸς οὐσίας ἀναμφισβητήτως ἀποτρεφόμενοι. καὶ εἰ μὲν ὁ πατὴρ τὴν πρόφασιν τῆς διαζεύξεως παρέσχε καὶ ἡ μήτηρ εἰς δεύτερον οὐκ
25ἦλθε γάμον, παρὰ τῇ μητρὶ τρέφεσθαι, τὰς δαπάνας τοῦ πατρὸς παρέχοντος, εἰ δὲ παρ’ αἰτίαν τῆς μητρὸς δείκνυται λελύσθαι τὸν γάμον, τότε παρὰ τῷ πατρὶ καὶ οἰκείτωσαν οἱ παῖδες καὶ τρεφέσθωσαν. εἰ δὲ συμβῇ τὸν μὲν πατέρα ἄπορον εἶναι, τὴν δὲ μητέρα
30εὔπορον, παρ’ αὐτῇ πενομένους τοὺς παῖδας μένειν καὶ παρ’ αὐτῆς τρέφεσθαι παρακελευόμεθα. ὃν γὰρ τρόπον οἱ παῖδες εὐποροῦντες ἀναγκάζονται τὴν μη‐ τέρα δεομένην τρέφειν, οὕτω δίκαιον κρίνομεν καὶ παρὰ τῆς μητρὸς εὐπορούσης τοὺς παῖδας ἀποτρέφε‐
35σθαι. ὅπερ δὲ περὶ τοῦ τρέφεσθαι τὴν μητέρα καὶ τοὺς παῖδας διωρίσαμεν πενομένους, τοῦτο δὴ καὶ ἐπὶ πάντων τῶν ἀνιόντων καὶ κατιόντων προσώπων ἑκα‐
τέρας φύσεως κρατεῖν κελεύομεν.

557

Ἐπειδὴ δὲ πολλὰς ἐν τοῖς παλαιοῖς καὶ ἡμετέροις εὕρομεν νόμοις αἰτίας ἐξ ὧν εὐχερῶς αἱ τῶν γάμων διαλύσεις γίνονται, τούτου ἕνεκα συνείδομεν ἐκ τού‐ των περιελεῖν τινας, αἵπερ ἡμῖν ἀνάξιαι πρὸς τὸ
5διαλύειν γάμους ἐφάνησαν, καὶ ταύτας μόνον ὀνο‐ μαστὶ τῷ παρόντι ἐντάξαι νόμῳ, ὑπὲρ ὧν εὐλόγως δύναται εἴτε ἀνὴρ εἴτε γυνὴ ῥεπούδιον πέμπειν. τὰς τοίνυν αἰτίας ἐξ ὧν ὁ ἀνὴρ ῥεπούδιον ἀκινδύνως στέλλειν δύναται καὶ τὴν προῖκα τῆς γυναικὸς ἀπο‐
10κερδαίνειν, φυλαττομένης τῆς ἐπ’ αὐτῇ δεσποτείας τοῖς ἐκ τοῦ αὐτοῦ γάμου παισίν, ἢ παίδων οὐκ ὄν‐ των ἀπολαύειν [αὐτὸν] καὶ τῆς δεσποτείας, ταύτας εἶναι διατυποῦμεν. Εἰ κατὰ τῆς βασιλείας βουλευομένοις τισὶ σύνοιδεν
15ἡ γυνὴ καὶ τῷ ἰδίῳ ἀνδρὶ μὴ φανερώσει. εἰ δὲ ὁ ἀνὴρ τοῦτο παρὰ τῆς γυναικὸς ἀπαγγελθὲν σιωπήσει, ἐξέστω τῇ γυναικὶ δι’ οἱουδήποτε προσώπου τοῦτο προσαγγέλλειν τῇ βασιλείᾳ, ὥστε τὸν ἄνδρα μηδεμίαν ἐκ ταύτης τῆς αἰτίας ῥεπουδίου εὑρεῖν πρόφασιν.
20Εἰ περὶ μοιχείας ὁ ἀνὴρ νομίσει δύνασθαι τὴν ἑαυτοῦ γαμετὴν ἐλεγχθῆναι, προσήκει τὸν ἄνδρα πρό‐ τερον ἐγγράφεσθαι τὴν γυναῖκα ἢ καὶ τὸν μοιχόν, καὶ εἴπερ ἡ τοιαύτη κατηγορία ἀληθὴς ἀποδειχθῇ. τηνικαῦτα ῥεπουδίου πεμπομένου ἔχειν τὸν ἄνδρα
25πρὸς τῇ πρὸ γάμου δωρεᾷ καὶ τὴν προῖκα, καὶ πρὸς τούτοις, εἰ παῖδας μὴ ἔχοι, τοσοῦτον λαμβάνειν ἐκ τῆς ἄλλης τῆς γυναικὸς περιουσίας ὅσον τῆς προικὸς τὸ τρίτον μέρος εἶναι γινώσκεται, ὥστε τῇ αὐτοῦ δε‐ σποτείᾳ καὶ τὴν προῖκα καὶ τὴν παρ’ ἡμῶν ὁρισθεῖ‐
30σαν ποινὴν προσκυροῦσθαι. εἰ γὰρ παῖδας ἔχοι ἐκ
τοῦ αὐτοῦ συνοικεσίου, κελεύομεν καὶ τὴν προῖκα

558

κατὰ τοὺς περὶ τούτου νόμους καὶ τὴν ἄλλην τῆς γυναι‐ κὸς περιουσίαν τοῖς παισὶ φυλάττεσθαι, καὶ οὕτως τὸν μοιχὸν νομίμως ἐλεγχόμενον ἅμα τῇ γυναικὶ τιμωρεῖ‐ σθαι. καὶ εἰ μὲν ἔχοι ὁ μοιχὸς γυναῖκα, λαμβάνειν
5αὐτὴν τήν τε ἰδίαν προῖκα καὶ τὴν διὰ τοὺς γάμους δωρεάν, ὥστε εἰ παῖδας ἔχοιεν, μόνης τὴν γυναῖκα τῆς χρήσεως ἀπολαύειν τῆς δωρεᾶς, τῆς δεσποτείας κατὰ τοὺς νόμους τοῖς παισὶ φυλαττομένης· τὴν δὲ ἄλλην τοῦ ἀνδρὸς περιουσίαν τοῖς αὐτοῦ παισὶν ἐξ
10ἡμετέρας φιλοτιμίας δωρούμεθα, παίδων δὲ μὴ ὑπόν‐ των τῆς μὲν προγαμιαίας δωρεᾶς τὴν δεσποτείαν τῇ γυναικὶ διαφέρειν θεσπίζομεν, τὴν δὲ ἄλλην τοῦ ἀν‐ δρὸς πᾶσαν περιουσίαν τῷ φίσκῳ κατὰ τοὺς παλαιοὺς προσκυροῦσθαι νόμους.
15Ἐὰν οἱῳδήποτε τρόπῳ ἡ γυνὴ τῇ ζωῇ τοῦ ἀνδρὸς ἐπιβουλεύσῃ, ἢ ἄλλοις τοῦτο ποιοῦσι συνειδυῖα τῷ ἀνδρὶ μὴ φανερώσῃ. Ἐὰν ἀνδράσι μὴ βουλομένου τοῦ ἀνδρὸς ἐξωτικοῖς συμποσιάζῃ ἢ συλλούηται.
20Ἐὰν μὴ βουλομένου τοῦ ἀνδρὸς ἔξω τοῦ οἴκου μείνῃ, εἰ μήτοιγε τυχὸν παρὰ τοῖς ἰδίοις γονεῦσιν. Ἐὰν ἱππικοῖς ἢ θεάτροις ἢ κυνηγίοις παραγίνη‐ ται ἐπὶ τῷ θεωρῆσαι ἀγνοοῦντος ἢ καὶ κωλύοντος τοῦ ἀνδρός.
25Εἰ μέντοιγε συμβῇ τινα δίχα μιᾶς τῶν προειρη‐ μένων αἰτιῶν τὴν ἑαυτοῦ γαμετὴν τοῦ ἰδίου οἴκου ἐξωθήσασθαι, ὥστε ἐκείνην μὴ ἔχουσαν γονεῖς πρὸς οὓς δύναται μεῖναι ἐξ ἀνάγκης ἔξω τὴν νύκτα δι‐ άγειν, κελεύομεν μηδεμίαν εἶναι τῷ ἀνδρὶ ἄδειαν διὰ
30ταύτην τὴν αἰτίαν ῥεπούδιον πέμπειν τῇ γυναικί, διότιπερ αὐτὸς τούτου αἴτιος γίνεται. Τὰς δὲ αἰτίας, ὑπὲρ ὧν εὐλόγως δύναται τῷ ἀν‐
δρὶ παρὰ τῆς γυναικὸς πέμπεσθαι ῥεπούδιον καὶ ἐξ

559

ὧν δύναται τήν τε προῖκα λαμβάνειν καὶ τὴν διὰ τοὺς γάμους ἀπαιτεῖν δωρεάν, ὁμοίως τοῖς παισὶ φυ‐ λαχθησομένης τῆς ἐπὶ τῇ δωρεᾷ δεσποτείας, ἢ παί‐ δων μὴ ὑπόντων ἔχειν καὶ τὴν ταύτης δεσποτείαν,
5ταύτας εἶναι μόνας διατυποῦμεν. Ἐὰν κατὰ τῆς βασιλείας ἢ αὐτὸς βουλεύσηταί τι ἢ τοῦτό τισι βουλευομένοις συνειδὼς μὴ φανερώσῃ τῇ βασιλείᾳ ἢ δι’ ἑαυτοῦ ἢ δι’ οἱουδήποτε προσώπου. Ἢ ἐὰν οἱῳδήποτε τρόπῳ ὁ ἀνὴρ ἐπιβουλεύσῃ τῇ
10ζωῇ τῆς γυναικός, ἢ ἄλλων τοῦτο βουλομένων εἰδὼς μὴ φανερώσῃ τῇ γυναικὶ καὶ σπουδάσῃ κατὰ τοὺς νόμους ἐκδικῆσαι. Ἐὰν ὁ ἀνὴρ τῇ τῆς γυναικὸς σωφροσύνῃ ἐπιβου‐ λεύων ἄλλοις ταύτην εἰς τὸ μοιχευθῆναι ἐπιχειρήσῃ
15προδοῦναι. Ἢ ἐὰν ὁ ἀνὴρ περὶ μοιχείας ἐγγράψηται τὴν γυ‐ ναῖκα καὶ τὴν μοιχείαν μὴ ἀποδείξῃ, ἐξεῖναι τῇ γυ‐ ναικὶ βουλομένῃ καὶ ὑπὲρ ταύτης τῆς αἰτίας ῥεπούδιον πέμπειν τῷ ἀνδρί, καὶ ἀπολαμβάνειν μὲν τὴν ἰδίαν
20προῖκα. κομίζεσθαι δὲ καὶ τὴν προγαμιαίαν δωρεάν, καὶ ὑπὲρ τῆς τοιαύτης συκοφαντίας, εἰ παῖδας μὴ ἔχοι ἐκ τοῦ αὐτοῦ συνοικεσίου, τοσοῦτον κατὰ δεσπο‐ τείαν λαμβάνειν τὴν γυναῖκα ἐκ τῆς ἄλλης τοῦ ἀνδρὸς περιουσίας ὅσον τῆς προγαμιαίας δωρεᾶς τὸ τρίτον
25μέρος εἶναι γινώσκεται. εἰ γὰρ παῖδας ἔχοι, κελεύο‐ μεν πᾶσαν τὴν τοῦ ἀνδρὸς περιουσίαν τοῖς παισὶ φυ‐ λάττεσθαι, βεβαίων μενόντων τῶν περὶ τῆς προγα‐ μιαίας δωρεᾶς τοῖς ἄλλοις περιεχομένων νόμοις, οὕτω μέντοιγε ὥστε καὶ διὰ τὴν ἐπαχθεῖσαν τῆς μοιχείας
30κατηγορίαν καὶ μὴ ἀποδειχθεῖσαν κἀκείναις τὸν ἄνδρα ταῖς τιμωρίαις ὑποβληθῆναι, ἃς ἔμελλεν ὑπομένειν ἡ γυνή, εἴπερ [ἂν] ἡ τοιαύτη ἀπεδείχθη κατηγορία. Ἐὰν ὁ ἀνὴρ ἐν τῷ αὐτῷ οἴκῳ. καθ’ ὃν μετὰ τῆς αὑτοῦ γυναικὸς συνοικεῖ, περιφρονῶν αὐτῆς μεθ’ ἑτέ‐
35ρας εὑρίσκηται [ἐν τῷ αὐτῷ οἴκῳ] μένων, ἢ κατὰ τὴν
αὐτὴν πόλιν διάγων ἐν ἑτέρῳ οἴκῳ μετὰ ἄλλης γυ‐

560

ναικὸς συνεχῶς μένων ἐλέγχηται, καὶ ἅπαξ καὶ δὶς ἐγκληθεὶς ἢ διὰ τῶν ἑαυτοῦ γονέων ἢ διὰ τῶν τῆς γυναικὸς ἢ δι’ ἑτέρων τινῶν ἀξιοπίστων προσώπων τῆς τοιαύτης ἀσελγείας μὴ ἀπόσχηται, ἐξεῖναι τῇ γυ‐
5ναικὶ καὶ ὑπὲρ ταύτης τῆς αἰτίας διαλύειν τὸν γάμον, καὶ ἀναλαμβάνειν τὴν δεδομένην προῖκα καὶ τὴν προ‐ γαμιαίαν δωρεάν, καὶ ὑπὲρ τῆς τοιαύτης ὕβρεως τὸ τρίτον μέρος τῆς διατιμήσεως, ἣν ἡ προγαμιαία ποιεῖ δωρεά, ἐκ τῆς ἄλλης αὐτοῦ περιουσίας λαμβάνειν,
10οὕτω μέντοιγε ὥστε, εἰ παῖδας ἔχοι, τῆς χρήσεως μό‐ νης ἀπολαύειν τὴν γυναῖκα τῶν πραγμάτων, ἅπερ ἐκ τῆς προγαμιαίας δωρεᾶς καὶ τῆς ποινῆς τοῦ τρί‐ του μέρους τῆς τοῦ ἀνδρὸς περιουσίας λάβοι, τῆς δε‐ σποτείας τοῖς κοινοῖς παισὶ φυλαττομένης. εἰ γὰρ
15παῖδας μὴ ἔχοι ἐκ τοῦ αὐτοῦ συνοικεσίου, ἔχειν αὐ‐ τὴν τῶν τοιούτων πραγμάτων καὶ τὴν δεσποτείαν κελεύομεν. Ἐπειδὴ δὲ καὶ ἀπὸ συναινέσεώς τινες μέχρι τοῦ παρόντος τοὺς πρὸς ἀλλήλους διέλυον γάμους, τοῦτο
20τοῦ λοιποῦ γίνεσθαι οὐδενὶ συγχωροῦμεν τρόπῳ, εἰ μὴ τυχόν τινες σωφροσύνης ἐπιθυμίᾳ τοῦτο ποιήσου‐ σιν. εἰ δὲ καὶ τὰ τοιαῦτα πρόσωπα παῖδας ἔχοιεν, τοῦτο μὲν τὴν προῖκα τοῦτο δὲ τὴν προγαμιαίαν δω‐ ρεὰν τοῖς αὐτῶν φυλάττεσθαι παισὶ διατυποῦμεν.
25εἰ δέ τις τούτων, ἀνὴρ τυχὸν ἢ γυνή, μετὰ τὸ διὰ σωφροσύνην ἐκ συναινέσεως τὸν γάμον λυθῆναι εὑρε‐ θείη ἄλλους συναλλάττων γάμους ἢ ἀσώτως ζῶν, κε‐ λεύομεν, εἰ μὲν (ὡς εἴρηται) παῖδες ὦσιν ἐκ τοῦ εἰρη‐ μένου συνοικεσίου, πρὸς τῇ προικὶ καὶ τῇ διὰ τοὺς
30γάμους δωρεᾷ αὐτοῖς παραδίδοσθαι καὶ τὴν δεσπο‐ τείαν τῆς λοιπῆς περιουσίας τοῦ ταῦτα ἐλεγχομένου πλημμελῆσαι προσώπου. εἰ δὲ οἱ παῖδες ἀτελοῦς ὦσιν ἡλικίας, διοικεῖσθαι τούτους καὶ ἀνατρέφεσθαι παρ’ ἐκείνου προστάττομεν τοῦ γονέως, ὃς οὐδὲν τῷ παρ‐
35όντι νόμῳ ἐναντίον ἔπραξεν. εἰ δὲ ἀμφότεροι οἱ γονεῖς τῷ τοιούτῳ περιπέσωσι πταίσματι, τηνικαῦτα τὴν ἑκατέρου τῶν γονέων περιουσίαν τοῖς παισὶ προσ‐ κυροῦσθαι, διοικητὴν δὲ αὐτοῖς ἐπὶ τῆς ἀτελοῦς οὖ‐
σιν ἡλικίας προβληθῆναι προνοίᾳ τοῦ ἁρμοδίου ἄρ‐

561

χοντος, ἢ καὶ τῶν ἄλλων οἷς ταῦτα παρὰ τῶν ἡμε‐ τέρων ἐπιτέτραπται νόμων. εἰ δὲ παῖδες μὴ ὦσι, τὴν τοῦ ἑκατέρου προσώπου περιουσίαν τοῖς δημοσίοις λογισμοῖς προσκυροῦσθαι, καὶ τοὺς ταῦτα πλημμελή‐
5σαντας νομίμοις ὑποβάλλεσθαι τιμωρίαις. ἄλλως γὰρ διάζευξιν γάμων γίνεσθαι ἐκ συναινέσεως οὐδενὶ λόγῳ συγχωροῦμεν. Τὸ μέντοι παρ’ ἡμῶν νομοθετηθὲν περὶ τῶν ἐν ἐξπεδίτῳ ὄντων καὶ ἐν στρατείαις καταλεγομένων,
10εἴτε στρατιῶται εἶεν εἴτε φοιδεράτοι εἴτε σχολάριοι εἴτε ἄλλοι τινὲς ὑφ’ ἑτέραν οἱανοῦν στρατείαν ἔν‐ οπλον καταλεγόμενοι, κάλλιον διατυπῶσαι συνείδομεν. καὶ κελεύομεν ὁσουσδήποτε ἐνιαυτοὺς ἐν ἐξπεδίτῳ μεί‐ νωσι, περιμένειν τὰς τούτων γαμετάς, κἂν μὴ γράμ‐
15ματα ἢ ἀπόκρισίν τινα παρὰ τῶν ἰδίων ἀνδρῶν δέ‐ ξωνται. εἰ δέ τις ἐκ τῶν τοιούτων γυναικῶν τὸν ἴδιον ἄνδρα ἀκούσει τετελευτηκέναι, οὐδὲ τότε εἰς ἑτέρους αὐτὴν ἐλθεῖν γάμους ἐπιτρέπομεν, εἰ μὴ πρό‐ τερον παραγένηται ἡ γυνὴ δι’ ἑαυτῆς ἢ διὰ τῶν ἰδίων
20γονέων ἢ δι’ ἄλλου οἱουδήποτε προσώπου πρὸς τοὺς πρίορας τοῦ ἀριθμοῦ καὶ τοὺς cartulariους, ἐν ᾧ ὁ ταύτης ἀνὴρ ἐστρατεύετο, καὶ τούτους ἤτοι τὸν τρι‐ βοῦνον, εἴ γε πάρεστιν, ἐρωτήσῃ, εἰ ταῖς ἀληθείαις ἐτελεύτησεν ὁ αὐτῇ συνοικήσας, ὥστε ἐκείνους τῶν
25ἁγίων εὐαγγελίων προκειμένων ἐπὶ πράξεως ὑπομνη‐ μάτων κατατίθεσθαι, εἰ ταῖς ἀληθείαις ὁ ἀνὴρ τετε‐ λεύτηκε· καὶ μεθ’ ὃ ταῦτα πράξει τὰ ὑπομνήματα ἀναληφθέντα ἡ γυνὴ ὑπὲρ τῆς ἰδίας μαρτυρίας ἐκ‐ λάβῃ, καὶ μετὰ ταῦτα κελεύομεν μένειν αὐτὴν ἑνὸς
30ἐνιαυτοῦ διάστημα, ὥστε μετὰ τὴν αὐτοῦ παραδρομὴν ἐξεῖναι ταύτῃ νόμιμον συναλλάττειν γάμον. εἰ δὲ
παρὰ ταύτην τὴν παρατήρησιν ἡ γυνὴ τολμήσει εἰς

562

ἕτερον ἐλθεῖν γάμον, καὶ αὐτὴ καὶ ὁ ἀγαγόμενος αὐ‐ τὴν πρὸς γάμον ὡς μοιχοὶ τιμωρείσθωσαν. εἰ δὲ οἱ ἐπὶ πράξεως ὑπομνημάτων μεθ’ ὅρκου καταθέμενοι ἐλεγχθῶσι μετὰ ταῦτα πλαστῶς καταθέμενοι, αὐτοὶ
5μὲν τῆς στρατείας γυμνούμενοι δέκα χρυσίου λιτρῶν ποινὴν συνελαθήσονται καταβάλλειν ἐπ’ ἐκεῖνον ὃν ἐψεύσαντο τετελευτηκέναι, αὐτὸς δὲ ἄδειαν ἐχέτω, εἰ βουληθείη, τὴν ἰδίαν γαμετὴν ἀναλαμβάνειν. εἰ δὲ σχολάριος εἴη ἐκεῖνος οὗτινος περὶ τῆς τελευτῆς ἡ
10ἀμφισβήτησίς ἐστι, παρὰ τῶν πρώτων τῆς σχολῆς καὶ τοῦ ἀκτουαρίου, εἰ δὲ φοιδεράτος, παρὰ τοῦ ὀπτίο‐ νος αὐτοῦ τὴν εἰρημένην κατάθεσιν κομίζεσθαι τὴν ἐκείνου γαμετήν· τούτων παραφυλαττομένων καὶ περὶ τοὺς ἄλλους ἅπαντας τοὺς εἰς ἔνοπλον στρατείαν
15ἀναφερομένους. Ταῖς δὲ εἰρημέναις αἰτίαις συνείδομεν καὶ ταύτας ὀνομαστὶ προσθεῖναι, ἐξ ὧν τοὺς γάμους δίχα ποινῆς ἔξεστι διαλύειν, τουτέστι τήν τε περὶ τῶν μὴ δυνα‐ μένων ἐξ ἀρχῆς τοῦ γάμου μίγνυσθαι ταῖς ἑαυτῶν
20γαμεταῖς καὶ τὰ παρὰ τῆς φύσεως ἀνδράσι δεδομένα πράττειν, καὶ πρός γε τὴν περὶ τῶν ἐν συνεστῶτι τῷ γάμῳ εὐλαβῆ βίον καὶ τὴν ἐν μοναστηρίοις οἴκη‐ σιν ἐπιλεγομένων ἀνδρῶν ἢ γυναικῶν, καὶ 〈τὴν〉 περὶ τῶν ἐν αἰχμαλωσίᾳ ἐπί τινα χρόνον διακρατουμένων
25προσώπων. ἐπὶ τούτοις γὰρ τοῖς τρισὶ θέμασι τὰ περὶ αὐτῶν τοῖς προτέροις ἡμῶν νόμοις περιεχόμενα βέβαια εἶναι θεσπίζομεν. Τὰς εἰρημένας τοίνυν ἁπά‐ σας αἰτίας τὰς τῷ παρόντι ἡμῶν νόμῳ περιεχομένας μόνας ἀρκεῖν κελεύομεν πρὸς τὴν διάλυσιν τῶν νομί‐
30μων συνοικεσίων, τὰς δὲ λοιπὰς ἁπάσας ἀργεῖν παρα‐ κελευόμεθα, καὶ μηδεμίαν ἄλλην αἰτίαν πλὴν τῶν ὀνομαστὶ ἐγκειμένων τούτῳ τῷ νόμῳ δύνασθαι δια‐ λύειν νόμιμον γάμον, εἴτε ἡμετέροις εἴτε παλαιοτέροις περιέχεται νόμοις.
35Ἐπειδὴ δέ τινες γυναῖκες ἢ ἄνδρες ἀσέμνως βουλό‐
μενοι ζῆν σπουδάζουσι τοὺς ἰδίους διαλύειν γάμους,

563

θεσπίζομεν, εἴ ποτέ τις γυνὴ δίχα τινὸς τῶν προειρη‐ μένων ἡμῖν αἰτιῶν βουληθείη τὸν πρὸς τὸν συνοι‐ κοῦντα διαλῦσαι γάμον ἄδειαν μὲν αὐτὴν μὴ ἔχειν τοῦτο πράττειν, εἰ δὲ ἐπιμείνῃ τῇ τοιαύτῃ ἀσεβεῖ
5προαιρέσει καὶ ῥεπούδιον πέμψῃ τῷ ἀνδρί, κελεύομεν τὴν μὲν προῖκα τῷ ἀνδρὶ δοθῆναι τοῖς κοινοῖς παισὶ κατὰ τοὺς νόμους φυλαχθησομένην, εἰ δὲ παῖδας μὴ ἔχοιεν, κέρδος γίνεσθαι τῷ ἀνδρί, τὴν δὲ γυναῖκα κινδύνῳ τοῦ δικαστοῦ τοῦ τῆς ὑποθέσεως ἀκροασα‐
10μένου παραδίδοσθαι τῷ ἐπισκόπῳ τῆς πόλεως καθ’ ἣν κοινῶς τὴν οἴκησιν εἶχον, ὥστε τῇ ἐκείνου προ‐ νοίᾳ ἐν μοναστηρίῳ αὐτὴν ἐμβληθῆναι ὀφείλουσαν μέχρι τῆς ἰδίας ζωῆς ἐκεῖσε προσκαρτερεῖν. καὶ εἰ μὲν παῖδας ἔχοι ἡ τοιαύτη γυνή, τὸ δίμοιρον μέρος τῆς
15ἰδικῆς αὐτῆς περιουσίας δοθῆναι τοῖς παισί, τὸ δὲ τρίτον μέρος τῷ μοναστηρίῳ ἐν ᾧ ἐμβάλλεται προσ‐ κυρωθῆναι δεσποτείας δικαίῳ· εἰ δὲ παῖδας μὴ ἔχοι, εἰσὶ δὲ αὐτῇ γονεῖς. τὸ μὲν δίμοιρον μέρος τῆς οὔσης αὐτῇ περιουσίας τῷ μοναστηρίῳ παρέχεσθαι ἔνθα ἐμ‐
20βάλλεται, τὸ δὲ τρίτον μέρος τοῖς ἐκείνης γονεῦσι δίδοσθαι, πλὴν εἰ μὴ ὑπεξουσίαν αὐτὴν ἔχοντες τῷ ἀλόγῳ συνῄνεσαν ῥεπουδίῳ· τούτῳ γὰρ συναινέσαν‐ τας οὐδὲν αὐτοὺς παντελῶς ἐκ τῆς οὐσίας τῆς θυγα‐ τρὸς ἔχειν συγχωροῦμεν, ἀλλὰ πάντα τῷ εὐαγεῖ μονα‐
25στηρίῳ προσκυροῦσθαι βουλόμεθα· μήτε δὲ παίδων μήτε γονέων ὄντων αὐτῇ πᾶσαν ὁμοίως τὴν αὐτῆς περιουσίαν τῷ μοναστηρίῳ προσήκειν. εἰ δὲ ὁ δικα‐ στὴς ὁ τὴν ὑπόθεσιν ἐξετάσας τοῦτο μὴ ποιήσει καὶ παραδώσει τὴν εἰς τοῦτο καταγινωσκομένην τῷ τῆς
30πόλεως ἐπισκόπῳ ὀφείλουσαν ἐμβληθῆναι ἐν μονα‐ στηρίῳ, εἰ μὲν κατὰ ταύτην τὴν εὐδαίμονα πόλιν εἴη ὁ ἄρχων, αὐτὸς μὲν εἴκοσι χρυσίου λιτρῶν ποινὴν ἀπαιτηθήσεται, ἡ δὲ τάξις αὐτοῦ ἑτέρας δέκα· εἰ δὲ κατὰ χώραν εἴη ὁ τοιοῦτος ἄρχων καὶ μὴ πράξει τὰ
35ἡμῖν ἐπὶ τούτῳ παραστάντα, δέκα χρυσίου λιτρῶν καταθήσει ποινήν, καὶ ἡ τάξις αὐτοῦ ἑτέρων πέντε· εἰ δὲ δικαστὴς εἴη μὴ ἔχων ἀρχήν, αὐτὸς μὲν δέκα χρυσίου λιτρῶν ποινὴν ἀπαιτηθήσεται, οἱ δὲ ὑπουρ‐ γοῦντες αὐτῷ πέντε. ὥστε τὸ ἐντεῦθεν ἁρμόζον πρόσ‐
40τιμον κατὰ τῶν εἰρημένων προσώπων διὰ τοῦ κόμη‐ τος τῶν πριβάτων καὶ τῆς τῶν παλατίνων σχολῆς ἀπαιτεῖσθαι καὶ τῷ ἡμετέρῳ προσκυροῦσθαι ταμιείῳ.
Εἰ δὲ καὶ ὁ ἀνὴρ τὸν πρὸς τὴν γυναῖκα διαλῦσαι γά‐

564

μον σπουδάσει καὶ ἀλόγως ῥεπούδιον πέμψει, κελεύο‐ μεν ἀποδοῦναι μὲν αὐτὸν ἣν ὑπεδέξατο προῖκα ἅμα τῇ πρὸ γάμου δωρεᾷ. καὶ τοσοῦτον ἐκ τῆς ἄλλης αὐ‐ τοῦ περιουσίας παρέχεσθαι τῇ γυναικὶ ὅσον τὸ τρίτον
5μέρος τῆς προγαμιαίας δωρεᾶς ποιεῖ. καὶ εἰ μέν εἰσιν αὐτῇ παῖδες, μόνην τὴν χρῆσιν τῆς τε προγαμιαίας δωρεᾶς καὶ τοῦ παρ’ ἡμῶν προστεθέντος τρίτου μέ‐ ρους ἔχειν τὴν γυναῖκα, τὴν δὲ δεσποτείαν τοῖς παισὶ φυλάττεσθαι, παίδων δὲ μὴ ὑπόντων ἔχειν τὴν γυ‐
10ναῖκα πρὸς τῇ χρήσει καὶ τὴν ἐπὶ τοῖς αὐτοῖς πράγ‐ μασι δεσποτείαν. Καὶ τὰς εἰρημένας μὲν διατυπώσεις περὶ τῶν εὐλόγως ἢ ἀλόγως διαλυομένων γάμων διετυ‐ πώσαμεν, καὶ πάντα τὰ περὶ τῶν εἰρημένων θεμάτων κατὰ ταύτην ἡμῶν τὴν διάταξιν κρίνεσθαί τε καὶ
15τέμνεσθαι διορίζομεν. Εἰ δέ τις τὴν ἰδίαν γαμετὴν μάστιξιν ἢ ξύλοις τυπτήσει χωρίς τινος τῶν αἰτιῶν, ἃς κατὰ τῶν γυ‐ ναικῶν πρὸς τὴν τοῦ γάμου διάλυσιν ἀρκεῖν παρεκε‐ λευσάμεθα, γάμου μὲν διάλυσιν ἐκ τούτου γίνεσθαι
20οὐ βουλόμεθα, τὸν δὲ ἄνδρα τὸν δεικνύμενον χωρὶς τοιαύτης αἰτίας μάστιξιν ἢ ξύλοις τυπτῆσαι τὴν ἑαυ‐ τοῦ γαμετὴν τοσοῦτον ὑπὲρ τῆς τοιαύτης ὕβρεως ἐκ τῆς ἄλλης αὑτοῦ διδόναι περιουσίας τῇ γυναικὶ καὶ συνεστῶτος τοῦ γάμου, ὅσον τὸ τρίτον τῆς πρὸ γάμου
25ποιεῖ δωρεᾶς. Πρὸς τούτοις δὲ κἀκεῖνο προστίθεμεν, ὥστε εἴπερ τις ὡς εἰκὸς ὑποπτεύσει τινὰ βούλεσθαι τῇ τῆς ἰδίας γαμετῆς συμπαῖξαι σωφροσύνῃ καὶ παραγγελίας αὐτῷ ἐγγράφους τρεῖς ἐκπέμψει ἐχούσας μαρτυρίας ἀνδρῶν
30ἀξιοπίστων, καὶ μετὰ ταύτας τὰς τρεῖς ἐγγράφους διαμαρτυρίας εὕροι αὐτὸν συντυγχάνοντα τῇ ἑαυτοῦ γαμετῇ, εἰ μὲν εἰς τὸν ἴδιον οἶκον ἢ τὸν αὐτῆς τῆς γυναικὸς ἢ τοῦ μοιχοῦ ἢ ἐν προπίναις ἢ ἐν προ‐
αστείοις, εἶναι ἄδειαν τῷ ἀνδρὶ ταῖς οἰκείαις χερσὶ

565

τὸν τοιοῦτον ἀνελεῖν οὐδένα κίνδυνον ἐντεῦθεν εὐλα‐ βουμένῳ. εἰ δὲ ἐν ἄλλῳ τόπῳ τὸν τοιοῦτον εὕροι μετὰ τῆς ἑαυτοῦ γαμετῆς διαλεγόμενον, οὐκ ἔλαττον τριῶν μαρτύρων ἀξιοπίστων συγκαλουμένων, δι’ ὧν
5ἀποδεῖξαι δύναται ὅτιπερ αὐτὸν μετὰ τῆς ἑαυτοῦ γα‐ μετῆς εὗρε, τῷ ἄρχοντι παραδιδόναι τῷ τὰ ἐγκλήματα ἐξετάζοντι, ἐκεῖνον δὲ ταῖς ἀληθείαις γινώσκοντα μετὰ τὰς τρεῖς ἐγγράφους διαμαρτυρίας τῇ τοιαύτῃ γυναικὶ τοῦτον συνευρεθέντα τὸν μὲν τοιοῦτον ὡς ἐκ μόνου
10τούτου τῷ τῆς μοιχείας ἐγκλήματι ὑποπεσόντα μηδε‐ μιᾶς ἄλλης ζητουμένης ἀποδείξεως τιμωρεῖσθαι, ἄδειαν δὲ εἶναι τῷ ἀνδρὶ ὡς ἂν βούληται τῆς ἰδίας γαμετῆς κατηγορεῖν καὶ κατὰ τοὺς νόμους τῷ ἐγκλήματι ἐπ‐ εξιέναι. Ἐπειδὴ δὲ οὕτως εὑρίσκονταί τινες ἀσε‐
15βεῖς, ὥστε καὶ ἐν σεβασμίοις οἴκοις τολμᾶν εἰς τοιαῦτα ἑαυτοὺς ἐμμιγνύειν μύση κἀκεῖ περὶ ἁμαρτημάτων βουλεύεσθαι ὅπου εἰώθασιν οἱ τὸν θεὸν φοβούμενοι τὴν τῶν ἁμαρτημάτων συγχώρησιν ἐξαιτεῖν, κελεύο‐ μεν, ὥστε εἴ τις τοιοῦτος εὑρεθείη ἐν τόποις εὐαγέσιν
20ἀλλοτρίᾳ γαμετῇ, εἰς ἣν ὑπονοεῖται, μετὰ τρεῖς ὡς εἴρηται διαμαρτυρίας διαλεγόμενος, ἄδειαν εἶναι τῷ ταύτης ἀνδρὶ ἑκάτερον πρόσωπον τῷ ἐκδίκῳ τῆς ἐκ‐ κλησίας ἢ τοῖς ἄλλοις κληρικοῖς παραδιδόναι, ὥστε τῷ αὐτῶν κινδύνῳ κεχωρισμένους τούτους φυλάττεσθαι,
25μέχρις ὅτου ὁ τοῦ τόπου ἄρχων τοῦτο γινώσκων πέμψει πρὸς τὸν ἐπίσκοπον τῆς πόλεως, ὥστε αὐτῷ τούτους παραδοθῆναι τιμωρίας ὀφείλοντας ὑποστῆναι κατὰ τοὺς νόμους, οἳ ἀπαγορεύουσι τοὺς μοιχοὺς ἐκ τῶν ἁγιωτάτων ἐκκλησιῶν ἐκδικεῖσθαι· μηδεμίαν μη‐
30δὲ ἐνταῦθα ἑτέραν τοῦ δικαστοῦ ζητοῦντος περὶ τῆς μοιχείας ἀπόδειξιν, εἰ μὴ τὰς τρεῖς, ὡς ἀνωτέρω εἰ‐ ρήκαμεν, διαμαρτυρίας. τούτων γὰρ τῶν τριῶν δια‐ μαρτυριῶν ἀποδεικνυμένων, πᾶσι τρόποις ἐκεῖνοι ὡς μοιχοὶ τιμωρείσθωσαν. οὐδὲ γὰρ ὀφείλει τὰ τοιαῦτα
35πρόσωπα σεβασμίου τόπου ἔχειν ἀσφάλειαν, οὗπερ αὐ‐ τοὶ διὰ τοῦ ἰδίου μύσους κατεφρόνησαν. εἰ γὰρ τοὺς ἀλλαχόσε ἁρπαγὰς γυναικῶν καὶ μοιχείας πλημμελοῦν‐ τας εἰς εὐκτηρίους οἴκους προσφεύγοντας ὑπ’ αὐτῶν ἐκδικεῖσθαι οἱ ἡμέτεροι νόμοι οὐ συγχωροῦσι, πῶς
40ἐκείνοις τοῖς ἐν αὐτῇ τῇ ἐκκλησίᾳ τοιαῦτα μύση σπου‐

566

δάζουσι διαπράττεσθαι συγχωρήσομέν τινα βοήθειαν ἐκ τῶν ἐκκλησιαστικῶν εὑρίσκειν ὅρων; ἀλλὰ πᾶσι τρόποις τούτους τοῖς ἄρχουσι παραδίδοσθαι, καὶ τιμω‐ ρίαν ὑπομένειν ἧς ἄξιοι καθεστᾶσιν οἱ τοὺς ἁγιωτά‐
5τους τόπους μολύνειν τολμῶντες. ὁ γὰρ ἐκεῖσε ἁμαρ‐ τάνων ποῦ σωτηρίαν αἰτήσει; καὶ γενικῶς δὲ διατυ‐ ποῦμεν, ἵνα ἐάν τις εὕροι τὴν ἰδίαν γαμετὴν ἢ θυγατέρα ἢ ἐγγόνην ἢ νύμφην ἐν εὐαγέσι τόποις μετά τινος διαλεγομένην καὶ ὑπονοήσειε αἰσχρᾶς χάριν αἰτίας αὐ‐
10τοὺς συνομιλεῖν, παραδιδόναι αὐτοὺς τῷ ἐκδίκῳ ἢ τοῖς ἄλλοις τῆς αὐτῆς ἁγιωτάτης ἐκκλησίας κληρικοῖς, ὥστε τούτους τῷ ἰδίῳ κινδύνῳ ἑκάτερα πρόσωπα κεχωρισ‐ μένως φυλάξαι, ἄχρις ἂν ὁ τοῦ τόπου ἄρχων τούτους παραλαβὼν κατὰ τοὺς νόμους τὸ πρᾶγμα σκοπήσειε.
15Ἐπίλογος.〉 Ἅπερ τοίνυν διὰ τοῦ παρόντος καὶ εἰς τὸ διηνεκὲς ἰσχύοντος νόμου ἡ ἡμετέρα διετύπωσε γαληνότης, ἐν πᾶσι τοῖς προειρημένοις θέμασι κρατεῖν βουλόμεθα, πλὴν εἰ μήπω ἢ δικαστικῇ ψήφῳ ἢ φι‐ λικῇ συμβάσει διετέθησαν, ἅπερ καὶ τὴν ἰδίαν ἔχειν
20ἰσχὺν θεσπίζομεν. ἡ ἔνδοξος τοίνυν καὶ μεγαλοφυής σου αὐθεντία ἐν ταύτῃ μὲν τῇ ἐνδόξῳ πόλει ἰδίκτων προτιθεμένων πρὸς εἴδησιν πάντων ἀγάγοι, ἐν δὲ ταῖς ἐπαρχίαις διὰ προσταγμάτων πρὸς τοὺς λαμπρο‐ τάτους τῶν ἐπαρχιῶν ἄρχοντας πεμπομένων ταῦτα
25πᾶσι κατάδηλα γενέσθαι σπουδασάτω, ὥστε μηδένα παντελῶς ἀγνοεῖν τὰ ὑπὲρ τῆς λυσιτελείας τῶν ἡμε‐ τέρων ὑποτελῶν παρ’ ἡμῶν διατυπωθέντα, οὕτω μέν‐ τοι ὥστε πᾶσιν ἀπαγορεῦσαι δι’ οἰκείων προστάξεων, ἐφ’ ᾧ δίχα τινὸς παρανόμου ζημίας τοῖς ἡμετέροις
30ὑποτελέσι τὴν ἐμφάνειαν τοῦ παρόντος νόμου γενέσθαι.

567

(1t)

ΡΙΗ
2tΔΙΑΤΑΞΙΣ ΑΝΑΙΡΟΥΣΑ
3tΤΑ ADGNATΙΚΑ ΔΙΚΑΙΑ ΚΑΙ
4tΤΥΠΟΥΣΑ ΤΑΣ ΕΞ ΑΔΙΑΘΕΤΟΥ
5tΚΛΗΣΕΙΣ.
6tὉ αὐτὸς βασιλεὺς Πέτρῳ τῷ ἐνδοξοτάτῳ ἐπάρχῳ
7tτῶν ἱερῶν τῆς ἕω πραιτωρίων.
8 〈Προοίμιον.〉 Πολλοὺς καὶ διαφόρους νόμους ἐν τοῖς παλαιοτέροις χρόνοις ἐκπεφωνημένους εὑρίσκοντες,
10δι’ ὧν οὐ δικαίως διαφορὰ τῆς ἐξ ἀδιαθέτου διαδο‐ χῆς μεταξὺ τῶν συγγενῶν ἐξ ἀρρένων τε καὶ θηλειῶν εἰσενήνεκται, ἀναγκαῖον εἶναι συνείδομεν πάσας ὁμοῦ τὰς ἐξ ἀδιαθέτου τῆς συγγενείας διαδοχὰς διὰ τοῦ παρόντος νόμου σαφεῖ καὶ συντόμῳ διαιρέσει διατυ‐
15πῶσαι, ὥστε τῶν προτέρων νόμων τῶν ὑπὲρ ταύτης τῆς αἰτίας τεθειμένων ἀργούντων τοῦ λοιποῦ ταῦτα μόνα παραφυλάττεσθαι ἅπερ νῦν διατυποῦμεν. Ἐπειδὴ τοίνυν πᾶσα ἡ τοῦ γένους ἐξ ἀδιαθέτου διαδοχὴ τρισὶ γνωρίζεται τάξεσι, τουτέστι τῇ τε τῶν ἀνιόντων καὶ
20τῇ τῶν κατιόντων καὶ τῇ τῶν ἐκ πλαγίου, ἥτις εἰς adgnatους καὶ cognatους διαιρεῖται, πρώτην εἶναι δια‐ τυποῦμεν τὴν τῶν κατιόντων διαδοχήν. Εἴ τις τοίνυν τῶν κατιόντων ὑπείη τῷ ἀδιαθέτῳ τελευτήσαντι οἱασδήποτε φύσεως ἢ βαθμοῦ, εἴτε ἐξ
25ἀρρενογονίας εἴτε ἐκ θηλυγονίας καταγόμενος, καὶ εἴτε αὐτεξούσιος εἴτε ὑπεξούσιος εἴη, πάντων τῶν ἀνιόν‐ των καὶ τῶν ἐκ πλαγίου συγγενῶν προτιμάσθω. κἂν γὰρ ὁ τελευτήσας ἑτέρου ὑπεξούσιος ἦν, ὅμως τοὺς αὐτοῦ παῖδας, οἱασδήποτε ἂν ὦσι φύσεως ἢ βαθμοῦ,
30καὶ αὐτῶν τῶν γονέων προτιμᾶσθαι κελεύομεν ὧν

568

ὑπεξούσιος ἦν ὁ τελευτήσας, ἐπ’ ἐκείνοις δηλαδὴ τοῖς πράγμασιν ἅτινα κατὰ τοὺς ἄλλους ἡμῶν νόμους τοῖς πατράσιν οὐ προσπορίζεται. ἐπὶ γὰρ τῇ χρήσει τῶν πραγμάτων τούτων ὀφειλούσῃ προσπορίζεσθαι ἢ φυ‐
5λάττεσθαι τοὺς περὶ τούτων ἡμῶν νόμους τοῖς γο‐ νεῦσι φυλάττομεν· οὕτω μέντοιγε, ὥστε εἴ τινα τού‐ των τῶν κατιόντων παῖδας καταλιπόντα τελευτῆσαι συμβαίη, τοὺς ἐκείνου υἱοὺς ἢ θυγατέρας ἢ τοὺς ἄλλους κατιόντας εἰς τὸν τοῦ ἰδίου γονέως τόπον ὑπεισιέναι,
10εἴτε ὑπεξούσιοι τῷ τελευτήσαντι εἴτε αὐτεξούσιοι εὑρε‐ θεῖεν, τοσοῦτον ἐκ τῆς κληρονομίας τοῦ τελευτήσαν‐ τος λαμβάνοντας μέρος, ὁσοιδήποτε ἂν ὦσιν, ὅσον ὁ αὐτῶν γονεὺς εἰ περιῆν ἐκομίζετο, ἥντινα διαδοχὴν in stirpes ἡ ἀρχαιότης ἐκάλεσεν. ἐπὶ ταύτης γὰρ τῆς
15τάξεως τὸν βαθμὸν ζητεῖσθαι οὐ βουλόμεθα, ἀλλὰ μετὰ τῶν υἱῶν καὶ τῶν θυγατέρων τοὺς ἐκ 〈τοῦ〉 προτελευτήσαντος υἱοῦ ἢ θυγατρὸς ἐγγόνους καλεῖσθαι θεσπίζομεν, οὐδεμιᾶς εἰσαγομένης διαφορᾶς, εἴτε ἄρ‐ ρενες εἴτε θήλειαι ὦσι, καὶ εἴτε ἐξ ἀρρενογονίας εἴτε
20ἐκ θηλυγονίας κατάγονται, εἴτε ὑπεξούσιοι εἴτε καὶ αὐτεξούσιοι εἴησαν. Καὶ ταῦτα μὲν περὶ τῆς τῶν κατιόντων διαδοχῆς ἐτυπώσαμεν· ἀκόλουθον δὲ εἶναι συνείδομεν καὶ περὶ τῶν ἀνιόντων διατάξασθαι, ὅπως ἂν εἰς τὴν τῶν κατιόντων κληθεῖεν διαδοχήν.
25 Εἰ τοίνυν ὁ τελευτήσας κατιόντας μὲν μὴ καταλίποι κληρονόμους, πατὴρ δὲ ἢ μήτηρ ἢ ἄλλοι γονεῖς αὐτῷ ἐπιζήσουσι, πάντων τῶν ἐκ πλαγίου συγγενῶν τού‐ τους προτιμᾶσθαι θεσπίζομεν, ἐξῃρημένων μόνων ἀδελφῶν ἐξ ἑκατέρου γονέως συναπτομένων τῷ τελευ‐
30τήσαντι, ὡς διὰ τῶν ἑξῆς δηλωθήσεται. εἰ δὲ πολ‐ λοὶ τῶν ἀνιόντων περίεισι, τούτους προτιμᾶσθαι κε‐ λεύομεν, οἵτινες ἐγγύτεροι τῷ βαθμῷ εὑρεθεῖεν, ἄρ‐ ρενάς τε καὶ θηλείας, εἴτε πρὸς μητρὸς εἴτε πρὸς πατρὸς εἶεν. εἰ δὲ τὸν αὐτὸν ἔχουσι βαθμόν, ἐξ ἴσης
35εἰς αὐτοὶς ἡ κληρονομία διαιρεθήσεται, ὥστε τὸ μὲν ἥμισυ λαμβάνειν πάντας τοὺς πρὸς πατρὸς ἀνιόντας,
ὁσοιδήποτε ἂν ὦσι, τὸ δὲ ὑπόλοιπον ἥμισυ τοὺς πρὸς

569

μητρὸς ἀνιόντας, ὁσουσδήποτε ἂν αὐτοὺς εὑρεθῆναι συμβαίη. εἰ δὲ μετὰ τῶν ἀνιόντων εὑρεθῶσιν ἀδελ‐ φοὶ ἢ ἀδελφαὶ ἐξ ἑκατέρων γονέων συναπτόμενοι τῷ τελευτήσαντι, μετὰ τῶν ἐγγυτέρων τῷ βαθμῷ ἀνιόν‐
5των κληθήσονται, εἰ καὶ πατὴρ ἢ μήτηρ εἴησαν, διαι‐ ρουμένης εἰς αὐτοὺς δηλαδὴ τῆς κληρονομίας κατὰ τὸν τῶν προσώπων ἀριθμόν, ἵνα καὶ τῶν ἀνιόντων καὶ τῶν ἀδελφῶν ἕκαστος ἴσην ἔχοιεν μοῖραν. οὐδεμίαν χρῆσιν ἐκ τῆς τῶν υἱῶν ἢ θυγατέρων μοίρας ἐν τού‐
10τῳ τῷ θέματι δυναμένου τοῦ πατρὸς ἑαυτῷ παντε‐ λῶς ἐκδικεῖν, ἐπειδὴ ἀντὶ ταύτης τῆς χρήσεως μέρος αὐτῷ τῆς κληρονομίας καὶ κατὰ δεσποτείας δίκαιον διὰ τοῦ παρόντος δεδώκαμεν νόμου. οὐδεμιᾶς φυ‐ λαττομένης διαφορᾶς μεταξὺ τῶν προσώπων τούτων,
15εἴτε θήλειαι εἴτε ἄρρενες εἴησαν οἱ πρὸς τὴν κληρο‐ νομίαν καλούμενοι, καὶ εἴτε δι’ ἄρρενος ἢ θήλεος προσώπου συνάπτονται, καὶ εἴτε αὐτεξούσιος εἴτε ὑπ‐ εξούσιος ἦν ὃν διαδέχονται. Ὑπόλοιπόν ἐστιν ἵνα καὶ τὴν τρίτην ὁρίσωμεν
20τάξιν, ἥτις ἐκ πλαγίου καλεῖται καὶ εἰς adgnatους καὶ cognatους διαιρεῖται, ἵνα καὶ τούτου τοῦ μέρους δια‐ τυπωθέντος πανταχόθεν ὁ νόμος τέλειος εὑρεθείη. Εἰ τοίνυν ὁ τελευτήσας μήτε κατιόντας μήτε ἀνιόν‐ τας καταλείψει, πρώτους πρὸς τὴν κληρονομίαν κα‐
25λοῖμεν τοὺς ἀδελφοὺς καὶ τὰς ἀδελφὰς τοὺς ἐκ τοῦ αὐτοῦ πατρὸς καὶ τῆς αὐτῆς μητρὸς τεχθέντας, οὓς καὶ μετὰ τῶν πατέρων πρὸς τὴν κληρονομίαν ἐκαλέ‐ σαμεν. τούτων δὲ μὴ ὑπόντων ἐν δευτέρᾳ τάξει ἐκεί‐ νους τοὺς ἀδελφοὺς πρὸς τὴν κληρονομίαν καλοῦμεν,
30οἵτινες ἐξ ἑνὸς γονέως συνάπτονται τῷ τελευτήσαντι, εἴτε διὰ τοῦ πατρὸς μόνου εἴτε διὰ τῆς μητρός. εἰ δὲ τῷ τελευτήσαντι ἀδελφοὶ ὑπείησαν καὶ ἑτέρου ἀδελ‐ φοῦ ἢ ἀδελφῆς προτελευτησάντων παῖδες, κληθήσον‐ ται πρὸς τὴν κληρονομίαν οὗτοι μετὰ τῶν πρὸς πατρὸς
35καὶ πρὸς μητρὸς θείων, ἀρρένων τε καὶ θηλειῶν, καὶ ὁσοιδήποτε ἂν ὦσι, τοσοῦτον ἐκ τῆς κληρονομίας λή‐
ψονται μέρος ὅσον ὁ αὐτῶν γονεὺς ἤμελλε λαμβάνειν

570

εἰ ἐπέζησεν. ὅθεν ἀκόλουθόν ἐστιν, ἵνα εἰ τυχὸν ὁ προτελευτήσας ἀδελφός, οὗ οἱ παῖδες περίεισι. δι’ ἑκατέρου γονέως τῷ νῦν τελευτήσαντι προσώπῳ συν‐ ήπτετο. οἱ δὲ περιόντες ἀδελφοὶ διὰ τοῦ πατρὸς
5μόνου τυχὸν ἢ τῆς μητρὸς αὐτῷ συνήπτοντο, προτι‐ μηθῶσιν οἱ τούτου παῖδες τῶν ἰδίων θείων, εἰ καὶ τρίτου εἰσὶ βαθμοῦ (εἴτε πρὸς πατρὸς εἴτε πρὸς μη‐ τρὸς εἴησαν οἱ θεῖοι, καὶ εἴτε ἄρρενες εἴτε θήλειαι), ὥσπερ ὁ αὐτῶν γονεὺς προετιμᾶτο εἰ περιῆν. καὶ ἐκ
10τῶν ἐναντίων. εἰ ὁ μὲν περιὼν ἀδελφὸς ἐξ ἑκατέρου γονέως συνάπτεται τῷ τελευτήσαντι. ὁ δὲ προτελευ‐ τήσας δι’ ἑνὸς γονέως συνήπτετο. τοὺς τούτου παῖδας ἐκ τῆς κληρονομίας ἀποκλείομεν, ὥσπερ καὶ αὐτὸς εἰ περιῆν ἐξεκλείετο. τὸ δὲ τοιοῦτον προνόμιον ἐν ταύτῃ
15τῇ τάξει τῆς συγγενείας μόνοις παρέχομεν τοῖς τῶν ἀδελφῶν ἀρρένων ἢ θηλειῶν υἱοῖς ἢ θυγατράσιν, ἵνα εἰς τὰ τῶν ἰδίων γονέων δίκαια ὑπεισέλθωσιν, οὐδενὶ δὲ ἄλλῳ παντελῶς προσώπῳ ἐκ ταύτης τῆς τάξεως ἐρχομένῳ τοῦτο τὸ δίκαιον συγχωροῦμεν. ἀλλὰ
20καὶ αὐτοῖς τοῖς τῶν ἀδελφῶν παισὶ τότε ταύτην τὴν εὐεργεσίαν παρέχομεν, ὅτε μετὰ τῶν ἰδίων κρίνονται θείων ἀρρένων τε καὶ θηλειῶν, εἴτε πρὸς πατρὸς εἴτε πρὸς μητρὸς εἶεν. εἰ δὲ μετὰ τῶν ἀδελφῶν τοῦ τελευτήσαντος καὶ ἀνιόντες, ὡς ἤδη προείπομεν πρὸς
25τὴν κληρονομίαν καλοῦνται, οὐδενὶ τρόπῳ πρὸς τὴν ἐξ ἀδιαθέτου διαδοχὴν τοὺς τοῦ ἀδελφοῦ ἢ τῆς ἀδελ‐ φῆς παῖδας καλεῖσθαι συγχωροῦμεν. οὐδὲ εἰ ἐξ ἑκα‐ τέρου γονέως ὁ αὐτῶν πατὴρ ἢ μήτηρ συνήπτετο τῷ τελευτήσαντι. ὁπότε τοίνυν τοῖς τοῦ ἀδελφοῦ καὶ τῆς
30ἀδελφῆς παισὶ τοιοῦτο προνόμιον δεδώκαμεν, ἵνα τὸν τῶν γονέων ὑπεισιόντες τόπον μόνοι τρίτου ὄντες βαθμοῦ μετὰ τῶν ἐκ δευτέρου βαθμοῦ πρὸς τὴν κλη‐ ρονομίαν καλῶνται, ἐκεῖνο πρόδηλόν ἐστιν. ὅτι τῶν θείων τοῦ τελευτήσαντος ἀρρένων τε καὶ θηλειῶν,
35εἴτε πρὸς πατρὸς εἴτε πρὸς μητρὸς εἴησαν, προτιμῶν‐ ται, εἰ καὶ ἐκεῖνοι τρίτον ὁμοίως συγγενείας βαθμὸν ἔχοιεν. Εἰ δὲ μήτε ἀδελφοὺς μήτε παῖδα ἀδελ‐ φῶν, ὡς εἰρήκαμεν. ὁ τελευτήσας καταλείψει, πάντας τοὺς ἐφεξῆς ἐκ πλαγίου συγγενεῖς πρὸς τὴν κληρονο‐
40μίαν καλοῦμεν κατὰ τὴν ἑνὸς ἑκάστου βαθμοῦ προτί‐
μησιν, ἵνα οἱ ἐγγύτεροι τῷ βαθμῷ αὐτοὶ τῶν λοι‐

571

πῶν προτιμῶνται. εἰ δὲ πολλοὶ τοῦ αὐτοῦ βαθμοῦ εὑρεθῶσι, κατὰ τὸν τῶν προσώπων ἀριθμὸν μεταξὺ αὐτὼν ἡ κληρονομία διαιρεθήσεται, ὅπερ in capita οἱ ἡμέτεροι λέγουσι νόμοι.
5 Οὐδεμίαν δὲ εἶναι βουλόμεθα διαφορὰν ἐν οἱᾳδή‐ ποτε διαδοχῇ ἢ κληρονομίᾳ μεταξὺ τῶν πρὸς τὴν κληρονομίαν καλουμένων ἀρρένων ἢ θηλειῶν, οὓς πρὸς τὴν κληρονομίαν κοινῶς ὡρίσαμεν καλεῖσθαι, εἴτε δι’ ἄρρενος εἴτε διὰ θήλεος προσώπου συνήπτοντο τῷ
10τελευτήσαντι· ἀλλ’ ἐπὶ πασῶν τῶν διαδοχῶν τὴν τῶν adgnatων τε καὶ cognatων διαφορὰν ἀργεῖν κε‐ λεύομεν, εἴτε διὰ θῆλυ πρόσωπον εἴτε δι’ ἐμαγκιπα‐ τίονα ἢ ἕτερον οἱονδήποτε τρόπον τοῖς προτέροις ἐτρακταΐζετο νόμοις. καὶ πάντας δίχα τινὸς τοιαύτης
15διαφορᾶς κατὰ τὸν τῆς ἰδίας συγγενείας βαθμὸν εἰς τὴν ἐξ ἀδιαθέτου τῶν συγγενῶν διαδοχὴν ἐλθεῖν κε‐ λεύομεν. Ἐξ ὧν δὲ περὶ τῆς κληρονομίας εἰρήκαμέν τε καὶ διετυπώσαμεν. καὶ τὰ περὶ τῆς ἐπιτροπῆς δῆλα καθ‐
20έστηκε. θεσπίζομεν γὰρ ἕκαστον κατὰ τὸν βαθμὸν καὶ τὴν τάξιν, καθ’ ἣν πρὸς τὴν κληρονομίαν καλεῖται ἢ μόνος ἢ μεθ’ ἑτέρων, καὶ τὸ λειτούργημα τῆς ἐπι‐ τροπῆς ὑπελθεῖν. οὐδεμιᾶς οὐδὲ ἐν τούτῳ τῷ μέρει διαφορὰς εἰσαγομένης ἐκ τῶν adgnatικῶν ἢ cognatι‐
25κῶν δικαίων, ἀλλὰ πάντων ὁμοίως εἰς τὴν ἐπιτροπὴν καλουμένων τῶν τε δι’ ἀρρενογονίας τῶν τε διὰ θη‐ λυγονίας τῷ ἀνήβῳ συναπτομένων. ταῦτα δὲ λέγομεν, εἰ ἄρρενες καὶ τέλειοι τὴν ἡλικίαν εἴησαν καὶ ὑπὸ μηδενὸς νόμου κωλύονται τὴν ἐπιτροπὴν ὑπελθεῖν
30μηδὲ ἐξκουσατίονι ἁρμοζούσῃ αὐτοῖς κέχρηνται. ταῖς γὰρ γυναιξὶ καὶ ἡμεῖς ἀπαγορεύομεν τὰ τῆς ἐπιτροπῆς ὑπελθεῖν λειτουργήματα, εἰ μὴ μήτηρ ἢ μάμμη εἴη· ταύταις γὰρ μόναις κατὰ τὴν τῆς κληρονομίας τάξιν καὶ τὴν ἐπιτροπὴν ὑπελθεῖν ἐφίεμεν. ἐὰν ἐν ὑπομνή‐
35μασι καὶ γάμοις ἑτέροις καὶ τῇ βοηθείᾳ τοῦ Βελλεια‐ νείου δόγματος ἀπαγορεύσωσι. ταῦτα γὰρ φυλάττου‐ σαι πάντων τῶν ἐκ πλαγίου συγγενῶν εἰς τὴν ἐπι‐ τροπὴν προτιμηθήσονται, τῶν testamentariων μόνων ἐπιτρόπων προλαμβανόντων αὐτάς· τὴν γὰρ τοῦ τε‐
40λευτήσαντος βούλησίν τε καὶ ἐπιλογὴν προτιμᾶσθαι

572

βουλόμεθα. εἰ δὲ πολλοὶ τὸν αὐτὸν τῆς συγγενείας ἔχοντες βαθμὸν καλοῦνται πρὸς τὴν ἐπιτροπήν, κε‐ λεύομεν αὐτοὺς κοινῇ συνελθόντας παρὰ τῷ ἄρχοντι, ᾧ τούτου μέλει τοῦ μέρους, ἕνα ἢ καὶ πλείονας, ὅσοι
5πρὸς τὴν διοίκησιν τῆς οὐσίας ἀρκοῦσιν, ἐξ αὑτῶν ἐπιλέξασθαι καὶ ὀνομάσαι, καὶ τοῦτον ἢ τούτους τὰ τοῦ ἀνήβου πράγματα διοικεῖν, τοῦ τῆς ἐπιτροπῆς κινδύνου πᾶσιν ἐπικειμένου τοῖς πρὸς τὴν ἐπιτροπὴν καλουμένοις, καὶ τῶν οὐσιῶν αὐτῶν σιωπηρῶς ὑπο‐
10κειμένων τῷ ἀνήβῳ ὑπὲρ ταύτης τῆς διοικήσεως. Ταῦτα δὲ πάντα ὅσα περὶ διαδοχῶν τοῦ γένους ἐθεσπίσαμεν ἐπ’ ἐκείνοις βουλόμεθα κρατεῖν, ὅσοι τῆς καθολικῆς ὑπάρχουσι πίστεως. ἐπὶ γὰρ τοῖς αἱρετι‐ κοῖς τοὺς ἤδη παρ’ ἡμῶν τεθέντας νόμους βεβαίους
15εἶναι κελεύομεν μηδένα καινισμὸν ἢ ἐλάττωσιν ἐκ τοῦ παρόντος ὑφισταμένους νόμου. ἅπερ τοίνυν διὰ ταύ‐ της τῆς διατάξεως τῆς εἰς τὸ διηνεκὲς φυλαχθησομέ‐ νης ἡ ἡμετέρα ἐθέσπισε γαληνότης, ἐπ’ ἐκείνοις βου‐ λόμεθα κρατεῖν τοῖς θέμασιν, ἅτινα ἐκ προοιμίων
20τοῦ Ἰουλίου μηνὸς τῆς παρούσης ἕκτης ἐπινεμήσεως συνέβη ἢ καὶ μετὰ ταῦτα συμβήσεται. τὰ γὰρ προ‐ λαβόντα θέματα τὰ μέχρι τοῦ μνημονευθέντος χρό‐ νου ἀποβάντα κατὰ τοὺς παλαιοὺς νόμους τέμνεσθαι παρακελευόμεθα.
25Ἐπίλογος.〉 Ἡ ἐνδοξότης τοίνυν ἡ σὴ τὰ διὰ τοῦ παρόντος νόμου παρ’ ἡμῶν διατυπωθέντα εἰς τὴν ἁπάντων γνῶσιν ἐλθεῖν προνοησάτω, ἐπὶ ταύτης μὲν τῆς βασιλίδος πόλεως ἰδίκτων κατὰ τὸ σύνηθες προτιθεμένων, ἐν δὲ ταῖς ἐπαρχίαις προστάξεων πεμ‐
30πομένων πρὸς τοὺς λαμπροτάτους τούτων ἡγουμένους, ὥστε μηδενὶ τῶν τῇ ἡμετέρᾳ βασιλείᾳ ὑποκειμένων ἄγνωστον γενέσθαι τὴν τῆς ἡμετέρας ἡμερότητος περὶ τούτους πρόνοιαν· οὕτω μέντοι ὥστε δίχα πάσης ζημίας τῶν πολιτῶν καὶ ἐπαρχεωτῶν ἐν παντὶ τόπῳ
35τὴν τοῦ παρόντος νόμου ἐμφάνειαν γενέσθαι.

573

(1t)

ΡΙΘ
2tΩΣΤΕ ΤΗΝ ΔΙΑ ΤΟΥΣ
3tΓΑΜΟΥΣ ΔΩΡΕΑΝ ΙΔΙΚΟΝ ΣΥΝ‐
4tΑΛΛΑΓΜΑ ΕΙΝΑΙ, ΚΑΙ ΠΕΡΙ
5tΕΤΕΡΩΝ ΚΕΦΑΛΑΙΩΝ.
6tὉ αὐτὸς βασιλεὺς Πέτρῳ τῷ ἐνδοξοτάτῳ ἐπάρχῳ
7tπραιτωρίων.
8 Τὴν διὰ τοὺς γάμους δωρεὰν συνάλλαγμα ἰδικὸν εἶναί τε καὶ κρίνεσθαι καὶ μὴ ταῖς ἄλλαις δωρεαῖς
10αὐτὴν συναριθμεῖσθαι διὰ τοῦ παρόντος νόμου θεσπί‐ ζομεν, ἐπειδὴ ἀντ’ αὐτῆς ἰσότης προικὸς ἐπιδίδοται. εἴτε τοίνυν γένηται ἐπὶ πράξεως ὑπομνημάτων ἐμφα‐ νὴς εἴτε καὶ μή, κελεύομεν αὐτὴν διὰ πάντων τὴν ἰδίαν ἔχειν ἰσχύν, τοῦτο μὲν πρὸς τὴν γυναῖκα τοῦτο
15δὲ πρὸς τὸν ἄνδρα, εἴτε παρ’ αὐτοῦ τοῦ ἀνδρὸς εἴτε παρ’ ἑτέρου τινὸς τῇ γυναικὶ ἐπιδίδοται ἤτοι κατα‐ γράφεται, ἤγουν εἰς τὸ τοῦ ἀνδρὸς πρόσωπον ἡ δωρεὰ γίνεται, ἐφ’ ᾧ τὰ αὐτὰ πράγματα εἰς γαμικὴν κατα‐ γράψαι δωρεάν. καὶ ταῦτα κρατεῖν κελεύομεν ὅσης
20ἂν εἴη ποσότητος ἡ δωρεά, κἂν μὴ γένηται, καθὼς εἴρηται, ἐμφανής. Καὶ τοῦτο δὲ διὰ τῆς παρούσης θεσπίζομεν δια‐ τάξεως, ὥστε ἄδειαν εἶναι τοῖς νέοις ἐν αὐτῷ τῷ καιρῷ, ἐν ᾧπερ ἔξεστιν αὐτοῖς διατίθεσθαι περὶ τῆς
25ἄλλης αὐτῶν περιουσίας, καὶ τοὺς ἰδίους οἰκέτας τε‐ λευταίαις βουλήσεσιν ἐλευθεροῦν, μηδένα τούτοις ἐμ‐ ποδισμὸν τῆς ἡλικίας ποιούσης, ἀλλὰ σχολάζοντος τοῦ
νόμου τοῦ πρώην κωλύοντος.

574

Καὶ τοῦτο πρὸς ἐπὶ τούτοις παρακελευόμεθα, ὥστε εἴπερ τις ἔν τινι συμβολαίῳ ἑτέρου ποιήσηται μνήμην συμβολαίου, μηδεμίαν ἐκ ταύτης τῆς μνήμης ἀπαίτη‐ σιν γίνεσθαι, πλὴν εἰ μὴ καὶ τὸ ἕτερον συμβόλαιον,
5οὗτινος μνήμη κατὰ τὸ δεύτερον γέγονε, προκομισθείη, ἢ ἑτέρα παρασχεθείη κατὰ τοὺς νόμους ἀπόδειξις, ὅτιπερ καὶ ἡ ποσότης ἧς μνήμη γέγονε ταῖς ἀληθείαις ἐποφείλεται. τοῦτο γὰρ καὶ ἐν τοῖς παλαιοῖς εὑρίσκο‐ μεν νόμοις.
10 Καὶ τοῦτο δὲ θεσπίζομεν, ὥστε εἴποτε ἐκκλήτου παρακολουθησάσης ἐν τῇ τελευταίᾳ ἐμπροθέσμῳ ἡμέρᾳ ἢ μέρος ἑκάτερον ἢ μόνος ὁ τῇ ἐκκλήτῳ χρησάμενος φθάσειε καὶ τὴν ἑαυτοῦ παρουσίαν φανερώσειε τῷ ἄρ‐ χοντι τῷ μέλλοντι τὴν τῆς ἐκκλήτου ὑπόθεσιν ἐξετά‐
15ζειν ἢ τοῖς αὐτοῦ συνέδροις ἢ τοῖς τὰς δίκας εἰσάγουσι, καὶ ὁ δικαστὴς τοῦτον ἐν ταῖς ὡρισμέναις ἡμέραις δέξασθαι ἀναβάληται, μηδὲν πρόκριμα τοῖς μέρεσιν ἢ ἑνὶ τούτων ἐκ τούτου παντελῶς γίνεσθαι, ἀλλὰ καὶ μετὰ ταῦτα ἐξετάζεσθαι τὰς τοιαύτας ἐκκλήτους καὶ
20ψήφῳ περαιοῦσθαι νομίμῳ. Ἕτερον πρὸς τούτοις κεφάλαιον τῆς ἡμετέρας δεόμε‐ νον νομοθεσίας συνείδομεν ἐπανορθώσασθαι. ἐπειδὴ γὰρ οἱ ἡμέτεροι νόμοι διορίζουσιν, εἴποτε οἱ ἐνδοξό‐ τατοι ἔπαρχοι τῶν ἱερῶν πραιτωρίων ψῆφον προενέγ‐
25κοιεν, μηδεμίαν ἔκκλητον κατ’ αὐτῆς ἐπιδίδοσθαι, θε‐ σπίζομεν, ὁσάκις ψῆφος τῶν ἐνδοξοτάτων ἐπάρχων οἱουδήποτε κλίματος προενεχθείη, καὶ εἷς ὡς εἰκὸς τῶν δικαζομένων νομίσειε ἑαυτὸν βεβαρῆσθαι, ἔχειν τὸν τοιοῦτον ἄδειαν διδασκαλικὸν προσφέρειν τοῖς ἐνδοξο‐
30τάτοις ἐπάρχοις τοῖς τὴν ψῆφον προάγουσιν ἢ τοῖς τούτων συμπόνοις ἢ τοῖς τὰς δίκας εἰσάγουσιν ἐντὸς δέκα ἡμερῶν προθεσμίας μετὰ τὸ προενεχθῆναι τὴν
ψῆφον, ὥστε τούτου παρακολουθοῦντος μὴ ἄλλως ἐκ‐

575

βιβασμῷ παραδίδοσθαι τὴν ψῆφον, εἰ μὴ πρότερον ἐγγύας ἀξιοπίστους παράσχοι τὸ νικῆσαν μέρος τοσ‐ αύτης ποσότητος ὅσης ἂν εἴη ἡ καταδίκη, ὡς εἰ μετὰ ταῦτα ἀναψηλαφήσεως νομίμῳ τρόπῳ προϊού‐
5σης ἡ ψῆφος ἀνατραπείη, τὰ πράγματα αὐτῷ μετὰ τῶν νομίμων ἐπαυξήσεων ἀποκαθίστασθαι. εἰ δὲ ἐν‐ τὸς τῆς μνημονευθείσης τῶν δέκα ἡμερῶν προθεσμίας μετὰ τὸ τὴν ψῆφον προενεχθῆναι μὴ ἐπιδοίη τὸν λί‐ βελλον ὁ νομίζων βεβλάφθαι, κελεύομεν τὸν τοῦ
10πράγματος ἐκβιβασμὸν δίχα ἐγγύης προϊέναι, τοῦ τῆς ἀναψηλαφήσεως δικαίου φυλαττομένου ἐκείνῳ ὅστις ἑαυτὸν βεβαρῆσθαι νομίσειε. Πρὸς τούτοις θεσπίζομεν, ὥστε εἴπερ συμβαίη τοὺς νέους βούλεσθαι ἀποστῆναι τῆς εἰς αὐτοὺς περιελθού‐
15σης καὶ καταδεχθείσης παρ’ αὐτῶν κληρονομίας, εἰ μὲν πάντες οἱ δανεισταὶ παρόντες εὑρεθεῖεν ἐν ἐκεί‐ νοις τοῖς τόποις ἐν οἷς ἡ εἰς ἀκέραιον ἀποκατάστασις αἰτεῖται, καλεῖσθαι παρὰ τοῦ ἄρχοντος τοὺς δανει‐ στὰς καὶ παρόντων πάντων ἀφίστασθαι τοὺς νέους
20τῆς τοιαύτης κληρονομίας. εἰ δὲ πάντες ἤ τινες τῶν δανειστῶν ἀπόντες εἶεν, κελεύομεν τοὺς νέους βουλο‐ μένους τοῦτο πράττειν τῷ τῶν τόπων ἄρχοντι ἐν οἷς αὐτοὶ διάγουσι προσιέναι, ἐκεῖνον δὲ διὰ τῶν συνει‐ θισμένων κηρυγμάτων καλεῖν τοὺς δανειστάς· καὶ εἰ
25ἐντὸς τριῶν μηνῶν προθεσμίας μηδαμῶς παραγένων‐ ται οἱ δανεισταί, ἐξεῖναι τούτοις δίχα κινδύνου τῆς τοιαύτης ἀναχωρεῖν κληρονομίας, προνοοῦντος τοῦ ἄρ‐ χοντος παρ’ ᾧ ἡ εἰς ἀκέραιον ἀποκατάστασις πράτ‐ τεται, ποῦ ὀφείλει τὰ κληρονομιαῖα πράγματα κινητά
30τε καὶ ἀκίνητα φυλάττεσθαι, τῆς ποσότητος δηλαδὴ τούτων διὰ δημοσίας ἀπογραφῆς κατὰ πρᾶξιν ὑπομνη‐ μάτων φανερουμένης. Ἔτι θεσπίζομεν, ὥστε εἴ τις κακῇ πίστει πράγματα νεμόμενος ἢ κατὰ πρᾶσιν ἢ κατὰ δωρεὰν ἢ ἄλλως ταῦτα
35ἐκποιήσει, ὁ δὲ νομίζων τὰ αὐτὰ πράγματα προσ‐
ήκειν ἑαυτῷ τοῦτο γινώσκων ἐντὸς δέκα ἐνιαυτῶν με‐

576

ταξὺ τῶν παρόντων καὶ εἴκοσι μεταξὺ τῶν ἀπόντων μὴ διαμαρτύρηται κατὰ τοὺς νόμους τὸν ἀγοραστὴν ἢ τὸν τὴν δωρεὰν δεχόμενον ἢ ἐκεῖνον εἰς ὃν τὰ πράγματα ἄλλῳ οἱῳδήποτε τρόπῳ μετενεχθείη, τὸν
5τὰ τοιαῦτα πράγματα κομιζόμενον βεβαίως ταῦτα ἔχειν, μετὰ τὴν τῆς δεκαετίας δηλονότι ἐπὶ τῶν παρόν‐ των καὶ τῆς εἰκοσαετίας ἐπὶ τῶν ἀπόντων παραδρο‐ μήν. εἰ δὲ ἀγνοεῖ ὁ ἀληθὴς τῶν ἐκποιηθέντων πραγ‐ μάτων δεσπότης καὶ ὅτι τὰ πράγματα αὐτῷ προσήκει
10καὶ ὅτι γέγονεν ἡ ἐκποίησις, κελεύομεν μὴ ἄλλως τοῦ‐ τον ἀποκλείεσθαι πλὴν εἰ μὴ διὰ τῆς παραγραφῆς τῆς τριακονταετίας, μὴ δυναμένου λέγειν τοῦ τὰ πράγ‐ ματα τούτῳ τῷ τρόπῳ νεμομένου, ὅτι αὐτὸς καλῇ πίστει νέμεται, ὁπότε παρὰ τοῦ κακῇ πίστει νεμη‐
15θέντος ταῦτα ἐκομίσατο. Περὶ δὲ τῆς παραγραφῆς τῆς δεκαετίας ταῦτα δια‐ τυπῶσαι συνείδομεν, ὥστε εἴποτέ τις ἐν τῇ εἰρημένῃ τῆς δεκαετίας χρονικῇ παραγραφῇ ἐπί τινας μὲν ἐνι‐ αυτοὺς παρὼν εἴη ἐπί τινας δὲ ἀπών, ἄλλους τοσού‐
20τους αὐτῷ ἐνιαυτοὺς πρὸς τῇ δεκαετίᾳ προστεθῆναι, ὅσους ἐξ αὐτῆς τῆς δεκαετίας ἀπὼν γέγονε. ταῦτα δὲ πάντα, ἅτινα περὶ τῆς χρονικῆς ὡρίσαμεν παραγρα‐ φῆς, οὐκ ἐν ταῖς προλαβούσαις ἀλλ’ ἐν ταῖς μελλούσαις καὶ μόνον μετὰ τὸν παρόντα νόμον ὑποθέσεσί τε καὶ
25πράγμασι κρατεῖν παρακελευόμεθα. Ἐπειδὴ δὲ πρὸ τούτου νόμον προηγάγομεν, ὥστε τοὺς διατιθεμένους ἢ χειρὶ ἰδίᾳ ἢ διὰ τῶν μαρτύρων τὰ ὀνόματα τῶν κληρονόμων ἐγγράφειν ταῖς διαθή‐ καις, ἔγνωμεν δὲ ἐκ τῆς τοιαύτης ἀκριβείας πολλὰς
30διαθήκας ἀνατραπῆναι, οἷα τῶν διατιθεμένων μὴ δυναμένων τὴν τοιαύτην ἀκρίβειαν παραφυλάξαι ἢ ὡς εἰκὸς μὴ βουλομένων γνῶναί τινας τὴν ἰδίαν αὐτῶν βουλήν, κελεύομεν ἄδειαν μὲν εἶναι τοῖς βουλομένοις ταῦτα φυλάττειν ἐν ταῖς αὐτῶν διαθήκαις· εἰ δὲ καὶ
35ταῦτα μὴ φυλάξουσιν, ἀλλὰ κατὰ τὴν παλαιὰν συνή‐
θειαν διάθωνται, καὶ οὕτω βεβαίαν εἶναι τὴν δια‐

577

θήκην θεσπίζομεν, εἴτε δι’ ἑαυτοῦ τις εἴτε δι’ ἑτέρου προσώπου τὸ ὄνομα τοῦ κληρονόμου ἐγγράψει, εἴπερ ὅλως τὴν λοιπὴν νόμιμον παραφυλακὴν ἐν τῇ δια‐ θήκῃ ὁ τεστάτωρ παραφυλάξει.
5 Τὸν δὲ νόμον, δι’ οὗ ἐθεσπίσαμεν μὴ μεταφέρε‐ σθαι εἰς ἑτέρους τὰ εἰς τὸν ἡμέτερον οἶκον ἀπὸ εὐαγοῦς ἐκκλησίας περιερχόμενα πράγματα, σχολάζειν θεσπί‐ ζομεν, τοῦτο μὲν ἐπὶ τοῖς ἤδη εἰς τὸν ἡμέτερον οἶκον νομίμως περιελθοῦσι, τοῦτο δὲ καὶ τοῖς μετ’ ταῦτα
10μέλλουσι περιέρχεσθαι. Εἴποτε δέ τις διάθηται καί τι πρᾶγμα ἀκίνητον τῇ ἰδίᾳ φαμιλίᾳ ἢ ἑτέρῳ τινὶ προσώπῳ ὀνόματι ληγά‐ του καταλείψῃ καὶ ἰδικῶς εἴπῃ μηδενὶ χρόνῳ τὸ αὐτὸ πρᾶγμα ἐκποιεῖσθαι, ἀλλὰ παρὰ τοῖς κληρονόμοις ἢ
15διαδόχοις ἐκείνου ᾧτινι καταλειφθῇ διαμένειν, ἐπὶ τού‐ του τοῦ ληγάτου κελεύομεν τὸν φαλκίδιον νόμον χώ‐ ραν παντελῶς μὴ ἔχειν, ἐπειδὴ τὴν ἐκποίησιν τούτου αὐτὸς ἐκώλυσεν ὁ διαθέμενος. ταῦτα δὲ κρατεῖν κε‐ λεύομεν ἐπ’ ἐκείνοις τοῖς θέμασι τοῖς μήπω κατὰ
20δικαστικὴν ψῆφον ἢ κατὰ φιλικὴν σύμβασιν ἢ καθ’ οἱονδήποτε νόμιμον τρόπον τμηθεῖσιν. 〈Ἐπίλογος.〉 Ἡ ὑπεροχὴ τοίνυν ἡ σὴ ἃ διὰ τοῦ παρόντος νόμου εἰς τὸ διηνεκὲς κρατήσοντος ἡ ἡμετέρα ἐθέσπισε γαληνότης ἰδίκτων μὲν ἐν ταύτῃ τῇ βασι‐
25λίδι πόλει προτιθεμένων, προστάξεων δὲ πρὸς τοὺς πασῶν τῶν ἐπαρχιῶν ἡγουμένους καταπεμπομένων εἰς
τὴν τῶν πάντων γνῶσιν ἐλθεῖν παρασκευάσει.

578

(1t)

ΡΚ
2tΠΕΡΙ ΕΚΠΟΙΗΣΕΩΣ
3tΚΑΙ ΕΜΦΥΤΕΥΣΕΩΣ ΕΚΚΛΗ‐
4tΣΙΑΣΤΙΚΩΝ ΠΡΑΓΜΑΤΩΝ.
7tὉ αὐτὸς βασιλεὺς Πέτρῳ ἐπάρχῳ πραιτωρίων.
8Προοίμιον.〉 Πολλῶν καὶ διαφόρων νόμων ἐπὶ ταῖς ἐκποιήσεσι καὶ ἐμφυτεύσεσι καὶ μισθώσεσι καὶ
10τῇ λοιπῇ διοικήσει τῶν ἐκκλησιαστικῶν πραγμάτων φοιτησάντων συνείδομεν πάντα τῷ παρόντι περιλα‐ βεῖν νόμῳ. Θεσπίζομεν τοίνυν, μηδεμίαν ἄδειαν ἔχειν τοὺς διοικοῦντας τὰ πράγματα τῆς κατὰ τὴν βασιλίδα πό‐
15λιν ἁγιωτάτης μεγάλης ἐκκλησίας ἢ ὀρφανοτροφείου ἢ ξενοδοχείου ἢ πτωχοτροφείου ἢ νοσοκομείου ἢ ἄλλου εὐαγοῦς οἴκου ἐν τῇ βασιλίδι πόλει ἤτοι τῇ ταύτης ἐνορίᾳ τυγχάνοντος (ἐξῃρημένων μόνων τῶν εὐαγῶν μοναστηρίων) πιπράσκειν ἢ δωρεῖσθαι ἢ ἀνταλλάτ‐
20τειν ἢ ἐπὶ ἀντιδώρῳ διδόναι ἢ οἱῳδήποτε ἄλλῳ τρό‐ πῳ ἐκποιεῖν πρᾶγμα ἀκίνητον ἢ πολιτικὴν σίτησιν ἢ γεωργικὸν ἀνδράποδον, εἰ μὴ πρὸς βασιλικὸν οἶκον ἡ ἀνταλλαγὴ γένηται μόνη· ἀλλ’ οὐδὲ παροικικῷ δικαίῳ δίδοσθαί τι συγχωροῦμεν. τὰς δὲ ἐμφυτεύσεις παρὰ
25τῆς εἰρημένης ἁγιωτάτης μεγάλης ἐκκλησίας τῆς βασι‐
λίδος πόλεως καὶ τῶν μνημονευθέντων εὐαγῶν οἴκων

579

γίνεσθαι κελεύομεν ἐπί τε τῷ προσώπῳ αὐτοῦ τοῦ λαμβάνοντος καὶ ἄλλων δύο ἐφεξῆς κληρονόμων, μὴ πλέον ἕκτης μοίρας τοῦ ὑφεστῶτος κανόνος συγχω‐ ρουμένου τῷ τὴν ἐμφύτευσιν κομιζομένῳ. Περὶ δὲ
5τῶν διαφερόντων προαστείων τῇ αὐτῇ ἁγιωτάτῃ με‐ γάλῃ ἐκκλησίᾳ καὶ τοῖς εἰρημένοις εὐαγέσιν οἴκοις τοῖς ἐπὶ τῆς βασιλίδος πόλεως ἢ τῆς αὐτῆς περιοικίδος οὖσι κελεύομεν, εἰ μὲν τὰ τοιαῦτα προάστεια πρόσοδον ἔχει, ἐπὶ ὁλοκλήρῳ τῷ κανόνι παρὰ τῶν διοικούντων
10τοὺς αὐτοὺς εὐαγεῖς τόπους εἰς ἐμφύτευσιν ταῦτα κατὰ τὸν εἰρημένον τρόπον τῷ λαμβάνοντι καὶ ἄλλαις δύο διαδοχαῖς δίδοσθαι, καὶ μηδένα παντελῶς κουφισμόν, ἀλλὰ καὶ προσθήκην γίνεσθαι. εἰ δὲ μὴ ἔχει τὰ αὐτὰ προάστειά τινα παντελῶς πρόσοδον, ἄδειαν παρέχο‐
15μεν τοῖς διοικηταῖς τῶν εὐαγῶν τόπων ἐπί τινι πο‐ σότητι ταῦτα, ὡς προείρηται, εἰς ἐμφύτευσιν διδόναι. Εἰ δὲ συμβαίη οἱονδήποτε πρᾶγμα ἔκ τινος τῶν εἰρημένων εὐαγῶν τόπων ἐμφυτευτικῷ δικαίῳ διδό‐ μενον ἢ εἰς βασιλικὸν οἶκον ἢ εἰς τὸ θεῖον ἡμῶν τα‐
20μιεῖον ἢ εἰς πόλιν τινὰ ἢ εἰς βουλευτήριον ἢ εἰς ἄλλον τινὰ εὐαγῆ οἶκον περιελθεῖν, ἄδειαν παρέχομεν τοῖς διοικηταῖς τῶν εὐαγῶν τόπων ὑφ’ ὧν ἐξ ἀρχῆς ἡ ἐμ‐ φύτευσις γέγονεν, ἡνίκα περιέλθῃ εἰς ἓν τῶν εἰρη‐ μένων προσώπων ἡ τοιαύτη ἐμφύτευσις, φανεροῦν τὴν
25ἑαυτῶν γνώμην εἴσω διετίας, καὶ ἢ παρ’ ἐκείνοις καταλιμπάνειν τὸ αὐτὸ πρᾶγμα εἰς οὓς περιῆλθε καὶ τὴν ἐνιαυσιαίαν πρόσοδον τὴν τῷ πάκτῳ περιεχομέ‐ νην κομίζεσθαι, ἢ τοῦτο ἀναλαμβάνειν τῆς ἐμφυτεύ‐ σεως λυομένης, εἴπερ τοῦτο λυσιτελὲς ἑαυτοῖς εἶναι
30νομίσαιεν. Εἰ δέ τινές εἰσι τόποι ἢ τῇ αὐτῇ ἁγιωτάτῃ μεγάλῃ ἐκκλησίᾳ ἤ τινι τῶν εἰρημένων εὐ‐ αγῶν οἴκων προσήκοντες, ἐν οἷς παλαιαὶ οἰκήσεις τυγχά‐
νουσαι κατηνέχθησαν καὶ ἐξ ὧν οὐδεμία παρέχεται

580

πρόσοδος, οἱ δὲ μνημονευθέντες εὐαγεῖς οἶκοι οἷς δια‐ φέρουσιν οἱ τόποι τούτους ἀνοικοδομῆσαι μὴ δύναν‐ ται, ἄδειαν δίδομεν τοῖς τούτων διοικηταῖς τῷ τῆς ἐμφυτεύσεως διηνεκεῖ δικαίῳ ἐκδιδόναι τοὺς αὐτοὺς
5τόπους, οὕτω μέντοιγε ὥστε τὴν ἐμφύτευσιν ἢ ἐπὶ τρίτῃ μοίρᾳ τῶν στεγονομίων, ἅτινα ἐκ τῶν οἰκημά‐ των ἔτι ἑστώτων συνήγετο, ἐκ προοιμίων τοῦ χρόνου τοῦ ἐμφυτεύματος προϊέναι, ἢ εἴπερ ὁ ἐμφυτευτὴς βουληθείη μᾶλλον ἐπὶ τούτῳ τῷ ὅρῳ λαβεῖν τοὺς τό‐
10πους, ὥστε πρότερον οἰκοδομῆσαι καὶ ἐκ τῶν προσ‐ γινομένων ἐκεῖσε κατὰ διατίμησιν στεγονομίων τὸ ἥμισυ μέρος διδόναι τῷ εὐαγεῖ οἴκῳ ἐξ οὗ τοὺς αὐτοὺς τόπους λαμβάνει, καὶ τοῦτο γενέσθαι συγχωροῦμεν, κεχρῆσθαι δὲ τὸν τοιοῦτον ἐμφυτευτὴν καὶ ταῖς ἐκεῖσε
15εὑρισκομέναις ἐκ τῶν κατενεχθέντων οἰκημάτων ὕλαις. Εἰ δέ τις βουληθείη οἱονδήποτε πρᾶγμα ἀκίνητον ὀνόματι χρήσεως λαβεῖν παρὰ τῆς ἁγιωτάτης μεγάλης ἐκκλησίας τῆς βασιλίδος πόλεως ἢ ἑνὸς τῶν μνημο‐ νευθέντων εὐαγῶν οἴκων, μὴ ἄλλως τοῦτο λαμβα‐
20νέτω, εἰ μὴ ἕτερον εὐθὺς πρᾶγμα δεσποτείας δικαίῳ παράσχῃ τῷ εὐαγεῖ οἴκῳ ἐξ οὗ τὸ αὐτὸ πρᾶγμα λαμβάνει, τοσαύτην ἔχον πρόσοδον ὁπόσην ἔχει τὸ πρᾶγμα, ὅπερ αὐτῷ δίδοται, καὶ μὴ πλείοσι δημο‐ σίοις τελέσμασι βιβαρημένον, ὥστε μετὰ τὴν αὐτοῦ
25τελευτήν, ἢ μετὰ τὸν χρόνον ἐφ’ ὃν ἡ δόσις τῆς χρήσεως συνήρεσε (μὴ ὑπερβαίνοντα δηλαδὴ τὴν τοῦ λαμβάνοντος ζωὴν) ἑκάτερον πρᾶγμα ἐπ’ ἀκεραίῳ καὶ κατὰ δεσποτείαν καὶ κατὰ χρῆσιν εἰς τὸν αὐτὸν εὐαγῆ οἶκον περιελθεῖν.
30 Τὰς μισθώσεις δὲ παρὰ τῶν αὐτῶν εὐαγῶν οἴκων γίνεσθαι συγχωροῦμεν εἰς οὓς ἂν τοῖς συναλλάττου‐ σιν ἐνιαυτοὺς συναρέσῃ, μὴ ὑπερβαινούσας δηλαδὴ
τὸν τριακονταετῆ χρόνον.

581

Εἰ δὲ συμβαίη τινὰ τῶν εἰρημένων εὐαγῶν οἴκων ὀνόματι δημοσίων συντελειῶν ἢ ἄλλης οἱασοῦν συμ‐ βαινούσης ἀνάγκης τῷ εὐαγεῖ οἴκῳ χρημάτων δεηθῆ‐ ναι, ἐξεῖναι τοῖς τούτου διοικηταῖς ἀκίνητον πρᾶγμα
5ὑποτίθεσθαι καὶ δοῦναι εἰς ἰδικὸν ἐνέχυρον, ἵνα ὁ δανειστὴς νέμηται τὸ αὐτὸ πρᾶγμα καὶ τοὺς τούτου καρποὺς ἀναλέγηται καὶ λογίζηται ἑαυτῷ τὰ μὲν εἰς αὐτὰ τὰ δανεισθέντα χρήματα, τὰ δὲ εἰς τόκους μὴ πλείους τοῦ τετάρτου μέρους τῆς ἑκατοστῆς. εἰ δὲ
10καταβάλωσι τὸ χρέος οἱ προεστῶτες τοῦ αὐτοῦ εὐ‐ αγοῦς οἴκου ἢ ἐκ τῶν καρπῶν πληρωθῇ ὁ δανειστής, ἐπανελθεῖν πάλιν τὸ πρᾶγμα ἐπὶ τὸν εὐαγῆ οἶκον ἐξ οὗ καὶ δέδοται. Τὰς δὲ ἐμφυτεύσεις καὶ ὑποθήκας καὶ τὰς ὑπὲρ
15πενταετίαν μισθώσεις βουλόμεθα γίνεσθαι παρὰ μὲν τῆς ἁγιωτάτης μεγάλης ἐκκλησίας τῆς βασιλίδος πό‐ λεως γνώμῃ καὶ συναινέσει τοῦ μακαριωτάτου ταύ‐ της ἀρχιεπισκόπου καὶ πατριάρχου, ὀμνύντων παρόν‐ τος αὐτοῦ τῶν τε θεοφιλεστάτων οἰκονόμων καὶ τῶν
20χαρτουλαρίων τῆς αὐτῆς ἁγιωτάτης μεγάλης ἐκκλησίας, ὡς οὐ πρὸς περιγραφὴν τῶν ταύτης δικαίων τὸ συνάλλαγμα γίνεται· ἐπὶ δὲ τοῖς ἄλλοις εὐαγέσιν οἴ‐ κοις, εἰ μέν εἰσι χαρτουλάριοι, αὐτοὺς τὸν ἴσον τρόπον ὀμνύναι παρόντος τοῦ προεστῶτος τοῦ εὐαγοῦς οἴκου,
25εἰ δὲ μή εἰσι χαρτουλάριοι, αὐτοὺς τοὺς προεστῶτας τῶν εὐαγῶν οἴκων προκειμένων τῶν ἁγίων εὐαγγε‐ λίων τὸ συνάλλαγμα ποιεῖσθαι ἐγγραφομένους μεθ’ ὅρκου τοῖς τοιούτοις συμβολαίοις, ὡς οὐ πρὸς βλάβην ἢ περιγραφὴν τοῦ εὐαγοῦς οἴκου γίνεται τὸ συνάλλαγμα.
30Τοῖς δὲ οἰκονόμοις καὶ ὀρφανοτρόφοις καὶ τοῖς τῶν λοιπῶν εὐαγῶν οἴκων διοικηταῖς, ἔτι γε μὴν καὶ τοῖς πάντων χαρτουλαρίοις, καὶ τοῖς τούτων γονεῦσί τε καὶ παισὶ καὶ τοῖς ἄλλοις τοῖς κατὰ γένος αὐτοῖς ἢ ἐκ γαμικοῦ δικαίου συναπτομένοις ἀπαγορεύομεν ἐμφυ‐
35τεύσεις τε καὶ μισθώσεις ἤγουν ὑποθήκας πραγμάτων τοῖς αὐτοῖς εὐαγέσιν οἴκοις προσηκόντων ἢ δι’ ἑαυτῶν
ἢ διὰ παρενθέτου προσώπου λαμβάνειν, γινωσκόντων

582

αὐτῶν, ὡς εἰ τοιοῦτό τι γένηται, καὶ τοῦτο ἀνίσχυρον ἔσται καὶ πᾶσαν τὴν περιουσίαν αὐτῶν τε τῶν λαμ‐ βανόντων καὶ τῶν οἰκονόμων καὶ χαρτουλαρίων καὶ διοικητῶν, οἷς κατὰ τὸν εἰρημένον τρόπον συνάπτον‐
5ται, εἰς τὸν εὐαγῆ οἶκον ἐξ οὗ τὸ πρᾶγμα λαμβάνουσι μετὰ τὴν αὐτῶν τελευτὴν περιελθεῖν κελεύομεν. Καὶ ταῦτα μὲν ἐπὶ τῆς ἁγιωτάτης μεγάλης ἐκκλη‐ σίας καὶ τῶν εἰρημένων εὐαγῶν οἴκων τῶν ἐν τῇ βασιλίδι πόλει καὶ τῇ αὐτῆς περιοικίδι τυγχανόντων
10διετυπώσαμεν. ἐπὶ δὲ ταῖς ἄλλαις ἁγιωτάταις ἐκ‐ κλησίαις καὶ μοναστηρίοις καὶ ξενῶσι καὶ νοσοκομείοις καὶ λοιποῖς εὐαγέσιν οἴκοις τοῖς ἐν ἁπάσαις ταῖς ἐπ‐ αρχίαις τῆς ἡμετέρας πολιτείας κειμένοις, οὐ μὴν ἀλλὰ καὶ μοναστηρίοις ἐν τῇ βασιλίδι πόλει καὶ τῇ αὐτῆς
15περιοικίδι τυγχάνουσιν ἀκολούθως διορίσαι συνείδομεν. Ἄδειαν τοίνυν δίδομεν τοῖς εἰρημένοις εὐαγέσιν οἴ‐ κοις μὴ μόνον πρόσκαιρον ἐμφύτευσιν ποιεῖσθαι τῶν ἀκινήτων πραγμάτων τῶν αὐτοῖς προσηκόντων, ἀλλὰ καὶ διηνεκῶς ταῦτα ἐμφυτευτικῷ δικαίῳ τοῖς βουλο‐
20μένοις διδόναι. καὶ εἰ μὲν ἁγιώταται ὦσιν ἐκκλη‐ σίαι ἢ ἕτεροι εὐαγεῖς οἶκοι, ὧν τὴν διοίκησιν ὁ κατὰ τόπον ὁσιώτατος ἐπίσκοπος ἢ δι’ ἑαυτοῦ ἢ διὰ τοῦ εὐαγοῦς αὐτοῦ κλήρου ποιεῖται, κατὰ γνώμην αὐτοῦ καὶ συναίνεσιν γίνεσθαι τὸ τοιοῦτον συνάλλαγμα, ὀμ‐
25νύντων παρόντος αὐτοῦ τῶν οἰκονόμων καὶ διοικη‐ τῶν καὶ χαρτουλαρίων τοῦ αὐτοῦ εὐαγοῦς οἴκου, ὡς ἐκ ταύτης τῆς ἐμφυτεύσεως οὐδεμία ζημία τῷ αὐτῷ εὐ‐ αγεῖ οἴκῳ ἐπάγεται· εἰ δὲ πτωχεῖα ἢ ξενῶνες ἢ νο‐ σοκομεῖα ἢ ἕτεροι εὐαγεῖς οἶκοι ὦσιν ἰδίαν διοίκησιν
30ἔχοντες, εἰ μὲν ἁγίους εὐκτηρίους οἴκους εἶναι συμ‐ βαίη, κατὰ γνώμην τοῦ πλείονος μέρους τῶν ἐκεῖσε λειτουργούντων κληρικῶν, οὐ μὴν ἀλλὰ καὶ τοῦ οἰκο‐
νόμου, εἰ δὲ ξενὼν ἢ πτωχεῖον ἢ νοσοκομεῖον ἢ ἕτερος

583

εἴη εὐαγὴς οἶκος, τὸν προεστῶτα τούτων τὸ συνάλ‐ λαγμα ποιεῖσθαι, ὀμνύντων τῶν διοικητῶν τῶν αὐτῶν εὐαγῶν οἴκων παρουσίᾳ τοῦ θεοφιλεστάτου ἐπισκό‐ που παρ’ οὗ προβάλλονται ἢ χειροτονοῦνται, ὡς οὐδὲν
5πρὸς βλάβην ἢ περιγραφὴν τῶν αὐτῶν εὐαγῶν οἴ‐ κων ἐπὶ τῷ τοιούτῳ συναλλάγματι γίνεται. ἐπὶ δὲ τῶν εὐαγῶν μοναστηρίων τοὺς ἡγουμένους αὐτῶν μετὰ τοῦ πλείονος μέρους τῶν ἐκεῖσε λειτουρ‐ γούντων μοναχῶν τὸ συνάλλαγμα ποιεῖσθαι. Καὶ ἐπὶ
10τῶν εἰρημένων δὲ πάντων κελεύομεν ἐγγράφεσθαι τῷ συμβολαίῳ μεθ’ ὅρκου, ὡς οὐ πρὸς βλάβην ἢ περιγραφὴν τῶν αὐτῶν εὐαγῶν οἴκων τὸ πρᾶγμα πράττεται. καὶ ταύτης δὲ τῆς παραφυλακῆς οὕτω προ‐ ϊούσης κουφισμὸν μὴ πλείονα γίνεσθαι τοῦ ἕκτου μέ‐
15ρους τῆς προσόδου ἣν ἔχει τὸ εἰς ἐμφύτευσιν διδόμενον πρᾶγμα. Ὅσα δὲ περὶ τῶν καταπεπτωκότων οἴκων τῶν προσηκόντων τοῖς εὐαγέσιν οἴκοις τοῖς ἐν τῇ βα‐ σιλίδι πόλει κειμένοις ἀνωτέρω διετυπώσαμεν, ταῦτα καὶ ἐπὶ τούτων τῶν εὐαγῶν οἴκων κρατεῖν παρακε‐
20λευόμεθα. καὶ τοῦτο δὲ ἐπὶ τῶν αὐτῶν εὐαγῶν οἴ‐ κων διατυπῶσαι συνείδομεν, ὥστε εἴ τινες ἐξ αὐτῶν εἴτε ὑπὲρ δημοσίων συντελειῶν εἴτε ὑπὲρ ἄλλης ἀναγ‐ καίας αἰτίας τοῦ αὐτοῦ οἴκου χρέεσιν ἔνοχοι γένωνται, καὶ οὐκ ἔστι δυνατὸν ἐκ πραγμάτων κινητῶν τὰ αὐτὰ
25διαλυθῆναι χρέα, κατὰ πρώτην μὲν τάξιν εἰς ἰδικὸν ἐνέχυρον δίδοσθαι ἀκίνητον πρᾶγμα τῷ δανειστῇ, ἵνα τοὺς τούτου καρποὺς ἀναλεγόμενος καταλογίζηται ἑαυ‐ τῷ τὰ μὲν εἰς αὐτὰ τὰ δανεισθέντα χρήματα, τὰ δὲ εἰς τόκους οὐ πλείονας τοῦ τετάρτου μέρους τῆς ἑκα‐
30τοστῆς. εἰ δὲ μὴ δυνηθῶσι τούτῳ τῷ τρόπῳ διαλῦ‐ σαι τὸ χρέος, κελεύομεν τοὺς μὲν ὑπὸ τῶν ἁγιωτάτων πατριαρχῶν χειροτονουμένους, εἴτε μητροπολῖται εἴτε ἄλλοι ἐπίσκοποι ὦσιν εἴτε ἀρχιμανδρῖται εἴτε ὀρφα‐
νοτρόφοι ἢ πτωχοτρόφοι ἢ ξενοδόχοι ἢ νοσοκόμοι ἢ

584

ἄλλων εὐαγῶν οἴκων διοικηταί, παρ’ αὐτοῖς τοῖς ἁγιω‐ τάτοις πατριάρχαις ὑφ’ ὧν χειροτονοῦνται ἢ προβάλ‐ λονται ὑπομνήματα ποιεῖσθαι, καὶ μεθ’ ὅρκου τῶν διοικητῶν καὶ συναινέσεως τοῦ πλείονος μέρους τῶν
5ἐν αὐτοῖς λειτουργούντων τὸ χρέος γίνεσθαι φανερὸν καὶ ὅτι οὐκ ἔστι δυνατὸν ἐκ πράγματος κινητοῦ τοῦτο διαλυθῆναι· τοὺς δὲ ὑπὸ μητροπολιτῶν ἐπισκόπων χειροτονουμένους, εἴτε ἐπίσκοποι ὦσιν εἴτε ἀρχιμαν‐ δρῖται εἴτε ὀρφανοτρόφοι εἴτε πτωχοτρόφοι ἢ ἄλλων
10εὐαγῶν οἴκων διοικηταί, παρ’ αὐτοῖς ὁμοίως τοῖς μητροπολίταις ἐπισκόποις τὰ τοιαῦτα ὑπομνήματα συγγράφειν· παρ’ ἐκείνοις δὲ τοῖς ἐπισκόποις, οἵτινες ἢ παρὰ πατριαρχῶν ἢ παρὰ μητροπολιτῶν ἐπισκόπων χειροτονοῦνται καὶ ἔχουσιν ὑπὸ τὴν ἰδίαν δικαιοδοσίαν
15ἢ μοναστήρια ἢ πτωχεῖα ἢ ξενῶνας ἢ νοσοκομεῖα ἢ ἄλλους εὐαγεῖς οἴκους, κατὰ τὸν ὅμοιον τρόπον τὰ ὑπομνήματα γίνεσθαι· οὕτω μέντοιγε, ὥστε εἴτε παρὰ πατριάρχαις εἴτε παρὰ μητροπολίταις εἴτε παρ’ ἄλ‐ λοις ἐπισκόποις τὰ τοιαῦτα ὑπομνήματα πράττεται,
20μηδεμίαν ὑπὲρ αὐτῶν ζημίαν ἢ δαπάνην τοὺς εὐαγεῖς οἴκους ὑφίστασθαι. διὰ τοῦτο γὰρ οὐ βουλόμεθα τοῦ λοιποῦ παρὰ τοῖς ἄρχουσι τῶν ἐπαρχιῶν ἢ τοῖς ἐκδί‐ κοις τῶν τόπων τὰ τοιαῦτα ὑπομνήματα παρὰ τῶν μνημονευθέντων προσώπων ἤγουν οἴκων πράττεσθαι,
25ἵνα μηδεμίαν ζημίαν ὑφίστανται. μετὰ δὲ τὸ οὕτως ταῦτα παρακολουθῆσαι παρὰ τοῖς μνημονευθεῖσιν ἁγιωτάτοις πατριάρχαις ἢ μητροπολίταις ἢ ἄλλοις ἐπισκόποις τηνικαῦτα τοὺς εἰρημένους διοικητὰς τοῦ ἐποφείλοντος εὐαγοῦς οἴκου ἐγγράφως ἐν δημοσίῳ τῆς
30πόλεως τόπῳ προτιθέναι ἐπὶ εἴκοσιν ἡμέρας, καὶ τούτῳ τῷ τρόπῳ προτρέπειν τοὺς ἀγοράσαι βουλο‐ μένους τὸ ἀκίνητον πρᾶγμα, ἵνα ὁ πλείω παρέχων τῶν ἄλλων προτιμηθῇ. τούτων δὲ πάντων προϊόν‐ των τὴν πρᾶσιν γίνεσθαι τοῦ τιμήματος πᾶσι τρό‐
35ποις ὑπὲρ τοῦ ὀφλήματος διδομένου, ἵνα μὴ ἄλλως ἔχοι ὁ ἀγοραστὴς τὸ ἀσφαλές, εἰ μὴ τὸ τίμημα ὑπὲρ
αὐτοῦ τοῦ χρέους καταβάλῃ, καὶ τοῦτο ῥητῶς ἐγγραφῇ

585

μεθ’ ὅρκου τῇ ὠνεακῇ συγγραφῇ, καὶ ὅτι οὐδὲν πρὸς βλάβην ἢ περιγραφὴν τοῦ αὐτοῦ εὐαγοῦς οἴκου γίνε‐ ται. εἰ δὲ κατὰ τὸν εἰρημένον τρόπον ἀγοραστὴς τοῦ τοιούτου πράγματος μὴ εὑρεθῇ, κελεύομεν τὸν ὀφει‐
5λόμενον ἔκ τινος τῶν εἰρημένων εὐαγῶν οἴκων τῷ δικαίῳ ὅπερ pro soluto λέγεται τὴν αὐτὴν λαμβάνειν κτῆσιν, δικαίας καὶ ἀκριβοῦς διατιμήσεως γινομένης, καὶ προστιθεμένης τῷ τιμήματι τῆς δεκάτης μοίρας τοῦ παντὸς τιμήματος εἰς ταύτην τὴν ποσότητα λαμ‐
10βάνειν τὸ πρᾶγμα τὸν δανειστὴν ἀντὶ καταβολῆς βε‐ βαίᾳ δεσποτείᾳ κτηθησόμενον· οὕτω μέντοιγε ὥστε τοὺς διοικητὰς τοῦ ἐποφείλοντος εὐαγοῦς οἴκου καὶ τὸ πλέον μέρος τῶν ἐν αὐτῷ λειτουργούντων ταῖς τοιαύ‐ ταις πράσεσι συναινεῖν. τὸ δὲ παρεχόμενον ἐπὶ τούτῳ
15ἀκίνητον πρᾶγμα μὴ κατ’ ἐπιλογὴν τοῦ δανειστοῦ δίδοσθαι, ἀλλὰ κατὰ τὴν ἰσότητα τοῦτο μὲν τῶν εὐ‐ πόρων τοῦτο δὲ καὶ ἀπόρων κτήσεων τοῦ αὐτοῦ εὐ‐ αγοῦς οἴκου καὶ τῆς τούτων προσόδου καὶ δημοσίων καὶ τῆς λοιπῆς καταστάσεως. Εἰ δέ τις ἢ ἐπί‐
20σκοπος ἢ οἰκονόμος ἢ διοικητὴς οἱουδήποτε εὐαγοῦς οἴκου εἴτε ἐν τῇ βασιλίδι πόλει εἴτε ἐν ταῖς ἐπαρχίαις κειμένου χρήματα ἐδανείσατο ἢ μετὰ ταῦτα δανείσε‐ ται, κελεύομεν μήτε αὐτοῖς ταῦτα καταλογίζεσθαι ὑπὲρ τοῦ εὐαγοῦς οἴκου, εἰ μὴ πρότερον δείξουσιν ὅτι εἰς
25χρείας τοῦ εἰρημένου εὐαγοῦς οἴκου ταῦτα προεχώρησε, μήτε αὐτὸν τὸν δανειστὴν ἢ τοὺς κληρονόμους αὐτοῦ κατὰ τοῦ εὐαγοῦς οἴκου ἔχειν τινὰ ὑπὲρ αὐτῶν ἀγω‐ γήν, εἰ μὴ δείξουσιν ὡς εἰς αἰτίας τῷ εὐαγεῖ οἴκῳ προσηκούσας τὰ χρήματα προεχώρησεν, ἀλλὰ κατὰ
30τοῦ δανεισαμένου τὰ χρήματα ἢ τῶν αὐτοῦ κληρο‐ νόμων τὰς ἰδίας κινεῖν ἐναγωγάς. Καὶ τοῦτο δὲ κελεύομεν, ὥστε ἐξῃρημένης τῆς ἁγιω‐
τάτης μεγάλης ἐκκλησίας τῆς βασιλίδος πόλεως καὶ

586

τοῦ εὐαγοῦς ὀρφανοτροφείου καὶ ξενώνων καὶ πτω‐ χείων τῶν ἐν τῇ βασιλίδι πόλει καὶ ὑπὸ τὴν αὐτῆς ὄντων ἐνορίαν ἐξεῖναι πόσαις ταῖς ἁγιωτάταις ἐκκλη‐ σίαις καὶ τοῖς εὐαγέσιν οἴκοις, οὐ μὴν ἀλλὰ καὶ μονα‐
5στηρίοις ἔν τε τῇ βασιλίδι πόλει καὶ ἐν διαφόροις ἐπαρχίαις κειμένοις ἀνταλλαγὰς πρὸς ἀλλήλους ποιεῖ‐ σθαι, ὅταν ἑκατέρῳ εὐαγεῖ οἴκῳ φυλάττηται τὸ ἀζή‐ μιον, συναινούντων ἐγγράφως ἢ διὰ καταθέσεως τῷ τοιούτῳ συναλλάγματι οὐ μόνον τῶν διοικητῶν ἑκα‐
10τέρου εὐαγοῦς οἴκου, ἀλλὰ καὶ τοῦ πλείονος μέρους τῶν ἐν αὐτοῖς λειτουργούντων. τὰ δὲ ἀπὸ βασιλικοῦ οἴκου εἰς οἱονδήποτε εὐαγῆ τόπον περιελθόντα ἢ μετὰ ταῦτα περιελευσόμενα κατ’ οὐδένα τρόπον πιπρά‐ σκεσθαι ἢ ὑποτίθεσθαι ἢ ἀνταλλάττεσθαι ἢ ὅλως ἐκ‐
15ποιεῖσθαι συγχωροῦμεν, οὐδὲ εἰ πρὸς ἀλλήλους οἱ εὐαγεῖς οἶκοι τοιοῦτό τι πράξαιεν. Ἐπειδὴ δὲ ἔγνωμεν παρά τινων γίνεσθαι καὶ ἐκ‐ ποιήσεις μοναστηρίων ἐπὶ τῷ ταῦτα ἀπὸ ἱερατικοῦ σχήματος εἰς ἰδιωτικὴν διαγωγὴν μετασχηματίζεσθαι,
20καὶ τοῦτο πᾶσι τρόποις κωλύομεν. εἰ δέ τι τοιοῦτο γενόμενον εὑρεθείη, ἄδειαν παρέχομεν τῷ κατὰ τὸν τόπον ὁσιωτάτῳ ἐπισκόπῳ τὸ τοιοῦτον μοναστήριον ἐκδικεῖν καὶ εἰς τὸ ἀρχαῖον σχῆμα ἐπανάγειν. εἰ δέ τις ἐκ τῶν εἰρημένων εὐαγῶν οἴκων τῶν τε ἐν τῇ βα‐
25σιλίδι πόλει τῶν τε ἐν ταῖς ἐπαρχίαις ὄντων (ἐξῃρη‐ μένης τῆς ἁγιωτάτης μεγάλης ἐκκλησίας τῆς βασιλίδος πόλεως) κτῆσιν ἔχοι πολλοῖς δημοσίοις τελέσμασι βε‐ βαρημένην, ἐξ ἧς οὐδεμία εἰσάγεται πρόσοδος τῷ εὐαγεῖ οἴκῳ, ἄδειαν παρέχομεν τοῖς τοῦ αὐτοῦ εὐαγοῦς οἴκου
30διοικηταῖς τὴν τοιαύτην κτῆσιν ἐκποιεῖν οἱῳδήποτε τρόπῳ βουληθεῖεν πρὸς τὸ λυσιτελὲς τοῦ αὐτοῦ εὐαγοῦς οἴκου, ὑπομνημάτων δηλαδὴ καὶ ἐπὶ τῇ τοιαύτῃ ἐκ‐ ποιήσει πραττομένων παρ’ ἐκείνοις, ἀφ’ ὧν οἱ διοι‐ κηταὶ τῶν τοιούτων τόπων προβάλλονται ἢ χειροτο‐
35νοῦνται, καὶ ὀμνύντων ἐπὶ τῶν ἁγίων γραφῶν τῶν

587

προεστώτων τοῦ τοιούτου εὐαγοῦς οἴκου καὶ τοῦ πλείονος μέρους τῶν ἐν αὐτῷ λειτουργούντων, ὡς οὔτε κατὰ προδοσίαν οὔτε πρὸς χάριν ἢ οἱανδήποτε περιγραφὴν ἡ ἐκποίησις γίνεται, ἀλλὰ διὰ τὸ φυλαχθῆ‐
5ναι τὸ ἀβλαβὲς τῷ αὐτῷ εὐαγεῖ οἴκῳ. τοῖς δὲ οἰκο‐ νόμοις καὶ διοικηταῖς καὶ χαρτουλαρίοις τῶν ὁπουδή‐ ποτε ὄντων εὐαγῶν οἴκων καὶ τοῖς αὐτῶν γονεῦσί τε καὶ παισὶ καὶ τοῖς ἄλλοις τοῖς ἢ κατὰ γένος ἢ κατὰ γαμικὸν δίκαιον αὐτοῖς συναπτομένοις μισθώσεις ἢ
10ἐμφυτεύσεις ἢ ἀγορασίας ἢ ὑποθήκας πραγμάτων ἀκι‐ νήτων τοῖς αὐτοῖς εὐαγέσιν οἴκοις προσηκόντων ὑπεισ‐ ιέναι ἢ δι’ ἑαυτῶν ἢ διὰ παρενθέτου προσώπου, καθὰ καὶ τοῖς ἐν τῇ βασιλίδι πόλει οὖσιν, ἐπὶ ταῖς αὐταῖς ποιναῖς ἀπαγορεύομεν.
15 Εἰ δέ τις ἢ μισθωτὴς ἢ ἐμφυτευτὴς πράγματος διαφέροντος ἢ τῇ ἁγιωτάτῃ μεγάλῃ ἐκκλησίᾳ ἢ ἑτέρῳ εὐαγεῖ οἴκῳ ἐν οἱῳδήποτε τόπῳ τῆς ἡμετέρας πολι‐ τείας κειμένῳ ἢ χεῖρον ποιήσει τὸ πρᾶγμα, ὅπερ ἢ ἔλαβεν ἢ μετὰ ταῦτα λάβοι, ἢ ἐπὶ διετίαν μὴ κατα‐
20βάλῃ τὸν παρ’ αὐτοῦ ὁμολογηθέντα ἐμφυτευτικὸν ἢ μισθωτικὸν κανόνα, δίδομεν ἄδειαν τῷ εὐαγεῖ οἴκῳ, ἐξ οὗ ἡ μίσθωσις ἢ ἡ ἐμφύτευσις γέγονε, καὶ τὰ ὀφειλόμενα τοῦτον ὑπὲρ τοῦ προλαβόντος χρόνου καὶ τὴν ἀρχαίαν κατάστασιν τοῦ μισθωθέντος ἤτοι ἐμ‐
25φυτευθέντος πράγματος ἀπαιτεῖν καὶ ἐκβάλλειν τῆς ἐμφυτεύσεως ἤτοι μισθώσεως, μὴ δυνάμενον περὶ ἐμ‐ πονημάτων ἀγωγήν τινα κατὰ τῶν εὐαγῶν οἴκων κινεῖν. εἰ δὲ μὴ βούλοιντο οἱ τούτων διοικηταὶ ἐκ‐ βάλλειν τοῦτον, ἀπαιτεῖσθαι μὲν αὐτὸν παρακελευό‐
30μεθα ἅπερ ἐκ τῆς μισθώσεως ἤτοι ἐμφυτεύσεως ἐπ‐ οφείλειν γινώσκεται, μέχρι δὲ τὸν ὁρισθέντα χρόνον περαιώσει, τὸ δεδομένον αὐτῷ πρᾶγμα κρατεῖν αὐτὸν καὶ τὰ συνδόξαντα διδόναι. εἰ δὲ ἀποφύγοι, ἄδειαν
παρέχομεν τοῖς προεστῶσι τῶν αὐτῶν εὐαγῶν τόπων

588

τὸ ἀζήμιον τοῖς εὐαγέσιν οἴκοις ἐκ τῶν ἐκείνου πραγ‐ μάτων περιποιεῖν, μὴ δυναμένου μηδὲ ἐνταῦθα περὶ ἐμπονημάτων τι προτιθέναι. Ταῖς δὲ ἁγιωτάταις ἐκκλησίαις Ὀδησσοῦ καὶ Τόμεως
5τῶν πόλεων ἐπιτρέπομεν ἐκποιεῖν πράγματα ἀκίνητα ὑπὲρ τῆς τῶν αἰχμαλώτων ἀναρρύσεως, πλὴν εἰ μὴ ἐπὶ ταύτῃ τῇ αἱρέσει κτήσεις τινὲς αὐταῖς ἐδόθησαν, ἐφ’ ᾧ κατὰ μηδένα τρόπον ταύτας ἐκποιεῖσθαι. καὶ τοῦτο δὲ συγχωροῦμεν, ὥστε τὴν κατὰ τὴν τῶν Ἱερο‐
10σολυμιτῶν ἁγιωτάτην ἐκκλησίαν ἄδειαν ἔχειν τοὺς οἴκους τοὺς αὐτῇ προσήκοντας καὶ κειμένους ἐν τῇ αὐτῇ ἁγίᾳ πόλει πιπράσκειν μὴ ἐπ’ ἐλάττονι τιμή‐ ματι ἤπερ ἐκ τῶν ἐνοικίων αὐτῶν ἐπὶ πεντήκοντα ἐνιαυτοὺς συνάγεται, ὥστε ἐκ τῆς τούτων τιμῆς ἄλλην
15πρόσοδον καλλίονα ὠνεῖσθαι. Εἰ δέ τινες οἱῳδήποτε εὐαγεῖ οἴκῳ εἴτε ἐν τῇ βασιλίδι πόλει εἴτε ἐν ταῖς ἐπαρχίαις κειμένῳ ἀπόρους κτήσεις δωρήσωνται ἢ πω‐ λήσωσιν ἢ ἄλλῳ τρόπῳ παράσχωσιν ἢ καταλείψωσι, κελεύομεν ὑπὲρ τῶν τοιούτων πραγμάτων μηδεμίαν
20βλάβην ὑπομένειν τὸν εὐαγῆ οἶκον, εἰς ὃν ἡ τοιαύτη κτῆσις περιῆλθεν, ἢ δημοσίων ὀνόματι ἢ ἄλλης οἱασ‐ δήποτε αἰτίας χάριν βαρύνεσθαι, ἀλλ’ ἅπαν τὸ τοι‐ οῦτο βάρος εἰς τοὺς δεδωκότας καὶ τοὺς αὐτῶν κλη‐ ρονόμους ἐπανιέναι, ἀναγκαζομένους ἀναλαβεῖν τὰς
25δεδομένας τοιαύτας κτήσεις καὶ ἀποκαθιστᾶν ἐκ τῆς ἰδίας περιουσίας τῷ εὐαγεῖ οἴκῳ πᾶσαν ζημίαν ἐκ τοιαύτης αἰτίας αὐτῷ συμβαίνουσαν. εἰ δὲ καὶ τοιοῦ‐ τος δόλος ἐν τῷ πράγματι παρακολουθήσειε, ὥστε καί τινα χρήματα ὑπὲρ τούτου τῷ εὐαγεῖ οἴκῳ δοθῆναι,
30καὶ ταῦτα κελεύομεν εἰς ἴδιον κέρδος αὐτὸν τὸν εὐαγῆ οἶκον ἔχειν, τὰ ἄπορα δὲ πράγματα τῷ δεδωκότι καὶ τοῖς αὐτοῦ κληρονόμοις παντὶ τρόπῳ ἀποκαταστῆναι. Πρὸς τούτοις κελεύομεν, ὥστε μηδεμίαν ἀνάγκην
ταῖς ἁγιωτάταις ἐκκλησίαις ἢ τοῖς ἄλλοις εὐαγέσιν

589

τόποις ἔν τε τῇ βασιλίδι πόλει καὶ ἐν πάσαις ταῖς τῆς ἡμετέρας πολιτείας ἐπαρχίαις κειμένοις ἐπάγεσθαι κτήσεις ἀπόρους ἢ εὐπόρους ὁπουδήποτε κειμένας ὠνεῖσθαι, ἵνα μὴ εὑρεθῶσι διὰ ταύτην τὴν πρόφα‐
5σιν καὶ ἃς ἔχουσιν ἀπολλύντες ἢ χρέεσιν ἐνεχόμενοι. εἰ δέ τις βουληθείη πρᾶγμα ἀκίνητον ὀνόματι χρή‐ σεως λαβεῖν παρά τινος τῶν εἰρημένων εὐαγῶν οἴ‐ κων (καθὰ καὶ ἀνωτέρω περὶ τῶν εὐαγῶν οἴκων τῶν ἐν τῇ βασιλίδι πόλει κειμένων διετυπώσαμεν), μὴ
10ἄλλως τοῦτο λαμβανέτω εἰ μὴ ἕτερον εὐθὺς πρᾶγμα δεσποτείας δικαίῳ παράσχῃ τῷ εὐαγεῖ οἴκῳ, ἐξ οὗ τὸ αὐτὸ πρᾶγμα λαμβάνει, τοσαύτην ἔχον πρόσοδον, ὁπόσην ἔχει τὸ πρᾶγμα ὅπερ αὐτῷ δίδοται, καὶ μὴ πλείοσι τελέσμασι βεβαρημένον, ὥστε μετὰ τὴν ἐκεί‐
15νου τελευτὴν ἢ τὸν χρόνον ἐφ’ ὃν ἡ δόσις τῆς χρή‐ σεως συνήρεσε (μὴ ὑπερβαίνοντα δηλαδὴ τὴν τοῦ λαμ‐ βάνοντος ζωὴν) ἑκάτερον πρᾶγμα ἐπ’ ἀκεραίῳ καὶ κατὰ δεσποτείαν καὶ κατὰ χρῆσιν εἰς τὸν αὐτὸν εὐαγῆ οἶκον περιελθεῖν. Καὶ ταῦτα μὲν περὶ τῶν ἀκινήτων
20πραγμάτων ἐκελεύσαμεν. Περὶ δὲ τῶν ἱερῶν σκευῶν τῶν διαφερόντων τῇ αὐτῇ ἁγιωτάτῃ μεγάλῃ ἐκκλησίᾳ τῆς βασιλίδος πόλεως ἢ τοῖς ἄλλοις εὐκτηρίοις οἴκοις ἐν οἱῳδήποτε τόπῳ τῆς ἡμετέρας πολιτείας κειμένοις γενικῶς διατυποῦ‐
25μεν, ὥστε μὴ ἄλλως ταῦτα πιπράσκεσθαι ἢ ὑποτί‐ θεσθαι εἰ μὴ ὑπὲρ τῆς τῶν αἰχμαλώτων ἀναρρύσεως. εἰ δὲ πλείονα σκεύη ἔν τινι τῶν μνημονευθέντων εὐαγῶν οἴκων εἴη εἰς μηδεμίαν ἀναγκαίαν χρῆσιν ποιοῦντα, καὶ συμβῇ τὸν τοιοῦτον εὐαγῆ τόπον χρέεσι
30βαρύνεσθαι, καὶ οὐκ ἔστιν ἄλλα κινητὰ πράγματα ἐξ ὧν ὀφείλει τὰ χρέα ἀποδοθῆναι, ἄδειαν αὐτοῖς δίδομεν πράξεως ὑπομνημάτων, ὡς ἀνωτέρω εἴρηται, συνιστα‐ μένης τὰ εὑρισκόμενα περιττὰ σκεύη ἢ ἄλλοις εὐαγέσι τόποις χρείαν ἔχουσι πωλεῖν ἢ χωνεύειν καὶ ὁμοίως
35πιπράσκειν, καὶ τὴν αὐτῶν τιμὴν εἰς τὸ χρέος παρ‐
έχειν, ὥστε μὴ τὰ ἀκίνητα πράγματα ἐκποιεῖσθαι.

590

Εἰ δὲ παρὰ τὰ διηγορευμένα ἡμῖν τῷ παρόντι νόμῳ συνάλλαγμά τι γένηται ἐπὶ τοῖς διαφέρουσι πράγμασι κινητοῖς τε καὶ ἀκινήτοις ἑνὶ τῶν εἰρημέ‐ νων εὐαγῶν οἴκων, ἀναδίδοσθαι μὲν τῇ αὐτῇ ἁγιω‐
5τάτῃ ἐκκλησίᾳ ἤτοι τῷ εὐαγεῖ οἴκῳ τὸ πρᾶγμα ἐφ’ ᾧ τοιοῦτό τι παρηκολούθησε μετὰ τῶν τοῦ μέσου χρόνου καρπῶν, μενέτω δὲ παρ’ αὐτῇ καὶ τὸ τίμημα ἢ τὸ ἀντίδωρον ἢ τὸ ὑπὲρ ἀμείψεως ἢ ἄλλης οἱασοῦν αἰτίας αὐτῷ δεδομένον. εἰ δὲ ἐμφύτευσις πραχθείη
10παρὰ τὰ διηγορευμένα ἡμῖν, ἀναδίδοσθαι τῇ ἁγιω‐ τάτῃ ἐκκλησίᾳ ἢ τοῖς εὐαγέσι τόποις τὸ αὐτὸ πρᾶγμα κελεύομεν, καὶ τὸν ἐμφυτευτὴν τὸ πάκτον τελεῖν κατὰ τὴν δύναμιν τῶν ἐμφυτευτικῶν συμβολαίων εἰ δὲ δωρηθείη πρᾶγμα ἐκκλησιαστικὸν ἢ ἑτέρου εὐαγοῦς
15οἴκου, καὶ αὐτὸ ἀναδίδοσθαι τῇ ἁγιωτάτῃ ἐκκλησίᾳ ἢ τοῖς ἄλλοις εὐαγέσι τόποις μετὰ τῶν τοῦ μέσου χρόνου καρπῶν, καὶ τοσοῦτον ἕτερον ὅσου ἄξιόν ἐστι τὸ αὐτὸ πρᾶγμα. εἰ δὲ ὑποθήκη παρὰ ταῦτα δο‐ θείη, ὁ δανειστὴς τὸ ἐποφειλόμενον ἀπολλύτω καὶ τὸ
20αὐτὸ πρᾶγμα τῷ εὐαγεῖ τόπῳ ἀποδιδότω. τῶν συμ‐ βολαιογράφων τῶν θαρρούντων παρὰ τόνδε ἡμῶν τὸν νόμον τοιούτοις ὑπουργεῖν συμβολαίοις διηνεκεῖ ἐξορίᾳ καταδικαζομένων. Εἰ δέ τι πρὸ τούτου τοῦ νόμου κατὰ τὰς παλαιὰς διατάξεις γέγονε, κελεύομεν
25τοῦτο πᾶσι τρόποις τὴν ἰδίαν ἔχειν ἰσχύν, πάντα δέ, ὅσα παρὰ τοὺς παλαιοὺς νόμους γέγονεν, ἀνατρα‐ πῆναι θεσπίζομεν, καὶ τὰ πράγματα τὰ παρὰ τὴν δύναμιν αὐτῶν δεδομένα τοῖς εὐαγέσιν οἴκοις ἀναδί‐ δοσθαι. τοῦ δὲ λοιποῦ κατὰ τὸν παρόντα νόμον
30πάντα γίνεσθαι διατυποῦμεν, σχολαζουσῶν μετὰ ταῦτα πασῶν τῶν ἄλλων διατάξεων τῶν ἐπὶ τοῖς τοιούτοις θέμασι πρώην φοιτησασῶν. 〈Ἐπίλογος.〉 Ἡ ὑπεροχὴ τοίνυν ἡ σὴ ἅπερ διὰ τοῦ παρόντος νόμου εἰς τὸ διηνεκὲς ἰσχύσοντος ἡ ἡμε‐
35τέρα ἐθέσπισε γαληνότης ἄτρωτα παραφυλάξαι σπου‐
δασάτω, ἰδίκτων ἐν τοῖς συνήθεσι καὶ μόνον τόποις

591

ἐπὶ δέκα ἡμέρας προτιθεμένων, καὶ μηδενὸς ὑπὲρ ταύτης τῆς αἰτίας ἐν ταῖς ἐπαρχίαις στελλομένου. ἡμεῖς γὰρ προνοοῦμεν, ποίῳ τρόπῳ δίχα τῆς τῶν συντελεστῶν βλάβης πᾶσιν ἡ παροῦσα ἡμῶν γενικὴ
5διάταξις ἐμφανὴς κατασταίη.
8tΡΚΑ
9tΠΕΡΙ ΤΟΥ ΤΑΣ ΜΕΡΙΚΑΣ ΚΑΤΑΒΟΛΑΣ ΤΩΝ ΤΟΚΩΝ ΕΙΣ ΤΟ
10tΔΙΠΛΑΣΙΟΝ ΛΟΓΙΖΕΣΘΑΙ.
11tΑὐτοκράτωρ Ἰουστινιανὸς Αὔγουστος Ἀρσιλίῳ ἄρχοντι Ταρσοῦ.
12Προοίμιον.〉 Βουλευτὰς δεομένους ὁρῶντες φειδόμενοί τε αὐτῶν εἰκότως τὰς κατὰ τῶν ἡμετέρων νόμων τέχνας καὶ σεσοφισμένας ὁμολογίας κρατεῖν οὐ συγχωροῦμεν. Ἐδίδαξαν γὰρ Εὐσέβιος καὶ Ἀφθόνιος τὸ ἡμέτερον κράτος ἔγγονοι Δημητρίου γενέσθαι τεχθέντες ὑπὸ
15Παλλαδίου τοῦ Δημητρίου παιδός. ἐποφλῆσαι δὲ Δημήτριον Ἀρτεμιδώρῳ πεντακοσίους χρυσοῦς κατὰ δανεί‐ σματος πρόφασιν καὶ ἐπερωτηθῆναι καὶ τόκον, καὶ ἔναγχος θεῖον πορίσασθαι τύπον τὸν βουλόμενον, εἰ δι‐ πλάσιον κατεβλήθη τὸ ὄφλημα, μηδεμίαν εἶναι κατ’ αὐτῶν εἴσπραξιν κατὰ τοὺς ἡμετέρους νόμους· τοὺς δὲ Ἀρτεμιδώρου τοῦ δανειστοῦ διαδόχους Ἐπίμαχόν τε καὶ Ἀρτέμωνα φῆσαι ψεύσασθαι αὐτοὺς ἐν τῇ δεήσει καὶ μὴ δεῖν τῆς ἡμετέρας τυχεῖν βοηθείας, οὐδὲ γὰρ πεπληρῶσθαι τὸ ὄφλημα, ἀλλὰ μόνους ϡμθʹ κατα‐
20βεβλῆσθαι χρυσοῦς. Παλλάδιον γὰρ οἱ ἱκέται φασὶ τὸν αὐτῶν πατέρα ἅμα Παύλῳ καὶ Δημητρίῳ τῷ αὐτοῦ πατρὶ ωξζʹ καταβαλεῖν χρυσοῦς, Ἀρτέμωνα δὲ καὶ Πρισκιανὴν τοὺς Ἀρτεμιδώρου παῖδας προγόνους τε Ἐπι‐ μάχου καὶ Ἀρτέμωνος φῆσαι τὴν κατὰ μέρος καταβολὴν μὴ προσάψασθαι τοῦ κεφαλαίου, ἀλλὰ πάντα εἰς τόκον λογίζεσθαι βούλεσθαι (ταῦτα δὲ καὶ ψῆφον τοῦ τῆς ἐπαρχίας ἄρχοντος λέγειν), καὶ διὰ τοῦτο ἀπαιτῆ‐ σαι Παλλάδιον ἀντὶ τῆς προτέρας τῶν πεντακοσίων νομισμάτων δανειακῆς συγγραφῆς ἑτέραν χρυσῶν ἑξακο‐
25σίων· καταβαλεῖν δὲ καὶ αὐτοί φασι διαφόρως Παλλάδιον μὲν οβʹ χρυσοῦς, Εὐσέβιον δὲ καὶ Ἀφθόνιον δέκα,

592

ὡς ἐντεῦθεν συνάγεσθαι τὴν τῶν ϡμθʹ νομισμάτων ποσότητα· τὸν δὲ τῆς ὑποθέσεως ἀκροασάμενον, οὐκ ἐντεθυμημένον μίαν εἶναι τοῦ παντὸς ἐγκλήματος αἰτίαν, μὴ προσδέξασθαι αὐτούς, ἀλλὰ βουληθῆναι κατα‐ δικάσαι αὐτοὺς τοὺς ἑξακοσίους χρυσοῦς τοῦ κεφαλαίου. καὶ ᾔτησαν ταύτης ἐκβληθῆναι τῆς ἀνάγκης, καὶ συλλογιζομένου τοῦ παντὸς ὀφλήματος τῶν πεντακοσίων χρυσῶν, εἰ καταβάλοιεν τοὺς πεντήκοντα καὶ ἕνα
5τοὺς λειπομένους εἰς τὴν τῶν χιλίων νομισμάτων ποσότητα, τοῦ τε παντὸς ὀφλήματος ἀπηλλάχθαι ἀναλα‐ βεῖν τε τὴν δανειακὴν συγγραφὴν τῶν χʹ χρυσῶν. Τῶν τοίνυν ἡμετέρων νόμων μηδὲν ὑπὲρ τὸ διπλάσιον καταβάλλεσθαι βουλομένων καὶ ταύτην ἐχόν‐ των πρὸς τοὺς ἔμπροσθεν διαφοράν, ὅτι οἱ μὲν ἵστων μέχρι τοῦ διπλασίονος τὰ χρέα, εἰ μηδεμία γέγονε καταβολή, ἡμῶν δὲ καὶ τὰς μερικὰς καταβολὰς λύειν τὰ ὀφλήματα δεξαμένων, εἴπερ ἄχρι τοῦ διπλασίονος
10γένοιντο, θεσπίζομεν κατὰ τοῦτο γίνεσθαι τὸν συλλογισμόν, καὶ ὅσον ἂν εἰς τοὺς χιλίους ἐλλείποι χρυσοῦς, τοῦτο αὐτοὺς καταβάλλοντας ἀναλαβεῖν καὶ τὴν τῶν χʹ νομισμάτων δανειακὴν συγγραφήν, ὥστε μὴ πολλα‐ πλάσιον ἐκ ταύτης τῆς αἰτίας εὑρεθῆναι τὸ χρέος ἀπαιτούμενον. 〈Ἐπίλογος.〉 Ἡ τοίνυν σὴ μεγαλοπρέπεια τὰ παραστάντα ἡμῖν καὶ διὰ τοῦδε τοῦ θείου πραγματι‐ κοῦ δηλούμενα τύπου ἔργῳ καὶ πέρατι παραδοῦναι σπευσάτω, τῆς τε παρὰ ταῦτα γινομένης ἑρμηνείας ἐν
15ταῖς ψήφοις, ὧν οἱ ἱκέται μέμνηνται, σχολαζούσης, πάντων τε τῶν κατὰ συναρπαγὴν καὶ ἐκ μιᾶς μοίρας παρὰ τὸν νόμον πεπραγμένων ἢ πραχθησομένων ἀργούντων. iucundissime.
18tΡΚΒ
19tΙΔΙΚΤΟΝ ΠΕΡΙ ΔΙΑΤΥΠΩΣΕΩΣ ΤΕΧΝΙΤΩΝ
20Προοίμιον.〉 Ἔγνωμεν ὡς μετὰ τὴν παίδευσιν τὴν κατὰ φιλανθρωπίαν τοῦ δεσπότου θεοῦ γενο‐ μένην οἱ τὰς πραγματείας καὶ τὰς μεθοδείας μετερχόμενοι καὶ οἱ διαφόρων τεχνῶν καὶ οἱ περὶ τὴν γῆν ἐρ‐ γάται, ἔτι γε μὴν καὶ οἱ ναῦται, ὀφείλοντες μᾶλλον καλλίονες γενέσθαι, εἰς πλεονεξίαν δεδώκασι, καὶ διπλα‐ σίονας καὶ τριπλασίονας τιμάς τε καὶ μισθοὺς παρὰ τὴν ἀρχαίαν συνήθειαν ἐπιζητοῦσι. Συνείδομεν τοίνυν διὰ θείου ἰδίκτου πᾶσιν ἀπαγορεῦσαι τὴν τοιαύτην πλεονεξίαν, καὶ μηδένα τοῦ
25λοιποῦ τολμᾶν πραγματευτὴν ἢ ἐργάτην ἢ τεχνίτην ἐξ οἱασδήποτε μεθόδου ἢ ἐμπορίας ἢ γεηπονίας πλείονα

593

τῆς παλαιᾶς συνηθείας ἐπιζητεῖν τιμήματα ἢ μισθούς. κελεύομεν 〈δὲ〉 καὶ τοὺς τὰς μετρήσεις τῶν οἰκοδο‐ μικῶν καὶ γεηπονικῶν καὶ τῶν ἄλλων ἔργων ποιοῦντας μηδὲν πλέον λογίζεσθαι τοῖς ἐργαζομένοις, ἀλλὰ καὶ αὐτοῖς τὴν ἀρχαίαν συνήθειαν φυλάττειν. ταῦτα δὲ παραφυλάττειν κελεύομεν καὶ τοὺς ἐπιτάττοντας οἱαδή‐ ποτε ἔργα ἢ καί τινα εἴδη ὠνουμένους· οὐδὲ γὰρ αὐτοῖς ἐξεῖναι πλέον τοῦ ἔθους τοῦ διατεταγμένου
5παρέχειν συγχωροῦμεν. γινωσκόντων τῶν πλέον τι τῆς παλαιᾶς συνηθείας ἐπιζητούντων, ὡς τριπλασίονα ποσότητα εἰσκομίσαι τῷ δημοσίῳ ἀναγκασθήσονται, εἰ παρὰ τὸ ἐξ ἀρχῆς διατεταγμένον λαβόντες ἢ δεδω‐ κότες φανείησαν. 〈Ἐπίλογος.〉 Ταῦτα δὲ ζητεῖσθαι καὶ ἐκδικεῖσθαι κελεύομεν παρά τε τῆς σῆς ὑπεροχῆς καὶ τοῦ ἐν‐ δοξοτάτου ἐπάρχου ταύτης τῆς εὐδαίμονος πόλεως. βουλόμεθα γὰρ δι’ ὑμῶν τοὺς παραβαίνοντας ταύτην
10ἡμῶν τὴν διατύπωσιν ἀπαιτεῖσθαι τὴν ὁρισθεῖσαν ποινὴν καὶ τιμωρίαις ὑποβάλλεσθαι· ποινῆς ἐπικειμένης πέντε χρυσίου λιτρῶν ταῖς πειθομέναις ὑμῖν τάξεσιν, εἴ τι τῶν παρ’ ἡμῶν διατεταγμένων ἀμεληθείη.
13tΡΚΓ
14tΠΕΡΙ ΕΚΚΛΗΣΙΑΣΤΙΚΩΝ ΔΙΑ‐
15tΦΟΡΩΝ ΚΕΦΑΛΑΙΩΝ.
18tὉ αὐτὸς βασιλεὺς Πέτρῳ τῷ ἐνδοξοτάτῳ μαγίστρῳ
19tτῶν θείων ὀφφικίων.
20Προοίμιον.〉 Περὶ διοικήσεως καὶ προνομίων καὶ ἄλλων διαφόρων κεφαλαίων εἰς τὰς ἁγιωτάτας ἐκ‐ κλησίας καὶ τοὺς ἄλλους εὐαγεῖς οἴκους ἀνηκόντων ἤδη τινα διετυπώσαμεν, ἐπὶ δὲ τοῦ παρόντος τὰ περὶ τῶ. ὁσιωτάτων ἐπισκόπων καὶ κληρικῶν καὶ μοναχῶν
25πρώην ἐν διαφόροις διατάξεσι διατυπωθέντα μετὰ τῆς προσηκούση. ἐπανορθώσεως τῷδε περιλαβεῖν τῷ νόμῳ
συνείδομεν.

594

Θεσπίζομεν τοίνυν, ὁσάκις ἂν χρεία γένηται ἐπί‐ σκοπον χειροτονηθῆναι, τοὺς κληρικοὺς καὶ τοὺς πρώ‐ τους τῆς πόλεως, ἧς μέλλει ὁ ἐπίσκοπος χειροτονεῖ‐ σθαι, ἐπὶ τρισὶ προσώποις ψηφίσματα ποιεῖν προκει‐
5μένων τῶν ἁγίων εὐαγγελίων κινδύνῳ τῶν ἰδίων ψυχῶν [καὶ ἕκαστον αὐτῶν ὀμνύναι κατὰ τῶν θείων λογίων, καὶ ἐγγράφειν ἐν αὐτοῖς] λέγοντας ἐν αὐτοῖς τοῖς ψηφίσμασιν, ὅτι οὔτε διά τινα δόσιν οὔτε διὰ ὑπόσχεσιν ἢ φιλίαν ἢ δι’ ἄλλην οἱανδήποτε αἰτίαν,
10ἀλλ’ εἰδότες αὐτοὺς τῆς ὀρθῆς καὶ καθολικῆς πίστεως καὶ σεμνοῦ εἶναι βίου [καὶ ὑπὲρ τὸ τριακοστὸν ἔτος] καὶ γράμματα εἰδέναι τούτους ἐπελέξαντο, καὶ ὅτι οὔτε γαμετὴν οὔτε παῖδάς τις ἐξ αὐτῶν ἔχει, οὐδὲ παλλακὴν ἢ παῖδας φυσικοὺς γινώσκουσιν αὐτὸν ἐσχη‐
15κέναι ἢ ἔχειν, ἀλλ’ εἰ καὶ πρότερον γαμετήν τις ἐξ αὐτῶν ἔσχε, καὶ αὐτὴν μίαν καὶ πρώτην καὶ οὐδὲ χήραν οὐδὲ ἀνδρὸς ἀποζευχθεῖσαν οὐδὲ τοῖς νόμοις οὐδὲ τοῖς ἱεροῖς κανόσιν ἀπηγορευμένην· ἀλλ’ οὐδὲ βουλευτὴν ἢ ταξεώτην τοῦτον εἶναι γινώσκουσιν, ἢ εἴ‐
20περ βουλευτικῇ ἢ ταξεωτικῇ ὑπέκειτο τύχῃ, ἴσασιν αὐτὸν ἐν μοναστηρίῳ οὐχ ἧττον δεκαπέντε ἐνιαυτῶν μοναχικὸν βίον ἐκτελέσαντα. καὶ τοῦτο δὲ τοῖς ψηφίσμασι δεῖ ἐντίθεσθαι, ὅτιπερ οὐχ ἧττον ἢ τριά‐ κοντα πέντε τῆς ἡλικίας ἐνιαυτοὺς ἔχειν τὸ ἐπιλεγὲν
25παρ’ αὐτῶν πρόσωπον γινώσκουσιν ἵνα ἐκ τῶν τριῶν προσώπων, ὑπὲρ ὧν τὰ τοιαῦτα ψηφίσματα γέγονεν, ὁ βελτίων χειροτονηθῇ τῇ ἐπιλογῇ καὶ τῷ κινδύνῳ τοῦ χειροτονοῦντος. τὸν δὲ βουλευτὴν ἢ τὸν ταξεώ‐ την τὸν (ὡς εἴρηται) ἐπὶ δεκαπέντε ἐνιαυτοὺς ἐν μονα‐
30στηρίῳ διαγαγόντα καὶ εἰς ἐπισκοπὴν προαχθέντα ἐλεύθερον εἶναι τῆς ἰδίας τύχης, οὕτω μέντοι ἵνα ἐλευθερωθεὶς τῆς βουλῆς τὸ τέταρτον μέρος τῆς ἰδίας περιουσίας ἑαυτῷ παρακατάσχῃ, τῶν ὑπολοίπων αὐτοῦ
πραγμάτων κατὰ τὸν ἡμέτερον νόμον τῇ βουλῇ καὶ

595

τῷ δημοσίῳ ἐκδικουμένων. Δίδομεν δὲ ἄδειαν τοῖς τὰ ψηφίσματα ποιουμένοις, εἴ τινα κοσμικὸν δίχα βου‐ λευτοῦ καὶ ταξεώτου ἄξιον τῆς προειρημένης ἐπιλογῆς εἶναι νομίσουσιν, τὸν τοιοῦτον ἅμα ἄλλοις δύο κληρι‐
5κοῖς ἢ μοναχοῖς ἐπιλέξασθαι, οὕτω μέντοι ἵνα ὁ κοσμι‐ κὸς ὁ τούτῳ τῷ τρόπῳ εἰς ἐπισκοπὴν ἐπιλεγεὶς μὴ εὐθέως ἐπίσκοπος χειροτονηθῇ, ἀλλὰ πρῶτον τοῖς κληρικοῖς οὐκ ἔλαττον τριῶν μηνῶν συναριθμηθῇ, καὶ οὕτω τοὺς ἁγίους κανόνας καὶ τὴν ἱερὰν τῆς ἐκκλη‐
10σίας λειτουργίαν διδαχθεὶς ἐπίσκοπος χειροτονηθῇ· ὁ γὰρ ἄλλους ὀφείλων διδάσκειν παρ’ ἑτέρων μετὰ τὴν χειροτονίαν διδάσκεσθαι οὐκ ὀφείλει. Εἰ δὲ ὡς εἰκὸς ἔν τισι τόποις μὴ εὑρεθεῖεν τρία πρόσωπα πρὸς τὴν τοιαύτην ἐπιλογὴν ἐπιτήδεια, ἐξέστω τοῖς τὰ ψηφί‐
15σματα ποιουμένοις ἐπὶ δύο ἢ καὶ ἑνὶ προσώπῳ ψηφί‐ σματα ποιεῖσθαι, πάσας μέντοι τὰς εἰρημένας ἡμῖν ἔχοντι μαρτυρίας. Εἰ δὲ οἱ ὀφείλοντες τὸν ἐπίσκοπον ἐπιλέξασθαι τὰ τοιαῦτα ψηφίσματα ἐντὸς ἓξ μηνῶν μὴ ποιήσουσι, τηνικαῦτα τῷ κινδύνῳ τῆς ἰδίας ψυχῆς
20ἐκεῖνος ᾧ ἁρμόζει χειροτονῆσαι τὸν ἐπίσκοπον χειρο‐ τονείτω, πάντων τῶν ἄλλων ὧν εἰρήκαμεν παραφυ‐ λαττομένων. Εἰ δέ τις παρὰ τὴν μνημονευθεῖσαν παραφυλακὴν ἐπίσκοπος χειροτονηθῇ, κελεύομεν τοῦ‐ τον πᾶσι τρόποις τῆς ἐπισκοπῆς ἐκβάλλεσθαι, ἀλλὰ
25κἀκεῖνον ὅστις παρὰ ταῦτα ἐτόλμησε χειροτονῆσαι χωρίζεσθαι ἐπὶ ἕνα ἐνιαυτὸν τῆς ἱερατικῆς λειτουρ‐ γίας, καὶ πᾶσαν αὐτοῦ τὴν περιουσίαν, ἥτις καθ’ οἱον‐ δήποτε χρόνον ἢ τρόπον εἰς τὴν αὐτοῦ δεσποτείαν περιῆλθε, διὰ τὸ πταῖσμα ὃ ἐποίησε τῇ δεσποτείᾳ
30τῆς ἐκκλησίας ἧς ἐπίσκοπός ἐστιν ἐκδικεῖσθαι. Εἰ δέ τις τοῦ πρὸς τὴν χειροτονίαν ἐπιλεγέντος ἐπισκοπῆς κατηγορήσει ἐφ’ οἱᾳδήποτε αἰτίᾳ δυναμένῃ κατὰ τοὺς νόμους ἢ τοὺς κανόνας τῇ αὐτοῦ ἐμποδίσαι
χειροτονίᾳ, ὑπερτιθέσθω ἡ τούτου χειροτονία, καὶ πρό‐

596

τερον τὴν κατ’ αὐτοῦ προτεθεῖσαν αἰτίαν (εἴτε παρόν‐ τος τοῦ κατηγόρου καὶ τῇ παρ’ αὐτοῦ προτεθείσῃ αἰτίᾳ ἐπεξιόντος, εἴτε καὶ ἀναβαλλομένου ἐπὶ τρεῖς μῆνας τὴν ἰδίαν κατηγορίαν πληρῶσαι) ἐπιμελῶς ἐξ‐
5εταζέτω ἐκεῖνος, ὑφ’ οὗ ἤμελλεν ὁ ἐπίσκοπος χειρο‐ τονεῖσθαι. καὶ εἰ μὲν ὑπεύθυνον αὐτὸν τῇ κατηγορίᾳ εὕροι, κωλυέσθω ἡ χειροτονία, εἰ δὲ ὑπεύθυνος μὴ φανείη, ἡ μὲν χειροτονία μὴ ἐμποδιζέσθω, ὁ δὲ κατή‐ γορος, εἴτε μὴ ἀπέδειξεν εἴτε καὶ ἀπέφυγεν τὴν προ‐
10τεθεῖσαν παρ’ αὑτοῦ κατηγορίαν, ἐκ τῆς ἐπαρχίας ἐν ᾗ οἰκεῖ ἐκβαλλέσθω. Εἰ δέ τις πρὸ ἐξετάσεως τὸν κατηγορηθέντα χειροτονήσει, ὁ μὲν χειροτονηθεὶς τῆς ἱερωσύνης ἐξωθείσθω, ὁ δὲ τὸν τοιοῦτον τολμήσας χειροτονῆσαι τῇ ἀνωτέρω εἰρημένῃ ὑποκείσθω ποινῇ,
15τοῦτο μὲν ἐπὶ τῇ ἐνιαυσιαίᾳ κωλύσει τῆς θείας λει‐ τουργίας τοῦτο δὲ καὶ ἐπὶ τῷ πάντα αὐτοῦ τὰ πράγ‐ ματα τῇ ἐκκλησίᾳ ἐκδικηθῆναι. Πρὸ δὲ πάντων ἐκεῖνο φυλαχθῆναι θεσπίζομεν, ἵνα μηδεὶς διὰ δόσεως χρυσίου ἢ ἄλλων πραγμάτων ἐπίσκοπος χειροτονῆται.
20εἰ δέ τι τοιοῦτο ἁμαρτηθῇ, αὐτοὶ ἑαυτοὺς οἱ διδόν‐ τες καὶ οἱ λαμβάνοντες καὶ οἱ μέσοι αὐτῶν κατὰ τὰς θείας γραφὰς καὶ τοὺς ἱεροὺς κανόνας κατακρίσει ὑπο‐ βάλλουσι, καὶ διὰ τοῦτο καὶ ὁ διδοὺς καὶ ὁ λαμβάνων καὶ ὁ μέσος γινόμενος τῆς ἱερωσύνης ἢ τῆς τοῦ κλή‐
25ρου τιμῆς ἀποκινείσθω· τὸ δὲ ὑπὲρ ταύτης τῆς αἰτίας δοθὲν τῇ ἐκκλησίᾳ ἐκείνῃ ἐκδικείσθω, ἧς ἠβουλήθη τὴν ἱερωσύνην ὠνήσασθαι. εἰ δὲ κοσμικὸς εἴη ὁ ὑπὲρ ταύτης τῆς αἰτίας τι λαμβάνων ἢ μέσος τῷ πράγματι γινόμενος, τὰ δοθέντα πράγματα ἐν διπλῷ αὐτὸν
30ἀπαιτεῖσθαι κελεύομεν τῇ ἐκκλησίᾳ ἐκδικηθησόμενα οὐ μόνον δὲ τὰ κατὰ τοῦτον δεδομένα τὸν τρόπον ἐκδικεῖσθαι προστάττομεν, ἀλλὰ καὶ πᾶσαν ἀσφάλειαν ὑπὲρ τούτου καθ’ οἱονδήποτε τρόπον ἐκτεθεῖσαν καὶ τὴν τῶν ἐνεχύρων ἢ τὴν τοῦ ἐγγυητοῦ ἐνοχὴν καὶ
35πᾶσαν ἄλλην οἱανδήποτε ἀγωγὴν ἀργεῖν θεσπίζομεν καὶ πρὸς τούτοις ὁ τὴν ὑπόσχεσιν λαμβάνων μὴ μό‐ νον τὴν ὁμολογίαν ἀποδιδότω, ἀλλὰ καὶ ἄλλο τοσοῦ‐ τον ὅσον ἡ ὁμολογία περιέχει ἀπαιτείσθω ὀφεῖλον
τῇ ἐκκλησίᾳ δοθῆναι.

597

Εἴ τις μέντοι ἐκ τῶν ἐπισκόπων εἴτε πρὸ τῆς ἰδίας χειροτονίας εἴτε μετὰ τὴν χειροτονίαν βουληθῇ τὰ ἴδια πράγματα ἢ μέρος ἐξ αὐτῶν προσαγαγεῖν τῇ ἐκ‐ κλησίᾳ ἧς τὴν ἱερωσύνην λαμβάνει, οὐ μόνον οὐ κω‐
5λύομεν καὶ πάσης καταδίκης καὶ ποινῆς τοῦ παρόντος νόμου ἐλεύθερον αὐτὸν εἶναι θεσπίζομεν, ἀλλὰ καὶ παντὸς ἐπαίνου ἄξιον κρίνομεν, ἐπειδὴ τοῦτο οὐκ ἐστὶν ἀγορασία, ἀλλὰ προσφορά. Ὑπὲρ συνηθειῶν δὲ ἐκεῖνα μόνα συγχωροῦμεν παρέχεσθαι ἀπὸ τῶν
10χειροτονουμένων ἐπισκόπων, ἅτινα ἐφεξῆς τῷ παρόντι νόμῳ ἐμφέρεται. κελεύομεν τοίνυν τοὺς μὲν μακαριω‐ τάτους ἀρχιεπισκόπους καὶ πατριάρχας, τουτέστι τῆς πρεσβυτέρας Ῥώμης καὶ Κωνσταντινουπόλεως καὶ Ἀλεξανδρείας καὶ Θεουπόλεως καὶ Ἱεροσολύμων, εἰ
15μὲν ἡ συνήθεια ἔχει ἐπισκόποις ἢ κληρικοῖς ἐν τῇ αὐ‐ τῶν χειροτονίᾳ ἔλαττον ἤπερ κʹ χρυσίου λίτρας δί‐ δοσθαι, ταῦτα μόνα παρέχειν ἅπερ ἡ συνήθεια γι‐ νώσκει· εἰ δὲ πλέον πρὸ τούτου τοῦ νόμου παρείχετο, μηδὲν ὑπὲρ τὰς κʹ τοῦ χρυσίου λίτρας δίδοσθαι. τοὺς
20δὲ μητροπολίτας τοὺς ὑπὸ τῆς ἰδίας συνόδου ἢ ὑπὸ τῶν μακαριωτάτων πατριαρχῶν χειροτονουμένους καὶ τοὺς ἄλλους ἅπαντας ἐπισκόπους τοὺς ἢ ὑπὸ πατριαρ‐ χῶν ἢ ὑπὸ μητροπολιτῶν χειροτονουμένους, εἰ μὲν μὴ ἐλάττονα λʹ χρυσίου λιτρῶν πρόσοδον ἔχει ἡ ἐκ‐
25κλησία τοῦ χειροτονουμένου, διδόναι ὑπὲρ ἐνθρονια‐ στικῶν μὲν νομίσματα ρʹ, νοταρίοις δὲ τοῦ χειροτο‐ νοῦντος καὶ τοῖς ἄλλοις τοῖς ὑπηρετοῦσιν αὐτῷ καὶ ἐξ ἔθους λαμβάνουσι νομίσματα τʹ. εἰ δὲ αἱ τῆς ἐκ‐ κλησίας πρόσοδοι ἔλαττον μὲν ἤπερ λʹ χρυσίου λίτρας
30κατ’ ἐνιαυτὸν συντελοῦσιν οὐχ ἧττον δὲ ἢ δέκα, ὑπὲρ μὲν ἐνθρονιαστικῶν διδόναι νομ. ρʹ, τοῖς δὲ ἄλλοις ἅπασι τοῖς ἐκ συνηθείας λαμβάνουσι νομ. σʹ. εἰ δὲ ἔλαττον μὲν ἤπερ δέκα οὐκ ἔλαττον δὲ τῶν πέντε
χρυσίου λιτρῶν τὰς τῆς ἐκκλησίας εἶναι προσόδους

598

συμβῇ, διδόναι ὑπὲρ ἐνθρονιαστικῶν μὲν νομ. νʹ, πᾶσι δὲ τοῖς ἄλλοις τοῖς ἐξ ἔθους λαμβάνουσι νομ. οʹ. εἰ δὲ ἔλαττον μὲν τῶν πέντε οὐκ ἔλαττον δὲ τῶν τριῶν τοῦ χρυσίου λιτρῶν πρόσοδον ἡ ἐκκλησία ἔχει,
5παρέχειν ὑπὲρ μὲν ἐνθρονιαστικῶν νομ. ιηʹ, πᾶσι δὲ τοῖς ἐξ ἔθους λαμβάνουσι νομ. κδʹ. εἰ δὲ ἔλαττον μὲν τῶν τριῶν οὐκ ἔλαττον δὲ τῶν δύο τοῦ χρυσίου λιτρῶν ἡ ποσότης τῶν προσόδων τῆς ἐκκλησίας εὑρε‐ θείη, διδόναι ὑπὲρ ἐνθρονιαστικῶν μὲν νομ. ιβʹ, ὑπὲρ
10δὲ πάσης ἄλλης συνηθείας νομ. ιϛʹ. ἐπίσκοπον γὰρ ἐκκλησίας ἔλαττον δύο χρυσίου λιτρῶν πρόσοδον ἐχού‐ σης οὔτε ὑπὲρ ἐνθρονιαστικῶν οὔτε ὑπὲρ ἄλλης οἱασ‐ δήποτε συνηθείας δοῦναί τι συγχωροῦμεν. Ταῦτα δέ, ἅπερ παρέχεσθαι διετυπώσαμεν, ὁ πρῶτος πρεσβύ‐
15τερος τοῦ χειροτονοῦντος ἐπισκόπου καὶ ὁ ἀρχιδιάκο‐ νος ὑποδεχόμενοι τοῖς ἐξ ἔθους λαμβάνουσιν διαιρεί‐ τωσαν. Ταῦτα τοίνυν κελεύομεν πᾶσι τρόποις παρα‐ φυλάττεσθαι, ἵνα μὴ ἐκ τῶν τοιούτων προφάσεων καὶ αἱ ἐκκλησίαι χρέεσι βαρύνωνται καὶ αἱ ἱερωσύναι
20πράσιμοι γίνωνται. εἰ δέ τις ὑπὲρ τὴν παρ’ ἡμῶν ὁρισθεῖσαν ποσότητα ὑπὲρ ἐνθρονιαστικῶν ἢ συν‐ ηθειῶν καθ’ οἱονδήποτε τρόπον τολμήσειε λαβεῖν, κε‐ λεύομεν, εἴ τι πλέον λάβοι, τριπλάσιον ἐκ τῶν πραγ‐ μάτων αὐτοῦ ἐκδικεῖσθαι τῇ ἐκκλησίᾳ τοῦ δεδωκότος.
25Καὶ ταῦτα μὲν ὑπὲρ τῆς τῶν ἐπισκόπων χειροτονίας εἴρηται. Μετὰ δὲ τὴν χειροτονίαν καὶ δουλικῆς καὶ ἐν‐ απογράφου τύχης τοὺς ἐπισκόπους ἐλευθέρους εἶναι κελεύομεν· εἰ μὴ βουλευτὴς ἢ ταξεώτης παρὰ τὴν
30προειρημένην παρατήρησιν χειροτονηθείη· τοὺς γὰρ τοιούτους τῆς ἐπισκοπῆς ἀποκινουμένους τῇ βουλῇ ἤτοι τῇ τάξει ἀποκαθίστασθαι κελεύομεν, ἵνα μὴ ἐκ τῆς τοιαύτης τύχης τῇ ἱερωσύνῃ ὕβρις γένηται. ἐκείνους
δέ, οἵτινες πρὸ τοῦδε ἡμῶν τοῦ νόμου ἀπὸ βουλευτι‐

599

κῆς τύχης εὑρεθεῖεν ἐπίσκοποι χειροτονηθέντες, τῆς μὲν τοιαύτης τύχης ἐλευθέρους εἶναι, τὸ δὲ νόμιμον μέρος ἐκ τῶν αὑτῶν πραγμάτων τῇ βουλῇ καὶ τῷ δημοσίῳ διδόναι, οὕτω μέντοιγε ὥστε μηδεμίαν ἐλάτ‐
5τωσιν τὰ ἐκκλησιαστικὰ δίκαια ὑπομεῖναι ἐπὶ τοῖς πράγμασιν, ἅπερ μετὰ τὴν ἐπισκοπὴν ἐπικτηθέντα τῇ ἐκκλησίᾳ αὐτῶν διαφέρειν διετυπώσαμεν. Εἰ δὲ συμβῇ τὸν χειροτονούμενον ἐπίσκοπον ὑπὸ τὴν τοῦ ἰδίου γονέως ἐξουσίαν εἶναι, ἐξ αὐτῆς τῆς χειροτονίας
10αὐτεξούσιος ἔστω. Τοὺς δὲ θεοφιλεστάτους ἐπισκόπους καὶ μοναχοὺς ἐκ μηδενὸς νόμου ἐπιτρόπους ἢ κουράτωρας οἱουδή‐ ποτε προσώπου γίνεσθαι συγχωροῦμεν. τοὺς δὲ πρε‐ σβυτέρους καὶ διακόνους καὶ ὑποδιακόνους τῷ δικαίῳ
15καὶ μόνῳ τῆς συγγενείας εἰς ἐπιτροπὴν ἢ κουρατω‐ ρείαν καλουμένους τὴν τοιαύτην λειτουργίαν ὑποδέχε‐ σθαι συγχωροῦμεν, εἰ μέντοιγε εἴσω τεσσάρων μηνῶν ἀριθμουμένων ἐξ οὗ ἐκλήθησαν παρὰ τῷ ἁρμοδίῳ δικαστῇ ἐγγράφως φανερώσουσι τὸ τοιοῦτον λειτούρ‐
20γημα οἰκείᾳ προαιρέσει καταδέξασθαι. καὶ εἴ τις ὡς εἰκὸς αὐτῶν τοῦτο ποιήσει, μηδὲν ἐκ τούτου περὶ ἄλλην ἐπιτροπὴν ἢ κουρατωρείαν πρόκριμα ὑπομενέτω. Ἀλλ’ οὐδὲ ἐκλήπτορα ἢ ἀπαιτητὴν δημοσίων συν‐ τελειῶν ἢ μισθωτὴν τελῶν ἢ ἀλλοτρίων κτήσεων ἢ
25κουράτωρα οἴκου ἢ ἐντολέα δίκης ἢ ἐγγυητὴν ὑπὲρ τῶν τοιούτων αἰτιῶν ἐπίσκοπον ἢ οἰκονόμον ἢ ἄλλον κληρικὸν οἱουδήποτε βαθμοῦ ἢ μοναχὸν ἰδίῳ ὀνόματι ἢ τῆς ἐκκλησίας ἢ τοῦ μοναστηρίου ὑπεισιέναι συγχω‐ ροῦμεν, ἵνα μὴ διὰ ταύτης τῆς προφάσεως καὶ τοῖς
30ἁγίοις οἴκοις ζημία γένηται καὶ αἱ θεῖαι ὑπηρεσίαι ἐμ‐

600

ποδίζωνται. Εἰ μέντοι ἐκκλησίαις ἢ μοναστηρίοις κτή‐ σεις τινὲς παρακείμεναι εὑρεθεῖεν, καὶ βουληθεῖεν οἱ διοικηταὶ τῶν αὐτῶν εὐαγῶν οἴκων εἰς μίσθωσιν ἢ ἐμφύτευσιν ταύτας λαβεῖν, τηνικαῦτα πάντων τῶν
5κληρικῶν καὶ τῶν μοναχῶν ὑπὲρ τῶν τοιούτων αἰτιῶν ἢ ἐν αὐτῷ τῷ συμβολαίῳ ἢ ἐπὶ πράξεως ὑπομνημά‐ των καὶ συναινούντων καὶ φανερούντων, ὑπὲρ τοῦ συμφέροντος τοῖς εὐαγέσιν οἴκοις τοῦτο γίνεσθαι, τὴν τοιαύτην μίσθωσιν καὶ ἐμφύτευσιν προϊέναι συγχω‐
10ροῦμεν. Ἀλλὰ καὶ αὐταῖς ταῖς ἁγιωτάταις ἐκκλησίαις καὶ τοῖς ἄλλοις σεπτοῖς οἴκοις δίδομεν ἄδειαν μισθώ‐ σεις καὶ ἐμφυτεύσεις πρὸς ἀλλήλους ποιεῖν, καὶ τοῖς κληρικοῖς ὁμοίως τῶν οἰκείων ἐκκλησιῶν τὰς κτήσεις μισθοῦσθαι καὶ διοικεῖν (γνώμῃ μέντοι τοῦ ἐπισκό‐
15που καὶ τοῦ οἰκονόμου) συγχωροῦμεν, ἐξῃρημένων τῶν προσώπων, ἅτινα δι’ ἑτέρου νόμου τοῦτο ποιεῖν ἐκωλύ‐ σαμεν. Εἰ δέ τις παρὰ τὰ εἰρημένα τι ποιήσει, εἰ μὲν ἐπίσκοπος εἴη, πάντα αὐτοῦ τὰ πράγματα τὰ ἐξ οἱασδήποτε αἰτίας ἢ προσώπου εἴτε πρὸ τῆς ἐπι‐
20σκοπῆς εἴτε μετὰ ταῦτα εἰς αὐτὸν περιελθόντα τῇ ἐκκλησίᾳ αὐτοῦ ἐκδικεῖσθαι θεσπίζομεν· εἰ δὲ οἰκο‐ νόμοι ἢ ἄλλοι κληρικοὶ εἶεν οἱ τοῦτο πλημμελήσαντες, ποινὴν αὐτοὺς χρηματικὴν ἣν ἂν ὁ ἐπίσκοπος αὐτῶν δοκιμάσειε εἰσπράττεσθαι τῇ ἐκκλησίᾳ ἐκδικηθησομέ‐
25νην· ὁπότε καὶ οἱ τὴν μίσθωσιν τῶν τελῶν ἢ οἱασ‐ δήποτε κτήσεως ἢ δημοσίων φόρων ἔκληψιν ἢ ἀπαί‐ τησιν ἢ φροντίδα οἴκου αὐτοῖς πιστεύσαντες ἢ ἐγγυητὰς αὐτοὺς ὑπὲρ τῶν μνημονευθεισῶν αἰτιῶν δεξάμενοι μηδεμίαν κατὰ τῆς ἐκκλησίας ἢ τοῦ μοναστηρίου ἢ
30τῶν πραγμάτων αὐτοῦ ἢ διοικητῶν, ἢ κατ’ ἐκείνων τῶν προσώπων, οἷς πιστεύσουσιν, ἢ κατὰ τῶν οὐ‐ σιῶν ἢ ἐγγυητῶν αὐτῶν ἐχέτωσαν ἀγωγήν. ἐκεῖνοι δὲ οἵτινες δημοσίων συντελειῶν ἢ τελῶν ἔκληψιν ἢ μίσθωσιν ἢ ἀπαίτησιν τοῖς μνημονευθεῖσι προσώποις
35πιστεύσουσιν ἢ ἐγγυητὰς αὐτοὺς δέξαιντο, εἴ τις τῷ δημοσίῳ ζημία συμβαίη, ταύτην ἐκ τῆς οἰκείας ὑπο‐
στάσεως ἀποκαταστῆσαι ἀναγκασθήσονται.

601

Οὐδενὶ δὲ τῶν ἀρχόντων ἐξέσται τοὺς θεοφιλεστά‐ τους ἐπισκόπους ἀναγκάζειν εἰς δικαστήριον παραγε‐ νέσθαι ὑπὲρ τοῦ νεῖμαι μαρτυρίαν, ἀλλ’ ὁ δικαστὴς πεμπέτω πρὸς αὐτούς τινας ἐκ τῶν προσώπων τῶν
5ὑπηρετουμένων αὐτῷ, ἵνα προκειμένων τῶν ἁγίων εὐαγγελίων κατὰ τὸ πρέπον ἱερεῦσιν εἴπωσιν ἅπερ γινώσκουσιν. Ἀλλ’ οὐδὲ ὑπέρ τινος χρηματικῆς ἢ ἐγκληματικῆς αἰτίας ἐπίσκοπον πρὸς ἄρχοντα πολιτικὸν ἢ στρατιω‐
10τικὸν ἄκοντα ἢ διάγεσθαι ἢ παρίστασθαι δίχα βασι‐ λικῆς κελεύσεως συγχωροῦμεν, ἀλλὰ τὸν ἄρχοντα τὸν τοῦτο εἴτε ἐγγράφως εἴτε ἀγράφως προστάξαι τολμή‐ σαντα μετὰ τὴν τῆς ζώνης ἀφαίρεσιν κʹ χρυσίου λι‐ τρῶν ποινὴν καταβαλεῖν κελεύομεν τῇ ἐκκλησίᾳ ἧς ὁ
15ἐπίσκοπος διαχθῆναι ἢ παραστῆναι προσετάχθη δο‐ θησομένην καὶ τοῦ ἐκβιβαστοῦ ὁμοίως μετὰ τὴν τῆς ζώνης ἀφαίρεσιν καὶ βασάνοις ὑποβαλλομένου καὶ ἐν ἐξορίᾳ πεμπομένου. Ἀπαγορεύομεν δὲ τοῖς θεοφιλεστάτοις ἐπισκόποις
20τὰς οἰκείας καταλιμπάνειν ἐκκλησίας καὶ εἰς ἄλλας ἐπαρχίας παραγίνεσθαι. εἰ δὲ καὶ ἀνάγκη τις τοῦ ποιῆσαι τοῦτο συμβῇ, μὴ ἄλλως εἰ μὴ μετὰ γραμμά‐ των τοῦ μακαριωτάτου αὐτῶν πατριάρχου ἢ μητροπο‐ λίτου ἢ κατὰ βασιλικὴν δηλαδὴ κέλευσιν τοῦτο ποιή‐
25σουσιν, οὕτω μέντοι ἵνα μηδὲ ἐκείνοις τοῖς ἐπισκόποις, οἵτινες ὑπὸ τὸν μακαριώτατον ἀρχιεπίσκοπον Κων‐ σταντινουπόλεως καὶ πατριάρχην εἰσίν, ἐξείη δίχα ἐπι‐ τροπῆς αὐτοῦ ἢ ἡμετέρας κελεύσεως εἰς τὴν βασιλίδα
πόλιν ἐλθεῖν. εἰ δὲ καὶ κατὰ τοῦτον τὸν τρόπον ἐπί‐

602

σκοπος οἱουδήποτε τόπου ἀποδημήσει, μὴ πλέον ἑνὸς ἐνιαυτοῦ τὴν ἰδίαν καταλιμπανέτω ἐκκλησίαν. τοὺς δὲ ἐπισκόπους τοὺς κατὰ τὴν βασιλίδα πόλιν, ὡς εἴρη‐ ται, παραγινομένους, οἱασδήποτε εἶεν διοικήσεως, πρὸ
5πάντων ἀπιέναι πρὸς τὸν μακαριώτατον ἀρχιεπίσκο‐ πον Κωνσταντινουπόλεως καὶ πατριάρχην, καὶ οὕτως δι’ αὐτοῦ πρὸς τὴν ἡμετέραν εἰσιέναι γαληνότητα. τοῖς δὲ παρὰ ταύτην ἡμῶν τὴν διατύπωσιν ἢ ἀποδη‐ μοῦσιν ἢ ὑπὲρ τὸν ὡρισμένον τοῦ ἐνιαυτοῦ χρόνον
10ἔξω τῆς ἰδίας ἐκκλησίας ποιοῦσι πρῶτον μὲν μὴ χορη‐ γεῖσθαι παρὰ τῶν οἰκονόμων τῆς ἰδίας ἐκκλησίας δα‐ πάνας, ἔπειτα δὲ ὑπομιμνήσκεσθαι αὐτοὺς διὰ γραμ‐ μάτων τῶν ἱερέων ὑφ’ οὓς τελοῦσιν, ὥστε ἐπανελθεῖν εἰς τὰς ἰδίας ἐκκλησίας, ὑπερτιθεμένους δὲ ὑποστρέψαι
15κατὰ τοὺς ἱεροὺς καλεῖσθαι κανόνας. καὶ εἰ μὴ ἐντὸς τοῦ ὁριζομένου παρὰ τῶν ἱερέων χρόνου ὑποστρέψου‐ σιν εἰς τὰς ἰδίας ἐκκλησίας, αὐτοὺς μὲν τῆς ἐπισκοπῆς ἐξωθεῖσθαι, ἑτέρους δὲ ἀντ’ αὐτῶν καλλίονας χειρο‐ τονεῖσθαι κατὰ τὴν τοῦ παρόντος νόμου δύναμιν.
20τούτου αὐτοῦ καὶ ἐπὶ τοῖς κληρικοῖς κρατοῦντος, οἱου‐ δήποτε βαθμοῦ εἶεν ἢ ὑπηρεσίας. Ἵνα δὲ πᾶσα ἡ ἐκκλησιαστικὴ κατάστασις καὶ οἱ θεῖοι κανόνες ἐπιμελῶς φυλάττοιντο, κελεύομεν ἕνα ἕκαστον μακαριώτατον ἀρχιεπίσκοπον καὶ πατριάρχην
25καὶ μητροπολίτην τοὺς ὁσιωτάτους ἐπισκόπους τοὺς ὑπ’ αὐτοὺς τελοῦντας κατὰ τὴν αὐτὴν ἐπαρχίαν ἅπαξ ἢ δὶς καθ’ ἕκαστον ἔτος πρὸς ἑαυτὸν συγκαλεῖν, καὶ πάσας τὰς αἰτίας ἀκριβῶς ἐξετάζειν ἅστινας οἱ ἐπί‐ σκοποι ἢ κληρικοὶ ἢ μοναχοὶ πρὸς ἀλλήλους ἔχουσι,
30καὶ ταύτας διατιθέναι κατὰ τοὺς ἐκκλησιαστικοὺς κα‐ νόνας, καὶ πρὸς τούτοις εἴ τι παρὰ τοὺς κανόνας ἐξ οἱουδήποτε προσώπου ἡμάρτηται διορθοῦσθαι. Ἀπαγορεύομεν δὲ τοῖς ὁσιωτάτοις ἐπισκόποις καὶ
πρεσβυτέροις καὶ διακόνοις καὶ ὑποδιακόνοις καὶ ἀνα‐

603

γνώσταις καὶ παντὶ ἄλλῳ οἱουδήποτε εὐαγοῦς τάγμα‐ τος ἢ σχήματος καθεστῶτι ταβλίζειν ἢ τῶν τὰ τοι‐ αῦτα παιζόντων κοινωνοὺς ἢ θεωρητὰς γίνεσθαι ἢ εἰς οἱανδήποτε θέαν τοῦ θεωρῆσαι χάριν παραγίνε‐
5σθαι. εἰ δέ τις ἐξ αὐτῶν τοῦτο ἁμάρτοι, κελεύομεν τοῦτον ἐπὶ τρεῖς ἐνιαυτοὺς ἀπὸ πάσης εὐαγοῦς ὑπηρε‐ σίας κωλύεσθαι καὶ μοναστηρίῳ ἐμβάλλεσθαι. εἰ δὲ ἐν τῷ μέσῳ χρόνῳ δείξει ἀξίαν τοῦ ἰδίου πταίσμα‐ τος μετάνοιαν, ἄδειαν εἶναι τῷ ἱερεῖ ὑφ’ ὃν τέτακται
10καὶ ἐλαττοῦν τὸν χρόνον καὶ τοῦτον πάλιν τῇ ἰδίᾳ ἀποδιδόναι ὑπηρεσίᾳ· εἰδότων καὶ τῶν ὁσιωτάτων ἐπισκόπων τῶν ὀφειλόντων ταῦτα διεκδικεῖν, ὡς εἴ τι τοιοῦτο μαθόντες μὴ ἐκδικήσουσιν, αὐτοὶ λόγον τῷ θεῷ ὑπὲρ ταύτης τῆς αἰτίας ὑφέξουσι
15Μηδένα δὲ ἐπίσκοπον ἄκοντα καταναγκάζεσθαι οἱονδήποτε κληρικὸν ὑπ’ αὐτὸν ὄντα τοῦ ἰδίου κλή‐ ρου ἀπολύειν. Πᾶσι δὲ τοῖς ἐπισκόποις καὶ πρεσβυτέροις ἀπαγο‐ ρεύομεν ἀφορίζειν τινὰ τῆς ἁγίας κοινωνίας, πρὶν ἡ
20αἰτία δειχθῇ δι’ ἣν οἱ ἐκκλησιαστικοὶ κανόνες τοῦτο γενέσθαι κελεύουσιν. εἰ δέ τις παρὰ ταῦτα τῆς ἁγίας κοινωνίας τινὰ χωρίσει, ἐκεῖνος μὲν ὃς ἀδίκως ἀπὸ τῆς κοινωνίας ἐχωρίσθη λυομένου τοῦ χωρισμοῦ ὑπὸ τοῦ μείζονος ἱερέως τῆς ἁγίας ἀξιούσθω κοινωνίας,
25ὁ δὲ ἀδίκως τινὰ τῆς ἁγίας κοινωνίας χωρίσαι τολ‐ μήσας πᾶσι τρόποις ὑπὸ τοῦ ἱερέως ὑφ’ ὃν τέτακται χωρισθήσεται τῆς κοινωνίας ἐφ’ ὅσον χρόνον ἐκεῖνος συνίδοι, ἵνα ὅπερ ἀδίκως ἐποίησε δικαίως ὑπομείνῃ. Ἀλλ’ οὐδὲ οἰκείαις χερσὶν ἔξεστιν ἐπισκόπῳ τινὰ
30πλήττειν τοῦτο γὰρ ἀλλότριόν ἐστιν ἱερέων.

604

Εἴ τις δὲ ἐπίσκοπος κατὰ τοὺς ἐκκλησιαστικοὺς κανόνας τῆς ἱερωσύνης ἐκβληθεὶς τολμήσειεν ἐπιβῆναι τῆς πόλεως ἐξ ἦς ἐξεβλήθη, ἢ καταλιπεῖν τὸν τό‐ πον ἐν ᾧ ἐκελεύσθη διάγειν, κελεύομεν τοῦτον μονα‐
5στηρίῳ ἐν ἄλλῃ ἐπαρχίᾳ καθεστῶτι παραδίδοσθαι, ἵνα ἅπερ ἐν τῇ ἱερωσύνῃ ἥμαρτε διάγων ἐν τῷ μονα‐ στηρίῳ διορθώσηται. Κληρικοὺς δὲ οὐκ ἄλλως χειροτονεῖσθαι συγχωροῦ‐ μεν, εἰ μὴ γράμματα ἴσασι καὶ ὀρθὴν πίστιν καὶ
10βίον σεμνὸν ἔχουσι, καὶ οὔτε παλλακὴν οὔτε φυσικοὺς ἔσχον ἢ ἔχουσι παῖδας, ἀλλ’ ἢ σωφρόνως βιοῦντας ἢ γαμετὴν νόμιμον καὶ αὐτὴν μίαν καὶ πρώτην ἐσχη‐ κότας ἢ ἔχοντας, καὶ μηδὲ χήραν μηδὲ διαζευχθεῖσαν ἀνδρὸς μηδὲ ἄλλως τοῖς νόμοις ἢ καὶ τοῖς θείοις κα‐
15νόσιν ἀπηγορευμένην. Πρεσβύτερον δὲ ἐλάττονα τῶν τριάκοντα ἐνιαυτῶν γίνεσθαι οὐκ ἐπιτρέπομεν, ἀλλ’ οὐδὲ διάκονον ἢ ὑπο‐ διάκονον ἥττονα τῶν εἰκοσιπέντε, οὐδὲ ἀναγνώστην ἐλάττονα τῶν ὀκτωκαίδεκα ἐνιαυτῶν, διακόνισσαν δὲ
20ἐν ἁγίᾳ ἐκκλησίᾳ μὴ χειροτονεῖσθαι ἥτις ἐλάττων ἐστὶν ἐνιαυτῶν τεσσαράκοντα ἢ εἰς δευτέρους ἦλθε γάμους. Εἰ δὲ ἐν τῷ καιρῷ τῆς χειροτονίας τοῦ κληρικοῦ οἱουδήποτε τάγματος ἢ βαθμοῦ κατήγορός τις ἀνα‐
25φανῇ, λέγων αὐτὸν ἀνάξιον εἶναι τῆς χειροτονίας, ὑπερτιθέσθω ἡ χειροτονία, καὶ πάντα προβαινέτωσαν τοῦτο μὲν ὑπὲρ τῆς ἐξετάσεως τοῦτο δὲ ὑπὲρ τῶν ἐπιτιμίων, ἅτινα ἐν ταῖς τῶν ἐπισκόπων χειροτονίαις
ἀνωτέρω ἐθεσπίσαμεν.

605

Εἰ δὲ ὁ μέλλων χειροτονεῖσθαι διάκονος μὴ ἔχοι γυναῖκα καθὰ ἀνωτέρω εἴρηται ζευχθεῖσαν αὐτῷ, μὴ ἄλλως χειροτονείσθω, εἰ μὴ πρότερον ὑπὸ τοῦ χειρο‐ τονοῦντος αὐτὸν ἐρωτηθεὶς ἐπαγγείληται δύνασθαι
5μετὰ τὴν χειροτονίαν καὶ χωρὶς νομίμης γαμετῆς σε‐ μνῶς βιοῦν, οὐ δυναμένου τοῦ χειροτονοῦντος ἐν τῷ καιρῷ τῆς χειροτονίας ἐπιτρέπειν τῷ διακόνῳ μετὰ τὴν χειροτονίαν γαμετὴν λαμβάνειν εἰ δὲ τοῦτο γέ‐ νηται, ὁ ἐπιτρέψας ἐπίσκοπος τῆς ἐπισκοπῆς ἐκβαλ‐
10λέσθω. εἰ δὲ μετὰ τὴν χειροτονίαν πρεσβύτερος ἢ διάκονος ἢ ὑποδιάκονος ἀγάγηται γαμετήν, ἐκβαλλέ‐ σθω τοῦ κλήρου καὶ τῇ βουλῇ τῆς πόλεως, ἐν ᾗ κλη‐ ρικὸς ἦν, μετὰ τῶν ἰδίων πραγμάτων παραδιδόσθω. εἰ δὲ ἀναγνώστης δευτέραν γαμετὴν ἀγάγηται, ἢ
15πρώτην μὲν χήραν δὲ ἢ διαζευχθεῖσαν ἀνδρὸς ἢ τοῖς νόμοις ἢ τοῖς ἱεροῖς κανόσιν ἀπηγορευμένην, μηκέτι εἰς ἄλλον ἐκκλησιαστικὸν βαθμὸν προβαινέτω· εἰ δὲ οἱῳδήποτε τρόπῳ εἰς μείζονα βαθμὸν προαχθείη, ἐκ‐ βαλλέσθω αὐτοῦ καὶ τῷ προτέρῳ ἀποκαθιστάσθω.
20 Ἀλλὰ μηδὲ βουλευτὰς ἢ ταξεώτας κληρικοὺς γίνε‐ σθαι, ἵνα μή τις ἐκ τούτου τῷ εὐαγεῖ κλήρῳ ὕβρις προσγένηται. εἰ δὲ τὰ τοιαῦτα πρόσωπα ἐν κλήρῳ καταταγῇ, ὡς μὴ γενομένης τῆς χειροτονίας τῇ ἰδίᾳ τύχῃ ἀποκαθιστάσθωσαν, πλὴν εἰ μὴ ὡς εἰκὸς μοναχι‐
25κὸν βίον τις ἐξ αὐτῶν οὐκ ἔλαττον δεκαπέντε ἐνιαυ‐ τῶν διήνυσε· τοὺς τοιούτους γὰρ χειροτονεῖσθαι κε‐ λεύομεν, τῆς νομίμης δηλονότι μοίρας ἀπὸ τοῦ βου‐ λευτοῦ τῇ βουλῇ καὶ τῷ δημοσίῳ διδομένης. ἀλλὰ καὶ ἐν τῷ κλήρῳ καταλεγόμενοι μοναχῷ πρέποντα
30βίον ἐκτελείτωσαν. εἰ γὰρ μετὰ τὴν τοῦ κλήρου τι‐ μὴν γυναῖκά τις ἐξ αὐτῶν ἀγάγηται ἢ παλλακὴν σχοίη, τῇ βουλῇ ἢ τῇ τάξει ἢ τῇ τύχῃ ᾗ ὑπέκειτο ἀποδιδό‐
σθω, εἰ καὶ τὰ μάλιστα τοιούτῳ ἐκκλησιαστικῷ βαθμῷ

606

ἐγκαταλεγῇ, ἐν ᾧ τις τεταγμένος οὐ κωλύεται ἀπὸ τῶν ἱερῶν κανόνων καὶ τῶν νόμων γαμετὴν λαμβάνειν. τὰ αὐτὰ δὲ καὶ ἐπὶ τοῖς ἄλλοις ἅπασι μοναχοῖς κρα‐ τεῖν θεσπίζομεν τοῖς ἀπὸ μοναστηρίων εἰς οἱονδήποτε
5ἐκκλησιαστικὸν βαθμὸν μεταφερομένοις, εἰ καὶ μηδε‐ μιᾷ τύχῃ ὑπεύθυνοι εἴησαν. καὶ γενικῶς νομοθε‐ τοῦμεν, μηδενὶ ἐξεῖναι ἐν οἱῳδήποτε ἐκκλησιαστικῷ βαθμῷ καθεστῶτι ἀναχωρεῖν ἐξ αὐτοῦ καὶ κοσμικὸν γίνεσθαι, ἐπισταμένων τῶν οὕτω ποιούντων, ὅτι καὶ
10τῆς ὡς εἰκὸς ἐπικειμένης αὐτοῖς ζώνης ἢ ἀξίας ἢ στρα‐ τείας γυμνωθήσονται, καὶ τῇ βουλευτικῇ τύχῃ τῆς ἰδίας πόλεως παραδοθήσονται. τοὺς δὲ πρὸ τοῦ ἡμε‐ τέρου νόμου κληρικοὺς χειροτονηθέντας ἀπὸ βουλευτι‐ κῆς τύχης διὰ ὑποκαταστάντων προσώπων τὰς χρη‐
15ματικὰς λειτουργίας πληροῦν, ἀπὸ δὲ τῶν σωματικῶν ἐλευθέρους φυλάττεσθαι. Ἀλλ’ οὐδὲ κληρικὸν οἱουδήποτε βαθμοῦ διδόναι τι ἐκείνῳ, ὑφ’ οὗ χειροτονεῖται, ἢ ἄλλῳ οἱῳδήποτε προσώπῳ συγχωροῦμεν, μόνας δὲ παρέχειν αὐτὸν τὰς
20συνηθείας τοῖς τῷ χειροτονοῦντι ὑπηρετουμένοις καὶ ἐξ ἔθους κομιζομένοις, ἑνὸς ἐνιαυτοῦ διάρια μὴ ὑπερ‐ βαινούσας. ἐν δὲ τῇ ἁγιωτάτῃ ἐκκλησίᾳ ἐν ᾗ κατατάτ‐ τεται τὴν θείαν πληροῦν λειτουργίαν, καὶ μηδὲν παν‐ τελῶς τοῖς ἰδίοις συγκληρικοῖς διδόναι ὑπὲρ τῆς ἰδίας
25ἐμφανείας, μηδὲ διὰ ταύτην τὴν αἰτίαν τῶν ἰδίων παραμυθιῶν ἢ τῶν ἄλλων μεριτικῶν αὐτὸν ἀποστε‐ ρεῖσθαι. ἀλλὰ μηδὲ ξενοδόχον ἢ πτωχοτρόφον ἢ νοσοκόμον ἢ ἄλλου οἱουδήποτε εὐαγοῦς οἴκου διοικη‐ τὴν ἢ οἱονδήποτε ἐκκλησιαστικὸν φρόντισμα χειρίζοντα
30διδόναι τι ἐκείνῳ, ὑφ’ οὗ προβάλλεται, ἢ ἄλλῳ οἱῳ‐ δήποτε προσώπῳ ὑπὲρ τῆς ἐμπιστευθείσης αὐτῷ διοι‐ κήσεως. ὁ δὲ παρὰ ταῦτα ἅπερ διετυπώσαμεν ἢ δι‐
δοὺς ἢ λαμβάνων ἢ μεσίτης γινόμενος τῆς ἱερωσύνης

607

ἤτοι τοῦ κλήρου ἢ τῆς ἐμπιστευθείσης αὐτῷ οἱασδήποτε διοικήσεως γυμνωθήσεται, τῶν δεδομένων ἐκδικουμέ‐ νων τῷ εὐαγεῖ τόπῳ, οὗτινος τὸ τοιοῦτον πρόσωπον τὴν χειροτονίαν ἢ φρόντισμα ἢ διοίκησιν ἔλαβεν. εἰ
5δὲ κοσμικὸς εἴη ὁ λαμβάνων ἢ μεσίτης γινόμενος, τὸ δοθὲν διπλοῦν ἀπαιτηθήσεται, καὶ τῷ εὐαγεῖ τόπῳ ἐν ᾧ τὸ τοιοῦτον πρόσωπον τὴν διοίκησιν ἢ τὴν χειροτονίαν ἢ τὴν φροντίδα ἔλαβε παρεχέσθω. Εἰ δέ τις κληρικὸς οἱουδήποτε βαθμοῦ ἢ διοικητὴς
10οἱουδήποτε εὐαγοῦς οἴκου ἢ πρὸ τῆς χειροτονίας ἢ τῆς ἐμπιστευθείσης αὐτῷ οἱασδήποτε διοικήσεως ἢ φρον‐ τίδος ἢ μετὰ ταῦτα βουληθῇ τι τῶν ἰδίων πραγμά‐ των προσαγαγεῖν τῇ ἐκκλησίᾳ, ἐν ᾗ χειροτονεῖται, ἢ τῷ τόπῳ, οὗτινος τὴν διοίκησιν ἢ τὴν φροντίδα ἀναδέ‐
15χεται, οὐ μόνον οὐ κωλύομεν τοῦτο γίνεσθαι, ἀλλὰ καὶ μᾶλλον προτρέπομεν αὐτοὺς τὰ τοιαῦτα ὑπὲρ τῆς σωτηρίας τῆς ἰδίας ψυχῆς ποιεῖν. ἡμεῖς γὰρ ἐκεῖνα μόνον δίδοσθαι κωλύομεν, ἅτινα ἰδικοῖς προσώποις τισὶ παρέχεται, οὐ μὴν τὰ ταῖς ἁγιωτάταις ἐκκλησίαις
20καὶ τοῖς ἄλλοις εὐαγέσιν οἴκοις προσφερόμενα. Ἐὰν δοῦλος εἰδότος καὶ οὐκ ἀντιλέγοντος τοῦ δε‐ σπότου ἐν κλήρῳ καταλεγῇ, ἐξ αὐτοῦ τοῦ καταλεγῆ‐ ναι ἐλεύθερος καὶ εὐγενὴς ἔστω. εἰ γὰρ ἀγνοοῦντος τοῦ δεσπότου ἡ χειροτονία γένηται, ἐξέστω τῷ δε‐
25σπότῃ εἴσω προθεσμίας ἐνιαυτοῦ καὶ μόνου τὴν τύχην ἀποδεικνύναι καὶ τὸν ἴδιον δοῦλον ἀναλαμβάνειν. Εἰ δὲ δοῦλος εἴτε εἰδότος εἴτε ἀγνοοῦντος τοῦ δεσπότου, καθάπερ εἰρήκαμεν, ἐκ τοῦ καταλεγῆναι τῷ κλήρῳ ἐλεύθερος γενόμενος τὴν ἐκκλησιαστικὴν ὑπηρεσίαν
30καταλίποι καὶ εἰς τὸν κοσμικὸν μετέλθοι βίον, τῷ ἰδίῳ
δεσπότῃ εἰς δουλείαν παραδιδόσθω.

608

Τοὺς δὲ ἐναπογράφους ἐν αὐταῖς μόναις ταῖς κτή‐ σεσιν, ἐν αἷς εἰσιν ἐναπόγραφοι, κληρικοὺς καὶ παρὰ γνώμην τῶν δεσποτῶν γίνεσθαι συγχωροῦμεν, οὕτω μέντοιγε ὥστε κληρικοὺς αὐτοὺς γινομένους τὴν ἐπι‐
5κειμένην αὐτοῖς γεωργίαν πληροῦν. Εἴ τις εὐκτήριον οἶκον κατασκευάσει, καὶ βουλη‐ θείη ἐν αὐτῷ κληρικοὺς προβάλλεσθαι ἢ αὐτὸς ἢ οἱ τούτου κληρονόμοι, εἰ τὰς δαπάνας αὐτοὶ τοῖς κληρι‐ κοῖς χορηγοῦσι καὶ ἀξίους ὀνομάσουσι, τοὺς ὀνομα‐
10σθέντας χειροτονεῖσθαι. εἰ δὲ τοὺς παρ’ αὐτῶν ἐπι‐ λεγέντας ὡς ἀναξίους κωλύσουσιν οἱ θεῖοι κανόνες χειροτονηθῆναι, τηνικαῦτα ὁ τῶν τόπων ὁσιώτατος ἐπίσκοπος οὓς ἂν νομίσῃ καλλίονας προβάλλεσθαι φρον‐ τιζέτω. Θεσπίζομεν δὲ τοὺς εὐλαβεστάτους κληρι‐
15κοὺς ταῖς ἰδίαις ἐκκλησίαις παραμένειν καὶ πᾶσαν αὐτοῖς ἁρμόζουσαν ἐκκλησιαστικὴν ὑπηρεσίαν πληροῦν, τοῦτο καταζητοῦντος τοῦ ἑκάστης πόλεως ὁσιωτάτου ἐπισκόπου καὶ τῶν ἐν ἑκάστῳ βαθμῷ ἐκκλησιαστικῷ πρωτευόντων, καὶ τοὺς ταῦτα μὴ παραφυλάττοντας
20κανονικῷ ἐπιτιμίῳ ὑποβαλλόντων Τοὺς δὲ πρεσβυτέρους καὶ διακόνους καὶ ὑποδια‐ κόνους καὶ ἀναγνώστας καὶ ψάλτας, οὓς πάντας κλη‐ ρικοὺς καλοῦμεν, τὰ πράγματα τὰ ἀφ’ οἱουδήποτε τρόπου εἰς τὴν αὐτῶν δεσποτείαν περιελθόντα ἔχειν
25ὑπὸ τὴν ἰδίαν ἐξουσίαν προστάττομεν καθ’ ὁμοιότητα τῶν castrensiων peculiων, καὶ δωρεῖσθαι κατὰ τοὺς
νόμους καὶ ἐπ’ αὐτοῖς διατίθεσθαι, εἰ καὶ ὑπὸ τὴν

609

τῶν γονέων εἰσὶν ἐξουσίαν, οὕτω μέντοιγε ὥστε τοὺς τούτων παῖδας ἢ τούτων μὴ ὑπόντων τοὺς γονεῖς αὐτῶν τὸ νόμιμον μέρος κομίζεσθαι. Τοῖς δὲ εὐλαβεστάτοις πρεσβυτέροις καὶ διακόνοις,
5εἰ εὑρεθεῖεν ὑπὲρ χρηματικῆς αἰτίας ψευδομαρτυρή‐ σαντες, ἀρκέσει ἀντὶ βασάνων ἐπὶ τρεῖς ἐνιαυτοὺς χωρίζεσθαι τῆς θείας ὑπηρεσίας καὶ μοναστηρίοις παραδίδοσθαι. ὑπὲρ δὲ ἐγκληματικῶν αἰτιῶν εἰ ψευ‐ δομαρτυρίαν εἴποιεν, τῆς ἐν τῷ κλήρῳ ἀξίας γυμνου‐
10μένους ταῖς νομίμοις ὑποβάλλεσθαι ποιναῖς προστάτ‐ τομεν. τοὺς δὲ λοιποὺς τοὺς ἐν ταῖς ἄλλαις ἐκκλησια‐ στικαῖς τάξεσιν ἀναφερομένους, εἰ πλαστὴν μαρτυρίαν ἐν οἱῳδήποτε πράγματι εἴτε χρηματικῷ εἴτε ἐγκλημα‐ τικῷ εἰρηκέναι διελεγχθείησαν, μὴ μόνον τοῦ κλήρου
15καὶ τῆς ἐκκλησιαστικῆς τάξεως ἐκβάλλεσθαι, ἀλλὰ καὶ βασάνοις ὑποβάλλεσθαι. Εἴ τις κατά τινος κληρικοῦ ἢ μοναχοῦ ἢ διακονίσ‐ σης ἢ μοναστρίας ἢ ἀσκητρίας ἔχοι τινὰ ἀγωγήν, δι‐ δασκέτω πρότερον τὸν ὁσιώτατον ἐπίσκοπον ᾧτινι
20τούτων ἕκαστος ὑπόκειται, ὁ δὲ τὸ πρᾶγμα μεταξὺ αὐτῶν διακρινέτω. καὶ εἰ μὲν ἑκάτερον μέρος τοῖς κρινομένοις ἐφησυχάσει, κελεύομεν διὰ τοῦ κατὰ τὸν τόπον ἄρχοντος ταῦτα ἐκβιβασμῷ τελείῳ παραδίδο‐ σθαι. εἰ δέ τις τῶν δικαζομένων ἐντὸς δέκα ἡμερῶν
25ἀντείποι τοῖς κεκριμένοις, τηνικαῦτα ὁ τῶν τόπων ἄρχων τὸ πρᾶγμα ἐξεταζέτω, καὶ εἰ εὕροι τὴν κρίσιν ὀρθῶς γενομένην, καὶ διὰ ψήφου ἰδίας ταύτην βε‐ βαιούτω καὶ ἐκβιβασμῷ παραδιδότω τὰ κριθέντα, καὶ
μὴ ἐξέστω τῷ δεύτερον ἐν τῷ τοιούτῳ πράγματι

610

ἡττηθέντι ἐκκαλεῖσθαι. εἰ δὲ ἡ τοῦ ἄρχοντος ψῆφος ἐναντία εἴη τοῖς παρὰ τοῦ θεοφιλεστάτου ἐπισκόπου κεκριμένοις, τηνικαῦτα χώραν ἔχειν τὴν ἔκκλητον κατὰ τῆς ψήφου τοῦ ἄρχοντος, καὶ ταύτην κατὰ τὴν τῶν
5νόμων τάξιν ἀναφέρεσθαί τε καὶ γυμνάζεσθαι. εἰ μέντοιγε ἐκ βασιλικῆς κελεύσεως ἢ δικαστικῆς προσ‐ τάξεως ἐπίσκοπος κρίνῃ μεταξὺ οἱωνδήποτε προσ‐ ώπων, ἡ ἔκκλητος ἐπὶ τὴν βασιλείαν ἢ ἐπὶ τὸν παραπέμψαντα τὴν ὑπόθεσιν ἀναφερέσθω.
10Εἰ δὲ ἔγκλημα εἴη τὸ καθ’ οἱουδήποτε τῶν μνημο‐ νευθέντων εὐλαβεστάτων προσώπων ἐπιφερόμενον, εἰ μὲν παρὰ ἐπισκόπῳ τις κατηγορηθῇ καὶ αὐτὸς τὴν ἀλή‐ θειαν εὑρεῖν δυνηθῇ, ἀπὸ τῆς τιμῆς ἤτοι τοῦ βαθμοῦ τοῦτον κατὰ τοὺς ἐκκλησιαστικοὺς κανόνας ἐκβαλλέτω,
15καὶ τηνικαῦτα ὁ πρόσφορος δικαστὴς τοῦτον συνεχέτω καὶ κατὰ τοὺς νόμους τὴν δίκην ἐξετάζων πέρας αὐ‐ τῇ ἐπιτιθέτω. εἰ δὲ πρότερον τῷ πολιτικῷ ἄρχοντι προσέλθῃ ὁ κατήγορος καὶ τὸ ἔγκλημα διὰ νομίμου ἐξετάσεως δυνηθείη ἀποδειχθῆναι, τότε τῷ ἐπισκόπῳ
20τῶν τόπων τὰ ὑπομνήματα φανερούσθω, καὶ εἰ ἐξ αὐτῶν γνωσθῇ τὰ προτεθέντα ἐγκλήματα πλημμελῆ‐ σαι αὐτόν, τότε αὐτὸς ὁ ἐπίσκοπος τοῦτον κατὰ τοὺς κανόνας ἀπὸ τῆς τιμῆς ἤτοι τοῦ βαθμοῦ ὃν ἔχει χωριζέτω, ὁ δὲ δικαστὴς ἐκδίκησιν αὐτῷ ἐπιφερέτω
25νόμοις ἁρμόδιον. εἰ δὲ νομίσει ὁ ἐπίσκοπος τὰ πε‐ πραγμένα μὴ δικαίως συστῆναι, τότε ἐξέσται αὐτῷ ὑπερθέσθαι τὸ γυμνῶσαι τῆς τιμῆς ἤγουν τοῦ βαθμοῦ τὸ κατηγορηθὲν πρόσωπον, οὕτω μέντοιγε ἵνα τὸ τοι‐ οῦτον πρόσωπον ὑπὸ τὴν νομίμην ἀσφάλειαν γένηται,
30καὶ οὕτως πρὸς ἡμᾶς ἡ ὑπόθεσις τοῦτο μὲν ὑπὸ τοῦ ἐπισκόπου τοῦτο δὲ καὶ ὑπὸ τοῦ δικαστοῦ ἀνενεχθῇ, ἵνα ἡμεῖς ταύτην γινώσκοντες τὰ φαινόμενα ἡμῖν κε‐ λεύσωμεν. Εἰ δέ τις ὑπὲρ χρηματικῆς αἰτίας κατά τινος τῶν μνημονευθέντων προσώπων ἐναγωγὴν ἔχοι
35τινά, καὶ ὁ ἐπίσκοπος ὑπέρθηται μεταξὺ αὐτῶν δι‐ κάσαι, ἄδειαν ὁ ἐνάγων ἐχέτω τῷ πολιτικῷ ἄρχοντι προσιέναι, οὕτω μέντοιγε ἵνα τὸ αἰτιαθὲν πρόσωπον
μηδενὶ τρόπῳ ἀναγκάζηται ἐγγυητὴν διδόναι, ἀλλὰ

611

μόνον ὁμολογίαν ἄνευ ὅρκου μετὰ ὑποθήκης τῶν ἰδίων πραγμάτων ἐκτίθεσθαι. Εἰ δὲ ὑπὲρ ἐγκληματικῆς αἰ‐ τίας κατηγορία κατά τινος τῶν μνημονευθέντων προσ‐ ώπων ἀποτεθείη, ὑπὸ τὴν νόμιμον ἀσφάλειαν τὸ
5κατηγορούμενον γίνεσθαι πρόσωπον. Εἰ δὲ ἐκκλησια‐ στικὸν εἴη τὸ πρᾶγμα, μηδεμίαν κοινωνίαν ἐχέτωσαν οἱ πολιτικοὶ ἄρχοντες πρὸς τὴν τοιαύτην ἐξέτασιν, ἀλλ’ οἱ ὁσιώτατοι ἐπίσκοποι κατὰ τοὺς ἱεροὺς κανό‐ νας τῷ πράγματι πέρας ἐπιτιθέτωσαν.
10 Εἴ τινες δὲ ὁσιώτατοι ἐπίσκοποι τῆς αὐτῆς συνόδου ἀμφισβήτησίν τινα πρὸς ἀλλήλους ἔχοιεν εἴτε ὑπὲρ ἐκκλησιαστικοῦ δικαίου εἴτε ὑπὲρ ἄλλων τινων πραγ‐ μάτων, πρότερον ὁ μητροπολίτης αὐτῶν μεθ’ ἑτέρων δύο ἐκ τῆς ἰδίας συνόδου ἐπισκόπων τὸ πρᾶγμα κρι‐
15νέτω, καὶ εἰ μὴ ἐμμείνῃ ἑκάτερον μέρος τοῖς κεκριμέ‐ νοις, τηνικαῦτα ὁ μακαριώτατος πατριάρχης ἐκείνης τῆς διοικήσεως μεταξὺ αὐτῶν ἀκροάσθω, κἀκεῖνα ὁρι‐ ζέτω ἅτινα τοῖς ἐκκλησιαστικοῖς κανόσι καὶ τοῖς νό‐ μοις συνᾴδει, οὐδενὸς μέρους κατὰ τῆς ψήφου αὐτοῦ
20ἀντιλέγειν δυναμένου. εἰ δὲ καὶ παρὰ κληρικοῦ ἢ ἄλλου οἱουδήποτε προσέλευσις κατὰ ἐπισκόπου γένηται διὰ οἱανδήποτε αἰτίαν, πρῶτον ὁ ὁσιώτατος αὐτῶν μητροπολίτης κατὰ τοὺς ἁγίους κανόνας καὶ τοὺς ἡμε‐ τέρους νόμους τὸ πρᾶγμα διακρινέτω, καὶ εἴ τις τοῖς
25κεκριμένοις ἀντείποι, ἐπὶ τὸν μακαριώτατον πατριάρ‐ χην τῆς διοικήσεως ἐκείνης ἀναφερέσθω τὸ πρᾶγμα, κἀκεῖνος κατὰ τοὺς κανόνας καὶ τοὺς νόμους τούτῳ παρεχέτω πέρας. εἰ δὲ κατὰ μητροπολίτου τοιαύτη προσέλευσις γένηται εἴτε παρὰ ἐπισκόπου εἴτε παρὰ
30κληρικοῦ ἢ ἄλλου οἱουδήποτε προσώπου, ὁ τῆς διοι‐ κήσεως ἐκείνης μακαριώτατος πατριάρχης κατὰ τὸν
ὅμοιον τρόπον τὸ πρᾶγμα κρινέτω. Ὑπὲρ δὲ πασῶν

612

τῶν αἰτιῶν, εἴτε παρὰ τᾷ ἰδίῳ μητροπολίτῃ εἴτε παρὰ πατριάρχῃ εἴτε παρ’ ἄλλοις οἱοισδήποτε δικα‐ σταῖς ἐπίσκοποι ἐνάγονται, μηδεμίαν ἐγγύην ἢ ὁμο‐ λογίαν ὑπὲρ τῆς δίκης ἀπαιτείσθωσαν, οὕτω μέντοι
5ἵνα καὶ αὐτοὶ σπουδάσωσι τῶν ἐπαγομένων αὐτοῖς αἰτιῶν ἑαυτοὺς διευλυτοῦν. Τοὺς δὲ οἰκονόμους καὶ πτωχοτρόφους καὶ ξενοδό‐ χους καὶ νοσοκόμους καὶ τοὺς τῶν ἄλλων εὐαγῶν οἴκων διοικητὰς καὶ τοὺς ἄλλους ἅπαντας κληρικοὺς
10κελεύομεν ὑπὲρ τῶν ἐμπιστευθεισῶν αὐτοῖς διοική‐ σεων παρὰ τῷ ἰδίῳ ἐπισκόπῳ ᾧ ὑπόκεινται ἀπο‐ κρίνεσθαι καὶ τοὺς λογισμοὺς τῆς ἰδίας διοικήσεως ποιεῖσθαι, καὶ εἰσπράττεσθαι ὅπερ ἐξ αὐτῶν ὀφεί‐ λοντες ἀποδειχθείησαν, ἐκείνῳ τῷ εὐαγεῖ ἀποδοθησό‐
15μενον οἴκῳ οὗτινος ἐκ τῆς διοικήσεως τὸ χρέος φανείη. εἰ δὲ νομίσαιεν ἑαυτοὺς βεβαρῆσθαι, μετὰ τὴν ἀπαί‐ τησιν ὁ μητροπολίτης τὸ πρᾶγμα ἐξεταζέτω. εἰ δὲ μητροπολίτης εἴη ὁ κατά τινος τῶν εἰρημένων προσ‐ ώπων τὰς τοιαύτας αἰτίας ἐξετάσας καὶ τὸ χρέος
20εἰσπράξας, καὶ ὁ εἰσπραχθεὶς νομίσαι ἑαυτὸν βεβλά‐ φθαι, ὁ τῆς διοικήσεως ἐκείνης μακαριώτατος πατριάρ‐ χης τὸ πρᾶγμα διακρινέτω. οὐδὲ γὰρ συγχωροῦμεν τοῖς προειρημένοις προσώποις ἐπὶ τῶν μνημονευθεισῶν αἰτιῶν πρὸ τῆς ἐξετάσεως καὶ τὴς ἀπαιτήσεως τοῦ
25χρέους τοὺς ἰδίους ἐπισκόπους ἀποφεύγειν καὶ εἰς ἄλλα παραγίνεσθαι δικαστήρια. εἴ τις δὲ ἐκ τῶν ἐκκλησια‐ στικῶν τινα τοιαύτην διοίκησιν ἐμπιστευθεὶς πρὸ τῆς τῶν λογισμῶν παραθέσεως καὶ τῆς τῶν ἐποφειλομένων καταβολῆς τελευτήσειε, κελεύομεν τοὺς αὐτοῦ κληρο‐
30νόμους κατὰ τὸν ὅμοιον τρόπον καὶ τοῖς λογισμοῖς
καὶ ταῖς ἀπαιτήσεσιν ὑποκεῖσθαι.

613

Εἴ τις δὲ ἐπίσκοπος ἢ κληρικὸς ἐξ οἱασδήποτε ἐπ‐ αρχίας ἐν Κωνσταντινουπόλει εὑρεθείη, καί τις βου‐ ληθῇ ἐναγωγὴν κατ’ αὐτοῦ προθεῖναι, εἰ μὲν προ‐ κάταρξις ἐν τῇ ἐπαρχίᾳ ὑπὲρ τῆς αὐτῆς ὑποθέσεως
5γέγονεν, ἐκεῖ τὴν δίκην πληροῦσθαι· εἰ δὲ μήπω ἤρχθη, παρὰ μόνοις τοῖς ἐνδοξοτάτοις ἐπάρχοις τῶν τῆς ἀνα‐ τολῆς πραιτωρίων ἢ τοῖς παρ’ ἡμῶν ἀφοριζομένοις δικασταῖς τοῖς ἐνάγουσιν αὐτὸν ἀποκρίνεσθαι. Οἱ δὲ εὐλαβέστατοι ἀποκρισιάριοι οἱασδήποτε ἁγιω‐
10τάτης ἐκκλησίας οἱ ἐν τῇ βασιλίδι πόλει διατρίβοντες ἢ παρὰ τοὺς μακαριωτάτους πατριάρχας ἢ μητροπο‐ λίτας παρὰ τῶν ἰδίων ἐπισκόπων στελλόμενοι μήτε ὑπὲρ τῶν ἰδίων ἐπισκόπων μήτε ὑπὲρ πράγματος τῆς ἐκκλησίας ἢ χρέους δημοσίου ἢ ἰδιωτικοῦ τινα ἐν‐
15αγωγὴν ἢ ἀπαίτησιν ὑπομενέτωσαν, εἰ μὴ ἐντολὰς ἔχοιεν παρὰ τῶν ἰδίων ἐπισκόπων ἢ οἰκονόμων, ὥστε τισὶν ἐνάγειν· τηνικαῦτα γὰρ μόνοις τοῖς παρ’ αὐτῶν ἐναγομένοις δίδομεν ἄδειαν, ἐάν τινα ἐναγωγὴν ἔχωσι κατὰ τῆς ἐκκλησίας ἢ τοῦ ἐπισκόπου, κατ’ αὐτῶν προ‐
20τιθέναι. εἰ δὲ καὶ ἐπί τισι πράγμασιν ἢ ἀγωγῇ ἑαυ‐ τοὺς ἐνόχους ποιήσουσιν ἐν τῷ καιρῷ ἐν ᾧ τὰς ἀποκρί‐ σεις ποιοῦνται, καὶ τὰς ὑπὲρ τούτων ἐναγωγὰς αὐτοὺς ὑποδέχεσθαι. Εἰ δὲ καὶ ἐπίσκοποι ἢ κληρικοὶ ὑπὲρ τῆς πόλεως
25ἢ τῆς ἰδίας ἐκκλησίας διὰ πρεσβείαν τινὰ ἢ χειροτο‐ νίαν ἐπισκόπου εἰς τὴν βασιλίδα πόλιν ἢ ἐν ἄλλῳ οἱῳδήποτε τόπῳ ἐνδημήσουσι, κελεύομεν αὐτοὺς μηδε‐ μίαν ἐπάχθειαν ἢ ὄχλησιν ἀπὸ οἱουδήποτε προσώπου ὑφίστασθαι. ἀδείας οὔσης τοῖς ὑπευθύνους αὐτοὺς ἔχειν
30νομίζουσι, μεθ’ ὃ εἰς τὴν ἐπαρχίαν ὑποστρέψουσιν

614

ἐνάγειν αὐτοῖς, οὐδενὸς τοῖς νομίζουσιν ἔχειν αὐτοὺς ὑπευθύνους γινομένου προκρίματος περὶ χρονίαν παρα‐ γραφὴν διὰ τὸν χρόνον, ὃν ἐν τῇ τοιαύτῃ ἀποδημίᾳ παρείλκυσαν.
5 Εἴ ποτε δὲ αἰτία ἀναφυῇ τοῦ ὑπόμνησιν ἢ ἐκβι‐ βασμὸν προσενεχθῆναι ὑπὲρ οἱασδήποτε χρηματικῆς αἰτίας εἴτε δημοσίας εἴτε ἰδιωτικῆς κληρικῷ ἢ μοναχῷ ἢ μοναστρίᾳ ἢ ἀσκητρίᾳ οἱουδήποτε μοναστηρίου, καὶ μάλιστα γυναικῶν, ὕβρεως χωρὶς καὶ μετὰ τῆς προσ‐
10ηκούσης τιμῆς κελεύομεν τὴν ὑπόμνησιν καὶ τὸν ἐκ‐ βιβασμὸν γίνεσθαι, μηδεμίαν δὲ μονάστριαν ἢ ἀσκή‐ τριαν τοῦ μοναστηρίου ἀφέλκεσθαι, ἀλλ’ ἐντολέα ἐξ αὐτῶν προβάλλεσθαι τὸν ὑπὲρ τοῦ πράγματος ἀπο‐ κρινούμενον. τοῖς δὲ μοναχοῖς ἐξέστω εἴτε δι’ ἑαυτῶν
15εἴτε δι’ ἐντολέων τὰς ἰδίας ἢ τὰς τοῦ μοναστηρίου δίκας πράττειν· εἰδότος τοῦ ταῦτα παραβαίνοντος δικαστοῦ ἢ ἐκβιβαστοῦ, ὡς καὶ τῆς ζώνης γυμνωθή‐ σεται καὶ ποινὴν εʹ χρυσίου λιτρῶν εἰσπραχθήσεται παρὰ τοῦ μεγαλοπρεπεστάτου κόμητος τῶν πριβάτων·
20τοῦ ἐκβιβαστοῦ δηλονότι πρὸς τούτοις καὶ βασάνους ὑπομένοντος καὶ εἰς ἐξορίαν πεμπομένου. τῶν κατὰ τόπον ὁσιωτάτων ἐπισκόπων προνοούντων, ἵνα μη‐ δὲν τούτων ἐναντίον γένηται, ἢ εἴπερ τι ἁμαρτηθῇ, ἵνα ἡ εἰρημένη ἐκδίκησις προέλθοι. τοῦ δὲ ἄρχοντος
25τὴν ἐκδίκησιν ἀναβαλλομένου ἐπιθεῖναι εἰς ἡμετέραν εἴδησιν ὁ ἐπίσκοπος ἀναφερέτω. Σπορτούλων δὲ ὀνόματι πᾶν πρόσωπον ἐν οἱᾳδή‐
ποτε ἐκκλησιαστικῇ τάξει καταλεγόμενον, καὶ πρὸς

615

τούτοις διακόνισσαν καὶ μοναχὸν καὶ ἀσκήτριαν καὶ μονάστριαν ὑπὲρ πάσης ἐγκληματικῆς καὶ χρηματικῆς αἰτίας, ὅσης ἂν εἴη ποσότητος, εἴτε ἀπὸ κληρικοῦ εἴτε ἀπό τινος ἐν στρατείᾳ καταλεγομένου ὑπόμνησιν
5δέξονται, ἢ ἐν τῇ βασιλίδι πόλει ἢ ἐν ταῖς ἐπαρχίαις ἐν αἷς διάγουσιν, οὐ πλέον τεσσάρων κερατίων δι‐ δόναι συγχωροῦμεν. εἰ δέ τις ἐξ ἡμετέρας κελεύσεως ἢ ἄρχοντος ἢ μακαριωτάτου πατριάρχου σταλεὶς ἐκ‐ βιβαστὴς εἰς ἄλλας ἐπαρχίας ὑπόμνησιν προσαγάγοι
10τινὶ τῶν μνημονευθέντων προσώπων, μὴ περαιτέρω ἑνὸς νομίσματος κομιζέσθω. εἰ δὲ καὶ ὑπὲρ μιᾶς καὶ τῆς αὐτῆς αἰτίας πολλοὺς ἐκ τῶν μνημονευθέντων προσώπων ὑπομνησθῆναι συμβαίη, ἑνὸς καὶ μόνου προσώπου ὑπὲρ πάντων σπόρτουλα κομίζεσθαι θε‐
15σπίζομεν. ἐπίσκοπος δὲ ὑπὲρ τῶν πραγμάτων τῆς ἰδίας ἐκκλησίας μηδεμίαν μεθοδείαν ἢ ὄχλησιν ὑφιστά‐ σθω· σπόρτουλα δὲ εἰ ὑπὲρ τῶν ἰδικῶν πραγμάτων ὑπομνησθείη, ἀπαιτείσθω· τὰς ἐναγωγὰς δηλαδὴ τὰς κατὰ τῆς ἐκκλησίας προτιθεμένας τῶν οἰκονόμων ὑπο‐
20δεχομένων, ἢ ἐκείνων οἵτινες ἐπὶ ταύτῃ τῇ αἰτίᾳ προ‐ βληθεῖεν. ὁ δὲ παρὰ ταῦτα εἰσπρᾶξαι σπόρτουλα τολμῶν ἐν διπλῷ ὅπερ ἔλαβε τῷ ἀπαιτηθέντι προσ‐ ώπῳ ἀποδοῦναι συνωθείσθω, καὶ εἰ μὲν στρατεύεται, καὶ τὴν ζώνην ἀπολλύτω, εἰ δὲ κληρικὸς εἴη, τοῦ κλή‐
25ρου ἐκβαλλέσθω. Τοῖς δὲ πρεσβυτέροις καὶ διακόνοις καὶ ὑποδιακό‐ νοις καὶ πᾶσι τοῖς ἄλλοις τοῖς ἐν κλήρῳ τεταγμένοις μὴ ἔχουσι γαμετὰς κατὰ τοὺς θείους κανόνας ἀπαγο‐ ρεύομεν καὶ ἡμεῖς κατὰ τὴν τῶν ἁγίων κανόνων
30δύναμιν, γυναῖκά τινα ἐν τῷ ἰδίῳ οἴκῳ ἐπείσακτον
ἔχειν, δίχα μέντοι μητρὸς καὶ θυγατρὸς καὶ ἀδελφῆς

616

καὶ τῶν ἄλλων προσώπων, ἅτινα πᾶσαν ὑποψίαν ἐκ‐ φεύγει. εἴ τις δὲ παρὰ ταύτην τὴν παραφυλακὴν γυ‐ ναῖκα ἐν τῷ ἰδίῳ οἴκῳ σχῇ, ἥτις δύναται αὐτῷ ὑπο‐ ψίαν ἐπάγειν, καὶ ἅπαξ καὶ δὶς ἢ ὑπὸ τοῦ ἰδίου
5ἐπισκόπου ἢ ὑπὸ τῶν ἰδίων συγκληρικῶν ὑπομνη‐ σθείς, ὥστε μετὰ τοιαύτης γυναικὸς μὴ οἰκεῖν, ἐκβα‐ λεῖν αὐτὴν ἐκ τοῦ ἰδίου οἴκου μὴ θελήσῃ, ἢ κατηγόρου φαινομένου ἀποδειχθῇ ἀσέμνως μετὰ τοιαύτης γυναι‐ κὸς ἀναστρέφεσθαι, τηνικαῦτα ὁ ἐπίσκοπος αὐτοῦ
10κατὰ τοὺς ἐκκλησιαστικοὺς κανόνας τοῦ κλήρου αὐτὸν ἐκβαλλέτω, τῇ βουλῇ τῆς πόλεως ἧς κληρικὸς ἦν παρα‐ δοθησόμενον. Ἐπίσκοπον δὲ μηδεμίαν παντελῶς γυ‐ ναῖκα ἔχειν ἢ μετ’ αὐτῆς οἰκεῖν συγχωροῦμεν. εἰ δὲ ἀποδειχθείη τοῦτο μηδαμῶς παραφυλάξας, τῆς ἐπισκο‐
15πῆς ἐκβαλλέσθω· αὐτὸς γὰρ ἑαυτὸν ἀνάξιον δείκνυσι τῆς ἱερωσύνης. Διακόνισσαν δὲ οὐδενὶ τρόπῳ μετὰ ἀνδρός, ἐξ οὗ δύναται ἀσέμνου βίου ἀναφύεσθαι ὑποψία, οἰκεῖν συγχωροῦμεν. εἰ δὲ ταῦτα μὴ παραφυλάξει, ὁ ἱερεὺς
20ὑφ’ ὃν τέτακται ὑπομιμνησκέτω ταύτην, ἵνα πᾶσι τρόποις τὸν τοιοῦτον ἄνδρα ἐκβάλλῃ τοῦ ἰδίου οἴκου. εἰ δὲ τοῦτο ὑπέρθηται πρᾶξαι, τῆς ἐκκλησιαστικῆς ὑπηρεσίας καὶ τῶν ἰδίων διαρίων ἀλλοτριουμένη ἐν μοναστηρίῳ παραδιδόσθω, κἀκεῖ πάντα τὸν τῆς ἰδίας
25ζωῆς χρόνον διατελείτω· τῶν πραγμάτων αὐτῆς, εἰ μὲν παῖδας ἔχοι, μεταξὺ αὐτῆς κἀκείνων κατὰ τὸν ἀριθμὸν τῶν προσώπων διαιρουμένων, ἵνα τὸ ἁρμό‐ ζον τῇ αὐτῇ γυναικὶ μέρος τὸ μοναστήριον λαμβάνον ταύτην ἀποτρέφοι· εἰ δὲ μὴ ἔχοι παῖδας, πᾶσα ἡ αὐ‐
30τῆς περιουσία μεταξὺ τοῦ μοναστηρίου ὅπου ἐμβάλ‐ λεται καὶ τῆς ἐκκλησίας ἐν ᾗ πρότερον ἐτέτακτο ἐξ ἴσης μοίρας διαιρείσθω. Εἴ τις τῶν θείων μυστηρίων ἢ τῶν ἄλλων ἁγίων
λειτουργιῶν ἐπιτελουμένων ἐν ἁγίᾳ εἰσελθὼν ἐκκλη‐

617

σίᾳ ἢ τῷ ἐπισκόπῳ ἢ τοῖς κληρικοῖς ἢ τοῖς ἄλλοις ὑπηρέταις τῆς ἐκκλησίας ὕβρεώς τι ἐπαγάγοι, κελεύο‐ μεν τοῦτον βασάνους ὑπομεῖναι καὶ εἰς ἐξορίαν πεμ‐ φθῆναι· εἰ δὲ καὶ αὐτὰ τὰ θεῖα μυστήρια καὶ τὰς
5θείας λειτουργίας ταράξει ἢ ἐπιτελεῖσθαι κωλύσει, κεφαλικῶς τιμωρεῖσθαι. τούτου αὐτοῦ καὶ ἐπὶ ταῖς λιταῖς ἐν αἷς ἢ ἐπίσκοποι ἢ κληρικοὶ εὑρίσκονται φυ‐ λαττομένου, ἵνα εἰ μὲν ὕβριν μόνον ποιήσει, βασάνοις καὶ ἐξορίᾳ παραδοθῇ, εἰ δὲ καὶ τὴν λιτὴν διασκεδά‐
10σει, κεφαλικὸν κίνδυνον ὑπομένοι. καὶ ταῦτα διεκδι‐ κεῖν κελεύομεν οὐ μόνον τοὺς πολιτικούς, ἀλλὰ καὶ τοὺς στρατιωτικοὺς ἄρχοντας. Πᾶσι δὲ τοῖς λαϊκοῖς ἀπαγορεύομεν λιτὰς ποιεῖν δίχα τῶν ὁσιωτάτων τῶν τόπων ἐπισκόπων καὶ τῶν
15ὑπ’ αὐτοὺς εὐλαβεστάτων κληρικῶν· ποία γάρ ἐστι λιτή, ἐν ᾗ ἱερεῖς οὐχ εὑρίσκονται καὶ τὰς συνήθεις ποιοῦσιν εὐχάς; ἀλλὰ καὶ τοὺς τιμίους σταυρούς, μεθ’ ὧν ἐν ταῖς λιταῖς ἐξέρχονται, μὴ ἀλλαχόσε πλὴν εἰ μὴ ἐν εὐαγέσι τόποις ἀποτίθεσθαι· καὶ εἴ ποτε χρεία
20καλέσει τοῦ λιτὰς ἐπιτελεῖσθαι, τότε μόνον τοὺς αὐ‐ τοὺς ἁγίους σταυροὺς λαμβάνειν τοὺς εἰωθότας αὐτοὺς βαστάζειν, καὶ μετὰ τοῦ ἐπισκόπου καὶ τῶν κληρι‐ κῶν τὰς λιτὰς ἐπιτελεῖσθαι. Ταῦτα παραφυλαττόν‐ των τῶν ὁσιωτάτων τῶν τόπων ἐπισκόπων καὶ τῶν
25αὐτῶν κληρικῶν καὶ τῶν κατὰ τόπον ἀρχόντων. εἰ δέ τις ἐν τούτῳ τῷ κεφαλαίῳ τὴν τοῦ παρόντος ἡμῶν νόμου δύναμιν ἢ παραβῇ ἢ μὴ ἐκδικήσῃ, τὰς εἰρημένας ποινὰς ὑποστήσεται. Ὑπόλοιπον ἡμῖν ἐστὶ καὶ περὶ τῶν εὐαγῶν μονα‐
30στηρίων καὶ τῶν εὐλαβεστάτων μοναχῶν διατυπῶσαι.

618

Κελεύομεν τοίνυν τὸν ἀββᾶν ἢ τὸν ἀρχιμανδρί‐ την ἐν ἑκάστῳ μοναστηρίῳ προβάλλεσθαι μὴ πάντως κατὰ τοὺς βαθμοὺς τῶν μοναχῶν, ἀλλ’ ὃν πάντες οἱ μοναχοὶ ἢ οἱ καλλίονος ὑπολήψεως ὄντες ἐπιλέξονται,
5προκειμένων τῶν ἁγίων εὐαγγελίων λέγοντες, ὡς οὐ‐ δὲ διὰ φιλίαν ἢ δι’ ἄλλην οἱανδήποτε χάριν, ἀλλὰ γινώσκοντες αὐτὸν καὶ τῇ πίστει ὀρθὸν καὶ τῷ βίῳ σώφρονα καὶ τῆς διοικήσεως ἄξιον καὶ δυνάμενον τὴν τῶν μοναχῶν ἐπιστήμην καὶ πᾶσαν τὴν τοῦ μονα‐
10στηρίου κατάστασιν χρησίμως φυλάξαι αὐτὸν ἐπελέ‐ ξαντο· τοῦ ὁσιωτάτου ἐπισκόπου ὑφ’ ὃν τὸ μοναστή‐ ριον τέτακται τὸν οὕτως ἐπιλεγόμενον πᾶσι τρόποις ἡγούμενον προβαλλομένου. ταῦτα δὲ πάντα τὰ παρ’ ἡμῶν διατυπωθέντα διὰ τὴν προβολὴν τῶν ἡγουμέ‐
15νων κρατεῖν παρακελευόμεθα καὶ ἐπὶ τοῖς εὐαγέσι τῶν γυναικῶν μοναστηρίοις καὶ ἀσκητηρίοις. Εἴ τις δὲ εἰς μοναχικὸν βίον ἐλθεῖν βουληθείη, κελεύομεν, ἵνα εἰ μὲν γνώριμός ἐστιν ὅτι οὐδεμιᾷ τύχῃ ὑπόκειται, ὁ ἡγούμενος τοῦ μοναστηρίου ὅτε
20συνίδοι τὸ σχῆμα αὐτῷ παράσχοι, εἰ δὲ μὴ γνωρίζε‐ ται εἰ οἱᾳδήποτε ὑπόκειται τύχῃ, ἐντὸς τριῶν ἐνιαυ‐ τῶν μὴ λαμβάνειν αὐτὸν τὸ σχῆμα τὸ μοναχικόν, ἀλλ’ ἐντὸς τοῦ εἰρημένου χρόνου ἀποπειράσθω τῆς τούτου ἀναστροφῆς ὁ τοῦ μοναστηρίου ἡγούμενος. καὶ
25εἰ ἐντὸς τριετίας ἀναφυῇ τις λέγων ἢ δοῦλον ἢ κολω‐ νὸν ἢ ἐναπόγραφον ἴδιον τοῦτον εἶναι, ἢ καὶ ὡς φεύ‐ γοντα τὴν γεωργίαν ἢ ὥς τι κλέψαντα ἢ διά τι πταῖσμα εἰς τὸ μοναστήριον αὐτὸν εἰσεληλυθέναι, καὶ ταῦτα ἀποδειχθείη, τῷ ἰδίῳ δεσπότῃ τοῦτον ἀποκαθ‐
30ίστασθαι μετὰ τῶν πραγμάτων ἅπερ δειχθείη εἰς τὸ

619

μοναστήριον εἰσαγαγών, λόγον πρότερον ὡς οὐδὲν ὑπο‐ μενεῖ παρὰ τοῦ ἰδίου δεσπότου λαμβάνοντα. εἰ δὲ ἐντὸς τριετίας μηδεὶς ἐναγάγῃ τινὶ τῶν εἰρημένων προσώπων, ὁ ἡγούμενος τοῦ μοναστηρίου μετὰ τὴν
5παραδρομὴν τοῦ τριετοῦς χρόνου, εἰ τὸν τοιοῦτον ἄνδρα ἄξιον κρίνῃ, τότε διδότω αὐτῷ τὸ σχῆμα, καὶ μηδεὶς αὐτῷ μετὰ ταῦτα ὄχλησιν ὑπὲρ τύχης ἐπιφερέτω, ἐν ὅσῳ μέντοιγε ἐν τῷ μοναστηρίῳ διάγει· τὰ δὲ πράγ‐ ματα, ἅπερ εἰς τὸ μοναστήριον εἰσαγαγὼν φανείη, τῷ
10δεικνυμένῳ δεσπότῃ ἀποδιδόσθω. εἰ δέ τις τῶν εἰρη‐ μένων προσώπων καταλείψει τὸ μοναστήριον καὶ εἰς κοσμικὸν ἔλθοι βίον, ἢ ἐν ταῖς πόλεσιν ἢ ἐν ἀγροῖς περιέρχεται, τῇ ἰδίᾳ τύχῃ παραδιδόσθω. Ἐν πᾶσι δὲ τοῖς μοναστηρίοις, ἅπερ κοινόβια κα‐
15λοῦνται, κελεύομεν κατὰ τοὺς μοναχικοὺς κανόνας ἐν ἑνὶ οἴκῳ πάντας οἰκεῖν καὶ κοινῶς τρέφεσθαι, καὶ κατὰ τὸν ὅμοιον τρόπον ἐν ἑνὶ οἴκῳ πάντας κεχω‐ ρισμένως καθεύδειν, ὥστε ἀμοιβαδὸν ἀλλήλοις μαρτυ‐ ρίαν τῆς σώφρονος διαγωγῆς παρέχειν αὐτούς, πλὴν
20εἰ μή τινες ἐξ αὐτῶν ἢ διὰ τὴν χρονίαν ἐν μοναστη‐ ρίῳ ἄσκησιν ἡσύχως βουλόμενοι ζῆν ἢ γήρως ἢ σω‐ ματικῆς ἀσθενείας χάριν ἐν ἰδιάζουσι κελλίοις ἔνδον τοῦ μοναστηρίου τυγχάνουσι διαιτῶνται· τοῦτο δὲ μετὰ εἰδήσεως καὶ γνώμης τοῦ ἡγουμένου γίνεσθαι.
25τούτων ἁπάντων καὶ περὶ τὰ μοναστήρια καὶ ἀσκη‐ τήρια τῶν γυναικῶν παραφυλαττομένων. Κατ’ οὐ‐ δένα δὲ τόπον τῆς ἡμετέρας πολιτείας ἐν ἑνὶ μοναστη‐ ρίῳ μοναχοὺς καὶ μοναστρίας οἰκεῖν ἢ τὰ λεγόμενα διπλᾶ εἶναι μοναστήρια συγχωροῦμεν. ὅπου δὲ τοι‐
30οῦτο μοναστήριον εὑρεθείη, πᾶσι τρόποις κελεύομεν τοὺς ἄνδρας ἀπὸ τῶν γυναικῶν χωρίζεσθαι, καὶ τὰς μὲν γυναῖκας ἐν ᾧπερ εἰσὶ μοναστηρίῳ ἀπομένειν, τοὺς δὲ ἄνδρας ἄλλο μοναστήριον ἑαυτοῖς ποιεῖν. εἰ δὲ πλείονα εἴη τὰ τοιαῦτα μοναστήρια, ἵνα μηδὲ
35ἀνάγκη γένηται νέα μοναστήρια οἰκοδομεῖσθαι, ὁ τῶν

620

τόπων ὁσιώτατος ἐπίσκοπος τοὺς μοναχοὺς μετὰ τῶν μοναχῶν καὶ τὰς γυναῖκας μετὰ τῶν γυναικῶν κεχω‐ ρισμένως ἐν ἄλλοις καὶ ἄλλοις μοναστηρίοις συναγαγεῖν φροντισάτω, τὰ δὲ πράγματα ὅσα ἔχουσι κοινὰ με‐
5ταξὺ αὐτῶν κατὰ τὸ ἁρμόζον αὐτοῖς δίκαιον διαι‐ ρείσθω. ταῖς δὲ γυναιξὶν ὃν ἂν αὐταὶ ἐπιλέξωνται εἴτε πρεσβύτερον εἴτε διάκονον εἰς τὸ ποιεῖν αὐταῖς τὰς ἀποκρίσεις ἢ τὴν ἁγίαν αὐταῖς κοινωνίαν φέρειν ὁ ὁσιώτατος ἐπίσκοπος ὑφ’ ὅν εἰσιν ἀποκληρούτω,
10εἰ ὀρθῆς πίστεως καὶ βίου καλοῦ τοῦτον εἶναι γνοίη. εἰ δὲ ὁ παρ’ αὐτῶν ἐπιλεγεὶς μὴ εἴη πρεσβύτερος ἢ διάκονος, ἄξιον δὲ αὐτὸν τῆς τοιαύτης ὑπηρεσίας ὁ ἐπίσκοπος κρίνῃ, χειροτονίαν αὐτῷ ἐπιτιθείς, ἧς ἄξιος εἶναι φανείη, ταῖς ἀποκρίσεσιν, ὡς εἴρηται, τοῦ μονα‐
15στηρίου ἀπονεμέτω, οὕτω μέντοι ἵνα μηδὲ ὁ οὕτως ἐπιλεγεὶς πρὸς τὰς ἀποκρίσεις τῶν γυναικῶν ἐν τῷ μοναστηρίῳ μείνῃ. Εἴ τις ἐπὶ αἱρέσει γάμου ἢ παιδοποιίας, ἢ χάριν προικὸς ἢ γαμικῆς δωρεᾶς ἢ δωρήσηταί τι ἢ κατα‐
20λείψῃ τοῖς ἰδίοις παισὶν ἢ ἄλλῳ οἱῳδήποτε προσώπῳ, ἢ κληρονομίαν ἢ ληγάτον ἐξ ἀρχῆς καθαρῶς κατα‐ λιμπάνων αὐτοῖς βαρήσει αὐτοὺς ὑποκαταστάσει ἢ ἀποκαταστάσει ὑπὸ μίαν τῶν μνημονευθεισῶν αἱρέ‐ σεων, κελεύομεν, εἴπερ οἱ ταῖς τοιαύταις αἱρέσεσιν
25ὑποκείμενοι ἄρρενες ἢ θήλειαι εἰς μοναστήρια εἰσέλ‐ θωσιν, ἢ κληρικοὶ ἢ διακόνισσαι ἢ ἀσκήτριαι γένων‐ ται, τὰς τοιαύτας αἱρέσεις ἀνισχύρους καὶ ἀντὶ μηδὲ γεγραμμένων εἶναι. ταύτης δὲ τῆς βοηθείας καὶ κλη‐
ρικοὶ καὶ διακόνισσαι τῶν ἐκκλησιῶν ἀπολαυέτωσαν,

621

εἰ μέχρι τῆς ἰδίας ζωῆς τοῖς αὐτοῖς ἐπιμείναιεν, καὶ τὰ πράγματα τὰ ὑπὸ τὴν τοιαύτην αἵρεσιν δεδωρη‐ μένα ἢ καταλελειμμένα εἰς εὐσεβεῖς χρείας δαπανή‐ σουσιν ἢ καταλείψουσιν. ἐπὶ γὰρ τοῖς προσώποις,
5ἅτινα εἰς μοναστήριον ἢ ἀσκητήριον εἰσέλθωσι καὶ καταλείψωσι τὴν τοιαύτην σώφρονα ἀναστροφήν, τῷ μοναστηρίῳ ἢ τῷ ἀσκητηρίῳ, ὅπου τὴν ἀρχὴν εἰσῆλ‐ θον, τὰ πράγματα τὰ ὑπὸ τὴν τοιαύτην αἵρεσιν δωρη‐ θέντα ἢ καταλειφθέντα μετὰ τῆς ἄλλης αὐτῶν ὑπο‐
10στάσεως διαφέρειν κελεύομεν. εἰ μέντοι ἐπὶ ἀναρρύσει αἰχμαλώτων ἢ πτωχῶν ἀποτροφῇ ὑπὸ τὰς εἰρημένας αἱρέσεις ὑποκατάστασις ἢ ἀποκατάστασις γένηται, ἐξ οὐδενὸς τῶν εἰρημένων τρόπων ταύτην ἀποκλείεσθαι συγχωροῦμεν.
15 Εἰ δὲ γυνὴ ἢ ἀνὴρ τὸν μοναχικὸν ἐπιλέξηται βίον καὶ εἰσέλθῃ εἰς τὸ μοναστήριον παίδων οὐχ ὑπόντων, τῷ μοναστηρίῳ ἐν ᾧ εἰσῆλθε τὰ πράγματα αὐτοῦ διαφέρειν κελεύομεν. εἰ δὲ τὸ τοιοῦτον πρόσωπον παῖδας ἔχοι, καὶ μὴ πρὶν εἰσέλθῃ εἰς τὸ μοναστήριον
20περὶ τῶν οἰκείων πραγμάτων ποιήσει διατύπωσιν καὶ τὸ νόμιμον μέρος τοῖς παισὶν ἀφορίσει, καὶ οὕ‐ τως ἐξέστω αὐτῷ καὶ μετὰ τὸ εἰσελθεῖν εἰς τὸ μονα‐ στήριον τὴν ἰδίαν οὐσίαν εἰς τοὺς ἰδίους διελεῖν παῖ‐ δας, οὕτω μέντοιγε ὥστε μηδὲ ἐπὶ ἑνὶ τῶν ἑαυτοῦ
25παίδων ἐλαττῶσαι τὸ νόμιμον μέρος· τὸ δὲ μὴ δεδο‐ μένον τοῖς παισὶ μέρος τῷ μοναστηρίῳ διαφερέτω. εἰ δὲ πᾶσαν τὴν ἰδίαν οὐσίαν μεταξὺ τῶν παίδων διελεῖν βουληθείη, τοῦ οἰκείου αὐτοῦ προσώπου τοῖς παισὶ συναριθμουμένου, ἓν ἑαυτῷ μέρος πᾶσι τρόποις
30παρακρατείτω ὀφεῖλον τῷ δικαίῳ τοῦ μοναστηρίου διαφέρειν εἰ δὲ ἐν τῷ μοναστηρίῳ διάγων τελευτή‐ σει, πρὶν μεταξὺ τῶν οἰκείων παίδων τὰ ἴδια δια‐ νείμῃ πράγματα, τὸ μὲν νόμιμον μέρος οἱ παῖδες λήψονται, τὸ δὲ λοιπὸν τῆς οὐσίας τῷ μοναστηρίῳ
35διαφερέτω.

622

Μνηστείας δὲ μεταξύ τινων κατὰ νόμον γινομέ‐ νης, εἴτε ὁ μνηστὴρ εἰς μοναστήριον εἰσέλθῃ, ἀνα‐ λαμβανέτω τὰ ὑπὲρ τῆς μνηστείας ἀρραβώνων ὀνό‐ ματι δεδομένα, εἴτε ἡ μνηστὴ τὸν μοναχικὸν βίον
5ἐπιλέξηται, ἐκεῖνα μόνον ἀποδιδότω ἅτινα ὁμοίως ἀρραβώνων ὀνόματι ἔλαβε, τῆς ποινῆς ἑκατέρῳ μέρει συγχωρουμένης. Εἰ δὲ συνεστῶτος ἔτι τοῦ γάμου ὁ ἀνὴρ μόνος ἢ ἡ γυνὴ μόνη εἰσέλθῃ εἰς μοναστήριον, διαλυέσθω ὁ
10γάμος καὶ δίχα ῥεπουδίου, μεθ’ ὃ μέντοι τὸ πρόσωπον τὸ εἰσερχόμενον εἰς μοναστήριον τὸ σχῆμα λάβῃ. καὶ εἰ μὲν ὁ ἀνὴρ τὸν μοναχικὸν ἐπιλέξηται βίον, ἀπο‐ καθιστάτω τῇ γυναικὶ καὶ τὴν προῖκα καὶ εἴ τι ἄλλο ἀπ’ αὐτῆς ἔλαβε, καὶ πρὸς τούτοις ἐκ τῆς γαμικῆς δω‐
15ρεᾶς τοσοῦτον μέρος, ὅσον ἐκ τῆς τελευτῆς τοῦ ἀν‐ δρὸς ἥρμοζε τῇ γυναικὶ κατὰ τὸ σύμφωνον τὸ τοῖς προικῴοις συμβολαίοις ἐμφερόμενον. εἰ δὲ γυνὴ εἴη ἡ εἰς τὸ μοναστήριον εἰσελθοῦσα, τὸν ὅμοιον τρόπον παρακρατείτω ὁ ἀνὴρ τὴν γαμικὴν δωρεὰν καὶ τὸν
20κάσσον τῆς προικὸς τὸν ἀπὸ τῆς τελευτῆς τῆς γυναι‐ κὸς συμφωνηθέντα, καὶ τὸ λοιπὸν τῆς προικὸς τῇ γυ‐ ναικὶ ἀποκαθιστᾶν παρακελευόμεθα, καὶ εἴ τι ἄλλο ἐκ τῶν πραγμάτων τῆς γυναικὸς παρ’ αὐτῷ εὑρεθείη. ἀμφοτέρων δὲ τὸν μοναχικὸν βίον ἐπιλεγομένων κε‐
25λεύομεν, ἀργούντων τῶν προικιμαίων συμφώνων τὸν ἄνδρα παρακρατεῖν τὴν γαμικὴν δωρεάν, καὶ τὴν γυ‐ ναῖκα τὴν ἰδίαν λαμβάνειν προῖκα καὶ εἴ τι ἄλλο τῷ ἀνδρὶ δεδωκέναι δειχθείη, ἵνα εἷς ἕκαστος δίχα ζημίας τῶν ἰδίων ἀπολαύσῃ πραγμάτων· εἰ μὴ ὡς εἰκὸς ὁ
30μνηστὴρ τῇ μνηστῇ ἢ ἡ μνηστὴ τῷ μνηστῆρι ἢ ὁ ἀνὴρ τῇ γυναικὶ ἢ ἡ γυνὴ τῷ ἀνδρὶ δωρήσασθαί τι ἢ συγχωρῆσαι βουληθείη. Οὐδεμίαν δὲ ἄδειαν δίδομεν ἢ τοῖς γονεῦσι τοὺς
παῖδας ἢ τοῖς παισὶ τοὺς γονέας τὴν κοσμικὴν διαγω‐

623

γὴν καταλιμπάνοντας ὡς ἀχαρίστους ἀποκλείειν τῆς ἰδίας κληρονομίας ὑπὲρ αἰτίας πρὸ τοῦ μοναχικοῦ βίου παρακολουθησάσης. Ἀπαγορεύομεν δὲ τοῖς γονεῦσι τοὺς ἰδίους παῖδας μοναχικὸν βίον ἐπιλεγομένους τῶν
5εὐαγῶν μοναστηρίων ἀφέλκειν. Ἐὰν μοναχὸς καταλείψῃ τὸ ἴδιον μοναστήριον καὶ εἰς ἄλλο εἰσέλθῃ, εἴ τινα πράγματα ἐν τῷ καιρῷ καθ’ ὃν τὸ μοναστήριον καταλέλοιπεν ἔχων φανείη, τῷ πρώτῳ μοναστηρίῳ, ἐν ᾧ ἐξ ἀρχῆς εἰσῆλθε, ταῦτα
10διαφέρειν κελεύομεν. Προνοεῖν δὲ τοὺς ὁσιωτάτους τῶν τόπων ἐπισκόπους, ἵνα μήτε μοναχοὶ μήτε μο‐ νάστριαι εἰς τὰς πόλεις περιέρχωνται, ἀλλ’ εἴ τινα ἀναγκαίαν ἀπόκρισιν ἔχοιεν, διὰ τῶν ἰδίων ἀποκρι‐ σιαρίων ταύτην πραττέτωσαν ἐν τοῖς ἰδίοις αὐτοὶ
15μένοντες μοναστηρίοις. Ἐὰν μοναχὸς καταλείψῃ τὸ μοναστήριον καὶ εἰς κοσμικὸν βίον μετέλθῃ, τοῦ‐ τον τῆς στρατείας καὶ τῆς τιμῆς, εἴ τινα ἔχει, πρῶτον γυμνωθέντα ἐκ τοῦ ἐπισκόπου τῶν τόπων καὶ τοῦ τῆς ἐπαρχίας ἄρχοντος εἰς μοναστήριον βάλλεσθαι,
20καὶ τὰ πράγματα, ὅσα μετὰ ταῦτα ἔχειν δειχθείη, τῷ μοναστηρίῳ ἐν ᾧ ἐμβάλλεται διαφέρειν. εἰ δὲ καὶ πάλιν καταλείψει τὸ μοναστήριον, τότε αὐτὸν ὁ ἄρ‐ χων τῆς ἐπαρχίας ἐν ᾗ ἂν εὑρεθῇ κρατείτω καὶ τῇ ὑποκειμένῃ αὐτῷ τάξει συναριθμείτω.
25 Εἴ τις ἁρπάσει ἢ ὑπονοθεύσει ἢ διαφθείρῃ ἀσκή‐ τριαν ἢ διακόνισσαν ἢ μονάστριαν ἢ ἄλλην οἱανοῦν γυναῖκα εὐλαβῆ βίον ἢ σχῆμα ἔχουσαν, τὰ τούτου πράγματα καὶ τῶν τοῦ τοιούτου μύσους αὐτῷ μετα‐ σχόντων κελεύομεν τῷ εὐαγεῖ τόπῳ, ἐν ᾧ ἡ τοιαύτη
30γυνὴ ᾤκει, διὰ τῶν κατὰ τόπον ὁσιωτάτων ἐπισκό‐

624

πων καὶ τῶν οἰκονόμων αὐτῶν, οὐ μὴν ἀλλὰ καὶ τῶν ἑκάστης ἐπαρχίας ἀρχόντων καὶ τῶν αὐτῶν τάξεων ἐκδικεῖσθαι, τοὺς δὲ τὰ τοιαῦτα πλημμελή‐ σαντας καὶ τοὺς μετασχόντας αὐτῶν τὸν εἰς κεφαλὴν
5κίνδυνον ὑπομένειν, τὴν δὲ τοιαύτην γυναῖκα παν‐ ταχοῦ ἀναζητεῖσθαι καὶ μετὰ τῶν ἰδίων πραγμάτων ἐν μοναστηρίῳ ἐμβάλλεσθαι, ἐν ᾧ ἀσφαλέστερον φυ‐ λάττεσθαι δύναται, ἵνα μὴ καὶ πάλιν ἐν τῷ αὐτῷ ἐγκλήματι εὑρεθείη. εἰ μέντοιγε διακόνισσα εἴη καὶ
10παῖδας ἔχοι νομίμους, τὸ νόμιμον μέρος δίδοσθαι τοῖς παισίν. εἰ δὲ εἴσω ἑνὸς ἐνιαυτοῦ μετὰ τὸ γνωσθῆναι τὸ τοιοῦτο μῦσος τὰ τοιαῦτα πράγματα παρὰ τῶν εὐαγῶν οἴκων μὴ ἐκδικηθείη, κελεύομεν πᾶσι τρόποις τὸν κόμητα τῶν πριβάτων τῷ ἡμετέρῳ φίσκῳ ταῦτα
15προσκυροῦν, τοῦ τῶν τόπων ἄρχοντος τοῦ ἀμελήσαν‐ τος τὰ αὐτὰ πράγματα ἐκδικηθῆναι τῆς ζώνης ἀφαι‐ ρουμένου καὶ πρόστιμον εʹ χρυσίου λιτρῶν ὑπὸ τοῦ κόμητος τῶν πριβάτων εἰσπραττομένου. Πᾶσι δὲ καθάπαξ τοῖς ἐν κοσμικῷ ἀναστρεφομέ‐
20νοις, καὶ μάλιστα τοῖς τὰ σκηνικὰ μετερχομένοις ἀν‐ δράσι τε καὶ γυναιξί. καὶ μὴν καὶ ταῖς προϊσταμέναις ἀπαγορεύομεν κεχρῆσθαι σχήματι μοναχοῦ ἢ μονα‐ στρίας ἢ ἀσκητρίας ἢ οἱῳδήποτε τρόπῳ τοῦτο μιμεῖ‐ σθαι, ἐπισταμένων πάντων τῶν τολμώντων ἢ χρήσα‐
25σθαι τῷ τοιούτῳ σχήματι ἢ μιμήσασθαι ἢ ἐμπαῖξαι εἰς οἱανδήποτε ἐκκλησιαστικὴν κατάστασιν, ὅτι καὶ σωματικὰς τιμωρίας ὑποστήσονται καὶ ἐξορίᾳ παρα‐ δοθήσονται. προνοούντων τοῦ τοιούτου οὐ μόνον τῶν κατὰ τόπον ὁσιωτάτων ἐπισκόπων καὶ τῶν ὑπ’
30αὐτοὺς κληρικῶν, ἀλλὰ καὶ τῶν πολιτικῶν καὶ τῶν στρατιωτικῶν ἀρχόντων καὶ τῶν ὑπ’ αὐτοὺς τάξεων
καὶ τῶν κατὰ τόπον ἐκδίκων. Τὰς δὲ ποινὰς τὰς τῷ

625

παρόντι νόμῳ ἐγκειμένας, αἵτινες καὶ τοῖς προτέροις νόμοις εἰσὶν ἐγνωσμέναι, οὐ μόνον ἐν τοῖς μέλλουσιν, ἀλλὰ καὶ ἐν τοῖς προλαβοῦσι θέμασιν ἤτοι ἁμαρτή‐ μασι κρατεῖν καὶ πᾶσι τρόποις ἐκδικεῖσθαι θεσπίζο‐
5μεν· τὰ δὲ διὰ τοῦ παρόντος νόμου νεωστὶ διατυπω‐ θέντα ἐπὶ μόνοις τοῖς μέλλουσι χρόνοις παραφυλάτ‐ τεσθαι κελεύομεν. 〈Ἐπίλογος.〉 Ἡ σὴ τοίνυν ἐνδοξότης ἅτινα διὰ τοῦ παρόντος νόμου τοῦ εἰς τὸ διηνεκὲς ἰσχύσοντος
10ἡ ἡμετέρα ἐθέσπισε γαληνότης, κατὰ πάντα φυλαχθῆ‐ ναι προνοησάτω, καὶ εἰς τὴν ἁπάντων γνῶσιν κατὰ ταύτην τὴν βασιλίδα πόλιν προτιθεμένων ἰδίκτων ἀγάγοι.
15Κατεπέμφθη Πέτρῳ ἐπάρχῳ πραιτωρίων.
16tΡΚΔ
17tΠΕΡΙ ΤΩΝ ΔΙΚΑΖΟΜΕΝΩΝ.
24tὉ αὐτὸς βασιλεὺς Πέτρῳ ἐπάρχῳ πραιτωρίων
25 〈Προοίμιον〉 Τὸν παρόντα νόμον προφέρομεν, ἵνα καὶ ἡ τῶν δικαστῶν καθαρότης φανερωθῇ καὶ οἱ δικαζόμενοι μὴ ἰσχύσωσι διὰ δόσεως τοὺς νόμους περιγράψαι. Κελεύομεν τοίνυν. ὁσάκις παρ’ οἱοισδήποτε δικα‐
30σταῖς ἢ ἄρχονται δίκαι ἢ ἔκκλητοι ἐξετάζονται, πρὸ

626

πάντων τὰ πρωτότυπα τῶν δικαζομένων πρόσωπα, ἢ ἐκείνους εἰς οὓς ὡς εἰκὸς ἐν μέσῳ ἡ ὑπόθεσις μετενεχθῇ, παρουσίᾳ τῶν δικαστῶν ἁπτομένους τῶν ἁγίων εὐαγγελίων ὀμνύναι, ὅτι οὐδὲν παντελῶς τοῖς
5δικασταῖς προστασίας χάριν ἢ ἄλλῳ οἱῳδήποτε προσ‐ ώπῳ ὑπὲρ ταύτης τῆς αἰτίας καθ’ οἱονδήποτε τρόπον δεδώκασιν ἢ ὑπέσχοντο ἢ μετὰ ταῦτα δώσουσιν ἢ δι’ ἑαυτῶν ἢ δι’ ἄλλου οἱουδήποτε μέσου προσώπου, ἐξ‐ ῃρημένων τούτων ἅτινα τοῖς ἰδίοις συνηγόροις ὑπὲρ
10τῆς συνηγορίας παρέχουσιν ἢ τοῖς ἄλλοις προσώποις, ἅπερ οἱ ἡμέτεροι νόμοι δίδοσθαι διετύπωσαν. τοῦτο δὲ παραφυλάττεσθαι προστάττομεν καὶ ἐν τῷ θείῳ ἡμῶν consistoriῳ, ὅταν consultationes εἰσάγωνται, ὥστε παρουσίᾳ τῆς ἱερᾶς συγκλήτου τοὺς μνημονευθέν‐
15τας ὅρκους παρέχεσθαι. εἰ δὲ ὡς εἰκός τινες τῶν δι‐ καζομένων μὴ δύνανται πρὸς τοὺς δικαστὰς παρα‐ γίνεσθαι, τότε κελεύομεν τοὺς παρόντας μὲν ὀμνύειν τὸν προειρημένον ὅρκον, πέμπεσθαι δὲ πρὸς τοὺς ἀπόντας ἐκ τῶν ὑπηρετουμένων τάξεών τινας μετὰ
20τοῦ ἐξ ἐναντίας μέρους, ὥστε παρόντων αὐτῶν τοὺς εἰρημένους ὅρκους ὁμοίως παρέχεσθαι. εἰ δὲ γυνὴ εἴη, ἥτις διὰ τὴν σεμνότητα τοῦ βίου ἐξωτικοῖς ἀνδράσιν ἑαυτὴν δεικνύναι οὐκ εἴωθεν, τηνικαῦτα καὶ ἀπόντος τοῦ ἀντιδίκου τοὺς ἐκ τῆς τάξεως πεμπομένους τοὺς
25μνημονευθέντας δέχεσθαι ὅρκους. εἰ δὲ ἀπεῖναι τὰ μέρη ἐν ἄλλοις τόποις συμβαίη ἢ ἓν ἐξ αὐτῶν, κελεύο‐ μεν τὸν ἀπόντα ἐν τῇ ἐπαρχία ἐν ᾗ διάγει τοὺς ὅρκους κατὰ τὸν εἰρημένον παρ’ ἡμῶν τρόπον ἐπὶ πράξεως ὑπομνημάτων παρὰ τῷ ἄρχοντι τῆς ἐπαρ‐
30χίας ἢ παρὰ τῷ τῶν τόπων ἐκδίκῳ παρέχειν ἐκείνου δηλονότι γενικῶς παραφυλαττομένου, ἵνα εἴ τις τῶν δικαζομένων ἀπὼν ἢ παρὼν τὸν τοιοῦτον ὅρκον παρα‐ σχεῖν μὴ θελήσει, καὶ τοῦτο φανερωθῇ τῷ δικαστῇ, κατὰ ψῆφον αὐτοῦ ὁ μὲν ἐνάγων τὴν ἔκπτωσιν τῆς
35ἀγωγῆς, ὁ δὲ ἐναγόμενος καταδίκην ὑπομείνῃ. Εἰ δέ τις ἐκ τῶν δικαζομένων εἴπῃ δεδωκέναι τινὶ
ἢ ὑποσχέσθαι, καὶ τὸ πρόσωπον ἐξείπῃ, καὶ τοῦτο

627

ἀποδείξει, αὐτὸς μὲν ἐπὶ τῇ τῆς δίκης ἐκβάσει συγ‐ γνώμης ἀξιούσθω, ὁ δὲ ἢ δόσιν ἢ ὑπόσχεσιν κατα‐ δέξασθαι δεικνύμενος, εἰ μὲν χρηματικὴ εἴη ἡ ὑπό‐ θεσις, τὸ μὲν διδόμενον τριπλοῦν, τὸ δὲ ὑποσχεθὲν
5διπλοῦν ὑπὸ τοῦ κόμητος τῶν πριβάτων εἰσπραττέ‐ σθω, καὶ τὴν ἀξίαν ἤτοι ἀρχὴν ἣν ἔχει ἐφ’ ἑκατέρου θέματος ἀπολλύτω. εἰ δὲ ἐγκληματικὴ εἴη ἡ κατηγο‐ ρία, δήμευσιν τῆς ἰδίας περιουσίας ὑπομενέτω καὶ εἰς ἐξορίαν πεμπέσθω, ὅστις διὰ λῆψιν ἀλλότριον ἔγκλημα
10εἰς ἑαυτὸν ἐσπούδασε μετενεγκεῖν. εἰ δὲ τὴν δόσιν ἢ τὴν ὑπόσχεσιν ὁ litigator μὴ δυνηθῇ δεῖξαι, ὀμνύτω τὸ πρόσωπον τὸ τὴν δόσιν ἤτοι ὑπόσχεσιν λεγόμενον καταδέξασθαι, ὅτι οὔτε δι’ ἑαυτοῦ οὔτε δι’ ἄλλου προσώπου ἢ ἔλαβέ τι ἢ ὑπόσχεσιν ἔσχε, καὶ τοῦ τοι‐
15ούτου ὅρκου παρεχομένου αὐτὸς μὲν ἐλεύθερος ἔστω, ὁ δὲ litigator ὁ μὴ δυνηθεὶς δεῖξαι ἐπὶ μὲν ταῖς χρη‐ ματικαῖς αἰτίαις τὴν ἀποτίμησιν τῆς δίκης ὑπὸ τοῦ κόμητος τῶν πριβάτων εἰσπραττέσθω, τῆς δίκης δη‐ λονότι τὴν ἰδίαν ἔκβασιν ἀναμενούσης, ἐπὶ δὲ ταῖς
20ἐγκληματικαῖς δήμευσιν τῶν οἰκείων πραγμάτων ὑπο‐ μενέτω, καὶ τὸ πρᾶγμα παρὰ τοῖς ἁρμοδίοις δικασταῖς κατὰ τὴν τῶν νόμων τάξιν περαιούσθω. εἰ δὲ τὸ παρὰ τοῦ δικαζομένου φανερωθὲν πρόσωπον τὸν μνη‐ μονευθέντα παραιτήσεται ὅρκον, τοῦτο μὲν ἐπὶ ταῖς
25ἐγκληματικαῖς τοῦτο δὲ καὶ ἐπὶ ταῖς χρηματικαῖς αἰ‐ τίαις ταῖς μνημονευθείσαις ὑποκείσθω ποιναῖς. εἰ δέ τις τῶν δικαζομένων ὀμόσει μὴ δεδωκέναι ἢ ἐπαγ‐ γείλασθαι, ἐντὸς δὲ τεσσάρων μηνῶν μετὰ τὸ προ‐ ενεχθῆναι τὴν ψῆφον ἀριθμουμένων δειχθῇ δοθέν τι
30ἢ ὑποσχεθέν, αἱ εἰρημέναι ποιναὶ κατά τε τῶν διδόν‐ των κατά τε τῶν λαμβανόντων χώραν ἕξουσιν. Ἐν δὲ ταῖς δίκαις ταῖς δι’ ἐπιτρόπων ἢ κουρατώρων πρατ‐ τομέναις τοὺς μὲν ὅρκους οἱ ἐπίτροποι ἤτοι κουράτωρες παρεχέτωσαν· εἴ τις δὲ ἐκ τῶν εἰρημένων ποινῶν χώ‐
35ραν λάβοι διὰ τῶν τοιούτων ὅρκων, ταύτην οἱ ἐπί‐

628

τροποι ἤτοι κουράτωρες ὑπομενέτωσαν, μηδενὸς ἐκ τούτου προκρίματος γινομένου τοῖς ὑπὸ ἐπιτροπὴν ἤτοι κουρατωρείαν εἶναι γινωσκομένοις. Καὶ τοῦτο δὲ κελεύομεν παρὰ πάντων τῶν δικα‐
5στῶν τοῦτο μὲν στρατιωτικῶν τοῦτο δὲ πολιτικῶν ἐν παντὶ τόπῳ τῆς ἡμετέρας πολιτείας παραφυλάττεσθαι, ἵνα μήτε τοῖς μαγιστριανοῖς μήτε τοῖς ἐπαρχικοῖς μήτε ἄλλῳ οἱῳδήποτε ἐκβιβαστῇ συγχωρῶσι πλέον τι παρ’ οἱουδήποτε προσώπου σπορτούλων ὀνόματι λαμβάνειν
10τῶν τοῖς ἡμετέροις διηγορευμένων νόμοις, οὐδὲ εἰ θείαν τοῦ ἡμετέρου κράτους προφέροιεν κέλευσιν. ἀλλ’ εἴ τινα εὕροιεν πλέον τι ἀπαιτοῦντα, ἄδειαν ἐχέτωσαν καὶ συνέχειν καὶ ἐγκλείειν τοῦτον, καὶ τετραπλάσιον ἀπαιτεῖν ὅπερ πλέον λάβοι, ἵνα τὸ μὲν ἁπλοῦν τῷ
15τὴν ζημίαν ὑπομείναντι ἀποδιδῶται, τὸ δὲ τριπλοῦν τῷ φίσκῳ εἰσφέρηται. εἰ δὲ ὁ πολιτικὸς ἢ στρατιωτικὸς ἄρχων εἴτε προσελευσθεὶς εἴτε οἱῳδήποτε τρόπῳ γινώ‐ σκων τοῦτο ἀμελήσει τὸν βλαπτόμενον καθὼς εἴρηται ἐκδικῆσαι, ἐκ τῆς ἰδίας περιουσίας τὸ τετραπλάσιον
20κατὰ τὸν εἰρημένον τρόπον εἰσπραχθήσεται. τὴν δὲ αὐτὴν ποινὴν εἰσπράττεσθαι κελεύομεν διὰ τοῦ κόμη‐ τος τῶν ἡμετέρων πριβάτων καὶ τοὺς ἁρμοδίους ἄρχον‐ τας, εἰ γνοῖέν τινας ἐκ τῶν ἰδίων τάξεων ἐκβιβαστὰς σπορτούλων ὀνόματι παρὰ τοὺς ἡμετέρους νόμους εἰσ‐
25πρᾶξαί τι καὶ τοῦτο ἀμελήσουσιν ἐκδικῆσαι. δίδομεν δὲ ἄδειαν καὶ τοῖς μεθοδευομένοις μηδὲν πλέον τοῖς ἐκβιβασταῖς διδόναι τῶν διωρισμένων παρὰ τῆς ἡμε‐ τέρας διατάξεως, καὶ εἴ τι πλέον αὐτοὺς εἰσπρᾶξαι βουληθεῖεν, ἐχέτωσαν ἄδειαν αὐτοῖς ἀντιστῆναι.
30 Ἐπειδὴ δὲ νόμος τοῦτο μὲν τοῦ τῆς εὐσεβοῦς λήξεως πατρὸς ἡμῶν τοῦτο δὲ καὶ τῆς ἡμετέρας γαληνότητος διετύπωσε, μηδενὶ τρόπῳ τοὺς δικαστὰς ταῖς ἰδίαις ψήφοις ἐγγράφειν, ὡς ἐκ βασιλικοῦ ῥήματος ἀγρά‐ φως προενεχθέντος κελευσθῆναί τινας διαχθῆναι ἤτοι
35παραστῆναι, ἀλλὰ καὶ τοὺς περιβλέπτους ῥεφερενδα‐
ρίους τὰς ἡμετέρας κελεύσεις κατὰ τὸ προσῆκον ποιεῖν

629

φανεράς, τὸν αὐτὸν νόμον βεβαιοῦντες κελεύομεν, τοὺς περιβλέπτους ῥεφερενδαρίους ἐπὶ ταῖς αἰτίαις αἷς δι‐ δάσκουσιν ἤτοι ἀναφέρουσι πρὸς τὴν ἡμετέραν γαλη‐ νότητα μηδεμίαν ἔχειν ἄδειαν ἢ αὐτοὺς ἢ τοὺς αὐτῶν
5βοηθοὺς δι’ ἑαυτῶν ἢ δι’ ἄλλου οἱουδήποτε προσώπου κρατεῖν τινα ἢ ὑπὸ ἐγγύην ποιεῖν ἤ τι εἰσπράττειν ἢ ἀναγκάζειν διαλύσεις ἢ σύμφωνά τινα μετὰ τῶν ἰδίων ἀντιδίκων τίθεσθαι, ἢ οἱῳδήποτε τρόπῳ ἐν οἱῳδήποτε πράγματι ἑαυτοὺς ἐμμιγνύναι. οὐδὲν γὰρ
10ἄλλο ποιεῖν αὐτοὺς συγχωροῦμεν, εἰ μὴ μόνον τὰς ἡμετέρας κελεύσεις ἐφ’ οἱᾳδήποτε ὑποθέσει ἐγγράφως ἢ ἀγράφως προφερομένας τοῖς ἁρμοδίοις ἢ τοῖς ἀφω‐ ρισμένοις δικασταῖς ἐμφανίζειν. εἰ δέ τι τῷ παρόντι νόμῳ ἐναντίον τις ἐξ αὐτῶν τολμήσειε διαπράξασθαι,
15ὁ μὲν ζημίαν τινὰ ἢ περιγραφὴν ἐπὶ τοῖς οἰκείοις πράγμασιν ὑπομεμενηκὼς οὐδὲν πρόκριμα παντελῶς περὶ τὸ ἴδιον δίκαιον ὑποστήσεται, ὁ δέ τι τοιοῦτο πράξας ἐκ τῆς ἰδίας περιουσίας τὴν ζημίαν τὴν τῷ βλαβέντι προσώπῳ ἐπενεχθεῖσαν διὰ τοῦ ἁρμοδίου
20ἄρχοντος ἀναγκασθήσεται ἀποκαταστῆσαι, καὶ πρὸς τούτοις τὴν τῆς ζώνης καὶ ἀξίας ἀποβολὴν ὑποστή‐ σεται. Ταῦτα δὲ πάντα κρατεῖν κελεύομεν μὴ μόνον ἐν τοῖς μέλλουσι πράγμασιν, ἀλλὰ καὶ ἐν τοῖς ἤδη ἀρχθεῖσιν οὔπω δὲ περαιωθεῖσιν.
25 〈Ἐπίλογος.〉 Ἡ σὴ τοίνυν ὑπεροχὴ τὸν παρόντα νόμον εἰς τὸ διηνεκὲς ἰσχύσοντα ἰδίκτων κατὰ τὸ εἰωθὸς ἐν τῇ βασιλίδι πόλει προτιθεμένων εἰς τὴν ἁπάντων γνῶσιν ἐλθεῖν παρασκευασάτω, ὥστε πάν‐ τας γνῶναι τὰ ὑπὲρ τῆς αὐτῶν κοινῆς εὐεργεσίας
30παρ’ ἡμῶν διατυπωθέντα.

630

(1t)

ΡΚΕ
2tΠΕΡΙ ΔΙΚΑΣΤΩΝ.
5t〈Ὁ αὐτὸς βασιλεὺς Πέτρῳ ἐπάρχῳ πραιτωρίων.〉
6Προοίμιον.〉 Ἐπειδή τινες τῶν δικαστῶν μετὰ πολλοὺς τῆς δίκης ἀγῶνας καὶ πλείστας ζημίας τοῖς δικαζομένοις γινομένας ἐπὶ ταῖς παρ’ αὐτοῖς κινουμέ‐ ναις ὑποθέσεσι μηνύσεσι κέχρηνται πρὸς τὴν ἡμετέ‐
10ραν γαληνότητα, καὶ τοῦτο τῷ παρόντι γενικῷ νόμῳ συνείδομεν διορθώσασθαι, ὥστε μὴ ὑπέρθεσιν ταῖς ὑποθέσεσιν ἐκ τούτου γίνεσθαι καὶ ἄλλο πάλιν προ‐ οίμιον τὰς ἐξετάσεις λαμβάνειν. Κελεύομεν τοίνυν μηδένα τῶν δικαστῶν καθ’ οἱον‐
15δήποτε τρόπον ἢ χρόνον ἐπὶ ταῖς παρ’ αὐτοῖς προ‐ τιθεμέναις δίκαις μηνύειν πρὸς τὴν ἡμετέραν γαλη‐ νότητα, ἀλλ’ ἐξετάζειν τελείως τὸ πρᾶγμα καὶ ὅπερ αὐτοῖς δίκαιον καὶ νόμιμον φανείη κρίνειν. καὶ εἰ μὲν τὰ μέρη ἐφησυχάσει τοῖς κεκριμένοις, τὴν ψῆφον
20καὶ ἐκβιβασμῷ παραδίδοσθαι κατὰ τὴν τῶν νόμων δύναμιν. εἰ δέ τις νομίσειε ἐκ τῆς αὐτοτελοῦς ψήφου ἑαυτὸν βεβλάφθαι, ἐκκλήτῳ κεχρῆσθαι νομίμῳ, καὶ αὐτὴν κατὰ τὴν ὑπὸ τῶν νόμων διωρισμένην ἐγ‐ γυμνάζεσθαι τάξιν καὶ τέλειον πέρας δέχεσθαι. εἰ δὲ
25δύο καὶ πλείονες εἶεν τῆς δίκης διαγνώμονες, καὶ με‐ ταξὺ αὐτῶν ἀναφυῇ διαφωνία, καὶ οὕτω κελεύομεν ἕνα ἕκαστον τούτων κατὰ τὰ φαινόμενα αὐτῷ τὴν ἰδίαν διδόναι ψῆφον. 〈Ἐπίλογος.〉 Τὰ τοίνυν διὰ τοῦ παρόντος νόμου
30τοῦ εἰς τὸ διηνεκὲς ἰσχύσοντος παρὰ τῆς ἡμετέρας

631

γαληνότητος ὁρισθέντα τοῦτο μὲν ἡ σὴ ὑπεροχὴ τοῦτο δὲ καὶ πάντες οἱ ἄλλοι δικασταὶ μείζονές τε καὶ ἐλάτ‐ τονες παραφυλάξαι σπευσάτωσαν, ἰδίκτων μὲν ἐν ταύ‐ τῃ τῇ βασιλίδι πόλει κατὰ τὸ σύνηθες παρὰ τῆς σῆς
5ὑπεροχῆς προτιθεμένων, προστάξεων δὲ πρὸς τοὺς τῶν ἐπαρχιῶν λαμπροτάτους ἄρχοντας καταπεμπο‐ μένων, ὥστε πάντας γνῶναι τὰ ὑπὲρ τῆς τῶν δικα‐
ζομένων ὠφελείας παρ’ ἡμῶν νομοθετηθέντα.
11tΡΚϚ
12tΙΣΟΝ ΘΕΙΟΥ ΝΟΜΟΥ ΠΕΡΙ ΕΚΚΛΗΤΩΝ.
13t〈Ὁ αὐτὸς βασιλεὺς Θεοδότῳ ἐπάρχῳ πραιτωρίων.〉
14Προοίμιον.〉 Θεοδόσιος καὶ Οὐαλεντινιανὸς οἱ τῆς θείας λήξεως νόμῳ διετύπωσαν, φανερὰς ἐκκλή‐
15των ὑποθέσεις τὸν κοιαίστωρα τοῦ θείου παλατίου ἅμα τῷ ἐπάρχῳ τῶν ἀνατολικῶν ἱερῶν πραιτωρίων τῷ κατὰ καιρὸν τὸν θρόνον τῆς σῆς ὑπεροχῆς διέποντι κατὰ τὸ σχῆμα τῶν σάκρων ἐξετάζειν. εὕρομεν δὲ ἐν ταῖς τοιαύταις ἐξετάσεσι πρᾶγμα γίνεσθαι καὶ τῆς πολιτείας καὶ αὐτῆς τῆς βασιλείας ἀνάξιον. οἱ γὰρ δικα‐ ζόμενοι καὶ οἱ ἐντολεῖς καὶ οἱ τούτων συνήγοροι καὶ πάντες οἱ ἐν ταῖς τοιαύταις ὑποθέσεσιν ὑπηρετοῦντες ὡς ἡμῶν αὐτῶν καθημένων καὶ ἀκροωμένων τοῦτο μὲν ἐσθῆτι τοῦτο δὲ ὑποδήμασι καὶ ῥήμασι παρὰ τοῖς
20ἡμετέροις ἄρχουσιν ἐκέχρηντο, οἷς μόνους κεχρῆσθαι προσήκει τοὺς πρὸς τὴν βασιλείαν εἰσιόντας· ἀλλὰ καὶ αὐτοὶ οἱ δικασταὶ οὐκ ἐξ ἰδίου προσώπου, ἀλλ’ ὡς ἡμῶν αὐτῶν παρόντων καὶ διαλαλούντων τὰς οἰκείας προέφερον ψήφους Ὅπερ τοῦ λοιποῦ ἐν οἱῳδήποτε δικαστηρίῳ γίνεσθαι κωλύομεν, θεσπίζοντες τὸν μὲν κατὰ καιρὸν κοιαίστωρα τοῦ θείου ἡμῶν παλατίου ἅμα τῇ σαυτοῦ ὑπεροχῇ ἤτοι τῷ κατὰ καιρὸν ἐπάρχῳ τῶν ἱερῶν πραι‐
25τωρίων τὰς τοιαύτας ὑποθέσεις ἐξετάζειν, μὴ ἐξ ἡμετέρου δὲ ἀλλ’ ἐξ ἰδίων προσώπων τὰς διαλαλιὰς προ‐ φέρειν καὶ νόμοις ἐγνωσμένην διδόναι ψῆφον· τῶν εἰωθότων δηλαδὴ σκρινίων ἐν ταῖς τοιαύταις διαίταις τὴν ἰδίαν παρεχόντων ὑπηρεσίαν, καὶ εἰδότων τῶν ἀρχόντων τῶν τὰς τοιαύτας δίκας κρινόντων, ὡς εἴ τι παρὰ
ταῦτα τοῦ λοιποῦ καθ’ οἱονδήποτε τρόπον πλημμεληθείη, τῷ τῆς καθοσιώσεως ἐγκλήματι ὑποκείσονται.

632

Ἐν πάσαις δὲ ταῖς ἐκκλήτοις τοῦτο κρατεῖν κελεύομεν, ἵνα ὁσάκις ἐκκλήτου γινομένης ἐντὸς τοῦ ὡρισμένον χρόνου ἑκάτερον μέρος τὴν κυρίαν ἡμέραν παραφυλάττει, ἀνυπερθέτως οἱ δικασταὶ τοῦτο μὲν τὰ πεπραγμένα τοῦτο δὲ τὰ κεκριμένα ἐξετάζειν σπουδάσωσι καὶ μετὰ τοῦ νόμου καὶ τοῦ δικαίου ψῆφον διδόναι. εἰ δὲ μόνος ὁ ἐκκαλεσάμενος εἰσέλθοι, κελεύομεν τοὺς δικαστὰς ἀναμένειν μέχρι τῆς τελευταίας κυρίας, καὶ εἰ ἀναζητηθεὶς
5ὁ νικήσας μὴ εὑρεθείη, ἐξεταζομένων τῶν πεπραγμένων νόμιμον δοῦναι πέρας. εἰ δὲ μόνος ὁ τὴν νικητικὴν ψῆφον λαβὼν εἰσέλθοι, καὶ ἐπιζητηθεὶς ὁ ἐκκαλούμενος μὴ εὑρεθείη, ἀναμένειν τοὺς δικαστὰς μὴ μόνον τὴν τελευταίαν κυρίαν, ἀλλὰ καὶ τὸν τῆς reparationος χρόνον, τουτέστι τοὺς τρεῖς μῆνας. καὶ εἰ μηδὲ τηνικαῦτα ὁ ἐκκαλούμενος εὑρεθείη, μηκέτι τῇ τοῦ χρόνου παραδρομῇ κυροῦσθαι τὴν ψῆφον, ἀλλὰ καὶ ἐκ μιᾶς μοίρας τοὺς δικαστὰς ἐξετάζειν τοῦτο μὲν τὰ πεπραγμένα τοῦτο δὲ τὰ κεκριμένα· καὶ εἰ μὲν ὀρθῶς τὴν ψῆφον
10δεδομένην εὕροιεν, ταύτην βεβαιοῦν, εἰ δέ τι παρῶπται, τοῦτο διορθοῦσθαι, καὶ νόμιμον διδόναι ψῆφον. ἅπαξ δὲ τῆς ἐφεσίμου δίκης ἐν ταῖς ἐμπροθέσμοις ἡμέραις εἴτε παρ’ ἑκατέρου μέρους εἴτε παρὰ τοῦ ἑνὸς εἰσ‐ αχθείσης μηκέτι τῇ τοῦ διετοῦς χρόνου παραδρομῇ τοῦ λοιποῦ βεβαιοῦσθαι τὴν ψῆφον, ἀλλὰ τῆς ἀληθείας καὶ τοῦ δικαίου σκοπουμένου πέρας ταῖς τοιαύταις ὑποθέσεσι δίδοσθαι νόμιμον, εἴτε τοῦ ἑνὸς εἴτε ἑκατέρου μέρους παρόντος. καὶ διὰ τοῦτο κελεύομεν ἐν ταῖς τοιαύταις ὑποθέσεσιν μηκέτι (καθὰ μέχρι τοῦ παρόντος
15ἐκράτει) εἰς τὴν πρώτην ἔκκλητον πάσας τὰς διαγνώσεις ἀναφέρεσθαι, ἀλλὰ μίαν ἑκάστην τὴν ἰδίαν ἡμέραν ἔχειν προγεγραμμένην. Πρὸς τούτοις θεσπίζομεν, ὥστε πάντας τοὺς δικαστὰς τὴν μὲν ἔκκλητον ταῖς διωρισμέναις ἡμέραις προσαγομένην καὶ τοῖς νόμοις οὐκ ἀπηγορευμένην παντὶ τρόπῳ δέχεσθαι, ἐντὸς δὲ λ’ ἡμερῶν μετὰ τὸ ἐπιδο‐ θῆναι τὴν ἔκκλητον τὰ πεπραγμένα μετὰ τῆς ἰδίας ὑπογραφῆς παρέχειν τοῖς δικαζομένοις, ἵνα ἐκεῖνοι ὑπὲρ
20τῆς ἰδίας βοηθείας τῷ ἁρμοδίῳ ἄρχοντι ταῦτα δυνήσονται ἐμφανίζειν. εἰ δέ τις τῶν δικαστῶν τοῦτο ποιῆσαι ὑπέρθοιτο, ἡ μὲν ψῆφος τῇ τοῦ χρόνου παραδρομῇ βεβαιωθήσεται, αὐτὸς δὲ ὁ δικαστὴς ὁ ταῦτα μὴ παρα‐ φυλάξας καὶ οἱ τούτῳ ὑπηρετοῦντες πᾶσαν ζημίαν, ἣν 〈ἂν〉 ὑπομείνῃ ὁ δικαζόμενος διὰ τὸ μὴ δοθῆναι αὐτῷ τὰ πεπραγμένα, ἐκ τῶν ἰδίων οὐσιῶν ἀποδοῦναι αὐτῷ ἀναγκασθήσονται, καὶ ἀνὰ δέκα χρυσίου λιτρῶν ποινὴν καταβαλοῦσι τοῖς ἡμετέροις εἰσκομισθησομένην πριβάτοις.
25Ἐπίλογος.〉 Ἡ ἔνδοξος τοίνυν καὶ μεγαλοφυὴς αὐθεντία σου τὸν παρόντα νόμον καὶ ἐν ταύτῃ τῇ
βασιλίδι πόλει προθεῖναι σπευσάτω, ἵνα πάντες γινώσκωσι, τί ὀφείλουσι παραφυλάττειν

633

(1t)

ΡΚΖ
2tΠΕΡΙ ΑΔΕΛΦΟΠΑΙΔΩΝ ΚΛΗΡΟΝΟΜΟΥΝΤΩΝ
3tΑΜΑ ΤΟΙΣ ΑΝΙΟΥΣΙ, ΚΑΙ ΠΕΡΙ ΕΤΕΡΩΝ
4tΚΕΦΑΛΑΙΩΝ.
15tὉ αὐτὸς βασιλεὺς Βάσσῳ τῷ ἐνδοξοτάτῳ ἐπάρχῳ
16tπραιτωρίων.
17Προοίμιον.〉 Τοὺς ἡμετέρους νόμους ἐπανορθοῦν ἡμεῖς οὐκ ὀκνοῦμεν, πανταχοῦ τὸ συμφέρον τοῖς ὑπη‐ κόοις εὑρίσκειν βουλόμενοι. μεμνήμεθα τοίνυν γρά‐
20ψαντες νόμον, δι’ οὗ παρεκελευσάμεθα, ἵνα εἴ τις τε‐ λευτήσειε καταλιπὼν ἀδελφοὺς καὶ παῖδας ἑτέρου προ‐ τελευτήσαντος ἀδελφοῦ, 〈καθ’ ὁμοιότητα τῶν ἀδελφῶν καὶ οἱ τοῦ προτελευτήσαντος ἀδελφοῦ〉 παῖδες πρὸς τὴν κληρονομίαν καλοῦνται τὴν πατρῴαν ὑπεισιόντες
25τάξιν καὶ τὴν ἐκείνου κομιζόμενοι μοῖραν· εἰ δὲ ὁ τελευτήσας καταλίποι τῶν ἀνιόντων τινὰ καὶ ἀδελ‐ φοὺς ἐξ ἑκατέρων γονέων συναπτομένους αὐτῷ καὶ παῖδας ἐκ προτελευτήσαντος ἀδελφοῦ, τοὺς μὲν ἀδελ‐ φοὺς ἐκελεύσαμεν διὰ τοῦ αὐτοῦ νόμου μετὰ τῶν γο‐
30νέων καλεῖσθαι, τοὺς δὲ ἀδελφόπαιδας ἀπεκλείσαμεν. Ταῦτα τοίνυν δικαίως ἐπανορθοῦντες θεσπίζομεν, ἵνα εἴ τις τελευτήσας καταλείψει τῶν ἀνιόντων τινὰ καὶ ἀδελφοὺς δυναμένους μετὰ τῶν γονέων καλεῖσθαι καὶ ἑτέρου ἀδελφοῦ προτελευτήσαντος παῖδας, μετὰ
35τῶν ἀνιόντων καὶ τῶν ἀδελφῶν καλῶνται καὶ οἱ τοῦ προτελευτήσαντος ἀδελφοῦ παῖδες, καὶ τοσαύτην
λαμβάνωσι μοῖραν, ὅσην ἤμελλεν ὁ αὐτῶν πατὴρ κο‐

634

μίζεσθαι εἰ περιῆν. ταῦτα δὲ θεσπίζομεν περὶ ἐκεί‐ νων τῶν ἀδελφοπαίδων ὧν ὁ πατὴρ ἐξ ἑκατέρου γο‐ νέως συνήπτετο τῷ τελευτήσαντι, καὶ ἁπλῶς εἰπεῖν οἵαν αὐτοῖς δεδώκαμεν τάξιν ὅτε μετὰ μόνων κα‐
5λοῦνται τῶν ἀδελφῶν, ταύτην αὐτοὺς ἔχειν κελεύομεν καὶ ὅτε μετὰ τῶν ἀδελφῶν καλοῦνται τῶν ἀνιόντων τινὲς πρὸς τὸν κλῆρον.
9Κἀκεῖνό γε μὴν ἄξιον ἐπανορθώσεώς τινος εἶναι
10νομίζοντες, μέρος αὐτὸ τοῦ παρόντος ποιούμεθα νό‐ μου. ἐξ αὐτῆς γὰρ τῆς τῶν πραγμάτων εὑρίσκοντες πείρας ἀναγκαῖον εἶναι ταῖς γυναιξὶ πραττομένων ὑπομνημάτων τὰς πρὸ τῶν γάμων δωρεὰς ἐμφανίζε‐ σθαι, ἵνα κἂν εἰ τῶν πρωτοτύπων συμβολαίων ἐκ‐
15πέσοιεν, πρόχειροι διὰ τῶν ὑπομνημάτων αὐταῖς αἱ περὶ τοῦ γάμου συστάσεις ὑπάρχοιεν, θεσπίζομεν ἀνάγκην ἔχειν τοὺς ἄνδρας αὐτοὺς ἢ καὶ τοὺς ὑπὲρ αὐτῶν πρὸ γάμου ἤτοι διὰ γάμον δωρεὰς καταγρά‐ φοντας, ἐὰν φʹ χρυσῶν ὑπερβαίνῃ ποσότητα, ἐμφα‐
20νίζειν ταύτην πραττομένων ὑπομνημάτων ἐπὶ μὲν τῆς βασιλίδος πόλεως παρὰ τῷ μαγίστρῳ τῶν κήν‐ σων, ἐν δὲ ταῖς ἐπαρχίαις παρὰ τῷ τῆς πόλεως ἑκά‐ στης ἐκδίκῳ ἢ παρ’ οἷς ὅλως τὰ τοιαῦτα ὑπομνήματα συνίστασθαι δύναται. εἰ δὲ μὴ ἐμφανίσουσι ταύτας,
25ὅσον μὲν πρὸς τὸ μέρος τῆς γυναικὸς καὶ οὕτως αὐ‐ τὰς ἐρρῶσθαι κελεύομεν, καὶ εἰ καιρὸς γένηται τῆς ἀπαιτήσεως τῆς δωρεᾶς ἢ καὶ μέρους αὐτῆς, μὴ ἀντι‐ κεῖσθαι τῇ γυναικὶ τὸ μὴ ἐμφανισθῆναι τὴν δωρεάν. εἰ δὲ τὰ τῶν προικῴων σύμφωνα καὶ αἱ τούτων
30ἀποβάσεις τῷ μέρει τοῦ ἀνδρὸς δῷ τὴν ἀπαίτησιν τῆς προικὸς ἢ καὶ μέρους αὐτῆς, οὐδεμίαν αὐτὸν ἔχειν
κελεύομεν ἀγωγήν, ἐὰν μὴ τὴν δωρεὰν ἐνεφάνισε

635

πραττομένων ὑπομνημάτων ὡς εἴρηται. τὸ γὰρ τῶν ἀνδρῶν ἐχόντων ἐξουσίαν τοῦ ἐμφανίζειν τὰς δωρεὰς τὸν ὑπὲρ τοῦ μὴ ἐμφανισθῆναι κίνδυνον ταῖς γυναιξὶν ἐπικεῖσθαι ἄτοπον ἡμῖν εἶναι δοκεῖ.
5 Ἐπειδὴ δὲ καὶ τὰς γυναῖκας τὰς εἰς δεύτερον γά‐ μον οὐκ ἐρχομένας προτιμήσεώς τινος ἀξίας παρὰ τὰς δευτερογαμούσας εἶναι νομίζομεν, θεσπίζομεν, εἴ τις ἀποβαλλομένη τὸν ἄνδρα ἑτέρων ἀπόσχοιτο γάμων, ἔχειν μὲν αὐτὴν τὴν χρῆσιν τῆς πρὸ γάμου δωρεᾶς,
10καθὰ καὶ πρότερον ἐθεσπίσαμεν, ἔχειν δὲ αὐτὴν καὶ δεσποτείας τοσοῦτον ὅσον ἡ πρὸς τοὺς παῖδας ἀνα‐ λογία ποιεῖ, ἵνα κατὰ τὸν τῆς δεσποτείας λόγον ἑνὸς καὶ αὐτὴ παιδὸς πρόσωπον ἔχειν δοκῇ. ταῦτα δὲ κρατεῖν οὐκ ἐπὶ μητέρων μόνον κελεύομεν, ἀλλὰ καὶ
15ἐπὶ πατέρων καὶ τῶν ἄλλων ἀνιόντων βουλόμεθα τῶν εἰς δευτέρους γάμους οὐκ ἐρχομένων. Ἐπειδὴ δὲ ἀπηγορεύσαμεν πρώην δι’ ἡμετέρου νό‐ μου τοῖς τε ἀνδράσι καὶ ταῖς γυναιξὶ ῥεπούδια πέμ‐ πειν καὶ διαλύειν τοὺς γάμους, πλὴν εἰ μή τίς ἐστιν
20αἰτία τῷ ἡμετέρῳ νόμῳ γνωριζομένη, καὶ ποινὰς τοῖς τοῦτο τολμῶσι ποιεῖν ἀνδράσι τε καὶ γυναιξὶν ἐπεθήκαμεν παραλλαγήν τινα περὶ τὰς ποινὰς τοῦ τε ἀνδρὸς καὶ τῆς γυναικὸς ποιησάμενοι, πρὸς τὸ κάλ‐ λιον τοῦτο μεταποιοῦντες θεσπίζομεν, μηδεμίαν εἶναι
25διαφορὰν τό γε ἐπὶ ταῖς ποιναῖς μεταξὺ ἀνδρός τε καὶ γυναικὸς τοῦτο τολμώντων, ἀλλὰ ταῖς αὐταῖς ποι‐ ναῖς ταῖς κατὰ τῶν γυναικῶν παρ’ ἡμῶν ὁρισθείσαις, ἐπειδὰν χωρὶς αἰτίας τῷ ἡμετέρῳ νόμῳ γνωριζομένης τὰ συνοικέσια λύσωσι, τοὺς ἄνδρας ὑπάγεσθαι τοὺς
30τοῦτο τολμῶντας, καὶ ὁμοίας εἶναι τὰς ποινὰς ἐπί τε ἀνδρὸς καὶ γυναικός. ἐπὶ γὰρ ἁμαρτήματος ἴσου παρα‐ πλησίας αὐτοῖς ἐπικεῖσθαι καὶ τὰς ποινὰς δίκαιον ἐνο‐
μίσαμεν εἶναι.

636

Ἐπίλογος.〉 Τὸν παρόντα τοίνυν γενικὸν ἡμῶν νόμον δῆλον ἡ σὴ ἐνδοξότης ποιήσει διὰ τῶν συνει‐ θισμένων ἰδίκτων τοῖς τε τὴν μεγάλην ταύτην οἰ‐ κοῦσι πόλιν τοῖς τε τὰς ἐπαρχίας οἰκοῦσιν, ὥστε μηδένα
5τῶν πάντων τὰ ἐπὶ σωτηρίᾳ κοινῇ νενομοθετημένα παρ’ ἡμῶν ἀγνοῆσαι.
9tΡΚΗ
10tΠΕΡΙ ΤΗΣ ΤΩΝ ΔΗΜΟΣΙΩΝ
11tΑΝΥΣΕΩΣ ΚΑΙ ΚΑΤΑΒΟΛΗΣ
12tΚΑΙ ΕΤΕΡΩΝ ΚΕΦΑΛΑΙΩΝ.
13tὉ αὐτὸς βασιλεὺς Πέτρῳ τῷ ἐνδοξοτάτῳ ἐπάρχῳ
14tπραιτωρίων.
15 Ὅσα πρὸς ὠφέλειαν τῶν ἡμετέρων ὑποτελῶν ὁρᾷ σπουδάζοντες διαπράττεσθαι καὶ τὸν παρόντα τίθε‐ μεν νόμον, δι’ οὗ θεσπίζομεν, κατὰ τὸν Ἰούλιον ἤτοι Αὔγουστον μῆνα μιᾶς ἑκάστης ἐπινεμήσεως τὰς μερι‐ κὰς διατυπώσεις τῶν συντελειῶν τῆς μελλούσης ἐπι‐
20νεμήσεως ἐν τῷ δικαστηρίῳ τῶν ἑκάστης διοικήσεως ἐνδοξοτάτων ἡμῶν ἐπάρχων πραττομένων ὑπομνημά‐ των φανεροῦσθαι, σημαινούσας τὸ ὁπόσον ἐν ἑκάστῃ ἐπαρχίᾳ ἤτοι πόλει ὑπὲρ ἑκάστου ἰούγου ἢ ἰουλίων ἣ κεντουρίων ἢ ἄλλῳ οἱῳδήποτε ὀνόματι τοῦτο
25μὲν ἐν εἴδει τοῦτο δὲ ἐν χρυσίῳ δημοσίων ἕνεκεν ἐπίκειται, φανερούσας δὲ καὶ τῶν εἰδῶν τὴν ἀποτί‐
μησιν κατὰ τὴν τράπεζαν καὶ τὴν ἐν ἑκάστῳ τόπῳ

637

κρατοῦσαν συνήθειαν, καὶ τί ἐξ αὐτῶν εἰς τὴν ἄρκαν εἰσφέρεσθαι ἢ ἐν ἑκάστῃ ἐπαρχίᾳ δίδοσθαι ἢ δαπανᾶ‐ σθαι προσήκει· οὕτω δὲ συντιθεμένας τὰς τοιαύτας διατυπώσεις τοῖς τῶν ἐπαρχιῶν ἄρχουσιν εὐθέως πέμ‐
5πεσθαι ἐν προοιμίοις ἑκάστης ἐπινεμήσεως, καὶ δι’ αὐτῶν προτίθεσθαι ἐν ταῖς ὑπ’ αὐτοὺς καθεστώσαις πόλεσιν ἐντὸς τοῦ Σεπτεμβρίου μηνὸς ἢ Ὀκτωβρίου· ἀλλὰ καὶ τοῖς βουλομένοις τὰ ἴσα τούτων ἐκ τοῦ δι‐ καστηρίου τῶν ἐνδοξοτάτων ἐπάρχων ἀνυπερθέτως
10δίδοσθαι, ὥστε τοὺς συντελεστὰς γινώσκειν, καθ’ ὃν τρόπον ὀφείλουσιν τὰς συντελείας εἰσφέρειν. εἰ δὲ πρὸ τῆς ἐμφανείας εἰς ἑτέρους τίτλους παρὰ τοὺς περιεχο‐ μένους τῇ μερικῇ διατυπώσει τοῦ αὐτοῦ ἐνιαυτοῦ οἱ συντελεσταὶ τὰ δημόσια καταβάλωσιν ἢ κατὰ τὴν
15ἐπαρχίαν δαπανήσουσι, κελεύομεν αὐτοὺς εἰς τὰς τῆς αὐτῆς ἰνδικτίωνος συντελείας ταῦτα λογίζεσθαι, ὥστε μηδεμίαν αὐτοὺς ὑπομένειν ζημίαν. εἰ δὲ κατὰ τὸν παρ’ ἡμῶν ὁρισθέντα καιρὸν μὴ ἐκπεμφθῶσιν αἱ τοιαῦται μερικαὶ διατυπώσεις, οἱ μὲν κατὰ καιρὸν
20διοικοῦντες τὰ ἡμέτερα πραιτώρια λʹ χρυσίου λιτρῶν ποινὴν καταθήσουσιν, οἱ δὲ ἑκάστης ἐπαρχίας τρακτευ‐ ταὶ κʹ χρυσίου λιτρῶν ποινὴν εἰσπραχθήσονται. εἰ δὲ ὁ ἄρχων στελλομένας τὰς αὐτὰς μερικὰς διατυπώσεις ἐν τῇ ἐπαρχίᾳ μὴ προθήσει, ιʹ χρυσίου λιτρῶν ποινὴν
25ζημιωθήσεται καὶ ἔκπτωσιν τῆς ζώνης ὑπομενεῖ, τῆς αὐτοῦ τάξεως εʹ χρυσίου λιτρῶν ποινὴν εἰσπραττομένης. Κελεύομεν δὲ τὴν μὲν τῶν εἰδῶν εἰσκομιδὴν εὐ‐ θέως ἐκ προοιμίων ἑκάστης ἐπινεμήσεως ἄρχεσθαι, τοὺς δὲ ἀργυρικοὺς τίτλους κατὰ τοὺς καιροὺς τοὺς
30ὡρισμένους. Ὑπὲρ δὲ τῶν δημοσίων συντελειῶν τὰς ἀποχὰς ἤτοι ἀμεριμνίας μερικάς τε καὶ πληναρίας πᾶσι τρό‐ ποις παρὰ τῶν τὰ δημόσια ὑποδεχομένων γίνεσθαι διορίζομεν, σημαινούσας τὴν τῶν χρημάτων ποσότητα
35καὶ τῶν εἰδῶν, οὐ μὴν ἀλλὰ καὶ τῶν ἰούγων ἤτοι τῶν ἰουλίων ἤγουν κεντουρίων, καὶ τὰ ὀνόματα τῶν
κτήσεων, ὑπὲρ ὧν τὰς συντελείας ὑποδέχονται. εἰ δὲ

638

κατὰ τὸν εἰρημένον τρόπον τὰς ἀποχὰς ἤγουν ἀμερι‐ μνίας μὴ ποιήσουσι, κελεύομεν αὐτοὺς καὶ ποινὴν δέκα χρυσίου λιτρῶν ἀπαιτεῖσθαι καὶ βασάνους ὑπομένειν. τοῦ ἄρχοντος ὁμοίως τῆς ἐπαρχίας ιʹ χρυσίου λιτρῶν
5ποινὴν εἰσπραττομένου, εἰ περὶ τούτου προσελευσθεὶς μὴ ἐκδικήσει καὶ συνελάσει τὰς ἀποχὰς ἤτοι ἀμεριμνίας καθ’ ἣν διωρίσαμεν τάξιν συγγραφῆναι. Καὶ τοῦτο δὲ κελεύομεν παραφυλαχθῆναι, ὥστε εἴ τις ὡς εἰκὸς τῶν συντελεστῶν ἀμφιβάλοι περὶ κτή‐
10σεως, ὑπὲρ ἧς δημόσια εἰσπράττεται, ἢ ὑπὲρ τῆς τῶν δημοσίων ποσότητος, πᾶσι τρόποις τοὺς τῶν δημοσίων ἀπογραφῶν φύλακας ἀναγκάζεσθαι ὑπὸ τοῦ τῆς ἐπαρ‐ χίας ἄρχοντος, ἢ ἐκείνου ἀμελοῦντος παρὰ τοῦ τῶν τόπων ὁσιωτάτου ἐπισκόπου, ταύτας προφέρειν καὶ
15τὴν τῶν δημοσίων ἀποδεικνύναι ποσότητα κατὰ τὴν δύναμιν τῆς δημοσίας ἀπογραφῆς, καὶ οὕτως εἰσπράττε‐ σθαι τὸν κεκτημένον. Καὶ ἐν τούτῳ δὲ τοῖς ἡμετέροις συντελεσταῖς βοη‐ θῆσαι συνείδομεν, ὥστε μὴ ἀνάγκην ἐπάγεσθαι τοῖς
20κτήτορσιν ὑποδέκτας ὀνομάζειν τῆς ἐν χρυσίῳ συντε‐ λείας πρὸς τὸ μή τινα ἐκ τούτου ὑπομένειν αὐτοὺς βλάβην, ἀλλὰ τούτους οἷς ἐν ἑκάστῃ ἐπαρχίᾳ ἢ πόλει ὁ κίνδυνος τῆς τῶν δημοσίων ἀπαιτήσεως ἐπίκειται, εἴτε ἄρχοντες εἶεν εἴτε πολιτευόμενοι εἴτε ἐξάκτωρες
25εἴτε βίνδικες εὔτε κανονικάριοι ἢ ἄλλοι τινές, τῷ ἰδίῳ κινδύνῳ ὑποδέχεσθαι τὰ χρήματα καὶ ἐκπέμπειν, ἢ καὶ ἀναλίσκειν εἰς ἃς ἀφωρίσθησαν χρείας. Καὶ τοῦτο δὲ παραφυλαχθῆναι κελεύομεν, ὥστε κα‐ νονικάριον τοιοῦτον ἐν τῇ ἐπαρχίᾳ στέλλεσθαι, ὅστις
30δύναται τῷ κινδύνῳ τῶν προβαλλομένων αὐτὸν εἰσ‐ πράττειν τὰ δημόσια τέλη, ὥστε κατὰ μηδεμίαν πρό‐ φασιν ἐξπελλευτὴν μετ’ αὐτὸν ἐκπέμπεσθαι καὶ ζη‐ μίαν τοῖς ὑποτελέσιν ἐπάγειν· τοῦ γὰρ ἐξπελλευτοῦ
καὶ αὐτὴν τὴν προσηγορίαν τοῦ λοιποῦ ἀναιροῦμεν.

639

εἰ δὲ ἀνεπιτήδειος εὑρεθῇ ὁ κανονικάριος, μὴ ἐξπελ‐ λευτὴς πεμπέσθω, ἀλλ’ ἐκείνου ἀποκινουμένου ἄλλος στελλέσθω κανονικάριος. καὶ αὐτὸν δὲ τὸν κανονικά‐ ριον ἀρκεῖσθαι κελεύομεν ταῖς ὡρισμέναις συνηθείαις
5καὶ μηδεμίαν τοῖς ὑποτελέσιν ἐπάγειν βλάβην Εἴ ποτε δὲ συμβαίη ἐπιβολὴν οἱασδήποτε κτήσεως ὁμοδούλων ἢ ὁμοκήνσων γενέσθαι, ἐξ ἐκείνου τοῦ χρόνου κελεύομεν τὸν τὴν ἐπιβολὴν δεχόμενον ἀπαι‐ τεῖσθαι ὑπὲρ αὐτῆς τὰ δημόσια, ἐξ οὗ παρεδόθη αὐτῷ
10ἡ ἐπιβαλλομένη κτῆσις. μὴ ἄλλως δὲ τὴν ἐπιβολὴν γίνεσθαι, εἰ μὴ ἐγγράφως περὶ τούτου ἐξέτασις γένη‐ ται παρὰ τῷ τῆς ἐπαρχίας ἄρχοντι, καὶ ψῆφος αὐτοῦ προέλθῃ διορίζουσα τὸν ὀφείλοντα δέξασθαι τὴν ἐπι‐ βολήν. εἰ δέ τις νομίσειε βεβλάφθαι, ἐξέστω αὐτῷ
15ἐκκαλεῖσθαι, ἵνα ἐν τῷ δικαστηρίῳ τῶν ἐνδοξοτά‐ των ἐπάρχων ἡ ἔκκλητος ἐγγυμνάζηται καὶ κατὰ τοὺς νόμους πέρας δέχηται. Εἴ ποτε δὲ συμβαίη δεσπότην οἱασδήποτε κτήσεως ἢ μὴ φαίνεσθαι ἢ πρὸς τὴν τῶν δημοσίων καταβολὴν
20μὴ ἀρκεῖν, ὥστε διὰ τοῦτο τὴν τῆς ἐπιβολῆς ἀνάγκην γενέσθαι, κελεύομεν παραχρῆμα ταύτην παραδίδο‐ σθαι τοῖς ὁμόδουλα ἢ ὁμόκηνσα χωρία κεκτημένοις μετὰ πάντων τῶν ἐν αὐτῇ εὑρισκομένων γεωργῶν καὶ πεκουλίων αὐτῶν καὶ ἐνθηκῶν καὶ καρπῶν καὶ
25ζῴων καὶ παντὸς ἄλλου instructου καὶ instrumentου τοῦ ἐκεῖσε εὑρισκομένου. εἰ δὲ ἢ τὸ πρόσωπον τὸ ὀφεῖλον αὐτὴν κατὰ τοὺς νόμους ὑποδέξασθαι μὴ εὑρεθῇ ἢ ἄλλῳ οἱῳδήποτε τρόπῳ ὑπερτεθῆναι τὴν ἐπιβολὴν συμβαίη, κελεύομεν ὑπομνήματα γενέσθαι
30παρὰ τῷ τῆς ἐπαρχίας ἄρχοντι δηλοῦντα τὴν ποιότητα καὶ κατάστασιν τῆς αὐτῆς κτήσεως καὶ πάντα τὰ ἐν αὐτῇ εὑρισκόμενα, ἵνα οὕτως αὐτὴν οἱ πολιτευόμενοι ἤγουν ἐξάκτωρες ἢ βίνδικες ἢ ταξεῶται παραλαμβά‐ νουσιν, ὥστε εἰ μετὰ ταῦτα εὑρεθεῖεν οἱ ὀφείλοντες
35αὐτὴν κατὰ τοὺς νόμους δέξασθαι, μὴ ἄλλως τοῦτο

640

γίνεσθαι, εἰ μὴ τὸ διὰ τῆς προφάσεως τῶν ἐξακτώρων ἢ βουλευτῶν ἢ βινδίκων ἢ ταξεωτῶν χεῖρον ἢ ἧττον γενόμενον τῷ παραλαμβάνοντι ἀποκατασταθείη. Καὶ τοῦτο δὲ κελεύομεν, ὥστε ὑπὲρ τῶν χρημάτων
5ἢ εἰδῶν τῶν ἐν ταῖς ἐπαρχίαις δαπανωμένων μὴ εἰσ‐ πράττεσθαι τοὺς συντελεστὰς τὰ λεγόμενα παραπομ‐ πικά, καὶ ὑπὲρ τῶν ἐκπεμπομένων δὲ μὴ πλέον παρέχειν τῶν ἐξ ἀρχῆς ἐν ἑκάστῃ ἐπαρχίᾳ διατυπω‐ θέντων.
10 Τοὺς δὲ ἐν ταῖς ἐπαρχίαις ὑπὲρ οἱασοῦν δημο‐ σίων εἰσπράξεως στελλομένους μὴ ἄλλως ἄρχεσθαι τῆς ἀπαιτήσεως, εἰ μὴ πρότερον ἐν τῷ κατὰ χώραν δικαστηρίῳ ἐμφανίσουσι τὰς ἐπιτεθείσας αὐτοῖς περὶ τούτου κελεύσεις, ὥστε τοὺς καταβάλλοντας τὰ δημό‐
15σια τέλη μηδενὶ ὑπὲρ τούτων κινδύνῳ ἢ ζημίᾳ ὑπο‐ κεῖσθαι· τούτου αὐτοῦ καὶ ἐπὶ ταῖς ἰδιωτικαῖς ὑπο‐ θέσεσι φυλαττομένου. Καὶ τοῦτο δὲ κελεύομεν, ὥστε τοῖς δημοσίων ἀπαί‐ τησιν ἐγκεχειρισμένοις μηδένα ἰδιωτικῶν πραγμάτων
20ἐκβιβασμὸν καταπιστεύεσθαι, ἀλλὰ καὶ εἴ τι αὐτοῖς τοιοῦτον ἐγκεχείρισται, μηδενὶ τρόπῳ τολμᾶν αὐ‐ τοὺς τοῦτο πράττειν, ὥστε μὴ τῇ προφάσει τῶν δη‐ μοσίων συντελειῶν τοὺς ἡμετέρους ὑποτελεῖς κατα‐ βλάπτεσθαι.
25 Εἰ δὲ καί τις ταῖς ἀληθείαις δημοσίας ἐποφείλων συντελείας εἴποι τῷ ἐκβιβαστῇ εἶναι αὑτῷ ἕτερον χρεώστην, μὴ ἐξεῖναι τῷ ἐκβιβαστῇ ὄχλησίν τινα τῷ ὀνομασθέντι ἐπάγειν, εἰ μὴ ὁ πρῶτος χρεώστης ἀπο‐ δειχθῇ κατὰ μηδένα τρόπον παντελῶς δυνάμενος τὰς
30δημοσίας συντελείας καταβάλλειν· καὶ τοῦτό γε μέν‐ τοι πρότερον ζητείσθω παρὰ τῷ ἄρχοντι τῆς ἐπαρ‐ χίας, εἰ ταῖς ἀληθείαις χρεώστης ἐστὶν ὁ ὀνομασθείς, καὶ οὕτω νομίμως γινέσθω ἡ εἴσπραξις ἐν ἑκατέρῳ
θέματι. εἰ δέ τις ἐκβιβάσαι ἢ ἀπαιτῆσαι παρὰ τὰ

641

παρ’ ἡμῶν διατυπωθέντα τολμήσειε, καὶ τῆς ζώνης γυμνωθήσεται καὶ δημευθεὶς ἐξορίᾳ παραδοθήσεται· ὁ δὲ ἐγχειρήσας ἢ ἐπιτρέψας ἄρχων δέκα χρυσίου λι‐ τρῶν εἰσπραττέσθω ποινήν, καὶ ἡ τάξις αὐτοῦ πέντε
5χρυσίου λιτρῶν ὑποκείσθω ποινῇ. Μηδενὶ δὲ παντελῶς ἐξέστω τῶν δημόσια τέλη εἰσ‐ πραττόντων μηδὲ κηνσουαλίοις ἢ λογογράφοις ἢ ἄλλοις τισὶ τῷ δημοσίῳ ὑπηρετουμένοις λόγῳ ἀσυλίας κεχρῆ‐ σθαι πρὸς τοὺς λέγοντας βεβλάφθαι παρ’ αὐτῶν ἐπὶ
10τῇ τῶν δημοσίων εἰσπράξει. Μηδεὶς δὲ τὸ σύνολον ἐνοχλείσθω ὑπὲρ συντελείας γηδίων ἅπερ οὐ κέκτηται, ἀλλὰ καὶ εἰ συμβαίη γεωρ‐ γούς τινι προσήκοντας ἢ ἐναπογράφους ἰδίαν ἔχειν κτῆσιν, ἐκείνους ὑπὲρ αὐτῆς τὰς δημοσίας εἰσπράτ‐
15τεσθαι συντελείας, τοῦ δεσπότου αὐτῶν μηδεμίαν ὄχλησιν ὑπὲρ αὐτῶν ὑπομένοντος, εἰ μὴ ὡς εἰκὸς αὐτὸς ἰδίᾳ προαιρέσει τῇ τοιαύτῃ συντελείᾳ ἑαυτὸν ἐποίησεν ἔνοχον. Τοὺς δὲ τὰ δημόσια τέλη εἰσπράττοντας δικαίοις
20σταθμοῖς τε καὶ μέτροις κεχρῆσθαι κελεύομεν, ἵνα μηδὲ ἐν τούτῳ τοὺς ἡμετέρους ὑποτελεῖς ἀδικῶσιν. εἰ δὲ οἱ συντελεσταὶ νομίσουσι βαρεῖσθαι εἴτε ἐν σταθμοῖς εἴτε ἐν μέτροις, ἐχέτωσαν ἄδειαν τὰ μὲν τῶν εἰδῶν μέτρα τε καὶ σταθμὰ παρὰ τῶν ἐνδοξο‐
25τάτων ἐπάρχων, τὰ δὲ τοῦ χρυσίου καὶ τοῦ ἀργυρίου καὶ τῶν λοιπῶν μετάλλων σταθμὰ παρὰ τοῦ κατὰ καιρὸν ἐνδοξοτάτου κόμητος τῶν θείων λαργιτιόνων λαμβάνειν καὶ τὰ αὐτὰ μέτρα καὶ σταθμὰ ἐν τῇ ἁγιωτάτῃ ἑκάστης πόλεως ἐκκλησίᾳ φυλάττεσθαι, ἵνα
30κατὰ ταῦτα δίχα βάρους τῶν συντελεστῶν καὶ ἡ τῶν δημοσίων εἰσκομιδὴ καὶ αἱ στρατιωτικαὶ καὶ αἱ ἄλλαι δαπάναι γίνωνται. Τῶν δὲ πόλεων τῆς ἡμετέρας πολιτείας καὶ τῶν
οἰκούντων αὐτὰς τελείως προνοοῦντες κελεύομεν μηδε‐

642

μίαν παντελῶς εἶναι ἄδειαν τοῖς τῶν δημοσίων ἀπαι‐ τηταῖς ἐπικοινωνεῖν τοῖς χρήμασιν. ἅτινα τοῖς ἔργοις καὶ σιτωνικοῖς τῶν πόλεων ἤτοι ἀγωγοῖς ἢ ἄλλοις οἱοισδήποτε σολεμνίοις ἢ σαλαρίοις ἀφωρίσθησαν, ἢ
5παρακρατεῖν τι ἐξ αὐτῶν ἢ εἰς ἴδιον κέρδος ἀποφέρε‐ σθαι. ἀλλὰ δίχα τινὸς ἀναβολῆς ἢ μειώσεως ταῦτα παρέχειν, ὥστε προχωρεῖν εἰς ἃς ἐξ ἀρχῆς ἀφωρίσθη‐ σαν χρείας. ἀλλὰ μηδὲ τοὺς κτήτορας τῶν πόλεων ἢ οἰκήτορας τολμᾶν οἱῳδηποτοῦν τρόπῳ ἀφαιρεῖσθαί τι
10ἐξ αὐτῶν τῶν χρημάτων ἢ ὀνόματι διαγραφῶν ἢ ὑπὲρ σπορτούλων διδόναι τι ἐκ τούτων ἢ ἀναλίσκειν. εἰ δέ τις ἢ δοῦναι ἢ λαβεῖν ἐξ αὐτῶν τολμήσειε, κε‐ λεύομεν αὐτὸν οἴκοθεν ἐν διπλῇ ποσότητι τοῦτο τῇ πόλει ἀποδιδόναι. ἀλλὰ μηδὲ τοὺς τῶν ἐπαρχιῶν ἄρ‐
15χοντας ἢ τὰς τούτων τάξεις ἢ ἄλλον οἱονδήποτε παν‐ τελῶς μετουσίαν ἔχειν τινὰ πρὸς τὰ εἰρημένα χρή‐ ματα ἢ τῇ τούτων διοικήσει ἑαυτὸν παρεμβάλλειν· ἀλλὰ τὸν ἑκάστης πόλεως ὁσιώτατον ἐπίσκοπον καὶ τοὺς πρωτεύοντας τῆς πόλεως, οὐ μὴν ἀλλὰ καὶ τοὺς
20αὐτῆς κτήτορας προβάλλεσθαι μὲν τὸν πατέρα τὸν τῆς πόλεως καὶ τὸν σιτώνην καὶ ἄλλους τοιούτους διοικητάς. ἑκάστου δὲ ἐνιαυτοῦ πληρουμένου τὸν ὁσιώ‐ τατον ἐπίσκοπον μετὰ πέντε πρωτευόντων τῆς πό‐ λεως τοὺς λογισμοὺς ἀπαιτεῖν τοὺς παρ’ αὐτῶν προ‐
25βληθέντας· καὶ εἴ τι ἐκ τῶν τοιούτων λογισμῶν φανείη ἐποφειλόμενον ἢ ἀπομεῖναν, εἰσπράττεσθαι τοὺς τοιούτους διοικητὰς τῷ κινδύνῳ τῶν αὐτοὺς προ‐ βαλλομένων, καὶ ταῖς χρείαις αἷς ἀφώρισται φυλάτ‐ τεσθαι. εἴ τις δὲ ἐκ τῶν εἰρημένων διοικητῶν ἀν‐
30επιτήδειος εὑρεθείη, παραχρῆμα τοῦτον ἀποκινεῖσθαι κελεύομεν καὶ ἄλλον ἀντ’ αὐτοῦ ὑπό τε τοῦ ὁσιωτάτου τῆς πόλεως ἐπισκόπου ὑπό τε τῶν λοιπῶν κτητόρων, καθὼς εἴρηται, προβάλλεσθαι· εἰδότων τῶν ὀνομα‐ ζόντων αὐτούς, ὡς εἴ τις ζημία τῇ πόλει συμβαίη, ἐκ
35τῶν ἰδίων οὐσιῶν ταύτην θεραπεύσουσιν. Μηδενὶ δὲ ἐξέστω 〈τῶν〉 ἢ ἐν τῇ τάξει τῶν ἐνδοξο‐ τάτων ἐπάρχων ἢ ἐν ἄλλῃ τάξει ἢ ἐν σχολῇ ἀνα‐ φερομένων τὰ τοιαῦτα λογοθέσια ἐπιτρέπεσθαι, μήτε
ἐκ προστάξεως τῆς αὐτῆς ἀρχῆς ἢ ἄλλου ἄρχοντος,

643

μήτε εἰ πραγματικὸν ἢ ἄλλον τύπον ἢ θεῖον κομ‐ μονιτόριον λάβοι ἐπιτρέπον αὐτῷ τε τοιοῦτον. ἀλλ’ εἴ τι τοιοῦτο γένηται, ἄδειαν ἔχειν τὸν ἑκάστης πό‐ λεως ὁσιώτατον ἐπίσκοπον καὶ τοὺς ταύτης πρωτεύον‐
5τας μὴ ἀποκρίνεσθαι ὑπὲρ τῶν εἰρημένων κεφαλαίων τοῖς τοιούτοις προσώποις, ἀναφέρειν δὲ εἰς ἡμᾶς, ἵνα τοῦτο γινώσκοντες καὶ τὴν ἐπαχθεῖσαν ταῖς πόλεσι ζημίαν ἐκ τῆς αὐτῶν οὐσίας ἀποκαταστῆναι κελεύσω‐ μεν καὶ τὴν προσήκουσαν ἐκδίκησιν τοῖς τοιούτοις
10ἐπαγάγωμεν. Πρὸς τούτοις κελεύομεν τοὺς σκρινιαρίους τῶν ἔρ‐ γων τοὺς ὑπὸ τοὺς ἐπάρχους τῶν ἱερῶν πραιτωρίων τελοῦντας μηδεμίαν μετουσίαν πρὸς τὰ τοιαῦτα λογο‐ θέσια παντελῶς ἔχειν, ἀργούντων ἁπάντων δι’ ὧν
15αὐτοῖς εἴτε γενικῶς εἴτε ἰδικῶς τι τοιοῦτο πρώην ἐπι‐ τέτραπται ἢ μετὰ ταῦτα πορισθείη. τοὺς γὰρ ὑπὲρ τῶν εἰρημένων αἰτιῶν λογισμοὺς οὐδένα ἐπιτρέπεσθαι βουλόμεθα, εἰ μὴ ἡμεῖς συμφέρειν ταῖς πόλεσιν ἡγη‐ σάμενοι ἄνδρα εὐυπόληπτον καὶ ἀξίᾳ κεκοσμημένον
20ἐπιλεξόμεθα τὸν ὀφείλοντα παρ’ ἡμῶν ἔγγραφον θείαν κέλευσιν λαβεῖν περιέχουσαν διὰ ἡμετέρας εὐσεβοῦς ὑποσημειώσεως καὶ τὸ ἐκείνου ὄνομά τε καὶ ἀξίαν καὶ τὰς αἰτίας καὶ τοὺς χρόνους ὧν αὐτῷ τοὺς λογι‐ σμοὺς ἐπιτρέπομεν. τοὺς δὲ ὑπὸ τῶν τοιούτων προσ‐
25ώπων λογοθετουμένους πᾶσαν ἔχειν ἀσφάλειαν παρα‐ κελευόμεθα, ἑτέραν ζήτησιν μηδαμῶς ὑπομένοντας. Πρὸς τούτοις θεσπίζομεν μηδενὶ τῆς ἡμετέρας πο‐ λιτείας τόπῳ τὸν αὐτὸν καὶ ἄρχοντα εἶναι καὶ τοπο‐ τηρητὴν τῶν ἐνδοξοτάτων ἐπάρχων ἢ στρατηγίδος
30ἀρχῆς, ἀλλὰ μηδέ τινα εἴσπραξιν δημοσίων συντε‐ λειῶν χειρίζοντα τοποτηρητὴν εἶναι τῶν ἐνδοξοτάτων ἐπάρχων καὶ στρατηγίδος, καὶ ἁπλῶς εἰπεῖν μηδένα ἐν ταῖς ἐπαρχίαις γίνεσθαι τοποτηρητὴν ἐπάρχων, εἰ μὴ ἐξ ἡμετέρας ἐγγράφου κελεύσεως ἐν τοῖς ἐξπεδίτοις,
35ὅπου χρεία ἐστὶ καὶ τοποτηρητὴν ἐπάρχων πέμπεσθαι
τῆς αὐτῆς ἐπαρχότητος τὸν ὀφείλοντα προνοεῖν τῶν

644

στρατιωτικῶν δαπανημάτων. εἰ δέ τι παρὰ ταῦτα πλημμεληθείη, ὁ μὲν τοποτηρητὴν ἑαυτοῦ ποιήσας λʹ λιτρῶν χρυσίου ποινὴν εἰσπραχθήσεται, ἀποκαθιστῶν καὶ πᾶσαν δαπάνην ἢ ζημίαν ἣν ἂν διὰ τοῦ παρ’
5αὐτοῦ σταλέντος τινὲς ὑπομείναιεν, ὁ δὲ γενέσθαι θαρρήσας καὶ τῆς ἰδίας ἀρχῆς καὶ ἐξουσίας καὶ στρα‐ τείας ἐξαιρεθήσεται καὶ δέκα χρυσίου λιτρῶν ποινὴν ζημιωθήσεται. Κωλύομεν δὲ πρὸς τούτοις καὶ τοὺς ἐν ταῖς ἐπαρ‐
10χίαις ὄντας ἄρχοντας πολιτικούς τε καὶ στρατιωτι‐ κοὺς ἐν ταῖς πόλεσιν ἤτοι κάστροις τοποτηρητὰς ἐν ταῖς καταπιστευθείσαις αὐτοῖς ἐπαρχίαις ποιεῖν, ἐξ οὗ δηλαδὴ εἰς τὴν ἐπαρχίαν παραγένωνται καὶ ἐν ὅσῳ ἐν αὐτῇ ἄρχουσι· πέντε χρυσίου λιτρῶν ποινῆς
15ἐπικειμένης τοῦτο μὲν τῷ ποιοῦντι τοποτηρητὴν ἄρ‐ χοντι τοῦτο δὲ τῷ γενέσθαι τολμήσαντι. πρὶν δὲ ἐν ταῖς ἐπαρχίαις παραγένωνται οἱ ἄρχοντες, δίδομεν αὐ‐ τοῖς ἄδειαν τοποτηρητὰς ἑαυτῶν προβάλλεσθαι πάντα ὀφείλοντας μέχρι τῆς αὐτῶν παρουσίας διαπράττεσθαι,
20ἅτινα δύνανται οἱ αὐτοὶ ἄρχοντες ποιεῖν, δίχα μέν‐ τοιγε ἐσχάτης τιμωρίας ἢ μέλους ἀποκοπῆς. ἀλλ’ εἰ καί τις ἐκ τῶν ἀρχόντων κατὰ κέλευσιν ἡμετέραν εἰς ἄλλην ἐπαρχίαν ἐκπεμφθῇ, ἐξέστω αὐτῷ κατὰ τὸν ὅμοιον τρόπον τοποτηρητὴν ἑαυτοῦ ποιεῖν.
25 Κελεύομεν δὲ πάντας τοὺς ἄρχοντας τοῦτο μὲν στρατιωτικοὺς τοῦτο δὲ καὶ πολιτικοὺς δι’ ἑαυτῶν ἀναζητεῖν τοὺς λῃστείας ἢ βίας ἢ ἁρπαγὰς πραγμά‐ των ἢ γυναικῶν ἢ ἄλλα οἱαδήποτε ἀτοπήματα ἐν ταῖς ἐπαρχίαις πλημμελοῦντας καὶ τιμωρίας αὐτοῖς
30νομίμους ἐπάγειν, καὶ μηδὲ ὑπὲρ τούτων τῶν αἰτιῶν κομίζεσθαί τι συνηθειῶν ὀνόματι, ὥστε πανταχόθεν τοὺς ἡμετέρους ὑποτελεῖς ἀβλαβεῖς φυλαχθῆναι. οὐδὲ γὰρ συγχωροῦμεν οἱῳδήποτε μείζονι ἢ ἐλάττονι στρα‐ τιωτικῷ ἢ πολιτικῷ ἄρχοντι ἢ λῃστοδιώκτας ἢ βιο‐
35κωλύτας ἢ τριβούνους ὑπὲρ τῶν τοιούτων αἰτιῶν ἐν
ταῖς ἐπαρχίαις προβάλλεσθαι, ἢ τοὺς ὀφείλοντάς τινας

645

ἀφοπλίζειν, ὥστε μὴ διὰ τῶν τοιούτων προφάσεων πλείονας βίας ἐπάγεσθαι τοῖς ἐπαρχεώταις. εἰ δέ τις τῶν ἀρχόντων ταῦτα μὴ παραφυλάξει, γινωσκέτω μὴ μόνον τῆς καταπιστευθείσης αὐτῷ ἀρχῆς ἀφαιρεῖσθαι,
5ἀλλὰ καὶ δέκα χρυσίου λιτρῶν ποινὴν καταβάλλειν· τοῦ τολμῶντος τοιοῦτο πρᾶγμα παραλαβεῖν μετὰ βασάνους καὶ τὴν τῆς οὐσίας δήμευσιν εἰς ἐξορίαν πεμπομένου. Πρὸς τούτοις κελεύομεν τοὺς τῶν ἐπαρχιῶν ἄρχον‐ τας καὶ τὰς αὐτῶν τάξεις, εἴ ποτε ἐκ πόλεως εἰς πόλιν
10παραγένωνται, μήτε ἀγγαρείαις μήτε διαγραφαῖς ἢ ἄλ‐ λοις δαπανήμασι τοὺς ὑποτελεῖς βαρύνειν, ἀλλ’ ἐκ τῶν ἀφωρισμένων αὐτοῖς ἐκ τοῦ δημοσίου ἀννόνων τὰς δαπάνας ποιεῖν. Πρὸς τούτοις θεσπίζομεν τοὺς τῶν ἐπαρχιῶν ἄρ‐
15χοντας πᾶσι τρόποις μετὰ τὸ ἀποθέσθαι τὴν ἀρχὴν πεντήκοντα ἡμέρας ἐν ταῖς ἐπαρχίαις διατρίβειν καὶ τοῖς ἐναγωγάς τινας κατ’ αὐτῶν κινοῦσιν ἀποκρίνε‐ σθαι. εἰ δὲ συμβαίη τινὰς ἐξ αὐτῶν πρὸ τοῦ πληρῶ‐ σαι τὰς νʹ ἡμέρας καταλιπεῖν τὴν χώραν, κελεύομεν
20πάντας τοὺς παρ’ αὐτῶν ζημίαν τινὰ ὑμομείναντας συνιέναι παρὰ τῷ ὁσιωτάτῳ τῆς μητροπόλεως ἐπι‐ σκόπῳ τῆς αὐτῆς ἐπαρχίας, καὶ ἐπὶ πράξεως ὑπομνη‐ μάτων ἕνα ἕκαστον ἁπτόμενον τῶν ἁγίων εὐαγγελίων φανεροῦν τὰς ἐπαχθείσας αὐτῷ ζημίας, καὶ ἐκ τῆς
25ἐκείνου περιουσίας καθ’ οὗ τὰ τοιαῦτα γέγονεν ὑπο‐ μνήματα πᾶσαν ζημίαν τοῖς βλαβεῖσιν ἀποκαθίστα‐ σθαι, προνοίᾳ καὶ κινδύνῳ τῶν κατὰ καιρὸν ἐπάρχων καὶ τρακτευτῶν τῆς αὐτῆς ἐπαρχίας, εἰδότων ὡς εἰ τοῦτο πληρῶσαι ἀμελήσουσιν, αὐτοὶ ἐκ τῶν ἰδίων περι‐
30ουσιῶν πάσας τὰς ζημίας τοῖς βλαβεῖσιν ἀποκαταστῆ‐ σαι ἀναγκασθήσονται. Εἰ δέ τις τῶν ἀρχόντων τῶν ἐπαρχιῶν ἢ μετακλη‐
θείη εἰς ἄλλην ἀρχὴν ἢ χρείαν εἰς ἄλλην ἐπαρχίαν

646

καταπιστευθείη, κελεύομεν αὐτὸν νομίμου ἐντολέως προβαλλομένου τοῖς τὰς ἐναγωγὰς ὑπὲρ ζημιῶν προτι‐ θεῖσιν ἀποκρίνεσθαι. ὅπερ εἰ μὴ πράξεις. θεσπίζομεν καὶ ὑπομνήματα παρὰ τῷ ὁσιωτάτῳ ἐπισκόπῳ, καθὼς
5ἀνωτέρω εἴρηται, πράττεσθαι, καὶ τοῖς ὑπὲρ τῶν ζη‐ μιῶν τῶν ἐπαχθεισῶν αὐτοῖς ὀμόσασι κατὰ τὴν τῶν πεπραγμένων δύναμιν πᾶσαν ζημίαν ἀποδίδοσθαι, προνοίᾳ ὁμοίως καὶ κινδύνῳ τῶν κατὰ καιρὸν ἐπάρ‐ χων καὶ τῶν ἑκάστης ἐπαρχίας τρακτευτῶν.
10 Πάσας δὲ τὰς χρηματικὰς ποινὰς τὰς τῷ παρόντι νόμῳ περιεχομένας ὑπὸ τοῦ κατὰ καιρὸν κόμητος τῶν πριβάτων εἰσπράττεσθαι τοὺς τὸν παρόντα νόμον μὴ φυλάττοντας καὶ τῷ ἡμετέρῳ φίσκῳ ἐκδικεῖσθαι θε‐ σπίζομεν, ὅστις εἰ μὴ ταῦτα ἐκδικήσει, αὐτὸς μετὰ
15τῆς ὑπηρετούσης αὐτῷ σχολῆς ἐκ τῆς ἰδίας αὐτοῦ περιουσίας τὴν τούτων ποσότητα καταβαλεῖν ἀναγ‐ κασθήσεται. 〈Ἐπίλογος.〉 Ἅτινα τοίνυν διὰ τοῦ παρόντος σωτηριώδους νόμου τοῦ εἰς τὸ διηνεκὲς ἰσχύσοντος
20ὑπὲρ τῆς ὠφελείας καὶ καταστάσεως τῶν ἡμετέρων ὑποτελῶν διετυπώσαμεν, ἡ σὴ ἐνδοξότης ἄτρωτα καὶ ἀσάλευτα διὰ πάντων παραφυλαχθῆναι σπευσάτω, καὶ εἰς τὴν ἁπάντων γνῶσιν ἐλθεῖν ποιησάτω ἰδίκτων κατὰ τὴν βασιλίδα πόλιν προτιθεμένων, ἵνα δι’ αὐ‐
25τῶν πᾶσι δῆλα γένηται.

647

(1t)

ΡΚΘ
2tΠΕΡΙ ΣΑΜΑΡΕΙΤΩΝ.
3t〈Ὁ αὐτὸς βασιλεὺς Ἀδδαίῳ ἐπάρχῳ πραιτωρίων.〉
4〈Προοίμιον.〉 Οὐδὲν οὕτω μέγα τῶν ὑπηκόων
5τινὸς τῶν ἡμετέρων ἐστὶν ἁμάρτημα, ὡς μὴ τῆς ἐξ ἡμῶν ἀξιωθῆναι φιλανθρωπίας. κἂν γὰρ εἰ τὰ παρ’ αὐτῶν γεγονότα μισήσαντες πρὸς τὴν ὑπὲρ αὐτῶν διαναστῶμεν ἐκδίκησιν, ἀλλὰ τὸν καιρὸν θεραπεύον‐ τες καὶ τοῖς προσήκουσι τοὺς ἁμαρτάνοντας νουθετή‐
10σαντες τρόποις πάλιν πρὸς τὴν ἡμῶν αὐτῶν φιλαν‐ θρωπίαν ἐπάνιμεν, τὸ δίκαιον τῆς ὀργῆς ἀγαθότητος καταλεαίνοντες λογισμοῖς. ὁποῖον δή τι καὶ ὁ παρὼν ἡμῶν πραγματεύεται νόμος. Σαμαρείτας γὰρ πρώην θρασυνομένους καὶ κατεπαιρομένους Χριστιανῶν καὶ
15πρὸς τὴν ἁπάντων ὥσπερ ἐσχάτην ἀπόνοιαν ἐξοκεί‐ λαντας πολλοῖς μὲν ἐπιτιμίοις ἐσωφρονίσαμεν, ἑνὶ δὲ μάλιστα τῷ μήτε διαθήκας αὐτοὺς δύνασθαι γράφειν μήτε τούτων τελευτῶντας [διαθήκης] χωρὶς τοῖς ἐξ ἀδιαθέτου καλουμένοις συγγενέσι παραπέμπειν τὸν
20κλῆρον, πλὴν εἰ μὴ τοὺς πρὸς τοὺς κλήρους ἐφ’ ἑκα‐ τέρῳ θέματι καλουμένους τῆς ὀρθῆς τῶν Χριστιανῶν εἶναι πίστεως συμβῇ. ἀπηγορεύσαμεν δὲ αὐτοῖς καὶ ληγάτα διδόναι καὶ δωρεὰς γράφειν, ἤ τινας ὅλως ἐκποιήσεις ἐπὶ τοῖς οἰκείοις τίθεσθαι πράγμασιν, ἐπει‐
25δὰν μὴ τῆς ὀρθοδόξου πίστεως τὸ λαμβάνον πρόσ‐ ωπον εἴη. ταῦτα μὲν οὖν νόμῳ γενικῷ διαλαβόντες τηνικαῦτα μεμνήμεθα, πλὴν ἀλλ’ οὐ τὴν αὐτὴν ἐν τοῖς ἔργοις ἣν ἐν τοῖς γράμμασιν ἀκρίβειαν ἐφυλάξα‐ μεν· οὔτε γὰρ τὸν ἡμέτερον φίσκον οὔτε τινὰ τοῦ
30δημοσίου μοῖραν ἑτέραν τῶν ἐκεῖθέν τι λαβεῖν ἠνεσχό‐ μεθα, κἂν εἰ τοῦτο ῥητῶς ὁ νόμος ἐδίδου. Νῦν δὲ δὴ πρὸς τὸ μέτριον ἐπαναχθέντας αὐτοὺς
ἰδόντες, ἡμῶν τε αὐτῶν ἀνάξιον εἶναι νομίσαντες

648

ἐπὶ τῆς αὐτῆς μένειν ὀργῆς κατὰ τῶν οὐ νοσούντων τὰ παραπλήσια, ἐνδόντες τε μάλιστα πάντων ταῖς Σεργίου τοῦ ὁσιωτάτου τῆς Καισαρέων μητροπόλεως ἐπισκόπου δικαίαις αἰτήσεσιν ἃς ὑπὲρ αὐτῶν ἐποιή‐
5σατο, μαρτυρῶν μέν τοι καλλίονας αὐτοὺς γεγονέναι, τὴν ἡσυχίαν δὲ τὴν πρὸς τὸν ἔπειτα χρόνον αὐτῶν ἐγγυώμενος, ἐπὶ τὸν παρόντα θεῖον ἡμῶν ἐληλύθα‐ μεν νόμον, δι’ οὗ θεσπίζομεν ἄδειαν εἶναι Σαμαρεί‐ τας λοιπὸν γράφειν διαθήκας καὶ τὰς σφῶν αὐτῶν
10διοικεῖν οὐσίας, ὡς οἵ τε ἄλλοι παρέχουσι νόμοι διά τε τοῦ παρόντος διορίζομεν, 〈καὶ〉 διαθηκῶν τελευ‐ τῶντας χωρὶς ἐκ τῶν ἐξ ἀδιαθέτου καλουμένων κατὰ μίμησιν κληρονομεῖσθαι τῶν ἄλλων ἀνθρώπων αὐ‐ τούς, πλὴν ὅσα διὰ τοῦ παρόντος ἡμεῖς μεθαρμόσο‐
15μεν νόμου. καὶ δωρεὰς δὲ αὐτοῖς ἐπιτρέπομεν γρά‐ φειν καὶ ληγάτα διδόναι τε καὶ λαμβάνειν καὶ τὰ τοιαῦτα συναλλάττειν ἐπ’ ἀδείας ἁπάσης. οἱ γὰρ δὴ διατίθεσθαι δεδωκότες καὶ πᾶσαν διοικεῖσθαι τὴν οὐσίαν αὐτοὺς πῶς ἂν περὶ μερικῆς διοικήσεως δυσχε‐
20ράναιμεν; Πλὴν ἀλλ’ οὐ τὴν αὐτὴν ἀποδίδομεν τάξιν Χρι‐ στιανοῖς τε διαδόχοις καὶ Σαμαρείταις, πολλὴν δὲ εἰκότως τοῖς τὰ καλλίω θρησκεύουσι τὴν προνομίαν παρέχομεν. ὅθεν εἴ τις αὐτῶν διαθηκῶν τελευτῶν
25χωρὶς [ἢ καὶ] παῖδας τὰ πρὸς θεὸν διῃρημένους κατα‐ λίποι, μόνοι κληθήσονται πρὸς τὴν τούτου κληρονο‐ μίαν οἱ τὴν ὀρθὴν τῶν Χριστιανῶν πρεσβεύοντες πίστιν, τῶν ἄλλων ἐκκλειομένων ὅσοι τῆς αὐτῆς ἔχον‐ ται τῷ τελευτήσαντι πλάνης. ταῦτα δέ φαμεν οὐκ
30ἐπὶ παίδων μόνον, ἀλλὰ καὶ τῶν ἄλλων συγγενῶν, ἐξ ὁποίας ἂν εἶεν σειρᾶς, ὥστε τοὺς ὀρθὰ θρησκεύον‐ τας τῶν οὐ παραπλήσια τιμώντων προτίμησιν ἔχειν· πλὴν εἰ τὸν αὐτὸν πάντες οἱ καλούμενοι βαθμὸν ἐπιγράφοιντο ἢ μίαν πρὸς τὸν κλῆρον ἔχοιεν τάξιν.
35οὐδὲ γὰρ δὴ τοῖς ἐκ μακροτέρου βαθμοῦ καὶ ὑπὸ τῶν ἐγγυτέρων ἐκκλειομένοις, κἂν εἰ τὰ καλλίω θρη‐ σκεύοιεν, τὴν κατὰ τῶν ἐγγυτέρων προτίμησιν δίδομεν καὶ προνομίαν. Πλὴν ἀλλ’ οὐχ ὥστε καὶ ἀμεταμέλητον εἶναι τὸ
40πρᾶγμα τοῖς ἀποκλειομένοις ἐκ τούτου. εἰ γὰρ δὴ

649

βουληθεῖεν καὶ μετὰ ταῦτα πρὸς τὴν ὀρθὴν τῶν Χριστιανῶν πίστιν ἐπανελθεῖν οἱ παρὰ τοῦτο τῶν κλήρων ἀποκλεισθέντες, τὰς οἰκείας ἀπολήψονται μοί‐ ρας, οὕτω καλούμενοι πρὸς τὸν κλῆρον ὡς ἂν εἰ καὶ
5τὴν ἀρχὴν τῆς ὀρθῆς ταύτης θρησκείας ὄντες ἐτύγχα‐ νον, μόνων στερούμενοι τῶν τοῦ μέσου χρόνου καρ‐ πῶν. εἰ δὲ καὶ διαθήκας γράψειέ τις αὐτῶν, ἐρρῶσθαι μὲν ταύτας τό γε ὅσον ἐπὶ τῇ θρησκείᾳ κελεύομεν εἰ δέ γε πατὴρ ἢ καί τις τῶν ἀνιόντων ἕτερος ἢ
10καὶ τῶν κατιόντων ὁ τὰς διαθήκας γράφων ὑπάρχοι, εἰ μὲν πάντες ἐφεξῆς οἱ πρὸς τὸν κλῆρον καλούμενοι τῆς αὐτῆς αὐτῷ πλάνης ὑπάρχοιεν, διοικήσει τὰ περὶ τῆς οὐσίας ὡς ἂν ἐθελήσει· εἰ δέ γε τῶν ἐκ τοῦ αὐτοῦ βαθμοῦ καλουμένων τινὲς τῆς αὐτῆς τῷ πατρὶ
15πλάνης ὑπάρχοιεν, τούτοις οὐ περαιτέρω καταλείψει τῶν δύο τῆς περιουσίας οὐγκιῶν, τοῦ λειπομένου πρὸς τοὺς τὰ ὀρθὰ θρησκεύοντας ἀγομένου, πλὴν εἰ μή τις τυχὸν Χριστιανοῖς ἐξ αὐτῶν καταλείψει πρεσβεῖα. φυλαττομένου κἀνταῦθα τοῖς μεταμελεῖσθαι βουλομέ‐
20νοις τοῦ δύνασθαι τῆς ἰσότητος ἀπολαύειν πρὸς τοὺς ἐξ ἀρχῆς Χριστιανούς, ὥσπερ ἐπὶ τῶν ἐξ ἀδιαθέτου φθάσαντες διωρίσαμεν. πρὸς ταύτην δὲ τὴν τάξιν τε καὶ τὴν μοῖραν καὶ de inofficioso δίδομεν ἀνιοῦσί τε καὶ κατιοῦσι τοῖς τὰ ὀρθὰ θρησκεύουσι δόγματα καὶ
25ἵσως ἀδικηθεῖσι κατὰ τὰς γενομένας ἐπὶ ταῖς διαθή‐ καις τῶν πραγμάτων διανομάς. Δίδομεν δὲ αὐτοῖς καὶ δωρεὰς διδόναι τε καὶ πρε‐ σβεῖα καταλιμπάνειν ἐλευθερίαις τε οἰκέτας τιμᾶν συναλλάττειν τε καὶ πρὸς ἀλλήλους, οὐδὲν τοῦ πρώην
30παρ’ ἡμῶν τεθειμένου κωλύοντος νόμου. τὸν γὰρ ἡμέτερον φίσκον καὶ πᾶσαν ἄλλην τοῦ δημοσίου μοῖ‐ ραν ἀποκλείομεν παντελῶς, οὐδεμίαν ἐξ ἐκείνου τοῦ νόμου πρὸς τοὺς αὐτῶν κλήρους ἢ τὰς αὐτῶν οὐσίας ἢ τὰ συμβόλαια μετουσίαν ἔχειν δυνάμενον. ταῦτα
35δέ φαμεν οὐκ ἐπὶ τοῖς μέλλουσι μόνον, ἀλλὰ γὰρ δὴ καὶ ἐπὶ τῷ φθάσαντι, ὥστε μηδὲ ὑπὲρ τῶν τηνικαῦτα γεγονότων ἢ τὸν ἡμέτερον φίσκον ἢ ἕτερον τῶν πάν‐ των τινὰ τὰς οὐσίας πολυπραγμονεῖν τὰς αὐτῶν. οἱ γὰρ τὰ μέλλοντα φιλανθρωπευσάμενοι πῶς ἂν περὶ
40τῶν παρελθόντων ἀκριβολογησαίμεθα; ὥστε αὐτοὺς
τῆς παρούσης ἡμῶν ἠξιωμένους φιλανθρωπίας χάρι‐

650

τας ὁμολογεῖν θεῷ τε καὶ ἡμῖν, καὶ Σεργίῳ γε μὴν τῷ ὁσιωτάτῳ τῷ πρὸς ταύτην ἡμᾶς ὡς μάλιστα τὴν περὶ αὐτοὺς ἐκκαλεσαμένῳ φιλανθρωπίαν. 〈Ἐπίλογος.〉 Ἡ τοίνυν σὴ ἐνδοξότης τὴν παρ’
5ἡμῶν εἰς αὐτοὺς ἐπιδεδειγμένην φιλανθρωπίαν διὰ τοῦ παρόντος ἡμῶν νόμου γινώσκουσα δῆλα ταῖς ἐπ‐ αρχίαις διὰ τῶν συνειθισμένων ἰδίκτων τὰ νῦν ἡμῖν παραστάντα ποιήσει, ὥστε διηνεκοῦς ταύτης αὐτοὺς ἀπολαῦσαι τῆς βοηθείας
12tΡΛ
13tΠΕΡΙ ΠΑΡΟΔΟΥ ΣΤΡΑΤΙΩΤΩΝ.
16tὉ αὐτὸς βασιλεὺς Πέτρῳ τῷ ἐνδοξοτάτῳ ἐπάρχῳ
17tτῶν ἱερῶν πραιτωρίων.
18 〈Προοίμιον〉 Πρώτην καὶ μεγίστην ἡγούμεθα σύστασιν εἶναι τῆς ἡμετέρας πολιτείας τὸ καὶ ἀμέμ‐
20πτως τὸ ἡμέτερον στράτευμα ἐν ταῖς παρόδοις ἀπο‐ τρέφεσθαι καὶ τὸ ἀβλαβὲς καὶ ἀζήμιον τοῖς ἡμετέροις ὑποτελέσι φυλάττεσθαι. Κελεύομεν τοίνυν, ὁσάκις πάροδος γένηται τῶν ἡμετέρων ἀρχόντων τε καὶ στρατευμάτων, delegatorας
25συνιέναι αὐτοῖς τοὺς τὴν φροντίδα ποιουμένους τῆς αὐτῶν ἀποτροφῆς, τοὺς δὲ ἑκάστης ἐπαρχίας ἄρχοντας δι’ ὦν πάροδος γίνεται ἑτοιμασίαν ποιεῖσθαι τῶν ὀφειλόντων γίνεσθαι δαπανημάτων, ὥστε τοὺς τοῦ ἡμετέρου στρατεύματος ἐν ἑκάστῃ ἐπαρχίᾳ παριόντας
30ἀμέμπτως ἀποτρέφεσθαι. καὶ τοὺς μὲν ἑκάστου τάγ‐

651

ματος ὀπτίονας ὑποδέχεσθαι τὰ εἴδη δίχα τινὸς δια‐ στροφῆς καὶ ῥογεύειν τοῖς ἐξάρχοις καὶ τοῖς στρατιώ‐ ταις τὰς ἐν εἴδει χορηγουμένας ἀννόνας, ἔχειν δὲ τοὺς αὐτοὺς ὀπτίονας καὶ τὴν ἀφωρισμένην αὐτοῖς προ‐
5φάσει παραμυθίας πεντεκαιδεκάτην μοῖραν. τὰ δὲ ἐξ ἔθους recautα γίνεσθαι παρὰ τῶν ὀπτιόνων τοῖς ὑπο‐ τελέσιν ὑπὲρ τῶν παρ’ αὐτῶν δαπανωμένων, κινδύνῳ τῶν σὺν αὐτοῖς ὄντων ἐξάρχων καὶ τριβούνων καὶ κομήτων καὶ διασωστῶν καὶ delegatorων καὶ τῶν
10ἑκάστου τάγματος πρωτευόντων· καὶ κατὰ μηδένα τρόπον δωρεὰν ἀναλίσκειν τοὺς στρατιώτας παρὰ τῶν συντελεστῶν, εἴτε προφάσει τοῦ μὴ γίνεσθαι ὡς εἰ‐ κὸς ἑτοιμασίαν εἴτε introitων ὀνόματι, ὧν καὶ αὐτὴν τὴν προσηγορίαν παντελῶς ἀναιροῦμεν, ἐφ’ ᾧ παντα‐
15χόθεν ἀβλαβεῖς καὶ ἀζημίους φυλάττεσθαι τοὺς ἡμε‐ τέρους ὑποτελεῖς. Τὰ δὲ εἴδη τὰ εὑρισκόμενα ἐν ἑκάστῳ τόπῳ αὐτὰ λαμβάνειν τοὺς στρατιώτας, καὶ μὴ ἕτερα ἐπιζητεῖν ἅπερ ἐν τῇ αὐτῇ ἐπαρχίᾳ οὐχ εὑρίσκονται, καὶ ἐκ
20τούτου διαστροφὴν ἢ ζημίαν ἐπαγαγεῖν τοῖς ἡμετέροις ὑποτελέσι. Τὴν δὲ γινομένην παρὰ τῶν κτητόρων δαπάνην καὶ δηλουμένην διὰ τῶν recautων κελεύομεν λογίζε‐ σθαι αὐτοῖς παρὰ τοῦ θρόνου τῆς σῆς ὑπεροχῆς χωρὶς
25τῆς οἱασοῦν διαστροφῆς ἢ ζημίας ἢ ἐπινοίας εἰς τὴν συντέλειαν τὴν παρ’ αὐτῶν τῷ δημοσίῳ διδομένην ὑπὲρ τῆς ἐπινεμήσεως ἐκείνης, καθ’ ἣν ἡ δαπάνη γί‐ νεται. εἰ δὲ πλείονα τῶν συντελουμένων παρὰ τῶν δεδωκότων τὰ εἴδη εὑρεθῇ τὰ ἀναλισκόμενα, κελεύο‐
30μεν ἐκ τοῦ παντὸς σώματος τῶν δημοσίων τῆς αὐτῆς ἐπαρχίας πληροῦσθαι τοὺς ὑπὲρ τὴν ἰδίαν συντέλειαν δαπανήσαντας. εἰ δὲ μὴ ἔχει ἡ αὐτὴ ἐπαρχία δημόσια ἀρκοῦντα εἰς τὴν γενομένην δαπάνην, πληροῦσθαι τοὺς τὴν αὐτὴν δαπάνην ποιησαμένους ἐκ τῆς γενι‐
35κῆς τραπέζης τῆς διοικουμένης παρὰ τῆς σῆς ἐνδοξό‐ τητος, ἤγουν παρακρατεῖν αὐτοὺς ταῦτα ἐκ τῶν παρ’ αὐτῶν συντελουμένων κατὰ τὴν ἐφεξῆς ἐπινέμησιν,
καὶ ταῦτα λογίζεσθαι αὐτοῖς ἐκ τρόπου παντὸς διὰ

652

τῶν τὰ δημόσια ἀνυόντων. τούτων ἁπάντων προϊόν‐ των τε καὶ παραφυλαττομένων κινδύνῳ τῆς τε σῆς ἐνδοξότητος καὶ τῶν ἑκάστης ἐπαρχίας τρακτευτῶν καὶ ἀρχόντων καὶ τῶν πειθομένων αὐτοῖς τάξεων καὶ
5ἐκληπτόρων καὶ πολιτευομένων καὶ πάντων τῶν τὰ δημόσια χειριζόντων. Καὶ τοῦτο δὲ κελεύομεν παραφυλάττεσθαι, ὥστε μηδένα τῶν ἐξάρχων ἢ τῶν στρατιωτῶν προφάσει παρόδου ἢ ἀπὸ τῶν πόλεων ἢ 〈τῶν〉 χωρίων ἐν ἀπ‐
10αργυρισμῷ τι λαμβάνειν. εἰ δὲ εὑρεθείη τις ὑπὲρ παρόδου ἐν ἀπαργυρισμῷ λαμβάνων, κελεύομεν τὸν τοιοῦτό τι πράττοντα ἀπαιτεῖσθαι διπλάσιον πᾶν ὅπερ λαβεῖν ὑπὲρ τούτου τολμήσει. Εἰ δέ τινες τῶν ἡμετέρων ἐξάρχων ἢ τῶν στρα‐
15τιωτῶν ἢ τῶν ὀπτιόνων αὐτῶν μὴ recautα ποιήσουσι τῆς γενομένης παρ’ αὐτῶν δαπάνης, κελεύομεν τοὺς τὴν δαπάνην χορηγήσαντας συντελεστὰς πρᾶξιν ὑπο‐ μνημάτων συνιστᾶν, εἰ μὲν εὑρεθῇ ὁ ἄρχων ἐν τοῖς τόποις ἐκείνοις, παρ’ αὐτῷ καὶ τῷ ὁσιωτάτῳ τῆς
20πόλεως ἐπισκόπῳ, εἰ δὲ μὴ εὑρεθῇ ὁ ἄρχων ἐν τοῖς αὐτοῖς τόποις, παρὰ τῷ ὁσιωτάτῳ τῆς πόλεως ἐπι‐ σκόπῳ ἢ τῷ ἐκδίκῳ τῶν τόπων, ὑφ’ οὓς ἡ κτῆσις διάκειται ἐξ ἧς γέγονεν ἡ δαπάνη, καὶ διὰ τῆς τοι‐ αύτης πράξεως δῆλα ποιεῖν, τίνες τῶν ἡμετέρων ἀρ‐
25χόντων ἢ μετὰ ποίου στρατεύματος τὴν πάροδον ποιούμενοι οὐκ ἐποίησαν recautα καὶ πόσην ποσότητα ἐδαπάνησαν, καὶ τὴν τοιαύτην πρᾶξιν πέμπεσθαι πρὸς τὴν σὴν ἐνδοξότητα, τὴν δὲ σὴν ὑπεροχὴν ὡσ‐ ανεὶ recautων γενομένων τοῖς μὲν ὑποτελέσι παρέχειν
30ἢ καὶ λογίζεσθαι τὴν παρ’ αὐτῶν γενομένην δαπάνην, καθάπερ ἀνωτέρω εἰρήκαμεν, παρακρατεῖν δὲ αὐτὴν τὴν ποσότητα τὴν διὰ τῆς πράξεως δηλουμένην ἐκ τῶν δηληγατευομένων ἀπὸ τοῦ δημοσίου τοῖς ἐξάρχοις καὶ τοῖς στρατιώταις τοῖς τὴν δαπάνην ποιησαμένοις.
35 Πρὸς τούτοις κελεύομεν τοὺς ἡμετέρους ἐξάρχους εἴτε καὶ τοὺς διασώζοντας τὸ στράτευμα καὶ delega‐ torας ἐν ταῖς παρόδοις προπέμπειν εἰς ἐκεῖνον τὸν
τόπον ἐν ᾧ μέλλει τὸ ἡμέτερον στράτευμα καταντᾶν,

653

καὶ ἑτοιμασίαν ποιεῖν τῶν δαπανημάτων, καὶ μὴ πέμ‐ πειν εἰς ἑτέρας πόλεις ἢ κτήσεις ἢ χωρία, ὡς δὴ ὀφει‐ λόντων τῶν τοῦ στρατεύματος ἐκεῖσε μεῖναι, καὶ ἐκ τούτου ἀργυρολογεῖν τὰς κτήσεις καὶ τὰ χωρία. εἰ δὲ
5λαβεῖν τι ὑπὲρ τούτου τολμήσουσι, κελεύομεν καὶ οὕτω μὲν τὴν εἰρημένην πρᾶξιν γίνεσθαι δηλοῦσαν τό τε δοθὲν καὶ τίνι δέδοται, λογίζεσθαι δὲ τοῖς ζημιω‐ θεῖσι παρὰ τῆς σῆς ἐνδοξότητος ἢ παρέχεσθαι κατὰ τὸν ἀνωτέρω ἡμῖν εἰρημένον τρόπον πάντα ὅσα διὰ
10τῆς τοιαύτης πράξεως δηλωθείη, τοὺς δὲ ἐξάρχους καὶ τοὺς ὁπωσοῦν διασώζοντας τὸ ἡμέτερον στράτευμα καὶ τοὺς delegatorας ἐν διπλασίονι ποσότητι δοῦναι ἅπερ λαβεῖν τολμήσουσιν ὑπὲρ τούτου, τοὺς δὲ προ‐ μητάτορας καὶ τιμωρίας καὶ ἐξορίαν ὑπομένειν.
15 Εἰ δέ τινες τῶν ἀρχόντων τῶν ἐπαρχιῶν συνδοια‐ ζόμενοι πολλάκις τοῖς διασώζουσι τὸ ἡμέτερον στρά‐ τευμα μὴ ἑτοιμάσωσι τὰς δαπάνας, καὶ ἐκ τούτου εἰς διαφόρους πόλεις τε καὶ χωρία τούτους παραγάγωσι, κελεύομεν τοὺς τοιούτους τῆς ἀρχῆς παυομένους δη‐
20μεύσει καὶ ἐξορίᾳ μετὰ τῶν πειθομένων αὐτοῖς τάξεων ὑποβάλλεσθαι, τοὺς δὲ ἡμετέρους ὑποτελεῖς καὶ οὕ‐ τως ἀζημίους φυλάττεσθαι ἢ ἐκ τῆς τῶν recautwn δόσεως ἢ ἐκ τῆς κατὰ τὸν εἰρημένον τρόπον ὀφειλού‐ σης γίνεσθαι πράξεως.
25 Ταῦτα δὲ φυλάττεσθαι παρακελευόμεθα οὐ μόνον ἐν ταῖς παρόδοις τῶν ἡμετέρων ἀρχόντων καὶ στρα‐ τιωτῶν, ἀλλὰ καὶ τῶν ἄλλων τῶν ἐξ οἱουδήποτε ἔθνους εἰς συμμαχίαν τῆς ἡμετέρας πολιτείας παρ’ ἡμῶν πεμπομένων.
30 Ὥστε μὴ δὲ προφάσει τῆς τῶν μητάτων δόσεως ἐνυβρίζεσθαι τὴν τῶν ἡμετέρων ὑπηκόων ἐλευθερίαν, θεσπίζομεν μηδενὶ ἐξεῖναι παντελῶς τῶν ἡμετέρων στρατιωτῶν εἰς τὰς αὐθεντικὰς οἰκήσεις, ἐν αἷς οἱ δε‐ σπόται τῶν οἰκημάτων εὑρεθεῖεν μένοντες, λαμβάνειν
35ἑαυτοῖς μητάτα, ἀλλ’ ἐκείνας μὲν ἀνενοχλήτους φυ‐ λάττεσθαι τοῖς ἰδίοις δεσπόταις, λαμβάνειν δὲ τοὺς
στρατιώτας ἐν ἑτέραις διαίταις μητάτα.

654

〈Ἐπίλογος.〉 Τὰ τοίνυν παραστάντα ἡμῖν καὶ διὰ τοῦ παρόντος δηλούμενα νόμου ἡ σὴ ἐνδοξότης ἔν τε τῇ βασιλίδι πόλει *****, καὶ τοῖς κατὰ τὸν τό‐ πον ὁσιωτάτοις ἐπισκόποις τοῖς τε λαμπροτάτοις τῶν
5ἐπαρχιῶν ἄρχουσι καὶ πᾶσι τοῖς ἡμετέροις ὑποτελέσιν ἐν ἑκάστῃ ἐπαρχίᾳ καὶ πόλει δῆλα καταστησάτω, ὥστε εἰδέναι τοὺς ἡμετέρους ὑποτελεῖς τὰ παρ’ ἡμῶν ὑπὲρ τῆς αὐτῶν ἀβλαβείας διατυπωθέντα καὶ γινώσκειν, ὡς εἴπερ παρὰ ταῦτά τι πραχθείη καὶ οἱ ἀδικού‐
10μενοι σιωπῇ τὸ πρᾶγμα παραδώσουσιν, αὐτοὶ τῆς τοιαύτης βλάβης ἑαυτοῖς αἴτιοι γενήσονται.
15tΡΛΑ
16tΠΕΡΙ ΕΚΚΛΗΣΙΑΣΤΙΚΩΝ
17tΚΑΝΟΝΩΝ ΚΑΙ ΠΡΟΝΟΜΙΩΝ.
18tὉ αὐτὸς βασιλεὺς Πέτρῳ τῷ ἐνδοξοτάτῳ ἐπάρχῳ
19tπραιτωρίων.
20〈Προοίμιον.〉 Περὶ τῶν ἐκκλησιαστικῶν κανόνων καὶ προνομίων καὶ ἄλλων κεφαλαίων εἰς τὰς ἁγιω‐ τάτας ἐκκλησίας καὶ τοὺς λοιποὺς σεβασμίους οἴκους ὁρώντων τὸν παρόντα νόμον προφέρομεν. Θεσπίζομεν τοίνυν, τάξιν νόμων ἐπέχειν τοὺς ἁγίους
25ἐκκλησιαστικοὺς κανόνας τοὺς ὑπὸ τῶν ἁγίων τεσσά‐

655

ρων συνόδων ἐκτεθέντας ἢ βεβαιωθέντας, τουτέστι τῆς ἐν Νικαίᾳ τῶν τιηʹ καὶ τῆς ἐν Κωνσταντινουπόλει τῶν ἁγίων ρνʹ πατέρων καὶ τῆς ἐν Ἐφέσῳ πρώτης, ἐν ᾖ Νεστόριος κατεκρίθη, καὶ τῆς ἐν Καλχηδόνι, καθ’
5ἣν Εὐτυχὴς μετὰ Νεστορίου ἀνεθεματίσθη. τῶν γὰρ προειρημένων ἁγίων δʹ συνόδων καὶ τὰ δόγματα καθάπερ τὰς θείας γραφὰς δεχόμεθα καὶ τοὺς κανό‐ νας ὡς νόμους φυλάττομεν Καὶ διὰ τοῦτο θεσπίζομεν, κατὰ τοὺς αὐτῶν ὅρους
10τὸν ἁγιώτατον τῆς πρεσβυτέρας Ῥώμης πάπαν πρῶ‐ τον εἶναι πάντων τῶν ἱερέων, τὸν δὲ μακαριώτατον ἀρχιεπίσκοπον Κωνσταντινουπόλεως τῆς νέας Ῥώμης δευτέραν τάξιν ἐπέχειν μετὰ τὸν ἁγιώτατον ἀποστο‐ λικὸν θρόνον τῆς πρεσβυτέρας Ῥώμης, τῶν δὲ ἄλλων
15πάντων προτιμᾶσθαι. Τὸν δὲ κατὰ καιρὸν μακαριώτατον ἀρχιεπίσκοπον τῆς Πρώτης Ἰουστινιανῆς τῆς ἡμετέρας πατρίδος ἔχειν ἀεὶ ὑπὸ τὴν οἰκείαν δικαιοδοσίαν τοὺς ἐπισκόπους τῶν ἐπαρχιῶν Daciας mediterraneας καὶ Daciας ri‐
20pensiας, Praevalεως καὶ Dardaniας καὶ Μυσίας τῆς ἀνωτέρας καὶ Παννονίας, καὶ παρ’ αὐτοῦ τούτους
χειροτονεῖσθαι, αὐτὸν δὲ ὑπὸ τῆς οἰκείας συνόδου

656

χειροτονεῖσθαι, καὶ ἐν αὐταῖς ταῖς ὑποκειμέναις αὐτῷ ἐπαρχίαις τὸν τόπον ἐπέχειν αὐτὸν τοῦ ἀποστολικοῦ Ῥώμης θρόνου κατὰ τὰ ὁρισθέντα ἀπὸ τοῦ ἁγίου πάπα Βιγιλίου.
5 Καὶ τὸν ὅμοιον τρόπον τὸ δίκαιον τῆς ἀρχιερω‐ σύνης, ὅπερ τῷ ἐπισκόπῳ Ἰουστινιανῆς Καρχηδόνος τῆς Ἀφρικῆς διοικήσεως δεδώκαμεν ἐξ οὗπερ ὁ θεὸς ταύτην ἡμῖν ἀποκατέστησε, φυλάττεσθαι κελεύομεν. καὶ αἱ ἄλλαι δὲ πόλεις καὶ οἱ τούτων ἐπίσκοποι, οἷς
10ἐν διαφόροις τόποις μητροπολιτικὸν δίκαιον παρ‐ εσχέθη, τοῦ τοιούτου προνομίου εἰς τὸ διηνεκὲς ἀπο‐ λαυέτωσαν. πάντα δὲ τὰ προνόμια καὶ τὰς παραμυ‐ θίας, ἅπερ ἐκ βασιλικῆς φιλοτιμίας ἢ καὶ καθ’ ἕτερον οἱονδήποτε τρόπον ταῖς ἁγίαις ἐκκλησίαις ἢ ἑτέροις
15σεβασμίοις τόποις παρεσχέθη, βεβαίως αὐτοῖς διὰ πάν‐ των φυλάττεσθαι. Πρὸς τούτοις θεσπίζομεν, καὶ πασῶν τῶν ἁγιω‐ τάτων ἐκκλησιῶν καὶ τῶν ἄλλων σεβασμίων οἴκων τὰς κτήσεις μήτε ῥυπαρὰς λειτουργίας μήτε extra‐
20ordinariας διαγραφὰς ὑπομένειν. εἰ μέντοι ὁδοστρω‐ σίας ἢ γεφυρῶν οἰκοδομῆς ἢ ἀνανεώσεως χρεία γένη‐ ται, κατὰ μίμησιν τῶν ἄλλων κτητόρων τὸ τοιοῦτον ἔργον καὶ τὰς ἁγίας ἐκκλησίας καὶ τοὺς ἄλλους σε‐ βασμίους οἴκους πληροῦν, ἡνίκα ὑπ’ ἐκείνην κέκτηνται
25τὴν πόλιν ὑφ’ ἣν τὸ τοιοῦτον γίνεται ἔργον. εἴ τινα δὲ πράγματα ἀπὸ βουλευτικῶν ὑποστάσεων εἰς οἱανδήποτε ἁγιωτάτην ἐκκλησίαν ἢ ἄλλον σεβάσμιον οἶκον κατὰ τοὺς νόμους ἐληλύθασιν ἢ μετὰ ταῦτα περιέλθωσιν, ἐλεύθερα εἶναι ταῦτα θεσπίζομεν τῆς
30τῶν lucrativων διαγραφῆς.

657

Ἀντὶ δὲ τῶν χρονίων παραγραφῶν τῶν δέκα καὶ εἴκοσι καὶ τριάκοντα ἐνιαυτῶν ταῖς ἁγίαις ἐκκλησίαις καὶ τοῖς ἄλλοις ἅπασι σεβασμίοις τόποις μόνην τὴν τῶν τεσσαράκοντα ἐνιαυτῶν παραγραφὴν ἀντιτίθε‐
5σθαι προστάττομεν· τούτου αὐτοῦ φυλαττομένου καὶ ἐν τῇ ἀπαιτήσει τῶν ληγάτων καὶ τῶν κληρονομιῶν τῶν εἰς εὐσεβεῖς αἰτίας καταλελειμμένων. Εἴ τις δὲ βουληθείη οἰκοδομῆσαι σεβάσμιον εὐκτή‐ ριον ἢ μοναστήριον, μὴ ἄλλως ἀρχέσθω τοῦ οἰκοδο‐
10μήματος, εἰ μὴ ὁ τῶν τόπων ὁσιώτατος ἐπίσκοπος εὐχὴν ἐκεῖσε ποιήσει καὶ τὸν τίμιον πήξει σταυρόν. Ὁ δὲ ἅπαξ ἀρχόμενος ἢ νέον κτίζειν εὐκτήριον ἢ παλαιὸν ἀνανεοῦν, τρόποις ἅπασιν ἀναγκαζέσθω παρὰ τοῦ μακαριωτάτου τῶν τόπων ἐπισκόπου καὶ τῶν οἰ‐
15κονόμων αὐτοῦ καὶ τοῦ πολιτικοῦ ἄρχοντος ἢ αὐτός, εἰ περιείη, ἢ τούτου τελευτῶντος οἱ κληρονόμοι αὐ‐ τοῦ τὸ ἀρχθὲν ἔργον πληροῦν. Εἴ τις ἐν τῷ ἰδίῳ οἴκῳ ἢ προαστείῳ ἢ χωρίῳ ἐκ‐ κλησιαστικὴν λειτουργίαν τολμήσει ἐπιτελέσαι ἢ ἄλλοις
20ἐπιτελέσαι συγχωρήσει δίχα κληρικῶν τῷ ὁσιωτάτῳ ἐπισκόπῳ τῶν τόπων ὑποκειμένων, κελεύομεν τὸν οἶκον τούτου ἢ προάστειον ἢ χωρίον ὅπου τοιοῦτό τι ἁμαρτηθείη τῇ κατὰ τὸν τόπον ἁγιωτάτῃ ἐκκλησίᾳ ἐκδικεῖσθαι διὰ τοῦ θεοφιλεστάτου ἐπισκόπου καὶ
25τοῦ οἰκονόμου αὐτοῦ καὶ τοῦ πολιτικοῦ τῶν τόπων ἄρχοντος. εἰ δὲ ἀγνοοῦντος τοῦ τῶν τόπων δε‐ σπότου οἱ αὐτοῦ φροντισταὶ ἢ μισθωταὶ ἢ ἐμφυτευ‐
ταὶ ἐναντίον τι ποιήσουσιν ἢ γενέσθαι συγχωρήσουσι,

658

τὸν μὲν δεσπότην τοῦ τόπου μηδὲν πρόκριμα ἢ ζη‐ μίαν ὑπομένειν, τοὺς δὲ τοῦτο ποιήσαντας ἢ γενέσθαι συγχωρήσαντας ἐκ τῆς ἐπαρχίας ὅπου τοῦτο ἁμαρτη‐ θείη ἐκβάλλεσθαι, τῶν πραγμάτων αὐτῶν τῇ κατὰ
5τὸν τόπον ἁγιωτάτῃ ἐκκλησίᾳ ἐκδικουμένων. Εἴ τις εἰς ὄνομα τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ κληρονομίαν ἢ ληγάτον κατα‐ λείψει, κελεύομεν τὴν ἐκκλησίαν τοῦ τόπου ἐν ᾧ ὁ διαθέμενος τὴν οἴκησιν εἶχε λαβεῖν τὸ καταλελειμμέ‐
10νον. εἰ δέ τις ἕνα τῶν ἁγίων κληρονόμον γράψει ἢ ληγάτον αὐτῷ καταλίποι, καὶ μὴ ἰδικῶς ὀνομάσει τὸν τόπον ἐν ᾧπερ ἐστὶν ὁ σεβάσμιος οἶκος, εὑρε‐ θείησαν δὲ ἐν τῷ αὐτῷ τόπῳ ἢ τῇ πόλει πλείονα εὐκτήρια τοῦ αὐτοῦ ἁγίου, ἐκείνῳ μᾶλλον τῷ οἴκῳ
15τῷ πενιχροτέρῳ τὸ καταλειφθὲν παρεχέσθω. εἰ δὲ μή ἐστιν ἐν τῇ πόλει οἶκος τοῦ ὀνομασθέντος ἁγίου, εὑρίσκεται δὲ ἐν τῇ ἐνορίᾳ αὐτῆς. ἐκείνῳ διδόσθω. εἰ δὲ μηδὲ ἐν τῇ ἐνορίᾳ εὑρίσκεται τοιοῦτος οἶκος, τότε τῇ ἐκκλησίᾳ τῆς πόλεως ἐν ᾗ ὁ διαθέμενος τὴν
20οἴκησιν εἶχε τὸ καταλειφθὲν παρεχέσθω. Εἴ τις κατασκευὴν σεβασμίου εὐκτηρίου ἢ ξενῶνος ἢ πτωχείου ἢ ὀρφανοτροφείου ἢ νοσοκομείου ἢ ἄλλου σεβασμίου οἴκου ἐν τελευταίᾳ βουλήσει γενέσθαι δια‐ τυπώσει, τὸ εὐκτήριον μὲν εἴσω πέντε ἐνιαυτῶν πλη‐
25ροῦσθαι κελεύομεν προνοίᾳ τοῦ τῶν τόπων ἐπισκό‐ που καὶ τοῦ πολιτικοῦ ἄρχοντος, τὸν δὲ ξενῶνα καὶ τὸ πτωχεῖον ἢ ἄλλον σεβάσμιον οἶκον εἴσω ἑνὸς ἐνιαυ‐ τοῦ γίνεσθαι. εἰ δὲ ἐντὸς τοῦ ἐνιαυτοῦ μὴ ποιή‐
σουσιν οἱ κληρονόμοι τὸν ξενῶνα ἢ οἱονδήποτε σε‐

659

βάσμιον οἶκον ὑπὸ τοῦ διαθεμένου διατυπωθέντα γενέσθαι, κελεύομεν τούτους οἶκον ἢ ἀγοράζειν ἢ μισθοῦσθαι, ὅπου δύνανται τὰ κελευσθέντα πληρῶ‐ σαι ἕως ἂν ὁ τοιοῦτος σεβασμιώτατος οἶκος πληρωθείη.
5καὶ εἰ μὲν αὐτὸς ὁ διαθέμενος ὁρίσει τοὺς ὀφεί‐ λοντας ξενοδόχους γενέσθαι ἢ πτωχοτρόφους ἢ ἄλλους τοιούτους διοικητὰς εἴτε τοῖς ἰδίοις κληρονόμοις τὴν τοιαύτην ἐπιλογὴν παράσχοι, κελεύομεν τρόποις ἅπασι τοὺς κληρονόμους αὐτοῦ τὰ παρ’ αὐτοῦ διατυπω‐
10θέντα πληροῦν, τῶν κατὰ τὸν τόπον μακαριωτάτων ἐπισκόπων ἐποπτευόντων, εἰ καλῶς ἡ διοίκησις προ‐ βαίνει, καὶ εἰ εὕρωσι μὴ χρησίμους ὄντας τοὺς διοικη‐ τάς, ἄδειαν ἐχόντων ἄνευ ζημίας ἄλλους ἀντὶ τούτων ἐπιτηδείους ποιεῖν.
15 Εἰ δὲ καί τις ὑπὲρ ἀναρρύσεως αἰχμαλώτων ἢ ἀπο‐ τροφῆς πενήτων κληρονομίαν ἢ ληγάτον καταλίποι ἐν πράγμασι κινητοῖς ἢ ἀκινήτοις, εἴτε ἅπαξ εἴτε ἐτήσιον, καὶ τοῦτο τρόποις ἅπασι κατὰ τὴν τοῦ διαθεμένου γνώμην ἀπὸ τῶν κελευσθέντων τοῦτο ποιῆσαι πλη‐
20ρούσθω. εἰ δὲ μὴ ἰδικῶς εἴποι ποίου τόπου πένησι ταῦτα κατέλιπε, κελεύομεν τὸν ὁσιώτατον ἐπίσκοπον τῆς πόλεως ἐν ᾗ τὴν οἴκησιν ὁ διαθέμενος εἶχε παρα‐ λαμβάνειν τὰ αὐτὰ πράγματα καὶ τοῖς τῆς αὐτῆς πόλεως πένησι διανέμειν. εἰ δὲ καὶ ὑπὲρ ἀναρρύ‐
25σεως αἰχμαλώτων τι καταλέλειπται καὶ μὴ ὀνομαστὶ ὁ διαθέμενος εἴποι, διὰ τίνος χρὴ γενέσθαι τὴν ἀνάρρυσιν, καὶ οὕτως κελεύομεν τὰ πράγματα τὰ ἐπὶ τούτῳ καταλειφθέντα τὸν τῶν τόπων ἐπίσκοπον καὶ τὸν τούτου οἰκονόμον λαβεῖν καὶ τὸ τοιοῦτον εὐσεβὲς
30ἔργον πληροῦν. ἐν πάσαις γὰρ ταῖς τοιαύταις εὐσε‐
βέσι βουλήσεσι τοὺς ὁσιωτάτους τῶν τόπων ἐπισκό‐

660

πους βουλόμεθα προνοεῖν, ὥστε πάντα κατὰ τὴν τοῦ τελευτήσαντος βούλησιν προβαίνειν, εἰ καὶ τὰ μάλιστα παρὰ τῶν διαθεμένων ἢ τῶν δωρησαμένων ἀπηγο‐ ρεύθη αὐτοῖς ἔχειν πρὸς ταῦτά τινα μετουσίαν.
5εἰ δὲ οἱ ταῦτα ποιῆσαι κελευσθέντες ἅπαξ καὶ δὶς παρὰ τοῦ μακαριωτάτου τῶν τόπων ἐπισκόπου καὶ τῶν τούτου οἰκονόμων διὰ δημοσίων προσώπων ὑπο‐ μνησθέντες ὑπέρθωνται τὰ διατυπωθέντα πληρῶσαι, κελεύομεν τούτους ἅπαν κέρδος καταλειφθὲν αὐτοῖς
10παρὰ τοῦ ταῦτα κελεύσαντος ἀπολλύναι, τοὺς δὲ ὁσιω‐ τάτους τῶν τόπων ἐπισκόπους πάντα τὰ πράγματα τὰ πάσαις, ὡς εἴρηται, ταῖς εὐσεβέσιν αἰτίαις ἀφορι‐ σθέντα μετὰ καρπῶν καὶ ἐπαυξήσεων τοῦ μέσου χρό‐ νου καὶ τοῦ μνημονευθέντος κέρδους ἐκδικεῖν καὶ
15ἅπερ ὁ διαθέμενος διετύπωσε πληροῦν, εἰδότας ὡς εἰ ῥᾳθυμήσαιεν ὑπὲρ τούτων πάντων λόγον τῷ θεῷ παρέξουσιν. εἰ μέντοι ὁ ὁσιώτατος τῶν τόπων ἐπίσκοπος παραλίποι τι τῶν ἡμῖν εἰρημένων, ἐξέστω καὶ τῷ ὁσιωτάτῳ αὐτοῦ μητροπολίτῃ ταῦτα ἀπαιτεῖν
20καὶ πληροῦν. καὶ παντὶ δὲ ἑτέρῳ ἄδεια ἔστω τὴν τοιαύτην ζήτησιν κινεῖν καὶ σπουδάζειν, ἵνα τρόποις ἅπασιν αἱ τοιαῦται εὐσεβεῖς αἰτίαι πληρωθῶσιν. Εἰ δὲ ὁ κληρονόμος τὰ εἰς εὐσεβεῖς αἰτίας κατα‐ λελειμμένα μὴ πληρώσει, λέγων τὴν καταλειφθεῖσαν
25αὐτῷ περιουσίαν μὴ ἀρκεῖν εἰς ταύτας, κελεύομεν παντὸς τοῦ ἐκ τοῦ φαλκιδίου κέρδους σχολάζοντος ὁσονδήποτε εὑρεθῇ ἐν τῇ τοιαύτῃ οὐσίᾳ προχωρεῖν προνοίᾳ τοῦ ἁγιωτάτου τῶν τόπων ἐπισκόπου εἰς τὰς
αἰτίας εἰς ἃς καταλέλειπται.

661

εἰ δὲ ληγάτον παρά τινος εἰς εὐσεβεῖς αἰτίας κατα‐ λειφθείη, κελεύομεν εἴσω μηνῶν ἓξ ἀπὸ τῆς ἐμφανί‐ σεως τῆς διαθήκης ἀριθμουμένων τοῦτο πᾶσι τρόποις παρέχεσθαι οἷς καταλέλειπται. εἰ δὲ ὑπέρθωνται οἱ
5τούτῳ βεβαρημένοι τὸ τοιοῦτο ληγάτον παρασχεῖν, καὶ καρποὺς καὶ τόκους καὶ πᾶσαν νόμιμον ἐπαύξησιν ἀπαιτηθήσονται ἀπὸ τοῦ καιροῦ τῆς τελευτῆς τοῦ τοῦτο καταλιπόντος. εἰ δὲ ληγάτον ἐτήσιον οἱῳ‐ δήποτε σεβασμίῳ οἴκῳ καταλειφθῇ, εἰ μὲν οἱ ταῦτα
10δοῦναι κελευσθέντες, ἢ ὁ τόπος ἐξ οὗ ἐκελεύσθη τοῦτο παρέχεσθαι, ἐν τῇ αὐτῇ ἢ τῇ γείτονι ἐπαρχίᾳ εἴη, κελεύομεν μηδενὶ τρόπῳ τὸ τοιοῦτον ληγάτον ἐκποιεῖ‐ σθαι. εἰ δὲ οἱ τόποι ἢ τὰ πρόσωπα ἐξ ὧν τοῦτο δοθῆναι προσετάχθη πορρωτέρω εἴησαν, τηνικαῦτα
15ἐξέστω ἐκείνοις οἷς τοῦτο καταλέλειπται, εἰ καὶ τὸ ἐνεχόμενον μέρος συναινεῖ, ἀμείβειν τὸ ληγάτον καὶ πλησίον λαμβάνειν ὑπὲρ τούτου πρόσοδον εὔπορον καὶ μετὰ προσθήκης οὐκ ἐλάττονος τοῦ τετάρτου μέ‐ ρους τῆς καταλειφθείσης ποσότητος καὶ μηδὲ πολλοῖς
20δημοσίοις τελέσμασι βεβαρημένην. εἰ δὲ καὶ πωλῆσαι βούλοιντο τὸ τοιοῦτο ληγάτον, μὴ ἔλαττον εἰς τὸ τί‐ μημα λαμβάνειν τοῦ ὅσον ὑπὲρ τοῦ τοιούτου ληγάτου ἐπὶ λεʹ ἐνιαυτοὺς συνάγεται, οὕτω μέντοι ὥστε τὸ τοιοῦτο τίμημα εἰς τὸ συμφέρον τοῦ προειρημένου σε‐
25βασμίου οἴκου ὅπου κατελείφθη προχωρεῖν. Ἀπαγορεύομεν δὲ τοῖς ὁσιωτάτοις ἐπισκόποις πράγ‐ ματα κινητὰ ἢ ἀκίνητα ἢ αὐτοκίνητα, ὅσα μετὰ τὴν ἐπισκοπὴν εἰς αὐτοὺς οἱῳδήποτε τρόπῳ περιέλθοι, εἰς
ἰδίους συγγενεῖς ἢ ἄλλα οἱαδήποτε πρόσωπα οἱῳδή‐

662

ποτε τρόπῳ μεταφέρειν. εἰς αἰχμαλώτων δὲ ἀνάρρυ‐ σιν καὶ πτωχῶν ἀποτροφὰς καὶ εἰς ἄλλας εὐσεβεῖς αἰτίας, ἢ ὑπὲρ τοῦ συμφέροντος τῆς ἰδίας ἐκκλησίας ἐκ τούτων δαπανᾶν ἄδειαν ἐχέτωσαν. καὶ εἴ τι
5ἐκ τῶν τοιούτων πραγμάτων μετὰ τελευτὴν αὐτῶν εἰς τὴν αὐτῶν περιουσίαν μείνῃ, κελεύομεν τοῦτο τῇ δεσποτείᾳ τῶν ἁγιωτάτων ἐκκλησιῶν ὧν τὴν ἱερω‐ σύνην εἶχον διαφέρειν. ἐπ’ ἐκείνοις γὰρ μόνον τοῖς πράγμασιν ἄδειαν αὐτοῖς τοῦ ἐκποιεῖν ἢ καταλιμπά‐
10νειν οἷς ἂν βουληθείησαν συγχωροῦμεν, ἅπερ πρὸ τῆς ἐπισκοπῆς ἀποδειχθῶσιν ἐσχηκότες, ἢ μετὰ τὴν ἐπισκοπὴν ἀπὸ τῶν κατὰ γένος αὐτοῖς συνημμένων εἰς αὐτοὺς περιέλθοι, οὓς ἐξ ἀδιαθέτου δύνανται μέχρι τετάρτου βαθμοῦ διαδέχεσθαι. ταῦτα δὲ ἅπαντα,
15ἅπερ εἰρήκαμεν περὶ τῶν πραγμάτων τῶν μετὰ τὴν ἐπισκοπὴν περιερχομένων εἰς τοὺς ὁσιωτάτους ἐπισκό‐ πους, καὶ ἐπὶ τῶν εὐλαβεστάτων ὀρφανοτρόφων καὶ πτωχοτρόφων καὶ νοσοκόμων καὶ γεροντοκόμων καὶ ξενοδόχων καὶ πάντων τῶν ἄλλων διοικητῶν τῶν
20σεβασμίων οἴκων κρατεῖν θεσπίζομεν ἐπὶ τοῖς πράγ‐ μασι τοῖς ἐν τῷ καιρῷ τῆς ἰδίας διοικήσεως κατὰ τὸν εἰρημένον τρόπον εἰς αὐτοὺς περιερχομένοις. Εἰ δέ τις ἐπίσκοπος ἢ κληρικὸς ἢ οἱουδήποτε ἐκ‐ κλησιαστικοῦ βαθμοῦ ὑπηρέτης ἢ ἐκκλησίας διακόνισσα
25τελευτήσει ἄνευ διαθηκῶν καὶ νομίμων διαδόχων, ἡ τούτων διαδοχὴ τῇ ἐκκλησίᾳ διαφερέτω ἐν ᾗ ἔτυχον κεχειροτονημένοι. Κελεύομεν δὲ μηδένα αἱρετικὸν μήτε κατὰ μίσθω‐ σιν μήτε κατ’ ἐμφύτευσιν μήτε κατὰ ἀγορασίαν ἢ
30ἄλλῳ οἱῳδήποτε τρόπῳ πράγματα ἀκίνητα λαμβάνειν
ἀφ’ οἱασδήποτε ἁγιωτάτης ἐκκλησίας ἢ ἄλλου σεβασ‐

663

μίου τόπου. εἰ δέ τι τοιοῦτον ἁμαρτηθείη, ὁ μὲν αἱρε‐ τικὸς εἴ τι ὑπὲρ ταύτης τῆς αἰτίας παράσχοι τοῦτο ἀπολέσει, τὰ δὲ τοιαῦτα πράγματα τῷ σεβασμίῳ τόπῳ ἀφ’ οὗ καὶ ἐδόθησαν ἐκδικείσθωσαν, ὁ δὲ διοικητὴς
5τοῦ οἴκου ὁ τὰ αὐτὰ πράγματα τῷ αἱρετικῷ δεδωκὼς πάσης ἀποκινείσθω διοικήσεως καὶ εἰς μοναστήριον ἐμβαλλέσθω. καὶ ἐπὶ ἕνα ἐνιαυτὸν τῆς ἁγίας κοινω‐ νίας χωριζέσθω, ὅστις αἱρετικοῖς Χριστιανοὺς προδέ‐ δωκεν. Εἰ δὲ ὀρθόδοξος κτῆσιν ἔχων, ἐν ᾗ ἐστιν
10ἁγία ἐκκλησία, ἐκποιήσει ἢ καταλείψει ἢ κατ’ ἐμφύτευ‐ σιν ἢ μίσθωσιν ἢ κατὰ οἱανδήποτε διοίκησιν ταύτην δέδωκεν Ἰουδαίῳ ἢ Σαμαρείτῃ ἢ Ἕλληνι ἢ Μοντανι‐ στῇ ἢ Ἀρειανῷ ἢ ἄλλῳ αἱρετικῷ, ἡ ἁγιωτάτη ἐκκλη‐ σία τῆς αὐτῆς κώμης τὴν τούτων δεσποτείαν ἐκδι‐
15κείτω. Εἰ δέ τις τῶν αἱρετικῶν, οἷς συναριθμοῦ‐ μεν καὶ τοὺς Νεστοριανοὺς καὶ τοὺς Ἀκεφάλους καὶ τοὺς Εὐτυχιανιστάς. τολμήσει σπήλαιον τῆς ἰδίας ἀπιστίας οἰκοδομῆσαι ἢ Ἰουδαῖοι νέαν συναγωγὴν κατασκευάσαι, ἡ τῶν τόπων ἁγία ἐκκλησία τὰς οἰ‐
20κοδομὰς τῇ ἰδίᾳ δεσποτείᾳ ἐκδικείτω. εἰ δέ τις κατ’ ἐμφύτευσιν ἢ μίσθωσιν ἢ ἑτέραν οἱανδήποτε διοίκη‐ σιν τὴν ἰδίαν δέδωκε κτῆσιν τῷ τοιούτῳ προσώπῳ, εἰ μὲν ἐγίνωσκεν ὁ δεσπότης τῆς κτήσεως, ὅτι αἱρετικῷ ταύτην κατεπίστευσεν, πάσας τὰς προσόδους ἐκείνου
25τοῦ χρόνου τοῦ περιεχομένου τῷ συναλλάγματι τὴν ἐκ‐ κλησίαν τῆς πόλεως ὑφ’ ἣν ἡ κτῆσις διάκειται ἐκδικεῖν· εἰ δὲ ἠγνόει ὁ δεσπότης τῆς κτήσεως, ὅτι αἱρετικὸς ἦν ὁ ταύτην ἐμπιστευθείς, αὐτὸν μὲν τὸν δεσπότην διὰ τὴν ἄγνοιαν ἀζήμιον φυλαχθῆναι, τὸν δὲ αἱρετι‐
30κὸν ἐν ἑκατέρῳ θέματι καὶ ἐκβληθῆναι τῶν κτήσεων
καὶ τὴν οὐσίαν αὐτοῦ τῷ δημοσίῳ προσκυρωθῆναι.

664

Οἱ δὲ ὀρφανοτρόφοι ἐπιτρόπων καὶ κουρατώρων τάξιν ἐχέτωσαν, οὕτω μέντοι ἵνα καὶ χωρὶς ἱκανοδο‐ σίας καὶ ἐνάγωσι καὶ ἐνάγωνται περὶ τῶν πραγμάτων τῶν τοῖς ὀρφανοῖς κυρίως καὶ αὐτοῖς τοῖς ὀρφανοτρο‐
5φείοις ἀνηκόντων. τὰ δὲ πράγματα, ἅπερ ἔτυχόν τινι τῶν ὀρφανῶν διαφέρειν, δημοσίων ταβουλαρίων παρόν‐ των καὶ ὑπομνημάτων πραττομένων ἐν μὲν τῇ βασι‐ λίδι πόλει παρὰ τῷ μαγίστρῳ τῶν κήνσων, ἐν δὲ ταῖς ἐπαρχίαις παρὰ τοῖς ἄρχουσιν αὐτῶν ἢ τοῖς ἐκδίκοις
10τῶν τόπων λαμβάνειν τοὺς ὀρφανοτρόφους καὶ φυλάτ‐ τειν, καὶ εἰ ἀναγκαῖον νομίσουσι, καὶ ἐκποιεῖν καὶ τὸ τούτων τίμημα τοῖς ὀρφανοῖς φυλάττειν, ἢ ἕτερα πράγ‐ ματα ἀντ’ ἐκείνων ἀγοράζειν· μὴ ὑποκεῖσθαι δὲ ἐπι‐ τροπικοῖς ἢ κουρατωρικοῖς λογισμοῖς. Φυλάττεσθαι
15δὲ κελεύομεν τῷ εὐαγεῖ ὀρφανοτροφείῳ ταύτης τῆς βα‐ σιλίδος πόλεως καὶ τῷ ξενῶνι τῷ καλουμένῳ τοῦ τῆς ὁσίας μνήμης Σαμψὼν καὶ τοῖς ὑπὸ τὴν αὐτοῦ δικαιο‐ δοσίαν καθεστῶσιν εὐκτηρίοις ἢ ξενοδοχείοις ἢ ἄλλοις σεβασμίοις οἴκοις πάντα τὰ προνόμια, ἅπερ ἔχει ἡ
20ἁγιωτάτη μεγάλη ἐκκλησία Κωνσταντινουπόλεως. 〈Ἐπίλογος.〉 Ἅτινα τοίνυν διὰ τοῦ παρόντος νόμου εἰς τὸ διηνεκὲς ἰσχύσοντος ἡ ἡμετέρα ἐθέσπισε γαληνότης, ἡ σὴ ὑπεροχὴ ἰδίκτων κατὰ τὸ σύνηθες κατὰ τὴν βασιλίδα ταύτην πόλιν προτιθεμένων εἰς
25τὴν ἁπάντων γνῶσιν ἐλθεῖν σπευσάτω. ἡμεῖς γὰρ προνοήσομεν, ὅπως ἄνευ πάσης τῆς τῶν ὑποτελῶν ζη‐
μίας καὶ ἐν ταῖς ἐπαρχίαις φανερωθείη.

665

(1t)

ΡΛΒ
2tΙΔΙΚΤΟΝ ΠΕΡΙ ΠΙΣΤΕΩΣ ΚΩΝ‐
3tΣΤΑΝΤΙΝΟΥΠΟΛΙΤΑΙΣ.
7 Πρῶτον εἶναι καὶ μέγιστον ἀγαθὸν πᾶσιν ἀνθρώ‐ ποις πιστεύομεν τὴν τῆς ἀληθοῦς καὶ ἀμωμήτου τῶν Χριστιανῶν πίστεως ὀρθὴν ὁμολογίαν, εἰς τὸ διὰ
10πάντων αὐτὴν κρατύνεσθαι, καὶ πάντας τοὺς τῆς οἰκουμένης ὁσιωτάτους ἱερέας εἰς ὁμόνοιαν συναφθῆ‐ ναι καὶ ὁμοφώνως τὴν ὀρθὴν τῶν Χριστιανῶν πί‐ στιν ὁμολογεῖν τε καὶ κηρύττειν, καὶ πᾶσαν πρόφα‐ σιν παρὰ τῶν αἱρετικῶν ἐφευρισκομένην ἀφαιρεθῆναι·
15ὅπερ δείκνυται ἐκ τῶν παρ’ ἡμῶν διαφόρως γραφέν‐ των λόγων τε καὶ ἰδίκτων. ἀλλ’ ἐπείπερ οἱ αἱρετικοὶ μήτε τὸν τοῦ θεοῦ ἐννοοῦντες φόβον μήτε τὰς ἠπει‐ λημένας τοῖς τοιούτοις ποινὰς ἐκ τῆς τῶν νόμων αὐστηρίας ἐνθυμούμενοι τοῦ διαβόλου ἔργον πληροῦσι,
20καί τινας τῶν ἁπλουστέρων ἀπατῶντες τῆς ἁγίας τοῦ θεοῦ καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας παρα‐ συνάξεις καὶ παραβαπτίσματα λαθραίως ποιοῦσιν, εὐσεβὲς ἡγησάμεθα διὰ τοῦ παρόντος ἡμῶν ἰδίκτου παραινέσαι τοῖς τοιούτοις, ἐφ’ ᾧ καὶ αὐτοὺς ἀπο‐
25στῆναι τῆς αἱρετικῆς μανίας καὶ μηδὲ τὰς ἑτέρων ψυχὰς δι’ ἀπάτης ἀπολλύναι, ἀλλὰ μᾶλλον προσδρα‐ μεῖν τῇ ἁγίᾳ τοῦ θεοῦ ἐκκλησίᾳ, ἐν ᾗ τὰ ὀρθὰ πρεσβεύεται δόγματα καὶ πᾶσαι αἱ αἱρέσεις μετὰ τῶν ἀρχηγῶν αὐτῶν ἀναθεματίζονται. γινώσκειν γὰρ
30ἅπαντας βουλόμεθα, ὡς εἰ τοῦ λοιποῦ τινες εὑρεθῶ‐ σιν ἢ παρασυνάγοντες ἢ πρὸς αὐτοὺς συναγόμενοι, οὐκέτι παντελῶς τούτων ἀνεξόμεθα, ἀλλὰ τοὺς μὲν
οἴκους, ἔνθα τι τοιοῦτον ἁμαρτάνεται, τῇ ἁγίᾳ προσ‐

666

κυρώσομεν ἐκκλησίᾳ, τοῖς δὲ παρασυνάγουσιν ἢ πρὸς αὐτοὺς συναγομένοις τὰς ἐκ τῶν διατάξεων ποινὰς ἐπαχθῆναι πᾶσι τρόποις κελεύομεν.
7tΡΛΓ
8tΠΕΡΙ ΜΟΝΑΧΩΝ ΚΑΙ ΑΣΚΗ‐
9tΤΡΙΩΝ ΚΑΙ ΔΙΑΓΩΓΗΣ ΑΥΤΩΝ.
10tΑὐτοκράτωρ Ἰουστινιανὸς Αὔγουστος Ἰωάννῃ τῷ ἐν‐
11tδοξοτάτῳ ἐπάρχῳ τῶν ἱερῶν τῆς Ἑῴας πραιτωρίων
12tτὸ δεύτερον, ἀπὸ ὑπάτων 〈ὀρδιναρίων〉 καὶ πατρικίῳ.
13 〈Προοίμιον〉 Ὁ μονήρης βίος καὶ ἡ κατ’ αὐτὸν θεωρία πρᾶγμά ἐστιν ἱερὸν καὶ ἀνάγον αὐτόθεν τὰς
15ψυχὰς εἰς θεόν, καὶ οὐ μόνον ὠφελοῦν αὐτοὺς τοὺς εἰς τοῦτο παριόντας, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασι διὰ τῆς αὐτοῦ καθαρότητος καὶ τῆς πρὸς θεὸν ἱκετείας παρεχόμενον τὴν πρέπουσαν ὠφέλειαν. ὅθεν τοῖς τε πρώην αὐτοκράτορσι τοῦτο διεσπούδασται καὶ ἡμῖν
20οὐ μέτρια νενομοθέτηται περὶ τῆς αὐτῶν σεμνότητός τε καὶ κοσμιότητος. ἀκολουθοῦμεν γὰρ τοῖς θείοις κα‐ νόσι καὶ τοῖς ἁγιωτάτοις πατράσιν, οἵπερ ταῦτα ἐνο‐ μοθέτησαν, ἐπειδὴ μηδὲν ἄβατόν ἐστιν εἰς ζήτησιν τῇ βασιλείᾳ κοινὴν πάντων ἀνθρώπων ἐπιστασίαν
25ἐκ θεοῦ παραλαβούσῃ. ἤδη μὲν οὖν ἐγράψαμεν διά‐
ταξιν βουλομένην τοὺς εἰς πλῆθος ὄντας μοναχοὺς ἐν

667

κοινῷ διαιτᾶσθαι κατὰ τὸ τῶν καλουμένων κοινοβίων σχῆμα, καὶ μήτε ἰδίας ἔχειν οἰκήσεις μήτε περιουσίαν ἀθροίζειν μήτε βίον ἔχειν ἀμάρτυρον, ἀλλὰ κοινῇ μὲν αὐτοὺς σιτεῖσθαι, καθεύδειν δὲ ἅπαντας ἐν κοινῷ.
5καὶ τὸν εὐσχήμονα μεταδιώκειν βίον καὶ μάρτυρας εἶναι τῆς ἀλλήλων κοσμιότητος, καὶ τοὺς νεωτέρους αἰδεῖσθαι τὴν πολιὰν τῶν ταῦτα ἐποπτευόντων καὶ ἐξεπίτηδες καὶ ἀγρυπνίαν προσλαμβάνειν, ἵνα μή τι πάρεργον μηδὲ ἐξ ὕπνου γένηται μηδὲ ἀσχήμων θέα
10τοῖς ἄλλοις, ἀλλ’ ἕκαστος τὴν ἐαυτοῦ κοσμιότητα κἀν τῷ καθεύδειν φυλάττοι. Τινῶν δὲ ἡμῖν προσαγγελθέντων. ἅπερ καὶ μείζο‐ νος καὶ ἀσφαλεστέρου νόμου προσεδεῖτο, εἰκότως ἐπὶ τὴν παροῦσαν ἀφικόμεθα νομοθεσίαν εἰς ἐκείνης τε‐
15λείωσίν τε καὶ ἀναπλήρωσιν. δι’ ἧς θεσπίζομεν, μη‐ δένα παντελῶς ἰδίαν ἔχειν οἴκησιν μηδὲ τὸ καλούμενον κελλίον, εἰ μὴ μόνος εἴη κατὰ τὸ μοναστήριον ἑνὶ τυχὸν ἢ δύο χρώμενος ὑπουργοῖς καὶ τὸν ἐν θεωρίᾳ τε καὶ ἡσυχίᾳ διαζῇ βίον, ἀλλ’ ὅλως ὄντων πλειόνων
20ἀνδρῶν μίαν εἶναι τὴν αὐτῶν συνέλευσιν καὶ εὐχο‐ μένων καὶ τὰ τῆς φύσεως ἔργα πραττόντων, ὁπόσα ἄμεμπτά τε καὶ ἀδιάβλητα καθέστηκε. καὶ κοινῇ μὲν ὡς εἴρηται σιτεῖσθαι, κοινῇ δὲ καθεύδειν. καὶ εἰ μὲν τοσοῦτον εἴη τὸ πλῆθος ὅσον εἰς ἕνα οἶκον χωρεῖ‐
25σθαι—· ἐπείτοιγε τυχὸν δύο ἢ τρεῖς οἴκους εἶναι τοὺς δεχομένους αὐτούς. μηδένα μέντοι παντελῶς ἴδιον ἔχειν μηδέν, ἀλλ’ ἐν κοινῷ ζῆν νύκτωρ τε καὶ μεθ’ ἡμέραν. ἵνα αἱ νύκτες αὐτοῖς τὴν αὐτὴν ταῖς ἡμέραις ἔχοιεν παρατήρησιν. οὐ γὰρ καθεύδουσιν ἅπαντες ἀεί,
30ἀλλὰ πρόδηλον ὡς οἱ μὲν ἐν τῷ καθεύδειν εἰσίν, οἱ δὲ ἐγρηγόρασι, καὶ πάντως ἔσονταί τινες οἱ τοὺς καθεύ‐
δοντας ἐποπτεύοντες. εἰ δέ τινα οἰκήματά ἐστιν ἐν

668

οἱῳδήποτε μοναστηρίῳ τῶν ὑπὸ τὸν οἰκουμενικὸν πατριάρχην 〈εἴτε ἐπὶ〉 ταύτης τῆς μεγάλης πόλεως [ἢ τῶν ὑπὸ τὴν σὴν ὄντων ἁγιωσύνην] εἴτε ἐπὶ τῆς αὐ‐ τῆς περιοικίδος, εἴτε παρ’ ἡμῶν αὐτῶν ᾠκοδομημένα
5εἴτε παρ’ ἑτέρων, ἰδιάζουσαν οἴκησιν ἔχοντά τινων μοναχῶν, ταῦτα πάντα καθαιρήσεις τρόποις ἅπασιν, ἀνοίξεις τε αὐτοῖς τὴν ἀλλήλων θέαν, καὶ ὄψονται πάντες τὰ παρ’ ἀλλήλων πραττόμενα. τί γὰρ δὴ καὶ εὐλαβηθήσονται τοῦτο πράττοντες, ἅπαξ ἑαυτοὺς ἀνα‐
10θέντες θεῷ καὶ ἀπειπόντες πρὸς πᾶσαν δημώδη δίαι‐ ταν; καὶ τοῦτο μὲν ταύτῃ κρατεῖν νῦν τε καὶ εἰς τὸν ἑξῆς ἅπαντα βουλόμεθα χρόνον, οὐδενὸς ὡς εἴρηται ἔχοντος οἴκησιν ἰδίαν. ἀλλὰ συναθροιζομένων ἁπάντων καὶ θεωμένων τὰ παρ’ ἀλλήλων πραττόμενα· πρό‐
15δηλον γὰρ ὅτι τοιαῦτα σπεύσουσιν αὐτὰ καθεστάναι οἷα παντελῶς ἀνεπίληπτα μένει. εἰ δέ τις ὀφθείη τοσοῦτον ἀναιδής, ὥστε τολμᾶν ἐπιχειρεῖν παραβαί‐ νειν τι τῶν νενομοθετημένων, ὁ τῆς μονῆς ἡγούμενος ταῦτα ἐξεταζέτω. βουλόμεθα γὰρ τῆς νῦν σφοδρο‐
20τέραν γενέσθαι τὴν παρατήρησιν, καὶ πρῶτον μὲν μὴ πολλὰς εἶναι τὰς εἰς τὸ μοναστήριον εἰσόδους, ἀλλὰ μίαν ἢ δύο τυχόν, ἐφεστάναι τε τῇ πυλίδι ἄνδρας γεγηρακότας καὶ σώφρονας καὶ μεμαρτυρημένους ἐξ ἁπάντων. οἵπερ οὔτε τοῖς εὐλαβεστάτοις μοναχοῖς συγ‐
25χωρήσουσι χωρὶς τῆς τοῦ ἡγουμένου γνώμης ἐκφοιτᾶν ἐκ τοῦ μοναστηρίου, ἀλλ’ εἴσω τούτους καθέξουσι τὰ πρὸς θεὸν ζηλοῦντας καὶ μὴ διασπῶντας ἑαυτούς, μήτε τὰς πράξεις μήτε τὰς ἐπιτηδεύσεις, οὔτε ἑτέρους τινας γενέσθαι κατὰ τὸ μοναστήριον νύκτωρ τε καὶ
30μεθ’ ἡμέραν ἐάσουσιν, οἵπερ οὐκ ὀρθὴν μένειν τὴν τῶν εὐλαβεστάτων μοναχῶν παρασκευάσουσι δόξαν. ἔστω δὲ ἀκριβεῖ θριγκίῳ περιπεφραγμένον τὸ μονα‐ στήριον, ὥστε μηδεμίαν ἔξοδον ἀλλαχόθεν πλὴν ἢ διὰ
τῶν πυλίδων εἶναι.

669

Ἔπειτα κἂν εἰ μή τις ἐκκλησία κατὰ τὸ μοναστή‐ ριον εἴη, μηδὲ οὕτως προφάσει τῶν ἐκκλησιῶν ἐκφοι‐ τᾶν ἀδεῶς, ἢ καὶ περιπάτους ἐκεῖσε ποιεῖσθαι καὶ ἐντυγχάνειν τισὶν οἷς οὐ προσῆκον, ἀλλὰ παραγίνε‐
5σθαι μὲν ἐν τῷ καιρῷ τῆς ἱερᾶς λειτουργίας ἅμα τῷ ἡγουμένῳ ἢ τοῖς αὐτῶν πρωτεύουσί τε καὶ γεγηρα‐ κόσι, τῆς δὲ λειτουργίας πληρωθείσης τὸ μὲν μοναχι‐ κὸν ἅπαν αὖθις ἐπὶ τὸ κοινόβιον χωρεῖν κἀκεῖσε καθῆσθαι, καὶ τόν τε μέγαν ἱκετεύειν θεὸν ταῖς τε
10θείαις ἐντυγχάνειν γραφαῖς. πολὺς γὰρ ὁ ἱερὸς τῶν τοιούτων βιβλίων χορός, καὶ δυνατός ἐστιν ἑκάστου τὴν ψυχὴν ἐπανορθοῦν καὶ ἐπάρδειν τοῖς ἱεροῖς λο‐ γίοις, ἅπερ εἰ συνεχῶς ἀναγινώσκοιεν, οὐκ ἄν ποτε σφαλεῖεν οὐδὲ εἰς ἀνθρωπίνας κατενεχθεῖεν μερίμνας.
15τέσσαρας δὲ ἢ πέντε πρεσβύτας ἐκ τῆς αὐτῆς μονῆς εἶναι κατὰ τὴν ἐν τῷ μοναστηρίῳ καθεστῶσαν ἁγιω‐ τάτην ἐκκλησίαν, οἷς ἤδη πᾶς ἀγὼν διήνυσται κατὰ τὴν ἄσκησιν καὶ οἵπερ χειροτονίας ἠξίωνται τῆς ἐν τῷ κλήρῳ, πρεσβυτέρων τυχὸν ἢ διακόνων ἢ τῶν ἐφεξῆς
20ἔχοντες σχῆμα. οὗτοι γὰρ καὶ τοῖς ἀφικνουμένοις ἐν‐ τεύξονται καὶ τὰ ἐκ τῶν θείων διαλέξονται γραφῶν καὶ νομίζεσθαι πάντας εἶναι τοιούτους παρασκευά‐ σουσι καὶ φυλάξουσι τὸν ἱερὸν οἶκον, τὴν νεότητα θρασυνομένην καὶ τῶν οἰκείων ὅρων ἐξιέναι βουλο‐
25μένην ὑπὸ τῆς καρτερίας ἐπέχοντες. Οὐκ εἰσελεύσεται δὲ οὔτε γυνὴ παντελῶς εἰς ἀν‐ δρικὸν μοναστήριον οὔτε ἀνὴρ εἰς γυναικεῖον ἢ προ‐ φάσει τελευτήσαντος κἀκεῖσε κειμένου μνήμης ἢ κατὰ ἄλλην αἰτίαν, καὶ μάλιστα εἴ τις ἀδελφὸν τυχὸν ἢ
30ἀδελφὴν ἤ τινα τῶν ἐκ τοῦ γένους ἔχειν ἐν τῷ μονα‐
στηρίῳ φήσειε. συγγένεια γὰρ μοναχοῖς ἐπὶ γῆς οὐκ

670

ἐστὶ τοῖς γε τὸν ἐν οὐρανῷ ζηλώσασι βίον. τί γὰρ δὴ κἂν βουλόμενοι τὰς τοιαύτας εἰσόδους ποιήσαιντο, εἰ μὴ βούλονταί τι πράττειν τῶν ἀπηγορευμένων; ἐξὸν ὂν καὶ τὰ ἀνδράσι πρέποντα ἐν τοῖς ἀνδρι‐
5κοῖς μοναστηρίοις ἄνδρας ποιεῖν, καὶ τὰ γυναιξὶν ὁμοίως ἀπονενεμημένα ἐν τοῖς γυναικείοις μοναστη‐ ρίοις πράττειν γυναῖκας. οὐδενὸς ἐπιμιγνυμένου θα‐ τέρῳ, οὐδὲ εἴ τις τυχὸν ἀδελφὸς εἶναι λέγοιτο ἢ ἀδελφὴ ἢ συγγενὴς ἄλλος· οὐδὲ γὰρ κατὰ ταύτην τὴν πρό‐
10φασιν εἰσιτητὸν εἶναί τισι συγχωροῦμεν. εἰ γὰρ αὐτὰς τὰς ἀρχὰς ἐκκόψαιμεν καὶ τὴν δι’ αὐτῆς τῆς ὁράσεως εἰσκρινομένην ταῖς ψυχαῖς ἀπάτην καὶ τὸν ἐντεῦθεν ὄλισθον κωλύσαιμεν, ἔσται πολλῷ ῥᾴων τε καὶ εὐκο‐ λωτέρα τοῖς ἱεροῖς ἀγωνισταῖς ἡ τοῦ κρείττονος βίου
15κατάστασις. πάντες τοίνυν τῷδε τῷ νόμῳ πειθέ‐ σθωσαν, καὶ μήτε ἄνδρες ἀποτιθέσθωσαν ἐν γυναι‐ κείων μοναστηρίων τάφοις μήτε γυναῖκες ἐν ἀνδρικοῖς ἀσκητηρίοις κατορυττέσθωσαν. οὔτε γὰρ ἀνδράσι γυ‐ ναικωνίτιδες πρέπουσιν οὔτε αὖθις ἀνδρῶνες τοῖς τῶν
20γυναικῶν καταλόγοις· οὐδὲ ἐντεῦθεν διὰ τοὺς τελευ‐ τήσαντας τοῖς περιοῦσι τὰς ἀσχήμονας ταύτας καὶ ἀρχε‐ κάκους ἐπιμιξίας γίνεσθαι βουλόμεθα, ἵνα μὴ πάροδος ἐντεῦθεν γένοιτο τῇ φύσει πρὸς ἑαυτὴν ἃ μὴ θέμις τρυφᾶν τε καὶ παίζειν καὶ τὰ θεῖα καταισχύνειν πράγ‐
25ματα, καὶ εὐσεβείας δῆθεν προκαλύμματι καὶ τῷ τῆς ὁσίας σχήματι ταῦτα πράττειν, ἅπερ οὔτε λέγειν οὔτε ἐννοεῖν τοῖς μονήρη βίον ἀσκοῦσίν ἐστι καλόν. Ἐκεί‐ νου δὲ ὄντος φανεροῦ, ὡς ἀνάγκη καθέστηκε τοὺς ταῖς ταφαῖς ὑπηρετουμένους καὶ μάλιστα τούς τε τὴν
30κλίνην φέροντας τούς τε ὀρύττοντας εἰσφοιτᾶν εἰς τὰ μοναστήρια, ἐν μὲν τοῖς ἀνδρικοῖς μοναστηρίοις τὸ πρᾶγμα εὔκολόν ἐστιν, ἐν δὲ τοῖς γυναικείοις οὐχ οὕ‐
τως, διὰ τὴν εἰρημένην ἀπαγόρευσιν.

671

θεσπίζομεν τοίνυν, εἴ ποτε μέλλοι τοιοῦτό τι γίνε‐ σθαι καὶ θάπτεσθαί τις γυνὴ ἐν γυναικείῳ μοναστη‐ ρίῳ (ἄνδρα γὰρ οὐκ ἐφίεμεν), τὰς μὲν εὐλαβεστάτας γυναῖκας ἐν τῷ οἰκείῳ μένειν καταγωγίῳ. μόνην δὲ
5τὴν θυρωρὸν ἢ τὰς θυρωροὺς καὶ τὴν ἡγουμένην ἴσως αὐτὴν εἰ βουληθείη παρεῖναι τοῖς γινομένοις, καὶ θᾶτ‐ τον ἐκείνους πράξαντας τὰ περὶ τὴν ὁσίαν νενομισμένα καὶ τὸν τάφον ὀρύξαντας καὶ τὸ σῶμα καλύψαντας εὐθὺς ἀποχωρεῖν, μήτε θεασαμένους τινὰς τῶν εὐλα‐
10βεστάτων γυναικῶν μήτε παρά τινος αὐτῶν θεαθέν‐ τας. Ἀλλὰ μηδὲ ἄλλην ἐπινοείτωσαν πρόφασιν ἢ ἄν‐ δρες τῶν εἰς γυναικεῖα μοναστήρια παρόδων ἢ γυναῖκες τῶν ἀνδράσιν ἀφωρισμένων, προφάσει τῶν περὶ τὴν ὁσίαν πραττομένων, ἃς δὴ μνήμας καλοῦσιν, εἰς τρί‐
15την καὶ ἐνάτην συνιόντες ἡμέραν, ἢ ἡνίκα τεσσαρά‐ κοντα ἐξήκοιεν ἢ καὶ ἐνιαυτός· ἐξόν, εἰ μὲν γυναικεῖον εἴη τὸ μοναστήριον, γυναῖκας ἅπαντα πράττειν, εἰ δὲ ἀνδρεῖον ἄνδρας, καὶ μὴ προφάσει τῶν τοιούτων παρα‐ τηρήσεων ἀδοξίαν τινὰ τοῖς εὐαγέσι μοναστηρίοις
20προστρίβεσθαι. Ἐπειδὴ δὲ οὐδὲν τῶν νομοθετουμένων εἰ μὴ φυ‐ λακὴν ἔχοι τὴν προσήκουσαν δύναται τηρεῖσθαι προσ‐ ηκόντως, θεσπίζομεν τὸν κατὰ καιρὸν ἑκάστου μονα‐ στηρίου προεστῶτα συνεχῶς ἐποπτεύειν καὶ περιεργά‐
25ζεσθαι τὴν ἑκάστου πολιτείαν τε καὶ κατάστασιν, καὶ εἴ πού τι βραχὺ γένηται παρὰ τὸ πρέπον, τοῦτο εὐθὺς ἐπανορθοῦν, καὶ μὴ συγχωρεῖν μείζω γίνεσθαι τὸν ὄλισθον μηδὲ ἀπολέσθαι ψυχὴν πρὸς τὴν ἐκ τῆς ἀσκήσεως σωτηρίαν καταφεύγουσαν. ὁ δὲ τῶν μονα‐
30στηρίων ἔξαρχος (εἴγε τις εἴη κατὰ τὸν τόπον, ὥσπερ ἐπὶ ταύτης ἐστὶ τῆς εὐδαίμονος πόλεως) ταῦτα περι‐
εργαζέσθω καὶ στελλέτω τοὺς καλουμένους ἀποκρισια‐

672

ρίους τοὺς αὑτοῦ κατὰ τὰ μοναστήρια, καὶ πυνθανέσθω καὶ παρὰ τῶν γειτόνων, μή πού τι πονηρὸν ἐπί τινος τῶν μοναστηρίων τῶν ἐγγύθεν γίνεται, καὶ ταῦτα ἅπαντα σωφρονιζέτω καὶ τῆς προσηκούσης ἀξιούτω
5προνοίας. ἀλλὰ καὶ ὁ πόλεως ἑκάστης ἐπίσκοπος τού‐ του πρόνοιαν ἐχέτω, εἴτε πατριάρχης εἴτε μητροπολί‐ της εἴτε καὶ τῶν καθ’ ἕκαστον εἴη, καὶ τοὺς εὐλαβε‐ στάτους ἐκδίκους τῆς ἐκκλησίας τῆς αὑτοῦ στελλέτω ταῦτα ἀναζητοῦντας καὶ παραφυλάττοντας καὶ μὴ
10συγχωροῦντας μηδ’ ὁτιοῦν γίνεσθαι ἔξω τοῦ προσ‐ ήκοντος, ἀλλὰ καὶ εἴ τι γένοιτο, θᾶττον τοῦτο ἐπανορ‐ θοῦντας. ὁ δὲ ἁγιώτατος πατριάρχης ταύτης τῆς εὐ‐ δαίμονος πόλεως τὰ περὶ τῶν ἐνταῦθα μοναστηρίων ὁμοίως ἐξεταζέτω, καὶ φύλακας τοῦ πράγματος τοὺς
15θεοφιλεστάτους ἐκκλησιεκδίκους τῆς ἁγιωτάτης μεγά‐ λης ἐκκλησίας καὶ οὓς ἂν νομίσειεν ἀκριβεῖς καὶ σεμνο‐ τάτους εἶναι καταστησάσθω, ἵνα διὰ πλειόνων τῆς φυλακῆς γινομένης ἔτι μείζων ἡ τήρησις καὶ ἡ ἐπὶ τοῖς ἁμαρτήμασιν ἐκδίκησις γένηται.
20 Δεῖ δὲ ἕκαστον μοναστήριον ὑπὸ ἡγούμενον τελοῦν ἔχειν, καθάπερ εἰπόντες ἔφθημεν, τοὺς λεγομένους ἀποκρισιαρίους, ἄνδρας γεγηρακότας καὶ ἤδη τὸν μο‐ ναχικὸν ἆθλον ἀγωνισαμένους καὶ οὐ ῥᾳδίως τὰς σω‐ ματικὰς ἐπηρείας ὑφισταμένους. οἳ τοῖς πράγμασι καὶ
25ταῖς αὐτῶν ἀπησχόληνται χρείαις. καὶ οὐ μόνον εἴ‐ περ ἀνδρῶν εἴη τὸ μοναστήριον ἀλλ’ εἰ καὶ γυναικῶν τυχόν, εἶναι δύο τινὰς ἢ τρεῖς ἄνδρας ἢ εὐνούχους. εἰ δυνατόν, ἢ τῶν γεγηρακότων τε καὶ ἐπὶ σωφροσύνῃ μεμαρτυρημένων. οἵπερ τὰ πράγματα αὐταῖς πράξουσι
30καὶ τὴν ἄρρητον αὐταῖς διαδώσουσι κοινωνίαν, ἡνίκα τούτου καιρός. εἰ δὲ περί τινος τοῦ μοναστηρίου χρείας ἢ εἰς μίαν τῶν εὐλαβεστάτων ἀσκητριῶν ἀνα‐ φερομένης εἰπεῖν τε τῶν ἀναγκαίων βούλοιντο, ἐντεύ‐
ξονται τῇ ἡγουμένῃ μόνῃ καὶ ἑτέρᾳ παντελῶς οὐδεμιᾷ

673

τῶν γυναικῶν τῶν εἰς τὸ μοναστήριον, τοῦτο ἅμα διὰ τῶν εὐλαβεστάτων θυρωρῶν πράττοντες· δεῖ γὰρ τοιαύτας τινὰς ἐπὶ ταῖς θύραις τετάχθαι, αἵπερ ὁμοίως τὰς εἰσόδους καὶ ἐξόδους τὰς εἰς τὸ μοναστήριον ἐπο‐
5πτεύουσαι καὶ τὰς ἐξόδους κωλύσουσι καὶ ἀβάτους ἀν‐ δράσι τὰς εἰσόδους πλὴν τῶν ἀποκρισιαρίων καταστή‐ σουσιν. οἱ δὲ ταῖς θυρωροῖς ἐντεύξονται καὶ ἐροῦσι τὴν ἑαυτῶν ἄφιξιν, ἡ δὲ ἡγουμένη μανθάνουσά τε καὶ κατιοῦσα τούτοις ἐντεύξεται, αὐτοὶ δὲ ἀνοίσουσιν
10ἐπ’ ἐκείνην τὰ περὶ τῆς αὐτῶν διοικήσεως ἢ τῆς χρείας ἐφ’ ᾗ παραγεγόνασι· καὶ οὕτως καὶ τὰ ἀν‐ θρώπινα πραχθήσεται καλῶς καὶ ἡ σωφροσύνη δια‐ μενεῖ πανταχόθεν ὑπ’ οὐδενὸς πειραζομένη κακοῦ. Εἰ δέ τις ἁμάρτοι (καὶ γὰρ πολλὰ τὰ ἀνθρώπινα,
15καὶ οὐκ ἄν τις δύναιτο τὴν φύσιν οὕτως ἐπισχεῖν ὡς ἁμαρτάνειν μηδέν· τοῦτο γάρ ἐστι μόνου θεοῦ), τοῦ‐ τον μετρίου μὲν ὄντος τοῦ πταίσματος καὶ νουθετεῖν καὶ καθείργειν καὶ μετανοίας αὐτῷ διδόναι καιρόν, ἵνα καλλίω τάξιν λαβὼν αὖθις ἐπανέλθοι πρὸς ἑαυ‐
20τὸν καὶ μὴ τοὺς ἤδη καταβεβλημένους ἀπολέσειε πό‐ νους· εἰ δὲ μείζων ὁ τοῦ πταίσματος εἴη τρόπος, πρὸς τὴν ἁμαρτίαν καὶ τὴν ἐπιμέλειαν τῆς ἐπανορθώσεως εἶναι καὶ αὖθις νουθεσίαν σφοδροτέραν καὶ μετάνοιαν ἰσχυρὰν ἀπαιτεῖν. καὶ εἰ μὲν ἰσχύσειε τούτοις τοῖς
25τρόποις σῶσαι τὸν ὀλισθαίνειν ἀρχόμενον (τὸ αὐτὸ δὲ καὶ ἐπὶ γυναικῶν ἀσκουσῶν καὶ ἀνδρῶν φαμεν), χάριν εἰδέναι τῷ μεγάλῳ θεῷ τῷ καὶ ἐν οὐρανῷ γί‐ νεσθαι χαρὰν ταῖς ἀγγελικαῖς εἰπόντι δυνάμεσιν, ἡνίκα τις σωθείη τῶν ἁμαρτανόντων· εἰ δὲ κρεῖττον ἢ
30κατὰ θεραπείαν τὸ πρᾶγμα γένηται, τηνικαῦτα καὶ ἐξωθεῖν αὐτὸν τοῦ μοναστηρίου, ὅπως ἂν ἐκδοὺς ἑαυ‐ τὸν ἐκ τῶν καλλιόνων τοῖς χείροσιν αὐτὸς τῆς ἑαυτοῦ
κακίας ἀπολαύσειε μόνος καὶ μή τι τῶν ἑαυτοῦ κακῶν

674

καὶ ἑτέροις προσαπομάξηται, ὥσπερ τι τῶν λοιμωτ‐ τόντων καὶ ἀθεράπευτα νοσούντων βοσκημάτων. οὐδὲ γὰρ ἡ βασιλεία περιόψεται τούτων ἀμελουμένων οὐδὲ ἀφέξεται τῆς ἀγανακτήσεως κατὰ τοῦ ἡγουμένου οὐδὲ
5κατὰ τοῦ τῶν τόπων ἐπισκόπου καὶ τῶν ὑπ’ αὐτὸν ἐκκλησιεκδίκων, εἰ μὴ ταῦτα τηροῖεν, ὡς ἀναγκαίας οὔσης καὶ τῇ βασιλείᾳ τῆς τοῦ πράγματος ἐπιμελείας. εἰ γὰρ ἐκεῖνοι καθαραῖς ταῖς χερσὶ καὶ γυμναῖς ταῖς ψυχαῖς τὰς ὑπὲρ τοῦ πολιτεύματος εὐχὰς προσάγοιεν
10τῷ θεῷ, πρόδηλον ὡς καὶ τὰ στρατεύματα ἕξει καλῶς καὶ αἱ πόλεις εὐσταθήσουσι (θεοῦ δὲ ἵλεώ τε καὶ εὐ‐ μενοῦς καθεστῶτος πῶς οὐκ ἔσται πάντα μεστὰ πάσης εἰρήνης τε καὶ εὐνομίας;) καὶ ἡ γῆ τε ἡμῖν οἴσει καρ‐ ποὺς καὶ ἡ θάλαττα τὰ οἰκεῖα δώσει, τῆς ἐκείνων εὐχῆς
15τὴν εὐμένειαν τοῦ θεοῦ πρὸς ἅπασαν τὴν πολιτείαν συναγούσης. ἀλλὰ καὶ αὐτό γε τὸ κοινὸν σχῆμα τῶν ἀνθρώπων αἰδεσιμώτερον ἔσται καὶ ζήσει κάλλιον τὴν ἐκείνων αἰσχυνόμενον καθαρότητα. ὥστε μία σύμ‐ πνοια γενήσεται, πάντων ὁμοῦ πρὸς τοῦτο συντρε‐
20χόντων καὶ ἐξοριζομένης καθ’ ὅσον οἷόν τέ ἐστι κακίας ἀπάσης, τῶν καλλιόνων τε καὶ ὁσιωτέρων ἐπιτηδευ‐ μάτων ἀντεισαγομένων τε καὶ ἐμπρεπόντων τοῖς πράγ‐ μασιν· ὅπερ ἡμεῖς ἐπιζητοῦντες πρᾶγμα πράττομεν, ὥς γε πεπιστεύκαμεν, χρηστόν.
25 Κἀκεῖνό γε μὴν πᾶσι φυλάττεσθαι βουλόμεθα τρό‐ ποις, ὥστε εἰ φανείη τις τῶν εὐλαβεστάτων μοναχῶν εἴς τι τῶν καπηλείων ἀναστρεφόμενος, τοῦτον εὐθὺς παραδίδοσθαι τοῖς τῶν πόλεων ἐκδίκοις ἢ ἐνταῦθα τῷ δικαστηρίῳ τῆς σῆς ὑπεροχῆς, σωφρονίζεσθαί τε
30διελεγχόμενον καὶ μηνύεσθαι τοῦτο τῷ ἡγουμένῳ, ὥστε αὐτὸν ἐξελαύνειν τοῦ μοναστηρίου τὸν ταῦτα πλημ‐
μελήσαντα, οἶα τὸν ἐν αἰσχύνῃ βίον τῆς ἀγγελικῆς

675

ταύτης καταστάσεως ἀλλαξάμενον. δεῖ γὰρ διπλοῦν τοῦτο ἔργον τοῖς μοναχοῖς καθεστάναι, ἢ ταῖς θείαις ἐνασχολεῖσθαι γραφαῖς ἢ τὰ μοναχοῖς πρέποντα ἅπερ καλεῖν εἰώθασιν ἐργόχειρα μελετᾶν τε καὶ ἐργάζεσθαι·
5διάνοια γὰρ μάτην σχολάζουσα οὐδὲν ἂν τῶν ἀγαθῶν ἀποτέκοι. Ὑπὲρ τούτων οὖν τόνδε τίθεμεν τὸν νόμον ἐπί τε ταύτης τῆς βασιλίδος πόλεως κρατοῦντα ἐπί τε τῶν ἐθνῶν ἁπάντων. καὶ γὰρ δὴ πρὸς ἕκαστον τῶν
10ὁσιωτάτων πατριαρχῶν καταπέμψομεν αὐτὸν ἐπ’ ἀσφαλείᾳ τε καὶ φυλακῇ προσηκούσῃ. οἱ δὲ πρὸς τοὺς ὑφ’ ἑαυτοὺς τεταγμένους μητροπολίτας ἐκπέμψουσιν, ἐκεῖνοι δὲ τοῖς ἄλλοις ἅπασι διαδώσουσιν ἐπισκόποις, καὶ διὰ τῶν ἐπισκόπων ἅπαντα ταῦτα τοῖς εὐλαβε‐
15στάτοις μοναχοῖς καὶ τοῖς ἡγουμένοις αὐτῶν γενήσε‐ ται φανερά. δίδομεν δὲ τὴν τοῦ πράγματος παρα‐ τήρησιν οὐ μόνον τῷ ἡγουμένῳ μονῆς ἑκάστης οὐδὲ μόνον τῷ θεοφιλεστάτῳ τῶν τόπων ἐπισκόπῳ οὐδὲ τοῖς ὁσιωτάτοις μητροπολίταις οὐδὲ τοῖς ἁγιωτάτοις
20πατριάρχαις, ἀλλ’ ἐνταῦθα μὲν καὶ τῇ σῇ ὑπεροχῇ, ἵνα εἴ τινος τὸ πρᾶγμα δεηθείη σφοδροτέρας ἐπαν‐ ορθώσεως, μανθάνων παρὰ τῶν θεοφιλεστάτων ἀν‐ δρῶν ἐπεξίοις, ἐν δὲ ταῖς ἐπαρχίαις τοῖς ἐκείνων ἄρχουσι πρότερον παρὰ τῶν θεοφιλεστάτων ἐπισκό‐
25πων τὸ πρακτέον μανθάνουσι. καὶ εἴη διὰ πάντων καὶ τοῖς προσώποις τοῖς ἱερωμένοις καὶ ταῖς ἀρχαῖς ἀνεύθυνα τὰ πρὸς θεὸν καὶ πρό γε πάντων τῇ βα‐ σιλείᾳ, ὡς οὐδενὸς τῶν θειοτέρων καὶ τῶν φυλάτ‐ τεσθαι δικαίων ἀμελουμένου παρ’ ἡμῶν, ἀλλὰ διὰ
30πάντων σπευσάντων τὴν κοινὴν πολιτείαν τῆς τοῦ
μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ

676

φιλανθρωπίας ἀπολαύειν διὰ τῆς τῶν εὐλαβεστάτων ἀνδρῶν καθαρότητος, ἣν φυλάξουσι καὶ κληρικοὶ καὶ μοναχοὶ καὶ ἐπίσκοποι μείζους τε καὶ ἐλάττους, τῶν τε ἱερῶν μεμνημένοι κανόνων τῶν τε ἡμετέρων νό‐
5μων καὶ διατάξεων τῶν περὶ τούτου γεγραμμένων, οὓς καὶ κρατεῖν καὶ κυρίους εἶναι καὶ διὰ τοῦ παρόν‐ τος θεσπίζομεν νόμου. 〈Ἐπίλογος.〉 Ἡ τοίνυν σὴ ἐνδοξότης τὰ παρα‐ στάντα ἡμῖν καὶ διὰ τοῦδε τοῦ θείου δηλούμενα νόμου
10γινώσκουσα ἔργῳ καὶ πέρατι παραδοῦναι σπευσάτω.
13tΡΛΔ
14tΠΕΡΙ ΤΟΠΟΤΗΡΗΤΩΝ ΚΑΙ
15ΜΟΙΧΕΥΟΜΕΝΩΝ ΓΥΝΑΙΚΩΝ
16tΚΑΙ ΕΤΕΡΩΝ ΚΕΦΑΛΑΙΩΝ.
18tἘν ὀνόματι τοῦ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ
19tἡμῶν Αὐτοκράτωρ Καῖσαρ Φλάβιος Ἰουστινιανὸς
20tἈλαμανικὸς Γοτθικὸς Φραγγικὸς Γερμανικὸς Ἀντικὸς
21tἈλανικὸς Βανδαλικὸς Ἀφρικανὸς εὐσεβὴς εὐτυχὴς ἔν‐
22tδοξος νικητὴς τροπαιοῦχος ἀεισέβαστος Αὔγουστος
23tΜουσωνίῳ ἐπάρχῳ πόλεως.
24〈Προοίμιον.〉 Τὰ πρὸς ὠφέλειαν τῶν ἡμετέρων
25ὑπηκόων περισκοποῦντες ἀεὶ εὕρομεν διαφόρους βλά‐

677

βας τοῖς ἡμετέροις ὑποτελέσιν ἐπάγεσθαι ἐκ τῶν προ‐ βαλλομένων τοποτηρητῶν ἐν ταῖς ἐπαρχίαις παρά τε τῶν πολιτικῶν καὶ τῶν στρατιωτικῶν ἀρχόντων, καὶ περὶ τούτου ἤδη νόμον ἐγράψαμεν μερικήν τινα ποιού‐
5μενοι τοῦ πράγματος ἐπανόρθωσιν. Νῦν δὲ τελειότερον βοηθῆσαι τοῖς ἡμετέροις ὑπο‐ τελέσι σπουδάζοντες θεσπίζομεν, μηδεμίαν ἄδειαν ἔχειν τοὺς κατὰ καιρὸν ἐπάρχους τῶν τε ἀνατολικῶν τῶν τε παρὰ Ἰλλυριοῖς πραιτωρίων ἢ κόμητα largi‐
10tionων ἢ κόμητα πριβάτων τοποτηρητὰς ἐκπέμπειν ἐν ταῖς ἐπαρχίαις, ἢ αὐτοὺς τοὺς τῶν ἐπαρχιῶν ἄρ‐ χοντας ποιεῖν καὶ τῆς ἰδίας ἀρχῆς τοποτηρητάς· ἀλλὰ μηδὲ τοὺς ἐπιχωρίους ἄρχοντας ἐν ταῖς ἐμπιστευθεί‐ σαις αὐτοῖς ἐπαρχίαις τοποτηρητὰς προβάλλεσθαι ἐν
15οἱᾳδήποτε πόλει. μόνον δὲ κελεύομεν εἶναι τοπο‐ τηρητὴν τῆς ἐπαρχότητος τὸν ἐν Ὀσροηνῇ καὶ Μεσο‐ ποταμίᾳ, καὶ εἰ χρεία καλέσει, εἰς ἑτέρους τόπους καιρῷ ἐκστρατεύματος ὑπὲρ ἀποτροφῆς αὐτοῦ σταλῆ‐ ναί τινα, καὶ τοῦτο μέντοι κατὰ κέλευσιν ἡμετέραν.
20Πρὸς τούτοις κελεύομεν, ὥστε μήτε στρατηλάτας μήτε δοῦκας ἐν ταῖς ἐπαρχίαις, ἐν αἷς ἄρχειν ἐκελεύσθησαν, ἔχειν τοποτηρητὰς ἢ βιοκωλύτας ἢ λῃστοδιώκτας. εἰ δὲ συμβῇ χρείας καλούσης εἴτε στρατηλάτας εἴτε δοῦκας πεμφθῆναι καθ’ ἡμετέραν κέλευσιν ἐν ἑτέροις τόποις,
25τότε γίνεσθαι τοποτηρητὴν τοῦ ἀπόντος, καὶ τοῦτο κατ’ ἐπιτροπὴν ἡμετέραν. Μηδενὶ δὲ ἐξέστω πολι‐ τικῷ ἢ στρατιωτικῷ ἄρχοντι περιιέναι τὴν ἐπαρχίαν αἰτίας ἀναγκαίας χωρίς. εἰ δέ τις ἀνάγκη καλέσει
τοιοῦτό τι γίνεσθαι, δαπάναις οἰκείαις τοῦτο ποιεῖν

678

κελεύομεν τούς τε ἄρχοντας καὶ τοὺς προσήκοντας αὐτοῖς καὶ τὴν πειθομένην αὐτοῖς τάξιν, μήτε δὲ ἀγ‐ γαρείαις ἢ τοῖς καλουμένοις ἐπιδημητικοῖς ἢ ἑτέρᾳ οἱᾳδήποτε ζημίᾳ βαρύνειν τοὺς ἡμετέρους ὑποτελεῖς,
5μήτε δὲ συνηθείας ὀνομάζειν ἢ ζητεῖν, ἅσπερ τυχόν τινες τῶν προηγησαμένων εἰς οἰκεῖον κέρδος ἀδίκως ἐπενόησαν· τὰ γὰρ κακῶς ἐπινοούμενα οὐδὲ μακρᾷ συνηθείᾳ βεβαιοῦσθαι βουλόμεθα. εἰδότων ἁπάντων τῶν προειρημένων ἀρχόντων τῶν πολιτικῶν τε καὶ
10στρατιωτικῶν, ὡς εἴ τι παρὰ ταῦτα γένηται, καὶ ὁ ποιῶν τοποτηρητὴν κʹ χρυσίου λιτρῶν καταθήσει ποι‐ νὴν καὶ τῆς ζώνης ἔξω γενήσεται, καὶ ὁ γενέσθαι καταδεξάμενος ἐκπίπτων τῆς οἰκείας περιουσίας ἐξορίᾳ ὑποβληθήσεται.
15 Πρὸς πλείονα δὲ τῆς ἡμετέρας διατυπώσεως ἀσφά‐ λειαν κελεύομεν, τοὺς κατὰ τόπον ἐπισκόπους καὶ τοὺς τῶν ἐπαρχιῶν ἄρχοντας καὶ αὐτοὺς τοὺς τὰς πόλεις οἰκοῦντας μηδένα παρὰ τὴν παροῦσαν ἡμῶν διατύπω‐ σιν δέχεσθαι ἢ βιοκωλύτην ἢ λῃστοδιώκτην· καθόλου
20γὰρ οὐδένα τῶν ἀρχόντων πολιτικῶν τε καὶ στρα‐ τιωτικῶν ἐνδημοῦντα κατὰ τὴν χώραν ἔχειν τοπο‐ τηρητὴν συγχωροῦμεν. καὶ μάλιστα μὲν κελεύομεν τοὺς τῶν ἐπαρχιῶν ἄρχοντας οὕτως ὀρθῶς διαγίνε‐ σθαι καὶ τὰ πράγματα καλῶς διοικεῖν, ὡς μὴ χρείαν
25γίνεσθαι περὶ οἱουδήποτε πράγματος ὀφείλοντος ζητη‐ θῆναι ἤγουν διοικηθῆναι εἰς τὰς ἐπαρχίας τινὰ πεμ‐ φθῆναι. εἰ δὲ καὶ χρεία καλέσει πεμφθῆναί τινας ἐν ταῖς ἐπαρχίαις προφάσει δημοσίων εἰσπράξεων ἢ ἑτέ‐ ρων οἱωνδήποτε ἀναφυομένων ζητήσεων [τοποτηρη‐
30τάς], μήτε πρόσταξιν μήτε ὄνομα ἐχέτω τοποτηρητοῦ· γινόμενος δὲ ὁ πεμπόμενος κατὰ τὴν ἐπαρχίαν μηδε‐ μίαν μὲν τοῖς ὑποτελέσιν ἐπαγέτω ζημίαν, τὴν δὲ
καταπιστευθεῖσαν αὐτῷ χρείαν πληρούτω, τοῦ ἄρχον‐

679

τος τῆς ἐπαρχίας καὶ τῆς αὐτοῦ τάξεως βοηθούντων αὐτῷ. εἰ δὲ κοὶ κατὰ τοῦ ἄρχοντος τυχὸν κατηγορη‐ θέντος πεμφθῇ, τηνικαῦτα κελεύομεν καὶ τὴν ἐπι‐ χώριον τάξιν ὑπουργεῖν αὐτῷ. ὥσπερ δὲ κωλύομεν
5τοποτηρητὰς γενέσθαι, οὕτω τὸν πάντα κίνδυνον κε‐ λεύομεν ἔχειν τοὺς τῶν ἐπαρχιῶν ἄρχοντας καὶ τὴν αὐτῶν τάξιν, ὥστε φροντίδα ποιεῖσθαι τῆς τε τῶν δημοσίων ἀνύσεως τῆς τε τῶν τόπων καταστάσεως καὶ τοῦ πᾶσαν ἀδικίαν καὶ βλάβην ἀναστέλλειν. Εἰ
10δὲ ἐν ταῖς ἐπαρχίαις ἢ βίνδικες ἢ ἐκλήπτορές εἰσι τῶν δημοσίων, καὶ δεηθῶσί τινος βοηθείας, κελεύομεν τοὺς ἄρχοντας τῶν ἐπαρχιῶν καὶ τὰς τάξεις αὐτῶν πᾶσαν σύναρσιν καὶ σπουδὴν αὐτοῖς συνεισάγειν, ὥστε ἀνεμ‐ ποδίστως τὴν τῶν δημοσίων εἴσπραξιν προϊέναι. Καὶ
15πάσας δὲ τὰς κινουμένας εἴτε χρηματικὰς εἴτε ἐγκλη‐ ματικὰς ὑποθέσεις καὶ ἁρμοζούσας τοῖς τῶν ἐπαρχιῶν ἄρχουσιν αὐτοὺς ἐπιτρέπομεν ζητεῖν, ὥστε αὐτοὺς οἰ‐ κείῳ κινδύνῳ ταύτας ἐξετάζειν καὶ νόμιμον πέρας αὐταῖς ἐπιθεῖναι. Πρὸς τούτοις κελεύομεν τοὺς τῶν
20ἐπαρχιῶν ἄρχοντας, ἡνίκα μέλλοιεν τὰς ἀρχὰς παρα‐ λαμβάνειν, εἴτε παρόντες ὦσιν εἴτε ἀπόντες, ἀσφά‐ λειαν προσκαθιστᾶν τῇ τε ἐπαρχότητι καὶ ταῖς ἡμε‐ τέραις λαργιτίοσιν καὶ τῷ κόμητι τῶν πριβάτων ὑπὲρ τῶν εἰσαγομένων χρημάτων ἑκάστῃ τῶν εἰρημένων
25ἀρχῶν, ὁπότε κἂν μὴ ἀσφαλίσωνται, ὡς ποιήσαντας ἀσφάλειαν οὕτω κελεύομεν αὐτοὺς καὶ τὰς αὐτῶν τάξεις ὑποκεῖσθαι ταῖς εἰρημέναις ἀρχαῖς. Ἐν ἐκεί‐ ναις δὲ ταῖς ἐπαρχίαις καὶ πόλεσι βουλόμεθα τοὺς ἄρχοντας ἐγκινδυνεύειν ὑπὲρ τῆς τῶν δημοσίων εἰσ‐
30πράξεως, ἐν αἷς μήτε σκρινιάριοι μήτε βίνδικες μήτε ἕτεροί τινες εἶεν ἰδίῳ κινδύνῳ τὴν ἀπαίτησιν ποιού‐ μενοι. Καὶ τοῦτο δὲ ἦλθεν εἰς ἡμᾶς, ὥς τινες τῶν ἐν
ταῖς ἐπαρχίαις ἀρχόντων οὕτως ἀσεβῶς φέρονται προ‐

680

φάσει αἰσχροκερδείας, ὡς μηδὲ διαθήκας συγχωρεῖν γίνεσθαι μηδὲ γινομένας ἐμφανίζεσθαι, μηδὲ γάμοις τινὰς προσομιλεῖν μηδὲ τὰ ἐπὶ ταῖς γαμικαῖς δωρεαῖς ὑπομνήματα συντάττεσθαι, μηδὲ τὰ τῶν τελευτώντων
5σώματα ταφαῖς παραδίδοσθαι, μηδὲ πραγμάτων ἀνα‐ γραφὴν συγχωρεῖν γίνεσθαι ἢ ἄλλο τι τῶν τοιούτων πράττεσθαι ἢ ἐν ὑπομνήμασιν ἢ ἐν ἐκμαρτυρίαις. διὰ τοῦτο ἀπαγορεύομεν πᾶσι τοῖς ἄρχουσι πολιτικοῖς τε καὶ στρατιωτικοῖς καὶ ταῖς αὐτῶν τάξεσιν ἢ καὶ
10ἑτέρῳ οἱῳδήποτε τοιοῦτό τι τολμᾶν. εἰ δέ τις τοιοῦτο μῦσος ἐν οἱῳδήποτε τόπῳ τῆς ἡμετέρας πολιτείας ἐπιχειρήσει διαπράξασθαι ἢ ὑπουργῆσαι τῷ ταῦτα τολμῶντι, κελεύομεν τοὺς τοιούτους ἔξω τῆς ζώνης γινομένους ἐν ἐξορίᾳ πέμπεσθαι, καὶ ἐκ τῆς οὐσίας
15αὐτὼν τὴν συμβαίνουσαν ζημίαν τοῖς ἠδικημένοις κατὰ τὸ διπλάσιον ἀποδίδοσθαι, οὐκ ἀνῃρημένης αὐ‐ τοῖς οὐδὲ τῆς ἄλλης τῆς ἀπὸ τῶν νόμων βοηθείας. πᾶσαν δὲ δίδομεν ἄδειαν τοῖς κατὰ τὸν τόπον ὁσιω‐ τάτοις ἐπισκόποις καὶ τοῖς πρωτεύουσι τῶν πόλεων
20τὰ τοιαῦτα ἐγχειρήματα κωλύειν, καὶ φροντίζειν τοῦ ταῦτα πάντα ἀνεμποδίστως καὶ ἀζημίως κατὰ τὴν τῶν νόμων δύναμιν προϊέναι, καὶ τὰ περὶ τούτων μηνύειν ἡμῖν. Τὰς μέντοι κατὰ νόμους ἐπιδεδομένας ἐκκλήτους
25καὶ δέχεσθαι βουλόμεθα πάντας τοὺς ἄρχοντας καὶ τοὺς καθ’ ἡμετέραν κέλευσιν ἀκροωμένους, εἴτε μείζο‐ νες εἴτε ἐλάττονες εἶεν, καὶ ἐκδιδόναι τὰ πεπραγμένα δίχα τινὸς ὑπερθέσεως τοῖς δικαζομένοις, ὥστε ἐξέτα‐ σιν νόμιμον περὶ τούτων προϊέναι. πρὸς τούτοις κε‐
30λεύομεν, ἐκκλήτου ἐπιδεδομένης κατὰ τὸν νόμον μήτε ἐκβιβασμοὺς γίνεσθαι μήτε νομὰς πραγμάτων μετα‐ τίθεσθαι μέχρι τελείας ἐπ’ αὐτῇ κρίσεως. Ἐπειδὴ δὲ συμβαίνει μοιχείας ἢ ἁρπαγὰς γυναικῶν ἢ φόνους ἢ ἕτερα οἱαδήποτε ἐγκλήματα ἐν ταῖς ἐπαρ‐
35χίαις ἁμαρτάνεσθαι, κελεύομεν τοὺς τῶν ἐπαρχιῶν
ἡγουμένους πάντα κατὰ νόμους διεκδικεῖν, καὶ τοὺς

681

ἁμαρτάνοντας κρατεῖν, καὶ μὴ ἑτέρους ἀνθ’ ἑτέρων, ἢ ἐξ ὧν ὥρμηνται χωρίων οἱ τὰ ἐγκλήματα τολμή‐ σαντες ἄλλον ἀντ’ ἄλλου συνέχειν, ἢ ζημίαν τοῖς αὐ‐ τῶν ἐπάγειν χωρίοις, ἀλλὰ μηδὲ ἐνεχυρασμοὺς ποιεῖν
5διὰ τὸν ἡμαρτηκότα, ἢ τὴν τοῦ ἐγκλήματος ἐκδίκησιν ἰδίου κέρδους ἕνεκα καταλύειν ἢ τὰ τῶν πλημμελη‐ σάντων πράγματα οἰκεῖον κέρδος ποιεῖσθαι. ἡμεῖς γὰρ τοὺς μὲν αἰτίους τὰς ἐκ τῶν νόμων ποινὰς ὑπο‐ μένειν βουλόμεθα, ζημίαν δὲ τοῖς ὑποτελέσιν ἡμῶν
10ἢ κέρδος ἐκ τούτου τοῖς ἄρχουσιν ἢ τοῖς αὐτῶν ἀν‐ θρώποις ἤγουν τάξεσι γίνεσθαι οὐδαμῶς συγχωροῦμεν, ἵνα μὴ διὰ τὴν τῶν πραγμάτων ἐπιθυμίαν εὑρεθῶ‐ σιν ἀδίκως τινὰς τιμωρούμενοι καὶ τοὺς ἁμαρτήσαν‐ τας πιπράσκοντες. εἰ γὰρ δή τι παρὰ ταῦτα γένηται,
15αὐτὸς μὲν ὁ τῆς ἐπαρχίας ἄρχων πᾶσαν τὴν ἐντεῦθεν προσγινομένην τοῖς ἠδικημένοις θεραπεύσει ζημίαν καὶ τιμωρίαις ὑποβληθεὶς ἐξορίᾳ παραδοθήσεται, καὶ ὁ τούτου δὲ πάρεδρος τὴν ὁμοίαν ὑποστήσεται τιμωρίαν, ἐὰν τοῖς γινομένοις παρὰ τοῦ ἄρχοντος ὑπεναντίον
20τῶν νόμων ἐγγράφως συναινέσῃ, καὶ ἡ τάξις δὲ αὐ‐ τοῦ καὶ οἱ ἄλλοι οἱ περὶ τὰ τοιαῦτα διὰ κέρδος ἴδιον αὐτῷ ὑπουργοῦντες οὐ μόνον τὰς ζημίας τοῖς ἠδικη‐ μένοις ἀναγκασθήσονται ἀποκαταστῆσαι, ἀλλὰ καὶ οἱ αἰτιώτεροι αὐτῶν ταῖς ἐκ τῶν νόμων τιμωρίαις ὑπο‐
25βληθέντες ἐξορίᾳ παραδοθήσονται. Εἰ δέ τις τῶν ἐνεχομένων ἐγκλήμασι διαλάθοι ἢ καταλίποι τὴν ἐπαρχίαν ἐκείνην ἐν ᾗ τὰ ἐγκλήματα ἐπλημμέλησε, κελεύομεν νομίμοις κηρύγμασι παρὰ τοῦ ἄρχοντος καλεῖσθαι αὐτόν. καὶ εἰ μὴ ὑπακούσει,
30ἐκεῖνα ἐπ’ αὐτῷ προϊέναι τὰ τοῖς ἡμετέροις νόμοις διωρισμένα· εἰ δὲ γνωσθῇ ὡς καθ’ ἑτέραν ἐπαρχίαν διάγει, κελεύομεν τὸν τῆς ἐπαρχίας ἡγούμενον, καθ’ ἣν ἁμαρτηθῆναί τι τοιοῦτο συμβαίη, ἐπιστολῇ δημο‐ σίᾳ κεχρῆσθαι πρὸς τὸν τῆς ἐπαρχίας ἐκείνης ἄρ‐
35χοντα, ἐν ᾗ τὸ πλημμελῆσαν πρόσωπον διάγει, ἐκεῖνον δὲ τὸν τὰ δημόσια δεχόμενον γράμματα κινδύνῳ αὑ‐
τοῦ καὶ τῆς τάξεως αὐτοῦ συνέχειν τὸν τοιοῦτον καὶ

682

πρὸς τὸν ἄρχοντα τῆς ἐπαρχίας αὐτὸν παραπέμπειν ἐν ᾗ ἥμαρτε, τὰς ἀπὸ τῶν νόμων τιμωρίας ὑποστη‐ σόμενον. εἰ δὲ ὁ τὴν δημοσίαν ἐπιστολὴν δεχόμενος ῥᾳθυμήσει τοῦτο ποιῆσαι, ἢ οἱ τῆς τάξεως αὐτοῦ
5προδώσουσιν ἢ ἐπιτραπέντες ἀμελήσουσι, τηνικαῦτα καὶ αὐτὸν τὸν ἄρχοντα τρεῖς χρυσίου λίτρας καὶ τὴν τάξιν αὐτοῦ ἑτέρας τρεῖς ὑπὲρ ποινῆς καταβάλλειν κελεύομεν. εἰ δὲ ὁ ἄρχων ἤ τις τῶν τῆς τάξεως αὐ‐ τοῦ διὰ κέρδος τὸ τοιοῦτο πρόσωπον μὴ συσχῇ ἢ
10συσχὼν μὴ παραπέμψει, καὶ τοῦτο πράξας ἐλεγχθῇ, γυμνωθεὶς τῆς ζώνης ἐξορίᾳ παραδιδόσθω. Καὶ τοῦτο δὲ κελεύομεν παραφυλάττεσθαι παρὰ πάσης ἀρχῆς, ἵνα ἐὰν συμβῇ ἔγγραφον ἡμετέραν κέ‐ λευσιν γενέσθαι πρός τινα τῶν ἀρχόντων, καὶ ἐν τῷ
15μεταξὺ οὗτος παυθῇ τῆς ἀρχῆς, τὸν μετ’ ἐκεῖνον παρα‐ λαμβάνοντα τὴν ἀρχὴν δέχεσθαι ταύτην καὶ ἐμφανί‐ ζειν· καὶ εἰ μὲν ἰδιωτικὸν εἴη τὸ πρᾶγμα, καὶ πλη‐ ροῦν αὐτὸ καὶ ἐπεξιέναι, ὡς ἂν εἰ πρὸς αὐτὸν ἔτυχε γεγραμμένη· εἰ δὲ ἡ τοιαύτη ἔγγραφος κέλευσις εἰς τὸ
20δημόσιον ὁρᾷ, ἐξετάζειν ταύτην, καὶ εἰ μὲν μὴ βλά‐ πτεται τὸ δημόσιον, τὰ ἐν αὐτῇ περιεχόμενα πληροῦν, εἰ δὲ πρὸς βλάβην ἐστὶ τοῦ δημοσίου, μηδὲν ἐπ’ αὐτῇ παντελῶς πράττεσθαι, μηνύειν δὲ εἰς ἡμᾶς πρῶτον, ὥστε δευτέραν ἡμῶν γίνεσθαι περὶ τούτου κέλευσιν.
25εἰ δὲ καὶ προστάξεις οἱουδήποτε ἄρχοντος εἴησαν, καὶ πρὶν ἐμφανισθῆναι ταύτας ἢ τὸν προστάξαντα ἢ πρὸς ὂν αἱ προστάξεις γεγόνασι συμβῇ ἀποκινηθῆναι τῆς ἀρχῆς, καὶ οὕτως ὁ γινόμενος ἄρχων ταύτας δεχέσθω καὶ ἐκβιβαζέτω, εἰ νομίμως γεγόνασιν· εἰ δὲ παρὰ
30τὸν νόμον ἢ κατὰ τοῦ δημοσίου ἐγένοντο, ταύτας ἀντὶ μηδὲ γεγραμμένων εἶναι κελεύομεν. Ἐπειδὴ δὲ καὶ τοιαύτην ἀσέβειαν ἐν διαφόροις τό‐
ποις τῆς ἡμετέρας πολιτείας ἔγνωμεν ἁμαρτάνεσθαι,

683

ὅτι οἱ δανεισταὶ τὰ τέκνα τῶν χρεωστούντων τολμῶσι κατέχειν ἢ εἰς ἐνέχυρον ἢ εἰς δουλικὴν ὑπηρεσίαν ἢ μισθοῦν, τοῦτο πᾶσι τρόποις κωλύομεν, καὶ κελεύο‐ μεν, εἴ τις τοιοῦτό τι πλημμελήσει, μὴ μόνον ἐκ‐
5πίπτειν αὐτὸν τοῦ χρέους, ἀλλὰ καὶ τοσαύτην ἄλλην ποσότητα καταδικάζεσθαι δοθησομένην τῷ κρατη‐ θέντι παρ’ αὐτοῦ ἢ τοῖς γονεῦσιν αὐτοῦ, καὶ μετὰ τοῦτο καὶ σωματικαῖς ποιναῖς αὐτὸν καθυποβάλλεσθαι παρὰ τῶν κατὰ τόπον ἀρχόντων, ἐπειδὴ πρόσωπον
10ἐλεύθερον ὑπὲρ χρέους ἐτόλμησε κατασχεῖν ἢ μισθῶ‐ σαι ἢ ἐνεχυριάσαι. Κἀκεῖνο δὲ συνείδομεν ὑπὲρ τῆς τῶν ὑποτελῶν ὠφελείας ἐπανορθῶσαι, ἵνα εἴ τις γυνὴ ἐν δανειακῷ γραμματείῳ συναινέσει τῷ οἰκείῳ ἀνδρὶ ἢ ὑπογράψει
15καὶ τὴν οἰκείαν περιουσίαν ἢ καὶ ἑαυτὴν ἔνοχον ποι‐ ήσει, κελεύομεν μηδὲν τοιοῦτον ἰσχύειν ἢ κρατεῖν, εἴτε ἅπαξ εἴτε πολλάκις τοιοῦτό τι ὑπὲρ τοῦ αὐτοῦ πράγ‐ ματος γένηται, εἴτε ἰδιωτικὸν εἴτε δημόσιον εἴη τὸ ὄφλημα, ἀλλ’ οὕτως εἶναι ὡς ἂν εἰ μηδὲ γεγραμμένον
20ἦν, εἰ μὴ φανερῶς ἀποδειχθείη, ὅτι τὰ χρήματα εἰς ἰδίας αὐτῆς τῆς γυναικὸς χρείας ἐδαπανήθη. Ἀναγκαῖον δὲ νομίζομεν κἀκεῖνο προσηκούσῃ βοη‐ θείᾳ ἐπανορθῶσαι, ἵνα μηδεμία γυνὴ περὶ οἱουδή‐ ποτε πράγματος χρηματικοῦ ἐξ οἱουδήποτε ἄρχοντος
25ἐγκλείηται ἢ φυλάττηται. ἀλλ’ εἰ μὲν ὑπὲρ δημοσίων χρεῶν ἢ ἰδιωτικῶν ἐναχθείη κατὰ τὸν νόμον ἡ γυνή, ἢ διὰ τοῦ ἀνδρὸς ἢ δι’ ἑαυτῆς ἢ δι’ οἵου δἂν βού‐ λοιτο προσώπου νομίμως ἀποκρινέσθω καὶ διοικείτω
τὸ πρᾶγμα. εἰ δὲ καὶ χήρα εἴη ἢ μηδὲ τὴν ἀρχὴν

684

ἀνδρὶ γαμηθεῖσα, ἐξέστω ὁμοίως τῇ γυναικὶ ἢ δι’ ἑαυτῆς ἢ δι’ ὧν ἂν βουληθείη τὰ οἰκεῖα προτιθέναι δίκαια κατὰ τὸν νόμον. τὸν δὲ παρὰ ταῦτα τολ‐ μῶντα πρᾶξαί τι τῶν προειρημένων κελεύομεν, εἰ μὲν
5μείζων ἄρχων εἴη, κʹ χρυσίου λιτρῶν, εἰ δὲ ἥττων, ιʹ χρυσίου λιτρῶν ποινῇ ὑποκεῖσθαι, τοὺς δὲ ὑπουρ‐ γοῦντας αὐτοῖς ἐπὶ τοῖς προειρημένοις γυμνουμένους τῆς ζώνης βασάνοις ὑποβάλλεσθαι καὶ εἰς ἐξορίαν πέμπεσθαι. εἰ δὲ ἡ γυνὴ μετὰ νόμιμον ὑπόμνησιν
10μὴ βουληθείη προβάλλεσθαί τινα τὸν ὑπὲρ αὐτῆς ἀποκρινόμενον, ἢ καὶ δικασαμένη κατακριθῇ, μηδὲ οὕ‐ τως ἐγκλείεσθαι ἢ φυλάττεσθαι αὐτήν, ἀλλὰ τὰ νό‐ μιμα ἐπὶ τοῖς προσήκουσιν αὐτῇ πράγμασι προϊέναι. Εἰ δὲ ἔγκλημα εἴη τὸ ἐπαγόμενον τῇ γυναικί, ἐφ’
15ᾧ ἀνάγκη ἐστὶν αὐτὴν φυλαχθῆναι, εἰ μὲν ἐγγυητὴν προσώπου δυνηθείη παρασχεῖν, αὐτῷ πιστευθῇ, εἰ δὲ ὀμόσει μὴ δύνασθαι δοῦναι ἐγγυητήν, ἐξωμοσίαν ποιή‐ σει περὶ τῆς εἰς τὸ δικαστήριον προσεδρείας. εἰ δὲ βαρύτατον εὑρεθείη τὸ ἔγκλημα ἐφ’ ᾧ κατηγορεῖται,
20εἰς μοναστήριον ἢ εἰς ἀσκητήριον ἐμβάλλεσθαι, ἢ γυ‐ ναιξὶ παραδίδοσθαι αὐτὴν δι’ ὧν δυνατὸν σωφρόνως καὶ ἐλευθερίως αὐτὴν φυλαχθῆναι, ἕως οὗ τὸ πρᾶγμα αὐτῆς φανερωθῇ· τότε δὲ ἐκεῖνα προβαίνειν ἐπ’ αὐτῇ τὰ τοῖς νόμοις διωρισμένα. οὐδεμίαν γὰρ γυναῖκα
25ὑπὲρ χρηματικῆς αἰτίας δημοσίας ἢ ἰδιωτικῆς ἢ ὑπὲρ ἐγκλήματος οἱουδήποτε ἢ εἰς φρουρὰν βάλλεσθαι συγ‐ χωροῦμεν ἢ δι’ ἀνδρῶν φυλάττεσθαι, ἵνα μὴ διὰ τῶν τοιούτων ἀφορμῶν εὑρεθῶσι περὶ τὴν σωφροσύνην ὑβριζόμεναι. Μονάστριαν μέντοι ἢ ἀσκήτριαν δι’
30οὐδεμίαν ἐναγωγὴν ἀφέλκεσθαι συγχωροῦμεν ἐκ τῶν
οἰκείων μοναστηρίων ἢ ἀσκητηρίων.

685

Εἴ ποτε δὲ μοιχείας ἔγκλημα φανερῶς ἀποδειχθείη, κελεύομεν ἐκείνας τὰς ποινὰς τοῖς ἁμαρτάνουσιν ἐπ‐ άγεσθαι, ἃς Κωνσταντῖνος ὁ τῆς εὐσεβοῦς λήξεως διετύπωσε· κἀκείνων τὰς ὁμοίας ὑπομενόντων ποινάς,
5οἵτινες μέσοι ἢ ὑπουργοὶ τῷ τοιούτῳ ἀσεβεῖ ἐγκλή‐ ματι γεγόνασιν. ἐκ τῆς οὐσίας δὲ τοῦ μοιχοῦ, εἰ ἔχοι γαμετήν, τὴν προῖκα καὶ τὴν πρὸ γάμου δωρεὰν αὐτῇ περισώζεσθαι, ἢ τὴν ἀπὸ τοῦ ἡμετέρου νόμου μοῖ‐ ραν εἰ προικῷα συμβόλαια μὴ παρηκολούθησαν, τὴν
10δὲ λοιπὴν αὐτοῦ περιουσίαν, εἰ μέν εἰσι κατιόντες ἢ ἀνιόντες ἕως τρίτου βαθμοῦ, λαμβάνειν αὐτοὺς κατὰ τὰς τάξεις καὶ τοὺς βαθμούς, εἰ δὲ μή εἰσι τοιοῦτοί τινες, τῷ φίσκῳ προσκυροῦσθαι ταύτην κελεύομεν. τὴν δὲ μοιχευθεῖσαν γυναῖκα ταῖς προσηκούσαις
15ποιναῖς ὑποβαλλομένην ἐν μοναστηρίῳ ἐμβάλλεσθαι. καὶ εἰ μὲν εἴσω διετίας ἀναλαβεῖν αὐτὴν ὁ ἀνὴρ βου‐ ληθείη, ἐξουσίαν αὐτῷ δίδομεν τοῦτο ποιεῖν καὶ συν‐ οικεῖν αὐτῇ, μηδένα κίνδυνον ἐντεῦθεν εὐλαβουμένῳ μηδὲ διὰ τῶν ἐν μέσῳ γινομένων καταβλαπτομένου
20τοῦ γάμου. εἰ δὲ ὁ προειρημένος χρόνος παρέλθῃ, ἢ ὁ ἀνὴρ πρὶν ἀναλαβεῖν τὴν γυναῖκα τελευτήσει, κε‐ λεύομεν κουρεύεσθαι αὐτὴν καὶ τὸ μοναχικὸν σχῆμα λαμβάνειν, καὶ οἰκεῖν ἐν τῷ αὐτῷ μοναστηρίῳ ἐπὶ ὅλον τὸν χρόνον τῆς οἰκείας ζωῆς. καὶ εἰ μὲν ἔχοι
25κατιόντας, τὰ δύο μέρη λαμβάνειν αὐτοὺς τῆς περιου‐ σίας αὐτῆς κατὰ τὴν τῶν νόμων διαιρούμενα τάξιν, τὸ δὲ λοιπὸν τρίτον μέρος τῷ μοναστηρίῳ ἐν ᾧ ἐμ‐ βάλλεται δίδοσθαι· εἰ δὲ κατιόντες μὴ εἴησαν, ἀλλὰ ἀνιόντες εὑρεθῶσι μὴ συμπράξαντες τῷ τοιούτῳ ἀσε‐
30βήματι, τετραούγκιον αὐτοὺς κατὰ τὴν τοῦ νόμου

686

τάξιν διαιρούμενον λαμβάνειν, τὰς δὲ ὀκτὼ οὐγκίας δίδοσθαι τῷ μοναστηρίῳ ἐν ᾧ ἐγκλείεται ἡ τοιαύτη γυνή· εἰ δὲ μήτε κατιόντας μήτε ἀνιόντας ἔχοι, ἢ καὶ ἀνιόντες συνέπραξαν τῇ τοιαύτῃ ἀσεβείᾳ, πᾶσαν αὐ‐
5τῆς τὴν οὐσίαν λαμβάνειν τὸ μοναστήριον. ἐκείνου παραφυλαττομένου ὥστε δι’ ὅλων τῶν θεμάτων τῷ ἀνδρὶ τὰ σύμφωνα τὰ τοῖς προικῴοις ἐμφερόμενα συμβολαίοις φυλάττεσθαι. Ἐπειδὴ δέ τινες τὸν ἡμέτερον νόμον παραβαίνειν
10σπουδάζουσιν, ἐν ᾧ ἰδικῶς τὰς αἰτίας ἀπηριθμησά‐ μεθα ἐξ ὧν μόνων ῥεπούδια δύναται πέμπεσθαι ἢ ἐκ τοῦ ἀνδρὸς ἢ ἐκ τῆς γυναικός, κελεύομεν παρ’ ἐκεί‐ νας τὰς αἰτίας μηδενὶ τρόπῳ ῥεπούδια γίνεσθαι ἢ ἐρρῶσθαι γινόμενα, ἢ κατὰ συναίνεσιν τοὺς γάμους
15διαλύειν καὶ συγχωρεῖν ἀλλήλοις τὰ ἁμαρτήματα. εἰ δὲ παρὰ τὰς ἀφ’ ἡμῶν διωρισμένας αἰτίας τολ‐ μήσουσί τινες διαλύειν τὸν γάμον, κελεύομεν, εἰ μὲν κατιόντας ἔχοιεν εἴτε ἐξ αὐτοῦ εἴτε ἐξ ἄλλου γάμου, τὰς οὐσίας αὐτῶν ἐκείνοις δίδοσθαι κατὰ τὴν τῶν
20νόμων τάξιν, καὶ τόν τε ἄνδρα τήν τε γυναῖκα εἰς μοναστήριον ἐμβάλλεσθαι ἐπὶ πάντα τὸν τῆς ζωῆς αὐτῶν χρόνον, καὶ ἐκ τῆς ἑκάστου περιουσίας ἀνὰ τέσσαρας οὐγκίας τοῖς μοναστηρίοις ἐν οἷς ἐμβάλλον‐ ται ἀφορίζεσθαι· τοῦ ἀνδρὸς δηλονότι μηδὲ χρῆσιν
25ἔχοντος τοῦ διδομένου τοῖς παισὶ μέρους. εἰ δὲ κατιόν‐ τας μὴ ἔχοιεν, ἀλλὰ ἀνιόντες εὑρίσκονται, τὸ τρίτον μέρος τῆς οὐσίας λαμβάνειν αὐτούς, εἰ μὴ τῇ ἀσεβείᾳ τῆς λύσεως τοῦ γάμου συνῄνεσαν, τὰ δὲ δύο μέρη τοῖς μοναστηρίοις ἐν οἷς ἕκαστος ἐμβάλλεται ἀφορίζεσθαι.
30εἰ δὲ μήτε κατιόντες μήτε ἀνιόντες εἶεν, ἢ καὶ ἀνιόν‐
τες συνῄνεσαν τῷ γεγονότι, κελεύομεν πᾶσαν τὴν οὐ‐

687

σίαν τοῖς μοναστηρίοις ἐν οἷς ἐνεβλήθησαν δίδοσθαι, ἵνα μὴ διὰ ταύτης τῆς περινοίας καὶ τὸ τοῦ θεοῦ κρίμα καταφρονηθείη καὶ ὁ ἡμέτερος νόμος παραβαθῇ. Ἀλλὰ καὶ τοὺς ὑπουργοῦντας ταῖς τοιαύταις λύσεσι
5τῶν γάμων ἢ τὰ τοιαῦτα ἀθέμιτα συμβόλαια συντι‐ θέντας ταῖς εἰς σῶμα ποιναῖς ὑποβάλλεσθαι κελεύο‐ μεν καὶ εἰς ἐξορίαν πέμπεσθαι. Εἰ δὲ οἱ τὸν γά‐ μον λύειν ἐπιχειρήσαντες βουληθῶσι πάλιν ἑαυτοῖς συζευχθῆναι πρὶν ἐμβληθῶσι μοναστηρίοις, ἄδειαν
10αὐτοῖς δίδομεν τοῦτο ποιεῖν, καὶ τὰς προειρημένας ποινὰς συγχωροῦμεν αὐτοῖς καὶ τὰς ἰδίας περιουσίας ἔχειν καὶ οὕτως πρὸς ἀλλήλους ζῆν, ὡς ἂν εἰ μηδὲν τοιοῦτο ἡμαρτημένον ἐτύγχανεν. τοῦ ἑνὸς δὲ βου‐ λομένου τὸν γάμον ἀνακαλέσασθαι, εἰ μὴ συναινέσει
15τὸ ἕτερον πρόσωπον, κατὰ τοῦ μὴ βουλομένου κρατεῖν τὰς ποινάς. Ταῦτα δὲ πάντα φυλάττεσθαι κε‐ λεύομεν ἔν τε τῇ βασιλίδι ταύτῃ πόλει καὶ ἐν ταῖς ἐπαρχίαις, διά τε τοῦ κόμητος τῶν πριβάτων καὶ τῆς τῶν παλατίνων σχολῆς καὶ τῶν ἐν ταῖς ἐπαρχίαις
20ἀρχόντων καὶ τῶν τάξεων αὐτῶν, εἰδότων αὐτῶν, ὡς εἰ ῥᾳθυμήσουσι τοιούτου τινὸς ἁμαρτανομένου καὶ μὴ ταῦτα πάντα παραφυλάξουσι, καὶ ἐξορίαν καὶ δήμευ‐ σιν ὑποστήσονται. ταῦτα δὲ αὐτὰ παραφυλάττειν κε‐ λεύομεν καὶ τοὺς κατὰ τόπον ὁσιωτάτους ἐπισκόπους,
25ὥστε προνοίᾳ αὐτῶν τὰ παραδιδόμενα πρόσωπα ἐν μοναστηρίοις ἐμβάλλεσθαι καὶ ἐκ τῶν πραγμάτων αὐτῶν τὰ παρ’ ἡμῶν διορισθέντα τοῖς μοναστηρίοις παρέχεσθαι. Εἴ τις δὲ κατηγορηθεὶς ἐπὶ μοιχείᾳ προδοσίᾳ τῶν
30δικαστῶν ἢ ἄλλῳ οἱῳδήποτε τρόπῳ τὰς ἀπὸ τοῦ νό‐ μου ποινὰς ἀποφύγοι, καὶ μετὰ ταῦτα εὑρεθείη τῇ γυναικὶ περὶ ἧς κατηγορήθη αἰσχρῶς συναναστρεφό‐ μενος ἢ εἰς γάμον λαμβάνων αὐτήν, καὶ τοῦτο γένη‐ ται ζῶντος τοῦ ἀνδρὸς ἢ καὶ μετὰ τὴν αὐτοῦ τελευ‐
35τήν, οὐδὲ τὸν γόμον ἐρρῶσθαι κελεύομεν, ἀλλὰ καὶ

688

τὸν τοῦτο πλημμελῆσαι τολμήσαντα, εἰ καὶ τὸ πρό‐ τερον διέφυγεν, ὅμως ἄδειαν δίδομεν παντὶ δικαστῇ καὶ συνέχειν αὐτὸν καὶ μετὰ βασάνους ταῖς ἐσχάταις τιμωρίαις ὑποτιθέναι, μηδεμιᾶς ἄλλης κατηγορίας ἢ
5ἀποδείξεως δεομένῳ· καὶ τὴν γυναῖκα σωφρονισθεῖσαν καὶ καρεῖσαν μοναστηρίῳ ἐμβληθῆναι κελεύομεν κἀκεῖ μένειν ἐπὶ ὅλον τὸν χρόνον τῆς οἰκείας ζωῆς· τὴν ἑκατέρου δὲ περιουσίαν κατὰ τὴν προειρημένην τάξιν διαιρεῖσθαι, κινδύνῳ (καθὼς προείπομεν) τοῦ τε κό‐
10μητος τῶν πριβάτων καὶ τῶν κατὰ τὸν τόπον ἀρ‐ χόντων. Ἐπειδὴ δὲ δεῖ ἡμᾶς τὴν τοῦ ἀνθρωπίνου γένους ἀσθένειαν σκοπεῖν, τὰς εἰς σῶμα ποινὰς κατά τι μέ‐ ρος ἐλαττοῦντες ἀπαγορεύομεν ἑκατέρας τὰς χεῖρας ἢ
15καὶ πόδας τέμνεσθαι, ἢ τοιαύτας τισὶν ἐπάγεσθαι τιμωρίας δι’ ὧν τὰ ἄρθρα διαλύονται, ἐπειδὴ ἡ τῶν ὄρθρων διάλυσις βαρυτέρα ἐστὶ τῆς ἑκατέρων τῶν χει‐ ρῶν ἐκτομῆς. διὸ κελεύομεν, εἰ μὲν τοιοῦτό τι ἁμαρ‐ τηθείη ἐξ οὗ οἱ νόμοι θάνατον τοῖς ἁμαρτάνουσιν
20ἐπάγουσιν, κατὰ τὴν τῶν νόμων δύναμιν ὑπέχειν αὐτὸν τὰς ποινάς, εἰ δὲ τοιοῦτο εἴη τὸ ἔγκλημα ὥστε θανάτου ἄξιον μὴ εἶναι, ἄλλως αὐτὸν σωφρονίζεσθαι ἢ εἰς ἐξορίαν πέμπεσθαι, εἰ δὲ ἡ τοῦ ἐγκλήματος ποιό‐ της μέλους ἀποτομὴν ἀπαιτήσει γενέσθαι, μίαν μόνην
25 χεῖρα τέμνεσθαι. Ὑπὲρ κλοπῆς δὲ οὐ βουλόμεθα παντελῶς οἱονδήποτε μέλος τέμνεσθαι ἢ ἀποθνήσκειν, ἀλλ’ ἑτέρως αὐτὸν σωφρονίζεσθαι. κλέπτας δὲ κα‐ λοῦμεν τοὺς λάθρα καὶ ἄνευ ὅπλων τὰ τοιαῦτα πλημ‐ μελοῦντας· τοὺς γὰρ βιαίως ἐπερχομένους ἢ μετὰ ὅπλων
30ἢ χωρὶς ὅπλων, ἐν οἴκῳ ἢ ἐν ὁδῷ ἢ ἐν θαλάσσῃ,
τὰς ἀπὸ τῶν νόμων κελεύομεν ὑπομένειν ποινάς.

689

Ὥστε δὲ μὴ μόνον τὰς εἰς σῶμα ποινάς. ἀλλὰ καὶ τὰς εἰς χρήματα μετριωτέρας γίνεσθαι, θεσπίζομεν τοὺς ἐπὶ ἐγκλήμασι κατηγορουμένους, ἐφ’ ὧν οἱ νό‐ μοι δήμευσιν ἢ θάνατον ὁρίζουσιν, ἐὰν ἐλεγχθῶσιν
5ἢ κατακριθῶσι, τὰς αὐτῶν περιουσίας μὴ γίνεσθαι κέρδος τοῖς ἄρχουσιν ἢ ταῖς αὐτῶν τάξεσιν, ἀλλὰ μηδὲ κατὰ τοὺς παλαιοὺς νόμους τῷ δημοσίῳ αὐτὰς προσκυροῦσθαι. ἀλλ’ εἰ μὲν ἔχοιεν κατιόντας. αὐτοὺς ἔχειν τὴν οὐσίαν, χωρὶς τῶν διὰ τοῦ τοιούτου ἁμαρ‐
10τήματος αὐτοῖς προσγενομένων, εἰ δὲ μὴ ὕπεισι κατιόν‐ τες, ἀλλ’ ἀνιόντες ἄχρι τρίτου βαθμοῦ, αὐτοὺς ἔχειν. εἰ δὲ γαμετὰς ἔχουσιν οἱ οὕτως κατακριθέντες, πᾶσι τρόποις κελεύομεν ταύτας καὶ τὴν προῖκα καὶ τὴν γαμικὴν δωρεὰν λαβεῖν. εἰ δὲ καὶ δίχα προικὸς
15τοῖς τοιούτοις προσώποις συνῴκησαν, τὴν ἀπὸ τῶν ἡμετέρων νόμων ὁρισθεῖσαν μοῖραν ἐκ τῆς ὅλης οὐσίας τοῦ κατακριθέντος ταύτας λαμβάνειν, εἴτε τέκνα ἔχου‐ σιν εἴτε καὶ μή. εἰ δὲ μηδένα τῶν προειρημένων ἔχοι ὁ πλημμελήσας, τότε τῷ φίσκῳ προσκυροῦσθαι
20τὴν ἐκείνου περιουσίαν βουλόμεθα. Ἐπὶ μέντοι τοῖς ἐπὶ καθοσιώσει κατακρινομένοις τοὺς παλαιοὺς νόμους φυλάττεσθαι κελεύομεν. 〈Ἐπίλογος.〉 Προνοησάτω τοίνυν ἡ σὴ ἐνδοξότης τὸν παρόντα θεῖον ἡμῶν νόμον κατὰ ταύτην τὴν
25εὐδαίμονα πόλιν προθεῖναι, καὶ στεῖλαι κατὰ τὰς ἐπαρχίας καὶ καταφανῆ ποιήσαι τοῖς τούτων ἡγουμέ‐ νοις. ἐφ’ ᾧ πάντας τοὺς ὑπηκόους μαθεῖν ὅσην αὐτῶν
ποιούμεθα πρόνοιαν.

690

(1t)

ΡΛΕ
2tΠΕΡΙ ΤΟΥ ΜΗ ΑΝΑΓΚΑΖΕΣΘΑΙ ΤΙΝΑΣ ΕΚΣΤΑΣΙΩΙ
3tΧΡΗΣΑΣΘΑΙ.
4〈Προοίμιον.〉 Ὅσα τὸ θεῖον ἐξευμενίζεσθαι ὑφ’ ἡμῶν προτρέπεται, ταῦτα ἐπὶ τοῖς ὑπηκόοις
5αὐξάνεσθαί τε καὶ διαλάμπειν ἀγωνιζόμεθα. Ζωσάριός τις ἐκ τῆς Μυσῶν ἐπαρχίας καθεστὼς σὺν δάκρυσι δεηθεὶς ἡμῶν ἐδίδαξεν, ὡς ἐπὶ χρήμασι δημοσίοις τε καὶ ἰδιωτικοῖς μεθοδείαν ὑπομένων ὑπὸ τοῦ τῆς χώρας λαμπροτάτου ἄρχοντος ἐπὶ ὕβρει καὶ μόνῃ (οὐ γὰρ ἐπὶ τῶν χρημάτων πέπονθε περσεκουτίονος ἐπιδίδοσθαι λιβέλλους τῶν οἰκείων πραγμάτων αὐτοῦ)· ὅπερ ἀδικώτατον καὶ τῶν ἐν κεφαλαίοις λυπηρῶν καθέστηκε. ποῦ γὰρ δίκαιον, τὸν ἅπαξ ἐκ τοῦ συμβεβηκότος καὶ οὐ ῥᾳθυμίᾳ παραδεδομένον ἐκτὸς τῶν αὑτοῦ γεγονότα
10αὖθις ἀσχήμονα τὸν βίον ἑαυτῷ περιτιθέναι, καὶ τῆς ἐφημέρου τροφῆς ὡς εἰκὸς τῆς τε τοῦ σώματος σκέπης ἔξω βιαίως καταστῆναι;
13 Ταῦτα μαθόντες καὶ τῷ κρείττονι τὸ χεῖρον διορθώσασθαι πρὸς θεραπείαν τοῦ τε ἀγαθοῦ τῶν ἁπάντων θεοῦ καὶ τοῦ μή τι θλιβερὸν ἐπὶ ἡμῶν πολιτεύεσθαι προθυμηθέντες θεσπίζομεν. μηδενὶ ἐξεῖναι
15τῶν ἐνδοξοτάτων ἢ μεγαλοπρεπεστάτων ἀρχόντων ἐκστασίου πράγματος χάριν ἀνάγκην ἐπάγειν τινὶ τῶν τὰς εὐθύνας ἐπὶ ταῖς εἰρημέναις χρείαις (ἐπὶ χρήμασι τυχὸν δημοσίοις ἢ ἰδιωτικοῖς) ὑπομενόντων, ἢ τοιουτο‐ τρόποις αἰκισμῶν κεχρῆσθαι προφάσεσιν, ὡς ἂν αὐτοὺς τῆς τοῦ σώματος φειδομένους τιμωρίας αἱρεῖσθαι μᾶλλον τὴν τῶν ἰδίων στέρησιν δέχεσθαι, καὶ μὴ σὺν τῷ τῆς ἀπορίας ζυγῷ καὶ τῷ τῆς ἀσχημοσύνης πιέζεσθαι μέχρι θανάτου ὀνειδισμῷ. ὅρκον δὲ πρὸς τῶν προσκυνητῶν παρέχειν λογίων, ὡς οὔ τις αὐτῷ πρόφασις
20πραγμάτων χάριν ὑπολέλειπται ἢ χρυσίου, ὅθεν τὴν τοῦ χρέους ποιήσεται πλήρωσιν. εἰ δὲ δίκαια αὐτῷ τινα ὁ νόμος ἢ ἀπὸ κληρονομίας ἢ δωρεᾶς συγγενῶν δίδωσι κινητῶν ἢ ἀκινήτων πραγμάτων, καὶ τούτων ἔτι ἐντὸς μὴ κατέστη. ἁρμόζειν δὲ αὐτῷ φαίνεται, καὶ δυνατὸν μέρος ἐξ αὐτῶν ἢ καὶ τὸ ὅλον τοῖς ὀφειλο‐ μένοις συνάξαι (δίχα μέντοι τῶν τῆς γαμετῆς πραγμάτων, τῇ ἀληθείᾳ εἴπερ διαφέρει αὐτῇ), τοῦτο γίνεσθαι, καὶ ἄδειαν εἶναι τοῖς ὀφειλομένοις οἰκειοῦσθαι τὰς τοιαύτας ἀγωγὰς καὶ εἰς πρόσωπον τοῦ τότε τῶν δικαίων
25κυρίου τὰς ἐναγωγὰς ποιεῖσθαι, εἴτε πάρεστιν ὁ ὀφειλέτης εἴτε καὶ μή, καὶ εἰς πρόσωπον αὐτοῦ ἁπλῶς εἰπεῖν
τοῦ ὑπευθύνου ἐπὶ τῇ τοιαύτῃ ἐναγωγῇ ἢ ἐκδικήσει τῶν πραγμάτων καθεστάναι.

691

〈Ἐπίλογος.〉 Ἡ σὴ τοιγαροῦν ἐπιμελὴς καὶ φιλάρετος μεγαλοπρέπεια τὰ οὕτως ἡμῖν εὐσεβῶς παρα‐ στάντα παραφυλαξάτω, ιʹ χρυσίου λιτρῶν ἐπιτίμιον τῷ παραβαίνειν τι τῶν ἐπὶ τούτοις παρ’ ἡμῶν θεσπι‐ σθέντων τολμῶντε ὁρίζουσα. οὐδὲ γὰρ κινδύνου χωρίς, ἀλλὰ καὶ περὶ τὴν σωτηρίαν οὗτος ἐπαχθήσεται τοῖς ἕως ἐνθυμήσεως ψιλῆς παρασαλεύειν τὰ δικαίως παρ’ ἡμῶν διὰ τοῦδε τοῦ θείου νόμου τετυπωμένα ἐπιχει‐
5ροῦσι.
6tΡΛϛ
7tΠΕΡΙ ΑΡΓΥΡΟΠΡΑΤΙΚΩΝ ΣΥΝΑΛΛΑΓΜΑΤΩΝ.
8t〈Ὁ αὐτὸς βασιλεὺς Στρατηγίῳ, κόμητι λαργιτιόνων.〉
9〈Προοίμιον.〉 Οἱ ἐκ τοῦ συστήματος τῶν ἀργυροπρατῶν τῆς εὐδαίμονος ταύτης πόλεως ἱκέται
10γεγονότες τοῦ ἡμετέρου κράτους περὶ πολλῶν ἡμᾶς ᾔτησαν κεφαλαίων βοηθείας αἰτοῦντες τυχεῖν, οἷα καὶ αὐτοὶ πολλοῖς ἑαυτοὺς παρεχόμενοι χρησίμους, ἐξ ὧν ἀντιφωνήσεις καὶ δανείσματα ὑπέρχονται παντὸς κινδύνου μεστά. θείας γὰρ ἡμῶν οὔσης διατάξεως τῆς βουλομένης κατὰ τάξιν γίνεσθαι τὰς ἀπαιτήσεις, καὶ πρῶτον μὲν τοὺς ὑπευθύνους εὐθύνεσθαι καὶ τὰ αὐτῶν πράγματα, ὕστερον δὲ ἐγγυητὰς καὶ μανδάτωρας καὶ ἀντι‐ φωνητάς, ἐξῃρῆσθαι δὲ ταύτης τῆς νομοθεσίας τὸ κατ’ αὐτοὺς σύστημα καὶ πάσχειν τὰ πάντων δεινότατα,
15εἰ μέλλοιεν αὐτοὶ μὲν μὴ δύνασθαι χρῆσθαι τῇ τῆς διατάξεως βοηθείᾳ, ἀλλ’ εὐθὺς ἀπαιτεῖσθαι, εἰ δὲ ἀντι‐ φωνήσεις παρ’ ἑτέρων λάβοιεν, μὴ ποιεῖν αὐτοῖς τὸ ἱκανὸν τοὺς ἀντιφωνήσαντας ἢ τοὺς τούτων μανδάτωρας ἢ ἐγγυητάς. καὶ προσήκειν καὶ αὐτοῖς ἢ μετεῖναι τῶν κοινῶν νόμων ἢ μηδὲ αὐτοῖς ἀντικεῖσθαι τὴν ἡμε‐ τέραν διάταξιν. Θεσπίζομεν τοίνυν, ἡνίκα τινὲς τῶν ἀργύρου τραπέζης προεστώτων δανείσειάν τινι, καὶ ἢ ἀντιφώνησιν
20λάβοιεν ἢ ἐγγυητὰς ἢ μανδάτωρας, ἀντιτίθοιτο δὲ αὐτοῖς ἡ διάταξις καὶ ἡ ἐξ ἐκείνης εἰσαγομένη τάξις, τότε κρατεῖν καὶ ἐπ’ αὐτῶν τὴν διάταξιν, εἰ μὴ σύμφωνον ἰδικὸν ποιήσαιντο, ὥστε ἄδειαν εἶναι τῷ δανείσαντι χωρεῖν καὶ κατὰ τοῦ πρωτοτύπου καὶ 〈κατὰ τοῦ〉 μανδάτωρος καὶ τοῦ ἐγγυητοῦ, μὴ ἀναμένοντι τοὺς τῆς διατάξεως βαθμούς. διὰ γὰρ τὴν τῶν ἀργυροπρατῶν περὶ τὰ κοινὰ συμβόλαια σπουδὴν τὰ τοιαῦτα προσιέμεθα σύμ‐
φωνα, οὐ δοκοῦντα παρὰ τὸν νόμον εἶναι, διότι ἔξεστιν ἑκάστῳ τῶν δεδομένων αὐτῷ παρὰ τοῦ νόμου κατα‐

692

φρονεῖν. ἀλλ’ εἴ τι γένοιτο τοιοῦτο σύμφωνον, ἐξέστω αὐτοῖς καὶ κατὰ πρώτου τοῦ μανδάτωρος καὶ κατὰ τοῦ ἐγγυητοῦ καὶ κατὰ τῶν ἄλλων προσώπων χωρεῖν· ὥστε εἰ μὲν μὴ γέγραπται σύμφωνον, πάντως κρατεῖν καὶ ἐπ’ αὐτοῖς τὴν διάταξιν. εἰ δὲ γέγραπται τὸ σύμφωνον, εἶναι τὸ κανονίζον τὸ συνάλλαγμα κἀκεῖθεν τὰς εἰσπράξεις ἐπάγεσθαι.
5 Δεύτερον δὲ αὐτοῖς κεφάλαιον ἦν τὸ τῆς ἄλλης ἐξαιρέσεως, ἣν πρώην ἐποιήσαμεν, ἡνίκα τις προεστὼς ἀργύρου τραπέζης στρατεύοιτο ἢ τοὺς οἰκείους παῖδας στρατεύσειεν, ὥστε μὴ δύνασθαι ἀποχρῆσθαι τοὺς στρατευομένους αὐτῶν παίδας, ὡς μὴ ἐκ πατρῴων στρατευσαμένους χρημάτων ἢ ἑτέρωθεν αὐτοῖς πεπορι‐ σμένων, ἀλλ’ ἐκ τῶν δανεισάντων. καὶ ᾔτησαν καὶ αὐτοὶ ἢ μηδὲ ἐπ’ αὐτοῖς χώραν ἔχειν τὴν τοιαύτην πρό‐ ληψιν ἢ καὶ αὐτοῖς τὰ αὐτὰ ὑπάρξαι, ὥστε εἴ τις δανεισάμενος παρ’ αὐτῶν στρατεύοιτο ἢ καὶ οἱ αὐτοῦ
10παῖδες, καὶ μὴ δυνηθείη ἑτέρωθεν λῦσαι τὸ ὄφλημα, καὶ ἐκ διαπράσεως τῆς αὐτοῦ ἢ τῆς τῶν παίδων στρα‐ τείας τὸ ἱκανὸν αὐτοῖς γίνεσθαι. ἡμεῖς τοίνυν οὔτε ἁπλῶς τὸν νόμον τεθείκαμεν, ἀλλὰ μετὰ τῆς προση‐ κούσης παρατηρήσεως, οὔτε ἀνατρέπειν αὐτὸν ῥᾳδίως ὑπομένομεν, ἀλλὰ θεσπίζομεν, κρατούσης τῆς θείας διατάξεως καὶ τῆς προλήψεως ταύτης τῆς κατ’ αὐτῶν φερομένης κατὰ τὴν θείαν διάταξιν οὐκ ἀνῃρημένης, διότι δοκοῦσι πολλοῖς συμβάλλοντες οὐκ ἐξ οἰκείων ἅπαντα πράττειν χρημάτων, ἔχειν καὶ αὐτοὺς τὴν αὐτὴν
15προνομίαν, ὥστε εἴ τις στρατεύοιτο ἢ οἱ αὐτοῦ παῖδες, τὴν μὲν αὐτοῦ στρατείαν ὑποκεῖσθαι πάντως, εἴ γε τῶν πιπρασκομένων εἴη, ὁμοίως δὲ δὴ καὶ τὴν τῶν παίδων, πλὴν εἰ μὴ δειχθείη καὶ προφανέστατα παρ’ αὐτῶν, ὡς ἢ ἐκ μητρῴας τῶν παίδων οὐσίας ἢ ἐκ βασιλικῆς φιλοτιμίας ἡ στρατεία περιγέγονεν αὐτοῖς. εἰ γὰρ οὐκ ἔχοιεν λύσιν ἑτέραν τοῦ ὀφλήματος, τηνικαῦτα ἐκ τῆς στρατείας τῶν παίδων τὸ ἱκανὸν γίνεσθαι τοῖς ἀργύρου προεστῶσι τραπέζης. ἐφ’ ὧν δὴ τοῦτον τίθεμεν τὸν νόμον ἀντιτιθέντες τοῦτο τῇ παρὰ τῆς
20διατάξεως προλήψει· καὶ ὥσπερ ἐκείνη τὴν εἰρημένην πρόληψιν κατ’ αὐτῶν ἐποιήσατο, οὕτω καὶ ἡμεῖς τὴν ἀντίθετον αὐτῆς θεραπείαν διδόντες μόνοις τοῖς τοῦ εἰρημένου συστήματος φιλοτιμούμεθα διὰ τὸ κοινὸν τῆς αὐτῶν λυσιτελείας, ἣν παρέχονται τοῖς συναλλάγμασι, πολλοῖς ὁμιλοῦντες κινδύνοις ἵνα τὰς ἑτέρων θερα‐ πεύσαιεν χρείας. Κἀκεῖνο μέντοι οὐκ ἄπο τρόπου λέγειν ἔδοξαν, ὡς εἰ δανείσειάν τινι ἢ καὶ φθάσαντες ἐδάνεισαν εἰς
25ἀγορασίαν πραγμάτων τινῶν κινητῶν ἢ ἀκινήτων, καὶ ῥητὸν χρυσίον δοῖεν, καὶ ἐκ τῶν δανεισθέντων χρη‐ μάτων κτηθείη τὸ πρᾶγμα, πάντων αὐτοὺς ἐπὶ τῷ αὐτῷ πράγματι κυριώτερα ἔχειν δίκαια, καὶ μὴ πειρᾶσθαι μηδεμιᾶς διαστροφῆς, ἀλλ’ εἴπερ ἀποδείξαιεν ὅλως ἐκ τῶν χρημάτων αὐτῶν τοῦτο κτηθὲν καὶ μὴ δύναιντο τὸ ἱκανὸν διὰ χρημάτων ποιῆσαι αὐτοῖς οἱ δανεισάμενοι, αὐτὸ τὸ πρᾶγμα τὸ ἐκ τῶν χρημάτων αὐτῶν ὠνηθὲν προσκυροῦσθαι αὐτοῖς, ὡσανεὶ ταῖς μὲν ἀληθείαις παρ’ αὐτῶν ἀγορασθέν, ψιλῆς δὲ προσηγορίας ἐντεθείσης
30τῆς τοῦ ἐωνημένου. οὐδὲ γὰρ δίκαιόν ἐστι τοὺς τὰ οἰκεῖα χρήματα προϊεμένους μὴ καὶ πρώτην καὶ ἀναμ‐
φισβήτητον τάξιν ἐπὶ τοῖς ὠνηθεῖσι πράγμασιν ἔχειν, μόνον εἴπερ ὑποθήκης γένοιτο ἐν τοῖς ἐγγράφοις συναλ‐

693

λάγμασι μνήμη. τοῦτο γὰρ εἰ παραφυλάξαιεν, ἅπαν ἔχουσιν ὅσον ἡμᾶς ᾔτησαν, μᾶλλον δὲ ἔτι μεῖζον καὶ τῶν αἰτηθέντων, εἴ γε τιμιώτερα δίδομεν αὐτοῖς ἁπάντων δίκαια ἐπὶ τοῖς πράγμασι τοῖς δεικνυμένοις ἐκ τῶν χρημάτων αὐτῶν ἐωνῆσθαι. εἰ μέντοι ἄγραφον γέγονεν ἢ γένοιτο τὸ συνάλλαγμα, καὶ αὐτοὶ δοῖεν τὰ χρή‐ ματα ἢ εἴδη τινὰ (ὅπερ μάλιστα εἴωθεν ἐπὶ τῶν προεστώτων τραπέζης ἀργύρου γίνεσθαι, κόσμου πολλάκις
5ἢ ἀργύρου ἐπὶ τῶν τοιούτων διδομένου ἢ καὶ πιπρασκομένου), μὴ μέντοι τὸ τίμημα λάβοιεν, τηνικαῦτα ἐξεῖ‐ ναι αὐτοῖς ὡς οἰκεῖα ταῦτα ἐκδικεῖν, κἂν ὑποθήκας οὐκ ἔχοιεν. οὐ γὰρ ἐκεῖνοι κτήσονται τὰ ἀλλότρια, χρυ‐ σίον μὲν οὐ καταβάλλοντες, τὰ παρ’ ἑτέρων δὲ αὐτοῖς δεδομένα κατέχοντες μάτην; ἀλλ’ εἴτε κληρονομοῖντο, οἱ αὐτῶν κληρονόμοι ἢ ἀποδώσουσι τὰ ὑπὲρ αὐτῶν ἢ αὐτὰ τὰ δεδομένα, ἢ κἂν εἰ μὴ κληρονομηθεῖεν, ἐξέσται αὐτοῖς ταῦτα ἐκδικεῖν, μηδεμιᾶς ὑποθήκης κατ’ αὐτῶν ἐπὶ τοῖς αὐτῶν πράγμασι παρ’ ἄλλων προσγι‐
10νομένης κρατούσης. Ἐπειδὴ δὲ νόμον ἐθέμεθα, μὴ περαιτέρω τοὺς ἀργύρου τραπέζης προεστῶτας διμοιραίου τόκου δανείζειν, ἐδίδαξαν δέ, ὅτι καὶ ἀγράφως δανείζουσιν, ἀγνωμονοῦνται δὲ περὶ τὸν τόκον ὡς μὴ ἐγγράφου γενομένου τοῦ δανείσματος μηδὲ ἐπερωτήσεως παρεντεθείσης (τοῦτο δὴ τὸ δημῶδες τὸ μὴ προσήκειν ἀνεπερώτητον τρέχειν τόκον, καίτοιγε πολλῶν ὄντων θεμάτων ἐφ’ ὧν καὶ ἀνεπερώτητοι τόκοι καὶ ἐκ συμφώνου μόνου τίκτονται,
15ἐστι δὲ ὅτε οὐδὲ ἐκ συμφώνων, ἀλλ’ αὐτομάτως εἰσαγόμενοι ὅμως ἀπαιτοῦνται), διὰ τοῦτο θεσπίζομεν, μὴ μόνον τὸν ἐξ ἐπερωτήσεως αὐτοῖς δίδοσθαι τόκον, ἀλλὰ καὶ τὸν ἐξ ἀγράφων τοιοῦτον ὁποῖον ὁ νόμος αὐτοῖς δίδωσιν ἐπερωτᾶν, τουτέστι τὸν ἐκ διμοίρου τῆς ἑκατοστῆς. τοὺς γὰρ πᾶσι σχεδὸν τοῖς δεομένοις ἑτοίμους ὄντας βοηθεῖν οὐκ ἂν εἴη δίκαιον ὑπὸ τοιαύτης ἀδικεῖσθαι λεπτότητος. Καὶ τοῦτο δὲ ἡμᾶς ἐδίδαξαν. ὥς τινες συναλλάττοντες πρὸς αὐτοὺς γραμματεῖα καὶ λογοθέσια ποι‐
20οῦνται, καὶ τὰ μὲν ἐπ’ ἀγορᾶς τίθενται, τὰ δὲ αὐτοὶ συγγράφουσι τῇ οἰκείᾳ χειρί, τισὶ δὲ ὑπογράφουσιν ἑτέρων ταῦτα καταγραψάντων, καὶ ᾔτησαν, ὥστε εἴ τι τοιοῦτο γράψαιεν οἱ πρὸς αὐτοὺς συναλλάττοντες, ἐνέ‐ χεσθαι αὐτοὺς καὶ τὸ ἱκανὸν αὐτοῖς παρ’ αὐτῶν γίνεσθαι, καὶ μὴ ἀποκεχρῆσθαι καὶ λέγειν, ὡς τὰ μὲν συμ‐ βόλαια ἢ τὰς ὁμολογίας ἢ τὰ λογοθέσια ἅπαντα συνέγραψαν τῇ αὑτῶν χειρὶ ἢ ἑτέρων γραψάντων τούτοις ὑπεσημήναντο, οὐ μὴν τὸ περιεχόμενον αὐτοῖς χρυσίον δέδοται, ὥστε ἐντεῦθεν ὑποθήκας ἔχειν καὶ τόκον,
25κἂν εἰ μὴ γέγραπται, διμοιραῖον λαμβάνειν. ἡμεῖς τοίνυν, ἐπειδὴ τὰ τοιαῦτα κοινὰ καθέστηκε καὶ πολλῆς τῆς ἐπισκέψεως δεόμενα, μετὰ τοῦ προσήκοντος ἀποκρινόμεθα πρὸς ταῦτα. εἰ μὲν γάρ τις συμβόλαιον ἀγο‐ ραῖον ποιήσειε καὶ ὄλον οἰκείᾳ γράψειε χειρί. ἢ καὶ ὑπογράψειεν ἐν τοῖς παρ’ ἑτέρων γραφεῖσιν ἢ γραμματείοις
ἢ λογοθεσίοις, ἐνέχεσθαι αὐτὸν καὶ κληρονόμους αὐτοῦ πᾶσι προσήκειν θεσπίζομεν τρόποις, δηλαδὴ ταῖς

694

περσοναλίαις. οὐ γὰρ ἂν προχείρως δοίημεν ὑποθήκην τοῖς τοῦτο μὴ συμφωνήσασι, πλὴν εἰ μὴ δειχθείη ἐν τοῖς γράμμασιν ὅλως ὑπαρχόντων μνήμη γενομένη, 〈καὶ〉 ἢ ὑπόθοιντο τὰ ἑαυτῶν ἢ τοῦτο γοῦν τὸ ἁπλοῦν προσ‐ θεῖεν κινδύνῳ τῶν ὑπαρχόντων αὐτοῖς, ἢ ὅλως τι φθέγξονται ἢ γράψαιεν τοιοῦτον ὁποῖον εἰς ὑπο‐ θήκης ἔννοιαν φέρει. τότε γὰρ καὶ τὴν ὑποθήκην αὐτοῖς παρέχομεν, ὡς μήτε τὴν καθόλου φύσιν τῶν νόμων
5τῶν ἡμετέρων συνταράξαι μήτε αὐτοὺς ἀποστερῆσαι τῆς δυνατῆς βοηθείας. Τόκον δέ, εἰ μὲν ῥητὸν συμ‐ φωνήσαιεν. τὸν συμπεφωνημένον εἶναι. εἰ δὲ τοῦτο μόνον γέγραπται, ὡς ἐπὶ τόκῳ τὸ δάνεισμα συνέστη, μὴ δύνασθαι τοὺς συμβάλλοντας λέγειν, ὡς ἐπειδὴ οὐχ ὥρισται τόκος, διὰ τοῦτο ἄτοκόν ἐστι τὸ χρυσίον, ἀλλὰ κατὰ πρόληψιν ὡς τοῦ διμοιραίου τόκου ῥητῶς ὀνομασθέντος οὕτως τὴν εἴσπραξιν γίνεσθαι. καὶ τοῦτο μὲν τοῦ λοιποῦ παραφυλάττεσθαι. ἐπὶ δὲ τοῖς ἤδη γενομένοις λογοθεσίοις, εἰ καὶ μνήμη 〈μὴ〉 γέγονε τόκου (ἐπειδὴ
10πρόδηλόν ἐστιν ἐπὶ παντὸς ἀργύρου τραπέζης προεστῶτος 〈τὸ〉 ἐπὶ τόκοις συμβάλλειν, καὶ αὐτὸς τόκους τελῶν οὐκ ἂν δύναιτο τόκου χωρὶς δαπάνην διδόναι), ἐξεῖναι τὸν τόκον αὐτοῖς τὸν διμοιραῖον ἀπαιτεῖν, τοῦ μέντοι λοιποῦ ταῦτα παρατηρουμένοις ἅπερ ὁ παρὼν θεῖος νόμος δίδωσιν αὐτοῖς. Εἰς ἐκεῖνο μέντοι καὶ σφόδρα αὐτοῖς βοηθοῦμεν, ὥστε εἰ λογοθέσια προφέροιτο ἔχοντα ῥητῶς ἑκάστην αἰτίαν ἐγγεγραμμένην εἰς ἣν δέδοται τὸ χρυσίον, ὁ δὲ ὑπογράψειεν ἐν τοῖς αὐτοῖς λογοθεσίοις, εἰ καὶ ἑκάστην
15αὐτὸς οἰκείᾳ χειρὶ τὴν αἰτίαν οὐ γράψειεν, ἢ καὶ ὁμολογίαν τινὰ ὑπὲρ τούτου ποιήσαιτο εἴτε ἐν δανείσματος σχήματι εἴτε ἐν διαλύσεως εἴτε καὶ ἄλλως, μηκέτι δύνασθαι τὸν τοῦτο πράξαντα τῶν κατὰ μέρος αἰτιῶν ἀπαιτεῖν τὰς ἀποδείξεις, πλὴν εἰ μὴ κατὰ περιουσίαν ὅρκον ἐπαγαγεῖν βούλοιτο ἢ αὐτῷ ἢ κληρονόμοις τοῦ δανείσαντος. τοῦτο γὰρ μόνον αὐτῷ παρέχομεν, εἴσω μέντοι τῶν τῇ ἀναργυρίᾳ παρεχομένων χρόνων. εἰ γὰρ καὶ αὐτὸς φθάσει παρελθεῖν ὁ χρόνος, οὐδὲ ὅρκῳ βαρύνομεν αὐτούς· τοῦτο ὅπερ καὶ ἐν τοῖς καθόλου
20νόμοις ἐγράψαμεν. καίτοιγε οὐδὲ τοῦτο ἐχρῆν· τὸν γὰρ οἰκείᾳ χειρὶ γράψαντα ἢ καὶ δόντα λογοθέσιον ποῦ δίκαιον ἦν οὕτως ἐκμελῆ καθεστάναι καὶ νομίζειν, ὡς τὰ μὴ δεδομένα γράφειν; 〈Ἐπίλογος.〉 Τὰ τοίνυν παραστάντα ἡμῖν καὶ διὰ τοῦδε τοῦ θείου πραγματικοῦ δηλούμενα νόμου ἥ τε σὴ ἐνδοξότης καὶ πᾶς ἕτερος τῆς ἡμετέρας πολιτείας ἄρχων ἀκέραια φυλάττειν εἰς τὸ διηνεκὲς σπευσάτω,
ποινῆς librarum auri decem ἐπικειμένης κατὰ τῶν ταῦτα παραβαινόντων ἢ παραβαίνεσθαι συγχωρούντων.

695

(1t)

ΡΛΖ
2tΠΕΡΙ ΧΕΙΡΟΤΟΝΙΑΣ ΕΠΙΣΚΟΠΩΝ ΚΑΙ ΚΛΗΡΙΚΩΝ.
3tἘν ὀνόματι τοῦ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ ἡμῶν Αὐτοκράτωρ Καῖσαρ Φλάβιος Ἰουστινιανὸς Ἀλα‐
4tμανικὸς Γοτθικὸς Φραγγικὸς Γερμανικὸς 〈Ἀντικὸς Ἀλανικὸσ〉 Οὐανδαλικὸς Ἀφρικανὸς 〈εὐσεβὴσ〉 εὐτυχὴς ἔνδοξος
5t〈νικητὴσ〉 τροπαιοῦχος ἀεισέβαστος Αὔγουστος Πέτρῳ τῷ λαμπροτάτῳ μαγίστρῳ τῶν θείων ὀφφικίων.
6 〈Προοίμιον.〉 Εἰ τοὺς πολιτικοὺς νόμους, ὧν τὴν ἐξουσίαν ἡμῖν ὁ θεὸς κατὰ τὴν αὐτοῦ φιλανθρω‐ πίαν ἐπίστευσε, βεβαίους διὰ πάντων φυλάττεσθαι πρὸς ἀσφάλειαν τῶν ὑπηκόων σπουδάζομεν, πόσῳ μᾶλ‐ λον πλείονα σπουδὴν ὀφείλομεν θέσθαι περὶ τὴν τῶν ἱερῶν κανόνων καὶ θείων νόμων παραφυλακὴν τῶν ὑπὲρ τῆς τῶν ἡμετέρων ψυχῶν σωτηρίας ὁρισθέντων; οἱ γὰρ τοὺς ἱεροὺς κανόνας φυλάττοντες τῆς τοῦ
10δεσπότου θεοῦ βοηθείας ἀξιοῦνται, καὶ οἱ τούτους παραβαίνοντες αὐτοὶ ἑαυτοὺς τῇ κατακρίσει ὑποβάλλουσι. μείζονι δὲ ὑπόκεινται κατακρίσει οἱ ὁσιώτατοι ἐπίσκοποι, οἷς πεπίστευται καὶ ζητεῖν τοὺς κανόνας καὶ φυλάττειν εἴπερ τι τούτων παραβαινόμενον ἀνεκδίκητον καταλειφθείη. τῶν οὖν θείων κανόνων μὴ παρα‐ φυλαχθέντων διαφόρους προσελεύσεις ἐδεξάμεθα κατὰ κληρικῶν τε καὶ μοναχῶν, καί τινων ἐπισκόπων ὡς μὴ κατὰ τοὺς θείους κανόνας βιούντων, καὶ ἄλλοι δὲ εὕρηνται μηδὲ αὐτὴν τὴν τῆς ἁγίας προσκομιδῆς ἢ
15τοῦ ἁγίου βαπτίσματος προσευχὴν ἐπιστάμενοι. Τὸ τοῦ θεοῦ τοίνυν ἐννοοῦντες κρίμα τὴν ἐφ’ ἑκάστῳ τῶν προσαγγελθέντων ζήτησίν τε καὶ διόρ‐ θωσιν ἐκελεύσαμεν κανονικῶς προελθεῖν. εἰ γὰρ καὶ τὰ παρὰ τῶν λαϊκῶν ἁμαρτανόμενα οἱ γενικοὶ νόμοι οὐ συγχωροῦσι δίχα ζητήσεως καὶ ἐκδικήσεως καταλιμπάνεσθαι, πῶς τὰ παρὰ τῶν ἁγίων ἀποστόλων καὶ πατέρων ὑπὲρ τῆς πάντων τῶν ἀνθρώπων σωτηρίας κανονικῶς διατυπωθέντα περιιδεῖν ἀνασχώμεθα; πολ‐
20λοὺς δὲ ἐκ τούτου μάλιστα τοῖς ἁμαρτήμασιν εὕρομεν περιπεσόντας, διὰ τὸ μὴ γίνεσθαι τὰς συνόδους τῶν ὁσιωτάτων ἱερέων κατὰ τὰ ὁρισθέντα ὑπὸ τῶν ἁγίων ἀποστόλων καὶ τῶν ἁγίων πατέρων. εἰ γὰρ τοῦτο παρεφυλάχθη, ἕκαστος εὐλαβούμενος τὸν ἐπὶ τῆς συνόδου ἔλεγχον ἐσπούδαζεν ἂν καὶ τὰς θείας ἐκμαν‐ θάνειν λειτουργίας καὶ σωφρόνως βιοῦν, ἵνα μὴ τῇ κατακρίσει τῶν θείων κανόνων ὑποβληθείη. κἀκεῖνο δὲ οὐδὲν ἧττόν τισιν ἁμαρτημάτων γέγονε πρόφασις, ὅτι χωρὶς ἐξετάσεως καὶ τῆς ἐπὶ τῇ ὀρθῇ πίστει καὶ
25σεμνότητι βίου μαρτυρίας χειροτονοῦνται ἐπίσκοποί τε καὶ πρεσβύτεροι καὶ διάκονοι καὶ λοιποὶ κληρικοί. εἰ

696

γὰρ οἱ ἐπιτετραμμένοι εὔχεσθαι ὑπὲρ τοῦ λαοῦ ἀνάξιοι τῆς τοῦ θεοῦ ὑπηρεσίας εὑρεθεῖεν, πῶς ὑπὲρ τῶν τοῦ λαοῦ πλημμελημάτων ἐξιλεοῦσθαι δυνήσονται τὸν θεόν; ὅτι δὲ τὰς χειροτονίας τῶν ἱερέων μετὰ πάσης ἀκρι‐ βείας προσήκει γίνεσθαι, διδάσκει ἡμᾶς καὶ ὁ ἐν ἁγίοις Γρηγόριος ὁ θεολόγος ἐπόμενος τοῖς ἁγίοις ἀπο‐ στόλοις καὶ τοῖς θείοις κανόσι. λέγει γὰρ ἐν τῷ Μεγάλῳ Ἀπολογητικῷ οὕτως τίς δὲ τοῖς τοῦ Παύλου
5κανόσι καὶ ὅροις ἑαυτὸν παρεκτείνων, οὓς περὶ ἐπισκόπων ἔταξε καὶ πρεσβυτέρων, νηφαλέους, σώφρονας εἶναι, μὴ παροίνους, μὴ πλήκτας, διδακτικούς, ἀνεπιλήπτους ἐν ἅπασι καὶ ἀνεπιβάτους τοῖς πονηροῖς, οὐ πολὺ τὸ διαφεῦγον εὐρήσει τὴν τῶν κανόνων εὐθύτητα. καὶ πάλιν ὁ αὐτὸς λέγει οὕτως· καθαρθῆναι δεῖ πρῶτον, εἶτα καθᾶραι, σοφισθῆναι καὶ οὕτως σοφίσαι, γενέσθαι φῶς καὶ φωτίσαι, ἐγγίσαι θεῷ καὶ προσαγαγεῖν ἄλλους,
10ἁγιασθῆναι καὶ ἁγιάσαι, χειραγωγῆσαι μετὰ χειρῶν, συμβουλεῦσαι μετὰ συνέσεως. καὶ πάλιν ὁ αὐτὸς ἐν ἁγίοις Γρηγόριος περὶ τῶν αὐτῶν ἐν τῷ αὐτῷ λόγῳ τοῦτο γράφει· τίς ὁ πλάττων, καθάπερ αὐθημερὸν τοὺς πηλίνους, τὸν τῆς ἀληθοῦς λειτουργίας προστάτην, τὸν μετὰ ἀγγέλων στησόμενον καὶ μετὰ ἀρχαγγέλων δοξάσοντα καὶ Χριστῷ συνιερατεύσοντα; καὶ διὰ τούτων μὲν δείκνυσιν ὁ θεολόγος, ὁποίους δεῖ πρὸς τὴν ἱερωσύνην προβάλλεσθαι. περὶ δὲ τῶν
15ἀναξίως χειροτονουμένων ὁ αὐτὸς τάδε λέγει ἐν τῷ αὐτῷ λόγῳ· οἳ μηδὲν τῇ ἱερωσύνῃ προεισενεγκόν‐ τες μηδὲ τοῦ καλοῦ προταλαιπωρήσαντες ὁμοῦ τε μαθηταὶ καὶ διδάσκαλοι τῆς εὐσεβείας ἀναδείκνυνται, καὶ πρὶν καθαρθῆναι καθαίρουσι, χθὲς ἱερόσυλοι καὶ σήμερον ἱερεῖς, χθὲς τῶν ἁγίων ἔξω καὶ μυσταγωγοὶ σήμερον, παλαιοὶ τὴν κακίαν καὶ σχέδιοι τὴν εὐσέβειαν, ὃ ἔργον χάριτος ἀνθρωπίνης, οὐ τῆς τοῦ πνεύματος. ὅτι δὲ οἱ θεῖοι κανόνες κω‐
20λύουσι κληρικοὺς εἶναι τοὺς δευτέραν γαμετὴν λαβόντας, καὶ ὁ ἐν ἁγίοις Βασίλειος διδάσκων οὕτως λέγει τοὺς δευτερογάμους παντελῶς ὁ κανὼν τῆς ὑπηρεσίας ἀπέκλεισε. καὶ ταῦτα μὲν ὁ ἐν ἁγίοις Βασίλειος. τοσοῦτον δὲ οἱ ἅγιοι πατέρες τῆς ἱερωσύνης ἐφρόντισαν, ὅτι οἱ ἐν Νικαίᾳ συνελθόντες κανόνα ἐξέθεντο οὕτως ἔχοντα· ἀπηγόρευσε καθόλου ἡ μεγάλη σύνοδος μήτε ἐπισκόπῳ μήτε πρε‐ σβυτέρῳ μήτε διακόνῳ μήτε ὅλως τῶν ἐν τῷ κλήρῳ τινὶ ἐξεῖναι συνείσακτον ἔχειν,
25πλὴν εἰ μὴ ἄρα μητέρα ἢ θείαν ἢ ἃ μόνα πρόσωπα ὑποψίαν διαφεύγει. Τοῖς οὖν ὑπὸ τῶν θείων κανόνων ὁρισθεῖσιν ἀκολουθοῦντες τὸν παρόντα ποιούμεθα νόμον, δι’ οὗ
θεσπίζομεν, ὁσάκις χρεία γένηται ἐπίσκοπον χειροτονηθῆναι, συνιέναι τοὺς κληρικοὺς καὶ τοὺς πρώτους τῆς

697

πόλεως ἧς μέλλει ἐπίσκοπος χειροτονεῖσθαι, καὶ προκειμένων τῶν ἁγίων εὐαγγελίων ἐπὶ τρισὶ προσώποις ψηφί‐ σματα ποιεῖν, καὶ ἕκαστον αὐτῶν ὀμνύναι κατὰ τῶν θείων λογίων, καὶ ἐγγράφειν ἐν αὐτοῖς, ὅτι οὔτε διὰ δόσιν οὔτε διὰ ὑπόσχεσιν ἢ φιλίαν ἢ χάριν ἢ ἄλλην οἱανδήποτε προσπάθειαν, ἀλλ’ εἰδότες αὐτοὺς τῆς ὀρθῆς καὶ καθο‐ λικῆς πίστεως καὶ σεμνοῦ βίου καὶ ὑπὲρ τὸ τριακοστὸν ἔτος εἶναι, τούτους ἐπελέξαντο, καὶ ὅτι οὔτε γαμετὴν
5οὔτε παῖδας ἴσασί τινα ἐξ αὐτῶν ἔχειν ἢ παλλακὴν ἢ παῖδας φυσικοὺς γινώσκουσιν αὐτοὺς ἐσχηκέναι ἢ ἔχειν, ἀλλ’ εἰ καὶ πρότερόν τις ἐξ αὐτῶν γαμετὴν εἶχε, καὶ αὐτὴν μίαν καὶ οὐδὲ χήραν οὐδὲ ἀνδρὸς ἀποζευχθεῖσαν οὐδὲ τοῖς ἱεροῖς κανόσιν [καὶ νόμοις] ἀπηγορευμένην, ἀλλ’ οὐδὲ πολιτευόμενον ἢ ταξεώτην τινὰ τῶν ψηφιζο‐ μένων εἶναι γινώσκουσι, πλὴν εἰ μὴ ἐν μοναστηρίῳ οὐχ ἧττον δεκαπέντε ἐνιαυτῶν μοναχικὸν ὁ πολιτευόμενος ἢ ὁ ταξεώτης βίον ἀδιαβλήτως ἐξετέλεσε· δηλαδὴ τῆς ἔμπροσθεν ἡμῖν εἰρημένης παρατηρήσεως καὶ ἐπὶ τού‐
10των τῶν προσώπων ἐν τοῖς γινομένοις περὶ αὐτῶν ψηφίσμασι φυλαττομένης, ἵνα ἐκ τῶν οὔτως ψηφιζομένων τριῶν προσώπων ὁ βελτίων χειροτονηθῇ τῇ ἐπιλογῇ καὶ τῷ κρίματι τοῖ χειροτονοῦντος. ἀπαιτεῖσθαι δὲ πρότερον τὸν μέλλοντα χειροτονεῖσθαι παρὰ τοῦ χειροτονοῦντος λίβελλον μεθ’ ὑπογραφῆς ἰδίας περιέχοντα τὰ περὶ τῆς ὀρθῆς αὐτοῦ πίστεως· ἀπαγγέλλειν δὲ τοῦτον καὶ τὴν θείαν προσκομιδὴν τὴν ἐπὶ τῇ ἁγίᾳ κοι‐ νωνίᾳ γινομένην καὶ τὴν ἐπὶ τῷ ἁγίῳ βαπτίσματι εὐχὴν καὶ τὰς λοιπὰς προσευχάς. ὅρκον δὲ ὑπέχειν καὶ
15αὐτὸν τὸν χειροτονούμενον κατὰ τῶν θείων γραφῶν, ὡς οὔτε δι’ ἑαυτοῦ οὔτε δι’ ἑτέρου προσώπου δέδωκέ τι ἢ ὑπέσχετο οὐδὲ μετὰ ταῦτα δώσει ἢ αὐτῷ τῷ χειροτονοῦντι αὐτὸν ἢ τοῖς τὰ ψηφίσματα εἰς αὐτὸν ποιησαμένοις ἢ ἑτέρῳ τῶν πάντων τινὶ ὑπὲρ τῆς εἰς αὐτὸν γενησομένης χειροτονίας. εἴ τις δὲ παρὰ τὴν μνημονευθεῖσαν παραφυλακὴν ἐπίσκοπος χειροτονηθῇ, κελεύομεν καὶ αὐτὸ πᾶσι τρόποις τῆς ἐπισκοπῆς ἐκ‐ βάλλεσθαι καὶ τὸν παρὰ ταῦτα τολμήσαντα χειροτονῆσαι.
20 Εἰ δέ τις κατηγορίαν τινὰ ποιήσεται κατὰ τοῦ μέλλοντος χειροτονεῖσθαι ἐπισκόπου ἢ πρεσβυτέρου ἢ διακόνου ἢ ἄλλου κληρικοῦ ἢ καὶ ἡγουμένου ἐφ’ οἱᾳδήποτε αἰτίᾳ, ἀναβαλλέσθω ἡ τοιαύτη χειροτονία, καὶ γινέσθω πρότερον ἐξέτασις τῆς κατηγορίας, παρόντος καὶ τοῦ κατηγόρου καὶ ἐπεξιόντος τοῖς παρ’ αὐτοῦ προσαγγελθεῖσιν. εἰ δὲ καὶ ἀπολιμπάνοιτο ἢ ἀναβάλλοιτο ὁ κατήγορος, καὶ οὕτως ὁ τὴν χειροτονίαν μέλλων ποιεῖσθαι ζήτησιν ἀκριβεστάτην ποιείσθω μηνῶν εἴσω τριῶν. καὶ εἰ μὲν ὑπεύθυνον εὕροι τὸν τὴν κατη‐
25γορίαν ὑπομείναντα εἴτε κατὰ τοὺς θείους κανόνας εἴτε κατὰ τοὺς ἡμετέρους νόμους, κωλυέσθω ἡ χειροτονία· εἰ δὲ ἀνεύθυνος φανείη εἴτε παρόντος τοῦ κατηγόρου ἢ καὶ ἀπόντος, γινέσθω ἡ χειροτονία. ὁ δὲ κατήγορος,
εἴτε παρὼν μὴ ἀποδείξει εἴτε ἀποφύγοι, εἰ μὲν κληρικὸς εἴη, ἐξωθείσθω τοῦ οἰκείου βαθμοῦ, εἰ δὲ λαϊκὸς

698

εἴη, τὸν προσήκοντα σωφρονισμὸν ὑπομενέτω. εἰ δέ τις πρὸ ἐξετάσεως τὸν κατηγορηθέντα χειροτονήσει, ὅ τε χειροτονήσας καὶ ὁ χειροτονηθεὶς τῆς ἱερωσύνης ἐξωθείσθω. Ἐπειδὴ δὲ τὸ τοῖς κανόσιν εἰρημένον περὶ τῶν συνόδων τῶν ὁσιωτάτων ἐπισκόπων τῶν ὀφειλουσῶν καθ’ ἑκάστην ἐπαρχίαν γίνεσθαι μέχρι τοῦ νῦν ***** μὴ παραφυλαχθὲν τῶν ἀναγκαιοτάτων ἐστὶν ἐπαν‐
5ορθῶσαι, οἱ μὲν οὖν ἅγιοι ἀπόστολοι καὶ οἱ πατέρες ὥρισαν δεύτερον ἔτους ἑκάστου γίνεσθαι συνόδους τῶν ὁσιωτάτων ἱερέων ἤτοι ἐπισκόπων ἐν ἑκάστῃ ἐπαρχίᾳ, καὶ τὰ ἀναφυόμενα ἐξετάζεσθαι, καὶ τῆς προση‐ κούσης ἀξιοῦσθαι διορθώσεως, τουτέστι μίαν μὲν τῇ τετάρτῃ ἑβδομάδι τῆς ἁγίας πεντηκοστῆς, τὴν δὲ ἄλλην κατὰ τὸν Ὀκτώβριον μῆνα. ἡμεῖς δὲ εὑρόντες, ὡς ἐκ τῆς τοιαύτης ἀμελείας πολλοὶ διαφόροις ἁμαρτήμασι περιεβλήθησαν, κελεύομεν πᾶσι τρόποις μίαν σύνοδον γίνεσθαι καθ’ ἕκαστον ἔτος ἐν ἑκάστῃ ἐπαρχίᾳ ἢ τῷ
10Ἰουνίῳ ἢ τῷ Σεπτεμβρίῳ μηνί, καὶ συνιέναι παρὰ μὲν τοῖς μακαριωτάτοις πατριάρχαις ἐκείνους τοὺς παρ’ αὐτῶν μὲν χειροτονουμένους μὴ ἔχοντας δὲ δίκαιον ἄλλους ἐπισκόπους χειροτονεῖν, παρὰ δὲ τοῖς ὁσιωτάτοις μητροπολίταις ἑκάστης ἐπαρχίας τοὺς ὑπ’ αὐτῶν χειροτονουμένους, ἐφ’ ᾧ τὰς κινουμένας αἰτίας ἢ τὰ παρά τινων προσαγγελλόμενα ἢ προφάσει πίστεως ἢ κανονικῶν ζητήσεων ἢ διοικήσεως ἐκκλησιαστικῶν πραγμάτων ἢ περὶ ἐπισκόπων ἢ πρεσβυτέρων ἢ διακόνων ἢ ἄλλων κληρικῶν ἢ περὶ ἡγουμένων ἢ μοναχῶν, ἢ περὶ
15κατεγνωσμένου βίου ἢ καὶ ἄλλων τινῶν δεομένων ἐπανορθώσεως κινεῖσθαί τε καὶ προσηκόντως ἐξετάζεσθαι, καὶ τὴν ἐπ’ αὐτοῖς διόρθωσιν προϊέναι τοῖς θείοις κανόσι καὶ τοῖς ἡμετέροις νόμοις συμβαίνουσαν. Μὴ μόνον δὲ ἐν ταῖς καθ’ ἕκαστον ἔτος γενησομέναις συνόδοις ταῦτα ζητεῖσθαι, ἀλλὰ καὶ ὁσάκις ἄν τινες κατηγορηθεῖεν τῶν ἱερέων ἢ κληρικῶν ἢ ἡγουμένων ἢ μοναχῶν ἢ περὶ πίστεως ἢ περὶ αἰσχροῦ βίου ἢ ὡς παρὰ τοὺς θείους κανόνας τι διαπραττόμενοι. καὶ εἰ μὲν ἐπίσκοπος εἴη ὁ κατηγορούμενος, τὸν τούτου
20μητροπολίτην ἐξετάζειν τὰ λεγόμενα, εἰ δὲ μητροπολίτης εἴη, τὸν μακαριώτατον ἀρχιεπίσκοπον ὑφ’ ὃν τελεῖ, εἰ δὲ πρεσβύτερος ἢ διάκονος ἢ ἄλλος κληρικὸς ἢ ἡγούμενος ἢ μοναχός, τὸν ὁσιώτατον ἐπίσκοπον ὑφ’ ὃν οὗτοι τελοῦσιν ἐξετάζειν τὰ προσαγγελλόμενα, καὶ τῆς ἀληθείας ἀποδεικνυμένης ἕκαστον πρὸς τὸ πταῖσμα κανονικοῖς ἐπιτιμίοις ὑποβάλλεσθαι τῷ κρίματι τοῦ ἐξετάζοντος. Ταῦτα δὲ πάντα κρατεῖν μὴ μόνον ἐπὶ τῶν μετὰ ταῦτα χειροτονουμένων ἐπισκόπων τε καὶ κληρικῶν καὶ ἡγουμένων, ἀλλὰ καὶ ἐπὶ τῶν νῦν ὄντων
25καὶ ὑπό τινων ὡς εἰκὸς ἐπί τισιν αἰτίαις ἀπηγορευμέναις τοῖς θείοις κανόσι καὶ τοῖς ἡμετέροις νόμοις κατη‐

699

γορουμένων. τούτων γὰρ οὕτω φυλαττομένων καὶ οἱ λαϊκοὶ πολλῆς ἐντεῦθεν περί τε τὴν ὀρθὴν πίστιν καὶ τὸν σεμνὸν βίον προκοπῆς τε καὶ ἐπανορθώσεως ἀξιωθήσονται. Πρὸς τούτοις κελεύομεν πάντας ἐπισκόπους τε καὶ πρεσβυτέρους μὴ κατὰ τὸ σεσιωπημένον, ἀλλὰ μετὰ φωνῆς τῷ πιστοτάτῳ λαῷ ἐξακουομένης τὴν θείαν προσκομιδὴν καὶ τὴν ἐπὶ τῷ ἁγίῳ βαπτίσματι προσευχὴν
5ποιεῖσθαι, πρὸς τὸ κἀντεῦθεν τὰς τῶν ἀκουόντων ψυχὰς εἰς πλείονα κατάνυξιν καὶ τὴν πρὸς τὸν δεσπότην θεὸν διανίστασθαι δοξολογίαν. οὕτως γὰρ καὶ ὁ θεῖος ἀπόστολος διδάσκει, λέγων ἐν τῇ πρὸς Κορινθίους πρώτῃ ἐπιστολῇ· ἐπεὶ ἐὰν εὐλογήσῃς τῷ πνεύματι, ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου πῶς ἐρεῖ τὸ ἀμὴν τῷ θεῷ ἐπὶ τῇ σῇ εὐχαριστί; ἐπειδὴ τί λέγεις οὐκ οἵδε. σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς, ἀλλ’ ὁ ἕτερος οὐκ οἰκοδομεῖται. καὶ πάλιν ἐν τῇ πρὸς Ῥωμαίους οὕτως λέγει·
10καρδίᾳ μὲν γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν. διὰ ταῦτα τοίνυν προσήκει τὴν ἐπὶ τῇ ἁγίᾳ προσκομιδῇ καὶ τὰς ἄλλας προσευχὰς μετὰ φωνῆς παρὰ τῶν ὁσιωτά‐ των ἐπισκόπων τε καὶ πρεσβυτέρων προσφέρεσθαι τῷ κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ τῷ θεῷ ἡμῶν σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι. γινωσκόντων τῶν ὁσιωτάτων ἱερέων, ὡς εἴπερ τι τούτων παρίδοιεν, καὶ τῇ φοβερᾷ κρίσει τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἀπολογήσονται καὶ οὐδὲ ἡμεῖς ταῦτα
15γινώσκοντες ἐφησυχάσομεν ἢ ἀνεκδίκητα καταλείπομεν. Κελεύομεν δὲ καὶ τοὺς τῶν ἐπαρχιῶν ἄρχοντας, εἴπερ ἀμελούμενόν τε τῶν παρ’ ἡμῶν νομοθετηθέντων ἴδοιεν, πρῶτον μὲν κατεπείγειν τοὺς μητροπολίτας καὶ τοὺς ἄλλους ἐπισκόπους τὰς εἰρημένας συνόδους ποιεῖσθαι καὶ πάντα πληροῦν ὅσα περὶ τῶν συνόδων διὰ τοῦ παρόντος παρεκελευσάμεθα νόμου; εἰ δὲ ἀναβαλλομένους αὐτοὺς ἴδοιεν, τηνικαῦτα μηνύειν ἡμῖν πρὸς τὸ ἐξ ἡμῶν τὴν προσήκουσαν διόρθωσιν προϊέναι κατὰ τῶν ὑπερτιθεμένων τὰς συνόδους ποιεῖν. ἐπισταμένων
20αὐτῶν τε τῶν ἀρχόντων καὶ τῶν πειθομένων αὐτοῖς τάξεων, ὡς εἴπερ μὴ ταῦτα παραφυλάξουσιν, ἐσχάταις ὑποβληθήσονται τιμωρίαις. Βεβαιοῦμεν δὲ καὶ διὰ τοῦ παρόντος νόμου ἅπαντα τὰ παρ’ ἡμῶν ἐν δια‐ φόροις διατάξεσι νενομοθετημένα περί τε ἐπισκόπων καὶ πρεσβυτέρων καὶ λοιπῶν κληρικῶν καὶ πρός γε ξενοδόχων καὶ πτωχοτρόφων καὶ ὀρφανοτρόφων καὶ τῶν λοιπῶν ὅσοι εὐαγῶν οἴκων προΐστανται. 〈Ἐπίλογος.〉 Τὰ τοίνυν παραστάντα ἡμῖν καὶ διὰ τοῦδε τοῦ θείου δηλούμενα νόμου ἡ σὴ ἐνδοξότης
25διὰ προθεμάτων κατὰ τοὺς συνήθεις τόπους τῆς βασιλίδος πόλεως προτιθεμένων εἰς γνῶσιν πάντων ἀγαγεῖν
σπουδασάτω καὶ καταφανῆ ποιῆσαι τοῖς τῶν ἐπαρχιῶν ἡγουμένοις.

700

(11t)

ΡΛΘ
12tΣΥΓΧΩΡΗΣΙΣ ΠΟΙΝΗΣ ΠΕΡΙ ΤΩΝ ΑΘΕΜΙΤΩΝ ΓΑΜΩΝ.
13tἘν ὀνόματι τοῦ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ ἡμῶν Αὐτοκράτωρ Καῖσαρ Φλάβιος Ἰουστινιανὸς Φλώρῳ
14t〈κόμητι τῶν θείων πριβάτων〉.
15 〈Προοίμιον.〉 Ἀνήγαγεν ἡμῖν ἡ σὴ ἐνδοξότης τοὺς ἀπὸ Σινδύος τῆς κώμης καὶ τοὺς Ἑβραίους τῆς 〈τῶν〉 Τυρίων γάμους ἀθεμίτους συμβάλλοντας ὑπὸ τὴν θείαν ἡμῶν γενέσθαι διάταξιν, καὶ οὐδὲ τὴν τετάρτην μοῖραν τῆς αὐτῶν διδόναι περιουσίας κατὰ τὰ περὶ τούτου προστεταγμένα, ἤδη δὲ καί τινας ἐξ αὐτῶν τρίτης ἡλικίας καθεστάναι καὶ παίδων εἶναι πατέρας, καὶ διὰ τοῦτο μετὰ δακρύων ἱκετεῦσαι μὴ ἂν ἀναγκασθῆναι νῦν ἀποπέμψαι τὰς γαμετάς, ἀλλὰ καὶ ἔχειν αὐτὰς καὶ τοὺς ἐξ αὐτῶν γενομένους ἢ γενησομένους παῖδας δια‐
20δόχους αὐτῶν καθεστάναι, καὶ μηδεμίαν αὐτοὺς ἐντεῦθεν εὐλαβεῖσθαι ποινήν. Θεσπίζομεν τοίνυν ὑπὲρ τῆς τοιαύτης συγχωρήσεως αὐτοὺς δοῦναι ἀνὰ δέκα λίτρας χρυσίου διὰ τὰς
ἔμπροσθεν εἰρημένας αἰτίας, αὐτοῖς δὲ καὶ μόνον συγχωρηθῆναι καὶ τὴν μείζονα ποινήν, καὶ ἔχειν αὐτοὺς

701

καὶ τὰς συνοικούσας καὶ τοὺς ἐκεῖθεν τεχθέντας τε καὶ τεχθησομένους ὡς εἰκὸς αὐτοῖς suους καὶ διαδόχους· οὐκ εἰς παράδειγμα ἑτέρων τοῦτο παρ’ ἡμῶν θεσπισθέν, ἀλλ’ εἰδότος ἑτέρου αἰτήσειε, πρὸς τῷ μηδενὸς τυγχάνειν τῶν αἰτουμένων τήν τε οὐσίαν ἀποβαλεῖ καὶ πρός γε τὰς εἰς τὸ σῶμα ποινὰς ὑποστὰς ἐξορίαν οἰκήσει διηνεκῆ. οὐδεὶς δὲ παρενοχλήσει τοὺς παρ’ ἡμῶν ἀξιωθέντας ἰδικῆς φιλοτι‐
5μίας οὐδὲ γυναῖκας αὐτῶν ἢ παῖδας ὄντας ἢ ἐσομένους ἢ περιουσίας, οὔτε ἐκ ψήφου τοῦ σοῦ δικαστηρίου οὔτε καθ’ ἕτερον οἱονδήποτε τρόπον. 〈Ἐπίλογοσ〉 Ἡ τοίνυν σὴ ἐνδοξότης τὰ παραστάντα ἡμῖν καὶ διὰ τοῦδε τοῦ θείου δηλούμενα πραγματικοῦ τύπου δύναμιν ἔχοντος καὶ ἰδικῆς ἡμῶν φιλοτιμίας ἔργῳ καὶ πέρατι παραδοῦναι σπευσάτω.
9tΡΜ
10tΩΣΤΕ ΔΥΝΑΣΘΑΙ ΚΑΤΑ ΣΥΝΑΙ‐
11tΝΕΣΙΝ ΛΥΕΙΝ ΤΟΝ ΓΑΜΟΝ.
12t〈Αὐτοκράτωρ Ἰουστῖνος Ἰουλιανῷ ἐπάρχῳ πόλεως.〉
16 〈Προοίμιον.〉 Γάμου σεμνότερον ἀνθρώποις οὐδέν ἐστιν, ἐξ οὗ παῖδες καὶ τῶν ἐφεξῆς γενῶν διαδοχαὶ χωρίων τε καὶ πόλεων οἰκήσεις καὶ πολιτείας ἀρίστη σύστασις. διὸ τοὺς γάμους εὐτυχεῖς εἶναι τοῖς συμ‐
20βάλλουσιν οὕτως εὐχόμεθα, ὡς μήποτε σκαιοῦ δαίμο‐ νος ἔργον τούτους γενέσθαι, μηδὲ τοὺς γήμαντας ἀπ’ ἀλλήλων χωρίζεσθαι δικαίαν τῆς τοῦ γάμου λύσεως οὐκ ἔχοντας πρόφασιν. ἀλλ’ ἐπειδήπερ δύσκολον εἰς πάντας ἀνθρώπους τοῦτο φυλάττεσθαι (ἐν γὰρ πλήθει
25τοσούτῳ μὴ καί τινας παρεμπίπτειν ἀλόγους δυσ‐ μενείας τῶν ἀμηχάνων καθέστηκε), προσήκειν ἐνομί‐
σαμεν τούτου ἐξευρεῖν τινα θεραπείαν, καὶ μάλιστα

702

ἔνθα τὰ τῆς μικροψυχίας εἰς τοσοῦτον ἀρθείη, ὡς καὶ μῖσος ἀδιάλλακτον ἐγγενέσθαι τοῖς συνοικοῦσι. τὰ μὲν οὖν παλαιὸν ἐξῆν ἀκινδύνως τοὺς τοιούτους ἀπ’ ἀλλήλων χωρίζεσθαι κατὰ κοινὴν γνώμην τε καὶ
5συναίνεσιν τοῦτο πράττοντας, ὥστε καὶ νόμους κεῖσθαι πολλοὺς τοῦτο λέγοντάς τε καὶ διορίζοντας καὶ bona gratia τὴν οὕτω προϊοῦσαν λύσιν τῶν γάμων τῇ πα‐ τρίῳ καλοῦντας φωνῇ. ὕστερον δὲ τῷ τῆς θείας λήξεως γενομένῳ ἡμῶν πατρὶ εὐσεβείᾳ τε καὶ σωφρο‐
10σύνῃ τοὺς πώποτε βεβασιλευκότας ἅπαντας ὑπερβα‐ λομένῳ, πρὸς τὴν ἑαυτοῦ χρηστήν τε καὶ βεβαίαν ἀποβλέψαντι προαίρεσιν, οὐ μὴν τῆς τῶν ἄλλων τα‐ λαιπώρου τε καὶ μικροψύχου γνώμης στοχασαμένῳ γέγραπται νόμος εἴργων κατὰ συναίνεσιν λύεσθαι
15τοὺς γάμους· ὃν ἠβουλόμεθα καὶ ἡμεῖς σφόδρα κρα‐ τεῖν καὶ μένειν ἐφ’ ἑαυτοῦ. πολλοὶ δὲ προσῆλθον ἡμῖν τὸν πρὸς ἀλλήλους γάμον μισοῦντές τε καὶ ἀπο‐ στρεφόμενοι, πολέμους τε καὶ μάχας οἴκοι διὰ τοῦτο γενομένους αἰτιώμενοι (τοῦτο ὅπερ λίαν ἐπώδυνον καὶ
20ἄλλως ἀνιαρὸν καθέστηκε) διαλύειν τε τοῦτον δεό‐ μενοι, κἂν αἰτίας οὐκ εἶχον λέγειν, ἐξ ὧν ἀδεῶς ὁ νόμος ἐδίδου τοῦτο ποιεῖν αὐτοῖς. τὴν δὲ περὶ ταῦτα τούτων ἐπιθυμίαν τε καὶ σπουδὴν ἐπί τινα χρόνον ἀνεβαλλόμεθα, ποτὲ μὲν παραινοῦντες ποτὲ δὲ καὶ
25ἀπειλοῦντες παύσασθαι τοῦ κατ’ ἀλλήλων ἀλόγου μίσους πρὸς ὁμόνοιάν τε χωρεῖν καὶ τῆς καλλίονος γίνεσθαι γνώμης. ἐπράττομεν δὲ πλέον οὐδέν, ἐπεὶ δύσκολον διαλλάξαι τοὺς ἅπαξ ἀλογίστῳ πάθει τε καὶ μίσει κεκρατημένους. ἐνίους γὰρ τούτων συμβέβηκε καὶ
30πρὸς ἐπιβουλὰς χωρῆσαι κατ’ ἀλλήλων, δηλητηρίοις τε καί τισιν ἄλλοις εἰς θάνατον ἄγουσι χρήσασθαι, ὥστε μηδὲ παῖδας αὐτοῖς γενομένους πολλάκις ἰσχύειν εἰς μίαν καὶ τὴν αὐτὴν τούτους γνώμην συνάπτειν. Ταῦτα τοίνυν ἀλλότρια τῶν ἡμετέρων εἶναι κρί‐
35ναντες χρόνων ἐπὶ τὸν παρόντα θεῖον εἴδομεν νόμον, δι’ οὗ θεσπίζομεν ἐξεῖναι κατὰ τὸ παλαιὸν τὰς ἐκ
συναινέσεως διαλύσεις ἐπὶ τῶν γάμων ποιεῖσθαι, κρα‐

703

τεῖν δὲ μηκέτι τὰς τεταγμένας ποινὰς τῇ διατάξει τοῦ ἡμετέρου πατρὸς ἐπὶ τῶν κατὰ συναίνεσιν τοὺς γάμους διαλυόντων εἰ γὰρ ἡ ἀμοιβαδὸν διάθεσις τοὺς γά‐ μους συνίστησιν, εἰκότως ἐναντία γνώμη τούτους κατὰ
5συναίνεσιν διαλύει, τῶν ταύτην δηλούντων στελλο‐ μένων διαζυγίων. πρόδηλον δὲ ὡς τὰ ἄλλα πάντα, ὁπόσα τοῖς νόμοις καὶ διαφερόντως ταῖς θείαις [ἡμῶν] διατάξεσι τοῦ ἡμετέρου πατρὸς διηγόρευται περί τε τῶν γάμων καὶ τῶν παίδων καὶ τῶν αἰτιῶν, ἐξ ὧν
10ἐπιτέτραπται διαλύειν τὸν γάμον, ἢ καὶ λόγου χωρὶς οὐ κατὰ κοινὴν μέντοι γνώμην, καθάπερ ὁ παρὼν ἡμῶν διατάττει θεσμός, τοῦτο πραττόντων, καὶ τῶν διωρισμένων αὐταῖς ποινῶν κρατήσει καὶ ἐκ τοῦ παρ‐ όντος ἡμῶν νόμου καὶ διὰ πάντων ἕξει τὴν ἰδίαν
15ἰσχύν. 〈Ἐπίλογος.〉 Τὰ τοίνυν παραστάντα ἡμῖν καὶ διὰ τοῦ παρόντος θείου δηλούμενα νόμου ἡ σὴ ἐνδοξότης τῷ συνήθει τρόπῳ φανερὰ πᾶσι γενέσθαι προσταξάτω κατὰ τὴν βασιλίδα ταύτην πόλιν.
22tΡΜΑ
23tΙΔΙΚΤΟΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΙΤΑΙΣ ΙΟΥΣΤΙΝΙΑΝΟΥ ΠΕΡΙ
24tΑΣΕΛΓΑΙΝΟΝΤΩΝ.
25 〈Προοίμιον.〉 Τῆς τοῦ θεοῦ φιλανθρωπίας καὶ ἀγαθότητος ἀεὶ μὲν πάντες δεόμεθα, μάλιστα δὲ νῦν, ὅτε διὰ τὸ πλῆθος τῶν ἡμαρτημένων ἡμῖν πολυτρόπως αὐτὸν παρωργίσαμεν. καὶ ἠπείλησε μὲν καὶ ἔδειξεν ὧν ἄξιοι κατὰ τὰς ἡμετέρας ἁμαρτίας ἐσμέν, ἐφιλανθρωπεύσατο δὲ καὶ ἀνεβάλετο τὴν ὀργὴν ἀναμέ‐ νων τὴν ἡμετέραν μετάνοιαν, ὡς μὴ βουλόμενος τὸν θάνατον ἡμῶν τῶν ἁμαρτωλῶν, ἀλλὰ τὴν ἐπιστροφὴν
καὶ τὴν ζωήν. οὐ δίκαιον οὖν πάντως ἡμᾶς καταφρονῆσαι τοῦ πλούτου τῆς χρηστότητος καὶ τῆς ἀνακωχῆς

704

καὶ τῆς μακροθυμίας τοῦ φιλανθρώπου θεοῦ, ἴνα μὴ κατὰ τὴν σκληρὰν καὶ ἀμετανόητον ἡμῶν καρδίαν θησαυρίσωμεν ἑαυτοῖς ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς, ἀλλὰ πάντας μὲν τῶν πονηρῶν ἐπιτηδευμάτων καὶ πράξεων ἀποσχέσθαι, μάλιστα δὲ τοὺς τῇ μυσαρᾷ καὶ θεῷ μεμισημένῃ δικαίως ἀνοσίᾳ πράξει συνσαπέντας· λέγομεν δὴ τὴν τῶν ἀρρένων φθοράν, ἣν ἀθέως τολμῶσί τινες ἄρρενες ἐν ἄρρεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι.
5 Ἴσμεν γὰρ ἐκ τῶν θείων γραφῶν διδασκόμενοι, ποίαν ὁ θεὸς κόλασιν δικαίαν ἐπήγαγε τοῖς ἐν Σοδό‐ μοις πρώην οἰκήσασι διὰ τὴν περὶ τὴν μῖξιν ταύτην μανίαν, ὥστε μέχρι τοῦ νῦν ἐκείνην τὴν γῆν ἀσβέστῳ πυρὶ κατακαίεσθαι, τοῦ θεοῦ διὰ τούτου παιδαγωγοῦντος ἡμᾶς ὥστε τὴν ἀνοσίαν ταύτην ἀποστρέφεσθαι πρᾶξιν. ἴσμεν δὲ πάλιν, οἷα περὶ τῶν τοιούτων ὁ θεῖος ἀπόστολος λέγει, οἷά τε οἱ τῆς πολιτείας διαγορεύουσι νόμοι. ὥστε πάντας ὀφείλειν τῷ τοῦ θεοῦ προσέχοντας φόβῳ ἀποσχέσθαι τῆς τοιαύτης ἀσεβοῦς καὶ ἀνοσίας πράξεως,
10ἣν οὐδὲ ἐν ἀλόγοις ἁμαρτανομένην ἐστὶν εὑρεῖν· καὶ τοὺς μὲν μηδὲν ἑαυτοῖς συνειδότας τοιοῦτον φυλάττειν ἑαυτοὺς καὶ πρὸς τὸν ἔπειτα χρόνον, τοὺς δὲ ἤδη συνσαπέντας τούτῳ τῷ πάθει μὴ μόνον παύσασθαι τοῦ λοιποῦ, ἀλλὰ καὶ μετανοῆσαι δικαίως καὶ τῷ θεῷ προσπεσεῖν, καὶ προσαγγεῖλαι τῷ μακαριωτάτῳ πατριάρχῃ τὴν νόσον καὶ τρόπον θεραπείας λαβεῖν, καὶ κατὰ τὸ γεγραμμένον καρπὸν ἐνεγκεῖν μετανοίας, ἵνα ὁ φιλάν‐ θρωπος θεὸς κατὰ τὸν πλοῦτον τῶν ἰδίων οἰκτιρμῶν ἀξιώσῃ φιλανθρωπίας καὶ ἡμᾶς, καὶ πάντες εὐχαριστή‐
15σωμεν ἐπὶ τῇ τῶν μετανοούντων σωτηρίᾳ· οἷς καὶ νῦν τοὺς ἄρχοντας ἐπεξελθεῖν ἐκελεύσαμεν τὸν θεὸν θεραπεύοντες τὸν δικαίως ἡμῖν ὀργιζόμενον. καὶ νῦν μὲν πρὸς τὸ τῶν ἁγίων ἡμερῶν σέβας ἰδόντες παρα‐ καλοῦμεν τὸν φιλάνθρωπον θεὸν οὕτω μετανοῆσαι τοὺς τῷ τοιούτῳ τῆς ἀσεβοῦς ταύτης πράξεως ἐγκυλι‐ σθέντας βορβόρῳ. ὡς μηδὲ ἕτερον ἡμῖν ἐπεξελεύσεως δοθῆναι καιρόν. προαγορεύομεν δὲ πᾶσιν ἐφεξῆς τοῖς τοιοῦτό τι συνειδόσιν ἑαυτοῖς ἡμαρτῆσθαι, ὡς εἰ μὴ καὶ παύσονται καὶ προσαγγείλαντες ἑαυτοὺς τῷ μακαριω‐
20τάτῳ πατριάρχῃ τῆς οἰκείας ἐπιμελήσονται σωτηρίας ὑπὲρ τῶν τοιούτων ἀσεβῶν πράξεων τὸν θεὸν ἐξιλε‐ ούμενοι εἴσω τὴς ἁγίας ἑορτῆς, πικροτέρας ἑαυτοῖς ἐπάξουσι τιμωρίας ὡς οὐδεμιᾶς τοῦ λοιποῦ συγγνώμης ἄξιοι. οὐδὲ γὰρ ἐνδοθήσεται οὐδὲ ἀμεληθήσεται ἡ τοῦ πράγματος ζήτησις καὶ διόρθωσις εἰς τοὺς μὴ προσ‐ αγγέλλοντας ἑαυτοὺς εἴσω τῆς ἁγίας ἑορτῆς, ἢ καὶ ἐμμένοντας τῇ αὐτῇ ἀσεβεῖ πράξει, ἵνα μὴ διὰ τῆς περὶ τοῦτο ῥᾳθυμίας καθ’ ἠμῶν τὸν θεὸν παροργίσωμεν, πρᾶξιν παρορῶντες οὕτως ἀσεβῆ καὶ ἀπηγορευμένην
25καὶ ἱκανὴν οὖσαν τὸν ἀγαθὸν παροργίσαι θεὸν εἰς τὴν ἁπάντων ἀπώλειαν.

705

(1t)

ΡΜΒ
2tΠΕΡΙ ΤΩΝ ΕΥΝΟΥΧΙΖΟΝΤΩΝ.
3tΑὐτοκράτωρ Ἰουστινιανὸς Αὔγουστος Μαρθάνῃ 〈κόμητι πριβάτων〉
4〈Προοίμιον.〉 Αἱ παρὰ τῶν πρὸ ἡμῶν βεβασιλευκότων ὁρισθεῖσαι τιμωρίαι κατὰ τῶν εὐνουχίζειν
5τολμώντων πᾶσι δῆλαι τυγχάνουσιν. ἐπειδὴ δέ τινες καταφρονοῦντες τῆς ἑαυτῶν σωτηρίας ἐτόλμησαν ὅλως πρὸ φανεροῦ χρόνου τὸ τοιοῦτον ἀσεβὲς ἁμάρτημα διαπράξασθαι, διὰ τοῦτό τινες μὲν ἐξ αὐτῶν ἀξίας δεδώ‐ κασι ποινάς, ἕτεροι δὲ μετὰ τὸ τιμωρηθῆναι καὶ ἐν ἐξορίᾳ ἐπέμφθησαν. ἐπειδὴ τοίνυν οὐδὲ οὕτως τῆς ἀνοσίας ἀπέσχοντο πράξεως, ἀλλ’ εἰς πλῆθος ἐξῆλθε τὸ τοιοῦτον μῦσος, ὡς διαφόρως ἀπὸ πολλῶν ὀλίγους περισωθῆναι, καὶ τοσοῦτον ὅτι καί τινες ἐξ αὐτῶν τῶν περισωθέντων ἐπ’ ὄψεσιν ἡμετέραις κατέθεντο, ὅτι
10ἀπὸ ἐνενήκοντα μόλις τρεῖς περιεσώθησαν, τίς οὕτως περιφρονεῖ τῆς ἰδίας σωτηρίας, ὥστε παριδεῖν καὶ ἀνεκδίκητα ταῦτα καταλιπεῖν; εἰ γὰρ οἱ ἡμέτεροι νόμοι τοὺς ξίφος κατά τινος σύροντας τιμωρίαις ὑποβάλ‐ λουσι, πῶς ἔχωμεν παριδεῖν οὕτως ἀδεῶς γινομένους φόνους, καὶ πρᾶγμα γινόμενον ἐναντίον τε τοῦ θεοῦ καὶ τῶν ἡμετέρων νόμων; ἀναγκαῖον οὖν ἡγησάμεθα τοῖς τὰ τοιαῦτα τολμῶσι διὰ τοῦ παρόντος νόμου ἀκριβέ‐ στερον ἐπεξελθεῖν.
15 Θεσπίζομεν τοίνυν τοὺς ἐν οἱῳδήποτε τόπῳ τῆς ἡμετέρας πολιτείας εὐνουχίζειν τολμῶντας ἢ τολμή‐ σαντας οἱονδήποτε πρόσωπον, εἰ μὲν ἄνδρες εἶεν οἱ τοῦτο τολμήσαντες ἢ καὶ τολμῶντες, ταὐτὸ τοῦτο παθεῖν ὃ πεποιήκασι, καὶ εἰ περισωθεῖεν, τὰ πράγματα αὐτῶν τῷ δημοσίῳ προσκυροῦσθαι διὰ τοῦ κατὰ καιρὸν τὴν τῆς σῆς ἐνδοξότητος ἀνύοντος ἀρχήν, κἀκείνους ἐν Γύψῳ πέμπεσθαι ὀφείλοντας τὸν ἅπαντα τῆς ζωῆς αὐτῶν χρόνον ἐκεῖ εἶναι. εἰ δὲ γυναῖκες ὦσιν αἱ τοῦτο ποιοῦσαι, καὶ ταύτας τιμωρεῖσθαι, καὶ τὰ πράγματα αὐτῶν
20διὰ τοῦ κατὰ καιρὸν τὴν αὐτὴν ἀνύοντος ἀρχὴν τῷ δημοσίῳ προσκυροῦσθαι, καὶ εἰς ἐξορίαν πέμπεσθαι· ἵνα ἐξ ἧς ἐνόμισαν ἢ νομίζουσιν ἀσεβείας κέρδος ἑαυτοῖς περιποιεῖν, ἐξ αὐτῆς τιμωρίαν καὶ ἔκπτωσιν τῶν ἰδίων πραγμάτων ὑποστῶσι. τοὺς μέντοι ἐπιτάξαντας καὶ ἐπὶ τούτῳ πρόσωπα παραδεδωκότας, ἢ καὶ οἴκους ἢ τόπον τινὰ ἐπὶ τούτῳ παρασχομένους ἢ καὶ παρέχοντας, εἴτε ἄνδρες εἶεν εἴτε γυναῖκες, τὰς αὐτὰς κελεύομεν
ὑποστῆναι τιμωρίας ὡς συνίστορας γενομένους τῆς ἀδίκου ταύτης πράξεως.

706

Αὐτοὺς δὲ τοὺς εὐνουχισθέντας ἐχρῆν μὲν ἀπὸ παλαιοτέρων χρόνων, πλὴν κελεύομεν ὥστε τοὺς ἀπὸ τῆς duodecimae indictionis τοῦ νῦν παρελθόντος κύκλου εὐνουχισθέντας παρ’ οὑτινοσοῦν ἐν τόποις τῆς ἡμε‐ τέρας πολιτείας ἐλευθέρους εἶναι, καὶ κατὰ μηδένα τρόπον ἢ οἱονδήποτε εἶδος συναλλάγματος εἰς δουλείαν καθέλκεσθαι, μηδὲ συμβόλαιον ἐπ’ αὐτοῖς ἀγοραῖον ἢ ἰδιόχειρον καθ’ οἱονδήποτε τρόπον ἢ κατὰ περίνοιαν
5γινόμενον ἢ καὶ γενησόμενον κρατεῖν, ἀλλὰ μηδὲ τὰς λεγομένας ἀνακρίσεις ἐπὶ τοῖς τοιούτοις γίνεσθαι προσ‐ ώποις ἢ γινομένας κρατεῖν· ἀλλὰ καὶ πάντας τοὺς τοιούτοις συναλλάγμασι τὸ λοιπὸν ὑπουργοῦντας τὰς ἀνω‐ τέρω εἰρημένας κελεύομεν ὑποστῆναι ποινάς. εἰ μέντοι διὰ πάθος συμβῇ δοῦλον εὐνουχισθῆναι, κἀκεῖνον κελεύομεν τῆς ἐλευθερίας τυγχάνειν· οἱ γὰρ ἐξ ἀρχῆς ὄντες ἐλεύθεροι πάθει ὡς εἰκὸς τοιούτῳ περιπίπτοντες ἑαυτῶν ἔχουσιν ἐξουσίαν, ἣν ἂν θέλωσι θεραπείαν ἑαυτοῖς προσάγειν. τοὺς εὐνουχισθέντας τοίνυν ἀπὸ τοῦ
10μνημονευθέντος χρόνον ἐν τῇ ἡμετέρᾳ πολιτείᾳ παρ’ οἱῳδήποτε προσώπῳ ὄντας κελεύομεν ἀναζητηθῆναι καὶ ἐλευθέρους εἶναι καὶ μηδέποτε εἰς δουλείαν τούτους καθέλκεσθαι. εἰ μέντοι θαρρήσουσί τινες ἐξ αὐτῶν τῶν εὐνουχισθέντων τινὰς μετὰ τὸν παρόντα ἡμῶν ἐπισχεῖν νόμον, δίδομεν ἄδειαν καὶ αὐτοῖς τοῖς εὐνουχισθεῖσιν ὡς ἅπαξ ἐλευθερίας ἐκ τοῦ παρόντος ἡμῶν τυχοῦσι νόμου, ἐνταῦθα μὲν τῇ τε βασιλείᾳ προσιέναι τῷ τε κατὰ καιρὸν ἁγιωτάτῳ πατριάρχῃ καὶ τοῖς ἐνδοξοτάτοις ἡμῶν ἄρχουσι προσαγγέλλειν, ἐν δὲ ταῖς ἐπαρχίαις τοῖς κατὰ
15τόπον ὁσιωτάτοις ἐπισκόποις καὶ τοῖς τούτων ἄρχουσιν, ἐφ’ ᾧ προνοίᾳ πάντων τῶν ἡμετέρων ἀρχόντων καὶ κινδύνῳ τῶν πειθομένων αὐτοῖς τάξεων εἴτε ἐν Κωνσταντινουπόλει εἴτε ἐν ἑτέρῳ οἱῳδήποτε τόπῳ τῆς ἡμετέρας πολιτείας τούτους ἐκδικεῖσθαι καὶ φυλάττεσθαι τὴν ἐκ τοῦ παρόντος ἡμῶν νόμου διδομένην αὐτοῖς ἐλευθερίαν. παριδεῖν γὰρ φόνους τοσούτους γινομένους κατὰ πρόφασιν τῶν τὰ τοιαῦτα τολμώντων ἐν τῇ ἡμετέρᾳ πολιτείᾳ οὐδαμῶς ἀνεχόμεθα. εἰ γὰρ βάρβαροι ἀκούσαντες τῶν ἡμετέρων περὶ τούτου παραγγελιῶν
20ταύτας ἐφύλαξαν, πῶς ἂν ἡμεῖς συγχωρήσαιμεν μετὰ τοσαύτας τῶν πρὸ ἡμῶν βεβασιλευκότων νομοθεσίας τοιοῦτόν τι ἁμαρτάνεσθαι ἢ ἀνεκδίκητον ἐν τῇ ἡμετέρᾳ πολιτείᾳ καταλιμπάνεσθαι; 〈Ἐπίλογος.〉 Τὰ τοίνυν παραστάντα ἡμῖν καὶ διὰ τοῦδε τοῦ θείου γενικοῦ δηλούμενα νόμου ἡ σὴ
ἐνδοξότης ἐνταυθά τε καὶ κατὰ χώραν πράξει καὶ παραφυλάξει.

709

(1t)

ΡΜΔ
2tΠΕΡΙ ΣΑΜΑΡΕΙΤΩΝ.
3tΑὐτοκράτωρ Ἰουστῖνος Διομήδει ἐπάρχῳ τῶν ἱερῶν πραιτωρίων.
4Προοίμιον.〉 Τὴν ἀσεβῆ τῶν Σαμαρειτῶν αἵρεσιν καὶ τὴν παράλογον τούτων μανίαν πολλάκις ὅ
5τε τῆς εὐσεβοῦς λήξεως ἡμῶν πατὴρ καὶ ἡμεῖς αὐτοὶ διὰ σπουδῆς ἐθέμεθα πρὸς τὸ κάλλιον μεταγαγεῖν καὶ τὰς αὐτῶν ἐλευθερῶσαι ψυχὰς τῆς ἐπικρατούσης αὐτὰς νόσου· ἀλλ’ οὐκ ἰσχύσαμεν ἐπὶ τοῖς πολλοῖς τούτων τὸ ἐσπουδασμένον ἡμῖν κατὰ τὸ πάλαι πράξασθαι κεχωρήκασι γὰρ εἰς τοσοῦτόν τινες αὐτῶν μανίας, ὥστε δὴ καὶ τοῦ σωτηριώδους τυχόντες βαπτίσματος πάλιν ἐπανῆλθον ὅθεν ἐξῆλθον κακοῦ, 〈καὶ〉 ταὐτὰ Σαμα‐ ρείταις τιμῶντές τε καὶ λυττῶντες διηλέγχθησαν. ἔδοξε τοίνυν ἡμῖν ὀρθῶς ἔχειν τὸν πάλαι καὶ πρότερον
10κατ’ αὐτῶν τεθέντα παρὰ τοῦ ἡμετέρου πατρὸς νόμον ἀνανεώσασθαι. Καὶ διὰ τοῦτο θεσπίζομεν, μὴ κληρονομεῖν αὐτοὺς ἐκ διαθηκῶν ἢ τούτων χωρίς, μηδὲ πρεσβεῖα λαμ‐ βάνειν ἢ κατὰ δωρεᾶς τρόπον κομίζεσθαι πρᾶγμα· ἀλλὰ μηδὲ κατὰ τὴν ἐξ ἀδιαθέτου κλῆσιν διαδόχους ἔχειν Σαμαρείτας ἢ ὅλως αἱρετικούς, μηδὲ σχηματιζομένους μὲν τὴν ὀρθὴν τῶν Χριστιανῶν προσδέχεσθαι πίστιν, ταῖς δὲ ἀληθείαις οὐχ οὕτω φρονοῦντας ἢ πράττοντας τὰ ταύτῃ συμβαίνοντα, μηδὲ μὴν διαθήκας [εἰς] αὐτοὺς
15γράφειν ἢ ληγάτα καταλιμπάνειν ἢ δωρεῖσθαι, πλὴν εἰ μὴ ὀρθόδοξοι εἶεν καὶ πίστει καὶ ἔργοις οἱ ταῦτα ληψόμενοι. εἰ γὰρ μηδεὶς τούτων εἴη. τῷ ἱερωτάτῳ ταμιείῳ τὰς τούτων περιουσίας μετὰ τελευτὴν προσήκειν κελεύομεν. ὥστε καὶ ὁ πρώην φιλοτιμηθεὶς τούτοις παρὰ τοῦ ἡμετέρου πατρὸς θεῖος τύπος νόμου τάξιν ἐπέχων, διδοὺς αὐτοῖς κληρονομεῖν τε καὶ κληρονομεῖσθαι καὶ τιμᾶσθαι ληγάτοις ἢ καταλιμπάνειν πρεσβεῖα, σχολάσει τὸ λοιπὸν καὶ καθάπαξ ἰσχὺν οὐδεμίαν ἕξει. τῆς γὰρ ἐκ τούτου φιλανθρωπίας ἀναξίους ἑαυτοὺς
20ἀποδείξαντες εἶναι οἱ τὰ Σαμαρειτῶν μαινόμενοι οὐχ ἕτερον ἢ σφᾶς αὐτοὺς ἐπιμέμψονται, ἀλλοτριούμενοι μὲν τῆς ἐκ τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ φιλανθρωπίας, ἐκπίπτοντες δὲ καὶ τῶν πρώην αὐτοῖς ἐκ τῆς ἡμετέρας δοθεισῶν βασιλείας φιλοτιμιῶν πρὸς τὸ τῆς ἀμείνονος γενέσθαι γνώμης, οὐ μὴν ἵνα
μέχρι παντὸς ἐπὶ τῆς οἰκείας διαμείναιεν κακοδοξίας.

710

Ἐξαιροῦμεν δὲ τοῦ παρόντος νόμου τοὺς τὰ Σαμαρειτῶν πρεσβεύοντας γεωργοὺς, οὐκ αὐτῶν χάριν, ἀλλὰ διὰ τὰς τῶν παρ’ αὐτῶν γεωργουμένων χωρίων συστάσεις καὶ διὰ τοὺς ἐκεῖθεν εἰσαγομένους τῷ δημοσίῳ φόρους τε καὶ προσόδους, ἐξ ἀγροικίας τε πλανωμένους. τούτοις γὰρ γράφειν ἐφίεμεν κληρονόμους τε καὶ ληγαταρίους τοὺς αὐτῶν ἀνιόντας τε καὶ κατιόντας καὶ τοὺς ἐκ πλαγίου αὐτῶν συγγενεῖς, κἂν εἰ Σαμαρειτικῇ
5πλάνῃ κρατοῖντο, γεωργοῦντας μέντοι τὰ γήδια, ὡς τῆς ἐντεῦθεν εὐπορίας εἰς τοὶς τὰ χωρία κεκτημένους φερομένης καὶ δι’ αὐτῶν εἰς τὸ δημόσιον, καὶ διαθηκῶν δὲ χωρὶς οἱ προρρηθέντες ἐπὶ τὸν ἀλλήλων ἥξουσι κλῆρον διὰ τὴν αὐτὴν πρόφασιν. ἐπεὶ καὶ μηδενὸς τούτων εὑρισκομένου τὸν κύριον τοῖ χωρίου, ἐν ᾧ γεωργὸς ἦν ὁ τελευτήσας, τὰ παρ’ ἐκείνου καταλειφθέντα λαμβάνειν βουλόμεθα καὶ τὴν τοῦ ταμιείου τάξιν ἔχειν αὐτόν, οἷα δὴ καὶ τοὺς δημοσίους φόρους ὑπὲρ ἐκείνου πληροῦντα. Σαμαρείτην δὲ στρατεύεσθαι παντελῶς
10οὐ συγχωροῦμεν, ἀλλ’ οὐδὲ πολιτικὸν μετιέναι φρόντισμα, οὐδὲ μὴν συνηγορεῖν ἢ συνεδρεύειν ἢ τοῖς λογιωτά‐ τοις συνίστασθαι ῥήτορσιν ὅλως ἢ νέους παιδεύειν. Εἰ δὲ καί τινες ἐκ τούτων τυχόντες τοῦ σωτηριώδους βαπτίσματος φανεῖεν ἐπὶ τὴν προτέραν πλάνην ἐπανελθόντες, τὰ σάββατα παραφυλαττόμενοι ἢ καὶ ἄλλα τινὰ πράττοντες τὰ διελέγχοντα αὐτοὺς ὑποκρίσει τὸ ἅγιον παραλαβεῖν βάπτισμα, δημεύεσθαι τούτους κελεύ‐ ομεν καὶ πρὸς ἐξορίαν διηνεκῆ παραδίδοσθαι. ταῖς δὲ αὐταῖς ὑπάγομεν ποιναῖς καὶ τοὺς ἀσεβῆ προστασίαν
15κατὰ τῆς ὀρθῆς τῶν Χριστιανῶν πίστεως τοῖς τοιούτοις ἀπονέμοντας. Καλῶς δὲ ἔχειν δοκεῖ τὸ μηδὲ προχείρως αὐτοὺς εἰσδέχεσθαι τῷ ἀχράντῳ προστρέχοντας βαπτίσματι, ἀλλὰ μετά τινος παραφυλακῆς καὶ κατηχήσεως ἐν ἀρκοῦντι χρόνῳ γινομένης. φαμὲν δὴ τοὺς μὲν τῆς χρηστῆς διδασκαλίας ὅλως αἰσθανομένους ἐπὶ ἐνιαυτοὺς δύο κατηχεῖσθαι μανθάνειν τε τὰς γραφὰς κατὰ τὸ δυνατόν, καὶ τότε προσφέρεσθαι τῷ τῆς ἀπολυτρώσεως ἁγίῳ βαπτίσματι, τῇ μετανοίᾳ τοῦ τοσούτου χρόνου καρπουμένους τὴν ὡς ἀληθῶς ἀπολύτρωσιν.
20τοὺς δὲ νέους σφόδρα καὶ διδασκαλίας οὐ συνιέντας ἐφίεμεν καὶ τῆς παρατηρήσεως ταύτης χωρὶς ἀξιοῦσθαι τοῦ ἁγίου βαπτίσματος. Σαμαρείτης δὲ οὐδεὶς οἰκέτην Χριστιανὸν ἕξει, ἀλλ’ ἅμα τῷ κτήσασθαι τοῦτον εὐθέως εἰς ἐλευθερίαν ἁρπάζεσθαι. εἰ δὲ καὶ τῆς ὁμοίας αὐτῷ κακοδοξίας ὁ οἰκέτης εἴη, ἐξέστω αὐτῷ τὴν τῶν Χριστιανῶν ἀσπαζομένῳ δόξαν εὐθὺς καὶ τῆς ῥωμαϊκῆς ἀπολαύειν ἐλευθερίας. 〈Ἐπίλογος.〉 Τὰ τοίνυν παραστάντα ἡμῖν καὶ διὰ τοῦ παρόντος δηλούμενα νόμου ἡ σὴ ἐνδοξότης
25προτιθεῖσα κατὰ τοὺς συνήθεις τόπους ἔργῳ καὶ πέρατι παραδοθῆναι προσταξάτω.

711

(1t)

ΡΜΕ
2tΩΣΤΕ ΤΟΥ ΛΟΙΠΟΥ ΜΗΔΕΜΙΑΝ ΑΔΕΙΑΝ
3tΕΧΕΙΝ ΤΟΝ ΔΟΥΚΑ ΗΤΟΙ ΒΙΟΚΩΛΥΤΗΝ
4tΚΑΤΑ ΦΡΥΓΙΑΝ ΕΚΑΤΕΡΑΝ ΚΑΙ ΠΙΣΙΔΙΑΝ
5tΠΑΡΑΓΙΝΕΣΘΑΙ Η ΤΙΝΑΣ ΤΩΝ ΑΥΤΟΙΣ ΠΡΟΣ‐
6tΗΚΟΝΤΩΝ ΣΤΕΛΛΕΙΝ ΚΑΙ ΣΥΝΕΧΕΙΝ ΤΙΝΑΣ,
7tΑΛΛΑ ΜΗΔΕ ΤΟΥΣ ΤΩΝ ΑΥΤΩΝ ΕΠΑΡΧΙΩΝ
8tΑΠΙΕΝΑΙ ΠΡΟΣ ΤΟΥΣ ΤΑΣ ΤΟΙΑΥΤΑΣ ΑΡ‐
9tΧΑΣ ΕΧΟΝΤΑΣ ΕΠΙ ΤΕ ΛΥΚΑΟΝΙΑΙ ΚΑΙ ΛΥ‐
10tΔΙΑΙ ΚΑΙ ΤΙΝΑΣ ΠΑΡ’ ΑΥΤΟΙΣ ΥΠΟ ΜΕΜΨΙΝ
11tΠΟΙΕΙΣΘΑΙ, ΤΩΝ ΠΟΛΙΤΙΚΩΝ ΑΡΧΟΝΤΩΝ
12tΙΚΑΝΩΝ ΚΑΘΕΣΤΩΤΩΝ ΤΑΙΣ ΑΝΑΦΥΟΜΕ‐
13tΝΑΙΣ ΥΠΟΘΕΣΕΣΙΝ ΕΠΕΞΙΕΝΑΙ.
14tὉ αὐτὸς βασιλεὺς Ἀρεοβίνδῳ ἐπάρχῳ πραιτωρίων καὶ
15tἀπὸ ἐπάρχων τῆς εὐδαίμονος πόλεως καὶ στρατηλάτῃ.
16Προοίμιον.〉 Τοῖς ἀεὶ παρεμπίπτουσι τὴν προσ‐ ήκουσαν ἑκάστοτε θεραπείαν εὑρίσκοντες, ἐπειδὰν τὰ τῆς χρείας παρέλθῃ, πάλιν τῆς προτέρας γινόμεθα τάξεως, μέχρι μόνου τοῦ πεπονηκότος τὴν ἰατρείαν
20ἱστῶντες. ὁποῖον δή τι καὶ ὁ παρὼν ἡμῶν θεῖος βούλεται νόμος. ὀλίγῳ γὰρ πρότερον τοῦτο μὲν ἀτα‐ ξίας δημώδεις τοῦτο δὲ ληστῶν ἐπιδρομὰς κατὰ Φρυ‐ γίαν ἑκατέραν καὶ Πισιδίαν γίνεσθαι μαθόντες, ὡς πολιτικὴν διοίκησιν ἐκβαίνειν τὴν τοῦ πράγματος ἐπι‐
25μέλειαν, ταύταις τε καὶ πρός γε Λυκαονίᾳ καὶ Λυδίᾳ στρατιωτικὴν ἀρχὴν ἐπεστήσαμεν, δοῦκα ἤτοι βιο‐
κωλύτην ὀνομάσαντες τὸν ἐπὶ τούτου τοῦ μέρους τε‐

712

ταγμένον. ἀλλὰ καὶ νῦν προσῆλθον ἡμῖν οἱ Φρυγίαν ἑκατέραν καὶ Πισιδίαν οἰκοῦντες, τὰ μὲν πρώην ἁμαρ‐ τανόμενα κατ’ αὐτὰς παύσασθαι λέγοντες, καὶ οὔτε λῃστήρια κατὰ τοὺς τόπους ἐκείνους συνεστάναι οὔτ’
5εἰς ἄνδρας ἐκτρέφεσθαι ταῖς ἐπαρχίαις, τὸ δὲ βάρος οὐ φέρειν τῆς παρ’ ἡμῶν ἐπινενοημένης ἀρχῆς, τῶν ὑπηρετουμένων αὐτῇ συνεχῶς ἐπιφοιτώντων ταῖς ἐπαρχίαις καὶ συλλαμβανόντων τινὰς καὶ ζημίαις ἐπι‐ τριβόντων, καὶ στρατιωτικῶν θορύβων ἐμπεπλησμέ‐
10νων τῶν τόπων ἐκείνων, καὶ ὅλως ἀοικήτους αὐτοῖς τὰς ἐπαρχίας εἶναι· καίτοιγε καὶ αὐτῶν καθ’ ἑαυτοὺς τῶν πολιτικῶν ἀρχόντων ἱκανῶν πρὸς τὴν τοῦ πρά‐ γματος ἐπανόρθωσιν ὄντων. καὶ γὰρ δὴ καὶ αὐτῶν τῶν τὰς ἐπαρχίας οἰκούντων πολλοὺς τὴν ἑτέρων ἐπι‐
15είκειαν εὕρημα ποιουμένους τῇ τῆς ἀρχῆς ταύτης ἀπο‐ κεχρῆσθαι περιβολῇ καὶ συνέχειν τοὺς ἀνευθύνους, καὶ ταύτῃ τὰ μὴ δίκαια σφίσιν αὐτοῖς καταπράττεσθαι. Ταῦτα πολλάκις εἰπόντας αὐτοὺς ἐλεήσαντες ἐπὶ τὸν παρόντα θεῖον ἡμῶν ἤλθομεν νόμον, δι’ οὗ θεσπί‐
20ζομεν ἐξῃρῆσθαι τοῦ λοιποῦ τὰς εἰρημένας ἡμῖν ἐπαρ‐ χίας (φαμὲν δὴ Φρυγίαν Σαλουταρίαν καὶ Φρυγίαν Πακατιανὴν καὶ Πισιδίαν) τῆς ἀρχῆς ἐκείνης, ἣν αὐταῖς τε καὶ πρός γε τῇ Λυκαόνων καὶ τῇ Λυδῶν ἐπεστή‐ σαμεν πρώην, καὶ μηδεμίαν ἄδειαν ἐκ τοῦ παρόντος
25εἶναι τοῖς ἐκείνην ἔχουσι τὴν ἀρχὴν ἢ ἐν αὐταῖς γίνε‐ σθαι ταῖς ἐπαρχίαις, ὡς ἀρχικὴν ἔχουσί τινα πρὸς αὐτὰς μετουσίαν, ἢ στέλλειν τινὰ τῆς τάξεως τῆς αὐ‐ τῶν ἢ καὶ τῶν ἄλλως αὐτοῖς προσηκόντων καὶ συνέ‐ χειν τινάς, ἀλλὰ μηδὲ αὐτοῖς ἄδειαν εἶναι τοῖς ἐκ
30τῶν ἐπαρχιῶν ἐκείνων τρέχειν πρὸς τοὺς ἑκάστοτε ταύτην ἔχοντας τὴν ἀρχὴν καὶ μέμψιν ἀποτίθεσθαι κατ’ ἀλλήλων, εἴτε ὑπὲρ χρημάτων εἴτε ὑπὲρ ἐγκλή‐
ματος τὸ κινούμενον εἴη· ποινὴν ὑφορωμένοις triginta

713

librarum auri, ὡς ἡμῶν πᾶσαν πάροδον πρὸς τὰς εἰρημένας ἡμῖν ἐπαρχίας ἀποκλειόντων τοῖς κατὰ και‐ ρὸν ἔχουσι τὴν ἀρχὴν ἢ τοῖς ὅλως εἰς τὴν τάξιν τὴν αὐτῶν ἀναφερομένοις. ὥστε οὔτε προστάξεις ἐπ’ ἐκεί‐
5ναις ταῖς ἐπαρχίαις ἢ τοῖς κατ’ αὐτὰς οἰκοῦσι ποι‐ ήσονται οὔτε ἄλλως οἰκειώσονταί τι τῶν εἰς αὐτὰς φερομένων, ἀλλ’ ἀρκεσθήσονται τῇ τε Λυκαόνων τῇ τε Λυδῶν, κατ’ αὐτὰς κελεύοντες μόνας, ὡσανεὶ τὴν ἀρχὴν ταῖς δύο ταύταις ἐπαρχίαις περιεκλείσαμεν τὴν
10ἀρχὴν τὴν αὐτῶν οὐδεμίαν μετουσίαν εἰς Φρυγίαν ἑκατέραν ἢ Πισιδίαν δεδωκότες αὐτῇ. πάσης γὰρ ἐν‐ τεῦθεν δυσκολίας ἐλευθεροῦμεν τὰς ἐπαρχίας ἐκείνας, τῶν πολιτικῶν ἀρχόντων ἐπεξιόντων ἅπασι τοῖς τε εἰς χρήματα τοῖς τε εἰς ἐγκλήματα βλέπουσιν· εἰδότων
15αὐτῶν, ὡς εἴ τινος γενομένης λῃστείας ἢ ἐφόδου κατ’ αὐτοὺς τοὺς τόπους ἢ ἀφαιρέσεως πραγμάτων [εἰ] μὴ ἐπεξέλθοιεν καὶ τὸ ἀφαιρεθὲν ἐκδικήσουσιν, ἐκ τῆς σφῶν αὐτῶν περιουσίας τὴν ἐντεῦθεν ζημίαν θερα‐ πεύειν ἀναγκασθήσονται, τοῦτο μὲν ἔχοντες τὴν ἀρχὴν
20τοῦτο δὲ καὶ καταθέμενοι ταύτην. ὥστε κἂν εἰ πει‐ ραθείη πρὸς τὸν ἔπειτα χρόνον ὁ τὴν ἐπὶ Λυκαονίας καὶ Λυδίας στρατιωτικὴν ἔχων ἀρχὴν ἢ αὐτὸς γίνε‐ σθαι κατὰ τὰς εἰρημένας ἡμῖν ἐπαρχίας ἢ στεῖλαί τινα τῶν ἐκ τῆς τάξεως τῆς αὐτοῦ, παρρησίαν δίδο‐
25μεν τοῖς τῶν πόλεων ἐπισκόποις εἴργειν αὐτὸν ἢ τοὺς παρ’ αὐτοῦ στελλομένους ἐπιβῆναι βουλομένους, καὶ ἀπελαύνειν τῶν τόπων αὐτοὺς ὡς ἅπαξ διὰ τοῦ πα‐ ρόντος θείου κεκωλυμένους νόμου πρὸς τῷ καὶ ποινὴν triginta librarum auri ἐπικεῖσθαι τῷ τε κατὰ καιρὸν
30ἔχοντι τὴν ἀρχὴν τοῖς τε ὑπακούειν αὐτοῦ τεταγμένοις, εἴ γέ τι τοιοῦτον ἐκεῖνος κελεύσει, ἢ αὐτοὶ θαρρήσειαν ὑπουργεῖν, καὶ πρός γε τῆς ἀρχῆς ἔκπτωσιν κίνδυνόν τε περὶ τὴν οὐσίαν αὐτήν. 〈Ἐπίλογος.〉 Ἡ σὴ τοίνυν ἐνδοξότης τὰ διὰ τοῦ
35παρόντος ἡμῶν θείου νόμου θεσπισθέντα γινώσκουσα ποιήσεται μὲν ψήφους ἀκολούθους αὐτοῖς, ἰδίκτοις δὲ χρήσεται καὶ προστάξεσι πρὸς τοὺς τὰς ἐπαρχίας ἰθύ‐
νοντας καὶ τοὺς τῶν πόλεων ἐπισκόπους, ὥστε καὶ

714

προτεθῆναι τοῦτον κατὰ τὰς πόλεις τὸν νόμον καὶ πᾶσι δῆλα γενέσθαι τὰ κατὰ ταύτην ἡμῖν παραστάντα τὴν πρόφασιν.
6tΡΜϛ
7tΠΕΡΙ ΕΒΡΑΙΩΝ.
12tὉ αὐτὸς βασιλεὺς Ἀρεοβίνδῳ τῷ ἐνδοξοτάτῳ ἐπάρχῳ
13tπραιτωρίων.
14Προοίμιον.〉 Ἐχρῆν μὲν Ἑβραίους τῶν ἱερῶν
15ἀκούοντας βιβλίων μὴ ψιλοῖς προστετηκέναι τοῖς γράμ‐ μασιν, ἀλλὰ πρὸς τὰς ἐναποκειμένας αὐτοῖς προφη‐ τείας ὁρᾶν, δι’ ὧν τὸν μέγαν θεὸν καὶ σωτῆρα τοῦ τῶν ἀνθρώπων γένους Ἰησοῦν τὸν Χριστὸν καταγ‐ γέλλουσι· πλὴν ἀλλ’ εἰ καὶ ἀλόγοις σφᾶς αὐτοὺς ἐρ‐
20μηνείαις ἐπιδιδόντες τῆς ὀρθῆς ἄχρι καὶ νῦν ἀποπε‐ πλάνηνται δόξης, ὅμως ἀμφισβητεῖν πρὸς ἀλλήλους
μαθόντες αὐτοὺς οὐκ ἐκαρτερήσαμεν ἄκριτον αὐτοῖς

715

καταλιπεῖν ταραχήν. δι’ αὐτῶν γὰρ τῶν προσενη‐ νεγμένων ἡμῖν προσελεύσεων ἐμάθομεν, ὡς οἱ μὲν μόνης ἔχονται τῆς ἑβραΐδος φωνῆς καὶ αὐτῇ κεχρῆ‐ σθαι περὶ τὴν τῶν ἱερῶν βιβλίων ἀνάγνωσιν βού‐
5λονται, οἱ δὲ καὶ τὴν ἑλληνίδα παραλαμβάνειν ἀξιοῦσι, καὶ πολὺν ἤδη χρόνον ὑπὲρ τούτου πρὸς σφᾶς αὐτοὺς στασιάζουσιν ἡμεῖς τοίνυν τὰ περὶ τούτου μαθόντες καλλίους ἐκρίναμεν εἶναι τοὺς καὶ τὴν ἑλληνίδα φωνὴν πρὸς τὴν τῶν ἱερῶν βιβλίων ἀνάγνωσιν παραλαμβά‐
10νειν ἐθέλοντας, καὶ φωνὴν πᾶσαν ἁπλῶς ἣν ὁ τόπος ἐπιτηδειοτέραν καὶ μᾶλλον γνώριμον τοῖς ἀκούουσιν εἶναι ποιεῖ. Θεσπίζομεν τοίνυν, ἄδειαν εἶναι τοῖς βουλομένοις Ἑβραίοις κατὰ τὰς συναγωγὰς τὰς αὐτῶν, καθ’ ὃν
15Ἑβραῖοι ὅλως τόπον εἰσί, διὰ τῆς ἑλληνίδος φωνῆς τὰς ἱερὰς βίβλους ἀναγινώσκειν τοῖς συνιοῦσιν, ἢ καὶ τῆς πατρίου τυχὸν (τῆς ἰταλικῆς ταύτης φαμὲν) ἢ καὶ τῶν ἄλλων ἁπλῶς, τοῖς τόποις συμμεταβαλλομέ‐ νης τῆς γλώττης καὶ τῆς δι’ αὐτῆς ἀναγνώσεως, ἐφ’
20ᾧ σαφῆ τε εἶναι τὰ λεγόμενα τοῖς συνιοῦσιν ἅπασιν ἐφεξῆς καὶ κατὰ τὰ αὐτὰ ζῆν τε καὶ πολιτεύεσθαι· καὶ μὴ παρρησίαν εἶναι τοῖς παρ’ αὐτοῖς ἐξηγηταῖς μόνην τὴν ἑβραΐδα παραλαμβάνουσι κακουργεῖν ταύ‐ την ὡς ἂν ἐθελήσαιεν, τῇ τῶν πολλῶν ἀγνοίᾳ τὴν
25σφῶν αὐτῶν περικαλύπτοντες κακοήθειαν. πλὴν οἱ διὰ τῆς ἑλληνίδος ἀναγινώσκοντες τῇ τῶν ἑβδομή‐ κοντα χρήσονται παραδόσει τῇ πάντων ἀκριβεστέρᾳ καὶ παρὰ τὰς ἄλλας ἐγκεκριμένῃ διὰ τὸ μάλιστα περὶ τὴν ἑρμηνείαν συμβεβηκός, ὅτι κατὰ δύο διαιρεθέντες
30καὶ κατὰ διαφόρους ἑρμηνεύσαντες τόπους ὅμως μίαν ἅπαντες ἐκδεδώκασι σύνθεσιν. πρὸς δέ γε τού‐ τοις τίς οὐκ ἂν τῶν ἀνδρῶν κἀκεῖνο θαυμάσειεν, ὅτι
πολλῷ πρεσβύτεροι τῆς σωτηριώδους ἐπιφανείας τοῦ

716

μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ γε‐ γονότες ὅμως ἐκείνην μέλλουσαν ὥσπερ ὁρῶντες τὴν τῶν ἱερῶν βίβλων παράδοσιν ἐποιήσαντο, προφητικῆς ὥσπερ χάριτος περιλαμψάσης αὐτούς; καὶ ταύτῃ μὲν
5χρήσονται μάλιστα πάντες· πλὴν ἀλλ’ ὡς ἂν μὴ τὰς λοι‐ πὰς αὐτοῖς ἀποκλείειν νομισθείημεν ἑρμηνείας, ἄδειαν δίδομεν καὶ τῇ Ἀκύλου κεχρῆσθαι, κἂν εἰ ἀλλόφυλος ἐκεῖνος καὶ οὐ μετρίαν ἐπί τινων λέξεων ἔχῃ πρὸς τοὺς ἑβδομήκοντα τὴν διαφωνίαν. τὴν δὲ παρ’
10αὐτοῖς λεγομένην δευτέρωσιν ἀπαγορεύομεν παντελῶς ὡς ταῖς μὲν ἱεραῖς οὐ συνανειλημμένην βίβλοις οὐδὲ ἄνωθεν παραδεδομένην ἐκ τῶν προφητῶν, ἐξεύρεσιν δὲ οὖσαν ἀνδρῶν ἐκ μόνης λαλούντων τῆς γῆς καὶ θεῖον ἐν αὐτοῖς ἐχόντων οὐδέν. καὶ αὐτὰς δὲ δὴ
15τὰς ἱερὰς φωνὰς ἀναγνώσονται τὰς βίβλους αὐτὰς ἀναπτύσσοντες, ἀλλὰ μὴ κατακρύπτοντες μὲν τὰ κατ’ αὐτὰς εἰρημένα, τὰς ἔξωθεν δὲ παραλαμβάνοντες ἀγράφους κενοφωνίας πρὸς τὴν τῶν ἁπλουστέρων αὐ‐ τοῖς ἐπινενοημένας ἀπώλειαν. ὥστε ταύτης δεδομένης
20παρ’ ἡμῶν τῆς ἀδείας οὔτε ζημίαις τισὶν ὑπαχθήσον‐ ται παντελῶς οἱ τὴν ἑλληνίδα φωνὴν καὶ τὰς ἄλλας παραλαμβάνοντες, οὔτε παρ’ οὑτινοσοῦν κωλυθήσον‐ ται· οὐδὲ ἄδειαν ἕξουσιν οἱ παρ’ αὐτοῖς ἀρχιφερεκῖται ἢ πρεσβύτεροι τυχὸν ἢ διδάσκαλοι προσαγορευόμενοι
25περινοίαις τισὶν ἢ ἀναθεματισμοῖς τοῦτο κωλύειν, πλὴν εἰ μὴ βούλοιντο δι’ αὐτῶν σωφρονιζόμενοι τῶν εἰς σῶμα ποινῶν καὶ πρός γε ἀφαιρούμενοι τῶν οὐ‐ σιῶν ἄκοντες ἐνδιδόναι καλλίονά τε καὶ θεοφιλέστερα βουλομένοις τε ἡμῖν καὶ κελεύουσιν.
30 Εἴ τινες δὲ παρ’ αὐτοῖς κενοφωνίας ἀθέους ἐπεισ‐ άγειν ἐγχειρήσαιεν, ἢ ἀνάστασιν ἢ κρίσιν ἀρνούμενοι ἢ τὸ ποίημα τοῦ θεοῦ καὶ κτίσμα τοὺς ἀγγέλους ὑπάρχειν, τούτους καὶ ἀπελαύνεσθαι βουλόμεθα τόπου παντὸς καὶ μὴ ἀφιέναι φωνὴν βλάσφημον οὕτω καὶ
35αὐτῆς τῆς περὶ θεοῦ καθάπαξ ἐξολισθήσασαν γνώ‐

717

σεως ἐγχειροῦντας γὰρ αὐτοὺς παραφθέγγεσθαί τι τοιοῦτον ταῖς πασῶν ἐσχάταις ὑποβάλλομεν τιμωρίαις, τῆς ἐπεισαγομένης πλάνης ἐκ τούτου τὸ τῶν Ἑβραίων περικαθαίροντες ἔθνος.
5 Εὐχόμεθα δὲ αὐτοὺς διὰ ταύτης ἢ ἐκείνης τῆς γλώττης τῶν ἱερῶν βίβλων ἀκούοντας φυλάττεσθαι μὲν τὴν τῶν ἑρμηνευόντων κακίαν, μὴ ψιλοῖς δὲ προσ‐ έχειν τοῖς γράμμασιν, ἀλλὰ τῶν πραγμάτων γενέσθαι καὶ θειοτέρας ὄντως ἐννοίας λαβεῖν, ὥστε καὶ μετα‐
10μανθάνειν τὸ κάλλιον καὶ παύσασθαί ποτε πλανω‐ μένους καὶ περὶ αὐτὸ τὸ πάντων καιριώτατον ἁμαρ‐ τάνοντας, τὴν εἰς θεὸν ἐλπίδα φαμέν. διὰ τοῦτο γὰρ δὴ πᾶσαν αὐτοῖς φωνὴν ἀνεῴξαμεν πρὸς τὴν τῶν ἱερῶν βίβλων ἀνάγνωσιν, ὥστε πάντας ἐφεξῆς
15τὴν αὐτῶν λαμβάνοντας εἴδησιν εὐμαθεστέρους πρὸς τὰ καλλίω γενέσθαι· τῶν ὡμολογημένων ὑπάρχοντος, ἑτοιμότερον πολλῷ πρὸς διάκρισιν εἶναι καὶ πρὸς τὴν τοῦ βελτίονος αἵρεσιν τὸν ἐν ἱεραῖς ἐντραφέντα βίβλοις καὶ μικρὸν τὸ λεῖπον ἔχοντα πρὸς διόρθωσιν,
20ἢ τὸν εἰδότα μὲν τούτων οὐδέν, μόνου δὲ τοῦ τῆς θρησκείας ἐξηρτημένον ὀνόματος καὶ ὥσπερ ἀγκύρας ἀντεχόμενον ἱερᾶς καὶ μάθημα θεῖον τὴν ψιλὴν τῆς αἱρέσεως προσηγορίαν εἶναι νομίζοντα 〈Ἐπίλογος.〉 Τὰ τοίνυν παραστάντα ἡμῖν καὶ
25διὰ τοῦδε τοῦ θείου νόμου δηλούμενα παραφυλάξει μὲν ἡ σὴ ἐνδοξότης καὶ ἡ πειθομένη σοι τάξις, παρα‐ φυλάξει δὲ ὁ κατὰ καιρὸν ἐπὶ τῆς αὐτῆς ἀρχῆς τα‐ χθησόμενος, καὶ οὐ συγχωρήσει παντελῶς Ἑβραίοις παρὰ ταῦτα ποιεῖν, ἀλλὰ τοὺς ἐνισταμένους ἢ καὶ
30κωλύειν ὅλως ἐπιχειροῦντας ταῖς εἰς σῶμα πρῶτον ποιναῖς ὑποθεὶς ἐξορίαν οἰκεῖν ἀναγκάσει, ἀφαιρου‐ μένους καὶ τῶν οὐσιῶν, ὡς μὴ κατὰ ταὐτὸν αὐτοὺς θεοῦ τε καὶ βασιλείας καταθρασύνεσθαι. χρήσῃ δὲ καὶ προστάξεσι πρὸς τοὺς τῶν ἐπαρχιῶν ἡγουμένους
35προτάττων αὐτῶν τὸν ἡμέτερον νόμον, ὥστε καὶ αὐ‐

718

τοὺς τοῦτον μανθάνοντας προθεῖναι κατὰ πόλιν ἑκά‐ στην, εἰδότας ὡς ταῦτα παραφυλάττειν χρεὼν ἡμετέραν ἀγανάκτησιν δεδιότας.
6tΡΜΖ
7tΩΣΤΕ ΤΑΣ ΕΠΟΦΕΙΛΟΜΕΝΑΣ ΛΟΙΠΑΔΑΣ
8tΤΟΙΣ ΕΠΑΡΧΟΙΣ Η ΤΑΙΣ LARGITIOΣΙΝ Η
9tΤΟΙΣ ΠΡΙΒΑΤΟΙΣ Η ΤΩΙ ΘΕΙΩΙ ΠΑΤΡΙΜΟ‐
10tΝΙΩΙ ΣΥΓΧΩΡΕΙΣΘΑΙ ΕΝ ΠΑΝΤΙ ΕΙΔΕΙ ΑΧΡΙ
11tΤΗΣ ΠΑΡΕΛΘΟΥΣΗΣ ΕΒΔΟΜΗΣ ΕΠΙΝΕΜΗ‐
12tΣΕΩΣ ΚΑΙ ΑΥΤΗΣ ΟΦΕΙΛΕΙΝ.
13tὉ αὐτὸς βασιλεὺς Ἀρεοβίνδῳ τῷ ἐνδοξοτάτῳ ἐπάρχῳ
14tτῶν ἱερῶν πραιτωρίων τῆς Ἕω καὶ ἀπὸ ἐπάρχων
15tτῆς εὐδαίμονος ταύτης πόλεως καὶ στρατηλάτῃ.
16Προοίμιον.〉 Εἰ καὶ δαπάνης νῦν πολλῆς εἴπερ ποτὲ τῷ πολιτεύματι δεῖ, τοσαύτην μεγέθους ἐπίδο‐ σιν εὐμενείᾳ λαβόντι θεοῦ καὶ πρὸς τὴν τῆς προσ‐ θήκης ἀναλογίαν τοῖς περικειμένοις προσπολεμοῦντι
20βαρβάροις, πᾶσαν ὅμως ἐπινοοῦμεν ὁδόν, ὡς ἂν καὶ τὰ τῆς χορηγίας ἀκώλυτα γένοιτο καὶ μηδὲν φιλαν‐ θρωπίας εἶδος περὶ τοὺς ὑποτελεῖς τοὺς ἡμετέρους παραλιμπάνοιτο. ὅσα μὲν οὖν τοῖς ἑκάστοτε προσ‐ ιοῦσιν ἡμῖν καὶ χρέα προτεινομένοις δημόσια καὶ ἀπο‐
25ρίαν τῆς ἀποδόσεως ἑτοίμως φιλοτιμούμεθα, καὶ ὡς οὐδεὶς φιλανθρωπίας δεηθεὶς ἄπρακτος ἐκ τῆς ἡμε‐ τέρας ἀνεχώρησεν ὄψεως, τοῦτο λέγειν οὐχ ἡμέτερόν ἐστι, τῶν ὑπὲρ τούτου γεγραμμένων γραμμάτων καὶ
αὐτῶν τῶν τὰς φιλοτιμίας λαβόντων ἐπιμαρτυρούν‐

719

των ἡμῖν. ἀλλ’ ἐπειδὴ μικρὸν καὶ βασιλείας ἀνάξιον εἶναι νομίζομεν τὸ περὶ τοὺς ἑκάστοτε προσιόντας ἰδικάς τινας φιλοτιμίας ποιεῖσθαι, ἢ καὶ μέχρι χωρίων ἢ πόλεων μόνων ἢ καὶ ὅλων ἐπαρχιῶν τὴν ἡμετέραν
5ἐκτείνειν φιλανθρωπίαν, ἀλλὰ μὴ μέγα τι καὶ κοινὸν ἐπὶ πᾶσι τοῖς ὑπηκόοις ποιήσασθαι, τούτου χάριν ἐπὶ τὰς παρούσας θείας ἡμῶν ἤλ‐ θομεν δωρεάς, δι’ ὧν θεσπίζομεν ἀφεῖσθαι πάντας του. ἡμετέρους ὑποτελεῖς ἐλλειμμάτων παντοίων ὀφει‐
10λομένων παρ’ αὐτῶν ἀπὸ τῆς τοῦ προτέρου κύκλου πρώτης ἐπινεμήσεως καὶ αὐτῆς, εἰς ἣν τὰς προτέρας ἡμῶν συνεκλείσαμεν δωρεάς, μέχρι τῆς ἄρτι παρελ‐ θούσης ἑβδόμης ἐπινεμήσεως καὶ αὐτῆς, ὡς εἶναι εἴκοσι δύο ἐτῶν ἐφεξῆς τὴν εἰς τοὺς ὑπηκόους παρ’
15ἡμῶν γινομένην φιλοτιμίαν, καὶ μηδεμίαν ἐλλειμμάτων εἴσπραξιν εἶναι πρὸς ἐκείνους ἀναγομένων τοὺς χρό‐ νους. ταῦτα δέ φαμεν οὐ περὶ τῶν ἐν χρυσίῳ μόνον, ἀλλὰ κἂν εἰ ἄργυρος ἢ σῖτος ἢ ἕτερον εἶδος τὸ χρεω‐ στούμενον εἴη, καὶ τοῦτο μὲν εἰ τῶν θρόνων τῶν
20σῶν τὸ παρὰ τῶν ὑποτελῶν ὀφειλόμενον εἴη, τοῦτο δὲ εἰ τῆς παρὰ Ἰλλυριοῖς ἐπαρχότητος ἢ τῶν θείων ἡμῶν θησαυρῶν, εἴτε ὑπὲρ φόρων εἴτε ὑπὲρ ἑτέρων τίτλων ὁπωσοῦν εἰσαγομένων αὐτοῖς. κοινὴν γὰρ δὴ πᾶσιν ἐφεξῆς τοῖς ἡμετέροις ὑποτελέσι ταύτην ἡμῶν
25τὴν φιλοτιμίαν παρέχομεν, ὥστε οὐδεὶς ὑπὲρ τῶν χρό‐ νων ἐκείνων ἐπ’ αὐτοὺς λοιπὸν ἐνεχθήσεται τὴν οἱ‐ ανοῦν ἐλλειμμάτων ποιούμενος εἴσπραξιν, εἴτε παρ’ αὐτῶν στελλόμενος τῶν ἀρχῶν ἢ καὶ ὁπωσοῦν τὸ τοῦ δημοσίου πρόσωπον οἰκειούμενος εἴτε τινὰς ἐπι‐
30φερόμενος προστάξεις ἢ ἐκταγάς, ἐπείτοιγε καὶ τοῖς τοιοῦτό τι λαμβάνουσι καὶ τοσοῦτον ἐφεξῆς οὐκ εἰσ‐ πράξασι χρόνον τὴν κατὰ τῶν ὑποτελῶν ἀναιροῦμεν ἀπαίτησιν, καὶ πρός γε τὴν κατ’ αὐτοῦ τοῦ δημοσίου.
ὁ γὰρ χρεωστούμενος ἐφεξῆς τοσοῦτον ἢ ῥᾳθυμήσας

720

ἢ σπορτούλων μᾶλλον ἀλλ’ οὐ τῶν πρωτοτύπων γε‐ νόμενος, καὶ οὔτε παρ’ ἐκείνων οὔτε παρὰ τοῦ δημο‐ σίου λαβὼν οὐκ ἐν καιρῷ λοιπὸν μέμνηται τῶν ἐκτα‐ γῶν ἢ τὴν ἐκεῖθεν ἀπαίτησιν ἐπαγαγεῖν πειρᾶται.
5τοὐναντίον μὲν οὖν τὸν τοιοῦτόν τι ποιεῖν ἐγχειροῦντα ὡς ταῖς ἡμετέραις λυμαινόμενον ἀποστρεφόμεθα δω‐ ρεαῖς· ὥστε πᾶσαν ἐφεξῆς ἀπαιτήσεως πρόφασιν ἢ περίνοιαν ἀναιρεθῆναι κατά τε τῶν ὑποτελῶν κατά τε τοῦ δημοσίου, καὶ μείζονα περιγενέσθαι κἀντεῦθεν
10ἀπραγμοσύνην τοῖς ἡμετέροις ὑποτελέσιν. ὅτι δὲ τού‐ των ἀπολαύσουσι τῶν δωρεῶν καὶ ὅσαι τοῖς θείοις ἡμῶν πριβάτοις ἢ τῷ θείῳ ἡμῶν πατριμονίῳ προσ‐ ήκουσι κτήσεις, καὶ οὐδὲ κατὰ γεωργῶν ἢ μισθωτῶν ἢ ἐμφυτευτῶν εἴσπραξις δημοσίων ὑπὲρ τῶν εἰρημέ‐
15νων ἡμῖν γενήσεται χρόνων ἢ παρὰ τῶν τὰ δημόσια εἰσπραττόντων ἢ παρὰ τῶν παλατίνων αὐτῶν, τῶν πάσιν ὡμολογημένων ἐστί. ταῦτα δέ φαμεν περὶ τῶν ὀφειλομένων ἔτι καὶ παρὰ τοῖς ἡμετέροις ὄντων ὑποτελέσιν. εἰ γάρ τι φθάσαντες ἐκεῖνοι δεδώκασι
20καὶ τοῦτο παρὰ βουλευταῖς τυχὸν ἢ ταξεώταις ἢ ὑπο‐ δέκταις ἢ ἐκλήπτορσιν ἢ καὶ παρὰ τοῖς τὰς ἐπαρχίας τρακτεύουσιν ἔμεινε, τοῦτο οὐ συναναλαμβάνομεν οὐδὲ μέρος ποιούμεθα τῆς παρούσης ἡμῶν δωρεᾶς, ἀλλ’ ἀποσωθήσεται τῷ δημοσίῳ· τῶν ἀτοπωτάτων ὑπάρ‐
25χον τὸ παρὰ τῶν ὑποτελῶν δεδομένον μὴ τὸ δημόσιον λαβεῖν, ἀλλ’ ἰδιωτικὸν ἑτέρων κέρδος γενέσθαι. Ταύτης δὲ ἡμῶν τῆς φιλοτιμίας ἐκκλείομεν καὶ τὰ ὁμολογηθέντα τυχὸν ἢ καὶ ἀντιπεφωνημένα τῷ δη‐ μοσίῳ παρὰ τρακτευτῶν ἢ σκρινιαρίων ἢ ἀρκαρίων·
30οὐδὲ γὰρ καὶ τούτοις τῆς ἴσης μεταδίδομεν δωρεᾶς, ἐπεί γε ἅπαξ ᾠκειώσατό τε καὶ σχεδὸν ἔχει ταῦτα λαβὸν τὸ δημόσιον. τῆς δὲ θείας ταύτης φιλοτιμίας ἐξαιροῦμεν τάς τε στρατιωτικὰς καὶ φοιδερατικὰς dis‐ cussionας· αὗται γὰρ οὐ προσάπτονται μὲν τῶν ἡμε‐
35τέρων ὑποτελῶν, δικαίαν δὲ τὴν εἴσπραξιν κατ’ ἐκεί‐ νων ἐπάγουσι τῶν οὐ προσηκόντως ἐκ τοῦ δημοσίου λαβόντων κἂν εἰ προφάσει στρατιωτικῆς ἢ φοιδερατι‐
κῆς δαπάνης ἔτυχον εἰληφότες, ὅμως οἰκεῖον τοῦτο

721

κέρδος ποιησαμένων. καὶ πολλῷ γε μᾶλλον ταύτης ἡμῶν ἐξαιροῦμεν τῆς δωρεᾶς τὰς τῶν πολιτικῶν χρη‐ μάτων ζητήσεις καὶ πρός γε τὰς τῶν ἔργων discus‐ sionας τῶν τε κατὰ ταύτην τὴν εὐδαίμονα πόλιν τῶν
5τε κατὰ τὰς ἐπαρχίας, ἐπεί γε μὴ δίκαιόν ἐστι το‐ σούτου παρ’ ἡμῶν ἐκφορηθέντος χρυσίου προφάσει τῆς τοῦ πολιτεύματος ἀσφαλείας τοὺς μὲν ὑπουργη‐ κότας κέρδος ἄδικον ἔχειν. στερεῖσθαι δὲ τοὺς τόπους τῆς ἐξ ἡμῶν φιλοτιμίας ἢ τῆς ὀφειλομένης αὐτοῖς
10ἀσφαλείας, ἢ καὶ τὰς πόλεις τῶν εἰς εὐκοσμίαν αὐταῖς ἀπονενεμημένων ἀποστερεῖσθαι χρημάτων. ἐπειδὴ δὲ κἂν εἰ τοὺς κακουργοῦντας παντοίως μισοῦμεν, πλὴν ἀλλὰ τῆς ἡμῶν αὐτῶν φιλανθρωπίας ἐπιλαθέ‐ σθαι κατ’ οὐδένα δυνάμεθα χρόνον, διὰ τοῦτο θεσπί‐
15ζομεν τὴν παρ’ ἡμῶν ἐπί τισι κεφαλαίοις γινομένην ἐξαίρεσιν χώραν ἔχειν ἐπὶ τοῖς ἀπὸ τῆς ἔναγχος δια‐ δραμούσης πρώτης ἐπινεμήσεως χρόνοις, ταύτην δέ φαμεν τὴν sedecim πρόσθεν annis γενομένην. ἐπὶ γὰρ δὴ τοῖς προλαβοῦσι χρόνοις ἁπλῆν καὶ γενικὴν
20πᾶσιν ἐφεξῆς τὴν ἡμετέραν φιλοτιμίαν παρέχομεν οὐ‐ δεμίαν ἐξαίρεσιν ἐπὶ ταύτῃ ποιούμενοι, ὥστε κοινῇ πάντας ἀνθρώπους ἀπολαύειν ἀμεριμνίας, καὶ μηδε‐ μίαν ἐλλειμμάτων εἴσπραξιν ἐξ οἱασοῦν ἀφορμῆς ἐξ ἐκείνων προϊέναι τῶν χρόνων. ταύτην ἡμεῖς τοῖς
25μὲν ὑπηκόοις φιλοτιμήσασθαι, θεῷ δὲ τῷ μεγάλῳ προσαγαγεῖν τὴν πρᾶξιν ἡγησάμεθα δεῖν, ὡς ἂν πάν‐ τες τῶν ἐντεῦθεν ἀπολαύοντες ἀγαθῶν χάριτας ὑπὲρ τῆς ἡμετέρας βασιλείας ὁμολογοῖεν τῷ μεγάλῳ θεῷ τῷ καὶ ταύτην ἡμῖν εἰς νοῦν βαλομένῳ τὴν πρᾶξιν.
30 〈Ἐπίλογοσ〉 Τὰ τοίνυν παραστάντα ἡμῖν καὶ διὰ τοῦδε τοῦ θείου δηλούμενα νόμου ἡ σὴ ὑπεροχὴ σπευσάτω πρὸς ἔργον ἀχθῆναι καὶ παραφυλαχθῆναι
σπουδασάτω.

722

(1t)

ΡΜΗ
2tΠΕΡΙ ΣΥΓΧΩΡΗΣΕΩΣ ΛΟΙΠΑΔΩΝ ΔΗΜΟΣΙΩΝ.
3t〈Ἰουστῖνος Αὔγουστος ἔδικτον.〉
4Προοίμιον.〉 Ὅσην περὶ τὰ κοινὰ τῶν πραγμάτων εὐθὺς ἐκ προοιμίων τῆς ἡμετέρας βασιλείας
5ἐποιησάμεθα πρόνοιάν τε καὶ σπουδὴν τῆς παραδοθείσης ἡμῖν ἐκ θεοῦ πολιτείας κηδόμενοι, ἐξ ὧν ἤδη πεπράχαμεν φανερὸν κατεστήσαμεν ἅπασι. τὸ γὰρ δημόσιον χρέεσι πολλοῖς καταπεφορτισμένον εὑρόντες καὶ πρὸς τὴν ἐσχάτην ἀπορίαν ἐλάσαν εἰς ἑαυτοὺς ἡμεῖς ἀνεδεξάμεθα τὸ ὄφλημα, βάρους τε καὶ δυσχερείας πολλῆς ἀπαλλάξαντες τοῦτο. καὶ τὸ στρατιωτικὸν δὲ παραρρυὲν ἤδη τῇ τῶν ἀναγκαίων ἀπορίᾳ, ὡς τὸ πολίτευμα ταῖς τῶν βαρβάρων ἐφόδοις τε καὶ ἐπιδρομαῖς ἀμέτροις καταβλάπτεσθαι, καθ’ ὅσον γέγονεν ἡμῖν δυνατὸν
10τῆς δεούσης ἐπανορθώσεως ἀξιοῦμεν. πλὴν ἀλλ’ οὐκ ἄχρι τούτων καὶ μόνων δεῖν ᾠήθημεν τὴν περὶ τοὺς ὑπηκόους στῆναι βοήθειαν, ἀλλὰ καί τινος ἄλλης μεταδοῦναι φιλανθρώπου γνώμης τοῖς ὑποτελέσι νενομίκαμεν χρῆναι ἐλευθεροῦντες αὐτοὺς τῶν παρ’ αὐτῶν ἐλλειμμάτων ὀφειλομένων τῷ δημοσίῳ. Κοινὴν τοίνυν καὶ ταύτην ἡμῶν τὴν εὐεργεσίαν εἰς ἅπαντας ἐπεκτείνοντες συγχωροῦμεν τοῦ προλα‐ βόντος χρόνου μέχρι τῆς octavας ἐπινεμήσεως καὶ αὐτῆς τοῦ ἐνεστῶτος κύκλου τὰ ὀφειλόμενα παρὰ τῶν ὑπο‐
15τελῶν ἐλλείμματα τῷ δημοσίῳ, καὶ θεσπίζομεν μηδεμίαν εἴσπραξιν γενέσθαι τῶν ἐν λοιπάσιν ὀφειλομένων ἄχρι τῆς εἰρημένης ἐπινεμήσεως, εἴτε τὴν γενικὴν εἴτε τὴν ἰδικὴν τράπεζαν τῆς σῆς ἐνδοξότητος ταῦτα ὁρᾷ ἢ τὴν ἀρχὴν τῶν παρὰ Ἰλλυριοῖς ἱερῶν πραιτωρίων ἢ τοῦ ἐνδοξοτάτου Ἰουστινιανοῦ ἐπάρχου τῶν ἐπὶ Μυσίας καὶ Σκυθίας στρατιωτικῶν καταλόγων ἢ καὶ τῶν θείων ἡμῶν θησαυρῶν ἢ τοῦ ἱερωτάτου ἡμῶν ταμιείου ἢ τοῦ θείου πατριμονίου ἢ τοῦ μεγαλοπρεπεστάτου κουράτωρος τῶν οἰκιῶν· ἀλλὰ πᾶν ὅσον ἔν τε χρυσίῳ καὶ
20ἀργύρῳ καὶ ἑτέροις εἴδεσι κεχρεωστημένον εἴη, τοῦτο πᾶσι τοῖς ὀφείλουσι συγχωρείσθω, ὥστε οὔτε γεωργοὶ οὔτε μισθωταὶ οὔτε ἐμφυτευταὶ οὔτε μὴν οἱ κεκτημένοι εἰσπραχθήσονται τὰ ὀφειλόμενα τῷ δημοσίῳ ἐλλείμ‐ ματα τῶν ἄχρι τῆς εἰρημένης ἐπινεμήσεως καὶ αὐτῆς χρόνων. Ἐξαιροῦμεν δὲ ταύτης ἡμῶν τῆς φιλοτιμίας τάς τε στρατιωτικὰς καὶ φοιδερατικὰς discussionας. ταύτας γὰρ τῶν ὑποτελῶν οὐδὲ ὅλως καθάπτεσθαι συμβαίνει, ἀλλ’ ἐκείνων καὶ μόνων τῶν ἐκ τοῦ δημοσίου χρήματα
25χορηγηθέντων, εἰς κέρδος τε οἰκεῖον ἀπενεγκαμένων τὰ τοῖς στρατιωτικοῖς τάγμασιν ἢ φοιδερατικοῖς ἐπιδο‐
θέντα παρὰ τοῦ δημοσίου. εἰ δὲ καί τινα παρὰ τοῖς λεγομένοις ὑποδέκταις ἡ ἀπαιτηταῖς ἢ ἐκλήπτορσιν ἢ

723

ἐν χρυσίῳ ἢ ἐν ἀργύρῳ ἢ τῶν ἄλλων τῶν ἐν εἴδει τελουμένων εὑρεθεῖεν παρὰ τῶν ὑποτελῶν καταβληθέντα, εἰσπραχθήσονται καὶ αὐτὰ καὶ καταβληθήσονται οἷς προσήκει τῶν εἰρημένων ἡμῖν ἀρχόντων. τὸν ὅμοιόν τε τρόπον καὶ τοὺς ἄλλους ἅπαντας τοὺς λαβόντας τῶν ἡμετέρων συντελῶν χρυσίον ἢ ἕτερόν τι ἐκ τῶν εἰρη‐ μένων ἡμῖν ἐπινεμήσεων καὶ τοῦτο μὴ καταθέντας εἰς τὸ δημόσιον ᾗ καταθεῖναι προσῆκον ἦν, ἐξαιροῦμεν
5τῆς παρούσης ἡμῶν δωρεᾶς, ὥστε τοῦτο ἐπὶ τὸ δημόσιον ἢ καὶ οἷς ἂν ἁρμόζῃ τὰ τοιαῦτα καταβαλεῖν. τοὺς γὰρ ὑποτελεῖς ἐλεοῦντες τῆς παρούσης ἠξιώσαμεν φιλανθρωπίας, οὐ μὴν τοὺς παρ’ αὐτῶν τὰ δημόσια προ‐ λαβόντας χρήματα ἀποστερεῖν τε τὸ δημόσιον βουλομένους ἤγουν ἐκείνους. ὅπου ἂν ἐκτεταγμένοι τύχοιεν ὄντες. πρόδηλον δέ, ὡς εἴ τινες ταύτης ἡμῶν προαισθόμενοι τῆς φιλοτιμίας ὑπὲρ τῶν συγχωρουμένων ἐλλειμμάτων κατά τινα περίνοιαν ἐκ τῶν ὑποτελῶν ὁμολογίας ἢ ἀντιφωνήσεις εἰλήφασιν, ἢ καὶ εἰς ἰδιωτικὰ
10μετατεθείκασι χρέα, ἢ ἄλλο τι πρὸς περιγραφὴν τοιοῦτό τι μελετήσαντες ἢ πράξαντες φανεῖεν, οὐδὲν ἐξ αὐτῶν ὄφελος ἕξουσιν, ἀναδώσουσι δὲ τὰς ὁμολογίας παρ’ ὧν ἐκομίσαντο ταύτας. Ἅπαντες δὲ χάριτας θεῷ τε καὶ ἡμῖν ὁμολογήσουσιν, οἱ μὲν ὀφείλοντες τὰ ἐλλείμματα τῆς τούτων συγχωρήσεώς τε καὶ φιλανθρωπίας ἀξιωθέν‐ τες. οἱ δὲ οὐδὲν ὑπὲρ ἐλλειμμάτων ὀφείλοντες ἀπηλλαγμένοι φροντίδος τῆς τῶν ἀποδείξεων ἕνεκα παραφυλακῆς, ὡς μὴ τούτοις παρεμπίπτειν 〈τὸ〉 πολλάκις ὑπὲρ τῶν αὐτῶν ἐνοχλεῖσθαι χρόνων. πάλιν δὲ ζυγοκλεπτήσαντες
15παρίτωσαν, ἄχρι τῆς ὀγδόης ἐπινεμήσεως ἔχοντες τὸ ἀμέριμνον· ὡς εἰς πάντας εἰκότως τὴν παροῦσαν ἡμῶν διανέμειν δωρεάν. 〈Ἐπίλογος.〉 Τὰ τοίνυν παραστάντα ἡμῖν καὶ διὰ τοῦδε τοῦ θείου ἡμῶν πραγματικοῦ νόμου δηλού‐ μενα ἡ σὴ ἐνδοξότης προγράμμασι χρωμένη κατὰ τήνδε τὴν βασιλίδα πόλιν ἅπασι φανερὰ καταστήσει.
20tΡΜΘ
21tΠΕΡΙ ΤΟΥ ΠΡΟΙΚΑ ΤΟΥΣ ΤΩΝ ΕΠΑΡΧΙΩΝ ΑΡΧΟΝΤΑΣ ΓΙΝΕΣΘΑΙ ΕΚ ΔΕΗΣΕΩΣ ΤΩΝ ΤΕ
22tΘΕΟΦΙΛΕΣΤΑΤΩΝ ΕΠΙΣΚΟΠΩΝ ΚΑΙ ΚΤΗΤΟΡΩΝ ΚΑΙ ΟΙΚΗΤΟΡΩΝ ΤΩΝ ΕΠΑΡΧΙΩΝ ΠΡΟΣ
23tΤΟΝ ΕΥΣΕΒΕΣΤΑΤΟΝ ΒΑΣΙΛΕΑ. ΕΦ’ ΩΙ ΤΟΝ ΟΝΟΜΑΖΟΜΕΝΟΝ ΤΟ ΔΗΜΟΣΙΟΝ ΑΣΦΑΛΙ‐
24tΖΕΣΘΑΙ. ΕΙ ΔΕ ΥΠΕΡΘΩΝΤΑΙ ΤΟΥΤΟ ΠΡΑΞΑΙ, ΜΗΔΕΝΑ ΠΡΟΣΙΕΝΑΙ ΚΑΤΑ ΤΟΥ ΑΡΧΟΝ‐
25tΤΟΣ ΟΤΙΟΥΝ ΠΡΑΤΤΟΝΤΟΣ ΠΡΟΦΑΣΕΙ ΤΩΝ ΔΗΜΟΣΙΩΝ.
26Προοίμιον.〉 Τῆς παρὰ τοῦ θεοῦ δεδομένης ἡμῖν πολιτείας κηδόμενοι καὶ ἐν πάσῃ δικαιοσύνῃ ζῆν
τοὺς ἡμετέρους σπουδάζοντες ὑπηκόους ἕνα σκοπὸν ἐξ ἀρχῆς τοῦτον ἐθέμεθα, ἅπαν εἴ τι πρώην ἀτελὲς ἦν

724

καὶ συγκεχυμένον ὑπῆρχε, τοῦτο καὶ ἐπανορθῶσαι καὶ τέλειον ἀποφῆναι. μεριμνήσαντες τοίνυν ὅπως τό τε δημόσιον τό τε ὑπήκοον ἀβλαβές τε καὶ ἀζήμιον διατελοίη. διενοήθημεν ὅτε δὴ τοῦτο ῥᾳδίως ἕξομεν, εἰ τοὺς ἡγουμένους τῶν ἐπαρχιῶν προῖκα τὰς ἀρχὰς παραλαμβάνοντας καὶ τὸ δημόσιον ἀσφαλιζομένους ὀρθῶς τε καὶ νομίμως ἅπασι χρῆσθαι παρασκευάσαιμεν, παντὸς ἀπεχομένους τοῦτο μὲν ἀδικήματος τοῦτο δὲ καὶ λήμματος
5αἰσχροῦ τε καὶ ἄλλως ἀπηγορευμένου. Ἵνα τοίνυν μὴ ξένοι τινὲς ἐπεισπηδῶντες ταῖς ἐπαρχίαις ἀδικοῖεν αὐτὰς ἡμεῖς τε συχναῖς ταῖς κατ’ αὐτῶν ἐνοχλοίμεθα προσελεύσεσι, προτρέπομεν τοὺς ἑκάστης ἐπαρχίας ὁσιωτάτους ἐπισκόπους κτητόρων τε καὶ οἰκητόρων τοὺς ἄγοντας τὰ πρωτεῖα, διὰ κοινῆς δεήσεως ἀναφέρειν ἐπὶ τὸ ἡμέτερον κράτος τοὺς αὐτοῖς ἐπιτηδείως ἔχειν πρὸς τὴν ἀρχὴν τῆς αὐτῶν ἐπαρχίας νομιζομένους. τούτοις γὰρ τὰ σύμβολα τῆς ἀρχῆς
10δόσεως χωρὶς παρέξομεν ἀσφαλιζομένοις τὸν δημόσιον εἰσάγειν κανόνα, παρεγγυῶντες αὐτοῖς τῶν νόμων ἐναντίον μηδὲν διαπράττεσθαι [ἢ] μηδέ τινα βιάζεσθαι παρὰ τῶν ὑποτελῶν 〈πόρον, ἀλλὰ ταῖς οἰκείαισ〉 ἀρκουμένοις σιτήσεσιν ἐπαγρυπνεῖν τῇ τῶν δημοσίων φόρων εἰσπράξει, καὶ τοῖς μὲν περὶ τὰς εὐσεβεῖς εἰσ‐ φορὰς εὐγνωμονοῦσι πρᾴως τε ἅμα καὶ πατρικῶς προσφέρεσθαι, τοὺς δὲ ἀγνωμονοῦντας εἰσπράττειν σφοδρό‐ τερον. μηδὲν ὑπὲρ τούτου κέρδος οἰκεῖον παντάπασιν ἀποφερομένους. δεήσει δὲ αὐτοὺς οὐδὲν ἧττον καὶ τοῖς
15δικαζομένοις ἅπασι τὸ ἴσον τε καὶ δίκαιον νέμειν σὺν τάχει τε τούτους ἀπαλλάττειν βλέποντας πρὸς τοὺς νόμους, ὡς μὴ καὶ δαπάναις καὶ χρόνοις μακροῖς αὐτοὺς ἐπιτρίβεσθαι· ἐπεξιέναι δὲ καὶ τοῖς ἁμαρτάνουσι, καὶ πρὸς τὸν νόμον ἐπάγειν τὰς τιμωρίας αὐτοῖς, καὶ πᾶσαν ἐπιδείκνυσθαι δικαιοσύνην. Οὐ μόνον δὲ αὐτοῖς ταῦτα προαγορεύομεν, ἀλλὰ καὶ τοῖς ἀρχῆς ἑκάστης παρέδροις καὶ τοῖς ἄλλως ὑπηρετουμένοις αὐταῖς. εἰ γάρ τις αὐτῶν ἢ περὶ τὴν τῶν δημοσίων εἴσπραξιν ῥᾳθυμίᾳ χρήσηται, ἢ ζημίαις
20ἢ ἐπηρείαις περιβάλοι τοὺς ἡμετέροις ὑποτελεῖς, τῆς τε οὐσίας ἐκπεσεῖται καὶ μεγίσταις ὑπαχθήσεται τιμω‐ ρίαις ἡμῖν γὰρ ἡγουμένου θεοῦ μία τίς ἐστιν αὕτη σπουδὴ τὰς ἐπαρχίας εὐνομεῖσθαί τε καὶ ἀσφαλῶς οἰκεῖσθαι καὶ τῆς τῶν ἀρχόντων ἀπολαύειν δικαιοσύνης. τούς τε δημοσίους ἀμέμπτως εἰσάγεσθαι φόρους. οὐ γὰρ ἄλλως ἔνεστι τὸ πολίτευμα διασώζεσθαι μὴ τῶν εὐσεβῶν εἰσαγομένων τελεσμάτων. ἐξ ὧν τὸ μὲν στρα‐ τιωτικὸν τὰ τεταγμένα τούτῳ κομιζόμενον τοῖς πολεμίοις ἀντικαθίσταται καὶ ἐκ τῆς τῶν βαρβάρων ἐπιδρο‐
25μῆς τε καὶ κακίας ἐξαιρεῖται τοὺς ὑποτελεῖς. φρουρεῖ δὲ καὶ τοὺς ἀγροὺς καὶ τὰς πόλεις ἐκ τῆς τῶν λῃστῶν καὶ τῶν ἄλλως ἄτακτον βίον ἐπανῃρημένων ἐπηρείας τε καὶ ἐφόδου, ἀπολαύει δὲ καὶ τὰ λοιπὰ τῶν ταγμάτων τῶν αὐτοῖς ἀπονεμηθέντων, τείχη τε καὶ πόλεις ἐπανορθοῦνται, δημοσίων τε βαλανείων ἐκπυρώσεις προΐασι θεάτρων τε ἐπιμέλεια καὶ τῶν ἄλλων, ὁπόσα πρὸς θεραπείαν τῶν ὑπηκόων ἐξεύρηται ὥστε τὰ παρ’ αὐτῶν συντελούμενα τὰ μὲν εἰς αὐτοὺς τὰ δὲ καὶ δι’ αὐτοὺς δαπανᾶσθαί τε καὶ ἐπιδίδοσθαι, ἡμῖν δὲ καθάπαξ
30οὐδὲν ἐντεῦθεν ἢ τὰς ὑπὲρ τούτων ἔχειν συμβαίνει φροντίδας, πλὴν ἀλλ’ οὐδὲ ταύτας ἀμίσθους, τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ μεγέθει τῆς αὐτοῦ φιλανθρωπίας πολλοῖς ἡμᾶς καὶ διὰ τοῦτο
τοῖς ἀγαθοῖς ἀμειβομένου.

725

Ταῦτα μὲν οὖν ἡμεῖς τοῖς ἐν ταῖς ἐπαρχίαις ἅπαντα προκηρύττοντες, καὶ ταύτῃ δεικνύντες ὅση τις ἡμῖν ἐστι περὶ τοὺς ὑπηκόους φιλανθρωπία, ἵλεώ τε καὶ εὐμενῆ τὸν θεὸν μᾶλλον ἕξομεν, τῆς τῶν ὑποτελῶν ἀβλαβείας τοσαύτην τιθέμενοι πρόνοιαν. οἱ δὲ ταύτης ἡμῶν τῆς καλοκαγαθίας ἐπιτυχόντες εἰ περὶ τὴν τῶν ἀρχόντων αἵρεσιν διαμάρτοιεν, οὐδένα παντελῶς ἢ σφᾶς αὐτοὺς αἰτιάσονται. εἰ δὲ καὶ ἀναβάλοιντο τούτους
5ἐπιλέγεσθαι καὶ εἰς ἡμᾶς. ἀναφέρειν, οὐκέτ’ 〈ἂν〉 δικαίως τοὺς ἐντεῦθεν ἐκπεμπομένους ἐν ταῖς ἐπαρχίαις διὰ τὴν τῶν δημοσίων συλλογὴν ἅπαντα πράττειν προαιρουμένους ἐπιμέμψαιντο, 〈οὐδ’ ἡμεῖσ〉 τοῦ λοιποῦ ἀνεξό‐ μεθα προσιόντων αὐτῶν καὶ τούτους αἰτιωμένων. οἱ γὰρ τὴν ἐξουσίαν παρ’ ἡμῶν λαβόντες τῆς τῶν ἀρχόν‐ των ἐπιλογῆς, ἵνα τὰς ἀρχὰς προῖκα λαμβάνοντες τοὺς δημοσίους εἰσάγοιεν φόρους αὐτοί τε παρ’ αὐτῶν μηδαμῶς ἀδικοῖντο. ῥᾳθυμοῦντες οὗτοι περὶ τὴν τούτων ἐπιλογὴν ἀνεκτοὶ καθάπαξ οὐκ ἔσονται μεμφόμενοι
10τούτοις καὶ ταῖς κατ’ αὐτῶν προσελεύσεσιν ἡμῖν ἐνοχλοῦντες. ἀναβολῇ δὲ χρήσεται καθάπαξ οὐδεὶς πρὸς τὴν τῶν ἐπικειμένων αὐτῷ δημοσίων φόρων καταβολήν, οὐ θεῖος οἶκος, οὐχὶ ἁγιωτάτη ἐκκλησία, οὐκ εὐαγὲς πτωχεῖον ἢ μοναστήριον, ἀλλ’ οὐδὲ μεῖζον ἢ ἔλαττον πρόσωπον. οὔτε δὲ πολιτευομένους οὔτε τοὺς λεγομέ‐ νους ἐκλήπτορας οὔτε μὴν τοὺς ἄλλους, οἷς ἐπίκειται ἡ τῶν δημοσίων φόρων φροντίς. ἐξαιροῦμεν τοῦ ἐντεῦ‐ θεν κινδύνου. τὰ γὰρ κοινῇ πᾶσι λυσιτελοῦντα προκρίνομεν τῆς ἀδίκου προαιρέσεως τῶν εἰς τὸ δημόσιον
15ἀγνωμονεῖν ἐθελόντων. 〈Ἐπίλογος.〉 Ὥστε δὲ τὰ καλῶς ἡμῖν παραστάντα φανερὰ πᾶσι γενέσθαι, κελεύομεν τὴν σὴν ὑπερ‐ οχὴν κατά τε τὴν εὐδαίμονα ταύτην πόλιν καὶ μὴν καὶ ἐν ταῖς ἐπαρχίαις τὸ παρὸν θεῖον ἴδικτον προθεῖναι εἰς τοὺς περιφανεῖς ἑκάστης πόλεως τόπους, ὥστε μηδένα διαλαθεῖν τὴν ἐξηυρημένην πρόνοιαν τῆς γαληνό‐
τητος ἡμῶν ὑπέρ τε τοῦ δημοσίου καὶ τῆς τῶν ὑποτελῶν ἀβλαβείας.

726

(32t)

ΡΝΑ
33tΠΕΡΙ ΤΟΥ ΜΗ ΠΑΡΑΣΤΑΘΗΝΑΙ Η ΔΙΑΧΘΗΝΑΙ ΒΟΥΛΕΥΤΗΝ
34tΗ ΤΑΞΕΩΤΗΝ ΔΙΧΑ ΒΑΣΙΛΙΚΗΣ ΚΕΛΕΥΣΕΩΣ ΕΜΦΑΝΙΖΟΜΕ‐
35tΝΗΣ ΤΟΙΣ ΕΠΑΡΧΟΙΣ
36tὉ αὐτὸς βασιλεὺς Ἰωάννῃ τῷ ἐνδοξοτάτῳ ἐπάρχῳ πραιτωρίων.
37Προοίμιον.〉 Μήνυσις ἡμῖν ἐστάλη τῆς σῆς ὑπεροχῆς. λέγουσα μὴ χρῆναι ἐκ διαφόρων δικαστη‐ ρίων βουλευτὰς ἢ ταξεώτας ἢ πρὸς ταύτην ἄγεσθαι τὴν εὐδαίμονα πόλιν δικασομένους ἢ εἰς ἑτέραν πέμ‐
πεσθαι, πολλάκις δὲ καὶ θείας ἡμῶν πορίζεσθαι κελεύσεις τοῦτο βουλομένας· καὶ ᾔτεις θείῳ πραγματικῷ

727

τύπῳ τοῦτο κωλυθῆναι, ὥστε μηδένα ταξεώτην ἢ βουλευτὴν μήτε ἐξ ἑτέρας εἰς ἑτέραν ἄγεσθαι χώραν μήτε εἰς ταύτην ἕλκεσθαι τὴν εὐδαίμονα πόλιν, εἰ δὲ θεῖαι γένωνται συλλαβαὶ περὶ τούτου, ταύτας ἐμφανεῖς γενέσθαι τῷ δικαστηρίῳ τῆς σῆς ὑπεροχῆς καὶ ψήφους ἀκολούθους λαμβάνειν Ἡμεῖς τοίνυν πᾶσαν μὲν ἀγωγὴν καὶ παράστασιν ἀποστρεφόμεθα, εἰ δὲ ἀνάγκη γένοιτο τοιοῦτό τι
5πραχθῆναι, οὐδενὶ τῶν ἡμετέρων ἀρχόντων πλὴν ἢ τῷ θρόνῳ τῷ σῷ συγχωροῦμεν ταξεώτην ἢ βουλευτὴν εἰς ταύτην ἀγώγιμον ποιεῖν τὴν εὐδαίμονα πόλιν, πλὴν εἰ μὴ θεία κέλευσις ἐπιτρέπουσα τοῦτο ῥητῶς γένοιτο, ἣν προσήκει καὶ τὴν σὴν μανθάνειν ὑπεροχήν, καὶ μὴ παρὰ τὴν σὴν ψῆφον ἀγώγιμον γίνεσθαι αὐτόν, διὰ τὸ λυσιτελὲς τῷ δημοσίῳ, μήποτε ἐντεῦθεν οἱ τὰ δημόσια πράττοντες ἀφελκόμενοι ταύτην λάβοιεν ἀφορ‐ μὴν τῆς κατὰ τῶν δημοσίων ἐπηρείας.
10Ἐπίλογος.〉 Ἡ τοίνυν σὴ ὑπεροχὴ τὰ παραστάντα ἡμῖν καὶ διὰ τοῦδε τοῦ θείου πραγματικοῦ ἡμῶν δηλούμενα τύπου ἔργῳ καὶ πέρατι παραδοῦναι σπευσάτω.
12tΡΝΒ
13tΠΕΡΙ ΤΟΥ ΤΟΥΣ ΕΠΙ ΔΗΜΟΣΙΟΙΣ ΠΡΟΙΟΝΤΑΣ ΘΕΙΟΥΣ ΤΥΠΟΥΣ ΜΗ ΑΛΛΩΣ ΕΡΡΩΣΘΑΙ
14tΕΙ ΜΗ ΕΓΕΝΟΝΤΟ Η ΓΕΝΟΙΝΤΟ ΚΑΤΑΦΑΝΕΙΣ ΤΟΙΣ ΤΩΝ PRAETORIΩΝ ΕΝΔΟΞΟΤΑΤΟΙΣ
15tΕΠΑΡΧΟΙΣ ΚΑΙ ΕΚΕΙΘΕΝ ΚΥΡΩΘΕΙΕΝ
16tὉ αὐτὸς βασιλεὺς Ἰωάννῃ τῷ ἐνδοξοτάτῳ ἐπάρχῳ πραιτωρίων.
17Προοίμιον.〉 Σπουδάζοντες μετὰ τῆς τοῦ θεοῦ βοηθείας σὺν ἐπιμελείᾳ διοικεῖν τὰ τῆς ἐμπιστευ‐ θείσης ἡμῖν πολιτείας παρὰ τοῦ δεσπότου θεοῦ πράγματα. κελεύομεν μὴ ἄλλως ἰσχύειν τύπον περὶ δημοσίων γινόμενον πρὸς τὸν μεγαλοπρεπέστατον δοῦκα ἢ καὶ αὐγουστάλιον ἢ πρὸς τοὺς τῶν ἐπαρχιῶν λαμπροτάτους
20ἄρχοντας, εἰ μὴ πρότερον ἐμφανισθῇ τῷ δικαστηρίῳ τῆς σῆς ὑπεροχῆς, τοὺς δὲ μὴ γενομένους καταφανεῖς μηδεμίαν ἰσχὺν ἔχειν. ἄτοπον γὰρ προφάσει δημοσίων γινόμενον θεῖον τύπον μὴ πρότερον τῷ θρόνῳ τῆς σῆς ὑπεροχῆς ἐμφανῆ τοῦτον καθίστασθαι, εἶτα οὕτω καταπέμπεσθαι πρὸς τὸν μεγαλοπρεπέστατον δοῦκα ἢ αὐγουστάλιον ἢ τοὺς λοιποὺς τῶν ἐπαρχιῶν ἄρχοντας. δεῖ γὰρ ἐμφανεῖς γινομένους τοὺς τοιούτους θείους
τύπους τῷ θρόνῳ τῆς σῆς ὑπεροχῆς οὕτως καταπέμπεσθαι εἰς τὰς ἐπαρχίας καὶ πέρατι παραδίδοσθαι.

728

Εἴ τι τοίνυν μέχρι τοῦ νῦν πρὸς βλάβην τοῦ δημοσίου γέγονε, τοῦτο ἄκυρον εἶναι κελεύομεν, θεσπί‐ ζοντες τοῦ λοιποῦ ἕκαστον θεῖον πραγματικὸν τύπον. εἴτε πρὸς τὸν αὐγουστάλιον εἴτε πρὸς τὸν δοῦκα εἴτε πρὸς τοὺς λοιποὺς τῶν ἐπαρχιῶν ἄρχοντας γένοιτο προφάσει δημοσίων, καθὰ εἴρηται, πάντως ἐμφανίζεσθαι τῷ δικαστηρίῳ τῆς σῆς ὑπεροχῆς, καὶ οὕτως εἰς τὰς ἐπαρχίας πέμπεσθαι προταττόμενον μετὰ προσταγμάτων,
5καθὰ εἴρηται, τῆς σῆς ὑπεροχῆς. ὥστε ὅσοι μὲν μὴ πρὸς βλάβην γίνοιντο τοῦ δημοσίου θεῖοι τύποι, τούτους καὶ δέχεσθαι καὶ προτάττειν τῶν προσταγμάτων, καὶ πέμπεσθαι παρὰ τῆς σῆς ὑπεροχῆς εἰς τὰς ἐπαρχίας, ἐφ’ ᾧ τε πέρατι παραδίδοσθαι· ὅσοι δὲ πρὸς βλάβην τοῦ δημοσίου κατὰ συναρπαγὴν γίνονται, δέχεσθαι μὲν τὴν σὴν ὑπεροχὴν τοὺς τοιούτους θείους τύπους, μὴ πράττειν δὲ τὰ ἐν αὐτοῖς ἐγκείμενα πρὶν ἢ πρότε‐ ρον εἰς ἡμᾶς ἀνενέγκοι. ἵνα εἴ τι ὡς εἰκὸς πρὸς βλάβην τοῦ δημοσίου γέγονε, τοῦτο ἐπανορθωθῇ. Οἱοσδήποτε
10τοίνυν θεῖος πραγματικὸς τύπος προφάσει δημοσίων γενόμενος μὴ ἐμφανὴς γένηται τῷ θρόνῳ τῆς σῆς ὑπερο‐ χῆς, τοῦτον ἐν οὐδενὶ χρόνῳ κρατεῖν βουλόμεθα.
13tΡΝΓ
14tΠΕΡΙ ΤΩΝ ΧΑΜΕΥΡΕΤΩΝ ΒΡΕΦΩΝ.
15tὉ αὐτὸς βασιλεὺς Ἠλίᾳ τῷ ἐνδοξοτάτῳ ἐπάρχῳ τοῦ Ἰλλυρικοῦ.
16Προοίμιον.〉 Ἔγκλημα τῆς ἀνθρωπίνης γνώμης ἀλλότριον καὶ οὐδὲ περὶ πάντων βαρβάρων ἀξιό‐ πιστον Ἀνδρέας ὁ θεοφιλέστατος πρεσβύτερος καὶ ἀποκρισιάριος τῆς τῶν Θεσσαλονικέων ἁγιωτάτης ἐκκλησίας προσήγγειλεν, ὥς τινες τὰ προϊόντα εὐθὺς ἐκ κοιλίας ἀπορρίπτοντες βρέφη καὶ ἐν ταῖς ἁγίαις αὐτὰ καταλιμ‐ πάνοντες ἐκκλησίαις μετὰ τὸ ταῦτα παρὰ τῶν εὐσεβούντων ἀνθρώπων ἀναγωγῆς καὶ τροφῆς ἀξιωθῆναι
20ἐκδικοῦσι καὶ δούλους προσαγγέλλουσι, καὶ ἐπιθυμοῦσι τῇ οἰκείᾳ ὠμότητι τοῦτο προσθεῖναι, ὥστε οὓς ἐν αὐτοῖς τοῖς τῆς ζωῆς προοιμίοις θανάτῳ παραδεδώκασιν. αὐξήσαντας στερῆσαι τῆς ἐλευθερίας. ἐπειδὴ τοίνυν τὸ τοιοῦτον ἀτόπημα πολλὰ κατὰ ταὐτὸν περιέχει ἐγκλήματα. φόνον τε καὶ συκοφαντίαν καὶ ὅσα ἄν τις ἐν τῇ τοιαύτῃ πράξει εὐκόλως ἀπαριθμήσαιτο, ἔδει τοὺς τὰ τοιαῦτα διαπραξαμένους τὴν ἐκ τῶν νόμων μὴ δια‐ φεύγειν ἐκδίκησιν, ἀλλ’ εἰς τὸ τοὺς ἄλλους σωφρονεστέρους γενέσθαι ταῖς ἐσχάταις αὐτοὺς ὑποβληθῆναι ποιναῖς,
25οἷα ἐκ τῆς ἀναιδείας τῆς ἐναγωγῆς ἴδια ἐγκλήματα προσαγγείλαντας. ὅπερ τοῦ λοιποῦ φυλαχθῆναι θεσπίζομεν.

729

Ὅσοι τοίνυν οὕτως ἐν ἐκκλησίαις ἢ ῥύμαις ἢ ἄλλοις τόποις ἀπορριφέντες δειχθῶσι, τούτους πᾶσι τρόποις ἐλευθέρους εἶναι παρακελευόμεθα. κἂν εἰ ἀκριβής τις ἀπόδειξις ὑπάρχοι τῷ ἐνάγοντι εἰς τὸ δεῖξαι τὸ τοιοῦτον πρόσωπον τῇ αὐτοῦ διαφέρειν δεσποτείᾳ. εἰ γὰρ τοῖς ἡμετέροις προστέτακται νόμοις, ὥστε τοὺς νοσοῦντας οἰκέτας παρὰ τῶν δεσποτῶν καταφρονηθέντας καὶ ὡς τῆς αὐτῶν ὑγιείας ἀπελπισθείσης ἐκ τῶν
5κεκτημένων ἐπιμελείας μὴ ἀξιουμένους πάντως εἰς ἐλευθερίαν ἀναρπάζεσθαι, πῶς ἄρα γε τοὺς ἐν αὐτῇ τῇ τῆς ζωῆς ἀρχῇ τῇ τῶν ἄλλων ἀνθρώπων καταλειφθέντας εὐσεβείᾳ καὶ παρ’ αὐτῶν ἀνατραφέντας ἀνεξόμεθα εἰς ἄδικον δουλείαν καθέλκεσθαι; ἀλλὰ τούτοις τόν τε ὁσιώτατον ἀρχιεπίσκοπον τῆς Θεσσαλονικέων καὶ τὴν ὑπ’ αὐτὸν ἁγίαν τοῦ θεοῦ ἐκκλησίαν καὶ τὴν σὴν ἐνδοξότητα βοηθεῖν καὶ τὴν ἐλευθερίαν αὐτοῖς ἐκδικεῖν θεσπίζομεν, μηδὲ τὰς ἐκ τῶν ἡμετέρων νόμων τῶν ταῦτα πραττόντων διαφευγόντων ποινάς, οἶα πάσης
10ἀπανθρωπίας καὶ ὠμότητος πεπληρωμένων [καὶ] τοσοῦτον πάσης μιαιφονίας χείρονος, ὅσον ταύτην τοῖς ἀθλιωτέροις ἐπάγουσι. 〈Ἐπίλογος.〉 Τὰ τοίνυν παραστάντα ἡμῖν καὶ διὰ τοῦδε τοῦ θείου δηλούμενα τύπου ἥ τε σὴ ἐνδο‐ ξότης καὶ ὁ κατὰ καιρὸν τὴν αὐτὴν παραληψόμενος ἀρχὴν καὶ ἡ πειθομένη ὑμῖν τάξις ἔργῳ καὶ πέρατι παραδοῦναι καὶ παραφυλαχθῆναι σπευσάτω. καὶ ποινὴ γὰρ ἐπικείσεται εʹ χρυσίου λιτρῶν κατὰ τῶν ταῦτα
15παραβαίνειν ἐπιχειρούντων ἢ παραβαίνεσθαι συγχωρούντων.
17tΡΝΔ
18tΠΕΡΙ ΤΩΝ ΕΝ ΟΣΡΟΗΝΗ ΑΘΕΜΙΤΩΣ ΣΥΝΑΛΛΑΤΤΟΝΤΩΝ
19tΑὐτοκράτωρ Ἰουστινιανὸς Αὔγουστος Φλώρῳ κόμητι τῶν θείων πριβάτων.
20Προοίμιον.〉 Παράδοξός τις ἦλθεν εἰς ἡμᾶς λόγος, ὡς οἱ κατὰ τὴν μέσην τῶν ποταμῶν καὶ τὴν Ὀσροηνὴν ἐπαρχίαν τολμῶσι γάμοις ἀθεμίτοις ὁμιλεῖν, καὶ τοὺς ῥωμαϊκοὺς παραβαίνουσι νόμους καὶ τὰς ἐν
αὐτοῖς ἠπειλημένας ποινὰς τάς τε παλαιὰς καὶ νέας, τοῖς μὲν ἐκ γειτόνων προσέχοντες, εἰς ἀθεμίτους δὲ καὶ

730

κεκωλυμένους ἐμπίπτοντες γάμους. ἡμεῖς τοίνυν τούτων μὲν οὐδὲν παντελῶς ἐπιστεύσαμεν· οὐ γὰρ ἡγούμεθα ἀνθρώπους μέρος ὄντας τῆς ἡμετέρας πολιτείας τοιοῦτό τι πράττειν θαρρεῖν καὶ τὴν γονὴν τὴν ἑαυτῶν καταισχύνειν καὶ τὰ ὀνόματα συγχέειν. Ὥστε καὶ ἐξερευνᾶν ταῦτα ἠβουλόμεθα, καὶ εἴ τι τοιοῦτον ὅλως πέπρακται. τοὺς ἁμαρτάνοντας πρὸς
5ἐσχάτην ἄγειν τιμωρίαν. ἀλλ’ ἐπειδὴ καὶ χρόνος ἐστὶ μακρὸς καὶ οὐδὲ πιστεύομεν τοιοῦτό τι γεγενῆσθαι πλημμέλημα, εἰ ἄρα καὶ τοιοῦτό τι συμβέβηκε, τὸ μὲν παρῳχηκός, ὅπως δή ποτε ἂν ἔχοι, συγχωροῦμεν τοῖς τὴν Ὀσροηνὴν καὶ τὴν μέσην τῶν ποταμῶν τὰς ἐπαρχίας κατοικοῦσι, προφάσει τῶν ἐν αὐταῖς γενομένων διαφόρως ἐφόδων, καὶ μάλιστα ἀγροικικοῦ πλήθους ὡς ἐπὶ τὸ πλεῖστον ὄντος τοῦ ταῦτα ἐξαμαρτεῖν λεγο‐ μένου, καὶ ἐπὶ τοῦ νῦν σχήματος ἐῶμεν εἶναι, οὐδὲν πολυπραγμονοῦντες τῶν ἄχρι τῆς νεαρᾶς ἡμῶν θείας
10διατάξεως περὶ τούτου ὡς εἰκὸς πλημμεληθέντων, ἀλλὰ θεσπίζοντες πᾶσαν κωλυθῆναι περὶ τούτου ζήτησιν τοιαύτην κατὰ προσώπων ἢ πραγμάτων διαφερόντων τοῖς ἐν ταῖς αὐταῖς ἐπαρχίαις οἰκοῦσι. μετὰ δὲ τὸν ἡμέτερον νόμον τὸν ἔναγχος περὶ τούτου τεθέντα εἴ τις ἐτόλμησεν ἢ καὶ τολμήσειεν τοιοῦτό τι πρᾶξαι, βου‐ λόμεθα τοῦτον ὑπὸ ποινὰς ἐσχάτας καταστῆναι, εἰδότα ὡς οὐ μέχρι χρηματικῶν στησόμεθα ποινῶν, ἀλλ’ αὐτόν τε καὶ γυναῖκα καὶ παῖδας ἐξ ἀθεμίτων γινομένους γάμων μετὰ τὴν ἡμετέραν, ὡς εἴρηται. θείαν διά‐
15ταξιν μετελευσόμεθα, καὶ τὸν εἰς κεφαλὴν κίνδυνον καὶ τὴν εἰς περιουσίαν αὐτοῖς ποινὴν ἐπιστήσομεν, οὐδενὸς φειδόμενοι οὔτε εἰ μείζονος οὔτε εἰ ἐλάττονος εἴη καταστάσεως ἢ τύχης ἢ ἱερωσύνης (τοῦτο γὰρ ἔτι μᾶλλόν ἐστι δυσκολώτερον), ἀλλὰ πᾶσιν ὁμοίως ἐπεξιόντες τὴν νενομισμένην καὶ τοῖς ῥωμαϊκοῖς πρέπουσαν νόμοις φυλάξομεν εὐταξίαν, οὐ μέρος μόνον τῆς οὐσίας ἀφαιρούμενοι, ἀλλὰ καὶ τὴν οὐσίαν ὅλην καὶ μέρος τοῦ σώματος. καὶ εἴπερ καὶ δυσκολωτέραν εὕρωμεν τὴν ἀθεμιτογαμίαν, καὶ αὐτὴν ἵσως τὴν ψυχήν· οὐδενὸς
20ἀποφυγεῖν δυναμένου εἰς τὸ τοῖς πέλας ἐν τοῖς πλημμελήμασιν ἀκολουθεῖν. χρὴ γὰρ τὰ ὀρθά τε καὶ προσ‐ ήκοντα φρονεῖν καὶ τοὺς ἄλλους ἀνιστᾶν εἰς τὸν τοιοῦτον ζῆλον, ἀλλ’ οὐκ αὐτοὺς πράττειν παράνομα καὶ εἰς τὴν πρὸς ἀλλήλους καταφεύγειν μίμησιν. ταῦτα τοίνυν φυλάττεσθαι βουλόμεθα ἐπὶ τῶν εἰρημένων ἐπαρχιῶν, τῶν τε πολιτικῶν τῶν τε στρατιωτικῶν ἀρχόντων τοῦτο φυλαττόντων καὶ τὰς ποινὰς ἐπιτίθεσθαι τοῖς ἁμαρτάνουσι παρασκευαζόντων. τοῦτο δὲ αὐτὸ τοῖς τῆς χώρας κατὰ πρόσταξιν σὴν διὰ προγραμμάτων
25παρὰ τῶν οἰκείων ἀρχόντων γενέσθαι βουλόμεθα φανερόν, εἰ μὴ βούλονται καὶ αὐτοὶ ταῖς ἐσχάταις ὑπο‐ βληθῆναι ποιναῖς καὶ ταῖς ἐκπτώσεσι τῶν ἀρχῶν καὶ τῶν οὐσιῶν, εἴ τινος τούτων ἀμελήσειαν. 〈Ἐπίλογος.〉 Τὰ τοίνυν παραστάντα ἡμῖν καὶ διὰ τοῦδε τοῦ θείου δηλούμενα πραγματικοῦ τύπου
ἡ σὴ ἐνδοξότης ἔργῳ καὶ πέρατι παραδοῦναι σπευσάτω.

731

(1t)

ΡΝΕ
2tΠΕΡΙ ΤΟΥ ΔΕΙΝ ΤΑΣ ΜΗΤΕΡΑΣ ΥΠΟΚΕΙΣΘΑΙ ΕΠΙΤΡΟΠΙΚΟΙΣ
3tΛΟΓΙΣΜΟΙΣ.
4tΑὐτοκράτωρ Ἰουστινιανὸς Αὔγουστος Βελισαρίῳ 〈στρατηγῷ〉.
5Προοίμιον.〉 Ἱκετηρίαν ἀνέτεινε Μάρθα ἡ λαμπροτάτη τῷ ἡμετέρῳ κράτει περιέχουσαν, Σεργίου τοῦ τῆς μεγαλοπρεποῦς μνήμης τοῦ αὐτῆς γενομένου πατρὸς τετελευτηκότος καταλειφθῆναι μὲν αὐτὴν κομιδῇ νέαν τὴν ἡλικίαν, τὴν δὲ αὐτῆς κηδεμονίαν ὑπελθεῖν Αὐξεντίαν τὴν λαμπροτάτην αὐτῆς μητέρα, καταθεμέ‐ νην μὲν ἐν ὑπομνήμασιν ὡς οὐ προσομιλήσει δευτέροις γάμοις, καὶ τὸν ὑπὲρ τούτου διωρισμένον τοῖς ἡμετέ‐ ροις νόμοις ὅρκον παρασχομένην διοικήσασθαι τὰ πράγματα, τούτων δὲ παρ’ αὐτῆς πεπραγμένων, ὥσπερ
10οὐδέ τινος ὅρκου παρ’ αὐτῆς δεδομένου καὶ εὐκαταφρονήτου τῆς καταλελειμμένης ὑπαρχούσης περιουσίας, κατὰ τὴν ὑπ’ αὐτῆς γενομένην ἀπογραφὴν μέτριά τινα δηλωθῆναι· μετὰ δὲ ταῦτα γάμον ἑλέσθαι δεύτερον κηδε‐ μόνα Πέτρον αὐτῇ προβαλλομένην, καὶ ἐκ τοῦ δευτέρου συνοικεσίου δύο μὲν ἐσχηκέναι παῖδας, οὐχ ὑγιῶς δὲ πρὸς αὐτῆν ἐσχηκυῖαν τὸν μὲν καταστάντα παρ’ αὐτῆς ἐπίτροπον τῆς διοικήσεως ἀποστῆσαι τοῦ τρισκαιδε‐ κάτου μόλις αὐτῆς ἐπιλαμβανομένης ἐνιαυτοῦ, πείθειν δὲ κηδεμόνα τῆς δευτέρας ἡλικίας αἰτῆσαι, καὶ παραυ‐
15τίκα πείθειν διαλύσεις συγγράψαι πρὸς αὑτὴν καὶ παντὶ λόγῳ δυναμένῳ κατὰ νόμους ἁρμόττειν αὐτῇ προ‐ φάσει τῶν τῆς ἐπιτροπῆς λογισμῶν κατὰ τὰς τοιαύτας ἀποτάξασθαι διαλύσεις, ἐν κοιτῶνί τε οὖσαν τηνικαῦτα καὶ τῶν πραττομένων οὐδὲν ἐπισταμένην· οὐδὲ γὰρ οἷόν τε ἦν τὴν παρ’ αὐτῇ καθεστῶσαν καὶ πρὸς οὐδένα εἰπεῖν τι δυναμένην περὶ τῶν κατ’ αὐτῆς γινομένων, καὶ εἰ τῆς ἐπιγινομένης αὐτῇ βλάβης ᾐσθάνετο, πρᾶξαί τι τῶν δυναμένων κωλῦσαι τὰ πρὸς τὴν αὐτῆς ἐπιβουλὴν μελετώμενα· τοῦ δὲ χρόνου παρασκευάσαντος
20αὐτὴν καὶ τὸ μελετηθὲν κατ’ αὐτῆς αἰσθέσθαι, πρὸς μὲν τὴν μητέρα τισὶ χρήσασθαι παρακλήσεσιν, ὥστε μηδενὶ τῶν κατ’ αὐτῆς πραχθέντων ἀποχρήσασθαι, τὰ δὲ πρέποντα μητρὶ περὶ αὐτὴν ἐπιδείξασθαι, καὶ τὴν τῶν πατρῴων αὐτῇ πραγμάτων ἀποκατάστασιν ποιήσασθαι, καθὰ τῷ νόμῳ δοκεῖ· τὴν δὲ τοῖς ἐκ τοῦ δευτέρου γάμου γενομένοις παισὶν ἑαυτὴν ὅλην ἐκδοῦσαν οὐδὲ τοὺς τοιούτους προσίεσθαι λόγους, τοὐναντίον μὲν οὖν καὶ τὴν θείαν ἡμῶν προΐσχεσθαι νομοθεσίαν, περιέχουσαν μὴ δύνασθαι κατ’ αὐτῆς τοῖς τῆς ἀπο‐
25καταστάσεως χρήσασθαι δικαίοις, οὐδὲν μὲν τοιοῦτον περὶ τῶν μητέρων τῶν ἀναδεξαμένων τὴν τῶν οἰκείων παίδων κηδεμονίαν καὶ δευτέρους ἀσπαζομένων γάμους θεσπίζουσαν, ἐπ’ ἄλλοις δέ τισιν ὅροις τε καὶ τρόποις παρὰ τῆς ἡμετέρας εὐσεβείας ἐκφωνηθεῖσαν. καὶ διὰ τοῦτο τὴν ἱκετηρίαν ἡμῖν ἀνέτεινεν, ἐφ’ ᾧτε καὶ τὴν διάνοιαν τῆς θείας νομοθεσίας σαφῆ τε καὶ ἀναμφισβήτητον καταστῆσαι, καὶ μὴ τοῖς αὐτῇ περιεχομένοις ἀπο‐
χρωμένην Αὐξεντίαν τὴν αὐτῆς μητέρα τὰ καταλειφθέντα ἐκ τοῦ πατρὸς πράγματα κέρδος οἰκεῖον ποιήσασθαι.

732

Ταῦτα τοίνυν τῆς ἱκετηρίας ἐχούσης εἰκότως πρὸς τόνδε τὸν θεῖον πραγματικὸν εἴδομεν τύπον, δι’ οὗ θεσπίζομεν, τῆς θείας ἡμῶν νομοθεσίας οὐδεμίαν ποιουμένης μνήμην περὶ τῶν ἀναδεξαμένων ἐπιτροπὴν τῶν οἰκείων παίδων καὶ δεύτερον ἀνελομένων γάμον, μὴ ἐξεῖναι Αὐξεντίᾳ τῇ λαμπροτάτῃ κεχρῆσθαι τῇ αὐτῇ θείᾳ ἡμῶν νομοθεσίᾳ. διά τε τὰς εἰρημένας αἰτίας καὶ τὸ τὴν τῶν ὑπομνημάτων πρᾶξιν, καθ’ ἣν
5τὴν ἐπιτροπὴν Μάρθας τῆς αὐτῆς θυγατρὸς ἀνεδέξατο, δεικνύναι τὸν τοῖς νόμοις διωρισμένον αὐτὴν παρα‐ σχεῖν ὅρκον ὡς δευτέροις οὐχ ὁμιλήσει γάμοις, καὶ ὡς τῶν ὅρκων περιφρονήσασα συνῴκησε μὲν ἀνδρὶ δευ‐ τέρῳ καὶ παῖδας ἐξ αὐτοῦ ποιησαμένη διαλύσεις ὑπὲρ τῆς τῶν πραγμάτων ἀποκαταστάσεως παρεσκεύασεν εἰς ἑαυτὴν ἐκθέσθαι Μάρθαν τὴν λαμπροτάτην αὐτῆς θυγατέρα· δύνασθαι δὲ πᾶσαν ἔχειν ἄδειαν θεσπίζομεν Μάρθαν τὴν λαμπροτάτην τῷ δικαίῳ τῆς ἀποκαταστάσεως χρήσασθαι, φάσκουσαν ἔτι καὶ νῦν οὔπω ἑαυτὴν
10ἐπιβῆναι τοῦ εἰκοστοῦ πέμπτου τῆς ἡλικίας ἔτους, κατ’ οἰδὲν ἀντικειμένης αὐτῇ τῆς θείας νομοθεσίας τῆς παρ’ ἡμῶν μὲν τεθείσης, θεσπιζούσης δὲ τοὺς παῖδας μὴ δύνασθαι κατὰ τῶν οἰκείων γονέων τῷ τῆς ἀπο‐ καταστάσεως χρήσασθαι δικαίῳ μηδὲ τοὺς ἀπελευθέρους κατὰ τῶν οἰκείων πατρώνων, διὰ τὸ περὶ τῶν ἀνα‐ δεδεγμένων τὴν τῶν οἰκείων παίδων ἐπιτροπὴν τὸν νόμον μηδὲν διαλέγεσθαι, τοὐναντίον δὲ καὶ ἑτέραν θείαν ἡμῶν νομοθεσίαν μετὰ ταῦτα φοιτῆσαι θεσπίζουσαν τοὺς καθισταμένους ἐπιτρόπους μὴ ἄλλως τὰς
15τῶν νέων ἐπιτροπὰς ἀναδέχεσθαι. πρὶν ἂν ἐν τῷ καιρῷ τῆς ἑαυτῶν προβολῆς κατάθοιντο μὴ τοὺς νέους καταλιμπάνειν ἀδεφενδεύτους καὶ εἰ συμβαίη καὶ μητέρα τῶν οἰκείων παίδων ἐπιτροπὴν ἀναδέξασθαι, καὶ αὐτὴν τοῦτο πράττειν καὶ πᾶσιν ἐνέχεσθαι τοῖς ἐπιτροπικοῖς λόγοις, καὶ εἴπερ ἕτερον βουληθείη τοῖς ἑαυτῆς προβάλλεσθαι παισίν, οἰκείῳ κινδύνῳ καὶ τῶν ὑπαρχόντων αὐτῇ πραγμάτων τοῦτο ποιεῖν. ὥστε κἀνταῦθα τρόποις ἅπασι προσήκειν Μάρθαν τὴν λαμπροτάτην, εἴπερ δείξει μὴ παρῳχηκέναι τοὺς χρόνους ἐν οἷς οἱ
20περὶ τῆς ἀποκαταστάσεως ἁρμόττουσιν αὐτῇ λόγοι, καὶ τῇ ἀποκαταστάσει χρήσασθαι καὶ τοῖς ἄλλοις ἅπασιν. οἷς οἱ ἡμέτεροι νόμοι τοῖς ἐπ’ ἀτελοῦς ἡλικίας οὖσι πᾶσαν διδόασι παρρησίαν τε καὶ βοήθειαν. φυλάττεσθαι μὲν γὰρ καὶ τὸ ἡμέτερον θεσπίζει κράτος τὴν ὀφειλομένην τοῖς γονεῦσι παρὰ τῶν παίδων αἰδῶ καὶ πᾶσαν τιμήν τε καὶ θεραπείαν, ἐν ᾧ μηδεμία βλάβη παρ’ αὐτῶν κατ’ ἐκείνων γένοιτο, τὸ δὲ τῶν ἐκ τοῦ προτέρου γάμου παίδων ὑπερορᾶν οὔτε ὅσιον εἶναι κρίνομεν οὔτε ἄλλως προσήκειν τὰ ἐκ τῆς πατρῴας περιουσίας εἰς
25αὐτοὺς περιερχόμενα πράγματα τὰς τοιαύτας μητέρας δύνασθαι κέρδος οἰκεῖον ἢ τῶν κατὰ δευτέραν τάξιν αὐταῖς συνοικησάντων καὶ τῶν ἐκ τῶν τοιούτων γινομένων συνοικεσίων παίδων ποιεῖσθαι. 〈Ἐπίλογος.〉 Τὰ τοίνυν παραστάντα ἡμῖν καὶ διὰ τοῦδε τοῦ θείου πραγματικοῦ δηλούμενα τύπου ἡ σὴ ἐνδοξότης ἅμα τῷ μακαριωτάτῳ ἀρχιεπισκόπῳ τῆς Θεουπολιτῶν ἔργῳ καὶ πέρατι παραδοθῆναι σπου‐
δασάτω.

733

(1t)

ΡΝϛ
2tΠΕΡΙ ΤΗΣ ΜΕΡΙΖΟΜΕΝΗΣ ΓΟΝΗΣ ΤΩΝ ΓΕΩΡΓΩΝ.
3t〈Ὁ αὐτὸς βασιλεὺς ......〉
4〈Προοίμιον.〉 Οἱ τὰ πράγματα πράττοντες τῆς κατὰ Ἀπάμειαν ἁγιωτάτης ἐκκλησίας ἐδίδαξαν γεωρ‐
5γούς τισιν ἑτέροις προσήκοντας γεωργίσσαις αὑτῶν συναφθῆναι καὶ παιδοποιήσασθαι, καὶ ᾔτησαν ἀποδοθῆναι αὐτοῖς καὶ τοὺς γεωργοὺς καὶ τοὺς τούτων παῖδας τῇ μητρῴᾳ γαστρὶ κατακολουθοῦντας. ἀλλὰ ἐοίκασι ταῦτα αἰτοῦντες μὴ εἰδέναι τὴν ἡμετέραν διάταξιν τὴν ἔναγχος φοιτήσασαν ὅ τι βούλεται. Εἰ μὲν γὰρ ἐλεύθεροί τινες ἐναπογράφοις συνοικήσαιεν, κατὰ τοὺς τῇ διατάξει περιεχομένους λογι‐ σμοὺς ἀκολουθεῖ τὰ βρέφη τῇ μητρί, ἔνθα εἰς ἐλευθερίαν οὐκ ἔρχονται· εἰ δὲ γεωργοὶ εἶεν. οὐκέτι τῇ δια‐
10τάξει παντελῶς ἐκείνῃ γίνεται χώρα, ἀλλὰ καθάπερ ἔναγχος ἐψηφισάμεθα καὶ ἐνομοθετήσαμεν, ἡ γονὴ μερίζεται. καὶ εἰ μὲν ἴσος ἐστιν ὁ τῶν τεχθέντων ἀριθμός, εἰς δύο μερίζεται, εἰ δὲ ἄνισος ἢ καὶ εἷς μόνος ὁ τεχθείς, τηνικαῦτα ἡ γαστὴρ ἔχει τὸ πλέον, διότι καὶ μᾶλλον ἐμόχθησε καὶ εἷς μὲν ὢν ὁ παῖς ἀκολουθεῖ τῇ μητρί, τριῶν δὲ ὄντων τῶν τεχθέντων οἱ δύο ἢ αἱ δύο τῆς μητρὸς ἔσονται. ὁ εἷς δὲ τῇ τοῦ δεσπότου τοῦ πατρὸς ἀκολουθήσει δεσποτείᾳ. καὶ οὕτως ἀεὶ τὸ περιττόν, καθάπερ εἰπόντες ἔφθημεν, ἡ γαστὴρ ἔξει.
15καὶ κατὰ τοῦτο καὶ οἱ Ἀπαμεῖς μεριστέαν ἔσεσθαι τὴν γονὴν γινωσκέτωσαν, ἵνα τὸ ἐν πολλοῖς στασιαζόμενον χρόνοις μάθωσιν ὡς ὑφ’ ἡμετέραν γέγονε νομοθεσίαν.
17tΡΝΖ
18tΠΕΡΙ ΤΩΝ ΕΝ ΑΛΛΟΤΡΙΟΙΣ ΧΩΡΙΟΙΣ ΓΑΜΟΥΝΤΩΝ ΓΕΩΡΓΩΝ.
19tΑὐτοκράτωρ Ἰουστινιανὸς Αὔγουστος Λαζάρῳ κόμητι τῆς Ἕω.
20Προοίμιον.〉 Ἐκ τῶν εἰς ἡμᾶς διαφόρως ἀνηνεγμένων πλημμελεῖσθαί τι κατὰ τὴν μέσην τῶν ποταμῶν καὶ πρός γε τὴν Ὀσροηνὴν ἐπαρχίαν ἐμάθομεν τῶν ἡμετέρων ἀνάξιον χρόνων. συνειθίσθαι μὲν
γὰρ αὐτοῖς τοὺς ἐκ διαφόρων ὡρμημένους χωρίων γάμους πρὸς ἀλλήλους συμβάλλειν, νῦν δὲ δὴ πειρᾶσθαι

734

τοὺς δεσπότας τοὺς γάμους διαλύειν ἤδη πραχθέντας ἢ τοὺς γενομένους παῖδας τῶν γονέων ἀφέλκειν κἀν‐ τεῦθεν ὅλον τὸ τῶν τόπων ἐκείνων ταλαιπωρεῖσθαι γεωργικόν, διαιρουμένων ἐκ βίας ἀνδρῶν τε καὶ γυναι‐ κῶν, ἀφελκομένης δὲ γονῆς ἐκ τῶν παραγαγόντων εἰς φῶς, καὶ μόνης ἡμετέρας εἶναι τὸ πρᾶγμα προνοίας. Θεσπίζομεν τοίνυν, τοῦ λοιποῦ μὲν τοὺς τὰ χωρία κεκτημένους ὡς ἂν ἐθέλοιεν παραφυλάττειν τοὺς
5γεωργούς. ὅσοιπερ αὐτοῖς κατὰ τὸν νόμον προσήκουσιν, ὡς μὴ γάμους πρὸς τοὺς ἐξ ἑτέρων ὡρμημένους χωρίων συμβάλλειν· τοὺς δὲ μέχρι νῦν γενομένους γάμους εἶναι κυρίους, καὶ μηδένα δύνασθαι διασπᾶν τοὺς ἤδη συναφθέντας κατὰ τὸ κρατοῦν πρότερον ἔθος, ἢ γεωργεῖν τὴν προσήκουσαν αὐτοῖς ἀναγκάζεσθαι γῆν, ἀλλὰ μηδὲ τῶν γονέων ἀφαιρεῖσθαι τοὺς παῖδας προφάσει τύχης γεωργικῆς. ἀλλὰ κἂν εἴ τι τοιοῦτον ἤδη γενό‐ μενον ἔτυχεν, ἐπανορθώσεις τε καὶ τοῦτο καὶ ἀποδοθῆναι παρασκευάσεις, εἴτε παῖδας ἀφαιρεθῆναι συμβέ‐
10βηκεν εἴτε καὶ γυναῖκας, τοῖς τε γονεῦσιν καὶ τοῖς συνοικοῦσι φαμέν· τοῦ ποιῆσαί τι τοιοῦτον πρὸς τὸν ἔπειτα χρόνον θαρροῦντος καὶ περὶ αὐτὸ κινδυνεύοντος τὸ χωρίον. ἀλλ’ ἀπαλλάττεσθαι τὰ συνοικέσια τοῦ νῦν ἐπιτιθεμένου δέους, καὶ οἱ γονεῖς τοὺς παῖδας ἐχέτωσαν ἐκ ταύτης ἡμῶν τῆς κελεύσεως, οὐ δυναμένων ἀκριβολογεῖσθαι τῶν τὰ χωρία κεκτημένων καὶ ἀφέλκειν ἢ τοὺς συναλλάξαντας ἢ τοὺς παῖδας· ὁ γὰρ δὴ τοιοῦτό τι ποιῆσαι πειρώμενος καὶ περὶ αὐτὸ κινδυνεύσει τὸ χωρίον. ᾧ δῆθεν πειρᾶται τοὺς γεωργοὺς ἐκδικεῖν.
15Ἐπίλογος.〉 Τὰ τοίνυν παραστάντα ἡμῖν καὶ διὰ τοῦδε τοῦ θείου πραγματικοῦ δηλούμενα τύπου ἡ σὴ μεγαλοπρέπεια καὶ ἡ πειθομένη σοι τάξις καὶ ὁ κατὰ καιρὸν τῆς αὐτῆς ἀρχῆς ἡγησόμενος εἰς ἔργον ἀχθῆναι καὶ παραφυλαχθῆναι προνοησάτω, trium librarum auri ποινῆς ἐπικειμένης κατὰ παντὸς τοῦ ταῦτα παραβαίνειν ἐπιχειροῦντος.
19tΡΝΗ
20tΠΕΡΙ ΤΟΥ ΠΑΡΑΠΕΜΠΕΣΘΑΙ ΤΟ ΤΗΣ ΔΙΑΣΚΕΨΕΩΣ ΔΙΚΑΙΟΝ
21tΚΑΙ ΕΠΙ ΑΝΗΒΩΝ.
22t〈Ὁ αὐτὸς βασιλεὺς ......... .〉
23Προοίμιον.〉 Δέησις ἡμῖν ἀνεγνώσθη Θέκλας τῆς καὶ Μανοῦς, διδάσκουσα Θέκλαν τινὰ καταλῦσαι
τὸν βίον ἐπὶ Σεργίᾳ θυγατρὶ τὴν ἄνηβον ἡλικίαν ἀγούσῃ, ἑκκαίδεκά τε μόλις ἡμέρας ἐπιζήσασαν τῇ μητρὶ

735

τὴν παῖδα τελευτῆσαι ἐπὶ τῆς ἔναγχος συμβάσης τῶν ἀνθρώπων φθορᾶς· καὶ ἀδελφὴν μὲν τὴν ἡμῶν δεη‐ θεῖσαν καθεστάναι φησὶ τῷ Σεργίας πατρί, Κοσμᾶν δὲ τὸν Θέκλας ἀδελφὸν ἀντιποιήσασθαι τοῦ Σεργίας κλήρου καὶ δίκην αὐτῇ ὑπὲρ τούτου λαχεῖν τὴν δέ, ὡς ἄν γε μὴ περὶ τῶν οὐκ ὀρθῶς ἐχόντων φιλονεικοίη, γενέσθαι πρὸς Ἰωάννην συνήγορον τῆς ἐπὶ χώρας ἀγορᾶς. καὶ πυθέσθαι τούτου περὶ τῶν νόμων τῶν τὴν
5ὑπόθεσιν ταύτην ὁρώντων, κἀκεῖνον ἐν γράμμασιν ἀπόκρισιν αὐτῇ παρασχεῖν δηλοῦντα δι’ αὐτῆς, ὡς ἐπ’ αὐτὴν ὁ Σεργίας φέροιτο κλῆρος διὰ ταῦτα τοίνυν Ἰωάννην αὐτὸν ἑλέσθαι τῆς ὑποθέσεως δικαστήν, πρά‐ ξαντος ὑπὲρ Κοσμᾶ Ἀσκληπιοῦ τινος σκρινιαρίου τῆς κατὰ τὴν Ἕω στρατηγίδος ἀρχῆς· καὶ ψῆφον Ἰωάννην παρασχεῖν ἐναντίαν οἷς ἐν γράμμασιν ἀπεκρίνατο, χρησάμενον εἰς τὴν ψῆφον τῷ Θεοδοσίου τοῦ τῆς θείας λήξεως νόμῳ τῷ λέγοντι τὸν οὔπω ἐνιαυτῶν ἑπτὰ γενόμενον μὴ δύνασθαι τὸν μητρῷον οἰκειοῦσθαι κλῆρον
10εἰ μὴ ἐπίτροπον ἔχοι, ἀλλ’ ἐπ’ ἐκείνους φέρεσθαι τοῦτον οἷς ἁρμόζειν ἤμελλεν εἰ μὴ πρὸς τὸν κλῆρον ὁ τελευτήσας ἄνηβος ὑπὸ τῶν νόμων ἐκλήθη· καὶ οὐκ εἶπε ταῦτα μόνον ἐπὶ τῆς ψήφου, ἀλλὰ καὶ παρε‐ σκεύασε τὴν ἡμῶν δεομένην συνθήκας ἀκολούθως θέσθαι τῇ ψήφῳ, καὶ ὑπηγόρευσε ταύτας αὐτὸς πάλιν πρὸς Ἀσκληπιὸν τὸν ὑπὲρ Κοσμᾶ τὴν δίκην ἀγωνισάμενον ᾔτησέ τε ἡμᾶς μὴ περιϊδεῖν αὐτὴν οὕτως ἀδικου‐ μένην, μάλιστα μὲν ὡς καὶ νόμου κατὰ τὸν ἐπώνυμον ἡμῶν κώδικα κειμένου κελεύοντος τὸν λαλεῖν δυνάμενον
15καὶ τὸν μητρῷον κλῆρον καλῶς οἰκειοῦσθαι, καὶ αὖθις ἕτερον ἡμῶν τεθεικότων νόμον βουλόμενον, ἐπειδάν τις κληρονομίας εἰς αὐτὸν κατενεχθείσης. πρὶν οἰκειώσεται αὐτὴν ἢ τὴν ἐναντίαν ὑπὲρ αὐτῆς δείξει γνώμην, καταλύσῃ τὸν βίον, παραπέμπειν τοῖς κληρονόμοις τοῖς αὐτοῦ ἐπὶ τούτῳ τῷ κλήρῳ τὸ τῆς διασκέψεως δίκαιον· τὸν γὰρ δὴ παρ’ ἡμῶν ἔναγχος τεθειμένον νόμον μίαν ἐπὶ τῶν κληρονομιῶν adgnatοις τε καὶ cognatοις παρέχοντα τάξιν μὴ χώραν ἔχειν ἐπὶ ταύτης τῆς ὑποθέσεως πρεσβυτέρας οὔσης τῆς ἡμέρας, ἐξ ἧς ὁ νόμος
20ἐκελεύσθη κρατεῖν. Θεσπίζομεν τοίνυν τὴν ἐνδοξότητα τὴν σήν, εἰ ταῦτα οὕτως ἔχοντα εὕροις, βοηθῆσαι τῇ δεηθείσῃ. καὶ φυλάξαι τὸν νόμον αὐτῇ τὸν ἡμέτερον τὸ τῆς διασκέψεως αὐτῇ παρέχοντα δίκαιον ὡς Σεργίας πρὶν ἐνιαυτὸν παρελθεῖν ἐπιτελευτησάσης τῇ οἰκείᾳ μητρί, βουλομένῃ τε τὸν τῆς μητρὸς Σεργίας οἰκειώσασθαι κλῆρον παρασχεῖν. οὐδὲ γὰρ ἄν τις ἐναντίως ἔχειν εἴποι τόν τε Θεοδοσίου τοῦ τῆς εὐσεβοῦς λήξεως τόν τε
25ἡμέτερον νόμον κατὰ ταὐτὸ μὲν κειμένους βιβλίον, ἡμῶν δὲ μηδὲν ἐναντίον ἐν αὐτῷ κεῖσθαι δι’ ἧς ὑπὲρ αὐτοῦ τεθείκαμεν διατάξεως ἰσχυρισαμένων. ἀλλὰ κρατείτω μὲν ὁ ἡμέτερος ἐπὶ τῆς παρούσης ὑποθέσεως ἐπί τε τῶν παραπλησίων τοῦ ζητουμένου θέματος νόμος, κρατείτω δὲ ὁ Θεοδοσίου τοῦ τῆς θείας λήξεως ἐφ’ ὧν ἐνιαυτὸς ἔφθασε παρελθεῖν καὶ ὁ τῆς διασκέψεως ἐξέπεσε χρόνος. αἱ γὰρ γεγραμμέναι μετὰ τὴν ψῆφον συνθῆκαι πρὸς ἐλεύθερον γενόμεναι τὸν μηδὲ προσπορίζειν δυνάμενον πρόδηλον ὡς οὐδεμίαν ἀγωγὴν δεδώκασι
30Κοσμᾷ περὶ τῶν κατ’ αὐτὰς ὡμολογημένων.

736

(1t)

ΡΝΘ
2tΩΣΤΕ ΤΑΣ ΥΠΟΚΑΤΑΣΤΑΣΕΙΣ ΜΕΧΡΙ
3tΕΝΟΣ ΒΑΘΜΟΥ ΙΣΤΑΣΘΑΙ.
6tὉ αὐτὸς βασιλεὺς Πέτρῳ τῷ ἐνδοξοτάτῳ ἐπάρχῳ
7tτῶν ἱερῶν πραιτωρίων τὸ βʹ.
8Προοίμιον.〉 Τοσοῦτον ἡμῖν φιλανθρωπίας περίεστιν, ὡς μηδὲ τὰς ἰδιωτικὰς ὑποθέσεις, ὅσαι
10δοκοῦσιν ἡμῖν ζήτησιν ὑπερβαίνειν δικαστικήν, νόμοις ἡμετέροις διορίζειν ἀπαξιοῦν, ὡς μὴ ὑπόθεσιν ἰδιω‐ τικὴν ὑπερβαίνουσαν ἀκοὴν εἰς δικαστήριον φερομέ‐ νην μακρᾷ τοὺς ἀμφισβητοῦντας παραδιδόναι τριβῇ. Ἀλέξανδρος τοίνυν ὁ ἐνδοξότατος ἀνήγαγε πολλάκις
15ἡμῖν. Ἱέριον τὸν τῆς ἐνδόξου μνήμης αὐτοῦ πατέρα γράφοντα διαθήκας ῥήμασι χρήσασθαι τούτοις· „Βού‐ λομαι δὲ καὶ κελεύω τοὺς ἐμοὺς κληρονόμους, Κων‐ σταντῖνον μὲν τὸν λαμπρότατον τὴν ἀφορισθεῖσαν αὐτῷ οἰκίαν μετὰ πάντων τῶν καθὰ προγέγραπται
20συναφθέντων αὐτῇ δικαίων καὶ τὸ προάστειον τὸ ἐν τοῖς Κωπαρίοις μετὰ πάντων καθὰ προγέγραπται τῶν διαφερόντων αὐτῷ δικαίων καὶ τὴν οἰκίαν τὴν ἐν Ἀντιοχείᾳ τὴν κατὰ Μαμμιανόν, Ἀνθέμιον δὲ τὸν γλυκύτατον τὸ προάστειον τὸ ἐν Βλαχέρναις τὸ κατὰ
25Εὐγένιον καὶ Ἰουλιανὸν τοὺς τῆς ἐνδόξου μνήμης καὶ τὸ προάστειον τὸ ἐν τῷ ἄκρῳ τοῦ κόλπου τοῦ Σω‐ σθενίου τό ποτε κατὰ Ἀρδαβούριον τὸν τῆς ἐνδόξου μνήμης Καλλιόπιον δὲ τὸν λαμπρότατον τὸ προ‐ άστειον τὸ Βυθάριον ἤτοι τοῦ Φιλοθέου, καὶ Ἀλέξαν‐
30δρον τὸν λαμπρότατον τὸ προάστειον τὸ ἐν τοῖς Βε‐
νέτοις μὴ ἐκποιῆσαι, μὴ κατὰ πρᾶσιν μὴ κατὰ δωρεὰν

737

μὴ κατὰ ἀνταλλαγὴν μὴ ἄλλως ὁπωσδήποτε, μηδὲ ἐκβαλεῖν ἢ ἀλλοτριῶσαι τὰς αὐτὰς οἰκίας ἢ τὰ προ‐ γεγραμμένα πέντε προάστεια τοῦ ἐμοῦ ὀνόματος καὶ τῆς ἐμῆς φαμιλίας. ἀλλ’ εἰ μὲν (ὃπερ εὔχομαι) γέ‐
5νοιντο αὐτοῖς παῖδες, καὶ ἐπὶ παισὶν ἢ ἐγγόνοις γνη‐ σίοις ἢ καὶ φυσικοῖς τελευτήσαιεν, καταλιμπάνειν ἔκαστον αὐτῶν τὸ ἀφορισθὲν αὐτῷ προάστειον καὶ τὰς οἰκίας, τήν τε διακειμένην κατὰ ταύτην τὴν βα‐ σιλίδα πόλιν καὶ τὴν ἐν Ἀντιοχείᾳ. παισὶ καὶ ἐγγό‐
10νοις ἑκάστων τοῖς γνησίοις ἢ καὶ φυσικοῖς. πιστεύω γὰρ ὡς οὐκ ἀθετήσουσιν οὐδὲ ἐπὶ φυσικῶν παίδων ἢ ἐγγόνων τὴν ἐμὴν διατύπωσιν καὶ βούλησιν. εἰ δὲ ἐπὶ παντελεῖ ἀπαιδίᾳ πάντες ἤ τινες ἢ εἶς ἐξ αὐ‐ τῶν τελευτῴη (ὃ μὴ γένοιτο), βούλομαι καὶ κελεύω
15τοὺς ἄπαιδας ἢ τὸν ἄπαιδα μέλλοντα τελευτᾶν ἀπο‐ καταστῆσαι τοῖς περιοῦσιν ἢ τῷ περιόντι αὐτῶν ἀδελφῷ τὰς προγεγραμμένας οἰκίας, τήν τε ἐνταῦθα καὶ τὴν ἐν Ἀντιοχείᾳ, καὶ τὰ προδηλωθέντα πέντε προάστεια μετὰ πάντων αὐτῶν τῶν δικαίων καὶ τῆς
20καθόλου περιοχῆς ἀπαραλείπτως, ἀργούσης δηλαδὴ με‐ ταξὺ αὐτῶν τῆς ἐπὶ τοῖς fideicommissοις ἢ ληγάτοις ἱκανοδοσίας. βούλομαι γὰρ καὶ κελεύω μὴ ἀπαιτεῖσθαι αὐτοὺς παρ’ ἀλλήλων τὰς τοιαύτας ἱκανοδοσίας, τῶν ἐπι‐ χειρούντων ἤτοι ἐπιχειροῦντος παρὰ τὸν ἐμὸν πατρικὸν
25καὶ φιλόστοργον περὶ αὐτοὺς σκοπὸν ἀπαιτεῖν τοὺς ἀδελ‐ φοὺς αὐτῶν ἢ τὸν ἀδελφὸν αὐτῶν ἱκανοδοσίαν ἐπὶ τοῖς κωλυθεῖσιν ἐκποιηθῆναι πράγμασι παντελῆ αὐτοῦ τοῦ fideicommissου ἔκπτωσιν ὑπομένοντος ἤτοι ὑπο‐ μενόντων.“ καὶ ταῦτα μὲν ἐπὶ τῆς διαθήκης εἰπεῖν,
30γράψαι δὲ καὶ κωδίκιλλον τοιούτοις καὶ κατ’ αὐτὸν χρησάμενον ῥήμασι· „Δῆλον τοίνυν ποιῶ, ὅτιπερ ἤδη μὲν ἐγγράφως ἐθέμην διαθήκην καὶ τὰ ἐν αὐτῇ καθ’ ὃν ἔδοξέ μοι τρόπον διετύπωσα, καὶ βούλομαι καὶ κελεύω πάντα ὅσα τῇ αὐτῇ διαθήκῃ ἐμφέρεται ἐκ
35παντὸς τρόπου ἰσχύειν, πλὴν μόνων ἐκείνων ὧν ἂν ἐν τούτῳ μου τῷ κωδικίλλῳ μετατυπώσω ἢ καὶ ἀφέ‐ λωμαί τινα τῶν καταλελειμμένων ληγάτων. βούλομαι
τοίνυν καὶ κελεύω τὸ προάστειόν μου τὸ καλούμενον

738

τὰ Κωπάρια, ὅπερ ἐν τῇ προειρημένῃ διαθήκῃ Κων‐ σταντίνῳ τῷ μεγαλοπρεπεστάτῳ μου υἱῷ κατέλιπον, δοθῆναι καὶ διαφέρειν τελείας νομῆς καὶ δεσποτείας δικαίῳ Ἱερίῳ τῷ λαμπροτάτῳ καὶ εὐγενεστάτῳ μου
5ἐγγόνῳ, υἱῷ Κωνσταντίνου τοῦ μεγαλοπρεπεστάτου μου υἱοῦ, σύμπαν τὸ αὐτὸ προάστειον μετὰ τῶν ὄν‐ των ἐν αὐτῷ πραιτωρίων καὶ σκαλῶν πασῶν καὶ τῶν μισθουμένων εἴτε ἔνδον τῆς πύλης εἴτε ἔξω τῆς πύ‐ λης οἰκημάτων καὶ ἐργαστηρίων καὶ τοῦ λουτροῦ καὶ
10τῶν κήπων τῶν τε ἔνδον καὶ τῶν ἔξω τοῦ τείχους καὶ τοῦ ἱπποδρόμου καὶ τοῦ ἐν αὐτῷ κήπου καὶ κιν‐ στέρνης καὶ παντὸς ἁπλῶς καθ’ οἱονδήποτε τρόπον ἁρμόζοντός μοι δικαίου ἐπὶ τῷ αὐτῷ προαστείῳ. δοθῆναι μέντοι βούλομαι τὸ αὐτὸ προάστειον τῷ προ‐
15ειρημένῳ λαμπροτάτῳ μου ἐγγόνῳ Ἱερίῳ γινομένῳ αὐτεξουσίῳ κατ’ emancipationα παρὰ τοῦ οἰκείου πα‐ τρὸς μετὰ τὴν ἐμὴν τελευτήν, μηδεμιᾶς διδομένης ἀδείας τῷ αὐτῷ εὐγενεστάτῳ μου ἐγγόνῳ, ἀλλὰ μηδὲ τοῖς εἴτε ἐκ ταύτης μου τῆς διαθήκης εἴτε ἐκ διαθή‐
20κης τοῦ αὐτοῦ λαμπροτάτου μου ἐγγόνου διαδεχομένοις τὰ αὐτὰ δίκαια τοῦ διαπωλῆσαι ἢ ἀνταλλάξαι ἢ δω‐ ρήσασθαί τινι ἢ ὁπωσδήποτε ἐκποιῆσαι τὸ αὐτὸ προ‐ άστειον ἢ μέρος τι ἐξ αὐτοῦ ἢ δίκαιον, διὰ τὸ βού‐ λεσθαί με τὸ αὐτὸ προάστειον ἤτοι οἰκίαν διακείμενον
25ἢ διακειμένην ἔνδον τῆς πύλης τοῦ Συκῶν τείχους τῆς ἀπαγούσης ἐπὶ τὸ εὐαγὲς μαρτύριον τῆς ἁγίας Θέκλας μεῖναι διὰ παντὸς καὶ διηνεκῶς ἐν τῇ ἐμῇ φαμιλίᾳ καὶ μηδέποτε ἐξελθεῖν τοῦ ἐμοῦ ὀνόματος. βούλομαι δὲ καὶ κελεύω, εἵπερ συμβῇ τὸν προειρημέ‐
30νον εὐγενέστατόν μου ἔγγονον Ἱέριον τελευτῆσαι ἐν ἀνηβότητι, ἢ καὶ μετὰ ἀνηβότητα ἐκτὸς μέντοι παί‐ δων ἐκ νομίμων γόμων αὐτῷ τικτομένων, περιέρχε‐ σθαι καὶ διαφέρειν ἤτοι ἀποκαταστῆναι τὴν νομὴν καὶ δεσποτείαν τοῦ αὐτοῦ προαστείου ἤτοι οἰκίας τῷ
35μεγαλοπρεπεστάτῳ αὐτοῦ πατρὶ Κωνσταντίνῳ ἐπὶ
τῷ αὐτῷ ὅρῳ τοῦ μὴ ἐκποιηθῆναί ποτε ἐκ τῆς ἐμῆς

739

φαμιλίας ἢ ἐκ τοῦ ἐμοῦ ὀνόματος.“ Ἐπὶ τούτοις μὲν οὖν αὐτὸν ἀπελθεῖν· Ἱέριον δὲ τὸν τῆς ἐνδόξου μνή‐ μης τὴν μὲν ἐπὶ τῆς Θεουπολιτῶν διακειμένην οἰκίαν, ἥτις ἐκ τῆς πατρῴας εἰς αὐτὸν περιῆλθε διαδοχῆς,
5ἑτέροις διαπωλῆσαι προσώποις, τὴν δὲ κατὰ ταύτην τὴν εὐδαίμονα πόλιν οἰκίαν, καὶ πρός γε καὶ τὸ κατὰ τὸν κωδίκιλλον αὐτῷ δεδομένον προάστειον, ἐφ’ οἷς ἅπασιν ἡ ἐκποίησις ἀπηγόρευται, Κωνσταντίνῳ τῷ τῆς ἐνδόξου μνήμης αὐτοῦ παραπέμψαι παιδί, ἐκεῖνόν
10τε αὖθις κύουσαν καταλιπόντα τὴν γαμετὴν τελευ‐ τῆσαι τὸν βίον, γράψαντα διαθήκας καθ’ ἃς διετύ‐ πωσεν, ὡς εἴτε μὴ τεχθείη παιδίον εἴτε τεχθὲν ἄνη‐ βον τελευτήσειε, τήν τε μητέρα τὴν αὐτοῦ Μαρίαν τὴν ἐνδοξοτάτην τήν τε αὐτῷ συνοικοῦσαν Μαρίαν
15τὴν εὐκλεεστάτην ἐπὶ τὴν αὐτοῦ καλεῖσθαι διαδοχήν. ἐπειδὴ δὲ τεχθεῖσα θυγάτηρ καὶ αὐτὴ νηπίαν ἄγουσα καὶ ἁπαλὴν ἔτι τὴν ἡλικίαν ἐξ ἀνθρώπων ἀπῆλθεν, εἰς τὰς εἰρημένας εὐκλεεστάτας περιαχθῆναι γυναῖκας τά τε λοιπὰ τῆς οὐσίας καὶ τὴν ἐπὶ ταύτης τῆς με‐
20γάλης πόλεως οἰκίαν, καὶ πρός γε καὶ τὸ προάστειον, τοῦτο δὴ τὸ ῥητῶς ἐπὶ τοῦ κωδικίλλου Ἱερίῳ τῷ τῆς ἐνδόξου μνήμης καταλειφθέν. χώραν τε εἰκότως ἔκ τε τῆς διαθήκης ἔκ τε τῶν τοῦ κωδικίλλου ῥημάτων ἔσχεν αὐτὸς τήν τε οἰκίαν καὶ τὸ προάστειον ἐκδι‐
25κεῖν, μόνος ἐκ τῶν Ἱερίου τοῦ τῆς ἐνδόξου μνήμης παίδων ὑπολελειμμένος τὰ νῦν καὶ πρῶτον ἐπέχων ἐν τῷ τῆς φαμιλίας ὀνόματι τὸν βαθμόν. ἀλλ’ οἱ τοὺς ὑπὲρ Μαρίας καὶ Μαρίας τῶν ἐνδοξοτάτων ποι‐ ούμενοι λόγους τοῖς μὲν τῆς διαθήκης ῥήμασιν οὐδε‐
30μίαν ἔφασκον χώραν γενέσθαι· μηδὲ γὰρ παίδων χωρὶς Κωνσταντῖνον τὸν τῆς ἐνδόξου μνήμης ἀπελ‐ θεῖν ἐξ ἀνθρώπων, ὡς χώραν τῇ τῶν οἰκιῶν ἑκατέ‐
ρων ἀποκαταστάσει γενέσθαι, ἀλλ’ οὐδὲ ὑπὲρ τοῦ

740

προαστείου μετὰ τοῦ νόμου Ἀλέξανδρον τὸν ἐνδοξό‐ τατον χωρεῖν ἐπ’ αὐτὰς τόν γε καὶ αὐτὸν προεκποι‐ ήσαντα τὸ προάστειον ὅπερ αὐτῷ κατελέλειπτο, ἐφ’ ᾧ τὴν ἐκποίησιν ἐν ἴσῳ τῶν ἄλλων ὁ κοινὸς πατὴρ
5ἀπαγορεύσας ἐτύγχανε· καὶ τοὺς ἄλλους δὲ δὴ τῶν ἀδελφῶν ταὐτὸ τοῦτο ποιῆσαι· καὶ τοὺς ἡμετέρους νόμους, ἐπειδὰν ἅπαντες ἐφεξῆς ἐφ’ οἷς τι τοιοῦτο διώρισται παραβαῖεν τὴν τοῦ τελευτήσαντος γνώμην, ἅπασιν ὁμοίως τὴν ἀποκατάστασιν ἀναιρεῖν, ὡς μὴ
10ἀμοιβαδὸν αὐτοὺς ἀλλήλοις ἐνάγοντας πολλοῖς ὑπὲρ μιᾶς ὑποθέσεως δικαστηρίοις ὑπάγεσθαι· τῶν τε ὑπὲρ τούτου κειμένων ἡμᾶς ἀνεμίμνησκον νόμων. Ἀλέξαν‐ δρος δὲ ὁ ἐνδοξότατος μάλιστα μὲν καὶ περὶ τῶν οἰκιῶν ἑκατέρων ὀρθῶς ἔλεγεν ἐγκαλεῖν· ἐπὶ γὰρ τοῦ
15κωδικίλλου σαφῆ καὶ τὴν περὶ τῶν λοιπῶν πραγμά‐ των γνώμην αὐτοῦ τὸν ἀπελθόντα ποιήσασθαι τῇ φαμιλίᾳ τὰ πράγματα φυλαχθῆναι βουλόμενον, πλὴν ἀλλ’ ἐπὶ τῷ προαστείῳ δικαιοτέροις λόγοις κεχρῆσθαι· μηδὲ γὰρ ὀρθῶς αὐτῷ τὴν ἐκποίησιν προφέρειν ἐκεί‐
20νας ἐκ βασιλικῆς τοῦτο ποιεῖν συνωθηθέντι κελεύ‐ σεως. συχνοῖς τε ὑπὲρ τούτων λόγοις ἐκέχρητο μέρος ἑκάτερον, πῆ μὲν τὴν τοῦ τεστάτορος ἑρμηνεύοντες γνώμην, πῆ δὲ τοῖς ἡμετέροις χρώμενοι νόμοις, οὓς αὐτοῖς συμφέρειν ἡγοῦντο.
25 Ἡμεῖς τοίνυν νόμων τε καὶ διαθήκης ἑρμηνείαν προκειμένην εἰδότες οὐ ψιλῇ κρίσει νόμῳ δὲ περιλα‐ βεῖν τὴν τῆς ὑποθέσεως τομὴν ἡγησάμεθα δεῖν, ὡς ἂν τήν τε παροῦσαν ἀμφισβήτησιν διακρίνωμεν τοῖς τε λοιποῖς προανέλοιμεν τὴν περὶ τῶν τοιούτων φι‐
30λονεικίαν. ὅθεν λεπτότερόν τε καὶ ἀκριβέστερον τοῖς τῆς διαθήκης ἐπισκήψαντες ῥήμασιν, αὐτοῖς εὕρομεν τοῖς τὸν κλῆρον διαδεξαμένοις παισὶν τὴν ἐκποίησιν ἀπηγορευμένην, ἐπειδὰν μέλλοιεν παίδων χωρὶς κατα‐ λύειν τὸν βίον, οὐκέτι δὲ καὶ τοῖς ἅπαξ αὐτοὺς δια‐
35δεξομένοις παισίν, ἀλλ’ ἀρκεῖσθαι τὸν ἀπελθόντα.

741

μέχρι τῶν παίδων στῆσαι τὴν ἀπαγόρευσιν· εἰ γὰρ δὴ καὶ αὐτοὶ παῖδας καταλιπόντες ἀπέλθοιεν, οὐ πο‐ λυπραγμονεῖν τὸ λειπόμενον οὐδὲ μακροτέραν τῆς τῶν παίδων ζωῆς τὴν τῆς ἐκποιήσεως κώλυσιν ἐθε‐
5λῆσαι ποιήσασθαι· τὸν δέ γε κωδίκιλλον ἐπὶ τῷ προ‐ αστείῳ μόνον γενόμενον ἀπαγορεῦσαι καὶ τοῖς ἐκ δια‐ θήκης Ἱερίου τοῦ τῆς ἐνδόξου μνήμης (τοῦ νέου φαμὲν) τὰ πράγματα διαδεξαμένοις τὸ προάστειον ἐκποιεῖν, καὶ πρός γε τούτοις ἐπηγμένου τοῦ βουληθῆναι τὸν
10ἀπελθόντα διηνεκῶς ἐπὶ τῆς φαμιλίας μένειν αὐτό. τὰ μὲν οὖν ἀμφισβητηθέντα τοιαῦτα. Κατασκεψάμενοι δὲ τὴν ὅλην ἡμεῖς μεθ’ ὅσης ἐχρῆν ἀκριβείας ὑπόθεσιν ἐπὶ μὲν τοῖς ἄλλοις πρά‐ γμασιν, ὧν δήπου Κωνσταντῖνος ὁ τῆς ἐνδόξου μνή‐
15μης ὁ Ἱερίου τοῦ πρεσβυτέρου παῖς ἐκ τῶν τοῦ πατρὸς διαθηκῶν γέγονε κύριος, οὐδὲ τὴν τυχοῦσαν ᾠήθημεν καλῶς ἐνίστασθαι ζήτησιν, εἴργεσθαι δὲ τῆς ἐπὶ τού‐ τοις ἐναγωγῆς οὐκ Ἀλέξανδρον μόνον τὸν ἐνδοξότα‐ τον, ἀλλὰ καὶ τὴν λοιπὴν πᾶσαν φαμιλίαν, τῶν τε
20τῆς διαθήκης ῥημάτων μέχρι μόνων παίδων ἱστών‐ των τὴν κώλυσιν καὶ αὐτῶν τῶν Ἱερίου τοῦ τῆς ἐν‐ δόξου μνήμης υἱῶν, δι’ ὧν εἰσποιοῦσι σφᾶς αὐτοὺς τοῖς Ἱερίου δικαίοις οἱ μετ’ ἐκείνους τῆς φαμιλίας ὑπάρχοντες μέρος, ἐκποιησάντων τινὰ τῶν παρ’ αὐ‐
25τοῖς καὶ ὅλως ὡσπερεὶ τὴν ὑποκατάστασιν ἐκ γνώμης ἀπαγορευσάντων μιᾶς. ἐπὶ δέ γε τῷ προαστείῳ, οὗ δὴ κύριον ὁ κωδίκιλλος Ἱέριον δείκνυσι τὸν ἔνδοξον τῇ μνήμῃ, πολλῆς ἡμῖν ἔδοξεν ἀνάμεστον εἶναι περι‐ εργίας τέτρασιν ὕστερον γενεαῖς τὴν τοιαύτην εἰς μέ‐
30σον ἄγεσθαι ζήτησιν. νῦν μὲν γὰρ Μαρίας καὶ Μα‐ ρίας τῶν ἐνδοξοτάτων ἔτι περιουσῶν, ἃς δήπου καὶ αὐτὰς ἐν τῇ φαμιλίᾳ θετέον, τῶν ἡμετέρων νόμων
καὶ τὰς νύμφας τούτου τοῦ προσρήματος ἀξιούντων,

742

οὐκ ὀρθῶς οὐδὲ προσηκόντως Ἀλέξανδρος ὁ ἐνδοξό‐ τατος τὴν παρ’ αὐτοῦ προτεινομένην ἐνεστήσατο δίκην· ἀπιουσῶν δὲ καὶ τούτων. ὡς τέσσαρας ἤδη γενεὰς παρεληλυθέναι δοκεῖν, οὐκ ἂν ὑπομείναιμεν ἀρχαίαν
5οὕτω δικαστηρίοις ὑπόθεσιν παραδίδοσθαι, μάλιστα τῆς Κωνσταντίνου παιδὸς ἐπὶ νέας οὕτω τῆς ἡλικίας καταλυσάσης τὸν βίον, ὥστε κἂν εἰ μὴ διαθέμενος ἐκεῖνος ἐτύγχανεν, εἰς τὴν μητέρα τὴν αὐτῆς περιελ‐ θεῖν τὸ προάστειον, οὐκ αὐτῆς τῆς νέας τοῦ νόμου
10δὲ ὥσπερ γενομένου τούτων αἰτίου, καὶ οὐδενὸς τῶν Ἱερίου τοῦ τῆς ἐνδόξου μνήμης διαδόχων περὶ τὴν βούλησιν ἁμαρτάνοντος τὴν αὐτοῦ. καὶ γὰρ εἰ δια‐ θήκας Κωνσταντῖνος γράφων ὑποκαταστάσεις τινὰς ἐποιήσατο τῆς παιδὸς τελευτώσης ἀνήβου, πλὴν ἀλλ’
15οὐδὲν ἐντεῦθεν εἰσάγεται μέγα, καὶ αὐτοῦ καθ’ αὐτὸν τοῦ νόμου τῇ τῆς νέας μητρὶ τὴν οὐσίαν παρεξομένου διαθηκῶν χωρὶς ἀπιούσης αὐτῆς. Θεσπίζομεν τοίνυν μήτε Ἀλέξανδρον τὸν ἐνδοξό‐ τατον ἢ τοὺς αὐτοῦ παῖδας μήτε τοὺς διαδόχους τῶν
20λοιπῶν Ἱερίου τοῦ τῆς ἐνδόξου μνήμης τοῦ πρεσβυ‐ τέρου παίδων μήτε ἄλλον τινὰ τῶν πάντων εἰς τὴν αὐτὴν ἀναφερομένων φαμιλίαν ἢ κατὰ Μαρίας καὶ Μαρίας τῶν ἐνδοξοτάτων προφάσει τῶν παρ’ αὐταῖς καθεστώτων πραγμάτων ἢ κατὰ τῶν ἄλλων χωρεῖν,
25παρ’ οἷς τὰ πράγματα καθέστηκε νῦν ἢ καὶ εἰς οὓς κατὰ τὸν ἑξῆς περιέλθοιεν χρόνον, ἐφ’ οἷς Ἱέριος ὁ τῆς ἐνδόξου μνήμης κωλύσας ἐτύγχανε τὴν ἐκποίησιν. ἢ ὅλως μεμνῆσθαι λοιπὸν τῆς κωλύσεως καὶ τοῦ τῆς φαμιλίας ὀνόματος καί τι δίκαιον κατασκευάζειν ἐκ
30τούτου. ὡς καὶ τῶν ἄλλων Ἱερίου τοῦ τῆς ἐνδόξου μνήμης υἱῶν τὰ αὑτῶν ἐκποιησάντων πράγματα καὶ συμφωνησάντων ὥσπερ καὶ ταῖς τῶν λοιπῶν ἐκποι‐ ήσεσι καὶ προανελόντων σφίσι τε αὐτοῖς καὶ τοῖς διαδόχοις τὰς δυναμένας ἁρμόττειν ἀγωγὰς ἐκ τούτου,
35καὶ τῶν ἄλλων οὓς φθάσαντες ἔφημεν λογισμῶν πρὸς τὴν τοιαύτην ἡμῖν ἀρκούντων κρίσιν τε καὶ νομοθε‐
σίαν. καὶ ταύτην εἶναι τομὴν οὐ τῆς παρούσης ὑπο‐

743

θέσεως μόνον, ἀλλὰ καὶ τῶν λοιπῶν, ἐφ’ ὧν κωλύσεως γενομένης τοιαύτης διαδοχαὶ τοσαῦται παρέλθοιεν καὶ τῶν κληρονόμων ὁ τελευταῖος διὰ μέσου τινὸς ἀνήβου διαδέξαιτο τὸν κλῆρον· τηνικαῦτα γὰρ καὶ τοῖς ἔξω τῆς
5φαμιλίας τοῦ πρώτου κωλύσαντος ἄδειαν ἐκ τοῦ πα‐ ρόντος ἡμῶν νόμου παραπέμπειν ἕξει τὰ πράγματα. κοινὸν γὰρ δὴ τοῦτον ἐποιησάμεθα τὸν νόμον τῆς τε παρούσης ὑποθέσεως τῶν τε μετὰ ταῦτα γενησο‐ μένων οὕτω κωλύσεων, τήν τε συμβᾶσαν νῦν δια‐
10τεθεικότες φιλονεικίαν τάς τε ὡς εἰκὸς ἐσομένας προ‐ ανακόπτοντες. 〈Ἐπίλογος.〉 Τὰ τοίνυν παραστάντα ἡμῖν καὶ διὰ τοῦ παρόντος δηλούμενα νόμου ἡ σὴ ἐνδοξότης προθεῖναι κατὰ ταύτην τὴν πανευδαίμονα πόλιν καὶ
15ἔργῳ καὶ πέρατι παραδοθῆναι καὶ παραφυλαχθῆναι προσταξάτω. Καὶ νῦν ἡ πολιτεία τῆς τοῦ κρατίστου βασιλέως περὶ τὸ νόμιμον μέρος ἀκριβείας τε καὶ ὀξύτητος ἀπο‐ λαύει. τὰς γὰρ ἐπ’ ἀπαιδίᾳ γινομένας ὑποκαταστά‐
20σεις διακρίνας σαφῶς, ὡς ἔνεστι τῷ προλάμποντι νόμῳ, δέδωκε καὶ τοῖς τελευτῶσι θαρρεῖν, ὡς οὐδεὶς ἂν αὐτῶν τὰς γνώμας παρακινήσειε, καὶ τοῖς περι‐ οῦσιν ἀμφισβητήσεων καὶ διαδικασιῶν χωρὶς τὰ τοι‐ αῦτα πρὸς ἀλλήλους διατιθέναι, μίαν μὲν ὑπόθεσιν
25ἐπανορθώσας, κοινῇ δὲ πρὸς ἅπαντας τὸν λόγον ἐκ‐ τείνας, καὶ τὴν εὐεργεσίαν οὐ ῥητοῖς προσώποις, ἀλλὰ πᾶσι τοῖς ὑπηκόοις ἐν ἑνὶ χαρισάμενος. προτρέπειν μὲν οὖν εἰς τὰς ὑπὲρ τῆς αὐτοῦ νίκης εὐχὰς οὐδὲν δεόμεθα τοὺς πολίτας ὑμᾶς· ἤδη γὰρ τοῦτο ποιοῦντες
30ἐδείχθητε· πρόδηλον δὲ ὡς ὁ μέγας θεὸς τὰ οὕτως εὐσε‐ βῶς καὶ δικαίως προϊόντα καὶ πρὸ τῶν ἡμετέρων εὐχῶν ἀποδεχόμενος ἐπὶ πλέον χαρίσεται χρόνου μῆκος τὸν
κοινὸν δεσπότην ἡμῖν νίκας ἐπὶ νίκαις συνάπτοντα.

744

(1t)

ΡΞ
2tΙΣΟΝ ΘΕΙΟΥ ΠΡΑΓΜΑΤΙΚΟΥ ΤΥΠΟΥ
3tΑὐτοκράτωρ Ἰουστινιανὸς Αὔγουστος Παπίῳ.
4Προοίμιον.〉 Ἀριστοκράτης ὁ ἐλλογιμώτατος πατὴρ τῆς Ἀφροδισιέων πόλεως καὶ οἱ κατ’ αὐτὴν
5κεκτημένοι ἱκέται γεγόνασιν ἡμῶν, φάσκοντες τὴν εἰρημένην πόλιν καὶ μετά τινα Πρῶτον μὲν ἐκεῖνο νομίζομεν τὸ τοὺς ἡμετέρους νόμους οὕτω τινὰς ἐκλαμβάνειν τε καὶ νοεῖν, ὡς ἐντεῦθεν ἑαυτοῖς καθ’ ὃν ἥκιστα ἐχρῆν ἀδικημάτων παρέχειν ἀφορμάς. ἐδιδάχθημεν γὰρ παρὰ τοῦ τῆς πόλεως πατρὸς χρυσίον συχνὸν ἠθροῖσθαι τῇ πόλει ἐκ πρεσβείων καταλελειμμένων παρά τινων τῇ Ἀφρο‐
10δισιέων πόλει, καὶ ὅπως ἂν μὴ τοῦτο ἐξαπόλοιτο, τινὰς τῶν ἐν δυνάμει τῆς πόλεως νείμασθαι τὸ χρυσίον τοῦτο ἐφ’ ᾧ τε ὑπὲρ αὐτοῦ τῇ πόλει συντελεῖν ἔτους ἑκάστου ὅπερ εἴτε τις νομὴν εἴτε πόρον εἴτε καὶ τόκον καλεῖν βουληθείη, τοῦτο ὃ προσῆκόν ἐστι φέρεσθαι τῇ πόλει, ἕως ἂν τὸ χρυσίον παρὰ τῷ λαβόντι μένῃ· τοὺς μέντοι τὸ χρυσίον εἰληφότας, ἐπειδὴ διάταξιν ἐθήκαμεν ὑπὲρ τὸ διπλάσιον μὴ συγχωρεῖσθαι τοῖς δανεισταῖς ἀπαιτεῖν τὸ χρέος, ἀλλ’ ἀρκεῖσθαι τούτῳ καὶ μόνῳ. φάσκειν ὡς ἐπειδὴ καταβεβλήκασιν ὑπὲρ τὸ διπλάσιον,
15δεῖ τὸ πρεσβεῖον ἀπολέσθαι τῇ πόλει. καὶ ἀδικεῖσθαι μὲν τὰς ἐκπυρώσεις τῶν δημοσίων βαλανείων τὰς ἐντεῦθεν γινομένας, ἐλαττοῦσθαι δὲ τὰ ἔργα τὰ δημόσια, καὶ τὸν ἡμέτερον νόμον κατὰ τὴν ἐκείνων ἑρμη‐ νείαν τῇ πόλει λυμαίνεσθαι. Ταῦτα ἅπαντα πόρρω τῆς ἡμετέρας ἐλαύνοντες πολιτείας θεσπίζομεν, τοὺς τὸ χρυσίον εἰληφότας ἐφ’ ᾧ τε ἀντ’ αὐτοῦ διδόναι τι τέλος τῇ πόλει, τούτους ἀναγκασθῆναι μέχριπερ ἂν ἔχοιεν τὸ χρυσίον εἰσφέρειν τὸ
20ὑπὲρ αὐτοῦ ἀντιπεφωνημένον ἔτους ἑκάστου, μὴ κεχρημένους παντελῶς πρὸς τοῦτο τῇ θείᾳ ἡμῶν διατάξει. ἐκείνην μὲν γὰρ ἐπὶ δανειστῶν ἐγράψαμεν καὶ τῶν ῥητῶς αὐτῇ περιεχομένων θεμάτων, τὸ δὲ παρὸν οὐδὲν ἐκείνης ἅπτεται, εἴ γε προσόδων μᾶλλον ἐτησίων ἢ τόκων ἔοικε καταβολῇ, ἡμᾶς τε ἐν ἴσῳ τοῖς δημοσίοις κήδεσθαι 〈χρὴ〉 καὶ τῶν πόλεων. Εἰ δέ τις καὶ μετὰ τόνδε ἡμῶν τὸν παρόντα τύπον ἑτέρως καταλάβοι τὰ παρ’ ἡμῶν νομοθετηθέντα καὶ ἀποστερῆσαι βουληθείη τὴν πόλιν τοῦ δεδομένου χρυσίου, καὶ τοῦ χρόνον
25παντὸς ὁπόσον τῇ πόλει ἐποφείλει καταθήσει καὶ ἀποδώσει τὸ διπλάσιον. ἵνα τῆς κακούργου ἑρμηνείας δικαίαν ἀμοιβὴν ἀπολάβοι, διότι παρὸν αὐτῷ πολίτῃ φαίνεσθαι χρηστῷ οὕτως ἐστὶ πονηρὸς ὡς τὴν ἐνεγκοῦσαν αὐτὸν
ἀδικεῖν.

745

(1t)

ΡΞΑ
2tΠΕΡΙ ΤΩΝ ΑΡΧΟΝΤΩΝ
3Προοίμιον.〉 Οὐ τὸ νομοθετεῖν τὰ πρέποντα μόνον ἐστὶν ἀγαθὸν μέγιστον, ἀλλὰ καὶ τὸ τὰ θεσπι‐ σθέντα φυλάττειν ἀκριβῶς καὶ πρὸς ἔργον ἄγειν, καὶ τοὺς παραβαίνοντας ταῖς ἁρμοδίαις ὑποβάλλειν ποιναῖς.
5τί γὰρ ὄφελος ἔσται τῶν νόμων, εἰ μέχρι γραμμάτων εἶεν οὗτοι καὶ μὴ τὸ χρήσιμον διὰ τῶν πραγμάτων αὐτῶν καὶ τῶν ἔργων τοῖς ἀρχομένοις παρέχοιεν; ἴσμεν τοίνυν τὴν βασιλείαν σφόδρα τῶν ὑποτελῶν κηδο‐ μένην προῖκα τὰς ἀρχὰς τοὺς τῶν ἐπαρχιῶν ἡγουμένους λαμβάνειν πολλάκις διορίσασαν, ἵνα καὶ αὐτοὶ καθαρῶς χρώμενοι ταύταις τοῖς ἀρχομένοις τὸ δίκαιόν τε καὶ ἴσον νέμοιεν. τὸ δὲ δημόσιον εὐποροίη τῇ τῶν ὑποτελῶν ἀβλαβείᾳ. ἀλλὰ ταῦτα μὲν κατὰ μικρὸν εἰς λήθην ἦλθε, τῇ πλεονεξίᾳ τῶν τὰς ἀρχὰς πριαμένων μᾶλλον ἢ
10παρειληφότων νικηθέντα. Ἡμεῖς δὲ τοὺς περὶ τούτων ἀνανεούμενοι νόμους θεσπίζομεν ἄρχειν μὲν ἐκείνους τοὺς ἐξ ἀγαθῆς γνωρι‐ ζομένους δόξης καὶ πλείστην τοῦ δικαίου φροντίδα τιθεμένους, δώρων δὲ καὶ πάσης δόσεως χωρὶς παραλαμ‐ βάνειν τὰς ἀρχάς, καὶ τοὺς μὲν ὑποτελεῖς ἀβλαβεῖς τε καὶ ἀζημίους διαφυλάττειν, τοὺς δὲ δημοσίους ἐπιμελῶς διανύειν φόρους, μήτε δὲ αὐτοὺς ἢ τοὺς αὐτῶν παρέδρους ἢ καγκελλαρίους ἢ δομεστίκους ἤ τινα τῶν αὐτοῖς
15προσηκόντων λαμβάνειν τι παρὰ τῶν ἀρχομένων, πλὴν εἰ μὴ κατὰ τὸ τετραπλάσιον (ὡς οἱ νόμοι φασὶ) τὸ παρ’ αὐτῶν ληφθὲν ἐκτῖσαι βούλονται, ἀλλ’ ἀρκεῖσθαι τοῖς ἐκ τοῦ δημοσίου καὶ τοῦ νόμου διωρισμένοις. παυσομένους δὲ τῆς ἀρχῆς τὰς νενομισμένας πεντήκοντα προσεδρεύειν αὐτοὺς ἡμέρας δημοσιεύοντας, καὶ τοῖς ἐνάγειν βουλομένοις ἀπολογεῖσθαι. μῆ περατωθείσης δὲ τῆς δίκης εἴσω τῶν πεντήκοντα ἡμερῶν, χρηματικῆς μὲν οὔσης διδότω προκουράτωρα, ἐγκληματικῆς δὲ μέχρι πέρατος μενέτω τῆς ὑποθέσεως, τῶν δικαζόντων,
20εἴτε ἄρχοντές εἰσιν εἴτε παρὰ τῶν ἐπάρχων ἐδόθησαν, εἰ μὴ ἐντὸς ἡμερῶν εἴκοσι τοῦ ἀρχθῆναι τὴν δίκην ταύτην περαιώσουσι, δέκα χρυσίου λιτρῶν προστιμωμένων, τῆς δίκης κατὰ τὰ προειρημένα προϊούσης. Εἰ
γάρ τινες τούτων κακῷ τῷ συνειδότι βαλλόμενοι λαθόντες φύγοιεν καὶ ἱεροῖς προσδράμοιεν οἴκοις, τῆς οὐσίας

746

ἐκπεσοῦνται, τοῖς ἠδικημένοις πρὸς τὸν νόμον καὶ τὸ τῶν ἀδικημάτων μέτρον ταύτης διαιρεθησομένης, καθά‐ περ ἂν ἡ περὶ τούτου προϊοῦσα πρᾶξις καὶ ἐκ μιᾶς μοίρας κατὰ τὸ πρώην νενομοθετημένον παραστήσειε. 〈τὰ εἰσαχθέντα ὑπὲρ τῶν ὑποτελῶν διαμενέτω βέβαια·〉 μενόντων δηλονότι καὶ τῶν ἄλλων βεβαίων, ὅσα πρὸς τὴν τῶν ὑποτελῶν λυσιτέλειαν περὶ τῶν ἀρχόντων καλῶς παρὰ τῆς βασιλείας νενομοθέτηται, ὥσπερ δὲ τοὺς
5ταῦτα πλημμελοῦντας κολάζομεν, οὕτως καὶ τοὺς κατὰ ταύτην τὴν πρόφασιν λαμβάνοντάς τι τῶν κεκωλυμένων παρ’ αὐτῶν τῇ τοῦ τετραπλασίου καθυποβάλλομεν ἀποδόσει. Καὶ ταῦτα νομοθετεῖν ἐπῆλθεν ἡμῖν τὴν τῶν ὑπηκόων εὐπορίαν τε καὶ θεραπείαν περὶ πολλοῦ ποιου‐ μένοις, οὐ μὴν τῶν ἐντεῦθεν εἰσαγομένων τῇ βασιλείᾳ πόρων. συναναιροῦμεν γὰρ ταῖς τῶν ἀρχόντων δόσεσι καὶ τὰ παρ’ αὐτῶν προσαγόμενα τῷ βασιλικῷ λόγῳ suffragiα εἰς πλεῖστον ἄγκον ἀναφερόμενα χρημάτων, ἵνα
10καὶ ταύτῃ πως τὸ δημόσιον εὔροιαν ἔχοι καὶ πρὸς εὐπορωτέραν ἐπανέλθοι τάξιν ἀπηλλαγμένον τῶν ἐπι‐ νενοημένων τισὶν ἀπὸ χρόνου τινὸς πρὸς βλάβην τούτου τελῶν. τῷ γὰρ ἡμετέρῳ κράτει μία τίς ἐστιν αὕτη σπουδή, τὰς ἐπαρχίας εὐνομεῖσθαί τε καὶ ἀσφαλῶς οἰκεῖσθαι καὶ τῆς τῶν ἀρχόντων ἀπολαύειν δικαιοσύνης. τούς τε δημοσίους ἀμέμπτως εἰσάγεσθαι φόρους. οὐ γὰρ ἄλλως ἔνεστι τὸ πολίτευμα διασώζεσθαι, μὴ τῶν εὐσεβῶν εἰσαγομένων τελεσμάτων, ἐξ ὧν τὸ μὲν στρατιωτικὸν τρεφόμενον τοῖς πολεμίοις ἀντικαθίσταται,
15φρουρεῖ δὲ τούς τε ἀγροὺς καὶ τὰς πόλεις, ἀπολαύει δὲ καὶ τὰ λοιπὰ τάγματα τῶν ἀπονεμηθέντων αὐτοῖς. τείχη τε καὶ πόλεις ἐπανορθοῦνται καὶ τὰ ἄλλα πάντα πρόεισιν ὅσα βλέπει πρὸς τὸ κοινῇ συνοῖσον τοῖς ὑπηκόοις. 〈Ἐπίλογος.〉 Τὰ τοίνυν παραστάντα ἡμῖν καὶ διὰ τοῦδε δηλούμενα νόμου ἡ σὴ ἐνδοξότης κατὰ τὴν εὐδαίμονα πόλιν ἐν τοῖς εἰωθόσι τόποις προθήσει, στελεῖ δὲ καὶ κατὰ τὰς ἐπαρχίας τοῖς συνήθεσι χρωμένη
20προστάγμασιν, ἵνα πάντες εἰδεῖεν, ὅση τις ἡμῖν ἐστι τοῦ τε δημοσίου τῆς τε τῶν ὑπηκόων ἡμῶν ἀβλαβείας
φροντίς.

747

(1t)

ΡΞΒ
2tΘΕΙΟΣ ΤΥΠΟΣ ΚΑΤΑΠΕΜΦΘΕΙΣ ΔΟΜΝΙΚΩΙ ΤΩΙ ΕΝΔΟΞΟΤΑΤΩΙ
3tΕΠΑΡΧΩΙ ΠΕΡΙ ΔΙΑΦΟΡΩΝ ΚΕΦΑΛΑΙΩΝ.
4Προοίμιον.〉 Ἐπύθετο ἡμῶν ἡ σὴ ἐνδοξότης περί τινων ἀμφισβητουμένων παρὰ τῶν ἐλλογιμω‐
5τάτων τῆς παρὰ Ἰλλυριοῖς ἀγορᾶς τῆς δίκης ἀγωνιστῶν, ἅπερ ἔφησας ἡμετέρας διακρίσεως δεῖσθαι, ὥστε μὴ διηνεκῶς στασιάζεσθαι. Τὸ τοίνυν πρῶτον κεφάλαιον τοιοῦτον ἦν. Γυνή τις ἐπὶ τοῖς παρὰ τοῦ συνοικήσαντος δωρηθεῖσιν αὐτῇ πράγμασιν, οὐ μὴν παραδεδομένοις, ἠβούλετο τελευτήσαντος τοῦ ἀνδρὸς καὶ ἡσυχίαν ἀγαγόντος ἐπὶ τῇ δωρεᾷ τὰ πράγματα ἐκδικεῖν, ὡς κυρία τούτων τῇ τε δωρεᾷ τῇ τε σιωπῇ τοῦ ἀνδρὸς γενομένη. ἀντετίθετο παρὰ
10τῶν κατεχόντων, παραγραφὴν αὐτὴν μόνην ἔχειν ἐναγομένην εἰ κατέχοι, οὐ μὴν καὶ παρ’ ἑτέρου δύνασθαι ταῦτα ἐκδικεῖν. τὸ μὲν οὖν ἀμφισβητηθὲν τοιοῦτον ἦν. ἡμεῖς δὲ ἀνεμνήσθημεν διατάξεως ἡμετέρας λεγούσης, τὸν δωρησάμενον, εἰ καὶ μὴ ἐπερωτηθῇ τὴν παράδοσιν, ἀνάγκην ἔχειν παραδιδόναι τὸ δωρηθέν. οὐ γὰρ ἐπ’ ἐξαπάτῃ, οὐδὲ ἵνα γράμματα εἴη γυμνὰ τὸ γινόμενον, προσήκει πράττεσθαι συμβόλαιον. προσενενοήσαμεν δὲ καὶ τὴν τοῦ Cinciου νόμου τοῦ παλαιοῦ νομοθεσίαν, ὃν εὗ ποιοῦσα τῆς οἰκείας νομοθεσίας ἀπεπέμψατο πρώην
15ἡ πολιτεία, τοιαῦτα νομοθετοῦντα ὁποῖα κατὰ τὸ παρὸν ἠμφισβήτηται. Καὶ θεσπίζομεν, εἰ κατὰ τὸ ἔμ‐ προσθεν ἡμῖν εἰρημένον τελείως ἅπαντα σχοίη τὰ τῆς τοιαύτης δωρεᾶς κατά τε τὸ μέτρον κατά τε τὴν ἐμ‐ φάνειαν, ἐρρῶσθαι ταύτην ἐκ τρόπου παντὸς τῇ τοῦ ἀνδρὸς σιωπῇ εὐθὺς ἐξ ἀρχῆς κατὰ τὴν ἡμετέραν διάταξιν ἐξ οὗ γέγονεν, ὥστε κἂν εἰ μετὰ ταῦτα ὁ ἀνὴρ εἰς ὑποθήκην δοίη τὸ πρᾶγμα ἢ εἰς ἐνέχυρον παράσχοι, ἀλλὰ προεκπεποιηκέναι δοκεῖν τόν γε μέχρι περιῆν ἡσυχάσαντα· καὶ τὴν παράδοσιν εἴτε γέγονε διδόναι αὐτῇ
20παραγραφήν, εἴτε οὐ γέγονε παρέχειν καὶ ἀπαίτησιν, εἰ μὲν ἐπερώτησις γένοιτο, διὰ τῆς ex stipulato, εἰ δὲ μὴ τοῦτο, διὰ τοῦ ex lege condicticiου, ὥστε παραλαβεῖν τὸ δεδωρημένον. Κἀκεῖνο δὲ διατάξαι δίκαιον
ἡγησάμεθα τὸ εἰ μὲν ἐμφανεῖς γένοιντο τὴν ἀρχὴν αἱ δωρεαὶ ἐν ὑπομνήμασι, πᾶσι τρόποις αὐτὰς τῇ σιωπῇ

748

βεβαιοῦσθαι, εἰ δὲ ἀνεμφάνιστοι μείναιεν, ὑπερβαίνοιεν δὲ τὸ μέτρον τὸ δεόμενον ἐμφανίσεως, μέχρι τοσούτου μόνον αὐτὰς ἐρρῶσθαι, μέχρις οὗ καὶ ἀνεμφανίστους τὰς δωρεὰς ἰσχυρὰς εἶναι παρ’ ἡμῶν νενομοθέτηται. τοῦτο γὰρ ἐν ὑστέρῳ νομοθετήσαντες κρατεῖν αὐτὸ βουλόμεθα, καὶ μὴ διὰ τὴν προσθήκην τῆς ποσότητος διαπίπτειν καὶ τὸ ὀρθῶς ἔχειν δυνάμενον, ὅπερ καὶ ἐπὶ τῶν καθόλου δωρεῶν ἤδη νόμος ἡμέτερος λέγει.
5τούτων κρατούντων οὐ μόνον ἐπὶ γυναικὸς καὶ ἀνδρός, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων προσώπων, ἐφ’ ὧν αἱ ἐν γάμοις δωρεαὶ κεκώλυνται. Δεύτερον δὲ ἔτι κεφάλαιον παρὰ τῆς σῆς ὑπεροχῆς ἠρωτήθημεν, εἰ μετὰ τὴν διάταξιν τὴν ἡμετέραν τὴν βουλομένην ἐξ ἐλευθέρας καὶ ἐναπογράφου τικτομένους τινὰς εἶτα ἐλευθέρους διὰ τὴν τῆς μητρὸς αἵρεσιν ὄντας δεῖ νομίζειν ὡς εἰ καὶ μὴ γεγόνασιν ἐναπόγραφοι κατὰ τὸ παλαιόν, ἀλλ’ οὖν ἵλως κολωνοὶ γίνονται
10διὰ τὸ τὴν ἄλλην ἡμῶν διάταξιν καὶ τοὺς τῶν κολωνῶν παῖδας οὐ συγχωρεῖν ἀπολιμπάνειν τὴν γῆν, ἀλλὰ μένειν κολωνούς, καὶ πολλῷ μᾶλλον τοῦτο δεῖν εἶναι, ἐπείπερ ἐστὶν ἐν τούτοις τοῖς προσώποις ὅλως ἐναπο‐ γράφων σπορά. ταῦτα μὲν οὖν ἐπὶ τῆς ἐρωτήσεως ἦν τῆς σῆς κατὰ τὸ ῥηθὲν κεφάλαιον. χρὴ δὲ τὸν ἡμέτερον ἀνασκοποῦντας νοῦν γινώσκειν, ὡς οὐδεπώποτε ἡμεῖς ἐλευθέραν γαστέρα τίκτειν ἐναπόγραφον συγχωροῦμεν, ἀλλὰ τὸ σύμβολον δὴ τοῦτο καὶ σημεῖον ἐπικεῖσθαι δεῖ τῷ γεγενημένῳ μετὰ τὸν τηνικαῦτα τεθέντα νόμον
15τὸ πάντως τὴν ἐλευθερίαν ἐμπρέπειν τοῖς ἐξ ἐλευθέρας γινομένοις μητρός. εἰ τοίνυν ἐξ ἐλευθέρας τις καὶ ἐναπογράφου τεχθείη, μένει μὲν ἐλεύθερος καὶ τὴν μητρικὴν οὐκ ἀποβάλλει κατ’ οὐδένα τρόπον εὐγένειαν, δείκνυσι δὲ ἡ παρ’ ἡμῶν τεθεῖσα διάταξις, ὡς βούλεται τοὺς τοιούτους οἰκήτορας τῶν χωρίων διαμένειν καὶ τῶν ἀγρῶν ἐργάτας, οἷα ἐκεῖσε γεννηθέντας· τοῦτο γὰρ δὴ τὸ τοῦ κολωνοῦ βούλεται πρόσρημα. οὐ παρέχομεν οὖν αὐτοῖς ἄδειαν ἀπολιμπάνειν μὲν τὸ χωρίον εἰς ἕτερα δὲ τρέπεσθαι· ἀλλ’ εἴπερ ὅλως τεχθεῖέν τινες ἔν
20τινι χωρίῳ, εἰ μὲν ἐξ ἐναπογράφου μητρὸς, πρόδηλον ὡς ἔσονται πάντως ἐναπόγραφοι, εἰ δὲ ἐξ ἐλευθέρας, μενοῦσι μὲν ἐλεύθεροι καὶ τὰ παρ’ αὐτῶν κτηθέντα ὑπ’ αὐτοῖς ἔσται καὶ οὐ πεκούλιον γενήσεται τῶν δεσπο‐ τῶν, οὐκ ἐξελεύσονται δὲ τοῦ χωρίου, ἀλλὰ τοῦτο γεωργήσουσιν, οὐδὲ ἔσται αὐτοῖς ἄδεια τοῦτο μὲν ἀπολιμπά‐ νειν ἕτερα δὲ περινοστεῖν ἀλλότρια, πλὴν εἰ μὴ κύριοι γένοιντο κτήσεώς τινος ἰδίας, ἱκανῆς οὔσης ἀσχολεῖν αὐτοὺς περὶ αὐτὴν καὶ μὴ συγχωρούσης καὶ ἕτερα γεωργεῖν, εἰς ἐκείνην τε μετασταῖεν· ἐπείτοιγε πᾶσι τρόποις
25αὐτοὺς μένειν θεσπίζομεν ἐπὶ τοῦ χωρίου, ἐλευθέρους μὲν καθεστῶτας, ἀπὸ δὲ τῆς οἰκήσεως κατεχομένους. καὶ τοῦτο μὲν τῇδε διατετάχθω. Οὐκ ἄπο δὲ τρόπου ἔδοξεν ἡμῖν κἀκεῖνο ζητηθὲν ἡμετέρας διακρίσεως ἀξιῶσαι. εἰ γὰρ ἐναπόγραφος γυνὴ πρὸς ἐναπογράφου τινὸς ἑτέρῳ προσήκοντος ἔλθοι συζυγίαν, ἐζητήθη περὶ τῆς γονῆς, εἰ παῖδες ἐξ αὐτῶν
γένοιντο, πότερον προσῆκόν ἐστι τῷ δεσπότῃ τοῦ ἀνδρὸς ἢ τῷ δεσπότῃ τῆς γυναικὸς διαφέρειν τὴν γονήν.

749

θεσπίζομεν τοίνυν, εἴ τι τοιοῦτο γένοιτο καὶ συνέλθοιεν πρὸς ἀλλήλους διαφόρων δεσποτῶν ἐναπόγραφοι, ἐπειδήπερ τὰ τῆς τύχης οὐκ ἔστιν ἀμφισβητήσιμα τῆς γαστρὸς οὐκ ἐλευθέρας καθεστώσης, ἔστωσαν μὲν οἱ τεχθέντες ἐναπόγραφοι, οὐ μὴν τὸ πᾶν δώσομεν τῇ μητρὶ οὐδὲ τῷ αὐτῆς δεσπότῃ· ἀλλ’ εἰ μὲν εἶς γένοιτο παῖς. ἡ γαστὴρ τῆς σπορᾶς προκρινέσθω καὶ ἔστω τοῦ δεσπότου τῆς μητρὸς τὸ τεχθέν, εἰ δὲ δύο τυχὸν οἱ
5παῖδες, μεριζέσθωσαν ἄμφω κλήρῳ τῆς ἐπιλογῆς γινομένης, εἰ δὲ ἄνισός ἐστι τῶν παίδων ὁ ἀριθμός, τὸ πλεῖον ὁ τῆς μητρὸς κατεχέτω κόλπος, ὥστε τριῶν ὄντων τοὺς δύο μὲν εἶναι τῆς μητρὸς τὸν ἔνα δὲ τοῦ πατρός, καὶ αὖθις ἐὰν πέντε, τοὺς μὲν τρεῖς τῶν τεχθέντων τοῦ δεσπότου τῆς μητρὸς καὶ τοὺς δύο τοῦ πατρός. καὶ κατὰ ταύτην τὴν παραύξησιν ὁ ἀριθμὸς χωρείτω, τὸ μὲν εἰς ἰσότητα διαιρεῖσθαι δυνάμενον προσνέμων ἐξίσης, τὸ δὲ περιττόν, ὅπερ καὶ χαριέστερον, τοῦτο προσνέμων τῇ μητρί. δεῖ γὰρ ταύτην ἀξιῶσαι πλείονος σπουδῆς
10τήν τε ὠδίνασαν καὶ τεκοῦσαν καὶ θρέψασαν παρὰ τὸν τῆς ἡδονῆς πάρεργον τὴν τοῦ παιδὸς ποιησάμενον γένεσιν. 〈Ἐπίλογος.〉 Τὰ τοίνυν τῷδε τῷ θείῳ πραγματικῷ τύπῳ περιεχόμενα ἡ σὴ ἐνδοξότης ἐπὶ τῶν ὁμοίων θεμάτων παραφυλάττειν σπευσάτω. Καὶ γὰρ δὴ καὶ κοινὸν περὶ τούτου γράψομεν νόμον ταῦτά τε καὶ ἔτερά τινα προσδιατυποῦντες. ἅπερ ἀναγκαίας νομοθεσίας εἶναι πιστεύομεν.
16tΡΞΓ
17tΠΕΡΙ ΚΟΥΦΙΣΜΟΥ ΔΗΜΟΣΙΩΝ
18Προοίμιον.〉 Μέγιστα τῶν ἐν ἀνθρώποις ἐστὶν ἀγαθὰ δικαιοσύνη τε καὶ φιλανθρωπία, ἡ μὲν τὸ ἴσον ἐκάστῳ νέμουσα καὶ τῶν ἀλλοτρίων οὐκ ἐφιεμένη, ἡ δὲ πρὸς ἔλεον τρέχουσα καὶ χρεῶν τοὺς δεομένους
20ἐλευθεροῦσα δυσκόλων. ταῦτα τὴν βασιλείαν οἶδε κοσμεῖν καὶ ἀσφαλῶς [καὶ] τὸ πολίτευμα διασώζειν καὶ τὸν ἀνθρώπινον καλῶς διακυβερνᾶν βίον. ὅθεν καὶ ἡμῖν ἐκ θεοῦ τὰ σκῆπτρα λαβοῦσι γίνεται περισπού‐ δαστον ἐκ τούτων δὴ τῶν ἀγαθῶν διαφαίνεσθαι πράξεων, ἵνα τὸ χρήσιμον τοῖς ὑπηκόοις παρέχοντες τὴν ἐξ ἀρετῆς τε καὶ δόξης ἄνωθεν ἔχοιμεν ἀμοιβήν. ἴσμεν τοίνυν τὰς ἐπαλλήλους τε καὶ πολυτρόπους τῶν ἀνθρώ‐ πων φθορὰς εἰς τοσοῦτον τὰς κτήσεις καταγαγεῖν ἀπορίας, ὡς μήτε προσόδους εἰσάγειν δύνασθαι τοῖς κεκτη‐
25μένοις μήτε μὴν τὰς τῶν δημοσίων αὐτάρκως εἰσκομίζειν φοράς, καὶ ταῦτα στρατιωτικῆς τε καὶ τῆς ἄλλης

750

κατὰ τὸ ἀναγκαῖον προϊούσης δαπάνης ἐπικειμένης καὶ σφόδρα καὶ συνωθούσης ἡμᾶς πολλοῖς περιρρεομένους πολέμοις συχνὰς ποιεῖσθαι χρημάτων τὰς ἐπιδόσεις. ἐμεριμνήσαμεν οὖν ἱκανῶς, πῶς ἂν γένοιτο καὶ τὴν χρείαν πληρῶσαι καὶ τῶν ὑπηκόων τὴν ἔνδειαν θεραπεῦσαι. πρὸς πολλά τε μεριζομένης ἡμῖν τῆς περὶ ταῦτα γνώμης ἐκράτησεν ὅμως τὸ μᾶλλον πρὸς φιλανθρωπίαν ἰδεῖν καὶ τῆς ἀρεσκούσης θεῷ μεταδοῦναι τοῖς ὑπο‐
5τελέσι βοηθείας, τὸ δὲ λεῖπον τοῖς κοινοῖς δαπανήμασιν ἐκ τῶν βασιλικῶν ἀντεισαγαγεῖν θησαυρῶν. Ἀναθέντες τοιγαροῦν καὶ ταύτην ἡμῶν τὴν φροντίδα τῷ δεσπότῃ Χριστῷ, καὶ πρέποντα πράττοντες ταῖς παρούσαις τῆς μεγάλης ἑορτῆς ἡμέραις τοῦ σωτηριώδους πάθους καὶ τῆς ἁγίας αὐτοῦ ἀναστάσεως, προσ‐ άγομεν ὑπὲρ τοῦ πολιτεύματος εἰκότως αὐτῷ καὶ τὴν ἐπὶ τοῦ παρόντος δωρεάν, δι’ ἧς concedimus γεωργοῖς τε καὶ συντελεσταῖς ἅπασι (ταὐτὸν δέ ἐστιν εἰπεῖν τοῖς τῶν χωρίων κυρίοις) integrum unum canonem τῶν
10δημοσίων φόρων [τῆς] εἰς quadriennium διαιρουμένης, τουτέστι τῆς μὲν εἰσελευσομένης ἐνάτης ἐπινεμήσεως τετάρτην τούτου μοῖραν, τῆς δὲ μετὰ ταύτην δεκάτης τοσοῦτον ἕτερον μέρος, ὁμοίως καὶ τῆς ἑνδεκάτης 〈καὶ δωδεκάτησ〉 ἐπινεμήσεως ἀνὰ τετάρτην μοῖραν, συναπομειοῦντες καὶ τὰς ὁπωσοῦν ὑπὲρ τούτων παρεχομένας τισὶ συνηθείας. Ἀφίεμεν δὲ τούτοις καὶ τὰ ἐλλείμματα τοῦ φθάσαντος χρόνου μέχρι πέρατος τῆς ἄρτι παρελθούσης
15quintae ἐπινεμήσεως, καὶ θεσπίζομεν μηδεμίαν εἴσπραξιν γενέσθαι τῶν παρ’ ἡμῶν φιλοτιμηθέντων εὐσεβῶν τελεσμάτων, εἴτε τὴν μεγίστην ἀρχὴν ὁρᾷ ταῦτα τῶν ἀνατολικῶν ἱερῶν πραιτωρίων εἴτε τὴν παρ’ Ἰλλυριοῖς ἐπαρχότητα ἢ τὴν ἀρχὴν τῶν νήσων καὶ τῶν ἐπὶ Σκυθίας τε καὶ Μυσίας στρατιωτικῶν ταγμάτων ἢ τὰς θείας ἡμῶν λαργιτιόνας ἢ καὶ ἄλλην ἀρχήν· ἀπαγορεύοντες βουλευταῖς τε καὶ ἐκλήπτορσι, σκρινιαρίοις τε καὶ ταξεώταις, παλατίνοις τε καὶ ἀνυταῖς, ἔτι γε μὴν καὶ ὑποδέκταις καὶ παντὶ δημοσίων ἀπαίτησίν τε καὶ ὑπο‐
20δοχὴν ποιησαμένῳ τε καὶ ποιουμένῳ περινοίαις χρῆσθαι κατὰ τῶν γεωργῶν τε καὶ ὑποτελῶν, ἢ καὶ τοὺς τῶν χωρίων δεσπότας *** ὡς διαφόρους ἐκ τῶν συγκεχωρημένων ἐλλειμμάτων προκαταβαλοῦσιν ὑπὲρ αὐτῶν ἢ καὶ ἀντιφωνήσεις ἢ ἐγγύας καὶ ὁμολογίας λαβοῦσι δολερῶς. ἀκυροῦμεν γὰρ πᾶσαν κατὰ τῆς ἡμετέρας φιλοτιμίας γενομένην ἢ καὶ γενησομένην περιγραφήν· ἐκείνου δήλου ὄντος, ὡς εἴ τι φθάσαντές τινες τῆς ἡμετέρας δωρεᾶς εἰσέπραξαν ἐκ τῶν μέχρι τῆς πέμπτης ἐπινεμήσεως ἐλλειμμάτων καὶ τοῦτο μὴ καταθέντες
25φανείησαν, τοῖς δημοσίοις αὐτὸ τρόποις ἅπασιν εἰσκομιοῦσι λογισμοῖς. τοὺς γὰρ ὑποτελεῖς εὐεργετοῦντες τῆς παρούσης αὐτοῖς μεταδεδώκαμεν φιλανθρωπίας, οὖ μὴν καὶ τοῖς τὰ δημόσια τέλη λαβοῦσιν εἰς κέρδος οἰκεῖον ἀπενέγκασθαι βουλομένοις τήνδε τοῦ ῥηθέντος ἐγκαίρου κανόνος συγχώρησιν ἐποιησάμεθα· τῆς ἐτησίας ἐμβο‐ λῆς κατ’ οὐδένα τρόπον ἐλαττουμένης. δεῖ γὰρ τὸ μέτρον ἅπαν τοῦ τε σίτου καὶ τῶν ἄλλων εἰδῶν καὶ συν‐ τελεσθῆναι καὶ εἰσκομισθῆναι κατὰ τὸ εἰωθός τε καὶ νενομισμένου, τῶν τιμημάτων τῆς συγκεχωρημένης παρ’
30ἡμῶν καθ’ ἕκαστον ἔτος τετάρτης μοίρας ἐπὶ τὸν τετραετῆ χρόνον κατὰ τὴν δημοσίαν τράπεζαν λογιζομένων
τοῖς ὑποτελέσι τοῖς ἄλλοις τοῖς παρ’ αὐτῶν ἐν χρυσίῳ συντελουμένοις ἤτοι καταβαλλομένων ἐκ τοῦ δημοσίου.

751

ταὐτὸ δὲ τοῦτο ἐν Ὀσροηνῇ καὶ τῇ Μέσῃ τῶν ποταμῶν πραχθήσεται χάριν τῶν ἐν εἴδεσι συντελουμένων ὑπέρ τε τῶν ἀποθέτων καὶ τῆς στρατιωτικῆς δαπάνης· ὁμοίως δὲ καὶ ἐπὶ τοῖς λεγομένοις τῶν εἰδῶν πλωΐ‐ μοις γινομένοις ἐπί τε τῆς Λαζῶν χώρας καὶ Βοσπόρου καὶ Χερσοννήσου. λήψονται γὰρ τὰ τούτων ἐκ τοῦ δημοσίου τιμήματα κατὰ τὸ τεταγμένον ἐπὶ ταῖς τραπέζαις τῶν ἐπάρχων ὅθεν εἰσάγεται ταῦτα, ὥστε καὶ
5αὐτοὺς τῆς ἡμετέρας ἀπολαύειν κατὰ τοῦτο φιλανθρωπίας. τὴν γὰρ τῶν αὐτῶν εἰδῶν εἰσκομιδὴν ῥᾳθυμεῖ‐ σθαι παντελῶς οὐκ ἔστιν ἀσφαλές, τῆς δαπάνης ἀπαραιτήτου καθεστηκυίας καὶ τὰ κοινὰ συνιστώσης ὡς εἰπεῖν πράγματα. πιστευόμεθα δὲ καὶ ἐκ ταύτης ἡμῶν τῆς δωρεᾶς μεγάλας ἔσεσθαι τῇ πολιτείᾳ προσθήκας, τοῦ θεοῦ πάντα αἴσια ἡμῖν διὰ τῶν τοιούτων παρεχομένου πράξεων. τῶν παραβαίνειν τολμώντων τὰ παρ’ ἡμῶν ὑπὲρ τῆς τῶν ἀρχομένων ὠφελείας διατυπωθέντα περί τε τὴν οὐσίαν καὶ τὴν σωτηρίαν αὐτὴν κιν‐
10δυνευόντων. 〈Ἐπίλογος.〉 Τὰ τοίνυν παραστάντα ἡμῖν καὶ διὰ τοῦ παρόντος δηλούμενα θείου νόμου ἡ σὴ ἐνδο‐ ξότης προγράμμασι χρωμένη κατά τε τὴν εὐδαίμονα πόλιν καὶ μὴν καὶ τὰς ὑπ’ αὐτῆς ἐπαρχίας φανερὰ πᾶσι ποιήσεται, ὡς μηδένα τῆς ἡμετέρας διαλαθεῖν φιλοτιμίας.
15tΡΞΔ
16tΠΕΡΙ ΚΛΗΡΟΝΟΜΙΩΝ
17Προοίμιον.〉 Θεοῦ τε καὶ δικαιοσύνης μεῖζόν ἐστιν οὐδέν. τούτων γὰρ χωρὶς οὐκ ἄν τι τῶν δε‐ όντων πραχθείη ποτέ, καὶ διαφερόντως ἐν τῷ καθ’ ἡμᾶς πολιτεύματι. ἐντεῦθεν καὶ βασιλεύειν ἐστὶν ὀρθῶς καὶ τοὺς ὑπηκόους εἰς εὔνοιάν τε καὶ πᾶσαν εὐγνωμοσύνην ἐφέλκεσθαι. διὸ καὶ ἡμεῖς ἐκ θεοῦ τε καὶ δικαι‐
20οσύνης παραλαβόντες, εἰ καὶ πολλαῖς περιειλούμεθα ταῖς φροντίσιν, ὅπως Ῥωμαῖοι μὲν ταῖς ἀρεταῖς αὐξη‐ θεῖεν, βάρβαροι δὲ νικηθέντες ὑποκλιθεῖεν, ὅμως οὐκ ἔξω φροντίδος γεγόναμεν, ὡς ἂν καὶ περὶ τῶν ἰδίᾳ λυσιτελούντων τοῖς ὑπηκόοις ἡ δέουσα γένηται πρόνοια. πολλὰ μὲν οὖν τῶν πρώην συγκεχυμένων ἐπανορθώ‐ σαντες προσήκειν ἡγησάμεθα καὶ τὸ περὶ τῶν διαδοχῶν ἠμελημένον ἐκ πλείστου πρὸς τὴν ἀρέσκουσαν θεῷ τάξιν ἐπαναγαγεῖν. ἔγνωμεν γάρ, ὥς τινες περινοστοῦντες τὰς τῶν τελευτώντων περιουσίας διαταράττουσι
25καὶ οὔτε διαθήκας ἐῶσι κρατεῖν οὔτε μὴν τὰς ἐξ ἀδιαθέτου διαδοχὰς χώραν λαμβάνειν, τοῖς μὲν κινητοῖς πράγμασι σφραγῖδας ἐπιβάλλοντες, τοῖς δὲ ἀκινήτοις σανίδας ἐπιτιθέντες, ὡς ταύτῃ τῆς ἐκείνων διαδοχῆς ἐπαύξειν τε καὶ τὴν πρέπουσαν λαβεῖν τάξιν. ἐπειδὴ δὲ οὐχ οἷόν τε τὸ καθ’ ἕκαστον τῶν ἐπὶ τοῖς τοι‐ ούτοις συμβαινόντων ἐν πλήθει τοσούτῳ μανθάνειν ἀκριβῶς, γενικῷ ταῦτα διατυπῶσαι νόμῳ καλῶς ἔδοξεν
ἡμῖν ἔχειν.

752

Διὸ θεσπίζομεν, ἅπαντας ἀφθόνως τῶν οἰκείων ἀπολαύειν πραγμάτων τε καὶ δικαίων καὶ ταῦτα παραπέμπειν ἐπὶ τοὺς σφῶν αὐτῶν κληρονόμους, ἐπιέναι δὲ τῶν πάντων μηδένα καθάπαξ ταῖς ἐκείνων περιουσίαις ἢ τοὺς τούτων διαδόχους ζημίαις περιβάλλειν ἢ τίτλους ἢ σφραγῖδας ἐπιτιθέναι τοῖς πράγμασι παρὰ τὸ τοῖς ἡμετέροις νόμοις δοκοῦν. καὶ τὰς ἐξ ἀδιαθέτου γὰρ κλήσεις ἐπὶ ταῖς τούτων διαδοχαῖς βεβαι‐
5οῦμεν καὶ τὰς τελευταίας τούτων βουλήσεις νομίμως προϊούσας οὐκ ἀναιροῦμεν. εἰ γὰρ ἀγρυπνοῦμεν ἀεὶ καὶ μεριμνῶμεν διὰ τὴν τῶν ὑποτελῶν εὐνομίαν καὶ τῆς αὐτῶν θεραπείας πολλή τις τῷ ἡμετέρῳ κράτει καθέ‐ στηκε φροντίς. πῶς οὐκ ἂν καὶ περὶ τοῦτο τὸ μέρος προνοήσαιμεν αὐτῶν καὶ τῆς ἡμετέρας προθύμως μετα‐ δοίημεν εὐεργεσίας; ταῦτα γὰρ θεῷ ἀρέσκειν πεπείσμεθα καὶ ταύτην δικαιοσύνην εἶναί φαμεν, καὶ τὴν βασι‐ λείαν ἡμῖν ἐκ τούτων ἀσφαλῆ τε καὶ ἀτάραχον ἔσεσθαι πεπιστεύκαμεν. συναριθμείσθω τοίνυν καὶ οὗτος ὁ
10νόμος τοῖς ἄλλοις ἡμῶν κατορθώμασι, καὶ τὸ ὑπήκοον τῶν πρώην λυπηρῶν ἀπηλλαγμένον καὶ τοσαύτης ἠξιωμένον τοῦ ἡμετέρου κράτους προνοίας θεῷ τε καὶ μετ’ ἐκεῖνον ἡμῖν χάριτας ὁμολογοίη, τὸ θεῖον εὐχαῖς ἐξιλεούμενον, ἵνα καὶ τῶν πολεμίων κρατήσαντες πολλῆς αὐτῷ καὶ ἄλλης μεταδοίημεν ἀσφαλείας. 〈Ἐπίλογος.〉 Τὰ τοίνυν παραστάντα ἡμῖν καὶ διὰ τοῦδε τοῦ θείου νόμου δηλούμενα φυλαξάτωσαν οἵ τε ἐνδοξότατοι κουράτωρες τῶν θείων οἴκων οἵ τε τὰς μεγίστας ἢ καὶ ἐλάττους ἀρχὰς ἰθύνειν ἐπιτετραμ‐
15μένοι κατά τε τὴν εὐδαίμονα πόλιν ταύτην καὶ μὴν καὶ ἐν ταῖς ἐπαρχίαις, δήμευσίν τε καὶ κεφαλικὴν ὑφο‐ ρώμενοι τιμωρίαν, εἰ παραβαῖεν τὰ παρ’ ἡμῶν θεσπισθέντα. ἡ σὴ τοίνυν ἐνδοξότης τὸν παρόντα θεῖον ἡμῶν νόμον ἐν τοῖς ἐπισήμοις τόποις τῆς εὐδαίμονος ταύτης πόλεως προθήσει, στελεῖ δὲ καὶ κατὰ τὰς ἐπαρ‐ χίας ταῖς συνήθεσι χρωμένη περὶ τούτου προστάξεσι.
20tΡΞΕ
21tΓΕΝΙΚΟΣ ΤΥΠΟΣ ΠΕΡΙ ΑΠΟΨΕΩΣ ΘΑΛΑΣΣΗΣ ΓΡΑΦΕΙΣ
22tΔΟΜΝΙΚΩΙ ΤΩΙ ΕΝΔΟΞΟΤΑΤΩΙ ΕΠΑΡΧΩΙ
23Ἐδίδαξεν ἡμᾶς Δημήτριος ..... Ἡ ἐπὶ θάλασσαν ἐντὸς ἑκατὸν ποδῶν οὖσα ἄποψις οὐ μόνον κατ’ εὐθεῖαν. ἀλλὰ καὶ ἐκ πλαγίου
25ὀφείλει εἶναι ἀκαινοτόμητος. τοῦτο γὰρ προστίθησιν ὁ παρὼν τύπος φυλάττων τὴν Ζήνωνος
διάταξιν καὶ τὴν νεαρὰν ἑρμηνεύων.

753

(1t)

ΡΞϛ
2tΠΕΡΙ ΑΠΟΡΩΝ ΕΠΙΒΟΛΗΣ.
3tΦλάβιος Θεόδωρος Πέτρος Δημοσθένης, ὁ μεγαλοπρεπέστατος ἔπαρχος τῶν ἱερῶν πραιτωρίων καὶ ἀπὸ
4tἐπάρχων τῆς βασιλίδος πόλεως καὶ ἀπὸ ὑπάτων, Φλάβιος Φαῦστος καὶ Φλάβιος Στέφανος Φλαβίῳ Ὠρτα‐
5tλίνῳ τῷ λαμπροτάτῳ ὑπατικῷ Λυδίας.
6Προοίμιον.〉 Ἐπειδὴ χρὴ τὰ τοῖς νόμοις καὶ τοῖς τύποις τῶν ἡμετέρων θρόνων διατεταγμένα καλῶς, εἴπου δεήσειεν, τοῖς ὑποτελέσιν σαφέστερα καθιστᾶν πρὸς 〈τὸ〉 μηδεμίαν αὐτοῖς ἐγείρεσθαι ζήτησιν ἔν τε τοῖς ἄλλοις ἔν τε ταῖς τῶν ἀπόρων ἐπιβολαῖς, τῶν μὲν τοῖς ἐκ τῆς αὐτῆς περιουσίας εὔπορα κτησαμένοις ἐγγυτέ‐ ροις καὶ προσεχέσι ταύτας ἐπάγεσθαι δικαιούντων, τῶν δὲ πρὸς τὰς ἀνωτέρω καὶ παλαιοτέρας ὁμοδούλους
10κτήσεις ἀναβαίνειν βιαζομένων, τῶν δὲ ἐφ’ ἅπαντας ἅμα τοὺς πρὶν κτησαμένους ἀδιακρίτως χωρούντων, ἐξ αὐτῶν ἡμεῖς κινηθέντες τῶν πραγμάτων ἐπὶ τὴν ὀρθὴν καὶ δικαίαν τούτων διάκρισιν ἐλθεῖν ἐδοκιμάσαμεν, σαφῆ ταῦτα καὶ εὐδιάκριτα τοῖς ὑποτελέσιν 〈καθιστάντεσ〉. 〈Εἴ ποτε τοίνυν τις κατά τινα τῷ νόμῳ γνώριμον αἰτίαν ἐκποιήσειεν〉 ἀγρὸν ἢ χωρίον ἢ γήδια ἢ σύγκτησιν ὅλην, εἶτα τελευτήσας ὕστερον παραπέμψειε τὴν αὐτοῦ περιουσίαν εἰς ἐξωτικοὺς ἢ παῖδας, κἀκεῖνοι
15τὸν ἴσον τρίπον ἐκποιήσειαν τῆς περιουσίας, ἧς διεδέξαντο, χωρίον ἢ ἀγρὸν ἢ γήδια ἢ σύγκτησίν τινα, καὶ τὸ παρὰ τῶν διαδόχων ἐκποιηθὲν εἰς ἀπορίαν ἐλάσῃ, ὥστε χώραν γενέσθαι τῇ τῶν ἀπόρων ἐπιβολῇ, οὔτε ἅμα πᾶσι τοῖς προκτησαμένοις οὔτε παρὰ τὴν τῆς διαδοχῆς τάξιν ἐπάγεσθαι τὸ βάρος τῆς τῶν ὁμοδούλων ἀπορίας κελεύομεν, ἀλλὰ πρότερον μὲν τὸν παρὰ τῶν ἐκείνου παίδων ἢ διαδόχων ἐξωτικῶν τοῦτο κτησά‐ μενον, ὃ νῦν εἰς ἀπορίαν ἤλασε, καὶ τὴν ἀκίνητον αὐτοῦ περιουσίαν τὴν ἐπιβολὴν δέχεσθαι, ἀπόρου δὲ τούτου
20φανέντος καὶ τῆς οὔσης αὐτῷ κτήσεως ἐπὶ τοὶς εἰς αὐτὸν παραπέμψαντας φέρεσθαι τὸ βάρος. εἰ δὲ μηδὲ αἱ τούτων κτήσεις πρὸς τὴν ἐπιφορὰν τῆς συντελείας ἀρκέσωσι, τότε ταύτην ἐπὶ τὸν πρῶτον κύριον τὸν εἰς τοὺς παῖδας ἢ τοὺς ἐξωτικοὺς τοῦτο παραπέμψαντα τὴν ἀρχὴν καὶ τὴν ἀκίνητον ἐκείνου κτῆσιν, εἰ τοῦτο δέχοιτο ἡ ἐκείνου περιουσία, ἐπανιέναι, οὕτω τε ἐκ τῆς ἁπάντων ἀπορίας εἰς τὸν παρὰ τοῦ πρώτου δεσπότου τὸ χωρίον ἢ τὸν ἀγρὸν ἢ τὰ γήδια ὠνησάμενον τὴν ἀρχὴν ἢ καθ’ οἱανδήποτε νόμιμον αἰτίαν παρειληφότα.
25ταὐτὸν δὲ ἂν εἴη λέγειν, κἂν εἰ πολλαὶ μεταξὺ τυγχάνοιεν διαδοχαὶ οὖσαι. ἕως γὰρ ἂν ὁ προσεχέστερος

754

εὔπορος εἴη, οὐδὲν ἐνοχλεῖσθαι τοὺς ἐν πρεσβυτέροις χρόνοις τὰς κτήσεις ἐσχηκότας ἢ τὰς ἐκείνων οὐσίας προσήκει. καὶ ταῦτα μὲν οὕτως διατετάχθω. τὰς δέ γε τῶν ἀπόρων ἐπιβολάς, οἷς ὅλως ἐπαχθεῖεν πολλοῖς οὖσι καὶ τὴν αὐτὴν ἐπέχουσι τάξιν ἢ καὶ ὀλίγοις, ἀναλόγως τῆς οὔσης παρ’ αὐτοῖς ἐκ τῆς αὐτῆς οὐσίας εὐπόρου κτήσεως καθ’ οἱονδήποτε τρόπον γίνεσθαι, καὶ τηνικαῦτα τὸ τῶν συντελειῶν βάρος ὑπὲρ τούτων
5αὐτοῖς ἐπάγεσθαι, ἡνίκα καὶ τὴν ἄπορον αὐτοῖς κτῆσιν ἀναλόγως παραδοθῆναι συμβαίη, ἢ ὅτε πρὸς τὸ παραλαβεῖν ταύτην αὐτοὺς ἀπαγορεύσειαν· πρὸ τούτου οὐδὲ δίκαιόν ἐστί τινα ταῖς ὑπὲρ τούτων συντελείαις βαρύνεσθαι. 〈Ἐπίλογος.〉 Ὥστε πρόνοιαν τὴν σὴν λαμπρότητα ποιήσασθαι δεῖ ταῦτα κατὰ τοῦτον τὸν τρόπον ἐξετάζεσθαί τε καὶ προϊέναι. εἰ γὰρ μὴ ταῦτα παραφυλαχθείη, καθὰ διωρίσαμεν. ἴσθι ποινὴν ἅμα τῇ πει‐
10θομένῃ σοι τάξει ἀνὰ δέκα χρυσίου λιτρῶν καταθήσων ἢ καὶ ἑτέρᾳ, ὡς εἰκός, ἐπιτιμήσει μείζονι περιπεσού‐ μενος, οὐδὲν ἧττον τῶν παρ’ ἡμῶν διωρισμένων καὶ οὕτως κρατεῖν ὀφειλόντων. ταύτης γὰρ ἕνεκα τῆς αἰτίας καὶ Νικομήδης ἐκ τῆς ἡμετέρας ἀπέσταλται τάξεως.
13tΡΞΖ
14tΓΕΝΙΚΟΣ ΜΕΓΙΣΤΟΣ ΤΥΠΟΣ ΠΕΡΙ ΤΟΥ ΠΩΣ ΔΕΙ ΣΤΕΛΛΕΣΘΑΙ
15tΕΠΙ ΝΟΜΗΣ ΒΑΣΣΟΥ ΤΟΥ ΕΝΔΟΞΟΤΑΤΟΥ ΕΠΑΡΧΟΥ
16tΦλάβιος Κομίτας Θεόδωρος Βάσσος οἱ μεγαλοπρεπέστατοι ἔπαρχοι τῶν ἱερῶν πραιτωρίων λέγουσιν.
17Προοίμιον.〉 Τὰ μὲν ἄλλα, ὅσα διετυπώθη παρὰ τῶν ἡμετέρων θρόνων, καὶ ἐν κοινοῖς δηλούμενα γράμμασιν ἢ καὶ ἄλλοις γενικοῖς τύποις τῆς ἡμετέρας ἀρχῆς ἢ περὶ τῶν ἐπιχωρίων ἀρχόντων καὶ τάξεων καὶ ὅλως ἀπαιτητῶν διαλεγομένοις, καθ’ ὃν αὐτοὺς δέοι τρόπον τοῖς ὑπηκόοις προσφέρεσθαι, ἢ περὶ τῆς
20τῶν ὑπηκόων αὐτῶν ἐν τοῖς συναλλάγμασιν ὀρθότητος καὶ τῆς περὶ τὰς εὐσεβεῖς εἰσφορὰς εὐγνωμοσύνης, τὴν ἑαυτῶν ἔχειν ἰσχὺν βουλόμεθα καὶ ἐκ τῆς παρούσης ἡμῶν προστάξεως, ἐκεῖνο δὲ σαφέστερον ἔτι προσδιορίσα‐ σθαι δεῖν ἔγνωμεν. Εἰ γάρ τις ἀκινήτου τινὸς ἀντιλαβέσθαι σπουδάζων ἀρχικὰς ψήφους πορίσοιτο, ἐπὶ μὲν τῆς εὐδαίμονος
ταύτης πόλεως ἀρκέσει τυχὸν ἡ τάξις τὴν σχολὴν μαρτυροῦσα τῆς τῶν πραγμάτων τούτων νομῆς, εἰ καὶ τῶν

755

γειτόνων ἡ αὐτὴ τάξις λέγοι μαθεῖν, ὡς οὐδεὶς τῶν πραγμάτων τούτων ἐπιλέληπται· ἐπὶ δὲ τῶν ἐν ταῖς ἐπαρχίαις κειμένων ὑπὸ τοῖς τῶν τόπων ἐκδίκοις ὑπομνήματα [ἃ] παραπλησίως ταὐτὸ τοῦτο πράττοντα δεήσει συνίστασθαι, μαρτυρίας μὲν ἔχοντα τῶν γειτόνων. τηνικαῦτα δὲ ἄδειαν παρέχομεν τοῖς τὰς ψήφους ᾐτηκόσι τὰ πράγματα κατασχεῖν. καὶ τοῖς μέλλουσι δὲ ἐκ συναλλαγμάτων τινῶν πρᾶγμα λαμβάνειν καὶ νομὴν τοι‐
5αύτην ἢ δεσποτείαν ὑπὸ τὴν ἑαυτῶν ποιεῖσθαι κατοχὴν ἀναγκαίας τὰς τῶν ἐκδίκων 〈τῶν〉 ἐν ταῖς ἐπαρχίαις μαρτυρίας νομίζομεν, ὥστε ὑπομνημάτων συνισταμένων ὑπ’ αὐτοῖς δηλοῦσθαι τὴν παράδοσιν, εἴτε ἐπιστάλ‐ ματα τύχοι γραφέντα φροντισταῖς εἴτε ἐπισταλμάτων χωρὶς ἡ παράδοσις μέλλοι γίνεσθαι, προσόντος ἐνταῦθα τοῦ καὶ τοὺς γεωργοὺς ἤτοι φροντιστὰς χρῆναι συνομολογεῖν ἐπὶ τῶν ὑπομνημάτων, ὡς τὸν νεώτερον εἰδεῖεν νομέα καὶ δεσπότην καὶ τῇ τοῦ παραδόντος ἀκολουθήσαιεν γνώμῃ τοῦτο αὐτοῖς ἐπιτρέψαντος. ἔνθα δὲ ἂν
10ἔκδικος μὴ παρῇ, τὸν λαμπρότατον τῆς ἐπαρχίας ἄρχοντα τὰ τοιαῦτα συνιστᾶν ὑπομνήματα προστάττομεν ἢ τὸν ὁσιώτατον τῆς πόλεως ἱερέα, ὑφ’ ἣν ἡ κτῆσις ἐστίν, ὑπὲρ ἧς τὰ τοιαῦτα πράττεται. εἰ πολλῷ τυχὸν ὁ τῆς ἐπαρχίας ἡγούμενος ἀπολείποιτο τῶν τόπων, ἐν οἷς ἡ παράδοσις γίνεται. ἐν δὲ τῇ βασιλίδι ταύτῃ πόλει καὶ τοὺς καλουμένους ἐκβιβασμοὺς καὶ τὰ ὑπὲρ τῶν παραδόσεων συνιστάμενα ἐκμαρτύρια ῥοπὴν ἱκανὴν διδόναι τοῖς παρειληφόσιν ἡγούμεθα.
15Ἐπίλογος.〉 Προστάττομεν τοίνυν τῇ σῇ μεγαλοπρεπείᾳ καὶ τῇ πειθομένῃ σοι τάξει καὶ πᾶσι τοῖς κατὰ τὴν ἰθυνομένην ὑπὸ σοῦ χώραν διαιτωμένοις πάντων ἐφεξῆς ἐπιμελήσασθαι τῶν παρεγγυησαμένων ὁμοίως.
17tΡΞΗ
18tΠΕΡΙ ΕΠΙΒΟΛΩΝ
19.......... „Προστάττομεν κήνσῳ ἤγουν ἀπογραφῇ χωρία φέρεσθαι μόνον, οὐ μὴν οἰκίας ἢ ἄλλα πρά‐
20γματα. ἡ δὲ ἐπιφορὰ ὁμοκήνσοις γίνεται. φυλάξει δὲ τοῦτο ὁ τοῦ ἔθνους ἡγούμενος καὶ ἡ πειθομένη αὐτῷ

756

τάξις καὶ οἱ πράκτορες τῶν δημοσίων εἰσφορῶν, ἀνὰ τριάκοντα χρυσίου λιτρῶν ὑφορώμενοι ποινήν.“ ταύτῃ τῇ ψήφῳ καὶ νῦν ἀκολουθοῦντες γενικοὺς ποιούμεθα τύπους, ὥστε μηδένα διδόναι ὑπὲρ ὁμοδούλων ἢ ὁμο‐ κήνσων ἐπιβολὴν ἐπὶ οἰκίαις ἢ ἄρτοις πολιτικοῖς ἢ ἑτέρῳ τινὶ μὴ ἐγγεγραμμένῳ τῷ κήνσῳ. ταῦτα φυλατ‐ τέσθω, ταῦτα πέρατι παραδιδόσθω. τῶν παραβαινόντων αὐτὰ ποινὴν δέκα χρυσίου λιτρῶν κατατιθέντων
5καὶ κατὰ τῆς ἑαυτῶν οὐσίας οὐ μετρίαν ἐπιφερόντων ζημίαν. οἱ γὰρ διὰ ταῦτα ἀδικούμενοι ἕξουσι κατὰ τῶν παραβαινόντων καὶ τῶν ἐκείνους κληρονομούντων καὶ πραγμάτων αὐτῶν ἀγωγὴν ὑπὲρ τοῦ παρὰ τὸν νόμον ὑπομεῖναι ζημίαν. τῶν λαμπροτάτων ἀρχόντων καὶ τῶν ὑπηρετουμένων αὐτοῖς τάξεων καὶ τῶν ἁπανταχοῦ γῆς ἐκδίκων τὰ παρ’ ἡμῶν γενικῶς διατεταγμένα φυλαττόντων καὶ ὑφορωμένων τὰ ὡρισμένα
κατ’ αὐτῶν ἐπιτίμια.

759

(3t)

Α
4tΙΔΙΚΤΟΝ ΓΡΑΦΕΝ ΤΟΙΣ ΑΠΑΝΤΑΧΟΥ ΓΗΣ ΘΕΟΦΙΛΕΣΤΑΤΟΙΣ
5tΕΠΙΣΚΟΠΟΙΣ ΚΑΙ ΟΣΙΩΤΑΤΟΙΣ ΠΑΤΡΙΑΡΧΑΙΣ
6tΒ
7tΠΕΡΙ ΤΟΥ ΜΗ ΠΑΡΕΧΕΙΝ ΤΟΥΣ ΑΡΧΟΝΤΑΣ ΑΣΥΛΙΑΣ ΛΟΓΟΝ
8tΕΠΙ ΔΗΜΟΣΙΑΙΣ ΠΡΟΦΑΣΕΣΙΝ
9tὉ αὐτὸς βασιλεὺς Ἰωάννῃ ἐπάρχῳ πραιτωρίων.
10Προοίμιον.〉 Ἐκ τῶν ἀνενεχθέντων ἡμῖν ἀγράφως παρὰ τῆς σῆς ἐνδοξότητος ἔγνωμεν, οὐ μικρὰν πεποιηκέναι δυσκολίαν τῇ τῶν δημοσίων φόρων εἰσκομιδῇ τοὺς τῶν ἐπαρχιῶν ἄρχοντας, οἷς ἂν ἐθέλοιεν λόγον ἀσυλίας παρέχοντας. τὴν ἐξ αὐτοῦ γὰρ τοὺς ὑποδεχομένους τοὺς δημοσίους φόρους προβαλλομένους ἀσφάλειαν μὴ ἐκπέμπειν τὸ ἐπ’ αὐτοὺς καταβαλλόμενον χρυσίον, πλείστην δὲ μοῖραν αὐτοὺς παρακατέχειν, καὶ ἐπειδὰν ὀφλήσειαν χρυσίον, ἀποκεχρῆσθαι τῷ κακῶς αὐτοῖς τῆς ἀσυλίας παρεχομένῳ λόγῳ. Θεσπί‐
15ζομεν τοίνυν τῷδε τῷ θείῳ πραγματικῷ χρώμενοι τύπῳ πρὸς τὴν σὴν ὑπεροχήν, διὰ προσταγμάτων οἰκείων ἀπαγορεῦσαι πᾶσι τοῖς λαμπροτάτοις τῶν ἐπαρχιῶν ἄρχουσι λόγον ἀσυλίας παρέχειν ἐπὶ δημοσίαις αἰτίαις, ὑπὲρ δὲ τῶν ἰδιωτικῶν μόνων προφάσεων ἐξεῖναι αὐτοῖς τοῖς δεομένοις παρέχειν τὸν τῆς ἀσυλίας λόγον καὶ ἐπὶ ῥητὸν χρόνον, οὐ δυναμένοις διηνεκῶς αὐτὸν περαιουμένης τῆς προθεσμίας αὖθις ἀνανεοῦν. εἰδότων
ἁπάντων ὡς οὐδὲν ὠφεληθήσονται τὸν τοιοῦτον παρ’ αὐτῶν λαμβάνοντες λόγον, ἀλλ’ ἄδεια ἔσται παντὶ

760

συνέχειν αὐτοὺς προσταττομένῳ τοὺς ἐποφειλομένους παρ’ αὐτῶν δημοσίους φόρους κατατιθέναι, τοῦ διδομένου κατὰ χώραν αὐτοῖς λόγου πρὸς οὐδὲν αὐτοῖς συνοίσοντος, ἐκείνων δὲ μόνων ἐχόντων ἀσφάλειαν τῶν κατὰ θείαν ἡμῶν κέλευσιν λόγον ἀσυλίας κομιζομένων ἢ κατὰ προστάξεις τῆς σῆς ὑπεροχῆς. Ἐπειδὴ δὲ παρὰ τῆς σῆς ἐνδοξότητος ἐδιδάχθημεν, ὥς τινες ἐπὶ ζητήσει κατελθόντες ἐν διαφόροις
5ἐπαρχίαις τῶν ἑαυτοὺς τῇ τῶν αἱρετικῶν ἐκδεδωκότων πλάνῃ καὶ πολλοὺς ὑπὲρ τῆς τοιαύτης αἰτίας τῶν ὑποτελῶν συσχόντες λόγῳ σπορτούλων πλεῖστον παρ’ αὐτῶν χρυσίον εἰλήφασι, θεσπίζομεν τοὺς τοιοῦτό τε τετολμηκότας καὶ συσχεθῆναι καὶ προσαχθῆναι τοῖς λαμπροτάτοις τῶν ἐπαρχιῶν ἄρχουσι καὶ μετ’ ἐλέγχους τὸ ληφθὲν καταθεῖναι, καὶ τὸ μὲν simplum τοῖς ζημιωθεῖσιν αὐτοῖς ἀναδοῦναι, τὸ δὲ duplum εἰσκομισθῆναι τῷ δημοσίῳ. Τοὺς δὲ τεταγμένους εἰς τὴν βικαριανὴν τάξιν, τὴν ὑπηρετουμένην τῷ περιβλέπτῳ βικαρίῳ
10τῆς Ἀσιανῆς διοικήσεως κινδύνῳ οἰκείῳ καὶ τῶν ὑπαρχόντων αὐτοῖς πραγμάτων τὴν εἰσκομιδὴν τῶν δημο‐ σίων ποιεῖσθαι φόρων, ἐκλελοιπότων μέν, καθάπερ ἡ σὴ ὑπεροχὴ καὶ τοῦτο εἰς τὴν ἡμετέραν ἀνήγαγεν εὐσέβειαν, τῶν εἰς τὴν ἐπιχώριον ἀναφερομένων τάξιν καὶ εἰς ὀλίγους σφόδρα περιστάντων αὐτῶν, ἐκ πολλῶν δὲ χρόνων τοῦ βικαρίου καὶ τὴν τοῦ λαμπροτάτου τῆς ἐπαρχίας ἄρχοντος τοῦ Φρυγῶν Πακατιανῶν ἔθνους παρειληφότος ἀρχήν. ἀδείας οὔσης τοῖς εἰς τὴν βικαριανὴν ἀναφερομένοις τάξιν κατὰ πρόσταξιν τοῦ νῦν τε
15καὶ κατὰ καιρὸν βικαρίου τὰς δημοσίας εἰσπράττειν συντελείας, καὶ παρασκευάζειν αὐτὰς εἰσφέρεσθαι τῷ δημοσίῳ. Τοὺς δὲ ὄντας ἐθνικοὺς ἀποδέκτας καθ’ ἑκάστην ἐπαρχίαν θεσπίζομεν ἐν ταῖς παρ’ αὐτῶν γινομέναις ἀποδείξεσι διακεκριμένως τὸ ἐπ’ αὐτοὺς καταβαλλόμενον χρυσίον ἐγγράφειν, καὶ διακρίνειν τήν τε καταβαλλομένην ἐπ’ αὐτοὺς ποσότητα προφάσει τῶν ἀνηκόντων τῇ τῆς σῆς ὑπεροχῆς τραπέζῃ καὶ τὴν ἀνή‐ κουσαν ταῖς θείαις ἡμῶν λαργιτιόσι, καὶ διὰ τῶν τοιούτων ἀποδείξεων δηλοῦν τὴν καταβαλλομένην ποσότητα
20καὶ μὴ τὰ ἐξ ἑτέρων τίτλων ἄδειαν ἔχειν τινὰς εἰς ἑτέρους μετατιθέναι. 〈Ἐπίλογος.〉 Τὰ τοίνυν παραστάντα ἡμῖν καὶ διὰ τοῦδε τοῦ θείου πραγματικοῦ δηλούμενα νόμου ἡ σὴ ὑπεροχὴ εἰς ἔργον ἀχθῆναι προσταξάτω.
23tΓ
24tΠΕΡΙ ΤΗΣ ΤΩΝ ΑΡΜΕΝΙΩΝ ΔΙΑΔΟΧΗΣ
25t〈Ὁ αὐτὸς βασιλεὺς ......〉
26Προοίμιον.〉 Καὶ Ἀρμενίους βουλόμεθα τῆς προτέρας ἀπαλλάξαντες ἀδικίας ἐπὶ τοὺς ἡμετέρους
διὰ πάντων ἀγαγεῖν νόμους καὶ δοῦναι αὐτοῖς ἰσότητα τὴν πρέπουσαν.

761

Καὶ ἐπειδὴ μεμαθήκαμεν ἔναγχος βαρβαρικόν τινα καὶ θρασὺν εἶναι παρ’ αὐτοῖς νόμον οὐ Ῥωμαίοις οὐδὲ τῇ δικαιοσύνῃ τῆς ἡμετέρας πρέποντα πολιτείας, ὅπως ἂν ἄῤῥενες μὲν κληρονομοῖεν τῶν γονέων, θήλειαι δὲ μηκέτι, διὰ τοῦτο θεσπίζομεν τῷ παρόντι θείῳ χρώμενοι νόμῳ πρὸς τὴν σὴν μεγαλοπρέπειαν, ὁμοίας εἶναι τὰς διαδοχὰς καὶ ὅσα τοῖς Ῥωμαίων διατέτακται νόμοις ἐπί τε ἀνδρῶν ἐπί τε γυναικῶν, ταῦτα καὶ ἐν
5Ἀρμενίᾳ κρατεῖν. διὰ τοῦτο γὰρ δὴ καὶ τοὺς ἡμετέρους ἐκεῖσε κατεπέμψαμεν νόμους, ἵνα εἰς αὐτοὺς ἀφο‐ ρῶντες οὕτω πολιτεύοιντο. Ἐπειδὴ δὲ τὰ ἤδη προειληφότα ἅπαντα ἀνακινεῖν τῶν ἀτοπωτάτων ἐστί, διὰ τοῦτο θεσπίζομεν τόνδε τὸν νόμον κρατεῖν ἀπὸ τοῦ καιροῦ τῆς εὐσεβοῦς ἡμῶν βασιλείας, ὥστε τὰς τῶν ἐξ ἐκείνου τελευτησάντων μέχρι νῦν διαδοχὰς κατὰ τοῦτον πολιτεύεσθαι τὸν τρόπον, πλὴν εἰ μὴ ἔτυχον διαλυ‐ σάμενοι ἢ ἄλλως πρὸς ἀλλήλους ἀπαλλαγέντες. εἰ γάρ τι τοιοῦτον γέγονε, τοῦτο ἐπὶ τῆς οἰκείας μένειν
10ἰσχύος καὶ μηδαμῶς ἀνακινεῖσθαι θεσπίζομεν. Μετέχειν δὲ αὐτὰς καὶ τῶν καλουμένων γενεαρχικῶν χωρίων ἀπὸ τοῦ εἰρημένου χρόνου βουλόμεθα. εἰ μέντοι συμβαίη τινὰς εὑρεθῆναι, οἵπερ καίτοι μὴ καλου‐ μένας τὰς θυγατέρας εἰς τὴν ἐξ ἀδιαθέτου διαδοχὴν ἔγραψαν ὅμως κληρονόμους, μετεῖναι κἀκείναις καὶ τοῖς ἐξ αὐτῶν γενομένοις τῆς τῶν γενεαρχικῶν πραγμάτων διαδοχῆς. 〈Ἐπίλογος.〉 Τὰ τοίνυν παραστάντα ἡμῖν καὶ διὰ τοῦδε τοῦ θείου δηλούμενα νόμου ἡ σὴ ὑπεροχὴ
15καὶ παραφυλάξαι καὶ πέρατι παραδοῦναι σπευσάτω, ὥστε τοὺς ἡμετέρους νόμους διὰ πάντων κρατεῖν καὶ εἶναι κυρίους ἀρχομένου μὲν τοῦ παρόντος νόμου, καθάπερ εἰπόντες ἔφθημεν, ἐκ τῶν προοιμίων τῆς ἡμε‐ τέρας βασιλείας, τῷ παντὶ δὲ συμπαραταθησομένου χρόνῳ καὶ εἰς τὸ λοιπὸν ἅπασι πολιτευσομένου τρόποις καὶ παρὰ πάντων φυλαχθησομένου.
19tΔ
20tΠΕΡΙ ΤΗΣ ΑΡΧΗΣ ΦΟΙΝΙΚΗΣ ΛΙΒΑΝΗΣΙΑΣ
21tὉ αὐτὸς βασιλεὺς Ἰωάννῃ τῷ ἐνδοξοτάτῳ ἐπάρχῳ τῶν ἱερῶν τῆς Ἕω πραιτωρίων τὸ δεύτερον, ἀπὸ ὑπάτων
22tκαὶ πατρικίῳ.
23Προοίμιον.〉 Ἀμίσθους μὲν χρῆναι γίνεσθαι τὰς ἀρχὰς ἤδη νόμος ἡμέτερος λέγει, ὃν δὴ καὶ κύριον εἶναι διὰ πάντων τίθεμεν.
25 Ἐπειδὴ δὲ πάντα περισκοπούμενοι πρός τε τὴν τῶν ὑποτελῶν εὐγνωμοσύνην πρός τε τὴν τῶν τόπων φυλακὴν τὰς ἀρχὰς τὰς μὲν συνήψαμεν, τὰς δὲ διείλομεν, τὰς δὲ εἰς ἄλλο καὶ ἄλλο μετεστήσαμεν σχῆμα, τινὰς ἐξ αὐτῶν ὑψηλοτέρας τε ἅμα ποιήσαντες καὶ ὀνόμασι μείζοσι τῶν νῦν ὄντων κατακοσμήσαντες, καὶ
πραίτωράς τε καὶ ἀνθυπάτους καὶ μοδεράτωρας καὶ κόμητας παρὰ τὸ πάλαι κεκρατηκὸς εἰς τὴν πολιτείαν

762

εἰσαγαγόντες καὶ πάντα ἐπ’ ὠφελείᾳ ταύτης πράξαντες. διὰ τοῦτο ᾠήθημεν χρῆναι καὶ τὴν ἀρχὴν τῆς πρὸς τῳ Λιβάνῳ Φοινίκης ἐκ τῶν ἡγεμονικῶν εἰς σπεκταβιλίαν ἐνεγκεῖν, καὶ τὸ τοῦ μοδεράτωρος αὐτῇ δοῦναι σχῆμα καὶ σιτήσεις αὐτῇ ἄχρι δέκα λιτρῶν ἀφορίσαι χρυσίου, αὐτοῦ μὲν μηδὲν τῷ δημοσίῳ παρέχειν ὀφεί‐ λοντος προφάσει τῆς τοιαύτης προαγωγῆς, τοῦ δὲ τὸ Φοινίκης σκρίνιον τρακτεύοντος δέκα μόνας χρυσίον
5λίτρας ἐτησίας διδόντος ἀπὸ τοῦ κανόνος τῆς αὐτῆς ἐπαρχίας τῷ κατὰ καιρὸν περιβλέπτῳ πριμικηρίῳ τῶν λαμπροτάτων τριβούνων νοταρίων ὑπὲρ τῆς πρῴην αὐτῷ δεδομένης δωρεᾶς, ὅπερ καὶ βενεφίκιον ὀνομάζεται, καὶ ταύταις δὴ καὶ μόναις ἀρκεῖσθαι αὐτόν. τοῦ μοδεράτωρος καθαροῦ δόσεως πάσης φυλαττομένου, καὶ ἔχοντος μὲν καὶ τὴν τῶν ἄλλων στρατιωτῶν ὑπουργίαν καθ’ ὅσον αὐτῷ δίδωσιν ἡ θεία ἡμῶν διάταξις· πλὴν ἀλλ’ ἐξαίρετον αὐτῷ δίδομεν τὸν ἀριθμὸν τῶν ἀνδρειοτάτων τερτιοδελμάτων, ὃς ἐπὶ τῆς Φοι‐
10νίκων χώρας ἐστιν, ὥστε αὐτοῦ κατακούειν ἕπεσθαί τε αὐτῷ καὶ ταῖς αὐτοῦ πείθεσθαι κελεύσεσιν, ὁπόσαι προΐοιεν ἐπί τε ταῖς τῶν δημοσίων εἰσπράξεσιν ἐπί τε ταῖς τῶν δημοσίων καταστάσεσιν ἐπί τε ταῖς τῶν πόλεων ἀπαθείαις. ταῦτα τοίνυν ἅπαντα θεσπίζομεν τὴν σὴν ὑπεροχὴν ἐπισταμένην, διότι καὶ σύμβολα παρ’ ἡμῶν γίνεσθαι προσετάχθη πρὸς τὸν τῆς ἀρχῆς ταύτης ἡγούμενον, τὰς decem librarum auri τὰς ὑπὲρ σιτήσεων ἐκ τῶν τῆς ἐπαρχίας φόρων ἐκτάττειν, οὐδὲν ἐλαττουμένων τῶν διατετυπωμένων δίδοσθαι ἔτους
15ἑκάστου τῷ περιβλέπτῳ πριμικηρίῳ τῶν λαμπροτάτων τριβούνων νοταρίων παρὰ τοῦ τοῖς δημοσίοις ἐφεστῶ‐ τος λογισμοῖς, ἀλλ’ οὐδὲ πλείονός τινος γινομένης προσθήκης αὐτῷ, Ἔχειν δὲ αὐτὸν προτέραν μὲν σπουδὴν τὴν περὶ τὸ δημόσιον εὔνοιαν, δευτέραν δὲ τὴν περὶ τῆς εὐταξίας τῶν πόλεων, καὶ τρίτην τὴν πρὸς τοὺς ἰδιώτας δικαιοσύνην, πάντων, ὡς εἴρηται, τῶν γεγραμμένων παρ’ ἡμῶν ἐν τῇ θείᾳ ἡμῶν διατάξει προφάσει τῆς καταστάσεως τῶν μοδερατώρων καὶ τῶν λοιπῶν ἀρχόντων καὶ ἐπ’ αὐτῷ χώραν λαμβανόντων. Εἰ
20μέντοι γε ὁ ῥηθεὶς ἀριθμὸς τῶν καθωσιωμένων τερτιοδελμάτων κατὰ κέλευσιν ἡμετέραν εἰς ἑτέρους μετα‐ σταίη τόπους, φροντιοῦμεν ἡμεῖς ἕτερον αὐτῷ ἀντικαταστῆσαι, ὥστε μηδὲν αὐτῷ παντελῶς ἐλλείπειν τῆς νενομισμένης τε καὶ ἀρκούσης βοηθείας. τοῦ περιβλέπτου δουκὸς πρὸς τὸν εἰρημένον λόγον οὐδεμίαν ἔχοντος μετουσίαν· οὐδὲ γὰρ ἐπικοινωνῆσαι αὐτὸν βουλόμεθα οὔτε τοῖς ῥητῶς δεδομένοις στρατιώταις τῷ περιβλέπτῳ μοδεράτωρι οὔτε ἰδιωτῶν οὐδενί, οὔτε ταῖς ἐκείνων δίκαις ὅταν ἔχοιεν πρὸς ἀλλήλους, οὔτε εἰ τῶν ἰδιωτῶν
25τις ἐνάγοιτο· πρὸς οὓς οὐδεμίαν δεδώκαμεν αὐτῷ μετουσίαν, ἐπεὶ πολὺ τὸ μέσον ἐστὶ στρατιωτικῆς τε φρον‐ τίδος καὶ πολιτικῆς διοικήσεως, καὶ δεῖ διακεκρίσθαι ταῦτα, καθάπερ οἱ πατέρες τῆς πολιτείας ἡμῖν ἔταξάν τε καὶ κατεστήσαντο. εἰδότων τῶν περιβλέπτων δουκῶν, ὡς εἴπερ ἐμβαλεῖν ἑαυτοὺς θαρρήσαιεν πράγμασι πολιτικοῖς. οὐδὲ τῶν στρατιωτικῶν ἀντιλήψονται καὶ ὑπὸ τὴν ἀρχὴν ταύτην τετάξονται. βουλόμεθα γὰρ κατὰ μηδὲν ἐλάττονα τὴν ἀρχὴν ταύτην τῆς τοῦ δουκὸς ἀρχῆς καθεστάναι, ἀλλ’ ἀντέχεσθαι μέν, ὡς εἴρηται,
30τῆς τῶν δημοσίων εἰσπράξεως σὺν σφοδρότητι πάσῃ, ἀντέχεσθαι δὲ καὶ τῆς τῶν ἰδιωτῶν ἀπαθείας, καὶ μὴ συγχωρεῖν μήτε τοῖς περιβλέπτοις δουξὶ μήτε τοῖς λαμπροτάτοις φυλάρχοις μήτε τινὶ τῶν δυνατῶν οἴκων, ἀλλὰ μηδὲ τῷ θείῳ ἡμῶν πατριμονίῳ ἢ τοῖς θείοις ἡμῶν πριβάτοις ἢ τῷ θείῳ ἡμῶν οἴκῳ τὴν οἱανοῦν ἐπαγαγεῖν τοῖς ἡμετέροις ὑποτελέσι ζημίαν, οὐδὲ κατακλίνεσθαι οὐδὲ τρέμειν, ἀλλ’ ἀνδρικῶς τῶν ὑπηκόων ἡγεῖσθαι καὶ πάντα πράττειν ὁπόσα ἐπὶ τοῖς ἄλλοις μοδεράτωρσι νενόμισται. καὶ οὕτω τὰ περὶ τῶν ὅλων
35αὐτῷ διοικεῖσθαι.

763

Ἐκεῖνο μέντοι γίνεσθαί τε καὶ κρατεῖν βουλόμεθα, τὸ τὰς σιτήσεις τῶν περιβλέπτων δουκῶν ἐκεῖθεν αὐτοὺς κομίζεσθαι, ὁπόθεν ἂν ὁ περίβλεπτος τῆς ἐπαρχίας μοδεράτωρ ἐκτάξειε, πρόδηλον ὄν, ὡς οὐ μετὰ τοσαύτης ἀδρανείας προσέξουσι τοῖς πράγμασιν, ὡς μηδὲ τὰς οἰκείας σιτήσεις ἰσχύειν ἀπαιτῆσαι, εἰδότες ὡς εἰ παρὰ ταῦτά τι πράξειαν, ποινὴν viginti librarum auri καταθήσουσι.
5Ἐπίλογος.〉 Τὰ τοίνυν παραστάντα ἡμῖν καὶ διὰ τοῦδε τοῦ θείου δηλούμενα νόμου ἡ σὴ ὑπεροχὴ ἔργῳ καὶ πέρατι παραδοῦναι σπευσάτω.
7tΕ
8tΠ ΔΙΑΤΑΞΙΣ ΑΝΑΙΡΟΥΣΑ ΤΗΝ ΤΩΝ ΕΚΑΤΟΝ ΕΝΙΑΥΤΩΝ
9tΠΑΡΑΓΡΑΦΗΝ ΕΠΙ ΤΩΝ ΕΥΚΤΗΡΙΩΝ ΟΙΚΩΝ
10tϛ
11tΙΔΙΚΤΟΝ ΤΟΥ ΕΥΣΕΒΕΣΤΑΤΟΥ ΗΜΩΝ ΔΕΣΠΟΤΟΥ
12tΙΟΥΣΤΙΝΙΑΝΟΥ
13tΖ
14tΤΥΠΟΣ ΠΡΑΓΜΑΤΙΚΟΣ ΠΕΡΙ ΑΡΓΥΡΟΠΡΑΤΙΚΩΝ
15tΣΥΝΑΛΛΑΓΜΑΤΩΝ
16tἘν ὀνόματι τοῦ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ ἡμῶν Αὐτοκράτωρ Καῖσαρ Φλάβιος Ἰουστινιανὸς
17tἈλαμανικὸς Γοτθικὸς Φραγγικὸς Γερμανικὸς Ἀντικὸς Ἀλανικὸς Οὐανδαλικὸς Ἀφρικὸς εὐσεβὴς εὐτυχὴς ἔνδοξος
18tνικητὴς τροπαιοῦχος ἀεισέβαστος Αὔγουστος Ἰουλιανῷ.
19Προοίμιον.〉 Ὥσπερ ἀεὶ ἡ τῆς ἀρετῆς δύναμις ἐν τοῖς ἐναντίοις διαφαίνεται, οὕτω καὶ ἡ βασιλικὴ
20πρόνοιά τε καὶ διοίκησις ἐν ταῖς τῶν ὑπηκόων ἐνστάσεσι φανεροῦται. καὶ εὐκταῖον μὲν ἡμῖν μηδέποτε τῇ

764

ἡμετέρᾳ πολιτείᾳ ἐναντίον τι συμβαίνειν· εἰ δὲ ἢ τὸ τῶν ἀνθρωπίνων πραγμάτων εὐμετάβλητον ἢ ἡ τοῦ θείου νεύματος κίνησις τοῖς ἀνθρωπίνοις ἐνσκήπτει κακοῖς, ἡ ἐπαγομένη ἄνωθεν μετὰ φιλανθρωπίας παι‐ δεία τῆς βασιλικῆς προνοίας τε καὶ φιλανθρωπίας ὑπόθεσις γίνεται. ὅπερ καὶ ἐν τῷ παρόντι συμβέβηκε χρόνῳ οὐ δεόμενον διηγήματος. ἡ γὰρ εἰς πάντας τοὺς τόπους διελθοῦσα τοῦ θανάτου περίστασις οὐδενὶ
5ἀναγκαῖον εἶναι ποιεῖ ἐκεῖνο ἀκούειν ὅπερ ἕκαστος ὑπέμεινεν. πολλῶν τοίνυν οἷα ἐξ ἀπροόπτου γενομένων. ἅπερ δυσκόλως ἂν ἄλλος ἐπήγαγε χρόνος. οἱ ἐν τῷ τῶν ἀργυροπρατῶν σωματείῳ καταλεγόμενοι προσῆλθον ἡμῖν, φάσκοντες τινὰς κληρονόμους καὶ διαδόχους τινῶν ἀγράφως παρὰ τῶν ἀργυροπρατῶν χρυσίον ἢ καὶ ἄργυρον ἢ καὶ ἕτερα εἴδη κομισαμένων εἰς ἀγνωμοσύνην ὁρᾶν, οἷα μήτε τῶν λαβόντων περιόντων μήτε αὐτῶν τῶν κληρονόμων ἢ διαδόχων δυναμένων ἐξ ἐγγράφων ἐλέγχεσθαι.
10 Τοῦτο τοίνυν θεραπεῦσαι σπουδάζοντες θεσπίζομεν, τοὺς κατὰ τοῦτον εὐθυνομένους τὸν τρόπον πρό γε πάντων πρὸς τὸ ὀρθὸν συνειδὸς ἀποβλέποντας ἀνενδοιάστως ὁμολογεῖν τὰ δοθέντα παρὰ τῶν ἀργυρο‐ πρατῶν ἐκείνοις, ὧν αὐτοὶ ὑπῆλθον τὰ δίκαια, ταὐτὸ δὲ τοῦτο καί τινας περιόντας περὶ τοὺς ἐκ τοῦ κατ’ αὐτοὺς συστήματος πράττειν. ὅπερ καὶ παρὰ τῶν ἱκετῶν εὐθυνομένων παρὰ τῶν αὐτῶν διαδίκων γίνεσθαι προστάττομεν. εἰδότος ἑκατέρου μέρους, ὡς εἰ ἐλεγχθείη ἢ διὰ τῆς τῶν ὑπουργησάντων φωνῆς ἢ διὰ τῆς
15τῶν ἡμερησίων καταγραφῶν μεθ’ ὅρκου γινομένης προαγωγῆς ἢ δι’ ἄλλης τινὸς ἱκανῆς ἀποδείξεως, ἐν διπλῷ οἱ ἀγνωμονοῦντες καταθήσουσιν, ἅπερ δολίως καὶ κατὰ ἀγνωμοσύνην ἠρνοῦντο ἢ κρύψαντες ἢ γνῶναι τὸ τοῦ πράγματος ἀληθὲς ἀμελήσαντες. Δεύτερον ἡμῖν παρὰ τῶν ἐκ τοῦ αὐτοῦ τῶν ἀργυροπρατῶν σωματείου ἀνηνέχθη κεφάλαιον, ὥστε μὴ ἀναγκάζεσθαι αὐτοὺς ταῖς προφερομέναις παρ’ αὐτῶν τῶν συναλλακτῶν ὁμολογίαις ἢ πιττακίοις ἢ λογοθε‐
20σίοις τῇ ἐκείνων καταγραφεῖσι χειρί, εἶτα ἀμφιβαλλομένοις, διὰ τῆς τῶν ἀγοραίων συμβολαίων συγκρίσεως τὴν πίστιν ἐπιτιθέναι, διὰ τὸ τὸ κατ’ αὐτοὺς σύστημα πολλοῖς μέν, μάλιστα δὲ τοῖς εὐγενέσιν ἀνθρώποις πιστεύειν, μὴ ἀνεχομένοις τὰ ἑαυτῶν δημοσιεύεσθαι συναλλάγματα ἢ τὴν τῶν οἰκείων περιουσιῶν φανεροῦ‐ σθαι κατάστασιν, καὶ βουλομένοις, ὡς εἰκός, τοῖς ἔξωθεν μείζονας ἢ ἐλάττονας φαίνεσθαι, ἀλλὰ χρῆναι τὰ γενόμενα εἰς αὐτοὺς ἰδιόχειρα, καθὰ εἴρηται, γράμματα τὴν ἴσην τῶν ἀγοραίων συμβολαίων δύναμιν ἔχειν.
25 Καὶ ἐν τούτῳ τοίνυν ἡμεῖς ὁδόν τινα μέσην βαδίζοντες, ᾗπερ καὶ τοὺς ἀργυροπράτας κατὰ τῶν ἐπὶ τοῖς τοιούτοις κεφαλαίοις διαδίκων καὶ αὖθις ἐκείνους κατ’ αὐτῶν βουλόμεθα χρήσασθαι, θεσπίζομεν, εἰ τοιαῦτα προφέρουσιν ἰδιόχειρα τῶν συναλλαξάντων γράμματα, ἅπερ ἢ αὐτός, οὗτινος εἶναι λέγεται, ἢ οἱ αὐτοῦ κληρο‐ νόμοι τε καὶ διάδοχοι οὐ δύνανται μεθ’ ὅρκου δόσεως ἀπαρνήσασθαι οἷα παρ’ ἐκείνου γεγράφθαι, οὗπερ ὄνομα φέρουσι, τὴν ἀναργυρίαν μὴ προβαλλόμενοι, ἀλλὰ καὶ δυνηθείη πρὸς τούτοις ὁ ἀργυροπράτης ἐξ ἀγο‐
30ραίου γραμματείου τὸ ἔγγραφον πιστώσασθαι, ἢ αὐτὸς μὲν τούτου κατολιγωρήσειεν, ὁ δὲ ἀντίδικος μὴ δυνη‐ θείη ἐκ τῆς ἄλλου ἀγοραίου συγκρίσεως ἐλέγξαι τὸ ψεῦδος, τηνικαῦτα ἐκ τῶν ὡμολογημένων καὶ ἀναμφιβόλων καὶ τῇ τῶν μαρτύρων ὑπογραφῇ βεβαίων ἰδιοχείρων συμβολαίων πρὸς τὰ παρὰ τῶν ἀργυροπρατῶν ἢ κατ’
αὐτῶν προφερόμενα τῶν συναλλαξάντων ἰδιόχειρα γράμματα τὴν σύγκρισιν γίνεσθαι καὶ εἶναι αὐτὰ βέβαια,

765

οὐκ ἐλάττονα τῶν ἀγοραίων συμβολαίων ἔχοντα δύναμιν, οἷα οὐκ ἀσφαλείας αὐτοῖς δεούσης, ἀλλὰ μόνου τοῦ σχήματος. οὐδενὸς τοῖς ἱκετεύουσι γινομένου προκρίματος ἐκ τοῦ μὴ ἐγκεῖσθαι ὑποθήκας ἢ κληρονόμων ἢ διαδόχων ὄνομα τοῖς παρὰ τῶν συναλλαξάντων εἰς αὐτοὺς ἐγγράφοις γενομένοις. Ἕξουσι δὲ οἱ ἐκ τοῦ αὐτοῦ τῶν ἀργυροπρατῶν σωματείου, ἐξ ἴσου δὲ καὶ οἱ συναλλάκται τὰς ὁμοίας
5κατ’ αὐτῶν ἀγωγὰς κινοῦντες ἄδειαν, εἴπερ τινὲς τῶν τετελευτηκότων δι’ ἀπορίαν κληρονόμους μὲν οὐκ ἔσχον, χρεώστας δὲ κατέλιπον, ἢ καὶ πράγματά τινα ἐκείνοις διενεγκόντα ἐν παραθήκῃ ἢ ὑποθήκῃ παρά τισιν εὑρίσκεται, κινεῖν κατ’ ἐκείνων τὰς ἁρμοζούσας αὐτοῖς ἀγωγὰς καὶ τὸ ἱκανὸν ἐξ αὐτῶν ἑαυτοῖς περιποιεῖν. τὰ ὅμοια δὲ αὐτοῖς φυλαχθήσεται καὶ ἐπὶ [ταῖς] τῶν ζώντων συναλλακτῶν καὶ χρεωστούντων αὐτοῖς, ὥστε ἐξεῖναι τοῖς ἐνάγουσιν ἢ καὶ ἐναγομένοις βουλομένοις, κἂν μὴ τοῖς συμβολαίοις ὑποθήκης ἐμφέρεται μνήμη,
10ὑποθηκαρίας ὅμως κινεῖν ἀγωγάς. ὡς φύσει τοῖς τῶν ἀργυροπρατῶν καὶ τῶν συμβαλλόντων αὐτοῖς συναλ‐ λάγμασιν ἑπομένας, καὶ ἔχειν κατὰ τῶν ὑστέρων τῷ χρόνῳ δηλονότι δανειστῶν τὴν προτίμησιν. ἄδικον γὰρ τυγχάνει καὶ τῆς τῶν ἡμετέρων χρόνων δικαιοσύνης ἀλλότριον, τοὺς μὲν εὐεργέτας τῶν ἰδίων στερεῖ‐ σθαι πραγμάτων, τοὺς δὲ χρεωστοῦντας τοῖς ἀλλοτρίοις ἐντρυφᾶν. Κἀκεῖνο δὲ τῇ ἡμετέρᾳ περὶ αὐτοὺς ἐπικουρίᾳ προστίθεμεν. ἐπειδὴ γὰρ τοῖς παρ’ αὐτῶν γενομένοις
15συναλλάγμασι σφόδρα ὁ νεαρὸς ἡμῶν νόμος ἀνθίσταται, ὁ παρακελευόμενος τοὺς εὐεργέτας μὴ χωρεῖν κατὰ τῶν πριαμένων τινὰ παρὰ τῶν χρεωστούντων, πρὶν ἂν οἱ πρωτότυποι χρεῶσται ἄποροι διὰ τῆς ἐκστάσεως ἀποδειχθῶσιν (ὅπερ αὐτοῖς πάνυ καθέστηκε φορτικόν, διὰ τὸ τοὺς ἀγοράζοντας ὡς ἔκ τινος ἔθους καὶ βεβαιωτὰς ζητεῖν καὶ τὴν ἄλλην ἑαυτοῖς ἀσφάλειαν περιποιεῖσθαι, αὐτοῖς δὲ τοῦτο μήτε ἔθος μήτε τὴν ταχεῖαν τῶν συναλλαγμάτων ἔκβασιν συγχωρεῖν), θεσπίζομεν διὰ τοῦ παρόντος θείου πραγματικοῦ τύπου
20κατ’ ἰδικὴν αὐτοῖς διδομένου φιλοτιμίαν μὴ δυναμένην ἑτέρῳ προσώπῳ ἢ μεθοδίῳ ἢ σωματείῳ ἢ ἐπιτηδεύ‐ ματι παντελῶς ἁρμόζειν, τοιαύτης αὐτούς τε καὶ τοὺς αὐτῶν συναλλάκτας, ἡνίκα κατ’ αὐτῶν ἀγωγὰς κινοῦσι, προνομίας ἀπολαύειν ἐν τῷ ἐπιζητεῖν τε καὶ διώκειν τὰ πράγματα, ἐφ’ οἷς αὐτοῖς ὁ χρόνος παρέχει προτί‐ μησιν, ὁποίαν πρὸ τῆς ἡμετέρας ἔσχον νομοθεσίας, ὥστε αὐτοὺς μὴ βαρουμένους τῇ ἀποδείξει τῆς τῶν χρεωστούντων ἐκστάσεως, εἴπερ μὴ δυνηθῶσι παρὰ τοῦ πρωτοτύπου τὸ ἱκανὸν ὑπομεῖναι, χωρεῖν κατὰ τῶν
25ἐκποιηθέντων ὑπ’ ἐκείνων πραγμάτων καὶ ἐξ ἰδικῆς ἢ γενικῆς ὑποθήκης αὐτοῖς ὑποκειμένων, ἐφ’ ὧν, καθὰ εἴρηται, προγενέστερα τῶν ἄλλων δανειστῶν ἔχουσι δίκαια. οἰόμεθα γὰρ τὰ τῷ προειρημένῳ σωματείῳ καὶ τοῖς αὐτῶν συναλλάκταις παρεχόμενα εἰς τὴν κοινὴν συντείνειν εὐεργεσίαν, οἷα αὐτῶν οὐκ ὀλίγοις τισίν, ἀλλὰ τοῖς ἐν πάσῃ σχεδὸν τῇ πολιτείᾳ γινομένοις συναλλάγμασιν ὑπουργούντων. Καὶ τοῦτο δὲ αὐτοῖς παρασχεῖν αἰτοῦσι συνείδομεν, ὥστε ἡνίκα ἄν τισιν ἐπάγωσι δίκας καὶ εἰς τὴν
30τῆς δεκατημοιρίας ὁμολογίαν συνελαύνωνται, μὴ ἀπαιτεῖσθαι ἐγγύας, ἀλλὰ ἀρκεῖν τὴν αὐτῶν ἐπὶ τούτῳ γινο‐

766

μένην κατάθεσιν, οἴα ἀξίων ὄντων ὑπὲρ ἑαυτῶν πιστεύεσθαι, ὧν ἡ πίστις καὶ ὑπὲρ ἑτέρων ἀρκεῖν νομίζεται πρόδηλον ὄν, ὡς εἰ τῷ νόμῳ ὑποπεσοῦνται, οὐδὲν αὐτοὺς ὠφελήσει τὸ ἐγγυητὴν μὴ παρασχεῖν, ἀλλὰ καὶ οὕτως καταθήσουσι τὴν τῆς δεκατημοιρίας ποινήν, ὥσπερ καὶ οἱ ἐνάγοντες αὐτοῖς καὶ πρός γε οἱ παρ’ αὐτῶν ἐνα‐ γόμενοι ταῖς ὁμοίαις ὑποτεθήσονται ποιναῖς. ταύτης καὶ μόνης τῆς διαφορᾶς ἐπὶ τούτῳ τῷ κεφαλαίῳ οὔσης,
5ὥστε, καθάπερ ἔμπροσθεν εἴρηται, τοῖς ἐκ τοῦ συστήματος τῶν ἀργυροπρατῶν ἐνάγουσι τὴν τῶν ἐγγυητῶν δόσιν ἐπὶ τῇ δεκατημοιρίᾳ κατ’ ἰδικὴν ἡμῶν τινα φιλοτιμίαν συγκεχωρῆσθαι. Ἐπειδὴ δὲ καὶ τὸ εἰς διάφορα τοὺς ἱκέτας ἕλκεσθαι δικαστήρια (καὶ μάλιστα πλείστους ἔχοντας συν‐ αλλάκτας, καὶ οἷα συμβαίνει ὁλίγους εὐγνώμονας) οὐ μόνον αὐτοῖς βλάβην, ἀλλὰ καὶ τοῖς κοινοῖς πράγμασιν ἐμπόδισμα φέρειν εὑρίσκεται, καὶ ἐν τούτῳ τῷ μέρει τὴν προτέραν ἡμῶν περὶ αὐτοὺς μιμούμεθα προμήθειαν
10καὶ παρακελευόμεθα αὐτοῖς εἶναι ἰδικοὺς δικαστάς. εἴτε ἐνάγουσιν εἴτε ἐνάγοιντο, τήν τε σὴν λογιότητα καὶ Πέτρον τὸν ἐνδοξότατον κόμητα τῶν θείων ἡμῶν λαργιτιόνων, ἀπὸ ὑπάτων καὶ πατρίκιον, ὥστε παρὰ θατέρῳ τούτων τὰς κινηθησομένας μεταξὺ αὐτῶν τε καὶ ἑτέρων οἱασοῦν δίκας ἢ καὶ ἤδη παρὰ τοῖς πρότερον αὐτοῖς παρ’ ἡμῶν δεδομένοις δικασταῖς εἶτα ἀποβιώσασιν ἐναρχθείσας σκοπεῖσθαι, καὶ σύντομον καὶ τοῖς ἡμετέροις νόμοις συμβαῖνον δέχεσθαι πέρας, καὶ τοὺς ἱκέτας τῆς τῶν πραιτωρίων τριβῆς ἀπαλλαττομένους
15σχολάζειν τῷ οἰκείῳ ἐπιτηδεύματι, τοσοῦτόν τε εὐγνωμονέστερον φέρεσθαι περὶ τὰ τῶν ὑπηκόων συναλλά‐ γματα, ὅσον ἢ αὐτοὶ ἥττονος ἀγνωμοσύνης πειρῶνται ἢ 〈οἱ〉 ἀγνωμονεῖν ἐπιχειροῦντες οὐ συγχωροῦνται ἀδίκους αὐτοῖς ἐπιφέρειν βλάβας. Ἀλλ’ ἐπείπερ ἡμῖν καὶ ἄλλον τινὰ τῶν δολερῶν ἀνθρώπων ἐφανέρωσαν δόλον ἀπαγγείλαντες, ὥς τινες μὲν δανεισάμενοι ἢ δανειζόμενοι παρὰ τῶν ἐκ τοῦ εἰρημένου συστήματος χρήματα ἠγόρασαν ἢ ἀγορά‐
20ζουσι κτῆσιν ἀκίνητον ὀνόματι τῶν οἰκείων γαμετῶν ἢ ἄλλων τινῶν περὶ αὐτοὺς ὄντων πρὸς περιγραφὴν τῆς γενικῆς ὑποθήκης τῶν ὄντων αὐτοῖς καὶ ἐσομένων πραγμάτων, τινὲς δὲ τὰ ἑαυτοῖς κεχρεωστημένα παρὰ τῶν ὑπευθύνων ἀναλαμβάνοντες ἢ ἐν χρήμασιν ἢ ἐν ἀκινήτοις προσόλου τοῖς πράγμασιν οὐκ εἰς ἴδιον πρόσ‐ ωπον, ἀλλὰ καθὰ εἴρηται ἢ εἰς τὸ τῶν συμβιουσῶν ἢ συγγενῶν τὴν τοιαύτην καταβολὴν ἢ ἐκχώρησιν ἢ πρᾶσιν γίνεσθαι παρὰ τῶν ἐποφειλόντων παρασκευάζουσιν, ὥστε διὰ τῆς τοιαύτης μεθόδου ἐκείνους μὲν
25ἀπορίαν προΐσχεσθαι, τοὺς δὲ ἐκ τοῦ εἰρημένου τῶν ἀργυροπρατῶν σωματείου εὐεργέτας τυγχάνοντας μὴ δύνασθαι ἐκείνοις ἐνάγειν, πρὸς οὓς οὐ δοκοῦσι πεποιηκέναι συνάλλαγμα, καὶ ἐν τούτῳ τῷ κεφαλαίῳ ἴσην φιλοτιμίαν τοῖς τε ἀργυροπράταις τοῖς τε κατ’ αὐτῶν ὁμοίας ὑποθέσεις κινοῦσι παρέχοντες κελεύομεν, ὥστε, εἰ δειχθείη τῶν ἐποφειλόντων τις δόλῳ τὸ μὴ νέμεσθαι τὰ αὐτῷ προσήκοντα ποιησάμενος καὶ εἰς ἕτερον σιωπηρῶς τὰ οἰκεῖα μεταγαγὼν δίκαια, ἐξεῖναι τοῖς ἐνάγουσι διὰ τῆς in rem ἢ δι’ ἄλλης νομίμου ἀγωγῆς καὶ
30ἐλέγχειν τὸ γινόμενον, καὶ χωρεῖν κατὰ τῶν εἰρημένων πραγμάτων ὡς τοῦ χρεώστου τυγχανόντων, καὶ πανταχόθεν τῆς μηχανῆς ἀπελαυνομένης τὸ ἀζήμιον αὑτοῖς ἐπί τε τῷ χρέει ἐπί τε τοῖς ἐπὶ τούτῳ γινομένοις
δαπανήμασι περιποιεῖν. ἴσμεν γὰρ τὴν τῆς σῆς λογιότητος καὶ τοῦ μνημονευθέντος ἐνδοξοτάτου ἀνδρὸς

767

ἀκρίβειαν τοιαύτην ὑπάρχειν, ὥστε οὕτω τὰς κινηθείσας καὶ οὔπω πέρας δεξαμένας ἢ καὶ ὕστερον κινηθη‐ σομένας ὑποθέσεις διαθεῖναι, ἐφ’ ᾧ τε μήτε τοὺς ἱκέτας ἐκ τῆς τῶν χρεωστῶν ἀγνωμοσύνης ἢ ῥᾳδιουργίας ἄδικον ὑπομεῖναι βλάβην, μήτε δὲ τοὺς ἀθῴους διὰ τῶν ἀδίκων στρεβλώσεων ἀκαίρους ὑποστῆναι διαστρο‐ φάς, ἀλλὰ καὶ τὰ πρῴην τοῖς δεηθεῖσι παρασχεθέντα κύρια καὶ ἀσάλευτα μένειν, καὶ τὰ διὰ τοῦ παρόντος
5θείου ἡμῶν φιλοτιμηθέντα πραγματικοῦ τύπου κατὰ τὸν ἡμέτερον ἐκτελεσθῆναι σκοπόν, οἵπερ σπουδάζομεν τοὺς ὑπηκόους ἅπαντας ὀρθῶς καὶ ἀρᾳδιουργήτως τοῖς πράγμασι προσιέναι, καὶ τοὺς ὀφείλοντας διὰ τὸ τοῖς τῆς πολιτείας πράγμασιν ὑπουργεῖν ἡσύχου ἀπολαύειν βίου μὴ διὰ τὰς τῶν ἀγνωμονούντων μηχανὰς δικα‐ στηρίοις καὶ ταῖς ἐξ αὐτῶν προσομιλεῖν δυσχερείαις τε καὶ ζημίαις. Ὅπερ δὲ ἐν ἑκάστῳ τῶν εἰρημένων κεφαλαίων ἰδικῶς ἐθήκαμεν, τοῦτο γενικῶς ἐν τῷ τοῦ λόγου
10ἐπισφραγίσματι θεῖναι συνείδομεν, ἐφ’ ᾧ τε ἐν ἅπασι τοῖς προλεχθεῖσιν ἴσα προνόμια τοῖς ἐν τῷ προειρη‐ μένῳ τῶν ἀργυροπρατῶν σωματείῳ καταλεγομένοις καὶ τοῖς τούτων κληρονόμοις καὶ διαδόχοις *** ἐφ’ οἷς κατὰ τῶν ἀργυροπρατῶν κινοῦσιν ὑπάρχειν. πρέπει γὰρ ἐκείνην ἑκάτερον μέρος τὴν ἀκεραιότητα ἐν τοῖς οἰκείοις συναλλάγμασί τε καὶ πράγμασι διαφυλάττειν, ἣν ἑαυτῷ ζητεῖ παρὰ τοῦ ἑτέρου φυλάττεσθαι. Ταῦτα τοίνυν διὰ τοῦ παρόντος θείου ἡμῶν πραγματικοῦ τύπου κελεύοντες καὶ τοῦτο προστίθεμεν, ὥστε
15τὴν σὴν λογιότητα καὶ ἅπαντας τοὺς μεγάλους ἄρχοντας συνελθεῖν τοῖς ἐν τῷ προειρημένῳ συστήματι κατα‐ λεγομένοις, ὥστε εἴτε διὰ προσταγμάτων εἴτε διὰ γραμμάτων εἴτε δι’ ἑτέρου οἱουδήποτε συνήθους τρόπου μετὰ τῆς τοῦ νόμου ἀκολουθίας τυχεῖν αὐτοὺς τῆς δεούσης ἐπικουρίας, καὶ δυνηθῆναι κατὰ τῶν ἀγνωμο‐ νούντων βοηθηθῆναι, καὶ μὴ ἀναγκασθῆναι καὶ αὐτοὺς ἀγνώμονας ἑτέροις φαίνεσθαι, ἀλλὰ μᾶλλον ἐνδείξα‐ σθαι τὸ εὐνοϊκὸν καὶ εὔγνωμον πρὸς τοὺς ἑαυτῶν συναλλάκτας, οἷα τούτου καὶ τῇ τῶν ἡμετέρων χρόνων
20ἀγαθότητι καὶ τοῖς ἁπάσης τῆς πολιτείας συναλλάγμασι πρέποντος, ὧν τὰ μέγιστα καὶ ἀναγκαιότατα διὰ τοῦ προειρημένου ἀεὶ συστήματος γίνεται. 〈Ἐπίλογος.〉 Τὰ τοίνυν παραστάντα ἡμῖν καὶ διὰ τοῦδε τοῦ θείου πραγματικοῦ δηλούμενα τύπου ἡ σὴ λογιότης καὶ πᾶς ἕτερος δικαστὴς τῆς ἡμετέρας πολιτείας βέβαια φυλαξάτω, ἀδείας οὔσης τοῖς ἱκέταις ἐν παντὶ δικαστηρίῳ, μείζονί τε καὶ ἐλάττονι, ἐμφανίζειν τόνδε τὸν θεῖον πραγματικὸν τύπον καὶ τοῦτον
25ἀναλαμβάνειν καὶ τῆς ἐξ αὐτοῦ τυγχάνειν βοηθείας, τοσαύτην ἐν τῇ παρούσῃ ὑποθέσει καὶ τοῖς προειρη‐
μένοις κεφαλαίοις δύναμιν ἔχοντος, ὅσην ἐπὶ τοῖς ἄλλοις πράγμασιν οἱ γενικοὶ ἡμῶν ἔχουσι νόμοι.

768

(1t)

Η
2tΠΕΡΙ ΤΟΥ ΒΙΚΑΡΙΟΥ ΤΗΣ
3tΠΟΝΤΙΚΗΣ.
4tὉ αὐτὸς βασιλεὺς Βάσσῳ τῷ ἐνδοξοτάτῳ ἐπάρχῳ
5tτῶν ἱερῶν πραιτωρίων.
6Προοίμιον.〉 Ἡμεῖς μὲν ἀρκεῖν τὰς πολιτικὰς ἀρχὰς ταῖς κατὰ τὴν Ποντικὴν διοίκησιν ἐπαρχίαις νομίσαντες τὸν ἄνωθεν ἐπινενοημένον κατ’ ἐκείνους τοὺς τόπους βικάριον κατὰ τὸν ἐν μέσῳ τοῦτον ἐπ‐
10έσχομεν χρόνον, οὐδὲν τῶν ὕστερον γενομένων παρ’ αὐτῶν ἁμαρτηθήσεσθαι προσδοκήσαντες· ἀλλ’ ἐπείπερ ἐξ αὐτῶν ἔγνωμεν τῶν πραγμάτων, ὡς ἄνδρες οἰκοῦσι τὰς ἐπαρχίας ταύτας λῃστείαις τε καὶ φόνοις ἐντε‐ θραμμένοι καὶ ἄνδρας ὁπλοφοροῦντας ἀεὶ ἀθροίζοντες
15καὶ κατ’ ἀλλήλων χρώμενοι [καὶ] τούτοις, διαφεύγουσι τε τὰς ὑπὲρ τούτων ποινὰς τῷ τὰς ἐπαρχίας ἀμεί‐ βειν, ἐν αἷς ἁμαρτήσουσιν, οὐδενὸς τῶν ἐπιχωρίων ἀρχόντων τὴν ἐπιδεδομένην χώραν ἐκβαίνειν τολ‐ μῶντος, ὡς πολλάκις μὲν ἡμᾶς ἄνδρας ἐκπέμψαι κατὰ
20τὴν χώραν καὶ βαρῦναι μισθοῖς τὸ δημόσιον, πρᾶξαι δὲ πλέον οὐδέν, μὴ παρούσης ἀρχῆς τῆς ἐξ ἑτοίμου βοηθούσης καὶ τὰ τοιαῦτα τῶν ἀτοπημάτων ἀναστελ‐ λούσης, συνείδομεν ἀνακαλέσασθαι τὴν τοῦ βικαρίου πάλιν
25ἀρχήν, καὶ τὸν μὲν τῆς Γαλατίας πρώτης ἄρχοντα μηδὲν ἕτερον ἢ πολιτικὸν 〈μόνον〉 ἄρχοντα 〈εἶναι〉, καθὰ πρότερον ἦν, πρὶν ἡμεῖς τὴν τοῦ βικαρίου περι‐ ελόντες ἀρχὴν ἀξίᾳ τε καὶ σιτήσει μείζονι τὸν ἐπὶ τῆς πρώτης Γαλατίας ἐτιμήσαμεν ἄρχοντα· τὸν βικά‐
30ριον δὲ πάλιν ἐπιστῆσαι πάσαις ταῖς τῆς Ποντικῆς διοικήσεως ἐπαρχίαις, ὥστε αὐτὸν τὸν τόπον πληροῦν
〈οὐ〉 τῆς ἐπαρχότητος μόνης, ἀλλὰ καὶ τοῦ ἐνδοξοτά‐

769

του μαγίστρον τῶν θείων ἡμῶν ὀφφικίων καὶ πρός γε τῶν ἐνδοξοτάτων στρατηγῶν· ἔτι γε 〈μὴν〉 καὶ τῶν μεγαλοπρεπεστάτων ἀρχόντων, οἳ τῷ θείῳ ἡμῶν πατριμονίῳ καὶ τῷ ταμιείῳ γε μὴν καὶ πρός γε δο‐
5μεστίκοις [μὲν] καὶ προτίκτωρσιν ἐφεστᾶσι· καὶ τοι‐ αύτην ἔχειν ἄδειάν τε καὶ ἐξουσίαν, ὁποίαν αὐτοὺς τοὺς ἄρχοντας δι’ ἑαυτῶν γινομένους ἐπὶ τῶν τόπων ἔχειν συνέβαινεν· ὥστε μήτε ἀξίᾳ μήτε ἱερωσύνῃ μήτε ζώνῃ μήτε στρατείᾳ μήτε τινὶ τῶν πάντων
10ἑτέρῳ τῆς δικαιοδοσίας ταύτης ἐξῃρῆσθαι τινά. ἀλλὰ πάντας ὑποκεῖσθαι κατὰ τὸν ὅμοιον τρόπον, εἴτε ἐν ἰδιώταις τελοῖεν εἴτε τινὰ περιβέβληνται ζώνην ἢ ἀξίαν ἢ στρατείαν ἢ καὶ ἱερωσύνην. καὶ οὐκ ἐπὶ μόνοις ἐγκλήμασιν (οὐ γὰρ μόνον στρατιωτικὸν τὸν
15ἄρχοντα τοῦτον ποιοῦμεν), ἀλλὰ καὶ εἴ τις ὑπὲρ χρη‐ μάτων ἐθελήσοι μέμψασθαι. κοινὴν γὰρ τὴν ἀρχὴν ταύτην πᾶσί τε προσώποις καὶ παντοίοις πράγμασι ποιοῦμεν. Ἀποδίδομεν δὲ αὐτῇ καὶ ὃ πρώην εἶχε θεῖον ἀκροατήριον, ὥστε τὰς ἄχρι πεντακοσίων χρυ‐
20σῶν ὑποθέσεις ἀναρτωμένας ἐκκλήτῳ κατά τινα τῆς Ποντικῆς διοικήσεως ἐπαρχίαν μὴ κατὰ ταύτην ἄγε‐ σθαι τὴν εὐδαίμονα πόλιν, ἀλλὰ παρ’ αὐτῷ κατὰ τὸ σάκρον ἐξετάζεσθαι σχῆμα, εἴτε ἐξ αὐτῆς τῆς τῶν πολιτικῶν ἀρχόντων ἐκινήθησαν δικαιολογίας,
25εἴτε ἐκ ψήφων τινὸς τῶν ἐπὶ ταύτης τῆς μεγάλης πόλεως ἀρχόντων ἢ καὶ ἐξ ἡμετέρας κελεύσεως· οὐ‐ δενὶ παῤῥησίαν διδόντες, ἐπειδὰν ἐκκληθεῖσα δίκη κινοῖτο, ἐφέσει δευτέρᾳ κεχρῆσθαι. εἰ μέντοι γε δίκη παρ’ αὐτῷ κινηθείη πρωτότυπος ἔφεσίς τε κατὰ ταύ‐
30της ἐπιδοθείη, προβήσεται τὰ τῶν ἐφέσεων καθὰ πρότερον, πρὶν ἡμᾶς ἑνῶσαι τὴν ἀρχήν, ὡς μηδενὸς ἐν μέσῳ γεγονότος καινοῦ. τοῦτο γὰρ δὴ καὶ ἐπὶ τῷ Γαλατίας ἡγουμένῳ κελεύομεν, ὅν γε ψιλὸν ἀπο‐ δεδώκαμεν ἄρχοντα, ὡς δὴ μηδενὸς ἐπ’ αὐτῷ καινι‐
35σθέντος ἐν μέσῳ. Ἄδειάν τε τῷ βικαρίῳ τούτῳ παρέχομεν, καθ’ ἣν ἂν ἐπαρχίαν ἐθέλοι τῆς Ποντικῆς διοικήσεως γίνε‐ σθαι, ἀπὸ τῆς γείτονος ταύτης ἀρξαμένῳ Βιθυνίας μέχρις Ἀρμενίων αὐτῶν καὶ Τραπεζοῦντος καὶ 〈τῶν〉
40τῆς ἡμετέρας πολιτείας πρὸς Πέρσας ὁρίων, ὥστε αὐ‐

770

τὸν πρωτοτύπως μὲν τὰ μέχρι νῦν ἡμαρτημένα ταῖς προσηκούσαις μετελθεῖν τιμωρίαις (καὶ γὰρ δὴ καὶ ξίφους αὐτῷ παρέχομεν ἄδειαν), μάλιστα δὲ τοῖς στρα‐ τιώταις ἐπεξελθεῖν, εἴ τινες αὐτῶν τοὺς οἰκείους ἀπο‐
5λελοιπότες τόπους τοῖς τοιούτοις ἑαυτοὺς ἐκδεδώκασιν ἀτοπήμασιν. εἴ τινα δὲ ἂν ἐγκλήμασιν ὑποκείμενον εὕροι, τοῦτον γυμνώσει τῆς ζώνης, ὁποίαν περ ἂν ἔχων τυγχάνοι· οὐκ ἀναμένων τοῦτο δῆλον ποιῆσαι τῇ ἐφεστώσῃ ταῖς τοιαύταις στρατείαις ἀρχῇ, ὡς ἅπαξ
10καὶ τὸν ἐκείνης τόπον πληρῶν καὶ κατὰ πάντων ἐφεξῆς ἄδειαν ἔχων. ἐφίστασθαί τε αὐτῷ παρέχομεν ἄδειαν πᾶσι τόποις τε καὶ χωρίοις, εἴτε ἁγιωτάτων ἐκκλησιῶν ἢ καὶ εὐαγῶν εἶεν μοναστηρίων ἢ τῶν θείων ἡμῶν πριβάτων ἢ καὶ τοῦ θείου πατριμονίου
15ἢ καὶ τῆς ἡμετέρας οἰκίας· καὶ ἁπλῶς εἰπεῖν οὐδένα τόπον 〈ἔξω〉 τῆς αὐτοῦ δικαιοδοσίας καταλιμπάνομεν. Ἐποπτεύσει δὲ καὶ τὰς στρατιωτικὰς παρόδους, εἰ μετὰ τῆς προσηκούσης εὐταξίας προέρχονται· καὶ εἴ τι κατ’ αὐτὰς ἁμαρτανόμενον εὕροι, τοῦτο ἐπανορ‐
20θώσει, τούς τε στρατιώτας σωφρονίζων αὐτοὺς τοῖς τε ἡμετέροις ὑποτελέσι τὸ ἱκανὸν ἐφ’ οἷς ἂν ἠδικη‐ μένοι τύχοιεν παρασκευάζων γενέσθαι. παρρησίαν τε αὐτῷ παρέχομεν, καὶ ὅπλων γυμνοῦν τοὺς μὴ διά τινα στρατείας ἀνάγκην ταῦτα κτωμένους καὶ πάντα
25εἰσάγειν ταῖς δημοσίαις τῆς μεγάλης ταύτης πόλεως ὁπλοθήκαις. Ἀνακόψει τε μοιχείας καὶ ἀνδροφο‐ νίας καὶ λῃστείας 〈καὶ〉 μάλιστα πάντων γυναικῶν ἁρπαγὰς καὶ πραγμάτων ἀφαιρέσεις, ἐφόδους τε καὶ βίας, καὶ πάντα τῶν τοιούτων ἁμαρτημάτων κατά‐
30λογον, ὡς τοῦτο μάλιστα τῆς δεδομένης αὐτῷ παρ’ ἡμῶν ἀρχῆς κεφάλαιον 〈ἔχων〉. ἀναστελεῖ καὶ τοὺς ἀδικοῦντας, εἴτε ἱερεῖς εἴτε ἄρχοντες εἶεν εἴτε καὶ κτήτορες ἢ καὶ ἰδιῶται τυχόν· καὶ οὐδενὶ συγχωρήσει πρᾶξαί τι τοῖς ἡμετέροις μὴ γνωριζόμενον νόμοις·
35 Ἐπάξει δὲ καὶ τὰς τῶν δικῶν ἐξετάσεις τε καὶ κρίσεις. ἕξει δὲ ἰδίαν μὲν τάξιν, ἀνδρῶν [μὲν] βικα‐ ριανῶν septuaginta στρατευσαμένων διὰ θείων ἡμῶν προβατορίων ἐξ ἐκείνου τοῦ σκρινίου παρεχομένων, ἐξ οὗ καὶ πρότερον ὅτε βικάριος ἦν. ἀποδίδομεν δὲ
40καὶ τὰς ἡμιόνους, ὅσας πρότερον τῷ βικαρίῳ δεδο‐

771

μένας νῦν ὁ τῆς ἐπαρχίας ἡγούμενος ἔχει λαβὼν πρὸς τὴν αὑτοῦ ὑπηρεσίαν· ἐπεί γε ἐκείνῳ μὲν οὐδὲν ἕτερον ἢ ἄρχοντι μόνον ὄντι πολιτικῷ περιττὴ τῶν τοιούτων ἡ χρεία, τῷ δὲ περιβλέπτῳ βικαρίῳ περινοστεῖν
5ἀναγκαζομένῳ ἀναγκαῖα τὰ τῆς ἐντεῦθεν ὑπηρεσίας ἐστίν. Ὑπακούσεται δὲ αὐτῷ πᾶσα στρατεία ὑπ’ ἐκείνους οὖσα τοὺς τόπους, καὶ ὑπουργήσουσι τοῖς παρ’ αὐτοῦ λεγομένοις δομέστικοί τε καὶ προτίκτωρες, σχολάριοί τε καὶ στρατιῶται· οὐ δεόμενοι προστάξεως
10ἀρχικῆς ἢ κελεύσεως ἡμετέρας, ἀλλ’ αὐτῷ τῷ τῆς ἀρχῆς ὑπουργοῦντες δικαίῳ. ὑπουργήσουσι δὲ καθ’ οὓς ἕκαστοι διάγουσι τόπους, πλὴν εἰ μή τις δικαία καὶ ἀπαραίτητος χρεία μείζονος βοηθείας δεομένη πρὸς ἀνάγκην αὐτὸν καταστήσει τοῦ καὶ ἐξ ἑτέρων
15τόπων εἰς ἑτέρους τόπους μεταγαγεῖν. Χρήσεται δὲ κήρυκος φωνῇ καὶ λαμπάσι quattuor, ὡς καὶ δα‐ πάνης παρ’ ἡμῶν ὑπὲρ τούτου ὁρισθείσης, καὶ τοῖς ἄλλοις ἐπισήμοις ὅσα πολιτικῆς τε καὶ στρατιωτικῆς ἐστιν ἀρχῆς. ὅθεν καὶ ad responsum αὐτῷ κελεύομεν
20ὑπουργεῖν κατὰ μίμησιν τῶν ἐνδοξοτάτων ἡμῶν στρα‐ τηγῶν, δι’ οὗ καὶ σωφρονιεῖ στρατιώτας, εἴπου κα‐ λέσει καιρός, καὶ συνέξει πρὸς τὰς ἀναγκαίας τοῦ πράγματος ὑπουργίας. ὅσας δὲ σιτήσεις ἀφωρίσαμεν αὐτῷ τε καὶ παρέδρῳ καὶ τῇ ὑπ’ αὐτὸν τάξει, καὶ
25ὅσας δεῖ τοῦ λοιποῦ τὸν τῆς πρώτης Γαλατίας ἡγού‐ μενον ἔχειν ὑπὲρ αὐτοῦ τε καὶ παρέδρου καὶ τῆς πει‐ θομένης αὐτῷ τάξεως, ὅσα τε αὐτὸν ὑπὲρ τῶν τῆς ἀρχῆς συμβόλων προσήκει παρέχειν ἢ ἐν τῷ θείῳ ἡμῶν παλατίῳ ἢ ἐν τῷ πραιτωρίῳ τῶν ἐνδοξοτάτων
30ἐπάρχων, διὰ τῆς ὑποτεταγμένης ἀπογραφῆς πᾶσι γενήσεται δῆλα. ταύτην ἡμεῖς τὴν ἀρχὴν τοῖς τόποις ἐκείνοις ἀποδεδώκαμεν, ὥστε τοῖς ἀδικουμένοις ἐκ προχείρου τὴν βοήθειαν εἶναι, καὶ πάντας τοὺς κατ’ ἐκείνους οἰκοῦντας τοὺς τόπους ἀπηλλάχθαι μὲν τῶν
35ἄχρι νῦν κατεχόντων αὐτοὺς δυσχερῶν, ἡσυχίας δὲ καὶ εὐνομίας ἀπολαύειν ἁπάσης, ἀρχὴν τοῖς τόποις ἐπιστησάντων ἡμῶν πρὸς πᾶσαν ἐφεξῆς ἀδικίαν τε καὶ παρανομίαν δυναμένην ἀρκεῖν. 〈Ἐπίλογος.〉 Ταῦτα τοίνυν δῆλα τῇ σῇ ἐνδοξό‐
40τητι καταστῆσαι συνείδομεν, ὥστε αὐτὴν γινώσκουσαν τὰ περὶ τούτου νῦν ἡμῖν παραστάντα παραφυλάττειν εἰς τὸν ἔπειτα χρόνον καὶ τὰς σιτήσεις αὐτῷ χορη‐
γεῖν, καθὰ τῇ ὑποταγείσῃ παρ’ ἡμῶν ἀπογραφῇ

772

(4t)

Θ
5tΠΕΡΙ ΑΡΓΥΡΟΠΡΑΤΙΚΩΝ ΣΥΝΑΛΛΑΓΜΑΤΩΝ.
6tΑὐτοκράτωρ Ἰουστινιανὸς Αὔγουστος Τριβουνιανῷ ἐπάρχῳ πόλεως.
7Προοίμιον.〉 Τὸ κοινὸν τοῦ συστήματος τῶν ἀργυροπρατῶν τῶν ἐπὶ ταύτης τῆς μεγάλης πόλεως ὅντων ἱκέτευσε τὸ ἡμέτερον κράτος, πρὸς τοῖς ἄλλοις ἅπασιν, οἷς αὐτοῖς πεφιλοτιμήμεθα, καὶ νῦν καθ’ ἕτερον αὐτοῖς βοηθῆσαι τρόπον. ἐδίδαξαν γάρ τινας ἐποφλήσαντας ἢ καὶ ἐποφείλοντας καὶ ἀπαιτουμένους
10χρυσίον ἢ πράγματα καὶ οὐκ ἔχοντας, ὅθεν τοῦτο διαλύσειαν, αἰτεῖν αὐτοὺς καθαρὰς ἀντιφωνήσεις ὑπὲρ αὐτῶν ὑπεισιέναι, καὶ ποτὲ μὲν αὐτὸ τοῦτο ἐν ὁμολογίαις συγγράφειν, ποτὲ δὲ διὰ τὴν ἐκ τοῦ συμβάλλοντος πίστιν καὶ ἀγράφως αὐτοῖς ἐντείλασθαι τοῦτο ποιεῖν, ἑαυτοὺς δὲ ταῖς ἐκείνων αἰτήσεσιν ἐνδιδόντας ὁρίζειν χρόνον ῥητὸν πρὸς τοὺς ἐνοχλοῦντας αὐτοῖς, ὥστε εἴσω τούτου πάντως τὸν ἀντιφωνητὴν καταθεῖναι τὸ ὄφλημα· ἑαυτοὺς δὲ ἐκείνοις ἀντιφωνεῖν, εἶτα τῆς προθεσμίας ἐνστάσης ἀπραγμόνως ποιεῖν τὸ ἱκανὸν τοῖς
15τὰς ἀντιφωνήσεις δεχομένοις, ἀναλαμβανόντων τῶν ὑπευθύνων ἴσως καὶ τὰς δανειακὰς συγγραφὰς καὶ τὰς ὁμολογίας τὰς αὐτῶν ἢ καὶ διαλύσεις λαμβανόντων, ὡς τὸ ἀσφαλὲς διὰ τῆς ἀντιφωνήσεως πεποιηκότων, πολλοὺς δὲ καὶ ἐπιτυχεῖν τινος βουληθέντας ἢ καὶ βουλομένους πράγματος ἐντείλασθαι αὐτοῖς ὑπὲρ αὐτῶν ἀντιφωνῆσαι χρημάτων τινῶν ἢ πραγμάτων δόσεις, καὶ τοῖς μὲν κατορθοῦσθαι τὸ σπουδαζόμενον, αὐτοὺς δὲ ἀμελητὶ κατατιθέναι τὸ χρυσίον ἢ τὰ πράγματα, καὶ ἁπλῶς οὕτω γίνεσθαι τὰς ἀντιφωνήσεις, οὐκ ἐντελ‐
20λομένων αὐτῶν [καὶ] μὴ ἄλλως τὸ χρυσίον ἢ τὰ πράγματα καταβάλλειν, πρὶν ἂν ὁ τὴν ἀντιφώνησιν λαμ‐ βάνων ἀπόδειξιν τῶν χρημάτων ἢ τῶν πραγμάτων ποιήσαιτο ἢ κατάθοιτο ταῦτα εἰληφέναι. καὶ αὐτοὺς μὲν παρέχειν τὸ χρυσίον ἢ τὰ πράγματα, ὕστερον δὲ ἀμφισβητήσεις ἔχειν ἐκείνων ἀποδείξεις ζητούντων τοῦ τὸ χρυσίον ἢ τὰ πράγματα δεδόσθαι· πρᾶγμα παντοίως ἀμήχανον καὶ φοβερὸν αὐτοῖς ὑπάρχον, ὁμοίως μὲν τὸ παρῳχηκός, ὁμοίως δὲ τὸ ἐλπιζόμενον *** ὅπερ τῶν ἀδυνάτων ἐστίν, τίς γὰρ ἂν τῶν τὸ χρυσίον ἢ
25πράγματα ἀντιφωνηθέντων ἢ ἀντιφωνουμένων μὴ ἐπὶ τῷ ποιήσασθαι τῶν διδομένων ἀπόδειξιν ἢ κατά‐ θεσιν ἐν ὑπομνήμασιν, ὡς ταῦτα εἴη λαβών, ἕλοιτο ἂν πρὸς τοῦτο ἐλθεῖν; πολλάκις δὲ αὐτοῦς ταλαιπωρου‐ μένους καὶ ἐκχωρεῖν ἑτέροις τὰς ἀγωγάς, καὶ ἀντιτίθεσθαι ταῦτα οὐκ αὐτοῖς μόνοις ἐνάγουσιν, ἀλλὰ καὶ
τοῖς τὰς ἀγωγὰς ἐκχωρηθεῖσιν ἢ ἐκχωρουμένοις. Καὶ ᾔτησαν ταύτης ἀπαλλαγῆναι τῆς δυσκολίας, καὶ, εἴπερ

773

ὅλως καθαρὰ γέγονεν ἢ γενήσεται ἡ ἐντολή, ὥστε τὸ χρυσίον ἢ τὰ πράγματα ῥητῆς εἴσω προθεσμίας κατα‐ βάλλειν, αἱρέσεως οὐδεμιᾶς προσκειμένης, ἅμα τῷ παρελθεῖν τὴν προθεσμίαν ἔνοχον τὸν ἐντειλάμενον καθε‐ στάναι τῇ τοῦ χρέους ἐκτίσει αὐτοῖς τε καὶ τοῖς παρ’ αὐτῶν ἐκχωρηθεῖσιν ἢ καὶ ἐκχωρουμένοις, μὴ μόνον εἰ τοῦτο ἐγγράφως ἐντειλάμενοι τύχοιεν, ἀλλὰ καὶ εἰ ἀγράφως ἅπαν τὸ πρᾶγμα πραχθείη.
5 Ἡμεῖς τοίνυν βοηθῆσαι τῷ πράγματι βουλόμενοι (μετὰ μέντοι πάσης ἰσότητος καὶ δικαιοσύνης, καὶ ὥστε τοῦ λοιποῦ πᾶσι τρόποις ἀσφαλῶς προϊέναι ταῦτα) θεσπίζομεν μὴ ἄλλως αὐτοὺς αἱρεῖσθαι τὰς ἀντι‐ φωνήσεις ὑπεισιέναι, πρὶν ἂν ἔγγραφος αὐτοῖς περὶ τούτων γένηται ἐντολὴ ἅπαν τὸ πρᾶγμα, ὅπως ποτὲ πραχθῆναι δέοι, σαφῶς διορίζουσα, μηδὲ ἐκ τῶν καλῶν τούτων πίστεων εἰς ὄλεθρον προφανῆ καθαρῶς ἐμπίπτειν. εἰ δέ γε κατά τινα τρόπον ἔγγραφον μὲν μὴ γένοιτο, χρόνος δὲ ὁρισθείη, καὶ σιωπήσειεν ἐφ’
10ἅπαντα τὸν χρόνον ἐκεῖνος, ὑπὲρ οὗ τὰ τῆς ἀντιφωνήσεως γένοιτο, καὶ μὴ μέμψοιτο, διαδράμοι δὲ καὶ ὁ χρόνος, εἶτα μηδὲ κατὰ ἄλλην δίμηνον αὐτὸ τοῦτο ἐν μέμψει ποιήσεται. πάντως τὸν ἐντειλάμενον καταβαλεῖν τῷ ἀντιφωνήσαντι τὸ χρέος, ὅπερ ἂν ἀποδειχθείη κατὰ γνώμην αὐτοῦ παρά τινος τῶν ἀργύρου τραπέζης προεστώτων ἀντιπεφωνημένον, καὶ μὴ δύνασθαι μήτε αὐτοῖς μήτε τοῖς αὐτῶν κληρονόμοις ἢ τοῖς παρ’ αὐτῶν ἐκχωρηθεῖσιν ἢ ἐκχωρουμένοις τὸν τοιοῦτον ἀντιτίθεσθαι λόγον, ἀλλ’ ἐκεῖνο κρατεῖν, ὅπερ ἂν ἡ τῶν
15ἐντολῶν δείξειε πίστις, εἰ μὲν ἐν γράμμασιν αὗται προέλθοιεν, τοῦ δικάζοντος τοῖς γράμμασιν ἀκολουθοῦν‐ τος, εἰ δὲ ἄγραφον εἴη τὸ σύμφωνον, ταῖς ἐπὶ τούτῳ διδομέναις κατὰ τὸν νόμον ἀποδείξεσιν ἑπομένου. τού‐ των κρατούντων ἐπί τε τῶν ἤδη γενομένων κατὰ τοῦτον τὸν τρόπον ἐπί τε τῶν ἐσομένων ἀντιφωνήσεων. Εἰ δὲ καί τις αὐτοῖς ὑπεσχέθη ἢ ὑποσχεθείη θεραπεία διὰ γραμμάτων ἢ καὶ γραμμάτων χωρίς, ἀπό‐ δειξις δὲ αὐτάρκης καὶ νόμιμος δοθείη ἢ διὰ τῆς τῶν γραμμάτων ἀναγνώσεως ἢ διὰ τῆς ἐκ τῶν μαρτύρων
20πίστεως, καὶ ταύτην ἔχειν τὴν οἰκείαν ἰσχὺν βουλόμεθα καὶ ἀπαιτεῖσθαι τὸ συμπεφωνημένον παντελῶς μη‐ δενὸς ἀντικειμένου νόμου, ὡς ἐχρῆν προῖκα ταῦτα 〈πραχθῆναι〉, ἀλλὰ μὴ ἐπὶ δόσει τινί, διὰ τὸ τὸν πάντα βίον αὐτῶν ἐκ τούτου συνίστασθαι καὶ τόκους αὐτοὺς τελεῖν καὶ στεγονόμια διδόναι, καὶ τῆς κοινῆς λυσιτε‐ λείας προβεβλῆσθαι, οὐχ ἵνα ζημιοῖντο οὐδὲ ἵνα παντοίως ἄτροφοι μείναιεν, ἀλλ’ ἴνα ταύτην ἔχοιεν τῶν οἰκείων πόνων παραμυθίαν. Εἰ μέντοι γε λογισμοὺς ἢ ἀντισυγγράφους ἢ αὐτογράφους πεποίηνται ἢ
25ποιήσοιντο ἢ αὐτοὶ πρός τινας τῶν αὐτοῖς συμβαλλόντων, ἢ ἐκεῖνοι πρὸς αὐτούς, ἐν οἷς ἡ εἰσκομιδὴ τῶν χρημάτων καὶ δαπάνη καταγέγραπται καὶ γράμματα φέροιτο αὐτοῦ τοῦ τῆς τραπέζης προεστηκότος τοῦ τε ὑπογραφέως αὐτοῦ, οὓς ἁρμαρίτας καλοῦσι, καὶ αὖθις τῶν συμβαλλόντων πρὸς αὐτούς, ἢ διὰ παντὸς ὑπὸ τῆς τοῦ συμβάλλοντος χειρὸς γεγραμμένους ἢ ὑπογραφὴν ἔχοντας, μὴ δύνασθαι τοὺς συμβάλλοντας τὴν μὲν εἰσκομιδὴν τῶν χρημάτων, ἢν οἱ ἀργυροπρᾶται καταγράφουσιν ἐν τοῖς ἀντισυγγράφοις ἢ αὐτογράφοις βρεβίοις,
30δέχεσθαι κἀντεῦθεν αὐτοὺς ἀπαιτεῖν, πρὸς δὲ τὴν τῆς ἐξόδου καταγραφὴν ἀντιλέγειν ὡς οὐ γενομένην, μηδὲ αὖθις τοὺς ἀργυροτραπέζης προεστῶτας τὴν μὲν δαπάνην ἀπαιτεῖν, τὴν δὲ εἰσκομιδὴν μὴ δέχεσθαι. Ἀλλ’
εἴπερ ἐκ τῶν ἑκατέρωθεν προκομιζομένων ἀντισυγγράφων λογοθεσίων ἢ αὐτογράφων μαρτυρηθείη ἥ τε τῆς

774

εἰσκομιδῆς ἥ τε τῆς δαπάνης τῶν γραμμάτων πίστις, πάντως ἑκάτερον εἶναι πιστόν, καὶ μὴ τὸ μὲν κατ’ αὐτῶν κρατεῖν, τὸ δὲ ὑπὲρ αὐτῶν ἄκυρον εἶναι, ἀλλὰ ἀπαιτεῖσθαι, ὅσα τὰ λογοθέσια δείξειε, πλὴν εἰ μὴ θάτερον ἢ ἑκάτερον μέρος πλάνην ψήφου ἢ περὶ τόκον βλάβην ὑπομεμενηκέναι δείξειεν. εἰ γάρ τι τοιοῦτον προφανῶς δειχθείη, τῆς κατὰ νόμον διορθώσεως τοῦτο ἀξιοῦσθαι θεσπίζομεν, ὥστε ἕκαστον τοῦ δικαίου
5καὶ τῆς ἰσότητος ἀπολαύειν. Καὶ τοῦτο δὲ ἐδίδαξαν, ὥς τινες ἐξ αὐτῶν ὁμολογίας παρὰ πλειόνων κομισάμενοι καὶ ταύτας ἀλλη‐ λεγγύως ἢ κατὰ μανδάτον, εἶτα τὸ πλεῖστον τοῦ χρέους εἰληφότες, καὶ ὀλίγου τινὸς ὄντος τοῦ ὑπολελειμμένου, ἐπὶ τῷ τοῦ χρέους ἐλλείμματι ἔξωθεν παρ’ ἑνὸς αὐτῶν ἢ δύο λαβόντες ὁμολογίας, ὡς εἴσω ῥητοῦ χρόνου ταῦτα καταθήσουσι, διαλύσεις τυχὸν ἢ ὁμολογίας ἔθεντο πρὸς ἅπαντας, συμβέβηκε δὲ ἢ τὸν ἕνα ἢ καὶ
10πλείονας τῶν πεποιηκότων τὴν τῆς λοιπάδος ὁμολογίαν τελευτῆσαι καὶ τοὺς κληρονόμους μὴ αἱρεῖσθαι τὸ παρ’ αὐτοῦ ἢ αὐτῶν διομολογηθὲν χρυσίον δοῦναι. θεσπίζομεν οὖν, εἰ ταῦτα οὕτως ἔχει, τὸ ταῖς ὁμολογίαις περιεχόμενον χρυσίον καὶ παρὰ τοῦ τελευτήσαντος ἢ τῶν τελευτησάντων διομολογηθὲν ἐν γράμμασι τοὺς αὐτῶν εἰσπράττεσθαι κληρονόμους μετὰ τοῦ συμπεφωνημένου τόκου. Εἰ δέ τινες ἐδανείσαντο ἢ δανείσοιντο παρ’ αὐτῶν ἐνέχυρα δόντες, εἶτα ἐν ταῖς δανειακαῖς συγγραφαῖς
15ἐπέτρεψαν ἢ ἐπιτρέψαιεν αὐτοῖς ἐκ διαπράσεως τῶν ἐνεχύρων πίστει αὐτῶν γινομένης τὸ τούτων τίμημα εἰς τὸ χρέος λογίζεσθαι, οἱ δὲ τοῦτο πράξαιεν, μὴ πολυπραγμονεῖσθαι αὐτοὺς μηδὲ πράγματα ὑπὲρ τούτων ἔχειν, ἀλλ’ ὀμνύντας ὁπόσης τιμῆς τὰ ἐνέχυρα πεπράκασι πιστεύεσθαι, καὶ ἀρκεῖν τοῦτο αὐτοῖς πρὸς πᾶσαν ἀγνωμοσύνης ἀναίρεσιν. Εἰ δέ τις ἀγράφως δανειζόμενος ἐνέχυρα δοίη ἢ σφραγίσας αὐτὰ ἢ καὶ σφραγίδων χωρίς, ἀνάγκην ἔχειν τὸν δανεισάμενον ἢ λαμβάνειν τὰ ἐνέχυρα ἐπιγινώσκοντα τὰς σφραγῖδας ἢ καὶ αὐτὰ
20μὴ ῥαδιουργηθέντα καὶ ἀποπληροῦν τό τε κεφάλαιον τόν τε συμφωνηθέντα τόκον, ἢ εἴπερ οὐκ ἔχει χρυσίον ὁ ὀφειλέτης, εἰς τὴν ἀξίαν διατίμησιν ταῦτα καταλιμπάνειν καὶ τὸ ὑπόλοιπον πληροῦν, οὐ δυνάμενον λέγειν, ὡς δεῖ αὐτὸν ἀρκεσθῆναι τοῖς ἐνεχύροις, κἂν εἰ ἐλάττονος εἶεν ποσότητος, ἀλλ’ ἐκ τρόπου παντὸς πληροῦν πᾶν τὸ χρέος, ὅσον ἂν μετὰ τοῦ συμφωνηθέντος λογισθείη τόκου. εἰ δὲ καὶ ὁρισθείη χρόνος ἐπὶ τῷ δανεί‐ σματι ἐνεχύρων ἅπαξ δεδομένων ἢ ἐσφραγισμένων ἢ ἀσφραγίστων, εἴσω δὲ τοῦ χρόνου μὴ γένηται τὸ ἱκανόν,
25ἄλλος δὲ τοσοῦτος παρέλθῃ χρόνος, ἐξεῖναι αὐτοὺς ἀκριβοῦς διατιμήσεως γενομένης παρόντων καὶ ταβουλα‐ ρίων καὶ τῶν θείων προκειμένων λογίων καὶ διατιμητῶν παραλαμβανομένων, διατιμᾶσθαι ταῦτα καὶ ἑαυτοῖς λογίζεσθαι, εἴτε ἐξαρκεῖ εἰς τὸ χρέος εἴτε καὶ εἰς μέρος τοῦ χρέους. Καὶ τοῦτο μέντοι ἰάσασθαι ᾔτουν, ὥστε διὰ τὸ τὸν βίον αὐτοῖς ἐν τῷ δανείζειν καὶ δανείζεσθαι καθεστάναι καὶ ἀντιφωνεῖν ὑπὲρ ἑτέρων καὶ τόκους τελεῖν, μὴ ἀντιτίθεσθαι αὐτοῖς τὴν ἡμετέραν διάταξιν
30ἐν τοῖς δανείσμασιν, ἣν ἐγράψαμεν μηδενὶ συγχωροῦντες ὑπὲρ τὸ διπλάσιον κομίζεσθαί τι, εἴπερ τοσαύτην καταβάλοι ποσότητα, ὅσην τό τε ἀρχαῖον οἵ τε τόκοι πληροῦσιν. ἡμεῖς τοίνυν τὴν μὲν διάταξιν εἰς τὸ ἑξῆς
παραβαθῆναι παντελῶς οὐ βουλόμεθα, τὸ δὲ παρελθόν, ὅπερ οὐκέτι δέχεται παντελῶς ἐπιβουλὴν οὐδεμίαν,

775

τοῦτο αὐτοῖς θεραπεύοντες θεσπίζομεν, ἐπὶ τῶν ταῖς ἀληθείαις ἀργυροπρατικῶν συναλλαγμάτων τῶν μέχρι τήμερον πραχθέντων ἄδειαν αὐτοῖς εἶναι, καὶ εἰ τύχοιεν τόκοι ὑπὲρ τὸ διπλάσιον ἐπὶ τούτοις τοῖς χρέεσι δεδομένοι, εἰσπράττειν αὐτοὺς τὰ ὀφειλόμενα μετὰ τοῦ ὡρισμένου τόκου, οὐκ ἀναγκαζομένους ὑπολογίζεσθαι οὔτε εἰς τόκον οὔτε εἰς ἀρχαῖον ὄφλημα τὰ ἤδη ὑπὲρ τὸ κεφάλαιον καταβεβλημένα· καὶ μὴ ἀντικεῖσθαι
5αὐτοῖς ἐπὶ τούτῳ καὶ μόνῳ τὴν ἡμετέραν διάταξιν τὴν τοῦ διπλασίονος, ἀλλὰ κατὰ τὴν φύσιν τῶν συμβο‐ λαίων ταῦτα αὐτοὺς ἀπαιτεῖν. ἀλλ’ οὐδὲ αὐτῶν ἀποχρῆσθαι δυναμένων πρὸς τοὺς ἤδη συμβεβληκότας αὐτοῖς τῇ παρ’ ἡμῶν τεθείσῃ διατάξει, οὐδὲ δυναμένων λογίζεσθαι τοὺς ἤδη καταβεβλημένους τόκους ἢ εἰς τὸ διπλοῦν τοῦ τόκου ἢ εἰς τὸ ἀρχαῖον ὄφλημα. Ἐπειδὴ δὲ συνεχωρήσαμεν χωρὶς ἐνόπλου στρατείας τοῖς ἀργύρου τραπέζης προεστῶσιν ἐπὶ ταύτης
10τῆς εὐδαίμονος πόλεως τὰς ἄλλας πάσας μετιέναι στρατείας, εἶτα ἐκεῖνοι δανείσματα πράξαντες ἢ καὶ πράτ‐ τοντες τόκον ἐπηρώτησαν τὸν ἐκ διμοίρου μέρους, ὁποῖον τοῖς ἀργυροπράταις ἐφήκαμεν, οἱ δὲ ἀγνώμονες ταῦτα πάντα ἀντιτιθεῖεν αὐτοῖς τὰς στρατείας λέγοντες, προσήκειν αὐτοὺς οὐ τὸν ἀργυροπράταις ἀλλὰ τὸν στρατευομένοις πρέποντα τόκον κομίζεσθαι, ταύτην αὐτῶν τὴν ἄλογον καὶ ἀγνωμονεστάτην ἀντίθησιν παν‐ τελῶς σχολάζειν θεσπίζομεν καὶ τὰ συμπεφωνημένα ἢ καὶ συμφωνούμενα κρατεῖν. Ἀλλ’ οὐδὲ 〈ἐκεῖνο〉
15ἡμῖν ἀρέσκει, περὶ τῶν ἀργυροπρατικῶν συναλλαγμάτων αἰτεῖν τινας ἢ παντελῶς μὴ διδόναι κεφάλαια ἢ τόκους ἢ τὸ ἔτι τούτων χεῖρον λόγῳ, ὥστε νομίμων τόκων διδομένων εἰς τὸ ἀρχαῖον λογίζεσθαι· καὶ τοῦτο γὰρ ἐπὶ τῶν συναλλαγμάτων τῶν πρὸς ἀργυροπράτας γενομένων ἢ γινομένων κρατεῖν βουλόμεθα Ἓν δὲ δὴ καὶ τοῦτο τῶν αἰτουμένων ἐστὶ παρ’ αὐτῶν, ὅτιπερ πολλάκις τινὲς τῶν ὑπευθύνων αὐτοῖς καθεστώτων, εἶτα ἑτέρους ἔχοντες ὑπευθύνους, οὐχ ἑαυτοὺς ἐκεῖθεν πληροῦσιν, ἀλλὰ παρασκευάζουσι ταῖς
20αὐτῶν γαμεταῖς προφάσει προικὸς ἢ παραφέρνων ἢ χρεῶν δῆθεν ἄλλων τοῦτο καταβάλλειν καὶ διαλύσεις παρ’ αὐτῶν ἤγουν ἀποδείξεις κομίζεσθαι, ἐκείνων δὲ εἰς ἐλάττωσιν ἐλθόντων ἢ ἐρχομένων ἢ καὶ τελευτη‐ σάντων ἢ καὶ μετὰ ταῦτα τελευτώντων, εἶτα αὐτῶν βουλομένων τὸ χρέος ἀπολαμβάνειν τοῦτο, τῶν γαμετῶν ἐκεῖνα μὲν λεληθότως κομισαμένων ἢ καὶ μετὰ ταῦτα κομιζομένων, ὁλόκληρα δὲ ἀντιτιθεισῶν αὐτοῖς τὰ ὀφλήματα, ὥστε ἐντεῦθεν αὐτοῖς διαπίπτειν τὰ τῆς ἐλπίδος. καὶ ᾔτησαν, εἴ τι τοιοῦτον γέγονεν ἢ μετὰ
25ταῦτα ὡς εἰκὸς γενήσεται, ἀνάγκην ἔχειν τοὺς τὰς διαλύσεις παρὰ τῶν γυναικῶν κομιζομένους ἢ τὰς ἀπαλ‐ λαγὰς ἢ εἴ τι συμβόλαιον γέγονεν ἢ γενήσεται ὅλως, τοῦτο προκομίζειν *** καὶ κληρονόμων αὐτῶν εἰς ἔλεγ‐ χον τῶν γενομένων, ὥστε μὴ τὰς μὲν γαμετὰς καὶ μὴ ὀφειλομένας λαβεῖν, [καὶ] αὐτοὺς δὲ καὶ ὀφειλομένους ἀποστερηθῆναι. θεσπίζομεν, εἴ τι τοιοῦτο γέγονεν ἢ γενήσεται, ἀνάγκην μὲν ἔχειν αὐτοὺς προκομίζειν τὰ συμβόλαια, βλάβης μέντοι πάσης χωρίς, καὶ οὐ δυναμένων αὐτῶν ἐκ τῆς προκομιδῆς οὐδεμίαν ὑπομένειν
30ζημίαν (μεμνήμεθα γὰρ τῆς ἡμετέρας διατάξεως, ἥπερ τὰς ἠναγκασμένας τῶν δικαιωμάτων προκομιδὰς ἀβλα‐ βεῖς βούλεται γίνεσθαι τοῖς προκομίζουσιν), ἀλλ’ ἐκείνους μὲν τὰ συμβόλαια προκομίζειν καὶ αὖθις ἀναλαμβά‐
νειν, εἰ δέ τινα ἐντεῦθεν ὄνησιν ἔχειν δυνηθεῖεν οἱ τὴν προκομιδὴν ἀναγκάσαντες γενέσθαι πρὸς τὰς

776

γυναῖκας, ταύτην παρ’ αὐτῶν κατὰ τὸν νόμον εὑρίσκειν, οὐδὲν παντελῶς τῶν προκομισάντων βλαβῆναι διὰ τὴν προκομιδὴν συγχωρουμένων. Εἰ δὲ ἀντισυγγράφους ἔθεντο πρός τινας ὁμολογίας ἢ διαλύσεις ἢ καὶ οἱασοῦν συνθήκας ἢ καὶ μετὰ ταῦτα ποιήσαιεν, καὶ αἱ παρ’ αὐτοῖς κείμεναι κατὰ διαφόρους τρόπους ἀπώ‐ λοντο, ἀναγκάζεσθαι τοὺς ἔχοντας τὰ ἀντισύγγραφα προκομίζειν ἢ ὅρκον παρέχειν, ὡς οὐδὲν τοιοῦτον ἔχουσιν
5οὐδὲ προκομίσαι δυνατοὶ καθεστήκασιν. εἰ γὰρ τοῦτον τὸν ὅρκον ἐν ὑπομνήμασι παράσχοιεν, αὐτοὺς οὐ χρὴ περαιτέρω πολυπραγμονεῖσθαι. οὐδεὶς δὲ ὑπερβήσεται τὸ μέτρον τῆς ἡμετέρας διατάξεως προφάσει σπορ‐ τούλων ἢ δικαστικῶν δαπανημάτων, τὴν ποινὴν εὐλαβούμενος τὴν ἐπικειμένην τοῖς τὰ τοιαῦτα πράττουσιν. Ἐπεὶ δὲ ἀρχόμενοι τῶν δεήσεων ᾔτησαν, ὥστε καὶ τὴν σὴν ὑπεροχὴν προνοεῖν αὐτῶν καὶ ἀκροᾶσθαι τῶν ὑποθέσεων τῶν ἐπαγομένων αὐτοῖς, καὶ εἴ τινας ἐνόχους ἔχουσιν ἢ ἕτεροι [πρὸς] αὐτούς, τούτων ἀκούειν
10κατὰ τὸ τοῦ ἰδικοῦ δικαστοῦ σχῆμα, διὰ τὴν περὶ τοὺς νόμους ἀκρίβειαν καὶ τὴν τοῦ δικαίου τήρησιν καὶ τὸ τρόπους ἐξευρίσκειν ῥᾳδίως, δι’ ὧν ἔξεστι καὶ τὰ σφόδρα δοκοῦντα δύσκολά τε καὶ ἑτέροις οὐκ ἐφικτὰ διαλύειν, θεσπίζομεν, κατὰ τὰ παρ’ ἡμῶν θεσπισθέντα καὶ ἀκροᾶσθαι αὐτῶν κατὰ τὸ τοῦ ἰδικοῦ δικαστοῦ σχῆμα, ἐναγόντων τε καὶ ἐναγομένων, καὶ τὰ παρῳχηκότα διαθεῖναι κατὰ τόνδε τὸν νόμον, καὶ καθάπερ ἂν ὀρθῶς ἔχειν συνίδοις, καὶ τοῦ μέλλοντος προνοεῖν, ὥστε νενομισμένην τινὰ καὶ πρέπουσαν βοήθειαν παρ’
15ἡμῶν αὐτοῖς ἐπιδοθῆναι. δεῖ γὰρ τοὺς ἐνόχους γινομένους ὑπὲρ ἁπάντων καὶ χρησίμους ἑκάστῳ φαίνεσθαι σπεύδοντας καὶ ἐξαιρέτου τινὸς ἀπολαῦσαι βοηθείας. πάντων δηλαδὴ τῶν τε νῦν τῶν τε πρώην πεπορι‐ σμένων αὐτοῖς ἢ ἐξ ἡμετέρων νόμων ἢ ἐκ θείων πραγματικῶν τύπων, ἀκεραίων φυλαττομένων, καὶ χώραν ἐχόντων ἐπί τε τῶν προγεγενημένων φάκτων ἐπί τε τῶν μετὰ ταῦτα γενησομένων. 〈Ἐπίλογος.〉 Τὰ τοίνυν παραστάντα ἡμῖν καὶ διὰ τοῦδε τοῦ θείου πραγματικοῦ δηλούμενα νόμου
20ἥ τε σὴ ἐνδοξότης καὶ πᾶς δικαστὴς ἕτερος τῆς ἡμετέρας πολιτείας βέβαια φυλαξάτω.
21tΙ
22tΠΕΡΙ ΤΑΞΕΩΤΩΝ
23Προοίμιον.〉 Τὴν τῶν ἐπιχωρίων ταξεωτῶν ἐπιβουλήν, ἣν περὶ τὸ δημόσιον ἔχουσιν, ἐξ αὐτῶν πολλάκις ἔγνωμεν τῶν πραγμάτων.
25 Ἐπειδὴ τοίνυν ἐδιδάχθημεν καὶ τοῦτο ἓν εἶναι τῆς αὐτῶν θρασύτητος, τὸ τὰ δημόσια μὲν ἐν χερσὶ λαμβάνειν, ἔσω δὲ τῶν ἱερῶν χωρίων ἑαυτοὺς κατακρύπτειν καὶ οἴεσθαι ταύτῃ διαδιδράσκειν τὰς ἐφ’ αἷς
εὐθυνθῆναι δίκαιοι καθεστᾶσι ποινάς, θεσπίζομεν *** τὴν σὴν ὑπεροχήν (τοῦτο ὅπερ δὴ καὶ τοῖς θεοφι‐

777

λεστάτοις τῶν ἐπαρχιῶν ἐπισκόποις ἐγράψαμεν), ὥστε εἴ τινες αὐτῶν προσφύγοιεν εἰς τοὺς θείους περιβόλους, ἄδειαν εἶναι τῇ σῇ ὑπεροχῇ τούτους προστάττειν ἔξω γίνεσθαι τῆς ἐπαρχίας ἐκείνης εἶναί τε ἐν ᾧπερ ἂν βουληθείης τόπῳ. τούτου δὲ προσταχθέντος ἀνάγκην ἔχειν τοὺς θεοφιλεστάτους ἐπισκόπους ἔξω καθιστᾶν αὐτοὺς τῶν ἱερῶν χωρίων, τὸν καλούμενον λαμβάνοντας λόγον, ὅτιπερ ἐν ἐκείνοις τοῖς τόποις, ἐν οἷς ἀπελ‐
5θεῖν **** αὐτοὶς τοὺς δημοσιεύοντας ἄγειν ἐπὶ τοὺς εἰρημένους τόπους χωρὶς τῆς οἱασοῦν δυσκολίας. κατὰ τοῦτο τοίνυν ἡ σὴ ὑπεροχὴ ταῖς κατὰ τῶν ταξεωτῶν χρήσθω προστάξεσι. κἀκεῖνο γὰρ ἠπείληται τοῖς τε θεοφιλεστάτοις 〈ἐπισκόποις καὶ τοῖσ〉 αὐτῶν κληρικοῖς, ὡς εἴπερ μὴ βουληθεῖεν αὐτοὺς μετὰ τοῦ καλουμένου λόγου τῆς ἐπαρχίας ἐκβαλεῖν καὶ εἰς τοὺς τόπους, εἰς οὓς ἀπεστάλησαν, ἄγειν μετὰ τῆς τοῦ λόγου πίστεως, ὡς ἐν τῷ ἴσῳ τῶν ἱερῶν χωρίων ἐκεῖσε διατρίβειν, οἴκοθεν, ἀλλ’ οὐχὶ ἐκ τῶν ἐκκλησιαστικῶν πόρων, οὗτοι
10τὸ ἀζήμιον τοῖς δημοσίοις περιποιήσουσιν, οὐδὲ αὐτοῦ τοῦ περὶ τὴν ἱερωσύνην ἐξῃρημένοι κινδύνου. 〈Ἐπίλογος.〉 Ἡ τοίνυν σὴ ὑπεροχὴ τὰ παραστάντα ἡμῖν καὶ διὰ τοῦδε τοῦ θείου πραγματικοῦ δηλούμενα νόμου ἔργῳ καὶ πέρατι παραδοῦναι σπευσάτω.
13tΙΑ
14tΩΣΤΕ ΜΗΔΕΜΙΑΝ ΑΔΕΙΑΝ ΕΧΕΙΝ ΤΟΥΣ ΠΑΡ’ ΑΙΓΥΠΤΙΟΙΣ ΖΥΓΟΣΤΑΤΑΣ ΤΕ ΚΑΙ ΧΡΥ‐
15tΣΩΝΑΣ ΤΟΥ ΛΟΙΠΟΥ ΥΠΕΡ ΟΒΡΥΖΗΣ ΤΙ ΑΠΑΙΤΕΙΝ, ΑΛΛΑ ΚΑΘ’ ΟΜΟΙΟΤΗΤΑ ΤΗΣ
16tΜΕΓΑΛΗΣ ΤΑΥΤΗΣ ΠΟΛΕΩΣ ΤΟ ΧΑΡΑΤΤΟΜΕΝΟΝ ΕΚΕΙΣΕ ΧΡΥΣΙΟΝ ΓΙΝΕΣΘΑΙ, ΤΑΣ
17tΔΕ ΣΦΡΑΓΙΔΑΣ ΕΝΤΙΘΕΝΑΙ ΑΥΤΟΥΣ ΚΑΤΑ ΤΟΝ ΣΩΖΟΜΕΝΟΝ ΕΝ ΤΩΙ ΧΑΡΑΓΜΑΤΙ
18tΣΤΑΘΜΟΝ.
19tὉ αὐτὸς βασιλεὺς Πέτρῳ τῷ ἐνδοξοτάτῳ ἐπάρχῳ τῶν ἀνατολικῶν ἱερῶν praetoriων τὸ δεύτερον καὶ ἀπὸ
20tκομήτων τῶν θείων λαργιτιόνων τὸ δεύτερον καὶ ἀπὸ ὑπάτων.
21Προοίμιον.〉 Τὴν παρ’ Αἰγυπτίοις λεγομένην ὄβρυζαν τοῖς ἄνωθεν μὲν χρόνοις οὐκ ἐγνωσμένην, ὀλίγῳ δὲ πρόσω ἐναρξαμένην τοῖς ἐπ’ Αἰγύπτου συναλλάγμασιν ἐνοχλεῖν καὶ εἰς τοσοῦτον ἀτοπίας ἐκβᾶσαν, ὡς ἐννέα χρυσοῦς ἐφ’ ἑκάστῃ παρέχεσθαι λίτρᾳ, πρὸς τὸ λοιπὸν ἀναστεῖλαι καὶ παῦσαι δεῖν ἡγησάμεθα, ὡς ἂν μὴ μέλλῃ καὶ τῷ δημοσίῳ λυμαίνεσθαι καὶ τοῖς τῶν ὑποτελῶν παρενοχλεῖν συναλλάγμασι, μάλιστα ὅτι
25καὶ τὸ πλεῖστον, ὡς ἔγνωμεν, ἐπ’ αὐτῆς μόνης τῆς τῶν Ἀλεξανδρέων ἐξετάθη τὸ τοῦ πράγματος ἄτοπον, οὐχ οὕτω κατ’ Αἴγυπτον ἢ τὰς ἄλλας πόλεις τῆς διοικήσεως ἐκείνης τῆς ἐπαρχίας πολιτευόμενον. Θεσπίζομεν τοίνυν, κατὰ τὸ πάλαι πολιτευσάμενον, κἂν εἰ παρὰ τοὺς ἐν μέσῳ παρέφθαρται χρόνους
ἐν τῷ παρὰ Ἀλεξανδρεῦσιν ἀπολύτῳ καλουμένῳ χαράγματι, τὸ κατὰ τὴν Αἰγυπτιακὴν διοίκησιν πολιτεύεσθαι

778

χρυσίον, οὐ δυναμένου τινὸς ὑπὲρ τῆς κακῶς ἐπινενοημένης ὀβρύζης ἀπαίτησιν ποιεῖσθαί τινα. Ἀλλὰ καὶ τὸ κατ’ Αἴγυπτον πολιτευόμενον χρυσίον οὕτως ἐν τοῖς συναλλάγμασι συλλογίζεσθαι, ὡς τὸ κατὰ ταύτην τὴν μεγάλην χαραττόμενον πόλιν, παραφυλαττομένου τούτου κινδύνῳ τοῦ τε κατὰ καιρὸν παρὰ Ἀλεξανδρεῦ‐ σιν αὐγουσταλίου καὶ τῶν ὑπηρετουμένων αὐτῷ τάξεων.
5 Ἐπειδὴ δὲ κεφάλαιον τοῦ κακουργήματος οἵ τε ζυγοστάται καὶ οἱ χρυσῶνες τυγχάνουσιν, ἐπετρέψαμεν τῷ νῦν ἐκείνας ἔχοντι τὰς ὀρχὰς ὑπὸ τὴν προσήκουσαν αὐτοὺς ἀσφάλειαν καταστήσασθαι, ὡς δι’ ἀπολύτου χαράγματος ὑπουργήσωσι τοῖς συναλλάγμασι, καὶ εἴ γε καὶ σφραγίσαι δέοι ποτέ, τοσοῦτον ἐπιγράψωσι μόνον, ὅσον ταῖς ἀληθείαις ἐστὶν ὁ τοῦ ταῖς σφραγῖσιν ἐμβληθέντος χρυσίου σταθμός, οὐ δυναμένους πλέον τοῦ ταῖς ἀληθείαις ἐμβεβλημένου σταθμοῦ ταῖς σφραγῖσιν ἐγγράφειν κατὰ τοῦτο δὴ τὸ κακῶς ἄχρι τοῦδε πολι‐
10τευσάμενον, εἰ γάρ τι τοιοῦτο τολμήσουσι, καὶ δημοσίας αὐτῶν τὰς οὐσίας ποιοῦμεν καὶ ταῖς εἰς σῶμα ποιναῖς ὑποτίθεμεν, ὡς μηδὲ κατὰ κέλευσιν ἡμετέραν τῆς συνήθους αὐτοῖς κακουργίας ἐκστάντας. ἀλλὰ καὶ ἀνάγκην ἕξουσι πᾶσαν χορηγεῖν χρυσίον τοῦτο μὲν τῷ τε παρὰ Ἀλεξανδρεῦσιν αὐγουσταλίῳ καὶ τοῖς κατὰ καιρὸν ἔχουσι τὴν ἀρχὴν ἐπὶ ταῖς συνειθισμέναις ἐκπομπαῖς, τοῦτο δὲ τῷ τε νῦν 〈καὶ τῷ〉 κατὰ καιρὸν ἀλα‐ βάρχῃ τῷ τε πραιποσίτῳ τῶν θείων ἡμῶν θησαυρῶν, οὐδὲν διάφορον ὑπὲρ ὀβρύζης παντελῶς κομιζόμενοι.
15 Οὕτω δὲ αὐτὸν ἐπετρέψαμεν τοῦ πράγματος προνοεῖν καὶ τοὺς μετ’ αὐτὸν τὴν ἀρχὴν παραληψομένους καὶ τὰς πειθομένας αὐτοῖς τάξεις, ὡς εἰδότας. ὅτιπερ εἴ τι φανεῖεν ὑπὲρ ὀβρύζης ἀπαιτηθέντες ἢ οἱ τῶν θείων ἡμῶν προεστῶτες ἀλαβαρχιῶν ἢ ὁ τῶν θείων ἡμῶν λαργιτιόνων πραιπόσιτος, οἴκοθεν καταθήσουσι, τοῦτο μὲν ἐκ τῶν χορηγουμένων αὐτοῖς τε καὶ τάξεσιν ἀννόνων, τοῦτο δὲ τῶν οὐσῶν αὐτοῖς περιουσιῶν, οὐ μόνον ἐφ’ ὅσον ἔχονται τῶν ἀρχῶν, ἀλλὰ κἂν εἰ ταύτας καταθέμενοι τύχωσι, καὶ εἴτε γράψαντες ὁμολο‐
20γίας τούτου τοῦ μέρους ἀντελάβοντο τῆς ἀρχῆς εἴτε καὶ τοιοῦτο μηδὲν ὡμολογηκότες, ἐπεί γε μάλιστα μηδὲ ἀρχαῖον τὸ τῆς ὀβρύζης ἐστίν, ἀλλ’ ἐκ νεωτέρων ἀρξάμενον χρόνων. Καὶ τοῖς ἄλλοις δέ, ὅσοι τὰς ἐμπο‐ ρίας ποιοῦνται καὶ μέχρι νῦν λαμβάνειν τι διάφορον εἰθίσθησαν, προαγορεύσεις ὁμοίως, ὡς εἴ τι φανεῖεν ἐν τοῖς συναλλάγμασιν ὑπὲρ ὀβρύζης λαμβάνοντες ἢ ὑπολογιζόμενοι, καὶ οὐσίας ἔκπτωσιν καὶ τὰς εἰς σῶμα ποινὰς ὑποστήσονται. πρᾶγμα 〈γὰρ〉 κακῶς ἀρξάμενον, εἰς τοσοῦτον δὲ προελθὸν καὶ ὅλῳ τῷ πολιτεύματι
25λυμαινόμενον ἀνασταλῆναι πρὸς τὸν ἔπειτα χρόνον διὰ τοῦ παρόντος ἡμῶν κελεύομεν νόμου καὶ μὴ παρεν‐ οχλεῖν λοιπὸν τοῖς συναλλάγμασιν, ἀλλ’ οὕτως αὐτὸ παραφυλαχθῆναι κινδύνῳ τοῦ παρὰ Ἀλεξανδρεῦσιν αὐγουσταλίου καὶ τῶν κατὰ καιρὸν τὴν αὐτὴν διοικησόντων ἀρχὴν καὶ τάξεων ἑκατέρων, ὥστε καὶ αὐτὴν αὐτοῦ τὴν μνήμην ἀναιρεθῆναι καὶ ζημίας τοσαύτης ἐλεύθερα εἶναι τὰ κατὰ τὴν Αἰγυπτιακὴν διοίκησιν συναλλάγματα.
30Ἐπίλογος.〉 Τὰ τοίνυν παραστάντα ἡμῖν καὶ διὰ τοῦδε τοῦ θείου δηλούμενα νόμου ἡ σὴ ἐνδοξότης
ἔργῳ καὶ πέρατι παραδοθῆναι καὶ παραφυλαχθῆναι προσταξάτω.

779

(1t)

ΙΒ
2tΠΕΡΙ ΕΛΛΗΣΠΟΝΤΟΥ
3Προοίμιον.〉 Ἐδιδάχθη τὸ ἡμέτερον κράτος Ἰωάννην σκρινιάριον 〈πεμφθῆναι〉 κατὰ τὴν Ἑλλήσ‐ ποντον ὡς δὴ τύπους τινὰς ἐγκεχειρισμένον προφάσει λογοθεσίων πολιτικῶν πόρων ἤτοι τῶν καλουμένων
5σολεμνίων, καὶ ὡς ἐν τῇ χώρᾳ γενόμενος οὐδενὸς ἀπέσχετο παντελῶς τῶν εἰς ἁρπαγὴν ἐσχάτην ἡκόντων, τάς τε πόλεις ληϊσάμενος καὶ ἐπανελθὼν εἰς ταύτην τὴν εὐδαίμονα πόλιν αὐτὸς μὲν χρυσίου μεστός, τῇ δὲ Ἑλλησποντίων χώρᾳ πᾶσαν ἀπολιπὼν πενίαν. τὰ μὲν οὖν κατ’ ἐκεῖνον ὁποῖον προσήκει διατεθῆναι τρόπον καὶ θεραπευθῆναι τοὺς ἠδικημένους διώρισται παρ’ ἡμῶν. Ἐπειδὴ δὲ ᾠήθημεν χρῆναι διὰ τὴν τῶν τὰ τοιαῦτα ἐγχειριζομένων ἀπληστίαν τύπῳ γενικῷ τὸ πᾶν
10θεραπεῦσαι, θεσπίζομεν, εἴ τις γένηται κατὰ τὴν χώραν προφάσει τοιαύτης τινὸς ζητήσεως ἢ ἐπὶ τῆς Ἑλλησποντίων ἢ ἐφ’ ἑτέρας οἱασδήποτε χώρας, εἰ μὲν ἀρχικὴν ἔχοι πρόσταξιν, μηδένα παντελῶς αὐτῷ προσ‐ έχειν, ἀλλ’ ἀκινδύνως ἀποσείεσθαι τὸν ἐκβιβασμὸν τὸν παρ’ αὐτοῦ, εἰ δὲ μετὰ θείου πραγματικοῦ γένηται τύπου, εἰ μὲν κομμονιτόριον εἴη τὸ δεικνύμενον ἢ γράμματα περὶ τούτου γενόμενα, μηδὲ τούτοις προσέχειν, οἷα κατὰ συναρπαγὴν καὶ παρὰ γνώμην ἡμετέραν προελθοῦσιν· εἰ δὲ πραγματικὸς εἴη τὸ δεικνύμενον τύπος,
15μηδὲ οὕτως ἐξ αὐτοῦ τι πράττεσθαι προχείρως, τὸν δὲ τοιοῦτον πραγματικὸν τύπον λαμβάνειν καὶ μηνύειν τὸν τῆς ἐπαρχίας ἡγούμενον εἰς ἡμᾶς τὰ περὶ τούτου καὶ ἀναμένειν ἡμῶν δευτέραν κέλευσιν· ὥστε εἰ μὲν ἐπιγνοίημεν αὐτὸν καὶ τὸν ἐγχειρισθέντα τὸν τοιοῦτον τύπον, δεύτερον ἡμῶν γίνεσθαι πραγματικὸν τύπον ἐπιτρέποντα γενέσθαι τὴν ζήτησιν, εἰ δὲ ἀποδοκιμάσαιμεν ἢ τὸ πρᾶγμα ἢ τὸ πρόσωπον, μηδὲν ἐντεῦθεν γίνεσθαι, ἀλλ’ ἀναπέμπεσθαι τὸν θεῖον τύπον παρὰ τοῦ τῆς ἐπαρχίας ἄρχοντος γινώσκοντος, ὡς εἰ ῥᾳθυ‐
20μήσειε τούτου καί τις ἐπιστῇ τοῖς ὑπηκόοις τοῖς ἡμετέροις ἐντεῦθεν ζημία, ταύτην αὐτὸς οἴκοθεν ἐπιγνώσειαι Ἄδειαν δὲ δίδομεν καὶ τοῖς ἐπισκόποις, εἰ ῥᾳθυμήσειεν ὁ τῆς ἐπαρχίας ἡγούμενος καὶ μὴ τὸν πρα‐ γματικὸν ἐπισχοίη τύπον, ἀλλ’ ἐνδοίη τῷ τοῦτον μεταχειριζομένῳ, αὐτοὺς ταῦτα μηνύειν εἰς ἡμᾶς, 〈οἳ〉 εἴ γε ταῦτα μάθοιμεν, ὡς κοινωνὸν τῆς αἰτίας καταστάντα καὶ τῆς ἀρχῆς παραλύσομεν καὶ τῆς ζώνης αὐτὸν καὶ τῆς οὐσίας στερήσομεν, καὶ τοῖς καθ’ οἱανοῦν ἠδικημένοις αἰτίαν τὸ ἀβλαβὲς περιποιήσομεν.
25Ἐπίλογος.〉 Ἡ τοίνυν σὴ ὑπεροχὴ τὰ παραστάντα ἡμῖν [καὶ] διὰ τοῦ παρόντος θείου πραγματικοῦ
μανθάνουσα τύπου ἔργῳ καὶ πέρατι παραδοῦναι σπευσάτω

780

(1t)

ΙΓ
2tΠΕΡΙ ΤΗΣ ΑΛΕΞΑΝΔΡΕΩΝ ΚΑΙ ΤΩΝ ΑΙΓΥΠΤΙΑΚΩΝ
3tΕΠΑΡΧΙΩΝ
4t〈Ὁ αὐτὸς βασιλεὺσ〉 Ἰωάννῃ τῷ ἐνδοξοτάτῳ ἐπάρχῳ τῶν ἀνατολικῶν ἱερῶν πραιτωρίων.
5 〈Προοίμιον.〉 Εἰ καὶ τὰ σμικρότατα τῶν πραγμάτων τῆς ἑαυτῶν ἀξιοῦμεν προνοίας, πολλῷ μᾶλλον τὰ μέγιστά τε καὶ συνέχοντα τὴν ἡμετέραν πολιτείαν οὐκ ἐγκαταλείψομεν οὐδὲ ἀπρονόητα οὐδὲ τοῦ προσ‐ ήκοντος χηρεύοντα κόσμου ἐάσομεν, καὶ μάλιστα τῆς σῆς ἡμῖν ὑπουργούσης ὑπεροχῆς, ᾗπερ μέλει τῆς τε ἡμετέρας διὰ πάντων θεραπείας τῆς τε αὐξήσεως τῶν δημοσίων τῆς τε τῶν ὑποτελῶν τῶν ἡμετέρων φρον‐ τίδος. ἐννοήσαντες τοίνυν, ὡς ἐπὶ τῶν ἔμπροσθεν χρόνων, εἰ καὶ τὰ ἄλλα τῶν δημοσίων εἰσπράξεων ἐδόκει
10πως τετάχθαι. ἀλλ’ οὖν κατὰ τὴν Αἰγυπτιακὴν διοίκησιν οὕτως ἦν συγκεχυμένα, ὥστε μηδὲ ὅ τι πράττεται κατὰ χώραν ἐνταῦθα γινώσκεσθαι, [καὶ] ἐθαυμάσαμεν τὴν μέχρι νῦν τοῦ πράγματος ἀταξίαν· ἀλλ’ ἔδωκεν ὁ θεὸς καὶ τοῦτο τοῖς ἡμετέροις φυλαχθῆναι καιροῖς καὶ ταῖς σαῖς ὑπουργίαις. ὥσπερ γὰρ ἡμῖν τὸν σῖτον τὸν ἐκεῖθεν προσρίπτοντες, οὕτως οὐδὲν ἕτερον ἠξίουν εἰσφέρειν· ἀλλ’ οἱ μὲν συντελεῖς καθάπαξ ἰσχυρίζοντο πάντα εἰς ὁλόκληρον ἀπαιτεῖσθαι, οἱ παγάρχαι δὲ καὶ οἱ πολιτευόμενοι καὶ οἱ πράκτορες τῶν δημοσίων καὶ
15διαφερόντως 〈οἱ〉 κατὰ καιρὸν ἄρχοντες οὕτω τὸ πρᾶγμα μέχρι νῦν διετίθεσαν, ὡς μηδενὶ δύνασθαι γενέ‐ σθαι γνώριμον, αὐτοῖς δὲ μόνοις ἐπικερδές. ἐπειδὴ τοίνυν, εὔπερ καταλίποιμεν ἐν ὁμάδι τὸ πρᾶγμα διοικού‐ μενον, οὐκ ἄν ποτε ἰσχύσαιμεν αὐτὸ διακαθᾶραι καὶ τάξαι προσηκόντως. διὰ τοῦτο συνείδομεν τὴν ἀρχήν, ἥπερ ἐφέστηκεν τοῖς Αἰγύπτου πράγμασι (φαμὲν δὲ τὴν τῶν αὐγουσταλίων), μετριωτέραις ἐπιστῆσαι φρον‐ τίσιν οὐ γὰρ ἂν δύναιτο ῥᾳδίως εἷς ἀνθρώπου νοῦς τοσαύταις ἀρκέσαι μερίμναις καὶ τὸ πρᾶγμα οὕτως
20διαθεῖναι, ὥστε αἴσθησιν ἡμῖν ἀγαθὴν ἐν αὐτῷ καταστῆσαι. Διὰ τοῦτο τοίνυν θεσπίζομεν τὴν σὴν ὑπεροχὴν τόνδε ἡμῶν τὸν ἐπὶ τούτῳ νόμον παραλαμβάνουσαν οὕτως αὐτὸν διαθεῖναι, ὡς ἄξιόν ἐστιν ἡμᾶς μὲν θεσπίσαι, τὴν δὲ σὴν ὑπεροχὴν ὑπουργῆσαι. τέως οὖν τὸν περίβλεπτον αὐγουστάλιον βουλόμεθα αὐτῆς τε Ἀλεξανδρείας ἄρχειν καὶ ἁπάντων τῶν κατ’ αὐτὴν φρον‐ τίζειν, καὶ πρός γε δύο Αἰγύπτων καὶ μόνων. ἐξῃρημένου τοῦ λεγομένου Μενελαΐτου τῆς πόλεως ἥτις ἐστὶ
25πρώτης Αἰγύπτου, καὶ πρός γε τοῦ Μαρεώτου· ἐπ’ ἐκείνοις γὰρ τὰ εἰκότα διατυπώσομεν. βουλόμεθα δὲ αὐτὸν ὡς εἴρηται μὴ μόνης Ἀλεξανδρείας, ἀλλὰ καὶ τῶν δύο Αἰγύπτων (μετὰ τὴν εἰρημένην ἐξαίρεσιν τοῦ τε Μαρεώτου καὶ τοῦ Μενελαΐτου) ἄρχοντα καθεστάναι, ὥστε τὸν ἄρχοντα τὸν ἐπιχώριον τῶν εἰρημένων δύο ἐπαρχιῶν ἐπ’ αὐτῷ τετάχθαι καὶ μόνῳ, καθάπερ καὶ μέχρι νῦν σχήματος ἔχει. ταὐτὸν δὲ εἰπεῖν, τὸν
περίβλεπτον αὐγουστάλιον διὰ τὸ τῆς εἰρημένης μεγίστης πόλεως πολυάνθρωπον ἔχειν τὰ δίκαια καὶ τῆς

781

στρατιωτικῆς ἀρχῆς, οὐ διῃρημένου τοῦ πράγματος οὐδὲ εἰς ἄρχοντας δύο καθεστῶτος (τοῦτο γὰρ ἡγούμεθα τῷ παντὶ συμφέρειν), ἀλλ’ ὥστε ἕνα μὲν ἄνδρα προεστάναι τοῦ εἰρημένου θρόνου, ἔχειν δὲ ἐξουσίαν κατὰ πάντων τῶν ἐκεῖσε στρατιωτῶν τῶν ἱδρυμένων εἴτε ἐπ’ αὐτῆς τῆς Ἀλεξανδρέων μεγάλης πόλεως εἴτε ἐπὶ τῶν δύο Αἰγύπτων καθάπερ εἴρηται·
5δεῖ γὰρ καὶ τῆς εὐκοσμίας τῆς πόλεως προνοεῖν τε καὶ τοῦ μηδὲν ταραχῶδες γίνεσθαι κατὰ τὸν εἰρη‐ μένον δῆμον· ἀλλ’ ἔχοντα τὸν ἐπὶ τῆς εἰρημένης ἀρχῆς τεταγμένον τήν τε ἐκ τῆς πολιτικῆς ἀρχῆς δύναμιν τήν τε ἐκ τῶν στρατιωτῶν ἰσχὺν θεοῦ πρὸ πάντων ἡγουμένου τῆς εὐταξίας τῆς εἰρημένης πόλεως προνοεῖν, ἐπέχοντα τὸν τόπον, ὅσον ἐπ’ αὐτοῖς τοῖς στρατιώταις τοῖς τε ἐν Ἀλεξανδρείᾳ τοῖς τε ἐφ’ ἑκατέρας Αἰγύπτου, καὶ τῶν ἐνδοξοτάτων καὶ ἀνδρειοτάτων στρατηγῶν τῶν πραισενταλίων τῶν τε τῆς Ἑῴας· ὥστε καὶ ἀδρε‐
10σπόνσουμ παρεῖναι αὐτῷ καὶ ὑπουργεῖν οἶς ἂν ἐπιτάξειεν. Ἔσται δὲ αὐτῷ ἡ τάξις ἥ τε αὐγουσταλιανὴ καὶ μὴν καὶ ἡ δουκική, ἄχρι μέντοι ἑξακοσίων· οὐχ ὤστε ἰδίᾳ μὲν εἶναι τοὺς δουκικοὺς ἰδίᾳ δὲ τοὺς αὐγουσταλιανούς, ἀλλ’ ὥστε μίαν γενέσθαι τάξιν καὶ κατάλογον ἕνα, οὗπερ ἄνδρες ἑκατὸν πρωτεύουσι, πεντήκοντα μὲν τῆς αὐγουσταλιανῆς τάξεως πεντήκοντα δὲ οἱ πρῶτοι τῶν δουκικῶν, ἀμοιβαδὸν ἐν ἀλλήλοις ταττόμενοι, ὣστε πρῶτον μὲν εἶναι τὸν αὐγουσταλιανόν, δεύτερον δὲ
15τὸν δουκικόν, καὶ τοῦτο ἐφεξῆς παραφυλαχθῆναι τὸ σχῆμα τῶν ἑκατὸν τῶν ἐν αὐτοῖς πρωτευόντων, τὸ δὲ λοιπὸν ἅπαν ὡς ἂν ὁ τὴν ἀρχὴν ἔχων συνίδοι οὕτω καταστῆναι, μὴ μέντοι ὑπερβαίνειν τὴν πᾶσαν τάξιν τὴν ἀναμὶξ ἔκ τε τῶν αὐγουσταλιανῶν ἔκ τε τῶν δουκικῶν συγκειμένην ἄνδρας ἑξακοσίους· πάντων τῶν ἐπὶ τούτῳ πραττομένων εἴς τε τὸν θρόνον τὸν σὸν εἴς τε ἡμᾶς διὰ τῆς σῆς ὑπεροχῆς ἀναφερομένων, ὥστε καὶ τὸ παρ’ ἡμῶν εἴ γε ὁρθῶς γένηται προσδέξασθαι κῦρος. καὶ ἐπειδὰν ἡ τάξις
20καταστῇ. μηδένα τῶν αὐγουσταλιανῶν γίνεσθαι χωρὶς προβατορίων ἐκ τῆς ἡμετέρας χειρὸς ὑπογραφομένων, καθάπερ μέχρι νῦν. ἔσται δὲ αὐτῇ πάσῃ τῇ τάξει τὸ τῆς αὐγουσταλιανῆς πρόσρημα, ἄρχων δὲ ὁ παρὰ τῆς βασιλείας προχειριζόμενος 〈ὡσ〉 βασιλικῆς ἄξιος κρίσεως, ὃς παραλήψεται τὴν ἀρχὴν καὶ καθαρὰς φυλάξει τὰς χεῖρας καὶ πανταχόθεν ἑαυτὸν ἄξιον τῆς βασιλικῆς δείξει κρίσεως. οὐδὲ γὰρ ἡμεῖς ἐκ τοῦ δημοσίου αὐτῷ ταύτην μόνην δώσομεν τὴν παραψυχήν, ἣν μέχρι νῦν ὁ περίβλεπτος αὐγουστάλιος ἔχει, τὰς πεντήκοντα μὲν
25ἀννόνας καὶ τὰ πεντήκοντα κάπιτα, ἀλλὰ μεγάλῃ τῇ παραυξήσει χρησάμενοι quadraginta librarum auri ἕτους ἑκάστου λαμβάνειν ὑπὲρ σιτήσεων βουλόμεθα καὶ ὑπὲρ συνηθειῶν καὶ καλανδικῶν παρὰ βίνδικος ἐκ τῶν ὑποτεταγμένων τῷδε τῷ τύπῳ τόπων τε καὶ αἰτιῶν. Οἱ δέ γε αὐτῷ παρεδρεύοντες quinque librarum auri λήψονται ἐκ τῶν αὐτῶν καὶ ἑτέρους mille solidος καὶ ἡ κατ’ αὐτὸν τάξις, καίτοιγε πρότερον τὴν τρίτην αὐτῶν ἔχουσα ποσότητα· καὶ ἔσται τὸ πρᾶγμα λαμ‐
30πρόν τε καὶ τῶν ἡμετέρων ἀξίως διῳκημένον χρόνων. Πρώτην δὲ εἶναι φροντίδα τῷ τὴν τοιαύτην
ἀρχὴν ἔχοντι βουλόμεθα τὴν τῆς αἰσίας ἐμβολῆς διοίκησιν, ὥστε αὐτὸν μὲν τὸν περίβλεπτον αὐγουστάλιον

782

καὶ τὴν πειθομένην αὐτῷ τάξιν κινδύνῳ οἰκείῳ καὶ τῶν ὄντων αὐτῷ καὶ ἐσομένων πραγμάτων καὶ κινδύνῳ τῆς αὐτοῦ τάξεως οὐ περὶ ταῦτα μόνον ἀλλὰ καὶ τὴν σωτηρίαν αὐτὴν ἀγωνιώσης, πᾶσαν τίθεσθαι πρόνοιαν τοῦ τὸν εἰρημένον τῆς αἰσίας ἐμβολῆς σῖτον καὶ ἀπαιτεῖσθαι καὶ κατὰ τοὺς νεμομισμένους καιροὺς ἐκπέμπε‐ σθαι. ἀλλὰ τοῦτον μὲν εἰσπράττειν ὅστις ἐξ ἑκατέρας ἐστὶν Αἰγύπτου, τὸν δὲ ἄλλον ἀνυπερθέτως ὑπο‐
5δέχεσθαι [ἢ] καὶ ἐμβάλλεσθαι τοῖς πλοίοις παρασκευάζειν τε εἰς ταύτην ἐκπέμπεσθαι τὴν εὐδαίμονα πόλιν, ὅσος τοῦ κανόνος τῆς αὐτῆς αἰσίας ἐμβολῆς ἐστι τῆς ἐνταῦθα πλωϊζομένης. ὁμοίως δὲ καὶ τὸν παρ’ ἡμῶν φιλοτιμούμενον τῆς μεγάλης τῶν Ἀλεξανδρέων πόλεως τὸν μὲν ἀπαιτεῖν, ὅσος ἐξ Αἰγύπτου καθέστηκεν ἑκατέρας, οἰκείῳ κινδύνῳ καὶ τῆς αὐτοῦ τάξεως, τὸν δὲ ὑποδέχεσθαι ὁπόσος ἐξ ἑτέρων ἀφίκοιτο τόπων καὶ αὐτῷ παραδοθείη κατὰ τὸ μᾶλλον ἔτι σαφέστερον ἐν τοῖς ἐφεξῆς δηλωθησόμενον, καὶ δαπανᾶν καθάπερ
10εἴθισται περὶ τὸ τρόφιμον τῆς αὐτῆς πόλεως, ὥστε τὸ ἄφθονον αὐτὴν βουλήσει θεοῦ διὰ πάντων ἔχειν· συγκινδυνευόντων τῷ αὐτῷ περιβλέπτῳ αὐγουσταλίῳ ὅσον εἰς τὴν εἴσπραξιν καὶ τῶν στρατιωτῶν τῶν ὑπ’ αὐτὸν τεταγμένων καὶ τῶν λαμπροτάτων τριβούνων καὶ πάσης πολιτικῆς καὶ δημοσίου βοηθείας, ὥστε παν‐ ταχόθεν ἀνεμπόδιστον τὸ πρᾶγμα γίνεσθαι. Τὸν δὲ ἐκ τῶν τόπων τῶν μὴ ὑπ’ αὐτὸν ὄντων ἐκκομιζόμενον θεσπίζομεν κατὰ τοσοῦτον ἐπάγειν
15αὐτῷ τὸν κίνδυνον, ὥστε ἐπειδὰν ἐκκομισθείη αὐτόν τε ὑποδέχεσθαι πάσης μελλήσεως χωρὶς καὶ τὴν πει‐ θομένην αὐτῷ τάξιν 〈καὶ〉 οἰκείῳ κινδύνῳ πλωΐζειν πρὸς ταύτην τὴν εὐδαίμονα πόλιν, πανταχοῦ πρόνοιαν ποιούμενον τοῦ μηδὲν ἐκφόριον γίνεσθαι ἐκ τῶν ὑποτεταγμένων αὐτῷ πόλεων τε καὶ ἐπαρχιῶν καὶ τόπων καὶ ὅρμων καὶ στομίων, πρὶν τὴν αἰσίαν ἐμβολὴν ἀποπλεῦσαι τῆς Ἀλεξανδρέων πόλεως, μηδὲ μετὰ ταῦτα, πλὴν εἰ μὴ κατὰ τὸ παρ’ ἡμῶν ἐπιτετραμμένον ἢ ἐπιτραπησόμενον ἐκ θείων μὲν ἡμῶν τύπων, προστάξεων
20δὲ τῶν θρόνων τῶν σῶν· πρὸς ἅπαντα καὶ τῶν στρατιωτῶν ὑπουργούντων αὐτῷ καθάπερ ἔμπροσθεν εἴρηται οἷς ἂν αὐτοῖς προστάξειε, καὶ τῶν ναυκλήρων ὑποδεχομένων τὸν σῖτον καὶ ἐμβαλλόντων ταῖς ναυσὶ κακεῖθεν ἑφ’ ἡγεμόνι θεῷ πρὸς ταύτην τὴν εὐδαίμονα ναυτιλλομένων πόλιν. Εἰ μέντοιγε τὸν ἐξ ἑκατέρας Αἰγύπτου μὴ εἰσπράξειε σῖτον, καὶ τὸν μὲν τῆς ἐνταῦθα πεμπομένης αἰσίας ἐμβολῆς εἰσκομισθῆναι παρασκευάσειε τῇ Ἀλεξανδρέων καὶ πλωϊσθῆναι πρὸς ταύτην τὴν εὐδαίμονα
25πόλιν καὶ βασιλίδα πρὸ πέρατος τοῦ αὐγούστου μηνός, τὸν δὲ τοῦ τροφίμου τοῦ παρ’ ἡμῶν φιλοτιμουμένου διὰ τοῦ σεπτεμβρίου μὴ εἰσκομίσειε τῇ τῶν Ἀλεξανδρέων πόλει, ἴστω ὡς κατὰ τριῶν ἀρτάβων ὑπὲρ ἐκάστου νομίσματος ἀπαιτηθήσεται παρὰ τοῦ σοῦ θρόνου τὸ λεῖπον ἢ τῇ ἐμβολῇ ἢ τῷ τροφίμῳ κατὰ τὸ ἐξ ἑκατέρας Αἰγύπτου εἰσφερόμενον αὐτός τε ὁ ἄρχων καὶ ἰδιώτης γενόμενος κληρονόμοι τε αὐτοῦ καὶ διάδοχοι, καὶ τὰ αὐτοῦ πράγματα κατ’ οὐδένα τρόπον ἐλευθερούμενα, ἕως ἅπαν τὸ ἐντεῦθεν ὄφλημα κατὰ τριῶν ἀρτάβων
30ἀποτιμώμενον εἰσκομίσειε ταῖς τραπέζαις ταῖς σαῖς. ἀλλὰ προσήκει πάντως αὐτὸν καὶ τὴν ἐξ ἑκατέρας Αἰγύπτου πληναρίαν πρᾶξαι κατὰ τοὺς εἰρημένους καιρούς. Ἐπειδὴ δὲ ἡ ἐπὶ τῆς αἰσίας ἐμβολῆς φροντὶς συνημμένον τε καὶ ἀχώριστον ἔχει τὸν τῶν ναύλων
τίτλον, βουλόμεθα καὶ τὰ περὶ τούτου διατυπῶσαι, ὥστε ὁλόκληρον τῷ πράγματι καὶ προσήκουσαν ἐπιθεῖναι

783

τὴν πρόνοιαν· τέως οὖν τὸν τῶν ναύλων ἀποδέκτην βουλόμεθα μὴ ἄδειαν ἔχειν πᾶσιν ἑαυτὸν ἐπεμβάλλειν τοῖς δημοσίοις τέλεσι, καὶ τισὶ μὲν τῶν ὑπευθύνων ἐνδιδόναι καὶ τὰ καλούμενα ἐνδοματικὰ κομίζεσθαι καὶ ἐντεῦθεν τοῦ δημοσίου ῥᾳθυμεῖν, ἑτέρους δὲ παρὰ τὸ προσῆκον εἰσπράττειν καὶ πλεῖον ἴσως ἢ πρότερον καὶ παρὰ τοὺς νενομισμένους 〈καιρούσ〉, καὶ ἐντεῦθεν λαμβάνειν ἀφορμήν τε καὶ ἀρχὴν τῆς τοῦ πράγματος συγ‐
5χύσεως, τὸ μὲν ἀπαραίτητον τῶν ναύλων ἀεὶ προτεινόμενον, τῷ δὲ συγκεχυμένῳ τὴν ἑαυτοῦ θεραπείαν θηρῶντα, καὶ ὑπερφρονοῦντα μὲν τῶν τραπεζῶν τοῦ δικαστηρίου τοῦ σοῦ, ὁμοίως δὲ ἅπαντα κέρδους χάριν ὑφ’ ἑαυτὸν ποιεῖσθαι σπεύδοντα. Ἐπειδὴ τοίνυν ἡ σὴ ὑπεροχὴ πάντα ἀγρύπνως διοικουμένη ἐδίδαξεν ἡμᾶς, ὅσος συλλογίζεται τῶν ναύλων κανὼν ὁ ἐκ τῆς Ἀλεξανδρέων χορηγούμενος, εἰς νομισμάτων μυριάδας ὀκτώ, οἶα καὶ τῆς εὐτυχοῦς
10σιτοπομπίας εἰς ὀκτακοσίας μυριάδας συνιούσης, βουλόμεθα τὰς ὀκτὼ ταύτας μυριάδας τῶν νομισμάτων δίδο‐ σθαι τῷ τῶν ναύλων ἀποδέκτῃ ἐκ τῶν ὑποτεταγμένων ἐπαρχιῶν καὶ πόλεων καὶ τόπων καὶ προσώπων· διὰ τοῦτο γὰρ ἐν εὐπόροις ἐποιησάμεθα τὴν τοιαύτην ἐκταγήν, ὥστε μηδὲν παντελῶς μήτε ἐξ ἀναβολῆς μήτε ἐξ ἐλλείψεως τῆς αἰσίας σιτοπομπίας γενέσθαι. ὁ μέντοι περίβλεπτος αὐγουστάλιος καὶ ἡ πειθομένη τάξις αὐτῷ, κατὰ μίαν ὡς εἴρηται γενομένη συστροφήν τε καὶ ἕνωσιν ἔκ τε τῶν αὐγουσταλιανῶν ἔκ τε τῶν
15προτέρων δουκικῶν, τὰς εἰσπράξεις ποιήσονται τῶν πόλεων καὶ τῶν τόπων καὶ τῶν προσώπων τῶν ἀφω‐ ρισμένων ἔκ τε τῆς Ἀλεξανδρέων καὶ ἑκατέρας Αἰγύπτου τῷ ἀποδέκτῃ τῶν ναύλων, ὁμοίως καὶ αὐτοῦ τοῦ τῶν ναύλων ἀποδέκτου τὴν τοιαύτην εἴσπραξιν ποιουμένου, ἐφ’ ᾧ τε οἰκείῳ κινδύνῳ τόν τε αὐγουστάλιον ὡς εἴρηται τήν τε αὐτοῦ τάξιν ταῦτα ἀπαιτεῖν ἅμα τῷ ἀποδέκτῃ τῶν ναύλων· 〈ᾧ〉 καὶ αὐτῷ κίνδυνος ἐπέστη τῆς τούτων εἰσπράξεως, ὥστε ἀμέμπτως καὶ ἀπαιτεῖν τὸ χρυσίον καὶ ἐπιδιδόναι τῇ εἰρημένῃ χρείᾳ
20καὶ διανέμειν τοῖς ναυκλήροις κατὰ τὸ μέχρι 〈νῦν〉 εἰθισμένον, συνανύοντος καὶ συγκινδυνεύοντος τῷ αὐτῷ ἀποδέκτῃ τῶν ναύλων πρὸς ἅπαντα τοῦ περιβλέπτου αὐγουσταλίου τῆς τε πειθομένης αὐτῷ τάξεως καὶ τῶν ἀνδρειοτάτων ταγμάτων τῶν ἐν τοῖς τόποις ὄντων σὺν τοῖς αὐτῶν τριβούνοις. οἶα προσῆκον ἐκ τρόπου παντὸς τὸν τῶν ναύλων ἀποπληροῦσθαι λόγον καὶ δίδοσθαι τοῦτον τῷ ἀποδέκτῃ καὶ δι’ αὐτοῦ κατὰ τὸν προσήκοντα καὶ νενομισμένον διοικεῖσθαι τρόπον καὶ παρέχεσθαι τοῖς ναυκλήροις ὑπὲρ πάσης τῆς αἰσίας
25ἐμβολῆς. καὶ αὕτη μὲν πρώτη φροντὶς καὶ διοίκησις ἑαυτῇ συνημμένη γενήσεται, ἥ τε τῆς αἰσίας ἐμβολῆς ἤ τε τῶν ναύλων. Ἐν δευτέρᾳ δὲ τάξει βουλόμεθα τήν τε σὴν ὑπεροχὴν καὶ τὸν κατὰ καιρὸν ἄρχοντα ταύτης τῆς ἀρχῆς καὶ τούς τε σκρινιαρίους καὶ τρακτευτὰς δύο τε Αἰγύπτων καὶ Ἀλεξανδρείας προνοεῖν τῆς εἰσπράξεως τῶν δημοσίων φόρων τῶν εἰς ἑκατέραν τράπεζαν εἰσφερομένων τοῦ δικαστηρίου τῆς σῆς ὑπεροχῆς, τήν τε ἰδικὴν
30τήν τε γενικήν, δηλαδὴ ἐξ ἐκείνων τῶν πόλεων καὶ τῶν προσώπων καὶ τῶν τούτων ἐγγυητῶν καὶ τῶν τόπων τῶν εἰς τοῦτο τὸ μέρος ἀφορισθέντων, ὑποτεταγμένων καὶ αὐτῶν τῇδε τῇ θείᾳ νομοθεσίᾳ. οὐ δυνα‐ μένων παντελῶς οὐδὲ τοῦ περιβλέπτου αὐγουσταλίου οὐδὲ τῆς πειθομένης αὐτῷ τάξεως οὐδὲ τοῦ θεοφιλε‐ στάτου ἐπισκόπου τῆς Ἀλεξανδρέων λόγον παρέχειν ἢ ἐξαιρεῖσθαι τῆς εἰσπράξεως τῆς δημοσίας τινὰς ἢ ἐπι‐ κοινωνεῖν καθ’ οἱανοῦν αἰτίαν τῇ εἰρημένῃ εἰσπράξει τῇ ἀνηκούσῃ ταῖς τραπέζαις τῆς σῆς ὑπεροχῆς ἢ τοῖς
35προσώποις τοῖς ἀφωρισμένοις αὐτῇ, πλὴν εἰ μὴ βοηθείας ἕνεκα τοῦτο αἰτήσειαν γενέσθαι οἱ τρακτευταὶ καὶ

784

οἱ τὸν αὐτῶν πληροῦντες τόπον κατὰ χώραν. εἰ γὰρ τοῦτο αἰτήσουσιν ἢ εἴπερ προστάξαιεν ἡ σὴ ἐνδοξότης καὶ οἱ κατὰ καιρὸν τὴν αὐτὴν ἔχοντες ἀρχήν, ἀνάγκην ἕξει ὅ τε κατὰ καιρὸν αὐγουστάλιος καὶ οἱ ὑπ’ αὐτὸν καθωσιωμένοι στρατιῶται καὶ οἱ τούτων τριβοῦνοι καὶ ἡ πειθομένη τάξις τῷ αὐτῷ μεγαλοπρεπεστάτῳ αὐγουσταλίῳ καὶ πᾶσα πολιτικὴ καὶ δημοσία βοήθεια, καὶ ἐπαμύνειν τοῖς σκρινιαρίοις τοῖς σοῖς καὶ παρα‐
5σκευάζειν ἅπαντας τοὺς ὑποκειμένους ταῖς τοιαύταις εἰσφοραῖς ταῖς ἁρμοζούσαις ἑκατέρᾳ τραπέζῃ τοῦ δικα‐ στηρίου τῆς σῆς ὑπεροχῆς, δίχα τῆς οἱασοῦν ἀναβολῆς τοὺς ἐπικειμένους αὐτοῖς εἰσφέρειν δημοσίους φόρους καὶ μὴ τολμᾶν ἀντιλέγειν. εἰ γάρ 〈τισ〉 τῶν ἐξ ἑκατέρας Αἰγύπτου ἢ τῶν κατὰ τὴν Ἀλεξάνδρειαν οἰκούντων καὶ ὑποκειμένων ταῖς τοιαύταις εἰσφοραῖς (ἐξῃρημένου τοῦ Μαρεώτου καὶ τοῦ Μενελαΐτου τῆς πόλεως, περὶ ὧν ἐν τοῖς ἐφεξῆς τὰ προσήκοντα διατυπώσομεν) τολμήσειεν ἀντιβλέψαι πρὸς τὴν δόσιν ἢ κατά τι ἐναντιω‐
10θῆναι, καὶ μὴ ὁ περίβλεπτος αὐγουστάλιος ἔχων καὶ τὴν στρατιωτικὴν καὶ τὴν πολιτικὴν ἀρχὴν καὶ οἱ τῶν ταγμάτων πρωτεύοντες καὶ τριβοῦνοι καταναγκάσουσιν αὐτὸν ἢ αὐτοὺς τὰ ὀφειλόμενα εἰσενεγκεῖν καὶ τὴν εὐγνωμοσύνην τὴν πρὸς τὸ δημόσιον ἀγαπῆσαι, ἴστωσαν, ὡς αὐτὸς μὲν ὁ μεγαλοπρεπέστατος αὐγουστάλιος καὶ πᾶσα βοήθεια ἧς ἔμπροσθεν ἐμνήσθημεν κινδυνεύσουσιν ἐπί τε ταῖς ζώναις *** εἰς τὸ δημόσιον καὶ εἰς μέρος τῶν ὀφειλομένων καταλογιζομέναις. οἱ δὲ ἀντειπεῖν θαῤῥήσαντες δημοσίαν ὄψονται τὴν ἑαυτῶν
15περιουσίαν γενομένην καὶ ἑαυτοὺς ἔξω τῆς χώρας ἐλαυνομένους. πρόδηλον δέ, ὡς πᾶσι τοῖς διαταχθησομένοις παρὰ τῆς σῆς ὑπεροχῆς ὁ κατὰ καιρὸν αὐγουστάλιος ὑποκείσεται τῇ τῆς σῆς ὑπεροχῆς ἐξουσίᾳ τε καὶ ἀρχῇ, καθάπερ μέχρι τοῦ παρόντος πεφύλακται Εἰ μέντοι βουληθῇ ἡ σὴ ἐνδοξότης ἢ οἱ σκρινιάριοι ἢ οἱ τρακτευταὶ ἢ οἱ τὸν ἐκείνων πληροῦντες τόπον κατὰ χώραν λόγον τισὶ δοθῆναι προσώποις, ὑπὲρ αὐτῶν αὐτοὶ κινδυνεύσουσιν· δώσει μέντοι τοῦτον ὁ θεοφιλέ‐
20στατος πατριάρχης ἐπὶ τοσαύτας ἡμέρας ἐκτεινόμενον καὶ ἐπὶ τούτοις τοῖς ὅροις, ἐφ’ οἷς ἂν παρὰ τῆς ἀρχῆς τῆς σῆς ὑπεροχῆς προσταχθείη ἢ παρὰ τῶν τρακτευτῶν αἰτηθείη. εἰ δὲ παρὰ ταῦτα γένοιτό τις λόγου δόσις, αὐτὴ παντελῶς ἔσται ἄκυρος. οὐδὲ γὰρ δι’ οἱασδηποτοῦν αἰτίας λόγον τινὰ παρὰ ταῦτα παρέχειν τοῖς προσώποις τοῖς ἑκάστῃ ἀφωρισμένοις αἰτίᾳ συγχωροῦμεν, πλὴν εἰ μὴ ἐπὶ τούτῳ τὸν λόγον λάβοιεν, ἐφ’ ᾧτε δημοσίᾳ φαίνεσθαι καὶ πάντως εἴσω ῥητῶν ἡμερῶν πᾶν ὅσον ὀφείλουσι τὸ δημόσιον ἐκπληρῶσαι ἢ τὴν ἀποχρῶσαν
25τοῖς τρακτευταῖς ἢ σκρινιαρίοις παρέχειν ἀσφάλειαν· πρὸς τῷ τὸν παρὰ ταῦτα εἰληφότα λόγον παρ’ οἱουδή‐ ποτε προσώπου ἴσον τοῖς ἀμπλακοῦσιν εἶναι καὶ ὑπομένειν τὴν εἴσπραξιν καὶ ἔνδον τῶν ἁγίων περιβόλων. εἰ δὲ ὁ θεοφιλέστατος ἀρχιεπίσκοπος παρὰ τὰ εἰρημένα δοίη λόγον ἀνάγκην ἕξουσιν οἱ θεοφιλέστατοι οἰκονόμοι καὶ οἱ ἐκκλησιέκδικοι τῆς ἁγιωτάτης ἐκκλησίας τὴν ἐντεῦθεν συμβαίνουσαν τῷ δημοσίῳ ζημίαν ἐπιγνῶναι οἴκοθεν καὶ ἐκ τῆς ἰδίας αὐτῶν ὑποστάσεως. εἰ δὲ μὴ εὐπορήσασαν, ἐκ τῶν τῆς ἁγιωτάτης ἐκκλη‐
30σίας χρημάτων τε καὶ πραγμάτων τὸ ἱκανὸν τῷ δημοσίῳ γενήσεται. εἰ δὲ τολμήσουσι παρὰ γνώμην τοῦ θεοφιλεστάτου ἐπισκόπου αὐτοὶ δοῦναι λόγον, οὐ μόνον ἔσται τὸ δεδομένον παντελῶς ἄκυρον, ἀλλ’ αὐτοὶ τὴν ζημίαν θεραπεύσουσι τῷ δημοσίῳ, τοῦ μακαριωτάτου πατριάρχου, εἰ τοῦτο παρὰ γνώμην αὐτοῦ πράξειαν, πάντως αὐτοὺς καὶ ἀποκινοῦντος τῶν φροντίσεων ὧν ἔχουσι καὶ τῆς ἱερωσύνης ἐκβάλλοντος. εἰ δὲ ἄρχων παρὰ
τὰ διηγορευμένα δοίη τινὶ λόγον ὀφείλοντι δημόσια ταῖς σαῖς τραπέζαις ἀφωρισμένα, τουτέστιν ἢ ὁ αὐγου‐

785

στάλιος ἢ οἱ λαμπρότατοι τριβοῦνοι 〈ἢ〉 οἱ πρωτεύοντες τῶν ταγμάτων, τῆς τε ἀξίας καὶ τῆς ἀρχῆς παρα‐ λυθήσονται καὶ θεραπεύσουσι τῷ δημοσίῳ τὴν αὐτὴν ζημίαν καὶ ἰδιῶται γενόμενοι, καὶ οὐ περιόντες μόνον ἀλλὰ δὴ καὶ τελευτήσαντες· ἐνέξονται γὰρ αὐτοὶ καὶ κληρονόμοι ταῖς τοιαύταις ἀπαιτήσεσι καὶ τὰ αὐτῶν πράγματα, ὥστε εὐλαβείᾳ τῶν ποινῶν μηδὲν ἁμαρτάνεσθαι τοιοῦτον μηδὲ διαφεύγειν τὴν ποινήν, ἄχρις ἂν
5τὸ πᾶν ὄφλημα διαλυθείη. εἰ δέ τις ἐναγόμενον ἀφέλοιτο πρόσωπον ἐκ τῶν ἁγίων περιβόλων ἢ τόπων ἢ καὶ ἐμποδὼν τῇ ἀπαιτήσει ἔσται, δεῖ καὶ τοῦτον ὁμοίως παντὸς οὗπερ ὁ ἀφαιρεθεὶς ὑπεύθυνος γέγονεν ἔνοχον εἶναι καὶ ἀπαιτεῖσθαι σὺν κληρονόμοις ἰδίοις καὶ διαδόχοις καὶ τοῖς αὐτοῦ πράγμασιν. ἀλλ’ αὐτοὺς ὡς εἴρηται τοὺς καὶ τὸν πάντα κίνδυνον ἔχοντας ἐπὶ τούτῳ (φαμὲν δὴ τοὺς τρακτευτὰς καὶ σκρινιαρίους) αὐτοὺς καὶ τὴν πᾶσαν ἐξουσίαν καὶ τὴν διοίκησιν τοῦ πράγματος ἔχειν, καὶ πάντα τὸν κανόνα ταῖς τραπέζαις
10ταῖς σαῖς ἐκ τῶν εἰρημένων διαφέροντα πόλεών τε καὶ ἐπαρχιῶν καὶ τόπων ἐκπέμπειν ταῖς τραπέζαις τῆς σῆς ὑπεροχῆς, τῇ τε γενικῇ τῇ τε ἰδικῇ, καὶ τοῖς ἄλλοις ἐπιδιδόναι οἷς ἂν αὐτὸς διατυπώσειας. Ἡμεῖς δὲ θεσπίζομεν, ἀνάγκην ἔχειν τὸν περίβλεπτον αὐγουστάλιον καὶ ἐπαμύνειν τοῖς τε παρὰ τοῦ σοῦ θρόνου στελλομένοις εἰς τοῦτο καὶ τοῖς τρακτευταῖς καὶ σκρινιαρίοις ἤτοι τῷ πληροῦντι τὸν αὐτῶν τόπον ἐπὶ ταῖς εἰσπράξεσι ταῖς ὁρώσαις αὐτοὺς καὶ εἰς τὴν γενικὴν καὶ ἰδικὴν ἀναφερομέναις τράπεζαν. εἰ δέ
15τινας συμβαίη τῶν ἐκ τῶν εἰρημένων χωρῶν ἀγνωμονεῖν περὶ τὸ δημόσιον καί τινα ταραχὴν πειρᾶσθαι ποιεῖν, ἵνα διαφύγοιεν τὴν εἴσπραξιν, θεσπίζομεν ἄδειαν ἔχειν τὸν τρακτευτὴν ἤτοι τοὺς σκρινιαρίους ἤτοι τὸν ἐπέχοντα τὴν τάξιν αὐτῶν δῆλα ταῦτα καθιστᾶν τῷ μεγαλοπρεπεστάτῳ αὐγουσταλίῳ, τὸν δὲ οἰκείῳ κινδύνῳ καὶ τῆς πειθομένης αὐτῷ τάξεως καταναγκάζειν τοὺς στρατιώτας ἀμύνειν τῷ πράγματι καὶ συνέχειν τοὺς ἀγνωμονοῦντας καὶ ἀπαιτεῖν τὰ ταῖς 〈σαῖσ〉 τραπέζαις ὀφειλόμενα οἰκείῳ κινδύνῳ, ὥστε διά τε τῆς
20πολιτικῆς διά τε τῆς στρατιωτικῆς χειρὸς ταῦτα ἀνυόμενα ἀνυπέρθετον ἔχειν τὴν εἴσπραξιν τήν τε ἐπὶ τὴν μεγάλην ταύτην πόλιν εἰσφοράν. εἰδότων τῶν τε λαμπροτάτων τριβούνων τῶν [τε] ἀνδρειοτάτων στρατιω‐ τῶν καὶ μάλιστα τῶν ἐν αὐτοῖς πρωτευόντων, ὅτι τούτου εἰ ῥᾳθυμήσειαν καὶ μὴ παρασκευάσουσιν αὐτοὺς ἅπαντα πρᾶξαι ὁπόσα εἰρήκαμεν, καὶ περὶ τῶν σιτήσεων κινδυνεύσουσι· παρακατασχεθήσονται γὰρ αὗται παρὰ τοῦ κατὰ καιρὸν αὐγουσταλίου καὶ εἰσκομισθήσονται ταῖς σαῖς τραπέζαις οἰκείῳ κινδύνῳ, καὶ δήμευσιν
25ὑποστήσονται οἵ τε λαμπρότατοι αὐτῶν τριβοῦνοι καὶ οἱ ἐν αὐτοῖς πρωτεύοντες (οἵπερ καὶ κεφαλικὴν τιμω‐ ρίαν εὐλαβείσθωσαν), καὶ τὸ πᾶν τάγμα μεταστὰν ἐκ τῆς χώρας ἐν τοῖς πορρωτέρω τοῦ Ἴστρου ἤτοι Δανου‐ βίου ποταμοῦ τόποις μετατεθήσεται, τοῖς ἐκεῖσε λιμιτοῖς τῆς παραφυλακῆς ἕνεκα προσκαρτερῆσον. αὐτοί τε οἱ πρὸς τὸ δημόσιον ἀγνωμονήσαντες καὶ τὴν τοιαύτην ἀνάγκην ἀναμείναντες δήμευσίν τε καὶ ἐξορίαν ὑποστήσονται διηνεκῆ, τὴν Σεβαστουπολιτῶν καὶ Πιτυούντων, αἵπερ εἰσὶν ἐπ’ ἐσχάτου τῆς *** τοῦ Εὐξείνου
30Πόντου κατοικήσοντες. Τὴν δὲ αὐτὴν καὶ ὁμοίαν φροντίδα τῷ περιβλέπτῳ αὐγουσταλίῳ ἐπιτίθεμεν καὶ προφάσει τῶν largitionalicῶν τίτλων καὶ πάντων τῶν προσηκόντων εἰς τὰς θείας ἡμῶν λαργιτιόνας, ἀνυ‐ ομένων παρ’ αὐτοῦ καὶ τῆς αὐτοῦ τάξεως εἴτε κατὰ τὴν Ἀλεξανδρέων αὐτὴν εἴτε κατὰ Αἰγύπτους ἀμφοτέρας. καὶ γὰρ τούτων ἡμῖν ἡ αὐτὴν καθέστηκε φροντίς, καὶ προσῆκόν ἐστιν αὐτόν τε καὶ τὴν αὐτοῦ τάξιν κινδύνῳ
οἰκείῳ προνοεῖν τῆς εἰσπράξεως τῶν largitionalicῶν τελῶν καὶ τῶν αἰτιῶν ἁπασῶν τῶν εἰς τὰς θείας ἡμῶν

786

ἀνηκουσῶν largitiόνας, ὥστε τὰς τοιαύτας δημοσίας εἰσφορὰς τὰς τοῖς θείοις ἡμῶν ἁρμοττούσας θησαυροῖς καὶ εἰσπράττεσθαι καὶ ταῖς θείαις ἡμῶν εἰσφέρεσθαι largitiόσι μετὰ παντὸς κινδύνου τοῦ περιβλέπτου αὐγουσταλίου καὶ τῆς πειθομένης αὐτῷ τάξεως. εἰ γάρ τι τούτων ἀμεληθείη, κίνδυνος αὐτὸν περιστήσεται ἐπί τε τῇ ἀρχῇ ἐπί τε τῇ περιουσίᾳ τῇ οἰκείᾳ καὶ οὐ μόνον ἕως ἐπὶ τῆς ἀρχῆς ἐστιν, ἀλλὰ καὶ ὕστερον καὶ
5ἐπειδὰν ταύτην ἀπόθοιτο καὶ κατὰ διαδόχων αὐτοῦ καὶ κληρονόμων· ἐνέξεται γὰρ ταῖς τοιαύταις εἰσπράξεσιν οὐκ αὐτὸς μόνος. ἀλλὰ καὶ κληρονόμοι αὐτοῦ καὶ διάδοχοι, ἕως ἂν πάντα ἐκπληρώσειαν τὰ ταῖς θείαις ἡμῶν largitiόσιν ἐκ τῶν ὑποτεταγμένων αὐτῷ τόπων ὀφειλόμενα. καὶ οὔτε λόγον ἀσυλίας τις παρέξει τοῖς ὑποκειμένοις αὐτῷ πλὴν ἐκείνων, οἳ καὶ τὸν κίνδυνον *** τῆς εἰσπράξεως καθάπερ εἴρηται γινομένης κιν‐ δύνῳ τοῦ κατὰ καιρὸν περιβλέπτου αὐγουσταλίου καὶ τῆς πειθομένης αὐτῷ τάξεως, τῶν δὲ χρημάτων κατα‐
10βαλλομένων ἐπὶ τοὺς καθωσιωμένους τῶν θείων largitiόνων παλατίνους. οἷς τούτου μέλει τοῦ μέρους, καὶ τοὺς ἄλλως στελλομένους ἐπὶ τοῦτο παρὰ τοῦ προεστῶτος τῆς αὐτῆς εὐκλεοῦς ἀρχῆς ἐνδοξοτάτου ἄρχοντος. καὶ οὔτε λόγον συγχωρήσουσι δοῦναί τινα παρὰ τὰ ἔμπροσθεν διηγορευμένα οὔτε ἐμπόδισμά τί γενέσθαι περὶ τὰς εἰσπράξεις. οἵ τε καθωσιωμένοι στρατιῶται [ἢ] οἱ ἐν ταῖς χώραις ἐκείναις καὶ ἐν ταῖς πόλεσιν ὄντες τὰ αὐτὰ πείσονται, εἰ μὴ κἀκεῖνοι ἀμύνοιεν καὶ ἐκ τρόπου παντὸς ἀνυσθείη τὰ largitionalicὰ χρήματα
15καὶ ἐπὶ τοὺς εἰς τοῦτο στελλομένους καταβληθείη, καὶ γένηται ἐπ’ αὐτοῖς πᾶσα προθυμία καὶ εἴσπραξις, ὅσην καὶ ἐπὶ τοῖς ἀρκαρίοις γενέσθαι διεταξάμεθα. Δίδομεν δὲ καὶ ἐκεῖνο τῷ περιβλέπτῳ αὐγουσταλίῳ, ὥστε ἐφ’ ἅπασι διακελεύεσθαι καὶ στρατιώταις καὶ παγάρχαις καὶ τοῖς τὰ δημόσια πράττουσι τὰ ὑπὸ τὴν αὐτοῦ καθεστῶτα διοίκησίν τε καὶ ἐξουσίαν, οὐ μέντοι δύνασθαι τοὺς παγάρχας ἀγνωμονοῦντας ἢ περὶ τὸν σῖτον ἢ, περὶ τὰ ναῦλα ἢ περὶ τὰ ἄλλα δημόσια
20τὰ ἀνήκοντα ταῖς εἰρημέναις αἰτίαις ἢ ταῖς κατὰ χώραν δαπάναις ἀποκινεῖν κατ’ ἐξουσίαν· ἀλλ’ εἴ τι πράτ‐ τοιεν κακόν, οὐκ ἀποκινήσει μὲν αὐτούς, ἐν ἀσφαλείᾳ δὲ καταστήσει καὶ περισκοπήσει ἑτέρους τοὺς τῷ πράγματι χρησομένους ὀρθῶς καὶ ἅπαντα μηνύσει ἐνταῦθα τῷ θρόνῳ τῷ σῷ καὶ δι’ αὐτοῦ τῇ βασιλείᾳ, ὥστε ἡμᾶς πάντα γινώσκοντας τὰ προσήκοντα πράττειν ἐπί τε τῇ τῶν οὐκ ὀρθῶς τῷ πράγματι χρησαμένων ἐκβολῇ ἐπί τε τῇ τῶν ἐπιλεγέντων παγαρχῶν εἴ γε συνίδοιμεν ἐγκαταστάσει καὶ παραδόσει τῶν τε εἰς τὰς
25παγαρχίας ἀνηκόντων τῶν τε εἰς τὰς οὐσίας τὰς αὐτῶν. ἀλλὰ καὶ 〈οἱ〉 πολιτευόμενοι οἵ τε κατὰ Ἀλεξάν‐ δρειαν οἵ τε κατὰ τὰς δύο Αἰγύπτους ὑποκείσονται αὐτῷ, καὶ πάντες ὅσοι δημόσια χειρίζουσιν ἐν ταῖς ὑπο‐ κειμέναις αὐτῷ χώραις ταῖς εἰσπράξεσιν ἀπονενεμημένα ταῖς αὐτοῦ· ἄδειαν ἔχοντος, κἂν εἰς ἑτέρας τινὰς εἶεν χώρας τὰς μὴ ὑποκειμένας αὐτῷ, καὶ ἄγειν πρὸς ἑαυτὸν καὶ εἰσπράττειν τὰ δημόσια, καὶ εἴ τινες τῶν κεκτημένων ἐπὶ Ἀλεξανδρείας ἢ ἐν Αἰγύπτοις δύο ἑτέρωθι διάγοιεν ἢ οἰκοῖεν 〈ἐν〉 ἐπαρχίαις οὐχ ὑποκειμέ‐
30ναις αὐτῷ, καὶ τούτους ἐπαναγαγεῖν εἰς ἣν ἀπέλιπον χώραν, ὥστε μηδὲν ἐμπόδισμα τοῖς δημοσίοις γενέσθαι τοῖς ὑποκειμένοις αὐτῷ. ταὐτοῦ τούτου πραττομένου, εἰ καί τινες ὀφείλοιεν δημόσια ἀνήκοντα ταῖς τραπέζαις ταῖς σαῖς, καὶ οἱ τρακτευταὶ καὶ οἱ τὸν ἐκείνων πληροῦντες τόπον καὶ ὑποκείμενοι ταῖς εἰσπράξεσι τῆς
γενικῆς καὶ ἰδικῆς τραπέζης τοιοῦτό τι δῆλον αὐτῷ καταστήσειαν· καὶ ἐπὶ τούτῳ γὰρ ὁμοίως καὶ ἐκπέμψει

787

καὶ ἄξει τούτους, ὥστε καὶ αὐτοὺς παρὰ τῶν τρακτευτῶν τῶν σῶν ὑπομένειν τὴν εἴσπραξιν· οὐ δυναμένων τῶν ὀφειλόντων καὶ ἐν ἑτέροις ὄντων τόποις παραγράφεσθαι τὸν αὐγουστάλιον ἐπὶ τῇ τῶν δημοσίων αἰτίᾳ ὡς μὴ πρόσφορον αὐτοῖς δικαστὴν καθεστῶτα. ὅπερ καὶ ἐπὶ τῶν largitionalῶν ἀπαιτήσεων γίνεσθαι βουλόμεθα.
5 Ὑπόλοιπος δὲ ἐν ταῖς εἰσπράξεσιν ἔσται φροντὶς τῷ περιβλέπτῳ αὐγουσταλίῳ καὶ τῇ πειθομένῃ αὐτῷ τάξει, ἥτις ὑπέρ τε τῆς στρατιωτικῆς ἔσται δαπάνης, τῆς τε ἐν Ἀλεξανδρείᾳ τῆς τε ἐπὶ τῶν δύο Αἰγύπτων, τῶν τε [ἐπὶ] πολιτικῶν καὶ σολεμνίων τελῶν τῆς μεγάλης τῶν Ἀλεξανδρέων πόλεως καὶ τῶν ἑκατέρας Αἰγύπτου. δεῖ τοίνυν ταῦτα κινδύνῳ τοῦ περιβλέπτου αὐγουσταλίου καὶ τῆς πειθομένης αὐτῷ τάξεως καὶ ἀπαιτεῖσθαι καὶ ἐπιδίδοσθαι, οὐκέτι τοῦ πράγματος πραττομένου διὰ τοῦ σκρινιαρίου τῆς σῆς ὑπεροχῆς, ὃν
10ἐκ τοῦ στρατιωτικὰ διοικεῖν στρατιωτὸν καλοῦσιν Αἰγύπτιοι· ἀλλ’ οὗτος μὲν καθάπαξ πεπαύσεται, ὁ δὲ περίβλεπτος αὐγουστάλιος καὶ ἡ πειθομένη τάξις αὐτῷ δι’ ὁποίων ἂν βουληθείη τρόπων οἰκείῳ κινδύνῳ τὴν εἴσπραξιν ποιήσεται, καὶ τὴν δαπάνην χορηγήσει τοῖς καθωσιωμένοις στρατιώταις ἅπασι τοῖς ἐπὶ τῆς Ἀλεξανδρέων ἱδρυμένοις *** τὴν ἐπιβάλλουσαν αὐτοῖς ἐκτάξει δαπάνην ἐκ τῶν ὑποτεταγμένων τόπων τε καὶ πόλεων, κινδύνῳ οἰκείω τὴν εἴσπραξιν τούτων 〈διὰ〉 τῶν καθωσιωμένων στρατιωτῶν ποιούμενος.
15 Ἀναγκάσεις δὲ καὶ τὸν κατὰ καιρὸν βίνδικα τῆς Ἀλεξανδρέων πάντα τὰ παρ’ αὐτοῦ γινόμενα δαπα‐ νήματα ποιῆσαι ἐπί τε τῆς ἐκπυρώσεως τῶν δημοσίων βαλανείων ἐπί τε τοῖς ἄλλοις σολεμνίοις ἅπασι τοῖς πολιτικοῖς, ἅπερ πάντα ὑπόκειται ῥητῶς τῷδε ἡμῶν τῷ θείῳ νόμῳ. ἥτις ἀπογραφὴ δηλώσει σαφῶς ἐκ ποίων τε ταῦτα συνάγεται τόπων καὶ τίτλων ἤτοι προφάσεων καὶ προσώπων, καὶ πόσα ἐστὶ καὶ ὅντινα προσήκει διοικεῖσθαι τρόπον, δηλαδὴ τῶν σολεμνίων καὶ ὅσα πολιτικὰ καθέστηκε δαπανήματα ἐπὶ δύο
20Αἰγύπτων κινδύνῳ τοῦ ἐπιχωρίου τῶν ἐπαρχιῶν τούτων ἄρχοντος ἐπιδιδομένων ταῖς αὐταῖς πόλεσιν. ἐπὶ δέ γε τοῖς ὑπὸ τοῦ περιβλέπτου αὐγουσταλίου κινδύνῳ οἰκείῳ καὶ τῆς αὐτοῦ τάξεως διοικηθησομένοις ἄδειαν ἕξει καὶ λόγον διδόναι καὶ πάντα πράττειν ἅπερ ἂν λυσιτελεῖν τῷ πράγματι νομίσειεν, οἷα τοῦ κινδύνου παντὸς εἰς αὐτόν τε καὶ τὴν αὐτοῦ τάξιν φερομένου. δηλαδὴ τῶν δαπανημάτων τῶν γινομένων ἐπὶ τῆς Ἀλεξανδρέων πόλεως κατὰ τὸ σύνηθες γενομένων δι’ ἐκείνων, οἳ μέχρι νῦν ταῦτα πράττουσι. μηδενὸς
25κατὰ πρόφασιν τοῦ δῆθεν μὴ ὑποκεῖσθαι τῷ περιβλέπτῳ αὐγουσταλίῳ μηδὲ αὐτοῖ τοῦ περιβλέπτου αὐγουστα‐ λίου καὶ τῆς αὐτοῦ τάξεως ἐθελοκακούντων καί τινα δόλον ἢ ἐν ταῖς εἰσκομιδαῖς ἢ ἐν ταῖς πλωΐσεσι τῆς αἰσίας ἐμβολῆς ποιουμένων, ἀλλὰ τὸ πρᾶγμα καθαρῶς πραττόντων καὶ ὑπὲρ τῆς τοῦ κοινοῦ φροντίδος τε καὶ λυσιτελείας, εἰδότων τὸ τοῦ πράγματος ἀπαραίτητον καὶ γινωσκόντων, ὡς ὑπὸ τὴν ἐσχάτην ἔσονται τιμωρίαν, οὐ μόνον εἴ τι κακουργήσειαν, ἀλλὰ κἂν εἴ τινα περίνοιαν περὶ τὸ πρᾶγμα πράξειαν.
30Κἀκεῖνο δὲ ἀνενεχθὲν ἡμῖν παρὰ τῆς σῆς ὑπεροχῆς δεῖν ᾠήθημεν ἐγγράψαι τῷδε τῷ νόμῳ. ἅπαν
γὰρ ἀνερευνωμένη ἡ σὴ ἐνδοξότης κατὰ τὴν εἰρημένην τῶν Ἀλεξανδρέων πόλιν εὗρεν ἐν τῇ πυκτῇ τῇ ἐπὶ

788

τῶν χρόνων Ἀναστασίου τοῦ τῆς εὐσεβοῦς λήξεως, ἡνίκα Μαριανὸς ὁ τῆς ἐνδόξου 〈μνήμησ〉 ἐπ’ αὐτῷ τὰ πράγματα ἔπραττε, καταστῆναι δημοσίαν πυκτήν, Ποταμῶνος τηνικαῦτα τῶν δημοσίων τῆς Ἀλεξανδρέων προεστῶτος κατὰ τὸ τοῦ βίνδικος σχῆμα, ἐν ᾗ πυκτῇ ἀπεγράψατο τὸν τοῦ ἐξαγωγίου τίτλον ἐκφέροντα δια‐ φόροις αἰτίαις χιλίους 〈υξθʹ〉 χρυσοῦς οὕτως· τετρακοσίους μὲν ἐνενήκοντα δύο χρυσοῦς τοῖς δημοσίοις βαλα‐
5νείοις τῆς αὐτῆς πόλεως, τετρακοσίους δὲ ἐννέα καὶ δέκα τῷ καλουμένῳ ἀντικανθάρῳ καὶ πεντακοσίους πεν‐ τήκοντα ὀκτὼ χρυσοῦς πρὸς τῷ ἡμίσει τῷ ἀποδέκτῃ τῶν ναύλων, ὡς εἶναι τὸ ἀπογεγραμμένον ἐν χιλίοις τετρακοσίοις ἑξήκοντα ἐννέα χρυσοῖς. γενέσθαι δὲ ὕστερον καὶ περιποίησιν παρὰ τῶν πολιτευομένων τῇ αὐτῇ αἰτίᾳ τοῦ ἐξαγωγίου νομισμάτων ρʹ, τὸν δὲ κατὰ καιρὸν αὐγουστάλιον τριακοσίους εἴκοσι χρυσοῦς κομί‐ ζεσθαι ὑπὲρ πώλων τριάκοντα ἕξ, οὓς αὐτὸς παρέχει τῇ ἱπποδρομίᾳ τῆς εἰρημένης τῶν Ἀλεξανδρέων πόλεως·
10καὶ τοῦτο τὸ σχῆμα μεῖναι οὐ μόνον 〈ἐπὶ〉 τῆς Στρατηγίου τοῦ ἐνδοξοτάτου ἀρχῆς, ἀλλὰ καὶ μέχρι τῆς δευ‐ τέρας ἐπινεμήσεως τοῦ παρῳχηκότος κύκλου τῆς πρὸ ἐτῶν πεντεκαίδεκα. ἐξ ἐκείνου δὲ τινῶν μὲν ῥᾳθυμίᾳ τινῶν δὲ κακουργίᾳ τῶν δὲ πλείστων κλοπῇ τὸ πρᾶγμα κατὰ μικρὸν ἐλαττωθῆναι, καὶ ἀποστερεῖσθαι καὶ τὰ δημόσια βαλανεῖα τῆς τῶν τετρακοσίων ἐνενήκοντα δύο νομισμάτων ποσότητος καὶ τὰ ναῦλα τῆς τῶν πεντακοσίων πεντήκοντα ὀκτὼ ἡμίσεος νομισμάτων εἰσφορᾶς, προφάσεως αὐτοῖς δοθείσης ἐκ τοῦ τινας τοῦτο
15μὲν ἐκ τῆς αὐλῆς τοῦτο δὲ ἐκ τῶν θρόνων τῶν σῶν ἄδειαν ἑαυτοῖς κατασκευάσαι καὶ προῖκα ἐκφέρειν κερά‐ μους τῆς εἰρημένης τῶν Ἀλεξανδρέων πόλεως καὶ ἕτερα εἴδη, ἅπερ ὑπόκειται τῷ τοιούτῳ τέλει, καὶ οὕτως ἐλαττωθῆναι κατὰ μικρὸν τὴν εἰρημένην πόλιν. Ἀποδεχόμενοι τοίνυν τὴν σὴν ὑπεροχὴν καὶ τούτοις ἐπιστᾶσαν θεσπίζομεν, μήτε τῶν πεπορισμένων τισὶ παντελῶς τοιούτων θείων 〈ἢ〉 ἀρχικῶν τύπων ὄφελός τι καθεστάναι, ἀλλὰ πάντας ἐπιγινώσκειν τοῦτο
20ὃ μέχρι τῶν χρόνων Στρατηγίου τοῦ ἐνδοξοτάτου ἐδίδοσαν, μήτε τὸν περίβλεπτον αὐγουστάλιον πλείονα δαπάνην τινὰ ποιεῖν παρὰ τὴν ἔμπροσθεν καὶ ἐπὶ τῶν χρόνων Στρατηγίου τοῦ ἐνδοξοτάτου πολιτευσα‐ μένην, μήτε κατὰ καινοτομίαν τινὰ προσάπτεσθαι τῶν τελῶν ἐκείνων καὶ ἑαυτῷ ἐκδικεῖν, ἀλλὰ καὶ τὸ ἀρχαῖον φυλαχθῆναι σχῆμα τὸ μέχρι Στρατηγίου τοῦ ἐνδοξοτάτου καὶ αὐτοῦ· μήτε φιλονεικίας ἀφορμὴν δοθῆναι τῷ τε κατὰ καιρὸν αὐγουσταλίῳ ***, καὶ τὸν μὲν ὡς οὐ λάβοι λέγειν, τὸν δὲ ὡς ἔλαττον λάβοι,
25ἀλλ’ ἐκ τῆς ὅλης ποσότητος τῶν χιλίων ὀκτακοσίων ὀγδοήκοντα ἐννέα νομισμάτων κουφισθῆναι τριακοσίους ἑξήκοντα ἐννέα χρυσοῦς (βουλόμεθα γὰρ καί τι φιλανθρωπότερον τῆς ἀκριβείας πρᾶξαι)· καὶ διὰ τὴν τοῦ κατὰ καιρὸν αὐγουσταλίου συγκρότησιν ἄλλους χιλίους πεντακοσίους εἴκοσι χρυσοῦς μόνους ἐκ τοῦ τίτλου εἰσφέρεσθαι, ἐξ ὧν τοὺς τριακοσίους εἴκοσι χρυσοῦς ἑαυτῷ λογιεῖται ὁ περίβλεπτος αὐγουστάλιος προφάσει τῶν τριάκοντα ἓξ πώλων, οὓς ἀνάγκη παρασχεῖν αὐτῷ ἐπὶ τῇ ἱπποδρομίᾳ τῆς Ἀλεξανδρέων κατὰ τὸ ἄνωθεν
30κρατοῦν ἔθος, τοὺς δὲ ὑπολοίπους χιλίους διακοσίους καταλογίζεσθαι αὖθις αὐτῷ εἰς τὰς σιτήσεις τὰς ἑαυτοῦ, οὕτω τε τὸ πρᾶγμα εὔλυτον εἶναι καὶ τὴν ἀρχαίαν φυλάττον ὁδὸν καὶ μηδενὶ παντελῶς ἄδειαν κακουργίας παρεχόμενον. τῇ γὰρ τῶν δημοσίων βαλανείων ἐγκαύσει καὶ τῷ ἀντικανθάρῳ 〈καὶ〉 τοῖς δημοσίοις ναύλοις
ἐξ ἑτέρων αἰτιῶν *** ἀπογραφῇ τῷδε τῷ θείῳ νόμῳ δηλοῦται.

789

Ἐπειδὴ δὲ τὸν Μαρεώτην ὑπεθήκαμεν τῷ Λιβυκῷ κλίματι, καὶ εἰκός τινας τῶν ἐκ τῆς Ἀλεξανδρέων ἐπὶ δημοτικαῖς στάσεσιν ἁλισκομένους φεύγειν ἐκεῖσε διαδιδράσκοντας τὰς ἐπαγομένας αὐτοῖς παρὰ τοῦ περι‐ βλέπτου αὐγουσταλίου ποινάς. θεσπίζομεν ἄδειαν εἶναι τῷ κατὰ καιρὸν περιβλέπτῳ αὐγουσταλίῳ στέλλειν ἐκεῖσε ἐπὶ ταύτῃ καὶ μόνῃ τῇ αἰτίᾳ κομμενταρήσιον μετὰ δημοσίας ἐπιστολῆς γινόμενον πρὸς τὸν ἐφέξοντα
5τὸν τόπον τοῦ λαμπροτάτου ἄρχοντος τῆς Λιβύων ἐπαρχίας, ὥστε καὶ συνέχειν αὐτοὺς καὶ παραδιδόναι διὰ τῶν ὑφ’ ἑαυτὸν ταξεωτῶν τε καὶ στρατιωτῶν, ἵνα μηδεὶς τῶν δημοσίους θορύβους κατὰ τὴν Ἀλεξανδρέων ποιούντων ἐκεῖσε διαδιδράσκοι καὶ τὰς τοῦ περιβλέπτου αὐγουσταλίου διαφεύγοι ποινάς, πρὸς τῷ καὶ αὐτῷ τῷ τοῖς ἐκεῖσε μέρεσιν ἐφεστῶτι ἄδειαν εἶναι εἴ τινας εὕροι τοιούτους, καὶ συνέχειν καὶ κολάζειν καὶ κοινοῦ τὴν χεῖραν ἐλευθεροῦν αὐτούς. ἐπὶ τούτοις τοίνυν τὴν εἰρημένην ἀρχὴν ὁρίζομεν καὶ συνιστῶμεν ταῦτα
10πράξουσαν, ἅπερ ἐν τῷδε τῷ νόμῳ διωρίσαμεν· ἔσται γὰρ οὕτως καὶ αὐτάρκης ἡ φροντὶς τῷ πράγματι καὶ πανταχόθεν περιεσταλμένη καὶ διευκρινηθεῖσα καὶ μηδεμίαν παρέχουσα τοῖς βουλομένοις συγχύσεως καὶ κλοπῆς ἀφορμήν. Ἐντεῦθεν ἡμᾶς καλεῖ ἡ τοῦ *** Λιβυκοῦ λιμιτοῦ φροντίς, ὅνπερ ἐπὶ τοῦ Παρατονίου ἱδρυσάμεθα, δόντες αὐτῷ καὶ στρατιωτικὴν χεῖρα τῶν κατ’ ἐκεῖνα βαρβάρων ἄρχουσαν. βουλόμεθα γὰρ καὶ τὸν Λιβύης περί‐
15βλεπτον δοῦκα ἱδρῦσθαι μὲν ὡς εἴρηται κατὰ τὸ Παρατόνιον καὶ τὰς ὑποτεταγμένας αὐτῷ πόλεις, ἐν αἷς ἔσονται 〈οἱ〉 ὑπ’ αὐτὸν στρατιῶται ταῖς αὐτοῦ κελεύσεσιν ὑπηρετούμενοι· λήψεται δὲ καὶ αὐτὸς τὰς ἀφωρι‐ σμένας αὐτῷ σιτήσεις, ὑπὲρ μὲν τῶν ἐν εἴδει ἀννόνων ἐνενήκοντα καὶ καπίτων ἑκατὸν εἴκοσι νομίσματα χίλια πέντε τέταρτον, ὑπὲρ δὲ τῶν ἐν χρυσῷ ἀννόνων πεντήκοντα καὶ καπίτων πεντήκοντα νομίσματα τετρακόσια, καὶ πρός γε ἡ πειθομένη τάξις αὐτῷ νομίσματα ρπζʹ ἥμισυ, καὶ οἱ στρατιῶταί γε μήν, τουτέστιν
20οἱ ἐκ τῶν Λιβυκῶν Ἰουστινιανῶν καὶ Παρατονιτῶν Ἰουστινιανῶν ταγμάτων 〈τῶν〉 ἀφωρισμένων τοῖς εἰρημένοις τόποις, τὰς οἰκείας σιτήσεις καθάπερ αὐτοῖς ὥρισε τὸ δημόσιον λήψονται· δῆλον δὲ ὅτι καὶ ἅπαντα τὰ σολέμνια τὰ ἐν ταῖς πόλεσι ταῖς αὐτοῦ ἐπιδοθήσεται καθάπερ καὶ μέχρι νῦν ἐπεδίδοτο. ὁμοίως δὲ καὶ ὁ ἐπιχώριος ἄρχων καὶ ἡ πειθομένη τάξις αὐτῷ τὰς οἰκείας ἕξουσι σιτήσεις. ἀλλ’ ἐπειδήπερ εἴ τις ἅπασαν ταύτην συλλογίσεται τὴν δαπάνην, οὐκ ἂν αὐτάρκης εἴη ἡ ἐκ τῶν τόπων τῶν ὑπ’ αὐτὸν τεταγμένων
25ἤτοι τῆς Λιβύων ἐπαρχίας εἰσκομιδή, διὰ τοῦτο ἀναγκαῖον ᾠήθημεν προσθεῖναι αὐτῷ καὶ τὸν καλούμενον Μαρεώτην καὶ τὸν Μενελαΐτην 〈τὴν〉 πόλιν ἥτις πρώτης Αἰγυπτίων ἐπαρχίας ἐστίν. οὐδὲ γὰρ ἄλλως ἰσχύσει τοῖς στρατιώταις τοῖς ὑπ’ αὐτὸν τεταγμένοις ἐκ τοῦ δημοσίου παρασκευάζειν χορηγεῖσθαι, εἴπερ ἑτέρωθεν τὰ τῆς δόσεως ἤρτηται καὶ ὑφ’ ἕτερον ἄρχοντα τελοίη, καὶ μυρίαι ἐντεῦθεν ἀναστήσονται φροντίδες καὶ ταραχαὶ ἐκ τῆς διαφορᾶς τῶν ἀρχόντων. ἀλλ’ αὐτὸς μὲν ἄρξει τῶν εἰρημένων τόπων, αὐτὸς δὲ κινδύνῳ
30οἰκείῳ καὶ ἡ πειθομένη οἱ τάξις καὶ ὁ πολιτικὸς ἄρχων ἅμα τῇ οἰκείᾳ τάξει καὶ εἰσπράξουσι καὶ ἐπιδώσουσι τὸ συναγόμενον τοῖς τε στρατιώταις καὶ ἑαυτοῖς, ὥστε καὶ τὰς δαπάνας αὐτῶν καὶ τὰς σιτήσεις ἐντεῦθεν
γίνεσθαι οἰκείῳ κινδύνῳ τῆς εἰσπράξεως αὐτῶν γινομένης.

790

Ὅπως δὲ ἂν μηδὲ ἐνταῦθα δοίημέν τινι τεχνάζειν μηδὲ πλείονα δαπάνην βούλεσθαι ποιεῖν ἢ ἐλάτ‐ τονα λέγειν τὴν εἰσκομιδήν, καὶ τοῦτο διοικούμενοι προσηκόντως τῇ ὑποκειμένῃ ἀπογραφῇ τῷδε τῷ θείῳ νόμῳ σαφὲς κατεστήσαμεν, δηλώσαντες πόσος μέν ἐστιν ὁ κανὼν [ὁπόσος] ὁ ἀνήκων εἰς τὸ δικαστήριον τῆς σῆς ὑπεροχῆς καὶ ἐκ τῶν εἰρημένων ἐπαρχιῶν τε καὶ τόπων εἰσκομιζόμενος ἐκ τῆς Λιβύης αὐτῆς καὶ τοῦ
5Μαρεώτου καὶ τοῦ Μενελαΐτου τῆς πόλεως, πόσα δὲ τὰ δαπανήματα, ἅπερ προσῆκόν ἐστιν ἐντεῦθεν γίνεσθαι περί τε τοὺς ἄρχοντας καὶ τὰς τάξεις καὶ τὰ σολέμνια περί τε τὴν τροφὴν τῶν καθωσιωμένων στρατιωτῶν. τοῦ περιβλέπτου αὐγουσταλίου παντελῶς οὐδεμίαν ἔχοντος μετουσίαν οὐδὲ τῆς αὐτοῦ τάξεως πρὸς τὸν εἰρη‐ μένον δοῦκα ἤτοι τὰς ὑποτεταγμένας αὐτῷ ἐπαρχίας τε καὶ πόλεις καὶ τόπους, οὐδὲ ἄλλου τῶν ἐπιχωρίων ἀρχόντων τινός, ἀλλὰ αὐτοῦ τοῦ περιβλέπτου δουκὸς καὶ τοῦ τῆς Λιβύων πολιτικοῦ ἄρχοντος ἔχοντος πᾶσαν
10ἐξουσίαν 〈ἐν〉 τοῖς εἰρημένοις τόποις χρημάτων τε ἕνεκεν καὶ ἐγκλημάτων καὶ δημοσίων εἰσπράξεων, ὥστε μέντοι τὸν ἄρχοντα τὸν ἐπὶ Λιβύης ὑποκεῖσθαι τῷ περιβλέπτῳ δουκί, καὶ πάντας τοὺς τὰς αὐτὰς χώρας οἰκοῦντας κτήτορας, ἐφ’ οἷς κέκτηνται, καὶ τοὺς τούτων οἰκήτορας· εἰ γὰρ καὶ ἐν ἄλλαις ἐπαρχίαις οἰκοῦσι, κέκτηνται δὲ ὑπὸ τὰς εἰρημένας πόλεις ἢ τόπους, οἷς ἐφέστηκεν ὁ περίβλεπτος δούξ, καὶ τούτους ὁμοίως ἐπὶ ταῖς δημοσίαις εἰσπράξεσιν ὑποκεῖσθαι αὐτῷ βουλόμεθα, ὡς παῤῥησίαν ἔχειν καὶ ἐκπέμπειν 〈πρὸσ〉 αὐτοὺς
15καὶ ἀπαιτεῖν καὶ πάντα πράττειν, ὁπόσα ὁ τῆς εἰσπράξεως βούλεται τρόπος. Ἐπειδὴ δὲ καὶ οἱ θεῖαι ἡμῶν largitionες ἐκ τῶν ἐπαρχιῶν τούτων καὶ τόπων τῶν ὑπακουόντων τῷ εἰρημένῳ τοῦ Λιβυκοῦ λιμιτοῦ δουκί τινα κομίζονται, ἡμεῖς δὲ τὴν ἴσην καὶ ὁμοίαν καὶ ἐπ’ αὐτοῖς φροντίδα ποιούμεθα, θεσπίζομεν τὸν εἰρημένον τῆς Λιβύης καὶ τοῦ Μαρεώτου καὶ τοῦ Μενελαΐτου τῆς πόλεως (καὶ ταῦτα γὰρ αὐτῷ προσεθήκαμεν) [τὸν] περίβλεπτον δοῦκα καὶ τὸν τῆς ἐπαρχίας ἄρχοντα καὶ
20τὴν αὐτῷ πειθομένην τάξιν κινδύνῳ οἰκείῳ τὴν τῶν largitionalicῶν χρημάτων εἴσπραξιν ποιεῖσθαι τῶν ἐκ πάντων τῶν εἰρημένων τόπων ὀφειλομένων, ὥστε κατὰ μηδεμίαν ἔλλειψιν ταῦτα καθ’ ἕκαστον ἔτος εἰσπράτ‐ τεσθαι καὶ ἐκπέμπεσθαι παρ’ αὐτῶν ἐπὶ τὴν Ἀλεξανδρέων καὶ παραδίδοσθαι τῷ κατὰ καιρὸν ἐκ τῶν καθω‐ σιωμένων παλατίνων ἐπιτρεπομένῳ τὴν τοῦ πραιποσίτου πληροῦν ἐκεῖσε χρείαν. ἐπαμύνειν τε αὐτοὺς εἰδότας ὡς εἰς τὸν αὐτῶν ἐλεύσεται κίνδυνον, τουτέστι τοῦ τε ἀεὶ δουκὸς τοῦ τε ἄρχοντος τῶν τε πειθο‐
25μένων αὐτοῖς τάξεων, εἰ μὴ τούτων πᾶσι προνοήσειαν τρόποις· ἀμυνόντων εἰς τοῦτο καὶ τῶν στρατιωτῶν καὶ αὐτῶν κινδυνευόντων, εἰ μὴ ἐπαμύναιεν, ταύτας ὑποστῆναι τὰς ποινάς, ἅσπερ ἐπεθήκαμεν καὶ τοῖς ἐπὶ τῆς Ἀλεξανδρέων καὶ ἑκατέρας Αἰγύπτου καθημένοις στρατιώταις, εἰ μὴ καὶ αὐτοὶ τὸ πρᾶγμα τῆς ἴσης ἀξιώσειαν φροντίδος. οὐδὲ λόγου τινὸς ἐπὶ ταῖς largitionalicαῖς αἰτίαις παρὰ τὰς ἔμπροσθεν διηγορευμένας αἰτίας παρέχεσθαι δυναμένου τισὶ παρὰ γνώμην τῶν καθωσιωμένων παλατίνων τῆς εἰρημένης ἀρχῆς 〈ἢ〉
30τῶν ἄλλως στελλομένων ἐπὶ τῇ τῶν largitionalicῶν δημοσίων εἰσπράξει παρὰ τοῦ κατὰ καιρὸν αὐτῶν
ἄρχοντος, ἀλλὰ καὶ ἔνδον τῶν ἀσύλων χωρίων τῆς εἰσπράξεως γινομένης, καὶ τῶν ἄλλων ἁπάντων ὁμοίως

791

ἐπὶ Λιβύης καὶ τοῦ Μαρεώτου καὶ τοῦ Μενελαΐτου τῆς Αἰγυπτιακῆς πόλεως πραττομένων ἐπὶ ταῖς largitio‐ nalicαῖς εἰσπράξεσι, καθάπερ εἰρήκαμεν δεῖν γενέσθαι ἐπὶ τῆς Ἀλεξανδρέων καὶ ἑκατέρας Αἰγύπτου προ‐ φάσει τῶν ἀρκαρικῶν εἰσπράξεων. Οὔτε δὲ τὸν τῶν ναύλων λόγον οὔτε τὸν τῆς ἰδικῆς καὶ γενικῆς τραπέζης τοῦ δικαστηρίου τῆς σῆς
5ὑπεροχῆς ἔχειν τινὰ μετουσίαν παντελῶς πρὸς τὴν εἰρημένην τοῦ Λιβυκοῦ λιμιτοῦ ἀρχήν τε καὶ εἴσπραξιν *** οὔσας τάς τε νῦν προστιθεμένας, τουτέστι τὸν Μαρεώτην καὶ τὸν Μενελαΐτην τὴν πόλιν 〈τῆς πρώτησ〉 τῶν Αἰγυπτίων ἐπαρχίας, δι’ ὅτι φθάσαντες ἤδη διῳκησάμεθα· καὶ δὴ πάντα τὸν κανόνα τόν τε ἐκ Λιβύης καὶ τοῦ Μαρεώτου καὶ τοῦ Μενελαΐτου τῆς πόλεως συντελούμενον καθ’ οἱονδήποτε τρόπον ἐξ οἱουδήποτε τίτλου τῶν ἀνηκόντων εἰς τὴν ἀρχὴν τῆς σῆς ὑπεροχῆς εἰς ταύτας προχωρεῖν τὰς δαπάνας ἃς ἔμπροσθεν
10εἰρήκαμεν, τουτέστι τάς τε ἀποτροφὰς τῶν ἀρχόντων καὶ τῶν τάξεων τάς τε στρατιωτικὰς τάς τε τῶν σολεμνίων· πάντων τῶν προφάσει τῶν largitionalicῶν εἰσφορῶν εἰρημένων ἡμῖν ἐκ τρόπου παντὸς κρατούντων. Ἐπειδὴ δὲ καὶ τούτου τιθέμεθα πρόνοιαν τοῦ μὴ τοὺς ἡμετέρους ὑπηκόους πολλὰ διαστήματα καὶ τὴν ἐντεῦθεν συντριβὴν ὑπομένειν ἀδικουμένους, ἄλλως τε διὰ τὸ τὸν Μαρεώτην καὶ γείτονα εἶναι τῆς Ἀλεξαν‐ δρέων καί τινας τῶν ἐκεῖσε ταραττόντων ἀφικνουμένους εἰς τὸν Μαρεώτην μηκέτι δεδιέναι τὸν τῆς Ἀλεξαν‐
15δρέων περίβλεπτον αὐγουστάλιον, θεσπίζομεν ὥστε τὸν κατὰ καιρὸν λαμπρότατον τῆς Λιβύων πολιτικὸν ἄρχοντα ἄνδρα ἐπιλέγεσθαι οἰκείῳ κινδύνῳ σπουδαῖον καὶ τοῦτον ἐκπέμπειν τὸν αὐτοῦ τόπον ἐφέξοντα, ὃς καθιεῖται μὲν ἐν τῷ Μαρεώτῃ καὶ τῷ Μενελαΐτῃ τῇ πόλει, τῶν δὲ δικῶν χρηματικῶν καὶ ἐγκληματικῶν καὶ τῶν ἄλλων ἁπάντων τῶν ἐν τῇ περιοικίδι τοῦ Μαρεώτου καὶ τοῦ Μενελαΐτου τῆς πόλεως πραττομένων ἀκροάσεται καὶ τὰ προσήκοντα πράξει, καὶ εἴ τινες τῶν Ἀλεξανδρέων στασιώδεις φύγοιεν, τούτους καὶ συλ‐
20λήψεται καὶ στελεῖ πρὸς τὸν περίβλεπτον αὐγουστάλιον δημοσίαν ἐπιστολὴν πρὸς ἐκεῖνον ποιούμενος, ὥστε μηδὲν ἀνεκδίκητον τῶν οὕτως πραττομένων παραλιμπάνεσθαι. εἰ μέντοι φυγόντων τινῶν στασιωδῶν εἰς τὸν Μαρεώτην ὁ περίβλεπτος αὐγουστάλιος βουληθείη τούτους συσχεῖν, ἄδειαν ἕξει ἕνα τῶν ὑπ’ αὐτὸν κομ‐ μενταρησίων ἐκπέμπειν ἅμα δημοσίᾳ ἐπιστολῇ πρὸς τὸν πληροῦντα τὸν τόπον τοῦ λαμπροτάτου τῆς Λιβύων ἐπαρχίας ἄρχοντος, ὥστε προνοίᾳ αὐτοῦ καὶ κινδύνῳ συνέχεσθαι καὶ παραδίδοσθαι τοὺς ἀτακτήσαντας καὶ
25ἐπὶ τὴν Ἀλεξανδρέων ἐκπέμπεσθαι. ἀφορίζομεν γὰρ τῷ εἰρημένῳ τοποτηρητῇ καὶ εἴκοσι ταξεώτας τῆς τάξεως τῆς πειθομένης τῷ ἐπιχωρίῳ τῆς Λιβύων ἄρχοντι, καὶ στρατιώτας τῶν ἐκεῖσε ἱδρυμένων ἄχρι πεν‐ τήκοντα τὸν ἀριθμόν, ὥστε αὐτὸν ἔχειν καὶ τοὺς ὑπακούοντας καὶ τοὺς ὑπουργοῦντας καὶ ἱκανὸν εἶναι τὰ
προσήκοντα πράττειν. ὑπουργήσουσι δὲ αὐτῷ οἱ εἰρημένοι ταξεῶται καὶ στρατιῶται ἐπί τε τῇ καταστάσει

792

ἐπί τε τοῖς ἄλλοις ἅπασιν, ἅπερ ἀνάγκη πράττειν τὸν πληροῦντα τὴν τῆς ἀρχῆς χρείαν· ἐπιδοθήσονται δὲ αὐτῷ λόγῳ παραμυθίας χρυσοῖ ἑκατόν. ταύτῃ μὲν ἡμῖν πέρας ἐχέτω καὶ τὰ περὶ τῆς Λιβυκῆς διοικήσεως διαταχθέντα. Ἀκόλουθον τοίνυν ἐστὶν ἐντεῦθεν διαβῆναι ἡμᾶς ἐπὶ τὸ Θηβαϊκὸν λιμιτόν, τουτέστι δύο Θηβαΐδας,
5αἷσπερ ἐπέστη μὲν ὁ περίβλεπτος δοὺξ ὁ ταύτην παραλαμβάνων παρ’ ἡμῶν τὴν διοίκησιν· ὑπακούσονται δὲ τούτου καὶ οἱ τούτων τῶν ἐπαρχιῶν ἐπιχώριοι ἄρχοντες, καὶ ἔσται καὶ αὐτὸς ἐπὶ τῆς τοῦ αὐγουσταλίου τιμῆς, [εἰ] ὥσπερ ἂν εἰ καὶ αὐγουστάλιος ἦν, ὑποκεισόμενος ταῖς διατυπώσεσι τῆς σῆς ὑπεροχῆς καὶ τῷ δικαστηρίῳ τῆς Ἕω κατὰ πάντα, ὅπως καὶ νῦν ὁ περίβλεπτος αὐγουστάλιός ἐστι. δίδομεν γὰρ καὶ πᾶσαν δικαιοδοσίαν τε καὶ ἐξουσίαν, ἣν ὁ περίβλεπτος αὐγουστάλιος ἔχει *** τοι ταῖς ἄνωθεν ἀφωρισμέναις αὐτῷ,
10τουτέστι Θηβαΐσι δύο. Ἔσται δὲ αὐτῷ φροντίς τε καὶ κίνδυνος, ὥστε πρότερον μὲν παντοίως εἰσπράττειν τὸν σῖτον τῆς αἰσίας ἐμβολῆς καὶ ἐκπέμπειν καὶ παραδιδόναι τῷ περιβλέπτῳ αὐγουσταλίῳ τῆς Ἀλεξανδρέων, καὶ παρα‐ σκευάζειν ἀνελλιπῶς κατὰ τὰς εἰρημένας προθεσμίας καὶ αὐτῷ τῷ ἔργῳ 〈ἐκπέμπεσθαι〉 οἰκείῳ κινδύνῳ ἅπαντα τὸν σῖτον 〈τὸν〉 ἐπιβάλλοντα ταῖς αὐτοῦ ἐπαρχίαις τε καὶ πόλεσι καὶ τόποις καὶ ἀνήκοντα τῇ τε
15ἐμβολῇ τῆς εὐδαίμονος ταύτης πόλεως καὶ τῷ παρ’ ἡμῶν φιλοτιμουμένῳ τροφίμῳ τῆς Ἀλεξανδρέων, οὐδε‐ μιᾶς ἀναβολῆς περὶ τούτων γινομένης, οἷα καὶ παντὸς 〈κινδύνου αὐτὸν ὁρῶντοσ〉 καὶ τὴν πειθομένην αὐτῷ τάξιν· κινδυνευόντων καὶ τῶν στρατιωτῶν τῶν ἐπὶ τοῖς τόποις ὄντων καὶ τῶν τριβούνων καὶ πάσης πολι‐ τικῆς καὶ δημοσίας βοηθείας, εἰ μὴ πρὸς ταῦτα ἀμύνοιεν. δέον τὸ μὲν τῆς ἐνταῦθα ἐκπεμπομένης αἰσίας ἐμβολῆς μέτρον ἐμβληθῆναι μὲν παρ’ αὐτοῦ ταῖς ποταμίαις ναυσὶν αὐτῷ τῷ ἔργῳ μέχρι τῆς ἐνάτης τοῦ
20αὐγούστου μηνὸς καὶ τὴν ἐπ’ αὐτῷ πληναρίαν παρ’ αὐτοῦ πραχθῆναι, [καὶ] κατακομισθῆναι δὲ αὐτὸν τὸν σῖτον εἰς τὴν Ἀλεξανδρέων μέχρι τῆς δεκάτης τοῦ σεπτεμβρίου μηνός, καὶ παραδίδοσθαι τῷ περιβλέπτῳ αὐγουσταλίῳ 〈ἢ〉 τοῖς παρ’ αὐτοῦ εἰς τοῦτο προβαλλομένοις· τοῦ δὲ παρ’ ἡμῶν φιλοτιμουμένου τῇ μεγάλῃ τῶν Ἀλεξανδρέων πόλει τροφίμου μέχρι τῆς πεντεκαιδεκάτης τοῦ ὀκτωβρίου μηνός. ἐκεῖνο γὰρ τῶν ἀνωμο‐ λογημένων ἐστίν, ὡς εἰ μὴ κατὰ τὰς εἰρημένας προθεσμίας πᾶς ὁ σῖτος, τῆς τε αἰσίας ἐμβολῆς τῆς [τε]
25ἐνταῦθα στελλομένης τοῦ τε τροφίμου τῆς Ἀλεξανδρέων, ἐκπεμφθείη κατὰ τὴν Ἀλεξανδρέων καὶ ἅπας παραδοθῇ τῷ περιβλέπτῳ αὐγουσταλίῳ, καὶ οὐ πᾶν αὐτὸς προσστήσοιτο παντὸς κατὰ τριῶν ἀρτάβων 〈ὑπὲρ〉 ἑκάστου νομίσματος τοῦ σίτου τὸ ἐλλεῖπον καὶ μὴ παραδοθὲν μέτρον ὁ δὲ κίνδυνος οὗτος οὐ μέχρι τῆς αὐτοῦ στήσεται ζωῆς οὐδὲ μέχρι τῆς ἀρχῆς, ἀλλὰ καὶ ἰδιώτης γενόμενος καὶ τελευτήσας μακροτέραν τῆς αὐτοῦ τελευτῆς ἕξει τὴν ἀπαίτησιν· κληρονόμοι τε γὰρ αὐτοῦ καὶ τὰ αὐτοῦ πράγματα ταῖς τοιαύταις ἐνέξονται
30δυσκολίαις, τῆς ἐκείνου ῥᾳθυμίας διηνεκῆ διδούσης κατ’ αὐτῶν κίνδυνόν τε καὶ φροντίδα καὶ εἴσπραξιν, ἕως ἡ τοῦ παντὸς χρέους κατὰ τὸν εἰρημένον τρόπον γένηται διάλυσις. καὶ οὐδὲ καινίζομέν τι τῶν μὴ μέχρι
νῦν γενομένων ἐπιζητοῦντες. ἴσμεν γάρ, ὡς καὶ Ἰωάννης ὁ ἐνδοξότατος Κομήτου 〈τοῦ〉 τῆς μεγαλοπρεποῦς

793

μνήμης παῖς πρὸ τῆς συμπληρώσεως τοῦ αὐγούστου μηνὸς τῆς ἄρτι παρελθούσης πρώτης ἐπινεμήσεως τὸν πάντα σῖτον εἰσήνεγκεν εἰς τὴν Ἀλεξανδρέων καὶ τὸ τηνικαῦτα τῷ τὴν αὐγουσταλίαν ἔχοντι παρέδωκεν ἀρχήν. ταὐτὸ δὲ τοῦτο ἔπραξε καὶ ὁ νῦν τῆς αὐτῆς ἀρχῆς ἀντεχόμενος, τουτέστιν Ὠρίων ὁ ἐνδοξότατος· ἅστινας πληναρίας, τήν τε ἐπὶ Ἰωάννου τήν τε ἐπὶ Ὠρίωνος γενομένην, ἐκπεμφθείσας ἡ σὴ ὑπεροχὴ καὶ
5ἡμεῖς ἐπείδομεν. ῥᾳθυμίας οὖν ἔσται μόνης 〈καὶ〉 προδοσίας τὸ μὴ καὶ τοσούτοις γενομένοις ἀκολουθῆσαι, ὥστε καὶ μείζονα καὶ ἰσχυρότερον αὐτὸν ἐποιήσαμεν καὶ τὴν τοῦ αὐγουσταλίου δεδώκαμεν αὐτῷ τάξιν τε καὶ δικαιοδοσίαν· οὐ γὰρ ἂν εἴη φορητὸν τὸ μείζονος μὲν ἐξουσίας δράξασθαι, ἐλάττονα δὲ καὶ τῶν πρὸ αὐτοῦ καταστῆναι καὶ ὑποθεῖναι τήν τε ὅλην πολιτείαν κινδύνῳ ἑαυτόν τε ὀλέθρῳ διηνεκεῖ, καὶ τῆς ἀρχῆς ἐκπίπτοντα καὶ ἐναγόμενον καὶ 〈ἐν〉 ἰδιώτῃ βίῳ καὶ μετὰ τὴν τελευτὴν διὰ τῶν αὐτοῦ κληρονόμων καὶ
10〈πραγμάτων〉 τὸ χρέος ἐκλύοντα, ἕως κατὰ τριῶν ἀρτάβων 〈τοῦ〉 σίτου ἅπαν τὸ μέτρον τὸ μὴ ἐκκομισθὲν ἀποσωθείη τῷ δημοσίῳ διὰ τοῦ θρόνου τῆς σῆς ὑπεροχῆς εἰσπραξαμένου. Ἄρξει δὲ καὶ στρατιωτῶν καὶ ἰδιωτῶν, τῶν μὲν κατὰ τὸ τῆς στρατιωτικῆς ἀρχῆς δίκαιον, τῶν δὲ κατὰ τὴν τοῦ αὐγουσταλίου δικαιοδοσίαν, δηλαδὴ ὑποκειμένων αὐτῷ (καθάπερ εἰπόντες ἔφθημεν) τῶν ἐπι‐ χωρίων ἀρχόντων, οἷς τῶν εἰρημένων ἐπαρχιῶν μέλει, καὶ τῶν πειθομένων αὐτοῖς τάξεων καὶ πάσης πολι‐
15τικῆς καὶ δημοσίας βοηθείας. καὶ παγάρχων καὶ πολιτευομένων καὶ ἁπλῶς ἁπάντων 〈τῶν〉 κατὰ τὰς ἐπαρ‐ χίας ἐκείνας ἢ ὄντων ἢ οἰκούντων ἢ παγαρχούντων ἢ δημόσια καθ’ οἱονοῦν τρόπον χειριζόντων. οὓς ἕξει παῤῥησίαν καὶ ἄγειν πρὸς ἑαυτὸν καὶ εἰ ἑτέρας ἐπαρχίας οἰκοῦσι 〈μὴ〉 ὑποκειμένας αὐτῷ. ἐπὶ μόναις μέντοι ταῖς δημοσίαις εἰσπράξεσιν· ὅπερ ποιήσει κἂν εἰ ἐν τοῖς αὐτοῦ τόποις ὄντες εἶτα ἀποφύγοιεν. οὕτω γὰρ ἔσται πανταχόθεν ἡ τῶν δημοσίων εἴσπραξις ἀπροφάσιστος. εἰ δέ τινας τῶν παγάρχων. ὑπὲρ ὧν καὶ κιν‐
20δυνεύει, ἀγνώμονας περὶ τὴν αἰσίαν σιτοπομπίαν ἢ περὶ τὰ τοῖς ναύλοις καὶ ταῖς κατὰ χώραν δαπάναις ἐπι‐ διδόμενα εὕροι, τούτους οὐκ ἀποκινήσει μέν, ὑπὸ ἀσφάλειαν δὲ καταστήσει καὶ ἑτέρους ἀναζητήσει πρὸς τὸ πρᾶγμα ἐπιτηδείους καὶ μηνύσει ταῦτα τῷ θρόνῳ τῆς σῆς ὑπεροχῆς. ὥστε παρὰ σοῦ καὶ τῶν ἀεί σοι [καὶ] τὴν αὐτὴν ἐχόντων ἀρχὴν εἰς τὴν βασιλείαν τὸ πρᾶγμα φερόμενον δέξασθαι τὴν ἐκεῖθεν διοίκησιν, τῶν μὲν ἐπ’ ἀγνωμοσύνῃ κατεγνωσμένων εἰ συνίδοιμεν ἀπελαυνομένων, τῶν δὲ ἐπιλεγέντων ἐν τῇ χώρᾳ τούτων, εἴ
25γε ἡμεῖς ἐπιτηδείους εἶναι κρίναιμεν, ἀντικαθισταμένων καὶ εἰς τὰς ἐκείνων παγαρχίας τε καὶ οὐσίας ἐμβαι‐ νόντων, θείας τε ἡμῶν 〈κελεύσεωσ〉 καὶ εὐσεβοῦς προστάξεως τοῦ θρόνου τοῦ σοῦ περὶ τούτου γινομένης. Βουλόμεθα τοίνυν κατὰ πρώτην τάξιν αὐτὸν προνοεῖν τῆς αἰσίας ἐμβολῆς καὶ τοῦ τροφίμου τῆς Ἀλεξαν‐
δρέων, ὥστε ἐκπέμπειν αὐτὸν οἰκείῳ κινδύνῳ καὶ τῶν ἐπιχωρίων ἀρχόντων καὶ τῶν πειθομένων αὐτοῖς

794

τάξεων κατὰ τὴν Ἀλεξανδρέων, καθ’ ὅσον 〈αἱ〉 ὑπ’ αὐτὸν τεταγμέναι χῶραί τε καὶ πόλεις *** κινδυνευ‐ όντων καὶ τῶν λαμπροτάτων τριβούνων καὶ πάσης πολιτικῆς καὶ δημοσίας βοηθείας περί τε τὴν ζώνην καὶ τὴν περιουσίαν καὶ τὴν σωτηρίαν αὐτήν, εἰ μὴ ἐπαμύναιεν. ἀλλὰ τῆς μὲν ἐνταῦθα εὐτυχοῦς σιτοπομπίας μέχρι δεκάτης τοῦ σεπτεμβρίου μηνὸς ἑκάστης ἐπινεμήσεως εἰ μὴ ἐκπέμψει καὶ παραδώσει κατὰ τὴν Ἀλεξαν‐
5δρέων πόλιν τῷ ταύτης αὐγουσταλίῳ ἢ τοῖς παρ’ αὐτοῦ προβαλλομένοις· τὸν δὲ φιλοτιμούμενον παρ’ ἡμῶν τῷ τροφίμῳ τῆς Ἀλεξανδρέων πόλεως μέχρι πεντεκαιδεκάτης τοῦ ὀκτωβρίου μηνὸς στελεῖ καὶ παραδώσει τῷ αὐτῷ περιβλέπτῳ αὐγουσταλίῳ ἢ τοῖς παρ’ αὐτοῦ προβαλλομένοις εἰς τοῦτο· ὅπερ καὶ φθάσαντες διετυπώ‐ σαμεν. πράξει δὲ τὴν πληναρίαν κατὰ τὸ ἄνωθεν παρ’ ἡμῶν διατεταγμένον. Ἔπειτα, ὅπερ ἑπόμενόν ἐστι τῷ πράγματι (φαμὲν δὴ τὸ τῶν ναύλων), ἐν φροντίδι καὶ κινδύνῳ παντὶ
10αὐτῷ τε καὶ τοῖς ἐπιχωρίοις ἄρχουσι καὶ ταῖς πειθομέναις αὐτοῖς τάξεσι κείσεται, ὥστε τὰς πόλεις καὶ τοὺς τόπους καὶ τὰ πρόσωπα, ὅσα ὑπεθήκαμεν τῇ ὑποτεταγμένῃ τῷδε τῷ νόμῳ ἀπογραφῇ καὶ ἀφωρίσαμεν τῷ τῶν ναύλων τίτλῳ, εἰσπράττειν πάσης μειώσεως χωρὶς καὶ ἀπαιτεῖν τὸ ἐντεῦθεν χρυσίον ἅπαν καὶ διδόναι τῷ τῶν ναύλων ἀποδέκτῃ εἴσω τῶν τεταγμένων καιρῶν κατ’ οὐδὲν αὐτοὺς ὑπερβαίνοντα, ὥστε μὴ ἐμπο‐ δίσαι τῷ τῶν ναύλων λόγῳ, ὅπερ ἐστὶν αὖθις ἐμπόδισμα τῆς αἰσίας ἐμβολῆς. καὶ γὰρ δὴ καὶ ὁ ἐντεῦθεν
15κίνδυνος οὕτως αὐτὸν ὄψεται, ὥστε ἀναγκασθῆναι πᾶν ὅπερ ἂν μὴ ἐμπροθέσμως καταβάλοι τῷ τῶν ναύλων ἀποδέκτῃ, τοῦτο διπλάσιον ἀπαιτεῖσθαι αὐτόν τε καὶ τὴν αὐτοῦ τάξιν. Τὰ δὲ ὅσα ἐκ τῆς παραδιδομένης αὐτῷ παρ’ ἡμῶν χώρας εἰσφέρεται ταῖς τραπέζαις τῆς σῆς ὑπεροχῆς, ταῦτα διά τε τῆς τάξεως τῆς σῆς ὑπερ‐ οχῆς διά τε τῶν σκρινιαρίων καὶ τρακτευτῶν τῶν εἰρημένων ἐπαρχιῶν οἰκείῳ αὐτοῦ κινδύνῳ ἀπαιτεῖσθαι βουλόμεθα ἐκ τῶν τόπων καὶ τῶν πόλεων καὶ προσώπων τῶν ὑποκειμένων τῷδε ἡμῶν τῷ θείῳ νόμῳ
20καὶ σαφεστέραν ποιούντων τὴν τῆς εἰσπράξεως εὐκολίαν· αὐτοὶ γὰρ ταῦτα πράξουσι καὶ ἐνταῦθα πέμψουσι. Καὶ οὐδὲ λόγον ἀσυλίας δώσει τις, εἴτε ὁ τὴν ἀρχὴν ἔχων εἴτε πόλεως ἐπίσκοπος εἴτε ὁ τῆς Ἀλεξαν‐ δρέων περίβλεπτος αὐγουστάλιος, εἰ μὴ πρόσταξις γένηται τοῦ θρόνου τοῦ σοῦ ταῦτα βουλομένη ἢ καὶ αὐτοὶ οἱ τρακτευταὶ ἢ οἱ σκρινιάριοι ἢ οἱ τὸν τόπον αὐτῶν ἐπέχοντες τοῦτο αἰτήσουσιν, ἐπὶ τῆς αὐτῆς μέντοι προθεσμίας καὶ ἐπὶ τούτοις τοῖς ὅροις, ἐφ’ οἷς ἂν ὁ θρόνος ὁ σὸς προστάξειεν ἢ καὶ αὐτοὶ βουληθεῖεν
25ταῦτα γενέσθαι· πλὴν εἰ μὴ τὸν λόγον ἐπὶ τούτῳ δοῖεν, ἐφ’ οἷς εἴσω ῥητῶν 〈ἡμερῶν〉 ἐξελθόντας αὐτοὺς ἐκτὸς τῶν ἱερῶν χωρίων πρόνοιαν θέσθαι τοῦ πᾶσι τρόποις πληρῶσαι τὸ δημόσιον ἢ τὸ ἱκανὸν αὐτῷ ποιῆσαι, ὡς ἂν τοῦτο λάβοιεν σκρινιάριοι τοῦ δικαστηρίου τοῦ σοῦ οἱ περὶ τούτου κινδυνεύοντες ἕλοιντο. τὸν γὰρ παρὰ ταῦτα διδόμενον λόγον οὐδὲ λόγον εἶναι βουλόμεθα, ἀλλὰ πανταχόθεν τὴν εἴσπραξιν καὶ ἔνδον τῶν ἱερῶν χωρίων ὑπομένειν τὸν λαβόντα μάτην τὸν τοιοῦτον λόγον, πρὸς τῷ καὶ τὸν παρασχόντα
30τοῦτον ὑποκεῖσθαι ταῖς ἐντεῦθεν εἰσπράξεσί τε καὶ μεθοδείαις καὶ κληρονόμους τε αὐτοῦ καὶ διαδόχους καὶ
πράγματα. εἰ δέ τις τῶν θεοφιλεστάτων ἐπισκόπων παρὰ τὰ εἰρημένα δοίη λόγον, ἀνάγκην ἕξουσιν οἱ τῆς

795

ὑπ’ αὐτὸν ἐκκλησίας θεοφιλέστατοι οἰκονόμοι τε καὶ ἔκδικοι τὴν ἐντεῦθεν συμβαίνουσαν θεραπεῦσαι τῷ δημοσίῳ ζημίαν, πρότερον μὲν οἴκοθεν καὶ ἐκ τῆς ἰδίας αὐτῶν ὑποστάσεως, εἰ δὲ ἀποροῖεν, καὶ τῶν τῆς ἁγιωτάτης ἐκκλησίας πραγμάτων. εἰ δὲ τολμήσειαν παρὰ γνώμην τοῦ θεοφιλεστάτου ἐπισκόπου δοῦναί τινα λόγον, οὐ μόνον ἄκυρον παντελῶς ἔσται τὸ γενόμενον, ἀλλὰ καὶ αὐτοὶ τὴν ζημίαν θεραπεύσουσι τῷ δημοσίῳ,
5πρὸς τῷ εἴ τι τοιοῦτο πράξαιεν παρὰ γνώμην τοῦ αὐτῶν ἐπισκόπου, πάντως αὐτοὺς καὶ ἀποκινεῖσθαι τῶν φροντισμάτων ὧν ἔχουσι καὶ τῆς ἱερωσύνης ἐκβάλλεσθαι. εἰ δὲ ἄρχων παρὰ τὰ διηγορευμένα δοίη τινὶ
λόγον ὀφείλοντι δημόσια ταῖς τραπέζαις ταῖς σαῖς ἀφωρισμένα, ἢ οἱ τριβοῦνοι ἢ οἱ πρωτεύοντες [ὄντες] ***