TLG 2734 008 :: Flavius JUSTINIANUS Imperator :: Decretum ad abbatem montis Sinai Flavius JUSTINIANUS Imperator Theol., Imperator
Nomographus, vel Petrus Sabbatius Decretum ad abbatem montis Sinai Citation: (Line) | ||
1 | Εἰ δὲ καὶ ἀνδράσι τοῖς περιδεξίοις εἰς ὑπηρεσίαν τῶν βασιλέων ἀρχόντων καταστρα‐ τηγῆσαι ἢ πόλεων διοικήσεις ἐγχειρισθῆναι ἢ λαοὺς ὁδηγῆσαι ἢ καὶ ἄλλ’ ἄττα τοιαῦτα πράττειν δεδομένοις τῷ κράτει τῆς τῶν Ῥωμαίων ἀρχῆς φαινόμενα χρήσιμα τιμὴν ἐπι‐ μετρεῖ τὴν προσήκουσαν τῶν ὑπηκόων ὅσοι εὐγνώμονες, οἱ ἡγούμενοι δίκαιοι ἂν εἶεν | |
---|---|---|
5 | 〈οἱ〉 τὸ τῆς ὑποθήκης τούτων βλέπειν [τὸ] πέρας ἐπιδεχόμενοι, ἀνδρῶν σεμνῶν καὶ βίῳ καὶ τρόπῳ καὶ θεῷ πλησιαζόντων, οὐχ ὅσα τῶν κατὰ τὰ ἐκτὸς συντεινόντων, ἀλλὰ κρείττω καὶ εἰς ψυχὴν αὐτὴν παραπέμποντα τὴν ὠφέλειαν, μᾶλλον δὲ καὶ τοῦτο κἀκεῖνο περιποιού‐ μενα τοῖς ἐκ τῆς ἄνωθεν δεξιᾶς προβαλλομένης [τοῖς] αὐτοκράτορσι· πῶς οὐκ ἂν εἴη τῶν καθηκόντων ἐπικλινὲς ὠτίον βραβεύειν καὶ εἰς τέλος ἄγειν ἅπερ 〈ἂν〉 αἰτήσαιντο; εἰ | |
10 | δὲ καὶ ἄλλως τῇ δεήσει τιμᾶται τὸ εὔλογον, οὐχ ὅπως διὰ τὴν τούτων παράκλησιν, ἄλλ’ ἤδη καὶ καθ’ αὐτὸ τὸ πρᾶγμα ἀξίως ἔχει γενέσθαι, τηνικαῦτα καὶ μᾶλλον ταῖς αἰτήσεσι τού‐ των ἐπαινετέον τοὺς ἄνακτας καὶ παρεκτέον ἅπερ ἐθέλοιεν, ἵν’ εἶεν οὐ μόνον αὐτοῖς, ἀλλὰ καὶ τῷ δικαίῳ κατὰ τὸ εἰκὸς χαριζόμενοι. τοῦτο καὶ ἄρτι τῆ βασιλείᾳ μου πάρεστιν ἰδεῖν ἐκτελούμενον, δωρουμένῃ τοῖς ἐν τῷ ὄρει Σινᾷ τιμὴν τὴν ὑπέρτιμον· τοῦτο μὲν δι’ | |
15 | ἱκεσίαν ἣν ἐποιήσατο πρὸς ἐμὲ ὁ Πτολεμαΐδος μητροπολίτης ὁ ἱερώτατος καὶ ὑπέρτιμος. οὐ γὰρ ἔκρινα ὄλως ἄξιον μὴ πειθηνίους τούτῳ δοῦναι τὰς ἀκοὰς εὔλογα αἰτουμένῳ καὶ ἃ μὴ τετελεσμένα τῷ δικαίῳ τινὰ ζημίαν ἂν προεξένησαν. τοῦτο δὲ καὶ [τὸ] ἄλλως ἡγεῖσθαι τὸ τοιοῦτον ὄρος αἰδέσιμον καὶ τιμῆς ἁπάσης ἐπαπολαύειν δίκαιον ὄν, καὶ νομί‐ ζειν μᾶλλον τιμᾶσθαι τὴν βασιλείαν μου ἐκ τῆς πρὸς τοῦτο τιμῆς, ἐπεὶ καὶ δοξάζειν οἶδε | |
20 | θεὸς τοῖς τοῦτο δοξάζουσιν. ὄρος γὰρ τοῦτο ὑπερηρμένον τῶν καθ’ ἡμᾶς ὄρος θεῖον καὶ ἀββακοὺμ δασὺ καὶ κατάσκιον ταῖς τῶν ἁγίων ἐργασίαις καὶ ἀρεταῖς παντοίαις κα‐ τάκομον. εἰ δὲ καὶ ἁγιάσματος τόπον καλέσαι τις βούλεται καὶ οἶκον τοῦ θεοῦ Ἰακώβ, | |
προσφυὲς μὲν τὸ πρᾶγμα καὶ τῆς ἀληθείας ἄκρως ἐχόμενον· κἄν τις θεωροίη τρανώ‐ τερον, πλήρης ὁ θεῖος οὗτος οἶκος δόξης πολλῆς πλὴν ἔσται, κἂν 〈ἐν〉 τοῖς ἐσχάτοις | 200 | |
25 | τούτοις καιροῖς μέρος ᾖ δόξης ἀπονενεμημένον τούτῳ παρὰ τῆς βασιλείας μου. οὕτω καὶ ἣν εἶχε πάλαι ἴδοι τις ἂν ἐπὶ τὸ μεῖζον κατὰ τὸν προφήτην προκόπτουσαν. Ταῦτα γοῦν τὸ παρὸν τῆς βασιλείας μου πρόσταγμα βούλεται. τιμᾷ γὰρ ἡ βασιλεία μου τὸν κατὰ καιροὺς ἐν τῷ Σινᾷ προστησόμενον τῶν ὑπερτίμων τῷ ἀξιώματι, καὶ διορί‐ ζεται συναριθμεῖσθαι τρίτον τοῖς οὕτω τετιμημένοις ἐν ἅπασι καὶ συντιμᾶσθαι ἐν ταῖς | |
30 | προόδοις, καθέδραις, στάσεσί τε καὶ συνελεύσεσιν· ἀμφιέννυσθαι δὲ καὶ ἄμφια ὁποῖα καὶ τῶν ἀρχιερέων, ὁπόσοι τὴν τοιαύτην τιμὴν ἐκ τῶν ἕκαθεν χρόνων καὶ νῦν ἀπέλαβον. τἆλλα τε πάντα ὅσα τούτοις, καὶ τούτῳ πρόσεσται, κατὰ μηδὲν ἐλαττούμενα. ἐπὶ τούτῳ γὰρ | |
ἐγεγόνει καὶ ὁ παρὼν ὁρισμὸς τῆς βασιλείας μου. κατὰ μῆνα Ἰούλιον, ἰνδικτίωνος ιδʹ. | 201 |