TLG 2734 005 :: Flavius JUSTINIANUS Imperator :: Edictum rectae fidei Flavius JUSTINIANUS Imperator Theol., Imperator
Nomographus, vel Petrus Sabbatius Edictum rectae fidei Citation: Page — (line) | |||
130(1t) | ΕΝ ΟΝΟΜΑΤΙ ΤΟΥ ΘΕΟΥ ΚΑΙ ΠΑΤΡΟΣ ΚΑΙ ΤΟΥ ΜΟΝΟΓΕΝΟΥΣ ΑΥΤΟΥ | ||
2t | ΥΙΟΥ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ ΤΟΥ ΚΥΡΙΟΥ ΗΜΩΝ ΚΑΙ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ | ||
---|---|---|---|
3 | Αὐτοκράτωρ Καῖσαρ φιλόχριστος Φλ’ Ἰουστινιανὸς Ἀλαμανικὸς Γοτθικὸς Φραγκικὸς Γερ‐ μανικὸς Ἀντικὸς Ἀλανικὸς Οὐανδαλικὸς Ἀφρικανὸς εὐσεβὴς εὐτυχὴς ἔνδοξος νικητὴς τροπαιοῦ‐ | ||
5 | χος ἀεισέβαστος αὔγουστος παντὶ τῶι πληρώματι τῆς καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας. Εἰδότες ὡς οὐδὲν οὕτως θεραπεύει τὸν φιλάνθρωπον θεὸν ὡς τὸ ἓν καὶ τὸ αὐτὸ φρονεῖν πάντας τοὺς Χριστιανοὺς περὶ τὴν ὀρθὴν καὶ ἀμώμητον πίστιν καὶ μὴ εἶναι σχίσματα ἐν τῆι ἁγίαι τοῦ θεοῦ ἐκκλησίαι, ἀναγκαῖον ἡγησάμεθα πᾶσαν πρόφασιν ἀναιροῦντες τοῖς σκανδαλιζομένοις ἢ σκανδαλίζουσι τὴν τῆς ὀρθῆς πίστεως ὁμολογίαν τὴν ἐν τῆι ἁγίαι τοῦ θεοῦ ἐκκλησίαι κηρυττο‐ | ||
10 | μένην φανερὰν διὰ τοῦ παρόντος ἠδίκτου ποιήσασθαι πρὸς τὸ καὶ τοὺς τὴν ὀρθὴν πίστιν ὁμο‐ λογοῦντας ἐν βεβαίωι ταύτην φυλάττειν καὶ τοὺς πρὸς ταύτην φιλονικοῦντας μανθάνοντας τὴν ἀλήθειαν σπουδάσαι ἑνωθῆναι τῆι ἁγίαι τοῦ θεοῦ ἐκκλησίαι. Ὁμολογοῦμεν τοίνυν πιστεύειν εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, τριάδα ὁμοούσιον, μίαν θεότητα ἤτοι φύσιν καὶ οὐσίαν καὶ δύναμιν καὶ ἐξουσίαν ἐν τρισὶν ὑποστάσεσιν ἤτοι προσώποις | ||
15 | δοξάζοντες, εἰς ἃ βεβαπτίσμεθα, εἰς ἃ πεπιστεύκαμεν καὶ οἷς συντετάγμεθα, τὰς μὲν ἰδιότητας χωρίζοντες, ἑνοῦντες δὲ τὴν θεότητα. μονάδα γὰρ ἐν τριάδι καὶ τριάδα ἐν μονάδι προσκυνοῦ‐ μεν παράδοξον ἔχουσαν καὶ τὴν διαίρεσιν καὶ τὴν ἕνωσιν, μονάδα μὲν κατὰ τὸν τῆς οὐσίας ἢ γοῦν θεότητος λόγον, τριάδα δὲ κατὰ τὰς ἰδιότητας ἢ γοῦν ὑποστάσεις ἤτοι πρόσωπα (διαιρεῖται γὰρ ἀδιαιρέτως, ἵν’ οὕτως εἴπωμεν, καὶ συνάπτεται διηιρημένως· ἓν γὰρ ἐν τρισὶν ἡ θεότης καὶ | ||
20 | τὰ τρία ἓν τὰ ἐν οἷς ἡ θεότης, ἢ τό γε ἀκριβέστερον εἰπεῖν, ἃ ἡ θεότης), θεὸν ἕκαστον, ἂν θεωρῆται μόνον τοῦ νοῦ χωρίζοντος τὰ ἀχώριστα, θεὸν τὰ τρία μετ’ ἀλλήλων νοούμενα τῶι ταυτῶι τῆς κινήσεως καὶ τῆς φύσεως, ἐπειδὴ χρὴ καὶ τὸν ἕνα θεὸν ὁμολογεῖν καὶ τὰς τρεῖς ὑποστάσεις κη‐ ρύττειν ἢ γοῦν τρία πρόσωπα καὶ ἑκάστην μετὰ τῆς ἰδιότητος. καὶ οὔτε τὴν ἕνωσιν σύγχυσιν ἐργαζόμεθα κατὰ Σαβέλλιον ἓν πρόσωπον τριώνυμον λέγοντα τὴν τριάδα, τὸν αὐτὸν πατέρα καὶ | ||
25 | υἱὸν καὶ ἅγιον πνεῦμα, οὔτε διαιροῦντες ἀλλοτριοῦμεν τῆς τοῦ θεοῦ πατρὸς οὐσίας τὸν υἱὸν ἢ τὸ πνεῦμα τὸ ἅγιον κατὰ τὴν Ἀρείου μανίαν εἰς τρεῖς διαφόρους οὐσίας κατατέμνοντος τὴν θεότητα. εἷς τοίνυν θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς υἱὸς μονογενής, δι’ οὗ τὰ πάντα, καὶ ἓν πνεῦμα ἅγιον, ἐν ὧι τὰ πάντα. Ὁμολογοῦμεν δὲ αὐτὸν τὸν μονογενῆ υἱὸν τοῦ θεοῦ, τὸν θεὸν λόγον τὸν πρὸ αἰώνων καὶ ἀχρό‐ | ||
30 | νως ἐκ τοῦ πατρὸς γεννηθέντα, οὐ ποιηθέντα, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν δι’ ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ πνεύματος ἁγίου καὶ τῆς ἁγίας ἐνδόξου θεοτόκου καὶ ἀειπαρθένου Μαρίας καὶ γεννηθέντα ἐξ αὐτῆς, ὅς ἐστιν κύριος Ἰησοῦς | ||
Χριστὸς εἷς τῆς ἁγίας τριάδος, ὁμοούσιος τῶι θεῶι καὶ πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοούσιος | 130 | ||
132 | ἡμῖν ὁ αὐτὸς κατὰ τὴν ἀνθρωπότητα, παθητὸς σαρκί, ἀπαθὴς ὁ αὐτὸς θεότητι. οὔτε γὰρ ἕτερός τίς ἐστιν παρὰ τὸν λόγον ὁ τὸ πάθος καὶ τὸν θάνατον ἀναδεδεγμένος, ἀλλ’ αὐτὸς ὁ ἀπαθὴς καὶ ἀίδιος τοῦ θεοῦ λόγος γεννήσεως σαρκὸς ἀνθρωπίνης ἀνασχόμενος τὰ πάντα πεπλήρωκεν. δι’ ὃ οὐκ ἄλλον τὸν θεὸν λόγον τὸν θαυματουργήσαντα καὶ ἄλλον τὸν Χριστὸν τὸν παθόντα | ||
5 | ἐπιστάμεθα, ἀλλ’ ἕνα καὶ τὸν αὐτὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν τοῦ θεοῦ λόγον σαρκωθέντα καὶ ἐνανθρωπήσαντα καὶ τοῦ αὐτοῦ τά τε θαύματα καὶ τὰ πάθη, ἅπερ ἑκουσίως ὑπέμεινεν σαρκί, ὁμολογοῦμεν. οὔτε γὰρ ἄνθρωπός τις ὑπὲρ ἡμῶν ἑαυτὸν δέδωκεν, ἀλλ’ αὐτὸς ὁ λόγος τὸ ἴδιον σῶμα δέδωκεν ὑπὲρ ἡμῶν, ἵνα μὴ εἰς ἄνθρωπον ἡ πίστις καὶ ἡ ἐλπὶς ἡμῶν ἦι, ἀλλ’ εἰς αὐτὸν τὸν θεὸν λόγον τὴν ἡμετέραν πίστιν ἔχωμεν. καὶ θεὸν τοίνυν αὐτὸν ὁμολογοῦντες οὐκ ἀθετοῦ‐ | ||
10 | μεν τοῦ εἶναι αὐτὸν καὶ ἄνθρωπον, καὶ ἄνθρωπον λέγοντες αὐτὸν οὐκ ἀρνούμεθα τὸ εἶναι αὐτὸν καὶ θεόν. εἰ γὰρ θεὸς μόνον ἦν, πῶς ἔπασχε; πῶς ἐσταυροῦτο καὶ ἀπέθνηισκε; ἀλλότρια γὰρ ταῦτα θεοῦ. εἰ δὲ ἄνθρωπος μόνον, πῶς διὰ τοῦ πάθους ἐνίκα; πῶς ἔσωιζεν; πῶς ἐζωοποίει; ταῦτα γὰρ ὑπὲρ ἄνθρωπον ἦν. νῦν δὲ ὁ αὐτὸς πάσχει καὶ σώιζει καὶ διὰ τοῦ πάθους νικᾶι, ὁ αὐτὸς θεός, ὁ αὐτὸς ἄνθρωπος, τὸ συναμφότερον ὡς ἕν, ἑκάτερον ὡς μόνον. ὅθεν ἐξ ἑκα‐ | ||
15 | τέρας φύσεως, τουτέστιν ἐκ θεότητος καὶ ἀνθρωπότητος, ἕνα Χριστὸν σύνθετον λέγοντες σύγχυ‐ σιν τῆι ἑνώσει οὐκ ἐπεισάγομεν. καὶ ἐν ἑκατέραι δὲ φύσει, τουτέστιν ἐν θεότητι καὶ ἀνθρω‐ πότητι, τὸν ἕνα κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν τοῦ θεοῦ λόγον σαρκωθέντα καὶ ἐνανθρωπή‐ σαντα γινώσκοντες διαίρεσιν μὲν τὴν ἀνὰ μέρος ἢ τομὴν οὐκ ἐπιφέρομεν τῆι μιᾶι αὐτοῦ ὑποστάσει, τὴν δὲ διαφορὰν τῶν φύσεων, ἐξ ὧν καὶ συνετέθη, σημαίνομεν, οὐκ ἀνηιρημένην διὰ τὴν ἕνωσιν, | ||
20 | ἐπειδὴ ἑκατέρα φύσις ἐστὶν ἐν αὐτῶι. συνθέσεως γὰρ ὁμολογουμένης καὶ τὰ μέρη ἐν τῶι ὅλωι ὑπάρχει καὶ τὸ ὅλον ἐν τοῖς μέρεσιν γινώσκεται. οὔτε γὰρ ἡ θεία φύσις εἰς τὴν ἀνθρω‐ πίνην μετεβλήθη, οὔτε δὲ ἡ ἀνθρωπίνη φύσις εἰς τὴν θείαν ἐτράπη· νοουμένης δὲ μᾶλλον καὶ ὑπαρχούσης ἑκατέρας ἐν τῶι τῆς ἰδίας φύσεως ὅρωι τε καὶ λόγωι πεπρᾶχθαι φαμὲν τὴν ἕνωσιν καθ’ ὑπόστασιν. ἡ δὲ καθ’ ὑπόστασιν ἕνωσις δηλοῖ ὅτι ὁ θεὸς λόγος, τουτέστιν ἡ μία ὑπό‐ | ||
25 | στασις ἐκ τῶν τριῶν τῆς θεότητος ὑποστάσεων, οὐ προυποστάντι ἀνθρώπωι ἡνώθη, ἀλλ’ ἐν τῆι γαστρὶ τῆς ἁγίας παρθένου ἐδημιούργησεν ἑαυτῶι ἐξ αὐτῆς ἐν τῆι ἰδίαι ὑποστάσει σάρκα ἐψυχωμένην ψυχῆι λογικῆι καὶ νοερᾶι, ὅπερ ἐστὶ φύσις ἀνθρωπίνη. ταύτην δὲ τὴν καθ’ ὑπό‐ στασιν τοῦ θεοῦ λόγου πρὸς τὴν σάρκα ἕνωσιν διδάσκων ἡμᾶς καὶ ὁ θεῖος ἀπόστολος λέγει ὃς ἐν μορφῆι θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῶι, ἀλλ’ ἑαυτὸν | ||
30 | ἐκένωσεν μορφὴν δούλου λαβών. διὰ γὰρ τοῦ εἰπεῖν ‘ὃς ἐν μορφῆι θεοῦ ὑπάρχων‘ τὴν τοῦ λόγου ὑπόστασιν ὑπάρχουσαν ἔδειξεν ἐν οὐσίαι θεοῦ, διὰ δὲ τοῦ εἰρεῖν ‘μορφὴν δούλου ἔλαβεν‘ οὐσίαι ἀνθρώπου καὶ οὐχ ὑποστάσει ἤτοι προσώπωι ἑνωθῆναι τὸν λόγον ἐσήμανεν. οὔτε γὰρ εἶπεν τὸν ἐν μορφῆι δούλου ὑπάρχοντα ἔλαβεν, ἵνα μὴ προυποστάντι ἀνθρώπωι ἑνωθῆναι δείξηι τὸν λόγον, καθὼς Θεόδωρος καὶ Νεστόριος ἀσεβοῦντες ἐβλασφήμησαν σχετικὴν τὴν ἕνωσιν | ||
35 | λέγοντες. ἡμεῖς δὲ τῆι θείαι γραφῆι καὶ τοῖς ἁγίοις πατράσιν ἑπόμενοι ὁμολογοῦμεν ὅτι ὁ θεὸς λόγος σὰρξ ἐγένετο, ὅπερ ἐστὶν καθ’ ὑπόστασιν ἑαυτῶι ἥνωσε φύσιν ἀνθρωπίνην. δι’ ὃ | ||
καὶ εἷς ὑπάρχει ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἔχων ἐν ἑαυτῶι τὸ τέλειον τῆς θεικῆς φύσεως | 132 | ||
134 | καὶ τὸ τέλειον τῆς ἀνθρωπίνης φύσεως. καὶ ἔστιν μονογενὴς μὲν καὶ λόγος ὡς ἐκ θεοῦ πατρὸς γεννηθείς, καὶ πρωτότοκος δὲ ἐν πολλοῖς ἀδελφοῖς ὁ αὐτός, ὅτε γέγονεν ἄνθρωπος· ὁ γὰρ υἱὸς τοῦ θεοῦ υἱὸς ἀνθρώπου γέγονεν καὶ μείνας ὅπερ ἦν, οὐ μετέβαλεν ὅπερ γέγονεν. ὅθεν καὶ δύο γεννήσεις τοῦ αὐτοῦ μονογενοῦς θεοῦ λόγου ὁμολογοῦμεν, τὴν μὲν πρὸ αἰώνων ἐκ τοῦ πατρὸς | ||
5 | ἀσωμάτως, τὴν δὲ ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τοῦ αὐτοῦ ἐκ τῆς ἁγίας ἐνδόξου θεοτόκου καὶ ἀειπαρ‐ θένου Μαρίας σαρκωθέντος καὶ ἐνανθρωπήσαντος. ὁ γὰρ ἐκ πατρὸς ἐκλάμψας ὑπὲρ ἔννοιαν ἐκ μητρὸς ἀνέτειλεν ὑπὲρ λόγον καὶ ὢν θεὸς ἀληθὴς ἄνθρωπος γέγονεν ἀληθῶς. διὰ τοῦτο κυρίως καὶ κατ’ ἀλήθειαν θεοτόκον τὴν ἁγίαν ἔνδοξον καὶ ἀειπάρθενον Μαρίαν ὁμολογοῦμεν, οὐχ ὡς τοῦ θεοῦ λόγου τὴν ἀρχὴν ἐξ αὐτῆς λαβόντος, ἀλλ’ ὅτι ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ὁ πρὸ | ||
10 | τῶν αἰώνων μονογενὴς θεὸς λόγος σαρκωθεὶς ἐξ αὐτῆς ἀτρέπτως ἐνηνθρώπησεν. καὶ ἀόρατος ὢν ἐν τοῖς ἑαυτοῦ ὁρατὸς γέγονεν ἐν τοῖς παρ’ ἡμῖν, καὶ ἀπαθὴς ὢν θεὸς οὐκ ἀπηξίωσε παθητὸς εἶναι ἄνθρωπος καὶ ὁ ἀθάνατος νόμοις ὑποκεῖσθαι θανάτου. τοῦτον τὸν ἐν Βηθλεὲμ γεννη‐ θέντα ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα καὶ ὁμοιωθέντα ἀνθρώποις καὶ σταυρωθέντα ὑπὲρ ἀν‐ θρώπων ἐπὶ Ποντίου Πιλάτου ἐκήρυξαν οἱ ἅγιοι ἀπόστολοι αὐτὸν εἶναι θεόν, αὐτὸν ἄνθρωπον, | ||
15 | αὐτὸν υἱὸν θεοῦ, αὐτὸν υἱὸν ἀνθρώπου, αὐτὸν ἐξ οὐρανοῦ, αὐτὸν ἀπὸ γῆς, αὐτὸν ἀπαθῆ, αὐτὸν παθητόν. ὁ γὰρ γεννηθεὶς ἄνωθεν ἐκ τοῦ πατρὸς λόγος ἀρρήτως ἀφράστως ἀκαταλήπτως ἀιδίως αὐτὸς ἐν χρόνωι γεννᾶται κάτωθεν ἐκ παρθένου Μαρίας, ἵνα οἱ κάτωθεν πρότερον γεννη‐ θέντες ἄνωθεν ἐκ δευτέρου γεννηθῶσιν, τουτέστιν ἐκ θεοῦ. αὐτὸς οὖν μητέρα μόνον ἔχει ἐπὶ τῆς γῆς καὶ ἡμεῖς πατέρα μόνον ἔχομεν ἐν οὐρανῶι. λαβὼν γὰρ τὸν θνητὸν πατέρα τῶν ἀνθρώ‐ | ||
20 | πων τὸν Ἀδὰμ ἔδωκεν τοῖς ἀνθρώποις τὸν ἑαυτοῦ πατέρα ἀθάνατον κατὰ τὸ λεγόμενον δέδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι. ὅθεν καὶ θανάτου κατὰ σάρκα γεύεται ὁ υἱὸς τοῦ θεοῦ διὰ τὸν σαρκικὸν αὐτοῦ πατέρα, ἵνα οἱ υἱοὶ τοῦ ἀνθρώπου τῆς ζωῆς αὐτοῦ μεταλάβωσι διὰ τὸν κατὰ πνεῦμα αὐτῶν πατέρα τὸν θεόν. αὐτὸς οὖν κατὰ φύσιν υἱός ἐστιν τοῦ θεοῦ, ἡμεῖς δὲ κατὰ χάριν. καὶ πάλιν αὐτὸς κατ’ οἰκονομίαν καὶ δι’ ἡμᾶς υἱὸς γέγονε τοῦ Ἀδάμ, ἡμεῖς δὲ | ||
25 | κατὰ φύσιν ἐσμὲν υἱοὶ τοῦ Ἀδάμ. πατὴρ γάρ ἐστιν αὐτοῦ ὁ θεὸς κατὰ φύσιν, ἡμῶν δὲ κατὰ χάριν. καὶ θεὸς αὐτοῦ γέγονε κατ’ οἰκονομίαν, διότι γέγονεν ἄνθρωπος, ἡμῶν δὲ κατὰ φύσιν δεσπότης ἐστὶν καὶ θεός. καὶ διὰ τοῦτο ὁ λόγος, ὅς ἐστιν υἱὸς τοῦ πατρός, ἑνωθεὶς σαρκὶ γέγονε σάρξ, ἵνα οἱ ἄνθρωποι ἑνωθέντες τῶι πνεύματι γένωνται ἓν πνεῦμα. αὐτὸς οὖν ὁ ἀληθινὸς υἱὸς τοῦ θεοῦ τοὺς πάντας ἡμᾶς φορεῖ, ἵνα οἱ πάντες τὸν ἕνα φορέσωμεν θεόν. καὶ ἔστι καὶ μετὰ | ||
30 | τὴν ἐνανθρώπησιν εἷς τῆς ἁγίας τριάδος ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς σύνθετος ἐξ ἑκατέρας φύσεως. σύνθετον δὲ τὸν Χριστὸν ὁμολογοῦμεν τῆι τῶν ἁγίων πατέρων ἀκολουθοῦντες διδασκαλίαι. ἐπὶ γὰρ τοῦ κατὰ Χριστὸν μυστηρίου ἡ κατὰ σύνθεσιν ἕνωσις τὴν σύγχυσιν καὶ διαίρεσιν ἀποβάλλεται, καὶ φυλάττει μὲν τὴν ἑκατέρας φύσεως ἰδιότητα, μίαν δὲ ὑπόστασιν ἤτοι πρόσωπον τοῦ θεοῦ λόγου καὶ μετὰ τῆς σαρκὸς δείκνυσι καὶ ἔστιν εἷς καὶ ὁ | ||
35 | αὐτὸς τέλειος ἐν θεότητι καὶ τέλειος ἐν ἀνθρωπότητι, οὐχ ὡς ἐν δυσὶν ὑποστάσεσιν ἤγουν προσώ‐ ποις, ἀλλ’ ἐν θείαι φύσει καὶ ἀνθρωπίνηι γνωριζόμενος, ἵν’ εἷς ἦι τὰ ἑκάτερα, τέλειος θεὸς καὶ τέλειος ἄνθρωπος, ὁ αὐτὸς ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὁ εἷς τῆς ἁγίας τριάδος συνδοξαζό‐ | ||
μενος τῶι πατρὶ καὶ τῶι ἁγίωι πνεύματι. οὔτε γὰρ τετάρτου προσώπου προσθήκην ἐπεδέξατο | 134 | ||
136 | ἡ ἁγία τριὰς καὶ σαρκωθέντος τοῦ ἑνὸς τῆς ἁγίας τριάδος θεοῦ λόγου. ταύτην τὴν καλὴν παρα‐ καταθήκην, ἣν παρὰ τῶν ἁγίων πατέρων εἰλήφαμεν, φυλάττομεν, ἐν ἧι ζῶμεν καὶ πολιτευόμεθα, καὶ ἣν συνέκδημον λάβοιμεν, τὴν εἰς πατέρα καὶ Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ ζῶντος καὶ ἅγιον πνεῦμα ὁμολογίαν. | ||
5 | Ταῦτα οὕτως ὁμολογοῦντες πρὸς ταῖς ἄλλαις τοῦ ἐν ἁγίοις Κυρίλλου περὶ τῆς ὀρθῆς πίστεως διδασκαλίαις καὶ τὸ εἰρημένον παρ’ αὐτοῦ μίαν φύσιν τοῦ θεοῦ λόγου σεσαρκωμένην δεχόμενοι ὁμολογοῦμεν ὅτι ἐκ τῆς θείας φύσεως καὶ τῆς ἀνθρωπίνης εἷς Χριστὸς ἀπετελέσθη καὶ οὐ μία φύσις, καθὼς τινὲς κακῶς τὴν λέξιν ἐκλαμβάνοντες λέγειν ἐπιχειροῦσιν. ἀμέλει τοι καὶ αὐτὸς ὁ πατὴρ ὁσάκις μίαν φύσιν εἶπεν τοῦ λόγου σεσαρκωμένην, ἐπὶ τούτου τῶι τῆς φύσεως ὀνόματι | ||
10 | ἀνθ’ ὑποστάσεως ἐχρήσατο. καὶ ἐν οἷς λόγοις εἶπεν ταύτην τὴν λέξιν, ἐν τοῖς ἐφεξῆς ὡς ἐπὶ τὸ πλεῖστον ἐπήγαγεν ποτὲ μὲν υἱόν, ποτὲ δὲ λόγον ἢ μονογενῆ, ἅπερ οὐ φύσεως, ἀλλ’ ὑποστάσεως ἤτοι προσώπου ἐστὶ δηλωτικά. ἡ τοίνυν ὑπόστασις τοῦ λόγου σαρκωθεῖσα οὐ μίαν φύσιν, ἀλλ’ ἕνα Χριστὸν σύνθετον ἀπετέλεσεν, τὸν αὐτὸν θεὸν καὶ ἄνθρωπον. θεὸν δὲ καὶ ἄνθρωπον τὸν Χριστὸν ὁμολογοῦντας μίαν φύσιν ἤτοι οὐσίαν ἐπ’ αὐτοῦ λέγειν ἀσεβές. ἀδύνατον γὰρ τὸν | ||
15 | κύριον ἡμῶν Ἰησοῦν Χριστὸν κατὰ μίαν καὶ τὴν αὐτὴν φύσιν ἤτοι οὐσίαν καὶ πρὸς αἰώνων εἶναι καὶ ἐν χρόνωι ἢ ἀπαθῆ καὶ παθητόν, ὅπερ ἐπὶ τῆς μιᾶς αὐτοῦ ὑποστάσεως ἤτοι προσώπου ὀρθῶς ὁμολογοῦμεν. ἐξ αὐτῶν δὲ τῶν εἰρημένων τῶι αὐτῶι ἐν ἁγίοις Κυρίλλωι ἀποδείξομεν τὴν περὶ τῆς εἰρημένης λέξεως σαφεστάτην αὐτοῦ διδασκαλίαν. ἐν γὰρ τῆι πρώτηι πρὸς Σούκενσον ἐπιστολῆι εἰπὼν μίαν φύσιν τοῦ θεοῦ λόγου σεσαρκωμένην εὐθὺς ἐπήγαγεν | ||
20 | Οὐκοῦν ὅσον μὲν ἧκεν εἰς ἔννοιαν καὶ εἴς γε μόνον τὸ ὁρᾶν τοῖς τῆς ψυχῆς ὄμμασι τίνα τρόπον ἐνηνθρώπησεν ὁ μονογενής, δύο τὰς φύσεις εἶναι φαμέν, ἕνα δὲ υἱὸν καὶ Χριστὸν καὶ κύριον τὸν τοῦ θεοῦ λόγον ἐνανθρωπήσαντα καὶ σεσαρκωμένον. Διὰ τούτων δὲ ὁ πατὴρ τὸν τρόπον τῆς ἐνανθρωπήσεως παραστῆσαι βουλόμενος καὶ τὸ ἀδιαί‐ ρετον καὶ ἀσύγχυτον φυλάττων καὶ τὸν ἀριθμὸν τῶν συνελθουσῶν φύσεων ἔδειξεν καὶ ἕνα Χριστὸν | ||
25 | ἐκήρυξεν, ἀλλ’ οὐχὶ μίαν φύσιν θεότητος καὶ σαρκός. καὶ ἐν τῆι δευτέραι δὲ πρὸς τὸν αὐτὸν Σούκενσον ἐπιστολῆι τὰ παραπλήσια διδάσκων γράφει οὕτως Εἰ μὲν γὰρ μίαν εἰπόντες τοῦ λόγου φύσιν σεσιγήκαμεν οὐκ ἐπενεγκόντες τὸ σεσαρκωμένην, ἀλλ’ οἷον ἔξω θέντες τὴν οἰκονομίαν, ἦν αὐτοῖς τάχα που καὶ οὐκ ἀπίθανος ὁ λόγος προσποιου‐ μένοις ἐρωτᾶν ποῦ τὸ τέλειον ἐν ἀνθρωπότητι ἢ πῶς ὑφέστηκεν ἡ καθ’ ἡμᾶς οὐσία· ἐπειδὴ δὲ | ||
30 | καὶ ἡ ἐν ἀνθρωπότητι τελειότης καὶ τῆς καθ’ ἡμᾶς οὐσίας ἡ δήλωσις εἰσκεκόμισται διὰ τοῦ λέγειν ‘σεσαρκωμένην‘, παυσάσθωσαν καλαμίνην ῥάβδον ἑαυτοῖς ὑποστήσαντες. τοῦ γὰρ ἐκβάλλοντος τὴν οἰκονομίαν καὶ ἀρνουμένου τὴν σάρκωσιν ἦν τὸ ἐγκαλεῖσθαι δικαίως, ἀφαιρουμένου τὸν υἱὸν τῆς τελείας ἀνθρωπότητος· εἰ δέ, ὡς ἔφην, ἐν τῶι σεσαρκῶσθαι λέγειν αὐτὸν σαφής ἐστι καὶ ἀναμφίβολος ὁμολογία τοῦ ὅτι γέγονεν ἄνθρωπος, οὐδὲν ἔτι κωλύει νοεῖν ὡς εἷς ὑπάρχων καὶ | ||
35 | μόνος υἱὸς ὁ Χριστὸς ὁ αὐτὸς θεός ἐστι καὶ ἄνθρωπος, ὥσπερ ἐν θεότητι τέλειος, οὕτω καὶ ἐν | ||
ἀνθρωπότητι τέλειος. ὀρθότατα δὲ καὶ πάνυ συνετῶς ἡ σὴ τελειότης τὸν περὶ τοῦ σωτηρίου | 136 | ||
138 | πάθους ἐκτίθεται λόγον οὐκ αὐτὸν τὸν μονογενῆ υἱὸν τοῦ θεοῦ, καθ’ ὃ νοεῖται καὶ ἔστι θεός, παθεῖν εἰς ἰδίαν φύσιν τὰ σώματος ἰσχυριζομένη, παθεῖν δὲ μᾶλλον τῆι χοικῆι φύσει. δεῖ γὰρ ἀναγκαίως ἀμφότερα σώιζεσθαι τῶι ἑνὶ καὶ κατὰ ἀλήθειαν υἱῶι καὶ τὸ μὴ πάσχειν θεικῶς καὶ τὸ λέγεσθαι παθεῖν ἀνθρωπίνως. ἡ αὐτοῦ γὰρ πέπονθεν σάρξ. | ||
5 | Καὶ ἐν τῶι τρισκαιδεκάτωι δὲ κεφαλαίωι τῶν Σχολίων ὁ αὐτὸς ἐν ἁγίοις Κύριλλος ὁμοίως ἀποβαλλόμενος τούς τε δύο υἱοὺς εἰσάγοντας τούς τε μίαν φύσιν λέγοντας τῆς θεότητος καὶ τῆς σαρκὸς τοῦ Χριστοῦ γράφει οὕτως Οὐ διοριστέον οὖν ἄρα τὸν ἕνα κύριον Ἰησοῦν Χριστὸν εἰς ἄνθρωπον ἰδικῶς καὶ εἰς θεὸν ἰδικῶς, ἀλλ’ ἕνα καὶ τὸν αὐτὸν κύριον Ἰησοῦν Χριστὸν φαμὲν τὴν τῶν φύσεων εἰδότες διαφορὰν καὶ | ||
10 | ἀσυγχύτους ἀλλήλαις τηροῦντες αὐτάς. Εἰ τοίνυν, καθὼς διδάσκει ὁ ἐν ἁγίοις Κύριλλος, εἷς ἐστιν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, τέλειος ἐν θεότητι καὶ τέλειος ὁ αὐτὸς ἐν ἀνθρωπότητι καὶ οὐκ ἔπαθεν τῆι θείαι φύσει, ἀλλὰ τῆι χοικῆι φύσει, οἶδεν δὲ καὶ τὴν τῶν φύσεων διαφορὰν καὶ τὸ ἀσυγχύτους αὐτὰς ἀλλήλαις ἐν μιᾶι ὑποστάσει φυλάττεσθαι, δῆλον ὅτι τὸν αὐτὸν ἐν τῆι θείαι φύσει καὶ τῆι ἀνθρωπίνηι λέγει | ||
15 | ὁ πατὴρ γνωρίζεσθαι καὶ ἑκατέραν φύσιν ἐν αὐτῶι εἶναι, ἐξ ὧν καὶ συνετέθη. καὶ οὐκ ἄν τις οὕτω μανείη, ὡς ὀρθῶς νομίσαι φρονεῖν τοὺς λέγοντας μίαν εἶναι φύσιν ἤτοι οὐσίαν σαρκὸς καὶ θεότητος τοῦ Χριστοῦ τὴν αὐτὴν θείαν καὶ χοικήν, παθητὴν καὶ ἀπαθῆ. Ἐπειδὴ δὲ καὶ ἑτέρωθεν κατασκευάζειν ἐπιχειροῦσι τινὲς τὸ μίαν εἶναι φύσιν τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος τοῦ Χριστοῦ τὸ τοῦ ἀνθρώπου παράδειγμα προβαλλόμενοι καὶ λέγοντες | ||
20 | ὅτι ὥσπερ ἐξ ἑτεροφυῶν, ψυχῆς καὶ σώματος, συνεστὼς ὁ ἄνθρωπος μία φύσις λέγεται, οὕτω καὶ ἐκ δύο φύσεων, θεότητος καὶ ἀνθρωπότητος, τὸν Χριστὸν λέγοντες ὀφείλομεν μίαν φύσιν ἐπ’ αὐτοῦ λέγειν, ἐκεῖνο πρὸς αὐτοὺς ἐροῦμεν ὅτι ὁ μὲν ἄνθρωπος κἂν ἐκ διαφόρων συνέστηκεν, του‐ τέστι ψυχῆς καὶ σώματος, ὅμως διὰ τοῦτο μία φύσις λέγεται, ἐπειδὴ κοινῶς κατὰ πασῶν τῶν ὑποστάσεων ἢ γοῦν προσώπων τῶν ὑπὸ τὸ αὐτὸ εἶδος ἀναγομένων κατηγορεῖται. εἰ καὶ τὰ | ||
25 | μάλιστα γὰρ ἑκάστη ὑπόστασις ἤτοι πρόσωπον, οἷον Πέτρος καὶ Παῦλος, τοῖς ἰδιώμασιν ἀπ’ ἀλλήλων διαχωρίζονται, ἀλλ’ ὅμως οὐ τῆι φύσει διαιροῦνται· ἀμφότεροι γὰρ ἄνθρωποι. καὶ πάλιν οὔτε ψυχὴ χωρὶς σώματος οὔτε σῶμα χωρὶς ψυχῆς ἄνθρωπος, ἀλλ’ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι ἐκ ψυχῆς καὶ σώματος ἐδημιουργήθη. πᾶν δὲ κτίσμα εἰ καὶ ἐκ διαφόρων συνέστηκεν, ἀλλ’ οὖν μίαν ἐκείνην ἔχειν λέγεται φύσιν καθ’ ἣν παρὰ τοῦ θεοῦ ἐδημιουργήθη· ὁ δὲ Χριστὸς οὐχ | ||
30 | οὕτως. οὔτε γὰρ μίαν φύσιν ἢ γοῦν οὐσίαν δηλοῖ κοινῶς κατὰ πολλῶν ὑποστάσεων ἤτοι προσώπων κατηγορουμένην, ὥσπερ ὁ ἄνθρωπος (εἰ γὰρ τοῦτο ἦν, πολλοὶ Χριστοὶ εὑρεθήσονται καθ’ ὧν τὸ κοινὸν τῆς μιᾶς φύσεως κατηγορεῖτο, ὅπερ καὶ λέγειν ἐστὶν ἀσεβές)· ἀλλ’ οὔτε ἀπ’ ἀρχῆς ἐκ θεότητος καὶ ἀνθρωπότητος, ὥσπερ ὁ ἄνθρωπος ἐκ ψυχῆς καὶ σώματος, ὁ Χριστὸς ἐδημιουργήθη, ἵνα τοῦτο ἦι φύσις Χριστοῦ, ἀλλὰ θεὸς ὢν πρὸ αἰώνων ὁ λόγος καὶ τῆς αὐτῆς | ||
35 | φύσεως ἤτοι οὐσίας ὑπάρχων τῶι πατρὶ καὶ δημιουργὸς τῶν ἁπάντων, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ἀνθρώπου φύσιν καθ’ ὑπόστασιν ἑνώσας ἑαυτῶι γέγονεν ἄνθρωπος μὴ ἐκστὰς τοῦ εἶναι θεός. Ἔστιν οὖν ὁ Χριστὸς μία ὑπόστασις ἤτοι πρόσωπον καὶ ἔχει τὸ τέλειον ἐν ἑαυτῶι τῆς τε θείας | ||
καὶ ἀκτίστου φύσεως καὶ τὸ τέλειον τῆς ἀνθρωπίνης καὶ κτιστῆς φύσεως. πῶς οὖν ἐν ὧι δύο | 138 | ||
140 | φύσεις γνωρίζονται, ἄκτιστος καὶ κτιστή, ἐπὶ τούτου μίαν φύσιν ἤτοι οὐσίαν λέγεσθαι δυνατόν; εἰ γὰρ καὶ μία ὑπόστασις ἤτοι πρόσωπον ὁ Χριστός, ἀλλ’ ὁμοούσιος τῶι θεῶι καὶ πατρὶ καὶ ὁμοούσιος ἡμῖν ὁ αὐτός, οὐ μὴν κατὰ μίαν καὶ τὴν αὐτὴν φύσιν ἤτοι οὐσίαν. εἰ δὲ μία φύσις ἤτοι οὐσία ἦν ὁ Χριστός, ἢ ἄσαρκος ὢν μόνωι τῶι θεῶι καὶ πατρί ἐστιν ὁμοούσιος, ἐπειδὴ μία τῆς | ||
5 | θεότητος οὐσία ἤτοι φύσις, ἢ ψιλὸς ὢν ἄνθρωπος μόνοις ἡμῖν ἐστιν ὁμοούσιος, ἐπειδὴ μία φύσις τῆς ἀνθρωπότητος, ἢ τραπεῖσα ἑκατέρα φύσις ἑτεροφυές τι ἀπετέλεσε παρὰ τὰς συνελθούσας καὶ κατ’ αὐτοὺς οὔτε θεὸς ἔμεινεν οὔτε ἄνθρωπος γέγονεν ὁ Χριστὸς καὶ διὰ τοῦτο οὔτε τῶι πατρὶ οὔτε ἡμῖν ἐστιν ὁ αὐτὸς ὁμοούσιος. τὸ δὲ οὕτως φρονεῖν πάσης πεπλήρωται ἀσεβείας. καὶ ταῦτα λέγομεν οὐκ ἀγνοοῦντες ὅτι καὶ τινὲς τῶν ἁγίων πατέρων τῶι τοῦ ἀνθρώπου ὑποδείγματι | ||
10 | ἐπὶ τοῦ κατὰ Χριστὸν μυστηρίου ἐχρήσαντο, ἀλλ’ ἐκεῖνοι μέν, ἵνα δείξωσιν ὅτι καθάπερ ὁ ἄν‐ θρωπος ἐκ ψυχῆς καὶ σώματος εἷς ἀποτελεῖται καὶ οὐχὶ δύο ἄνθρωποι, οὕτω καὶ ὁ Χριστὸς ἐκ θεότητος καὶ ἀνθρωπότητος συντεθεὶς εἷς ἐστι καὶ οὐκ εἰς δύο Χριστοὺς ἢ δύο υἱοὺς μερίζεται, οὗτοι δὲ τῶι τοῦ ἀνθρώπου ὑποδείγματι κέχρηνται, ἵνα μίαν φύσιν ἤτοι οὐσίαν θεότητος καὶ ἀν‐ θρωπότητος τοῦ Χριστοῦ εἰσάγωσιν, ὅπερ ἀπεδείξαμεν ἀλλότριον εἶναι τῆς εὐσεβείας. | ||
15 | Ἀλλὰ διὰ τούτων ἐλεγχόμενοι ὡς παρὰ τὴν ὀρθὴν τῶν πατέρων διδασκαλίαν ἀναπλάττουσιν ἑαυτοῖς μίαν φύσιν ἤτοι οὐσίαν θεότητος καὶ σαρκός, ἐφ’ ἕτερα μεταβαίνουσι λέγοντες μὴ δεῖν ἀριθμὸν φύσεων ἐπὶ Χριστοῦ λέγειν ὡς τοῦ ἀριθμοῦ διαίρεσιν εἰσάγοντος. ἴστωσαν τοίνυν ὅτι ὁ ἀριθμὸς ὅταν μὲν ἐπὶ διαφόρων προσώπων ἢ ὑποστάσεων λέγεται, τῶν πραγμάτων αὐτῶν τὴν ἀνὰ μέρος ἔχει διαίρεσιν, οἷον ὡς ἐπὶ δύο ἢ πλειόνων ἀνθρώπων· ὅταν δὲ ἐπὶ ἡνωμένων πραγ‐ | ||
20 | μάτων, τηνικαῦτα λόγωι μόνωι καὶ θεωρίαι, οὐ μὴν αὐτῶν τῶν πραγμάτων ἔχει τὴν διαίρεσιν, οἷον ἐπὶ μιᾶς ὑποστάσεως ἀνθρώπου ἐκ ψυχῆς καὶ σώματος συνεστώσης. δύο γὰρ καὶ ἐνταῦθα φύσεις θεωροῦνται, ἑτέρα τῆς ψυχῆς καὶ ἑτέρα τοῦ σώματος, καὶ ὅμως οὐ διὰ τοῦτο εἰς δύο ἀν‐ θρώπους διαιρεῖται, ἀλλ’ ἕνα ἴσμεν τὸν ἄνθρωπον καὶ μίαν αὐτοῦ τὴν ὑπόστασιν. καὶ ἐπὶ τοῦ κατὰ Χριστὸν τοίνυν μυστηρίου τῆς ἑνώσεως γενομένης, εἰ καὶ διάφορα θεωρεῖται τὰ ἑνωθέντα, | ||
25 | ἀλλ’ οὖν οὐ πραγματικῶς καὶ ἀνὰ μέρος ἀλλήλων διίστανται τὰ ἐξ ὧν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς συνετέθη, τὴν μέντοι διαφορὰν κατανοοῦντες καὶ ταύτην σημᾶναι βουλόμενοι τὸν ἀριθμὸν παραλαμβάνομεν καὶ δύο τὰς ἐν Χριστῶι φύσεις εἶναι φαμὲν καὶ οὐ διὰ τοῦτο ὁ εἷς Χριστὸς εἰς δύο Χριστοὺς ἢ δύο υἱοὺς διαιρεῖται. καὶ μαρτυρεῖ τοῖς παρ’ ἡμῶν εἰρημένοις ὁ ἐν ἁγίοις Γρη‐ γόριος ὁ θεολόγος ἐν τῶι πρὸς Κληδόνιον πρώτωι λόγωι γράφων οὕτως | ||
30 | Εἴ τις εἰσάγει δύο υἱούς, ἕνα μὲν τὸν ἐκ τοῦ θεοῦ καὶ πατρός, δεύτερον δὲ τὸν ἐκ τῆς μητρός, ἀλλ’ οὐχὶ ἕνα καὶ τὸν αὐτόν, καὶ τῆς υἱοθεσίας ἐκπέσοι τῆς ἐπηγγελμένης τοῖς ὀρθῶς πιστεύ‐ ουσιν. φύσεις μὲν γὰρ δύο θεὸς καὶ ἄνθρωπος, ἐπεὶ καὶ ψυχὴ καὶ σῶμα· υἱοὶ δὲ οὐ δύο οὐδὲ θεοί. οὐδὲ γὰρ ἐνταῦθα δύο ἄνθρωποι, εἰ καὶ οὕτως ὁ Παῦλος τὸ ἐντὸς τοῦ ἀνθρώπου καὶ τὸ ἐκτὸς προσηγόρευσε. καὶ εἰ δεῖ συντόμως εἰπεῖν, ἄλλο μὲν καὶ ἄλλο τὰ ἐξ ὧν ὁ σωτήρ, εἴπερ | ||
35 | μὴ ταυτὸν τὸ ἀόρατον τῶι ὁρατῶι καὶ τὸ ἄχρονον τῶι ὑπὸ χρόνον, οὐκ ἄλλος δὲ καὶ ἄλλος, μὴ | ||
γένοιτο. | 140 | ||
142 | Ἰδοὺ διὰ τούτων σαφῶς διδάσκει ὁ ἐν ἁγίοις Γρηγόριος ὅτι ἐπὶ τοῦ κατὰ Χριστὸν μυστηρίου ὁ μὲν ἐπὶ προσώπων τὸν ἀριθμὸν λέγων ὡς ἀσεβὴς κατακρίνεται, ὁ δὲ ἐπὶ τῶν φύσεων ἐξ ὧν ὁ εἷς συνετέθη Χριστός, τοῦτον παραλαμβάνων ὀρθῶς ὁμολογεῖ ὡς τὴν μὲν διαφορὰν τῶν συ‐ νελθουσῶν φύσεων διὰ τούτου σημαίνων, διαίρεσιν δὲ τὴν ἀνὰ μέρος κατ’ οὐδένα τρόπον ποιούμενος. | ||
5 | ὥσπερ γὰρ ἑτέρα φύσις τῆς ψυχῆς καὶ ἑτέρα τοῦ σώματος καὶ ὅμως εἷς κατὰ σύνθεσιν ἄνθρωπος ἀποτελεῖται καὶ οὐ δύο, οὕτω καὶ ἐν Χριστῶι εἰ καὶ δύο φύσεις θεωροῦνται, ἑτέρα μὲν τῆς θεότητος, ἑτέρα δὲ τῆς ἀνθρωπότητος, ἀλλ’ οὐ διὰ τοῦτο δύο Χριστοὶ ἢ δύο υἱοὶ εἰσάγονται. ὥστε οἱ τὸν ἀριθμὸν τῶν ἐν Χριστῶι φύσεων κατὰ τὸν εἰρημένον τρόπον παραιτούμενοι λέγειν δῆλοί εἰσιν τὴν διαφορὰν τούτων ἀρνούμενοι καὶ σύγχυσιν ἐπεισάγοντες τῆι οἰκονομίαι. εἰ δὲ τὴν | ||
10 | διαφορὰν ὁμολογοῦσιν, ἀνάγκη πάντως ἐπὶ ταύτηι καὶ τὸν ἀριθμὸν τῶν ἀσυγχύτως συνελθουσῶν φύσεων εἰς μίαν ὑπόστασιν λέγειν αὐτούς. ὅπου γὰρ διαφορὰ φυλάττεται, ταύτηι πάντως καὶ ἀριθμὸς ἕπεται. Εἰς σύστασιν δὲ τῶν παρ’ ἡμῶν εἰρημένων τῆι τῶν ἁγίων πατέρων μαρτυρίαι χρώμενοι δεί‐ ξωμεν αὐτοὺς λέγοντας ὅτι ἐπὶ τοῦ κατὰ Χριστὸν μυστηρίου οἱ μὲν λόγοι διαιροῦνται κατὰ | ||
15 | τὴν διαφορὰν τῶν φύσεων, θεότητος καὶ ἀνθρωπότητος, ἐξ ὧν καὶ συνετέθη, καὶ τὸν ἀριθμὸν ἐπὶ τούτου παραλαμβάνουσιν, οὐ μὴν πραγματικῶς καὶ ἀνὰ μέρος τὴν τῶν φύσεων ποιοῦνται διαίρεσιν εἰς δύο ὑποστάσεις ἤτοι πρόσωπα. Λέγει γὰρ ὁ ἐν ἁγίοις Κύριλλος ἐν τῆι ἑρμηνείαι τοῦ Λευιτικοῦ οὕτως· ὅλον δὴ πάλιν ἐν τούτοις περιάθρει σαφῶς τοῦ σωτῆρος ἡμῶν τὸ μυστήριον καὶ τὸν διὰ τοῦ ἁγίου βαπτίσματος | ||
20 | καθαρισμόν. δύο μὲν γὰρ ὀρνίθια ληφθῆναι κελεύει ζῶντα καὶ καθαρά, ἵνα νοήσηις διὰ τῶν πετεινῶν τὸν οὐράνιον ἄνθρωπόν τε ὁμοῦ καὶ θεὸν εἰς δύο φύσεις, ὅσον ἧκεν εἰς τὸν ἑκάστηι πρέποντα λόγον, διαιρούμενον (λόγος γὰρ ἦν ὁ ἐκ θεοῦ πατρὸς ἀναλάμψας ἐν σαρκὶ τῆι ἐκ γυ‐ ναικός), πλὴν οὐ μεριζόμενον· εἷς γὰρ ἐξ ἀμφοῖν ὁ Χριστός. Καὶ πάλιν ὁ αὐτὸς ἐν ἁγίοις Κύριλλος ἐν τῆι πρὸς Σούκενσον δευτέραι ἐπιστολῆι γράφει οὕτως· | ||
25 | ἀλλ’ ἠγνόησαν ὅτι ὅσα κατὰ μόνην τὴν θεωρίαν διαιρεῖσθαι φιλεῖ, ταῦτα οὐ πάντως καὶ εἰς ἑτερότητα τὴν ἀνὰ μέρος ὁλοτρόπως καὶ ἰδικῶς ἀποφοιτήσειεν ἂν ἀπ’ ἀλλήλων. Καὶ ὁ ἐν ἁγίοις δὲ Βασίλειος ἐν τῶι τετάρτωι κατὰ Εὐνομίου λόγωι ἑρμηνεύων τὸ κύριος ἔκτισέν με καὶ πρὸ πάντων βουνῶν γεννᾶι με γράφει οὕτως· ληπτέον οὖν τὸ μὲν ἐγέννησεν ἐπὶ τοῦ θεοῦ υἱοῦ, τὸ δὲ ἔκτισεν ἐπὶ τοῦ τὴν μορφὴν τοῦ δούλου λαβόντος. ἐν | ||
30 | πᾶσιν δὲ τούτοις οὐ δύο λέγομεν, θεὸν ἰδίαι καὶ ἄνθρωπον ἰδίαι· εἷς γὰρ ἦν· ἀλλὰ κατ’ ἐπίνοιαν τὴν ἑκάστου φύσιν λογιζόμενοι. Καὶ ὁ ἐν ἁγίοις δὲ Γρηγόριος ὁ θεολόγος ἐν τῶι περὶ υἱοῦ δευτέρωι λόγωι διδάσκων ἡμᾶς ὅπως δεῖ τὰς ἐν τῶι κυρίωι ἡμῶν Ἰησοῦ Χριστῶι φύσεις κατ’ ἐπίνοιαν διακρίνειν, γράφει οὕτως· ἡνίκα αἱ φύσεις διίστανται ταῖς ἐπινοίαις, συνδιαιρεῖται καὶ τὰ ὀνόματα. Παύλου λέγοντος | ||
35 | ἄκουσον ἵνα ὁ θεὸς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὁ πατὴρ τῆς δόξης, Χριστοῦ μὲν θεός, τῆς δὲ δόξης πατήρ. εἰ γὰρ καὶ τὸ συναμφότερον ἕν, ἀλλ’ οὐ τῆι φύσει, τῆι δὲ συνόδωι. Καὶ ὁ ἐν ἁγίοις δὲ Γρηγόριος ὁ Νύσης ἐπίσκοπος ἐν τῶι κατὰ Εὐνομίου τετάρτωι λόγωι τὰ | ||
αὐτὰ ἡμᾶς διδάσκων γράφει οὕτως· καὶ ὡς ἂν μή τις τῆι ἀκηράτωι φύσει τὸ κατὰ τὸν σταυρὸν | 142 | ||
144 | πάθος προστρίβοιτο, δι’ ἑτέρων τρανότερον τὴν τοιαύτην ἐπανορθοῦται πλάνην μεσίτην αὐτὸν θεοῦ καὶ ἀνθρώπων καὶ ἄνθρωπον καὶ θεὸν αὐτὸν ὀνομάζων, ἵνα ἐκ τοῦ τὰ δύο περὶ τὸ ἓν λέ‐ γεσθαι τὸ πρόσφορον νοοῖτο περὶ ἑκάτερον, περὶ μὲν τὸ θεῖον ἡ ἀπάθεια, περὶ δὲ τὸ ἀνθρώ‐ πινον ἡ κατὰ τὸ πάθος οἰκονομία. τῆς οὖν ἐπινοίας διαιρούσης τὸ κατὰ φιλανθρωπίαν μὲν | ||
5 | ἡνωμένον, τῶι δὲ λόγωι διακρινόμενον, ὅταν μὲν τὸ ὑπερκείμενον καὶ ὑπερέχον πάντα νοῦν κηρύσσηι, τοῖς ὑψηλοτέροις κέχρηται τῶν ὀνομάτων, ἐπὶ πάντων θεὸν καὶ μέγαν θεὸν καὶ δύ‐ ναμιν θεοῦ καὶ σοφίαν καὶ τὰ τοιαῦτα καλῶν, ὅταν δὲ τὴν ἀναγκαίως διὰ τὸ ἡμέτερον ἀσθενὲς συνπαραληφθεῖσαν τῶν παθημάτων πεῖραν περιγράφηι τῶι λόγωι, ἐκ τοῦ ἡμετέρου κατονομάζει τὸ συναμφότερον ἄνθρωπον αὐτὸν προσαγορεύων, οὐ κοινοποιῶν πρὸς τὴν λοιπὴν φύσιν διὰ τῆς | ||
10 | φωνῆς τὸν δηλούμενον, ἀλλ’ ὥστε περὶ ἑκάτερον τὸ εὐσεβὲς φυλαχθῆναι. Τούτων οὕτως ἀποδεδειγμένων διὰ τῆς τῶν πατέρων διδασκαλίας παυσάσθωσαν οἱ τὸν ἀριθ‐ μὸν τῶν ἐν Χριστῶι φύσεων πρόφασιν τῆς οἰκείας πλάνης ποιούμενοι καὶ τῶι διὰ τούτου τὴν διαφορὰν ἀρνεῖσθαι σύγχυσιν εἰσάγειν ἐπιχειροῦντες. πῶς γὰρ οὐκ ἀναγκαῖος ὁ ἀριθμός, ὧι ἐπὶ σημασίαι τῆς διαφορᾶς τῶν ἑνωθεισῶν εἰς μίαν ὑπόστασιν φύσεων καὶ οὐκ ἐπὶ τῆι ἀνὰ μέρος | ||
15 | διαιρέσει αὐτῶν οἱ πατέρες ἐχρήσαντο; ἀποδεδειγμένου τοίνυν πανταχόθεν ὡς ἀσεβές ἐστιν τὸ λέγειν μίαν φύσιν ἤτοι οὐσίαν θεότητος καὶ σαρκὸς τοῦ Χριστοῦ, κἀκεῖνο ἐροῦμεν ὡς οὐδὲ καθ’ ὃ μίαν ὑπόστασιν λέγομεν τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος τοῦ Χριστοῦ, οὕτω δυνατὸν καὶ μίαν φύσιν λέγειν Χριστοῦ, ἐπειδὴ μὴ ταυτὸν φύσις τε καὶ ὑπόστασις. πάντες γὰρ οἱ ἅγιοι πατέρες συμφώνως ἡμᾶς διδάσκουσιν ἄλλο εἶναι φύσιν ἤτοι οὐσίαν καὶ μορφήν, καὶ ἄλλο | ||
20 | ὑπόστασιν ἤτοι πρόσωπον, καὶ τὴν μὲν φύσιν ἤτοι οὐσίαν καὶ μορφὴν τὸ κοινὸν σημαίνειν, τὴν δὲ ὑπόστασιν ἤτοι πρόσωπον τὸ ἰδικόν. εἰ δὲ φήσωσί τινες ὅτι ὥσπερ μία ὑπόστασις σύν‐ θετος εἴρηται ἐπὶ Χριστοῦ, οὕτω δεῖ καὶ μίαν φύσιν σύνθετον λέγειν, ἀποδείξομεν καὶ τοῦτο ἀλλότριον εἶναι τῆς εὐσεβείας. μίαν γὰρ φύσιν ἤτοι οὐσίαν θεότητος λέγοντες τρεῖς ἐπ’ αὐτῆς δοξάζομεν ὑποστάσεις ἐν ἑκάστηι ὑποστάσει τὴν αὐτὴν φύσιν ἤτοι οὐσίαν γνωρίζοντες καὶ εὐσε‐ | ||
25 | βῶς ἐκ τῶν τριῶν ὑποστάσεων μίαν ὑπόστασιν τὴν τοῦ λόγου πρὸς τὴν σάρκα συντεθεῖσθαι φαμέν. οὐδεὶς γάρ ποτε ἐτόλμησεν ἐν τῆι καθολικῆι ἐκκλησίαι εἰπεῖν ὅτι ὥσπερ τρεῖς ὑπο‐ στάσεις, οὕτω καὶ τρεῖς φύσεις εἰσὶ τῆς ἁγίας τριάδος, ὥστε καὶ δύνασθαι λέγειν μίαν φύσιν ἐκ τῶν τριῶν φύσεων συντεθεῖσθαι πρὸς σάρκα· τρεῖς γὰρ φύσεις ἐπὶ τῆς ἁγίας τριάδος μόνος Ἄρειος τολμήσας εἰπεῖν ὡς βλάσφημος κατεκρίθη. διὰ τοῦτο τοίνυν κατὰ τὸν ὀρθὸν λόγον | ||
30 | δύο φύσεων ἕνωσιν λέγομεν καὶ μίαν ὑπόστασιν, ἐπειδὴ ὁ τοῦ θεοῦ υἱὸς κατὰ τὴν ὑπόστασιν ἕτερος ὢν παρὰ τὸν πατέρα, τῆς αὐτῆς δὲ φύσεως ὢν τῶι πατρὶ ἐν τῆι ἰδίαι ὑποστάσει ἐδημιούρ‐ γησεν ἑαυτῶι σάρκα ἐψυχωμένην ψυχῆι λογικῆι καὶ νοερᾶι, ὅπερ δηλοῖ ἀνθρωπίνηι φύσει ἑνω‐ θῆναι τὸν τοῦ θεοῦ λόγον καὶ οὐχ ὑποστάσει ἤτοι προσώπωι τοῦδέ τινος. ἔστι τοίνυν ὁ τοῦ θεοῦ λόγος καὶ σαρκωθεὶς μία ὑπόστασις ἐν ἑκατέραι φύσει γνωριζόμενος, ἔν τε τῆι θείαι, ἐν ἧι | ||
35 | ὑπῆρχε κατὰ τὸ ὃς ἐν μορφῆι θεοῦ ὑπάρχων καὶ ἐν τῆι ἀνθρωπίνηι κατὰ τὸ ἐν ὁμοιώματι | ||
ἀνθρώπων γενόμενος. καὶ διὰ τοῦτο εὐσεβῶς εἴποι τις ἂν μίαν ὑπόστασιν τοῦ θεοῦ | 144 | ||
146 | λόγου σύνθετον ἤπερ μίαν φύσιν σύνθετον, ἐπειδὴ ὅτε καθ’ ἑαυτὴν ἁπλῶς φύσις λέγεται μὴ προσκειμένου ταύτηι ἰδικοῦ τινος προσώπου, ἀόριστόν τι καὶ ἀνυπόστατον δηλοῖ, τὸ δὲ ἀόριστον πρὸς οὐδὲν συντεθῆναι δύναται. εἰ δέ τις καὶ μετὰ τοὺς τοιούτους λόγους πρὸς φιλονικίαν μόνην ὁρῶν ἀντιθεῖναι ἐπιχειρήσοι λέγων ὅτι κατὰ τὸν ἀποδοθέντα τῆς φύσεως λόγον χρὴ καὶ | ||
5 | τὴν ἀνθρωπίνην φύσιν τοῦ Χριστοῦ ἰδίαν ὑπόστασιν ἤτοι πρόσωπον ἴδιον ἔχειν, πρόδηλός ἐστιν ὁ τοιοῦτος ὅτι προυποστάντι ἀνθρώπωι ἑνωθῆναι λέγει τὸν λόγον καὶ σχετικὴν γεγενῆσθαι τὴν ἕνωσιν. δύο γὰρ ὑποστάσεων ἤτοι προσώπων καθ’ ὑπόστασιν ἕνωσιν γενέσθαι ἀδύνατον. ὥστε ὁ ταῦτα λέγων τὸ δυνατὸν τοῦ θεοῦ λόγοις ἀνθρωπίνης σοφίας κενῶσαι σπουδάζων ἀγνοεῖ τὸ μέγα τῆς εὐσεβείας μυστήριον, ὅπερ καρδίαι μὲν πιστεύεται εἰς δικαιοσύνην, στό‐ | ||
10 | ματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν. οὔτε γὰρ ἡ ἀνθρωπίνη φύσις τοῦ Χριστοῦ ἁπλῶς ποτε λέγεται, ἀλλ’ οὔτε ἰδίαν ὑπόστασιν ἤτοι πρόσωπον ἔσχεν, ἀλλ’ ἐν τῆι ὑποστάσει τοῦ λόγου τὴν ἀρχὴν τῆς ὑπάρξεως ἔλαβεν. ὅθεν αὐτὸν τὸν θεὸν λόγον ἀτρέπτως ἄνθρωπον γεγενῆσθαι ὁμολογοῦμεν καὶ οὐκ εἰς ἄνθρωπόν τινα αὐτὸν ἐληλυθέναι καὶ τοῦ αὐτοῦ θεοῦ λόγου σαρκω‐ θέντος τὴν ἐκ παρθένου γέννησιν εἶναι καὶ διὰ τοῦτο θεοτόκον εἶναι τὴν ἁγίαν ἔνδοξον ἀειπάρ‐ | ||
15 | θενον Μαρίαν. διὰ τοῦτο καὶ πρὸ τῆς σαρκώσεως τοῦ θεοῦ λόγου καὶ μετὰ τὴν αὐτοῦ σάρ‐ κωσιν τρεῖς ὑποστάσεις λέγομεν τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, τῆς ἁγίας τριάδος τετάρτης ὑποστάσεως ἤτοι προσώπου προσθήκην μὴ ἐπιδεξαμένης. ἐκ τούτων τοίνυν ἁπάντων διελέγχονται οἱ λέγοντες πρὸ τῆς ἑνώσεως δύο φύσεις ὡς προυποστάντα λέγουσι τὸν ἄνθρωπον καὶ οὕτως ἑνωθῆναι τῶι θεῶι λόγωι κατὰ τὴν μανίαν Θεοδώρου καὶ Νεστορίου τῶν | ||
20 | ἀσεβῶν· οἱ δὲ λέγοντες μὴ χρῆναι λέγειν μετὰ τὴν ἕνωσιν δύο φύσεις ἐπὶ Χριστοῦ, ἀλλὰ μίαν, σύγχυσιν καὶ φαντασίαν εἰσάγουσι κατὰ Ἀπολινάριον καὶ Εὐτυχέα τοὺς ἀσεβεῖς. ἀλλ’ οὗτοι μὲν ταῦτα· οἱ δὲ ἅγιοι πατέρες μετὰ τὴν τοῦ λόγου ἐνανθρώπησιν θεωρήσαντες τὰ ἐξ ὧν ὁ Χρι‐ στός, καὶ ὅτι ἀσύγχυτοι μεμενήκασιν αἱ φύσεις, ὀρθότατα δύο τὰς φύσεις, τήν τε θείαν καὶ ἀνθρωπίνην, ἐν τῶι Χριστῶι εἶναι εἰρήκασιν. οὔτε γὰρ πρὸ τῆς ἐνανθρωπήσεως δύο φύσεις | ||
25 | ἦσαν τοῦ κυρίου οὐδὲ μετὰ τὴν ἐνανθρώπησιν αἱ δύο μία γεγόνασιν, εἰ καὶ ἐν μιᾶι ὑποστάσει γνωρίζονται. Ταῦτα δὲ καὶ ἐκ τῶν θείων γραφῶν καὶ ἐκ τῆς τῶν πατέρων διδασκαλίας διδαχθέντες πρὸς ἀνατροπὴν τῶν συγχεόντων καὶ τεμνόντων τὸ τῆς θείας οἰκονομίας μυστήριον εἰκότως ἐγρά‐ ψαμεν καὶ οὐ τῶι σαφηνίζειν τὰ ἐξ ὧν ἐστι καὶ ἐν οἷς γνωρίζεται ὁ Χριστός, σύγχυσιν ἢ διαίρεσιν | ||
30 | τῆι θείαι οἰκονομίαι εἰσάγομεν. ἀμέλει δοξολογίαν καὶ τὸν τῆς ἑνώσεως λόγον προφέροντες ἕνα Χριστὸν καὶ υἱὸν καὶ κύριον τὸν τοῦ θεοῦ λόγον σεσαρκωμένον καὶ ἐνανθρωπήσαντα ὁμο‐ λογοῦμέν τε καὶ προσκυνοῦμεν σὺν τῶι πατρὶ καὶ τῶι ἁγίωι πνεύματι. τούτων οὕτως ὑπὸ τῆς τοῦ θεοῦ καθολικῆς ἐκκλησίας ὁμολογουμένων γινώσκειν βουλόμεθα πάντας τοὺς Χριστια‐ νοὺς ὅτι ὥσπερ ἕνα θεὸν καὶ κύριον ἔχομεν, οὕτω καὶ μίαν πίστιν. εἷς γάρ ἐστιν ὅρος πίστεως | ||
35 | τὸ ὁμολογεῖν καὶ ὀρθῶς δοξάζειν πατέρα καὶ Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ καὶ ἅγιον πνεῦμα. ταύτην τὴν ὁμολογίαν φυλάττομεν, εἰς ἣν καὶ ἐβαπτίσθημεν, δωρηθεῖσαν μὲν παρὰ τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς καὶ ἀποστόλοις, παρ’ | ||
αὐτῶν δὲ κηρυχθεῖσαν ἐν ὅλωι τῶι κόσμωι. οἱ δὲ τι καὶ η ἅγιοι πατέρες οἱ συναχθέντες ἐν | 146 | ||
148 | Νικαίαι κατὰ Ἀρείου καὶ τοῦτον μετὰ τῆς αὐτοῦ ἀσεβείας καταδικάσαντες τὴν αὐτὴν ὁμολογίαν ἤτοι σύμβολον καὶ μάθημα τῆς πίστεως παραδεδώκασι τῆι ἁγίαι τοῦ θεοῦ ἐκκλησίαι καὶ μετ’ ἐκεί‐ νους οἱ ρν ἅγιοι πατέρες οἱ συναχθέντες ἐν Κωνσταντινουπόλει κατὰ Μακεδονίου τοῦ πνευματο‐ μάχου καὶ κατὰ Μάγνου τοῦ Ἀπολιναριστοῦ καὶ τούτους καταδικάσαντες μετὰ τῆς αὐτῶν ἀσεβείας | ||
5 | ἀκολουθήσαντές τε κατὰ πάντα τῶι αὐτῶι ἁγίωι συμβόλωι τῶι παρὰ τῶν τιη ἁγίων πατέρων παραδοθέντι ἐτράνωσαν τὰ περὶ τῆς θεότητος τοῦ ἁγίου πνεύματος. ἔτι δὲ καὶ οἱ ἐν Ἐφέσωι συναχθέντες τὸ πρότερον ἅγιοι πατέρες κατὰ Νεστορίου τοῦ δυσσεβοῦς καὶ οἱ ἐν Χαλκηδόνι ἅγιοι πατέρες κατὰ Εὐτυχοῦς τοῦ δυσσεβοῦς ἀκολουθήσαντες κατὰ πάντα τῶι εἰρημένωι ἁγίωι συμβόλωι ἤτοι μαθήματι τῆς πίστεως κατεδίκασαν τοὺς προειρημένους αἱρετικοὺς μετὰ τῆς | ||
10 | αὐτῶν ἀσεβείας καὶ τῶν τὰ ὅμοια αὐτοῖς φρονησάντων ἢ φρονούντων. καὶ πρὸς τούτοις ἀνε‐ θεμάτισαν τοὺς ἕτερον ὅρον πίστεως ἤτοι σύμβολον καὶ μάθημα παραδιδόντας τοῖς προσιοῦσι τῶι ἁγίωι βαπτίσματι ἢ ἐξ οἱασδήποτε αἱρέσεως ἐπιστρέφουσι παρὰ τὸ παραδοθέν, ὡς εἴρηται, ὑπὸ τῶν τι καὶ η ἁγίων πατέρων καὶ τρανωθὲν ὑπὸ τῶν ρν ἁγίων πατέρων. τούτων οὕτως ἐχόντων συνείδομεν καὶ κεφάλαια ὑποτάξαι τήν τε τῆς ὀρθῆς πίστεως ὁμολογίαν ἐν συντόμωι | ||
15 | τήν τε τῶν αἱρετικῶν κατάκρισιν περιέχοντα. | ||
Α | Εἴ τις οὐχ ὁμολογεῖ πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, τριάδα ὁμοούσιον, μίαν θεότητα ἢ γοῦν φύσιν καὶ οὐσίαν μίαν τε δύναμιν καὶ ἐξουσίαν ἐν τρισὶν ὑποστάσεσιν ἢ γοῦν προσώποις προσκυνουμένην, ὁ τοιοῦτος ἀνάθεμα ἔστω. | ||
Β | Εἴ τις οὐχ ὁμολογεῖ τὸν πρὸ αἰώνων καὶ ἀχρόνως ἐκ τοῦ πατρὸς γεννηθέντα θεὸν λόγον | ||
20 | ἐπ’ ἐσχάτων τῶν ἡμερῶν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ τῆς ἁγίας ἐνδόξου θεοτόκου καὶ ἀειπαρθένου Μαρίας καὶ ἄνθρωπον γενόμενον γεννηθῆναι ἐξ αὐτῆς καὶ διὰ τοῦτο τοῦ αὐτοῦ θεοῦ λόγου εἶναι τὰς δύο γεννήσεις, τήν τε πρὸ αἰώνων ἀσωμάτως καὶ τὴν ἐπ’ ἐσχάτων τῶν ἡμερῶν κατὰ σάρκα, ὁ τοιοῦτος ἀνάθεμα ἔστω. | ||
Γ | Εἴ τις λέγει ἄλλον εἶναι τὸν θεὸν λόγον τὸν θαυματουργήσαντα καὶ ἄλλον τὸν Χριστὸν τὸν | ||
25 | παθόντα ἢ τὸν θεὸν λόγον συνεῖναι λέγει τῶι Χριστῶι γενομένωι ἐκ γυναικὸς ἢ ἐν αὐτῶι εἶναι ὡς ἄλλον ἐν ἄλλωι, ἀλλ’ οὐχὶ ἕνα καὶ τὸν αὐτὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν τοῦ θεοῦ λόγον σαρκωθέντα καὶ ἐνανθρωπήσαντα καὶ τοῦ αὐτοῦ τά τε θαύματα καὶ τὰ πάθη ἅπερ ἑκουσίως ὑπέμεινεν σαρκί, ὁ τοιοῦτος ἀνάθεμα ἔστω. | ||
Δ | Εἴ τις λέγει κατὰ χάριν ἢ κατ’ ἐνέργειαν ἢ κατ’ ἀξίαν ἢ κατ’ ἰσοτιμίαν ἢ κατ’ αὐθεντίαν ἢ ἀνα‐ | ||
30 | φορὰν ἢ σχέσιν ἢ δύναμιν τὴν ἕνωσιν τοῦ θεοῦ λόγου πρὸς ἄνθρωπον γεγενήσθαι ἢ καθ’ ὁμωνυμίαν, καθ’ ἣν οἱ Νεστοριανοὶ καὶ τὸν θεὸν λόγον Χριστὸν καλοῦντες καὶ τὸν ἄνθρωπον κεχωρισμένως Χριστὸν ὀνομάζοντες κατὰ μόνην τὴν προσηγορίαν ἕνα Χριστὸν λέγουσιν, ἢ εἴ τις λέγει κατ’ εὐδοκίαν τὴν ἕνωσιν γεγενῆσθαι, καθὼς Θεόδωρος ὁ αἱρετικὸς αὐταῖς λέξεσι λέγει, ὡς ἀρεσθέντος τοῦ θεοῦ λόγου τῶι ἀνθρώπωι ἀπὸ τοῦ εὖ καὶ καλὰ δόξαι αὐτῶι περὶ αὐτοῦ, ἀλλ’ οὐχὶ καθ’ ὑπό‐ | ||
35 | στασιν τοῦ θεοῦ λόγου πρὸς τὴν σάρκα ἐψυχωμένην ψυχῆι λογικῆι καὶ νοερᾶι τὴν ἕνωσιν ὁμο‐ | ||
λογεῖ καὶ διὰ τοῦτο μίαν αὐτοῦ τὴν ὑπόστασιν σύνθετον, ὁ τοιοῦτος ἀνάθεμα ἔστω. | 148 | ||
150 | Ε | Εἴ τις κατὰ ἀναφορὰν ἢ καταχρηστικῶς θεοτόκον λέγει τὴν ἁγίαν ἔνδοξον ἀειπάρθενον Μαρίαν ἢ ἀνθρωποτόκον ἢ Χριστοτόκον ὡς τοῦ Χριστοῦ μὴ ὄντος θεοῦ, ἀλλὰ μὴ κυρίως καὶ κατὰ ἀλήθειαν θεοτόκον αὐτὴν ὁμολογεῖ διὰ τὸ τὸν πρὸ αἰώνων ἐκ τοῦ πατρὸς γεννηθέντα θεὸν λόγον ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ἐξ αὐτῆς σαρκωθῆναι καὶ γεννηθῆναι, ὁ τοιοῦτος ἀνάθεμα | |
5 | ἔστω. | ||
ϛ | Εἴ τις οὐχ ὁμολογεῖ τὸν ἐσταυρωμένον σαρκὶ κύριον ἡμῶν Ἰησοῦν χριστὸν θεὸν εἶναι ἀλη‐ θινὸν καὶ κύριον τῆς δόξης καὶ ἕνα τῆς ἁγίας τριάδος, ὁ τοιοῦτος ἀνάθεμα ἔστω. | ||
Ζ | Εἴ τις ἐν δυσὶ φύσεσι λέγων μὴ ὡς ἐν θεότητι καὶ ἐν ἀνθρωπότητι τὸν ἕνα κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν τοῦ θεοῦ λόγον σαρκωθέντα ὁμολογεῖ μηδὲ ἐπὶ τῶι σημᾶναι τὴν διαφορὰν τῶν | ||
10 | φύσεων, ἐξ ὧν καὶ συνετέθη, ἀλλ’ ἐπὶ διαιρέσει τῆι ἀνὰ μέρος τὴν τοιαύτην λαμβάνει φωνὴν ἐπὶ τοῦ κατὰ Χριστὸν μυστηρίου, ὡς κεχωρισμένας καὶ ἰδιουποστάτους εἶναι τὰς φύσεις, καθὼς Θεόδωρος καὶ Νεστόριος βλασφημοῦσιν, ὁ τοιοῦτος ἀνάθεμα ἔστω. | ||
Η | Εἴ τις ἐπὶ τοῦ ἑνὸς κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τουτέστιν τοῦ σαρκωθέντος θεοῦ λόγου τὸν ἀριθμὸν τῶν φύσεων ὁμολογῶν μὴ τῆι θεωρίαι τὴν διαφορὰν τούτων ἐξ ὧν καὶ συνετέθη, | ||
15 | λαμβάνει ὡς ταύτης οὐκ ἀνηιρημένης διὰ τὴν ἕνωσιν, ἀλλ’ ἐπὶ διαιρέσει τῆι ἀνὰ μέρος τῶι ἀριθμῶι κέχρηται, ὁ τοιοῦτος ἀνάθεμα ἔστω. | ||
Θ | Εἴ τις λέγων μίαν φύσιν τοῦ θεοῦ λόγου σεσαρκωμένην οὐχ οὕτως αὐτὸ ἐκλαμβάνει ὡς ὅτι ἐκ τῆς θείας φύσεως καὶ τῆς ἀνθρωπίνης εἷς Χριστὸς ἀπετελέσθη ὁμοούσιος τῶι πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοούσιος ἡμῖν ὁ αὐτὸς κατὰ τὴν ἀνθρωπότητα, ἀλλ’ ὅτι τῆς θεότητος καὶ | ||
20 | τῆς σαρκὸς τοῦ Χριστοῦ μία φύσις ἤτοι οὐσία ἀπετελέσθη κατὰ τὴν Ἀπολιναρίου καὶ Εὐτυχοῦς κακοπιστίαν, ὁ τοιοῦτος ἀνάθεμα ἔστω. ἐφίσης γὰρ καὶ τοὺς ἀνὰ μέρος διαιροῦντας ἤτοι τέ‐ μνοντας καὶ τοὺς συγχέοντας τὸ τῆς θείας οἰκονομίας μυστήριον τοῦ Χριστοῦ ἀποστρέφεται καὶ ἀναθεματίζει ἡ καθολικὴ ἐκκλησία. | ||
Ι | Εἴ τις μὴ ἀναθεματίζει Ἄρειον Εὐνόμιον Μακεδόνιον Ἀπολινάριον Νεστόριον Εὐτυχέα καὶ | ||
25 | τοὺς τὰ ὅμοια τούτοις φρονήσαντας ἢ φρονοῦντας, ἀνάθεμα ἔστω. | ||
ΙΑ | Εἴ τις ἀντιποιεῖται Θεοδώρου τοῦ Μοψουεστίας τοῦ εἰπόντος ἄλλον εἶναι τὸν θεὸν λόγον καὶ ἄλλον τὸν Χριστὸν ὑπὸ παθῶν ψυχῆς καὶ τῶν τῆς σαρκὸς ἐπιθυμιῶν ἐνοχλούμενον καὶ ἐκ προ‐ κοπῆς ἔργων βελτιωθέντα καὶ βαπτισθέντα εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος καὶ διὰ τοῦ βαπτίσματος τὴν χάριν τοῦ ἁγίου πνεύματος λαβεῖν καὶ υἱοθεσίας ἀξιωθῆναι καὶ | ||
30 | κατ’ ἰσότητα βασιλικῆς εἰκόνος εἰς πρόσωπον τοῦ θεοῦ λόγου προσκυνούμενον καὶ μετὰ τὴν ἀνάστασιν ἄτρεπτον ταῖς ἐννοίαις καὶ ἀναμάρτητον παντελῶς γενόμενον, καὶ πάλιν εἰρηκότος τὴν ἕνωσιν τοῦ θεοῦ λόγου πρὸς τὸν Χριστὸν τοιαύτην γεγενῆσθαι οἵαν εἶπεν ὁ ἀπόστολος ἐπὶ | ||
ἀνδρὸς καὶ γυναικὸς ἔσονται οἱ δύο εἰς σάρκα μίαν καὶ πρὸς ταῖς ἄλλαις ἀναριθμήτοις | 150 | ||
152 | αὐτοῦ βλασφημίαις τολμήσαντος εἰπεῖν ὅτι μετὰ τὴν ἀνάστασιν ἐμφυσήσας ὁ κύριος τοῖς μαθη‐ ταῖς καὶ εἰπὼν λάβετε πνεῦμα ἅγιον οὐ δέδωκεν αὐτοῖς πνεῦμα ἅγιον, ἀλλὰ σχήματι μόνον ἐνεφύσησεν· οὗτος δὲ καὶ τὴν ὁμολογίαν Θωμᾶ τὴν ἐπὶ τῆι ψηλαφήσει τῶν χειρῶν καὶ τῆς πλευ‐ ρᾶς τοῦ κυρίου μετὰ τὴν ἀνάστασιν τὸ ὁ κύριός μου καὶ ὁ θεός μου εἶπεν μὴ εἰρῆσθαι | ||
5 | περὶ τοῦ Χριστοῦ παρὰ τοῦ Θωμᾶ (μηδὲ γὰρ εἶναι λέγει τὸν Χριστὸν θεόν), ἀλλ’ ἐπὶ τῶι παρα‐ δόξωι τῆς ἀναστάσεως ἐκπλαγέντα τὸν Θωμᾶν ὑμνῆσαι τὸν θεὸν τὸν ἐγείραντα τὸν Χριστόν. τὸ δὲ χεῖρον ὅτι καὶ ἐν τῆι τῶν Πράξεων τῶν ἀποστόλων γενομένηι παρ’ αὐτοῦ δῆθεν ἑρμηνείαι συγκρίνων ὁ αὐτὸς Θεόδωρος τὸν Χριστὸν Πλάτωνι καὶ Μανιχαίωι καὶ Ἐπικούρωι καὶ Μαρ‐ κίωνι λέγει ὅτι ὥσπερ ἐκείνων ἕκαστος εὑράμενος οἰκεῖον δόγμα τοὺς αὐτῶι μαθητεύσαντας | ||
10 | πεποίηκε καλεῖσθαι Πλατωνικοὺς καὶ Μανιχαίους καὶ Ἐπικουρείους καὶ Μαρκιωνιστάς, τὸν ὅμοιον τρόπον καὶ τοῦ Χριστοῦ εὑραμένου τὸ δόγμα ἐξ αὐτοῦ τοὺς Χριστιανοὺς καλεῖσθαι. εἴ τις τοίνυν ἀντιποιεῖται Θεοδώρου τοῦ τὰ τοιαῦτα βλασφημήσαντος, ἀλλὰ μὴ ἀναθεματίζει αὐτὸν καὶ τὰ αὐτοῦ συγγράμματα καὶ τοὺς τὰ ὅμοια αὐτῶι φρονήσαντας ἢ φρονοῦντας, ἀνάθεμα ἔστω. | ||
ΙΒ | Εἴ τις ἀντιποιεῖται τῶν συγγραμμάτων Θεοδωρήτου ἅπερ ἐξέθετο ὑπὲρ Νεστορίου τοῦ αἱρε‐ | ||
15 | τικοῦ καὶ κατὰ τῆς ὀρθῆς πίστεως καὶ τῆς ἐν Ἐφέσωι πρώτης ἁγίας συνόδου καὶ τοῦ ἐν ἁγίοις Κυρίλλου καὶ τῶν ιβ αὐτοῦ κεφαλαίων, ἐν οἷς ἀσεβέσι συγγράμμασιν ὁ αὐτὸς Θεοδώρητος σχε‐ τικὴν λέγει τὴν ἕνωσιν τοῦ θεοῦ λόγου πρὸς τόν τινα ἄνθρωπον, περὶ οὗ βλασφημῶν λέγει ὅτι ἐψηλάφησεν Θωμᾶς τὸν ἀναστάντα καὶ προσεκύνησεν τὸν ἐγείραντα, καὶ διὰ τοῦτο ἀσεβεῖς καλεῖ τοὺς τῆς ἐκκλησίας διδασκάλους τοὺς καθ’ ὑπόστασιν τὴν ἕνωσιν τοῦ θεοῦ λόγου πρὸς | ||
20 | τὴν σάρκα ὁμολογοῦντας καὶ πρὸς τούτοις θεοτόκον ἀπαρνεῖται τὴν ἁγίαν ἔνδοξον ἀειπάρθενον Μαρίαν, εἴ τις τοίνυν τὰ εἰρημένα συγγράμματα Θεοδωρήτου ἐπαινεῖ, ἀλλὰ μὴ ἀναθεματίζει αὐτά, ὁ τοιοῦτος ἀνάθεμα ἔστω. διὰ ταύτας γὰρ τὰς βλασφημίας τῆς ἐπισκοπῆς ἐξεβλήθη καὶ μετὰ ταῦτα ἐν τῆι ἁγίαι συνόδωι τῆι ἐν Χαλκηδόνι συνωθήθη πάντα τὰ ἐναντία τοῖς μνημο‐ νευθεῖσιν αὐτοῦ συγγράμμασιν ποιῆσαι καὶ τὴν ὀρθὴν πίστιν ὁμολογῆσαι. | ||
25 | ΙΓ | Εἴ τις ἀντιποιεῖται τῆς ἀσεβοῦς ἐπιστολῆς τῆς λεγομένης παρὰ Ἴβα γεγράφθαι πρὸς Μάριν τὸν Πέρσην τὸν αἱρετικὸν τῆς ἀρνουμένης τὸν θεὸν λόγον ἄνθρωπον γεγενῆσθαι καὶ λεγούσης μὴ τὸν θεὸν λόγον ἐκ τῆς παρθένου σαρκωθέντα γεννηθῆναι, ἀλλὰ ψιλὸν ἄνθρωπον ἐξ αὐτῆς γεν‐ νηθῆναι, ὃν ναὸν ἀποκαλεῖ, ὡς ἄλλον εἶναι τὸν θεὸν λόγον καὶ ἄλλον τὸν ἄνθρωπον, πρὸς τούτοις δὲ ἐνυβριζούσης τὴν ἐν Ἐφέσωι πρώτην σύνοδον, ὡς χωρὶς ζητήσεως καὶ κρίσεως Νεστόριον | |
30 | καταδικασάσης καὶ τὸν ἐν ἁγίοις Κύριλλον αἱρετικὸν ἀποκαλούσης καὶ ἀσεβῆ τὰ ιβ αὐτοῦ κεφάλαια, Νεστόριον δὲ καὶ Θεόδωρον μετὰ τῶν ἀσεβῶν αὐτῶν συγγραμμάτων ἐπαινούσης καὶ ἐκδικούσης, εἴ τις τοίνυν καθ’ ἃ εἴρηται, τὴν εἰρημένην ἀσεβῆ ἐπιστολὴν ἐκδικεῖ ἢ ὀρθὴν | ||
αὐτὴν εἶναι λέγει ἢ μέρος αὐτῆς, ἀλλὰ μὴ ἀναθεματίζει αὐτήν, ἀνάθεμα ἔστω. | 152 | ||
154 | Τῆς τοιαύτης τοίνυν ἐπιστολῆς δικαίως ἀναθεματισθείσης διὰ τὰς περιεχομένας αὐτῆι βλασ‐ φημίας, οἱ τὰ Θεοδώρου καὶ Νεστορίου τῶν ἀσεβῶν φρονοῦντες ἐπιχειροῦσι λέγειν ταύτην δε‐ δέχθαι παρὰ τῆς ἁγίας ἐν Χαλκηδόνι συνόδου. τοῦτο δὲ λέγουσι τὴν μὲν ἁγίαν σύνοδον συκοφαντοῦντες, τῶι δὲ ταύτης προσχήματι σπουδάζοντες τῆς ὀφειλομένης κατακρίσεως ἐλευ‐ | ||
5 | θερῶσαι Θεόδωρον καὶ Νεστόριον καὶ τὴν ἀσεβῆ ἐπιστολήν, περὶ ἧς Ἴβας πολλάκις κατηγο‐ ρηθεὶς οὐκ ἐτόλμησεν ταύτην οἰκειώσασθαι διὰ τὰς περιεχομένας αὐτῆι βλασφημίας. καὶ ταῦτα ἀποδείξωμεν ἐκ τῶν διαφόρως περὶ τούτου κεκινημένων. ἐν γὰρ τοῖς παρὰ Φωτίωι καὶ Εὐσταθίωι πεπραγμένοις ἐν Τύρωι κατηγορούμενος ὁ προλεχθεὶς Ἴβας περὶ τῶν ὕβρεων τοῦ ἐν ἁγίοις Κυρίλλου φανερῶς κατέθετο μετὰ τὴν ἕνωσιν τῶν Ἀνατολικῶν τὴν πρὸς τὸν ἐν | ||
10 | ἁγίοις Κύριλλον μηδὲν ὕβρεως ἐχόμενον εἰρηκέναι περὶ αὐτοῦ· ἡ δὲ ἐπιστολὴ ἡ πεπληρωμένη τῶν εἰρημένων βλασφημιῶν, ἐφ’ αἷς κατηγορεῖτο Ἴβας, πολλὰς κατὰ τοῦ ἐν ἁγίοις Κυρίλλου ὕβρεις περιέχουσα παρίστησιν ὅτι μετὰ τὴν ἕνωσιν τὴν πρὸς τοὺς Ἀντολικοὺς γέγονεν, ἐξ οὗ δείκνυται Ἴβας ταύτην ἀπαρνησάμενος. ὅθεν οἱ μνημονευθέντες Φώτιος καὶ Εὐστάθιος διὰ τὴν τῶν ἐγκαλούντων πληροφορίαν ἐγγράφως διετύπωσαν τὸν εἰρημένον Ἴβαν πάντα τὰ ἐναντία | ||
15 | τῆι ἐπιστολῆι πρᾶξαι, καθὼς ἡ περὶ τούτου δοθεῖσα παρ’ αὐτῶν ἐπίκρισις δείκνυσιν. ἀλλὰ μὴ πληρώσας Ἴβας τὰ παρ’ ἐκείνων ἐπικριθέντα ἐξεβλήθη τῆς ἐπισκοπῆς διὰ τὰς βλασφημίας τῆς εἰρημένης ἐπιστολῆς καὶ Νόννος ἀντ’ αὐτοῦ ἐχειροτονήθη, ὃς καὶ συνεκαθέσθη τῆι ἁγίαι ἐν Χαλκηδόνι συνόδωι. περὶ τῶν αὐτῶν τοίνυν καὶ ἐν Χαλκηδόνι κατηγορηθεὶς ὁ μνημο‐ νευθεὶς Ἴβας μετὰ τὴν ἀνάγνωσιν τῆς ἀσεβοῦς ἐπιστολῆς οὐκ ἐτόλμησε ταύτην οἰκειώσασθαι, | ||
20 | ἀλλ’ εὐθὺς αὐταῖς λέξεσιν ἐπήγαγεν ὅτι ἀλλότριός εἰμι τῶν ἐπαγομένων μοι· ὅθεν ἡ ἁγία σύνοδος μὴ ἀρκεσθεῖσα τῆι ἀρνήσει Ἴβα τῆι ἐπὶ τῆι ἀσεβεῖ ἐπιστολῆι συνώθησεν αὐτὸν τἀναντία ταύτηι πρᾶξαι, τουτέστιν τὴν ἐν αὐτῆι ἀθετουμένην ὀρθὴν πίστιν ὁμολογῆσαι καὶ τὴν ἐν Ἐφέσωι πρώ‐ την ἁγίαν σύνοδον δέξασθαι καὶ τὸν ἐν ἁγίοις Κύριλλον πατέρα καὶ διδάσκαλον ἐπιγράψασθαι, τὰ ἐν τῆι αὐτῆι ἀσεβεῖ ἐπιστολῆι ὑβριζόμενα, καὶ Νεστόριον καὶ τὸ ἀσεβὲς αὐτοῦ δόγμα ἀνα‐ | ||
25 | θεματίσαι, ἅπερ ἡ ἀσεβὴς ἐπιστολὴ ἐπαινεῖ καὶ ἐκδικεῖ. εἰ τοίνυν καὶ αὐτὸς Ἴβας διαφόρως κατηγορηθεὶς περὶ τῆς ἀσεβοῦς ἐπιστολῆς οὐκ ἐτόλμησεν αὐτὴν οἰκειώσασθαι, ἀλλὰ καὶ ἡ ἐν Χαλκηδόνι ἁγία σύνοδος πάντα τὰ ἐναντία ταύτης παρεσκεύασεν αὐτὸν πρᾶξαι, πῶς εἶχεν ἡ αὐτὴ ἁγία σύνοδος τὴν εἰρημένην ἐπιστολὴν δέξασθαι καὶ τῶι κρίματι τῆς περιεχομένης αὐτῆι ἀσε‐ βείας ὑποπεσεῖν, ἀφ’ ἧς Ἴβαν ἐλευθερῶσαι ἐσπούδασεν; ἐπειδὴ δὲ πάσας ὑπερβαίνοντες τὰς | ||
30 | περιεχομένας τῆι ἐπιστολῆι βλασφημίας οἱ αἱρετικοὶ τοῦτο μόνον ἐξ αὐτῆς προφέρουσι τὸ πρὸς ἀπάτην τῶν ἁπλουστέρων παρὰ τοῦ τὴν ἐπιστολὴν γράφαντος εἰρημένον, τουτέστιν δύο φύσεις, μίαν δύναμιν, ἓν πρόσωπον, ἀποδείξωμεν αὐτὸν καὶ ἐν τούτωι τὴν ἰδίαν ἀσέβειαν παραμι‐ γνύντα. τίνος γὰρ ἂν καὶ λέγοι δύο φύσεις καὶ ἓν πρόσωπον ὁ ἀπαρνούμενος τὸν θεὸν λόγον σαρκωθῆναι ἐκ τῆς ἁγίας ἐνδόξου θεοτόκου καὶ ἀειπαρθένου Μαρίας καὶ τεχθῆναι | ||
35 | ἐξ αὐτῆς; ἀλλὰ πρόδηλον ὡς ἑκάστηι φύσει ἴδιον πρόσωπον ἀπονέμει, καθὼς Θεόδωρος καὶ Νεστόριος ἐν τοῖς οἰκείοις λόγοις βλασφημοῦντες ἐξέθεντο, οὓς ἐκδικεῖ ὁ γράψας τὴν ἐπιστολὴν | ||
μετὰ τῆς αὐτῶν ἀσεβείας. ἐκεῖνοι γὰρ φανερῶς λέγοντες δύο πρόσωπα τοῦ θεοῦ λόγου | 154 | ||
156 | καὶ τοῦ Χριστοῦ, ὃν ψιλὸν ἄνθρωπον ἀποκαλοῦσιν, κατὰ σχετικὴν συνάφειαν καὶ τὴν αὐτὴν ἀξίαν τε καὶ τιμὴν ἓν πρόσωπον ἀναφαίνεσθαι λέγουσιν. ἀλλὰ καὶ τῶν δύο φύσεων μίαν δύναμιν ἤτοι δυναστείαν λέγων ὁ γράψας τὴν ἐπιστολὴν φανερός ἐστιν ὡς καὶ ἐν τούτωι ἀκολουθεῖ τοῖς εἰρημένοις αἱρετικοῖς, Θεοδώρωι μὲν λέγοντι ἐν τοῖς περὶ ἐνανθρωπήσεως αὐτοῦ διαφόροις | ||
5 | λόγοις ἀσεβῶς ἐκτεθεῖσιν, Νεστορίωι δὲ ἐν πολλοῖς συγγράμμασι, μάλιστα δὲ ἐν τῆι ἐπιστολῆι τῆι γραφείσηι πρὸς Ἀλέξανδρον τὸν αἱρετικὸν τὸν Ἱεραπολίτην ὅτι τῶν δύο φύσεων μία ἐστὶν αὐθεντία καὶ μία δύναμις ἤτοι δυναστεία καὶ ἓν πρόσωπον κατὰ μίαν ἀξίαν καὶ τὴν αὐτὴν τι‐ μήν. ἀφ’ ὧν ἀποδείκνυται ὁ τὴν ἐπιστολὴν γράψας κατὰ τὴν ἐκείνων κακοδοξίαν ἀντὶ προ‐ σώπων τῆι τῶν φύσεων προσηγορίαι χρησάμενος. μία γὰρ αὐθεντία καὶ μία δύναμις ἤτοι | ||
10 | δυναστεία καὶ μία ἀξία καὶ ἡ αὐτὴ τιμὴ οὐκ ἐπὶ διαφόρων φύσεων, ἀλλ’ ἐπὶ διαφόρων προσώπων τῆς αὐτῆς οὐσίας λέγεται, ὅπερ ἐπὶ τῆς ἁγίας τριάδος ὁμολογοῦμεν. ὅθεν καὶ οἱ ἅγιοι πα‐ τέρες ἀνεθεμάτισαν τοὺς κατ’ αὐθεντίαν ἢ δύναμιν ἤτοι δυναστείαν ἢ ἀξίαν ἢ ἰσοτιμίαν λέγοντας τὸν θεὸν λόγον τῶι Χριστῶι ἡνῶσθαι, ὃν ψιλὸν ἄνθρωπον οἱ ἀπὸ Θεοδώρου καὶ Νεστορίου καλοῦσιν, ἀλλ’ οὐχὶ καθ’ ὑπόστασιν τὴν τοῦ λόγου πρὸς τὴν σάρκα ἐψυχωμένην ψυχῆι λογικῆι | ||
15 | καὶ νοερᾶι τὴν ἕνωσιν γεγενῆσθαι ὁμολογοῦντας. Καὶ ἤρκει μὲν ταῦτα πρὸς τὸ διελέγξαι τὴν ἀσέβειαν τῶν ἐκδικούντων τὴν μυσαρὰν ἐκείνην ἐπιστολήν· πλὴν ὅμως καὶ πρὸς τῶι τέλει τῆς αὐτῆς ἐπιστολῆς ὁ ταύτην γράψας τὴν ἰδίαν δείκνυσιν κακοδοξίαν λέγων ὅτι δεῖ πιστεύειν εἰς τὸν ναὸν καὶ εἰς τὸν ἐνοικοῦντα ἐν τῶι ναῶι, ἐν οἷς φανε‐ ρῶς δύο εἰσάγει πρόσωπα. ἀλλὰ καὶ ταύτην τὴν ἀσέβειαν ὁ γράψας τὴν ἐπιστολὴν παρὰ | ||
20 | Θεοδώρου καὶ Νεστορίου ἐδιδάχθη, ἡ μέντοι καθολικὴ ἐκκλησία τὴν τοιαύτην κακοδοξίαν κατα‐ κρίνουσα οὐχὶ εἰς τὸν ναὸν καὶ εἰς τὸν ἐνοικοῦντα ἐν τῶι ναῶι, ἀλλ’ εἰς ἕνα κύριον Ἰησοῦν Χρι‐ στὸν τὸν τοῦ θεοῦ λόγον σαρκωθέντα καὶ ἐνανθρωπήσαντα ὁμολογεῖν καὶ πιστεύειν παραδίδω‐ σιν. οὐδὲν δὲ θαυμαστὸν εἰ τῆι τῶν φύσεων ὀνομασίαι ἐχρήσατο ὁ τὴν ἀσεβῆ ἐκείνην ἐπιστο‐ λὴν γράψας· ἔθος γὰρ τοῖς αἱρετικοῖς πρὸς ἀπάτην τῶν ἁπλουστέρων ταῖς παρὰ τῶν ὀρθοδόξων | ||
25 | εὐσεβῶς λεγομέναις φωναῖς κεχρῆσθαι καὶ τὴν εὐσεβῆ τούτων ἔννοιάν τε καὶ ἐξήγησιν πρὸς τὴν οἰκείαν μεταφέρειν ἀσέβειαν, ἐπειδὴ ἔστιν ὅτε αἱ αὐταὶ φωναὶ καλῶς μὲν ἐξηγούμεναι καὶ νοούμεναι μετὰ τῆς εὐσεβείας εἰσίν, κακῶς δὲ παρὰ τῶν αἱρετικῶν ἑρμηνευόμεναι καὶ προφε‐ ρόμεναι τὸ ἀσεβὲς ἔχουσιν. ἀμέλει Νεστόριον εἰπόντα μὲν δύο φύσεις καὶ ἓν πρόσωπον, μὴ ὁμολογήσαντα δὲ τούτων τὴν καθ’ ὑπόστασιν ἕνωσιν ἡ ἐν Ἐφέσωι πρώτη ἁγία σύνοδος, ἧς | ||
30 | ἐξῆρχον Κελεστῖνος καὶ Κύριλλος οἱ ἐν ὁσίαι τῆι μνήμηι, οὐ προσεδέξατο, ἀλλὰ κατεδίκασεν. ἡμεῖς δὲ τῆι τῶν ἁγίων πατέρων διδασκαλίαι διὰ πάντων ἀκολουθοῦντες καὶ τὴν τῶν δύο φύ‐ σεων ἕνωσιν ἐξ ὧν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὁ εἷς τῆς ἁγίας τριάδος ὁ θεὸς λόγος σαρ‐ κωθεὶς συνετέθη, καὶ τὴν τούτων διαφορὰν οὐκ ἀνηιρημένην διὰ τὴν ἕνωσιν ἐν τοῖς ἀνωτέρω σαφέστερον ἀπεδείξαμεν. καὶ ἤρκει μὲν τὰ παρ’ ἡμῶν εἰρημένα πληροφορῆσαι τοὺς μὴ βου‐ | ||
35 | λομένους φιλονικεῖν· ἀλλ’ ἐπειδὴ πρὸς ἀσέβειαν ἅπαξ ἐκκλίναντες καὶ ἑτέροις ἐπιχειροῦσιν, ἀναγ‐ καίως ἡμεῖς καὶ τὰς τοιαύτας αὐτῶν προφάσεις ματαίας ἀποδείξωμεν. φασὶ γὰρ μὴ δεῖν ὑπὸ μέμψιν γενέσθαι τὴν ἀσεβῆ ἐπιστολὴν διὰ τὸ φέρεσθαι ἔν τισι βιβλίοις. ἀλλ’ εἰ τοῦτό τις κατὰ τὴν αὐτῶν ἄνοιαν προσδέξηται, δεῖ καὶ Νεστόριον καὶ Εὐτυχέα δέχεσθαι, ἐπειδὴ πολλὰ | ||
καὶ περὶ τούτων τοῖς ἐν τῆι συνόδωι πεπραγμένοις ἐμφέρεται. ἀλλ’ οὐδεὶς τῶν εὖ φρονούν‐ | 156 | ||
158 | των τοῖς παρ’ αὐτῶν λεγομένοις προσέξει τὸν νοῦν. τὰ γὰρ περὶ τῶν αἱρετικῶν ἐν ταῖς συ‐ νόδοις προφερόμενα καὶ μέρος τῶν ὑπομνημάτων γινόμενα οὐκ ἐπὶ τῶι ἐλευθερωθῆναι, ἀλλ’ εἰς ἔλεγχον αὐτῶν καὶ ἐπὶ μείζονι κατακρίσει αὐτῶν τε καὶ τῶν τὰ ὅμοια αὐτοῖς φρονούντων παρα‐ λαμβάνεται. εἰ καὶ ὅτι τὰ περὶ τῆς ἀσεβοῦς ἐπιστολῆς φερόμενα ὑπομνήματα ἔν τισι μὲν | ||
5 | βιβλίοις, ὡς εἴρηται, ἐντέτακται, ἐν δὲ τοῖς αὐθεντικοῖς, ἐν οἷς ὑπέγραψαν οἱ ὁσιώτατοι ἐπίσκοποι, οὐδαμῶς ηὕρηται. πλὴν κἀκείνωι δεῖ προσέχειν τοὺς τὴν ἀλήθειαν ἐρευνῶντας ὅτι πολλάκις τινὰ ἐν ταῖς συνόδοις παρά τινων ἐν αὐταῖς εὑρισκομένων λέγεται ἢ κατὰ προσπάθειαν ἢ κατ’ ἐναντίω‐ σιν ἢ κατὰ ἄγνοιαν, οὐδεὶς δὲ προσέχει τοῖς κατὰ μέρος παρά τινων λεγομένοις, ἀλλὰ μόνοις τοῖς κατὰ κοινὴν συναίνεσιν παρὰ πάντων ὁριζομένοις. εἰ γὰρ κατ’ ἐκείνους βουληθείη τις προ‐ | ||
10 | σέχειν ταῖς τοιαύταις ἐναντιώσεσιν, ἑκάστη σύνοδος εὑρεθήσεται ἑαυτὴν ἀνατρέπουσα. διὰ ταῦτα τοίνυν ἔδει αὐτούς, εἴπερ ὀρθῶς ἐδέχοντο τὴν ἁγίαν σύνοδον, μὴ τοιαύτας αὐτῆι μέμψεις περιάπτειν, ἀλλὰ ἀκολουθῆσαι τοῖς διδασκάλοις τῆς καθολικῆς ἐκκλησίας καὶ μάλιστα τῶι ἐν ἁγίοις Ἀθανασίωι τῶι γενομένωι τῆς Ἀλεξανδρέων ἐπισκόπωι καὶ πολλοὺς καὶ μεγάλους ἀγῶνας ἀναδεξαμένωι ὑπὲρ τῆς ὀρθῆς τῶν Χριστιανῶν πίστεως κατὰ πάσης αἱρέσεως καὶ μάλιστα τῶν | ||
15 | ἀσεβεστάτων Ἀρειανῶν. τῶν γὰρ αὐτῶν Ἀρειανῶν πρὸς ἀπάτην τῶν λαῶν εἰς τὴν ἑαυτῶν μερίδα ἐπισπωμένων Διονύσιον πρὸ πολλῶν ἐτῶν τοῦ ἐν ἁγίοις Ἀθανασίου τῆς Ἀλεξανδρέων γενόμενον ἐπίσκοπον καὶ λεγόντων ὡς καὶ αὐτὸς Διονύσιος τὰ ὅμοια αὐτοῖς ἐφρόνησεν, Ἀθα‐ νάσιος ὁ μέγας τῆς ἐκκλησίας διδάσκαλος πολλοῖς τρόποις ἐγγράφως ἀπέδειξεν τὴν ὀρθὴν πίστιν Διονύσιον ἐξ ἀρχῆς κηρῦξαι καὶ μηδαμῶς ἐπικοινωνῆσαι τῆι τῶν Ἀρειανῶν ἀσεβείαι. οὗτοι | ||
20 | δὲ τὰ τῶν αἱρετικῶν φρονοῦντες τὴν οἰκείαν ἀσέβειαν ταύτηι περιάπτειν σπουδάζουσιν. ὁποῖον δέ ἐστι κατάκριμα καὶ ποία ἐπίκειται κατάρα τοῖς εἰς πατέρας ἁμαρτάνουσιν, διδάσκει ἡμᾶς καὶ ἡ θεία γραφή. εἰ γὰρ Χὰμ ὁ υἱὸς τοῦ Νῶε θεασάμενος γυμνὸν τὸν ἴδιον πατέρα καὶ μὴ συγκα‐ λύψας τὴν τοῦ πατρὸς σωματικὴν γύμνωσιν ἐξελθὼν ἀπήγγειλε ταύτην τοῖς ἀδελφοῖς καὶ ἐκεῖνοι ἱματίωι ταύτην περιεσκέπασαν, αὐτὸς δὲ Χὰμ καὶ οἱ ἐξ αὐτοῦ γεννώμενοι ὑπὸ κατάραν γεγόνα‐ | ||
25 | σιν, οἱ δὲ σκεπάσαντες εὐλογίας μεγάλης ἠξιώθησαν, πολλῶι μᾶλλον οὗτοι μείζονος καὶ ἔτι πλείονος κατακρίσεώς εἰσιν ἄξιοι οἱ τὴν μηδαμῶς προσοῦσαν ἀτιμίαν τῆι συνόδωι σπουδάζοντες διὰ τῆς ἀσεβείας τῆς ἐπιστολῆς καὶ Θεοδώρου περιάπτειν αὐτῆι. ἀλλ’ οὐ διὰ τοῦτο ἡ ἀσεβὴς ἐπιστολὴ ἢ οἱ ταύτης ἀντιποιούμενοι ἐκφεύξονται τὴν ἐπὶ τῆι αὐτῶν ἀσεβείαι κατάκρισιν, ἀλλ’ οὐδὲ Θεόδωρος ὁ Ἕλληνάς τε καὶ Ἰουδαίους καὶ πάντας αἱρετικοὺς τῆι ἀσεβείαι ὑπερβαλλό‐ | ||
30 | μενος. οὗτος γὰρ πρὸς ταῖς ἄλλαις αὐτοῦ βλασφημίαις οὐκ ἠρκέσθη τῶι πρὸς τὴν ἰδίαν πλάνην παρερμηνεῦσαι τὸ σύμβολον τῶν τι καὶ η ἁγίων πατέρων, ἀλλὰ καὶ περιφρονήσας τούτου ἕτερον σύμβολον ἐξέθετο πάσης ἀσεβείας πεπληρωμένον, ἐν ὧι ἀναθεματίσαι τοὺς ἑτέρως φρο‐ νοῦντας ἢ παραδιδόντας ἐτόλμησεν, ὥστε ὅσον κατὰ τὴν ἐκείνου μανίαν πάντας τοὺς ἁγίους ἀποστόλους καὶ πατέρας κατακεκρίσθαι. τοῦτο δὲ τὸ ἀσεβὲς Θεοδώρου σύμβολον καὶ ἐν | ||
35 | τῆι κατ’ Ἔφεσον πρώτηι συνόδωι προκομισθὲν καὶ ἐν Χαλκηδόνι ἀναγνωσθὲν ὑφ’ ἑκατέρας | ||
συνόδου μετὰ τοῦ ἐκθεμένου καὶ τῶν δεχομένων αὐτὸ κατεκρίθη. | 158 | ||
160 | Ἐπειδὴ δέ τινες τὸν ὑπὲρ Θεοδώρου λόγον ποιούμενοι προφερομένων τῶν ἀσεβῶν αὐτοῦ συγγραμμάτων διὰ τὴν ἐνοῦσαν αὐτοῖς βλασφημίαν προσποιοῦνται μὲν λέγειν ὅτι ἀσεβῆ ταῦτα τυγχάνει, αὐτὸν δὲ τὸν τὴν τοιαύτην ἀσέβειαν ἐξεμέσαντα παραιτοῦνται ἀναθεματίζειν, θαυ‐ μάζομεν τὴν τούτων ἄνοιαν ὅτι τῆι θείαι τολμῶσιν ἐναντιοῦσθαι γραφῆι φανερῶς λεγούσηι ὅτι | ||
5 | ἐν ἴσωι μισητὰ θεῶι καὶ ὁ ἀσεβῶν καὶ ἡ ἀσέβεια αὐτοῦ. καὶ γὰρ τὸ πραχθὲν σὺν τῶι δράσαντι κολασθήσεται. εἰ δὲ ὁμοίως τῆι αὐτοῦ ἀσεβείαι μισητὸς θεῶι καὶ ὁ ἀσε‐ βῶν, πρόδηλον ὡς ὁ τοιοῦτος κεχώρισται τοῦ θεοῦ καὶ τῶι ἀναθέματι δικαίως ὑποβάλλεται. τὸ γὰρ ἀνάθεμα οὐδὲν ἕτερον σημαίνει ἢ τὸν ἀπὸ τοῦ θεοῦ χωρισμόν, ὡς ἐν τῆι παλαιᾶι καὶ τῆι καινῆι διαθήκηι τὸ περὶ τοῦ ἀναθέματος κρίμα δηλοῖ. ὅτι δὲ καὶ ὁ κύριος τοὺς μὴ μέ‐ | ||
10 | νοντας ἐν τῶι τῆς ἀληθείας αὐτοῦ λόγωι κεχωρισμένους εἶναι λέγει τῆς ἐκκλησίας, ἐν τῶι κατὰ Ἰωάννην εὐαγγελίωι πρὸς τοὺς Ἰουδαίους διαλεγόμενος οὕτω φησίν· πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστιν τῆς ἁμαρτίας. ὁ δὲ δοῦλος οὐ μένει ἐν τῆι οἰκίαι εἰς τὸν αἰῶνα, ὁ δὲ υἱὸς μένει εἰς τὸν αἰῶνα. ὅτι δὲ τὴν παρὰ τοῦ κυρίου ὠνομασ‐ μένην οἰκίαν ἡ θεία γραφὴ ἐκκλησίαν θεοῦ ζῶντος καλεῖ, ὁ ἀπόστολος μαρτυρεῖ ἐν τῆι πρὸς | ||
15 | Τιμόθεον πρώτηι ἐπιστολῆι. Εἰ δὲ λέγουσί τινες μὴ δεῖν Θεόδωρον μετὰ θάνατον ἀναθεματίζεσθαι, ἴστωσαν οἱ τὸν τοιοῦτον αἱρετικὸν ἐκδικοῦντες ὡς πᾶς αἱρετικὸς μέχρι τέλους τῆι οἰκείαι πλάνηι ἐμμείνας δικαιότερον διη‐ νεκεῖ ἀναθεματισμῶι καὶ μετὰ θάνατον ὑποβάλλεται. καὶ τοῦτο ἐπὶ πολλοῖς γέγονεν αἱρετικοῖς ἀρχαιοτέροις τε καὶ τοῖς ἐγγυτέρω, τουτέστιν Βαλεντίνωι Βασιλείδηι Μαρκίωνι Κηρίνθωι Μανι‐ | ||
20 | χαίωι Εὐνομίωι καὶ Βονόσωι· τοῦτο δὲ αὐτὸ καὶ ἐπὶ Θεοδώρωι γέγονεν καὶ ἐν ζωῆι κατηγορηθέντι καὶ μετὰ θάνατον ἀναθεματισθέντι ὑπὸ τῶν ἁγίων πατέρων, οἷς εἰ μὴ βούλονται πείθεσθαι ὡς αἱρετικοὶ οἱ τούτου ἀντιποιούμενοι, τῆι γοῦν παρ’ αὐτῶν ἐκδικουμένηι ἀσεβεῖ ἐπιστολῆι πιστευ‐ σάτωσαν, ἥτις εἰ καὶ τὰ μάλιστα Θεόδωρον ἐκδικεῖ, ὅμως φανερῶς λέγει ὅτι καὶ ἐπ’ ἐκκλησίας παρὰ ἁγίων πατέρων ἀνεθεματίσθη καὶ ἐξ ἐκείνου πολλὴ ζήτησις γέγονεν περὶ τῶν αὐτοῦ συγ‐ | ||
25 | γραμμάτων ὡς ἀσεβείας δηλονότι πεπληρωμένων. τοῦτο δὲ ἐποίουν τηνικαῦτα οἱ τῆς καθολικῆς ἐκκλησίας, ἐφ’ ὧι μὴ τοὺς ἁπλουστέρους ἐντυγχάνοντας τοῖς ἐκείνου ἀσεβέσι συγγράμμασι τῆς ὀρθῆς παρατρέπεσθαι πίστεως. ὅτι δὲ οἱ ἀσεβεῖς εἰ καὶ μὴ τὸν κατὰ πρόσωπον ἐν ζωῆι δέξων‐ ται ἀναθεματισμόν, ὅμως καὶ μετὰ θάνατον ἀναθεματίζονται ὑπὸ τῆς καθολικῆς ἐκκλησίας, δεί‐ κνυται ἐκ τῶν ἁγίων συνόδων. ἡ μὲν γὰρ ἐν Νικαίαι τοὺς τὸ ἀσεβὲς Ἀρείου φρόνημα πρε‐ | ||
30 | σβεύοντας ἀνωνύμως ἀνεθεμάτισεν, ἡ δὲ ἐν Κωνσταντινουπόλει τὴν Μακεδονίου ἀσεβεστάτην αἵρεσιν, ἀλλ’ ὅμως ἡ ἁγία τοῦ θεοῦ ἐκκλησία καὶ μετὰ θάνατον Ἄρειον καὶ Μακεδόνιον ὀνο‐ μαστὶ ἀναθεματίζει. ἐκ πολλῶν δὲ τῶν ἀποδείξεων ἐλεγχόμενοι ὡς ἀσεβοῦσι, διὰ κενῆς οἱ Θεοδώρου καὶ τῆς ἀσεβείας αὐτοῦ ἀντιποιούμενοι ἐφ’ ἑτέραν ματαίαν πρόφασιν καταφεύγουσιν λέγοντες μὴ δεῖν αὐτὸν ἀναθεματισθῆναι διὰ τὸ ἐν τῆι κοινωνίαι τῶν ἐκκλησιῶν τετελευτη‐ | ||
35 | κέναι. ἔδει δὲ αὐτοὺς εἰδέναι ὡς ἐκεῖνοι τελευτῶσιν ἐν τῆι κοινωνίαι τῶν ἐκκλησιῶν οἱ τὸ κοινὸν τῆς εὐσεβείας δόγμα τὸ ἐπὶ τῆς καθολικῆς κηρυττόμενον ἐκκλησίας μέχρι τέλους φυλά‐ | ||
ξαντες, οὗτος δὲ τῆι οἰκείαι ἐντελευτήσας ἀσεβείαι ἀπὸ πάσης ἐκκλησίας ἐξεβλήθη. ἀμέλει | 160 | ||
162 | τοι καὶ πᾶν τὸ πλήρωμα τῆς ἐν Μοψουεστίαι ἐκκλησίας, ἐν ἧι λέγεται ἐπίσκοπος γεγενῆσθαι, διὰ τὰς βλασφημίας, δι’ ἅσπερ Ἕλλησί τε καὶ Ἰουδαίοις καὶ Σοδομίταις παρὰ τῶν ἁγίων πα‐ τέρων συνηριθμήθη, ἀπήλειψαν ἐξ ἐκείνου τῶν ἱερῶν τῆς ἐκκλησίας διπτύχων τὴν αὐτοῦ προ‐ σηγορίαν, ὡς τὰ περὶ τούτου συστάντα κατὰ τὴν αὐτὴν πόλιν παρὰ τῆι συνόδωι τῆς ἐπαρχίας | ||
5 | ὑπομνήματα δείκνυσιν. θαυμάζομεν τοίνυν τοὺς ἐκδικοῦντας Θεόδωρον οἰκειουμένους αὐτόν τε καὶ τὴν αὐτοῦ ἀσέβειαν, ὅπου γε ἡ ἐκκλησία, ἐν ἧι γέγονεν ἐπίσκοπος, ὡς αἱρετικὸν ἐκ πολλῶν τῶν χρόνων αὐτὸν ἀπεβάλετο. ὅτι δὲ ἐπὶ κατακρίσει οἰκείαι τὴν τοιαύτην προβάλλονται πρόφασιν οἱ Θεόδωρον ἐκδικοῦντες, ἔξεστιν γνῶναι καὶ ἐξ αὐτοῦ τοῦ ἐπὶ Ἰούδα γενομένου φοβεροῦ κρίματος. ἐκεῖνος γὰρ νομίσας λανθάνειν τὸν τὰ κρυπτὰ τῶν ἀνθρώπων γινώσκοντα | ||
10 | ἐκοινώνησεν τῶν μυστηρίων τοῖς ἀποστόλοις, ἀλλ’ ὅμως οὐδὲν αὐτὸν ὤνησεν ἡ μετὰ ὑποκρίσεως κοινωνία. ἀλλ’ οὐδὲ τὸ καὶ μετὰ θάνατον αὐτοῦ δώδεκα ὀνομασθῆναι τοὺς μαθητάς, ὥς φησιν Ἰωάννης ὁ εὐαγγελιστὴς λέγων Θωμᾶς δὲ ὁ λεγόμενος Δίδυμος εἷς τῶν δώ‐ δεκα οὐκ ἦν μετ’ αὐτῶν, ὅτε ἦλθεν ὁ Ἰησοῦς ἢ ἐξαίρει τὸν Ἰούδαν τῆς κατακρίσεως ἢ συναριθμεῖσθαι ποιεῖ τοῖς ἀποστόλοις. ἀμέλει τοι μετὰ τὴν τοῦ κυρίου ἀνάληψιν οἱ ἀπό‐ | ||
15 | στολοι δι’ οἰκείας ψήφου τὸν αὐτὸν Ἰούδαν καὶ μετὰ θάνατον κατεδίκασαν καὶ ἕτερον ἀντεισή‐ γαγον. ὅτι δὲ ματαίαν πρόφασιν προβάλλονται λέγοντες μὴ δεῖν τοὺς τελευτῶντας αἱρετι‐ κοὺς ἀναθεματίζεσθαι, καὶ ἐξ αὐτῶν τῶν τοῦ κυρίου ῥημάτων ἀποδείξωμεν. τοὺς γὰρ ἀσεβεῖς καὶ ἔτι ζῶντας νεκροὺς ὀνομάζει λέγων ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς, ὥσπερ οὖν καὶ τοὺς δικαίους τελευτήσαντας ζῶντας ἀποκαλεῖ. λέγει γὰρ περὶ Ἀβραὰμ καὶ | ||
20 | Ἰσαὰκ καὶ Ἰακὼβ ὅτι ὁ θεὸς οὐκ ἔστιν νεκρῶν, ἀλλὰ ζώντων. εἰ τοίνυν κατὰ τοὺς ἐκείνων λόγους οὐ χρὴ τοὺς αἱρετικοὺς τελευτῶντας ἀναθεματίζεσθαι, οὐδὲ ζῶντες αἱρετικοὶ ἀναθεμα‐ τισθήσονται, οὓς ὁ κύριος νεκροὺς ἀποκαλεῖ διὰ τὸ ἀποκεχωρισμένους αὐτοὺς εἶναι αὐτοῦ τοῦ εἰπόντος ἐγώ εἰμι ἡ ζωή, καὶ κατ’ αὐτοὺς λοιπὸν οὔτε ζῶντες οὔτε τελευτῶντες αἱρετικοὶ ἀναθεματισθήσονται καὶ μάτην κατ’ ἐκείνους ἡ ἀποστολικὴ διδασκαλία παραδέδωκεν ἀναθεμα‐ | ||
25 | τίζεσθαι τοὺς παραδιδόντας παρ’ ὃ παρελάβομεν· μάτην αἱ ἅγιαι σύνοδοι τοὺς αἱρετικοὺς κα‐ τέκριναν· μάτην καὶ οἱ ἄλλοι ἅγιοι πατέρες καὶ διδάσκαλοι τῆς ἐκκλησίας τοὺς αἱρετικοὺς ἀνε‐ θεμάτισαν. μέμψωνται δὲ καὶ Ἱερεμίαι τῶι προφήτηι εἰπόντι ἐπικατάρατος ὁ ποιῶν τὰ ἔργα κυρίου ἀμελῶς καὶ Δαυὶδ τῶι προφήτηι λέγοντι ἐπικατάρατοι οἱ ἐκκλίνοντες ἀπὸ τῶν ἐντολῶν σου καὶ συντόμως εἰπεῖν πάσηι τῆι θείαι γραφῆι πολλαχοῦ τὰς τοιαύτας | ||
30 | κατακρίσεις ἐπαγούσηι τοῖς ἀσεβέσιν. εἰ δὲ οἱ ἀμελῶς ποιοῦντες τὰ ἔργα κυρίου καὶ ἁμαρ‐ τάνοντες περὶ τὰς αὐτοῦ ἐντολὰς τοιαύταις κατακρίσεσιν ὑποβάλλονται, πόσωι μᾶλλον Θεόδωρος ὁ ἀσεβὴς ὁ τοιαῦτα κατ’ αὐτοῦ τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ βλασφη‐ μήσας δικαιότερον κατακέκριται καὶ ἀναθεματίζεται. Καὶ ἤρκει μὲν ταῦτα πρὸς ταῖς παρατεθείσαις ἀνωτέρω τε καὶ ἐν ἑτέροις ἡμῶν λόγοις ἀπο‐ | ||
35 | δείξεσι περὶ τοῦ δεῖν καὶ μετὰ τελευτὴν τοὺς αἱρετικοὺς κατακρίνεσθαι καταισχῦναι τοὺς Θεο‐ δώρου μεταποιουμένους καὶ παῦσαι τῆς τοιαύτης ἀσεβείας. διὰ δὲ τὸ ἐνφιλονείκως τοῖς αὐτοῖς ἐπιμένειν τὸ πλέον ἐροῦμεν ὅτι τινὲς τῶν συναχθέντων ἐν τῆι κατὰ Νίκαιαν ἁγίαι συ‐ | ||
νόδωι καὶ ὑπογράψαντες τῶι ἐκτεθέντι παρ’ αὐτῆς ὅρωι ἤτοι συμβόλωι τῆς πίστεως, ἐπειδὴ | 162 | ||
164 | μετὰ ταῦτα ἐναντία φρονήσαντες ἐφάνησαν, οἳ μὲν ζῶντες, οἳ δὲ μετὰ θάνατον ἀνεθεματίσθησαν παρὰ Δαμάσου τοῦ τῆς ὁσίας μνήμης πάπα τῆς πρεσβυτέρας Ῥώμης καὶ τῆς ἐν Σαρδικῆι οἰκου‐ μενικῆς συνόδου, καθ’ ἃ μαρτυρεῖ ὁ ἐν ἁγίοις Ἀθανάσιος, ἀλλὰ καὶ ἡ ἐν Χαλκηδόνι ἁγία σύνοδος Δόμνον τὸν Ἀντιοχείας γενόμενον ἐπίσκοπον μετὰ θάνατον κατεδίκασεν τολμήσαντα μόνον γρά‐ | ||
5 | ψαι δεῖν παρασιωπηθῆναι τὰ ιβ κεφάλαια τοῦ ἐν ἁγίοις Κυρίλλου. Ἐπειδὴ δὲ οἱ Θεοδώρου ἀντιποιούμενοι αἱρετικοὶ πάσης προτάσεως καὶ ἐγχειρήσεως ἐκ‐ πεπτωκότες ἐπιχειροῦσι λέγειν πρὸς ἀπάτην τῶν ἀγνοούντων ὡς ὁ τῆς ὁσίας μνήμης Κύριλλος ἔν τινι μέρει ἐπιστολῆς τοῦτον ἐπήινεσεν, ἐκ πολλῶν ἀποδείκνυται ὅτι οὐ συμβαίνει τὸ αὐτῶν ἐγχείρημα τοῖς εἰρημένοις παρὰ τοῦ ἐν ἁγίοις Κυρίλλου ἐν διαφόροις αὐτοῦ λόγοις κατὰ τοῦ | ||
10 | δυσσεβοῦς Θεοδώρου, ἐν οἷς ἀσεβέστερον αὐτὸν πάντων τῶν ἄλλων αἱρετικῶν ἀποδείξας εἶτα οὐκ ἐνεγκὼν τὸ πλῆθός τε καὶ μέγεθος τῶν αὐτοῦ βλασφημιῶν τῶν εἰρημένων κατὰ τοῦ με‐ γάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἀπεφθέγξατο οὕτως εἰπών Ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτωι καὶ ἔφριξεν ἐπὶ πλέον σφόδρα, λέγει κύριος. ὢ τῆς ἀφορήτου σκαιότητος, ὢ γλώσσης λαλούσης ἀδικίαν κατὰ τοῦ θεοῦ καὶ φρενὸς ὑψοῦ τὸ | ||
15 | κέρας αἰρούσης. Καὶ πάλιν Ἐπίθες, ἄνθρωπε, τῆι σαυτοῦ γλώττηι θύραν καὶ μοχλόν, παῦσαι τὸ κέρας εἰς ὕψος ἐπαίρων καὶ λαλῶν ἀδικίαν κατὰ τοῦ θεοῦ. μέχρι τίνος ἐπιπηδᾶις ἀνεξικακοῦντι Χριστῶι; εἰς νοῦν ἔχε τὸ γεγραμμένον παρὰ τοῦ θεσπεσίου Παύλου οὕτω δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελ‐ | ||
20 | φοὺς καὶ πλήττοντες αὐτῶν ἀσθενοῦσαν τὴν συνείδησιν εἰς Χριστὸν ἁμαρτάνετε. καὶ ἵνα τι καὶ ἐκ προφητικῶν φθέγξωμαι βιβλίων, ἐδικαιώθη Σόδομα ἐκ σοῦ, νενίκηκας τὰς Ἑλλήνων ἀθυροστομίας ἃς ἐποιήσαντο κατὰ Χριστοῦ μωρίαν ἡγούμενοι τὸν σταυρόν, οὐδὲν ὄντα διέδειξας τὰ τῆς Ἰουδαικῆς ἀπονοίας ἐγκλήματα. Τούτων τοίνυν οὕτως ἐπὶ κατακρίσει τοῦ ἀσεβοῦς Θεοδώρου ὑπὸ τοῦ ἐν ἁγίοις Κυρίλλου | ||
25 | εἰρημένων εἰ καὶ δοίη τις κατὰ τοὺς ἐκείνων λόγους τὸν ἐν ἁγίοις Κύριλλον εἰρηκέναι τι ὑπὲρ Θεοδώρου, οὐδὲ τοῦτο ἐξαιρεῖται αὐτὸν τῆς κατακρίσεως. εὑρίσκομεν γὰρ ὡς πολλοὶ τῶν ἁγίων πατέρων τινὰς τῶν αἱρετικῶν ἀπεδέξαντο, ὥσπερ καὶ οἱ ἐν ἁγίοις Δάμασος καὶ Ἀθα‐ νάσιος καὶ Βασίλειος Ἀπολινάριον, καὶ Λέων δὲ ὁ τῆς ὁσίας μνήμης Εὐτυχέα, καὶ ὅμως ἐπειδὴ φανερὰ γέγονεν ἡ τούτων ἀσέβεια, οὐκ ἐξέφυγον διὰ τὴν τοιαύτην ἀποδοχὴν οἱ αἱρετικοὶ τὴν | ||
30 | μετὰ ταῦτα εἰς οἰκεῖον πρόσωπον καὶ τὴν αὐτῶν ἀσέβειαν γενομένην κατάκρισίν τε καὶ ἀνα‐ θεματισμόν. Τοσαύτη δέ ἐστιν ἡ μανία τῶν Θεόδωρον ἐκδικούντων ὅτι τολμῶσι καταψεύδεσθαι καὶ Γρηγορίου τοῦ θεολόγου καὶ Ἰωάννου τοῦ Κωνσταντινουπόλεως ὡς ἐπιστολὰς πρὸς τὸν αὐτὸν Θεόδωρον | ||
ἀποστειλάντων πεπληρωμένας ἐπαίνου, ὅπερ ψεύδους ἐστὶ μεστόν. Γρηγόριος μὲν γὰρ ὅτε ὑπὲρ | 164 | ||
166 | τῆς ἀληθείας ἐν Κωνσταντινουπόλει ἀγωνισάμενος καὶ τοὺς λαοὺς ἀπὸ τῆς τῶν Ἀρειανῶν πλάνης εἰς τὴν ὀρθόδοξον πίστιν ἐπιστρέψας εἰς τὴν οἰκείαν ἐπανῆλθε πατρίδα, τὰς παρὰ τῶν αἱρετικῶν κακούργως προφερομένας ἐπιστολὰς οὐ πρὸς Θεόδωρον τὸν Μοψουεστίας ἔγραψεν, ἀλλὰ πρὸς Θεόδωρον ἐπίσκοπον Τυάνων, ἥτις ἐστὶν τῆς δευτέρας Καππαδοκίας μητρόπολις. τῆς δὲ αὐτῆς | ||
5 | χώρας εἰσὶν καὶ Ναζιανζός, ἧς γέγονεν ἐπίσκοπος ὁ αὐτὸς ἐν ἁγίοις Γρηγόριος, καὶ Ἀριανζὸς τὸ χωρίον, ὅθεν ὥρμητο. τοῦτο γὰρ καὶ αὐταὶ σαφῶς δηλοῦσιν αἱ ἐπιστολαὶ μνημονεύουσαι ἐθῶν καὶ συνόδων καὶ τοῦ αὐτοῦ χωρίου Ἀριανζοῦ καὶ ἑτέρων χωρίων τῆς αὐτῆς ἐπαρχίας καὶ μηνὸς τῆι ἐπιχωρίωι διαλέκτωι Καππαδοκῶν ὠνομασμένου καὶ Βοσπορίου ἐπισκόπου ὑπὸ τὸν αὐτὸν τελοῦντος Κολωνίας τῆς πόλεως καὶ ἑτέρων ἐπισκόπων καὶ χωρεπισκόπων καὶ μοναστη‐ | ||
10 | ρίων ὑπὸ τὸν αὐτὸν τελούντων Θεόδωρον μνημονεύουσαι, ὧν καὶ μέχρι νῦν σώιζεται τὰ αὐτὰ ὀνόματα. ποία δὲ μετουσία Καππαδόκαις πρὸς τοὺς ἀπὸ τῆς δευτέρας Κιλικίας ἢ τότε ἢ νῦν ὑπάρχει διαμεμερισμένης τῆς τῶν ἐπαρχιῶν τούτων διοικήσεως; ἢ ποίους ἐπισκόπους ὑφ’ ἑαυτὸν ἔχειν ἠδύνατο ὁ Μοψουεστίας ἐπίσκοπος αὐτὸς ὑπὸ τὸν τῆς αὐτῆς δευτέρας Κιλικίας μητροπολίτην τελῶν; Ἰωάννης δὲ ὁ Κωνσταντινουπόλεως ἔγραψεν ἐπιστολὴν πρὸς Θεόδωρον | ||
15 | τὸν Μοψουεστίας, οὐκ ἐπαίνων δέ, ἀλλὰ μέμψεων καὶ ἐπιτιμήσεων οὖσαν μεστὴν ὡς ἐκπεσόντος αὐτοῦ τῆς θεοσεβείας. συνασκήσας γὰρ αὐτῶι τὸν μονήρη βίον ἐν ἑνὶ καὶ τῶι αὐτῶι μονα‐ στηρίωι τῆς ἐκεῖσε συνδιαγωγῆς ἀναμιμνήσκει αὐτόν. καὶ ταῦτα μαρτυροῦσιν Σωιζομενὸς καὶ Ἡσύχιος καὶ Σωκράτης καὶ Θεοδώρητος ὁ πολλοὺς ὑπὲρ Θεοδώρου λόγους τε καὶ ἐπαίνους ἐκτείνας. εἰ δὲ προφέρουσιν μαρτυρίας Ἰωάννου τοῦ Ἀντιοχείας καὶ τῆς ὑπ’ αὐτὸν Ἀνα‐ | ||
20 | τολικῆς συνόδου ὑπὲρ Θεοδώρου καὶ τῆς αὐτοῦ ἀσεβείας γενομένας, ἀνάγκη αὐτοὺς κἀκεῖνα δέξασθαι ἅπερ ὅσον τό γε ἐπ’ αὐτοῖς εἰς κατάκρισιν τοῦ ἐν ἁγίοις Κυρίλλου καὶ ἀθέτησιν τῆς ὀρθῆς πίστεως οἱ περὶ Ἰωάννην ἐτόλμησαν, καὶ ἅπερ ἔγραψαν Νεστόριον καὶ τὴν αὐτοῦ κακοδοξίαν ἐπὶ πλεῖστον χρόνον ἐκδικοῦντες. καὶ τοῦτο δείκνυται ἐκ διαφόρων αὐτῶν λόγων τε καὶ ἐπιστολῶν πρὸς Θεοδόσιον τὸν τῆς εὐσεβοῦς λήξεως καὶ ἑτέρους διαφόρους | ||
25 | γραφεισῶν. Καὶ ταῦτα μὲν οὕτως· ἵνα δὲ μηδὲν τῆς ἀκριβείας παραλείψωμεν, ἀναγκαῖον ἐνομίσαμεν μνησθῆναι καὶ τῶν γραφέντων παρὰ Αὐγουστίνου τοῦ τῆς ὁσίας μνήμης ἐπισκόπου ἐν Ἀφρικῆι γενομένου. ζητήσεως γάρ τινος περὶ Καικιλιανοῦ μετὰ θάνατον αὐτοῦ κινηθείσης ὡς τῆς ἐκκλησιαστικῆς παρατραπέντος παραδόσεως, καί τινων τούτου χάριν χωρισάντων ἑαυτοὺς τῆς | ||
30 | καθολικῆς ἐκκλησίας γράφει πρὸς Βονιφάτιον ὁ αὐτὸς τῆς ὁσίας μνήμης Αὐγουστῖνος ὡς οὐκ ἔδει τινὰς διὰ τοῦτο χωρίσαι ἑαυτοὺς τῆς καθολικῆς ἐκκλησίας· εἰ γὰρ ἀληθῆ ὑπῆρχεν τὰ ἐπαγόμενα Καικιλιανῶι καὶ ἐφανερώθη ἐναντία φρονήσας τῆς ἐκκλησιαστικῆς καταστάσεως, καὶ μετὰ θά‐ νατον ἂν τοῦτον ἀναθέματι ὑπέβαλον. ἀλλὰ καὶ κανὼν τῆς ἁγίας ἐν Ἀφρικῆι συνόδου δια‐ γορεύει τοὺς ἐπισκόπους τοὺς τὴν οἰκείαν περιουσίαν ἢ ἐν διαθήκηι ἢ ἐξ ἀδιαθέτου αἱρετικῶι | ||
35 | παραπέμποντας χρῆναι καὶ μετὰ θάνατον ἀναθεματίζεσθαι. πρὸς τούτοις δὲ ἅπασι τίς ἀγνοεῖ | 166 | |
168 | τὰ ἐν τοῖς ἡμετέροις χρόνοις ἐν τῆι ἐκκλησίαι τῆς πρεσβυτέρας Ῥώμης γενόμενα κατὰ Διο‐ σκόρου ὡς οὐδὲν περὶ πίστιν ἡμαρτηκὼς διὰ μόνην ἐκκλησιαστικὴν κατάστασιν μετὰ θάνατον παρ’ αὐτῆς τῆς κατὰ Ῥώμην ἁγιωτάτης ἐκκλησίας ἀνεθεματίσθη; εἰ τοίνυν οἱ μηδὲν εἰς πίστιν πταίσαντες ἐπίσκοποι διὰ κατάστασιν ἐκκλησιαστικὴν καὶ διὰ χρηματικὴν αἰτίαν ἀναθέματι | ||
5 | καὶ μετὰ θάνατον ὑποβάλλονται, πόσωι μᾶλλον Θεόδωρος ὁ εἰς αὐτὸν τὸν θεὸν ἀσεβήσας; Ὅσον δὲ πρὸς τὴν ἄνοιαν τῶν λεγόντων μὴ δεῖν ἀναθεματίζεσθαι μετὰ θάνατον τοὺς ἐν τῆι οἰκείαι ἀσεβείαι τελευτῶντας, ἔδει μηδὲ τοὺς ἀδίκως κατακριθέντας πατέρας μετὰ θάνατον ἀνακαλεῖσθαι, ὁποῖον συμβέβηκεν καὶ ἐπὶ Ἰωάννηι τῶι ἐν ὁσίαι τῆι μνήμηι γενομένωι ἐπισκόπωι Κωνσταντινουπόλεως ὑπὸ τῆς καθολικῆς ἐκκλησίας μετὰ θάνατον ἀνακληθέντι καὶ ἐπὶ Φλα‐ | ||
10 | βιανῶι τῶι τῆς ὁσίας μνήμης καὶ αὐτῶι Κωνσταντινουπόλεως γενομένωι ἐπισκόπωι, ἀδίκως μὲν ἐν ζωῆι κατακριθέντι, δικαίως δὲ μετὰ θάνατον ἀνακληθέντι ὑπό τε τοῦ τῆς ὁσίας μνήμης πάπα Λέοντος καὶ τῆς ἐν Χαλκηδόνι ἁγίας συνόδου, ἐντεῦθέν τε συμβαίνει κατὰ τοὺς ἐκείνων λόγους τοὺς μὲν αἱρετικοὺς τοῖς ἁγίοις πατράσιν συναριθμεῖσθαι οἷα ἐλευθέρους ἀφιεμένους τῆς ὀφει‐ λομένης αὐτοῖς κατακρίσεως, τοὺς δὲ ἁγίους πατέρας ἀδίκως καταδικασθέντας τοῖς αἱρετικοῖς | ||
15 | συνάπτεσθαι οἷα μὴ λυομένης τῆς ἐπ’ αὐτοῖς ἀδίκου κατακρίσεως. ἀξιοπιστότερος δὲ πάντων ἐστὶν διδάσκαλος ὁ κύριος καὶ θεὸς ἡμῶν Ἰησοῦς Χριστὸς περὶ ἑαυτοῦ λέγων οὕτως γὰρ ἠγάπησεν ὁ θεὸς τὸν κόσμον, ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ’ ἔχηι ζωὴν αἰώνιον. οὐ γὰρ ἀπέ‐ στειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ, ἵνα κρίνηι τὸν κόσμον, ἀλλ’ ἵνα σωθῆι ὁ κόσμος | ||
20 | δι’ αὐτοῦ. ὁ πιστεύων εἰς αὐτὸν οὐ κρίνεται, ὁ δὲ μὴ πιστεύων εἰς αὐτὸν ἤδη κέκριται, ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ. καὶ τὸ πνεῦμα δὲ τὸ ἅγιον διὰ τοῦ προφήτου Δαυὶδ λέγει τοὺς ἀσεβεῖς μὴ ἀναστήσεσθαι ἐν κρίσει. τῆς οὖν τοιαύτης τοῦ κυρίου ἀποφάσεως ἐξενεχθείσης κατὰ παντὸς ἀσεβοῦς καὶ οὐδὲν διαστελλούσης μεταξὺ ζώντων καὶ νεκρῶν αἱρετικῶν πῶς τολμῶσιν ἀντιπίπτειν τῆι τοιαύτηι | ||
25 | ἀποφάσει καὶ τοὺς ἅπαξ ἀσεβήσαντας καὶ διὰ τοῦτο ἤδη ὑπὸ τοῦ κυρίου κατακεκριμένους λέγειν μὴ δεῖν μετὰ θάνατον κατακρίνεσθαι; καὶ ὁ θεῖος δὲ ἀπόστολος ὁ Χριστὸν ἐν ἑαυτῶι ἔχων λαλοῦντα οὐ μόνον κατὰ ἀνθρώπων, ἀλλὰ καὶ κατ’ ἀγγέλων τὴν τοιαύτην ἐπήγαγεν ἀπόφασιν εἰπὼν ἐν τῆι ἐπιστολῆι τῆι πρὸς Γαλάτας· ἀλλὰ καὶ ἐὰν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμᾶς παρ’ ὃ εὐαγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω. ὡς προειρή‐ | ||
30 | καμεν, καὶ ἄρτι πάλιν λέγω· εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ’ ὃ παρελάβετε, ἀνάθεμα ἔστω. καὶ τίς οὕτως ἀσεβὴς ὡς τολμῆσαι εἰπεῖν ὡς τὰ παρὰ Θεοδώρου ἀσεβῶς συγγραφέντα ἢ μέρος αὐτῶν παρεδόθη ποτὲ τῆι ἁγίαι τοῦ θεοῦ ἐκκλησίαι, ἀλλ’ οὐκ εὐθὺς ὁ τολμήσας τι τοιοῦτο παραφθέγξασθαι ἀναθέματι καθυπεβλήθη παρὰ τῶν ἁγίων πατέρων; Εἴ τις τοίνυν μετὰ τὴν τοιαύτην ὀρθὴν ὁμολογίαν καὶ κατάκρισιν τῶν αἱρετικῶν τῆς εὐσεβοῦς | ||
35 | ἐννοίας σωιζομένης περὶ ὀνομάτων ἢ συλλαβῶν ἢ λέξεων ζυγομαχῶν χωρίζει ἑαυτὸν τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας ὥσπερ ἐν ὀνόμασι μόνοις καὶ λέξεσι κειμένης ἡμῖν τῆς εὐσεβείας, ἀλλ’ οὐκ ἐν πράγ‐ μασιν, ὁ τοιοῦτος ὡς τοῖς σχίσμασιν χαίρων λόγον ὑφέξει ὑπὲρ ἑαυτοῦ καὶ τῶν ὑπ’ αὐτοῦ ἀπατω‐ | ||
μένων ἢ ἀπατηθησομένων τῶι μεγάλωι θεῶι καὶ σωτῆρι ἡμῶν Ἰησοῦ Χριστῶι ἐν ἡμέραι κρίσεως. | 168 |