TLG 2734 004 :: Flavius JUSTINIANUS Imperator :: Epistula contra tria capitula

Flavius JUSTINIANUS Imperator Theol., Imperator Nomographus, vel Petrus Sabbatius
(Constantinopolitanus: A.D. 5–6)

Epistula contra tria capitula

Source: Amelotti, M., Albertella, R., Migliardi, L. (post E. Schwartz) (eds.), Drei dogmatische Schriften Iustinians, 2nd edn. [Legum Iustiniani imperatoris vocabularium. Subsidia 2] Milan: Giuffrè, 1973: 82–126.

Citation: Section — (line)

t

Ἴσον ἐπιστολῆς ἀντιγραφείσης παρὰ τοῦ εὐσεβεστάτου καὶ Χριστιανικωτάτου βασιλέως Ἰου‐ στινιανοῦ πρός τινας γράψαντας καὶ ἐκδικήσαντας Θεόδωρον τὸν δυσσεβῆ καὶ τὰ αὐτοῦ πονηρὰ δόγματα καὶ τὴν λεγομένην Ἴβα ἐπιστολὴν καὶ τὰ συγγράμματα Θεοδωρήτου τὰ κατὰ τῆς ὀρθῆς πίστεως γεγραμμένα

1

Γράμματα ὑμῶν ἐδεξάμεθα, ἅπερ ἀναγνόντες ἐθαυμάσαμεν ὑμᾶς μὴ ἐννοήσαντας τὴν τοῦ κυρίου διδασκαλίαν λέγοντος μάθετε ἀπ’ ἐμοῦ ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῆι καρδίαι, ἀλλ’ εἰς τοσοῦτον ὑπερηφανίας ἀρθέντας, ὡς πάντας τοὺς ἱερεῖς τῆς τοῦ θεοῦ ἐκκλησίας ἐξου‐ δενῶσαι καὶ μόνους ὑμᾶς αὐτοὺς ἐκ πάντων δικαιῶσαι, καθάπερ ἐκεῖνος ὁ Φαρισαῖος ὃς οὐδὲ
5τὸν τελώνην κατακρίνας ἐδικαιώθη. καὶ ἐν ὅσωι ἠλπίζομεν ὑμᾶς ὅμοια τοῖς λοιποῖς ἱερεῦσι φρονεῖν, ηὕρομεν παρ’ ἐλπίδας ἐκεῖνα ὑμᾶς ἐκδικοῦντας τὰ καὶ τῶι θεῶι καὶ τῆι ὀρθῆι πίστει ἐναντιούμενα. καὶ ὅμως τοιαύτην ἀσέβειαν ἐκδικοῦντες ἴσους ὑμᾶς αὐτοὺς εἶναι τοῖς ἀποστό‐ λοις ὑπελάβετε λέγοντες μὴ ὀφείλειν τινὰ ὡς ἀγροίκους ὑμᾶς ὀνειδίζειν, ἐπειδὴ καὶ ὁ θεὸς ἀγροίκοις προσέταξεν κηρύττειν τὸ εὐαγγέλιον. καὶ ἡμεῖς μὲν εἰ καὶ ἀγροίκους, ὡς λέγετε, ὑμᾶς ἐκαλέσαμεν,
10διὰ τοῦτο οὕτως εἴπομεν, ἐπειδὴ ἀγνοοῦντες τὴν ἐκκλησιαστικὴν τάξιν τε καὶ παράδοσιν καὶ τὴν ὀρθόδοξον πίστιν τοιαύτην ἀσέβειαν ἐκδικεῖτε, τοὺς ἀποστόλους δέ, οὓς ὑμεῖς ἀγροίκους καλεῖτε, ὁ θεὸς ἐπελέξατο ἑαυτῶι καὶ τοῦ ἰδίου πνεύματος καὶ χάριτος καὶ σοφίας ἐπλήρωσε καὶ οὕτως αὐτοὺς ἀπέστειλεν, ἵνα τὰ ἔθνη τὰ τὸν θεὸν ἀγνοοῦντα πρὸς τὴν τῆς ἀληθείας ὁδὸν ὁδηγήσωσιν, ὅθεν καὶ αὐτοῖς μόνοις τοῖς ἀποστόλοις εἶπεν ὑμεῖς ἐστὲ τὸ φῶς τοῦ κόσμου. φανεροὶ τοίνυν
15ἐστέ, καθάπερ ὁ ἀπόστολος εἶπεν, μὴ νοοῦντες μήτε ἃ λέγετε, μήτε περὶ τίνων διαβεβαιοῦσθε, ὅτι ἐτολμήσατε καὶ τοῖς ἀποστόλοις ἑαυτοὺς ἐξισῶσαι καὶ τοὺς πατριάρχας καὶ πάντας τοὺς ἱερεῖς ἐνυβρίσαι. τοσοῦτον δὲ τὴν ἐκκλησιαστικὴν κατάστασιν οὐκ ἐφυλάξατε, ὅτι τὸ ἐν μηδενὶ χρόνωι γενόμενον ὑπὸ Χριστιανῶν ἐτολμήσατε ποιῆσαι. πάντων γὰρ τῶν μακαριωτάτων πατριαρχῶν τὴν πρὸς ἀλλήλους ἕνωσιν ἐχόντων οὐδεὶς ἑαυτὸν τῆς καθολικῆς ἐκκλησίας ἐχώρισεν,
20εἰ μὴ φανερῶς αἱρετικῆι μανίαι κατείχετο, ὅπερ ὑμεῖς ἐπὶ τοῦ παρόντος ποιεῖν ἐσπουδάσατε. ἀλλ’ εἰ καὶ τοῦτο γέγονεν παρ’ ὑμῶν, ὅμως ἡμεῖς οὐ παυόμεθα πᾶν ὁτιοῦν πρὸς ἐπανόρθωσιν ὑμετέραν καὶ ποιοῦντες καὶ γράφοντες. ἐπειδὴ τοίνυν ἐγράψατε λέγοντες διὰ τοῦτο ἡμᾶς σπουδὴν ποιήσασθαι τὰ τρία ταῦτα κεφάλαια καταδικασθῆναι, τουτέστι Θεόδωρον μετὰ τῶν οἰκείων συγγραμμάτων καὶ τὴν λεγομένην Ἴβα ἐπιστολὴν καὶ τὰ Θεοδωρήτου συγγράμματα, ἵνα
25τὸ θέλημα πληρωθῆι τῶν ἀπὸ τῆς καθολικῆς ἐκκλησίας ἑαυτοὺς χωρισάντων, γινώσκετε ὅτι ἡμεῖς οὐ δι’ ἐκείνους ἐποιήσαμεν τοῦτο, ἀλλὰ πρῶτον μὲν διὰ τὴν ἀσέβειαν τῶν προειρημένων κεφαλαίων, ἔπειτα δὲ ὅτι τινὲς τὸ Νεστορίου ὄνομα σιωπᾶν προσποιούμενοι διὰ τῶν προειρημέ‐ νων κεφαλαίων αὐτὸν Νεστόριον καὶ τὴν κακοδοξίαν αὐτοῦ εἰσαγαγεῖν ἐπεχείρουν τὴν ἀσέβειαν τῶν κεφαλαίων τούτων τῆι καθολικῆι ἐκκλησίαι προσάπτοντες, διὰ τοῦτο ἡμεῖς, εἰ καὶ φανερὰ
30ἦν ἡ τῶν αὐτῶν κεφαλαίων ἀσέβεια, ὅμως ἠρωτήσαμεν τοὺς ἱερεῖς τῆς τοῦ θεοῦ ἐκκλησίας τί περὶ τούτων φρονοῦσιν. οἵτινες δεῖξαι βουλόμενοι ὅτι τὴν τοιαύτην ἀσέβειαν ἡ καθολικὴ ἐκ‐ κλησία οὐδὲ ἔσχε ποτὲ οὐδὲ ἔχει, κατεδίκασαν καὶ αὐτοὶ τὴν τοιαύτην δυσσέβειαν ἐξ ἀρχῆς ὑπὸ τῶν ἁγίων πατέρων καταδεδικασμένην. οὐδὲ γὰρ οἱ τῆς καθολικῆς ἐκκλησίας κεχωρισμένοι
περὶ τούτων τῶν κεφαλαίων λόγον τινὰ ποιοῦνται εἰδότες ὅτι ταῦτα οὐδεὶς δύναται Χριστιανοῦ82
35προσηγορίαν ἔχων ἐκδικεῖν, ἀλλὰ τῶι ὅρωι ἐναντιοῦνται τῆς ἁγίας ἐν Καλχηδόνι συνόδου τῶι περὶ τῆς πίστεως προενεχθέντι πρὸς κατάκρισιν Νεστορίου καὶ Εὐτυχοῦς καὶ τῆς αὐτῶν ἀπι‐ στίας. οἱ γὰρ τοῖς ὀρθοῖς τῆς ἐκκλησίας ἐναντιούμενοι δόγμασιν ἐπιθυμοῦσιν μᾶλλον τὰ μνη‐ μονευθέντα ἀσεβῆ κεφάλαια ἐκδικεῖν τὴν ἁγίαν τοῦ θεοῦ ἐκκλησίαν, ἵνα διὰ ταύτης τῆς προφάσεως τοὺς ἁπλουστέρους ἀπατήσωσι καὶ τὸν Χριστιανὸν λαὸν τῆς ἐκκλησίας χωρίσωσιν.

2

Ἐπειδὴ δὲ ἐγράψατε δύο εἴδη τὴν ἀσεβῆ ἐκείνην περιέχειν ἐπιστολήν, ἓν μὲν ὅτι ὀρθῶς, ὡς λέγετε, κατὰ Ἀπολιναρίου ἠγωνίσατο, ἕτερον δὲ ὅτι κἂν εἰ ἔδοξεν ὁ γράψας τὴν ἐπιστολὴν τὸν ἐν ἁγίοις Κύριλλον διασύρειν, ὅμως τοῦτον τὸν σπῖλον τῆς ὕβρεως ἐν τῶι τῆς ἐπιστολῆς ἀνέτρεψε τέλει, καὶ διὰ τοῦτο λέγετε ὀφείλειν τὴν αὐτὴν ἀσεβῆ ἐπιστολὴν ὀρθόδοξον κρίνεσθαι, δῆλοι
5καθεστήκατε ὅτι οὔτε τὸ ὕφος οὔτε τὴν δύναμιν ἔγνωτε τῆς αὐτῆς ἀσεβοῦς ἐπιστολῆς. κατὰ Ἀπολιναρίου γὰρ οὐδὲν περιέχει, ἀλλ’ αὐτὸν τὸν ἐν ἁγίοις Κύριλλον Ἀπολιναριαστὴν καλεῖ, καὶ οὐδὲ ἐν τῶι τέλει ἡ αὐτὴ ἀσεβὴς ἐπιστολὴ ἀνέτρεψε τὰ κατὰ τοῦ αὐτοῦ ἐν ἁγίοις εἰρημένα Κυ‐ ρίλλου. μᾶλλον μὲν οὖν τὰ χείρονα κατ’ αὐτοῦ ἐν τοῖς τελευταίοις εἶπεν, προιόντες δὲ ὅμως καὶ πᾶσαν τὴν ἀσέβειαν τῆς λεγομένης Ἴβα ἐπιστολῆς καὶ τὴν ματαιότητα τῶν κεφαλαίων ὧνπερ
10ἐπέμψατε, ἀποδείξωμεν. πάντων γὰρ ἀναγνωσθέντων τῶν παρ’ ὑμῶν γεγραμμένων σφόδρα ἐλυπήθημεν ὅτι εἰς τοιαύτην ἐνεπέσατε πλάνην ἄνθρωποι ἐξ ἐκείνης ὄντες τῆς χώρας ὅπου ἀεὶ πρὸ ὑμῶν ἡ ὀρθὴ πίστις ἀμώμητος ἐφυλάχθη. ὅθεν ἀναγκαῖον ἐνομίσαμεν εἶναι καὶ πρὸς τὰ ῥη‐ θέντα ὑμῶν κεφάλαια ἀντιγράψαι καὶ παραινέσαι ὑμῖν ταύτης τῆς ἀσεβείας καὶ τοῦ ἀσεβοῦς ὑμῶν διδασκάλου ἀποστῆναι τοῦ τὰ προειρημένα κεφάλαια συγγραψαμένου. ἀπατῆσαι γὰρ θέλων
15ὑμᾶς ῥήματά τινα προήγαγεν ἐκ τῶν θείων γραφῶν, ἅτινα νοήσας κακῶς προσαρμόσαι ῥήμασί τισι τῆς προειρημένης ἀσεβοῦς ἐπιστολῆς ἐπεχείρησεν. ὅπερ οἱ αἱρετικοὶ πάντες ποιοῦσι ῥή‐ ματά τινα τῶν θείων γραφῶν παρερμηνεύοντες καὶ πρὸς τὴν διεστραμμένην ἑαυτῶν μεταφέροντες ἔννοιαν. καὶ δοκεῖ ἡμῖν ὁ ἀσεβὴς ὑμῶν διδάσκαλος ἢ μὴ ἀνεγνωκέναι τὴν ἀνώνυμον ἐκείνην ἐπιστολὴν ἢ ἀνεγνωκέναι μέν, κακούργως δὲ ῥήματά τινα ταύτης προαγαγεῖν, τὰ πλείονα δὲ καὶ
20χείρονα σιωπῆσαι. λεγούσης γὰρ τῆς αὐτῆς ἐπιστολῆς περὶ τοῦ μακαρίου Κυρίλλου καὶ τοῦ ἀσεβοῦς Νεστορίου ὅτι ἑκάτεροι κατ’ ἀλλήλων βλαβεροὺς λόγους ἔγραψαν καὶ ὅτι Νεστόριος μὲν ἔλεγεν τὴν μακαρίαν Μαρίαν μὴ εἶναι θεοτόκον, ὡς νομισθῆναι τοῖς πολλοῖς ἐκ τῆς Παύλου τοῦ Σαμοσατέως αἱρέσεως εἶναι, Κύριλλος δὲ βουλόμενος τοὺς Νεστορίου ἀνατρέψαι λόγους ὤλισθεν καὶ ἐνέπεσεν εἰς τὸ Ἀπολιναρίου δόγμα, φανερόν ἐστιν ὅτι ὁ γράψας τὴν ἐπιστολὴν τῆι Νεστορίου μανίαι
25κεκρατημένος δείκνυται, ὃς αὐτὸν μὲν Νεστόριον ἀρνούμενον θεοτόκον εἶναι τὴν ἁγίαν παρθένον Μαρίαν μέχρι μόνης τῆς τινων ὑποψίας ἐληλυθέναι φησίν, οὐ μὴν αἱρετικὸν ἐκ τούτου φανῆναι· τὸν ἐν ἁγίοις δὲ Κύριλλον τὸν τῆς ἐκκλησίας διδάσκαλον εἰς τὸ Ἀπολιναρίου δόγμα ὀλισθῆσαι διισχυρίζεται καὶ πεσεῖν, διότι εἶπεν αὐτὸν τὸν θεὸν λόγον σαρκωθῆναι καὶ ἐνανθρωπῆσαι. καὶ ταῦτα μὲν τὰ ῥήματα παραλέλοιπεν, ὡς εἰρήκαμεν, ὁ διδάσκαλος ὑμῶν γινώσκων ὅτι ὁ λέγων τὸν
30ἐν ἁγίοις Κύριλλον ὀλισθῆσαι καὶ πεσεῖν καὶ αἱρετικοὺς καλῶν τοὺς τούτου λόγους πᾶσαν κατα‐ δικάζει τὴν ἐκκλησίαν τὴν πατέρα καὶ διδάσκαλον εἰκότως Κύριλλον ἔχουσαν. πῶς δὲ οὐκ ἔφριξε λέγων ὡς ὁ ἐν ἁγίοις Κύριλλος αἱρετικός ἐστιν, ἐπειδὴ εἶπεν ὅτι αὐτὸς ὁ θεὸς λόγος ἄνθρω‐ πος γέγονε καὶ ὅτι οὕτω λέγων διαφορὰν τοῦ ναοῦ καὶ τοῦ ἐνοικοῦντος ἐν αὐτῶι οὐχ ὁμολογεῖ; διὰ τούτων γὰρ τῶν λόγων οὐ μόνον τὸν ἐν ἁγίοις Κύριλλον μέμφεται, ἀλλὰ καὶ τὸν εὐαγγελιστὴν
35τὸν λέγοντα ὅτι ὁ λόγος σὰρξ ἐγένετο καὶ πάντας τοὺς προφήτας τὴν διὰ σαρκὸς ἐπιδημίαν
αὐτοῦ τοῦ θεοῦ λόγου κηρύξαντας καὶ μάλιστα Ἱερεμίαν τὸν λέγοντα οὗτος ὁ θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν· μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη καὶ πάλιν Ἡσαίαν λέγοντα τὸ παιδίον θεὸν ἰσχυρὸν καὶ πρὸς τούτοις τὸν ἀπό‐ στολον Παῦλον λέγοντα ἐν τῆι πρὸς Ἐφεσίους ἐπιστολῆι ὁ καταβὰς αὐτός ἐστι καὶ ὁ ἀναβὰς84
40ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσηι τὰ πάντα. καὶ γάρ, ὡς ἐκεῖνος ὑμῶν ὁ διδάσκαλος παραφρονῶν λέγει, μέμψεώς εἰσιν ἄξιοι καὶ οἱ προφῆται καὶ οἱ εὐαγγελισταὶ καὶ οἱ ἀπόστολοι λέγοντες ὅτι αὐτὸς ὁ θεὸς λόγος ἐνηνθρώπησεν, ὡς διὰ τούτων τῶν ῥημάτων τροπὴν τῆς θεότητος εἰς τὴν ἀνθρωπότητα λέγοντες γεγενῆσθαι. οἱ δὲ αὐτὸν τὸν θεὸν λόγον ἐναν‐ θρωπῆσαι μὴ ὁμολογοῦντες φανεροί εἰσι τὸν Χριστὸν ψιλὸν ἄνθρωπον εἶναι καὶ κατὰ χάριν υἱὸν θεοῦ
45ὀνομάζεσθαι λέγοντες, ὡς ἡ κακοδοξία Νεστορίου καὶ Θεοδώρου τοῦ διδασκάλου αὐτοῦ λέγει. αἱ γὰρ θεῖαι γραφαὶ καὶ οἱ ἅγιοι πατέρες ταύταις ἀκολουθοῦντες αὐτὸν τὸν θεὸν λόγον τὸν ἀόρατον τὸν ἀσώματον τὸ ἐκ τοῦ φωτὸς φῶς τὸν πρὸ αἰώνων καὶ ἀχρόνως ἐκ τοῦ πατρὸς γεννηθέντα αὐτὸν κατελθεῖν καὶ σαρκωθῆναι καὶ ἐνανθρωπῆσαι λέγουσιν. καὶ ὁ μὲν ἐν ἁγίοις Γρηγόριος ἐν τῶι λόγωι τῶι εἰς τὰ θεοφάνια οὕτω λέγει

3

Αὐτὸς ὁ τοῦ θεοῦ λόγος ὁ προαιώνιος ὁ ἀόρατος ὁ ἀπερίληπτος ὁ ἀσώματος ἡ ἐκ τῆς ἀρχῆς ἀρχὴ τὸ ἐκ τοῦ φωτὸς φῶς ἡ πηγὴ τῆς ζωῆς καὶ τῆς ἀθανασίας τὸ ἐκμαγεῖον τοῦ ἀρχετύπου ἡ μὴ κινουμένη σφραγὶς ἡ ἀπαράλλακτος εἰκὼν ὁ τοῦ πατρὸς ὅρος καὶ λόγος ἐπὶ τὴν ἰδίαν εἰκόνα χωρεῖ καὶ σάρκα φορεῖ διὰ τὴν σάρκα καὶ ψυχῆι νοερᾶι διὰ τὴν ἐμὴν ψυχὴν μίγνυται τῶι ὁμοίωι
5τὸ ὅμοιον ἀνακαθαίρων καὶ πάντα γίνεται πλὴν τῆς ἁμαρτίας ἄνθρωπος κυηθεὶς ἐκ τῆς παρθένου καὶ ψυχὴν καὶ σάρκα προκαθαρθείσης τῶι πνεύματι· ἔδει γὰρ καὶ γέννησιν τιμηθῆναι καὶ παρ‐ θενίαν προτιμηθῆναι.

4

Τὰ παραπλήσια δὲ καὶ ὁ ἐν ἁγίοις Ἀθανάσιος ἐν τῶι περὶ τοῦ ἁγίου πνεύματος λόγωι κατὰ Ἀρειανῶν οὕτω λέγει Ὁ γεννηθεὶς ἄνωθεν ἐκ τοῦ πατρὸς ἀρρήτως ἀφράστως ἀκαταλήπτως ἀιδίως αὐτὸς ἐν χρόνωι γεννᾶται κάτωθεν ἐκ τῆς παρθένου Μαρίας.

5

Καὶ πάλιν ὁ ἐν ἁγίοις Βασίλειος πρὸς Ἀμφιλόχιον γράφων ἐν τῶι ὀγδόωι κεφαλαίωι οὕτως εἶπεν Οὐ γὰρ τοσοῦτον οὐρανὸς καὶ γῆ καὶ τὰ μεγέθη τῶν πελαγῶν καὶ τὰ ἐν ὕδασι διαιτώμενα καὶ τὰ χερσαῖα τῶν ζώιων καὶ φυτὰ καὶ ἀστέρες καὶ ἀὴρ καὶ ὧραι καὶ ἡ ποικίλη τοῦ παντὸς διακό‐
5σμησις τὸ ὑπερέχον τῆς ἰσχύος συνίστησιν ὅσον τὸ δυνηθῆναι τὸν θεὸν τὸν ἀχώρητον ἀπαθῶς διὰ σαρκὸς συμπλακῆναι τῶι θανάτωι, ἵνα ἡμῖν τῶι ἰδίωι πάθει τὴν ἀπάθειαν χαρίσηται.

6

Ἀλλὰ καὶ ὁ ἐν ἁγίοις Αὐγουστῖνος ἐπίσκοπος ἐκ τῆς τῶν Ἄφρων χώρας ἐν τῆι περὶ τοῦ συμ‐ βόλου ἐκθέσει ταῦτα λέγει Εἰπὲ καὶ σύ, Ἀμβακοὺμ προφῆτα, μαρτυρίαν περὶ τοῦ Χριστοῦ. κύριε, φησὶν, εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην· κατενόησα τὰ ἔργα σου, ὁ θεός, καὶ ἐξέστην. ποῖα
5ἔργα τοῦ θεοῦ οὗτος θαυμάσας ἐξέστη; μήτι τὴν κτίσιν τοῦ κόσμου; μὴ γένοιτο· ἀλλ’ ἄκουσον πρὸς τί ἐξέστη. ἐν μέσωι, φησί, δύο ζώιων γνωσθήσηι· τὰ ἔργα σου ὅτι σὺ ὁ θεὸς λόγος σὰρξ ἐγένου· ἐν μέσωι δύο ζώιων γνωσθήσηι. τίς ὢν μέχρι τίνος κατέβης; ἐκστῆναί με πεποίηκας ὅτι ὁ λόγος δι’ οὗ τὰ πάντα ἐγένετο, ἐν φάτνηι ἐτέθης.

7

Τὰ ὅμοια δὲ καὶ ὁ ἐν ἁγίοις Λέων πάπας Ῥώμης ἐν τῆι πρὸς Φλαβιανὸν τὸν ἀρχιεπίσκοπον
Κωνσταντινουπόλεως ἐπιστολῆι οὕτως εἶπεν Ὁ ἀπαθὴς θεὸς οὐκ ἀπηξίωσε παθητὸς εἶναι ἄνθρωπος καὶ ὁ ἀθάνατος νόμοις ὑποκεῖσθαι θανάτου.86

8

Καὶ ταῦτα μὲν αἵ τε θεῖαι γραφαὶ καὶ οἱ ἅγιοι πατέρες εἰρήκασιν· ὅσον δὲ πρὸς τοὺς ὑμετέρους λόγους, κατηγορίας εἰσὶν ἄξιοι ὡς σύγχυσιν τῆς σαρκὸς καὶ τῆς θεότητος εἰσάγοντες, ἐπειδὴ αὐτὸν τὸν θεὸν λόγον ἄνθρωπον γεγενῆσθαι εἰρήκασιν, ὁπότε καὶ τὸν ἐν ἁγίοις Κύριλλον λέγοντα αὐτὸν τὸν θεὸν λόγον ἄνθρωπον γενέσθαι σύγχυσιν εἰσάγειν διὰ τούτων τῶν ῥημάτων εἰρήκατε.
5ὅτι δὲ ὁ τὴν ἐπιστολὴν γράψας τῆι Θεοδώρου κατεχόμενος μανίαι ἠρνήσατο τὸν θεὸν λόγον ἄν‐ θρωπον γεγονέναι, ἐξ αὐτῶν δείξωμεν τῶν κατὰ Ἀπολιναρίου τοῦ ἀσεβοῦς τῶι αὐτῶι αἱρετικῶι Θεοδώρωι γραφέντων. ἐν γὰρ τῶι τετάρτωι λόγωι γράφει οὕτως

9

Δεδωκέναι σοὶ τινὰς τῶν ἡμετέρων εἶπας τὰ οὐκ ἄν ποτε δοθέντα παρὰ τινὸς τῶν τῆς ἐκκλη‐ σιαστικῆς ἀντέχεσθαι δόξης ἐσπουδακότων. ἐπυνθανόμεθα γὰρ εἰ τὸν θεὸν λόγον ὁμολογοῦ‐ σιν ἄνθρωπον γεγενῆσθαι. εἰπὼν ἐπήγαγες· ἐδίδοσαν. καὶ τίς ἂν ἔχων νοῦν ἄνθρωπον εἴποι τὸν θεὸν γεγενῆσθαι λόγον, ὡς ὑμεῖς φατέ, εἰ μὴ ἄρα τὴν αὐτὴν ὑμῖν πρότερον νοσήσειεν
5ἄνοιαν. ἡμεῖς γὰρ εἰληφέναι ἄνθρωπον τὸν θεὸν λόγον καὶ σφόδρα φαμέν, γεγενῆσθαι δὲ ἄν‐ θρωπον καθ’ ὑμᾶς οὐκ ἄν ποτε εἰπεῖν ἀνασχοίμεθα.

10

Ἀποδειχθέντος τοίνυν διὰ τῶν εἰρημένων Θεοδώρωι σύμφωνον εἶναι τὴν ἀσέβειαν τῆς ἐπιστο‐ λῆς τῆι αἱρετικῆι ἐκείνου μανίαι, πῶς οὐ δικαίως πᾶς τὴν ἐλπίδα ἴσχων εἰς τὸν σαρκωθέντα καὶ ἐνανθρωπήσαντα θεὸν λόγον ὁμοίως καὶ Θεόδωρον καὶ τὴν εἰρημένην ἀσεβῆ ἐπιστολὴν κατα‐ δικάσει; ἐπειδὴ δὲ ἐπαινεῖτε τὴν ἀσεβῆ ἐπιστολὴν περιέχουσαν ὅτι ὁ λέγων αὐτὸν τὸν θεὸν λόγον
5σαρκωθῆναι καὶ ἐνανθρωπῆσαι τὴν διαφορὰν ἀναιρεῖ τοῦ ναοῦ καὶ τοῦ ἐνοικοῦντος ἐν τῶι ναῶι, γινώσκετε ὅτι διαφορὰν μὲν τῶν φύσεων ἐξ ὧν ὁ εἷς Χριστὸς ὁ κύριος καὶ θεὸς ἡμῶν συνετέθη, ὀρθῶς ἡ ἁγία τοῦ θεοῦ ἐκκλησία κηρύττει, διαφορὰν δὲ τοῦ ναοῦ καὶ τοῦ ἐνοικοῦντος ἐν αὐτῶι οὐδεὶς τῶν ἁγίων πατέρων ἐδίδαξεν, ἀλλὰ μόνοι οἱ ἀσεβεῖς Νεστόριος καὶ Θεόδωρος εἰρήκασι δύο ἐντεῦθεν πρόσωπα εἰσάγειν βουλόμενοι. κἂν γὰρ αἱ θεῖαι γραφαὶ καὶ οἱ ἅγιοι πατέρες τῆι
10τοῦ ναοῦ ὀνομασίαι κέχρηνται, ἀλλὰ τὸ σῶμα τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ σημαίνοντες τοῦτο λέγουσι, καθὼς εἶπεν ὁ εὐαγγελιστής, αὐτὸς δὲ ἔλεγε περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ, οὐδεὶς γὰρ τοῦ ἑνὸς προσώπου τοῦ Χριστοῦ διαφορὰν πρὸς ἑαυτὸ εἶναί φησιν, ὡς ἄλλον ἐν ἄλλωι εἶναι, ἀλλὰ τῶν φύσεων μόνον ἐξ ὧν ὁ εἷς Χριστὸς ἀσυγχύτως καὶ ἀδιαιρέτως ἀπετελέσθη. καὶ ὑμεῖς τοίνυν τὴν τῆς ἐπιστολῆς ἐκδικοῦντες ἀσέβειαν τῆς ἀρνουμένης αὐτὸν τὸν θεὸν λόγον ἄν‐
15θρωπον γεγενῆσθαι πρόδηλοι καθεστήκατε δύο πρόσωπα εἰσάγοντες καὶ ταῦτα νοοῦντες περὶ τοῦ Χριστοῦ ὡς ψιλοῦ ἀνθρώπου ὅπερ ὁ ἀπόστολος εἶπεν διὰ τοὺς πιστοὺς ὅτι ὑμεῖς ναὸς θεοῦ ἐστὲ καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν, ὡς κατὰ τὴν ὑμετέραν πλάνην μηδεμίαν εἶναι διαφορὰν μεταξὺ ἡμῶν τῶν ἀνθρώπων καὶ τοῦ Χριστοῦ, καθ’ ἃ καὶ αὐτὸς Θεόδωρος ὁ αἱρετικὸς ὁ διδάσκαλος τοῦ γράψαντος τὴν ἐπιστολὴν ἐν τῶι τρίτωι κατὰ Ἀπολιναρίου λόγωι παραφρονῶν
20ταῦτα ὡς ἐκ προσώπου τοῦ Χριστοῦ λέγει

11

Ἐγὼ μὲν, ὃν ὁρᾶτε, δύναμαι μὲν ποιεῖν οὐδὲν κατὰ τὴν οἰκείαν φύσιν ἅτε ἄνθρωπος ὤν, ἐργάζομαι δέ, ἐπειδὴ ἐν ἐμοὶ μένων ὁ πατὴρ ἅπαντα ποιεῖ. ἐπειδὴ γὰρ ἐγώ τε, φησίν, ἐν τῶι πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί, θεὸς δὲ λόγος ἐν ἐμοὶ ὁ τοῦ θεοῦ μονογενής, δῆλον ὅτι καὶ πατὴρ σὺν αὐτῶι ἐν ἐμοί τε μένων καὶ τὰ ἔργα ποιῶν. καὶ θαυμαστόν γε οὐδὲν ἐπὶ τοῦ Χριστοῦ τοῦτο
5νομίζειν, σαφῶς αὐτοῦ περὶ τῶν λοιπῶν λέγοντος ἀνθρώπων. ὁ ἀγαπῶν με τὸν λόγον μου τηρήσει καὶ ὁ πατήρ μου ἀγαπήσει αὐτὸν καὶ πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρ’ αὐτῶι ποιήσομεν. εἰ γὰρ παρ’ ἑκάστωι τῶν τοιούτων ὅ τε πατὴρ καὶ ὁ υἱὸς τὴν μονὴν ποιοῦνται, τί θαυμαστὸν εἰ ἐν τῶι κατὰ σάρκα δεσπότηι Χριστῶι ἄμφω κατὰ ταυτὸν νομίζοιντο μένειν τῆς κατὰ τὴν οὐσίαν κοινωνίας προσιεμένης, ὡς εἰκός, καὶ τὴν τῆς μονῆς88
10κοινωνίαν;

12

Τούτων τοίνυν οὕτω παρὰ τοῦ δυσσεβοῦς Θεοδώρου εἰρημένων, οὐ θαυμαστὸν εἴπερ ὁ ἐκπεσὼν τοῦ θεοῦ τῆι ἀσεβείαι συνεζευγμένην ἔχει καὶ μωρίαν, καθὼς περὶ τῶν ἀσεβῶν ὁ προφήτης Ἡσαίας λέγει ὁ μωρὸς μωρὰ λαλήσει καὶ ἡ καρδία αὐτοῦ μάταια νοήσει. ὁ γὰρ τὸν πατέρα καὶ τὸν υἱὸν οὕτω μένειν ἐν τῶι Χριστῶι καθὼς καὶ ἐν τοῖς λοιποῖς ἀνθρώποις διισχυρι‐
5ζόμενος καὶ μὴ ὁμολογῶν τὸν Χριστὸν εἶναι τὸν θεὸν λόγον σαρκωθέντα καὶ ἐνανθρωπήσαντα πῶς λέγει Χριστὸν κατὰ σάρκα; οἱ γὰρ ἅγιοι πατέρες ὁμολογοῦντες τὸν Χριστὸν εἶναι τὸν θεὸν λόγον σαρκωθέντα καὶ ἐνανθρωπήσαντα, ὅταν τι περὶ αὐτοῦ ταπεινὸν λέγωσιν, ὀρθῶς ἐπάγουσι τὸ κατὰ σάρκα.

13

Ἀλλ’ εἰ καὶ προσῆκον ἦν τοὺς Θεόδωρον ἐκδικοῦντας καὶ ἐκ ταύτης αὐτοῦ τῆς καθ’ ὑπερ‐ βολὴν βλασφημίας τὴν τούτου ἐκκλῖναι δυσσέβειαν, ἀλλ’ οὖν διὰ τὴν τούτων ἀναίδειαν καὶ ἄλλας αὐτοῦ βλασφημίας προαγάγωμεν, δι’ ὧν δύο εἰσάγει πρόσωπα. μεμφόμενος γὰρ τοὺς λέγον‐ τας ὅτι ὁ θεὸς λόγος ὁ πρὸ αἰώνων γέγονεν ἐπ’ ἐσχάτων ἄνθρωπος, οὕτω λέγει ἐν τῶι κατὰ
5Ἀπολιναρίου τετάρτωι λόγωι

14

Ὁ πρὸ αἰώνων, φησίν, γέγονεν ἐπ’ ἐσχάτων· πάλιν, ὥς τινων δεδωκότων, καὶ τοῦτο λέγων, οὐδενὸς ἂν τῶν εὐσεβεῖν ἐσπουδακότων ταύτην ἑλομένου νοσῆσαι τὴν ἄνοιαν, ὥστε τὸν πρὸ αἰώνων εἰπεῖν ἐπ’ ἐσχάτων γεγενῆσθαι.

15

Καὶ μεθ’ ἕτερα· Οὐκοῦν τοῖς ὑμετέροις ἑπόμενοι νόμοις καὶ τὴν ὑπὸ τῆς ἀγχινοίας νομο‐ θετουμένην ἀντιστροφήν, μᾶλλον δὲ καταστροφὴν δεξάμενοι, φέρε δὴ πάντα εἰς ταυτὸν συγχέω‐ μεν καὶ μηδεμία λοιπὸν ἔστω διάκρισις, μὴ θεοῦ μορφῆς μὴ δούλου μορφῆς, μὴ ναοῦ ληφθέντος μὴ τοῦ ἐνοικοῦντος ἐν τῶι ναῶι, μὴ τοῦ λυθέντος μὴ τοῦ ἐγείραντος, μὴ τοῦ τελειωθέντος ἐν
5πάθεσι μὴ τοῦ τελειώσαντος, μὴ τοῦ μνημονευθέντος μὴ τοῦ μνημονεύσαντος, μὴ τοῦ ἐπισκεφθέν‐ τος μὴ τοῦ ἐπισκεψαμένου, μὴ τοῦ βραχὺ παρ’ ἀγγέλους ἐλαττωθέντος μὴ τοῦ ἐλαττώσαντος, μὴ τοῦ δόξηι καὶ τιμῆι στεφανωθέντος μὴ τοῦ στεφανώσαντος, μὴ τοῦ καταστάντος ἐπὶ τὰ ἔργα τῶν χειρῶν τοῦ θεοῦ μὴ τοῦ καταστήσαντος, μὴ τοῦ λαβόντος αὐτὰ ἐν ὑποταγῆι μὴ τοῦ δόντος τὴν ὑποταγήν.

16

Ἐκ τούτων τοίνυν τῶν ἀσεβῶν Θεοδώρου ῥημάτων καὶ τῆς οὕτως αὐτοῦ προφανοῦς βλασφη‐ μίας ἐρυθριάσωσιν οἱ ἀντιποιούμενοι αὐτοῦ τε καὶ τῆς ἀσεβοῦς ἐπιστολῆς. τὸ γὰρ ἀναιδῶς καὶ πολλάκις ἄλλον εἶναι τὸν θεὸν λόγον καὶ ἄλλον τὸν Χριστὸν λέγειν αὐτὸν καὶ τὸν μὲν εὐεργε‐ τοῦντα, τὸν δὲ εὐεργετούμενον, καὶ τὸν μὲν σώσαντα, τὸν δὲ σωθέντα φανερῶς ἀρνεῖται τὴν διὰ τοῦ
5μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ προσγενομένην ἡμῖν σωτηρίαν. ὁ γὰρ παρ’ ἄλλου εὐεργεσίαν λαβὼν ἤτοι σωθεὶς ἑτέρους πῶς δύναται σώιζειν; οἱ τοίνυν τὸν ταῦτα βλασφημήσαντα ἐκδικοῦντες τίνος οἴονται σῶμα καὶ αἷμα λαμβάνειν, τοῦ εὐεργετηθέντος ἢ τοῦ εὐεργετήσαντος;
ἀλλ’ εἰ μὲν τοῦ εὐεργετήσαντος θεοῦ λόγου, πῶς τοῦτο λέγουσιν μὴ ὁμολογοῦντες αὐτὸν σαρκω‐ θῆναι καὶ ἐνανθρωπῆσαι; εἰ δὲ τοῦ εὐεργετηθέντος, ματαία αὐτῶν ἡ ἐλπὶς ἀνθρωπολατρείαν90
10πρεσβευόντων, ὅτι ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῆι κτίσει παρὰ τὸν κτίσαντα. ἡμεῖς δὲ πάντες οἱ τῆς καθολικῆς ἐκκλησίας τὸν θεὸν λόγον σαρκωθέντα καὶ ἐνανθρωπήσαντα ἕνα τε ὄντα τῆς ἁγίας τριάδος ὁμολογοῦντες αὐτοῦ καὶ τὸ σῶμα καὶ τὸ αἷμα δεχόμεθα εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον, καθὼς καὶ αὐτὸς ὁ κύριος λέγει· ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῆι ἐσχάτηι
15ἡμέραι. ἡ γὰρ σάρξ μου ἀληθῶς ἐστι βρῶσις καὶ τὸ αἷμά μου ἀληθῶς ἐστι πό‐ σις. ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῶι. καθὼς ἀπέστειλέν με ὁ ζῶν πατὴρ κἀγὼ ζῶ διὰ τὸν πατέρα, καὶ ὁ τρώγων με κἀκεῖνος ζήσει δι’ ἐμέ.

17

Καὶ ταῦτα μὲν οὕτω καὶ πιστεύομεν καὶ ὁμολογοῦμεν· πόσου δὲ ψεύδους ἐστὶ κἀκεῖνο μεστὸν ὅπερ τῆι μνημονευθείσηι ἀσεβεῖ ἐπιστολῆι περιέχεται περὶ τῶν δώδεκα κεφαλαίων τοῦ ἐν ἁγίοις Κυρίλλου; συκοφαντεῖ γὰρ αὐτὸν ὡς μίαν φύσιν τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος τοῦ Χριστοῦ ἐν τούτοις λέγοντα τοῖς κεφαλαίοις καὶ διὰ τοῦτο πάσης ἀσεβείας πεπληρῶσθαι τὰ αὐτὰ κεφάλαια
5λέγει, ὅπερ ὁ ὑμέτερος διδάσκαλος πανούργως ἑρμήνευσε λέγων μὴ διὰ τὰ δώδεκα κεφάλαια ἐν τῆι ἐπιστολῆι εἰρῆσθαι ὅτι ταῦτα πάσης ἀσεβείας πεπλήρωνται, ἀλλ’ ὅτι εἴρηται μίαν εἶναι φύσιν θεότητος καὶ ἀνθρωπότητος, ὅπερ προφανὲς ψεῦδός ἐστιν. ὁ γὰρ ἐν ἁγίοις Κύριλλος οὔτε ἐν τοῖς ἄλλοις αὐτοῦ συγγράμμασιν οὔτε ἐν τῆι ἐπιστολῆι ἧιτινι τὰ δώδεκα κεφάλαια ὑποτέτακται, ἀλλ’ οὐδὲ ἐν αὐτοῖς τοῖς κεφαλαίοις μίαν φύσιν θεότητος καὶ ἀνθρωπότητος δείκνυται εἰρηκώς,
10ἀλλὰ μίαν ὑπόστασιν ἤτοι πρόσωπον τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος τοῦ Χριστοῦ εἶναι διδάσκει. ὅπερ καὶ ἡ ἁγία τοῦ θεοῦ ἐκκλησία κηρύττει καὶ πάντες οἱ πατέρες ἐδίδαξαν ἀνα‐ θεματίζοντες τοὺς μίαν φύσιν τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος τοῦ Χριστοῦ λέγοντας. ἄλλο γάρ ἐστι φύσις καὶ ἄλλο ὑπόστασις ἤτοι πρόσωπον, καὶ ἡ μὲν φύσις τὸ κοινῶς καὶ γενικῶς κατὰ πάντων προσώπων κατηγορούμενον σημαίνει, ἡ ὑπόστασις δὲ ἤτοι πρόσωπον τὸ ἰδικὸν δείκνυσι·
15πρόσωπον γὰρ ἐν ἄλλωι προσώπωι οὐκ ἐπιθεωρεῖται. ὅτι δὲ ἡ μυσαρὰ ἐπιστολὴ περὶ τῶν δώδεκα κεφαλαίων τοῦ ἐν ἁγίοις Κυρίλλου λέγει ὡς πάσης ἀσεβείας πεπλήρωται, ἔξεστιν ὑμῖν ἐκ τῶν ἐφεξῆς τῆς αὐτῆς ἀσεβοῦς ἐπιστολῆς τοῦτο εὑρεῖν, ἐν οἷς φανερῶς εἶπεν τὰ αὐτὰ δώδεκα κε‐ φάλαια ἐναντία εἶναι τῆι ὀρθῆι πίστει. ἐπειδὴ δὲ μέμφεται ἡ αὐτὴ ἀσεβὴς ἐπιστολὴ ἡ λεγομένη Ἴβα τὸν ἐν ἁγίοις Κύριλλον ὡς φωνῶν διαφορὰν ἀπαρνούμενον, γινώσκετε ὅτι καὶ ἐν τούτωι
20καὶ ὁ γράψας τὴν ἀσεβῆ ἐπιστολὴν καὶ ὁ ὑμέτερος διδάσκαλος ψεύδεται. ἐν πᾶσι γὰρ τοῖς ἰδίοις λόγοις ὁ ἐν ἁγίοις Κύριλλος περὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ διδάσκων φωνῶν λέγει διαφορὰν καὶ τὰς μὲν ὑψηλὰς κατὰ τὴν θεότητα αὐτοῦ, τὰς δὲ ταπεινὰς κατὰ τὴν ἀνθρω‐ πότητα αὐτοῦ, πάσας δὲ ὅμως ἐξ ἑνὸς καὶ περὶ ἑνὸς καὶ τοῦ αὐτοῦ θεοῦ λόγου σεσαρκωμένου εἰρῆσθαι· ἀπαγορεύει δὲ ὁ αὐτὸς ἐν ἁγίοις Κύριλλος ἄλλωι καὶ ἄλλωι προσώπωι διανέμεσθαι
25ταύτας. ἀλλὰ ἀναμφιβόλως ὑμεῖς δύο προσώποις διανέμειν θέλοντες τὰς φωνάς, διὰ τοῦτο λέγετε τὸν ἐν ἁγίοις Κύριλλον φωνῶν διαφορὰν ἀπαρνήσασθαι. ἐπειδὴ δὲ βουλόμενος ὑμᾶς ἀπατῆσαι καὶ ἐν τούτωι ὁ διδάσκαλος ὑμῶν εἶπεν τὴν αὐτὴν ἀσεβῆ ἐπιστολὴν τὴν λεγομένην Ἴβα τῆς Ἀπολιναρίου ἀσεβείας καταγράφειν καὶ διὰ τοῦτο ὀφείλειν αὐτὴν ὀρθόδοξον νομίζεσθαι, εἰδέναι ὑμᾶς χρὴ ὅτι καὶ ἐν τούτωι ἐψεύσατο· οὔτε γὰρ κατὰ Ἀπολιναρίου, καθάπερ ἀνωτέρω
30εἰρήκαμεν, γέγραπται· ὅμως δὲ εἰ καὶ καθ’ ὑμᾶς τοῦτο ἦν ἀληθές, οὐ διὰ τοῦτο ἠλευθε‐
ροῦτο τῆς κατακρίσεως ἡ αὐτὴ ἐπιστολή. κἂν γὰρ εἴτις αἱρετικὸς εἴπηι κατὰ αἱρετικοῦ, οὐ διὰ τοῦτο αὐτὸς ὀρθόδοξος δείκνυται. καὶ Ἄρειος γὰρ κατὰ Σαβελλίου εἶπεν καὶ Ἀπολινάριος κατὰ Ἀρείου καὶ Εὐτυχὴς κατὰ Νεστορίου. καὶ κἂν τὰ μάλιστα διαφόρωι πλάνηι πάντες οὗτοι κατείχοντο, ὅμως οὐδεὶς αὐτῶν ἐκ τῆς τοιαύτης ἀντιρρήσεως ὀρθόδοξος κρίνεται, ἀλλ’92
35ὁμοίως πάντες ἀπὸ τῆς καθολικῆς ἐκκλησίας καταδικάζονται.

18

Καὶ ἐκ τούτου δὲ φανερός ἐστιν ὁ τὴν μνημονευθεῖσαν ἀσεβῆ γράψας ἐπιστολὴν δύο πρόσωπα εἰσάγων, ὅτι εἶπεν· πῶς δυνατὸν ληφθῆναι τὸν ἐν ἀρχῆι λόγον ἐπὶ τοῦ ναοῦ τοῦ ἐκ Μαρίας γεν‐ νηθέντος; δι’ ὧν ῥημάτων δείκνυται φανερῶς ὅτι οὐ τὸν θεὸν λόγον σαρκωθῆναι καὶ τεχθῆναι ἐκ τῆς ἁγίας παρθένου Μαρίας λέγει, ἀλλὰ ψιλὸν ἄνθρωπον τὸν Χριστόν, ὃν ναὸν ἀποκαλεῖ. ὅτι
5δὲ καὶ ταύτην τὴν ἀσέβειαν ἐκ τῆς Θεοδώρου διδασκαλίας ἔλαβεν ὁ τὴν μυσαρὰν ἐκείνην γράψας ἐπιστολήν, δῆλον ἐξ ὧν ἐν τῶι τρίτωι λόγωι κατὰ Ἀπολιναρίου τοῦ αἱρετικοῦ ὁ αὐτὸς ἀσεβὴς Θεόδωρος ἔγραψεν λέγων οὕτως

19

Ἀλλ’ ὅ γε θεὸς καὶ ἐκ θεοῦ καὶ ὁμοούσιος τῶι πατρὶ τῶι μὲν ἐκ τῆς παρθένου γεννηθέντι, ὦ θαυμάσιε, καὶ ὑπὸ τοῦ ἁγίου πνεύματος κατὰ τὰς θείας διαπλασθέντι γραφὰς καὶ τήν γε σύστασιν ἐπὶ τῆς γυναικείας δεξαμένωι γαστρὸς ἐνῆν, ὡς εἰκός, ἐπειδὴ ἅμα τῶι διαπλασθῆναι καὶ τὸ εἶναι θεοῦ ναὸς εἰλήφει· οὐ μὴν τὸν θεὸν γεγεννῆσθαι ἡγητέον ἡμῖν ἐκ τῆς παρθένου, εἰ μὴ ἄρα ταυτὸν
5ἡγητέον ἡμῖν τό τε γεννηθὲν καὶ τὸ ἐν τῶι γεννηθέντι, τὸν ναὸν καὶ τὸν ἐν τῶι ναῶι θεὸν λόγον. οὐ μὴν οὐδὲ κατὰ τὴν σὴν φωνὴν ἀποφαντέον πάντηι τὸν ἐκ τῆς παρθένου γεννηθέντα θεὸν εἶναι ἐκ θεοῦ ὁμοούσιον τῶι πατρί. εἰ γὰρ οὐκ ἄνθρωπός ἐστιν, ὡς φής, ἀναληφθεὶς ὁ γεννηθεὶς ἐκ τῆς παρθένου, θεὸς δὲ σαρκωθείς, πῶς ὁ γεννηθεὶς θεὸς ἐκ θεοῦ καὶ ὁμοούσιος λέγοιτο ἂν τῶι πατρὶ τῆς σαρκὸς οὐ δυναμένης ταύτην προσίεσθαι τὴν φωνήν; ἔστιν μὲν γὰρ ἀνόητον τὸ τὸν
10θεὸν ἐκ τῆς παρθένου γεγεννῆσθαι λέγειν. τοῦτο γὰρ οὐδὲν ἕτερόν ἐστιν ἢ ἐκ σπέρματος αὐτὸν λέγειν Δαβὶδ ἐκ τῆς οὐσίας τῆς παρθένου τετεκμένον καὶ ἐν αὐτῆι διαπεπλασμένον, ἐπείγε τὸ ἐκ σπέρματος Δαβὶδ καὶ ἐκ τῆς οὐσίας τῆς παρθένου συστὰν ἐν τῆι μητρώιαι γαστρὶ καὶ τῆι τοῦ ἁγίου πνεύματος διαπλασθὲν δυνάμει γεγεννῆσθαί φαμεν ἐκ τῆς παρθένου.

20

Οὕτω τοίνυν βλασφημοῦντος Θεοδώρου καὶ πολλάκις διαβεβαιουμένου μὴ δυνατὸν εἶναι τὸν θεὸν καὶ ἐκ θεοῦ καὶ ὁμοούσιον τῶι πατρὶ σαρκωθῆναι καὶ τεχθῆναι ἐκ τῆς παρθένου, ἐπειδὴ οὐδὲ ἡ σὰρξ ὁμοούσιός ἐστι τῶι πατρί, πῶς οὐκ ἐρυθριῶσιν οἱ τὸν τοιοῦτον αἱρετικὸν ἐκδικοῦντες; ὅστις τοῦτο μὲν ταῖς θείαις γραφαῖς, τοῦτο δὲ καὶ τοῖς ἁγίοις πατράσιν ἐναντία μυσαρῶς ἐξέθετο,
5ὁπότε δῆλον πᾶσι καθέστηκεν ὡς ἀπ’ ἀρχῆς ἐξ οὗπερ ὁ θεὸς τὴν ἐκκλησίαν ἐθεμελίωσεν ἐν τῆι ὀρθῆι ὁμολογίαι, πάντες οἱ τοῦ θεοῦ ἱερεῖς ἐκήρυξαν τὸν θεὸν λόγον τὸν ἐκ θεοῦ σαρκωθῆναι ἐκ τῆς ἁγίας καὶ ἐνδόξου παρθένου Μαρίας σαρκὶ ἐψυχωμένηι ψυχῆι λογικῆι καὶ νοερᾶι καὶ ἐνανθρω‐ πῆσαι καὶ ἐξ αὐτῆς τεχθῆναι. καὶ οὕτω διδάσκοντες οὐδὲ τροπὴν τῆς θεότητος εἰς σάρκα εἰσήγαγον οὐδὲ διὰ τὴν σάρκα ὁμοούσιον αὐτὸν εἶναι τῶι πατρὶ ἀπηρνήσαντο, καθὼς Θεό‐
10δωρος ληρεῖ, ἀλλ’ ἕνα καὶ τὸν αὐτὸν κύριον καὶ θεὸν ἡμῶν Ἰησοῦν Χριστὸν κατὰ μὲν τὴν θεότητα ὁμοούσιον εἶναι τῶι πατρί, κατὰ δὲ τὴν ἀνθρωπότητα τὸν αὐτὸν ὁμοούσιον ἡμῖν εἶναι ἐδίδαξαν.

21

Πάλιν δὲ ἐν τῶι προλεχθέντι λόγωι ὁ δυσσεβὴς Θεόδωρος βλασφημῶν καὶ ταῦτα λέγει Ἀλλ’ οὐχ ἡ θεία φύσις ἐκ παρθένου γεγέννηται, γεγέννηται δὲ ἐκ τῆς παρθένου ὁ ἐκ τῆς οὐσίας τῆς παρθένου συστάς· οὐχ ὁ θεὸς λόγος ἐκ τῆς Μαρίας γεγέννηται, γεγέννηται δὲ ἐκ Μαρίας ὁ ἐκ σπέρματος Δαβίδ· οὐχ ὁ θεὸς λόγος ἐκ γυναικὸς γεγέννηται, γεγέννηται δὲ ἐκ γυναικὸς ὁ τῆι94
5τοῦ ἁγίου πνεύματος δυνάμει διαπλασθεὶς ἐν αὐτῆι· οὐκ ἐκ μήτρας τέτεκται ὁ ὁμοούσιος τῶι πατρί, ἀμήτωρ γὰρ οὗτος κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν, ἀλλ’ ὁ ἐν ὑστέροις καιροῖς ἐν τῆι μητρώιαι γαστρὶ τῆι τοῦ ἁγίου πνεύματος δυνάμει διαπλασθεὶς ἅτε καὶ ἀπάτωρ διὰ τοῦτο λεγόμενος.

22

Καὶ ταῦτα μὲν ὁ ἀσεβὴς Θεόδωρος παραλογιζόμενος τὴν περὶ τούτου διδασκαλίαν τοῦ ἀπο‐ στόλου λέγοντος ἐν τῆι πρὸς Ἑβραίους ἐπιστολῆι περὶ τοῦ κυρίου οὕτως· πρῶτον μὲν ἑρμηνευ‐ όμενος βασιλεὺς δικαιοσύνης, ἔπειτα δὲ καὶ βασιλεὺς Σαλήμ, ὅ ἐστι βασιλεὺς εἰρήνης, ἀπάτωρ ἀμήτωρ ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος
5ἔχων. τοῦ γὰρ ἀποστόλου περὶ ἑνὸς καὶ τοῦ αὐτοῦ εἰπόντος ἀπάτωρ ἀμήτωρ ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος ἔχων, ὁ δυσσεβὴς Θεόδωρος ἄλλον λέγει ἀπάτορα καὶ ἄλλον ἀμήτορα.

23

Ἀλλὰ διελέγξομεν τὴν τῶν οὕτω φρονούντων ἀσέβειαν καὶ ἐκ τῆς τῶν ἁγίων πατέρων διδασκα‐ λίας. λέγει γὰρ ὁ ἐν ἁγίοις Γρηγόριος ὁ Ναζιανζοῦ ἐπίσκοπος ἐν τῶι περὶ τῶν θεοφανίων λόγωι οὕτως

24

Τίς οὐ προσκυνεῖ τὸν ἀπ’ ἀρχῆς; τίς οὐ δοξάζει τὸν τελευταῖον; πάλιν τὸ σκότος λύεται, πάλιν τὸ φῶς ὑφίσταται, πάλιν Αἴγυπτος σκότωι κολάζεται, πάλιν Ἰσραὴλ στύλωι φωτίζεται. ὁ λαὸς ὁ καθήμενος ἐν σκότει τῆς ἀγνοίας, ἰδέτω φῶς μέγα τῆς ἐπιγνώσεως. τὰ ἀρχαῖα παρῆλθε καὶ γέγονε τὰ πάντα καινά, τὸ γράμμα ὑποχωρεῖ, τὸ πνεῦμα παρρησιάζεται· αἱ σκιαὶ παρατρέ‐
5χουσιν, ἡ ἀλήθεια ἐπεισέρχεται· ὁ Μελχισεδὲκ συνάγεται, ὁ ἀμήτωρ ἀπάτωρ γίνεται, ἀμήτωρ τὸ πρότερον, ἀπάτωρ τὸ δεύτερον. νόμοι φύσεως καταλύονται, πληρωθῆναι δεῖ τὸν ἄνω κόσμον· Χριστὸς κελεύει, μὴ ἀντιτείνωμεν.

25

Πρὸς τούτοις δὲ καὶ ὁ ἐν ἁγίοις Πρόκλος ὁ ἐπίσκοπος Κωνσταντινουπόλεως ἐν τῶι λόγωι τῶι εἰς τὴν θεοτόκον οὕτω λέγει· Ὁ ὢν κατὰ φύσιν ἀπαθὴς γέγονε δι’ οἶκτον πολυπαθής· οὐκ ἐκ προκοπῆς γέγονε θεὸς ὁ Χριστός, μὴ γένοιτο, ἀλλὰ δι’ οἶκτον γέγονεν ἄνθρωπος ὁ θεὸς ὧι πιστεύομεν· οὐκ ἄνθρωπον ἀποθεωθέντα κηρύττομεν, ἀλλὰ θεὸν σαρκωθέντα ὁμολογοῦμεν. τὴν
5οἰκείαν δούλην ἐπεγράψατο μητέρα ὁ κατ’ οὐσίαν ἀμήτωρ καὶ κατ’ οἰκονομίαν ἀπάτωρ· ἐπεὶ πῶς ὁ αὐτὸς κατὰ Παῦλον ἀμήτωρ καὶ ἀπάτωρ; εἰ ψιλὸς ἄνθρωπος, οὐκ ἀμήτωρ, ἔχει γὰρ μητέρα· εἰ γυμνὸς θεός, οὐκ ἀπάτωρ, ἔχει γὰρ πατέρα· νῦν δὲ ὁ αὐτὸς ἀμήτωρ ὡς πλάστης, ἀπάτωρ ὡς πλάσμα.

26

Καὶ ὁ ἐν ἁγίοις δὲ Αὐγουστῖνος ἐν τῶι περὶ τῆς ἐκθέσεως τοῦ συμβόλου λόγωι οὕτως λέγει Πιστεύομεν εἰς τὸν υἱὸν αὐτοῦ Ἰησοῦν τὸν Χριστὸν γεννηθέντα ἐκ πνεύματος ἁγίου καὶ τῆς παρθένου Μαρίας. διὰ τί ταύτην τὴν γέννησιν, ὦ ἄπιστε, ἐκπλήττηι; μὴ πίστευε εἰ μόνον ἄνθρωπος ἦν ὁ γεννηθείς· εἰ δὲ θεὸς ἄνθρωπος ἦν, ἐξ ἧς ἠθέλησεν,
5ἐγεννήθη. ἐκεῖνο θαύμασον μᾶλλον ὅτι ὁ λόγος ἔλαβεν σάρκα καὶ οὐκ ἐτράπη εἰς σάρκα, ὅτι μένων θεὸς γέγονεν ἄνθρωπος. πλὴν τί θαυμάζεις ὅτι ἡ γεννήσασα τὸν ἴδιον ἐγέννησεν κτί‐ στην, ὅτι τὸ ποίημα τὸν ποιητὴν ἐγέννησεν; οὕτως ἠβουλήθη ὁ ὕψιστος γεννηθῆναι ταπεινός,
ἵνα ἐν αὐτῆι τῆι ταπεινώσει ἐπιδείξηται τὴν μεγαλειότητα.96

27

Καὶ ταῦτα μὲν οἱ ἅγιοι πατέρες· ὅτι δὲ καὶ αἱ θεῖαι γραφαί, αἷς ἠκολούθησαν οἱ ἅγιοι πατέρες, αὐτὸν τὸν θεὸν λόγον σαρκωθῆναι καὶ τεχθῆναι ἐκ τῆς ἁγίας παρθένου Μαρίας καὶ ἐνανθρωπῆσαι διδάσκουσι, δῆλον ὑπάρχει. λέγει γὰρ πρῶτον ὁ προφήτης Ἡσαίας

28

Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱὸν καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον μεθ’ ἡμῶν ὁ θεός.

29

Εἶτα καὶ Δαβὶδ ὁ προφήτης λέγει ἐν τῶι ἑκατοστῶι ἕκτωι ψαλμῶι Ἀπέστειλεν τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτοὺς καὶ ἐρρύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν.

30

Ἀλλὰ καὶ ὁ ἅγιος ἀπόστολος Παῦλος οὕτω λέγει Ὅτε δὲ ἦλθε τὸ πλήρωμα τῶν καιρῶν, ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσηι, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.

31

Τούτων τοίνυν οὕτως ἐχόντων τίς οὕτω μαίνεται ὥστε τολμῆσαι εἰπεῖν ὅτι ἄνθρωπος ἦν ἐν τοῖς οὐρανοῖς κἀκεῖνος ἀπεστάλη, ἵνα γένηται ἐκ γυναικὸς καὶ ὑπὸ νόμον; οἱ ἄνθρωποι γὰρ πρὸ τῆς τοῦ λόγου σαρκώσεως ὑπὸ νόμον ἦσαν, ἀλλ’ αὐτὸς ὁ θεὸς λόγος ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ ὁ μὴ ὢν ὑπὸ νόμον, ἀλλ’ αὐτὸς δεδωκὼς τὸν νόμον ἀπεστάλη παρὰ τοῦ πατρὸς καὶ ἐκ γυναικὸς
5γενόμενος γέγονεν ὑπὸ νόμον, ἵνα ἡμᾶς τοὺς ὑπὸ νόμον ἐξαγοράσηι καὶ τὴν υἱοθεσίαν ἀπολάβωμεν. εἰ τοίνυν, ὡς ὁ γράψας τὴν ἀσεβῆ ἐκείνην ἐπιστολὴν καὶ ὁ αἱρετικὸς Θεόδωρος μαίνονται, οὐκ ἦν ἀληθῶς καὶ κυρίως υἱὸς τοῦ θεοῦ ὁ τεχθεὶς ἐκ γυναικός, πῶς ἠδύνατο ἡμῖν υἱοθεσίαν δωρή‐ σασθαι;

32

Πρὸς τούτοις περιέχεται ἐν τῆι αὐτῆι ἀσεβεῖ ἐπιστολῆι ὅτι τὸ ἠλάττωσας αὐτὸν βραχύ τι παρ’ ἀγγέλους οὐκ ἔστι δυνατὸν περὶ τῆς θεότητος τοῦ μονογενοῦς ῥηθῆναι, ὅπερ καὶ ὑμεῖς ὡς ὀρθῶς ῥηθὲν προτεθήκατε λέγοντες ὅτι περὶ τοῦ ἀνθρώπου καὶ οὐχὶ περὶ τοῦ θεοῦ λόγου τοῦ σαρκωθέντος τοῦτο δύναται λέγεσθαι. ὅτι δὲ καὶ ταύτην τὴν ἀσέβειαν παρὰ Θεοδώρου τοῦ
5αἱρετικοῦ διδαχθεὶς ὁ τὴν ἐπιστολὴν γράψας τὰ τοιαῦτα ἐβλασφήμησεν, φανερὸν ποιήσωμεν ἐκ τῶν τῶι αὐτῶι Θεοδώρωι εἰρημένων ἐν τῶι τετάρτωι λόγωι τῶν κατὰ Ἀπολιναρίου· ἔχει δὲ οὕτως

33

Τὸν δὲ ἄνθρωπον περὶ οὗ ταῦτά φησιν ὁ προφήτης, σαφῶς ὁ μακάριος δηλοῖ Παῦλος τὸν ὑπὸ τοῦ μονογενοῦς εἰλημμένον ἄνθρωπον εἶναι. εἰρηκὼς γὰρ ὅτι διεμαρτύρατο δέ πού τις λέγων· τί ἐστιν ἄνθρωπος ὅτι μιμνήσκηι αὐτοῦ ἢ υἱὸς ἀνθρώπου ὅτι ἐπισκέπτηι αὐτόν; ἠλάττωσας αὐτὸν βραχύ τι παρ’ ἀγγέλους, δόξηι καὶ τιμῆι ἐστεφάνωσας αὐτὸν
5καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου, πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ, ἐπάγει τὸν δὲ βραχύ τι παρ’ ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξηι καὶ τιμῆι ἐστεφανωμένον, σαφῶς δεικνὺς ὅτι Ἰησοῦς ἄνθρωπος, περὶ οὗ ὁ μακάριός φησι Δαβίδ, ἐκπληττόμενος ὅτι ἡ θεία φύσις ἠνέσχετό τε αὐτοῦ ποιήσασθαι μνήμην καὶ δὴ καὶ ἐπισκέψεως ἀξιώσασα οἰκείας βραχὺ μέν τι παρὰ τοὺς
10ἀγγέλους αὐτὸν ἐλαττῶσαι τῶι γεύσασθαι ποιῆσαι θανάτου, δόξηι δὲ αὐτὸν καὶ τιμῆι πάσηι περιβαλεῖν, ὥστε καὶ κύριον ἀποφῆναι τῶν ἁπάντων διὰ τῆς πρὸς ἑαυτὸν συναφείας.

34

Καὶ πάλιν ἐν τῆι ἑρμηνείαι τοῦ ὀγδόου ψαλμοῦ περὶ τοῦ αὐτοῦ ῥητοῦ ὁ αὐτὸς ἀσεβὴς Θεόδωρος
οὕτως λέγει Διὰ τοῦτο τοίνυν τὴν μὲν διαφορὰν τοῦ τε θεοῦ λόγου καὶ τοῦ ἀναληφθέντος ἀνθρώπου τοσαύ‐ την ἡμῖν δείκνυσιν ὁ ψαλμός, διηιρημένα δὲ ταῦτα ἐν τῆι καινῆι διαθήκηι εὑρίσκεται, τοῦ μὲν98
5κυρίου ἐφ’ ἑαυτὸν λαμβάνοντος τὰ πρότερα τοῦ ψαλμοῦ, ἐν οἷς ποιητήν τε αὐτὸν εἶναί φησι τῆς κτίσεως καὶ ἐπηρμένην ἔχειν ὑπεράνω τῶν οὐρανῶν τὴν μεγαλοπρέπειαν καὶ τεθαυμαστῶσθαι ἐν πάσηι τῆι γῆι, τοῦ δὲ ἀποστόλου τὰ δεύτερα τὰ περὶ τοῦ ἀνθρώπου 〈τοῦ〉 τῆς τοσαύτης εὐεργεσίας καταξιωθέντος ἐπὶ τοῦ Ἰησοῦ λαμβάνοντος. πῶς οὐ πρόδηλον ὅτι ἕτερον μὲν ἡμᾶς ἡ θεία γραφὴ διδάσκει σαφῶς εἶναι τὸν θεὸν λόγον, ἕτερον δὲ τὸν ἄνθρωπον πολλήν τε αὐτῶν οὖσαν
10δείκνυσιν ἡμῖν τὴν διαφοράν; ὃ μὲν γὰρ μνημονεύει, ὃ δὲ τῆς μνήμης καταξιοῦται· καὶ ὃ μὲν ἐπι‐ σκέπτεται, ὃ δὲ καὶ ταύτης καταξιούμενος μακαρίζεται· καὶ ὃ μὲν εὐεργετῶν ἐλαττοῖ βραχύ τι παρ’ ἀγγέλους, ὃ δὲ εὐεργετεῖται καὶ ἐπὶ τῆι τοιαύτηι ἐλαττώσει· καὶ ὃ μὲν δόξηι καὶ τιμῆι στεφανοῖ, ὃ δὲ στεφανοῦται καὶ ἐπὶ τούτοις μακαρίζεται· καὶ ὃ μὲν κατέστησεν αὐτὸν ἐπὶ πάντα τὰ ἔργα τῶν χειρῶν αὐτοῦ καὶ πάντα ὑπέταξεν ὑποκάτω τῶν ποδῶν αὐτοῦ, ὃ δὲ κατηξιώθη τοῦ
15δεσπόζειν τούτων ὧν πρότερον οὐκ εἶχεν τὴν ἐξουσίαν.

35

Καὶ ταῦτα μὲν ὁ ἀσεβὴς Θεόδωρος καὶ ἡ μυσαρὰ ἐκείνη ἐπιστολὴ βλασφημοῦσι φανερῶς λέγον‐ τες ἄλλον εἶναι τὸν θεὸν λόγον καὶ ἄλλον τὸν Χριστόν, οἷς καὶ ὑμεῖς ἀκολουθοῦντες γεγραφήκατε ὅτι τὸ ἠλάττωσας αὐτὸν βραχύ τι παρ’ ἀγγέλους περὶ ἀνθρώπου καὶ οὐ περὶ τοῦ σαρκωθέντος θεοῦ λόγου εἴρηται. καίτοι ἐχρῆν ὑμᾶς νοεῖν ὅτι πᾶς ἄνθρωπος ἐλάττων ἐστὶν τῶν ἀγγέλων,
5ἀλλὰ τοῦτο εἴρηται διὰ τὸν μονογενῆ υἱὸν τοῦ θεοῦ. θεὸς γὰρ ὢν ἠξίωσεν ἄνθρωπος γενέσθαι τῆι ἡμετέραι συγκαταβαίνων ἀσθενείαι, ὅπερ καὶ ὁ ἀπόστολος ἡμᾶς διδάσκει λέγων τὸν δὲ βραχύ τι παρ’ ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξηι καὶ τιμῆι ἐστεφανωμένον. εἰ τοίνυν ὡς ὑμεῖς λέγετε, ἄλλος ἐστὶν Ἰησοῦς ὁ βραχύ τι παρ’ ἀγγέλους ἠλαττωμένος καὶ ἄλλος ὁ τοῦ θεοῦ λόγος ὁ μὴ ἐλαττωθείς, ἀναμφιβόλως ὁ Χριστὸς
10ψιλός ἐστιν ἄνθρωπος ὁ τὸ πάθος ὑπομείνας, ὥστε καθ’ ὑμᾶς καὶ τὸν ἀπόστολον ψεύδεσθαι λέ‐ γοντα εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν. τίς γάρ ἐστιν ὁ κύριος τῆς δόξης, εἰ μὴ ὁ θεὸς λόγος ὁ σαρκωθείς, ὃν οἱ Ἰουδαῖοι θεὸν εἶναι ἀγνοοῦντες ἔλεγον διὰ τί σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν θεόν; ὅπερ καὶ ὁ ὑμέτερος διδάσκαλος διὰ τῆς πονηρᾶς ταύτης ἑρμηνείας τοῖς Ἰουδαίοις μᾶλλον ἀκολουθήσας κατέναντι τοῦ θεοῦ ἡμῶν ἐλάλησεν.

36

Πρὸς δὲ βεβαίωσιν τῶν ὑμετέρων λόγων προσεθήκατε τοῖς κεφαλαίοις ὑμῶν λέγοντες τὸ εἰρημένον παρὰ τοῦ ἀποστόλου ὃς ἐν μορφῆι θεοῦ ὑπάρχων ἐκένωσεν ἑαυτὸν μορφὴν δούλου λαβὼν συνάιδειν τῆι ὑμετέραι ἑρμηνείαι καὶ μὴ περὶ τοῦ θεοῦ λόγου σαρκωθέντος, ἀλλὰ περὶ ἀνθρώπου μόνον εἰρῆσθαι. ἀλλ’ εἰ καὶ ὑμεῖς τῆι τῶν αἱρετικῶν καὶ ἐν τούτωι ἀκολου‐
5θοῦντες πλάνηι περὶ ἀνθρώπου τὸν ἀπόστολον εἰρηκέναι διαβεβαιοῦσθε ὅτι ἐκένωσεν ἑαυτόν, ὅμως πᾶσι τοῖς ὀρθοδόξοις δῆλόν ἐστιν ὅτι ὁ ἀπόστολος αὐτὸν τὸν θεὸν λόγον ἑαυτὸν κενῶσαί φησιν, ἐπειδὴ ἐν μορφῆι θεοῦ ὑπάρχων, τουτέστιν ἐν τῆι θείαι φύσει, ἠξίωσεν μορφὴν δούλου λαβεῖν· ἡ δὲ μορφὴ τοῦ δούλου τὴν ἀνθρωπίνην φύσιν σημαίνει, ἣν ἐν τῆι γαστρὶ τῆς παρθένου καὶ ἐξ αὐτῆς τῆι ἰδίαι ὑποστάσει ὁ θεὸς λόγος ἥνωσεν καὶ οὐ προδιαπλασθέντι ἀνθρώπωι ἡνώθη, καθάπερ
10ἡ Νεστορίου καὶ Θεοδώρου παραδέδωκεν ἀσέβεια τοῖς ἀκολουθοῦσιν αὐτοῖς. Νεστόριος μὲν γὰρ λέγει ὅτι ὁ θεὸς λόγος συνῆν τῶι ἀνθρώπωι τῶι ἐκ Μαρίας τεχθέντι, Θεόδωρος δὲ λέγει· ἐνῆν ὡς εἰκὸς τῶι τεχθέντι.

37

Ὅτι δὲ περὶ τοῦ θεοῦ λόγου τοῦ σαρκωθέντος εἴρηται τὸ ἠλάττωσας αὐτὸν βραχύ τι
παρ’ ἀγγέλους, καὶ ἐκένωσεν ἑαυτὸν μορφὴν δούλου λαβών, καὶ ἐξ ἄλλων ῥημάτων τοῦ ἀποστόλου διδασκόμεθα οὕτω λέγοντος· γινώσκετε γὰρ τὴν χάριν τοῦ κυρίου ἡμῶν Ἰη‐ σοῦ Χριστοῦ ὅτι δι’ ἡμᾶς ἐπτώχευσεν πλούσιος ὤν, ἵνα ἡμεῖς τῆι ἐκείνου πτωχείαι100
5πλουτήσωμεν. τίς τοίνυν τολμήσει λέγειν ὅτι ἄνθρωπος πλούσιος ἦν καὶ ἐπτώχευσεν, ἵνα ἡμᾶς πλουτήσηι; ἐπειδὴ δὲ λέγετε ὅτι εἴτις εἴπηι περὶ τοῦ σαρκωθέντος θεοῦ λόγου τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ ὅτι αὐτὸς ἠλαττώθη ἢ ἐκενώθη, τροπὴν τῆς θείας φύσεως ποιεῖ κατὰ τὴν Ἀπολι‐ ναρίου ἀσέβειαν ἢ παθητὴν εἰσάγει τὴν θεότητα κατὰ τὴν Ἀρείου μανίαν, ἁρμόζει πρὸς ὑμᾶς τὸν εὐαγγελικὸν ἐκεῖνον λόγον εἰπεῖν πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν
10τοῦ θεοῦ ἐπιστάμενοι. τί γὰρ εἰπεῖν ἔχετε περὶ τοῦ ῥηθέντος ὑπὸ τοῦ κυρίου ὅτι οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς ὁ υἱὸς τοῦ ἀνθρώπου ὁ ὢν ἐν τῶι οὐρανῶι; μὴ ἄνθρωπον λέγετε καταβεβηκέναι ἐκ τοῦ οὐρανοῦ; ἀλλὰ πρόδηλον ὅτι αὐτὸς ὁ θεὸς λόγος ἐκένωσεν ἑαυτὸν ἐκ τῶν οὐρανῶν κατελθὼν καὶ σαρκωθεὶς ἀπὸ τῆς ἁγίας θεοτόκου καὶ ἀειπαρθένου Μαρίας καὶ ἐνανθρωπήσας καὶ τεχθεὶς ἐξ αὐτῆς καὶ ὁ καταβὰς αὐτός
15ἐστιν καὶ ὁ ἀναβὰς καὶ αὐτοῦ λέγεται ἡ ἐλάττωσις καὶ ἡ κένωσις διὰ τὴν κατάβασιν.

38

Ἐπειδὴ δὲ καὶ ἐν ἄλλωι τόπωι εἶπεν ὁ κύριος ἐν τοῖς εὐαγγελίοις ὅτι ὁ πατήρ μου μείζων μού ἐστιν, μὴ ἄρα ἄνθρωπόν τινα περὶ αὐτοῦ ταῦτα εἰρηκέναι νομίζετε καὶ οὐχὶ τὸν θεὸν λόγον τὸν ἐνανθρωπήσαντα; ἀλλὰ φανερόν ἐστιν ὅτι ὁ εἰπὼν ὁ πατήρ μου μείζων μού ἐστιν εἶπεν ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν. ἀλλ’ ἐν μὲν τῶι εἰπεῖν ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν τὴν
5ἰσότητα ἣν αὐτὸς ἔχει πρὸς τὸν πατέρα κατὰ τὴν θείαν φύσιν δηλοῖ, ἐν δὲ τῶι λέγειν τὸν αὐτὸν ὁ πατήρ μου μείζων μού ἐστιν τὴν δι’ ἡμᾶς οἰκονομικῶς γενομένην ἐλάττωσιν δηλοῖ. ἑκά‐ τερον δὲ καὶ ἡ ἰσότης καὶ ἡ ἐλάττωσις περὶ ἑνὸς καὶ τοῦ αὐτοῦ κυρίου καὶ θεοῦ ἡμῶν Ἰησοῦ Χριστοῦ, τουτέστιν τοῦ θεοῦ λόγου τοῦ σαρκωθέντος λέγεται. καὶ Ἀρειανοὶ μὲν πονηρᾶι δια‐ νοίαι ἐκ τῶν ταπεινῶν ῥημάτων ὁμοούσιον εἶναι τῶι πατρὶ τὸν υἱὸν ἀρνοῦνται καὶ διὰ τοῦτο ἐλάτ‐
10τονα αὐτὸν εἶναι διαβεβαιοῦνται, ὑμεῖς δὲ μὴ θέλοντες περὶ τοῦ σαρκωθέντος θεοῦ λόγου τὰ ταπεινὰ δέξασθαι, ἄλλο πρόσωπον τῆι τριάδι εἰσάγετε κατὰ τὴν Θεοδώρου καὶ Νεστορίου δυσ‐ σέβειαν. ἀλλ’ ἡμεῖς καὶ τὰ ὑψηλὰ καὶ τὰ ταπεινὰ περὶ ἑνὸς καὶ τοῦ αὐτοῦ θεοῦ λόγου τοῦ σαρκωθέντος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ λέγοντες οὔτε σύγχυσιν οὔτε διαίρεσιν τῶν φύσεων εἰσάγομεν, ἐξ ὧν τὴν μίαν σύνθετον ὑπόστασιν τοῦ κυρίου καὶ θεοῦ ἡμῶν Ἰησοῦ Χριστοῦ ὁμο‐
15λογοῦμεν, οὔτε δὲ τέταρτον πρόσωπον ἐπεισάγομεν τῆι ἁγίαι τριάδι.

39

Ὅτι δὲ περὶ τοῦ μονογενοῦς θεοῦ λόγου σαρκωθέντος καθ’ ἃ προείρηται, τὸ ἠλάττωσας αὐτὸν βραχύ τι παρ’ ἀγγέλους γέγραπται, καὶ οἱ ἅγιοι πατέρες καὶ διδάσκαλοι τῆς ἐκκλησίας οἱ τὰς ἁγίας γραφὰς ἑρμηνεύσαντες ἐδίδαξαν ἡμᾶς. καὶ ὁ ἐν ἁγίοις μὲν Κύριλλος ἐν τῆι πρὸς τὰς βασιλίδας ἐπιστολῆι οὕτως εἶπεν

40

Πῶς οὖν ἠλάττωται παρὰ τοὺς ἀγγέλους ὁ παρ’ αὐτῶν προσκυνούμενος; ἀλλὰ ἐστὶ σαφὴς ἡ πρόφασις. καθίκετο γὰρ ἐν τοῖς τῆς ἀνθρωπότητος μέτροις καὶ τὸ ἀποθνήισκειν πεφυκὸς σῶμα λαβὼν ἴδιόν τε αὐτὸ ποιησάμενος ἐν αὐτῶι πέπονθεν ἑκὼν καὶ ταῖς ἀνωτάτω δόξαις στεφα‐ νοῦται διὰ τὸ πάθος ὡς δι’ αὐτοῦ καταργήσας τὸν θάνατον καὶ ἄπρακτον ἀποφήνας τὴν φθοράν,
5ἅτε δὴ καὶ ὑπάρχων ἀφθαρσία καὶ ζωή. ὅταν οὖν Ἰησοῦν ὀνομάζηι καὶ ἠλαττῶσθαι λέγοι παρὰ τοὺς ἀγγέλους αὐτόν, οὐκ ἄνθρωπον ἀνὰ μέρος καὶ ἰδικῶς, ἀλλ’ αὐτὸν νοοῦμεν τὸν μονογενῆ παραχωροῦντα τὸ προύχειν οἰκονομικῶς τοῖς ἁγίοις ἀγγέλοις, ὅτι κατὰ ἀλήθειαν γέγονεν ἄνθρω‐ πος ὁ τῆς ἐκείνων ὑπεροχῆς ἡττώμενος, τὰ δὲ τῆς ὑπεροχῆς τοῖς ἁγίοις ἀγγέλοις, ὅτι καὶ ἔξω
σαρκὸς καὶ τοῦ τεθνάναι κρείττους εἰσίν, γεγονότος ἐν τούτοις τοῦ υἱοῦ διὰ τὴν ἑκούσιον κένωσιν.102
10ἀλλ’ ὁ βραχὺ παρ’ ἀγγέλους ἠλαττωμένος διὰ τὸ τῆς ἀνθρωπότητος μέτρον ἐν ὑπεροχῆι θεότητος ὢν προσκυνεῖται παρ’ αὐτῶν καὶ ἐνίδρυται θάκοις οὓς περιεστᾶσιν ἐκεῖνοι δοξολογοῦντες ἀεὶ καὶ τῶν δυνάμεων αὐτὸν ὀνομάζοντες κύριον.

41

Ὅτι δὲ καὶ ἡ κένωσις αὐτοῦ τοῦ θεοῦ λόγου σαρκωθέντος ἐστίν, ὁ αὐτὸς ἐν ἁγίοις Κύριλλος ἐν τοῖς πρὸς τὰς ἀντιρρήσεις Θεοδωρήτου γραφεῖσιν, ἃς ἐποιήσατο ὁ αὐτὸς Θεοδώρητος κατὰ τοῦ τετάρτου αὐτοῦ κεφαλαίου, οὕτως λέγει Ὅτι μὲν σμικρὰ τῶι ἐκ τοῦ θεοῦ φύντι λόγωι πάντα ἐστὶ τὰ ἀνθρώπινα, φαίην ἂν ὄκνου δίχα
5παντός· ζητῶ δὲ τὴν κένωσιν τίνος ἂν γενέσθαι νοοῖτο καὶ τίς ὁ τοῦτο παθὼν ἑκουσίως. εἰ μὲν γάρ, ὡς αὐτοί φασιν, ἡ τοῦ δούλου μορφὴ ἤτοι τὸ ἐκ σπέρματος Δαβίδ, πῶς ἢ τίνα κεκένωται τρόπον, εἰ προσελήφθη παρὰ θεοῦ; εἰ δὲ αὐτὸς ὁ ἐν μορφῆι καὶ ἰσότητι τοῦ θεοῦ καὶ πατρὸς ὑπάρχων λόγος ἑαυτὸν κενῶσαι λέγεται, πῶς δὴ πάλιν ἢ τίνα τρόπον κεκένωται, εἰ παραιτοῖτο τὴν κένωσιν; κένωσις δὲ τῶι θεῶι λόγωι παθεῖν οὐκ εἰδότι τὴν τροπὴν τὸ δρᾶσαί τι καὶ εἰπεῖν
10τῶν ἀνθρωπίνων διὰ τὴν πρὸς σάρκα σύνοδον οἰκονομικήν.

42

Καὶ πάλιν ὁ αὐτὸς ἐν ἁγίοις Κύριλλος ἐν τῶι αὐτῶι βιβλίωι κατὰ Νεστοριανῶν οὕτω λέγει Ἆρ’ οὖν ὁ θεσπέσιος Παῦλος πεφενάκικε τοὺς ἡγιασμένους διὰ τῆς πίστεως, ἐναργέστατα λέγων περὶ τοῦ μονογενοῦς ὅτι πλούσιος ὢν ἐπτώχευσεν δι’ ἡμᾶς; μὴ γένοιτο· ἀληθεύει γὰρ πάντως τῆς ἀληθείας ὁ κῆρυξ. ἀλλὰ γὰρ τίς ὁ πλούσιός ἐστιν καὶ τίνα τρόπον ἐπτώχευσεν,
5βασανιζέτω καὶ νῦν ὁ λόγος ἡμῖν. εἰ μὲν γὰρ καθ’ ἃ καὶ φρονεῖν καὶ λέγειν αὐτοὶ τεθαρσήκασιν, ἄνθρωπος ἀνελήφθη παρὰ τοῦ θεοῦ, πῶς ἐπτώχευσεν ὁ ἀναληφθεὶς καὶ τοῖς ὑπὲρ φύσιν ἀξιώ‐ μασιν ἐκλελαμπρυσμένος; δεδόξασται γάρ· ἢ εἰ μὴ τοῦτό ἐστιν ἀληθές, διαβεβλήσεται παρ’ αὐτῶν ἡ ἀνάληψις ὡς κατακομίσασα πρὸς τὸ μεῖον καὶ πρός γε τὸ δυσκλεέστερον τὸ τῆς ἀνθρωπότητος μέτρον. ἀλλ’ ὧδε φρονεῖν ἀπηχές· οὐκοῦν οὐκ ἐπτώχευσεν ὁ ἀναληφθείς. λείπεται τοίνυν
10εἰπεῖν ὅτι γέγονεν ἐν πτωχείαι τῆι καθ’ ἡμᾶς ὁ πλούσιος ὡς θεός.

43

Ὁμοίως δὲ καὶ ὁ ἐν ἁγίοις Γρηγόριος ὁ θεολόγος ἐν τῶι λόγωι τῶι περὶ τῶν θεοφανίων οὕτως λέγει Προελθὼν δὲ θεὸς μετὰ τῆς προσλήψεως ἓν ἐκ δύο τῶν ἐναντίων, σαρκὸς καὶ πνεύματος, ὧν τὸ μὲν ἐθέωσε, τὸ δὲ ἐθεώθη. ὢ τῆς καινῆς μίξεως, ὢ τῆς παραδόξου κράσεως. ὁ ὢν
5γίνεται καὶ ὁ ἄκτιστος κτίζεται, καὶ ὁ ἀχώρητος χωρεῖται διὰ μέσης ψυχῆς νοερᾶς μεσιτευούσης θεότητι καὶ σαρκὸς παχύτητι. καὶ ὁ πλουτίζων πτωχεύει, πτωχεύει γὰρ τὴν ἐμὴν κάθαρσιν, ἵν’ ἐγὼ πλουτήσω τὴν αὐτοῦ θεότητα, καὶ ὁ πλήρης κενοῦται, κενοῦται γὰρ τῆς ἑαυτοῦ δόξης ἐπὶ μικρόν, ἵν’ ἐγὼ τῆς ἐκείνου μεταλάβω πληρώσεως.

44

Ἀλλὰ καὶ ὁ ἐν ἁγίοις Ἀθανάσιος ἑρμηνεύων τὰ τοῦ ἀποστόλου ῥητὰ λέγοντος ὃς ἐν μορφῆι θεοῦ ὑπάρχων ἐκένωσεν ἑαυτὸν μορφὴν δούλου λαβὼν οὕτως λέγει Τί τούτου λευκότερον καὶ ἀποδεικτικώτερον γένοιτο ἄν; οὐ γὰρ ἐξ ἐλαττόνων βελτίων γέγονεν, ἀλλὰ μᾶλλον θεὸς ὑπάρχων τὴν δούλου μορφὴν ἔλαβεν καὶ ἐν τῶι λαβεῖν οὐκ ἐβελτιώθη, ἀλλ’
5ἐταπείνωσεν ἑαυτόν.

45

Καὶ μετ’ ὀλίγον· τί δὲ τοῦτό ἐστιν ἢ τὸν ἐν μορφῆι θεοῦ ὄντα καὶ εὐγενοῦς πατρὸς υἱὸν ταπεινῶ‐ σαι ἑαυτὸν καὶ δοῦλον ἀνθ’ ἡμῶν καὶ ὑπὲρ ἡμῶν γενέσθαι;

46

Καὶ μετ’ ὀλίγον· ὁ γὰρ λόγος σὰρξ ἐγένετο καὶ λέγεται ὅτι ὁ τοιοῦτος ἄνθρωπος ἐξ οὐρανοῦ καὶ ἐπουράνιος διὰ τὸ ἐξ οὐρανοῦ καταβεβηκέναι τὸν λόγον.

47

Ἀλλὰ καὶ ὁ ἐν ἁγίοις Γρηγόριος ὁ ἐπίσκοπος Νύσης κατὰ Εὐνομίου ἐν τῶι τρίτωι λόγωι οὕτως
λέγει Ταῦτα περὶ τὸν ἐσταυρωμένον ἡμεῖς πεπιστεύκαμεν καὶ διὰ τοῦτο ὑπερυψοῦντες κατὰ τὸ ἡμέ‐ τερον τῆς δυνάμεως μέτρον οὐκ ἀπολήγομεν, ὅτι ὁ μηδενὶ χωρητὸς διὰ τὴν ἄφραστον αὐτοῦ καὶ104
5ἀπρόσιτον μεγαλειότητα πλὴν ἑαυτῶι καὶ τῶι πατρὶ καὶ τῶι πνεύματι τῶι ἁγίωι οὗτος καὶ πρὸς κοινωνίαν τῆς ἀσθενείας ἡμῶν κατελθεῖν ἠδυνήθη· οἷ δὲ ταύτην ἀπόδειξιν τῆς κατὰ τὴν φύσιν ἀλλοτριότητος τοῦ υἱοῦ πρὸς τὸν πατέρα ποιοῦνται τὸ διὰ σαρκὸς καὶ σταυροῦ φανερωθῆναι τὸν κύριον, ὡς τῆς μὲν τοῦ πατρὸς φύσεως καθαρῶς ἐν ἀπαθείαι διαμενούσης καὶ μηδενὶ τρόπωι τὴν πρὸς τὸ πάθος κοινωνίαν ἀναδέξασθαι δυναμένης, τοῦ δὲ υἱοῦ διὰ τὸ πρὸς τὸ ταπεινότερον
10παρηλλάχθαι τὴν φύσιν πρὸς σαρκός τε καὶ θανάτου πεῖραν οὐκ ἀδυνατοῦντος ἐλθεῖν.

48

Καὶ μεθ’ ἕτερα· διὰ τοῦτο γὰρ καὶ τοῦ κυρίου τῆς δόξης ὁ σταυρὸς λέγεται καὶ πᾶσα γλῶσσα ἐξομολογεῖται ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός. εἰ δὲ χρὴ καὶ τὰ λοιπὰ κατὰ τὸν αὐτὸν διελεῖν τρόπον, σκεψώμεθα τί τὸ ἀποθνῆισκον καὶ τί τὸ καταλύον τὸν θάνατον, καὶ τί τὸ ἀνακαινούμενον καὶ τί τὸ κενούμενον· κενοῦται μὲν γὰρ ἡ θεότης, ἵνα χωρητὴ τῆι ἀνθρωπίνηι
5γένηται φύσει, ἀνακαινοῦται δὲ τὸ ἀνθρώπινον διὰ τῆς πρὸς τὸ θεῖον ἀνακράσεως θεῖον γινόμενον.

49

Καὶ ταῦτα μὲν ἐκ τῆς διδασκαλίας τῶν ἁγίων πατέρων τεθήκαμεν, ἵνα ταῦτα κατανοοῦντες γνοίητε ὡς τὰ παρ’ ὑμῶν προτεθειμένα καὶ Ἀρειανοὶ καὶ Νεστοριανοὶ κατὰ τοῦ κυρίου καὶ θεοῦ ἡμῶν Ἰησοῦ Χριστοῦ λέγουσιν ἀσεβῶς. οἱ μὲν γὰρ Ἀρειανοὶ σπουδάζοντες τὸν υἱὸν κτίσμα καὶ ἀλλότριον τῆς πατρικῆς οὐσίας ἀποδεῖξαι καὶ τὸ πάθος καὶ τὰ ἄλλα τὰ ταπεινὰ τῆι θεότητι
5αὐτοῦ μόνηι ἐπάγουσιν, οἱ δὲ Νεστοριανοὶ δύο υἱοὺς εἰσάγειν βουλόμενοι κεχωρισμένως λέγουσι τὸν θεὸν λόγον καὶ κεχωρισμένως τὸν Χριστὸν ψιλὸν ἄνθρωπον καὶ μόνωι τῶι ἀνθρώπωι τὰ ταπεινὰ ἀπονέμουσιν. ἀλλ’ οὐχ οὕτως οἱ ἅγιοι πατέρες διδάσκουσιν· οὐδὲ γὰρ διὰ τὰ ταπεινὰ τροπὴν λέγουσιν τῆς τοῦ υἱοῦ θεότητος οὐδὲ διὰ τὰ ὑψηλὰ διαιροῦσι τὴν ἀνθρωπότητα τῆς θεό‐ τητος, ἀλλὰ τοῦ ἑνὸς καὶ τοῦ αὐτοῦ μονογενοῦς θεοῦ λόγου σεσαρκωμένου καὶ ἐνανθρωπήσαντος
10καὶ τὰ ὑψηλὰ καὶ τὰ ταπεινὰ εἶναι παραδιδόασιν. ἐπειδὴ δὲ καὶ τοῦτο τοῖς ὑμετέροις ἐντεθή‐ κατε κεφαλαίοις ἐκ τῆς αὐτῆς ἐπιστολῆς ὅτι καλῶς εἶπεν δύο φύσεις, μίαν ἐξουσίαν, ἓν πρόσωπον, καὶ ἐν τούτωι τὴν πονηρίαν τοῦ γράψαντος τὴν ἐπιστολὴν διελέγξωμεν. ὁ γὰρ μὴ ὁμολογῶν ὅτι αὐτὸς ὁ θεὸς λόγος σαρκωθεὶς ἐκ τῆς παρθένου ἐνηνθρώπησεν, τίνος τὰς δύο φύσεις λέγει; ἀλλὰ πρόδηλον ὅτι ἀντὶ προσώπων τὰς δύο φύσεις λαμβάνει κατὰ Νεστόριον καὶ Θεόδωρον, οὓς
15ἐπαινεῖ ἡ ἀσεβὴς αὕτη ἐπιστολή. εἰ γὰρ καὶ ἓν πρόσωπον καὶ ἕνα υἱὸν δοκεῖ λέγειν ἡ ἐπιστολή, τοῦτο καὶ Θεόδωρος καὶ Νεστόριος λέγουσιν, τὸν Χριστὸν ἄνθρωπον μόνον λέγοντες ἐπέχειν τὸ πρόσωπον τοῦ θεοῦ λόγου καὶ ἔχειν τὴν ἀξίαν καὶ τὴν τιμὴν τοῦ θεοῦ λόγου καὶ τὴν χάριν τῆς υἱοθεσίας καὶ εἰς τόπον αὐτοῦ προσκυνεῖσθαι. καὶ διὰ τοῦτο ὑποκρίνονται λέγειν ἕνα υἱὸν καὶ ἓν πρόσωπον τοῦ λόγου καὶ τοῦ Χριστοῦ κοινωνοῦντος μόνωι τῶι ὀνόματι τῆς υἱότητος.
20τοῦτο δὲ δείκνυται φανερῶς ἐκ τοῦ λέγειν τὴν ἐπιστολὴν τῶν δύο φύσεων μίαν ἐξουσίαν, ὡς καὶ ὑμεῖς ἐγράψατε. μία γὰρ ἐξουσία οὐκ ἐπὶ διαφόρων φύσεων, ἀλλ’ ἐπὶ διαφόρων λέγεται προσώπων, ὅπερ ἐπὶ τῆς ἁγίας τριάδος ὁμολογοῦμεν. ὅθεν καὶ οἱ ἅγιοι πατέρες ἀνεθεμάτισαν τοὺς λέγοντας κατὰ δύναμιν ἢ ἀξίαν ἢ αὐθεντίαν ἢ σχέσιν ἢ τιμὴν ἡνῶσθαι τῶι λόγωι τὸν ἄνθρω‐ πον καὶ μὴ ὁμολογοῦντας καθ’ ὑπόστασιν τῶν δύο φύσεων τὴν ἕνωσιν γεγενῆσθαι. ὅπως δὲ
25καὶ τοῦτο ὀρθῶς εἰρημένον τοῖς ἁγίοις πατράσι περὶ διαφορᾶς τῶν δύο φύσεων οἱ τὰ Νεστορίου δοξάζοντες, ὧν τῆς ἀπιστίας ἀρχηγός ἐστι Θεόδωρος, ἀσεβῶς ἐκλαμβάνουσι τὰς φύσεις ἀντὶ
προσώπων λέγοντες καὶ προσώπων κατὰ σχέσιν ἕνωσιν πρεσβεύοντες ἓν πρόσωπον ὑποκρίνονται λέγειν, αὐτὸς ὁ ἀσεβὴς Θεόδωρος δείκνυσιν ἐν τῶι τετάρτωι τῶν κατὰ Ἀπολλιναρίου τοῦ αἱρετικοῦ γράφων οὕτως106

50

Αὐτάρκως δὴ τὸ διάφορον τῶν φύσεων ἡμῖν ὑποδείκνυσι διὰ τούτων, εἴ γε τὸν μὲν ἐκπλήττεται ὡς δι’ ὑπερβολὴν φιλανθρωπίας ἑλόμενον μνήμην τε καὶ ἐπίσκεψιν ποιήσασθαι τοῦ οὕτως εὐτε‐ λοῦς, τὸν δὲ μακαριστὸν ἡγεῖται ὡς τοιούτων ἠξιωμένον. ἀλλὰ γὰρ οὕτω μὲν τήν τε διαίρεσιν τῶν φύσεων ποιεῖται καὶ μὴν καὶ τὴν διαφορὰν τῆς τε τοῦ λαβόντος φύσεως καὶ τῆς τοῦ ληφθέντος
5ἡμῖν ὑποδείκνυσιν ἡ θεία γραφή· φροντίζουσα δὲ τοῦ καὶ τὴν ἕνωσιν ἡμῖν ὑποδεικνύναι ἣ τῶι ληφθέντι πρὸς τὸν λαβόντα προσγέγονεν, λέγει πολλάκις καθ’ ἕνωσιν τὰ ἑκάτερα τῶν φύσεων ἰδιαζόντως προσόντα ὡς ἂν τὴν πρὸς τὸν λαβόντα ἕνωσιν τοῦ ληφθέντος ἡμῖν παραδηλώσειεν ὅσα τε τούτωι ἐκ τῆς πρὸς ἐκεῖνον γέγονεν συναφείας.

51

Ἀποδείξαντες τοίνυν τὸν δυσσεβῆ Θεόδωρον τὰς φύσεις ἀντὶ προσώπων λέγοντα ἔτι μείζονα προαγάγωμεν αὐτοῦ βλασφημίαν διελέγχουσαν αὐτὸν ποίαν λέγει τὴν ἕνωσιν, πρὸς κατάκρισιν τῶν ἐκδικούντων αὐτόν. ἐν γὰρ τῶι περὶ ἐνανθρωπήσεως ὀγδόωι λόγωι οὕτω λέγει

52

Πρόδηλον δὲ ὡς τὸ τῆς ἑνώσεως ἐφαρμόζει· διὰ γὰρ ταύτης συναχθεῖσαι αἱ φύσεις ἓν πρόσω‐ πον κατὰ τὴν ἕνωσιν ἀπετέλεσαν, ὥστε ὅπερ ὁ κύριος ἐπί τε τοῦ ἀνδρὸς καὶ τῆς γυναικός φησιν ὥστε οὐκέτι εἰσὶν δύο, ἀλλὰ σὰρξ μία, εἴποιμεν ἂν καὶ ἡμεῖς εἰκότως κατὰ τὸν τῆς ἑνώσεως λόγον· ὥστε οὐκέτι εἰσὶν δύο πρόσωπα, ἀλλ’ ἕν, δηλονότι τῶν φύσεων διακεκριμένων. ὥσπερ
5γὰρ ἐκεῖ οὐ λυμαίνεται τῶι ἀριθμῶι τῆς δυάδος τὸ μίαν λέγεσθαι τὴν σάρκα (πρόδηλον γὰρ καθ’ ὃ μία λέγεται), οὕτως κἀνταῦθα οὐ λυμαίνεται τῆι τῶν φύσεων διαφορᾶι τοῦ προσώπου ἡ ἕνωσις. ὅταν μὲν γὰρ τὰς φύσεις διακρίνωμεν, τελείαν τὴν φύσιν τοῦ θεοῦ λόγου φαμὲν καὶ τέλειον τὸ πρόσωπον (οὐδὲ γὰρ ἀπρόσωπον ἔστιν ὑπόστασιν εἰπεῖν), τελείαν δὲ καὶ τὴν τοῦ ἀν‐ θρώπου φύσιν καὶ τὸ πρόσωπον ὁμοίως· ὅταν μέντοι ἐπὶ τὴν συνάφειαν ἴδωμεν, ἓν πρόσωπον
10τότε φαμέν.

53

Ταῦτα ἡμεῖς, εἰ καὶ φρικτόν ἐστι λέγειν Χριστιανοῖς, ὅμως διὰ τὴν μανίαν τῶν ἐκδικούντων Θεόδωρον καὶ τὴν ἀσεβῆ ἐκείνην ἐπιστολὴν προαγαγεῖν ἠναγκάσθημεν ἵλεω τὸν θεὸν ἡμῖν παρα‐ καλοῦντες γενέσθαι, δι’ ὧν ἁπάντων ἀποδέδεικται ὅτι πάσης τῆς Θεοδώρου ἀσεβείας μεστή ἐστιν ἡ κατάρατος ἐκείνη ἐπιστολή.

54

Καὶ ταῦτα μὲν ἅπαντα ἀπεκρινάμεθα πρὸς τὰ τῶι ὑμετέρωι κεφαλαιογραφίωι περιεχόμενα, δι’ ὧν ἐσπουδάσατε τὴν ἀσεβῆ ἐκείνην ἐπιστολὴν ἐκδικῆσαι καὶ διὰ ταύτης τὴν Θεοδώρου καὶ Νε‐ στορίου κακοδοξίαν ἀνανεώσασθαι, ὧν τὴν ἀσέβειαν ἡ αὐτὴ ἐπιστολὴ ἐπαινεῖ· ἐπειδὴ δὲ πολλὰ τῆς μνημονευθείσης ἀσεβοῦς ἐπιστολῆς τῆς πρὸς Μάριν τὸν αἱρετικὸν γεγραμμένης παραλελοίπατε
5καὶ οὐκ ἐτολμήσατε ταῦτα τοῖς ὑμετέροις κεφαλαίοις ἐνθεῖναι, ἵνα μὴ καὶ ἐκ τούτων τὴν ἐξ ὑμῶν ἐκδικουμένην ἀσέβειαν ὁ παρ’ ὑμῖν τῶν Χριστιανῶν μάθηι λαός, ἀναγκαῖον ἐνομίσαμεν εἶναι καὶ ταῦτα διὰ βραχέων φανερῶσαι. περιέχεται γὰρ τοῖς παρ’ ὑμῶν παραλελειμμένοις ῥήμασι τῆς ἀσε‐ βοῦς ἐκείνης ἐπιστολῆς ὅτι Κύριλλος τὰς ἀκοὰς πάντων τῶν ἐπισκόπων τῶν ἐν τῆι κατ’ Ἔφεσον συνόδωι συνελθόντων τῶι φαρμάκωι τῶι πηροῦντι τοὺς ὀφθαλμοὺς τῶν σοφῶν κατέσχεν, εὗρεν
10δὲ ἀφορμὴν ἐκ τοῦ κατὰ Νεστορίου μίσους καὶ ὅτι καθεῖλε τῆς ἐπισκοπῆς Νεστόριον ἡ ἐν Ἐφέσωι
σύνοδος κρίσεως καὶ ζητήσεως μὴ γενομένης. καὶ πάλιν ἐν τῆι αὐτῆι ἐπιστολῆι περιέχεται ὅτι τὰ δώδεκα κεφάλαια τὰ παρὰ Κυρίλλου γραφέντα ἐναντία ὄντα τῆς ὀρθῆς πίστεως προέθηκαν οἱ ἐν Ἐφέσωι συναχθέντες ἐπίσκοποι καὶ ἐβεβαίωσαν καὶ συνήινεσαν αὐτοῖς ὡς τῆι ὀρθῆι πίστει συνάιδουσιν καὶ ὅτι Νεστόριος ἐπειδὴ ἐμισεῖτο ἐν τῆι ἰδίαι πόλει καὶ παρὰ τῶν πρώτων αὐτῆς,108
15ὑποστρέψαι ἐκεῖ οὐκ ἠδυνήθη. καὶ διὰ πάντων ὁ γράψας τὴν αὐτὴν ἀσεβῆ ἐπιστολὴν οὐ μόνον τοὺς αἱρετικοὺς ἐκδικεῖ καὶ ἐπαινεῖ, ἀλλὰ καὶ τοὺς ὀρθοδόξους ψέγει. περὶ γὰρ τοῦ μακαρίου Ῥαββούλου τοῦ Ἐδέσσης ἐπισκόπου, ἀνδρὸς ἐν ἐπισκόποις ἐπισήμου, οὗ τὸ μνῆμα θαύματα ποιεῖ μέχρι τῆς σήμερον, οὕτως φησὶν ἐν τῆι αὐτῆι ἀσεβεῖ ἐπιστολῆι ὅτι ὁ τύραννος τῆς ἡμετέρας πόλεως, ὃν οὐδὲ αὐτὸς ἀγνοεῖς, προφάσει τῆς πίστεως οὐ μόνον τοὺς συζῶντας αὐτῶι διώκει, ἀλλὰ
20καὶ τοὺς ἤδη πάλαι πρὸς τὸν κύριον ἀπελθόντας, ὧν εἷς ἐστιν ὁ μακάριος Θεόδωρος ὁ κῆρυξ τῆς ἀληθείας καὶ διδάσκαλος τῆς ἐκκλησίας, ὃς οὐ μόνον ἐν τῆι οἰκείαι ζωῆι τοὺς αἱρετικοὺς ἐκολά‐ φισεν διὰ τῆς οἰκείας πίστεως, ἀλλὰ καὶ μετὰ θάνατον ὅπλα πνευματικὰ τοῖς ἰδίοις βιβλίοις τοῖς τῆς ἐκκλησίας τέκνοις κατέλειψεν, ὡς καὶ ἡ σὴ εὐλάβεια μετ’ αὐτοῦ λαλήσασα γινώσκει καὶ ἐκ τῶν παρ’ αὐτοῦ συγγραφέντων ἐπίστευσε, τοῦτον ἐτόλμησεν ὁ πάντα τολμῶν ἐπ’ ἐκκλησίας φανε‐
25ρῶς ἀναθεματίσαι. καὶ πάλιν περιέχεται τῆι αὐτῆι ἀσεβεῖ ἐπιστολῆι πρὸς ὕβριν τοῦ ἐν ἁγίοις Κυρίλλου ὅτι ἡ καρδία τοῦ Αἰγυπτίου ἐμαλάχθη καὶ χωρὶς σκύλσεως τῆι ὀρθῆι πίστει συνήινεσε καὶ ὅτι 〈οἱ〉 ἀτάκτως κατὰ τῶν ζώντων καὶ τῶν τελευτησάντων ὁρμήσαντες ἐν αἰσχύνηι εἰσὶν ὑπὲρ τῶν ἰδίων ἀπολογούμενοι πταισμάτων καὶ ἐναντία τῆι πρώτηι αὐτῶν διδασκαλίαι διδάσκοντες καὶ ὅτι χρὴ ὁμολογεῖν εἰς τὸν ναὸν καὶ εἰς τὸν ἐνοικοῦντα ἐν αὐτῶι. καὶ ταῦτα μὲν ἐγκείμενα
30τῆι μνημονευθείσηι ἐπιστολῆι φανερὰ ὑμῖν ἐσπουδάσαμεν καταστῆσαι, ἵνα κἂν οὕτως ὀψέ ποτε τὰ ὀρθὰ ἐπιλεγόμενοι ἀναχωρήσητε ταύτης τῆς κακοδοξίας· τοσαύτη δέ ἐστιν ἡ τῆς μυσαρᾶς ἐπι‐ στολῆς ἀσέβεια, ὅτι οὐδὲ ὑμεῖς ἐτολμήσατε πάντα, ὡς εἴρηται, τὰ περιεχόμενα αὐτῆι τοῖς παρ’ ὑμῶν πεμφθεῖσιν κεφαλαίοις ἐνθεῖναι, εἰ καί τινα ἐξ αὐτῶν διεστραμμένηι ἐννοίαι ἑρμηνεύειν ἐπειράθητε. τίς γὰρ Χριστιανοῖς δύναται συναριθμεῖσθαι μὴ λέγων ἀσεβῆ τὴν ἐπιστολὴν ἐν ἧι
35τοιαῦται καὶ τοσαῦται περιέχονται βλασφημίαι; ὁ γὰρ τὴν ἐπιστολὴν ἐκδικῶν τὴν τὸν ἅγιον Κύριλ‐ λον αἱρετικὸν καλοῦσαν καὶ τὴν ἐν Ἐφέσωι πρώτην σύνοδον ἐκβάλλουσαν φανερῶς Νεστόριον καὶ τὴν αὐτοῦ ἀσέβειαν δέχεται, ὃν ἡ αὐτὴ ἐπιστολὴ λέγει δίχα κρίσεως καὶ ζητήσεως καταδικα‐ σθῆναι, καὶ οὐ διὰ τὰ δόγματα, ἀλλὰ διὰ τὸ μῖσος τῶν πολιτῶν εἰς τὴν ἐκκλησίαν μὴ ὑποστρέψαι. καὶ οὐ μόνον εἰς τοῦτο ἁμαρτάνει ὁ τὴν ἀσεβῆ ἐπιστολὴν ἐκδικῶν, ἀλλὰ καὶ Κελεστῖνον τὸν
40πάπαν καταδικάζει τὸν εἰπόντα περὶ Κυρίλλου ὅτι ἡ πίστις Κυρίλλου ἡμετέρα πίστις ἐστίν· καὶ ὁ τὰ δώδεκα κεφάλαια τοῦ ἐν ἁγίοις Κυρίλλου ἐναντία τῆι ὀρθῆι πίστει λέγων ὑπάρχειν οὐ μόνον αὐτὸν τὸν ἐν ἁγίοις Κύριλλον καὶ τὸν ἐν μακαρίαι τῆι μνήμηι Κελεστῖνον καὶ τὴν πρώτην ἐν Ἐφέσωι σύνοδον κατακρίνει, ἀλλὰ καὶ τὴν ἐν Καλχηδόνι σύνοδον καταδικάζει τὴν πατέρα καὶ διδάσκαλον ἴδιον Κύριλλον ἐπιγραψαμένην, ὁπότε καὶ Λέοντα τὸν ἐν ἁγίοις
45πάπαν Ῥώμης ὁμοίως καταδικάζει, ὃς πρὸς τὴν ἐν Καλχηδόνι σύνοδον γράφων εἶπεν περὶ τῶν δώδεκα κεφαλαίων τοῦ ἐν ἁγίοις Κυρίλλου· οἱ ὅροι οἱ προενεχθέντες κατὰ Νεστορίου παρὰ Κυρίλλου τοῦ τῆς ἁγίας μνήμης ἐν βεβαίωι μενέτωσαν. πάσης δὲ ἀσεβείας πεπληρωμένη ἡ μυσαρὰ ἐπιστολὴ ἓν μόνον τῶν ἀληθῶν ἀποκρύψαι οὐκ ἴσχυσεν ὅτι ἀπὸ ὀρθοδόξων καὶ ἁγίων ἀνθρώπων Θεόδωρος ἐπ’ ἐκκλησίας καὶ μετὰ θάνατον ἀνεθεματίσθη, ὃν ἀσεβῆ Θεόδωρον διδάσκα‐

54

(50)

λον τῆς ἐκκλησίας καὶ κήρυκα τῆς ἀληθείας καλεῖ ἡ αὐτὴ ἀσεβὴς ἐπιστολὴ τὸν ὑπὲρ πάντας τοὺς
αἱρετικοὺς βλασφημήσαντα. οὗτινος τῶν βλασφημιῶν μέρος ἐλάχιστον δι’ ἑτέρας ὑμῖν ἐπι‐ στολῆς ἐπ’ αὐτῶν ὑμῖν τῶν ῥημάτων ἤδη ἐφανερώσαμεν ἀποδείξαντες καὶ τί οἱ ἅγιοι πατέρες Κύριλλος καὶ Πρόκλος καὶ Ῥαββούλας κατὰ Θεοδώρου καὶ τῶν ἀσεβῶν αὐτοῦ λόγων ἔγραψαν κατα‐ κρίναντες αὐτὸν μετὰ τῆς αὐτοῦ ἀσεβείας. τοιαῦται γὰρ αἱ Θεοδώρου βλασφημίαι εἰσίν, ὅτι110
55οὐδὲ ὑμεῖς ἐτολμήσατε ταύτας ἐκδικῆσαι, εἰ καὶ τὸν ἐκθέμενον αὐτὰς ἐκδικεῖτε, φανεροῦ ὄντος ὅτι οὐδεὶς τὰ κακὰ κατακρίνων τὸν ἐκθέμενον αὐτὰ ἐκδικεῖ, πλὴν εἰ μὴ ἐκεῖνον τὸν μετανοήσαντα καὶ τῆς ἰδίας ἀποστάντα πλάνης καὶ ταῦτα καταδικάσαντα. ταῖς δὲ ἄλλαις ὕβρεσι ταῖς ἐν τῆι αὐτῆι ἐπιστολῆι κατὰ τοῦ ἐν ἁγίοις Κυρίλλου ῥηθείσαις πρόσκειται κἀκεῖνο ὅτι ἐν αἰσχύνηι αὐτός [ἐν ἁγίοις Κύριλλος] ἐστι, καὶ ὅτι μεταμεληθεὶς ἐναντία τῆι πρώτηι αὐτοῦ διδασκαλίαι
60ἐξέθετο. ἐξ ὧν ὁ τὴν ἐπιστολὴν ἐκείνην γράψας δείκνυται πάσης ἀνοίας μεστός. ποῦ γὰρ ὁ ἐν ἁγίοις Κύριλλος ἐναντία τῆι πρώτηι αὐτοῦ διδασκαλίαι ἐξέθετο ἢ μετενόησεν; ἢ πῶς ἡ ἐν Καλχηδόνι ἁγία σύνοδος πατέρα τοῦτον ἐπεγράφετο, εἰ μετεμελήθη καθ’ ἃ τῆι ἐπιστολῆι περι‐ έχεται; ὁ γὰρ μετανοῶν οὐ τοῖς διδασκάλοις συναριθμεῖται, ἀλλ’ ὡς ἀπὸ πλάνης ὑποστρέψας δεκτέος ἐστί. τέλος δὲ τοῦτο αὐτῆς ὁ γράψας τὴν ἐπιστολὴν ἐποιήσατο λέγων ὅτι δεῖ ὁμολογεῖν
65εἰς τὸν ναὸν καὶ εἰς τὸν ἐνοικοῦντα ἐν τῶι ναῶι. ἐκ τούτων δὲ ὅσον ἧκεν εἰς τὴν ἀσέβειαν τῆς ἐπιστολῆς καὶ τοὺς ἐκδικοῦντας αὐτὴν πᾶσα ἡ ὀρθὴ πίστις ἀνατρέπεται. ἡ γὰρ καθολικὴ ἐκκλησία ἕνα κύριον Ἰησοῦν Χριστὸν μονογενῆ υἱὸν τοῦ θεοῦ ὁμολογεῖ καὶ οὐχὶ εἰς τὸν ναὸν καὶ εἰς τὸν ἐνοικοῦντα ἐν τῶι ναῶι πιστεύειν ἢ ὁμολογεῖν διδάσκει. ὅθεν καὶ τοῖς τοῦ ἁγίου ἀξιουμένοις βαπτίσματος παραδίδοται ὁμολογεῖν καὶ πιστεύειν εἰς ἕνα θεὸν πατέρα παντοκρά‐
70τορα καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστὸν τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ καὶ εἰς τὸ ἅγιον πνεῦμα, οὐ μὴν εἰς δύο υἱοὺς ἢ δύο Χριστούς, ὅπερ ἡ πρὸς Μάριν τὸν Πέρσην ἐπιστολὴ δηλοῖ λέγουσα χρῆναι ὁμολογεῖν εἰς τὸν ναὸν καὶ εἰς τὸν ἐνοικοῦντα ἐν τῶι ναῶι καὶ ἐκ τούτου τέταρτον πρό‐ σωπον τῆι ἁγίαι τριάδι ἐπεισάγουσα.

55

Ἐκ τούτων τοίνυν ἁπάντων δέδεικται ὅτι ἀλλότριός ἐστι τῆς ὀρθοδόξου πίστεως ὁ τὴν προ‐ ειρημένην ἀσεβῆ ἐπιστολὴν ἐπαινῶν ἢ ἐκδικῶν. ἐπειδὴ δὲ λέγετε ὡς ὁ ἐν ἁγίοις Κύριλλος διὰ τοῦτο παρὰ τῶν Ἀνατολικῶν ἐδέχθη, ὅτι τὰ ἴδια κεφάλαια ἑρμήνευσεν, οὐ θαυμάζομεν ὑμᾶς ὅτι καὶ ἐν τοῖς πεμφθεῖσι παρ’ ὑμῶν κεφαλαίοις οὕτως ἠπατήθητε οἱ καὶ αὐτὰ τὰ ἐν τῆι κατ’
5Ἔφεσον πρώτηι συνόδωι γεγραμμένα ἠγνοηκότες. καὶ γὰρ καὶ ὁ ἐν ἁγίοις Κελεστῖνος καὶ ἡ ἐν Ἐφέσωι πρώτη σύνοδος καὶ ὁ ἐν ἁγίοις Λέων καὶ ἡ ἐν Καλχηδόνι ἁγία σύνοδος αὐτὰ καθ’ αὑτὰ τὰ κεφάλαια τοῦ ἐν ἁγίοις Κυρίλλου καὶ ἐδέξαντο καὶ ἐβεβαίωσαν καὶ οὐδεμίαν τούτων ἑρμηνείαν ἐζήτησαν. ἡ γὰρ ἑρμηνεία οὐ διὰ τοὺς ὀρθοδόξους ἐγένετο, ἀλλὰ διὰ τοὺς αἱρετι‐ κούς, οἳ Νεστόριον ἐκδικοῦντες τοῖς μνημονευθεῖσι κεφαλαίοις ἀντέλεγον. ὡς γὰρ ὑμεῖς λέγετε,
10οὔτε τὰ ἅγια εὐαγγέλια οὔτε ὁ ἀπόστολος οὔτε αἱ λοιπαὶ θεῖαι γραφαὶ δεκταί εἰσιν, εἰ μὴ ὅτι οἱ ἅγιοι πατέρες ταύτας ἑρμήνευσαν. ἐρυθριᾶν δὲ ὀφείλετε λέγοντες ὅτι οἱ Ἀνατολικοὶ οἱ Νε‐ στόριον ἐκδικοῦντες ἐδέξαντο τὸν ἐν ἁγίοις Κύριλλον τὰ ἴδια κεφάλαια ἑρμηνεύοντα. ἐκ τοῦ ἐναντίου γὰρ ἡ ἀποστολικὴ καθέδρα Ῥώμης καὶ Κύριλλος ὁ ἐν ἁγίοις τοὺς Ἀνατολικοὺς ἐπισκό‐ πους κατακρίναντας Νεστόριον καὶ τὴν αὐτοῦ ἀσέβειαν εἰς κοινωνίαν ἐδέξαντο, ὡς καὶ ὁ ἐν ἁγίοις
15πάπας Ῥώμης Ξύστος γράφων μετὰ τῆς ἰδίας συνόδου πρὸς τὸν ἐν ἁγίοις Κύριλλον καὶ τοὺς κα‐
μάτους ἐπαινῶν τοὺς αὐτοῦ τοὺς ὑπὲρ τῆς ἑνώσεως γενομένους μεταξὺ ἄλλων οὕτως εἶπεν112

56

Ἐπανῆλθον πρὸς ἡμᾶς οἱ ἀδελφοί, πρὸς ἡμᾶς φημί, οἳ τὴν νόσον κοινῆι σπουδῆι ἀποδιώξαντες τῆς τῶν ψυχῶν ἐφροντίσαμεν θεραπείας.

57

Καὶ πάλιν· εὐφραίνου, ἀδελφὲ ἀγαπητέ, καὶ πρὸς ἡμᾶς ἐπισυναχθέντων τῶν ἀδελφῶν νικητὴς ἀγαλλιῶ. ἐζήτει ἡ ἐκκλησία οὓς ἀπέλαβεν. εἰ γὰρ μηδένα τῶν μικρῶν ἀπολέσθαι θέλομεν, πόσωι μᾶλλον δεῖ χαίρειν ἡμᾶς ἐπὶ τῆι ὑγείαι τῶν ἡγουμένων; ἀνέγνωμεν πόσην χαρὰν παρέσχεν ἓν πρόβατον ἀνακομισθέν, καὶ διὰ τοῦτο ἐννοεῖν ὀφείλομεν πόσον ἔπαινον ἔχει τοσούτους ποιμένας
5συγκαλέσασθαι. ἐν ἑκάστωι ἀγέλαι θεωροῦνται, οὐχ ἑνὸς ἐνταῦθα τὸ πρᾶγμα ζητεῖται ὁσάκις πράττεται περὶ τῆς ὑγείας τῶν πολλῶν.

58

Καὶ πάλιν· χαίρωμεν ἐπὶ τῶι καλεῖσθαι τὸν τῆς Ἀντιοχέων ἐκκλησίας ἱερέα παρὰ τῆς σῆς ἁγιω‐ σύνης ἤδη νῦν εὐλαβέστατον ἄνδρα καὶ κύριον· καὶ εἰκότως καλεῖται κύριος, ἐπειδὴ τὸν κοινὸν κύριον ἐπέγνω, ὃς τὸ τῆς σαρκώσεως αὐτοῦ μυστήριον ὀρθοδόξωι φωνῆι μεθ’ ἡμῶν ὁμολογεῖ.

59

Καὶ πάλιν· εὐκταῖαί εἰσι διὰ παντὸς αἱ θλίψεις τῶι τὴν πίστιν κηρύσσοντι. καὶ γὰρ τούτοις μετὰ μακαρισμοῦ πλούσιος μισθὸς ἐν τοῖς οὐρανοῖς ἡτοίμασται οἷς ὑπὲρ τῆς δικαιοσύνης ὕβρεις, διωγμοὺς καὶ πᾶν κακὸν προστέτακται ὑπομένειν. ὑπέμεινας τὸ ψεῦδος, ἵνα νικῆσαι ποιήσηις τὴν ἀλήθειαν. καὶ διὰ τοῦτο νῦν κατεπανίστασθαι χρὴ τοῦ ψεύδους, ἐπειδὴ μηδεὶς ἀπώλετο
5τῆι ἀληθείαι.

60

Καὶ πάλιν· ταῦτα πρὸς τὴν σὴν εὐλάβειαν ἡ μετ’ ἐμοῦ ἁγία ἀδελφότης ἀντέγραψεν ἀποδεχο‐ μένη τοὺς σοὺς ἐν ἅπασι καὶ βεβαιοῦσα καμάτους, οἵτινες βαρεῖς ἢ πικροὶ οὐ γεγόνασιν, ἐπειδὴ ὑπὲρ ἐκείνου κατεβλήθησαν, οὗτινος τὸ ἐλαφρὸν φορτίον καὶ τὸν χρηστὸν ζυγὸν βαστάζομεν.

61

Καὶ ταῦτα μὲν ὁ ἐν ἁγίοις Ξύστος πρὸς τὸν ἐν ἁγίοις Κύριλλον περὶ τῶν Ἀνατολικῶν ἔγραψεν· ἐπειδὴ δὲ ἀσυνέτως καὶ τοῦτο εἰρήκατε ὅτι βλάπτει τὴν ὑπόληψιν τῆς ἁγίας ἐν Καλχηδόνι συνό‐ δου ἡ κατάκρισις τῆς ἀσεβοῦς πρὸς Μάριν ἐπιστολῆς, ἐρωτῶμεν ὑμᾶς ποίωι λόγωι τοῦτο ὑπεμεί‐ νατε γράφειν. μὴ ἄρα νομίζετε τὴν ἔκθεσιν τῆς ἁγίας ἐν Καλχηδόνι συνόδου ὅμοιόν τι τῆς
5ἀσεβοῦς περιέχειν ἐπιστολῆς; ἀλλὰ μὴ γένοιτο Χριστιανὸν τοῦτο εἰπεῖν. κατανοήσατε γὰρ ὅτι πάντα τὰ ἐν τῆι ἀσεβεῖ ἐκείνηι ἐπιστολῆι καὶ τοῖς Θεοδώρου συγγράμμασι περιεχόμενα ἐναν‐ τία εἰσὶ τῶι ὅρωι τῆς κατὰ Καλχηδόνα συνόδου τῶι περὶ τῆς πίστεως δεδομένωι. Θεόδωρος γὰρ καὶ ἡ ἐπιστολὴ ἄλλον λέγουσιν εἶναι τὸν θεὸν λόγον καὶ ἄλλον τὸν Χριστόν, ἡ δὲ ἁγία κατὰ Καλχηδόνα σύνοδος ἕνα λέγει τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν θεὸν λόγον σαρκωθέντα καὶ
10ἀτρέπτως ἐνανθρωπήσαντα. ἡ ἐπιστολὴ καὶ Θεόδωρος οὐχ ὁμολογοῦσι τὸν θεὸν λόγον σαρκω‐ θῆναι ἐκ τῆς ἁγίας ἐνδόξου θεοτόκου καὶ ἀεὶ παρθένου Μαρίας καὶ τεχθῆναι ἐξ αὐτῆς καὶ διὰ τοῦτο ἀρνοῦνται θεοτόκον εἶναι τὴν ἁγίαν παρθένον Μαρίαν, οἱ δὲ ἅγιοι πατέρες οἱ ἐν Καλχηδόνι συνελθόντες συνοδικῶς θεοτόκον εἶναι τὴν ἁγίαν παρθένον Μαρίαν ὡμολόγησαν. Θεόδωρος ὁ ἀσεβὴς καὶ ἡ ἀνώνυμος ἐπιστολὴ δύο πρόσωπα λέγοντες κατὰ σχετικὴν ἕνωσιν ἓν πρόσωπον
15ἀναπλάττουσιν, ἡ σύνοδος δὲ τῶν δύο φύσεων τὴν καθ’ ὑπόστασιν ἕνωσιν λέγουσα ἓν κηρύττει πρόσωπον ἤτοι μίαν ὑπόστασιν Χριστοῦ τοῦ μονογενοῦς θεοῦ λόγου. πάλιν ἡ ἀσεβὴς ἐκείνη ἐπιστολὴ καταδικάζει τὴν ἐν Ἐφέσωι πρώτην σύνοδον καὶ τὸν ἐν ἁγίοις Κύριλλον καὶ ἀσεβῆ τὰ αὐτοῦ κεφάλαια ὀνομάζει, Νεστόριον δὲ καὶ Θεόδωρον ἐκδικεῖ καὶ ἐπαινεῖ· ἡ δὲ ἐν Καλχηδόνι σύνοδος διὰ πάντων ἀκολουθεῖ τῆι αὐτῆι πρώτηι ἐν Ἐφέσωι συνόδωι καὶ πατέρα καὶ διδάσκαλον Κύριλλον
20ἐπιγράφεται καὶ τὴν συνοδικὴν αὐτοῦ ἐπιστολὴν ἐν ἧι τὰ δώδεκα κεφάλαια ὑποτέτακται, βεβαιοῖ, Νεστόριον δὲ τὸν ἀσεβῆ κατακρίνει καὶ πρὸς τούτοις τὸ Ἰουδαικὸν σύμβολον τὸ ὑπὸ Θεοδώρου συμπεπλασμένον τὸ καὶ ἐν τῆι κατ’ Ἔφεσον πρώτηι συνόδωι κατακριθὲν καὶ ἐν αὐτῆι τῆι ἐν Καλχηδόνι συνόδωι μετὰ ταῦτα προκομισθὲν μετὰ τοῦ γράψαντος αὐτὸ παραπλησίως κατα‐ δικάζει. ταῦτα δὲ ἐν τοῖς ὁρισθεῖσιν ἡ ἁγία ἐν Καλχηδόνι σύνοδος ἐξέθετο, οὐ καινίζουσά τι114
25περὶ τὴν ὀρθόδοξον πίστιν, ἀλλὰ διὰ πάντων ἀκολουθοῦσα τῆι ὁμολογίαι τῆς πίστεως ἣν ὁ κύριος διὰ τῶν ἁγίων ἀποστόλων ἐδωρήσατο καὶ οἱ ἅγιοι ἀπόστολοι ἐκήρυξαν καὶ οἱ τριακόσιοι δέκα καὶ ὀκτὼ ἅγιοι πατέρες παραδεδώκασι τῆι τοῦ θεοῦ ἐκκλησίαι καὶ οἱ ἑκατὸν πεντήκοντα πατέρες ἐβεβαίωσαν σαφηνίσαντες τὰ περὶ τῆς θεότητος τοῦ ἁγίου πνεύματος. ταύτηι δὲ καὶ οἱ ἐν Ἐφέ‐ σωι τὸ πρώην συναχθέντες ἅγιοι πατέρες ἠκολούθησαν, ἡ δὲ ἐν Καλχηδόνι ἁγία σύνοδος καὶ
30ἀνεθεμάτισε τοὺς ἕτερον σύμβολον ἢ ἔκθεσιν πίστεως παραδιδόντας παρὰ τὸ ὑπὸ τῶν τριακοσίων δέκα καὶ ὀκτὼ ἁγίων πατέρων παραδοθέν.

62

Οὕτως τοίνυν τῆς ἀληθείας ἐχούσης ὀψὲ γοῦν κατανοήσατε τίς ὀρθῶς τὴν ἁγίαν ἐν Καλχηδόνι σύνοδον ἐκδικεῖ, πότερον ὁ δεικνύων ὅτι τοῖς εἰρημένοις ἁγίοις πατράσιν ἀκολουθήσασα πάντα ὀρθῶς ἐξέθετο ἢ ὁ τοὺς ἀσεβεῖς τῶν αἱρετικῶν λόγους προσάπτειν σπουδάζων αὐτῆι; τοὺς γὰρ καθαρᾶι συνειδήσει καὶ ὀρθῶι σκοπῶι δεχομένους τὴν ἐν Ἐφέσωι πρώτην σύνοδον καὶ τοὺς ἁγίους
5πατέρας Κελεστῖνον Κύριλλον καὶ Λέοντα καὶ τὸν ὅρον τῆς ἐν Καλχηδόνι συνόδου ἀδύνατόν ἐστιν δέχεσθαι μετὰ τούτων καὶ τὴν πρὸς Μάριν μυσαρὰν ἐπιστολὴν τὴν κατὰ πάντα τούτοις ἐναν‐ τιουμένην. τίς γὰρ τοὺς διδασκάλους τῆς ἐκκλησίας καὶ τοὺς τὰ ἐναντία διδάσκοντας, ἢ τοὺς ὀρθοδόξους καὶ τοὺς αἱρετικούς, ἢ τοὺς καταδικάσαντας καὶ τοὺς κατακριθέντας ὁμοῦ δύναται δέξασθαι; ἵνα δὲ τελειότερον τὰ διὰ Ἴβαν καὶ Θεοδώρητον κεκινημένα γνῶτε, ἀναγκαῖον ἐνομίσα‐
10μεν καὶ ταῦτα ὑμῖν φανερῶσαι.

63

Γινώσκετε τοίνυν ὅτι κατὰ διαφόρους καιροὺς διὰ τὴν ἀσέβειαν Θεοδώρου καὶ Νεστορίου τὴν τῆι αὐτῆι ἐπιστολῆι περιεχομένην καὶ διὰ τὰς ὕβρεις τὰς κατὰ τοῦ ἐν ἁγίοις Κυρίλλου καὶ τῶν αὐτοῦ κεφαλαίων λεχθείσας κατηγορηθέντος Ἴβα παρὰ Θεοδοσίωι τῶι τῆς εὐσεβοῦς λήξεως βασιλεῖ καὶ παρὰ Πρόκλωι τῶι ἐν ἁγίοις ἀρχιεπισκόπωι Κωνσταντινουπόλεως καὶ παρὰ διαφόροις Ἀντιο‐
5χείας ἀρχιεπισκόποις, τελευταῖον παρὰ τοῦ αὐτοῦ βασιλέως καὶ Φλαβιανοῦ μετὰ Πρόκλον τὸν ἐν ἁγίοις ἀρχιεπισκόπου Κωνσταντινουπόλεως γενομένου ἀπενεμήθη ἡ κινουμένη δίκη κατὰ τοῦ αὐτοῦ Ἴβα Φωτίωι ἐπισκόπωι Τύρου καὶ Εὐσταθίωι ἐπισκόπωι Βηρυτοῦ, παρ’ οἷς περί τε πίστεως κατηγορήθη ὁ αὐτὸς Ἴβας καὶ περὶ ὕβρεων κατὰ τοῦ ἐν ἁγίοις Κυρίλλου γενομένων. ἐκεῖνος δὲ ἀπολογούμενος ἀπεκρίνατο μηδὲν ὑβριστικὸν μετὰ τὴν ἕνωσιν τὴν γενομένην μεταξὺ τῶν Ἀνατολικῶν
10καὶ τοῦ ἐν ἁγίοις Κυρίλλου εἰπεῖν ἢ γράψαι κατ’ αὐτοῦ. ἡ δὲ μυσαρὰ αὕτη ἐπιστολὴ ἡ προ‐ κομισθεῖσα παρὰ τῶν κατηγόρων αὐτοῦ δηλοῖ ὅτι μετὰ τὴν ἕνωσιν γέγραπται· δείκνυται τοίνυν Ἴβας ἐκ τῆς οἰκείας καταθέσεως τὴν μνημονευθεῖσαν ἐπιστολὴν ἀπαρνούμενος. ὅθεν οἱ προειρημένοι ἐπίσκοποι ὁρῶντες τὴν ἀσέβειαν τῆς ἐπιστολῆς, εἰ καὶ Ἴβας οὐχ ὡμολόγησεν ταύτην ἰδίαν εἶναι, ὅμως ψῆφον ἐξήνεγκαν διὰ πάντων ἐναντίαν τῆι ἀσεβείαι τῆι ἐν τῆι αὐτῆι ἐπιστολῆι
15περιεχομένηι. διετύπωσαν γὰρ ὥστε Ἴβαν ἀναθεματίσαι μὲν Νεστόριον καὶ τὰ ἀσεβῆ αὐτοῦ δόγματα καὶ τοὺς ἐκδικοῦντας αὐτόν, ἅπερ ἡ ἀσεβὴς ἐπιστολὴ ἐξεδίκει, δέξασθαι δὲ ἐφίσης τῶν τριακοσίων δέκα ὀκτὼ ἁγίων πατέρων καὶ τὴν ἐν Ἐφέσωι πρώτην σύνοδον ὡς ἀπὸ ἁγίου πνεύ‐
ματος συναχθεῖσαν καθ’ ὁμοιότητα τῶν τριακοσίων δέκα ὀκτὼ ἁγίων πατέρων, ἥντινα ἐν Ἐφέσωι σύνοδον μετ’ αὐτοῦ τοῦ ἐν ἁγίοις Κυρίλλου καὶ τῶν δώδεκα αὐτοῦ κεφαλαίων ἐνυβρίζει ἡ αὐτὴ116
20ἀσεβὴς ἐπιστολή. τὰ τοίνυν παρὰ τῶν δικαστῶν κεκριμένα μὴ πληρώσας Ἴβας τῆς ἐπισκοπῆς καθηιρέθη καὶ μετὰ ταῦτα συνήχθη ἡ ἐν Καλχηδόνι ἁγία σύνοδος, ἐν ἧι οὐδὲ ἐκλήθη Ἴβας οὐδὲ ὡς ἐπίσκοπος παραγέγονεν Νόννου ἤδη εἰς τόπον αὐτοῦ χειροτονηθέντος τοῦ καὶ κληθέντος ἐν τῆι ἁγίαι ἐν Καλχηδόνι συνόδωι. ἀλλὰ μετὰ τὸν ὅρον τὸν περὶ τῆς πίστεως δεδομένον εἰσελ‐ θὼν ὁ μνημονευθεὶς Ἴβας ἤιτησεν τὴν περὶ αὐτοῦ ὑπόθεσιν ζητηθῆναι δι’ ἣν τῆς ἐπισκοπῆς
25καθηιρέθη, καὶ προεκόμισεν τὴν προειρημένην ψῆφον Φωτίου καὶ Εὐσταθίου. ἧς ἀναγνωσθεί‐ σης εἰσελθόντες καὶ οἱ τούτου κατήγοροι προεκόμισαν τὰ ἐν Τύρωι πεπραγμένα, ἐν οἷς περιείχετο ἡ αὐτὴ ἀσεβὴς ἐπιστολή. ἧς ἀναγνωσθείσης εἰδὼς Ἴβας ὡς εἰ ὁμολογήσοι ταύτην ἰδίαν εἶναι, διὰ τὴν ἀσέβειαν αὐτῆς κατεδικάζετο, ἐγκόψας τὴν τῶν πεπραγμένων ἀνάγνωσιν οὕτως εἶπεν· κελεύσατε ἀναγνῶναι τὰ γράμματα τῶν κληρικῶν Ἐδέσσης, ἵνα ἐξ αὐτῶν μάθητε ὅτι ἀλλότριός
30εἰμι τῶν ἐπαχθέντων μοι. καὶ ἀναγνωσθέντων αὐτῶν κατανοήσαντες οἱ ἐπίσκοποι τὴν ψῆφον Φωτίου καὶ Εὐσταθίου καὶ τὴν κατὰ Ἴβα γενομένην κατηγορίαν ἀπήιτησαν αὐτὸν τὰ παρὰ Φωτίου καὶ Εὐσταθίου κεκριμένα πληρῶσαι καὶ δέξασθαι τὸν ὅρον ὃν ἡ αὐτὴ ἁγία σύνοδος ἐξεφώνησεν καὶ ὑπογράψαι ἐν αὐτῶι, δι’ οὗ καὶ τὴν πρώτην ἐν Ἐφέσωι σύνοδον καὶ τὸν ἐν ἁγίοις Κύριλλον καὶ τὴν αὐτοῦ διδασκαλίαν ἐδέξατο, ἅπερ ἅπαντα, ὡς εἰρήκαμεν, ἡ μυσαρὰ ἐκείνη
35ἐνυβρίζει ἐπιστολή. δι’ ὧν ἀποδείκνυται πάντα ταῦτα τὴν ἁγίαν ἐν Καλχηδόνι σύνοδον ἐπὶ κατακρίσει καὶ ἀνατροπῆι τῆς ἀσεβοῦς ἐκείνης ἐπιστολῆς Ἴβαν παρασκευάσαι ποιῆσαι. θαυ‐ μάζομεν τοίνυν ὑμᾶς ὅτι τὴν μυσαρὰν ἐκείνην ἐπιστολὴν ἐκδικεῖτε, ἣν οὐδὲ αὐτὸς Ἴβας ἢ ἐν Τύρωι ἢ καὶ μετὰ ταῦτα ἐν τῆι ἁγίαι κατὰ Καλχηδόνα συνόδωι ἐτόλμησεν ἰδίαν εἰπεῖν ἢ ἐκδικῆσαι, ἀλλὰ καὶ τοῖς γράμμασιν τῶν κληρικῶν Ἐδέσσης καὶ τῆι ψήφωι Φωτίου καὶ Εὐσταθίου ἐχρήσατο
40πρὸς τὸ ἀποφυγεῖν τὴν περὶ τῆς ἀσεβοῦς ἐπιστολῆς κατ’ αὐτοῦ γενομένην κατηγορίαν.

64

Πρὸς δὲ τοῖς ἄλλοις ἅπασιν τοῖς κακῶς παρ’ ὑμῶν ἑρμηνευθεῖσι καὶ τὴν Εὐνομίου διαλαλιὰν τὴν περὶ Ἴβα γενομένην πρὸς ψευδῆ ἔννοιαν μετηγάγετε διαβεβαιούμενοι τὴν διαλαλιὰν Εὐνομίου ὑπὲρ τῆς ἀσεβοῦς ἐπιστολῆς γεγενῆσθαι. λέγετε γὰρ περιέχειν τὴν αὐτὴν διαλαλιὰν ὅτι ἐν τοῖς ἀνωτέροις τῆς ἐπιστολῆς ὑβρίσας Ἴβας τὸν ἐν ἁγίοις Κύριλλον ἐν τοῖς τελευταίοις ἑαυτὸν
5ἐπανωρθώσατο, ὁπότε δῆλόν ἐστι τὴν Εὐνομίου διαλαλιὰν οὐ περὶ τῆς ἀσεβοῦς ἐκείνης ἐπι‐ στολῆς, ἀλλὰ περὶ τῆς καταθέσεως Ἴβα τῆς ἐν Τύρωι γενομένης παρὰ Φωτίωι καὶ Εὐσταθίωι εἰρῆσθαι. ἐν γὰρ τοῖς παρ’ αὐτοῖς πεπραγμένοις φανερῶς Ἴβας ὡμολόγησεν, ὡς καὶ ἀνωτέρω εἰρήκαμεν, πρὸ τούτου μὲν μετὰ τῶν ἄλλων Ἀνατολικῶν ἐπισκόπων ὑβρίσαι τὸν ἐν ἁγίοις Κύριλλον, ὅτε μεταξὺ αὐτῶν διχόνοια ἦν, μετὰ δὲ τὴν ἕνωσιν τὴν μεταξὺ αὐτῶν γενο‐
10μένην μηδὲν ὑβριστικὸν εἰπεῖν κατὰ τοῦ ἐν ἁγίοις Κυρίλλου. ἐξ ἧς ὁμολογίας εὑρίσκων Εὐνό‐ μιος Ἴβαν πρῶτον μὲν ὑβρίσαντα τὸν ἐν ἁγίοις Κύριλλον, μετὰ ταῦτα δὲ ἀπολογούμενον καὶ λέγοντα ὅτι μετὰ τὴν ἕνωσιν οὐδὲν ὑβριστικὸν κατὰ τοῦ ἐν ἁγίοις εἶπεν Κυρίλλου, τὴν μνημονευ‐ θεῖσαν ἐποίησεν διαλαλιάν. ὅτι δὲ ἡ προειρημένη ἀσεβὴς ἐπιστολὴ ἡ λεγομένη Ἴβα πάσης ἀσεβείας καὶ τῶν κατὰ Κυρίλλου ὕβρεων ἀπ’ ἀρχῆς ἕως τέλους πεπλήρωται, οὐδενὶ ἀμφιβάλλεται.
15ἀλλ’ οὐδὲ ἔχει λόγον τὸ πιστεῦσαι ὅτι Εὐνόμιος τὰ πρῶτα μὲν διέβαλε τῆς ἐπιστολῆς ὡς κακά, τὰ τελευταῖα δὲ χείρονα ὄντα ἐπήινεσεν. οὐδεὶς γὰρ εὖ φρονῶν ἀποδέχεται τὸν ἐπὶ ἑνὸς καὶ
τοῦ αὐτοῦ πράγματος ὁμοῦ τὸν αὐτὸν ἐπαινοῦντα καὶ ψέγοντα. εἴ τις τοίνυν τὴν Εὐνομίου δια‐ λαλιὰν τολμήσει λέγειν μὴ τῆι Ἴβα καταθέσει τῆι ἐν Τύρωι γενομένηι, ἀλλὰ τῶι ὕφει συνάιδειν τῆς μνημονευθείσης ἀσεβοῦς ἐπιστολῆς, τὴν τῆς ἀληθείας ἀκολουθίαν οὐ φυλάττει, ἀλλ’ ὡς118
20αἱρετικὸς ὕβριν τοῖς πατράσιν προσάπτειν σπουδάζει.

65

Καὶ εἰς τοῦτο δὲ ἐθαυμάσαμεν ὅτι γράψαι ὑπεμείνατε τὰ κεφάλαια μὲν τοῦ ἐν ἁγίοις Κυρίλλου σκοτεινὰ εἶναι, τὴν δὲ ἀσεβῆ ἐπιστολὴν ὡς τοῦ ἁγίου πνεύματος μεσάζοντος ἀποδεχθεῖσαν ἐπηι‐ νέσατε. καὶ φανερόν ἐστιν ὅτι ταῦτα τὰ ῥήματα οὐκ ἐξ ἁγίου πνεύματος, ἀλλ’ ἐξ ἐνεργείας τοῦ πονηροῦ πνεύματος προηγάγετε, ὅτι τοὺς μὲν πατέρας καὶ διδασκάλους τῆς ἐκκλησίας σκο‐
5τεινοὺς ἐκαλέσατε, τὴν δὲ κακοδοξίαν τῆς ἐπιστολῆς μετὰ βλασφημίας ἐπηινέσατε. ὅθεν καλῶς ἁρμόζει καὶ ὑμῖν καὶ τοῖς ἄλλοις τοῖς τὰ παραπλήσια ὑμῖν περὶ τῶν ἁγίων πατέρων φρονοῦσι τὸ παρὰ τοῦ ἁγίου Πέτρου τοῦ ἀποστόλου ῥηθὲν περὶ τῶν κακῶς νοούντων τὰς ἐπιστολὰς τοῦ ἁγίου Παύλου ὅτι ταῦτα οἱ ἀμαθεῖς καὶ ἀστήρικτοι στρεβλώσουσιν ὡς καὶ τὰς λοιπὰς γρα‐ φὰς πρὸς τὴν ἰδίαν αὐτῶν ἀπώλειαν. οὕτως τοίνυν ὑμῖν κακῶς νοοῦσι σκοτεινὰ εἶναι δοκεῖ
10τὰ παρὰ τῶν τῆς ἐκκλησίας διδασκάλων καὶ τῶν θείων γραφῶν ἐκτεθειμένα. καὶ ταῦτα μὲν τὰ περὶ Ἴβα καὶ τῆς ἀσεβοῦς ἐκείνης ἐπιστολῆς οὕτω παρακολουθήσαντα ἔν τισι βιβλίοις εὑρί‐ σκονται· εἰδέναι δὲ ὑμᾶς χρὴ ὅτι τὰ πεπραγμένα ἐν οἷς ἡ ἀσεβὴς ἐκείνη ἐπιστολὴ περιέχεται, οὐχ ὑποτέτακται τοῖς αὐθεντικοῖς οἷς οἱ ἐπίσκοποι ὑπέγραψαν, ὡς καὶ τὰ ἰσότυπα αὐθεντικὰ ἔν τε τῆι ἁγιωτάτηι ἐκκλησίαι Ῥώμης καὶ ἐν τῆι Κωνσταντινουπόλει καὶ ἐν τῶι θείωι ἡμῶν παλατίωι
15παραδεδώκασιν. ἐπεὶ τοίνυν δείκνυται πανταχόθεν πάσης ἀσεβείας πεπληρωμένη ἡ αὐτὴ ἀσε‐ βὴς ἐπιστολὴ καὶ ἐναντία οὖσα τοῖς ὁρισθεῖσιν ὑπὸ τῆς ἁγίας ἐν Καλχηδόνι συνόδου, οἱ ταύτην λέγοντες δεδέχθαι ὑπὸ τῆς ἁγίας ἐν Καλχηδόνι συνόδου οὐ μόνον τὴν οἰκείαν κακοδοξίαν σπου‐ δάζουσιν ἐκδικεῖν, ἀλλὰ καὶ ὕβριν τῆι αὐτῆι ἁγίαι συνόδωι προσάπτειν. τὰ γὰρ δεχθέντα καὶ βεβαιωθέντα παρὰ τῆς μνημονευθείσης ἁγίας συνόδου ὀνομαστὶ ἐν τῶι παρ’ αὐτῆς δεδομένωι
20περὶ τῆς πίστεως ὅρωι περιέχεται.

66

Γινώσκειν δὲ ὑμᾶς βουλόμεθα ὅτι καὶ Θεοδώρητος, ἐπειδὴ κατὰ τῶν δώδεκα κεφαλαίων τοῦ ἐν ἁγίοις Κυρίλλου ἔγραψε Νεστόριον καὶ τὴν αὐτοῦ κακοδοξίαν ἐκδικῶν, μετὰ τὸν ὅρον τῆς Καλχηδόνι ἁγίας συνόδου συνωθήθη πρῶτον μὲν ἀναθεματίσαι Νεστόριον καὶ τὴν ἀσέβειαν τὴν αὐτοῦ καὶ ὁμολογῆσαι θεοτόκον τὴν ἁγίαν ἔνδοξον ἀειπάρθενον Μαρίαν, καὶ οὕτως ἐδέχθη. ὅθεν
5καὶ Ἴβας καὶ Θεοδώρητος οὐχ ὡς διδάσκαλοι καὶ πατέρες, ἀλλ’ ὡς μετανοοῦντες καὶ ἀναθεμα‐ τίζοντες τὴν κακοδοξίαν ὑπὲρ ἧς κατηγορήθησαν, καὶ δεξάμενοι τὸν ὅρον τῆς ἐν Καλχηδόνι συ‐ νόδου καὶ ὑπογράψαντες ἐν αὐτῶι ἐδέχθησαν, ἐπειδὴ ἔθος ἐστὶν ἐν τῆι καθολικῆι ἐκκλησίαι ἅπαντας τοὺς αἱρετικοὺς τῆς οἰκείας πλάνης ἀναχωροῦντας καὶ πρὸς τὴν ὀρθόδοξον ἐπανιόντας πίστιν δεχθῆναι εἰς κοινωνίαν, οὐ μὴν ὡς διδασκάλους τοῖς πατράσιν συναριθμεῖσθαι. ὅθεν καὶ τοὺς
10ἄλλους Ἀνατολικοὺς ἐπισκόπους οἵτινες Νεστόριον ἐκδικοῦντες ἀντεῖπον τῆι πρώτηι ἐν Ἐφέσωι συνόδωι καὶ τῶι ἐν ἁγίοις Κυρίλλωι, ἐπειδὴ μετὰ ταῦτα Νεστόριον καὶ τὴν κακοδοξίαν ἀνεθεμάτισαν τὴν αὐτοῦ, ἐδέξατο ὁ κατὰ Ῥώμην ἀποστολικὸς θρόνος καὶ ὁ ἐν ἁγίοις Κύριλλος καὶ διὰ τοῦτο καὶ ἡ ἁγία τοῦ θεοῦ ἐκκλησία δέχεται αὐτούς.

67

Καὶ τοῦτο δὲ ὑμᾶς εἰδέναι βουλόμεθα ὅτι οὐ μόνον Ἴβας καὶ Θεοδώρητος διὰ τὸ ἀντειπεῖν τοῖς δώδεκα κεφαλαίοις τοῦ ἐν ἁγίοις Κυρίλλου ἐξεβλήθησαν τῆς ἐπισκοπῆς, ἀλλὰ καὶ Δόμνος ὁ Ἀν‐ τιοχείας ἀρχιεπίσκοπος διὰ τοῦτο κατεδικάσθη ὡς γράψας ὀφείλειν μόνον σιωπηθῆναι τὰ αὐτὰ
δώδεκα κεφάλαια. ἥντινα κατάκρισιν κατὰ Δόμνου γενομένην καὶ μετὰ θάνατον αὐτοῦ ἡ ἐν120
5Καλχηδόνι σύνοδος ἐδέξατό τε καὶ ἐβεβαίωσεν. ὅτι δὲ τοῦτο ἀληθές ἐστιν, καὶ αὐτὸς Θεο‐ δώρητος πρὸς Ἰωάννην τὸν Γερμανικείας ἐπίσκοπον μαρτυρεῖ γράφων οὕτως

68

Τί δήποτε καὶ προφανῶς ψεύδονται καὶ φασὶ μηδεμίαν γεγενῆσθαι περὶ δόγμα καινοτομίαν; διὰ ποίους φόνους καὶ γοητείας ἐξηλάθην ἐγώ; ὁ δεῖνα τίνας μοιχείας ἐτόλμησε; ποίους ὁ δεῖνα διώρυξε τάφους; δῆλόν ἐστιν καὶ τοῖς βαρβάροις, παρακαλῶ, ὡς δογμάτων χάριν κἀμὲ καὶ τοὺς ἄλλους ἐξήλασαν. καὶ γὰρ τὸν κύριον Δόμνον ὡς τὰ κεφάλαια μὴ δεξάμενον καθεῖλον οἱ βέλ‐
5τιστοι πανεύφημα ταῦτα καλέσαντες καὶ ἐμμένειν τούτοις ὁμολογήσαντες. ἐγὼ γὰρ αὐτῶν τὰς καταθέσεις ἀνέγνων, ἐμὲ δὲ ὡς τῆς αἱρέσεως ἔξαρχον ἀπεκήρυξαν.

69

Ἐκ τούτων τοίνυν δείκνυται ὅτι διὰ τὰ κεφάλαια τοῦ ἐν ἁγίοις Κυρίλλου τὰ κατὰ Νεστορίου προτεθέντα καὶ Δόμνος καὶ αὐτὸς Θεοδώρητος καὶ Ἴβας καὶ ἄλλοι τινὲς ἐξεβλήθησαν. καὶ Θεοδώρητον μὲν καὶ Ἴβαν μεταμεληθέντας καὶ δεξαμένους τὰ μνημονευθέντα κεφάλαια καὶ τὰ ἄλλα, δι’ ἃ ἐξεβλήθησαν, ἡ ἁγία σύνοδος ἡ ἐν Καλχηδόνι ἐδέξατο· οἱ ἄλλοι δὲ οἱ μὴ μεταμελη‐
5θέντες οὐκ ἐδέχθησαν, ἡ δὲ Δόμνου κατάκρισις καὶ μετὰ θάνατον αὐτοῦ ἐβεβαιώθη.

70

Ἐπειδὴ δὲ ἐγράψατε ὅτι τὰς Θεοδώρου βλασφημίας τὰς παρ’ ἡμῶν πεμφθείσας ὑμῖν ἀνα‐ θεματίζετε, εἴ τινος ἂν ὦσιν, αὐτὸν δὲ Θεόδωρον ἠμφεβάλετε ἀναθεματίσαι διὰ τὸ ἤδη προτελευ‐ τῆσαι αὐτὸν ἐν τῆι κοινωνίαι, ὡς λέγετε, τῶν ἐκκλησιῶν, γινώσκετε ὅτι οἱ λέγοντες μὴ ἐξὸν εἶναι Θεόδωρον ἀναθεματίζεσθαι, ἀλλὰ τοῖς ἐπισκόποις συναριθμεῖσθαι, ἐπειδὴ ἐν τῆι κοινωνίαι, καθὼς
5εἰρήκατε, τῆς ἐκκλησίας ἐτελεύτησεν, ὀφείλουσιν καὶ Ἰούδαν τοῖς ἀποστόλοις συναριθμεῖν τὸν ὡς ἐνόμισεν λαθόντα τὸν γινώσκοντα τὰ κρυπτὰ τῶν ἀνθρώπων θεὸν καὶ μετὰ τῶν ἄλλων μαθητῶν κοινωνίαν δεξάμενον ἀπ’ αὐτοῦ. ὅσον γὰρ ἧκεν εἰς τοὺς ταῦτα λέγοντας, μέμψεώς εἰσιν ἄξιοι καὶ οἱ ἀπόστολοι οἱ μετὰ τὸν αὐτοῦ θάνατον ψῆφον κατ’ αὐτοῦ προαγαγόντες κατακρίναντες αὐτὸν καὶ εἰς τόπον αὐτοῦ ἄλλον ἀντεισαγαγόντες. καὶ πάλιν ἐπειδὴ ἐν τοῖς ἁγίοις εὐαγγελίοις τὸ
10ὄνομα αὐτοῦ μεταξὺ τῶν ἄλλων ἀποστόλων ἀναγινώσκεται, μὴ ἄρα ἐκ τούτου ἢ ὡς ἀπόστολος δέχεται ἢ τῆς κατακρίσεως τοῦ ἀναθέματος ὤφειλεν ἐλευθερωθῆναι; κατανοεῖτε τοίνυν ὅτι ἐκεῖνος τελευτᾶι ἐν τῆι κοινωνίαι τῶν ἐκκλησιῶν ὁ τὴν ὀρθόδοξον πίστιν μέχρι πέρατος τῆς οἰκείας ζωῆς φυλάξας. καὶ γὰρ εἰ καὶ Μανιχαῖος ἢ Ἀρειανὸς ἢ Νεστοριανὸς ἢ Εὐτυχιανιστὴς ἢ ἄλλος οἱοσοῦν αἱρετικὸς ἢ Ἑλληνικῆι μανίαι κρατούμενος λάθηι κοινωνῶν τῆι ἐκκλησίαι καὶ οὕτως τε‐
15λευτήσηι καὶ μετὰ θάνατον ἢ ἐκ τῶν συγγραμμάτων αὐτοῦ ἢ καθ’ ἕτερον τρόπον αἱρετικὸς εἶναι φανῆι, ὅμως οὐκ ἐκ τούτου ἡ ὀρθόδοξος βλάπτεται πίστις ἢ ἐκεῖνος ἐλευθεροῦται τῆς κατακρίσεως, εἰ ἐν τῆι εἰρήνηι τῶν ἐκκλησιῶν λέγεται τελευτῆσαι. καὶ γενικῶς οὐδένα τῶν αἱρετικῶν θάνατος ἐκ τῆς περὶ τῆς κακοδοξίας αὐτοῦ κατακρίσεως ἐλευθεροῖ, μᾶλλον μὲν οὖν διὰ τοῦτο καταδικάζει, ὅτι ζῶν οὐ μετεμελήθη. ὅτι δὲ οἱ αἱρετικοὶ οἱ ἐν τῆι ζωῆι αὐτῶν μὴ μεταμεληθέντες καὶ μετὰ
20θάνατον κατεκρίθησαν, ἐκ πολλῶν δείκνυται. καὶ Εὐνόμιος γὰρ καὶ Ἀπολινάριος καὶ Βόνωσος καὶ ἐν τοῖς ἀρχαιοτέροις χρόνοις Βαλεντῖνος Βασιλείδης Μαρκίων καὶ Κήρινθος καὶ ἄλλοι πολλοὶ ἐν τῆι οἰκείαι ζωῆι μὴ ἀναθεματισθέντες μετὰ θάνατον κατεκρίθησαν καὶ ὑπὸ τῆς καθολικῆς ἐκκλησίας ἀναθεματίζονται, ἐπειδὴ ἐν τῆι οἰκείαι πλάνηι ἐτελεύτησαν, ὥσπερ οἱ ἐν τῆι ἰδίαι ζωῆι ἀδίκως κατακριθέντες μετὰ θάνατον ὑπὸ τῆς καθολικῆς ἐκκλησίας ἀνεκλήθησαν, τουτέστιν Ἰωάν‐
25νης καὶ Φλαβιανὸς οἱ ἐν ἁγίοις ἀρχιεπίσκοποι Κωνσταντινουπόλεως. κατὰ γὰρ τὴν ὑμετέραν ἔννοιαν χρὴ τοὺς αἱρετικοὺς ἐν τῆι οἰκείαι πλάνηι τελευτήσαντας ἐλευθεροῦσθαι, τοὺς δὲ ὀρθο‐ δόξους τοὺς ἀδίκως κατακριθέντας μὴ ἀνακαλεῖσθαι μετὰ τὸν θάνατον, ὅπερ πάσης ἀσεβείας
πεπλήρωται.122

71

Ὅτι δὲ ἐκκλησιαστική ἐστι παράδοσις τοὺς αἱρετικοὺς καὶ μετὰ θάνατον καταδικάζεσθαι καὶ ἀναθεματίζεσθαι, φανερὸν μὲν ἐκ τούτων ἐποιήσαμεν, πλὴν ὅμως καὶ ἐκ τῶν διατάξεων τῶν ἁγίων ἀποστόλων τοῦτο δείκνυται. λέγοντες γὰρ προσήκειν ὑπὲρ ἀναπαύσεως τῶν τελευτών‐ των ἐλεημοσύνας παρέχεσθαι οὕτως ἐπάγουσι

72

Ταῦτα δὲ περὶ τῶν εὐσεβῶν λέγομεν· περὶ δὲ τῶν ἀσεβῶν ἐὰν τὰ τοῦ κόσμου δῶι πένησιν, οὐδὲν ὀνήσει αὐτόν. ὧι γὰρ περιόντι ἐναντίον ἦν τὸ θεῖον, δῆλον ὅτι καὶ μεταστάντι.

73

Ὁπότε τοίνυν οἱ ἀπόστολοι περὶ τῶν εὐσεβῶν οὕτω διετύπωσαν, τίς εἴποι χρῆναι μετὰ θάνατον τοὺς αἱρετικοὺς ἢ αὐτὸν μάλιστα Θεόδωρον τῆς κατακρίσεως τοῦ ἀναθέματος ἐλευθεροῦσθαι, ὅντινα οἱ ἅγιοι πατέρες ὡς χείρονα Ἰουδαίων καὶ Ἑλλήνων καὶ Σοδομιτῶν καὶ πάντων τῶν αἱρετικῶν βλασφημήσαντα τούτοις συνηρίθμησαν καὶ μετὰ τῆς αὐτοῦ ἀσεβείας κατέκριναν; ὅτι
5δὲ καὶ μετὰ θάνατον τοὺς αἱρετικούς, ὡς προείπομεν, ἀναθεματίζεσθαι δεῖ, καὶ ὁ ἐν ἁγίοις Αὐγου‐ στῖνος ἐπίσκοπος ἐκ τῆς τῶν Ἄφρων χώρας οὕτω λέγει ἐν τῆι ἐπιστολῆι τῆι πρὸς Βονιφάτιον γεγραμμένηι

74

Ὁπότε κἂν ἀληθῆ ἦι δυνατὸν δειχθῆναι τὰ παρ’ αὐτῶν ἀντιτεθέντα Κεκιλιανῶι καὶ ὑμῖν, καὶ ἀποθανόντα ἂν αὐτὸν ἀνεθεματίζομεν· ἀλλ’ ὅμως τὴν τοῦ Χριστοῦ ἐκκλησίαν, ἥτις οὐ ταῖς ἐν‐ φιλονίκοις δόξαις μεταβάλλεται, ἀλλὰ ταῖς θείαις μαρτυρίαις βεβαιοῦται, δι’ οἱονδήποτε ἄνθρω‐ πον καταλιπεῖν οὐκ ὀφείλομεν.

75

Καὶ ταῦτα μὲν ὁ ἐν ἁγίοις Αὐγουστῖνος· ὅμως οὐ μόνον τοὺς εἰς πίστιν ἁμαρτάνοντας μετὰ θάνατον οἱ ἅγιοι πατέρες ἀναθεματίζουσιν, ἀλλὰ καὶ τοὺς ἐπισκόπους τοὺς ἐν τῆι τελευταίαι αὐτῶν βουλήσει ἢ ἐξ ἀδιαθέτου αἱρετικοῖς συγγενέσιν ἢ ἐξωτικοῖς καταλιμπάνοντας. τῆς γὰρ ἐν Ἀφρικῆι συνόδου ὀγδοηκοστὸς πρῶτος κανὼν οὕτω λέγει

76

Πάλιν ὡρίσθη, εἴ τις ἐπίσκοπος κληρονόμους ἐξωτικοὺς τῆς ἰδίας συγγενείας ἢ αἱρετικοὺς κἂν ἰδίους συγγενεῖς ἢ Ἕλληνας προτιμήσει τῆς ἐκκλησίας, καὶ μετὰ θάνατον ἀναθεματιζέσθω καὶ τὸ ὄνομα αὐτοῦ μεταξὺ τῶν τοῦ θεοῦ ἱερέων μὴ ἀναγινωσκέσθω. καὶ οὐδὲ ἐξαιρεῖται τῆς κατακρίσεως, εἰ ἀδιάθετος τελευτήσει, ἐπειδὴ ἐχρῆν αὐτὸν ἐπίσκοπον γενόμενον μηδαμῶς ἀνα‐
5βάλλεσθαι τὴν τῆς ἰδίας οὐσίας διοίκησιν ἁρμοδίαν τῶι οἰκείωι ἐπαγγέλματι.

77

Εἰ τοίνυν, καθὼς ὁ ἐκκλησιαστικὸς ὥρισε κανών, ὑπὲρ ἰδίας οἱ ἐπίσκοποι περιουσίας μὴ ὀρθῶς διοικηθείσης καὶ μετὰ θάνατον ἀναθεματίζονται, πόσωι μᾶλλον ἀναθεματίζεσθαι ὤφειλον οἱ εἰς αὐτὸν τὸν θεὸν ἁμαρτάνοντες τῆς ἁγίας γραφῆς λεγούσης ἐὰν ἄνθρωπος εἰς ἄνθρωπον ἁμάρτηι, καὶ προσεύξονται περὶ αὐτο· εἰ δὲ εἰς θεόν τις ἁμάρτηι, τίς προσεύξεται
5περὶ αὐτοῦ;

78

Ἀποδείξαντες δὲ ὅτι ἐν τοῖς προλαβοῦσι χρόνοις ὡρίσθη παρὰ τῶν ἁγίων πατέρων χρῆναι καὶ μετὰ θάνατον ἀναθεματίζεσθαι τοὺς εἴτε εἰς πίστιν εἴτε εἰς κανόνας ἁμαρτήσαντας, ἀναγκαῖον εἶναι συνείδομεν καὶ τὰ ἐν τοῖς ἡμετέροις χρόνοις γενόμενα πᾶσι δῆλα καταστῆσαι πρὸς ἀναίρεσιν πάσης ἀφορμῆς τῶν τοὺς προφανεῖς αἱρετικοὺς καὶ τὴν τούτων ἀσέβειαν ἐκδικούντων. Λαυ‐
5ρέντιον γὰρ καὶ Διόσκορον τοὺς ἐν διαφόροις χρόνοις τὴν τοῦ ἀποστολικοῦ θρόνου ἱερωσύνην ὑφαρπάσαντας, εἰ καὶ μὴ εἰς πίστιν ἥμαρτον, ἀλλ’ οὖν ἐπειδὴ κατὰ περιδρομὴν ἐσπούδασαν τῆς ἐπισκοπῆς ἐπιλαβέσθαι, μετὰ θάνατον ὁ ἀποστολικὸς θρόνος κατέκρινεν καὶ ἀνεθεμάτισεν.

79

Ἐπειδὴ δὲ καὶ τοῦτο τοῖς ὑμετέροις προσεθήκατε γράμμασιν ὅτι ἐάν τις τὸν αἱρεσιάρχην
ἀναθεματίσηι καὶ εἴπηι κατακρίνων καὶ τοὺς τὰ ὅμοια φρονοῦντας αὐτῶι, συμπεριλαμβάνει πάντας τοὺς ὁτεδήποτε ταῦτα φρονήσαντας καὶ διὰ τοῦτο ἐπειδὴ Παῦλον τὸν Σαμοσατέα καὶ Φωτεινὸν καὶ Βόνωσον καὶ Νεστόριον ἀναθεματίζετε, οὐκ ὀφείλετε καὶ Θεόδωρον τὸν τὰ ὅμοια124
5ἐκείνοις φρονήσαντα ὀνομαστὶ ἀναθεματίσαι, γινώσκετε ὅτι πρῶτον μὲν ἐκεῖνοι δίχα ὀνόματος ἀναθεματίζονται οἱ κατὰ πλάνην ἀκολουθήσαντες τοῖς αἱρεσιάρχαις, οὐ μὴν οἱ ἄλλους ἀπατήσαν‐ τες. τοὺς γὰρ ἀρχηγοὺς τὼν αἱρέσεων καὶ ὀνομαστὶ ἡ ἐκκλησία τοῦ θεοῦ ἀναθεματίζει, Θεό‐ δωρος δὲ οὐ μόνον διδάσκαλος ἦν τῆς Νεστορίου δυσσεβείας, ἀλλὰ καὶ πολλοὺς διὰ τῶν ἀσεβῶν αὐτοῦ συγγραμμάτων ἠπάτησεν. ὥσπερ γὰρ οἱ ὀρθοὶ τῆς ἐκκλησίας διδάσκαλοι διὰ τῶν οἰκείων
10ἐκθέσεων γνωρίζονται καὶ ἐπαινοῦνται, οὕτω καὶ ἐκ τοῦ ἐναντίου πάντες οἱ τῆς κακοδοξίας ἀρχη‐ γοὶ διὰ τῶν ἰδίων ἀσεβῶν συγγραμμάτων ἐλέγχονται καὶ ἀναθεματίζονται. ὁπότε τοίνυν Θεό‐ δωρος καὶ αἱρεσιάρχης γέγονε καὶ ἀναριθμήτους βλασφημίας ἐν τοῖς οἰκείοις βιβλίοις ἐξήμεσεν, οὐδεμίαν ἔχετε δικαίαν ἀφορμὴν πρὸς τὸ παραιτήσασθαι τὸν κατ’ αὐτοῦ ἀναθεματισμόν.

80

Περὶ δὲ τῆς ἐκθέσεως τῆς πίστεως ἣν τοῖς ὑμετέροις γράμμασιν ἐνεθήκατε, εἰ καὶ πολλὰ εἴχο‐ μεν μέμψασθαι, ἀλλ’ οὖν ὅμως διὰ τὴν ὑμετέραν ἄγνοιαν καὶ ἁπλότητα τοῦτο παραλιπεῖν τέως δεῖν ἐνομίσαμεν. ἔν τισι γὰρ ἀνασφαλῶς ἐγράψατε, ἔν τισι ῥήματα τεθήκατε μηδὲ ταῖς θείαις γραφαῖς μηδὲ τοῖς ἁγίοις πατράσιν ἐγνωσμένα, ἐν ἄλλοις δὲ τοὺς διδασκάλους τῆς ἐκκλησίας
5τό γε εἰς ὑμᾶς ἧκον κατεδικάσατε, πρὸς τούτοις δὲ καί τινα εἰς τὴν ὀρθόδοξον συντείνοντα πίστιν παρελείψατε. ὅθεν χρὴ ὑμᾶς κατὰ τὴν παραίνεσιν τῶν ἁγίων πατέρων ἢ γινώσκοντας λαλεῖν ἢ ἀγνοοῦντας σιωπᾶν καὶ ἀπὸ τῶν ἐπισταμένων διδάσκεσθαι.

81

Ἐπειδὴ δὲ ἐγράψατε ἡμῖν πῶς ὀφείλομεν τοῖς Αἰγυπτίοις ἀποκρίνασθαι, θαυμάζομεν ὑμᾶς ὅτι τὴν ἀσεβῆ ἐκείνην ἐπιστολὴν καὶ Θεόδωρον καὶ Νεστόριον καὶ τὴν κακοδοξίαν τὴν αὐτῶν ἐκδικοῦντες ἡμῖν παραινεῖν ἐπιχειρεῖτε τί ὀφείλομεν ἄλλοις ἐναντίοις τῆς ἐκκλησίας ἀποκρίνα‐ σθαι. εἰ γάρ τις τοῖς παρ’ ὑμῶν γραφεῖσι συναινέσει, οὐδὲν ἕτερον παραινέσει τοῖς Αἰγυπτίοις
5ἢ Θεόδωρον καὶ Νεστόριον τοὺς αἱρετικοὺς δέξασθαι καὶ πάντας τοὺς ἁγίους πατέρας καταδικάσαι τοὺς κατακρίναντας ἐκείνους τε καὶ τὴν αὐτῶν ἀπιστίαν καὶ πρὸς τούτοις ἐξ ἑτέρας πλάνης εἰς ἄλλην ἐμπεσεῖν, ὁπότε ἡμῖν ἐγράψατε ἀποκρίνασθαι τοῖς ἐναντίοις τῆς ἐκκλησίας καλὴν καὶ ὀρθόδοξον εἶναι τὴν μυσαρὰν ἐκείνην ἐπιστολήν. σπουδάσατε τοίνυν πρῶτον μὲν ὑμᾶς αὐτοὺς διορθώσασθαι καὶ οὕτως ἄλλους διδάξαι. εἴ τις γὰρ ἢ Θεόδωρον ἢ τὴν λεγομένην Ἴβα ἐπι‐
10στολὴν ἢ τὰ Θεοδωρήτου συγγράμματα τὰ κατὰ τῆς ὀρθῆς πίστεως ἐκτεθέντα ἐκδικεῖ, τοῖς αἱρετικοῖς ἑαυτὸν συναριθμῶν ἀλλότριον ἑαυτὸν ποιεῖ τῆς καθολικῆς ἐκκλησίας, ἧς κεφαλή ἐστιν ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ ὁ κύριος καὶ θεὸς ἡμῶν Ἰησοῦς ὁ Χριστός, οὗτινος ὑμᾶς αὐτοὺς χωρί‐ ζετε τὴν ἀσεβῆ ἐπιστολὴν καὶ Θεόδωρον ἐκδικοῦντες, καὶ διὰ τοῦτο προσῆκόν ἐστιν ὑμᾶς τῆς ἀσεβείας τῆς ἐπιστολῆς καὶ τοῦ ἐκδικεῖν Θεόδωρον τὸν οὕτω προφανῆ αἱρετικὸν ἀποσχέσθαι. εἰ
15γὰρ ὁ ἅγιος ἀπόστολος Παῦλος κωλύει τοῦτο μὲν ἐκ τοῦ ἰδίου ὀνόματος, τοῦτο δὲ ἐκ τῶν λοιπῶν
ἀποστόλων καλεῖσθαί τινα καὶ ἐπιτιμᾶι τοῖς λέγουσιν ἐγὼ μὲν126