TLG 2734 001 :: Flavius JUSTINIANUS Imperator :: Contra monophysitas Flavius JUSTINIANUS Imperator Theol., Imperator
Nomographus, vel Petrus Sabbatius Contra monophysitas Citation: Section — (line) | |||
t | Ἰουστινιανοῦ τοῦ γεναμένου ἡμῶν βασιλέως λόγον συντεθεικότος δογματικὸν ἔκ τε τῶν θείων γραφῶν καὶ τῶν ἁγίων πατέρων πρὸς τοὺς ἐν τῶι Ἐνάτωι τῆς Ἀλεξανδρέων μοναχοὺς ἀναγ‐ καῖον ἡγησάμεθα τοῦτον δῆλον καταστῆσαι τῆι σῆι μακαριότητι· ἔχει δὲ οὕτως | ||
1 | Πρώτην εἶναι σωτηρίαν ἅπασιν ἀνθρώποις ἡγούμεθα τὴν τῆς ὀρθῆς πίστεως ὁμολογίαν, μάλιστα τοῖς τὸν μονήρη βίον ἀνελομένοις. εἰ γὰρ τὸ σῶμα παιδεύειν σπουδάζουσι, πολλῶι μᾶλλον τὴν ψυχὴν εἰς τὴν περὶ θεὸν πίστιν παιδαγωγεῖν ὀφείλουσι, δι’ ἧς τῆς αἰωνίας ζωῆς ἀπολαύειν ἐλπί‐ ζομεν. τοῦ γὰρ τελειοτέρου τῆς πίστεως ἔργου μὴ συναρμοζομένου τῆι πράξει, λείπεται νεκρὰν | ||
5 | εἶναι κατὰ τὸ γεγραμμένον τὴν χωρὶς πίστεως ἐργασίαν· οὐδεὶς γάρ φησι, στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσηι. καὶ τὸ μὲν ἀρρωστῆσαι τῆς κοινῆς φύσεώς ἐστι καὶ τῆς ἀσθενείας τῆς ἀνθρωπίνης, ἣ πάντων ἅπτεται καὶ τῶν λίαν ἰσχυρῶν τὴν διάνοιαν· τὸ δὲ θεραπευθῆναι καὶ τὴν ὀρθὴν ἐπιγνῶναι πίστιν καὶ τὴν τῆς ἐκκλησίας ἕνωσίν τε καὶ εἰρήνην ἀσπάσασθαι, τοῦ λογισμοῦ καὶ τῆς χάριτος. εἰρήνη γὰρ ὁ θεὸς ἔστιν τε καὶ ὀνομάζεται, ὥστε θεοῦ τοῦτο καὶ τῶν θείων | ||
---|---|---|---|
10 | ἐγγὺς ὅσοι τὸ τῆς πίστεως καὶ εἰρήνης ἀγαθὸν ἀσπαζόμενοι φαίνονται. ταῦτα δέ φαμεν πρὸς τὴν ὑμετέραν θεοφίλειαν, μεμαθηκότες ἐκ τῶν γραφέντων ἡμῖν παρὰ τοῦ μακαριωτάτου ἀρχιε‐ πισκόπου τῆς Ἀλεξανδρέων καὶ πατριάρχου Ζωίλου ὅτι τὴν τῶι θεῶι φίλην εἰρήνην ἀσπασάμενοι προσεδράμετε τῆι ἁγίαι τοῦ θεοῦ ἐκκλησίαι εὑρηκότες ὀρθὰ εἶναι τὰ ἐν αὐτῆι κηρυττόμενα δόγ‐ ματα, δι’ ὧν πᾶσα μὲν αἵρεσις ἀπελήλαται, κατακέκριται δὲ καὶ ἐκβέβληται ἥ τε Παύλου καὶ Νε‐ | ||
15 | στορίου διαίρεσις τῶν τοῖς τῆς ψυχῆς ὄμμασι τυφλωττόντων καὶ κατὰ τὴν τῶν Ἰουδαίων μανίαν τὴν θεότητα τοῦ Χριστοῦ ἀπαρνουμένων, ὁμοίως δὲ κατακέκριται καὶ ἐκβέβληται ἡ Ἀπολιναρίου τε καὶ Εὐτυχοῦς συναίρεσις ἤγουν σύγχυσις τῶν ἀθετούντων τὴν τοῦ Χριστοῦ ἀληθινὴν ἀνθρω‐ πότητα. ὅθεν προτρέπομεν τὴν ὑμετέραν θεοφίλειαν τοὺς τῆς πίστεως λοιπὸν καρποὺς ἐπιδεί‐ ξασθαι καὶ τοὺς ἔτι τῆι πλάνηι κρατουμένους ὁδηγῆσαι πρὸς τὴν ἀλήθειαν καὶ προσαγαγεῖν τῆι | ||
20 | ἁγίαι τοῦ θεοῦ ἐκκλησίαι, ἧς τὸ ἀληθὲς καὶ σωτήριον κήρυγμα προιόντες ἀποδείξομεν διά τε τῶν θείων γραφῶν καὶ τῶν πατρικῶν παραδόσεων καὶ τὴν τῶν εἰρημένων ἀσεβῶν αἱρετικῶν κακόνοιαν διελέγξομεν. | ||
2 | Κηρύττει γὰρ ἡ ἁγία τοῦ θεοῦ ἐκκλησία μονάδα ἐν τριάδι καὶ τριάδα ἐν μονάδι· εἷς γὰρ θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ εἶς κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα, καὶ ἓν πνεῦμα ἅγιον, ἐν ὧι τὰ πάντα, τὸ ἐξ οὗ καὶ δι’ οὗ καὶ ἐν ὧι μὴ φύσεσι τεμνόντων ἀλλὰ χαρακτηριζόντων μιᾶς καὶ | ||
5 | ἀσυγχύτου φύσεως ἰδιότητας. μίαν γὰρ οὐσίαν ἐν τρισὶν ὑποστάσεσι προσκυνοῦμεν ἐν ἑκάστηι ὑποστάσει τὴν αὐτὴν ἐπιθεωροῦντες οὐσίαν. καὶ ἑκάστην μὲν τῶν ὑποστάσεων μοναχῶς ἐξαγ‐ γέλλομεν, ἐπειδὰν δὲ συναριθμῆσαι δέηι, οὐχὶ ἀπαιδεύτωι ἀριθμήσει πρὸς πολυθείας ἔννοιαν ἐκφερόμεθα. οὐδὲ γὰρ κατὰ σύνθεσιν ἀριθμοῦμεν ἀφ’ ἑνὸς εἰς πλῆθος ποιούμενοι τὴν παραύξη‐ σιν, ἀλλὰ τὸ ἰδιάζον τῶν ὑποστάσεων ὁμολογοῦντες μένομεν ἐπὶ τῆς μοναρχίας εἰς πλῆθος ἀπε‐ | ||
10 | σχισμένον τὴν θεολογίαν μὴ σκεδαννύντες διὰ τὸ μίαν ἐν πατρὶ καὶ υἱῶι καὶ ἁγίωι πνεύματι τὴν οἱονεὶ μορφὴν θεωρεῖσθαι τῶι ἀπαραλλάκτωι τῆς φύσεως ἐνιζομένην. καὶ θεὸν οὖν ἕκαστον ὁμολογοῦμεν, ἂν θεωρῆται μόνον τοῦ νοῦ χωρίζοντος τὰ ἀχώριστα, καὶ θεὸν τὰ τρία μετ’ ἀλλήλων νοοῦμεν τῶι ταυτῶι τῆς κινήσεως καὶ τῆς φύσεως. τριὰς οὖν ὡς ἀληθῶς ἡ τριάς, τριὰς δὲ οὐ πραγμάτων ἀνίσων ἀπαρίθμησις, ἀλλ’ ἴσων καὶ ὁμοτίμων σύλληψις, ἑνούσης τῆς προσηγορίας τὰ | ||
15 | ἡνωμένα ἐκ φύσεως καὶ οὐκ ἐώσης σκεδασθῆναι ἀριθμῶι λελυμένωι τὰ μὴ λυόμενα. | 6 | |
3 | Ὁμολογοῦμεν δὲ ὅτι ὁ μονογενὴς υἱὸς καὶ λόγος τοῦ θεοῦ, ὁ σὺν πατρὶ καὶ ἁγίωι πνεύματι δοξαζόμενός τε καὶ προσκυνούμενος, ὁ γεννηθεὶς ἐκ τοῦ πατρὸς ἀχρόνως καὶ ἀσωμάτως, τὸ ἐκ τοῦ φωτὸς φῶς, ἡ πηγὴ τῆς ζωῆς καὶ τῆς ἀθανασίας, τὸ ἐκμαγεῖον τοῦ ἀρχετύπου, ἡ μὴ κινουμένη σφραγίς, ἡ ἀπαράλλακτος εἰκών, ὁ τοῦ πατρὸς ὅρος καὶ λόγος οὐ περιεῖδεν τὸν ἄνθρωπον φθόνωι | ||
5 | διαβόλου καὶ πικρᾶι γεύσει τῆς ἁμαρτίας θεοῦ τοῦ πεποιηκότος ἐλεεινῶς χωριζόμενον, ἀλλὰ τὴν ἡμετέραν ἐργαζόμενος σωτηρίαν ἐπὶ τὴν ἰδίαν εἰκόνα χωρεῖ καὶ σαρκοῦται διὰ τὴν ἐμὴν σάρκα καὶ ψυχῆι νοερᾶι διὰ τὴν ἐμὴν ψυχὴν μίγνυται τῶι ὁμοίωι τὸ ὅμοιον ἀνακαθαίρων καὶ πάντα γίνε‐ ται πλὴν τῆς ἁμαρτίας ἄνθρωπος. καὶ ὁ ἐπιβεβηκὼς ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατ’ ἀνατολὰς τῆς ἰδίας δόξης ἐπὶ δυσμῶν τῆς ἡμετέρας ἀσθενείας δοξάζεται· τὴν γὰρ θείαν καὶ ὑπερέχουσαν | ||
10 | δύναμιν οὐκ οὐρανῶν μεγέθη καὶ φωστήρων αὐγαὶ καὶ ἡ τοῦ παντὸς διακόσμησις καὶ ἡ διηνεκὴς τῶν ὄντων οἰκονομία τοσοῦτον ὅσον ἡ ἐπὶ τὸ ἀσθενὲς τῆς φύσεως ἡμῶν συγκατάβασις δείκνυσι. πῶς τὸ ὑψηλὸν ἐν τῶι ταπεινῶι γενόμενον καὶ ἐν τῶι ταπεινῶι καθορᾶται καὶ οὐ καταβαίνει τοῦ ὕψους; θεότης γὰρ ἀνθρωπίνηι συμπλακεῖσα φύσει καὶ τοῦτο γίνεται κἀκεῖνό ἐστιν, δι’ ὃ τέλειον θεὸν καὶ τέλειον ἄνθρωπον τὸν αὐτὸν ὁμολογοῦμεν ὑπὲρ ὅλου τοῦ πεπονθότος, ἵνα ὅλωι μοι τὴν | ||
15 | σωτηρίαν χαρίσηται ὅλον τὸ κατάκριμα λύσας τῆς ἁμαρτίας. κενοῦται γὰρ ὁ πλήρης, κενοῦται δὲ τῆς ἑαυτοῦ δόξης ἐπὶ μικρόν, ἵνα ἐγὼ μεταλάβω τῆς ἐκείνου πληρότητος. | ||
4 | Καὶ ὁ πλουτίζων πτωχεύει· ‘πῶς δὲ πτωχεύει πλούσιος ὤν‘; λέγει ὁ ἐν ἁγίοις Ἀθανάσιος ἐν τῶι περὶ τῆς σωτηριώδους ἐπιφανείας λόγωι, ‘ὅτι τὴν πτωχεύσασαν φύσιν ἐν ἑαυτῶι ἀνελάβετο, ἐν ἰδίαι δικαιοσύνηι ταύτην προβαλόμενος ὑπὲρ ἀνθρώπων πάσχουσαν καὶ ἐξ ἀνθρώπων οὖσαν καὶ ὑπὲρ ἀνθρώπους φανερωθεῖσαν καὶ θεοῦ ὅλην γενομένην‘, ἵνα καὶ ἄνθρωπος ἦι ὁ θεὸς ἀληθῶς | ||
5 | καὶ θεὸς ἄνθρωπος ἀληθῶς, θεοῦ τοῦ μονογενοῦς εὐδοκήσαντος τῶι πληρώματι τῆς θεότητος αὐτοῦ τὴν τοῦ ἀρχετύπου πλάσιν ἀνθρώπου καὶ ποίησιν καινὴν ἐκ μήτρας παρθένου ἀναστήσασθαι ἑαυτῶι φυσικῆι γεννήσει καὶ ἀλύτωι ἑνώσει. | ||
5 | Τούτοις οὖν ἀκολουθοῦντες τοῦ αὐτοῦ τὰ θαύματα καὶ τὰ πάθη ἅπερ ἑκουσίως ὑπέμεινεν σαρκί, γινώσκομεν. οὔτε γὰρ τετάρτου προσώπου προσθήκην ἐπιδέχεται ἡ ἁγία τριὰς τοῦ ἑνὸς τῆς τριάδος θεοῦ λόγου σαρκωθέντος καὶ ἐνανθρωπήσαντος, καὶ οὐκ ἄλλον τὸν θεὸν λόγον καὶ ἄλλον τὸν Χριστὸν ἐπιστάμεθα, ἀλλ’ ἕνα καὶ τὸν αὐτὸν θεὸν λόγον κύριον Ἰησοῦν Χριστὸν ὁμολογοῦ‐ | ||
5 | μεν. καὶ εἰ δεῖ συντόμως εἰπεῖν, ἄλλο μὲν καὶ ἄλλο τὰ ἐξ ὧν ὁ σωτήρ, εἴπερ μὴ ταυτὸν τὸ ὁρατὸν τῶι ἀοράτωι καὶ τὸ ἄχρονον τῶι ὑπὸ χρόνον· οὐκ ἄλλος δὲ καὶ ἄλλος, μὴ γένοιτο. εἷς γὰρ ἐξ ἀμφοῖν καὶ δι’ ἑνὸς ἀμφότερα· ὅθεν ἐπὶ τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἄλλο καὶ ἄλλο ἐφ’ ἑνὸς καὶ τοῦ αὐτοῦ λέγοντες οὐ δύο υἱοὺς ἢ δύο ὑποστάσεις ἢ δύο | ||
10 | πρόσωπα εἰσάγομεν, ἀλλ’ ἐξ ὧν ἐστιν, ἐν αὐτοῖς αὐτὸν εἶναι γνωρίζομεν. οὕτω γὰρ καὶ τὸ διάφορον τῆς θεότητος αὐτοῦ καὶ τῆς σαρκὸς παριστῶμεν ἀναιροῦντες τὴν Εὐτυχοῦς συνουσίω‐ σιν καὶ μίαν αὐτοῦ τὴν ὑπόστασιν ὁμολογοῦμεν βδελυττόμενοι τὴν Νεστορίου διαίρεσιν. τοῦτο γὰρ καὶ ὁ ἐν ἁγίοις λέγει Κύριλλος ἐν τῶι τρίτωι τόμωι τῶι πρὸς Νεστόριον | ||
6 | Οὐ γὰρ ὅτι γέγονεν καθ’ ἡμᾶς, τὸ εἶναι θεὸς ἀπολέσει ποτέ, οὔτε μὴν ὅτι θεὸς κατὰ φύσιν ἐστίν, τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ἀπαράδεκτον ἔχει καὶ τὸ ἄνθρωπος εἶναι παραιτήσεται, μεμένηκεν δὲ ὥσπερ ἐν ἀνθρωπότητι θεός, οὕτω καὶ ἐν φύσει τε καὶ ὑπεροχῆι θεότητος ὢν ἄνθρωπος οὐδὲν ἧττόν ἐστιν. ἄμφω δὴ οὖν ἐν ταυτῶι καὶ εἷς θεός τε ὁμοῦ καὶ ἄνθρωπος ὁ Ἐμμανουήλ. | ||
7 | Δεῖ κἀνταῦθα τοῖς παρὰ τοῦ πατρὸς εἰρημένοις ἐπισκέψαι· τὴν γὰρ ἐν πρόθεσιν ἐπὶ τῶν δύο | ||
φύσεων τῆς θείας τε καὶ ἀνθρωπίνης, ἐν αἷς ὁ Χριστὸς γνωρίζεται, ὁμολογεῖν ἡμᾶς ἐκδιδάσκει, ἣν πρόθεσιν οἱ αἱρετικοὶ ἀρνοῦνται ἐπὶ τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος τοῦ Χριστοῦ ἁρμόζειν, διαίρεσιν δῆθεν προφασιζόμενοι διὰ ταύτης γίνεσθαι, ἀγνοοῦντες ὅτι αὕτη ἡ πρόθεσις τὴν ἕνωσιν | 8 | ||
5 | ἀσύγχυτον καὶ ἀδιαίρετον φυλάττει. ὅθεν καὶ ἡ θεία γραφὴ τῆι τοιαύτηι κέχρηται προθέσει ἐπὶ τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. λέγει γοῦν ὁ θεσπέσιος ἀπόστολος Παῦλος· τοῦτο φρονείσθω ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῶι Ἰησοῦ, ὃς ἐν μορφῆι θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῶι, ἀλλ’ ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβὼν ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος καὶ σχήματι | ||
10 | εὑρεθεὶς ὡς ἄνθρωπος. εἰπὼν δὲ ὁ ἀπόστολος ἐν μορφῆι θεοῦ ὑπάρχειν τὸν μονογενῆ υἱὸν τοῦ θεοῦ καὶ ἐπαγαγὼν μορφὴν δούλου λαβόντα αὐτὸν ἐν ὁμοιώματι γενέσθαι ἀνθρώπων καὶ σχήματι εὑρεθῆναι ὡς ἄνθρωπον, οὐδὲν ἕτερον ἡμᾶς ἐκδιδάσκει ἢ τὸ ἐν ἑκατέραι μορφῆι τὸν κύριον εἶναι, τουτέστιν ἐν θεότητι καὶ ἀνθρωπότητι. ἀμέλει τοι καὶ ὁ ἐν ἁγίοις Κύριλλος τοῦτο τὸ ῥητὸν ἑρμηνεύων ἐν τῶι πρὸς Θεοδόσιον λόγωι γράφει τάδε | ||
8 | Ὁ συναίδιος τῶι θεῶι καὶ πατρὶ θεὸς λόγος μορφὴν δούλου λαβὼν ἔστιν ὥσπερ ἐν θεότητι τέλειος, οὕτω καὶ ἐν ἀνθρωπότητι τέλειος, οὐκ ἐκ μόνης θεότητος καὶ σαρκὸς εἰς ἕνα Χριστὸν καὶ κύριον καὶ υἱὸν συγκείμενος, ἀλλ’ ἐκ δυοῖν τελείοιν, ἀνθρωπότητος λέγω δὴ καὶ θεότητος, εἰς ἕνα καὶ τὸν αὐτὸν παραδόξως συνδούμενος. | ||
9 | Ἰδοὺ δὲ σαφῶς πάλιν ὁ πατὴρ ἐν θεότητι καὶ ἀνθρωπότητι τὸν Χριστὸν ὑπάρχειν ὁμολογεῖ, ὥσπερ δὲ τὸ ἐκ θεότητος καὶ ἀνθρωπότητος ἐκ δύο φύσεων σημαίνει, οὕτω καὶ τὸ ἐν θεότητι καὶ ἀνθρωπότητι ἐν δυσὶ φύσεσιν εἶναί τε καὶ γνωρίζεσθαι τὸν Χριστὸν δηλοῖ. ὅτι δὲ τὸ ἔκ τινων συνεστάναι λεγόμενον ἐὰν μὴ ἐν αὐτοῖς γνωρίζηται ἐξ ὧν καὶ συνέστη, σύγχυσιν καὶ ἀφανισμὸν τῶν | ||
5 | συνελθόντων ποιεῖ πραγμάτων, σαφὲς καθέστηκεν ἐξ ὦν πάλιν ὁ αὐτὸς ἐν ἁγίοις Κύριλλος κατὰ τῶν Συνουσιαστῶν λέγει τάδε | ||
10 | Εἰ δὲ ὡς ἐν τάξει τῶν ὑγρῶν ἀναμεμῖχθαί φασιν ἀλλήλοις σάρκα τε καὶ λόγον, πῶς ἠγνόησαν ὅτι τὰ ἀλλήλοις ἀνακιρνάμενα τῶν ὑγρῶν, οἶνος φέρε εἰπεῖν καὶ μέλι, ὃ μὲν ἦσαν, εἰσὶ καθαρῶς οὐκέτι, προσλήψει δὲ μᾶλλον τῆς ἑτεροειδοῦς ποιότητος εἰς ἕτερόν τι μεθίσταται; οὐκοῦν εἰ συγ‐ κεκρᾶσθαί φασι τῶι λόγωι τὴν σάρκα, πᾶσά πως ἀνάγκη λέγειν ἑκάτερον τῶν ὠνομασμένων | ||
5 | ἀποστῆναι μὲν τοῦ εἶναι ὃ ἦν, ἓν δέ τι τὸ ἐξ ἀμφοῖν ἀποτελέσαι μέσον ἑτεροφυές που πάντως ἢ ὅπερ ἦν ἑκάτερον ἀνὰ μέρος. | ||
11 | Ἀποδεδειγμένου τοίνυν ὅτι ἐπὶ τῶν μὴ σωιζομένων μετὰ τὴν σύνθεσιν σύγχυσις γίνεται, δῆλον ὅτι ἐφ’ ὧν μὴ σύγχυσις μηδὲ ἀφανισμὸς τῶν συνελθόντων πραγμάτων ἐστίν, τὸ ἔκ τινος συντεθὲν καὶ ἐν αὐτοῖς γνωρίζεται, καὶ πρόδηλον ὅτι οἱ ἐκ δύο φύσεων, τουτέστιν ἐκ θεότητος καὶ ἀνθρω‐ πότητος ἀποτελεσθῆναι τὸν ἕνα κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ὁμολογοῦντες καὶ μὴ σύγχυσιν ἐν | ||
5 | αὐτῶι γεγενῆσθαι λέγοντες τῶν συνελθουσῶν οὐσιῶν ἀνάγκην ἕξουσι καὶ ἐν αὐταῖς ταῖς δύο φύσεσιν αὐτὸν ὁμολογεῖν γνωρίζεσθαι, ἐξ ὧν καὶ συνετέθη, ὅπερ ἐστὶν ἐν θεότητι καὶ ἀνθρωπό‐ τητι. οὕτω γὰρ οὔτε ἡ διαφορὰ τῶν ἐν Χριστῶι φύσεων ἀναιρεῖται καὶ ἡ τούτων ἕνωσις ἀδιά‐ σπαστος φυλάττεται. ἐπεὶ τίνων λέγουσι διαφοράν, ἐὰν μὴ τὰ Χριστὸν ἀποτελέσαντα ἐν αὐτῶι φυλάττεσθαι δώσωσι; καίτοι τοῦ ἐν ἁγίοις Κυρίλλου ἐν τῶι εἰκοστῶι τετάρτωι λόγωι τοῦ Θησαυ‐ | ||
10 | ροῦ γράφοντος | ||
12 | Ταῦτα λαλεῖ ὡς ἄνθρωπος, λαλεῖ δὲ καὶ ὡς θεός, ἔχων ἐν ἀμφοτέροις τὴν ἐξουσίαν· ἀνθρωπίνως | ||
μὲν γὰρ ἔλεγεν νῦν ἡ ψυχή μου τετάρακται, θεικῶς δὲ πάλιν ἐξουσίαν ἔχω θεῖναι αὐ‐ τὴν καὶ πάλιν ἐξουσίαν ἔχω λαβεῖν αὐτήν. τὸ οὖν ταράττεσθαι τῆς σαρκὸς ἴδιον πάθος, τὸ δὲ ἐξουσίαν ἔχειν θεῖναί τε καὶ πάλιν λαβεῖν τὴν ψυχὴν τῆς τοῦ λόγου δυνάμεως ἔργον ἐστίν. | 10 | ||
13 | Καὶ πάλιν ὁ αὐτὸς ἐν ἁγίοις Κύριλλος ἐν τῶι ὑπομνήματι τοῦ κα ἕκτωι λόγωι τοῦ δευτέρου βιβλίου λέγει Ὡς γὰρ ἤδη τὴν τοῦ δούλου μορφὴν περικείμενος ἄνθρωπος γενόμενος διὰ τὸ ἑνωθῆναι σαρκὶ οὐκ ἐλευθέραν οὐδὲ ἀνιεμένην παντελῶς εἰς θεοπρεπῆ παρρησίαν ἐποιεῖτο τὴν διάλεξιν, ἐχρῆτο | ||
5 | δὲ μᾶλλον τοιαύτηι δι’ οἰκονομίαν ἔσθ’ ὅτε, ἧιπερ ἂν πρέποι θεῶι τε ὁμοῦ καὶ ἀνθρώπωι· καὶ γὰρ ἦν ὄντως κατὰ ταυτὸν ἀμφότερα. | ||
14 | Ἀμφότερα δὲ λέγων ὁ πατὴρ κατὰ ταυτὸν εἶναι τὸν Χριστὸν καὶ ἐν ἀμφοτέροις ἔχειν τὴν ἐξου‐ σίαν, οὐδὲν ἕτερον ἢ ἐν δυσὶ φύσεσιν αὐτὸν ὑπάρχειν τε καὶ γνωρίζεσθαι δηλοῖ· τὸ γὰρ θεὸς καὶ ἄνθρωπος ἐπὶ τοῦ Χριστοῦ λεγόμενα οὐσιῶν ἐστι σημαντικά. | ||
15 | Καὶ ὅμως οἱ τῆς ἀληθείας ἐχθροὶ πάσας τῶν πατέρων ὑπερβαίνοντες τὰς διδασκαλίας καὶ μάλι‐ στα τὰς ἐπὶ τῆι κατακρίσει Νεστορίου τοῦ βλασφήμου παρὰ τοῦ ἐν ἁγίοις Κυρίλλου προενηνεγ‐ μένας καὶ συνοδικῶς βεβαιωθείσας μόνων τῶν πρὸς Σούκεσσον ὑπομνηστικῶν τοῦ ἐν ἁγίοις Κυρίλ‐ λου τινὰ πρὸς τὸ δοκοῦν αὐτοῖς παρερμηνεύουσι, τουτέστι τὸ μίαν φύσιν τοῦ θεοῦ λόγου σεσαρκω‐ | ||
5 | μένην καὶ τὸ κατὰ τὸν ἄνθρωπον ὑπόδειγμα καὶ ὅπερ πᾶσιν εἴθισται τοῖς αἱρετικοῖς τὸ ῥήματά τινα τῶν ἁγίων γραφῶν πρὸς τὴν οἰκείαν ἑρμηνεύειν πλάνην, τοῦτο καὶ αὐτοὶ ποιοῦσι. πλὴν ἡμεῖς ἐξ αὐτῶν τῶν παρὰ τοῦ πατρὸς εἰρημένων ματαίαν αὐτῶν καὶ τὴν περὶ ταῦτα πλάνην ἀπο‐ δείξομεν. τὰ γὰρ ἔμπροσθεν τῶν τοιούτων φωνῶν παρατρέχοντες καὶ τὰ ἐφεξῆς ἀποτεμνόμενοι σπουδάζουσι τὴν οἰκείαν συνιστᾶν πλάνην. εἰρηκότος γὰρ τοῦ πατρὸς ὅτι | ||
16 | μετὰ τὴν ἕνωσιν οὐ διαιροῦμεν τὰς φύσεις ἀπ’ ἀλλήλων οὐδὲ εἰς δύο τέμνομεν υἱοὺς τὸν ἕνα καὶ ἀμέριστον, ἀλλ’ ἕνα φαμὲν υἱόν καὶ δείξαντος ὅτι μετὰ τὴν ἕνωσιν οὐ χρὴ διαιρεῖν τὰς φύσεις, ἀλλ’ ἡνωμένας αὐτὰς ἐν Χριστῶι ὁμολογεῖν, αὐτοὶ ταῦτα παρασιωπῶντες μίαν ἀναπλάττουσι σαρκὸς καὶ θεότητος φύσιν. ὁ μέντοι | ||
5 | ἐν ἁγίοις πατὴρ οὐχ ὡς αὐτοὶ φαντάζονται, μίαν σαρκὸς καὶ θεότητος λέγει φύσιν, ἀλλ’ ὡς ἀσάρκου τοῦ λόγου μίαν εἰπὼν τὴν φύσιν οὐκ ἔστη μέχρι τούτου, ἀλλὰ προσέθηκεν τὸ σεσαρκωμένην, ἵνα διὰ τοῦ σεσαρκωμένην τὴν ἑτέραν ἡμῖν, τουτέστι τὴν ἀνθρωπίνην παραστήσηι φύσιν. ἀμέλει μὴ ἀρκεσθεὶς τῆι τοιαύτηι λέξει, ἀλλὰ σαφέστερον τὴν ἑαυτοῦ διάνοιαν παραστῆσαι βουλόμενος, ἐπήγαγεν εὐθὺς ἃ πάλιν αὐτοὶ παραλιμπάνουσιν | ||
17 | Οὐκοῦν ὅσον μὲν ἧκεν εἰς ἔννοιαν καὶ εἰς μόνον τὸ ὁρᾶν τοῖς τῆς ψυχῆς ὄμμασι τίνα τρόπον ἐνην‐ θρώπησεν ὁ μονογενής, δύο τὰς φύσεις εἶναί φαμεν, ἕνα δὲ Χριστὸν καὶ υἱὸν καὶ κύριον τὸν τοῦ θεοῦ λόγον ἐνανθρωπήσαντα καὶ σεσαρκωμένον. Τί τούτων ἐστὶ σαφέστερον ἢ τίς λοιπὸν τοῖς εὖ φρονοῦσιν ἀμφισβήτησις ὑπολείπεται περὶ τὴν | ||
18 | ὁμολογίαν τῶν ἐν Χριστῶι δύο φύσεων, τοιαῦτα τοῦ πατρὸς ἡμῖν παραδεδωκότος; ἀλλ’ ἐκεῖνοι διὰ πάντων τὰ ὀρθὰ διαστρέφειν σπουδάζοντες καὶ τοῦτο ταῖς οἰκείαις προστιθέασι ματαιολογίαις λέγοντες μὴ δεῖν ὁμολογεῖσθαι στόματι τὰ κατὰ τὴν ἔννοιαν καὶ τοῖς τῆς ψυχῆς ὅμμασι θεωρού‐ μενα. τῆς δὲ τοιαύτης αὐτῶν κακουργίας οὐδέν ἐστιν ἀλογώτερον· κατὰ γὰρ τὴν αὐτῶν μανίαν | ||
5 | οὐδὲ θεὸν στόματι ὁμολογήσουσιν, ἐπειδὴ κατὰ μόνην ἔννοιαν καὶ τοῖς τῆς ψυχῆς ὄμμασιν αὐτὸν ἐπιστάμεθα. ὅπου γε καὶ αὐτὸς ὁ πατὴρ ἅπερ τοῖς τῆς ψυχῆς ὄμμασιν ἐθεώρησεν, ταῦτα καὶ εἶπεν καὶ ἐγγράφως ἐξέθετο· οὐδὲ γὰρ ἄλλως ἐπιστάμεθα τὰ ἐκείνωι θεωρηθέντα, εἰ μὴ διὰ τῶν | ||
αὐτοῦ λόγων τε καὶ γραμμάτων. εἰ δὲ κατὰ τὴν τῶν αἱρετικῶν ἄνοιαν τὰ μόνωι τῶι νῶι θεωρού‐ μενα ὁμολογεῖν οὐ προσήκει, πῶς ὁμολογήσουσι τὸ ἐξαίρετον τῆς θεότητος τοῦ κυρίου ἡμῶν | 12 | ||
10 | Ἰησοῦ Χριστοῦ, τῆς μὲν σαρκώσεως αὐτοῦ φαινομένης, τῆς δὲ θεότητος αὐτοῦ μόνωι τῶι νῶι θεωρουμένης; εἰ μέντοι κατὰ τὸν θεῖον ἀπόστολον καρδίαι μὲν πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν, πρόδηλον ὅτι τὰ νῶι θεωρούμενα καὶ στόματι ὁμο‐ λογεῖται, καθ’ ἃ γὰρ ὁ θεολόγος λέγει Γρηγόριος, κίνημα ναρκώντων ἐστὶ νοῦς ἀνεκλάλητος· αἰσχρὸν γὰρ αἰσχρὸν καὶ ἱκανῶς ἄλογον κατὰ ψυχὴν ἐρρωμένους σμικρολογεῖσθαι περὶ τὸν ἦχον | ||
15 | καὶ κρύπτειν τὸν θησαυρὸν ὥσπερ ἄλλοις βασκαίνοντας, εἰ μὴ καὶ τὴν γλῶσσαν ἁγιάσητε δε‐ δοικότες. | ||
19 | Τούτων τοίνυν οὕτως ἐχόντων χρὴ πάντας ἀνθρώπους τὸ μέγα τῆς εὐσεβείας προσδεχομένους μυστήριον τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ στόματι ὁμολογεῖν τὰς δύο φύσεις τοῦ Χριστοῦ, τήν τε θείαν καὶ τὴν ἀνθρωπίνην. καὶ ἐν τῶι δευτέρωι γὰρ πρὸς τὸν αὐτὸν Σούκεσσον ὑπομνηματικῶι ὁ ἐν ἀγίοις Κύριλλος ἅμα μὲν τὴν ἐκείνου περὶ τὴν ἐναν‐ | ||
5 | θρώπησιν ὀρθόδοξον ἀποδεχόμενος πίστιν, ἅμα δὲ τὴν οἰκείαν γνώμην τρανότερον ἀποδεικνὺς ταῦτα παραδίδωσι λέγων | ||
20 | Ὀρθότατα καὶ πάνυ συνετῶς ἡ σὴ τελειότης τὸν περὶ τοῦ σωτηρίου πάθους ἐκτίθεται λόγον, οὐκ αὐτὸν τὸν μονογενῆ τοῦ θεοῦ υἱόν, καθ’ ὃ νοεῖται καὶ ἔστι θεός, παθεῖν εἰς ἰδίαν φύσιν τὰ σώματος ἰσχυριζομένη, παθεῖν δὲ μᾶλλον τῆι χοικῆι φύσει. δεῖ γὰρ ἀναγκαίως ἀμφότερα σώιζεσθαι τῶι ἑνὶ καὶ κατὰ ἀλήθειαν υἱῶι, καὶ τὸ μὴ πάσχειν θεικῶς καὶ τὸ λέγεσθαι παθεῖν | ||
5 | ἀνθρωπίνως· ἡ αὐτοῦ γὰρ πέπονθε σάρξ. | ||
21 | Δῆλον τοίνυν ἐκ τῶν εἰρημένων ὅτι αἱ δύο φύσεις, τουτέστιν ἡ θεία τε καὶ ἀνθρωπίνη, ἐν τῆι μιᾶι ὑποστάσει, ὅπερ ἐστὶν ἐν τῶι ἑνὶ προσώπωι τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ σώιζονται. λέγει γὰρ δεῖν ἀμφότερα σώιζεσθαι τῶι ἑνὶ καὶ κατὰ ἀλήθειαν υἱῶι. προσκείμενον δὲ τὸ δεῖν τὴν ἀνατίρρητον αὐτοῦ περὶ τοῦ δόγματος ἡμῖν σαφηνίζει | ||
5 | γνῶσιν, καὶ τὸ ἀμφότερα δὲ οὐ μιᾶς ἐστι φύσεως σημαντικόν, ἀλλὰ δύο. καθάπερ γὰρ ὁ αὐτὸς πατὴρ διδάσκει, τὸ μὴ παθεῖν αὐτὸν τῆι θείαι φύσει ἀλλὰ παθεῖν τῆι χοικῆι φύσει οὐκ ἄν τις οὕτω μανείη ὡς μιᾶς εἶναι φύσεως ὑπολαβεῖν. μιᾶς μὲν γὰρ καὶ τῆς αὐτῆς ὑποστάσεως τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τὸ πάθος καὶ τὴν ἀπάθειαν ὁμολογεῖν ἐδιδάχθημεν, οὐ μὴν κατὰ τὴν αὐτὴν φύσιν· ἐπὶ μιᾶς γὰρ καὶ τῆς αὐτῆς φύσεως τὰ ἀλλήλοις ἐναντία κατὰ ταυτὸ συμβαίνειν | ||
10 | ἀδύνατον. | ||
22 | Ἀλλ’ οἱ τῆς ἀληθείας ἐχθροὶ καὶ τοῖς τῶν πατέρων ἐναντιούμενοι δόγμασι ταῦτα μὴ διακρί‐ νοντες εἰς ἑτέραν πάλιν μεταπίπτουσιν ἄνοιαν λέγοντες ὅτι οἱ θεὸν καὶ ἄνθρωπον ὁμολογοῦντες τὸν Χριστὸν καὶ μὴ λέγοντες αὐτὸν μιᾶς εἶναι φύσεως ὥσπερ τὸν ἄνθρωπον οὐ δύο μόνον ἐπὶ Χριστοῦ λέγειν ὤφειλον φύσεις, ἀλλὰ τρεῖς· ἑτέρα γὰρ ἡ τοῦ λόγου καὶ ἑτέρα ἡ τῆς ψυχῆς καὶ | ||
5 | ἄλλη τοῦ σώματος ἡ φύσις. ταῦτα δὲ λέγοντες οἱ καινοὶ τῶν κακῶν ἐφευρεταὶ εἰπάτωσαν αὐτοὶ συνομολογοῦντες ἡμῖν ἐκ δύο φύσεων εἶναι τὸν Χριστὸν πῶς τοῦτο νοοῦσιν; ἆρα ὡς ψυχὴν ἐκτὸς σώματος ἀνειληφότα ἢ σῶμα χωρὶς ψυχῆς; ἓν γὰρ τῶν ἀτόπων πάντως παρέξουσιν. εἰ δὲ ταύτην τὴν ἀτοπίαν ἐκκλίνοντες καὶ ψυχὴν καὶ σῶμα λέγουσιν ἀνειληφέναι τὸν κύριον, αὐτοὶ ταῖς οἰκείαις παγίσιν ἐμπλεκόμενοι φανήσονται ἐκ τριῶν φύσεων λέγειν τὸν Χριστὸν ἀναγκαζό‐ | ||
10 | μενοι. ἀγνοοῦσι δὲ ὅτι τὸ ἄνθρωπος ὄνομα ἄνευ μὲν τῶν ἰδιωμάτων λεγόμενον ἐπὶ κοινοῦ σημαινομένου λαμβάνεται καὶ οὐσίας ἤτοι φύσεώς ἐστι σημαντικὸν καὶ κατὰ πολλῶν ὑποστάσεων λέγεται· ἐπειδὰν δὲ τῶι κοινῶι τὰ ἰδιώματα προστεθῆι, τηνικαῦτα ἡ ὑπόστασις ἀναφαίνεται, ὅτε καὶ διαφορὰ ψυχῆς καὶ σώματος γνωρίζεται. ἀμφότερα γὰρ ἡμᾶς λέγειν καὶ ἡ ἀποστολικὴ | ||
διδάσκει παράδοσις. ὁ μὲν γὰρ θεῖος Παῦλος περὶ τῶν καθ’ ἕκαστον λέγων καὶ ψυχὴν καὶ | 14 | ||
15 | σῶμα θέλων σημᾶναι τὸν ἐντὸς ἄνθρωπον καὶ τὸν ἐκτὸς ἄνθρωπον ὀνομάζει· ὁ δὲ Ἰάκωβος τὴν κοινὴν οὐσίαν τῆς ἀνθρωπότητος δηλῶν λέγει· πᾶσα φύσις θηρίων τε καὶ πετεινῶν ἑρπε‐ τῶν τε καὶ ἐναλίων δαμάζεται καὶ δεδάμασται τῆι φύσει τῆι ἀνθρωπίνηι. τὸ μέντοι Χριστός ὄνομα οὐκ οὐσίας ἐστὶ σημαντικόν, ἐπειδὴ οὔτε ἐπὶ κοινοῦ σημαινομένου λαμβάνε‐ ται οὔτε κατὰ πολλῶν ὑποστάσεων λέγεται οὔτε μὴν ἄνευ τῶν ἰδιωμάτων ὁμολογεῖται. τοῦτο | ||
20 | γὰρ ἡμᾶς καὶ ὁ ἐν ἁγίοις διδάσκει Κύριλλος ἐν τοῖς Σχολίοις αὐτοῦ τοῖς περὶ τῆς ἐνανθρωπήσεως λέγων ὅτι | ||
23 | Τὸ Χριστός ὄνομα οὔτε ὅρου δύναμιν ἔχει οὔτε μὴν τήν τινος οὐσίαν ὅ τι ποτέ ἐστιν, σημαίνει, καθάπερ ἀμέλει ἄνθρωπος ἢ ἵππος ἢ βοῦς. | ||
24 | Εἰ δὲ κατὰ τὴν τῶν αἱρετικῶν βλασφημίαν οὐσίας ὑπῆρχεν δηλωτικὸν τὸ Χριστός ὄνομα ὥσπερ τὸ ἄνθρωπος, πολλοὶ Χριστοὶ κατ’ αὐτοὺς εὑρεθήσονται, καθ’ ὧν τὸ κοινὸν τῆς οὐσίας τοῦ Χριστοῦ λέγουσιν· εἰ δὲ τοῦτο ἀσεβὲς καὶ ἀλλότριον παντελῶς Χριστιανισμοῦ (εἷς γὰρ κύριος Ἰησοῦς Χριστός), δῆλον ὅτι οὐκ ἐπὶ φύσεως, ἀλλ’ ἐπὶ προσώπου εἴτουν ὑποστάσεως τὸ Χριστός | ||
5 | ὁμολογεῖται. | ||
25 | Σκοπήσωμεν δὲ καὶ ἄλλως ἣν ἔχει διαφορὰν τὸ τῆς οἰκονομίας μυστήριον πρὸς τὸ κατὰ τὸν ἄνθρωπον ὑπόδειγμα. ὁ μὲν γὰρ ἄνθρωπος ἐκ ψυχῆς καὶ σώματος σύγκειται ἀμφοτέρων κτιστῶν, ὁ δὲ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς θεὸς καὶ ἄνθρωπος ὁ αὐτὸς ὑπάρχων κατὰ μὲν τὴν θεότητα καὶ προαιώνιος καὶ ἄκτιστός ἐστιν, κατὰ δὲ τὴν ἀνθρωπότητα καὶ κτιστὸς καὶ ἐν χρόνωι· | ||
5 | ὅθεν ἄκτιστος ὁ αὐτὸς καὶ κτιστός, ἄχρονος καὶ ἐν χρόνωι. καὶ διὰ τοῦτο ἡμεῖς πάντα ἑνὸς καὶ τοῦ αὐτοῦ ὁμολογοῦντες τὰ μὲν τῆι θείαι, τὰ δὲ τῆι ἀνθρωπίνηι αὐτοῦ λογιζόμεθα φύσει. ἀκούσωμεν γὰρ καὶ τοῦ ἐν ἁγίοις Πρόκλου ἐν τῶι εἰς τὴν θεοτόκον λόγωι τὰ παραπλήσια τούτοις ἡμᾶς ἐκδιδάσκοντος· λέγει γὰρ οὕτως | ||
26 | Τόκος παράδοξος, ἀρχὴ καὶ οὐκ ἀρχὴ τοῦ τεχθέντος· τῆς μὲν γὰρ ἀνθρωπότητος γέγονεν ἀρχή, ἡ δὲ θεότης ἔμεινεν ἄναρχος. | ||
27 | Μὴ ἀπατάσθωσαν τοίνυν οἱ ἄνθρωποι μηδὲ ἀπατάτωσαν ἐκ τοῦ κατὰ τὸν ἄνθρωπον ὑποδείγ‐ ματος μιᾶς οὐσίας εἶναι τὸν Χριστὸν τερατευόμενοι· τὰ γὰρ ὑποδείγματα οὐ διὰ πάντων ὅμοιά ἐστιν ἐκείνοις, ὧν εἰς ὑπόδειγμα λαμβάνεται. εἰ γὰρ διὰ πάντων ὅμοια εὑρεθῆι, τὰ αὐτὰ πάν‐ τως ἔσται καὶ οὐ παραδείγματα. καὶ ὁ ἐν ἁγίοις γὰρ Κύριλλος κατ’ οὐδὲν ἕτερον τῶι τοῦ | ||
5 | ἀνθρώπου κέχρηται παραδείγματι πλὴν διὰ μόνον τὸ ἐκβαλεῖν τὴν Παύλου καὶ Νεστορίου βλασφημίαν τῶν διαιρούντων τὰς φύσεις ἀπ’ ἀλλήλων καὶ εἰς δύο πρόσωπα ἤγουν ὑποστάσεις ταύτας λαμβανόντων καὶ ἐντεῦθεν δύο υἱοὺς καὶ δύο Χριστοὺς λεγόντων, ἕνα μὲν τὸν ἐκ τοῦ θεοῦ καὶ πατρὸς υἱόν, ἕτερον δὲ τὸν ἐκ τῆς ἁγίας παρθένου καὶ θεοτόκου Μαρίας ἀναπλαττόντων, ὡς διὰ τοῦτο μηδὲ θεοτόκον αὐτὴν παρ’ αὐτῶν ὁμολογεῖσθαι, ἀλλὰ τὸν ἐξ αὐτῆς γεννηθέντα | ||
10 | ψιλὸν ἄνθρωπον λέγεσθαι, χάριτι δὲ καὶ οἰκειώσει καὶ σχέσει τῆι πρὸς τὸν κατὰ φύσιν υἱὸν τῆς υἱότητος ἐκ προκοπῆς ἠξιῶσθαι. | ||
28 | Πρὸς ἀπόδειξιν δὲ τοῦ ὅτι ταῦτα οὕτως ἐβλασφήμησαν Παῦλός τε καὶ Νεστόριος, ἐκ τῶν γεγραμμένων αὐτοῖς ἀσεβειῶν ὀλίγας παρεθέμεθα τὴν τούτων μανίαν πᾶσι Χριστιανοῖς στηλι‐ τεύοντες. λέγει γοῦν ὁ ἀσεβὴς Παῦλος ἐν τοῖς περὶ αὐτοῦ πεπραγμένοις | ||
29 | Συνῆλθεν ὁ λόγος τῶι ἐκ Δαβὶδ γεγεννημένωι, ὅς ἐστιν Ἰησοῦς Χριστὸς ὁ γεννηθεὶς ἐκ πνεύ‐ | ||
ματος ἁγίου. καὶ τοῦτον μὲν ἤνεγκεν ἡ παρθένος διὰ πνεύματος ἁγίου, ἐκεῖνον δὲ τὸν λόγον ἐγέννησεν ὁ θεὸς ἄνευ παρθένου καὶ ἄνευ τινὸς καὶ οὐδενὸς ὄντος πλὴν τοῦ θεοῦ, καὶ οὕτως ὑπέστη ὁ λόγος. | 16 | ||
30 | Καὶ πάλιν ὁ αὐτὸς ἀσεβὴς Παῦλος λέγει· ὁ λόγος μείζων ἦν τοῦ Χριστοῦ· Χριστὸς διὰ σοφίας μέγας ἐγένετο· τὸ ἀξίωμα τῆς σοφίας μὴ καθέλωμεν. | ||
31 | Καὶ πάλιν ὁ αὐτὸς αἱρετικὸς Παῦλος λέγει· καὶ γὰρ ἐν προφήταις ἦν, μᾶλλον δὲ καὶ ἐν Μωσῆι καὶ ἐν πολλοῖς κύριος, μᾶλλον δὲ καὶ ἐν Χριστῶι ὡς ἐν ναῶι· ἄλλος γάρ ἐστιν Ἰησοῦς Χριστὸς καὶ ἄλλος ὁ λόγος. | ||
32 | Εἶτα πάλιν Νεστόριος ὁ ἀσεβὴς λέγει· οὐδαμοῦ τοίνυν ἡ θεία γραφὴ θεὸν ἐκ τῆς Χριστοτόκου παρθένου λέγει γεγεννῆσθαι. | ||
33 | Καὶ πάλιν ὁ αὐτὸς ἀνθρωπολάτρης Νεστόριος λέγει· ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ· οὐκ εἶπεν· ἐγερθεὶς παράλαβε τὸν θεὸν καὶ τὴν μητέρα αὐτοῦ. | ||
34 | Καὶ πάλιν ὁ αὐτὸς ἀσεβὴς Νεστόριος λέγει· ἄλλο ἐστὶ τὸ συνεῖναι τῶι γεγεννημένωι καὶ ἄλλο τὸ γεννᾶσθαι τὸ γὰρ ἐν αὐτῆι, φησί, γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου, τουτέστι τὸ πνεῦμα τὸ ἅγιον ἔκτισεν τὸν ἐν αὐτῆι. εἶδον οὖν οἱ πατέρες ὡς ἐπιστήμονες τῶν θείων γραφῶν ὅτι ἐὰν ἀντὶ τοῦ σαρκωθέντα θῶμεν τὸν γεννηθέντα, εὑρίσκεται υἱὸς τοῦ πνεύματος ὁ θεὸς λόγος | ||
5 | καὶ δύο πατέρας ἔχων· εἰ δὲ διὰ τοῦ ἑνὸς νῦ, εὑρεθήσεται ὁ θεὸς λόγος κτίσμα τοῦ πνεύματος ὤν. | ||
35 | Καὶ πάλιν ὁ αὐτὸς ἀσεβὴς Νεστόριος λέγει· ἀλλ’ ὥσπερ ἐλέγομεν θεὸν τὸν πάντων δημιουργὸν καὶ θεὸν τὸν Μωυσέα (θεὸν γάρ φησι, τέθεικά σε τοῦ Φαραώ) καὶ υἱὸν τοῦ θεοῦ τὸν Ἰσραὴλ (υἱὸς γάρ φησι, πρωτότοκός μου Ἰσραήλ) καὶ ὥσπερ ἐλέγομεν Χριστὸν τὸν Σαούλ (οὐ μὴ γάρ φησιν, ἐπιβαλῶ τὴν χεῖρά μου ἐπ’ αὐτόν, ὅτι Χριστὸς κυρίου ἐστίν) καὶ τὸν Κῦρον ὡσαύτως | ||
5 | (τάδε λέγει, φησί, κύριος τῶι Χριστῶι μου Κύρωι) καὶ τὸν Βαβυλώνιον ἅγιον (ἐγὼ γάρ φησι, συντάξω αὐτοῖς· ἡγιασμένοι εἰσὶ καὶ ἐγὼ ἄγω αὐτούς), οὕτω λέγομεν καὶ τὸν δεσπότην Χριστὸν καὶ θεὸν καὶ υἱὸν καὶ ἅγιον καὶ Χριστόν. | ||
36 | Καὶ πάλιν ὁ αὐτὸς ἀσεβὴς Νεστόριος λέγει· διὰ τὸν φοροῦντα τὸν φορούμενον σέβω· διὰ τὸν κεκρυμμένον προσκυνῶ τὸν φαινόμενον. ἀχώριστος τοῦ φαινομένου θεός· διὰ τοῦτο τοῦ μὴ χωριζομένου τὴν τιμὴν οὐ χωρίζω· χωρίζω τὰς φύσεις, ἀλλ’ ἑνῶ τὴν προσκύνησιν. | ||
37 | Καὶ πάλιν ὁ αὐτὸς ἀσεβὴς Νεστόριος λέγει· καὶ Χριστὸς ὁ θεὸς λόγος ὀνομάζεται, ἐπειδήπερ ἔχει τὴν συνάφειαν τὴν πρὸς τὸν Χριστὸν διηνεκῆ. | ||
38 | Καὶ πάλιν ὁ αὐτὸς ἀσεβὴς Νεστόριος λέγει· ἡ μακαρία παρθένος οὐκ ἐγέννησεν τὸν υἱὸν τοῦ θεοῦ, ἀλλ’ ἐγέννησεν τὴν ἀνθρωπότητα, ἥτις ἐστὶν υἱὸς διὰ τὸν συνημμένον υἱόν. | ||
39 | Καὶ ταῦτα μὲν Παῦλος καὶ Νεστόριος οἱ ἀσεβεῖς τὴν Ἑλλήνων τε καὶ Ἰουδαίων ἀσέβειαν ὑπερβαλλόμενοι· αἴτιον δὲ γέγονεν τῆς αὐτῶν ἀπωλείας τὸ μὴ ὁμολογεῖν τὰς δύο γεννήσεις ἑνὸς καὶ τοῦ αὐτοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἀληθινοῦ ἡμῶν θεοῦ, τουτέστι τήν τε πρὸ αἰώνων ἐκ τοῦ πατρὸς κατὰ τὴν θεότητα καὶ τὴν ἐπ’ ἐσχάτου τῶν ἡμερῶν τοῦ αὐτοῦ ἐκ τῆς ἁγίας ἐν‐ | ||
5 | δόξου παρθένου καὶ θεοτόκου Μαρίας κατὰ τὴν ἀνθρωπότητα, ἀλλὰ δύο υἱοὺς λέγοντας, ἄλλον μὲν τὸν ἐκ τοῦ πατρὸς γεννηθέντα θεὸν λόγον, ἄλλον δὲ τὸν ἐκ τῆς ἁγίας παρθένου ψιλὸν ἄνθρω‐ πον [καὶ] διὰ τοῦτο αὐτοὺς τὴν ἁγίαν παρθένον θεοτόκον μὴ ὁμολογεῖν καὶ μήτε προφήταις μήτε εὐαγγελίοις μήτε τοῖς ἀποστολικοῖς κηρύγμασιν ἀκολουθεῖν. πρὸς ἔλεγχον δὲ τῆς αὐτῶν ἀσεβείας ὀλίγας ἐκ πολλῶν γραφικὰς παρεθέμεθα μαρτυρίας. Ἱερεμίας μὲν γὰρ προαναφωνῶν | ||
10 | περὶ τοῦ Χριστοῦ λέγει τάδε | 18 | |
40 | Οὗτος ὁ θεὸς ἡμῶν· οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. ἐξεῦρεν πᾶσαν ὁδὸν ἐπιστήμης καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῶι παιδὶ αὐτοῦ καὶ Ἰσραὴλ τῶι ἠγαπημέ‐ νωι ὑπ’ αὐτοῦ, μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη. | ||
41 | Τολμῶντα δὲ λέγειν Νεστόριον τὸν δυσσεβῆ μηδαμοῦ τὴν θείαν γραφὴν παραδιδόναι θεὸν ἐκ τῆς παρθένου γεγεννῆσθαι πῶς οὐ καταιδεῖ ὁ μεγαλόφωνος Ἡσαίας λέγων τάδε; Ἰδοὺ ἡ παρ‐ θένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱὸν καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμα‐ νουήλ, ὅ ἐστι μεθερμηνευόμενον μεθ’ ἡμῶν ὁ θεός. | ||
42 | Καὶ πάλιν ὁ αὐτὸς προφήτης· ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος, θαυμαστὸς σύμβουλος, θεὸς ἰσχυρός, ἐξουσιαστής, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος. | ||
43 | Πῶς δὲ αὐτοὺς οὐκ ἐντρέπεσθαι ποιεῖ, ὃ καὶ τοῖς ἀθέοις Ἕλλησι φοβερὸν δοκεῖ, τὸ παρὰ Ἰωάννου τοῦ εὐαγγελιστοῦ λεχθέν; Ἐν ἀρχῆι ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ λόγος· καὶ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν. | ||
44 | Καὶ πάλιν ἐν τῆι καθολικῆι αὐτοῦ ἐπιστολῆι· ὃ ἦν ἀπ’ ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκα‐ μεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν, περὶ τοῦ λόγου τῆς ζωῆς, καὶ ἡ ζωὴ ἐφανερώθη καὶ ἑωράκαμεν καὶ ἀκηκόαμεν καὶ μαρτυροῦμεν καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον, ἥτις ἦν πρὸς τὸν | ||
5 | πατέρα καὶ ἐφανερώθη ἡμῖν. | ||
45 | Καὶ πάλιν ὁ αὐτὸς περὶ τοῦ κυρίου λέγων· οὗτός ἐστιν ὁ ἀληθινὸς θεὸς καὶ ἡ ζωὴ ἡ αἰώνιος. | ||
46 | Τί δὲ πρὸς τὸν ἀπόστολον Παῦλον ἐροῦσι λέγοντα; κατὰ τὴν ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. | ||
47 | Καὶ πάλιν· ὧν οἱ πατέρες καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάν‐ των θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας· ἀμήν. | ||
48 | Ἀποδεδειγμένου δὲ ὅτι θεὸς ἀληθινὸς ὁ Χριστός, δείξωμεν ὅτι καὶ εἷς ὁ Χριστός. ἄκουε γὰρ Παύλου τοῦ ἀποστόλου λέγοντος· εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα. | ||
49 | Καὶ ταῦτα μὲν ἡμεῖς προηγάγομεν ἐκ τῶν θείων γραφῶν τὴν ἀσέβειαν ἐλέγχοντες τῶν Παύλωι καὶ Νεστορίωι κατακολουθούντων, οἵτινες ἀθετοῦντες τὴν οἰκονομίαν τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τὰς ἐν αὐτῶι δύο φύσεις ἀνὰ μέρος τιθέντες δύο ὑποστάσεις καὶ δύο υἱοὺς εἴτουν δύο Χριστοὺς ἀναπλάττουσιν· ὅπερ δὲ καὶ πρὸ ὀλίγου εἰρήκαμεν, ὁ ἐν ἁγίοις | ||
5 | Κύριλλος τὴν τούτων ἀσεβῆ διαίρεσιν ἐκβάλλων τῶι τοῦ ἀνθρώπου κέχρηται παραδείγματι δι‐ δάσκων ἡμᾶς ὅτι ὥσπερ ἐπὶ τοῦ ἀνθρώπου αἱ δύο φύσεις, τουτέστιν ψυχὴ καὶ σῶμα, οὐ δύο ἀν‐ θρώπους, ἀλλ’ ἕνα τὸν ἄνθρωπον ἀποτελοῦσιν, οὕτω καὶ ἐπὶ τῆς φρικτῆς οἰκονομίας αἱ δύο φύ‐ σεις τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος οὐ δύο υἱοὺς οὐδὲ δύο Χριστούς, ἀλλ’ ἔνα τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀπετέλεσαν. εὐθέως γοῦν ἐν τῶι πρώτωι πρὸς Σούκεσσον ὑπομνηστι‐ | ||
10 | κῶι παραφέρων τὸ τοῦ ἀνθρώπου ὑπόδειγμα λέγει τάδε | ||
50 | Καὶ εἰ δοκεῖ, δεξώμεθα πρὸς παράδειγμα τὴν καθ’ ἡμᾶς αὐτοὺς σύνθεσιν καθ’ ἣν ἐσμὲν ἄν‐ | ||
θρωποι. συντεθείμεθα γὰρ ἐκ ψυχῆς καὶ σώματος καὶ ὁρῶμεν δύο φύσεις, ἑτέραν μὲν τῆς ψυχῆς, ἑτέραν δὲ τοῦ σώματος, καὶ οὐχὶ τὸ ἐκ δύο φύσεων συντεθεῖσθαι δύο τοὺς ἀνθρώπους εἶναι παρασκευάζει, ἀλλ’ ἕνα 〈τὸν ἄνθρωπον〉 κατὰ σύνθεσιν, ὡς ἔφην, τὴν ἐκ ψυχῆς καὶ σώματος. | 20 | ||
51 | Καὶ ἐν τῶι δευτέρωι δὲ ὑπομνηστικῶι τῶι πρὸς τὸν αὐτὸν Σούκεσσον τῶι τοῦ ἀνθρώπου χρη‐ σάμενος ὑποδείγματι ταῦτα ἡμᾶς ἐκδιδάσκει· λέγει γὰρ οὕτως Ἔστω δὲ ἡμῖν εἰς παράδειγμα πάλιν ὁ καθ’ ἡμᾶς ἄνθρωπος. δύο μὲν γὰρ καὶ ἐπ’ αὐτοῦ νοοῦμεν τὰς φύσεις, μίαν τῆς ψυχῆς, ἑτέραν δὲ τοῦ σώματος· ἀλλ’ ἐν ψιλαῖς διελόντες ἐννοίαις | ||
5 | καὶ ὡς ἐν ἰσχναῖς θεωρίαις ἤτοι νοῦ φαντασίαις τὴν διαφορὰν δεξάμενοι οὐκ ἀνὰ μέρος τίθεμεν τὰς φύσεις οὔτε μὴν διαμπὰξ διατομῆς δύναμιν ἐνίεμεν αὐταῖς, ἀλλ’ ἑνὸς εἶναι νοοῦμεν. | ||
52 | Προσέχειν δεῖ τὸν ἀκροατὴν ὅτι ὁ πατὴρ διὰ μὲν τοῦ εἰπεῖν ‘ἐν ψιλαῖς διελόντες ἐννοίαισ‘ τοὺς σύγχυσιν τῶν φύσεων εἰσάγοντας καὶ τὴν διαφορὰν τούτων ἀρνουμένους ἀποβάλλεται, διὰ δὲ τοῦ εἰπεῖν ‘οὐκ ἀνὰ μέρος τίθεμεν τὰς φύσεις οὔτε μὴν διαμπὰξ διατομῆς δύναμιν ἐνίεμεν αὐταῖσ‘ τὴν τῶν Νεστοριανῶν ἐλέγχει βλασφημίαν τῶν ἐπὶ τῆς οἰκονομίας ἀνὰ μέρος τιθέντων | ||
5 | τὰς φύσεις καὶ δύο υἱοὺς καὶ δύο Χριστοὺς ἀναπλαττόντων. ἀμέλει γοῦν ἐπάγει ‘ἀλλ’ ἑνὸς εἶναι νοοῦμεν, ὥστε τὰ δύο μηκέτι εἶναι δύο‘, δῆλον δὲ ὅτι ἀνὰ μέρος, ‘ἀλλ’ ἡνωμένα‘. ὅθεν λέγει ‘δι’ ἀμφοῖν δέ‘, τουτέστιν διὰ ψυχῆς καὶ σώματος, ‘τὸ ἓν ἀποτελεῖσθαι ζῶιον‘, τουτέστιν ἕνα ἄνθρωπον καὶ οὐχὶ δύο. ὅπερ καὶ ἐν τῶι προτέρωι πρὸς Σούκεσσον ὑπομνηστικῶι γράφει λέγων ‘καὶ οὐχὶ τὸ ἐκ δύο φύσεων συντεθεῖσθαι δύο τοὺς ἀνθρώπους εἶναι παρασκευάζει, ἀλλ’ | ||
10 | ἕνα τὸν ἄνθρωπον κατὰ σύνθεσιν, ὡς ἔφην, τὴν ἐκ ψυχῆς καὶ σώματοσ‘. εἰ δὲ κατὰ τὴν τῶν αἱρετικῶν συκοφαντίαν ἀπηγόρευσεν ὁ πατὴρ τὸ εἶναι τὰς δύο φύσεις ἢ τὴν μίαν αὐτῶν καὶ διὰ τοῦτο τὰ δύο εἶπεν μηκέτι εἶναι δύο, τουτέστιν ψυχὴν καὶ σῶμα, ἀνάγκη κατ’ αὐτοὺς ἢ ἀναιρε‐ θῆναι παντελῶς τὸν ἄνθρωπον ἢ ἄψυχον ἢ ἀσώματον εἶναι, ὅπερ ἀδύνατον· τὸ γὰρ θατέρου χηρεῦον οὐκ ἄνθρωπος. πρόδηλον οὖν ὅτι ὁ πατὴρ τὸ τοῦ ἀνθρώπου παράδειγμα λέγων δεί‐ | ||
15 | κνυσι, καθάπερ εἰρήκαμεν, ὅτι ὥσπερ ψυχὴ καὶ σῶμα οὐ δύο ἀνθρώπους, ἀλλ’ ἕνα τὸν ἄνθρωπον ἀποτελοῦσιν, οὕτως καὶ ἐπὶ τῆς οἰκονομίας αἱ δύο φύσεις τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος οὐ δύο υἱοὺς οὐδὲ δύο Χριστούς, ἀλλ’ ἕνα τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀπετέλεσαν. διὰ τοῦτο γὰρ καὶ ἐν τῶι ὑπομνήματι τῆς πρὸς Ἑβραίους ἐπιστολῆς ὁ αὐτὸς ἐν ἁγίοις Κύριλλος λέγει τάδε | ||
53 | Τί δὴ οὖν ἄρα πρὸς τοῦτό φασιν οἱ τὸ τῆς ἑνώσεως ὄνομα τιθέντες μὲν ἐπὶ Χριστοῦ, ἀρνού‐ μενοι δὲ δυνάμει πραγμάτων τὸ τῆς ἀληθοῦς ἑνώσεως χρῆμα; φάσκοντες εἶναι σοφοὶ ἐμωράν‐ θησαν κατὰ τὸ γεγραμμένον. ἀποδιιστάντες γὰρ ἀλλήλων τὰς δύο φύσεις ἀνὰ μέρος τε ἡμῖν ἑκατέραν ἀσυναφῆ θατέρας δεικνύντες ἐν μόνοις προσώποις φασὶ γενέσθαι τὴν ἕνωσιν καὶ ὡς | ||
5 | ἔν γε ψιλῆι συναινέσει καὶ ταυτοβουλίαι καὶ θελημάτων ῥοπαῖς. | ||
54 | Ἰδοὺ σαφῶς ὁ πατήρ, καθάπερ εἰρήκαμεν, τὸν μὲν ἀριθμὸν τῶν δύο φύσεων ἐπὶ τοῦ ἑνὸς καὶ τοῦ αὐτοῦ κυρίου καὶ θεοῦ ἡμῶν Ἰησοῦ Χριστοῦ ὁμολογεῖ, τοὺς δὲ διαιροῦντας αὐτὰς ἀπ’ ἀλλή‐ λων καὶ δύο λέγοντας πρόσωπα καὶ σχετικὴν τῆν ἕνωσιν ἀποβάλλεται. τῶι γὰρ μέμφεσθαι τοὺς ἀποδειστάντας ἀπ’ ἀλλήλων τὰς δύο φύσεις πρόδηλός ἐστιν αὐτὸς ἡνωμένας ταύτας ὁμολογῶν καὶ | ||
5 | ἐκβάλλων φανερῶς τοὺς δύο λέγοντας υἱοὺς ἢ δύο Χριστούς, καθὼς καὶ ἐν τῶι πρὸς Θεοδόσιον | ||
λόγωι λέγει τάδε | 22 | ||
55 | Υἱοὺς δὲ οὔτι που δύο προσκυνήσομεν, ἀλλ’ οὐδὲ Χριστοὺς ἐροῦμεν δύο, κἂν ἐψυχῶσθαι πιστεύωμεν ψυχῆι λογικῆι τὸν ἑνωθέντα τῶι λόγωι ναόν. | ||
56 | Καὶ πάλιν τὸ αὐτὸ σαφέστερον δείκνυσιν ἐν τῶι ὑπομνήματι τῆς Παύλου πρὸς Ἑβραίους ἐπι‐ στολῆς· λέγει γὰρ τάδε Εἷς οὖν ἄρα κύριος Ἰησοῦς Χριστός, οὔτε τῆς ἀνθρωπότητος δίχα νοουμένου τοῦ λόγου μετὰ τὴν τῆς ἁγίας παρθένου σαρκικὴν ἀπότεξιν οὔτε μὴν ἑνώσεως τῆς πρὸς τὸν θεὸν ἀποφοιτώσης | ||
5 | ποτὲ τῆς σαρκός. εἰ γὰρ καὶ νοοῖντο διάφοροι καὶ ἀλλήλαις ἄνισοι τῶν εἰς ἑνότητα συνδεδρα‐ μηκότων αἱ φύσεις, σαρκὸς δὴ λέγω καὶ θεοῦ, ἀλλ’ οὖν εἷς τε καὶ μόνος ἐξ ἀμφοῖν υἱὸς ἀληθῶς, ἔχοντος ἡμῖν ἀραρότως τοῦ καὶ ἐψυχῶσθαι ψυχῆι λογικῆι τὸν ἑνωθέντα τῶι λόγωι ναόν. κἂν εἰ λέγοιτο τυχὸν ἡνῶσθαι σαρκὶ καθ’ ὑπόστασιν ὁ μονογενὴς τοῦ θεοῦ λόγος, οὐκ ἀνάχυσίν τινα τὴν εἰς ἀλλήλας τῶν φύσεων πεπρᾶχθαί φαμεν, μενούσης δὲ μᾶλλον ἑκατέρας τοῦθ’ ὅπερ ἐστίν, | ||
10 | ἡνῶσθαι σαρκὶ νοοῦμεν τὸν λόγον. | ||
57 | Δεῖ δὲ κἀνταῦθα τὸν ἀναγινώσκοντα προσέχειν τοῖς τοῦ πατρὸς λόγοις. εἰπὼν γὰρ οὐκ ἀνάχυ‐ σίν τινα τὴν εἰς ἀλλήλας τῶν φύσεων πεπρᾶχθαι, μένειν δὲ μᾶλλον ἑκατέραν ἐν τῆι ἑνώσει τοῦτο ὅπερ ἐστί, σαφῶς διδάσκει τὰς δύο φύσεις τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος ἐν τῶι ἑνὶ προ‐ σώπωι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ σώιζεσθαί τε καὶ ὁμολογεῖσθαι. ἐξ ὧν συνωθούμενοι | ||
5 | οἱ αἱρετικοὶ ἑτέραν πάλιν ἐπινοοῦσιν ἀσέβειαν καὶ διὰ ταύτης τὴν προτέραν ἐπισκιάσαι βουλό‐ μενοι. ἔστι γὰρ ὅτε καὶ μίαν σύνθετον ἀναπλάττουσι φύσιν, ἀγνοοῦντες ὅτι καθάπερ διὰ τῆς τῶν πατέρων ἀποδείκνυται διδασκαλίας, καὶ ἡμεῖς δὲ ἀνωτέρω εἰρήκαμεν, τὸ τῆς φύσεως ὄνομα ἐπὶ κοινοῦ λέγεται πράγματος καὶ ἀόριστόν τι σημαίνει καὶ κατὰ πολλῶν ὑποστάσεων κατηγορεῖται. εἰ τοίνυν αἱ δύο φύσεις τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος μία κατ’ αὐτοὺς γέγονε σύνθετος | ||
10 | φύσις, δῆλον ὅτι κοινόν τι καὶ ἀόριστον ἀπετελέσθη καὶ ζητεῖν ἐπάναγκες ποίας κοινότητος ἢ κατὰ ποίων ὑποστάσεων τὴν τοιαύτην φύσιν λέγουσι κατηγορεῖσθαι. ὅπερ ἐναντίον ἐστὶ τοῦ κατὰ Χριστὸν μυστηρίου· ὁ γὰρ Χριστὸς οὐχ ὡς κοινόν τι καὶ κατὰ πολλῶν ὑποστάσεων κατη‐ γορεῖται, ἀλλ’ ἐπὶ μιᾶς ὑποστάσεως εἴτουν ἑνὸς προσώπου λέγεται ἐν διαφόροις οὐσίαις θεότητος καὶ ἀνθρωπότητος γνωριζόμενος. καὶ ἡμεῖς μὲν δύο οὐσίας ἐπὶ Χριστοῦ λέγοντες κατὰ μὲν | ||
15 | τὴν θεότητα ἴσμεν αὐτὸν τῶι πατρὶ καὶ τῶι ἁγίωι πνεύματι ὁμοούσιον, κατὰ δὲ τὴν ἀνθρωπότητα πᾶσιν ἀνθρώποις τὸν αὐτὸν γινώσκομεν ὁμοούσιον· οἱ δὲ λέγοντες τὰς δύο οὐσίας μίαν ἀποτελέσαι σύνθετον φύσιν, ὅπερ ἐστὶν ἕν, κοινῶν τινων εἶναι τὴν κοινότητα ταύτην διδόασιν. ἀνάγκη γὰρ κατὰ τοὺς ἐκείνων λόγους ἀποτελεσθῆναί τι μέσον ἑτεροφυὲς ἢ ὅπερ ἦν ἑκάτερον ἀνὰ μέρος. | ||
58 | Κἀκεῖθεν δὲ αὐτῶν τὰ τῆς ἀτοπίας ἐλέγχεται. εἰ γὰρ διὰ πάντων ὡμολόγηται ἁπλῆν εἶναι καὶ ἀσύνθετον τὴν φύσιν τῆς ἁγίας τριάδος, αὐτοὶ δὲ σύνθετον εἰσάγουσι τὴν τοῦ υἱοῦ φύσιν, εὑρεθήσεται κατ’ αὐτοὺς ἑτέρα φύσις ἡ τοῦ υἱοῦ παρὰ τὴν τοῦ πατρὸς καὶ τοῦ ἁγίου πνεύματος. πλὴν καὶ ἡ περὶ τῆς συνθέτου φύσεως εὕρεσις οὐδενὸς ἑτέρου ἢ τοῦ διδασκάλου τῆς πλάνης αὐτῶν | ||
5 | ἐστιν Ἀπολιναρίου τοῦ ποτὲ μὲν μίαν σύνθετον φύσιν λέγοντος, ποτὲ δὲ μίαν θεότητος καὶ ἀνθρω‐ πότητος ἀναπλάττοντος. ὅπερ εὑρεῖν ἔξεστιν ἐκ τῶν τοῦ αὐτοῦ αἱρετικοῦ συγγραμμάτων· ἐν γὰρ τῶι λόγωι ὃν ἐπιγράφει πρὸς τοὺς ἄνθρωπον ὑπὸ τοῦ λόγου προσειλῆφθαι λέγοντας λέγει τάδε | ||
59 | Ἄνθρωπος εἷς ὁ Χριστὸς ὡς εἷς θεὸς ὁ πατήρ, ὅ ἐστι φύσεως, ὥστε καὶ τοῦτο φύσεως συνθέτου μεταξὺ οὔσης θεοῦ καὶ ἀνθρώπων. | ||
60 | Καὶ πάλιν ὁ αὐτὸς ἀσεβὴς Ἀπολινάριος ἐν τῶι περὶ τῆς θείας σαρκώσεως λόγωι ἐν κεφαλαίωι | ||
τρισκαιδεκάτωι λέγει τάδε | 24 | ||
61 | Ἡ σὰρξ ἑτεροκίνητος οὖσα πάντως ὑπὸ τοῦ κινοῦντος καὶ ἄγοντος, ὁποῖόν ποτε ἂν εἴη τοῦτο, καὶ οὐκ ἐντελὲς οὖσα ζῶιον ἀφ’ ἑαυτῆς, ἀλλ’ εἰς τὸ γενέσθαι ζῶιον ἐντελὲς συντιθεμένη πρὸς ἑνότητα τῶι ἡγεμονικῶι συνῆλθεν καὶ συνετέθη πρὸς τὸ οὐράνιον ἡγεμονικόν, ἐξοικειωθεῖσα αὐτῶι κατὰ τὸ παθητικὸν ἑαυτῆς καὶ λαβοῦσα τὸ θεῖον οἰκειωθὲν αὐτῆι κατὰ τὸ ἐνεργητικόν. | ||
5 | οὕτω γὰρ ἓν ζῶιον ἐκ κινουμένου καὶ κινητικοῦ συνίστατο καὶ οὐ δύο ἢ ἐκ δύο τελείων καὶ αὐτο‐ κινήτων. δι’ ὅπερ ἄνθρωπος μὲν ἕτερόν τι ζῶιον πρὸς θεὸν καὶ οὐ θεός, ἀλλὰ δοῦλος θεοῦ, κἂν οὐρανίων ἦι τις δύναμις, ὡσαύτως ἔχει· σὰρξ δὲ θεοῦ σὰρξ γενομένη ζῶιόν ἐστι μετ’ αὐτοῦ συντεθεῖσα εἰς μίαν φύσιν. | ||
62 | Τοῦ αὐτοῦ Ἀπολιναρίου αἱρετικοῦ ἐκ τῶν κατὰ Διοδώρου λόγων· ὄργανον καὶ τὸ κινοῦν μίαν πέφυκεν ἀποτελεῖν τὴν ἐνέργειαν· εἰ δὲ μία ἡ ἐνέργεια, μία καὶ ἡ οὐσία, μία ἄρα οὐσία γέγονεν τοῦ λόγου καὶ τῆς σαρκός. | ||
63 | Τοῦ αὐτοῦ ἐν τῶι περὶ σαρκώσεως λόγωι· ὢ καινὴ κτίσις, μῖξις θεσπεσία, θεὸς καὶ σὰρξ μίαν καὶ τὴν αὐτὴν ἀπετέλεσαν φύσιν. | ||
64 | Τοῦ αὐτοῦ πρὸς Πέτρον· φύσει μὲν θεὸν καὶ φύσει ἄνθρωπον τὸν κύριον λέγομεν, μιᾶι δὲ καὶ συγκράτωι τῆι φύσει σαρκικῆι τε καὶ θεικῆι. | ||
65 | Πρὸς δὲ τούτοις καὶ αὐτὸν Πολέμωνα τὸν μαθητὴν Ἀπολιναρίου παραθήσωμεν λέγοντα σαφῶς τίνος ἐστὶν ὁ τῆς συνθέτου φύσεως ἀναπλασμὸς καὶ τὸ μίαν λέγειν σαρκὸς καὶ θεότητος φύσιν. ἐν γὰρ τῶι κατὰ Τιμοθέου τοῦ συμμαθητοῦ αὐτοῦ λόγωι λέγει τάδε | ||
66 | Οὐδὲν δὲ χεῖρον ἐννοῆσαι κἀκεῖνο. θεὸν γὰρ λέγοντες καὶ ἄνθρωπον τὸν αὐτὸν οὐκ αἰσχύ‐ νονται μίαν φύσιν τοῦ λόγου σεσαρκωμένην καθάπερ μίαν σύνθετον ὁμολογοῦντες. εἰ γὰρ θεὸς τέλειος καὶ ἄνθρωπος τέλειος ὁ αὐτός, δύο φύσεις ἄρα ὁ αὐτός, καθάπερ ἡ τῶν Καππα‐ δοκῶν εἰσηγεῖται καινοτομία καὶ Ἀθανασίου ἡ οἴησις καὶ τῶν ἐν Ἰταλίαι ὁ τῦφος. καὶ σχη‐ | ||
5 | ματίζονται μὲν οἱ δῆθεν ἡμέτεροι φρονεῖν τὰ τοῦ ἁγίου πατρὸς ἡμῶν Ἀπολιναρίου, κηρύττουσι δὲ καθάπερ οἱ Γρηγόριοι τὴν τῶν φύσεων δυάδα, οὐδενός, ὡς ἔοικεν, ἐρασθέντες ἢ μόνης τῆς ἐν τῶι βίωι τούτωι φθαρτῆς δόξης τῆι πρὸς ἱερωσύνην ἐλπίδι δελεασθέντες. τί οὖν αὐτοῖς καὶ ἡμῖν; τί δὲ συμβαίνειν πειρῶνται τῆι ἀξιαγάστωι φωνῆι; τί δὲ Ἀπολιναρίωι τῶι θείωι μαθητιᾶν σχηματίζονται; ταύτην γὰρ ἐπ’ ἀναιρέσει τῆς τῶν φύσεων δυάδος τὴν φωνὴν μόνος ἡμῖν οὗτος | ||
10 | ἀπεκύησεν. | ||
67 | Ἐκ τῶν εἰρημένων τοίνυν σαφὲς καθέστηκεν ὡς οἱ μίαν φύσιν τοῦ θεοῦ λόγου σεσαρκωμένην καθάπερ σύνθετον λαμβάνοντες τῆι Ἀπολιναρίου κατακολουθοῦσιν πλάνηι. ὁ γὰρ ἐν ἁγίοις Κύριλλος, καθ’ ἃ καὶ ἀνωτέρω εἰρήκαμεν, τὸ μίαν φύσιν τοῦ λόγου σεσαρκωμένην οὐκ ἄλλως εἰ μὴ ἐπὶ τῶν δύο φύσεων εἶπεν, ὅθεν ἐπάγει· δύο τὰς φύσεις εἶναι φαμέν. καθάπερ γὰρ καὶ | ||
5 | αὐτὸς ὁ πατὴρ διδάσκει, ἑτέρα ἡ τοῦ λόγου φύσις καὶ ἑτέρα ἡ τῆς σαρκός. ὅτι δὲ τοὺς λέγοντας σύνθετον φύσιν καὶ μίαν σαρκὸς καὶ θεότητος φύσιν ἀναπλάττοντας ὁ ἐν ἁγίοις Κύ‐ ριλλος ἀποβάλλεται, ἐξ αὐτῶν τῶν τοῦ πατρὸς λόγων εὐθὺς ἀποδείξομεν· λέγει γὰρ ἐν τῶι κατὰ τῶν Συνουσιαστῶν λόγωι ταῦτα | ||
68 | Ἵνα πιστεύωμεν ὅτι κἂν εἰ τοῖς ἡμετέροις σώμασιν ὁμοφυὲς ἦν τὸ ἅγιον αὐτοῦ καὶ πάναγνον σῶμα, ἀλλ’ οὖν ἐστι σεπτόν τε καὶ θεῖον καὶ πολὺ τῶν καθ’ ἡμᾶς ἐπέκεινα μέτρων, ἅτε δὴ καὶ ἴδιον αὐτοῦ γεγονός· ἐνήργηκεν γὰρ δι’ αὐτοῦ. διὰ τοῦτο καὶ ἄρτος ὠνομάσθη ζωῆς, ναὶ μὴν καὶ ἐξ οὐρανοῦ καταβῆναι λέγεται καὶ ζωὴν διδόναι τῶι κόσμωι διὰ τὸν ἄνωθεν καὶ ἐξ οὐρανοῦ | ||
5 | καταβάντα λόγον, οὗ καὶ ἰδία γέγονεν ἡ σάρξ. οὐκοῦν θεία μέν, ὡς ἔφην, ἐστίν, οὐ μὴν ἔτι καὶ εἰς φύσιν θεότητος μεταβαλεῖν αὐτὴν ὑποτοπήσοι τις ἄν, εἴ γε νοῦν ἔχει τὸν εὖ βεβηκότα καὶ δογματικῆς εὐτεχνίας ἐπιστήμονα. δεῖ γὰρ τῆι πάντων ἐπέκεινα καὶ ἀνωτάτω φύσει σώιζεσθαι καθαρῶς τὸ ἁπλοῦν καὶ ἀσυμμιγὲς ἑτέρωι καὶ τὸ μὴ συντεθεῖσθαι δοκεῖν ἔν γε τοῖς καθ’ ἑαυτὴν ἤγουν προσθήκης δεδεῆσθαί τινος καὶ ἀσυμφυοῦς αὐτῆι πράγματος εἰς κοινωνίαν ἐλθεῖν τὴν ἐν | 26 | |
10 | ταυτότητι φύσεως ἤγουν ὁμοουσιότητος. | ||
69 | Διὰ τούτων δὲ ὁ πατὴρ σαφῶς ἀπαγορεύει μίαν λέγειν ἐπὶ τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος τοῦ Χριστοῦ σύνθετον φύσιν ὡς μὴ ἐνδεχομένου τὴν θείαν φύσιν ἑνωθεῖσαν τῆι ἀνθρωπίνηι μίαν μετ’ αὐτῆς ἀποτελέσαι φύσιν. | ||
70 | Τῆς τῶν ἐναντίων τοίνυν ἀτοπίας ἐληλεγμένης δῆλον καθέστηκεν ὅτι αἱ δύο φύσεις συνελθοῦσαι οὐ φύσιν σύνθετον, ἀλλὰ Χριστὸν σύνθετον ἀπετέλεσαν, ἐπειδὴ καὶ φύσει θεὸς καὶ φύσει ἄνθρω‐ πος εἷς καὶ ὁ αὐτὸς ὁμολογεῖται. ἀλλ’ οἱ τῆς ἀληθείας ἐχθροὶ πρὸς ταῖς ἄλλαις αὐτῶν ἀτο‐ πίαις μὴ βουλόμενοι τοῖς τῶν πατέρων ἀκολουθεῖν δόγμασιν, ἀλλὰ τὰ Ἀπολιναρίου πρεσβεύοντες, | ||
5 | οὐδεμίαν ὁδὸν ἀτοπίας καταλιμπάνουσιν, δι’ ἧς τὰς τῶν ἀκεραιοτέρων ψυχὰς διαφθείρουσι. τὴν γὰρ Ἀπολιναρίου προσηγορίαν ὡς σαφῆ δυσσεβείας ἔλεγχον δολερῶς ἀπωθούμενοι τὰς τῶν ἁγίων πατέρων ἐπωνυμίας τοῖς τούτου συγγράμμασι καὶ τοῖς ἑαυτῶν πλάσμασιν ἐπιτιθέασιν κλέπτοντες τοὺς ἁπλουστέρους καὶ τὴν ὁδὸν τῆς ἀληθείας διαδιδράσκοντες. προφέρουσι γὰρ δύο ἐπιστολὰς ψευδεπιγράφους, μίαν μὲν ὡς δὴ παρὰ Ἰουλίου τοῦ ἐπισκόπου Ῥώμης πρὸς Διο‐ | ||
10 | νύσιον πρεσβύτερον γεγραμμένην ἔχουσαν οὕτως | ||
71 | Τῶι δεσπότηι μου τῶι ποθεινοτάτωι συλλειτουργῶι Διονυσίωι Ἰούλιος ἐπίσκοπος Ῥώμης ἐν κυρίωι χαίρειν. εἶτα μετὰ πολλὰ ἐπάγει ταῦτα· ἀνάγκη γὰρ δύο λέγοντας φύσεις τὴν μὲν προσκυνεῖν, τὴν δὲ μὴ προσκυνεῖν· εἰς μὲν τὴν θεικὴν βαπτίζεσθαι, εἰς δὲ τὴν ἀνθρωπίνην μὴ βαπτίζεσθαι. εἰ δὲ εἰς τὸν θάνατον τοῦ κυρίου βαπτιζόμεθα, μίαν ὁμολογοῦμεν φύσιν τῆς | ||
5 | ἀπαθοῦς θεότητος καὶ τῆς παθητῆς ἀνθρωπότητος, | ||
72 | ἑτέραν δὲ ὡς δὴ παρὰ Ἀθανασίου τοῦ ἐν ἁγίοις πρὸς Ἰοβιανὸν τὸν βασιλέα γεγραμμένην ἔχου‐ σαν οὕτως Ὁμολογοῦμεν τὸν υἱὸν τοῦ θεοῦ τὸν πρὸ αἰώνων ἀιδίως ἐκ τοῦ πατρὸς γεννηθέντα ἐπ’ ἐσχάτου τῶν αἰώνων διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκ Μαρίας τῆς ἁγίας παρθένου γεννηθέντα κατὰ σάρκα, | ||
5 | ὡς ὁ θεῖος ἀπόστολος διδάσκει λέγων ὅτε δὲ ἦλθεν τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστει‐ λεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ γενόμενον ἐκ γυναικός, καὶ εἶναι αὐτὸν υἱὸν τοῦ θεοῦ καὶ θεὸν κατὰ πνεῦμα, υἱὸν ἀνθρώπου κατὰ σάρκα, οὐ δύο φύσεις τὸν ἕνα υἱόν, μίαν προσκυνητὴν καὶ μίαν ἀπροσκύνητον, ἀλλὰ μίαν φύσιν τοῦ θεοῦ λόγου σεσαρκωμένην καὶ προσκυνουμένην μετὰ τῆς σαρκὸς αὐτοῦ μιᾶι προσκυνήσει. | ||
73 | Τούτων τοίνυν παρὰ τῶν Ἀκεφάλων προφερομένων ἡ τοῦ θεοῦ σοφία ἄνωθεν αὐτῶν ἀναιροῦσα τὴν κακίαν οὐ συνεχώρησε μεῖναι τὸ ψεῦδος ἀνέλεγκτον. δέδωκε γὰρ ἡμῖν ἐπιστῆναι τοῖς Ἀπολιναρίου συγγράμμασιν, ἃ παρατιθέντες τοῖς παρὰ τούτων προφερομένοις φανερῶς ἐλέγξο‐ μεν ἐκ τῶν Ἀπολιναρίου λόγων ταῦτα παρ’ αὐτῶν προβάλλεσθαι. γράφει γὰρ ὁ αὐτὸς Ἀπο‐ | ||
5 | λινάριος ἐν τῶι κατὰ Διοδώρου λόγωι τάδε | ||
74 | Ἄλλης καὶ ἄλλης οὐσίας μίαν εἶναι καὶ τὴν αὐτὴν προσκύνησιν ἀθέμιτον, τουτέστιν ποιητοῦ καὶ | ||
ποιήματος, θεοῦ καὶ ἀνθρώπου. μία δὲ προσκύνησις Χριστοῦ καὶ κατὰ τοῦτο ἐν τῶι ἑνὶ ὀνόματι νοεῖται θεὸς καὶ ἄνθρωπος. οὐκ ἄρα ἄλλη καὶ ἄλλη οὐσία θεὸς καὶ ἄνθρωπος, ἀλλὰ μία κατὰ σύνθεσιν θεοῦ πρὸς σῶμα ἀνθρώπινον. | 28 | ||
75 | Καὶ πάλιν ἐν τῶι αὐτῶι λόγωι· πῶς γὰρ τὸ πρᾶγμα οὐ δυσσεβὲς ἄλλην οὐσίαν κτιστὴν καὶ δουλικὴν μίαν ἔχειν καὶ τὴν αὐτὴν προσκύνησιν τῶι κτίστηι καὶ δεσπότηι; | ||
76 | Καὶ πάλιν ὁ αὐτὸς ἀσεβὴς Ἀπολινάριος ἐκ τοῦ περὶ σαρκώσεως λόγου· ἀδύνατον τὸν αὐτὸν καὶ προσκυνητὸν ἑαυτὸν εἰδέναι καὶ μή· ἀδύνατον ἄρα τὸν αὐτὸν εἶναι θεόν τε καὶ ἄνθρωπον ἐξ ὁλοκλήρου, ἀλλ’ ἓν μονότητι συγκράτου φύσεως θεικῆς σεσαρκωμένης. | ||
77 | Ταῦτα δὲ ὅπως ἐστὶ σύμφωνα καὶ ἀκόλουθα ταῖς παρὰ τῶν Ἀκεφάλων πλαστῶς προφερο‐ μέναις ἐπιστολαῖς ἐκ προσηγορίας Ἰουλίου καὶ Ἀθανασίου τῶν ἁγίων ἡμῶν πατέρων, οὐδενὶ τῶν εὖ φρονούντων ἠγνόηται· τὸ γὰρ λέγειν οὐ δύο φύσεις, μίαν προσκυνητὴν καὶ μίαν ἀπροσ‐ κύνητον, καὶ πάλιν ἄλλης καὶ ἄλλης οὐσίας μίαν εἶναι καὶ τὴν αὐτὴν προσκύνησιν ἀθέμιτον καὶ | ||
5 | τὴν κτιστὴν καὶ δουλικὴν οὐσίαν μίαν ἔχειν καὶ τὴν αὐτὴν προσκύνησιν τῶι κτίστηι καὶ δεσπότηι οὐδεμίαν ἔχει διαφορὰν οὔτε κατὰ τὰς λέξεις οὔτε κατὰ τὴν ἔννοιαν. ὅθεν ἐλέγξαντες ὡς αἱ προφερόμεναι παρὰ τῶν αἱρετικῶν δύο ἐπιστολαὶ οὐδενὸς ἑτέρου ἢ τῆς πλάνης εἰσιν Ἀπολιναρίου καὶ ἀλλότριαι τῆς καθολικῆς ἐκκλησίας, δείξωμεν ὅτι καὶ τοῖς παρὰ τῶν ἁγίων ἡμῶν πατέρων ἐκτεθειμένοις ἐναντία τὰ παρὰ τῶν Ἀκεφάλων πεπλαστουργημένα καθεστᾶσι. | ||
78 | Καὶ πρῶτον τὸν ἐν ἁγίοις Ἀθανάσιον τὸν ὑπ’ αὐτῶν συκοφαντούμενον τοῖς τούτων ἀντιτίθε‐ μεν πλάσμασι· γράφει γοῦν ἐν τῶι λόγωι τῶι περὶ τῆς σωτηριώδους ἐπιφανείας οὕτως Εἴρηται κάθου ἐκ δεξιῶν μου καὶ δόξασόν με, πάτερ, τῆι ἀιδίωι δόξηι. οὐ χω‐ ρισθεὶς τῆς δόξης τοῦτο λέγει, ἀλλ’ ἐν ἀδόξωι σώματι γεγονώς, ἵνα δείξηι οὐ χωριζομένην τῆς | ||
5 | θεικῆς δόξης τὴν τοῦ δούλου μορφήν, ἀλλὰ ταύτην ἐπιδεικνυμένην. δι’ ὃ λέγει καὶ ἐδόξασά σε καὶ πάλιν δοξάσω, μίαν τὴν πρὸ σώματος καὶ ἐν σώματι δόξαν δεικνύς. | ||
79 | Καὶ πάλιν ὁ αὐτὸς ἐν ἁγίοις Ἀθανάσιος ἐν τῶι πρὸς Ἀδέλφιον λόγωι· οὐ κτίσμα τι προσκυ‐ νοῦμεν, μὴ γένοιτο· ἐθνικῶν γὰρ καὶ Ἀρειανῶν ἡ τοιαύτη πλάνη, ἀλλὰ τὸν κύριον τῆς δόξης σαρκωθέντα τὸν τοῦ θεοῦ λόγον προσκυνοῦμεν. εἰ γὰρ καὶ ἡ σὰρξ αὐτὴ καθ’ ἑαυτὴν μέρος ἐστὶ τῶν κτισμάτων, ἀλλὰ θεοῦ γέγονεν σῶμα καὶ οὔτε τὸ τοιοῦτον σῶμα καθ’ ἑαυτὸ διαιροῦντες | ||
5 | ἀπὸ τοῦ λόγου προσκυνοῦμεν οὔτε τὸν λόγον προσκυνῆσαι θέλοντες μακρύνομεν ἀπὸ τῆς σαρκὸς αὐτόν, ἀλλ’ εἰδότες, καθὰ προείπομεν, τὸ ὁ λόγος σὰρξ ἐγένετο τοῦτον καὶ ἐν σαρκὶ γενόμενον ἐπιγινώσκομεν θεόν. τίς τοιγαροῦν οὕτως ἄφρων ἐστὶν ὡς λέγειν τῶι κυρίωι, ἀπόστα ἀπὸ τοῦ σώματος, ἵνα σε προσκυνήσω, ἢ τίς οὕτως ἀσεβής ἐστιν ὡς μετὰ τῶν ἀφρόνων Ἰουδαίων διὰ τὸ σῶμα λέγειν αὐτῶι, διὰ τί σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν θεόν; ἀλλ’ οὐ τοιοῦτος ὁ λεπρός· | ||
10 | προσεκύνει γὰρ τὸν κύριον ἐν σώματι ὄντα καὶ ἐπεγίνωσκεν ὅτι θεὸς ἦν, λέγων κύριε, ἐὰν θέληις, δύνασαί με καθαρίσαι. καὶ οὔτε διὰ τὴν σάρκα ἐνόμισεν κτίσμα εἶναι τὸν τοῦ θεοῦ λόγον οὔτε διὰ τὸ εἶναι τὸν λόγον δημιουργὸν πάσης κτίσεως ἐξουθένει τὴν σάρκα ἣν ἐνδυσάμενος ἦν, ἀλλ’ ἐν κτιστῶι ναῶι τὸν κτίστην τοῦ παντὸς προσεκύνει καὶ ἐκαθαρίζετο. | ||
80 | Καὶ μεθ’ ἕτερα· ποῦ δὲ ὅλως οἱ ἀσεβεῖς καὶ καθ’ ἑαυτὴν εὑρήσουσι τὴν σάρκα ἣν ἔλαβεν ὁ σωτήρ, ἵνα καὶ τολμῶσι λέγειν· οὐ προσκυνοῦμεν ἡμεῖς τὸν κύριον μετὰ τῆς σαρκός, ἀλλὰ διαιροῦμεν τὸ σῶμα καὶ μόνωι τούτωι λατρεύομεν; ὁ μὲν οὖν μακάριος Στέφανος καὶ ἐν οὐρανοῖς εἶδεν τὸν Ἰησοῦν ἑστηκότα· οἱ δὲ ἄγγελοι ἔλεγον τοῖς μαθηταῖς· οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε | ||
5 | αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν. καὶ αὐτὸς δὲ ὁ κύριος προσφωνῶν εἴρηκεν τῶι | ||
πατρὶ πάτερ, θέλω ἵνα ὅπου εἰμὶ ἐγώ, καὶ οὗτοι πάντοτε μετ’ ἐμοῦ ὦσιν. καὶ ὅλως, εἰ ἀδιαίρετός ἐστιν ἡ σὰρξ ἀπὸ τοῦ λόγου, πῶς οὐκ ἀνάγκη τούτους ἢ ἀποθέσθαι τὴν πλάνην καὶ προσκυνεῖν λοιπὸν τὸν πατέρα ἐν τῶι ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν ἢ μὴ προσκυνοῦντας μηδὲ λατρεύοντας τῶι ἐν σαρκὶ γενομένωι λόγωι πανταχόθεν ἔξω βάλλεσθαι καὶ μηκέτι Χρι‐ | 30 | ||
10 | στιανοῖς, ἀλλ’ ἐθνικοῖς ἢ μετὰ τῶν νῦν Ἰουδαίων συναριθμεῖσθαι; | ||
81 | Καὶ μεθ’ ἕτερα· ἐβουλόμεθα δὲ τὴν σὴν εὐλάβειαν πυθέσθαι τοῦτο παρ’ αὐτῶν· ἡνίκα υἱοὶ Ἰσ‐ ραὴλ ἐκελεύοντο ἀνέρχεσθαι εἰς τὴν Ἱερουσαλὴμ καὶ προσκυνεῖν ἐν τῶι ναῶι κυρίου, ἔνθα ἡ κιβω‐ τὸς καὶ ὑπεράνω ταύτης ἦν χερουβὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον, καλῶς ἐποίουν ἢ του‐ ναντίον; εἰ μὲν οὖν φαύλως ἔπραττον, πῶς οἱ τοῦ νόμου τούτου κατολιγωροῦντες ὑπὸ ἐπιτιμίαν | ||
5 | ἐγίνοντο; γέγραπται γὰρ ὃς ἐὰν ἐξουθενήσηι καὶ μὴ ἀναβῆι, ἐξολοθρευθήσεται ἐκ τοῦ λαοῦ αὐτοῦ. εἰ δὲ καλῶς ἔπραττον καὶ ἐν τούτωι εὐάρεστοι τῶι θεῶι ἐγίνοντο, πῶς οὐκ ἀπο‐ λωλέναι πολλάκις ἄξιοί εἰσιν οἱ μιαροὶ καὶ πάσης αἱρέσεως αἴσχιστοι Ἀρειανοί, ὅτι τὸν πάλαι λαὸν ἀποδεχόμενοι διὰ τὴν πρὸς τὸν ναὸν τιμὴν οὐ βούλονται τὸν κύριον ἐν σαρκὶ ὡς ἐν ναῶι ὄντα προ‐ σκυνεῖν; καίτοι καὶ ὁ πάλαι ναὸς ἐκ λίθων ἦν καὶ χρυσοῦ κατασκευασθεὶς ὡς σκιά· ἐλθούσης γὰρ | ||
10 | τῆς ἀληθείας πέπαυται λοιπὸν ὁ τύπος καὶ οὐκ ἔμεινεν κατὰ τὴν κυριακὴν φωνὴν λίθος ἐπὶ λίθον ἐν αὐτῶι, ὃς οὐ κατελύθη. καὶ οὔτε τὸν ναὸν βλέποντες ἐκ λίθων ἐνόμισαν καὶ τὸν ἐν τῶι ναῶι λαλοῦντα κύριον εἶναι κτίσμα οὔτε τὸν ναὸν ἐξουθενοῦντες ἀπερχόμενοι μακρὰν προσεκύνουν, ἀλλ’ εἰς αὐτὸν ἐρχόμενοι νομίμως ἐλάτρευον τῶι θεῶι τῶι ἀπὸ τοῦ ναοῦ χρηματίζοντι. τούτου δὲ οὕτω γινομένου πῶς τὸ σῶμα τοῦ κυρίου οὐ πανάγιον ἀληθῶς; ὑπὸ μὲν γὰρ ἀρχαγγέλου τοῦ | ||
15 | Γαβριὴλ εὐηγγελίσθη, ὑπὸ δὲ τοῦ πνεύματος τοῦ ἁγίου πέπλασται καὶ τοῦ λόγου γέγονεν ἔνδυμα καὶ ναὸς καὶ ὄργανον ἀδιαίρετον. | ||
82 | Δήλης τοίνυν γενομένης τῆς τοῦ ἐν ἁγίοις Ἀθανασίου διδασκαλίας τίς οὕτως ἐστὶν ἀνόητος, ὡς ἢ τοῦ ἐν ἁγίοις Ἀθανασίου λέγειν εἶναι τὰ παρὰ τῶν αἱρετικῶν προφερόμενα ἢ ἐναντία γράψαι αὐτὸν ἑαυτῶι τὸν ἐν ἁγίοις νομίζειν πατέρα; καὶ ὁ ἐν ἁγίοις δὲ Κύριλλος τὰ παραπλήσια ἡμᾶς ἐκδιδάσκει. ἐν γὰρ τῶι προσφωνητικῶι τῶι πρὸς Θεοδόσιον λέγει τάδε | ||
83 | Ὁ δὲ τῶι γυναίωι προσλαλῶν ὁ εἷς καὶ μόνος κύριος ἦν Ἰησοῦς Χριστός, ἐκ τῆς προσκυνούσης ἀνθρωπότητος καὶ τῆς προσκυνουμένης θεότητος τὸ εἶναί τε καὶ ὀνομάζεσθαι θεός τε ὁμοῦ καὶ ἄνθρωπος ἀληθὲς ἔχων ἐφ’ ἑαυτῶι. | ||
84 | Καὶ ἐν τῶι ἐννεακαιδεκάτωι λόγωι τῶν Σχολίων αὐτοῦ ὁ αὐτὸς ἐν ἁγίοις Κύριλλος γράφει τάδε Ἡγιάσθαι λέγεται διὰ τοῦ πνεύματος· καὶ μὴν καὶ ἁγιάζει τοὺς προσιόντας αὐτῶι. ἐβα‐ πτίσθη κατὰ τῆν σάρκα, καὶ ἐβάπτιζεν ἐν ἁγίωι πνεύματι. πῶς οὖν ὁ αὐτὸς ἁγιάζει καὶ ἁγιά‐ ζεται, βαπτίζει καὶ βαπτίζεται; κατ’ ἄλλο καὶ ἄλλο. ἁγιάζεται γὰρ ἀνθρωπίνως καὶ οὕτω βα‐ | ||
5 | πτίζεται· ἁγιάζει θεικῶς, βαπτίζει δὲ ἐν ἁγίωι πνεύματι. αὐτὸς ἐγείρων τοὺς νεκροὺς ἐκ νε‐ κρῶν ἐγείρεται καὶ ζωὴ κατὰ φύσιν ὑπάρχων ἐζωοποιῆσθαι λέγεται. καὶ πῶς τοῦτο; πάλιν κατ’ ἄλλο καὶ ἄλλο. ὁ γὰρ αὐτὸς ἐγήγερται μὲν ἐκ νεκρῶν ἐζωοποιῆσθαί τε λέγεται κατὰ τὴν σάρ‐ κα, ζωοποιεῖ δὲ καὶ ἀνίστησι τοὺς νεκροὺς ὡς θεός. πάσχει καὶ οὐ πάσχει κατ’ ἄλλο καὶ ἄλλο. πάσχει μὲν γὰρ ἀνθρωπίνως σαρκὶ καὶ καθ’ ὃ ἄνθρωπος, ἀπαθὴς δέ ἐστι θεικῶς ὡς θεός. προ‐ | ||
10 | σκεκύνηκε μεθ’ ἡμῶν· ὑμεῖς γάρ φησι, προσκυνεῖτε ὃ οὐκ οἴδατε· ἡμεῖς δὲ προσκυνοῦ‐ μεν ὃ οἴδαμεν. ἀλλ’ ἐστὶ καὶ προσκυνητός· κάμψει γὰρ αὐτῶι πᾶν γόνυ. καὶ τοῦτο δὲ πάλιν κατ’ ἄλλο καὶ ἄλλο. προσκυνεῖ μὲν γὰρ ὡς τὴν προσκυνοῦσαν φύσιν λαβών, προσκυνεῖται δὲ πάλιν αὐτὸς ὡς τῆς προσκυνούσης φύσεως ὑπάρχων ἐπέκεινα καθ’ ὃ νοεῖται θεός. | ||
85 | Καὶ πάλιν ὁ αὐτὸς ἐν ἁγίοις Κύριλλος ἐν τῶι ὑπομνήματι τοῦ κατὰ Ἰωάννην εὐαγγελίου λέγει τάδε Διὰ τοῦτο καὶ θεός ἐστι κατὰ φύσιν καὶ μετὰ σαρκὸς ὡς ἰδίαν ἔχων αὐτὴν καὶ ὡς ἕτερόν τι | ||
παρ’ αὐτὴν νοούμενος καὶ ἐν αὐτῆι καὶ σὺν αὐτῆι προσκυνούμενος. | 32 | ||
86 | Διὰ πάντων οἶμαι τῶν εἰρημένων σαφῶς ἀποδέδεικται ὅτι ἐναντία ταῖς τῶν ἁγίων πατέρων διδασκαλίαις ἐστὶν καὶ ἀλλότρια τῆς τῶν Χριστιανῶν πίστεως τὰ παρὰ τῶν αἱρετικῶν προ‐ φερόμενα φανερῶς τοῦ τε ἐν ἁγίοις Ἀθανασίου καὶ τοῦ ἐν ἁγίοις Κυρίλλου τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος τοῦ Χριστοῦ δύο φύσεις ὁμολογούντων καὶ τὴν μὲν ἄκτιστον, τὴν δὲ κτιστὴν | ||
5 | λεγόντων καὶ μιᾶι προσκυνήσει προσκυνεῖσθαι διδασκόντων τὸν ἕνα κύριον ἡμῶν Ἰησοῦν Χριστόν. καὶ ἀρκεῖ μὲν τὰ εἰρημένα πρὸς ἔλεγχον τῆς τῶν Ἀκεφάλων κακουργίας· πλὴν οὐδὲν ἄτοπον καὶ ἑτέρως αὐτῶν ἐλέγξαι τὴν κακοήθειαν, ὅτι ἡ μὲν προφερομένη παρ’ αὐτῶν ἐπιστολὴ ὡς Ἰουλίου δῆθεν τοῦ ἐπισκόπου Ῥώμης καὶ ἄλλως δείκνυται πεπλασμένη. οἱ γὰρ ἱερεῖς τῆς πρεσβυτέρας Ῥώμης τῆι ἀποστολικῆι διὰ πάντων ἀκολουθήσαντες παραδόσει οὐδέποτε πρὸς ἀλλήλους διε‐ | ||
10 | φώνησαν, ἀλλὰ τὴν ὀρθὴν καὶ ἀληθινὴν μέχρι σήμερον διεφύλαξαν δόξαν· ἔπειτα δὲ ὡς οὐκ ἔθος ἐστὶ τῶι τῆς πρεσβυτέρας Ῥώμης πατριάρχηι ἐπιγραφῆι τοιαύτηι χρῆσθαι οἵαν οὗτοι προφέ‐ ρουσιν, οὐ λέγομεν πρὸς πρεσβυτέρους, ὥσπερ αὐτοὶ συκοφαντοῦσιν, ἀλλ’ οὔτε πρὸς ἐπισκόπους οὔτε πρὸς αὐτοὺς πατριάρχας· τρίτον δὲ ὅτι καὶ πέμψαντες εἰς τὰ ἀρχεῖα τοῦ ἐπισκοπείου τῆς πρεσβυτέρας Ῥώμης οὐδὲν τοιοῦτο παρὰ Ἰουλίου τοῦ τῆς ὁσίας μνήμης γεγραμμένον εὕρομεν. | ||
15 | ἡ δὲ ὡς παρὰ Ἀθανασίου τοῦ ἐν ἁγίοις πρὸς Ἰοβιανὸν ὑπ’ αὐτῶν προφερομένη πολλοῖς ἐλέγχεται τρόποις ψευδὴς παντάπασι καθεστῶσα· οὔτε γὰρ ἐπιστολιμαῖον ἔχει χαρακτῆρα οὔτε πρεπούσηι βασιλεῖ ὑπαγορίαι συντέθειται. ἀλλ’ οὐδὲ ἐπὶ τῶν Ἰοβιανοῦ χρόνων περὶ τῆς ἐνανθρωπήσεως τοῦ κυρίου ἀμφισβήτησίς τις ἐκεκίνητο, ἀλλὰ περὶ τῆς ἐν τῆι ἁγίαι τριάδι ὁμοουσιότητος οἷα τῆς Ἀρειανικῆς μανίας τηνικαῦτα ταῖς ἐκκλησίαις ὀχλούσης, περὶ ἧς καὶ ἡ ἀληθὴς ἐπιστολὴ τοῦ ἐν | ||
20 | ἁγίοις Ἀθανασίου πρὸς Ἰοβιανὸν γεγραμμένη φέρεται, ἧι καὶ Γρηγόριος ὁ θεολόγος ἐν τῶι ἐπι‐ ταφίωι τοῦ ἁγίου Ἀθανασίου μαρτυρεῖ, καὶ Τιμόθεος δὲ ὁ μαθητὴς Ἀπολιναρίου ταύτην ὁλό‐ γραφον ἐν τῆι οἰκείαι τίθησιν ἱστορίαι ἔχουσαν οὕτως | ||
87 | Τῶι εὐσεβεστάτωι καὶ φιλανθρωποτάτωι νικητῆι αὐγούστωι Ἰοβιανῶι Ἀθανάσιος καὶ οἱ λοιποὶ ἐπίσκοποι ἐλθόντες ἐκ προσώπου πάντων τῶν ἀπὸ τῆς Αἰγύπτου καὶ Θηβαίδος καὶ Λιβυῶν ἐπισκόπων. Πρέπουσα θεοφιλεῖ βασιλεῖ φιλομαθὴς προαίρεσις καὶ πόθος τῶν οὐρανίων· οὕτως γὰρ ἀληθῶς καὶ τὴν καρδίαν ἕξεις ἐν χειρὶ θεοῦ καὶ τὴν βασιλείαν μετ’ εἰρήνης πολλαῖς ἐτῶν | ||
5 | περιόδοις διατελέσεις. θελησάσης τοίνυν τῆς σῆς εὐσεβείας μαθεῖν παρ’ ἡμῶν τὴν τῆς καθο‐ λικῆς ἐκκλησίας πίστιν εὐχαριστήσαντες ἐπὶ τούτωι τῶι κυρίωι ἐβουλευσάμεθα πάντων μᾶλλον τὴν παρὰ τῶν πατέρων ὁμολογηθεῖσαν ἐν Νικαίαι πίστιν ὑπομνῆσαι τὴν σὴν θεοσέβειαν. ταύ‐ την γὰρ ἀθετήσαντές τινες ἡμῖν μὲν ποικίλως ἐπεβούλευσαν, ὅτι μὴ ἐπειθόμεθα τῆι Ἀρειανικῆι αἱρέσει, αἴτιοι δὲ γεγόνασι τῆς τοιαύτης αἱρέσεως καὶ σχισμάτων τῆι καθολικῆι ἐκκλησίαι. ἡ | ||
10 | μὲν γὰρ ἀληθὴς εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν πίστις φανερὰ πᾶσι καθέστηκεν ἐκ τῶν θείων γραφῶν γινωσκομένη τε καὶ ἀναγινωσκομένη, ἐν ταύτηι γὰρ καὶ οἱ ἅγιοι τελειωθέντες ἐμαρτύρησαν καὶ νῦν ἀναλύσαντες εἰσὶν σὺν Χριστῶι· ἔμεινεν δ’ ἂν ἡ πίστις διὰ παντὸς ἀβλαβής, εἰ μὴ πονηρία τινῶν αἱρετικῶν παραποιῆσαι ταύτην ἐτόλμησεν. Ἄρειος γάρ τις καὶ οἱ σὺν αὐτῶι διαφθεῖραι ταύτην καὶ ἀσέβειαν κατ’ αὐτῆς εἰσαγαγεῖν ἐπεχείρησαν φάσκοντες | ||
15 | ἐξ οὐκ ὄντων καὶ κτίσμα καὶ ποίημα καὶ τρεπτὸν εἶναι τὸν υἱὸν τοῦ θεοῦ πολλούς τε ἐν τούτοις | ||
ἠπάτησαν, ὥστε καὶ τοὺς δοκοῦντας εἶναί τι συναπαχθῆναι αὐτῶν τῆι βλασφημίαι. καὶ φθάσαντες μὲν οἱ πατέρες ἡμῶν συνελθόντες, ὡς προείπομεν, ἐν τῆι κατὰ Νίκαιαν συνόδωι τὴν μὲν Ἀρειανῶν αἵρεσιν ἀνεθεμάτισαν, τὴν δὲ τῆς καθολικῆς ἐκκλησίας πίστιν ὡμολόγησαν ἐγγρά‐ φως, ὥστε ταύτης πανταχοῦ κηρυττομένης ἀποσβεσθῆναι τὴν ἀναφθεῖσαν αἵρεσιν. ἦν μὲν | 34 | ||
20 | οὖν αὕτη κατὰ πᾶσαν ἐκκλησίαν γινωσκομένη καὶ κηρυττομένη· ἀλλ’ ἐπειδὴ τὴν Ἀρειανὴν αἵρε‐ σιν ἀνανεῶσαι βουλόμενοι τινὲς μὲν αὐτὴν τὴν ἐν Νικαίαι παρὰ τῶν πατέρων ὁμολογηθεῖσαν πίστιν τετολμήκασιν ἀθετῆσαι, τινὲς δὲ σχηματίζονται μὲν ὁμολογεῖν αὐτήν, ταῖς δ’ ἀληθείαις ἀρνοῦνται παρερμηνεύοντες τὸ ὁμοούσιον καὶ αὐτοὶ βλασφημοῦντες εἰς τὸ πνεῦμα τὸ ἅγιον ἐν τῶι φάσκειν αὐτοὺς κτίσμα αὐτὸ εἶναι καὶ ποίημα διὰ τοῦ υἱοῦ γεγονός, ἀναγκαίως θεωρήσαντες τὴν | ||
25 | ἐκ τῆς τοιαύτης βλασφημίας βλάβην κατὰ τῶν λαῶν ἐπιδοῦναι τῆι σῆι εὐσεβείαι τὴν ἐν Νικαίαι ὁμολογηθεῖσαν πίστιν ἐσπουδάσαμεν, ἵνα γνῶι σου ἡ θεοσέβεια μεθ’ ὅσης ἀκριβείας γέγραπται καὶ ὅσον πλανῶνται οἱ παρὰ ταύτην διδάσκοντες. γίνωσκε γάρ, θεοφιλέστατε αὔγουστε, ὅτι αὕτη μὲν ἐξ αἰῶνός ἐστι κηρυττομένη, ταύτην δὲ ὡμολόγησαν οἱ ἐν Νικαίαι συνελθόντες πατέρες καὶ ταύτηι σύμψηφοι τυγχάνουσιν πᾶσαι αἱ πανταχοῦ κατὰ τόπον ἐκκλησίαι αἵ τε κατὰ Σπανίαν | ||
30 | καὶ Βρεττανίαν 〈καὶ〉 Γαλλίας καὶ τῆς Ἰταλίας πάσης καὶ Δαλματίας Δακίας τε καὶ Μυσίας Μακεδονίας τε καὶ πάσης Ἑλλάδος καὶ αἱ κατ’ Ἀφρικὴν πᾶσαι καὶ Σαρδινίαν καὶ Κύπρον καὶ Κρήτην Παμφυλίαν τε καὶ Λυκίαν καὶ Ἰσαυρίαν καὶ Πισιδίαν καὶ αἱ κατὰ πᾶσαν Αἴγυπτον καὶ τὰς Λιβύας καὶ Πόντον καὶ Καππαδοκίαν καὶ τὰ πλησίον μέρη καὶ αἱ κατὰ Ἀνατολὴν ἐκκλησίαι παρὲξ ὀλίγων τῶν τὰ Ἀρείου φρονούντων. πάντων γὰρ τῶν προειρημένων τῆι πείραι ἔγνωμεν | ||
35 | τὴν γνώμην καὶ γράμματα ἔχομεν. καὶ οἶδας, ὦ θεοφιλέστατε αὔγουστε, ὅτι κἂν ὀλίγοι τινὲς ἀντιλέγωσι ταύτηι τῆι πίστει, οὐ δύνανται πρόκριμα ποιεῖν πάσηι τῆι οἰκουμένηι. πολλῶι γὰρ χρόνωι βλαβέντες ἐκ τῆς Ἀρειανῆς αἱρέσεως φιλονεικότερον νῦν ἀνθίστανται τῆι θεοσεβείαι. καὶ ὑπὲρ τοῦ γινώσκειν τὴν σὴν θεοσέβειαν καίτοι γινώσκουσαν ὅμως ἐσπουδάσαμεν τὴν ἐν Νικαίαι πίστιν ὁμολογηθεῖσαν ὑπὸ τριακοσίων ἐπισκόπων ὑποτάξαι. ταύτηι τῆι πίστει, θεο‐ | ||
40 | σεβέστατε αὔγουστε, [ἧι] πάντας ἐπιμένειν ἀναγκαῖον ὡς θείαι τε καὶ ἀποστολικῆι καὶ μηδὲν μετακινεῖν αὐτῆς πιθανολογίαις καὶ λογομαχίαις, ὅπερ πεποιήκασιν ἐξ ἀρχῆς οἱ Ἀρειομανῖται ἐξ οὐκ ὄντων τὸν υἱὸν τοῦ θεοῦ λέγοντες καὶ ὅτι ἦν ποτε ὅτε οὐκ ἦν, καὶ κτιστὸς καὶ ποιητὸς καὶ τρεπτός ἐστιν. διὰ τοῦτο γὰρ καθὰ προείπομεν, καὶ ἡ ἐν Νικαίαι σύνοδος ἀνεθεμάτισεν τὴν τοιαύτην αἵρεσιν, τὴν δὲ τῆς ἐκκλησίας πίστιν ὡμολόγησεν. οὐ γὰρ ἁπλῶς ὅμοιον εἰρήκασι | ||
45 | τὸν υἱὸν τῶι πατρί, ἵνα μὴ ἁπλῶς ὅμοιος θεῶι, ἀλλ’ ἐκ θεοῦ θεὸς ἀληθινὸς πιστεύηται, ἀλλ’ ὁμο‐ ούσιον ἔγραψαν, ὅπερ ἐστὶ γνησίου καὶ ἀληθινοῦ υἱοῦ ἐξ ἀληθινοῦ καὶ φύσει πατρός. ἀλλ’ οὐδὲ ἀπηλλοτρίωσαν τὸ πνεῦμα τὸ ἅγιον ἀπὸ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ, ἀλλὰ μᾶλλον συνεδόξασαν αὐτὸ τῶι πατρὶ καὶ τῶι υἱῶι ἐν τῆι μιᾶι τῆς ἁγίας τριάδος πίστει διὰ τὸ καὶ μίαν εἶναι τὴν ἐν τῆι ἁγίαι | ||
87(50) | τριάδι θεότητα. καὶ ἔστιν ἡ ἐν Νικαίαι ἐκτεθεῖσα πίστις ἥδε Πιστεύομεν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν· καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ [τὸν μονογενῆ], γεννηθέντα ἐκ τοῦ πατρὸς μονογενῆ, τουτέστιν ἐκ τῆς οὐσίας τοῦ πατρός, θεὸν ἐκ θεοῦ, φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῶι πατρί, δι’ οὗ τὰ πάντα ἐγένετο τά τε ἐν | ||
55 | τῶι οὐρανῶι καὶ ἐν τῆι γῆι, τὸν δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελ‐ θόντα καὶ σαρκωθέντα καὶ ἐνανθρωπήσαντα, παθόντα καὶ ἀναστάντα τῆι τρίτηι ἡμέραι καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς· καὶ εἰς τὸ ἅγιον πνεῦμα. τοὺς δὲ λέγοντας ὅτι ἦν ποτε ὅτε οὐκ ἦν, καὶ ὅτι πρὶν γεννηθῆ‐ | ||
ναι οὐκ ἦν, καὶ ὅτι ἐξ οὐκ ὄντων | 36 | ||
60 | ἐγίνετο ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἶναι ἢ τρεπτὸν ἢ ἀλλοιωτὸν τὸν υἱὸν τοῦ θεοῦ, τούτους ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία. | ||
88 | Ταύτηι τοίνυν τῆι ἐπιστολῆι καὶ ὁ θεολόγος, καθὰ προειρήκαμεν, μαρτυρεῖ Γρηγόριος λέγων τάδε Ἀνίσταται δὲ βασιλεὺς ἕτερος, οὐκ ἀναιδὴς τῶι προσώπωι κατὰ τὸν προειρημένον οὐδὲ τοῖς πονηροῖς ἔργοις καὶ ἐπιστάταις ἐκθλίβων τὸν Ἰσραήλ, ἀλλὰ καὶ λίαν εὐσεβής τε καὶ ἥμερος, ὃς | ||
5 | ἵνα ἀρίστην ἑαυτῶι καταστήσηται τὴν τῆς βασιλείας κρηπῖδα καὶ ὅθεν δεῖ τῆς εὐνομίας ἄρξηται, λύει μὲν τοῖς ἐπισκόποις τὴν ἐξορίαν τοῖς τε ἄλλοις ἅπασι καὶ πρὸ πάντων τῶι πρὸ πάντων τὴν ἀρετὴν καὶ προδήλως ὑπὲρ τῆς εὐσεβείας πολεμηθέντι, ζητεῖ δὲ τῆς καθ’ ἡμᾶς πίστεως τὴν ἀλήθειαν ὑπὸ πολλῶν διασπασθεῖσαν καὶ εἰς πολλὰς δόξας καὶ μοίρας νενεμημένην, ὥστε μάλι‐ στα μὲν τὸν κόσμον ὅλον, εἰ οἷόν τε, συμφρονῆσαι καὶ εἰς ἓν ἐλθεῖν τῆι συνεργείαι τοῦ πνεύμα‐ | ||
10 | τος, εἰ δ’ οὖν, ἀλλ’ αὐτός τε μετὰ τῆς βελτίστης γενέσθαι κἀκείνηι παρασχεῖν τὸ κράτος καὶ παρ’ αὐτῆς ἀντιλαβεῖν λίαν ὑψηλῶς τε καὶ μεγαλοπρεπῶς περὶ τῶν μεγίστων διανοούμενος. ἔνθα δὴ καὶ μάλιστα διεδείχθη τοῦ ἀνδρὸς ἡ καθαρότης καὶ τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως· τῶν γὰρ ἄλλων ἁπάντων ὅσοι τοῦ καθ’ ἡμᾶς λόγου, τριχῆι νενεμημένων καὶ πολλῶν μὲν ὄντων τῶν περὶ τὸν υἱὸν ἀρρωστούντων, πλειόνων δὲ τῶν περὶ τὸ πνεῦμα τὸ ἅγιον, ἔνθα καὶ τὸ ἧττον | ||
15 | ἀσεβεῖν εὐσεβεῖν ἐνομίσθη, ὀλίγων δὲ τῶν κατ’ ἀμφότερα ὑγιαινόντων πρῶτος καὶ μόνος κομιδῆι σὺν ὀλίγοις ἀποτολμᾶι τὴν ἀλήθειαν σαφῶς οὕτως καὶ διαρρήδην τὴν μίαν θεότητα τῶν τριῶν καὶ οὐσίαν ἐγγράφως ὁμολογήσας. καὶ ὃ τῶι πολλῶι τῶν πατέρων ἀριθμῶι περὶ τὸν υἱὸν ἐχαρίσθη πρότερον, τοῦτο περὶ τοῦ ἁγίου πνεύματος αὐτὸς ἐμπνευσθεὶς ὕστερον καὶ δῶρον βασι‐ λικὸν ὄντως καὶ μεγαλοπρεπὲς τῶι βασιλεῖ προσενεγκὼν ἔγγραφον τὴν εὐσέβειαν κατὰ τῆς ἐγ‐ | ||
20 | γράφου καινοτομίας, ἵνα βασιλεῖ μὲν βασιλεύς, λόγωι δὲ λόγος, γράμματι δὲ γράμμα κατα‐ παλαίηται. | ||
89 | Ἐληλεγμένοι τοίνυν οἱ τῆς ἀληθείας ἐχθροὶ παυσάσθωσαν ὀψέ ποτε τὰ τῶν αἱρετικῶν φρο‐ νοῦντες καὶ τοὺς ἁγίους ἡμῶν συκοφαντοῦντες πατέρας ἢ φανερῶς ἀρνείσθωσαν τοὺς πατέρας καὶ ὡς αἱρετικοὶ παρεισφερέτωσαν τὰ οἰκεῖα. οὐδὲ γὰρ ἀγνοεῖν χρὴ ὅτι τὸ μίαν λέγειν φύσιν τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος τοῦ Χριστοῦ Μανιχαῖος μὲν πρῶτος ἐπενόησεν, εἶτα μετ’ ἐκεῖνον | ||
5 | Ἀπολινάριος, ὃν οἱ Ἀκέφαλοι διεδέξαντο. λέγει γοῦν Μανιχαῖος ἐν τῆι πρὸς Ἀδδὰν ἐπιστο‐ λῆι τάδε | ||
90 | Τῶν Γαλιλαίων δύο ὀνομαζόντων φύσεις ἔχειν τὸν Χριστὸν πλατὺν καταχέομεν γέλωτα ὡς οὐκ εἰδότων ὅτι ἡ οὐσία τοῦ φωτὸς ἑτέραι οὐ μίγνυται ὕληι, ἀλλ’ ἐστὶν ἀκραιφνὴς ἑνωθῆναι ἑτέραι οὐσίαι μὴ δυναμένη, κἂν δοκῆι ταύτηι συνῆφθαι· ἡ δὲ τοῦ Χριστοῦ προσηγορία ὄνομά ἐστι καταχρηστικὸν οὔτε εἴδους οὔτε οὐσίας ὑπάρχον σημαντικόν. τὸ δὲ ἀνώτατον φῶς τοῖς | ||
5 | ἑαυτοῦ συνουσιωμένον ἔδειξεν ἑαυτὸ ἐν τοῖς ὑλικοῖς σώμασι σῶμα, μία ὂν αὐτὸ φύσις τὸ πᾶν. | ||
91 | Ὁ αὐτὸς ἀσεβὴς Μανιχαῖος ἐκ τῆς πρὸς Σκυθιανὸν ἐπιστολῆς· ὁ δὲ τοῦ ἀιδίου φωτὸς υἱὸς τὴν ἰδίαν οὐσίαν ἐν τῶι ὄρει ἐφανέρωσεν, οὐ δύο ἔχων φύσεις, ἀλλὰ μίαν ἐν τῶι ὁρατῶι καὶ ἀοράτωι. | ||
92 | Ὁ αὐτὸς ἀσεβὴς Μανιχαῖος ἐκ τῆς πρὸς Κύνδορον Σαρακηνὸν ἐπιστολῆς· Ἰουδαίων βουλο‐ μένων λιθάσαι ποτὲ τὸν Χριστὸν καὶ τῆς παρανομίας αὐτῶν τὴν τόλμαν εἰς ἔργον ἀγαγεῖν ἔδειξε σαφῶς τὴν ἑαυτοῦ οὐσίαν ὁ τοῦ ἀνωτάτου φωτὸς υἱὸς καὶ μέσος αὐτῶν διελθὼν οὐχ ὡρᾶτο. ἡ γὰρ | ||
ἄυλος μορφὴ συσχηματισαμένη τὸ εἶδος τῆς σαρκὸς ὁρατὴ μὲν οὐκ ἦν, ἐψηλαφᾶτο δὲ οὐδαμῶς | 38 | ||
5 | διὰ τὸ μηδεμίαν ἔχειν κοινωνίαν τὴν ὕλην πρὸς τὸ ἄυλον. μία γὰρ φύσις τὸ ὅλον, εἰ καὶ σαρ‐ κὸς ὡρᾶτο μορφή. | ||
93 | Ἀπολιναρίου τοίνυν καὶ Μανιχαίου ἀρνουμένων τὴν ἀλήθειαν τῶν ἐν Χριστῶι δύο φύσεων τῆς θεότητος αὐτοῦ καὶ τῆς ἀνθρωπότητος πρόδηλοι καθεστήκασιν οἱ τὴν τῶν Ἀκεφάλων δικαίως κληρωσάμενοι προσηγορίαν τὰ τῶν εἰρημένων ἀθέων φρονοῦντες ἀνδρῶν, εἰ καὶ τὰς προσηγορίας αὐτῶν δολερῶς ἀπωθοῦνται. ὅτι δὲ ταῦτα οὕτως ἔχει, φανερὸν καθέστηκεν ἐξ ὦν Διόσκορος | ||
5 | καὶ Τιμόθεος ὁ Αἴλουρος, οὓς οἱ Ἀκέφαλοι πατέρας καὶ διδασκάλους ἐπιγράφονται, τοῖς μὲν Ἀπολιναρίου καὶ Μανιχαίου πονηροῖς δόγμασιν ἀκολουθοῦσιν, ἐναντία δὲ τῶν ἁγίων πατέρων Ἀθανασίου καὶ Κυρίλλου φρονοῦσίν τε καὶ ἐκτίθενται. ὅπερ εὐθὺς ἐκ τῶν ἐφεξῆς δείξομεν. Διόσκορος μὲν γὰρ ἐν τῆι ἐπιστολῆι ἣν ἀπὸ Γαγγρῶν εἰς Ἀλεξάνδρειαν ἔπεμψεν, λέγει τάδε | ||
94 | Εἰ μὴ τὸ αἶμα τοῦ Χριστοῦ κατὰ φύσιν θεοῦ ἐστιν καὶ οὐκ ἀνθρώπου, τί διαφέρει τοῦ αἵματος τῶν τράγων καὶ τῶν μόσχων καὶ τῆς σποδοῦ τῆς δαμάλεως; καὶ τοῦτο γὰρ γήινον καὶ φθαρτὸν καὶ τὸ αἷμα τῶν κατὰ φύσιν ἀνθρώπων γήινόν ἐστι καὶ φθαρτόν, ἀλλὰ μὴ γένοιτο ἑνὸς τῶν κατὰ φύσιν λέγειν ἡμᾶς ὁμοούσιον τὸ αἷμα τοῦ Χριστοῦ. | ||
95 | Ταύτης τοίνυν τῆς Διοσκόρου βλασφημίας τί ἂν γένοιτο χαλεπώτερον; ἀρνούμενος γὰρ ὁμο‐ ούσιον εἶναι τὸ αἷμα τοῦ Χριστοῦ τῆι ἀνθρωπίνηι φύσει εὑρίσκεται μὴ ὁμολογῶν ὁμοούσιον ἡμῖν εἶναι τὴν σάρκα τοῦ κυρίου καὶ ἀθετῶν τὴν τῶν ἀνθρώπων σωτηρίαν ὁμοούσιον τὸ σῶμα λέγων τῆι τοῦ λόγου θεότητι. ὅτι δὲ ἐναντία ἐστὶ τὰ παρ’ αὐτοῦ λεγόμενα ταῖς τε θείαις γραφαῖς | ||
5 | καὶ ταῖς τῶν πατέρων παραδόσεσι, παραθήσωμεν Ὠσηὲ τὸν προφήτην λέγοντα οὐαὶ αὐτοῖς· σάρξ μου ἐξ αὐτῶν, τὸν δὲ ἐν ἁγίοις Ἀθανάσιον ἐν τῆι πρὸς Ἐπίκτητον ἐπιστολῆι διδάσκοντα ταῦτα | ||
96 | Πόθεν ὑμῖν εἰπεῖν, ὦ οὖτοι, ὁμοούσιον εἶναι τὸ σῶμα τῆς τοῦ λόγου θεότητος; ἀπὸ γὰρ τούτου καλὸν ἄρξασθαι, ἵνα τούτου δεικνυμένου σαθροῦ καὶ πάντα τὰ ἄλλα τοιαῦτα δειχθῆι. ἀπὸ μὲν οὖν τῶν γραφῶν οὐκ ἔστιν εὑρεῖν· θεὸν γὰρ ἐν ἀνθρωπίνωι σώματι γεγονέναι λέγουσιν. ἀλλὰ γὰρ καὶ οἱ πατέρες οἱ ἐν Νικαίαι συνελθόντες οὐ τὸ σῶμα, ἀλλὰ τὸν υἱὸν εἰρήκασιν ὁμοούσιον | ||
5 | τῶι πατρί, τὸ δὲ σῶμα ἐκ Μαρίας ὡμολόγησαν εἶναι πάλιν κατὰ τὰς γραφάς. | ||
97 | Καὶ μεθ’ ἕτερα· εἰ δὲ ὁμοούσιος ὁ λόγος τῶι σώματι ἐκ γῆς ἔχοντι τὴν φύσιν, ὁμοούσιος δὲ ὁ λόγος τῶι πατρὶ κατὰ τὴν τῶν πατέρων ὁμολογίαν, ὁμοούσιος ἔσται καὶ αὐτὸς ὁ πατὴρ τῶι σώματι τῶι ἐκ γῆς γενομένωι. καὶ τί ἔτι μέμφονται τοῖς Ἀρειανοῖς λέγουσι τὸν υἱὸν κτίσμα, λέγοντες αὐτοὶ καὶ τὸν πατέρα ὁμοούσιον τοῖς κτίσμασιν; | ||
98 | Καὶ ὁ ἐν ἁγίοις δὲ Κύριλλος ἐν τῆι πρὸς Ἀκάκιον ἐπιστολῆι λέγει τάδε Πῶς γὰρ ἂν νοοῖτο πρὸς ἡμᾶς ὁμοούσιος εἶναι κατὰ τὴν ἀνθρωπότητα καίτοι γεννηθεὶς ἐκ πατρὸς κατά γε φημὶ τὴν θεότητα, εἰ μὴ νοοῖτο καὶ λέγοιτο θεός τε ὁμοῦ καὶ ἄνθρωπος ὁ αὐτός; | ||
99 | Καὶ ἐν τῶι δωδεκάτωι λόγωι τοῦ Θησαυροῦ ὁ αὐτὸς ἐν ἁγίοις Κύριλλος λέγει τάδε Εἰ ἣν ἔλαβεν μορφὴν ὁ ἐν μορφῆι θεοῦ ὑπάρχων, ὁμοούσιος ἡμῖν, ὅτι ἐξ ἡμῶν, ἔστιν δὲ μορφὴ θεοῦ ὁ υἱός, ὁμοούσιος ἄρα ἐκείνωι, οὗ ἐστι μορφή. | ||
100 | Καὶ ταῦτα μὲν ὥστε ἀποδεῖξαι Διόσκορον ἐναντία τῆι θείαι γραφῆι καὶ τοῦς ἁγίοις εἰρηκότα πατράσιν, Ἀθανασίωι φαμὲν καὶ Κυρίλλωι· ὁμοίως δὲ δείξωμεν καὶ Τιμόθεον τὸν Αἴλουρον σύμφωνα μὲν Μανιχαίωι, ἐναντία δὲ τοῖς αὐτοῖς ἁγίοις πατράσιν Ἀθανασίωι καὶ Κυρίλλωι φρονήσαντα. λέγει γὰρ ὁ αὐτὸς Τιμόθεος ἐν τῶι ὀγδόωι κεφαλαίωι τοῦ τρίτου βιβλίου, ὅπερ | ||
5 | ἐν Χερσῶνι συνέγραψε, τάδε | 40 | |
101 | Φύσις δὲ Χριστοῦ μόνη θεότης, εἰ καὶ σεσάρκωται. | ||
102 | Τὰ αὐτὰ δὲ Μανιχαῖος γράφων ἐν τῆι πρὸς Κούνδαρον ἐπιστολῆι λέγει τάδε· μία φύσις τὸ ὅλον, εἰ καὶ σαρκὸς ὡρᾶτο μορφή. | ||
103 | Πρὸς δὲ ταῦτα λέγομεν ὅτι εἰ κατὰ τὴν ἄνοιαν Τιμοθέου φύσις Χριστοῦ μόνη θεότης, Χριστὸς ἄρα καὶ ὁ πατὴρ καὶ τὸ ἅγιον πνεῦμα· μία γὰρ θεότητος φύσις, πατρὸς φαμὲν καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. ἔσται δὲ καὶ τὸ πάθος κοινὸν κατὰ τὴν ἐκείνου μανίαν. πλὴν καὶ ὁ ἐν ἁγίοις Ἀθανάσιος ἐν τοῖς κατὰ Ἀπολιναρίου γράφει, δι’ ὧν ἡ βλασφημία Τιμοθέου ἐλέγχεται. λέγει | ||
5 | γάρ | ||
104 | Χριστὸς μονοτρόπως οὐ λέγεται, ἀλλ’ ἐν αὐτῶι τῶι ὀνόματι ἑνὶ ὄντι ἑκατέρων πραγμάτων δείκνυται σημασίαι θεότητος καὶ ἀνθρωπότητος. | ||
105 | Καὶ ὁ ἐν ἁγίοις δὲ Κύριλλος τὰ ὅμοια τοῦ ἐν ἁγίοις Ἀθανασίου λέγει εἰς τὸ ῥητόν, ἐν ὧι φησιν ὁμοούσιον εἶναι τῶι πατρὶ τὸν υἱὸν διδάσκων οὕτως Τί γὰρ ποιήσει λέγοντος τοῦ Χριστοῦ νῦν ἡ ψυχή μου τετάρακται καὶ περίλυπός ἐστιν; λύπην ἄρα καὶ θόρυβον δώσει περὶ τὴν τοῦ θεοῦ φύσιν γενέσθαι καὶ κρατεῖν θανάτου φόβον; τί | ||
5 | δὲ ὅταν σταυρούμενον ἴδηι; καὶ τοῦτο πάσχειν τοῦ Χριστοῦ τὴν θεότητα δώσει οὕτως ὡς ἄνθρω‐ πον ἢ τὸ δύσφημον παραιτήσεται; οὐκοῦν ἑκατέρωι καιρῶι καὶ πράγματι σωιζέσθω τὸ πρέπον. | ||
106 | Καὶ πάλιν Τιμόθεος ὁ βλάσφημος ὡς οὐκ ἀρκούμενος ταῖς προτέραις αὐτοῦ ματαιολογίαις ἐν τῶι δευτέρωι τῶν ἀντιρρητικῶν αὐτοῦ λόγων σαφέστερον τὴν ἑαυτοῦ νόσον ἐκκαλύπτει· λέγει γὰρ οὕτως Οὐ γὰρ φύσεως ἔχει λόγον ἡ τοῦ θεοῦ λόγου σάρκωσις, ἀλλ’ οἰκονομίας ὑπὲρ φύσιν πραττο‐ | ||
5 | μένης ὑπὸ θεοῦ ἐκ μὲν τῆς κοινῆς καὶ ἀνθρωπίνης ἡμῶν φύσεως ἤτοι οὐσίας, δι’ ὃ καὶ ὁμοφυὴς καὶ ὁμογενὴς καὶ ὁμοούσιος ἡμῖν λέγεται κατὰ τὸν τῆς οἰκονομίας λόγον ἤτοι τὴν ἐκ γυναικὸς γέννησιν· οὔτε δὲ φύσις οὔτε οὐσία κοινοῦ τινος ἀνθρώπου προσηγόρευται πώποτε τὸ ἄχραντον καὶ ὁμογενὲς ἡμῖν σῶμα τοῦ θεοῦ λόγου. | ||
107 | Διὰ τῶν εἰρημένων τοίνυν φανερὸν καθέστηκεν ὅτι τὴν τοῦ θεοῦ λόγου σάρκωσιν φύσεως ἔχειν ἀπαρνεῖται λόγον Τιμόθεος. εἰ δὲ φύσεως λόγον οὐκ ἔχει, κατὰ φαντασίαν μόνην φανῆναι ταύτην λέγει· φησὶ γὰρ ἐκ μὲν τῆς κοινῆς καὶ ἀνθρωπίνης ἡμῶν φύσεως ἤτοι οὐσίας τὸν θεὸν λόγον γεγενῆσθαι, τουτέστιν ἐκ γυναικός, καὶ κατὰ τοῦτο μόνον καὶ ὁμοφυᾶ καὶ ὁμογενῆ καὶ | ||
5 | ὁμοούσιον ἡμῖν λέγεσθαι καθ’ ὃ ἐκ γυναικὸς ἀπετέχθη. ὁμοούσιον ἡμῖν, οὐ μὴν αὐτὸν τὸν κύριον κατὰ φύσιν ἤτοι οὐσίαν κοινὸν ἔχειν τι πρὸς ἀνθρώπους λέγει· ἐπάγει γὰρ ὅτι οὔτε φύσις οὔτε οὐσία κοινοῦ τινος ἀνθρώπου προσηγόρευται πώποτε τὸ ἄχραντον καὶ ὁμογενὲς ἡμῖν σῶμα τοῦ θεοῦ λόγου. ἀρνούμενος δὲ τῆι ἡμετέραι φύσει κοινωνεῖν τὸ τοῦ κυρίου σῶμα πρόδηλός ἐστι πρὸς ἀπάτην [καὶ] μόνην τῆι τοῦ ὁμογενοῦς λέξει κεχρημένος καὶ μηδὲν ἕτερον | ||
10 | διὰ ταύτης νοῶν εἰ μὴ ὅτι ὡς ἄνθρωπος κατὰ φαντασίαν γεγέννηται καὶ δοκήσει οὐ φύσει ἐφάνη ἄνθρωπος. εἰ δὲ ταῦτα οὕτως ἔχει κατὰ τὴν Τιμοθέου μανίαν, σαφὲς καθέστηκεν ὅτι καὶ τὸ πάθος καὶ τὸν σταυρὸν καὶ τὸν θάνατον καὶ τὴν ἀνάστασιν τοῦ κυρίου κατὰ φαντασίαν φησὶν γεγενῆσθαι, ὅπερ καὶ Μανιχαῖος λέγει, ὡς ἔστιν εὑρεῖν ἐκ τῶν γραφέντων παρὰ τοῦ ἐν ἁγίοις Ἀθανασίου κατὰ τῶν τὰ ὅμοια Τιμοθέωι φρονούντων· λέγει γὰρ ὁ ἐν ἁγίοις Ἀθανάσιος | ||
15 | ἐν τῆι πρὸς Ἐπίκτητον ἐπιστολῆι οὕτως | 42 | |
108 | Εἰ γὰρ θέσει ἦν ἐν τῶι σώματι κατ’ ἐκείνους ὁ λόγος, τὸ δὲ θέσει λεγόμενον φαντασία ἐστίν, εὑρίσκεται δοκήσει καὶ ἡ σωτηρία καὶ ἡ ἀνάστασις τῶν ἀνθρώπων λεγομένη κατὰ τὸν ἀσεβέστα‐ τον Μανιχαῖον. ἀλλὰ μὴν οὐ φαντασία ἡ σωτηρία ἡμῶν, οὐδὲ σώματος μόνου, ἀλλ’ ὅλου ἀνθρώπου, ψυχῆς καὶ σώματος, ἀληθῶς ἡ σωτηρία ἐν αὐτῶι γέγονεν. ἀνθρώπινον ἄρα φύσει | ||
5 | τὸ ἐκ Μαρίας κατὰ τὴς θείας γραφὰς καὶ ἀληθινὸν ἦν τὸ σῶμα τοῦ σωτῆρος· ἀληθινὸν δὲ ἦν, ἐπειδὴ ταὐτὸν ἦν τῶι ἡμετέρωι. ἀδελφὴ γὰρ ἡμῶν ἡ Μαρία, ἐπεὶ καὶ οἱ πάντες ἐκ τοῦ Ἀδὰμ ἐσμέν. | ||
109 | Καὶ πάλιν Τιμόθεος ταῖς ἑαυτοῦ βλασφημίαις προσεπιτιθεὶς τὰ χείρονα καὶ ἐν τῶι τετάρτωι αὐτοῦ κεφαλαίωι τοῦ εἰρημένου τρίτου βιβλίου λέγει τάδε Δείξωσιν ἡμῖν Διφυσῖται τῶν δύο φύσεων τοῦ Χριστοῦ τὴν διαφοράν, ὡς αὐτοὶ λέγουσιν, εἰ δύνανται. | ||
110 | Ἰδοὺ σαφῶς ἀρνεῖται τὴν διαφορὰν τῶν ἐν Χριστῶι δύο φύσεων, καὶ ἐν τούτωι δὲ ὁμοίως ἐναντιοῦται πᾶσι τοῖς τε ἄλλοις ἁγίοις πατράσι καὶ μάλιστα Ἀθανασίωι καὶ Κυρίλλωι. λέγει γὰρ ὁ ἐν ἁγίοις Κύριλλος ἐν τῆι πρὸς Νεστόριον δευτέραι ἐπιστολῆι | ||
111 | Διάφοροι μὲν αἱ πρὸς ἑνότητα τὴν ἀληθινὴν συνενεχθεῖσαι φύσεις, εἷς δὲ ἐξ ἀμφοῖν υἱὸς καὶ κύριος, οὐχ ὡς τῆς τῶν φύσεων διαφορᾶς ἀνηιρημένης διὰ τὴν ἕνωσιν. | ||
112 | Καὶ πάλιν ὁ αὐτὸς ἐν ἁγίοις Κύριλλος ἐν τῶι τρισκαιδεκάτωι κεφαλαίωι τῶν Σχολίων αὐτοῦ Ἕνα καὶ τὸν αὐτὸν Ἰησοῦν Χριστὸν εἶναι φαμὲν τὴν τῶν φύσεων εἰδότες διαφορὰν καὶ ἀσυγχύ‐ τους ἀλλήλαις τηροῦντες αὐτάς. | ||
113 | Τί ἄρα πρὸς ταῦτα οἱ Τιμοθέωι ἀκολουθοῦντες εἴποιεν τοῦ ἐν ἁγίοις Κυρίλλου μὴ μόνον τὴν τῶν φύσεων ὁμολογοῦντος διαφοράν, ἀλλὰ καὶ ἀσυγχύτους ταύτας τηρεῖν ἐν Χριστῶι διδάσκοντος; | ||
114 | Καὶ πάλιν Τιμόθεος ὁ αἱρετικὸς μείζονας ἐπινοῶν ἑαυτῶι βλασφημίας προβάλλεται προφητι‐ κὴν ῥῆσιν λέγουσαν οὕτως Ἀπαγγέλλων εἰς ἀνθρώπους τὸν Χριστὸν αὐτοῦ καὶ κύριος ὁ θεὸς παντοκράτωρ ὄνομα αὐτῶι. | ||
115 | Εἶτα κακῶς ταύτας ἐξηγούμενος ἐπάγει Αὐτὸς οὖν δι’ ἑαυτοῦ ἀπήγγειλεν τοῖς ἀνθρώποις· τοῦτον ἰδὼν ὁ ἥλιος ἔδυ μεσημβρίαι. ἀλλ’ οὐκ ἐδέχετο τοῦτο δι’ ἀνθρώπου γενέσθαι ἤτοι διὰ φύσεως ἀνθρωπίνης· ἦ γὰρ ἂν πάντηι τε καὶ παντελῶς ἔλυεν τὴν παρθενίαν ἡ ἀνθρώπου φύσις. εἰ γὰρ ἦν ἄνθρωπος κατὰ φύσιν καὶ νόμον | ||
5 | ὁ μέλλων ἀποτελεῖσθαι ἄνθρωπος ἐν μήτραι τῆς παρθένου, οὐκ ἂν ἐτέχθη ἐξ αὐτῆς, εἰ μὴ πρῶ‐ τον τῆς παρθενίας διαλυθείσης. | ||
116 | Ἀλλὰ ταῦτα κατὰ τῆς Τιμοθέου τραπείη κεφαλῆς καὶ τῶν ἀκολουθούντων αὐτῶι· βλασφημεῖ γὰρ τῆι τε θείαι γραφῆι καὶ τοῖς ἁγίοις πατράσιν ἐναντιούμενος, οὐκ αἰσθόμενος ὅτι ἐν τούτωι μάλιστα τὸ θαῦμα τοῦ τῆς εὐσεβείας ἐστὶν μυστηρίου, ὅτι ὁ μονογενὴς υἱὸς καὶ λόγος τοῦ θεοῦ θεὸς ὢν φύσει καὶ σαρκωθεὶς ἐν τῆι μήτραι τῆς παρθένου καὶ γενόμενος κατὰ φύσιν ἄνθρωπος | ||
5 | ἐτέχθη ἐξ αὐτῆς καὶ τὴν μητέρα παρθένον ἐφύλαξεν. ὅτι δὲ ταῦτα οὕτως ἔχει. καὶ ὁ ἐν ἁγίοις Ἀθανάσιος ἐν τῶι περὶ ἐνανθρωπήσεως λόγωι γράφει τάδε | ||
117 | Τὸ μὲν οὖν σῶμα καὶ αὐτὸ κοινὴν ἔχον τοῖς πᾶσι τὴν φύσιν (σῶμα γὰρ ἦν ἀνθρώπινον), εἰ καὶ καινοτέρωι τῶι θαύματι συνέστη ἐκ παρθένου μόνης, ὅμως θνητὸν ὂν κατ’ ἀκολουθίαν τῶν ὁμοίων ἀπέθνηισκεν· τῆι δὲ τοῦ λόγου εἰς αὐτὸ ἐπιβάσει οὐκέτι καὶ τὴν ἰδίαν φύσιν ἐφθείρετο. | ||
118 | Καὶ πάλιν ὁ αὐτὸς ἐν ἁγίοις Ἀθανάσιος ἐν τῆι πρὸς Ἐπίκτητον ἐπιστολῆι λέγει τάδε Εἰ γὰρ ὁμοούσιος ὁ λόγος τῶι σώματι, περιττὴ τῆς Μαρίας ἡ μνήμη, καὶ τίς χρεία, δυναμένου τοῦ σώματος καὶ πρὸ τῆς Μαρίας εἶναι ἀιδίως, ὥσπερ οὖν ἐστι καὶ αὐτὸς ὁ λόγος, εἴγε καθ’ ὑμᾶς ὁμοούσιός ἐστι τῶι σώματι; τίς δὲ καὶ ἡ χρεία τῆς ἐπιδημίας τοῦ λόγου, ἵνα ἢ τὸ ἑαυτοῦ | 44 | |
5 | ὁμοούσιον ἐνδύσηται ἢ τραπεὶς ἀπὸ τῆς ἰδίας φύσεως σῶμα γένηται; οὐ γὰρ ἑαυτῆς ἡ θεότης ἐπιλαμβάνεται, ἵνα καὶ τὸ ὁμοούσιον ἑαυτῆς ἐνδύσηται, ἀλλ’ οὐδὲ ἥμαρτεν ὁ τὰς ἄλλων ἁμαρτίας λυτρούμενος λόγος, ἵνα τραπεὶς εἰς σῶμα ἑαυτὸν ὑπὲρ ἑαυτοῦ θυσίαν προσενέγκηι καὶ ἑαυτὸν λυτρώσηται. ἀλλ’ οὐκ ἔστιν οὕτως, μὴ γένοιτο· σπέρματος γὰρ Ἀβραὰμ ἐπιλαμβάνεται, ὡς εἶπεν ὁ ἀπόστολος. ὅθεν ὤφειλεν κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι καὶ λαβεῖν ὅμοιον | ||
10 | ἡμῖν σῶμα. διὰ τοῦτο οὖν καὶ ὑπόκειται ἀληθῶς ἡ Μαρία, ἵνα ἐξ αὐτῆς τοῦτο λάβηι καὶ ὡς ἴδιον ὑπὲρ ἡμῶν αὐτὸ προσενέγκηι. | ||
119 | Καὶ μεθ’ ἕτερα· καὶ ὁ Γαβριὴλ δὲ ἀσφαλῶς εὐηγγελίζετο αὐτὴν λέγων οὐχ ἁπλῶς τὸ γεννώ‐ μενον ἐν σοί, ἵνα μὴ ἔξωθεν ἐπεισαγόμενον αὐτῆι σῶμα νομισθῆι, ἀλλ’ ἐκ σοῦ, ἵνα φύσει τὸ γεννώμενον ἐξ αὐτῆς εἶναι πιστευθῆι, φανερῶς καὶ τοῦτο τῆς φύσεως δεικνυούσης ὡς ἀδύνατον παρθένον φέρειν γάλα μὴ τεκοῦσαν καὶ ἀδύνατον γάλακτι τραφῆναι σῶμα καὶ σπαργανωθῆναι | ||
5 | μὴ πρότερον φύσει τεχθέν. | ||
120 | Καὶ ὁ ἐν ἁγίοις δὲ Κύριλλος ἐν τῶι λόγωι τῶι ὅτι χρὴ θεοτόκον ὁμολογεῖν τὴν παρθένον, λέγει τάδε Κύριον καὶ θεὸν ἐπιγινώσκομεν τὸν Χριστόν· γέγονε μὲν γὰρ ἄνθρωπος δι’ ἡμᾶς ὁ τοῦ θεοῦ λόγος μετασχὼν τῆς ἀνθρωπείας φύσεως καὶ γεγέννηται διὰ φιλανθρωπίαν ἄφατον μετὰ ταύτης | ||
5 | ἐκ τῆς ἁγίας καὶ ἀπειρογάμου παρθένου. διὰ τοῦτο τοίνυν καλεῖται καὶ ἄνθρωπος, καλεῖται δὲ καὶ θεός, εἷς καὶ ὁ αὐτὸς ὑπάρχων ἐν ἑκατέραι προσηγορίαι Χριστός. | ||
121 | Ταῦτα τοίνυν ἡμεῖς ἔκ τε τῶν θείων γραφῶν καὶ τῶν ἁγίων παρεθέμεθα πατέρων πρὸς ἔλεγχον τῶν αἱρετικῶν, ἐφ’ ὧι γινώσκειν ἅπαντας τοὺς Χριστιανοὺς ὡς Διόσκορος καὶ Τιμόθεος ὁ Αἴλου‐ ρος οἱ αἱρετικοὶ καθαρῶς τὰ Μανιχαίου καὶ Ἀπολιναρίου φρονοῦντες ἀποδείκνυνται. ὅτι δὲ πάλιν οἱ μίαν λέγοντες θεότητος καὶ ἀνθρωπότητος τοῦ Χριστοῦ φύσιν ἀρνοῦνται μὲν ὁμοούσιον ἡμῖν | ||
5 | εἶναι τὴν σάρκα τοῦ κυρίου, ὁμοούσιον δὲ αὐτὴν εἰσάγουσι τῆι τοῦ λόγου θεότητι, ὅπερ ἀπείρηται τῆι τε θείαι γραφῆι καὶ τοῖς ἁγίοις πατράσιν, ἄκουε τοῦ ἐν ἁγίοις Ἀθανασίου ἐν τῆι πρὸς Ἐπίκτη‐ τον ἐπιστολῆι λέγοντος τάδε | ||
122 | Τίς ἤκουσεν τοιαῦτα ποτέ; τίς δὲ ὁ διδάξας ἢ μαθών; ἐκ μὲν γὰρ Σιὼν ἐξελεύσεται νόμος καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ· ταῦτα δὲ πόθεν ἐξῆλθεν; ποῖος ἅιδης ἠρεύξατο ὁμοούσιον εἰπεῖν τὸ ἐκ Μαρίας σῶμα τῆι τοῦ λόγου θεότητι; | ||
123 | Καὶ ὁ ἐν ἁγίοις Ἀμβρόσιος ἐν τῶι περὶ τῆς θείας ἐνανθρωπήσεως λόγωι γράφει τάδε Ἀνεφύησαν τινές τὴν σάρκα τοῦ κυρίου καὶ τὴν θεότητα μιᾶς εἶναι φύσεως λέγοντες. ποῖος ἅιδης τὴν τοιαύτην βλασφημίαν ἐξήμεσεν; Ἀρειανοὶ γὰρ ἤδη τυγχάνουσιν φορητότεροι, οἷς ἐκ τούτων αὔξεται τῆς ἀπιστίας τὸ στέλεχος, ὡς φιλονεικότερον διαβεβαιουμένους λέγειν αὐτοὺς | ||
5 | τὸν πατέρα καὶ τὸν υἱὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον μιᾶς οὐσίας μὴ εἶναι, ἐπειδὴ οὗτοι τὴν θεότητα τοῦ κυρίου καὶ τὴν σάρκα μιᾶς ὑπάρχειν οὐσίας εἰπεῖν ἐπειράθησαν. | ||
124 | Ἰδοὺ διὰ τῶν παρατεθειμένων ἡμῖν ἐκ τῶν ἁγίων πατέρων ἀποδέδεικται ὡς ἀλλότριοί εἰσι τοῦ Χριστιανισμοῦ οἱ μίαν λέγοντες τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος τοῦ Χριστοῦ φύσιν | ||
πανταχοῦ τῆς τε θείας γραφῆς καὶ τῶν ἁγίων πατέρων ὥσπερ δύο γεννήσεις ἑνὸς καὶ τοῦ αὐτοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ, κυρίου δὲ ἡμῶν Ἰησοῦ Χριστοῦ, οὕτω δὴ καὶ δύο φύσεις ἡμῖν ὁμολο‐ | 46 | ||
5 | γεῖν τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος αὐτοῦ παραδιδόντων. αὐτίκα γοῦν τοῦ κυρίου λέ‐ γοντος ἀκούσωμεν· τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου; καὶ φησὶ πρὸς αὐτὸν ὁ Πέτρος· σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος. ὁ δὲ ἐν ἁγίοις Γρηγόριος ὁ τῆς Νυσαέων ἐπίσκοπος τὰ περὶ τῆς τοιαύτης φωνῆς ἑρμηνεύων λέγει τάδε ἐν τῶι πρώτωι λόγωι τῶι κατ’ Εὐνομίου | ||
125 | Τοῦ υἱοῦ τὸ ὄνομα ἴσην κατ’ ἄμφω τὴν τῶν φύσεων κοινωνίαν ἐνδείκνυται. ὡς γὰρ υἱὸς ἀνθρώπου λέγεται διὰ τὴν τῆς σαρκὸς αὐτοῦ πρὸς τὴν ἐξ ἧς ἐγεννήθη συγγένειαν, οὕτως καὶ τοῦ θεοῦ πάντως υἱὸς νοεῖται διὰ τὴν τῆς οὐσίας αὐτοῦ πρὸς τὴν ἐκ πατρὸς συνάφειαν. καὶ ἐν ἑτέροις πάλιν ὁ κύριος λέγει ἐγὼ καὶ ὁ πατὴρ ἓν ἐσμέν καὶ πάλιν ὁ πατήρ μου μείζων μού ἐστιν. | ||
126 | Καὶ ταῦτα μὲν ὁ πατήρ· ὅτι δὲ περὶ μίαν καὶ τὴν αὐτὴν οὐσίαν τὸ πρὸς τὸν θεὸν καὶ πνεῦμα ἴσον καὶ πάλιν τὸ ἔλαττον ὑπάρχειν οὐ δύναται ποιεῖν, τοῖς εὖ φρονοῦσίν ἐστι κατάδηλον. τὸ μὲν γὰρ ἐγὼ καὶ ὁ πατὴρ ἓν ἐσμέν τὴν ταυτότητα τῆς οὐσίας ἣν ἔχει πρὸς τὸν πατέρα, σημαίνει· τὸ δὲ μείζων μού ἐστιν τὴν ἐλάττωσιν ἧς ἔλαβεν ἀνθρωπίνης δείκνυσι φύσεως. | ||
5 | ὅθεν ὁ ἐν ἁγίοις Ἀθανάσιος ἐν τῶι κατὰ Ἀρειανῶν τετάρτωι λόγωι τὰ περὶ τούτου σαφῶς ἡμᾶς ἐκδιδάσκει λέγων οὕτως | ||
126 bis | Ἔδει δὲ ἀκούοντας μὲν αὐτοὺς ἐγὼ καὶ ὁ πατὴρ ἓν ἐσμέν μίαν ὁρᾶν τὴν θεότητα καὶ τὸ ἴδιον τῆς οὐσίας τοῦ πατρός· ἀκούοντας δὲ τὸ ἔκλαυσεν καὶ τὰ ὅμοια ταῦτα τοῦ σώματος ἴδια λέγειν, μάλιστα ὅτι ἐν ἑκατέρωι τούτων ἔχουσι τὴν ἀφορμὴν εὔλογον ὅτι τὸ μὲν ὡς περὶ θεοῦ γέγραπται, τὸ δὲ διὰ τὸ ἀνθρώπινον αὐτοῦ σῶμα λέγεται. | ||
127 | Καὶ πάλιν ὁ ἀπόστολος· ὧν οἱ πατέρες καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. ἀμήν. ἄκουε δὲ τοῦ ἐν ἁγίοις Κυρίλλου πῶς τοῦτο σαφῶς ἑρμηνεύει ἐν τῶι λόγωι τῶι ὅτι χρὴ θεοτόκον τὴν ἁγίαν παρθένον ὁμολογεῖν· λέγει γὰρ οὕτως | ||
128 | Οὐ μὴν ἀλλά γε κἀκεῖνο διασκεψώμεθα ὡς εἰ μὴ θεὸν ἅμα καὶ ἄνθρωπον ἠπίστατο τὸν Χριστὸν ὁ θεῖος ἀπόστολος, οὐκ ἂν ἔλεγεν τὸ κατὰ σάρκα· τοῦτο γὰρ φανερῶς ἐπὶ τοῦ μὴ μόνον ἀν‐ θρώπου, ἁλλὰ καὶ καθ’ ἕτερόν τι τὴν οὐσίαν ὄντος λέγεται, ὥσπερ οὖν καὶ ἐπήγαγεν ὁ ὢν ἐπὶ πάντων θεός· διπλῆν γὰρ τὴν περὶ τοῦ σωτῆρος ἡμῖν ὁμολογίαν παραδέδωκεν, καὶ τὸ κατὰ | ||
5 | σάρκα ἐπιδείξας καὶ θεὸν ἀνακηρύξας. | ||
129 | Καὶ πάλιν ὁ ἀπόστολος ἐν τῆι πρὸς Τιμόθεον· εἷς θεὸς καὶ εἶς μεσίτης θεοῦ καὶ ἀνθρώ‐ πων, ἄνθρωπος Χριστὸς Ἰησοῦς ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων. ὁ δὲ ἐν ἁγίοις Γρηγόριος ὁ Νύσης ἑρμηνεύων ταῦτα λέγει τάδε | ||
130 | Τὸ μεσίτην θεοῦ καὶ ἀνθρώπων, καθὼς ὠνόμασεν ὁ μέγας ἀπόστολος, οὐδὲν οὕτως ὡς τὸ τοῦ υἱοῦ δείκνυσιν ὄνομα ἑκατέραι φύσει τῆι θείαι τε καὶ ἀνθρωπίνηι κατὰ τὸ ἴσον ἐφαρμοζό‐ μενον. ὁ γὰρ αὐτὸς καὶ θεοῦ υἱός ἐστι καὶ υἱὸς ἀνθρώπου κατ’ οἰκονομίαν ἐγένετο, ἵνα τῆι πρὸς ἑκάτερον κοινωνίαι δι’ ἑαυτοῦ συνάψηι τὰ διεστῶτα τῆι φύσει. | ||
131 | Καὶ πάλιν ὁ κύριος ἐν τοῖς εὐαγγελίοις· λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. εἶπον οὖν οἱ Ἰουδαῖοι· τεσσαράκοντα καὶ ἓξ ἔτεσιν ὠικοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν; ἐκεῖνος δὲ ἔλεγεν περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ. εἶτα τὸ τοιοῦτο ῥητὸν ἑρμηνεύων ὁ ἐν ἀγίοις Ἀμβρόσιος λέγει | ||
5 | τάδε | 48 | |
134 | Οὐκ ἀρχὴν ὁ θεὸς λόγος ἐκ τῆς παρθένου εἰληφώς, ἀλλὰ συναίδιος τῶι ἑαυτοῦ πατρὶ ὑπάρχων τὴν τῆς φύσεως τῆς ἡμετέρας ἀπαρχὴν ἑαυτῶι διὰ πολλὴν ἀγαθότητα ἑνῶσαι κατηξίωσεν, οὐ κραθείς, ἀλλ’ ἐν ἑκατέραις ταῖς οὐσίαις εἷς καὶ ὁ αὐτὸς φανεὶς κατὰ τὸ γεγραμμένον λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. λύεται γὰρ Χριστὸς Ἰησοῦς κατὰ τὴν | ||
5 | ἐμὴν οὐσίαν ἣν ἔλαβεν, καὶ λελυμένον ἐγείρει τὸν ἴδιον ναὸν ὁ αὐτὸς κατὰ τὴν θείαν αὐτοῦ οὐσίαν καθ’ ἣν καὶ πάντων ὑπάρχει δημιουργός. | ||
135 | Καὶ πάλιν ὁ κύριος ἐν τῶι κατὰ Ἰωάννην εὐαγγελίωι λέγει· ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν, θεόν μου καὶ θεὸν ὑμῶν. ἄκουε τοῦ θεολόγου Γρηγορίου τὸ τοι‐ οῦτο ῥητὸν τοῦ εὐαγγελίου σαφηνίζοντος· γράφει γὰρ ἐν τῶι δευτέρωι περὶ τοῦ θεοῦ λόγου τάδε | ||
136 | Θεὸς δὲ λέγοιτ’ ἂν οὐ τοῦ λόγου, τοῦ ὁρωμένου δέ. πῶς γὰρ ἂν εἴη τοῦ κυρίως θεοῦ θεός; ὥσπερ καὶ πατὴρ οὐ τοῦ ὁρωμένου, τοῦ λόγου δέ. καὶ γὰρ ἦν διπλοῦς, ὥστε τὸ μὲν κυρίως ἐπ’ ἀμφοῖν, τὸ δὲ οὐ κυρίως. ἐναντίως ἢ ἐφ’ ἡμῶν ἔχει· ἡμῶν γὰρ κυρίως μὲν θεός, οὐ κυρίως δὲ πατήρ. καὶ τοῦτό ἐστιν ὃ ποιεῖ τοῖς αἱρετικοῖς τὴν πλάνην, ἡ τῶν ὀνομάτων ἐπίζευξις ἐπαλ‐ | ||
5 | λαττομένων τῶν ὀνομάτων διὰ τὴν σύγκρασιν. σημεῖον δέ· ἡνίκα αἱ φύσεις διίστανται ταῖς ἐπινοίαις, συνδιαιρεῖται καὶ τὰ ὀνόματα. Παύλου λέγοντος ἄκουσον ἵνα ὁ θεὸς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ πατὴρ τῆς δόξης· Χριστοῦ μὲν θεός, τῆς δὲ δόξης πατήρ. εἰ γὰρ καὶ τὸ συναμφότερον ἕν, ἀλλ’ οὐ τῆι φύσει, τῆι δὲ συνόδωι. τούτων τί ἂν γένοιτο γνωριμώτερον; | ||
137 | Καὶ ἐν τῶι κατὰ Ματθαῖον ὁ κύριος λέγει πρὸς τὸν παραδιδόντα αὐτόν· φιλήματι τὸν υἱὸν τοῦ ἀνθρώπου παραδίδως; τοῦτο δὲ Πέτρος ὁ μάρτυς καὶ ἀρχιεπίσκοπος Ἀλεξανδρείας ἐξηγούμενος λέγει ταῦτα καὶ τὰ τούτοις ὅμοια | ||
138 | Τά τε σημεῖα πάντα ὅσα ἐποίησεν, καὶ αἱ δυνάμεις δείκνυσιν αὐτὸν θεὸν ἐνανθρωπήσαντα. τὰ συναμφότερα τοίνυν δείκνυται, ὅτι θεὸς ἦν φύσει καὶ ἐγένετο ἄνθρωπος φύσει. | ||
139 | Λέγει δὲ καὶ Ἰωάννης ὁ εὐαγγελιστής· ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν Καὶ τοῦτο δὲ ὁ ἐν ἁγίοις ἑρμηνεύων Κύριλλος λέγει τάδε | ||
140 | Ἐπεξεργάζεται χρησίμως τὸ εἰρημένον ὁ εὐαγγελιστὴς καὶ εἰς ἐμφανεστέραν ἄγει διάνοιαν τὴν τοῦ θεωρήματος δύναμιν. ἐπειδὴ γὰρ ἔφη σάρκα γεγενῆσθαι τὸν τοῦ θεοῦ λόγον, ἵνα μήτις ἐκ πολλῆς ἀμαθίας τῆς μὲν ἰδίας αὐτὸν ὑπολάβοι φύσεως ἐκδραμεῖν, μεταπεποιῆσθαι δὲ ὄντως εἰς σάρκα καὶ παθεῖν, ὅπερ ἦν ἀδύνατον (ἀλλοιώσεως γὰρ ἁπάσης καὶ μεταβολῆς τῆς | ||
5 | ἐφ’ ἕτερόν τι κατὰ τὸν τοῦ πως εἶναι λόγον τὸ θεῖον ἀπώικισται), καλῶς τε σφόδρα ποιῶν ὁ θεολόγος ἐπήνεγκεν εὐθὺς ὅτι ἐσκήνωσεν ἐν ἡμῖν, ἵνα δύο νοήσας τὰ σημαινόμενα τόν τε σκηνοῦντα καὶ τὸ ἐν ὧι ἡ σκήνωσις, μὴ εἰς σάρκα παρατετράφθαι νομίσηις αὐτόν, σκηνῶσαι δὲ μᾶλλον ἐν σαρκὶ ὡς ἰδίωι προσχρησάμενον σώματι τῶι ἐκ τῆς ἁγίας παρθένου ναῶι. | ||
141 | Τί δὲ πρὸς τὸν ἀπόστολον λέγουσι σαφῶς ἐν τῆι μιᾶι ὑποστάσει ἤγουν τῶι ἑνὶ προσώπωι τοῦ Χριστοῦ τὰς δύο κηρύττοντα φύσεις ἐν τῶι λέγειν τοῦτο; φρονείσθω ἐν ὑμῖν ὃ καὶ ἐν Χρι‐ στῶι Ἰησοῦ· ὃς ἐν μορφῆι θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῶι, ἀλλ’ ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών. δεῖ δὲ προσέχειν τὸν νοῦν ὅτι | ||
5 | εἰπὼν ὁ ἀπόστολος, ὃς τὴν ὑπόστασιν τοῦ λόγου ἐσήμανεν ἐν τῆι τοῦ θεοῦ ὑπάρχειν μορφῆι, ὅπερ ἐστὶν ἐν τῆι οὐσίαι τοῦ πατρός, καὶ οὐκ εἶπεν ὅτι τὸν ὑπάρχοντα ἐν μορφῆι δούλου ἔλαβεν, ἵνα μὴ προυποστάντα δείξηι τὸν ἄνθρωπον κατὰ τὴν Νεστορίου μανίαν· ἀλλ’ εἶπεν ὅτι μορφὴν | ||
δούλου ἔλαβεν, τουτέστιν οὐσίαν ἀνθρώπου, δεικνὺς ὅτι ἐν τῆι ὑποστάσει τοῦ λόγου τὴν ὕπαρξιν ἔσχεν ἡ σάρξ, ἵνα εἷς καὶ ὁ αὐτὸς ἐν μιᾶι ὑποστάσει ὑπάρχων ἐν ἑκατέραι μορφῆι, τουτέστιν | 50 | ||
10 | φύσει, γνωρίζηται τῆι θείαι τε καὶ ἀνθρωπίνηι. δῆλον γὰρ ὅτι ὁ θεὸς λόγος γεννηθεὶς πρὸ πάντων τῶν αἰώνων ἐκ τοῦ πατρὸς οὐ τῆς αὐτῆς ὑποστάσεώς ἐστιν τῶι πατρί, ἀλλὰ τῆς αὐτῆς οὐσίας καθ’ ὃ θεός, ἰδίαν δὲ ἔχει τὴν ὑπόστασιν καθ’ ὃ λόγος. καὶ ἐπ’ ἐσχάτου τῶν ἡμερῶν γεννηθεὶς ὁ αὐτὸς κατὰ σάρκα ἐκ τῆς ἁγίας ἐνδόξου παρθένου καὶ θεοτόκου Μαρίας οὐ τῆς αὐτῆς ὑποστάσεώς ἐστιν τῆι μητρί, ἀλλὰ τῆς αὐτῆς οὐσίας. εἶτα πῶς οἱ Ἀκέφαλοι δύο ὑποστάσεων | ||
15 | ἕνωσιν λέγουσι, καίτοι δύο ὑποστάσεων ἕνωσιν τὴν καθ’ ὑπόστασιν οὐκ ἐπιδεχομένων; ἢ ἀγνο‐ οῦσιν ὅτι καὶ Νεστόριος διὰ τὴν τοιαύτην πλάνην κατεκρίθη δύο ὑποστάσεις ἐπὶ τῆς οἰκονομίας εἰσάγων; ἀλλὰ τούτων οὕτως ὄντων καὶ Νεστορίου καὶ πάσης μᾶλλον αἱρέσεως βδελυρώτερα δόγματα λέγειν ἀνέχονται οἱ Ἀκέφαλοι ἢ συναινεῖν τῆι ἀληθείαι. καὶ ταῦτα μὲν ἡμεῖς πρὸς αὐτούς· τὸ δ’ αὐτὸ τοῦ ἀποστόλου ῥητὸν ἐξηγούμενος καὶ ὁ ἐν ἁγίοις Ἀμβρόσιος ἐν τῶι κατὰ | ||
20 | Ἀπολιναρίου λόγωι γράφει τάδε | ||
142 | Κάλλιστα κέχρηται τῆι τῶν αὐτῶν ἐπαναλήψει ῥημάτων ὁ ἀπόστολος λέγων περὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὃς ἐν μορφῆι θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῶι, ἀλλ’ ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών. τί ἐστι μορφὴ θεοῦ, εἰ μὴ ἐν τῶι πληρώματι τῆς θεότητος ἐκεῖνο τὸ τῆς θείας τελειότητος ἐκτύπωμα; οὐκοῦν ἐν τῶι τελείωι | ||
5 | τῆς θεότητος ὢν ἐκένωσεν ἑαυτὸν καὶ ἔλαβεν τὸ τέλειον τῆς κατὰ ἄνθρωπον φύσεως ὁλοκλήρου καὶ ὡς οὐδὲν ἔλιπεν τῶι θεῶι, οὕτως οὔτε τῶι καταρτισμῶι τῶι κατὰ τὸν ἄνθρωπον, ἵνα τέλειος ἐν ἑκατέραι φύσει τυγχάνηι. | ||
143 | Καὶ πάλιν ὁ ἐν ἁγίοις Ἀθανάσιος ἐν τῶι λόγωι τῶι περὶ τῆς σωτηριώδους ἐπιφανείας λέγει τάδε Διὰ τοῦτο αἱ ἅγιαι γραφαὶ θεὸν ἀφράστως κηρύττουσιν τὸν λόγον καὶ τοῦτον ἐπ’ ἐσχάτου ἐκ παρθένου ἄνθρωπον γεννηθέντα, ἵνα μήτε θεὸς ἀπιστηθῆι μήτε σαρκὸς γέννησις ἀρνηθῆι. ὅπου | ||
5 | δὲ σαρκὸς ὄνομα, ἐκεῖ πάσης τῆς συστάσεως ἡ ἁρμονία χωρὶς ἁμαρτίας. καὶ ἐπὶ μὲν τοῦ ὀνόματος τοῦ ἀνθρώπου τὸ πάθος ἱστῶσι καὶ οὐχ ὑπερβαίνουσιν, ὡς γέγραπται ἐν πάσαις ταῖς ἁγίαις γραφαῖς· περὶ δὲ τῆς θεότητος τοῦ λόγου τὴν ἀτρεπτότητα καὶ τὴν ἀφραστότητα ὁμολο‐ γοῦσι. διὰ τοῦτο θεολογεῖται μὲν 〈ὁ〉 λόγος, γενεαλογεῖται δὲ ὁ αὐτὸς ἄνθρωπος, ἵνα πρὸς ἑκάτερα ἦι ὁ αὐτὸς φυσικῶς καὶ ἀληθινῶς. | ||
144 | Καὶ πάλιν ὁ αὐτὸς ἐν ἁγίοις Ἀθανάσιος ἐν τῶι κατὰ Ἀπολιναρίου λόγωι γράφει τάδε Εἰ δὲ πιστεύετε διδασκόμενοι ἀπὸ τῶν θείων γραφῶν ὅτι θεὸς ὢν ὁ λόγος υἱὸς ἀνθρώπου γέγονεν, γνώσεσθε ὅτι εἷς ἐστιν ὁ Χριστὸς καὶ θεὸς καὶ ἄνθρωπος ὁ αὐτός, ἵνα τὸ διπλοῦν κή‐ ρυγμα τῆς αὐτοῦ ἐπιδημίας εὐαπόδεικτον ἔχηι τὴν πίστιν τοῦ τε πάθους καὶ τῆς ἀπαθείας. | ||
145 | Καὶ ὁ ἐν ἁγίοις δὲ Κύριλλος ἐν τῆι ἑρμηνείαι τοῦ κατὰ Ματθαῖον εὐαγγελίου λέγει τάδε Οὐκοῦν ὁ στατὴρ ὁ ἀληθινός τε καὶ νοητὸς καὶ ὡς ἐν τύπωι τῶι ἐξ ὕλης δηλούμενος αὐτός ἐστιν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὁ διπλοῦς χαρακτήρ. | ||
146 | Καὶ πάλιν ὁ αὐτὸς ἐν τῆι ἑρμηνείαι τῆς πρὸς Ἑβραίους ἐπιστολῆς τόμου δευτέρου λέγει τάδε Καὶ οὐ δήπου φαμὲν ἀνάχυσιν ὥσπερ τινὰ συμβῆναι περὶ τὰς φύσεις, ὡς μεταστῆναι μὲν τὴν τοῦ λόγου φύσιν εἰς τὴν τοῦ ἀνθρώπου τυχόν, ἀλλ’ οὐδ’ αὖ τὴν ἀνθρωπίνην εἰς τὴν αὐτοῦ τοῦ λόγου· νοουμένης δὲ μᾶλλον καὶ ὑπαρχούσης ἑκατέρας ἐν τῶι τῆς ἰδίας φύσεως ὅρωι πεπρᾶχθαι | ||
5 | φαμὲν τὴν ἕνωσιν. | 52 | |
147 | Καὶ ἐν τῶι τετάρτωι δὲ βιβλίωι τοῦ ὑπομνήματος τοῦ κατὰ Ἰωάννην εὐαγγελίου ὁ αὐτὸς ἐν ἁγίοις Κύριλλος λέγει τάδε Κἀν τούτωι δὴ μάλιστα θαυμάσαι προσήκει τὸν ἅγιον εὐαγγελιστὴν ὁ λόγος σὰρξ ἐγένετο διαρρήδην ἀνακεκραγότα· οὐ γὰρ ὅτι γέγονεν ἐν σαρκί, ἀλλ’ ὅτι γέγονεν σάρξ, οὐκ ἀπενάρκησεν | ||
5 | εἰπεῖν, ἵνα δείξηι τὴν ἕνωσιν. καὶ οὐ δήπου φαμὲν ἢ τὸν ἐκ θεοῦ καὶ πατρὸς λόγον εἰς τὴν τῆς σαρκὸς μεταπεποιῆσθαι φύσιν ἤγουν τὴν σάρκα μεταχωρῆσαι πρὸς τὴν τοῦ λόγου φύσιν· μένει γὰρ ἑκάτερον ὅπερ ἐστὶ τῆι φύσει. | ||
148 | Καὶ ὁ ἐν ἁγίοις Γρηγόριος ὁ τῆς Νυσαέων ἐπίσκοπος ἐν τῶι τετάρτωι λόγωι τῶι κατ’ Εὐνο‐ μίου λέγει τάδε Καὶ ὡς ἂν μήτις τῆι ἀκηράτωι φύσει τὸ εἰς τὸν σταυρὸν πάθος προστρίβοιτο, δι’ ἑτέρων τρανώτερον τὴν τοιαύτην ἐπανορθοῦται πλάνην μεσίτην αὐτὸν θεοῦ καὶ ἀνθρώπων καὶ ἄνθρωπον | ||
5 | καὶ θεὸν ὀνομάζων, ἵνα ἐκ τοῦ τὰ δύο περὶ τὸ ἓν λέγεσθαι τὸ πρόσφορον νοοῖτο περὶ ἑκάτερον, περὶ μὲν τὸ θεῖον ἡ ἀπάθεια, περὶ δὲ τὸ ἀνθρώπινον ἡ κατὰ τὸ πάθος οἰκονομία. | ||
149 | Καὶ ὁ ἐν ἁγίοις δὲ Ἀμβρόσιος ἐν τῶι περὶ θείας ἐνανθρωπήσεως λόγωι διδάσκει ταῦτα Τοὺς δὲ λέγοντας ψιλὸν ἄνθρωπον τὸν Χριστὸν ἢ παθητὸν τὸν θεὸν ἢ εἰς σάρκα τραπέντα ἢ συνουσιωμένον ἐσχηκέναι τὸ σῶμα ἢ οὐρανόθεν τοῦτο κεκομικέναι ἢ φάντασμα εἶναι ἢ θνητὸν λέγοντας τὸν θεὸν λόγον καὶ δεδεῆσθαι τῆς παρὰ τοῦ πατρὸς ἀναστάσεως ἢ ἄψυχον σῶμα ἢ | ||
5 | ἄνουν ἄνθρωπον ἀνειληφέναι ἢ τὰς δύο οὐσίας τοῦ Χριστοῦ κατὰ ἀνάκρασιν συγχυθείσας μίαν γεγενῆσθαι οὐσίαν καὶ μὴ ὁμολογοῦντας τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν δύο εἶναι οὐσίας ἀσυγχύτους, ἓν δὲ πρόσωπον καθ’ ὃ εἷς Χριστός, εἷς υἱός, τούτους ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία. | ||
150 | Ἱκανὰ μὲν οὖν ἡγούμεθα πρὸς ἀπόδειξιν τοῦ μίαν μὲν ὑπόστασιν ἤτοι ἓν πρώσωπον εἶναι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐν δυσὶ δὲ φύσεσιν αὐτὸν γνωρίζεσθαι, τουτέστιν ἐν θεότητι καὶ ἀνθρωπότητι, τά τε ἐκ τῆς θείας γραφῆς καὶ τῶν ἁγίων ἡμῖν παρατεθειμένα πατέρων, εἰ καὶ ὀλίγα ἐκ πολλῶν προηγάγομεν, ἵνα μὴ πλῆθος τοῖς γραφομένοις ποιήσωμεν. πλὴν ἐπειδὴ | ||
5 | ἔστιν ὅτε καὶ ὑπὸ τῶν ἐχθρῶν ἡ ἀλήθεια φανεροῦται, ὥσπερ οὖν καὶ οἱ δαίμονες τὸν Χριστὸν υἱὸν τοῦ θεοῦ καὶ ἄκοντες ὡμολόγησαν, δείξωμεν καὶ αὐτὸν Σευῆρον τὸν Ἀπολιναρίου διάδοχον καὶ τὴν τῶν Ἀκεφάλων αὐξήσαντα πλάνην ὁμολογοῦντα ὅτι πάντες οἱ ἅγιοι πατέρες δύο φύσεις ἐπὶ τοῦ Χριστοῦ ἀδιαβλήτως εἰρήκασι. λέγει γοῦν ἐν τῶι λόγωι ὃν ἔκθεσιν πίστεως δῆθεν ὀνομάζει, τάδε | ||
151 | Τὸ δὲ λέγειν δύο φύσεις ἐπὶ Χριστοῦ πάσης κατηγορίας ἐπίμεστον, εἰ καὶ ὑπὸ πλειόνων τῶν ἁγίων πατέρων ἀμέμπτως εἴρηται. | ||
152 | Καὶ μετ’ ὀλίγα πάλιν ὁ αὐτὸς Σευῆρος· καὶ μὴ πάλιν εἴπηις ὡς τῆι λέξει τῆι τῶν δύο φύσεων τινὲς τῶν πατέρων ἐχρήσαντο, ἐχρήσαντο γὰρ ἀδιαβλήτως, ὡς προείπομεν, κατὰ δὲ τὸν χρόνον τοῦ ἐν ἁγίοις Κυρίλλου τῆς νόσου τῶν Νεστορίου καινοφωνιῶν τὰς ἐκκλησίας ἐπινεμομένης ἐπὶ πλέον ἡ λέξις ἀπεδοκιμάσθη· καὶ γὰρ διὰ τὰς νόσους τὰ φάρμακα. οὐ δύνανται τοίνυν αἱ | ||
5 | τῶν ἄλλων πατέρων φωναὶ τῶν ἀδιαβλήτως χρησαμένων τῆι λέξει κατὰ τοῦ ἁγίου Κυρίλλου προφέρεσθαι πρὸς τὴν ἐνσκήψασαν νόσον τὴν θεραπείαν ἐπινοήσαντος, τὸ πλέον φημί, κἂν αὐτοῦ | ||
Κυρίλλου εἶεν φωναὶ πρὸ τούτου λεχθεῖσαι. | 54 | ||
153 | Εἶτα τοῖς αὐτοῖς ἐμμένων καὶ διὰ τῶν ἐφεξῆς λέγει μὴ δύνασθαι τὰς τῶν πατέρων φωνὰς τῶν ἀδιαβλήτως τῆι λέξει χρησαμένων προφέρεσθαι, κἂν αὐτοῦ Κυρίλλου εἶεν πρὸ τούτου λεχθεῖ‐ σαι. εἰ τοίνυν πάντας τοὺς ἁγίους πατέρας, ἔτι μὴν καὶ τὸν ἐν ἁγίοις Κύριλλον ἀδιαβλήτως τῆι λέξει χρήσασθαι καὶ αὐτὸς Σευῆρος ὁμολογῆι, τίς ἄρα τοιαύτην ἔσχεν αὐθεντίαν, ὥστε τὴν | ||
5 | τῶν ἁγίων πατέρων ἀποδοκιμάσαι διδασκαλίαν; ἢ πῶς πατέρας ὀνομάζει Σευῆρος ὧν ἀποδοκι‐ μασθῆναι λέγει τὰ δόγματα; ἀλλὰ πρόδηλον ἑαυτὸν δείκνυσιν ὡς τὴν ἀλήθειαν ἀποφυγεῖν μὴ δυνάμενος ὡμολόγησε μὲν τὴν τοιαύτην φωνὴν παρὰ τῶν ἁγίων πατέρων εἰρῆσθαι, βουληθεὶς δὲ τῆι οἰκείαι νόσωι συνηγορεῖν λέγει διὰ τὰς Νεστορίου βλασφημίας ἀποδοκιμασθῆναι τὰς τῶν ἁγίων πατέρων διδασκαλίας, ἐφ’ ὧι καὶ γελᾶν ἄξιον. διὰ δὲ τούτων τούς τε ἁγίους πατέρας | ||
10 | ἀθετεῖν ἐπεχείρησεν καὶ τὸν ἐν ἁγίοις Κύριλλον συκοφαντεῖν οὐκ ἀπώκνησεν ὡς καὶ τοῖς πρώην παρ’ αὐτοῦ εἰρημένοις καὶ τοῖς ἁγίοις πατράσιν ἐναντιούμενον. πλὴν ἐπειδὴ ἐκεῖνος μέχρι τῶν Νεστορίου χρόνων λέγει τοὺς ἁγίους πατέρας ἀδιαβλήτως τῆι τοιαύτηι χρήσασθαι φωνῆι, ἡμεῖς δείξομεν ὅτι ὁ ἐν ἁγίοις Κύριλλος τῆι τῶν δύο φύσεων φωνῆι ἐπὶ τῆς οἰκονομίας τοῦ σωτῆρος χρησάμενος κατέκρινεν Νεστόριον καὶ πάλιν μετὰ τὴν Νεστορίου κατάκρισιν ὁ αὐτὸς ἐν ἁγίοις | ||
15 | Κύριλλος τῆι ὁμοίαι ἐχρήσατο διδασκαλίαι. ἔοικε γὰρ Σευῆρος μήτε τοὺς ἁγίους νοήσας πατέρας μήτε τὴν αἰτίαν ἐφ’ ἧι κατεκρίθη Νεστόριος· οἱ γὰρ ἅγιοι πατέρες τῆς θεότητος τοῦ Χριστοῦ καὶ τῆς ἀνθρωπότητος δύο φύσεις ἡνωμένας ὁμολογοῦντες ἀπηγόρευσαν δύο ὑποστάσεις ἢ δύο πρόσωπα ἢ δύο υἱοὺς ἐπ’ αὐτοῦ λέγειν. Νεστορίου γὰρ φύσιν καὶ ὑπόστασιν καὶ πρό‐ σωπον ταυτὸν εἶναι ὁμολογοῦντος καὶ διὰ τοῦτο τῶν δύο φύσεων τὴν καθ’ ὑπόστασιν ἕνωσιν ἀρνου‐ | ||
20 | μένου καὶ ἀνὰ μέρος καὶ ἰδιουποστάτως τὰς δύο φύσεις λέγοντος καὶ ἐντεῦθεν δύο υἱοὺς καὶ δύο Χριστοὺς ἀναπλάττοντος διὰ τὴν τοιαύτην αὐτοῦ βλασφημίαν ὑπὸ τῶν ἁγίων κατεκρίθη πατέ‐ ρων. ἀμέλει τοι ὁ ἐν ἁγίοις Κύριλλος τὴν Ἰουδαικὴν αὐτοῦ μανίαν ἐλέγχων ἐν τῆι κατ’ Ἔφεσον συνόδωι τοὺς ἁγίους πατέρας προήγαγεν ἀπαγορεύοντας μὲν τὸ λέγειν δύο υἱούς, δύο δὲ φύσεις καὶ ἕνα υἱὸν κηρύττοντας, καὶ Γρηγόριον μὲν ἐν τῆι πρὸς Κληδόνιον ἐπιστολῆι λέγοντα ταῦτα | ||
154 | Εἴ τις εἰσάγει δύο υἱούς, ἕνα μὲν τὸν ἐκ θεοῦ καὶ πατρός, ἕτερον δὲ τὸν ἐκ τῆς μητρός, ἀλλ’ οὐχ ἕνα καὶ τὸν αὐτόν, καὶ τῆς υἱοθεσίας ἐκπέσοι τῆς ἐπηγγελμένης τοῖς ὀρθῶς πιστεύουσιν. φύσεις μὲν γὰρ δύο θεὸς καὶ ἄνθρωπος, ἐπεὶ καὶ ψυχὴ καὶ σῶμα· υἱοὶ δὲ οὐ δύο οὐδὲ θεοί. οὐδὲ γὰρ ἐνταῦθα δύο ἄνθρωποι, εἰ καὶ οὕτως ὁ Παῦλος τὸ ἐντὸς τοῦ ἀνθρώπου καὶ τὸ ἐκτὸς | ||
5 | προσηγόρευσεν. | ||
155 | Ἀμβρόσιον δὲ τὸν Μεδιολάνου ταῦτα διδάσκοντα· σιγάτωσαν αἱ περὶ τῶν λόγων μάταιαι ζητή‐ σεις· ἡ γὰρ τοῦ θεοῦ σοφία οὐκ ἐν πειθοῖς λόγων ἐστίν, ἀλλ’ ἐν ἀποδείξει δυνάμεως. φυλά‐ ξωμεν τὴν διαφορὰν τῆς θεότητος καὶ τῆς σαρκός· εἷς ἐν ἑκατέραι λαλεῖ ὁ τοῦ θεοῦ υἱός· ἑκατέρα γὰρ φύσις ἐστὶν ἐν αὐτῶι. ὁ αὐτὸς λαλεῖ καὶ οὐχ ἑνὶ πάντοτε διαλέγεται τρόπωι. ὁρᾶις | ||
5 | γὰρ ἐν αὐτῶι νῦν μὲν δόξαν θεοῦ, νῦν δὲ πάθη ἀνθρώπου· ὡς θεὸς λαλεῖ τὰ θεῖα, ἐπειδὴ λόγος ἐστίν, ὡς ἄνθρωπος λαλεῖ τὰ ἀνθρώπινα, ἐπεὶ ἐν τῆι ἐμῆι οὐσίαι διαλέγεται. | ||
156 | Καὶ ταῦτα μὲν τὰ ἐν τῆι κατακρίσει Νεστορίου παρὰ τοῦ ἐν ἁγίοις Κυρίλλου προενεχθέντα· ἀποδείξομεν δὲ αὐτὸν καὶ μετὰ τὴν κατάκρισιν Νεστορίου ἔκ τε τῆς πρὸς τοὺς Ἀνατολικοὺς | ||
συνοδικῆς ἐπιστολῆς ἔκ τε τῶν γραφέντων πρὸς Εὐλόγιον τὴν περὶ τῶν δύο φύσεων ἐπὶ τοῦ Χριστοῦ ὀρθὴν ὁμολογίαν διδάσκοντα καὶ τοὺς οὕτω φρονοῦντας ἀποδεχόμενον. λέγει γὰρ | 56 | ||
5 | ἐν τῆι πρὸς Εὐλόγιον ἐπιστολῆι τάδε | ||
157 | Ἐπιλαμβάνονται τινὲς τῆς ἐκθέσεως ἧς πεποίηνται οἱ Ἀνατολικοὶ καί φασι· διὰ τί δύο φύσεις ὀνομαζόντων αὐτῶν ἠνέσχετο ἢ καὶ ἐπήινεσεν ὁ τῆς Ἀλεξανδρείας; οἱ δὲ τὰ Νεστορίου φρονοῦντες λέγουσι κἀκεῖνον οὕτω φρονεῖν, συναρπάζοντες τοὺς οὐκ εἰδότας τὸ ἀκριβές. χρὴ δὲ τοῖς μεμφομένοις ἐκεῖνα λέγειν ὅτι οὐ πάντα ὅσα λέγουσιν οἱ αἱρετικοί, φεύγειν καὶ παραι‐ | ||
5 | τεῖσθαι χρή· πολλὰ γὰρ ὁμολογοῦσιν ὧν καὶ ἡμεῖς ὁμολογοῦμεν. οἷον Ἀρειανοὶ ὅταν λέγωσι τὸν πατέρα ὅτι δημιουργός ἐστι τῶν ὅλων καὶ κύριος, μὴ διὰ τοῦτο ἡμᾶς φεύγειν ἀκόλουθον τὰς τοιαύτας ὁμολογίας; οὕτως ἐπὶ Νεστορίου, κἂν λέγηι δύο φύσεις τὴν διαφορὰν σημαίνων τῆς σαρκὸς καὶ τοῦ θεοῦ λόγου· ἑτέρα γὰρ ἡ τοῦ λόγου φύσις καὶ ἑτέρα ἡ τῆς σαρκός. ἀλλ’ οὐκέτι τὴν ἕνωσιν ὁμολογεῖ μεθ’ ἡμῶν. | ||
158 | Ἰδοῦ σαφῶς διδάσκει ὁ πατὴρ ὅτι οὐ διὰ τὸ λέγειν δύο φύσεις Νεστόριος κατεκρίθη, ἀλλ’ ἐπειδὴ τὴν τῶν δύο φύσεων καθ’ ὑπόστασιν ἕνωσιν ἀπηρνεῖτο δύο υἱοὺς ἀναπλάττων. ταύτην δ’ αὐτοῦ τὴν ἀσέβειαν ἀνελεῖν βουλόμενος ὁ ἐν ἁγίοις Κύριλλος εἶπεν μίαν φύσιν τοῦ υἱοῦ καὶ ἐπήγαγεν σεσαρκωμένην, σημαίνων ὅτι ἑτέρα ἐστὶ φύσις θεότητος καὶ ἑτέρα τῆς σαρκός, ἐξ ὧν | ||
5 | ἐστιν ὁ εἷς Χριστὸς ὁ αὐτὸς υἱὸς θεοῦ καὶ ἀνθρώπου καὶ οὐ δύο Χριστοὶ οὐδὲ δύο υἱοί. καὶ ἡ μὲν ἁγία τοῦ θεοῦ ἐκκλησία ὀρθῶς δέχεται πάντα τὰ παρὰ τοῦ ἐν ἁγίοις Κυρίλλου εἰρημένα, ἐν οἷς καὶ τὴν μίαν φύσιν τοῦ θεοῦ λόγου σεσαρκωμένην ὡς σημαίνουσαν ἑτέραν εἶναι τῆς θεότητος φύσιν καὶ ἑτέραν τῆς σαρκός, ἐξ ὧν ὁ εἷς καὶ μόνος ἀπετελέσθη Χριστός. οἱ δὲ αἱρετικοὶ πάντα τὰ παρὰ τοῦ πατρὸς εἰρημένα καταλιμπάνοντες ταύτης καὶ μόνης ἀντέχονται τῆς λέξεως | ||
10 | κακῶς αὐτὴν ἐκλαμβάνοντες καὶ ἐντεῦθεν νομίζοντες τὸν πατέρα μίαν θεότητος καὶ σαρκὸς εἰρη‐ κέναι φύσιν. ἀλλ’ ὥσπερ τὸν δυσσεβῆ Νεστόριον ἀνὰ μέρος καὶ ἰδιουποστάτως τὰς φύσεις λέγοντα καὶ δύο υἱοὺς εἰσάγοντα ὁ ἐν ἁγίοις Κύριλλος κατέκρινεν, οὕτω καὶ τοὺς μίαν θεότητος καὶ σαρκὸς ἐπὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ λέγοντας φύσιν ἀποκηρύττει δεικνὺς ὅτι οἱ τοῦτο λέγοντες ἐξ ἀνάγκης ὁμοούσιον τὴν σάρκα τῆι θεότητι ὁμολογοῦσι, κἂν τοῦτο ἀρνεῖσθαι | ||
15 | προσποιῶνται. λέγει γὰρ ἐν τῆι αὐτῆι πρὸς Εὐλόγιον ἐπιστολῆι κατὰ τῶν μίαν φύσιν θεότητος καὶ σαρκὸς λεγόντων καὶ μεμφομένων αὐτῶι διὰ τί τοὺς Ἀνατολικοὺς ἐδέξατο δύο φύσεις ἐπὶ τοῦ Χριστοῦ λέγοντας τάδε | ||
159 | Παρασκεύαζε δὲ αὐτοὺς προσέχειν τῆι ἀναγνώσει τῆς ἐπιστολῆς τοῦ μακαρίου πάπα Ἀθανα‐ σίου, ὅτι ἐκεῖ φιλονεικούντων τινῶν καὶ λεγόντων ὅτι ἐκ τῆς ἰδίας φύσεως ὁ θεὸς λόγος μετεποίησεν ἑαυτῶι τὸ σῶμα, ἄνω καὶ κάτω διισχυρίζεται ὅτι οὐχ ὁμοούσιον ἦν τῶι λόγωι τὸ σῶμα· εἰ δὲ οὐχ ὁμοούσιον, ἑτέρα πάντως καὶ ἑτέρα φύσις, ἐξ ὧν ὁ εἷς καὶ μόνος νοεῖται Χριστός. | ||
5 | κἀκεῖνο δὲ μὴ ἀγνοείτωσαν· ὅπου γὰρ ἕνωσις ὀνομάζεται, οὐχ ἑνὸς πράγματος σημαίνεται σύνο‐ δος, ἀλλ’ ἢ δύο ἢ καὶ πλειόνων καὶ διαφερόντων ἀλλήλοις κατὰ φύσιν. εἰ τοίνυν λέγομεν ἕνω‐ σιν, ὁμολογοῦμεν ὅτι σαρκὸς ἐψυχωμένης νοερῶς καὶ λόγου, καὶ οἱ δύο λέγοντες φύσεις οὕτω νοοῦσιν· πλὴν τῆς ἑνώσεως ὁμολογουμένης οὐκέτι διίστανται ἀλλήλων τὰ ἑνωθέντα. | ||
160 | Προσέχειν τοίνυν δεῖ τῆι τοῦ πατρὸς διδασκαλίαι τοὺς ἀναγινώσκοντας ὅτι ἑτέραν φύσιν τῆς θεότητος καὶ ἑτέραν τῆς σαρκὸς εἰπὼν ἕνα Χριστὸν ἀποτελεσθῆναι διδάσκει καὶ οὐ μίαν φύσιν. ἀμέλει οὐδαμοῦ εὑρίσκεται εἰρηκὼς μίαν φύσιν Χριστοῦ, ἀλλ’ ὁσάκις εἶπεν μίαν φύσιν, ἢ τοῦ λόγου ἢ τοῦ υἱοῦ εἶπεν καὶ ἐπήγαγεν σεσαρκωμένην, ἵνα δείξηι μὴ μόνον ἐν τῆι θείαι, ἀλλὰ καὶ | ||
5 | ἐν τῆι ἀνθρωπίνηι φύσει τὸν ἕνα κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν μονογενῆ υἱὸν καὶ λόγον τοῦ | ||
θεοῦ καὶ θεὸν ἡμῶν ὑπάρχειν. πῶς γὰρ ἠδύνατο μίαν φύσιν θεότητος καὶ σαρκὸς ὁ ἐν ἁγίοις Κύριλλος λέγειν, ὅπου γε ἐν πολλοῖς τῶν αὐτοῦ συγγραμμάτων λέγει ὅτι οὐκ ἀνήιρηται ἡ τῶν φύσεων διαφορὰ διὰ τὴν ἕνωσιν; εἰ δὲ οὐκ ἀνήιρηται, οὐκ ἄρα μία φύσις τοῦ Χριστοῦ. | 58 | ||
161 | Ἐφεξῆς δὲ ἐν τῆι αὐτῆι ἐπιστολῆι πλατύτερον ὁ αὐτὸς ἐν ἁγίοις Κύριλλος μαρτυρῶν τοῖς Ἀνατολικοῖς ὡς ὀρθῶς τὰ περὶ τῆς οἰκονομίας τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ δογματίσασιν ἐπάγει τάδε Οἱ γὰρ ὁμολογοῦντες ὅτι ἐκ θεοῦ πατρὸς γεννηθεὶς ὁ μονογενὴς λόγος ἐγεννήθη ὁ αὐτὸς κατὰ | ||
5 | σάρκα ἐκ γυναικός, καὶ ὅτι θεοτόκος ἐστὶν ἡ ἁγία παρθένος, καὶ ὅτι ἓν αὐτοῦ τὸ πρόσωπον, καὶ ὅτι οὐ δύο υἱοί, οὐ δύο Χριστοί, ἀλλ’ εἷς, πῶς ταῖς Νεστορίου συμφέρονται δόξαις; Νεστόριος μὲν γὰρ ἐν ταῖς ἑαυτοῦ ἐξηγήσεσι προσποιεῖται λέγειν ‘εἷς υἱὸς καὶ εἷς κύριοσ‘, ἀλλ’ ἀναφέρει τὴν υἱότητα καὶ τὴν κυριότητα ἐπὶ μόνον τὸν τοῦ θεοῦ λόγον· ὅταν δὲ ἔλθηι εἰς τὴν οἰκονομίαν, πάλιν ἕτερον κύριον τὸν ἐκ γυναικὸς ἰδίαι ἄνθρωπόν φησιν συναφθέντα τῆι ἀξίαι ἢ τῆι ἰσοτιμίαι. τὸ | ||
10 | γὰρ λέγειν ὅτι διὰ τοῦτο ὁ θεὸς λόγος Χριστὸς ὀνομάζεται, ὅτι ἔχει τὴν συνάφειαν τὴν πρὸς τὸν Χριστόν, πῶς οὐκ ἐναργῶς ἐστι λέγειν δύο Χριστούς, εἰ Χριστὸς πρὸς Χριστὸν ἔχει συνάφειαν ὡς ἄλλος πρὸς ἄλλον; οἱ δὲ ἐκ τῆς Ἀνατολῆς οὐδὲν εἰρήκασι τοιοῦτον, τὰς δὲ φωνὰς διαιροῦσι μόνον. διαιροῦσι δὲ κατὰ τοῦτον τὸν τρόπον, ὡς τὰς μὲν θεοπρεπεῖς εἶναι λέγειν, τὰς δὲ ἀν‐ θρωπίνας, τὰς δὲ κοινοποιηθείσας ὡς ἐχούσας ὁμοῦ τὸ θεοπρεπὲς καὶ τὸ ἀνθρώπινον, πλὴν εἰρη‐ | ||
15 | μένας παρὰ ἑνὸς καὶ τοῦ αὐτοῦ καὶ οὐχ ὡς Νεστόριος τὰς μὲν τῶι θεῶι λόγωι ἰδικῶς ἀπονέμει, τὰς δὲ τῶι ἐκ γυναικὸς ὡς ἑτέρωι υἱῶι. ἕτερον δέ ἐστι φωνῶν εἰδέναι διαφορὰν καὶ ἕτερον τὸ με‐ ρίζειν δυσὶ προσώποις ὡς ἑτέρωι καὶ ἑτέρωι. | ||
162 | Καὶ ἱκανὰ μὲν ἦν καὶ ταῦτα καταισχῦναι τοὺς Ἀκεφάλους τοὺς ἀκολουθοῦντας τῆι Σευήρου πλάνηι· πλὴν καὶ ἐξ ἑτέρων ἔτι ἐπιδείξομεν ὅτι μετὰ τὴν Νεστορίου κατάκρισιν ὁ ἐν ἁγίοις Κύ‐ ριλλος τῆι αὐτῆι ἐπέμεινεν διδασκαλίαι. Ἰωάννου γὰρ τοῦ ἐν ὁσίαι τῆι μνήμηι ἀρχιεπισκό‐ που Ἀντιοχείας γενομένου ἅμα τῆι ὑπ’ αὐτὸν συνόδωι συνοδικὴν ἐπιστολὴν ποιησαμένου πρὸς | ||
5 | τὸν ἐν ἁγίοις Κύριλλον καὶ πᾶσαν τὴν ὑπ’ αὐτὸν Αἰγυπτιακὴν σύνοδον καὶ τὴν τοιαύτην ἐπιστολὴν εἰς τὴν Ἀλεξάνδρειαν ἀποκομίσαντος Παύλου τοῦ τῆς ὁσίας μνήμης γενομένου ἐπισκόπου τῆς Ἐμισηνῶν πόλεως ὁ ἐν ἁγίοις Κύριλλος τὴν τοιαύτην ἐπιστολὴν δεξάμενος καὶ εὑρὼν ἐν αὐτῆι τὰ τῆς ἐκκλησίας ὀρθὰ δόγματα τὴν πρὸς τοὺς Ἀνατολικοὺς ἕνωσιν ἠσπάσατο καὶ συνοδικὴν πρὸς αὐτοὺς ἐπιστολὴν ἐποιήσατο, ἧς μέρος τῶι παρόντι συνείδομεν ἐνθεῖναι λόγωι ἔχον οὕτως | ||
163 | Ὅτι δὲ περιττὴ παντελῶς καὶ οὐκ εὐάφορμος τῶν ἐκκλησιῶν ἡ διχοστασία γέγονεν, νῦν μά‐ λιστα πεπληροφορήμεθα τοῦ κυρίου μου τοῦ θεοσεβεστάτου Παύλου τοῦ ἐπισκόπου χάρτην προ‐ κομίσαντος ἀδιάβλητον ἔχοντα τῆς πίστεως τὴν ὁμολογίαν καὶ ταύτην συντετάχθαι διαβεβαι‐ ουμένου παρά τε τῆς σῆς ὁσιότητος καὶ τῶν αὐτόθι θεοσεβεστάτων ἐπισκόπων. ἔχει δὲ οὕτως | ||
5 | ἡ συγγραφή, ἣ καὶ αὐταῖς ταῖς λέξεσιν ἐντέθειται τῆιδε ἡμῶν τῆι ἐπιστολῆι. περὶ δὲ τῆς θεοτόκου παρθένου ὅπως καὶ φρονοῦμεν καὶ λέγομεν, τοῦ τε τρόπου τῆς ἐνανθρωπήσεως τοῦ μο‐ νογενοῦς υἱοῦ τοῦ θεοῦ ἀναγκαίως, οὐκ ἐν προσθήκης μέρει, ἀλλ’ ἐν πληροφορίας εἴδει, ὡς ἄνωθεν ἔκ τε τῶν θείων γραφῶν ἔκ τε τῆς παραδόσεως τῶν ἁγίων πατέρων παρειληφότες ἐσχήκαμεν, διὰ βραχέων ἐροῦμεν, οὐδὲν τὸ σύνολον προστιθέντες τῆι τῶν ἁγίων πατέρων τῆι ἐν Νικαίαι ἐκτεθεί‐ | ||
10 | σηι πίστει. ὡς γὰρ ἔφθημεν εἰρηκότες, πρὸς πᾶσαν ἐξαρκεῖ καὶ εὐσεβείας γνῶσιν καὶ πάσης αἱρετικῆς κακοδοξίας ἀποκήρυξιν. ἐροῦμεν δέ, οὐ κατατολμῶντες τῶν ἀνεφίκτων, ἀλλὰ τῆι | ||
ὁμολογίαι τῆς οἰκείας ἀσθενείας ἀποκλείοντες τοῖς ἐπιφύεσθαι βουλομένοις ἐν οἷς τὰ ὑπὲρ ἄνθρω‐ πον διασκεπτόμεθα. ὁμολογοῦμεν τοιγαροῦν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ, θεὸν τέλειον καὶ ἄνθρωπον τέλειον ἐκ ψυχῆς λογικῆς καὶ σώματος, | 60 | ||
15 | πρὸ αἰώνων μὲν ἐκ τοῦ πατρὸς γεννηθέντα κατὰ τὴν θεότητα, ἐπ’ ἐσχάτου δὲ τῶν ἡμερῶν τὸν αὐτὸν δι’ ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκ Μαρίας τῆς παρθένου κατὰ τὴν ἀνθρω‐ πότητα, ὁμοούσιον τῶι πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοούσιον ἡμῖν κατὰ τὴν ἀνθρωπότητα. δύο γὰρ φύσεων ἕνωσις γέγονεν· δι’ ὃ ἕνα Χριστόν, ἕνα υἱόν, ἕνα κύριον ὁμολογοῦμεν. κατὰ ταύτην τὴν τῆς ἀσυγχύτου ἑνώσεως ἔννοιαν ὁμολογοῦμεν τὴν ἁγίαν παρθένον θεοτόκον διὰ τὸ τὸν | ||
20 | θεὸν λόγον σαρκωθῆναι καὶ ἐνανθρωπῆσαι καὶ ἐξ αὐτῆς τῆς συλλήψεως ἑνῶσαι ἑαυτῶι τὸν ἐξ αὐτῆς ληφθέντα ναόν. τὰς δὲ εὐαγγελικὰς καὶ ἀποστολικὰς περὶ τοῦ κυρίου φωνὰς ἴσμεν τοὺς θεηγόρους ἄνδρας τὰς μὲν κοινοποιοῦντας ὡς ἐφ’ ἑνὸς προσώπου, τὰς δὲ διαιροῦντας ὡς ἐπὶ δύο φύσεων, καὶ τὰς μὲν θεοπρεπεῖς κατὰ τὴν θεότητα τοῦ Χριστοῦ, τὰς δὲ ταπεινὰς κατὰ τὴν ἀν‐ θρωπότητα παραδιδόντας. ταύταις ὑμῶν ἐντυχόντες ταῖς ἱεραῖς φωναῖς οὕτω τε καὶ ἑαυτοὺς | ||
25 | φρονοῦντας εὑρίσκοντες (εἷς γὰρ κύριος, μία πίστις, ἓν βάπτισμα) ἐδοξάσαμεν τὸν τῶν ὅλων σωτῆρα θεόν, ἀλλήλοις συγχαίροντες ὅτι ταῖς θεοπνεύστοις γραφαῖς καὶ τῆι παραδόσει τῶν ἁγίων ἡμῶν πατέρων συμβαίνουσαν ἔχουσι πίστιν αἵ τε παρ’ ὑμῖν καὶ αἱ παρ’ ἡμῖν ἐκκλησίαι. | ||
164 | Καὶ ταῦτα μὲν ἐν τῆι πρὸς τοὺς Ἀνατολικοὺς συνοδικῆι ἐπιστολῆι ὁ ἐν ἁγίοις Κύριλλος· κατά‐ δηλα δὲ ποιῆσαι βουλόμενος πάσηι τῆι ὑπ’ αὐτὸν συνόδωι καὶ τῶι τῶν Ἀλεξανδρέων λαῶι τὰ δόγματα ἐφ’ οἷς ἡνώθη ταῖς Ἀνατολικαῖς ἐκκλησίαις, προέτρεψεν τὸν ἐν ἁγίοις Παῦλον τῆι μεγάληι τῶν Ἀλεξανδρέων ἐκκλησίαι τὰ περὶ τῆς ὀρθῆς ὁμιλῆσαι πίστεως, ἐξ ὧν ἐστι τάδε | ||
165 | Ὁ συναίδιος τῶι πατρὶ καὶ τῶν πάντων κύριος καὶ δημιουργὸς τοσοῦτον ἐταπείνωσεν ἑαυτὸν δι’ ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν, ὥστε σὰρξ ἐγένετο, ἵνα ἀπὸ τοῦ εὐτελεστέρου τῆς φύσεως ἡμῶν μέρους τοὺς ὑπερβάλλοντας τοῦ θεοῦ περὶ ἡμᾶς οἰκτιρμοὺς δείξηι. ὁ λόγος οὖν, φησί, σὰρξ ἐγένετο, καὶ οὐκ ἔστη μέχρι τούτου, ἀλλ’ ἐπήγαγεν καὶ ἐσκήνωσεν ἐν ἡμῖν, τὸ δὲ | ||
5 | δεύτερον τοῦ πρώτου ἑρμηνεία ἐστίν. τί ἐστιν ὁ λόγος σὰρξ ἐγένετο; καὶ ἐσκήνωσεν ἐν ἡμῖν, τουτέστιν ἐν τῆι ἡμετέραι φύσει. ὅρα καὶ τὸν Ἰωάννην δύο φύσεις κηρύττοντα καὶ ἕνα υἱόν. ἕτερον σκηνὴ καὶ ἕτερον τὸ σκηνοῦν· ἕτερον ναὸς καὶ ἕτερον ὁ ἐνοικῶν θεός. πρό‐ σεχε τῶι λεγομένωι· οὐκ εἶπεν ἕτερος καὶ ἕτερος ὡς ἐπὶ δύο προσώπων ἢ δύο Χριστῶν ἢ δύο υἱῶν, ἀλλ’ ἕτερον καὶ ἕτερον ὡς ἐπὶ δύο φύσεων. ὅτε οὖν εἶπεν καὶ ἐσκήνωσεν ἐν ἡμῖν καὶ | ||
10 | ἐκήρυξεν τὰς δύο φύσεις, τότε ἐπήγαγεν καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς. οὐκ εἶπεν δύο υἱῶν, ἀλλ’ ὡς μονογενοῦς. Ἡσαίας οὖν κηρύττει τὸν Ἐμμανουήλ, τουτέστιν θεὸν ἐνανθρωπήσαντα. Πέτρος λέγει σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ, τὴν διττὴν φύσιν καὶ τὸ μοναδικὸν πρόσωπον τοῦ υἱοῦ. ὁ θεολόγος Ἰωάννης λέγει καὶ ἐσκήνωσεν ἐν ἡμῖν, δύο φύσεις καὶ τοῦ μονογενοῦς τὸ ἓν πρόσωπον. | ||
15 | Τούτων δὲ οὕτω λεχθέντων ὁ μὲν λαὸς ἐπευφήμησεν, ὁ δὲ ἐν ἁγίοις Κύριλλος βεβαιῶν τὰ παρὰ Παύλου λεχθέντα λέγει τάδε | ||
166 | Ὁ μακάριος προφήτης Ἡσαίας τῶν ἐν Χριστῶι διδασκάλων τὰς εὐστομίας προανακηρύττων ἔλεγεν ἀντλήσατε ὕδωρ μετ’ εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου. ἰδοὺ τοίνυν ἠν‐ τλήσαμεν ὑμῖν ὕδωρ ἐξ ἁγίας πηγῆς, τοῦ προλαβόντος φημὶ διδασκάλου, ὃς ταῖς διὰ τοῦ πνεύ‐ ματος δαιδουχίαις λελαμπρυσμένος διεσάφησεν ἡμῖν τὸ μέγα καὶ σεπτὸν τοῦ σωτῆρος μυστήριον, | ||
5 | δι’ οὗ σεσώσμεθα πιστεύσαντες εἰς αὐτόν. | ||
167 | Ἐκ τῶν εἰρημένων τοίνυν ἁπάντων ἀποδέδεικται ὅτι ὁ ἐν ἁγίοις Κύριλλος καὶ πρὸ τῆς Νε‐ | ||
στορίου κατακρίσεως καὶ ἐν αὐτῆι τῆι κατακρίσει καὶ μετὰ τὴν αὐτοῦ κατάκρισιν οὐ διέλιπεν τὴν περὶ τῶν δύο φύσεων ἐπὶ τοῦ ἑνὸς Χριστοῦ ὁμολογίαν ἀεὶ κηρύττων. ἀλλ’ οὐδὲν τούτων Σευῆρος ὁ τῆς ἀληθείας ἐχθρὸς ἐννοῶν τοὺς μὲν πατέρας ὀνόματι δῆθεν πατέρας ἀποκαλεῖ, ἀρ‐ | 62 | ||
5 | νεῖται δὲ τὰ παρ’ αὐτῶν ὀρθῶς τῆι ἐκκλησίαι παραδεδομένα δόγματα, μὴ γινώσκων ὅτι Νεστό‐ ριος μὲν διὰ τὴν οἰκείαν ἀσέβειαν κατακέκριται, οὐ μὴν δι’ ἐκεῖνον ἡ τῶν πατέρων ἀνήιρηται δι‐ δασκαλία. εἰ γὰρ κατὰ τὴν Σευήρου μανίαν τὰς φωνὰς τὰς παρὰ μὲν τῶν ἁγίων πατέρων ὀρθῶς εἰρημένας, παρὰ δὲ αἱρετικῶν κακῶς ἐκλαμβανομένας παραιτεῖσθαι δεῖ, καὶ αὐτὴν ἀθετήσει τὴν θείαν γραφήν, ἐξ ἧς πάντες αἱρετικοὶ τῆι οἰκείαι συνηγορεῖν οἴονται νόσωι, καὶ δῆλον ὅτι | ||
10 | κατὰ τοὺς ἐκείνου λήρους αἵ τε θεῖαι γραφαὶ καὶ αἱ τῶν πατέρων παραδόσεις ἀποδοκιμασθή‐ σονται. | ||
168 | Ἀλλὰ ταῦτα μὲν ἡμεῖς πρὸς τοὺς αἱρετικοὺς ἀθετοῦντας τὴν τῶν πατέρων διδασκαλίαν· ἡ δὲ ἁγία τοῦ θεοῦ ἐκκλησία τὰς μὲν τοιαύτας τῶν αἱρετικῶν ματαιολογίας ἀποστρεφομένη, φυλάτ‐ τουσα δὲ τὴν τοῦ κυρίου καὶ τῶν ἁγίων ἀποστόλων τε καὶ πατέρων παράδοσιν ἕνα καὶ τὸν αὐτὸν κηρύττει μονογενῆ θεὸν λόγον κύριον Ἰησοῦν Χριστὸν ἐν ἀμφοτέραις ταῖς οὐσίαις, τῆι τε τοῦ | ||
5 | θεοῦ καὶ πατρὸς καὶ τῆι τῆς παρθένου μητρὸς γνωριζόμενον. καὶ οἱ τοῦτο μὴ ὁμολογοῦντες ἢ τὴν ἐκ τοῦ θεοῦ καὶ πατρὸς γέννησιν ἀπαρνοῦνται τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ καὶ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἢ τὴν ἐκ τῆς ἁγίας ἐνδόξου θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· οὗ γὰρ τὴν οὐσίαν οὐκ ἔχει ὁ Χριστός, ἀπέστη κατ’ αὐτοὺς καὶ τοῦ εἶναι υἱός. εἰ δὲ συνελαυνόμενοι ἐκ τῆς θείας γραφῆς καὶ τῆς τῶν πατέρων διδασκαλίας ὁμολογοῦσι μεθ’ ἡμῶν υἱὸν εἶναι τὸν | ||
10 | Χριστὸν κατὰ ἀλήθειαν τοῦ θεοῦ καὶ πατρὸς καὶ τὸν αὐτὸν κατὰ ἀλήθειαν υἱὸν εἶναι τῆς παρθένου μητρός, ὁμολογήσουσιν ἐξ ἀνάγκης ὥσπερ τὰς δύο γεννήσεις ἑνὸς καὶ τοῦ αὐτοῦ, οὕτως καὶ τὰς δύο οὐσίας ἔχειν αὐτόν. εἰ γὰρ καθὼς οἱ πατέρες διδάσκουσι, μήτε ἡ τῆς θεότητος τοῦ Χριστοῦ φύσις εἰς τὴν τῆς σαρκὸς αὐτοῦ μεταβέβληται φύσιν μήτε ἡ τῆς σαρκὸς αὐτοῦ εἰς τὴν τῆς θεό‐ τητος μήτε μὴν ἡ διαφορὰ τῶν φύσεων ἀνήιρηται διὰ τὴν ἕνωσιν, ἀλλ’ ἔμεινεν ἑκάτερον ὅπερ | ||
15 | ἐστὶ τῆι φύσει, καὶ διπλοῦν ἐστι τὸ περὶ αὐτοῦ κήρυγμα καὶ ἐν ἑκατέραις ταῖς οὐσίαις γνωρίζεται, τουτέστιν ἐν θεότητι καὶ ἀνθρωπότητι, πῶς οὐκ αἰσθάνονται τῆς οἰκείας πλάνης οἱ μίαν τοῦ Χριστοῦ τερατευόμενοι φύσιν καὶ τῶν μὲν κατ’ ἀλήθειαν πραγμάτων τὴν ἀναίρεσιν βλασφημοῦν‐ τες, ψιλὰ δὲ ὀνόματα θεότητος καὶ ἀνθρωπότητος τῶι Χριστῶι χαριζόμενοι; | ||
169 | Ἀλλὰ πᾶσαν ὀρθὴν παρορῶντες διδασκαλίαν ἐκείνωι μόνωι τὸν νοῦν προσέχουσιν τῶι νομίζειν ὅτι ἡ φύσις ἤγουν οὐσία καὶ μορφὴ ταὐτὸν τῆι ὑποστάσει καὶ τῶι προσώπωι δηλοῦσιν, ὅπερ καὶ πᾶσι τοῖς αἱρετικοῖς πρόφασις γίνεται πλάνης. καὶ τὰ μὲν περὶ τούτου καὶ ἐν τῶι ἤδη γρα‐ φέντι παρ’ ἡμῶν λόγωι πρὸς Ζωίλον τὸν μακαριώτατον ἀρχιεπίσκοπον τῆς Ἀλεξανδρέων καὶ | ||
5 | πατριάρχην ἱκανῶς ἀποδέδεικται, παραστησάντων ἡμῶν ὅτι φύσις καὶ οὐσία καὶ μορφὴ ταὐτὸν δηλοῖ καὶ ἐπὶ τοῦ κοινοῦ σημαινομένου λαμβάνονται, τὸ δὲ πρόσωπον καὶ ἡ ὑπόστασις ἐπὶ τῶν καθ’ ἕκαστον λέγεται· πλὴν καὶ ἐνταῦθα δι’ ἑτέρων μαρτυριῶν τῶν ἁγίων πατέρων τὸ αὐτὸ παρα‐ στήσομεν. εὐθὺς γὰρ ὁ ἐν ἁγίοις Ἀθανάσιος ἐν τῶι λόγωι τῶι περὶ τῆς σωτηριώδους ἐπιφανείας λέγει τάδε | ||
170 | Ὥσπερ γὰρ ἡ μορφὴ τοῦ θεοῦ τὸ πλήρωμα τῆς τοῦ λόγου θεότητος νοεῖται, οὕτως καὶ ἡ μορφὴ τοῦ δούλου ἡ νοερὰ τῆς τῶν ἀνθρώπων συστάσεως φύσις σὺν τῆι ὀργανικῆι καταστάσει ὁμο‐ λογεῖται. | ||
171 | Τὰ αὐτὰ δὲ ἡμᾶς καὶ ὁ ἐν ἁγίοις Ἰωάννης ὁ Κωνσταντινουπόλεως ἐπίσκοπος ἐκδιδάσκει τὴν | ||
πρὸς Φιλιππησίους ἐπιστολὴν ἑρμηνεύων καὶ λέγων Τοῦτο φρονείσθω ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῶι Ἰησοῦ, ὃς ἐν μορφῆι θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῶι, ἀλλ’ ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου | 64 | ||
5 | λαβών. μορφὴ θεοῦ, φησίν, μορφὴν δούλου ἔλαβεν. ἡ μορφὴ τοῦ δούλου ἐνέργεια δούλου ἐστὶν ἢ φύσις δούλου; πάντως δήπου φύσις δούλου. οὐκοῦν καὶ ἡ μορφὴ τοῦ θεοῦ φύσις, οὐκ ἄρα ἐνέργεια. | ||
172 | Καὶ ὁ μέγας δὲ Βασίλειος ἐν τῶι κατ’ Εὐνομίου λόγωι λέγει τάδε Τὸ ἐν μορφῆι θεοῦ τὸ ἐν οὐσίαι ἐστὶ θεοῦ· οὐ γὰρ ἄλλο μορφὴ θεοῦ καὶ ἄλλο οὐσία θεοῦ, ἵνα μὴ σύνθετος. ὁ κατὰ μορφὴν οὖν ἴσος καὶ κατ’ οὐσίαν ἐστὶν ἴσος. | ||
173 | Καὶ ὁ ἐν ἁγίοις δὲ Κύριλλος ἐν τῶι ἐνάτωι λόγωι τοῦ Θησαυροῦ λέγει τάδε Ὅπου φύσεως ταυτότης, ἐκεῖ πάντως ἔσται καὶ τὸ ὁμοούσιον· κωλύει δὲ οὐδέν, μᾶλλον δὲ ἀνάγκη πᾶσα τὸ ἔκ τινος φυσικῶς προελθὸν ὅμοιον εἶναι κατ’ οὐσίαν αὐτῶι. | ||
174 | Καὶ πάλιν ἐν τῶι δωδεκάτωι λόγωι· ὧν φύσις μία, τούτοις ἔσται καὶ τὸ ὄνομα κοινόν, καὶ ὅπερ ἄν τινι κατὰ φύσιν ὑπάρχηι, τοῦτο πάντως ἐγκείσεται τοῖς τῆς αὐτῆς μετέχουσιν οὐσίας. | ||
175 | Ταῦτα τοίνυν εἰρήκαμεν δεικνύντες ὅτι οὐσία καὶ φύσις καὶ μορφὴ ταὐτὸν δηλοῦσιν· ὅτι δὲ οὐχὶ ταὐτόν ἐστιν οὐσία τε καὶ ὑπόστασις, ὡς οἱ αἱρετικοὶ πλανώμενοι λέγουσιν, καὶ ἐκ τῆς περὶ τὴν ἁγίαν τριάδα θεολογίας ἔξεστι μαθεῖν. ὅτε γὰρ εἴπομεν θεόν, τὴν μίαν οὐσίαν τῆς ἁγίας τριάδος σημαίνομεν· ὅτε δὲ λέγομεν πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, τότε τὰς τρεῖς ὑποστά‐ | ||
5 | σεις εἴτ’ οὖν τὰ τρία πρόσωπα τὰ ἐν τῆι μιᾶι φύσει τῆς θεότητος γνωριζόμενα παριστῶμεν. οὕτω γὰρ ἡμᾶς καὶ ἡ θεία διδάσκει φωνὴ ἡ λέγουσα ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέ‐ ραν καὶ καθ’ ὁμοίωσιν. ἡ δὲ φωνὴ τοῦ ποιήσωμεν οὐχ ἑνός ἐστι προσώπου σημαντικὴ κατὰ τὴν Σαβελλίου μανίαν· πληθυντικῶς γὰρ εἰρημένη τῆς ἁγίας τριάδος ἐστὶ δηλωτική. καὶ τὸ κατ’ εἰκόνα δὲ ἡμετέραν τὴν μίαν οὐσίαν δηλοῖ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος· οὐ | ||
10 | γὰρ εἶπεν κατ’ εἰκόνας, ἵνα μὴ διαφόρους τὰς οὐσίας τῆς τριάδος ὑπονοήσωμεν κατὰ τὴν Ἀρείου μανίαν, ἀλλὰ κατ’ εἰκόνα, ἵνα μίαν οὐσίαν καὶ ὁμοούσιον δείξηι τὴν ἁγίαν τριάδα. τὸ δὲ εἰπεῖν κατ’ εἰκόνα ἡμετέραν τὸν ἄνθρωπον τὴν νοερὰν τῆς ἀνθρωπότητος φύσιν ἐσήμανεν, καθ’ ἣν ἐσμὲν εἰκὼν τοῦ θεοῦ· οὐ γὰρ εἶπε ποιήσωμεν τόνδε, ἵνα μὴ πρόσωπον νοηθῆι, ἀλλ’ εἶπεν ποιήσωμεν ἄνθρωπον, ἵνα ἡ νοερὰ τῆς ἀνθρωπότητος φύσις δηλωθῆι. ὅτε δὲ τὰς ὑπο‐ | ||
15 | στάσεις παραστῆσαι ἠβουλήθη, τότε τὸ ἄρρεν καὶ τὸ θῆλυ Ἀδὰμ καὶ Εὔαν ἐκάλεσεν, ὅπερ ἐστὶ πρόσωπα εἴτ’ οὖν ὑποστάσεις. | ||
176 | Καὶ ἐκ τῶν ἁγίων δὲ πατέρων παραστήσομεν ὅτι φύσις καὶ ὑπόστασις οὐκ ἐπὶ τοῦ αὐτοῦ ση‐ μαινομένου λαμβάνεται, καὶ πρῶτον τὸν ἐν ἁγίοις Κύριλλον παραστήσομεν ἐν τῶι περὶ τριάδος λόγωι ταύτην ἰδικῶς ἐμβάλλοντα αὐτῶν τὴν παράνοιαν, ἐν ὧι καὶ πρὸς πεῦσιν καὶ ἀπόκρισιν τὴν διδασκαλίαν ποιούμενος λέγει τάδε | ||
177 | Ἡνῶσθαι φαμὲν τῶι πατρὶ τὸν υἱὸν καθ’ ἡμᾶς τε ἅμα καὶ ὑπὲρ ἡμᾶς. ἔστιν μὲν γὰρ ὁμο‐ λογουμένως τῶι γεγεννηκότι πάντως που καὶ ὁμοούσιος, εἴπερ ἐστὶν ἀληθῶς υἱός τε καὶ ἐξ αὐ‐ τοῦ· ἐν ἰδίαι δὲ ὢν ὑποστάσει τῆιδέ γε ἔχειν εὖ μάλα πεπιστευμένος οὐ καθάπερ ἡμεῖς ἀλλήλων κατὰ νόμον σωμάτων διεστήκαμεν, καὶ αὐτὸς τοῦ πατρὸς τὴν εἰς ἅπαν ἔχων διατομήν, εἰς ἑτερό‐ | ||
5 | τητα δέ, τὴν καθ’ ἕκαστον λέγω, φυσικὴν καὶ ἄρρητον ἔχων τὴν ἕνωσιν, οὐκ ἀνάχυσίν τινα τὴν εἰς ἀλλήλας παθουσῶν τῶν ὑποστάσεων κατά γε τὸ τισὶν δοκοῦν, ὡς τὸν αὐτὸν εἶναι πατέρα καὶ υἱόν, ἀλλ’ ὄντος τε καὶ ὑφεστηκότος ἑκατέρου καὶ ἰδίαν ἔχειν λεγομένου ὕπαρξιν ἡ τῆς οὐσίας ταυτότης βραβεύει τὴν ἕνωσιν. ἐν ἰδίαι φὴς οὖν εἶναι τὸν υἱὸν οὐσίαι παρὰ τὴν τοῦ πατρός; οὐκ ἐν οὐσίαι μᾶλλον ἑτέραι παρὰ τὴν ὡς θεοῦ, ἀλλ’ ἐν ὑποστάσει τῆι ὡς υἱοῦ. ἕτερον γάρ τί | 66 | |
10 | ἐστιν οὐσία καὶ ἕτερον ὑπόστασις; ναί· πολὺ γὰρ τὸ διεῖργον καὶ διὰ μέσου χωροῦν, εἴπερ ἐστὶν οὐσία τῶν καθ’ ἕκαστα περιεκτική. τίνα φὴς τρόπον; βραδὺς γάρ, ὡς ἔοικεν, ἔν γε τοῖς τοιούτοις ἐγώ. ἢ γὰρ οὐκ οἶσθα ὅτι κἀμοί πως οὐκ ἐντριβὴς ὁ περὶ τούτων λόγος; ἰτέον δ’ οὖν ἐπὶ τὴν ἐγχωροῦσαν βάσανον, ὡς ἐν εἰκόνι τυχὸν ἐν ὑπερτάτοις οὔσης ὑψώμασι τῆς θείας ὑπεροχῆς. οὐκοῦν τῆς οὐσίας ἡ δήλωσις κατὰ κοινοῦ τινος ἔοικεν ἰέναι πράγματος, τὸ δὲ τῆς | ||
15 | ὑποστάσεως ἑκάστου τυχὸν ὀνόματος καθ’ ὧν τὸ κοινὸν κατηγορεῖται καὶ λέγεται. οἴου δέ με νῦν ἐκεῖνο δηλοῦν. τὸ ποῖόν τι διοριζόμεθα τὸν ἄνθρωπον; ζῶιον λογικὸν καὶ θνητόν. τὸν αὐτῶι πρέποντα τιθέμενοι λόγον, καὶ τοῦτο οὐσίας ὅρον εἶναι φαμὲν κατὰ παντὸς ἰούσης τῶν κατὰ μέρος ὑφεστηκότων. ὑπὸ οὖν τὸ κοινὸν δὴ τοῦτο, τουτέστι τὸν ἄνθρωπον καὶ τὸν τοῦ ἀνθρώ‐ που ὅρον πίπτει μέν, οἶμαι, Θωμᾶς τε καὶ Μάρκος ἤ, φέρε εἰπεῖν, Πέτρος τε καὶ Παῦλος· καὶ | ||
20 | τὴν μὲν οὐσίαν ὡδὶ κατασημήναι τις ἄν, τῶν δὲ καθ’ ἕκαστον νοουμένων οὔπω σαφῆ τε καὶ ἐναργῆ τὴν δήλωσιν ἐποιήσατο. οὐ γὰρ εἴ τι ἄνθρωπος ἁπλῶς, τοῦτό ἐστιν Πέτρος καὶ Παῦλος. Θωμᾶν δὲ καὶ Πέτρον εἰπὼν τοῦ μὲν τῆς οὐσίας ὅρου οὐκ ἐξοίσει τὸ δηλούμενον (ἄνθρωπος γὰρ οὐδὲν ἧττόν ἐστιν), ἐν εἴδει δὲ ὄντα τῶι τοιούτωι [δὲ] τυχὸν καὶ ἐν ὑποστάσει τῆι ἰδικῆι καὶ μεμερισμέ‐ νως ὑπέδειξεν. ἡ οὐσία τοιγαροῦν καὶ κατὰ ἀνθρώπου παντὸς ἅτε δὴ τὸν κοινὸν τοῦ γένους ὠδί‐ | ||
25 | νουσα λόγον, ἡ δὲ ὑπόστασις καθ’ ἑνὸς ἂν νοοῖτο πρεπωδέστερον οὔτε τῆς κοινότητος ἐξιστᾶσα τὸ δηλούμενον οὔτε μὴν ἀναχέουσά τε καὶ ἀνακιρνῶσα πρὸς τὸ ἀσυμφανὲς ἔτι τῶν καθ’ ἕκαστόν τι καὶ ἰδικῶς. | ||
178 | Τούτων τοίνυν παρὰ τοῦ ἐν ἁγίοις εἰρημένων Κυρίλλου δέδεικται σαφῶς ὅτι οὐσία καὶ ὑπό‐ στασις οὐ ταὐτὸν δηλοῖ, ἀλλ’ ἡ μὲν οὐσία τὸ κοινόν, ἡ δὲ ὑπόστασις τὸ καθ’ ἕκαστον σημαίνει. δείξομεν δὲ πάλιν τοὺς ἁγίους πατέρας διδάσκοντας ὅτι ἡ ὑπόστασις ταὐτὸν τῶι προσώπωι δη‐ λοῖ. εὐθέως γοῦν τὸν θεολόγον Γρηγόριον εἰς τὴν τῶν ἐπισκόπων παρουσίαν παραστήσομεν | ||
5 | ἑκάτερον ἡμᾶς ἐκδιδάσκοντα ὅτι τε οὐσία οὐ ταὐτόν ἐστι τῆι ὑποστάσει καὶ ὅτι οὐδὲν ἕτερον ἡ ὑπόστασις δηλοῖ ἢ τὸ πρόσωπον. λέγει τοίνυν οὕτως | ||
179 | Πιστεύομεν εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα ὁμοούσιά τε καὶ ὁμόδοξα, ἐν οἷς καὶ τὸ βά‐ πτισμα τὴν τελείωσιν ἔχει ἔν τε ὀνόμασι καὶ σχήμασιν (οἶδας ὁ μυηθείς), ἄρνησις ὂν ἀθείας καὶ ὁμολογία θεότητος, καὶ οὕτω καταρτιζόμεθα τὸ μὲν ἓν τῆι οὐσίαι γινώσκοντες καὶ τῶι ἀμερίστωι τῆς προσκυνήσεως, τὰ δὲ τρία ταῖς ὑποστάσεσιν εἴτ’ οὖν προσώποις, ὅ τι σοι φίλον. μηδὲ γὰρ | ||
5 | οἱ περὶ ταῦτα ζυγομαχοῦντες ἀσχημονείτωσαν ὥσπερ ἐν ὀνόμασι κειμένης ἡμῖν τῆς εὐσεβείας, ἀλλ’ οὐκ ἐν πράγμασιν. τί γὰρ φατὲ οἱ τὰς τρεῖς ὑποστάσεις φάσκοντες; μὴ τρεῖς οὐσίας ὑπολαμβάνοντες τοῦτο λέγετε; μέγα οἶδ’ ὅτι βοήσετε κατὰ τῶν οὕτως ὑπειληφότων· μίαν γὰρ καὶ τὴν αὐτὴν τῶν τριῶν δογματίζομεν. τί δὲ οἱ τὰ πρόσωπα; μὴ ἓν οἷόν τι σύνθετον ἀνα‐ πλάσσετε καὶ τριπρόσωπον ἢ ἀνθρωπόμορφον ὅλως; ἄπαγε, καὶ ὑμεῖς ἀντιβοήσετε, μηδὲ πρόσωπον, | ||
10 | ὅτι ποτέ ἐστιν, ἴδοι θεοῦ ὃς οὕτως ἔχει. τί οὖν ὑμῖν τὰ πρόσωπα; (προσερήσομαι γάρ) τῶι τρία εἶναι τὰ διαιρούμενα, οὐ φύσεσιν, ἀλλ’ ἰδιότησιν; ὑπέρευ γε. πῶς ἄν τινες σωφρονοῖεν | ||
μᾶλλον καὶ τὸ αὐτὸ λέγοιεν ἢ οὕτως ἔχοντες, κἂν ταῖς συλλαβαῖς διαφέρωσιν; | 68 | ||
180 | Καὶ ὁ ἐν ἁγίοις Γρηγόριος ὁ τῆς Νυσαέων ἐπίσκοπος ἐν τῶι δευτέρωι λόγωι τῶι κατ’ Εὐνομίου λέγει τάδε Ἡ μὲν γὰρ τῶν ὑποστάσεων ἰδιότης τρανήν τε καὶ ἀσύγχυτον ποιεῖται τὴν τῶν προσώπων διαστολήν· ἓν δὲ ὄνομα προκείμενον τῆς κατὰ τὴν πίστιν ἐκθέσεως σαφῶς ἡμῖν τὴν ἑνότητα τῆς | ||
5 | οὐσίας τῶν ἐν τῆι πίστει προσώπων διερμηνεύει, πατρὸς λέγω καὶ υἱοῦ καὶ πνεύματος ἁγίου. διὰ γὰρ τῶν κλήσεων τούτων οὐ φύσεως διαφορὰν διδασκόμεθα, ἀλλὰ μόνας τὰς τῶν ὑποστάσεων γνωριστικὰς ἰδιότητας. | ||
181 | Καὶ ταῦτα μὲν οἱ πατέρες πρὸς ἀπόδειξιν τοῦ φύσιν μὲν καὶ οὐσίαν ἐπὶ τοῦ κοινοῦ σημαινο‐ μένου κατηγορεῖσθαι, πρόσωπον δὲ καὶ ὑπόστασιν ἐπὶ τῶν καθ’ ἕκαστον· τίς δὲ οὐκ ἂν θαυμά‐ σειεν τὴν τῶν αἱρετικῶν ἀλογίαν ὅτι ἕνωσιν λέγοντες καὶ τὴν διαφορὰν τῶν ἐν Χριστῶι φύσεών ἐστιν ὅτε ὁμολογοῦντες ἀρνοῦνται τὸν ἐκ τῆς διαφορᾶς τῶν ἡνωμένων πραγμάτων εἰσαγόμενον | ||
5 | ἀριθμόν, σαφῶς καὶ ἐν τούτωι τὴν Ἀπολιναρίου νοσοῦντες μανίαν; λέγει γὰρ ὁ αὐτὸς Ἀπολινά‐ ριος ἐν τοῖς γραφεῖσιν αὐτῶι Συλλογισμοῖς τάδε | ||
182 | Μεσότητες γίνονται ἰδιοτήτων διαφόρων εἰς ἓν συνελθουσῶν, ὡς ἐν ἡμιόνωι ἰδιότης ὄνου καὶ ἵππου καὶ ἐν γλαυκῶι χρώματι ἰδιότης λευκοῦ καὶ μέλανος καὶ ἐν ἀέρι χειμῶνος καὶ θέρους ἰδιότης ἔαρ ἐργαζομένη· οὐδεμία δὲ μεσότης ἑκατέρας ἔχει τὰς ἀκρότητας ἐξ ὁλοκλήρου, ἀλλὰ μερικῶς ἐπιμεμιγμένας. μεσότης δὲ θεοῦ καὶ ἀνθρώπων ἐν Χριστῶι· οὐκ ἄρα οὔτε ἄνθρωπος | ||
5 | ὅλος οὔτε θεός, ἀλλὰ θεοῦ καὶ ἀνθρώπου μῖξις. | ||
183 | Εἶτα πάλιν ἐν τῶι λόγωι αὐτοῦ τῶι ἐπιγεγραμμένωι ὅτι θεὸς ἔνσαρκος ὁ Χριστός, κατὰ πεῦσιν καὶ ἀπόκρισιν τὸν διάλογον ποιούμενος, ἐπερωτηθείς· Τί οὖν; οὐχὶ καὶ θεὸς καὶ ἄνθρωπός ἐστιν ὁ Χριστὸς ἢ θεὸν σὺ λέγεις τὸν Χριστὸν ἀρνούμενος αὐτὸν καὶ ἄνθρωπον εἶναι; λέγει τάδε· οὐκ ἐν δύο οὐσίαις, ἀλλ’ ἐν μιᾶι. | ||
184 | Ταῦτα δὲ παρηγάγομεν, ἵνα δείξωμεν ὅτι τοῖς Ἀπολιναρίου πονηροῖς ἀκολουθοῦντες δόγμασιν οἱ Ἀκέφαλοι οὐχ ὁμολογοῦσιν ἐν δύο οὐσίαις εἶναί τε καὶ γνωρίζεσθαι τὸν Χριστόν, ἀλλ’ ἐν μιᾶι, καίτοι τῶν ἁγίων ἡμῶν πατέρων ἐπὶ τῆς ἀφράστου ἑνώσεως τῆς θεότητος καὶ τῆς ἀνθρω‐ πότητος τοῦ Χριστοῦ οὐ μίαν φύσιν παραδιδόντων, ἀλλὰ τὸν ἀριθμὸν τῶν ἑνωθεισῶν φύσεων | ||
5 | ὁμολογεῖν ἡμᾶς διδασκόντων. | ||
185 | Καὶ εὐθὺς ὁ ἐν ἁγίοις Κύριλλος ἐν τῶι λόγωι τῶι δεικνύντι ὅτι εἷς ὁ Χριστός, ἀποβαλλόμενος τοῦς λέγοντας μίαν τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος τοῦ Χριστοῦ φύσιν λέγει τάδε Καίτοι πῶς οὐ λῆρος ἤδη ταυτὶ καὶ νοῦ παραπαίοντος ἀπόδειξις ἐναργής; πῶς γὰρ ἐν οὐσίας ταυτότητι κατίδοι τις ἂν τὰ τοῖς τῆς φύσεως λόγοις τοσοῦτον ἀλλήλων διωικισμένα; ἕτερον γάρ | ||
5 | τι θεότης καὶ ἕτερον ἀνθρωπότης. ἐπεὶ τίνων φαμὲν γενέσθαι τὴν ἕνωσιν; οὐ γὰρ ἓν τῶι ἀρι‐ θμῶι φαίη τις ἂν εἶναι τὰ ἑνούμενα, ἀλλ’ ἢ δύο τυχὸν ἢ καὶ τούτων πέρα. | ||
186 | Καὶ πάλιν ἐν τῆι πρὸς Εὐλόγιον ἐπιστολῆι λέγει τάδε Ὅπου ἕνωσις ὀνομάζεται, οὐχ ἑνὸς πράγματος σημαίνεται σύνοδος, ἀλλ’ ἢ δύο ἢ καὶ πλειόνων καὶ διαφερόντων ἀλλήλοις κατὰ τὴν φύσιν. | ||
187 | Τούτων τοίνυν οὕτω παρὰ τοῦ ἐν ἁγίοις πατρὸς εἰρημένων δῆλοι καθεστᾶσιν οἱ αἱρετικοὶ τὸν ἀριθμὸν τῶν συνελθόντων πραγμάτων ἀπαρνούμενοι καὶ αὐτὴν τὴν ἕνωσιν ἀναιροῦντες καὶ θεὸν καὶ ἄνθρωπον τὸν Χριστὸν πρὸς ἀπάτην λέγοντες τῶν ἁπλουστέρων. εἰ γὰρ κατὰ ἀλήθειαν ἔλεγον θεὸν τέλειον καὶ ἄνθρωπον τέλειον τὸν Χριστόν, δῆλον ὅτι καὶ τὰς δύο οὐσίας ἐν αὐτῶι | ||
5 | σώιζεσθαι ὡμολόγουν· μὴ ὁμολογοῦντες δὲ τὸν ἀριθμὸν τῶν ἑνωθέντων πραγμάτων δείκνυνται μηδὲν τέλειον ἐν Χριστῶι λέγοντες. τοῦτο γὰρ καὶ ὁ διδάσκαλος τῆς πλάνης αὐτῶν Ἀπολινά‐ ριος ἐν τῶι Περὶ τῆς θείας σαρκώσεως λόγωι γράφει λέγων | 70 | |
188 | Καὶ γὰρ εἰ ἀνθρώπωι τελείωι συνήφθη θεὸς τέλειος, δύο ἂν ἦσαν· τὸ δὲ ἀτελὲς ἄρα τῶι τε‐ λείωι συντιθέμενον οὐκ ἐν δυάδι θεωρεῖται. | ||
189 | Πρὸς ἃ ἀντιλέγων Γρηγόριος ὁ Νύσης λέγει τάδε Οὐκ εἶδεν ὁ γεννάδας οὐδὲ παιδία ποτὲ τοὺς ἐπὶ τῆς παλάμης δακτύλους ἐξαριθμούμενα ὁ τὸν μικρὸν τῶι μείζονι συναριθμῶν. ἔνα μὲν ὀνομάζει τὸν ἐλαττούμενον καὶ ἕνα τὸν ὑπερέχοντα, δύο δὲ ὅμως εἶναί φησιν, εἰ μετ’ ἀλλήλων ἀμφοτέρους λογίζοιτο. πᾶς γὰρ ἀριθμὸς μονάδων | ||
5 | ἐστὶ σύνθεσις τὸ ἀθροιζόμενον ἐκ τούτων ἐν κεφαλαίωι σημαίνων· εἰ δὲ τὸ ἀριθμητόν, ὅ τι περ ἂν ἦι, τῶι συναριθμουμένωι παρατιθέμενον κατὰ τὴν πηλικότητα πλεονάζοι τῶι ὄγκωι παρὰ τὸ ἔλαττον, ἓν καὶ τὸ ἐλαττούμενον ἔσται, κἂν ἐλλείποι τὸ μέγεθος. ὅταν μὲν οὖν ἰσομεγέθη δύο τῶι ἀριθμῶι διαλάβωμεν, δύο τέλεια λέγομεν· ὅταν δὲ τῶι τελείωι τὸ λεῖπον συναριθμήσω‐ μεν, δύο μὲν καὶ οὕτω φαμέν, ἀλλὰ τὸ μὲν ἐλλιπές, τὸ δὲ τέλειον. ὁ δὲ πολὺς οὗτος κατὰ τὴν | ||
10 | ἀριθμητικὴν ἐπιστήμην εἰ μὲν τελείως ἑκάτερον κατὰ τὴν ἑαυτοῦ φύσιν ἔχει, δύο φησὶ λέγεσθαι τὰ οὕτω λεγόμενα· εἰ δὲ τὸ μὲν ἐλλείποι, τὸ δὲ ἕτερον τέλειον εἴη, ἓν ἀμφότερα γίνεσθαι, οὐκ οἶδ’ ὅπως τὸ ἀτελὲς συναλείφων τῶι περιττεύοντι καὶ διὰ τῶν ἐναντίων ἐπινοῶν τοῖς ἀσυμβάτοις τὴν ἕνωσιν. τέλειον γὰρ τελείωι καὶ ἀτελὲς ἀτελεῖ μᾶλλον ἁρμόζεται τῆι ὁμοιότητι· τῆς δὲ τοῦ ἐναντίου πρὸς τὸ ἐναντίον ἑνώσεως, τοῦ ἀτελοῦς φημὶ πρὸς τὸ τέλειον, λεγέτω τὸν τρόπον ὁ τῆς | ||
15 | κοινῆς ταύτης ἀριθμητικῆς νομοθέτης. | ||
190 | ἀλλ’ οὐχ ἡγεῖται πρέπειν ἀνθρώπινον νοῦν περὶ τὸν μονογενῆ θεὸν ἐννοεῖν καὶ τὴν αἰτίαν λέγει ὅτι τρεπτὸς ὁ νοῦς ὁ ἀνθρώπινος. οὐκοῦν ὁ αὐτὸς λόγος μηδὲ τὴν σάρκα τῶι θεῶι συγχω‐ ρείτω· τὸ γὰρ τρεπτὴν αὐτὴν εἶναι οὐδὲ ὁ λογογράφος ἀντείποι ἀπὸ νεότητος μέχρι τελειώσεως ὥσπερ ἐνδύματα μετενδυομένην τὰς ἡλικίας. ἢ πῶς οὐκ ἦν τρεπτὸς ὁ πρότερον ἐπ’ ὠλένης | ||
5 | ὑπὸ τῆς μητρὸς κομιζόμενος, εἶτα ἐν παιδίοις, εἶτα ἐν μειρακίοις γενόμενος καὶ οὕτω κατ’ ὀλίγον προελθὼν εἰς τὸ τέλειον, ἕως εἰς τὸ μέτρον τῆς ἀνθρωπίνης ἡλικίας ἦλθεν; εἰ οὖν ὁ νοῦς διὰ τὸ τρεπτὸν ἀποβάλλεται, διὰ τὴν αὐτὴν αἰτίαν μηδὲ ἡ σὰρξ ὑπ’ αὐτοῦ συγχωρείσθω. καὶ οὕτω ψευδὲς κατ’ αὐτὸν δειχθήσεται τὸ εὐαγγέλιον ἅπαν καὶ κενὸν τὸ κήρυγμα καὶ ματαία ἡ πίστις. εἰ δὲ οὐκ ἀπιστεῖται τὸ ἐν σαρκὶ πεφανερῶσθαι καὶ ταύτηι τρεπτῆι, οὐδὲ τὸν νοῦν | ||
10 | πάντως διὰ τὴν αὐτὴν αἰτίαν ἀπόβλητον ἕξει, ἀλλ’ ὥσπερ ἐν σαρκὶ γενόμενος οὐκ ἐμολύνθη, οὕτως οὐδὲ τὸν νοῦν παραδεξάμενος εἰς τροπὴν ἠλλοιώθη. | ||
191 | πάλιν δὲ τὸν αὐτὸν ἀναλήψομαι λόγον ἐκθέμενος τὴν ῥῆσιν αὐτοῦ ἐπὶ λέξεως οὐκ ἄρα, φησί, σώιζεται τὸ ἀνθρώπινον γένος δι’ ἀναλήψεως νοῦ καὶ ὅλου ἀνθρώπου, ἀλλὰ δι’ ἀναλήψεως σαρκός, ἧι φυσικὸν μὲν τὸ ἡγεμονεύεσθαι, ἐδεῖτο δὲ ἀτρέπτου νοῦ μὴ ὑποπίπτοντος αὐτῆι δι’ ἀνεπιστημοσύνης ἀσθένειαν, ἀλλὰ συναρμόζοντος αὐτὴν ἀβιάστως ἑαυτῶι. τίς οὐκ | ||
5 | οἶδεν ὅτι τὸ δεόμενον τοῦ ἀνενδεοῦς ἕτερον τῆι φύσει πάντως ἐστὶ καὶ τὸ πεφυκὸς ἡγεμονεύεσθαι τοῦ ἐν τῆι φύσει τὸ ἄρχειν ἔχοντος ὁμοίως κατὰ τὸν λόγον τῆς οὐσίας παρήλλακται, ὡς ἡ τῶν ἀλό‐ γων φύσις ὑποχειρίως ἔχειν τῆι τῶν ἀνθρώπων κατεσκευάσθη καὶ ὁ ἄνθρωπος οὐκ ἐπίκτητον τὴν κατὰ τῶν ἀλόγων ἀρχήν, ἀλλ’ οἰκείαν ἔχει. εἰ οὖν φυσικὸν τῆι σαρκὶ τὸ ἡγεμονεύεσθαι, καθώς φησιν ὁ Ἀπολινάριος, ἡγεμονικὸν δὲ τῆι φύσει τὸ θεῖον, πῶς ὁ ταῦτα διδοὺς ἓν ἐξ ἀρχῆς εἶναι τὰ | ||
10 | ἀμφότερα τῆι φύσει διορίζεται πᾶσιν ὄντος προδήλου ὅτι ἕτερος τοῦ ὑποχειρίου καὶ ἄλλος τοῦ | ||
ἐπιστατοῦντος ὁ λόγος καὶ ἄλλο τὸ πεφυκὸς ὁδηγεῖσθαι καὶ ἕτερον πάλιν ὧι φύσις τὸ ἡγεμονεύειν ἐστίν; εἰ οὖν ἐν τοῖς ἐναντίοις ἰδιώμασιν ἡ ἑκατέρου τούτων θεωρεῖται φύσις, τῆς σαρκὸς λέγω καὶ τῆς θεότητος, πῶς μία αἱ δύο φύσεις εἰσίν; | 72 | ||
192 | Ἐκ τῶν εἰρημένων τοίνυν σαφὲς καθέστηκεν ὅτι ὅπου ἕνωσις διαφόρων νοεῖται πραγ‐ μάτων, ἐκεῖ πάντως καὶ ὁ ἀριθμὸς τῶν ἑνωθέντων γνωρίζεται· ἀλλ’ οἱ τῆς ἀληθείας ἐχθροὶ ἀεὶ τῆι ἑαυτῶν δυσσεβείαι προσεπινοοῦντες τὰ χείρονα οὐ μόνον περὶ τὴν οἰκονομίαν τοῦ ἑνὸς τῆς ἁγίας τριάδος ἁμαρτάνουσιν, ἀλλὰ καὶ περὶ αὐτὴν βλασφημοῦσιν τὴν ὁμοούσιον τριάδα. | ||
5 | καὶ τοῦτο γὰρ λέγειν Σευῆρος ἐτόλμησεν ὅτι ὁ τρισάγιος ὕμνος εἰς μόνον ἀναφέρεται τὸν υἱὸν μὴ κοινωνούντων τῆι δοξολογίαι τοῦ πατρὸς καὶ τοῦ ἁγίου πνεύματος. τοῦτο δὲ οὐδὲν ἕτερόν ἐστιν ἢ κατὰ τὴν Ἀρείου μανίαν χωρίζειν τὸν υἱὸν τῆς οὐσίας τοῦ πατρὸς καὶ ἁγίου πνεύματος, καὶ ἑτεροούσιον αὐτὸν εἰσάγειν ἢ εἰ μὴ τοῦτο, ἀλλὰ κατὰ τὴν Νεστορίου βλα‐ σφημίαν μὴ ὁμολογεῖν τὸν Χριστὸν θεὸν εἶναι καὶ ἕνα τῆς ἁγίας τριάδος, ἀλλὰ τετάρτωι τινὶ | ||
10 | προσώπωι κατὰ τὴν ἐκείνων ἄνοιαν τὸν τοιοῦτον ἀναπέμπειν ὕμνον. καὶ ὧι νομίζουσι τιμᾶν τὸν υἱόν, ἀγνοοῦσιν αὐτὸν ἀτιμάζοντες τῶι χωρίζειν αὐτὸν τοῦ συμπροσκυνεῖσθαι τῶι πατρὶ καὶ τῶι ἁγίωι πνεύματι. ταῦτα δὲ λέγοντες οὔτε ἑαυτοῖς γοῦν ἀκολουθεῖν ἐγνώκασιν· τρίτον γὰρ λεγομένου τοῦ ὕμνου ἐπάγομεν εὐθύς· δόξα πατρὶ καὶ υἱῶι καὶ ἁγίωι πνεύματι. τί δὲ λέγομεν ὅτι ἑαυτοῖς ἀπειθοῦσιν; ὁπότε οὐδὲ τὰ σεραφὶμ ἐντρέπονται διὰ τῆς τρισαγίας φωνῆς τῆι | ||
15 | ἁγίαι τριάδι τὴν δοξολογίαν προσάγοντα, καθὼς τὰ περὶ τούτου καὶ οἱ ἅγιοι ἡμῖν πατέρες παραδε‐ δώκασιν. Ἀθανάσιος μὲν γὰρ ἐν τῶι λόγωι τῶι εἰς τὸ ἅγιον πνεῦμα κατὰ Ἀρειανῶν λέγει τάδε | ||
193 | Καὶ ὅτε δοξολογοῦσι τὰ χερουβὶμ λέγοντα ἅγιος ἅγιος ἅγιος κύριος σαβαώθ, πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα δοξολογοῦσιν. διὰ τοῦτο ὥσπερ εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ βαπτιζόμεθα, οὕτως καὶ εἰς τὸ ὄνομα τοῦ ἁγίου πνεύματος καὶ γινόμεθα υἱοὶ θεοῦ, οὐ θεῶν· πατὴρ γὰρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα 〈κύριοσ〉 σαβαώθ ἐστιν. μία γὰρ ἡ θεότης καὶ εἷς θεός. | ||
5 | καὶ διὰ τοῦτο, ὅπερ εἶπεν ὁ πατὴρ ἐν τῶι Ἡσαίαι, ὁ Ἰωάννης λέγει ὅτι ὁ υἱὸς εἶπεν, ἐν δὲ ταῖς Πράξεσιν ὁ Παῦλος λέγει ὅτι τὸ πνεῦμα τὸ ἅγιον εἶπεν. | ||
194 | Γρηγόριος δὲ ὁ θεολόγος ἐν τοῖς τοῦ Χριστοῦ γενεθλίοις λέγει· οὕτω μὲν οὖν τὰ ἅγια τῶν ἁγίων, ἃ καὶ τοῖς σεραφὶμ συγκαλύπτεται καὶ δοξάζεται τρισὶν ἁγιασμοῖς, εἰς μίαν συνιοῦσι κυ‐ ριότητα καὶ θεότητα, ὅπερ καὶ ἄλλωι τινὶ τῶν πρὸ ἡμῶν πεφιλοσόφηται κάλλιστά τι καὶ ὑψη‐ λότατα. | ||
195 | Ὁ δὲ μέγας Βασίλειος ἐν τῶι περὶ τοῦ ἁγίου πνεύματος λόγωι διδάσκει τάδε· τὸ πνεῦμα τὸ ἅγιον πηγὴ ἁγιασμοῦ καὶ ὥσπερ φύσει ἅγιος ὁ πατὴρ καὶ φύσει ἅγιος ὁ υἱός, οὕτω φύσει ἅγιον καὶ τὸ πνεῦμα τὸ τῆς ἀληθείας. δι’ ὃ καὶ ἐξαιρέτου καὶ ἰδιαζούσης τῆς τοῦ ἁγίου προσηγορίας ἠξίωται. εἰ οὖν φύσις αὐτῶι ὁ ἁγιασμός ἐστιν ὥσπερ πατρὶ καὶ υἱῶι, πῶς τρίτης ἐστὶν καὶ | ||
5 | ἀλλοτρίας φύσεως; διὰ τοῦτο γὰρ ἅμα καὶ παρὰ τῶι Ἡσαίαι τὰ σεραφὶμ τρίτον ἐκβοῶντα τὸ ἅγιος ἀναγέγραπται, ὅτι ἐν τρισὶ ταῖς ὑποστάσεσιν ὁ κατὰ φύσιν ἁγιασμὸς θεωρεῖται. | ||
196 | Καὶ ὁ ἐν ἁγίοις δὲ Ἰωάννης ὁ Κωνσταντινουπόλεως ἐπίσκοπος ἑρμηνεύων τὴν Ἡσαίου προ‐ φητείαν λέγει τάδε· διηνεκῶς τὰ σεραφὶμ περὶ τὸν θεόν εἰσιν καὶ παρ’ αὐτὸν καὶ οὐκ ἀφίστανται, ἀλλ’ αὕτη αὐτοῖς ἡ πολιτεία τὸ διηνεκῶς εἰς αὐτὸν ἄιδειν, τὸ διὰ πάντων εὐφημεῖν τὸν ποιήσαντα. οὐ γὰρ εἶπεν ἔκραξαν, ἀλλ’ ἐκέκραγον, τουτέστιν διηνεκῶς τοῦτο 〈ἔργον〉 ἔχουσιν, ἕτερος | ||
5 | πρὸς τὸν ἕτερον καὶ ἔλεγον ἅγιος ἅγιος ἅγιος κύριος σαβαώθ. τοῦτο τὴν παναρ‐ | ||
μόνιον αὐτῶν συμφωνίαν δηλοῖ καὶ τὴν μετὰ πολλῆς ὁμονοίας εὐφημίαν. οὗτος ὁ ὕμνος οὐκ εὐφημία μόνον ἐστίν, ἀλλὰ καὶ προφητεία τῶν καταληψομένων τὴν οἰκουμένην ἀγαθῶν καὶ δογ‐ μάτων ἀκρίβεια. τίνος δὲ ἕνεκεν οὐκ εἶπον ἅπαξ καὶ ἐσίγησαν, οὐδὲ δεύτερον καὶ ἔστησαν, ἀλλὰ τρίτον προσέθηκαν; οὐκ εὔδηλον ὅτι τῆι τριάδι τὸν ὕμνον ἀναφέροντα τοῦτο ἐποίουν; | 74 | ||
197 | Ἔτι μὴν καὶ ὁ ἐν ἁγίοις Κύριλλος τὴν τοιαύτην Ἡσαίου προφητείαν ἑρμηνεύων ἐν τῶι τετάρ‐ τωι λόγωι τοῦ πρώτου βιβλίου αὐτοῦ λέγει τάδε· ἅγιος ἅγιος ἅγιος κύριος σαβαώθ· πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ· τρὶς δὲ τὸ ἅγιος λέγοντες κατακλείουσι τὴν δοξο‐ λογίαν εἰς τὸ κύριος σαβαὼθ ἐν μιᾶι θεότητος φύσει τὴν ἁγίαν τιθέντες τριάδα. ὑφεστάναι | ||
5 | μὲν γὰρ ὁμολογουμένως φαμὲν τὸν πατέρα, οὕτω δὲ καὶ τὸν υἱὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον καὶ λόγος οὐδεὶς διατέμνει πρὸς ἑτερότητα φυσικὴν τῶν ὠνομασμένων ἕκαστον, ἀλλ’ ἐν ὑποστάσεσι τρισὶ νοεῖται μία θεότης καὶ δι’ αὐτῶν ἡμῖν τοῦτο μεμαρτύρηται τῶν ἁγίων σεραφίμ. | ||
198 | Ταῦτα τοίνυν πρὸς ἀναίρεσιν τῆς τῶν αἱρετικῶν βλασφημίας οἱ πατέρες ἐκθέμενοι τὴν ὀρθὴν τῆς ἐκκλησίας παραδεδώκασιν ὁμολογίαν, διδάξαντες ἡμᾶς μίαν θεότητα, μίαν δύναμιν, μίαν οὐσίαν τῆς ἁγίας ὁμολογεῖν τριάδος καὶ τὴν αὐτὴν προσφέρειν δοξολογίαν τε καὶ προσκύνησιν πατρὶ καὶ υἱῶι καὶ ἁγίωι πνεύματι, ὁμολογεῖν δὲ τὸ ἓν πρόσωπον τὸ ἐκ τῆς ἁγίας καὶ ὁμοουσίου | ||
5 | τριάδος, τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, θεὸν ἀληθῆ καὶ ἄνθρωπον ἀληθῆ, τὸν αὐτὸν ὁμο‐ ούσιον τῶι πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοούσιον ἡμῖν τὸν αὐτὸν κατὰ τὴν ἀνθρωπότητα καὶ οὔτε κατὰ τὴν αὐτὴν οὐσίαν ὁμοούσιον αὐτὸν εἶναι τῶι πατρὶ καθ’ ἣν ἡμῖν, οὔτε ἡμῖν καθ’ ἣν τῶι πατρί. ἀδύνατον γὰρ μίαν οὐσίαν εἴτ’ οὖν φύσιν ὁμοούσιον εἶναι θεῶι καὶ ἀνθρώποις, ἀλλ’ ἐν μιᾶι ὑποστάσει αἱ δύο φύσεις γνωριζόμεναι ἣ μὲν πρὸς τὸν πατέρα τὴν κοινότητα ἔχει, | ||
10 | ἣ δὲ πρὸς ἡμᾶς. ὥστε δὲ σαφῶς ὑμᾶς ἐπιγνῶναι τὴν ὁμολογίαν ἣν ἀκολουθοῦντες τῆι καθο‐ λικῆι καὶ ἀποστολικῆι ἐκκλησίαι φυλάττομεν, ταύτην ἐν κεφαλαίοις συντόμως ἐκθέμενοι ὑμῖν τε καὶ δι’ ὑμῶν τοῖς τὸν μονήρη βίον κατὰ τὴν Ἀλεξανδρέων καὶ περὶ αὐτὴν ἑλομένοις δήλην καθιστῶμεν. | ||
199 | Α | Εἴ τις οὐχ ὁμολογεῖ τῆς ἁγίας τριάδος μίαν οὐσίαν, τουτέστιν φύσιν καὶ θεότητα, ἐν τρισὶν ὑποστάσεσιν εἴτ’ οὖν προσώποις, ὅπερ ἐστὶν ἐν πατρὶ καὶ υἱῶι καὶ ἁγίωι πνεύματι, προσκυνεῖσθαι, ἀνάθεμα ἔστω. | |
Β | Εἴ τις λέγει τὸν θεὸν λόγον ἢ τὸ πνεῦμα τὸ ἅγιον κτίσμα εἶναι ἢ ἑτέρας οὐσίας παρὰ τὴν | ||
5 | τοῦ πατρός, ἀνάθεμα ἔστω. | ||
Γ | Εἴ τις τὸν αὐτὸν λέγει πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, ἓν πρόσωπον πολυώνυμον ὑποτιθέ‐ μενος καὶ μίαν ὑπόστασιν ὑπὸ τριῶν κλήσεων ἐκφωνουμένην, τὸν τοιοῦτον ἐν τῆι μερίδι τῶν Ἰου‐ δαίων τάσσομεν καὶ ἀναθεματίζομεν. | ||
Δ | Εἴ τις μὴ ὁμολογεῖ τοῦ ἑνὸς προσώπου τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ, τοῦ κυρίου ἡμῶν | ||
10 | Ἰησοῦ Χριστοῦ, τὰς δύο γεννήσεις ὑπάρχειν, τήν τε πρὸ αἰώνων ἐκ τοῦ πατρὸς κατὰ τὴν θεότητα καὶ τὴν ἐπ’ ἐσχάτου τῶν ἡμερῶν τοῦ αὐτοῦ ἐκ τῆς ἁγίας παρθένου καὶ θεοτόκου Μαρίας κατὰ τὴν ἀνθρωπότητα, καὶ αὐτὸν εἶναι ἕνα τῆς ἁγίας τριάδος, τουτέστιν μίαν ὑπόστασιν ἐκ τῶν τριῶν ὑποστάσεων, ἀνάθεμα ἔστω. | ||
Ε | Εἴ τις οὐχ ὁμολογεῖ θεοτόκον τὴν ἁγίαν ἔνδοξον ἀειπάρθενον Μαρίαν, ἀνάθεμα ἔστω. | ||
15 | ϛ | Εἴ τις εἰσάγει δύο υἱούς, ἕνα μὲν τὸν ἐκ θεοῦ καὶ πατρός, ἕτερον δὲ τὸν ἐκ τῆς μητρός, ἢ καὶ ὡς ἄνθρωπον ἐνεργεῖσθαι λέγει τὸν Ἰησοῦν καὶ τὴν τοῦ μονογενοῦς εὐδοξίαν περιῆφθαι | |
ὡς ἑτέρωι παρ’ αὐτὸν ὑπάρχοντι, καθάπερ Παῦλος ὁ Σαμοσατεὺς καὶ Νεστόριος βλασφημοῦσιν, ἀλλ’ οὐχ ἕνα καὶ τὸν αὐτὸν ὁμολογεῖ υἱὸν μονογενῆ θεὸν λόγον κύριον Ἰησοῦν Χριστόν, ὁ τοιοῦτος παρὰ πάντων Χριστιανῶν ἀναθεματιζέσθω. | 76 | ||
20 | Ζ | Εἴ τις ὡς διὰ σωλῆνος τῆς παρθένου διαδραμεῖν, ἀλλὰ μὴ ἐν αὐτῆι διαπεπλάσθαι λέγει θεικῶς τε ἅμα καὶ ἀνθρωπίνως, θεικῶς μὲν ὅτι χωρὶς ἀνδρός, ἀνθρωπίνως δὲ ὅτι νόμωι κυήσεως, ὁμοίως ἄθεος. | |
Η | Εἴ τις προσώποις δυσὶν ἤτοι ὑποστάσεσιν τὰς ἐν τοῖς εὐαγγελικοῖς καὶ ἀποστολικοῖς συγ‐ γράμμασιν διανέμει φωνὰς ἢ ἐπὶ Χριστῶι παρὰ τῶν ἁγίων λεγομένας ἢ παρ’ αὐτοῦ περὶ ἑαυτοῦ, | ||
25 | ἀνάθεμα ἔστω. | ||
Θ | Εἴ τις οὐχ ὁμολογεῖ τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος τοῦ Χριστοῦ μίαν εἶναι τὴν ὑπόστασιν ἤτοι ἓν πρόσωπον, ἀνάθεμα ἔστω. | ||
Ι | Εἴ τις δύο φύσεις τοῦ μονογενοῦς λέγει πρὸ τῆς ἑνώσεως, μίαν δὲ μετὰ τὴν ἕνωσιν τῆς θεό‐ τητος καὶ τῆς σαρκὸς αὐτοῦ φύσιν ἀναπλάττει, ἀνάθεμα ἔστω. | ||
30 | ΙΑ | Εἴ τις οὐχ ὁμολογεῖ τὰς δύο φύσεις τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος εἰς μίαν ὑπό‐ στασιν συνδραμεῖν ἕνα τε τὸν Χριστὸν ἀποτελέσαι καὶ ἐν ἀμφοτέραις ταῖς φύσεσιν ἀσυγχύτοις καὶ ἀδιαιρέτοις αὐτὸν γνωρίζεσθαι, καθ’ ὃ τέλειον ἐν θεότητι καὶ τέλειον ἐν ἀνθρωπότητι τὸν αὐτὸν ὁμολογοῦμεν καὶ ἑνὸς καὶ τοῦ αὐτοῦ τὰ θαύματα καὶ τὰ πάθη εἶναι πιστεύομεν, ἀνάθεμα ἔστω. | |
200 | Ταῦτά ἐστιν ἃ παρὰ τῆς θείας γραφῆς ἐδιδάχθημεν, ταῦτα τῆς καθολικῆς ἐκκλησίας τὰ δόγματα, αὗται τῶν πατέρων αἱ παραδόσεις τῶν τε κατὰ καιρὸν ἐν τῆι ἁγίαι τοῦ θεοῦ ἐκκλησίαι διαπρεψάν‐ των καὶ τῶν ἐν ταῖς ἁγίαις τέτρασιν γενομένων συνόδοις τῶν τριακοσίων δέκα καὶ ὀκτὼ τῶν ἐν Νικαίαι καὶ τῶν ἑκατὸν πεντήκοντα τῶν ἐν Κωνσταντινοπόλει καὶ τῶν ἐν Ἐφέσωι κατὰ πρώτην | ||
5 | τάξιν συνειλεγμένων διακοσίων καὶ τῶν ἐν Χαλκηδόνι ἑξακοσίων τριάκοντα, οἵτινες νόμος ὄντες τῆς ἐκκλησίας τοὺς κατὰ καιρὸν ἀναφυέντας αἱρετικοὺς καὶ τὰ ἐκείνων μυσερὰ δόγματα τῆι τοῦ ἁγίου πνεύματος συνεργείαι τῆς ἐκκλησίας ἐξέβαλον. οἱ δὲ τῆς εὐσεβείας ἐχθροὶ τὴν ἐπι‐ σπορὰν τῶν ζιζανίων τοῦ διαβόλου κατέχοντες καὶ τοῖς ἀγαθοῖς σπέρμασιν ἀκολουθεῖν μὴ βου‐ λόμενοι, ἀεὶ δὲ προφάσεις ἐν ἁμαρτίαις προφασιζόμενοι, παντὸς ἀποροῦντες λόγου εἰς τοῦτο κατα‐ | ||
10 | φεύγουσιν τὸ λέγειν πατροπαράδοτον ἔχειν διδασκαλίαν καὶ ταύτην ἀπολιπεῖν μὴ δύνασθαι, πατέ‐ ρας ἔχοντες οἱ μὲν ἀπὸ Νεστορίου Παῦλόν τε καὶ Φωτεινὸν καὶ Μάρκελλον καὶ τοὺς τὰ ἐκείνων φρονήσαντας, οἱ δὲ Ἀκέφαλοι Εὐτυχέα τε καὶ Διόσκορον καὶ Τιμόθεον τὸν Αἴλουρον καὶ τοὺς τὰ ἐκείνων φρονήσαντας, οἳ τῆι Ἀπολιναρίου καὶ Μανιχαίου καὶ Βαλεντίνου μανίαι ἠκολουθηκότες ἐδείχθησαν. οἱ οὖν ταῦτα λέγοντες πῶς Ἰουδαίους τε καὶ Ἕλληνας πρὸς Χριστιανισμὸν | ||
15 | ὁδηγήσουσι τὰ παραπλήσια τούτοις προβαλλόμενοι καὶ λέγοντες οὐ μόνον πατροπαράδοτον, ἀλλὰ καὶ πολλῶι τούτων παλαιοτέραν κεκτῆσθαι τὴν ἀσέβειαν; ὅθεν προτρέπομεν τὴν ὑμετέραν θεο‐ φίλειαν διαμαρτύρασθαι πάντα ἄνθρωπον φοβούμενον τὸν κύριον καὶ κρίσιν θεοῦ ἀναμένοντα διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθαι, ἀλλὰ διδασκομένους τὴν ὀρθὴν καὶ ἀμώμητον πίστιν προστρέχειν τῆι ἁγίαι τοῦ θεοῦ καθολικῆι καὶ ἀποστολικῆι ἐκκλησίαι, ἐν ἧι συμφώνως | ||
20 | κατὰ πᾶσαν τὴν οἰκουμένην παρὰ τῶν τοῦ θεοῦ ἱερέων ἡ ἀποστολικὴ διδασκαλία κηρύττεται. | 78 |