TLG 2733 001 :: EVAGRIUS Scholasticus :: Historia ecclesiastica

EVAGRIUS Scholasticus Scr. Eccl.
(Epiphaniensis (Syriae) Antiochenus: A.D. 6)

Historia ecclesiastica

Source: Bidez, J., Parmentier, L. (eds.), The ecclesiastical history of Evagrius with the scholia. London: Methuen, 1898 (repr. New York: AMS Press, 1979): 5–241.

Citation: Page — (line)

1

(1t)

Κεφάλαια τοῦ πρώτου τόμου τῆς ἐκκλησιαστικῆς ἱστορίας
2tΕὐαγρίου σχολαστικοῦ καὶ ἀπὸ ὑπάρχων τοῦ Ἐπιφανέως.
3 αʹ. Προοίμιον τοῦ συγγραφέως, πῶς ἐπὶ τὸ γράφειν τὴν παροῦσαν πραγματείαν ἐλήλυθεν. Εἶτα πρῶτον κεφάλαιον, ὅτι
5μετὰ τὴν κατάλυσιν τοῦ ἀσεβοῦς Ἰουλιανοῦ τῶν αἱρέσεων μικρὸν παυθεισῶν, ὕστερον ὁ πονηρὸς διάβολος τὴν πίστιν πάλιν ἐτάραττεν. βʹ. Ὅπως ἐφωράθη Νεστόριος δι’ Ἀναστασίου τοῦ μαθητοῦ διδάσκοντος μὴ θεοτόκον ἀλλὰ χριστοτόκον τὴν ἁγίαν καλῶν θεο‐ μήτορα, δι’ ἣν αἰτίαν καὶ αἱρετικὸς ὡμολόγηται.
10 γʹ. Οἷα ὁ μέγας Κύριλλος τῷ Νεστορίῳ ἔγραψε, καὶ ὅπως ἡ τρίτη σύνοδος ἐν Ἐφέσῳ ἠθροίσθη, ὑστερήσαντος Ἰωάννου τοῦ Ἀντιοχείας καὶ Θεοδωρήτου. δʹ. Ὅπως παρὰ τῆς συνόδου καθῃρέθη Νεστόριος, τοῦ Ἀντιο‐ χείας μὴ ἐνδημήσαντος.
15 εʹ. Ὡς μετὰ πέντε ἡμέρας ἐλθὼν ὁ Ἀντιοχείας Ἰωάννης καθαιρεῖ Κύριλλον τὸν Ἀλεξανδρείας καὶ Μέμνονα τὸν Ἐφέσου· οὓς ἡ σύνοδος πάλιν ἠθῴωσεν καθελοῦσα Ἰωάννην καὶ τοὺς μετ’ αὐτοῦ. Καὶ ὅπως διὰ Θεοδοσίου τοῦ βασιλέως συμβαίνουσι Κύριλλος καὶ Ἰωάννης, κυρώσαντες ἔτι καὶ τὴν Νεστορίου
20καθαίρεσιν. ϛʹ. Περὶ Παύλου τοῦ Ἐμέσης εἰς Ἀλεξάνδρειαν ἐλθόντος, καὶ ἔπαινος Κυρίλλου διὰ τὴν ἐπιστολήν. ζʹ. Οἷα ὁ δυσσεβὴς Νεστόριος πεπονθέναι περὶ αὐτοῦ γράφει, καὶ ὡς σκώληξι τὴν γλῶτταν τὸ τελευταῖον βρωθεὶς εἰς Ὄασιν
25ἀπέρρηξε τὴν ψυχήν.

2

ηʹ. Ὡς μετὰ Νεστόριον Μαξιμιανός, καὶ μετὰ τοῦτον Πρόκλος, εἶτα Φλαβιανὸς γίνεται. θʹ. Περὶ τοῦ δυστυχοῦς Εὐτυχοῦς, καὶ ὅπως παρὰ τοῦ Κων‐ σταντινουπόλεως καθῃρέθη Φλαβιανοῦ, καὶ περὶ τῆς ἐν Ἐφέσῳ
5δευτέρας λῃστρικῆς συνόδου. ιʹ. Ὅσα παρὰ τοῦ Διοσκόρου καὶ Χρυσαφίου τὸ παράλογον ἐν Ἐφέσῳ συνέδριον διεπράξατο. ιαʹ. Ἀπολογία τοῦ συγγραφέως ὑπὲρ τῶν ἐν ἡμῖν διαφορῶν, καὶ κατάγελως τῶν Ἑλληνικῶν ὕθλων.
10 ιβʹ. Ὅπως ὁ βασιλεὺς Θεοδόσιος τὴν Νεστορίου αἵρεσιν ἀπελαύνει. ιγʹ. Περὶ τοῦ ἁγίου Συμεὼν τοῦ Στυλίτου. ιδʹ. Περὶ τοῦ πολλάκις φαινομένου ἀστέρος ἐν τῇ περὶ τὸν κίονα στοᾷ τοῦ ὁσίου Συμεών, ὃν ἑωράκει ὁ συγγραφεὺς καὶ ἄλλοι,
15καὶ αὐτῆς τῆς κεφαλῆς τοῦ ἁγίου. ιεʹ. Περὶ τοῦ ἁγίου Ἰσιδώρου τοῦ Πηλουσιώτου, καὶ Συνεσίου τοῦ Κυρήνης ἐπισκόπου. ιϛʹ. Ὅπως ὁ θεοφόρος Ἰγνάτιος ἐκ Ῥώμης ἀνακομισθεὶς παρὰ Θεοδοσίου ἐν Ἀντιοχείᾳ κατετέθη.
20 ιζʹ. Περὶ Ἀττίλα τοῦ Σκυθῶν βασιλέως, καὶ ὅπως τὰ ἑῷα καὶ ἑσπέρια κατέστρεψε· καὶ περὶ τοῦ γενομένου ξένου σεισμοῦ καὶ τῶν ἄλλων ἐν κόσμῳ φοβερῶν σημείων. ιηʹ. Περὶ τῶν οἰκοδομιῶν τῶν ἐν Ἀντιοχείᾳ, καὶ τίνες οἱ ἐργασάμενοι ταύτας.
25 ιθʹ. Περὶ πολέμων διαφόρων Ἰταλικῶν καὶ Περσικῶν οἳ ἐπὶ Θεοδοσίου γεγόνασι. κʹ. Περὶ τῆς βασιλίσσης Εὐδοκίας καὶ Εὐδοξίας τῆς θυγατρός, καὶ ὅπως εἰς Ἀντιόχειαν καὶ Ἱεροσόλυμα ἀφίκετο. καʹ. Ὅτι καλῶς τὰ περὶ τὰ Ἱεροσόλυμα ἡ Εὐδοκία διέθηκε·
30καὶ περὶ διαφόρου βιοτῆς καὶ διαίτης τῶν ἐν Παλαιστίνῃ μοναχῶν. κβʹ. Ὅσα ἐδείματο ἡ βασιλὶς Εὐδοκία κατὰ Παλαιστίνην, καὶ περὶ τοῦ ναοῦ τοῦ πρωτομάρτυρος Στεφάνου, ἔνθα καὶ ὁσίως ἐτάφη.
Ἔτι δὲ καὶ περὶ τῆς τελευτῆς τοῦ βασιλέως Θεοδοσίου.

3

(1t)

Εὐαγρίου σχολαστικοῦ καὶ ἀπὸ ὑπάρχων τοῦ Ἐπιφανέως
2tἐκκλησιαστικῆς ἱστορίας λόγοι κʹ.
3 αʹ. Τὰ προοίμια, καὶ περὶ Ἀναστασίου πρεσβυτέρου συμπαρα‐ γενομένου Νεστορίῳ.
5 βʹ. Περὶ Νεστορίου ἐξακολουθήσαντος αὐτῷ. γʹ. Περὶ τῆς συναθροισθείσης ἐπ’ Ἐφέσῳ προτέρας συνόδου καὶ πάντων τῶν ἐν αὐτῇ. δʹ. Περὶ Παύλου ἐπισκόπου Ἐμέσης καὶ τῶν ἐπιστολῶν Ἰωάννου καὶ Κυρίλλου καὶ τῆς αὐτῶν ἑνώσεως.
10 εʹ. Περὶ τῶν ἐξοριῶν Νεστορίου καὶ τῶν ἐπιστολῶν αὐτοῦ τῶν περὶ τούτου. ϛʹ. Περὶ τῆς Μαξιμιανοῦ καὶ Πρόκλου μετὰ Νεστόριον χειρο‐ τονίας, καὶ Φλαβιανοῦ μετ’ αὐτούς. ζʹ. Περὶ τῶν κινηθέντων παρὰ Εὐσεβίου τοῦ ἐπισκόπου κατὰ
15Εὐτυχοῦς ἐν Κωνσταντινουπόλει. ηʹ. Περὶ τῆς δευτέρας ἐν Ἐφέσῳ συνόδου ἧς ἐξῆρχε Διόσκορος ὁ μετὰ Κύριλλον. θʹ. Περὶ τῆς ἀνακλήσεως Εὐτυχοῦς καὶ πάντων τῶν ἐν τῇ αὐτῇ συνόδῳ καθαιρεθέντων.
20 ιʹ. Καταδρομὴ κατὰ Ἑλλήνων καὶ τῶν σεβασμάτων αὐτῶν. ιαʹ. Περὶ ὧν Θεοδόσιος ὁ βασιλεὺς ἐνομοθέτησε κατὰ Νεστορίου. ιβʹ. Περὶ Συμεὼν τοῦ ἐν ἁγίοις Στυλίτου, καὶ ἔκφρασις τῆς κατ’ αὐτὸν μάνδρας.
25 ιγʹ. Περὶ Ἰσιδώρου τοῦ Πηλουσιώτου, καὶ Συνεσίου τοῦ Κυρήνης ἐπισκόπου. ιδʹ. Περὶ τοῦ ἐν ἁγίοις Ἰγνατίου, καὶ περὶ τοῦ ἐν ἁγίοις Βαβύλα. ιεʹ. Περὶ τοῦ πολέμου τοῦ κατὰ Ἀττίλαν, καὶ σεισμῶν
30καθολικῶν. ιϛʹ. Περὶ Μεμνονίου, Ζωΐλου, καὶ Καλλίστου, καὶ Ἀνατολίου. ιζʹ. Περὶ ἐπαναστάσεων ἀνά τε Εὐρώπην καὶ τὴν Ἑῴαν, καὶ
περὶ Κλαυδιανοῦ καὶ Κύρου τῶν ποιητῶν.

4

ιηʹ. Περὶ Εὐδοκίας καὶ Εὐδοξίας. ιθʹ. Περὶ ὧν ἐδείματο μοναστηρίων ἡ Εὐδοκία ἐν Ἱεροσολύμοις, καὶ διαφόρου ἀσκήσεως μοναχῶν. κʹ. Περὶ τοῦ ναοῦ τοῦ ἁγίου Στεφάνου ἐν ᾧ ἐτέθη, καὶ τῆς
5μετ’ αὐτὴν τελευτῆς Θεοδοσίου.

5

(1t)

ΕΥΑΓΡΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ ΕΠΙΦΑΝΕΩΣ ΚΑΙ ΑΠΟ ΕΠΑΡΧΩΝ
2tΕΚΚΛΗΣΙΑΣΤΙΚΗΣ ΙΣΤΟΡΙΑΣ
3tΤΟΜΟΣ Αʹ
4Εὐσεβίῳ τῷ Παμφίλου—ἀνὴρ δὲ ἐς τὰ μάλιστα
5λόγιος ὁ Παμφίλου τά τε ἄλλα καὶ ὥστε πείθειν οἷός τε εἶναι τοὺς ἐντυγχάνοντας θρησκεύειν τὰ ἡμέτερα, εἰ καὶ μὴ λίαν ἀκριβεῖς οἶδε ποιεῖν—Εὐσεβίῳ τε οὖν τῷ Παμφίλου, Σωζομενῷ τε καὶ Θεοδωρήτῳ καὶ Σωκράτει ἄριστα πάντων πεπόνηται ἥ τε εἰς ἡμᾶς ἄφιξις τοῦ
10φιλανθρώπου θεοῦ, ἥ τε εἰς οὐρανοὺς ἀνάβασις, ὅσα τε τοῖς θεσπεσίοις ἀποστόλοις ἀτὰρ καὶ μάρτυσι δι‐ αθλεύουσι κατώρθωτο, ἢ εἴ τι καὶ τοῖς ἄλλοις, ἀξιόλογον ἡμῖν ἢ καὶ τηνάλλως ἔχον, πέπρακται, μέχρι τινὸς τῆς Θεοδοσίου βασιλείας. Ἐπειδὴ δὲ τὰ ἑξῆς οὐ πολὺ
15τούτων ἀποδέοντα οὐδενός που καθ’ εἱρμὸν τετύχηκε λόγου, ἔδοξέ μοι, εἰ καὶ μὴ δεινὸς ἐγὼ τὰ τοιαῦτα, τὸν ὑπὲρ τούτων ἀνελέσθαι πόνον συγγραφήν τε ταῦτα ποιήσασθαι, εὖ μάλα πιστεύσαντι τῷ καὶ ἁλιέας σοφί‐ σαντι καὶ γλῶσσαν ἄλογον εἰς ἔναρθρον εὐφωνίαν κινή‐
20σαντι, ἀναστῆσαί τε τὰς ἤδη τῇ λήθῃ τεθνηκυίας πράξεις, ψυχῶσαί τε τῷ λόγῳ καὶ ἀπαθανατίσαι τῇ μνήμῃ, ὡς ἂν ἔχοιεν τῶν ἐντυγχανόντων ἕκαστος
μέχρις ἡμῶν εἰδέναι τί τε καὶ ὅτε, καὶ ὅποι καὶ ὅπως,

6

καὶ πρὸς οὓς καὶ παρ’ ὧν ἐγένοντο, καὶ μηδὲν τῶν μνήμης ἀξίων διαλάθοι ὑπὸ τῇ ἀνειμένῃ καὶ ἐκλύτῳ ῥαθυμίᾳ καὶ τῇ ταύτης ἀγχιθύρῳ λήθῃ κρυπτόμενον. Ἄρξομαι δέ, τῆς θείας ἡγουμένης ῥοπῆς, ὅθεν οἱ λελεγ‐
5μένοι μοι τὴν ἱστορίαν ἀπέλιπον. 1. Ἄρτι τῆς Ἰουλιανοῦ δυσσεβείας τοῖς τῶν μαρτύρων αἵμασι κατακλυσθείσης καὶ τῆς Ἀρείου μανίας συνδεθείσης ταῖς ἐν Νικαίᾳ χαλκευθείσαις πέδαις, Εὐνομίου τε αὖ καὶ Μακεδονίου ὑπὸ τοῦ παναγίου πνεύματος κατὰ τὸν Βόσπο‐
10ρον ἐκβρασθέντων καὶ πρὸς τῇ Κωνσταντίνου ἱερᾷ θραυ‐ σθέντων πόλει, ἤδη τε τῆς ἁγίας ἐκκλησίας τὸν πρόσφατον ἀποθεμένης ῥύπον καὶ πρὸς τὴν ἀρχαίαν ἐπαναγομένης εὐπρέπειαν, ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένης καὶ πεποικιλμένης τῷ τε ἐραστῇ νυμφίῳ συναρμοζομένης, οὐκ
15ἐνεγκὼν ὁ μισόκαλος δαίμων ξένον τινὰ καὶ ἀλλόκοτον ἡμῖν ἐπανίστησι πόλεμον, τήν τε πεπατημένην εἰδωλολατρίαν περιφρονήσας καὶ τὴν δουλικὴν Ἀρείου μανίαν παραγ‐ κωνισάμενος. Καὶ προσβαλεῖν μὲν ὡς ἐχθρὸς τῇ πίστει δέδοικεν ὑπὸ τοσούτων ἁγίων πατέρων πυργωθείσῃ καὶ τὰ
20πολλὰ τῆς δυνάμεως ἐν τῇ ταύτης πολιορκίᾳ παρῃρημένος, λῃστρικῶς δὲ τὸ πρᾶγμα μέτεισι πεύσεις τινὰς ἀποκρίσεις τε αὖ μηχανώμενος, πρὸς Ἰουδαϊσμὸν καινοπρεπῶς ἐπανά‐ γων τὸν πλανώμενον, οὐ συνιεὶς καὶ τὴν ἐντεῦθεν ἧτταν ὁ δείλαιος—ὃ γὰρ πρότερον μόνον ἀντίπαλον εἶχε, νῦν
25τέθηπέ τε καὶ περιπτύσσεται—, καὶ οὐκ εἰ τοῦ παντὸς ἐξώσει γε φρυαττόμενος, ἀλλ’ εἰ καὶ λέξιν τινὰ παραχα‐ ράττειν οἷός τε γένοιτο· πολλάκις δὲ τῇ ἑαυτοῦ ἰλυσπώ‐ μενος κακίᾳ, καὶ γράμματος ἐναλλαγὴν ἐτέχνασε πρὸς μὲν τὴν αὐτὴν ἕλκοντος διάνοιαν, ὅπως δὲ τὴν γνώμην τῆς
30γλώσσης ἀπομερίσῃ, ἵνα μὴ τὴν αὐτὴν ὁμολογίαν τε καὶ δοξολογίαν ὁμοφώνως ἄμφω τῷ θεῷ προσάγοιεν. Ὅπως δὲ τούτων ἕκαστον ἐπράχθη καὶ ὅποι τετελεύτηκεν, ἐν τοῖς ἰδίοις παραθήσομαι καιροῖς, παρυφαίνων εἴ τι καὶ ἄλλο πάρεργον μὲν ἱστορίας δὲ ἄξιον ἐξευρεῖν δυνηθείην, τὴν ἱστο‐
35ρίαν ἀποτιθέμενος ἔνθα τῷ φιλανθρώπῳ παρασταίη θεῷ.

7

2. Ἐπειδή γε Νεστόριος, ἡ θεομάχος γλῶσσα, τὸ Καϊάφα δεύτερον συνέδριον, τὸ τῆς βλασφημίας ἐργαστή‐ ριον, ἐν ᾧ πάλιν Χριστὸς συμφωνεῖταί τε καὶ πιπράσκεται, τὰς φύσεις διαιρούμενός τε καὶ σπαραττόμενος, ὁ μηδὲ
5ἐν αὐτῷ τῷ σταυρῷ ὀστοῦν ὅλως συντριβεὶς κατὰ τὸ γεγραμμένον, ἢ τὸν ὑφαντὸν διόλου χιτῶνα παρὰ τῶν θεοκτόνων περιρραγείς, τὴν μὲν θεοτόκος φωνὴν ὑπὸ τοῦ παναγίου πνεύματος ἤδη χαλκευθεῖσαν διὰ πολλῶν ἐγ‐ κρίτων πατέρων ἐξώθησέ τε καὶ ἀπεβάλετο, τὴν δὲ
10χριστοτόκος παραχαράξας ἀντεχάλκευσέ τε καὶ ἀνετύπωσε, μυρίων τε αὖ πολέμων τὴν ἐκκλησίαν ἐνέπλησεν αἵμασιν ἐμφυλίοις ταύτην ἐπικλύσας, δοκῶ μὴ ἀπορήσειν πρὸς εὔλογον διασκευὴν τῆς ἱστορίας καὶ τῆς ταύτης τελευτῆς καταντήσειν, εἴ γε προοιμιασθείη, Χριστοῦ τοῦ ἐπὶ πάντων
15συνεργοῦντος θεοῦ, ἐκ τῆς Νεστορίου τοῦ δυσσεβοῦς βλασφημίας. Ἤρξατο δὲ ὁ τῶν ἐκκλησιῶν πόλεμος ἐνθένδε. Ἀναστάσιός τις πρεσβύτερος τὴν γνώμην κακόδοξος Νεστορίου καὶ τῶν Νεστορίου Ἰουδαϊκῶν δογμάτων διά‐
20πυρος ἐραστής, ὃς καὶ συνέκδημός οἱ γέγονε πρὸς τὴν ἐπισκοπὴν ἀπαίροντι, ὅτε καὶ Θεοδώρῳ κατὰ τὴν Μο‐ ψουεστίαν συντυχὼν ὁ Νεστόριος τῆς εὐσεβείας παρε‐ τράπη τῶν ἐκείνου διδαγμάτων ἀκροασάμενος, ὡς Θεο‐ δούλῳ περὶ τούτων ἐπιστολικῶς γέγραπται, τὰς διαλέξεις
25τῷ φιλοχρίστῳ λεῲ ποιούμενος ἀνὰ τὴν ἐκκλησίαν Κωνσταντινουπόλεως ἀναφανδὸν ἐτόλμησεν εἰπεῖν· „Θεο‐ τόκον τὴν Μαρίαν καλείτω μηδείς. Μαρία γὰρ ἄνθρωπος ἦν· ὑπὸ ἀνθρώπου δὲ θεὸν τεχθῆναι ἀδύνατον.“ Πρὸς τούτοις τοῦ φιλοχρίστου λεὼ δυσχεράναντος καὶ βλα‐
30σφημίαν εἰκότως ἡγουμένου τὴν διάλεξιν, Νεστόριος ὁ τῆς βλασφημίας καθηγητὴς οὐ μόνον οὐ διεκώλυεν οὐδὲ τοῖς ὀρθοῖς προσετίθετο δόγμασιν, ἀλλὰ καὶ μάλα ἀτεχνῶς τοῖς εἰρημένοις Ἀναστασίῳ τὴν ῥοπὴν ἐδίδου φιλονεικό‐
τερον ἐν τοῖς περὶ τούτων ἐνιστάμενος. Καί που καὶ ἰδίας

8

παρεντιθείς τε καὶ παρεγγράφων δόξας καὶ τὸν τῆς ψυχῆς ἰὸν ἀπερευγόμενος, βλασφημότερα διδάσκειν ἐπειρᾶτο, ὥστε κατὰ τῆς ἰδίας κεφαλῆς ἐπιφθέγγεσθαι· „Τὸν γενόμενον διμηναῖον ἢ τριμηναῖον οὐκ ἂν θεὸν ὀνομάσαιμι,“ ὡς τὰ
5περὶ τούτου Σωκράτει τε καὶ τῇ ἐν Ἐφέσῳ προτέρᾳ συνόδῳ σαφῶς ἱστόρηται. 3. Ὧν ἐπειδὴ Κύριλλος, ὁ τῆς ἀοιδίμου μνήμης ἐπί‐ σκοπος τῆς Ἀλεξανδρέων, δι’ οἰκείων ἐπελαμβάνετο συλ‐ λαβῶν, Νεστόριός τε αὖ τούτοις ἀντέπιπτε, καὶ οὐδὲ τοῖς
10Κυρίλλῳ οὐδὲ τοῖς Κελεστίνῳ τῷ τῆς πρεσβυτέρας Ῥώμης ἐπισκόπῳ γραφεῖσιν ἐπείθετο, τὸν δὲ ἴδιον ἔμετον κατὰ πάσης ἐξέχεε τῆς ἐκκλησίας μηδὲν εὐλαβούμενος, εἰκότως ἐδέησε νεύμασι τοῦ νέου Θεοδοσίου τὰ σκῆπτρα τῆς ἑῴας διέποντος τὴν ἐν Ἐφέσῳ πρώτην σύνοδον ἁλισθῆναι,
15γραμμάτων βασιλικῶν γενομένων πρός τε Κύριλλον καὶ τοὺς ἁπανταχῆ τῶν ἁγίων ἐκκλησιῶν προεστηκότας· ὃς κυρίαν τῆς συνελεύσεως ἀπέφηνε τὴν ἁγίαν Πεντηκοστὴν ἡμέραν, ἐν ᾗ τὸ ζωοποιὸν ἡμῖν ἐπεφοίτησε πνεῦμα. Καὶ Νεστόριος μὲν οὐ μακρὰν τῆς Ἐφέσου διεστώσης
20τῆς Κωνσταντίνου φθάνει πάντας. Καὶ Κύριλλος δὲ καὶ οἱ ἀμφ’ αὐτὸν πρὸ τῆς ἐπαγγελθείσης ἡμέρας ἀπηντήκασιν. Ἰωάννης δὲ ὁ τῆς Ἀντιοχέων πρόεδρος σὺν τοῖς ἀμφ’ αὐτὸν ἀπελείφθη τῆς ὁρισθείσης ἡμέρας, οὔτι ἑκών, ὡς πολλοῖς ἀπολογουμένοις δοκεῖ, ἀλλ’ ὅτι μὴ ἀγεῖραι τάχιστα τοὺς
25ἀμφ’ αὐτὸν ἠδυνήθη, διϊσταμένων τῶν αὐτῶν πόλεων τῆς πάλαι μὲν Ἀντιόχου, νυνὶ δὲ θεοῦ προσαγορευομένης πόλεως, ὁδὸν ἀνδρὶ εὐζώνῳ ἡμερῶν δυοκαίδεκα, τισὶ δὲ καὶ πλέον, διεστώσης δὲ καὶ τῆς Ἐφεσίων ἐκ τῆς Ἀντιόχου ὁδὸν ἡμερῶν μάλιστα τριάκοντα, ἐνισχυριζόμενος μή
30ποτε ἂν αὐτὸν φθῆναι τὴν κυρίαν, εἰ τὴν καλουμένην νέαν κυριακὴν οἱ ἀμφ’ αὐτὸν ἀνὰ τοὺς οἰκείους ἐπετέλεσαν θρόνους.
4. Ὡς οὖν ἡ κυρία παρῴχηκεν ἡμέρας πεντεκαίδεκα,

9

οἱ ἐπὶ τούτῳ συναθροισθέντες, ὡς οὐ φθησομένων τῶν ἀνατολικῶν, ἢ εἰ καὶ φθαῖεν, μετὰ πολλοῦ χρόνου τριβήν, συναλίζονται, Κυρίλλου τοῦ θεσπεσίου διέποντος καὶ τὸν Κελεστίνου τόπον τὴν ἐπισκοπήν, ὡς εἴρηται, τῆς πρε‐
5σβυτέρας Ῥώμης πρυτανεύοντος. Καλοῦσι δ’ οὖν τὸν Νεστόριον, προτρέποντες τοῖς ἐπαγομένοις ἀπολογήσασθαι. Καὶ δῆτα κατὰ τὴν προτεραίαν ὑποσχόμενος ἀφικνεῖσθαι εἴπερ δεήσοι, καὶ τῶν ὑποσχεθέντων κατολιγωρήσας, καὶ τρὶς κληθεὶς ἐπειδὴ μὴ ἀπήντηκε, τῆς ζητήσεως οἱ συνελ‐
10θόντες ἀντελαμβάνοντο. Καὶ Μέμνονος τοῦ τῆς Ἐφεσίων προέδρου τὴν διέλευσιν τῶν ἡμερῶν τῶν μετὰ τὴν κυρίαν διελθόντος—ἐτύγχανον δὲ ἑξκαίδεκα τὸν ἀριθμὸν οὖσαι— καὶ τῶν ἐπιστολῶν ἀνεγνωσμένων Κυρίλλου τοῦ θεσπεσίου τῶν πρὸς Νεστόριον εἰργασμένων αὐτῷ, καὶ πρός γε τῶν
15Νεστορίου πρὸς αὐτὸν Κύριλλον, ἐγγραφείσης δὲ καὶ τῆς ἱερᾶς ἐκείνης ἐπιστολῆς Κελεστίνου τοῦ πάνυ, τῆς πρὸς αὐτὸν Νεστόριον γενομένης, εἰπόντων τε αὖ Θεοδότου ἐπισκόπου Ἀγκύρας Ἀκακίου τε τὸν Μελιτινῆς θρόνον διέποντος καὶ ἅπερ κατὰ τὴν Ἐφεσίων ἀναφανδὸν βλα‐
20σφημίας ἀπηρεύξατο ῥήματα ὁ Νεστόριος, συνυφανθεισῶν δὲ καὶ πολλῶν ῥήσεων ἁγίων καὶ ἐγκρίτων πατέρων τὴν ὀρθὴν καὶ ἀμώμητον ἐκθεμένων πίστιν, ἐνταγέντων γε μὴν καὶ διαφόρων ἐκφρόνως βλασφημηθέντων παρὰ τοῦ δυσσε‐ βοῦς Νεστορίου, ἡ ἁγία σύνοδος πρὸς λέξιν ἀπεφήνατο
25ταῦτα· „Πρὸς τοῖς ἄλλοις μήτε ὑπακοῦσαι βουληθέντος τοῦ τιμιωτάτου Νεστορίου τῇ ἡμῶν κλήσει, μήτε μὴν τοὺς παρ’ ἡμῶν ἀποσταλέντας ἁγιωτάτους καὶ θεοσεβεστάτους ἐπισκόπους προσδεξαμένου, ἀναγκαίως ἐχωρήσαμεν ἐπὶ
30τὴν ἐξέτασιν τῶν δυσσεβηθέντων αὐτῷ· καὶ φωράσαντες αὐτὸν ἔκ τε τῶν ἐπιστολῶν αὐτοῦ καὶ τῶν συγγραμμά‐
των τῶν καὶ ἀναγνωσθέντων, καὶ ἐκ τῶν ἀρτίως παρ’

10

αὐτοῦ ῥηθέντων κατὰ τήνδε τὴν μητρόπολιν καὶ προσ‐ μαρτυρηθέντων, δυσσεβῶς φρονοῦντα καὶ κηρύττοντα, ἀναγκαίως κατεπειχθέντες ἀπό τε τῶν κανόνων καὶ ἐκ τῆς ἐπιστολῆς τοῦ ἁγιωτάτου πατρὸς ἡμῶν καὶ συλλει‐
5τουργοῦ Κελεστίνου τοῦ ἐπισκόπου τῆς Ῥωμαίων ἐκκλη‐ σίας, δακρύσαντες πολλάκις, ἐπὶ ταύτην τὴν σκυθρωπὸν ἐχωρήσαμεν ἀπόφασιν. Ὁ βλασφημηθεὶς τοίνυν παρ’ αὐτοῦ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὥρισε διὰ τῆς παρούσης ἁγίας συνόδου, ἀλλότριον εἶναι τὸν αὐτὸν
10Νεστόριον τοῦ τε ἐπισκοπικοῦ ἀξιώματος καὶ παντὸς συλλόγου ἱερατικοῦ.“ 5. Μετὰ γοῦν τὴν ἐννομωτάτην καὶ δικαίαν ταύτην ἀπόφασιν ἐφίσταται τῇ Ἐφεσίων Ἰωάννης ὁ τῆς Ἀντιόχου μετὰ τῶν ἀμφ’ αὐτὸν ἱερέων, ἡμέρας πέντε τῆς καθαιρέ‐
15σεως ὑστερήσας· καὶ συναλίσας πάντας τοὺς ἀμφ’ αὐτὸν καθαιρεῖ Κύριλλον καὶ Μέμνονα. Ἐκ δὲ λιβέλλων ἐπιδεδομένων παρὰ Κυρίλλου καὶ Μέμνονος τῇ ἅμα σφίσι συναθροισθείσῃ συνόδῳ, εἰ καὶ Σωκράτης ἀγνοήσας ἑτέρως ἱστόρησε, μετακαλεῖται Ἰωάννης ἐφ’ ᾗ πεποίηκεν ἀπο‐
20λογησόμενος καθαιρέσει. Οὗ μὴ συνεληλυθότος μετὰ τρεῖς τὰς γενομένας κλήσεις, ἀπολύονται μὲν τῆς καθαιρέσεως Κύριλλος καὶ Μέμνων, ἀποκρίνονται δὲ τῆς ἁγίας κοινω‐ νίας καὶ πάσης αὐθεντίας ἱερατικῆς Ἰωάννης καὶ οἱ ἀμφ’ αὐτὸν ἱερεῖς. Καὶ πρῶτα μὲν Θεοδοσίου οὐ προσιεμένου
25τὴν Νεστορίου καθαίρεσιν, ὕστερον δὲ τὴν ἐκείνου βλασ‐ φημίαν ἐγνωκότος εὐσεβέσι τε αὖ γράμμασι χρησαμένου πρός τε Κύριλλον καὶ Ἰωάννην τοὺς ἐπισκόπους, συμ‐ βαίνουσι πρὸς ἀλλήλους, τὴν Νεστορίου καθαίρεσιν ἐπι‐ κυρώσαντες,
30 6. Παύλου τε τοῦ Ἐμεσηνῶν ἐπισκόπου πρὸς τὴν Ἀλεξάνδρου πόλιν γενομένου, ἐπί τε τῆς ἐκκλησίας τὸν περὶ τούτου φερόμενον λόγον ὁμιλήσαντος, ὁπηνίκα καὶ Κύριλλος τὴν ἐπιστολὴν Ἰωάννου εὖ μάλα ἐπαινέσας
ἐπὶ ῥήματος γέγραφε ταῦτα·

11

„Εὐφραινέσθωσαν οἱ οὐρανοὶ καὶ ἀγαλλιάσθω ἡ γῆ· λέλυται γὰρ τὸ μεσότοιχον τοῦ φραγμοῦ, καὶ πέπαυται τὸ λυποῦν, καὶ διχονοίας ἁπάσης ἀνῄρηται τρόπος, τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ ταῖς αὐτοῦ ἐκκλησίαις
5τὴν εἰρήνην βραβεύσαντος, κεκληκότων δὲ πρὸς τοῦτο ἡμᾶς καὶ τῶν εὐσεβεστάτων καὶ θεοφιλεστάτων βασιλέων, οἳ προγονικῆς εὐσεβείας ἄριστοι ζηλωταὶ γεγονότες ἀσφαλῆ μὲν καὶ ἀκατάσειστον ἐν ἰδίαις ψυχαῖς τὴν ὀρθὴν φυλάτ‐ τουσι πίστιν, ἐξαίρετον δὲ ποιοῦνται φροντίδα τὴν ὑπὲρ τῶν
10ἁγίων ἐκκλησιῶν, ἵνα καὶ διαβόητον ἔχωσιν εἰς αἰῶνα τὴν δόξαν καὶ εὐκλεεστάτην ἀποφήνωσι τὴν ἑαυτῶν βασιλείαν· οἷς καὶ αὐτὸς ὁ τῶν δυνάμεων Κύριος πλουσίᾳ χειρὶ δια‐ νέμει τὰ ἀγαθά, καὶ δίδωσι μὲν κατακρατεῖν τῶν ἀνθεστη‐ κότων, χαρίζεται δὲ τὸ νικᾶν. Οὐ γὰρ ἂν διαψεύσαιτο ὁ
15λέγων· ‘Ζῶ ἐγώ, λέγει Κύριος, ὅτι τοὺς δοξάζοντάς με δοξάσω.‘ Ἀφικομένου τοίνυν εἰς τὴν Ἀλεξάνδρειαν τοῦ κυρίου μου τοῦ θεοσεβεστάτου ἀδελφοῦ καὶ συλλειτουργοῦ Παύλου, θυμηδίας ἐμπεπλήσμεθα, καὶ σφόδρα εἰκότως, ὡς ἀνδρὸς τοιούτου μεσιτεύοντος καὶ τοῖς ὑπὲρ δύναμιν
20πόνοις ἑλομένου προσομιλεῖν, ἵνα τὸν τοῦ διαβόλου νικήσῃ φθόνον καὶ συνάψῃ τὰ διῃρημένα, καὶ τὰ μεταξὺ σκάνδαλα περιελὼν ὁμονοίᾳ καὶ εἰρήνῃ στεφανώσῃ τάς τε παρ’ ἡμῖν καὶ παρ’ ὑμῖν ἐκκλησίας.“ Καὶ μεθ’ ἕτερα·
25 „Ὅτι δὲ περιττὴ παντελῶς καὶ οὐκ εὐάφορμος τῆς ἐκκλησίας ἡ διχοστασία γέγονε, νυνὶ μάλιστα πεπληρο‐ φορήμεθα, τοῦ κυρίου μου τοῦ θεοσεβεστάτου Παύλου τοῦ ἐπισκόπου χάρτην προκομίσαντος ἀδιάβλητον ἔχοντα
τῆς πίστεως τὴν ὁμολογίαν, καὶ ταύτην συντετάχθαι δια‐

12

βεβαιωσαμένου παρά τε τῆς σῆς ὁσιότητος καὶ τῶν αὐτόθι θεοσεβεστάτων ἐπισκόπων. Ἔχει δὲ οὕτως ἡ συγγραφή, καὶ αὐταῖς λέξεσιν ἐντέθειται τῇδε τῇ ἐπιστολῇ· ‘Περὶ δὲ τῆς θεοτόκου,‘ καὶ τὰ ἑξῆς. Ταύταις ὑμῶν ἐντυχόντες ταῖς
5ἱεραῖς φωναῖς οὕτω τε καὶ ἑαυτοὺς φρονοῦντας εὑρίσκοντες —εἷς γὰρ Κύριος, μία πίστις, ἓν βάπτισμα—, ἐδοξάσαμεν τὸν τῶν ὅλων δεσπότην θεόν, ἀλλήλοις συγχαίροντες, ὅτι ταῖς θεοπνεύστοις γραφαῖς καὶ παραδόσει τῶν ἁγίων ἡμῶν πατέρων συμβαίνουσαν ἔχουσι πίστιν αἵ τε παρ’
10ὑμῖν καὶ αἱ παρ’ ἡμῖν ἐκκλησίαι.“ Ταῦτα μὲν οὖν ἔστιν ἑλεῖν τὸν φιλοπόνως τοῖς τὸ τηνικαῦτα γεγονόσιν ἐπιστῆσαι βουλόμενον. 7. Ὅπως δὲ ὁ Νεστόριος ἐξηλάθη, ἢ τί μετὰ ταῦτα γέγονεν ἐπ’ αὐτῷ, ἢ ὅπως τὸν τῇδε κατέστρεψε βίον,
15καὶ ὧν ἔτυχεν ἀμοιβῶν τῆς βλασφημίας ἕνεκα, οὐ δεδή‐ λωται τοῖς ἱστορήσασιν· ἃ καὶ διέπεσεν ἄν, καὶ τέλεον διερρύη τε καὶ κατεπόθη τῷ χρόνῳ μηδὲ ψιλῶς ἀκουό‐ μενα, εἰ μὴ Νεστορίου βίβλῳ περιέτυχον τὴν περὶ τού‐ των ἱστορίαν παρεχομένῃ.
20 Αὐτὸς τοίνυν ὁ τῆς βλασφημίας πατὴρ Νεστόριος, ὁ μὴ κατὰ τοῦ τεθέντος θεμελίου τὴν οἰκοδομίαν ποιησά‐ μενος ἀλλ’ ἐπὶ τῆς ψάμμου κτίσας, ἣ καὶ ταχέως διελύθη κατὰ τὴν τοῦ Κυρίου παραβολήν, πρὸς τοὺς ἐγκαλέσαντάς οἱ μὴ κατὰ τὸ δέον τι καινουργῆσαι, μηδὲ
25μὴν καλῶς αἰτῆσαι τὴν ἐν Ἐφέσῳ σύνοδον ἁλισθῆναι, γράφει, πρὸς ἄλλοις οἷς ἐβουλήθη, ὑπὲρ τῆς ἰδίας βλασ‐ φημίας ἀπολογούμενος, ὡς ἐκ πάσης ἀνάγκης εἰς τοῦτο τάξεως ἐλήλυθεν ἀποκριθείσης τῆς ἁγίας ἐκκλησίας, καὶ τῶν μὲν λεγόντων ἀνθρωποτόκον δεῖν τὴν Μαρίαν ὀνο‐
30μάζεσθαι, τῶν δὲ θεοτόκον· ἵνα γέ φησι μὴ δυοῖν θάτε‐
ρον ἁμαρτάνοιτο, ἢ ἀθάνατα συμπλεκομένων, ἢ προσχω‐

13

ροῦντος αὐτῷ θἀτέρου τῶν μερῶν τοῦ ἑτέρου στερηθείη, τὴν χριστοτόκος ἐπενόησε φωνήν. Ἐπισημαίνεταί τε ὡς τὰ μὲν πρῶτα Θεοδόσιος τῇ πρὸς αὐτὸν προσπαθείᾳ τὴν ἐπ’ αὐτῷ γενομένην ἀποβο‐
5λὴν οὐκ ἐκύρωσεν· εἶτα ὅτι τινῶν ἐπισκόπων ἔνθεν τε κἀκεῖθεν πεμφθέντων πρὸς Θεοδόσιον ἐκ τῆς Ἐφεσίων πόλεως, αὐτοῦ τε αὖ δεηθέντος, ἐπετράπη κατὰ τὸ οἰκεῖον ἐπαναζεῦξαι μοναστήριον, ὃ πρὸ τῶν πυλῶν τῆς νῦν Θεουπολιτῶν διάκειται καὶ Νεστορίῳ μὲν ἐπὶ λέξεως
10οὐκ ὠνόμασται· φασὶ δὲ νῦν τὸ Εὐπρεπίου προσαγο‐ ρεύεσθαι, ὅπερ ἴσμεν ταῖς ἀληθείαις πρὸ τῆς Θεουπολιτῶν διακείμενον, σταδίοις διεστηκὸς οὐ πλείοσι δύο. Φησὶ γοῦν αὐτὸς ὁ Νεστόριος ὡς τετραετῆ χρόνον αὐτόθι διατρίψας παντοίας ἔτυχε τιμῆς καὶ παντοίων γερῶν
15ἀπέλαυσε, καὶ ὡς αὖθις Θεοδοσίου θεσπίσαντος ἀνὰ τὴν καλουμένην Ὄασιν φυγαδεύεται. Τὸ δέ γε καίριον ἀπε‐ κρύψατο. Οὐδὲ γὰρ ἐνθαδὶ ὢν τῆς οἰκείας βλασφημίας ἠρέμησεν, ὡς καὶ Ἰωάννην τὸν τῆς Ἀντιόχου πρόεδρον ταῦτα μηνύσαι, ἀειφυγίᾳ τε τὸν Νεστόριον καταδικα‐
20σθῆναι. Γράφει δὲ καὶ διαλεκτικῶς ἕτερον λόγον πρός τινα δῆθεν Αἰγύπτιον συγκείμενον περὶ τῆς αὐτοῦ εἰς Ὄασιν ἐξορίας, ἔνθα τὰ περὶ τούτων πλατύτερον λέγει. Ὧν δὲ τετύχηκε διὰ τὰς παρ’ αὐτοῦ κυηθείσας βλασφημίας τὸν
25πανόπτην μὴ λαθὼν ὀφθαλμόν, ἐξ ἑτέρων γραμμάτων ἔστιν ἑλεῖν, γενομένων αὐτῷ πρὸς τὸν τῆς Θηβαίων ἡγούμενον. Ἐν ἐκείνοις γὰρ ἔστιν εὑρεῖν ὡς ἐπειδὴ μὴ τῆς δεούσης ἔτυχεν ἐπεξελεύσεως, ἡ τοῦ θεοῦ κρίσις αὐτὸν ἐκδεξαμένη αἰχμαλωσίᾳ τῇ πάντων ἐλεεινοτάτῃ
30συμφορᾷ περιβάλλει. Ἐπειδὴ γοῦν μειζόνων ἐδεῖτο ποι‐ νῶν, ἀφείθη μὲν ἐκ τῶν Βλεμμύων, παρ’ ὧν καὶ δορυάλωτος ἔτυχε γεγονώς, θεσπίσμασι δὲ Θεοδοσίου τὴν ἐπάνοδον
ἐγνωκότος, τόπους ἐκ τόπων πρὸς ταῖς ἐσχατιαῖς τῆς

14

Θηβαίων ἀμείβων, τῇ τε γῇ προσρηγνύμενος ἀξίως τῆς οἰκείας βιοτῆς τὸν τῇδε βίον ἀπέθετο· δεύτερος Ἄρειος, διὰ τῆς καταστροφῆς διηγούμενός τε καὶ νομοθετῶν ποῖα τὰ ἐπίχειρα καθεστᾶσι τῆς εἰς Χριστὸν βλασφημίας. Ἄμφω
5γὰρ παραπλησίως εἰς αὐτὸν ἐβλασφημησάτην, ὁ μὲν κτίσμα καλῶν, ὁ δὲ ἄνθρωπον δοξάζων. Πρὸς ὃν ἥδιστα ἂν εἴποιμι, μεμφόμενον μὴ κατὰ τὸ δέον τὰ ἐν Ἐφέσῳ συντεθῆναι ὑπομνήματα, πανουργίᾳ δὲ καί τινι ἀθέσμῳ καινοτομίᾳ Κυρίλλου τεχνάζοντος, τί δή ποτε καὶ παρὰ
10Θεοδοσίου προσπάσχοντός οἱ ἐξηλάθη, καὶ οὐδεμιᾶς φειδοῦς τετυχηκὼς τοσούτοις ἐξοστρακισμοῖς κατεκρίθη, καὶ οὕτω τὸν τῇδε κατέλυσε βίον· ἢ τί δή ποτε, εἰ μὴ θεία κρίσις ἐγεγόνει ἡ διὰ Κυρίλλου καὶ τῶν ἀμφ’ αὐτὸν ἱερέων, ἀμφοτέρων αὐτῶν τοῖς ἀπελθοῦσι συναριθμηθέντων, ἡνίκα,
15ὥς τινι τῶν θύραθε σοφῶν εἴρηται, „τὸ μὴ ἐμποδὼν ἀνανταγωνίστῳ εὐνοίᾳ τετίμηται,“ ὁ μὲν ὡς βλάσφημος καὶ θεομάχος κατακέκριται, ὁ δὲ ὡς μεγαλόφωνος κῆρυξ καὶ μέγας τῶν ὀρθῶν δογμάτων πρόμαχος ᾄδεταί τε καὶ κηρύσσεται; Ὡς ἂν τοίνυν μὴ ψεύδους γραφὴν ἀπενεγ‐
20κώμεθα, φέρε, Νεστόριον αὐτὸν εἰς μέσον παραγάγωμεν τὰ περὶ τούτων διδάσκοντα. Καί μοι τῆς σῆς ἐπιστολῆς ἀνάγνωθι αὐτοῖς ἔνια τοῖς ὀνόμασιν, ἥ σοι συντέθειται πρὸς τὸν τῆς Θηβαίων ἡγούμενον· „Ἐκ τῶν πρώην περὶ τῆς ἁγιωτάτης θρησκείας ἐν
25Ἐφέσῳ κεκινημένων, Ὄασιν τὴν καὶ Ἴβιν ἐκ θεσπί‐ σματος βασιλικοῦ κατοικοῦμεν.“ Καί τινων ἐν μέσῳ λελεγμένων ἐπάγει· „Ἐπειδὴ δὲ ἐκ βάθρων μὲν ἡ προειρημένη καὶ† βαρ‐ βαρικῆς αἰχμαλωσίας καὶ πυρὶ καὶ σφαγαῖς ἐκλελίκμη‐
30ται, ἡμεῖς δὲ παρὰ τῶν βαρβάρων οἶκτον οὐκ οἶδ’ ὅπως ἐξαίφνης ἐφ’ ἡμῖν ἀναλαβόντων ἀπολελύμεθα, μετὰ τοῦ καὶ διαμαρτυρίαις ἡμᾶς ἀπειλητικαῖς καταπλῆξαι διὰ τάχους τὴν χώραν ἐκδραμεῖν, ὡς Μαζίκων αὐτὴν μετ’
αὐτοὺς ἀμελλητὶ παραληψομένων, ἥκομεν ἐς τὴν Θηβαίων

15

μετὰ τῶν αἰχμαλώτων λειψάνων, οὓς ἡμῖν οἱ βάρβαροι κατ’ οἶκτον προσήγαγον, τί βουλόμενοι, λέγειν οὐκ ἔχω. Οἱ μὲν οὖν πρὸς τὰς καταθυμίους ἑκάστῳ διαγωγὰς ἀπολέλυνται. Ἡμεῖς δὲ φανεροὺς ἑαυτοὺς ἐγκαθιστῶμεν
5τῇ Πανὸς ἐπιστάντες. Δεδοίκαμεν γὰρ μή τις ἡμῶν πραγ‐ ματείαν τὴν αἰχμαλωσίαν ποιούμενος ἢ φυγάδων καθ’ ἡμῶν ἀναπλάσῃ διαβολὴν ἤ τινος ἄλλης μηχάνημα μέμψεως· εὔπορος γὰρ διαβολῶν παντοδαπῶν ἡ κακία. Διὸ δὴ ἀξιοῦμεν τὸ ὑμέτερον μέγεθος τῆς ἡμετέρας αἰχμαλωσίας
10φροντίσαι κατὰ τὸ τοῖς νόμοις δοκοῦν, καὶ μὴ ἐπιδοῦναι κακοτεχνίαις ἀνθρώπων αἰχμάλωτον εἰς κακίαν ἔκδοτον, ἵνα μὴ πάσαις ἐκ τούτου γενεαῖς τραγῳδῆται κρεῖττον εἶναι βαρβάρων αἰχμάλωτον ἢ πρόσφυγα βασιλείας ῥωμαϊκῆς.“ Καὶ ὅρκους ἐπαγαγὼν ᾔτησεν οὕτως·
15 „Ἀνενεγκεῖν τὴν ἡμετέραν ἐξ Ὀάσεως ἐνταῦθα διαγω‐ γὴν ἐκ βαρβαρικῆς γενομένην ἀφέσεως, ὥστε τὴν τῷ θεῷ δοκοῦσαν καὶ νῦν ἐξενεχθῆναι περὶ ἡμῶν διατύπωσιν.“ Τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν ἐπιστολῆς δευτέρας· „Εἴτε ὡς φιλικὸν παρ’ ἡμῶν πρὸς τὴν σὴν μεγαλοπρέ‐
20πειαν γράμμα, εἴτε ὡς ὑπόμνησιν παρὰ πατρὸς πρὸς υἱὸν τὸ παρὸν τοῦτο λογισάμενος ἀνάσχου, παρακαλῶ, τῆς ἐν αὐτῷ διηγήσεως, περὶ πολλῶν, καθ’ ὅσον ἐνῆν, γεγραμμένης παρ’ ἡμῶν βραχυλόγου οὔσης. Ὀάσεως τῆς Ἴβεως ἐκ πολλῶν πρώην ἀφανισθείσης, τοῦ τῶν Νουβαδῶν πλήθους
25ἐπ’ αὐτὴν ἀναδραμόντος ...“ Καὶ μεθ’ ἕτερα· „Τούτων δὲ οὕτως συμβάντων, οὐκ οἶδ’ ἐκ ποίας ὁρμῆς ἢ ποίαν ἀφορμὴν τῆς σῆς λαβούσης μεγαλοπρεπείας, πρὸς Ἐλεφαντίνην τινὰ τῆς Θηβαίων ἐπαρχίας πέρας οὖσαν
30βαρβαρικῶν διὰ στρατιωτῶν ἐκ τῆς Πανὸς ἐπεμπόμεθα, συρόμενοι πρὸς αὐτὴν διὰ τῆς προρρηθείσης στρατιωτικῆς βοηθείας. Καὶ τῷ πλείονι τῆς ὁδοῦ συντριβέντες πάλιν ἄγραφον τῆς σῆς ἀνδρείας καταλαμβάνομεν κέλευσμα εἰς
τὴν Πανὸς ὑποστρέψειν. Συγκοπέντες δὲ τοῖς τῆς ὁδοιπο‐

16

ρίας συμπτώμασιν ἐν νοσοῦντι καὶ γηράσαντι σώματι, καὶ τὴν χεῖρα καὶ τὴν πλευρὰν συντριβέντες ἀφικόμεθα πάλιν εἰς τὴν Πανός, τρόπον τινὰ ψυχορραγοῦντες καὶ τοῖς συμ‐ πτώμασιν ἔτι τοῖς τῶν ἀλγηδόνων μαστιγούμενοι κακοῖς.
5Μετῆγε δὲ πάλιν ἡμᾶς ἐκ τῆς Πανὸς πρὸς τὴν ὑπ’ αὐτὴν ἐνορίαν ἕτερον τῆς σῆς ἀνδρείας ἔγγραφον ἱπτάμενον πρόσταγμα. Ταῦτα στήσεσθαι καθ’ ἡμῶν λογιζομένων καὶ τὸ τοῖς καλλινίκοις βασιλεῦσι δοκοῦν περὶ ἡμῶν ἀναμενόν‐ των, ἐξαίφνης πρὸς ἄλλην ἐξορίαν καθ’ ἡμῶν τετάρτην
10πάλιν ἀφειδῶς ἄλλο συνετίθετο.“ Καὶ μετ’ ὀλίγα· „Ἀλλ’ ἀρκέσθητι τοῖς πεπραγμένοις, παρακαλῶ, καὶ τῷ τοσαύτας καθ’ ἑνὸς σώματος ἐξορίας ὁρίζειν· καὶ τῆς ἐπὶ τοῖς ἀνενεχθεῖσι παρὰ τῆς σῆς μεγαλοπρεπείας καὶ
15παρ’ ἡμῶν δὲ δι’ ὧν ἐχρῆν γνωρισθῆναι τοῖς καλλινίκοις ἡμῶν βασιλεῦσι δοκιμασίας ἐπιεικῶς, παρακαλῶ, παρα‐ χώρησον. Ταῦτα παρ’ ἡμῶν ὡς πρὸς υἱὸν παρὰ πατρὸς συμβουλεύματα. Εἰ δὲ ἀγανακτήσειας καὶ νῦν ὡς τὸ πρότερον, πρᾶττε τὸ δοκοῦν, εἴ γε τοῦ δοκοῦντος λόγος
20οὐδεὶς δυνατώτερος.“ Καὶ ὅδε μὲν οὕτω κἀν τοῖς γράμμασι, πύξ, λάξ, παίει, βαίνει, καὶ τὴν βασιλείαν καὶ τὴν ἀρχὴν βλασφημῶν, ὁ μηδὲ ἐξ ὧν πέπονθε σωφρονήσας. Ἐγὼ δὲ καί τινος γεγραφότος τὴν τελευταίαν ἐκείνου ῥοπὴν ἀκήκοα λέγοντος
25ὡς τὴν γλῶσσαν σκώληξι διαβρωθεὶς ἐπὶ τὰ μείζω τε καὶ ἀθάνατα κατ’ αὐτοῦ δικαιωτήρια μετεχώρει. 8. Μετὰ δ’ οὖν αὐτὸν Νεστόριον τὸν ἀλάστορα τῆς Κωνσταντίνου τοῦ ἀοιδίμου πόλεως τὴν ἐπισκοπὴν ἐπι‐ τρέπεται Μαξιμιανός, ὑφ’ οὗ πάσης εἰρήνης ἡ τοῦ Χριστοῦ
30τετύχηκεν ἐκκλησία. Τούτου δὲ αὖ ἐξ ἀνθρώπων γεγενη‐ μένου, Πρόκλος τοὺς οἴακας τῆς καθέδρας ἐγχειρίζεται, ὃς
πάλαι Κυζίκου ἐπίσκοπος ἐκεχειροτόνητο. Καὶ τοῦδε τὴν

17

κοινὴν τῶν ἀνθρώπων στειλαμένου πορείαν, Φλαβιανὸς τὸν θρόνον διαδέχεται. 9. Ὑφ’ οὗ τὰ κατὰ Εὐτυχῆ τὸν δυσσεβῆ κινεῖται, μερικῆς κατὰ τὴν Κωνσταντίνου ἁλισθείσης συνόδου, λιβέλλους τε
5αὖ ἐπιδεδωκότος Εὐσεβίου τὴν ἐπισκοπὴν τοῦ Δορυλαίου διέποντος, ὃς καὶ ῥήτωρ ἔτι τυγχάνων πρῶτος τὴν Νεστο‐ ρίου βλασφημίαν διήλεγξεν. Ὡς δ’ οὖν κληθεὶς Εὐτυχὴς οὐκ ἐλήλυθε, τάδε καὶ παραγενόμενος ἑάλω· εἰρήκει γάρ· „Ὁμολογῶ ἐκ δύο φύσεων γεγενῆσθαι τὸν Κύριον
10ἡμῶν πρὸ τῆς ἑνώσεως, μετὰ δὲ τὴν ἕνωσιν μίαν φύσιν ὁμολογῶ·“ ὃς οὐδὲ τὸ σῶμα τοῦ Κυρίου ὁμοούσιον ἡμῖν ἔλεγεν εἶναι· καθαιρεῖται μέν, ἐκδεήσεων δὲ αὐτοῦ πρὸς Θεοδόσιον γενομένων, οἷα τῶν συστάντων ὑπομνημάτων παρὰ Φλαβιανῷ πλαστουργηθέντων, πρῶτα μὲν ἀνὰ τὴν
15Κωνσταντίνου ἡ ἐκ γειτόνων σύνοδος ἁλίζεται, καὶ ὑπ’ αὐτῇ καί τισι τῶν ἀρχόντων Φλαβιανὸς κρίνεται· καὶ βεβαιωθέντων ὡς ἀληθῶν τῶν ὑπομνημάτων, ἡ ἐν Ἐφέσῳ δευτέρα σύνοδος ἀθροίζεται. 10. Ἧς ἔξαρχος καθειστήκει Διόσκορος, ὁ μετὰ Κύ‐
20ριλλον τῆς Ἀλεξανδρέων ἐπίσκοπος, πρὸς ἔχθρας Φλαβια‐ νοῦ τοῦτο τεχνάσαντος Χρυσαφίου τῶν βασιλείων τηνι‐ καῦτα κρατοῦντος, συνδραμόντων ἐν Ἐφέσῳ Ἰουβεναλίου τοῦ Ἱεροσολύμων ἐπισκόπου, τοῦ καὶ πρότερον ἐν Ἐφέσῳ γενομένου, μετὰ πολλῶν τῶν ἀμφ’ αὐτὸν ἱερέων. Συνῆν δὲ
25τούτοις καὶ Δόμνος ὁ μετὰ Ἰωάννην Ἀντιοχείας πρόεδρος, καὶ μὴν καὶ Ἰούλιος ἐπίσκοπος, τόπον πληρῶν Λέοντος τοῦ τῆς πρεσβυτέρας Ῥώμης ἐπισκόπου. Παρῆν δὲ αὐτοῖς καὶ Φλαβιανὸς μετὰ τῶν ἀμφ’ αὐτὸν ἐπισκόπων, Θεοδοσίου θεσπίσαντος πρὸς Ἐλπίδιον ἐπὶ ῥήματος ταῦτα·
30 „Τῶν πρὶν δικασάντων Εὐτυχεῖ τῷ εὐλαβεστάτῳ ἀρχιμανδρίτῃ παρόντων μὲν καὶ ἡσυχαζόντων, τάξιν δὲ
δικαστῶν μὴ ἐπεχόντων, ἀλλὰ τὴν κοινὴν πάντων τῶν

18

ἁγιωτάτων πατέρων περιμενόντων ψῆφον, ἐπειδὴ τὰ παρ’ αὐτῶν κεκριμένα νῦν δοκιμάζεται ...“ Ἐν τούτῳ τῷ συνεδρίῳ ἀνακαλεῖται μὲν τῆς καθαι‐ ρέσεως Εὐτυχὴς παρὰ Διοσκόρου καὶ τῶν ἀμφ’ αὐτόν,
5ὅπως δὴ τοῖς πεπραγμένοις ἀνείληπται· κατακρίνεται δὲ καθαιρέσεως Φλαβιανὸς καὶ Εὐσέβιος ὁ τοῦ Δορυλαίου πρόεδρος. Κατὰ ταύτην καὶ Ἴβας τῶν Ἐδεσηνῶν ἐπι‐ σκοπήσας ἀποκηρύσσεται· καθαιρεῖται δὲ καὶ Δανιὴλ ἐπίσκοπος Καρρῶν, Εἰρηναῖός τε αὖ Τύρου, καὶ πρός γε
10Ἀκυλίνιος Βύβλου. Ἐπράχθη δὲ καί τινα Σωφρονίου χάριν τὴν Κωνσταντιναίων ἐπισκοπήσαντος. Καθαιρεῖ‐ ται δὲ παρ’ αὐτῶν καὶ ὁ τῆς Κυρεστῶν ἐπισκοπήσας Θεοδώρητος, καὶ μὴν καὶ Δόμνος ὁ τῆς Ἀντιοχέων. Ἐφ’ ᾧ τί λοιπὸν γέγονεν οὐκ ἔστιν εὑρεῖν. Καὶ οὕτω μὲν τὸ
15ἐν Ἐφέσῳ δεύτερον διελύθη συνέδριον. 11. Μή μοι δέ τις τῶν εἰδωλομανούντων ἐπιγελάσῃ, ὡς τῶν δευτέρων τοὺς προτέρους καθαιρούντων, καὶ προσ‐ εφευρισκόντων ἀεί τι τῇ πίστει καινότερον. Ἡμεῖς μὲν γὰρ τὴν ἄφραστον καὶ ἀνεξιχνίαστον τοῦ θεοῦ φιλαν‐
20θρωπίαν ἐρευνῶντες καὶ ἐς τὰ μάλιστα σεμνύνειν καὶ ἐξαίρειν βουλόμενοι ἢ τῇδε ἢ ἐκεῖσε τρεπόμεθα. Καὶ οὐδεὶς [ἀδύνατον] τῶν αἱρέσεις παρὰ Χριστιανοῖς ἐξευρη‐ κότων πρωτοτύπως βλασφημεῖν ἠθέλησεν, ἢ ἀτιμάσαι τὸ θεῖον βουλόμενος ἐξωλίσθησεν, ἀλλὰ μᾶλλον ὑπολαμβά‐
25νων κρεῖσσον τοῦ φθάσαντος λέγειν εἰ τόδε πρεσβεύσειε. Καὶ τὰ μὲν συνεκτικὰ καὶ καίρια πᾶσι κοινῶς ὡμολό‐ γηται. Τριὰς γὰρ ἡμῖν τὸ προσκυνούμενον, καὶ μονὰς τὰ δοξολογούμενα, ὅ τε πρὸ αἰώνων γεννηθεὶς θεὸς Λόγος σαρκούμενος δευτέρᾳ γεννήσει φειδοῖ τοῦ πλάσματος. Εἰ
30δὲ περὶ ἕτερά τινα ἄττα κεκαινούργηται, γεγόνασι καὶ ταῦτα τοῦ σωτῆρος ἐνδόντος θεοῦ τῷ αὐτεξουσίῳ καὶ
περὶ τούτων, ἵνα μᾶλλον ἡ ἁγία καθολικὴ καὶ ἀποστολικὴ

19

ἐκκλησία ἐνθένδε κἀκεῖθεν πρὸς τὸ δέον τε καὶ εὐσεβὲς αἰχμαλωτίσῃ τὰ λεγόμενα, καὶ πρὸς μίαν ἀπεξεσμένην καὶ εὐθεῖαν ὁδὸν ὑπαντήσῃ. Διὸ καὶ τῷ ἀποστόλῳ εὖ μάλα σαφῶς εἴρηται· „Δεῖ δὲ καὶ αἱρέσεις ἐν ὑμῖν εἶναι,
5ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται.“ Καὶ θαυμάσαι κἀν τούτῳ ἔστι τὴν ἄρρητον τοῦ θεοῦ σοφίαν, τοῦ καὶ πρὸς τὸν θεσπέσιον Παῦλον εἰρηκότος· „Ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται.“ Ἐξ ὧν γὰρ τῆς ἐκκλησίας ἀπερ‐ ράγη τὰ μέλη, ἐκ τούτων τὰ ὀρθὰ καὶ ἀμώμητα πλέον
10ἀπεξέσθη τε καὶ ἀπετέθη δόγματα, καὶ πρὸς αὔξησιν καὶ τὴν εἰς οὐρανοὺς ἀνάβασιν ἡ καθολικὴ καὶ ἀποστολικὴ τοῦ θεοῦ ἐλήλυθεν ἐκκλησία. Οἱ δέ γε τῆς Ἑλληνικῆς πλάνης τρόφιμοι, οὐ θεὸν εὑρεῖν βουλόμενοι ἢ τὴν αὐτοῦ περὶ τοὺς ἀνθρώπους
15κηδεμονίαν, τά τε τῶν φθασάντων τά τε ἀλλήλων κατα‐ λύουσιν, ἀλλὰ θεοὺς ἐπὶ θεοῖς ἐπινοοῦντες καὶ τῶν οἰκείων παθῶν χειροτονοῦντές τε καὶ ὀνομάζοντες, ἵνα συγγνώμην ταῖς οἰκείαις ἀκολασίαις πορίζοιντο θεοὺς τοιούτους ἐπι‐ γραφόμενοι. Ὥστε ἀμέλει ὁ παρ’ αὐτοῖς ὕπατος πατὴρ
20ἀνδρῶν τε θεῶν τε τὸν Φρύγα τὸ μειράκιον εἰς ὄρνεον μετασχηματισθεὶς ἀσελγῶς διήρπασεν, μισθόν τε τῆς αἰσχρουργίας τὴν κύλικα παρέσχετο, τὴν φιλοτησίαν προπίνειν ἐπιτρέψας, ὡς ἂν μετὰ τοῦ νέκταρος καὶ τὰ ὀνείδη κοινῶς πίνοιεν. Ὃς καὶ μυρίοις ἄλλοις ἀτοπήμασι
25καὶ παρὰ τοῖς οὐδέσι τῶν ἀνθρώπων ἀπηγορευμένοις καὶ πᾶσαν ἀλόγων ἰδέαν ὁ πάντων ἀλογώτατος μεταβληθείς, ἀνδρόγυνος γίνεται, εἰ καὶ μὴ τὴν γαστέρα, ἀλλὰ γοῦν τὸν μηρὸν κυοφορῶν, ἵνα καὶ ταῦτα παρὰ φύσιν αὐτῷ πράττοιτο. Οὗ καὶ τὸ διθύραμβον κύημα ἀνδρόγυνον
30γενόμενον ἑκατέραν ἐνύβρισε φύσιν, μέθης ἔξαρχον οἰνο‐
φλυγίας τε αὖ καὶ κραιπάλης καί γε ἑωλοκρασίας, καὶ

20

τῶν ἐντεῦθεν δεινῶν. Τούτῳ τῷ Αἰγιόχῳ τῷ ὑψιβρεμέτῃ καί τι σεμνὸν ἐκεῖνο περιτιθέασι, πατραλοίαν ἀποκα‐ λοῦντες, τὴν ἐσχάτην παρὰ πᾶσι ποινήν, οἷα τὸν Κρόνον τὸν κακῶς αὐτὸν φύσαντα τῆς βασιλείας ἐξωθήσαντα. Τί
5δὲ ἂν φαίην καὶ περὶ τῆς θεουργηθείσης αὐτοῖς πορνείας, ᾗ τὴν Ἀφροδίτην τὴν κοχλογεννήτην Κυπρίαν ἐπέστησαν, τὴν μὲν σωφροσύνην ὡς ἐναγές τι χρῆμα καί τι τῶν ἄλλως ἐκτόπων μυσαττομένην, πορνείαις δὲ καὶ πάσαις αἰσχρουργίαις ἡδομένην, καὶ τούτοις ἱλάσκεσθαι βουλο‐
10μένην; Μεθ’ ἧς Ἄρης ἀσχημονεῖ τοῖς Ἡφαίστου τεχνά‐ σμασιν ὑπὸ τοῖς θεοῖς θεατριζόμενός τε καὶ γελώμενος. Γελάσοι δὲ ἄν τις δικαίως καὶ Φαλλοὺς αὐτῶν καὶ Ἰθυφάλλους καὶ Φαλλαγώγια καὶ Πρίαπον ὑπερμεγέθη καὶ Πᾶνα ἀσχήμονι μορίῳ τιμώμενον καὶ τὰ ἐν Ἐλευσῖνι
15μυστήρια, καθ’ ἓν μόνον ἐπαινετὰ ὅτι γε ἥλιος οὐχ ὁρᾷ, ἀλλὰ τῷ σκότῳ συνοικεῖν κατεκρίθησαν. Τούτων τοῖς αἰσχρῶς τιμῶσί τε καὶ τιμωμένοις καταλιμπανομένων, ἐπὶ τὴν νύσσαν τὸν πῶλον ἐκκεντήσωμεν, καὶ τὰ λειπόμενα τῆς Θεοδοσίου βασιλείας εὐσυνόπτως ἀποθώμεθα.
20 12. Γέγραπται δ’ οὖν αὐτῷ πανευσεβὴς διάταξις ἀνὰ τὸ πρῶτον βιβλίον κειμένη—Ἰουστινιανοῦ κῶδιξ ὠνόμα‐ σται—τρίτη τὸν ἀριθμὸν τοῦ πρώτου τίτλου τυγχάνουσα· ἐν ᾗ τὸν πάλαι ποθούμενον παρ’ αὐτοῦ, ὡς αὐτῷ Νεστορίῳ γέγραπται, θεόθεν κινηθείς, ἁπάσαις τὸ δὴ λεγόμενον
25ψήφοις κατέκρινεν ἀναθέματι περιβαλών, καὶ γέγραφεν ἐπὶ λέξεως ὧδε· „Ἔτι θεσπίζομεν τοὺς ζηλοῦντας τὴν ἀσεβῆ Νεστορίου πίστιν ἢ τῇ ἀθεμίτῳ αὐτοῦ διδασκαλίᾳ ἀκολουθοῦντας, εἰ μὲν ἐπίσκοποι εἶεν ἢ κληρικοί, τῶν ἁγίων ἐκκλησιῶν
30ἐκβάλλεσθαι, εἰ δὲ λαϊκοί, ἀναθεματίζεσθαι.“ Τέθεινται δὲ αὐτῷ καὶ ἕτεραι νομοθεσίαι τῆς ἡμετέρας ἕνεκα θρησκείας, τὸν διάπυρον αὐτοῦ ζῆλον δεικνῦσαι.
13. Ἐν τούτοις τοῖς χρόνοις ἤκμασέ τε καὶ διεφάνη

21

καὶ Συμεώνης, ὁ τῆς ὁσίας καὶ πάντα ἀοιδίμου μνήμης, πρῶτος τὴν ἐπὶ κίονος στάσιν ἐπιτηδεύσας, δίπηχυ μόλις ἐνδιαίτημα τὸ περίμετρον, Δόμνου τηνικάδε τὴν Ἀντιο‐ χέων ἐπισκοποῦντος. Ὃς ἐπειδὴ παρ’ αὐτὸν γέγονεν,
5ἐκπλαγεὶς τὴν στάσιν καὶ τὴν δίαιταν, τῶν μυστικωτέρων ἐγλίχετο· ἄμφω δ’ οὖν συνηλθέτην, καὶ τὸ ἄχραντον ἱερουργήσαντες σῶμα τῆς ζωοποιοῦ κοινωνίας ἀλλήλοις μετέδοσαν. Οὗτος ἐν σαρκὶ τὴν τῶν οὐρανίων δυνάμεων πολιτείαν ζηλώσας, ἐξαίρει μὲν ἑαυτὸν τῶν ἐπὶ γῆς πρα‐
10γμάτων, καὶ τὴν φύσιν βιασάμενος τὴν τέως κάτω βρί‐ θουσαν τὰ μετέωρα διώκει· καὶ μέσον οὐρανοῦ καὶ τῶν ἐπὶ γῆς γενόμενος ἐντυγχάνει τε τῷ θεῷ καὶ μετὰ τῶν ἀγγέλων δοξολογεῖ, ἐκ μὲν τῆς γῆς τὰς ὑπὲρ τῶν ἀν‐ θρώπων πρεσβείας τῷ θεῷ προσάγων, ἐξ οὐρανοῦ δὲ
15τοῖς ἀνθρώποις τὴν ἄνωθεν εὐμένειαν καταπραττόμενος. Τούτου τὰς θεοσημείας γέγραφε μὲν καί τις τῶν αὐτο‐ πτῶν γενομένων· γέγραφε δὲ καὶ λογίως ἀπέθετο καὶ Θεοδώρητος, ὁ τὴν Κυρεστῶν ἐπισκοπήσας, ἐν ᾧ τὰ μάλιστα παραλελοιπότες, ὃ μέχρι νῦν σωζόμενον παρὰ
20τοῖς τῆς ἁγίας ἐρήμου κατειλήφαμεν, καὶ παρ’ αὐτῶν παρειλήφαμεν. Ὅτε δ’ οὖν Συμεώνης οὗτος ὁ ἐπὶ γῆς ἄγγελος, ὁ ἐν σαρκὶ τῆς ἄνω Ἱερουσαλὴμ πολίτης, τὴν ξένην ταύτην καὶ τοῖς ἀνθρώποις ἀγνῶτα τρίβον ἐπετήδευσε, στέλ‐
25λουσί τινα παρ’ αὐτὸν οἱ τῆς ἁγίας ἐρήμου, ἐντειλάμενοι φάναι· τίς ἡ ξενοπρεπὴς αὕτη πολιτεία, τί τὴν τετριμ‐ μένην καὶ τοῖς ἁγίοις πεπατημένην ὁδὸν ἀφείς, ἄλλην τινὰ ξένην καὶ τοῖς ἀνθρώποις καθάπαξ ἀγνοουμένην ὁδεύει· καὶ ὡς ἐπιτετράφασιν αὐτῷ καταβῆναι καὶ τὴν
30τῶν ἐκλεκτῶν πατέρων ὁδὸν ἀνύειν. Οἵπερ, εἰ μὲν ἐκθύμως ἑαυτὸν πρὸς τὴν κατάβασιν δοίη, συγχωρεῖν
ἐκέλευσαν αὐτῷ τὴν ἰδίαν ἐκτρέχειν· ἐκ γὰρ τῆς ὑπα‐

22

κοῆς δῆλον εἶναι ὡς ἐκ θεοῦ ποδηγηθεὶς ὧδε διαθλεύει· εἰ δέ γε ἀντισταίη, ἢ καὶ τοῦ ἰδίου θελήματος δοῦλος γένοιτο καὶ μὴ πρὸς τὴν ἐπιτροπὴν ἰθυδρομήσοι, καὶ πρὸς βίας αὐτὸν καθέλκειν. Ὃς ἐπειδή περ παρ’ αὐτὸν ἐγένετο
5καὶ τὴν τῶν πατέρων ἀπήγγειλεν ἐντολήν, εὐθέως τε θάτερον τοῖν ποδοῖν προέπεμψε τῶν πατέρων τὴν ἐπι‐ τροπὴν ἐκπληρῶσαι βουλόμενος, ἀφίει αὐτὸν τὴν ἰδίαν ὁδὸν ἐκπληροῦν, ἐπιφθεγξάμενος· „Ἴσχυε καὶ ἀνδρίζου· ἡ στάσις σου παρὰ θεοῦ ἐστιν.“ Ὅ μοι ἀξιόλογον ὂν
10ἐξετέθη, τοῖς περὶ αὐτοῦ γραφεῖσι παρειμένον. Τούτῳ τοσοῦτον ἡ τῆς θείας χάριτος ἐνέσκηψε δύ‐ ναμις, ὡς καὶ Θεοδοσίου τοῦ αὐτοκράτορος τεθεσπικότος τοῖς κατὰ τὴν Ἀντιόχου Ἰουδαίοις ἀποδοθῆναι τὰς σφῶν συναγωγάς, ἅσπερ ἔφθησαν παρὰ Χριστιανῶν ἀφῃρη‐
15μένοι, οὕτω παρρησίᾳ γέγραφεν, οὕτω σφοδρῶς ἐπετίμησε μόνον τὸν ἴδιον βασιλέα εὐλαβούμενος, ὡς καὶ τὸν βασιλέα Θεοδόσιον τὰς ἰδίας ἀνακαλεσάμενον κελεύσεις πάντα πρὸς χάριν Χριστιανῶν ἐκπληρῶσαι, παραλῦσαι δὲ καὶ τὸν ὕπαρχον τὸν ταῦτα διδάξαντα τῆς ἀρχῆς
20δεηθῆναί τε τοῦ παναγίου καὶ ἀερίου μάρτυρος ἐπὶ ῥήμα‐ τος ἱκετεύειν τε καὶ εὔχεσθαι ὑπὲρ αὐτοῦ, καὶ τῆς οἰκείας εὐλογίας μεταδιδόναι. Διέτριψε τοίνυν ἐν σαρκὶ τόνδε τὸν βίον διαθλεύων ἔτη ἓξ καὶ πεντήκοντα· ἐν μὲν τῷ πρώτῳ φροντιστηρίῳ ἔνθα τὰ θεῖα κατηχήθη, ἔτη ἐννέα,
25ἐν δὲ αὖ τῇ καλουμένῃ μάνδρᾳ ἑπτὰ καὶ τεσσαράκοντα· ἔν τινι μὲν στενῷ τόπῳ ἔτεσι δέκα τὸν ἀγῶνα διανύσας, ἐν δὲ κίοσι βραχυτέροις ἑπτά, καὶ ἐπὶ τεσσαρακοντά‐ πηχυν ἔτη τριάκοντα. Τούτου τὸ πανάγιον σῶμα μετὰ τὴν ἐνθένδε ἐκδημίαν
30κατὰ τὴν Ἀντιοχέων ὕστερον εἰσήχθη, Λέοντος τὰ σκῆπτρα διέποντος, Μαρτυρίου τηνικαῦτα τῆς Ἀντιόχου προεδρεύοντος, Ἀρταβουρίου δὲ αὖ τῶν ἑῴων στρατη‐ γοῦντος ταγμάτων μετὰ τῶν ἀμφ’ αὐτὸν στρατιωτικῶν
τελῶν τε καὶ λοιπῶν, κατὰ τὴν αὐτοῦ μάνδραν γενομένων,

23

καὶ τὸν πάνσεπτον διασωσάντων νεκρὸν Συμεώνου τοῦ μακαρίου, ὡς ἂν μὴ αἱ γειτνιῶσαι πόλεις συνελθοῦσαι τοῦτον διαρπάζοιεν. Θαυμάτων τοίνυν μεγίστων καὶ κατὰ τὴν ὁδοιπορίαν γενομένων, κομίζεται κατὰ τὴν Ἀντιόχου
5τὸ αὐτοῦ πανάγιον σῶμα· ὃ καὶ Λέων ὁ αὐτοκράτωρ ἐξῃτήσατο παρὰ τῶν Ἀντιοχέων λαβεῖν. Καὶ δεήσεις οἱ τῆς Ἀντιόχου πρὸς αὐτὸν ἀνατεινάμενοι γεγράφασιν οὕτως· „Διὰ τὸ μὴ ὑπάρχειν τεῖχος τῇ πόλει, πέπτωκε γὰρ ἐν ὀργῇ, ἠγάγομεν τὸ πανάγιον σῶμα, ὅπως ἡμῖν
10γένηται τεῖχος καὶ ὀχύρωμα.“ Οἷς καὶ πεισθεὶς ἐνδούς τε ταῖς δεήσεσι τὸ σεπτὸν αὐτοῖς εἴασε σῶμα. Τούτου τὰ πολλὰ μέχρις ἡμῶν ἐφυλάχθη, οὖ καὶ τὴν ἁγίαν κορυφὴν μετὰ πολλῶν ἱερέων τεθέαμαι, ἐπισκο‐ ποῦντος τήνδε Γρηγορίου τοῦ παναοιδίμου, Φιλιππικοῦ
15δεηθέντος παραφυλακῆς ἕνεκα τῶν ἑῴων ἐκστρατευμάτων τίμια λείψανά οἱ ἐκπεμφθῆναι. Καὶ τὸ παράδοξον, αἱ κατὰ τῆς κεφαλῆς ἐπικείμεναι τρίχες οὐ διεφθάρησαν, ὡς δ’ αὖ ζῶντος καὶ τοῖς ἀνθρώποις συναλιζομένου διασώ‐ ζονται. Καὶ τὸ κατὰ τοῦ μετώπου δέρμα ἐρρυτίδωτο μὲν
20καὶ ἀπέσκληκε, σώζεται δ’ οὖν ὅμως, καὶ τῶν ὀδόντων δ’ οἱ πλείους, εἰ μή γε ὅσοι χερσὶν ἀνθρώπων πιστῶν βιαίως ἀφῃρέθησαν, διὰ τοῦ σχήματος κηρύσσοντες οἷός τε καὶ ὁπόσος καὶ πηλίκος ὁ ἄνθρωπος τοῦ θεοῦ γέγονε Συμεώνης. Ταύτῃ καὶ ὁ ἐκ σιδήρου πεποιημένος κλοιὸς παράκειται,
25μεθ’ οὗ τὸ πολυύμνητον διαθλεῦσαν σῶμα τῶν ἐκ θεοῦ γερῶν μεταδέδωκεν· οὐδὲ γὰρ ἀποθανόντα τὸν Συμεώνην ὁ ἐραστὴς ἀπέλιπε σίδηρος. Οὕτω τὸ καθ’ ἕκαστον ἂν διεξεληλύθειν ἐμοί τε τῆς διηγήσεως ὠφέλειαν παρέξον καὶ τοῖς ἐντυγχάνουσιν, εἰ μὴ πλατύτερον ταῦτα Θεο‐
30δωρήτῳ, ὡς ἔφθην εἰπών, ἐπεπόνητο. 14. Φέρε δὲ καὶ ἕτερον ὃ τεθέαμαι, τῇ ἱστορίᾳ παραδῶ.
Ἐπόθουν τὸ τέμενος τούτου δὴ τοῦ ἁγίου θεάσασθαι.

24

Διέστηκε δὲ Θεουπόλεως σταδίους μάλιστα τριακοσίους κείμενον πρὸς αὐτὴν τοῦ ὄρους τὴν κορυφήν. Μάνδραν οἱ ἐπιχώριοι καλοῦσι, τῆς ἀσκήσεως οἶμαι τοῦ παναγίου Συμεώνου τὴν προσηγορίαν τῷ χώρῳ καταλιπούσης.
5Διήκει δὲ τὸ πρόσαντες τοῦ ὄρους σταδίους εἴκοσιν. Ἡ δὲ τοῦ νεὼ οἰκοδομία σύγκειται μὲν σταυροῦ δίκην ἐκ τῶν τεσσάρων πλευρῶν στοαῖς κοσμουμένη· παρατετάχαται δὲ ταῖς στοαῖς κίονες ἐκ λίθου ξεστοῦ πεποιημένοι εὐπρεπῶς, εὖ μάλα τὴν ὀροφὴν εἰς ὕψος ἐπαίροντες. Τὸ δέ γε μέσον
10αὐλὴ ὑπαίθριός ἐστιν, μετὰ πλείστης ἐξειργασμένη τῆς τέχνης· ἔνθα ὁ τεσσαρακοντάπηχυς ἵσταται κίων, ἐν ᾧ τὸν οὐράνιον διήνυσε βίον ὁ ἐπὶ γῆς ἔνσαρκος ἄγγελος. Πρὸς τῇ ὀροφῇ τοίνυν τῶν λελεγμένων στοῶν κλειθρίδια καθεστᾶσι—θυρίδας ἔνιοι καλοῦσι—πρός τε τὸ λελεγμένον
15ὑπαίθριον πρός τε τὰς στοὰς ἀποκρινόμενα. Κατὰ τὸ λαιὸν τοίνυν μέρος τοῦ κίονος ἐν αὐτῷ τῷ κλειθριδίῳ τεθέαμαι μετὰ παντὸς τοῦ ἁλισθέντος αὐτόθι λεώ, τῶν ἀγροίκων περὶ τὸν κίονα χορευόντων, ἀστέρα ὑπερμεγέθη κατὰ πᾶν τὸ κλειθρίδιον διαθέοντά τε καὶ σελα‐
20γίζοντα, οὐχ ἅπαξ, οὐ δίς, οὐ τρίς, ἀλλὰ καὶ πολλάκις, παυόμενόν τε αὖ συχνῶς καὶ πάλιν ἐξαπίνης φαινόμενον· ὃ δὴ γίνεται μόνον ἐν τοῖς τοῦ παναγίου μνημείοις. Εἰσὶ δὲ οἳ λέγουσι, καὶ οὐκ ἀπιστητέον τῷ θαύματι ἔκ τε τῆς τῶν λεγόντων εὐπιστίας καὶ τῶν ἄλλων ὧνπερ τεθεάμεθα, ὅτι
25καὶ αὐτὸ δὴ τὸ προσωπεῖον αὐτοῦ τεθέανται ὧδέ τε κἀκεῖσε περιϊπτάμενον, τὴν ὑπήνην καθειμένον, τὴν κεφαλὴν τιάρᾳ κεκαλυμμένον ὥσπερ εἰώθει. Ὧδε τοῦ χώρου γινόμενοι ἄνδρες ἀφυλάκτως εἰσίασι, μετὰ τῶν σφῶν νωτοφόρων τὸν κίονα πολλάκις περινοστοῦντες. Φυλακὴ
30δέ τις εἰς τὸ ἀκριβέστατον, οὐκ ἔχω ἀνθ’ ὅτου λέγειν, ὡς
ἂν γυνὴ μὴ φοιτῴη τῶν ἀνακτόρων εἴσω. Ἔξω δὲ περὶ

25

τὰς φλιὰς ἑστῶσαι τεθήπασι τὸ θαῦμα· ἀντικρὺ γὰρ τοῦ σελαγίζοντος ἀστέρος ἡ μία τῶν θυρῶν ἐστιν. 15. Ἐπὶ τῆς αὐτῆς διέπρεπε βασιλείας καὶ Ἰσίδωρος, οὗ κλέος εὐρὺ κατὰ τὴν ποίησιν, ἔργῳ τε καὶ λόγῳ παρὰ
5πᾶσι διαβόητος· ὃς οὕτω μὲν τὴν σάρκα τοῖς πόνοις ἐξέτηξεν, οὕτω δὲ τὴν ψυχὴν τοῖς ἀναγωγικοῖς ἐπίανε λόγοις, ὡς ἀγγελικὸν ἐπὶ γῆς μετελθεῖν βίον, στήλην τε ζῶσαν διὰ παντὸς εἶναι βίου τε μοναδικοῦ καὶ τῆς εἰς θεὸν θεωρίας. Γέγραπται δ’ οὖν αὐτῷ πολλὰ μὲν καὶ ἕτερα
10πάσης ὠφελείας ἔμπλεα· γέγραπται δὲ καὶ πρὸς Κύριλλον τὸν ἀοίδιμον, ἐξ ὧν μάλιστα δείκνυται τοῦ θεσπεσίου συνακμάσαι τοῖς χρόνοις. Ταῦτά μοι κομψῶς ὡς δυνατὸν πονουμένῳ, φέρε καὶ Συνέσιος ὁ Κυρηναῖος εἰς μέσον ἡκέτω τῇ οἰκείᾳ μνήμῃ κοσμήσων τὴν διάλεξιν. Οὗτος ὁ
15Συνέσιος ἦν μὲν καὶ τὰ ἄλλα πάντα λόγιος, φιλοσοφίαν δὲ οὕτως ἐς τὸ ἀκρότατον ἐξήσκησεν ὡς καὶ παρὰ Χριστι‐ ανῶν θαυμασθῆναι τῶν μὴ προσπαθείᾳ ἢ ἀντιπαθείᾳ κρινόντων τὰ ὁρώμενα. Πείθουσι δ’ οὖν αὐτὸν τῆς σωτη‐ ριώδους παλιγγενεσίας ἀξιωθῆναι καὶ τὸν ζυγὸν τῆς
20ἱερωσύνης ὑπελθεῖν, οὔπω τὸν λόγον τῆς ἀναστάσεως παραδεχόμενον οὐδὲ δοξάζειν ἐθέλοντα, εὐθυβόλως εὖ μάλα στοχασάμενοι ὡς ταῖς ἄλλαις τἀνδρὸς ἀρεταῖς ἕψεται καὶ ταῦτα, τῆς θείας χάριτος μηδὲν ἐλλειπὲς ἔχειν ἀνεχομένης· καὶ οὐκ ἐψεύσθησαν τῆς ἐλπίδος. Οἷος γὰρ
25καὶ ὅσος γέγονε, τεκμηριοῦσι μὲν αἱ κομψῶς αὐτῷ καὶ λογίως μετὰ τὴν ἱερωσύνην πεποιημέναι ἐπιστολαί, ὅ τε πρὸς αὐτὸν Θεοδόσιον προσφωνητικὸς λόγος, καὶ ὅσα τῶν ἐκείνου χρηστῶν φέρεται πόνων. 16. Τότε καὶ Ἰγνάτιος ὁ θεσπέσιος, ὡς Ἰωάννῃ τῷ
30ῥήτορι σὺν ἑτέροις ἱστόρηται, ἐπειδή γε ὡς ἐβούλετο τάφον τὰς τῶν θηρίων ἐσχηκὼς γαστέρας ἐν τῷ τῆς Ῥώμης ἀμφιθεάτρῳ, καὶ διὰ τῶν ὑπολειφθέντων ἁδροτέρων ὀστῶν, ἃ πρὸς τὴν Ἀντιόχου ἀπεκομίσθη, ἐν τῷ καλου‐ μένῳ κοιμητηρίῳ, μετατίθεται πολλοῖς ὕστερον χρόνοις,
35ὑποθεμένου τοῦ παναγάθου θεοῦ Θεοδοσίῳ τὸν Θεοφόρον

26

μείζοσι τιμῆσαι τιμαῖς, ἱερόν τε πάλαι τοῖς δαίμοσιν ἀνειμένον—Τυχαῖον τοῖς ἐπιχωρίοις ὠνόμαστο—τῷ ἀθλο‐ φόρῳ μάρτυρι ἀναθεῖναι· καὶ σηκὸς εὐαγὴς καὶ τέμενος ἅγιον τῷ Ἰγνατίῳ τὸ πάλαι Τυχαῖον γέγονε, τῶν ἱερῶν
5αὐτοῦ λειψάνων μετὰ πομπῆς ἱερᾶς ἀνὰ τὴν πόλιν ἐπ’ ὀχήματος ἐνεχθέντων καὶ κατὰ τὸ τέμενος τεθέντων. Ὅθεν καὶ δημοτελὴς ἑορτὴ καὶ πάνδημος εὐφροσύνη μέχρις ἡμῶν τελεῖται, πρὸς τὸ μεγαλοπρεπέστερον τοῦ ἱεράρχου Γρηγορίου ταύτην ἐξάραντος. Γέγονε δὲ ταὐτὰ
10ἐκεῖθεν ἔνθεν, τοῦ θεοῦ τὰς ὁσίας τῶν ἁγίων αὐτοῦ τιμῶντος μνήμας. Ἰουλιανὸς μὲν γὰρ ὁ ἀλιτήριος, ἡ θεοστυγὴς τυραννίς, ἄκων καὶ μαστιζόμενος, ἐπειδὴ μὴ ὁ Δαφναῖος Ἀπόλλων, ὁ φωνὴν καὶ προφητείαν τὴν Κασταλίαν ἔχων, ἀνελεῖν τι
15ἠδύνατο τῷ βασιλεῖ χρηστηριαζομένῳ, Βαβύλα τοῦ ἁγίου παντοίως ἐκ γειτόνων ἐπιστομίζοντος, τιμᾷ μεταθέσει τὸν ἅγιον, ὅτε καὶ νεὼς αὐτῷ πρὸ τῆς πόλεως παμμεγέθης ἀνίστατο, ὁ καὶ μέχρις ἡμῶν σωζόμενος, ἵνα λοιπὸν οἱ δαίμονες ἐπ’ ἀδείας τὰ οἰκεῖα δρῷεν, ὥς φασιν Ἰουλιανῷ
20φθῆναι τούτους ἐπαγγείλασθαι. Τοῦτο δ’ ἄρα ἦν τὸ οἰκονομούμενον παρὰ τοῦ σωτῆρος θεοῦ, ὡς ἂν καὶ τῶν μεμαρτυρηκότων ἡ δύναμις ἔκδηλος ᾖ, καὶ τοῦ ἁγίου μάρτυρος τὰ εὐαγῆ λείψανα ἐν εὐαγεῖ μετενεχθεῖεν χώρῳ, καλλίστῳ τεμένει τιμώμενα.
25 17. Ἐν τούτοις τοῖς χρόνοις ὁ πολὺς τῷ λόγῳ πόλεμος ἐκεκίνητο Ἀττίλα τοῦ τῶν Σκυθῶν βασιλέως· ὃν περιέρ‐ γως καὶ ἐς τὰ μάλιστα λογίως Πρίσκος ὁ ῥήτωρ γράφει, μετὰ πολλῆς τῆς κομψείας διηγούμενος ὅπως τε κατὰ τῶν ἑῴων καὶ ἑσπερίων ἐπεστράτευσε μερῶν, οἵας τε καὶ ὅσας
30πόλεις ἑλὼν κατήγαγε, καὶ ὅσα πεπραχὼς τῶν ἐντεῦθεν μετέστη. Τοῦ αὐτοῦ τοίνυν Θεοδοσίου τὰ σκῆπτρα διέποντος,
μέγιστος καὶ ἐξαίσιος καὶ τοὺς προλαβόντας νικῶν

27

γέγονε σεισμὸς ἀνὰ πᾶσαν, ὡς εἰπεῖν, τὴν οἰκουμένην, ὥστε καὶ πολλοὺς τῶν πύργων τῶν ἀνὰ τὴν βασιλίδα πρηνεῖς ἐνεχθῆναι, συμπεσεῖν τε καὶ τὸ Χερρονήσου καλούμενον μακρὸν τεῖχος· διαχῆναι δὲ τὴν γῆν καὶ
5πολλὰς κώμας ἐν αὐτῇ καταδῦναι· πολλά τε αὖ καὶ ἀνα‐ ρίθμητα γενέσθαι πάθη ἀνά τε γῆν καὶ κατὰ θάλασσαν· καὶ ἐνίας μὲν τῶν πηγῶν ξηρὰς ἀναδειχθῆναι, ἑτέρωθι δὲ ὑδάτων πλῆθος ἀναδοθῆναι μὴ πρότερον ὄν, δένδρα τε αὐτόπρεμνα σὺν ταῖς σφίσι ῥίζαις ἀναβρασθῆναι καὶ
10χώματα πλεῖστα εἰς ὄρη σχεδιασθῆναι· τὴν δὲ θάλασσαν ἰχθῦς νεκροὺς ἀποσφενδονήσασθαι, καὶ πολλὰς τῶν ἐν αὐτῇ νήσων ἐπικλυσθῆναι· πλοῖά τε αὖ θαλάττια ἐπὶ τῆς ξηρᾶς ὀφθῆναι τῶν ὑδάτων ἐς τοὐπίσω νοστησάντων· πα‐ θεῖν τε καὶ τὰ πολλὰ Βιθυνίας τε καὶ Ἑλλησπόντου,
15Φρυγίας τε ἑκατέρας. Ὃ δὴ πάθος καὶ ἐπὶ χρόνον τῆς γῆς ἐπεκράτησεν, οὐχ ὥσπερ ἤρξατο οὕτω σφοδρῶς διαμένον, ἀλλὰ κατὰ μικρὸν λῆγον, μέχρις οὗ καθάπαξ ἐπέπαυστο. 18. Κατὰ τούτους τοὺς χρόνους Μεμνόνιος καὶ Ζωΐλος καὶ Κάλλιστος παρὰ Θεοδοσίου κατὰ τὴν Ἀντιοχέων
20ἄρξοντες ἐξεπέμφθησαν, τὴν ἡμετέραν θρησκείαν δια‐ πρέποντες. Καὶ Μεμνόνιος μὲν εὐπρεπῶς τε καὶ περιέργως τὸ καὶ πρὸς ἡμῶν Ψηφίον ὀνομαζόμενον ἐξ ἐδάφους ἀνοικοδομεῖ, ὑπαίθριον αὐλὴν κατὰ τὸ μέσον ἐάσας· Ζωΐλος δὲ τὴν βασίλειον στοὰν τὴν πρὸς τὸ νότιον τῆς Ῥουφίνου
25πλευρόν, μέχρις ἡμῶν τὴν τούτου προσηγορίαν διαδεξα‐ μένην, εἰ καὶ τὰς οἰκοδομίας ἐκ τῶν ποικίλων παθημάτων ἐνήλλαξεν. Ἀτὰρ καὶ Κάλλιστος μεγαλοπρεπῆ τε καὶ περιφανῆ οἰκοδομίαν ἀνίστη, ἣν Καλλίστου στοὰν οἵ τε παλαιοὶ οἵ τε νῦν ὀνομάζομεν, πρὸ τῶν ἑδῶν ἃ τῇ δίκῃ
30ἱδρύεται, εὐθὺ τοῦ φόρου οὗ ἡ περικαλλὴς οἰκία, τῶν στρατηγῶν τὰ καταγώγια. Μετὰ τούτους Ἀνατόλιος
αὖ στρατηγὸς τῶν ἑῴων ταγμάτων πεμφθείς, τὴν καλου‐

28

μένην Ἀνατολίου στοὰν οἰκοδομεῖ παντοδαπαῖς ὕλαις ταύτην διακοσμήσας. Ταῦτα, εἰ καὶ πάρεργα, τοῖς φιλο‐ μαθέσιν οὐκ ἄκομψα. 19. Ἐν τοῖς αὐτοῖς χρόνοις Θεοδοσίου ἐπαναστάσεις
5συχναὶ κατὰ τὴν Εὐρώπην γεγόνασιν, Οὐαλεντινιανοῦ Ῥώμης βασιλεύοντος· ἃς καὶ καθεῖλε Θεοδόσιος μεγάλας δυνάμεις ἐκπέμψας κατὰ γῆν τε καὶ θάλασσαν πεζικῷ τε καὶ νηΐτῃ στρατῷ. Οὕτω δὲ καὶ Περσῶν παροινησάντων κεκράτηκε, βασιλεύοντος αὐτῶν Ἰσδιγέρδου 〈πατρὸσ〉
10τοῦ Βαραράνου, ἢ ὡς Σωκράτει δοκεῖ, αὐτοῦ Βαραράνου βασιλεύοντος, ὡς καὶ πρεσβευσαμένοις αὐτοῖς εἰρήνην χαρίσασθαι, ἣ καὶ διήρκεσε μέχρι δύο καὶ δέκα ἐτῶν τῆς Ἀναστασίου βασιλείας· ἅπερ ἱστόρηται μὲν καὶ ἄλλοις, ἐπιτέτμηται δὲ εὖ μάλα κομψῶς καὶ Εὐσταθίῳ τῷ ἐξ
15Ἐπιφανείας τῷ Σύρῳ, ὃς καὶ τὴν ἅλωσιν Ἀμίδης συνε‐ γράψατο. Τότε φασὶ καὶ Κλαυδιανὸν καὶ Κῦρον τοὺς ποιητὰς ἀναδειχθῆναι, Κῦρον δὲ καὶ πρὸς τὸν μέγιστον τῶν ὑπάρχων ἀναβῆναι θρόνον, ὃν ὕπαρχον τῆς αὐλῆς οἱ πρὸ ἡμῶν
20κεκλήκασι, καὶ τῶν ἑσπερίων ἐξηγήσασθαι δυνάμεων, Καρχηδόνος ὑπὸ Βανδίλων κρατηθείσης Γιζερίχου τε τῶν βαρβάρων ἡγουμένου. 20. Οὗτος τοίνυν ὁ Θεοδόσιος τὴν Εὐδοκίαν εἰσοικί‐ ζεται τοῦ σωτηριώδους μεταλαβοῦσαν βαπτίσματος, γένει
25μὲν Ἀθηναίαν, καλλιεπῆ δὲ καὶ τὴν ὥραν εὐπρεπῆ, μέσης οἱ γενομένης Πουλχερίας τῆς βασιλίδος τῆς αὐτοῦ ἀδελφῆς. Ἐκ ταύτης αὐτῷ γίνεται παῖς ἡ Εὐδοξία, ἣν ὕστερον, ἐπειδὴ καιρὸν ἦγε γάμου, Οὐαλεντινιανὸς ὁ αὐτοκρά‐ τωρ ἄγεται, ἀπάρας μὲν ἐκ τῆς πρεσβυτέρας Ῥώμης,
30κατάρας δὲ πρὸς τὴν Κωνσταντίνου. Ἣ χρόνοις ὕστερον ἐπὶ τὴν ἁγίαν ἐπειγομένη Χριστοῦ τοῦ θεοῦ ἡμῶν πόλιν, ἐνταῦθά τε γίνεται καὶ δημηγορήσασα πρὸς τὸν ἐνταῦθα
λεὼν ἐπιτελεύτιον ἔπος ἐφθέγξατο·

29

Ὑμετέρης γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι, τὰς ἐκ τῆς Ἑλλάδος ἐνταῦθα σταλείσας ἀποικίας αἰνιττο‐ μένη. Εἴ τῳ περισπούδαστον ταύτας εἰδέναι, ἱστόρηται περιέργως Στράβωνι τῷ γεωγράφῳ, Φλέγοντί τε καὶ
5Διοδώρῳ τῷ ἐκ Σικελίας, Ἀρριανῷ τε αὖ καὶ Πεισάνδρῳ τῷ ποιητῇ, καὶ πρός γε Οὐλπιανῷ Λιβανίῳ τε καὶ Ἰουλιανῷ τοῖς παναρίστοις σοφισταῖς. Καὶ εἰκόνι ἐκ χαλκοῦ τεχνι‐ κῶς ἠσκημένῃ παῖδες Ἀντιοχέων αὐτὴν τετιμήκασιν, ἣ καὶ μέχρις ἡμῶν σώζεται. Ἐξ ἧς προτραπεὶς Θεοδόσιος
10μεγίστην μοῖραν τῇ πόλει προστίθησι, τὸ τεῖχος εὐρύνας μέχρι τῆς πύλης τῆς ἐπὶ Δάφνην ἀγούσης τὸ προάστειον— ὁρᾶν τοῖς ἐθέλουσι πάρεστι· μέχρι γὰρ ἡμῶν τὸ παλαιὸν ἰχνηλατεῖται τεῖχος, τῶν λειψάνων ξεναγούντων τὰς ὄψεις—, εἰσὶ δὲ οἵ φασι τὸν πρεσβύτερον Θεοδόσιον τὸ
15τεῖχος εὐρῦναι. Καὶ χρυσίον δὲ διακοσίας ἕλκον λίτρας τῷ Βάλεντος ἐδωρήσατο λουτρῷ κατά τι μέρος ἐμπρη‐ σθέντι. 21. Ἔνθεν τοίνυν ἡ Εὐδοκία ἐν Ἱεροσολύμοις δὶς ἀφικνεῖται. Καὶ ὅτου μὲν χάριν ἢ τί πρωτοτύπως ὥς φασι
20βουλομένη, τοῖς ἱστορήσασι καταλειπτέον, εἰ καὶ μὴ ἀλη‐ θίζεσθαί μοι δοκοῦσιν. Ὅμως δ’ οὖν ἀνὰ τὴν ἁγίαν Χριστοῦ πόλιν γενομένη πολλὰ πρὸς τιμῆς τοῦ σωτῆρος πέπραχε θεοῦ, ὥστε καὶ εὐαγῆ δείμασθαι φροντιστήρια καὶ τὰς καλουμένας λαύρας· ἐν οἷς ἡ μὲν δίαιτα διάφορος, ἡ δέ
25γε πολιτεία εἰς ἕνα τελευτᾷ θεοφιλῆ σκοπόν. Οἱ μὲν γὰρ ἀγεληδὸν ζῶντες οὐδενὶ τῶν ἐς γῆν βριθόν‐ των κρατοῦνται· οὐ χρυσὸς γὰρ αὐτοῖς ἐστι, τί δ’ ἂν φαίην χρυσός, ὅτε οὔτε ἰδική τις ἐσθὴς οὐδέ τι τῶν ἐδωδίμων. Ὃ γὰρ νῦν τις ἀμπέχεται τριβώνιον ἢ ἐξωμίδα, τοῦτο μετὰ
30σμικρὸν ἕτερος ἀμφιέννυται, ὡς καὶ τὴν πάντων ἐσθῆτα ἑνὸς εἶναι δοκεῖν καὶ τὴν ἑνὸς ἁπάντων. Καὶ κοινὴ τράπεζα
παρατίθεται οὐκ ὄψοις κεκαρυκευμένη οὐδέ τινι τῶν ἄλλων

30

ἡδυσμάτων, λαχάνοις δὲ καὶ ὀσπρίοις μόνοις δεξιουμένη εἰς τοσοῦτον χορηγουμένοις ὅσον ἀποζῆν καὶ μόνον. Κοινὰς δὲ τὰς πρὸς θεὸν λιτὰς διημερεύουσί τε καὶ διανυκτε‐ ρεύουσιν, οὕτω σφᾶς ἐκθλίβοντες, οὕτω τοῖς πόνοις πιέζον‐
5τες ὡς τάφων ἄνευ νεκροὺς αὐτοὺς δοκεῖν ὑπὲρ γῆν ὁρᾶν Οἳ πολλάκις μὲν καὶ τὰς καλουμένας ὑπερθεσίμους πράτ‐ τουσι διήμεροι καὶ τριήμεροι τὰς νηστείας ἐκτελοῦντες, εἰσὶ δὲ οἳ καὶ πεμπταῖοι ἢ καὶ πρός, καὶ μόλις τῆς ἀναγκαίας μεταλαμβάνουσι τροφῆς.
10 Ἕτεροι δὲ αὖ πάλιν ἀπ’ ἐναντίας ἰόντες μόνους ἑαυτοὺς καθειργνύουσιν ἐν οἰκίσκοις τοσοῦτον εὖρος, τοσοῦτον ὕψος ἔχουσιν ὡς μηδὲ τὰ σώματα ἀνορθοῦν, μηδὲ μὴν ἐπ’ ἀδείας τὰς κλίσεις ποιεῖσθαι, σπηλαίοις προσκαρτεροῦντες καὶ ταῖς ὀπαῖς τῆς γῆς, κατὰ τὴν τοῦ ἀποστόλου φωνήν.
15Ἄλλοι σύνοικοι θηρίοις γινόμενοι καί τισι τῆς γῆς ἀτεκ‐ μάρτοις ἐνδομυχοῖς τὰς πρὸς τὸν θεὸν ἐντεύξεις ποιοῦνται. Ἀτὰρ καὶ ἕτερον εἶδος αὐτοῖς ἐπενοήθη, πάσης ἀνδρείας τε καὶ καρτερίας δύναμιν ἐκβαῖνον. Ἐς ἔρημον γὰρ κεκαυ‐ μένην σφᾶς αὐτοὺς ἀφέντες καὶ μόνα τὰ τῆς φύσεως
20ἀναγκαῖα περιστείλαντες, ἄνδρες τε καὶ γύναια, τὸ λοιπὸν σῶμα γυμνὸν κρυμνοῖς τε ἐξαισίοις ἀέρων τε πυρακτώσεσιν ἐπιτρέπουσιν, ἐπ’ ἴσης θάλπους τε καὶ ψύχους περιορῶντες. Καὶ τὰς μὲν τῶν ἀνθρώπων τροφὰς τέλεον ἀποσείονται, νέμονται δὲ τὴν γῆν—βοσκοὺς καλοῦσι—μόνον τὸ ζῆν
25ἐντεῦθεν ποριζόμενοι, ὥστε χρόνῳ καὶ θηρίοις συναφο‐ μοιοῦσθαι, τῆς τε ἰδέας αὐτοῖς παρατραπείσης, τῆς τε γνώμης λοιπὸν οὐ συμβαινούσης ἀνθρώποις· οὓς καὶ διδράσκουσιν ἰδόντες, καὶ διωκόμενοι ἢ τῇ ὠκύτητι τῶν ποδῶν, ἤ τινι τῶν ἐπὶ γῆς δυσόδων χωρίων τὸ λαθεῖν
30ἑαυτοῖς πορίζονται.

31

Λέξω δὲ καὶ ἕτερον, ὃ μικροῦ με διέλαθε, καίτοι τὰ πρεσβεῖα κατὰ πάντων ἔχον. Εἰσὶ μὲν ἐλάχιστοι, εἰσὶ δ’ οὖν ὅμως, οἳ ἐπὰν διὰ τῆς ἀρετῆς τοῦ ἀπαθεῖς εἶναι τύχωσιν, εἰς κόσμον ἐπανίασιν ἐν μέσοις τοῖς θορύβοις·
5καὶ παραφόρους σφᾶς ἀπαγγέλλοντες, οὕτω τὴν κενοδο‐ ξίαν καταπατοῦσιν, ὃν τελευταῖον χιτῶνα κατὰ Πλάτωνα τὸν σοφὸν ἡ ψυχὴ πέφυκεν ἀποτίθεσθαι, οὕτω τὸ ἀπαθῶς ἐσθίειν φιλοσοφοῦσι, κἂν παρὰ καπήλοις ἢ παλιγκαπήλοις δεήσοι, οὐ τόπον, οὐ πρόσωπον, οὐδέ τι τῶν πάντων ἐγκα‐
10λυπτόμενοι· καὶ βαλανείοις δὲ συχνοῖς ὁμιλοῦσι, τὰ πολλὰ γυναιξὶ συναλιζόμενοι καὶ συλλουόμενοι, οὕτω τῶν παθῶν περιγενόμενοι ὡς καὶ τῆς φύσεως τυραννῆσαι, καὶ μηδὲ τῇ ὄψει, μηδὲ τῇ ἁφῇ, μηδὲ μὴν αὐτῇ τῇ περιπλοκῇ τοῦ θήλεος πρὸς τὴν ἰδίαν ἀποκριθῆναι φύσιν· μετὰ
15ἀνδρῶν δὲ ἄνδρας εἶναι, μετὰ γυναικῶν τ’ αὖ γυναῖκας, ἑκατέρας τε μετέχειν ἐθέλειν φύσεως καὶ μὴ μιᾶς εἶναι. Συνελόντι τοίνυν εἰπεῖν, ἐν τούτῳ τῷ παναρίστῳ καὶ θεοφόρῳ βίῳ ἡ ἀρετὴ τῇ φύσει ἀντινομοθετεῖ οἰκείους πηξαμένη νόμους, ὥστε μηδενὸς αὐτῶν τῶν ἀναγκαίων
20μεταδιδόναι ὅσα γε κορεσθῆναι· πεινῆν δὲ αὐτοῖς καὶ διψῆν ὁ σφῶν ἐγκελεύεται νόμος, περιστέλλειν τε τὸ σῶμα τοσοῦτο μόνον ὅσον ἡ ἀνάγκη βιάζεται. Οὕτως τε αὐτοῖς ἡ δίαιτα ἀκριβέσιν ἀντιταλαντεύεται ζυγοῖς ὡς ἐκ διαμέτρου χωροῦσιν αὐτοῖς τὴν ῥοπὴν ἀνεπαίσθητον εἶναι,
25καὶ ταῦτά γε πολὺ διεστῶσαν. Τοσοῦτον γὰρ αὐτοῖς τὰ ἐναντία κέκραται, τῆς θείας τὰ ἄμικτα συναγούσης καὶ αὖ πάλιν διαιρούσης χάριτος, ὥστε ζωὴν ἐν αὐτοῖς καὶ νέκρωσιν συνοικεῖν, τἀναντία καὶ τῇ φύσει καὶ τοῖς πράγμασιν. Ἔνθα μὲν γὰρ πάθος, νεκροὺς εἶναι δεῖ καὶ
30τῶν τάφων εἴσω· ἔνθα δὲ πρὸς θεὸν ἱκετεία, ῥωμαλέους τὸ σῶμα, σφριγῶντας τὴν ἀκμήν, κἂν ἔξωροι τὴν ἡλικίαν
ὦσι. Καὶ οὕτως αὐτοῖς ἑκάτερος συμπλέκεται βίος, ὥστε

32

ἀμέλει καὶ τὴν σάρκα τέλεον ἀποθέμενοι ζῶσιν ἀεὶ καὶ τοῖς ζῶσι συναλίζονται, σώμασί τε ἄκη προσφέροντες καὶ τὰς τῶν ἱκετευόντων φωνὰς τῷ θεῷ προσάγοντες, τά τε ἄλλα ὁμοίως τῇ προτέρᾳ βιοτῇ διεκτελοῦντες, ὅσα μὴ τῶν ἀναγ‐
5καίων δεῖσθαι ἢ τόπῳ περιορίζεσθαι, πάντων δὲ ἀκούειν καὶ πᾶσι συγγίνεσθαι. Εἰσὶ δὲ γονάτων αὐτοῖς συχναὶ καὶ ἀδιάκοποι κλίσεις ἐπαναστάσεις τε σύντονοι, μόνης τῆς ἐφέσεως ἀναζωπυρούσης αὐτοῖς τὴν ἡλικίαν καὶ τὴν ἑκού‐ σιον ἀσθένειαν· ἄσαρκοί τινες ἀθληταί, ἀναίματοι παλαι‐
10σταί, οἵ γε πανδαισίαν τε καὶ τρυφὴν τὴν νηστείαν ἔχοντες, καὶ τράπεζαν διακορῆ τὸ μηδενὸς ὡς οἷόν τε ἀπογεύεσθαι. Ὁπόταν ξένος παρ’ αὐτοὺς ἀφίκηται κἂν ἐξ ἑωθινοῦ, οὕτω πάλιν ταῖς φιλοφροσύναις καὶ τῇ φιλοτησίᾳ δεξιοῦνται, ἕτερον εἶδος νηστείας ἐπινοήσαντες τὸ αὖ μὴ βουλόμενοι
15ἐσθίειν, ὡς ἔκπληξιν τὸ πρᾶγμα καθεστάναι, πόσων εἰς τροφὴν αὐτάρκη δεόμενοι οὕτω κομιδῇ βραχέσιν ἀρκοῦνται· ἐχθροὶ τῶν ἰδίων βουλήσεων καὶ τῆς φύσεως, ἔκδοτοι τοῖς τῶν πέλας θελήμασιν, ἵνα διὰ πάντων αὐτοῖς τὸ ἡδὺ τῆς σαρκὸς ἐξωσθείη, καὶ ψυχὴ διακυβερνῴη τὰ κάλλιστα καὶ
20θεὸν ἀρέσκοντα νουνεχῶς ἐκλεγομένη τε καὶ περισώζουσα· μακάριοι τῆς ἐνταῦθα διαίτης, μακαριώτεροι τῆς ἐντεῦθεν μεταστάσεως, ἐς ἣν διὰ παντὸς χαίνουσι τὸν ποθούμενον αὐτοῖς ἰδεῖν ἐπειγόμενοι. 22. Πολλοῖς τοίνυν τοιούτοις ἐντυχοῦσα ἡ Θεοδοσίου
25σύμβιος, καὶ πολλά, ὥς μοι λέλεκται, τοιαῦτα φροντι‐ στήρια δειμαμένη, καὶ μὴν καὶ τὰ τείχη πρὸς τὸ κρεῖττον Ἱεροσολύμων ἀνανεωσαμένη, καὶ τέμενος μέγιστον ἀνίστη, ἐξοχῇ τε καὶ κάλλει προὖχον, τοῦ πρώτου διακόνων τε καὶ μαρτύρων Στεφάνου, οὔτι στάδιον Ἱεροσολύμων
30διεστώς· ἐν ᾧ καὶ τίθεται πρὸς τὸν ἀγήρω μεταχωρή‐ σασα βίον. Ἀμείψαντος δὲ μετὰ ταῦτα, ἢ καὶ ὥς τισι
δοκεῖ πρὸ τῆς Εὐδοκίας, καὶ Θεοδοσίου, τὴν βασιλείαν

33

ὀκτὼ καὶ τριάκοντα ἔτεσι τούτῳ διακονησαμένης, Μαρ‐ κιανὸς ὁ πανάριστος τὴν Ῥωμαίων ἀρχὴν περιβάλλεται. Ἃ δ’ οὖν καὶ ὑπ’ αὐτῷ πέπρακται τῶν ἑῴων ἡγεμονεύ‐ οντι, ἡ ἑξῆς εὖ μάλα σαφῶς ἱστορία παραστήσει, τῆς
5ἄνωθεν ῥοπῆς τὴν οἰκείαν χορηγούσης εὐμένειαν.
Τέλος τοῦ αʹ τόμου τῆς ἐκκλησιαστικῆς ἱστορίας Εὐαγρίου.

34

(1t)

Τάδε ἔνεστιν ἐν τῷ δευτέρῳ τόμῳ τῆς ἐκκλησιαστικῆς
2tἱστορίας Εὐαγρίου·
3 αʹ. Περὶ Μαρκιανοῦ βασιλέως, καὶ οἷα σύμβολα προηγήσαντο τὴν βασιλείαν αὐτῷ μηνύοντα.
5 βʹ. Περὶ τῆς ἐν Καλχηδόνι συνόδου, καὶ πόθεν τὴν αἰτίαν τῆς συνελεύσεως ἔσχεν. γʹ. Ἔκφρασις τοῦ εὐκτηρίου οἴκου τῆς μάρτυρος Εὐφημίας τῆς ἐν Καλχηδόνι, καὶ διήγησις τῶν γινομένων ἐν αὐτῷ θαυμάτων. δʹ. Περὶ τῶν ἐν τῇ συνόδῳ κινηθέντων καὶ τυπωθέντων, καὶ ὡς
10Διόσκορος ὁ Ἀλεξανδρείας καθῃρέθη, Θεοδώρητος δὲ καὶ Ἴβας καί τινες ἕτεροι ἀνεκλήθησαν. εʹ. Περὶ τῆς γενομένης στάσεως ἐν Ἀλεξανδρείᾳ, χάριν τῆς χειροτονίας Προτερίου, ὁμοίως καὶ ἐν Ἱεροσολύμοις. ϛʹ. Περὶ τῆς γενομένης ἀνομβρίας, λιμοῦ τε καὶ λοιμοῦ· ὅπως
15τε παραδόξως ἔν τισι χώραις αὐτομάτη ἡ γῆ τοὺς καρποὺς ἐβλάστησεν. ζʹ. Περὶ τῆς ἀναιρέσεως Οὐαλεντινιανοῦ καὶ ἁλώσεως Ῥώμης· καὶ περὶ ἑτέρων βασιλευσάντων αὐτῆς. ηʹ. Περὶ τοῦ θανάτου Μαρκιανοῦ καὶ τῆς βασιλείας Λέοντος·
20καὶ ὡς οἱ τῶν Ἀλεξανδρέων αἱρεσιῶται τὸν Προτέριον ἀποσφάττουσι, Τιμοθέῳ δὲ τῷ Αἰλούρῳ τὴν ἀρχιερωσύνην παραδιδόασιν.
θʹ. Περὶ τῶν ἐγκυκλίων Λέοντος βασιλέως.

35

ιʹ. Περὶ ὧν οἱ ἐπίσκοποι καὶ Συμεὼν ὁ κιονίτης ἀντέγραψεν. ιαʹ. Περὶ τῆς ἐξορίας Τιμοθέου τοῦ Αἰλούρου καὶ τῆς χειρο‐ τονίας Τιμοθέου τοῦ Σαλοφακιάλου, καὶ περὶ Γενναδίου καὶ Ἀκακίου τῶν Κωνσταντινουπολιτῶν.
5 ιβʹ. Περὶ τοῦ γεγονότος ἐν Ἀντιοχείᾳ σεισμοῦ μετὰ ἔτη τρια‐ κόσια τεσσαράκοντα καὶ ἑπτὰ τοῦ κατὰ Τραϊανόν. ιγʹ. Περὶ τοῦ ἐμπρησμοῦ τοῦ ἐν Κωνσταντινουπόλει. ιδʹ. Περὶ καθολικῶν παθημάτων. ιεʹ. Περὶ τοῦ γάμου Ζήνωνος καὶ Ἀρεάδνης.
10 ιϛʹ. Περὶ Ἀνθεμίου βασιλέως Ῥώμης, καὶ τῶν ἐξ αὐτοῦ βασιλέων. ιζʹ. Περὶ τῆς τελευτῆς Λέοντος, καὶ βασιλείας τοῦ μικροῦ Λέοντος, καὶ αὖθις Ζήνωνος τοῦ πατρὸς αὐτοῦ. ιηʹ. Ἐπιτομὴ τῶν κινηθέντων ἐν τῇ εἰς Καλχηδόνα συνόδῳ, ἐν
15τῷ τέλει τοῦ δευτέρου τόμου τεθειμένη.

36

(1t)

ΕΥΑΓΡΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ ΕΠΙΦΑΝΕΩΣ ΚΑΙ ΑΠΟ ΕΠΑΡΧΩΝ
2tΕΚΚΛΗΣΙΑΣΤΙΚΗΣ ΙΣΤΟΡΙΑΣ
3tΤΟΜΟΣ Βʹ
41. Ἃ μὲν ὑπὸ τοῖς Θεοδοσίου γεγένηται χρόνοις,
5τῇ πρώτῃ διείληπται διαλέξει. Φέρε δὲ Μαρκιανὸν εἰς μέσον ἄγοντες τὸν ἀοίδιμον Ῥωμαίων αὐτοκράτορα, πρό‐ τερον ἱστορήσωμεν τίς τε ἦν καὶ ὅθεν, καὶ ὅπως τὴν βασιλείαν Ῥωμαίων ἀνεδήσατο· οὕτω τε τὰ ὑπ’ αὐτῷ γεγενημένα κατὰ τοὺς ἰδίους ἀποθώμεθα καιρούς.
10 Μαρκιανὸς τοίνυν, ὡς ἄλλοις τε πολλοῖς καὶ μὴν καὶ Πρίσκῳ ἱστόρηται τῷ ῥήτορι, ἦν μὲν Θρᾷξ γένος, ἀνδρὸς στρατιωτικοῦ παῖς· ὅς γε τῆς τοῦ πατρὸς βιοτῆς μεταλαχεῖν ἐπειγόμενος πρὸς τὴν Φιλιππούπολιν τὰς ὁρμὰς ἔσχεν, ἔνθα καὶ στρατιωτικοῖς ἐδύνατο συντε‐
15τάχθαι τάγμασιν. Ἀνὰ δὲ τὴν ὁδὸν τεθέαται νεοσφαγὲς σῶμα ἐπὶ γῆς ἐρριμμένον· ᾧ παρεστώς, ἦν γὰρ τά τε ἄλλα πανάριστος καὶ ἐς τὰ μάλιστα φιλανθρωπότατος, ᾤκτειρε τὸ γεγονός, καὶ ἐπὶ πολὺ τὴν πορείαν ἐπεῖχε τῶν εἰκότων μεταδοῦναι βουλόμενος. Ἐπειδὴ δέ τινες
20τοῦτο τεθέανται, ταῖς ἐν τῇ Φιλιππουπόλει προσήγ‐ γελλον ἀρχαῖς· αἳ τὸν Μαρκιανὸν παραλαβοῦσαι τὰ περὶ τῆς μιαιφονίας ἀνηρώτων. Καὶ δὴ τῶν στοχασμῶν καὶ τῶν εἰκότων πλέον τῆς ἀληθείας καὶ τῆς γλώσσης
ἐσχηκότων, τὸν φόνον τε τἀνδρὸς ἀναινομένου καὶ μιαι‐

37

φόνου γε ποινὰς μέλλοντος ἀποτίσειν, θεία τις ἐξαπίνης ῥοπὴ τὸν μιαιφόνον παραδίδωσιν· ὃς τὴν κεφαλὴν ἀπο‐ θέμενος ποινὴν τοῦ δράματος τὴν κεφαλὴν τῷ Μαρκιανῷ χαρίζεται. Οὕτω παραδόξως σωθεὶς ἔν τινι τῶν αὐτόθι
5στρατιωτικῶν τελῶν ἀφικνεῖται, ἐν αὐτῷ παραγγέλλειν βουλόμενος. Οἳ τὸν ἄνδρα θαυμάσαντες μέγαν τε ἔσε‐ σθαι καὶ ἀξιολογώτατον εἰκότως τεκμηράμενοι ἥδιστα προσδέχονται, καὶ σφίσιν αὐτοῖς ἐγκαταλέγουσιν, οὔτι ἔσχατον, ὡς ὁ στρατιωτικὸς ἐθέλει νόμος, ἐς δέ τινα βαθμὸν
10ἄρτι τετελευτηκότος ἀνδρός—Αὔγουστος ὄνομα τούτῳ—, Μαρκιανὸν τὸν καὶ Αὔγουστον ἐς τὴν παραγγελίαν ἐγγράψαντες, ὡς φθάσαι τοὔνομα τὴν προσηγορίαν τῶν ἡμετέρων βασιλέων, τὸ καλεῖσθαι Αὔγουστοι μετὰ τῆς ἁλουργίδος περιβαλλομένων· ὥσπερ οὐκ ἀνασχομένου
15τοῦ ὀνόματος ἐπ’ αὐτῷ χωρὶς τῆς ἀξίας μεῖναι, μηδ’ αὖ πάλιν τῆς ἀξίας ἕτερον ὄνομα ζητησάσης εἰς σεμνολό‐ γημα, ὥστε κύριον καὶ προσηγορικὸν τὸ αὐτὸ καθεστάναι, διὰ μιᾶς κλήσεως τῆς τε ἀξιώσεως τῆς τε προσηγορίας σημαινομένων.
20 Καὶ ἕτερον δὲ συνέπεσε τὴν βασιλείαν τῷ Μαρκιανῷ τεκμηριῶσαι δυνάμενον. Ἐπειδὴ γὰρ Ἄσπαρι συνε‐ στράτευσε κατὰ Βανδίλων δορυάλωτός τε γέγονε σὺν ἑτέροις πλείστοις, παρὰ πολὺ τῶν Βανδίλων ἡττηθέντος τοῦ Ἄσπαρος, ἀνὰ τὸ πεδίον ἤχθη μετὰ τῶν ἄλλων
25ἀνδραπόδων, Γιζερίχου τοὺς ζωγρηθέντας ἰδεῖν βουλη‐ θέντος· οἵπερ ἐπειδὴ ἡλίσθησαν, ἔν τινι τῶν ὑπερῴων ὁ Γιζέριχος καθῆστο τῷ πλήθει τῶν σαγηνευθέντων ἡδόμενος. Οἳ τοῦ καιροῦ τριβομένου, ὡς ἂν ἑκάστοις ἐδόκει, διετέλουν· ἀνεῖσαν γὰρ οἱ φύλακες τὰ δεσμά,
30Γιζερίχου προστάξαντος. Ἄλλος μὲν οὖν ἄλλο τι ἐπε‐ πράχει· Μαρκιανὸς δὲ καθεὶς ἑαυτὸν ἐς τὸ πεδίον ὑπὸ τῷ ἡλίῳ ἐκάθευδε θερμῷ τε ὄντι καὶ διαπύρῳ παρὰ τὴν ὥραν τοῦ ἔτους. Ἀετὸς δὲ τῶν ὕπερθεν ἐπιστὰς καὶ κατὰ κάθετον τῷ ἡλίῳ ἀντιμέτωπον τὴν πτῆσιν ποιησά‐
35μενος, νεφέλης δίκην σκιὰν καὶ τὴν ἐντεῦθεν παραψυχὴν

38

τῷ Μαρκιανῷ ἐτεχνάσατο· ὡς θαυμάσαντα Γιζέριχον συμβαλεῖν εὐστόχως τὰ ἐσόμενα, μετάπεμπτόν τε τὸν Μαρκιανὸν ποιησάμενον ἀφεῖναι τῆς αἰχμαλωσίας, ὅρκοις δεινοῖς κατασφαλισάμενον ἦ μὴν τὰ πιστὰ φυλάξειν
5Βανδίλοις ἐς βασιλείαν παριόντα καὶ ὅπλα κατ’ αὐτῶν μὴ κινεῖν· καὶ φυλάξαι τὸν Μαρκιανὸν ἐπὶ τοῖς ἔργοις ὁ Προκόπιος ἱστορεῖ. Ἀλλ’ ἐπὶ τὸ προκείμενον ἐπαν‐ ίωμεν, τὴν ἐκτροπὴν ἐάσαντες. Ἦν ὁ Μαρκιανὸς τὰ πρὸς θεὸν εὐσεβής, τὰ πρὸς
10πολιτευομένους δίκαιος· πλοῦτον ἡγούμενος οὐ τὸν ἀπό‐ θετον, οὐδὲ μὴν τὸν ἀπὸ δασμολογιῶν συμφορούμενον, ἕνα δὲ μόνον τὸν τοῖς δεομένοις ἐπαρκεῖν δυνάμενον καὶ τοῖς πολλὰ κεκτημένοις ἀσφαλῆ παρέχειν τὸν πλοῦτον· φοβερὸς οὐκ ἐν τῷ τιμωρεῖσθαι, ἀλλ’ ἐν τῷ τιμωρή‐
15σεσθαι· δι’ ἃ καὶ τὴν ἀρχὴν ἆθλον ἀρετῆς, οὐ κληρονο‐ μίαν ἔσχε, τῆς τε γερουσίας τῶν τε ἄλλων τῶν πᾶσαν πληρούντων τύχην ἁπάσαις ψήφοις τὴν βασιλείαν αὐτῷ παρασχομένων, γνώμῃ Πουλχερίας· ἣν καὶ ἐσῳκίσατο μὲν ὡς βασιλίδα, οὐ μὴν ἔγνω, ἀείπαιδος ἐκείνης μέχρι
20γήρως μεινάσης. Γέγονε δὲ ταῦτα οὔπω Οὐαλεντινιανοῦ τοῦ τῆς Ῥώμης αὐτοκράτορος τὴν ψῆφον ἐπικυρώ‐ σαντος· ὅμως δ’ οὖν διὰ τὴν ἀρετὴν ἐπιψηφίσαντος, ἐβούλετο ὁ Μαρκιανὸς καὶ τῷ θεῷ κοινὸν παρὰ πάντων σέβας προσάγεσθαι, τῶν διὰ τὴν ἀσέβειαν συγχυθεισῶν
25γλωσσῶν αὖθις εὐσεβῶς ἑνουμένων, καὶ διὰ μιᾶς καὶ τῆς αὐτῆς δοξολογίας τὸ θεῖον γεραίρεσθαι. 2. Προσίασι τοίνυν αὐτῷ ταῦτα βουλευομένῳ οἵ τε Λέοντος τοῦ τῆς πρεσβυτέρας Ῥώμης ἐπισκόπου διακο‐ νούμενοι ταῖς ἀποκρίσεσι, φάσκοντες Διόσκορον ἀνὰ τὸ
30δεύτερον ἐν Ἐφέσῳ συνέδριον μὴ δέξασθαι τὸν Λέοντος τόμον, ὀρθοδοξίας ὅρον τυγχάνοντα, οἵ τε παρ’ αὐτοῦ
Διοσκόρου καθυβρισθέντες τὰ κατὰ σφᾶς ἱκετεύοντες

39

συνοδικῶς κριθῆναι. Παρώτρυνε δὲ μάλιστα Εὐσέβιος ὁ τοῦ Δορυλαίου γεγονὼς πρόεδρος, φάσκων ἐπιβουλεύ‐ μασι Χρυσαφίου τοῦ Θεοδοσίου ὑπασπιστοῦ αὐτόν τε καὶ Φλαβιανὸν καθαιρεθῆναι, διότι χρυσίον τῷ Χρυσα‐
5φίῳ ζητοῦντι ὁ Φλαβιανὸς ἐπὶ τῇ οἰκείᾳ χειροτονίᾳ πρὸς ἐντροπὴν ἱερὰ πέπομφε σκεύη, καὶ ὅτι παραπλήσιος τὴν κακοδοξίαν Εὐτυχεῖ καθειστήκει ὁ Χρυσάφιος. Ἔλεγε δὲ τὸν Φλαβιανὸν καὶ δειλαίως ἀναιρεθῆναι πρὸς Διο‐ σκόρου ὠθούμενόν τε καὶ λακτιζόμενον. Ἐξ ὧν ἡ ἐν
10Καλχηδόνι σύνοδος ἁλίζεται, ἀγγελιῶν τε καὶ ἀγγελια‐ φόρων πεμφθέντων καὶ τῶν ἑκασταχοῦ ἱερέων εὐσεβέσι γράμμασι κληθέντων, πρῶτα μὲν ἐν Νικαίᾳ—ὡς καὶ τὸν Ῥώμης πρόεδρον Λέοντα τοῖς ἐν Νικαίᾳ συνελθοῦσιν ἐπιγράψαι, πρὸς αὐτοὺς ἐπιστέλλοντα περὶ ὧν ἐς τὸν
15οἰκεῖον πέπομφε τόπον, Πασκασιανοῦ καὶ Λουκενσίου καὶ λοιπῶν—, ὕστερον δὲ ἐν Καλχηδόνι τῆς Βιθυνῶν χώρας. Καὶ Ζαχαρίας μὲν ἐμπαθῶς ὁ ῥήτωρ καὶ Νεστόριον ἐκ τῆς ὑπερορίας μετάπεμπτον γενέσθαι φησί· τὸ δέ γε μὴ ταῦθ’ οὕτως ἔχειν τεκμηριοῖ τὸ πανταχοῦ τῆς
20συνόδου τὸν Νεστόριον ἀνατεθεματίσθαι. Δηλοῖ δὲ εὖ μάλα καὶ Εὐστάθιος ὁ τῆς Βηρυτῶν ἐπίσκοπος, γράφων πρὸς Ἰωάννην ἐπίσκοπον καὶ πρὸς Ἰωάννην ἕτερον πρε‐ σβύτερον περὶ τῶν ἐν τῇ συνόδῳ κινηθέντων ἐπὶ λέξεως ὧδε· „Ὑπαντήσαντες δὲ πάλιν οἱ ζητοῦντες Νεστορίου
25τὰ λείψανα τῆς συνόδου κατεβόων· ‘Οἱ ἅγιοι διὰ τί ἀναθεματίζονται;‘ ὡς ἀγανακτήσαντα τὸν βασιλέα τοῖς δορυφόροις ἐπιτρέψαι μακρὰν αὐτοὺς ἀπελάσαι.“ Πῶς οὖν ὁ Νεστόριος μετεκαλεῖτο τῶν ἐντεῦθεν μεταστάς, οὐκ ἔχω λέγειν.
30 3. Ἁλίζονται τοίνυν ἀνὰ τὸ ἱερὸν τέμενος Εὐφημίας τῆς μάρτυρος, ὅπερ ἵδρυται μὲν ἐπὶ τῆς Καλχηδοναίων τοῦ Βιθυνῶν ἔθνους, ἀπῴκισται δὲ τοῦ Βοσπόρου στα‐ δίοις οὐ πλείοσι δύο, ἔν τινι τῶν εὐφυῶν χωρίων ἠρέμα
προσάντει· ὥστε τοὺς περιπάτους ἀνεπαισθήτους εἶναι

40

τοῖς ἐς τὸν νεὼν ἀπιοῦσι τῆς μάρτυρος, ἐξαπίνης τε μετεώρους εἶναι εἴσω τῶν ἀνακτόρων γενομένους· ὥστε τὰς ὄψεις ἐκχέοντας ἐκ περιωπῆς ἅπαντα θεωρεῖν, ὑπε‐ στρωμένα πεδία ὁμαλῆ καὶ ὕπτια, τῇ πόᾳ χλοάζοντα
5ληΐοις τε κυμαινόμενα καὶ παντοδαπῶν δένδρων τῇ θέᾳ ὡραϊζόμενα, ὄρη τε λάσια ἐς ὕψος εὐπρεπῶς μετεωρι‐ ζόμενά τε καὶ κυρτούμενα, ἄταρ καὶ πελάγη διάφορα, τὰ μὲν τῇ γαλήνῃ πορφυρούμενα καὶ ταῖς ἀκταῖς προσ‐ παίζοντα ἡδύ τι καὶ ἥμερον ἔνθα νήνεμα τὰ χωρία
10καθεστᾶσι, τὰ δὲ παφλάζοντά τε καὶ τοῖς κύμασιν ἀγρι‐ αίνοντα, κάχληκάς τε καὶ φυκία καὶ τῶν ὀστρακοδέρμων τὰ κουφότερα μετὰ τῆς ἀντανακλάσεως τῶν κυμάτων αὐτῆς ἀνασειράζοντα. Ἀντικρὺ δὲ τῆς Κωνσταντίνου τὸ τέμενος, ὥστε καὶ τῇ θέᾳ τῆς τοσαύτης πόλεως τὸν
15νεὼν ὡραΐζεσθαι. Τρεῖς δ’ ὑπερμεγέθεις οἶκοι τὸ τέμενος· εἷς μὲν ὑπαίθριος, ἐπιμήκει τῇ αὐλῇ καὶ κίοσι πάντοθεν κοσμούμενος, ἕτερός τ’ αὖ μετὰ τοῦτον τό τε εὖρος τό τε μῆκος τούς τε κίονας μικροῦ παραπλήσιος, μόνῳ δὲ τῷ ἐπικειμένῳ ὀρόφῳ διαλλάττων· οὗ κατὰ τὴν βόρειον
20πλευρὰν πρὸς ἥλιον ἀνίσχοντα, οἶκος περιφερὴς ἐς θόλον, εὖ μάλα τεχνικῶς ἐξησκημένοις κίοσιν, ἴσοις τὴν ὕλην, ἴσοις τὰ μεγέθη καθεστῶσιν ἔνδοθεν κυκλούμενος. Ὑπὸ τούτοις ὑπερῷόν τι μετεωρίζεται ὑπὸ τὴν αὐτὴν ὀροφήν, ὡς ἂν κἀντεῦθεν ἐξῇ τοῖς βουλομένοις ἱκετεύειν τε τὴν
25μάρτυρα καὶ τοῖς τελουμένοις παρεῖναι. Εἴσω δὲ τοῦ θόλου πρὸς τὰ ἑῷα εὐπρεπής ἐστι σηκός, ἔνθα τὰ πανά‐ για τῆς μάρτυρος ἀπόκειται λείψανα ἔν τινι σορῷ τῶν ἐπιμήκων—μακρὰν ἔνιοι καλοῦσιν—ἐξ ἀργύρου εὖ μάλα σοφῶς ἠσκημένῃ.
30 Καὶ ἃ μὲν ὑπὸ τῆς παναγίας ἐπί τισι χρόνοις θαυ‐ ματουργεῖται, πᾶσι Χριστιανοῖς ἔκδηλα. Πολλάκις γὰρ ἢ τοῖς κατὰ καιρὸν τὴν αὐτὴν ἐπισκοποῦσι πόλιν ὄναρ ἐπιστᾶσα διακελεύεται ἢ καί τισι τῶν ἄλλως ἐς βίον
ἐπισήμων, παραγινομένοις αὐτῇ κατὰ τὸ τέμενος τρυγᾶν.

41

Ὅπερ ἐπειδὰν τοῖς τε βασιλεῦσι τῷ τε ἀρχιερεῖ καὶ τῇ πόλει κατάδηλον ᾖ, φοιτῶσι κατὰ τὸν νεὼν οἵ τε τὰ σκῆπτρα οἵ τε τὰ ἱερὰ καὶ τὰς ἀρχὰς διέποντες ἅπας τε ὁ λοιπὸς ὅμιλος μετασχεῖν τῶν τελουμένων βουλόμενοι.
5Πάντων τε οὖν ὁρώντων ὁ τῆς Κωνσταντίνου πρόεδρος μετὰ τῶν ἀμφ’ αὐτὸν ἱερέων εἴσω τῶν ἀνακτόρων χωρεῖ, ἔνθα τὸ λελεγμένον μοι πανάγιον ἀπόκειται σῶμα. Ἔστι δέ τι κλειθρίδιον μικρὸν κατὰ τὴν αὐτὴν σορὸν ἐν τῷ λαιῷ μέρει θύραις μικραῖς κατησφαλισμένον, ὅθεν σίδηρον
10ἐπιμήκη κατὰ τὰ πανάγια λείψανα σπόγγον περιαρτή‐ σαντες ἐπαφιᾶσι, καὶ τὸν σπόγγον περιδονοῦντες ἐς ἑαυτοὺς τὸν σίδηρον ἀνέλκουσιν αἱμάτων πλήρη θρόμβων τε πολλῶν. Ὅπερ ἐπὰν ὁ λεὼς ἴδοι, εὐθέως προσεκύνησε τὸν θεὸν γεραίρων. Τοσαύτη δέ γε καθέστηκε τῶν ἐκ‐
15φερομένων ἡ πληθύς, ὥστε καὶ τοὺς εὐσεβεῖς βασιλεῖς καὶ πάντας τοὺς ἁλιζομένους ἱερέας καὶ μὴν καὶ πάντα τὸν ἀθροιζόμενον λεὼν πλουσίως τῶν ἀναδιδομένων μετα‐ λαμβάνειν, ἐκπέμπεσθαί τε καὶ ἀνὰ τὴν ὑφήλιον πᾶσαν τῶν πιστῶν τοῖς βουλομένοις, καὶ διὰ παντὸς τούς τε
20θρόμβους σώζεσθαι τό τε πανάγιον αἷμα, μηδαμῶς ἐς ἑτέραν μεταχωροῦν ὄψιν. Ἅπερ θεοπρεπῶς τελεῖται, οὐ κατά τινα διωρισμένην περίοδον, ἀλλ’ ὡς ἂν ἡ τοῦ προ‐ εδρεύοντος βιοτὴ καὶ ἡ τῶν τρόπων σεμνότης βούλεται. Φασὶ δ’ οὖν ὅτε μὲν τῶν εὐσχημόνων τις κυβερνῴη καὶ
25ταῖς ἀρεταῖς ἐπίσημος, τοῦτο τὸ θαῦμα καὶ μάλα συχνῶς γίγνεσθαι· ὅτε δὲ τῶν οὐ τοιούτων, σπανίως τὰς τοιαύτας θεοσημείας προϊέναι. Λέξω δέ τι, ὅπερ οὐ χρόνος, οὐ καιρὸς διατέμνει, οὐδὲ μὴν πιστοῖς τε καὶ ἀπίστοις δια‐ κέκριται, πᾶσι δὲ ἐξ ἴσης ἀνεῖται· ὅταν ὧδε τοῦ χώρου
30τις γένηται ἔνθα ἡ τιμία σορὸς ἐν ᾗ τὰ πανάγια λείψανα, ὀδμῆς εὐώδους ἐμπίπλαται πάσης συνήθους ἀνθρώποις ὑπερτέρας. Οὐδὲ γὰρ τῇ ἐκ λειμώνων ἀθροιζομένῃ παρ‐ έοικεν, οὐδέ γε τῇ ἔκ τινος τῶν εὐωδεστάτων ἀναπεμπο‐
μένῃ, οὐδὲ οἵαν μυρέψης ἐργάσαιτο· ξένη δέ τις καὶ

42

ὑπερφυὴς ἐξ αὐτῆς παριστᾶσα τῶν ἀναδιδόντων τὴν δύναμιν. 4. Ἐνταῦθα ἡ λελεγμένη μοι σύνοδος ἁλίζεται, τὸν τόπον Λέοντος ἀρχιερέως τῆς πρεσβυτέρας Ῥώμης δι‐
5επόντων, ὡς εἴρηται, Πασκασίνου καὶ Λουκενσίου ἐπι‐ σκόπων καὶ Βονιφατίου πρεσβυτέρου, τῆς Κωνσταντίνου μὲν προεδρεύοντος Ἀνατολίου, Διοσκόρου δὲ τῆς Ἀλε‐ ξανδρέων ἐπισκοποῦντος, Μαξίμου τε Ἀντιοχείας, καὶ Ἰουβεναλίου Ἱεροσολύμων· οἷς παρῆσαν οἵ τε ἀμφ’
10αὐτοὺς ἱερεῖς καὶ οἱ τὰ κορυφαῖα τῆς ὑπερφυοῦς γερου‐ σίας ἔχοντες. Πρὸς οὓς οἱ τὸν τόπον πληροῦντες Λέοντος ἔφασκον μὴ δεῖν Διόσκορον συγκάθεδρον σφίσι γενέσθαι· τοῦτο γὰρ αὐτοῖς ἐπιτετράφθαι παρὰ τοῦ σφῶν ἐπισκόπου Λέοντος, καὶ εἰ τοῦτο μὴ φυλάξουσιν, αὐτοὺς τῆς ἐκκλη‐
15σίας ἀπαλλάττεσθαι. Καὶ πυθομένης τῆς γερουσίας τί ἄρα εἴη τὰ ἐπαγόμενα τῷ Διοσκόρῳ, διεξῆλθον λόγον ὀφείλειν αὐτὸν ὑποσχεῖν τῆς οἰκείας κρίσεως, κριτοῦ πρόσωπον παρὰ τὸ εἰκὸς ἀνειληφότα. Ὧν εἰρημένων, ἐπειδὴ Διόσκορος ψήφῳ τῆς συγκλήτου ἀνὰ τὸν μέσον
20καθῆστο χῶρον, Εὐσέβιος ἐξῄτει τὰς ἐπιδεδομένας παρ’ αὐτοῦ τῇ βασιλείᾳ δεήσεις ἀναγνωσθῆναι, φήσας ἐπὶ λέξεως ταῦτα· „Ἠδίκημαι παρὰ Διοσκόρου, ἠδίκηται ἡ πίστις, ἐφονεύθη Φλαβιανὸς ὁ ἐπίσκοπος, ἅμα ἐμοὶ ἀδίκως καθῃρέθη παρ’ αὐτοῦ· κελεύσατε τὰς δεήσεις
25μου ἀναγνωσθῆναι.“ Ὅπερ ἐπειδὴ διελαλήθη, ἡ δέησις ἀναγνώσεως ἔτυχε, ταυτὶ φθεγγομένη τὰ ῥήματα· „Παρὰ Εὐσεβίου τοῦ ἐλαχίστου ἐπισκόπου Δορυλαίου, ποιουμένου τὸν λόγον ὑπέρ τε ἑαυτοῦ καὶ τῆς ὀρθοδόξου πίστεως, καὶ ὑπὲρ τοῦ ἐν ὁσίοις Φλαβιανοῦ τοῦ γενομένου
30ἐπισκόπου Κωνσταντινουπόλεως. Σκοπὸς τῷ ὑμετέρῳ κράτει ἁπάντων μὲν τῶν ὑπη‐
κόων προνοεῖν καὶ χεῖρα ὀρέγειν πᾶσι τοῖς ἀδικουμένοις,

43

μάλιστα δὲ τοῖς 〈εἰσ〉 ἱερωσύνην τελοῦσι. Καὶ ἐν τούτῳ γὰρ τὸ θεῖον θεραπεύεται, παρ’ οὗ τὸ βασιλεύειν ὑμῖν καὶ κρατεῖν τῶν ὑφ’ ἥλιον δεδώρηται. Ἐπεὶ οὖν πολλὰ καὶ δεινὰ παρὰ πᾶσαν ἀκολουθίαν ἡ εἰς Χριστὸν πίστις
5καὶ ἡμεῖς πεπόνθαμεν παρὰ Διοσκόρου τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Ἀλεξανδρέων μεγαλοπόλεως, πρόσιμεν τῇ ὑμετέρᾳ εὐσεβείᾳ τῶν δικαίων ἀξιοῦντες τυχεῖν. Τὰ δὲ τοῦ πράγματος ἐν τούτοις· ἐπὶ τῆς ἔναγχος γενο‐ μένης συνόδου ἐν τῇ Ἐφεσίων μητροπόλει—ἣν ὄφελόν γε
10ἦν μὴ γενέσθαι, ἵνα μὴ κακῶν καὶ ταραχῆς τὴν οἰκου‐ μένην ἐμπλήσῃ—ὁ χρηστὸς Διόσκορος παρ’ οὐδὲν θέμενος τὸν τοῦ δικαίου λόγον καὶ τὸν τοῦ θεοῦ φόβον, ὁμόδοξος ὢν καὶ ὁμόφρων Εὐτυχοῦς τοῦ ματαιόφρονος καὶ αἱρετικοῦ, λανθάνων δὲ τοὺς πολλούς, ὡς ὕστερον ἑαυτὸν ἐφανέ‐
15ρωσεν, εὑρὼν καιρὸν τὴν γεγενημένην παρ’ ἐμοῦ κατὰ Εὐτυχοῦς τοῦ ὁμοδόξου αὐτοῦ κατηγορίαν καὶ τὴν ἐπ’ αὐτῷ ἐξενεχθεῖσαν ψῆφον παρὰ τοῦ τῆς ὁσίας λήξεως Φλαβιανοῦ τοῦ ἐπισκόπου, πλῆθος ἀτάκτων ὄχλων συνα‐ γαγὼν καὶ δυναστείαν ἑαυτῷ διὰ χρημάτων πορισάμενος,
20τὴν εὐσεβῆ θρησκείαν τῶν ὀρθοδόξων τό γε ἧκον εἰς αὐτὸν ἐλυμήνατο, καὶ τὴν κακοδοξίαν Εὐτυχοῦς τοῦ μονάζοντος, ἥτις ἄνωθεν καὶ ἐξ ἀρχῆς παρὰ τῶν ἁγίων πατέρων ἀπεκηρύχθη, ἐβεβαίωσεν. Ἐπεὶ οὖν οὐ μικρὰ τὰ τετολμημένα αὐτῷ κατά τε τῆς εἰς Χριστὸν πίστεως
25καὶ καθ’ ἡμῶν, δεόμεθα καὶ προσπίπτομεν τῷ ὑμετέρῳ κράτει θεσπίσαι τὸν αὐτὸν εὐλαβέστατον ἐπίσκοπον Διόσκορον ἀπολογήσασθαι τοῖς παρ’ ἡμῶν αὐτῷ ἐπαγο‐ μένοις· δηλαδὴ τῶν παρ’ αὐτοῦ καθ’ ἡμῶν πεπραγμένων ὑπομνημάτων ἀναγινωσκομένων ἐπὶ τῆς ἁγίας συνόδου,
30δι’ ὧν δυνάμεθα ἀποδεῖξαι 〈αὐτὸν〉 καὶ ἀλλότριον ὄντα τῆς ὀρθοδόξου πίστεως, καὶ αἵρεσιν ἀσεβείας πεπληρω‐
μένην κρατύναντα, καὶ ἀδίκως ἡμᾶς καθελόντα καὶ τὰ

44

δεινὰ ἡμᾶς κατειργασμένον· θείων καὶ προσκυνουμένων ὑμῶν μανδάτων καταπεμπομένων τῇ ἁγίᾳ καὶ οἰκουμενικῇ συνόδῳ τῶν θεοφιλεστάτων ἐπισκόπων, ἐφ’ ᾧ τε ἡμῶν καὶ τοῦ προειρημένου Διοσκόρου διακοῦσαι, καὶ ἀνενεγκεῖν
5εἰς γνῶσιν τῆς ὑμετέρας εὐσεβείας πάντα τὰ πραττό‐ μενα πρὸς τὸ παριστάμενον τῇ ἀθανάτῳ ὑμῶν κορυφῇ. Καὶ τούτου τυχόντες ἀδιαλείπτους εὐχὰς ἀναπέμψομεν ὑπὲρ τοῦ αἰωνίου ὑμῶν κράτους, θειότατοι βασιλεῖς.“ Μετὰ ταῦτα ἐκ κοινῆς δεήσεως Διοσκόρου τε καὶ
10Εὐσεβίου τὰ ἐν τῷ δευτέρῳ συνεδρίῳ πεπραγμένα τῶν ἐν Ἐφέσῳ διὰ τῆς ἀναγνώσεως ἐδημοσιεύετο· ὧν τὴν λεπτομέρειαν διὰ πολλῶν μὲν ἀνειλημμένην, ἐμπεριε‐ χομένην δὲ τοῖς ἐν Καλχηδόνι κεκινημένοις, ὡς ἂν μὴ ἀδολεσχεῖν δόξω τοῖς πρὸς τὸ πέρας τῶν πραγμάτων
15ἐπειγομένοις, ὑπέταξα τῷ παρόντι τῆς ἱστορίας βιβλίῳ, ἄδειαν δοὺς τοῖς πάντα λεπτῶς εἰδέναι βουλομένοις καὶ τούτοις ἐντυχεῖν καὶ τὴν πάντων ἀκρίβειαν ἀναμάξασθαι. Ἐπιτρέχων δὲ τὰ καιριώτερα, φημὶ ὡς ἐφωράθη Διό‐ σκορος μὴ δεξάμενος τὴν Λέοντος ἐπιστολὴν ἐπισκόπου
20τῆς πρεσβυτέρας Ῥώμης, καὶ πρός γε τὴν καθαίρεσιν Φλαβιανοῦ τῆς νέας Ῥώμης ἐπισκόπου ἐν ἡμέρᾳ μιᾷ ποιησάμενος, ἐν ἀγράφῳ τε χάρτῃ παρασκευάσας τοὺς ἁλισθέντας ἐπισκόπους ὑποσημήνασθαι, καὶ τὴν καθαί‐ ρεσιν Φλαβιανοῦ περιέχοντι. Ἐφ’ οἷς οἱ ἀπὸ τῆς
25συγκλήτου βουλῆς ἐψηφίσαντο τάδε· „Περὶ μὲν τῆς ὀρθοδόξου καὶ καθολικῆς πίστεως τελεώτερον συνόδου γινομένης τῇ ὑστεραίᾳ ἀκριβεστέραν ἐξέτασιν γενέσθαι συνορῶμεν. Ἐπειδὴ δὲ Φλαβιανὸς ὁ τῆς εὐσεβοῦς μνήμης καὶ Εὐσέβιος ὁ εὐλαβέστατος
30ἐπίσκοπος, ἐκ τῆς τῶν πεπραγμένων καὶ διαγνωσθέντων ἐρεύνης καὶ αὐτῆς τῆς φωνῆς τῶν γενομένων ἐξάρχων τῆς
τότε συνόδου φησάντων ἐσφάλθαι καὶ μάτην αὐτοὺς

45

καθῃρηκέναι, οὐδὲν περὶ τὴν πίστιν σφαλέντες δείκνυνται ἀδίκως καθαιρεθέντες, φαίνεται ἡμῖν κατὰ τὸ θεῷ ἀρέσκον δίκαιον εἶναι, εἰ παρασταίη τῷ θειοτάτῳ καὶ εὐσεβεστάτῳ ἡμῶν δεσπότῃ, τῷ αὐτῷ ἐπιτιμίῳ Διόσκορον τὸν εὐλα‐
5βέστατον ἐπίσκοπον Ἀλεξανδρείας, καὶ Ἰουβενάλιον τὸν εὐλαβέστατον ἐπίσκοπον Ἱεροσολύμων, καὶ Θαλάσσιον τὸν εὐλαβέστατον ἐπίσκοπον Καισαρείας Καππαδοκίας, καὶ Εὐσέβιον τὸν εὐλαβέστατον ἐπίσκοπον Ἀρμενίας, καὶ Εὐστάθιον τὸν εὐλαβέστατον ἐπίσκοπον Βηρυτοῦ, καὶ
10Βασίλειον τὸν εὐλαβέστατον ἐπίσκοπον Σελευκείας Ἰσαυ‐ ρίας, τοὺς ἐξουσίαν ἐσχηκότας καὶ ἐξάρχοντας τῆς τότε συνόδου, ὑποπεσεῖν παρὰ τῆς ἱερᾶς συνόδου κατὰ τοὺς κανόνας τοῦ ἐπισκοπικοῦ ἀξιώματος ἀλλοτρίους γινο‐ μένους, πάντων τῶν παρακολουθησάντων τῇ θείᾳ κορυφῇ
15γνωριζομένων.“ Εἶτα λιβέλλων ἐς ἑτέραν ἐπιδεδομένων κατὰ Διοσκόρου ἐγκλημάτων τε χάριν καὶ χρημάτων, ὡς δίς τε καὶ τρὶς κληθεὶς ὁ Διόσκορος οὐχ ὑπήντησεν ἐπὶ προφάσεσιν αἷς εἴρηκεν, οἱ τὸν τόπον πληροῦντες Λέοντος τοῦ τῆς πρεσβυ‐
20τέρας Ῥώμης ἐπισκόπου ἐπὶ λέξεως ἀπεφήναντο ταῦτα· „Δῆλα γεγένηται τὰ τετολμημένα Διοσκόρῳ τῷ γενο‐ μένῳ τῆς Ἀλεξανδρέων μεγαλοπόλεως ἐπισκόπῳ κατὰ τῆς τῶν κανόνων τάξεως καὶ τῆς ἐκκλησιαστικῆς καταστάσεως, ἐκ τῶν ἤδη ἐξετασθέντων ἐν τῷ πρώτῳ συνεδρίῳ καὶ ἀπὸ
25τῶν σήμερον πεπραγμένων. Οὗτος γάρ, ἵνα τὰ πολλὰ παραλίπωμεν, Εὐτυχῆ τὸν ὁμόδοξον αὐτῷ καθαιρεθέντα κανονικῶς παρὰ τοῦ ἰδίου ἐπισκόπου, τοῦ ἐν ἁγίοις φαμὲν πατρὸς ἡμῶν καὶ ἐπισκόπου Φλαβιανοῦ, αὐθεντήσας ἀκανονίστως εἰς κοινωνίαν ἐδέξατο, πρὶν ἢ συνεδρεῦσαι
30ἐν τῇ Ἐφεσίων μετὰ τῶν θεοφιλῶν ἐπισκόπων. Ἀλλ’

46

ἐκείνοις μὲν ὁ ἀποστολικὸς θρόνος συγγνώμην ἀπένειμεν ἐπὶ τοῖς ἐκεῖθεν μὴ κατὰ γνώμην ὑπ’ αὐτῶν πεπραγ‐ μένοις· οἳ καὶ διετέλεσαν μέχρι τοῦ παρόντος ἑπόμενοι τῷ ἁγιωτάτῳ ἀρχιεπισκόπῳ Λέοντι καὶ πάσῃ τῇ ἁγίᾳ
5καὶ οἰκουμενικῇ συνόδῳ· οὗ δὴ χάριν καὶ ἐν τῇ αὐτοῦ κοινωνίᾳ αὐτοὺς ὁμοπίστους ἐδέξατο. Οὗτος δὲ καὶ μέχρι τοῦ παρόντος διέμεινε σεμνυνόμενος ἐπ’ ἐκείνοις οἷς ἔδει στένειν καὶ εἰς γῆν κεκυφέναι. Πρὸς τούτοις δὲ οὐδὲ τὴν ἐπιστολὴν ἀναγνωσθῆναι συνεχώρησε τοῦ
10μακαρίου πάπα Λέοντος, τὴν γραφεῖσαν παρ’ αὐτοῦ πρὸς τὸν ἐν ἁγίοις τὴν μνήμην Φλαβιανόν, καὶ ταῦτα πολλάκις παρακληθεὶς ἀναγνωσθῆναι ταύτην ὑπὸ τῶν κεκομικότων, καὶ μεθ’ ὅρκων ποιήσασθαι τὴν ἀνάγνωσιν ὑποσχόμενος. Ἧς μὴ ἀναγνωσθείσης, σκανδάλων καὶ
15βλάβης τὰς ἀνὰ τὴν οἰκουμένην ἁγιωτάτας ἐπλήρωσεν ἐκκλησίας. Ἀλλ’ ὅμως τοιούτων παρ’ αὐτοῦ τολμη‐ θέντων, ἐσκοποῦμεν περὶ τῆς προτέρας αὐτοῦ ἀνοσίας πράξεως φιλανθρωπίας τινὸς αὐτὸν ἀξιῶσαι ὡς καὶ τοὺς λοιποὺς θεοφιλεῖς ἐπισκόπους, καίτοι μηδὲ τὴν αὐθεντίαν
20αὐτῷ παραπλησίως τῆς κρίσεως ἐσχηκότας. Ἐπειδὴ δὲ τοῖς δευτέροις τὴν προτέραν παρανομίαν ὑπερηκόντισεν, ἐτόλμησε δὲ καὶ ἀκοινωνησίαν ὑπαγορεῦσαι κατὰ τοῦ ἁγιωτάτου καὶ ὁσιωτάτου ἀρχιεπισκόπου τῆς μεγάλης Ῥώμης Λέοντος, πρὸς δὲ τούτοις καὶ λιβέλλων παρα‐
25νομιῶν μεστῶν κατ’ αὐτοῦ προσενεχθέντων τῇ ἁγίᾳ καὶ μεγάλῃ συνόδῳ, καὶ ἅπαξ καὶ δὶς καὶ τρὶς διὰ θεοφιλῶν ἐπισκόπων κανονικῶς κληθεὶς οὐχ ὑπήκουσεν, ὑπὸ τοῦ
οἰκείου συνειδότος δηλονότι κεντούμενος, καὶ τοὺς παρὰ

47

συνόδων διαφόρων ἐνθέσμως καθαιρεθέντας παρανόμως ἐδέξατο, αὐτὸς καθ’ ἑαυτοῦ τὴν ψῆφον ἐξήνεγκε διαφόρως τοὺς ἐκκλησιαστικοὺς πατήσας θεσμούς. Ὅθεν ὁ ἁγιώ‐ τατος καὶ μακαριώτατος ἀρχιεπίσκοπος τῆς μεγάλης καὶ
5πρεσβυτέρας Ῥώμης Λέων δι’ ἡμῶν καὶ τῆς παρούσης συνόδου, μετὰ τοῦ τρισμακαρίου καὶ πανευφήμου Πέτρου τοῦ ἀποστόλου, ὅς ἐστι πέτρα καὶ κρηπὶς τῆς καθολικῆς ἐκκλησίας καὶ τῆς ὀρθοδόξου πίστεως θεμέλιος ἐγύμνωσεν αὐτὸν τοῦ τε ἐπισκοπικοῦ ἀξιώματος καὶ πάσης ἱερατικῆς
10ἠλλοτρίωσεν ἐνεργείας. Τοιγαροῦν ἡ ἁγία αὕτη καὶ μεγάλη σύνοδος τὰ δόξαντα τοῖς κανόσιν ἐπὶ τῷ μνημονευθέντι Διοσκόρῳ ψηφίσεται.“ Τούτων παρὰ τῆς συνόδου κυρωθέντων καί τινων ἑτέρων πεπραγμένων, οἱ μὲν ἅμα Διοσκόρῳ καθαιρεθέντες παρα‐
15κλήσει τῆς συνόδου καὶ νεύμασι τῆς βασιλείας ἀνακλήσεως ἔτυχον. Ἑτέρων δὲ τοῖς πεπραγμένοις ἐπεισενεχθέντων, ὅρος ἐξεφωνήθη λέγων αὐτοῖς ὀνόμασι ταῦτα· „Ὁ κύριος ἡμῶν καὶ σωτὴρ Ἰησοῦς Χριστὸς τῆς πίστεως τὴν γνῶσιν τοῖς μαθηταῖς βεβαιῶν ἔφη· ‘Εἰρήνην
20τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν,‘ ὥστε μηδένα πρὸς τὸν πλησίον διαφωνεῖν ἐν τοῖς δόγμασι τῆς εὐσεβείας, ἀλλ’ ἐπ’ ἴσης τὸ τῆς ἀληθείας ἐπιδείκνυσθαι κήρυγμα.“ Καὶ μετὰ ταῦτα ἀναγνωσθέντος τοῦ ἐν Νικαίᾳ ἁγίου
25συμβόλου, καὶ πρός γε τῶν ἑκατὸν πεντήκοντα ἁγίων πατέρων, ἐπήγαγον· „Ἤρκει μὲν οὖν εἰς ἐντελῆ τῆς εὐσεβείας ἐπίγνωσίν τε καὶ βεβαίωσιν τὸ σοφὸν καὶ σωτήριον τοῦτο τῆς θείας χάριτος σύμβολον· περί τε γὰρ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ
30καὶ τοῦ ἁγίου πνεύματος ἐκδιδάσκει τὸ τέλειον, καὶ τοῦ
Κυρίου τὴν ἐνανθρώπησιν τοῖς πιστῶς δεχομένοις παρ‐

48

ίστησιν. Ἀλλ’ ἐπειδή περ οἱ τῆς ἀληθείας ἐχθροὶ ἀθετεῖν ἐπιχειροῦσι τὸ κήρυγμα διὰ τῶν οἰκείων αἱρέσεων καὶ κενοφωνίας ἀπέτεκον, οἱ μὲν τὸ τῆς δι’ ἡμᾶς τοῦ Κυρίου οἰκονομίας μυστήριον παραφθείρειν τολμήσαντες καὶ τὴν
5θεοτόκος ἐπὶ τῆς παρθένου φωνὴν ἀπαρνούμενοι, οἱ δὲ σύγχυσιν καὶ κρᾶσιν εἰσάγοντες καὶ μίαν εἶναι τὴν φύσιν τῆς σαρκὸς καὶ τῆς θεότητος ἀνοήτως ἀναπλάττοντες, καὶ παθητὴν τοῦ μονογενοῦς τὴν θείαν φύσιν τῇ συγχύσει τερατευόμενοι· διὰ τοῦτο πᾶσαν αὐτοῖς ἀποκλεῖσαι κατὰ
10τῆς ἀληθείας μηχανὴν βουλομένη, ἡ παροῦσα νῦν αὕτη ἁγία καὶ μεγάλη καὶ οἰκουμενικὴ σύνοδος τὸ τοῦ κηρύγ‐ ματος ἄνωθεν ἀσάλευτον ἐκδικοῦσα ὥρισε προηγουμένως τῶν τριακοσίων δέκα ὀκτὼ ἁγίων πατέρων τὴν πίστιν μένειν ἀπαρεγχείρητον. Καὶ διὰ μὲν τοὺς τῷ πνεύματι
15τῷ ἁγίῳ μαχομένους, τὴν χρόνοις ὕστερον παρὰ τῶν ἐπὶ τῆς βασιλευούσης πόλεως ἑκατὸν πεντήκοντα συνελθόντων πατέρων περὶ τῆς τοῦ πνεύματος οὐσίας παραδοθεῖσαν διδασκαλίαν κυροῖ, ἣν ἐκεῖνοι πᾶσιν ἐγνώρισαν, οὐχ ὥς τι λεῖπον τοῖς προλαβοῦσιν ἐπεισάγοντες, ἀλλὰ τὴν περὶ τοῦ
20ἁγίου πνεύματος αὐτῶν ἔννοιαν κατὰ τῶν τὴν αὐτοῦ δεσποτείαν ἀθετεῖν πειρωμένων γραφικαῖς μαρτυρίαις τρανώσαντες. Διὰ δὲ τοὺς τὸ τῆς οἰκονομίας παρα‐ φθείρειν τολμῶντας μυστήριον καὶ ψιλὸν ἄνθρωπον τὸν ἐκ τῆς ἁγίας παρθένου τεχθέντα Μαρίας ἀναιδῶς ληρω‐
25δοῦντας, τὰς τοῦ μακαρίου Κυρίλλου τοῦ τῆς Ἀλεξανδρέων ἐκκλησίας γενομένου ποιμένος συνοδικὰς ἐπιστολὰς πρός γε Νεστόριον καὶ πρὸς τοὺς τῆς ἀνατολῆς ἁρμοδίους οὔσας ἐδέξατο εἰς ἔλεγχον μὲν τῆς Νεστορίου φρενοβλαβείας, ἑρμηνείαν δὲ τῶν ἐν εὐσεβεῖ ζήλῳ τοῦ σωτηρίου συμβόλου
30ποθούντων τὴν ἔννοιαν· αἷς καὶ τὴν ἐπιστολὴν τοῦ τῆς

49

μεγίστης καὶ πρεσβυτέρας Ῥώμης προέδρου, τοῦ μακα‐ ριωτάτου καὶ ἁγιωτάτου ἀρχιεπισκόπου Λέοντος, τὴν γραφεῖσαν πρὸς τὸν ἐν ἁγίοις ἀρχιεπίσκοπον Φλαβιανὸν ἐπ’ ἀναιρέσει τῆς Εὐτυχοῦς κακονοίας, ἅτε δὴ τῇ τοῦ
5μεγάλου Πέτρου ὁμολογίᾳ συμβαίνουσαν, κοινήν τινα στήλην ὑπάρχουσαν κατὰ τῶν κακοδοξούντων, εἰκότως συνήρμοσε πρὸς τὴν τῶν ὀρθῶν δογμάτων βεβαίωσιν. Τοῖς τε γὰρ εἰς υἱῶν δυάδα τὸ τῆς οἰκονομίας διασπᾶν ἐπιχειροῦσι μυστήριον παρατάττεται· καὶ τοὺς παθητὴν
10τοῦ μονογενοῦς λέγειν τολμῶντας τὴν θεότητα τοῦ τῶν ἱερῶν ἀπωθεῖται συλλόγου· καὶ τοῖς ἐπὶ τῶν δύο φύσεων τοῦ Χριστοῦ κρᾶσιν ἢ σύγχυσιν ἐπινοοῦσιν ἀνθίσταται· καὶ τοὺς οὐρανίου ἢ ἑτέρας τινὸς οὐσίας τὴν ἐξ ἡμῶν ληφθεῖσαν αὐτῷ τοῦ δούλου μορφὴν παραπαίοντας ἐξ‐
15ελαύνει· καὶ 〈τοὺσ〉 δύο μὲν πρὸ τῆς ἑνώσεως φύσεις τοῦ Κυρίου μυθεύοντας, μίαν δὲ μετὰ τὴν ἕνωσιν ἀνα‐ πλάττοντας ἀναθεματίζει. Ἑπόμενοι τοίνυν τοῖς ἁγίοις πατράσιν, ἕνα καὶ τὸν αὐτὸν ὁμολογοῦμεν υἱὸν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, καὶ συμφώνως ἅπαντες
20ἐκδιδάσκομεν τέλειον τὸν αὐτὸν ἐν θεότητι καὶ τέλειον τὸν αὐτὸν ἐν ἀνθρωπότητι, θεὸν ἀληθῶς καὶ ἄνθρωπον ἀληθῶς, τὸν αὐτὸν ἐκ ψυχῆς λογικῆς καὶ σώματος, ὁμοούσιον τῷ πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοούσιον ἡμῖν τὸν αὐτὸν κατὰ τὴν ἀνθρωπότητα, κατὰ πάντα
25ὅμοιον ἡμῖν χωρὶς ἁμαρτίας· πρὸ αἰώνων μὲν ἐκ τοῦ πατρὸς γεννηθέντα κατὰ τὴν θεότητα, ἐπ’ ἐσχάτων δὲ τῶν ἡμερῶν τὸν αὐτὸν δι’ ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκ Μαρίας τῆς παρθένου καὶ θεοτόκου κατὰ τὴν ἀνθρωπότητα· ἕνα καὶ τὸν αὐτὸν Ἰησοῦν Χριστὸν
30υἱὸν κύριον μονογενῆ ἐν δύο φύσεσιν ἀσυγχύτως, ἀτρέπ‐
τως, ἀδιαιρέτως, ἀχωρίστως γνωριζόμενον, οὐδαμοῦ τῆς

50

τῶν φύσεων διαφορᾶς ἀνῃρημένης διὰ τὴν ἕνωσιν, σωζο‐ μένης δὲ μᾶλλον τῆς ἰδιότητος ἑκατέρας φύσεως, καὶ εἰς ἓν πρόσωπον καὶ μίαν ὑπόστασιν συντρεχούσης· οὐχ ὡς εἰς δύο πρόσωπα μεριζόμενον ἢ διαιρούμενον, ἀλλ’ ἕνα
5καὶ τὸν αὐτὸν υἱὸν μονογενῆ, θεὸν Λόγον, κύριον Ἰησοῦν Χριστόν, καθάπερ ἄνωθεν οἱ προφῆται περὶ αὐτοῦ καὶ αὐτὸς ἡμᾶς ὁ Χριστὸς ἐξεπαίδευσε, καὶ τὸ τῶν πατέρων ἡμῖν παραδέδωκε σύμβολον. Τούτων τοίνυν μετὰ πάσης ἀκριβείας τε καὶ ἐμμελείας παρ’ ἡμῶν διατυπωθέντων,
10ὥρισεν ἡ ἁγία καὶ οἰκουμενικὴ σύνοδος ἑτέραν πίστιν μηδενὶ ἐξεῖναι προφέρειν, εἴτ’ οὖν συγγράφειν, ἢ συντιθέναι, ἢ φρονεῖν, ἢ διδάσκειν ἑτέρως. Τοὺς δὲ τολμῶντας ἢ συντιθέναι πίστιν ἑτέραν, ἤγουν προκομίζειν, ἢ διδάσκειν, ἢ παραδιδόναι ἕτερον σύμβολον τοῖς ἐθέλουσιν ἐπιστρέ‐
15φειν εἰς ἐπίγνωσιν ἀληθείας ἐξ Ἑλληνισμοῦ καὶ ἐξ Ἰουδαϊσμοῦ ἢ ἐξ ἑτέρας αἱρέσεως οἵας δή ποτε, τούτους εἰ μὲν εἶεν ἐπίσκοποι ἢ κληρικοί, ἀλλοτρίους εἶναι τοὺς ἐπισκόπους τῆς ἐπισκοπῆς καὶ τοὺς κληρικοὺς τοῦ κλήρου, εἰ δὲ μονάζοντες ἢ λαϊκοὶ εἶεν, ἀναθεματίζεσθαι.“
20 Μετὰ τοίνυν τὸν ἀνεγνωσμένον ὅρον, καὶ βασιλεὺς Μαρκιανὸς ἀνὰ τὴν Καλχηδοναίων τῇ συνόδῳ παρα‐ γενόμενος δημηγορήσας τε αὖ ἐπανέζευξε. Καί τισι συμβάσεσιν Ἰουβενάλιός τε καὶ Μάξιμος τὰ περὶ τῶν κατ’ αὐτοὺς ἐπαρχιῶν διῴκησαν, καὶ Θεοδώρητος καὶ
25Ἴβας ἀνεκλήθησαν, καὶ ἕτερα κεκίνητο, ἅπερ, ὡς ἔφθην εἰπών, μετὰ ταύτην τὴν ἱστορίαν ἐγγέγραπται. Ἐδόκει δὲ καὶ τὸν θρόνον τῆς νέας Ῥώμης ἐκ τῶν δευτερείων τῆς πρεσβυτέρας Ῥώμης τῶν ἄλλων τὰ πρεσβεῖα φέρειν. 5. Ἐπὶ τούτοις Διόσκορος μὲν τὴν τῶν Γαγγρηνῶν
30τῶν Παφλαγόνων οἰκεῖν κατακρίνεται, Προτέριος δὲ τὴν
ἐπισκοπὴν ψήφῳ κοινῇ τῆς συνόδου τῆς Ἀλεξανδρέων

51

κληροῦται. Ὃς ἐπειδὴ τὸν οἰκεῖον κατειλήφει θρόνον, μέγιστος καὶ ἀνύποιστος τάραχος τῷ δήμῳ ἀνέστη πρὸς διαφόρους κυμαινομένῳ γνώμας. Οἱ μὲν γὰρ Διόσκορον ἐπεζήτουν, οἷά περ εἰκὸς ἐν τοῖς τοιούτοις γίγνεσθαι, οἱ
5δὲ Προτερίου μάλα γεννικῶς ἀντείχοντο, ὡς καὶ πολλὰ καὶ ἀνήκεστα προελθεῖν. Ἱστορεῖ δ’ οὖν Πρίσκος ὁ ῥήτωρ φθῆναι τηνικαῦτα τὴν Ἀλεξάνδρου τῆς Θηβαίων ἐπαρχίας ἰδεῖν τε τὸν δῆμον ὁμόσε κατὰ τῶν ἀρχόντων χωροῦντα, τῆς τε στρατιωτικῆς δυνάμεως τὴν στάσιν
10διακωλύειν βουλομένης, λίθων βολαῖς αὐτοὺς χρήσασθαι, τρέψασθαί τε τούτους καὶ ἀνὰ τὸ ἱερὸν τὸ πάλαι Σαρά‐ πιδος ἀναδραμόντας ἐκπολιορκῆσαι, καὶ πυρὶ ζῶντας παραδοῦναι. Ταῦτά τε τὸν βασιλέα μαθόντα δισχιλίους νεολέκτους ἐκπέμψαι, καὶ οὕτω πνεύματος ἐπιτυχόντας
15οὐριοδρομῆσαι ὡς ἀνὰ τὴν ἕκτην τῶν ἡμερῶν τῇ μεγάλῃ τῶν Ἀλεξανδρέων προσσχεῖν πόλει. Κἀντεῦθεν τῶν στρατιωτῶν παροινούντων ἔς τε τὰς γαμετὰς καὶ θυγα‐ τέρας τῶν Ἀλεξανδρέων, τῶν προτέρων πολλῷ δεινότερα προελθεῖν. Ὕστερόν τε δεηθῆναι τὸν δῆμον τοῦ Φλώρου,
20τῶν στρατιωτικῶν ταγμάτων ἡγουμένου ὁμοῦ τε καὶ τὴν πολιτικὴν διέποντος ἀρχήν, ἀνὰ τὴν ἱπποδρομίαν ἁλι‐ σθέντα, ὥστε καταπράξασθαι αὐτοῖς τὴν τοῦ σιτηρεσίου χορηγίαν, ἥνπερ παρ’ αὐτῶν ἀφῄρητο, τά τε βαλανεῖα καὶ τὴν θέαν καὶ ὅσα διὰ τὴν γενομένην παρ’ αὐτῶν ἀταξίαν
25ἀπεκόπησαν. Καὶ οὕτω τὸν Φλῶρον, εἰσηγήσει τῇ αὐτοῦ, φανέντα τῷ δήμῳ ὑποσχέσθαι ταῦτα, καὶ τὴν στάσιν πρὸς βραχὺ διαλῦσαι. Ἀλλ’ οὐδὲ τὰ κατὰ τὴν ἔρημον τὴν πρὸς τὰ Ἱεροσό‐ λυμα τὴν ἠρεμίαν εἶχεν. Ἔνιοι γὰρ τῶν μοναχῶν τῶν
30ἀνὰ τὴν σύνοδον εὑρεθέντων καὶ τἀναντία ταύτης βουλη‐ θέντων φρονεῖν, πρὸς τὴν Παλαιστίνην ἀφικνοῦνται· καὶ
προδοσίαν τῆς πίστεως ὀδυρόμενοι τὸ μοναδικὸν ἔσπευδον

52

ἀναρριπίσαι καὶ ἀνασοβῆσαι. Καὶ ἐπειδή περ Ἰουβενάλιος τὸν οἰκεῖον κατειλήφει θρόνον, καὶ βιαζόμενος παρὰ τῶν ἀνασυρέντων τὰ οἰκεῖα ἀνασκευάσαι τε καὶ ἀναθεματίσαι κατὰ τὴν βασιλέως πόλιν ἀνέδραμεν, ἁλισθέντες οἱ τἀ‐
5ναντία τῆς ἐν Καλχηδόνι συνόδου, ὡς ἀνωτέρω εἰρήκαμεν, φρονοῦντες χειροτονοῦσιν ἀνὰ τὴν ἁγίαν Ἀνάστασιν Θεοδόσιον, τὸν μάλιστα κυκήσαντα τὴν ἐν Καλχηδόνι σύνοδον, τὸν καὶ πρῶτον περὶ ταύτης αὐτοῖς ἀγγείλαν‐ τα. —Περὶ οὗ ὕστερον τὸ ἐν Παλαιστίνῃ μοναχικὸν πρὸς
10Ἀλκίσωνα γράφον εἴρηκεν, ὡς καὶ παρὰ τοῦ οἰκείου ἐπισκόπου ἐπὶ κακουργίαις ἁλοὺς τοῦ κατ’ αὐτὸν ἀπηλάθη μοναστηρίου, καὶ ὅτι γε κατὰ τὴν Ἀλεξάνδρου γενόμενος ἐπελάβετο τοῦ Διοσκόρου, καὶ πολλαῖς ὡς στασιώδης καταξανθεὶς πληγαῖς ἐπὶ καμήλου ἴσα κακούργοις ἀνὰ
15τὴν πόλιν περιηνέχθη. —Πρὸς ὃν πολλαὶ τῶν ἐν Παλαι‐ στίνῃ πόλεων ἀφικνούμεναι χειροτονεῖσθαι σφίσιν ἐπι‐ σκόπους παρεσκεύαζον. Ἐν οἷς καθειστήκει καὶ Πέτρος ὁ ἐξ Ἰβηρίας, τοῦ καλουμένου Μαϊουμᾶ τοῦ πρὸς τῇ Γαζαίων πόλει τοὺς οἴακας τῆς ἐπισκοπῆς πιστευθείς.
20Ἅπερ ἐπειδὴ Μαρκιανὸς ἔγνω, πρῶτα μὲν ἀχθῆναι παρ’ αὐτῷ κατὰ τὸ στρατόπεδον τὸν Θεοδόσιον κελεύει, ἐκ‐ πέμπει δὲ τὸν Ἰουβενάλιον πρὸς διόρθωσιν τῶν γεγενη‐ μένων, ἀπελαθῆναι πάντας τοὺς ὑπὸ Θεοδοσίου χειρο‐ τονηθέντας ἐγκελευσάμενος.
25 Μετὰ γοῦν τὴν ἄφιξιν Ἰουβεναλίου πολλὰ καὶ ἀνιαρὰ γεγόνασιν, ἐκεῖθεν ἔνθεν προϊόντων ὅσαπερ θυμὸς αὐτοῖς ὑπηγόρευσε· τοῦ βασκάνου καὶ θεομισοῦς δαίμονος οὕτως ἑνὸς γράμματος ἐναλλαγὴν κακούργως τεχνάσαντός τε καὶ παρερμηνεύσαντος, ὥστε τῆς θἀτέρου τούτων ἐκφωνήσεως
30πάντως εἰσαγούσης ἐνταῦθα τὸ ἕτερον, πολὺ τὸ διαλλάττον

53

παρὰ τοῖς πλείοσι νομίζεσθαι, καὶ ἀντικρὺ τὰς ἐννοίας ἐκ διαμέτρου φέρεσθαι καὶ ἀλλήλων ἀναιρετικὰς καθεστάναι. Ὅ τε γὰρ ἐν δύο φύσεσι τὸν Χριστὸν ὁμολογῶν ἐκ δύο ἄντι‐ κρυς λέγει, εἴπερ ἐν θεότητι καὶ ἀνθρωπότητι συνομολογῶν
5τὸν Χριστόν, ὁμολογῶν ἐκ θεότητος καὶ ἀνθρωπότητος συντεθεῖσθαι λέγει. Ὅ τε ἐκ δύο λέγων τὴν ἐν δύο πάντως ὁμολογίαν εἰσάγει, εἴπερ ἐκ θεότητος καὶ ἀνθρωπότητος τὸν Χριστὸν λέγων, ἐν θεότητι καὶ ἀνθρωπότητι ὁμολογεῖ αὐτὸν καθεστάναι· οὔτε τῆς σαρκὸς εἰς θεότητα μετα‐
10βληθείσης, οὔτε αὖ τῆς θεότητος ἐς σάρκα χωρησάσης, ἐξ ὧν ἡ ἄρρητος ἕνωσις, ὡς διὰ τῆς ἐκ δύο φωνῆς ἐνταῦθα νοεῖσθαι προσφόρως τὴν ἐν δύο, καὶ διὰ τῆς ἐν δύο τὴν ἐκ δύο, καὶ θάτερον τοῦ ἑτέρου μὴ ἀπολιμπά‐ νεσθαι· ὅπου γε κατὰ τὸ περιούσιον οὐ μόνον τὸ ὅλον
15ἐκ μερῶν, ἀλλὰ καὶ ἐν μέρεσι τὸ ὅλον γνωρίζεται. Καὶ ὅμως οὕτως ἀλλήλων ἀπεσχοινίσθαι ταῦτα νομίζουσιν ἄνθρωποι, συνηθείᾳ τινὶ περὶ τῆς τοῦ θεοῦ δόξης, ἢ καὶ τὸ οὕτω βούλεσθαι προειλημμένοι, ὡς πάσης ἰδέας θανάτου περιφρονεῖν, ἢ πρὸς τὴν τοῦ ὄντος ἰέναι συγκατάθεσιν· ὅθεν
20τὰ λελεγμένα μοι γεγόνασι. Καὶ ταῦτα μὲν ἔσχεν οὕτως. 6. Ὑπὸ τούτοις δὴ τοῖς χρόνοις καὶ ὀμβρίων ὑδάτων σπάνις γέγονεν ἐν ταῖς Φρυγίαις Γαλατίαις τε αὖ καὶ Καππαδοκίαις καὶ Κιλικίαις, ὡς ἐνδείᾳ τῶν ἀναγκαίων καὶ ὀλεθριωτέρας τροφῆς μεταλαμβάνειν τοὺς ἀνθρώπους·
25ὅθεν καὶ λοιμὸς γέγονεν. Ἐνόσουν τε τῇ μεταβολῇ τῆς διαίτης, καὶ οἰδαίνοντος σφίσι τοῦ σώματος δι’ ὑπερβολὴν τῆς φλεγμονῆς τὰς ὄψεις ἀπέβαλλον, βηχός τε συγγινο‐ μένης τριταῖοι τὸν βίον ἀπελίμπανον. Καὶ τοῦ μὲν λοιμοῦ τέως βοήθειαν ἐξευρεῖν οὐκ ἐνῆν, ἄκος δὲ τῆς
30λιμοῦ τοῖς ὑπολειφθεῖσιν ἡ πάντων σώτειρα δέδωκε πρό‐ νοια, κατὰ μὲν τὸ ἄγονον ἔτος τροφὴν ἐκ τοῦ ἀέρος ἐπι‐
βρέξασα ἴσα τοῖς Ἰσραηλίταις—μάννα προσηγόρευται—,

54

ἀνὰ δὲ τὸ ἑξῆς ἔτος αὐτομάτως εὐδοκήσασα τοὺς καρ‐ ποὺς τελεσιουργηθῆναι. Ταῦτα καὶ τὴν Παλαιστινῶν χώραν ἐνεμήθη ἄλλας τε πολλὰς καὶ ἀναριθμήτους, τὴν γῆν τῶν παθῶν περινοστούντων.
5 7. Τούτων ἐν τοῖς ἑῴοις προϊόντων, ἀνὰ τὴν προτέραν Ῥώμην Ἀέτιος δειλαίως ἐξ ἀνθρώπων μεθίσταται, Οὐα‐ λεντινιανός τε ὁ τῶν ἑσπερίων μερῶν βασιλεὺς σὺν αὐτῷ τε Ἡράκλειος πρός τινων Ἀετίου δορυφόρων, ἐπιβουλῆς καττυθείσης κατ’ αὐτῶν παρὰ Μαξίμου τοῦ καὶ τὴν ἀρχὴν
10περιζωσαμένου, διότι εἰς τὴν Μαξίμου γαμετὴν Οὐαλεν‐ τινιανὸς ὕβρισε πρὸς βίας αὐτῇ συμφθαρείς. Οὗτος ὁ Μάξιμος τὴν Εὐδοξίαν τὴν Οὐαλεντινιανοῦ γαμετὴν συμ‐ πάσῃ ἀνάγκῃ εἰσοικίζεται. Ἣ δέ γε ὕβριν καὶ πᾶσαν ἀτοπίαν εἰκότως τὸ πρᾶγμα λογισαμένη, καὶ πάντα κύβον,
15τὸ δὴ λεγόμενον, ῥίπτειν αἱρετισαμένη ὑπὲρ ὧν εἰς τε τὸν γαμέτην ἐπεπόνθει καὶ εἰς τὴν ἐλευθερίαν ἐξύβριστο— δεινὴ γὰρ γυνὴ καὶ ἀδυσώπητος λύπης, σωφροσύνης ἀντεχομένη, εἰ ταύτην ἀφαιρεθείη, καὶ μάλιστα παρ’ οὗ τὸν ἄνδρα ἔτυχεν ἀπολέσασα—, κατὰ τὴν Λιβύην ἐκπέμπει,
20καὶ δῶρα πλεῖστα παραυτίκα δοῦσα τό τε εὔελπι κἀν τοῖς ἑξῆς ὑποσχομένη, πείθει Γιζέριχον ἐπελθεῖν ἀδο‐ κήτως τῇ Ῥωμαίων ἐπικρατείᾳ, πάντα οἱ προδώσειν ὑποσχομένη· οὗ δὴ γεγονότος, ἡ Ῥώμη ἁλίσκεται. Ὁ δὲ Γιζέριχος οἷα βάρβαρος καὶ τὸν τρόπον ἀσταθής
25τε καὶ παλίμβολος οὐδὲ ταύτῃ τὸ πιστὸν ἐφύλαξεν· ἀλλὰ τὴν πόλιν πυρπολήσας πάντα τε ληϊσάμενος, λαβὼν τὴν Εὐδοξίαν σὺν καὶ ταῖς δύο θυγατράσιν εἰς τοὐπίσω τὴν ἔλασιν ποιεῖται. Καὶ κατὰ τὴν Λιβύην ἀπιὼν ᾤχετο. Καὶ τὴν μὲν πρεσβυτέραν τῶν Εὐδοξίας θυγατέρων Εὐδοκίαν
30Ὀνωρίχῳ συνάπτει τῷ οἰκείῳ παιδί, Πλακιδίαν δὲ τὴν νεωτέραν ἅμα Εὐδοξίᾳ τῇ μητρὶ σὺν θεραπείαις ὕστερον βασιλικαῖς ἐς Βυζάντιον ἐκπέμπει Μαρκιανὸν ἡμερού‐ μενος. Ἐνῆγε γὰρ αὐτὸν ἐς ὀργὴν τό τε τὴν Ῥώμην ἐμπεπρῆσθαι, τό τε τὰς βασιλίδας οὕτω περιυβρίσθαι.
35Ἡ μὲν οὖν Πλακιδία γάμοις ὁμιλεῖ κελεύσμασι Μαρκι‐

55

ανοῦ Ὀλυβρίῳ ταύτην ἐσοικισαμένῳ· ὃς ἐπίσημος τῆς γερουσίας ἐτύγχανεν ὢν ἐκ τῆς Ῥώμης ἁλούσης ἀνὰ τὴν Κωνσταντινούπολιν ἀφικόμενος. Μετὰ δὲ αὖ Μάξιμον βασιλεύει Ῥωμαίων Μαϊουρῖνος
5δεύτερον ἔτος· καὶ Μαϊουρίνου πρὸς Ῥεκιμέρου τοῦ Ῥω‐ μαίων στρατηγοῦ δολοφονηθέντος, κατέσχε τὴν ἀρχὴν Ἄβιτος μῆνας ὀκτὼ † δεύτερον ἔτος, καὶ μετ’ ἐκεῖνον Σευῆρος ἔτεσι τρισίν. 8. Ἔτι δὲ βασιλεύοντος Ῥωμαίων Σευήρου, Μαρ‐
10κιανὸς τὴν βασιλείαν ἐναλλάττει πρὸς τὴν κρείττονα μεταχωρήσας λῆξιν, ἑπτὰ μὲν μόνοις ἔτεσι τὴν βασι‐ λείαν διακυβερνήσας, μνημεῖον δὲ ὄντως βασιλικὸν κατα‐ λελοιπὼς παρὰ πᾶσιν ἀνθρώποις, βασιλεύει δὲ Λέων. Ὅπερ οἱ τῆς Ἀλεξανδρέων πυθόμενοι τὴν κατὰ Προτερίου
15μετὰ μείζονος θυμοῦ καὶ πλείστης θερμότητος ἀνενεοῦντο μῆνιν. Εὐέξαπτον γάρ τι χρῆμα πρὸς ὀργὴν ὁ δῆμος καὶ τὰς τυχούσας ἀφορμὰς ὑπέκκαυμα τῶν θορύβων ἔχων· οὐχ ἥκιστα δὲ πάντων ὁ τῆς Ἀλεξάνδρου πλήθει τε πολλῷ κομῶν καὶ μάλιστα ἀφανεῖ τε καὶ συγκλύδῳ, καὶ παρα‐
20λόγῳ θράσει τὰς ὁρμὰς γαυρούμενος. Ὅθεν ἀμέλει φασὶν ἐξὸν τῷ βουλομένῳ τὸ προστυχὸν καταρρήξαντι πρὸς δημοτικὴν στάσιν τὴν πόλιν ἐκβακχεύειν, ἄγειν τε καὶ φέρειν ὅπη καὶ καθ’ οὗ βούλεται· τὰ πολλὰ δὲ καὶ παιγνιήμονα καθεστάναι, καθὼς Ἡρόδοτος περὶ Ἀμά‐
25σιδος ἱστορεῖ. Καὶ τοιαῦτα μὲν ὁ δῆμος ἐκεῖνος· οὐ μὴν τά γε ἄλλα οἵου ἄν τις καὶ κατεφρόνησεν. Ἐπιτηρήσαντες δ’ οὖν καιρὸν οἱ τῆς Ἀλεξάνδρου καθ’
ὃν Διονύσιος τῶν στρατιωτικῶν ταγμάτων ἡγούμενος ἀμφὶ

56

τὴν ἄνω διέτριβεν Αἴγυπτον, ψηφίζονται Τιμόθεον τὸν ἐπίκλην Αἴλουρον εἰς τὸν τῆς ἀρχιερωσύνης ἀναβῆναι βαθμόν, πρώην μὲν τὸν μοναδικὸν ἐπιτηδεύσαντα βίον, ὕστερον δὲ τοῖς πρεσβυτέροις ἐναριθμηθέντα τῆς Ἀλεξ‐
5ανδρέων· καὶ πρὸς τὴν μεγάλην ἀγαγόντες ἐκκλησίαν, ἣ Καίσαρος προσαγορεύεται, ἐπίσκοπον σφίσι προχειρί‐ ζονται, ἔτι Προτερίου περιόντος τε καὶ τὰ τῆς ἱερατείας αὐτουργοῦντος. Παρῆσαν δὲ τῇ χειροτονίᾳ Εὐσέβιος ὁ τοῦ Πηλουσίου πρόεδρος, Πέτρος τε ὁ ἐξ Ἰβηρίας
10Μαϊουμᾶ τοῦ πολιχνίου, ὡς τὰ περὶ τούτων ἱστόρηται τῷ τὸν βίον συγγράψαντι Πέτρου· ὅς φησι τὸν Προτέριον μὴ τὸν δῆμον, ἀλλά τινα τῶν στρατιωτῶν διαχειρίσασθαι. Κατειληφότος δὲ Διονυσίου τὴν πόλιν μετὰ πλείστου τάχους, τῶν γενομένων ἀτοπημάτων συνωθούντων αὐτόν,
15σπεύδοντός τε τὴν διαναστᾶσαν τῆς στάσεως πυρὰν σβέσαι, ἔνιοι τῶν Ἀλεξανδρέων παροτρύνοντος Τιμοθέου, ὡς ἐγράφη τῷ Λέοντι, ἐπελθόντες τὸν Προτέριον δια‐ χειρίζονται, ξίφους κατὰ τῶν σπλάγχνων ὠσθέντος, κατὰ τὸ πανάγιον βαπτιστήριον καταπεφευγότα· ὃν καὶ κα‐
20λωδίῳ περιαρτήσαντες ἀνὰ τὸ καλούμενον Τετράπυλον τοῖς πᾶσιν ἐπεδείκνυον, ἐπιτωθάζοντές τε καὶ κραυγά‐ ζοντες Προτέριον εἶναι τὸν ἀνῃρημένον. Καὶ μετὰ ταῦτα τὸ σῶμα διὰ πάσης τῆς πόλεως περιελκύσαντες πυρὶ παρέδοσαν, οὐδὲ τῶν σπλάγχνων αὐτοῦ ἴσα θηρίοις ἀπο‐
25γεύσασθαι ναρκήσαντες, ὥς που ταῦτα πάντα ἡ δέησις περιέχει τῶν ἐπισκόπων τῶν ἀνὰ τὴν Αἴγυπτον καὶ τοῦ σύμπαντος κλήρου τῆς Ἀλεξάνδρου, πρὸς Λέοντα τὸν μετὰ Μαρκιανόν, ὡς εἴρηται, τὴν ἐπικράτειαν τῶν Ῥωμαίων περιθέμενον γεγενημένη, ἥπερ γέγραπται ὀνό‐
30μασι τούτοις· „Τῷ εὐσεβεῖ καὶ φιλοχρίστῳ καὶ παρὰ θεοῦ ἀναδειχ‐ θέντι, νικητῇ, τροπαιούχῳ καὶ Αὐγούστῳ Λέοντι, δέησις
παρὰ τῶν ἐπισκόπων πάντων τῆς ὑμετέρας Αἰγυπτιακῆς

57

διοικήσεως καὶ κληρικῶν τῶν κατὰ τὴν μεγίστην ὑμετέραν Ἀλεξανδρέων ἁγιωτάτην ἐκκλησίαν. Ἐκ τῆς ἄνωθεν χάριτος δῶρον τῷ βίῳ παρασχεθείς, εἰκότως οὐ λήγεις ὁσημέραι τοῦ κοινοῦ μετὰ θεὸν προμη‐
5θούμενος, εὐαγέστατε πάντων αὐτοκρατόρων Αὔγουστε.“ Καὶ μεθ’ ἕτερα· „Ἀστασιάστου τε εἰρήνης τῶν ὀρθοδόξων λαῶν παρ’ ἡμῖν τε καὶ κατὰ τὴν τῶν Ἀλεξανδρέων ὑπαρχούσης, πλὴν Τιμοθέου ἀποσχοινίσαντος ἑαυτὸν τῆς καθολικῆς
10ἐκκλησίας καὶ πίστεως καὶ ἀποτεμόντος εὐθὺς μετὰ τὴν ἐν Καλχηδόνι ἁγίαν σύνοδον, τὸ τηνικαῦτα δῆθεν πρεσ‐ βυτέρου τυγχάνοντος, ἅμα τέτταρσιν ἢ πέντε μόνοις ποτὲ ἐπισκόποις καὶ ὀλίγοις μονάζουσι, σὺν αὐτῷ τὴν αἱρετικὴν Ἀπολλιναρίου καὶ τῶν κατ’ ἐκεῖνον νοσοῦσι κακοδοξίαν·
15δι’ ἣν καθαιρεθέντες τότε κανονικῶς ὑπὸ τοῦ τῆς θείας μνήμης Προτερίου καὶ πάσης Αἰγυπτιακῆς συνόδου, βασι‐ λικῆς εἰκότως σὺν ἐξορίᾳ κινήσεως ἐπειράθησαν.“ Καὶ μεθ’ ἕτερα· „Ἐπιτηρήσας τε τὴν ἐντεῦθεν πρὸς θεὸν ἐκδημίαν
20τοῦ τῆς εὐαγοῦς λήξεως Μαρκιανοῦ τοῦ γενομένου βασι‐ λέως, βλασφήμοις τε φωναῖς ὡς αὐτόνομος ἀναιδῶς κατ’ αὐτοῦ θρασυνόμενος, καὶ τὴν ἁγίαν καὶ οἰκουμενικὴν τὴν ἐν Καλχηδόνι σύνοδον ἀναθεματίζων ἀπηρυθριασμένως, πλῆθος δήμου ὠνητῶν τε καὶ ἀτάκτων ἐπισυράμενος, καὶ
25στρατεύσας κατά τε τῶν θείων κανόνων καὶ τῆς ἐκκλη‐ σιαστικῆς καταστάσεως καὶ τῆς κοινῆς πολιτείας καὶ τῶν νόμων, ἐπεισέφρησεν ἑαυτὸν τῇ ἁγίᾳ τοῦ θεοῦ ἐκκλησίᾳ ἐχούσῃ ποιμένα τε καὶ διδάσκαλον, τὸν ἁγιώτατον ἡμῶν τὸν τηνικαῦτα πατέρα καὶ ἀρχιεπίσκοπον Προτέριον, τάς
30τε συνήθεις συνάξεις ἐπιτελοῦντα καὶ λιτὰς ἀναπέμποντα
τῷ πάντων ἡμῶν σωτῆρι Χριστῷ Ἰησοῦ ὑπὲρ τῆς εὐ‐

58

σεβοῦς ὑμῶν βασιλείας καὶ τοῦ φιλοχρίστου ὑμῶν παλατίου.“ Καὶ μετ’ ὀλίγα· „Καὶ μόλις διαγενομένης ἡμέρας, ἐν τῷ ἐπισκοπείῳ
5κατὰ τὸ ἔθος διάγοντος τοῦ θεοφιλεστάτου Προτερίου, λαβὼν μεθ’ ἑαυτοῦ ὁ Τιμόθεος τοὺς καθαιρεθέντας ἐνδί‐ κως δύο ἐπισκόπους, καὶ κληρικοὺς ὁμοίως τὴν ἐξορίαν, ὡς ἔφημεν, οἰκεῖν κατακριθέντας, ὡς δὴ χειροτονίαν παρὰ τῶν δύο δεξάμενος, μηδενὸς τὸ σύνολον τῶν κατὰ τὴν
10Αἰγυπτιακὴν διοίκησιν ὀρθοδόξων ἐπισκόπων παρόντος κατὰ τὸ εἰωθὸς ἐπὶ ταῖς τοιαύταις τῆς Ἀλεξανδρέων τοῦ ἐπισκόπου χειροτονίαις, ἐπιλαμβάνεται ὡς ἐνόμισε τῆς μὲν ἱερατικῆς καθέδρας, μοιχείαν προδήλως τολμήσας κατὰ τῆς ἐχούσης ἐκκλησίας τὸν ἑαυτῆς νύμφιον, καὶ
15ἐνεργοῦντος ἐν αὐτῇ τὰ θεῖα καὶ κανονικῶς τὸν οἰκεῖον διέποντος θρόνον.“ Καὶ μεθ’ ἕτερα· „Οὐδὲν ἕτερον ἦν ποιεῖν τὸν μακάριον ἐκεῖνον ἢ τόπον δοῦναι τῇ ὀργῇ κατὰ τὸ γεγραμμένον, καὶ τὸ σεπτὸν
20καταλαβεῖν βαπτιστήριον, φεύγοντα τῶν ἐπ’ αὐτῷ τρε‐ χόντων πρὸς φόνον τὴν ἔφοδον· ἐν ᾧ μάλιστα τόπῳ καὶ βαρβάροις καὶ πᾶσιν ἀγρίοις ἀνθρώποις ἐγγίνεται δέος, τοῖς καὶ μὴ εἰδόσι τὸ σέβας τοῦ τόπου καὶ τὴν ἐκεῖθεν βρύουσαν χάριν. Ὅμως οἱ τὸν ἐξ ἀρχῆς Τιμοθέου
25σκοπὸν εἰς ἔργον προαγαγεῖν σπουδάζοντες, οἱ μηδὲ ἐν τοῖς ἀχράντοις ἐκείνοις σηκοῖς αὐτὸν ἀνεχόμενοι σώζεσθαι, οὔτε τὸ σέβας αἰδεσθέντες τοῦ τόπου οὔτε τὸν καιρόν— ἦν γὰρ τοῦ σωτηρίου πάσχα πανήγυρις—οὔτε τὴν ἱερω‐ σύνην αὐτὴν φρίξαντες μεσιτεύουσαν θεῷ καὶ ἀνθρώποις,
30ἀποκτέννουσι τὸν ἀνεύθυνον, ἀποσφάττουσιν αὐτὸν ἀπη‐ νῶς μετὰ καὶ ἄλλων ἕξ. Καὶ περιαγαγόντες τούτου τὸ
λείψανον πανταχοῦ κατατετρωμένον, ὠμῶς τε περισύ‐

59

ραντες κατὰ πάντα σχεδὸν τόπον τῆς πόλεως καὶ καταπομπεύσαντες σχετλίως, ᾐκίζοντο ἀνηλεῶς τὸ τῶν πληγῶν οὐκ αἰσθανόμενον σῶμα διατεμόντες κατὰ μέλος, καὶ οὐδὲ τῶν ἐντὸς ἀπογεύεσθαι κατὰ τοὺς θῆρας φει‐
5δόμενοι ἐκείνου, ὃν ἔχειν μεσίτην θεοῦ καὶ ἀνθρώπων ἔναγχος ἐνομίσθησαν· πυρί τε παραδόντες τὸ ὑπολειφθὲν αὐτοῦ σῶμα τὴν ἐκ τούτου κόνιν τοῖς ἀνέμοις παρέπεμ‐ πον, θηρίων πᾶσαν ὑπερακοντίσαντες ἀγριότητα. Ὧν ἁπάντων αἴτιος καὶ τῶν κακῶν σοφὸς οἰκοδόμος καθει‐
10στήκει Τιμόθεος.“ Τῷ μέντοι γε Ζαχαρίᾳ τὰ περὶ τούτων διηγουμένῳ δοκεῖ πεπρᾶχθαι μὲν τὰ τούτων πλείω, ἐξ αἰτίας δὲ Προτερίου μεγίστας ταραχὰς τῇ Ἀλεξανδρέων ἐμποιή‐ σαντος, καὶ οὐκ ἐκ τοῦ δήμου ταῦτα τετολμῆσθαι, ἀλλ’ ἔκ
15τινων στρατιωτικῶν, ἐξ ἐπιστολῆς Τιμοθέου πιστούμενος πρὸς Λέοντα γεγενημένης. Τούτοις μὲν οὖν ἐπιθήσων δίκην Στήλας πρὸς τοῦ βασιλέως Λέοντος ἐκπέμπεται. 9. Ἐγκυκλίοις δὲ χρῆται γράμμασιν ὁ Λέων τῶν ἀνὰ τὴν Ῥωμαϊκὴν πολιτείαν ἐπισκόπων πυνθανόμενος
20καὶ τῶν ἐν τῷ μοναδικῷ διαπρεπόντων βίῳ, περὶ τῆς ἐν Καλχηδόνι συνόδου καὶ τῆς Τιμοθέου τοῦ ἐπίκλην Αἰλούρου χειροτονίας, διαπεμψάμενος καὶ τὰ ἴσα τῶν ἐπιδεδομένων αὐτῷ δεήσεων ἔκ τε τῆς μοίρας Προτερίου ἔκ τε τῆς Τιμοθέου τοῦ Αἰλούρου. Σύγκειται δὲ τὰ
25ἐγκύκλια τούτοις τοῖς ῥήμασιν· „Ἴσον θείου γράμματος τοῦ εὐσεβεστάτου βασιλέως Λέοντος, πεμφθέντος Ἀνατολίῳ ἐπισκόπῳ Κωνσταν‐ τινουπόλεως, καὶ τοῖς κατὰ τὴν οἰκουμένην ἅπασαν μητροπολίταις καὶ λοιποῖς ἐπισκόποις.
30 Αὐτοκράτωρ Καῖσαρ Λέων, εὐσεβής, νικητής, τρο‐ παιοῦχος, μέγιστος, ἀεισέβαστος, Αὔγουστος, Ἀνατολίῳ
ἐπισκόπῳ.

60

Δι’ εὐχῆς μὲν ἦν τῇ ἐμῇ εὐσεβείᾳ ἁπάσας τὰς ὀρθοδόξους ἁγιωτάτας ἐκκλησίας, ἔτι γε μὴν καὶ τὰς ὑπὸ τὴν Ῥωμαίων πολιτείαν πόλεις μεγίστης ἡσυχίας ἀπολαύειν, μηδέν τε συμβαίνειν τὴν αὐτῶν κατάστασιν
5καὶ γαλήνην διαταράττειν. Οἷα δὲ κατὰ τὴν Ἀλεξαν‐ δρέων ἔναγχος συνέβη, εἰδέναι μὲν ἤδη πεπείσμεθα τὴν σὴν ὁσιότητα· ἵνα δὲ τελεώτερον περὶ πάντων διδαχθείης ποία αἰτία τοῦ τοσούτου θορύβου καὶ τῆς συγχύσεως γεγένηται, τὰ ἴσα τῶν δεήσεων ἃς οἱ εὐλαβέστατοι
10ἐπίσκοποι καὶ κληρικοὶ ἀπὸ τῆς προλεχθείσης πόλεως καὶ τῆς Αἰγυπτιακῆς διοικήσεως εἰς τὴν βασιλίδα Κωνσταντίνου πόλιν παραγενόμενοι κατὰ Τιμοθέου τῇ ἐμῇ εὐσεβείᾳ ἐκόμισαν, οὐ μὴν ἀλλὰ καὶ τὰ ἴσα τῶν δεήσεων ἃς εἰς τὸ θεῖον ἡμῶν στρατόπεδον ὑπὲρ Τιμοθέου
15ἀπὸ τῆς Ἀλεξανδρέων παραγενόμενοι τῇ ἡμετέρᾳ ἐπι‐ δεδώκασι γαληνότητι, πρὸς τὴν σὴν θεοσέβειαν ἀπεστεί‐ λαμεν· ὥστε τί πέπρακται περὶ τοῦ εἰρημένου Τιμοθέου, ὃν ὅ τε τῆς Ἀλεξανδρέων δῆμος καὶ οἱ ἀξιωματικοὶ καὶ οἱ πολιτευόμενοι καὶ ναύκληροι ἐπίσκοπον ἑαυτοῖς αἰτοῦσι,
20καὶ περὶ τῶν ἄλλων πραγμάτων τῶν τῷ ὕφει τῶν δεήσεων περιεχομένων, καὶ πρὸς τούτοις, περὶ τῆς ἐν Καλχηδόνι συνόδου ᾗτινι οὐδαμῶς συναινοῦσι, καθὰ αἱ ὑποτεταγ‐ μέναι δεήσεις αὐτῶν σημαίνουσι, φανερῶς δυνηθῆναι μαθεῖν τὴν σὴν ὁσιότητα. Ἡ σὴ τοιγαροῦν εὐλάβεια
25ἅπαντας τοὺς ὀρθοδόξους ὁσίους ἐπισκόπους τοὺς ἐπὶ τοῦ παρόντος κατὰ τήνδε τὴν βασιλίδα πόλιν διάγοντας, ἔτι γε μὴν καὶ τοὺς εὐλαβεστάτους κληρικοὺς πρὸς ἑαυτὸν παραχρῆμα ποιησάτω συνελθεῖν· καὶ πάντων ἐπιμελῶς τρακτευθέντων καὶ δοκιμασθέντων, ἐπειδὴ νῦν ἡ Ἀλε‐
30ξάνδρου πόλις τετάρακται, ἧστινος τῆς καταστάσεως καὶ τῆς ἡσυχίας μεγίστη ἐστὶν ἡμῖν φροντίς, εἴπατε τὸ
δοκοῦν περὶ τοῦ προειρημένου Τιμοθέου καὶ τῆς ἐν

61

Καλχηδόνι συνόδου, ἄνευ τινὸς ἀνθρωπίνου φόβου καὶ δίχα χάριτος καὶ ἀπεχθείας, μόνον τὸν τοῦ παντοκρά‐ τορος θεοῦ φόβον πρὸ ὀφθαλμῶν τιθέμενοι, ἐπειδὴ ἴστε ὡς περὶ τοῦ πράγματος τούτου τῇ ἀχράντῳ θεότητι λόγον
5δώσετε, ἵνα περὶ πάντων δι’ ὑμετέρων γραμμάτων τελείως διδαχθέντες τὸν ἁρμόζοντα τύπον δοῦναι δυνηθῶμεν.“ Καὶ αὕτη μὲν πρὸς Ἀνατόλιον. Τὰ παραπλήσια δὲ καὶ πρὸς τοὺς ἄλλους ἐπισκόπους γέγραφε, καὶ πρὸς τοὺς ἐπισήμους, ὡς λέλεκταί μοι, τῶν κατ’ ἐκεῖνο καιροῦ
10τὸν ἄσκευον καὶ ἄϋλον διαθλευόντων βίον· ὧν ἦν καὶ Συμεώνης, ὁ ἐπὶ κίονος πρῶτος τὴν στάσιν ἐξευρηκώς, οὗ καὶ κατὰ τὴν προτεραίαν ἱστορίαν ἐμνήσθημεν· εἰς οὓς καθειστήκεισαν Βαράδατος καὶ Ἰάκωβος οἱ Σύροι. 10. Τοιγαροῦν πρῶτος ὁ τῆς πρεσβυτέρας Ῥώμης
15ἐπίσκοπος Λέων ὑπέρ τε τῆς ἐν Καλχηδόνι συνόδου γέγραφε, τήν τε Τιμοθέου χειροτονίαν ἀπεδοκίμασεν ὡς ἀθέσμως γεγενημένην· ἥντινα τοῦ Λέοντος ἐπιστολὴν Λέων αὐτοκράτωρ Τιμοθέῳ διαπέμπεται τῷ τῆς Ἀλεξαν‐ δρέων προέδρῳ, Διομήδους σιλεντιαρίου τοῖς βασιλικοῖς
20κελεύσμασι διακονησαμένου. Πρὸς ὃν καὶ ἀντέγραψε Τιμόθεος μεμφόμενος τὴν ἐν Καλχηδόνι σύνοδον καὶ τὴν Λέοντος ἐπιστολήν. Ὧν τὰ ἀντίγραφα μὲν σώζεται ἐν τοῖς καλουμένοις ἐγκυκλίοις, ἐμοὶ δὲ παρεῖται ἵνα μὴ πλῆθος ἐπεισαγάγω τῷ παρόντι πόνῳ. Καὶ οἱ τῶν ἄλλων
25δὲ πόλεων ἐπίσκοποι τοῖς ἐν Καλχηδόνι τυπωθεῖσιν ἐνέμειναν, καὶ τὴν Τιμοθέου χειροτονίαν ἁπάσαις κατέ‐ κριναν ψήφοις· Ἀμφιλόχιος δὲ μόνος ὁ Σίδης ἐπιστολὴν γέγραφε πρὸς τὸν βασιλέα, καταβοῶσαν μὲν τῆς Τιμοθέου χειροτονίας, οὐκ ἀποδεχομένην δὲ τὴν ἐν Καλχηδόνι σύν‐
30οδον. Ἅπερ καὶ ταῦτα Ζαχαρίᾳ τῷ ῥήτορι πεπόνηται, τῷ καὶ τὴν ἐπιστολὴν αὐτὴν Ἀμφιλοχίου ἐντεταχότι ἐν
τῷ αὐτοῦ συντάγματι. Γράφει δὲ καὶ Συμεώνης ὁ τῆς

62

ὁσίας λήξεως περὶ τούτων ἐπιστολὰς δύο πρός τε Λέοντα τὸν αὐτοκράτορα, πρός τε Βασίλειον ἐπισκοποῦντα τὴν Ἀντιόχου· ὧν τὴν πρὸς Βασίλειον βραχυλογοῦσαν ἐντίθημι τῇδε μου τῇ συγγραφῇ, ὧδέ πως ἔχουσαν·
5 „Τῷ δεσπότῃ μου τῷ ὁσιωτάτῳ καὶ ἁγιωτάτῳ φιλοθέῳ Βασιλείῳ ἀρχιεπισκόπῳ, ὁ ἁμαρτωλὸς καὶ ταπεινὸς Συμεώνης ἐν Κυρίῳ χαίρειν. Νῦν εὔκαιρον εἰπεῖν, δέσποτα· Εὐλογητὸς ὁ θεός, ὃς οὐκ ἀπέστησε τὴν προσευχὴν ἡμῶν καὶ τὸ ἔλεος αὐτοῦ
10ἀφ’ ἡμῶν τῶν ἁμαρτωλῶν. Δεξάμενος γὰρ τὰ γράμματα τῆς ὑμετέρας ὁσιότητος ἐθαύμασα τὸν ζῆλον καὶ τὴν εὐσέβειαν τοῦ θεοφιλεστάτου ἡμῶν βασιλέως, τὴν πρὸς τοὺς ἁγίους πατέρας καὶ τὴν τούτων βεβαίαν πίστιν, ἣν ἐπέδειξε καὶ ἐπιδείκνυται· καὶ τοῦτο οὐκ ἐξ ἡμῶν τὸ
15δῶρον, καθὼς καὶ ὁ ἅγιος ἀπόστολος λέγει, ἀλλ’ ἐκ θεοῦ τοῦ ταύτην αὐτῷ δεδωκότος τὴν προθυμίαν διὰ τῶν ὑμετέρων εὐχῶν.“ Καὶ μετ’ ὀλίγα· „Διὸ κἀγὼ ὁ ταπεινὸς καὶ εὐτελής, τὸ ἔκτρωμα τῶν
20μοναχῶν, ἐγνώρισα τῇ αὐτοῦ βασιλείᾳ τὴν ἐμὴν πρόθεσιν τὴν περὶ τὴν πίστιν τῶν ἁγίων πατέρων τῶν ἐν Καλχη‐ δόνι συνεληλυθότων ἑξακοσίων τριάκοντα, ἐμμένων καὶ ὑποστηριζόμενος ὑπ’ αὐτῆς τῆς ὑπὸ τοῦ ἁγίου πνεύματος φανερωθείσης. Εἰ γὰρ μεταξὺ δύο ἢ τριῶν συνεληλυ‐
25θότων διὰ τὸ ὄνομα αὐτοῦ πάρεστιν ὁ σωτήρ, πῶς μεταξὺ τοσούτων καὶ τηλικούτων ἁγίων πατέρων ἐνεχώρει εἰ μὴ παρείη τὸ ἅγιον πνεῦμα;“ Καὶ μεθ’ ἕτερα· „Διὸ ἴσχυε καὶ ἀνδρίζου ὑπὸ τῆς ἀληθοῦς εὐσεβείας,
30καθάπερ καὶ Ἰησοῦς ὁ τοῦ Ναυῆ ὁ δοῦλος Κυρίου ὑπὲρ τοῦ λαοῦ. Πάντα τὸν ὑπὸ τὴν σὴν ὁσιότητα εὐλαβῆ κλῆρον καὶ τὸν εὐλογημένον καὶ πιστότατον λαὸν ἐξ ἐμοῦ
προσειπεῖν παρακλήθητι.“

63

11. Ἐπὶ τούτοις Τιμόθεος ἐξορίαν κατακρίνεται, κελευσθεὶς καὶ αὐτὸς τὴν Γαγγρηνῶν οἰκεῖν. Οἱ δὲ οὖν τῆς Ἀλεξανδρέων διάδοχον Προτερίου Τιμόθεον ἐπίσκο‐ πον ἕτερον προχειρίζονται· ὃν οἱ μὲν ἐκάλουν Βασιλικόν,
5οἱ δὲ Σαλοφακίαλον. Ἀνατολίου δὲ τελευτήσαντος, τὸν θρόνον τῆς βασιλευούσης διαδέχεται Γεννάδιος, καὶ μετ’ αὐτὸν Ἀκάκιος, ὃς τοῦ καταγωγίου τῶν ὀρφανῶν προει‐ στήκει κατὰ τὴν βασιλεύουσαν πόλιν. 12. Ἀνὰ δὲ τὸ δεύτερον ἔτος τῆς βασιλείας Λέοντος,
10κλόνος τῆς γῆς ἐξαίσιος καὶ βρασμὸς ἀνὰ τὴν Ἀντιόχου γίνεται, τινῶν μὲν παρὰ τοῦ κατ’ αὐτὴν δήμου προγε‐ γενημένων, πρὸς πᾶσαν ἐκβακχευθέντων μανίαν πάσης τε θηριώδους ἐπέκεινα γενομένων γνώμης, ὥσπερ δὲ προοίμιον τοῖς τοιούτοις κακοῖς παρασχομένων· γίνεται
15γοῦν χαλεπώτατος ἕκτον καὶ πεντακοσιοστὸν ἔτος χρη‐ ματιζούσης τῆς πόλεως, περὶ τετάρτην ὥραν τῆς νυκτός, τετάρτην καὶ δεκάτην ἄγοντος ἡμέραν τοῦ Γορπιαίου μηνός, ὃν Σεπτέμβριον Ῥωμαῖοι προσαγορεύουσι, κυρίας ἐπικαταλαβούσης ἡμέρας, ἀνὰ τὴν ἑνδεκάτην ἐπινέμησιν
20τοῦ κύκλου, ἕκτος τυγχάνειν ἱστορούμενος, ἑπτὰ καὶ τεσ‐ σαράκοντα καὶ τριακοσίων διῳχηκότων ἐνιαυτῶν ἐξ ὅτου ὁ κατὰ Τραϊανὸν γέγονεν· ἐκεῖνος μὲν γὰρ ἔνατον καὶ πεντηκοστὸν καὶ ἑκατοστὸν ἀγούσης τῆς πόλεως ἔτος τῆς αὐτονομίας γέγονεν, ὁ δέ γε ἐπὶ Λέοντος, ἕκτον καὶ
25πεντακοσιοστόν, ὡς τοῖς φιλοπονήσασιν ἐκτέθειται. Οὗ‐ τος τοίνυν ὁ σεισμὸς τῆς καινῆς τὰς οἰκίας ἁπάσας σχεδὸν καταβέβληκε, πολυανθρώπου ταύτης γεγενημένης, καὶ οὐδὲν ἐχούσης ἔρημον ἢ ὅλως ἠμελημένον, ἀλλὰ καὶ λίαν ἐξησκημένης τῇ φιλοτιμίᾳ τῶν βασιλέων πρὸς ἀλλήλους
30ἁμιλλωμένων. Τῶν τε βασιλείων ὁ πρῶτος καὶ δεύτερος οἶκος κατεβλήθησαν, τῶν ἄλλων σὺν τῷ παρακειμένῳ
βαλανείῳ μεινάντων, τῷ γε καὶ λούσαντι τὴν πόλιν παρὰ

64

τὴν συμφορὰν ἐκ τῆς πρότερον ἀχρηστίας, ἀνάγκῃ τῶν τοῖς ἄλλοις βαλανείοις συμβεβηκότων. Κατέρριψε δὲ καὶ τὰς στοὰς τὰς πρὸ τῶν βασιλείων καὶ τὸ ἐπ’ αὐταῖς τετράπυλον, καὶ τοῦ ἱπποδρομίου δὲ τοὺς περὶ τὰς θύρας
5πύργους, καί τινας τῶν ἐπ’ αὐταῖς στοῶν. Κατὰ δὲ τὴν παλαιὰν τῶν μὲν στοῶν ἢ οἰκημάτων πτῶσις ὅλως οὐκ ἔψαυσε, τῶν δὲ Τραϊανοῦ καὶ Σευήρου καὶ Ἀδριανοῦ βαλανείων μικρὰ κατασείσας ἀνέτρεψε. Καὶ τῆς γε Ὀστρακίνης οὕτω καλουμένης γειτονίας τινὰ συγκατέ‐
10βαλε σὺν καὶ ταῖς στοαῖς καὶ τὸ καλούμενον Νυμφαῖον ῥίψας. Ὧν τὸ καθ’ ἕκαστον περιέργως Ἰωάννῃ ἱστόρηται τῷ ῥήτορι. Φησὶ δ’ οὖν ὡς χίλια χρυσίου τάλαντα πρὸς τοῦ βασιλέως ἐκ τῶν φόρων ἀφείθη τῇ πόλει, καὶ τοῖς δὲ πολιτευταῖς τῶν ἠφανισμένων τῷ πάθει τὰ τέλη· ἐπι‐
15μελήσασθαι δὲ τοῦτον καὶ τῶν δημοσίων οἰκοδομῶν. 13. Συνηνέχθη δὲ τούτοις ὅμοια ἢ καὶ δεινότερα ἀνὰ τὴν Κωνσταντινούπολιν, ἀρχῆς τοῦ κακοῦ γενομένης ἐν τῷ παραθαλασσίῳ τῆς πόλεως μέρει, ὅπερ βοὸς καλοῦσι πόρον. Ἱστόρηται δὲ ὡς κατὰ τὰς ἐπιλυχνίους ὥρας
20δαίμων τις κακοῦργος παλαμναῖος γυναικὶ εἰκασθείς, εἴτε καὶ ταῖς ἀληθείαις γυνὴ χερνῆτις ὑπὸ δαίμονος οἰστρου‐ μένη—λέγεται γὰρ ἐπ’ ἀμφότερα—, λύχνον πρὸς παντο‐ πώλιον ἐνεγκεῖν ὠνησομένη τι τῶν τεταριχευμένων, τεθέντος δ’ αὖ τοῦ λύχνου τὸ γύναιον ὑπαναχωρῆσαι·
25τὸ δέ γε πῦρ στυππίου λαβόμενον φλόγα μεγίστην ἐξᾶραι, λόγου τε θᾶττον ἐμπρῆσαι τὸ οἴκημα· ἐκ τούτου δὲ τὰ παρακείμενα ῥᾴδιον ἀφανισθῆναι, τοῦ πυρὸς ἀμφι‐ νεμομένου οὐ μόνον τὰ εὐέξαπτα ἀλλὰ καὶ τὰς ἐκ λίθων οἰκοδομίας, καὶ ἄχρι τετάρτης ἡμέρας διαμείναντος, καὶ
30πᾶσαν ἄμυναν ὑπερβεβηκότος, τὸ μεσαίτατον ἅπαν τῆς πόλεως ἀπὸ τοῦ ἀρκτῴου μέχρι τοῦ νοτίου κλίματος δαπανηθῆναι, ἐπὶ πέντε μὲν σταδίους τὸ μῆκος, δεκα‐
τέσσαρας δὲ τὸ πλάτος· ὡς μηδὲν μεταξὺ καταλειφθῆναι

65

μὴ δημοσίων μὴ ἰδιωτικῶν οἰκοδομιῶν, μὴ κίονας, μὴ τὰς ἐκ λίθων ψαλίδας, ἀλλὰ πᾶσαν ἀπεσκληκυῖαν ὕλην ὥσπερ τι τῶν εὐεξάπτων κατακαυθῆναι. Τοῦτο δὲ τὸ κακὸν γενέσθαι ἐν μὲν τῷ βορείῳ κλίματι, ἐν ᾧ καὶ
5νεώρια τῆς πόλεως καθεστᾶσιν, ἀπὸ τοῦ καλουμένου βοὸς πόρου μέχρι τοῦ παλαιοῦ Ἀπόλλωνος ἱεροῦ, ἐν δὲ τῷ νοτίῳ ἀπὸ τοῦ Ἰουλιανοῦ λιμένος μέχρις οἰκιῶν οὐ πολὺ κειμένων τοῦ εὐκτηρίου τῆς ἐπίκλην Ὁμονοίας ἐκκλησίας, ἐν δὲ τῷ μεσαιτάτῳ τῆς πόλεως μέρει ἀπὸ τοῦ Κωνσταν‐
10τίνου προσαγορευομένου φόρου μέχρι τῆς τοῦ Ταύρου καλουμένης ἀγορᾶς, οἰκτρὸν πᾶσι θέαμα καὶ εἰδεχθέ‐ στατον. Ὅσα γὰρ ἐπῃώρητο τῇ πόλει κάλλη, ἢ πρὸς τὸ μεγαλοπρεπὲς καὶ ἀπαράβλητον ἐξησκημένα, ἢ πρὸς κοινὰς ἢ ἰδιωτικὰς καλοῦντα χρείας, ὑφ’ ἓν ἐς ὄρη τε καὶ
15βουνοὺς ἀπεσχεδιάσθη δυσβάτους τε καὶ δυσδιαπορεύτους καὶ παντοίων ὑλῶν πλήρεις, τὴν προτέραν συγχέοντας ὄψιν· ὡς μηδὲ τοῖς οἰκήτορσι τὸν τόπον ἐπιτρέπειν εἰδέναι τί τε ἢ ὅπη τῶν προτέρων ἐτύγχανεν ὤν. 14. Ὑπὸ τοῖς αὐτοῖς χρόνοις, τοῦ Σκυθικοῦ πολέμου
20συνισταμένου πρὸς τοὺς ἑῴους Ῥωμαίους, ἥ τε Θρᾳκία γῆ καὶ ὁ Ἑλλήσποντος ἐσείσθη, καὶ Ἰωνία καὶ αἱ καλού‐ μεναι Κυκλάδες νῆσοι, ὡς Κνίδου καὶ τῆς Κρητῶν νήσου τὰ πολλὰ κατενεχθῆναι. Καὶ ὄμβρους δὲ ἐξαισίους ὁ Πρίσκος ἱστορεῖ γενέσθαι ἀνὰ τὴν Κωνσταντινούπολιν
25καὶ τὴν Βιθυνῶν χώραν, ἐπὶ τρεῖς καὶ τέσσαρας ἡμέρας ποταμηδὸν τῶν ὑδάτων ἐξ οὐρανοῦ φερομένων· καὶ ὄρη μὲν εἰς πεδία κατενεχθῆναι, κατακλυσθείσας δὲ κώμας παραπολέσθαι, γενέσθαι δὲ καὶ νήσους ἐν τῇ Βοάνῃ λίμνῃ, οὐ μακρὰν τῆς Νικομηδείας ἀφεστώσης, ἐκ τῶν
30συνενεχθέντων ἐς αὐτὴν παμπόλλων φορυτῶν. Ἀλλὰ
ταῦτα μὲν ὕστερον ἐπράχθη.

66

15. Λέων δὲ γαμβρὸν ἐπὶ θυγατρὶ Ἀριάδνῃ προσ‐ λαμβάνεται Ζήνωνα, Ἀρικμήσιον μὲν ἐκ σπαργάνων καλούμενον, μετὰ δὲ τοῦ γάμου καὶ τὴν προσηγορίαν προσκτησάμενον ἔκ τινος παρὰ τοῖς Ἰσαύροις ἐς μέγα
5κλέος ἐληλυθότος οὕτω προσαγορευομένου. Ὅθεν δὲ προήχθη οὗτος ὁ Ζήνων, τίνος τε χάριν πάντων παρὰ τοῦ Λέοντος προεκρίθη, Εὐσταθίῳ ἐκτέθειται τῷ Σύρῳ. 16. Ἐκ πρεσβείας δὲ τῶν ἑσπερίων Ῥωμαίων, Ἀν‐ θέμιος βασιλεὺς τῆς Ῥώμης ἐκπέμπεται· ᾧ Μαρκιανὸς
10ὁ πρώην βεβασιλευκὼς τὴν οἰκείαν κατενεγγύησε παῖδα. Ἐκπέμπεται δὲ στρατηγὸς κατὰ Γιζερίχου Βασιλίσκος, ὁ τῆς Λέοντος γυναικὸς Βερίνης ἀδελφός, μετὰ στρατευ‐ μάτων ἀριστίνδην συνειλεγμένων. Ἅπερ ἀκριβέστατα Πρίσκῳ τῷ ῥήτορι πεπόνηται· ὅπως τε δόλῳ περιελθὼν
15ὁ Λέων μισθὸν ὥσπερ ἀποδιδοὺς τῆς ἐς αὐτὸν προαγωγῆς ἀναιρεῖ Ἄσπαρα τὴν ἀρχὴν αὐτῷ περιθέντα, παῖδάς τε αὐτοῦ Ἀρταβούριόν τε καὶ Πατρίκιον, ὃν Καίσαρα πε‐ ποίητο πρότερον ἵνα τὴν Ἄσπαρος εὔνοιαν κτήσηται. Μετὰ δὲ τὴν τοῦ Ἀνθεμίου σφαγὴν πέμπτον ἔτος τῆς
20Ῥώμης βασιλεύσαντος, ὑπὸ Ῥεκίμερος βασιλεὺς Ὀλύ‐ βριος ἀναγορεύεται, καὶ μετ’ αὐτὸν βασιλεὺς προχειρί‐ ζεται Γλυκέριος. Ὃν ἐκβαλὼν Νέπως μετὰ πέμπτον ἔτος τῆς ἀρχῆς κρατεῖ, ἐπίσκοπόν τε Ῥωμαίων τὸν Γλυκέριον εἰς Σάλωνα πόλιν τῆς Δαλματίας χειροτονεῖ·
25ἐκβάλλεταί τε ὑπὸ Ὀρέστου, καὶ μετ’ ἐκεῖνον ὁ τούτου παῖς Ῥωμύλλος ὁ ἐπίκλην Αὐγουστοῦλος, ὃς ἔσχατος τῆς
Ῥώμης αὐτοκράτωρ κατέστη, μετὰ τρεῖς καὶ τριακοσίους

67

καὶ χιλίους ἐνιαυτοὺς τῆς Ῥωμύλου βασιλείας. Μεθ’ ὃν Ὀδόακρος τὰ Ῥωμαίων μεταχειρίζεται πράγματα, τῆς μὲν βασιλέως προσηγορίας ἑαυτὸν ἀφελών, ῥῆγα δὲ προσειπών.
5 17. Κατὰ τοῦτον τὸν χρόνον Λέων ὁ βασιλεὺς ἐν Βυζαντίῳ τὴν βασιλείαν ἀποτίθεται, ἑπτὰ καὶ δέκα ταύ‐ την ἔτη ἰθύνας, Λέοντα τῆς ἑαυτοῦ θυγατρὸς Ἀριάδνης καὶ Ζήνωνος υἱὸν ὄντα νήπιον βασιλέα χειροτονήσας. Μεθ’ ὃν Ζήνων ὁ πατὴρ τὸ ἁλουργὲς σχῆμα περιτίθεται,
10Βερίνης τῆς Λέοντος γυναικὸς ὡς γαμβρῷ συνεπιλα‐ βούσης. Τελευτήσαντος δὲ τοῦ παιδὸς μετὰ χρόνον βραχύν, ὁ Ζήνων μόνος διέμεινε κρατῶν τῆς ἡγεμονίας. Ἃ δὲ πρὸς αὐτοῦ ἢ κατ’ αὐτοῦ πέπρακται, καὶ ὅσα ἕτερα συνηνέχθη, τὰ ἑξῆς παραστήσει, τοῦ κρείττονος ἐπινεύ‐
15σαντος. Τέλος τοῦ δευτέρου λόγου. 18. Εἰσὶν ὡς ἐν ἐπιτομῇ τὰ ἐν τῇ συνόδῳ τῇ ἐν Καλχηδόνι συλλεγείσῃ κεκινημένα ἐν τούτοις· Τὸν τόπον Λέοντος ἀρχιερέως τῆς πρεσβυτέρας
20Ῥώμης ἐπλήρουν Πασκασῖνος καὶ Λουκένσιος ἐπίσκοποι, καὶ Βονιφάτιος πρεσβύτερος· Ἀνατολίου τῆς Κωνσταν‐ τίνου προεδρεύοντος, καὶ τῆς Ἀλεξανδρέων Διοσκόρου ἐπισκοποῦντος, Μαξίμου τε αὖ Ἀντιοχείας, καὶ Ἰουβενα‐ λίου Ἱεροσολύμων, καὶ τῶν ἀμφ’ αὐτοὺς ἐπισκόπων· οἷς
25παρῆσαν οἱ τὰ κορυφαῖα τῆς ὑπερφυοῦς γερουσίας ἔχοντες. Πρὸς οὓς οἱ τὸν τόπον πληροῦντες Λέοντος ἔφασκον μὴ δεῖν Διόσκορον συγκάθεδρον σφίσι γενέσθαι· τοῦτο γὰρ αὐτοῖς ἐπιτρέψαι τὸν Λέοντα· ἢ εἰ τοῦτο μὴ γένηται, αὐτοὺς ἔξω τῆς ἐκκλησίας γίνεσθαι. Καὶ πυθομένης τῆς
30γερουσίας τί τὰ ἐπαγόμενα τῷ Διοσκόρῳ εἴη, διεξῆλθον λόγον ὀφείλειν τὸν Διόσκορον δοῦναι τῆς ἰδίας κρίσεως,
πρόσωπον κριτοῦ παρὰ τὸ εἰκὸς ἀνειληφότα τῆς ἐπι‐

68

τροπῆς ἄνευ τοῦ τὴν ἐπισκοπὴν Ῥώμης πρυτανεύοντος. Ὧν εἰρημένων, καὶ Διοσκόρου κρίσει τῆς συγκλήτου ἀνὰ τὸν μέσον καθεσθέντος χῶρον, Εὐσέβιος ὁ τοῦ Δορυλαίου ἐπίσκοπος ἐξῄτει τὰς ἐπιδεδομένας παρ’ αὐτοῦ τῇ βασι‐
5λείᾳ δεήσεις ἀναγνωσθῆναι, φήσας ἐπὶ λέξεως ταῦτα· „Ἠδίκημαι παρὰ Διοσκόρου, ἠδίκηται ἡ πίστις, ἐφο‐ νεύθη Φλαβιανὸς ὁ ἐπίσκοπος, ἅμα ἐμοὶ ἀδίκως καθῃρέθη παρ’ αὐτοῦ· κελεύσατε τὰς δεήσεις μου ἀναγνωσθῆναι.“ Οὗ δὴ διαλαληθέντος γενέσθαι, ἡ δέησις ἀναγνώσεως
10ἔτυχε ταυτὶ φθεγγομένη τὰ ῥήματα· „Παρὰ Εὐσεβίου τοῦ ἐλαχίστου ἐπισκόπου Δορυλαίου, ποιουμένου τὸν λόγον ὑπέρ τε ἑαυτοῦ καὶ τῆς ὀρθοδόξου πίστεως, καὶ ὑπὲρ τοῦ ἐν ἁγίοις Φλαβιανοῦ τοῦ γενομένου ἐπισκόπου Κωνσταντινουπόλεως.
15 Σκοπὸς τῷ ὑμετέρῳ κράτει ἁπάντων μὲν τῶν ὑπη‐ κόων προνοεῖν καὶ χεῖρα ὀρέγειν ἅπασι τοῖς ἀδικουμένοις, μάλιστα δὲ τοῖς εἰς ἱερωσύνην τελοῦσι, καὶ ἐν τούτῳ τὸ θεῖον θεραπεύοντες, παρ’ οὗ τὸ βασιλεύειν ὑμῖν καὶ κρατεῖν τῶν ὑφ’ ἥλιον δεδώρηται. Ἐπεὶ οὖν πολλὰ καὶ
20δεινὰ παρὰ πᾶσαν ἀκολουθίαν ἡ εἰς Χριστὸν πίστις καὶ ἡμεῖς πεπόνθαμεν παρὰ Διοσκόρου τοῦ εὐλαβεστάτου ἐπισκόπου τῆς Ἀλεξανδρέων μεγαλοπόλεως, πρόσιμεν τῇ ὑμετέρᾳ εὐσεβείᾳ τῶν δικαίων ἀξιοῦντες τυχεῖν. Τὰ δὲ τοῦ πράγματος ἐν τούτοις· ἐπὶ τῆς ἔναγχος γενο‐
25μένης συνόδου ἐν τῇ Ἐφεσίων μητροπόλει—ἣν ὄφελόν γε ἦν μὴ γενέσθαι, ἵνα μὴ κακῶν καὶ ταραχῆς τὴν οἰκουμένην ἐμπλήσῃ—ὁ χρηστὸς Διόσκορος παρ’ οὐδὲν θέμενος τὸν τοῦ δικαίου λόγον καὶ τὸν τοῦ θεοῦ φόβον, ὁμόδοξος ὢν καὶ ὁμόφρων Εὐτυχοῦς τοῦ ματαιόφρονος καὶ αἱρετικοῦ,
30λανθάνων δὲ τοὺς πολλούς, ὡς ὕστερον ἑαυτὸν ἐφανέ‐ ρωσεν, εὑρὼν καιρὸν τὴν γεγενημένην παρ’ ἐμοῦ κατὰ Εὐτυχοῦς ὁμοδόξου αὐτοῦ κατηγορίαν καὶ τὴν ἐπ’ αὐτῷ ἐξενεχθεῖσαν ψῆφον παρὰ τοῦ τῆς ὁσίας λήξεως Φλαβι‐
ανοῦ ἐπισκόπου, πλῆθος ἀτάκτων ὄχλων συναγαγὼν καὶ

69

δυναστείαν ἑαυτῷ διὰ χρημάτων πορισάμενος, τὴν εὐσεβῆ θρησκείαν τῶν ὀρθοδόξων τό γε ἧκον εἰς αὐτὸν ἐλυμήνατο, καὶ τὴν κακοδοξίαν Εὐτυχοῦς τοῦ μονάζοντος, ἥτις ἄνωθεν καὶ ἐξ ἀρχῆς παρὰ τῶν ἁγίων πατέρων ἀπεκηρύχθη,
5ἐβεβαίωσεν. Ἐπεὶ οὖν οὐ μικρὰ τὰ τετολμημένα αὐτῷ κατά τε τῆς εἰς Χριστὸν πίστεως καὶ καθ’ ἡμῶν, δεόμεθα καὶ προσπίπτομεν τῷ ὑμετέρῳ κράτει θεσπίσαι τὸν αὐτὸν εὐλαβέστατον ἐπίσκοπον Διόσκορον ἀπολογήσασθαι τοῖς παρ’ ἡμῶν αὐτῷ ἐπαγομένοις· δηλαδὴ τῶν παρ’ αὐτοῦ
10καθ’ ἡμῶν πεπραγμένων ὑπομνημάτων ἀναγινωσκομένων ἐπὶ τῆς ἁγίας συνόδου, δι’ ὧν δυνάμεθα ἀποδεῖξαι αὐτὸν καὶ ἀλλότριον τῆς ὀρθοδόξου πίστεως, καὶ αἵρεσιν ἀσε‐ βείας πεπληρωμένην κρατύναντα, καὶ ἀδίκως ἡμᾶς καθε‐ λόντα καὶ τὰ δεινὰ ἡμᾶς κατειργασμένον· θείων καὶ
15προσκυνουμένων ὑμῶν μανδάτων καταπεμπομένων τῇ ἁγίᾳ καὶ οἰκουμενικῇ συνόδῳ τῶν θεοφιλεστάτων ἐπι‐ σκόπων, ἐφ’ ᾧ τε ἡμῶν καὶ τοῦ προειρημένου Διοσκόρου διακοῦσαι, καὶ ἀνενεγκεῖν εἰς γνῶσιν τῆς ὑμετέρας εὐσε‐ βείας πάντα τὰ πραττόμενα πρὸς τὸ παριστάμενον τῇ
20ἀθανάτῳ ὑμῶν κορυφῇ. Καὶ τούτου τυχόντες ἀδιαλεί‐ πτους εὐχὰς ἀναπέμψομεν ὑπὲρ τοῦ αἰωνίου ὑμῶν κρά‐ τους, θειότατοι βασιλεῖς.“ Ἐκ κοινῆς τοίνυν δεήσεως Διοσκόρου τε καὶ Εὐσεβίου, τὰ ἐν τῇ δευτέρᾳ ἐν Ἐφέσῳ συνόδῳ πεπραγμένα διὰ τῆς
25ἀναγνώσεως ἐδηλοῦντο· δι’ ὧν ἐδείκνυτο τὴν ἐπιστολὴν Λέοντος μὴ ἀναγνωσθῆναι, καὶ ταῦτα διαλαλιᾶς ἐνε‐ χθείσης ἅπαξ καὶ δὶς περὶ τούτου. Ἐφ’ οἷς Διόσκορος τὴν αἰτίαν ἀπαιτηθεὶς εἰπεῖν, διεξῆλθεν ἅπαξ καὶ δὶς τοῦτο διαλαλῆσαι γενέσθαι, ᾔτησέ τε καὶ Ἰουβενάλιον
30τὸν Ἱεροσολύμων ἐπίσκοπον καὶ Θαλάσσιον τῆς πρώτης Καππαδοκῶν Καισαρείας τὰ περὶ τούτων διασαφῆσαι· σὺν αὐτῷ γὰρ καὶ τούτους τὴν αὐθεντίαν λαβεῖν. Ἰου‐ βενάλιος μὲν οὖν ἔφησεν ὡς θείου γράμματος ἡγησαμένου
διελάλησεν ἐκεῖνο τῇ ἀναγνώσει καθυποβληθῆναι, ὕστερον

70

δὲ μηδένα τῆς ἐπιστολῆς μνημονεῦσαι· Θαλάσσιος δέ, μὴ κωλῦσαι ταύτην ἀναγνωσθῆναι, μηδὲ τοσαύτην ἐσχηκέναι παρρησίαν ὥστε καὶ μόνον οἷόν τε γενέσθαι τυπῶσαι τὴν ἀνάγνωσιν προελθεῖν.
5 Τῆς τοίνυν τῶν πεπραγμένων ἀναγνώσεως προϊούσης, καί τινων ῥήσεων ὡς πλαστῶν ἐπιλαβομένων ἐνίων τῶν ἐπισκόπων, ἐρωτηθεὶς Στέφανος ὁ τῆς Ἐφεσίων πρόεδρος τίνες τῶν ὑπογραφόντων αὐτῷ τηνικαῦτα συνεξελάμ‐ βανον, διεξῆλθεν Ἰουλιανὸν ὑπογράψαι αὐτῷ ἐπίσκοπον
10ὕστερον γενόμενον Λεβήδου καὶ Κρισπῖνον· τοὺς δέ γε ὑπογράφοντας Διοσκόρῳ τοῦτο μὴ συγχωρῆσαι γενέσθαι, ἀλλὰ καὶ τοὺς δακτύλους ἐπιλαβέσθαι τῶν ὑπογραφόντων, ὡς καὶ τὰ αἴσχιστα αὐτοὺς κινδυνεῦσαι παθεῖν. Ὁ αὐτὸς τοίνυν Στέφανος κατέθετο ἐν μιᾷ καὶ τῇ αὐτῇ ἡμέρᾳ τῇ
15καθαιρέσει τοῦ Φλαβιανοῦ ὑποσημήνασθαι. Τούτοις ἐπῆγεν Ἀκάκιος Ἀριαραθείας ἐπίσκοπος ἀγράφῳ χάρτῃ πάντας ὑπογράψαι πρὸς βίας τε καὶ ἀνάγκης, μυρίοις κακοῖς περιβληθέντας, στρατιωτῶν αὐτοὺς μετὰ φονικῶν ὀργάνων περιστοιχισάντων.
20 Εἶτα πάλιν ἑτέρας φάσεως ἀνεγνωσμένης, Θεόδωρος ἐπίσκοπος Κλαυδιουπόλεως ἔφη μηδένα ταῦτα φθέγ‐ ξασθαι. Προκοπτούσης δὲ καὶ οὕτως τῆς ἀναγνώσεως, ἐπειδή τι χωρίον περιεῖχεν Εὐτυχῆ διεξελθεῖν· „Καὶ τοὺς λέγοντας τὴν σάρκα τοῦ θεοῦ καὶ κυρίου καὶ σωτῆρος
25ἡμῶν Ἰησοῦ Χριστοῦ ἐξ οὐρανῶν κατεληλυθέναι,“ Εὐσέ‐ βιον ἔλεγε τὰ γράμματα πρὸς ταῦτα διεξελθεῖν ὡς εἰρήκει μὲν τὸ ἐξ οὐρανῶν, οὐ προστέθεικε δὲ πόθεν· ἐπεῖξαι δὲ Διογένην ἐπίσκοπον Κυζίκου· „Πόθεν οὖν; εἰπέ,“ καὶ μὴ συγχωρηθῆναι αὐτοὺς περαιτέρω τούτων ἐπιζητῆσαι. Εἶτα
30δηλοῦσι τὰ αὐτὰ πεπραγμένα Βασίλειον μὲν ἐπίσκοπον
Σελευκείας Ἰσαυρίας εἰπεῖν· „Προσκυνῶ τὸν ἕνα κύριον

71

ἡμῶν Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ τὸν μόνον θεὸν Λόγον μετὰ τὴν σάρκωσιν καὶ τὴν ἕνωσιν ἐν δύο φύσεσι γνωριζόμενον,“ καὶ πρὸς ταῦτα τοὺς Αἰγυπτίους ἀναβοῆ‐ σαι· „Τὸν ἀμέριστον μηδεὶς χωριζέτω, τὸν ἕνα υἱὸν οὐ δεῖ
5λέγειν δύο,“ τοὺς δὲ Ἀνατολικοὺς κραυγάσαι· „Ἀνάθεμα τῷ μερίζοντι, ἀνάθεμα τῷ διαιροῦντι.“ Ἐρωτηθῆναι δὲ τὸν Εὐτυχῆ τὰ αὐτὰ πεπραγμένα λέγει εἴ φησι δύο φύσεις ἐν τῷ Χριστῷ, εἰπεῖν τε ἐκεῖνον ἐκ δύο μὲν φύσεων εἰδέναι τὸν Χριστὸν πρὸ τῆς ἑνώσεως, μετὰ δὲ τὴν ἕνωσιν, μίαν·
10εἰπεῖν τε Βασίλειον ὡς εἰ μὴ μετὰ τὴν ἕνωσιν ἀχωρίστους καὶ ἀσυγχύτους λέγει δύο φύσεις, σύγχυσιν λέγει καὶ σύγκρασιν· εἰ μέντοι προσθήσει „σεσαρκωμένην καὶ ἐν‐ ανθρωπήσασαν,“ καὶ νοήσει παραπλησίως Κυρίλλῳ τὴν σάρκωσιν καὶ τὴν ἐνανθρώπησιν, τὰ αὐτὰ λέγειν αὐτοῖς·
15ἄλλο μὲν γάρ τι εἶναι τὴν θεότητα τὴν ἐκ τοῦ πατρός, ἄλλο δέ τι τὴν ἀνθρωπότητα τὴν ἐκ τῆς μητρός. Ὧν ἐρωτηθέντων ὅτου οὖν χάριν τῇ καθαιρέσει τῇ κατὰ Φλαβιανοῦ ὑπέγραψαν, τοὺς Ἀνατολικοὺς δηλοῦσι τὰ γράμματα βοῆσαι· „Πάντες ἡμάρτομεν, πάντες συγ‐
20γνώμην αἰτοῦμεν.“ Εἶτα πάλιν ἡ ἀνάγνωσις προκόπτουσα δηλοῖ τοὺς ἐπισκόπους ἐρωτηθῆναι τίνος χάριν τὸν Εὐ‐ σέβιον εἰσελθεῖν βουληθέντα οὐκ εἴασαν. Πρὸς ἃ Διόσκορος ἔφη κομμονιτώριον τὸν Ἐλπίδιον ἐπιφέρεσθαι, κἀκεῖνον διαβεβαιώσασθαι Θεοδόσιον κελεῦσαι τὸν βασι‐
25λέα τὸν Εὐσέβιον παρόδου μὴ τυχεῖν. Τὰ αὐτὰ καὶ Ἰουβενάλιον εἰπεῖν δηλοῦσι τὰ πεπραγμένα. Ὁ μέντοι γε Θαλάσσιος ἔφη τὴν αὐθεντίαν μὴ ἔχειν. Ἅπερ πρὸς τῶν ἀρχόντων καταγνώσεως ἔτυχε· μηδὲ γὰρ ἀπολογίαν εἶναι ταύτην πίστεως προκειμένης. Ἐφ’ οἷς τὸν Διόσκο‐
30ρον μέμψασθαι δηλοῦσι τὰ κεκινημένα διεξελθόντα· „Νῦν
ποῖοι κανόνες σώζονται, ὅτι ἐσῆλθε Θεοδώρητος;“ τήν τε

72

σύγκλητον ἀποφήνασθαι ὡς κατήγορον Θεοδώρητον εἰσ‐ ελθεῖν. Ἐπισημήνασθαί τε Διόσκορον ὡς ἐν τάξει ἐπισκόπου καθέζεται· καὶ τὴν σύγκλητον πάλιν εἰπεῖν ὡς καὶ Εὐσέβιος καὶ Θεοδώρητος κατηγόρων τάξιν ἐπέ‐
5χουσιν, ὥσπερ οὖν καὶ Διόσκορος κατηγορουμένου τάξιν ἐκληρώσατο. Πάντων τοίνυν τῶν κατὰ τὴν δευτέραν σύνοδον τῶν ἐν Ἐφέσῳ ἀνεγνωσμένων, καὶ τῆς ἀποφάσεως αὐτῆς κατὰ Φλαβιανοῦ καὶ Εὐσεβίου ὡσαύτως ἀναγινωσκομένης,
10πρὸς τῇ ῥήσει „ἔνθα γε Ἱλάριος ἐπίσκοπος εἶπεν,“ οἱ τῆς ἀνατολῆς ἐπίσκοποι καὶ οἱ σὺν αὐτοῖς ἐβόησαν· „Ἀνάθεμα Διοσκόρῳ. Ταύτῃ τῇ ὥρᾳ καθεῖλε, ταύτῃ τῇ ὥρᾳ καθαιρεθῇ. Ἅγιε Κύριε, σὺ αὐτὸν ἐκδίκησον. Ὀρ‐ θόδοξε βασιλεῦ, σὺ αὐτὸν ἐκδίκησον. Λέοντος πολλὰ τὰ
15ἔτη. Τοῦ πατριάρχου πολλὰ τὰ ἔτη.“ Εἶτα καὶ τῶν ἑξῆς ἀνεγνωσμένων, τῶν δηλούντων πάντας τοὺς συνει‐ λεγμένους ἐπισκόπους συναινέσαι τῇ καθαιρέσει Φλαβια‐ νοῦ καὶ Εὐσεβίου, οἱ ἐνδοξότατοι ἄρχοντες διελάλησαν ἐπὶ λέξεως οὕτως·
20 „Περὶ μὲν τῆς ὀρθοδόξου καὶ καθολικῆς πίστεως τελειότερον συνόδου γενομένης τῇ ὑστεραίᾳ ἀκριβεστέραν ἐξέτασιν δεῖν γενέσθαι συνορῶμεν. Ἐπειδὴ δὲ Φλαβιανὸς ὁ τῆς εὐσεβοῦς μνήμης καὶ Εὐσέβιος ὁ εὐλαβέστατος ἐπίσκοπος, ἐκ τῆς τῶν πεπραγμένων καὶ διαγνωσθέντων
25ἐρεύνης καὶ αὐτῆς τῆς φωνῆς τῶν γενομένων ἐξάρχων τῆς τότε συνόδου ὁμολογησάντων ἐσφάλθαι καὶ μάτην αὐτοὺς καθῃρηκέναι, οὐδὲν περὶ τὴν πίστιν σφαλέντες δείκνυνται, ἀδίκως δὲ καθαιρεθέντες, φαίνεται ἡμῖν κατὰ τὸ τῷ θεῷ ἀρέσκον δίκαιον εἶναι, εἰ παρασταίη τῷ θειοτάτῳ καὶ
30εὐσεβεστάτῳ ἡμῶν δεσπότῃ, τῷ αὐτῷ ἐπιτιμίῳ Διόσκορον τὸν εὐλαβέστατον ἐπίσκοπον Ἀλεξανδρείας, καὶ Ἰου‐
βενάλιον τὸν εὐλαβέστατον ἐπίσκοπον Ἱεροσολύμων,

73

καὶ Θαλάσσιον τὸν εὐλαβέστατον ἐπίσκοπον Καισαρείας, καὶ Εὐσέβιον τὸν εὐλαβέστατον ἐπίσκοπον Ἀρμενίας, καὶ Εὐστάθιον τὸν εὐλαβέστατον ἐπίσκοπον Βηρυτοῦ, καὶ Βασίλειον τὸν εὐλαβέστατον ἐπίσκοπον Σελευκείας τῆς
5Ἰσαυρίας, τοὺς ἐξουσίαν ἐσχηκότας καὶ ἐξάρχοντας τῆς τότε συνόδου, ἐκπεσεῖν διὰ τῆς ἱερᾶς ταύτης συνόδου κατὰ τοὺς κανόνας τοῦ ἐπισκοπικοῦ ἀξιώματος, πάντων τῶν παρακολουθησάντων τῆ θείᾳ κορυφῇ γνωριζομένων.“ Ἐφ’ οἷς ἐπεβόησαν οἱ Ἀνατολικοί· „Αὕτη δικαία
10κρίσις.“ Οἱ δὲ τῶν Ἰλλυριῶν ἐπίσκοποι ἐπεκραύγασαν· „Πάντες ἐσφάλημεν, πάντες συγγνώμης ἀξιωθῶμεν.“ Καὶ πάλιν τῶν Ἀνατολικῶν ἐπιβοησάντων· „Αὕτη δικαία ψῆφος· τὸν φονέα ὁ Χριστὸς καθεῖλε, τοὺς μάρτυρας ὁ θεὸς ἐξεδίκησεν,“ οἱ συγκλητικοὶ διελάλησαν ὥστε ἕκαστον
15τῶν ἐπισκόπων τῶν συνειλεγμένων ἰδιαζόντως τὴν οἰκείαν ἐκθέσθαι πίστιν, γινώσκοντα ὡς ὁ θειότατος βασιλεὺς κατὰ τὴν ἔκθεσιν τῶν ἐν Νικαίᾳ πατέρων τριακοσίων δέκα ὀκτὼ καὶ τῶν ἑκατὸν πεντήκοντα, καὶ τὰς ἐπιστολὰς τῶν ἁγίων πατέρων, Γρηγορίου, Βασιλείου, Ἱλαρίου,
20Ἀθανασίου, Ἀμβροσίου, καὶ τὰς δύο τὰς Κυρίλλου, τὰς ἐπὶ τῇ πρώτῃ συνόδῳ τῇ ἐν Ἐφέσῳ δημοσιευθείσας πιστεύει· καὶ γὰρ καὶ τὸν εὐλαβέστατον ἐπίσκοπον τῆς πρεσβυτέρας Ῥώμης Λέοντα Εὐτυχῆ ἐπὶ τούτοις καθ‐ ελεῖν.
25 Οὕτω τοίνυν καὶ ταύτης τῆς συνελεύσεως καταπαυ‐ θείσης, εἰς ἑτέραν συνελθόντων μόνων τῶν ὁσιωτάτων ἐπισκόπων, λιβέλλους ἐπέδωκεν Εὐσέβιος ὁ τοῦ Δορυ‐ λαίου ἐπίσκοπος ὑπὲρ ἑαυτοῦ τε καὶ Φλαβιανοῦ, δι’ οὖ ἐπεμέμψατο Διοσκόρῳ ὡς τὰ αὐτὰ Εὐτυχεῖ φρονήσαντι,
30καὶ ὅτι γε αὐτοὺς τῆς ἱερωσύνης ἀφείλετο. Προστέθεικε δὲ ὅτι καὶ φωνὰς μὴ εἰρημένας τῇ τὸ τηνικαῦτα ἁλισθείσῃ
συνόδῳ προστέθεικεν ἐν τοῖς ὑπομνήμασι, καὶ εἰς ἀγρά‐

74

φους χάρτας παρεσκεύασεν αὐτοὺς ὑποσημήνασθαι. Καὶ ἐδεήθη ὡς ἐκ ψήφου τῶν συνειλεγμένων ἀκυρωθῆναι πάντα τὰ ἐν τῇ δευτέρᾳ συνόδῳ τῇ ἐν Ἐφέσῳ πεπραγ‐ μένα, καὶ ἔχειν αὐτοὺς τὴν ἱερωσύνην, καὶ ἀναθεματισθῆ‐
5ναι τὸ μιαρὸν ἐκείνου δόγμα. Καὶ ἠξίωσε μετὰ τὴν ἀνάγνωσιν καὶ τὸν ἀντίδικον παρεῖναι. Οὗ δὴ δια‐ λαληθέντος γενέσθαι, εἴρηκεν Ἀέτιος ἀρχιδιάκονος καὶ πριμικήριος νοταρίων ὡς διέβη πρὸς Διόσκορον, ὥσπερ οὖν καὶ πρὸς τοὺς ἄλλους, καὶ εἶπε μὴ συγχωρεῖσθαι ὑπὸ
10τῶν φυλαττόντων αὐτὸν παραγενέσθαι. Καὶ διελαλήθη ζητηθῆναι τὸν Διόσκορον πρὸ τοῦ συνεδρίου. Καὶ μὴ εὑρεθέντος αὐτοῦ, Ἀνατόλιος ἐπίσκοπος Κωνσταντινου‐ πόλεως διελάλησεν ὀφείλειν αὐτὸν μετακληθῆναι καὶ ἐν τῇ συνόδῳ παραγενέσθαι. Καὶ τούτου γενομένου, παρα‐
15γενόμενοι οἱ ἀποσταλέντες εἰρήκασιν εἰπεῖν αὐτόν· „Φυλάττομαι ἐγώ· εἰ δὲ συγχωροῦσί μοι κατελθεῖν, εἰ‐ πάτωσαν.“ Καὶ εἰπόντων αὐτῷ τῶν ἐσταλμένων ὡς πρὸς αὐτόν, οὐ πρὸς τοὺς μαγιστριανοὺς ἀπεστάλησαν, διεξ‐ ῆλθον εἰπεῖν αὐτόν· „Ἕτοιμός εἰμι παραγενέσθαι εἰς τὴν
20ἁγίαν καὶ οἰκουμενικὴν σύνοδον, ἀλλὰ κωλύομαι.“ Οἷς προστέθεικεν Ἱμέριος ὡς, κατελθόντων αὐτῶν παρὰ Διο‐ σκόρου, ὑπήντησεν ὁ βοηθὸς τοῦ μαγίστρου τῶν θείων ὀφφικίων, καὶ μετ’ αὐτοῦ πάλιν γεγόνασιν πρὸς Διόσκορον οἱ ἐπίσκοποι, καὶ περὶ τούτων ἐν σημείοις τινὰ ἔχειν.
25Ἅπερ ἀναγνωσθέντα ἐδήλωσεν ἐπὶ λέξεως τὸν Διόσκορον εἰπεῖν ταῦτα· „Συναγαγὼν ἐμαυτὸν καὶ γνοὺς τὸ συμφέρον τάδε ἀποκρίνομαι· ἐπειδὴ ἐν τῇ πρὸ ταύτης συνόδῳ καθε‐ ζόμενοι οἱ μεγαλοπρεπέστατοι ἄρχοντες ὥρισαν πολλὰ
30μετὰ πολλὴν ἑκάστου διαλαλιάν, νῦν δὲ εἰς δευτέραν καλοῦμαι σύνοδον εἰς τὴν τῶν προειρημένων ἀνασκευήν,
παρακαλῶ τοὺς πρώην ἐν τῇ συνόδῳ παραγενομένους

75

μεγαλοπρεπεστάτους ἄρχοντας καὶ τὴν ἱερὰν σύγκλητον καὶ νῦν παρεῖναι, ἵνα πάλιν τὰ αὐτὰ γυμνασθῇ.“ Πρὸς ὃν Ἀκάκιον δηλοῖ τὰ πεπραγμένα διεξελθεῖν ἐπὶ λέξεως ταῦτα· „Οὐχ οὕτως ἐκέλευσεν ἡ ἁγία καὶ
5μεγάλη σύνοδος τὴν ὑμετέραν ἁγιότητα παρεῖναι ὥστε ἀνασκευασθῆναι τὰ ἐπὶ τῶν μεγαλοπρεπεστάτων ἀρ‐ χόντων καὶ ἐπὶ τῆς ἱερᾶς συγκλήτου πραχθέντα, ἀλλ’ ἡμᾶς ἀπέστειλεν ὥστε καταλαβεῖν σε τὸ συνέδριον καὶ μὴ ἀπολειφθῆναι αὐτοῦ τὴν σὴν ὁσιότητα.“ Πρὸς ὃν Διό‐
10σκορος εἴρηκεν, ὡς τὰ ὑπομνήματα λέγουσιν· „Εἰρήκατέ μοι νῦν ὅτι λιβέλλους ἐπιδέδωκεν Εὐσέβιος. Παρακαλῶ πάλιν παρόντων τῶν ἀρχόντων καὶ τῆς συγκλήτου δοκι‐ μασθῆναι τὰ κατ’ ἐμέ.“ Εἶτα ἑτέρων τοιούτων ἐγκειμένων, αὖθις ἀπεστάλησαν
15οἱ ὀφείλοντες τὸν αὐτὸν προτρέψασθαι Διόσκορον τοῖς πραττομένοις παρεῖναι. Καὶ τούτου γενομένου, ἐπανα‐ ζεύξαντες οἱ πεμφθέντες εἰρήκασιν ἔχειν ἐν σημείοις τὴν αὐτοῦ φωνήν, ἃ δηλοῦσιν αὐτὸν εἰπεῖν· „Ἤδη φθάσας δεδήλωκα τῇ ὑμετέρᾳ θεοσεβείᾳ ὡς ὅτι
20καὶ ἀρρωστίᾳ συνέχομαι, καὶ ἐξαιτῶ ὥστε καὶ τοὺς μεγα‐ λοπρεπεστάτους ἄρχοντας καὶ τὴν ἱερὰν σύγκλητον καὶ νῦν παρεῖναι τῇ τῶν ἐξετασθησομένων κρίσει. Ἐπειδὴ δέ μοι τὰ τῆς ἀρρωστίας ἐπετάθη, τούτου χάριν τὴν ὑπέρθεσιν πεποίημαι.“ Καὶ Κεκρόπιον εἰπεῖν τὰ ὑπο‐
25μνήματα δηλοῖ πρὸς τὸν Διόσκορον πρώην μηδὲν περὶ ἀρρωστίας εἰπεῖν· ὀφείλειν οὖν αὐτὸν τοῖς κανόσι τὸ ἱκανὸν ποιῆσαι. Πρὸς ὃν ὁ Διόσκορος ἀπεφήνατο· „Ἅπαξ εἶπον ὀφείλειν παρεῖναι τοὺς ἄρχοντας.“ Εἶτα τὸν Ῥουφῖνον εἰπεῖν πρὸς αὐτὸν ἐπίσκοπον
30Σαμοσάτων κανονικὰ τὰ κινούμενα καθεστάναι, καὶ δύ‐
νασθαι αὐτὸν παραγενόμενον ἃ βούλεται διεξελθεῖν.

76

Πυθομένου δὲ τοῦ Διοσκόρου εἰ Ἰουβενάλιος καὶ Θαλάσ‐ σιος παρεγένοντο καὶ Εὐστάθιος, ἀπεκρίνατο ὡς οὐδὲν πρὸς ἔπος. Πρὸς ἃ Διόσκορον εἰπεῖν τὰ πεπραγμένα δηλοῦσι παρακαλέσαι τὸν φιλόχριστον βασιλέα ὥστε καὶ
5τοὺς ἄρχοντας παρεῖναι καὶ τοὺς σὺν αὐτῷ δεδικακότας· καὶ πρὸς ταῦτα τοὺς πεμφθέντας εἰπεῖν μόνου κατη‐ γορεῖν αὐτοῦ τὸν Εὐσέβιον, καὶ ὀφείλειν πάντως παρα‐ γενέσθαι· καὶ πρὸς ταῦτα τὸν Διόσκορον εἰπεῖν ὀφείλειν καὶ τοὺς ἄλλους παρεῖναι τοὺς σὺν αὐτῷ δεδικακότας·
10μηδὲ γὰρ ἰδικὸν ἔχειν πρᾶγμα πρὸς αὐτὸν τὸν Εὐσέβιον, ἀλλ’ ἢ ἄρα περὶ ὧν πάντες δεδικάκασιν. Καὶ πάλιν ἐπιμεινάντων τῶν πεμφθέντων περὶ τούτου, ἀπέφησεν ὁ Διόσκορος εἰπών· „Ἅπαξ εἶπον ἃ εἶπον· καὶ περαιτέρω τούτων εἰπεῖν οὐκ ἔχω.“
15 Πρὸς ἃ Εὐσέβιος ὁ τοῦ Δορυλαίου διεξῆλθε πρὸς μόνον Διόσκορον ἔχειν, καὶ πρὸς μηδένα ἕτερον· καὶ ἠξίωσε τρίτῃ κλήσει κληθῆναι Διόσκορον. Καὶ ὑπο‐ λαβὼν Ἀέτιος ἐδίδασκε πρώην τινὰς λέγοντας ἑαυτοὺς κληρικοὺς μετὰ καὶ ἑτέρων λαϊκῶν τῆς Ἀλεξανδρέων
20ὁρμωμένους ἐπιδοῦναι λιβέλλους κατὰ Διοσκόρου, καὶ τούτους πρὸ τοῦ συνεδρίου ἑστῶτας ἐκβοήσεσι κεχρῆσθαι. Καὶ πρῶτον μὲν ἐπιδεδωκότος Θεοδώρου διακόνου γενο‐ μένου τῆς ἐν Ἀλεξανδρείᾳ ἁγίας ἐκκλησίας, εἶτα δὲ καὶ Ἰσχυρίωνος ὡσαύτως διακόνου καὶ Ἀθανασίου πρεσ‐
25βυτέρου καὶ ἀδελφιδοῦ Κυρίλλου καὶ πρός γε Σωφρονίου, δι’ ὧν περί τε βλασφημιῶν ἐνεκάλεσαν Διοσκόρῳ περί τε σωματικῶν καὶ βιαίας ἀφαιρέσεως χρημάτων, τρίτη κλῆσις γέγονε προτρέπουσα τὸν Διόσκορον παραγενέσθαι. Τοιγαροῦν ἐπαναζεύξαντες οἱ ἐπὶ τούτῳ ἀφωρισμένοι
30εἰρήκασιν εἰπεῖν τὸν Διόσκορον· „Αὐτάρκως ἐδίδαξα τὴν
ὑμετέραν θεοσέβειαν, οἷς προσθεῖναί τι οὐ δύναμαι.

77

Ἀρκοῦμαι γὰρ ἐν τούτοις.“ Καὶ προτρεψάντων τῶν ἐπὶ τούτῳ σταλέντων πάλιν τὸν αὐτὸν Διόσκορον ἐλθεῖν, ἀπεφήνατο εἰρηκώς· „Ἃ εἶπον, εἶπον· οἷς προσθεῖναί τι οὐ δύναμαι. Ἀρκοῦμαι γὰρ ἐν τούτοις.“ Καὶ προτρε‐
5ψάντων τῶν ἐν τούτῳ σταλέντων πάλιν τὸν αὐτὸν Διό‐ σκορον ἐλθεῖν, ἀπεφήνατο εἰρηκὼς τὰ αὐτά. Καὶ αὖθις δὲ τὰ αὐτὰ εἰρηκότος τοῦ αὐτοῦ Διοσκόρου, ἐπιμεινάντων τῇ προτροπῇ τῶν ἐπὶ τούτῳ σταλέντων, Πασκασῖνος ἐπίσκοπος εἶπεν ὡς ἤδη τρίτον κληθεὶς Διόσκορος οὐ
10παρεγένετο ὑπὸ συνειδήσεως βαλλόμενος, καὶ ἐπυνθάνετο τίνος ἄξιος εἴη. Πρὸς ὃ τῶν ἐπισκόπων ἀποκριναμένων ὑποπεπτωκέναι αὐτὸν τοῖς κανόσι, Προτερίου δὲ ἐπι‐ σκόπου Σμύρνης εἰπόντος· „Ὅτε ἐφονεύετο ὁ ἅγιος Φλαβιανός, οὐδὲν ἀκόλουθον ἐπράχθη ἐπ’ αὐτῷ,“ οἱ τὸν
15τόπον ἐπέχοντες Λέοντος ἐπισκόπου τῆς πρεσβυτέρας Ῥώμης ἀπεφήναντο ἐπὶ λέξεως ταῦτα· „Δῆλα γεγένηται τὰ τετολμημένα Διοσκόρῳ τῷ γενο‐ μένῳ τῆς Ἀλεξανδρέων μεγαλοπόλεως ἐπισκόπῳ κατὰ τῆς τῶν κανόνων τάξεως καὶ τῆς ἐκκλησιαστικῆς κατα‐
20στάσεως, ἐκ τῶν ἤδη ἐξετασθέντων ἐν τῷ πρώτῳ συνεδρίῳ καὶ ἀπὸ τῶν σήμερον πεπραγμένων. Οὗτος γάρ, ἵνα τὰ πολλὰ παραλείπωμεν, Εὐτυχῆ τὸν ὁμόδοξον αὐτῷ καθ‐ αιρεθέντα κανονικῶς παρὰ τοῦ ἰδίου ἐπισκόπου, τοῦ ἐν ἁγίοις φαμὲν πατρὸς ἡμῶν καὶ ἀρχιεπισκόπου Φλαβιανοῦ,
25αὐθεντήσας ἀκανονίστως εἰς κοινωνίαν ἀνεδέξατο, πρὶν ἢ συνεδρεῦσαι ἐν τῇ Ἐφεσίων μετὰ τῶν θεοφιλῶν ἐπισκό‐ πων. Ἀλλ’ ἐκείνοις μὲν ὁ ἀποστολικὸς θρόνος συγγνώμην ἀπένειμεν ἐπὶ τοῖς ἐκεῖσε μὴ κατὰ γνώμην ὑπ’ αὐτῶν
πεπραγμένοις· οἳ καὶ διετέλεσαν μέχρι τοῦ παρόντος

78

ἑπόμενοι τῷ ἁγιωτάτῳ ἀρχιεπισκόπῳ Λέοντι καὶ πάσῃ τῇ ἁγίᾳ καὶ οἰκουμενικῇ συνόδῳ· οὗ δὴ χάριν καὶ ἐν τῇ ἑαυτοῦ κοινωνίᾳ αὐτοὺς ὁμοπίστους ἐδέξατο. Οὗτος δὲ καὶ μέχρι τοῦ παρόντος διέμεινε σεμνυνόμενος ἐν ἐκείνοις
5ἐφ’ οἷς ἔδει στένειν, καὶ εἰς γῆν κεκυφέναι ὀφείλει. Πρὸς τούτοις δὲ οὐδὲ τὴν ἐπιστολὴν ἀναγνωσθῆναι συνεχώρησε τοῦ μακαριωτάτου πάπα Λέοντος, τὴν γραφεῖσαν παρ’ αὐτοῦ πρὸς τὸν ἐν ἁγίοις τὴν μνήμην Φλαβιανόν, καὶ ταῦτα πολλάκις παρακληθεὶς ἀναγνῶναι ταύτην ὑπὸ τῶν
10κεκομικότων, καὶ μεθ’ ὅρκων ποιήσασθαι τὴν ἀνάγνωσιν ὑποσχόμενος. Ἧς μὴ ἀναγνωσθείσης, σκανδάλων καὶ βλάβης αἱ ἀνὰ τὴν οἰκουμένην ἁγιώταται ἐπληρώθησαν ἐκκλησίαι. Ἀλλ’ ὅμως τοιούτων παρ’ αὐτοῦ τολμη‐ θέντων, ἐσκοποῦμεν περὶ τῆς προτέρας ἀνοσίας αὐτοῦ
15πράξεως φιλανθρωπίας τινὸς αὐτὸν ἀξιῶσαι ὡς καὶ τοὺς λοιποὺς θεοφιλεστάτους ἐπισκόπους, καίτοι μηδὲ τὴν αὐθεντίαν παραπλησίως αὐτῷ τῆς κρίσεως ἐσχηκότας. Ἐπειδὴ δὲ τοῖς δευτέροις τὴν προτέραν παρανομίαν ὑπερ‐ ηκόντισεν, ἐτόλμησε δὲ καὶ ἀκοινωνησίαν ὑπαγορεῦσαι
20κατὰ τοῦ ἁγιωτάτου καὶ ὁσιωτάτου ἀρχιεπισκόπου τῆς μεγάλης Ῥώμης Λέοντος, πρὸς δὲ τούτοις καὶ λιβέλλων παρανομιῶν μεστῶν κατ’ αὐτοῦ προσενεχθέντων τῇ ἁγίᾳ καὶ μεγάλῃ συνόδῳ, καὶ ἅπαξ καὶ δὶς καὶ τρὶς διὰ θεο‐ φιλῶν ἐπισκόπων κανονικῶς κληθεὶς οὐχ ὑπήκουσεν, ὑπὸ
25τοῦ ἰδίου συνειδότος δηλονότι κεντούμενος, καὶ τοὺς παρὰ συνόδων διαφόρων ἐνθέσμως καθαιρεθέντας παρανόμως ἐδέξατο, αὐτὸς καθ’ ἑαυτοῦ τὴν ψῆφον ἐξήνεγκε διαφόρως τοὺς ἐκκλησιαστικοὺς πατήσας θεσμούς. Ὅθεν ὁ ἁγιώ‐ τατος καὶ μακαριώτατος ἀρχιεπίσκοπος τῆς μεγάλης καὶ
30πρεσβυτέρας Ῥώμης Λέων δι’ ἡμῶν καὶ τῆς παρούσης συνόδου, μετὰ τοῦ τρισμακαρίου καὶ πανευφήμου Πέτρου τοῦ ἀποστόλου, ὅς ἐστι πέτρα καὶ κρηπὶς τῆς καθολικῆς
ἐκκλησίας καὶ τῆς ὀρθοδόξου πίστεως θεμέλιος τυγχάνει,

79

ἐγύμνωσεν αὐτὸν τοῦ τε ἐπισκοπικοῦ ἀξιώματος καὶ πάσης ἱερατικῆς ἠλλοτρίωσεν ἐνεργείας. Τοιγαροῦν ἡ ἁγία αὕτη καὶ μεγάλη σύνοδος τὰ δόξαντα τοῖς κανόσιν ἐπὶ τῷ μνημονευθέντι Διοσκόρῳ ψηφίσηται.“
5 Ὧν δὴ κυρωθέντων παρὰ Ἀνατολίου Μαξίμου τε αὖ καὶ τῶν λοιπῶν ἐπισκόπων, ἄνευ ἐκείνων τῶν ἅμα Διο‐ σκόρῳ παρὰ τῆς συγκλήτου καθαιρεθέντων, ἀναφορὰ περὶ τούτων πρὸς Μαρκιανὸν ἐγράφετο παρὰ τῆς συνόδου, καὶ ἡ καθαίρεσις ἐπέμπετο Διοσκόρῳ παρὰ τῆς αὐτῆς
10συνόδου, ἔχουσα ὧδε· „Γίνωσκε σαυτὸν διὰ τὴν κατὰ τῶν θείων κανόνων ὑπεροψίαν καὶ διὰ τὴν ἀπείθειάν σου τὴν περὶ τὴν ἁγίαν ταύτην καὶ οἰκουμενικὴν σύνοδον, ὑπὲρ ὧν, πρὸς τοῖς ἄλλοις πλημμελήμασιν οἷς ἑάλως, καὶ τρίτον κληθεὶς
15παρὰ τῆς ἁγίας ταύτης καὶ μεγάλης συνόδου κατὰ τοὺς θείους κανόνας ἐπὶ τὸ ἀποκρίνασθαι τοῖς ἐπαγομένοις οὐκ ἀπήντησας, μηνὶ Ὀκτωβρίῳ τῷ ἐνεστῶτι τρισκαιδεκάτῃ, παρὰ τῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου καθῃρῆσθαι τῆς ἐπισκοπῆς, καὶ παντὸς ἐκκλησιαστικοῦ θεσμοῦ ὑπάρχειν
20ἀλλότριον.“ Εἶτα τῶν περὶ τούτων γραφέντων καὶ πρὸς τοὺς θεοφιλεῖς ἐπισκόπους τῆς ἐν Ἀλεξανδρείᾳ ἁγιωτάτης ἐκκλησίας, καὶ προθέματος κατὰ τοῦ Διοσκόρου γενο‐ μένου, τὰ τῆς τοιαύτης συνελεύσεως πέρας ἐδέχετο.
25 Οὕτω μὲν οὖν τὰ τῆς φθασάσης συνελεύσεως ἐπερα‐ τώθη. Μετὰ ταύτην δὲ καὶ αὖθις συναλισθέντες ἔφασκον πρὸς πεῦσιν τῶν ἀρχόντων διδαχθῆναι βουλομένων τὰ τῆς ὀρθῆς θρησκείας, ὡς οὐ δέοι τι περαιτέρω τυπωθῆναι, ἅπαξ τῶν κατ’ Εὐτυχῆ πέρας δεξαμένων καὶ διατυπω‐
30θέντων παρὰ τοῦ ἐν Ῥώμῃ ἐπισκόπου, οἷς καὶ πάντες ἐστοίχησαν. Βοώντων τε αὖ πάντων τῶν ἐπισκόπων
πάντας τὰ αὐτὰ λέγειν, καὶ τῶν ἀρχόντων διαλαλησάντων

80

ἕκαστον πατριάρχην ἐκλεγόμενον ἓν ἢ δεύτερον τῆς ἰδίας διοικήσεως πρόσωπον ἐς μέσον παρελθεῖν, ὥστε τὴν ἑκάστου φανερωθῆναι γνώμην, Φλωρέντιος ἐπίσκοπος Σάρδεων ἐνδόσιμον ᾔτησεν, ἐφ’ ᾧ μετὰ σκέμματος προσ‐
5ελθεῖν αὐτοὺς τῇ ἀληθείᾳ. Καὶ Κεκρόπιος ἐπίσκοπος Σεβαστοπόλεως ἔφη ταῦτα· „Ἡ πίστις καλῶς εἴρηται 〈παρὰ〉 τῶν τριακοσίων δέκα ὀκτὼ ἁγίων πατέρων, καὶ ἐβεβαιώθη παρὰ τῶν ἁγίων πατέρων, Ἀθανασίου, Κυρίλλου, Κελεστίνου,
10Ἱλαρίου, Βασιλείου, Γρηγορίου, καὶ νῦν πάλιν διὰ τοῦ ἁγιωτάτου Λέοντος. Καὶ ἀξιοῦμεν καὶ τὰ τῶν ἁγίων πατέρων τῶν τριακοσίων δέκα ὀκτὼ καὶ τὰ τοῦ ὁσιωτάτου Λέοντος ἀναγνωσθῆναι.“ Ὧν ἀνεγνωσμένων ἡ πᾶσα σύνοδος ἐπεκραύγασε
15ταῦτα· „Αὕτη ἡ πίστις τῶν ὀρθοδόξων· οὕτως πάντες πιστεύομεν· ὁ πάπας Λέων οὕτως πιστεύει· Κύριλλος οὕτως ἐπίστευσεν· ὁ πάπας Λέων οὕτως ἡρμήνευσεν.“ Ἑτέρας τε διαλαλιᾶς ἐνεχθείσης ὥστε καὶ τὰ ἐκτεθειμένα παρὰ τῶν ἁγίων ἑκατὸν πεντήκοντα τυχεῖν ἀναγνώσεως,
20ἀνεγνώσθη καὶ ταῦτα. Πρὸς ἃ πάλιν οἱ τῆς συνόδου βοήσαντες ἔφησαν· „Αὕτη ἡ πάντων πίστις· αὕτη ἡ πίστις τῶν ὀρθοδόξων· οὕτως πάντες πιστεύομεν.“ Μεθ’ οὓς Ἀέτιος ὁ ἀρχιδιάκονος ἔφη ἔχειν μετὰ χεῖρας τὴν πρὸς Νεστόριον ἐπιστολὴν Κυρίλλου τοῦ θεσπεσίου,
25ἣν πάντες οἱ ἐν Ἐφέσῳ συλλεγέντες ἐκύρωσαν οἰκείαις ὑποσημειώσεσιν, ἔχειν δὲ καὶ ἑτέραν ἐπιστολήν, τὴν αὐτοῦ Κυρίλλου γεγραμμένην πρὸς Ἰωάννην τὸν Ἀντιοχείας, καὶ αὐτὴν βεβαιωθεῖσαν, ἃς ἐξῄτει ἀναγνώσεως τυχεῖν. Διαλαλιᾶς τε πρὸς ταῦτα γεγενημένης, ἄμφω ἀνεγνώ‐
30σθησαν· καὶ τῆς μὲν προτέρας αὐτοῖς ἔνια τοῖς ὀνόμασίν ἐστι ταῦτα·
„Τῷ εὐλαβεστάτῳ καὶ θεοσεβεστάτῳ συλλειτουργῷ

81

Νεστορίῳ Κύριλλος. Καταφλυαροῦσιν, ὡς μανθάνω, τινὲς τῆς ἐμῆς ὑπολήψεως ἐπὶ τῆς σῆς θεοσεβείας, καὶ τοῦτο συχνῶς, τὰς τῶν ἐν τέλει συνόδους καιροφυλα‐ κοῦντες μάλιστα, καὶ τάχα που καὶ τέρπειν οἰόμενοι τὴν
5σὴν ἀκοήν.“ Καὶ μεθ’ ἕτερα· „Ἔφη τοίνυν ἡ ἁγία καὶ μεγάλη σύνοδος αὐτὸν τὸν ἐκ θεοῦ καὶ πατρὸς κατὰ φύσιν γεννηθέντα υἱὸν μονογενῆ, τὸν ἐκ τοῦ θεοῦ ἀληθινοῦ θεὸν ἀληθινόν, τὸ φῶς τὸ ἐκ τοῦ φωτός, τὸν δι’ οὗ τὰ πάντα πεποίηκεν ὁ πατήρ, κατελθεῖν, σαρκωθῆναι, ἐνανθρω‐
10πῆσαι, παθεῖν, ἀναστῆναι τῇ τρίτῃ ἡμέρᾳ, ἀνελθεῖν εἰς οὐρανούς. Τούτοις καὶ ἡμᾶς ἕπεσθαι δεῖ καὶ τοῖς λόγοις καὶ τοῖς παραδείγμασιν, ἐννοοῦντας τί τὸ σαρκωθῆναι καὶ ἐνανθρωπῆσαι δηλοῖ τὸν θεὸν Λόγον. Οὐ γάρ φαμεν ὅτι ἡ τοῦ Λόγου φύσις μεταποιηθεῖσα γέγονε σάρξ, ἀλλ’
15οὐδὲ εἰς ὅλον ἄνθρωπον μεταβληθῆναι τὸν ἐκ ψυχῆς καὶ σώματος· ἐκεῖνο δὲ μᾶλλον ὅτι σάρκα ἐψυχωμένην ψυχῇ λογικῇ ἑνώσας ὁ Λόγος ἑαυτῷ καθ’ ὑπόστασιν ἀφράστως καὶ ἀπερινοήτως γέγονεν ἄνθρωπος καὶ κεχρημάτικεν υἱὸς ἀνθρώπου, οὐ κατὰ θέλησιν μόνην ἢ εὐδοκίαν, ἀλλ’
20οὐδὲ ὡς ἐν προσλήψει προσώπου μόνου· καὶ ὅτι διάφοροι μὲν αἱ πρὸς ἑνότητα τὴν ἀληθινὴν συνενεχθεῖσαι φύσεις, εἶς δὲ ἐξ ἀμφοῖν Χριστὸς καὶ υἱός, οὐχ ὡς τῆς τῶν φύσεων διαφορᾶς ἀνῃρημένης διὰ τὴν ἕνωσιν, ἀποτελε‐ σασῶν δὲ μᾶλλον ἡμῖν τὸν ἕνα κύριον καὶ Χριστὸν καὶ
25υἱὸν ἐκ θεότητός τε καὶ ἀνθρωπότητος διὰ τῆς ἀφράστου καὶ ἀπορρήτου πρὸς ἑνότητα συνδρομῆς.“ Καὶ μετ’ ὀλίγα· „Ἐπειδὴ δὲ δι’ ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἑνώσας ἑαυτῷ καθ’ ὑπόστασιν τὸ ἀν‐ θρώπινον προῆλθεν ἐκ γυναικός, ταύτῃ λέγεται γεννηθῆναι
30σαρκικῶς. Οὐ γὰρ πρῶτον ἄνθρωπος ἐγεννήθη κοινὸς ἐκ
τῆς ἁγίας παρθένου, εἶθ’ οὕτως καταπεφοίτηκεν ἐπ’ αὐτὸν

82

ὁ Λόγος, ἀλλ’ ἐξ αὐτῆς 〈τῆσ〉 μήτρας ἑνωθεὶς ὑπομεῖναι λέγεται γέννησιν σαρκικήν, ὡς τῆς ἰδίας σαρκὸς τὴν γέννησιν οἰκειούμενος. Οὕτω φαμὲν αὐτὸν παθεῖν καὶ ἀναστῆναι, οὐχ ὡς τοῦ θεοῦ Λόγου παθόντος εἰς ἰδίαν
5φύσιν ἢ πληγὰς ἢ διατρήσεις ἥλων ἤγουν τὰ ἕτερα τῶν τραυμάτων· ἀπαθὲς γὰρ τὸ θεῖον, ὅτι καὶ ἀσώματον. Ἐπειδὴ δὲ τὸ γεγονὸς αὐτοῦ ἴδιον σῶμα πέπονθεν, ταῦτα πάλιν αὐτὸς λέγεται παθεῖν ὑπὲρ ἡμῶν· ἦν γὰρ ὁ ἀπαθὴς ἐν τῷ πάσχοντι σώματι.“
10 Τῆς δέ γε ἑτέρας τὰ πολλὰ μὲν κατὰ τὴν πρώτην ἱστορίαν ἀνενήνεκται. Ἔστι δὲ ἐν αὐτῇ ῥῆσις τοιάδε, ἣν γέγραφε μὲν Ἰωάννης ὁ τῆς Ἀντιόχου, προσήκατο δὲ πάσαις ψήφοις ὁ Κύριλλος· „Ὁμολογοῦμεν τὴν ἁγίαν παρθένον θεοτόκον, διὰ τὸ
15τὸν θεὸν Λόγον σαρκωθῆναι ἐξ αὐτῆς καὶ ἐνανθρωπῆσαι, καὶ ἐξ αὐτῆς τῆς συλλήψεως ἑνῶσαι ἑαυτῷ τὸν ἐξ αὐτῆς ληφθέντα ναόν. Τὰς δὲ εὐαγγελικὰς καὶ ἀποστολικὰς ἐπὶ τοῦ Κυρίου φωνὰς ἴσμεν τοὺς θεοφόρους ἄνδρας τὰς μὲν κοινοποιοῦντας ὡς ἐφ’ ἑνὸς προσώπου, τὰς δὲ διαι‐
20ροῦντας ὡς ἐπὶ δύο φύσεων, καὶ τὰς μὲν θεοπρεπεῖς κατὰ τὴν θεότητα τοῦ Χριστοῦ, τὰς δὲ ταπεινὰς κατὰ τὴν ἀνθρωπότητα αὐτοῦ παραδιδόντας.“ Οἷς ἐπήγαγε· „Ταύ‐ ταις ὑμῶν ταῖς ἱεραῖς ἐντυγχάνοντες φωναῖς οὕτω μὲν καὶ ἑαυτοὺς φρονοῦντας εὑρίσκομεν· εἷς δὲ Κύριος, μία πίστις,
25ἓν βάπτισμα. Ἐδοξάσαμεν οὖν τὸν τῶν ὅλων σωτῆρα θεόν, ἀλλήλοις συγχαίροντες, ὅτι ταῖς θεοπνεύστοις γρα‐ φαῖς καὶ τῇ παραδόσει τῶν ἁγίων ἡμῶν πατέρων συμβαί‐ νουσαν ἔχουσι πίστιν αἵ τε παρ’ ἡμῖν καὶ αἱ παρ’ ὑμῖν ἐκκλησίαι.“
30Ὧν ἀνεγνωσμένων, οἱ τῆς αὐτῆς ἐπεβόησαν συνόδου
ῥήμασι τούτοις· „Πάντες οὕτω πιστεύομεν· ὁ πάπας Λέων

83

οὕτως πιστεύει. Ἀνάθεμα τῷ μερίζοντι καὶ τῷ συγχέοντι. Αὕτη ἡ πίστις Λέοντος τοῦ ἀρχιεπισκόπου, Λέων οὕτως πιστεύει, Λέων καὶ Ἀνατόλιος οὕτω πιστεύουσι, πάντες οὕτως πιστεύομεν· ὡς Κύριλλος, οὕτως πιστεύομεν· αἰωνία
5μνήμη Κυρίλλου· ὡς αἱ ἐπιστολαὶ Κυρίλλου εἰσίν, οὕτως φρονοῦμεν, οὕτως ἐπιστεύσαμεν, οὕτως πιστεύομεν. Λέων ὁ ἀρχιεπίσκοπος οὕτως φρονεῖ, οὕτως πιστεύει, οὕτως ἔγραψε.“ Διαλαλιᾶς δὲ ἐνεχθείσης καὶ τὴν Λέοντος ἐπιστολὴν
10ἀναγνωσθῆναι, μεταφρασθεῖσα τῆς ἀναγνώσεως ἔτυχεν· ἥτις τοῖς πραχθεῖσιν ἐμφέρεται. Μετὰ γοῦν τὴν ἀνά‐ γνωσιν τῶν ἐπισκόπων ἐπιβοησάντων· „Αὕτη ἡ πίστις τῶν πατέρων, αὕτη ἡ πίστις τῶν ἀποστόλων· πάντες οὕτω πιστεύομεν, οἱ ὀρθόδοξοι οὕτω πιστεύομεν. Ἀνάθεμα
15τῷ μὴ οὕτως πιστεύοντι. Πέτρος διὰ Λέοντος ταῦτα ἐξε‐ φώνησεν, οἱ ἀπόστολοι οὕτως ἐδίδαξαν· εὐσεβῶς καὶ ἀληθῶς Λέων ἐδίδαξε, Κύριλλος οὕτως ἐδίδαξε, Λέων καὶ Κύριλλος ὁμοίως ἐδίδαξαν. Ἀνάθεμα τῷ μὴ οὕτως πιστεύοντι. Αὕτη ἡ ἀληθὴς πίστις, οἱ ὀρθόδοξοι οὕτως
20φρονοῦσιν, αὕτη ἡ πίστις τῶν πατέρων. Ταῦτα ἐν Ἐφέσῳ διὰ τί οὐκ ἀνεγνώσθη; Ταῦτα Διόσκορος ἔκρυψεν,“ ἐμφέρεται ἐν τοῖς αὐτοῖς πεπραγμένοις ὡς ἡνίκα τὸ μέρος τῆς ἐπιστολῆς Λέοντος ἀνεγνώσθη περιέχον· „Καὶ πρὸς τὸ τὸ χρεωστούμενον ὄφλημα τῆς ἡμετέρας
25φύσεως ἐκτισθῆναι, ἡ θεία φύσις ἡνώθη τῇ φύσει τῇ παθητῇ ἵνα, τοῦτο δὴ τὸ ταῖς ἡμετέραις ἰάσεσιν ὑπάρχον ἁρμόδιον, ὁ εἷς καὶ ὁ αὐτὸς ὢν μεσίτης θεοῦ καὶ ἀνθρώπων ἄνθρωπος Χριστὸς Ἰησοῦς, καὶ ἀποθνήσκειν ἐκ τοῦ ἑνὸς δυνηθῇ, καὶ τελευτᾶν ἐκ τοῦ ἑτέρου μὴ δυνηθῇ ...“ πρὸς
30τὴν τοιαύτην ῥῆσιν ἀμφιβαλλόντων τῶν Ἰλλυριῶν
καὶ Παλαιστινῶν ἐπισκόπων, Ἀέτιος ἀρχιδιάκονος τῆς

84

Κωνσταντίνου ἁγιωτάτης ἐκκλησίας ῥῆσιν παρήγαγεν Κυρίλλου περιέχουσαν οὕτως· „Ἐπειδὴ δὲ πάλιν τὸ ἴδιον αὐτοῦ σῶμα χάριτι θεοῦ, καθά φησιν ὁ ἀπόστολος Παῦλος, ὑπὲρ παντὸς ἐγεύσατο
5θανάτου, λέγεται παθεῖν αὐτὸς τὸν ὑπὲρ ἡμῶν θάνατον, οὐχ ὡς εἰς πεῖραν ἐλθὼν θανάτου τό γε ἧκον εἰς τὴν αὐτοῦ φύσιν—ἀποπληξία γὰρ τοῦτο λέγειν ἢ φρονεῖν—ἀλλ’ ὅτι, καθάπερ ἔφην ἀρτίως, ἡ σὰρξ αὐτοῦ ἐγεύσατο θανάτου.“ Καὶ πάλιν πρὸς τὴν ῥῆσιν τῆς ἐπιστολῆς Λέοντος
10τὴν ἔχουσαν· „Ἐνεργεῖ γὰρ ἑκατέρα μορφὴ μετὰ τῆς θἀτέρου κοι‐ νωνίας ὅπερ ἴδιον ἔσχηκε, τοῦ μὲν λόγου κατεργαζομένου τοῦθ’ ὅπερ ἐστὶν τοῦ λόγου, τοῦ δὲ σώματος ἐκτελοῦντος ἅπερ ἐστὶν τοῦ σώματος. Καὶ τὸ μὲν αὐτῶν διαλάμπει
15τοῖς θαύμασιν, τὸ δὲ ταῖς ὕβρεσιν ὑποπέπτωκεν ...“ ἀμφιβαλλόντων τῶν Ἰλλυριῶν καὶ τῶν Παλαιστινῶν ἐπισκόπων, ὁ αὐτὸς Ἀέτιος κεφάλαιον ἀνέγνω Κυρίλλου περιέχον οὕτως· „Αἱ μέν εἰσι τῶν φωνῶν ὅτι μάλιστα θεοπρεπεῖς, αἱ
20δὲ οὕτω πάλιν ἀνθρωποπρεπεῖς, αἱ δὲ μέσην τινὰ τάξιν ἔχουσιν ἐμφανίζουσαι τὸν υἱὸν τοῦ θεοῦ θεὸν ὄντα καὶ ἄνθρωπον ὁμοῦ ἐν αὐτῷ.“ Καὶ μετὰ ταῦτα πρὸς ἕτερον μέρος τῆς ἐπιστολῆς Λέοντος ἀμφιβαλλόντων τῶν εἰρημένων ἐπισκόπων ἔχον·
25 „Εἰ καὶ τὰ μάλιστα γὰρ ἐν τῷ δεσπότῃ Ἰησοῦ Χριστῷ τοῦ θεοῦ καὶ τοῦ ἀνθρώπου ἓν πρόσωπον, ὅμως ἕτερόν ἐστιν ἐκεῖνο ἐξ οὗ ἐν ἑκατέρῳ κοινόν ἐστι τὸ τῆς ὕβρεως, καὶ ἕτερον ἐξ οὗ κοινὸν τὸ τῆς δόξης καθέστηκεν. Ἐξ ἡμῶν μὲν γάρ ἐστιν αὐτῷ ἡ ἐλάσσων τοῦ πατρὸς ἀν‐
30θρωπότης, ἐκ δὲ τοῦ πατρός ἐστιν αὐτῷ ἡ μετὰ τοῦ πατρὸς αὐτῷ ἴση θεότης ...“ Θεοδώρητος ζυγοστατῶν ἔλεγεν καὶ
τῷ μακαρίῳ Κυρίλλῳ ἐπὶ λέξεως εἰρῆσθαι οὕτως·

85

„Καὶ γενόμενον ἄνθρωπον καὶ μὴ μεθέντα τὸ ἴδιον, μεμένηκεν ὅπερ ἦν, καὶ ἕτερον ἐν ἑτέρῳ τὸ κατοικοῦν, τουτέστιν ἡ θεία φύσις μετὰ τῶν ἀνθρώπων.“ Μετὰ ταῦτα τῶν ὑπερφυῶν ἀρχόντων ἐρωτησάντων
5εἴπερ ἔτι τις ἀμφισβητεῖ, πάντες ἔφησαν μὴ ἀμφιβάλλειν ἔτι. Μεθ’ οὓς Ἀττικὸς ἐπίσκοπος Νικοπόλεως ἐξῄτησεν ἐνδόσιμον αὐτοῖς γενέσθαι ὀλίγων ἡμερῶν, ἐφ’ ᾧ ἀκυμάντῳ διανοίᾳ καὶ ἀταράχῳ λογισμῷ τὰ τῷ θεῷ δοκοῦντα καὶ τοῖς ἁγίοις πατράσι τυπωθῆναι. Ἐξῄτησεν δὲ λαβεῖν καὶ
10τὴν ἐπιστολὴν Κυρίλλου τὴν πρὸς Νεστόριον γεγραμ‐ μένην, ἐν ᾗ παρακελεύεται αὐτὸν συνθέσθαι τοῖς δώδεκα αὐτοῦ κεφαλαίοις οἷς ἅπαντες συνέθεντο. Καὶ τῶν ἀρ‐ χόντων διαλαλησάντων ἐνδόσιμον αὐτοῖς ἡμερῶν πέντε γενέσθαι εἰς τὸ συνελθεῖν παρὰ Ἀνατολίῳ τῷ τῆς
15Κωνσταντινουπόλεως προέδρῳ, πάντες ἐπευφήμησαν οἱ ἐπίσκοποι φήσαντες· „Ἡμεῖς οὕτως πιστεύομεν, πάντες οὕτω πιστεύομεν· ὡς Λέων, οὕτως πιστεύομεν. Ἡμῶν οὐδεὶς ἀμφιβάλλει· ἡμεῖς πάντες ὑπεγράψαμεν.“ Πρὸς ἃ διελαλήθη ἐπὶ ῥήματος ταῦτα· „Οὐκ ἀναγκαῖον
20πάντας ὑμᾶς συνελθεῖν· ἀλλ’ ἐπειδὴ ἀκόλουθόν ἐστιν πιστωθῆναι τοὺς ἀμφιβάλλοντας, ὁ εὐλαβέστατος ἐπί‐ σκοπος Ἀνατόλιος ἀπὸ τῶν ὑπογραψάντων ἐπιλέξηται οὓς ἐὰν νομίσῃ πρὸς διδασκαλίαν τῶν ἀμφιβαλλόντων.“ Οἷς ἐπήγαγον οἱ τῆς συνόδου οὕτως· „Δεόμεθα περὶ
25τῶν πατέρων· τοὺς πατέρας τῇ συνόδῳ, τοὺς ὁμόφρονας Λέοντος τῇ συνόδῳ, τοὺς πατέρας τῇ συνόδῳ· τὰς φωνὰς τῷ βασιλεῖ, τὰς ἱκεσίας τῷ ὀρθοδόξῳ, τὰς ἱκεσίας τῇ
Αὐγούστῃ. Πάντες ἡμάρτομεν, πᾶσι συγχωρηθῇ.“

86

Ἐπεβόησαν δὲ οἱ τῆς Κωνσταντινουπόλεως ἐκκλη‐ σίας· „Ὀλίγοι κράζουσιν. Οὐ λέγει ἡ σύνοδος.“ Μεθ’ οὓς οἱ Ἀνατολικοὶ ἐξεβόησαν· „Τὸν Αἰγύπτιον τῇ ἐξορίᾳ.“ Οἱ δὲ Ἰλλυριοὶ ἐκραύγασαν· „Δεόμεθα,
5πάντας ἐλέησον.“ Μεθ’ οὓς οἱ Ἀνατολικοί· „Τὸν Αἰγύπτιον τῇ ἐξορίᾳ.“ Καὶ τῶν Ἰλλυριῶν τὰ παραπλήσια αἰτούντων, οἱ τοῦ κλήρου Κωνσταντινουπόλεως ἐξεβόησαν· „Διόσκορον τῇ ἐξορίᾳ, τὸν Αἰγύπτιον τῇ ἐξορίᾳ, τὸν αἱρετικὸν τῇ ἐξορίᾳ·
10Διόσκορον ὁ Χριστὸς καθεῖλεν.“ Μεθ’ οὓς πάλιν οἱ Ἰλ‐ λυριοὶ καὶ οἱ ἀμφ’ αὐτοὺς ἐπίσκοποι· „Πάντες ἡμάρτομεν· πᾶσι συγχώρησον. Διόσκορον τῇ συνόδῳ, Διόσκορον ταῖς ἐκκλησίαις.“ Καὶ τῶν παραπλησίων προελθόντων τὰ τῆς τοιαύτης συνελεύσεως ἐπερατοῦτο.
15 Κατὰ δὲ τὴν μετ’ αὐτὴν συνέλευσιν, τῆς συγκλήτου διαλαλησάσης ἀναγνωσθῆναι τοὺς ἤδη δεδομένους τύπους, ἀνέγνω Κωνσταντῖνος σηκρητάριος ἀπὸ σχέδης ἐπὶ λέξεως ταῦτα· „Περὶ μὲν τῆς ὀρθοδόξου καὶ καθολικῆς πίστεως τε‐
20λειότερον συνόδου γενομένης μετὰ μίαν ἀκριβεστέραν ἐξέτασιν δεῖν γενέσθαι συνορῶμεν. Ἐπειδὴ δὲ Φλαβια‐ νὸς ὁ τῆς εὐσεβοῦς μνήμης καὶ Εὐσέβιος ὁ εὐλαβέστατος ἐπίσκοπος, ἐκ τῆς τῶν πεπραγμένων καὶ διεγνωσμένων ἐρεύνης καὶ αὐτῆς τῆς φωνῆς τινων τῶν ἐξάρχων γενο‐
25μένων τῆς τότε συνόδου ὁμολογησάντων ἐσφάλθαι καὶ μάτην αὐτοὺς καθῃρηκέναι, οὐδὲν περὶ τὴν πίστιν σφα‐ λέντες δείκνυνται ἀδίκως καθαιρεθέντες, φαίνεται ἡμῖν κατὰ τὸ τῷ θεῷ ἀρέσκον δίκαιον εἶναι, εἰ παρασταίη τῷ θειοτάτῳ καὶ εὐσεβεστάτῳ ἡμῶν δεσπότῃ, τῷ αὐτῷ
30ἐπιτιμίῳ Διόσκορον τὸν εὐλαβέστατον ἐπίσκοπον Ἀλε‐
ξανδρείας, καὶ Ἰουβενάλιον τὸν εὐλαβέστατον ἐπίσκοπον

87

Ἱεροσολύμων, καὶ Θαλάσσιον τὸν εὐλαβέστατον ἐπί‐ σκοπον Καισαρείας Καππαδοκίας, καὶ Εὐσέβιον τὸν εὐλαβέστατον ἐπίσκοπον Ἀγκύρας, καὶ Εὐστάθιον τὸν εὐλαβέστατον ἐπίσκοπον Βηρυτοῦ, καὶ Βασίλειον τὸν
5εὐλαβέστατον ἐπίσκοπον Σελευκείας τῆς Ἰσαυρίας, τοὺς ἐξουσίαν ἐσχηκότας καὶ ἐξάρχοντας τῆς τότε συνόδου, κατὰ τοὺς κανόνας τοῦ ἐπισκοπικοῦ ἀλλοτρίους γενέσθαι ἀξιώματος, πάντων τῶν παρακολουθησάντων τῇ θείᾳ κορυφῇ γνωριζομένων.“
10 Εἶτα μεθ’ ἑτέρας ἀναγνώσεις γενομένας, ἐρωτηθέντες οἱ συνειλεγμένοι ἐπίσκοποι εἰ συνᾴδουσι τὰ Λέοντος γράμματα τῇ πίστει τῶν τριακοσίων δέκα ὀκτὼ ἁγίων πατέρων τῶν ἐν Νικαίᾳ συναχθέντων, καὶ τῇ τῶν ἑκατὸν πεντήκοντα τῶν ἐν τῇ βασιλίδι, ἀπεκρίνατο Ἀνατόλιός
15τε ὁ τῆς Κωνσταντινουπόλεως πρόεδρος καὶ πάντες οἱ συνειλεγμένοι συνᾴδειν τὴν ἐπιστολὴν Λέοντος τοῖς εἰρημένοις ἁγίοις πατράσιν· καὶ τῇ αὐτῇ Λέοντος ἐπι‐ στολῇ καθυπεσημήναντο. Τούτων ὧδε προελθόντων, ἐπεβόησαν οἱ τῆς συνόδου· „Πάντες συντιθέμεθα, πάντες
20συναινοῦμεν, πάντες ὁμοίως πιστεύομεν, πάντες τὰ αὐτὰ φρονοῦμεν, οὕτως πιστεύομεν. Τοὺς πατέρας τῇ συνόδῳ, τοὺς ὑπογράψαντας τῇ συνόδῳ. Πολλὰ τὰ ἔτη τοῦ βασιλέως, πολλὰ τὰ ἔτη τῆς Αὐγούστης. Τοὺς πατέρας τῇ συνόδῳ, τοὺς ὁμοπίστους τῇ συνόδῳ. Πολλὰ τὰ ἔτη
25τοῦ βασιλέως. Τοὺς ὁμόφρονας τῇ συνόδῳ. Πολλὰ τὰ ἔτη τοῦ βασιλέως. Καὶ οἱ πέντε τῇ πίστει ὑπέγραψαν. Ὡς ὁ Λέων, οὕτως φρονοῦμεν.“ Καὶ διαλαλιᾶς ἐνεχθείσης ἐπὶ λέξεως ὧδε· „Ἀνηνέγ‐ καμεν τῷ θειοτάτῳ καὶ εὐσεβεστάτῳ ἡμῶν δεσπότῃ
30περὶ αὐτῶν, καὶ ἀναμένομεν τὴν ἀπόκρισιν τῆς αὐτοῦ εὐσεβείας. Ἡ δὲ εὐλάβεια ἡ ὑμετέρα καὶ περὶ Διοσκόρου
τοῦ παρ’ ὑμῶν καθαιρεθέντος, ἀγνοούσης καὶ τῆς θειο‐

88

τάτης κορυφῆς καὶ ἡμῶν, καὶ περὶ αὐτῶν τῶν πέντε ὑπὲρ ὧν τὴν παράκλησιν ποιεῖσθε, καὶ πάντων τῶν πεπραγ‐ μένων ἐν τῇ συνόδῳ δώσει λόγον τῷ θεῷ,“ ἐπευφήμησαν λέγοντες· „Διόσκορον ὁ θεὸς καθεῖλεν. Διόσκορος δικαίως
5καθῃρέθη. Διόσκορον ὁ Χριστὸς καθεῖλεν.“ Εἶτα μετὰ ταῦτα τῆς ἀπὸ Μαρκιανοῦ ἐνεχθείσης ἀποκρίσεως τῇ διακρίσει τῶν ἐπισκόπων τὰ περὶ τῶν καθαιρεθέντων διδούσης, ὡς ἡ διαλαλιὰ τῶν ἀρχόντων ἐδήλωσεν, ἐδεήθησαν ἐπὶ λέξεως εἰπόντες ταῦτα· „Παρα‐
10καλοῦμεν αὐτοὺς εἰσελθεῖν· τοὺς ὁμοδόξους τῇ συνόδῳ, τοὺς ὁμόφρονας τῇ συνόδῳ, τοὺς ὑπογράψαντας τῇ ἐπιστολῇ Λέοντος τῇ συνόδῳ.“ Οἵπερ ἀπὸ διαλαλιᾶς τῇ συνόδῳ συνηριθμήθησαν. Καὶ μετὰ τοῦτο δεήσεις ἐπιδεδομέναι παρὰ τῶν ἐπι‐
15σκόπων τῆς ἐν Αἰγύπτῳ διοικήσεως Μαρκιανῷ τῷ αὐτο‐ κράτορι ἀνεγνώσθησαν, αἳ περιέχουσι πρὸς ἑτέροις· „Φρονοῦμεν καθὼς καὶ οἱ ἐν Νικαίᾳ τριακόσιοι δέκα ὀκτὼ ἐξέθεντο καὶ ὁ μακάριος Ἀθανάσιος καὶ ὁ ἐν ἁγίοις Κύριλλος, ἀναθεματίζοντες πᾶσαν αἵρεσιν, τήν τε Ἀρείου,
20καὶ Εὐνομίου, καὶ Μάνου, καὶ Νεστορίου, καὶ τῶν λε‐ γόντων ἐξ οὐρανοῦ τὴν σάρκα τοῦ Κυρίου ἡμῶν ὑπάρχειν, καὶ μὴ ἐκ τῆς ἁγίας καὶ θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, καθ’ ὁμοιότητα πάντων ἡμῶν, χωρὶς ἁμαρτίας.“ Πάντες οἱ τῆς συνόδου ἔκραξαν λέγοντες· „Τὸ δόγμα
25Εὐτυχοῦς διὰ τί μὴ ἀνεθεμάτισαν; Τῇ ἐπιστολῇ Λέοντος ὑπογράψωσιν, ἀναθεματίσαντες Εὐτυχῆ καὶ τὰ δόγματα αὐτοῦ· συνθῶνται τῇ ἐπιστολῇ Λέοντος. Χλευάσαι ἡμᾶς θέλουσιν καὶ ἀπελθεῖν.“ Πρὸς ἃ διῆλθον οἱ ἐξ Αἰγύπτου ἐπίσκοποι ὡς πολλοὶ
30τυγχάνουσιν οἱ ἐν Αἰγύπτῳ ἐπίσκοποι, καὶ μὴ δύνασθαι

89

τὸ τῶν ἀπολιμπανομένων ἀναδέξασθαι πρόσωπον· καὶ παρεκάλουν ἀναμεῖναι τὴν σύνοδον τὸν αὐτῶν ἀρχι‐ επίσκοπον, ἵνα τῇ γνώμῃ ἐκείνου ἀκολουθήσωσιν, ὡς τὸ ἔθος βούλεται· ἐὰν γὰρ πρὸ τῆς τοῦ ἡγεμονεύοντος
5προβολῆς ποιήσωσί τι, ἐπέρχεσθαι αὐτοῖς τοὺς ἀπὸ πάσης τῆς Αἰγυπτιακῆς διοικήσεως. Καὶ πολλὰ περὶ τούτων δεηθέντων, καὶ τῶν ἀπὸ τῆς συνόδου μάλα ἰσχυρῶς ἀντιτεινόντων, διελαλήθη ἐνδοθῆναι τοῖς ἐξ Αἰγύπτου ἐπισκόποις μέχρις οὗ ἀρχιεπίσκοπος αὐτοῖς
10προχειρισθείη. Καὶ μετὰ τοῦτο δεήσεις ἐπεδίδοντό τινων μοναχῶν, ὧν τὸ κεφάλαιον ἦν μηδαμῶς αὐτοὺς ἀναγκάζεσθαι ἔν τισι χάρταις ὑπογράφειν μέχρις ἂν συναθροισθείη ἡ σύνοδος ἣν τεθέσπικεν ὁ βασιλεὺς ἁλισθῆναι, καὶ τὰ
15τετυπωμένα γνῶσιν. Ὧν ἀναγνωσθεισῶν, Διογένης ἐπί‐ σκοπος Κυζίκου διεξῆλθε Βαρσουμᾶν ἕνα τῶν συνελ‐ θόντων Φλαβιανὸν σφάξαι· αὐτὸν γὰρ κράξαι· „σφάξον,“ καὶ μὴ ἐγκείμενον ταῖς δεήσεσι παρὰ τὸ δέον τῆς εἰσόδου τυχεῖν. Οἷς ἐπεβόησαν πάντες οἱ ἐπίσκοποι· „Πᾶσαν
20Συρίαν Βαρσουμᾶς ἠφάνισεν, ἐπήγαγεν ἡμῖν χιλίους μονάζοντας.“ Καὶ διαλαλιᾶς ἐνεχθείσης ἀναμεῖναι τοὺς συνεληλυθότας τὴν ἀπὸ τῆς συνόδου διατύπωσιν, ἠξίωσαν οἱ μοναχοὶ τοὺς συντεταγμένους αὐτοῖς λιβέλλους ἀνα‐ γνωσθῆναι· ὧν μέρος ὑπῆρχε τὸν Διόσκορον καὶ τοὺς
25σὺν αὐτῷ ἐπισκόπους παρεῖναι κατὰ τὸ συνέδριον. Πρὸς ὃ ἐπεβόησαν πάντες οἱ ἐπίσκοποι· „Ἀνάθεμα Διοσκόρῳ. Διόσκορον ὁ Χριστὸς καθεῖλε. Τούτους ἔξω βάλε. Ἆρον ὕβριν τῆς συνόδου, ἆρον βίαν τῆς συνόδου. Τὰς φωνὰς τῷ βασιλεῖ. Ἆρον ὕβριν τῆς συνόδου, ἆρον αἶσχος τῆς
30συνόδου.“ Οἷς ἀντιτείνοντες οἱ μοναχοὶ ἔκραζον· „Ἆρον ὕβριν τῶν μοναστηρίων.“ Καὶ τῶν αὐτῶν αὖθις κραυγασθέντων ἐκ τῆς συνόδου,
διελαλήθη τοὺς λοιποὺς τῶν λιβέλλων ἀναγνωσθῆναι·

90

οἵπερ λέγουσι μὴ κατὰ τὸ δέον τὴν καθαίρεσιν Διοσκόρου γενέσθαι, καὶ χρεὼν πίστεως προκειμένης μετασχεῖν αὐτὸν τοῦ συνεδρίου· εἰ δὲ μὴ τοῦτο γένηται, ἀποτινάσσειν τὰ ἱμάτια αὐτῶν τῆς κοινωνίας τῶν συνεληλυθότων ἐπι‐
5σκόπων. Ὧν εἰρημένων, Ἀέτιος ἀρχιδιάκονος ἀνεγίνωσκε κανόνα περὶ τῶν ἀφοριζόντων ἑαυτούς. Καὶ πάλιν πρὸς τὰς πεύσεις τῶν ὁσιωτάτων ἐπισκόπων τῶν μοναχῶν διενεχθέντων, εἶτα καὶ πρὸς ἐρώτησιν Ἀετίου ἀρχιδια‐ κόνου ὡς ἀπὸ τῆς συνόδου, τῶν μὲν ἀναθεματιζόντων
10Νεστόριον καὶ Εὐτυχῆ, τῶν δὲ καὶ παρακρουσαμένων, διελαλήθη παρὰ τῶν ἀρχόντων τὰς δεήσεις Φαύστου καὶ τῶν λοιπῶν μοναχῶν ἀναγνωσθῆναι, αἳ παρεκάλουν τὸν βασιλέα μὴ προσδεχθῆναι περαιτέρω προβῆναι τοὺς μοναχοὺς ἐναντιουμένους τοῖς ὀρθοῖς δόγμασιν. Ἐφ’ οἷς
15Δωρόθεος μοναχὸς ὀρθόδοξον Εὐτυχῆ κέκληκεν. Πρὸς ὃν διάφορα δογματικὰ περὶ Εὐτυχοῦς παρὰ τῶν ἀρχόντων ἐκινήθη. Καὶ μετὰ τοῦτο πέμπτης συνελεύσεως γενομένης, διε‐ λάλησαν οἱ ἄρχοντες τὰ τυπωθέντα περὶ τῆς πίστεως
20δῆλα γενέσθαι· καὶ ἀνέγνω Ἀσκληπιάδης διάκονος Κων‐ σταντινουπόλεως ὅρον, ὃν ἔδοξε μὴ συνταγῆναι τοῖς ὑπο‐ μνήμασιν. Πρὸς ὃν τινὲς μὲν διηνέχθησαν, οἱ πλείους δὲ συνῄνεσαν. Καὶ ἐκβοήσεων ἐναντίων γενομένων, εἶπον οἱ ἄρχοντες ὅτι Διόσκορος ἔλεγεν διὰ τοῦτο καθελεῖν Φλαβι‐
25ανὸν ἐπειδὴ δύο φύσεις εἶπεν εἶναι, τὸν δὲ ὅρον ἐκ δύο φύσεων ἔχειν. Πρὸς ἃ Ἀνατόλιος εἶπεν Διόσκορον μὴ καθαιρεθῆναι διὰ τὴν πίστιν, ἀλλ’ ἐπειδὴ ἀκοινωνησίαν ἐπήγαγεν Λέοντι, καὶ τρὶς κληθεὶς οὐκ ἦλθεν. Καὶ ἀπῄτουν οἱ ἄρχοντες τὰ ἐν τῇ ἐπιστολῇ Λέοντος ἐντεθῆναι τῷ ὅρῳ.
30Πρὸς ὃ ἀποφησάντων τῶν ἐπισκόπων καὶ εἰρηκότων ἄλλον ὅρον μὴ γενέσθαι, ἐντελῶς γὰρ ἔχειν, ἀνηνέχθη ταῦτα τῷ
βασιλεῖ. Καὶ ἐκέλευσεν ἓξ ἀπὸ τῶν ἀνατολικῶν ἐπι‐

91

σκόπων, καὶ τρεῖς ἀπὸ τῆς Ποντικῆς, καὶ τρεῖς ἀπὸ τῆς Ἀσίας, καὶ τρεῖς ἀπὸ Θρᾴκης, καὶ τρεῖς ἀπὸ Ἰλλυριῶν, συμπαρόντος Ἀνατολίου καὶ τῶν τοποτηρητῶν Ῥώμης, συνελθεῖν ἐν τῷ μαρτυρίῳ, καὶ τὰ περὶ τῆς πίστεως ὀρθῶς
5τυπῶσαι, ἢ ἕκαστον τὴν ἑαυτοῦ δηλῶσαι πίστιν, ἢ εἰδέναι ὡς ἐν τῇ δύσει ἡ σύνοδος γίνεται. Καὶ ἀπαιτηθέντες εἰπεῖν εἰ Διοσκόρῳ ἀκολουθοῦσιν ἐκ δύο λέγοντι, ἢ Λέοντι δύο ἐν Χριστῷ, ἐβόησαν Λέοντι πιστεύειν· τοὺς δὲ ἀντιλέγοντας, Εὐτυχιανιστὰς εἶναι. Καὶ τῶν ἀρχόντων
10εἰρηκότων προστεθῆναι κατὰ Λέοντα δύο φύσεις ἡνω‐ μένας ἀτρέπτως καὶ ἀμερίστως καὶ ἀσυγχύτως ἐν τῷ Χριστῷ, καὶ εἰσελθόντων τῶν ἀρχόντων ἐν τῷ μαρτυρίῳ τῆς ἁγίας Εὐφημίας ἅμα Ἀνατολίῳ καὶ τοῖς τοποτηρη‐ ταῖς Λέοντος, καὶ Μαξίμου Ἀντιοχείας καὶ Ἰουβεναλίου
15Ἱεροσολύμων καὶ Θαλασσίου Καισαρείας Καππαδοκίας σὺν ἑτέροις, καὶ ἐξελθόντων αὐτῶν, ἀνεγνώσθη ὁ ὅρος ἔχων οὕτως· „Ὁ κύριος ἡμῶν καὶ σωτὴρ Ἰησοῦς ὁ Χριστὸσ“ καὶ τὰ λοιπά, ἃ ἐν τῇ ἱστορίᾳ ἐντέτακται. Καὶ πάντων
20βοησάντων· „Αὕτη ἡ πίστις τῶν πατέρων· οἱ μητροπο‐ λῖται ἄρτι ὑπογράψωσιν. Αὕτη ἡ πίστις τῶν ἀποστό‐ λων. Ταύτῃ πάντες στοιχοῦμεν, πάντες οὕτω φρονοῦμεν,“ διελάλησαν οἱ ἄρχοντες· „Τὰ τυπωθέντα διὰ τῶν πατέ‐ ρων καὶ πᾶσιν ἀρέσαντα ἀνενεχθήσεται τῇ θείᾳ κορυφῇ.“
25 Κατὰ δὲ τὴν ἕκτην συνέλευσιν παρεγένετο Μαρκιανὸς καὶ πρὸς τοὺς ἐπισκόπους περὶ τῆς ὁμονοίας ἐδημηγόρησε· καὶ διὰ Ἀετίου ἀρχιδιακόνου Κωνσταντινουπόλεως ὁ ὅρος ἀνεγνώσθη ἀπὸ διαλαλιᾶς τοῦ βασιλέως, καὶ πάντες ὑπέγραψαν τῷ ὅρῳ. Καὶ ἠρώτησεν ὁ βασιλεὺς εἰ κατὰ
30συναίνεσιν πάντων ὁ ὅρος ἀνεγνώσθη· καὶ πάντες δι’

92

εὐφημιῶν ἐβεβαίωσαν. Καὶ πάλιν πρὸς αὐτοὺς ὁ βασιλεὺς ἐδημηγόρησεν δίς, καὶ ἐπευφήμησαν πάντες. Καὶ ἀπὸ προτροπῆς τοῦ βασιλέως ἐτέθησαν κανόνες, καὶ ἐδόθη τῇ Καλχηδοναίων μητροπολιτικὰ δίκαια. Καὶ ἐκέλευσεν ὁ
5βασιλεὺς μεῖναι τοὺς ἐπισκόπους τρεῖς ἢ τέσσαρας ἡμέρας καὶ ἕκαστον κινῆσαι περὶ ὧν βούλεται, παρόντων τῶν ἀρχόντων, καὶ τὰ εἰκότα γενέσθαι· καὶ ἐπεραιώθη ἡ συνέλευσις. Γέγονε καὶ ἑτέρα, καὶ ἕτεροι κανόνες ἐτέθησαν.
10 Καὶ πάλιν καθ’ ἑτέραν σύνοδον συνεβάθησαν Ἰουβενάλιος καὶ Μάξιμος, καὶ ἔδοξε τὸν Ἀντιοχείας ἔχειν δύο Φοινίκας καὶ Ἀραβίαν, τὸν δὲ Ἱεροσολύμων τρεῖς Παλαιστίνας· καὶ ἀπὸ διαλαλιᾶς τῶν ἀρχόντων καὶ ἐπισκόπων ἐβεβαιώθησαν.
15 Καὶ κατὰ τὴν ἐνάτην σύνοδον ἐκινήθη τὰ κατὰ Θεο‐ δώρητον, καὶ ἀνεθεμάτισε Νεστόριον εἰρηκώς· „Ἀνάθεμα Νεστορίῳ καὶ τῷ μὴ λέγοντι θεοτόκον τὴν ἁγίαν παρθένον Μαρίαν, καὶ τῷ εἰς δύο υἱοὺς μερίζοντι τὸν ἕνα υἱὸν τὸν μονογενῆ. Ἐγὼ δὲ καὶ τῷ ὅρῳ τῆς πίστεως ὑπέγραψα
20καὶ τῇ ἐπιστολῇ Λέοντος.“ Καὶ ἀπὸ διαλαλιᾶς πάντων ἀπέλαβε τὸν οἰκεῖον θρόνον. Ἐν ἄλλῃ συνόδῳ ἐκινήθη τὰ κατὰ Ἴβαν, καὶ ἀνε‐ γνώσθησαν τὰ ἐπ’ αὐτῷ κεκριμένα, οἷς ἐδίκασαν Φώτιος ἐπίσκοπος τῆς Τυρίων καὶ Εὐστάθιος ἐπίσκοπος Βηρυτοῦ·
25καὶ ὑπερετέθη ἡ ψῆφος εἰς τὴν ἑξῆς. Κατὰ οὖν τὴν ἑνδεκάτην συνέλευσιν, τῶν πλειόνων ἐπισκόπων ψηφισαμένων αὐτὸν εἰς ἱερέας εἶναι, τινὲς ἐπίσκοποι ἀντειπόντες εἰρήκασι τοὺς κατηγόρους αὐτοῦ ἔξω εἶναι, καὶ ἠξίωσαν αὐτοὺς εἰσελθεῖν. Καὶ ἀνεγνώ‐
30σθησαν τὰ ἐπ’ αὐτῷ πεπραγμένα· καὶ διαλαλησάντων
τῶν ἀρχόντων ἀναγνωσθῆναι τὰ ἐν Ἐφέσῳ περὶ Ἴβα

93

πεπραγμένα, εἰρήκασιν οἱ ἐπίσκοποι πάντα τὰ ἐν Ἐφέσῳ πεπραγμένα κατὰ τὴν δευτέραν σύνοδον ἄκυρα εἶναι χωρὶς τῆς χειροτονίας Μαξίμου τοῦ Ἀντιοχείας. Καὶ ἐδεήθησαν περὶ τούτου καὶ τοῦ βασιλέως ὥστε θεσπίσαι
5μηδὲν τῶν ἐν Ἐφέσῳ μετὰ τὴν πρώτην σύνοδον κρατεῖν, ἧς ἡγήσατο ὁ ἐν ἁγίοις Κύριλλος ὁ τῶν Ἀλεξανδρέων πρόεδρος. Καὶ ἐδικαιώθη τὴν ἐπισκοπὴν αὐτὸν ἔχειν. Καθ’ ἑτέραν πρᾶξιν ἐζητήθη τὰ κατὰ Βασιανὸν ἐπί‐ σκοπον τῆς Ἐφεσίων, καὶ ἐδικαιώθη ἐξενεχθῆναι αὐτὸν
10καὶ Στέφανον. Καὶ ἑτέρας δὲ συνόδου γενομένης ταῦτα ἐψηφίσθη. Καὶ τρισκαιδεκάτης πράξεως γενομένης, ἐξητάσθη τὰ κατ’ Εὐνόμιον τὸν Νικομηδείας ἐπίσκοπον καὶ Ἀναστά‐ σιον τὸν ἐπίσκοπον Νικαίας, φιλονεικησάντων περὶ τῶν
15ἰδίων πόλεων. Γέγονε δὲ καὶ τεσσαρεσκαιδεκάτη πρᾶξις, καὶ ἐξη‐ τάσθη τὰ κατὰ Βασιανὸν τὸν ἐπίσκοπον. Καὶ πρὸς τῷ τέλει ἐδικαιώθη τὸν Κωνσταντινουπόλεως θρόνον εὐθὺς μετὰ τὸν Ῥώμης τετάχθαι.
20Τέλος τοῦ βʹ τόμου τῆς ἐκκλησιαστικῆς ἱστορίας Εὐαγρίου.

94

(1t)

Τάδε ἔνεστιν ἐν τῷ τρίτῳ τόμῳ τῆς ἐκκλησιαστικῆς
2tἱστορίας Εὐαγρίου σχολαστικοῦ·
3αʹ. Περὶ τῆς βασιλείας Ζήνωνος καὶ τοῦ βίου αὐτοῦ. βʹ. Περὶ ἐφόδων βαρβαρικῶν ἔν τε τῇ ἕῳ καὶ τῇ δύσει.
5 γʹ. Περὶ τῆς τυραννίδος Βασιλίσκου καὶ φυγῆς Ζήνωνος. δʹ. Ὡς Τιμόθεον τὸν Αἴλουρον ὁ Βασιλίσκος ἀνεκαλέσατο, καὶ πεισθεὶς ὑπ’ αὐτοῦ ἐγκυκλίους ἐπιστολὰς εἰς ἀθέτησιν τῆς ἐν Καλχηδόνι συνόδου πανταχοῦ ἐξαπέστειλε. εʹ. Περὶ τῶν συνθεμένων τοῖς ἐγκυκλίοις Βασιλίσκου καὶ
10τὴν σύνοδον ἀθετησάντων. ϛʹ. Ὡς τοῦ Αἰλούρου Τιμοθέου τὴν Ἀλεξανδρέων ἀπολα‐ βόντος καὶ τῇ Ἐφεσίων τὸ πατριαρχικὸν δίκαιον ἀποδόντος, ἀναθέματι τὴν ἐν Καλχηδόνι σύνοδον καθυπέβαλεν. ζʹ. Ὡς τῶν μοναχῶν Ἀκακίου γνώμῃ στασιασάντων, φοβη‐
15θεὶς ὁ Βασιλίσκος ἐναντία τῶν προτέρων γράψας ἐξαπέστειλεν ἀντεγκύκλια. ηʹ. Περὶ τῆς ἐπανόδου Ζήνωνος. θʹ. Ὡς μετὰ τὸν θάνατον Βασιλίσκου οἱ τῆς Ἀσίας ἐπί‐ σκοποι τὸν Ἀκάκιον ἡμερούμενοι μετανοίας βιβλίον ἐπιδεδώκασιν,
20οἷς ἐξήμαρτον τὴν ἐν Καλχηδόνι σύνοδον ἀθετήσαντες. ιʹ. Περὶ τῶν ἐν Ἀντιοχείᾳ ἐπισκοπησάντων. ιαʹ. Ὡς ὁ βασιλεὺς Ζήνων ἐβουλήθη τὸν Αἴλουρον διῶξαι, διὰ δὲ τὸ γῆρας αὐτὸν κατελεήσας εἴασε· καὶ ὡς αὐτοῦ τελευτή‐ σαντος, Πέτρος μὲν ὁ Μογγὸς πρὸς τῶν Ἀλεξανδρέων κεχειρο‐
25τόνηται, Τιμόθεος δὲ ὁ μετὰ Προτέριον νεύματι τοῦ βασιλέως τὸν τῆς Ἀλεξανδρέων θρόνον κατέσχεν. ιβʹ. Περὶ Ἰωάννου τοῦ μετὰ Τιμόθεον τῆς Ἀλεξανδρέων τοὺς οἴακας κατασχόντος· ὅπως τε τοῦτον ὁ Ζήνων ὡς ἐπιορκήσαντα
ἀπελαύνει, Πέτρῳ δὲ τῷ Μογγῷ τὴν Ἀλεξανδρέων ἐγχειρίζει.

95

ιγʹ. Ὡς Πέτρος ὁ Μογγὸς δέχεται τὸ ἑνωτικὸν Ζήνωνος, καὶ τοῖς ἀπὸ Προτερίου συνάπτεται. ιδʹ. Περὶ τοῦ λεγομένου ἑνωτικοῦ τοῦ Ζήνωνος. ιεʹ. Ὡς Ἰωάννης ὁ Ἀλεξανδρείας κατελθὼν ἐν Ῥώμῃ πείθει
5Σιμπλίκιον πρὸς Ζήνωνα περὶ τῶν συμβάντων γράψαι Ζήνωνι. ιϛʹ. Περὶ Καλανδίωνος τοῦ Ἀντιοχείας, καὶ ὅτι ἐξορίᾳ κατε‐ δικάσθη διὰ τὴν πρὸς Ἴλλουν καὶ Λεόντιον ὑπονοηθεῖσαν φιλίαν, καὶ ὡς Πέτρος ὁ Κναφεὺς ἡνώθη τῷ Μογγῷ καὶ τῷ Κωνσταντινου‐ πόλεως καὶ τῷ Ἱεροσολύμων.
10 ιζʹ. Περὶ ὧν ἔγραψε Πέτρος Ἀκακίῳ δεξαμένῳ τὴν ἐν Καλχηδόνι σύνοδον. ιηʹ. Ὅπως Ἰωάννης ὁ Ἀλεξανδρείας πείθει Φίληκι τῷ πάπᾳ Ῥώμης καθαίρεσιν Ἀκακίῳ τῷ Κωνσταντινουπόλεως πέμψαι. ιθʹ. Περὶ Κυρίλλου ἡγουμένου μονῆς τῶν Ἀκοιμήτων, ὅπως
15εἰς Ῥώμην ἀπέστειλε πρὸς Φίληκά τινας, ἐνάγων αὐτὸν πρὸς ἐκδίκησιν τῶν τολμωμένων κατὰ τῆς πίστεως. κʹ. Περὶ ὧν ἔγραψε Φίληξ πρὸς Ζήνωνα, καὶ αὖ πάλιν Ζήνων πρὸς Φίληκα. καʹ. Ὡς Συμεώνης μοναχὸς μονῆς τῶν Ἀκοιμήτων εἰς Ῥώμην
20κατελθὼν τοὺς ἐν Κωνσταντινουπόλει ἀποσταλέντας ἐπισκόπους Ῥωμαίων διήλεγξε κοινωνήσαντας τοῖς αἱρετικοῖς· καὶ ὡς αὐτοί τε καὶ οἱ κοινωνήσαντες Πέτρῳ παρὰ Ῥωμαίων καθῃρέθησαν. κβʹ. Περὶ τῶν ἐν Ἀλεξανδρείᾳ κινηθέντων καὶ ἐν διαφόροις τόποις χάριν τῆς ἐν Καλχηδόνι συνόδου.
25 κγʹ. Περὶ Φραυίτου καὶ Εὐφημίου τῶν Κωνσταντινουπολιτῶν, καὶ Ἀθανασίου καὶ Ἰωάννου τῶν Ἀλεξανδρέων, καὶ Παλλαδίου καὶ Φλαβιανοῦ τῶν Ἀντιοχέων, καὶ ἑτέρων τινῶν. κδʹ. Περὶ τῆς ἀναιρέσεως Ἀρμάτου συγγενοῦς Βερίνης τῆς βασιλίδος.
30 κεʹ. Περὶ τῆς ἐπαναστάσεως Θευδερίχου τοῦ Σκύθου, καὶ τῆς τούτου τελευτῆς. κϛʹ. Περὶ τῆς Μαρκιανοῦ ἐπαναστάσεως, καὶ οἷα περὶ τοῦτον συνέβη. κζʹ. Περὶ τῆς τυραννίδος Ἴλλου καὶ Λεοντίου.
35κηʹ. Περὶ Μαμμιανοῦ καὶ τῶν ἔργων αὐτοῦ.

96

κθʹ. Περὶ τῆς τελευτῆς Ζήνωνος καὶ τῆς ἀναρρήσεως Ἀνα‐ στασίου. λʹ. Περὶ Ἀναστασίου τοῦ βασιλέως, καὶ ὡς διὰ τὸ μὴ βούλεσθαι τοῦτον καινοτομεῖν τι περὶ τὴν ἐκκλησιαστικὴν κατά‐
5στασιν, μυρίων ταραχῶν αἱ ἀνὰ τὴν οἰκουμένην ἐκκλησίαι ἐνεπλή‐ σθησαν, πολλοί τε τῶν ἐπισκόπων διὰ τοῦτο ἐξεβλήθησαν. λαʹ. Ἐπιστολὴ τῶν Παλαιστινῶν μοναχῶν πρὸς Ἀλκίσωνα περὶ Ξεναίου καὶ ἑτέρων τινῶν. λβʹ. Περὶ τῆς ἐκβολῆς Μακεδονίου τοῦ Κωνσταντινουπόλεως
10καὶ Φλαβιανοῦ Ἀντιοχείας. λγʹ. Περὶ Σευήρου ἐπισκόπου Ἀντιοχείας. λδʹ. Περὶ τῆς πεμφθείσης αὐτῷ καθαιρέσεως ὑπὸ Κοσμᾶ καὶ Σευηριανοῦ. λεʹ. Περὶ τῆς τῶν τυράννων Ἰσαύρων καθαιρέσεως.
15 λϛʹ. Περὶ τῶν Σκηνητῶν βαρβάρων ὡς ἐσπείσαντο πρὸς Ῥωμαίους. λζʹ. Περὶ τῆς ἐν Ἀμίδῃ πολιορκίας καὶ κτίσεως τοῦ Δάρας. ληʹ. Περὶ τοῦ μακροῦ τείχους. λθʹ. Περὶ τοῦ λεγομένου Χρυσαργύρου, ὡς ἀνεῖλεν αὐτὸ
20Ἀναστάσιος. μʹ. Περὶ ὧν ἱστόρησε Ζώσιμος χάριν τοῦ Χρυσαργύρου κατὰ Κωνσταντίνου τοῦ βασιλέως. μαʹ. Ἀπόστασις πρὸς Ζώσιμον ἐφ’ οἷς ἐβλασφήμησε Κων‐ σταντῖνον καὶ Χριστιανούς.
25 μβʹ. Περὶ τῆς χρυσοτελείας. μγʹ. Περὶ τῆς τυραννίδος Βιταλιανοῦ. μδʹ. Ὡς Ἀναστασίου ἐν τῷ τρισαγίῳ ὕμνῳ τὸ „Ὁ σταυρω‐ θεὶς δι’ ἡμᾶσ“ βουληθέντος προσθεῖναι, στάσις ἐν τῷ δήμῳ καὶ ταραχὴ γέγονεν· ὅπερ φοβηθείς, ὑποκρινάμενος ταπείνωσιν, ταχὺ
30τὰς γνώμας τοῦ δήμου μετέβαλεν.
μεʹ. Περὶ τοῦ θανάτου Ἀναστασίου.

97

(1t)

Κεφάλαια ἐκκλησιαστικῆς ἱστορίας Εὐαγρίου σχολαστικοῦ
2tκαὶ ἀπὸ ἐπάρχων.
3αʹ. Περὶ τῆς βασιλείας Ζήνωνος καὶ τοῦ υἱοῦ αὐτοῦ. βʹ. Περὶ ἐφόδων βαρβαρικῶν ἔν τε τῇ ἑῴᾳ καὶ δυτικῇ.
5 γʹ. Περὶ τῆς τυραννίδος Βασιλίσκου καὶ φυγῆς Ζήνωνος. δʹ. Περὶ τῶν ἐγκυκλίων καὶ ἀντεγκυκλίων Βασιλίσκου. εʹ. Περὶ τῆς ἐπανόδου Τιμοθέου τοῦ Αἰλούρου, καὶ τί ἐπράχθη αὐτῷ. ϛʹ. Περὶ τῆς ἐπανόδου Ζήνωνος καὶ τελευτῆς Βασιλίσκου.
10 ζʹ. Περὶ ἐπισκόπων ἀνακαλεσαμένων τὴν οἰκίαν συναίνεσιν τῶν ἐπὶ Βασιλίσκου παρ’ Ἀκάκιον τὸν Κωνσταντινουπόλεως. ηʹ. Περὶ Πέτρου τοῦ Μογγοῦ καὶ τοῦ ἑνωτικοῦ Ζήνωνος. θʹ. Περὶ ὧν ἔγραψε Πέτρος Ἀκακίῳ δεξαμένῳ τὴν ἐν Καλχη‐ δόνι σύνοδον.
15 ιʹ. Περὶ συνοδικῶν κινηθέντων ἐν Ῥώμῃ χάριν Ἰωάννου τοῦ Ἀλεξανδρείας. ιαʹ. Περὶ τῶν ἐν Ἀλεξανδρείᾳ κινηθέντων καὶ ἐν διαφόροις τόποις χάριν τῆς ἐν Καλχηδόνι συνόδου. ιβʹ. Περὶ τῆς ἐπαναστάσεως Θευδερίχου καὶ Μαρκιανοῦ.
20 ιγʹ. Περὶ τῆς τυραννίδος Ἰλλοῦ καὶ Λεοντίου καὶ λοιπῶν. ιδʹ. Περὶ Μαμιανοῦ καὶ ἔργων αὐτοῦ. ιεʹ. Περὶ τῆς βασιλείας Ἀναστασίου καὶ χρόνων ἀναγραφῆς. ιϛʹ. Περὶ ἐκκλησιαστικῆς καταστάσεως καὶ ἐκβεβλημένων ἐπισκόπων.
25 ιζʹ. Περὶ ἐπιστολῆς Ἱεροσολυμιτῶν μοναχῶν πρὸς Ἀλκίσωνα. ιηʹ. Περὶ τῆς ἐκβολῆς Μακεδονίου, Φλαβιανοῦ, καὶ περὶ Σεβήρου. ιθʹ. Περὶ Σεβήρου καὶ τῆς πεμφθείσης αὐτῷ καθαιρέσεως ὑπὸ Κοσμᾶ καὶ Σεβηριανοῦ.
30κʹ. Περὶ τῆς τῶν τυράννων Ἰσαύρων καθαιρέσεως.
καʹ. Περὶ τῆς ἐν Ἀμίδῃ πολιορκίας καὶ κτίσεως τοῦ Δάρας.

98

κβʹ. Περὶ τοῦ μακροῦ τείχους καὶ τῆς ἀναρτήσεως τοῦ Χρυσαργύρου. κγʹ. Περὶ ὧν ἱστόρησε Ζώσιμος χάριν τοῦ Χρυσαργύρου καὶ Κωνσταντίνου βασιλέως.
5 κδʹ. Ἀπότασις πρὸς Ζώσιμον ἐφ’ οἷς ἐβλασφήμησε Κωνσταν‐ τῖνον καὶ Χριστιανούς. κεʹ. Περὶ τῆς τυραννίδος Βιταλιανοῦ καὶ ναυμαχίας αὐτοῦ, καὶ τί ἔπαθεν.
κϛʹ. Περὶ τῆς στάσεως τοῦ δήμου ἐν Βυζαντίῳ.

99

(1t)

ΕΥΑΓΡΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ ΕΠΙΦΑΝΕΩΣ ΚΑΙ ΑΠΟ ΕΠΑΡΧΩΝ
2tΕΚΚΛΗΣΙΑΣΤΙΚΗΣ ΙΣΤΟΡΙΑΣ
3tΤΟΜΟΣ Γʹ
41. Ζήνων δέ, ἐπεὶ τὴν βασιλείαν τοῦ παιδός οἱ
5τελευτήσαντος μόνος περιεβάλετο, ὥσπερ οὐκ οἰόμενος τῶν ὅλων ἐγκρατὴς γενέσθαι εἰ μὴ καὶ πάσαις ταῖς ἐπιούσαις ἡδοναῖς μετ’ ἐξουσίας ἐπεξέλθοι, τοσοῦτον ἐκ προοιμίων ἑαυτὸν ταῖς ἐπιθέσεσι τῶν ἐπιθυμιῶν ἐκδέ‐ δωκεν ὡς μηδὲν αὐτὸν ἐπισχεῖν τῶν ἀπρεπῶν τε καὶ
10ἀθέσμων, ἀλλ’ οὕτως τούτοις ἐμπολιτεύσασθαι ὡς τὸ σκοτίως ταῦτα καὶ ἐν παραβύστῳ γίγνεσθαι χαμερπὲς εἶναι νομίζειν, τὸ δέ γε ἀναφανδὸν καὶ ὥσπερ ἐξ ἀπόπτου βασιλικὸν καὶ αὐτοκράτορι μόνῳ πρέπον, κακῶς καὶ δουλοπρεπῶς κρίνας. Οὐκ ἐξ ὧν γὰρ ἑτέρων κρατεῖν
15πέφυκεν ὁ αὐτοκράτωρ γνωρίζεται, ἀλλ’ ἐξ ὧν ἑαυτοῦ πρῶτον ἄρχει τε καὶ κρατεῖ, μηδενὶ τῶν ἀτόπων παρείσ‐ δυσιν ἑαυτῷ διδούς, οὕτω δὲ ἀνάλωτος ταῖς ἀκρασίαις ὑπάρχων ὡς ζῶν ἄγαλμα τῶν ἀρετῶν εἶναι πρὸς μίμησιν, ἐκπαιδεύων τὸ ὑπήκοον. Ὁ δὲ ταῖς ἡδοναῖς ἑαυτὸν
20ἀνοιγνὺς λέληθε κατὰ σμικρὸν δοῦλος αἴσχιστος δορυά‐ λωτος ἀνάποινος γιγνόμενος, δεσποτείας συχνὰς ἀμείβων ἴσα τοῖς ἀχρείοις τῶν δούλων, εἴπερ ἀναρίθμητοι τῶν ἡδονῶν αἱ δέσποιναι καθεστᾶσιν, ἥκιστα πέρας τῆς
συνεχείας τε καὶ τῆς σφῶν ἀλληλουχίας ἔχουσαι· ἀεὶ

100

τῆς ἐν χερσὶν ἡδονῆς οὐχ ἱσταμένης, ὑπέκκαυμα δὲ καὶ προοίμιον ἑτέρας γιγνομένης, ἕως ἢ αὐτοκράτωρ τις ὄντως γιγνόμενος τὴν ὀχλοκρατείαν τῶν ἡδονῶν ξενη‐ λατήσοι, βασιλεύων λοιπὸν οὐ τυραννούμενος, ἢ μέχρι
5τελευταίας ῥοπῆς δουλεύων τὰ ἐν Ἅιδου καταλάβοι. 2. Τοιαῦτα μὲν οὖν κατ’ ἀρχὰς ὁ Ζήνων ἐκδεδιῃτη‐ μένος τὸν βίον· οἱ δέ γε ὑπήκοοι πρός τε ἀνίσχοντα πρός τε δυόμενον ἥλιον κακῶς ἔπασχον, ἔνθεν μὲν τῶν Σκηνιτῶν βαρβάρων πάντα ληϊζομένων, Θρᾴκην δὲ
10πλῆθος Οὔννων τῶν πάλαι Μασσαγετῶν ἐπιδραμόντων, καὶ τὸν Ἴστρον διαβάντων μηδενὸς ἀμύνοντος, αὐτοῦ δέ γε Ζήνωνος τὰ ἐπίλοιπα βαρβαρικῷ τῳ τρόπῳ πρὸς βίας ἀφαιρουμένου. 3. Ἐπαναστάντος δέ οἱ Βασιλίσκου τοῦ Βερίνης
15ἀδελφοῦ—καὶ τὰ οἰκεῖα γὰρ αὐτῷ ἐκπεπολέμωτο, πάντων ἐπ’ ἴσης τὸν αἴσχιστον αὐτοῦ βίον ἀποστρεφομένων—, ἀνδρικὸν μὲν οὐδὲν ὅλως ἐφρόνησεν—ἀγεννὲς γὰρ καὶ δύσελπι ἡ ἀνοσιουργία, ἐκ τῆς περὶ τὰς ἡδονὰς ἥττης τεκμηριοῦσα τὸ ἄνανδρον—, φεύγει δὲ προτροπάδην τῆς
20τοσαύτης ἀρχῆς ἀκονιτὶ παραχωρήσας τῷ Βασιλίσκῳ. Καὶ πολιορκίαν ὑπέστη κατὰ τὴν αὐτὸν προαγαγοῦσαν τῶν Ἰσαύρων χώραν, ἔχων ἅμα οἱ Ἀριάδνην τὴν γαμετήν, ὕστερον τὴν μητέρα φυγοῦσαν, καὶ εἴ τι ἕτερον εὔνουν αὐτῷ μεμενήκει. Οὕτω γοῦν ὁ Βασιλίσκος τὸν στέφανον
25τῆς Ῥωμαίων ἀρχῆς ἀναδησάμενος, καὶ τὸν παῖδα Μάρκον ἀνειπὼν Καίσαρα, ἀπ’ ἐναντίας τῷ Ζήνωνι καὶ τοῖς προβεβασιλευκόσιν ᾔει. 4. Ἐκ πρεσβείας δὲ ἐνίων τῶν ἐκ τῆς Ἀλεξανδρέων ἀνακαλεῖται τὸν Τιμόθεον ἐκ τῆς ὑπερορίας, ὄγδοον καὶ
30δέκατον ἔτος αὐτῇ συγγενόμενον, Ἀκακίου τὴν ἐπισκοπὴν
τῆς Κωνσταντινουπόλεως πρυτανεύοντος. Καὶ δῆτα τὴν

101

βασιλέως κατειληφὼς πόλιν ὁ Τιμόθεος πείθει τὸν Βασι‐ λίσκον ἐγκυκλίοις χρήσασθαι συλλαβαῖς πρὸς τοὺς ἑκασταχοῦ ἱερέας ἀναθέματί τε περιβαλεῖν τὰ ἐν Καλ‐ χηδόνι πεπραγμένα καὶ τὸν τόμον Λέοντος· ὧν ἡ συνθήκη
5λέγει τάδε· Ἐγκύκλιον Βασιλίσκου. „Αὐτοκράτωρ Καῖσαρ Βασιλίσκος, εὐσεβής, νικητής, τροπαιοῦχος, μέγιστος, ἀεισέβαστος, Αὔγουστος, καὶ Μάρκος ὁ ἐπιφανέστατος Καῖσαρ, Τιμοθέῳ τῷ εὐλαβε‐
10στάτῳ καὶ θεοφιλεστάτῳ ἀρχιεπισκόπῳ τῆς Ἀλεξαν‐ δρέων μεγαλοπόλεως. Ὁπόσους μὲν ὑπὲρ τῆς ὀρθῆς καὶ ἀποστολικῆς πίστεως ἐθέσπισαν νόμους οἱ πρὸ ἡμῶν εὐσεβέστατοι βασιλεῖς, ὅσοι τὴν μακαρίαν, ἀγήρω καὶ ζωοποιὸν τριάδα θεραπεύοντες ὀρθῶς διετέλεσαν, τούτους
15ὡς τῷ παντὶ κόσμῳ σωτηρίους ἀεί ποτε γεγονότας οὐδένα χρόνον ἀργεῖν ἐθέλομεν, μᾶλλον δὲ ὡς οἰκείους ἑαυτῶν ἐκφωνοῦμεν νόμους. Ἡμεῖς δὲ πάσης τῆς περὶ τὰ ἀνθρώ‐ πινα πράγματα σπουδῆς προτιμήσαντες τὴν εὐσέβειαν καὶ τὸν ὑπὲρ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ
20ζῆλον τοῦ πεποιηκότος καὶ δεδοξακότος ἡμᾶς, ἔτι δὲ πιστεύοντες τὸν σύνδεσμον τῶν τοῦ Χριστοῦ ποιμνίων σωτηρίαν ἑαυτῶν εἶναι καὶ τοῦ ὑπηκόου παντὸς θεμέλιόν τε ἀρραγῆ καὶ ἀσάλευτον τεῖχος τῆς ἡμετέρας βασιλείας, ἐντεῦθεν εἰκότως θείῳ διανοίας κινούμενοι ζήλῳ, καὶ
25ἀπαρχὴν τῆς ἡμετέρας βασιλείας τῷ θεῷ καὶ σωτῆρι ἡμῶν Ἰησοῦ Χριστῷ τὴν τῆς ἁγίας ἐκκλησίας ἕνωσιν προσκομίζοντες, θεσπίζομεν τὴν κρηπῖδα καὶ βεβαίωσιν τῆς ἀνθρωπίνης εὐζωΐας, τουτέστι τὸ σύμβολον τῶν τριακοσίων δέκα ὀκτὼ ἁγίων πατέρων τῶν ἐν Νικαίᾳ
30πάλαι μετὰ τοῦ ἁγίου πνεύματος ἐκκλησιασθέντων, εἰς ὃ ἡμεῖς τε καὶ πάντες οἱ πρὸ ἡμῶν πιστεύσαντες ἐβαπτί‐ σθημεν, μόνον πολιτεύεσθαι καὶ κρατεῖν ἐν πάσαις ταῖς
ἁγιωτάταις τοῦ θεοῦ ἐκκλησίαις τῶν ὀρθοδόξων λαῶν, ὡς

102

μόνον κυρίως τῆς ἀπλανοῦς πίστεως ὅρον καὶ ἀρκοῦν εἰς ἀναίρεσιν μὲν καθόλου πάσης αἱρέσεως, ἕνωσιν δὲ ἄκραν τῶν ἁγίων τοῦ θεοῦ ἐκκλησιῶν· ἐχόντων δηλαδὴ τὴν οἰκείαν ἰσχὺν καὶ τῶν εἰς βεβαίωσιν αὐτοῦ τοῦ θείου
5συμβόλου πεπραγμένων ἔν τε τῇ βασιλευούσῃ πόλει ταύτῃ κατὰ τῶν βλασφημούντων εἰς τὸ πνεῦμα τὸ ἅγιον παρὰ τῶν ἑκατὸν πεντήκοντα ἁγίων πατέρων, ἔτι δὲ καὶ πάντων τῶν πεπραγμένων ἐν τῇ Ἐφεσίων μητροπόλει κατὰ τοῦ δυσσεβοῦς Νεστορίου καὶ τῶν μετὰ ταῦτα τὰ
10ἐκείνου φρονησάντων. Τὰ δὲ διελόντα τὴν ἕνωσιν καὶ εὐταξίαν τῶν ἁγίων τοῦ θεοῦ ἐκκλησιῶν καὶ εἰρήνην τοῦ κόσμου παντός, δη‐ λαδὴ τὸν λεγόμενον τόμον Λέοντος, καὶ πάντα τὰ ἐν Καλχηδόνι ἐν ὅρῳ πίστεως, ἢ ἐν ἐκθέσει συμβόλου, ἢ
15ἑρμηνείας, ἢ διδασκαλίας, ἢ διαλέξεως εἰρημένα καὶ πε‐ πραγμένα εἰς καινοτομίαν τὴν κατὰ τοῦ μνημονευθέντος ἁγίου συμβόλου τῶν τριακοσίων δέκα ὀκτὼ ἁγίων πατέ‐ ρων, θεσπίζομεν ἐνταῦθά τε καὶ πανταχοῦ καθ’ ἑκάστην ἐκκλησίαν παρὰ τῶν ἁπανταχοῦ ἁγιωτάτων ἐπισκόπων
20ἀναθεματίζεσθαι, καὶ πυρὶ παραδίδοσθαι παρ’ οἷς ἂν εὑρίσκηται, διὰ τὸ οὕτω διατεταχέναι περὶ πάντων τῶν αἱρετικῶν δογμάτων καὶ τοὺς πρὸ ἡμῶν ἐν εὐσεβεῖ καὶ μακαρίᾳ τῇ λήξει γενομένους βασιλέας, Κωνσταντῖνον καὶ Θεοδόσιον τὸν νέον· ἄκυρά τε οὕτως γινόμενα παντελῶς
25ἐκβάλλεσθαι τῆς μιᾶς καὶ μόνης καθολικῆς καὶ ἀποστο‐ λικῆς ὀρθοδόξου ἐκκλησίας, ὡς μεταίροντα τὰ αἰώνια καὶ σωτήρια τῶν τριακοσίων δέκα ὀκτὼ ἁγίων πατέρων ὅρια καὶ τὰ τῶν μακαρίων πατέρων τῶν ἐν ἁγίῳ πνεύματι διαγορευσάντων κατὰ τὴν Ἐφεσίων· ὅλως δὲ μὴ ἐξεῖναί
30ποτε μήτε ἱερέων μήτε λαϊκῶν τινι τῆς τοῦ ἁγίου συμ‐ βόλου θειοτάτης ἐκείνης νομοθεσίας ποιεῖσθαί τινα
παρέκβασιν· ἀναθεματίζεσθαι δὲ σὺν πάσαις ταῖς ἐν

103

Καλχηδόνι γεγενημέναις καινοτομίαις κατὰ τοῦ θείου συμβόλου, καὶ τὴν αἵρεσιν τῶν μὴ ὁμολογούντων τὸν υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ ἐκ πνεύματος ἁγίου καὶ ἐκ τῆς ἁγίας καὶ ἀεὶ παρθένου καὶ θεοτόκου Μαρίας κατὰ
5ἀλήθειαν σαρκωθέντα καὶ ἐνανθρωπήσαντα, ἀλλ’ ἢ ἐξ οὐρανοῦ ἢ κατὰ φαντασίαν καὶ δόκησιν τερατευομένους, πᾶσάν τε ἁπλῶς αἵρεσιν, καὶ εἴ τι ἕτερον ἐν οἵῳ δή ποτε καιρῷ καὶ τρόπῳ καὶ τόπῳ τῆς οἰκουμένης ἁπάσης κατὰ διάνοιαν καὶ λέξιν ἐπὶ παραβάσει τοῦ θείου συμβόλου
10κεκαινοτόμηται. Ἐπειδὴ δὲ προνοίας βασιλικῆς ἴδιον μὴ τοῦ παρόντος χρόνου μόνον ἀλλὰ καὶ τοῦ μέλλοντος τὴν ἀσφάλειαν ἐκ προορατικῆς διασκέψεως ἐπιδαψιλεύεσθαι τοῖς ὑπηκόοις, θεσπίζομεν τοὺς ἁπανταχοῦ ὁσιωτάτους ἐπισκόπους ἐμ‐
15φανιζομένῳ τῷ θείῳ τούτῳ ἡμῶν ἐγκυκλίῳ γράμματι καθυπογράφειν, σαφῶς καταμηνύοντας ὅτι δὴ μόνῳ τῷ θείῳ στοιχοῦσι συμβόλῳ τῶν τριακοσίων δέκα ὀκτὼ ἁγίων πατέρων, ὅπερ ἐπεσφράγισαν οἱ ἑκατὸν πεντήκοντα πατέρες ἅγιοι, ὡς ἔδοξεν ὁριστικῶς καὶ τοῖς μετὰ ταῦτα
20συνελθοῦσι κατὰ τὴν Ἐφεσίων μητρόπολιν ὁσιωτάτοις πατράσιν ὅτι δεῖ μόνῳ τῷ ἁγίῳ συμβόλῳ τῶν τριακοσίων δέκα ὀκτὼ ἁγίων πατέρων στοιχεῖν εἰς ὅρον πίστεως, ἀναθεματίζοντες ἅπαν τὸ γενόμενον ἐν Καλχηδόνι τῶν ὀρθοδόξων λαῶν πρόσκομμα καὶ ὁλοτελῶς τῶν ἐκκλησιῶν
25ἐκβάλλοντες ὡς παρεμποδὼν γινόμενον τῇ οἰκουμενικῇ καὶ ἡμετέρᾳ εὐπραγίᾳ. Τοὺς δὲ μετὰ ταύτας ἡμῶν τὰς θείας συλλαβάς, ἃς κατὰ θεὸν ἐκπεφωνῆσθαι πιστεύομεν, τὴν ἐπιθυμητὴν πᾶσιν ἕνωσιν πραγματευομένας ταῖς ἁγίαις τοῦ θεοῦ
30ἐκκλησίαις, ἐπιχειροῦντάς ποτε προφέρειν ἢ ὅλως ὀνο‐ μάζειν, εἴτε ἐν διδασκαλίᾳ εἴτε ἐν διαλέξει ἢ ἐν συγ‐
γράμμασι, καθ’ οἷον δή ποτε καιρὸν ἢ τρόπον ἢ τόπον, τὴν

104

ἐν Καλχηδόνι γεγενημένην κατὰ τῆς πίστεως καινοτομίαν, τοὺς τοιούτους ὡς ταραχῆς καὶ ἀκαταστασίας ταῖς ἁγίαις τοῦ θεοῦ ἐκκλησίαις καὶ τῷ ὑπηκόῳ παντὶ παραιτίους, θεῷ τε καὶ τῇ ἡμετέρᾳ σωτηρίᾳ πολεμίους, κελεύομεν κατὰ
5τοὺς ἤδη πρὸ ἡμῶν θεσπισθέντας παρὰ τοῦ ἐν μακαρίᾳ καὶ θείᾳ τῇ λήξει γενομένου βασιλέως Θεοδοσίου κατὰ τῆς τοιαύτης κακονοίας νόμους, τοὺς καὶ ὑποτεταγμένους τῷδε ἡμῶν τῷ θείῳ ἐγκυκλίῳ, εἰ μὲν ἐπίσκοποι ἢ κληρικοὶ εἶεν, καθαιρεῖσθαι, εἰ δὲ μονάζοντες ἢ λαϊκοί, ἐξορίᾳ καὶ
10δημεύσει παντοίᾳ καὶ τοῖς ἐσχάτοις ὑποπίπτειν ἐπι‐ τιμίοις. Οὕτω γὰρ ἡ ἀεί ποτε παρὰ τῆς ἡμετέρας εὐσεβείας προσκυνουμένη ἁγία καὶ ὁμοούσιος δημιουργός τε καὶ ζωοποιὸς τῶν ὅλων τριάς, θεραπευθεῖσα καὶ νῦν παρ’ ἡμῶν διὰ τῆς ἀναιρέσεως μὲν τῶν μνημονευθέντων
15ζιζανίων βεβαιώσεως δὲ τῶν ὀρθῶν καὶ ἀποστολικῶν τοῦ ἁγίου συμβόλου παραδόσεων, ἵλεως καὶ εὐμενὴς γενο‐ μένη ταῖς τε ἡμετέραις ψυχαῖς καὶ τῷ ὑπηκόῳ παντί, ἔσται διὰ παντὸς συνδιοικοῦσα ἡμῖν καὶ εἰρηνεύουσα τὰ ἀνθρώπινα.“
20 5. Ὡς μὲν οὖν Ζαχαρίᾳ γέγραπται τῷ ῥήτορι, ταύ‐ ταις ταῖς ἐγκυκλίοις συλλαβαῖς συντίθεται ὁ Τιμόθεος ἄρτι τῆς ὑπερορίας, ὡς ἔφην, ἐπανηνεγμένος, καὶ πρός γε Πέτρος ὁ τῆς Ἀντιοχέων πρόεδρος, ὁ ἐπίκλην Κναφεύς, ὃς καὶ Τιμοθέῳ παρῆν ἀνὰ τὴν βασιλεύουσαν. Τούτων
25οὕτω γιγνομένων, ψηφίζονται δὲ καὶ Παῦλον τὸν τῆς Ἐφεσίων ἀρχιερατικὸν ὑπελθεῖν θρόνον. Φησὶ δ’ οὖν ὡς καὶ Ἀναστάσιος ὁ μετὰ Ἰουβενάλιον Ἱεροσολύμων πρόεδρος ὑποσημαίνεται τοῖς ἐγκυκλίοις ἕτεροί τε πάμ‐ πολλοι, ὡς περὶ τοὺς πεντακοσίους καθεστάναι τοὺς τὸν
30Λέοντος τόμον καὶ τὴν ἐν Καλχηδόνι σύνοδον ἀποκη‐ ρύξαντας. Καί που καὶ δέησιν ἐγγράφει γενομένην παρὰ τῶν ἐν Ἀσίᾳ προέδρων ἐν Ἐφέσῳ συνεληλυθότων πρὸς
Βασιλίσκον, ὧν ἔνια τούτοις σύγκειται τοῖς γράμμασιν·

105

„Τοῖς κατὰ πάντα εὐσεβεστάτοις καὶ φιλοχρίστοις δεσπόταις ἡμῶν Βασιλίσκῳ καὶ Μάρκῳ, αἰωνίοις νικηταῖς Αὐγούστοις.“ Καὶ μεθ’ ἕτερα· „Διὰ πάντων ἐδείχθητε πανευσεβέστατοι καὶ φιλόχριστοι βασιλεῖς, μισουμένῃ
5καὶ πολεμουμένῃ διαφόρως τῇ πίστει συμπολεμούμενοι.“ Καὶ μεθ’ ἕτερα· „Φοβερά τις ἐκδοχὴ κρίσεως καὶ θείου πυρὸς ζῆλος, καὶ ἡ δικαία τῆς ὑμετέρας γαληνότητος κίνησις τοὺς ἀντιδιατιθεμένους παρὰ πόδας συμπλέξει τοὺς τὸν θεὸν τὸν δυνατὸν καὶ τὴν ὑμετέραν τῇ πίστει
10κρατυνομένην βασιλείαν ἀλαζονικῇ τιμωρίᾳ κατατοξεύειν ἐπιχειροῦντας, καὶ τῆς ἡμετέρας βραχύτητος πολυτρόπως μὴ φειδομένους, ἀλλ’ ἀεὶ συκοφαντοῦντας καὶ καταψευ‐ δομένους ἡμῶν ὡς ἀνάγκῃ τινὶ καὶ βίᾳ καθυπογραψάντων ἡμῶν ἐν τοῖς θείοις ὑμῶν καὶ ἀποστολικοῖς ἐγκυκλίοις, ἐν
15οἷς μετὰ πάσης χαρᾶς καὶ προθυμίας καθυπεγράψαμεν.“ Καὶ μεθ’ ἕτερα· „Μηδὲν οὖν ἕτερον παρὰ τὰ θεῖα ὑμῶν ἐγκύκλια προβῆναι θελήσατε, εἰδότες ὅπερ ἔφημεν, ὅτι πᾶς ὁ κόσμος ἀνατραπήσεται πάλιν, καὶ μικρὰ εὑρε‐ θήσεται τὰ παρὰ τῆς ἐν Καλχηδόνι συνόδου γενόμενα
20κακά, ἅτινα καὶ τοὺς ἀναριθμήτους ἐκείνους εἰργάσατο φόνους, καὶ τὰ αἵματα τῶν ὀρθοδόξων ἀδίκως καὶ παρα‐ νόμως ἐξέχεεν.“ Καὶ μεθ’ ἕτερα· „Διαμαρτυρόμεθα ἐνώπιον τοῦ σω‐ τῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ—ἐλευθέραν γὰρ τὴν εὐσέβειαν
25εἶναι τὴν ἡμετέραν—, δεόμεθα τῆς ἐπενεχθείσης αὐτοῖς δικαίας καὶ κανονικῆς καὶ ἐκκλησιαστικῆς κατακρίσεως καὶ καθαιρέσεως, καὶ μάλιστα τῷ τὴν βασιλεύουσαν οὐχ ὁσίως ἐπισκοποῦντι διὰ πολλὰ φωραθέντι.“ Ὁ αὐτὸς Ζαχαρίας καὶ τάδε πρὸς ῥῆμα γράφει, ὡς
30τῶν ἐγκυκλίων καὶ βασιλικῶν γραμμάτων ἐκδοθέντων, οἱ

106

τὴν Εὐτυχοῦς φαντασίαν νοσοῦντες ἀνὰ τὴν βασιλεύουσαν καὶ τὸν μονήρη διώκοντες βίον, ὥσπερ ἑρμαίῳ τινὶ περι‐ τυχεῖν οἰηθέντες Τιμοθέῳ καὶ τοῖς ἐγκυκλίοις τὸ ἴδιον θηρᾶσαι ἐλπίσαντες, δρομαῖοι παρ’ αὐτὸν ἀφικνοῦνται·
5καὶ ὡς διελεγχθέντες πρὸς Τιμοθέου ὁμοούσιον ἡμῖν εἶναι κατὰ τὴν σάρκα τὸν τοῦ θεοῦ Λόγον καὶ τῷ πατρὶ ὁμοούσιον κατὰ τὴν θεότητα, εἰς τοὐπίσω ἀνεχώρουν. 6. Ὁ αὐτός φησι τὸν Τιμόθεον ἐξορμήσαντα τῆς βασιλίδος τὴν Ἐφεσίων καταλαβεῖν, ἐνθρονίσαι τε τὸν
10Παῦλον ἀρχιερέα τῇ Ἐφεσίων· ὃς ἤδη ἐκεχειροτόνητο μὲν ἀνὰ τὴν ἀρχαιοτέραν συνήθειαν ὑπὸ τῶν τῆς ἐπαρχίας ἐπισκόπων, ἐκπεπτώκει δὲ τοῦ θρόνου. Ἀποδίδωσι δὲ τῇ Ἐφεσίων καὶ τὸ πατριαρχικὸν δίκαιον, ὅπερ αὐτὴν ἀφεῖλεν ἡ ἐν Καλχηδόνι σύνοδος, ὥς μοι λέλεκται.
15Ἐκεῖθέν τε ἀπάρας ἀνὰ τὴν Ἀλεξανδρέων ἀφικνεῖται, καὶ τοὺς προσιόντας ἀπαιτῶν ἀναθεματίζειν τὴν ἐν Καλ‐ χηδόνι σύνοδον οὕτω διετέλει. Ἀποπηδῶσι δ’ οὖν παρ’ αὐτοῦ ἐκ τῆς κατ’ αὐτὸν μοίρας, ὡς τῷ αὐτῷ Ζαχαρίᾳ ἱστόρηται, ἄλλοι τε πολλοὶ καὶ Θεόδοτος εἶς τῶν ὑπὸ
20Θεοδοσίου ἀνὰ τὴν Ἰόππην κεχειροτονημένων, τοῦ τῆς Ἱεροσολύμων ἐπισκόπου πρός τινων γεγονότος, ὅτε πρὸς τὸ Βυζάντιον ὁ Ἰουβενάλιος ἀνέδραμεν. 7. Ἀκάκιον δέ φησι τὸν τῆς Κωνσταντίνου πρόεδρον ἐπὶ τούτοις περιπαθήσαντα συγκινῆσαι τὸ μοναδικὸν καὶ
25τὸν δῆμον τῆς βασιλευούσης, ὡς αἱρετικοῦ τοῦ Βασι‐ λίσκου τυγχάνοντος· ἐκεῖνόν τε αὖ ἐξαρνήσασθαι τὰ ἐγκύκλια, καὶ διάταξιν γράψαι τὰ ἐκ συναρπαγῆς γεγονότα τέλεον ἀργεῖν ἀντεγκύκλιά τε διαπέμπεσθαι συνιστῶντα τὴν ἐν Καλχηδόνι σύνοδον. Καὶ ταῦτα μὲν
30ἅ φησιν ἀντεγκύκλια παρῆκεν, ἐμπαθῶς τὴν ὅλην πραγ‐
ματείαν συγγράψας. Ἔστιν δὲ ἐπὶ λέξεως ταῦτα·

107

Ἀντεγκύκλιον Βασιλίσκου. „Αὐτοκράτορες Καίσαρες Βασιλίσκος καὶ Μάρκος. Τὴν ἄνωθεν καὶ ἐξ ἀρχῆς ἐν ταῖς καθολικαῖς ἐκκλησίαις κρατήσασαν ἀποστολικὴν καὶ ὀρθόδοξον πίστιν, τὴν καὶ
5μέχρι τῆς ἡμετέρας βασιλείας κρατήσασαν καὶ ἐπὶ τῆς ἡμετέρας βασιλείας κρατοῦσαν καὶ εἰς τὸ διηνεκὲς κρατεῖν ὀφείλουσαν, εἰς ἣν καὶ ἐβαπτίσθημεν καὶ πιστεύομεν, αὐτὴν μόνην ἄτρωτον καὶ ἀσάλευτον κρατεῖν, τὴν καὶ κρατοῦσαν, καὶ διηνεκῶς πολιτεύεσθαι ἐν πάσαις ταῖς
10καθολικαῖς καὶ ἀποστολικαῖς τῶν ὀρθοδόξων ἐκκλησίαις θεσπίζομεν καὶ μηδὲν ἕτερον ζητεῖσθαι. Διὰ τοῦτο γὰρ καὶ τὰ ἐπὶ τῆς ἡμετέρας βασιλείας γεγενημένα, εἴτε ἐγκύκλια, εἴτε καὶ ἕτερα, ἢ εἴ τι δή ποτε οὖν, πίστεως ἕνεκεν ἢ καταστάσεως ἐκκλησιαστικῆς, ἀργεῖν καὶ πε‐
15παῦσθαι προστάττομεν, ἀναθεματιζομένων Νεστορίου καὶ Εὐτυχοῦς καὶ πάσης ἑτέρας αἱρέσεως καὶ πάντων τῶν τὰ αὐτὰ φρονούντων, καὶ περὶ ταύτης τῆς ὑποθέσεως μὴ σύνοδον γίνεσθαι ἢ ἑτέραν ζήτησιν, ἀλλὰ ταῦτα μένειν ἀρραγῆ καὶ ἀσάλευτα· ἀποδοθῆναι δὲ καὶ τὰς ἐπαρχίας
20τῷ εὐλαβεστάτῳ καὶ ἁγιωτάτῳ πατριάρχῃ καὶ ἀρχι‐ επισκόπῳ Ἀκακίῳ, ὧν τὴν χειροτονίαν εἶχεν ὁ θρόνος ταύτης τῆς βασιλίδος καὶ ἐνδόξου πόλεως· δηλαδὴ τῶν νῦν ὄντων θεοφιλεστάτων ἐπισκόπων μενόντων ἐπὶ τῶν οἰκείων θρόνων, μηδενὸς ἐκ τούτου προκρίματος γενομένου
25μετὰ τὴν τούτων τελευτὴν τῷ δικαίῳ τῆς χειροτονίας τοῦ εὐαγοῦς θρόνου ταύτης τῆς βασιλίδος καὶ ἐνδόξου πόλεως. Τοῦτο δὲ τὸ θεῖον ἡμῶν θέσπισμα δύναμιν ἐπέχειν θείας διατάξεως οὐδενὶ ἀμφίβολον καθέστηκεν.“ Καὶ ταῦτα μὲν ὧδε προῆλθε.
30 8. Ζήνων δὲ παροτρύνουσαν ὥς φασι θεασάμενος τὴν ἁγίαν καὶ πολύαθλον πρωτομάρτυρα Θέκλαν καὶ τὴν τῆς βασιλείας ἀποκατάστασιν ὑπισχνουμένην, ἐπὶ τὸ Βυζάντιον στρατεύει δώροις τοὺς πολιορκοῦντας ὑπελ‐
θών, καὶ δεύτερον ἔτος τῆς ἀρχῆς κρατήσαντα τὸν

108

Βασιλίσκον ἐξωθεῖται, ἁγίοις τε προσπελάσαντα σηκοῖς τοῖς ἐχθροῖς ἐκδίδωσιν. Οὗτος ὁ Ζήνων μέγιστον τέμενος ἐξοχῇ τε καὶ κάλλει προὖχον ἀνατέθεικε τῇ πρωτομάρτυρι Θέκλῃ ἀνὰ τὴν Σελευκέων τὴν πρὸς τῇ Ἰσαύρων χώρᾳ
5κειμένην, πλείστοις καὶ βασιλικοῖς ἀναθήμασι διακοσμή‐ σας, τοῖς καὶ μέχρις ἡμῶν σωζομένοις. Πέμπεται μὲν οὖν ἀνὰ τὴν Καππαδοκῶν τεθνηξόμενος χώραν ὁ Βασιλίσκος· ἐν Κουκουσῷ δὲ τῷ σταθμῷ ἅμα γυναικὶ καὶ τέκνοις ἀποσφάττεται. Καὶ νόμον ὁ Ζήνων τίθησιν ἀναιροῦντα
10τὰ ἐπὶ τοῖς ἐγκυκλίοις συντεθειμένα Βασιλίσκῳ τῷ τυράννῳ· καὶ Πέτρος μὲν ὁ ἐπίκλην Κναφεὺς τῆς Ἀντιο‐ χέων ἐκκλησίας ἀπελαύνεται, Παῦλος δὲ τῆς Ἐφεσίων. 9. Οἱ δὲ τῆς Ἀσίας ἐπίσκοποι τὸν Ἀκάκιον ἡμερού‐ μενοι παρῃτοῦντο καὶ συγγνώμην ᾔτουν, βιβλία μετανοίας
15διαπεμπόμενοι δι’ ὧν ἔφασκον πρὸς ἀνάγκης τοῖς ἐγκυ‐ κλίοις, οὐ μὴν ἑκουσίως ὑποσημήνασθαι, καὶ διωμνύοντο ἦ μὴν οὕτως ἔχειν καὶ μὴ ἑτέρως, ἦ κατὰ τὴν ἐν Καλχη‐ δόνι σύνοδον πεπιστευκέναι τε καὶ πιστεύειν. Ἡ δὲ τῶν γραμμάτων δύναμίς ἐστιν ἐν τούτοις·
20 „Ἐπιστολὴ ἤτοι δέησις ἀποσταλεῖσα Ἀκακίῳ ἐπι‐ σκόπῳ Κωνσταντινουπόλεως παρὰ τῶν τῆς Ἀσίας ἐπισκόπων. Ἀκακίῳ τῷ ἁγιωτάτῳ καὶ ὁσιωτάτῳ πατριάρχῃ τῆς κατὰ τὴν βασιλεύουσαν Κωνσταντινούπολιν νέαν Ῥώμην
25ἁγιωτάτης ἐκκλησίας.“ Καὶ μεθ’ ἕτερα· „Ἔφθασεν ἐφ’ ἡμᾶς πρεπόντως ποιῶν ὁ καὶ τὸν ὑμέτερον ἀναπληρώσων τόπον.“ Καὶ μετ’ ὀλίγα· „Διὰ τῶνδε τῶν λιβέλλων γνωρίζομεν ὑπογεγραφηκέναι οὐ κατὰ πρόθεσιν ἀλλ’ ἐξ ἀνάγκης, γράμμασιν καὶ ῥήμασιν ἀλλ’ οὐ καρδίᾳ συνθέ‐
30μενοι τούτοις. Ταῖς γὰρ ὑμῶν εὐπροσδέκτοις πρεσβείαις, σὺν ἐπινεύσει τοῦ κρείττονος, ὡς παρειλήφαμεν παρὰ τῶν
τῆς οἰκουμένης φωστήρων τριακοσίων δέκα ὀκτὼ καὶ τῶν

109

ἑκατὸν πεντήκοντα ἁγίων πατέρων, πιστεύομεν, πρὸς τούτοις δὲ καὶ τοῖς ἐν Καλχηδόνι εὐσεβῶς καὶ ὀρθῶς τυπωθεῖσι παρὰ τῶν καὶ ἐν αὐτῇ συναχθέντων θείων πατέρων.“
5 Εἴτε οὖν Ζαχαρίας ὁ ῥήτωρ ἐσυκοφάντησεν τούτους, εἴτε αὐτοὶ διεψεύσαντο φήσαντες ὡς οὐκ ἐβούλοντο ὑπο‐ γράψαι, λέγειν οὐκ ἔχω. 10. Μετὰ γοῦν Πέτρον Στέφανος τὸν Ἀντιοχείας θρόνον παραλαμβάνει· ὃν παῖδες Ἀντιοχέων καλάμοις
10διεχειρίσαντο ἴσα δόρασιν ὀξυνθεῖσιν, ὡς Ἰωάννῃ τῷ ῥήτορι γέγραπται. Μετὰ Στέφανον δὲ Καλανδίων τοὺς τῆς αὐτῆς καθέδρας οἴακας ἐπιτρέπεται· ὃς τοὺς προσ‐ ιόντας παρεσκεύαζε τὸν Τιμόθεον ἀναθεματίζειν σὺν καὶ τοῖς ἐγκυκλίοις Βασιλίσκου.
15 11. Ὁ δέ γε Ζήνων ἐβουλήθη μὲν τὸν Τιμόθεον ἀπελάσαι τῆς Ἀλεξανδρέων· πρός τινων δὲ μαθὼν ἤδη πρεσβύτην εἶναι καὶ ὅσον οὔπω τὸ πάντων ὑπελθεῖν καταγώγιον, τὸ βούλευμα διεκώλυσε. Καὶ δὴ μετ’ οὐ πολὺ τὸ κοινὸν ἀπέτισεν χρέος· καὶ Πέτρον αὐθεντίᾳ
20προχειρίζονται σφῶν οἱ τῆς Ἀλεξανδρέων ἐπίσκοπον, τὸν ἐπίκλην Μογγόν. Ὅπερ εἰς Ζήνωνα διαβὰν ἐξετάραξε· καὶ τῷ μὲν ὁ Ζήνων θανάτου ζημίαν προσετίμησε, Τιμό‐ θεον δὲ τὸν μετὰ Προτέριον ἀνακαλεῖται ἐν τῷ Κανόβῳ διά τινα στάσιν τοῦ δήμου διάγοντα· καὶ ὁ μὲν Τιμόθεος
25τοῖς τοῦ βασιλέως κελεύσμασι τὸν οἰκεῖον κατειλήφει θρόνον. 12. Ἐκ βουλῆς δὲ ἐνίων Ἰωάννης πρεσβύτερος οἰκο‐ νομεῖν τεταγμένος τὸν σεβάσμιον νεὼν τοῦ ἁγίου προδρό‐ μου καὶ βαπτιστοῦ Ἰωάννου τὴν βασιλέως καταλαμβάνει,
30πρεσβεύσων ἵνα εἰ συμβῇ τὸν ἐπίσκοπον ἐξ ἀνθρώπων
ἀπελθεῖν, ἐξὸν ᾖ τοῖς τὴν Ἀλεξάνδρου οἰκοῦσι προβάλ‐

110

λεσθαι πρόεδρον ὃν ἂν ἐθέλοιεν. Ὃς ἑαυτῷ μνώμενος τὴν ἐπισκοπήν, ὡς Ζαχαρίας φησίν, ἐφωράθη ὑπὸ τοῦ βασιλέως· καὶ ὅρκους ὑποσχὼν μή ποτε τὸν τῆς Ἀλεξαν‐ δρέων ἐπιζητήσειν θρόνον, ἀνὰ τὴν οἰκείαν ἐπαναζεῦξαι.
5Καὶ θεσπίζει γε βασιλεὺς μετὰ τελευτὴν Τιμοθέου ἐκεῖνον ἐπίσκοπον γενέσθαι ὃν ἂν ὁ κλῆρος καὶ τὸ κοινὸν ψη‐ φίσοιντο. Οὐκ ἐς μακρὰν δὲ τελευτήσαντος τοῦ Τιμοθέου, ὁ Ἰωάννης χρήματα δούς, ὡς τῷ αὐτῷ Ζαχαρίᾳ γέγρα‐ πται, καὶ ἐς τὰ ὀμωσμένα τῷ βασιλεῖ ἀλογήσας εἰς
10ἐπίσκοπον τῆς Ἀλεξανδρέων προβάλλεται. Ἅπερ ὁ βασιλεὺς γνοὺς ἐκεῖνον μὲν ἀπελαθῆναι κελεύει. Ὑπο‐ θήκῃ δέ τινων προσφώνησιν πρὸς τοὺς Ἀλεξανδρέας γράφει, ἥνπερ Ἑνωτικὸν κέκληκε, θεσπίσας ἀποδοθῆναι Πέτρῳ τὸν θρόνον τῆς Ἀλεξάνδρου, εἴπερ ἐν τούτῳ
15καθυποσημαίνοιτο, καὶ τοὺς τῆς μοίρας Προτερίου εἰς κοινωνίαν δέξοιτο. 13. Ταύτην τὴν οἰκονομίαν γνώμῃ συντεθειμένην Ἀκακίου τοῦ τῆς βασιλευούσης ἐπισκόπου Περγάμιος ἀποκομίζει, ὕπαρχος τῆς Αἰγύπτου χειροτονηθείς· ὅστις
20προσσχὼν τῇ Ἀλεξάνδρου πεφευγότα τὸν Ἰωάννην εὑ‐ ρηκὼς ἐντυγχάνει τῷ Πέτρῳ, καὶ πείθει δέξασθαι τὴν προσφώνησιν Ζήνωνος, προσέτι δὲ καὶ τοὺς διεστῶτας. Δέχεται τοίνυν τὴν εἰρημένην προσφώνησιν ὑπογράφει τε ταύτῃ, ὑπισχνεῖται δὲ καὶ τοὺς ἀπ’ ἐναντίας δέχεσθαι.
25Μετὰ δ’ οὖν πανηγύρεως δημοτελοῦς ἀνὰ τὴν Ἀλεξαν‐ δρέων οὔσης πάντων τε τὸ καλούμενον Ἑνωτικὸν Ζήνωνος προσιεμένων, δέχεται Πέτρος καὶ τοὺς ἐκ τῆς Προτερίου μοίρας· καί τινα προσφώνησιν πρὸς τὸν λεὼν συντάξας ἐπὶ τῆς ἐκκλησίας ἀναγινώσκει τὴν Ζήνωνος προσφώ‐
30νησιν ἔχουσαν ὧδε·

111

Τὸ ἑνωτικὸν τοῦ Ζήνωνος. 14. „Αὐτοκράτωρ Καῖσαρ Ζήνων, εὐσεβής, νικητής, τροπαιοῦχος, μέγιστος, ἀεισέβαστος, Αὔγουστος, τοῖς κατὰ Ἀλεξάνδρειαν καὶ Αἴγυπτον καὶ Λιβύην καὶ Πεν‐
5τάπολιν εὐλαβεστάτοις ἐπισκόποις καὶ κληρικοῖς καὶ μοναχοῖς καὶ λαοῖς. Ἀρχὴν καὶ σύστασιν δύναμίν τε καὶ ὅπλον ἀκαταμάχητον τῆς ἡμετέρας εἰδότες βασιλείας τὴν μόνην ὀρθὴν καὶ ἀληθινὴν πίστιν, ἥντινα διὰ τῆς θείας ἐπιφοιτήσεως ἐξέθεντο μὲν οἱ ἐν Νικαίᾳ συναθροι‐
10σθέντες τριακόσιοι δέκα ὀκτὼ ἅγιοι πατέρες, ἐβεβαίωσαν δὲ καὶ οἱ ἐν Κωνσταντινουπόλει ἑκατὸν πεντήκοντα ὁμοίως ἅγιοι πατέρες συνελθόντες, νύκτωρ τε καὶ μεθ’ ἡμέραν πάσῃ προσευχῇ καὶ σπουδῇ καὶ νόμοις κεχρή‐ μεθα πληθύνεσθαι δι’ αὐτῆς τὴν ἁπανταχόσε ἁγίαν τοῦ
15θεοῦ καθολικὴν καὶ ἀποστολικὴν ἐκκλησίαν, τὴν ἄφθαρτον καὶ ἀτελεύτητον μητέρα τῶν ἡμετέρων σκήπτρων, εἰρήνῃ δὲ καὶ τῇ περὶ θεὸν ὁμονοίᾳ τοὺς εὐσεβεῖς λαοὺς δια‐ μένοντας εὐπροσδέκτους τὰς ὑπὲρ τῆς ἡμετέρας βασιλείας ἱκετείας προσφέρειν σὺν τοῖς θεοφιλεστάτοις ἐπισκόποις
20καὶ θεοσεβεστάτοις κληρικοῖς καὶ ἀρχιμανδρίταις καὶ μονάζουσι. Τοῦ γὰρ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ ἐκ τῆς ἁγίας παρθένου καὶ θεοτόκου Μαρίας σαρκωθέντος καὶ τεχθέντος, τὴν ἐκ συμφωνίας δοξολογίαν τε καὶ λατρείαν ἡμῶν ἐπαινοῦντος καὶ ἑτοίμως
25δεχομένου, τὰ μὲν τῶν πολεμίων ἐκτριβήσεται καὶ ἐξα‐ λειφθήσεται γένη, πάντες δὲ τὸν οἰκεῖον ὑποκλινοῦσιν αὐχένα τῷ ἡμετέρῳ μετὰ θεὸν κράτει, εἰρήνη δὲ καὶ τὰ ἐκ ταύτης ἀγαθὰ ἀέρων τε εὐκρασία καὶ καρπῶν εὐφορία καὶ τὰ ἄλλα δὲ τὰ λυσιτελοῦντα τοῖς ἀνθρώποις φιλο‐
30τιμηθήσεται.
Οὕτως οὖν τῆς ἀμωμήτου πίστεως ἡμᾶς τε καὶ τὰ

112

Ῥωμαϊκὰ περισωζούσης πράγματα, δεήσεις ἡμῖν προσ‐ εκομίσθησαν παρὰ θεοσεβῶν ἀρχιμανδριτῶν καὶ ἐρη‐ μιτῶν καὶ ἑτέρων αἰδεσίμων ἀνδρῶν, μετὰ δακρύων ἱκετευόντων ἕνωσιν γενέσθαι ταῖς ἁγιωτάταις ἐκκλησίαις
5συναφθῆναί τε τὰ μέλη τοῖς μέλεσιν, ἅπερ ὁ μισόκαλος ἀπὸ πλείστων χρόνων χωρίσαι κατηπείχθη γινώσκων ὡς ὁλοκλήρῳ τῷ τῆς ἐκκλησίας σώματι πολεμῶν, ἡττηθή‐ σεται. Συμβαίνει γὰρ ἐκ τούτου καὶ γενεὰς ἀναριθμήτους εἶναι ὅσας ὁ χρόνος ἐν τοσούτοις ἔτεσι τῆς ζωῆς ὑπ‐
10εξήγαγε, καὶ τὰς μὲν τοῦ λουτροῦ τῆς παλιγγενεσίας ἐστερημένας ἀπελθεῖν, τὰς δὲ τῆς θείας κοινωνίας μὴ μετασχούσας πρὸς τὴν τῶν ἀνθρώπων ἀπαραίτητον ἐκδημίαν ἀπαχθῆναι, φόνους τε τολμηθῆναι μυρίους καὶ αἱμάτων πλήθει μολυνθῆναι μὴ μόνον τὴν γῆν ἀλλ’ ἤδη
15καὶ αὐτὸν τὸν ἀέρα. Ταῦτα τίς οὐκ ἂν εἰς τὸ ἀγαθὸν μετασκευασθῆναι προσεύξοιτο; Διά τοι τοῦτο γινώσκειν ὑμᾶς ἐσπουδάσαμεν ὅτι καὶ ἡμεῖς καὶ αἱ πανταχοῦ ἐκκλησίαι ἕτερον σύμβολον ἢ μάθημα ἢ ὅρον πίστεως ἢ πίστιν πλὴν τοῦ εἰρημένου
20ἁγίου συμβόλου τῶν τριακοσίων δέκα ὀκτὼ ἁγίων πατέρων, ὅπερ ἐβεβαίωσαν οἱ μνημονευθέντες ἑκατὸν πεντήκοντα ἅγιοι πατέρες, οὔτε ἐσχήκαμεν, οὔτε ἔχομεν, οὔτε ἕξομεν, οὔτε ἔχοντας ἐπιστάμεθα· εἰ δὲ καὶ ἔχοι τις, ἀλλότριον αὐτὸν ἡγούμεθα. Τοῦτο γὰρ καὶ μόνον,
25ὡς ἔφαμεν, τὴν ἡμετέραν περισώζειν τεθαρρήκαμεν βασι‐ λείαν, καὶ πάντες δὲ οἱ λαοὶ τοῦ σωτηριώδους ἀξιούμενοι φωτίσματος αὐτὸ καὶ μόνον παραλαμβάνοντες βαπτί‐ ζονται· ᾧ καὶ ἐξηκολούθησαν καὶ πάντες οἱ ἅγιοι πατέρες οἱ ἐν τῇ Ἐφεσίων συνελθόντες, οἱ καὶ καθελόντες
30τὸν ἀσεβῆ Νεστόριον καὶ τοὺς τὰ ἐκείνου μετὰ ταῦτα φρονοῦντας. Ὅντινα καὶ ἡμεῖς Νεστόριον ἅμα Εὐτυχεῖ τἀναντία τοῖς εἰρημένοις φρονοῦντας ἀναθεματίζομεν,
δεχόμενοι καὶ τὰ δώδεκα κεφάλαια τὰ εἰρημένα παρὰ τοῦ

113

τῆς ὁσίας μνήμης γενομένου Κυρίλλου ἀρχιεπισκόπου τῆς Ἀλεξανδρέων ἁγίας καθολικῆς ἐκκλησίας. Ὁμο‐ λογοῦμεν δὲ τὸν μονογενῆ τοῦ θεοῦ υἱὸν καὶ θεόν, τὸν κατὰ ἀλήθειαν ἐνανθρωπήσαντα τὸν κύριον ἡμῶν Ἰησοῦν
5Χριστόν, τὸν ὁμοούσιον τῷ πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοούσιον ἡμῖν τὸν αὐτὸν κατὰ τὴν ἀνθρωπότητα, κατελ‐ θόντα καὶ σαρκωθέντα ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου καὶ θεοτόκου, ἕνα τυγχάνειν καὶ οὐ δύο. Ἑνὸς γὰρ εἶναί φαμεν τά τε θαύματα καὶ τὰ πάθη ἅπερ
10ἑκουσίως ὑπέμεινε σαρκί. Τοὺς γὰρ διαιροῦντας ἢ συγ‐ χέοντας ἢ φαντασίαν εἰσάγοντας οὐδὲ ὅλως δεχόμεθα, ἐπείπερ ἡ ἀναμάρτητος ἐκ τῆς θεοτόκου κατὰ ἀλήθειαν σάρκωσις προσθήκην υἱοῦ οὐ πεποίηκε. Μεμένηκε γὰρ τριὰς ἡ τριὰς καὶ σαρκωθέντος τοῦ ἑνὸς τῆς τριάδος θεοῦ
15Λόγου. Εἰδότες οὖν ὡς οὔτε αἱ ἅγιαι τοῦ θεοῦ πανταχοῦ ὀρθόδοξοι ἐκκλησίαι, οὔτε οἱ τούτων προϊστάμενοι θεο‐ φιλέστατοι ἱερεῖς, οὔτε ἡ ἡμετέρα βασιλεία ἑτέρου συμβόλου ἢ ὅρου πίστεως παρὰ τὸ εἰρημένον ἅγιον
20μάθημα ἠνέσχοντο ἢ ἀνέχονται, ἑνώσωμεν ἑαυτοὺς μηδὲν ἐνδοιάζοντες. Ταῦτα δὲ γεγράφαμεν οὐ καινίζοντες πίστιν, ἀλλ’ ὑμᾶς πληροφοροῦντες. Πάντα δὲ τὸν ἕτερόν τι φρονήσαντα ἢ φρονοῦντα, ἢ νῦν ἢ πώποτε, ἢ ἐν Καλ‐ χηδόνι ἢ οἵᾳ δή ποτε συνόδῳ, ἀναθεματίζομεν, ἐξαιρέτως
25δὲ τοὺς εἰρημένους Νεστόριον καὶ Εὐτυχέα καὶ τοὺς τὰ αὐτῶν φρονοῦντας. Συνάφθητε τοίνυν τῇ πνευματικῇ μητέρι τῇ ἐκκλησίᾳ, τῆς αὐτῆς ἡμῖν ἐν αὐτῇ θείας ἀπο‐ λαύοντες κοινωνίας κατὰ τὸν εἰρημένον ἕνα καὶ μόνον ὅρον τῆς πίστεως τῶν τριακοσίων δέκα ὀκτὼ ἁγίων
30πατέρων. Ἡ γὰρ παναγία μήτηρ ἡμῶν ἡ ἐκκλησία ὡς
γνησίους ὑμᾶς υἱοὺς ἀπεκδέχεται περιπτύξασθαι, καὶ τῆς

114

χρονίας καὶ γλυκείας ὑμῶν ἐπιθυμεῖ φωνῆς ἀκροάσασθαι. Ἐπείξατε οὖν ἑαυτούς· ταῦτα γὰρ ποιοῦντες καὶ τὴν τοῦ δεσπότου καὶ σωτῆρος καὶ θεοῦ ἡμῶν Ἰησοῦ Χριστοῦ εὐμένειαν πρὸς ἑαυτοὺς ἐφελκύσεσθε καὶ παρὰ τῆς ἡμε‐
5τέρας βασιλείας ἐπαινεθήσεσθε.“ Τούτων ἀνεγνωσμένων, ἡνοῦντο μὲν πάντες οἱ τῆς Ἀλεξάνδρου τῇ ἁγίᾳ καθολικῇ καὶ ἀποστολικῇ ἐκκλησίᾳ. 15. Ὁ δέ γε Ἰωάννης οὗ πρότερον ἐμνήσθημεν, τὴν Ἀλεξάνδρου πεφευγὼς τὴν ἀρχαιοτέραν καταλαμβάνει
10Ῥώμην, καὶ διετάραττε φάσκων ὑπὲρ τῶν Λέοντος δογ‐ μάτων καὶ τῆς ἐν Καλχηδόνι συνόδου τοῦ οἰκείου ἐκπεπτωκέναι θρόνου, ἕτερον δὲ ἀντεισελθεῖν ἀντίπαλον τούτοις καθεστῶτα. Πρὸς τοῦτο ταραχθέντος Σιμπλικίου τοῦ τῆς πρεσβυτέρας Ῥώμης ἐπισκόπου καὶ πρὸς βασιλέα
15Ζήνωνα γράψαντος, ἀντιγράφει ὁ Ζήνων ἐπιορκίαν τῷ Ἰωάννῃ ἐγκαλῶν, καὶ ὡς τούτου χάριν τῆς ἐπισκοπῆς οὐ δι’ ἕτερον ἀπηλάθη. 16. Καλανδίων δὲ ὁ Ἀντιοχείας πρόεδρος γράφων τῷ βασιλεῖ Ζήνωνι Ἀκακίῳ τε τῷ Κωνσταντινουπόλεως
20προέδρῳ, μοιχὸν τὸν Πέτρον ἀπεκάλει, λέγων ὡς τὴν ἐν Καλχηδόνι σύνοδον ἀνατεθεμάτικεν ἐπὶ τῆς Ἀλεξανδρέων γενόμενος. Ὃς ὕστερον τὴν ἐς Ὄασιν οἴκησιν κατα‐ κρίνεται, ἀμῦναι νομισθεὶς Ἰλλοῦ καὶ Λεοντίῳ καὶ Παμ‐ πρεπίῳ περὶ τὴν Ζήνωνος τυραννίδα.
25 Πέτρος δὲ ὁ Κναφεύς, ὁ πρὸ Καλανδίωνος καὶ Στεφάνου ὥς μοι λέλεκται, τὸν ἴδιον ἀπειλήφει θρόνον· ὃς καὶ τῷ Ἑνωτικῷ Ζήνωνος καθυπεσημήνατο, καὶ συνοδικοῖς δὲ πρὸς Πέτρον τὸν τῆς Ἀλεξανδρέων ἐχρήσατο· ἡνώθη δὲ τούτῳ καὶ ὁ τῆς Κωνσταντινουπόλεως πρόεδρος Ἀκάκιος.
30Καὶ Μαρτύριος δὲ ὁ Ἱεροσολύμων ἐπίσκοπος συνοδικαῖς πρὸς τὸν Πέτρον ἐχρήσατο συλλαβαῖς. Μετὰ ταῦτά τινες τῆς Πέτρου κοινωνίας ἑαυτοὺς ἀπέκριναν, ὡς
ἐντεῦθεν τὸν Πέτρον τὴν ἐν Καλχηδόνι σύνοδον ἀνα‐

115

φανδὸν ἀναθεματίσαι. Ὅπερ εἰς Ἀκάκιον ἐλθὸν τὸν Κωνσταντινουπόλεως συνετάραξε, πέμψαι τε πεποίηκέ τινας τὰ περὶ τούτων εἰσομένους· οὓς δὴ Πέτρος πλη‐ ροφορεῖν βουλόμενος ὡς οὐδὲν τοιοῦτο πεπραχὼς εἴη,
5ὑπομνήματα γέγραφεν, ἐν οἷς τινες εἰρήκασι μηδὲν τοιοῦτο συνειδέναι πεπραχότι τῷ Πέτρῳ. 17. Οὗτος ὁ Πέτρος, ὡς κόθορνος καὶ παλίμβολος καὶ τοῖς καιροῖς συνδιατιθέμενος, ἥκιστα πρὸς μίαν ἔστη γνώμην, νῦν μὲν ἀναθεματίζων τὴν ἐν Καλχηδόνι σύνοδον,
10νῦν δὲ παλινῳδίαν λέγων καὶ ταύτην ψήφοις ἁπάσαις δεχόμενος. Γέγραφε τοίνυν ἐπιστολὴν ὁ αὐτὸς Πέτρος πρὸς Ἀκάκιον τὸν Κωνσταντινουπόλεως πρόεδρον, ἐπὶ λέξεως ἔχουσαν οὕτως· „Ὁ θεὸς ὁ ὕψιστος τὴν σὴν ἁγιωσύνην ἀμείψεται
15ὑπέρ τε πόνων καὶ καμάτων τοσούτων ὧν περιόδοις χρόνων ἐφύλαξας τὴν τῶν ἁγίων πατέρων πίστιν, ἣν ἀκατα‐ παύστως κηρύττων ἐβεβαίωσας. Ἐν ᾗ καὶ τὸ σύμβολον κείμενον τῶν τριακοσίων δέκα ὀκτὼ ἁγίων πατέρων εὑρόντες ἀκολούθως ἐν ᾧ βαπτισθέντες ἐπιστεύσαμεν
20καὶ πιστεύομεν· ὅπερ καὶ ἐβεβαίωσαν οἱ συνελθόντες ἐν Κωνσταντινουπόλει ἅγιοι πατέρες ἑκατὸν πεντήκοντα. Ἀκαταπαύστως τοίνυν πάντας ὁδηγῶν ἥνωσας τὴν ἁγίαν τοῦ θεοῦ ἐκκλησίαν, πείσας ἡμᾶς διὰ μεγίστων ὑπο‐ δειγμάτων ὡς οὐδέν ἐστι παρὰ ταῦτα πεπραγμένον ἐν
25τῇ ἁγιωτάτῃ καὶ οἰκουμενικῇ συνόδῳ τῇ ἐν Καλχηδόνι γενομένῃ, συμφωνούσῃ καὶ βεβαιούσῃ τὰ τοῖς ἐν Νικαίᾳ ἁγίοις πατράσιν. Οὐδὲν γὰρ εὑρόντες καινὸν αὐτοτελῶς συνῃνέσαμεν καὶ πεπιστεύκαμεν. Μεμαθήκαμεν δὲ ὥς τινες μονάζοντες φθονοῦντες τῇ
30ἡμῶν ἀδελφότητι εἰς τὰς ὑμῶν ὁσίας ἀκοὰς εἰσήνεγκαν
λοιδορίας τινὰς οὐκ εὐχερῶς μεταγούσας εἰς λύπην τὴν

116

ὑμῶν ὁσιότητα· καὶ πρῶτον μὲν ὡς τὰ λείψανα τοῦ ἐν ἁγίοις ἡμῶν πατρὸς τοῦ μακαρίου ἀρχιεπισκόπου Τιμο‐ θέου μετηνέγκαμεν εἰς ἕτερον τόπον· ὅπερ πρᾶγμα οὔτε θεῷ οὔτε νόμοις πρέπον ἐστί. Καὶ ἐπὶ τούτοις εἰς
5ἕτερον μετεπήδησαν ἀσύστατον καὶ τοῦ προτέρου χεῖρον. Πῶς γὰρ ἀναθεματίζειν εἴχομεν τὴν ἐν Καλχηδόνι ἁγίαν σύνοδον, ᾗ πιστεύσαντες ἐβεβαιώσαμεν; Οὐκ ἀγνοεῖται δὲ, οὐδὲ λέληθε τὴν ὑμῶν θεοφίλειαν τῶν παρ’ ἡμῖν λαῶν ὁ ζῆλος καὶ ἡ ἐλαφρία καὶ τῶν νεωτερίζειν ἐθελόντων
10μοναζόντων, οἵτινες μελετήσαντες ἅμα τισὶν ἐθελοκάκοις τῆς ἐκκλησίας ἀποσκιρτήσασι τοὺς λαοὺς ἀποσπᾶν ἐπι‐ χειροῦσι. Καὶ διὰ τῶν ὑμετέρων εὐχῶν, ἐσκεψάμεθα λόγον θεραπείας ἐχόμενον μηδὲν βλάπτοντα τὴν ἁγίαν σύνοδον τὴν ἐν Καλχηδόνι, εἰδότες οὐδὲν καινὸν ἔχειν
15αὐτὴν πεπραγμένον· καὶ πρὸς πεισμοσύνην τῶν ἀκεραίων καὶ ἀπολογίαν τοὺς ἐπισυνελθόντας ἡμῖν τοῦτο λέγειν πεποιήκαμεν. Καὶ τοῦτο μὲν πολὺς γενόμενος ταχέως ἐκώλυσα. Γνωρίζω δὲ τὴν ὑμῶν ἁγιωσύνην ὡς μέχρι καὶ νῦν
20οὐ παύονται οἱ τὰ ζιζάνια σπείροντες ἀεὶ μονάζοντες ὄργανα ἑαυτοῖς ἐγκαταμίξαντές τινων μοναστήριά ποτε μὴ οἰκησάντων, καὶ περιέρχονται φήμας θρυλλοῦντες δια‐ φόρους καθ’ ἡμῶν καὶ κατὰ τῆς ἐκκλησιαστικῆς τοῦ Χριστοῦ εἰρήνης, καὶ μηδὲν ἡμᾶς συγχωροῦντες κανονικῶς
25καὶ πρεπόντως τῇ ἁγίᾳ τοῦ θεοῦ καθολικῇ ἐκκλησίᾳ πράττειν, παρασκευάζοντες τοὺς παρ’ ἡμῖν λαοὺς μᾶλλον ἄρχειν ἡμῶν ἤπερ πείθεσθαι ἡμῖν, καὶ θέλουσι ποιεῖν ὅσα μὴ πρέπει θεῷ. Πιστεύομεν δὲ ὡς ἡ ὑμῶν ἁγιωσύνη διδάξει πάντα τὸν θειότατον δεσπότην τῆς οἰκουμένης,
30καὶ παρασκευάσει ὥστε τύπον αὐτοῖς παρασχεθῆναι παρὰ τῆς αὐτοῦ γαληνότητος, τὸν δέοντα περὶ τῆς ἐκ‐ κλησιαστικῆς εἰρήνης πρεπούσης θεῷ τε καὶ βασιλεῖ,
ὥστε πάντας ἐν τούτοις κατευνάζειν.“

117

18. Ὁ δὲ Ἰωάννης ὁ ἐν Ῥώμῃ πεφευγὼς Φίληκα τὸν μετὰ Σιμπλίκιον τῆς Ῥώμης ἐπίσκοπον παρηνώχλει περὶ τῶν παρὰ Πέτρου γενομένων, καὶ πείθει, ὡς Ζαχα‐ ρίας λέγει, καθαιρετικὸν Ἀκακίῳ διαπεμφθῆναι παρὰ
5τοῦ αὐτοῦ Φίληκος τῆς πρὸς Πέτρον ἕνεκα κοινωνίας. Ὅπερ ὡς ἀκανονίστως γενόμενον, καθὼς ἱστόρηται τῷ αὐτῷ Ζαχαρίᾳ—ἐπιδεδώκασι γὰρ ἔνιοι τῶν ἐν τῇ μονῇ τῶν Ἀκοιμήτων καλουμένων τὸν μοναδικὸν μετιόντες βίον—, ὁ Ἀκάκιος οὐ προσήκατο. Καὶ ταῦτα μὲν Ζα‐
10χαρίᾳ γέγραπται. Δοκεῖ δέ μοι μηδὲν τῶν ἐπὶ τούτῳ πραχθέντων εἰδέναι, μόνην δὲ ἀκοὴν ἠκρωτηριασμένην ἀφηγήσασθαι. Ἐγὼ δὲ τῶν γεγενημένων τὴν ἀκρίβειαν ἔρχομαι λέξων. Λιβέλλων ἐπιδεδομένων πρὸς Ἰωάννου τῷ Φίληκι κατὰ Ἀκακίου ὡς ἀθέσμως Πέτρῳ κοι‐
15νωνοῦντος, καὶ περὶ ἑτέρων ἀκανονίστως παρ’ αὐτοῦ γιγνομένων, στέλλονται πρὸς τοῦ Φίληκος παρὰ τὸν Ζήνωνα Βιτάλιος καὶ Μισῖνος ἐπίσκοποι, ἐφ’ ᾧ τὴν ἐν Καλχηδόνι σύνοδον κρατεῖν ἀπελαθῆναί τε τὸν Πέτρον ὡς αἱρετικὸν καὶ Ἀκάκιον πεμφθῆναι πρὸς τὸν Φίληκα,
20περὶ ὧν Ἰωάννης, οὗ πολλάκις ἐμνήσθημεν, ἐναγάγοι τὰς εὐθύνας παρέξοντα. 19. Πρὶν ἢ δὲ τούτους φθῆναι τὴν βασιλέως, Κύ‐ ριλλος ὁ τῶν Ἀκοιμήτων καλουμένων ἡγούμενος στέλλει πρὸς Φίληκα καταμεμφόμενος τὴν βραδυτῆτα, τηλικούτων
25κατὰ τῆς ὀρθῆς πίστεως ἁμαρτανομένων· καὶ γράφει Φίληξ τοῖς περὶ Μισῖνον μηδὲν πρᾶξαι πρὶν τῷ Κυρίλλῳ συντύχοιεν καὶ παρ’ αὐτοῦ τὸ πρακτέον μάθοιεν. 20. Γεγόνασι πρὸς αὐτοὺς καὶ ἕτερα πρὸς τοῦ Φίληκος ὑπομνηστικά, καὶ πρὸς τὸν Ζήνωνα γράμματα
30περί τε τῆς ἐν Καλχηδόνι συνόδου καὶ τοῦ ἐν Ἀφρικῇ διωγμοῦ τοῦ κατὰ Ὀνώριχον. Ἐπέστειλε δὲ καὶ πρὸς Ἀκάκιον. Πρὸς ὃν ὁ Ζήνων ἀντέγραφε μάτην τὸν
Ἰωάννην αὐτὸν διαταράξαι, διομοσάμενον μὲν μηδαμῆ

118

μηδαμῶς παριέναι διὰ τοῦ θρόνου τῆς Ἀλεξανδρέων, παραβάντα δὲ καὶ τὰ ὠμοσμένα ἀλογήσαντα πᾶσαν ἱεροσυλίαν ἐργάσασθαι· καὶ Πέτρον δὲ μὴ ἀβασανίστως προχειρισθῆναι, ἀλλ’ αὐτοχειρίᾳ ὑπογράψαντα δέχεσθαι
5τὴν πίστιν τῶν τριακοσίων δέκα ὀκτὼ ἁγίων πατέρων τῶν ἐν Νικαίᾳ συνεληλυθότων, ᾗτινι καὶ ἡ ἐν Καλχηδόνι ἁγία σύνοδος ἠκολούθησε. Καὶ ταῦτα γέγραπται ἐπὶ ῥήματος· „Ὀφείλειν ἀσφαλῶς ἔχειν καὶ τὴν ἡμετέραν εὐσέβειαν
10καὶ τὸν προλεχθέντα ἁγιώτατον Πέτρον καὶ πάσας τὰς ἁγιωτάτας ἐκκλησίας τὴν Καλχηδοναίων ἁγιωτάτην σύν‐ οδον δέχεσθαι καὶ σέβειν, ἥτις συνέστη τῇ πίστει τῇ ἐν τῇ Νικαέων συνόδῳ.“ Καὶ ἐμφέρονται τοῖς [τε] πεπραγμένοις ἐπιστολαὶ παρά
15τε Κυρίλλου τοῦ λεχθέντος καὶ ἑτέρων ἀρχιμανδριτῶν τῆς βασιλίδος καὶ παρὰ ἐπισκόπων καὶ κληρικῶν τοῦ Αἰ‐ γυπτιακοῦ κλίματος πρὸς Φίληκα κατὰ Πέτρου ὡς αἱρε‐ τικοῦ καὶ τῶν κοινωνούντων αὐτῷ. Οἳ καὶ διήλεγξαν—οἱ ἐκ τῆς μονῆς τῶν Ἀκοιμήτων ἀφιγμένοι πρὸς Φίληκα—
20τοὺς περὶ Μισῖνον, ὡς μέχρι τῆς αὐτῶν παρουσίας τῆς ἀνὰ τὸ Βυζάντιον ἐν παραβύστῳ Πέτρος ἐν ταῖς ἱεραῖς δέλτοις ἀνεγινώσκετο, καὶ ἐξ ἐκείνου ἕως νῦν ἀναφανδόν· καὶ οὕτως τοὺς περὶ Μισῖνον κοινωνῆσαι. Καὶ ἡ ἐπι‐ στολὴ δὲ τῶν Αἰγυπτίων τὰ αὐτὰ περὶ Πέτρου ἔλεγεν,
25καὶ ὡς Ἰωάννης μὲν ὀρθόδοξος ὢν ἐνθέσμως κεχειροτόνητο, Πέτρος δὲ ὑπὸ δύο καὶ μόνων ἐπισκόπων παραπλησίων αὐτῷ τὴν κακοδοξίαν ἐχειροτονήθη· καὶ ὡς ἄρτι μετὰ τὴν φυγὴν Ἰωάννου πάσης αἰκίας ἰδέα κατὰ τῶν ὀρθοδόξων ἐπηνέχθη· ταῦτά τε πάντα γνῶναι τὸν Ἀκάκιον δι’ ἐνίων
30αὐτῷ κατὰ τὴν βασιλέως ἀφιγμένων· καὶ συνεργὸν ἐν πᾶσιν εὑρεῖν Πέτρῳ τὸν Ἀκάκιον.
21. Ἐπηύξησε δὲ ταῦτα Συμεώνης μοναχὸς τῶν

119

Ἀκοιμήτων ὁ παρὰ Κυρίλλου σταλείς. Διήλεγξε γὰρ τοὺς περὶ Μισῖνον καὶ Βιτάλιον κοινωνήσαντας τοῖς αἱρετικοῖς, διαρρήδην ἐκφωνηθέντος τοῦ ὀνόματος Πέτρου ἐν τοῖς ἱεροῖς διπτύχοις, καὶ ταύτῃ ὑπαχθῆναι πολλοὺς
5τῶν ἁπλουστέρων ὑπὸ τῶν αἱρετικῶν, λεγόντων δεχθῆναι τὸν Πέτρον καὶ πρὸς τοῦ Ῥώμης θρόνου. Καὶ πρὸς πεύσεις δὲ διαφόρους ἔλεγεν ὁ Συμεώνης μὴ ἀνασχέσθαι τοὺς περὶ Μισῖνον ἐντυχεῖν ὀρθοδόξῳ τινί, ἢ γραμμάτων ἀπόδοσιν ποιήσασθαι, ἤ τι τῶν τολμωμένων κατὰ τῆς
10ὀρθῆς πίστεως ἀκριβῶσαι. Παρήχθη δὲ καὶ Σιλβανὸς πρεσβύτερος συνὼν Μισίνῳ καὶ Βιταλίῳ ἀνὰ τὴν Κων‐ σταντίνου, ὃς τὴν τῶν μοναχῶν φωνὴν ἐπεβεβαίωσεν. Ἀνεγνώσθη καὶ Ἀκακίου ἐπιστολὴ πρὸς Σιμπλίκιον, λέγουσα πάλαι καθῃρῆσθαι Πέτρον καὶ υἱὸν νυκτὸς
15καθεστάναι. Καὶ ἐπὶ τούτοις τῆς ἱερωσύνης ἀπεκινή‐ θησαν καὶ τῆς ἀχράντου κοινωνίας ἐχωρίσθησαν Μισῖνός τε καὶ Βιτάλιος, πάσης τῆς συνόδου ψηφισαμένης ἐπὶ λέξεως ταῦτα· „Πέτρον τὸν αἱρετικὸν τὸν καὶ πάλαι τῇ ψήφῳ τῆς
20ἱερᾶς καθέδρας κατακριθέντα ἀποκηρυχθέντα τε καὶ ἀναθεματισθέντα, ἡ Ῥωμαίων ἐκκλησία οὐ δέχεται. ᾯ τινι εἰ καὶ μὴ ἄλλο τι ἀντετίθετο, τοῦτο ἤρκεσεν ἂν ὅτι ἀπὸ αἱρετικῶν χειροτονηθεὶς τῶν ὀρθοδόξων ἡγεῖσθαι οὐκ ἠδύνατο.“
25 Περιέχει δὲ καὶ τοῦτο· „Ἀκάκιον δὲ τὸν τῆς Κων‐ σταντινουπόλεως μεγίστης εὐθύνης ἄξιον τὸ πρᾶγμα ἀπέδειξε, διότι πρὸς Σιμπλίκιον γράφων καὶ αἱρετικὸν καλέσας τὸν Πέτρον νῦν τῷ βασιλεῖ οὐ πεφανέρωκε,
δέον εἴπερ ἠγάπα τὸν Ζήνωνα τοῦτο πρᾶξαι. Ἀλλὰ

120

μᾶλλον τῷ πόθῳ ἀγαπᾷ τὸν βασιλέα, οὐ τὴν πίστιν ἀγαπᾷ.“ Ἀλλ’ ἐπὶ τὰ ἑξῆς τὸν λόγον ἐπαναγάγωμεν. Φέρε‐ ται Ἀκακίου ἐπιστολὴ πρὸς τοὺς ἐν Αἰγύπτῳ προέδρους
5κληρικούς τε καὶ μοναχοὺς καὶ πρὸς ἅπαντα τὸν λεών, δι’ ἧς ἐπειράθη τὸ γενόμενον ἀνακαλέσασθαι σχίσμα. Περὶ ὧν καὶ πρὸς Πέτρον τὸν Ἀλεξανδρείας ἐπίσκοπον γέγραφε. 22. Ἀκμάζοντος τοίνυν τοῦ σχίσματος ἐν Ἀλεξαν‐
10δρείᾳ, Πέτρος ἐνίους τῶν ἐπισκόπων καὶ ἀρχιμανδριτῶν κοινωνεῖν αὐτῷ πεποίηκε, τὸν Λέοντος αὖθις ἀναθεματίσας τόμον καὶ τὰ ἐν Καλχηδόνι πεπραγμένα καὶ τοὺς μὴ δεχομένους τὰ συγγράμματα Διοσκόρου καὶ Τιμοθέου. Καὶ ὡς τοὺς ἄλλους πείθειν οὐκ ἴσχυε, τοὺς πλείστους
15ἐκ τῶν οἰκείων ἀπήλαυνε μοναστηρίων· ἐφ’ οἷς Νηφάλιος ἀνὰ τὴν βασιλέως γενόμενος τὰ περὶ τούτων ἀνήγγειλε τῷ Ζήνωνι. Ὃς συνταραχθεὶς Κοσμᾶν ἐκπέμπει ἕνα τῶν ὑπασπιζόντων αὐτῷ μυρίας κατὰ Πέτρου τῆς ἑνώσεως χάριν ἐπιφερόμενον ἀπειλάς, ὡς δὴ διὰ τῆς οἰκείας τρα‐
20χύτητος διάστασιν μεγάλην εἰργασμένου. Καὶ μηδενὸς τῶν κατὰ σκοπόν οἱ προχωρήσαντος, ἀνεχώρει πρὸς τὴν βασιλέως ὁ Κοσμᾶς, μόνοις τοῖς ἀπελαθεῖσιν ἀποδοὺς τὰ οἰκεῖα καταγώγια. Καὶ πέμπεται αὖθις πρὸς τοῦ βασιλέως Ἀρσένιος ἡγεμὼν Αἰγύπτου τε καὶ τῶν στρα‐
25τιωτικῶν ταγμάτων προβεβλημένος· ὃς σὺν Νηφαλίῳ τὴν Ἀλεξάνδρου κατειληφὼς λόγους περὶ τῆς ἑνώσεως ἐκίνει, καὶ μὴ πείσας ἐνίους τούτων ἐκπέμπει ἀνὰ τὴν βασιλίδα πόλιν. Πλεῖστοι μὲν οὖν παρὰ τῷ Ζήνωνι περὶ τῆς ἐν Καλχηδόνι συνόδου κεκίνηντο λόγοι· ἐκβέ‐
30βηκε δὲ πρὸς ἔργον οὐδέν, παντελῶς οὐ συνθεμένου Ζήνωνος τὴν ἐν Καλχηδόνι σύνοδον ἀναθεματίζειν.
23. Ἐν τοσούτῳ δὲ Ἀκακίου τοῦ Κωνσταντινου‐

121

πόλεως τὴν κοινὴν στειλαμένου πορείαν, Φραυίτας τὴν ἐπισκοπὴν διαδέχεται. Καὶ συνοδικοῖς χρησαμένου τοῦ Φραυίτου πρὸς τὸν Ἀλεξανδρείας Πέτρον, ἀμοιβαίοις ὁ Πέτρος ἐχρήσατο γράμμασι, τὰ αὐτὰ περὶ τῶν ἐν Καλχη‐
5δόνι πεπραγμένων διεξελθών. Ἐπειδὴ δὲ καὶ Φραυίτας τῶν ἐντεῦθεν ἐξεδήμησε τέσσαρας καὶ μόνους ἐπισκοπήσας μῆνας, Εὐφήμιος μετ’ αὐτὸν ἐπίσκοπος κεχειροτόνητο. Οὗτος τὰς συνοδικὰς ἐπιστολὰς δέχεται Πέτρου τὰς πρὸς Φραυίταν γεγενημένας. Καὶ εὑρηκὼς τὸ κατὰ τῶν ἐν
10Καλχηδόνι γεγενημένον ἀνάθεμα λίαν ἐταράττετο, καὶ ἑαυτὸν τῆς πρὸς Πέτρον κοινωνίας ἀπέρρηξε. Καὶ φέ‐ ρεται τούτων ἑκατέρα ἐπιστολή, ἥ τε παρὰ Φραυίτου, ἥ τε παρὰ Πέτρου πρὸς Φραυίταν, ἃς διὰ τὸ μακρὸν τῆς λέξεως παρίημι. Μελλόντων τοιγαροῦν αὐτῶν πρὸς
15ἀλλήλους ἀντιφέρεσθαι καὶ συνόδους ἐφ’ ἑαυτοὺς καλεῖν, φθάνει τελευτήσας ὁ Πέτρος, καὶ διαδέχεται τούτου τὸν θρόνον Ἀθανάσιος· ὃς ἐπειράθη τοὺς διαστάντας συν‐ άψαι, οὐκ ἴσχυσε δὲ πρὸς διαφόρους γνώμας τῶν μερῶν ἀποκριθέντων. Ὅστις Ἀθανάσιος μετὰ ταῦτα συνοδικὰς
20ἐπιστολὰς διαπεμπόμενος Παλλαδίῳ τῷ μετὰ Πέτρον ἐπισκοπήσαντι τὴν Ἀντιόχου, τὰ παραπλήσια πέπραχε περὶ τῆς ἐν Καλχηδόνι συνόδου. Ταὐτὸ δὲ τοῦτο καὶ Ἰωάννης ὁ μετὰ Ἀθανάσιον τὸν ἐν Ἀλεξανδρείᾳ θρόνον διαδεξάμενος. Καὶ Παλλαδίου τελευτήσαντος τοῦ ἐν
25Ἀντιοχείᾳ προέδρου, καὶ Φλαβιανοῦ τὸν ἐκείνου θρόνον διαδεξαμένου, πέμπεται πρὸς αὐτοῦ κατὰ τὴν Ἀλεξάν‐ δρειαν Σολομὼν Ἀντιοχείας πρεσβύτερος, συνοδικά τε κομίζων καὶ ἀμοιβαίους συλλαβὰς ζητῶν Ἰωάννου πρὸς Φλαβιανόν. Καὶ μετὰ Ἰωάννην δὲ ἕτερος Ἰωάννης τὸν
30Ἀλεξανδρείας διαδέχεται θρόνον. Καὶ ταῦτα μὲν οὕτω προὐκεχωρήκει μέχρι τινῶν τῶν Ἀναστασίου χρόνων. Εὐφήμιον γὰρ αὐτὸς ἐκβεβλήκει· ἅπερ ἠνάγκασμαι καθ’
εἱρμὸν συνάψαι σαφηνείας τε καὶ εὐμαθείας ἕνεκα.

122

24. Ὁ δὲ Ζήνων Ἰλλοῦ γνώμῃ καὶ τὸν Ἁρμάτον ἀναιρεῖ συγγενῆ Βερίνης τῆς βασιλίδος· ὃν καὶ κατα‐ πεμφθέντα πρὸς Βασιλίσκου δώροις ὁ Ζήνων ἁλίσκει, καὶ σύμμαχον αὐτὸν ἀντὶ πολεμίου ποιεῖται, καὶ Βασιλίσκον
5τὸν αὐτοῦ παῖδα Καίσαρα χειροτονεῖ ἐν Νικαίᾳ τῇ πόλει. Παρελθὼν δὲ εἰς Βυζάντιον τὸν μὲν Ἁρμάτον δολοφονεῖ, Βασιλίσκον δὲ τὸν αὐτοῦ παῖδα ἀντὶ Καίσαρος ἱερέα δείκνυσιν· ὃς ὕστερον καὶ τῆς ἀρχιερωσύνης ἠξίωτο. 25. Ἐπανίσταται δὲ τῷ Ζήνωνι καὶ Θευδέριχος
10Σκύθης ὢν γένος· καὶ τὰς οἰκείας δυνάμεις ἀνὰ τὴν Θρᾳκῶν ἀθροίσας ἐπιστρατεύει κατὰ τοῦ Ζήνωνος· καὶ μέχρι στόματος τοῦ Πόντου δῃώσας τὰ ἐν ποσὶ χωρία μικροῦ τὴν βασίλειον εἷλε πόλιν, εἴ γε μή τινες τῶν ἐς τὰ μάλιστα αὐτῷ ἐπιτηδείων ὑπαχθέντες ἐβουλεύσαντο
15αὐτὸν ἀνελεῖν. Ὃς ἐθελοκακοῦντας τοὺς οἰκείους ἐγνωκὼς εἰς τοὐπίσω μὲν ἀποχωρεῖ, οὐ πολλῷ δὲ ὕστερον τοῖς ἀπελθοῦσι συναριθμεῖται. Λέξω δὲ καὶ τὸν τῆς τελευτῆς τρόπον ὧδε γενόμενον. Δόρυ διηγκυλημένον πρὸ τῆς σκηνῆς αὐτῷ μετῃώρητο σχῆμα βαρβαρικόν. Εἶτα δια‐
20κινῆσαι τὸ σῶμα βουληθεὶς ἵππον ἀχθῆναι προστέταχεν, ἀναβολεῖ δὲ οὐκ εἰωθὼς χρῆσθαι τῷ ἵππῳ προσήλατο. Ὁ δὲ ἀγελαῖός τις ὢν καὶ ὑβριστής, οὔπω περιβάδην Θευδερίχου καθίσαντος, μετεωρίζει τὼ πρόσθε πόδε, τὼ ὀπισθίω μόνω ἀκροβατῶν· ὡς διαφιλονεικοῦντα τὸν
25Θευδέριχον καὶ μήτε τῷ χαλινῷ ἀνασειράζειν τὸν ἵππον τολμῶντα ὡς ἂν μὴ ἐμπέσοι γε αὐτῷ, μηδὲ τῆς ἕδρας βεβαίως ἀντεχόμενον, τῇδε κἀκεῖσε περιδονεῖσθαι, δια‐ σεῖσαί τε τὴν αἰχμήν, ταύτην δὲ ἐπ’ αὐτὸν ἐνεχθῆναι πλαγίαν καὶ τὴν πλευρὰν κατατρῶσαι· ἔνθεν τε κλινήρη
30γενόμενον καὶ βραχείας ἡμέρας ἀρκέσαντα, τὸν βίον ἐκ τοῦδε τοῦ τραύματος καταστρέψαι. 26. Μετὰ ταῦτα διενεχθεὶς πρὸς Ζήνωνα καὶ Μαρ‐
κιανός, παῖς μὲν Ἀνθεμίου τοῦ Ῥώμης βασιλεύσαντος,

123

κῆδος δὲ πρὸς Λέοντα τὸν βεβασιλευκότα πρότερον ἐσχηκώς, ἐπεὶ τὴν νεωτέραν αὐτοῦ θυγατέρα Λεοντίαν ἐσῳκίσατο, τυραννεῖν ἐπειρᾶτο· καὶ μάχης ἰσχυρᾶς περὶ τὰ βασίλεια συρραγείσης καὶ πολλῶν ἑκατέρωθεν πεπτω‐
5κότων, τρέπει τοὺς ἐναντίους ὁ Μαρκιανός· καὶ τῶν βασιλείων ἐγκρατὴς γέγονεν ἄν, εἰ μὴ τὸν καιρὸν παρῆκεν ἐς αὔριον τὴν πρᾶξιν ἀναβαλλόμενος. Ὀξυπετὴς γὰρ ὁ καιρὸς καὶ παρὰ πόδας μὲν ἰὼν ἴσως ἁλίσκεται, ἐπὰν δὲ τὴν λαβὴν διαδράσοι, μετεωροπορεῖ γελᾷ τε τοὺς
10διώκοντας, ἐφικτὸς αὐτοῖς λοιπὸν οὐκ ἀνεχόμενος εἶναι. Ὅθεν ἀμέλει οἱ πλάσται καὶ ζωγράφοι κόμην ἔμπροσθεν καθέντες αὐτῷ, τὴν κεφαλὴν ὄπισθεν ἐν χρῷ ξυρῶσιν· εὖ μάλα σοφῶς αἰνιττόμενοι, ὡς ὀπισθόπους μὲν τυγχάνων τῷ καθειμένῳ τῆς κόμης ἴσως κρατεῖται, ἐμπροσθόπους
15δὲ γενόμενος τέλεον διαφεύγει, οὐκ ἔχων ὅτῳ κρατηθείη τῷ διώκοντι. Ὅπερ καὶ ἐπὶ Μαρκιανῷ γέγονε τὸν μὲν εὔθετον αὐτῷ καιρὸν ἀπολέσαντι, ἐξευρεῖν δὲ τοῦτον λοιπὸν οὐ δυνηθέντι. Ἀνὰ γὰρ τὴν ἑξῆς πρὸς τῶν οἰκείων καταπροδοθεὶς καὶ μόνος ἀπολειφθεὶς πέφευγεν
20ἀνὰ τὸ τέμενος τῶν θεσπεσίων ἀποστόλων· ἐκεῖθέν τε πρὸς βίας ἀφελκυσθεὶς ἐς Καισάρειαν πόλιν τῆς Καππα‐ δοκῶν ἐξοικίζεται. Καί τισι μοναχοῖς συναγελαζόμενος ὕστερον ἐφωράθη λαθεῖν ἐθέλων, καὶ πρὸς τοῦ βασιλέως εἰς Ταρσὸν τῆς Κιλικίας ἐκπεμφθεὶς καὶ τὴν κόμην ἀπο‐
25θέμενος πρεσβύτερος χειροτονεῖται. Γέγραπται ταῦτα κομψῶς Εὐσταθίῳ τῷ Σύρῳ. 27. Ὁ αὐτὸς γράφει τὸν Ζήνωνα καὶ Βερίνῃ τῇ πενθερᾷ μυρίας ἐπιβουλὰς ῥάψαι, μετὰ δὲ ταῦτα καὶ πρὸς τὴν Κιλίκων ἐκπέμψαι χώραν, ὕστερον δὲ μετα‐
30βῆναι ταύτην πρὸς τὸ Παπιρίου λεγόμενον φρούριον, Ἰλλοῦ τυραννήσαντος, αὐτόθι τε τὸν βίον ἐκλιπεῖν. Καὶ τὰ κατὰ Ἰλλοῦν δὲ γράφει μάλα λογίως ὁ Εὐστάθιος,
ὅπως πρὸς τοῦ Ζήνωνος ἐπιβουλευθεὶς διέφυγε, καὶ ὅπως

124

ὁ Ζήνων τὸν ἀποσφάξαι τοῦτον προσταχθέντα εἰς θάνατον ἐκδέδωκε, μισθὸν τῆς ἀποτυχίας τὴν τῆς κε‐ φαλῆς ἐκτομὴν αὐτῷ παρασχών· ὃν καὶ στρατηγὸν ὁ Ζήνων τῶν ἑῴων ἀποδείκνυσι δυνάμεων, τὸ λαθεῖν πραγ‐
5ματευόμενος· ὁ δὲ Λεόντιον προσεταιρισάμενος Μάρσον τε αὖ ἄνδρα δόκιμον καὶ Παμπρέπιον ἀνὰ τὰ τῆς ἑῴας γέγονε μέρη. Εἶτα τὴν Λεοντίου ἀνάρρησιν τὴν ἐς Ταρσὸν τῆς Κιλικίας γενομένην, ὅπως τε καὶ οὗτοι τῆς τυραννίδος ἀπώναντο, Θευδερίχου κατ’ αὐτῶν ἐκπεμ‐
10φθέντος, ἀνδρὸς Γότθου τὸ γένος ὑπάρχοντος παρὰ Ῥω‐ μαίοις τε αὖ ἐπισήμου, μετὰ ἡμεδαπῆς τε καὶ ἀλλοδαπῆς δυνάμεως, ἀναγράφει μάλα σοφῶς ὁ αὐτὸς Εὐστάθιος, καὶ τοὺς δειλαίως ἀνῃρημένους πρὸς Ζήνωνος ἀντὶ τῆς ἐς αὐτὸν εὐνοίας· καὶ ὅτι γε ὁ Θευδέριχος τῆς ἐπιβουλῆς
15Ζήνωνος αἰσθανόμενος ἐπὶ τὴν πρεσβυτέραν Ῥώμην ἀνα‐ χωρεῖ, τινὲς δέ φασιν ὡς καὶ ὑποθήκῃ Ζήνωνος. Καὶ Ὀδόακρον μάχῃ κρατήσας ὑφ’ ἑαυτὸν τὴν Ῥώμην ποιεῖται, ῥῆγα προσονομάσας ἑαυτόν. 28. Ὑπὸ τοῖς χρόνοις Ζήνωνος ἱστορεῖ Ἰωάννης ὁ
20ῥήτωρ Μαμιανὸν ἐξ ἐπιδιφρίων ἐπίσημον ἄνδρα γε‐ νέσθαι καὶ τῆς συγκλήτου βουλῆς μετασχεῖν, καὶ ἐν Δάφνῃ τῷ προαστείῳ τὸν καλούμενον Ἀντίφορον οἰκοδο‐ μήσασθαι, πρώην ἀμπέλους δεδεγμένον καὶ πρὸς γεωργίαν ἐπιτήδειον χωρίον καθεστῶτα εὐθὺ τοῦ δημοσίου βαλα‐
25νείου· οὗ Μαμιανὸς ὁ φιλόπολις ἡ χαλκῆ ἀνάκειται εἰκών. Ἀνὰ δὲ τὴν πόλιν δύο βασιλείους ἐργάσασθαι στοάς, τῇ τε οἰκοδομίᾳ λίαν εὐπρεπεῖς καὶ ταῖς ἐκ λίθων περιφανείαις τε καὶ διαυγείαις κεκοσμημένας· ὥσπερ δέ τι μεθόριον μέσον τῶν δύο βασιλείων στοῶν, τετράπυλον
30ἀναστῆσαι κίοσί τε καὶ τῇ ἐκ χαλκοῦ ὕλῃ μάλα κομψῶς ἠσκημένον. Καὶ τὰς μὲν βασιλείους κατειλήφαμεν στοὰς μετὰ τῆς προσηγορίας ἔτι λείψανα τῆς πρώην εὐκοσμίας
φερούσας, τῶν ἐκ Προκονήσου λίθων τῷ ἐδάφει συγκει‐

125

μένων, οὐ μὴν τὴν οἰκοδομίαν ἔχουσάν τι τῶν ἐπισήμων· ἐκ τῶν γεγενημένων γὰρ παθημάτων ἔναγχος τὴν οἰκοδο‐ μίαν ἐδέξαντο, οὐδενὸς εἰς κόσμον ταύταις προστεθέντος. Τοῦ δὲ τετραπύλου τοῦ ὑπὸ Μαμιανοῦ γεγενημένου οὐδὲ
5ψιλὸν ἴχνος κατειλήφαμεν. 29. Τοῦ Ζήνωνος τοίνυν ἄπαιδος τελευτήσαντος ἐπι‐ ληψίας νόσῳ μετὰ ἕβδομον καὶ δέκατον ἔτος τῆς αὐτοῦ βασιλείας, ἤλπισε μὲν Λογγῖνος ὁ τούτου ἀδελφὸς εἰς μέγα δυνάμεως προκεχωρηκὼς τὴν βασιλείαν ἑαυτῷ
10περιθήσειν· οὐ μὴν τῶν δοκηθέντων ἔτυχεν. Ἡ γὰρ Ἀριάδνη Ἀναστασίῳ τὸν στέφανον περιτίθησιν, οὔπω μὲν ἥκοντι εἰς γερουσίαν, ἐν δὲ τῇ λεγομένῃ τῶν σιλεν‐ τιαρίων σχολῇ καταλεγομένῳ. Ἱστορεῖ δ’ οὖν ὁ Εὐ‐ στάθιος μετὰ τὴν ἀρχὴν τῆς Διοκλητιανοῦ βασιλείας εἰς
15τὴν Ζήνωνος τελευτὴν καὶ τὴν ἀνάρρησιν Ἀναστασίου ἔτη διελθεῖν ἑπτὰ καὶ διακόσια· ἀπὸ δὲ τῆς Αὐγούστου μοναρχίας ἔτη δύο καὶ τριάκοντα καὶ πεντακόσια πρὸς μησὶν ἑπτά· ἀπὸ δὲ τῆς Ἀλεξάνδρου τοῦ Μακεδόνος ἀρχῆς ἔτη δύο καὶ τριάκοντα καὶ ὀκτακόσια ὁμοίως πρὸς
20μησὶν ἑπτά· ἐκ δὲ τῆς Ῥωμαίων καὶ Ῥωμύλου βασιλείας, ἔτη δύο καὶ πεντήκοντα καὶ χίλια καὶ πρός γε μῆνας ἑπτά· ἀπὸ δὲ ἁλώσεως Τροίας ἔτη ἓξ καὶ ὀγδοήκοντα καὶ ἑξακόσια καὶ χίλια πρὸς μησὶν ἑπτά. Οὗτος ὁ Ἀναστάσιος πατρίδα τὴν Ἐπίδαμνον ἔχων, Δυρράχιον
25νῦν προσηγόρευται, τήν τε Ζήνωνος βασιλείαν καὶ γα‐ μετὴν τοῦ αὐτοῦ Ζήνωνος τὴν Ἀριάδνην εἰσοικίζεται. Καὶ πρῶτα μὲν Λογγῖνον Ζήνωνος ἀδελφὸν τὴν τοῦ μαγίστρου ἀρχὴν διέποντα, ὃν ἡγεμόνα τῶν ἐν τῇ αὐλῇ τάξεων οἱ πρόσθεν ἐκάλουν, ἀνὰ τὴν ἐνεγκαμένην ἐκ‐
30πέμπει, εἶτα δὲ καὶ πολλοὺς ἑτέρους Ἰσαύρους τοῦτο δῆθεν αἰτήσαντας. 30. Οὗτος ὁ Ἀναστάσιος, εἰρηναῖός τις ὤν, οὐδὲν καινουργεῖσθαι παντελῶς ἠβούλετο, διαφερόντως περὶ
τὴν ἐκκλησιαστικὴν κατάστασιν. Καὶ διὰ παντὸς ᾔει

126

τρόπου τάς τε ἁγιωτάτας ἐκκλησίας ἀταράχους μεῖναι ἅπαν τε τὸ ὑπήκοον βαθείας γαλήνης ἀπολαύειν, πάσης ἔριδος καὶ φιλονεικίας ἐκ τῶν ἐκκλησιαστικῶν τε καὶ πολιτικῶν πραγμάτων ἐκποδὼν γενομένων.
5 Ἡ μὲν οὖν ἐν Καλχηδόνι σύνοδος ἀνὰ τούτους τοὺς χρόνους οὔτε ἀναφανδὸν ἐν ταῖς ἁγιωτάταις ἐκκλησίαις ἐκηρύττετο, οὔτε μὴν ἐκ πάντων ἀπεκηρύττετο. Ἕκαστοι δὲ τῶν προεδρευόντων ὡς εἶχον νομίσεως διεπράττοντο. Κἂν ἔνιοι μὲν τῶν ἐκτεθειμένων αὐτῇ μάλα γεννικῶς
10ἀντείχοντο, καὶ πρὸς οὐδεμίαν ἐνεδίδοσαν συλλαβὴν τῶν ὁρισθέντων παρ’ αὐτῆς, οὐδὲ μὴν γράμματος ἐναλλαγὴν παρεδέχοντο· ἀλλὰ καὶ μετὰ πολλῆς ἀπεπήδων τῆς παρρησίας, καὶ κοινωνεῖν παντελῶς οὐκ ἠνείχοντο τοῖς μὴ δεχομένοις τὰ παρ’ αὐτῆς ἐκτεθειμένα. Ἕτεροι δὲ οὐ
15μόνον οὐκ ἐδέχοντο τὴν ἐν Καλχηδόνι σύνοδον καὶ τὰ παρ’ αὐτῆς ὁρισθέντα, ἀλλὰ καὶ ἀναθέμασι περιέβαλλον αὐτήν τε καὶ τὸν Λέοντος τόμον. Ἄλλοι τοῖς ἑνωτικοῖς Ζήνωνος ἐνισχυρίζοντο, καὶ ταῦτα πρὸς ἀλλήλους διερρω‐ γότες τῇ τε μιᾷ καὶ ταῖς δύο φύσεσιν, οἱ μὲν τῇ συνθήκῃ
20τῶν γραμμάτων κλαπέντες, οἱ δὲ καὶ πρὸς τὸ εἰρηνικώ‐ τερον μᾶλλον ἀποκλίναντες· ὡς πάσας τὰς ἐκκλησίας εἰς ἰδίας ἀποκριθῆναι μοίρας καὶ μηδὲ κοινωνεῖν ἀλλήλοις τοὺς προεδρεύοντας. Ἐντεῦθεν πλεῖστα τμήματα κατά τε τὴν ἑῴαν ἀνά τε τὰ ἑσπέρια μέρη καὶ κατὰ τὴν Λιβύην
25ἐτύγχανον ὄντα, οὔτε τῶν ἑῴων ἐπισκόπων τοῖς ἑσπερίοις ἢ τοῖς Λίβυσι σπενδομένων οὔτε αὖ τούτων τοῖς ἑῴοις. Τὸ δὲ μείζον’ εἰς ἀτοπίαν προῄει. Οὐδὲ γὰρ σφίσιν αὐτοῖς ἐκοινώνουν οἱ τῆς ἑῴας πρόεδροι, οὐδὲ μὴν οἱ τῆς Εὐρώπης ἢ τῆς Λιβύης τοὺς θρόνους διέποντες, μήτι γε
30δὴ καὶ ὑπερορίοις. Ἅπερ ὁ βασιλεὺς Ἀναστάσιος θεώμενος τοὺς νεωτερίζοντας τῶν ἐπισκόπων ἐξωθεῖτο, εἴ που κατειλήφει παρὰ τὸ εἰωθὸς τοῖς τόποις τινὰ τὴν ἐν
Καλχηδόνι σύνοδον κηρύττοντα ἢ ταύτην ἀναθέματι

127

περιτιθέντα. Ἐκβέβληκε μὲν οὖν ἐκ τῆς βασιλίδος τῶν πόλεων πρῶτον μὲν Εὐφήμιον ὡς προγέγραπται, εἶτα Μακεδόνιον, μεθ’ ὃν Τιμόθεος ἐγεγόνει, ἐκ δὲ τῆς Ἀντιόχου Φλαβιανόν.
5 31. Περὶ τοίνυν Μακεδονίου καὶ Φλαβιανοῦ γράφον τὸ ἐν Παλαιστίνῃ μοναδικὸν πρὸς Ἀλκίσωνα ἐπὶ λέξεως λέγει ταῦτα· „Πέτρου δὲ κεκοιμημένου, πάλιν εἰς αὐτοὺς ἀπεσχί‐ σθησαν Ἀλεξάνδρειά τε καὶ Αἴγυπτος, Ἀθανασίου τοῦ
10μετὰ Πέτρον καταστάντος ἀναθεματισμὸν τῇ συνόδῳ ἀποστείλαντος ἔγγραφον ἐν τοῖς συνοδικοῖς τῷ τε Κων‐ σταντινουπόλεως καὶ τῷ Ἀντιοχείας καὶ τῷ Ἱεροσολύ‐ μων· καὶ μὴ δεχθέντος ἐξ ἐκείνου Ἀλεξάνδρειά τε καὶ Αἴγυπτος καὶ Λιβύη καθ’ ἑαυτὰς διετέλεσαν, καὶ ἡ λοιπὴ
15πᾶσα ἀνατολὴ πάλιν καθ’ ἑαυτήν, τῶν δυτικῶν μὴ ἀνεχομένων ἄλλως αὐταῖς κοινωνεῖν ἢ πρὸς τῷ ἀνα‐ θεματίζειν Νεστόριόν τε καὶ Εὐτυχῆ καὶ Διόσκορον προστιθέναι καὶ Πέτρον τὸν Μογγὸν καὶ Ἀκάκιον. Ἐν τούτοις οὖν τῶν ἀνὰ τὴν οἰκουμένην οὐσῶν ἐκκλησιῶν, οἱ
20γνήσιοι τῶν ἀπὸ Διοσκόρου καὶ Εὐτυχοῦς εἰς πάντη ἐλάχιστον περιέστησαν τὸν ἀριθμόν. Καὶ μελλόντων ὅσον οὐδέπω ἐκλιπεῖν ἀπὸ τῆς γῆς ὥστε μὴ ὑπάρχειν αὐτούς, Ξεναΐας ὁ τοῦ θεοῦ ξένος ἀληθῶς, οὐκ οἴδαμεν τί σκοπῶν ἢ ποίαν ἔχθραν πρὸς Φλαβιανὸν ἐκδικῶν,
25προφάσει δὲ τῆς πίστεως ὡς οἱ πολλοὶ διηγοῦνται, κινεῖν μὲν πρὸς αὐτὸν καὶ διαβάλλειν ἄρχεται ὡς Νεστοριανόν. Ἐκείνου δὲ Νεστόριον σὺν τῷ φρονήματι ἀναθεματί‐ σαντος, μετέβαινε πάλιν ἐξ ἐκείνου ἐπὶ Διόσκορον καὶ Θεόδωρον καὶ Θεοδώρητον καὶ Ἴβαν καὶ Κύρον καὶ
30Εὐθέριον καὶ Ἰωάννην καὶ οὐκ ἴσμεν οὕστινας καὶ ὅθεν συλλεξάμενος· ὧν οἱ μὲν τὰ Νεστορίου ἀληθῶς ἐπρέ‐
σβευσαν, οἱ δὲ ὑπονοηθέντες ἀνεθεμάτισαν καὶ ἐν τῇ

128

κοινωνίᾳ τῆς ἐκκλησίας κεκοίμηνται. ‘Τούτους πάντας τὰ Νεστορίου, φησί, νοήσαντας εἰ μὴ ἀναθεματίσειας, τὰ Νεστορίου φρονεῖς, κἂν μυριάκις αὐτὸν μετὰ τοῦ φρονή‐ ματος ἀναθεματίζῃς.‘ Ἀνεκίνει δὲ διὰ γραμμάτων καὶ
5τοὺς ἀπὸ Διοσκόρου τοῦ Εὐτυχοῦς συνηγόρους, πείθων συνάρασθαι μὲν αὐτῷ κατὰ Φλαβιανοῦ, μὴ μέντοι ἀναθε‐ ματισμὸν ἀπαιτεῖν τῆς συνόδου, ἀλλὰ τῶν προειρημένων μόνων προσώπων. Τοῦ δὲ ἐπισκόπου Φλαβιανοῦ τούτοις ἐπὶ πολὺ
10ἀντιτείναντος ἑτέρων τε μετὰ Ξεναΐα συμπλεκομένων κατ’ αὐτοῦ, Ἐλευσίνου μὲν ἐπισκόπου τινὸς τῆς δευτέρας Καππαδοκίας, Νικίου δὲ Λαοδικείας τῆς Συρίας, καὶ ἄλλων ἄλλοθεν—ὧν τὰς αἰτίας τῆς πρὸς Φλαβιανὸν μικροψυχίας ἑτέρων ἀλλ’ οὐχ ἡμῶν διηγήσασθαι—, τέλος
15νομίσας διὰ τούτους εἰρηνεύειν αὐτοὺς εἶξεν αὐτῶν τῇ φιλονεικίᾳ. Καὶ ἐγγράφως τὰ πρόσωπα ἀναθεματίσας ἀπέστειλε τῷ βασιλεῖ· καὶ αὐτὸν γὰρ κατ’ αὐτοῦ κεκι‐ νήκασιν ὡς τὰ Νεστορίου πρεσβεύοντος. Μηδὲ τούτῳ οὖν ἀρκεσθεὶς ὁ Ξεναΐας τῆς συνόδου αὐτῆς πάλιν
20ἀναθεματισμὸν καὶ τῶν δύο φύσεις ἐπὶ τοῦ Κυρίου εἰρηκότων, τῆς σαρκὸς καὶ τῆς θεότητος, ἀπῄτει τὸν Φλαβιανόν· μὴ ὑπακούσαντος δέ, ὥσπερ Νεστοριανοῦ πάλιν κατηγόρει. Πολλῶν δὲ ἐπὶ τούτῳ κεκινημένων, καὶ τοῦ πατριάρχου ἔκθεσιν περὶ πίστεως πεποιημένου,
25ἐν ᾗ πρὸς καθαίρεσιν μὲν Νεστορίου καὶ Εὐτυχοῦς τὴν σύνοδον δέχεσθαι ὡμολόγει, μὴ μέντοι εἰς ὅρον καὶ διδασκαλίαν πίστεως, πάλιν ὡς τὰ Νεστορίου ὑπούλως φρονοῦντος ἐπελαμβάνοντο, εἰ μὴ καὶ τὸν ἀναθεματισμὸν αὐτῆς προσθείη τῆς συνόδου καὶ τῶν δύο φύσεις ἐπὶ τοῦ
30Κυρίου εἰρηκότων τῆς σαρκὸς καὶ τῆς θεότητος. Προσυπ‐
άγονται δὲ πολλαῖς λόγων ἀπάταις καὶ τοὺς Ἰσαύρους·

129

καὶ ποιήσαντες γραμματεῖον περὶ πίστεως, ἐν ᾧ τὴν σύνοδον μετὰ τῶν δύο φύσεις εἰρηκότων ἢ ἰδιότητας ἀνα‐ θεματίσαντες, Φλαβιανοῦ μὲν ἀφίστανται καὶ Μακεδονίου, ἄλλοις δὲ σπένδονται ὑπογράψασι τῷ γραμματείῳ.
5 Ἐν τούτοις καὶ τὸν Ἱεροσολύμων ἀπῄτουν ἔγγραφον περὶ πίστεως· ὃς ἐκθέμενος ἀπέστειλε τῷ βασιλεῖ δι’ αὐτῶν τῶν ἀπὸ Διοσκόρου. Ὅπερ αὐτοὶ μὲν προφέρουσιν ἀναθεματισμὸν περιέχον τῶν δύο φύσεις εἰρηκότων· αὐτὸς δὲ ὁ Ἱεροσολύμων νενοθεῦσθαι παρ’ αὐτῶν διαβεβαιού‐
10μενος, ἄλλο προφέρει δίχα τοιούτου ἀναθεματισμοῦ. Καὶ οὐ θαῦμα· καὶ γὰρ καὶ λόγους πατέρων πολλοὺς νενο‐ θεύκασι, πολλοὺς δὲ Ἀπολιναρίου λόγους Ἀθανασίῳ καὶ Γρηγορίῳ τῷ Θαυματουργῷ καὶ Ἰουλίῳ διὰ τῶν ἐπι‐ γραφῶν ἀνατεθείκασιν· οἷς μάλιστα τοὺς πολλοὺς πρὸς
15τὰς ἰδίας ἀσεβείας σφετερίζονται. Ἀπῄτουν δὲ καὶ Μακεδόνιον ἔγγραφον περὶ πίστεως· ὃ καὶ ἐξέθετο τὴν τῶν τριακοσίων δέκα ὀκτὼ καὶ τῶν ἑκατὸν πεντήκοντα μόνων εἰδέναι πίστιν διαβεβαιούμενος, ἀναθεματίζων δὲ Νεστόριον καὶ Εὐτυχῆ καὶ τοὺς δύο υἱοὺς ἢ Χριστοὺς
20δογματίζοντας ἢ τὰς φύσεις διαιροῦντας, μήτε δὲ τῆς ἐν Ἐφέσῳ Νεστόριον καθελούσης μνησθεὶς μήτε τῆς ἐν Καλ‐ χηδόνι καθελούσης τὸν Εὐτυχῆ. Ἐφ’ ᾧ ἀγανακτήσαντα τὰ περὶ Κωνσταντινούπολιν μοναστήρια ἀφίστανται τοῦ ἐπισκόπου Μακεδονίου. Ἐν τούτοις ὅ τε Ξεναΐας καὶ Διό‐
25σκορος πολλοὺς προσλαβόμενοι τῶν ἐπισκόπων ἀφόρητοι ἦσαν, κινοῦντες κατὰ τῶν μὴ ἀνεχομένων ἀναθεματίζειν. Ὧν τοὺς εἰς τέλος μὴ ὑπείκοντας ἐξορίᾳ ὑποβάλλεσθαι πολλαῖς μηχαναῖς παρεσκεύαζον. Οὕτως οὖν καὶ Μακε‐ δόνιον ἐξορίζουσι καὶ Ἰωάννην τὸν Παλτοῦ ἐπίσκοπον καὶ
30Φλαβιανόν.“ Ταῦτα μὲν οὖν τὰ γράμματα λέγει.

130

32. Τὰ δέ γε σμύχοντα ἐν παραβύστῳ τὸν Ἀνα‐ στάσιον ἕτερα ἦν. Ἡνίκα γὰρ ἡ Ἀριάδνη τῷ Ἀναστασίῳ τὸ ἁλουργὲς ἐβούλετο περιβαλεῖν σχῆμα, οὐκ ἄλλως ὁ Εὐφήμιος τὴν ἀρχιερατικὴν διέπων καθέδραν συνετίθετο,
5μέχρις ὅτου τὴν δι’ ἐγγράφων καὶ ὅρκων δεινῶν ὁμολογίαν αὐτόγραπτον ὁ Ἀναστάσιος ἐς Εὐφήμιον ἔθετο ἦ μὴν ἀκέραιον φυλάξαι τὴν πίστιν καὶ μηδὲν καινουργὲς ἐσα‐ γαγεῖν τῇ ἁγίᾳ τοῦ θεοῦ ἐκκλησίᾳ, εἰ τῶν σκήπτρων ἐπιλάβοιτο· ἣν καὶ παρέθετο Μακεδονίῳ τὴν τῶν σεπτῶν
10κειμηλίων παραφυλακὴν ἐμπεπιστευμένῳ. Ἐδεδράκει δὲ ταῦτα διότι γε ὁ Ἀναστάσιος δόξαν μανιχαϊκῆς νομίσεως παρὰ τοῖς πολλοῖς εἶχεν. Ἐπειδὴ τοίνυν ὁ Μακεδόνιος ἐς τὸν ἱερατικὸν ἀνέβη θρόνον, ἤθελε τὴν οἰκείαν ὁμο‐ λογίαν ἀναλαβεῖν ὁ Ἀναστάσιος, καθυβρίζεσθαι τὴν
15βασιλείαν λέγων εἰ τὸ ῥηθὲν αὐτόγραπτον ἐναπομένοι. Καὶ πρὸς τοῦτο μάλα γενναίως ἐνισταμένου τοῦ Μακε‐ δονίου, καὶ μὴ προδώσειν τὴν πίστιν ἐνισχυριζομένου, πᾶσαν ἐπιβουλὴν ἐτύρευσεν ὁ βασιλεύς οἱ, ἐξῶσαι τῆς καθέδρας ἐθέλων. Ἀμέλει τοιγαροῦν καὶ παῖδες συκο‐
20φάνται παρήγοντο, καὶ σφῶν αὐτῶν καὶ Μακεδονίου αἰσχρουργίαν κατεψεύδοντο. Ὡς δὲ τῶν ἀνδρείων ἐψι‐ λωμένος ὁ Μακεδόνιος ὤφθη, πρὸς ἕτερα ἐχώρουν τεχνά‐ σματα, μέχρις ὅτε συμβουλεύμασι Κέλερος ἡγεμόνος τῶν ἐν τῇ αὐλῇ τάξεων ὁ Μακεδόνιος λαθραίως τῶν οἰκείων
25ἐξέστη θρόνων. Τῇ δὲ ἐκβολῇ Φλαβιανοῦ ἕτερα προστιθέασι. Κατει‐ λήφαμεν γὰρ ἐνίους ἐσχατογέροντας τὰ ὅσα συμβέβηκεν ἐπὶ Φλαβιανοῦ τῇ μνήμῃ διασώζοντας· οἳ λέγουσιν ὡς ὑπὸ Ξεναΐᾳ ἀνδρί—ἦν δὲ ὁ Ξεναΐας τῆς γείτονος Ἱερᾶς
30πόλεως πρόεδρος, ἑλλάδι φωνῇ Φιλόξενος προσαγορευό‐
μενος—πεισθέντες οἵ τε τῆς καλουμένης Κυνηγικῆς μονα‐

131

χοὶ καὶ ὅσοι τοῦ πρώτου τῶν Σύρων ἔθνους καθεστήκεσαν, ἀθρόοι μετὰ ταραχῆς καὶ τῆς ἐς ἄγαν ἀταξίας ἐσπεπη‐ δήκασι τῇ πόλει, βιαζόμενοι Φλαβιανὸν ἀναθεματίσαι τὴν ἐν Καλχηδόνι σύνοδον καὶ τὸν τόμον Λέοντος. Πρὸς ὃ
5δυσανασχετοῦντος Φλαβιανοῦ, καὶ τῶν μοναχῶν μετὰ πολλῆς τῆς ῥύμης ἐνισταμένων, ἀναστὰς ὁ λεὼς τῆς πόλεως φόνον πολὺν τῶν μοναχῶν κατειργάζετο· ὡς καὶ πολλοὺς καὶ ἀναριθμήτους αὐτῶν τάφον τὸν Ὀρόντην κληρώσασθαι, τῶν σωμάτων τοῖς κύμασι κηδευθέντων.
10Συνέπεσε δὲ καὶ ἕτερον τούτῳ οὐκ ἐλαττούμενον. Τὸ γὰρ τῆς Κοίλης Συρίας, νῦν δὲ δευτέρας προσαγορευομένης μοναδικόν, προσπάσχον τῷ Φλαβιανῷ, ἐπειδὴ τὸν μονήρη μετῆλθε βίον ἔν τινι φροντιστηρίῳ ἐπὶ ἀγροῦ—Τιλμογνὼν ὄνομα τούτῳ—διακειμένῳ, ἔπεισι τῇ Ἀντιόχου ἀμύνειν
15τῷ Φλαβιανῷ βουλόμενον, ὡς κἀνταῦθα οὐ μικρά τινα συμβῆναι. Εἴτε οὖν ἐκ τῶν προτέρων, εἴτε καὶ ἐκ τῶν δευτέρων, ἢ καὶ ἐξ ἀμφοῖν, ὁ Φλαβιανὸς ἐκβάλλεται, κατακριθεὶς Πέτρας οἰκεῖν πρὸς ταῖς ἐσχατιαῖς τῶν Παλαιστινῶν κειμένας.
20 33. Ἐκβεβλημένου τοίνυν Φλαβιανοῦ, Σευῆρος ἐπὶ τὸν ἱερατικὸν τῆς Ἀντιόχου θρόνον ἄνεισι, χρηματιζούσης τῆς πόλεως ἔτος πρῶτον καὶ ἑξηκοστὸν καὶ πεντακοσι‐ οστόν, ἀνὰ τὸν Δῖον μῆνα, τῆς ἕκτης ἐπινεμήσεως τοῦ τηνικάδε κύκλου, κατὰ τήνδε τὴν γραφὴν χρηματιζούσης
25πρῶτον τεσσαρακοστὸν καὶ ἑξακοσιοστὸν ἔτος. Ὃς πατρίδα τὴν Σωζοπολιτῶν κληρωσάμενος, ἣ μία τοῦ Πισιδῶν ἐστιν ἔθνους, δικανικοῖς πρώην ἐσχολάκει λόγοις ἀνὰ τὴν Βηρυτίων· ἐκ δὲ τῆς τῶν νόμων ἀσκήσεως εὐθὺ τοῦ ἁγίου μεταλαβὼν βαπτίσματος ἀνὰ τὸ ἱερὸν τέμενος
30Λεοντίου τοῦ θεσπεσίου μάρτυρος, τοῦ ἐπὶ τῆς Τριπο‐ λιτῶν Φοινίκης παράλου τιμωμένου, ἐπὶ τὸν μονήρη βίον μετῆλθεν ἔν τινι φροντιστηρίῳ, ἀνὰ τὸν μέσον χῶρον
κειμένῳ Γάζης τοῦ πολίσματος καὶ τοῦ λεγομένου Μαι‐

132

ουμᾶ τοῦ πολιχνίου. Ἔνθα καὶ Πέτρος ὁ Ἴβηρ ὁ τῆς αὐτῆς Γάζης προεδρεύσας καὶ σὺν Τιμοθέῳ τῷ Αἰλούρῳ πεφευγὼς διὰ τῶν αὐτῶν ἦλθε σκαμμάτων, πολὺν λόγον ἑαυτῷ καταλελοιπώς. Καὶ Νηφαλίῳ μὲν ὁ Σευῆρος
5διαλογικῶς συμπλέκεται, τῆς αὐτῆς αὐτῷ πρότερον καθ‐ εστῶτι μοίρας περὶ τὴν μίαν φύσιν, ὕστερον δὲ τῆς ἐν Καλχηδόνι συνόδου καὶ τῶν δύο πρεσβευόντων φύσεις ἐπὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ γενομένῳ. Ἐξελαύ‐ νεται δὲ πρὸς αὐτοῦ Νηφαλίου καὶ τῶν σὺν αὐτῷ τοῦ
10οἰκείου φροντιστηρίου, μεθ’ ἑτέρων πολλῶν τὰ παρα‐ πλήσια δοξαζόντων αὐτῷ. Ἔνθεν ἐπὶ τὴν βασιλέως ἄνεισι πόλιν, ὑπέρ τε αὐτοῦ καὶ τῶν ἅμα αὐτῷ ἐξελη‐ λαμένων πρεσβεύσων· καὶ Ἀναστασίῳ τῷ βασιλεῖ γνώριμος καθίσταται, ὡς τὰ περὶ τούτων τῷ συγγράψαντι
15τὸν Σευήρου βίον ἀνείληπται. Συνοδικὰς τοίνυν ἐπι‐ στολὰς γράφων ὁ Σευῆρος ῥητῶς τὴν ἐν Καλχηδόνι σύνοδον ἀνατεθεμάτικε· περὶ οὗ τὰ πρὸς Ἀλκίσωνά φησι γράμματα ταυτὶ τὰ ῥήματα· „Τὰ μὲν συνοδικὰ Τιμοθέου τοῦ νῦν Κωνσταντινου‐
20πόλεως ἐδέχθη ἐνταῦθα ἐν Παλαιστίνῃ, ἡ δὲ καθαίρεσις Μακεδονίου καὶ Φλαβιανοῦ οὐκ ἐδέχθη· ἀλλ’ οὐδὲ τὰ συνοδικὰ Σευήρου. Ἀλλὰ καὶ οἱ κομίσαντες ἐνταῦθα ἀτιμασθέντες καὶ ὑβρισθέντες ἀξίως ἔφυγον τῆς πόλεως, ἐπ’ αὐτοὺς τοῦ δήμου τε καὶ τῶν μοναχῶν κινηθέντων.
25Καὶ ἡ μὲν Παλαιστίνη ἐν τούτοις ἦν. Τῶν δὲ ὑπ’ Ἀντιόχειαν οἱ μὲν συναρπασθέντες ὑπήχθησαν, ἐξ ὧν ἐστι καὶ Μαρῖνος ὁ Βηρυτοῦ ἐπίσκοπος· οἱ δὲ βίᾳ καὶ ἀνάγκῃ συνέθεντο τοῖς συνοδικοῖς Σευήρου, ἀναθεματισμὸν ἔχουσιν ἅμα τῆς συνόδου καὶ τῶν λοιπῶν τῶν εἰρηκότων
30δύο φύσεις ἢ ἰδιότητας ἐπὶ τοῦ Κυρίου, τῆς σαρκὸς καὶ τῆς θεότητος· οἱ δὲ μετὰ τὸ ἐξ ἀνάγκης συνθέσθαι μετα‐ βαλλόμενοι ἀνεκαλέσαντο, ὧν εἰσιν οἱ ὑπὸ Ἀπάμειαν ἐπίσκοποι· ἄλλοι δὲ καθόλου οὐκ ἠνέσχοντο συνθέσθαι,
ὧν εἰσιν Ἰουλιανὸς ὁ Βοστρῶν καὶ Ἐπιφάνιος ὁ Τύρου

133

καὶ ἄλλοι τινές, ὥς φασι, τῶν ἐπισκόπων. Οἱ δὲ Ἴσαυροι νῦν ἀνανήψαντες ἑαυτῶν μὲν καταγινώσκουσιν ἐπὶ τῇ προτέρᾳ ἐξαπάτῃ, Σευῆρον δὲ καὶ τοὺς σὺν αὐτῷ ἀνα‐ θεματίζουσιν. Ἕτεροι δὲ τῶν ὑπὸ Σευῆρον ἐπισκόπων
5καὶ κληρικῶν τὰς ἐκκλησίας ἀφέντες ἔφυγον. Ὧν ἐστι καὶ ὁ Βοστρῶν Ἰουλιανὸς καὶ Πέτρος ὁ Δαμασκοῦ ἐν‐ ταῦθα διάγοντες· ἀλλὰ καὶ Μάμας, εἷς δὲ οὗτος τῶν δοξάντων δύο ἐξάρχων εἶναι τῶν Διοσκοριανῶν ὑφ’ ὧν καὶ Σευῆρος κατήχθη, καταγνοὺς αὐτῶν τῆς αὐθαδείας.“
10 Καὶ μεθ’ ἕτερα· „Τὰ δὲ ἐνταῦθα μοναστήρια καὶ αὐτὰ τὰ Ἱεροσόλυμα ὁμονοοῦσι σὺν θεῷ περὶ τὴν ὀρθὴν πίστιν, καὶ ἄλλαι δὲ πλεῖσται πόλεις μετὰ τῶν ἐπισκόπων· περὶ ὧν ἁπάντων καὶ ἡμῶν προσεύχου μὴ εἰσελθεῖν εἰς πει‐ ρασμόν, δέσποτα ἁγιώτατε καὶ τιμιώτατε ἡμῶν πάτερ.“
15 34. Ἐπειδὴ τοίνυν ταῦτα τὰ γράμματα λέγει τοὺς ὑπὸ Ἀπάμειαν ἱερέας ἀποπηδῆσαι ἀπὸ Σευήρου, φέρε τι προσθῶμεν ὅπερ ἐς ἡμᾶς πατρόθεν διέβη, εἰ καὶ ἱστορίᾳ μέχρι νῦν οὐκ ἀνείληπται. Κοσμᾶς τὴν ἡμετέραν ἐπι‐ σκοπῶν Ἐπιφάνειαν ἣ τὸν Ὀρόντην σύνοικον ἔχει, καὶ
20Σευηριανὸς Ἀρέθουσαν τὴν ἀστυγείτονα, πρὸς τὰ συνοδικὰ Σευήρου ταραχθέντες καὶ τῆς ἐκείνου κοινωνίας ἑαυτοὺς ἀπορρήξαντες, βιβλίον καθαιρέσεως αὐτῷ διαπέμπονται ἐσ‐ έτι τὴν Ἀντιόχου πόλιν ἐπισκοποῦντι. Ἐγχειρίζουσι δὲ τὸ βιβλίον Αὐρηλιανῷ, τῷ τῶν διακόνων πρώτῳ τῆς
25Ἐπιφανέων· ὃς ἐπειδὴ τὸν Σευῆρον ἐδεδοίκει καὶ τὸν τῆς τοσαύτης ἐπισκοπῆς ὄγκον, ὅτε τὴν Ἀντιόχου κατειλήφει, ἐσθῆτα γυναικείαν ἑαυτῷ περιθεὶς προσῄει τῷ Σευήρῳ, ἀκκιζόμενός τε καὶ θρυπτόμενος καὶ διὰ πάντων τὸ εἶναι γυνὴ σχηματιζόμενος, καὶ τὸ κατὰ τῆς κεφαλῆς φάρος
30μέχρι τῶν στέρνων καθείς, ὀλοφυρόμενός τε καὶ μύχιον ποτνιώμενος, ἱκετηρίας τινὸς προσχήματι προϊόντι τῷ Σευήρῳ τὴν καθαίρεσιν ἐπιδίδωσι· καὶ πάντας διαλαθὼν
τοῦ ἑπομένου ἔξεισιν ὁμίλου καὶ δρασμῷ τὴν σωτηρίαν

134

ὠνεῖται, πρὶν τὸν Σευῆρον τὰ ἐν τῷ βιβλίῳ κείμενα γνῶναι. Ὅμως δ’ οὖν ὁ Σευῆρος καὶ τὸ βιβλίον δεξά‐ μενος καὶ τὰ ἐν αὐτῷ συνείς, τῷ οἰκείῳ προσεκαρτέρησε θρόνῳ, μέχρι τῆς Ἀναστασίου τελευτῆς.
5 Ὡς οὖν Ἀναστάσιος τὰ ἐπὶ Σευήρῳ γεγενημένα διέγνω, ἱστορητέον γὰρ τὴν πρᾶξιν φιλανθρώπως τῷ Ἀναστασίῳ διεσκευασμένην, προστάττει Ἀσιατικῷ τὴν στρατιωτικὴν ἀρχὴν τῆς ἐν Φοινίκῃ Λιβανησίας ἐπιτραπέντι, Κοσμᾶν καὶ Σευηριανὸν τῶν οἰκείων ἐξελάσαι θρόνων, διότι τῷ Σευήρῳ
10τῆς καθαιρέσεως τὸ βιβλίον πεπόμφασιν. Ὃς ἐπειδὴ τὰ τῆς ἑῴας κατειλήφει μέρη πολλούς τε τῶν Κοσμᾶ καὶ Σευηριανοῦ δογμάτων ἀντεχομένους εὗρε μάλα τε γεννικῶς αὐτῶν ἀντιποιουμένας τὰς σφῶν πόλεις, ἀνήγαγε τῷ Ἀναστασίῳ ἀναιμωτὶ μὴ δύνασθαι τούτους τῶν οἰκείων
15φυγαδεύειν θρόνων. Τοσοῦτον τοιγαροῦν περιῆν φιλαν‐ θρωπίας τῷ Ἀναστασίῳ, ὡς διαρρήδην γράψαι τῷ Ἀσι‐ ατικῷ μηδὲν βούλεσθαι προελθεῖν, μηδ’ ἂν εἰ μέγα τε καὶ ἀξιόλογον ᾖ, εἴπερ αἵματος ῥανὶς ἐκχέοιτο. Ἐν τούτοις μὲν οὖν τὰ κατὰ τὰς ἐκκλησίας πανταχοῦ γῆς
20καθειστήκει μέχρι τῆς Ἀναστασίου βασιλείας· ὃν καὶ ὡς ἐναντίον τῆς ἐν Καλχηδόνι συνόδου τινὲς κρίναντες τῶν ἱερῶν περιεῖλον δέλτων. Ἐν δὲ τοῖς Ἱεροσολύμοις καὶ ζῶν ἀνεθεματίσθη. 35. Οὐκ ἀπὸ δὲ τρόπου καθ’ ἣν ἐτύχομεν προκατα‐
25βεβληκότες ὑπόσχεσιν, καὶ τὰ ἕτερα λόγου ἄξια ὑπὸ τοῖς Ἀναστασίου χρόνοις γενόμενα συνάψαι τῇ ἱστορίᾳ. Λογγῖνος ὁ Ζήνωνος ὅμαιμος τὴν ἐνεγκαμένην ὡς προ‐ διήγηται κατειληφώς, τὸν πρὸς τὸν αὐτοκράτορα πόλεμον ἀναφανδὸν ἀναζώννυται. Καὶ πολλῶν ἔνθεν τε κἀκεῖθεν
30συναθροισθεισῶν δυνάμεων, μεθ’ ὧν καὶ Κόνων ἐτύγχανεν ὤν—ἐπίσκοπος ἐν Ἀπαμείᾳ τῆς τῶν Σύρων ἐπαρχίας
γεγονὼς τοῖς Ἰσαύροις ὡς Ἴσαυρος συνεστράτευσε—, τέλος

135

ἐπιτίθεται τῷ πολέμῳ, τῶν μὲν Ἰσαύρων τῶν συστρα‐ τευσάντων τῷ Λογγίνῳ πανωλεθρίᾳ φθαρέντων, τῶν δὲ κεφαλῶν Λογγίνου καὶ Θεοδώρου πρὸς Ἰωάννου τοῦ Σκύθου σταλεισῶν ἀνὰ τὴν βασιλέως πόλιν· ἃς καὶ ἐν
5κοντοῖς περιαρτήσας ὁ βασιλεὺς ἐν ταῖς καλουμέναις Συκαῖς ἀντιπέρας τῆς Κωνσταντίνου κειμέναις ἐπῃώ‐ ρησεν, ἡδὺ θέαμα τοῖς Βυζαντίοις ἀνθ’ ὧν κακῶς πρὸς Ζήνωνος καὶ τῶν Ἰσαύρων ἐπεπόνθεσαν. Καὶ ὁ ἕτερος δὲ Λογγῖνος τὸ πολὺ τῆς τυραννίδος συνέχων, ὁ ἐπίκλην
10Σελινούντιος, καὶ Ἴνδης σὺν αὐτῷ, πρὸς Ἰωάννου τοῦ ἐπίκλην Κυρτοῦ στέλλονται τῷ Ἀναστασίῳ ζωγρίαι· ὃ μάλιστα τόν τε βασιλέα τούς τε Βυζαντίους τεθεράπευκε, θριάμβου δίκην ἀνὰ τὰς λεωφόρους τῆς πόλεως ἀνά τε τὴν ἱπποδρομίαν Λογγίνου τε καὶ Ἴνδου περιενεχθέντων,
15καὶ τῶν ἐκ σιδήρου πεποιημένων ἁλύσεων ἀνὰ τοὺς αὐ‐ χένας καὶ τὰς χεῖρας περιβεβλημένων. Ἐντεῦθεν καὶ τὰ καλούμενα πρώην Ἰσαυρικὰ τοῖς βασιλικοῖς ἐσηνέχθη θησαυροῖς· ἦν δὲ ἄρα τοῦτο χρυσίον ἐς ἕκαστον ἔτος τοῖς βαρβάροις χορηγούμενον, πεντακισχιλίας ἕλκον λίτρας.
20 36. Ἐπεκώμασαν οὐκ ἐς τὸ συνοῖσον σφίσι κατὰ τῆς Ῥωμαϊκῆς ἐπικρατείας καὶ οἱ Σκηνῆται βάρβαροι, τά τε τῆς μέσης τῶν ποταμῶν τά τε τῆς Φοινίκης ἑκατέρας καὶ τὰ Παλαιστινῶν ληϊσάμενοι πράγματα. Οἵπερ κακῶς παρὰ τῶν ἑκασταχοῦ στρατηγούντων παθόντες, ὕστερον
25τὴν ἡσυχίαν ἤγαγον πρὸς Ῥωμαίους πασσυδὶ σπεισά‐ μενοι. 37. Ἀλλὰ καὶ Πέρσαι παρασπονδήσαντες ὑπὸ Κα‐ βάδῃ τῷ βασιλεῖ, καὶ τὰ οἰκεῖα καταλελοιπότες ἤθη, πρῶτα μὲν Ἀρμενίαις ἐπεστράτευσαν, καὶ πολίχνιον ἐπί‐
30κλην Θεοδοσιούπολιν ἑλόντες, ἐς Ἄμιδαν πόλιν ὀχυρὰν τῆς μέσης τῶν ποταμῶν ἀφικνοῦνται, καὶ ταύτην ἐκ‐
πολιορκήσαντες εἷλον. Ἣν αὖθις ὁ Ῥωμαίων βασιλεὺς

136

πολλοῖς ἀνενεώσατο πόνοις. Εἴ τῳ δὲ φίλον λεπτῶς τὰ περὶ τούτων εἰδέναι καὶ τῇ ἀκριβείᾳ πάντων ἐπεξελθεῖν, Εὐσταθίῳ εὖ μάλα σοφῶς μετὰ πολλοῦ τοῦ πόνου καὶ τῆς ἐς ἄγαν κομψείας ἱστόρηταί τε καὶ συγγέγραπται·
5ὃς μέχρι τῆς γραφῆς ταύτης ἱστορήσας τοῖς ἀπελθοῦσι συναριθμεῖται, δωδέκατον ἔτος τῆς Ἀναστασίου κατα‐ λελοιπὼς βασιλείας. Μετὰ γοῦν τὸν πόλεμον τοῦτον ὁ Ἀναστάσιος Δάρας χωρίον τῆς μέσης τῶν ποταμῶν πρὸς ταῖς ἐσχατιαῖς τῆς
10Ῥωμαίων ἐπικρατείας κείμενον καὶ μεθόριον ὥσπερ ἑκα‐ τέρας πολιτείας καθεστώς, ἐξ ἀγροῦ πόλιν εἶναι ποιεῖ, καρτερῷ τε τειχίσας περιβόλῳ, οἰκοδομίας τε διαφόρους ἐκπρεπεῖς περιθεὶς ἐκκλησιῶν τε καὶ μὴν καὶ ἑτέρων εὐαγῶν οἴκων βασιλείων τε στοῶν καὶ δημοσίων βαλα‐
15νείων καὶ ἄλλων αἷς αἱ ἐπίσημοι τῶν πόλεων ἐγκαλλω‐ πίζονται. Λέγεται δὲ πρός τινων Δάρας τὸ χωρίον προσηγορίαν λαχεῖν, διότι Δαρεῖον αὐτόθι κατηγωνίσατο παντάπασιν Ἀλέξανδρος ὁ Μακεδὼν ὁ Φιλίππου. 38. Μέγιστον δέ τι τῷ αὐτῷ βασιλεῖ κατείργασται
20καὶ μνήμης ἄξιον, [καὶ] τὸ μακρὸν καλούμενον τεῖχος, καλῶς τῆς Θρᾴκης κείμενον· ὅπερ διΐσταται μὲν τῆς Κωνσταντινουπόλεως σταδίοις ὀγδοήκοντα μάλιστα καὶ διακοσίοις, ἑκατέραν δὲ θάλατταν περιλαμβάνει ἐπὶ στα‐ δίους εἴκοσι καὶ τετρακοσίους, δίκην πορθμοῦ τινος· τήν
25τε πόλιν μικροῦ νῆσον ἀντὶ χερρονήσου ποιῆσαν, τούς τε βουλομένους διαπορθμεῦον ἀσφαλέστατα ἀπὸ τοῦ κα‐ λουμένου Πόντου ἐς τὴν Προποντίδα καὶ τὴν Θρᾴκιον θάλατταν, εἶργον τούς τε ἐκθέοντας βαρβάρους ἔκ τε τοῦ καλουμένου Εὐξείνου Πόντου Κόλχων τε καὶ τῆς Μαιώ‐
30τιδος λίμνης καὶ τῶν ὑπὲρ τὸν Καύκασον καὶ τοὺς κατὰ τὴν Εὐρώπην ἐκκεχυμένους. 39. Ὑπερμέγεθες δὲ κατεπράχθη αὐτῷ καὶ θεῖόν τι
χρῆμα, ἡ τοῦ καλουμένου Χρυσαργύρου ἐς τέλεον κωλύμη·

137

ἣν καὶ λεκτέον, τῆς Θουκυδίδου γλώσσης ἢ καὶ μείζονός τε καὶ κομψοτέρας ἐπιδεομένην· λέξω δὲ κἀγώ, οὐ λόγῳ πεποιθώς, τῇ δὲ πράξει πίσυνος. Ἐπέκειτό τι τῇ τοσαύτῃ καὶ τηλικαύτῃ τῶν Ῥωμαίων πολιτείᾳ τέλος ἐλεεινόν τε
5καὶ θεομισὲς καὶ βαρβάρων αὐτῶν ἀνάξιον, μή τί γε δὴ τῆς Ῥωμαίων χριστιανικωτάτης βασιλείας· ὃ μέχρις αὐτοῦ, ἀνθ’ ὅτου λέγειν οὐκ ἔχω, παροφθὲν αὐτὸς ἀνεῖλε βασιλικώτατα. Ἐπέκειτο δὲ ἑτέροις τε πολλοῖς ἐξ ἐράνου τὴν τροφὴν πορίζουσι, καὶ ταῖς ἀπεμπολούσαις τὴν ὥραν
10τοῦ σώματος καὶ χύδην πορνείαις ἐπὶ τοῖς κεκρυμμένοις καὶ λανθάνουσι τῆς πόλεως τόποις ἐπὶ χαμαιτυπείοις ἐκδεδομέναις, καὶ πρός γε τοῖς ἡταιρηκόσι καὶ μὴ μόνον τὴν φύσιν ἀλλὰ καὶ τὸ πολίτευμα καθυβρίζουσιν· ὡς ἀντὶ νόμου τινὸς τὴν ἐσκομιδὴν βοᾶν ἐπ’ ἀδείας εἶναι τὴν
15τοιαύτην ἀθεμιτουργίαν τοῖς βουλομένοις. Καὶ τὸν ἐν‐ τεῦθεν ἀθροιζόμενον ἀνόσιόν τε καὶ ἐναγῆ πόρον ἐπὶ τὴν πρώτην καὶ κορυφαίαν ἐσῆγον τῶν ἀρχῶν ἀνὰ τετρα‐ ετηρίδα οἱ τοῦτον ἑκασταχοῦ συλλέγοντες, ὡς καὶ μέρος οὐκ ἐλάχιστον τῆς ἀρχῆς καθεστάναι, καὶ τῶν καλουμένων
20εἰδικῶν σκρινίων τυχεῖν, καὶ τῶν τὰ τοιαῦτα διαψηφι‐ ζόντων, οὐκ ἀφανῶν ἀνδρῶν, στρατείαν ὥσπερ καὶ τὰς λοιπὰς ἡγουμένων τὸ πρᾶγμα. Ὃ μεμαθηκὼς ὁ Ἀναστάσιος ἐπί τε τὴν γερουσίαν προθείς, καὶ μύσος εἶναι καὶ καινοπρεπὲς ἄγος τὸ πρᾶγμα
25δικαίως ἀποφηνάμενος, τεθέσπικε καθάπαξ ἀναιρεθῆναι, καὶ τοὺς τὴν εἴσπραξιν δηλοῦντας χάρτας πυρὶ παρα‐ δέδωκε. Καὶ τέλεον τὴν πρᾶξιν ἱερουργῆσαι τῷ θεῷ βουληθείς, ἵνα μή τινι τῶν μετ’ αὐτὸν ἐξῇ τὰ ἀρχαῖα αὖθις ὀνείδη ἀνακαλέσασθαι, προσποιεῖται μὲν τὸν ἀσχάλ‐
30λοντα, ἀβουλίας δὲ ἑαυτοῦ κατηγόρει καὶ τῆς ἐς ἄγαν ἀνοίας, λέγων ὡς τῇ καινοδοξίᾳ τὸ πλέον δοὺς τοῦ συνοί‐ σοντος τῇ πολιτείᾳ παρημέληκε, καὶ τὸν τοσοῦτον πόρον
ἀνέκαθεν ἐφευρημένον καὶ τοσούτοις χρόνοις βεβαιωθέντα

138

εἰκῆ τε καὶ ἀπερισκέπτως ἀνήρτησεν, οὐ συνεὶς τὰ ἐπαρ‐ τώμενα κινδυνεύματα ἢ τὰς στρατιωτικὰς δαπάνας, τὸ ζῶν τοῦ πολιτεύματος τεῖχος, οὐ τὰς ἐς θεραπείαν τοῦ θεοῦ· καὶ μηδὲν τῶν ἔνδοθεν δεικνὺς ἀπαγγέλλει βούλεσθαι τὸν
5εἰρημένον ἀνασώσασθαι πόρον. Καὶ δὴ τοὺς ἐφεστηκότας προσκαλεσάμενος ἔφασκε μεταμελεῖσθαι μέν, οὐκ ἔχειν δὲ ὅ τι καὶ πράξειν ἢ ὅπως τὴν οἰκείαν ἁμαρτίαν διορθώσαιτο, καθάπαξ τῶν χαρτῶν καυθέντων τῶν δυναμένων τὴν εἴσ‐ πραξιν δηλοῦν. Κἀκείνων δὲ οὔ τινι προσποιήσει ταῖς
10δὲ ἀληθείαις τὴν πρᾶξιν ὀδυρομένων διὰ τὸν ἐντεῦθεν αὐτοῖς περιποιούμενον ἄδικον μισθόν, καὶ τὴν παραπλη‐ σίαν ἀπορίαν προϊσχομένων, προὔτρεπέ τε καὶ παρεκάλει διὰ πάσης ἰόντας ζητήσεως ἐξερευνῆσαι εἴπερ εὑρεῖν δυνη‐ θεῖεν διὰ τῶν ἑκασταχοῦ συγκειμένων πτυκτίων τὴν τοῦ
15παντὸς εἴσπραξιν. Καὶ πέμψας ἑκάστῳ δαπάνας ἐς τὴν περὶ ταῦτα συλλογὴν ἔπεμπεν, ἐπιτρέψας ἕκαστον χάρτην ταῦτα σαφηνίζειν δυνάμενον, ὅποι ἂν εὑρεθείη, πρὸς αὐτὸν ἀποκομισθῆναι, ἵνα μετὰ πολλῆς τῆς περισκέψεως καὶ τῆς ἐς ἄγαν ἀκριβείας τὰ περὶ τούτων αὖθις συνταχθείη.
20 Ὡς δ’ οὖν μετὰ καιρὸν ἧκον οἱ τούτοις διακονού‐ μενοι, χαρίεις τις ἐδόκει καὶ φαιδρότητι γανύμενος ὁ Ἀναστάσιος· ἔχαιρε δὲ καὶ ταῖς ἀληθείαις τῶν ἐσπου‐ δασμένων τετυχηκώς, καὶ ἀνηρώτα τὸν τρόπον, ὅπως τε εὕρηνται, καὶ παρὰ τίσι, καὶ εἴ τι τοιουτῶδες κατα‐
25λέλειπται. Τῶν δὲ πολλοὺς καταβεβληκέναι πόνους ἐπὶ τῇ τούτων συναγωγῇ διϊσχυριζομένων, ὀμνυόντων τε πρὸς τοῦ βασιλέως ὡς οὐδεὶς ἕτερος χάρτης ταῦτα δηλοῦν δυνάμενος ἀνὰ πᾶν ἀπόκειται τὸ πολίτευμα, αὖθις πυρὰν ἐξῆψε μεγάλην ἐκ τῶν ἀποκομισθέντων χαρτῶν καὶ τὴν
30σποδιὰν ὕδασιν ἐπέκλυσεν, ἀφανίσαι τέλεον τὴν πρᾶξιν
βουλόμενος· ὥστε μὴ κόνιν, μὴ τέφραν, μήτε μήν τι

139

λείψανον τοῦ πράγματος ἧττον ἀποκαυθέντων φανῆναι. Ὡς ἂν δὲ μὴ τὸ κώλυμα τῆς πράξεως τοσοῦτον ἐξάραντες δόξαιμεν ἀγνοεῖν τί τε καὶ ὅσα τοῖς ἀρχαιοτέροις περὶ ταύτης ἐμπαθῶς ἱστόρηται, φέρε καὶ ταῦτα παράθωμαι
5καὶ δείξω ψευδῆ, καὶ διαφερόντως ἐξ ὧν αὐτοὶ διεξῆλθον. 40. Εἴρηται Ζωσίμῳ, ἑνὶ τῶν τῆς ἐξαγίστου καὶ μιαρᾶς τῶν Ἑλλήνων θρησκείας, μηνίσαντι τῷ Κωνσταν‐ τίνῳ ὅτι περ πρῶτος βασιλέων τὰ Χριστιανῶν εἵλετο, τὴν βδελυρὰν τῶν Ἑλλήνων καταλιπὼν δεισιδαιμονίαν,
10ὡς αὐτὸς πρῶτος τὸ καλούμενον Χρυσάργυρον ἐπινοήσας ἀνὰ τετραετηρίδα τὸ τοιοῦτο τέθεικε τέλος ἐσάγεσθαι, μυρίοις τε καὶ ἄλλοις τὸν εὐσεβῆ καὶ μεγαλόδωρον βλασφημήσας Κωνσταντῖνον. Φησὶ γὰρ καὶ ἕτερα ἄττα λίαν ἀνύποιστα κατὰ πάσης ἐξευρεῖν τύχης, καὶ Κρίσπον
15τὸν παῖδα δειλαίως ἀφανίσαι, καὶ Φαῦσταν τὴν αὐτοῦ γαμετὴν ἐν βαλανείῳ ὑπὲρ τὸ μέτρον ἐκπυρωθέντι καθ‐ είρξαντα ἐξ ἀνθρώπων μεταγαγεῖν, καθάρσιά τε παρὰ τοῖς σφῶν ἱερεῦσι ζητοῦντα τῶν τοιούτων ἐναγῶν φόνων καὶ μὴ τυχόντα—μηδὲ γὰρ εἶναι τούτους ἀναφανδὸν εἰ‐
20πεῖν—, περιτυχεῖν Αἰγυπτίῳ ἐξ Ἰβηρίας ἀφιγμένῳ· καὶ πρὸς αὐτοῦ πιστωθέντα πάσης ἁμαρτάδος ἀναιρετικὴν εἶναι τὴν Χριστιανῶν πίστιν, μεταλαβεῖν ὧν ὁ Αἰγύπτιος αὐτῷ μεταδέδωκε· κἀντεῦθεν τὴν πατρῴαν καταλελοιπότα νόμισιν, τῆς ἀσεβείας, ὡς αὐτὸς ἔφη, τὴν ἀρχὴν ποιή‐
25σασθαι. Καὶ ὡς μὲν καὶ ταῦτα ψευδῆ παρὰ πόδας δείξω. Τέως δὲ τὰ περὶ τοῦ Χρυσαργύρου λελέξεται. 41. Σὺ φῄς, ὦ ἀλιτήριε καὶ παλαμναῖε δαῖμον, ὡς αὐτὸς ἴσην τῇ Ῥώμῃ πόλιν ἀνταναστῆσαι βουλόμενος, πρῶτα μὲν ἀνὰ μέσον Τρῳάδος καὶ τοῦ Ἰλίου πρὸς
30κατασκευὴν πόλεως τοσαύτης ἐξώρμησε, καὶ θεμελίους πηξάμενος καὶ τεῖχος ἐς ὕψος ἄρας, ἐπειδή γε τόπον ἐπιτηδειότερον εὗρε τὸ Βυζάντιον, οὕτω τείχεσιν αὐτὸ περιέβαλεν, οὕτω τὴν προτέραν εὔρυνε πόλιν, τοσούτοις τε κάλλεσιν οἰκοδομιῶν ἐφαίδρυνεν, ὡς μὴ πολλῷ τῆς
35Ῥώμης λιπέσθαι τοσούτοις ἔτεσι κατὰ σμικρὸν τὴν αὔξην

140

προσλαβούσης. Φῂς δὲ ὡς καὶ τῷ δήμῳ τῶν Βυζαντίων σίτησιν δημοσίαν ἀπένειμε, καὶ ὡς χρυσίου πάμπολυ χρῆμα τοῖς ἅμα οἱ ἀφικομένοις ἀνὰ τὸ Βυζάντιον ἐπι‐ δέδωκεν ἐς κατασκευὴν ἰδιωτικῶν οἴκων.
5 Αὐτὸς πάλιν γράφεις ἐπὶ ῥήματος, Κωνσταντίνου τελευτήσαντος, ἐς Κωνστάντιον τὸν αὐτοῦ παῖδα μόνον τὰ πράγματα περιελθεῖν μετὰ θάνατον τοῖν αὐτοῦ ἀδελ‐ φοῖν, καὶ ὡς Μαγνεντίου καὶ Βετρανίωνος τυραννησάντοιν, πειθοῖ τὸν Βετρανίωνα μετῆλθε, καὶ ἀμφοῖν τοῖν στρατο‐
10πέδοιν ἁλισθέντοιν πρῶτος ὁ Κωνστάντιος δημηγορήσας τῆς τοῦ πατρὸς ἀνεμίμνησκε τοὺς στρατιώτας φιλοτιμίας, μεθ’ οὗ πολλοὺς πολέμους διεπόνησαν καὶ μεγίσταις ἐτιμήθησαν δωρεαῖς· καὶ ὡς τούτων ἀκούσαντες οἱ στρα‐ τιῶται τὸν Βετρανίωνα τῆς ἐσθῆτος γυμνώσαντες κατή‐
15γαγον τοῦ βήματος ἰδιώτην· καὶ ὡς οὐδὲν ἄχαρι πρὸς Κωνσταντίου πέπονθε, τοῦ παρὰ σοῦ τοσαῦτα μετὰ τοῦ πατρὸς βλασφημηθέντος. Πῶς τοίνυν ἀξιοῖς τὸν αὐτὸν οὕτως φιλότιμον, οὕτως μεγαλόδωρον γενέσθαι, καὶ οὕτω σμικρολόγον καὶ φει‐
20δωλόν, ὡς τοιοῦτον ἐναγῆ πόρον ἐπιθεῖναι, τέλεον ἀγνοῶ. Ὅτι δὲ οὐ Φαῦσταν ἢ Κρίσπον ἀνεῖλεν, οὐδὲ παρά τινος Αἰγυπτίου διὰ ταῦτα τῶν ἡμετέρων μυστηρίων μετέσχεν, ἄκουε συγγράφοντος Εὐσεβίου τοῦ Παμφίλου, συνακμά‐ σαντος Κωνσταντίνῳ καὶ Κρίσπῳ καὶ συγγενομένου τού‐
25τοις. Σὺ γὰρ οὐδὲ ἀκοὴν γράφεις, μή τί γε δὴ ἀλήθειαν, πολλοῖς ὕστερον χρόνοις ἐπὶ Ἀρκαδίου τε καὶ Ὀνωρίου, μέχρις οὗ γέγραφας, ἢ καὶ μετ’ αὐτοὺς γεγονώς. Γράφει δὲ ἐπὶ λέξεως ταῦτα ἐν τῷ ὀγδόῳ λόγῳ τῆς αὐτοῦ ἐκκλησι‐ αστικῆς ἱστορίας·
30„Χρόνου δὲ οὐ πλείστου μεταξὺ γενομένου, βασιλεὺς
Κωνστάντιος τὸν πάντα βίον πραότατα καὶ τοῖς ὑπηκόοις

141

εὐνοϊκώτατα τῷ τε θείῳ λόγῳ προσφιλέστατα διαθέμενος, παῖδα γνήσιον Κωνσταντῖνον αὐτοκράτορα σεβαστὸν ἀνθ’ ἑαυτοῦ καταλιπών, κοινῷ φύσεως νόμῳ τελευτᾷ τὸν βίον.“ Καὶ μεθ’ ἕτερα· „Τούτου παῖς Κωνσταντῖνος εὐθὺς ἀρχό‐
5μενος βασιλεὺς τελεώτατος καὶ σεβαστὸς πρὸς τῶν στρατοπέδων καὶ ἔτι πολὺ τούτων πρότερον πρὸς αὐτοῦ τοῦ παμβασιλέως θεοῦ ἀναγορευθείς, ζηλωτὴν ἑαυτὸν τῆς πατρικῆς περὶ τὸν ἡμέτερον λόγον εὐσεβείας κατεστή‐ σατο.“
10 Καὶ πρὸς τῷ τέλει δὲ τῆς ἱστορίας τούτοις φησὶ τοῖς ὀνόμασιν· „Ὁ δὲ ἀρετῇ πάσῃ θεοσεβείας ἐκπρέπων, μέγιστος, νικητὴς Κωνσταντῖνος σὺν παιδὶ Κρίσπῳ βασι‐ λεῖ θεοφιλεστάτῳ καὶ κατὰ πάντα τοῦ πατρὸς ὁμοίῳ, τὴν οἰκείαν ἑῴαν ἀπελάμβανον.“ Οὐκ ἂν δὲ ὁ Εὐσέβιος
15Κρίσπον οὕτως ἐπῄνεσεν, εἰ πρὸς τοῦ πατρὸς ἀνῄρητο, ἐπιβιώσας τῷ Κωνσταντίνῳ. Ὁ δὲ Θεοδώρητος ἱστορῶν φησιν ἐν Νικομηδείᾳ τὸν Κωνσταντῖνον πρὸς αὐτῷ τῷ τέρματι τῆς βιοτῆς τοῦ σωτηριώδους μεταλαβεῖν βαπτίσ‐ ματος, ἀναβαλέσθαι δὲ μέχρι τούτου τοῦ χρόνου ἐν
20Ἰορδάνῃ τῷ ποταμῷ τούτου τυχεῖν ἱμειρόμενον. Φῂς δέ, ὦ ἐξάγιστε καὶ παμμίαρε σύ, ὡς καὶ τὰ Ῥωμαίων πράγματα, ἐξ οὗ τὰ Χριστιανῶν ἐδείχθη, διερρύη τε καὶ παντάπασιν ἀπώλετο, ἢ οὐδὲν τῶν πα‐ λαιοτέρων ἀνεγνωκὼς ἢ πρὸς τὴν ἀλήθειαν ἐθελοκακῶν.
25Τοὐναντίον γὰρ διαφανῶς δείκνυται τῇ ἡμετέρᾳ πίστει συναυξῆσαι τὰ Ῥωμαίων πράγματα. Θέα τοίνυν ὡς παρ’ αὐτὴν τὴν ἐν ἀνθρώποις ἐπιδημίαν Χριστοῦ τοῦ θεοῦ ἡμῶν Μακεδόνων οἱ πλείους ὑπὸ Ῥωμαίων καθῃρέθησαν, Ἀλβανία τε καὶ Ἰβηρία καὶ Κόλχοι καὶ Ἄραβες Ῥω‐
30μαίοις ὑπετάγησαν. Καὶ Γάϊος Καῖσαρ κατὰ τὴν τρίτην καὶ εἰκοστὴν καὶ ἑκατοστὴν ὀλυμπιάδα Γάλλους καὶ Γερμανοὺς καὶ Βρεττανοὺς μεγάλοις ἀγῶσιν ὑπηγάγετο
καὶ τῇ Ῥωμαίων προσεποίησεν ἀρχῇ πόλεις πεντακοσίας

142

οἰκοῦντας, ὡς τοῖς ἱστορήσασιν ἀναγέγραπται. Ὃς καὶ πρῶτος μετὰ τοὺς ὑπάτους ἐμονάρχησε, προοδοποιῶν καὶ προεισάγων ἐκ πολυθεΐας καὶ ὀχλοκρατίας τῆς μοναρχίας τὸ σέβας, διὰ τὴν Χριστοῦ μέλλουσαν ὅσον οὔπω μοναρ‐
5χίαν. Εὐθὺς καὶ ἡ Ἰουδαία ἅπασα καὶ τὰ πρόσχωρα προσεκτήθη· ὡς καὶ πρώτην τηνικάδε ἀπογραφὴν γε‐ νέσθαι, ἐν ᾗ καὶ Χριστὸς συνανεγράφη, ἵνα Βηθλεὲμ τὸ πέρας τῆς περὶ αὐτὴν προφητείας δημοσιεύσῃ. Λέλεκται γὰρ τῷ προφήτῃ Μιχαίᾳ περὶ αὐτῆς ὧδέ πως· „Καὶ σὺ
10Βηθλεὲμ γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γάρ μοι ἐξελεύσεται ἡγούμενος ὅστις ποι‐ μανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ.“ Καὶ μετὰ τὴν ἀπότεξιν Χριστοῦ τοῦ θεοῦ ἡμῶν Αἴ‐ γυπτος Ῥωμαίοις προσετέθη, Αὐγούστου Καίσαρος, ἐφ’
15οὗ Χριστὸς ἐγεννήθη, καταγωνισαμένου παντελῶς Ἀν‐ τώνιον καὶ Κλεοπάτραν, οἳ καὶ ἑαυτοὺς διεχρήσαντο. Μεθ’ οὓς Κορνήλιος Γάλλος ἡγεμὼν Αἰγύπτου πρὸς τοῦ Αὐγούστου Καίσαρος καθίσταται, πρῶτος μετὰ τοὺς Πτολεμαίους ἄρξας Αἰγύπτου, ὡς τοῖς ἱστοριογράφοις
20πεπόνηται. Πόσα δὲ Πέρσαι περιεκόπησαν ὑπὸ Βεν‐ τιδίου Κουρβούλωνός τε τοῦ Νέρωνος στρατηγοῦ, καὶ Σευήρου, Τραϊανοῦ καὶ Κάρου, Κασσίου τε καὶ Ὀδαινάθου τοῦ ἐκ Παλμύρας καὶ Ἀπολλωνίου καὶ ἑτέρων, ὁσάκις τε Σελεύκεια καὶ Κτησιφὼν ἥλω, Νίσιβίς τε ἐπ’ ἀμφό‐
25τερα τρεπομένη Ἀρμενία τε καὶ τὰ πλησιάζοντα ἔθνη Ῥωμαίοις προσετέθη, μεθ’ ἑτέρων ἱστορεῖς. Μικροῦ δέ με διέλαθεν ἃ σὺ γράφεις τὸν Κωνσταν‐ τῖνον καταπράξασθαι, μάλα γεννικῶς καὶ ἀνδρείως τῆς Ῥωμαίων ἐξηγησάμενον ἀρχῆς μετὰ τῆς ἡμετέρας θρη‐
30σκείας, καὶ οἷα πέπονθεν Ἰουλιανὸς ὁ σὸς καὶ τῶν σῶν ὀργίων θιασώτης, τηλικαῦτα τραύματα τῇ πολιτείᾳ κατα‐
λελοιπώς. Εἰ δέ τι τῶν προφητευθέντων περὶ τῆς τοῦ

143

κόσμου τελευτῆς ἢ προοίμιον εἴληφεν ἢ καὶ τὸ πέρας δέξεται, μείζονός ἐστιν οἰκονομίας ἢ κατὰ σέ. Ἐξετάσωμεν δὲ εἰ δοκεῖ ὅπως οἱ τὰ Ἑλλήνων πρεσ‐ βεύσαντες βασιλεῖς, καὶ ὅπως οἱ τὰ τοῦ Χριστοῦ ζηλώ‐
5σαντες τὴν βασιλείαν ἀπέθεντο. Οὐ πρῶτος Γάϊος Ἰούλιος Καῖσαρ μοναρχήσας δολοφονηθεὶς κατέστρεψε τὸν βίον; οὐ δεύτερον τὸν ἔκγονον Τιβερίου Γάϊον τῶν ἐν τοῖς στρατεύμασιν ἔνιοι ξίφεσιν διεχρήσαντο; οὐ Νέρων πρός τινος τῶν οἰκείων ἀνῃρέθη; οὐ Γάλβας τὰ παρα‐
10πλήσια πέπονθεν Ὄθων τε καὶ Βιτέλλιος, οἱ τρεῖς βασι‐ λεύσαντες μόνον ἑκκαίδεκα μῆνας; Τίτον δὲ βασιλεύοντα οὐ Δομετιανὸς φαρμάκοις ἀδελφὸν ὄντα γε αὐτοῦ ἀνεῖλεν; οὐ Δομετιανὸς πρὸς τοῦ Στεφάνου δειλαίως τῶν ἐντεῦθεν μετέστη; τί δὲ καὶ περὶ Κομμόδου φῄς; οὐχ οὗτος ὑπὸ
15Ναρκίσσου τὸν βίον ἀπέλιπεν; Περτίναξ τε καὶ Ἰουλιανὸς οὐ τῶν αὐτῶν ἔτυχον; Ἀντωνῖνος δὲ ὁ Σευήρου οὐ Γέταν τὸν ἀδελφὸν διέφθειρεν, τὰ παραπλήσια καὶ αὐτὸς παθὼν ὑπὸ Μαρτιαλίου; τί δὲ καὶ Μακρῖνος, οὐ περὶ Βυζάντιον αἰχμαλώτου δίκην περιαχθεὶς πρὸς τῶν σφετέρων στρατι‐
20ωτῶν ἐμιαιφονήθη; καὶ Αὐρήλιος δὲ Ἀντωνῖνος ὁ ἐξ Ἐμέσης οὐ μετὰ τῆς μητρὸς κατεσφάγη; ὁ δέ γε μετ’ αὐτὸν Ἀλέξανδρος οὐ τῷ αὐτῷ σὺν καὶ τῇ μητρὶ περι‐ πέπτωκεν δράματι; τί ἂν εἴποιμεν καὶ περὶ Μαξιμίνου πρὸς τῆς οἰκείας στρατιᾶς ἀναιρεθέντος, ἢ Γορδιανοῦ ἐπι‐
25βουλεύμασι Φιλίππου ὑπὸ τῶν οἰκείων στρατιωτῶν τὴν τέλειον ὑπελθόντος ἡμέραν; λέγε δὲ σὺ ὅπως τε Φίλιππος καὶ ὁ μετ’ αὐτὸν Δέκιος· οὐχ ὑπὸ τῶν πολεμίων διεφθά‐ ρησαν; καὶ Γάλλος δὲ καὶ Βουλουσιανός, οὐχ ὑπὸ τῶν οἰκείων δυνάμεων τῆς σφῶν ζωῆς ἐξώσθησαν; τί δὲ καὶ
30Αἰμιλιανὸς οὐ τοῖς αὐτοῖς περιπέπτωκεν; Οὐαλεριανὸς δέ, οὐ δορυάλωτος γενόμενος ὑπὸ Περσῶν περιήγετο; Γαλλι‐
ήνου δὲ δολοφονηθέντος καὶ Καρίνου σφαγιασθέντος, εἰς

144

Διοκλητιανὸν τὰ πράγματα περιέστη, 〈καὶ〉 οὓς αὐτὸς εἵλετο συνάρχειν αὐτῷ· ἐξ ὧν Ἑρκούλιος, Μαξιμιανὸς καὶ Μαξέντιος ὁ τούτου παῖς καὶ Λικίνιος δὲ ἐς ἔσχατα διε‐ φθάρησαν.
5 Ἐξ ὅτου δὲ Κωνσταντῖνος ὁ παναοίδιμος παρείληφε τὴν ἀρχήν, καὶ τὴν ἐπώνυμον αὐτῷ πόλιν δειμάμενος τῷ Χριστῷ ἀνατέθεικεν, ἄθρει δή μοι εἴ τις τῶν ἐν αὐτῇ βασιλέων, Ἰουλιανοῦ δίχα τοῦ ἱεροφάντου σου καὶ βασι‐ λέως, ἢ πρὸς τῶν οἰκείων ἢ τῶν ἐναντίων διεφθάρη, ἢ
10ὅλως τύραννος βασιλέως κατεδυνάστευσεν, ἢ μόνου Βασιλίσκου ἐξώσαντος Ζήνωνα, πρὸς οὖ καὶ κατελύθη καὶ τὸν βίον ἀπέθετο. Πείθομαι καὶ περὶ Οὐάλεντος λέγοντί σοι, τοσαῦτα κατεργασαμένου Χριστιανοὺς κακά. Περὶ γὰρ ἑτέρου, οὐδὲ σὺ αὐτὸς φῄς. Ταῦτα μηδεὶς οἰέσθω
15πάρεργα τῆς ἱστορίας τυγχάνειν τῆς ἐκκλησιαστικῆς, πάνυ μὲν οὖν χρειώδη καὶ συνεκτικά, διὰ τὸ τοὺς Ἑλ‐ λήνων ἱστοριογράφους ἐθελοκακεῖν πρὸς τὴν ἀκρίβειαν. Ἴωμεν δὲ καὶ ἐπὶ τὰ λειπόμενα τῶν Ἀναστασίου πρά‐ ξεων.
20 42. Τὰ μὲν οὖν λελεγμένα βασιλικῶς τῷ Ἀναστασίῳ κατώρθωτο. Πέπραχεν δὲ τούτων οὐκ ἄξια, τήν τε καλου‐ μένην χρυσοτέλειαν ἐπινοήσας καὶ ἀπεμπολήσας τὴν στρατιωτικὴν δαπάνην κατὰ τῶν συντελῶν ἐς τὸ βαρύ‐ τατον. Περιεῖλεν δὲ καὶ τὴν τῶν φόρων εἴσπραξιν ἐκ
25τῶν βουλευτηρίων, τοὺς καλουμένους βίνδικας ἐφ’ ἑκάστῃ πόλει προβαλλόμενος, εἰσηγήσει φασὶ Μαρίνου τοῦ Σύρου τὴν κορυφαίαν διέποντος τῶν ἀρχῶν, ὃν οἱ πάλαι ὕπαρχον τῆς αὐλῆς ἐκάλουν. Ὅθεν κατὰ πολὺ οἵ τε φόροι διερρύ‐ ησαν τά τε ἄνθη τῶν πόλεων διέπεσεν. Ἐν τοῖς λευκώ‐
30μασι γὰρ τῶν πόλεων οἱ εὐπατρίδαι πρόσθεν ἀνεγράφοντο, ἑκάστης πόλεως τοὺς ἐν τοῖς βουλευτηρίοις ἀντὶ συγκλήτου
τινὸς ἐχούσης τε καὶ ὁριζομένης.

145

43. Τυραννεῖ τὸν Ἀναστάσιον Βιταλιανὸς Θρᾷξ γένος, ὃς τήν τε Θρᾴκην καὶ Μυσίαν μέχρις Ὀδυσσοῦ καὶ Ἀγχιάλου δῃώσας ἐπὶ τὴν βασίλειον ἠπείγετο, πλῆθος ἀστάθμητον ἔχων Οὐννικῶν ἐθνῶν· ὅπερ Ὑπάτιον ὑπαν‐
5τήσοντα πέπομφεν ὁ βασιλεύς. Καὶ ἐπειδὴ πρὸς τῶν οἰκείων προδοθεὶς ὁ Ὑπάτιος ζωγρίας ἥλω λύτρων τε μεγάλων ἀφείθη, Κύριλλος τὰς ἐπιστρατεύσεις ἐγχειρί‐ ζεται. Καὶ πρῶτα μὲν τῆς μάχης ἀγχωμάλου γενομένης, εἶτα καὶ πολλὰς τροπὰς δεξαμένης ἔν τε ταῖς διώξεσι καὶ
10ταῖς ὑπαγωγαῖς, καὶ τοῦ Κυρίλλου τὸ πλέον ἐσχηκότος, ἐπιστροφάδην πάλιν δίωξις γέγονε, ἐθελοκακησάντων τῶν στρατιωτῶν. Καὶ οὕτω τὸν Κύριλλον ἐκ τῆς Ὀδυσσοῦ παρείληφεν ὁ Βιταλιανὸς καὶ μέχρι τῶν καλουμένων Συκῶν τὴν ἔλασιν ἐποιήσατο, πάντα δῃῶν, πάντα πυρ‐
15πολῶν, οὐδὲν ἕτερον ταῖς φαντασίαις ἔχων ἢ καὶ τὴν πόλιν αὐτὴν ἐξελεῖν καὶ τῆς βασιλείας κρατῆσαι. Ἐν Συκαῖς δὲ αὐτοῦ σκηνησαμένου, στέλλεται πρὸς τοῦ βασιλέως Μαρῖνος ὁ Σύρος, οὗ πρόσθεν ἐμνήσθημεν, μετὰ νηίτου στρατοῦ πολεμήσων τῷ Βιταλιανῷ. Συνήτην οὖν
20ἄμφω τὼ στρατώ, ὁ μὲν ἐπὶ πρύμναν τὰς Συκάς, ὁ δὲ τὴν Κωνσταντίνου ἔχων. Καὶ πρῶτα μὲν ἀνεκώχευον· εἶτα μετὰ τοὺς ἔκπλους καὶ τοὺς ἀκροβολισμοὺς μεταξὺ τοῖν δυοῖν στρατοπέδοιν ναυμαχίας καρτερᾶς συστάσης περὶ τὰ καλούμενα Βυθάρια, φεύγει μὲν προτροπάδην πρύμναν
25κρουσάμενος ὁ Βιταλιανὸς τὰ πολλὰ τῆς δυνάμεως ἀπο‐ βαλών, φεύγουσι δὲ καὶ οἱ ἀμφ’ αὐτὸν οὕτω τάχιστα, ὡς μηδένα πολέμιον ἀνὰ τὴν ἑξῆς περὶ τὸν Ἀνάπλουν ἢ περὶ τὴν πόλιν αὐτὴν εὑρεθῆναι. Φασὶ δ’ οὖν τὸν Βιταλιανὸν ἐν Ἀγχιάλῳ τινὰ χρόνον διατρίψαι τὴν ἡσυχίαν ἄγοντα.
30 Ἐπέδραμεν καὶ ἕτερον γένος Οὐννικὸν περαιωθὲν τὰς Καππαδοκῶν πύλας.
Πέπονθε δὲ ὑπὸ σεισμῶν ἐξαισίων ἀνὰ τοὺς αὐτοὺς

146

χρόνους καὶ ἡ Ῥόδος, τρίτον ἐκεῖνο πάθος, ἀωρεὶ τῶν νυκτῶν. 44. Καὶ ἀνὰ δὲ τὸ Βυζάντιον προσθήκην τοῦ βασιλέως ἐν τῷ Τρισαγίῳ βουληθέντος ποιήσασθαι τὸ „Ὁ σταυρω‐
5θεὶς δι’ ἡμᾶς,“ μεγίστη στάσις γέγονεν, ὡς ἐς τὰ μάλιστα τῆς Χριστιανῶν θρησκείας ἀθετουμένης. Ἧς ἀρχηγὸν καὶ προστάτην γενέσθαι τὸν Μακεδόνιον καὶ τὸν ὑπ’ αὐτὸν κλῆρον Σευῆρός φησι πρὸς Σωτήριχον γράφων, οὔπω μὲν ἱερατικοῦ τετυχηκὼς θρόνου, ἐπὶ δὲ τῆς βασιλέως
10διαιτώμενος, ὅτε τοῦ κατ’ αὐτόν, ὥς μοι λέλεκται, σὺν ἑτέροις ἀπηλάθη μοναστηρίου· πρὸς τοῖς λεχθεῖσι, καὶ ἐκ τούτων οἶμαι τῶν διαβολῶν τὸν Μακεδόνιον ἐκβεβλῆσθαι. Ἐντεῦθεν ἀκάθεκτα τοῦ δήμου φερομένου, οἵ τε ἐν ἀξιώσει τελοῦντες περὶ τῶν ἐσχάτων κεκινδυνεύκασι καὶ
15πολλοὶ τῶν ἐπισήμων ἐφλέχθησαν τόποι· καί τινα δὲ χωρίτην μοναδικὸν μετιόντα βίον εὑρὼν ὁ λεὼς ἀνὰ τοὺς οἴκους Μαρίνου τοῦ Σύρου, τὴν κεφαλὴν ἀπέτεμε λέγων ὑποθήκαις τούτου τὴν ῥῆσιν προστεθῆναι· καὶ κοντῷ περι‐ αρτήσας ἀνέκραγεν ἐπιτωθάζων ὡς αὐτὸς ἄρα τῆς τριάδος
20ἐπίβουλος εἴη. Καὶ οὕτως τὰ τῆς στάσεως ἤρθη πάντα ληϊζομένης καὶ πᾶσαν ἰσχὺν ὑπερβάσης, ὡς τὸν βασιλέα πρὸς ἀνάγκης οἰκτιζόμενον στεφάνων ἄνευ πρὸς τὴν ἱππο‐ δρομίαν ἀφικέσθαι, κήρυκάς τε τῷ δήμῳ διαπέμψασθαι βοῶντας ὡς καὶ τὴν βασιλείαν ἑτοιμότατα μὲν ἀποτί‐
25θεται, τῶν ἀδυνάτων δὲ καθεστάναι πάντας ἐπὶ ταύτην ἀναβῆναι, ἥκιστα πολλῶν ἀνεχομένην, ἕνα δὲ πάντως τυγχάνειν τὸν μετ’ αὐτὸν ταύτην διακυβερνήσοντα. Ἅπερ θεασάμενος ὁ λεὼς ὥσπερ ἔκ τινος θείας 〈ῥοπῆσ〉 μετετί‐ θετο, καὶ παρεκάλει τὸν Ἀναστάσιον τὸν στέφανον περι‐
30θέσθαι ὑποσχόμενος τὴν ἡσυχίαν ἄγειν. Οἷς ἐλάχιστον ἐπιβιώσας χρόνον ὁ Ἀναστάσιος ἐπὶ
τὴν ἑτέραν μετεχώρησε βιοτήν, ἔτεσιν ἑπτὰ καὶ εἴκοσιν

147

πρὸς τρισὶ μησὶ καὶ ἡμέραις ἴσαις τὴν Ῥωμαίων διϊθύνας βασιλείαν.
Τέλος τοῦ γʹ τόμου τῆς ἐκκλησιαστικῆς ἱστορίας Εὐαγρίου.

148

(1t)

Τάδε ἔνεστιν ἐν τῷ τετάρτῳ τόμῳ τῆς ἐκκλησιαστικῆς
2tἱστορίας Εὐαγρίου σχολαστικοῦ·
3αʹ. Περὶ τῆς Ἰουστίνου τοῦ πρώτου βασιλείας. βʹ. Περὶ Ἀμαντίου τοῦ εὐνούχου καὶ Θεοκρίτου, ὅπως τε τού‐
5τους ὁ Ἰουστῖνος ἀνεῖλεν. γʹ. Ὡς καὶ Βιταλιανὸν ἀνεῖλε δόλῳ ὁ Ἰουστῖνος. δʹ. Ὅπως καὶ Σευῆρον ἐξελάσας Παῦλον ἀντεισήγαγε, μετ’ ὀλίγον δὲ καὶ Εὐφράσιος τὸν Ἀντιοχείας θρόνον κατέσχεν. εʹ. Περὶ τῶν γεγονότων ἐμπρησμῶν ἐν Ἀντιοχείᾳ καὶ σεισμῶν,
10ὅτε καὶ Εὐφράσιος συγχωσθεὶς ἐτελεύτησεν. ϛʹ. Περὶ Ἐφραιμίου τοῦ μετὰ Εὐφράσιον. ζʹ. Περὶ Ζωσιμᾶ καὶ Ἰωάννου τῶν θαυματουργῶν. ηʹ. Περὶ καθολικῶν παθημάτων. θʹ. Ὡς Ἰουστῖνος ἔτι ζῶν συμβασιλεύειν αὐτῷ τὸν Ἰουστινι‐
15ανὸν εἵλετο. ιʹ. Ὅτι Ἰουστινιανὸς μὲν τοὺς τὴν Χαλχηδοναίων σύνοδον ἀποδεχομένους ἠγάπα, Θεοδώρα δὲ τοὺς ἐναντίους ἔστεργεν. ιαʹ. Ὡς Ἄνθιμον τὸν Κωνσταντινουπόλεως ὁ Σευῆρος διέ‐ στρεψε καὶ Θεοδόσιον τὸν Ἀλεξανδρείας· οὓς ὁ βασιλεὺς ἐξελάσας
20ἑτέρους κατέστησεν. ιβʹ. Ἐκ τῆς ἱστορίας Προκοπίου Καισαρέως περὶ Καβάδου τοῦ Περσῶν βασιλέως, καὶ Χοσρόου υἱοῦ αὐτοῦ. ιγʹ. Περὶ Ἀλαμουνδάρου καὶ Ἀζαρέθου, καὶ τῆς ἐν Βυζαντίῳ στάσεως τῆς ἐπίκλην λαβούσης τὸ Νίκα.
25 ιδʹ. Περὶ Ὀνωρίχου τοῦ Βανδίλων ἄρχοντος, καὶ τῶν γλωσσο‐ τομηθέντων Χριστιανῶν παρ’ αὐτοῦ.
ιεʹ. Περὶ Καβαώνου τοῦ Μαυρουσίου.

149

ιϛʹ. Περὶ τῆς Βελισαρίου κατὰ Βανδίλων ἐκστρατείας, καὶ τῆς τούτων ἐξολοθρεύσεως. ιζʹ. Περὶ τῶν ἀπὸ Ἀφρικῆς ἐλθόντων λαφύρων. ιηʹ. Περὶ τῶν ἀπὸ προσώπου Ἰησοῦ υἱοῦ Ναυῆ ἀποφυγόντων
5Φοινίκων. ιθʹ. Περὶ Θευδερίχου τοῦ Γότθου καὶ τῶν ἐν Ῥώμῃ συμβάντων ὑπ’ αὐτοῦ ἄχρι τῶν χρόνων Ἰουστινιανοῦ, καὶ ὡς πάλιν ἡ Ῥώμη ὑπὸ Ῥωμαίοις γέγονεν, Οὐιττίγιδος φυγόντος ἀπ’ αὐτῆς. κʹ. Ὡς οἱ λεγόμενοι Ἔρουλοι ἐν τοῖς χρόνοις Ἰουστινιανοῦ
10ἐχριστιάνισαν. καʹ. Ὡς πάλιν ὑπὸ Γότθοις γεγονυῖαν τὴν Ῥώμην αὖθις ὁ Βελισάριος ἀνεσώσατο. κβʹ. Ὡς καὶ Ἀβασγοὶ τηνικαῦτα ἐχριστιάνισαν. κγʹ. Ὡς καὶ οἱ τὸν Τάναϊν οἰκοῦντες τηνικαῦτα ἐχριστιάνισαν·
15καὶ περὶ σεισμῶν ἐν Ἑλλάδι καὶ Ἀχαίᾳ γεγονότων. κδʹ. Περὶ Ναρσοῦ τοῦ στρατηγοῦ καὶ θεοφιλείας αὐτοῦ. κεʹ. Ὡς ὁ Χοσρόης φθόνῳ τακεὶς ἐπὶ ταῖς εὐημερίαις Ἰουστινι‐ ανοῦ, κατὰ Ῥωμαίων ἐστράτευσεν, καὶ πλείστας πόλεις καθεῖλε Ῥωμαϊκάς, ἐν αἷς καὶ τὴν μεγάλην Ἀντιόχειαν.
20 κϛʹ. Περὶ τοῦ γεγονότος θαύματος ἐν Ἀπαμείᾳ τοῦ τιμίου καὶ ζωοποιοῦ ξύλου τοῦ σταυροῦ. κζʹ. Περὶ τῆς εἰς Ἔδεσαν ἐκστρατείας Χοσρόου. κηʹ. Περὶ τοῦ γεγονότος ἐν Σεργίου πόλει θαύματος. κθʹ. Περὶ τοῦ λοιμικοῦ πάθους.
25 λʹ. Περὶ τῆς φιλοχρηματίας καὶ ἀπληστίας Ἰουστινιανοῦ. λαʹ. Περὶ τοῦ μεγάλου ναοῦ τῆς ἁγίας Σοφίας, καὶ τῶν ἁγίων ἀποστόλων. λβʹ. Περὶ τῆς ἐν τῷ κυανῷ χρώματι τοῦ βασιλέως μανίας μᾶλλον ἢ φιλίας.
30 λγʹ. Περὶ Βαρσανουφίου τοῦ ἀσκητοῦ. λδʹ. Περὶ Συμεὼν μοναχοῦ, τοῦ διὰ Χριστὸν σαλοῦ. λεʹ. Περὶ Θωμᾶ μοναχοῦ, καὶ αὐτοῦ ὁμοίως προσποιητοῦ σαλοῦ. λϛʹ. Περὶ Μηνᾶ τοῦ πατριάρχου, καὶ τοῦ γεγονότος τηνικαῦτα
35θαύματος εἰς τὸ τοῦ Ἑβραίου παιδίον. λζʹ. Τίνες κατ’ ἐκεῖνο καιροῦ τῶν μεγάλων πόλεων ἦσαν
ἐπίσκοποι.

150

ληʹ. Περὶ τῆς ἁγίας οἰκουμενικῆς πέμπτης συνόδου, καὶ διὰ ποίαν αἰτίαν συνέστη. λθʹ. Ὡς Ἰουστινιανὸς τῆς ὀρθῆς δόξης παρατραπεὶς ἄφθαρτον τοῦ Κυρίου τὸ σῶμα ἐπρέσβευσεν.
5μʹ. Περὶ Ἀναστασίου ἐπισκόπου Ἀντιοχείας.
μαʹ. Περὶ τοῦ θανάτου Ἰουστινιανοῦ.

151

(1t)

Κεφάλαια δ ἐκκλησιαστικῆς ἱστορίας Εὐαγρίου ἀπὸ ἐπάρχων
2tσχολαστικοῦ.
3αʹ. Περὶ τῆς Ἰουστίνου τοῦ γέροντος βασιλείας. βʹ. Περὶ τῆς ἀναιρέσεως Βιταλιανοῦ.
5γʹ. Περὶ τῆς φυγῆς Σευήρου. δʹ. Περὶ τῆς χειροτονίας καὶ ἀναχωρήσεως Παύλου. εʹ. Περὶ τῆς Εὐφρασίου χειροτονίας. ϛʹ. Περὶ τῶν σεισμῶν Ἀντιοχείας. ζʹ. Περὶ τῆς χειροτονίας Εὐφημίου.
10 ηʹ. Περὶ τῶν θαυμάτων Ζωσιμᾶ. θʹ. Περὶ τῶν παθημάτων Δυρραχίου, Κορίνθου, Ἀναζάρβου καὶ Ἐδέσσης. ιʹ. Περὶ τῆς βασιλείας Ἰουστινιανοῦ. ιαʹ. Περὶ τῆς χειροτονίας Ἐπιφανίου Κωνσταντινουπόλεως
15[καὶ] ιβʹ. Περὶ ἐκβολῆς Ἀνθίμου Κωνσταντινουπόλεως [καὶ Θεο‐ δοσίου Ἀλεξανδρείας]. ιγʹ. Περὶ Θεοδοσίου Ἀλεξανδρείας. ιδʹ. Περὶ Ζωΐλου Ἀλεξανδρείας.
20ιεʹ. Περὶ ὧν γράφει Προκόπιος γενέσθαι μεταξὺ [ιϛʹ. Περὶ] Ῥωμαίων καὶ Περσῶν. ιζʹ. Περὶ τῆς στάσεως τοῦ Νίκα. ιηʹ. Περὶ τῶν ἐν Ἀφρικῇ γενομένων. ιθʹ. Περὶ τῶν ἐν Ἰταλίᾳ γενομένων.
25κʹ. Περὶ τῶν Ἀβασγῶν χριστιανισάντων. καʹ. Περὶ ἐκδρομῆς Γότθων καὶ σεισμῶν καθόλου. κβʹ. Περὶ Ναρσοῦ καὶ τῶν γενομένων ἐν Ῥώμῃ. κγʹ. Περὶ ἁλώσεως Ἀντιοχείας καὶ ὧν ἐποίησεν ὁ Χοσρόης εἴς
τε Ἔδεσσαν καὶ τὰς λοιπὰς πόλεις.

152

κδʹ. Περὶ τοῦ γενομένου κοσμικοῦ λοιμοῦ. κεʹ. Περὶ Ἰουστινιανοῦ, καὶ ἔκφρασις τῆς ἁγίας ἐκκλησίας Κωνσταντινουπόλεως. κϛʹ. Περὶ βίων διαφόρων μοναχῶν.
5 κζʹ. Περὶ θαύματος γενομένου ἐν Κωνσταντινουπόλει ἐπὶ Μηνᾶ. κηʹ. Περὶ πέμπτης συνόδου καὶ τῶν ἐν αὐτῇ γενομένων. κθʹ. Περὶ ἀφθάρτου οὗ ἐκίνησεν Ἰουστινιανός, καὶ Ἀναστασίου
πατριάρχου.

153

(1t)

ΕΥΑΓΡΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ ΕΠΙΦΑΝΕΩΣ ΚΑΙ ΑΠΟ ΕΠΑΡΧΩΝ
2tΕΚΚΛΗΣΙΑΣΤΙΚΗΣ ΙΣΤΟΡΙΑΣ
3tΤΟΜΟΣ Δʹ
41. Ἀναστασίου δέ, ὥς μοι λέλεκται, πρὸς τὴν ἀμείνω
5μεταχωρήσαντος λῆξιν, Ἰουστῖνον, Θρᾷξ γένος, τῇ ἁλουρ‐ γεῖ ἀμπεχόνῃ χρῆται, ἐνάτην ἄγοντος τοῦ Πανέμου μηνός, ὃς Ἰούλιος παρὰ Ῥωμαίων ὠνόμασται, χρηματι‐ ζούσης τῆς Ἀντιόχου ἕκτον καὶ ἑξηκοστὸν καὶ πεντα‐ κοσιοστὸν ἔτος, ὑπὸ τῶν βασιλικῶν σωματοφυλάκων
10ἀναρρηθεὶς ὧνπερ καὶ ἦρχεν, ἡγεμὼν τῶν ἐν τῇ αὐλῇ τάξεων καθεστώς. Περιέθετο δὲ τὴν ἀρχὴν τὴν αὐτο‐ κράτορα πάσης ὑπέρτερον ἐλπίδος, ὅτι γε πολλοὶ καὶ ἔξοχοι καὶ πρὸς πᾶσαν εὐδαιμονίαν ἥκοντες καθειστή‐ κεισαν τῆς Ἀναστασίου συγγενείας, πᾶσάν τε δύναμιν
15ἐφελκόμενοι τὴν τοσαύτην αὐτοὺς ἀρχὴν περιβαλεῖν ἐξισχύουσαν. 2. Ἦν δέ γε καὶ Ἀμάντιος τῶν βασιλικῶν κοιτώνων προεστὼς ἐς τὰ μάλιστα δυνατός. Ὃς ἐπειδὴ μὴ θεμιτὸν ἦν ἄνδρα τῶν ἀνδρείων ἐστερημένον ἐς τὴν Ῥωμαίων παρ‐
20ελθεῖν ἀρχήν, ἐβούλετο Θεόκριτον πιστόν οἱ τυγχάνοντα τὸν στέφανον τῆς αὐτοκράτορος ἀρχῆς περιβαλέσθαι. Καὶ δὴ τὸν Ἰουστῖνον μετάπεμπτον ποιησάμενος χρή‐ ματά οἱ μεγάλα δίδωσι, διανεῖμαι κελεύσας τοῖς ἐς τοῦτο
μάλιστα ἐπιτηδείοις οἵοις τε οὖσι τὸ ἁλουργὲς σχῆμα τῷ

154

Θεοκρίτῳ περιθεῖναι. Ὃς εἴτε τὸν δῆμον τοῖς χρήμασιν ἐξωνησάμενος, εἴτε τὴν τῶν καλουμένων ἐξκουβιτόρων εὔνοιαν, φασὶ γὰρ ἐπ’ ἀμφότερα, τὴν ἀρχὴν περιεβάλετο. Αὐτίκα γοῦν μεθ’ ἑτέρων τόν τε Ἀμάντιον Θεόκριτόν τε
5ἐξ ἀνθρώπων ἠφάνισεν. 3. Τὸν δέ γε Βιταλιανὸν ἐπὶ τῆς Θρᾴκης τὰς δια‐ τριβὰς ποιούμενον, ὃς Ἀναστάσιον ἐξῶσαι τῆς βασιλείας ἐβουλήθη, πρὸς τὴν Κωνσταντίνου μετακαλεῖται πόλιν, δείσας μὲν αὐτοῦ τὴν δύναμιν καὶ τὴν ἀμφὶ τοὺς πολέμους
10ἐμπειρίαν τό τε παρὰ πᾶσι κλέος καὶ ἣν εἶχεν περὶ τὴν βασιλείαν ἔφεσιν. Εὐθυβόλως δὲ ἐπιστήσας ὡς οὐχ ἑτέρως αὐτοῦ περιέσεται εἰ μή τί γε φίλος εἶναι προσ‐ ποιήσαιτο, καὶ τῷ δόλῳ προσωπεῖον ἀνεξέλεγκτον περιθείς, στρατηγὸν αὐτὸν ἑνὸς τῶν καλουμένων πραι‐
15σέντων ἀναδείκυσιν. Ἐπὶ πλεῖον δὲ τῇ πειθοῖ χώραν διδοὺς ἐπ’ ἐξαπάτῃ μείζονι καὶ ἐς ὑπάτους τὸν Βιταλιανὸν ἀναβιβάζει. Οὗτος τῆς ὑπατείας ἐχόμενος, ἐπειδὴ κατὰ τὰ βασίλεια γέγονεν, ἔν τινι μεταυλίῳ θύρᾳ δολοφονηθεὶς ἐτελεύτησε, ποινὴν τῶν παρ’ αὐτοῦ κατὰ τῆς Ῥωμαίων
20ἀρχῆς παροινηθέντων ταύτην καταβαλών. Ἀλλὰ ταῦτα μὲν ὕστερον γέγονε. 4. Τὸν δέ γε Σευῆρον ὃς τῆς Ἀντιόχου πρόεδρος ἐκε‐ χειροτόνητο, καθὰ τὰ φθάσαντα διηγήσαντο, ἐπεὶ τὴν ἐν Καλχηδόνι σύνοδον ἐφ’ ἑκάστης ἀναθέματι περιβάλλων
25οὐκ ἐπαύσατο, καὶ μάλιστά γε ἐν ταῖς καλουμέναις ἐν‐ θρονιστικαῖς συλλαβαῖς, καὶ ταῖς τούτων ἀμοιβαίαις ἃς διεπέμψατο τοῖς ἑκασταχοῦ πατριάρχαις—ἐδέχθησαν δὲ μόνον ἀνὰ τὴν Ἀλεξάνδρου πόλιν πρὸς Ἰωάννου τοῦ μετὰ τὸν πρότερον Ἰωάννην, Διοσκόρου τε αὖ καὶ Τιμοθέου—
30αἳ καὶ μέχρις ἡμῶν διασώζονται, πολλαί τε ἐντεῦθεν κατὰ τῆς ἐκκλησίας ἐπανέστησαν ἔριδες καὶ ὁ πιστότατος
διῃρέθη λεώς, κελεύει Ἰουστῖνος τῷ πρώτῳ τῆς αὐτοῦ

155

βασιλείας ἔτει συσχεθέντα τὸν Σευῆρον ποινὰς εἰσπρα‐ χθῆναι τῆς γλώσσης διατεμνομένης, ὡς ἐνίοις διατεθρύ‐ ληται, Εἰρηναίου τὴν πρᾶξιν ἐγχειρισθέντος ὃς ἐφειστήκει τῇ ἑῴᾳ τῶν ἀρχῶν ἀνὰ τὴν Ἀντιόχου. Πιστοῦται δὲ τὰ
5περὶ τῆς κατ’ αὐτὸν ἐποχῆς τὸν Εἰρηναῖον ἐγχειρισθῆναι ὁ Σευῆρος πρὸς ἐνίους τῶν Ἀντιοχέων γράφων καὶ τὸν τρόπον τῆς φυγῆς διηγούμενος· ἔνθα μεγίσταις λοιδορίαις τὸν Εἰρηναῖον βάλλει ὡς πᾶσαν αὐτῷ φυλακὴν ἀκριβῆ περιθέντα μὴ διαδράναι τῆς Ἀντιόχου.
10 Εἰσὶ δὲ οἵ φασιν ὡς Βιταλιανὸς τὴν γλῶσσαν ἐξῃ‐ τήσατο τοῦ Σευήρου, εἰσέ τι παρὰ τῷ Ἰουστίνῳ τὰ πρώτιστα δοκῶν φέρειν, διότι γε εἰς αὐτὸν ὕβριζεν ἐν τοῖς ἑαυτοῦ λόγοις ὁ Σευῆρος. Φεύγει δ’ οὖν τὸν οἰκεῖον θρόνον ἀνὰ τὸν Γορπιαῖον μῆνα, ὃν Σεπτέμβριον ἡ Ῥω‐
15μαίων λέγει φωνή, ἕβδομον καὶ ἑξηκοστὸν καὶ πεντα‐ κοσιοστὸν ἔτος χρηματιζούσης τῆς Ἀντιόχου. Καὶ μετ’ αὐτὸν ἐς τὸν ἑαυτοῦ θρόνον ἄνεισι Παῦλος, κελευσθεὶς τὴν ἐν Καλχηδόνι σύνοδον ἀναφανδὸν κηρύττειν. Παῦλος μὲν οὖν ἐθελούσιος ἀναχωρήσας τῆς Ἀντιόχου, τὴν
20πάντων στέλλεται πορείαν τὸν βίον διαμετρησάμενος. Εὐφράσιος δὲ μετ’ αὐτὸν ἐξ Ἱεροσολύμων ἐπὶ τὸν κατ’ αὐτὸν ἄνεισι θρόνον. 5. Ὑπὸ τοῖς αὐτοῖς Ἰουστίνου χρόνοις ἐμπρησμοί τε συχνοὶ καὶ δεινοὶ κατὰ τὴν Ἀντιόχου γεγόνασιν, ὥσπερ
25ἡγούμενοι τῶν γενομένων ἐν αὐτῇ φοβερωτάτων κλόνων καὶ προοίμιον τοῖς παθήμασι παρεχόμενοι. Μετὰ γὰρ βραχύν τινα καιρόν, ἐν τῷ ἑβδόμῳ ἔτει τῆς αὐτοῦ βασιλείας, μηνὶ δεκάτῳ, ἀνὰ τὸν Ἀρτεμίσιον μῆνα ἤτοι Μάϊον, ἐνάτῃ καὶ εἰκοστῇ αὐτοῦ ἡμέρᾳ, κατ’ αὐτὸ τῆς
30μεσημβρίας τὸ σταθερώτατον τῆς ἕκτης ἡμέρας τῆς
καλουμένης ἑβδομάδος, βρασμὸς καὶ σεισμὸς ἐπελθόντες

156

τῇ πόλει μικροῦ πᾶσαν ἀνατρέψαντες κατήγαγον· οἷς καὶ πῦρ εἵπετο ὥσπερ τὴν συμφορὰν μετ’ αὐτῶν δια‐ νειμάμενον. Ἃ γὰρ ἐκεῖνοι οὐ κατέβαλον, τὸ πῦρ ἀμφινεμόμενον ἐξηνθράκωσέ τε καὶ ἀπετέφρωσε. Καὶ
5ὅσα μὲν τῆς πόλεως πέπονθεν ὅσοι τε τοῦ πυρὸς καὶ τῶν σεισμῶν ἔργον γεγόνασιν ὡς τὸ εἰκὸς ὑπέθετο, ὁποῖά τε παράδοξα καὶ λόγου κρείττω συμβέβηκε, περιπαθῶς ἀφήγηται Ἰωάννῃ τῷ ῥήτορι, ὧδε τῆς ἱστορίας κατα‐ λήξαντι. Τελευτᾷ δ’ οὖν ἐγκαταληφθεὶς τοῖς πτώμασι
10καὶ ὁ Εὐφράσιος, ἄλλη τῆς πόλεως συμφορά, ἵνα μὴ τῶν ἐπιτηδείων ὁ προνοῶν ᾖ. 6. Ἀλλ’ ἡ τῶν ἀνθρώπων σώτειρα τοῦ θεοῦ κηδε‐ μονία, ἡ πρὸ τῆς πληγῆς τὰ φάρμακα πλάττουσα καὶ φιλανθρωπίᾳ τὸ ξίφος τῆς ὀργῆς θήγουσα, ἡ παρ’ αὐτὴν
15τὴν ἀπόγνωσιν τὴν οἰκείαν ἀνοιγνῦσα συμπάθειαν, Ἐφραί‐ μιον διανέστησε τῆς ἑῴας ἀρχῆς τὰς ἡνίας διέποντα πᾶσαν ἀναζώσασθαι φροντίδα μηδὲν τῶν ἐπιτηδείων ἐπιλιπεῖν τὴν πόλιν. Ὃν κἀντεῦθεν ἀγασάμενοι Ἀντιο‐ χέων παῖδες εἰς ἱερέα ψηφίζονται· καὶ τὸν ἀποστολικὸν
20λαγχάνει θρόνον ὥσπερ μισθὸν καὶ γέρα τῆς τοσαύτης προνοίας τοῦτον κληρωσάμενος. Πέπονθε καὶ αὖθις ὑπὸ σεισμῶν μετὰ μῆνας τριάκοντα. Τότε καὶ Θεοῦ πόλις ἡ Ἀντιόχου προσηγορεύθη πόλις, καὶ ἄλλης προνοίας πρὸς τοῦ βασιλέως τυχοῦσα.
25 7. Ἀλλ’ ἐπεὶ τῶν εἰρημένων ἐμνήσθημεν παθημάτων, φέρε καὶ ἕτερα ἄττα τῶν ἀξιολόγων τῷ παρόντι προσθῶ‐ μεν πόνῳ, ἅπερ εἰς ἡμᾶς ἐκ τῶν ἱστορησάντων ἐνηνέκται. Ζωσιμᾶς ἀνήρ, γένος Φοῖνιξ, τῆς λεγομένης παραλίας, κώμην Σίνδην πατρίδα κληρωσάμενος διέχουσαν τῆς τῶν
30Τυρίων οὔτι σταδίους εἴκοσι, τὸν μονήρη διαθλεύων βίον, οὕτως ταῖς τε ἀφέξεσι καὶ μεθέξεσι τῶν τροφῶν καὶ ταῖς ἄλλαις ἀρεταῖς τοῦ βίου τὸν θεὸν εἰσοικισάμενος ὡς μὴ
μόνον διορᾶν τὰ μέλλοντα, ἀλλὰ καὶ πάσης ἀπαθείας

157

χάριν λαβεῖν, συνῆν τῶν τινι ἐπισήμων ἀνὰ τὴν Καί‐ σαρος πόλιν, ἣ μιᾶς τῶν Παλαιστινῶν ἡγεῖται· ἦν δὲ ἄρα οὗτος Ἀρκεσίλαος, ἀνὴρ εὐπατρίδης τε καὶ λόγιμος, εὖ τε ἀξιωμάτων καὶ τῶν λοιπῶν τῶν κοσμούντων ἀνδρὸς
5βίον ἥκων. Οὗτος ὁ Ζωσιμᾶς ἐν τῷ ἀκαρεῖ τῆς Ἀντιό‐ χου πτώσεως ἀθρόον ἐπιστυγνάσας ὀλοφυρόμενός τε καὶ μύχιον ἀνοιμώξας, δάκρυά τε τοσαῦτα σπείσας ὡς καὶ τὴν γῆν ἐπιβρέξαι, θυμιατήριον ἐξῃτήσατο, καὶ πάντα τὸν χῶρον ἐν ᾧ καθειστήκεισαν ἐπιθυμιάσας ἐπὶ γῆς
10ἑαυτὸν ῥίπτει, προσευχαῖς τε καὶ λιταῖς τὸν θεὸν ἱλεούμενος. Εἶτα πυνθανομένου τοῦ Ἀρκεσιλάου τί ἄρα τὸ οὕτω διαταράξαν εἴη, διαρρήδην εἶπε τὴν ἠχὴν τῆς Ἀντιόχου πτώσεως αὐτίκα τὰ ὦτά οἱ περιβομβῆσαι. Ὥστε τὸν Ἀρκεσίλαον καὶ τοὺς παρατετυχηκότας ἐκ‐
15πεπληγμένους ἀναγράψαι τὴν ὥραν, εὑρεῖν τε ἐς ὕστερον οὕτως ὡς ὁ Ζωσιμᾶς ἀπεφήνατο. Διὰ τούτου πολλαί τε καὶ ἕτεραι θεοσημεῖαι γεγόνασιν, ὧν τὸ πλῆθος παρείς, ἐπεὶ καὶ κρείττονος εἰπεῖν ἀριθμοῦ τυγχάνουσιν οὖσαι, ἔνια λέξω.
20 Συνήκμαζε τῷ Ζωσιμᾷ ἀνήρ, Ἰωάννης τοὔνομα, ταῖς ἀρεταῖς παραπλήσιος, ἐν Χουζιβᾷ τῇ μάνδρᾳ—κεῖται δὲ πρὸς τῇ ἐσχατιᾷ τῆς χαράδρας ἀνὰ τὸ ἀρκτῷον μέρος τῆς λεωφόρου τῆς φερούσης τοὺς διαπορευομένους ἐξ Ἱεροσολύμων ἐπὶ τὴν Ἱεριχουντίων πόλιν—τὸν μονήρη
25τε καὶ ἄϋλον διαπαλαίσας βίον, ἐπισκοπήσας δὲ τὴν εἰρημένην μοι Καίσαρος πόλιν. Οὗτος ὁ Ἰωάννης ὁ Χουζιβίτης, ἐπεὶ τὴν Ἀρκεσιλάου τοῦ λελεγμένου μοι γυναῖκα ἠκηκόει θάτερον τοῖν ὀφθαλμοῖν ὑπὸ κερκίδος ἐκκοπέντα, δρομαίως ᾔει πρὸς αὐτὴν τὸ πάθος ἐπισκε‐
30ψόμενος. Ὡς δ’ οὖν ἐθεάσατο τήν τε κόρην ἐκπεσοῦσαν τέλεόν τε τὸν ὀφθαλμὸν διαρρυέντα, σπόγγον ἐπιτάττει
τῶν τινι παρεφομαρτούντων ἰατρῶν ἐνεγκεῖν, εἰσαγαγεῖν

158

τε τὸ διαρρυὲν ὡς ἂν δύναιτο, καὶ τὸν σπόγγον περι‐ θέντα τελαμῶσιν ἀναδῆσαι, οὔτι παρόντος Ἀρκεσιλάου. Ἔτυχε γὰρ τῷ Ζωσιμᾷ παρὼν ἐν τῷ κατ’ αὐτὸν φρον‐ τιστηρίῳ, ὅπερ ἐπὶ τῆς Σινδηνῶν ἔκειτο κώμης, διεστώσης
5τῆς Καίσαρος σταδίους μάλιστα πεντακοσίους. Δρομαῖοι τοίνυν παρὰ τὸν Ἀρκεσίλαον ἐκτρέχουσίν οἱ ταῦτα διαγγέλλοντες. Καθῆστο δὲ πρὸς Ζωσιμᾷ ὁ Ἀρκεσί‐ λαος τὰς διαλέξεις ποιούμενος· ὅπερ ἐπειδὴ διέγνω, διωλύγιον ἀνεκώκυε, καὶ τὰς τρίχας ἐκτίλλων καὶ
10διασπῶν εἰς οὐρανὸν ἀνέπεμπε. Τοῦ δὲ Ζωσιμᾶ πυνθα‐ νομένου τὴν αἰτίαν, τὸ συμβὰν ὁ Ἀρκεσίλαος ἔλεγε ταῖς οἰμωγαῖς καὶ τοῖς δάκρυσι συχνὰ διακοπτόμενος. Ἀφεὶς οὖν τοῦτον ὁ Ζωσιμᾶς αὐτὸς καθ’ ἑαυτὸν εἴς τι δωμάτιον ἐστρέχει ἔνθα τῷ θεῷ, ὡς θεμιτὸν τοῖς τοιούτοις, ἐνε‐
15τύγχανεν. Μετὰ δ’ αὖ τινα καιρὸν προσελθὼν ἔχαιρέν τε καὶ σεμνὰ μειδιῶν πρὸς Ἀρκεσίλαον ἔλεγε τὴν χεῖρα καταψήχων· „Ἄπιθι χαίρων, ἄπιθι· ἡ χάρις τῷ Χουζι‐ βίτῃ δέδοται. Ἰάθη σου τὸ γύναιον, ἄμφω τὼ ὀφθαλμὼ ἔχει, οὐδὲν ἰσχυσάσης τῆς συμφορᾶς ἀφελέσθαι, οὕτω τοῦ
20Χουζιβίτου βουληθέντος.“ Ὅπερ καὶ γέγονεν ἀμφοῖν τοῖν δικαίοιν κατὰ ταὐτὸ θαυματουργησάντοιν. Τούτῳ τῷ Ζωσιμᾷ καί ποτε ἐπὶ τὴν Καίσαρος ἰόντι ὀνάριόν τε παρασυρομένῳ ἐν ᾧ τῶν τινά οἱ ἐπιτηδείων ἐπεβέβλητο, λέων ἔπεισι καὶ τὸν ὄνον ἁρπάσας ἀπῄει.
25Ὁ δὲ Ζωσιμᾶς ἀνὰ τὴν ὕλην εἵπετο μέχρις ὅτου διακορὴς ὁ λέων ἐκ τῆς θοίνης τοῦ ζῴου γέγονε· πρὸς ὃν ἐπι‐ γελάσας ὁ Ζωσιμᾶς φησιν· „Ἀλλὰ γάρ, ὦ ἑταῖρε, τὰ τῆς πορείας ἐμοὶ διακέκοπται πάχητί τε ὄντι πόρρω τε τῆς ἡλικίας ἀφιγμένῳ, καὶ μὴ δυναμένῳ νωτοφορεῖν τὰ
30ἐπὶ τοῦ ζῴου σεσαγμένα. Ἀχθοφορεῖν οὖν ἀνάγκη σε παρὰ τὸν θεσμὸν τῆς φύσεως, εἴπερ ἐθέλεις τῶν ἐντεῦθεν
τὸν Ζωσιμᾶν ἀπαλλάττεσθαι καὶ θηρίον αὖθις εἶναι.“ Ὁ

159

δὲ τοῦ θυμοῦ καθάπαξ ἐπιλελησμένος ὑπέσαινε καὶ τῷ Ζωσιμᾷ προσέτρεχε πράως εὐθύς, καὶ διὰ τοῦ σχήματος ἐβόα τὸ πειθήνιον. Ὧι περιθεὶς ὁ Ζωσιμᾶς τοῦ ὄνου τὸ φορτίον μέχρι τῶν πυλῶν τῆς Καίσαρος ἤγαγε, δεικνὺς
5τοῦ θεοῦ τὴν δύναμιν καὶ ὡς ἅπαντα τοῖς ἀνθρώποις δοῦλά τε καὶ πειθήνια, ὅταν αὐτῷ ζῶμεν καὶ τὴν δεδο‐ μένην ἡμῖν χάριν οὐ παραχαράττομεν. Ἀλλ’ ἵνα μὴ τοῖς πλείοσι τὴν ἱστορίαν παραμηκύνωμεν, ἐπάνειμι ὅθεν τὴν ἐκβολὴν ἐποιησάμην.
10 8. Εἰσέτι Ἰουστίνου τὴν αὐτοκράτορα διϊθύνοντος ἀρχήν, τὸ νῦν μὲν Δυρράχιον, Ἐπίδαμνος δὲ πάλαι, πέπονθεν ὑπὸ κλόνου τῆς γῆς, ὡσαύτως δὲ καὶ Κόρινθος ἐπὶ τῆς Ἑλλάδος κειμένη, εἶτα καὶ Ἀνάζαρβος τὸ τέταρτον αὐτῆς πάθος, ἣ τοῦ δευτέρου τῶν Κιλίκων
15ἡγεῖται ἔθνους· ἃς ὁ Ἰουστῖνος πολλοῖς ἀνεκτίσατο χρήμασι. Κατὰ τοὺς αὐτοὺς χρόνους καὶ ἡ Ἔδεσσα πόλις τῆς Ὀσροηνῶν μεγίστη τε καὶ εὐδαίμων τοῖς τοῦ παραρρέοντος Σκίρτου χειμάρρου ὕδασι κατεποντώθη, ὥστε καὶ τὰ πολλὰ τῶν οἰκοδομιῶν παρασυρῆναι καὶ
20πλῆθος ἀναρίθμητον ἀπολέσθαι, οὓς τὸ ὕδωρ λαβὸν ᾤχετο. Μετεκλήθησαν τοίνυν ὑπὸ τοῦ αὐτοῦ Ἰουστίνου ἡ Ἔδεσσα καὶ Ἀνάζαρβος, καὶ τούτων ἑκατέρα τῇ αὐτοῦ προσηγορίᾳ κατεκοσμήθησαν. 9. Τούτῳ τῷ Ἰουστίνῳ ὄγδοον ἔτος τῆς βασιλείας
25ἄγοντι ἐννέα τε μῆνας πρός τισιν ἡμέραις, Ἰουστινιανὸς ἀδελφιδοῦς αὐτοῦ συμβασιλεύει, ἀναρρηθεὶς τῇ πρώτῃ τοῦ Ξανθικοῦ ἤγουν Ἀπριλίου μηνός, ἀνὰ τὸ πέμπτον καὶ ἑβδομηκοστὸν καὶ πεντακοσιοστὸν ἔτος τοῦ χρη‐ ματισμοῦ τῆς Ἀντιοχείας. Καὶ τούτων ὧδε προελθόν‐
30των, Ἰουστῖνος μεθίσταται τῆς ἐντεῦθεν βασιλείας, ὑπελθὼν τὴν τέλειον ἡμέραν ἀνὰ τὴν πρώτην ἡμέραν τοῦ
Λώου, τοῦ καὶ Αὐγούστου μηνός, συμβασιλεύσας μὲν

160

Ἰουστινιανῷ μῆνας τέσσαρας, τὰ ὅλα δὲ ἔτη τὴν αὐτο‐ κράτορα διανύσας ἀρχὴν ἐννέα πρός τισιν ἡμέραις. Ἰουστινιανοῦ δὲ μόνου τὴν ὅλην ἀρχὴν τῆς Ῥωμαίων ἐπικρατείας περιθεμένου, ἤδη τε τῆς ἐν Χαλχηδόνι
5συνόδου κηρυττομένης ἀνὰ τὰς ἁγιωτάτας ἐκκλησίας κελεύσμασιν Ἰουστίνου, καθά μοι διήγηται, ἔτι τὰ τῆς ἐκκλησιαστικῆς καταστάσεως ἔν τισι τῶν ἐπαρχιῶν περιεδονεῖτο, καὶ μάλιστά γε κατὰ τὴν βασιλέως καὶ κατὰ τὴν Ἀλεξάνδρου πόλιν· τῆς μὲν βασιλίδος τὴν
10ἐπισκοπὴν πρυτανεύοντος Ἀνθίμου, τῆς δὲ Ἀλεξανδρέων ἐκκλησίας ἡγουμένου Θεοδοσίου. Ἄμφω τε γὰρ τὴν μίαν καὶ μόνην ἐδοξαζέτην φύσιν. 10. Ἰουστινιανὸς μὲν οὖν τῶν ἐν Καλχηδόνι συνελη‐ λυθότων καὶ τῶν παρ’ αὐτῶν ἐκτεθειμένων μάλα γεννικῶς
15ἀντείχετο, Θεοδώρα δὲ ἡ τούτου σύνοικος, τῶν μίαν φύσιν λεγόντων· εἴτε καὶ τῶν ἀληθῶς οὕτως ἐχόντων—ἡνίκα γὰρ ὁ περὶ πίστεως πρόκειται λόγος, πατέρες τε πρὸς παῖδας, παῖδές τε αὖ πρὸς τοὺς φύντας διΐστανται, γυνή τε πρὸς τὸν ἴδιον γαμέτην, ἀνήρ τε αὖ πάλιν πρὸς τὴν
20ἰδίαν γαμετήν—, εἴτε καὶ κατά τινα συγκείμενοι οἰκονο‐ μίαν ἵν’ ὁ μὲν τῶν λεγόντων δύο φύσεις ἐπὶ Χριστοῦ τοῦ θεοῦ ἡμῶν μετὰ τὴν ἕνωσιν ἀντέχηται, ἡ δὲ τῶν πρεσβευόντων μίαν φύσιν. Ὅμως δ’ οὖν ἀλλήλοις οὐκ ἐνεδίδοσαν· ἀλλ’ ὁ μὲν τῶν ἐν Χαλχηδόνι συντεθειμένων
25μάλα σπουδαίως ἀντελαμβάνετο, ἡ δὲ μετὰ τῶν ἀπ’ ἐναν‐ τίας ἰοῦσα τῶν λεγόντων μίαν φύσιν παντοίως προενόει, καὶ τούς γε ἡμεδαποὺς περιέθαλπεν καὶ τοὺς ἀλλοδαποὺς μεγάλοις χρήμασιν ἐδεξιοῦτο. Ἣ καὶ πείθει τὸν Ἰου‐ στινιανὸν μετάπεμπτον Σευῆρον ποιήσασθαι.
30 11. Σώζονται τοίνυν ἐπιστολαὶ Σευήρου πρός τε Ἰουστινιανὸν πρός τε Θεοδώραν· δι’ ὧν ἔστι λαβεῖν ὡς
κατ’ ἀρχὰς τὴν πρὸς τὴν βασίλειον ὁδὸν διανεβάλετο

161

μεθ’ ὃ τὸν Ἀντιοχείας καταλέλοιπε θρόνον· ὕστερον μέντοι κατείληφε ταύτην. Καὶ γέγραφεν ὡς ἐπειδὴ πρὸς τὴν βασιλέως ἐγεγόνει ἐνέτυχέ τε τῷ Ἀνθίμῳ καὶ τῆς παραπλησίας οἱ δόξης εὕρηκε αὐτὸν καὶ τῆς εἰς τὸν θεὸν
5νομίσεως, πέπεικε τῆς καθέδρας ἐκστῆναι. Γέγραπται δὲ αὐτῷ τὰ περὶ τούτων πρὸς Θεοδόσιον τὸν τὴν Ἀλε‐ ξανδρέων ἐπισκοποῦντα πόλιν· ἐν οἷς καὶ μεγαλαυχεῖ ὡς τὸν αὐτὸν Ἄνθιμον πέπεικεν, ὡς εἴρηται, τῆς ἐπὶ γῆς δόξης καὶ τῆς οἰκείας καθέδρας τὰ τοιαῦτα προκρῖναι
10δόγματα. Φέρονται δὲ καὶ Ἀνθίμου πρὸς Θεοδόσιον ἐπιστολαὶ περὶ τούτων, Θεοδοσίου τε αὖ πρὸς Σευῆρον καὶ Ἄνθιμον, ἃς παρίημι καταλιμπάνων τοῖς ἐντυγχάνειν ταύταις βουλομένοις, ἵνα μὴ πλῆθος ἄπειρον ἐπεισκυ‐ κλήσω τῷ παρόντι πόνῳ.
15 Ὅμως δ’ οὖν ὡς ἀντικρὺ τῶν βασιλέως κελευσμάτων ἰόντες καὶ μὴ δεχόμενοι τὰ ἐν Καλχηδόνι συντεθειμένα, ἄμφω τῶν οἰκείων ἐξηλαθέτην θρόνων, καὶ τὸν μὲν Ἀλεξανδρείας Ζωΐλος διαδέχεται, τὸν δὲ τῆς βασιλείας Ἐπιφάνιος· ὡς ἐν ἁπάσαις λοιπὸν ταῖς ἐκκλησίαις ἀνα‐
20φανδὸν κηρύττεσθαι τὴν ἐν Καλχηδόνι σύνοδον, καὶ μηδένα τολμᾶν ταύτην ἀναθέματι περιβάλλειν, τοὺς δὲ μὴ ταῦτα οὕτως ἔχοντας διὰ μυρίων συνελαύνεσθαι τρόπων πρὸς τὴν τοιαύτην ἰέναι συγκατάθεσιν. Γέγραπται δ’ οὖν Ἰουστινιανῷ νομοθεσία ἐν ᾗ τὸν
25Σευῆρον καὶ Ἄνθιμον σὺν ἑτέροις ἀνατεθεμάτικεν, ποιναῖς τε μεγίσταις ὑποτέθεικε τοὺς τὰ ἐκείνων πρεσβεύοντας δόγματα· ὡς ἐξ ἐκείνου περὶ μὲν τὰς ἑκασταχῆ διακει‐ μένας ἐκκλησίας οὐδὲν ἔτι διερρωγὸς μεῖναι, ἀλλὰ τούς τε ἑκάστης διοικήσεως πατριάρχας ἀλλήλοις συμβαίνειν,
30τούς τε τῶν πόλεων ἐπισκόπους τοῖς ἰδίοις ἐξάρχοις
ἕπεσθαι· καὶ τέσσαρας συνόδους ἐπὶ τῶν ἐκκλησιῶν

162

κηρύττεσθαι, πρώτην μὲν τὴν ἐν Νικαίᾳ, εἶτα τὴν ἐν Κωνσταντινουπόλει, τρίτην τὴν ἐν Ἐφέσῳ τὸ πρότερον, τετάρτην τὴν ἐν Καλχηδόνι. Γέγονε δὲ καὶ πέμπτη σύνοδος κατὰ κέλευσιν Ἰουστινιανοῦ, περὶ ἧς τὰ πρόσ‐
5φορα ἐν τοῖς προσφόροις ἐρῶ καιροῖς, τέως τῶν ἀνὰ μέρος πραχθέντων ὑπὸ τοῖς αὐτοῦ χρόνοις λόγου τε ἀξίων καθεστώτων τῇ παρούσῃ συνυφαινομένων ἱστορίᾳ. 12. Γέγραπται δὲ Προκοπίῳ τῷ ῥήτορι τὰ κατὰ Βελισάριον συγγράφοντι, ὡς Καβάδης ὁ Περσῶν βασιλεὺς
10Χοσρόῃ τῷ παιδὶ νεωτέρῳ τῶν ἄλλων υἱῶν ὄντι περι‐ θεῖναι τὴν βασιλείαν βουληθείς, ἅμα Χοσρόῃ βουλεύει ὥστε τῷ βασιλεῖ Ῥωμαίων εἰς θετὸν υἱὸν ἐπιδοῦναι τὸν Χοσρόην, ἵνα ἐντεῦθεν ἀσφαλέστατα 〈τὰ〉 τῆς ἀρχῆς αὐτῷ διατεθείη. Ἐπειδὴ τοίνυν τούτων διήμαρτον εἰση‐
15γήσει Πρόκλου, ὃς παρεδρεύων Ἰουστινιανῷ κυαίστωρ καθειστήκει, ἐπὶ μείζω τὴν πρὸς Ῥωμαίους ἔχθραν ἐξήγαγον. Φιλοπονώτατα τοιγαροῦν κομψῶς τε καὶ λογίως ἐκτέ‐ θειται τῷ αὐτῷ Προκοπίῳ ἃ δὴ πέπρακται ὑπὸ Βελισαρίῳ
20στρατηγοῦντι τῶν ἑῴων δυνάμεων Ῥωμαίοις τε καὶ Πέρσαις πρὸς ἀλλήλους πολεμοῦσι. Πρώτην μὲν οὖν νίκην ἀναγράφει Ῥωμαίων περὶ τὰ χωρία Δάρας τε καὶ Νισίβεως, Βελισαρίου Ἑρμογένους τε αὖ τὰ Ῥωμαίων στρατόπεδα διακοσμούντων. Οἷς ἐπισυνάπτει καὶ ὅσα
25κατὰ τὴν Ἀρμενίων γέγονε χώραν, οἷά τε κατὰ τὴν Ῥωμαίων εἰργάσατο γῆν Ἀλαμούνδαρος τῶν Σκηνιτῶν βαρβάρων ἡγούμενος· ὃς καὶ Τιμόστρατον τὸν Ῥουφίνου ἀδελφὸν σὺν τοῖς ἀμφ’ αὐτὸν στρατιώταις ἐζώγρησε, καὶ χρημάτων ὕστερον μεγάλων ἀπέδοτο.
3013. Περιπαθῶς διέξεισι καὶ τὴν τοῦ λελεγμένου μοι

163

Ἀλαμουνδάρου καὶ Ἀζαρέθου κατὰ τῆς Ῥωμαίων γῆς ἔφοδον, ὅπως τε τούτοις τὴν ἄφοδον ἐπὶ τὰ σφέτερα ποιουμένοις, πρὸς βίας τοῦ οἰκείου στρατοῦ ἐπὶ ταῖς ᾐόσι τοῦ Εὐφράτου Βελισάριος συνεπλάκη ἐπικειμένης τῆς
5πασχαλίας ἡμέρας, καὶ ὅπως ὁ Ῥωμαίων διεφθάρη στρα‐ τὸς τῶν Βελισαρίου βουλευμάτων οὐκ ἀνασχόμενος, ὅπως τε Ῥουφῖνος καὶ Ἑρμογένης τὴν καλουμένην ἀπέραντον εἰρήνην πρὸς Πέρσας διέθηκαν. Οἷς ἐπάγει τὴν ἀνὰ τὸ Βυζάντιον γενομένην τῶν
10δημοτῶν στάσιν, ᾗ προσηγορίαν τὸ σύνθεμα τῶν δήμων δέδωκε· τὸ Νίκα γὰρ ἐπίκλησιν καλοῦσι, τοῦτο τῶν δήμων ἀλλήλοις συναφθέντων σύνθεμα δόντων τῆς εἰς ἀλλήλους γνώσεως. Καθ’ ἣν Ὑπάτιός τε καὶ Πομπήϊος ἐβιασθήτην μὲν ὑπὸ τῶν δήμων πρὸς τὴν τυραννίδα,
15ἑκατέρω δὲ πρὸς τῶν στρατιωτῶν κελεύσμασιν Ἰουστι‐ νιανοῦ τὴν κεφαλὴν ἀποθεμένω κατεποντωθήτην, τῶν δήμων ἑσσηθέντων· ὅτε καὶ τριάκοντα χιλιάδας ἐν τῷ πόνῳ τούτῳ φησὶν ὁ Προκόπιος ἀνθρώπων ἀπολέσθαι. 14. Τῷ αὐτῷ τὰ κατὰ Βανδίλους γράφοντι μέγιστα
20τέθειται καὶ μνήμης ἐς ἀεὶ διασωζομένης ἄξια, ἃ λέξων ἔρχομαι. Ὀνώριχος τὴν βασιλείαν ἐκ Γιζερίχου δια‐ δεξάμενος, τά τε Ἀρείου θρησκεύων, ὠμότατα διετίθετο ἀμφὶ τοὺς ἐν Λιβύῃ Χριστιανοὺς τοὺς τὰ ὀρθὰ πρεσβεύον‐ τας δόγματα, βιαζόμενος εἰς τὴν Ἀρειανῶν μετατίθεσθαι
25δόξαν· καὶ τούς τε μὴ ὑπείκοντας πυρί τε καὶ μυρίαις θανάτων ἰδέαις ἔφθειρεν, ἐνίους δὲ τὰς γλώσσας ἀφείλετο. Τούτους καὶ τῇ θέᾳ παραλαβεῖν ὁ Προκόπιος ἔφη πρὸς τὴν βασιλέως γενομένους πόλιν αὐτόσε διαδράντας, ἐν‐ τυχεῖν τε αὐτοῖς ἴσα τοῖς μηδὲν πεπονθόσι φθεγγομένοις·
30καὶ τὰς μὲν γλώσσας ἐξ αὐτοῦ τοῦ πυθμένος ἀνακεκάρθαι,
τὴν δὲ φωνὴν αὐτοῖς ἔναρθρον εἶναι καὶ εὔσημα δια‐

164

λέγεσθαι, θαῦμα καινόν τε καὶ παράδοξον· ὧν καὶ Ἰουστίνου διάταξις μνημονεύει. Ἐξ ὧν καὶ δύο παρωλισ‐ θησάτην, ὡς ὁ αὐτὸς ἀναγράφει Προκόπιος. Ἐπειδὴ γὰρ γυναιξὶν ὁμιλεῖν ἐβουληθήτην, τὴν φωνὴν ἀφῃρέθησαν, τοῦ
5μαρτυρίου τῆς χάριτος αὐτοῖν μηκέτι παραμεινάσης. 15. Καὶ ἕτερον δὲ ἀξιάγαστον ἀνάγει τοῦ σωτῆρος θεοῦ θαυματουργήσαντος ἐπ’ ἀνδράσιν ἐκφύλοις μὲν τὴν θρησκείαν, ὅσια δὲ κατ’ ἐκεῖνο δράσασιν. Καβαώνην φησὶ τῶν ἀμφὶ Τρίπολιν Μαυρουσίων ἡγεῖσθαι.
10 „Οὗτος, φησίν, ὁ Καβαώνης—ἄξιον γὰρ τοῖς αὐτοῦ χρή‐ σασθαι ῥήμασιν ἀξιολόγως καὶ περὶ τούτων διηγουμένου— ἐπειδὴ ἐπ’ αὐτὸν ἐστρατεῦσθαι Βανδίλους ἐπύθετο, ἐποίει τοιάδε· πρῶτα μὲν τοῖς ὑπηκόοις ἐπήγγελλεν ἀδικίας τε πάσης καὶ βρώσεως ἐς τρυφὴν ἀγούσης καὶ πάντων μά‐
15λιστα γυναικῶν ξυνουσίας ἀπέχεσθαι. Χαρακώματά τε δύο πηξάμενος, ἐν θἀτέρῳ μὲν αὐτὸς σὺν πᾶσιν ἐστρατοπε‐ δεύσατο τοῖς ἀνδράσι, ἐν δὲ δὴ τῷ ἑτέρῳ τὰς γυναῖκας καθεῖρξε, θάνατον δὲ τὴν ζημίαν ἠπείλησεν ἔσεσθαι εἴ τις ἐπὶ τὸ τῶν γυναικῶν χαράκωμα ἴοι. Μετὰ δὲ πέμψας
20ἐς Καρχηδόνα κατασκόπους ἐπέταττεν τάδε· ἐπειδὰν οἱ Βανδίλοι ἐπὶ τὴν στρατείαν βαδίζοντες ἔς τινα νηὸν ὑβρίσωσιν ὃν οἱ Χριστιανοὶ σέβονται, αὐτοὺς μὲν ἐφορᾶν τὰ γινόμενα· ἐὰν δὲ οἱ Βανδίλοι τὸ χωρίον ἀμείψωσι, πάντα ποιεῖν τἀναντία ἐς τὸ ἱερὸν ἐξ οὗ δ’ ἂν ἐκεῖνοι
25βαδίσαντες οἴχωνται. Ἐπειπεῖν δὲ αὐτὸν καὶ τοῦτό φασι ὡς ἀγνοοῖ μὲν τὸν θεὸν ὃν Χριστιανοὶ σέβονται, εἰκὸς δὲ αὐτόν, φησίν, εἴπερ ἰσχυρός ἐστιν ὡς λέγεται,
τίσασθαι μὲν τοὺς ὑβρίζοντας, ἀμῦναι δὲ τοῖς θεραπεύουσιν.

165

Οἱ μὲν οὖν κατάσκοποι εἰς Καρχηδόνα ἐλθόντες ἐσχό‐ λαζον τὴν παρασκευὴν τῶν Βανδίλων θεώμενοι. Ἐπειδὴ δὲ τὸ στράτευμα τὴν ἐπὶ Τρίπολιν ᾔεσαν, σχήματα περιβεβλημένοι ταπεινὰ εἵποντο. Οἱ δὲ Βανδίλοι, ὡς
5ἡμέρᾳ τῇ πρώτῃ ηὐλίσαντο ἐς τῶν Χριστιανῶν τοὺς νεὼς τούς τε ἵππους τά τε ἄλλα ζῷα ἐπαγαγόντες, ὕβρεώς τε οὐδεμιᾶς ἀπελείποντο καὶ αὐτοὶ ἀκολασίᾳ τῇ σφετέρᾳ ἐχρήσαντο, τούς τε ἱερεῖς οὓς ἂν λάβοιεν ἐρράπιζόν τε καὶ ξαίνοντες κατὰ τοῦ νώτου πολλὰ ὑπηρετεῖν σφίσιν
10ἐκέλευον. Ἐπειδὴ δὲ τάχιστα ἐνθένδε ἀπηλλάγησαν, ἐποίουν οἱ τοῦ Καβάωνος κατάσκοποι ὅσα αὐτοῖς ἐπε‐ τέτακτο· τά τε γὰρ ἱερὰ ἐκάθηραν αὐτίκα, τήν τε κόπρον καὶ εἴ τι ἄλλο οὐχ ὁσίως ἐπέκειτο σὺν ἐπιμελείᾳ πολλῇ ἀφελόμενοι, τά τε λύχνα ἔκαιον ἅπαντα, καὶ τοὺς ἱερέας
15αἰδοῖ τε πολλῇ προσεκύνησαν καὶ τῇ ἄλλῃ φιλοφροσύνῃ ἠσπάσαντο, ἀργύριά τε τοῖς πτωχοῖς δόντες, οἳ ἀμφὶ τὰ ἱερὰ ταῦτα ἐκάθηντο, οὕτω δὴ τῇ τῶν Βανδίλων στρατιᾷ εἵποντο. Καὶ ἀπὸ τούτου κατὰ τὴν ὁδὸν σύμπασαν οἱ Βανδίλοι κατὰ ταὐτὰ ἡμάρτανον καὶ οἱ κατάσκοποι ἐθεράπευον.
20 Ἐπεὶ δὲ ἀγχοῦ ἔσεσθαι ἔμελλον, προτερήσαντες οἱ κατάσκοποι ἀγγέλλουσι τῷ Καβάωνι ὅσα Βανδίλοις τε καὶ σφίσιν ἐς τὰ Χριστιανῶν ἱερὰ εἴργαστο, καὶ ὡς ἐγγύς που οἱ πολέμιοι εἶεν. Ὁ δὲ ἀκούσας εἰς τὴν ξυμβολὴν καθίστατο ... Οἱ μὲν οὖν πολλοί, ὥς φησι, Βανδίλων
25διεφθάρησαν, εἰσὶ δὲ οἳ καὶ ὑπὸ τοῖς πολεμίοις ἐγένοντο, ὀλίγοι τε κομιδῆ ἐκ τοῦ στρατοῦ τούτου ἐπ’ οἴκου ἀπε‐ κομίσθησαν. Ταῦτα μὲν Τρασαμούνδῳ παθεῖν ὑπὸ Μαυ‐ ρουσίων ξυνέπεσε· ἐτελεύτα δὲ χρόνῳ ὕστερον ἑπτά τε
καὶ εἴκοσιν ἔτη Βανδίλων ἄρξας.“

166

16. Ὁ αὐτὸς ἀναγράφει ὡς Ἰουστινιανὸς φειδοῖ τῶν κακῶς αὐτόσε πασχόντων Χριστιανῶν στρατείαν ἐπαγ‐ γείλας, ὑποθήκαις Ἰωάννου ὑπάρχου τῆς αὐλῆς καθε‐ στῶτος τῆς προθέσεως ἀνεστέλλετο, ὄναρ τε αὐτῷ φανὲν
5διακελεύεσθαι μὴ πρὸς τὴν ἔφοδον ἀποκνῆσαι· Χριστια‐ νοῖς γὰρ ἀμύνων τὰ Βανδίλων διαφθερεῖ πράγματα. Ἐντεῦθεν φρονηματισθεὶς ἕβδομον τῆς βασιλείας ἀνύων ἔτος στέλλει Βελισάριον ἐς τὸν Καρχηδόνος πόλεμον ἀμφὶ θερινὰς τροπάς, τῆς στρατηγίδος νεὼς προσσχούσης
10ἐς τὴν ἀκτὴν ἣ πρὸ τῶν βασιλείων ἐστίν, Ἐπιφανίου τοῦ τῆς πόλεως ἐπισκόπου εὐξαμένου τε τὰ εἰκότα, τινάς τε τῶν στρατιωτῶν ἄρτι βαπτίσαντος καὶ ἐς τὴν στρατηγίδα ναῦν ἐσβιβάσαντος. Ἀνήνεκται δὲ αὐτῷ καὶ τὰ κατὰ Κυπριανὸν τὸν
15μάρτυρα ἱστορίας ἄξια, καί φησι πρὸς λέξιν ὧδε· „Κυπριανόν, ἅγιον ἄνδρα, μάλιστα πάντων Καρχη‐ δόνιοι σέβονται. Καὶ αὐτῷ νεών τινα λόγου πολλοῦ ἄξιον πρὸ τῆς πόλεως ἱδρυσάμενοι παρὰ τὴν τῆς θαλάσσης ᾐόνα, τά τε ἄλλα ἐξοσιοῦνται καὶ ἄγουσιν ἐνιαύσιον
20ἑορτήν, ἣν δὴ Κυπριανὰ καλοῦσι, καὶ ἀπ’ αὐτοῦ τὸν χειμῶνα οἱ ναῦται οὗπερ ἐγὼ ἀρτίως ἐμνήσθην ὁμωνύμως τῇ πανηγύρει προσαγορεύειν εἰώθασι, ἐπεὶ εἰς τὸν καιρὸν ἐπισκήπτειν φιλεῖ ἐφ’ οὗ ταύτην οἱ Λίβυες ἄγειν ἐς ἀεὶ τὴν ἑορτὴν νενομίκασι. Τοῦτον οἱ Βανδίλοι τὸν νεών,
25Ὀνωρίχου βασιλεύοντος, τοὺς Χριστιανοὺς βιασάμενοι ἀφείλοντο, ἐνθένδε σὺν πολλῇ ἀτιμίᾳ τοὺς ἱερέας ἐξε‐ λάσαντες, καὶ τὸ λοιπὸν ἅτε προσήκοντα Ἀρειανοῖς
ἐπανώρθουν. Ἀσχάλλουσι δὲ διὰ ταῦτα καὶ διαπονου‐

167

μένοις τοῖς Λίβυσι πολλάκις φασὶ τὸν Κυπριανὸν ὄναρ ἐπισκήψαντα φάναι ἀμφ’ αὐτῷ μεριμνᾶν τοὺς Χριστια‐ νοὺς ἥκιστα χρῆναι· αὐτὸν γάρ οἱ προϊόντος τοῦ χρόνου τιμωρὸν ἔσεσθαι.“
5 Καὶ καταντῆσαι τὴν πρόρρησιν εἰς τοὺς Βελισαρίου χρόνους, Καρχηδόνος ὑπὸ Βελισαρίῳ στρατηγῷ Ῥωμαίων κατηκόου γενομένης, μετὰ πέμπτον καὶ ἐνενηκοστὸν ἔτος τῆς ἀφαιρέσεως, Βανδίλων τε παντάπασιν ἐκπολεμη‐ θέντων, καὶ τῆς Ἀρειανῶν δόξης τέλεον ἐκ τῆς Λιβύων
10γῆς ἀπεληλαμένης, Χριστιανῶν τε τοὺς οἰκείους νηοὺς ἀπειληφότων ἀνὰ τὴν Κυπριανοῦ τοῦ μάρτυρος πρόρ‐ ρησιν. 17. Τῷ αὐτῷ καὶ τάδε γέγραπται· Ἐπειδή, φησίν, ὁ Βελισάριος τοὺς Βανδίλους καταπολεμήσας ἐς Βυζάν‐
15τιον ἧκε, τά τε λάφυρα τά τε τοῦ πολέμου ἀνδράποδα περιαγόμενος αὐτόν τε τὸν Γελίμερα τῶν Βανδίλων ἡγούμενον, θριάμβου δοθέντος αὐτῷ, κατὰ τὸν ἱππό‐ δρομον ἤγαγε πάντα θαύματος ἄξια. Ἐν οἷς κειμηλίων πάμπολύ τι χρῆμα καθειστήκει, ἅτε Γιζερίχου τὸ ἐν
20Ῥώμῃ σεσυληκότος παλάτιον, ἅπερ ἔμπροσθέν μοι δε‐ διήγηται, ἡνίκα Εὐδοξία ἡ Βαλεντινιανοῦ γυνὴ τῶν ἑσπερίων ἄρξαντος Ῥωμαίων, ὑπὸ Μαξίμου τόν τε ἄνδρα ἀποβαλοῦσα καὶ ἐς τὴν σωφροσύνην ὑβρισθεῖσα, τὸν Γιζέριχον μετεπέμψατο προδώσειν τὴν πόλιν ὑπο‐
25σχομένη· ὅτε καὶ τὴν Ῥώμην ἐμπρήσας τὴν Εὐδοξίαν ἅμα ταῖς θυγατράσι κατὰ τὰ Βανδίλων ἤγαγεν ἤθη. Τότε σεσυλήκει σὺν τοῖς ἄλλοις κειμηλίοις ὅσα ὁ Οὐ‐ εσπασιανοῦ παῖς Τίτος τὰ Ἱεροσόλυμα ἀνδραποδίσας ἐς Ῥώμην ἤγαγεν, ἀναθήματα Σολομῶνος τυγχάνοντα τὸν
30θεὸν ἐξοσιουμένου. Ἅπερ Ἰουστινιανὸς πρὸς τιμῆς
Χριστοῦ τοῦ θεοῦ ἡμῶν αὖθις ἐς Ἱεροσόλυμα πέπομφε,

168

τὸ θεῖον ὡς πρέπον γεραίρων, ὥσπερ καὶ πρότερον ἀνετέθησαν. Τότε φησὶ τὸν Γελίμερα ὁ Προκόπιος ἐπὶ γῆς ἐρριμμένον ἀνὰ τὸν ἱππόδρομον ἀντικρὺ τῆς βασιλέως ἕδρας, ἔνθα καθῆστο τὰ δρώμενα θεώμενος Ἰουστινιανός,
5ἐπειπεῖν τὸ θεῖον λόγιον τῇ σφετέρᾳ γλώσσῃ· Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης. 18. Φησὶ δὲ καὶ ἕτερον ἥκιστα μὲν ἱστορηθὲν ἄχρις αὐτοῦ, ἀξιάγαστον δὲ καὶ παντὸς θαύματος ὑπερβολὴν ἐκβαῖνον. Ἱστορεῖ δ’ οὖν ὡς τὸ Λιβύων ἔθνος οἱ
10Μαυρούσιοι ἐκ τῆς Παλαιστίνων ἀναστάντες γῆς τὴν Λιβύην κατῴκησαν· εἶναι δὲ τούτους οὓς ἀναγράφει τὰ θεῖα λόγια Γεργεσαίους καὶ Ἰεβουσαίους καὶ τὰ λοιπὰ ἔθνη ὅσα πρὸς Ἰησοῦ τοῦ Ναυῆ κατεπολεμήθη. Τεκμη‐ ριοῖ δὲ τὸν λόγον ἀληθῆ παντάπασι τυγχάνειν ἔκ τινος
15ἐπιγράμματος, ὅπερ καὶ ἀναγνῶναι φησὶ τοῖς Φοινίκων γράμμασι συγκείμενον· εἶναι δὲ τοῦτο ἀγχοῦ κρήνης, ἔνθα στῆλαι δύο ἐκ λίθων λευκῶν πεποίηνται, ἐν αἷς ἐγκεκόλαπται τάδε· „Ἡμεῖς ἐσμεν οἱ φυγόντες ἀπὸ προσ‐ ώπου Ἰησοῦ τοῦ λῃστοῦ υἱοῦ Ναυῆ.“
20 Ὧδε μὲν οὖν ἔληξε ταῦτα, αὖθις Ῥωμαίοις κατηκόου Λιβύης γινομένης, φόρους τε τοὺς ἐπετείους εἰσαγούσης ὥσπερ καὶ πρότερον. Λέγεται δὲ ἐν Λιβύῃ πεντήκοντα καὶ ἑκατὸν ἄστη Ἰουστινιανὸς ἀνασώσασθαι, τὰ μὲν τέλεον τὰ δὲ κατὰ
25πολὺ διαρρυέντα, καὶ πρὸς τὸ μεγαλοπρεπέστερον ἀνα‐ καινίσαι καλλωπίσεως ὑπερβολαῖς, κοσμήμασί τε καὶ κατασκευαῖς ἰδίαις καὶ δημοσίαις, τειχῶν τε περιβόλοις, ἑτέραις τε μεγίσταις οἰκοδομίαις ἐξ ὧν αἵ τε πόλεις κοσμοῦνται τό τε θεῖον ἱλάσκεται, ἐπιρροίαις τε ὑδάτων
30ἔς τε χρείαν καὶ κάλλος, τῶν μὲν ἐκ προοιμίων ἐσ‐ αχθέντων οὐκ ὄντων ταῖς πόλεσι πρότερον, τῶν δὲ αὖθις πρὸς τὴν ἀρχαίαν ἐπαναχθέντων τάξιν.
19. Ὅσα δὲ καὶ κατὰ τὴν Ἰταλίαν γέγονεν ἔρχομαι

169

λέξων, καὶ τούτων εὖ μάλα σαφῶς Προκοπίῳ τῷ ῥήτορι πεπονημένων μέχρι τῶν αὐτοῦ χρόνων. Ἐπειδὴ δὲ Θευ‐ δέριχος, ὥς μοι προαφήγηται, Ῥώμην εἷλεν Ὀδόακρον τὸν ταύτης τύραννον παντάπασι καταπολεμήσας, καὶ τῆς
5Ῥωμαίων ἐξηγησάμενος ἀρχῆς τὸν βίον διεμετρήσατο, Ἀμαλασοῦνθα ἡ τούτῳ συνοικήσασα τοῦ κοινοῦ παιδὸς Ἀταλαρίχου τὴν ἐπιτροπὴν μετῄει καὶ τὴν βασιλείαν διεκυβέρνα, μᾶλλον πρὸς τὸ ἀρρενωπὸν ἀποκλίνασα καὶ τῇδε τῶν πραγμάτων προνοοῦσα. Ἣ πρώτη πρὸς τὴν
10ἔφεσιν τοῦ Γοτθικοῦ πολέμου Ἰουστινιανὸν ἐνῆγε πέμ‐ ψασα πρὸς αὐτὸν πρέσβεις, ἐπιβουλῆς κατ’ αὐτῆς ἐξαρτυθείσης. Καὶ Ἀταλαρίχου τοίνυν ἐξ ἀνθρώπων γενομένου ἔτι κομιδῆ μικρὰν τὴν ἡλικίαν ἄγοντος, Θευδά‐ τος προσγενὴς Θευδερίχου τὴν τῶν ἑσπερίων πραγμάτων
15ἀρχὴν περιτίθεται. Ὃς ἐπειδὴ Βελισάριον Ἰουστινιανὸς ἀνὰ τὰ ἑσπέρια πέπομφε μέρη, τῆς ἀρχῆς ἐξίσταται, μᾶλλον περὶ λόγους ἐσχολακὼς καὶ πολέμων ἥκιστα πεῖραν ἔχων, Οὐιττίγιδος ἀνδρὸς πολεμικωτάτου τῶν ἑσπερίων ἐξηγησαμένου δυνάμεων.
20 Ἐκ τῶν συγκειμένων τῷ αὐτῷ Προκοπίῳ ἔστιν ἑλεῖν ὡς Βελισαρίου προσσχόντος τῇ Ἰταλῶν γῇ, Οὐίττιγις μὲν τὴν Ῥώμην καταλέλοιπε, Βελισάριος δὲ σὺν τῷ ἀμφ’ αὐτὸν στρατῷ τῇ Ῥώμῃ προσεπέλασεν· ὃν ἥδιστα Ῥω‐ μαῖοι τὰς πύλας ἀναπετάσαντες ἐσεδέξαντο, Σιλβερίου
25μάλιστα τοῦ ταύτης ἀρχιερέως τοῦτο καταπραξαμένου στείλαντός τε ἐπὶ τούτῳ Φιδέλιον Ἀταλαρίχου πάρεδρον γενόμενον· ᾧτινι καὶ ἀμαχητὶ τὴν πόλιν παρέδοσαν. Καὶ γέγονεν ὑπὸ Ῥωμαίους αὖθις ἡ Ῥώμη ἑξήκοντα ἔτεσιν ὕστερον, ἐνάτῃ Ἀπελλαίου, πρὸς δὲ Ῥωμαίων
30προσαγορευομένου Δεκεμβρίου μηνός, ἑνδέκατον ἔτος Ἰουστινιανοῦ βασιλέως τὴν αὐτοκράτορα διέποντος ἀρχήν.
Ὁ αὐτὸς ἀναγράφεται Προκόπιος, ὡς τῶν Γότθων τὴν

170

Ῥώμην πολιορκούντων Βελισάριος ὑποψίαν προδοσίας ἐς Σιλβέριον τὸν τῆς πόλεως ἀρχιερέα ἐσχηκώς, τοῦτον μὲν ἐς Ἑλλάδα μετοικίζει, ἀρχιερέα δὲ Βιγίλιον κατεστήσατο. 20. Ὑπὸ τοῖς αὐτοῖς χρόνοις, ὡς ὁ αὐτὸς Προκόπιος
5ἀναγράφει, Ἔρουλοι ποταμὸν Ἴστρον ἤδη διαβάντες ὅτε τὴν Ῥωμαίων ἀρχὴν Ἀναστάσιος διεκυβέρνα, φιλοφρο‐ νηθέντες ὑπὸ Ἰουστινιανοῦ χρήμασι μεγάλοις αὐτοὺς δωρησαμένου, πασσυδὶ Χριστιανοὶ γεγόνασι καὶ τὴν δίαιταν ἐπὶ τὸ ἡμερώτερον μετέβαλον.
10 21. Εἶτα τὴν ἐπὶ τὸ Βυζάντιον ἐπανάζευξιν Βελι‐ σαρίου γράφει, ὅπως τε τὸν Οὐίττιγιν ἀνήγαγε μετὰ τῶν ἐκ Ῥώμης λαφύρων, Τωτίλα τε τῆς Ῥωμαίων ἀρχῆς τὴν παράληψιν, καὶ ὅπως αὖθις ὑπὸ Γότθους ἡ Ῥώμη γέγονε, καὶ ὡς Βελισάριος δὶς τὴν Ἰταλίαν κατειληφὼς αὖθις
15τὴν Ῥώμην ἀνεσώσατο, ὅπως τε τοῦ Μηδικοῦ πολέμου συστάντος, αὖθις ἐς Βυζάντιον ὁ Βελισάριος μετάπεμπτος ὑπὸ βασιλέως γέγονεν. 22. Ὁ αὐτὸς ἱστορεῖ Ἀβασγοὺς ἐπὶ τὸ ἡμερώτερον μεταστάντας ὑπὸ τοῖς αὐτοῖς χρόνοις τὰ Χριστιανῶν
20ἑλέσθαι δόγματα, βασιλέα τε Ἰουστινιανὸν τῶν τινα ἐκ τῆς αὐλῆς εὐνούχων, Ἀβασγὸν δὲ τὸ γένος, Εὐφρατᾶν ὄνομα, πέμψαι παρ’ αὐτοὺς ἀπαγορεύοντα μηδένα τὸ λοιπὸν ἐν τούτῳ τῷ ἔθνει περὶ τὴν ἀρρενωπίαν ἀπο‐ ψιλοῦσθαι σιδήρῳ βιαζομένης τῆς φύσεως. Ἐξ αὐτῶν
25γὰρ τὰ πολλὰ οἱ τοῖς βασιλικοῖς ἐξυπηρετούμενοι κοι‐ τῶσι καθεστήκεσαν, οὓς εὐνούχους ἡ συνήθεια καλεῖ. Ὅτε καὶ Ἰουστινιανὸς ἱερὸν τῆς θεοτόκου ἐν Ἀβασγοῖς οἰκοδομησάμενος ἱερέας αὐτοῖς κατεστήσατο. Ὅθεν ἐς τὸ ἀκριβέστατον τὰ Χριστιανῶν ἐξέμαθον δόγματα.
30 23. Ἱστόρηται τῷ αὐτῷ ἀνδρὶ ὡς οἱ τὸν Τάναϊν οἰκοῦντες—Τάναϊν δὲ καλοῦσιν οἱ ἐπιχώριοι τὴν ἐκ τῆς λίμνης τῆς Μαιώτιδος ἐκβολὴν ἄχρις ἐς τὸν Εὔξεινον Πόντον—Ἰουστινιανὸν δυσωποῦσιν ἐπίσκοπον σφίσιν ἐκ‐
πέμψαι, ἐπιτελῆ τε τὴν δέησιν Ἰουστινιανὸν ἀπεργά‐

171

σασθαι καὶ ἱερέα αὐτοῖς ἥδιστα πέμψαι. Ἀναγράφει δὲ μάλα λογίως ὁ αὐτὸς ὑπὸ τοῖς Ἰουστινιανοῦ χρόνοις Γότθων τῶν ἀπὸ τῆς Μαιώτιδος ἐκδρομὰς κατὰ τῆς Ῥωμαίων γῆς, σεισμούς τε ἐξαισίους ἀνὰ τὴν Ἑλλάδα
5γενέσθαι, τήν τε Βοιωτίαν καὶ Ἀχαΐαν καὶ τὰ περὶ κόλπον τὸν Κρισαῖον κατασεισθῆναι, καὶ χωρία ἀνάριθμα καὶ πόλεις ἐς ἔδαφος ἐνεχθῆναι, καὶ χάη τῆς γῆς πολλα‐ χόσε γενέσθαι, καὶ ἐνιαχῆ μὲν αὖθις ἐς ταὐτὸν συνελθεῖν, εἶναι δὲ οὗ μεμενήκασι.
10 24. Γράφει καὶ τὴν Ναρσοῦ στρατηγίαν σταλέντος πρὸς Ἰουστινιανοῦ πρὸς τὴν Ἰταλῶν χώραν, ὅπως τε τὸν Τωτίλαν κατηγωνίσατο, καὶ μετὰ τοῦτον Τεΐαν, καὶ ὡς Ῥώμη πέμπτον ἑάλω. Φασὶ τοίνυν οἱ συγγενόμενοι τῷ Ναρσῇ, ὡς οὕτως τὸ θεῖον λιταῖς τε καὶ ἄλλαις εὐσε‐
15βείαις ἐξωσιοῦτο τὰ εἰκότα γεραίρων καὶ τὴν παρθένον καὶ θεοτόκον, ὡς ἀναφανδὸν αὐτήν οἱ διακελεύεσθαι τὸν καιρὸν ὅτε πολεμεῖν δέοι, καὶ μὴ πρότερον χειρῶν ἄρχειν πρὶν ἂν ἐκεῖθεν τὸ σύνθεμα λάβοι. Πέπρακται δὲ καὶ ἕτερα τῷ Ναρσῇ λόγου πολλοῦ ἄξια, Βουσελίνον καὶ
20Σινδούαλδον καταπολεμήσαντι, καὶ τὰ πολλὰ προσκτη‐ σαμένῳ μέχρις ὠκεανοῦ. Ἅπερ Ἀγαθίᾳ μὲν γέγραπται τῷ ῥήτορι, οὔπω δὲ ἐς ἡμᾶς ἀφῖκται. 25. Τῷ αὐτῷ Προκοπίῳ καὶ τάδε συνεγράφη· ὅτι γε Χοσρόης, ἐπειδὴ ἔγνω τά τε ἐν Λιβύῃ τά τε ἐν Ἰταλίᾳ
25συνενεχθέντα δεξιῶς τῇ Ῥωμαίων ἐπικρατείᾳ, πρὸς φθόνον ἐξαίσιον ἤρθη· ἐπεκάλει τέ τινα τῇ Ῥωμαίων ἀρχῇ, παρεσπονδῆσθαι λέγων καὶ τὴν συγκειμένην εἰ‐ ρήνην λελύσθαι. Καὶ πρῶτα μὲν Ἰουστινιανὸν πρέσβεις διαπέμψασθαι πρὸς Χοσρόην, πείσοντας μὴ τὴν σφίσιν
30ἀπέραντον εἰρήνην παραλῦσαι μηδὲ λυμήνασθαι τοῖς συγκειμένοις, ζητηθῆναι δὲ τὰ ἀμφίλογα καί τινι φιλίῳ διατεθῆναι τρόπῳ. Τὸν δέ φησιν ἁλύοντα ὑπὸ τοῦ
ἔνδοθεν κυκῶντος φθόνου μηδὲν τῶν εὐλόγων προσδέ‐

172

ξασθαι, στρατῷ δὲ μεγάλῳ τῇ Ῥωμαίων ἐπελθεῖν γῇ, τρίτον καὶ δέκατον ἔτος [ἄγοντος] Ἰουστινιανοῦ [καὶ] τὴν Ῥωμαίων ἰθύνοντος βασιλείαν. Καὶ συγγράφει ὅπως ὁ Χοσρόης Σοῦρον τὴν πόλιν πρὸς ταῖς ᾐόσι τοῦ Εὐφράτου
5κειμένην ἐκπολιορκήσας καθεῖλεν, ἕτερα συνθέσθαι δόξας, ἕτερα δὲ πράξας ἐς αὐτούς, τὰ πάντα ἀνοσιώτατα, τοῖς συγκειμένοις οὐδὲν προσεσχηκώς, καὶ δόλῳ μᾶλλον ἢ πολέμῳ τῆς πόλεως ἐγκρατὴς γεγονώς· ὅπως τε καὶ τὴν Βέροιαν ἐνέπρησεν· εἶτα καὶ τὴν ἐς Ἀντιόχειαν ἔφοδον,
10Ἐφραιμίου μὲν ἐπισκοποῦντος τὴν πόλιν, καταλελοιπότος δὲ αὐτὴν μηδενὸς αὐτῷ τῶν κατὰ σκοπὸν προϊόντος· ὃς τὴν ἐκκλησίαν καὶ τὰ ἀμφ’ αὐτὴν πάντα περισῶσαι λέγεται κατακοσμήσας τοῖς ἱεροῖς ἀναθήμασιν, ἵνα λύτρα ταύτῃ γένηται.
15 Ἀναγράφει δὲ καὶ περιπαθῶς ἐκτίθεται καὶ τῆς Ἀντιόχου πόλεως τὴν ἅλωσιν πρὸς αὐτοῦ Χοσρόου γεγε‐ νημένην, καὶ ὡς πάντα ἀπόλλυσι κτείνων τε καὶ ἐμπιπρὰς Χοσρόης· ὅπως τε κατὰ τὴν γείτονα Σελεύκειαν γέγονεν, ἐν Δάφνῃ τε τῷ προαστείῳ, εἶτα καὶ κατὰ τὴν Ἀπαμέων,
20Θωμᾶ τὸν αὐτόσε τῆς ἐκκλησίας θρόνον διέποντος, ἀνδρὸς λόγῳ τε καὶ ἔργῳ δυνατωτάτου· ὃς καὶ συνθεάσασθαι τῷ Χοσρόῃ τὴν τῶν ἵππων ἅμιλλαν ἐν τῷ ἱπποδρομίῳ παρὰ τὸ νενομισμένον σοφῶς ὑπέστη, παντοίως Χοσρόην θεραπεύων τε καὶ ἡμερούμενος. Ὃν καὶ Χοσρόης ἤρετο
25εἴπερ ἤθελεν αὐτὸν ἀνὰ τὴν οἰκείαν θεάσασθαι πόλιν· ὅν φασιν ἀληθιζόμενον εἰπεῖν ὡς οὐχ ἥδιστα τὸν Χοσρόην ὁρῴη κατὰ τὴν οἰκείαν πόλιν. Ἃ καὶ θαυμάσαι φασὶ τὸν Χοσρόην, τῆς ἀληθείας τὸν ἄνδρα δικαίως ἀγάμενον. 26. Ἐπειδὴ δὲ τῆς ἱστορίας ὧδε γεγόναμεν, λέξω καὶ
30τὸ γεγονὸς αὐτόσε θαῦμα, ὃ τῆς παρούσης ἱστορίας καθέ‐

173

στηκεν ἄξιον. Ὅτε τὴν Ἀντιόχου πυρπολεῖσθαι τῶν Ἀπαμέων οἱ παῖδες ἐγνώκεσαν, ἱκέτευον τὸν λελεγμένον μοι Θωμᾶν τὸ σωτήριον καὶ ζωοποιὸν τοῦ σταυροῦ ξύλον παρὰ τὸ εἰωθὸς προενεγκεῖν τε καὶ προθεῖναι, ὡς ἂν τὰ
5τελευταῖα ὁρῷέν τε καὶ κατασπάζοιντο τὴν μόνην τῶν ἀνθρώπων σωτηρίαν ἐφόδιόν τε λάβοιεν τῆς ἑτέρας βιοτῆς, διαπορεύοντος αὐτοὺς τοῦ τιμίου σταυροῦ πρὸς τὴν ἀμείνω λῆξιν. Ὃ δὴ καὶ πεπραχὼς ὁ Θωμᾶς προ‐ φέρει τὸ ζωοποιὸν ξύλον, ῥητὰς ἐπαγγείλας ἡμέρας τῆς
10προθέσεως ὡς ἂν ἐξῇ καὶ πᾶσι τοῖς ἀστυγείτοσιν ἁλι‐ σθῆναι καὶ τῆς ἐντεῦθεν σωτηρίας ἀπόνασθαι. Φοιτῶσι γοῦν μετὰ τῶν ἄλλων καὶ οἱ ἐς φῶς με προα‐ γαγόντες, ἐς χαμαιδιδασκάλου φοιτῶντά με περιαγόμενοι. Ὡς δ’ οὖν προσκυνῆσαί τε καὶ κατασπάσασθαι τὸν τίμιον
15ἠξιώθημεν σταυρόν, ἄρας ὁ Θωμᾶς ἄμφω τὼ χεῖρε τὸ τῆς ἀρχαίας κατάρας ἐξαλειπτήριον τοῦ σταυροῦ ξύλον ἐπε‐ δείκνυ, πάντη τῶν θείων ἀνακτόρων περινοστῶν, ὥσπερ ἐν ταῖς κυρίαις τῶν προσκυνήσεων ἡμέραις εἴθιστο. Εἵπετο δὲ τῷ Θωμᾷ μεθισταμένῳ πυρὸς μέγα τι χρῆμα
20σελαγίζοντος, οὐ κατακαίοντος, ὡς πάντα τὸν χῶρον ἔνθα παρεστὼς τὸν τίμιον ἐπεδείκνυ σταυρὸν ἐμπίπρασθαι δοκεῖν. Καὶ γέγονεν οὐχ ἅπαξ, οὐ δίς, ἀλλὰ καὶ πολ‐ λάκις, τοῦ ἱερέως πάντα τὸν αὐτόσε χῶρον περιϊόντος καὶ τοῦ ἀθροισθέντος λεὼ τοῦτο γενέσθαι Θωμᾶν δυσ‐
25ωποῦντος. Ὅπερ καὶ τὴν γενομένην σωτηρίαν τοῖς Ἀπαμεῦσι προεφήτευεν. Ἀνετέθη τοίνυν καὶ εἰκὼν ἀνὰ τὸν ὄροφον τῶν ἀνακτόρων ταῦτα τοῖς ἀγνοοῦσι τῇ γραφῇ διαγγέλλουσα· ἣ καὶ μέχρι τῆς Ἀδααρμάνου καὶ Περσῶν ἐφόδου διεσώζετο, συνεκαύθη δὲ τῇ αὐτόσε ἁγίᾳ
30τοῦ θεοῦ ἐκκλησίᾳ μετὰ τῆς ὅλης πόλεως. Καὶ ταῦτα μὲν ὧδε ἐγεγόνει. Ὁ δὲ Χοσρόης κατὰ τὴν ἄφοδον παρασπονδήσας τὰ συγκείμενα, ἐπεὶ καὶ τηνικάδε συνεδόκει, ἕτερα πέπραχε,
τῷ μὲν ἀσταθεῖ αὐτοῦ καὶ ἀβεβαίῳ τρόπῳ συμβαίνοντα,

174

ἥκιστα δὲ ἀνδρὶ λογικῷ, μή τί γε δὴ βασιλεῖ πρέποντα λόγον τῶν συγκειμένων ποιουμένῳ. 27. Ἀναγράφει ὁ αὐτὸς Προκόπιος καὶ τὰ περὶ Ἐδέσης καὶ Ἀγβάρου τοῖς παλαιοῖς ἱστορημένα, καὶ ὡς
5ὁ Χριστὸς πρὸς Ἄγβαρον ἐπέστειλεν, εἶτα καὶ ὡς ἐς ἑτέραν ἔφοδον πολιορκίαν τῶν Ἐδεσηνῶν ὁ Χοσρόης κατέστη, παραλύειν οἰόμενος τὰ παρὰ τοῖς πιστοῖς θρυ‐ λούμενα, ὡς οὐκ ἄν ποτε ἡ Ἔδεσα ὑπὸ τοῖς ἐχθροῖς γενήσεται· ὅπερ τοῖς γραφεῖσι μὲν πρὸς Ἄγβαρον παρὰ
10Χριστοῦ τοῦ θεοῦ ἡμῶν οὐκ ἔγκειται, ὡς ἔστι τοὺς φιλοπόνους ἑλεῖν ἐκ τῶν ἱστορηθέντων Εὐσεβίῳ τῷ Παμφίλου, αὐτὴν πρὸς λέξιν τὴν ἐπιστολὴν ἀναγνόντι· οὕτω δὲ παρὰ τοῖς πιστοῖς ᾄδεταί τε καὶ πεπίστευται καὶ τὸ πέρας ἐδέξατο, τῆς πίστεως ἔργον προρρήσεως
15ἀγαγούσης. Μετὰ γὰρ τὸ προσβαλεῖν τῇ πόλει τὸν Χοσρόην μυρίας τε ἐφόδους ἐργάσασθαι χοῦν τε συνα‐ μήσασθαι πολύν, ὡς καὶ τὰ τείχη τῆς πόλεως ὑπερπη‐ δῆσαι, ἑτέρας τε μυρίας μηχανὰς ῥάψαι, ἄπρακτον ἐπεποίητο τὴν ἀποπόρευσιν· λέξω δὲ τὰ γενόμενα.
20 Ἐπήγγελλεν ὁ Χοσρόης ταῖς ἀμφ’ αὐτὸν δυνάμεσι ξύλων ἀθροῖσαι μέγα τι χρῆμα πρὸς τὴν πολιορκίαν τῆς προστυχούσης ὕλης. Ἅπερ ἐπειδὴ συνελέγη ὀξύτερον τῆς ἐπιτάξεως, κυκλοτερῶς περιθεὶς τὸν χοῦν ἐς μέσον ἐπέβαλε, καὶ ἀντιμέτωπος τῇ πόλει ᾔει. Οὕτω τε κατὰ
25σμικρὸν ἐποικοδομῶν τοῖς ξύλοις τε καὶ τῷ χώματι καὶ τῇ πόλει προσιών, τοσοῦτον ἐς ὕψος ἦρε καὶ τὸ τεῖχος ὑπερήλατο, ὡς ἐξ ὑπερδεξίων τὰ βέλη κατὰ τῶν προ‐ κινδυνευόντων ὑπὲρ τῆς πόλεως ἐν τῷ τείχει ῥίπτειν. Ἐπειδὴ τοίνυν οἱ τῇ πολιορκίᾳ συνεχόμενοι τεθέαντο τὸ
30χῶμα πλησίον ὥσπερ ὄρος βαδίζον ἐγγίζειν τῇ πόλει, ἐπιδόξους τε εἶναι τοὺς πολεμίους πεζῇ τῆς πόλεως ἐπι‐
βήσεσθαι, ἅμα ἕῳ μηχανῶνται ἀντικρὺ τοῦ χώματος,

175

ὅπερ ἀγέστα πρὸς Ῥωμαίων κέκληται, διώρυγα ὑπὸ γῆν κατεργάσασθαι ἔνθεν τε πῦρ ἀνεῖναι, ὡς ἂν τῇ φλογὶ τὰ ξύλα φθειρόμενα τὸν χοῦν ἐς γῆν καταγάγοι. Καὶ τὸ μὲν ἔργον ἐπετετέλεστο, πυρὰν δὲ προσάψαντες τοῦ σκοποῦ
5διημάρτανον, οὐκ ἔχοντος τοῦ πυρὸς διέξοδον ὅθεν ἀέρος ἐπιλαμβανόμενον δύναιτο τὴν ὕλην περιδράξασθαι. Ὡς δ’ οὖν ἐς πᾶσαν ἀμηχανίαν ἦλθον, φέρουσι τὴν θεότευκτον εἰκόνα ἣν ἀνθρώπων μὲν χεῖρες οὐκ εἰργάσαντο, Ἀγβάρῳ δὲ Χριστὸς ὁ θεός, ἐπεὶ αὐτὸν ἰδεῖν ἐπόθει, πέπομφε. Ταύ‐
10την τοίνυν τὴν παναγίαν εἰκόνα κατὰ τὴν εἰργασμένην σφίσιν ἐσαγαγόντες διώρυγα ὕδατί τε ἐπικλύσαντες, ἀπ’ αὐτοῦ κατὰ τῆς πυρᾶς καὶ τῶν ξύλων ἀφεῖσαν. Καὶ παραυτίκα τῆς θείας δυνάμεως τῇ πίστει τῶν δεδρακότων ἐπιφοιτησάσης, ὅπερ ἦν ἐκείνοις πρώην ἀδύνατον ἐξηνύετο·
15παραυτίκα γὰρ ἐσεδέξαντο τὴν φλόγα τὰ ξύλα, καὶ λόγου θᾶττον ἀπανθρακωθέντα τοῖς ὑπερτέροις μετεδίδοσαν, ἅπαντα τοῦ πυρὸς ἀμφινεμομένου. Ὡς δὲ τὸν καπνὸν ἀναθρώσκοντα τεθέαντο οἱ τῇ πολιορκίᾳ πιεζόμενοι, σοφίζονται τάδε· λαγυνίδας μικρὰς
20ἀγαγόντες ἐμφορήσαντές τε θείου ἅμα καὶ στυππίου καὶ τῶν ἄλλων εὐκαταφλέκτων ὑλῶν, κατὰ τῆς καλουμένης ἀγέστας ἀπεσφενδόνιζον, αἵπερ καπνὸν ἀνιεῖσαι, τοῦ πυρὸς τῇ ῥύμῃ τῆς βολῆς ἀναφθέντος, τὸν ἐκ τοῦ χώ‐ ματος ἀναδιδόμενον καπνὸν λανθάνειν παρεσκεύαζον· ὡς
25πάντας ὑποτοπάζειν τοὺς οὐκ εἰδότας ἐκ τῶν λαγυνίδων μᾶλλον καὶ οὐχ ἑτέρωθεν τὸν καπνὸν καθεστάναι. Τρίτῃ δ’ οὖν ἀπ’ ἐκείνης ἡμέρᾳ, ὤφθησαν αἱ γλωσσίδες τοῦ πυρὸς ἐκ τῆς γῆς ἀναδιδόμεναι, καὶ τότε συνῆκαν οἱ ἐν τῷ χώματι τῶν Περσῶν μαχόμενοι ὅποι κακῶν καθε‐
30στήκασιν. Ὁ δὲ Χοσρόης, ὥσπερ τῇ θείᾳ δυνάμει ἀντιφερόμενος, τοὺς τῶν ὑδάτων ὁλκοὺς οἳ πρὸ τῆς πόλεως ἔτυχον ὄντες κατὰ τῆς πυρᾶς ἀφείς, σβεννύειν ταύτην ἐπειρᾶτο. Ἡ δὲ μᾶλλον ὡς ἔλαιον ἢ θεῖον ἤ τι
τῶν ἐξάπτειν εἰωθότων τὸ ὕδωρ δεξαμένη, ἐπὶ μεῖζον

176

ἤρθη μέχρις ἂν τὸ πᾶν κατήγαγε χῶμα καὶ τέλεον τὴν ἀγέσταν ἀπετέφρωσε. Τότε δ’ οὖν ὁ Χοσρόης ἁπάσαις ταῖς ἐλπίσιν ἀπειρηκὼς καὶ διὰ τῶν ἔργων ἐγνωκὼς ὡς πολλὴν ὦφλεν αἰσχύνην, ὑποτοπήσας τοῦ πρὸς ἡμῶν
5πρεσβευομένου θεοῦ περιέσεσθαι, ἐπὶ τὰ σφέτερα τὴν ἀποπόρευσιν ἐποιεῖτο ἀκλεῶς. 28. Λελέξεται δὲ καὶ ὃ κατὰ τὴν Σεργιουπολιτῶν ἄλλοτε ὑπὸ Χοσρόου γέγονεν, ἐπεὶ καὶ ἀξιόλογόν ἐστιν καὶ πρέπον ὄντως μνήμῃ ἐς ἀεὶ διασωζομένῃ. Ἐπέστη
10καὶ ταύτῃ ὁ Χοσρόης, ἐκπολιορκεῖν αὐτὴν ἐπειγόμενος. Ὡς δ’ οὖν τῶν τειχῶν ἀπεπειρᾶτο, τὰ περὶ τῆς σωτηρίας τῆς πόλεως πρὸς ἑκατέρων ἐλαλεῖτο· καὶ συμβαίνουσιν ὥστε τὰ ἱερὰ κειμήλια λύτρα τῇ πόλει γενέσθαι· ἐν οἷς καθειστήκει καὶ σταυρὸς ὑπὸ Ἰουστινιανοῦ καὶ Θεοδώρας
15πεμφθείς. Ὡς δ’ οὖν ἀπεκομίσθη ταῦτα, τοῦ ἱερέως ὁ Χοσρόης καὶ τῶν σὺν αὐτῷ πεμφθέντων Περσῶν ἀνεπύ‐ θετο μή τι ἕτερον εἴη. Τῶν δέ τις οὐκ εἰωθότων ἀληθί‐ ζεσθαί φησι πρὸς τὸν Χοσρόην καὶ ἕτερα εἶναι κειμήλια, ἅπερ πρὸς τῶν πολιτῶν ἀπεκρύβη εὐαρίθμων ὄντων.
20Ὑπελέλειπτο δὲ χρυσοῦ μὲν ἢ ἀργύρου κειμήλιον τῶν ἐπιφερομένων οὐδέν, ἑτέρας δὲ προὐργιαιτέρας ὕλης καὶ θεῷ καθάπαξ ἀνεχούσης, τὰ πανάγια λείψανα Σεργίου τοῦ ἀθλοφόρου μάρτυρος, ἔν τινι τῶν ἐπιμήκων σορῶν κείμενα ἐξ ἀργυρίου ἠμφιεσμένῃ. Ἐπειδὴ δὲ τούτοις
25πεισθεὶς ὁ Χοσρόης τῇ πόλει τὸν ὅλον ἐπαφῆκε στρατόν, ἐξαπίνης ἀνὰ τὸν περίβολον ἀσπὶς ἀνεφάνη μυρία, ὑπερ‐ μαχοῦσα τῆς πόλεως· ὅπερ οἱ πεμφθέντες πρὸς Χοσρόου θεασάμενοι ἐπανῆκον, τό τε πλῆθος θαυμάζοντες τήν τε ἐξόπλισιν διηγούμενοι. Ὡς δὲ καὶ πάλιν πυθόμενος
30ἔμαθεν ὁ Χοσρόης ὀλίγους τῇ πόλει κομιδῆ ἐναπομεῖναι, ἐξώρους τε καὶ ἀώρους, τῆς σφριγώσης ἡλικίας ἐκποδὼν γενομένης, ἔγνω τοῦ μάρτυρος εἶναι τὸ θαῦμα· καὶ δείσας
καὶ τὴν Χριστιανῶν πίστιν ἀγάμενος, ἀπῆρε πρὸς τὰ

177

οἰκεῖα. Ὃν καί φασιν ἐν ταῖς τελευταίαις ἀναπνοαῖς τῆς θείας ἀξιωθῆναι παλιγγενεσίας. 29. Ἀφηγήσομαι δὲ καὶ τὰ περὶ τῆς ἐπισκηψάσης νόσου, τοῦτο δεύτερον καὶ πεντηκοστὸν ἔτος, μὴ πρότερον
5ἱστορηθέν, κρατησάσης καὶ πᾶσαν γῆν ἐπινεμηθείσης. Τῆς γὰρ Ἀντιόχου πρὸς Περσῶν ἁλούσης, ἔτεσιν ὕστερον δύο, πάθος ἐπεδήμησε λοιμῶδες ἔν τισι μὲν συμφερόμενον τῷ ὑπὸ Θουκυδίδου γραφέντι, ἔν τισι δὲ πολλῷ διαλλάττον. Καὶ ἦρχθαι μὲν ἐξ Αἰθιοπίας καὶ νῦν ἐλέγετο. Τὴν δὲ
10πᾶσαν ἀμοιβαδὸν διέδραμεν οἰκουμένην, οὐδένας ἀνθρώπων οἶμαι ἀπειράτους τοῦ νοσήματος καταλελοιπός. Καὶ ἔνιαι μὲν πόλεις ἐπὶ τοσοῦτον κατεσχέθησαν ἄχρι καὶ τοῦ παντάπασι κενὰς οἰκητόρων γενέσθαι. Ἔστι δὲ οὗ ἐπιλαβόμενον τὸ πάθος κουφότερον μετῆλθεν. Οὔτε δὲ
15κατὰ περίοδόν τινα τεταγμένην ἐνέσκηπτεν, οὔτε αὖ ἐπισκῆψαν ὁμοίως ἀπεχώρει· ἀλλά τινας μὲν τόπους χειμῶνος ἀρχομένου κατεῖχεν, ἑτέρους δὲ ἦρος διατελοῦν‐ τος, ἄλλους θερίζοντας, ἐνιαχῆ δὲ καὶ μετοπώρου προϊόν‐ τος. Καὶ ἔστιν ἔνθα μέρους πόλεως ἁψάμενον τῶν γε
20ἄλλων ἀπήλλακτο μερῶν· καὶ πολλάκις ἦν ἰδεῖν ἐν οὐ νοσούσῃ πόλει ἐνίας οἰκίας ἐς ὑπερβολὴν φθειρομένας. Ἔστι δὲ οὗ μιᾶς ἢ δύο φθαρεισῶν οἰκιῶν τὸ λοιπὸν τῆς πόλεως ἀπαθὲς μεμενήκει· ὡς δέ γε ἐς τὸ ἀκριβὲς ἐπι‐ σκέψαντες κατειλήφαμεν, αἱ ἀπαθεῖς μείνασαι οἰκίαι
25κατὰ τὸν ἐφεξῆς ἐνιαυτὸν μόναι ἐπεπόνθεσαν. Τὸ δὲ πάντων παραδοξότερον τοῦτο ἦν, ὅτι εἴ γε συνέβαινε τῶν εἰλημμένων πόλεων οἰκήτορας ἑτέρωθι διάγειν ἔνθα τὸ πάθος οὐκ ἐπέσκηψε, κἀκεῖνοι μόνοι τοῖς παθήμασιν ἡλίσκοντο οἱ ἐκ τῶν κρατηθεισῶν πόλεων ἐν ταῖς ἀπαθέσι
30πόλεσι διαιτώμενοι. Καὶ ταῦτα μὲν πολλάκις ἐν ταῖς περιόδοις τῶν κύκλων τῶν καλουμένων ἐπινεμήσεων ταῖς πόλεσι καὶ τοῖς ἑτέροις
ἐγίγνοντο τόποις. Μάλιστα δὲ πανωλεθρία σχεδὸν τοῖς

178

ἀνθρώποις ἐπέπιπτεν ἑνὶ ἢ δευτέρῳ ἔτει τῆς πεντε‐ καιδεκαετηρίδος τοῦ κύκλου. Ὡς καὶ ἐμὲ τὸν ταῦτα συγγράψαντα—συνεῖδον γὰρ καὶ τὰ κατ’ ἐμὲ παρυφᾶναι τῇ ἱστορίᾳ, τὰ πρόσφορα τοῖς προσφόροις ἁρμόζων—κατ’
5ἀρχὰς μὲν οὖν τοῦ τοιούτου πάθους ληφθῆναι τοῖς καλου‐ μένοις βουβῶσι, ἐς χαμαιδιδασκάλου ἔτι φοιτῶντα· ἀποβαλεῖν δὲ ἐν τοῖς διαφόρως ἐπισκήψασι τοιούτοις πάθεσι πολλούς τε τῶν ἐξ ἐμοῦ προελθόντων καὶ γαμετὴν καὶ τῆς λοιπῆς συγγενείας, οἰκέτας τε καὶ χωρίτας παμ‐
10πόλλους, ὥσπερ τῶν κύκλων τῶν ἐπινεμήσεων τὰς εἰς ἐμὲ συμφορὰς μεριζομένων. Ὅτε δ’ οὖν ταῦτα ἔγραφον, ὄγδοον καὶ πεντηκοστὸν τῆς ἡλικίας ἄγων ἔτος, οὐ πρόσω δύο τούτων χρόνων, ἤδη τετράκις ἐπισκήψαντος τοῦ πάθους ἀνὰ τὴν Ἀντιόχου ἐπεὶ τέταρτος ἀπ’ ἀρχῆς
15διῆλθε κύκλος, ἀπέβαλον θυγατέρα, τῶν προτέρων ἄνευ, καὶ τὸν ἐξ αὐτῆς προελθόντα. Τὸ δὲ πάθος ἐκ διαφόρων νοσημάτων συνέκειτο. Ἐνίοις μὲν γὰρ ἐκ τῆς κεφαλῆς ἀρχόμενον καὶ ὀφθαλμοὺς αἱματώδεις καὶ οἰδαῖνον πρόσωπον ἀπεργαζόμενον ἐς
20τὸν λαιμὸν κατῄει, καὶ τὸν ἁλισκόμενον ἐξ ἀνθρώπων ἀπέπεμπεν. Ἄλλοις ῥύσις γαστρὸς ἐγίγνετο. Τισὶ δὲ βουβῶνες ἐπανίσταντο πυρετοί τε ἔνθεν ἐξαίσιοι· καὶ διήμεροι ἢ τριταῖοι ἔθνησκον, ἴσα τοῖς μηδὲν πεπονθόσι φρονοῦντές τε καὶ τὸ σῶμα συγκείμενοι. Ἕτεροι παρά‐
25φοροι γινόμενοι τὸν βίον ἀπετίθεσαν. Καὶ ἄνθρακες δὲ ἐξαλλόμενοι τοὺς ἀνθρώπους ἠφάνιζον. Ἔστι δὲ οὗ καὶ ἅπαξ καὶ δίς τινες κρατηθέντες καὶ διαφυγόντες, αὖθις κρατηθέντες ἀπώλλυντο. Καὶ τὰ ἐς τὰς μεταλήψεις δὲ διάφορα καὶ λόγον
30ὑπερβαίνοντα. Οἱ μὲν γὰρ τῷ συνεῖναι μόνον καὶ συνδιαιτᾶσθαι ἐφθείροντο, οἱ δὲ καὶ προσαψάμενοι μόνον,
οἱ δὲ καὶ εἴσω τοῦ οἰκήματος γενόμενοι, ἄλλοι δὲ κατὰ

179

ἀγοράν· ἔνιοι δὲ ἐκ νοσουσῶν πόλεων πεφευγότες ἀπαθεῖς μεμενήκασι, τοῖς οὐ νοσοῦσι τῆς νόσου μεταδόντες. Οἱ δὲ τὸ παράπαν οὐχ ἥλωσαν, πολλοῖς τε συνδιαιτηθέντες νοσοῦσι, καὶ πολλῶν οὐ νοσούντων μόνον ἀλλὰ καὶ
5τετελευτηκότων προσαψάμενοι· οἱ δὲ καὶ σπουδὴν ὅπως ἀπόλοιντο διὰ τὴν παίδων ἢ οἰκιῶν πανωλεθρίαν ποιού‐ μενοι, καὶ διὰ τοῦτο μάλιστα ἐναλινδηθέντες τοῖς νοσοῦσι, ὅμως ὥσπερ ἀνταγωνιζομένου τοῦ πάθους πρὸς τὴν βουλήν, οὐκ ἐκρατήθησαν. Ἐνεμήθη τοίνυν ὥς μοι λέλεκται μέχρι
10τοῦ δεῦρο δύο καὶ πεντήκοντα χρόνους τοῦτο τὸ πάθος, ἅπαντα τὰ πρώην νικῆσαν. Φιλόστρατος γὰρ θαυμάζει ὅτι γε πεντεκαίδεκα ὁ κατ’ αὐτὸν ἐκράτησε λοιμός. Καὶ τὰ ἑξῆς δὲ ἄδηλα, ἐκεῖσε ἰόντα οὗ ὁ θεὸς εὐδοκήσει, ὁ καὶ τὰς αἰτίας ἐξεπιστάμενος καὶ ποῖ φέρονται. Ἐγὼ δὲ
15ὅθεν ἐξέβην ἐπάνειμι καὶ τὰ λοιπὰ τῶν Ἰουστινιανοῦ φράσων. 30. Ἰουστινιανὸς ἦν μὲν χρημάτων ἄπληστος, καὶ τῶν ἀλλοτρίων οὕτως ἐκτόπως ἐραστὴς ὡς καὶ τὸ ὑπήκοον ἅπαν χρυσίου πιπράσκειν τοῖς τε τὰς ἀρχὰς ἐπιτροπεύουσι,
20τοῖς τε τοὺς φόρους ἐκλέγουσι, καὶ τοῖς ὅσοι ἀπ’ οὐδεμιᾶς αἰτίας ῥάπτειν ἐπιβουλὰς τοῖς ἀνθρώποις ἐθέλουσι. Πολ‐ λοὺς δὲ καὶ ἀναρίθμους τῶν τὰ πολλὰ κεκτημένων, προ‐ φάσεις ἀπροφασίστως ἐπιχρώσας, τὰς οὐσίας ἁπάσας ἐζημίωσεν. Ἢν δὲ καὶ γυνὴ ἑταιριζομένη ἐποφθαλμιῶσά
25τῳ ὁμιλίαν τινὰ ἢ μῖξιν ἀνέπλασεν, εὐθὺς ἅπαντα φροῦδα τὰ τῶν νόμων καθίστατο, καὶ τὸν Ἰουστινιανὸν προσε‐ ταιρισαμένη τοῦ ἀτόπου κέρδους ὅλον τὸν πλοῦτον τοῦ συκοφαντηθέντος οἴκοι μετεσκευάσατο. Καὶ ἀφειδὴς δὲ χρημάτων ὑπῆρχεν· ὥστε καὶ πολλοὺς ἁγίους καὶ ἑκα‐
30σταχοῦ νεὼς μεγαλοπρεπεῖς ἀναστῆσαι, ἄλλους τε εὐα‐
γεῖς οἴκους ἐς ἐπιμέλειαν ἀνδρῶν τε καὶ γυναίων ἀώρων

180

τε καὶ ἐξώρων καὶ τῶν ὑπὸ νοσημάτων ποικίλων ἐνοχλου‐ μένων· συντάξεις τε μεγάλας ἀποκληρῶσαι, ὅθεν δέοι ταῦτα γίγνεσθαι· πρᾶξαί τε καὶ ἄλλα μυρία εὐσεβῆ καὶ θεῷ ἀρέσκοντα, εἴπερ ἐξ οἰκείων δρῷεν οἱ τούτων ἐργάται
5καὶ καθαρὰς τὰς σφῶν πράξεις καρποφοροῖεν. 31. Ἀνέστησε δὲ καὶ κατὰ τὴν Κωνσταντίνου πολλοὺς μὲν ἐς κάλλος ἐξησκημένους τῷ θείῳ καὶ τοῖς ἁγίοις σηκούς. Ἐδομήσατο δὲ μέγα τι καὶ ἀπαράβλητον χρῆμα, οὐχ ἱστορηθὲν πώποτε, τὸν μέγιστον τῆς ἐκκλησίας νηόν,
10εὐπρεπῆ τε καὶ ἔνδοξον καὶ λόγου δύναμιν ἐκβαίνοντα. Καὶ πειράσομαι δὲ ὡς ἂν οἷός τε ὦ χωρογραφῆσαι τὸ τέμενος. Θόλος ἐστὶν ὁ τῶν ἀνακτόρων νηὸς τέτταρσι μετεωριζομένη ψαλίσιν, ἐς τοσοῦτον ὕψος ἐπαιρομένη ὡς ἔνερθεν μὲν τοῖς ἀτενίζουσι δυσέφικτον εἶναι τοῦ ἡμι‐
15σφαιρίου τὴν ἀποπεράτωσιν, ὕπερθε δὲ τοὺς γινομένους μηδαμῆ πειρᾶσθαι, εἰ καὶ μάλα τολμητής τις εἴη, ὑπερ‐ κύπτειν καὶ ἐς τὸν πυθμένα τὰς ὄψεις παραπέμπειν. Αἱ δὲ ψαλίδες κεναὶ ἐξ ἐδάφους μέχρι τῆς καλύπτρας τῆς ὀροφῆς ἐπαίρονται. Ἐν δεξιᾷ δὲ καὶ κατὰ τὸ εὐώνυμον
20κίονες αὐταῖς παρατετάχαται ἐκ Θεσσάλου λίθου πεποιη‐ μένοι, ὑπερῷά τε μετεωρίζουσιν ἑτέροις παραπλησίοις κίοσι, προκύπτειν τοῖς βουλομένοις διδόντες ἐς τὰ τελού‐ μενα· ὅθεν καὶ ἡ βασιλὶς παροῦσα ταῖς ἑορταῖς τῇ ἱερουργίᾳ τῶν μυστηρίων ἐφίσταται. Αἱ δὲ πρὸς ἀνί‐
25σχοντα καὶ δυόμενον· ἥλιον οὕτως ἀφείθησαν, οὐδενὸς ἐμποδὼν τῷ θαύματι τοῦ τηλικούτου μεγέθους γινομένου. Στοαὶ δὲ τῶν λελεγμένων ὑπερῴων ἔνερθε κίοσι καὶ ψαλίσι σμικραῖς τοσοῦτον ἔργον ἀποπερατοῦσαι. Ὡς ἂν δὲ καὶ τὸ θαῦμα τῆς οἰκοδομίας τρανότερον
30ᾖ, καὶ τοὺς πόδας συνεῖδον ἐνθεῖναι τοῦ τε μήκους τοῦ τε εὔρους τοῦ τε ὕψους καὶ τῶν ψαλίδων τό τε διάκενον τό τε ὕψος, ἔχοντας ὧδε· ἔστιν μὲν οὖν τὸ μῆκος ἐκ
τῆς καταντικρὺ θύρας τῆς ἱερᾶς κόγχης ἔνθα τὰ τῆς

181

ἀναιμάκτου καλλιερεῖται θυσίας, μέχρις αὐτῆς, ποδῶν ἑκατὸν ἐνενήκοντα· τὸ δέ γε εὖρος κατὰ βορρᾶν καὶ νότον ποδῶν ἑκατὸν πεντεκαίδεκα· τὸ δὲ βάθος ἀπὸ τοῦ κέντρου τοῦ ἡμισφαιρίου μέχρις ἐδάφους ποδῶν ἑκατὸν ὀγδοήκοντα·
5καὶ τῶν ψαλίδων, τὸ μὲν ἑκάστης εὖρος ποδῶν **, τὸ δέ γε μῆκος ἀπὸ ἀνατολῶν εἰς δύσιν πόδες διακοσίων ἑξή‐ κοντα· τὸ δὲ πλάτος τοῦ ἐμφώτου αὐτῶν ποδῶν ἑβδομή‐ κοντα πέντε· εἰσὶ δὲ καὶ πρὸς δυόμενον ἥλιον ἐκπρεπεῖς ἕτεραι δύο στοαί, καὶ πάντοθεν ὑπαίθριοι αὐλαὶ εἰς κάλλος
10ἐξησκημέναι. Εἴργασται δὲ αὐτῷ καὶ ὁ τῶν θεσπεσίων ἀποστόλων νηὸς οὐκ ἐθέλων ἑτέρῳ τὰ πρωτεῖα διδόναι· ἐν ᾧ οἵ τε βασιλεῖς οἵ τε ἱερωμένοι τῆς νενομισμένης ταφῆς τυγχάνουσι. Περὶ μὲν οὖν τούτων καὶ τῶν τοιούτων ἁμωσγέπως εἰπεῖν τοιαῦτα.
15 32. Ὑπῆν δὲ καὶ ἕτερον τῷ Ἰουστινιανῷ πᾶσαν θηριώδη γνώμην ἐκβαῖνον, εἴτε δὲ φύσεως ἁμαρτία, εἴτε δειλίας τε καὶ φόβων ἔκγονον, οὐκ ἔχω λέγειν, ἐκ τῆς δημώδους στάσεως τοῦ Νίκα τὴν ἀρχὴν ἕλκον. Ἐδόκει γὰρ θἀτέρῳ τῶν μερῶν, τῷ κυανέῳ φημί, ἀτεχνῶς προσ‐
20κεκλίσθαι ἐς τοσοῦτον ὥστε καὶ μιαιφονίας αὐτοὺς ἐν μέσῃ ἡμέρᾳ καὶ ἐν μέσῃ τῇ πόλει ἐργάζεσθαι τῶν ἀπ’ ἐναντίας, καὶ μὴ μόνον ποινὰς μὴ δεδιέναι ἀλλὰ καὶ γερῶν ἀξιοῦσθαι, ὡς πολλοὺς ἀνδροφόνους ἐντεῦθεν γενέσθαι. Ἐξῆν δὲ αὐτοῖς καὶ τοῖς οἴκοις ἐπιέναι καὶ τὰ ἐναποκεί‐
25μενα κειμήλια ληΐζεσθαι καὶ τοῖς ἀνθρώποις τὰς σφῶν πιπράσκειν σωτηρίας. Καὶ ἤν τις τῶν ἀρχόντων εἴργειν ἐπειράθη, περὶ τὴν σωτηρίαν αὐτὴν ἐκινδύνευεν. Ὅθεν ἀμέλει εἷς τις τὴν ἑῴαν ἐπιτροπεύων ἀρχήν, ἐπεὶ ἐνίους τῶν νεωτεριζόντων νεύροις ἐσωφρόνισεν, ἀνὰ τὸ μεσαίτατον
30τῆς πόλεως νεύροις ᾐκίσθη τε καὶ περιηνέχθη. Καλλίνικος δὲ τῶν Κιλίκων ἡγούμενος, δύο ἀνδροφόνω Κίλικε, Παῦλον
καὶ Φαυστῖνον, ἐπελθόντε οἱ καὶ διαχρήσασθαι βουλομένω,

182

ἐπεὶ ταῖς ἐκ νόμων ποιναῖς ἐκτέθεικεν, ἀνεσκολοπίσθη, ποινὴν ὑπὲρ ὀρθῆς συνέσεως καὶ τῶν νόμων ταύτην κατα‐ βαλών. Ἐντεῦθεν οἱ θἀτέρου μέρους τὰ οἰκεῖα φεύγοντες καὶ πρὸς οὐδένων ἀνθρώπων δεξιούμενοι, ἀλλὰ καὶ ὡς
5ἅγη πάντοθεν ἐλαυνόμενοι, τοῖς ὁδοιποροῦσιν ἐφήδρευον λωποδυσίας τε καὶ μιαιφονίας ἐργαζόμενοι, ὡς πάντα πλήρη θανάτων ἀώρων λεηλασίας τε καὶ τῶν λοιπῶν ἀτοπημάτων εἶναι. Ἔστιν δὲ οὗ πρὸς τὰ ἐναντία μετα‐ χωρήσας καὶ αὐτοὺς διεχρήσατο, τοῖς νόμοις ἐκδοὺς οὓς
10ἀφῆκεν ἀνὰ τὰ ἄστη ἀνοσιουργεῖν βαρβάροις ἴσα. Καὶ τὰ μὲν περὶ τούτων λεπτομερῶς λέγειν κρεῖττον καὶ λόγου καὶ χρόνου· ἀπόχρη δὲ ταῦτα τεκμηριῶσαι καὶ τὰ ἐπίλοιπα. 33. Γεγόνασι δὲ κατ’ ἐκεῖνο καιροῦ ἄνδρες θεοφόροι
15καὶ μεγάλων σημείων ἐργάται πολλαχοῦ μὲν γῆς, ὧν δὲ τὸ κλέος ἑκασταχοῦ διέλαμψεν. Βαρσανούφιος, Αἰγύπτιος γένος, οὕτως ἐν σαρκὶ τὸν ἄσαρκον διήθλησε βίον ἔν τινι φροντιστηρίῳ ἀγχοῦ Γάζης τοῦ πολίσματος, ὥστε πολλὰ μὲν καὶ μνήμης κρείττονα θαυματουργῆσαι, πιστεύεσθαι
20δὲ καὶ ζῆν αὐτὸν ἐν οἰκίσκῳ καθειργμένον, καίτοι γε ἀπὸ τούτων πεντήκοντα καὶ πρός γε χρόνων οὔτε ὀφθέντα τῳ, οὔτε τῶν ἐπὶ γῆς τινος μετειληφότα. Οἷς δυσαπιστῶν Εὐστόχιος ὁ τῶν Ἱεροσολύμων πρόεδρος ἐπειδὴ διορύττειν ἔγνω τὸν οἰκίσκον οὗ καθεῖρκτο ὁ ἄνθρωπος τοῦ θεοῦ, πῦρ
25ἐκθορὸν μικροῦ τοὺς αὐτόσε πάντας ἐνέπρησε. 34. Γέγονε δὲ καὶ ἀνὰ τὴν Ἔμεσαν Συμεώνης, ἀνὴρ οὕτως τὸν τῆς κενοδοξίας ἀποδυσάμενος χιτῶνα ὡς καὶ παράφορον τοῖς οὐκ εἰδόσι δόξαι αὐτὸν εἶναι, καίτοι γε πάσης σοφίας θείας καὶ χάριτος ἐμπεπλησμένον. Οὗτος
30ὁ Συμεώνης τὰ πολλὰ μὲν αὐτὸς καθ’ ἑαυτὸν διῃτᾶτο,

183

οὐδενὶ τὸ παράπαν ἄδειαν ἐνδιδοὺς εἰδέναι πότε τε ἢ ὅπως τὸ θεῖον ἱλάσκετο, μηδὲ ὅτε τὰς ἀφέξεις ἢ μεθέξεις καθ’ ἑαυτὸν τῶν τροφῶν ποιοῖτο ἄν. Ἔστιν δὲ οὗ καὶ κατὰ τὰς λεωφόρους ἀγοράζων ἐκτετράφθαι τοῦ καθεστῶτος ἐδόκει
5καὶ μηδὲν φρενῆρες ἢ ἀγχίνουν ἔχειν ὅλως· καί που καὶ καπηλείῳ παρεισδὺς ἐκ τῶν προστυχόντων ἐδεσμάτων ἢ σιτίων ἤσθιεν ὅτε πεινῴη. Εἰ δέ τις ἐγκλίνας τὴν κεφαλὴν αὐτῷ προσεκύνησε, μετὰ θυμοῦ καὶ τάχους τῶν τόπων ἐξίστατο, τὸ πρὸς πολλῶν φωραθῆναι τὴν οἰκείαν
10ἀρετὴν δεδιώς. Καὶ τοιαῦτα μὲν τὰ κατὰ τὴν ἀγορὰν τῷ Συμεώνῃ. Ἦσαν δὲ αὐτῷ τινες συνήθεις οἷς καὶ παρενέβαλλεν, οὐδὲν ὅλως ὑποκρινόμενος. Τῶν τοίνυν συνήθων αὐτῷ ἦν τινι θεράπαινα, ἢ πρός τινος ἐκπορνευθεῖσα καὶ κυοῦσα, ἐπειδὴ
15τὸν τοῦτο δεδρακότα παρὰ τῶν δεσποτῶν ἐξειπεῖν ἠναγ‐ κάζετο, τὸν Συμεώνην ἔλεγεν σκοτίως αὐτῇ συμπλακῆναι, ἀπ’ αὐτοῦ τε κυοφορεῖν, καὶ ὀμεῖσθαι ἦ μὴν ταῦτα οὕτως ἔχειν, εἰ δέοι δὲ καὶ διελέγχειν. Ὅπερ ἐπειδὴ ὁ Συμεώνης ἠκηκόει, συνετίθετο, σάρκα φορεῖν εἰπὼν τὸ εὐόλισθον
20χρῆμα. Ἐπειδὴ δὲ παρὰ πᾶσι τοῦτο τεθρύλητο, καὶ πολλὴν ὦφλε τὴν αἰσχύνην ὁ Συμεώνης ὡς ἐδόκει, ὑπέ‐ στελλεν ἑαυτὸν καὶ τὸν αἰδούμενον ὑπεκρίνετο. Ὡς δ’ οὖν ἡ κυρία τῇ κυούσῃ ἧκε, καθῆστό τε τὰ εἰωθότα, ἡ μὲν ὠδὶς σφοδρότερον καὶ πολλὴν καὶ ἀνύποιστον τὴν ἀλγηδόνα
25κατεργαζομένη ἐς ἔσχατον κινδύνου τὴν ἄνθρωπον κατή‐ γαγεν, ὁ δὲ τόκος οὐδαμῆ προέκοπτεν. Ἐπειδὴ οὖν τὸν Συμεώνην ἐξεπίτηδες ἀφιγμένον ἱκέτευον προσεύξασθαι, ἀναφανδὸν εἶπε μὴ πρότερον ἀποτέξειν τὸ γύναιον, πρὶν ἂν εἴποι τίς ὁ φύσας τὸ κυοφορούμενον εἴη. Ὅπερ ἐπειδὴ
30πέπραχε, καὶ τὸν ὄντως ἀνεῖπε πατέρα, εὐθὺ τὸ βρέφος ἐξήλατο, ὑπὸ τῆς ἀληθείας μαιευθέν.
Οὗτός ποτε εἴς τι δωμάτιον ἑταίρας εἰσεληλυθὼς

184

ὤφθη, καὶ τὴν θύραν ἀποκλείσας μόνος πρὸς μόνην ἐχρό‐ νιζεν. Ὡς γοῦν ἀνακλίνας τὴν θύραν ἀπιὼν ᾤχετο, πανταχῆ θεώμενος μή τις αὐτὸν ὁρῴη, ἐπὶ μεῖζον τὰ τῆς ὑπονοίας ἤρθη ὡς τοὺς ἑωρακότας ἀγαγεῖν τὴν ἄνθρωπον,
5καὶ πυνθάνεσθαι τί τε εἰσιτητὰ τῷ Συμεώνῃ παρ’ αὐτὴν εἴη καὶ ἡ τοσαύτη τοῦ καιροῦ τριβή. Ἡ δὲ διώμνυτο τρίτην ἀπ’ ἐκείνης ἡμέραν μηδενὸς ἀπογεύσασθαι ἀπορίᾳ τῶν ἀναγκαίων ἢ μόνον ὕδατος, τὸν δὲ ὄψα τε κομίσαι καὶ σιτία καὶ οἴνου τι ἄγγος, καὶ τὴν θύραν ἀποκλείσαντα
10τράπεζαν παραθεῖναι δειπνίσαι τε ταύτην, ἐγκελευσά‐ μενον τῆς θοίνης ἐμπλησθῆναι, ἱκανῶς τῇ ἀφέξει τῆς τροφῆς πιανθεῖσαν· καὶ τὰ λείψανα τῶν ἀποκομισθέντων προέφερεν. Ἀλλὰ γὰρ καὶ τοῦ κλόνου τοῦ τὴν παραλίαν Φοινίκην
15κατασείσαντος παρὰ πόδας ὄντος, ἡνίκα ἥ τε Βηρυτίων Βιβλίων τε καὶ Τριπολιτῶν μάλιστα πεπόνθασιν, ῥυτῆρα τῇ χειρὶ μετεωρίζων ἔτυπτε τῶν κιόνων τοὺς πλείους ἀνὰ τὴν ἀγοράν· „Στῆτε,“ βοῶν, „ὀρχήσασθ’ ἔχετε.“ Ἐπεὶ τοίνυν οὐδὲν τἀνδρὸς ἦν πάρεργον, οἱ τούτοις περιτυ‐
20χόντες τὸν νοῦν ἐτίθεσαν τίνας τῶν κιόνων μὴ τύπτων παρῄει. Οἳ καὶ μετ’ οὐ πολὺ πεπτώκασιν, ἔργον τῶν σεισμῶν γενόμενοι. Πολλὰ δὲ καὶ ἕτερα πέπραχεν, ἃ καὶ πραγματείας ἰδιαζούσης δεῖται. 35. Ἦν δὲ τηνικάδε καὶ Θωμᾶς τόνδε διαθλεύων τὸν
25βίον ἀνὰ τὴν κοίλην Συρίαν, ὃς πρὸς τὴν Ἀντιόχου γέ‐ γονεν τὴν ἐπέτειον χορηγίαν κομιούμενος τῆς κατ’ αὐτὸν μονῆς· ἐντέτακτο δὲ ἐκ τῆς αὐτόσε ἐκκλησίας. Τοῦτον ὁ Ἀναστάσιος οἰκονομῶν τὴν ἐκκλησίαν, ἐπειδὴ συχνῶς αὐτὸν ἠνώχλει, τῇ χειρὶ κατὰ κόρρης ῥαπίζει· καὶ δυσα‐
30νασχετούντων τῶν σφίσι παρόντων, ἔφη οὔτε αὐτὸν ἔτι
λήψεσθαι, οὔτε τὸν Ἀναστάσιον δώσειν· καὶ ἄμφω γενέ‐

185

σθαι, Ἀναστασίου μὲν μεθ’ ἡμέραν μίαν τὸν βίον κατα‐ στρέψαντος, Θωμᾶ δὲ ἐν τῷ τῶν νοσούντων καταγωγίῳ ἀνὰ τὸ προάστειον Δάφνην ἐν τῇ ἀποπορεύσει ἐπὶ τὸν ἀγήρω μεταστάντος βίον. Οὗ τὸν νεκρὸν ἔθεντο ἐν τοῖς
5τῶν ἐπηλύδων τάφοις. Ἐπειδὴ δέ, ἑνὸς καὶ δευτέρου τεθέντοιν, ὕπερθεν αὐτοῖν τὸ αὐτοῦ σῶμα γέγονε, μέγιστον θαῦμα τοῦ θεοῦ καὶ μετὰ θάνατον αὐτὸν ἀναδεικνύντος— ἀπεπέμποντο γὰρ μακρὰν ἀποκρουόμενοι—, θαυμάσαντες τὸν ἅγιον Ἐφραιμίῳ διαγγέλλουσι. Καὶ μετὰ δημοτε‐
10λοῦς ἀγερωχίας καὶ πομπῆς μετακομίζεται ὁ πανάγιος αὐτοῦ νεκρὸς ἀνὰ τὴν Ἀντιόχου, ἔν τε τῷ κοιμητηρίῳ τιμᾶται, τὴν τηνικαῦτα φοιτήσασαν λοιμώδη νόσον τῇ μεταθέσει παύσας. Οὗ καὶ τὴν ἐτησίαν ἑορτὴν μέχρι ἡμῶν παῖδες Ἀντιοχέων μεγαλοπρεπῶς ἄγουσιν. Ἀλλ’
15ἐπὶ τὸ προκείμενον τοῦ λόγου τὴν ῥύμην μεταγάγωμεν. 36. Ἀνθίμου ὥς μοι λέλεκται τοῦ θρόνου τῆς βασι‐ λίδος ἐκβεβλημένου, Ἐπιφάνιος τὴν ἐπισκοπὴν διαδέ‐ χεται. Μετὰ δὲ αὖ Ἐπιφάνιον Μηνᾶς, ἐφ’ οὗ καὶ θαῦμα γέγονε λόγου πολλοῦ ἄξιον. Ἔθος παλαιὸν βούλεται
20ἀνὰ τὴν βασιλεύουσαν, ὅταν πολύ τι χρῆμα τῶν ἁγίων μερίδων τοῦ ἀχράντου σώματος Χριστοῦ τοῦ θεοῦ ἡμῶν ἐναπομείνῃ, παῖδας ἀφθόρους μεταπέμπτους γίνεσθαι παρὰ τῶν ἐς χαμαιδιδασκάλου φοιτώντων, καὶ ταῦτα κατεσθίειν. Ὅπερ ἐπειδὴ γέγονεν, ἡλίσθη μετὰ τῶν
25παίδων ὑαλουργοῦ παῖς, Ἑβραίου τὴν δόξαν· ὃς τοῖς γονεῦσι τὴν αἰτίαν τῆς βραδυτῆτος πυνθανομένοις ἀνεῖπε τὸ γεγονός, καὶ ὅπερ ἀποφαγὼν σὺν τοῖς ἄλλοις παισὶν εἴη. Ὁ δὲ φύσας θυμωθεὶς καὶ μηνίσας, ἐν τῷ πνιγεῖ τῶν ἀνθράκων ἔνθα τὴν ὕαλον ἐμόρφου τὸν παῖδα καθί‐
30ησι ἀνάψας. Ὡς δὲ τὸν παῖδα ἡ μήτηρ ζητοῦσα εὑρεῖν οὐκ ἴσχυεν, πανταχῆ τῆς πόλεως ᾔει ποτνιωμένη καὶ λύγιον κωκύουσα· καὶ τριταία παρὰ τὴν θύραν τοῦ ἐργα‐ στηρίου τἀνδρὸς ἑστῶσα ὀνομαστὶ ἀνεκάλει τὸν παῖδα, τοῖς θρήνοις σπαραττομένη. Ὁ δὲ τῆς φωνῆς τῆς μητρὸς
35συνιεὶς ἐκ τοῦ πνιγέως ἀνταπεκρίνετο. Ἡ δὲ τὰς θύρας

186

διατεμοῦσα εἴσω τε γενομένη ὁρᾷ τὸν παῖδα τῶν ἀνθράκων μέσον ἑστῶτα, τοῦ πυρὸς αὐτοῦ μὴ προσψαύοντος. Ὃς ἀνερωτώμενος ὅπως ἀπαθὴς μεμενήκει, γυναῖκα ἔφη πορ‐ φυρᾶν ἀμπεχομένην ἐσθῆτα συχνὰ φοιτῶσαν παρ’ αὐτὸν
5ὕδωρ ὀρέγειν, καὶ τούτῳ τοὺς πλησιάζοντας τῶν ἀνθράκων κατευνάζειν, σιτίζειν τε αὐτὸν ὁσάκις πεινῴη. Ὅπερ ἐπειδὴ ἐς Ἰουστινιανὸν ἠνέχθη, τὸν μὲν παῖδα καὶ τὴν μητέρα τῷ λουτρῷ τῆς παλιγγενεσίας φωτισθέντας ἐκλή‐ ρωσε· τὸν δὲ φύσαντα οὐκ ἀνασχόμενον Χριστιανοῖς
10ἐναριθμηθῆναι ἐν Συκαῖς ὡς παιδοφόνον ἀνεσκολόπισε. Καὶ ταῦτα μὲν τῇδε γέγονε. 37. Μετὰ δὲ Μηνᾶν Εὐτύχιος εἰς τὸν θρόνον ἄνεισιν. Ἀνὰ δὲ τὰ Ἱεροσόλυμα μετὰ Μαρτύριον Σαλούστιος τὸν θρόνον διαδέχεται, Ἡλίας τε μετὰ τοῦτον, Πέτρος τε αὖ,
15καὶ μετ’ ἐκεῖνον Μακάριος, οὔπω βασιλέως προσηκαμένου, ὃς ἐξώσθη τῆς οἰκείας καθέδρας· ἔφασκον γὰρ αὐτὸν τὰ Ὠριγένους πρεσβεύειν δόγματα. Μεθ’ ὃν τὴν ἐπισκοπὴν Εὐστόχιος διεδέξατο. Μετὰ δὲ τὴν ἐκβολὴν Θεοδοσίου ὡς προδεδιήγηται, ἐπίσκοπος τῆς Ἀλεξανδρέων Ζώϊλος
20ἀναδείκνυται· καὶ τοῖς αὐτῶν ἡγησαμένοις προστεθέντος, Ἀπολινάριος τὴν καθέδραν ἐγχειρίζεται. Μετὰ δὲ Ἐφραίμιον Δομνῖνος τὸν Ἀντιοχείας πιστεύεται θρόνον. 38. Τῆς πρεσβυτέρας μὲν οὖν Ῥώμης ἡγουμένου Βιγιλίου, τῆς δὲ νέας πρῶτα μὲν Μηνᾶ, εἶτ’ Εὐτυχίου,
25τῆς δὲ Ἀλεξάνδρου Ἀπολιναρίου, καὶ τῆς Ἀντιόχου Δομνίνου, Ἱεροσολύμων τε Εὐστοχίου, τὴν πέμπτην μεταπέμπεται σύνοδον Ἰουστινιανὸς ἐξ αἰτίας τοιᾶσδε· Εὐστόχιος, κατακρατούντων καὶ μάλιστα ἐν τῇ καλουμένῃ νέᾳ λαύρᾳ τῶν τὰ Ὠριγένους θρησκευόντων δόγματα,
30πᾶσαν ἔθετο σπουδὴν τούτους ἀπελάσαι. Καὶ καταλαβὼν τὴν αὐτὴν νέαν λαύραν ἅπαντας ἐκβεβλήκει, ὥσπερ ἅγη κοινὰ μακρὰν ἐκδιώξας· οἳ καὶ σποράδες γενόμενοι πολ‐
λοὺς σφίσι προσηταιρίσαντο.

187

Τούτων ὑπερήσπιζε Θεόδωρος ἐπίκλην Ἀσκιδᾶς, ἐπί‐ σκοπος μὲν τῆς Καίσαρος ἣ προκάθηται τοῦ Καππαδοκῶν ἔθνους, Ἰουστινιανῷ δὲ προσεδρεύων πιστός τέ οἱ καθεστὼς καὶ ἐς τὰ μάλιστα ἐπιτήδειος. Κυκῶντος οὖν αὐτοῦ τὰ
5βασίλεια, καὶ πᾶσαν ἀσέβειαν καὶ ἀθεμιτουργίαν τὸ πρᾶγμα καλοῦντος, στέλλονται πρὸς τὴν βασιλέως πόλιν πρὸς Εὐστοχίου Ῥοῦφος ἡγούμενος τῆς Θεοδοσίου μονῆς καὶ Κόνων τῆς Σάβα, τὰ πρώτιστα τῆς ἐρήμου φέροντες ἔκ τε τῆς οἰκείας ἀξιώσεως καὶ ὧν ἡγοῦντο φροντιστηρίων·
10γεγόνασι δὲ σὺν αὐτοῖς καὶ ἕτεροι, οὐ πολλῷ τῆς ἀξίας αὐτῶν λειπόμενοι. Καὶ οὗτοι μὲν τὰ κατὰ Ὠριγένην πρωτοτύπως ἐκίνουν καὶ Εὐάγριον καὶ Δίδυμον. Θεόδωρος δὲ ὁ Καππαδόκης, ἑτέρωθι τούτους ἀφέλκειν ἐθέλων, ἐπεισάγει τὰ κατὰ Θεόδωρον τὸν Μοψουεστίας καὶ
15Θεοδώρητον καὶ Ἴβαν, τοῦ παναγάθου θεοῦ πάντα καλῶς οἰκονομήσαντος ἵν’ ἐκεῖθεν ἐντεῦθεν τὰ βέβηλα ἐξωσθείη. Πρώτης τοίνυν κινήσεως γενομένης εἰ δέοι τοὺς τετε‐ λευτηκότας ἀναθέμασι περιβληθῆναι, Εὐτύχιος παρὼν τὴν θείαν ἐς ἄκρον ἐξησκημένος γραφήν, ἐσέτι ζῶντος
20Μηνᾶ, οὐδὲ τῶν διαφανῶν ὤν—ταῖς γὰρ ἀποκρίσεσι τοῦ Ἀμασείας ἐπισκόπου διηκονεῖτο—, διαρρήδην εἶπεν, οὐκ ἐν φρονήματι μόνον, ἀλλὰ καὶ ἐν καταφρονήματι τοὺς ἁλισθέντας ἑωρακώς, μηδὲ βουλῆς τοῦτο δεῖσθαι· ἐπεὶ καὶ Ἰωσίας ὁ βασιλεὺς οὐ τοὺς ζῶντας ἱερέας τῶν δαιμόνων
25πάλαι μόνον κατέσφαξεν, ἀλλὰ καὶ τῶν πρὸ πολλοῦ τεθνηκότων τὰς θήκας ἀνώρυξε. Τοῦτο πρὸς ἔπος ἅπασιν ἔδοξε λελέχθαι. Ὅπερ καὶ Ἰουστινιανὸς ἐγνωκὼς ἐς τὸν τῆς βασιλευούσης αὐτὸν ἀνεβίβασε θρόνον, παραυτίκα Μηνᾶ τελευτήσαντος. Βιγίλιος μὲν οὖν ἐγγράφως συν‐
30θέμενος συνεδρεύειν οὐχ εἵλετο. Πυθομένου δὲ Ἰουστινι‐ ανοῦ τῆς ἁλισθείσης συνόδου, τί φασι περὶ Θεοδώρου καὶ ὧν Θεοδώρητος κατὰ Κυρίλλου καὶ τῶν δώδεκα αὐτοῦ κεφαλαίων εἴρηκε, καὶ τῆς λεγομένης ἐπιστολῆς Ἴβα τῆς πρὸς Μάριν τὸν Πέρσην, ἀναγνωσθεισῶν πολλῶν ῥήσεων
35Θεοδώρου καὶ Θεοδωρήτου, δειχθέντος δὲ ὡς καὶ πάλαι

188

Θεόδωρος κατεκέκριτο καὶ ἐκ τῶν ἱερῶν ἀπηλίφη δέλτων, καὶ ὡς καὶ μετὰ θάνατον δέοι τοὺς αἱρετικοὺς κατακρί‐ νεσθαι, Θεόδωρον μὲν ἁπάσαις τὸ δὴ λεγόμενον ἀναθε‐ ματίζουσι, καὶ τὰ εἰρημένα Θεοδωρήτῳ κατὰ τῶν δύο καὶ
5δέκα κεφαλαίων Κυρίλλου καὶ τῆς ὀρθῆς πίστεως, καὶ τὴν ἐπιστολὴν Ἴβα τὴν πρὸς Μάριν τὸν Πέρσην, φήσαντες ταῦτα τὰ ῥήματα· „Τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ κατὰ τὴν ἐν τοῖς εὐαγγελίοις παραβολὴν ...“ Καὶ μεθ’
10ἕτερα· „Κατακρίνομεν δὲ καὶ ἀναθεματίζομεν, πρὸς τοῖς ἄλλοις ἅπασιν αἱρετικοῖς τοῖς κατακριθεῖσι καὶ ἀναθεμα‐ τισθεῖσι παρὰ τῶν εἰρημένων ἁγίων τεσσάρων συνόδων καὶ ἀπὸ τῆς ἁγίας καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας, καὶ Θεόδωρον τὸν λεγόμενον ἐπίσκοπον Μοψουεστίας, καὶ τὰ
15ἀσεβῆ αὐτοῦ συγγράμματα, καὶ τὰ ἀσεβῶς συγγραφέντα παρὰ Θεοδωρήτου κατά τε τῆς ὀρθῆς πίστεως καὶ τῶν δώδεκα κεφαλαίων τοῦ ἐν ἁγίοις Κυρίλλου καὶ τῆς ἐν Ἐφέσῳ ἁγίας πρώτης συνόδου, καὶ ὅσα ὑπὲρ συνηγορίας Θεοδώρου καὶ Νεστορίου αὐτῷ γέγραπται. Καὶ πρὸς
20τούτοις ἀναθεματίζομεν καὶ τὴν ἀσεβῆ ἐπιστολὴν τὴν λεγομένην παρὰ Ἴβα γεγράφθαι πρὸς Μάριν τὸν Πέρσην.“ Καὶ μετὰ ἔνια, ἐξέθεντο τέσσαρα καὶ δέκα κεφάλαια περὶ τῆς ὀρθῆς καὶ ἀμωμήτου πίστεως. Καὶ ταῦτα μὲν οὕτω προκεχωρήκει. Ἐκ λιβέλλων δὲ ἐπιδεδομένων πρὸς
25Εὐλογίου, Κόνωνος, Κυριακοῦ, καὶ Παγκρατίου μοναχῶν κατὰ τῶν Ὠριγένους τοῦ καὶ Ἀδαμαντίου δογμάτων καὶ τῶν ἑπομένων τῇ τούτου δυσσεβείᾳ καὶ πλάνῃ, πυνθάνεται
Ἰουστινιανὸς τῆς ἁλισθείσης συνόδου περὶ τούτων, συ‐

189

ζεύξας καὶ τοῦ λιβέλλου τὸ ἴσον ἀτὰρ καὶ τὰ πρὸς Βιγίλιον περὶ τούτων ἐπεσταλμένα. Ἐξ ὧν ἁπάντων ἔστιν ἑλεῖν ὅπως ἐσπουδάσθη τῷ Ὠριγένει Ἑλληνικῶν καὶ Μανιχαϊκῶν ζιζανίων ἐμπλῆσαι τῶν ἀποστολικῶν
5δογμάτων τὸ λιτόν. Ἀναφορὰ τοίνυν γέγονε πρὸς Ἰουστινιανὸν παρὰ τῆς συνόδου μετὰ τὰς γενομένας παρ’ αὐτῆς ἐκβοήσεις κατὰ Ὠριγένους καὶ τῶν τὰ αὐτὰ ἐκείνῳ πεπλανημένων. Ὧν ἔνια τούτοις ἔγκειται τοῖς ῥήμασι· „Τῆς ἄνωθεν εὐγενείας μετέχουσαν κεκτημένος τὴν
10ψυχήν, χριστιανικώτατε βασιλεῦ ...“ Καὶ μεθ’ ἕτερα· „Ἐφύγομεν τοίνυν, ἐφύγομεν ταύτην. Οὐ γὰρ ἐγνωρί‐ σαμεν τῶν ἀλλοτρίων τὴν φωνήν, καὶ ὡς κλέπτην καὶ ὡς λῃστὴν τὸν τοιοῦτον τοῖς τοῦ ἀναθέματος βρόχοις ἀσφαλῶς περισφίγξαντες, τῶν ἱερῶν ἔξω περιβόλων ἀπεβαλόμεθα.“
15Καὶ μετ’ ὀλίγα· „Τῶν δὲ παρ’ ἡμῶν πεπραγμένων διὰ τῆς ἐπ’ αὐτοῖς ἀναγνώσεως εἴσεσθε τὴν δύναμιν.“ Τούτοις συνέζευξαν καὶ τὰ κεφάλαια τὰ ὅσα πρεσ‐ βεύειν οἱ τὰ Ὠριγένους δοξάζοντες ἐδιδάχθησαν δηλοῦντα, τάς τε συμφωνίας αὐτῶν ἀτὰρ καὶ τὰς διαφωνίας, καὶ τὴν
20πολυσχεδῆ τούτων πλάνην. Ἐν τούτοις ἐστὶ πέμπτον κεφάλαιον τῶν βλασφημηθέντων ἀπὸ ἰδικῶν προσώπων τῆς καλουμένης νέας λαύρας, ἔχον ὧδε· „Θεόδωρος ὁ Ἀ‐ σκιδᾶς ὁ Καππαδόκης εἶπεν· Εἰ νῦν οἱ ἀπόστολοι καὶ οἱ μάρτυρες θαυματουργοῦσι καὶ ἐν τῇ τοσαύτῃ τιμῇ
25ὑπάρχουσιν, ἐν τῇ ἀποκαταστάσει εἰ μὴ ἴσοι γένοιντο τῷ Χριστῷ, ποία ἀποκατάστασις αὐτοῖς ἐστιν;“ Ἀνηνέ‐ χθησαν αὐτοῖς καὶ Διδύμου καὶ Εὐαγρίου καὶ Θεοδώρου ἕτεραι πολλαὶ βλασφημίαι μάλα σπουδαίως τὰ περὶ τούτων ἐκλεξαμένοις.
30 Μετὰ τοίνυν ταύτην τὴν σύνοδον χρόνου τινὸς ἐν μέσῳ διαστάντος, Εὐτύχιος μὲν ἐκβάλλεται, Ἰωάννης δὲ τῷ θρόνῳ τῆς Κωνσταντινουπόλεως ἐκκλησίας ἀντεισάγεται, ὁ ἐκ τοῦ Σηρήμιος· κώμη δὲ αὕτη ἐν τῇ Κυνηγικῇ κειμένη
τῆς Ἀντιοχέων χώρας.

190

39. Τηνικαῦτα ὁ Ἰουστινιανός, τῆς ὀρθῆς λεωφόρου τῶν δογμάτων ἐκτραπεὶς καὶ πρὸς τὴν ἀτριβῆ τοῖς ἀπο‐ στόλοις τε καὶ τοῖς πατράσιν ἀτραπὸν βαδίσας, ἀκάνθαις καὶ τριβόλοις περιπέπτωκεν. Ὧν καὶ τὴν ἐκκλησίαν
5ἐμπλῆσαι βουληθεὶς τοῦ σκοποῦ διήμαρτε, τοῦ Κυρίου τὴν βασιλικὴν ὁδὸν ἀρρήκτοις θριγκοῖς κατασφαλισα‐ μένου, ὡς ἂν μὴ φονευταὶ ἐπεισπηδήσωσιν ὡς τοίχῳ κεκλιμένῳ καὶ φραγμῷ ὠσμένῳ, τῆς προφητείας πληρώσας τὴν πρόρρησιν. Τὴν μὲν οὖν πρεσβυτέραν Ῥώμην μετὰ
10Βιγίλιον Ἰωάννου τοῦ καὶ Κατελίνου ἐπισκοποῦντος, τὴν δὲ νέαν Ἰωάννου τοῦ ἀπὸ Σηρήμιος, καὶ τὴν Ἀλεξανδρέων Ἀπολιναρίου, τὴν δὲ Θεουπολιτῶν Ἀναστασίου μετὰ Δομνῖνον ἐπισκοποῦντος, καὶ τὴν Ἱεροσολύμων Μακαρίου αὖθις ἀποδοθέντος τῷ οἰκείῳ θρόνῳ, ἐπεὶ Ὠριγένην καὶ
15Δίδυμον καὶ Εὐάγριον ἀνατεθεμάτικε μετὰ τὴν Εὐστοχίου καθαίρεσιν, τὸ καλούμενον πρὸς Ῥωμαίων ἴδικτον γράφει, ἐν ᾧ ἄφθαρτον τὸ σῶμα τοῦ Κυρίου κέκληκε καὶ τῶν φυσικῶν καὶ ἀδιαβλήτων παθῶν ἀνεπίδεκτον, οὕτω λέγων τὸν Κύριον πρὸ τοῦ πάθους φαγεῖν ὥσπερ μετὰ τὴν
20ἀνάστασιν ἔφαγε, μηδεμίαν τροπὴν ἢ ἀλλοίωσιν ἐξ αὐτῆς τῆς ἐν μήτρᾳ διαπλάσεως μηδὲ ἐν τοῖς ἑκουσίοις καὶ φυσικοῖς πάθεσι, μηδὲ μετὰ τὴν ἀνάστασιν τοῦ παναγίου σώματος αὐτοῦ δεξαμένου· οἷς συναινεῖν τοὺς ἑκασταχῆ ἱερέας κατηνάγκαζε. Πάντες μὲν οὖν ἐς Ἀναστάσιον τὸν
25Ἀντιοχείας ἐπίσκοπον καραδοκεῖν εἰπόντες τὴν πρώτην πεῖραν ἀπεκρούσαντο. 40. Ἦν δέ γε ὁ Ἀναστάσιος τὰ μὲν θεῖα ἐς τὰ μάλιστα λόγιος, ἀκριβὴς δὲ τοὺς τρόπους καὶ τὴν δίαιταν, ὡς καὶ τοῖς λίαν ψιλοῖς ἐπισκήπτειν καὶ μηδαμοῦ τοῦ
30εὐσταθοῦς καὶ βεβαίου παρεξιέναι, μή τί γε δὴ τῶν και‐ ρίων καὶ ἐς αὐτὸ τὸ θεῖον ἀναφερομένων. Οὕτω δὲ τὸ ἦθος ἐκέκρατο, ὡς μηδὲ τῷ εὐπροσόδῳ τε καὶ εὐεντεύκτῳ
εὐεπίβατον τοῖς μὴ καθήκουσιν εἶναι, μηδὲ τῷ αὐστηρῷ τε

191

καὶ ἀφειδεῖ δυσπρόσιτον ἐς τὰ δέοντα καθεστάναι. Ἐν μὲν οὖν τοῖς σπουδαίοις ἕτοιμος ἦν τὰ ὦτα, καὶ τὴν γλῶσσαν εὔρους, εὐθυβόλως τὰς πύστεις διαλύων· ἐν δὲ τοῖς παρέργοις τὰ μὲν ὦτα τέλεον ἀποκέκλειστο, τὴν
5δὲ γλῶσσαν χαλινὸς ἐπεῖχεν, ὡς καὶ τὸν λόγον λόγῳ ῥυθμίζεσθαι, καὶ τὴν σιωπὴν κρείττονα λόγου καθεστάναι. Τούτῳ ὥσπερ τινὶ δυσαλώτῳ πύργῳ ὁ Ἰουστινιανὸς προσβάλλει παντοίας μηχανὰς ἐπιστήσας, ἐννοῶν ὡς εἰ τοῦτον κατασείσειε, πόνος οὐδεὶς λελείψεται τὴν πόλιν
10ἑλεῖν ἀνδραποδίσαι τε τὰ ὀρθὰ τῶν δογμάτων καὶ αἰχ‐ μάλωτα λαβεῖν τὰ πρόβατα τοῦ Χριστοῦ. Ὁ δὲ εἰς τοσοῦτον ὑπερήρθη τῷ θείῳ φρονήματι—ἐπὶ τὴν ἄρρηκτον γὰρ πέτραν εἱστήκει τῆς πίστεως—ὡς καὶ Ἰουστινιανῷ ἀναφανδὸν ἀντειπεῖν δι’ οἰκείας μηνύσεως, καὶ ἀποδεῖξαι
15μάλα σαφῶς καὶ λογίως δι’ αὐτῆς, ὡς φθαρτὸν τὸ σῶμα τοῦ Κυρίου ἐν τοῖς φυσικοῖς καὶ ἀδιαβλήτοις πάθεσιν οἵ τε θεσπέσιοι ἀπόστολοι οἵ τε θεοφόροι ᾔδεσάν τε καὶ παρέ‐ δοσαν πατέρες. Ταῦτα δὲ καὶ πρὸς τὸ μοναδικὸν πρώτης τε καὶ δευτέρας Συρίας πυθόμενον ἀπεκρίνατο, πάντων
20ὑποστηρίζων τὰς γνώμας καὶ πρὸς τὸν ἀγῶνα ἐπαλείφων, ἐπί τε τῆς ἐκκλησίας ὁσημέραι ἀναγινώσκων τὸ τοῦ σκεύους τῆς ἐκλογῆς· „Εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ’ ὃ παρελάβετε, κἂν ἄγγελος ἐξ οὐρανοῦ ᾖ, ἀνάθεμα ἔστω.“ Οἷς ἀπιδόντες ἅπαντες τὰ παραπλήσια μέχρις εὐαρίθμων
25ἐζήλωσαν. Γέγραπται δ’ οὖν αὐτῷ καὶ συντακτήριος πρὸς τοὺς Ἀντιοχέας λόγος, πυθομένῳ τὸν Ἰουστινιανὸν ἐθέλειν αὐτὸν ἐξοστρακίσαι· ὃν ἔστι δικαίως ἄγασθαι τῆς τε καλλιεπείας, τοῦ τε ῥοῦ τῶν νοημάτων, τῆς τε εὐπορίας
30τῶν ἱερῶν ῥήσεων, καὶ τοῦ προσφόρου τῆς ἱστορίας. 41. Ἀλλὰ τοῦ θεοῦ κρεῖττόν τι προβλεψαμένου περὶ ἡμῶν, ὁ λόγος οὐκ ἐδημοσιεύθη. Ὁ γὰρ Ἰου‐
στινιανὸς τὴν Ἀναστασίου καὶ τῶν ἀμφ’ αὐτὸν ἱερέων

192

ἐξορίαν ὑπαγορεύων, ἀοράτως τρωθεὶς τὸν τῇδε κατέ‐ στρεψε βίον, βασιλεύσας τὰ πάντα ὀκτὼ καὶ τριάκοντα ἔτη πρὸς μησὶν ὀκτώ.
Τέλος τοῦ τετάρτου τόμου τῆς ἐκκλησιαστικῆς ἱστορίας Εὐαγρίου.

193

(1t)

Τάδε ἔνεστιν ἐν τῷ πέμπτῳ τόμῳ τῆς ἐκκλησιαστικῆς
2tἱστορίας Εὐαγρίου σχολαστικοῦ·
3αʹ. Περὶ τῆς Ἰουστίνου ἀναρρήσεως, καὶ τοῦ τρόπου αὐτοῦ. βʹ. Περὶ τῆς ἀναιρέσεως Ἰουστίνου τοῦ ἀνεψιοῦ αὐτοῦ.
5 γʹ. Περὶ τῶν ἀλιτηρίων Ἀδδαίου καὶ Αἰθερίου. δʹ. Περὶ τοῦ προγράμματος τῆς πίστεως ἡμῶν, ὅπερ Ἰουστῖνος τοῖς ἁπανταχοῦ Χριστιανοῖς ἔγραψεν. εʹ. Περὶ τῆς ἐκβολῆς Ἀναστασίου ἐπισκόπου Θεουπόλεως. ϛʹ. Ὡς μετὰ Ἀναστάσιον Γρηγόριος ἐπίσκοπος γέγονε, καὶ
10περὶ τοῦ τρόπου αὐτοῦ. ζʹ. Ὡς οἱ λεγόμενοι Ἀρμένιοι Πέρσαι τοῖς Χριστιανοῖς προσ‐ εχώρησαν· διόπερ ὁ πρὸς Πέρσας ἀνερράγη πόλεμος. ηʹ. Περὶ Μαρκιανοῦ στρατηγοῦ, καὶ τῆς πολιορκίας Νισίβεως. θʹ. Ὡς ὁ Χοσρόης Ἀδααρμάνην στρατηγὸν κατὰ Ῥωμαίων
15ἐξαποστείλας πολλὰ κακὰ τούτοις διαθέντα πρὸς Νίσιβιν αὐτὸς ἀπῆλθεν. ιʹ. Περὶ τῆς ἁλώσεως Ἀπαμείας, καὶ τοῦ Δάρας. ιαʹ. Ὡς ὁ βασιλεὺς Ἰουστῖνος φρενίτιδι νόσῳ ἑάλω, Τιβέριος δὲ τὴν φροντίδα τῶν ὅλων ἀνεδέξατο.
20 ιβʹ. Ὡς Τραϊανὸς διαπρεσβευσάμενος πρὸς Χοσρόην τὰ τῶν Ῥωμαίων ἐπηνώρθωσε πράγματα. ιγʹ. Περὶ τῆς εἰς τὴν βασιλείαν ἀναρρήσεως Τιβερίου, καὶ τοῦ ἤθους αὐτοῦ. ιδʹ. Ὡς ὁ βασιλεὺς Τιβέριος στρατὸν πολὺν ἀγείρας κατὰ
25Χοσρόου καὶ στρατηγὸν Ἰουστινιανὸν ἐξαποστείλας, τοῦτον ἐκ τῆς
Ῥωμαίων γῆς ἀπήλασεν.

194

ιεʹ. Ὅτι Χοσρόης δυσθυμήσας διὰ τὴν ἧτταν ἐτελεύτησεν, ὁ δὲ υἱὸς αὐτοῦ Ὁρμίσδης τῆς τῶν Περσῶν ἀρχῆς ἀντελάβετο. ιϛʹ. Τίνες ἐπίσκοποι τὸ τηνικαῦτα τῶν μεγάλων ἦσαν παρ‐ οικιῶν.
5 ιζʹ. Περὶ τοῦ γεγονότος ἐπὶ Τιβερίου ἐν Ἀντιοχείᾳ σεισμοῦ. ιηʹ. Περὶ τῆς ἐπαναστάσεως τῆς κατὰ τὸν ἐναγῆ Ἀνατόλιον. ιθʹ. Περὶ τῆς στρατηγίας Μαυρικίου, καὶ τῶν ἀρετῶν αὐτοῦ. κʹ. Ὡς Ταμχοσρόην καὶ Ἀδααρμάνην τοὺς Περσῶν στρατη‐ γοὺς ἐνίκησεν Μαυρίκιος.
10 καʹ. Περὶ τῶν μηνυσάντων σημείων τὴν βασιλείαν Μαυρικίῳ. κβʹ. Περὶ τῆς ἀναγορεύσεως Μαυρικίου καὶ Αὐγούστης. κγʹ. Περὶ χρόνων ἀναγραφῆς ἀπὸ Ἰουστίνου τοῦ νέου μέχρι Μαυρικίου.
κδʹ. Περὶ τῆς καθ’ εἱρμὸν ἱστορίας μέχρις ἡμῶν σωζομένης.

195

(1t)

ΕΥΑΓΡΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ ΕΠΙΦΑΝΕΩΣ ΚΑΙ ΑΠΟ ΕΠΑΡΧΩΝ
2tΕΚΚΛΗΣΙΑΣΤΙΚΗΣ ΙΣΤΟΡΙΑΣ
3tΤΟΜΟΣ Εʹ
41. Οὕτω μὲν δὴ Ἰουστινιανὸς ἁπαξάπαντα ταράχου
5καὶ θορύβων πληρώσας καὶ τἀπίχειρα τούτων πρὸς τῷ τέρματι τοῦ βίου κομισάμενος, ἐς τὰ κατώτατα μετεχώ‐ ρησε δικαιωτήρια. Ὁ δέ γε Ἰουστῖνος ἀδελφιδοῦς μέν οἱ καθεστώς, τὴν δὲ φυλακὴν τῆς αὐλῆς ἐμπεπιστευμένος, ὃν κουροπαλάτην ἡ Ῥωμαίων λέγει φωνή, μετ’ αὐτὸν τὴν
10ἁλουργίδα περιβάλλεται, οὔτε τὴν ἀποβίωσιν Ἰουστινιανοῦ οὔτε τὴν ἀνάρρησιν Ἰουστίνου τινὸς ἐγνωκότος πλὴν τῶν ἀμφ’ αὐτόν, μέχρις οὖ κατὰ τὴν ἱπποδρομίαν ἐφάνη τὰ νόμιμα τῆς βασιλείας δράσων τε καὶ πεισόμενος. Ὡς δ’ οὖν ταῦτα γέγονε, μηδενὸς παντάπασι νεωτερισθέντος,
15ἐπανῆκε μὲν κατὰ τὴν αὐλήν· πρώτην δὲ ποιεῖται κέλευσιν τοὺς ἁπανταχῆ συνειλεγμένους ἱερέας ἀφεῖσαν πρὸς τοὺς οἰκείους θρόνους, ἐφ’ ᾧ τὰ εἰωθότα θρησκεύειν μηδενὸς περὶ τὴν πίστιν καινουργουμένου. Καὶ τοῦτο μὲν ἀξιό‐ λογον αὐτῷ ἐπράχθη.
20 Ἦν δέ γε τὸν βίον ἐκδεδιῃτημένος καὶ τρυφαῖς ἀτεχνῶς καὶ ἡδοναῖς ἐκτόποις ἐγκαλινδούμενος, ἀλλοτρίων τε χρη‐ μάτων διάπυρος ἐραστὴς ὡς πάντα κέρδους ἀθέσμου ἀπεμπολεῖν, μηδὲ ἐπὶ ταῖς ἱερωσύναις τὸ θεῖον εὐλαβού‐
μενος ἃς τοῖς προστυχοῦσιν ἐπίπρασκεν, ὠνίους καὶ ταύτας

196

ἀναφανδὸν τιθέμενος. Θράσει δὲ καὶ δειλίᾳ ταῖς κακίαις κρατούμενος, πρῶτον Ἰουστῖνον προσγενῆ τυγχάνοντα καὶ πολὺ κλέος παρὰ πᾶσιν ἔχοντα περί τε ἐμπειρίαν πολέμων καὶ τὰς ἄλλας ἀξιώσεις, μετάπεμπτον ποιεῖται,
5ἀμφὶ τὸν Ἴστρον τὰς διατριβὰς ποιούμενον, καὶ τὰς τῶν Ἀβάρων διαβάσεις ἀνείργοντα. Ἔθνος δὲ Σκυθικὸν οἱ Ἄβαροι τῶν ἁμαξοβίων τῶν ὑπὲρ τὸν Καύκασον τὰ ἐπέκεινα πεδία νεμομένων· οἳ τοὺς γειτνιῶντας Τούρκους πασσυδὶ πεφευγότες, ἐπεὶ κακῶς πρὸς αὐτῶν ἐπεπόν‐
10θεσαν, ἐπὶ τὸν Βόσπορον ἀφίκοντο· καὶ τὴν ἠϊόνα τοῦ Εὐξείνου καλουμένου Πόντου καταλιπόντες—ἔνθα συχνὰ μὲν ἔθνη βαρβαρικά, ἐξῳκίσθησαν δὲ καὶ ὑπὸ Ῥωμαίων πόλεις τε καὶ στρατόπεδα καί τινες προσορμήσεις, ἢ στρατιωτῶν ἀπομάχων γιγνομένων, ἢ καὶ ἀποικιῶν πρὸς
15τῶν βασιλέων στελλομένων—, τὴν πόρευσιν ἐποιοῦντο πᾶσι τοῖς ἐν ποσὶ βαρβάροις ἀνταγωνιζόμενοι, μέχρις οὗ τὰς ἠϊόνας τοῦ Ἴστρου κατειλήφασι καὶ πρὸς Ἰουστι‐ νιανὸν ἐπρεσβεύσαντο. Ἐντεῦθεν οὖν ὁ Ἰουστῖνος μετε‐ πέμφθη, οἷα δῆθεν ὀφείλων τῶν συγκειμένων αὐτῷ τε καὶ
20τῷ αὐτοκράτορι Ἰουστίνῳ ἀπολαῦσαι. Ἐπεὶ γὰρ ἄμφω παραπλησίω καθεστηκάτην ταῖς τοῦ βίου φαντασίαις, καὶ ἐπ’ ἄμφω ἡ βασιλεία ἐπῃώρητο, συνήτην μετὰ πολλὰ τὰ ἀμφίλογα ὥστε τὸν ἐς τὴν βασιλείαν παριόντα τὴν δευ‐ τέραν χώραν θἀτέρῳ δοῦναι, ἵν’ ἐκ τῶν δευτερείων τῆς
25βασιλείας τὰ πρωτεῖα τῶν ἄλλων ἀποφέροιτο. 2. Μετὰ πολλῆς τοιγαροῦν τῆς ἔξωθεν φιλοφροσύνης ὁ Ἰουστῖνος τὸν Ἰουστῖνον δεξιωσάμενος, καὶ κατὰ σμικρὸν αἰτίας ἐπιπλάττων, καὶ τοὺς ὑπασπιστὰς καὶ δορυφόρους καὶ σωματοφύλακας παραιρούμενος τάς τε παρ’ αὐτοῦ
30προόδους εἴργων, καθῆστο γὰρ οἴκοι Ἰουστίνου κελεύ‐
σμασιν, ἐς τὴν Ἀλεξάνδρου μεγάλην ἐξοικίζεται πόλιν·

197

αὐτοῦ τε δειλαίως ἀναιρεῖται πόρρω τῶν νυκτῶν, ἔτι κλινοπετὴς ὑπάρχων, ταύτην ἀμοιβὴν τῆς ἐς τὸ πολίτευμα εὐνοίας καὶ τῶν ἐς τοὺς πολέμους ἀνδραγαθημάτων κομι‐ σάμενος. Καὶ οὐ πρότερον ἀνεῖσαν τοῦ θυμοῦ ἢ τῆς
5ζεούσης μήνιδος ἐνεφορήθησαν, μέχρις οὗ τὴν κεφαλὴν ἀποτμηθεῖσαν αὐτός τε καὶ ἡ τούτου σύνοικος Σοφία ἐθεάσαντο, καὶ τοῖς ποσὶν ἐξελάκτισαν. 3. Οὐ μετ’ οὐ πολὺ δὲ καὶ Αἰθέριον καὶ Ἀδδαῖον, τῆς μὲν συγκλήτου βουλῆς καθεστῶτε, μεγάλα δὲ καὶ πρωτεῖα
10παρ’ Ἰουστινιανῷ ἐσχηκότε, ἐς κριτήριον ἐπὶ καθοσιώσει ἐκδέδωκεν. Ὧν ὁ μὲν Αἰθέριος συγκατετίθετο φαρμάκοις βουληθεὶς τὸν βασιλέα διαχρήσασθαι, κοινωνὸν τῆς τοι‐ αύτης ἐγχειρήσεως καὶ ἐν πᾶσι συνεργὸν ἔχειν εἰπὼν τὸν Ἀδδαῖον. Ὁ δὲ ὅρκοις δεινοῖς διώμνυτο μηδὲν τούτων
15παντάπασιν εἰδέναι. Ἄμφω δ’ οὖν τὰς κεφαλὰς ἀπετμη‐ θήτην, παρ’ αὐτὴν τὴν ἐκτομὴν τῆς κεφαλῆς Ἀδδαίου φήσαντος ἐν τούτοις μὲν συκοφαντηθῆναι, δίκαια δὲ πάσχειν πρὸς τῆς ἐφόρου τῶν ὁπωσοῦν δρωμένων δίκης· αὐτὸν γὰρ γοητείᾳ τὸν Θεόδοτον ὕπαρχον τῆς αὐλῆς
20ἀνελεῖν. Ἐγὼ δὲ εἰ μὲν ταῦθ’ οὕτως ἔχει, οὐκ ἔχω λέγειν, ἄμφω δὲ ἀλιτηρίω ἤστην· ὁ μὲν Ἀδδαῖος παιδομανῶν, Αἰθέριος δὲ διὰ πάσης ἰὼν συκοφαντίας, καὶ τάς τε τῶν ζώντων τῶν τε τελευτώντων τὰς οὐσίας ληϊζόμενος ὀνόματι τῆς βασιλικῆς οἰκίας, ἧς ἐπὶ Ἰουστινιανοῦ προὐστήκει.
25Καὶ ταῦτα μὲν ἔληξεν ὧδε. 4. Γράφει δὲ ὁ Ἰουστῖνος τοῖς ἑκασταχοῦ Χριστια‐ νοῖς πρόγραμμα, αὐτοῖς ὀνόμασι τοῦτο· „Ἐν ὀνόματι τοῦ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ ἡμῶν, αὐτοκράτωρ Καῖσαρ Φλάβιος Ἰουστῖνος, πιστὸς
30ἐν Χριστῷ, ἥμερος, μέγιστος, εὐεργέτης, Ἀλαμανικός, Γοτθικός, Γερμανικός, Ἀντικός, Φραγκικός, Ἐρουλλικός,
Γηπαιδικός, εὐσεβής, εὐτυχής, ἔνδοξος, νικητής, τροπαι‐

198

οῦχος, ἀεισέβαστος, Αὔγουστος. ‘Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν,‘ φησὶν ὁ δεσπότης Χριστὸς ὁ ἀληθινὸς ἡμῶν θεός, ‘εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν,‘ ὁ αὐτὸς κηρύττει πᾶσιν ἀνθρώποις. Οὐκ ἄλλο δὲ τοῦτό ἐστιν ἢ τοὺς πιστεύοντας
5εἰς αὐτὸν εἰς μίαν καὶ τὴν αὐτὴν ἐκκλησίαν συντρέχειν, ὁμοφρονοῦντας μὲν περὶ τὴν ὀρθὴν τῶν Χριστιανῶν δόξαν, ἀποστρεφομένους δὲ τοὺς τἀναντία λέγοντας ἢ δοξάζοντας. Πρώτη γὰρ σωτηρία καθέστηκε πᾶσιν ἀνθρώποις ἡ τῆς ὀρθῆς πίστεως ὁμολογία. Διὸ καὶ ἡμεῖς τοῖς εὐαγγελικοῖς
10κατακολουθοῦντες παραγγέλμασι καὶ τῷ ἁγίῳ συμβόλῳ, ἤτοι μαθήματι τῶν ἁγίων πατέρων, πρὸς μίαν καὶ τὴν αὐτὴν ἐκκλησίαν τε καὶ γνώμην προτρεπόμεθα πάντας συνελθεῖν, πιστεύοντες εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, τριάδα ὁμοούσιον, μίαν θεότητα ἤτοι φύσιν καὶ
15οὐσίαν λόγῳ καὶ πράγματι, καὶ μίαν δύναμιν καὶ ἐξουσίαν καὶ ἐνέργειαν, ἐν τρισὶν ὑποστάσεσιν ἤγουν προσώποις δοξάζοντες, εἰς ἃ βεβαπτίσμεθα, εἰς ἃ πεπιστεύκαμεν, καὶ οἷς συντετάγμεθα. Μονάδα γὰρ ἐν τριάδι καὶ τριάδα ἐν μονάδι προσκυνοῦμεν, παράδοξον ἔχουσαν καὶ τὴν διαί‐
20ρεσιν καὶ τὴν ἕνωσιν· μονάδα μὲν κατὰ τὴν οὐσίαν ἤγουν θεότητα, τριάδα δὲ κατὰ τὰς ἰδιότητας ἤγουν ὑποστάσεις, ἤτοι πρόσωπα. Διαιρεῖται γὰρ ἀδιαιρέτως, ἵν’ οὕτως εἴπωμεν, καὶ συνάπτεται διῃρημένως. Ἓν γὰρ ἐν τρισὶν ἡ θεότης καὶ τὰ τρία ἕν, τὰ ἐν οἷς ἡ θεότης, ἢ τό γε
25ἀκριβέστερον εἰπεῖν, ἃ ἡ θεότης. Θεὸν τὸν πατέρα, θεὸν τὸν υἱόν, θεὸν τὸ ἅγιον πνεῦμα, ὅταν ἕκαστον πρόσωπον καθ’ ἑαυτὸ θεωρῆται, τοῦ νοῦ χωρίζοντος τὰ ἀχώριστα· θεὸν τὰ τρία μετ’ ἀλλήλων νοούμενα, τῷ ταὐτῷ τῆς κινή‐ σεως καὶ τῆς φύσεως, ἐπειδὴ χρὴ καὶ τὸν ἕνα θεὸν
30ὁμολογεῖν, καὶ τὰς τρεῖς ὑποστάσεις ἤγουν ἰδιότητας κηρύττειν. Ὁμολογοῦμεν δὲ αὐτὸν τὸν μονογενῆ υἱὸν τοῦ θεοῦ τὸν θεὸν Λόγον τὸν πρὸ αἰώνων καὶ ἀχρόνως ἐκ τοῦ πατρὸς γεννηθέντα, οὐ ποιηθέντα, ἐπ’ ἐσχάτων δὲ τῶν
35ἡμερῶν δι’ ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα

199

ἐκ τῶν οὐρανῶν, καὶ σαρκωθέντα ἐκ πνεύματος ἁγίου καὶ τῆς δεσποίνης ἡμῶν τῆς ἁγίας ἐνδόξου θεοτόκου καὶ ἀεὶ παρθένου Μαρίας, καὶ γεννηθέντα ἐξ αὐτῆς, ὅς ἐστιν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὁ εἶς τῆς ἁγίας τριάδος,
5συνδοξαζόμενος τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι. Οὐδὲ γὰρ τετάρτου προσώπου προσθήκην ἐπεδέξατο ἡ ἁγία τριάς, καὶ σαρκωθέντος τοῦ ἑνὸς τῆς ἁγίας τριάδος θεοῦ Λόγου· ἀλλ’ ἔστιν εἷς καὶ ὁ αὐτὸς ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὁμοούσιος τῷ θεῷ καὶ πατρὶ κατὰ τὴν θεότητα,
10καὶ ὁμοούσιος ἡμῖν ὁ αὐτὸς κατὰ τὴν ἀνθρωπότητα, παθητὸς σαρκὶ καὶ ἀπαθὴς ὁ αὐτὸς ἐν θεότητι. Οὐ γὰρ ἄλλον τὸν θεὸν Λόγον τὸν θαυματουργήσαντα, καὶ ἄλλον τὸν παθόντα ἐπιστάμεθα· ἀλλ’ ἕνα καὶ τὸν αὐτὸν ὁμολο‐ γοῦμεν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν τοῦ θεοῦ Λόγον,
15σαρκωθέντα καὶ τελείως ἐνανθρωπήσαντα, καὶ ἑνὸς καὶ τοῦ αὐτοῦ τά τε θαύματα καὶ τὰ πάθη ἅπερ ἑκουσίως ὑπέμεινεν σαρκὶ διὰ τὴν ἡμετέραν σωτηρίαν. Οὐ γὰρ ἄνθρωπός τις ἑαυτὸν ὑπὲρ ἡμῶν δέδωκεν, ἀλλ’ αὐτὸς ὁ θεὸς Λόγος ἀτρέπτως γενόμενος ἄνθρωπος, τό τε ἑκούσιον
20πάθος καὶ τὸν θάνατον ὑπὲρ ἡμῶν σαρκὶ κατεδέξατο. Καὶ θεὸν τοίνυν αὐτὸν ὁμολογοῦντες, οὐκ ἀθετοῦμεν τὸ εἶναι αὐτὸν καὶ ἄνθρωπον· καὶ ἄνθρωπον αὐτὸν ὁμολογοῦν‐ τες, οὐκ ἀρνούμεθα τὸ εἶναι αὐτὸν καὶ θεόν. Ὅθεν ἕνα καὶ τὸν αὐτὸν ἐξ ἑκατέρας φύσεως, θεότητος καὶ ἀνθρωπότητος,
25σύνθετον τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ὁμολογοῦντες, σύγχυσιν τῇ ἑνώσει οὐκ ἐπεισάγομεν. Οὐ γὰρ ὅτι γέγονε καθ’ ἡμᾶς ἄνθρωπος, τὸ εἶναι θεὸς ἀπολέσει· οὔτε μὴν ὅτι θεὸς κατὰ φύσιν ἐστί, καὶ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ἀπαράδεκτον ἔχει, καὶ τὸ ἄνθρωπος εἶναι παραιτήσεται.
30Μεμένηκεν δὲ ὥσπερ ἐν ἀνθρωπότητι θεός, οὕτω καὶ ἐν ὑπεροχῇ θεότητος ὢν ἄνθρωπος οὐδὲν ἧττον, ἄμφω δὲ ὢν ἐν ταὐτῷ, καὶ εἷς θεός τε ὁμοῦ καὶ ἄνθρωπος ὁ Ἐμμανουήλ. Τὸν αὐτὸν δὲ ὁμολογοῦντες ἐν θεότητι
τέλειον καὶ ἐν ἀνθρωπότητι τέλειον, ἐξ ὧν καὶ συνετέθη,

200

διαίρεσιν μὲν τὴν ἀνὰ μέρος ἢ τομὴν οὐκ ἐπιφέρομεν τῇ μιᾷ αὐτοῦ συνθέτῳ ὑποστάσει, τὴν δὲ διαφορὰν τῶν φύσεων σημαίνομεν, οὐκ ἀναιρουμένην διὰ τὴν ἕνωσιν. Οὔτε γὰρ ἡ θεία φύσις εἰς τὴν ἀνθρωπείαν μετεβλήθη,
5οὔτε ἡ ἀνθρωπεία φύσις εἰς τὴν θείαν ἐτράπη. Νοουμένης δὲ μᾶλλον καὶ ὑπαρχούσης ἑκατέρας ἐν τῷ τῆς ἰδίας φύσεως ὅρῳ τε καὶ λόγῳ πεπρᾶχθαί φαμεν τὴν ἕνωσιν καθ’ ὑπόστασιν. Ἡ δὲ καθ’ ὑπόστασιν ἕνωσις δηλοῖ ὅτι ὁ θεὸς Λόγος, τουτέστιν ἡ μία ὑπόστασις τῶν τριῶν
10τῆς θεότητος ὑποστάσεων, οὐ προϋποστάντι ἀνθρώπῳ ἡνώθη, ἀλλ’ ἐν τῇ γαστρὶ τῆς δεσποίνης ἡμῶν τῆς ἁγίας καὶ ἐνδόξου θεοτόκου καὶ ἀεὶ παρθένου Μαρίας ἐδημιούργησεν ἑαυτῷ ἐξ αὐτῆς ἐν τῇ ἰδίᾳ ὑποστάσει σάρκα ὁμοούσιον ἡμῖν καὶ ὁμοιοπαθῆ κατὰ πάντα, χωρὶς ἁμαρτίας, ἐψυχω‐
15μένην ψυχῇ λογικῇ καὶ νοερᾷ. Ἐν αὐτῷ γὰρ ἔσχεν τὴν ὑπόστασιν καὶ γέγονεν ἄνθρωπος, καὶ ἔστιν εἷς καὶ ὁ αὐτὸς κύριος ἡμῶν Ἰησοῦς Χριστὸς συνδοξαζόμενος τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι. Ἐννοοῦντες δὲ αὐτοῦ τὴν ἄφραστον ἕνωσιν, ὀρθῶς ὁμολογοῦμεν μίαν φύσιν τοῦ θεοῦ
20Λόγου σεσαρκωμένην σαρκὶ ἐψυχωμένῃ ψυχῇ λογικῇ τε καὶ νοερᾷ. Καὶ πάλιν ἐν θεωρίᾳ λαμβάνοντες τὴν τῶν φύσεων διαφορὰν δύο ταύτας εἶναι λέγομεν, διαίρεσιν οὐδεμίαν εἰσάγοντες. Ἑκατέρα γὰρ φύσις ἐστὶν ἐν αὐτῷ. Ὅθεν ἕνα καὶ τὸν αὐτὸν ὁμολογοῦμεν Χριστόν, ἕνα υἱόν, ἓν
25πρόσωπον, μίαν ὑπόστασιν, θεόν τε ὁμοῦ καὶ ἄνθρωπον. Πάντας δὲ τοὺς παρὰ ταῦτα φρονήσαντας ἢ φρονοῦντας ἀναθεματίζομεν, ἀλλοτρίους εἶναι κρίνοντες τῆς ἁγίας τοῦ θεοῦ καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας. Τῶν ὀρθῶν τοίνυν δογμάτων τῶν παρὰ τῶν ἁγίων πατέρων παραδεδο‐
30μένων ἡμῖν κηρυττομένων, προτρέπομεν ὑμᾶς ἅπαντας εἰς μίαν καὶ τὴν αὐτὴν καθολικὴν καὶ ἀποστολικὴν ἐκκλησίαν
συντρέχειν, μᾶλλον δὲ καὶ παρακαλοῦμεν—οὐ γὰρ ὀκνή‐

201

σαιμεν, κἂν ἐν ὑπεροχῇ βασιλείας ἐσμέν, καὶ τοιούτοις χρήσασθαι ῥήμασιν ὑπὲρ τῆς τῶν Χριστιανῶν ἁπάντων ὁμοφροσύνης τε καὶ ἑνώσεως, ἐκ τοῦ μίαν ἁπάντων δοξο‐ λογίαν ἀναπέμπεσθαι τῷ μεγάλῳ θεῷ καὶ σωτῆρι ἡμῶν
5Ἰησοῦ Χριστῷ—τοῦ δὲ λοιποῦ μηδένα προφασιζόμενον πρόσωπα ἢ συλλαβὰς ζυγομαχεῖν, ὅτι πρὸς μίαν καὶ τὴν αὐτὴν ὀρθὴν ἔννοιάν τε καὶ πίστιν αἱ συλλαβαὶ φέρουσι· τοῦ μέχρι νῦν κρατοῦντος ἔθους τε καὶ σχήματος ἐν τῇ ἁγίᾳ τοῦ θεοῦ καθολικῇ καὶ ἀποστολικῇ ἐκκλησίᾳ
10διὰ πάντων βεβαίου τε καὶ ἀκαινοτομήτου, καὶ εἰς τὸν ἑξῆς ἅπαντα μένοντος χρόνον.“ Τούτῳ μὲν οὖν ἅπαντες τῷ ἰδίκτῳ συγκατετίθεντο, ὀρθοδόξως ἐκπεφωνῆσθαι λέγοντες· οὐδὲν δὲ τῶν διερρω‐ γότων ὅλως ἡνώθη, διότι ῥητῶς ἐπεσημήνατο τὸ βέβαιον
15καὶ ἀκαινοτόμητον ταῖς ἐκκλησίαις πεφυλάχθαι καὶ κατὰ τὸν ἑξῆς ἐπιρρέοντα χρόνον. 5. Ἐκβεβλήκει δὲ καὶ Ἀναστάσιον Ἰουστῖνος τοῦ Θεουπόλεως θρόνου, ἐπεγκαλῶν οἱ τῶν τε ἱερατικῶν χρημάτων τὴν γεγενημένην δαπάνην, λέγων καὶ εἰς
20ἄπειρον καὶ μὴ κατὰ τὸ προσῆκον γενέσθαι, τήν τε ἐς αὐτὸν βλασφημίαν. Ἐρωτηθέντα γὰρ τὸν Ἀναστάσιον τί δή ποτε οὕτω χύδην τὰ ἱερατικὰ ῥίπτει χρήματα, ἀναφανδὸν εἰπεῖν· ὡς ἂν μὴ παρὰ Ἰουστίνου τῆς κοινῆς λύμης ἀφαιρεθεῖεν. Ἐλέγετο δὲ μηνῖσαι Ἀναστασίῳ,
25ὅτι γε ζητοῦντι χρήματα τὴν ἐπισκοπὴν ἐγχειρισθεὶς οὐχ εἵλετο δοῦναι. Προεφέρετο δὲ καὶ ἕτερα ἄττα κατ’ αὐτοῦ, ἐνίων οἶμαι τὸν βασιλικὸν βουληθέντων θεραπεῦσαι σκοπόν. 6. Μετ’ αὐτὸν δὲ πρὸς τὸν ἱερατικὸν ἄνεισι θρόνον
30Γρηγόριος, οὗ κλέος εὐρύ, κατὰ τὴν ποίησιν, ἐκ πρώτης ἡλικίας τοῖς μοναδικοῖς ἐναποδυσάμενος σκάμμασιν, οὕτω
δὲ γεννικῶς καὶ καρτερικῶς ἀγωνισάμενος ὡς τάχιστα καὶ

202

ἐκ πρώτων ἰούλων πρὸς τοὺς ἀνωτάτω βαθμοὺς ἐλάσαι, ἡγήσασθαι δὲ τῆς τῶν Βυζαντίων μονῆς ἔνθα τὸν ἄσκευον εἵλετο βίον, κελεύμασι δὲ Ἰουστίνου καὶ τοῦ Σινᾶ ὄρους· ἐν ᾧ μεγίστοις ἐμπέπτωκε κινδύνοις πολιορκίαν ὑποστὰς
5ὑπὸ τῶν Σκηνητῶν βαρβάρων· εἰρηνεῦσαι δ’ οὖν αὐτῷ ὅμως μέγιστα τῷ τόπῳ καταπραξάμενος ἐκεῖθεν πρὸς τὴν ἀρχιερωσύνην ἐκλήθη. Ἦν δὲ γνώμην καὶ ἀρετὴν ψυχῆς πάντα ἐν πᾶσι κράτιστος, καὶ ἐς ὅ τι ὁρμήσειεν ἐξεργαστικώτατος, δέει
10τε ἄτρωτος, καὶ πρὸς τὸ ὑπείκειν ἢ κατεπτηχέναι δυνα‐ στείας ἀληπτότατος. Οὕτω δὲ μεγαλοπρεπεῖς τὰς ἐπι‐ δόσεις τῶν χρημάτων ἐποιεῖτο, ἐλευθερίοις τε καὶ ἀφει‐ δέσι ἐς ἅπαντα χρώμενος, ὥστε ὅτε προΐοι παμπληθεῖς αὐτῷ καὶ τῶν εἰωθότων ἄτερ ἐπηκολούθουν, καὶ ὅσοι ὁρῷεν
15ἢ πυνθάνοιντο προσιόντα, συνέρρεον· καὶ ἦν τά γε ἐς τὴν τοσαύτην ἀρχὴν δεύτερα τῆς ἐς τὸν ἄνδρα τιμῆς, ἐθελουσίων τὰ πολλὰ ὁρᾶν τε ἐκ τοῦ σύνεγγυς καὶ ἀκούειν διαλαλοῦντος ἐπιθυμούντων. Πόθον γὰρ ἑαυτοῦ πᾶσι τοῖς ὁπωσοῦν ἐντυγχάνουσιν ἐνεργάσασθαι ἦν ἱκανώτατος· ἰδεῖν
20τε ἀξιάγαστος, καὶ προσφθέγξασθαι διὰ χαρίτων ἥδιστος, νοῆσαί τε ἐκ τοῦ παραυτίκα ὀξὺς εἴ τις ἄλλος ἀνθρώπων, πρᾶξαί τε ἐς τὰ μάλιστα ὀξύτατος, καὶ βουλὴν ἄριστα βουλεῦσαι καὶ κρῖναι τά τε οἰκεῖα τά τε τῶν ἄλλων ἱκανώτατος· ὅθεν καὶ τοσαῦτα κατεπράξατο μηδὲν εἰς
25αὔριον ἀναβαλλόμενος. Κατέπληξε δὲ οὐ μόνον τοὺς Ῥωμαίων βασιλέας, ἅπασι χρώμενος ὡς ἥ τε χρεία καλοίη καὶ καιρὸς ὑπείκοι οὐχ ὑστερῶν, ἀλλὰ καὶ τοὺς Περσῶν, ὡς ἕκαστα προσφόρως δηλώσω. Ἦν δὲ ἐν αὐτῷ πολὺ μὲν τὸ σφοδρόν, ἐνιαχοῦ δὲ καὶ τὸ θυμοειδές,
30οὐκ ὀλίγον δὲ πάλιν ἀλλὰ καὶ μάλα περιούσιον τὸ πρᾶόν τε καὶ ἥμερον· ὡς ἐπ’ αὐτῷ ἄριστα καταντῆσαι τὰ Γρη‐
γορίῳ τῷ θεολόγῳ πεφιλοσοφημένα, τὸ αὐστηρὸν αἰδοῖ

203

σύγκρατον, ὡς μηδὲ ἕτερον ὑπὸ τοῦ ἑτέρου καταβλάπτεσθαι, ἀλλ’ ἀμφότερα δι’ ἀλλήλων εὐδοκιμεῖν. 7. Τούτου τὴν ἐπισκοπὴν πρῶτον ἔτος διέποντος, οἱ τῆς πάλαι μὲν μεγάλης Ἀρμενίας, ὕστερον δὲ Περσαρ‐
5μενίας ἐπονομασθείσης—ἣ πρώην Ῥωμαίοις κατήκοος ἦν, Φιλίππου δὲ τοῦ μετὰ Γορδιανὸν καταπροδόντος αὐτὴν τῷ Σαπώρῃ, ἡ μὲν κληθεῖσα μικρὰ Ἀρμενία πρὸς Ῥωμαίων ἐκρατήθη, ἡ δέ γε λοιπὴ πᾶσα πρὸς Περσῶν—, τὰ Χρι‐ στιανῶν πρεσβεύοντες, ἐπεὶ παρὰ Περσῶν κακῶς ἔπασχον
10καὶ μάλιστα περὶ τὴν οἰκείαν νόμισιν, ἐν παραβύστῳ ἐπρεσβεύοντο πρὸς Ἰουστῖνον ἱκετεύοντες κατήκοοι Ῥω‐ μαίοις γενέσθαι, ὡς ἂν ἐπ’ ἀδείας δρῷεν τὰ εἰς θεὸν γέρα μηδενὸς αὐτοῖς ἐμποδὼν γιγνομένου. Τοῦ δὲ Ἰουστίνου προσηκαμένου, καί τινων ἐν γράμμασι πρὸς τοῦ βασιλέως
15διομολογηθέντων ὅρκοις τε δεινοῖς κατασφαλισθέντων, ἀποσφάττουσι μὲν οἱ Ἀρμένιοι τοὺς σφῶν ἄρχοντας, προστίθενται δὲ πασσυδὶ τῇ Ῥωμαίων ἀρχῇ μεθ’ ὧν προσ‐ ειλήφεσαν πλησιοχώρων, ὁμοεθνῶν τε καὶ ἀλλοφύλων, Οὐαρδάνου προὔχοντος παρ’ αὐτοῖς γένει τε καὶ ἀξιώσει
20καὶ τῇ περὶ τοὺς πολέμους ἐμπειρίᾳ. Ἐπεγκαλοῦντα τοίνυν περὶ τούτων Χοσρόην Ἰουστῖνος ἀπεπέμπετο, λέγων πεπεράσθαι τὰ τῆς εἰρήνης, καὶ μὴ οἷόν τε εἶναι Χριστιανοὺς ἀπορρίψαι ἐν καιρῷ πολέμου Χριστιανοῖς προσρυέντας. Καὶ ταῦτα μὲν ἀπεκρίνατο· οὐ μὴν ἐς
25πόλεμον παρεσκευάζετο, ἀλλὰ τῇ συνήθει τρυφῇ ἐνεδέδετο, πάντα δεύτερα τῶν οἰκείων ἡδονῶν τιθέμενος. 8. Στρατηγὸν δὲ τῶν ἑῴων ἐκπέμπει Μαρκιανὸν συγγενῆ αὐτῷ καθεστῶτα, οὔτε στρατείαν ἀξιόμαχον δοὺς οὔτε τὴν ἄλλην τὴν ἐς τὸν πόλεμον παρασκευήν. Ὃς
30ἐπὶ προὔπτῳ κινδύνῳ καὶ ἐπ’ ἀνατροπῇ τῶν ὅλων τὴν μέσην κατειλήφει τῶν ποταμῶν, ὀλίγους κομιδῇ στρατιώ‐ τας καὶ τούτους ἀνόπλους ἐπισυρόμενος, ἔχων καί τινας σκαπανέας καὶ βοηλάτας ἐκ τῶν συντελῶν ἀφῃρημένους.
Συμπλέκεται μὲν οὖν ὀλίγα πρὸς Πέρσας περὶ τὴν

204

Νίσιβιν, οὔπω οὐδὲ τῶν Περσῶν παρεσκευασμένων. Καὶ τὸ πλέον ἐσχηκὼς περικάθηται τὴν πόλιν, οὐκ ἀξιω‐ σάντων τῶν Περσῶν ἀποκλεῖσαι τὰς πύλας, ἐνυβριζόντων δὲ καὶ μάλα αἰσχρῶς ἐς τὸ Ῥωμαίων στράτευμα.
5 Τεράστια δὲ πολλὰ μὲν καὶ ἄλλα ὡρᾶτο, τὰ ἐσόμενα δυσχερῆ μηνύοντα. Καὶ βοῦν δὲ ἀρτιγενῆ ἐθεασάμεθα κατ’ ἀρχὰς τοῦ πολέμου, ᾧ δύο κεφαλαὶ ἐκ τοῦ αὐχένος ἐπαιώρηντο. 9. Ὁ δὲ Χοσρόης, ἐπεὶ αὐτάρκως αὐτῷ τὰ εἰς
10τὸν πόλεμον ἐξηυτρέπιστο, Ἀδραμαὰν μὲν διαπορεύσας μέχρι τινὸς καὶ τὸν Εὐφράτην ἀνὰ τὴν σφετέραν γῆν διαβιβάσας, εἰς τὴν Ῥωμαίων ἐπικράτειαν ἠφίει διὰ τοῦ καλουμένου Κιρκησίου. Τὸ δὲ Κιρκήσιόν ἐστι πόλισμα Ῥωμαίοις ἐπικαιρότατον πρὸς ταῖς ἐσχατιαῖς τοῦ πολι‐
15τεύματος κείμενον· ὅπερ ὀχυρὸν οὐ μόνα τὰ τείχη ποιεῖ εἰς ἄπειρον ὕψος ἐπαιρόμενα, ἀλλὰ καὶ Εὐφράτης καὶ Ἀβόρας οἱ ποταμοὶ κυκλοῦντες καὶ ὥσπερ ἀπονησοῦντες τὴν πόλιν. Αὐτὸς δὲ σὺν τοῖς ἀμφ’ αὐτὸν τὸν Τίγρητα διαβὰς ποταμὸν ἐπὶ τὴν Νίσιβιν τὴν ἔλασιν ἐποιεῖτο.
20Ταῦτα δὲ γιγνόμενα μέχρι πολλοῦ τοὺς Ῥωμαίους ἐλάν‐ θανεν, ὥστε Ἰουστῖνον φήμῃ πειθόμενον λεγούσῃ Χοσρόην ἢ τεθνάναι ἢ πρὸς αὐτὰς τὰς τελευταίας ἀναπνοὰς εἶναι, ἀσχάλλειν ἐπὶ τῇ δῆθεν βραδυτῆτι τῆς πολιορκίας τοῦ Νίσιβι, πέμψαι τε τοὺς ἐπείξοντας τὸν Μαρκιανόν, καὶ
25τὰς κλεῖς τῶν πυλῶν ὡς τάχιστα οἴσοντας. Ὡς δὲ οὐδαμῆ οὐδαμῶς τὸ πρᾶγμα προῄει, ἀλλὰ καὶ πολλὴν ὦφλε τὴν αἰσχύνην τὰ ἀμήχανα ζητῶν ἐπὶ τοσαύτῃ καὶ τοιαύτῃ πόλει καὶ οὕτως ἐξουθενημένῳ στρατῷ, ἀγγέλλε‐ ται πρῶτον Γρηγορίῳ τῷ Θεουπολιτῶν ἐπισκόπῳ. Ὁ
30γὰρ τῆς Νισίβης ἐπίσκοπος φίλος ἐς τὰ μάλιστα

205

Γρηγορίῳ καταστὰς μεγάλοις δώροις παρ’ αὐτοῦ ἀξιωθείς, ἄλλως τε δὲ καὶ δυσχεραίνων τὴν Περσῶν παροινίαν τὴν εἰς Χριστιανοὺς γιγνομένην ἣν διὰ παντὸς παρ’ αὐτῶν ἐπεπόνθεσαν, καὶ Ῥωμαίων κατήκοον τὴν οἰκείαν πόλιν
5ἱμειρόμενος εἶναι, πάντων τῶν ἐν τῇ ὑπερορίᾳ γιγνομένων τὴν γνῶσιν Γρηγορίῳ παρείχετο, ἅπαντα κατὰ καιρὸν παριστάς· ἅπερ παραυτίκα ἐπὶ Ἰουστῖνον ἀνέφερεν, τὴν ἔφοδον τοῦ Χοσρόου τὴν ταχίστην μηνύων. Ὁ δὲ περὶ τὰς συνήθεις ἡδονὰς ἐγκαλινδούμενος τοῖς
10μὲν γεγραμμένοις προσεῖχεν οὐδέν, οὔτε δὲ πιστεύειν ἤθελεν, οἰόμενος ὅπερ ἐβούλετο. Ἕπεται γὰρ τοῖς ἐκδε‐ διῃτημένοις τῶν ἀνθρώπων τό τε ἀγεννὲς καὶ θρασὺ πρὸς τὰς ἐκβάσεις, τὸ 〈δὲ〉 ἄπιστον εἰ τύχοιεν ἀντικρὺ τῶν θελήσεων αὐτῶν φερόμεναι. Γράφει μὲν οὖν αὐτῷ ταῦτα
15τέλεον ἀποδιοπομπούμενος ὡς οὐκ ἀληθῆ παντάπασι ὄντα, εἰ δέ γε καὶ ἀληθῆ, ὡς οὐ φθησομένων Περσῶν τὴν πολιορκίαν, εἰ δὲ καὶ φθαῖεν, κακῶς ἀπαλλαξάντων. Ἐκπέμπει δὲ Ἀκάκιον ἀτάσθαλόν τινα καὶ ὑβριστὴν παρὰ Μαρκιανῷ, ἐγκελευσάμενος καὶ εἰ ἕτερον τοῖν
20ποδοῖν ὁ Μαρκιανὸς φθαίη τῇ πόλει πέμψας, παραλῦσαί γε αὐτὸν τῆς ἀρχῆς. Ὃ καὶ πέπραχεν ἀκριβῶς, οὐ πρὸς τὸ συνοῖσον τοῖς τοῦ βασιλέως κελεύσμασι διακονησά‐ μενος. Γενόμενος γὰρ πρὸς τὸ στρατόπεδον, Μαρκιανὸν μὲν ἐν τῇ ὑπερορίᾳ παύει τῆς ἀρχῆς, οὐδὲν τῷ στρατῷ
25διαγγείλας. Οἱ δὲ λοχαγοὶ καὶ ταξιάρχαι, ὡς διανυκτε‐ ρεύσαντες ἐξέμαθον παυθῆναι τὸν στρατηγόν, πρόσω μὲν οὐ παρῄεσαν τὸ πλῆθος· ὑποχωρήσαντες δὲ φεύγουσι σποράδες τὴν καταγέλαστον πολιορκίαν λύσαντες. Ὁ μὲν οὖν Ἀδαρμαάνης ἔχων ἀξιόλογον στρατὸν
30Περσῶν τε καὶ τῶν Σκηνητῶν βαρβάρων, ἐπεὶ τὸ Κιρ‐
κήσιον παρήμειψεν, παντοίως τοῖς Ῥωμαίων ἐλυμήνατο

206

πράγμασι ἐμπιπρὰς ἀποκτειννύς, οὐδὲν μέτριον ἐννοῶν ἢ πράττων· αἱρεῖ τε φρούρια καὶ κώμας πολλὰς οὐδενὸς ἀντιστάντος, πρῶτα μὲν ὅτι γε ἦρχεν οὐδείς, εἶθ’ ὅτι καὶ τῶν στρατιωτῶν πρὸς τοῦ Χοσρόου κατὰ τὸ Δάρας ἐναπο‐
5κλεισθέντων ἐπ’ ἀδείας αἵ τε προνομαὶ καὶ αἱ ἔφοδοι ἐγίγνοντο. Ἔπεισι δὲ καὶ τῇ Θεουπολιτῶν διὰ τῶν ἀμφ’ αὐτόν, οὐδὲ γὰρ αὐτὸς ἀφίκετο. Οἳ καὶ παρὰ πᾶσαν ἐλπίδα ἀπεκρούσθησαν, μηδενὸς ἐναπομείναντος τῇ πόλει ἢ λίαν κομιδῇ εὐαρίθμων, καὶ τοῦ ἱερέως
10πεφευγότος καὶ τὰ ἱερὰ ὑπεξαγαγόντος κειμήλια, διότι καὶ τὰ πολλὰ τοῦ τείχους διερρύη, καὶ ὁ δῆμος ἐπανέστη νεωτέρων πραγμάτων ἄρξαι θέλων, οἶα φιλεῖ γίγνεσθαι καὶ μάλιστα παρὰ τοὺς τοιούτους καιρούς· οἳ καὶ αὐτοὶ πεφευγότες ἐρήμην τὴν πόλιν καταλελοίπασιν,
15οὐδενὸς ὅλως ἐπινοηθέντος εἰς ἐπιτέχνησιν ἢ ἀντεπιχεί‐ ρησιν. 10. Ὡς δ’ οὖν τῆς πείρας ταύτης διήμαρτεν Ἀδαρ‐ μαάνης, ἐμπρήσας τὴν πάλαι μὲν Ἡράκλειαν, ὕστερον δὲ Γαγγαλικὴν ὀνομασθεῖσαν, Ἀπάμειαν κατείληφεν, πρὸς
20Σελεύκου τοῦ Νικάνορος συνοικισθεῖσαν, πάλαι μὲν εὐ‐ δαίμονα καὶ πολυάνθρωπον, τῷ χρόνῳ δὲ τὰ πολλὰ διαρρυεῖσαν. Ὃς ἐπί τισι συμβάσεσι τὴν πόλιν παρει‐ ληφώς, ἐπεὶ μηδὲ ἀντιστῆναι οἶοί τε καθειστήκεισαν τοῦ τείχους ὑπὸ γήρως ἐπὶ γῆς κειμένου, πᾶσαν ἐμπρήσας
25καὶ πάντα ληϊσάμενος παρὰ τὰ συγκείμενα, ἀπιὼν ᾤχετο ἐξανδραποδίσας τὴν πόλιν καὶ τὰ προστυχόντα χωρία. Μεθ’ ὧν καὶ τὸν ἱερέα τῆς πόλεως καὶ τὸν τὴν ἀρχὴν ἐπιτροπεύοντα ζωγρίας ἀπήγαγεν. Τὰ πάντα δεινὰ καὶ κατὰ τὴν ἀποπόρευσιν εἰργάσατο, οὐδενὸς ἀνείργοντος ἢ
30ὅλως ἀντιπίπτοντος, πλὴν ἐλαχίστου κομιδῇ στρατοῦ πρὸς Ἰουστίνου πεμφθέντος ὑπὸ Μάγνῳ ταττομένου, πρώην μὲν ἀργύρου τραπέζης προϊσταμένῳ κατὰ τὴν
βασιλέως, ὕστερον δὲ καὶ μίαν τῶν βασιλικῶν οἰκιῶν

207

ἐμπιστευθέντι πρὸς Ἰουστίνου· οἳ καὶ προτροπάδην ἔφυγον, μικροῦ δορυάλωτοι ληφθέντες. Ἀδαρμαάνης μὲν οὖν ταῦτα κατειργασμένος τὸν Χοσ‐ ρόην κατειλήφει, οὔπω τὴν πόλιν ἐκπολιορκήσαντα. Ὃς
5προστεθεὶς αὐτοῖς μεγάλην ῥοπὴν δέδωκε, τούς τε οἰκείους ἀναθαρσήσας τό τε ἀντίξοον καταπλήξας. Εὕρηκε δὲ τήν τε πόλιν ἀποτειχισθεῖσαν καὶ χοῦν ἀγχοῦ τοῦ τείχους συμφορηθέντα πολὺν καὶ τὰς ἑλεπόλεις μηχανὰς ἑστώσας, καὶ μάλιστα τοὺς καταπέλτας ἐξ ὑπερδεξίων ῥιπτοῦντας,
10οὓς λιθοβόλους ἡ συνήθεια καλεῖ. Οἷς καὶ τὴν πόλιν κατὰ κράτος εἷλεν ὁ Χοσρόης κατὰ τὴν ὥραν τοῦ χειμῶνος, Ἰωάννου τοῦ Τιμοστράτου παιδὸς αὐτῆς ἄρχοντος, ἥκιστα πεφροντικότος ἢ καὶ καταπροδόντος. Λέγεται γὰρ ἐπ’ ἀμφότερα. Προσήδρευσε δὲ τῇ πόλει ὁ Χοσρόης πέμπτον
15καὶ πρός γε μῆνα, μηδενὸς ἀμύνοντος. Ἅπαντας τοίνυν ἐξαγαγών, πλῆθος ἀστάθμητον, καὶ τοὺς μὲν αὐτοῦ δει‐ λαίως κατασφάξας, τοὺς δὲ πλείστους καὶ ζωγρίας ἑλών, τὴν μὲν πόλιν ἐπίκαιρον οὖσαν φρουρᾷ κατέσχεν· αὐτὸς δὲ πρὸς τὰ οἰκεῖα ἀπεχώρησεν ἤθη.
20 11. Ἅπερ ἐπειδὴ ἠκηκόει ὁ Ἰουστῖνος, ἐκ τοσούτου τύφου καὶ ὄγκου οὐδὲν ὑγιὲς ἢ φρενῆρες ἐννοήσας οὐδὲ ἀνθρωπίνως τὸ συνενεχθὲν ἀνατλάς, ἐς φρενίτιδα νόσον καὶ μανίαν ἐμπίπτει, οὐδὲν λοιπὸν τῶν γινομένων συνιείς. Διῴκει δὲ τὸ πολίτευμα Τιβέριος, Θρᾷξ μὲν γένος, τὰ
25πρωτεῖα δὲ παρὰ Ἰουστίνῳ φέρων· ὃν καὶ κατὰ τῶν Ἀβάρων πρώην ἐπεπόμφει, πολὺ ἀγείρας πλῆθος στρα‐ τοῦ. Ὃς καὶ μικροῦ ἑάλω, τῶν στρατιωτῶν μηδὲ τὴν θέαν τῶν βαρβάρων ὑπενεγκάντων, εἰ μὴ θεία πρόνοια παραδόξως τοῦτον διέσωσε καὶ εἰς τὴν Ῥωμαίων βασιλείαν
30ἐφύλαξε, κινδυνεύσασαν τοῖς Ἰουστίνου παραλόγοις ἐγχει‐ ρήμασι σὺν καὶ τῷ ὅλῳ πολιτεύματι διαρρυῆναι, καὶ βαρβάροις τῆς τοσαύτης ἀρχῆς ἐκστῆναι.
12. Βουλεύεται τοίνυν βουλὴν ἐπίκαιρον καὶ τοῖς

208

πράγμασιν ἁρμοδίαν, ἣ τὸ πᾶν ἀνώρθωσε πταῖσμα. Τραϊα‐ νὸν γὰρ παρὰ τὸν Χοσρόην ἐκπέμπουσιν, ἄνδρα λόγιον τῆς συγκλήτου βουλῆς πολιᾷ τε καὶ συνέσει τοῖς πᾶσι τίμιον, οὐκ ἐκ προσώπου τῆς βασιλείας οὐδὲ μὴν τῆς
5πολιτείας τὴν πρεσβείαν ἀνύσοντα, ὑπὲρ δέ γε μόνης Σοφίας τὰς διαλέξεις ποιησόμενον. Γέγραφε δὲ καὶ αὐτὴ πρὸς Χοσρόην, τάς τε συμφορὰς τἀνδρὸς ποτνιωμένη τό τε τῆς πολιτείας ἄναρχον, καὶ ὡς οὐ δέοι χήρᾳ γυναικὶ καὶ βασιλεῖ κειμένῳ καὶ ἐρήμῃ πολιτείᾳ ἐπεμβαίνειν· καὶ
10αὐτὸν γὰρ νοσήσαντα μὴ μόνον τῶν παραπλησίων τυχεῖν, ἀλλὰ γὰρ καὶ τοὺς πάντων ἀρίστους ἰατροὺς πρὸς τῆς Ῥωμαίων πολιτείας παρ’ αὐτὸν πεμφθῆναι, οἳ καὶ τὴν νόσον διέλυσαν. Πείθεται τοίνυν ὁ Χοσρόης· καὶ μέλλων ὅσον οὔπω τοῖς Ῥωμαίων ἐπιτίθεσθαι πράγμασι, ἐκεχει‐
15ρίαν ποιεῖται τριῶν χρόνων ἐν τοῖς ἑῴοις μέρεσι, δόξαν τὴν Ἀρμενίαν ἐν τοῖς παραπλησίοις μεῖναι, ὡς ἂν αὐτοῦ πολεμῷεν, μηδενὸς τὰ ἑῷα παρενοχλοῦντος. Τούτων κατὰ τὴν ἑῷαν πεπραγμένων, τὸ Σίρμιον πρὸς τῶν Ἀβάρων ἑάλω, πρώην μὲν ὑπὸ Γηπαίδων κρατούμενον, Ἰουστίνῳ
20δὲ πρὸς αὐτῶν παραδοθέν. 13. Ἐν τοσούτῳ δὲ Καίσαρα Τιβέριον βουλεύμασι Σοφίας Ἰουστῖνος ἀναγορεύει, τοιαῦτα κατὰ τὴν ἀνάρρησιν ἐπιφθεγξάμενος ἃ πᾶσαν ἐκβέβηκε παλαιάν τε καὶ νέαν ἱστορίαν, τοῦ φιλανθρώπου θεοῦ ἐνδόντος καιρὸν Ἰουστίνῳ
25τάς τε οἰκείας ἐξειπεῖν ἁμαρτίας τά τε χρηστὰ εἰσηγή‐ σασθαι ὑπὲρ τοῦ τῇ πολιτείᾳ συνοίσοντος. Ἀθροισθέντων γὰρ ἐν τῇ ὑπαίθρῳ αὐλῇ, ἔνθα παλαιὸν ἔθος λέγει τὰ τοιαῦτα γίνεσθαι, τοῦ τε ἀρχιερέως Ἰωάννου, οὗ πρόσθεν ἐμνήσθημεν, καὶ τῶν ἀμφ’ αὐτὸν τῶν τε ἐν ἀξιώσεσι
30τελούντων καὶ τῶν περὶ τὴν αὐλὴν στρατευομένων, τὸν βασιλικὸν χιτῶνα ἐνδιδύσκων Τιβέριον καὶ τὴν χλαῖναν
περιτιθείς, ἀναφανδὸν κεκραγὼς ἐξεῖπεν· „Μὴ πλανάτω σε

209

τῆς ἀμπεχόνης ἡ φαντασία, μηδὲ τῶν ὁρωμένων ἡ σκηνή, οἷς ὑπαχθεὶς ἔλαθον ἐμαυτὸν ταῖς ἐσχάταις ποιναῖς ὑπόδικος γενόμενος. Ἀνόρθωσον τὰς ἐμὰς ἁμαρτάδας, διὰ πάσης εὐπαθείας ἄγων τὸ πολίτευμα.“ Καὶ τοὺς
5ἄρχοντας δὲ δεικνὺς ἔλεγεν ἥκιστα χρῆναι τούτοις πεί‐ θεσθαι, προσθεὶς ὡς „αὐτοί με ἐς ἅπερ ὁρᾷς ἤγαγον,“ καὶ ἕτερα τοιαῦτα ἅπερ ἅπαντας ἐς κατάπληξιν καὶ δακρύων ἄμετρον χύσιν ἤγαγεν. Ἦν δέ γε ὁ Τιβέριος μέγιστός τε τὸ σῶμα καὶ ἐς
10ὑπεροχὴν εὐπρεπέστατος μᾶλλον ἤπερ τις εἴκασεν οὐ βασιλέων μόνων, ἀλλὰ καὶ πάντων ἀνθρώπων· ὡς πρῶτον μὲν τὸ εἶδος ἄξιον τυραννίδος εἶναι Τὴν δὲ ψυχὴν ἤπιός τε καὶ φιλάνθρωπος, εὐθὺς ἀπὸ τοῦ βλέμματος ἅπαντας δεξιούμενος, πλοῦτον ἡγούμενος τὸ πᾶσιν ἐπαρκεῖν περὶ
15τὰς ἐπιδόσεις οὐ πρὸς μόνην τὴν χρείαν, ἀλλὰ καὶ κατὰ τὸ περιούσιον. Οὐ γὰρ ὅ τι λαβεῖν ὤφειλον οἱ δεόμενοι τοῦτο διεσκόπει, ἀλλ’ ὅπερ βασιλέα Ῥωμαίων δοῦναι προσήκει· κίβδηλον δὲ τὸν χρυσὸν ἡγεῖτο τὸν ἐκ δακρύων ἥκοντα. Ὅθεν ἀμέλει τήν τε δασμολογίαν τοῖς συντελοῦ‐
20σι ἐπαφῆκεν ἑνὸς τέλεον χρόνου, τάς τε κτήσεις αἷσπερ ὁ Ἀδραμαὰν ἐλυμήνατο, τῶν ἐπικειμένων τελῶν οὐ πρός τι μέτρον τῆς βλάβης, ἀλλὰ καὶ πολλῷ καθυπέρτερον ἠλευθέρωσεν. Ἀφείθησαν δὲ καὶ τοῖς ἄρχουσι αἱ ἄθεσμοι δόσεις, αἷς πρώην οἱ βασιλεῖς τοὺς ὑπηκόους ἐπίπρασκον·
25καὶ ὑπὲρ τούτων καὶ διατάξεις ἔγραψε, καὶ τὸ μέλλον κατασφαλισάμενος. 14. Τοῖς τοίνυν κακῶς συλλεγεῖσι χρήμασι ἐς δέον χρησάμενος, τὰ πρὸς τὸν πόλεμον ἐξηρτύετο· καὶ τοσοῦτον ἀγείρει στρατὸν ἀνδρῶν ἡρώων, ἔκ τε τῶν ὑπὲρ τὰς
30Ἄλπεις ἐθνῶν τὰ ἀμφὶ τὸν Ῥῆνον ἀριστίνδην στρατολο‐ γήσας, τά τε ἐντὸς τῶν Ἄλπεων, Μασσαγετῶν τε καὶ ἑτέρων Σκυθικῶν γενῶν, καὶ τὰ περὶ Παιονίαν, καὶ
Μυσούς, καὶ Ἰλλυριούς, καὶ Ἰσαύρους, ὡς σύνεγγυς πεν‐

210

τήκοντα καὶ ἑκατὸν χιλιάδων ἴλας ἱππέων ἀρίστων ἐγ‐ καταστήσασθαι, ἐξῶσαί τε τὸν Χοσρόην, μετὰ τὴν Δάρας ἅλωσιν εὐθὺς ἀνὰ τὸ θέρος ἐπὶ τὴν Ἀρμενίαν ἐλάσαντα, ἐκεῖθέν τε τὰς ὁρμὰς ἐπὶ τὴν Καίσαρος ἔχοντα, ἣ τῶν
5Καππαδοκῶν ἄρχει καὶ τῶν αὐτόσε πόλεων προκάθηται. Ὃς τοσοῦτον ὑπερεφρόνει τὴν Ῥωμαίων ἀρχήν, ὅτι γε πρεσβευσαμένου τοῦ Καίσαρος, οὐκ ἠξίου τῆς ὡς αὐτὸν ἐσόδου τοῖς πρέσβεσι μεταδοῦναι, ἕπεσθαι δὲ τούτοις διεκελεύετο μέχρι τῆς Καίσαρος· ἐκεῖσε γὰρ περὶ τῆς
10πρεσβείας διασκοπεῖν ἔλεγεν. Ὡς γοῦν ἀντιμέτωπον εἶδε τὸ Ῥωμαίων στράτευμα ὑπὸ Ἰουστινιανῷ ταττόμενον τἀδελφῷ Ἰουστίνου τοῦ πρὸς Ἰουστίνου δειλαίως ἀνῃρημένου, ἀκριβῶς ἐξωπλι‐ σμένον, τό τε ἐνυάλιον τὰς σάλπιγγας ἠχούσας, καὶ τὰ
15σημεῖα πρὸς μάχην αἰρόμενα, τόν τε στρατιώτην φονῶντα καὶ θυμοῦ μετὰ τῆς εἰς ἄγαν εὐκοσμίας πνέοντα, ἵππον τε τοσαύτην καὶ τοιαύτην ἣν οὐδεὶς πώποτε βασιλέων ἐφαντάσθη, πολλά γε ἐπιθειάσας ἀνῴμωξε μύχιον πρὸς τὸ ἄνελπι καὶ ἀδόκητον, καὶ μάχης οὐκ ἤθελεν ἄρχειν.
20Ἀναβαλλομένῳ δὲ αὐτῷ καὶ διαμέλλοντι καὶ τὸν καιρὸν τρίβοντι καὶ σοφιζομένῳ τὴν μάχην, ἔπεισι Κοῦρσος, Σκύθης ἀνήρ, τοῦ δεξιοῦ κέρως ἡγούμενος. Καὶ μὴ οἵων τε γενομένων ἐνεγκεῖν τὴν ἐμβολὴν τῶν κατ’ αὐτὸν Περσῶν, ἐκλελοιπότων δὲ μάλα λαμπρῶς τὴν τάξιν, πολὺν
25μὲν εἰργάσατο φόνον τῶν ὑπεναντίων. Ἔπεισι δὲ τοῖς οὐραγοῖς, ἔνθα καὶ τὴν ἀποσκευὴν ὅ τε Χοσρόης καὶ ὁ σύμπας εἶχε στρατός· αἱρεῖ τε τὰ βασιλικὸ κειμήλια ἁπαξάπαντα καὶ μὴν καὶ τὴν ἀποσκευὴν ἅπασαν, ὁρῶντος μὲν Χοσρόου καὶ ἐγκαρτεροῦντος, ἀνεκτοτέραν δὲ τῆς
30ἑαυτοῦ ἐπιστροφῆς τοῦ Κοὺρς ἡγουμένου.
Οὗτος μὲν οὖν σὺν τοῖς ἀμφ’ αὐτὸν μεγάλων χρημάτων

211

καὶ λαφύρων ἐγκρατὴς γενόμενος, τά τε σκευοφόρα τῶν ζῴων σὺν καὶ αὐτοῖς τοῖς φορτίοις φέρων, ἐν οἷς καὶ τὸ Χοσρόου σεβαστὸν πῦρ, ὃ θεὸς καθειστήκει, περιελαύνει μὲν τὸ Περσῶν στρατόπεδον παιανίζων. Ἀφικνεῖται δὲ
5παρὰ τοὺς οἰκείους ἀμφὶ τὰς ἐπιλυχνίους ὥρας ἤδη διαλυθέντας ἐκ τῶν σφῶν τάξεων, μήτε Χοσρόου μάχης ἄρξαντος μήτε μὴν αὐτῶν, μόνων δέ τινων ἀκροβολισμῶν γενομένων, ἢ εἴ πού γε εἷς πρὸς ἕνα συνεπλάκη ἐξ ἀμφοῖν τοῖν στρατοπέδοιν, ὅπερ εἰώθει γίγνεσθαι. Πυρὰ δὲ πολλὰ
10τὴν νύκτα ὁ Χοσρόης ἀνάψας, πρὸς νυκτομαχίαν παρε‐ σκευάζετο. Καὶ δυοῖν στρατοπέδοιν τοῖς Ῥωμαίοις γενο‐ μένοιν, ἔπεισι ἀωρεὶ τῶν νυκτῶν τοῖς ἀμφὶ τὸ βόρειον μέρος. Ὧν ὑποχωρησάντων τῷ αἰφνιδίῳ τε καὶ ἀδοκήτῳ, πλησιαζούσῃ Μελιτινῇ ἔπεισι τῇ πόλει, ἀφυλάκτῳ καὶ
15ἐρήμῃ πολιτῶν καθεστώσῃ· καὶ πᾶσαν πυρπολήσας πρὸς τὴν διάβασιν τοῦ Εὐφράτου παρεσκευάζετο ποταμοῦ. Ὡς δὲ ἁλισθὲν τὸ στράτευμα τῶν Ῥωμαίων εἵπετο, δείσας περὶ τῆς ἑαυτοῦ σωτηρίας, αὐτὸς μὲν ἐλέφαντι ἐπιβὰς τὸν ποταμὸν ἐπεραιώθη· τῶν δὲ ἀμφ’ αὐτὸν τὸ πολὺ πλῆθος
20τοῖς τοῦ ποταμοῦ ῥεύμασιν ἐκηδεύθη· οὓς ἀποπνιγέντας λαβὼν ἀπιὼν ᾤχετο. Χοσρόης μὲν οὖν ταύτην ὑστάτην ποινὴν τῆς εἰς Ῥωμαίους τοσαύτης παροινίας καταθείς, σὺν καὶ τοῖς περισωθεῖσιν τὰ ἑῷα κατειλήφει, ἔνθα τὴν ἐκεχειρίαν εἶχε,
25ὡς ἂν μή τις αὐτῷ ἐπίοι. Ὁ δέ γε Ἰουστινιανὸς εἰσ‐ βαλὼν σὺν παντὶ τῷ στρατῷ εἰς τὴν Περσῶν ἐπικράτειαν ὅλην τὴν χειμάδιον ὥραν αὐτοῦ διήγαγεν, μηδενὸς παντά‐ πασιν ἐνοχλήσαντος. Ἐπανῆκε μὲν οὖν ἀμφὶ θερινὰς τροπάς, οὐδὲν ὅλως ἀποβαλὼν τοῦ στρατοῦ, καὶ σὺν
30εὐπαθείᾳ καὶ κλέει πολλῷ παρ’ αὐτὰ ἐθέριζε τὰ μεθόρια. 15. Τῷ δὲ Χοσρόῃ μυρίον ἄχος ἐπιχυθέν, ἁλύοντα καὶ ἀμηχανοῦντα καὶ τῇ παλιρροίᾳ τῆς λύπης καταπον‐ τωθέντα τοῦ βίου δειλαίως ἀφείλετο, στήλην ἀθάνατον
τῆς αὐτοῦ φυγῆς ἀναθέντα ὃν γέγραφε νόμον μηκέτι

212

βασιλέα Περσῶν κατὰ Ῥωμαίων στρατηγεῖν. Βασιλεύει δὲ Ὁρμίσδης ὁ τούτου παῖς, ὃν νῦν ἐατέον ἐπεὶ τὰ ἑξῆς πρὸς ἑαυτά με καλεῖ, καὶ τὴν ῥύμην τοῦ λόγου ἀπεκδέχεται. 16. Ἰωάννου τοῦ καὶ Κατελλίνου τῆς ἐντεῦθεν μετα‐
5στάντος διαίτης, Βόνοσος τοὺς οἴακας τῆς ἐπισκοπῆς Ῥώμης ἐγχειρίζεται, καὶ μετ’ αὐτὸν ἕτερος Ἰωάννης, Πε‐ λάγιός τε αὖ. Τῆς δὲ βασιλίδος μετὰ Ἰωάννην ὁ πρό γε αὐτοῦ Εὐτύχιος. Μετὰ δὲ Ἀπολινάριον Ἰωάννης τὸν Ἀλεξανδρείας διαδέχεται θρόνον, μεθ’ ὃν Εὐλόγιος. Ἐπὶ
10δὲ τὴν Ἱεροσολύμων ἄνεισιν ἱερωσύνην μετὰ Μακάριον Ἰωάννης, ἐν τῇ καλουμένῃ τῶν Ἀκοιμήτων μονῇ τὸν ἄσκευον βίον ἀγωνισάμενος, μηδενὸς νεωτερισθέντος περὶ τὴν ἐκκλησιαστικὴν κατάστασιν. 17. Ἀνὰ δὲ τὴν Θεουπολιτῶν καὶ τὴν γείτονα Δάφνην,
15Τιβερίου Καίσαρος τρίτον ἔτος τὴν βασιλείαν διακυβερ‐ νῶντος, κλόνος τε τῆς γῆς γέγονεν ἐξαίσιος ἐς αὐτὸ τῆς μεσημβρίας τὸ σταθερώτατον, ὅτε καὶ σύμπασα Δάφνη τῶν σεισμῶν ἔργον γέγονε, τῶν ἐν Θεουπόλει δημοσίων καὶ ἰδιωτικῶν οἰκοδομιῶν διαρραγεισῶν μὲν μέχρι τῆς γῆς
20αὐτῆς, οὐ μὴν ἐς ἔδαφος γόνυ κλινασῶν. Γεγόνασι δὲ καὶ ἕτερα ἔνια λόγου πολλοῦ ἄξια ἀνά τε Θεούπολιν αὐτὴν καὶ τὴν βασιλεύουσαν, ἅπερ ἀμφοτέρας ἀνετάραξε καὶ ἐς μεγίστους ἀνεβάκχευσε θορύβους, τὴν ἀφορμὴν ἐκ θείου ζήλου λαχόντα, καὶ πέρας θεοπρεπὲς δεξάμενα, ἃ καὶ
25λέξων ἔρχομαι. 18. Ἀνατόλιός τις, πρῶτα μὲν εἶς τῶν πολλῶν τε καὶ ἐπιδιφρίων καθεστώς, ὕστερον δὲ ἀρχαῖς τε καὶ ἑτέροις πράγμασι οὐκ οἶδ’ ὅπως ἐπεσφρήσας ἑαυτόν, ἀνὰ τὴν Θεουπολιτῶν τὴν δίαιταν εἶχεν, ἔνθα καὶ διῴκει τὰ ἐν
30χερσὶ πράγματα· ἐξ ὧν καὶ συνήθης μάλιστα Γρηγορίῳ γέγονε τῷ τῆς αὐτῆς πόλεως προέδρῳ, συχνά τε παρ’
αὐτὸν ἐφοίτα, τὰ μὲν καὶ πράγματα διαλεξάμενος, τὰ δὲ

213

καὶ μείζω δύναμιν ἐκ τῆς πρὸς αὐτὸν ἀσχολίας μνώμενος. Οὗτος ἐπὶ θυσίαις ἥλω, καὶ πρὸς εὐθύνας κληθεὶς ἐφωράθη ἐξάγιστος καὶ γόης καὶ μυρίοις ἀτοπήμασιν ἐνειλημμένος. Ἐξωνεῖται δὲ τὸν τῆς ἑῴας ἡγούμενον, καὶ μικροῦ ἂν
5ἀφείθη σὺν τοῖς ἀμφ’ αὐτόν—εἶχε γὰρ καὶ ἑτέρους ὁμο‐ τρόπους, οἳ συνήλωσαν—, εἰ μή γε ὁ λεὼς ἀναστὰς καὶ πάντα κυκήσας τὸ σκέμμα διέλυσεν. Ἐπεβόων δὲ καὶ κατὰ τοῦ ἱερέως, φάσκοντες καὶ αὐτὸν κοινωνῆσαι τοῦ βουλεύματος. Ταραξίας δέ τις καὶ ἀλιτήριος δαίμων
10ἀνέπεισεν ἐνίους, ὡς καὶ θυσίαις σὺν Ἀνατολίῳ παρεν‐ έβαλεν. Ἐντεῦθεν καὶ πρὸς ἔσχατον ἦλθεν κινδύνου Γρηγόριος, ἐφόδων μεγάλων κατ’ αὐτοῦ πρὸς τοῦ δήμου γενομένων. Καὶ τοσοῦτον ἤρθη τὰ τῆς ὑπονοίας, ὡς καὶ βασιλέα Τιβέριον ζητῆσαι τὴν ἀλήθειαν διὰ τῆς Ἀνα‐
15τολίου φωνῆς ἐκμαθεῖν. Κελεύει δ’ οὖν καὶ Ἀνατόλιον καὶ τοὺς ἀμφ’ αὐτὸν τὴν βασιλέως τάχιστα καταλαβεῖν. Ἅπερ ἐγνωκὼς ὁ Ἀνατόλιος, ἐπί τινος εἰκόνος τῆς θεο‐ τόκου κατὰ τὴν εἱρκτὴν καλωδίῳ αἰωρημένης ἐκδραμὼν καὶ ὀπίσω τὼ χέρε περιστρέψας, τὸν ἱκετεύοντα καὶ
20δεόμενον ἀπήγγειλεν. Ἡ δὲ μυσαχθεῖσα καὶ τὸν ἐναγῆ καὶ θεομισῆ διελέγχουσα, τέλεον ἐκ τοὔμπαλιν μετε‐ στράφη, θαῦμα φρικῶδες καὶ τῆς εἰς ἀεὶ μνήμης ἄξιον. Ὅπερ ὑπὸ πάντων τῶν τε ἐμφρουρίων τῶν τε αὖ τὴν φυλακὴν αὐτοῦ καὶ τῶν ἀμφ’ αὐτὸν πεπιστευμένων ὁραθὲν
25τοῖς πᾶσι διηγγέλθη. Ὡράθη δὲ καὶ ὕπαρ τισὶ τῶν πιστῶν, παροτρύνουσα κατὰ τοῦ ἀλάστορος φάσκουσά τε τῷ αὐτῆς υἱῷ τὸν Ἀνατόλιον ἐνυβρίσαι. Ὡς δὲ κατὰ τὴν βασιλέως ἤχθη, πᾶσάν τε αἰκίας ὑπερβολὴν ὑποστὰς οὐδὲν ὅλως κατὰ τοῦ ἱερέως ἔσχεν
30εἰπεῖν, μειζόνων κἀκεῖσε θορύβων καὶ πανδήμου στάσεως αἴτιος τῇ πόλει σὺν τοῖς ἀμφ’ αὐτὸν γέγονεν. Ἐνίων γὰρ αὐτῶν ψῆφον δεξαμένων ἐξοστρακίζουσαν, οὐ μὴν ἀναιροῦσαν, θείῳ τινὶ ζήλῳ πυρωθεὶς ὁ δῆμος ἅπαντα διετάραττεν, ἀγριαίνων τε καὶ χαλεπαίνων· καὶ τοὺς μὲν
35ἐξοστρακισθέντας ἀναρπάσας ἀκατίῳ τε ἐμβιβάσας πυρὶ

214

ζῶντας παρέδωκε, τοῦ δήμου τὴν ψῆφον ἐξενέγκαντος. Κατεβόων δὲ καὶ τοῦ βασιλέως καὶ Εὐτυχίου τοῦ σφῶν ἱε‐ ρέως, ὡς τὴν πίστιν προδόντων. Οἳ καὶ διαχρήσασθαι τὸν Εὐτύχιον ἤμελλον καὶ τοὺς τὴν ζήτησιν ἐμπεπιστευμένους,
5πάντη περιϊόντες καὶ τούτους ἀνερευνώμενοι, εἰ μή γε ἡ πάντων σώτειρα πρόνοια ἐκείνους μὲν ἐκ τῶν ζητούντων ἀνήρπασε, τὸν δὲ θυμὸν τοῦ τοσούτου λεὼ κατὰ σμικρὸν κατηύνασεν, μηδενὸς ἐκ χειρῶν ἀτοπήματος γενομένου. Καὶ αὐτὸς δὲ Ἀνατόλιος θηρίοις πρότερον ἐς τὸ ἀμφιθέατρον
10παραδοθεὶς καὶ πρὸς αὐτῶν τὸ σῶμα σπαραχθείς, ὕστερον ἀνεσκολοπίσθη, οὐδὲ οὕτω τῶν ἐνταῦθα ποινῶν λύσιν εὑράμενος· λύκοι γὰρ τὸ μιαρὸν αὐτοῦ σῶμα καταγαγόντες, οὐχ ἱστορηθὲν πώποτε, πρὸς θοίνην διενείμαντο. Ἦν δέ τις τῶν παρ’ ἡμῖν ὃς καὶ πρὶν ταῦτα γενέσθαι ἔλεγε καθ’
15ὕπνους ἰδεῖν ὡς ἡ κατὰ Ἀνατολίου ψῆφος καὶ τῶν ἀμφ’ αὐτὸν τῷ δήμῳ ἐδόθη. Καὶ μέγας δὲ εἷς τῶν βασιλικῶν οἰκιῶν προεστὼς ἰσχυρῶς μάλα τοῦ Ἀνατολίου ὑπερα‐ σπίζων εἰρήκει θεάσασθαι τὴν θεοτόκον λέγουσαν, μέχρι τίνος ἀντέχῃ Ἀνατολίου, οὕτως εἰς αὐτήν τε καὶ τὸν αὐτῆς
20παῖδα ἐνυβρίσαντος. Καὶ ταῦτα μὲν ἔληξεν ὧδε. 19. Ὁ δέ γε Τιβέριος, ἐπεὶ Ἰουστινιανὸς μὴ τῇ παραπλησίᾳ τύχῃ κατὰ τῶν βαρβάρων ἐχρῆτο, παύει μὲν αὐτὸν τῆς ἀρχῆς, ἤδη καὶ τὸν στέφανον περιθέμενος καὶ Ἰουστίνου τελευτήσαντος. Χειροτονεῖ δὲ τῆς ἑῴας
25στρατηγὸν Μαυρίκιον, ἕλκοντα μὲν γένος καὶ τοὔνομα ἐκ τῆς πρεσβυτέρας Ῥώμης, ἐκ δὲ τῶν προσεχῶν πατέρων Ἀραβισσὸν πατρίδα ἐπιγραφόμενον τοῦ Καππαδοκῶν ἔθνους, ἄνδρα φρενήρη τε καὶ ἀγχίνουν καὶ πάντα ἐν πᾶσιν ἀκριβῆ τε καὶ ἀδόνητον. Ὃς τήν τε δίαιταν τούς
30τε τρόπους εὐσταθής τε ὢν καὶ ἀπεξεσμένος, γαστρός τε ἐκράτει μόνοις τοῖς ἀναγκαίοις καὶ εὐπορίστοις χρώμενος, τῶν τε ἄλλων ἁπάντων οἷς ὁ ἐκδεδιῃτημένος ἐγκαλλωπί‐ ζεται βίος. Ἦν δὲ τὰς ἐντεύξεις τοῖς πολλοῖς οὐκ εὐπρόσοδος οὐδὲ τὰς ἀκοὰς ἀνειμένος· τὸ μὲν εἰδὼς εἰς
35περιφρόνησιν ἄγον, τὸ δὲ εἰς θωπείας φέρον. Τὰς μὲν

215

οὖν ἐς αὐτὸν ἐσόδους σπανίας παρείχετο, καὶ ταύτας ἐσπουδασμένων πέρι· τὰς δὲ ἀκοὰς τοῖς περιττοῖς ἀπέ‐ φραττεν οὐ κηρῷ κατὰ τὴν ποίησιν, λόγῳ δὲ μᾶλλον· ὡς ἄριστα κλεῖν αὐταῖς τὸν λόγον εἶναι, εὐθέτως ἐν ταῖς
5διαλέξεσιν ἀνοίγουσάν τε καὶ ἀποκλείουσαν. Ἀμαθίαν δὲ τοῦ θράσους τὴν μητέρα καὶ δειλίαν τὴν ἀπῳκισμένην καὶ σύνθυρον αὐτῇ οὕτως ἀπώσατο, ὡς τὸ μὲν κινδύνευμα εὐβουλίαν εἶναι, τὸν δὲ ὄκνον ἀσφάλειαν, ἀνδρείας τε καὶ φρονήσεως τοῖς καιροῖς ὀχουμένων καὶ τὰς ἡνίας πρυτα‐
10νευόντων πρὸς ὃ ἂν ἡ χρεία ἐπιτάττοι, καὶ τὴν ὕφεσιν καὶ ἐπίτασιν αὐτῷ τῶν ὁρμῶν μέτρῳ τινὶ καὶ ῥυθμῷ γίγνεσθαι. Περὶ οὗ τελεώτερον ἐν τοῖς ἑξῆς εἰρήσεται. Ὅσος γὰρ καὶ οἷος τῇ βασιλείᾳ φυλακτέον, ἣ τρανότερον τὸν ἄνδρα διεσάφησε, τῷ αὐτεξουσίῳ καὶ τὰ ἔνδον ἀνα‐
15πτύξασα. Οὗτος μὲν οὖν ὁ Μαυρίκιος τὰς ἐπιστρατεύσεις ποιη‐ σάμενος κατὰ τῆς ὑπερορίας, πόλεις τε καὶ φρούρια Πέρσαις ἐπικαιρότατα αἱρεῖ, λείαν τε τοσαύτην περιεβά‐ λετο ὥστε τὰ σαγηνευθέντα αἰχμάλωτα ὁλοκλήρους
20νήσους καὶ πόλεις, ἀγρούς τε ἐρημωθέντας τῷ χρόνῳ ἐξοικῆσαι τήν τε γῆν ἐνεργὸν καταστήσασθαι πάντη πρώην ἀγεώργητον οὖσαν, στρατόπεδά τε ἐξ αὐτῶν συστῆναι πολύανδρα κατὰ τῶν ἄλλων ἐθνῶν μάλα γεν‐ νικῶς τε καὶ ἀνδρείως ἀγωνισάμενα, πληρωθῆναι δὲ καὶ
25πάσῃ ἑστίᾳ τὰς οἰκετικὰς χρείας, εἰς τὸ κουφότατον τῶν ἀνδραπόδων ἐκποιουμένων. 20. Συνανεπλάκη δὲ καὶ τοῖς ἀρίστοις Περσῶν τῷ τε Ταμχοσρόῃ καὶ Ἀδαρμαάνῃ μετὰ ἀξιολόγου στρατοῦ ἐπιστρατεύσασιν· καὶ ὅπως μὲν καὶ ὅ τι καὶ ὅπη πέπρακται,
30ἄλλοι γραφόντων, ἢ καὶ παρ’ ἡμῶν ἴσως ἐν ἑτέρῳ λελέξεται
πόνῳ, τῆς παρούσης πραγματείας ἕτερα μάλιστα κατεπ‐

216

αγγελλομένης. Πίπτει δ’ οὖν ὅμως κατὰ τὴν παράταξιν ὁ Ταμχοσρόης, οὐκ ἀνδρείᾳ τοῦ Ῥωμαίων στρατοῦ, εὐλα‐ βείᾳ δὲ μόνῃ καὶ τῇ εἰς θεὸν πίστει τοῦ στρατηγοῦ. Φεύγει δὲ καὶ ὁ Ἀδαρμαάνης κατὰ κράτος ἐν τῇ μάχῃ
5πταίσας καὶ πολλοὺς τῶν οἰκείων ἀποβαλών, καὶ ταῦτα Ἀλαμουνδάρου καταπροδόντος, ὃς τῶν Σκηνητῶν ἡγεῖτο βαρβάρων, καὶ τὸν Εὐφράτην οὐχ ἑλομένου διαβῆναι ποταμὸν καὶ συμμαχῆσαι τῷ Μαυρικίῳ κατὰ τῶν ἀπ’ ἐναντίας Σκηνητῶν Ἀράβων—ἀκαταγώνιστοι γὰρ τοῖς
10ἄλλοις διὰ τὴν τῶν ἵππων ὠκύτητα, οὔτε καταλαμβανό‐ μενοι εἴ που ἐγκλεισθεῖεν, καὶ τοὺς ἀπ’ ἐναντίας ἐν ταῖς ὑπαγωγαῖς προφθάνοντες—, καὶ Θεοδωρίχου ὃς τῶν Σκυθι‐ κῶν ἐθνῶν ἡγεῖτο οὐδὲ ἐντὸς βέλους γενομένου, σὺν δὲ καὶ τοῖς ἀμφ’ αὐτὸν πεφευγότος.
15 21. Γεγόνασι δὲ καὶ θεοσημεῖαι τὴν βασιλείαν αὐτῷ προφητεύουσαι. Πόρρω γὰρ τῶν νυκτῶν ἐπιθυμιῶντί γε αὐτῷ τῶν ἀνακτόρων εἴσω τοῦ ἱεροῦ οἴκου τῆς ἁγίας καὶ πανάγνου παρθένου καὶ θεοτόκου Μαρίας, ὃς πρὸς τῶν Θεουπολιτῶν Ἰουστινιανοῦ προσηγόρευται, τὸ ἀμφὶ τὴν
20ἱερὰν τράπεζαν παραπέτασμα πυρίφλεκτον γέγονεν, ὡς καὶ πρὸς ἔκπληξιν καὶ θάμβος ἐλθεῖν τὸν Μαυρίκιον καὶ δεῖσαι τὸ ὅραμα· ᾧ παρεστὼς Γρηγόριος, ὁ τῆς πόλεως ἀρχιερεύς, εἶπε θειασμοῦ τινος εἶναι τὸ χρῆμα, καὶ μέγιστα καὶ ἔξοχα μηνύειν αὐτῷ. Ἐφάνη δέ οἱ κατὰ τὴν ἑῴαν
25καὶ Χριστὸς ὁ θεὸς ὕπαρ ἐκδίκησιν ζητῶν, ὅπερ ἄντικρυς βασιλείαν ἐδήλου. Παρὰ τίνος γὰρ ἂν ἢ παρὰ βασιλέως καὶ οὕτως ἐς αὐτὸν εὐσεβοῦς τὰ τοιαῦτα ἐξῄτησεν; Ἀξιόλογα δὲ καὶ ἱστορίας ἄξια πυνθανομένῳ μοι περὶ τούτων, καὶ οἱ ἐς φῶς αὐτὸν προαγαγόντες διηγήσαντο.
30Ὁ μὲν γὰρ φύσας ἔλεγεν ἄμπελον μεγίστην ὄναρ ἰδεῖν κατὰ τὸν καιρὸν τῆς αὐτοῦ συλλήψεως ἐκ τῆς σφετέρας κοίτης ἐκφῦσαι, καὶ βότρυς παμπληθεῖς καὶ ὡραίους αὐτῆς αἰωρεῖσθαι. Ἡ δέ γε μήτηρ παρ’ αὐτὴν ἔφασκε
τὴν ἀπότεξιν εὐωδίαν ξένην τε καὶ παρηλλαγμένην

217

τὴν γῆν ἀναθυμιᾶσαι· πολλάκις δὲ καὶ τὴν λεγομένην Ἔμπουσαν μεταθεῖναι τὸ βρέφος ὡς τοῦτο βρώξουσαν, μὴ οἵαν δὲ γενέσθαι τοῦτο λυμήνασθαι. Καὶ Συμεώνης δὲ ἀγχοῦ Θεουπόλεως τὴν ἐπὶ κίονος στάσιν ποιούμενος,
5ἀνὴρ πρακτικώτατος καὶ πάσαις ταῖς ἐνθέοις ἀρεταῖς ἐπίσημος, πολλὰ ἔλεξέ τε καὶ πέπραχε τὴν βασιλείαν αὐτῷ μηνύοντα. Περὶ οὗ τὰ πρόσφορα ἡ ἑξῆς ἱστορία διαλέξεται. 22. Ὁ δέ γε Μαυρίκιος πρὸς τὴν βασιλείαν ἄνεισι,
10Τιβερίου πρὸς ταῖς ἐσχάταις ἀναπνοαῖς τυγχάνοντος καὶ τὴν παῖδα Αὐγοῦσταν καὶ τὴν βασιλείαν ἀντὶ φερνῆς τινος παραδόντος αὐτῷ, ὀλιγοστὸν μὲν βιώσαντος ἐν τῇ βασιλείᾳ χρόνον, ἀθάνατον δὲ μνήμην καταλελοιπότος ἐφ’ οἷς πέπραχεν ἀγαθοῖς· οὐδὲ γὰρ λόγῳ περιληπτέον.
15Ἄριστον δὲ καὶ τῷ πολιτεύματι κλῆρον καταλέλοιπεν ὁ Τιβέριος τὴν Μαυρικίου ἀνάρρησιν· ὃς διένειμε καὶ τὰς ἑαυτοῦ προσηγορίας, τὸν μὲν Μαυρίκιον, Τιβέριον, τὴν δὲ Αὐγοῦσταν, Κωνσταντῖναν προσειπών. Τί δὲ καὶ αὐτοῖς πέπρακται, τῆς θείας συναιρουμένης ῥοπῆς, ἡ ἑξῆς ἱστορία
20δηλώσει. 23. Ὡς ἂν δὲ καὶ οἱ χρόνοι σὺν πάσῃ ἀκριβείᾳ ἀνα‐ γραφεῖεν, ἰστέον ὡς βεβασίλευκεν ὁ Ἰουστῖνος ὁ νέος, καθ’ αὑτὸν μὲν ἔτη δυοκαίδεκα πρὸς μησὶ δέκα καὶ ἥμισυ, σὺν Τιβερίῳ δὲ ἔτη τρία μῆνας ἕνδεκα, τὰ δὲ πάντα ἔτη
25ἓξ καὶ δέκα πρὸς μησὶν ἐννέα καὶ ἥμισυ· ἐβασίλευσε δὲ καὶ Τιβέριος καθ’ αὑτόν τε ἔτη τέσσαρα· ὡς συνάγεσθαι ἀπὸ Ῥωμύλου μέχρι τῆς ἀναρρήσεως Μαυρικίου Τιβερίου **, ὥς τε τὰ προλαβόντα τά τε παρόντα δεδηλώκασιν ἔτη. 24. Σὺν θεῷ δὲ ἡμῖν καὶ τὰ τῆς ἐκκλησιαστικῆς
30ἱστορίας εὐσυνόπτως ἀπόκειται διὰ τῶν ἱστορημένων,
μέχρι μὲν Κωνσταντίνου Εὐσεβίῳ τῷ Παμφίλου, ἐξ

218

ἐκείνου δὲ μέχρι Θεοδοσίου τοῦ νέου, Θεοδωρήτῳ, Σωζο‐ μενῷ τε καὶ Σωκράτει, καὶ ὧν ὁ παρὼν ἡμῖν ἐξέλεξε πόνος. Καὶ ἡ ἀρχαία δὲ καὶ ἡ θύραθεν ἱστορία καθ’ εἱρμὸν τοῖς φιλοπόνοις διασώζεται, Μωσέως μὲν γὰρ ἄρξαντος
5ἱστορίας καὶ συγγραφῆς, ὡς τοῖς τὰ περὶ τούτων συν‐ αγαγοῦσι σαφῶς ἀποδέδεικται, καὶ ἀπ’ ἀρχῆς κόσμου ἀληθῶς γράψαντος ἐξ ὧν ἐντυγχάνων τῷ θεῷ μεμάθηκεν ἀνὰ τὸ Σινᾶ ὄρος, καὶ ὧν οἱ μετ’ αὐτὸν τὴν ἡμετέραν προοδοποιοῦντες θρησκείαν διὰ τῆς θείας ἀπέθεντο γρα‐
10φῆς. Πολλὴν δὲ καὶ Ἰώσηπος ἔγραψεν ἱστορίαν, χρειώδη ἐς ἅπαντα τυγχάνουσαν. Ὅσα δὲ εἴτε μυθώδη εἴτε μετὰ τῶν ἀληθῶν γεγένηται, Ἑλλήνων τε καὶ τῶν ἀρχαίων βαρβάρων πρὸς ἑαυτούς τε καὶ πρὸς ἐκείνους διαγωνιζομένων, ἢ εἴ τι καὶ ἄλλο
15ἐξειργάσθη ἐξ ὅτου ἀνθρώπους ἱστόρησαν εἶναι, Χάρακί τε γέγραπται καὶ Ἐφόρῳ καὶ Θεοπόμπῳ καὶ ἄλλοις ἀναρίθμοις. Αἱ δὲ κατὰ Ῥωμαίους πράξεις πᾶσαν κο‐ σμικὴν ἱστορίαν ἐν ἑαυταῖς περιλαμβάνουσαι, ἢ εἴ τι καὶ ἄλλο γέγονεν εἴτε ἐς ἑαυτοὺς διαιρουμένων εἴτε καὶ καθ’
20ἑτέρων πραττόντων, πεπόνηται Διονυσίῳ μὲν τῷ Ἁλι‐ καρνασεῖ, ἀπὸ τῶν λεγομένων Ἀβοριγίνων τὴν ἱστορίαν ἑλκύσαντι μέχρι τοῦ Ἠπειρώτου Πύρρου· ἐξ ἐκείνου δὲ Πολυβίῳ τῷ Μεγαλοπολίτῃ, καταγαγόντι ἕως τῆς Καρ‐ χηδόνος ἁλώσεως. Ἅπερ Ἀππιανὸς εὐκρινῶς διέτεμεν,
25ἑκάστην πρᾶξιν εἰς ἓν ἀγείρας, εἰ καὶ κατὰ διαφόρους γέγονε χρόνους. Καὶ τὰ μετ’ ἐκείνους ὡσαύτως εἰργα‐ σμένα, Διοδώρῳ τε τῷ Σικελιώτῃ πεποίηται τὰ μέχρις Ἰουλίου Καίσαρος, καὶ Δίωνι τῷ Κασσίῳ γράψαντι μέχρις Ἀντωνίνου τοῦ ἐξ Ἐμεσῶν. Ἐκθεμένου δὲ τὰ
30τοιαῦτα καὶ Ἡρωδιανοῦ, τὰ μέχρι τῆς Μαξιμίνου τελευ‐ τῆς δηλοῦται. Νικοστράτου τε τοῦ σοφιστοῦ τοῦ ἐκ
Τραπεζούντων συγγράψαντος, τὰ ἀπὸ Φιλίππου τοῦ μετὰ

219

Γορδιανὸν ἐκτίθεται ἕως Ὀδαινάθου τοῦ ἐκ Παλμυρῶν καὶ τῆς Οὐαλλεριανοῦ πρὸς Πέρσας αἰσχρᾶς ἀφίξεως. Καὶ Δεξίππῳ δὲ πλεῖστα περὶ τούτων πεπόνηται, ἀπὸ μυθικῶν ἀρξαμένῳ καὶ λήξαντι ἐς τὴν Κλαυδίου τοῦ μετὰ Γαλ‐
5λιηνὸν βασιλείαν· οἷς συνανείληπται περὶ ὧν Κάρποι καὶ ἕτερα βάρβαρα ἔθνη κατὰ τὴν Ἑλλάδα καὶ Θρᾴκην καὶ Ἰωνίαν διαπολεμοῦντες ἔπραξαν. Καὶ Εὐσέβιος δὲ ἀπὸ Ὀκταβιανοῦ καὶ Τραϊανοῦ καὶ Μάρκου λαβὼν ἕως τῆς τελευτῆς Κάρου κατήντησεν. Γέγραπται δὲ περὶ τῶν
10χρόνων τούτων ἔνια Ἀρριανῷ τε καὶ Ἀσινίῳ Κουαδράτῳ. Περὶ δὲ τῶν ἑξῆς χρόνων Ζωσίμῳ ἱστόρηται μέχρις Ὀνωρίου καὶ Ἀρκαδίου τῶν βασιλέων· καὶ ὅσα μετ’ αὐτοὺς συνείλεκται Πρίσκῳ τῷ ῥήτορι, καὶ ἑτέροις. Ἅπερ ἅπαντα Εὐσταθίῳ τῷ Ἐπιφανεῖ ἐπιτέτμηται παν‐
15άριστα ἐν δύο τεύχεσιν, ἑνὶ μὲν ἕως ἁλώσεως Ἰλίου, τῷ δὲ ἑτέρῳ ἕως δωδεκάτου ἔτους τῆς Ἀναστασίου βασιλείας. Καὶ Προκοπίῳ δὲ τῷ ῥήτορι πεποίηται τὰ ἐξ ἐκείνου ἕως τῶν Ἰουστινιανοῦ χρόνων. Καὶ τὰ ἐχόμενα δὲ τούτοις Ἀγαθίᾳ τῷ ῥήτορι καὶ Ἰωάννῃ ἐμῷ τε πολίτῃ καὶ συγγενεῖ
20καθ’ εἱρμὸν ἱστόρηται, μέχρι τῆς Χοσρόου τοῦ νέου πρὸς Ῥωμαίους φυγῆς καὶ τῆς ἐς τὴν αὐτοῦ βασιλείαν ἀπο‐ καταστάσεως· Μαυρικίου μηδαμῶς πρὸς τὴν πρᾶξιν ἐλινύσαντος, ὑποδεξαμένου δὲ βασιλικῶς, καὶ μάλιστα τάχιστα εἰς τὴν βασιλείαν χρήμασί τε μεγάλοις καὶ
25στρατεύμασι καταγαγόντος· εἰ καὶ μήπω ἔτυχον ἐκδε‐ δωκότες. Περὶ ὧν καὶ ἡμεῖς τῆς ἄνωθεν ἐπιτρεπούσης εὐμενείας ἐν τοῖς ἐφεξῆς τὰ πρόσφορα λέξομεν.
Τέλος τοῦ εʹ τόμου τῆς ἐκκλησιαστικῆς ἱστορίας Εὐαγρίου.

220

(1t)

Τάδε ἔνεστιν ἐν τῷ ἕκτῳ τόμῳ τῆς ἐκκλησιαστικῆς
2tἱστορίας Εὐαγρίου σχολαστικοῦ·
3 αʹ. Περὶ τοῦ γάμου Μαυρικίου καὶ Αὐγούστης. βʹ. Περὶ Ἀλαμουνδάρου τοῦ Σαρακηνοῦ, καὶ τοῦ υἱοῦ αὐτοῦ
5Νααμάνου. γʹ. Περὶ τῆς στρατηγίας Ἰωάννου καὶ Φιλιππικοῦ, καὶ ὧν πεπράχασι. δʹ. Περὶ τῆς στρατηγίας Πρίσκου, καὶ ὧν πέπονθεν ὑπὸ τοῦ στρατοῦ ἐπαναστάντος αὐτῷ.
10 εʹ. Περὶ τῆς Γερμανοῦ εἰς τὴν τῶν ὅλων ἀρχὴν ἀκουσίου κατασχέσεως. ϛʹ. Ὡς ὁ βασιλεὺς Φιλιππικὸν πάλιν ἐξαπέστειλεν, ὁ δὲ στρατὸς τοῦτον οὐ παρεδέξατο. ζʹ. Περὶ Γρηγορίου τοῦ Θεουπόλεως, καὶ τῆς κατ’ αὐτοῦ
15γενομένης συκοφαντίας, ὅπως τε ταύτην ψευδῆ διήλεγξεν. ηʹ. Ὡς πάλιν ὑπὸ σεισμῶν ἡ Θεούπολις ἔπαθεν. θʹ. Ὡς οἱ Βάρβαροι θαρρήσαντες τῇ τοῦ στρατοῦ κατὰ τοῦ βασιλέως ἀποστάσει τούτοις προσβαλόντες ὑπὸ Γερμανοῦ ἡτ‐ τήθησαν.
20 ιʹ. Περὶ τῆς τοῦ βασιλέως εἰς τοὺς ἀποστάτας φιλανθρωπίας. ιαʹ. Ὡς Γρηγόριος ὁ Θεουπόλεως εἰς διαλλαγὰς ἐξαπεστάλη τοῦ στρατοῦ. ιβʹ. Δημηγορία Γρηγορίου πρὸς τὸν στρατόν. ιγʹ. Ὅτι μετὰ τὸ δημηγορῆσαι Γρηγόριον, μετέθεντο ταῖς
25γνώμαις οἱ στρατιῶται, καὶ πάλιν δέχονται Φιλιππικὸν στρατηγόν.
ιδʹ. Περὶ τῆς ἁλώσεως Μαρτυροπόλεως.

221

ιεʹ. Περὶ τῆς στρατηγίας Κομεντιόλου, καὶ ἁλώσεως τοῦ Ὄκβας. ιϛʹ. Περὶ τῆς ἀναιρέσεως Ὁρμίσδου. ιζʹ. Περὶ τῆς πρὸς ἡμᾶς φυγῆς τοῦ νέου Χοσρόου.
5 ιηʹ. Ὡς ὁ βασιλεὺς Γρηγόριον καὶ Δομετιανὸν εἰς ἀπαντὴν Χοσρόου ἐξαπέστειλεν. ιθʹ. Ὡς πάλιν τὴν ἀρχὴν Περσῶν Χοσρόης ἔλαβε, Ῥωμαίων αὐτῷ συναραμένων. κʹ. Ὅτι κατ’ ἐκεῖνο καιροῦ ἡ ἁγία μήτηρ ἦν Γολανδούχ.
10 καʹ. Περὶ ὧν ἔπεμψε Χοσρόης ἀναθημάτων τῷ ἁγίῳ μάρτυρι Σεργίῳ. κβʹ. Περὶ Νααμάνου τοῦ Σαρακηνοῦ. κγʹ. Περὶ τῆς τελευτῆς τοῦ ἐν ἁγίοις Συμεὼν τοῦ Στυλίτου τοῦ νέου.
15κδʹ. Περὶ τῆς τελευτῆς Γρηγορίου ἐπισκόπου Θεουπόλεως, καὶ
ἀποκαταστάσεως Ἀναστασίου.

222

(1t)

ΕΥΑΓΡΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ ΕΠΙΦΑΝΕΩΣ ΚΑΙ ΑΠΟ ΕΠΑΡΧΩΝ
2tΕΚΚΛΗΣΙΑΣΤΙΚΗΣ ΙΣΤΟΡΙΑΣ
3tΤΟΜΟΣ ϛʹ
41. Μαυρίκιος δέ, ἐπεὶ παρέλαβε τὴν ἀρχήν, πρῶτα μὲν
5τὰ περὶ τὸν γάμον ἐξηρτύετο, καὶ κατὰ τοὺς βασιλικοὺς θεσμοὺς Αὐγοῦσταν, τὴν καὶ Κωνσταντῖναν, ἐσοικίζεται, τῆς τε τῶν γάμων πομπῆς μεγαλοπρεπῶς γεγενημένης δημοθοινίας τε καὶ ἀγερωχίας ἑκασταχοῦ τῆς πόλεως. Παρῆσαν δὲ τῷ γάμῳ θεοσέβειά τε καὶ βασιλεία δορυ‐
10φοροῦσαί τε ἐκπρεπέστατα καὶ δωροφοροῦσαι τὰ τιμιώ‐ τατα. Ἡ μὲν γὰρ πατέρα τε καὶ μητέρα παρείχετο, σεμνῇ πολιᾷ αἰδεσίμῳ τε ῥυτίδι τὸν γάμον ἁγιάσοντας, οὐχ ἱστορηθὲν ἐς βασιλέας πώποτε, ἀδελφούς τε καλοὺς καὶ ὡραίους τὴν γαμήλιον πομπὴν σεμνύνοντας. Ἡ δέ
15γε ἀμπεχόνην χρυσόπαστον, ἁλουργίδι καὶ λίθοις Ἰνδῶν κεκοσμημένην, στεφάνους τε χρυσῷ πολλῷ καὶ ταῖς ἐκ λίθων ποικιλίαις τε καὶ διαυγείαις τιμαλφεστάτους, ἅ‐ παντάς τε τοὺς ἐν ἀξιώσεσι περὶ τὴν αὐλὴν καὶ στρατείαις ἐναριθμίους, κηρούς τε γαμηλίους ἐξάπτοντας μεγαλο‐
20πρεπῶς τε ἐσταλμένους καὶ ἐξ ὧν γνωρίζοιντο, καὶ τὴν νυμφαγωγὸν πανήγυριν ἀνυμνοῦντας· ὥστε τῆς πομπῆς ἐκείνης μηδὲν τῶν ἐν ἀνθρώποις σεμνοπρεπέστερον ἢ εὐδαιμονέστερον γενέσθαι πώποτε. Καὶ Δαμόφιλος μέν
φησι τὰ κατὰ Ῥώμην ἀναγράφων, Πλούταρχον τὸν

223

Χαιρωνέα σαφῶς εἰπεῖν ὅτι διὰ ταύτην μόνην ἐσπείσαντο πρὸς ἀλλήλας ἀρετή τε καὶ τύχη. Ἐγὼ δὲ ἂν φαίην ὡς θεοσέβειά τε καὶ εὐδαιμονία ἐπὶ Μαυρικίῳ μόνῳ οὕτω συνηλθέτην, τῆς θεοσεβείας βιασαμένης τὸ εὔδαιμον καὶ
5περιτρέπεσθαι παντάπασιν οὐκ ἐνδούσης. Ἐσπούδακε δὲ λοιπὸν οὐκ ἐν τῷ σώματι μόνῳ, ἀλλὰ γὰρ καὶ ἐν τῇ ψυχῇ περιβαλέσθαι τὴν ἁλουργίδα καὶ τὸν στέφανον. Μόνος γὰρ τῶν πρώην βασιλέων ἑαυτοῦ βεβασίλευκε, καὶ αὐτοκράτωρ ὄντως γενόμενος τὴν μὲν ὀχλοκρατείαν
10τῶν παθῶν ἐκ τῆς οἰκείας ἐξενηλάτησε ψυχῆς, ἀριστο‐ κρατίαν δὲ ἐν τοῖς ἑαυτοῦ λογισμοῖς καταστησάμενος, ζῶν ἀρετῆς ἄγαλμα ἑαυτὸν παρέσχετο πρὸς μίμησιν ἐκπαιδεύων τὸ ὑπήκοον. Ἅπερ οὐ πρὸς θωπείαν εἴρηταί μοι· τί γὰρ καὶ λελέξεται, ἀγνοοῦντος ἐκείνου τὰ γρα‐
15φόμενα; Παραστήσει δὲ ταῦθ’ οὕτως ἔχειν τά τε ἐκ τοῦ θεοῦ δεδωρημένα γε αὐτῷ, τά τε παντοίως συνενεχθέντα, ἅπερ ἡμῖν ὁμολογουμένως ἐς τὸν θεὸν ἀνακτέον. 2. Οὗτος πρὸς τοῖς ἄλλοις ἅπασι διεσπούδακε μη‐ δενὸς τῶν ὑποδίκων τῇ βασιλείᾳ αἷμα παντάπασιν ἐκχέαι.
20Ἀμέλει τοιγαροῦν οὔτε Ἀλαμούνδαρον τῶν Σκηνητῶν Ἀράβων ἡγούμενον τό τε πολίτευμα αὐτόν τε καταπρο‐ δόντα, ὡς πρόσθε μοι δεδιήγηται, ἀνεῖλε· μόνης δὲ νήσου προσετίμησε σὺν γυναικὶ καὶ τῶν παίδων ἐνίοις, καὶ πρὸς τὴν Σικέλων ἐξοικίσαι. Νααμάνην δὲ τὸν τούτου παῖδα,
25μυρίων κακῶν ἐμπλήσαντα τὸ πολίτευμα, Φοινίκην τε ἑκατέραν Παλαιστίνας τε ληϊσάμενον καὶ ἀνδραποδίσαντα διὰ τῶν ἀμφ’ αὐτὸν βαρβάρων, ὅτε Ἀλαμούνδαρος ἥλω, πάντων αὐτοῦ θάνατον καταψηφισαμένων, ἐν ἐλευθέρᾳ φυλακῇ φρουρεῖ, μηδὲν ἐπέκεινα κακῶν· ἃ καὶ ἐφ’ ἑτέροις
30ἀναρίθμοις πέπραχεν, ὡς ἕκαστα προσφόρως λελέξεται. 3. Πέπομφε μὲν οὖν ὁ Μαυρίκιος στρατηγὸν τῶν ἑῴων ταγμάτων πρῶτα μὲν Ἰωάννην Θρᾷκα γένος, ὅς τινα μὲν πταίσας, τινὰ δὲ καὶ ἀναμαχεσάμενος, οὐδὲν ὅ
τι καὶ λόγου ἄξιον πέπραχε· μετ’ αὐτὸν δὲ Φιλιππικὸν

224

κῆδος πρὸς αὐτὸν ἔχοντα, τὴν ἑτέραν γὰρ ταῖν ἀδελφαῖν αὐτοῦ γεγαμήκει. Ὃς καὶ κατὰ τὴν ὑπερορίαν διαβὰς πάντα τε τὰ ἐν ποσὶ ληϊσάμενος, μεγάλων λαφύρων ἐγκρατὴς γέγονεν, εἷλέ τε πολλοὺς τῶν εὐγενῶν τε καὶ
5εὐπατριδῶν τῆς Νισίβεως καὶ τῶν ἄλλων τῶν ἐντὸς τοῦ Τίγριδος ποταμοῦ. Συνεπλάκη δὲ καὶ Πέρσαις, καὶ μάχης καρτερᾶς γενομένης πολλῶν τε καὶ ἀξιολόγων Περσῶν πεπτωκότων, καὶ ζωγρίας πολλοὺς εἶλε, καί τινα λόχον ἐκδραμόντα ἔν τινι τῶν εὐφυῶν γεωλόφων δυνάμενος ἐξε‐
10λεῖν, ἐφῆκεν ἀπαθεῖς, ὑποσχομένους πείθειν τὸν σφῶν βασιλέα εἰρήνης πέρι τὴν ταχίστην ἐκπέμπειν. Καὶ ἕτερα δὲ στρατηγῶν κατεπράξατο, τῶν περιττῶν καὶ ἐς τρυφὴν ἀγόντων τὸν στρατὸν ἐλευθερώσας καὶ πρὸς τὸ κόσμιον καὶ εὐπειθὲς αὐτοὺς χαλινώσας. Ἃ τοῖς συγγράψασιν
15ἢ καὶ συγγράφουσι καταληπτέον, ὡς ἂν ἀκοῆς ἢ δόξης ἔχοιεν ἢ καὶ ἐσχήκασιν· οἷς ὁ λόγος τῇ ἀγνοίᾳ περιολι‐ σθαίνων καὶ ἀποχωλεύων, ἢ προσπαθείᾳ θρυπτόμενος ἢ ἀντιπαθείᾳ τυφλώττων, τῶν ἀληθῶν διαμαρτάνει. 4. Μετ’ αὐτὸν δὲ Πρίσκος τὴν στρατηγίδα μέτεισιν
20ἀρχήν, οὐκ εὐπρόσοδός τις, οὐδὲ ἄτερ τῶν ἀναγκαίων εὐπρόσβατος, τὸ πᾶν δὲ νομίζων καταπράττεσθαι εἰ τὰ πολλὰ καθ’ αὑτὸν εἴη, ὡς ἐντεῦθεν καὶ τῶν στρατευμάτων δέει μᾶλλον ὑπειξόντων πρὸς τὰ κελευόμενα. Ὅτε δ’ οὖν πρὸς τὸ στρατόπεδον ἀφίκετο, ὀφρυάζων καὶ ὑπερβλέπων
25καὶ πρὸς τὸ κομπωδέστερον ἐξησκημένος, προὐτίθει τινὰ περί τε τῆς τῶν στρατιωτῶν ἐς τοὺς πολέμους καρτερίας, περί τε τῆς ἀκριβοῦς ἐξοπλίσεως καὶ ὧν ἐκ τοῦ δημοσίου κομίσαιντο. Οἳ καὶ πρώην περὶ τούτων πεπυσμένοι ἐς τοὐμφανὲς τὸν θυμὸν ἐξέρρηξαν, ὁμόσε χωρήσαντες ἔνθα
30ἦν σκηνησάμενος, ληΐζονται μὲν βαρβαρικῶς ὅσα μεγα‐ λοπρεπῶς αὐτῷ διεσκεύαστο καὶ τῶν κειμηλίων τὰ τιμιώ‐ τατα, μικροῦ δὲ καὶ αὐτὸν διεχρήσαντο, εἰ μή τινι τῶν παρόχων ἵππων ἐπιβὰς κατὰ τὴν Ἔδεσαν διεσώθη· ἣν
καὶ πέμψαντες ἐπολιόρκησαν τὸν Πρίσκον ἐξαιτούμενοι.

225

5. Ὡς δὲ οἱ τῆς πόλεως οὐκ ἐνεδίδοσαν, ἀφέντες μὲν αὐτοῦ Πρίσκον, βίᾳ δὲ καὶ χερσὶ ζωγρήσαντες Γερμανὸν τὸν ἐν Φοινίκῃ Λιβανησίας στρατιωτικῶν ταγμάτων ἡγού‐ μενον, χειροτονοῦσι σφῶν ἡγεμόνα τό γε ἐπ’ αὐτοὺς καὶ
5αὐτοκράτορα. Τοῦ δὲ ἀντιτείνοντος καὶ τῶν σφοδρότερον ἐγκειμένων, ἔριδός τε ἀμφοῖν οὔσης τοῦ μὲν μὴ βιασθῆναι, τῶν δὲ ἐξεργάσασθαι, καὶ τῶν μὲν ἀποκτανεῖν ἐνδεικνυ‐ μένων εἰ μὴ ἑκὼν ἐνδέχοιτο, τοῦ δὲ μάλα δὴ καὶ τοῦτο ἐνδεχομένου, ὡς οὔτε φοβοῖτο οὔτε καταπλήττοιτο, ἐτρά‐
10ποντο ἐπί τινας αἰκιῶν τε καὶ λωβήσεων ἐπιχειρήσεις, ἃς οὐδαμῆ ὑποίσειν αὐτὸν ᾤοντο· οὐ γὰρ ἂν καὶ τῆς φύσεως καὶ τῆς ἡλικίας ἔσεσθαι ἀτεγκτότερον. Καὶ καταρ‐ ξάμενοί γε καὶ ἀποπειράσαντες αὐτὸν σὺν εὐλαβείᾳ τε καὶ φειδοῖ, τέλος ἄκοντα βιάζονται συνθέσθαι τε καὶ
15διομόσασθαι ἦ μὴν τὰ πιστὰ φυλάξειν αὐτοῖς. Ἔνθεν οὖν ἄρχειν ἀρχόμενον καὶ κρατεῖν κρατούμενον καὶ εἰλημ‐ μένον δεσπόζειν σφῶν κατηνάγκαζον. Τοὺς δέ γε ἄλλους ἅπαντας ταξιάρχους, λοχαγούς τε καὶ χιλιάρχους, καὶ τοὺς ὅσοι ἑκατοστύος ἢ δεκάδος ἦρχον ἐκδιώξαντες, σφίσι
20χειροτονοῦσιν οὓς ἐβούλοντο, ἀναφανδὸν τὴν βασιλείαν βλασφημοῦντες, καὶ τῶν μὲν βαρβάρων μετριώτερον περὶ τοὺς συντελεῖς τὰ πολλὰ διαγιγνόμενοι, συμμάχων δὲ ἢ πολιτείας δούλων καὶ μάλα γε ἀλλοτρίως· οὐδὲ γὰρ τα‐ κτοῖς μέτροις ἢ σταθμοῖς τὰς σιτίσεις ἐκομίζοντο, οὐδὲ
25μόναις ταῖς ἀπονενεμημέναις ἠρκοῦντο, ἀλλ’ ἦν ἑκάστῳ θεσμὸς ἡ γνώμη καὶ μέτρον νενομισμένον ἡ βούλησις. 6. Ταῦτα διαθήσοντα Φιλιππικὸν βασιλεὺς ἐκπέμπει· ὃν οὐ μόνον οὐκ ἐσεδέξαντο, ἀλλὰ κἂν εἴ τινα ἐκείνῳ προσήκειν ὑπειλήφεσαν, περὶ τῶν ἐσχάτων ἐκινδύνευσεν.
30 7. Ἐν τούτοις ὄντων τῶν πραγμάτων, ἐπάνεισι τῆς βασιλίδος Γρηγόριος ὁ Θεουπόλεως ἐπίσκοπος, ἤδη τὸν
ἀγῶνα νενικηκὼς ὃν ἱστορήσων ἔρχομαι. Ἀστερίου τὴν

226

ἑῴαν ἀρχὴν διέποντος, ἔριδός τέ τινος συστάσης αὐτῷ τε καὶ Γρηγορίῳ, τὸ πᾶν τῆς πόλεως κεφάλαιον ἐς τὴν Ἀστε‐ ρίου μοῖραν ἀπεκρίθη, προσέλαβε δὲ καὶ εἴ τι δημῶδες ἦν καὶ τὰς τέχνας τῇ πόλει συνεπλήρου. Ἕκαστοι γὰρ
5βεβλάφθαι τι ἐνισχυρίζοντο. Λοιπὸν δὲ καὶ ὁ δῆμος ἀφείθη πρὸς τὰς κατ’ αὐτοῦ βλασφημίας. Ἄμφω τοιγα‐ ροῦν τὼ δήμω ἐς μίαν συνήτην γνώμην, καὶ κατά τε τὰς λεωφόρους ἀνά τε τὸ θέατρον τὰς κατὰ τοῦ ἱερέως ὕβρεις ἐπεβόων, οὐδὲ τῶν ἀπὸ τῆς σκηνῆς τούτων ἀποσχομένων.
10Καὶ παύεται μὲν τῆς ἀρχῆς Ἀστέριος, ἐγχειρίζεται δὲ ταύτην Ἰωάννης, πρὸς τοῦ βασιλέως κελευσθεὶς τὴν τῶν κινουμένων ζήτησιν ποιήσασθαι, ἀνὴρ οὐδὲ τὰ σμικρότατα τῶν πραγμάτων, μή τί γε δὴ τὴν τοσαύτην ὑπόθεσιν διοι‐ κήσασθαι οἷός τε ὤν.
15 Θορύβων τοίνυν καὶ ταραχῶν τὴν πόλιν ἐμπλήσας, προγράμμασί τε χρησάμενος εἴ τις κατηγορεῖν τοῦ ἱερέως βούλοιτο, δέχεται γραφὰς κατ’ αὐτοῦ πρός τινος τραπέζης ἀργυρίων προεστηκότος, λεγούσας τῇ τε οἰκείᾳ ἀδελφῇ ἐπιπλακῆναι, ἑτέρῳ ἀνδρὶ συνοικεῖν λαχούσῃ· δέχεται δὲ
20καὶ παρ’ ἑτέρων τοιούτων περὶ τῆς εὐετηρίας τῆς πόλεως, ὡς αὐτοῦ ταύτῃ πολλάκις λυμηναμένου. Καὶ περὶ μὲν τῆς εὐετηρίας τὰς ἀπολογίας ὑπέδυ, περὶ δὲ τῶν ἄλλων βασιλέα τε καὶ σύνοδον ἐπεκαλέσατο. Περὶ τούτων οὖν ἐμοῦ παρεδρεύοντος καὶ παρόντος γε αὐτῷ κατὰ τὴν βασι‐
25λέως γέγονε τὴν ἀπολογίαν ὑφέξων. Καὶ τῶν ἑκασταχοῦ πατριαρχῶν, τῶν μὲν δι’ ἑαυτῶν, τῶν δὲ καὶ δι’ ἑτέρων τῇ ζητήσει παραγενομένων, προσέτι δὲ καὶ τῆς ἱερᾶς γερουσίας καὶ πολλῶν ὁσιωτάτων μητροπολιτῶν, τῆς ὑποθέσεως δοκιμασθείσης, μετὰ πολλοὺς ἀγῶνας κρατεῖ·
30ὥστε τὸν κατήγορον νεύροις αἰκισθέντα καὶ τὴν πόλιν περιαχθέντα ἐξοστρακισμοῦ προστιμηθῆναι. Ἐντεῦθεν οὖν ἐπάνεισι πρὸς τὸν οἰκεῖον θρόνον, τῶν στρατευμάτων στασιαζόντων καὶ Φιλιππικοῦ ἀμφὶ Βέροιαν καὶ Χαλ‐
κίδα τὰς πόλεις ἐνδιατρίβοντος.

227

8. Καὶ τεσσάρων διαγενομένων μηνῶν μετὰ τὴν αὐτοῦ ἄφιξιν, ἔτος ἕβδομον καὶ τριακοστὸν καὶ ἑξακοσιοστὸν χρηματιζούσης Θεουπόλεως, μετὰ ἓν καὶ ἑξηκοστὸν ἔτος τῶν προτέρων σεισμῶν, ἐμοῦ κατὰ τὴν ἕνην καὶ νέαν
5ἡμέραν τοῦ Ὑπερβερεταίου μηνὸς κόρην παρθένον νυμ‐ φεύοντος, καὶ τῆς πόλεως ἑορταζούσης καὶ δημοτελῆ πανήγυριν ἀγούσης περί τε τὴν πομπὴν καὶ τὴν παστάδα, ἀμφὶ τρίτην ἐπιλύχνιον ὥραν, βρασμὸς καὶ κλόνος ἐπελ‐ θόντες τὴν πᾶσαν μὲν κατέσεισαν πόλιν· τὰ πολλὰ δὲ
10καὶ κατήγαγον αὐτῶν τῶν βάθρων ἀναβρασθέντων, ὥστε πάντα τὰ περὶ τὴν ἁγιωτάτην ἐκκλησίαν ἐς ἔδαφος ἐνεχθῆναι, μόνου τοῦ ἡμισφαιρίου περισωθέντος, ἐκ τῶν Δάφνης ξύλων πρὸς Ἐφραιμίου διασκευασθέντος, ἐκ τῶν ἐπὶ Ἰουστίνου σεισμῶν παθόντος· ὅπερ ἐκλίθη ἐκ τῶν
15ἐφεξῆς κλόνων κατὰ τὸ βόρειον μέρος ὥστε καὶ ἀντερεί‐ δοντα ξύλα βαλεῖν, ἃ καὶ πεπτώκασι τῷ σφοδρῷ κλόνῳ ὑπονοστήσαντος τοῦ ἡμισφαιρίου καὶ ὡς ἔκ τινος κανόνος ἐς τὸν ἴδιον ἀποκαταστάντος χῶρον. Πέπτωκε δὲ καὶ τὰ πολλὰ τῆς καλουμένης Ὀστρακίνης, καὶ ὃ πρόσθεν ἔφαμεν
20Ψηφίον, καὶ σύμπαντα τὰ καλούμενα Βυρσία, καὶ τὰ περὶ τὸν πάνσεπτον σηκὸν τῆς θεοτόκου, μόνης τῆς μέσης στοᾶς παραδόξως σωθείσης. Πεπόνθασι δὲ καὶ σύμπαντες οἱ πύργοι τοῦ πεδίου, τῆς λοιπῆς οἰκοδομίας ἀπαθοῦς μει‐ νάσης τῶν ἐπάλξεων δίχα. Τούτων γὰρ ἔνιοι λίθοι ἐκ
25τοὔμπαλιν μετεστράφησαν οὐ πεπτωκότες. Πεπόνθασι δὲ καὶ ἕτεροι νεῲ καὶ τῶν δημοσίων βαλανείων ἑκάτερον τὸ πρὸς τὰς ὥρας διῃρημένον. Καὶ πλῆθος δὲ ἀστάθμητον ἥλω, καὶ ὡς εἴκαζον ἔνιοι τῷ ἄρτῳ τεκμαιρόμενοι, ἀμφὶ τὰς ἑξήκοντα χιλιάδας παρανάλωσεν ὁ πόνος οὗτος.
30 Σώζεται οὖν ὁ ἱερεὺς ὑπέρτερον πάσης ἐλπίδος, τοῦ κατα‐ γωγίου σύμπαντος πεπτωκότος ἔνθα καὶ αὐτὸς καθῆστο, καὶ μηδενὸς τὸ παράπαν διασωθέντος ἢ μόνων τῶν ἀμφ’ αὐτὸν ἑστώτων· οἳ καὶ φοράδην ἀνελόμενοι διά τινος
καλωδίου κατήγαγον ἑτέρου σεισμοῦ τόπον διορύξαντος,

228

καὶ τῶν κινδύνων ὑπεξήγαγον. Καὶ ἕτερον δὲ γέγονε τῇ πόλει σωτήριον, τοῦ φιλανθρώπου θεοῦ φειδοῖ τὴν ἀπει‐ λὴν θήξαντος κλάδῳ τε οἴκτου καὶ ἐλέου τὴν ἁμαρτίαν σωφρονίσαντος. Οὐδεὶς γὰρ ἐμπρησμὸς γέγονε, τοσαύτης
5φλογὸς τὴν πόλιν περιεχούσης, ἔκ τε τῶν ἐσχαρῶν καὶ τῶν δημοσίων καὶ ἰδιωτικῶν λύχνων ὀπτανείων τε πνιγέων τε αὖ καὶ βαλανείων καὶ ἑτέρων ἀναρίθμων. Ἐλήφθησαν δὲ καὶ τῶν ἀξιολόγων πλεῖστοι, μεθ’ ὧν καὶ Ἀστέριος ἔργον τῶν σεισμῶν γέγονε. Καὶ τὸ μὲν πάθος τῆς πόλεως
10χρήμασιν ὁ βασιλεὺς παρεμυθήσατο. 9. Τὰ δὲ τοῦ στρατοῦ παραπλησίως εἶχεν, ὥστε καὶ τοὺς βαρβάρους ἐπιστρατεῦσαι, πειθομένους μηδένα σφᾶς κωλύσειν τὰ βαρβάρων πράττοντας. Ὑπαντιάζει δὲ τού‐ τοις ὁ Γερμανὸς σὺν τοῖς ἀμφ’ αὐτόν, καὶ οὕτω κατὰ κράτος
15νικήσας διέφθειρεν ὥστε μηδὲ ἀγγελιώτην τῆς συμφορᾶς Πέρσαις ὑπολειφθῆναι. 10. Ἀμείβεται μὲν οὖν βασιλεὺς τὸν στρατὸν χρή‐ μασιν, ἀναγαγὼν δὲ Γερμανὸν καὶ ἑτέρους ἐς κριτήριον καλεῖ. Καὶ πάντες μὲν θανάτου κατεψηφίσθησαν· οὐ
20μὴν εἴασεν ἄχαρί τι παθεῖν, ἀλλὰ καὶ γερῶν ἠξίωσεν. Τούτων ὧδε χωρούντων, οἱ Ἄβαρεις δὶς μέχρι τοῦ καλουμένου μακροῦ τείχους ἐλάσαντες, Σιγγηδόνα Ἀγχία‐ λόν τε καὶ τὴν Ἑλλάδα πᾶσαν καὶ ἑτέρας πόλεις τε καὶ φρούρια ἐξεπολιόρκησαν καὶ ἠνδραποδίσαντο, ἀπολλύντες
25ἅπαντα καὶ πυρπολοῦντες, τῶν πολλῶν στρατευμάτων κατὰ τὴν ἑῴαν ἐνδιατριβόντων. Πέμπει δέ γε βασιλεὺς Ἀνδρέαν, τῶν βασιλικῶν ὑπασπιστῶν πρῶτον γενόμενον, πείσοντα τὸν στρατὸν τοὺς προτέρους λοχαγούς τε καὶ λοιποὺς ἐσδέξασθαι.
3011. Ὧν μηδὲ μέχρις ὤτων ὑπομεινάντων τὸ κέλευσμα,

229

ἐς Γρηγόριον τὸ πρᾶγμα μετασκευάζεται, οὐ μόνον ὅτι τὰ μέγιστα ἐξεργάσασθαι οἷός τε καθεστήκει, ἀλλ’ ὅτι καὶ πολλὴν ὦφλε τιμὴν αὐτῷ τὸ στράτευμα, τῶν μὲν χρήμασι δεξιωθέντων πρὸς αὐτοῦ, τῶν δὲ καὶ ἐσθῆσι
5βρωτοῖς τε καὶ ἑτέροις, ὅτε στρατολογηθέντες ἐκ κατα‐ λόγου δι’ αὐτοῦ παρῄεσαν. Ἀγείρει τοίνυν τοὺς ἐς πρῶτα τοῦ στρατοῦ τελοῦντας, ἀγγελιαφόρους ἑκασταχοῦ πέμψας, ἐν Λιτάρβοις τῷ χωρίῳ, διεστῶτι Θεουπόλεως ἀμφὶ τοὺς τριακοσίους σταδίους. Παρ’ οὓς αὐτὸς γενόμενος, καὶ ταῦτα
10κλινοπετὴς ὑπάρχων, ἔλεξε τοιάδε· 12. „Ἐγὼ μέν, ὦ ἄνδρες Ῥωμαῖοι τὴν προσηγορίαν καὶ τὰ πράγματα, ᾤμην ἐκ παλαιοῦ τὴν ὑμῶν παρ’ ἡμᾶς ἄφιξιν ἔσεσθαι, κοινωσομένων τὰ παρόντα, βουλήν τε ληψομένων ἣν ἡ πρὸς ὑμᾶς εὔνοια κατεπαγγέλλεται, τοῖς
15προλαβοῦσιν οὐκ ἐνδοιαστῶς βεβαιωθεῖσα, ὅτε τὸν νηίτην ὑμῶν κλόνον καὶ τὸν ἐντεῦθεν σάλον τοῖς ἐπιτηδείοις ἐδεξιούμην. Ἀλλ’ ἐπεὶ μέχρι τοῦδε παρῶπται, ἴσως ἄνωθεν οὐκ ἐνδοσίμου γενομένου ἵνα Πέρσαι μὲν τὴν Ῥωμαίων τέλεον ἀνδρείαν ἐκμάθοιεν πρὸς ἀνδρῶν ἀστρα‐
20τηγήτων ἐκπολεμηθέντες, ἡ δέ γε ὑμῶν ἀκραιφνὴς εὔνοια διὰ πάντων βεβαιωθείη τῷ καιρῷ βασανισθεῖσα καὶ τοῖς ἔργοις μαρτυρηθεῖσα—δεδείχατε γὰρ ὡς εἰ καὶ πρὸς τοὺς στρατηγήσαντας ὑμῶν τὴν λύπην ἐκληρώσασθε, οὐδὲν ὑμῖν τοῦ πολιτεύματος προὐργιαίτερον—, φέρε νῦν περὶ
25τῶν πρακτέων σκοπήσωμεν. Βασιλεὺς ὑμᾶς προσκαλεῖται, πάντων τῶν ἡγησαμένων ἀμνηστίαν κατεπαγγελλόμενος, τὴν ἐς τὴν πολιτείαν ὑμῶν εὔνοιαν καὶ τὴν παρὰ τὸν πόλεμον ἀνδρείαν ἐς ἱκετηρίαν καὶ θαλλοὺς δεξάμενος, ταῦτα δοὺς ὑμῖν τῆς ἀφέσεως
30ἐνέχυρα πάντων ἀσφαλέστατα· καί φησιν ὡς εἰ ὁ θεὸς τῇ εὐνοίᾳ τὸ πλέον δέδωκε, καὶ τῶν ἁμαρτάδων ἐξωσθεισῶν ἡ ἀνδρεία διεφάνη, σαφὴς ἔλεγχος τῆς συγχωρήσεως
γενομένη, πῶς οὐχ ἕψομαι τῇ θείᾳ κρίσει, εἴπερ καρδία

230

βασιλέως ἐν χειρὶ θεοῦ καὶ οὗ ἂν θέλῃ κλίνει αὐτήν. Ὑπείξατέ μοι οὖν, ὦ Ῥωμαῖοι, τάχιστα, καὶ μὴ κατα‐ προδῶμεν τὸν παρόντα καιρόν, μηδὲ παρολισθήσῃ δια‐ μαρτών. Μισεῖ γὰρ κρατεῖσθαι διαδραμών, καὶ ὥσπερ
5ἀγανακτῶν ὅτι γε παρώφθη, δὶς ληπτὸς εἶναι καθάπαξ οὐκ ἀνέχεται. Κληρονομήσατε οὖν τοὺς πατέρας τῆς εὐηκοΐας ὥσπερ τῆς ἀνδρείας ἐκληρονομήσατε, ἵνα διὰ πάντων Ῥωμαῖοι δειχθῆτε, καὶ μηδεὶς ὑμῶν ἅψηται μῶμος ἢ νενοθευμένους ὑμᾶς παῖδας δείξῃ. Ὑπὸ τοῖς ὑπάτοις
10καὶ βασιλεῦσι ταττόμενοι οἱ ὑμᾶς φύσαντες πειθοῖ καὶ ἀνδρείᾳ τὸ οἰκούμενον ἅπαν προσεκτήσαντο. Μάλλιος Τουρκουᾶτος τὸν παῖδα στεφανώσας ἀνεῖλεν, ἀνδρισάμενον μέν, ἀπειθήσαντα δέ. Τῶν γὰρ ἀγόντων εὐβουλία καὶ τῶν ἀγομένων εὐπείθεια μεγάλα πεφύκασιν ἀγαθὰ κατερ‐
15γάζεσθαι. Θάτερον δὲ τοῦ ἑτέρου χηρεῦον χωλεύει καὶ περιτρέπεται καὶ σφάλλεται πάντως, τῆς ἀρίστης ξυνωρίδος διαλυομένης. Μὴ οὖν μέλλετε, πείσθητε δέ μοι, ἱερωσύνης βασιλείᾳ καὶ στρατῷ μεσιτευούσης· καὶ δείξατε ὡς οὐ τυραννὶς τὰ
20ὑμέτερα, ἀλλὰ δικαία πρὸς μικρὸν ἀγανάκτησις κατὰ τῶν ἀδικησάντων ὑμᾶς στρατηγῶν. Εἰ γὰρ μὴ τὴν ταχίστην προσδράμοιτε, ἐγὼ μὲν ἐξοσιώσομαι καὶ τὴν ἐς τὴν πολιτείαν εὔνοιαν, καὶ τὴν ἐς ὑμᾶς φιλίαν, ὑμεῖς δὲ σκοπεῖτε ποῖα τῶν τυράννων τὰ τέλη. Ποῖ γὰρ καὶ
25περανεῖτε τὰ παρόντα; Ἀθρόους εἶναι τῶν ἀδυνάτων· πόθεν γὰρ ἡ τῶν ὡραίων συγκομιδή, ἢ ὧν ἐς ἀντίληψιν ἡ θάλασσα τῇ ἠπείρῳ δίδωσιν, εἰ μή γε πολεμοῦντες Χριστιανοὺς καὶ πολεμούμενοι, τὰ πάντων αἴσχιστα δράσοιτε καὶ πείσοισθε; Καὶ ποῖ τὸ τέλος σποράδες
30γενόμενοι βιοτεύσοιτε; Αὐτόθεν παρὰ πόδας ἡ δίκη, συγ‐ γνώμην τοῦ λοιποῦ νέμειν οὐκ ἀνεχομένη. Δόντες οὖν δεξιὰς καὶ ἑαυτοῖς καὶ τῷ πολιτεύματι τὸ συνοῖσον
σκοπήσωμεν, ὅταν καὶ τὰς ἡμέρας τοῦ σωτηρίου πάθους

231

καὶ τῆς παναγίας ἀναστάσεως Χριστοῦ τοῦ θεοῦ συν‐ επιλαμβανομένας ἔχωμεν.“ 13. Τοσαῦτα εἰπὼν καὶ πλεῖστά γε ἐπιδακρύσας, ὥσπερ ἐκ θείας τινὸς ῥοπῆς ἁπάντων τὰς γνώμας ἐν
5ἀκαρεῖ μετατέθεικεν· οἵπερ ἐξῄτησαν ὑπεξελθεῖν τοῦ συλλόγου καὶ καθ’ αὑτοὺς περὶ τῶν πρακτέων βουλεύ‐ σασθαι. Ἧκον τοίνυν οὐ μετὰ πολὺ σφᾶς αὐτοὺς τῷ ἱερεῖ ἐγχειρίσαντες. Καὶ δῆτα Φιλιππικὸν αὐτοῖς ἐξονο‐ μάσαντος ἵν’ αὐτοὶ στρατηγὸν σφίσιν ἐξαιτήσωσι, ὅρκοις
10δεινοῖς ἔφασκον περὶ τούτου διομόσασθαι καὶ τὸ σύμπαν στράτευμα. Ὁ δέ, μηδὲ πρὸς τοῦτο μελλήσας ἢ ὅλως ἐλινύσας, ἱερεὺς ἔφη κατὰ συγχώρησιν εἶναι ἐξουσίαν τε ἔχειν λύειν καὶ δεσμεῖν ἐπὶ γῆς τε καὶ οὐρανοῦ, καὶ τῆς θείας ἀπεμνημόνευε φωνῆς. Ἐνδόντων δὲ καὶ πρὸς τοῦτο,
15τὸν θεὸν λιταῖς καὶ προσευχαῖς ἐξωσιοῦτο· καὶ τοῦ ἀχράν‐ του αὐτοῖς μεταδοὺς σώματος—ἦν γὰρ ἡ πάνσεπτος ἡμέρα δευτέρα ἡ τῷ ἁγίῳ ἐγγίζουσα πάθει—, πάντας δειπνίσας ἀμφὶ τοὺς δισχιλίους, στιβάδων ἐπὶ τῆς πόας σχεδιασθει‐ σῶν, ὑπέστρεφε κατὰ τὴν ἑξῆς. Ἔδοξε δὲ αὐτοὺς συλ‐
20λεγῆναι ᾗ βούλοιντο. Μεταπέμπεται τοιγαροῦν Φιλιπ‐ πικόν, ἐν Ταρσοῖς τῶν Κιλίκων διάγοντα ἐπειγόμενόν τε κατὰ τὴν βασιλέως, ἀναγαγὼν τῇ βασιλείᾳ περὶ τούτων στείλας τε καὶ τὰς παρὰ τοῦ στρατοῦ περὶ Φιλιππικοῦ δεήσεις. Ὑπαντῶσι τοίνυν τῷ Φιλιππικῷ κατὰ τὴν
25Θεουπολιτῶν γενομένῳ, καὶ τοὺς ἠξιωμένους τῆς θείας παλιγγενεσίας εἰς ἱκετείαν προσλαβόμενοι προσπίπτουσιν αὐτῷ· καὶ δεξιὰς ἀμνηστίας λαβόντες σὺν αὐτῷ τὰς ἐπιστρατεύσεις ποιοῦνται. Οὕτω μὲν δὴ προκεχωρήκει ταῦτα.
30 14. Σίττας δέ τις τῶν ἐν Μαρτυροπόλει δεκαδάρχων, πρός τινα τῶν αὐτόθι στρατιωτικῶν ἀρχόντων λυπηθεὶς καταπροδίδωσι τὴν πόλιν, τὴν ἀπόλειψιν τῶν ἐγκαθημένων
αὐτὴν στρατιωτῶν ἐπιτηρήσας· καὶ λόχον Περσικὸν ὡς

232

Ῥωμαῖον εἰσαγαγὼν τὴν πόλιν κατέσχεν ἐπικαιροτάτην Ῥωμαίοις καθεστῶσαν, τὰ μὲν πολλὰ τῶν γυναίων τῶν σφριγώντων εἴσω κρατήσας, ἅπαντας δὲ τοὺς ἄλλους χωρὶς ἐνίων οἰκετῶν ἐξελάσας. Εὐθέως μὲν οὖν ὁ Φιλιπ‐
5πικὸς αὐτοῦ τὴν ἔλασιν ἐποιεῖτο, καὶ περικαθίσας τὴν πόλιν ἐπολιόρκει, οὐδὲν τῶν ἐς πολιορκίαν ἐπιτηδείων ἔχων· ὅμως δ’ οὖν ἐκ τῶν παρόντων αὐτῷ διεμάχετο, καί τινας διώρυχας ἐργασάμενος ῥίπτει τῶν πύργων ἕνα. Οὐ μὴν τὴν πόλιν ἐξίσχυσε παραστήσασθαι, τῶν Περσῶν
10διανυκτερευσάντων καὶ τὸ πεπτωκὸς κατασφαλισαμένων. Ὡς δὲ συχνὰ προσβαλόντες οἱ Ῥωμαῖοι τῷ τείχει ἀπε‐ κρούοντο—ἐπίσκοπα γὰρ ἐξ ὑπερδεξίων ἐφέρετο κατ’ αὐτῶν τὰ βέλη, καὶ πλέον ἐβλάπτοντο ἢ τοὺς ἔνδον ἐλύπουν—, λύουσι τὴν πολιορκίαν· καὶ σμικρὸν διαστάντες
15στρατοπεδεύονται, μόνον τὸ μὴ καὶ ἑτέρους προστεθῆναι Πέρσας ἐπιτηροῦντες. Κελεύμασι δὲ Μαυρικίου, καὶ Γρηγόριος ἀφικνεῖται πρὸς τὸ στρατόπεδον καὶ πείθει πρὸς τὴν πολιορκίαν ἐπανελθεῖν. Οὐ μήν τι πλέον ἐξερ‐ γάσασθαι οἷοί τε γεγόνασι, μηδενὸς τῶν ἑλεπόλεων μηχανῶν
20ὄντος. Ὅθεν διαλύεται μὲν ὁ στρατὸς διαχειμάσων, ἐς δὲ τὰ σύνεγγυς φρούρια συχναὶ φρουραὶ καταλιμπάνονται, ἵνα μὴ λαθόντες Πέρσαι τῇ πόλει ἐπεισέλθωσι. Καὶ κατὰ τὸ ἑξῆς δὲ θέρος ἀθροισθέντος τοῦ στρα‐ τεύματος καὶ Περσῶν ἐπιστρατευσάντων, γίγνεται μὲν
25ἀμφὶ Μαρτυρόπολιν μάχη καρτερά. Καὶ τὸ πλέον ἐσχηκότος Φιλιππικοῦ καὶ πολλῶν Περσῶν πεπτωκότων, ἑνὸς ἥρωος ἡσσηθέντος, ἱκανὴ πληθὺς Περσῶν ἐκπέπτωκεν ἐν Μαρτυροπόλει, ὃ καὶ μάλιστα διεσπουδάσθη αὐτοῖς. Ἐντεῦθεν πολιορκεῖν μὲν οἱ Ῥωμαῖοι τὴν πόλιν ἀπέγνω‐
30σαν—μηδὲ γὰρ δυνάμει ταύτην οἶόν τε παραστήσασθαι—,
ἑτέραν δὲ ἀντανιστῶσι πόλιν ἀπὸ σταδίων ἑπτὰ ἐπὶ τὰ

233

ὄρεια καὶ ἐρυμνότερα μέρη, ὡς ἂν ἐπιτεχνήσεις τινὰς καὶ ἀντεπιχειρήσεις ποιοῖντο. Καὶ ταῦτα μὲν θερίζοντες ἔπραττον, τῷ δὲ χειμῶνι διελύοντο. 15. Καὶ πέμπεται τῆς ἡγεμονίας διάδοχος Κομεντίο‐
5λος, Θρᾷξ γένος· ὃς κράτιστα Πέρσαις συνεπλάκη, καὶ μικροῦ τὸν βίον κατέστρεψε σὺν καὶ τῷ ἵππῳ καταρραγείς, εἰ μή τις τῶν δορυφόρων ἔν τινι τῶν παρόχων ἵππων ἐπιβιβάσας τῆς μάχης ὑπεξήγαγεν. Φεύγουσι δ’ οὖν οἱ περισωθέντες προτροπάδην, πάντας τοὺς σφετέρους ἡγε‐
10μόνας ἀποβαλόντες, καὶ κατὰ τὴν Νίσιβιν διασώζονται. Καὶ τὴν πρὸς τὸν σφῶν βασιλέα δεδιότες ἐπάνοδον— θάνατον γὰρ αὐτοῖς ἠπειλήκει, εἰ μὴ τοὺς ἡγεμόνας διασώσωσιν—, αὐτοῦ τὴν κατὰ Ὁρμίσδου τυραννίδα με‐ λετῶσι, ἤδη καὶ Βαράμου στρατηγοῦ Περσῶν τοῦτο
15βουλεύοντος σὺν τοῖς ἀμφ’ αὐτόν, ἐκ τῆς τῶν Τούρκων συμπλοκῆς ἐπανιόντος. Ἐν τούτῳ δὲ Κομεντίολος τὴν Μαρτυρόπολιν περικαθήμενος τοὺς μὲν πολλοὺς αὐτοῦ καταλείπει, αὐτὸς δὲ σὺν καί τισιν ἀριστίνδην ἐκλεγεῖσιν ἐκτρέχει κατὰ τὸ Ὄκβας ὀχυρώτατον φρούριον, ἀντικρὺ
20Μαρτυροπόλεως ἐς τὴν ἀντιπέρας ὄχθην διακείμενον ἐπί τινος σκοπέλου ἀποτόμου, ὅθεν καὶ ἄποπτος ἡ πᾶσα καθειστήκει πόλις· καὶ πολιορκήσας πείρας τε οὐδὲν ἀνιεὶς καὶ τοῦ τείχους τινὰ διὰ καταπελτῶν ῥίψας, ὑπερκαταβὰς αἱρεῖ κατὰ κράτος τὸ φρούριον. Ὅθεν
25λοιπὸν καὶ ἐν ἀπογνώσει Πέρσαις τὰ Μαρτυροπόλεως καθειστήκει. 16. Τούτων ὧδε δρωμένων, οἱ Πέρσαι τὸν Ὁρμίσδην διεχρήσαντο, πάντων βασιλέων ἀδικώτατον γενόμενον, οὐ μόνον ὅτι χρήμασιν ἐζημίου τοὺς ὑπηκόους, ἀλλὰ καὶ
30θανάτων διαφόροις ἰδέαις. 17. Ἐγκαθιστῶσι δὲ μετ’ αὐτὸν βασιλέα Χοσρόην τὸν τούτου παῖδα, καθ’ οὖ Βάραμος ἐπιστρατεύει μετὰ
τῶν ἀμφ’ αὐτόν. Ὧιπερ ὑπαντιάζει μὲν ὁ Χοσρόης μετά

234

τινος οὐκ ἀξιολόγου δυνάμεως, καὶ φεύγει, τοὺς οἰκείους ὁρῶν ἐθελοκακοῦντας. Ἀφικνεῖται δὲ κατὰ τὸ Κιρκήσιον, ὥς γε αὐτὸς ἔφη, τὸν θεὸν τῶν Χριστιανῶν ἐπικαλεσάμενος ἐκεῖσε τὸν ἵππον ἀπιέναι ἔνθα ἂν πρὸς αὐτοῦ ὁδηγοῖτο.
5Ἀφίκετο δὲ σὺν καὶ ταῖς γυναιξὶ καὶ παισὶ νεογνοῖς δύο καί τισι Περσῶν τῶν εὐγενῶν, οἵπερ αὐτῷ ἐθελονταὶ κατηκολούθουν· κἀκεῖθεν πρὸς βασιλέα Μαυρίκιον πρε‐ σβεύεται. Ὁ δέ, κἀν τούτῳ πανάριστα βουλευσάμενος, καὶ τὸν ἀσταθῆ καὶ κόθορνον βίον καὶ τὰς ἀγχιστρόφους
10παλιρροίας τῆς τῶν ἀνθρώπων ζωῆς καὶ τούτῳ διαμετρη‐ σάμενος, δέχεται τὴν ἱκετείαν, καὶ ξένον ἀντὶ φυγάδος παῖδά τε ἀντὶ αὐτομόλου καθίστησι, δώροις βασιλικοῖς δεξιωσάμενος· οἷς ἐφιλοφρονήσατο οὐ μόνος αὐτὸς βασι‐ λικῶς στείλας, ἀλλὰ καὶ τῆς βασιλίδος τὰ παραπλήσια
15περὶ τὰς ὁμοζύγους τοῦ Χοσρόου καὶ τῶν παίδων πρὸς τοὺς παῖδας πραξάντων. 18. Πέμπει δὲ καὶ πᾶσαν βασιλικὴν δορυφορίαν καὶ πάντα τὸν Ῥωμαίων στρατὸν σὺν καὶ τῷ στρατηγῷ, ἑψόμενον αὐτῷ ὅπη καὶ βούλεται, καὶ πρὸς μείζονος τιμῆς
20Δομετιανὸν ἐπίσκοπον Μελιτινῆς, αὐτοῦ συγγενῆ, ἄνδρα φρενήρη καὶ ἀγχίνουν, λόγῳ τε καὶ ἔργῳ ἐς τὰ μάλιστα ἱκανώτατον, καὶ πρὸς τὰ μέγιστα τῶν πραγμάτων ἐξεργα‐ στικώτατον. Πέμπει δὲ καὶ Γρηγόριον, ὃς ἐν ἅπασι κατέπληξε τὸν Χοσρόην, ὁμιλῶν, δωρούμενος, ἐπίκαιρα
25τοῖς πράγμασιν ἐσηγούμενος. 19. Παραγενόμενος δὲ μέχρι τῆς Ἱεραπολιτῶν ὁ Χοσρόης, ἣ τῆς Εὐφρατησίας προκάθηται, αὖθις ἐπανῆκε, τοῦτο καὶ Μαυρικίου συνεωρακότος καὶ τὸ πλέον δόντος τῆς οἰκείας δόξης τῷ συνοίσοντι τῷ ἱκέτῃ. Δεξιοῦται δὲ
30καὶ χρήμασι μεγάλοις, οὐχ ἱστορηθὲν πώποτε. Καὶ Πέρσας στρατολογήσας καὶ τὰς ἐπιδόσεις ἁπάσας οἴκοθεν ποιησάμενος, ἐκπέμπει τὸν Χοσρόην μεθ’ ἑκατέρου στρατοῦ Ῥωμαίων τε καὶ Περσῶν κατὰ τὴν ὑπερορίαν, Μαρτυρο‐ πόλεως καὶ Σίττα παραδοθέντος αὐτῷ· ὃς καὶ πρὸς τῶν
35Μαρτυροπολιτῶν καταλευσθεὶς ἀνεσκολοπίσθη. Παρεδόθη

235

δὲ καὶ τὸ Δάρας ὑπεξελθόντων Περσῶν. Καὶ διὰ μιᾶς συμπλοκῆς ἑσσηθέντος τοῦ Βαράμου πρὸς Ῥωμαίων μόνων, ἀκλεῶς τε μόνου πεφευγότος, εἰς τὰ ἴδια κατήχθη βασίλεια ὁ Χοσρόης.
5 20. Τότε καὶ Γολιανδοὺχ μάρτυς ζῶσα παρ’ ἡμῖν ἦν, ἡ διὰ πολλῶν μὲν πόνων τὸ μαρτύριον διενέγκασα, τῶν μάγων Περσῶν αὐτὴν αἰκιζομένων, μεγάλων δὲ τεραστίων ἐργάτις γενομένη· ἧς τὸν βίον ἀνέγραψε Στέφανος ὁ πρότερος ἐπίσκοπος τῆς Ἱεραπολιτῶν.
10 21. Ὁ δὲ Χοσρόης ἐγκρατὴς τῶν οἰκείων βασιλείων γενόμενος, πέμπει Γρηγορίῳ σταυρὸν χρυσῷ πολλῷ καὶ λίθοις τιμίοις ἐξησκημένον, πρὸς τιμὴν τοῦ ἀθλοφόρου μάρτυρος Σεργίου· ὃν ἀνέθηκε μὲν Θεοδώρα ἡ Ἰουστινια‐ νοῦ γαμετή, ἐληΐσατο δὲ Χοσρόης σὺν καὶ τοῖς ἄλλοις
15κειμηλίοις, ὡς ἤδη μοι ἀφήγηται. Πέμπει δὲ καὶ ἕτερον σταυρὸν χρυσοῦν, καὶ ἐπέγραψεν ὁ Χοσρόης τῷ σταυρῷ Ἑλλήνων γράμμασι τάδε· „Τοῦτον τὸν σταυρὸν ἐγὼ Χοσρόης βασιλεὺς βασιλέων, υἱὸς Χοσρόου, ὅτε ἐκ διαβολικῆς ἐνεργείας καὶ κακουρ‐
20γίας τοῦ δυστυχεστάτου Βαρὰμ Γουσνὰς καὶ τῶν σὺν αὐτῷ καβαλλαρίων εἰς Ῥωμανίαν ἀπήλθομεν, καὶ διὰ τὸ ἔρχεσθαι τὸν δυστυχῆ Ζαδεσπρὰμ μετὰ στρατοῦ εἰς τὸ Νισίβιος ἐπὶ τὸ ὑποσῦραι τοὺς καβαλλαρίους τοῦ μέρους τοῦ Νισίβιος εἰς τὸ ἀντᾶραι καὶ ταράξαι ἐπέμ‐
25ψαμεν καὶ ἡμεῖς καβαλλαρίους μετὰ ἄρχοντος εἰς τὸ Χάρχας, καὶ διὰ τῆς τύχης τοῦ ἁγίου Σεργίου τοῦ παν‐ σέπτου καὶ ὀνομαστοῦ, ἐπειδὴ ἠκούσαμεν δοτῆρα εἶναι αὐτὸν τῶν αἰτήσεων, ἐν τῷ πρώτῳ ἔτει τῆς βασιλείας
ἡμῶν, μηνὶ Ἰαννουαρίῳ ἑβδόμῃ, ᾐτησάμεθα ὡς, ἐὰν οἱ

236

καβαλλάριοι ἡμῶν σφάξωσι τὸν Ζαδεσπρὰμ ἢ χειρώ‐ σωνται, σταυρὸν χρυσοῦν διάλιθον εἰς τὸν οἶκον αὐτοῦ πέμπομεν διὰ τὸ πάνσεπτον αὐτοῦ ὄνομα, καὶ τῇ ἐνάτῃ τοῦ Φεβρουαρίου μηνὸς τὴν κεφαλὴν τοῦ Ζαδεσπρὰμ
5ἤνεγκαν ἐπὶ ἡμῶν· ἐπιτυχόντες οὖν τῆς δεήσεως ἡμῶν, διὰ τὸ ἕκαστον ἀναμφίβολον εἶναι, εἰς τὸ πάνσεπτον αὐτοῦ ὄνομα τοῦτον τὸν σταυρὸν τὸν παρ’ ἡμῶν γενόμενον, μετὰ τοῦ πεμφθέντος σταυροῦ παρὰ Ἰουστινιανοῦ βασι‐ λέως Ῥωμαίων εἰς τὸν οἶκον αὐτοῦ, καὶ τῷ καιρῷ τῆς
10ἀμιξίας τῶν δύο πολιτειῶν ἐνεχθέντος ἐνταῦθα παρὰ Χοσρόου, βασιλέως βασιλέων, υἱοῦ Καβάδου, τοῦ ἡμε‐ τέρου πατρός, καὶ εὑρεθέντος ἐν τοῖς ἡμετέροις θησαυροῖς, ἐπέμψαμεν ἐν τῷ οἴκῳ τοῦ ἁγίου πανσέπτου Σεργίου.“ Καὶ τούτους γνώμῃ Μαυρικίου βασιλέως Γρηγόριος
15λαβὼν μετὰ πολλῆς πομπῆς εἰς τὸν ἱερὸν οἶκον τοῦ μάρτυρος ἀνατέθεικεν. Οὐ μετὰ πολὺ δὲ καὶ ἕτερα πέπομφε δῶρα ὁ Χοσρόης ἀνὰ τὸν αὐτὸν ἱερὸν ναόν, ἐπιγράψας ἐπὶ δίσκου ἐκ χρυσοῦ πεποιημένου ἑλληνίδι φωνῇ ταῦτα·
20 „Ἐγὼ Χοσρόης, βασιλεὺς βασιλέων, υἱὸς Χοσρόου, τὰ ἐν τῷδε τῷ δίσκῳ γεγραμμένα, οὐκ εἰς θέαν ἀνθρώπων, οὐδὲ ἵνα ἐκ τῶν λόγων μου τὸ μέγεθος τοῦ πανσέπτου ὀνόματος γνωσθῇ, ἀλλὰ διὰ τὴν ἀλήθειαν τῶν γεγραμ‐ μένων καὶ διὰ τὰς πολλὰς χάριτας καὶ εὐεργεσίας ἃς
25ἔσχον παρὰ σοῦ· εὐτυχία γάρ μοί ἐστι, ἵνα τὸ ἐμὸν ὄνομα ἐμφέρεται τοῖς ἱεροῖς σου σκεύεσιν. Ἐν τῷ εἶναί με ἐν τῷ Βεραμαῒς ᾐτησάμην παρὰ σοῦ, ἅγιε, ἐλθεῖν εἰς τὴν βοήθειάν μου καὶ ἐν γαστρὶ συλλαβεῖν Σιρήν. Καὶ
ἐπειδὴ ἡ Σιρὴν Χριστιανή ἐστιν κἀγὼ Ἕλλην, ὁ ἡμέτερος

237

νόμος ἄδειαν ἡμῖν οὐ παρέχει Χριστιανὴν ἔχειν γαμετήν. Διὰ γοῦν τὴν ἐμὴν πρὸς σὲ εὐγνωμοσύνην εἰς ταύτην τὸν νόμον παρεῖδον, καὶ ταύτην ἐν γυναιξὶν ἡμέραν ἐξ ἡμέρας ἐν γνησιότητι ἔσχον καὶ ἴσχω, καὶ οὕτω συνεῖδον νῦν
5δεηθῆναι τῆς σῆς ἀγαθότητος, ἅγιε, ἐν γαστρὶ συλλαβεῖν αὐτήν. Καὶ ᾐτησάμην καὶ συνεταξάμην ἵνα, ἐὰν ἐν γαστρὶ συλλάβῃ Σιρήν, τὸν σταυρὸν τὸν φορούμενον παρ’ αὐτῆς πέμψω τῷ πανσέπτῳ σου οἴκῳ. Καὶ τούτου ἕνεκα κἀγὼ καὶ Σιρὴν τὸν σκοπὸν τοῦτον ἔχομεν ἵνα εἰς μνημόσυνον
10τοῦ ὀνόματός σου, ἅγιε, τοῦτον τὸν σταυρὸν κρατῶμεν. Καὶ συνείδομεν ἀντ’ αὐτοῦ τὴν τιμὴν αὐτοῦ, μὴ συντεί‐ νουσαν περαιτέρω τῶν τετρακισχιλίων τετρακοσίων στατή‐ ρων μιλιαρισίων, πεντακισχιλίους στατῆρας ἐκπέμψαι. Καὶ ἐξ οὗ τὴν τοιαύτην ἑαυτῷ ἔσχον αἴτησιν καὶ
15ταῦτα διελογισάμην, ἕως οὗ ἐφθάσαμεν τὸ Ῥοσονχοσ‐ ρόν, δέκα ἡμέραι πλέον οὐ διῆλθον, καὶ σύ, ἅγιε, οὐ διὰ τὸ εἶναί με ἄξιον ἀλλὰ διὰ τὴν σὴν ἀγαθότητα, ἐφάνης μοι ἐν ὁράματι τῆς νυκτός, καὶ τρίτον εἶπάς μοι ὅτι Σιρὴν ἐν γαστρὶ ἔχει. Κἀγὼ ἐν αὐτῷ τῷ ὁράματι τρίτον ἀνταπ‐
20εκρίθην σοι λέγων· ‘Καλῶσ‘. Καὶ διὰ τὸ εἶναί σε δοτῆρα τῶν αἰτήσεων, ἐκ τῆς ἡμέρας ἐκείνης ἡ Σιρὴν τὸ εἰθισμένον ταῖς γυναιξὶν οὐκ εἶδεν. Ἐγὼ δὲ διστάξας εἰς τοῦτο, εἰ μὴ τοῖς λόγοις σου ἐπίστευσα, καὶ ὅτι ἅγιος εἶ καὶ δοτὴρ τῶν αἰτήσεων, μετὰ 〈τὸ〉 ταύτην τὰ γυναικεῖα μὴ ὑπομεῖναι,
25ἐκ τούτου ἔγνων τὴν δύναμιν τοῦ ὁράματος καὶ τὴν τῶν παρὰ σοῦ ῥηθέντων ἀλήθειαν. Παραυτὰ οὖν ἔπεμψα τὸν αὐτὸν σταυρὸν καὶ τὴν τούτου τιμὴν ἐν τῷ πανσέπτῳ
σου οἴκῳ, κελεύσας ἐκ τῆς τούτου τιμῆς δίσκον ἕνα καὶ

238

ποτήριον ἓν γενέσθαι εἰς λόγον τῶν θείων μυστηρίων, ἀλλὰ μὴν καὶ σταυρὸν γενέσθαι καὶ πηχθῆναι ὀφείλοντα ἐπὶ τῆς τιμίας τραπέζης, καὶ θυμιατήριον, τὰ πάντα χρυσᾶ, καὶ ἀμφίθυρον Οὐννικὸν κεκοσμημένον χρυσίῳ·
5καὶ τὰ ἀπομένοντα τῆς τιμῆς μιλιαρίσια εἶναι τοῦ ἁγίου σου οἴκου, ἵνα διὰ τῆς τύχης σου, ἅγιε, εἰς πάντα, ἐξαιρέτως δὲ εἰς τὴν αἴτησιν ταύτην ἔλθῃς εἰς τὴν βοήθειάν μου καὶ Σιρήν, καὶ ὃ διὰ τῆς σῆς πρεσβείας γέγονεν ἡμῖν τῷ ἐλέει τῆς σῆς ἀγαθότητος καὶ τῷ θελήματί μου καὶ Σιρὴν εἰς
10τέλειον προέλθῃ· ἵνα κἀγὼ καὶ Σιρὴν καὶ πάντες οἱ ἐν τῷ κόσμῳ εἰς τὴν σὴν δύναμιν ἐλπίζωμεν, καὶ εἰς σὲ ἔτι πιστεύωμεν.“ Ταῦτα τὰ παρὰ Χοσρόου ἀναθήματα λέγει, οὐδὲν τῆς Βαλαὰμ προφητείας ἀπᾴδοντα, τοῦ φιλανθρώπου θεοῦ
15σοφῶς οἰκονομήσαντος Ἑλλήνων γλώσσας σωτήρια φθέγ‐ ξασθαι ῥήματα. 22. Τότε καὶ Νααμάνης τῶν ἐχθρῶν Σκηνητῶν φύλαρχος, ἐξάγιστος καὶ παμμίαρος Ἕλλην ὡς καὶ ἀν‐ θρώπους αὐτοχειρὶ σφαγιάζειν τοῖς αὐτοῦ δαιμονίοις, τῷ
20ἁγίῳ προσῆλθεν βαπτίσματι, τὴν ὄντως ὕλην χρυσῆν Ἀφροδίτην πυρὶ τήξας καὶ πτωχοῖς διαδούς, καὶ πάντας τοὺς ἀμφ’ αὐτὸν τῷ θεῷ προσαγαγών. Ὁ δὲ Γρηγόριος νεύμασι τῆς βασιλείας μετὰ τὸ δοῦναι τοὺς Χοσρόου σταυρούς, τὰς πανερήμους τῶν λεγομένων Λιμητῶν περι‐
25νοστῶν, ἐν οἷς μάλιστα τὰ Σευήρου δόγματα κατεκράτει, τὰ ἐκκλησιαστικὰ προὐτίθει δόγματα, καὶ πολλὰ φρούρια καὶ κώμας μοναστήριά τε καὶ φυλὰς ὁλοκλήρους τῇ ἐκκλησίᾳ προσήγαγε τοῦ θεοῦ. 23. Ἐν τοσούτῳ δὲ Συμεώνου τοῦ ἐν ὁσίοις τὴν ἐπὶ
30θάνατον νοσήσαντος, ἐμοῦ τὰ περὶ τούτου μηνύσαντος,

239

ἐκτρέχει Γρηγόριος τοῦτον τὰ τελευταῖα κατασπασόμενος· οὐ μὴν ἔτυχεν. Ἦν δέ γε ὁ Συμεώνης πάντων τῶν κατ’ αὐτὸν ἀνθρώπων τὴν ἀρετὴν ἐξοχώτατος, ἐξ ἁπαλῶν τῶν ὀνύχων τὸν ἐπὶ κίονος διαθλεύων βίον, ὡς καὶ τοὺς
5ὀδόντας αὐτοῦ διήλλαξεν ἐν τῇ στάσει τοῦ κίονος. Ἀνήχθη δὲ κατὰ τὸν κίονα ἐξ αἰτίας τοιᾶσδε. Ἔτι σμικρὰν κομιδῇ τὴν ἡλικίαν ἄγων, κουρίζων τε καὶ ἀλώ‐ μενος ἀνὰ τὰς κολώνας τοῦ ὄρους περιῄει. Καὶ περι‐ τυχὼν πάρδῳ τῷ θηρίῳ τὴν ζώνην περὶ αὐχένα βάλλει,
10καὶ ἐκ ῥυτῆρος ἦγεν τῆς φύσεως ἐπιλαθόμενον, καὶ ἀνὰ τὸ οἰκεῖον ἤγαγε φροντιστήριον. Ὅπερ ἑωρακὼς ὁ τοῦτον μαθητεύων καὶ αὐτὸς ἐπὶ κίονος ἑστὼς ἐπυνθάνετο τί ἂν εἴη τοῦτο. Ὁ δὲ ἔφη αἴλουρον εἶναι, ἣν κάτταν ἡ συνήθεια λέγει. Ἐντεῦθεν τεκμηράμενος πηλίκος ἔσται
15τὴν ἀρετήν, ἐπὶ τοῦ κίονος ἀνήγαγεν. Ἐν τούτῳ δὲ τῷ κίονι καὶ ἐν ἑτέρῳ ἐς τὰς ἀνωτάτω τοῦ ὄρους ἀκρωρείας, ὀκτὼ καὶ ἑξήκοντα διετέθη χρόνους, πάσης χάριτος ἠξιω‐ μένος περί τε τὴν τῶν δαιμονίων ἔλασιν, ἀκούμενός τε πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν, προορῶν τε ὡς παρόντα
20τὰ μέλλοντα. Ὃς καὶ Γρηγορίῳ προειρήκει αὐτὸν μὲν μὴ ὁρᾶν τὸν αὐτοῦ θάνατον, τὰ δὲ μετ’ αὐτὸν ἀγνοεῖν. Κἀμοῦ δὲ λογισμοὺς θεωρήσας ἐπὶ τέκνων ἀποβολῇ καὶ διαπορουμένου τί δή ποτε Ἕλλησι πολυτέκνοις οὐ γέγονε ταῦτα, καὶ πρὸς μηδένα τὸ παράπαν ἐξαγα‐
25γόντος, γέγραφεν ἐκστῆναι τούτων ὡς οὐκ ἀρέσκοντα τῷ θεῷ. Καὶ γυναικὸς δέ τινος τῶν ὑπογραφόντων μοι, ἐπεὶ τὸ γάλα τεκούσῃ κεκώλυτο καὶ περὶ τῶν ἐσχάτων τὸ βρέφος ἐκινδύνευεν, ἐπιθεὶς τὴν χεῖρα τῇ δεξιᾷ τἀνδρός, ἐπέτρεπεν ταύτην ταῖς θηλαῖς τῆς γυναικὸς ἐπιβαλεῖν.
30Ὅπερ ἐπειδὴ πέπραχεν, εὐθέως ὡς ἔκ τινος πηγῆς ἥλατο τὸ γάλα, ὡς καὶ τὴν ἐσθῆτα τοῦ γυναίου ἐμπλῆσαι. Καὶ παιδαρίου δὲ παρὰ τῶν συνοδοιπόρων ἐπιλελη‐
σμένου πόρρω τῶν νυκτῶν, λέων τοῖς νώτοις ἐπιβιβάσας

240

παρὰ τὸ μανδρεῖον ἤγαγεν, καὶ Συμεώνου προστάξαντος ὑπεξελθόντες οἱ διακονούμενοι τὸ παιδίον ἤγαγον ὑπὸ τοῦ λέοντος φρουρούμενον. Πολλὰ δὲ ἕτερα καὶ κρείττονα μνήμης πέπραχεν, ἃ καὶ γλώσσης κεκομψευμένης καὶ
5χρόνου καὶ πραγματείας ἰδίας δεῖται, ταῖς τῶν ἀνθρώπων ᾀδόμενα γλώσσαις. Ἐκ πάσης γὰρ σχεδὸν γῆς, οὐ μόνον Ῥωμαίων ἀλλὰ καὶ βαρβάρων, παρ’ αὐτὸν ἐφοίτων, καὶ τῶν αἰτουμένων ἐτύγχανον. Ὧι ἀντὶ παντὸς βρωτοῦ καὶ ποτοῦ, κλάδοι τινὲς ἐτύγχανον ἐκ θάμνου τῷ ὄρει
10φυομένης. 24. Ἐπιτελευτᾷ δὲ αὖ μετ’ οὐ πολὺ καὶ Γρηγόριος, ποδαγρικῷ μὲν ἁλοὺς παθήματι ᾧ μάλιστα παρηνωχλεῖτο, φαρμακοποτήσας δὲ ἐκ τῆς καλουμένης ἑρμοδακτύλου πρός τινος τῶν Ἀσκληπιαδῶν δεδομένης. Τελευτᾷ δέ,
15Γρηγορίου μὲν τὴν πρεσβυτέραν Ῥώμην ἐπισκοποῦντος, ὃς μετὰ Πελάγιον γέγονε, τὴν δὲ νεωτέραν Ἰωάννου, καὶ τὴν Ἀλεξάνδρου Εὐλογίου, τῶν λελεγμένων μοι, Ἀνα‐ στασίου τε τὴν Θεουπολιτῶν, τῷ οἰκείῳ ἀποδοθέντος θρόνῳ μετὰ τρεῖς καὶ εἴκοσι χρόνους, Ἱεροσολύμων τε
20Ἰωάννου· οὗ μετὰ βραχὺ τελευτήσαντος οὔπω τις τοὺς αὐτόσε οἴακας ἐνεχειρίσθη. Ἐνταῦθά μοι τὰ τῆς ἱστορίας πεπαύσθω, Μαυρικίου Τιβερίου δωδέκατον ἔτος τὴν Ῥωμαίων βασιλείαν δια‐ κυβερνῶντος, τῶν ἑξῆς τοῖς βουλομένοις ἐκλέγειν τε καὶ
25γράφειν καταλιμπανομένων. Εἰ δέ τι παρῶπται ἢ οὐκ ἀκριβῶς ἀνείληπται, μηδεὶς ἡμᾶς μεμφέτω μέμψεως, ἐννοῶν ὡς πεπλανημένην ἱστορίαν συνελέξαμεν, τὴν τῶν ἀνθρώπων ὠφέλειαν πραγματευσάμενοι, δι’ οὓς καὶ τῶν τηλικούτων πόνων ἠνεσχόμεθα. Πεπόνηται δὲ ἡμῖν καὶ
30ἕτερον τεῦχος, ἀναφοράς, ἐπιστολάς, ψηφίσματα, λόγους τε καὶ διαλέξεις, καὶ ἕτερα ἄττα ἔχον· τῶν ἐμπεριεχομένων ἀναφορῶν ὡς ἐπίπαν ἐκ προσώπου Γρηγορίου τοῦ Θεου‐ πόλεως συντεθειμένων. Δι’ ὧν καὶ δύο τετυχήκαμεν
ἀξιωμάτων, Τιβερίου μὲν Κωνσταντίνου τῇ τοῦ κυαι‐

241

στωρίου περιβαλόντος, Μαυρικίου δὲ Τιβερίου δέλτους ὑπάρχων στείλαντος, ἐφ’ ᾗ συντεθείκαμεν, ὅτε τὰ ὀνείδη τῆς βασιλείας λύσας Θεοδόσιον ἐς φῶς προήγαγε προοί‐ μιον αὐτῷ τε καὶ τῷ πολιτεύματι πάσης εὐδαιμονίας
5παρασχόμενον. Εὐαγρίου σχολαστικοῦ Ἐπιφανέως καὶ ἀπὸ ἐπάρχων ἐκκλησια‐
στικῆς ἱστορίας τόμοι ἕξ.