TLG 2721 002 :: Theodorus PRODROMUS :: Epitaphius in Theodoram nurum Bryennii

Theodorus PRODROMUS Poeta Polyhist., vel Theodorus Ptochoprodromus vel Theodorus Protoprodromus vel Ptochoprodromica
(Constantinopolitanus: A.D. 11–12)

Epitaphius in Theodoram nurum Bryennii

Source: Gautier, P. (ed.), Nicéphore Bryennios. Histoire [Corpus fontium historiae Byzantinae 9. Series Bruxellensis] Brussels: Byzantion, 1975: 355–367.

Citation: (Line)

t1Ἐπιτάφιοι τῇ γυναικὶ τοῦ υἱοῦ τοῦ πανευτυχεστάτου καίσαρος
t2κυροῦ Νικηφόρου τοῦ Βρυεννίου, κυρᾷ Θεοδώρᾳ
1Οὐκ οἶδα πῶς νῦν ἐξοδεύσω τὸν λόγον καὶ πῶς δραμοίμην τὸν προκείμενον δρόμον καὶ τίς γενοίμην ταῖς ἐνεστώσαις τύχαις. Ἂν ταῖς ἀβύσσοις ἀτενίσω τοῦ πάθους
5καὶ τὴν προβᾶσαν ἐννοήσω ζημίαν, ἄλλας ἀβύσσους ἐκμετρῶ θρηνημάτων, δάκρυσι κιρνῶ τὸν κρατῆρα τοῦ λόγου, ὀδυρματώδη τὴν ἀφήγησιν πλέκω καὶ πρὸς στεναγμοὺς ἐκκινοῦμαι βυθίους.
10Ἂν ἐς τὸ μακάριον ἐμβλέψω τέλος τῆς νῦν θανούσης καὶ λιπούσης τὸν βίον, σκιρτῶ μετ’ αὐτῶν τῶν ἐφ’ ὕψους ταγμάτων καί μοι γέγηθεν ἀσφαλῶς ἡ καρδία καὶ ταῖς ἄνωθεν συγκροτεῖ στραταρχίαις,355
15κοινὴν ἑορτὴν καὶ χαρὰν ποιουμέναις τὸ τηλικαύτης προσλαβεῖν ψυχῆς σέλας. Διχάζομαι γοῦν καὶ μερίζομαι μέσος καί με τρυτάνη χαρμονῆς καὶ δακρύων ἐκεῖθεν ἔνθεν θαμινῶς μετακλίνει.
20Ὡς γὰρ ἀπ’ ἀρχῆς ἄχρις αὐτοῦ τοῦ τέλους τὰς σὰς ἐπέλθω καὶ διαδράμω τύχας, ὦ θήλεος κόσμημα, καλῶν ἑστία καὶ δῶρον ὄντως τοῦ Θεοῦ Λόγου μέγα, ἡρωϊκὴ κήπευσις ἐξήνεγκέ σε
25καὶ ῥίζα βασίλειος ἐβλάστησέ σε τὴν ἡμερίδα τὴν καλὴν καὶ κοσμίαν· ἓν τοῦτο καλὸν ἡ γενικὴ σεμνότης, ἀλλὰ μετῆρε καὶ μετηνέγκατό σε ὁ τῆς προνοίας κοσμαγωγὸς βραχίων
30ἐξ εὐτυχοῦς γῆς εἰς τρισευτυχεστέραν κήποις τε χρυσοῖς ἐγκατερρίζωσέ σε, κήποις ἐκείνοις τοῖς βασιλικωτάτοις, ἐν οἷς ὑπήνθει μυρίον μὲν τὸ κρίνον, ἀπείριτος δὲ τῶν ῥόδων ἡ λευκότης,
35πολὺς δ’ ὁ κιττὸς εἷρπεν, ὁ σμίλαξ δ’ ὅσος· καὶ τὰς φυτουργοὺς ὡς καλὰς δέδωκέ σοι αὐτήν τε τὴν προὔχουσαν ἐν βασιλίσι, τὴν παμβόητον ἐν γυναιξὶν Εἰρήνην, τὴν πρὸς δόσεις ἄβυσσον ἀχανεστάτην,
40τὴν ἀρεταῖς στέψασαν αὐτὸ τὸ στέφος,
τὴν τῶν παθῶν δέσποιναν, οὐ τῆς γῆς μόνον, καὶ τὴν ἀπ’ αὐτῆς καὶ κατ’ αὐτὴν τοῖς τρόποις, τὸ Δουκικὸν θρύλλημα, τὴν σοφὴν Ἄνναν, τὸν ἄντικρυς νοῦν, τὴν χαρίτων ἑστίαν,357
45τὸ λευκέρυθρον πορφυράνθητον ῥόδον, κἂν νῦν μέλαινα τοῦτο καλύπτῃ κάλυξ, τοῦ δεσπότου μου (στῆθί μοι, ῥοῦς δακρύων), τοῦ δεσπότου μου (μὴ ῥαγῇς μοι, καρδία), τοῦ δεσπότου μου (τέτλαθι, στέρνον τάλαν),

(50)

τοῦ δεσπότου μου τὴν ὅμευνον καίσαρος. Πρὸς ἃς κατευθύνουσα πάντα τὸν βίον καὶ προστιθεῖσα τὴν μίμησιν τῇ φύσει καλῶς πεφυτούργησο καὶ συνηυξάνου, ὅρπηξ νεαρὸς ἀκλινῶς ἀνατρέχων,
55ὡς ἀναδενδράς, ὡς κυπάριττος νέα, καὶ τῷ παρ’ αὐτῶν φύντι παγκάλῳ κλάδῳ, τῷ πάντοθεν βρύοντι πολλὴν τὴν χάριν ἐκ κλήσεως εἴδους τε καὶ σεμνοῦ τρόπου, δεσμοῖς γαμικῶν συνεκεντρίσθης νόμων.
60Καὶ καρπὸν ἐβλάστησας ἐκ τούτου νέον, πάσαις περιβρίθοντα χρηστῶν ἰδέαις καὶ τῇ καλῇ μάλιστα παππωνυμίᾳ. Τοιαῦτα μέν σου ταῦτα· τὰς δ’ ἑξῆς τύχας τίς χάλκεος νοῦς ἢ σιδήρεον στόμα
65δίχα στεναγμῶν φθέγξεται καὶ δακρύων; Ὁ μὲν γὰρ εἰς νόμιμον ἐλθών σοι λέχος, ὁ πάντα καλὸς καὶ γλυκὺς Ἰωάννης,
ὑπὲρ τὸν Ἅλυν ἐξεδήμει καὶ πάλιν τῷ μητραδέλφῳ συστρατεύων δεσπότῃ,359
70ὅλος σιδηρόφρακτος ἱπποτοξότης καὶ μέχρι ταρσῶν ἐσφυρηλατημένος, καὶ συγκαθῄρει τὰς πόλεις τῶν βαρβάρων· σὲ δὲ στρατιὰ βαρβάρων νοσημάτων ὅλην ἑλεῖν ἔσπευδε, τὴν τούτου πόλιν,
75νῦν μὲν καμίνους πυρετῶν πρηστηρίων ὅλας ἀναφλέγουσα καὶ φλέγουσά σε, νῦν δ’ ἀλλεπαλλήλων σε τῶν ῥιγωμάτων πιμπλῶσα καὶ ψύχουσα κρυστάλου δίκην· ἐξ ὧν τὰ πλεῖστα τῶν μελῶν ἔρρευσέ σοι
80δρόμῳ σελήνης ὀγδόῳ τετηγμένῃ, ἐν οἷς ὅλοις ἄληκτον ἦν τὸ τῆς νόσου καὶ συνεχὴς ἡ θλίψις ἐστήρικτό σοι, ὡς εἰς ποταμὸν Ταρτάρου βεβλημένῃ κἀκεῖθεν εἰς κρατῆρας Αἴτνης ἠγμένῃ·
85ἦν γὰρ τὸ τέρμα τῆς πυρᾶς ἀρχὴ φρίκης καὶ τῆς φρίκης τὸ τέρμα τῆς πυρᾶς πάλιν. Καὶ τοῦ κρύους μὲν ἐν μέσῳ καὶ τοῦ θέρους ἐαρινὴ προῆλθεν εὔκρατος χάρις, οὔτε φλογώδης καὶ πυρώδης ὡς θέρος,
90οὔτε φρικώδης καὶ παγώδης ὡς κρύος, ἀμφοῖν δ’ ὁμαλῶς καὶ καλῶς κεκραμένη· σὺ δ’ ἐφλέγου μὲν πυρετῶν λάβρῳ θέρει, ἐκρυσταλοῦ δὲ καὶ παροξυσμῶν κρύει, ἔαρ δὲ λυσίμοχθον οὐκ εἶχες μέσον,
95μᾶλλον δ’ ὅπως ἂν ἀκριβέστερον φράσω, τὸ φθινόπωρον εἶχες ἐν τούτοις μέσον, δεινῶς ἀποφθίνουσα πᾶν τὸ σαρκίον. Καὶ τοῖς μὲν ἄλλοις παντελῶς τεθνηκόσιν οὕτω τὸ σῶμα καὶ χαοῦται καὶ ῥέει·

(100)

σὺ δ’ ἐμπνέουσα καὶ παροῦσα τῷ βίῳ τῇ συγγενεῖ γῇ σὴν προσεκλήρου κόνιν. Ὦ παμμέγας νοῦς, ἀγγελικὴ καρδία,
τὸ σῶμά σοι πᾶν ἔβλεπες διαρρέον καὶ τῶν μελῶν ἔθαπτες αὐτὴ τὰ πλέω,361
105καὶ θῆλυς οὐδεὶς ἐξεπέμφθη σοι λόγος, οὐδ’ ἡ νόσος γοῦν ἐξεμαλθάκισέ σε, οὐδὲ σχεθεῖσα τὸν λογισμὸν τῷ πάθει τὴν εἰς Θεὸν μεθῆκας εὐχαριστίαν, ἀλλ’ ἀντετίθεις εὐγενῶς καὶ πανσόφως
110τοῖς πυρετοῖς μὲν τὴν πρὸς αὐτὸν ἐλπίδα, ἄλλην Ἀερμὼν τυγχάνουσάν σοι δρόσον, ταῖς δὲ φρίκαις ἔμπαλιν αὐτοῦ τὸν πόθον, ὃν θερμὸν ἐξέθρεψας ὡς πυρὸς φλόγα. Ἓν ἦν τὸ λυποῦν, ἓν τὸ δάκνον καὶ θλίβον
115καὶ τὸν μέγαν νοῦν ὑπτιάζον καὶ τρέπον, τὸ μὴ παρεῖναι τὸν γλυκὺν ξυνευνέτην, μητ’ οὖν τὰ λοῖσθα καὶ βλέπεσθαι καὶ βλέπειν, καὶ συγγενῆ ῥοῦν συγγενῶν τῶν δακρύων ὡς ἀπὸ πηγῶν συγγενῶν ἀπορρέειν.
120Ὅθεν τὸ θεῖον ἐκτενῶς ἐλιπάρεις τόσην παρασχεῖν ἡμερῶν προθεσμίαν, τόσην βραβεῦσαι πρόσθεσίν σοι τοῦ βίου, ἕως ἂν ὄψει τοῦ ξυνεύνου τὴν θέαν, ὡς ἂν παράθῃ τὴν πνοὴν τούτῳ μόνῳ,
125ὃν ὑπὲρ αὐτὸν ἀνέπνεις τὸν ἀέρα. Καί σοι κατ’ εὐχὴν ἐξέβη τὰ πράγματα· εἶδες γὰρ αὐτὸν καὶ γλυκὺ προσεπλάκης, οὐ δακτύλοις μέν, τοῖς δὲ δακτύλων τύποις, ἀλλ’ οὐδὲ χερσί, τοῖς δὲ χειρῶν ὀστέοις,
130ἀλλ’ οὐδὲ σαρξί, τοῖς δὲ σαρκῶν λειψάνοις· ἔκλαυσας, ἀντέκλαυσεν, ἀντῴμωξέ σοι, ἔπλησεν ἐμφὺς δακρύων τὸν αὐχένα, τιλμῷ κατεσπάραξε τὴν χρυσῆν κόμην καὶ τὴν παρειὰν τὴν καλὴν ἤμυξέ σοι,
135τὸ καθ’ ἑαυτὸν καὶ προεκτέθνηκέ σου. Καὶ ταῦτα μὲν βρότεια καὶ θνητῶν νόμοι, τὰ δ’ ἔνθεν ὡς μίμησις αὐτῶν ἀγγέλων·
αἰτεῖς τὸ σεπτὸν σχῆμα τῶν μονοτρόπων· ποθεῖς τὸ χρῆμα καὶ ποθοῦσα λαμβάνεις,363
140βαβαί, σὺν οἵᾳ θερμότητι καρδίας καὶ σὺν ὅσῳ φλέγοντι δαλῷ τοῦ πόθου· καὶ ψυχικὴν ἅψασα λαμπρὰν λαμπάδα συννυμφαγωγῇ ταῖς φρονίμοις παρθένοις καὶ τοῦ γεώδους ἐκραγεῖσα νυμφίου
145αὐτῷ ξυνάπτῃ τῷ νοητῷ νυμφίῳ καινὴν συναφὴν μυστικῆς κοινωνίας. Εἴπω τὸ μεῖζον; Οὐδὲ μέχρι γοῦν θέας ἔρχῃ πρὸς αὐτὸν τὸν κάτω ξυνευνέτην, ὡς ἂν φυλάξῃς ἀμιάντους εἰς τέλος

(150)

τὸν σαρκικόν τε καὶ τὸν ἐν Θεῷ γάμον· καὶ τὸ φρικῶδες· ἱερῶν ψαλμῶν μέσον τὸ πνεῦμα δίδως τῷ Θεῷ καὶ νυμφίῳ, αὐτὴ μύσασα τὰς πτύχας τῶν ὀμμάτων, αὐτὴ περιστείλασα σεμνῶς τὰς χέρας·
155μᾶλλον δέ, πρῶτα τὴν πνοὴν ἐρυγγάνεις, σιγᾷ δ’ ἔπειτα τοῦ λαλεῖν σοι τὸ στόμα. Ὢ μακαριστοῦ καὶ σεβασμίου τέλους· κατ’ ἀγγέλους ἔζησας ἐν τῷ νῦν βίῳ, κατ’ ἀγγέλους ἐξῆλθες ἐκ τοῦ νῦν βίου,
160σὺν ἀγγέλοις νῦν τὴν κατοίκησιν φέρεις. Ὦ βασιλικὴ παμβόητος ἑστία, ἐν ᾗ τὸ φιλάνθρωπον ἦν πάλαι κάρα, ἄλλος μὲν εὐτυχῆ σε καλείτω δόμον, ἐγὼ δέ σε κλαυθμῶνος ἐξείπω τόπον·
165σὺ γὰρ (σιγῶ δὲ τοῦς μακροὺς τανῦν πόνους καὶ τοὺς μεγίστους καὶ κορυφαίους λέγω) πρῶτον μὲν αὐχεῖς τὴν βασίλειον κόνιν τοῦ παμμεγίστου παγκρατοῦς Ἀλεξίου
καὶ τῆς ἀνάσσης τῆς μεγίστης Εἰρήνης,365
170τοῦ Δουκοφυοῦς μυριοβλαστοῦ κλάδου, καὶ τὸν σοφὸν χοῦν καίσαρος τοῦ πανσόφου (εἴ τις σοφὸς χοῦς, ἀλλὰ μὴ χοῦς καὶ μόνον;) καὶ τὴν κόνιν νῦν τῆς καλῆς βασιλίδος τῆς δῶρον οὔσης τοῦ Θεοῦ φερωνύμως,
175εἰ καὶ μετωνόμαστο τοῦ τέλους πέλας, Αἰκατερίνα προσφυῶς κεκλημένη. ᾍδου πέδον σὺ καὶ νεκροστόλος τόπος καὶ βασιλικῶν ὀστέων ψυχρὸς φύλαξ. Ἀλλ’ ὦ περιθρύλλητε τῷ κάλλει γύναι,
180ταῖς ἀρεταῖς δὲ κοσμιωτέρα πλέον καὶ παντὸς ἁπλῶς ἀγαθοῦ κατοικία, νύμφη Θεοῦ πάνσεμνε, νύμφη παγκάλη, αἴτει τὸν θεῖον ἐκτενῶς καὶ λιπάρει τοὺς ἄνθρακας μὲν τῶν πόνων ἀποσβέσαι
185τῷ σῷ ξυνεύνῳ, τῆς δὲ τούτου καρδίας λύπης ἄκανθαν πᾶσαν ἐξανασπάσαι, τῷ παιδὶ δ’ ἀμύθητον ἡμερῶν δρόμον ζωῆς τε κύκλα προσνεμεῖν πολυχρόνου, ὡς ἂν ὁ πατὴρ ὁ γλυκὺς Ἰωάννης
190ὁρῶν τὸν υἱὸν τὸν καλὸν Νικηφόρον
σε τὴν τεκοῦσαν ὥσπερ ἐν τύποις βλέπῃ.367