TLG 2721 001 :: Theodorus PRODROMUS :: Epithalamium fortunatissimis caesaris filiis Theodorus PRODROMUS Poeta
Polyhist., vel Theodorus Ptochoprodromus
vel Theodorus Protoprodromus
vel Ptochoprodromica Epithalamium fortunatissimis caesaris filiis Citation: Page — (line) | ||
341(t) | Ἐπιθάλαμος τοῖς τοῦ εὐτυχεστάτου καίσαρος υἱοῖς | |
1 | Ἐδέησε καὶ τριχῶν αἰγείων τῇ πάλαι σκηνοπηγίᾳ, καῖσαρ σοφέ. Ἄλλοι μὲν γὰρ ἄλλοις τῶν ὀνομάτων τοὺς ἑαυτῶν γνωριζέτωσαν καίσαρας, καὶ οὓς μὲν τοῖς Ἰουλίοις, οὓς δὲ τοῖς Αὐγούστοις, καὶ ἄλλους ἄλλοις ἀποσαφείτωσαν· ἐγὼ δὲ τὸν ἐμὸν θεσπέσιον καίσαρα | |
---|---|---|
5 | μυρίοις καὶ ἄλλοις ἀποσεμνύνειν ἔχων ὀνόμασι, μὴ τοῦ καλλίστου τούτου καὶ οἰκειοτάτου ἀλλοτριώσαιμι, τοῦ σοφοῦ. Δεήσαις, οἶμαι, καὶ τῆς ἐμῆς τοῦ λόγου συνεισφορᾶς τῇ τῆς ἱεροῦ σου τῶν υἱῶν συνωρί‐ δος γαμηλίῳ παστοπηγίᾳ, ἀλλ’ ἐκεῖ μὲν συνετέλουν τι καὶ αἱ τρίχες καὶ κόσμος ἦσαν οὐκ ἀγεννὴς τῷ δημιουργήματι, ἐνταῦθα δὲ οὔτε | |
10 | συντελείας ἕνεκα ἡ συνεισφορά, οὔτε κόσμου τῶν ἐφ’ οἷς συνεισφέρε‐ ται. Τίς μὲν γὰρ τοῖς αὐτοκόσμοις κόσμος γένοιτο καὶ αὐτοκάλοις; Τίς δὲ τοῖς ἀνενδεέσι συντέλεια; Ἀλλ’ εἰς ἔνδειξιν τῆς τῶν συνεισ‐ φερόντων εὐνοίας. Εἰ δὲ μὴ κατὰ τὴν κυρίαν τῆς τελετῆς ἀπηντήκοιμεν, ἀλλ’ ὑπερή‐ | |
15 | μερος ἡμῖν ἡ συνεισφορά, θαυμάζειν οὐ χρή· οὐδὲ γὰρ ὑπ’ ἀγνωμοσύνης | |
τὴν τελετὴν κατεσιωπήσαμεν (ἢ τίσιν ἄλλοις, εἰ μὴ τοῖς κοινῇ τε πάν‐ | 341 | |
343 | των καὶ ἡμῶν αὐτῶν ἰδίᾳ δεσπόταις καὶ εὐεργέταις, εὐγνωμονοίημεν;), οὐδὲ τῷ νομίζειν ἄλλον μὲν γάμοις, λογογραφίαις δὲ ἄλλον ἀπονενε‐ μῆσθαι καιρὸν παρὰ σοί, ὃς παντὶ μὲν ἄλλῳ καιρὸν εἶναι τίθης ἁρμο‐ διώτατον, Σολομῶντι πειθόμενος, ὁ σοφὸς τῷ σοφῷ, λόγῳ δὲ μόνῳ τὸν | |
5 | ἅπαντα, ὡς μηδὲ ἀντιμέτωπος ἱστάμενος τοῖς ἐχθροῖς καὶ τὸν ἀέρα πνέων τῶν Ἑρμαϊκῶν χαρίτων ὑπερορᾶν. Ἀλλὰ πρῶτα μὲν τὴν εὐαγ‐ γελικὴν ὑπεστελλόμην παραβολὴν καὶ φόβος μέ τις ἐντεῦθεν ὑπέτρεχεν οὐκ ἀνεύλογος μή που συμβῇ μου τὸν λόγον, ὀκνῶ γὰρ εἰπεῖν καὶ τὸν τοῦ λόγου πατέρα, διὰ τὸ μὴ κατὰ γάμον ἐστάλθαι πολυτελῶς, χεῖρας | |
10 | δεθέντα καὶ πόδας, ἅστινάς ποτε χεῖρας οἰητέον εἶναι λόγου καὶ πόδας, ἔξω ῥιφῆναι τῆς πανηγύρεως. Ἔπειτα, οὐδὲ γὰρ ἀποκρύψω τὸ πάθος, καὶ τῷ μεγέθει τῆς ἡδονῆς ὑφῃρούμην λάθρᾳ τοῦ λόγου τὴν δύναμιν· φιλεῖ δὲ πάντως ὥσπερ λύπη βαθεῖα, οὕτως ἀμέλει καὶ ἡδονὴ ψυχὴν ἀνθρωπίνην περιχυθεῖσα ταῖς ἐν αὐτῇ λογικαῖς ἐπηρεάζειν δυνάμεσι. | |
15 | Ταῦτά μοι τῆς ὑπερημερίας τὰ αἴτια· τούτοις ἐγὼ τὸν ἄχρι νῦν ἐσίγησα χρόνον, καίτοι οὐδὲ οὕτω πάνυ ἔξωρος ἥκω τῇ πανηγύρει. Καθάπερ γὰρ ἐπὶ τοῦ αἰσθητοῦ ἡλίου εἰσὶ μὲν αἳ τῶν ἀκτίνων, ἀνατέλ‐ λειν μέλλοντος αὐτοῦ, προεξάλλονται καὶ τῶν ὀρῶν ὑπερφαίνονται καὶ οἷον προαγγέλλουσι τὸν ἀνατελούμενον καί, καταδυομένου πάλιν, | |
20 | οὐχ ἅμα πᾶσαι συγκαταδύονται, ἀλλ’ ἔστιν ὅσαι καὶ ὑπὲρ γῆς ὑπολεί‐ πονται, οὕτω καὶ ἐπὶ τῶν βασιλικῶν τουτωνὶ πανηγύρεων, εἰσὶ μὲν καὶ προπανηγύρεις τινὲς καὶ προτελεστίαι καὶ τῶν ἑορτῶν ὥσπερ εἰ‐ πεῖν προεξάλματα, εἰσὶ δὲ ὅμως τούτων καὶ ὑπολείμματα, ὧν οὐ πάνυ πόρρω καὶ ὁ ἡμέτερος ἀπήντηκε λόγος, καὶ ἀπαντήσας τί ποτ’ ἄρα | |
25 | καὶ χρήσαιτο ἑαυτῷ ἀμφαγνοεῖ καὶ διαπορεῖται πότερα τὸν γάμον αὐτὸν ἀρχαιολογήσας ὑμνήσεται ἢ πολὺ πρότερον τοὺς νυμφίους πρὸ τοῦ γάμου προσείπῃ. Καὶ ἄμεινόν γε κρίνει τὸ δεύτερον· τὸ μὲν γὰρ καὶ μείζονος ἢ κατὰ τὸ παρὸν πραγματείας καὶ ἄλλως οὐκ ἀναγκαῖον πρᾶγμα συνιστᾶν πειρᾶσθαι τὸν γάμον καὶ φύσει καὶ νόμῳ καὶ χρόνῳ | |
30 | κεκυρωμένον· τὸ δὲ καὶ τοῦτο μὲν ὑψηλότερον ἢ κατὰ τὸν ἡμέτερον λόγον· ἀναγκαῖον δὲ ὅμως καὶ τῆς ὅλης ὡς εἰπεῖν ἑορτῆς τὸ κεφά‐ λαιον. Προσφωνῶ σε τοίνυν, ζεῦγος ἱερόν μοι καὶ τίμιον νυμφίων ἅμα | |
καὶ ἀδελφῶν, ζεῦγος ὑπ’ ἐνὶ μὲν προϋπεζευγμένον ζυγῷ τῷ τῆς ἀδελ‐ | 343 | |
345 | φότητος, ὑπὸ δυσὶ δὲ ἄρτι τοῖς γαμηλίοις μεταζυγέν, καλῆς καλλιε‐ λαίου καλὰ νεόφυτα, οὐ μᾶλλον ἀδελφοὶ τὴν φύσιν ἢ τὸ ἦθος, οὐδὲ μᾶλ‐ λον τὸ ἦθος ἢ τὰς λοιπὰς χάριτας, τῶν ὧν ἐξώρμησθε σκήπτρων εὐφυ‐ εῖς μερισταί, καὶ τὸ οἰκεῖον λάχος ἑκάτερος οὐχ ἧττον τοῖς τρόποις | |
5 | ἢ ταῖς ἐπωνυμίαις πιστούμενοι, σύ τε, ὁ δραστήριος νοῦς, Ἀλέξιε, ἡ καλὴ νεότης, ἡ πολιὰ σύνεσις, τὸ τῆς τῶν προγόνων τύχης ἄξιον ὄντως κατάστημα, ὁ τὸν πάππον ὅλον καὶ βασιλέα τοῖς ἤθεσι μᾶλλον ἢ τῷ Κομνηνῷ καὶ τῷ Ἀλεξίῳ ζῶντα παριστάνων ἐν ἑαυτῷ καὶ πιστούμε‐ νος ἐκ τῶν κατὰ σὲ τῆς τῶν ἐθνῶν διαδοχῆς τὸ μυστήριον—εἰ γάρ | |
10 | τις καὶ ταῦτα συγχωρήσει τῷ μύθῳ ἀνθρώπους ποτὲ γενέσθαι, τὰ μὲν ἄλλα μέλη τοῦ σώματος κα....., ἅτερον δὲ τῶν ὤμων ἐλεφαντίνη καὶ προγόνου πόθεν φυσιωθῆναι τοῖς ἐξ αὐτοῦ τῇ διαδοχῇ, καὶ οὕτω πάλιν τὰ καθ’ ἡμᾶς τῶν μυθευομένων πολλῷ τῷ περιόντι θαυμασιώ‐ τερα, ὅσον οὐκ ἐκ μέρους ἑνὸς καὶ τούτου σωματικοῦ τὸ γένος πιστού‐ | |
15 | μεθα, ἀλλ’ ἔκ τε ὅλου τοῦ σώματος ἔκ τε τῶν ψυχικῶν ἁπασῶν διαθέ‐ σεων—καὶ σὺ δέ, ὁ τῆς Δουκικῆς ῥίζης ὅρπηξ, ὁ Χαριτώνυμος, τὸ τῆς ὥρας ἄνθος, τὸ τῆς νεότητος ἄγαλμα, ὃν οὐκ ἔστιν ὅτε ἰδὼν οὐκ ἐκεῖνο τοῦ μέτρου κατὰ νοῦν ἐβαλόμην, τὸ ποῖον ἐρεῖς; Τὸ πρῶτον εἶδος ἄξιον τυραννίδος, ἀποκρινοῦμαι. Χαίρετε καὶ κοινῶς ἄμφω | |
20 | καὶ ἰδίᾳ ἑκάτερος, οἱ τὴν πολυθρύλλητον εὐδαιμονίαν ὅλην πλουτή‐ σαντες καί, τὸ μέχρι νῦν ἐν ἀπίστῳ κείμενον, εἰς ἕνα τὰ πάντα συνελθεῖν ἀγαθὰ τοῖς καθ’ ἑαυτοὺς πιστωσάμενοι. Καὶ εἰ βούλοιτό τις, ἀπ’ ἐνίων γοῦν παχυμερῶς καὶ ἐπιδρομάδην τὸ εὔδαιμον ἐπιδείξομαι τῶν νυμφίων, ὡς εἰ μὴ πόρρω τῆς γαμηλιακῆς | |
25 | τὸ πρᾶγμα ἦν πανηγύρεως, οὐδ’ ἂν τῶν ἁπάντων, ὡς οἷός τε ἦν, ἐφει‐ σάμην. Δύο μὲν οὖν ἤστην σκῆπτρα Ῥωμαίοις ἀλλήλοις καλὸν ἀνταυ‐ γάζοντα, τὸ μὲν μικρῷ πρότερον τὸ Κομνηνικόν, τὸ δ’ εὐθὺς παρὰ πόδας ἐκείνου τὸ Δουκικόν, ἄμφω εὐτυχῆ καὶ περιφανῆ καὶ κοσμικῆς ἀρετῆς | |
οὐκ ἀνάξια, κἆτα ὥσπερ ἐκ συμφωνίας συνεληλυθέτην εἰς ἓν πολλῷ | 345 | |
347 | φανότερον καὶ λαμπρότερον, τοῦτο δὴ τὸ Κομνηνοδουκικὸν καὶ παππι‐ κὸν τοῖν νυμφίοιν. Ἀνεμνήσθητε, ὦ παρόντες, τῆς Ἀλεξιακικῆς ἐξου‐ σίας, πλὴν ἀλλ’ ὅπως μὴ τοῦ γάμου καταδακρύσητε, ἐνθυμήθητε τὴν ἐν εἰρήνῃ εὐνομίαν ἐκείνην, τὰς ἐν μάχαις ἀνδραγαθίας, ἀστενακτὶ | |
5 | μέν, ὦ ἱεραὶ βασιλίδες, ἀστενακτὶ φειδοῖ τῆς καλῆς πανηγύρεως, ὑπο‐ μνήσθητε τῆς πραότητος ἐκείνης, τῆς εὐσταθείας, τῆς λοιπῆς χάριτος. Ἀλλὰ τί τοῦτο; Σκυθρωπὴν ἐπὶ τούτοις τὴν γερουσίαν ὁρῶ. Ἄμεινον οὖν κόσμον ἄλλον ἀεῖσαι καὶ ἤδη ἀείδομεν. Ἴδετέ μοι τὴν ἱερὰν ταυτηνὶ βασιλίδα τὴν φερώνυμον Εἰρήνην, τὸν Δουκικὸν ὅρπηκα, τὴν | |
10 | οὐδὲν ἧττον τῶν ὅλων παθῶν ἢ τῶν ὅλων Ῥωμαίων κρατήσασαν· εὖγε, διεχέθη γάρ μοι πάλιν τὰς ψυχὰς τὸ ἀκροατήριον. Ἴδετε τὴν χεῖρα ταύτην, ἧς ἀεὶ πειρᾶσθε καὶ πειρώμεθα πλουτοδότιδος, τὴν φιλοθείαν, τὸν οἶκτον, τὴν ἄλλην ἅπασαν ἀρετήν. Ἐκ τοιούτων ἡμῖν τῶν πάππων οἱ εὐπρεπεῖς οὗτοι νυμφίοι προβέβληνται· ἐκ τηλικούτων ἡμῖν τῶν | |
15 | ῥιζῶν οἱ ὡραῖοι καρποὶ οὗτοι ἀνατετράφηνται. Τί δὲ αὐτοῖς οἱ σεμνοὶ γεννήτορες; Οὓς πάντως εἰπὼν μὴ οὐχὶ τοῦ μεγέθους τῶν πραγμάτων ἐλαττωθῇ, τὴν ἐκ πορφύρας λέγω ταύτην καὶ βασιλίδα, ἧς τὸ κυκλοειδὲς τοῦ ὄμματος καὶ ἐξ ἑαυτοῦ πρὸς ἑαυτὸ κινούμενον ὁμοῦ καὶ περιφερόμενον τὴν πρὸς νοῦν καὶ Θεὸν ἡλικὴν | |
20 | ὑπεμφαίνει ἀνάτασιν, ὧν ἐξ ἑαυτῶν καὶ πρὸς ἑαυτὰ τὴν κίνησιν ἔγνωμεν, ἥν, εἴ τί που καὶ ἀληθεύουσιν Ἕλληνες, τετάρτην μὲν ταῖς Χάρισι Χάριτα, δεκάτην δὲ ταῖς Μούσαις Μοῦσαν προσεπιθείημεν, ἣ τὴν μὲν κατ’ ἦθος ὅλην φιλοσοφίαν, ἧς οὐ γνῶσις ἀλλὰ πρᾶξις τὸ τέλος, αὐτὴ ἑαυτὴν διὰ τῆς κατ’ ἀρετὴν ἐνεργείας ἐμυσταγώγησεν· ἔπειτα γεν‐ | |
25 | ναιότερόν τε ὁμοῦ φρονήσασα καὶ βασιλικώτερον καὶ κόσμον οἰηθεῖσα ὥσπερ βασιλικοῦ σώματος τὴν πορφύραν, οὕτω καὶ ψυχῆς βασιλικῆς τὴν ἐπιστήμην τῶν ὄντων, τὴν γνῶσιν αὐτῶν ἐτελέσθη καὶ τὴν ἐν τού‐ τοις ἀλήθειαν ἐθηράσατο καὶ προαιρέσεως οὐ γένους ἔδειξεν εἶναι κτῆμα τὴν ἀρετήν, καὶ πᾶσι πάσας ὑπεράρασα τοῖς καλοῖς, αὐτὴ ἑαυτὴν ὑπερ‐ | |
30 | ήλασε τῇ κατὰ τὴν συζυγίαν εὐδαιμονίᾳ, τοιούτῳ τοῦ λέχους ἀνδρὶ | |
κοινωνήσασα, τῷ ἐμῷ δεσπότῃ καὶ καίσαρι, οἷον οὔτε ὄψις ἕτερον | 347 | |
349 | ἡμῖν παρεστήσατο, οὔτε ἱστορίαι παλαιῶν ἐδιδάξαντο. Ἄλλοι μὲν γὰρ Ἑλλήνων τε καὶ Ῥωμαίων ἄλλα τυχὸν κατωρθώκεσαν, καὶ οἱ μὲν ἐδημαγώγησαν, οἱ δὲ ἐστρατήγησαν, οἱ δ’ εὐδοκίμησαν περὶ λόγους καὶ τούτων ὁ μὲν φιλοσοφίαν, ὁ δὲ ποιητικὴν ἐκμεμελετήκει· τὸ δὲ | |
5 | τὸν αὐτὸν καὶ στρατηγεῖν ἅμα καὶ ἐπιστατεῖν ποιήμασι καὶ φιλοσο‐ φεῖν καὶ ψηφηφορεῖν καὶ ῥήτορσι διαιτᾶν καὶ τῆς ἐν πᾶσι μὴ καθυστε‐ ρεῖν ἀκρότητος, ἀλλ’ ἑκάστῳ τοὺς περὶ ἕκαστον εὐδοκίμους φερωνύ‐ μως νικᾶν, οὐδὲν ἂν εἴη τῶν ἁπάντων ἢ μόνου καίσαρος. Ὑπὸ τοιούτοις ἄρα ταττομένους πατράσι τοὺς καλοὺς τούτους νυμ‐ | |
10 | φίους ἅμα καὶ ἀδελφοὺς καὶ πρὸς τηλικαῦτα ὁρῶντας παραδείγματα, πῶς, εἰπέ μοι, ἔδει τὰς ψυχὰς ἀσκηθῆναι; Οὐκ ἄλλως, οἶμαι, ἢ ὡς ἠσκή‐ θησαν, ἠσκήθησαν δὲ οὕτως ὥσπερ ἀμέλει καὶ Πλάτων τὸν τῆς ἑαυτοῦ προστησόμενον πολιτείας ἀσκηθῆναι νομοθετεῖ. Ὅσα μὲν οὖν ἡ φύσις αὐτοῖς πεφιλοτίμηται ἀγαθά, κάλλος λέγω καὶ τάχος καὶ ῥώμην, καὶ | |
15 | ὅσα ἡ εὐανάγωγος ἀγωγή, εὐφυῶς ἱππεῦσαι, σφαιρίσαι, περιδεξίως θηρεῦσαι, οὐκ ἀγεννῶς στρατηγῆσαι δεῆσαν φαλαγγαρχῆσαι, ἔτι γε μὴν τὰ περὶ τὸ σῶμα, βασιλείους ἐσθῆτας καὶ ἄργυρον καὶ χρυσὸν καὶ ὅσην ἄλλην ὕλην ἐτίμησεν ἄνθρωπος, λαμπράς τε οἰκίας καὶ Ἄραβας ἵππους καὶ ὅμαδον ὑπηκόων οὐκ ἀγεννῆ, καὶ γὰρ καὶ ταῦτα τὴν ὅλην | |
20 | εὐδαιμονίαν συναπαρτίζουσιν, οἱ ἑκάστου ὀφθαλμοὶ πιστούτωσαν ἕκα‐ στον· ἐγὼ δὲ τὸ ἐπὶ τηλικούτοις ταπεινόφρον αὐτῶν καὶ προσηνὲς ὑπεράγαμαι καὶ τὸ πρὸς τοὺς γεννησαμένους μέρους παντὸς ὑπήκοον τέθηπα πρὸς ξυννοεῖν ὁ λόγος καὶ τοῖς ἀλ... Τοῖς οὖν τοιούτοις καὶ ἐκ τοιούτων τίνος ἔτι ἐνδεῖ πρὸς τὴν ὅλην τῆς εὐδαιμονίας συγκληρίαν; | |
25 | Οὐδενὸς ἄλλου πάντως ἢ τοῦ γῆμαί τε εὐτυχῶς καὶ πατράσι παίδων ὀνομασθῆναι. Τὸ μὲν οὖν ἓν ὁ γάμος ἤδη ἑώρτασται καὶ τοῦτο παιανί‐ ζομεν σήμερον δύο παίδων βασιλικῶν καὶ ὡραίων καὶ νεανίδων δύο, | |
γένους μὲν τοῦ πρώτου, εἴδους δὲ τοῦ ἀπαραμίλλου καὶ ἤθους, ἐννομω‐ | 349 | |
351 | τάτην συνάφειαν· δυεῖν εἶπεν ἄν τις ἡλίοιν καὶ σελήναιν δυεῖν καινο‐ φανῆ σύνοδον. Ἡ δ’ εὐτεκνία ὁμοῦ καὶ πολυτεκνία τὸ ἕτερον· λείπεται μὲν ἔτι, τῇ δὲ μέχρι νῦν ἀπὸ τῶν προγόνων ἀκολουθίᾳ καλῶς οἰωνίζεται. Τί πρὸς ταῦτα λέγεις, θεσπεσία ψυχὴ καὶ γλῶσσα τοῦ καίσαρος; | |
5 | Ἆρ’ οὐκ εὐδαίμονάς σου τὼ παῖδε, ὡς οἷός τε ἦν, ὁ λόγος ἀπέδειξεν; Ἐγὼ μὲν οἶμαι καὶ οὐ πόρρω ἴσως, οἶμαι, σκοποῦ. Τί οὖν ἄλλο ποιεῖν ἐπὶ τούτοις ἢ χαίρειν εἰκὸς καὶ πάντας μὲν ἄλλους, μάλιστα δὲ τοὺς οἰκειοτάτους; Σύ μοι χαῖρε λοιπὸν πρὸ τῶν ἄλλων, ἱερὰ καὶ θεία βασί‐ λισσα· τὴν γὰρ ἀρχηγὸν τοῦ γένους καὶ ἀρχηγὸν εἶναι χρὴ τῆς χαρᾶς, | |
10 | καὶ σὺ δέ, ὦ καὶ οἶδα τί ποτ’ ἄν σε καὶ προσειπὼν ἀξίως προσείπω, θειοτάτη πορφυρογέννητε, χαῖρε καὶ σύγχαιρέ μου τῷ δεσπότῃ, τῷ σοφῷ καίσαρι. Πεπέρασται γὰρ ὑμῖν ἰδοὺ ἡ εὐχὴ καὶ ἡ ἔφεσις τετε‐ λεύτηται. Εἴδετε νυμφαγωγουμένους εὐτυχῶς ὑμῶν τοὺς υἱέας, στεφα‐ νουμένους, κηρυττομένους τῇ συγκλήτῳ βουλῇ, τῷ δήμῳ, τῷ βήματι, | |
15 | προπεμπομένους τὰ νυμφευτήρια τῷ χθὲς τὰ ἐπινίκια προπεμφθέντι θείῳ καὶ βασιλεῖ. Σύμπας ἀπέστω φθόνος· καλοὺς καλαῖς ἐνυμφεύσατε, ἄξιον εἶπεν ἄν τις τοῦ Πυθίου τὸ χρῆμα· καὶ ὑμεῖς δὲ θεῖοι τῶν παίδων, χαίρετε, βασιλεῖς καὶ θεῖαι βασίλισσαι ἐπὶ πᾶσι καὶ πρὸ πάντων, ὑμεῖς οἱ νυμφίοι· οἱ γὰρ ἄλλοις εὐφροσύνης γεγονότες ὑπόθεσις πολλῷ πλέον | |
20 | γένοισθ’ ἂν ἑαυτοῖς· ὑμᾶς τε γὰρ αἱ συζυγεῖσαι καὶ ὑμεῖς τὰς συζυγεί‐ σας ἀντευτυχήκατε, αἱ ἐξ ἀρχηγῶν τοὺς ἐκ βασιλέων τὰς ἐξ ἀρχηγῶν οἱ ἐκ βασιλέων, αἱ νεάνιδες τοὺς νέους καὶ οἱ νέοι ἔμπαλιν τὰς νεάνιδας. | |
Καὶ ὑμεῖς δὲ τρισευτυχεῖς γεγήθατε νύμφαι καὶ τῇ σεμνότητι Δουκαίνῃ | 351 | |
353 | καὶ καλῇ τῶν καλῶν νυμφίων ἀδελφῇ συγγεγήθατε, ἧς καὶ τἄλλα πάντα ζηλοῦτε, τῆς ἀώρου δίχα χηρείας. Ἐπὶ τούτοις ἀγαλλιῶ τὸ σύμπαν ὑπήκοον ἢ τὸ ἀληθέστερόν γε ἀγαλλιώμεθα· δούλων γὰρ ἀγνωμόνων μὴ συγχαίρειν χαίρουσι τοῖς δεσπόταις, μηδὲ σφῶν ἑαυτῶν τὸ ἐκείνων | |
5 | γῆθος ποιεῖν, ὥσπερ δὴ καὶ τὸ ἐναντίον· ἀλλ’ ἀποτρέποις ἀφ’ ἡμῶν τὰ κακόφημα, Χριστὲ βασιλεῦ. Εἴ τις αἴσθησις, καὶ σὺ τῆς χαρᾶς κοινώνει, θάλαμε καὶ παστάς. Μηδεὶς ἐνταῦθα σκυθρωπός, μηδεὶς κατηφής, πάντα μειδιάτω, πάντα χαιρέτω, πάντα συνεπαγαλλέσθω τοῖς τελουμένοις. | |
10 | Νικῶ σου, μῦθε, τοὺς γάμους, κἂν δῶμεν ἀληθεύειν τὰ μυθούμενα· σὺ μὲν γὰρ Πηλεῖ συνάπτεις θυγατέρα Θέτιν ἁλίοιο γέ‐ ροντος, ἐγὼ δὲ παισὶ βασιλέων ἐπιδοξοτάτων ἀρχηγῶν θυγατέρας· καὶ σὺ μὲν ἐν ἄντρῳ πετρήεντι, ἐγὼ δ’ ἐν αὐτοῖς ἀνακτόροις νυμφο‐ στολῶ· καὶ σὺ μὲν Ἀφροδίτην συμποσιάζεις καὶ Ἥραν καὶ Ἀθηνᾶν, | |
15 | ἐγὼ δὲ ὅλας δεσποίνας, Ἥρας μὲν βασιλικωτέρας, σωφρονεστέρας δὲ Ἀθηνᾶς καὶ Ἀφροδίτης ὡραιοτέρας· καὶ σὺ μὲν τὴν Ἔριν εἰσάγεις δῆθεν αὐτόκλητον καὶ τὸ μῆλον ἐν μέσῳ ῥίπτεις, μῆλον ἐκεῖνο τῆς ὅλης Ἰλιάδος τὴν ἀφορμήν, καὶ ταράττεις τὸν πότον καὶ ἀνακυμβα‐ λιάζεις τοὺς δίφρους, τοῦτο δὴ τὸ λεγόμενον, καὶ κατ’ | |
20 | ἀλλήλων ὁπλίζεις τοὺς δαιτυμόνας, ἐγὼ δὲ καὶ τὴν Ἔριν εἰς τὸ δεῖπνον παραλαμβάνω καὶ τῆς ἑορτῆς οὐ καθυβρίζω τὸ πρόσωπον, Ἔριν ταύτην οὐ τὴν μωμητὴν οὐδὲ τὴν κακόχαρτον, ἀλλ’ ἥν κεν ἐπαινήσειε νοήσας· οὕτω σεμνότερα πολλῷ τῶν μύθων τὰ καθ’ ἡμᾶς, κἂν μὴ μῦθος ἦν, καὶ ἐπιδοξότερα. | |
25 | Τίς οὖν φθονερὸς οὕτω καὶ ἀνέραστος τοῦ καλοῦ ὡς μὴ χαίρειν μὲν ἐπὶ τοῖς παροῦσιν, ἐπεύχεσθαι δὲ τοῖς τελετάρχαις τὰ λῴονα ὡς ἔγωγε; | |
Καὶ ἅλλομαι μικροῦ ἐπὶ τῷ πράγματι καὶ σκιρτῶ καὶ τὸν τοῦ Ἰεσσαὶ | 353 | |
355 | προφήτην τοῦτο τὸ μέρος ἀπομιμοῦμαι, οὗ καὶ τοῦτο ἐπικαίρως ἐπί σοι δανείζομαι τὸ ψαλμῴδημα, θεσπεσία πορφυρογέννητε, τὸ μὲν ἔχων ἤδη, τὸ δ’ ἐπευχόμενος· μητέρα μὲν γὰρ ἐπὶ τέκνοις εὐφραινομένην ὁρῶ σε, προσθείην δὲ καὶ πατέρα συνευφραι‐ | |
5 | νόμενον τὸν ἐμὸν δεσπότην καὶ καίσαρα· ἰδεῖν δὲ υἱοὺς τῶν υἱῶν κἀκείνων αὖθις υἱοὺς μέχρι τρίτης καὶ τετάρτης εὔχομαι γενεᾶς. Ὑμῖν δέ, ὦ καλοὶ νυμφίοι, τί ἄν τις εὔξαιτο λώϊον ἢ ζῆσαι μὲν εὐτυχῶς, τοιούτων δὲ πατράσι τέκνων ὀνομασθῆναι ὁποίων οἱ τε‐ κόντες ὑμᾶς ὠνομάσθησαν, τὸ μέντοι πατρικὸν εὐτυχήσασιν ὄνομα, | |
10 | μὴ καὶ τὴν τῶν υἱῶν ἀπολέσαι προσηγορίαν, ἀλλ’ ἀεὶ καὶ πατράσι καλεῖσθαι καὶ υἱοῖς ὀνομάζεσθαι ἔργα τε ὑπολιπέσθαι τῷ βίῳ τῆς προ‐ γονικῆς ἀρετῆς ἄξια καὶ ἐς βαθεῖαν ἐλάσαι καὶ λιπαρὰν πολιάν; Χαί‐ | |
ρετε. | 355 |