TLG 2718 002 :: Manuel PHILES :: Carmina inedita Manuel PHILES Poeta
Scr. Rerum Nat. Carmina inedita Carmina 1–118 (pp. 1–147) Citation: Poem — (line) | ||
1 | Θεοῦ πόλις ἐνταῦθα καὶ δόξης τόπος· ἄνθρωπε, συστάληθι καὶ πρόσελθέ μοι· τοὺς γὰρ θυρωροὺς ὁ γραφεὺς καθοπλίσας πρὸ τῶν φλιῶν ἔπηξε τὴν εὐταξίαν. | |
5 | ἀνάκτορον γοῦν οὐ παρατρέχειν δέον, ἔνθα τρυφὴν ἄρρευστον εὑρεῖν ἰσχύσεις· | |
---|---|---|
μόνον σεαυτὸν σωφρονέστερον δίδου: — | 1 | |
2 | Κατὰ μίμησιν τῶν στίχων τοῦ Πισίδου στίχους, φίλος, μάνθανε κεκροτημένους πρὸς τὸν κραταιότατον αὐτάνακτά μου Κομνηνὸν Ἀνδρόνικον Ἄγγελον Δούκαν | |
5 | Παλαιολόγον, τὴν πνοὴν τῶν Αὐσόνων, πρὸς ὃν λόγων δύναμις οὐδὲν ἰσχύει. Ὦ κύκλε ῥευστέ, κἂν δοκῇς πεπηγμένος ἐν τῇ μεταξὺ τῶν μερῶν ἀποστάσει, τὰ νεῦρα χαλῶν τῆς φορᾶς τῶν ὀμμάτων· | |
10 | ὦ δίσκε τῆς γῆς πανδοχεῦ τῶν ἐν μέσῳ, κἂν ὡς ὁ ῥυθμίζων σε κινῇ τεχνίτης, οὔτε στενωθεὶς τῇ στροφῇ τῶν σφιγμάτων τὸ κέντρον ὠθεῖς καὶ τὸν ἄξονα στρέφεις, οὔτε πλατυνθεὶς τῇ πρὸς ὄγκον ἐκτάσει | |
15 | τὸν δημιουργὸν ὡς τὸ πᾶν περιγράφεις. ὦ κόσμε τοῦ σύμπαντος ἐσφαιρωμένε, κἂν ὑπὸ τὴν γῆν τοὺς κυλίνδρους σου στρέφων στοᾶς πρὸς ἡμᾶς εἰκονίζεις ἀψίδα. ὦ μήτρα κοινὴ τῆς σπορᾶς τῶν κτισμάτων, | 2 |
20 | καθ’ ἧν ὁ κοινὸς εὐτοκεῖ φυτοσπόρος. ὦ σῶμα τεχθὲν ἐξ ἀμήτρων ὀργάνων, ὡς οἶδεν αὐτὸς ὁ σπορεὺς τῶν πραγμάτων. ὦ κάλλος ἡδὺ τῆς πολυχρόου στέγης, ἣν ὁ στολιστὴς οἰκοδεσπότης γράφει | |
25 | τῇ τετραδικῇ τοῦ χρόνου μελανδόχῃ. Ὦ κύκλε φαιδρὲ τοῦ πανόπτου φωσφόρου· δεῖ γὰρ μετ’ αὐτὸν προσλαλεῖν σοι τὸν πόλον, οὗ τοῖς ἑλιγμοῖς κυκλικῶς ἀντιτρέχων φαίνῃ πρὸς ὕψος καὶ καλύπτῃ πρὸς βάθος. | |
30 | ὦ τεκνοποιὲ καὶ τροφεῦ τῆς ἡμέρας καὶ δημιουργὲ καὶ βραβεῦ τῆς ἑσπέρας· ὦ πῦρ ἀναφθὲν πρὸς τὸ θάλπειν τὴν κτίσιν καὶ τὰς περιττὰς ἐκπιέζειν ἰκμάδας, μήπως ὁ κόσμος εὑρεθῇ πεφρυγμένος. | |
35 | ὦ φῶς κρεμαστὸν ἐξ ἀκαύστου λυχνίας καὶ φλὸξ ὑπὲρ γῆν ἀξύλως ἀνημμένη· ὦ βλέμμα γοργόν, ὃ προκύπτον ὑψόθεν ὅλην θεωρεῖς ἐν κατόπτρῳ τὴν κτίσιν· τρίχας γὰρ αὐχεῖς μυστικὰς τὰς ἀκτίνας, | |
40 | αἷς καθάπερ βλέφαρον ἐμπεφραγμένον τὴν ὀπτικὴν δύναμιν ἡβῶσαν φέρεις, κἂν τοῖς ὁρῶσι πρὸς τὸ σὸν φῶς ἐκ νόσου | |
δοκῇς πιναρὸν ἀντιπίπτον ταῖς κόραις. Ὦ φῶς γνοφῶδες πρὸς τὸ φῶς τῆς ἡμέρας | 3 | |
45 | καὶ πῦρ δροσῶδες πρὸς τὸ πῦρ τοῦ φωσφόρου· δεῖ γὰρ μεθιστᾶν καὶ καθέλκειν τὸν λόγον πρὸς τὴν σελήνην τακτικῶς ἠπειγμένον. ὧ δίφρε νωθρὲ πρὸς τὸν ἄνω πυρφόρον, κἂν τῇ στενώσει τῆς στροφῆς ἐσφιγμένος | |
2(50) | δοκῇς πτερωτὸς πρὸς τὸν ἔσχατον δρόμον. ὧ σπόγγε διψῶν τῆς ῥοῆς τῶν ἀκτίνων, ὅταν κατασπᾷ τὴν ῥοπὴν ὁ φωσφόρος, ἀφ’ οὖ κορεσθεὶς τὴν καλὴν πάσχεις μέθην βλύζων τὰ φῶτα πρὸς τὸ νύκτερον σκότος. | |
55 | ὦ τοῦ καλοῦ σύνευνε καλὴ φωσφόρου, δι’ οὗ τὰ φαιδρὰ συγγενῶς κύεις βρέφη πρὸς ἄνδρα γυνὴ μυστικῶς δεδειγμένη καὶ τεκνοποιὸς ἐκ σπορᾶς φερεφλόγου. ὦ τῶν ξεόντων τὰς ὁδοὺς ἐν ἑσπέρᾳ | |
60 | καὶ τῶν ἐφ’ ὑγρᾶς εὐπλοούντων ἐμπόρων λαμπὰς φαεινὴ καὶ σκιᾶς ἀλλοτρία. ὦ σῶμα καινὸν εἰς γραφὰς πολυτρόπους, ὅταν ὁ λαμπρὸς συγγραφεὺς τῶν ἀκτίνων ἀντιπροσώπως εἰς τὸν ἄξονα βλέπων | |
65 | λογογραφῇ σου τὰς ὑπαύγους ἐμφάσεις. Ὦ κύβε τῆς γῆς ἀσφαλῶς ἡδρασμένε· χαλᾶν γὰρ εἰκὸς τοῦ λόγου τὰς ἡνίας πρὸς τὴν χθόνα σφύζοντας ἐκ πόλου τρέχειν. | |
ὦ χῶρε τοῦ ξύμπαντος ἀνθρώπων γένους, | 4 | |
70 | ὃς πρὸς τὸν ἑπτάνυγμον εὑρέθης θρόνον ἕδρα σταθηρὰ τῶν ποδῶν τοῦ δεσπότου. ὦ κοσμαγωγὸν καὶ πολύφορτον σκάφος, ὅπερ κρεμασθὲν ἀβρόχως ἐφ’ ὑδάτων μένεις βεβηκὸς εἰς τὸν ἅπαντα χρόνον, | |
75 | κἂν ἐν μόνῳ νεύματι τοῦ τετευχότος τρέμῃς, σπαράττῃ καὶ σαλεύῃς τὴν κτίσιν, θροοῦν, ἀπειλοῦν, δειματοῦν τοὺς ἐν μέσῳ καὶ πρὸς τὰ χρηστὰ δεξιῶς ἐπιστρέφον. οὐ γὰρ ἐπαινῶ τοὺς κενοὺς γεωγράφους, | |
80 | οἲ τὰς πνοὰς λέγουσιν ἐξ ὑποψίας τὸ σὸν βεβηκὸς δυσμενῶς ἀνατρέπειν ὤθημα πάσχον τῷ φραγῆναι τοὺς πόρους. ὧ δένδρα μακρὰ καὶ πολύχρηστε χλόη καὶ πᾶν πετεινῶν, ἑρπετῶν, νηκτῶν γένος. | |
85 | Ὦ κῦτος εὐρύχωρον, ὧ ξένη χύσις· ὥς τις γὰρ ἵππος ὁ δρομεὺς οὗτος λόγος ἐκ τῶν περιττῶν πνευστιῶν περιδρόμων ὁρμᾷ πρὸς αὐτὴν καὶ δροσισθῆναι θέλει. ὦ θαῦμα ῥευστόν, κἂν ὁ πανσόφως χέας | |
90 | εἴργῃ σε θᾶττον κυματούμενον χύδην, μήπως τὸ κοινὸν ἐκδραμὸν περικλύσῃς. ὦ πάντα κινοῦν εἰς Θεοῦ δόξαν στόμα | |
ῥευσταῖς λαλιαῖς καὶ βοαῖς ἐπηρμέναις, ὅταν θρασυνθὲν ταῖς ῥοπαῖς τῶν πνευμάτων | 5 | |
95 | τὸ κῦμα κυρτοῖς καὶ στεγάζῃς τὸν σάλον, καὶ ταῖς ταραχαῖς ἐκφοβῇς τοὺς ναυτίλους, καὶ τοῖς ἑλιγμοῖς συγκλονῇς τὰς ὁλκάδας, ἕως ὁ καιροὺς εὐχερῶς μετατρέπων καὶ πάντα ποιῶν πρὸς τὸ σῶσαι τὴν φύσιν | |
2(100) | στήσοι τὸ ῥεῦμα καὶ σκεδάσοι τὴν ζάλην καινὴν μετ’ αὐτὴν πρυτανεύσας αἰθρίαν. ὦ πνευμόνων ἄμοιρον ἰχθύων γένος· ζωγρῶ γὰρ ὑμᾶς τοῖς ἐμοῖς αὖθις λόγοις, οὐχ ὥστε φαγεῖν (οὐ τροφῆς γὰρ ὁ τρόπος), | |
105 | ἀλλ’ ὥστε τοῖς κτίσμασι προσθεῖναι κτίσιν. Ὦ κόσμε (καὶ γὰρ προσλαλῶ σοι πολλάκις), ὁμοῦ συνελθὼν ἐκ μερῶν ἀπωσμένων πρέσβις γενοῦ μοι δυστυχῶς ἐξωσμένῳ τῶν ἄχρι παντὸς εὐτυχῶν ἀνακτόρων, | |
110 | καὶ καταδυσώπησον ἀρρήτοις λόγοις τὸν αὐτοδυσώπητον αὐτάνακτά μου· δίδωσι γάρ σοι τῆς γραφῆς ἡ τερπνότης κεκρυμμένην δύναμιν αἰσθητηρίων. οἶμαι δὲ πάντως τὸν τιμῶντα τὸ κράτος, | |
115 | εἴπερ δι’ αὐτοῦ τὴν τιμὴν δεδεγμένος, τοὺς σοὺς παριδεῖν μὴ θελῆσαι συλλόγους, ἐφ’ ᾦ παρασχεῖν ταῖς λιταῖς εὐτολμίαν· ἐπείπερ αὐτὸς οὐρανός, γῆ καὶ χύσις καὶ πᾶν ὅ τι κάλλιστόν ἐστιν ἐν βίῳ. | |
120 | σφαιροῖ γὰρ αὐτὸν εὐφυῶς ἡ καρδία πρὸς πᾶν ἀπευθύνουσα χρηστὸν πρακτέον, ὡς ἀπὸ κέντρου τῆς φρενὸς πεπηγμένους· κοσμεῖ δὲ φαιδρῶς καὶ πλατύνει συντόνως ἡ τῶν τελικῶν ἑβδομὰς χαρισμάτων· | 6 |
125 | εἰκὸς γὰρ αὐτὸν οὐρανὸν δεδειγμένον ζωστῆρσιν ἑπτὰ συγκρατεῖσθαι σφιγμάτων, ὡς ἂν ὑπ’ αὐτῶν ἀσφαλέστερος μένων πρὸς τὴν ἄνω κίνησιν ὀξέως τρέχοι. ἔτι δὲ κύκλος ἀρετῶν ἐπηρμένος | |
130 | ὁ λαμπρὸς οὗτός ἐστιν Αὐσονοκράτωρ· ἐγκάρδιον γὰρ τὸν Θεοῦ φόβον φέρων, ὃς πρῶτός ἐστι τῶν καλῶν σπουδασμάτων, ὑψοῖ δι’ αὐτοῦ καὶ πλατύνει τὸ κράτος, σφίγγει δὲ κύκλῳ τὴν ὑπόσπονδον κτίσιν. | |
135 | ἔχει δὲ κύκλους ἑξαρίθμους ἐν μέσῳ τὸν νοῦν τὸν ὀξύν, τὴν φιλάνθρωπον φύσιν, τὸ μέτριον φρόνημα, τὸν ῥοῦν τῶν λόγων, τὸν οἶκτον αὐτὸν καὶ τὸ πῦρ τῶν φροντίδων, ὃ μυστικοῖς ἄνθραξιν ἐμπράκτως τρέφει. | |
140 | καὶ πῦρ ἐφεξῆς τὸν κρατοῦντα λεκτέον, ὃ πρῶτόν ἐστι τῆς κρατίστης τετράδος· πιμπρᾷ γὰρ αὐτὸν τῆς ψυχῆς ἡ θερμότης, ἣν ἐξανῆψεν ὁ βραβεύσας τὸ κράτος. ἔτι δὲ πνεῦμα καὶ πυρὸς θείου φλόγα | |
145 | καλῶν ὁ Δαβὶδ ψαλμικῶς τοὺς ἀγγέλους τὸν σεμνὸν αὐτάνακτα σεμνύνει πλέον, ὃν ἡ ψυχικὴ λεπτύνει καθαρότης ὁλοψύχως ῥέποντα πρὸς τὸν δεσπότην, καὶ πνεῦμα ποιεῖ καὶ πυρὸς θείου φλόγα, | |
2(150) | φλέγοντα καὶ φθείροντα τοὺς ἐναντίους καυτῆρσι θερμοῖς δραστικῶν βουλευμάτων. ἀλλ’ οἷδα καὶ γῆν μυστικοῖς τοῦτον λόγοις, ὁμοῦ μὲν ὡς φύραμα τῆς πάλαι ζύμης, ὁμοῦ δὲ πρὸς πᾶν ἀγαθὸν πεπηγμένον | 7 |
155 | ἐκ τῆς σταθηρᾶς τῶν φρενῶν εὐταξίας, ἄλλως τε κοινὸς εὑρεθεὶς φυτοσπόρος ὁ τεκνοποιὸς τῆς γονῆς τῶν Αὐσόνων καὶ πάντας ἡμᾶς ὡς πατὴρ παῖδας τρέφων· θέλει γὰρ εἶναι καὶ πατὴρ καὶ δεσπότης, | |
160 | καὶ πᾶσαν ἁπλῶς σωστικὴν τύρβην στέγων ὡς φορτίον δύσοιστον, ὡς ἄχθος μέγα τῆς γῆς ἀτεχνῶς εἰκονίζει τὴν βάσιν. μερίζεται δὲ τετραχῶς ὁ δεσπότης τῶν ἀγαθουργῶν ἀρετῶν τῇ τετράδι, | |
165 | δι’ ἧσπερ αὐτὸς ὑποπτεύει τῷ κράτει τὰ τέσσαρα κλίματα καὶ τμήματά σου. τοῦτον δὲ καὶ θάλασσαν ὑποληπτέον καὶ τὴν ἁλυκότητα παραγραπτέον· οἱ γὰρ ποταμοὶ τοῦ θεορρύτου κράτους | |
170 | πληροῦντες αὐξάνουσιν εἰς μέγα πλάτος ἐκ τῆς μελιχρᾶς τῶν καλῶν ἐπομβρίας. ἐντεῦθεν αὐτὸς ὡς βυθὸς χαρισμάτων ἄγει πρὸς ὅρμον τῆς φρενὸς τὴν ὁλκάδα, καὶ κοσμοκερδὴς γίνεται πλουτοβρύτης, | |
175 | αὐχεῖ δὲ πολλοὺς τοὺς λαλοῦντας ἰχθύας, οὓς πολλάκις χαίνοντας ἐντέχνως λέγειν ἐπιστομίζει ταῖς ῥοαῖς τῶν πρακτέων. κἀμοὶ τέως πρόσεστιν οὐχ ἧττον δέος δοκοῦντι μετρεῖν τὴν ἀνέκβατον χύσιν | |
180 | σμικροῖς λόγων ἄντικρυς ἀντλητηρίοις. ὅμως τὸ κοινὸν οὐ χρεὼν φεύγειν πάθος· ποθῶ γὰρ ἀεὶ καὶ κροτεῖν καὶ συγγράφειν καὶ βασιλικοῖς ἐκνικᾶσθαι πρακτέοις καὶ τῶν γαληνῶν ἐμφορεῖσθαι ναμάτων, | 8 |
185 | εἰ μή τις ἡμῖν ἐμποδὼν σταίη φθόνος. ὧ κόσμε (καὶ γὰρ προσλαλῶ σοι συχνάκις ὡς ἀκροατῇ μὴ φθονοῦντι τοῖς λόγοις), ἄκουε μακρὰς ἐξ ἐμοῦ τραγῳδίας, εἶπερ γενέσθαι συμπαθὴς πρέσβις θέλεις: — | |
3 | Δριμὺς ὁ χειμών, ἀλλὰ γλυκὺς ὁ φίλος. ὦ ζῶσα πηγή, κῆπέ μου κεκλεισμένε, θήσαυρέ μου πόρρωθεν ἐσφραγισμένε, κἂν ὑπανοιγεὶς ἐξεφαύλισας τέως | |
5 | ψυχῆς πνιγηρᾶς δυσθεράπευτον πόνον. εἰ γοῦν τὸ λυποῦν τῶν ποδῶν σου τὴν βάσιν ὡς νυκτερινὸς ἐσκεδάσθη σοι γνόφος τῆς σωματικῆς ἐγχεθείσης αἰθρίας, οὐκ ἔστιν ἡμῖν οὐδαμοῦ γῆς ψυχρότης, | |
10 | κἂν χιονωθῇ ψαλμικῶς ἅπας τόπος. κἂν πᾶς ὁ τυφὼς αὐθαδέστερον πνέῃ καὶ πάντα βουνὸν συγκαλύψῃ τὸ κρύος | |
νιφάσι πυκναῖς καὶ πνοαῖς ἀντιπνόοις, ὁ σός γε Φιλῆς οὐ ῥιγώσει τῷ ψύχει | 9 | |
15 | τὴν σὴν ἀτεχνῶς εὐτυχῶν ἔνδον ζέσιν, ἣν ἄξυλον πῦρ καὶ πνοὴ τρέφει ξένη. κἂν γῆς τιναγμὸς συνταράσσῃ τὴν κτίσιν, κἂν ὄμβρος ἁδρός, κἂν τὸ πᾶν φθείρων κλύδων, οὐδέν τι καινόν, καὶ Φιλῆς τούτων μέσον | |
20 | ἑστὼς ἀπαθὴς εἰς τὰ βάθρα τῶν φίλων. ὡς 〈οὖν〉 ἔχεις δίδασκε· μαθεῖν γὰρ θέλω, πνοή τε καὶ ζῶν τῆς ἐμῆς φῶς καρδίας. Ἀριστότελες, δεῦρο, καὶ σκόπει φίλους, οὓς οἶδας αὐτὸς εἰς ψυχὴν ζῶντας μίαν. | |
25 | εἰ μὴ γὰρ ἡμεῖς εἰς τὸ νῦν ἦμεν γένος, ὃ μοιχαλὶς ἄπιστος ἁπλῶς εὑρέθη, ποῦ τοῦ σοφοῦ τὸ δόγμα; ποῦ δὲ καὶ Πλάτων σοφῶς ἐπαινῶν τοὺς κρατίστους τῶν φίλων; ἢ γοῦν πρὸς ἡμᾶς, εἰ καλῶς ἔχεις, δράμε, | |
30 | ἢ πρὸς σεαυτὸν οὒς φιλεῖς πάντως κάλει. καὶ γὰρ ἀποχρῶν τοῖς ποθοῦσιν ὁ χρόνος, οἷς πάντα μικρὰ πρὸς τὸ δεῖξαι τὸν πόθον, ἢ τάχα μακρὸν οὐχ ὑφίσταται χρόνον σκυζῶσα μικροῦ καὶ σφριγῶσα καρδία, | |
35 | καὶ χρηστὸν ἀντίπεμπε τὸν πεζοδρόμον | |
ἀπαγγελοῦντα πάντα θυμήρη λόγον: — | 10 | |
4 | Ἡ τῶν ἐχιδνῶν ἐκτραπεῖσα ψυχρότης ἔμεινε δεινὴ συγκραθεῖσα θερμότης, καὶ θαῦμά πως ἔδειξε τὴν ψύξιν ζέσιν ὁ δημιουργὸς τῆς τροπῆς τοῦ φαρμάκου: — | |
5 | Κρείσσων καταστὰς ἡδονῆς, πλούτου, φθόνου, ἔριδος, ὀργῆς, κοσμικῆς ἀπληστίας, προσαγγελιῶν φλεγμονῆς ἀποφράδος, ἀνδρῶν πονηρῶν ἀκρατοῦς γλωσσαλγίας | |
5 | φρενός τε σαθρᾶς καὶ ψυχῆς ὑβριστρίας, καὶ πάντα σαυτὸν τῷ Θεῷ καταρτίσας, πρὸς ὃν βλέπων ἕστηκας, ὀρφανοτρόφε, καὶ τοὺς ἐν ἡμῖν δυσχερεῖς λῦσον πόνους. σὺ μὲν γὰρ ὡς ἄγευστος ὑπεροψίας | |
10 | πατεῖς ἀπαθῶς εἰς τὸ πῦρ τῶν πραγμάτων, | |
κἂν ὑπεραρθῇ καὶ σφριγῶν ποτε βρόμος, τὸ δάκρυ γοργῶς τῆς ψυχῆς ἀποθλίβεις, ὡς ἂν μαρανθῇ τῆς φλογὸς τὸ σύντονον· ἐμοὶ δὲ χειμὼν συμφορῶν ἀποκρύφων | 11 | |
15 | εἰς πάντα καιρὸν ἐμβριθῶς ἐπεισρέων ναρκᾶν ἀτεχνῶς ἐκβιάζει τὴν φύσιν. ἡ σή με λοιπὸν ὑποθαλπέτω ζέσις, ὡς ἂν τὸ θερμὸν εὐμαρῶς ἀναψύχῃ τῇ καταγωγῇ συσταλὲν τῆς καρδίας | |
20 | καὶ καταπεφθὲν καὶ φρυγὲν καὶ συζέσαν· οὐδεὶς γὰρ ἡμῶν οὐδενὶ πάντως λόγος, οὐ μὰ τὰ σεμνὰ τῆς ψυχῆς σου πρακτέα καὶ τὴν πρὸς ἡμᾶς δραστικὴν ἔτι σχέσιν, σοφὲ προμηθεῦ, σὺν Θεῷ πτωχοτρόφε: — | |
6 | Αὐτοκράτορ, σός εἰμι, σὲ πνέω μόνον· αὐτοκράτορ, σός εἰμι, σὲ βλέπω μόνον, καὶ ζῶ διὰ σοῦ, τῆς πνοῆς τῶν Αὐσόνων, καὶ ζῶ διὰ σοῦ, τοῦ κρατίστου φωσφόρου, | |
5 | δι’ οὗ ψυχικὸς ἐξελαύνεται γνόφος, ὅταν ὁ χειμὼν εἰσρυῇ μοι τῆς λύπης· ἀσύγκριτος γὰρ εἰς τὸ θάλπειν εὑρέθης ἀνέσπερον φῶς τοῖς ποθοῦσί σε βρύων. οὐκοῦν, βασιλεῦ, τοὺς ἐμοὺς πόνους μάθε· | |
10 | ἡ γὰρ δίκη φοβεῖ με τῆς ῥᾳθυμίας, χυμῶν περιττῶν ἐκ τροφῆς παχυτέρας | |
ἄρτι ῥεόντων εἰς τὸ πῦρ τῶν ἐγκάτων ὡς εἰς φλόγα στέατος ἠρεθισμένην. δριμὺς μὲν ἀτμὸς τῶν φλεβῶν ἀποτρέχει, | 12 | |
15 | καὶ πρὸς τὸν ἐγκέφαλον αὐτίκα φθάνει· κρυμὸς δὲ πυκνοῖ τῆς δορᾶς μοι τοὺς πόρους, καὶ τοὺς ἀγωγοὺς τῆς πνοῆς ἀνατρέπει τὰς λιγνυώδεις ἐκδραμεῖν εἴργων ζέσεις· αἱ δὲ πνιγηρὰν εὑρεθεῖσαν τὴν στέγην | |
20 | τοῖς ἀνθελιγμοῖς πυρπολοῦσι τοῦ δρόμου. καὶ τήκεται μὲν ἐκ πυρᾶς ἡ καρδία, μαραίνεται δὲ τῶν μελῶν ὁ πᾶς τόνος, καὶ ῥήγνυσι μὲν τὰς ἐν ἥπατι φλέβας ἡ δριμύτης νύττουσα τοὺς ἔνδον πόρους, | |
25 | ποιεῖ δὲ συχνὰς ἐν βραχεῖ τὰς ἐκκρίσεις χαυνοῦσα θερμῇ φλεγμονῇ τὴν γαστέρα, δάκνει δὲ ταύτην καὶ σπαράττει καὶ θλίβει, πρὶν αἷμα θερμὸν ἐκδραμῇ τῶν ἐντέρων κραθὲν φυσικῆς πιμελῆς ἀντισπάσει. | |
30 | ταύτῃ, βασιλεῦ, τῇ νόσῳ πιέζομαι· τούτοις, Γαληνέ, τοῖς πόνοις ἐκλύομαι καταρρεούσης ἠρέμα τῆς φύσεως: — | |
7 | Τὸ ‘γνῶθι σαυτόν‘ εὐτελὴς μέν τις λόγος, ἀλλ’ ἡ βασιλὶς τῆς ὅλης Ῥωμαΐδος μέγιστον οἷς ἔπραξεν αὐτὸν δεικνύει. | |
τὸ γὰρ ἀπαγὲς καὶ παλίμβολον τάχος | 13 | |
5 | τῆς φύσεως μαθοῦσα τῆς ἀνθρωπίνης καὶ τὸν καθ’ αὑτὴν εὐτρεπίσασα τρόπον, μήπου λάθῃ κλέψασα τὴν σωτηρίαν ἡ τῆς ὑλικῆς ἐκτροπῆς ἀταξία, προδημιουργεῖ τῆς τελευτῆς τὸν τάφον. | |
10 | ἥλιε, καὶ πῶς οὐ παρευθὺς ἐκρύβης τὸν ὄγκον ἰδὼν τοῦ τοσούτου, φεῦ, πάθους; μέχρι τίνος, βάσκανε, καυχήσῃ, χρόνε, κυκῶν τὰ καλὰ τῆς ῥοῆς τῇ συγχύσει; ποῦ γὰρ ὁ πατὴρ Μουφαρᾶς Γουλιέλμων, | |
15 | ὃς ἐκ προπάππων Ἰταλῶν ῥὴξ ἦν μέγας, | |
μήτηρ δὲ ῥηγὸς Ἰσπανῶν παῖς Ἀλφούσου; ποῦ δ’ αὖτε, παπαί; τῆς δὲ μάμμης τὸ κλέος; ἰού, κατὰ χνοῦν· οὐδὲ πάππος ὁ κράτωρ τῶν τῆς Ῥαγούνης ταγμάτων τῆς ὀλβίας | 14 | |
20 | τὸ τῆς φθορᾶς ἴσχυσεν ἐκκλῖναι ξίφος. ἄνθρωπε, συστάληθι, καὶ μὴ θαυμάσῃς· ταύτῃ γὰρ εἰς ἔνατον βαλούσῃ χρόνον καὶ τῶν ἐπ’ αὐτῆς εὑρεθείσῃ κρείττονι συνάπτεται μὲν ὁ κρατάρχης Αὐσόνων | |
25 | Κομνηνὸς Ἀνδρόνικος Ἄγγελος Δούκας Παλαιολόγος, οὗπερ ἡ φύσις τέρας εἰς ἰσχύν, εἰς φρόνησιν, εἰς κάλλος λόγων, λύσας δὲ μικροῦ πᾶσαν ἐκ νότου μάχην | |
ἄκλυστον εὐτύχησε τὸν πλοῦν τοῦ κράτους. | 15 | |
30 | ἡ γοῦν βασιλὶς εὐστεφὴς καὶ κοσμία καὶ στεῖρα κακῶν ψαλμικῶς δεδειγμένη τοὺς ἑπτὰ παρήγαγε τῷ κράτει κλάδους τοὺς πορφυρανθεῖς, τοὺς ἀεὶ ζῆν ἀξίους, ὡς ἂν δι’ αὐτοὺς ἀσθενοῦσαν φαυλίσῃ | |
35 | τὴν βαρβαρικὴν πρὸς γονὰς ἀμετρίαν. ἀλλ’ οἴχεται, φεῦ τῆς ῥυείσης ἐλπίδος, ὁ πρῶτος αὐτῆς καὶ χλιδῇ βρύων τόκος, ὁ δεσπότης ἐκεῖνος, ᾧ κλῆσις χάρις· ὁρᾷς γὰρ αὐτὸν τῆς σοροῦ ταύτης πέλας | |
40 | ὡς εὐδοκεῖ τὸ δόγμα τῆς βασιλίδος. ἀλλὰ Σιμωνὶς ἡ μετ’ αὐτὸν φιλτάτη τῷ τῶν Τριβαλλῶν νυμφαγωγεῖται κράλῃ· Θεόδωρος δὲ μαρκέσης καθίσταται· | |
Θεοδώραν δὲ τὴν μετὰ τοῦτον πάλιν | 16 | |
45 | ὁ νυμφαγωγὸς τῶν ψυχῶν φθὰς ἡρπάγει· τὸν δ’ οὖν Ἰσαάκιον ἡ γῆ λαμβάνει τοῖς συγγόνοις πληροῦντα τὸν πέμπτον τόπον· Δημήτριος δὲ σὺν Θεῷ ζῶν καὶ πνέων πρὸς ἐθνικὴν δήπουθεν ἀρχὴν ἐκρίθη· | |
7(50) | τὸν ἕβδομον δὲ Βαρθολομαῖον, ξένε, ὁ δεσπότης ἔπεμψεν εἰς τὴν ὀγδόην. ἡ γοῦν βασιλὶς Εἰρήνη τῶν Αὐσόνων ταύτην ἑαυτῆς τὴν μονὴν τὴν ὀλβίαν, ἣν ἐκ προπάππων ἔσχεν αὐτοκρατόρων | |
55 | κλῆρον ποθεινὸν πατρικῆς εὐστοργίας, ἀνάκτορον δείκνυσιν ἐσχάτης τύχης· τὸ δὲ στέφος ῥίψασα τῶν παίδων χάριν καὶ μικρὰ θαυμάσασα τὴν κάτω ζάλην σοφῶς κυβερνᾷ τῆς ψυχῆς τὴν ὁλκάδα | |
60 | πρὸς ἓν μόνον βλέπουσα, τὴν σωτηρίαν, ἕως ἂν ἐκπλεύσασα καλῶς τὸν βίον τὴν τῶν ἀγαθῶν ἐμφορήσῃ φορτίδα. σὺ δὲ βλέπων στέναζε καὶ θαύμαζέ μοι τὴν τοῦ γένους ἄνασσαν, ἧς ἔργον τόδε | |
65 | πρὸ τῆς τελευτῆς ἐκγελώσης τὸν βίον: — | 17 |
8 | Ἐπὶ τῆς κοσμοτρόφου σου τραπέζης, αὐτοκράτορ, τέρας ἰδών τι κυνικόν ποθεν ἐπιφοιτῆσαν, Ἔμπουσαν, φάσμα χαλεπόν, Στύγα, δεινὸν Τελχῖνα, τεθαύμακα τὴν ἔφοδον, ἐξέστην, κατεπλάγην. | |
5 | ἦν γὰρ ἐκεῖνο τὸ φανὲν ἐν ταῖς κυσὶ Θερσίτης, οὗπερ τὴν πλάσιν Ὅμηρος ἐκφράζων κατεγέλα τῆς παρὰ φύσιν ἐκτροπῆς τὸ δρᾶμα προπαιξάσης. ἦν δὲ καὶ πάνθηρ ἀτεχνῶς ἀπὸ τῶν ἐμπροσθίων, καὶ πίθηκος αὐτόματος ἀπὸ τῶν ὀπισθίων, | |
10 | καὶ λύκος ἐκ τοῦ τένοντος καὶ σῦς ἐκ τῶν ἰσχίων· οὐ γὰρ ἀφῆκεν ἐκδραμεῖν ἡ φύσις τοὺς σπονδύλους, ἀλλὰ συνέστειλεν αὐτοὺς μικροπρεπῶς ταῖς πλάταις καὶ τῇ πυκνῇ καὶ συνεχεῖ τοῦ νώτου συνιζήσει, καὶ δέδωκεν ὀργάνωσιν τῇ πλαστικῇ συνθέσει | |
15 | ἀσύμβατον ἐξάρασα τὴν τῶν σκελῶν τετράδα. τὰς δὲ λαγόνας τῆς κυνὸς καὶ τῆς γαστρὸς τὴν τάσιν καὶ τὰς βολὰς τῶν ὀφθαλμῶν καὶ τὰ τῶν ὤτων χόνδρα καὶ τῶν μελῶν τὰς συστολὰς καὶ τὰς τῶν νεύρων θλίψεις οὐ θεμιτὸν τῇ τοῦ ῥυθμοῦ περιλαβεῖν ἐκφράσει. | |
20 | πλὴν ἡ κοινή σοι, βασιλεῦ, δωροφοροῦσα φύσις, κατὰ τὴν βούλησιν τὴν σὴν καὶ παίζει καὶ σπουδάζει. σοῦ γὰρ ἡ φύσις θαυμαστὴ καὶ ξένη καὶ φρικώδης, πρὸς ἣν τρανῶς ἀντοφθαλμεῖν οὐκ ἔχουσιν αἱ φύσεις, | |
ἀλλ’ ἀσθενοῦσι παρευθύς, ἀλλὰ δυσαρεστοῦσι | 18 | |
25 | καὶ πλημμελοῦσι καθ’ αὑτὰς ὑπὸ λαμπρᾶς αἰσχύνης, ἵνα σὺ μόνος ὁ χρηστός, ὁ παρὰ πάντας μέγας, ἄμεμπτος ὢν ὑπὲρ τὸ πᾶν καὶ κατ’ αὐτὴν τὴν πλάσιν τὰς λογικὰς δουλαγωγῇς καὶ τὰς ἀλόγους φύσεις. ὥστε καὶ χαῖρε, βασιλεῦ, καὶ σκίρτα καὶ φαιδρύνου, | |
30 | καὶ τὰς ἀκόμψους καὶ σαθρὰς καὶ καταπτύστους φύσεις ὡς ἀφορμὰς βασιλικῆς ῥᾳστώνης παραδέχου· τὴν γὰρ τοσαύτην ἄρουραν τοῦ κράτους, αὐτοκράτορ, ἔνθα συχνοί τε καὶ τρανεῖς οἱ τῶν πραγμάτων στάχυς, οὐ θαυμαστὸν ἐξενεγκεῖν καὶ κνίδην καὶ μελίνην: — | |
9 | Ὡς ἐκ νέφους μέλανος, οὗ φέρεις ῥάκους, ἄρουρα Χριστοῦ πρὸς γονὰς ψυχοτρόφους, τὸν οὐρανόν σε πεῖθε τὸν πεφιλμένον | |
γοργῶς ἐφ’ ἡμᾶς τὸ χρυσοῦν μάνα βρέχειν: — | 19 | |
10 | Ὡς παντοδαπὸς τῶν φίλων εὐεργέτης πέμπε πρὸς ἡμᾶς καὶ κριθὰς ἱπποτρόφους, κυνηγετικῆς τακτικῆς ἐπιστάτα, ὡς ἂν ἔχον τὸ κτῆνος ἀτρόμους πόδας | |
5 | ἄγῃ παρὰ σὲ τὸν φιλοῦντα συχνάκις. καὶ γὰρ βάσις γόνατος, ἐντέρων τάσις καὶ βῆμα γοργὸν δαψιλοῦς φάτνης χάρις. εἰ δ’ οὐκ ἔχει δήπουθεν ἁδρὸν τὸ τρέφον, κἂν ᾖ τις ἢ Κρὴς ἢ πτερωτὸς τὴν φύσιν, | |
10 | ὡς τὸν πάλαι Πήγασον ἐν μύθῳ βλέπεις, ἢ δορκὰς εἰς ἅμιλλαν ἀπλήστου δρόμου ἢ πρὸς λαγωὸν εἰς ἔαρ ποηφόρον κύων διακλῶν ἤ τι γυμνῶν ὀστέων, φρίσσει μὲν εὐθὺς ἀντὶ κέντρου τὴν τρίχα | |
15 | τάχα κατ’ αὐτοῦ δυσφορῶν τοῦ κινδύνου καὶ τοξότῃ πρέπουσαν ἐντείνων μάχην, ὡς ἂν τὸ λυποῦν τὴν βολὴν ὑποτρέσῃ, ναρκᾷ δὲ μικροῦ, κἂν μεσημβρία ζέῃ, καὶ σφυροτυπεῖ καὶ μεθέλκει τοὺς πόδας | 20 |
20 | σιδηρίου νύττοντος αὐτὸν ὁ ξένος· μακρὸν δὲ ποιεῖ καὶ στενὸν τὸν αὐχένα τὰ νεῦρα δεικνὺς ἀκριβῶς καὶ τὰς φλέβας, καὶ λεπτύνει τὸ δέρμα τῇ κρυπτῇ ζέσει σκυτεὺς ὁ λιμὸς εὑρεθεὶς κτηνοφθόρος. | |
25 | ἵν’ οὖν ἔχω τὸν ἵππον ὡς ἅρμα πνέον, πέμπε πρὸς ἡμᾶς καὶ κριθὰς ἐπὶ χλόης· ἡ γὰρ καθ’ ἡμᾶς ἐμβριθὴς ἀνομβρία δεινὸν μαρασμὸν ταῖς γοναῖς ἐπιβρέχει, καὶ κτῆνος οὐδὲν εὐπαθοῦν ἀπὸ χλόης | |
30 | ἴδοι τις ἂν ἥδιστα τῆς χώρας χάριν, ἱππεῦ τε καὶ φίλιππε καὶ θηροκτόνε: — | |
11 | Ἥλιε, Σειρήν, τῆς ἐμῆς ψυχῆς δρόσε, κλεινὲ στρατηγέ, τῆς ἐμῆς πῦρ καρδίας | |
(πιμπρᾷς γὰρ αὐτὴν ἡδονῆς φλόγα πνέων), ἐκ Θετταλῶν μοι δῶρα τὰ σκεύη φίλων, | 21 | |
5 | ἃ νῦν διαυγῆ καὶ χρυσόστικτα βλέπεις· χοῦς γὰρ καθαρὸς ἐκ πνοῆς ἀντιστρόφου διαπονηθεὶς εἰς τὸ πῦρ τῷ τεχνίτῃ καὶ φιάλην καὶ κάλπιν ὠργάνωσέ μοι. σὺ γοῦν παρ’ ἡμῶν εὐμενῶς ταύτας δέχου | |
10 | τὸν εὐνοϊκὸν ἀγαπῶν μᾶλλον φόρον. δέχου δὲ καὶ τὸ μάκτρον ἐκ τῆς Περσίδος στρατηγικοὺς ἱδρώτας ἐκμάττειν θέλων, ὅταν κατ’ ἐχθρῶν τακτικῶς ἐπιτρέχων | |
τὸ σῶμα διψῆν ἐκβιάζῃς τοῖς πόνοις· | 22 | |
15 | λεπτὸν γάρ ἐστιν, μαλθακόν, μᾶλλον μέλαν, εὔοσμον, εὐέλικτον, ἀνθοῦν τοῖς μίτοις, νέκταρ, γλυκασμέ, φαιδρότης, τέρψις, χάρις, τροφεῦ, προμηθεῦ, σὺν Θεῷ κόσμε, κρότε: — | |
12 | Ἐπείπερ ὑμῶν εὐτυχῶς ἀπηλλάγην, ὡς κίρκος ὀξὺς ἐμπεσὼν τοῖς ὀρνέοις, πέπομφά σοι τὰ λύτρα τῇ ξένῃ φύσει· οὐκ ἦν γὰρ ὀκνεῖν τὸν Φιλῆν σεσωσμένον: — | |
13 | Τῆς βασιλικῆς βότρυς ὀφθεὶς ἀμπέλου | |
καὶ τὰς ἀγαθὰς τῆς ψυχῆς θρέψας ῥάγας καὶ βαρβάρων αἵμασι θερμοῖς περκάσας τὸν οἶνον ἡμῖν τὸν πρὸ τῆς τρύγης δίδου, | 23 | |
5 | σὲ δὲ τρυγητὴρ μὴ διασπάσαι χρόνος, κἂν τὸν πολὺν κρατῆρα δεικνύων μόνον διψῶντα λυπῇς τὸν Φιλῆν τῷ μετρίῳ: — | |
14 | Ὡς ἐκ γένους λέοντος Αὐσοναρχίας καὶ σκύμνος ἡδὺς εἰς ἐρυγὰς ἀνδρίας πίνεις τὸν οἶνον ὁ χρυσοῦς εὐεργέτης ἐκ τοῦ στόματος τοῦ λεοντώδους λίθου. | |
5 | στερρὸς γὰρ εἷ σὺ πρὸς μάχας ὑπὲρ λίθον πρὸς τὰς βολὰς ἄντικρυς αὐτῶν ἀντέχων, μᾶλλον δὲ τοῖς ποθοῦσι καὶ στέργουσί σε σαφῆς λέων σὺ καὶ θυμηδίας πόσις. καὶ γὰρ ἀναιρεῖς τοὺς πιθίσκους τῶν πόνων | |
10 | καὶ τὰς ἀτερπεῖς τῆς ψυχῆς ἀποκρίσεις, ἃς οἱ πόνοι θλίβουσιν ἐκ τῶν ὀμμάτων· ἡ γὰρ φύσις καὶ σκύφον εἰργάσατό σε, δι’ οὗ ῥοφοῦσιν οἱ φίλοι τὸν ἄκρατον. εἰ δ’ ἄμπελος σὺ καὶ βαθεῖς πληροῖς πίθους, | |
15 | οὓς εὐφρόνως ἀντλοῦμεν ἐξ εὐστοργίας, οὐδέν τι καινόν· εὐτυχεῖς γὰρ τὸν τρόπον ὡς βότρυν ἡδὺν εἰς χαρᾶς ξένης τρύγην, καὶ ληνοβατεῖς τακτικῶς τοὺς βαρβάρους, ὅταν ὁ καιρὸς τοῦ στρατηγεῖν κυπρίσῃ, | |
20 | καὶ δημιουργεῖς ἐν λαφύροις τὴν πόσιν, ἧς οὐδὲν ἂν ἴδοι τις εὔνους ὢν πέρας. οὐκοῦν, στρατηγέ, ζῆθι, φαιδρύνου, κρότει, καὶ τοὺς ἐν ἡμῖν ἐξαφανίσας πόνους δὸς γλεῦκος ἡδὺ τῆς ἐμῆς κρεῖσσον λύπης· | 24 |
25 | τῶν γὰρ λόγων ἡ γεῦσις ἐδρόσισέ με τῆς σῆς πρὸς ἡμᾶς εὐγενοῦς ἐντεύξεως: — | |
15 | Ἐδεξάμην ἔγωγε σὴν ἴσως χάριν, κλεινὲ στρατηγέ, τὴν κενὴν ἐφεστρίδα, ἐφ’ ἧς Βαλαὰμ τὰς ἀρὰς παρεκρότει τὸ σχῆμα τοῦ πρὶν Ἰσραὴλ διαστρέφων. | |
5 | τὸ μὲν γὰρ αὐτοῦ διφυὲς κτῆνος τότε τὴν ἀγγελικὴν ἐκπλαγὲν δήπου σπάθην καὶ συμποδισθὲν καὶ πεσὸν συνετρίβη· τὸ σάγμα δ’ εὐθὺς τουτοῒ διεθρύβη, καὶ παρέμεινε μέχρι τοῦ δεῦρο χρόνου | |
10 | τῆς μαντικῆς ἔλεγχος ἀρρητουργίας, μᾶλλον δὲ τὸν κλύδωνα τὸν κοσμοφθόρον μόλις πεφευγὸς τὸ ξυλόσχημον τέρας νῦν αἰσχρὸν ἡμίτμητον ἀργὸν εὑρέθη· τὰ μὲν γὰρ αὐτοῦ ταῖς ῥοαῖς ἀπερράγη, | |
15 | τὰ δ’ ἰχθύων ὅμιλος εὑρὼν ἐτράφη, τὰ δὲ στεγανὰ τῶν μερῶν ἀπεκρίθη | |
τοῦ φωσφόρου τήξαντος ἣν εἶχε δρόσον, ὡς ἂν τὸ πιστὸν ἀπὸ τῶν ὁρωμένων καὶ νῦν παρ’ ἡμῖν ὁ φθορεὺς ἔχοι κλύδων. | 25 | |
20 | τοῦτο Σκυθικῆς ἦν ἐπιστήμης γέρας, ὡς ἡ πάλαι δείκνυσι πυκνὴ κομψότης, ἧς βαθμὶς ἐξήρτητο καθάπαξ μία ἰῷ πονηρῷ συνδεδαπανημένη· τὴν γὰρ μετ’ αὐτῆς ἐζυγοστατημένην | |
25 | ὁ δεινὸς ἐρρόφησε τοῦ χρόνου δράκων. αἱ δ’ ἐξ ὑποστρώματος ἀποδερμίδες τραγημάτων δήπουθεν ἐβρώθη τρόπον μυῶν ἐπ’ αὐτὰς ἑρπυσάντων ἀθρόων. μὴ τῆς Φαραὼ στρατιᾶς τῆς αὐθάδους | |
30 | λάφυρον ἦν ἄμοχθον ἡ ξένη σάγη; θησαυρέ μου, τί τοῦτο; μαθεῖν γὰρ θέλω. μὴ θῶκος ἐχθροῦ δυσμενοῦς καὶ βαρβάρου τὸ παραπεμφθὲν καὶ δοθὲν πρὸς αἰσχύνην; πλὴν ἔσχον ἐκ γῆς εὐγενοῦς ἤδη κνίδην | |
35 | καὶ ῥάγα σαπρὰν ἐκ βρυούσης ἀμπέλου καὶ νᾶμα πικρὸν ἐκ ποταμοῦ νοστίμου· καὶ λαμβάνω τὰ φαῦλα χερσὶν ὑπτίαις τῶν σῶν ἀγαθῶν εὐτυχῶν τὰς προσχύσεις. σὺ δέ, στρατηγέ, ζῆθι τῶν φίλων χάριν, | |
40 | καὶ τέρπε σαυτὸν τοῖς πολυτελεστέροις | |
ἐῶν τὰ μικρὰ τοῖς λιτοῖς εὐεργέταις: — | 26 | |
16 | Ἔναγχος ἡμῖν ἑστιῶσι τοὺς φίλους ἐν τοῖς ὑπὲρ σοῦ τοῦ ποθουμένου κρότοις ἐξ ὀστράκων κύλικας εἰσήνεγκέ τις. ἐγὼ δ’ ἐπ’ αὐτοῖς ἐντραπεὶς ἐδυσφόρουν, | |
5 | καὶ καθάπαξ ἄθυρμα τὸ πρᾶγμα κρίνας γέλωτι πικρῷ τὴν σιγὴν ἐκαρτέρουν· οὐ γὰρ δίχα κράματος ἡ κύλιξ κύλιξ, ἀλλ’ ἄχθος ἀργὸν εἰς διάβροχον κόνιν, ἢ χῶμα παγὲν εἰς τετηγμένην πλάσιν· | |
10 | κἂν ταῦτα χειρὶ δραστικῇ συνετρίβη, καὶ μακρὰν ὡς ἄχρηστα λοιπὸν ἐρρίφη τὰ δυσγενῆ δόγματα τῶν φαύλων φίλων, εἰ μή σε τὴν εὔκοσμον ἐτρύγων φύσιν, | |
ὡς βότρυν ἁδρὸν ἐκ βρυούσης ἀμπέλου. | 27 | |
15 | πίνοιμι τὸν σὸν τοιγαροῦν οἶνον χύδην· ὁ γὰρ προληφθεὶς ἐκροφηθεὶς ἐφρύγη, κρατὴρ λόγων εὔτεχνε καὶ γλεῦκος φίλων: — | |
17 | Πέμπε πρὸς ἡμᾶς τοὺς παστῆρας τοὺς δύο τὸν παῖδα πιστὸν καὶ πρὸ τῆς πείρας κρίνας. πλὴν ἀλλὰ καὶ στάθμιζε καὶ ζυγοστάτει, | |
καὶ τὴν ἀμοιβὴν ἐντελῆ, πάτερ, δίδου: — | 28 | |
18 | Ὁ μὲν παλαιὸς Ἰσραὴλ ἐν ἐξόδῳ ὕμνον Θεῷ προσῇδεν εὐχαριστίας· ὁ σὸς δὲ Φιλῆς ἐν στατήρων ἐξόδῳ μέλψει σε τὴν σώτειραν ἀπὸ καρδίας: — | |
19 | Ἥδιστον ὑπέκκαυμα φιλοστοργίας | |
καὶ λύχνε καὶ φῶς ἀρετῶν εἶργον σβέσιν, πέμπε πρὸς ἡμᾶς, ὡς ὁ παῖς πάρεστί σοι, τὸν εὐγενῆ σπινθῆρα τῆς σῆς ἀγάπης, | 29 | |
5 | τὸ μὴ παρὸν φῶς, τὴν φιλέσπερον δόσιν, τὸ πῦρ τὸ νωθρὸν τῆς θανατώσης ὕλης, τὸ χαυνόκλωστον πεῖσμα, τὴν συχνὴν χάριν, τὰς εὐπλόκους ἕλικας, εἰ δίδως πάχος, καὶ τὴν ἀμοιβὴν τῶν πολυπλόκων λόγων, | |
10 | ὡς ἂν τὸ διπλοῦν τῆς ὀφειλῆς ἐκτίσῃς: — | |
20 | Ἰδού, στρατηγέ, πάντα γαλήνης γέμει δηλοῦντα τὴν σὴν τακτικὴν εὐανδρίαν, δι’ ἧς ὁ φυρμὸς συσταλεὶς ἀφυβρίσει τῆς βαρβαρικῆς ἐκτροπῆς τε καὶ ζάλης, | |
5 | καὶ νῶτα μὲν δίδωσιν ἡ θάλαττά σοι, καὶ σπένδεται δὴ προσγελῶσα τῷ σκάφει· τὸ δὲ πρὸ τοῦ πλοῦ γαυριᾷ καὶ θρύπτεται πυκνῶς ὑπηχοῦν τὸ προσάκτιον μέλος. δεῖ γοῦν θανατᾶν ἀκριβῶς τοὺς βαρβάρους, | 30 |
10 | ἐπεὶ κατ’ αὐτῶν εὐτυχῶς ἀποπλέεις· ἐγὼ δὲ πυροῖς φαιδρυνῶ τὴν καρδίαν, ὡς ἂν χορευτὰς ὀργανῶ σοι τοὺς κρότους: — | |
21 | Τί τοῦτο; καὶ πῶς καὶ παρὰ τέχνης τίνος εἰκὼν ἀμυδρὰ καὶ σκιώδης εὑρέθης εἰς εὐτελοῦς ὕφασμα ληφθεῖσα κρόκης; καὶ πῶς ὁ κηρὸς ἐγχεθεὶς ὑπὸ φλόγα, | |
5 | κἂν εἰς ὕλην εὔπρηστον οὐκ εἶχε φλέγειν, | |
ἔγραψε τὸν σὸν πλαστικῶς τοῦτον τύπον; βαβαί, Μαριάμ, ἐξαμείβεις τὰς φύσεις· καὶ γὰρ σεαυτὴν ἐκ πυρὸς ξένου γράφεις αὖθις φανεῖσα τοῦ πυρὸς κρείσσων βάτος, | 31 | |
10 | οὖ Χριστὸς αὐτὸς πρὸς τὸ πῦρ τῆς λαμπάδος τὴν μυστικὴν ἄνωθεν ἐκβλύζει δρόσον, ὡς ἂν ὁ πιστὸς τὴν γραφὴν ταύτην βλέπων τὴν φασματώδη τῶν παθῶν φεύγῃ φλόγα: — | |
22 | Πῶς ἄρα φανεὶς ἑσπερινὸς φωσφόρος ὡς ἡμερινὸς αὖθις ἀστὴρ ἐκρύβης, οὐδ’ ἀργυρᾶν πρόσλαμψιν ἡμῖν ἐγχέας; κλεινὲ στρατηγέ, πρὸς Θεοῦ γνώριζέ μοι: — | |
23 | Καινὸν θεωρῶν οὐρανὸν τὴν ἀψίδα καὶ τῶν ἱλασμῶν ὁ Τζιμισχῆς τὸν τόπον τὴν λύσιν αἰτεῖ μυστικῶς τῶν πταισμάτων· καὶ γὰρ ἐπιστὰς εὐμενὴς ὁ δεσπότης | |
5 | ταῖς μητρικαῖς δίδωσι λιταῖς τὴν χάριν, | |
ἣν, Μυρέων πρόεδρε, λαβὼν ἀντίδος: — | 32 | |
24 | Τὴν δραστικήν σου καὶ πυρὸς μᾶλλον φύσιν, ἧς πεῖραν αὐτὸς ἀκριβῆ σχὼν εὑρέθην, ὧ νοῦ πολιὲ καὶ πρὸ καιροῦ πρεσβύτα, νῦν δεῖξον ἡμῖν εἰς τὸν ἄνδρα τὸν φίλον· | |
5 | παρέρχεται γὰρ εἰς κενὰς ὑποσχέσεις τὴν καὶ ποθεινὴν καὶ κατάπτυστον δόσιν. ἴσως δυνηθεὶς κοιλανεῖς ἔμπνουν λίθον ῥανίδας αὐτοῦ γνωστικὰς ὑπερχέας· ἀμήχανον γὰρ ἀγκυρῶν τινων δίχα | |
10 | λεπάδα λαβεῖν ἐκ νομῆς λιθοσπόρου: — | |
25 | Τάχα προωθεῖς, μῆτερ ἁγνή, τὸ βρέφος, καὶ τῇ κτίσει λέγουσα ‘τὸν ῥύστην δέχου‘, παρακρατεῖς τὸ δῶρον εὐνοίας χάριν· | |
πλὴν ἄφες ἡμῖν· τοῦτο κοινὸν τὸ κλέος: — | 33 | |
26 | Αὐτοκράτορ μέγιστε, δεῖ δή μοι σκέπης· καὶ γὰρ ὁ χιτὼν ἐκτριβεὶς διεθρύβη, καὶ θρὶξ λεοντῆς εὐγενῶς κεκαρμένη χειμῶνος ἡμῖν συσταλεῖσιν ἐφθάρη. | |
5 | στολίζεται γοῦν οὐρανὸς μὲν αἰθρίαν κερκίσι θερμῆς εἰσβολῆς ὑφασμένην, ἡ γῆ δὲ πυκνὴν καὶ χλοάζουσαν σκέπην, ἣν ἡ κρόκη νήθουσα τῆς ὥρας φύει· θάλασσα δὲ πλοῦν εἰς ῥοὰς ἀκινδύνους, | |
10 | ὃν χεὶρ ἀτεχνῶς ναυτικὴ διαπλέκει ἐν τοῖς μαλακοῖς τοῦ Ζεφύρου δακτύλοις· νεκρὸς δὲ τὸ ζῆν ἐνδιδύσκεται πνέων καὶ σάρκας ὑγρὰς ἐξ ἀνίκμων ὀστέων· ἐγὼ δὲ καινῆς ἐμμελοῦς χρῄζων σκέπης | |
15 | τὸν οἶκτον ἀθρῶ τῆς σοφῆς σου καρδίας, δι’ ἧς ὁ χιτὼν τοῦ κράτους ὑφαίνεται, ὑφ’ ὃν συνελθὸν τὸ βροτῶν ἅπαν γένος | |
ἔχοι σκέπην ἄρρηκτον εἰς πάντα χρόνον: — | 34 | |
27 | Νοῦς εἶ, στρατηγέ, πνεῦμα, φῶς καὶ πῦρ ξένον, ὡς αἱ κατ’ ἐχθρῶν μαρτυροῦσι σου φλόγες· εὐαγγελιστὴς Γαβριὴλ τοίνυν γίνου, καὶ χαρὰν ἐξάγγελλε τῷ πνέοντί σε: — | |
28 | Δέχου παρ’ ἡμῶν τὸ χρυσάργυρον, μάκαρ, καὶ τὰς ἀμοιβὰς ἀντιμέτρει τῇ σχέσει, κἀνταῦθα κἀκεῖ πρέσβις ὢν δήπου ζέων: — | |
29 | Λέοντος ὀφθεὶς ἰσχυροῦ σκύμνος μέγας | |
ἀποκρύφους ἄθρησον ὀξέως πόνους, καὶ τοῦ λιμοῦ τὸν θῆρα βιβρώσκοντά με τοῖς χρυσέοις ὄνυξι γοργῶς ἁρπάσας | 35 | |
5 | τὸν κύνα τὸν σὸν ἐξελοῦ τοῦ κινδύνου· καὶ γὰρ ὑλακτῶ κατὰ πάντα τὸν χρόνον τοὺς δεσποτικοὺς εὐφυῶς ὕμνους πλέκων, ὦ ζῶν Ἰωσὴφ καὶ ψυχὰς διατρέφων, ὦ χάρις, ὧ δύναμις, ὧ ξένη φύσις, | |
10 | ὦ φαιδρότης, ὧ τέρψις, ὧ ῥέον μέλι καὶ θρεπτικὴ γάλακτος ἐξ ἔργων χύσις καὶ μάννα καινὸν καὶ θεόβλυστε δρόσε καὶ πῦρ δαπανῶν συμφορὰς ἐγκαρδίους καὶ δόξα κοινὴ τοῦ γένους, ὧ δέσποτα: — | |
30 | Φρεωρύχε, σπούδαζε καὶ τέμνε πλέον καὶ τοὺς ἀγωγοὺς τῆς ῥοῆς ἀναστόμου, λαλοῦντα μοχλὸν ἐμβαλὼν τῷ πυθμένι· | |
καὶ γὰρ ἔτι κέχηνα διψῶν ἀσχέτως: — | 36 | |
31 | Κάμνοντά σοι τὸν φίλον ἐκ πλείστου βλέπων γενοῦ Γαληνὸς ἐξορίζων τοὺς πόνους, ἐπεὶ βασιλεὺς ὁ βραβεὺς τῶν φαρμάκων τὰς χρυσέας κύλικας ὠργάνωσέ σοι: — | |
32 | Τί δή, Γαληνέ, δυσχερῶν σῶτερ πόνων, μὴ τὸ χρυσοῦν φάρμακον εὐτέχνως χέεις; τί δ’ οὐχὶ καὶ πρὶν εἰσβαλεῖν τὴν ἑβδόμην σοφῶς ἀναιρεῖς τὴν ἐμὴν περίστασιν; — | |
33 | Ἰού, τὸ πῦρ φλέγει με τῶν ἔνδον πόνων· ἆρ’ οὖν ἐπιστὰς οὐ χρυσῆν δώσεις δρόσον; καὶ ποῦ θεμιτόν; οὐχ ὁρῶ· δίδασκέ με. | |
πλὴν Ἄγγελος σύ, καὶ τὸ πῦρ οἶδα σβέσεις: — | 37 | |
34 | Τὴν σήν, λόγε ζῶν, ἐξ ἐμοῦ βίβλον δέχου· σὺ γὰρ δίδως ἕκαστον, ὧν ἄν τις φέροι· ψυχῆς δὲ θερμὸν εἶπέρ εὑρήσεις πόθον, αὐθαίρετον τὸ δῶρον εὐμενῶς κρίνεις, | |
5 | αἰτῶν τὰ μικρὰ καὶ διδοὺς τὰ βελτίω. τίς γὰρ ὁ κόσμος ἅπας εἰς τὸ σὸν κράτος, ὃν ὥς τι λεπτὸν τῇ δρακὶ σφίγγων φέρεις; ἐμοὶ δὲ καὶ τὸ σῶστρον οὐχ ἁπλῶς μέγα; καλεῖν γὰρ εἰκὸς οὐρανὸν τὸ βιβλίον, | |
10 | ἐπεὶ Θεὸς σύ, καὶ κατοικεῖς ἐνθάδε, καὶ θαυματουργεῖς τὴν ἐμὴν σωτηρίαν | |
βροντὰς ἀφιεὶς πανταχοῦ γῆς ἐνθέους. εἴη δ’ ἂν εἰπεῖν τοῦτο καὶ τρυφῆς τόπον, ἐν ᾧ σε τὸ ζῶν τῆς ἐμῆς ζωῆς ξύλον | 38 | |
15 | ὁρῶ φυτευθὲν καὶ τρυγῶ καρποὺς ξένους· τῶν γὰρ ποταμῶν ἡ τετρὰς τῶν ἐνθάδε τὸν ἄφθορον ῥοῦν οὐκ ἀνείργει τῇ κτίσει. ἔστι δὲ καὶ θάλασσα τοῦτο θαυμάτων· τοὺς γὰρ ἁλιεῖς τῶν ψυχῶν ἔνδον φέρει | |
20 | πλέκοντας ἐν σοὶ τοῦ λόγου τὸ δίκτυον. τοσοῦτον οὖν σοι κόσμον ἐν βραχεῖ φέρων, ὃν αὐτὸς ἐστήριξας ὑπὲρ τὴν κτίσιν ὁ καὶ τὸ μικρὸν συμπαθῶς μέγα κρίνων, οἵων ἀτεχνῶς εὐπορῶ τῶν ἐλπίδων | |
25 | πρέσβιν καθιστὰς τὸν προφήτην τὸν μέγαν τὸν πρόδρομόν σου λύχνον, ὧ φῶς, πρὸ χρόνων. ἀνθ’ ὧν μὲν οὖν ἔμοιγε χαρίτων δίδως τοῖς ἐκ βασιλέως με καλοῖς φαιδρύνας, λάμβανε δὴ τὴν βίβλον ἀμοιβῆς χάριν, | |
30 | αὐτὸς δὲ τῇ βίβλῳ με τῶν ζώντων γράφων | |
αὖθις ἀμείβου τῆς ψυχῆς μου τὸν πόθον: — | 39 | |
35 | Ὅτι με παντὸς δυσχεροῦς ὑπεξάγεις καὶ παντοδαπῶν ἀξιοῖς χαρισμάτων ἀφ’ οὗπερ εἰς φῶς ἀπὸ γαστρὸς ἐξέδυν, ὦ μῆτερ ἁγνὴ καὶ φθορᾶς ὑπερτέρα, | |
5 | πρῶτον μὲν ὡς ἄυλον εἰς νοῦν σε γράφω καὶ ζῶν θεωρῶ μυστικῶς σου τὸν τύπον· ἔπειτα δὲ χρώματα καὶ τέχνην χέας ἔμπνουν σε μικροῦ καὶ κατ’ αἴσθησιν βλέπω, ὡς ἂν παρ’ ἀμφοῖν εὐτυχῶ τὴν προστάτιν. | |
10 | ὅτι δὲ σαρκὸς καὶ ψυχῆς φύλακά σε τοῦ συνθέτου κράματος εὑρέθην ἔχων, καὶ τόνδε κοσμῶ τὸν σεβάσμιον τύπον τῷ συνθέτῳ σχήματι τοῦ χρυσαργύρου· διάχρυσον γὰρ μυστικῶς σοι τὴν σκέπην | |
15 | κοσμοῦσα καὶ φρουροῦσα καὶ γράφουσά με τοῖς ἐνθέοις πίναξι τῆς σωτηρίας, ὧ βίβλε καὶ πλὰξ καὶ Θεοῦ ζῶντος τόμε (τὸν γὰρ βοηθὸν καὶ σκεπαστήν μου βλέπω ταῖς σαῖς ἐνιδρυνθέντα σεπταῖς ἀγκάλαις), | 40 |
20 | καὶ τοῦτον ἡμῖν εὐμάριζε τὸν βίον τηροῦσα τῇ σῇ δεξιᾷ τοὺς φιλτάτους. Ἀσὰν Μιχαὴλ Παλαιολόγος τάδε ἀδελφιδοῦς ἄνακτος Αὐσόνων γένους Κομνηνοφυὴς τῇ πανάγνῳ παρθένῳ: — | |
36 | Ἱππεὺς ἀγαθὸς εὑρεθεὶς ἐν ὁπλίταις, κλεινὲ στρατηγὲ καὶ σφαγεῦ τῶν βαρβάρων, στικτὸν χαλινὸν τοῖς φιλοῦσιν ἀντίδος, ὡς ἂν ὁμαλῶς εὐμαρίζοις τὸν δρόμον, | |
5 | ὃν οἱ φίλοι τρέχουσιν ἁρμάτων δίχα· καὶ γὰρ ἀπαθῆ τὸν λογισμὸν ἱππότην | |
ἡ τοῦ τρόπου δύναμις ἐστήριξέ σοι: — | 41 | |
37 | Οὐκ ἦν ἄρα δύσμαχος ὁπλίτης μόνον ἐν ταῖς κατ’ ἐχθρῶν συμπλοκαῖς ὁ γεννάδας, ἀλλ’, ὥσπερ εἰκός, καὶ προσηνὴς τὸν τρόπον, ὅταν ὁ καιρὸς οὐ προῆγεν εἰς μάχην. | |
5 | πλὴν ὁ φθορεὺς ἔκρυψε καὶ τόνδε χρόνος ἐν συμπλοκῇ πεσόντα τῶν ὅπλων μέσον. πλὴν οὐκ ἐρυθρός, ἀλλὰ λευκὸς ἐγράφη, μὴ τοῦτον ἱδρὼς ἀρεϊκὸς ἐκπλύνῃ, καίπερ τελευτῆς ὕπνον ὑπνοῦντα, ξένε: — | |
38 | Ἥδιστε πανσέβαστε, λειμὼν τῶν φίλων, πέμπε πρὸς ἡμᾶς τῶν φυτῶν τὸ βιβλίον· τρυγήσομεν γὰρ τὰς γονὰς τῆς ἰκμάδος, | |
ὧν τὴν φύσιν βρύουσαν οὐ φθείρει χρόνος: — | 42 | |
39 | Ὀξὺς ὁ καιρός, ἀπὸ νευρᾶς ἡ πτέρυξ, σφριγῶν τὸ λυποῦν, ἀδρανὴς ὁ σὸς φίλος· ὀξύτερος γοῦν τοῦ παραστάντος γίνου, | |
καὶ σῶζε Φιλῆν ἔργα συνθεὶς τοῖς λόγοις: — | 43 | |
40 | Ἐμοὶ πατρὶς ἡ Κύπρος εὑρέθη, ξένε· γονεῖς τιμὴν ἔχοντες ἐν τῇ πατρίδι Ἀτούεμαι τὴν κλῆσιν ἐκ τῶν Ἀγγέλων, | |
δι’ ὧν ὁ παικτὸς ἐξυφαίνεται κρότος· | 44 | |
5 | λόγοι τὸ σεμνὸν καὶ τὸ πάτριον σέβας· εἰς Ἔφεσον δὲ τὴν ἐν Ἀσίᾳ πόλιν ἐκεῖθεν ἐλθὼν εὐκλεῶς συνεζύγην· ὁρῶν δὲ κατ’ ἐκεῖνον εὐθὺς τὸν χρόνον κινούμενον τὸ δόγμα τῆς ἐκκλησίας | |
10 | πολλοὺς ἐπ’ αὐτῷ καρτερῶ τοὺς κινδύνους. τοῦ δὲ κρατοῦντος εὐσεβῶς Ἀνδρονίκου τὴν πατρικὴν λύσαντος ἐμφρόνως πλάνην εἴληφα τὴν Μάρωνος εἰς λάχος πόλιν, χρισθεὶς ἐπ’ αὐτῆς ἀρχιθύτης ἐνθάδε. | |
15 | μετὰ δὲ μικρόν τινα τῆς τιμῆς χρόνον κεκαρμένον πρόβατον ὑπάρξαντά με Χριστὸς μεθιστᾷ ποιμνιάρχης ὢν μέγας, εἰμὶ δὲ νεκρός, καὶ καθεύδων ἐν τάφῳ | |
τὴν ἐσχάτην ἔγερσιν εἰκότως μένω: — | 45 | |
41 | Τὰ φρικτὰ τοῦ μέλλοντος αἰῶνος βλέπων ἔστης Δανιὴλ συσταλεὶς ὥσπερ λίθος: — | |
42 | Ἄνθρωπε ταλαίπωρε, κἂν ἔτι πνέῃς, παρακρατῶν τὸ λῆμμα τοῦ κοινοῦ χρέους καὶ πρὸς τὸν ἐμπρόθεσμον ὀκλάζων χρόνον, τὴν ἐσχάτην οἴκησιν ἐνθάδε σκόπει | |
5 | τῶν σῶν ταπεινῶν ὡς ῥεόντων λειψάνων· σὰ γὰρ τὰ κοινά, κἂν δυσαίσθητος μένων τὸ παρὸν ὡς μόνιμον ἀκρίτως βλέπῃς. πλὴν ἴδε καὶ τὰ κῶλα τῶν κοιμωμένων, οἳ τοῦ γνόφου λυθέντος εἶδον φῶς μέγα, | |
10 | καὶ νῦν μὲν ἀνάπαυσις αὐτοῖς εὑρέθη τὴν καινοποιὸν εὐτυχοῦσιν ἐλπίδα, μετὰ δὲ μικρὸν καὶ πνοῆς ἔσται δρόσος· | |
Θεὸς γὰρ αὐτοῖς ἐντενεῖ πεφρυγμένοις σάρκας νεαρὰς καὶ φλεβῶν ὑπεκχύσεις | 46 | |
15 | καὶ νεῦρα πυκνὰ καὶ διάβροχον δέρας, ὅταν ὁ σεισμὸς τῆς βοῆς τῆς ἐσχάτης ὀστᾶ πρὸς ὀστᾶ δεξιῶς ἀναπλέκῃ. ξένον τὸ λεχθέν, ἀλλὰ μὴ θαύμαζέ μοι· καινὸς γάρ ἐστιν Ἰσραὴλ σεσωσμένος | |
20 | ἡ συναγωγὴ τῶν κρυβέντων ὀστέων. Ἰεζεκιὴλ μαρτυροῦντι πειστέον, ὃς εἶδε καὶ πῦρ καὶ τροχοὺς κινουμένους καὶ πνεῦμα καὶ φῶς καὶ ψυχὰς ὑποπτέρους, ὡς ἂν τὸ παρὸν ἐκμαθὼν μὴ διστάσῃς· | |
25 | Θεὸς γὰρ αὐτὸς ὁ βραβεὺς τῶν πραγμάτων καὶ παραγωγεὺς καὶ τροφεὺς τῶν ἐμβρύων, ὡς ἀπὸ γαστρὸς τῆς φθορᾶς καὶ τῶν τάφων αὖθις ἀνάξει τὴν σπορὰν τῶν λειψάνων εἰς δεύτερον φῶς καὶ τρυφὴν ζώσης χλόης· | |
30 | ὥστε βλέπων, ἄνθρωπε, φεῦγε τὸν τύφον: — | |
43 | Ἐπεὶ μεταξὺ τῶν μεγίστων ἐλπίδων | |
καὶ πανσέβαστον εἶδον ὀρφανοτρόφον, σὲ δὴ τὸν ὀξὺν καὶ γλυκὺν πτωχοτρόφον, ἐγκωμίων εὔρυθμον ὑφαίνω κρότον | 47 | |
5 | τῇ σῇ φύσει μάλιστα τιμῶν τοὺς λόγους, ὅτι γε καὶ πάλαι σε θαυμάσας ἔχω, κἂν ὡς ἀφιλόκομπος αὐτὸς τὸν τρόπον ᾄττοντας ἀνέπειθες ὀκνεῖν τοὺς λόγους· καὶ γὰρ ἀηδῶς τοὺς ἐπαινοῦντας βλέπεις | |
10 | κόλακας αὐτοὺς ἐξεπίτηδες κρίνων. πλὴν ἀλλά, πανσέβαστε, μὴ φείδου πλέον παρακρατῶν τοσοῦτον ἀρετῆς τύπον· ἐλεύθερος γὰρ ὁ γραφεὺς ὑποψίας τοῖς τῶν λόγων πίναξι τὰς πράξεις γράφων. | |
15 | βούλει μαθεῖν, τίς ἐστι Φιλῆς ὁ ξένος; Φιλῆς ὁ θερμῶς καὶ ποθῶν σε καὶ πνέων καὶ κοινὸν ἐντρύφημα τῷ γένει κρίνων. ποῦ γὰρ θεμιτὸν ἀγαθὴν οὕτω φύσιν σιγῇ παρελθεῖν καὶ φθονῆσαι τῷ χρόνῳ; | |
20 | ἔχει μὲν οὖν σε κόσμον ἡ πόλις μέγαν, ἣ κόσμος ἐστὶ πᾶσι τοῖς ἄλλοις μέγας· τῶν γὰρ πονηρῶν σωφρονίζεις τὸν τρόπον, κοινὸν βίου παίδευμα σαυτὸν εἰσφέρων, ῥίζης δὲ σεμνῆς εὐγενὴς ἔφυς κλάδος· | |
25 | ὑψίκομος γὰρ ταῖς τιμαῖς δεδειγμένος ὑπὲρ Λιβάνου κέδρον, ὃ Γραφὴ λέγει, τοῖς πρακτέοις ἄνωθεν ὡς φοίνιξ βρύεις, ὡς ἂν ὁ καρπὸς τῇ ψυχῇ σου περκάσας γλυκυτέραν μέλιτος ἐκβλύσῃ δρόσον. | 48 |
30 | καὶ γραμματισταῖς ἐκδοθεὶς παιδοτρίβαις καὶ τῆς ψυχῆς τὸ κάλλος αὐξήσας λόγῳ χώραν σεαυτὸν εὐφυῆ καθιστάνεις· καὶ γὰρ ἀνασπῶν ἐμπαθῆ πᾶσαν βάτον καὶ γηπονικῶς τὸν Θεοῦ σπείρων φόβον | |
35 | ἁδρὸν γεωργεῖς τοῦ βίου τὸν ἄσταχυν· ἄρτι δὲ τὸν μείρακος ἀμείψας χρόνον τὸ σῶμα λυττῶν εἰς φιλήδονον ζέσιν ἦσχες χαλινοῖς γνωστικῆς εὐταξίας. οὐκοῦν Ἰωσὴφ καὶ φυγὰς Αἰγυπτίας | |
40 | καὶ δημαγωγὸς καὶ τροφεὺς λιμοκτόνος καὶ σωφροσύνης τύπος ἡμῖν εὑρέθης, εἰ καὶ φθονηθεὶς τοῖς καλοῖς οὐκ ἐπράθης· τίς γὰρ τοσαύτης ἡδονῆς καὶ χάριτος οὐκ ἔσχε δεσμοὺς τοῦ στυγεῖν ἐλευθέρους; | |
45 | ἔπειτα τυχὼν τοῦ προσήκοντος γάμου (καὶ γὰρ ἔχειν ἔδει σε γαλήνην βίου τὴν τῶν λογισμῶν δυσχεραίνοντα ζάλην), ἄπαιδα τὴν σύζευξιν εὑρέθης φέρων· καὶ γὰρ ἐνεγκεῖν ἡ φύσις οὐκ ἴσχυσε· | |
43(50) | τοῖς γὰρ ἀγαθοῖς ἐμφερεῖς ὅλως τόκους σὺ τέκνα ποιεῖς συλλαβὼν θεῖον φόβον, οὓς ἀναγεννᾷς διὰ τοῦ βαπτίσματος, καὶ κλῆρον αὐτοῖς ὡς φιλόστοργος νέμεις | |
χύδην χωρηγῶν τὰς χρυσᾶς ὄντως δόσεις· | 49 | |
55 | τὸ γὰρ μένον γόνιμον εὐθὺς εἰργάσω, στεῖρον τὸ ῥευστὸν ἀγαθῇ δείξας τύχῃ. ἀλλ’, ὧ νόμοι, σκιρτᾶτε καὶ τέρπεσθέ μοι, ὅσους ὁ πανσέβαστος ὀρφανοτρόφος, τῶν βασιλικῶν χρημάτων ὁ ταμίας, | |
60 | τηρεῖ καθαρῶς εὐγενίζων τὰς πόλεις· ποῦ γάρ ἐστι κλὼψ καὶ σφαγεὺς ὁδοστάτης; ποῦ τῦφος ἀργὸς καὶ θυμὸς μάτην ζέων; ποῦ χρηματιστὴς ἁρπαγῆς φλόγα πνέων; ποῦ συκοφαντῶν εὐτρεπεῖς παραστάσεις; | |
65 | ποῦ χῆρα δακρύουσα; ποῦ κλαίων πένης; ποῦ κερματιστὴς ἐν ζυγοῖς κρυψιρρόποις; ποῦ κέρδος αἰσχρὸν εἰς βαλάντιον φόνου; ταύτας ἀνεῖλε τὰς νομὰς τῶν τραυμάτων Τρύφων ὁ πανσέβαστος ὀρφανοτρόφος· | |
70 | ἐχρῆν γὰρ αὐτὸν τῆς ψυχῆς τῇ λαμπάδι τῶν οὐ θεμιτῶν ἐκδιῶξαι τὸν ζόφον, καὶ φῶς ἐνεγκεῖν εἰς τὸ πῦρ τῆς ἑσπέρας, ἢ μᾶλλον εἰπεῖν, καὶ τὸ πῦρ ἔδει σβέσαι τῇ τῆς δίκης ἄντικρυς ἡδίστῃ δρόσῳ, | |
75 | μὴ προσνεμηθῇ τῇ μετάρσει τὴν κτίσιν. τίς ὁπλοθηκῶν, τίς δὲ σιτώνων χάριν ἢ καὶ γεφυρῶν πανταχοῦ τῆς ἑσπέρας τοσοῦτον ἐσμὸν καρτερεῖ φροντισμάτων, ὡς ἂν ἀθυμῶν ὁ στρατὸς τῶν βαρβάρων | |
80 | ἐκ τῆς καθ’ ἡμῶν ἐμβολῆς ὑποστρέφοι; τίς οἶδεν ὀργῆς καὶ θυμοῦ βράσμα σβέσαι τῇ τῆς παρολκῆς ἐμβριθεῖ καταστάσει; τίς χείρ τε καὶ ποὺς καὶ πατὴρ καὶ φαιδρότης ἄχειρσι, χωλοῖς, ὀρφανοῖς, λυπουμένοις; | |
85 | τίς ἄρτος, ἑσθής, δαψιλὴς ὄλβος πάλιν πεινῶσι, γυμνοῖς, δυσπραγοῦσιν εὑρέθη; τίς οἶδε σιωπῆς τε καὶ λόγου νόμους; τίς παιδαγωγεῖν ὄμμα καὶ λεῖον βλέπειν; τίς ἀπὸ 〈τῆσ〉 γῆς οὐρανοῦ μέχρι φθάνων | 50 |
90 | τὸν πλοῦτον αὐτοῦ συγκομίζει τὸν μέγαν, μὴ τῆς ψυχῆς τὸ χρῆμα συλήσας λάθοι ἢ κλὼψ ἀφανὴς ἢ φθορεὺς ἕρπων φθόνος; μᾶλλον δὲ τίς ἔδειξε καρδίας πλάτος ἐν τοῖς ταπεινοῖς καὶ ῥέουσι πράγμασι; | |
95 | νόθον γὰρ οὐδὲν οὐδ’ ἀκαλλές ἐστί σοι, καὶ τοῖς λογισμοῖς εὐστοχεῖς τῆς καρδίας, καὶ ῥητορικῆς φυσικῆς πῦρ ἐκπνέων πειθοῦς ἀμαθοῦς εὐμαθῆ νοῦν εἰσπνέεις. οὕτως διαρθροῖς καὶ τυποῖς καὶ φαιδρύνεις | |
43(100) | τὸν ζῶντα ῥυθμὸν τῆς πλοκῆς τῶν πραγμάτων ὀλίγα τῶν σῶν εὐφυῶς ἀπανθίσας, ἀνθ’ ἧς με φιλεῖς εὐγενῶς καὶ σεμνύνεις ὡς οὐκ ἀληθεῖς καὶ κολακικωτέρους Φιλῆν ἐπαινῶν τὸν φιλόστοργον φίλον: — | |
44 | Καὶ πάντα μὲν δὴ τὰ στρατηγήματά σου, | |
Θεοῦ στρατηγὲ μητροπάρθενε, ξένα· καὶ γὰρ διὰ σοῦ δυσμενῶν πίπτει στίφη, καὶ τέρπεται μὲν ὁ στρατὸς τῶν Αὐσόνων, | 51 | |
5 | ἀμβλύνεται δὲ Περσικὴ πᾶσα σπάθη, συντρίβεται δὲ τοξικῆς τόλμας κράτη, συστέλλεται δὲ Σικελῶν μέγα θράσος, κοιμίζεται δὲ κοσμικὴ πᾶσα ζάλη, πλατύνεται δὲ τὸ στενὸν τῶν ἐλπίδων | |
10 | σμικρύνεται δὲ συμφορῶν ἀμετρία, καὶ πᾶν ἀπηχὲς καὶ βαρὺ θρήνων μέλος εἰς κοσμοτερπεῖς ἐξαμείβεται κρότους. τὰ δὲ πρὸ μικροῦ τίνα, καὶ τίνος χάριν τῆς Σικελικῆς ἐνταθείσης ὀφρύος | |
15 | ἐκ τῆς καθ’ ἡμῶν Περσικῆς ὁμαιχμίας βαρύς τις ἡμῖν εἰσεκώμασε κλύδων; οὐκ ἦν γὰρ ἁπλῶς οὐδαμοῦ γῆς αἰθρία, μᾶλλον δὲ τὴν ἄντικρυς Αἰτναίαν ζέσιν | |
καὶ τὴν ἀπηνῆ τῆς θρασύτητος φλόγα | 52 | |
20 | ὕλη ψυχικῶν ὑπανῆψε σελμάτων· καὶ ῥεῖ τὸ θερμὸν τῆς πυρᾶς τῆς ἀσχέτου καὶ τῆς καθ’ ἡμῶν συμφορᾶς ἡ γοργότης εἰς Ἀδριανοῦ τὴν καλὴν ταύτην πόλιν. τῶν γὰρ Ἀλανῶν τὸ Σκυθοτρόφον γένος | |
25 | τὴν βασιλικὴν ἐκφυγόντες λαμπάδα ταῖς ἐμφύτοις πτέρυξι τῆς ψευδορκίας ὀλοσχερῶς ἤλαυνον εἰς τὴν ἑσπέραν. οἱ βάρβαροι δὲ καὶ τὸ τῆς Σκύλλης γένος (ἡ γὰρ κακὴ Χάρυβδις αὐτοὺς ὠδίνει), | |
30 | κατ’ ἴχνος αὐτοῖς ἐμπεσόντες αὐτίκα αἱροῦσιν αἰχμῇ τὴν καλὴν ἀποσπάδα, καὶ συλλαβόντες τὰς γυναῖκας, τὰ βρέφη καὶ λείαν ἥνπερ εἶχον ἐξ ἁρπασμάτων, εὐθὺς 〈ἐφ’ ἡμᾶς συστραφέντεσ〉 ἀθρόοι | |
35 | κυκλοῦσι πυκνὰ καὶ πτοοῦσι τὴν πόλιν, καὶ πυργομαχεῖν μηχανῶνται μακρόθεν, καὶ τοὺς παρ’ ἡμῶν ἐκδραμόντας εἰς μάχην μόνῃ βοῇ κτυποῦσιν ἑσπέρας νότῳ. τοῖς τείχεσι γοῦν ἐμβαλόντες πῦρ μέγα | 53 |
40 | σοβοῦσι καπνῷ τοὺς παρ’ ἡμῖν τοξότας ἐναντίου πνεύσαντος αὐτοῖς ἀνέμου, καὶ δράττεται μὲν ὁ στρατὸς τῶν ἐλπίδων, ὡς εὐθὺς αἱρήσοντες ἡμῶν τὴν πόλιν· θέντες δὲ καὶ κλίμακας ὑποπυργίους | |
45 | συλῶσι μικροῦ τὰς καθ’ ἡμῶν ἀνόδους. ἀλλ’, ὧ Μαριάμ, εὐσεβῶν τεῖχος μέγα καὶ κοσμοσῶστα πύργε καὶ Θεοῦ πόλις καὶ βάτε πυρὸς ἀκρατῶς ὑπερτέρα, κινεῖς ἐπ’ αὐτοὺς τοῦ πυρὸς τὴν ἀσβόλην | |
44(50) | τοὺς αἱμοχαρεῖς ἀνθρακεῖς παρ’ ἐλπίδα. ἡ σὴ γὰρ εἰκὼν τὴν πνοὴν ἀντιστρέφει, καὶ πῦρ κατ’ ἐχθρῶν δυσμενῶν ἀντιπνέει τῷ τὴν πόλιν οἰκοῦντι τὴν σήν, παρθένε, καὶ θαυματουργεῖς καὶ καθαίρεις τὴν μάχην, | |
55 | τὰς κλίμακας δὲ πυρπολεῖν ὑπ’ αἰσχύνης τοὺς βαρβάρους ἔπειθες αὐτοχειρίᾳ· σὲ γὰρ μόνην κλίμακα Χριστὸς δεικνύει, δι’ ἧς τὸ χαμαίζηλον ἀνθρώπων γένος εἰς οὐρανοὺς ἀνῆλθεν ἀχρόνῳ τάχει. | |
60 | πλὴν θαυματουργεῖς ταῦτα Μωσέως χάριν, ὃν δεῦρο σαυτῆς ἀρχιθύτην εἰργάσω· Ἀρσένιος γάρ, ἡ θεόφθογγος λύρα, τὸ πάντα κινοῦν εἰς Θεοῦ δόξαν στόμα, τὸ ... | |
65 | ὃς χάριν εὑρὼν πρὸς Θεοῦ ... | |
εὐθὺς ἀπ’ ἀρχῆς ἐκ τριχὸς πρωτοχρόνου ἐξ ἁπαλῆς ὄνυχος ἀκμῆς, ὡς λόγος, τὸν νῦν Ἀμαλὴκ τὸν θρασύν, τὸν αὐθάδη καταβαλὼν ἀνεῖλε χειρῶν ἐκτάσει, | 54 | |
70 | καὶ δακρύων κύμασι καὶ ῥάβδῳ ξένῃ τοὺς δευτέρους ἀπῆγξε Φαραωνίτας· δεξάμενος δὲ τῆς χάριτος τὰς πλάκας καὶ δημαγωγὸς εὑρεθεὶς ψυχοτρόφος, στύλῳ τε πυρὸς καὶ νοητῇ νεφέλῃ | |
75 | τὸν Ἰσραὴλ ἔσωσε τόνδε τὸν νέον, ὀπίσθιον δὲ τοῦ Θεοῦ βλέπων φύσιν πέτρᾳ σκεπασθεὶς μυστικῆς θεωρίας. καὶ φύρεται μὲν ὁ στρατὸς τῶν βαρβάρων, ὡς νυκτομαχῶν ἐξ ἀνάγκης ἀσκόπου, | |
80 | διώκεται δὲ Σικελῶν πᾶσα φάλαγξ, ὥσπερ μελισσῶν σμῆνος εἰς καπνοῦ χύσιν. φαιδρύνεται δὲ πᾶσα λοιπὸν ἡ πόλις πανηγυρικῶς εὐλογοῦσα τὴν χάριν. τοιαῦτα ποιεῖς τοῦ βροτῶν γένους χάριν, | |
85 | ὧ θαῦμα κοινόν, ὧ Θεοῦ ζῶντος πόλις· καὶ γὰρ ἀτεχνῶς ἐξαμείβεις τὰς φύσεις, ἣ παρθένος τεκοῦσα παρθένος μένεις. καὶ πρὸς τὸν ἑξῆς τοιγαροῦν, κόρη, χρόνον τὴν σὴν πόλιν φύλαττε τὴν σεσωσμένην, | |
90 | καὶ θραῦε δεινὴν δυσμενῶν ὁμαιχμίαν, καὶ σφάττε γοργῶς τῆς σφαγῆς τοὺς ἐργάτας, καὶ πλῆττε καὶ σκύλευε πᾶν δύσνουν γένος, καὶ τήνδε τὴν σὴν ἥνπερ ἐκτήσω πόλιν ὅπλιζε καὶ στόλιζε τοῖς τεραστίοις, | |
95 | τῆς ἑσπέρας ὠθοῦσα τοὺς βαρεῖς λύκους καὶ τοῖς βασιλεύουσι τοῦ σοῦ ποιμνίου | |
νίκας πρυτανεύουσα καὶ πλῆθος χρόνων καὶ πραγμάτων ἄληκτον εὐετηρίαν ἐν τῷ πλατυσμῷ τῆς γονῆς καὶ τοῦ κράτους· | 55 | |
44(100) | τὸν γὰρ δυνατὸν εἰς τὸ σώζειν, παρθένε, τεκοῦσα Χριστὸν τὸν θεάνθρωπον λόγον ὑπῆρξας ἀρχὴ χαρμονῆς παγκοσμίου: — | |
45 | Ἀνατολικῶν εὐπορήσας ὀσπρίων καὶ τῆς καθ’ ἡμᾶς εὑρεθεὶς κρείσσων τύχης, ὧ 〈μου〉 γεωργὲ γνωστικῆς παγκαρπίας, τὸν σόν γε Φιλῆν δεξιοῦ τοῖς πατρίοις. | |
5 | τὴν γὰρ παρ’ αὐτοῖς ἐκταθεῖσαν γαστέρα πρὸ τῆς καθ’ ἡμᾶς Περσικῆς ἀπληστίας συνέσχε νυγμὴ συστολῆς ἐπὶ ξένης· μᾶλλον δὲ συχνοῖς ἐκλυθείσης ὀστρέοις, οἷς χαυνότης ἔνεστι καὶ πλαδαρότης, | |
10 | ἡ ξηρότης δήπουθεν ἡ τῶν ὀστρέων, καθάπερ εἰκός, τοὺς χυμοὺς ἐξικμάσει. ναὶ πέμπε γοργῶς τὴν ἐμοὶ φίλην χάριν ὁ πᾶσιν ἁπλῶς προσφιλὴς πάντων πλέον· οὐ βούλομαι γὰρ τοὺς κυάμους ἐσθίειν, | |
15 | οὓς δημιουργοὺς καὶ θεοὺς Πυθαγόρας | |
ληρῶν ἀτεχνῶς ἐκ φρενὸς μικροψύχου. ἄλλως τε μισῶ τοὺς κυάμους ἐκ βρέφους μύων πρὸς αὐτοὺς καὶ δοκῶν κόπρον βλέπειν, εἴ πού τις εἰς τὸν δεῖπνον ὡς ὄψον φέροι· | 56 | |
20 | παχυτέρων γάρ εἰσι χυμῶν ἐργάται, καὶ τρὺξ ἀπ’ αὐτῶν καὶ ζέσις ἐγγίνεται καὶ πτηνὰ φαυλότατα καὶ χνοῦς αὐτόθεν καὶ πᾶν τὸ κακοῦν ἐξ ἀδήλου τὴν φύσιν: — | |
46 | Σὺ μὲν σιωπῶν οὐδὲ τὸ κτῆνος δίδως, ὧ φθόγγε μεστὲ γνωστικῶν ἐπᾳσμάτων· ἐγὼ δὲ φιλῶ καὶ θορυβῶ καὶ γράφω, κἂν ἡ χάρις ἄχαρις, οὐδὲν τὸ θλίβον. | |
5 | μόνον πρὸς ἡμᾶς ἀποδημοῦντας γράφε, καὶ στέργε φιλῶν· οὐ γὰρ αἰτῶ σε πλέον. εἰ δὲ χρυσοῦν βόσκημα τῷ ξένῳ δράσεις, ὃ τὴν ἀχυρόμικτον ἐκφεύγει πράσιν, πᾶς ἵππος ἀργός, κἂν ὑπ’ ἀνέμων θέῃ, | |
10 | κίρκου τρέφων πτέρωσιν ἐν τοῖς ἰσχίοις: — | 57 |
47 | Τὴν καταγωγὴν τῆς ψυχῆς μου φαυλίσας ἐκ τῆς ῥυπαρᾶς τῶν παθῶν ἀκοσμίας, τὴν ἐκ λίθων, βέλτιστε, φαιδρύνω στέγην, ἣν ἀπὸ σαθρᾶς καὶ στενῆς καὶ μετρίας | |
5 | εἰς τοῦτο δὴ σχήματος ἐξήμειψά σοι κρηπῖδας ἁδρὰς ἐμβαλὼν τῇ προσθέσει. σὺ γοῦν παροικῶν ἀσφαλῶς καὶ κοσμίως ποιοῦ προσευχὰς τῆς ἐμῆς ψυχῆς χάριν: — | |
48 | Τὴν φιάλην σου τὴν κατηργυρωμένην, | |
ἣν οἷδε κοσμεῖν ὁ χρυσός σοι κυκλόθεν, πέμπε πρὸς ἡμᾶς ὁ χρυσοῦ κρείσσων φίλος· ἐνταῦθα γὰρ ἂν ἐκροφῶν πίνοιμί σε: — | 58 | |
49 | Ἐν τοῖς παρασπέρμασι τῶν ἀθυρμάτων ἔναγχος ἰδὼν ἐκ τριχῶν τράγου τέρας, ὃ γηπόνοι πλάττουσιν ἐκ τῶν μετρίων, ἄμορφον, ἀπρόσιτον, ἄρρητον θέαν | |
5 | ἢ φάσμα δεινὸν ἢ Στυγὸς φαῦλον τύπον ἢ θηρίον τρίχινον ἢ φρίκης πόκον ἢ σύνθετον Κένταυρον ἢ Βάκχης κόμην ἢ Σατύρου κίνησιν ἢ Πανὸς βάσιν ἢ Λευιαθὰν ἐν βυθοῖς ἅλμης τρίχας | |
10 | ἢ στυγνὸν 〈ὄμμα〉 καὶ κατάπτυστον δέρας, ἅπερ φοβεῖ μάλιστα τοὺς ἁπλουστέρους, ἔστην πεπηγὼς τῷ παρ’ ἐλπίδας δέει· τριχῶν γὰρ αὐτὸ συρφετὸς παρεκράτει, καὶ θηριώδης καὶ κακόπλοκος σκέπη | |
15 | τὸν ἀκριβῆ κρύπτουσα τῶν μύθων ὄνον ἐν τῷ παρακλέπτοντι τὰς νομὰς δόλῳ. πλὴν ἀλλ’ ἐγὼ δέδοικα, μὴ τοῖς ἐκ λόγων πνεύμασιν ἄρας τὴν καλύπτραν ἀθρόον δείξω τὸν αὐτόματον ἀνθρώποις ὄνον, | |
20 | οἳ τοῖς ῥοπάλοις τῶν ἀποκρότων λόγων | |
τύψουσι τὸν δύστηνον ὡς πάντως νόθον, μὴ καὶ παρευθὺς ὁ τραφεὶς ὄνος δόλῳ λιμοκτονηθῇ καὶ φθαρῇ παρ’ ἐλπίδας. καὶ ποῦ θεμιτὸν τοὺς φιλανθρώπους λόγους | 59 | |
25 | φθορὰν καθαρῶς προξενῆσαι τῷ ξένῳ; λοιπὸν σιωπῶν τὴν φορὰν εἴργω πνέειν. ὁ δὲ σκεπασθεὶς τῇ τριχοπλόκῳ σκέπῃ καὶ μὴ προτιθεὶς ἐν θριάμβῳ τὴν φύσιν νομῆς περιττῆς εὐπορήσει προσφάτως· | |
30 | γάστρις γὰρ αὐτὸς καὶ προγάστρις εὑρέθη καὶ πάντα δειπνεῖν ἐν βραχεῖ κατισχύων, ὁ θήρ, ὁ πλοχμὸς τῶν τριχῶν, ἡ φαυλότης, οὗ τὴν κεφαλὴν ἓν περι〈στέ〉φει κέρας μίτοις ὑφανθὲν σηρικῆς εὐτεχνίας, | |
35 | ὡς ἂν λάθῃ μάλιστα κατεσταλμένος τῇ καινοφανεῖ τῆς δορᾶς ὑποκρίσει: — | |
50 | «Τὸ μὲν θανεῖν ἄνθρωπον οὐδέν τι ξένον· κοινὸς γὰρ οὗτός ἐστι καθάπαξ νόμος· τὸ δὲ πρὸ καιροῦ καὶ πρὸ τῶν γεννητόρων, ὅταν ἔχοι ψέλλισμα λαλοῦν τὸ βρέφος, | |
5 | δεινόν τι σαφὲς εἰς ἀφορμὴν δακρύων. | |
ἐγὼ μὲν οὖν δίδωμι τῷ πρωταγγέλῳ τὸν Δανιήλ, τὸν παῖδα θανόντα βρέφος, αὐτὸς δὲ λαβὼν, ὡς ὁρᾷς δεῦρο, ξένε, τῇ μητρὶ τοῦ πλάσαντος αὐτὸν εἰσφέρει, | 60 | |
10 | ὡς ἂν παρ’ ἀμφοῖν εὑρεθῇ σεσωσμένος. σὺ δ’ ἀλλὰ πενθῶν τὸν βραχὺν γέλα χρόνον· οὐ φείδεται γὰρ ὁ τρυγῶν τὰς ἀμπέλους, οὐ ῥαγὸς οὐδ’ ὄμφακος οὐδὲ στεμφύλου.» ὁ Θεόδωρος ταῦτά φησιν Ἀτζύμης: — | |
51 | Χθὲς μὲν πρὸς ᾠδὰς ἦμεν ἠσχολημένοι, καὶ τὴν μεθ’ ἡμῶν τοῦ Θεοῦ ταύτην δίκην ἐλθεῖν ὁ καιρὸς οὐκ ἀφῆκεν εἰς πέρας, ἴσως Θεοῦ καὶ τοῦτο παρεσχηκότος, | |
5 | ὡς ἂν μεταξὺ τῆς τριβῆς καὶ τοῦ χρόνου σκῆψίς τις εὐμήχανος ἀρθεῖσα φθάσῃ, καὶ τὴν καθ’ ἡμῶν ἀγανάκτησιν λύσῃ· νυνὶ δὲ λαβὼν ἐξ ὑπαρχῆς τὸν λόγον τοῦ δεσπότου δείκνυμι τὴν εὐσπλαγχνίαν· | |
10 | ὀργίζεται γὰρ, ἀλλ’ ἀνακτᾶται πάλιν ἑαυτὸν ἀντίλυτρον ἡμῖν εἰσφέρων: — | |
52 | Ἕως μὲν αὐτὸς ὁ χρυσοῦς εὐεργέτης, | |
ὁ νοῦς ὁ πυκνός, ἡ τρυφὴ τῶν ὀμμάτων, ἐνταῦθα παρὼν τοὺς ἐμοὺς λύεις πόνους, οὐδὲν τὸ λυποῦν· ἀγνοῶ γὰρ τὴν τύχην, | 61 | |
5 | τὸ σὸν μόνον πρόσωπον ἀσμένως βλέπων. ἐπὰν δ’ ἀφιεὶς ὀρφανόν με δεικνύοις, μικροῦ θανατῶ δυσφορῶν πρὸς τὸν βίον· τὸ γὰρ ἐμὸν φάρμακον οὐκέτι βλέπω, δι’ οὗ καθαίρω τῆς ψυχῆς τὴν πικρίαν | |
10 | καὶ τῶν ἀηδῶν τὰς λαβὰς ἀνατρέπω. φεισάμενος γοῦν τῶν ἀποκρύφων πόνων κέρασον ἀντίμορφον εὐτέχνως πόμα, καὶ τῶν ὀδυνῶν τοὺς βρόχους διάσπασον. εἰ μὴ γὰρ αὐτὸς νῦν γε δὴ τοῦτο δράσεις, | |
15 | ἐμὴ πνοή, κίνησις, ᾠδή, φαιδρότης, πῶς ἄλλον εὑρεῖν ἰσχύσω δομέστικον; — | |
53 | Σίδηρός εἰμι· κἂν ῥιφῶ σπόγγων μέσον θόρυβος οὐδείς, οὐδὲ γὰρ ἔσται κτύπος· ἐν δὲ ξύλοις ἤχησα, τοῖς γε μὴν λίθοις | |
ἀνῆψα καὶ πῦρ· ἰσχυρῶς γὰρ ἀντέχω: — | 62 | |
54 | Παπαί, ξένην θάλασσαν ἀθρῶ τὸν βίον, ἐν ᾧ λίθος τρίπηχυς ἀντὶ κογχύλης βασιλικῆς ἔκρυψε φυλῆς πορφύραν, | |
ὡς ἂν ὁ χιτὼν τῆς ψυχῆς τῆς ὀλβίας | 63 | |
5 | βαφῇ πυκασθῇ νυμφικῆς ἀφθαρσίας· ἐλεύσεται γὰρ εὐμενὴς ὁ νυμφίος ζητῶν λαβεῖν τὴν προῖκα τῶν πεπραγμένων. εἴ τις δὲ καὶ κάλυκα τὸν τάφον κρίνοι, τὸ λαμπρὸν ἀπανθῆσαν εὑρήσει ῥόδον, | |
10 | ὃ πρὶν ἐκόσμει τὰς βάτους τῆς φύσεως, καὶ νῦν μὲν εἰς γῆν, φεῦ, μαρανθὲν ἐρρύη (τῆς γὰρ τελευτῆς τὸ δριμὺ στέργει ψύχος), ὅταν δὲ τὴν ἔγερσιν ὡς ἔαρ φθάσῃ, πάλιν δροσῶδες τοῦτο φανεῖται ῥόδον | |
15 | τῇ τοῦ γεωργοῦ παλάμῃ τηρούμενον. οἶμαι δὲ καὶ μάργαρον ἀρετῆς μέγαν ὡς ὄστρεον ζῶν εὐτυχῆσαι τὸν λίθον, ὃς δῶρόν ἐστι προσφυὲς τῷ δεσπότῃ, | |
τὴν μυστικὴν ἔλλαμψιν ἐξ ἔργων φέρων. | 64 | |
20 | ἀλλ’, ὧ θεατά, καὶ τὰ λοιπά μοι σκόπει, καὶ παῖζε σεμνῶς τὸν βραχὺν τοῦτον βίον. ἦν ἥδε πατρός —ἀλλὰ πῶς ἄν σοι φράσω (καὶ γὰρ τὸν ὄγκον οὐ στέγω τοῦ πράγματος), πλὴν καὶ στρατηγοῦ καὶ σοφοῦ πάντων πλέον, | |
25 | καθὼς τὰ λαμπρὰ μαρτυροῦσι πρακτέα; Γλαβᾶν Μιχαὴλ τοῦτον ἀκούσας μάθε πρωτοστράτορα Δούκαν, ἄνδρα γεννάδαν. ἦν ἥδε μητρός —ἀλλὰ Δαβὶδ ψαλλέτω, καὶ Σολομὼν τὸ κάλλος αὐτῆς φραζέτω. | |
30 | καὶ γὰρ ἔσωθέν ἐστιν εὐπρεπεστέρα καὶ τῶν γυναικῶν ἀρρενοφρονεστέρα· Κομνηνοφυὴς κλῆσιν αὐτὴ Μαρία Βράναινα καὶ Δούκαινα, τῆς γῆς τὰ κλέα. | |
ταύτην φανεῖσαν τῶν τεκόντων ἀξίαν | 65 | |
35 | ἀδελφιδοῦς ἄνακτος ἀνὴρ λαμβάνει Κομνηνὸς Ἀνδρόνικος Ἄγγελος Δούκας Παλαιολόγος, ῥηγικῆς παῖς ὀσφύος, ὃς τοῦ γένους ἄγαλμα κοινὸν εὑρέθη καταστρατηγῶν εὐφυῶς τῶν βαρβάρων. | |
40 | τίς τὸν τοσοῦτον ὄλβον ἁρπάσας ἔχει; καὶ πῶς τοσοῦτον δένδρον ἐτμήθη, ξένε, τῇ τῆς τελευτῆς ἐκτιναχθὲν ἀξίνῃ; καὶ μὴν ὁ καρπὸς τῆς καλῆς βλάστης μένει, μὴ στεῖραν αὐτὴν ὁ φθορεὺς κρύψῃ χρόνος. | |
45 | ποῖος πονηρὸς εἰσφθαρεὶς ὁδοστάτης ἢ τίς γίγας τύραννος ἢ τίς ὁπλίτης, ὃς πρὶν κατασχεῖν τοῦ γένους τὸ λάφυρον πρὸς τῶν στρατηγῶν συσχεθεὶς οὐκ ἐσφάγη; οὐδὲν γὰρ αὐτοῖς ἀστοχοῦν ὅλως βέλος, | |
54(50) | εἴ πού τις ἐχθρὸς αὐθαδῶς ἀντιπνέοι. πλὴν ἡ μάχη πρόδηλος οὐκ ἦν ἐνθάδε, καὶ τῶν στρατηγῶν ἠρεμησάντων μόλις | |
ἐπῆλθεν ὁ κλὼψ ὑποδὺς τὴν ἑσπέραν. τίς ταῦτα καλῶς καὶ κρινεῖ καὶ δακρύσει; | 66 | |
55 | τέθνηκεν Εὔα· τοῦτο τῆς ἁμαρτίας· τὴν δὲ πλάνης ἄγευστον ἐκ φιλανδρίας χρῆναι παρελθεῖν οὐδαμῶς ἄν τις λέγοι. πλὴν ἀπὸ σειρᾶς δυστυχεῖ τὰ βελτίω· καὶ παῖς τελευτᾷ πατρικαῖς εἴξας νόσοις, | |
60 | καὶ μητρικοῦ μετέσχε θυγάτηρ πάθους νομῆς πονηρᾶς ταῖς γοναῖς ἐσπαρμένης. ὢ πῶς ὁ πυκνὸς ἐξελικμήθη στάχυς τμηθεὶς πρὸ καιροῦ καὶ φρυγεὶς παρ’ ἐλπίδα, καὶ τοῖς πνιγηροῖς ἐνσπαρεὶς τούτοις λίθοις, | |
65 | μή τις λάθῃ τέγξασα τὸ σπέρμα δρόσος; καὶ ῥὰξ ἀγαθὴ βασιλικῆς ἀμπέλου ἔρρευσεν εἰς γῆν ὀμφακίζουσα πλέον, ὡς ἂν πιεσθῇ συστολαῖς ἀποκρύφοις καὶ συμφορᾶς ἔμπικρον ἐκχέῃ πόμα; | |
70 | ὢ ποῦ τὰ λαμπρὰ καὶ μεγάλα φάσματα; τὸ κάλλος οὐδέν· οὐδὲ γὰρ ἔσχε στάσιν. ὁ πλοῦτος ἀργός· οὐδὲ γὰρ ὤνησέ τι. ἡ δόξα καπνός· μὴ γὰρ οὐ παρέδραμεν; ἴσως ἀδικεῖ τῆς γυναικὸς τὴν φύσιν | |
75 | καὶ τῆς γραφικῆς τῆς σοφῆς ὁ τεχνίτης. οὐ δύναται γὰρ καὶ ψυχῆς ἤθη γράφειν ἢ καὶ πνοῆς δύναμιν ἐγχεῖν τοῖς τύποις, μᾶλλον δὲ καὶ χρώμασι τολμήσας νόθοις τὸ κάλλος αὐτῆς ἀντιτεχνεῖται γράφειν, | 67 |
80 | ὃ τὴν φυσικὴν εἶχεν ἀρκοῦσαν χάριν· τοῖς γὰρ περιττοῖς οὐ προσεῖχε κάλλεσιν, ἃ πορνικὸς κίρνησι ταῖς πλείσταις πόνος. τὰ δ’ ἄλλα σεμνὰ τῆς γυναικὸς πρακτέα τέχνης γραφικῆς εὑρεθέντα βελτίω | |
85 | ἐζωγραφήθη τοῦ Θεοῦ τῷ δακτύλῳ. καὶ νῦν ἔχει τὸν οἶκτον αὐτῆς τὸν μέγαν, τὴν σωφροσύνην, τὴν θέμιν, τὴν ἀνδρίαν, τὴν ἀσφαλῆ φρόνησιν εἰς τὸ συμφέρον καὶ πᾶν ὅσον προὔθηκε τῷ βίῳ κλέος | |
90 | ξεσθεὶς νοητῶς οὐρανοῦ μέγας πίναξ, ὃς πήγνυται μὲν εἰς ἀκίνητον βάσιν, ποιεῖ δὲ σαφεῖς τῆς γραφῆς τὰς ἐμφάσεις πρὸς τὴν ἀυλόφθαλμον ὀξυδερκίαν. οὐκοῦν βλέπων, ἄνθρωπε, τὴν κάτω στέγην, | |
95 | εἰς ἣν ὁ νεκρὸς τῆς γυναικὸς ἐκρύβη, γνῶθι σεαυτὸν καὶ προσεύχου δακρύων, ὡς ἂν προπεμφθῇ παρὰ φαιδρῶν ἀγγέλων τοῖς κειμένοις τὸ πνεῦμα πρὸς θείους τόπους, ἔνθα τρυφὴ καὶ φῶτα καὶ ζωῆς ὕδωρ | |
54(100) | καὶ παστάς, ἣν δήπουθεν οὐ λύσει χρόνος: — | 68 |
55 | Ἄνθρωπε φιλόψυχε, τί σπεύδεις μάτην; ὅστις γὰρ ἂν ᾗς καὶ σκοπήσας ἐνθάδε, τὴν κοσμικὴν ἔπαρσιν αὐτίκα σβέσεις, θερμῶς ἐπ’ αὐτῇ συγχυθεὶς καὶ δακρύσας. | |
5 | ὁρᾷς τὸν ἄνδρα τοῦτον; ὢ δεινῆς τύχης· νέος τις ἦν τὸ σῶμα· καὶ γὰρ ἐσφρίγα, πρηστὴρ κατ’ ἐχθρῶν εὑρεθεὶς πολυσπόρων. Παλαιολόγος οὗτος· ἀλλὰ νῦν κόνις. Δημήτριος τὴν κλῆσιν· ἀλλ’ ὄναρ τόδε. | |
10 | σώφρων ἐκεῖνος· ἀλλὰ πικρὸς ἐρρύη. κάλλιστος ἰδεῖν· ἀλλ’ ἀπέσβη τὸ ζέον. πρωθιερακάριος· ἀλλ’ ἐνεσχέθη, καὶ τῆς τελευτῆς οὐ παρῆλθε τοὺς βρόχους. | |
φρονήσεως παῖς· ἀλλὰ νεκρὸν ἐνθάδε. | 69 | |
15 | ὃς δὲ γυναικὶ συζυγεὶς ὁμοτρόπῳ καὶ τρεῖς δι’ αὐτῆς ὀργανώσας φιλτάτους, τέθνηκε τὴν γυναῖκα πικρῶς δακρύων· οὐκ εἶχε γὰρ ζῆν εὐτυχῶς οὐδὲ πνέειν ἀποστερηθεὶς δυστυχῶς τῆς συζύγου. | |
20 | στέναξον, ἡ γῆ φρῖξον, ἀέρος χύσις· καὶ γὰρ τὰ καλὰ πανταχῆ ῥεῖ καὶ φθίνει· μᾶλλον δὲ τῆς γῆς τοῦτον αὐχούσης πάλιν ὡς ἀπὸ τῆς γῆς ἐξ Ἀδὰμ παρηγμένον ἀὴρ ὁ πυκνὸς ἀναπενθείτω στένων, | |
25 | ὃν ὁ γλυκὺς ἐκεῖνος οὐκέτι πνέει. σὺ δὲ βλέπων θαύμαζε μηδὲ ἐν βίῳ· μὴ κάλλος ἀνθοῦν, μὴ τιμῆς ὄγκον μέγαν, μὴ πλοῦτον ἀργὸν μηδὲ γενναίαν φύσιν· παρέρχεται γὰρ τῆς ὕλης τὰ θαύματα· | |
30 | αἰτοῦ δὲ τυχεῖν τῆς Ἐδὲμ τοῦτον πάλιν, ἔνθα τρυφὴ καὶ φῶτα καὶ πανηγύρεις, | |
ἃς ὁ φθορεὺς δήπουθεν οὐ λύσει χρόνος: — | 70 | |
56 | Τί τοῦτο, βαβαί; τίς ὁ νεκρὸς ἐνθάδε; καὶ γὰρ νεαρὸν ἀκριβῶς τοῦτον βλέπω τῆς εἰκόνος τὸ πάθος ἐκμαξαμένης. ἀλλὰ συνῆκα καὶ τὸ πᾶν μαθὼν ἔχω· | |
5 | τοῦ σουλτὰν οὗτός ἐστι τοῦ τρισολβίου παῖς ἀπὸ μητρὸς εὐκλεοῦς παρηγμένος. καὶ τὸν μὲν ἐξήνεγκε Περσὶς ὡς ῥόδον σουλτανικοῖς αἵμασιν ἐγκεχρωσμένον, κἂν δυσαρεστῶν πρὸς τὸ πάτριον σέβας | |
10 | τὰς τοῦ γένους παρῆλθε κεντρώδεις βάτους. ἔνουλος ἦν ἐκεῖνος εὐπρεπὴς γίγας, ὃν εἷλεν εὐθὺς τῆς φθορᾶς ὁ τοξότης τὸ τῆς τελευτῆς ἐξακοντίσας βέλος. τὴν σύζυγον δὲ τὴν κατ’ αὐτὸν ὀλβίαν, | 71 |
15 | Κομνηνοφυῆ τὴν Παλαιολογίναν, τῆς τρυγόνος τὸ σῶφρον ἐκμιμουμένην καὶ δευτέρων ἄγευστον ὀφθεῖσαν γάμων, τροφὸν δυοῖν ἔδειξεν ἡ φύσις τόκων· ὧν οὗτος ἦν εἶς ἐκ γονῆς, φεῦ, δευτέρας, | |
20 | ἄγαλμα λαμπρὸν φυσικῇ τέρψει βρύον, φρονήσεως ὄργανον, ἰσχύος, λόγων· τὸ γὰρ στόμα γλυκάζον ἦν τούτῳ μέλι, κἂν τῆς τελευτῆς ἐτρυγήθη τῷ φθόνῳ χέαντι καπνὸν πυρπολουμένης φρίκης· | |
25 | καὶ νῦν τὸ κάλλος τῷ νέῳ μαραίνεται, καὶ γίνεται χνοῦς ὑπὸ γυμνοῖς ὀστέοις, πολλῶν ἀφορμὴ τῷ σκοποῦντι δακρύων. ὢ συμφορᾶς, ἄνθρωπε, καὶ ζῶντος πάθους· ὁ γὰρ τοσοῦτος ὄλβος (ὢ δεινῆς τύχης) | 72 |
30 | εἰς ὀκτακαιδέκατον ἐρρύη χρόνον. ὥστε βλέπων ἐκεῖνον ἐκ τῆς εἰκόνος, εἰ χρή, σεαυτοῦ σωφρονέστερος γίνου: — | |
57 | Θάλασσα καλῶν, κόλπε θερμῆς ἀγάπης, ἄκλυστε λιμήν, ἀστακοὺς ἡμῖν δίδου· τοῖς γὰρ περιπλέουσι τὴν σὴν αἰθρίαν | |
ἄμοχθον εὐθὺς τὴν καλὴν ἄγραν δίδως: — | 73 | |
58 | Ὁρᾶτε καὶ γυναῖκες οἰκτρὰν εἰκόνα, καὶ τῷ κατ’ αὐτὴν σωφρονίζεσθε τρόπῳ· ὀξὺς γάρ ἐστιν ὁ φθορεὺς πάντων χρόνος νόμον φέρων ἄτρεπτον εἰς τρεπτὴν φύσιν· | |
5 | καὶ νῦν μὲν ἡ γραῦς, νῦν δὲ τὸ βρέφος πάλιν τὴν τῆς τελευτῆς ἐνδιδύσκεται πλάκα, καὶ πρεσβύτην ἔκρυψεν ἡ γῆ καὶ νέον εἰς χῶμα κοινὸν καὶ σπορεῖ καὶ φιλτάτοις. ἡ κειμένη γνώρισμα τῶν εἰρημένων· | |
10 | ᾗ κἂν ἐπαρθῇ τῆς ψυχῆς ἡ φαιδρότης, ἀλλὰ τὸ κάλλος τοῦ προσώπου σβέννυται· πᾶν γὰρ ἀγαθὸν ἐν βραχεῖ συλλαμβάνει, καὶ συζύγου τυχοῦσα λαμπροῦ τὸν βίον καὶ τρισὶ κοσμήσασα τὸν γάμον χρόνοις | |
15 | καὶ μὴ καταισχύνασα τὴν ἡλικίαν, ὡς ἀπὸ νυγμῆς τῶν τεκόντων ἀξία | |
(καὶ τῶν γὰρ ἦν ἓξ ἀκριβῶς πρὸς τοῖς δέκα), κεῖται μεταξὺ τῆς σοροῦ τῆς ἐνθάδε καὶ νῦν ἀφορμὰς, φεῦ, πονηρῶν δακρύων | 74 | |
20 | τοῖς μητρικοῖς ὄμμασιν ἐκ γῆς ἐγχέει τῷ πατρὶ συνταφεῖσα καὶ τῷ συγγόνῳ. τί τοῦτο, λῃστὰ καὶ φθορεῦ πάντων χρόνε; πῶς τὴν σταφυλὴν ὀμφακίζουσαν βλέπων τὴν τῆς παρακμῆς οὐκ ἀναμένεις τρύγην, | |
25 | ἀλλ’ ὡς ἀτεχνῶς ὀξυπείνης τὴν φύσιν τρυγᾷς ἀφειδῶς τοῦ γένους τοὺς ὄμφακας; πλήν, ὧ θεατά, τὴν Θεοδότην βλέπων (οὕτω γὰρ ἦν ἡ κλῆσις αὐτῆς ἐκ βρέφους), ἔτι δὲ καὶ Γλάβαιναν ἐκ Δουκῶν γένους | |
30 | καὶ Ταρχανειώτισσαν (ὢ κτύπων μόνων) αἰτοῦ παρ’ αὐτῆς τῆς Θεοῦ λοχευτρίας | |
τὴν παῖδα λαβεῖν τῆς Ἐδὲμ τὴν παστάδα: — | 75 | |
59 | Σύαγρον οἰστρήσαντα καθ’ ὥραν γάμου φασὶ κεραυνοῦ δραστικώτερον φλέγειν, ὡς καὶ γεωργοῖς καὶ νομεῦσιν ἔσθ’ ὅτε γοργὸν φονευτὴν ἐξ ἀνάγκης τυγχάνειν· | |
5 | ὁρῶντα δ’ οὖν τὸν θῆλυν εἰς τοῦτον τρέχειν καὶ τὸν περισπούδαστον ἀνύτειν γάμον· καὶ θῆλυν οὐ παρόντος ἄρρενος πάλιν δεινόν τι ποιεῖν εἰς περίστασιν φόβου. ἡ γὰρ φύσις ἤνεγκεν ἡμῖν τοὺς τόκους | |
10 | ἐκ τῆς παρ’ ἀμφοῖν τοῖν γενοῖν συνουσίας· καὶ σῦς μὲν οὐκ ἂν βοῦν ἀναβαίνειν θέλοι οὔδ’ ἵππος αἰγὸς ἄρθρον ἰδεῖν ἂν φέροι, τὰ συγγενῆ δὲ καὶ κατὰ φύσιν μόνα τηροῦσι θεσμοὺς ταῖς γοναῖς ὁμοσπόρους, | |
15 | κἂν οἱ περιττοὶ πρὸς γονὰς ἀλλοτρίας συλᾶν ἀτεχνῶς μηχανῶνται τοὺς γάμους. ἆρ’ οὖν ἐπὶ βοῦς ἐκβιάσει τὴν φύσιν | |
σύαγρος ἐλθὼν εἰς νομὰς κτηνοτρόφους; ἀλλ’ ἔστιν οὐδεὶς εὐπρεπὴς δήπου νόμος· | 76 | |
20 | τάχα δὲ καὶ τὸν θῆλυν ἡ φύσις μόνον ἢ μόσχον αἰτεῖν μητρικῶς ἀναγκάσει ἢ τῆς συνήθους ἀγέλης τὸν σύννομον. πλὴν μόσχος ἡμῖν ἀπὸ θηλῆς ἀρκέσει, ὃς ἔργα πατρός, ὡς ἀμήτωρ παῖς, δράσει, | |
25 | καὶ σύγγονος παῖς ἀπὸ πατρὸς συγγόνου τὴν τοῦ γένους ὕπαρξιν αὐξήσας φθάσει· ἄλλως τε καὶ γόνιμος αὐτὸς ὢν φύσει, κλεινὲ στρατηγὲ καὶ βραβεῦ δώρων χύδην, καὶ στεῖρον οὐδὲν οὐδ’ ἀσύμφωνον φέρων | |
30 | συχνοὺς παρ’ ἡμῖν ὀργανώσει τοὺς τόκους. ὅταν δὲ τοῦ γάλακτος ἐλθὼν ὁ χρόνος γλῶτταν σιγηλὴν εἰς τυρὸν διαπλάσῃ, σφυρηλατήσω καὶ χρυσοῦν βουβάλλιον, ὃ κόσμος ἐστὶ ταῖν χεροῖν τῶν παρθένων, | |
35 | ἡνίκα νυμφὼν καὶ κρεμάθρα παστάδων καὶ κυμβάλων θόρυβος εἰς τοὺς νυμφίους: — | |
60 | Ἐγὼ μέν, ἀνδρῶν συμπαθέστατε, ξένος καὶ παρὰ πολλοῖς ἀγνοούμενος πένης, κἂν οἱ λόγοι κράζωσιν ἐκ τῶν πραγμάτων, ὡς ἐν Σκύθαις πόρρωθεν ἀλᾶται Στράτων· | |
5 | σὺ δὲ προσηνὴς εὑρεθεὶς ὑπὲρ φύσιν καὶ τὴν λογικὴν μὴ καταισχύνας φύσιν (ἀλλ’ εἴ τι σαπρὸν ἐξ ἀρᾶς πρωτοσπόρου τῇ παραγωγῇ τῶν καλῶν σου φαυλίσας, ὡς ἂν ἐπὶ σοῦ τῆς γονῆς τῆς ὀλβίας | 77 |
10 | ὁρῶμεν ἡμεῖς τὴν θεόπλαστον φύσιν, ἣν εἶχεν Ἀδὰμ ἀκριβῶς πρὸ τοῦ φθόνου), συχναῖς με τιμαῖς καὶ τροφαῖς ἀνέψυχες, ὡς ὀψοποιὸς δαψιλὴς ἐξ ἀργύρου, κἀν τοῖς φίλοις ἔστεργες εὐθὺς τὸν ξένον, | |
15 | ὡς ἂν τὸ καλὸν ἐκχεθῇ σου τῇ κτίσει. τέως μὲν οὖν ἔθρεψας ἡμᾶς τοὺς ξένους, οὓς ὡς φίλους ἔνυττε θαρρεῖν ἡ σχέσις· νυνὶ δὲ καὶ νοσοῦντα φοιτήσας ἴδε τὸν σόν με Φιλῆν, τὸν παρ’ ἄλλοις μὲν ξένον, | |
20 | περὶ δὲ τῇ σῇ νουνεχεστάτῃ κρίσει τὸν ἀστικόν, τὸν ἄνδρα, τὸν πολλοῖς φίλον. ἴσως τὸ σὸν πρόσωπον ἀθρήσας μόνον, ὅ μοι μέλιτός ἐστιν ἀρρήτου στέαρ, καταγλυκανῶ τῆς ψυχῆς τὴν πικρίαν· | |
25 | δεινή με γὰρ δὴ πλευρίτις ληίζεται πιμπρῶσα πυκνῇ συστολῇ τὴν καρδίαν καὶ τοῖς ὑπερβάλλουσι πυρσοῖς τῆς φρίκης, οἷς αἶμα δεινὸν ἰσχυρῶς ἀναπτύω. ναὶ σπεῦσον ἐλθεῖν· ἡ γὰρ ὀξύτης φλέγει | |
30 | διατραγοῦσα τὴν ὕλην τῆς φύσεως ἐν τοῖς ῥιπισμοῖς τῶν πτίλων τοῦ πνεύμονος. εἰ δὲ πρὸς ἄλλους ἀσχολούμενος λόγους ἐλθεῖν πρὸς ἡμᾶς εὐχερῶς οὐκ ἰσχύσεις, τῆς σῆς γε μορφῆς τὴν ἀσύγκριτον χάριν, | |
35 | δι’ ἧς ἀναιρῶ τῆς ψυχῆς μου τοὺς πόνους, | |
μιμητικῶς γραφεῖσαν ἀντίπεμπέ μοι: — | 78 | |
61 | Πρὶν ταῦτα μαθεῖν μὴ παραδράμῃς, ξένε· καὶ γὰρ Θεοῦ κρίματα συνεὶς θαυμάσεις ἐν τοῖς καθ’ ἡμᾶς ἀναδειχθέντα χρόνοις. ἤδη μὲν οὖν πῦρ δυσχεροῦς τινος μάχης | |
5 | τῶν Σικελικῶν ἐκτιναχθὲν ἀνθράκων τῷ τῶν ἀπειλῶν ἐθρασύνετο βρόμῳ, καί τινας ἐχθρῶν προσβαλὸν παρασπάδας ὡς εἰς ὕλην εὔπρηστον ὁρμᾷ τὴν Θράκην. ἐπεὶ δὲ γοργῶς ἡ φλογώδης ἀσβόλη | |
10 | κἀν τοῖς καθ’ ἡμᾶς ἐξεχεῖτο λειψάνοις, καὶ πᾶς ὁ καπνὸς εἰσρυεὶς τοῦ κινδύνου παρεῖχε πολλοῖς τῆς σφαγῆς τὴν ἀγχόνην, ἀνήρ τις εὐθὺς ἐκ φυλῆς ἀποφράδος, ὃς δείκνυται μὲν Ἰσραηλίτης νέος | |
15 | (ἀλλ’ οὐκ ἀληθὴς οὐδ’ ἀπείρατος δόλου· πρὸς γὰρ τὸ λουτρὸν τῆς χάριτος ἤχθετο, ᾧ κρυπτὸν ἀπέσμηξεν οὐδένα σπίλον), ἰουδαϊκῶς τὴν μονὴν ἐπυρπόλει, μὴ δῆθεν εὑρὼν ὁ στρατὸς τὸ θριγγίον | |
20 | σπινθῆρας ἡμῖν συμφορῶν ἀκοντίσῃ. τὸ πῦρ δὲ λαβὸν τὴν ὕλην ἐβόσκετο, | |
καὶ τὴν πρὸ μικροῦ καλλονὴν τῶν κτισμάτων εἰς τέφραν αἰσχρὰν καὶ σποδὸν καταστρέφον τοὺς δυσμενεῖς ἔπειθε μικροῦ δακρύειν, | 79 | |
25 | ὡς καὶ τὸν αὐτῶν προσδραμόντα σατράπην τὴν κάλπιν ἐγχεῖν τοῖς δαλοῖς τοῖς ἐσχάτοις. ὢ πῶς ὁ δεινὸς ἀνθρακεὺς οὐκ ἐρρύη πυρσοῖς κεραυνῶν συσχεθεὶς παραυτίκα; πῶς εἶδεν εἰς πῦρ τοῦ Θεοῦ τὴν ἑστίαν | |
30 | πρὶν εἰς ἑαυτὸν ἐκριπίσαι τὴν φλόγα; πῶς οὐδ’ ἐπ’ αὐτῷ συγχυθεὶς καὶ δακρύσας εὐθὺς τὸν ὀξὺν τῆς πυρᾶς εἷρξε δρόμον, ὡς ἂν ἀσινῆ τὴν μονὴν πᾶς τις βλέποι; πλὴν ἴδε καινὴν τοῦ Θεοῦ δεῦρο κρίσιν, | |
35 | καὶ φύγε καλῶν συνδρομὴν πρὸ τῆς δίκης· ὑφάπτεται γὰρ τῆς φλογὸς τοῖς ἐργάταις, οἷς ἀπὸ συνθήματος ἐκρίθη τάδε, πῦρ τὴν ὕλης ὕπαρξιν αὐτίκα φλέγον· ἐγείρεται δὲ τῇ μονῇ κάλλος νέον, | |
40 | ὃ δὴ χρυσοῦς ἔρανος ἐξειργάσατο, Θεοδοσίου τοῦ κατ’ αὐτὴν προστάτου πρὸς τὴν ἀνακαίνισιν ἐσπουδακότος. στολίζεται γοῦν εὐπρεπεστέραν χάριν τῆς αἰθάλης ῥίψασα τὴν ἀκοσμίαν, | |
45 | ὡς ἂν τὰ καλὰ μηδαμῶς ἀπελπίσῃς, εἰ πῦρ σε παθῶν συλλαβὸν καταφλέγει. | |
καὶ γὰρ ἔχεις ἔρανον, εἰ μόνον θέλεις, ἐκ τῆς παλαιᾶς Συγγραφῆς καὶ τῆς νέας, ὡς ἂν παρ’ ἀμφοῖν ὀλβιώτερος μένοις | 80 | |
61(50) | τὸ κάλλος ἐνθεὶς τῇ ψυχῇ τῶν πρακτέων, ἣν οἶδεν οἰκεῖν μυστικῶς ὁ νυμφίος ἀνάκτορον ζῶν καὶ μονήν σε δεικνύων: — | |
62 | Ἕως μὲν ὑμᾶς εὐσεβῶς ἠμπισχόμην τοῖς ἀρεϊκοῖς ἐμπαγέντας ἀμφίοις καὶ βασιλικοῖς ἐγγραφέντας μαργάροις, ἀνεῖργον ὑμῖν τῶν βελῶν τὰς προσχύσεις, | |
5 | ἐν τῇ καθ’ ἡμῶν τακτικῇ περιστάσει χωρῶν κατ’ αὐτῶν ἐμβριθῶς τῶν βαρβάρων, καὶ συμμάχων ἔρημος ὀφθείς ἐσθ’ ὅτε | |
παρεμβολὴν ἄμαχον ὑμᾶς εὐτύχουν· νυνὶ δὲ τηρῶν τοὺς ὑμῶν θείους τύπους, | 81 | |
10 | ἐπείπερ ὑμεῖς συντετηρήκατέ με, στέφανον ὑμᾶς μυστικόν τινα τρόπον καὶ κατὰ παθῶν εὐτυχῶ ψυχοφθόρων: — | |
63 | Ἐξ ἑσπέρας λάφυρα, φωτὸς λυχνία, τὴν φωταγωγὸν ὀργανοῦσι λυχνίαν, ἣν ὡς νικητὴς ὁ στρατός σοι προσφέρει, βοσκημάτων χέαντες ἐνταῦθα στέαρ· | |
5 | ὃ δὴ μετελθὸν εἰς χρυσάργυρον φύσιν, ἣν ἡ θρυαλλὶς ἐκπιεῖν οὐκ ἰσχύσει, τὸ σὸν καθαρῶς μυστικὸν φῶς λαμβάνει, | |
καὶ τῶν μὲν ἐχθρῶν τὴν θρασύτητα φλέγει, τὸν σὸν δὲ πιστὸν Ἰσραὴλ διεξάγει | 82 | |
10 | πρὸς τὰς ἐπ’ αὐτοὺς ἐκδρομὰς ἀκινδύνους, ὥσπερ στύλος πύρινος, ἁγνὴ νεφέλη. οὐκοῦν τὸ μὲν πῦρ τῆς μεταξὺ λαμπάδος ἴσως μαρασμόν, ἀλλὰ καὶ σβέσιν ἔχει· τοῦ σοῦ δὲ φωτὸς ἡ περὶ τούτους χύσις | |
15 | ἄσβεστος ὡς ἄυλος ἀρρήτως μένοι, καὶ τὴν κατ’ ἐχθρῶν τῆς ψυχῆς τούτων ζέσιν ὡς ἁβρὸν ὑπέκκαυμα λαμπρῶς ἐκτρέφοι. ἄναξ Μιχαὴλ Παλαιολόγος Δούκας Κομνηνοφυὴς εὐσεβὴς αὐτοκράτωρ | |
20 | τῇ βασιλίδι ταῦτα τοῦ βροτῶν γένους: — | |
64 | Ἔγκαρπος ὢν πόρρωθεν ἐξ ἔργων φίλος ἄχυρον ἡμῖν ὁ χρυσοῦς δίδου στάχυς, ὃν αὐτὸς ἐξέθρεψεν ὁ στεφηφόρος | |
ῥοπῆς ἀγαθῆς ἐγχεάμενος δρόσον: — | 83 | |
65 | Εἰ τὴν λογικὴν ἐκμαθεῖν ζητεῖς φύσιν, ἥτις ποτ’ ἐστὶν εἰς δεούσας εὑρέσεις, μήπως ὁ καρπὸς ἐκτραπῇ τῶν πραγμάτων τῆς παραγωγῆς ἐνδεοῦς ὑπαρξάσης, | |
5 | ἰδού, τὸ παρὸν ἐκδιδάξει βιβλίον· ἃ γὰρ ὁ συχνὸς οὐ παρέσχητο χρόνος, ἀφ’ οὗπερ Ἀδὰμ ἐκπεσὼν κατεκρίθη, ταῦθ’ οὗτος ἁπλῶς ἀντὶ πάντων ἀνύσας ὁ λαμπρὸς Ἀνδρόνικος ἐξεῦρε, ξένε, | |
10 | ὃς γίνεται μὲν ἐκ σεβαστοκράτορος, ἀνδρὸς μαχητοῦ δεξιὸς παῖς ἐν μάχαις, σοφοῦ στρατηγοῦ ταγματάρχης ἀγχίνους, ἀριστέως ἥρωος ὁπλίτης γίγας· ἐπεὶ δὲ τιμῶν καὶ τὸ πάτριον σέβας | |
15 | καὶ τοῦτο σαφῶς ἐκ τριχὸς πρώτης πνέων τὸν ἑβραϊκὸν ἐξεφαύλιζε τρόπον, τὰς τῆς νέας χάριτος ἀκτῖνας χέας τὸν τῆς παλαιᾶς ἀπελέπτυνε γνόφον, ὡς ἂν ὁ φανεὶς σαρκικῶς πεπαυμένης | 84 |
20 | τὸ φῶς παχυνθὲν ἀναγνωσθῇ τῇ κτίσει. ὅρα δὲ πῶς κίρνησι τοῖς ἐναντίοις ὁ νοῦς ὁ πυκνὸς τῶν γραφῶν τἀναντία· καὶ γὰρ ἀναιρεῖ τὰς λαβὰς τῶν ἀφρόνων ἴαμα καινὸν τοῖς νοσοῦσιν εἰσφέρων, | |
25 | μήπως τὸ καινὸν τῆς ἐνανθρωπήσεως ἄπιστον ὀφθῇ τοῖς τιμῶσι τὴν κτίσιν. κάλει μὲν οὖν τὴν βίβλον, εἰ βούλει, δρόσον, ἐπεὶ τὸν αὐχμὸν ἐκδιώκει τῆς πλάνης· κάλει δὲ καὶ πέλαγος ὀρθοδοξίας, | |
30 | ἐν ᾧ τὸ βαρὺ τῆς σκιᾶς ἀπεπνίγη κατελθὸν ὡς μόλιβδος εἰς τὸν πυθμένα, μᾶλλον δὲ καὶ πῦρ δυσσεβῶν ὕλην φλέγον καὶ φῶς ὁδηγοῦν ἀπλανῶς τοὺς ἐν σκότει καὶ βρῶμα καινὸν καὶ θεόβλυστον πόμα | |
35 | καὶ γνωστικὴν κλίμακα καὶ ψυχῶν βάσιν καὶ πλῆκτρον ὀξὺ μυστικῆς μουσουργίας καὶ λυχνίτην ἄρρητον ἀνθράκων μέσον ἢ καὶ ποταμὸν ἐκ φλεβῶν ἀποκρύφων ἀλληγορικῶν εὐποροῦντα ῥευμάτων. | |
40 | τίς ἄρα τὸν νοῦν τῆς γραφῆς μὴ θαυμάσει; ῥυθμὸς γὰρ αὐτὴν καὶ σαφὴς πλάττει φράσις καὶ συλλογισμῶν ἀκριβὴς εὐκοσμία καὶ δογματικῆς ἐκλογῆς εὐρωστία, καὶ χάρις αὐτῆς ὀργανοῖ τὰς εὑρέσεις | |
45 | ἐν τῇ περὶ τὴν λέξιν εὐαρμοστίᾳ, | |
καὶ πυκνότης ἔντεχνος ἀρθροῖ τὴν πλάσιν, καὶ γίνεται τὸ σῶμα τοῦ παντὸς λόγου παντὸς πάθους ἄγευστον· οἰχέσθω φθόνος. εἴ τίς γε μὴν ἔροιτο· ‘καὶ τίνος τάδε;‘ | 85 | |
65(50) | ‘Κομνηνοφυοῦς Ἀγγελωνύμου‘ φράσον ‘Παλαιολόγου Δούκα τοῦ νοῦ τοῦ ξένου, ὃς τὴν φύσιν τίθησιν εὐγενεστέραν ἐκ τῶν λογικῶν πανταχῇ σπουδασμάτων‘: — | |
66 | Ὁ ποιμενάρχης τῆσδε τῆς ἐκκλησίας, ὡς εὑρετικὴ τῶν καλῶν ἔργων φύσις, ἀπὸ ξύλου τράπεζαν ὠργάνωσέ με βεβηκόσι σχήμασι διττοῖς ἁρμόσας. | |
5 | ἐκτείνομαι δ’ οὖν ἑστιῶσα τοὺς φίλους, συστέλλομαι δὲ τῆς τροφῆς πεπαυμένης, στηρίζομαι δὲ τεχνικῷ μεσομφάλῳ μίαν βάσιν φέρουσα τετράπουν κάτω· τὰ λεπτὰ δὲ τμήματα πηγνύουσί μοι | |
10 | δεσμοὶ σιδηρῶν συμβολῶν ὀπισθίων, ἔχω δέ σοι κίνησιν, εἰ βούλει στρέφειν, καὶ στρογγύλου σχήματος ἐμφαίνω δρόμον, εἰ τὰς κρεμαστὰς ἐξοχὰς τῶν τερμάτων, ἃς ἡ στάσις ἔδειξεν ὀξυγωνίους, | |
15 | σφαιροῖ μεταξὺ τῆς φορᾶς ἡ γοργότης· | |
οὐ βούλομαι γὰρ ἐν θορύβῳ καὶ στάσει περὶ καθεδρῶν ἑστιᾶσθαι τοὺς φίλους· αἰνίττομαι δὲ μυστικούς τινας λόγους, οὓς δεῖ σε μαθεῖν, μὴ τραφῇς κτήνους δίκην | 86 | |
20 | φάτνην γε τὴν τράπεζαν αἰσχρῶς δεικνύων· τὸν ὄγδοον γὰρ ὑποσημαίνω βίον εἰς ῥυθμὸν ὀκτάγωνον ἠκριβωμένη, ὡς ἂν διελθὼν ἀσφαλῶς τὴν ἑβδόμην, ἣ κατάπαυσίς ἐστι τῶν πεπραγμένων, | |
25 | φθάσῃς ἐπ’ αὐτὴν εὐκλεὴς τὴν ὀγδόην, ἣ τῶν ἀμοιβῶν εὐτρεπίζει τὴν κρίσιν. θρέψον μὲν οὖν τὸ σῶμα τοῖς ἐδωδίμοις φυγὼν τὸν ἐχθρὸν τῶν καλῶν ἔργων κόρον, μήπως λιπανθεὶς ὑπὸ τῆς ἀπληστίας | |
30 | ὡς ἀγαπητὸς ἐκτραπῇς καὶ λακτίσῃς· θρέψον δὲ καὶ τὸ πνεῦμα τοῖς θείοις λόγοις, μήπως ὁ λιμὸς τῶν καλῶν σε φαυλίσῃ καὶ καταβρωθῇς καὶ φθαρῇς παραυτίκα. πλὴν τὴν σιωπὴν ἑστιῶ πρὸ τοῦ τρύφους, | |
35 | κἂν ἐξαναστῇς ἐνδεής, μὴ γογγύσῃς, ἀλλὰ χάριν γίνωσκε τῷ θρέψαντί σε, μήπως ὁ κοινῶν καὶ τροφὰς ἐπιβρέχων | |
καὶ πῦρ κατὰ σοῦ δυσφορῶν χέοι, ξένε: — | 87 | |
67 | Ἁπλῶς μὲν ἡ σύμπασα τῶν ὄντων φύσις κοινὴν ἔχει σκέπην σε, κοινὴ προστάτις· ἐγὼ δὲ πεπλούτηκα τῶν ἄλλων πλέον εὐεργέτιν, σώτειραν, ἐλπίδων βάσιν | |
5 | κἀν ταῖς μάχαις πρόμαχον ὡς νικηφόρον. ἃπερ μὲν οὖν, πάναγνε, καὶ πρὶν εἰργάσω φρουροῦσα τὸν σὸν ἀπὸ γραμμῆς ἱκέτην καὶ παντοδαπῆς ἀξιοῦσα φροντίδος, τίς ἂν ἀριθμεῖν κατὰ λεπτὸν ἰσχύοι; | |
10 | σὺ γὰρ ἀπ’ αὐτῶν τῶν βρεφικῶν σπαργάνων εὐσπλαγχνίας ἔχουσα πηγαίαν φύσιν καὶ παιδαγωγὸς καὶ τροφός μοι τυγχάνεις, δίδως δὲ καὶ σύνοικον ἀνδρείαν κόρην, | |
καὶ κατακοσμεῖς πάντα λαμπρῶς τὸν βίον, | 88 | |
15 | καὶ πλουτοποιεῖς καὶ χαρίζῃ τοὺς τόκους προκαταλαμβάνουσα τὰς περιστάσεις καὶ τὰς νόσους λύουσα κρυπτοῖς φαρμάκοις, καθὼς τὸ παρὸν μαρτυρεῖ θαῦμα πλέον· ἡ γὰρ τελευτήσασα μικροῦ φιλτάτη, | |
20 | τὸ τῶν ἐμῶν φῶς αὐτολαμπὲς ὀμμάτων καὶ τῶν ἀγαθῶν βάθρον ἑξῆς ἐλπίδων, ἣν Ἑλένην κέκληκα τοῖς κρίμασί σου, ζῇ πάλιν ἡμῖν ἀπὸ τῆς σῆς ἰσχύος, καὶ τέρπεται δὴ καὶ τὸ φῶς τοῦτο βλέπει, | |
25 | καὶ τοῖς ἀπηχήμασι τῶν ψελλισμάτων θρανῶς βοᾷ τὸ θαῦμα τῆς ἐγέρσεως. ἀμείβομαι γοῦν ὑπὲρ αὐτῆς τὴν χάριν, καὶ κατακοσμῶ τῷδε τῷ χρυσαργύρῳ τοῦ σοῦ τύπου τὸ σχῆμα τὸ σχεδὸν πνέον· | |
30 | σὺ δ’ αὖθις ἡμᾶς ἀντιδεξιουμένη καὶ τὴν ἔσω βλέπουσα τῶν σπλάγχνων ζέσιν τήρησον ἀκλόνητον ἡμῖν τὸν βίον, φρούρει δὲ τὴν Λάζαρον Ἑλένην πάλιν εὐσπλαγχνίᾳ τείνασα τὴν πτέρυγά σου, | |
35 | καὶ πρὸς τὸν ἑξῆς ἴθυνον ταύτην βίον τεύξασα καὶ δείξασα καλλίπαιδά μοι καὶ παντὸς ἐξάρασα λυποῦντος πάθους καὶ κατακοσμήσασα χαρίτων χύσει λάφυρον ὑπάρξασαν αὐτήν σοι ξένον· | |
40 | ὁρᾷς γὰρ ἡμῶν τὴν ἐπὶ ταύτῃ σχέσιν τεκοῦσα Χριστὸν τῶν βρεφῶν τὸν ἐργάτην τὸν εἰς βάθος βλέποντα καρδίας μόνον. ναὶ ταῦτα δὴ τὰ λύτρα παρ’ ἡμῶν δέχου τὴν Ἑλένην σώζουσα παντὸς κινδύνου, | |
45 | κἂν εὐτελὲς τὸ δῶρον, οὐδέν τι ξένον· | |
ὁ γὰρ Ἰησοῦς καὶ Θεὸς καὶ δεσπότης καὶ πρὸς τὰ λεπτὰ τῆς καλῆς χήρας βλέπει, καὶ λαμβάνει τὰ μύρα τῆς πόρνης πράως, καὶ τῇ σχέσει δίδωσι τὸ πλεῖστον μέρος, | 89 | |
67(50) | τὸ δ’ εἰσενεγκεῖν πρὸς τὸ πᾶν τῆς ἀξίας οὐκ ἔστιν εὑρεῖν οὐδὲ πρὸς τῶν ἀγγέλων. ἀδελφιδοῦς ἄνακτος Αὐσόνων γένους Κομνηνὸς Ἀνδρόνικος Ἀσὰν πατρόθεν ἥρως ἀτεχνῶς, ἀλλὰ καὶ γίγας τάδε | |
55 | τῇ μητρὶ τοῦ κτίσαντος ἡμῶν τὴν φύσιν: — | |
68 | Αὐτοκράτορ μέγιστε, κοινὴ φαιδρότης, ἐκεῖνο δήπου τοῦτο σαφῶς ὃ βλέπω, καλῶς ἐφ’ ἡμᾶς εἰσρυείσης τῆς τύχης; ἐπεί με νεκρὸν συμπαθῶς ἀνιστάνεις, | |
5 | καὶ θαυματουργεῖς ἐκτελῶν τὰς ἐλπίδας. οὐδὲν γὰρ εἰς σέ, τὴν ὑπερτάτην φύσιν, ὃ μὴ φέρει τὰ βάθρα τῆς εὐσπλαγχνίας ἄσειστα καὶ μένοντα καὶ βεβηκότα πρὸς τὰς ἀπαθεῖς τῆς ἀληθείας βάσεις. | |
10 | οὐκοῦν πάλιν ζῶ καὶ σκοπῶ σε, φωσφόρε, τὴν ζωτικὴν ἔλλαμψιν ἐκχέαντά μοι; καὶ γὰρ ὁ χειμὼν τῆς ψυχῆς ἀφυβρίσει, | |
καὶ πᾶν τὸ λυποῦν ῥᾳδίως οἰχήσεται, κἀγώ, βασιλεῦ, τῶνδε τῶν ἔργων χάριν | 90 | |
15 | ὡς πῦρ τὸ θερμὸν ἐκχεῶ τῆς καρδίας. εἰ δ’ ἐλλιπῆ σοι τὰ πρὸς εὐχαριστίας, ὁ σὸς βασιλεὺς καὶ Θεὸς καὶ δεσπότης ἀμείψεται τὸ σχῆμα τῆς εὐποιίας προσθεὶς ἐτῶν σοι πλῆθος ἀριθμοῦ πλέον, | |
20 | καὶ τὸ σταθηρὸν κατακοσμήσας κράτος, ὡς οἶδεν αὐτὸς ἐν πλατυσμῷ πραγμάτων: — | |
69 | Ἄνω μὲν ἀγγέλων σε πενθοῦσι στίφη, κάτω δὲ δακρύουσι γυναῖκες, λόγε, κἂν οὐκ ἔχει θόρυβον ἡ θρηνῳδία· ἄνδρες δὲ κηδεύουσιν αἰδοῖ καὶ τρόμω, | |
5 | τάφος δέ σου τὸ σῶμα καινὸς λαμβάνει σφαγὲν δι’ ἡμᾶς τοὺς πεπαρῳνηκότας, σκυλεύεται δὲ πᾶς ἀπορρήτως τάφος. Τρύφων δὲ τυποῖ Τετραγωνίτης τάδε πρὸς αἰσχύνην μάλιστα τῶν χριστοκτόνων· | |
10 | Θεὸς γὰρ εἷ σύ, κἂν φορῇς τὸ σαρκίον: — | 91 |
70 | Ἔπεμψα δή σοι τὸν Φιλῆν τὸ βιβλίον ᾧ σαυτὸν ἀντίπεμπε τῶν ἴσων χάριν. πλὴν ἀλλ’ ἀναγνοὺς καὶ μεταγράψας τόδε πρὸς τοὺς δανειστὰς αὖθις ἡμᾶς ἀντίδος, | |
5 | ὡς ἂν μετ’ αὐτὸ καὶ τὰ λοιπὰ λαμβάνῃς. τῇ νῦν δὲ καινῇ καὶ φιλοΰλῳ σχέσει, ὦ τέκνον Ἑρμοῦ, τὰς χρυσᾶς πῆξον βάσεις ἥδιστον ἀνάπαυμα δεικνὺς τὸν φίλον, κἂν ἀποδ〈ημῶν κἂν〉 παρὼν 〈σὺ〉 τυγχάνῃς· | |
10 | ποῖον γὰρ ἐν γῇ φιλίας ἡδύτερον; — | |
71 | Χριστὸς φυσικῶς τῶν κατὰ χάριν μέσον οὐρανοποιεῖ τόνδε μικροῦ τὸν τόπον· σὺ δὲ βλέπων φύλακας ἐκτὸς ἀγγέλους, | |
ἄνθρωπε, συστάληθι· καινὰ γὰρ τάδε: — | 92 | |
72 | Μετὰ σκότος φῶς καὶ μετὰ ψύξιν ζέσις, μετὰ δὲ τὸν κλύδωνα τῆς ἀθυμίας θυμηδίας ἔλαμψεν ἡμῖν αἰθρία. χθὲς μὲν γὰρ ἐστύγναζεν ἡ σὴ φαιδρότης | |
5 | ἐν τοῖς ὀδυρμοῖς ὠχριῶσα τῶν φίλων, κἂν οὐδ’ ἐπ’ αὐτῆς ἀπεμορφοῦ τῆς νόσου τῆς φύσεως τὸ κάλλος εὐσταθὲς φέρων. νυνὶ δὲ φυγὼν τὴν κλοπὴν τοῦ κινδύνου καὶ τὰς ἐν ἡμῖν ἀπρεπεῖς ὑποψίας | |
10 | καὶ τῶν ἰατρῶν τὰς κενὰς ὑποκρίσεις καὶ τὰς ἀπαγεῖς καὶ παραβόλους κρίσεις πανηγυριστὰς αὖθις ἡμᾶς δεικνύεις· οὐκ ἦν γὰρ εἰκὸς δυσπαθεῖν σου τὴν φύσιν, ἣν εἶδεν εἰς γῆν ἀντὶ θάμβους ὁ χρόνος. | |
15 | ὢ πῶς ἐπ’ ἀκμῆς εὐγενῶς ἐκαρτέρεις τοσοῦτον ἐσμὸν δυσχερῶν ἀποκρύφων, τὸν ἵμερον γὰρ τῆς ψυχῆς τῆς ὀλβίας ἀνατρέχειν ἔπειθες εὐθὺ τῶν γνάθων, πράως δὲ τὰ βλέφαρα τοῖς πόνοις μύων | |
20 | (φροντιστικὰς γὰρ εἶχεν ὁ χρὼς ἐμφάσεις) ἔτερπες οὓς ἤθροιζες ἀλγοῦντας τέως, | |
καὶ τοὺς ἰατροὺς φιλεριστοῦντας βλέπων οὐδὲ πρὸς αὐτοὺς ἐμβριθῶς ἐδυσφόρεις, ἀλλ’ οὖρα καὶ κλυστῆρα καὶ σφυγμοῦ δρόμους | 93 | |
25 | καὶ τἆλλα παρεὶς ἀγνοεῖν ὑπεκρίνου, καὶ μὴν κατ’ αὐτῶν ἀσφαλεῖς εἶχες κρίσεις, εἰ τὴν περιττὴν οὐκ ἐταπείνου σχέσιν ὁ τὴν σιωπὴν ἀντιθεὶς τούτοις νόμος. εἴ πού γε μὴν ἔδει σε κἀκεῖνα κρίνειν | |
30 | καὶ τὰς ἀφορμὰς ἀπαριθμεῖν τῆς νόσου καὶ τῇ φύσει πρέποντα μαστεύειν λόγον, ποῖος Γαληνὸς οὐκ ἂν ὑπεξίστατο ῥιπτῶν κατὰ γῆς ἐν θυμῷ τὰ βιβλία; ἀλλ’ ἡ μὲν ἀκμάζουσα καθάπαξ νόσος | |
35 | ἐπυρπόλει τὸ σῶμα τῇ περιστάσει· ἡ σύζυγος δὲ καὶ τρυγὼν καὶ καλλίπαις, ἣν ἡ χάρις πόρρωθεν ηὐτρέπιζέ σοι, περιστερᾶς προσῆν γε παρθένου τύπον, δι’ ἧς ὁ κοινὸς τοῦ βροτῶν γένους κλύδων | |
40 | παρῆλθεν ὡς ῥοῦς ἐν βυθοῖς ἀφυβρίσας· ὁ νοῦς δὲ λαβὼν ἀσφαλεῖς τὰς ἐγγύας τὸν δημιουργὸν ἐσκόπει τῆς φύσεως. Θεὸς μὲν οὖν ἔχει σε τὸν λάτριν πάλιν καὶ βασιλεὺς τὸν ἄνδρα τὸν νοῦν τὸν μέγαν, | |
45 | Θρᾷκες δὲ τὸν σωτῆρα καὶ προμηθέα, αὐτὸς δὲ Φιλῆς τὸν χρυσοῦν εὐεργέτην· τοῦ σώματος γὰρ ἡ κατὰ λόγον πλάσις ἀνατρέχει καθάπερ εὐσταλὴς γίγας εἰς τὴν ἀρίστην κρᾶσιν ἣν πρὶν ηὐτύχει. | |
72(50) | γένοιτό σοι γοῦν ὀλβιῶσαι τὴν τύχην καὶ κρείττονα σχεῖν τῆς ὑπαρξάσης πάλιν ἐπὶ χρόνον μήκιστον οἷς ἔτι δράσεις, παλίμβιον φῶς, ἄκος ἀλγούσης τύχης, | |
φίλων προμηθεῦ καὶ σφαγεῦ τῶν βασκάνων: — | 94 | |
73 | Ἰδοὺ κλίμαξ· ἄνελθε, πιστέ, καὶ δράμε, καὶ μηδὲ πρὸς γῆν μηδὲ κατόπιν σκόπει, μὴ παρενεχθῇς καὶ περιπταίσῃς τρέχων καὶ τοῦ κάτω δράκοντος εἰρχθῇς ταῖς μύλαις: — | |
74 | Σὺ μὲν δι’ ἡμᾶς οὐρανούς, λόγε, κλίνας συνῆψας ὑφ’ ἓν τὰς διεστώσας φύσεις· ἐγὼ δὲ τὸ ζῶν τῆς ψυχῆς γόνυ κλίνων ἐν σοὶ διαιρῶ τὴν μονὴν τὴν ἐνθάδε | |
5 | ἄλλῃ πρὸ καιροῦ δυσκλεῶς ἐζευγμένην, μᾶλλον δὲ δουλεύουσαν οὐ φέρων βλέπειν ἐλευθέραν τίθημι σήν, πάτερ, χάριν. καὶ σὺ μὲν ἡμῶν τῶν κατεσκυλευμένων | |
ὑπογράφεις αἵμασι τὴν σωτηρίαν· | 95 | |
10 | καὶ γὰρ ὁ Σατὰν εὐχερῶς ἀπεσφάγη λόγχης τομῷ στόματι ληφθεὶς ἐνθέου, ἐγὼ δέ σοι πάρειμι διδοὺς τὸν τόμον ἐρυθροβαφῆ καὶ κατεσφραγισμένον· οὐκ ἦν γὰρ εἰκὸς τῶν μοναχῶν τὸν βίον | |
15 | τῇ τῶν μεριμνῶν ἐμπεφύρθαι συγχύσει. σὺ γοῦν ὁ δοὺς τὰ σκῆπτρα τῆς κραταρχίας ἐσφαγμένους ἄνωθεν ἡμῖν δεικνύοις. τοὺς αἱμοχαρεῖς πανταχοῦ γῆς βαρβάρους: — | |
75 | Ἥδυσμα κοινόν, τῆς ἐμῆς γλώττης βάσις, φίλων ἑορτή, σύνεσις, γνῶσις ξένη καὶ μοῦσα καὶ νοῦ καὶ σοφῶν ἕρμα κρότων καὶ καταγωγὴ τῆς πολυζήλου τύχης | |
5 | ἁπλοῦν τε καλὸν καὶ μονόσχημον τέρας ἐν παντοδαπῇ συλλογῇ χαρισμάτων, ὁρῶν τὸν οἰκτρὸν 〈τῆς ἐμῆσ〉 τύχης δόμον ἄβαθρον, ἀστήρικτον, ἠδαφισμένον ἐκ τῆς πονηρᾶς ἐμβολῆς τῶν πραγμάτων | |
10 | σὺ πῆξιν αὐτῷ καὶ κατάστασιν δίδου, καὶ βουσὶ γῆν πρέπουσαν ὡς χρὴ θεσπίσας χρυσοῦς κίων ἄντικρυς ἀνέχων γίνου, μήπως ὁ σεισμὸς τῶν ἐμῶν ἔργων πάλιν κυκῶσαν εὑρὼν τὴν βροχὴν τῶν βασκάνων | |
15 | τὸ τεῖχος ἡμῖν συμπεσὸν κατασπάσῃ. ναὶ πράττε· ναὶ χάραττε· ναὶ σχοίνιζέ μοι | |
γεωγραφικῶς τὰς νομὰς τοῦ κτήματος· κινεῖς γὰρ ἡμῖν πολλαχοῦ γῆς τὴν Θρᾴκην δεικνὺς φορητὴν ταῖς γραφαῖς ταῖς ἐνθέτοις, | 96 | |
20 | πάντως δὲ τὴν σὴν οὐρανοδρόμον φύσιν, κἂν ὡς προσηνὴς μετριάζῃς τοῖς φίλοις, οὐκ ἔστιν εὑρεῖν ἐν στενοῖς ὡρισμένην· ἀλλ’ ἄφθονος σὺ καὶ θεόσδοτος χύσις, ὀλβιόδωρε δύναμις, πτωχοτρόφε: — | |
76 | Ὦ νοῦ στρατηγὲ καὶ πρὸ τῆς ἥβης γέρον καὶ δένδρον ἀνθοῦν ἀπὸ ῥιζῶν ὀλβίων τοῖς ἐμφύτοις αἵμασι τῶν βασιλέων καὶ παντὸς ὑπόδειγμα λαμπροῦ τῷ χρόνῳ | |
5 | καὶ τῆς πυκαζούσης σε κοσμῆτορ τύχης, φῶς ἐν ζόφῳ σὺ καὶ μετὰ ψύχος ἔαρ ἐκ τῆς Θρᾴκης ἥδιστος ὀφθεὶς τοῖς φίλοις· καὶ γὰρ ἐπ’ ἀκμῆς χειμερινῆς ἐρράγης | |
ὡς αἰθρία πρώιμος ἐν Βυζαντίδι, | 97 | |
10 | κἀγὼ τὸ σὸν πρόσωπον ἀθρῶν ὡς ῥόδον, ὃ μήθ’ ὁ δεινὸς ὑποσυλήσαι φθόνος μήθ’ ὁ τρυγῶν ἅπαντα μαράναι χρόνος, μή, παραγωγεῦ τῆς πνοῆς τῶν ἐμψύχων καὶ ζῶν φυτουργὲ τῆς χλιδῆς τῶν ἀνθέων, | |
15 | ὀδμαῖς ἐμαυτὸν μυστικαῖς ἀναψύχω, καὶ καρδιαλγῶν ὑπὸ τῆς φαύλης τύχης τὴν τοῦ πνίγους βρέμουσαν ἀμβλύνω φλόγα. πλήν, ὧ στρατηγέ, πῶς ἀδικεῖς τοὺς λόγους, ὃς τρυτάνῃ Θέμιδος ὀρθοῖς τὸν βίον; | |
20 | οἱ μὲν γὰρ εἰσφέρουσιν αἰδοῖ τοὺς κρότους, ὡς οὐδόλως ἔχοντες εἰπεῖν τι πρέπον· σὺ δ’ ὡς ἐριστὰς τοὺς ἐραστὰς αἰσχύνεις σκύμνον γαλᾶς παίζοντα δεικνὺς τὴν φύσιν. ἀλλά, παπαί, στέργουσι τὴν ἧτταν πλέον | |
25 | ὡς δυσέρωτές τινες εἰ κάμνειν δέοι· ἄλλους γὰρ αὐτοὶ πάλιν αἱροῦσι κρότους οὓς Ἀτθὶς ἐξήνεγκεν εἰς ἀριστέας, ἐπεί σε πολλῷ τῶν παρ’ αὐτῇ βελτίω ἡ πατρὶς ἀπέφηνε τὸν φίλον τόκον. | |
30 | ἢ τίς τοσοῦτον εἶδεν ἀρχῆθεν τέρας εἰς τήνδε τὴν γῆν καὶ τὸ συλλήβδην γένος; οὐ γὰρ ἐπαινεῖς τὴν ἐπανθοῦσαν χνόην. ἂν οὐκ ἔχει γέροντος ἡ φύσις βάσιν, οὐδ’ εἰς τὸ παρὸν τῶν καλῶν μόνον βλέπων | |
35 | πρὸς τἄλλα νωθὴς ὁ χρυσοῦς ἥρως γίνῃ, ἀλλὰ προσθεὶς ἅπασαν ὀλβίαν φύσιν τρυγᾷς ἑκάστης εὗ μάλα τὸ χρήσιμον, καὶ συλλέγεις ἔρανον ἐκ τούτων χύδην, | |
ὡς ἂν ὑπ’ αὐτῷ παντοδαπὸς τυγχάνοις | 98 | |
40 | ἓν ἀρετῶν ἄγαλμα φανεὶς τῷ χρόνῳ. πάντες δέ σε πνέουσιν ὡς πάντας μόνον, καὶ πᾶς ὃς ἂν ἔχοι τι σεμνὸν ἐν βίῳ τοῦθ’ εὗρεν εἰς σὲ καὶ φιληδεῖ σοι πλέον καὶ πάντας αἱρεῖς τῇ κατὰ πάντα σχέσει | |
45 | κοινῇ τὰ κοινὰ καὶ τὰ χωρὶς εἰσφέρων. πρώτη μὲν οὖν φρόνησις ὠδύνησέ σε τὸ τῆς γονῆς κάλλιστον ἁρμοσαμένη, τεχθέντι σοι δὲ σπαργανοῖ τὸ σαρκίον ῥώμη λεοντῇ, καὶ μετὰ ταύτην πάλιν | |
76(50) | ἀνῆκε θηλὴν εἰς ἀμολγὴν ἡ θέμις. ἡ δ’ αὖ γε λοιπὴ τῶν τριῶν καὶ βελτίων, ὅσῳ τὸ σῶφρον κέρδος ἀνθρώποις μέγα, λαβοῦσα κοσμεῖ καὶ καταψᾷ καὶ τρέφει, καὶ δημαγωγὸν ὀργανοῖ σε τῷ κράτει, | |
55 | καὶ ταγμάτων ἄρχοντα πολλῶν δεικνύει, καὶ κατὰ παθῶν τρισαριστέα γράφει, καὶ ζῇ τὰ σεμνὰ τῶν παλαιγενεστέρων τῆς φύσεώς σου ταῦτα δεικνύσης ἔτι. τίς γὰρ τὸ σὸν πρόσωπον οὐ κατεπλάγη | |
60 | τὸ χαρίτων ἄντικρυς ἐμφύτων γέμον, ὦ ζῶν Ἰωσὴφ καὶ κατ’ αὐτὸ δὴ τόδε; μᾶλλον δὲ τίς τὰ τόξα τῶν σῶν ὀφρύων οὐκ εἶπεν εὐθὺς ‘τόξα γαλήνης τάδε‘; τίς καὶ τὸ κάλλος εἰ βλέποι τῶν ὀμμάτων | |
65 | καὶ τὴν ἐναστράπτουσαν ὀξυδορκίαν τὴν πλάστιδα σφῶν οὐ κροτεῖ χαίρων φύσιν, μᾶλλον δὲ τὸν πλάσαντα κοινῇ τὴν φύσιν; ὡς γὰρ ἀμιγὴς ἡ κατ’ αὐτὰ λευκότης μελαντέρας δείκνυσι τὰς ἔνδον κόρας, | |
70 | ἀφ’ ὧν ὁ ῥυθμὸς τῆς ῥιπῆς περιτρέχων | |
ἐφολκὸν ἀμφίβληστρον ἠρέμα πλέκει, καὶ τοὺς θεατὰς ὥσπερ ἰχθῦς συλλέγει σιγῶντας εἰς τὸ θαῦμα τῶν ὁρωμένων, καὶ δραστικῶν μέτεστιν αὐτοῖς φαρμάκων | 99 | |
75 | πρὸς τοὺς ἀφανεῖς τῶν ὁμιλούντων πόνους· τὸ γὰρ ἔσω δήπουθεν ἀλγῦνον ψύχος ἡ συμπαθὴς ἐντεῦθεν ἐκτήκει ζέσις, ὡς ἡλίου δύναμις ἐν θέρει νέφος· ὅταν δὲ τὸ στράτευμα συντάττειν θέλῃς, | |
80 | καὶ τοὺς ἀπειθεῖς ἀπὸ μυκτήρων ἄγῃς, Κλωθοῦς μίτους ἔχουσι τὰ βλέφαρά σου· νεύματι γὰρ ἅπαντας ἀθροίζεις μόνῳ, καὶ πάλιν αὐτοὺς νεῦμα κινεῖ σοι τρέχον. τί μὴ λέγω τὸ μεῖζον, ὧ σώφρων φύσις; | |
85 | τοῖς γὰρ ἀναστήμασι τῶν σῶν ὀμμάτων ῥεμβασμὸς οὐδείς ἐστιν εἰς κάλλος νόθον· ἡ ῥὶς δέ σοι κάλαμος ἐκ μελανδόχης, μᾶλλον δέ τις κρύσταλλος ἑστὼς εὑρέθη, καί, καθόσον δίδωσιν ἡ τέχνη γράφειν, | |
90 | τὸ γρυπὸν οὐκ ἔχουσα τῆς ἀγρυπνίας τὸ σιμὸν ἐκπέφευγε τῆς ἀκοσμίας, καὶ κανόνος μείνασα παντὸς εὐθύτης τὴν ζωγράφον δείκνυσι τῇ πλάσει φύσιν. αἱ δὲ γνάθοι πῦρ, ἀλλὰ καὶ φῶς καὶ δρόσος· | |
95 | τῆς γὰρ φυσικῆς πορφύρας ἡ λεπτότης τῷ σφόδρα λευκῷ τῆς δορᾶς ἐπιπρέπει, καί τις μεταξὺ τῆς βαφῆς ἄνθη βρύει, καὶ φαιδρά τις ἔσωθεν ἐκκύπτει ζέσις ἣ τοῖς πόροις ἔπιπλον ἰνῶδες πλέκει, | |
76(100) | ψεκάζεται δὲ τῆς χλιδῆς ταῖς ἰκμάσι. τὰ τῶν παρειῶν ἦρος ἂν φαίης ῥόδα. | |
πλὴν εἴτ’ ἀθυμεῖς, εἴτε θυμοῦ τι πνέεις, εἴτε πρὸς ἐχθροὺς ἀντιτάττῃ δυσμάχους, εἴτε σκύλων τέρποντα συλλέγεις βάρη | 100 | |
105 | ἢ κατὰ θηρῶν παντοδαπῶν ἐκτρέχεις, τάδ’ οὐδὲν ἂν δύναιτο φαυλίζειν πάθος ἴσχοντα φυὴν ἐκτροπῆς ἀλλοτρίαν. τὰ δ’ ὦτα πολλῶν δεκτικὰ προσφθεγμάτων καὶ βασιλικῶν παστάδες βουλευμάτων· | |
110 | παγκοσμίων γάρ εἰσιν ἀρρήτων πόροι καὶ συγκομισταὶ τακτικῶν ἀκουσμάτων, καὶ πρὸς τὸ τῆς σάλπιγγος εἱστήκει στόμα, ὅτε πρὸς ἐχθρῶν συμπλοκὴν ἐπιτρέπει, κἀν ταῖς δίκαις, εἴ πού γε καὶ κρίνειν θέλοις, | |
115 | ἐλεγκτικὴν ἔχουσι τοῦ ψεύδους φύσιν, καὶ πρὸς μὲν ἡδύνοντας εὐκόσμως λόγους ἀναπεταννὺς κέρδος ἁδρὸν εἰσδέχῃ. ὅταν δέ τις βάσκανος ὑπέλθῃ κρύφα, βύεις παρευθὺς καὶ καταφράττεις τάδε· | |
120 | κἄν τις πάλιν ἄσεμνα συγχέων λέγῃ, στρέφεις μετ’ ὀργῆς, μὴ συναρπάσας λάθῃ. ποῖον δ’ ἂν εὐκέλαδον ἀρκέσει στόμα τὸ σὸν στόμα πρέπουσιν ὑμνῆσαι κρότοις, δημηγορικὲ τῶν παρ’ Ἀθήναις πλέον; | |
125 | ἡ γὰρ Ἀερμὼν δεῦρο πηγάζει δρόσος, ὅταν ὁμιλῇς ταῖς φυλαῖς τῶν ταγμάτων· εἴπου δὲ καὶ πρόχειρον ἀστεῖον λέγοις γέλωτι σεμνῷ τὴν βοὴν παραπλέκων, ἄκουε καὶ σὺ στὰς ὑπὲρ γῆς φωσφόρε· | |
130 | φρονήσεως γάρ ἐστι νυμφὼν τὸ στόμα συμμετρίᾳ ῥήγματος ὠργανωμένον, καὶ χειλέων ἄνθρακας ἐνδρόσους φέρον ἅπαν σχεδὸν πρόβλημα ῥᾳδίως φλέγει· | |
τάχα δὲ λειμών ἐστιν ἢ πάλιν σύριγξ | 101 | |
135 | πᾶν μέτρον εὑρὸν πρακτικῆς μουσουργίας· ἡ γὰρ ἄνω φρόνησις ἐντείνει τόδε πλῆκτρον λαλητὸν τὴν σοφὴν γλῶτταν φέρον, καὶ δημιουργεῖ πᾶν τὸ τῶν λόγων μέλος θέλγουσα τοῖς κρούμασι καὶ τοὺς ἀψύχους· | |
140 | ψεύδους δὲ τοῦτ’ ἄγευστον ἐκ βρέφους ἔχεις, μήπως ὁ κηφὴν τὴν ψυχὴν ὑποδράμῃ συλῶν τὸ λαμπρὸν τῆς ἀληθείας μέλι· σίμβλον γὰρ ἂν κρίνοιτο καθάπαξ τόδε τῆς ἀρετῆς τὸ νέκταρ οὐ φαῦλον φέρον. | |
145 | ὕβριν δὲ μισεῖς ἐκ τριχὸς πρωτοχρόνου, καὶ τῶν περιττῶν οὐκ ἐπιστρέφῃ λόγων, ὅρκων δὲ τηρεῖς τὴν ψυχὴν ἐλευθέραν πρὸς τὸν μόνον βλέποντα καρδίας βλέπων. ὢ πῶς ὁ Φιλῆς τοῦτο φιλεῖ τὸ στόμα | |
76(150) | τὸ χεῖλος ἐνθεὶς τῇ πλοκῇ σοι τῶν κρότων; τὴν πρόσχυσιν γὰρ τῶν φιλανθρωπευμάτων μεθ’ ἡδονῆς μοι πολλάκις ἐθέσπισεν. ὁ δὲ χρυσοῦς ἴουλος ἀνθεῖ σοι ξένως, ὡς οὐ περιττὸς οὐδ’ ἀκαλλῶς ἐνδέων· | |
155 | οὕτω γὰρ ὑπέδειξε τὸν τοῦ Νιρέως ὁ τῶν παλαιῶν ζωγραφῶν τὰς ἐμφάσεις, ἐπείπερ αὐτὴν τὴν Ἀχιλλέως κόμην οὐ βοστρύχων γέμουσαν, ἀλλ’ εὐκοσμίας τῆς φύσεως ὁ κόσμος ἐβράβευσέ σοι. | |
160 | ὁ δ’ εὐσταθὴς τράχηλος εἰς παντευχίαν | |
οὐδὲν φέρων πρόμηκες ἐκ τῶν σπονδύλων ἀλλ’ οὐδ’ ἀγεννῆ συστολήν σοι δεικνύων, πύργος τίς ἐστιν εὐφυῶς πεπηγμένος καὶ πᾶν φέρων δήπουθεν ἀλγοῦντος βάρος· | 102 | |
165 | τοῦτον γὰρ ὑπέθηκας εὐθὺς τῷ κράτει ζυγὸν θέλων δούλειον εὐψύχως φέρειν ἢ στρεπτὸν Αἰγύπτιον εἰς ὄλβον Μίδου. ἀλκῇ δὲ χειρῶν καὶ συνοχῇ δακτύλων πᾶν τόξον ὀρθοῖς τὴν βολὴν ἀπευθύνων. | |
170 | καὶ τοὺς ὀιστοὺς ἀπὸ νευρᾶς ἐξάγεις ἐν ἀτρόμῳ σχήματι καὶ νεύρων βάσει· βάλλεις δὲ νεβροὺς τοξικοῦ μᾶλλον Σκύθου, καὶ μέχρις αὐτῶν εὐστοχεῖς τῶν ὀρνέων ὑπανέχων τὸ τόξον εὐτέχνῳ στάσει· | |
175 | δόρατα δὲ κλᾷς ἐμποδὼν οὐδὲν φέρων· συναίρεται γὰρ καὶ τὸ τῶν στέρνων σθένος πρὸς τὴν κατὰ πρόσωπον ἱππηλασίαν, ὅταν ὁ γαισσὸς ἀπερεισθεὶς εὐτόνως καταπιεσθῇ τῇ παραρρόπῳ κλίσει, | |
180 | καὶ μηδὲν ἀντίτυπον ἐντεῦθεν φέροι χειρὸς βριαρᾶς εὐσθενῆ πῆχυν τρέμων· τὸ δὲ στέγειν δύσοιστον ἀσπίδος βάρος καὶ τοῖς ἀφιππάσμασι πᾶν δόρυ στρέφειν εἰς τὴν παραμείβουσαν ἀκρονυχίαν, | |
185 | ἢ βαρβάρων αἵμασι κοσμεῖν τὸ ξίφος, ἢ κρυμὸν ἀλγύνοντα καὶ πνῖγος φέρειν ἐν δυσβάτοις δή τισι καὶ χέρσοις τόποις ἐξαίρετον σὸν καὶ πρὸ τῆς ἡλικίας. ὅταν δὲ τοῖς πένησι μετρῇς τὰς δόσεις | |
190 | ζυγοστατῶν τὸ ψῆγμα τῆς εὐσπλαγχνίας καὶ ποικίλους ἄνωθεν ἀθροίζων φόρους, | |
πῶς τάσδε σου τὰς χεῖρας ὑμνήσει λόγος, ἃς οὐ παρεξέτεινας εἰς ἀπληστίαν οὐδ’ αἱμάτων ἔπλησας ἐξ ἁρπαγμάτων, | 103 | |
195 | ἀλλὰ πρὸς αὐτὸν τὸν Θεὸν καὶ δεσπότην τεταμένας ἔσχηκας ἐκ γῆς ἐμφρόνως, ἀφ’ οὗ τὸ λουτρὸν τῆς ψυχῆς ἐβαπτίσω; ἀλλ’, ὧ στρατηγέ, θαῦμα τοῦ γένους μέγα, τῷ μὲν λόγῳ πρόθυμος ὁ δρόμος πάλιν, | |
76(200) | ὃς μέχρι χειρῶν τὴν φυὴν διαπλάσας καὶ πρὸς τὰ λοιπὰ τῶν μελῶν ἀποτρέχει· σὺ δ’ ὁπλιτικῶς ἐγκαταπεφραγμένος τὸ τῆς ῥύμης ἔστησας ἀκμαῖον τάχος· ἥκιστα γὰρ ἅπαντα σαυτὸν δεικνύεις | |
205 | ἐπηλυγασθεὶς εἰς τὸ τῶν ὅπλων σέλας. ἔχεις γε μὴν εὔρωστον ἰσχίων θέσιν εἰς ἁλτικὴν ἔπαρσιν ἢ μῆκος δρόμου καὶ συμπλοκὴν ἄμοχθον ἑστώσης πάλης καὶ συντόνους πόρρωθεν ἐξελασίας· | |
210 | κούφους δὲ καὶ πρέποντας ἀνδρὶ τοὺς πόδας, κἂν πεζομαχῇς κἂν ἐπιτρέχῃς βάδην· τὸ σάρκινον γὰρ ἐκπεφευγότες βάρος γυμναστικὴν ἴσχουσιν εὐαρμοστίαν. καὶ ταῦτα μὲν σὰ κατὰ τὴν διαρτίαν | |
215 | καὶ τὴν ἀπαστράπτουσαν ἐκτός σου πλάσιν. ἐγὼ δὲ πῶς καὶ τἄλλα συνθεὶς ἐκφράσω, στρατηγὲ φιλόμουσε, ῥυθμὲ τῆς τύχης; λαλεῖς γὰρ ἃ χρὴ καὶ σιωπᾶς ἂν δέοι, λέξις δέ σοι πρέπουσα κοσμεῖ τοὺς λόγους, | |
220 | καὶ νοῦς ἐν αὐτοῖς καὶ στροφὴ καὶ πυκνότης καὶ κτύπος ἡδὺς ἐξ ἀπαθῶν ὀργάνων καὶ λεπτότης πρόσφατος ἐνθυμημάτων· χωρεῖς γὰρ ὀξὺ πρὸς τὸ κοινοῦν τοὺς λόγους, | |
καὶ τὰς ἀφορμὰς τοῦ σκοποῦ κατευθύνεις | 104 | |
225 | ἐπ’ αὐτὸ τὸ σπούδασμα τὸν νοῦν συλλέγων, ἕως ἂν ἀπρόσπταιστος εἰς πέρας δράμῃς πειθοῦς καταστὰς αὐτομαθὴς τεχνίτης, καὶ τοὺς φυσικοὺς μὴ παρατρέχων ὅρους (τούτους γὰρ ἀνέπνευσας ἐκ πρώτης χνόης), | |
230 | τὴν τῶν σοφιστῶν ἐκτροπὴν καταισχύνεις· πᾶσαν δὲ μισεῖς παρὰ παντὸς διπλόην τὸν μῦθον ἁπλοῦν τῆς ἀληθείας κρίνων. ἀλλ’ εἰ μὲν εἰς τάγματα καὶ μάχας λέγοις, Δημοσθενικὴν ἐξάγεις τὴν ἰδέαν· | |
235 | εἰ δὲ πρὸς ἡμᾶς τοὺς περὶ λόγους τέως, ποῦ δὴ Πλάτων, ἥλιε, ποῦ δὲ Σωκράτης; νικᾷ γὰρ αὐτῶν ὁ στρατηγὸς τὴν φύσιν, ὡς βαρβάρους, πρόκωπον εἰ φέροι ξίφος. σπουδῆς δὲ καιρούς, ἀλλὰ καὶ μάχης τίθης, | |
240 | ὥς τις βραβευτὴς εἰ σκοπεῖ τὸ συμφέρον, καὶ τοὺς ἀδικεῖν αὐθαδῶς εἰθισμένους ἢ τοῦτο μὴ δρᾶν εὐφυῶς πείθεις λέγων, ἢ χεῖρα κινεῖς τοῖς κακοῖς εὐεργέτιν, ἢ τοὺς κακῶς πάσχοντας ἀναλαμβάνεις, | |
245 | ἅ τινες ἡρπάκεισαν αὐτὸς εἰσφέρων, ὡς ἂν ὁ θεσμὸς εὐνομῇ τῶν ταγμάτων καὶ μηδὲν ᾗ πρόσκομμα τοῖς ἀνευθύνοις. τούτων γε μὴν ἕκαστον ἀθρῶν ὁπλίτην γίνῃ Γαληνός, καὶ παρ’ αὐτοῦ πυνθάνῃ, | |
76(250) | τί δήποτ’ ἐστὶν εἴπερ ἐστὶ τὸ θλίβον, καὶ πρὶν ἐπαφῇ σφυγμικῇ γνῶναι τόδε (καὶ γὰρ ἔχων φαίνῃ τι κἀκείνου πλέον), χρυσαργύρου φάρμακον αὐτῷ προσφέρεις· τὸ δ’ ὑποχωρεῖ μηδὲ μικρὸν ἀντέχον, | |
255 | οὐ μὰ τὰ φιλάνθρωπα ταυτὶ πρακτέα· | |
ἐκ γῆς δὲ μετρεῖς τῶν θαλασσῶν τὰς πόλεις, καὶ πειρατικὸν ἐκνικᾷς πάντα στόλον· τοὺς γὰρ παρεισάγοντας ἀνείργεις πόρους καὶ πάντα πορθμὸν συνεχεῖ πλῷ πορθμίων· | 105 | |
260 | ὁρῶν δὲ τὴν γῆν καὶ τὰ τῆς γῆς ἡδέα καὶ τὸν περισπούδαστον ἀνθρώποις βίον εἰς τὴν πολυκύμαντον ἐνταῦθα ζάλην, Εὔριπον ἢ Χάρυβδιν ἢ λῆρον μόνον ἢ πεττὸν ἢ γέλωτα παιζόντων μίμων | |
265 | ἢ καθάπαξ ὄνειρον ἢ ῥεῦμα τρέχον ἢ κρίνον ἀνθοῦν καὶ μετὰ θέρος χλόην ἢ καπνὸν οὐκ ἔχοντα καθ’ ὕψους βάσιν ἢ λεπτὸν ἀτμὸν ἢ μεσημβρίας νέφος ἢ νηπίου γάργαλον ἢ κούφην κόνιν | |
270 | ἢ πνεῦμα χυτὸν εἰς ῥοπὰς ἀγχιστρόφους· ταῦτα βλέπων ἄτυφος ὁ πρᾶος μένεις, καὶ μετρίῳ σχήματι κοσμεῖς τὴν φύσιν τὸν τῆς τύχης Ὄλυμπον ὡς νάπυ βλέπων. ἀλλά, βαβαί, παρῆλθε μικροῦ τὸν λόγον | |
275 | ὁ λαμπρὸς ἱππεὺς καὶ πρὸ τῶν δεῦρο κρότων. σὺ δ’ ὁ βραβεὺς νοῦς πῶς ἐπ’ αὐτὸν ὀκλάσας ἔτλης παθεῖν τοσοῦτον, εἰπέ μοι, πάθος; πλήν, ὧ στρατηγέ (σὺ γὰρ ἀνθέλκεις πάλιν), οὐκ ἔστι μοι νοῦς οὐδ’ ἐπιστήμης τόνος | |
280 | δοκῶν ἀποχρῆν πρὸς τὸ σὸν τέρας τόδε. σὺ γὰρ καθεσθεὶς εὐτεχνῶς καὶ κοσμίως ἐν τοῖς ἀναστρώμασι τῆς ἐφεστρίδος ἄγεις τὸν ἵππον ἠρέμα κινούμενον, καὶ πωλοδαμνεῖς καὶ μετὰ τοῦτο στρέφεις | |
285 | ἐν ὀρθίῳ σχήματι πηγνὺς τοὺς πόδας· | |
ἂν δὲ τραχυνθῇ τὴν καλὴν φρίξας φόβην, καὶ τὸν χαλινὸν ἐνδακὼν παραπτύῃ, καὶ πρὸς τὸν ὀτρύνοντα κομπάζῃ δρόμον δεινοὺς φρυαγμοὺς ἀπὸ μυκτήρων πνέων, | 106 | |
290 | τέως μὲν ὀρθοῖς ὑποδεικνὺς τὴν τρίβον, εἶτα καθιστᾷς καὶ τιθασεύεις πράως τὸ σφῖγμα χαυνῶν τῶν ποδῶν ταῖς βαθμίσι καὶ τὴν ἄνω δήπουθεν ἀμβλύνων τάσιν, ὡς ἂν μαλαχθῇ καὶ βαδίζειν εὖ μάθῃ. | |
295 | ἂν δὲ προαχθῇ καὶ δραμεῖν ἴσως θέλῃ, πρὸς ἅλμα κινεῖς καὶ στροφὰς ἀνεκφόρους, μήπως ὁ θυμὸς ἐμπνιγῇ μᾶλλον ζέσας τοῖς ἀσχέτοις ἄσθμασι τῶν ἐντοσθίων, καὶ τῆς ἀγωγῆς ἡ τελευτὴ προδράμῃ· | |
76(300) | κἂν ἐκτιναχθῇ καὶ κατ’ αὐτῶν τῶν πάγων ἀναρρόπους δή τινας ἀμείψας λόφους, ἢ κατὰ κρημνῶν τὴν φορὰν παρεξάγῃ σαφῶς θανατῶν ὑπὸ τῆς ἔνδον μέθης, τόδ’ οὐδὲν εἰς σέ· πάντα γὰρ ταῦτα στέγεις | |
305 | ἑστὼς ἐπ’ αὐτῆς τῆς καθέδρας ἀτρέμας ὡς ἀνδριὰς ἢ πύργος ἢ βουνοῦ ξέσις· ἂν δ’ ἐκταραχθῇ καὶ περιπταίσας πέσῃ, σὺ πάλιν ἱππεύς· οὐ γὰρ ἐνδίδως ὅλως ὡς συμπεφυκὼς τῷδε τῷ φέροντί σε, | |
310 | κἂν ὅπλα κινῇς κἂν ἐπ’ ἐχθροὺς ἐκτρέχῃς· τοῖς γὰρ χαλινοῖς ἰθύνεις τὰς ἡνίας πρὸς τὴν κατὰ βούλησιν ἐξελασίαν ἐνευδοκιμῶν ὑπὲρ ἀνθρώπου φύσιν καὶ χειρὶ καὶ λήματι καὶ τέχνης κράτει, | |
315 | ὡς μηδὲ τῶν σῶν δεῦρο κρασπέδων μέρος εἰς ἐκδρομὴν ἄκοσμον ἐλθεῖν ἰσχύειν τῇ συγχυτικῇ τῶν τιναγμάτων ῥύμῃ. ἐν δὲ τραπεζῶν φλεγμοναῖς πολυτρόποις τὰς εἰσαγωγὰς τῆς τρυφῆς ἀποπτύων | |
320 | σαυτόν, στρατηγέ, τοῖς ἀναγκαίοις τρέφεις, | |
καὶ τὴν ἀπραγμάτευτον ὀψοποιίαν (τὸ γὰρ περιττὸν ἐκφορεῖς τοῖς ὁπλίταις), Συβαριτικῆς προκρίνεις εὐωχίας· πίνεις δὲ λιτόν, εἴ γε διψήσεις, πόμα | 107 | |
325 | νοσημάτων γόνιμον εἰδὼς τὸν κόρον· ὑπνοῖς δὲ λεπτὸν ὡς τὸ δελφίνων γένος ὑπελθὸν ἀμφίβληστρον ὑδροθηρίας, ἢ σκύμνος ἢ γὺψ ἢ μελιττῶν σατράπης· εἴργουσι γὰρ μάλιστα τὴν ἀπληστίαν | |
330 | τὰ θηρατικὰ τῶν ὑποπτέρων γένη. τί δεῖ θορυβεῖν, τί δὲ μηκύνειν πλέον; σὺ τὴν μὲν ἀκμὴν πρεσβυτικὴν δεικνύεις, τὴν δ’ ὁπλιτικὴν ὡς ἐν ἀκμῇ λαμπρύνεις, ὅσους ἐπὶ γῆς εἶδε σεμνοὺς ὁ χρόνος | |
335 | ἐν τῷ κομιδῆ μειρακικῷ φαυλίσας. ἀλλά σε μὲν σπεύδουσι κοσμεῖν οἱ κρότοι, σὺ δ’ ἀντικοσμεῖς αὖθις ἡμῖν τοὺς κρότους. γένοιτό σοι δ’ οὖν καὶ μετὰ γήρως βάθος καὶ σάρκα ῥυσσὴν καὶ παρακμὴν ἐσχάτην | |
340 | καὶ φιλτάτων αὔξησιν εἰς μῆκος βίου καὶ τοῦδε τοῦ νῦν ὀλβιώτερον κλέος ἡ τῶν ἄνω μέθεξις ὡς ἡ τῶν κάτω, | |
κλεινὲ στρατηγέ, τῶν ἐμῶν ἄκος πόνων: — | 108 | |
77 | Ὁ πᾶσαν ἁπλῶς πεπραχὼς ἁμαρτίαν ἅπαντας ὑμᾶς πρὸς Θεὸν πρέσβεις γράφω. οἷς οὖν παθὼν ἕκαστος ὑμῶν εὑρέθη, τῶν σφαλμάτων ἕκαστον ἐξαλειψάτω, | |
5 | καὶ τῶν ἀγαθῶν πρακτέων ταῖς ἰδέαις ἅπαντες ἑξῆς ἀντικοσμήσατέ με· ποθῶ γὰρ ὑμᾶς καὶ μετὰ πότμον βλέπειν | |
Κρήτης ταπεινὸς ἀρχιθύτης, γεννάδαι: — | 109 | |
78 | Ἐκ γῆς ἐγὼ χοῦς, ἀλλ’ ἐπήρθην ὡς κόνις τῇ συγχυτικῇ συστροφῇ τῶν πραγμάτων, καὶ πάλιν εἰς γῆν τὴν ἐμὴν κατεστράφην, τῆς τοῦ βίου λαίλαπος εὐθὺς ληξάσης. | |
5 | κρυβεῖσα λοιπὸν ὑπὸ τόνδε τὸν λίθον τὴν ἐσχάτην ἔπαρσιν ἐλπίζω φθάσειν· ὁ γὰρ κεραμεὺς τῆς ἐμῆς διαρτίας ἥξει πρὸς ἡμᾶς ὡς κριτὴς αὖθις μέγας, ὡς ἄν με λαβὼν ἐκ φθορᾶς ἀφθαρτίσῃ. | |
10 | σὺ δέ, ξένε, κλαῦσόν με τὴν πρὶν ὀλβίαν καὶ νῦν ταπεινὴν καὶ πατουμένην κόνιν· ἴσως μαρανεῖς τῆς φλογός μοι τὴν ζέσιν ὄμβρον χέας πρώιμον ἐκ τῶν ὀμμάτων: — | |
79 | Ἀπὸ χειρῶν παρθενικῶν καὶ νυμφικῶν δακτύλων | |
καὶ γνώμης ἀρρενόφρονος καὶ δουλικῆς εὐνοίας, στρατάρχα μεγαλόνικε, τόνδε τὸν βύσσον δέχου· δεῖ γάρ σε τὸν κοσμήσαντα πολυτελῶς τὴν φύσιν | 110 | |
5 | δωροφορεῖσθαι παρ’ αὐτῆς ἐκ πολυτρόπων φόρων. ἵσταται μὲν οὖν ἡ κερκὶς πρὸ τῶν χειρῶν τῆς κόρης· αὕτη δὲ στρέφει μαλθακοῖς τὸν ἄτρακτον δακτύλοις, καὶ παρατρίβει τεχνικῶς ἐγκύπτουσα τοὺς μίτους, μήπου τι λάθῃ συγκλωσθὲν τοῖς ἑλιγμοῖς ὀγκῶδες, | |
10 | καὶ δείξῃ τὸ λεπτούργημα πρὸς τὴν ὑφὴν ἀχρεῖον. τὰς δὲ τοῦ λίνου συμφορὰς τίς ἀριθμήσει λόγος; σκεδάννυται γὰρ κατὰ γῆς τοῦτο τὸ γλίσχρον σπέρμα, καὶ ῥήγνυται σηπόμενον τοῦ βάθους ταῖς ἰκμάσι, φύει δὲ βλάστην εὐπρεπῆ, καὶ μετὰ τοῦτο βρύει, | |
15 | καὶ κώνους ἴσχοντας γονὴν ταῖς κόμαις ἐπιφύει. | |
ὅταν τῆς ἄνθης ἡ χλιδὴ τῇ παρακμῇ νοσήσῃ, καὶ μαρανθῇ τὸ ζωτικὸν τοῦ θρεπτικοῦ τῇ σπάνῃ, καὶ τῆς τοῦ θέρους φλεγμονῆς προτρέχων ὁ πρεσβύτης εἰς ἀποδέσμους εὐσταλεῖς ῥίζαις αὐταῖς ἀνεῖται, | 111 | |
20 | καὶ μεσημβρίας ἀκραιφνοῦς τοὺς κώνους αὐαινούσης καὶ τὰς τοῦ σφίγματος λαβὰς τῷ σπέρματι χαυνούσης ἐκτιναγμῷ τῆς κεφαλῆς τὸ βάρος ἀπωθεῖται. καὶ κοῦφος ἤδη γεγονὼς ῥιπτεῖται καθ’ ὑδάτων, καὶ λίθοις ὑποστρώννυται, καὶ πίνει πεφρυγμένος. | |
25 | καὶ κεῖται δύσοδμος νεκρὸς τοῦ ξύλου σηπομένου καὶ τῆς πολλῆς ὑγρότητος τὰς ἴνας πλαδαρούσης. καὶ πάλιν ἄγεται πρὸς φῶς ἐκφορηθεὶς ἐκεῖθεν, καὶ πάλιν ἐξικμάζεται πληρούμενος ἀκτίνων· δραπέτου δέ τινος κλωπὸς ἀνευρεθέντος τρόπον | |
30 | ξυλίνῃ μαστιζόμενος καὶ βαρυκτύπῳ σφαίρᾳ καρφομιγές τε καὶ σκληρὸν ὑφίσταται στυπίον, καὶ σπάθαις ἀναιρούμενος πολλάκις ἀχαλκεύτοις ἀπορριπτεῖ τὰ κλάσματα τῆς παχυτέρας ὕλης, καὶ μένει καθαρώτερος δεσμούμενος αὐτόθεν. | |
35 | ἔπειτα κοῖλός τις χαλκὸς ἐν ὑποκρίσει στρόφου πᾶν τὸ ξυλῶδες καὶ τραχὺ ψηνίζων ἀποκρίνει, καὶ μονιοῦ τις ἐπ’ αὐτῷ συνεπτυγμένη χαίτη, καὶ κτεὶς πυκνόδους ἀτεχνῶς καθαρτικὸς ἀτόμων εἰς ἀναπτύξεις καὶ στροφὰς μαλάττει καὶ λεπτύνει. | |
40 | κἀντεῦθεν ἐπιξαίνεται, κἀντεῦθεν ἱστουργεῖται, καὶ μόλις ἐξυφαίνεται τοῖς ἀντιστρόφοις μίτοις, καὶ πάλιν καταδεύεται, καὶ τήκεται συχνάκις, καὶ δείκνυται κατάλευκος ἐκ τῆς τοσαύτης πείρας κεκναφευμένος τοῖς πλυνοῖς ὁ νενησμένος λίνος. | |
45 | τοῦτον εἰσήνεγκεν ἡ σὴ θεράπαινα χερνῆτις ἐν ὑποτρόμοις σε χερσὶν ἀντιδεξιουμένη τὸν εὐεργέτην τοῦ πατρὸς ἀπὸ χειρὸς ἀτρόμου. | |
πλὴν αἱ παστάδες εὐτρεπεῖς, ὁ δὲ νυμφὼν οὐκέτι· σοὶ γὰρ ἀνεῖται παρ’ ἡμῖν ἡ τελετὴ τῶν γάμων, | 112 | |
79(50) | καί σοῦ γε καταρτίζοντος τοῖς δούλοις τὰς ἐλπίδας κομπάσει μὲν ὁ κηδεστὴς ὑπὲρ τὸν πάλαι Γύγην ἀντὶ σφενδόνης ἀγαθῆς τετυχηκὼς παρθένου, χαιρήσει δ’ αὕτη παρευθὺς ἐνθαλαμευομένη, κἀγὼ σκιρτήσω τῶν μακρῶν ἀπολυθεὶς φροντίδων. | |
55 | ἡ μήτηρ δὲ τῆς θυγατρὸς τὴν τύχην ἐξυμνήσει σεμνολογήσασα φαιδρῶς τοὺς ὑμεναίους κρότους ὁ φίλος δέ σοι τῆς ἐμῆς γλώττης Ἑρμῆς θαρσήσει, καὶ τὰ λαμπρά σου φθέγξεται πρὸς τοὺς ἑξῆς πρακτέα, μήπως ἡμῖν ὁ βάσκανος ἐπικαγχάσῃ χρόνος | |
60 | κρύψας τοσοῦτον ἀγαθὸν εἰς τὸ τῆς λήθης βάθος. ἀλλὰ μὴ γένοιτο, βραβεῦ τῶν χρόνων καὶ τῶν γάμων τὸν μελισσῶνα τῶν καλῶν τοῦ γένους ἀποπτῆναι, μηδὲ κηφῆνας ἀγεννεῖς τοὺς λόγους ἐλεχθῆναι σιγῇ παρακαθεύδοντας εἰς τὸ τῶν ἔργων μέλι. | |
65 | δεῖ μέντοι τοῦτον, στρατηγέ, τὸν βύσσον μερισθῆναι πρὸς μάκτρα περισφίγγοντα καὶ καθαγνίζοντά σε, καὶ τῶν ἰδρώτων τοὺς κρουνοὺς ἀποματτόμενά σοι, κἂν ἐξελαύνῃς τακτικῶς, κἂν ἐπὶ θήραν τρέχῃς, κἂν εἰς καιρὸν γυμναστικὸν τὴν φύσιν βασανίζῃς. | |
70 | οὔτε γὰρ ἔνεστιν αὐτῷ λεπτότης ἀραχνώδης, ἵνα μὴ μένῃ κατ’ αὐτῆς ἐπικρατὴς ὁ ῥύπος, οὔτε σκληρότης ἀτερπής, ἵνα μὴ θλίβῃ πάλιν τῇ μαλθακῇ συμπίπτουσα προσψαύσει τῶν δακτύλων, ἀλλ’ ὑπὸ τῆς μεσότητος μηδοπωσοῦν ἀλγύνῃ | |
75 | καθομαλίζων τῷ λεπτῷ καὶ τῷ σκληρῷ καθαίρων, καὶ δόκιμος γινόμενος ἐν ταῖς καθόλου χρείαις. εἰ δὲ μὴ βούλει χρήσασθαι, δεικνύτω σοι τὴν σχέσιν· καὶ γὰρ ὡς παραπέτασμα τοῖς δούλοις σου τυγχάνον αἴρει τὸ πλεῖστον τῆς αἰδοῦς καὶ προσπελάζειν πείθει, | |
80 | κἀνταῦθα δείκνυται σαφῶς ἐκεῖνο τὸ Μωσέως, οὗ δοξασθὲν τὸ πρόσωπον ὁ δῆμος ἐδεδίει, καὶ παρὰ τοῦτο πολλαπλῆς ἐδεῖτο καλινδήθρας. ἀλλὰ βιῴης ὑπὲρ πᾶν τὸ τῶν ἀνθρώπων γένος ἐπιδιδούσης τῆς γονῆς τῇ προκοπῇ τῆς τύχης, | 113 |
85 | καὶ χαίροις πάντα κατορθῶν τὰ δυσχερῆ τοῖς ἄλλοις, καὶ κατ’ ἐχθρῶν εὐδοκιμῶν τοὺς βασιλεῖς εὐφραίνοις, καὶ λύοις ἅπαν σκυθρωπὸν ὁρώμενος τοῖς φίλοις, καὶ φήμῃ βρύων ἀγαθῇ πᾶν καταπλήττοις γένος, καὶ στῆλαι γένοιντο λαμπραὶ τὰ στρατηγήματά σοι, | |
90 | μέχρις ἂν οὗτος ὁ κοινὸς φωσφόρος ἀνατέλλων θάλποι τὸ πρόσωπον τῆς γῆς καὶ τρέφοι τὰς ἐκφύσεις, καὶ τὴν τῶν ζῴων γένεσιν ὁ γάμος ἀπαρτίζοι, καὶ τὴς φθορᾶς τοὺς ὀχετοὺς ἀνείργοι ταῖς προσθήκαις, καὶ νύμφας ἄγοι πρὸς γονὰς ὁ χρόνος καὶ νυμφίους, | |
95 | καὶ πετεινὰ μετὰ νηκτῶν συμβαίνοι κατὰ γένος, καὶ ζῷον ἅπαν ἡδονῇ χερσότροφον ὑπείκοι, καὶ ταῖς ἑκάστου τῶν γενῶν παντοδαπαῖς ὀχείαις οὗτος ὁ κόσμος ἐπανθοῖ τῆς ἐκτροπῆς μελλούσης, ὧ τῶν μεγάλων αὐτουργὲ καὶ λόγων καὶ πραγμάτων | |
79(100) | καὶ τέρας ἄνωθεν πεμφθέν, ὃ μὴ καλύψαι χρόνος·— | |
80 | Χήνειον ὠὸν ταῖν χεροῖν ἐδεξάμην εὐεργέτου πέμψαντος ὀξέος τόδε· χήνειον ὠόν, ὢ πολυζήλου τύχης. ὤδινε γὰρ δὴ καὶ φιλανθρώπευμά τι, | |
5 | καὶ τοὺς πόνους ἔδειξεν εὐθὺς οὐρίους, χήνειον ὠὸν ἀργυροῦ πλῆρες τόκου. τὸ γὰρ μυθικὸν ὡς χρυσόκροκον τέρας τεθραυσμένον τίθησιν ἡ παροινία. τῷ δ’ ἦν τὸ λευκὸν ἐκτροπῆς κρεῖσσον, μέλαν· | 114 |
10 | ἀὴρ γὰρ οὐκ ἦν εἰς τὸ τῶν στρόφων μέσον καταπιληθὲν εὐφυῶς τῇ συνθέσει, καὶ τῶν πόρων ἔσωθεν ἐσφηνωμένων τὴν ὄψιν εἰκὸς ἠπατημένην μένειν, καὶ τοῦ βάρους ἕλκοντος ἦν ἄλλος λόγος· | |
15 | ὁ νοῦς γὰρ εὐθὺς ὡς δικαστὴς προβλέπων τὸ τῆς ὕλης ἄδηλον ἐζυγοστάτει, καὶ ταῖς παραφαῖς τῶν ἐπ’ αὐτοῦ δακτύλων ἡ κρυψίνους εὔγνωστος ὑπῆρξε κρίσις· τὸ γὰρ ἄνω κέλυφος ἐγκεκλασμένον | |
20 | ἀγαθὸν ἦν μάντευμα τῶν κεκρυμμένων. ἐγὼ δὲ συνεὶς τὸν χρυσοῦν εὐεργέτην ἐκ τῆς ἐφ’ ἡμᾶς παντοδαπῆς φροντίδος ἠγωνίων, ἔχαιρον, ἐψεκαζόμην ἱδρῶσι πυκνοῖς τὴν ψυχὴν διαβρέχων | |
25 | καὶ πρὸς τὸ μηχάνημα τῆς εὐσπλαγχνίας τὸν νοῦν ἐμαυτοῦ δεξιῶς ἀπευθύνων. ὦ χρηστὸν ὠὸν καὶ φρενῶν μᾶλλον γέμον, ὧ πάσχα καινὸν εἰς λεπυρίου βάθος πρὸς τοὺς ἐπαχθεῖς συγκομισθὲν κινδύνους, | |
30 | ὡς ἂν ἐλαφρὸν εὑρεθῇ τὸ φορτίον. τί τοῦτο καλεῖν ὁ χρυσοῦς ἥρως δίδως; ἧ τάχα λαμπρῶν καταγωγὴν ἐλπίδων καὶ πραγμάτων ἔλυτρον οὐρανοδρόμων, εἰ τοῦτό φασιν οὐρανοῦ τύπον φέρειν | |
35 | ἐν τοῖς ἔσω ζωστῆρσιν ἐστηριγμένον, οἷς ἐστι γῆ, πῦρ, πνεῦμα καὶ ψυχῆς ὕδωρ, ἐξ ὧν ὁ καιρὸς τὰς γονὰς ἐργάζεται. ὦ θαῦμα σαφές, ὦ τιτανῶδες τέρας, ὦ γνωστικῆς εὕρημα φιλοτεχνίας, | 115 |
40 | ὦ ποικίλον φάρμακον ἀρρήτων νόσων. ποῖος τὸ παρὸν εὗρε μοι δρᾶμα χρόνος τραγῳδίας ἔρημον ἐκφήνας βίον; τίς μεστὸν ἀπέδειξε τὸν μέσον τόπον τὸ κέρμα συνθεὶς εὐλαβούμενος βίᾳ | |
45 | μή πού τι δεινὸν ὄστρακον χαῦνον πάθῃ τοῦ δακτύλου φέροντος ἀντιτυπίαν; ὢ πῶς ἓν ὠὸν μυστικὴν ἴσχον ζέσιν τοὺς τρὶς ἑκατὸν ἐκλεπεῖ τούτους τόκους νεοττίων τρύζοντας ἀπτέρων τρόπον, | |
80(50) | ὅταν περιρρήξαντα τὴν ἔξω στέγην ὡς ἀπὸ νυκτὸς πρὸς τὸ φῶς ἐπιδράμῃ; πῶς τὸ χρυσοῦν κέλυφος ἐπτέρωσέ με τῷ τῆς καθολκῆς ἀργυρηλάτῳ βάρει; πῶς τοὺς πόνους λέλυκε τοὺς ἀποκρύφους | |
55 | ἐκεῖνο ληφθὲν τὸ τριφάρμακον δόμα; ὦ λαμπρὸν ὠὸν καὶ πεπηγὸς ὡς γάλα καὶ τὴν πολυστένακτον ἐκθρέψαν τύχην· ὦ πλοῦτος ἐστὼς εἰς ὑποπτέρου τόκον· ὦ σωφρόνων ἄθυρμα χαρίτων γέμον· | |
60 | ὦ θέλγον ὠὸν οὐχὶ τὰ βρέφη μόνον ἃ θαμὰ παπάζουσιν ἐξ ἀωρίας, ἀλλὰ σὺν αὐτοῖς καὶ στεγανοὺς πρεσβύτας εὐγλωττίας γέμοντας ἠττικισμένης. τοῦτο, στρατηγέ, δίσκος ἡμῖν εὑρέθη | |
65 | τὰ καθάπαξ ἄφυκτα συντρίψας πάθη, καὶ κωνοειδὴς ἦν ἀτεχνῶς καρδία τὴν ἀργυρᾶν ἔχουσα τῶν στρόφων ζέσιν. ἐγὼ δὲ καὶ φαρέτραν ἡγοῦμαι τόδε μεστὴν βελῶν ἄντικρυς ἀργυρηλάτων, | 116 |
70 | ὡς ἂν ὁ κρυπτὸς δυσμενὴς ἀποτρέχῃ τὸ τῆς βολῆς ὕποπτον εὐθὺς ἐκκλίνων. οὕτω γένος πᾶν, μηδὲ χὴν ἴσως μόνον, τίκτοι, στρατηγέ, τῶν ταλαιπόρων χάριν. εἰ πᾶν μὲν ὠὸν δυσχερῆ πέψιν φέρει | |
75 | (μερίζεται γὰρ τῆς τροφῆς ἡ χαυνότης εἰς ὀστέων σύμπηξιν, εἰς πτερῶν φύσιν, εἰς σάρκας ὑγράς, εἰς ὑφιστῶσαν πλάσιν, καὶ δημιουργεῖ τοὺς ὑποπτέρους τόκους ἔκαστον αὐτῶν προσφυῶς ἡρμοσμένον), | |
80 | ὃ δὲ πρὸς ἡμᾶς ἐκπεπομφὼς τυγχάνεις τὸ κοινὸν ἐξήλεγξε φαυλίσαν πάθος πρὸς τῆς ἐπ’ αὐτὰς ἐκροῆς τῶν ἰκμάδων διασαπέντος ἠρέμα τοῦ δέρματος, φλεβῶν δέ σοι δείκνυσι καὶ λίθος τύπους | |
85 | ἰνῶν τε δεσμοὺς καὶ μυῶν ἔτι στάσεις καὶ δυστυχῶς βαφεῖσαν αὐτῷ πορφύραν. ἀλλὰ τὸ μὲν μέτωπον εἰ βούλει βλέπειν κεῖται μεταξὺ συμπεσὸν τῶν ὀφρύων. καὶ γὰρ ἀνοιδοῦν ὑπὸ τῶν ἔνδον πόνων | |
90 | πέπεικεν αὐτὸ δυσφορεῖν ὁ τεχνίτης. μὴ στυγνότης ἔνεστι καὶ τοῖς ἀψύχοις, καὶ δεῖγμα θυμοῦ δυσπαθὴς λίθος φέρει; ἡ δ’ αὖ σοβαρὰ συστολὴ τῶν ὀφρύων, ὧν οὐδαμοῦ θρὶξ οὐδὲ σεμνή τις τάσις | |
95 | ἐκ τῆς πονηρᾶς τῶν χυμῶν ἀμετρίας, καθάπερ εἰκός, μαρτυρεῖ τὰ τῆς νόσου. | |
ἡ γὰρ σιωπὴ φθόγγος ἐστὶ τοῖς λίθοις, ὅταν σαφῆ μίμησιν ἡ τέχνη ξέσῃ. ἐγὼ δὲ πηρὸν τὸν ῥινότμητον βλέπων | 117 | |
80(100) | (ἡ γὰρ νόσος βέβρωκε τὴν εὐκοσμίαν), εἰμὶ τεθηπὼς τῆς γλυφῆς τὸν ἐργάτην, ὃς δὴ τὸ πάθος εὐστόχως ᾐνίξατο. ὁρᾷ μὲν οὖν φρικῶδες ὀμμάτων δίχα (τὰ γὰρ πάλαι βλέφαρα πικρῶς ἐρρύη | |
105 | ταῖς ἀποπομπαῖς ἐκδεδαπανημένα), αὐτὸς δ’ ὁ λεπτὸς τῶν ὀρυγμάτων γνόφος ὑποκρίσεις δίδωσι φωτὸς ὀργίλου, κέχηνε δ’ οἰκτρὸν ὡς ἀναπνεύσων βίᾳ, ἕστηκε δὲ ξύμπασα λαμπρῶς ἡ πλάσις | |
110 | μωκωμένη τὸ πάθος ἐξ εὐανδρίας. οὐ φθέγγεται γάρ, ἀλλὰ σιγήσας φέρει καὶ τῶν ὀδυνῶν καρτερεῖ τὰς ἐντάσεις ἀνασεσηρὼς καὶ μεταξὺ στομφάσας ὁ γεννάδας ἐκεῖνος οὗ τύπος τάδε, | |
115 | καθὼς ὁ πώγων τῇ θέσει τεκμαίρεται, καὶ μαρτυρικὸν ἡ σοφὴ τέχνη στέφος τοῖς εὐψύχως φέρουσι τὴν λώβην πλέκει. τοιοῦτον ἰδὼν ἐκ λίθου τεράστιον εἰς ῥυθμὸν ἀπόλεκτον ἐγνώρισά σοι· | |
120 | ἑρμογλύφων γὰρ ταῦτα καὶ λογογράφων, ὧν ἡ φύσις πρόεισιν εἰς τὰ βελτίω: — | |
81 | Ἡ μὲν κατὰ μέτωπον ὁπλομαχία τῶν ἀρρένων δείκνυσι τὴν εὐτολμίαν, τὸ δὲ πρὸς αὐτὰς τὰς ἐποπτρίας κόρας | |
τὴν τῆς μάχης ἅμιλλαν ἐκ τούτων βλέπειν | 118 | |
5 | οὐκ ἔστιν ἀνδρῶν, ἀλλ’ ἀγεννῶν τὴν φύσιν, οἳ πρὸς μὲν οὐ βλάπτοντα πολλάκις βέλη τὰ γυμνὰ καλύπτουσι τοῖς ὅπλοις μέλη, τὴν δὲ ψυχὴν ἔχοντες εὐπαθεστέραν τοῖς τοξόταις Ἔρωσι γυμνοῦσι πλέον. | |
10 | ἆρ’ οὐ βλέπεις, ἄνθρωπε, καὶ τὰς ἐμφάσεις; — | |
82 | Ἄγρυπνε ποιμήν, τῆσδε τῆς μάνδρας φύλαξ καὶ σωφρονιστὰ τῆς φορᾶς τῶν ἀφρόνων, ἂν ἡ πόλις βάρβαρον ὠδίνῃ στάσιν, μᾶλλον δὲ τοῦ πλέοντος ἐν ζάλῃ σκάφους, | |
5 | σοφὲ προμηθεῦ, σωστικῆς πείρας γέμων, σὲ μὲν φέρει τέθριππον οὐρανοδρόμον τοῦ Θεσβίτου πνέοντα μικροῦ τὴν φλόγα· τῶν γὰρ ἀπειθῶν αἰσχύνεις τὴν αἰσχύνην ἑνὸς κράτους ὕπαρξιν εἰς πάντας λέγων. | |
10 | ἐμοὶ δὲ (παπαὶ τῆς ἀποφράδος τύχης) τὸ κτῆνος ἀλγεῖ καὶ περιπταίει βάδην, μόλις δὲ συντίθησι τοὺς ἐμπροσθίους ἐν τοῖς ὀλισθήμασι τῶν ὀπισθίων, φρίσσει δέ, τὴν ἄκοσμον εὐθύνει τρίχα, | |
15 | καὶ τὴν κεφαλὴν ὡς μολιβδίνην φέρον | |
νένευκεν εἰς γῆν· κἄν τις ὀτρύνειν θέλοι, τόδ’ ἐστὶν ἢ σίδηρος ἢ δρῦς ἢ λίθος πρὸς ἐντάσεις μάστιγος ἢ κέντρων βίαν. ὠθεῖ δὲ χαυνοῦν καὶ τὸν αὐχένα πρόσω, | 119 | |
20 | καὶ τὰς ἀγωγὰς ἐγχρονιζούσας ἔχει, κάμνει δὲ τοῖς νεύμασιν ὀκλὰξ τὰς πλάτας καὶ τὴν χαλαρὰν συμβολὴν τῶν ἰσχίων, διάστροφον δὲ τῶν σφυρῶν δρᾷ τὴν βάσιν ἡ μέχρις ὁπλῶν εὐτονοῦσα χαυνότης, | |
25 | καὶ τὰς ἐναλλὰξ τῶν ποδῶν ὑπερθέσεις δείκνυσι φαύλου κοχλίου κινήματα· βαδιστικὸν δὲ τυγχάνον τὸ τετράπουν ἑρπυστικὸν τίθησιν ἡ νόσος τόδε, καὶ τοῦ πάθους τρέχοντος ἐκτὸς εἰς βάθος | |
30 | πρόεισι λορδόν, εἶτα συμπίπτει στένον. καὶ ταῦτα μὲν δή, φεῦ, τὰ τοῦ κτήνους πάθη. σὺ δ’ ὢν ἀγαθὸς καὶ ψυχῆς πλούτῳ βρύων τὸ φορτίον κούφιζε τῷ ξένῳ τόδε. εἰ μὴ γὰρ αὐτὸς δίφρον ὀξὺν εἰσφέροις, | |
35 | μενῶ παρ’ ὑμῖν· ἀλλὰ μὴ γένοιτό μοι· διψῶ γὰρ ἐλθεῖν εἰς τὸν αὐτάνακτά μου πανηγυριστὴς ἐξ ὑμῶν ὑποστρέφων: — | |
83 | Σὺ μέν, πάτερ, ζῇς καὶ φθορᾶς κρείσσων μένεις | |
τὸν τῆς ὕλης ἄγευστον ἀσκήσας βίον, εἶτα διεκδὺς τῆς ῥοῆς τὸ σαρκίον, ὅπερ φέρων δύσοιστον ἡγοῦ φορτίον. | 120 | |
5 | ἅπαν δέ σοι τέθνηκε σεμνὸν ἐνθάδε, ᾧ σαυτὸν ἐρρύθμιζες εὐθὺς ἐκ βρέφους· τῶν γὰρ λόγων ἔκρυψεν ἡ γῆ τὸ κράτος, ὦ γλῶσσα καὶ νοῦ καὶ τεθηγμένη φύσις. μετὰ βραχὺν δ’ οὖν ἐξαναστήσῃ χρόνον, | |
10 | ὡς ἂν τὸ σὸν σκόπιμον εἰς πέρας φθάσῃ: — | |
84 | Ἄνθρωπε, μὴ κόμπαζε τὸν τάφον βλέπων καὶ τὰς ἀτερπεῖς τῆς τελευτῆς ἐμφάσεις· ὁ γὰρ ἐν ἀκμῇ πρεσβυτικὸς τὴν φύσιν Σοφιανός, τὸ θαῦμα τῶν Δωριέων, | |
5 | ἔδειξε καπνὸν καὶ σκιάν, φεῦ, τὸν βίον· ὃς ἧν ὁμοῦ γονεῦσι καὶ διδασκάλοις ἐράσμιος παῖς· ἀλλ’ ἀφεὶς τὰς ἐλπίδας καὶ τοὺς λόγους, ἥλιε, καὶ τοὺς ἐκ γένους τὸν τῆς ὕλης θύλακον ἐξέδυ πράως, | 121 |
10 | καὶ πρὶν ὑπελθεῖν τὰς γαμικὰς παστάδας εἰς τόνδε τὸν χοῦν ὡς δρομεὺς ἀπεκρύβη. τὸ δὲ χλιδῶν ἔρρευσε τοῦ κάλλους ῥόδον, ἐπεὶ τὸ δεινὸν τῆς φθορᾶς ἦλθε ψύχος· κεῖται δὲ κυπάριττος οἰκτρῶς ὑπτία | |
15 | πρόρριζον, ὧ γῆ, τὴν τομὴν δεδεγμένη. ῥώμη δὲ καὶ νοῦς καὶ ψυχῆς εὐτολμία καὶ γλῶττα σειρὴν καὶ φιλόπτωχος τρόπος καὶ σεμνότης βάσιμος ἐξ ἀτυφίας καὶ τἆλλα (βαβαὶ τῶν τελευταίων κρότων), | |
20 | ἃ συλλαβὼν ἐκεῖνος ἐπλούτει μόνος, ᾤχοντο· φεῦ δύσποτμον ἀνθρώπων γένος. θρηνεῖ μὲν οὖν τὸν παῖδα καὶ πατὴρ ἔτι καὶ σπλάγχνα μητρὸς καὶ σχεδὸν σμῆνος φίλων. ὁ δ’ οὐκ ἔχων αἴσθησιν εἰς τραγῳδίας | |
25 | μένει σιωπῶν καὶ στέγει τὰ δάκρυα. πῶς ταῦτα, λῃστὰ καὶ φθορεῦ πάντων χρόνε; τί δ’ οὐ σταφυλὰς ἐντελεῖς ἀποθλίβεις; τί δὴ τὸν καλὸν πρὸ καιροῦ δρέπῃ στάχυν, ἀλλ’ ὀμφάκων πρόωρον εἰσφέρεις τρύγην | |
30 | ὡς ἀγρότης δύσμοχθος ἐν σπάνει τρύφους; πλὴν οὐχ ὁ παῖς τέθνηκε· τίς γὰρ ἂν λέγοι; τὸ σαρκίον δ’ ἔρρευσε τοῦ παιδὸς μόνον, ὃ λήψεται ζῶν καὶ φθορᾶς κρεῖσσον μένον, εἰ τὴν ξένην ἔγερσιν ἐλπίσας ἔχει. | 122 |
35 | σὺ δὲ σκόπει, βέλτιστε, τοὺς θείους τύπους, καὶ τοῦτον αἰτοῦ τῆς Ἐδὲμ τρυφᾶν μέσον: — | |
85 | Πᾶν εἴ τι λαμπρὸν εἰς τὸν ἄστατον βίον, πᾶν εἴ τι σεμνὸν εἰς τὸν ἔνθεον τρόπον, ὁ νῦν τάφος, βέλτιστε, συγκλείσας φέρει: — | |
86 | Τρανῶς ἐμαυτοῦ τὴν τελευτὴν προβλέπων τὴν καταγωγὴν ὀργανῶ τοῦ λειψάνου· εἰκὸς γὰρ ὑπνοῦν, καὶ μετὰ τοῦτο, ξένε, πρὸς τὴν ὑπαντὴν ἐκδραμεῖν τοῦ δεσπότου: — | |
87 | Τί τοῦτο; καπνοῦ καὶ σκιᾶς τύπους βλέπω | |
καὶ δεσποτικῆς τινος ἐμφάσεις τύχης· τὸν Ἄγγελον γάρ, τὸν δυτικὸν φωσφόρον, πρὶν ἐξενεγκεῖν τῆς γονῆς τοὺς ἀστέρας | 123 | |
5 | ὁ δυσμενὴς ἔκρυψε τῆς λήθης γνόφος. κεῖται δὲ νεκρὸς ὁ χλιδῶν πρὶν καὶ βρύων καὶ τῆς τελευτῆς καρτερεῖ, φεῦ, τὸ ψύχος ἀφεὶς τὸ θερμὸν τῆς πρὸς ἐχθροὺς ἀνδρίας· ἥρως γὰρ ἦν παῖς καὶ σφριγῶν οὗτος γίγας | |
10 | ὁ πρεσβυτικὸς καὶ πρὸ τῆς ἡλικίας, ᾧ βασιλεὺς ἔζευξε τὴν θυγατέρα σοφῶς ἀναιρῶν τὰς ἐν ἑσπέρᾳ στάσεις. ἀλλά, βαβαί, τέθνηκεν ὁ στεφανίτης χρυσοῦν φέρων ἴουλον εἰς ἄνθος χνόης, | |
15 | μᾶλλον δέ, φεῦ, πέπτωκεν ὁ στερρὸς κίων, καὶ πᾶς ὁ δεσμὸς ἐρράγη τοῦ σφίγματος. πλὴν ἡ βασιλίς, ἡ τρυγὼν τοῦ νυμφίου, τῆς φύσεως τὸ θαῦμα τῶν θηλυτέρων, ἀνεῖσα τοῖς Πατρεῦσι τὴν τούτου κόνιν | |
20 | ἵστησιν ἀντίτυμβον ἐνθάδε, ξένε, μᾶλλον δὲ συντίθησι κοινὴν παστάδα λιποῦσα τὸν χθὲς ἐννεάμηνον γάμον· Γεώργιον δὲ ζωγραφεῖ τὸν Πατρέα, καὶ πρέσβιν αὐτῷ μαρτυρικὸν εἰσφέρει, | |
25 | ὡς ἂν ὅπῃ τέθαπτο σαφῶς δεικνύοι. ποῦ γοῦν ὁ πατὴρ τοῦδε σεβαστοκράτωρ, ἥλιε καὶ γῆ, καὶ τὸ μητρῷον κλέος; ποῦ δ’ ἡ στρατιὰ καὶ τὰ τῶν ὅπλων βάρη καὶ τῆς φυσικῆς τακτικῆς ἡ γοργότης; | 124 |
30 | ἔρρευσε, φεῦ, τὰ πάντα καὶ χοῦς εὑρέθη. πλὴν ἔστιν εἰπεῖν, ὡς ὁ γεννάδας νέος τυραννικὴν ἅπασαν ἐκκλίνας βίαν βασιλικὴν ἔδειξεν εὐθὺς τὴν φύσιν, καὶ συμπαθὴς ἧν τῶν ὑπαρξάντων πλέον | |
35 | πρὸς τοὺς παροξύνοντας ἐκ φυλαρχίας, κἂν τοὺς πρὸ μικροῦ δεσποτικοὺς μαργάρους εἰς δακρύων ἤμειψεν ὡς ὄναρ χύσιν. πλήν, ὧ θεατά, στῆθι πενθῶν ἐνθάδε, καὶ τοῦτον αἰτοῦ πρὸς Θεοῦ τὸν δεσπότην | |
40 | ἄλλην ἄνω κάτωθεν εὑρεῖν ἀξίαν: — | |
88 | Ἄωρε νεκρὲ καὶ πρὸ καιροῦ πρεσβύτα, Κομνηνὲ (βαβαὶ τοῦ κενοῦ τοῦδε κτύπου) Ταρχανειῶτα Δοῦκα (παπαὶ τῶν κρότων) Καντακουζηνέ (ταῦτα γὰρ κλήσεις ἕχεις), | |
5 | πῶς ἄρα, πῶς πέπτωκας ἐν γῇ βαρβάρων; καὶ γὰρ ἀγαθῆς εὑρεθεὶς ῥίζης κλάδος (ἐπεὶ βασιλεῖς εἰς τὸ πᾶν ἔσχες γένος, ὁ δὲ σπορεὺς ἦν ὡς μέγας καὶ τὴν φύσιν τῆς βασιλικῆς τραπέζης δομέστικος), | |
10 | ὥσπερ συκῆς ἔμπικρον ἐρρίφης θρίον, καὶ μὴν τρόπον γίγαντος ὡπλίζου βρέμων, καὶ τὴν κατὰ πρόσωπον ἐζήτεις μάχην, γαμβρὸν δ’ ἐπ’ αὐτῇ δυστυχῶς τῇ φιλτάτῃ ἀδελφιδοῦς ἄνακτος ἐκτήσατό σε. | 125 |
15 | νυνὶ δ’ ἂν ἀθρήνητος εὑρέθης ξένος, ἂν οὐκ ἀνεσκεύαζεν ἐκρεύσαντά σε, τῆς φύσεως τὸ σῶμα τῆς ἀνθρωπίνης, ἡ τοῦ μεγάλου σύζυγος δομεστίκου, ἡ καὶ λαλητὴ καὶ σιγηλὴ σεμνότης, | |
20 | ἡ ταῦθ’ ὁμοῦ ξύμπαντα συστησαμένη καὶ θαμὰ συλλέγουσα τοὺς κοιμωμένους. συνέδραμες δὲ τοῦ γένους τοῖς λειψάνοις κἀν τῇ τελευτῇ μὴ παρελθὼν τὴν σχέσιν· ἔπνεις γὰρ εὐθὺς οὕσπερ ἐκτήσω τέως, | |
25 | καὶ σαυτὸν εἰς μίμησιν αὐτῶν ὀτρύνας σαφῶς ἐοικὼς τοῖς γονεῦσιν ἐκρίθης. κάθευδε λοιπόν, ὧ πρὸ μικροῦ νυμφίε, πλὴν τῆς γυναικὸς τοῦτον οἰκῶν τὸν τάφον, καὶ γὰρ ὁ καιρὸς ἐκτραπεὶς τῶν ἐλπίδων | |
30 | τὰς εὐκλεεῖς ἤμειψεν εἰς χοῦν παστάδας, καὶ τὸν τοσοῦτον ὄλβον ὡς κλὼψ ἁρπάσας εἰς τοὺς βαθεῖς ἔκρυψε τῆς λήθης τόπους. γένοιτό σοι δ’ οὖν καὶ τρυφῆς οἰκεῖν τόπους εἰς τὴν ἀνεκλάλητον εὐετηρίαν, | |
35 | οὗ παμβασιλεὺς καὶ στρατὸς κρείσσων μάχης | |
καὶ μυρίων ὕπαρξις εὐτυχημάτων: — | 126 | |
89 | Τρισολβίου μείρακος ἀστεῖον τύπον ὅστις ἂν ᾗς, ἄνθρωπε, μὴ παραδράμῃς. Γεώργιον γὰρ τὸν Καπανδρίτην βλέπεις τὸν Σκουτερίου παῖδα (παπαὶ τῆς τύχης), | |
5 | ὃς εἰς τρύγην ἕτοιμον εὑρέθη ῥόδον τῆς τοῦ βίου κάλυκος ἐκκύψας μόνον, καὶ χαρίτων ἥδιστον ἐκθλίψας γάλα τῶν ἐλπίδων ἔρημος ἐκ γῆς ἡρπάγη. πλὴν δάκρυσον μέν, ἱκέτευσον δὲ πλέον | |
10 | τοῦτον μετελθεῖν εἰς Ἐδὲμ θείους τόπους: — | |
90 | Τί χρὴ τὸ λαμπρὸν τῆς γραὸς ταύτης γένος προτυμβίοις ῥήμασιν εἰκῆ σεμνύνειν; τῆς γὰρ τελευτῆς ἀντικειμένης, ξένε, τὰ τοῦ βίου φάσματα πῶς ἄν τις λέγοι; | |
5 | πλὴν σύζυγον μὲν (ὢ βαρυστόνου πάθους) τὸν Σκουτέριον ἔσχε τὸν Καπανδρίτην ἄνδρα σθεναρὸν εἰς πολυτρόπους μάχας, παῖδας δὲ γεννήσασα λαμπροὺς τῷ χρόνῳ καὶ τῆς ἀγωγῆς τῶν τεκόντων ἀξίους | |
10 | κεῖται μεταξὺ τῶνδε, παπαί, τῶν λίθων. παρίσταται δ’ οὖν εὐλαβῶς τῇ παρθένῳ, καὶ τὴν πάλαι ζέουσαν ἐμφαίνει σχέσιν, ὡς ἡ γραφικὴ πάντα μικροῦ δεικνύει. πλὴν ὃ βλέπεις φρόντισμα ταύτης ἦν πόνος | 127 |
15 | εὐθὺς ἀπ’ ἀρχῆς τὰς καλὰς θείσης βάσεις, τοῦ δὲ χρόνου παίξαντος εἰς τὰς ἐλπίδας ἡ μὲν παρῆλθεν ἔνθεν (ὢ δεινοῦ πάθους), τὸ δ’ ἔργον αὐτὸ δυστυχὴς ἦν τις θέα τύπους μόνους ἔχουσα· πῶς τάδε, φθόνε; | |
20 | κινεῖ δ’ ἐπ’ αὐτὸ φίλτρων μητρικῶν ζέσις τὸν Σκουτέριον τὸν πολὺν Καπανδρίτην, τὸν δραστικὸν νοῦν, τῆς γονῆς τὸν βελτίω, τὸν εἰς μάχας ἄτρεστον αἰχμῇ καὶ σπάθῃ, τὸν εὐγενῆ κρατῆρα τῶν χαρισμάτων, | |
25 | ὃς εἰς τόδε σχήματος ἀρθροῖ τὴν κτίσιν ζυγοστατήσας πάντα μικροῦ τὸν βίον. οὐκ ἦν γὰρ εἰκὸς εὐφυοῦς ῥίζης κλάδον ἄκαρπον εἶναί τινα καὶ φαῦλον τόκον. ἀλλ’, ὧ θεατά, δάκρυσον δὴ τὴν φύσιν, | |
30 | καὶ τήνδε τὴν γραῦν τὴν φερονύμως Ξένην εἰς φῶς προελθεῖν ποτνιῶ τὸν δεσπότην: — | |
91 | Ἰδοὺ πατὴρ καὶ τέκνα καὶ γυνή, ξένε, καὶ δυστυχὴς ἕνωσις ἀθρόου γένους καὶ πνὺξ ἀτερπὴς ἐν γραφαῖς προτυμβίοις. τοῦ γὰρ μεγάλου φίλτατος δομεστίκου | |
5 | στρατοπεδάρχης τὴν τιμὴν οὗτος μέγας, ἀνὴρ μαχητὴς καὶ φρενῶν κόσμῳ βρύων, ὃς δῆτα φυεὶς ἐξ ἀνάκτων ὀλβίων καὶ τὴν Ἑλένην χώραν εὑρὼν ἀξίαν, ὡς κλὼν τεθηλὼς τὰς γονὰς ταύτας φύει. | 128 |
10 | τῆς δὲ φθόρου λαίλαπος ἀναπνευσάσης πρόωρος εἰς γῆν πᾶς ὁ καρπὸς ἐρρύη πλὴν μέχρι τινὸς τῆς ποθεινῆς Εἰρήνης, ἣν ἀντὶ παντὸς εἶχε τοῦ γένους μόνην κρύψασαν ἃς ἔδειξε σεμνὰς ὁ χρόνος | |
15 | εἰς κάλλος, εἰς νοῦν, εἰς ψυχικὰ πρακτέα. ἀλλὰ μετ’ αὐτὸν τὸν χρυσοῦν φυτοσπόρον, ὃς ἐνθάδε προὔπεμψε τὴν ὁμευνέτιν, κεῖται τρύγης ἄκαρπος ἐσχάτης τέρας τὸ ῥηγικὸν λιποῦσα τοῦ κήδους κλέος, | 129 |
20 | ὡς μηδέ τι γνώρισμα λοιπὸν τυγχάνειν τοῦ πρὸς τοσοῦτον ὕψος ἀρθέντος γένους. ἥλιε καὶ γῆ, πῶς ἀνεκτὰ τῇ φύσει τοσαῦτα δεινά; πλὴν ὁ τοὺς τύπους βλέπων εὕχου προελθεῖν εἰς Ἐδὲμ τούτους χλόην: — | |
92 | Οὐρανέ, σὺ βρόντησον εἰς τὸ νῦν πάθος, μυκωμένη τράνωσον ἡ γῆ τὸ θλίβον, κυκωμένη θάλασσα τὸν θρῆνον πρόες, ἥλιε φαιδρέ, πνεῦμα, πῦρ, ὕδωρ λάλον, | |
5 | πτηνὰ πτερωτά, πᾶν τὸ τῶν ζῴων γένος καὶ πᾶν ἀτερπὲς εἰς πλοκὴν θρήνων μέλος νῦν δεῦτε κοινῇ καὶ συναλγήσατέ μοι, μᾶλλον δὲ πενθήσαντα δακρύσατέ με. τίνες γὰρ ἂν δύναιντο ῥητόρων φύσεις | 130 |
10 | τὴν τῆς τύχης κίνησιν ὡς χρὴ συγγράφειν; τίνες δὲ ῥυθμοὶ καὶ τραγῳδίας νόμοι τὴν δεῦρο μετρεῖν τῶν κακῶν ἀμετρίαν; φεῦ, τίς, ἄνερ, πέπονθεν ἀνθρώπων τάδε, μᾶλλον δὲ τίς ἤλεγξεν ὡς σὺ τὸν βίον; | |
15 | ᾔδειν μὲν ὡς ὄνειρος ἡ θνητὴ φύσις καὶ ῥεῖθρον ὀξὺ καὶ σταγὼν καὶ πομφόλυξ, ἢ πεττὸς ἢ φόβητρον ἢ μίμων γέλως ἢ καπνὸς ἢ πέτηλον εἰς ὤραν θέρους ἢ κρίνον ἀνθοῦν, ἀλλ’ ἀπανθοῦν ὡς ῥόδον, | |
20 | καὶ τὴν φίλην ἄπιστον ἡγούμην φύσιν, ἣ τοῦ χρόνου δέδοικε τὰς περιστάσεις· τὸ νῦν δὲ συμβὰν καὶ σκιᾶς χεῖρον κρίνω· ταχύτερον γὰρ τῶν ἀπηριθμημένων ἡ τοῦ φθόνου τέτευχε δεινότης τόδε. | |
25 | πῶς ἄρα, βαβαί, πῶς σε λοιπὸν δακρύσω τοῖς τοῦ πάθους ἄνθραξιν ἐξικμασμένη; εἴ τις γὰρ ἦν αἴσθησις ἐν τοῖς ἀψύχοις, τάχ’ ἂν σύ με κλάουσαν ἐθρήνεις πλέον, τούτῳ δὲ τῷ μέρει σε βελτίω κρίνω· | 131 |
30 | τῶν γὰρ πόνων αἴσθησις οὐκ ἔνεστί σοι. τί τοῦτο, βαβαί; ποῦ τὸ τοῦ γένους κλέος; ποῦ γὰρ ὁ πατὴρ ὁ γλυκύς, φεῦ, δεσπότης; ποῦ δ’ ἡ βασιλὶς ᾖ πραῢς παῖς εὑρέθης; ποῦ τὸ σθεναρὸν τῆς ψυχῆς ὑπεκρύβη, | |
35 | τὸ τοῦ προσώπου κάλλος, ἡ χρυσῆ κόμη, τὸ τῶν λόγων ἥδιστον εἰς πάντα πλάτος, ὁ νοῦς ὁ πυκνός, ἡ φυσικὴ σεμνότης καὶ τὸ χλιδῶν σύγκριμα τῆς ἡλικίας; σὲ γὰρ ὁ μητράδελφος αὐσονοκράτωρ | |
40 | τῶν ἰδίων τέθεικε φιλτάτων ἕνα, καὶ παιδαγωγῶν ἐκ τριχὸς πρωτοχρόνου παρεῖχε λαμπρὰς τοῖς γονεῦσιν ἐλπίδας. καὶ σὺ πρὸς αὐτὸν ἀσφαλῆ σχέσιν τρέφων ἕως τελευτῆς τοῦτον ᾑροῦ τὸν τρόπον, | |
45 | ἄγων δὲ τὸν μείρακα τῆς ἥβης χρόνον ἤρξω στραταρχεῖν ὥσπερ εἰς ἄνδρα φθάσας, καὶ μυρίας ἔστησας αὐτόχειρ νίκας εἰς πᾶσαν ἁπλῶς ἐθνικὴν ὁμαιχμίαν, Ἥρακλες ἀπρόσμαχε πλὴν τοῦ νῦν πάθους, | |
92(50) | συγχύσεως δὲ παγγενοῦς ὑπαρξάσης καὶ τοῦ κράτους κάμνοντος ἐκ τῶν πραγμάτων εἴς τε Τριβαλλοὺς καὶ Μυσοὺς ἀπέδραμες, ὡς ἂν μένοις ἄγευστος ὧν εἶδες ξένων. ἐμοὶ δὲ (παπαὶ τῆς φορᾶς τῆς ἀστάτου) | |
55 | πρηστὴρ ἐπελθὼν ἐκ νεφῶν ἀποκρύφων τὸν ποικίλον βέβρωκε συλλήβδην βίον. | |
καὶ σὺ μέν, ὧ πρὶν τῆς ἐμῆς φῶς καρδίας, νῦν δὲ σκότος, φεῦ (τοῦτο γὰρ ἔσχον μόνον), ἔθνησκες εἰς γῆν εὑρεθεὶς ἀλλοτρίαν, | 132 | |
60 | ἐγὼ δὲ τοὺς σοὺς ἀγνοοῦσα κινδύνους τὴν ἐλπίδα τρέφουσαν ἐπλούτουν μόνην· πρὸς γὰρ τὸν ἀνθάμιλλον ἐσκόπουν τόκον, ᾧ μετρίως δήπουθεν ἐδροσιζόμην. ὢ πῶς τὸν Ἰὼβ τὸν μεμαρτυρημένον | |
65 | τῶν συμφορῶν ἔκρυψε τῶν σῶν τὸ πλέον; ὁ μὲν γὰρ ἦν ζῶν, καίπερ ἀλγῶν καὶ στένων, καὶ τῆς γυναικὸς εἶχε τοὺς πόνους ἄκος· σὺ δέ, πνοή, φεῦ, καὶ παρηγόρημά μου, καὶ τῆς γυναικὸς ἐστεροῦ καὶ τοῦ βρέφους. | |
70 | πῶς εἰς τοσοῦτον ὕψος ἀρθεὶς τῆς τύχης πρὸς ἴσον αὐτῷ κατηνέχθης 〈τὸ〉 βάθος; ἢ πῶς τὸ σὸν πέδιλον ἀνθοῦν ὡς χλόη τῷ νῦν μαρασμῷ τῆς φθορᾶς ἀπεψύγη; καὶ λήιον μὲν ἂν θερισθῇ προσφάτως, | |
75 | μένοι τις ἂν ἔγκαρπος ἐν θέρει στάχυς, ἐν ἀμπέλῳ δὲ καὶ μετὰ τρύγην ῥάγες καὶ τῷ πίθῳ τρύξ· ἐκ δὲ τῆς πάλαι τύχης οὐδ’ ἂν ὅλως εὕροι τις ὧν ἔσχες μέρος. πάντας δὲ νικᾶν εὐτυχῶς ὡρισμένῳ | |
80 | κἀνταῦθα νικᾶν δυστυχῶς εἵμαρτό σοι. ἀλλὰ σὺ μέν, κάλλιστον ἀνθρώποις τέρας, ἔχεις ἐμὲ θρηνοῦσαν ὑπνῶν ἐν τάφῳ, ἡμᾶς δὲ τίς, ἥλιε, πενθήσει βλέπων; νεκροὶ γάρ ἐσμεν εἰς πνοὰς πολυστόνους. | |
85 | πρωτοβεστιάριε Παλαιολόγε, τὴν προσλαλιὰν ἐξ ἐμοῦ ταύτην δέχου | |
τῆς πρὶν γυναικός, ἀλλὰ νῦν θρηνητρίας: — | 133 | |
93 | Τὸ μὲν στάχυς τέμνειν σε λευκοὺς ἐν θέρει, χρόνε σθεναρέ, καὶ τρυγᾶν ὅταν δέῃ, θαυμαστὸν οὐδέν· τοῦτο γὰρ δὴ τὸ πρέπον· τὸ δ’ εὐθὺς ἐκκύψασαν ἁρπάζειν χλόην | |
5 | ἢ μετρίους ὄμφακας ἐξ ἀπληστίας ἀλγεινὸν ἂν δήπουθεν ἡ φύσις κρίνοι. ἀλλὰ τὸ δεινὸν τοῦτό σου, φθόρε, θράσος καὶ ῥιζόθεν μέμηνεν εἰς τὰς ἐκφύσεις. συνήγαγες γὰρ τὸ χρυσοῦν ἅπαν γένος | |
10 | εἰς τὴν κιβωτὸν δυσμενῶς τῶν ὀστέων. καὶ δὴ πατὴρ ἐνταῦθα καὶ μήτηρ φίλη καὶ τέκνων ὅμιλος (ὢ 〈τοῦ〉 δεινοῦ πάθους) καὶ δυστυχὴς ἕνωσις ἀθρόου γένους καὶ πνὺξ ἀτερπὴς καὶ προτύμβιοι τύποι. | |
15 | τοῦ γὰρ μεγάλου φίλτατος δομεστίκου στρατοπεδάρχης τὴν τιμὴν οὗτος μέγας, ἀνὴρ μαχητὴς καὶ φρενῶν κόσμῳ βρύων καὶ μυρίων θάλαμος εὐτυχημάτων, ὃς δῆτα φυεὶς ἐξ ἀνάκτων ὀλβίων | |
20 | καὶ τὴν Ἑλένην τὴν ὑπὲρ τὴν Ἑλένην εὑρὼν ἑαυτῷ προσφυῆ πάντα τρόπον ὡς κλὼν τεθηλὼς τὰς γονὰς ταύτας φύει. τῆς δ’ ἀσχέτου λαίλαπος οἰκτρῶς πνευσάσης πρόωρος εἰς γῆν πᾶς ὁ καρπὸς ἐρρύη | |
25 | πλὴν τῆσδε, παπαί, τῆς ποθεινῆς Εἰρήνης, ἣν ἀντὶ παντὸς εἶχε τοῦ γένους μόνην κρύψασαν ἃς ἔδειξας αὐτὸς κοσμίας εἰς κάλλος, εἰς νοῦν, εἰς ψυχικὰ πρακτέα καὶ ποικίλην ἄσκησιν ἀρίστων τρόπων. | 134 |
30 | νυνὶ δὲ (βαβαὶ τῆς ῥοῆς τῆς ἀστάτου καὶ τῆς ἐφ’ ἡμᾶς ἦς ἔχεις τυραννίδος) καὶ τόνδε τὸν σπινθῆρα τῶν πρὶν ἐλπίδων εἰς ἐσχάτην ἔρριψεν ἡ χείρ σου σβέσιν· καὶ γὰρ μετ’ αὐτὸν τὸν πολὺν φυτοσπόρον, | |
35 | ὃς ἐνθάδε προὔπεμψε τὴν ὁμευνέτιν, ἐκδῦσα τὸν χοῦν καὶ τὸ τοῦ κήδους κλέος (αἲ τοῦ πάθους) ἄκαρπος εἰς γῆν ἐκρύβη, ὡς μηδέ τι γνώρισμα λοιπὸν τυγχάνειν τοῦ πρὸς τοσοῦτον ὕψος ἀρθέντος γένους. | |
40 | ἥλιε καὶ γῆ, πῶς ἀνεκτὰ τῇ φύσει τοσαῦτα δεινά; πλὴν ὁ τοὺς τύπους βλέπων εὔχου προελθεῖν εἰς Ἐδὲμ τούτους χλόην, οὗ δεῖ τρυγᾶν τὰ δένδρα τῆς ἀφθαρσίας: — | |
94 | Εἰ μὲν πρὸς ἐχθροὺς ἀντετάττου δυσμάχους, τάχ’ ἂν ἀριστεὺς καὶ μεθ’ ὅπλων ἐγράφης. ἐπεὶ δ’ ἀφανὴς εὑρεθεὶς ὁ τοξότης ῥιπτεῖ κατὰ σοῦ τὸ φθισίμβροτον βέλος, | |
5 | τὸ σύμβολον γοῦν τῆς τιμῆς ἐπενδύῃ δεικνὺς ἀκαλλῆ τὸν παλίμβολον βίον. σὺ μὲν γὰρ ἐκ μείρακος ἐκρίθης γίγας καὶ παντοδαπῶν ἐστρατήγησας τόπων, ἡ γῆ δὲ τὸν χοῦν ἐκτραπέντα λαμβάνει, | 135 |
10 | καὶ ῥεῖ τὸ παχὺ τῇ προλήψει τοῦ φθόνου, τῷ δὲ χρόνῳ μένουσιν αἱ κλήσεις μόνον Ταρχανειώτης Ἄγγελος θνητὸς Δούκας Κομνηνοφυὴς τὴν τιμὴν ἄρχων μέγας. ὢ τίς τὸ δεινὸν τοῦτο πενθήσει πάθος, | |
15 | ἥλιε καὶ γῆ καὶ στρατάρχαι γεννάδαι; — | |
95 | Τὴν ἐσχάτην ἔδειξας ἀνθρώπων τύχην στολὴν μετενδὺς εὐτελῶς τὴν ἐσχάτην, σταυροῦ δὲ λαβὼν τὸν τρισόλβιον τύπον εἰς τὰς ἄνω φάλαγγας ἀνθείλου τρέχειν, | |
5 | ὡς ἂν τὸν ἐχθρὸν τῶν ψυχῶν τὸν αὐθάδη, φρικτὲ στρατηγέ, συλλαβὼν καταισχύνῃς. καὶ γὰρ κατ’ αὐτοῦ πνευματικῶς ἠνδρίσω | |
τὴν πίστιν εὑρὼν ἀσφαλῆ πανοπλίαν καὶ τὴν ἀγαθὴν εἰς τὸ σώζειν ἐλπίδα, | 136 | |
10 | παρέδραμες δὲ τὴν σκιὰν τῶν πραγμάτων τὸν χοῦν ὑπελθὼν τῆς φθορᾶς καὶ τὸν λίθον, ὅταν δὲ καὶ σάλπιγγος ἀκούσῃς ξένης, τὸ σῶμα λαβὼν ἐξελεύσῃ τοῦ γνόφου πρὸς τὴν ἀπαντὴν εὐσταλὴς τοῦ δεσπότου: — | |
96 | Σκόπει, θεατά, μὴ θορυβήσας λάθῃς· κεῖται γάρ, ὑπνοῖ τῶνδε τῶν λίθων μέσον τῶν ὁπλιτικῶν, φεῦ, πεπαυμένος πόνων — ζητεῖς μαθεῖν τίς; ἀλλὰ βαβαὶ τῶν κρότων, | |
5 | οἳ νεκρὸν ὑμνήσουσι τὸν γίγαντά σοι. κοινὸν γὰρ ὢν ἅπασιν ἐκ βρέφους κλέος παρέσχε κοινὴν τεθνεὼς ἀδοξίαν. ἥλιε καὶ γῆ, τίς ποτε φράσοι λόγος τοσοῦτο δεινὸν συμπεσὸν παρ’ ἐλπίδα; | 137 |
10 | τίς δ’ ἀστενακτὶ λίθος ἢ δρῦς τὴν φύσιν παραδραμεῖται τοῦτο, παπαὶ τῆς τύχης; πλὴν οὗτός ἐστιν, οὗ βλέπεις τὰς ἐμφάσεις, τοῦ πορφυρανθοῦς συγγόνου βασιλέως καὶ τῆς θυγατρὸς τοῦ Ῥαοὺλ τῆς ὀλβίας | |
15 | ὁ φίλτατος κλὼν ᾧπερ ἡ κλῆσις χάρις· φυεὶς δὲ καλῶς καὶ λιπανθεὶς εἰς βάθος καὶ μυρίαις χάρισι ῥιζόθεν βρύων καὶ φιλτάτων γόνιμος ὀφθεὶς τῷ χρόνῳ νῦν τέμνεται, φεῦ, καὶ συκῆς κεῖται τρόπον, | |
20 | ἣ καρπὸν οὐκ ἤνεγκε τῷ κτησαμένῳ. καὶ μὴν τίς ἦν ἐκεῖνος, ὧ γῆ καὶ χρόνε; ποίοις δὲ καρποῖς οὐκ ἐκοσμεῖτο βρίθων; καὶ μᾶλλον ἐξ οὗ προσφυῶς συνεζύγη τῇ τοῦ μεγάλου φιλτάτῃ λογοθέτου, | |
25 | λογοθέτου, βέλτιστε, τοῦ τρισολβίου, τοῦ καινοφανοῦς πανταχοῦ γῆς ἀστέρος, | |
ὃν ἡ φύσις τέθεικεν οὐρανοδρόμον τὰς τοῦ λόγου πτέρυγας ἐστολισμένον· ὡς γὰρ ἀφ’ Ἑρμοῦ τὴν Ἀθηνᾶν λαμβάνων | 138 | |
30 | (ἐπείπερ οὐκ ἦν οὐδαμοῦ γῆς βελτίων εἰς ὄψιν τε γοῦν, εἰς μεγαλοφυΐαν καὶ πᾶν τὸ σεμνόν· οὐδὲ γὰρ δεῖ μηκύνειν), ζηλωτὸς ἧν ἅπασι τοῦ κήδους τέως. ἀλλ’ (ὢ πονηρᾶς καὶ βαρυστόνου τύχης) | |
35 | τὸ πανυπερσέβαστον ἀμείψας κλέος εἰς τὴν τύχην ἤλασε τὴν τῶν καισάρων· ἐκ καισάρων γὰρ καὶ σεβαστοκρατόρων καὶ μυρίων ἐκεῖνος αὐτοκρατόρων. ἀλλ’ ἧν μὲν εὐπρόσωπος ἀνθρώπου πλέον, | |
40 | εἰ δὲ μὴ σαφῶς τὴν γραφικὴν ἰσχύειν ἐκεῖνον αὐτὸν ἐκμιμεῖσθαι τὸν μέγαν ............ ῥίψας δὲ πᾶν πέδιλον ὡς δρομεὺς γίγας (τὸ κιρροειδές φημι τῆς πρώτης τύχης | |
45 | καὶ τὸ ξυνιστῶν τὴν τιμὴν τὴν ἐσχάτην εἰς ἀέρος μίμησιν ἐγκεχρωσμένον), καὶ κηρὸς εἰς ἔξαμμα πυρὸς ἐρρύη καὶ πνεῦμα γοργόν ... χιὼν γὰρ ἧν αἵματι συγκεκραμένη | |
96(50) | καὶ κρίνον ἀνθοῦν, ἀλλὰ καὶ βρύον ῥόδον, ἔρρευσε δ’ εὐθὺς καὶ μαρανθεὶς ἐκρύβη τοῦ τῆς τελευτῆς ἀντισυστάντος θέρους. ὁ δὲ χρυσοῦς ἴουλος (αἲ γῆ καὶ χρόνε) τῶν ἡλιακῶν εἶχεν ἀκτίνων μέρος. | |
55 | τὸ δ’ οὖν περιττὸν οὐκ ἐπαινῶν τῆς κόμης ἀνὴρ σαφῶς ἧν, οὐ γυναικώδης φύσις. τὸ δ’ εὐπρεπὲς μέτωπον, ἡ ῥίς, τὸ στόμα, τὸ σφόδρα πυκνὸν τῆς ὀδοντοφυΐας, τῶν ὀμμάτων ἡ χάρις (ὢ δεινοῦ πάθους) | |
60 | νικῶσι τοὺς νῦν τῆς ἐπιστήμης κρότους· | |
ἄγαλμα γὰρ ἧν εὐφυῶς ἐξεσμένον καὶ πᾶν μέρος κάλλιστον συμβαῖνον φέρον, οἷον τράχηλον, στέρνα, χειρῶν ἐγτάσεις καὶ τἆλλ’ ὅσα προὔθηκε λαμπρῶς ἡ φύσις, | 139 | |
65 | ὡς ἂν μένοι θάμβος τι καινὸν τῷ χρόνῳ. τοῦ σώματος δὲ τὴν ἐπ’ ὀρθίου στάσιν καὶ τοῦ παραστήματος αὐτοῦ τὴν βάσιν, ἥλιε, σὺ γνώριζε τῇ κτίσει μόνος· ὁ γὰρ φθορεὺς ἔκρυψε καὶ τάδε χρόνος. | |
70 | ἀλλ’ εἰ μὲν ἐσπούδαζεν εἰς χάριν λόγων, σίγησον, Ὀρφεῦ, λῆρον εἰδὼς τὴν λύραν· οὗτος γὰρ ἧν ἐκεῖνος (ὢ κενῶν κρότων) ὃς τὰς φύσεις ἔθελγε καὶ τῶν ἀψύχων· εἰ δ’ ὅπλα κινεῖν πρὸς παλαμναίας μάχας | |
75 | καὶ πρὸς χύδην φάλαγγας ἐχθρῶν ἐκτρέχειν, Ἥρακλες, αἰσχύνθητι τὴν εὐανδρίαν, ἐπεὶ μετ’ αὐτὸν οὐδ’ Ἀχιλλεὺς κομπάσει πρὸς ὅπλα χωρῶν καὶ τὸ πᾶν στρέφων μόνος· γυμναστικὴν γὰρ εἶχεν εὐθὺς τὴν φύσιν | |
80 | ὁ γεννάδας ἐκεῖνος. ἀλλ’ (ὢ τοῦ πάθους) κεῖται παρελθὼν εἰς μυχοὺς γῆς ἐσχάτους, καὶ τῆς τελευτῆς τὴν βολὴν οὐκ ἐκκλίνας ἄλλην βολὴν ἔπληξε τὴν ὁμευνέτιν, καὶ τῶν Τριβαλῶν τῷ πολυζήλῳ κράλῃ | |
85 | συναρμόσας ἥδιστα τὴν θυγατέρα τῆς τοῦ γένους χάριτος αὐτὸς ἐρράγη· γευσάμενος δέ τινι λαβῇ δακτύλου τῆς καισαρικῆς ὁ χρυσοῦς ἥρως τύχης ἀπῆλθε γυμνὸς τῆς ὑποσπώσης ὕλης. | |
90 | ποῦ γὰρ γυναικὸς ἀρρενοφρονεστάτης κάλλος τε καὶ νοῦς δακρυούσης τὸν μέγαν; | |
ποῦ φιλτάτων ὅμιλος ἐξειλεγμένων πρωτοσεβαστὸν εὐτυχούντων ὁπλίτην; ἡ δὲ τρυφὴ ποῦ καὶ τὸ τοῦ πλούτου βάρος | 140 | |
95 | καὶ τῶν περιττῶν ἡ παρ’ αὐτῷ φαιδρότης; φεῦ, πάντα γῆ καὶ τέφρα καὶ σὴς ὀστέων. πλήν, ὧ θεατά, στῆθι μικρὸν ἐνθάδε, καὶ τὴν φύσιν πένθησον ἐξ εὐσπλαγχνίας, εἶτα προελθεῖν εἰς Ἐδὲμ τοῦτον τόπους | |
96(100) | τὸν Χριστὸν ἱκέτευσον· ἧν γὰρ ἐν βίῳ κοινόν τι καλόν. αἲ ῥάγηθι, καρδία: — | |
97 | Κομνηνὲ φιλόμουσε, μεστὲ χαρίτων, ἐγὼ φίλος σός, σὺ δὲ καὶ φίλου πλέον. πέραινε γοῦν, πέραινε τὰς ὑποσχέσεις χρυσὸν παρασχὼν πρὶν ἀπελθεῖν εἰς Θρᾴκην: — | |
98 | Χρηστὰς ἐμοὶ δίδωσι Χριστὸς ἐγγύας ἑστὼς ἐφ’ ὑμῶν τῶν ἐμῶν ὑπερμάχων· | |
καὶ γὰρ δι’ ὑμᾶς εὐλογεῖ μοι τὸν βίον: — | 141 | |
99 | Ἄνωθεν ὑμᾶς εὐλογῶν ὁ δεσπότης, νικηφόροι μάρτυρες οὐρανοδρόμοι, σωτηρίας δίδωσι πιστὴν ἐγγύην: — | |
100 | Παῦλος Θεῷ ζῶν ταῦτα Ῥωμαίοις γράφει. Παῦλος τάδε προὔθηκε τοῖς Κορινθίοις. Κολασσαεῦσι ταῦτα πῦρ Παῦλος πνέων. Παῦλος γράφει καὶ ταῦτα τοῖς Ἐφεσίοις: — | |
101 | Φρίττω Θεοῦ θρόνον σε, παρθένε, βλέπων· Θεὸς γὰρ ἡ σάρξ, καὶ τὸ θαῦμα γῆ στέγει: — | |
102 | Οὐδέν τι καινόν, εἰ σιγᾷς, Παύλου στόμα· | |
λαλεῖ γὰρ ἡμῖν ἀντὶ σοῦ τὸ βιβλίον: — | 142 | |
103 | Μὴ ῥῆμα καινὸν ἐκ Θεοῦ λέξεις πάλιν; δοκεῖς γὰρ ἑστὼς ἀκροᾶσθαι νῦν, μάκαρ: — | |
104 | Ὁ πλουτοποιὸς τῷ συνωνύμῳ πένης καὶ τὸν ψυχικὸν δαψιλῶς ὄλβον δίδου: — | |
105 | Ἔοικε θαρσεῖν τὸν νεὼν Πέτρος βλέπων, οὗ βάθρον αὐτὸς ἀντὶ πέτρας ἐκρίθη: — | |
106 | Στεφανίτης ἄοπλος ἐγράφης, μάκαρ, | |
ἑλὼν τὸν ἐχθρὸν καὶ σχολῆς ἄγων χρόνον: — | 143 | |
107 | Δημήτριε, ζῇς· εἰ δὲ μὴ βούλει πνέειν, κἀνταῦθα νικᾷς ἐξελέγχων τὴν φύσιν: — | |
108 | Πάλιν πρὸς ἐχθρῶν εὐτρεπὴς Νέστωρ πάλην. ψυχῶν παλαιστά, φεῦγε λοιπὸν ἐκ μέσου: — | |
109 | Ἀθλητικοὺς ὁ μάρτυς ἱδρῶτας χέων | |
πυρὸς φλόγα βρέμουσαν οὐκ εἶχε τρέμειν: — | 144 | |
110 | Στρατηλάτης ἄτρεστος ὀφθεὶς ἐν μάχαις τὸ φαιδρὸν οὐκ ἤμειψεν ὁ στεφανίτης: — | |
111 | Ὁμώνυμον σόν, ὧ μάκαρ Νικηφόρε, φερωνύμοις χάρισι λαμπρῶς ὁπλίσαις: — | |
112 | Ἀγαθονίκῳ πρᾶξις ἡ κλῆσις τάχα· τὴν γὰρ κατ’ ἐχθρῶν ἐκ Θεοῦ νίκην φέρει: — | |
113 | Ἔστης πρὸς ἐχθροὺς μάρτυς ἀτρέμας πάλαι, | |
καὶ νῦν κατ’ ἐχθρῶν εὐσταλὴς ἔστης πάλιν: — | 145 | |
114 | Εἰς μαρτύρων φάλαγγας ἐστρατευμένον παρεμβολὴ Θεοῦ σε λαμβάνει, μάκαρ: — | |
115 | Στεφανίτα, πρόκοπτε καὶ θάρσει πλέον· τοῦ σώματος γὰρ τὴν φθορὰν διεξέδυς: — | |
116 | Ἰδοὺ Θεοῦ τράπεζα καὶ δεῖπνον ξένον· ψυχή, λαβέ, τράφηθι τὴν σωτηρίαν: — | |
117 | ἰδοὺ κρατήρ· πρόπινε, πιστὴ καρδία, | |
καὶ γὰρ Θεὸς κίρνησι τὴν ἀφθαρσίαν: — | 146 | |
118 | Ἄνω ποταμῶν, κατὰ τὴν παροιμίαν, χωροῦσι πηγαί· τοῦτο κἀνταῦθα, ξένε. καὶ γὰρ ἐφ’ ὑγρῶν καὶ πολυκρούνων τύπων | |
ὁ ζωγράφος δείκνυσι πηγὴν θαυμάτων: — | 147 |