TLG 2718 001 :: Manuel PHILES :: Carmina Manuel PHILES Poeta
Scr. Rerum Nat. Carmina
Citation: Chapter — poem — (line) | ||
1t | ΣΤΙΧΟΙ ΔΙΑΦΟΡΟΙ ΤΟΥ ΣΟΦΩΤΑΤΟΥ ΚΑΙ ΛΟΓΙΩΤΑΤΟΥ ΦΙΛΗ ΕΠΙ ΔΙΑΦΟΡΟΙΣ ΥΠΟΘΕΣΕΣΙ. | |
1t1-28 | ΤΕΤΡΑΣΤΙΧΑ ΕΙΣ ΤΑΣ ΔΕΣΠΟΤΙΚΑΣ ΕΟΡΤΑΣ | |
1.1(t) | Εἰς τὸν εὐαγγελισμόν. | |
1 | Ὁ πύρινος νοῦς τὸν θεάνθρωπον Λόγον Τῷ παρθενικῷ μηνύει σοι βιβλίῳ· Τῷ γὰρ νοητῷ καλάμῳ τοῦ Πνεύματος Γράψει θεός σοι παγγενῆ σωτηρίαν. | |
---|---|---|
1.2(t) | Χριστοφόρου δίστιχον εἰς τὸν αὐτόν. | |
1 | Ἤγγειλεν υἱὸν ἄγγελος τῇ παρθένῳ, Πατρὸς μεγίστης βουλῆς ἄγγελον μέγαν. | |
1.3(t) | Ἀθανασίου μοναχοῦ εἰς τὸν αὐτόν. | |
1 | Εὐαγγελιστὰ χαρμονῆς παγκοσμίου, Τί δὴ σιωπᾷς; τάχα γὰρ ζῶν ἐγράφης. Δέδοικα, φησὶ, τὴν ψυχὴν τῆς παρθένου | |
Μήπως ταραχθῇ συγχυθεῖσα τῷ κτύπῳ. | ||
5 | Εἰ γὰρ μόνον πρόσωπον ὀφθὲν οὐ στέγει, Πῶς ἂν λόγων θόρυβον ὑπήνεγκέ μοι; Ἄλλως τε σιγῶν τῆς χαρᾶς κῆρυξ μένω, Λαθεῖν τὸν ἐχθρὸν ὡς φιλόψογον θέλων. Σὺ δὲ, ψυχὴ, σκοποῦσα τὴν εὐτεχνίαν, | |
10 | Ἣ καὶ πνοὴν δίδωσι μικροῦ τοῖς τύποις, Τὸν σχηματισμὸν εὐλαβοῦ τῆς παρθένου. Εἰ γὰρ ἑαυτὴν εὐτελῆ δούλην κρίνει, Τί χρή σε ποιεῖν τῶν παθῶν τὴν σαπρίαν; Πλὴν εἰ δοκεῖ τὴν παῖδα μιμοῦ τὴν κάτω, | |
15 | Καὶ τὴν ξένην σύλληψιν αἰδοῦ καὶ τρέμε, Πλέκουσά μοι τὸ νῆμα τῆς εὐποιΐας. | |
1.4(t) | Εἰς τὴν γέννησιν τοῦ Χριστοῦ. | |
1 | Θεὸς τὸ τεχθὲν, ἡ τεκοῦσα παρθένος, Σπορᾶς ἄνευ σύλληψις, ἄφθορος τόκος. Τοῖς γὰρ ἀτεχνῶς σωστικοῖς ἐναντίοις Ἔδει λυθῆναι τοῖς βροτοῖς τἀναντία. | |
1.5(t) | Χριστοφόρου εἰς τὴν αὐτήν. | |
1 | Θεὸς τὸ τεχθὲν, ἡ δὲ μήτηρ παρθένος· | |
Τί μεῖζον ἄλλο καινὸν εἶδεν ἡ κτίσις; | ||
1.6(t) | Εἰς τὴν ὑπαπαντήν. | |
1 | Ὁ πρέσβυς ἐν γῇ τὸν θεὸν βρέφος βλέπων Δεῖται λυθῆναι τῆς φθορᾶς τοῦ σαρκίου· Τὸ δὲ βρέφος γέγηθε τὸν πρέσβυν βλέπον Αἱρούμενον ζῆν ἀσφαλέστερον βίον. | |
1.7(t) | Χριστοφόρου εἰς τὴν αὐτήν. | |
1 | Κόλπους πατρὸς τυποῦσι τοῦ σοῦ, Χριστέ μου, Τοῦ Συμεὼν αἱ χεῖρες αἳ φέρουσί σε. | |
1.8(1t) | Εἰς εἰκόνα τὴν αὐτὴν ἑορτὴν ἔχουσαν, | |
2t | ἐν δὲ τῇ περιφανείᾳ προφήτας. | |
1 | Ζωὴν ἴσως ῥέουσαν εἰ φυγεῖν θέλεις, Οὐδέν τι καινὸν, δυσφορεῖς γὰρ ὡς γέρων· Ζωὴν δὲ τὴν ἄῤῥευστον εἰς χεῖρας φέρων, Τί πάλιν αὐτὴν, Συμεὼν, ἄλλοις δίδως; | |
5 | Δέδοικα, φησὶ, τοὺς προφήτας τοὺς πέριξ Τῇ πρεσβυτικῇ συσταλεὶς ἀνανδρίᾳ. Καὶ τὸ βρέφος δίδωμι τοῖς δεδωκόσι· Αἰσθάνομαι γὰρ ἀστραπῆς ἀποκρύφου, Πρὸς ἣν ἐμαυτὸν ἀδρανέστερον βλέπω· | |
10 | Μᾶλλον δὲ θελχθεὶς, ὡς πρὸς ἄνθρακα βρέφος, Ἔλαθον εἰς πῦρ ἐμπεσὼν καταφλέγον. Ἐφρίκεται δ’ οὖν μητρικὴ τοῦτο ζέσις, | |
Ὡς πρὸς ψύχος γέροντος ἀκμαῖον μένον. Ἐγὼ δὲ φῶς ἄῤῥητον ἀθρῆσαι θέλων, | ||
15 | Μετὰ τὸ τὸν χοῦν ἐκτινάξαι τῷ χρόνῳ, Καθάπερ εἰκὸς πρὸς τὸν ἄνθρακα τρέμω. | |
1.9(t) | Εἰς τὴν βάπτισιν. | |
1 | Ὁρῶν Ἰησοῦν σαρκικῶς λελουμένον, Ἰορδάνης τὰ ῥεῖθρα τοπρῶτον στρέφει, Καὶ νῦν ὑπ’ αἰδοῦς ἵσταται πεπηγμένος Τῷ μὴ κινεῖσθαι, καὶ χρυσοῦν εἶδος φέρων. | |
1.10(t) | Χριστοφόρου εἰς τὴν αὐτήν. | |
1 | Τοὺς οὐρανοὺς βάπτισμα τὸ Χριστοῦ σχίσαν Τοὺς αὐτὸ μὴ χραίνοντας ἔνδον εἰσάγει. | |
1.11(t) | Εἰς τὴν ἔγερσιν τοῦ Λασάρου. | |
1 | Καὶ ζῶν Λόγος Λάσαρον ἐκ ζῶντος λόγου Θᾶττον νεουργεῖ, τὸν χρυσοῦν ὄντως φίλον. Οὐκ ἦν γὰρ εἰκὸς τῆς πνοῆς τὸν ἐργάτην Αὐτὸν παριδεῖν ὑπὸ γῆν τεθαμμένον. | |
1.12(t) | Εἰς εἰκόνα ἔχουσαν τὴν ἔγερσιν τοῦ Λασάρου. | |
1 | Ἅπαντα συνθεὶς εὐφυῶς ὁ ζωγράφος Μόνην παρῆκε τὴν βοὴν τοῦ δεσπότου. Τάχα γὰρ ἂν Λάσαρος ἐντεῦθεν πνέων | |
Ἀφῆκε φωνὴν εὐδρομῶν κἀν τοῖς τύποις. | ||
1.13(t) | Εἰς τὴν αὐτήν. | |
1 | Κἀνταῦθα Χριστὸς ἐξεγείρει τὸν φίλον· Ὁ δ’ οὐ κινεῖται· κἄν τις εἴποι τοῦ χάριν, Ἐρεῖ πρὸς αὐτὸν ἡ γραφὴ κἂν μὴ πνέῃ· Χριστὸς σιωπᾷ· τίς με κινήσει λόγος; | |
1.14(t) | Εἰς τὴν Βαϊοφόρον. | |
1 | Ἐκ νηπίων στόματος οἷς οὔπω φθόνος Ἤδη τὸν αἶνον ψαλμικῶς κατηρτίσω. Καὶ θαῦμα ποιεῖς εἰς γερόντων αἰσχύνην, Σιὼν βασιλεῦ, μετριάζων ἐνθάδε. | |
1.15(t) | Εἰς τὴν μεταμόρφωσιν. | |
1 | Τοῖς σώμασι μὲν τὰς σκιὰς δεῖ συντρέχειν, Χύσιν δὲ φωτὸς τῷ Θαβὼρ κἀν τοῖς τύποις. Οὐκοῦν, θεατὰ, στῆθι μακρόθεν βλέπων, Κἂν τὰς ψυχικὰς οὐ νοσῇς ἴσως κόρας. | |
1.16(t) | Εἰς τὴν σταύρωσιν. | |
1 | Ἐν ὀργάνῳ βλέπων σε κακούργων, Λόγε, Πάντων χάριν θνήσκοντα, πῶς μὴ θαυμάσω; Σοῦ μὲν γὰρ οὐ πέπονθεν ἡ πρώτη φύσις· | |
Ἐμοὶ δὲ τὸ ζῇν σαρκικῶς πάσχων δίδως. | ||
1.17(t) | Εἰς τὸν δεσπότην Χριστὸν νεκρὸν ἐπὶ λίθου κείμενον. | |
1 | Νεκρὸν θεωρῶν ἐκ σφαγῆς, ᾑμαγμένον Τὸν δεσπότην, ἄνθρωπε, τῶν δούλων χάριν, Φρίξον τί καινὸν, καὶ γένου τέως λίθος, Ὡς ἂν τὸν ἀμνὸν τὸν τυθέντα βαστάσῃς. | |
1.18(t) | Ἕτεροι. | |
1 | Ἄνθρωπε, συστάληθι καὶ στῆθι τρέμων, Εἰ δεῦρο νεκρὰν τὴν θεοῦ σάρκα βλέπεις. Μᾶλλον δὲ καὶ πρόσελθε καὶ ταύτης φάγε, Τὸ σαρκικὸν φρόνημα νεκρὸν δεικνύων. | |
1.19(t) | Εἰς τὸν δεσπότην Χριστὸν ἑλκόμενον ἐπὶ σταυροῦ. | |
1 | Ἵνα τὸν ἐχθρὸν, σῶτερ, ἀνθρώπων λάθῃς, Δοκεῖς μὲν ἀλγεῖν, ἀλλὰ σὺ σπεύδεις πλέον. | |
1.20(t) | Εἰς τὴν ἀποκαθήλωσιν. | |
1 | Ναὶ θάπτε, Νικόδημε, τὸν ζῶντα σπόρον, Καὶ κρύπτε καὶ λίπαινε δάκρυσι βρέχων. Τριήμερος γὰρ ἐκδοθήσεται στάχυς, Τροφεὺς νοητὸς καὶ λιμὸν ζωῆς λύων. | |
1.21(t) | Εἰς τὴν ἀνάστασιν. | |
1 | Ἀδὰμ νέος γέροντα τῆς γῆς ἁρπάσας Καὶ τοὺς σὺν αὐτῷ δεσποτικῶς ἁρπάσας, Ἄνεισιν εἰς φῶς εἰς παλίνζωον βίον, Τοὺς τοῦ σκότους ἄρχοντας ἀφεὶς τῷ σκότῳ. | |
1.22(t) | Εἰς τὴν ἀνάληψιν. | |
1 | Ἐν γῇ θεὸς χθὲς, καὶ βροτὸς νῦν ἐν πόλῳ· Τὸ θαῦμα διπλοῦν καὶ τὸ δὴ μεῖζον τόδε· Παρὼν γὰρ εἰς γῆν οὐ μεθῆκε τὸν πόλον· Ἐκεῖ δὲ παρὼν οὐ κενοῖ τὴν γῆν πάλιν. | |
1.23(t) | Εἰς τὴν Πεντηκοστήν. | |
1 | Γλωσσῶν μερισμοὺς καὶ θεόφθογγον χάριν Τὸ πῦρ κατελθὸν τοῦ παρακλήτου βρύεις· Κἂν τοῖς μέθην πάσχουσιν ἐκρίθης μέθη, Κἂν μακροθυμοῦν τοὺς πονηροὺς οὐ φλέγεις. | |
1.24(t) | Εἰς εἰκόνα μουσείου, ἔχουσαν τὰς δώδεκα ἑορτάς. | |
1 | Εὐαγγελιστὴς ἀκριβὴς δεδειγμένος Τοιαῦτά φησι Κανάβης Ἰωάννης· Θεὸν ψυχὴ βλέπουσα παρθένου βρέφος Πρὸς τὴν ἀναγέννησιν ἁγνίσθητί μοι, | |
5 | Καὶ πρεσβυτικῶς τὸν θεάνθρωπον δέχου Τὰς ἀγκάλας ἁπλοῦσα τῆς εὐποιΐας, Καὶ δακρύων βάπτιζε σαυτὴν προσχύσει | |
Τὴν κηλίδα σμήχουσα τῶν πεπραγμένων· Μορφῆς δέ μοι λάμβανε καινῆς ἐμφάσεις | ||
10 | Σοφῶς τὸν αἰσχρὸν ἐξαμείβουσα τρόπον. Κἂν θανατωθῇς, ἐξαναστήσῃ πάλιν, Εἰ Χριστὸς ἐγκρίνοι σε τοῖς ὄντως φίλοις. Εἶτα βρεφῶν ζήλωσον ἀπλάστην φύσιν, Ὡς ἂν μετ’ αὐτῶν ὑποδέξῃ τὸν Λόγον, | |
15 | Ὃν σαρκικῶς βλέπουσα νεκρὸν ἐν ξύλῳ, Τὰ σαρκικὰ σταύρωσον ἐμφρόνως μέλη, Ὡς ἂν φθορᾶς ἄγευστος ἐκ γῆς πυθμένων Εἰς τὴν ὑπὲρ νοῦν ἐξανάστασιν φθάσῃς· Καὶ πρὸς τὸν ἀρχίφωτον ἀναλαμβάνου, | |
20 | Καὶ πνευματικῶν ἐμφοροῦ χαρισμάτων. Ὅταν δὲ τὴν ἄμετρον ἀθρῇς παρθένον Ἐνταῦθα νεκρὰν τῆς γραφῆς, μὴ στυγνάσῃς· Τηρεῖ γὰρ αὐτὴν καὶ φθορᾶς ὑπερτέραν Ὁ δημιουργὸς καὶ θεὸς τῆς φύσεως. | |
25 | Γένοιτό σοι γοῦν εὐπρεπὴς ἤδη κλίμαξ Ἡ τῶν ἑορτῶν δωδεκὰς τῶν ἐνθέων, Ψηφῖσι λεπταῖς εὐφυῶς πεπηγμένη, Ὡς ἂν δι’ αὐτῆς μυστικῶς ἀναδράμῃς Πρὸς τὸν δι’ ἡμᾶς συγκαταβεβηκότα· | |
30 | Οὓς γὰρ θεωρεῖς εἰκονισμένους πέριξ | |
Συνηγόρους τίθημι τῆς σωτηρίας. | ||
1.25(t) | Εἰς τὴν κοίμησιν τῆς θεοτόκου. | |
1 | Ζωῆς ξένην κοίμησιν ἐκ χρυσαργύρου Δίδωσι τέχνη, καὶ τοδὶ μάλα ξένον· Ὅτι γε καὶ σχήματα πενθούντων φέρει Τὰ τῆς ψυχῆς τυποῦσα ταῖς ὕλαις πάθη. | |
125a(t) | Ἕτερον εἰς τὴν αὐτήν. | |
1 | Σὺ ζῶντος μήτηρ καὶ θανόντων θυγάτηρ, Καὶ συναποθνήσκουσα τοῖς σοῖς πατράσι, Σὺν τῷ τόκῳ ζῇς καὶ φθορᾶς ἔξω μένεις. | |
1.26(t) | Ἀθανασίου μοναχοῦ εἰς τὴν αὐτήν. | |
1 | Λιγυρᾷ τῇ φόρμιγγι καὶ τερψιθύμῳ, Δαβὶδ, θεοκρότητον ᾆσόν τι μέλος. Ἡ γὰρ κιβωτὸς διαθήκης τῆς νέας, Ὥσπερ προηγόρευσας εὐρύθμῳ λόγῳ, | |
5 | Ἐκ τῶν γεηρῶν ἀρτίως μεταστάσα, | |
Εἰς ἀνάπαυσιν κατέπαυσε τὴν ἄνω· Θείου δὲ φωτὸς νεφέλη τεραστίως Κάτεισι ταύτης τῇ προπομπῇ συνάραι. Ἔδει γὰρ αὐτὴν φωτὸς οἷα νεφέλην | ||
10 | Πρὸς φέγγος ἀΐδιον ἀνιπταμένην, Ὑπηρέτιν σχεῖν φωσφοροῦσαν νεφέλην. Καὶ γοῦν ὑπὲρ ἔννοιαν ἐκ γῆς τερμάτων Χοροστασία πᾶσα τῶν ἀποστόλων Φοιτᾷ πρὸς αὐτὴν ἀθρόον ταῖς νεφέλαις, | |
15 | Ἣ καὶ λόγοις πρὸς τήνδε τοιοῖσδε χράται· „Ποῦ νῦν ἀπαίρεις, ἡ νοουμένη κλίμαξ, Δι’ ἧς θεὸς μὲν κατέβη πρὸς τὴν χθόνα, Καὶ τῇ βροτείᾳ συνανακραθεὶς φύσει Διπλοῦς ὑπῆρξε τὰς φύσεις μὴ συγχέας; | |
20 | Βροτοὶ δὲ θείας οὐσίας τετευχότες Πρὸς ὕψος οὐράνιον ἤρθημεν ξένως. Πῶς ἡ φεραυγίζουσα πυρφόρος βάτος, Καὶ μηδ’ ὁπωσοῦν τῷ πυρὶ πιμπραμένη, Οἷα καθαρεύουσα ῥύπου πταισμάτων, | |
25 | Νῦν ταῖς πυράγραις τοῦ θανάτου συνέχῃ; Εἰ γὰρ ἁμαρτίας μὲν ἔκγονος μόρος, | |
Ἔνθα πέφευγεν ἥδε, χώραν οὐκ ἔχει· Πῶς ἡ χρυσαυγὶς στάμνος ἡ μαννοβρύτις Τὸν σκύφον ἐκπέπωκε τὸν τοῦ θανάτου; | ||
30 | Πῶς ἡ στέγουσα φῶς ἄδυτον λυχνία Ἐσβεσμένην ἔσχηκε τὴν θρυαλλίδα; Ἡ ῥάβδος ἡ βλαστήσασα πρὶν ἀνίκμως, Πῶς ζωτικῆς ἄμοιρος τανῦν ἰκμάδος; Ἡ τῷ ταμίᾳ τῆς ζωῆς βατὴ πύλη, | |
35 | Πῶς τὴν φέρουσαν εἰς ᾍδην ἔδυ πύλην; Ἡ θεία πῶς τράπεζα καὶ ψυχοτρόφος, Ἄψυχος, ἀκίνητος, ἄναυδος πέλει; Ἡ παστὰς ἐξ ἧς νυμφικῶς ἐσταλμένος Προῆλθε Χριστὸς συμπλακεὶς τῷ σαρκίῳ, | |
40 | Τῷ μνήματι πῶς νεκρικῶς συνεστάλη; Ὄρος τὸ πῖον ἀρετῶν ταῖς ἰδέαις, Ἐξ οὗ χερῶν ἄνευθεν ἐτμήθη λίθος, Πῶς τῷ λίθῳ καλύπτεται ξενοτρόπως; Πῶς ἡ θεαυγὴς ἑπτάφωτος λυχνία, | |
45 | Ἡ πᾶσαν ἄρδην αὐγάσασα τὴν κτίσιν, Ἐκ γῆς δύνασα πρὸς τὸ πρῶτον φῶς ἔβη; Πῶς ἡ κόσμῳ βλύσασα τῆς ζωῆς χύσις Μειώσασά τε τὸ σκότος τῆς ἀπάτης | |
Καὶ θείας ἀστράψασα γνώσεως φάος, | ||
1.26(50) | Ζωὴν λιποῦσα τὴν ῥέουσαν ἀσμένως, Πρὸς βιοτὴν ἄφθαρτον ἀνεληλύθει;“ Οὑτωσὶ τούτων τοῖς σοφοῖς ἀποστόλοις Κατωδύνῳ πνεύματι ῥηθέντων τότε, Πυρσεῦσαν αἴφνης φέγγος ἀστραπηβόλον | |
55 | Τὴν οἰκίαν πλήσειεν ἀῤῥήτῳ λόγῳ, Ἔνθα κιβωτὸς κατέπαυσεν ἡ νέα· Φωνὴ δ’ ἀμυδρὰ τοῦ θεοῦ καὶ δεσπότου Ὡς λεπτοτάτης αὔρας ἤκουστο ξένως, Τῇ μητρανάνδρῳ ταῦτα φωνοῦσα κόρῃ: | |
60 | „Δεῦρ’ ἴθι, βασίλισσα κοσμιωτάτη, Ἀνακτορικοὺς πρὸς δόμους οὐρανίους Συμβασιλεύειν τῷ θεῷ σου καὶ γόνῳ. Ἴθι, λογικὲ παράδεισε, συντόνως Πρὸς παραδείσου τὰ περίδοξα πλάτη. | |
65 | Περιστερὰ βάδιζε κεχρυσωμένη Πρὸς τὴν κιβωτὸν τὴν θεόδμητον τάχος Τὸ κοσμικὸν ναυάγιον διαδράσα. Γέφυρα πορθμεύθητι πρὸς τὸν λιμένα Τὸν ἀκύμαντον καὶ πάσης ἐκτὸς ζάλης. | |
70 | Ἡ τὰς ὀδύνας πρὶν φυγοῦσα τοῦ τόκου Πρὸς ἄπονον νῦν λῆξιν ἐλθὲ, παρθένε· | |
Ὅλη γὰρ καλὴ καὶ δίχα παντὸς ψόγου Πλησίον οἴκει τοιγαροῦν τοῦ σοῦ τόκου.“ Ταῦτα φράσας, ὦ κτίστα, τῇ γειναμένῃ, | ||
75 | Σὺ μὲν τὸ πνεῦμα τῆς τεκούσης λαμβάνεις Καὶ πρὸς τὰς ἄνω λαμπρότητας ἀνάγεις, Ἀρχαγγελικῆς ταγματοστραταρχίας Δορυφορούσης καὶ προπεμπούσης φόβῳ. Τὸ σκῆνος αὖ δὲ τοῖς χοροῖς ἀποστόλων | |
80 | Κομίσεται πρὸς μνῆμα τὸ ζωηφόρον Ὑμνῳδιῶν ᾄσμασι θελξικαρδίων Καὶ λιγυροῖς φθέγμασι παιανοκρότοις. Ἀλλ’ οὐ σθεναρὸν ἦν κρατεῖσθαι τῷ τάφῳ Τὸ βαστάσαν ἔσωθεν ἀῤῥητοτρόπως | |
85 | Τὸν καθελόντα τοῦ θανάτου τὸ κράτος. Ἄνεισι τοίνυν εὐκλεῶς ἐριτίμως Εἰς οὐρανίους καὶ φεραυγεῖς παστάδας, Εἰς δόξαν ἀΐδιον, εἰς θυμηδίαν, Εἰς φέγγος ἀνέκλειπτον, εἰς ζωὴν ξένην | |
90 | Ἡ νῦν μεθεκτῶς ὡς θέμις θεουμένη, Αὐλὰ κτῖσιν αὐλοῖς τε φρυκτωρουμένη, | |
Συμβασιλεύει τῷ θεανθρώπῳ Λόγῳ. Ἀλλ’ ὦ παναμώμητε μῆτερ παρθένε, Ἡ τῷ θεῷ μου σάρκα δανεισαμένη, | ||
95 | Καὶ τοὺς βροτοὺς θέωσιν ἐνδυσαμένη, Ἡ κατάραν λύσασα τῶν προπατόρων, Καὶ μακαρισμὸν πηγάσασα τοῖς πάσιν, Ἡ τοῦ Σατὰν λύσασα τὴν τυραννίδα, Καὶ τοῖς μέροψι δοῦσα κατ’ αὐτοῦ νίκην, | |
1.26(100) | Πρόστηθι λαοῦ τοῦ σὲ τιμῶντος πόθῳ, Χριστωνύμῳ κλήσει τε κεκλεϊσμένου, Ὕψωσον αὐτοῦ παντάνασσα τὸ σθένος· Λῦσον τὰ φρυάγματα Σατὰν τοῦ πλάνου, Σύντριψον αὐτοῦ τὰς καθ’ ἡμῶν παγίδας· | |
105 | Τὴν ἐμφύλιον ἐξολόθρευσον μάχην, Ἐκκλησίας τὸ σχίσμα παῦσον σῷ κράτει, Τὸν τάραχον πράϋνον, εἰρήνης ἔαρ, Ταῖς σαῖς λιταῖς δὸς καὶ σταθηρὰν ἀγάπην. Ὁρᾷς γὰρ οἷα πάσχομεν, θεητόκε, | |
110 | Ἀντιλαβοῦ γοῦν καὶ ῥύσαι τῶν κινδύνων Τοὺς ἐκ μέσης σοι προστρέχοντας καρδίας, Ἵνα μεγαλύνωμεν εὐσεβοφρόνως, Ἵνα τιμῶμεν ἀσιγήτοις ἐν λόγοις Τὴν σὴν πρὸς ἡμᾶς συμπάθειαν καὶ σχέσιν. | |
115 | Ταυτὶ μὲν οὕτω· σὺ δ’ ἐπευλόγει, θύτα. | |
1.27(t) | Εἰς τὴν αὐτήν. | |
1 | Τὴν ἔμψυχον βίβλον σε τοῦ ζῶντος λόγου, Τὴν τῶν φυσικῶν αἰτιῶν ὑπερτέραν, Καὶ συλλογισμῶν τεχνικῶν ἀλλοτρίαν, Καὶ γραμματιστοῦ δεξιᾶς ἐλευθέραν, | |
5 | Ἣν αὐτὸς ἐσφράγισεν ὁ κλείσας πάλαι, Τὸ πυξίον, τὴν πλάκα, τὸν θεῖον τόμον, Ἐν ᾧ θεοβράβευτος ἐγράφη τόκος, Τῆς κτίσεως τὸ θαῦμα τῆς νοουμένης, Τῆς φύσεως τὸ σφύγμα τῆς παρειμένης, | |
10 | Τὴν ἐκ βρέφους ἄμεμπτον ὡς ὑπὲρ φύσιν, Τὴν εἰς φράσιν ἄληπτον ὡς ὑπὲρ λόγον, Τὴν Μαριὰμ τὸ χρῆμα τῆς σωτηρίας, Παροῦσαν εὑρὼν μυστικῶς τῷ βιβλίῳ, Σκιρτῶ καθαρῶς καὶ πλατύνω τὸ στόμα, | |
15 | Πανηγυρικῶς εὐτρεπίσων τὸν λόγον. Ἀλλ’ ὡς τεκοῦσα τὸν θεάνθρωπον Λόγον, Καὶ παρθένος μείνασα τοῦ γένους χάριν, Ἄνοιξον ἡμῖν τῆς ψυχῆς τὸ βιβλίον, | |
Καὶ τὴν χάριν ἔγγραψον αὐτῷ τῶν λόγων. | ||
20 | Κἂν γὰρ καθεύδῃς τοῖς νόμοις τῆς φύσεως, Ἀλλ’ ἐκ φθορᾶς ἄγρυπνος εὑρέθης πάλιν· Τῆς γὰρ τελευτῆς τῶν νεφῶν ἐπηρμένων Καὶ βασιλεὺς ἐνταῦθα παρὼν τυγχάνει Σοφὸς, γαληνὸς, εὐστεφὴς, κοσμοτρόφος, | |
25 | Καὶ πατριάρχης ὡς θεοῦ μέγας θύτης, Καὶ τῶν λογικῶν θρεμμάτων οἱ ποιμένες, Ὡς ἂν ἐκεῖ λαβοῦσα τοὺς ἀποστόλους Κἀνταῦθα τοὺς σοὺς εὐλογῇς ἀποστόλους. | |
1.28(t) | Εἰς τὴν αὐτήν. | |
1 | Οὐ θαῦμα θνήσκειν κοσμοσώτειραν κόρην Τοῦ κοσμοπλάστου σαρκικῶς τεθνηκότος. | |
1t29-42 | ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΥΣ ΤΕΣΣΑΡΑΣ ΕΥΑΓΓΕΛΙΣΤΑΣ. | |
1.29(t) | Εἰς εἰκόνα τοῦ ἁγίου ἀποστόλου καὶ εὐαγγελιστοῦ Λουκᾶ. | |
1 | Γράφει σε, Λουκᾶ, τεχνικῶς ὁ ζωγράφος· Μήπως κακίσῃς τὴν γραφὴν ὡς τεχνίτης. Λέγουσι γὰρ εἶναί σε καὶ σκιαγράφον Τὸν χρωματουργὸν τῶν ἀποῤῥήτων λόγων. | |
1.30(t) | Εἰς τὸν αὐτὸν καθήμενον καὶ γράφοντα. | |
1 | Ὦ μόσχε, Λουκᾶ, τῆς θεοῦ γεωργίας, | |
Ἐνθάδε τὸν σὸν μυστικὸν σπόρον βλέπων Εὐαγγελικὸν βούλομαι δρέπειν στάχυν, Ὅπως τὸν ἄρτον τῇ ψυχῇ θησαυρίσω. | ||
130a(t) | Εἰς τὸ αὐτό. | |
1 | Ἄνθρωπε σιγῶν εὐλαβῶς δεῦρο σκόπει, Μήπως ὁ Λουκᾶς συγχυθῇ πρὸς τὸ γράφειν· Τοῦ γὰρ παρὰ σοῦ θᾶττον ἀκούσας ψόφου Τὴν χεῖρα κινεῖν ἄχρι τινὸς οὐ θέλει. | |
1.31(t) | Εἰς τὸν εὐαγγελιστὴν Ματθαῖον καθεσόμενον καὶ γράφοντα. | |
1 | Ὁ χθὲς τελώνης σήμερον σεσωσμένος Τὴν τοῦ Λόγου σάρκωσιν ἐνθάδε γράφει, Δι’ ἧς τελώνης καὶ φονεὺς εἴπερ θέλει Εὐαγγελιστὴς γίνεται θεογράφος. | |
1.32(t) | Εἰς τὸ ἀνθρωπόμορφον αὐτοῦ ζώδιον. | |
1 | Τὴν ἀγγελικὴν οὐκ ἔχων ἀσαρκίαν Εὐαγγελιστοῦ σαρκικοῦ τύπον φέρεις, Οὐχ ὡς ἐχόντων τι πλέον τῶν ἀγγέλων, Ἀλλ’ ὡς γράφων ἔνσαρκον ἡμῖν τὸν Λόγον. | |
1.33(t) | Εἰς τὴν ὑπόθεσιν τοῦ κατ’ αὐτὸν εὐαγγελίου. | |
1 | Θεὸς τὸν Ἀδὰμ εἰς Ἐδὲμ τάττει πλάσας· | |
Αὐτὸς δὲ θελχθεὶς γευστικῶς παρεσφάλη, Καὶ γίνεται σὰρξ ὁ σπορεὺς πάντων λόγος, Ὅπως ὁ κόσμος εὑρεθῇ σεσωσμένος. | ||
1.34(t) | Εἰς τὸν εὐαγγελιστὴν Ἰωάννην καθεσόμενον καὶ γράφοντα. | |
1 | Βροντὴ λογικὴ τὰς ἐμὰς κτυπεῖ φρένας· Ὄμβρος γὰρ οὐδεὶς, οὐδὲ κοιλότης νέφους. Αὐτὸς δὲ βροντῶν ὁ Ζεβεδαίου γράφει Ὄμβροις ἀδήλοις τοὺς βροτοὺς ἀναψύχων. | |
1.35(t) | Εἰς τὸ ἀετόμορφον αὐτοῦ ζώδιον. | |
1 | Τὸν ἀετόν σε τὸν θεόπτην τὸν μέγαν Ὁ Χριστὸς αὐτὸς ἀνὰ τὸ στῆθος φέρων Τρανῶς λέγειν ἔοικε τῇ κοσμουργίᾳ· Σέβου τὸ δεῖγμα τῆς ἐμῆς μοναρχίας. | |
1.36(t) | Εἰς εἰκόνα αὐτοῦ, ἐπὶ τῶν ἐπιστολῶν ἱσταμένην. | |
1 | Φέρων ἐπ’ ὤμων τὸν ζυγὸν τοῦ δεσπότου Κέκυφεν εἰς γῆν ὁ Ζεβεδαίου γόνος, Ἢ παρὰ τὴν θάλασσαν ἑστὼς τῶν λόγων | |
Βλέπει τὸ τῆς χάριτος ἐξ ἔθους βάθος. | ||
1.37(t) | Εἰς τὸν ἄγιον Μάρκον καθεσόμενον καὶ γράφοντα. | |
1 | Ἔχων ὁ Μάρκος τὸν σκοπὸν πρὸς τὸ γράφειν Μένει σιωπῶν· οὐ γὰρ ὡς ἄπνους τύπος, Ἀλλ’ ὡς ἔτι ζῶν καὶ κινεῖται καὶ πνέει, Κἂν ἀτρέμας πέπηγεν ἡμέρα γράφων. | |
1.38(t) | Εἰς τὸ λεοντῶδες αὐτοῦ ζώδιον. | |
1 | Λέων ὁ Μάρκος εὑρεθεὶς ἐκ τῶν λόγων Φρικτῶν βρυχηθμῶν ἐξερεύγεται κτύπους, Οὓς ἡ κτίσις πτήξασα δορκάδος δίκην Τοὺς δυσπλόκους πέφευγε τῆς πλάνης βρόχους. | |
1.39(t) | Εἰς τὰ δʹ θεῖα καὶ ἱερὰ εὐαγγέλια. | |
1 | Ὁ πᾶσαν ἁπλῶς τεκτονεύσας τὴν κτίσιν, Ἐν πᾶσι τηρῶν τὴν τιμὴν τῆς τετράδος, Τέσσαρσι καιροῖς ὡραΐζει τὸν χρόνον· Τέμνει δὲ τὴν γῆν τετραχῆ καὶ τὸν πόλον, | |
5 | Ἄρδει δὲ ῥείθροις τὴν Ἐδὲμ τετραστόμοις, Περικρατεῖ δὲ καὶ τὸ πᾶν τῇ τετράδι, Καὶ δημιουργεῖ τὴν ἐμὴν γῆθεν φύσιν, | |
Τετράπλοκον σύνδεσμον ἐνθεὶς τῇ πλάσει. Ἔξεστιν ἰδεῖν ἀσφαλῶς καὶ Θεσβίτην | ||
10 | Τέσσαρσι κύκλοις ἀρετῶν ἐπηρμένον· Τετραμερὲς δὲ καὶ τὸ τρίξεστον ξύλον, ᾯ Χριστὸς ἐξήπλωτο τετρασυνθέτως· Σύναπτε τοῖς τέσσαρσι καὶ τὰς ἐννάδας, Δι’ ὧν ὁ Μωσῆς τὰς πλάκας ἐδέξατο, | |
15 | Δι’ ὧν ἐπὶ γῆς ἡ θεόβρυτος κλύσις, Δι’ ὧν ὁ Χριστὸς ἀσιτήσας εὑρέθη. Τί μὴ συνάψας τὸ προκείμενον λέγω; Τέσσαρσι βίβλοις σωστικοῖς εὐαγγέλοις Ὁ Χριστὸς ἐστήριξε τὴν ἐκκλησίαν, | |
20 | Ἣν αὐτὸς ἐκτήσατο τῇ μετουσίᾳ. | |
1.40(t) | Εἰς τὴν εἰκόνα τοῦ ἁγίου Πέτρου ἐν λίθῳ γεγλυμμένην. | |
1 | Εἰς λίθον ἀκρόγωνον ἐστηριγμένος Τρανῶς ὁ Πέτρος ἐκδιδάσκει τὴν κτίσιν. Χρεὼν γὰρ αὐτὸν μὴ καμεῖν πρὸς τοὺς λόγους Ἕως τὸν ὕπνον ἐκδιώξει τῆς πλάνης. | |
1.41(t) | Εἰς τὰς καθολικὰς ἐπιστολὰς αὐτοῦ. | |
1 | Πάλιν ὁ Πέτρος ἐκδιδάσκει καὶ γράφει Τῇ καθολικῇ τῶν βροτῶν πανσπερμίᾳ· Κόρον γὰρ οὐκ εἴληφεν, ἀλλ’ ἔτι θέλει | |
Σώσειν ἁπάσας εἰ δυνατὸν τὰς φύσεις. | ||
1.42(t) | Εἰς τὴν εἰκόνα τοῦ ἁγίου ἀποστόλου Παύλου. | |
1 | Ἔδει σε, Παῦλε, συντυποῦσθαι τῇ κτίσει Ἥνπερ προσῆξας τῷ θεῷ σεσωσμένην· Ἀλλὰ τὸ πλῆθος ἐκνικῆσαν τὴν τέχνην Τὸν ζωγράφον πέπεικε σὲ γράφειν μόνον. | |
1t43-288 | ΤΟΥ ΑΥΤΟΥ ΤΕΤΡΑΣΤΙΧΑ ΕΙΣ ΤΑΣ ΕΠΙΣΤΟΛΑΣ ΤΟΥ ΠΑΥΛΟΥ. | |
1.43(t) | Εἰς τὴν πρὸς Κορινθίους ἐπιστολήν. | |
1 | Ἔσφιγξε Παῦλος τῶν γραφῶν τῇ συνδέσει Τὰς ἐν Κορίνθῳ δυσσεβεῖς ἀποσπάδας. Ἐχρῆν γὰρ αὐτὸν ὡς σοφὸν σκηνογράφον Σκηνὴν λογικὴν τῷ θεῷ συναρμόσαι. | |
1.44(t) | Εἰς τὴν πρὸς Κολασαεῖς τούτου ἐπιστολήν. | |
1 | Χαλκοῦν κολοσσὸν ὁ χρυσοῦς Παῦλος νικᾷ Ἀρθεὶς ὑπὲρ γῆν οὐρανοῦ μέχρι τρίτου. Καὶ θραῦε γοργῶς τῶν λόγων τῇ σφενδόνῃ, Βαλὼν τὸν ἀκρόγωνον ἐν μέσῳ λίθον. | |
1.45(t) | Εἰς τὴν πρὸς Ῥωμαίους ἐπιστολήν. | |
1 | Ἄρτι νοσοῦσαν, Παῦλε, τὴν Ῥώμην βλέπων, Καὶ σφυγμὸν οὐκ ἔχουσαν ὀρθοδοξίας, Ῥώμῃ λογικῶν ἐξεγείρεις φαρμάκων, | |
Καὶ πρὸς παρακμὴν ἐκβιβάσεις τὴν νόσον. | ||
1.46(t) | Εἰς τὴν πρὸς Ἐφεσίους ἐπιστολήν. | |
1 | Τείνας ὁ Παῦλος τὴν σαγήνην τῶν λόγων Ὡς ἰχθύας ἤγρευσε τοὺς ἐν Ἐφέσῳ, Τοσοῦτον ὄντας εὐτραφεῖς καὶ νοστίμους, Ὅσον τὸ λῖπος σβεστικὸν σχεῖν τῆς πλάνης. | |
1.47(t) | Εἰς τὴν πρὸς Θεσσαλονικεῖς. | |
1 | Ὦ πῶς ἀναπνεῖν οὐδαμῶς Παῦλος θέλει, Νῦν μὲν διδάσκων, νῦν δὲ πόῤῥωθεν γράφων, Θεσσαλονικεῖς μαρτυροῦσι τοῖς λόγοις Ἐκ τῶν Ἀθηνῶν τὴν γραφὴν δεδεγμένοι. | |
1.48(t) | Εἰς τὴν πρὸς Τιμόθεον ἐπιστολήν. | |
1 | Παῦλος τὸ πνεῦμα συλλαβὼν τοῖς ἐγκάτοις Ἐγκυμονεῖ μὲν τὴν πολύσπορον φύσιν· Τιμόθεον δὲ καὶ τεκὼν καὶ προκρίνας Ἔχει συνεργὸν εἰς τὸν ὕστερον τόκον. | |
1.49(t) | Εἰς τὴν πρὸς αὐτὸν δευτέραν τούτου ἐπιστολήν. | |
1 | Ὕδωρ ὁ Τιμόθεος οὐκέτι πίνει· Παῦλος γὰρ αὐτοῦ πατρικῶς πεφεισμένος Τὰς τῶν διδαχῶν οὐκ ἀπέκλεισε φλέβας, Ὅπως ἐκεῖνος μὴ πτοῆται τὸν κόρον. | |
1.50(t) | Εἰς τὴν πρὸς Τίτον. | |
1 | Τί τοῦτο; φησὶ τῷ διδασκάλῳ Τίτος· Ἢ φύσιν αὐχεῖς ἀγγελικὴν εἰς λόγους, Ἢ συλλαλεῖ σοι μυστικῶς ὁ δεσπότης, Ἢ σὰρξ πεφυκὼς ὑπὲρ ἄνθρωπον γράφεις. | |
1.51(t) | Εἰς τὴν πρὸς Φιλήμονα. | |
1 | Τὸν πρόξενόν σοι τῶν ὑπερτίμων λόγων Φίλει, Φιλήμων, κἂν λαθὼν πέφευγέ σε· Παῦλος γὰρ αὐτὸν κρειττόνως ἀπογράφων Ἐξ οἰκέτου σύνδουλον εἰργάσατό σοι. | |
1.52(t) | Εἰς τὴν καθολικὴν τούτου ἐπιστολήν. | |
1 | Ἄλλους λογικῶν οὐρανῶν κύκλους βλέπω Φέροντας ἔνδον ἀντίκεντρον τὴν κτίσιν. Παῦλος γὰρ αὐτὸς ἐκτανύσας τοὺς λόγους Τὰ τοῦ γένους κτήματα μικροῦ συλλέγει. | |
1.53(t) | Εἰς τὸν περὶ τοῦ τελώνου καὶ τοῦ φαρισσαίου λόγον. | |
1 | Φαρισαϊκῶν μὴ καταγνοὺς πρακτέων Τὴν ἐκ τύφου μίμησον εὐχαριστίαν, Καὶ τοῦ τελώνου τὸν βίον μὴ θαυμάσας Τῆς ἐκ λόγων ζήλωσον αὐτὸν αἰσχύνης. | |
5 | Ὁ μὲν γὰρ ἑστὼς γαυριᾷ τοῖς πρακτέοις· Ὁ δ’ αὖ νενευκὼς δυσφορεῖ πρὸς τὸν βίον. Πλὴν, ἀκροατὰ, νουνεχῶς δεῦρο σκόπει· | |
Τὸ γὰρ χρυσοῦν πάρεστι λαλοῦν σοι στόμα, Μὴ τὴν καταστρέφουσαν ὑπεροψίαν | ||
10 | Λάθῃς προτιμῶν τῇ ψυχῇ τοῦ μετρίου. | |
1.54(t) | Εἰς τὸν περὶ τοῦ τελώνου λόγον. | |
1 | Μὴ καταπιπτέτω τις ἂν ἁμαρτάνῃ, Μηδ’ εἰ κατορθοῖ γαυριῶν κομπασέτω. Θεὸς γὰρ ἡμῖν σωφρονίσει τὸν βίον, Παραβολικῶς ὑποθεὶς τὸ συμφέρον· | |
5 | Ὁ δ’ ἀκροατὴς ὁ σκοπῶν εὖ τὸν λόγον, Ὃν τὸ χρυσοῦν ἤνεγκεν ἐνθάδε στόμα, Τὸν τῦφον ἀφεὶς τῆς ψυχῆς καὶ τὸ θράσος, Τὸν ἐξαμαρτάνοντα πενθείτω βίον, Μήπως ὁ λιμὴν εὑρεθῇ τούτῳ κλύδων, | |
10 | Παρὸν γαληνὴν εὐτυχῆσαι τὴν ζάλην. | |
1.55(t) | Εἰς τὴν τῶν προπατόρων γύμνωσιν. | |
1 | Ἄνθρωπε, γυμνοὺς τοὺς προπάτορας βλέπων Ταῖς τοῦ πονηροῦ μὴ κλαπῇς πανουργίαις· Δεινὸς γάρ ἐστιν εἰς τὸ θέλγειν τὴν φύσιν, Ἕως ὑπαχθεὶς ἀγνοήσῃς τὴν πλάνην, | |
5 | Καὶ παρασυρεὶς τῆς Ἐδὲμ διεκπέσῃς. Θρήνει δὲ σαυτὸν ἀντὶ τῶν προπατόρων· Τὸ γὰρ πάθος σόν ἐστιν, οὐ τῆς εἰκόνος, Καὶ σὸν καθαρῶς, οὐ γραφῆς τὸ δακρύειν. | |
1.56(t) | Εἰς τὸν περὶ τῶν Βαΐων λόγον. | |
1 | Πῶλος μὲν ἦν ὄχημα τοῦ ζῶντος λόγου, Ἡ νῦν δὲ πυκτὶς τοῦ προκειμένου λόγου. Καὶ τῷ μὲν εἰσφέρουσιν οἱ παῖδες κλάδους, Εἴ τίς ποτ’ ἐστι μυστικώτερος λόγος. | |
5 | Ἐγὼ δὲ τὸν φοίνικα τῆς γλώσσης φέρων, Ἐξ ἧς ὁ καρπὸς τῆς ἐμῆς φωνῆς βρύει, Καθάπερ εἰκὸς δεξιοῦμαι τὸν λόγον. Τὰς γοῦν ψυχικὰς ὑπανοιγνύντες πτύχας, Ἃς οἶδε Σιὼν ἡ Γραφὴ καλεῖν πύλας, | |
10 | Ἥκοντα νῦν δέχεσθε καλῶς τὸν λόγον, Στρωννύντες αὐτῷ τὴν σιγὴν καὶ τὸν πόθον. Ὁ νοῦς γὰρ ὑμῶν ὡς ὁ Λάσαρος πάλαι, Φυγὼν τὰ δεσμὰ τῆς ταφῆς τῶν φροντίδων, Εἰς τὴν νοητὴν ἐξανάστασιν φθάσει. | |
1.57(t) | Εἰς τὸν ἠγαπημένον Ἰωάννην τὸν θεολόγον. | |
1 | Ἐκεῖνος οὗτός ἐστιν ὁ βροντῆς γόνος, Ἀλλὰ σιωπᾷ μυστικὸν δόγμα γράφων· Ὡς καὶ τὸν ἐν χρῷ τοῦτον εὐθὺς ἀέρα Δοκεῖν μετελθεῖν εἰς χρυσὸν πεπηγμένον, | |
5 | Μή τις ὅλως ἄκαιρον ἐξάγοι κτύπον Εὑρὼν ἀπαγεῖς τῆς πνοῆς τὰς συρμάδας. Αὐτὸς δὲ μικροῦ καὶ ψιθυρίζει γράφων· | |
Καὶ γὰρ ἔχει τὸ πνεῦμα τοῦ διδασκάλου, Ὃ ζῶν ἀτεχνῶς καὶ λαλοῦν ὑπὲρ φύσιν | ||
10 | Εὐαγγελικὴν ὀργανοῖ μουσουργίαν. | |
1.58(t) | Εἰς τὸν ἄγιον Στέφανον τὸν πρωτομάρτυρα. | |
1 | Καυχήσεως στέφανον εὑρὼν τὸν βίον Τούτου μεταξὺ μάρτυς ὠχρὸς ἐγράφης· Τῶν γὰρ παρειῶν ἐκκενοῖς τὴν πορφύραν, Λίθοις πιεσθεὶς καὶ μετὰ τούτους πάλιν | |
5 | Ἄγρυπνος ὢν ἄνωθεν ἀνθρώποις φύλαξ· Ἀλλὰ σιωπᾷς τάχα κἀντεῦθεν βλέπων Ἐκ δεξιῶν ἑστῶτα πατρὸς τὸν Λόγον. Οὐκοῦν δυσωπῶν τὸν θεόν σου μὴ κάμῃς Ὑπὲρ μοναστῶν τῶν βιούντων ἐνθάδε. | |
10 | Ζωὴ γὰρ ἡ σὴ λῆξιν οὐκ ἔχει, μάκαρ. | |
1.59(t) | Εἰς τὸν μέγαν Γεώργιον. | |
1 | Μαρτυρικοὺς ἀγῶνας ἐνθάδε βλέπων Γεωργίῳ τέθηπα τὴν εὐανδρίαν. Ἀνθίσταται γὰρ τοῖς βραβεῦσι τῆς πλάνης, Νικᾷ δὲ παθεῖν εὐγενῶς ἠπειγμένος· | |
5 | Εἰς πῦρ δὲ χωρεῖ καὶ τροχοῦ περιδρόμους, Ποιεῖ δὲ κηρὸν τοῦ σιδήρου τὴν φύσιν· | |
Καὶ γὰρ τὰς ἀκμὰς τῶν βελῶν ἀντιστρέφει, Καὶ θαυματουργεῖ καὶ τομῆς κρείσσων μένει, Καὶ γίνεται μὲν πνευματικὸς ὁπλίτης· | ||
10 | Ἀνίσταται δὲ καὶ σφριγᾷ πρὸς τὴν μάχην, Καὶ πῦρ κατ’ ἐχθρῶν δυσμενῶν πνέει φλέγον. Οὐ φείδεται γὰρ τῶν μελῶν τοῦ σαρκίου· Στηρίζεται δὲ τῆς ψυχῆς ταῖς ἐλπίσι· Φαιδρύνεται δὲ ταῖς ῥοαῖς τῶν αἱμάτων, | |
15 | Στολίζεται δὲ τὴν τιμὴν τῶν μαρτύρων, Παρίσταται δὲ τῷ θεῷ στεφανίτης, Κουφίζεται δὲ τοῖς πτεροῖς τῶν θαυμάτων· Ἐφίσταται δὲ συμπαθῶς τοῖς ἐν λύπαις, Ποιεῖ δὲ νεκροὺς ἐκ ταφῆς παλιμβίους, | |
20 | Καὶ δείκνυται ζῶν πανταχοῦ γῆς καὶ πνέων, Δεσμοὺς δὲ πυκνοὺς καὶ πλοκὰς λύει βρόχων, Συχνοὺς πρὸς ἡμᾶς τοὺς δορυκτήτους ἄγων. Ὦ θαῦμα, καὶ πῶς εὐπαθὴς σὰρξ ἐνθάδε Τὴν τοῦ Σατὰν ἄσαρκον ἐκνικᾷ φύσιν, | |
25 | Τῶν ἀγγέλων τὴν φύσιν ἐκμιμουμένη! Πλὴν οἶδε Χριστὸς ἐξαμείβειν τὰς φύσεις Τοῖς ὑπὲρ αὐτοῦ μαρτυρεῖν προηγμένοις. Ὥστε βλέπων, ἄνθρωπε, μηδὲν θαυμάσῃς, Εἰ μαρτυρικῶς ἡ Γεωργίῳ χάρις | |
30 | Τοιαῦτα ποιεῖν τοῖς βροτοῖς ἐξισχύει. | |
1.60(t) | Εἰς τύπον τῶν δ’ στοιχείων εἰς ἄνδρας συνεσφιγμένους τέσσαρας. | |
1 | Στοιχειακοῦ σφίγματος εἰκόνα βλέπων Ὃ ζῶντας ἡμᾶς ὀργανοῖ καὶ συνδέει, Ἄνθρωπε, μιμοῦ τὴν φιλάλληλον σχέσιν· Χωρὶς γὰρ αὐτῆς οὐδὲ τὸ ζῇν σοι πρέπον. | |
1.61(t) | Εἰς τὴν θεοτόκον. | |
1 | Ζωηφόρε τράπεζα, τὸν νοῦν μου τρέφε· Καὶ γὰρ Ἰησοῦν τὸν γλυκὺν ἄρτον φέρεις, Ὃς πάντα πιστὸν μυστικῶς διατρέφει Αἵμασι τοῖς σοῖς ἐκζυμωθεὶς, παρθένε. | |
1.62(t) | Ἕτερον. | |
1 | Ἀνήροτον γῆν καὶ σπορᾶς ἄνευ στάχυν Καὶ ζωτικὸν φύραμα καὶ θεῖον τρύφος Εἰς ἀργυρᾶν ἄντικρυς εὑρίσκω δρόσον· Ψυχὴ, λάβε, τράφηθι τὴν σωτηρίαν. | |
1.63(1t) | Εἰς λείψανον τοῦ ἁγίου Στεφάνου τοῦ νέου, ὂν ἐγκόλπιον | |
2t | τοῦ δεσπότου κυροῦ Κωνσταντίνου. | |
1 | Χρυσὸς μετὰ πῦρ καὶ μετὰ λίθους λίθοι· Ὁ γὰρ νέος Στέφανος ἐν τῷ λειψάνῳ, Πλὴν οὐκ ἐπαθλεῖ· θαυματουργῶν δὲ ξένως Τὸν δεσπότην φρουρεῖ με τὸν Κωνσταντίνον. | |
1.64(t) | Εἰς τὸ αὐτό. | |
1 | Ἂν ὀστέῳ Στέφανος ἐπλάκη νέος Τῷ δεσπότῃ, Στέφανε, τῷ Κωνσταντίνῳ, Κοσμῶν ἀτεχνῶς τὸ πλακὲν τοῦτο στέφος Τοῖς ἀφθόνοις ἄνθραξι τῶν τεραστίων. | |
1.65(t) | Εἰς τὸ αὐτό. | |
1 | Ἐν ὀστέῳ βλέπω σε μικρῷ τὸν μέγαν, Στέφανε σεπτὲ καὶ μετὰ γῆρας νέε· Πλατύνεται γὰρ τὴν ψυχὴν ὁ δεσπότης Κωνσταντίνος φέρων σε κἀν τῷ λειψάνῳ. | |
1.66(t) | Εἰς τὸ αὐτό. | |
1 | Ἓν τοῦτο τῶν σῶν μαρτυρικῶν ὀστέων Ὃ τοῖς λίθοις, Στέφανε, θραυστὸν εὑρέθη. Ὅλως γε μὴν ἔμεινας ἐν τῷ λειψάνῳ, | |
Τὸν δεσπότην φρουρῶν με τὸν Κωνσταντίνον. | ||
1.67(t) | Εἰς μειράκιον γυμνὸν, εἰκόνα φέρον τοῦ βίου. | |
1 | Φεύγω, πτερωτός εἰμι· τί λαβεῖν θέλεις; Τὰς τρίχας; ἀλλ’ ἔῤῥευσαν. Ἀλλὰ τοὺς πόδας; Καὶ πῶς πτερωτοὺς εὑρεθέντας ἂν λάβοις; Τὸ σῶμα; γυμνόν ἐστι· τί σπεύδεις μάτην; | |
5 | Ἄνθρωπε ταλαίπωρε, λῆξον τοῦ δρόμου, Μὴ κατενεχθῇς τῷ δοκεῖν τι λαμβάνειν. Σκιὰ γάρ εἰμι, κἂν δοκῶ τέως μένειν. Ἀφίπταμαί σου καὶ πρὸς οὐδὲν ἐκτρέχω, Καὶ γίνομαι ῥοῦς ἂν συνέξῃς δακτύλοις. | |
1.68(t) | Εἰς τὸ Καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω. | |
1 | Ἀφεὶς καθαιρεῖν τοὺς σιτῶνας εἰς μάτην, Ὡς ἂν σεαυτῷ τὴν τρυφὴν ἀνακτίσῃς, Τὸν ἄγγελον δὴ τὸν ψυχάρπαγα σκόπει· Τὸν σὸν γὰρ αὐτὸς καθελεῖ φθάσας βίον, | |
5 | Πρὶν ἐντινάξαι τὴν σκαπάνην τῇ κτίσει· Πλὴν ἀλλὰ σὺ μὲν τὴν ψυχὴν ζῶν ἡρπάγης, Εὐαγγελικῶς ἐκβιοὺς πρὸς ἑσπέραν· | |
Ἡμῶν δὲ θανὼν σωφρονίζεις τὸν βίον. | ||
1.69(t) | Εἰς εἰκόνα τοῦ μεγάλου Χρυσοστόμου. | |
1 | Θανὼν μάκαρ ζῇς, τοῦτο τῆς ἀσαρκίας. Γραφεὶς πάλιν, ζῇς· τοῦτο τῆς εὐτεχνίας. Ἀλλ’ οὐχὶ καὶ πνεῖς, τοῦτο τῆς ἀσιτίας· Καὶ θαῦμα πῶς ζῶν οὐδὲ μικρὸν γοῦν πνέεις. | |
1.70(t) | Ἕτεροι. | |
1 | Ἂν ἐξ ὕλης γράφωσι καὶ τοὺς ἀγγέλους, Τί καινὸν εἰ γράφουσι καὶ σὲ ταῖς ὕλαις; Εἰ δ’ οὐχὶ καὶ πτέρυγας ἀγγέλου φέρεις, Μάλιστα νικᾷς ἐξ ὕλης τοὺς ἀγγέλους. | |
1.71(t) | Ἕτεροι. | |
1 | Σκιὰν σκιᾶς ἔγραψας, ὦ χεὶρ ζωγράφου· Σκιὰ γὰρ ἦν τὸ σῶμα τοῦ Χρυσοστόμου, Λεπτυνθὲν ὡς ἄσαρκον ἐξ ἀσιτίας· Καὶ θαῦμα τοῦτο πῶς σκιὰν σκιᾶς γράφεις. | |
1.72(t) | Ἕτεροι. | |
1 | Οὐ θρύψις ἐν σοὶ καὶ χλιδῆς ὄγκος, πάτερ, | |
Καὶ χρὼς περιττὸς, καὶ λιβὰς, καὶ σαρκία. Τὸ γὰρ φυσικὸν ἐξελέπτυνας πάχος Σκληραῖς ἀγωγαῖς ἐμβριθῶς ἀποξέσας. | ||
1.73(t) | Ἕτεροι. | |
1 | Ὡς ὄργανον ζῶν καὶ λαλοῦν ἄπνουν δέρας, Χρυσοῦν τε τυγχάνοντα Χριστοῦ σε στόμα, Καὶ ζῶντα καὶ θανόντα καὶ γεγραμμένον Ἔδειξεν ὠχρὸν ἀκριβῶς ἡ λεπτότης. | |
1.74(t) | Εἰς τὰ μύρα τοῦ μεγαλομάρτυρος Δημητρίου. | |
u | Νεκρὸς μυρεψὸς μὴ φθονῶν σοι τῶν μύρων | |
v | Προῖκα, ψυχὴ, καλεῖ σε καὶ πόρνη δράμε· | |
w | Κἂν γὰρ ὁ Σατὰν ὡς Ἰούδας γογγύσῃ, | |
x | Τί πρὸς σὲ παυσίκακον ἀντλοῦσαν χάριν; | |
1.75(t) | Εἰς τὴν ἀπὸ μαρμάρου στήλην τοῦ μεγαλομάρτυρος Γεωργίου. | |
u | Λίθος πονηθεὶς εἰς γλυφὴν στεφανίτου | |
v | Τὸν εἰς πόνους ἄκαμπτον ἐμφαίνει τόνον· | |
w | Οὐκ ἦν γὰρ εἰκὸς ἐντυποῦσθαι ταῖς χρόαις | |
x | Τὸν εἰς βάθος φέροντα σαρκὸς τὰς ξέσεις. | |
1.76(t) | Ἕτεροι. | |
1 | Ἔμπνους ὁ μάρτυς καὶ δοκῶν ζῆν ἐκ λίθου· Πλὴν ἀλλὰ σιγᾷ, τὸν γὰρ ἐν λόγοις τόνον Τοῖς μαρτυρικοῖς ἐξέλυσε καμάτοις. Τὸ γοῦν σιωπᾶν ζῶντα τὸν μέγαν μέγα. | |
1.77(t) | Ἕτεροι. | |
1 | Τοῦ μαρτυρικοῦ σώματος τύπον μόνον Τοῖς ἐγκοπεῦσιν οἶδεν ἡ τέχνη ξέειν· Τὴν ἔνστασιν δὲ τῆς ψυχῆς οὐκ ἰσχύει· Θᾶττον γὰρ ἀνέπνευσεν ἐκ τέχνης λίθος. | |
1.78(t) | Ἕτεροι. | |
1 | Τοῦ μάρτυρος τὸ σῶμα καρπὸς ἐκ λίθων Τῷ δημιουργῷ τῆς σοφῆς τεχνουργίας· Οὐκ ἦν γὰρ εἰκὸς τῆς γονῆς πάντων χάριν Μὴ τεκνοποιεῖν τῷ θεῷ καὶ τοὺς λίθους. | |
1.79(1t) | Εἰς εἰκόνα τῶν ἁγίων μʹ μαρτύρων κοσμηθεῖσαν | |
2t | παρὰ Ἀθανασίου μοναχοῦ. | |
1 | Τὰς χεῖρας ὑμῶν τῷ ψύχει παρειμένας Ἀθανασίου ψυχικὴ θάλπει ζέσις, Ὡς τῆς πρὸς αὐτὸν ἀνταμοιβῆς ἀξίως | |
Τεταμένας ἔχοιτε πρὸς τὸν δεσπότην. | ||
1.80(t) | Εἰς τὴν ὁσίαν Μαρίαν τὴν Αἰγυπτίαν. | |
1 | Σκιὰν σκιᾶς ἔγραψας, ὧ χεὶρ ζωγράφου. Σκιὰ γὰρ ἦν τὸ σῶμα τῆς Αἰγυπτίας· Ἢ μᾶλλον ὡς ἂν ἀκριβώσω τὸν λόγον, Ἀπὸ σκιᾶς ἔγραψας ὑλικὸν πάθος. | |
1.81(t) | Εἰς εἰκόνα τοῦ ἀρχιστρατήγου. | |
1 | Εἰ σωμάτων μίμησιν ἡ τέχνη γράφει, Τοῦτο γραφικὴ, τοῦτο καὶ φύσιν ἔχον· Καινὸν γὰρ οὐδὲν ζωγραφεῖν ὕλην ὕλῃ· Ὅταν δὲ καὶ νοῦν καὶ πυρὸς φλόγα γράφῃ, | |
5 | Καὶ πνεῦμα καὶ φῶς ἐν βραχεῖ περιγράφῃ, Τέρας βλέπων θαύμασε τὴν τέχνην, ξένε. | |
1.82(t) | Εἰς ἑτέραν εἰκόνα τοῦ ἀρχιστρατήγου. | |
1 | Καὶ πνεῦμα καὶ φῶς καὶ πυρὸς μένος φλέγον. Ὡς πνεῦμα τὸν νοῦν, ὡς δὲ φῶς τὴν καρδίαν Ἀναψύχον φώτιζε καὶ ῥύθμιζέ με, Καὶ τῶν παθῶν μου τὴν κακὴν ὕλην φλέγε. | |
5 | Τὴν πίστιν ἀθρεῖς, τὸν χρυσάργυρον βλέπεις· Τί λείπεται γοῦν εἰς τιμὴν τῆς εἰκόνος; Ὁμώνυμός σοι τὴν τιμὴν πρωτοστράτωρ | |
Δουκᾶς ὁ Γλαβᾶς ἐκ ψυχῆς τάδε γράφει. | ||
1.83(t) | Εἰς τὴν ὑπέραγνον θεοτόκον. | |
1 | Ἐπεί με νεκρὸν εὑρεθέντα, παρθένε, Ταῖς αἱματηραῖς ἐκροαῖς τῶν ἐντέρων Αὐτὴ καθαρῶς ἐξανέστησας πάλιν, Τεκοῦσα Χριστὸν τῆς πνοῆς τὸν ἐργάτην, | |
5 | Τὸ σύνθετόν μοι λύτρον εὐμενῶς δέχου, Μὴ τῆς ἀμοιβῆς ἀλλὰ τοῦ πόθου χάριν, Καὶ τῆς ψυχῆς τὴν ῥῶσιν ἐγκαίνιζέ μοι, Τοῦ σώματος τηροῦσα τὴν εὐεξίαν. Κωνσταντίνος σοὶ Ταρχανειώτης Δούκας | |
10 | Κομνηνοφυὴς καὶ Γλαβᾶς τάδε γράφει. | |
1.84(t) | Εἰς ἔπιπλον πρὸς τὸν μέγαν Νικόλαον. | |
1 | Ἐπεὶ τὸ σὸν πρόσωπον αἰδοῦμαι βλέπειν, Δοξάζεται γὰρ ὡς τὸ Μωσέως πάλαι, Δέχου παραπέτασμα, καὶ γνώρισέ μοι, Πάτερ, σεαυτὸν ἀπὸ τῶν τεραστίων. | |
1.85(t) | Εἰς βῆμα ναοῦ, ἔνθα ἦν ἡ θεοτόκος καὶ παρίσταντο ἄγγελοι. | |
1 | Τὸν ἔμψυχον βλέπω σε τοῦ ζῶντος λόγου Θρόνῳ βασιλὶς ὁ γραφεὺς καθιδρύσας Ἐνῆκε μικροῦ συστολὴν τοῖς ἀγγέλοις, | |
Μὴ σφαῖραν ἡμίτμητον οὐρανοῦ βλέπω. | ||
1.86(t) | Εἰς λίθον κρύον, ἐν ᾧ ἦν γεγλυμμένη ἡ δεσποτικὴ εἰκών. | |
1 | Ὕδωρ ὁ λίθος οὗτος, οὐκ ὄντως λίθος· Πήγνυσι δ’ οὖν καὶ τοῦτον εἰς λίθου φύσιν Ὁ πηγνὺς εἰς κρύσταλον ὑδάτων χύσιν. Μήπως ὁ λίθος ἐκλυθεὶς ὑποῤῥέῃ. | |
1.87(t) | Εἰς τὸν αὐτόν. | |
1 | Ἀμήχανον μέν ἐστιν εἰς ὕδωρ γράφειν· Πλὴν ἔνθα Χριστὸς, εὐχερὲς καὶ τὸ ξέειν. Ὕδωρ γὰρ ἦν ὁ λίθος, ἀλλ’ ἐξετράπη Τὴν δεσποτικὴν εὐλαβηθεὶς εἰκόνα. | |
1.88(t) | Εἰς ξύλινον παναγιάριον | |
1 | Βρῶσιν γεωργηθεῖσαν ἐκ γῆς ἀσπόρου Τρυφὴν ἔχων ἄῤῥευστον ἐν μέσῳ ξύλου Τὸν ἐν ξύλῳ θάνατον οὐκέτι τρέμω· | |
Ζωὴ γὰρ ἐστὶν ἡ κρεμασθεῖσα ξύλῳ. | ||
1.89(t) | Εἰς τὸ αὐτό. | |
1 | Ἐξ οὐρανοῦ τὸν ἄρτον ἐνθάδε βλέπων Κυναρίου πρόσελθε πεινῶντος δίκην, Ὡς ἂν μετασχὼν τῶν ἀπ’ αὐτοῦ ψιχίων Λιμὸν φύγῃς, ἄνθρωπε, τὸν ψυχοφθόρον. | |
1.90(t) | Τῷ Δομεστίκῳ. | |
1 | Νοσοῦντι δεινῶς καὶ τροφῆς χρῄζοντί μοι Λεπτῆς, μαλακῆς, δυσπορίστου, νοστίμου Χρυσοῦν δίδου φάρμακον ὁ χρυσοῦς γίγας, Ὡς ἂν Γαληνὸς εὑρεθῇς ἐν ὁπλίταις. | |
5 | Εἰς δ’ ἀργυροῦν ἔμπλαστον ἁβρῶς εἰσφέροις, Ἄρης τὸν Ἑρμῆν ὄψεται λευκόπτερον. | |
1.91(1t) | Τῷ ἀνεψιῷ τοῦ αὐτοκράτορος τῷ Παλαιολόγῳ, ὅτε ὑπέσχετο | |
2t | τῷ Φιλῇ οἶνον δώσειν καὶ ἵππον. | |
1 | Ἐγὼ, στρατηγὲ, τὸν μὲν ἔμπροσθεν χρόνον Ἑκὼν ἄκων ἔστεργον οἷς εἶχον πόνοις· Τί γὰρ ἔδει πράττειν με τὸν πένητά σου, | |
Στυγὸς πονηρᾶς εὑρεθείσης τῆς τύχης; | ||
5 | Ἐπεὶ δὲ τὴν σὴν εὐτυχῶς εἶδον φύσιν, Ὡς ἡλίου πρόλαμψιν, ὡς πνοῆς χύσιν, Αἰσθάνομαι ζῶν καὶ τὸ σὸν κάλλος βλέπων, Ὃ τὴν Ἀερμὼν ἐξενίκησε δρόσον· Τὰς μὲν γὰρ ὀφρῦς τόξα γαλήνης κρίνω, | |
10 | Δι’ ὧν ὁ βαρὺς τῆς ψυχῆς λήγει κλύδων, Τὸν ἵμερον δὲ τῆς βολῆς τῶν ὀμμάτων Παλίμβιον φῶς καὶ διόπτραν ἐλπίδων· Τὰς χάριτας δὲ τῆς ῥινὸς καὶ τῶν γνάθων, Αἷς ἡ φύσις ἔβαψεν εὐχροίας ῥόδον, | |
15 | Ἔαρ μετὰ χειμῶνα, φῶς μετὰ σκότος, Ὄμβρον μετ’ αὐχμὸν, καὶ σθένος μετὰ νόσον. Ὁρῶν δὲ φαιδρὰς τὰς ὑποχρύσους τρίχας, Ἃς τὸ γλυκὺ πρόσωπον ἀκμάζον φύει, Καὶ τῆς κεφαλῆς τὴν ἐπανθοῦσαν κόμην, | |
20 | Ὡς ὑπὸ σειραῖς εὐφυῶς ἡρμοσμέναις, Πρὸς ὕψος ἐκ γῆς εὐθέως ἀνάγομαι. Ὁ δὲ ξένος ζέφυρος, ὃν πνεῖ τὸ στόμα, Ψυχὴν ἀτεχνῶς ὀργανοῖ μοι δευτέραν, | |
Καὶ νεκρὸς ὢν ἄντικρυς ἐμπνέω πάλιν, | ||
25 | Καὶ λαμβάνω πτέρωσιν εἰς λόγους νέαν. Κουφίζομαι δὲ πρὸς τὰ μέτρα τῶν στίχων, Ἐν οἷς περικροτῶ σε τὸν γίγαντά μου· Σὺ δὲ χρυσοῖς βρόχοις με συσφίγγεις φθάνων, Οὓς εὖ γε ποιῶν ταῖν χεροῖν διαπλέκεις, | |
30 | Ὅταν ἴδοις ἕτοιμον εἰς ῥῆξιν βίου. Ὁ γὰρ φθόνος μάχαιραν ἠκόνησέ μοι Πικρῶς ἀπειλῶν τὴν σφαγὴν τῆς καρδίας· Εὗρόν γε μὴν καὶ σίμβλον ἐκ τῶν πραγμάτων Ἐν τῷ πρυτανείῳ σε τῆς οἰκουμένης. | |
35 | Ἐμοὶ γὰρ αὐτὸς δωρεῶν βλύζεις μέλι, Χυμοὺς ἀναιρῶν μυστικῆς καχεξίας, Κἂν, ὥσπερ εἰκὸς, ἡ γλυκύτης ἀλγύνῃ Τοὺς ἐξ ἀφανοῦς δυσφοροῦντας ἰκτέρου. Εὗρον δὲ καὶ σωτῆρα καθ’ Ἱπποκράτην, | |
40 | Χαυνοῦντα πολλῶν συμφορῶν οἰδήματα. Σὺ καὶ τὸ θαῤῥεῖν τοῖς ἐμοῖς δίδως λόγοις, Ὦ νοῦ βραβευτὰ καὶ καλῶν ἔργων φύσις· Δίδου μὲν οὖν τὸν οἶνον ἐκ τῆς ἀμπέλου Συχνὸν, καθαρὸν, ἀπὸ τῆς πρώτης ῥύμης, | |
45 | Μή τις λάθῃ κάπηλος ἐγχέας ὕδωρ Τοῖς τῶν σταφυλῶν ἐκθλιβεῖσι στεμφύλοις, Κἀντεῦθεν ἡμῖν εὑρεθῇ πᾶς ὀξίνης, Προδοὺς τὸ θερμὸν τῆς κλοπῆς τῇ συγχύσει· Δίδου δὲ καὶ ἵππον ἐκ τῆς ἀγέλης, | |
1.91(50) | Ὃν πρὶν μὲν ἐξήλαυνεν ἱππότης μέλας· Νυνὶ δὲ λαμπρῶς Ὑρκανῶν τρέφει χλόη, Κἂν ᾖ γέρων ἐκεῖνος, εὖγε τῆς τύχης! Καὶ γὰρ ὁ νωθρὸς καὶ χελωνόπους νέος, Καρηβαριῶν καὶ περιπταίων βάδην, | |
55 | Καὶ τὴν παλαιὰν αἰσχύνων παροιμίαν, Ἣ τοῖς νέοις δίδωσι τὴν κρείττω πράσιν, Τὰς ἀγέλας πείθει με τῶν πώλων κρίνειν, Ἥλιε καὶ γῆ, κανθαρίδας ἀπτέρους, Αἳ κοπρίας γέμουσι καὶ δυσῳδίας. | |
60 | Ναὶ ναὶ δίδου τὸ κτῆνος, ἐν τάχει δίδου, Καὶ δεῖξον ἡμῖν ἀπὸ τῶν ἔργων πλέον, Ὡς οὐδέπω τέθνηκεν ὁ πρωτοστράτωρ, Οὗ κρεῖττον οὐδὲν οἶδεν εἰς γῆν ὁ χρόνος· Σὸς γὰρ ἐγὼ σὸς, ἀλλὰ πιπτέτω φθόνος, | |
65 | Τῶν σῶν ἀγαθῶν ἀσφαλὴς καλλιγράφος. | |
1.92(t) | Εἰς τὴν ἐν Βλαχέρναις ἐν λίθῳ θυσίαν τοῦ Ἁβραάμ. | |
1 | Ὁδός τις ἦν ὁ λίθος οὗτος, οὐ λίθος, Καθ’ ἣν ὁ πατὴρ Ἁβραὰμ τῷ φιλτάτῳ Τὴν δεξιὰν ὥπλισεν εἰς καινὸν φόνον. | |
Ἡ τρίβος οὖν εἰς λίθον εὐθὺς ἐτράπη, | ||
5 | Καὶ πήγνυσι τὸν ἄνδρα νεκρά τις φύσις, Μὴ τέκνον ἁπλοῦν ἐν βραχεῖ θύσῃ φθάσας. | |
1.93(t) | Εἰς τὴν ἐν λίθῳ πεποιημένην φιλοξενίαν τοῦ Ἁβραάμ. | |
1 | Ὁ λίθος οὗτος ἀντὶ πάντων τῶν λίθων Βοᾷ σιωπῶν, ὡς θεὸς καὶ τοῖς λίθοις Δίδωσιν, ὡς εἴρηκε σοὶ, παῖδας κύειν. Μὴ γὰρ ἀναπνεῖν Ἁβραὰμ οὐκ ἰσχύεις; | |
1.94(t) | Εἰς τὴν αὐτήν. | |
1 | Ἐχρῆν ἀτεχνῶς ἐκμαθεῖν καὶ τοὺς λίθους Τὴν ἱστορικὴν Ἁβραὰμ ἀπλαστίαν. Οὐκοῦν ὁ παρὼν ζωγραφεῖ ταύτην λίθος, Ἐνθεὶς ἑαυτῷ καὶ πνοὴν πεπηγμένην. | |
1.95(t) | Εἰς τὴν αὐτήν. | |
1 | Πεισθεὶς ὁ πατὴρ Ἁβραὰμ τῷ πρὸ χρόνων Εἰπόντι κινεῖν πρὸς γονὴν καὶ τοὺς λίθους, Νῦν εἶδεν ὡς καὶ τοῦτον εἰς ξένην φύσιν Ὁ καινοποιὸς ἐξεπέτρωσε χρόνος. | |
1.96(t) | Εἰς τὴν αὐτήν. | |
1 | Θαυμαστὸν οὐδέν ἐστιν εἰ ζῶν μὴ πνέει Φονῶν ὁ πατὴρ Ἁβραὰμ τῷ φιλτάτῳ· Τοὺς γὰρ δι’ αὐτὸν τὸν θεὸν παιδοκτόνους | |
Οὐκ ἔστιν εἰκὸς πνευστιᾷν ὡς ἐν μάχῃ. | ||
1.97(t) | Εἰς τὴν αὐτήν. | |
1 | Ἔδει παρεῖναι καὶ τὸν ἄψυχον λίθον Μάρτυρα τοῦ σοῦ πρὸς θεὸν, πάτερ, πόθου. Σιγᾷ μὲν οὖν ὡς λίθος· ἐκ δὲ τῶν τύπων Κῆρυξ ἀτεχνῶς ἐν ψυχῇ ζῶν εὑρέθη. | |
1.98(t) | Εἰς τὴν αὐτήν. | |
1 | Μὴ, μὴ, θεατὰ, μὴ παρέλθῃς τὸν λίθον Ὡς λίθον ἁπλῶς· οὐδὲ γὰρ ὄντως λίθος, Ἀλλὰ πνοῆς ἄδηλον ἐγχέας τόνον, Γλυφῆς χάριν ἔδειξεν ἐψυχωμένην. | |
1.99(t) | Εἰς τὴν αὐτήν. | |
1 | Γεωγραφικὴν ἐκμαθὼν συμμετρίαν Ἑρμογλυφικὴν ἔσχεν εὐαρμοστίαν Ὁ μυσταγωγὸς τῶν καλῶν οὗτος γέρων· Οὐδὲν γὰρ εἰς ἄῤῥυθμον ἐξέστη πλάσιν. | |
1.100(t) | Εἰς τὴν αὐτήν. | |
1 | Τὸν Ἁβραὰμ ὁ λίθος ὡς ὄρος φέρει Καὶ θαυματουργεῖ ζῶντα μικροῦ δεικνύων· Εἰ μὴ γὰρ ἰδὼν ἄγγελον συνεστάλη, | |
Δρομεὺς ἂν ἦν ἄντικρυς ὁ πρέσβυς γίγας. | ||
1.101(t) | Εἰς τὴν αὐτήν. | |
1 | Ὁ λίθος εἰ ζῇ καὶ δοκεῖ τάχα πνέειν, Τῆς Ἁβραὰμ καὶ τοῦτο θαυματουργίας· Μὴ τάχα κρυπτὴν ἐξ Ἐδὲμ χέας δρόσον, Ἤμειψε τὴν ἄτεγκτον εἰς ἔμπνουν φύσιν. | |
1.102(t) | Εἰς τὴν αὐτήν. | |
1 | Τί τοῦτο; βαβαὶ, ζῶσι μικροῦ καὶ λίθοι Καὶ πνεῖ τὰ νεκρά· τὰς γὰρ ἐμφάσεις βλέπεις. Εἰ δ’ οὐκ ἔχει κίνησιν ἢ λόγου κτύπον, Μᾶλλον, θεατὰ, ζῶντα νεκρὰ θαυμάσεις. | |
1.103(t) | Εἰς τὴν αὐτήν. | |
1 | Ναὶ, ναὶ, πάτερ, ξένιζε καὶ τοὺς ἀγγέλους Μόσχον σιτευτὸν ὡς φιλόξενος θύσας· Καὶ γὰρ τὸν ἀμνὸν τοῦ θεοῦ προδεικνύεις, Ὃς ὑπὲρ ἡμῶν τῶν σφαλέντων καὶ ξένων | |
5 | Ἑκὼν ἀπαχθεὶς ὡς κακοῦργος ἐσφάγη. Ἐχρῆν δὲ καὶ φαγόντος ἄρτον ἀγγέλου, Ἄῤῥευστον ἡμᾶς βρῶμα σαρκὸς ἐσθίειν. Τίς οὖν θεωρῶν μὴ ξενίζοι τοὺς ξένους; | |
1.104(t) | Εἰς τὸν ἐπὶ τραπέζης μυστικὸν δεῖπνον. | |
1 | Τοῦ δεσπότου δειπνοῦντος οὐδαμοῦ κτύπος, Εἰ δὲ θρασυνθεὶς ὁ προδώσων ἐσφάλη, Τῆς ἀνοχῆς θαύμασε τὸν σὸν δεσπότην, Ὃς οὐδ’ ἐπ’ αὐτῷ δυσφορεῖ τῷ δυστρόπῳ, | |
5 | Μὴ τοὺς μαθητὰς τῇ τραπέζῃ συγχέῃ· Σὺ δὲ βλέπων, βέλτιστε, μιμοῦ τὸν τύπον, Κἂν τοῖς ταπεινοῖς συνανεκλίθης φέρε, Καὶ τὴν σιωπὴν ἑστιῶ πρὸ τοῦ τρύφους. | |
1.105(1t) | Εἰς τὸν προφήτην Ἡλίαν ἁρπαζόμενον, ῥιπτοῦντα δὲ τὴν μηλωτὴν | |
2t | τῷ Ἐλισσαίῳ. | |
1 | Εἰς ἅρμα πυρὸς ἁρπαγεὶς ὁ Θεσβίτης Παρῆκε νεκρὰν ὡς ὁρᾷς δέῤῥιν κάτω. Σὺ δὲ, ψυχὴ τάλαινα, πῶς ἄνω φθάσεις Τὰ νεκρὰ κατέχουσα τῆς ὕλης βάρη; | |
1.106(t) | Ἔκφρασις εἰς τὸν αὐτόν. | |
1 | Δέχου παρ’ ἡμῖν τὸν προφήτην τὸν μέγαν Ἐκεῖνον αὐτὸν ἀκριβῶς τὸν Θεσβίτην· Τὸν πυρφόρον κάτωθεν οὐρανοδρόμον, Τὸν εἰς ὕλην θνήσκουσαν ἠφθαρτισμένον | |
5 | Ἕως τελευτῆς καὶ φθορᾶς παγκοσμίου, Τὸν Ἡλιοὺ τὸ θαῦμα τοῦ παντὸς γένους, Ὃς οὐδ’ ἐς αὐτῆς τῆς γραφικῆς τὴν φύσιν Ἄψυχος εἶναι καὶ σκιώδης ἂν θέλοι, Σαφῶς δὲ τοῦ ζῆν εὐτυχεῖ τὰς ἐμφάσεις, | |
10 | Κἂν ἐξ ὕλης γράφοι τις αὐτὸν ἀψύχου. Ὁρᾷς γὰρ αὐτὸν ἐσκιαγραφημένον, Καὶ ζῶντα μικροῦ καὶ δοκοῦντά σοι πνέειν· Ὃς δὴ καθεσθεὶς εἰς λιθόστρωτον θάκον, Ἐπὶ λογισμῶν εἰς βάθος νενηφότων | |
15 | (Ὄρος γὰρ ἢ Κάρμηλος ἢ Χωρὴς τόδε) Τὴν ἐσχάτην ἔοικε προβλέπειν κρίσιν. Πλὴν πρεσβυτικῆς ἴδε καθέδρας τύπον, Ὦ νοῦ βεβηκὼς εἰς τὸν ἄστατον βίον· Ἐν σχήματι γὰρ μετρίως ἀνειμένῳ | |
20 | Τῆς δεξιᾶς τὸν πῆχυν ὀρθῶς ἱδρύσας, Καὶ τῆς κεφαλῆς τὴν στροφὴν ἐπικλίνας, Τῇ κατὰ πυγμὴν συστολῇ τῶν δακτύλων Ἐκπληκτικῶς ἀνῆκε τὴν εὐώνυμον. Ἐρείδεται δ’ οὖν ἡ παρ’ ἀγκῶνι στάσις | |
25 | Εἰς τὸ πρὸς ἀνάκαμψιν ἠρμένον γόνυ. Νομίζεται δὲ πρὸς νῶτον τετραμμένος Τὴν συναγωγὴν τῶν νεφῶν ἔτι βλέπειν Καὶ συγκαλεῖν τὸν ὄμβρον εἰς τὰς ἐκφύσεις, Ἴσως δεδοικὼς μὴ σπανισθείη τρύφους. | |
30 | Ἐσπείραται γὰρ εὐφυῶς τῇ διφθέρᾳ Καὶ τὸν ποδήρη τόνδε συστείλας ἔχει, Μή πού τις ἰκμὰς προσρυῇ τῷ κρασπέδῳ. | |
Πλὴν ἔστιν αὐτῷ καὶ πεφυρμένη κόμη· Τὸ γὰρ ἀτημέλητον ἡ τέχνη γράφει, | ||
35 | Οὗ μήτε κουρὰ, μήτε λουτρὰ καὶ κτένες, Ἀλλ’ οὐδὲ μυρίπνους τὶς ἀσκεῖται χρίσις. Ὅρα δὲ καὶ πώγωνα λευκὸν ἐκτόπως, Ἢ τοῦ χρόνου σμήξαντος αὐτῷ τὰς τρίχας, Ἢ τῆς γραφῆς τὸ γῆρας αἰνιξαμένης. | |
40 | Ἔχει δὲ καὶ ζήλου τι θερμοῦ δεικνύειν Ἡ κατὰ τὸ πρόσωπον αὐτῷ σεμνότης· Τὸ γὰρ θυμικὸν ἐκ βάθους ἀναζέσαν Τῶν ὀμμάτων τίθησι λοξὸν τὸν δρόμον Ὡς ἀπὸ καπνοῦ τῆς ἐν αὐτοῖς ἀτμίδος, | |
45 | Τῶν πρεσβυτικῶν συσταλεισῶν ὀφρύων. Ἢ καὶ παρειῶν οὐχ ὁρᾷς πῦρ ἐνθάδε, Καὶ τοὺς ἄτερ καύσωνος ἱδροῦντας πόρους; Ὅταν δὲ τὸν πόρπακα τοῦ στέρνου βλέπῃς, (Συνδεῖ γὰρ αὐτῷ τὴν τομὴν τῶν ἀμφίων, | |
1.106(50) | Μὴ τὸν στολισμὸν ἡ πνοὴ συναρπάσῃ) Τῶν πραγμάτων θαύμασε τὴν εἰκασίαν. Ἐγὼ δὲ καὶ τὸ σχῆμα σεμνόν τι κρίνων, Τὴν θαυματουργὸν εὐλαβοῦμαι διφθέραν· Περιφερὴς γάρ ἐστιν αὐτῆς ἡ χνόη, | |
55 | Κινήσεως δεικνύσα λεπτὰς ἐμφάσεις, Τῆς ἀρετῆς δὲ τὸν πολὺν τρέχων δρόμον Ὁ Θεσβίτης ἔμεινε γυμνόπους τάχα, Κἂν ἐμβατῶν ἔκλωσεν ἡ τέχνη βρόχους | |
Τῶν πρεσβυτικῶν πελμάτων φεισαμένη, | ||
60 | Μὴ πού τις ὀξὺς ταῦθ’ ὑποξέσῃ λίθος· Οὐ γὰρ φέρει νέκρωσιν ὑλώδους βάρους Εἰς ἔνθεον γῆν αἰθεροδρόμος φύσις· Τῆς δὲ στολῆς ἐνταῦθα συνεσταλμένης Ὅσον μὲν εἰς φῶς τῶν μελῶν ἀνηγμένον | |
65 | Δοκεῖ τὶ λευκὸν, οὐδὲ γὰρ ἔχει βάθος· Ὅσον δὲ βαθὺ τῇ σκιᾷ τῆς διπλόης, Μέλαν περιττῶς· οὐδὲ γὰρ φῶς ἐνθάδε· Γραμμαῖς δὲ λεπταῖς ἀλλὰ καὶ παχυτέραις Εἰς πᾶν τὸ σαφὲς ὁ γραφεὺς νοῦς ἐξέδυ. | |
70 | Οὕτω δ’ ἂν ἑξῆς καὶ τὸ νῦν ὄρος κρίνοις Ὅλα τὸ μηθὲν ὑπὸ τῆς εὐτεχνίας· Ὁ σκάριφος γὰρ (ἐγκοπεύς τις ἦν τέως) Ὑπῆρξεν ἑστὼς εἰς ἀποσπάδας πάγων Ὡς ἀπὸ βρασμοῦ καὶ τιναγμοῦ καὶ κλόνου· | |
75 | Εἰκὸς γὰρ αὐτοῦ συντριβῆναι τοὺς λόφους Τοῖς ὑψόθεν δείμασι κατεργασμένους· Ἀλλ’ οὗ μὲν ἢ χοῦν, ἢ σκιᾶς ἴσχει γνόφον, Δροσῶδες ἐστὶ, καὶ χρυσῆν βλάστην φύει Καὶ ζῶντα μικροῦ καὶ χλιδῶντα δενδρία· | |
80 | Ἐπεὶ φυτουργεῖ καὶ γραφεὺς ὅταν θέλῃ, Τὰς τῶν ἑλῶν χάριτας εἰς ὄρη γράφων. Ὅπου δ’ ἄνικμόν ἐστι καὶ λίθος μόνον, Γόνιμον οὐδὲν, οὐδὲ λεπτή τις πόα· Πλὴν αὐτὸς οὗτός ἐστιν ὁ ζῶν Θεσβίτης, | |
85 | Ὃς οὐρανοὺς ἔκλεισε, πῦρ κατήγαγεν· Εἰς οὐρανοὺς ἀνῆλθε πυρίνῳ δρόμῳ, Ἔδειξε πηγὰς μὴ κενουμένας ὅλως Τὸν καμψάκην, βέλτιστε, καὶ τὴν ὑδρίαν, Τῆς αἰσχύνης ἀνεῖλε τοὺς θυηπόλους, | |
90 | Τέτμηκε ῥεῖθρα τῇ τομῇ τῆς διφθέρας Καὶ νεκρὸν ἐψύχωσεν εὐχῆς ἰσχύϊ. Νυνὶ δὲ τὸν κόρακα παρόντα βλέπε· Ἐφίπταται γὰρ ἑστιάσων τὸν μέγαν· Πλὴν οὔτε κλαγγὴν, οὔτε κρωγμὸν ἐξάγει, | |
95 | Τάχα δεδοικὼς μὴ θορυβήσας λάθῃ Καὶ τὸν λογισμὸν τῷ προφήτῃ συγχέῃ. Μᾶλλον δὲ σιγᾷ τῆς φθορᾶς κρείττω βλέπων, Εἰ μηνύειν θάνατον ἀνθρώποις λόγος Τὸν φθόγγον αὐτοῦ μαντικὸν δεδειγμένον. | |
1.106(100) | Ἆρ’, ὦ πάτερ, τὸ δῶρον οὐ θαῦμα κρίνεις; | |
1.107(1t) | Εἰς ἐγκόλπιον ἴασπιν ἐν ᾧ ἕστηκεν ὁ προφήτης Δανιήλ· | |
2t | ἔχει δὲ φλέβας πρασίνους καὶ ἐρυθράς. | |
1 | Ὁ λίθος ὑγρὸς, ἀλλὰ πῦρ ἔνδον βλέπω. Στέγει τὸ πῦρ ὁ λίθος, ἡ φλὸξ τὴν δρόσον· Καὶ θαυματουργεῖ Δανιὴλ ζῶν ἐν μέσῳ· | |
Μὴ τοῖς πάλαι τέσσαρσι πέμπτος εὑρέθη; | ||
1.108(1t) | Εἰς τὴν ἀπὸ μαρμάρου σορὸν τοῦ ἁγίου προφήτου Δανιὴλ ἱστα‐ | |
2t | μένην ἐπάνω λεόντων, ἔχουσαν δὲ καὶ ἀγγέλους ἐν σχήματι βρεφῶν | |
3t | κοιμωμένους. | |
1 | Εἰ γρηγορούντων εἶχεν ἡ τέχνη τύπον, Ζῶντας ἂν εἶδες τοὺς γλυφέντας ἀγγέλους, Νυνὶ δὲ λευκὸν ἀκριβῶς λίθων γάλα Δοκοῦντας ὑπνοῦν ἐν βρεφῶν εἴδει τρέφει· | |
5 | Ὁ γὰρ Δανιὴλ εὑρεθεὶς νοῦς ἐξ ὕλης Τοὺς πλὴν ὕλης φύλακας ἐξ ὕλης ἔχει, Δεικνὺς τὸ καινὸν τῆς τιμῆς ἀντιστρόφως. Οὐκοῦν, θεατὰ, στῆθι, μὴ προσεγγίσῃς· Τοὺς γὰρ θρασεῖς λέοντας ἐνθάδε βλέπεις | |
10 | Ἐκ τοῦ φόβου παγέντας εἰς λίθου φύσιν. Ὅταν δὲ καθεύδοντας ἀγγέλους βλέπῃς, Νήφοντας ὡς λέοντας ἐξ ὕπνου τρέμε. | |
1.109(t) | Εἰς τὴν ἔκστασιν αὐτοῦ ὅτε συνεκέκλειστο τοῖς λέουσι. | |
1 | Ἐπιθυμιῶν εὑρεθεὶς ἀνὴρ μάκαρ, Ἐπιθυμιῶν φθαρτικῶν κρείσσων μένεις· Ὀρεκτιῶντα γάρ σε καὶ τὰ θηρία | |
Φρίττουσιν ὡς ἄνθρακα μικροῦ πυρφόρον, | ||
5 | Πλὴν ὡς ὅλος πῦρ εἰς τὸ φῶς ἀνατρέχεις· Τὴν γὰρ φύσιν ἤμειψας ἐξ ἀσιτίας. | |
1.110(t) | Εἰς τὴν ῥίζαν τοῦ Ἰεσσαί. | |
1 | Ὑπνοῖς Ἰεσσαὶ καὶ γονῆς κλῶνας φύεις· Ἕλικας ἂν εἴποι τις αὐτοὺς ἀμπέλου· Βότρυς δὲ περκάσαντας ἀῤῥήτως φέρεις Τοὺς δεῦρο τῆς σῆς ἐκφυέντας ὀσφύος, | |
5 | Ἀφ’ ὧν Ἰησοῦς ὡς γλυκασμὸς ἐῤῥύη Τὴν τῆς φθορᾶς ἔμπικρον ἐξαίρων μέθην. | |
1.111(1t) | Εἰς τὸ ψαλτήριον. | |
2t | Εἰς εἰκόνα τοῦ προφήτου Δαβὶδ κύπτοντος καὶ γράφοντος. | |
1 | Τῆς πνευματικῆς ἀκροώμενος λύρας Κάτω σχεδὸν κέκυφεν ὁ ψαλμογράφος· Συνεὶς γὰρ αὐτῆς οὐ δοκεῖ τάχα γράφειν Ἕως τὸ πνεῦμα τὸν σοφὸν φθόγγον χέῃ. | |
1.112(t) | Εἰς τὸ αὐτό. | |
1 | Σύννους κεκυφὼς ὁ προφήτης ἐνθάδε Τείνει πρὸς ὕψος τοῦ νοὸς τὰς ἐμφάσεις· Τῷ πνεύματι δὲ τῆς προφητοφθεγξίας Κτείνει τὸ πνεῦμα τῆς πονηροπραξίας. | |
1.113(t) | Εἰς τὴν ἀρχὴν τῶν ψαλμῶν. | |
1 | Εἰ καὶ Δαβὶδ μέμυκε τὸ ψάλλον στόμα Πλὴν οὐ τοσοῦτον, ὥστε μηδόλως λέγειν· Ἰδοὺ γὰρ αὐτὸς εἰ σκοπήσεις τοὺς λόγους, Εὕροις κἀκεῖνον μυστικῶς ᾄδοντά σοι. | |
1.114(1t) | Εἰς τὴν μέσην τοῦ ψαλτηρίου. | |
2t | Εἰς εἰκόνα τοῦ προφήτου Μωϋσέως ἑστῶτος, καὶ τοῖς Ἰουδαίοις | |
3t | διδόντος τὸν νόμον. | |
1 | Ἐνταῦθα Μωσῆς καὶ Σινᾶ θεῖος τόπος Καὶ πλῆθος ἑστὼς καὶ καλούμενος νόμος. Οὐρανὸν οὖν νόμιζε τὸν θεῖον τόπον· Θεὸν δὲ Μωσῆν καὶ λαοὺς ἡμᾶς νέους. | |
1.115(t) | Εἰς τὴν πρώτην ᾠδήν. | |
1 | Τί τοῦτο; Μωσῆ ῥάβδος ἰσχύει τόσον Ὡς ἐξαμείβειν τῆς θαλάττης τὴν φύσιν, Λαοὺς δὲ πολλοὺς τῷ βυθῷ πέμπειν χύδην; Οὔ φησιν, ἀλλ’ ἔχει τι τὸ πρᾶγμα πλέον. | |
1.116(t) | Εἰς τὴν δευτέραν ᾠδήν. | |
1 | Πλάκας ὁ Μωσῆς ἐκ θεοῦ δεδεγμένος | |
Ἐνταφιάζει τὴν φθισίβροτον πλάνην. Αὐτὸς δὲ καὶ δὶς εὐλογῶν τὸν δεσπότην Τὸν ζωτικὸν δίδωσιν Ἑβραίοις νόμον. | ||
1.117(t) | Εἰς τὴν διάβασιν τοῦ Ἰσραὴλ ἐν τῇ Ἐρυθρᾷ. | |
1 | Ἤπειρος ἡ θάλασσα καὶ πῦρ εἰς ὕδωρ· Ὁ πλοῦς ἐπὶ γῆς καὶ καθ’ ὑγρᾶς ἡ τρίβος. Ὀξὺς ὁ νωθὴς, ὁ δρομεὺς ὀπισθόπους. Αἱρεῖ δὲ γυμνὸς δυσμενῆ πεφραγμένον, | |
5 | Φυγὰς δὲ πεσὸς τὸν διώκτην συμπνίγει. Αὕτη γὰρ ἡ θάλασσα παιδίσκης τρόπον Μαστίζεται μὲν, ἀλλὰ καὶ πρᾴως φέρει· Καὶ τέμνεται μὲν, ἀλλ’ ἀνατρέχει πάλιν· Τὰς γὰρ φύσεις ἤμειψε Μωσῆς ἐνθάδε, | |
10 | Δεικνὺς τὸ πιστὸν τοῦ σπορᾶς ἄνευ τόκου. | |
1.118(t) | Ἕτερον εἰς τὸ αὐτό. | |
1 | Πάλιν Ἐρυθρὰ καὶ πάλιν Μωσῆς μέγας· Τὸ γὰρ ὕδωρ πέπηγε τὴν ῥάβδον τρέμον, Εἰ καὶ πάλιν ἔμεινε τὴν φύσιν ὕδωρ, Βαρεῖς ὑποσπῶν εἰς τὸ βάθος ὁπλίτας. | |
1.119(t) | Εἰς τὴν ἱστορίαν τοῦ παλαιοῦ. | |
1 | Ὑπερφυοῦς θαύματος εἰκόνα γράφων Μικροῦ παρεγχεῖ καὶ πνοὴν ὁ ζωγράφος· Εἰ δ’ οὐκ ἔχει θόρυβον ἡ τέχνη, ξένε, Μὴ θαυμάσῃς· καὶ τοῦτο τοῦ μυστηρίου, | |
5 | Μᾶλλον δὲ τῆς χάριτος αὐτῆς λαμψάσης Ἐχρῆν σιωπῇ συσταλῆναι τοὺς τύπους. | |
1.120(t) | Εἰς τὸν χορὸν καὶ τὰ κύμβαλα ὧν ἐξῆρχεν ἡ Μαριάμ. | |
1 | Οὐδέν τι καινὸν εἰ τὰ κύμβαλα βλέπων Μὴ καὶ κτύπου θέλγοντος ἀκούεις, ξένε· Καὶ ταῦτα γὰρ δὴ τῆς ἀληθείας χάριν Τὴν Μωσέως ἔθελξεν ἰσχνοφωνίαν. | |
1.121(1t) | Εἰς τὰς ᾠδάς. | |
2t | Εἰς τὴν πρώτην ᾠδήν. | |
1 | Ὁ μὲν Φαραὼ πανστρατὶ πεπνιγμένος Τύμπανόν ἐστι καὶ σιγᾷ βεβρεγμένον· Μέλπει δὲ τὸν κρύψαντα τοὺς Αἰγυπτίους Τὸ Μωσέως ὄργανον ἐξικμασμένον. | |
1.122(t) | Εἰς τὴν εἰκόνα Μωσέως. | |
1 | Σὺ μὲν σιωπᾷς ὡς βραδύγλωσσος πάλιν, Σιγᾷ δὲ σὺν σοὶ καὶ τὸ πρὶν λαλοῦν στόμα· Ὁ σύγγονος γὰρ οὐδαμῇ πάρεστί σοι. | |
Γραφέντες οὖν κράζουσιν οἱ ζῶντες λόγοι. | ||
1.123(t) | Εἰς τὴν τρίτην ᾠδήν. | |
1 | Ἄκαρπον ὡς γῆν τὴν σοφὴν Ἄνναν βλέπων Ὁ τῶν ἁπασῶν οὐσιῶν φυτοσπόρος Εὔκαρπον ἀπέδειξε καὶ παρ’ ἐλπίδας, Δοὺς τὸν Σαμουὴλ ὡς πολύφορον στάχυν. | |
1.124(t) | Εἰς τὴν ὑπόθεσιν τῆς τρίτης ᾠδῆς. | |
1 | Τὴν Ἄνναν ἐστείρωσεν ἡ φύσις πάλαι· Πλὴν ἡ προσευχὴ πρὸς γονὴν ἐπιστρέφει· Στείρα ψυχὴ, δείδιθι τὴν ἀκαρπίαν, Καὶ τῆς προσευχῆς ἀντὶ πάντων ἐξέχου. | |
1.125(1t) | Εἰς τὴν εʹ ᾠδήν. | |
2t | Εἰς τὴν εἰκόνα τοῦ προφήτου Ἡσαΐου. | |
1 | Ἕστηκε σιγῶν ὁ βλέπων Ἡσαΐας, Μήπως λαλήσας τοὺς νεκροὺς ἐξυπνίσῃ, Μέλλοντας ἰδεῖν τὴν τελευταίαν κρίσιν· Ἔτι γὰρ οὗτος τὸν κριτὴν πόῤῥω βλέπει. | |
1.126(t) | Εἰς τὴν ϛʹ ᾠδήν. | |
1 | Τρεῖς ἡμέραι σώσουσι τοὺς Νινευΐτας, Τρεῖς ἑσπέραι κρύπτουσι τὸν δεδορκότα, Τοὺς μὲν σφαλέντας καὶ μεταγνόντας πάλιν, | |
Τὸν δὲ προσημήναντα Χριστὸν ἐν τάφῳ. | ||
1.127(t) | Εἰς τὴν ζʹ ᾠδήν. | |
1 | Ἐνταῦθα τοὺς τρεῖς ἡ Τριὰς παῖδας ψύχει· Φλέγει δὲ κύκλῳ τῆς πυρᾶς τοὺς ἐργάτας. Ἐχρῆν γὰρ αὐτοὺς τῶν παθῶν τοὺς δεσπότας Ἐξ ἀνθράκων στέφανον ἐν δρόσῳ φέρειν. | |
1.128(t) | Εἰς τὴν ὑπόθεσιν τῆς ζʹ ᾠδῆς. | |
1 | Τίς εἶδε θερμὴν καὶ ψυχρὰν ἅμα ζέσιν, Καὶ σάρκας ἔνδον τῆς πυρᾶς φρουρουμένας; Οὐκ εἶδεν οὐδεὶς ἄχρι τοῦ τότε χρόνου, Καθ’ ὃν τὸ πῦρ ἔπτηξε τοὺς νεανίας. | |
1.129(t) | Εἰς τὴν ηʹ ᾠδήν. | |
1 | Οὐρανὲ, γῆ, θάλασσα, τὰ πλήρη τρία, Καὶ πᾶν πετεινῶν ἑρπετῶν νηκτῶν γένος, Καὶ πᾶσα ῥευστὴ καὶ συνεστῶσα φύσις, Τῷ δημιουργῷ μυστικοὺς ὕμνους δότε. | |
1.130(t) | Εἰς τὴν θʹ ᾠδὴν τῆς θεοτόκου. | |
1 | Τίκτεις, Μαριὰμ, τὸν θεάνθρωπον Λόγον Καὶ μακαρισμῶν ἄλλον ὠδίνεις λόγον· Τὸν μὲν δι’ αὐτῆς τῆς πνοῆς τῆς ἐνθέου, Τὸν δὲ πρὸς αὐτῆς τῆς πνοῆς τῶν ἐγκάτων. | |
1.131(t) | Εἰς τὴν θʹ ᾠδὴν τοῦ προφήτου Ζαχαρίου. | |
1 | Τῆς ἀγγελικῆς ἀστραπῆς δεδειγμένης Τὸν ψαλμὸν ἐβρόντησεν ὁ Ζαχαρίας, Ὅπως τὸ σῶμα τῆς πανάγνου παρθένου Τὸν μαργαρίτην ὀστρακώσῃ τὸν μέγαν. | |
1.132(t) | Εἰς τὸν αὐτὸν προφήτην, κωφὸν γράφοντα. | |
1 | Κἀνταῦθα κωφὸν τὸν Ζαχαρίαν βλέπω· Τίκτει γὰρ ἄλλον ἐν γῇ γράφων τὸν λόγον Τῆς προδρομικῆς ἄξιον παρουσίας. Οὐ θαῦμα σιγᾶν τοιγαροῦν τοῦτον πάλιν. | |
1.133(1t) | Εἰς τὴν γέννησιν τοῦ Προδρόμου, ἔχουσαν περὶ αὐτὴν | |
2t | ἐζωγραφημένους τοὺς συνωνύμους αὐτοῦ. | |
1 | Τί δῆτα σιγᾷς, εἰπέ μοι, Ζαχαρία; Τεκὼν τὸν υἱὸν ἆρα διστάσεις πάλιν; Ἥκιστα, φησὶν, ἀλλ’ ὁ τῆς τέχνης νόμος Σιγῶντας ἡμᾶς οὐ θορυβοῦντας γράφει. | |
1.134(1t) | Εἰς τὸν ἠγαπημένον τῷ Χριστῷ θεολόγον, | |
2t | λέγοντά τι περὶ τοῦ Βαπτιστοῦ. | |
1 | Τοῦ Προδρόμου λάμψαντος ἀστραπῆς δίκην Ὁ βροντοφυὴς ἦχον ὠδίνει ξένον, Ὅπως ὁ τῆς χάριτος ἀνθήσῃ σπόρος, Εὐαγγελικῆς ἐμφορηθεὶς ἰκμάδος. | |
1.135(t) | Εἰς τὸν μέγαν Χρυσόστομον, ὁρῶντα τὸν Βαπτιστήν. | |
1 | Ὃν εἶχεν ἀρχέτυπον ἐνθέου βίου, Νῦν ὁ χρυσοῦς τὴν γλῶτταν αἰδεῖται βλέπων· Μὴ σκέψις αὐτῷ πάλιν ὑμνεῖν τὸν μέγαν, Ὡς ἡ σιωπὴ δεῦρο μικροῦ δεικνύει; | |
1.136(1t) | Εἰς τὸν ἅγιον Ἰωάννην τὸν Ἐλεήμονα καὶ αὐτὸν | |
2t | ἐπὶ τὴν εἰκόνα ἐζωγραφημένον τοῦ Βαπτιστοῦ. | |
1 | Ἔρημος ἰδοὺ τῶν παθῶν οὗτος τόπος, Ὃν ἀσμένως ᾤκησεν ὁ Ζαχαρίου· Πλὴν ἔστιν ἰδεῖν καὶ ποταμὸν ἐνθάδε Τὸν χρυσοδίνην τόνδε τὸν πτωχοτρόφον. | |
1.137(t) | Εἰς τὸν ἅγιον Ἰωάννην τὸν Νηστευτήν. | |
1 | Ὥσπερ τὸ πῦρ κάτωθεν εἰς ὕψος τρέχει, (Τὸ συγγενὲς γὰρ ἕλκειν οἶδεν ἡ φύσις) Οὕτω, τροφῆς ἄγευστε καὶ παθῶν μάκαρ, Καὶ σὺ γεγηθὼς πρὸς τὸν ἄτροφον τρέχεις. | |
1.138(t) | Εἰς τὸν ἅγιον Ἰωάννην τὸν Δαμασκηνόν. | |
1 | Κύκνον λογικὸν ἡ τρυγὼν τοῦ δεσπότου Καλεῖ πρὸς ᾠδὰς γνωστικῆς μουσουργίας· Ὁ δὲ πρὸς αὐτὴν εὐλαβῶς ἀποβλέπων | |
Κινεῖν τὸν εἱρμὸν τῶν μελῶν οὐκ ἰσχύει. | ||
1.139(t) | Εἰς τὸν ἄγιον Ἰωάννην τῆς Κλίμακος. | |
1 | Ἀφεὶς θεωρεῖν ἃς ὑφιστᾷς βαθμίδας, Ὡς μυστικὴν κλίμακα τὴν σφαγὴν βλέπε· Δι’ ἧς τρέχων ἄνεισιν ὁ Ζαχαρίου Πρὸς τὴν ἀνυπέρβλητον, ὦ πάτερ, βάσιν. | |
1.140(t) | Εἰς τὸν ἅγιον Ἰωάννην τὸν Καλυβίτην. | |
1 | Ὃ ἦν ἀποφρὰς τοῖς γονεῦσιν ἐν βίῳ, Καθάπερ ἀγνὼς καὶ μυδῶν τέως πένης, Ἤδη σύνοικός ἐστι τῷ Ζαχαρίου Καὶ μέχρις αὐτῆς τῆς Ἐδὲμ τῆς ὀλβίας. | |
1.141(t) | Εἰς τὸν τίμιον Πρόδρομον. | |
1 | Ἔρημον οἰκῶν μυστικὴν εἶχες χάριν· Νυνὶ δὲ χαρίτων σε κυκλοῦσι στίφη· Οὐκ ἦν γὰρ εἰκὸς οὐδαμοῦ σε ζῆν μόνον Τὸν δεύτερον νοῦν τὸν προφήτην τὸν μέγαν. | |
1.142(t) | Εἰς τὸν αὐτόν. | |
1 | Ὡς ἐξ ἐρήμου τὸν προφήτην τὸν μέγαν Ἔγραψεν ἰσχνὸν εὐφυῶς ὁ τεχνίτης· Πλὴν εἴπερ ἰσχὺν εἶχεν ἐκ τῶν ἀκρίδων, | |
Φωνὴ λόγου σιγῶσα πῶς ἂν εὑρέθη; | ||
1.143(t) | Εἰς τὸν αὐτὸν ἐγλυμμένον εἰς λίθον. | |
1 | Ἡ σὴ κεφαλὴ κἂν ἀπετμήθη πάλαι, Τάχ’ ἂν πάλιν ἤλεγχεν Ἡρώδην, μάκαρ, Εἰ μή τις αὐτὴν ἐξεπέτρωσε ξέσις· Πλὴν ἐκ λίθου νάματα θαυμάτων πίνω. | |
1.144(t) | Εἰς τὸν προφήτην Ζαχαρίαν. | |
1 | Ἔτι σιωπᾷς ὁ σπορεὺς τοῦ Προδρόμου. Καὶ πῶς ὁ τεχθεὶς τὴν σιωπὴν οὐ λύει; Ναὶ, φησὶν, οὐ χρὴ θαυματουργεῖν τοὺς τύπους· Τῆς γὰρ νέας χάριτος αὐτὸς προτρέχει. | |
1.145(t) | Εἰς τὴν ἀποτομήν. | |
1 | Τμηθεὶς κεφαλὴν τὴν σιγὴν, μάκαρ, στέγεις· Χριστὸς γὰρ αὐτὸς ἀνθυπεστήριξέ σε. Νῦν γοῦν δι’ ἡμᾶς τῷ θεῷ κάμψον γόνυ, Τεμεῖν δυσωπῶν ἀκλινεῖς ἐχθρῶν κάρας. | |
1.146(t) | Εἰς τὴν αὐτήν. | |
1 | Κεκραιπαληκὼς ἐξ ἀποκρύφου μέθης Ὁ δημιουργὸς τῆς τρυφῆς καὶ τοῦ πότου, | |
Καὶ τῆς ἐναγοῦς τοῦ Σατὰν ἀπληστίας, Ἄγει μὲν εἰς ἄθυρμα τὴν ὀρχηστρίδα, | ||
5 | Ποιεῖ δὲ μισθὸν πορνικῶν λυγισμάτων Τὴν σὴν κεφαλὴν εἰς τομὴν προηγμένην, Ἣν ὄψον εὐθὺς τῷ θεῷ σὺ προσφέρεις, Κρατῆρα κιρνῶν μαρτυρικῶν αἱμάτων, Σαυτῷ δὲ μισθὸν τὴν τομὴν δίδως, μάκαρ, | |
10 | Τῶν ἀπὸ γαστρὸς μητρικῶν σῶν ἁλμάτων· Οὕτω σὺ Χριστὸν δεξιούμενος τρέφεις, Εἰς ἀφρόνων ἔλεγχον ἀνδρῶν συσσίτων. | |
1.147(t) | Εἰς τὴν αὐτήν. | |
1 | Ἀναστομωθὲν ἐκ φλεβῶν αἷμα ζέον Λουτὴρ καθαρὸς γίνεται τῷ Προδρόμῳ, Καὶ τὴν ἀλουτήσασαν ἐκπλύνει κόμην, Καὶ τοὺς χύδην ῥέοντας ἱδρῶτας μέσον | |
5 | Καὶ τὴν ὑπ’ αὐτῶν ὀστρακωθεῖσαν κόνιν· Ἄνεισι λοιπὸν εἰς θεὸν λελουμένος Τῶν μαρτυρικῶν αἱμάτων τῇ προσχύσει, Καὶ τῶν νοητῶν ἀξιοῦται παστάδων Ἔρημον ἀφεὶς ὁ Ζαχαρίου τέως. | |
10 | Σὺ δ’, ὦ βαλανεῦ καὶ βραβεῦ καθαρσίων, Εἰς ἄλλο πυρὸς ῥεῖθρον αὐτὸς βαπτίσεις Λελυμένον μένοντα μὴ λελουμένον. | |
1.148(t) | Εἰς τὴν αὐτήν. | |
1 | Κῆρυξ ἀληθὴς εὑρεθεὶς τοῦ δεσπότου Βοᾷς σιωπῶν καὶ λαλεῖς ἐσφαγμένος· Καὶ γὰρ τὸν ἀμνὸν τοῦ θεοῦ προμηνύεις, Ὅς ἐστι καὶ πρόβατον ἀνθρώπων χάριν | |
5 | Σφαγὴν ἀτεχνῶς καρτερῶν κοσμοτρόφον. Σὺ δὲ προτυθεὶς ἐκ τομῆς πρώτης, μάκαρ, Εἷς ἀντὶ πάντων ἤρκεσας τῷ δεσπότῃ. Νῦν οὖν ὑπελθὼν τοὺς βαθεῖς τῆς γῆς τόπους, Τὸν ζωτικὸν κήρυττε τοῖς νεκροῖς λόγον· | |
10 | Ἴσως κἀκείνους, κἂν σιγῶσιν ἐν τάφοις, Δείξεις λαλοῦντας ἐκ πνοῆς παλιμβίους, Ὦ θῦμα σιγῶν καὶ νεκροῖς λαλοῦν ξένα. | |
1.149(t) | Εἰς τὴν αὐτήν. | |
1 | Ἔρημε γῆ, στάλαξον ὄμβρους δακρύων, Εἴ τις παρὰ σοὶ καὶ λιβὰς θρήνων μόλις, Καὶ μυστικὴ δύναμις αἰσθητηρίων· Παρῆλθε καὶ γὰρ ὁ γλυκύς σου νυμφίος, | |
5 | Τμηθεὶς κεφαλήν. Ἀλλὰ τίς σε δακρύσει, Φανέντος ἐκ σοῦ τοῖς βροτοῖς τοῦ Προδρόμου; Τὸν πρόξενον γὰρ τῶν καλῶν δίδως χάριν, Ὥστε πρόδηλόν ἐστιν ἐκ τῶν πραγμάτων Ὡς ἐγγυᾶται μυστικῶν λύσιν πόνων | |
10 | Ὁ δεσποτικὸς οὗτος ἀξινηφόρος. | |
1.150(t) | Εἰς τὴν αὐτήν. | |
1 | Τὴν προδρομικὴν τοῦ θεοῦ σε λυχνίαν Ὁ τοῦ σκότους τύραννος οὐ φέρων βλέπειν, Ὡς νυκτερινὸς τῶν Σατὰν ἔργων φίλος, Τῆς σῆς κεφαλῆς τὴν τομὴν ἐπιτρέπει | |
5 | Τοῖς μυσταγωγοῖς τῆς κακῆς εὐορκίας, Ἀλλ’ αὐτὸς ἐξέλαμψας εἰς μεῖζον σέλας Καὶ μέχρι τῆς γῆς τῶν μυχῶν τῶν ἐσχάτων. Εὗρες γὰρ ὑπέκκαυμα τὴν φλόγα τρέφον Τῶν μαρτυρικῶν αἱμάτων σου τὸ στέαρ, | |
10 | Καὶ τὸν μὲν ἐξάγιστον Ἡρώδην φλέγεις Τοῖς ἐμπύροις ἄνθραξι τῆς παῤῥησίας· Αὐτοῖς δὲ νεκροῖς μυστικὸν φῶς δεικνύεις. | |
1.151(t) | Εἰς εἰκόνα τοῦ Προδρόμου. | |
1 | Ἐκ πέτρας ἁδρὸς ὁ Ζαχαρίου στάχυς· Χριστὸς γὰρ ἦν ἡ πέτρα· καὶ μὴ θαυμάσῃς· Πλὴν τοῦτο καινὸν, εἴπερ εἷς ὢν ὁ στάχυς | |
Τρυφὴ, θεατὰ, γίνεται τοῖς ἐνθάδε. | ||
1.152(t) | Εἰς τὴν αὐτὴν εἰκόνα. | |
1 | Εἴ που κατεῖδες τὸν προφήτην, ζωγράφε, Ἔδειξας ἂν μάλιστα λεπτὸν ἐνθάδε· Νῦν δὲ σκιὰν ἔγραψας εἰς πάχος χρόας, Θρέψας τροφῆς ἄγευστον ἐξ ὕλης φύσιν. | |
1.153(t) | Εἰς τὸν λόγον τῆς συλλήψεως τοῦ Προδρόμου. | |
1 | Φωνῆς λόγου σύλληψιν, ὦ λόγε, κρότει· Καὶ γὰρ σεαυτὸν σεμνυνεῖς ταύτῃ πλέον. | |
1.154(1t) | Εἰς ἀναθήματα. | |
2t | Εἰς εἰκόνα τῆς ὑπεραγίας θεοτόκου κοσμηθεῖσαν διὰ χρυσαργύρου, | |
3t | ἐχούσης ἐν ταῖς χερσὶν ἐν βρέφους σχήματι τὸν Χριστόν. | |
1 | Χρυσῆν θεωρῶ τὴν Ἐδὲμ τῆς εἰκόνος, Ἐν ᾗ τὰ φυτὰ τεχνικῶς ἡρμοσμένα Δοκοῦσι κυκλοῦν τῆς Ἐδὲμ τὸν ἐργάτην. Εἰ δ’ οὐχὶ καὶ ζέφυρος ἐμπνεῖ τοῖς κλάδοις, | |
5 | Θαυμαστὸν οὐδέν· οὐδὲ γὰρ ὅλως δέον Τούτους κινεῖσθαι καὶ κτυπεῖν τὸν δεσπότην Ὑποψιθυρίζοντα μυστικωτέρως, Ὅπου γε καὶ ῥοῦν ἀργυροῦν οἶμαι βλέπειν Ἐκ τῆς πρὸς αὐτὸν συστολῆς πεπηγμένον. | |
10 | Μὴ τοῦτον ἰδὼν τὸν Παράδεισον πάλαι | |
Τὸν νοῦν φυτουργεῖ Σολομὼν τῶν ᾀσμάτων; Νύμφη γὰρ ἥδε καὶ καλὴ καὶ παρθένος Ἐρῶσα θερμῶς τοῦ παρ’ αὐτῇ νυμφίου. Εἴ που δὲ καὶ μέλιτταν ἀθρῆσαι θέλεις, | ||
15 | Ἢ καὶ προφήτην ἐξ ἐρήμου τρυγόνα, Ἢ μυστικοὺς τέττιγας, ἢ κύκνων γένη, Σκόπει, θεατὰ, τοὺς παρεστῶτας πέριξ, Οἳ τὰς νοητὰς ὀργανώσαντες λύρας Περιλαλοῦσι τὴν λεχὼ καὶ τὸ βρέφος. | |
1.155(t) | Εἰς ἑτέραν εἰκόνα τῆς θεοτόκου. | |
1 | Ἔρευθος ἐνθεὶς παρθενικὸν ταῖς γνάθοις Ὁ χρωματουργὸς ζωγραφεῖ σε παρθένον Σὺ γὰρ τεκοῦσα καὶ φανεῖσα παρθένος Κἀν τοῖς τύποις ἔμεινας ἁγνὴ παρθένος. | |
1.156(t) | Πρὸς τὴν θεομήτορα χαριστήριος. | |
1 | Ὁ σὸς μὲν υἱὸς θαυματουργῶν, παρθένε, Καὶ τῇ λογικῇ πρακτικὴν συνεισφέρων, Ἄνικμον ἐψύχωσε χειρὸς ὀστέον, Ῥήματος αὐτῷ ζωτικὴν δοὺς ἰκμάδα· | |
5 | Καὶ γὰρ ἰατρὸς κοσμοσώστης εὑρέθη, | |
Προπατορικῆς ἐκτεμὼν χειρὸς πάθος. Σὺ δ’, ὦ Μαριὰμ, τῆς ἐμῆς ψυχῆς δρόσε, Τῆς σῆς με πηγῆς ταῖς ῥοαῖς ἀναψύχεις, Καὶ τὸν πρὶν ἡμίξηρον ἐξ ἁμαρτίας | ||
10 | Χλωροῖς πάλιν, σώτειρα, κοσμεῖς ὀργάνοις, Καὶ τῶν ἰατρῶν τὴν σοφὴν ψῆφον λύεις Τῇ πρὸς τὸ λυποῦν μυστικῇ χειρουργίᾳ. Ῥάβδος γὰρ ἐν σοὶ γλυκερὸν θάλος φύει, Καὶ πῦρ ὑπελθὸν οὐ καταφλέγει βάτον, | |
15 | Καὶ ῥοῦς διαστὰς, ὡς φυγὰς ὑποστρέφει. Χειρί σε λοιπὸν ζωγραφῶ σκιαγράφου, Σμικρᾶς ἀμοιβῆς οὐ καταλλήλου χάριν. Τείνω δέ σοι τὴν χεῖρα τὴν σεσωσμένην, Ὁ χθὲς θανατῶν ἄρτι φανεὶς ἀρτίπους· | |
20 | Ἐμοὶ γὰρ αὐτὴ καὶ ψυχῆς λύσεις πόνους Παρειμένης πόῤῥωθεν ἐκ τῶν πρακτέων, Εὐσπλαγχνίας ἄβυσσε καὶ τεραστίων. Ὁ σὸς Μανουὴλ ταῦτά φησιν Ἀτζύμης, Ὃν καὶ σεβαστὸν τὴν τιμὴν σὺ δεικνύεις. | |
1.157(1t) | Εἰς δεξαμενὴν ὕδατος ἀνατεθεῖσαν τῇ ζωοδόχῳ Πηγῇ | |
2t | παρὰ Ἱλαρίωνος μοναχοῦ. | |
1 | Τῷ τῶν παθῶν καύσωνι τακεὶς ἐκτόπως, Ὦ ζῶσα πηγὴ τῶν θεοῦ τεραστίων, Δεξαμενὴν ὕδατος ὠργάνωσά σοι, Ὡς ἂν ἐπ’ αὐτῇ δεικνυούσῃ τὸν πόθον | |
5 | Τὸ ζῶν ὕδωρ πίνοιμι τῆς σωτηρίας, Φυγὼν τὸ πῦρ ἐκεῖνο τῆς τιμωρίας. Ὁ πλούσιος γὰρ ἐκφοβεῖ με, παρθένε, Ὃς μάλα διψῶν ἀποτηγανίζεται. Ἱλαρίων σὸς ταῦτά φησι Κανάβης, | |
10 | Οἰκτρὸς μοναχὸς εὐτελὴς, εὔνους δ’ ὅμως. | |
1.158(1t) | Εἰς εὐαγγέλιον τῆς μονῆς τοῦ κυροῦ Ἰσαὰκ κεκοσμημένον | |
2t | διὰ χρυσαργύρου. | |
1 | Ἢ κῆπός ἐστι καὶ τρυφὴ τὸ βιβλίον, Ἐν ᾧ τὸ φυτὸν τῆς φθορᾶς ἀπεψύγη· Πιαίνεται γὰρ ἐκ ῥοῆς τετραστόμου, Ζωῆς ὕδωρ καὶ ξύλον ἐν μέσῳ φέρον, | |
5 | Δι’ ὧν ὁ καρπὸς τῆς ἀρᾶς ἀνετράπη· Ἢ σχοῖνος ἀνασπῶσα τὴν κάτω φύσιν, Ἢ κρηπὶς ἀκλόνητος, ἢ θεία κλίμαξ, Δι’ ἧς ὁμιλεῖ τοῖς βροτοῖς ὁ δεσπότης, Ἢ ψυχοκερδεῖς καὶ θεόγραφοι πλάκες, | |
10 | Ἐν αἷς ὁ καινὸς Ἰσραὴλ μὴ γογγύσας Ἐξῆλθεν εἰς γῆν μυστικῆς παγκαρπίας, Ἢ δογμάτων θάλασσα καὶ τεραστίων, Παραβολικῶς ἐγχεθεῖσα τῇ κτίσει. Οἱ γὰρ ἁλιεῖς τῶν λογικῶν ἰχθύων | |
15 | Πλέξαντες ἀμφίβληστρον ἐνθέου πόθου Χαλῶσιν εἰς τὰ ῥεῖθρα τοῦ κηρύγματος, Ὅπως ὁ παίσων ἀντιπαίζηται δράκων, Παρακυβιστῶν εἰς τὸ κῦμα τῆς πλάνης· Ὡς φάρμακον δὲ συγκραθὲν τῷ τεχνίτῃ, | |
20 | Τὸ κοινὸν ἀῤῥώστημα τοῦ γένους λύει. Τοῦτο στεφανοῖ τοὺς χοροὺς τῶν μαρτύρων Οἳ τὴν ἑαυτῶν ἐξαμείβοντες φύσιν Χωροῦσιν εἰς πῦρ, εἰς τροχοὺς ἀποστρόφους, Εἰς ῥοῦν θαλασσῶν, εἰς τελευταῖα ξίφη· | |
25 | Στομοῖ γὰρ αὐτοὺς ἡ χάρις τοῦ πνεύματος, Δι’ ὧν τὸν ἐχθρὸν τῶν ψυχῶν καταισχύνει· Τοῦτο κραταιοῖ τοῖς μονασταῖς τὸν βίον, Καὶ τὴν φύσιν κάμνουσαν εὐθὺς ῥωννύει, Καὶ θαυματουργοὺς τοὺς νοσοῦντας δεικνύει. | |
30 | Ἔχον δὲ καὶ σάλπιγγος ἐνθέου κτύπον Νεκρὰς ἀτεχνῶς ἐξεγείρει καρδίας. Τί χρὴ τὰ πολλὰ νῦν κατὰ μέρος λέγειν; Τοῦτο προελθὸν τοῦ θεοῦ καὶ δεσπότου Τοὺς οὐρανοὺς κλεισθέντας ὑπήνοιξέ μοι· | |
35 | Ἔνθα προχωρῶν ἐκ φθορᾶς καὶ σαπρίας | |
Θεὸς καθαρὸς ἐν μεθέξει γίνομαι. Ἡ σύνθετος γοῦν τοῦ χρυσαργύρου χάρις Τὴν σύνθετον δείκνυσι τοῦ λόγου φύσιν· Αἱ δ’ αὖ τὸν εἱρμὸν ὀργανοῦσαι συνδέσεις | ||
40 | Τὸ σχῆμα καὶ τὸ σφίγμα τῆς ἐκκλησίας. Τούτων σύνες, βέλτιστε, καὶ σκόπει τρέμων· Κοινῆς γὰρ ἀθρεῖς ὄργανον σωτηρίας. | |
1.159(1t) | Εἰς ἕτερον εὐαγγέλιον τῆς μονῆς τοῦ Φιλοκαλᾶς κεκοσμημένον διὰ | |
2t | χρυσαργύρου, ἐκ προσώπου Ἰωαννικίου μοναχοῦ, οἰκονόμου αὐτῆς. | |
1 | Τὸν μὲν περισπούδαστον ἀνθρώποις βίον, Οἷον λίθων ἔλλαμψιν, αὐγὴν μαργάρων, Χρυσὸν καθαρὸν, ἄργυρον, πέπλων χάριν, Καὶ πᾶν ὁτιοῦν εὐπρεπὲς φάσμα, ξένε, | |
5 | Ἢ πραγμάτων κίνησις, ἢ δρᾶμα φθόνου, Ἢ κλὼψ ἀφανὴς, ἢ τυραννὶς ἁρπάσει· Τάχα δὲ καὶ σὴς εὐτελὴς ἐφερπύσας Τὰ τῆς ὕλης εὔκοσμα βοσκηθήσεται· Θεοῦ δὲ φωνὰς οὐδ’ ὁ πᾶς κρύψει χρόνος, | |
10 | Ἃς φιλοκάλως ὀργανώσας ἐνθάδε Τοῦ Φιλοκάλου τῇ μονῇ παρεσχόμην. Τὸν ἄργυρον γοῦν τῷ χρυσῷ πεπασμένον Πρὸ τῶν πυλῶν τέθεικα τῶν ἀνακτόρων· Ἐπίβασις γὰρ τῶν ποδῶν τοῦ δεσπότου | |
15 | Σαφῶς τὸ παρὸν βιβλίον γινώσκεται· | |
Ἀμφοῖν δὲ τινὰς ἐσφυρηλατημένας Ἀνεὶς ἑορτὰς προσφυεῖς τῇ πυκτίδι Καὶ τῶν θεατῶν ἑστιῶ τὰς καρδίας. Ὅρα μὲν οὖν τὸ κάλλος ἀπὸ τῆς ὕλης, | ||
20 | Ὅρα δὲ καὶ τὸ σχῆμα τῶν ἔνδον τύπων, Καὶ τὴν ἐμὴν, ἄνθρωπε, τεκμαίρου σχέσιν, Καὶ μὴ θορυβῶν μηδὲ κομπάζων σκόπει. Χριστὸς γὰρ αὐτὸς μυστικόν τινα τρόπον Ἐνταῦθα παρὼν ἀκροᾶται καὶ βλέπει· | |
25 | Πλὴν συμβολικῶς καὶ σοφῶς τούτων ξύνες, Ὡς δέρμα νεκρὸν ζωτικοὺς φέρον λόγους Τὴν τοῦ λόγου σάρκωσιν ἐμφαίνει τάχει, Δι’ ἧς τὸ νεκρὸν ἐψυχώθη σαρκίον, Ζωῆς μετασχὸν καὶ φθορᾶς κρεῖσσον μένον. | |
30 | Αἱ δὲ πρὸς ὀργάνωσιν ὀκταφυλλίδες Τὴν ὀγδόην ἄντικρυς ᾐνίξαντό σοι, Πρὸς ἣν ἀπαντᾷς ἐξιὼν τῆς ἑβδόμης· Ἡ δὲ πρὸς εἱρμὸν συμβολικὴ κομψότης, Ἣ τάσδε συνδεῖ τὰς τομὰς τοῦ βιβλίου, | |
35 | Τὸν κοσμικὸν σύνδεσμον ἀποδεικνύει. Τὸ γὰρ διεστὼς συγκρατεῖ καὶ συνδέει Τὸ σῶμα Χριστοῦ τοῦ λαλοῦντος ἐνθάδε. Τὸ δὲ στιβαρὸν ἀπὸ τῆς ὕλης βάρος Μικροῦ τὸ βαρὺ ζωγραφεῖ τῶν δογμάτων, | |
40 | Κἂν οὐκ ἐπαχθὴς ὁ ζυγὸς τοῦ δεσπότου. Γένοιτο λοιπὸν ἀντὶ τῶν ὁρωμένων Μετεγγραφῆναι τοῖς θεοῦ με δακτύλοις Εἰς τὴν καλὴν πυκτίδα τῆς ἀφθαρσίας, Καὶ τῶν παλαιῶν ἐξαλειφθέντων τύπων, | |
45 | Τὰς τῆς νέας χάριτος ὀφθῆναι πλάκας, Μήπως ὁ Σατὰν τοὺς ἐμοὺς τύπους φέρων Ὠθῇ με πικρῶς πρὸς τὸ πῦρ τὸ παμφάγον. Καὶ γὰρ ἀναιδὴς εὑρεθεὶς ὁ θὴρ λύκος, Ἢ σκύμνος οἰκῶν εἰς ἀπόκρυφον τόπον | |
1.159(50) | Καταπιεῖν ζητεῖ με πεπλανημένον, Τὸν Ἰωαννίκιον ἐν μονοτρόποις. | |
1.160(t) | Εἰς εἰκόνα τῆς θεομήτορος. | |
1 | Σπορᾶς ἄνευ σύλληψιν, ἄφθορον τόκον, Υἱὸν πρὸ μητρὸς, καὶ πατρὸς δίχα βρέφος, Θεὸν χοϊκὸν καὶ παλίνζωον φύσιν Ἐθαύμασαν μὲν οἱ χοροὶ τῶν ἀγγέλων, | |
5 | Ἐμοῦ δὲ καὶ νῦν ὁ προκείμενος λόγος. | |
1.161(1t) | Ἐκ προσώπου τῆς Ῥαουλαίνης τῆς Κασιανῆς, | |
2t | εἰς εἰκόνα τῆς θεομήτορος. | |
1 | Τοὺς ἐντόμους λύσασα τῆς Εὔας πόνους, Καὶ συμπαθῶς τηροῦσα τοὺς ἐμοὺς τόκους, (Θεὸς γὰρ ἐκ σοῦ πλὴν φυσικῶν ὠδίνων), Δέχου τὸ σῶστρον τοῦτο, σεμνὴ παρθένε, | |
5 | Δι’ ἧς ἔχω ζῶν καὶ παρ’ ἐλπίδα πνέον | |
Τὸ παραμικρὸν ἀποθανόν μοι βρέφος. Ζωὴ γὰρ εἶ σὺ καὶ τεραστίων χύσις Τὴν ἰλὺν ἐκπλύνουσα τῆς ἁμαρτίας. Κομνηνοφυὴς ἐκ Ῥαούλ σοι Μαρία | ||
10 | Κασιανὴ προσεῖπεν ὡς εὔνους τάδε. | |
1.162(t) | Εἰς τὴν ὑπέραγνον θεοτόκον. | |
1 | Ὕδωρ μὲν εἰ πίνοιμι, λαμβάνω κόρην· Τῆς φύσεως γὰρ συγγενὲς πάθος τόδε· Τῶν σῶν δὲ καλῶν ἐμφορούμενος χύδην, Ὡς ἀπὸ πηγῆς ἐκρεούσης ἀφθόνως, | |
5 | Οὐ λαμβάνω, πάναγνε Μαριὰμ, κόρον. Οὐκοῦν δέχου τὸ σῶστρον ἐκ χρυσαργύρου, Καὶ τὴν χύσιν πήγασε τῶν τεραστίων. Φησὶ Μανουὴλ Βαρδαλῆς τῇ παρθένῳ. | |
1.163(t) | Χαριστήριος τῇ θεοτόκῳ ὑπὲρ τῆς τοῦ Συρστέφνου γυναικός. | |
1 | Μόνη γυναικῶν τὸν θεὸν φέρεις βρέφος· Μόνη γυναικῶν παρθενεύεις ἐν τόκῳ· Μόνη γυναικῶν τὸ βροτῶν σώσεις γένος· Τῆς φύσεως γὰρ ἐξαμείβεις τοὺς νόμους, | |
5 | Καὶ τήνδε τὴν γυναῖκα θανοῦσαν τέως | |
Τῷ πᾶσαν αὐτῆς ἐκκενωθῆναι φλέβα, Μόνη γυναικῶν ἐξανιστάνεις πάλιν, Καὶ τῶν ἰατρῶν ἐξελέγχεις τὴν κρίσιν. Ἣν γὰρ ὑπεξίκμασεν ἡ νόσος φύσιν, | ||
10 | Τῇ σῇ δρόσῳ θάλλουσαν αὐτὴ δεικνύεις. Θεὸς μὲν οὖν ἔπληξε τοὺς Αἰγυπτίους, Μεταβαλὼν εἰς αἷμα πᾶν ὕδωρ πάλαι· Τῆς σῆς δὲ πηγῆς, Μαριὰμ, τὸ ζῶν ὕδωρ Αἵματος ἰσχὺν προσβαλὸν τῷ λειψάνῳ | |
15 | Σωτηρίαν ἤνεγκεν ἐξ ἀντιστρόφου. Καὶ γὰρ καθαιρεῖ τὰς νομὰς τῶν τραυμάτων, Καὶ τῶν ὀδυνῶν τὴν πυρὰν καταψύχει, Κἂν ὑδεριᾷ δυσπαθῶς τὸ σαρκίον, Τὸ τοῦ πάθους οἴδημα συστέλλει ζέον· | |
20 | Κἂν ἰσχνὸν εὕρῃ σῶμα καὶ μόλις πνέον, Εἰς θρύψιν αὐτὸ καὶ χλιδὴν εὔχρουν τρέπει. Τοιαῦτά σοι τὰ δῶρα, σεμνὴ παρθένε, Πρὸς τὴν γυναῖκα τήνδε τὴν σὴν ἱκέτιν, Ἣν καὶ ψυχικῆς ἐξαναστήσαις νόσου, | |
25 | Τὸ ζῶν ὕδωρ χέασα τῆς ἀφθαρσίας. | |
1.164(1t) | Εἰς τὴν ὑπέραγνον θεοτόκον ἀπὸ προσώπου | |
2t | τῆς πρωτοστρατορίσσης. | |
1 | Εἰς τί μόνη, πάναγνε, παρθένος κύεις, Τηρεῖς δὲ σαυτὴν καὶ τεκοῦσα παρθένον; Ἢ τοῦτο πάντως, ὡς τὸ πᾶν σώσῃς γένος Ζωῇ φθορὰν λύσασα καὶ τόκῳ λύπην. | |
5 | Εἰ γοῦν τὸ σώσειν ἔργον ἐστί σοι μέγα, Καὶ ταῦτα τὴν σύμπασαν ἀνθρώπων φύσιν, Πῶς οὐ μόνην σώσεις με τὴν σὴν ἐξόχως, Ἣν ἀπὸ γαστρὸς μητρικῆς δούλην ἄγεις; Ἐν σοὶ γὰρ αὐτὴν καὶ ψυχὴν καὶ σαρκίον, | |
10 | Καὶ πᾶν ὅ τι χρήσιμον ἐν βίῳ φέρω. Καὶ σὺ μόνη σκέποις με σὺν τῷ συζύγῳ, Τιθεῖσα καλὰς τῆς ψυχῆς τὰς ἐλπίδας· Ὁ τύπος εἰκὼν τοῦ περὶ σέ μου πόθου. Λοιπὸν σιωπῶ, τοῦτο γὰρ πρέπον τύποις. | |
15 | Ἡ πρωτοστρατόρισσα ταῦτα Μαρία Πρὸς τὴν Μαριὰμ τὴν κεχαριτωμένην. | |
1.165(t) | Ἕτεροι ἐξ αὐτῆς εἰς τὴν ὑπεραγίαν θεοτόκον. | |
1 | Ἐχρῆν μὲν ἡμᾶς ἐξ ὑλῶν ὑπερτίμων Τὸν σὸν, Μαριὰμ, ζωγραφεῖν θεῖον τύπον. Τοὺς γὰρ τύπους λύσασα τοῦ πάλαι νόμου, Καὶ τὰς ἀμυδρὰς καὶ σκιώδεις ἐμφάσεις, | |
5 | Ὅ φασι γυμνὴν ἀντιδίδως τὴν χάριν. Ἀλλ’ ἡ νοητὴ τῆς ψυχῆς σου φαιδρότης Ὑλῶν ὁρατῶν ἐκνικᾷ πᾶσαν χάριν. Πλὴν εἴπερ ἐξῆν ζωγραφεῖν κατὰ μέλος, | |
Καὶ τὰς πρὸς ἡμᾶς δωρεὰς σὰς ἐνθάδε, | ||
10 | Χάριν ἂν εἶχον ταῖς γραφαῖς καὶ τοῖς τύποις. Νυνὶ δὲ νικᾷ καὶ τὸ τῆς τέχνης μέτρον Ἡ τῶν ἀγαθῶν ἄφθονος χορηγία· Σὺ γάρ με ποιεῖς δαψιλεῖ πλούτῳ βρύειν, Ἀνδρί τε συνδεῖς εὐγενεῖ καὶ κοσμίῳ | |
15 | Πρὸς τῇ σταθηρᾷ τῶν φρενῶν εὐταξίᾳ, Καὶ τεκνοποιεῖν εὐλογεῖς μοι τὸν γάμον, Οἷς οἶδας αὐτὴ σὺν θεῷ πάντως τρόποις. Ἐγὼ δέ σοι δίδωμι, σεμνὴ παρθένε, Σῶμα, ψυχὴν, ὕπαρξιν, αἴσθησιν, λόγον, | |
20 | Καὶ πᾶν ὅπερ σύνεστιν ἢ πρόσεστί μοι. Σὲ γὰρ παρηγόρημα καρδίας ἔχω, Καὶ πάσας ἐν σοὶ τῆς ψυχῆς τὰς ἐλπίδας Ἔχω κινοῦσα κατὰ πάντα τὸν βίον. Σὺ γοῦν μόνη σκέποις με σὺν τῷ συζύγῳ, | |
25 | Σὺ καὶ συνάπτοις εἰς Ἐδὲμ θείους τόπους. Ἡ πρωτοστρατόρισσα ταῦτα Μαρία Κομνηνοφυὴς τῇ κεχαριτωμένῃ. | |
1.166(t) | Εἰς τὴν θεοτόκον ὡς ἀπὸ τοῦ Μουζάλωνος. | |
1 | Ἐκ σπαργάνων μὲν ἔσχον, ἁγνὴ, σὲ σκέπειν Τῆς μητρὸς αὐτόθεν με παραπεμψάσης· Ἀφ’ οὗ δὲ καιροῦ καὶ λογισμῶν ἡψάμην, Ἐμαυτὸν αὐτὸς δῶρον εἰσήνεγκά σοι, | |
5 | Κἀντεῦθεν ἡ σὴ παντοδαπὴ χρηστότης | |
Ἐς δεῦρο πολλῶν ἀξιοῖ με θαυμάτων. Τὰ γὰρ ἀτερπῆ τῆς ἐμῆς ψυχῆς πάθη Πηγῆς νοηταῖς ἐμβολαῖς ἀποπλύνεις. Νόσων δὲ πανσώτειρα συμπνίγεις δέος, | ||
10 | Φρουροῦσα τῆς σῆς δεξιᾶς με τῷ κράτει. Τίς οὖν ἀμοιβὴ καὶ παρ’ ἡμῶν ἀρκέσει Οὐκ ἔστιν εἰπεῖν, ἀλλὰ σὺ πάλιν σκέπε, Καὶ προῖκα ταῖς σαῖς δωρεαῖς πλούτιζέ με. Θεόδωρός σοι ταῦτά φησι Μουζάλων. | |
1.167(t) | Εἰς εἰκόνα τῆς ὑπεραγίας θεοτόκου. | |
1 | Ἁγνὴ κόρη, ζῇς· εἰ δὲ σιγᾷς, οὐ ξένον· Τὸ γὰρ σιωπᾶν εὐπρεπὲς ταῖς παρθένοις. Μᾶλλον δὲ καὶ πνεῖς καὶ θεοῦ λόγον φέρεις, Κἂν ἡ γραφικὴ τύπον οὐκ οἶδε κτύπου. | |
1.168(1t) | Εἰς εἰκόνα τῆς ὑπεραγίας θεοτόκου ἐκ προσώπου | |
2t | τῆς Παλαιολογίνης. | |
1 | Ἐγὼ πρὸ θηλῆς μητρικῆς καὶ σπαργάνων, Ἐγὼ πρὸ φωτὸς καὶ πνοῆς, ὦ παρθένε, Τροφόν σε καὶ φῶς καὶ πνοὴν ἔσχον μόνην, Καὶ προστάτιν ἄγρυπνον εἰς τὸν δεσπότην. | |
5 | Ἡ μὲν γὰρ εὐπαθής τε καὶ ῥευστὴ φύσις Συχνὰς ἐμοὶ προὔθηκεν εὐθὺς τὰς νόσους, Ὡς καὶ θανατᾶν καὶ τελευτᾶν ἔσθ’ ὅτε· | |
Σὺ δὲ ψυχὴν εὔρωστον ἠγγυωμένη, Τὸν σωματικὸν ἀνελάμβανες τόνον, | ||
10 | Τὰς τῶν ἰατρῶν ἐξελέγχουσα κρίσεις. Ἔτι δὲ καὶ νῦν τοὺς ἐμοὺς λύεις πόνους, Τῶν θαυμάτων κιρνῶσα τὰς ἀντιδότους. Οὐκοῦν δέχου τὸ σῶστρον ἐκ χρυσαργύρου, Δέχου δὲ καὶ τὸν ἔνδον ἀῤῥήτως πόθον· | |
15 | Οἶδας γὰρ ὡς ἔγωγε σὴν δήπου χάριν, Ἀφεῖσα τὸν πρὶν τῆς κενῆς δόξης τύφον, Ὡς εὐτελὲς τὸ ῥάκος ἠμφιασάμην, Ἄνανδρος εἰς σύζευξιν εὐελπιστίας. Ἐξ Εὐλογίας ταῦτα σεμνή σοι κόρη | |
20 | Κομνηνοφυοῦς τῆς Παλαιολογίνης, Στρατοπεδάρχου τοῦ μεγάλου φιλτάτης, Ἀδελφιδῆς ἄνακτος εὐσεβεστάτου. | |
1.169(t) | Εἰς ναὸν τοῦ μεγάλου Νικολάου. | |
1 | Ἂν ἦν δυνατὸν ἐξ ὑπερτίμων λίθων Οἴκου προσευχῆς ὀργανοῦσθαί σοι κτίσιν, Τότ’ ἂν ἔφην ἔγωγε μηδὲν εἰσφέρειν, Ἀνθ’ ὧν περ ἡμᾶς ἀξιοῖς χαρισμάτων, | |
5 | Ὦ Μυρέων πρόεδρε, κοινὲ προστάτα· Ἐπεὶ δὲ κοινῇ δεξιοῦμαί σε κτίσει, | |
Πρὸ τῆς ὕλης τὸ φίλτρον ἡδέως δέχου, Καὶ τὰς ἀμοιβὰς δαψιλεστέρας δίδου· Διδάσκαλον γὰρ εὐτυχεῖς τὸν δεσπότην, | ||
10 | Ὃς λαμβάνει καὶ μῦρα πορνικὸν φόρον, Χήρας τε λεπτὰ, καὶ δορᾶς αἰγῶν τρίχας, Μετρῶν τὰ μικρὰ ταῖς λαβαῖς πρὸς τὸν πόθον· Πλὴν ἀλλ’ ὁ ναὸς οὑτοσὶ γένοιτό μοι Σκέπη ψυχικὴ, σωστικὸν βάθρον βίου· | |
15 | Παθῶν ἐλατὴρ, μυστικῆς δόξης φύλαξ, Ἐν συμφορᾷ κίνησις, ἐν τέρψει στάσις, Σῶστρον γυναικὶ, κόσμος αὐτοῖς φιλτάτοις. Εἶτα κιβωτὸς πρὸς τὸν ὅρμον τὸν μέγαν Ἐκ τοῦδε τοῦ πλοῦ τῆς ῥοῆς τῶν πραγμάτων, | |
20 | Πᾶσι δὲ κοινὸν φάρμακον σωτηρίας Ἐκ τοῦ Γαληνοῦ τῶν ψυχῶν ἐπιστάτου, Καὶ θαυμάτων πέλαγος. ἀφθόνως ῥέον. Οὕτω σεβαστὸς ὁ Κλιβανάρης ἔφη, Τοῦτον τὸν οἶκον τῷ θεῷ πηξάμενος. | |
1.170(t) | Εἰς τὸν Πρόδρομον. | |
1 | Πολλῶν ἀγαθῶν τοῖς ποθοῦσιν ἐργάτην Ψηφίς σε λεπτὴ συντεθεῖσα δεικνύει. Δεῖ γάρ σε νικᾶν καὶ τὸ τῆς τέχνης μέτρον Ἐν τοῖς πρὸς ἡμᾶς σωστικοῖς τεραστίοις. | |
5 | Εἴπως δ’ ἐνῆν τάχα σε καὶ κρείττω γράφειν, Οὐκ ἦν ἂν ὀκνεῖν τὴν γραφήν σου τὴν ξένην, | |
Ἀνδρὸς δὲ παντὸς εὑρεθεὶς σὺ βελτίων, Ἰωάννη, κἀνταῦθα τὸ πλέον φέρεις. Οὐκοῦν ἐπὶ νοῦν ζωγραφῶ σε τὸν μέγαν, | ||
10 | Τὰ τοῦ πόθου χρώματα κιρνῶν ἐν βίῳ. Καὶ σὺ δὲ φωνὴ τοῦ πρὸς ὃν βλέπεις λόγου, Φθέγγου πρὸς αὐτὸν κἂν σιγᾷς ἐν τοῖς τύποις, Καὶ σῶσε καὶ φρούρει με τὸν σὸν οἰκέτην, Καὶ ζῶντα νυνὶ καὶ μὴν πότμον πάλιν. | |
15 | Δοῦκας ὁ Γλαβᾶς ταῦτά σοι πρωτοστράτωρ Ὁ Μιχαὴλ εἴρηκε τῷ Ζαχαρίου. | |
1.171(t) | Εἰς τοὺς ἁγίους Θεοδώρους. | |
1 | Ὡπλισμένους ἔγραψα τοὺς ὑπερμάχους, Ὡς ἂν ὁ Σατὰν συσταλεὶς νῶτα στρέφῃ, Καὶ μὴ καθ’ ἡμῶν αὐθαδῶς ἐπιτρέχῃ· Οὐδ’ Ἡρακλῆν γάρ φασιν ἀρκεῖν πρὸς δύο, | |
5 | Καὶ ταῦτα θερμῆς καὶ βολῆς ὑπερτέρους· Ἐγὼ δὲ καὶ σφῶν τὴν καλὴν κλῆσιν φέρων, Γέγηθα καὶ πέποιθα πρὸς πᾶσαν μάχην. Δοκῶ γὰρ αὐτοὺς πανταχοῦ ζῶντας βλέπειν, Οὓς ὁπλίτας ἔγραψα καὶ τῇ καρδίᾳ· | |
10 | Πᾶς οὖν ὁρατὸς δυσμενὴς ἢ λανθάνων Τοὺς γεννάδας ῥίψασπις ὡς πῦρ φευγέτω. Χριστὸς γὰρ αὐτοὺς μυστικῶς ἐνισχύει Πρὸς τὰς καθ’ ἡμῶν συντεταγμένους μάχας. | |
Ὁ Θεόδωρος ταῦτα Παλαιολόγος. | ||
1.172(1t) | Εἰς τίμιον Σταυρὸν εὑρεθέντα εἰς ῥίζαν δαφνίνην | |
2t | παραδόξως· ἐν ᾧ ἦν καὶ αἱματώδης γραμμή. | |
1 | Τῷ μὲν βασιλεῖ πρὸς θεοῦ Κωνσταντίνῳ Τὸν σταυρικὸν δείκνυσιν οὐρανὸς τύπον, Δι’ οὗ περ ἐχθροὺς ἐτροποῦτο βαρβάρους Ὁ γεννάδας ὡς εἶδεν ἘΝ ΤΟΎΤῼ ΝΊΚΑ. | |
5 | Ἐμοὶ δὲ ῥίζα τοῦτον ἐκ γῆς δαφνίνη Χειρὸς δίχα γραφέντα καὶ τέχνης φέρει, Τοῦ δυσμενοῦς τὴν ἧτταν ἐγγυωμένη. Ἐπεὶ γὰρ ἐκ κρηπῖδος εὐελπιστίας Εὐθὺς ἀπ’ ἀρχῆς τὴν μονὴν ἐπηξάμην, | |
10 | Καὶ γῆς τιναγμοῖς τὸν νεὼν τεθραυσμένον Εἰς τοῦτο κάλλους αὖθις ἀνεδειξάμην, Ἐγλιχόμην ἰδεῖν τι καινὸν ἐνθάδε, Καὶ γίνεταί μοι τοῦ σκοποῦ τεκμήριον Ὁ κοσμοσώστης οὗτος αὐτίκα τύπος, | |
15 | Ὃν πρὶν τὸ φυτὸν εἰς τομὴν ἐλθεῖν, ξένε, Φωτὸς περιήστραψε πολλάκις χύσις. Δηλοῦν γὰρ ἐχρῆν ταῖς θεοῦ μοναστρίαις Τὴν τῶν μελῶν σταύρωσιν, ὡς Παῦλος λέγει. Καὶ τοῖς ἀφυπνώσασι νεκροῖς ἐνθάδε | |
20 | Ζωὴν ποθεινὴν καὶ φθορᾶς ἀλλοτρίαν Ἐν τῷ παθητῷ καὶ παθῶν ὑπερτέρῳ. Πλὴν ἴδε καὶ τὸ χρῶμα τοῦ θείου τύπου, | |
Καὶ τὴν ἐπ’ αὐτῆς τῆς βαφῆς γραμμὴν μέσην Τῶν δεσποτικῶν αἱμάτων τὸ σύμβολον. | ||
25 | Ἀειθαλὲς δὲ καὶ τὸ φυτὸν τυγχάνον Τῆς ἀρετῆς τὴν ὥραν ἐμφαίνει τάχα, Ἧς ψαλμικῶς τὸ φύλλον οὐκ ἀποῤῥέει. Ὦ τύπος ἁδραῖς οὐχ ὑπείξας ἀξίναις Ὅταν τὸ φυτὸν ἐμφρυγὲν κονισσάλῳ | |
30 | Παρεῖχεν αὐταῖς τὰς ῥοπὰς ἀπροσκόπους· Τὸ μὲν γὰρ ἄλλο θᾶττον ἐτμήθη ξύλον, Οὗτος δὲ πᾶς ἄτμητος εὑρέθη μόνος Μικροῦ συνιστῶν τῷ θεῷ τὰς παρθένους Τομῶν λογισμῶν προσβολῆς ἐλευθέρας. | |
35 | Ὦ σταυρὸς, ᾧ ζῶ, καὶ κινοῦμαι, καὶ πνέω! Ὦ ξύλον ἑστὼς εἰς χρυσῆν κήπου χλόην! Ὦ δένδρον ἡμῖν γνωστικοὺς καρποὺς φύον, Οἷον παρ’ ἡμῖν ὄλβον ἡ κτίσις ἔχει! Ἡ τοῦ μεγάλου σύζυγος Δομεστίκου | |
40 | Κομνηνοφυὴς ἡ Παλαιολογίνα Ταῦτα κρατοῦντος ἐξαδέλφη καλλίπαις. | |
1.173(1t) | Εἰς τὸν θαυματουργοῦντα δάκτυλον τοῦ ἁγίου Κλήμεντος, | |
2t | ὃν ἐφανέρωσεν ὁ βασιλεύς. | |
1 | Ἰεζεκιὴλ γηγενοῦς πατρὸς τέκος, Ὁ βασιλεὺς καλεῖ σε τῆς Ῥωμαΐδος, Εἰς δεύτερον φῶς μυστικῶς ὑπεξάγων· Καὶ δεῦρο λαθὼν τῆς ταφῆς τὴν ἑσπέραν, | |
5 | Καὶ λάβε φωνὴν, καὶ προφήτευσον πάλιν. Ἰδοὺ γὰρ ὀστᾶ νεκρικῶς ἠθροισμένα Καὶ γυμνὰ καὶ πόῤῥωθεν ἐξικμασμένα, Ζῇ τάχα καὶ πνεῖ, καὶ λαλεῖ γλώττης δίχα, Καὶ θαυματουργεῖ καὶ διώκει τὰς νόσους, | |
10 | Πρὶν σάρκας αὐτοῖς ἐκφυῆναι καὶ φλέβας, Καὶ νεῦρα πυκνὰ καὶ διάβροχον δέρας, Καὶ πνεῦμα ληφθὲν πρὸς τὸ πῆξαι τὴν πλάσιν. Ἡσαΐα, πρόελθε νυκτὸς ὀρθρίσας, (Δεῖ γάρ με καὶ σοὶ προσλαλεῖν ἀφ’ ἑστίας) | |
15 | Καὶ φῶς νέας ἄντικρυς ἡμέρας ἴδε, Καὶ φράσε παρὼν τὴν θεόῤῥυτον δρόσον, Ἀφ’ ἧς τὰ νεκρὰ ψαλμικῶς ἀναψύχεις· Ὁ γὰρ βασιλεὺς ἐξ ἀνίκμου δακτύλου Τὴν ἐσχάτην ἔγερσιν ἡμῶν δεικνύει, | |
20 | Ὡς ἂν ἔχῃ κράτιστον ἡ κτίσις τέρας, Ὀστοῦν πρὸ τῆς σῆς θαυματουργοῦν ἰκμάδος. Κλήμης γε μὴν ἐκεῖνος, (ἀλλ’ ἀκουέτω Γῆ πᾶσα καὶ θάλασσα, καὶ βροτῶν γένος· Πλουτεῖ γὰρ αὐτὸν οὐρανοῦ μέγα πλάτος, | |
25 | ᾯ καλύβη γνώρισμα προσφάτου χρόνου·) Τὸ σῶμα νεκρὸν καὶ πρὸ τοῦ τέλους φέρων, Χριστῷ τε συζῶν, κατὰ Παῦλον τὸν μέγαν, Καὶ πάντα φυγὼν κοσμικῆς θήρας βρόχον, Ὡς ἂν ἐπαρθεὶς οὐρανοῦ μέχρι τρίτου | |
30 | Φυγὰς ἀτεχνῶς εὑρεθῇ σεσωσμένος. Ζῇ νῦν μεταστὰς, καὶ φθορᾶς κρείττων μένει, Καὶ θαυματουργεῖ τοῖς παροῦσι λειψάνοις· Οὐκ ἦν γὰρ εἰκὸς τὴν ἐπίκουρον πλάσιν Πρὸς τὰς ὑπὲρ νοῦν τῆς ψυχῆς εὐπραξίας | |
35 | Εἰς λύσιν ἐλθεῖν φθαρτικῆς ἀπραξίας. Ὄνυξ μὲν οὖν λέοντος ἐμφαίνει κράτος, Ὡς ἡ κρίσις δίδωσι τῆς παροιμίας· Ὅλον δὲ τὸν Κλήμεντα δακτύλου μέρος, Ὡς ἡ χάρις ἔδειξε τῶν τεραστίων, | |
40 | Δι’ οὗ νικηθεὶς ὁ κρατῶν γῆς Αὐσόνων Ἀνακομίσει συλλεγέντα τὸν μέγαν, Ὡς ἂν ἴδῃ τὸ χρῆμα καὶ φῶς ἡλίου, Καὶ πνεῦμα καὶ θάλασσα, καὶ πλοῦς ὁλκάδων, Καὶ σύμπας αἰθὴρ, καὶ προπέμπουσαι φλόγες. | |
45 | Καὶ νῦν κιβωτὸν εὐτυχοῦσι λειψάνων Οἳ τὴν πόλιν οἰκοῦσι τὴν Κωνσταντίνου. Πλὴν ἀλλὰ τὸν Φίλιππον Ἑλλήνων λόγος, Θήκας ἀναπτύσσοντα κοινῶν λειψάνων Ὁρᾶν ἐπ’ αὐτὰς καὶ σκοπεῖσθαι τὴν φύσιν, | |
1.173(50) | Καὶ τὸν δυσαπάλλακτον ἀμβλύνειν τύφον· Ὁ δὲ κραταιὸς οὑτοσὶ στεφηφόρος, Ὃς ἐκ θεοῦ τὸ χρίσμα λαβὼν εὑρέθη, Παντὸς τύφου πόῤῥωθεν ὀφθεὶς βελτίων, Ὡς αὐτομαθὴς τῶν δεόντων ἐργάτης, | |
55 | Τὴν πλουτοποιὸν εὐτυχεῖ ταύτην θίβην, Ὡς ἂν καθαιρῇ δυσμενεῖς πολυτρόπους, Καὶ πᾶσαν ὀφρῦν αὐθαδῶς ἐπηρμένην· Εἴη δὲ καὶ ζῶν, καὶ πλατύνων τὸ κράτος, Καὶ τὴν κιβωτὸν τῆς ψυχῆς διεξάγων, | |
60 | Εἰς πραγμάτων ἄπειρον ἀρίστων χύσιν, Καὶ πάντα καιρὸν εὐμαρίζων ταῖς νίκαις, Καὶ πᾶσιν ἁπλῶς εὐθυμῶν τοῖς ἐν μέσῳ· Κατὰ δὲ τὸν μέλλοντα καὶ ζῶντα χρόνον Κλήμεντι συνὼν τῷ βραβεῖ τῶν λειψάνων | |
65 | Κἀκεῖ βασιλεὺς καὶ τρυφῆς οἰκῶν τόπους. | |
1.174(t) | Εἰς λείψανον ἐκ ποδὸς τοῦ μεγάλου Παύλου. | |
1 | Ταρσὸς πόλις δίδωσι Παῦλον τῇ κτίσει, Ἐμοὶ δὲ ταρσὸν τοῦ ποδὸς Παῦλος πάλιν. | |
1.175(t) | Εἰς δάκτυλον τοῦ ἁγίου Θεοδώρου. | |
1 | Τῷ μαρτυρικῷ, Θεόδωρε, δακτύλῳ Πρὸς τὰς ὁδοὺς νύττεις με τῆς σωτηρίας, | |
Ὡς ἂν δι’ αὐτοῦ καὶ θεὸς ζῶντα γράφοι. | ||
1.176(t) | Εἰς τὴν εὕρεσιν τῶν κολλύβων. | |
1 | Λιμαγχονηθεὶς ὁ φθορεὺς τοῖς κολλύβοις Πικρῶς θανατᾷ, μὴ θεῷ ζῶσαν πόλιν Εἰδωλολατρεῖν ταῖς τροφαῖς ἀναγκάσῃ. | |
1.177(t) | Εἰς τὴν προσκύνησιν τῶν ἁγίων εἰκόνων. | |
1 | Τοῖς πρωτοτύποις τὴν τιμὴν εἰδὼς νέμειν Πρόσελθε, πιστὲ, πλὴν σχετικῶς τοῖς τύποις Τῶν αἱρετικῶν τὰς λαβὰς ἀνατρέπων. | |
1.178(t) | Εἰς ναὸν τῆς ὑπεραγίας θεοτόκου. | |
1 | Σκήνωμα Χριστοῦ τὸν ναὸν τοῦτον δέχου, Καὶ σῶσέ μοι τὸν οἶκον εἰς πλεῖστον χρόνον Ἄλυπον, ἁβρὸν, εὐκλεῆ, πεπλησμένον. Δοῦλος σεβαστὸς Μιχαὴλ σὸς Ἀτζύμης | |
5 | Καὶ τῶν θεμάτων τῆς ἕω Δομέστικος, Εἴρηκεν αἰτῶν εὐτυχεῖν σου τὴν σκέπην. | |
1.179(t) | Εἰς τὴν πρωτοϊερακαρίαν Μελάνην ἐπιτάφιον. | |
1 | Βαβαὶ λίθος τρίπηχυς ὁ βροτῶν βίος | |
ᾯ καὶ τὰ λαμπρὰ τῆς Μελάνης ἐκρύβη. | ||
1.180(t) | Ἕτεροι ἐπιτάφιοι ἑαυτῇ, ἐκ προσώπου ταύτης. | |
1 | Ἐγὼ τὸ μὲν πρὶν εἰς τὸν ἄστατον βίον Ὤκνουν ἐμαυτὴν εὐπραγοῦσαν σεμνύνειν· Οὐκ ἦν γὰρ εἰκὸς εἰς τὸ πῦρ τῶν πραγμάτων Ἐγχεῖν τὸ θερμὸν τοῦ κενοῦ τύφου στέαρ. | |
5 | Νῦν δὲ φθορᾶς ἐνδῦσα καὶ τάφου γνόφον, Τί σεμνὸν ἂν εἴποιμι, καὶ τίνος χάριν; Νεκρῷ γὰρ οὐδεὶς εὐπρεπὲς πλέκει στέφος· Ἵνα δὲ πᾶς ἄνθρωπος ἐντεῦθεν μάθῃ Σκιὰν θεωρῶν μὴ πτοεῖσθαι τὸν βίον, | |
10 | Τὰ κατ’ ἐμαυτὴν ζωγραφῶ δή σοι, ξένε. Δανείσομαι γὰρ ἀπὸ τῶν ζώντων λόγον, Μικροῦ πνοῆς δύναμιν ἐγχέαντά μοι. Πατρίδα μὲν δὴ τὴν καλὴν ἔσχον πόλιν, Γεννήτορας δὲ τοὺς κατ’ αὐτὴν ὀλβίους, | |
15 | Ἢ τί λέγειν χρὴ Συναδηνοὺς ἐνθάδε, Σαμψὼν Γαβαλᾶν, ἀλλὰ καὶ Σκουτερίους, Στρατηγοπούλους, Δούκας Ἀγγελωνύμους, | |
Πρωθιερακάριον ὡς ὁμευνέτην Ἐκ Περσίδος φανέντα Ῥωμαίοις μέγαν, | ||
20 | ᾯ Βασιλικός ἦν τάχα τοὐπώνυμον; Πῶς δ’ ἔστιν εἰπεῖν ὡς ἄπαις ἡ καλλίπαις; Ἔμεινα καρτεροῦσα τὴν ἀτεκνίαν, Καὶ γὰρ ἕωλός ἐστι ταῦτά μοι κτύπος, Καθάπερ οἱ πρὶν ἀπὸ τοῦ πλούτου κρότοι. | |
25 | Ἕν μοι σχεδὸν τὸ κέρδος, οὐδέν τι πλέον, Ἡ τῶν μοναχῶν τῶν ἐμῶν συναυλία, Τὰ δ’ ἄλλα νεκρὰ καὶ πρὸς οὐδὲν ἠργμένα· Νυνὶ γὰρ εἰς γῆν τέφρα καὶ κόνις μένω, Καὶ ῥάκος ἁπλοῦν ἀντὶ τῶν πέπλων φέρω, | |
30 | Καὶ τάφον οἰκῶ, καὶ σκιὰν λίθου στέγω, Καὶ γλῶσσαν ἥν περ εἶχον ὑγρὰν εἰς λόγους Ὁ δυσμενὴς θάνατος ἐξέτηξέ μοι. Ὥστε βλέπων, ἄνθρωπε, τὸν τάφον, σύνες Καὶ τοῖς παραμένουσι τὸ πλεῖστον δίδου. | |
35 | Κἄν τις ἔροιτο τίνος ὁ δριμὺς τάφος, Φράσον πρὸς αὐτὸν, τῆς Μελάνης τῆς ξένης· Εὐχὰς δὲ Χριστῷ πέμψον ἱλαστηρίους, Ὡς ἂν Ἐδὲμ τύχοιμι τῆς ποθουμένης. | |
1.181(t) | Τῷ πρωτοστράτορι τῷ Φιλῇ. | |
1 | Χαρισμάτων ἄστρασιν οὐρανὲ βρύων, Ἤθους μὲν ἀστραπαῖς με καὶ βρονταῖς λόγων Θέλγεις πρὸ μακροῦ· τὸν δὲ ῥοῦν ἔτι στέγεις. Μὴ μέλλε, διψῶ, δραστικῆς χρῄζω δρόσου. | |
1.182(t) | Τῷ πατριάρχῃ κυρῷ Νίφωνι. | |
1 | Τὸ τοῦ βίου πέλαγος, ὦ ζέφυρέ μου, Τῇ τῶν λυπηρῶν ἐκταράττει με ζάλῃ· Ναὶ σπεῦδε, ναὶ κοίμιζε τὸν βαρὺν σάλον Σοφῶς κυβερνῶν τῆς ψυχῆς μου τὸ σκάφος. | |
1.183(t) | Τῷ αὐτῷ. | |
1 | Ἥλιέ μου, φάνηθι λαμπρὸς καὶ ζέων, Καὶ τέρψιν ἡμῖν αἰθριάσουσαν δίδου, Τὰς τῶν ἀηδῶν ἐκπιέζων ἰκμάδας, Ὡς ἂν ὁ χειμὼν τῆς ψυχῆς ἀφυβρίσῃ. | |
1.184(t) | Τῷ αὐτῷ. | |
1 | Δένδρον φυτευθὲν εἰς θεόδροσον τόπον Καὶ καρπὸν εὐπέπαντον ἀρετῶν φέρον, Τῇ ψυχαγωγῷ παραμυθοῦ με σκέπῃ· | |
Ἡ γὰρ ζέσις φλέγει με τῆς ἀθυμίας. | ||
1.185(t) | Τῷ μεγάλῳ στρατοπεδάρχῃ τῷ Ἀγγέλῳ. | |
1 | Φρικτὲ στρατηγὲ μυστικῆς πανοπλίας, Τὸ τῶν λόγων εὔθηκτον ἁρπάσας ξίφος Πλῆξον τὸν ἐχθρὸν τῆς ἐμῆς ψυχῆς πόνον, Ὡς ἂν φυλαχθῇ τῶν λογισμῶν ἡ πόλις. | |
1.186(t) | Τῷ αὐτῷ ἕτεροι. | |
1 | Πάκτωλέ μου πρόελθε καὶ πλούτιζέ με, Τὸ ψῆγμα τοῦ νοῦ δαψιλῶς ἀναβρύων· Νείλου δὲ παντὸς ἀφθονώτερος ῥέων | |
1.187(t) | Τῷ αὐτῷ. | |
1 | Εὐσπλαγχνίας ἄβυσσε καὶ καλῶν χύσις, Στατῆρά μοι δὸς χαρμονῆς ἐγκαρδίου. Καὶ γὰρ τὸν ἰχθῦν τῆς ἐμῆς σιγῆς βλέπεις Νηκτὸν παρὰ σοὶ καὶ σχεδὸν καθειργμένον. | |
1.188(t) | Τῷ αὐτῷ. | |
1 | Ψυχῶν ἰατρὲ καὶ παθῶν ἀποκρύφων, | |
Κέρασον ἡμῖν ἀντιφάρμακον πόνων· Καὶ γὰρ βοτανῶν εὐπορεῖς κοσμοτρόφων, Κοινὸς Γαληνὸς εὑρεθεὶς τοῖς ἐν λύπαις. | ||
1.189(t) | Τῷ αὐτῷ. | |
1 | Ποιμὴν ἀγαθὲ, τῆς ψυχῆς τῇ σφενδόνῃ Ἀνασόβει τὸν θῆρα τῆς ἐμῆς λύπης· Πλανώμενον δὲ καὶ τὸν ἄρνα σου βλέπων Ἀνακομιστὴς εὐμενέστατος γίνου. | |
1.190(t) | Τῇ μεγάλῃ Δομεστικίσσῃ. | |
1 | Περιστερὰν χαίρουσαν εἰς δόσεις βλέπων Τὸν κατακλυσμὸν οὐ πτοοῦμαι τῶν πόνων. Καὶ γὰρ ἐλαίας κάρφος εἰς χεῖρας φέρεις, Καὶ χαρίτων χρώμασι ποικίλοις βρύεις. | |
1.191(t) | Τῷ ὑπερφυεῖ πρωτοστράτορι τῷ Γλαβᾷ. | |
1 | Ἂν ἦν δυνατὸν καὶ ψυχῆς δίχα πνέειν, Κλεινὲ στρατηγὲ, τῶν ἐμῶν φῶς ὀμμάτων, Αὐτὴν ἂν εὐθὺς ἐξελὼν τοῦ σαρκίου Παρέσχον ὑμῖν τοῖς ἐμοῖς εὐεργέταις | |
5 | Τῆς εἰς τὸ ναρκᾶν ἐκτροπῆς μὴ φροντίσας. | |
Ἐπεὶ δὲ τὸ πνεῖν καὶ λαλεῖν τι καὶ γράφειν Καὶ τῆς παρ’ ὑμῖν αἰσθάνεσθαι τέρψεως Ἐκ τῆς ψυχικῆς εὐτυχῶ συνεργίας, Τὸν ζῶντα ῥυθμὸν ἀντιπέμπω τῶν λόγων | ||
10 | (Ἐνταῦθα γὰρ ἂν ὡς παρόντα με βλέποις), Τὸν νοῦν τὸν ὀξὺν ἐμβαλὼν εἰς τὴν φράσιν. Εἰσὶ μὲν οὖν τοκάδες ἡμῖν καὶ βόες, Ὑγρῶν δὲ τυρῶν ἑστιᾶται τὰ βρέφη, Καὶ ταῖς ἀμολγαῖς ἐντρυφᾷ ταῖς προσφάτοις, | |
15 | Καὶ τοὺς περιχαίνοντας ἔσθ’ ὅτε ξένους Ἀναψύχει λάπτοντας ὀσῶδες γάλα. Δεῖ γὰρ ἀτεχνῶς καὶ τὰ βοσκήματά σου Ὁπήποτ’ ἂν ᾖ, τοὺς ταλαιπώρους τρέφειν· Αὐτὰς δὲ τὰς ὗς τὰς βολοθριοτρόφους | |
20 | Καὶ τὰς ὄϊς λέγουσιν οἱ κτηνοτρόφοι Πληροῦν ὅλας κοιλάδας, ὢ φήμης φίλης! Εἶναι δὲ καὶ κώδωνας ἐν τῷ ποιμνίῳ Κύνας τε πολλὰς καὶ λυκοκτόνους φύσει, Καὶ νυκτερινοὺς τοὺς νομεῖς χοροστάτας, | |
25 | Εἰ τῆς ἐπὶ σύριγγι ῥᾳστώνης δέοι. Κἄν τις βλέπων ἔροιτο, Καὶ τίνος τάδε, Τείνας ὁ ποιμὴν τὴν καλαύροπα φράσει· „Φιλῆ τὰ βουκόλια καὶ τὰ ποιμνία.“ | |
Ὁ δὲ πρὸς αὐτὸν ἐκπλαγεὶς, ἀντιφράσει· | ||
30 | „Δῶρον θεοῦ καὶ τοῦτο σαφῶς τῷ ξένῳ.“ Τάχα δὲ καὶ σὲ τὸν γλυκὺν εὐεργέτην Ἐν τοῖς ἐπιτρέπουσιν ὑμνήσει κρότοις· Ἀλλ’, ὦ στρατηγὲ, τῶν ἐμῶν σφαγεῦ πόνων, Ὁ τὰς ἐν ἡμῖν συμφορὰς παροπλίσας, | |
35 | Ὁ παντοδαπὸς τῶν ἐμῶν κόσμος λόγων, Τὸ φῶς τὸ νικῶν τῆς ψυχῆς μου τὸ σκότος, Τὸ πῦρ τὸ τεφροῦν τῶν παθῶν μου τὴν χλόην, Τὸ πνεῦμα τὸ ζῶν εἰς τὸ πῦρ τῆς καρδίας, Ὁ νοῦς ὁ γοργὸς, ἡ κατ’ ἄγγελον φύσις, | |
40 | Ὁ τῆς καθ’ ἡμᾶς ἐκτροπῆς ὁδοστάτης, Ὁ πλουτοποιὸς, ὁ τροφεὺς, ὁ προστάτης, Ἀνήρ τις εἰδὼς εὐφυῶς πάντα κρίνειν Εἷς εἶπεν οὐδείς; ἀλλ’ ἀνείργω τὸν λόγον, ὡς εἴ τις ἱππεὺς ἁλτικὸν πῶλον στρέφοι | |
45 | Τιθεὶς ἀγαθὸν τοῖς ῥυτῆρσι τὸν δρόμον· Ψυχὴ μὲν οὖν σώματι συνεζευγμένη Τέμνει, στρατηγὲ, τοῦ βίου τὰς αὔλακας. Θῆλυς δὲ πῶς ἂν ἄῤῥενος κύοι δίχα, Εἰ μή τις αὐτῷ μυστικώτερος λόγος | |
1.191(50) | Σπορᾶς διαρθροῖ τὴν γονὴν ὑπερτέραν; Τῆς γῆς δὲ χωρὶς οὐρανοῦ μόνη δρόσος Καρποὺς γεωργεῖν οὐδαμῶς ἂν ἰσχύοι. Ἄλλος δὲ βοῦς βοῦν ἄλλον οὐκ ἔχων ἴσον Εἰς γῆν ὅλως ἄροτρον οὐκ ἂν ἑλκύσοι. | |
55 | Πλὴν οὐδ’ ἐφικτὸν ἐκ νομῆς βουβαλλίδα Μόνην προελθεῖν εἰς νομὴν ἀλλοτρίαν, Εἰ μή τις αὐτὴν ἢ παραζεύξας λάβοι (Τὸ σύννομον γὰρ εὐμενὲς τῷ συννόμῳ), Ἢ δίφρον εὑρὼν ἐκ τροχῶν εἰργασμένον, | |
60 | Καὶ τινὰ βαλὼν τοῖς σφυροῖς ποδοστράβην, Ὡς ἄχθος αὐτὴν ἀτρεμοῦσαν ἐκφέροι· Οὐ ῥᾴδιον γὰρ πρὸς τοσαύτην φορτίδα Τὴν μὴ καθ’ ὑγρῶν τεκτονεῦσαι πορθμίδα· Ἀλλ’ ὡς ποταμῶν Νεῖλε μου χρυσοῤῥόα | |
65 | Τῶν σῶν ἐφ’ ἡμᾶς δωρεῶν τῇ προσχύσει, Λελουμένας ἴδοιμι τὰς βουβαλλίδας. Δεῖ γὰρ ὑπ’ αὐτῶν συγκομισθῆναι θέρους Τοὺς τὰ βρέφη θρέψοντας αὐτίκα στάχυς· Ἐπεὶ δὲ τῆς γῆς τὴν χλοάζουσαν σκέπην | |
70 | Ὁ δημιουργὸς ἐξυφαίνει τοῦ χρόνου, Κοσμῶν τὰ γυμνὰ τῇ πρεπούσῃ κερκίδι, Καὶ ζῇ τὰ φυτὰ, καὶ στολίζεται κλάδοις· Ἡ γὰρ ἀναψύχουσα κινεῖται ζέσις, Ἄνω πάλιν κάτωθεν ἀντωθουμένη, | |
75 | Καὶ σὺ, στρατηγὲ, τὴν χρυσῆν τείνας κρόκην Χιτῶνά μοι δὸς εὐπρεπῶς ὑφασμένον. Καὶ γὰρ ἐφαπλοῖς τῆς ψυχῆς τὴν αἰθρίαν, Ὡς ἡλίου δύναμις εἰς μεσημβρίαν· Ἢ ποῦ θεμιτὸν, ποῦ δὲ τῇ φύσει πρέπον | |
80 | Τὴν ἄπτερον σὴν καὶ ψιλὴν χελιδόνα Πτερῶν ἀμοιρεῖν καὶ τροφῶν μὲν κρύος; Καὶ ταῦτα μὲν δὴ συνελὼν ὡδὶ γράφω Ἐκ τῆς πιεζούσης με ταλαιπωρίας. Αὐτὸς δὲ συγγνοὺς τῷ περὶ ταῦτα θράσει | |
85 | (Τὴν γὰρ ἀπαράμιλλον ἐξάγεις δίκην Ἐν τοῖς καθ’ ἡμᾶς ὁ κριτὴς τῶν πραγμάτων) Τὴν ψῆφον αὐτοῖς εὐπρεπῆ καθιστάνων Τὴν χρηστότητα δεῖξον ἀκτῖνος δίκην, Ῥιγοῦντα Φιλῆν ζωπυροῦσαν ὀξέως· | |
90 | Ἐπείπερ ἡμῶν συλλαβὼν τὰς ἐλπίδας Παρὰ σεαυτῷ συμπαθῶς ἀναψύχεις. Ἀλλ’ ὦ προμηθεῦ σὺν θεῷ πτωχοτρόφε, Πολλοὺς ἀγαθοὺς εὐτυχῶν ζώοις χρόνους· Παντὸς δὲ τοῦ λυποῦντος ἀπηλλαγμένος | |
95 | Ἐχθροὺς καθαιρεῖν δυσμενεῖς ἐξισχύοις. Μένοις δὲ παράδειγμα καλοῦ τῷ βίῳ, Τυχὼν γυναικὸς προσφυοῦς σοι τὸν τρόπον. Ἴδοις δὲ καὶ γέροντας ἐκ τῶν φιλτάτων Σοφοὺς στρατηγοὺς ἐμφερεῖς οἷς εἰργάσω· | |
1.191(100) | Μετὰ δὲ τὸν ῥέοντα καὶ θνητὸν βίον Κλέος λάβοις ἄφθαρτον εἰς Ἐδὲμ τόπον. | |
1.192(t) | Περὶ τοῦ καθ’ ἡμᾶς εὐσεβοῦς δόγματος. | |
1 | Πατὴρ, γόνος καὶ πνεῦμα, τὰ πλήρη τρία, Ὑποστάσεις τρεῖς, εἷς θεὸς, φύσις μία, | |
Τρία πρόσωπα, τρεῖς χαρακτῆρες πάλιν, Εἰκὼν μία τὰ τρία, καὶ μορφὴ μία, | ||
5 | Κλήσεις πάλιν τρεῖς, οὐσία ταύταις μία, Καὶ τρεῖς ἰδιότητες εἰς ἰσχὺν μίαν, Μία θέλησις, τρεῖς ἐνεργείας λόγοι· Οὕτω πεπιστεύκαμεν εὐθὺς ἐκ βρέφους. | |
1.193(t) | Εἰς εἰκόνα δεσποτικήν. | |
1 | Ἡ παρὰ σοῦ πλασθεῖσα χεὶρ ἔγραψέ σε Τὸν δημιουργὸν τὸν σοφὸν, τὸν τεχνίτην· Αὐτὸς δὲ σαυτὸν τῇ βροτῶν φύσει γράφεις, Τὰ τὴν φύσιν ἄμικτα μιγνύων, Λόγε. | |
1.194(t) | Εἰς τὴν αὐτήν. | |
1 | Ἡ σὰρξ ἀληθὴς (οὐ γὰρ ἄχρι τῶν τύπων), Ἐν ᾗ δυνατὸν καὶ θεοῦ φύσιν βλέπειν· Διπλοῦς γάρ ἐστιν ὁ γραφεὶς Λόγος, ξένε· Ἀλλ’ οὐκ ἀναπνεῖ, μὴ κλονήσῃ τὴν κτίσιν. | |
1.195(t) | Ὅμοιοι. | |
1 | Εἰκὼν ἐγὼ σὴ, πλὴν συνετρίβη, Λόγε· Εἰκὼν ἐμὴ σὺ, πλὴν θεὸς πάλιν μένεις. Καλλιγραφεῖς δὲ τὴν ἐμὴν αὖθις φύσιν Κιρνῶν σεαυτὸν συμπαθῶς τῷ σαρκίῳ. | |
1.196(t) | Εἰς τὴν αὐτὴν εἰκόνα. | |
1 | Σωτὴρ ἐμὸς σὺ καὶ θεὸς κἀν τοῖς τύποις· Εἰς τοῦτο γὰρ δὴ τεχνικῶς νῦν ἐγράφης. Οὐδὲν δὲ, σωτὴρ, ἐμποδὼν πρόσεστί σοι Σωτηρίας ἔχοντι μεστὴν τὴν φύσιν. | |
1.197(t) | Εἰς τὴν σταύρωσιν. | |
1 | Κρεμῶν Ἰησοῦν ὁ γραφεὺς ἐπὶ ξύλου, Τί μὴ καθαρῶς καὶ θεὸν τοῦτον γράφεις; Τῶν σωμάτων μὲν οἶδα μαθὼν τοὺς τύπους· Θεὸν δὲ, φησὶν, οὐ δυνατόν μοι γράφειν. | |
1.198(t) | Τῷ Φιλαρέτῳ ἀπὸ δυστυχίας εὐτυχήσαντι. | |
1 | Ἔγνως πεπονθὼς, κἂν ἀπηλλάγης μόλις, Ἃ πρὸς σὲ καὶ γράφειν με καὶ πράττειν δέον. Οὐκοῦν ἰατρὸς ὁ χρυσοῦς φίλος γίνου, Τὴν πεῖραν εὑρὼν τῆς νόσου διδάσκαλον. | |
1.199(1t) | Ἐπιγράμματα εἰς τὴν δέσποιναν ὅταν ἀφῄρηται | |
2t | τὴν οἰκονομίαν αὐτοῦ. | |
1 | Ἤδη γράφειν τολμῶντι συγγίνωσκέ μοι, Τῶν Αὐσόνων ἄνασσα συμπαθεστάτη. Δέσποινά μου, τολμῶντι συγγίνωσκέ μοι· Δέσποινά μου, πεινῶντα, διψῶντα, ξένον, | |
5 | Γυμνὸν, ταπεινὸν, δυστυχῆ, τεθλιμμένον, | |
Δέσποινα φιλάνθρωπε, μὴ παραδράμῃς. Δέσποινά μου, τολμῶντι συγγίνωσκέ μοι· Ἐπείγεται γὰρ ἐκδραμεῖν τῆς καρδίας Τὸ πῦρ, ὁ καπνὸς, ἡ δριμύτης, ὁ βρόμος. | ||
1.200(t) | Τῇ βασιλέως ἀνεψιᾷ τῇ Συργιανίνῃ ὑπὲρ οἴνου | |
1 | Οἶνος παρ’ ἡμῖν, ἀλλὰ νεκρὸς εὑρέθη, Ψυχρᾷ τὸ θερμὸν ἐκτροπῇ κατασβέσας· Οὐ φείδεται γὰρ τῶν καπήλων ὁ τρόπος Τῶν συγχυτικῶν τῆς κλοπῆς κερασμάτων, | |
5 | Οἷς ὁ γλυκασμὸς τῆς νοητῆς ἀμπέλου Πικρὰν ἀτεχνῶς ἀντικίρνησι τρύγην. Ἐγὼ μὲν οὖν τὸν οἶνον ἐγκρατῶς πίνω Τὸν ὑδατώδη, τὸν δριμὺν, τὸν ὀξίνην, Ὅταν ὁ καιρὸς τῆς τροφῆς ἐπιτρέπῃ, | |
10 | Μὴ τῇ παρολκῇ τὴν ψυχὴν ψὶξ ἁρπάσῃ, Τῶν εἰσαγωγῶν τῆς πνοῆς πεφραγμένων. Ὁ δὲ πρὸς ὀργὴν καὶ φθορὰν ὥσπερ βλέπων Ἀλγεῖν με ποιεῖ καὶ σφαδάζειν καὶ τρέμειν, Καὶ τῇ πνιγηρᾷ σκαρδαμύσσειν ἐγχύσει· | |
15 | Καὶ γίνεται πῦρ καὶ χιὼν τἀναντία, Τὴν γευστικὴν αἴσθησιν εὐθὺς ἐκλύων. Ἀλλ’, ὦ σταφυλὴ βασιλικῆς ἀμπέλου Καὶ κλῆμα καινὸν τῆς θεοῦ φυτουργίας, Ὦ ῥὰξ ὅλη πέπειρε καὶ πρὶν περκάσαι | |
20 | (Ἡ γὰρ φυσικὴ τῆς φυλῆς ἐρυθρότης Γράφει σε καὶ μέλαιναν ἐκ τῶν ἀμφίων, Κἂν εἰς τὸ λευκὸν ὀμφακίζῃς τοῦ χρόνου), | |
Σὺ τρέψον ἡμῖν εἰς γλυκὺν τὸν ὀξίνην, Ὃν εἰς θυμὸν δράκοντος ἡ κρᾶσις τρέπει, | ||
25 | Καὶ δὸς τἀληθῆ τῷ Δαβὶδ πάντως λέγειν Ὡς οἶνος ἐστὶν εὐφροσύνη καρδίας, Ἀλλ’ οὐ μαρασμὸς καὶ φθορὰ καὶ πικρία. Καὶ γὰρ ἀγαθὸν ἐκ θεοῦ βότρυν φέρεις, Ὃν ἡ λιπαρὰ τῶν μαθημάτων δρόσος | |
30 | Εἰς ἡδονὴν ἔντεχνον ἐξήνεγκέ σοι. | |
1.201(t) | Εἰς τὸν μέγαν στρατοπεδάρχην. | |
1 | Πεινῶ, στρατηγὲ, καὶ φαγεῖν ἴσως θέλων Πρὸς τὴν ἀμολγὴν τῆς χρυσῆς θηλῆς βλέπω· Εἰ δ’ ἀργυροῦν δήπουθεν ἐξοίσεις γάλα, Καὶ δεύτερος πλοῦς, ἀλλὰ μὴ μέλλε πλέον. | |
1.202(t) | Εἰς τὸν αὐτόν. | |
1 | Ὁρῶν με γυμνὸν ὁ χρυσοῦς εὐεργέτης Οὐκ ἀπομετρεῖς τὰς λαβὰς τῶν ἀμφίων; Καὶ τίς τὸ ῥιγοῦν θερμανεῖ μοι σαρκίον, Ὦ ζῶν ἀτεχνῶς ζωτικῆς φῶς αἰθρίας; | |
1.203(t) | Εἰς τὸν αὐτὸν διὰ τοῦ Καρδάμη. | |
1 | Ἡ δριμύτης δάκνει με τῆς ἀθυμίας, Ἡ βραδύτης λυπεῖ με τῆς εὐποιΐας· Ἡ σὴ δρόσος ποῦ; μὴ γὰρ ἡ φλὲψ ἐκρύβη; Καὶ τίς πεπανεῖ τῆς ψυχῆς μου τὸ στύφον; | |
1.204(t) | Εἰς τὸν αὐτὸν διὰ τοῦ Καπνομάλη. | |
1 | Τί τοῦτο; καπνὸς ἐξ ἀποκρύφου μάλης Καὶ κνίσσα δεινὴ τὴν ψυχήν μου συμπνίγει. Πάκτωλέ μου, τὰ ῥεῖθρα τῆς χειρὸς δίδου, Ὡς ἂν ὁ καπνὸς ἐκρυῇ τῆς ἀσβόλης. | |
1.205(t) | Εἰς τὸν αὐτὸν διὰ τὸ σκιάδιον. | |
1 | Ἐκ τῆς κεφαλῆς τῆς ὑπερφυεστάτης, Ἐν ᾗ τὰ πυκνὰ γίνεται βουλεύματα, Λευκὴν ἐμοὶ καλύπτραν ὁ χρυσοῦς δίδου. Δεῖ γάρ με πενθεῖν τὴν σφαγὴν τοῦ συγγόνου. | |
1.206(t) | Εἰς τὸν αὐτὸν ὥστε πρὸς τὴν δύσιν ἐξεφοίτα. | |
1 | Ἡδὺς ἀνασχὼν ἀπὸ δυσμῶν ἐνθάδε Φῶς ὀλβίων ἔδειξας ἡμῖν ἐλπίδων. Νῦν δὲ, στρατηγὲ καὶ δρομεῦ καὶ φωσφόρε, Τὸν ὄρθρον ἀφεὶς ἄχρι δυσμῶν ἐκτρέχεις. | |
5 | Καὶ τίς πάλιν ἥλιος ἡμᾶς αὐγάσει Τὸ τῆς λύπης ἄδηλον ἐκθλίψας νέφος; Τίς δὲ χρυσαυγεῖς ἀφιείς μοι λαμπάδας, Ἢ θάλψιν ἁβρὰν ἐκ πυράγρας ἀργύρου, Τὸν τῆς τύχης δύσοιστον ἐκτρίψει πόνον; | |
10 | Ἆρ’ οὖν ὀφειλὴν οὐκ ὀφειλὴν ἐκτίσεις; Καὶ πῶς ὀφειλῆς δυσπαθῶς μὴ στυγνάσῃ | |
Πρὸς τὴν ἀσυμπέραστον εὐελπιστίαν; | ||
1.207(t) | Τῷ Δομεστίκῳ τῶν ἀνατολικῶν θεμάτων. | |
1 | Συχνῶν λαγωῶν εὐπορῶν καὶ περδίκων Μετάδος ἡμῖν τῆς τρυφῆς τῆς ἀφθόνου· Καὶ γὰρ τὰ συῶν ἐστυγήκαμεν κρέα, Τὸν πλεῖστον αὐτοῖς ἑστιώμενοι χρόνον. | |
5 | Εἰ δ’ ἀγανακτεῖς καὶ τρυφᾶν μόνον θέλεις, Σὺ μὲν παρ’ ἀγροῖς ἐμφοροῦ τῶν ἀγρίων, Ἡμῖν δὲ καμφθεὶς τοὺς χρυσοῦς πέμπε βρόχους, Ἐπεὶ κρεμαστὰς πανταχῆ νήττας βλέπω, Καὶ χῆνας ἁδροὺς ἐν σφαγαῖς ἀνευθύνοις· | |
10 | Οὐδεὶς γὰρ ἡμῶν, πανσέβαστε, φείδεται. | |
1.208(t) | Τῷ πρωτοκυνηγῷ. | |
1 | Ὡς παντοδαπὸς τῶν φίλων εὐεργέτης Πέμπε πρὸς ἡμᾶς καὶ κριθὰς ἱπποτρόφους, Κυνηγετικῆς τακτικῆς ἐπιστάτα· Ὡς ἂν ἔχον τὸ κτῆνος ἀτρόμους πόδας | |
5 | Ἄγῃ παρὰ σὲ τὸν φιλοῦντα συχνάκις. Καὶ γὰρ βάσις γόνατος, ἐντέρων τάσις Καὶ βῆμα γοργὸν, δαψιλοῦς φάτνης χάρις· Εἰ δ’ οὐκ ἔχει δήπουθεν ἁδρὸν τὸ τρέφον, Κἂν ᾖ τὶς ἢ Κρὴς, ἢ πτερωτὸς τὴν φύσιν, | |
10 | Ὡς τὸν πάλαι Πήγασον ἐν μύθῳ βλέπεις. | |
1.209(t) | Εἰς λέοντα ἐσωγραφημένον. | |
1 | Ψυχὴν σταθηρὰν εὐτυχῶν ὁ ζωγράφος Ἔγραψε καὶ λέοντα μὴ δειλιάσας. Καινὸν μὲν οὖν καὶ τοῦτο, πλὴν τόγε πλέον Ὅτι πνοὴν τίθησι μικροῦ τῷ τύπῳ, | |
5 | Τὸν θῆρα κινῶν τῇ γραφῇ πεπηγμένον. | |
1.210(t) | Ἕτεροι. | |
1 | Ἂν οὐκ ἔχων κίνησιν ἐν τύπῳ λέων Πείθῃ πτοεῖσθαι τοὺς ὁρῶντας ἀθρόν, Τίς ἂν πνέων φαίνοιτο καὶ ζῶν τοῖς πέλας, Ὅταν σφαδάζῃ καὶ πλατύνῃ τὸ στόμα; | |
5 | Ἐρεύξεται γάρ φησιν ἡ Γραφὴ λέων, Καὶ τοὺς παρόντας λήψεται τρόμος μέγας. | |
1.211(t) | Εἰς λόγον πρὸς τὸν ἅγιον Λουκιανὸν τὸν μάρτυρα. | |
1 | Ἄνδρες γεωργοὶ τῶν καλῶν τῶν ἐν βίῳ Ἐκ τῆς νοητῆς τῶν φρενῶν ἐπομβρίας Τὰς τῆς ψυχῆς αὔλακας ἀρδεύσατέ μοι Καὶ τὸν λογικὸν ὑποδέξασθε σπόρον. | |
5 | Σκορπίζεται γὰρ μυστικῶς ταῖς καρδίαις, Λιπαίνεται δὲ τῇ δρόσῳ τῆς χάριτος· Καὶ γίνεται μὲν εὐφορώτατος στάχυς, Τρέφει δὲ τοὺς ἔχοντας ἀῤῥήτῳ ζύμῃ. Σπείραιμι λοιπὸν, ἀλλὰ μὴ λίθων μέσον | |
10 | (Καὶ γὰρ ἄνικμός ἐστιν ἡ τούτων φύσις Ὅπου μένειν ἄκαρπον εἰκὸς τὸν σπόρον) Μήτ’ αὖ πάλιν εἰς χέρσον ἀκανθοτρόφον, Ὅπου βάτοι πνίγουσι τὰς ὑπεκφύσεις· Καὶ τὰς τρίβους δέδοικα τῶν ζῴων χάριν, | |
15 | Μὴ συμπατηθῇ τῆς σπορᾶς ἡ πυκνότης, Καὶ τοὺς ὑδατώδεις τε καὶ γλίσχρους τόπους, Μήπως ὁ κόκκος ἐνσαπῇ τῷ βορβόρῳ. Μόνην ἐπαινῶ τὴν καλὴν γῆν ἐνθάδε. Καὶ νῦν ἐπ’ αὐτῆς ἐνσκεδάσω τὸν σπόρον | |
20 | Ὁπήποτ’ ἂν ᾖ τῶν προσεκτικωτέρων. Ἕλληνες οὐκοῦν αἰσχυνέσθωσαν πάλιν, Εἰ Λουκιανὸς ἄλλος ἡμῖν εὑρέθη Τοῦ Λουκιανοῦ τοῦ παρ’ αὐτοῖς βελτίων· Ὁ μὲν γὰρ ἀφεὶς τὸν γελώμενον βίον, | |
25 | Θυμηδίαν ἄῤῥευστον ἀντιλαμβάνει, Καὶ ζῇ παρεστὼς τῷ θεῷ σὺν ἀγγέλοις. Ὁ δὲ πλατὺς ἄντικρυς εὑρέθη γέλως Καὶ παρασυρεὶς ταῖς τρυφαῖς καὶ τοῖς πότοις | |
Κεῖται λυθεὶς ἄκλαυστος εἰς πόνου τόπον. | ||
1.212(t) | Πρὸς τὸν Δομέστικον τῶν ἀνατολικῶν θεμάτων τὸν Ἀτζύμην. | |
1 | Τὸν ἠλοημένον με ταῖς ἁμαρτίαις, Καὶ παντὸς ἐνδύματος ἐξεπτισμένον, Καὶ δακρύων κλύσμασιν ἐμπεφυρμένον, Καὶ μυστικοῖς ἄνθραξιν ἐμπεφρυγμένον, | |
5 | Καὶ βασκάνων στόμασι κατειργασμένον Σίτῳ καθαρῷ δεξιούμενος δίδου, Καὶ καρδίαν στήριζε, Δαβὶδ ὡς λέγει, Καὶ τέρπε τὸν σὸν εὐπερίστατον φίλον Ὡς ἡδὺς, ὡς ἔγκαρπος, ὡς πτωχοτρόφος, | |
10 | Ὡς τοὺς φίλους ἄχυρα μικροῦ δεικνύων Οὓς ἥλιος νῦν οἶδε, πανσέβαστέ μου Καὶ τῶν θεμάτων τῆς ἕω Δομέστικε. | |
1.213(t) | Τῷ ἀνεψιῷ τοῦ αὐτοκράτορος. | |
1 | Τῷ μὲν τὰ κοινὰ μὴ σκοπεῖν τῶν πραγμάτων Ἃ συχνάκις δίδωσιν ἡ πλάστις φύσις Ἐκ τῶν καθ’ αὑτὴν εὐπορίστων ὀργάνων, Ἔχοι τις ἂν δή τινα συγγνώμης λόγον· | |
5 | Τὸ δ’ εἰς τὰ καινὰ μὴ παραυτίκα τρέχειν Ἃ δεῖ λογικῆς ἀξιοῦσθαι φροντίδος, Μὴ φθὰς ὁ καιρὸς τὸ ξενίζον ἁρπάσῃ, Οὐκ ἂν φορητὸν οὐδ’ ἀνεύθυνον μένοι. Ποῖος γὰρ ἰδὼν ἀκριβῶς ἐν βιβλίῳ | |
10 | Τὸν δεῖνα καὶ τὸν δεῖνα τοὺς ἀριστέας | |
Οὐχὶ παρευθὺς ἐπτερώθη τοῖς λόγοις, Καὶ πρὸς τὸν ἶσον ἦλθε τῷ ζήλῳ τρόπον, Κἂν ὡς λαγωὸς δυσχεραίνῃ τὸν βίον Σκιὰν θεωρῶν καὶ σχεδὸν παραπνέων; | ||
15 | Πῶς οὖν σε, Νιρεῦ, μὴ κροτήσω τοῖς λόγοις, Ὃς ὑπὸ τοῦτον ὡράθης τὸν ἥλιον Κάλλιστος ἀνδρῶν ἐν σφαγαῖς ἀλλοτρίων; Ἢ πῶς τὸν ἐχθρὸν οὐκ ἀνείρξω σοι χρόνον, Ὃς βασκάνοις ὄμμασι τὰ κρείττω βλέπει; | |
20 | Τῆς γὰρ ἑαυτῷ φθαρτικῆς ἀπληστίας Ἀναιρετικὴ τῶν λόγων ἡ δύναμις, Ἣ τήνδε τὴν γῆν εὐπετῶς διατρέχει, Δεικνῦσα μικροῦ καὶ φθαρείσας τὰς φύσεις. Ἀλλ’ εἰ μὲν ὑπέκυπτες ἢ τέχνης νόμοις | |
25 | Ἢ μετρίαις δήπουθεν ἀρχαῖς πραγμάτων, Ἦν ἂν ὁ παρὼν εὐχερὴς ἡμῖν λόγος· Ἐπεὶ δὲ νικᾷς τεχνικὸν πάντα κρότον Εἰ πατρίδος λέγει τις ἢ γένους κλέος, Ἐκ τῶν φυσικῶν σεμνυνῶ σε φασμάτων, | |
30 | Παρεὶς τὰ μικρὰ, μὴ τὰ μείζω φαυλίσω. Πατρὶς μὲν οὖν σὴ πᾶσα πατρὶς Αὐσόνων, Ἀνθ’ ὧν καθαιρεῖς τὰς φυλὰς τῶν βαρβάρων, Κλεινὲ στρατηγὲ, τῇ προκώπῳ σου σπάθῃ. Γένος δέ σοι πᾶς, εἴ τις ἐν μάχαις γίγας, | |
35 | Εἷς ἀντὶ πολλῶν εὐδρομῶν πρὸς τὰ ξίφη | |
Καὶ νῶτα φυγῆς ταῖς βολαῖς μὴ δεικνύων. Εἰ μὴ γὰρ ἱδρὼς τῶν μελῶν ἀποῤῥέοι Καὶ τραυμάτων αὔλακας ἡ σὰρξ λαμβάνοι, Τοὺς δεσποτικοὺς οὐκ ἐπαινεῖς μαργάρους, | ||
40 | Ἐφ’ ὧν ὁ πατὴρ εὐτυχῶς ἤνεγκέ σε Σοφῇ συναφθεὶς αὐσονάρχου συγγόνῳ· Ἐχρῆν γὰρ εὐθὺς ἐκ φυλῆς ὑπερτάτης Τοσοῦτον ἡμῖν ὠργανῶσθαι γεννάδαν. Ὡς ἂν ἐρυθρὸς ἐκ τομῆς ἐναντίων | |
45 | Καὶ βασιλικῶς πορφυρόχρους τυγχάνεις. Κάλλος γε μὴν σώματος ἀκμαῖον φέρων, ᾯ χαρίτων κίρνησιν ἡ φύσις χρόας, Οὐχ ὡς ταὼς γαυριᾷς ὁ ῥικνόπους, Ὁρῶν ἐπ’ αὐτὰς τῶν πτερῶν τὰς λαμπάδας, | |
1.213(50) | Ἀλλ’ ἀπατηλὴν τὴν βαφὴν ταύτην κρίνων Ὡς ἀνθέων ὕπαρξιν εἰς ὥραν θέρους, Κοσμεῖς ἀφανεῖ τὴν ψυχὴν εὐεξίᾳ Καθ’ ἧς ὁ ῥευστὸς οὐ φρυάξεται χρόνος· Φρενῶν δὲ μεστὴν εὐτυχεῖς τὴν καρδίαν, | |
55 | Ἥρακλες Ἑρμῆ, καὶ σφριγᾷς πρὸς τὰς μάχας Καὶ τοῖς πονηροῖς ἐξ ἀπόπτου συμπλέκῃ Πρηστῆρσιν ὀργῆς τὴν καλὴν θήγων σπάθην, Καὶ πρὶν μὲν ἐλθεῖν εἰς βελῶν περιστάσεις, Ὁρᾷς ἱλαρὸν ὀπτικὸν χέων μέλι· | |
60 | Τομῶς δὲ χωρῶν εἰς τὸ πῦρ τοῦ κινδύνου, Τὸ βλέμμα γοργὸν καὶ φλογῶδες δεικνύεις Καθάπερ ὀξὺς καὶ πολύστροφος δράκων Ὅταν πρὸς ἐλέφαντας Ἰνδοὺς ἑρπύσῃ Καὶ τὸν μαχιμώτατον αὐτῶν ἁρπάσῃ. | |
65 | Μισεῖς δὲ μικροῦ τὰς κλοπὰς καὶ τοὺς λόχους Οἳ γυμνὸν οὐκ ἔχουσιν ἐν μέσῳ ξίφος· Τὴν γὰρ κατὰ πρόσωπον ἠσπάσω μάχην, Ἐν ᾗ καθαρῶς ἡ φύσις γινώσκεται. Πῶς, ὦ στρατηγὲ, καὶ τὰ λοιπά σου φράσω | |
70 | Γλώσσας τε καὶ στόματα μὴ φέρων δέκα Καὶ χαλκέου κώδωνος ὀξυφωνίαν! Πολλοῖς μὲν ἐχθροῖς τὴν σφαγὴν ἐξειργάσω Μαργῶσιν αὐτοῖς προσβαλὼν κατὰ στόμα, Πολλοῖς δὲ συχνὰς ἐξεπόρθησας πόλεις | |
75 | Βαλὼν ἐπ’ αὐτὰς τετραχῆ τέμνων δόρυ, Τὴν δὲ στρατιὰν τακτικῶς διεξάγων Πειθοῖ λογισμῶν καὶ στομοῖς καὶ θαῤῥύνεις, Καὶ τὴν κατ’ ἐχθρῶν ἐκδιδάσκεις ἀνδρίαν, Ὡς ἂν πρὸ καιροῦ ζωγραφῶσι τὴν τύχην | |
80 | Γυμναστικῇ δήπουθεν ὀξυχειρίᾳ· Τοιοῖσδε καλοῖς ἐντραφεὶς ἐκ σπαργάνων Εἰς ἀνδρικὴν ἔφθασας αὐτίκα στάσιν· Φρονήσεως γὰρ ἀναμαστεύσας γάλα Καὶ πραγμάτων ἄῤῥητον ἰσχὺν κερδάνας | |
85 | Ἥρως ἀτεχνῶς καὶ χρυσοῦς ὤφθης γίγας, | |
Τὸ σχῆμα τῆς γῆς εὐκλεῶς διατρέχων Ὅσην ὁ λαμπρὸς οὐ παρῆλθε φωσφόρος. Ποῖος γὰρ εἰς ὃν ἐστρατήγησας τόπον, Οὐκ εἶδε συχνοὺς ἐν σφαγαῖς τοὺς βαρβάρους; | ||
90 | Ἢ ποῦ σε τῆς γῆς οὐχ ὁρᾷ πᾶς ὁπλίτην Κοσμοῦντα πυκνῶς τοῖς λαφύροις τὰς πόλεις, Μᾶλλον δὲ τοῖς αἵμασι τῶν ἀλλοτρίων Βασιλικῶς βάπτοντα μικροῦ τὴν κτίσιν, Ἵν’ εἴ τις ἐχθρὸς αὐθαδῶς ἐπιτρέχοι, | |
95 | Τὸ κῦρος ἀθρῶν τῆς βαφῆς ἀνατρέχοι· Καὶ μὴ τυραννὶς λῃστρικῆς ἀπληστίας Ἐνταῦθα χωρῇ προσβολαῖς πολυτρόποις, Οὗ δὴ βασιλεὺς ἐκ θεοῦ κεχρισμένος Τὰς εὐτόνους πήγνυσι τοῦ κράτους βάσεις, | |
1.213(100) | Ὡς ἂν τὸ κοινὸν ἀσφαλέστερον μένοι; Τίς, ὦ στρατηγὲ, τίς σπορεὺς ἔσπαρκέ σε; Ποία δὲ νηδὺς ἐκ σπορᾶς ἤνεγκέ σε; Ποῖος δὲ μαστὸς μητρικῶς ἔθρεψέ σε; Πόθεν προελθὼν ὠλβιώθης τὴν φύσιν; | |
105 | Ποίας ῥόδων χάριτας ἐνθεὶς ταῖς γνάθοις Ἔαρ φυσικὸν τῷ προσώπῳ σε γράφει; (Καὶ γὰρ ἐπ’ αὐτὸ μυστικῶς ἀνατρέχει Τὸ τῆς ψυχῆς σου κάλλος ἀνθοῦν εἰς βάθος·) Τίς τὴν πυρίνην γλῶτταν ἐστόμωσέ σοι, | |
110 | Δι’ ἧς τὸν ἐσμὸν πυρπολεῖς τῶν βαρβάρων, Ὅταν κατ’ αὐτῶν συγκροτῶν παροτρύνῃς | |
Τοὺς ὑπὸ τὴν σὴν δεξιὰν τεταγμένους; Τίς τὸν καλὸν τράχηλον ἐκράτυνέ σοι, Τένοντα πυκνὸν συμβαλὼν τοῖς σπονδύλοις, | ||
115 | Ὡς ἂν τὰ κοινὰ τοῦ στρατοῦ φέρῃς βάρη Σοφῶς ἐνεγκὼν τὸν ζυγὸν τῶν πραγμάτων; Τίς νῶτά σοι παρέσχε καὶ στέρνων πλάτος, Ἐν οἷς προωθεῖς ἐξελαύνων τὰ στίφη, Ἂν ᾖ τις αὐτοῖς δυσμαχοῦσα πυκνότης; | |
120 | Τίς τὰς καλάς σου χεῖρας ἐξ ὤμων χέας Ἀναστομοῖ τὰ ῥεῖθρα τῆς εὐποιΐας, Ἃς τόξα χαλκᾶ καὶ σιδηρᾶς ἀγκύρας Ἡ συστάδην ἔδειξεν ὁπλομαχία; Τίς καὶ πτερωτοὺς ὀργανοῖ σου τοὺς πόδας, | |
125 | Εἰ δυσβάτους δή τινας ἀμείβῃς τόπους, Ἢ μᾶλλον εἰ χρὴ συμβαλόντας ἀθλίως Δρόμῳ προχωρεῖν καὶ τροπῇ τοὺς βαρβάρους; Εὐθὺς γὰρ αὐτοὺς ὥστε δείλους δορκάδας Αἱρεῖς κυνικὸν ἐκμιμούμενος δρόμον, | |
130 | Καθ’ ὧν ὑλακτεῖς καὶ τὰ κύκλῳ σου βλέπεις, Τὰ δυσμενῆ δήπουθεν ἐσθίων κρέα. Τίς ἄρα Περσεὺς ἀνεβιβάσατό σε, Πολλάκις εὑρὼν εἰς τὸν ἵππον τῆς μάχης; Χείρων δὲ τίς κένταυρος ἐκ λόχμης τρέχων | |
135 | Καὶ παιδαγωγῶν εἰς λαγὼς καὶ παρδάλεις Καὶ πάντα νεβρὸν ταῖς βολαῖς ταῖς εὐστόχοις | |
Θηροκτόνον κάλλιστον εἰργάσατό σε; Ποῖον δέ σοι ῥόπαλον ἐξ Ἡρακλέος Τὰς ἐθνικὰς ἀνεῖλεν ὑδρογοργόνας; | ||
140 | Ποίαν λεοντῆν τῆς φυῆς ἐνημμένης Γυμνὸς πρὸς ἐχθροὺς καὶ βελῶν ἔξω τρέχεις; Οὕτω δὲ λαμπρὸς εὑρεθεὶς τοῖς πρακτέοις, Ὡς ἂν ὁ καρπὸς προσφυὴς ᾖ τῷ κλάδῳ Τῆς βασιλικῆς ἐμφορηθέντι δρόσου, | |
145 | Φρονεῖς ταπεινὰ καὶ σκοπεῖς τὸ συμφέρον, Καὶ τὸν λογισμὸν τῆς ψυχῆς τὸν ἱππότην Εἰκῆ προχωρεῖν οὐκ ἐᾷς ὁ γεννάδας· Καὶ πωλοδαμνεῖς εὐφυῶς καὶ κοσμίως Τὸ σχῆμα τηρῶν μὴ λαθὸν διεκπέσῃ | |
1.213(150) | Καὶ συντριβῇ τὸ σῶμα τῆς εὐδοξίας· Καὶ γὰρ κατασπᾷς γαυριῶντα τὸν τύφον, Καὶ τοὺς κενοὺς ἄνθρακας αὐτοῦ σβεννύεις Τῶν ὀμμάτων ἕτοιμον ὑγρὸν ἐκθλίβων. Ἀλλὰ γὰρ ἰδοὺ καὶ δικαστήν σε βλέπω | |
155 | Καὶ δημαγωγὸν καὶ κριτὴν ζυγοστάτην, Καὶ ῥητορικῆς αὐτοπύρσευτον στόμα· Καὶ νοῦν στιβαρὸν καὶ βραβευτὴν ἀγχίνουν· Καὶ τὸ πρὸς ἐχθροὺς ἠρεμεῖ τύρβασμά σοι. Ποῖος γὰρ ἂν Σόλων σε μὴ γνοὺς θαυμάσοι | |
160 | Τὸν τῆς παρ’ ἡμῖν Ἀττικῆς νομογράφον; | |
Ποῖος δὲ σεμνὸς ἐκ Στοᾶς ἰδὼν Πλάτων Οὐχὶ παρευθὺς μετριάσει τοῖς νόμοις; Ἢ τίς παρελθὼν εὐφυὴς Δημοσθένης, Εἴ που σὺ τοῖς πράγμασι τὰς ψήφους δίδως, | ||
165 | Οὐ χαλεπανεῖ πρὸς τὸ κάλλος τῶν λόγων, Ὡς πρὸς τοσοῦτον ὄγκον ἐλλιπῶς ἔχων; Καὶ γὰρ συναιρεῖς καὶ μερίσεις εὐσκόπως, Καὶ τῶν παρ’ ἀμφοῖν ἀκροώμενος λόγων Δοκεῖς θεωρεῖν τὰς λαβὰς τῶν πραγμάτων, | |
170 | Καὶ τῶν περιττῶν ἐξελαύνων τὸν ζόφον Τοῖς οὐ περιττοῖς εὐγενίζεις τὴν δίκην· Ὡς ἂν μεταξὺ τὸ προσῆκον ἁρπάσῃς Τὴν τῶν δικαστῶν ἐξελὼν ὑποψίαν, Καὶ μή τις ἑξῆς δυσμενὴς δικασπόλος | |
175 | Εἰς λῆμμα λαθὼν συγκαλύψῃ τὴν θέμιν. Ἰδεῖν δὲ μακρὰν ἀπὸ συμβόλου γρίφου Καταστοχαστὴν ἀκριβοῦν εἰθισμένον· Καὶ Λυγκέως ἔμεινας αὐτοῦ βελτίων· Νικᾷς δὲ θυμὸν ἀκρατῶς ῥέοντά σοι | |
180 | Καλῷ τὸ κακὸν εὐγενῶς ἀνατρέπων. Θεοῦ δὲ χωρὶς οὐδ’ ἀναπνεῖν ἂν θέλοις· Ὃ πρῶτον ἁπλῶς τῶν καλῶν ἔνεστί σοι. Καὶ γὰρ ἐν αὐτῷ πανταχῆ γῆς κομπάσεις Νικητικοὺς ἀγῶνας ἀνῃρημένος, | |
185 | Ὡς ἂν ὁ μακρὸς καὶ πολύτροπος χρόνος | |
Ἄλλον σε Σαμψὼν εὐτυχήσῃ πρεσβύτην, Ὃς τὴν πολιὰν τῶν γερόντων αἰσχύνῃ, Τοῖς φιλτάτοις παίδευμα σαυτὸν εἰσφέρων Καὶ πρὸς τὸ κοινὸν τὴν τιμὴν ἀπευθύνων· | ||
190 | Ἐτύγχανες γὰρ ἐκ τριχὸς πρώτης γέρων, Δεικνὺς παρευθὺς ἐντελῆ σου τὴν φύσιν, Καὶ παραγυμνῶν τῶν φρενῶν τὸ πᾶν βάθος Ἐν τοῖς παραφθέγμασι τῶν ψελλισμάτων, Καὶ τοῖς προγυμνάσμασι τῶν ἀθυρμάτων· | |
195 | Τὸ δὲ προμηθὲς ἀκριβῶς πρὸς τοὺς φίλους, Ὁ δὲ πλατυσμὸς τῆς ψυχῆς πρὸς τὰς δόσεις, Ὁ δὲ γλυκασμὸς τῶν ἐπὶ ταύταις λόγων, Ἐν οἷς ἀτεχνῶς ἀστεΐζῃ πρὸς χάριν· Σήμαντρα δή σοι ταῦτα φιλοστοργίας, | |
1.213(200) | Ἄνερ μεγαλόδωρε καὶ πτωχοτρόφε. Τίς ἄρα τὸν σὸν οὐκ ἐθαύμασε τρόπον, Κἂν ᾖ πονηρὸς, κἂν δυσαίσθητος μένοι, Κἂν βάσκανον πῦρ τὴν ψυχὴν τούτου φλέγῃ Παραῤῥιπισθὲν ἐκ τιμῆς ἀλλοτρίας; | |
205 | Τίς ἡλίου πρόσλαμψιν εἰς μεσημβρίαν Χειρὸς ταπεινῷ συσκιάσει δακτύλῳ; Τίς μετρίᾳ κύλικι θαλάττης χύσιν, Τίς ἀέρος δύναμιν ὀστράκου σκέπῃ, Τίς φύλλα φυτῶν ἐξ ἑνὸς βαλαντίου, | |
210 | Τίς ψάμμον ὑγρᾶς ἐν μιᾷ προκολπίδι, | |
Τίς καὶ σὲ τὸν κάλλιστον ἀνθρώπων φθόνος Κρύψει τοσοῦτον ὄντα φαυλίσας τάχα; Ἄλλοις μὲν οὖν ἄχαρις ὁ δρομεὺς χρόνος Οἷς κέρδος οὐδὲν ἀπλανῶν βίος φέρει, | ||
215 | Πλουτοῦσι καὶ τρυφῶσι καὶ γαυρουμένοις· Ἡ σὴ δὲ καινὴ καὶ δυσεύρετος φύσις, Ἐπὶ τὸ κοινῇ συντελοῦν δεδειγμένη, Τὴν παραγωγὴν βελτιοῖ τῶν πραγμάτων. Ἀνθίσταται δὲ τῇ μετάρσει τοῦ χρόνου | |
220 | Τῶν σῶν ἀγαθῶν ἡ προκόπτουσα χάρις. Ὅλως γὰρ οὐδέν ἐστιν ἀνθρώποις μέγα Καὶ κρεῖττον ἁπλῶς τῶν κατὰ φύσιν λόγων, Ὃ μὴ κατορθοῦν ὡς τὸ ῥᾷστον ἰσχύεις· Ὢ νοῦς ἀποχρῶν εἰς τὸ δεῖξαι τὴν φύσιν | |
225 | Ἣν εἶχεν Ἀδὰμ ἐκ θεοῦ πεπλασμένος Πρὸ τῆς πονηρᾶς ἐκτροπῆς τῆς ἐν ξύλῳ! Ὢ καρδίας ἄπειρον εἰς πάντα πλάτος, Ὃ ξύμπαν ἁπλῶς ἀρετῆς εἶδος φέρει, Τὰ τῶν παλαιῶν συγκαλύψαν πρακτέα! | |
230 | Τίς ἦν Ἀχιλλεὺς πρὸς τοσοῦτον ὁπλίτην; Τίς ἦν Ὀδυσσεὺς πρὸς τοσοῦτον ἀγχίνουν; Ὅμηρε θανὼν καὶ σιγῶν καταισχύνου· Καινὸν γὰρ οὐδὲν εἰς τὸ μέλλον εἰργάσω, Μυρμιδόνας δή τινας ἡμῖν ἐκφράσας | |
235 | Ἐφ’ οἷς Ἀχιλλεὺς τακτικῶς ἐγαυρία· Ναὶ κρύπτε σαυτὸν εἰς μυχοὺς γῆς ἐσχάτους Τῆς σῆς καταγνοὺς συγγραφῆς ἀχρηστίαν· Ὁ γὰρ παρ’ ἡμῖν τοῦ στρατοῦ πρωτοστάτης | |
Ὁ λαμπρὸς Ἀνδρόνικος, ὁ χρυσοῦς γίγας, | ||
240 | Ὁ νοῦς ὁ πυκνὸς, ἡ θεόσδοτος χάρις, Τὸ θαῦμα τῆς γῆς, ὁ σφαγεὺς τῶν βαρβάρων, Παρῆλθε τοὺς σοὺς ἀκριβῶς ἀριστέας. Ἀλλ’, ὦ στρατηγὲ δεξιῶν ἔργων φύσις, Χρυσαῖς ἔδει στήλαις σε κοσμεῖν τὸν μέγαν | |
245 | Ἕως πόλου κάτωθεν ἠρμέναις τρίτου, Καὶ πᾶσαν ἁπλῶς ἐκδιδάξαι τὴν κτίσιν Ἃς ἐκ βρέφους ἔδειξας ἀνδραγαθίας. Ἥρακλες ἀπρόσιτε, θερμὲ γῆς Ἄρες, Ἀλλ’ οὐκ ἐπαινεῖς τὸν χρυσὸν πρὸ τῶν λόγων, | |
1.213(250) | Ἐν οἷς σε Φιλῆς εὐπραγοῦντα σεμνύνει· Ποίας γὰρ ἡμῖν συμφορὰς ἀποκρύφους Οὐχ ὡς μαχητὰς ἐκδιώκεις αὐθάδεις, Ῥιπτῶν ἐπ’ αὐτοὺς τὰ χρυσόσμηκτα ξίφη; Τίνας δὲ πικροὺς καὶ δριμεῖς αὖθις πόνους | |
255 | Ὁ σὸς γλυκασμὸς οὐκ ἀφίστησι φθάνων; Πλὴν ζῆθι νικῶν εὐτυχῶς τοὺς βαρβάρους Καὶ χαῖρε λαμπρῶς καὶ κροτοῦ καὶ φαιδρύνου, Γέροντας ἀθρῶν εὐκλεεῖς τοὺς φιλτάτους, Καὶ τέρπε τοὺς σοὺς τοῖς καλοῖς ἔργοις φίλους, | |
260 | Καὶ τῶν λόγων τὸ δῶρον ἀσμένως δέχου. | |
1.214(t) | Εἰς σπάθην τοῦ αὐταδέλφου τοῦ αὐτοκράτορος. | |
1 | Θεοῦ μὲν ἰσχὺς τὴν ἐμὴν τείνει σπάθην, Ἐγὼ δ’ ὑπουργῶ πρὸς τὸν ἐν μάχαις πόνον. Στεῤῥὸς γὰρ οὐδεὶς, οὐδὲ θαρσῶν ὁπλίτης, | |
Εἰ μὴ κατ’ ἐχθρῶν ἡ θεοῦ φθάνοι σπάθη. | ||
1.215(t) | Ὅμοιοι. | |
1 | Τομὸν κατ’ ἐχθρῶν δυσσεβῶν ὅπλον φέρων Ἔχοιμι τὴν ἄνωθεν ἰσχὺν ἐν μάχαις· Χωρὶς γὰρ αὐτῆς, οὐδὲ τὸ ξίφος, ξίφος, Ἀλλ’ ἄχθος ἀργὸν εἰς περίστασιν φόβου. | |
1.216(t) | Ὅμοιοι. | |
1 | Ἐζωσμένος μέν εἰμι ῥομφαίαν τάχα, Θεοῦ δὲ χωρὶς εὐτυχεῖν οὐκ ἰσχύω· Ναρκᾷ γὰρ ἡ χεὶρ· εἰ δὲ παρὼν θαῤῥύνοι, Οἱ δυσμενεῖς οἴχεσθε, Σαμψὼν ἐνθάδε. | |
1.217(t) | Πρὸς τὸν Δομέστικον τὸν Ἀτζύμην. | |
1 | Τί τοῦτο ναρκᾷς; ἀλλὰ μὴν οὔπω ψύχος, Οὐ μὰ τὸ τῆς ἐμῆς σε καρδίας ἔαρ, Ὃ τῷ παρατρέχοντι μὴ ῥεύσαις χρόνῳ· Πλὴν ἅλας ἡμῖν καὶ κριθὰς ἔχων δίδου. | |
1.218(t) | Τῷ μεγάλῳ στρατοπεδάρχῃ διὰ κριθήν. | |
1 | Πρὸ τοῦ θέρους ἄμοχθον εἰ δώσεις θέρος, Πυροὺς παρασχὼν καὶ κριθάς μοι τῷ ξένῳ, Καὶ βαρβάρων ἄμοχθον ἐργάσῃ θέρος, Περσεῦ, θεριστὰ δυσμενοῦς πανσπερμίας. | |
1.219(1t) | Ἐπίγραμμα εἰς τὸν ναὸν ὃν ᾠκοδόμησεν ἡ τοῦ πρωτοστράτορος | |
2t | σύμβιος, ἀποθανόντι τῷ ἀνδρὶ αὐτῆς. | |
1 | Ἡ μὲν διὰ σοῦ πᾶσα τῶν ὄντων φύσις Οὐ δύναται χωρεῖν σε τὴν πρώτην φύσιν· Πληροῖς γὰρ αὐτὴν, ἀλλὰ καὶ πλείων μένεις, Θεοῦ Λόγε ζῶν, καὶ δρακὶ τὸ πᾶν φέρων, | |
5 | Κἂν σὰρξ ἀληθὴς εὑρεθεὶς περιγράφῃ, Ψυχαῖς δὲ πισταῖς μυστικῶς ἐνιδρύῃ, Μονὴν σεαυτῷ πηγνύων ἀθάνατον. Οὐκοῦν δέχου τὸν οἶκον ὃν τέτευχά σοι Δεικνύντα σαφῶς τῆς ψυχῆς μου τὴν σχέσιν· | |
10 | Τὸν σύζυγον δὲ φεῦ τελευτήσαντά μοι Καὶ τῆς χοϊκῆς ἀπαναστάντα στέγης, Οἴκισον εἰς ἄφθαρτον αὐτὸς παστάδα· Κἀνταῦθα τηρῶν τὴν σορὸν τοῦ λειψάνου, Μή τις ἐνεχθῇ συντριβὴ τοῖς ὀστέοις. | |
15 | Πρωτοστράτορ, καὶ ταῦτα σὴν δήπου χάριν Ἡ σύζυγος πρὶν, ἀλλὰ νῦν Μάρθα. γράφει. | |
1.220(t) | Εἰς τρεῖς μάρτυρας ἐκ προσώπου τινὸς Τζιμισχῆ. | |
1 | Ἐγὼ μὲν ὑμᾶς τῆς ψυχῆς γράψας μέσον Καὶ νῦν μεταξὺ τῆς στοᾶς ταύτης γράφω· Ὑμεῖς δέ με γράφοιτε τῶν ζώντων μέσον, Φησὶ Τζιμισχῆς τῇ τριάδι τῶν τύπων. | |
1.221(t) | Τῷ μεγάλῳ στρατοπεδάρχῃ. | |
1 | Οὐρανὲ βροντῶν ἐκ νεφῶν θεοδρόσων, Αὐχμὸν πονηρὸν ἐξ ἀναργύρου πνίγους | |
Ἢ λῦσον ἡμῖν, τὸν χρυσοῦν ὄμβρον χέας, Ἢ δεῖξον ἀμβλύν· οὐ βραχὺς γὰρ ὁ χρόνος· | ||
5 | Ἢ δὸς τὸν ἀτμὸν δαψιλῆ τῶν ἐλπίδων, Ὡς ἂν τὸ λυποῦν εὐμενεῖ σβέσῃ δρόσῳ. | |
1.222(t) | Εἰς κάνδηλαν ἀφιερωθεῖσαν τῇ θεομήτορι. | |
1 | Ἄσβεστε λαμπὰς, ἀργυροῦν λύχνον δέχου· Χρυσῆ γὰρ εἶ σὺ, καὶ τὸ φῶς τὸ σὸν μέγα, Δι’ οὗ τὸ βαθὺ τῆς ἀρᾶς ἤρθη σκότος, Φωτιστικὴν χέαντος ἀνθρώποις χάριν. | |
5 | Καὶ λῦσον ἁγνὴ τῆς ψυχῆς μου τὸν ζόφον Πηγήν σε φωτὸς εὐτυχοῦντος ἐν βίῳ· Φοβεῖ γὰρ ἡ νὺξ τῶν παθῶν με, παρθένε, Τὴν μυστικὴν εἴργουσα λαμπάδα βλέπειν. Τὸ γοῦν στέαρ φέρουσα τῆς εὐσπλαγχνίας | |
10 | Τεραστίων ἔλλαμψιν ὑπάναπτέ μοι, Καὶ γνώσεως φῶς ταῖς ἐμαῖς δίδου τρίβοις. | |
1.223(1t) | Ἐκ προσώπου τῆς πρωτοστρατορίσσης, εἰς τὸν κοσμήτην | |
2t | τοῦ ναοῦ ὃν ᾠκοδόμησεν ἐπὶ θανόντι τῷ ἀνδρὶ αὐτῆς. | |
1 | Ἄνερ τὸ φῶς, τὸ πνεῦμα, τὸ πρόσφθεγμά μου· Καὶ τοῦτό σοι τὸ δῶρον ἐκ τῆς συζύγου. Σὺ μὲν γὰρ ὡς ἄγρυπνος ἐν μάχαις λέων Ὑπνοῖς ὑπελθὼν ἀντὶ λόχμης τὸν τάφον. | |
5 | Ἐγὼ δέ σοι τέτευχα πετραίαν στέγην, Μὴ πάλιν εὑρὼν ὁ στρατός σε συγχέῃ, Κἂν δεῦρο τὸν χοῦν ἐκτινάξας ἐκρύβης, Ἢ τοῦ πάχους ῥεύσαντος ἡρπάγης ἄνω, Πᾶν ὅπλον ἀφεὶς ἐκκρεμὲς τῷ παττάλῳ. | |
10 | Τὰς γὰρ ἐπὶ γῆς ἐβδελύξω παστάδας, Ἐν εὐτελεῖ τρίβωνι φυγὼν τὸν βίον, Καὶ πρὸς νοητοὺς ἀντετάξω σατράπας Στεῤῥὰν μετενδὺς ἐκ θεοῦ παντευχίαν. Ὡς ὄστρεον γοῦν ὀργανῶ σοι τὸν τάφον | |
15 | Ἢ κόχλον, ἢ κάλυκα κεντρώδους βάτου, Μάργαρέ μου, πορφύρα, γῆς ἄλλης ῥόδον· Εἰ καὶ τρυγηθὲν ἐκπιέσῃ τοῖς λίθοις, Ὡς καὶ σταλαγμοὺς προξενεῖν μοι δακρύων· Αὐτὸς δὲ καὶ ζῶν, καὶ θεὸν ζῶντα βλέπων, | |
20 | Ὡς νοῦς καθαρὸς τῶν παθῶν τῶν ἐξ ὕλης, Τὸν σὸν πάλιν θάλαμον εὐτρέπισέ μοι. Ἡ σύζυγος πρὶν ταῦτά σοι Μάρθα γράφει, Πρωτοστράτορ κάλλιστε καὶ τεθαμμένων. | |
1.224(t) | Αὐθωρὸν εἰς τὸν λόγον τὸν εἰς τὸν ἅγιον Κορνήλιον. | |
1 | Θεοῦ Λόγον πάσχοντα σαρκικῶς βλέπων Κορνήλιος πρὶν μυστικῶς ἐδυσφόρει· Κἂν γὰρ ὁ σεισμὸς βάθρον ἦν τούτῳ ξένον, Οὗ τῆς ψυχῆς ἔπηξεν εὐθὺς τὰς βάσεις· | |
5 | Ἀλλ’ οὖν δεδοικὼς τοὺς θρασεῖς ἐκαρτέρει· Ἐς ὕστερον δὲ γίνεται μάρτυς μέγας, | |
Θεὸν καθαρῶς τὸν παθόντα δεικνύων Καὶ γῆς ἑκατὸν ἀπολιπὼν ὁπλίτας, Τῶν ἀγγέλων σύνεστι ταῖς μυριάσι· | ||
10 | Καθὼς ὁ παρὼν ἐκδιδάξει νῦν λόγος, Ὃν ἐξαναστὰς εὐλόγησον, δέσποτα. | |
1.225(t) | Εἰς τὸν ἄγιον Νικήταν ἱππότην τρέχοντα. | |
1 | Βαλὼν τὸν ἐχθρὸν τῶν ψυχῶν ὁ γεννάδας Πρὸς τὰς ἀμοιβὰς εὐτρεπὴς ἤδη τρέχει· Διψᾷ γὰρ ἐλθεῖν ἐκ πυρός τε καὶ ξίφους Οὗ τέρπεται ζῶν ὁ στρατὸς τῶν μαρτύρων. | |
1.226(1t) | Εἰς τὸν μέγαν Γεώργιον ὡπλισμένον καθήμενον πρὸ τῆς | |
2t | πόλεως, καὶ τὴν σπάθην ἡμίγυμνον ἕλκοντα. | |
1 | Τῆς μαρτυρικῆς συμπλοκῆς πεπαυμένης, Ἐν ᾗ τὸν ἐχθρὸν τῶν ψυχῶν κατειργάσω, Ἐπὶ σχολῆς ἔμφροντις εὑρέθης πάλιν. Ὡς γὰρ φύλαξ ἄγρυπνος ὡπλίσθης, μάκαρ, | |
5 | Καὶ νῦν ἐπ’ αὐτῆς τῆς καθέδρας φαιδρύνῃ, Καὶ παραγυμνοῖς τὴν στομωθεῖσαν σπάθην Θαρσῶν κατ’ ἐχθρῶν ἐξ ἀπόπτου δυσμάχων. | |
1.227(t) | Εἰς ναὸν τοῦ σωτῆρος Χριστοῦ. | |
1 | Ἀνάκτορον δὴ τοῦ θεοῦ τοῦτο, ξένε· | |
Καὶ σὺ προελθεῖν πρὶν καθαρθῆναι θέλεις; Γνῶθι σεαυτὸν, μὴ προβῇς ἀναξίως· Ὁ γὰρ ἐν αὐτῷ καὶ ψυχῶν βάθος βλέπει. | ||
1.228(t) | Εἰς ἀνώφλιον ἐκ μαρμάρου ῥαγέντος, καὶ σιδήρῳ δεθέντος. | |
1 | Σταυρούμενος μὲν σαρκικῶς ὁ δεσπότης Ἐῤῥήγνυ διχῆ τοῦ ναοῦ πρὶν τὴν στέγην. Τυπούμενος δὲ κατὰ τὴν νέαν χάριν Τὰ τοῦ δόμου τμήματα συνδεῖ τοῖς λίθοις. | |
1.229(t) | Τῷ διαφερόντως ὑπερφυεῖ κυρ. Ἰσαάκ. | |
1 | Σὺ μὲν διαπλεῖς τὸν βυθὸν τῶν πραγμάτων Σοφῶς κυβερνῶν τῆς ψυχῆς σου τὸ σκάφος. Τῶν πράξεων γὰρ εὐτυχεῖς τὰς ἀγκύρας Καὶ ταῖς ἀγωγαῖς τῆς ῥοῆς ἀντιτρέχεις. | |
5 | Πτερούμενος δὲ τῶν φρενῶν τοῖς ἱστίοις, Ὅταν λόγον ζέφυρον ἡ γλῶττα πνέῃ, Τοὺς τῶν φίλων κλύδωνας ὠθεῖς ἐκ μέσου Καὶ τέρψεων φῶς αἰθριάζων ἐγχέεις, Τὰ ψυχρὰ καὶ δάκνοντα φαυλίζων πάθη. | |
10 | Ἐγὼ δὲ τῷ πλῷ συσχεθεὶς τῶν φροντίδων, Ὡς τῆς ψυχικῆς ἐκλυθείσης πορθμίδος, Καὶ τὰς ἀγαθὰς ἐκροφήσας ἐλπίδας Εἰς πραγμάτων λαίλαπας ἀντισυστρόφους, | |
Πρὸς τὸν κυβερνήτην σε τὸν μέγαν βλέπω. | ||
15 | Καὶ γὰρ ὁ λιμὴν τῶν ἐμῶν ἐφολκίδων Ἐπαγγελιῶν ἐκκενοῖ μοι προσχύσεις, Καὶ συγχυτικοῖς ἐκταράττει με ψόφοις. Ἔμπνευσον, ὦ ζέφυρε κοινῆς αἰθρίας, Καὶ λῦσον ἡμῖν τὴν ἐν ἠπείρῳ ζάλην, | |
20 | Ὡς νοῦς καθαρὸς καὶ θεόσδοτος φύσις· Σὺ γὰρ ἀτεχνῶς ἀντὶ πάντων ἀρκέσας, Ὅσους ὁ μακρὸς ἐξ Ἀδὰμ εἶδε χρόνος, Ἔδειξας ἥνπερ ἔσχε τιμὴν ἡ πλάσις Πρὶν τὸν καθ’ ἡμῶν εἰσβαλεῖν ἄφνω φθόνον. | |
1.230(t) | Τῇ βασιλέως ἀνεψιᾷ τῇ Καντακουζηνῇ. | |
1 | Οὐδέν τι καινὸν, οὒ τρυγὼν, οὒ χρηστότης, Εἴπερ τὰ μητρὸς καὶ τὰ συγγόνου δράσεις Πρὸς ἄνδρα κοινὸν, εἴγε δεῖ λέγειν, φίλον· Οὐκοῦν σεαυτὴν προσφυῆ τούτοις δίδου· | |
5 | Καὶ δεῖξον αὐτοὺς μὴ παρόντας ἐνθάδε, Τὸν ἀργυροῦν ἔρανον εἰσφέρουσά μοι· Ποῖον γὰρ ἁπλῶς οὐκ ἐσέμνυνας γένος; Ὦ σωφροσύνης ὄλβε, χαρίτων θίβη, Φρονήσεως ἄγαλμα λαμπρὸν ἐκ βρέφους, | |
10 | Δικαιοσύνης κῆπε, λειμὼν ἀνδρίας. | |
1.231(1t) | Ἐκ προσώπου τοῦ Ῥαδηνοῦ εἰς τὸν ναὸν, ὃν ἐθεμελίωσε | |
2t | μὲν ὁ πατὴρ αὐτοῦ, ἐξεπλήρωσε δὲ αὐτός. | |
1 | Τοῦτον, θεατὰ, τὸν σεβάσμιον δόμον, Ὃν ἄγγελοι κυκλοῦσιν ὡς θεοῦ θρόνον, Ὁ μὲν πατὴρ κάτωθεν ἐστήριξέ μοι, Τὸν τῆς ψυχῆς δήπουθεν ἀκμαῖον πόθον, | |
5 | Ὡς εἰς κιβωτὸν ἐμβαλών τινα τρόπιν, Ὡς ἂν μεταξὺ τῆς ῥοῆς τῶν πραγμάτων, Τῆς τοῦ βίου λαίλαπος ἀγριουμένης, Ἀφ’ ἑστίας ἔχοιμι τὴν σωτηρίαν. Ἐγὼ δὲ πατρὸς εὐσεβῆ στέρξας πόνον, | |
10 | Ὃν καὶ προελθεῖν οὐκ ἀφῆκεν ὁ χρόνος, Ἐκεῖνον εὐθὺς ἐκτεμὼν τῆς ἐλπίδος, Εἰς τοῦτο δὴ τὸ σχῆμα κατεστησάμην, Ὡς ἂν ὁ πατὴρ ἐλλιπὲς μηδὲν φέρῃ, Πληροῦντος αὐτῷ τὸν σκοπὸν τοῦ φιλτάτου. | |
15 | Καὶ νῦν ἔχω τὸν οἶκον ἀσφαλῆ σκέπην Εἰς ἐκγόνων ὕπαρξιν, εἰς λύσιν πόνων· Ἐπεὶ πρὸς αὐτὸν τὸν θεάνθρωπον Λόγον Τὸ πᾶν ἔχω σπούδασμα λαμπρῶς ἱδρύσας. | |
1.232(t) | Τῷ μεγάλῳ στρατοπεδάρχῃ. | |
1 | Εἰ συνασιτεῖ καὶ τὰ βοσκήματά μοι, Νινευΐτης σός εἰμι, καὶ μὴ θαυμάσῃς· Πλὴν, ὦ στρατηγὲ, καὶ ψυχὰς κτηνῶν τρέφε· Τὸν γὰρ Φιλῆν ἔθρεψεν ἡ σὴ χρηστότης. | |
1.233(t) | Τῇ βασιλέως ἀνεψιᾷ τῇ Συργιανίνῃ, διὰ τὸν οἶνον. | |
1 | Τὴν ἄμπελον θεοῦ σε τὴν πτωχοτρόφον Τὸ γλεῦκος αἰτῶ καὶ πιεῖν θᾶττον θέλω· Τὰς γὰρ σταφυλὰς εὐτυχεῖς τῶν πρακτέων, Αἳ τὴν τρύγην ἔχουσιν εἰς πάντα χρόνον. | |
1.234(1t) | Τῷ αὐταδέλφῳ τοῦ αὐτοκράτορος εἰς τὴν Μονεμβασίαν | |
2t | ἀπαίροντι. | |
1 | Εἰ μὲν παρὼν ἔθαλπες ἡμᾶς, φωσφόρε, Τί χρῆν ἐπαιτεῖν καὶ στολὴν ὑφασμένην; Ἐπεὶ δὲ κινεῖς τὴν πυρὰν πρὸς ἑσπέραν, Τῇ γε ζέσει θάλψον με τῶν σῶν ἀμφίων. | |
1.235(t) | Τῷ Δομεστίκῳ τῶν σχολῶν τῷ Λάσκαρι Κομνηνῷ. | |
1 | Ἡ χώρα τῆς σῆς καλλικάρπου καρδίας Ὅταν φιλικὴν ὑποδέξηται δρόσον, Ἣν οἱ λόγοι βλύζουσι τῆς εὐστοργίας, Πυροὺς γεωργεῖ καὶ κριθὰς ἱπποτρόφους, | |
5 | Καὶ κλήματος δὲ μὴ προσόντος ἀμπέλου, Οἶνον χύδην κίρνησι τοῖς εὐνουστέροις. Καὶ πάμφορον γῆν τὴν ψυχήν σου δεικνύεις, Τὸν Νεῖλον αὐχῶν τῶν φρενῶν τῶν ὀλβίων· Οὐ γὰρ ἔχει θλίβουσαν ἡ βλάστη κνίδην, | |
10 | Κλεινὲ στρατηγὲ τῶν σχολῶν Δομέστικε. | |
1.236(t) | Πρὸς τὸν πανευτυχέστατον δεσπότην κυρ. Κωνσταντῖνον | |
1 | Κύων ἐγὼ σὸς, καὶ γλυκὺς σὺ δεσπότης· Οὐκοῦν ὑλακτῶ, καὶ φαγεῖν ζητῶ κρέα. Λεοντόθυμε σκύμνε, τὸν κύνα τρέφε· Θρέμματα γὰρ θηρᾶν σέ φασι δυσμόθεν. | |
1.237(t) | Εἰς τὰς ἐν τοῖς βασιλείοις εἰκόνας τῶν ἀρετῶν. | |
1 | Ἂν χρωματουργῇς τὸν βασιλέως τρόπον, Τί δὴ μόνον τέτταρας ἀρετὰς γράφεις; Εἰ δ’ οὐκ ἐφικτὸν καὶ τὰς ἐκ τούτων γράφειν, Τί τοῦτον αὐτὸν ἀντὶ πασῶν οὐ γράφεις; | |
5 | Κἂν οὐδὲ τοῦτον ἀκριβῶς ἔχῃς γράφειν, | |
Κενοὺς τύπους νόμιζε, τεχνίτα, γράφειν. | ||
1.238(t) | Ἕτεροι. | |
1 | Ἐρᾷ βασιλεὺς, νυμφαγωγεῖ ζωγράφος· Ἰδοὺ καλαὶ τὴν ὥραν, ἰδοὺ παρθένοι. Αἱ παρθένοι τέσσαρες, εἷς ὁ νυμφίος. Ὁ γάμος ἁγνὸς, εὐκλεεῖς αἱ παστάδες. | |
1.239(t) | Ἕτεροι. | |
1 | Οὐκ ἦν θεμιτὸν ἀρετὰς εἴ που γράφεις Μὴ καὶ τὸν αὐτάνακτα πρὸς ταύταις γράφειν. Πλὴν ὡς ὑφεστὼς ἀρετῆς οὗτος τύπος Τὰς ἐμφάσεις παρῆλθεν, ὦ χεὶρ ζωγράφου. | |
1.240(t) | Ἕτεροι. | |
1 | Οὐχ ὡς ἀλείπτας τῷ κρατοῦντι τοὺς τύπους Ἔγραψεν εἰς μίμησιν ὁ σκιαγράφος· Ἀλλ’ ἵνα πᾶς ἄνθρωπος ἐντεῦθεν μάθοι Ὅπως βασιλεὺς πρακτικῶς τούτους γράφει. | |
1.241(t) | Εἰς τὴν Φρόνησιν δεικνῦσαν τὴν ἑαυτῆς κεφαλὴν τῷ δακτύλῳ. | |
1 | Τί δὴ, κόρη Φρόνησις, ἐξ εἰκασίας Αὐτὴ σεαυτὴν δεικνύεις τῷ δακτύλῳ; Δεῖξον τὸν αὐτάνακτα τῆς Ῥωμαΐδος, Ὃς τὴν κεφαλὴν ὄργανον σὸν δεικνύει. | |
1.242(t) | Ἕτεροι εἰς τὴν αὐτήν. | |
1 | Ἔδειξεν ἡ Φρόνησις ἀπὸ δακτύλου | |
Σοφῆς κεφαλῆς αὐτοδίδακτον χάριν. | ||
1.243(t) | Εἰς εἰκόνα τῆς Ἀνδρίας. | |
1 | Τὸ κατὰ παθῶν τῆς ψυχῆς θάρσος γράφων Τὴν Ἀνδρίαν ὥπλισεν ὁ σκιαγράφος. | |
1.244(t) | Τῆς Δικαιοσύνης. | |
1 | Οὐρανίας πλάστιγγος εἰκόνα βλέπων Τὰ πρακτέα στάθμιζε τοῦ βίου, ξένε. | |
1.245(t) | Τῆς Σωφροσύνης. | |
1 | Καὶ βλέμμα σεμνὸν καὶ συνολκὴ κρασπέδου Τῇ Σωφροσύνῃ κόσμος, οὐ στέφος μόνον. | |
1.246(t) | Εἰς εἰκόνα τοῦ βίου. | |
1 | Ἡ γλυκύτης ἄνωθεν, ἡ φθορὰ κάτω· Τί δὴ μάτην κέχηνας, ἀνθρώπου φύσις; Σκόπει σεαυτὴν, μὴ τὸ νῦν γλεῦκος μόνον, Μή πως ὁ μῦς κάτωθεν ἑστὼς ἐν γνόφῳ | |
5 | Ῥισοτρυγήσῃ τῆς πνοῆς τὸ δενδρίον, Καὶ κατενεχθῇς εἰς δρακόντειον στόμα, Καὶ δαπανηθῇς, καὶ ῥυῇς παρ’ ἐλπίδας. Τὸν γὰρ ἄνω βλέποντα πικρότης μόνον, | |
Οὐχ ἡδύτης ἔδειξεν οὐρανοσκόπον. | ||
1.247(t) | Ἐκ προσώπου τινὸς ἰατροῦ πρὸς τὸν μέγαν Λογαριαστήν. | |
1 | Τοῖς μὲν κακῶς πάσχουσιν ἐξ ἀῤῥωστίας Ἡμεῖς ἰατροὶ καὶ σκοποῦμεν τὰς νόσους, Καὶ δυνάμεις κιρνῶμεν αὐταῖς φαρμάκων· Καὶ τοὺς περιττοὺς ἐξορίζομεν πόνους· | |
5 | Ἡμεῖς δὲ φεῦ πάσχοντες ἐξ ἀσιτίας Καὶ γαστρὸς οὐ στέγοντες ἀῤῥήτους πόνους, Ὁρῶμεν εἰς σὲ τὸν σοφὸν παθοκτόνον. Τοῖς γοῦν ἰατροῖς εὑρεθεὶς σωτὴρ μέγας Τὸ σιτοφυὲς ἀντιφάρμακον δίδου, | |
10 | Τὴν φύσιν αὐχῶν ἀντὶ τῆς εὐτεχνίας. | |
1.248(1t) | Εἰς τὴν εἰκόνα τοῦ βίου ἥτις εἶχε δένδρον· ἐν ᾧ | |
1u | ἦν ἄν‐ | |
2t | θρωπος χαίνων ἄνω, καὶ μέλι ἄνωθεν ἐπισπώμενος, κάτωθεν δὲ ὑπὸ | |
3t | μυῶν τὰς βάσεις τρυγώμενος. | |
1 | Τὸν τύπον ἰδὼν τῆς σκιᾶς τῶν πραγμάτων, Ἄνθρωπε, διδάχθητι λανθάνον τέλος. Σὺ μὲν γὰρ ἑστὼς ἡδονῆς τρυγᾷς μέλι· | |
Σοῦ δὲ φθορεὺς κέχηνε τῇ πτώσει δράκων. | ||
1.249(t) | Εἰς τὸ αὐτό. | |
1 | Ἀφεὶς πρὸς ὑγρὸν ἡδονῆς χαίνειν μέλι, Τὸ τῆς φθορᾶς ἔκκλινον ὀψὲ γοῦν κέρας, Μή πως ὑπ’ αὐτοῦ λανθανόντως ἐμπέσῃς Ταῖς τοῦ κάτω δράκοντος ἐμφλόγοις γνάθοις· | |
5 | Σὺ μὲν γὰρ ὦ τὰν οὐδ’ ἐπαισθάνῃ τάχα· Ζωῆς δὲ τῆς σῆς ἐκδαπανᾷ τὰς βάσεις Ἡ τοῦ χρόνου κίνησις, ἧς τύπος τάδε. | |
1.250(t) | Εἰς τὸ αὐτό. | |
1 | Τί δὴ μάτην κέχηνας, ἀνθρώπου φύσις, Τρυγῶσα πικρᾶς ἡδονῆς θέλγον μέλι; Ὁ θάνατος γὰρ ὡς θρασὺς θὴρ ἐγγίσας, Βαλεῖν ἀπειλεῖ, σὺ δ’ ἀναισθήτως ἔχεις. | |
1.251(t) | Εἰς τὸ αὐτό. | |
1 | Τὸ μὲν μέλι θέλγει με τοῦ πλάνου βίου, Λυπεῖ δὲ τοῦ ζῆν ἡ τρυγωμένη βάσις. Τὸν γὰρ κάτω δράκοντα μηδόλως βλέπων, Τὸ τῆς φθορᾶς ἕτοιμον οὐ φρίττεις κέρας. | |
5 | Οὐκοῦν μάτην, ἄνθρωπε, καὶ ζῇς καὶ πνέεις Ἑστὼς μεταξὺ λανθανόντων κινδύνων. | |
1.252(t) | Εἰς τὸ αὐτό. | |
1 | Ζωῆς τὸ φυτὸν ἡδονῆς βλύζον μέλι Θέλγει, θεατὰ, τὴν φιλήδονον φύσιν. Ἀλλὰ τρυγᾷ τὸ δένδρον ὁ φθορεὺς χρόνος, Καὶ τῆς παρολκῆς ἑστιᾷ τὰ θηρία. | |
5 | Μὴ σύ γε χανδὸν πρὸς τὸ νῦν μέλι βλέπῃς. Ὁ θάνατος γὰρ ὁ φθορεὺς τῶν πραγμάτων Τὸ πικρὸν ἐξέτεινε τοῦ τέλους κέρας, Πτῶσιν δὲ τὴν σὴν ἄλλος ἐκζητεῖ δράκων. Στήριζε σαυτὸν, μὴ λαθὼν διεκπέσῃς· | |
10 | Δεῖ γὰρ σκοπεῖν τὰ βάθρα τῆς σωτηρίας. | |
1.253(t) | Εἰς εἰκόνα Δομεστίκου τῶν ἀνατολικῶν θεμάτων. | |
1 | Τῆς φύσεως τὸ θαῦμα τῆς ἀνθρωπίνης Ἐνταῦθα σιγῶν οὐ θορυβοῦν ἐγράφη· Τὸ γὰρ ἑαυτοῦ δῶρον αἰδοῖ προσφέρει Τὴν τοῦ θεοῦ, βέλτιστε, μητέρα βλέπον. | |
1.254(1t) | Ἐκ προσώπου τινὸς πρὸς τὴν θεομήτορα προσάγοντος | |
2t | αὐτῇ ἀναθήματα. | |
1 | Ἐκ τῶν πρὸς ἡμᾶς δωρεῶν σου, παρθένε, Τὸ νῦν παρ’ ἡμῶν εὐμενῶς δῶρον δέχου, Κἂν ᾖ ταπεινὸν πρὸς τὸ σὸν μέγα κλέος· Ἀλλ’ οἶδας αὐτὴ δεξιοῦσθαι τὸν πόθον. | |
1.255(t) | Εἰς τὸ γενέσιον τῆς ὑπεραγίας θεοτόκου. | |
1 | Πολυτελὲς τὸ σχῆμα τῶν γενεθλίων. Ἡ γὰρ βασιλὶς τοῦ βροτῶν γένους βρέφος, Ὃ στεῖρα καὶ γραῦς, εὐτυχεῖ παρ’ ἐλπίδα. Πλὴν ὥσπερ αἰδοῖ τῆς λεχοῦς καὶ τοῦ βρέφους | |
5 | Οὐδεὶς θορυβεῖ, μὴ τὸ θαῦμα συγχέῃ· Ἀλλ’ οὐδὲ τουτὶ κλαυθμυρίζει τὸ βρέφος, Κἂν εἰς ὕλην ἄψυχον ἡ τέχνη πνέῃ· Δεξάμενον γὰρ τὴν χαρὰν τῶν ἀγγέλων Ἐλευθερώσει τὰς γονὰς τῆς φύσεως· | |
10 | Ὥστε βλέπων θαύμασε καὶ σίγα, ξένε. | |
1.256(t) | Τῷ πατριάρχῃ κυρῷ Νίφωνι ὅτε ὑπέσχετο βοῦν δώσειν | |
u | αὐτῷ. | |
1 | Ἔτι σιωπῶ, βοῦν ἐπὶ γλώττης φέρων. Ὅταν γε μὴν ἴδοιμι τὸν σὸν ἀρότην, Μηκήσομαι δὴ καὶ κροτήσω τὴν χάριν, Ὡς βοῦς ἐπιγνοὺς εὐμενῆ τὸν δεσπότην. | |
1.257(t) | Τῷ Δομεστίκῳ τῷ Ἀτζύμῃ. | |
1 | Ἐμοὶ κριθῆς δεῖ, καὶ τὸ θαῤῥεῖν οὐκ ἔχων Πρὸς ἄλλον ἁπλῶς ὁντινοῦν τῶν ὀλβίων, Πρὸς τὴν ἀρίστην εἶδον ἣν ἔχεις φύσιν. Ἆρ’ οὖν τὸ πιστὸν αἰσχύνεις τῆς ἐλπίδος; | |
1.258(t) | Τῷ παρακοιμωμένῳ κυρ. Ἰωάννῃ τῷ Χούμνῳ. | |
1 | Ἆρ’ οὐκέτι κέκμηκεν, ὦ ξένη φύσις, | |
Ἐκεῖνος ὁ πτὼξ ὁ δρομεὺς ἐν τοῖς στίχοις; Καὶ μὴν ἐγὼ δέδοικα μὴ συνεσχέθη, Καὶ βρῶσιν αὐτὸν ἡ κύων εἰργάσατο. | ||
1.259(t) | Εἰς τὸν Χριστὸν ἐκ προσώπου Μακαρίου τοῦ ζωγράφου. | |
1 | Σὺ μὲν διέπλασας με χερσὶν ἰδίαις Τῇ κατὰ σαυτὸν ὡραΐσας εἰκόνι· Ἐγὼ δ’ ὅλην ἤμειψα τὴν εὐκοσμίαν, Θεοῦ Λόγε ζῶν, εἰς παθῶν ἀκοσμίαν. | |
5 | Πλὴν δεῦρο χειρὶ ζωγραφῶ σου τὸν τύπον, Ὅπως ἀναπλάττοις με καὶ κρείττω γράφοις Ἐν τοῖς ἄνω πίναξι τῆς ἀφθαρσίας. Σὸς λάτρις οἰκτρὸς ταῦτ’ ἔφη Μακάριος. | |
1.260(t) | Εἰς τὸν ἐπιτάφιον. | |
1 | Ἄνω μὲν ἀγγέλων σε πενθοῦσι στίφη· Κάτω δὲ δακρύουσι γυναῖκες, Λόγε, Κἂν οὐκ ἔχῃ θόρυβον ἡ θρηνῳδία· Ἄνδρες δὲ κηδεύουσιν αἰδοῖ καὶ τρόμῳ· | |
5 | Τάφος δέ σου τὸ σῶμα καινὸς λαμβάνει. | |
1.261(t) | Ἐκ προσώπου τοῦ μεγάλου Δημητρίου εἰς τὴν ἑαυτοῦ εἰκόνα. | |
1 | Μὴ θαυμάσῃς, ἄνθρωπε, λευκόν με βλέπων· Ἐκπλύνομαι γὰρ εἰς τὰ ῥεῖθρα τῶν μύρων, Εἰμὶ δὲ φαιδρὸς τὸν Σατὰν καταισχύνας Καὶ τῆς ἀμοιβῆς μὴ στερηθεὶς τῶν πόνων. | |
1.262(t) | Εἰς τὸν αὐτόν. | |
1 | Ἔοικεν ἑστὼς εὐσταλὴς ὁ γεννάδας Καὶ τὴν ψυχικὴν ζωγραφεῖν εὐανδρίαν Καὶ πρὸς τὸν ἐχθρὸν ἐμβριμώμενος λέγειν· „Μὴ τάχα Σατὰν προσβαλεῖν αὖθις θέλεις;“ | |
1.263(t) | Εἰς τὸν αὐτόν. | |
1 | Ἀναμένων δή τινα καθάπερ μάχην Ὁ γεννάδας πάρεστιν ἑστὼς ἀτρέμας· Εἰ μὴ γὰρ ἄδηλον ἐχθρὸν ἐσκόπει, Γίγαντος ἂν ἔφευγεν ἐντεῦθεν τρόπον. | |
1.264(t) | Εἰς τὸν αὐτόν. | |
1 | Ὁ γεννάδας πάρεστιν εἰς μάχην βλέπων· Τί δῆτα Σατὰν εἰ σφριγᾷς μὴ συμπλέκῃ; Δέδοικα, φησὶ, τοῦ θεοῦ τὸν ὁπλίτην· Ἡ πεῖρα γὰρ καὶ τοῦτον ἐγνώρισέ μοι. | |
1.265(t) | Εἰς τὸν αὐτόν. | |
1 | Κοιλὰς μὲν ἦν ἄντικρυς ἡ θνητὴ φύσις, Οἷα ταπεινὴ καὶ βραχὺν ζῶσα χρόνον. Μαραίνεται γὰρ εὐτελοῦς χλόης δίκην, Ὅταν ὁ χειμὼν τῆς τελευτῆς εἰσβάλῃ. | |
5 | Δημήτριος δὲ μυστικὸν φανεὶς ῥόδον Καὶ τῶν ἀκανθῶν τῆς ἀρᾶς βρύον μέσον, Λογχεύεται μὲν, ἐκκενοῖ δὲ ῥοῦν μύρων Ἀναστομωθὲν εἰς βαλανείου ζέσιν. | |
Ὢ μαρτύρων ἔαρος, ὢ ῥόδου ξένου, | ||
10 | Ὃ καὶ τρυγηθὲν καὶ πιεσθὲν οὐ φθίνει! Καὶ γὰρ ἄνωθέν ἐστι τὰς ῥίζας φέρον Καὶ ζῇ τεθηλὸς, καὶ τροπῆς κρεῖσσον μένει, Τὴν τοῦ τάφου κάλυκα λιπαῖνον μύροις. | |
1.266(t) | Εἰς τὸν αὐτὸν (Γεώργιον) ἐκ λίθου πεποιημένον. | |
1 | Τῶν ἀγαθῶν ἔρημον ἐσχηκὼς βίον, Εὗρόν σε Μωσῆν τοῦ θεοῦ τὸν ὁπλίτην. Διψῶν δὲ τὴν σὴν ἀπὸ τῶν μύρων χάριν Τεραστίων πρόχυσιν ἐκ πέτρας πίνω. | |
1.267(t) | Εἰς τὸν αὐτὸν γεγλυμμένον εἰς ἀμίαντον. | |
1 | Εἰς λίθον ἁγνὸν μάρτυς ἑστὼς ὁπλίτης Πρὸς δυσμενεῖς ὅπλιζε καὶ στήριζέ με· Εἰς γὰρ τὸν ἀκρόγωνον ἐξέσθης λίθον Τοῖς μαρτυρικοῖς ἐγκοπεῦσι γεννάδας. | |
1.268(t) | Εἰς τὸν αὐτὸν ἐσωγραφημένον. | |
1 | Θαρσῶν κατ’ ἐχθρῶν καὶ σφαδάζων ὁπλίτης Τὸ τῶν γνάθων ἔρευθος ἀκμαῖον φέρει· Τὸ γὰρ ἀτεχνῶς ὠχριᾶν πρὸ τῆς μάχης Ἀνανδρίας ἔνδειξις, οὐκ εὐανδρίας. | |
1.269(1t) | Εἰς ἐγκόλπιον ἐν ᾧ ἦν ὁ μέγας Δημήτριος, τοῦ δεσπότου | |
2t | κυροῦ Δημητρίου. | |
1 | Χρυσοῦν σε νεκρὸν εἰς χρυσῆν φέρων θίβην | |
Χρυσῆν ἀτεχνῶς εὐτυχεῖ μύρων χύσιν, Ὡς ἂν καθαιρῇ τῶν παθῶν τοὺς κανθάρους Ὁμώνυμος σὸς δεσπότης, Δημήτριε. | ||
1.270(t) | Εἰς τὸ αὐτό. | |
1 | Τῷ δεσπότῃ τὰ στέρνα, Θετταλῶν πόλις· Δημήτριον γὰρ εἰς χρυσοῦν φέρει τάφον Ζωηφόρον βλύσοντα μυρίπνουν χύσιν. Ὁμώνυμος δ’ οὖν ἐστι Παλαιολόγος. | |
1.271(t) | Εἰς τὸ αὐτό. | |
1 | Χρυσῆ κιβωτὸς, ἀλλὰ μὴ μύρα βρύει· Δημήτριος γὰρ ὁ χρυσοῦς μάρτυς μέσον, Ὃς τὴν χάριν δίδωσι δαψιλεστέραν Παλαιολόγῳ δεσπότῃ Δημητρίῳ. | |
1.272(t) | Εἰς τὸν αὐτὸν τὸν νυττόμενον ἐν τῷ λοετρῷ. | |
1 | Ἰδοὺ τὸ λουτρὸν, πλῆρες ἐστὶν αἱμάτων· Καὶ γὰρ ἐν αὐτῷ μαρτυρικῶς ἐσφάγης, Νυγεὶς ὅλον τὸ σῶμα τοῖς ἀκοντίοις· Χριστοῦ βαλανεῦ, καὶ ψυχῶν σμῆχε σπίλους. | |
1.273(t) | Εἰς τὸν αὐτὸν μέγαν Δημήτριον. | |
1 | Ἄγρυπνος ὁ πρόμαχος, ἡ πόλις νίκα | |
Πρὸ συμπλοκῆς ἔπαθλα. Τί δὴ τὸ ξένον; Θεὸς στρατηγεῖ καὶ προβάλλει τὰς νίκας, Καὶ σὺ βλέπων, ἄνθρωπε, θαυμάσεις μάτην. | ||
1.274(1t) | Εἰς τὴν μυροδόχον κιβωτὸν τοῦ μεγάλου Δημητρίου, | |
2t | ἐν ᾗ ἵσταντο ἑκατέρωθεν οἱ ἅγιοι ἀνάργυροι. | |
1 | Ἐχρῆν ἰατροὺς, εὐμενεῖς ἀναργύρους, Πρὸς τοὺς ἀγωγοὺς συνδραμεῖν τοῦ φαρμάκου. Νῦν οὖν περιθυροῦσι τὸν μυροβλύτην, Πᾶσι πρυτανεύοντες ἄφθονον χάριν. | |
1.275(t) | Εἰς τὸ παχὺ μύρον τοῦ μεγάλου Δημητρίου. | |
1 | Ἴαμα καινὸν μαρτυρικοῖς ὀστέοις Ἡ τῶν μύρων ἄντικρυς εὑρέθη δρόσος· Ἰεσεκιὴλ εἰ προφητεύεις πάλιν, Καὶ σάρκας αὐτοῖς ἐκπνοῆς ὅρα ξένης. | |
1.276(t) | Εἰς τὸ κιβώτιον, ἔνθα ἵσταντο μάρτυρες φύλακες. | |
1 | Πρὸ τῶν θυρῶν φύλακας ὁπλίτας βλέπων, Ἔγγιζε, πιστὲ, μὴ κτυπῶν ἀλλὰ τρέμων· Ἑστήκασι γὰρ ὡς Χερουβὶμ ἐνθάδε, Καὶ τὴν Ἐδὲμ φρουροῦσι τῶν τεραστίων. | |
1.277(t) | Εἰς τὸν αὐτὸν ἱστάμενον εἰς τὸ κιβώτιον. | |
1 | Δημήτριε ζῇς, ἀλλὰ σιγᾷς ἐνθάδε Τοῖς μαρτυρικοῖς ἐκλυθεὶς ἴσως πόνοις· Ἱστάμενος δ’ οὖν ἐκτάδην πρὸ τῆς θίβης Δοκεῖς καλεῖν τὴν κτίσιν εἰς μύρων χύσιν. | |
1.278(t) | Εἰς τὸν αὐτὸν ὅτε διὰ προσευχῆς ἐθανάτωσε τὸν σκορπίον. | |
1 | Τὸν τῆς φυλακῆς ὑποδὺς δεῦρο γνόφον, Ὡς πρὶν ὁ Μωσῆς τὸν θεὸν, μάκαρ, βλέπεις, Δεξάμενος δὲ τῆς χάριτος τὰς πλάκας Εὐχῇ θανατοῖς δραστικῇ τὸν σκορπίον. | |
1.279(t) | Εἰς τὴν προτροπὴν Νέστορος. | |
1 | Νέστορ, τὸν ἐχθρὸν εἰ παρεστῶτα βλέπεις, Τὸν ὄγκον αὐτῷ τῶν μελῶν μὴ θαυμάσῃς· Τοῖς γὰρ ταπεινοῖς ὁ βραβεὺς ἐπιβλέπων Αἱρεῖ δι’ αὐτῶν εὐχερῶς τοὺς αὐθάδεις. | |
1.280(t) | Ἕτεροι. | |
1 | Ναὶ σφάττε, ναὶ φόνευε, ναὶ θλίβε τρύχων Μὴ τὸν παλαιστὴν τὸν θρασὺν, Νέστορ, μόνον, Ἀλλὰ σὺν αὐτῷ καὶ τὸ τῆς πλάνης κράτος. Ὁ γὰρ βαρὺς τύραννος ἐῤῥάγη βλέπων. | |
1.281(1t) | Εἰς τὸν μέγαν Δημήτριον ἐν λίθῳ πεποιημένον φλέβας | |
2t | ἐρυθρὰς ἔχοντι. | |
1 | Ἐρυθροβαφὴς ἐκ σφαγῆς ὁ σὸς φάρυγξ, Ἐρυθροβαφὲς καὶ τὸ τῆς σπάθης στόμα· Καὶ γὰρ σφαγεὶς ἔσφαξας αὐτὸς τὴν πλάνην, Ὦ θῦμα καινὸν, ὦ σφαγεῦ ζῶν ἐν λίθῳ. | |
1.282(t) | Εἰς τὸν μέγαν Γεώργιον. | |
1 | Ὁ μάρτυς ὠχρὸς, οὐκ ἐρυθρὸς ἐγράφη· Ἡ γὰρ ζέσις ἔῤῥευσεν ἐκ τῶν αἱμάτων· Ἐχρῆν δὲ Χριστοῦ ζωγραφεῖν τοῦτον τύπον, Ὃς αἵματος πλὴν θῦμα σεπτὸν εὑρέθη. | |
1.283(t) | Πρὸς τὸν μέγαν Γεώργιον εἰς καθιέρωσιν τοῦ ναοῦ αὐτοῦ. | |
1 | Πρὸς οὓς μὲν ὑπήνεγκας, ὦ μάρτυς, πόνους Κἂν ἐξ ὑπερτίμων σε κοσμῇ τις λίθων, Αὔταρκες οὐδὲν οὐδαμῶς ἂν εἰσφέροι. Ἂν δὲ σκοπῇς τὸ φίλτρον ὡς ὁ δεσπότης, | |
5 | Ὃς λαμβάνει καὶ μύρα πορνικὸν φόρον, Χήρας τε λεπτὰ, καὶ δορᾶς αἰγῶν τρίχας, Καὶ τήνδε κοινὴν οὖσαν οἴσεις τὴν ὕλην. Οὐκοῦν ἀμοιβὰς τὰς πρεπούσας ἀντίδος Ναόν με ποιῶν τῶν θεοῦ χαρισμάτων | |
10 | Εὔνους τομίας ταῦτα πεπαγωμένος. | |
1.284(t) | Εἰς ἐγκόλπιον διαφόρων ἁγίων. | |
1 | Θεοῦ νεφέλη δεῦρο καὶ λίθου γνόφος | |
Καὶ τρεῖς ἔτι σίφωνες εἰς ὄμβρων χύσιν Ὁ Μυρέων πρόεδρος, ὁ Ζαχαρίου Σὺν τῷ νικητῇ πανταχοῦ Γεωργίῳ. | ||
5 | Ἕλκουσι γάρ μοι ῥεῖθρα μακροθυμίας Ἐκ τῶν θαλασσῶν τοῦ θεοῦ τῶν ἀφθόνων. | |
1.285(1t) | Εἰς τὸν προφήτην Δανιὴλ καὶ τὸν μέγαν Δημήτριον | |
2t | καὶ τὸν ἀρχιστράτηγον εἰς δαιμονόλιθον πεποιημένον. | |
1 | Πέτρᾳ σκεπασθεὶς καὶ λιθοχρόῳ γνόφῳ Καὶ κατὰ Μωσῆν τὸν Θεὸν δεῦρο βλέπων Αἱρῶ στρατιὰν μυστικῆς τυραννίδος· Τὸν γὰρ Δανιὴλ ἅμα τῷ Δημητρίῳ | |
5 | Πλάκας νοητὰς, τὸν δὲ νοῦν τὸν ὁπλίτην, Σαφῶς Ἰησοῦν εὐτυχῶ στεφανίτην. | |
1.286(t) | Ὅμοιοι. | |
1 | Εἰ Χριστὸς ἀκρόγωνος ἐκλήθη λίθος, Καὶ σφενδόνην τὸ σχῆμα τοῦ λίθου βλέπω Εἴργω τὸν ἐχθρόν· ἂν δὲ καὶ προσεγγίσῃ, Νοῦς καὶ βλέπων καὶ μάρτυς, ἄλλοι τρεῖς λίθοι, | |
5 | Κἀγὼ δι’ αὐτῶν ὡς Δαβὶδ ὡπλισμένος Ὁρῶ Γολιὰθ τὸν Σατὰν ἐσφαγμένον. | |
1.287(t) | Εἰς τοὺς ἁγίους μάρτυρας θεοδώρους. | |
1 | Γράψας ἐγὼ τὸ πρῶτον ἐν τῇ καρδίᾳ Νοῦν χρωματουργῶ τοῦ θεοῦ τοὺς ὁπλίτας, Ἵν’ οὓς ἔχει νοῦς καὶ κατ’ αἴσθησιν βλέπω, Σαρκός τε καὶ νοῦ ζωγραφῶν ὑπερμάχους. | |
5 | Ὁ σύνθετος γοῦν τοῦ χρυσαργύρου φόρος Διπλοῦν ἀγαθὸν ἐξ ὑμῶν γένοιτό μοι. | |
1.288(1t) | Εἰς τοὺς ἁγίους τρεῖς μάρτυρας ἱππότας ἀλλήλοις | |
2t | διομιλουμένους. | |
1 | Οἱ μάρτυρες νικῶσι τὴν κοινὴν φύσιν, Ὑπὲρ φύσιν δήπουθεν ἠγωνισμένοι. Καὶ γὰρ κατ’ ἐχθρῶν τακτικῶς ὡπλισμένοι Κινοῦσι μικροῦ πνευστιῶντας τοὺς τύπους· | |
5 | Πλὴν ἀψοφητὶ συλλαλοῦσιν ἐνθάδε, Μή πού τις αὐτοὺς δυσμενὴς γνοὺς ἐκφύγῃ. Κἂν δεῖγμα θυμοῦ τοῖς προσώποις μὴ βλέπῃς, Τὴν συμπλοκὴν θαῤῥοῦσι, καὶ μὴ θαυμάσῃς. Σκόπει, θεατὰ, καὶ τὸ τῶν ἵππων τάχος, | |
10 | Οὓς δῆθεν ἁβροὺς ἡ σοφὴ τέχνη γράφει. Αἱ γὰρ ἐναλλὰξ τῶν ποδῶν ὑπερβάσεις Μισοῦσι τὴν γῆν, μὴ χεθῇ τούτοις κόνις. | |
Πεπήγασι δὲ πρὸς τὸν εἱρμὸν τῶν λόγων, Μή πως ἔχοι θόρυβον ἡ διάστασις· | ||
15 | Ἐχρῆν γὰρ αὐτοὺς εἰς τὸν αἰθέρα τρέχειν | |
Οὓς ἱππόται τρέφουσιν οὐρανοδρόμοι. | ||
21,prol | Τὸ μὲν παρὸν σπούδασμα τῷ βίῳ πρέπον· Προκείσεται γὰρ τοῖς ἀγαθοῖς τὴν φύσιν Θαυμαστὸν ἀρχέτυπον ἀνδρὸς ὀλβίου. Φιλῆς δὲ μετρεῖν οὐρανοῦ πλάτος θέλων | |
5 | Ἆρ’ οὐκ ἂν εἰς ἔγκλημα λειφθείη θράσους; Πλὴν εἰ σχέσις πέπεικε τολμηροὺς λόγους, Σοφὸς δικαστὴς οὐ κρινεῖ τοῦτο θράσους. | |
21,hyp | Ἠθοποιΐα δραματικὴ πονηθεῖσα τῷ Φιλῇ καὶ ἐγκωμίων ὑπόθεσιν ἔχουσα τῷ λαμπροτάτῳ μεγάλῳ Δομεστίκῳ, τῷ Χαριτωνύμῳ φημὶ Καντα‐ κουζήνῳ. Εἰσὶ μέντοι τὰ πρόσωπα Νοῦς καὶ Φιλῆς, προλογίσει δὲ Φιλῆς. | |
2.1 | Φιλῆς. Παιδευτὰ Νοῦ, πρόελθε τῆς Βυζαντίδος· Ὀξὺς γὰρ εἶ σὺ καὶ πτερῶν δίχα τρέχεις, Καὶ ῥεῦμα νικᾷς καὶ πνοῆς κούφην χύσιν Καὶ πυρὸς ἀκμάζοντος ἐν χορτῷ φλόγα. | |
5 | Καὶ γνοὺς ὁποῦ γῆς ὁ δρομεὺς ἐμὸς γίγας, Ἐκεῖθεν ἡμῖν εὐσταλὴς παλινδρόμει· Καὶ γὰρ ὅπως ἂν ὁ χρυσοῦς ἔχοι, φράσεις. | |
Νοῦς. Ἄπειμι, πλὴν πάρειμι, καὶ μὴ θαυμάσῃς, Εἰ μὴ παρετρίβη τις ἐν μέσῳ χρόνος· | ||
10 | Ποῦ γὰρ ἐπιπρόσθησις εἰργούσης ὕλης Εἰς φύσιν ἁπλῆν καὶ σχολῆς ὑπερτέραν; Μᾶλλον δὲ καὶ φεύγω σε καὶ ξύνειμί σοι, Δοκῶν ἐρευνᾶν καὶ τὰ Γαδείρων πέρα, Τὸν αὐτὸν, ὃν πάρειμι, καὶ φεύγω χρόνον. | |
15 | Φιλῆς. Οὐκοῦν ἄγε, γνώρισε, καὶ μή μοι φθόνει, Σύνοικε φυγὰς, ἀξιοῦντι μανθάνειν· Ὁ γὰρ μεταξὺ τῆς ἀπουσίας χρόνος Ἤνεγκεν ἡμᾶς εἰς κενὰς ὑποψίας· Καὶ σὺ δ’ ἐπ’ αὐτοῦ τοῦ καθεύδειν ἔσθ’ ὅτε | |
20 | Τὸν παντοδαπὸν εὐφυῶς ἐζωγράφεις· Οὕσπερ τέως ἔτερπες ἀλγύνων πάλιν. Νοῦς. Σύγχαιρέ μοι, βέλτιστε, διδάσκοντί σε· Καὶ γὰρ ὁ λαμπρὸς καὶ μέγας Δομέστικος Νῦν ἱππότης ἥδιστος εἰς θήραν τρέχει, | |
25 | Τομῶς προχωρῶν εἰς τὰ τῆς λόχμης βάθη· Ἃ δ’ ἂν ὑπερκύπτοντα θηρία βλέποι Βολαῖς ἀναιρεῖ τοξικαῖς παραυτίκα, Πᾶν ἐγγύθεν δύσμαχον αἰχμῇ συμπνίγων. Φιλῆς. Πόθεν δὲ τοῦτ’ ἤσκησεν ὁ πρέσβυς νέος, | |
30 | Μήπω διδαχθεὶς, εἴπερ οὐ φαῦλον τόδε· Ἔτι γὰρ ἐν μείρακος ἀκμάσει χρόνῳ, Καὶ παιδαγωγὸν τοξικῆς ἐπιστάτην Οὐκ ἔστιν εὑρεῖν εἰς τὸ νῦν ἅπαν γένος. Ἡ νευρὰ γὰρ πόῤῥωθεν ἡμῖν ἐῤῥάγη | |
35 | Καὶ χρὴ καθ’ ἡμῶν εὐστοχεῖν τοὺς κινδύνους. Νοῦς. Τὴν εὑρετικὴν τῶνδε τῶν ἔργων φύσιν Κατ’ οὐδὲν ἐλλείπουσαν ἐκ βρέφους ἔχων, Εἰς ταῦτα δεινὸς αὐτομαθὴς εὑρέθη, Καὶ τοῦ χρόνου, βέλτιστε, πολλῷ βελτίων· | |
40 | Γυμνάσεται γὰρ ὥσπερ ἐν θήρᾳ σκύλαξ Καὶ δείκνυται παῖς πρεσβυτῶν παιδοτρίβης Σπουδῇ κατορθοῦν εὐγενῶς εἰθισμένος. Φιλῆς. Τὸ δὲ σθεναρὸν εἰς παλαμναίας μάχας Πῶς ἐστὶν αὐτῷ καὶ πρὸ τῆς ἡλικίας; | |
45 | Ἔχεις φυσικοῖς τοῦτο δεικνύναι λόγοις, Ἢ θαυματουργεῖν ἀξιοῖς καὶ τὴν φύσιν; Σύναγε σαυτὸν, ἀγνοοῦντά με βλέπων· Ἥκιστα γὰρ ἂν ταῦτα δυναίμην κρίνειν, Εἰ μὴ σὺ διδάσκοις με τὰς πεύσεις λύων. | |
2.1(50) | Νοῦς. Ὅταν ὁ πατὴρ εὐσθενὴς ᾖ τὴν φύσιν, Καὶ μηδὲν εἰς ἔκλυσιν ἡ μήτηρ φέροι, Μηδ’ ἀστέρος δύναμις ἀμφοῖν ἀντέχοι, Τοιοῦτον εὐθὺς ὀργανοῖ καὶ τὸ βρέφος | |
Τῆς σπερματικῆς ἐμβολῆς ἡ θερμότης. | ||
55 | Μάλιστα δ’ εἰ πόῤῥωθεν ἡ φύσις τύχοι Τὴν ἰσχὺν ἀθροίζουσα τῇ νέᾳ πλάσει. Φιλῆς. Ἂν ἡ φύσις τέτευχε τοῦθ’, ὅπερ λέγεις, Πῶς αὐτὸν ἐξήνεγκε τῷ χρόνῳ μόνον; Ἐχρῆν γὰρ αὐτὴν δραστικὴν δεδειγμένην | |
60 | Τοιοῦτον ἐσμὸν ἐξενεγκεῖν ἐμβρύων. Νυνὶ δ’ ἐπ’ αὐτῷ φιλοτιμησαμένη Καὶ χαρίτων ἄθροισμα συστησαμένη, Τοὺς οὐρίους ἤλεγξε τοῦ χρόνου τόκους. Νοῦς. Οὐ πολλάκις Αἴγυπτος, ἀλλ’ ὅταν τέκοι, | |
65 | Τὸ τεχθὲν ἐξίστησι, τὴν παροιμίαν. Ποῖον γὰρ δὴ θαύματος οὐκ ἔχοι κρότον, Τὸ μέχρις ἡμῶν ἐκ φυλῆς πρωτοσπόρου Τοσοῦτο καλὸν ἀγνοεῖσθαι τῷ χρόνῳ; Τοὺς γοῦν φυσικοῦς δεῦρο φαυλίσας λόγους | |
70 | Ἡγοῦ τὸν ἄνδρα τοῦτον ἐλθεῖν ὑψόθεν. Φιλῆς. Νῦν δ’ ἄρα τί δρᾷ; πῶς δὲ κοσμεῖ τὸν βίον; Οὐκ ἠρεμεῖ γὰρ, οὐδὲ ῥαστώνην ἄγει, Σπουδῇ καθιστῶν ἀσφαλῆ τὰ πρακτέα. | |
Ναὶ φράσε καὶ γνώρισε τὸν γίγαντά μου, | ||
75 | Κἂν τὴν στρατιὰν τακτικῶς διεξάγοι, Κἂν ἱστοριῶν συγκομίζοι φροντίδα Πρὸς βιβλίων πέλαγος ἐγκύψας μόνος. Νοῦς Δημηγορικῶς δεξιοῦται τὰ στίφη· Καὶ τόξον ὀρθοῖ, μὴ νοτισθὲν συμπέσῃ, | |
80 | Καὶ τοὺς ὀϊστοὺς τῶν φαρετρῶν ἐκχέει, Μή πού τις ἰὸς εἰσφθαρεὶς τούτοις λάθῃ· Σμήχει δὲ καὶ θώρακα, χαλκεύων δόρυ, Σφίγγει δὲ τὰς μήνιγγας, ὀρθῶν τὸ κράνος, Καὶ ταῖς περικνημίσιν ὡραΐζεται. | |
85 | Φιλῆς. Ἐκεῖνο τοῦθ’ ὅ φησὶν ἡ παροιμία, Οἱ γὰρ τόκοι σπεύδουσι τῶν ἐχεφρόνων Πρὸ τῶν τραπεζῶν τὴν ἐδωδὴν ἀρτύειν· Τοῦτ’ αὐτὸ δὴ πράττοντα καὶ τόνδε βλέπων, Ἆρ’ οὐκ ἀγαθὸν οὐδὲ γενναῖον κρίνεις; | |
90 | Ἐμοὶ δὲ καλεῖν καὶ Προμηθέα πρέπον Τὸν τὴν μάχην βλέποντα καὶ πρὸ τῆς μάχης, Νοῦς. Ἰοὺ, κρύφα πρόεισι τοῦ στρατηγίου, Καὶ τοὺς φίλους πένητας ἀφθόνως τρέφει, Χρυσὸν χορηγῶν, ἀργυροῦς ὄμβρους χέων, | |
95 | Στολὰς προτιθεὶς καὶ καλινδήθρας νέμων· | |
Καὶ τοὺς σιτιστὰς δεξιῶς ἐποτρύνων Μή πού τις αὐτῶν ἠλογηκὼς γογγύσῃ Καὶ λοιπὸν οὐκ ἔμμισθος ἡ πρᾶξις μένοι. Φιλῆς. Τοῦτ’ ἔστιν αὐτῷ φυσικῶς ἔχον πάθος | ||
2.1(100) | Καὶ τοῦδε χωρὶς οὐδ’ ἀναπνεῖν ἰσχύει, Μᾶλλον δὲ τὸ πνεῖν οὐδ’ ἀμυδρόν τι κρίνει. Ζῇ γὰρ ἐν αὐτῷ τῷ καλῶς δρᾶν τοὺς ξένους, Ὡς ἰχθὺς ἂν ὕδατος ἀφθόνως πίνοι· Πλὴν φιλονεικεῖ πανταχοῦ γῆς λανθάνειν, | |
105 | Τὸν ἐξεταστὴν τῶν ἀποῤῥήτων βλέπων. Νοῦς. Ἀλλ’ ἰαταταὶ νῦν ὁμιλεῖ τοῖς φίλοις Καὶ δημιουργεῖ τοὺς ὑπὲρ φύσιν λόγους Ὁ τῶν φυσικῶν συλλογιστὴς αἰτίων· Σοφῶν δέ τις ὅμιλος ἑστῶτες πέριξ | |
110 | Πρὸς τοὺς λόγους χαίνουσι τῶν ἄλλων πλέον· Πεπήγασι δ’ οὖν ὥσπερ εἰς λίθων φύσιν Μετὰ φρίκης βλέποντες ἀλλήλους μόνον. Φιλῆς. Ὦ τίς τοσοῦτον εἶδε γηγενὲς τέρας; Ποῖος δὲ νοῦς γόνιμος ἀρκέσει τάχα | |
115 | Τοσοῦτον ἐσμὸν συλλαβεῖν χαρισμάτων; Ὢ φύσις, ὢ νοῦς, ὢ μέγας Δομέστικος· | |
Οὗ μῶμος οὐδεὶς τῇ φυῇ προσετρίβη· Μὴ τὴν ἀγαθὴν τοῦ προπάτορος φύσιν, Ἥτις ποτ’ ἦν, δείκνυσιν ἀνθρώπων μόνος; | ||
120 | Νοῦς. Ἂ ἂ πάλιν, βέλτιστε, μανθάνων κρότει· Φήμης ποθὲν γάρ τινος ἐκφοιτησάσης, Ὡς βαρβάρων στράτευμα κυκᾷ τὴν Θρᾴκην, Ὅπλοις βρύων ἔξεισιν εἰς πράξεις νέας, Μέσον δὲ τῆς φάλαγγος ἑστὼς ἀτρέμας, | |
125 | Ὡσεὶ λέων ἕτοιμος εἰς θήραν βρύχει Καὶ τοὺς ἐπιτρέχοντας αἱρεῖ τῇ σπάθῃ. Φιλῆς. Ναὶ φράσε καὶ πῶς τῶν βελῶν ἀπηλλάγη; Μᾶλλον δὲ πῶς ἔπλησε τὴν χώραν σκύλων, Λαβὼν ἀπ’ αὐτῶν οὐδὲ πυγμαῖον μέρος; | |
130 | Τοὺς γὰρ μαχητὰς ὀλβιῶν ἀφ’ ἑστίας Κέρδους νόθου πρόσληψιν οὐ θέλει βλέπειν. Δέδοικα δ’ οὖν μή πού τι γενναῖον βέλος Τὴν τῶν ὅπλων ἤλεγξεν εὐαρμοστίαν. Νοῦς. Θάῤῥει· τί γὰρ ὕποπτον εἰς τὸν γεννάδαν; | |
135 | Τί δ’ οὐκ ἀσινὲς πρὸς φορυτὸν κινδύνων; Ὅταν ὁ κοινὸς τόνδε κοσμῇ δεσπότης Ὅπλοις νοητοῖς καὶ ψυχῆς εὐανδρίᾳ, Καὶ τοὺς ἐπεισρέοντας ἐχθροὺς ἐκθλίβοι, Πᾶν ἀχρόνως εὔθηκτον ἀμβλύνων βέλος, | |
140 | Καὶ τοῦτον ὡς πῦρ ἐκ νεφῶν ἐπιβρέχοι. Φιλῆς. Πολλὰς ἐγὼ χάριτας εἰδὼς τυγχάνω Καὶ τῶνδέ σοι, Νοῦ, τῶν κατὰ γνώμην λόγων. Βακχεύομαι γὰρ τῷ κατ’ αὐτοὺς γαργάλῳ, Παρόντα μικροῦ τὸν στεφανίτην βλέπων. | |
145 | Ἀλλὰ πάλιν μάνθανε καὶ γνώρισέ μοι· Λόγος γὰρ ἡδὺς ἄχρις ὀστῶν εἰσρέων Ἀποκρύφων σβέννυσι καμίνους πόνων. Νοῦς. Βαβαὶ πάλιν ἔξεισιν εἰς ἄλλην μάχην Καὶ, τῶν Τριβαλλῶν εἰσπεσόντων ἀθρόον, | |
2.1(150) | Αὐτὸς παρ’ αὐτοὺς εὐαριθμήτους ἄγει. Πρώτῃ δὲ τὰς φάλαγγας ὁρμῇ συγχέει Πρηστῆρος ὀφθεὶς αἰθεροδρόμου τρόπον, Λύει δὲ τὰ σφίγματα τῆς ὁμαιχμίας, Τὸ στεῤῥὸν εἰς σύναρσιν ἐντείνων δόρυ. | |
155 | Φιλῆς. Ἡ δ’ ὄψις αὐτῷ πῶς ἐπανθεῖ καὶ βρύει; Ναὶ ζωγράφει, βέλτιστε, τὸν γίγαντά μοι. Γυμναστικὸς γάρ ἐστιν, ὧν εἶδον, πλέον Καὶ τοῖς πόνοις ἔνεστιν οὐ φαῦλον δέος, Ὅταν ὁ συχνὸς τοῖς ἀριστεῦσι χρόνος | |
160 | Τῆς πιμελῆς τὸ πλεῖστον ὡς πῦρ ἐκθλίβῃ, Τὸ τῶν γνάθων ἔρευθος ἀμβλὺ δεικνύων. | |
Νοῦς. Εἶδες χλιδῶν ἔαρος ἐν βάτῳ ῥόδον Καὶ κρίνον ἀνθοῦν; ταῦτα κἀνταῦθα σκόπει· Τὸ γὰρ ἐρυθρὸν εἰς τὸ λευκὸν ἐῤῥύη | ||
165 | Καὶ πᾶν τὸ λευκὸν ἔσχεν ἀρκοῦν τὸ ζέον, Καί τις πάλιν ἄφραστος ἱμέρου χρόα Χεῖται παρ’ ἀμφοῖν, καὶ δοκεῖ φῶς ἄλλό τι Πρὸς ἀστραπῆς ἔλλαμψιν ἁμιλλώμενον. Φιλῆς. Ἡ δ’ ἕξις αὐτῷ καὶ τὸ τῇ κράσει πρέπον | |
170 | Πῶς δ’ εἴ ποτ’ εἰσί; ταῦτα γὰρ μᾶλλον φίλα Τοῖς εὐστόχως κρίνουσι τὸν στεφανίτην. Γένοιτό μοι δὲ πάντα μανθάνειν τάδε Πρὸς ἡδονὴν καὶ τέρψιν, εἰ φράσειν θέλεις. Γένοιτο καὶ σοὶ δεξιῶς λέγειν τάδε, | |
175 | Καὶ μηδὲν ἀντίδοξον εἰς μέσον φέρειν. Νοῦς. Πάντ’ ἐστὶν αὐτῷ, ὡς κατ’ εὐχὴν ἡ τύχη. Τοῦ σώματος γὰρ εὐσθενοῦς δεδειγμένου, Πάντα προχωρεῖ καὶ καταλλήλως ἔχει· Καὶ πρὸς τὰ συμπτώματα λαμπρῶς ἀντέχει, | |
180 | Ταχυδρόμου γίγαντος ἐμφαίνων τόνον. Φεύγει δὲ τὸν βλάπτοντα τὴν ἕξιν κόρον Παγκρατιαστοῦ ζῶν ὁ γεννάδας βίον. Φιλῆς. Ἂν οὐκ ἐπαχθὲς, καὶ τὰ λοιπά μοι φράσον· Τῆς γὰρ ψυχῆς τὸ κάλλος ἀθρῆσαι θέλω, | |
185 | Τῶν σωματικῶν ἐμφορηθεὶς φασμάτων, Ἂν αὐτὸς, ὦ βέλτιστε, καὶ τοῦτο γράφοις, Τὸ χρῶμα κιρνῶν τῶν σοφῶν εἰκασμάτων. Εἰ γὰρ ἐναργῶς ἱστορεῖν τοῦτον θέλοις, Λύσιππος οὐδὲν οὐδ’ Ἀπελλῆς ἐνθάδε. | |
190 | Νοῦς. Θεὸς μὲν αὐτῷ βάθρον ἐστὶ τοῦ βίου· Λόγος δ’ ἀληθὴς, κόσμος εὐθὺς ἐκ βρέφους· Ὅρκον δὲ μισεῖ καὶ γονεῖς φρίττει βλέπων Καὶ σωφροσύνῃ καὶ θέμιδι τέρπεται. Κτᾶται δ’ ὅσα χρὴ, πλὴν ἀποκτᾶται πάλιν, | |
195 | Φίλους τρέφων πένητας, ἀθρόους ξένους, Καὶ τοὺς ὑπ’ αὐτὸν δυσπραγοῦντας ὁπλίτας. Φιλῆς. Τέρας λέγεις ἄνθρωπον εἰς τὸ νῦν γένος. Πλὴν ταῦθ’ ὁ λαμπρὸς εὐτυχεῖ τὰ πρακτέα, Καὶ τὸν τοσοῦτον ὄλβον ἀθροίσας μόνος, | |
2.1(200) | Ἀφιλόκομπός ἐστι καὶ πρᾷος φύσει· Ὡς γὰρ δανειστὴν τὸν δεδωκότα τρέμει Καὶ πᾶν ὅσον δίδωσιν ἡγεῖται χρέος· Ὢ θαῦμα νικῶν τεχνικὸν πάντα κρότον. Νοῦς. Ἀλλὰ σκόπει, βέλτιστε, καὶ τἄλλα ξένα | |
205 | Δι’ ὧν ἀτεχνῶς τόνδε κοσμεῖ τὸν βίον. Τὸ γὰρ θυμικὸν ὥσπερ ἐκτὸς λαμβάνων, Ὅταν μὲν εἰς ἄμυναν ἐχθρῶν ἐκτρέχοι, Καὶ πῦρ κατ’ αὐτῶν ἀντιπιπτόντων πνέει· Ὅταν δὲ τῶν παίδων τις ἐξαμαρτάνῃ, | |
210 | Τὸ πῦρ τόδε σβέννυσιν εὐνοίας δρόσῳ. Φιλῆς. Καὶ τοῦτο κοινὸν, ἀλλὰ τῇ φύσει πρέπον, Εἰ τῇ φύσει ξύνεστιν, ὃ φράσεις, πάθος. Ὁ δ’ οὐχ ὑπείκει τοῖς νόμοις τῆς φύσεως· Ἀλλ’ ἔστι παντὸς ἐγκρατέστερος πάθους, | |
215 | Τῆς φύσεως τὴν ἕξιν εὐλαβουμένης. Τίς οὖν τὸν ἄνδρα τόνδε κοσμήσει λόγος, Κἂν ἐκ παλαιᾶς Ἀττικῆς ὑπερβλύσῃ; Νοῦς. Ἔτι δ’ ἔχων ἔμφυτον εὑρέθη μόνος· Τὸ μακαριστὸν ὁ στεφανίτης τόδε· | |
220 | Ἃ γὰρ ἐπ’ αὐτὸν συγκομίζει βιβλία Τὸ ποικίλον σύνταγμα τῶν στρατευμάτων, Αὐτὸς καθ’ αὑτὸν εὐφυῶς διατρέχει, Καὶ πᾶσιν ἁπλῶς τὰς περιστάσεις λύει, Νέκταρ λόγων ἔμμουσον αὐτοῖς ἐγχέων. | |
225 | Φιλῆς. Τί τις ἂν εἰς ἔπαινον ἁρμόζον λέγοι; Σίγα, Πλάτων, Σώκρατες, αἰσχύνου λέγων, Δημοσθένους ἔπαρσις, εἰς χοῦν ἐκτρέπου. Πᾶς γὰρ σοφιστὴς, πᾶς δὲ πυρίπνους γράφων Ἢ γλαῦξ τίς ἐστιν εἰς νομὰς φιλεσπέρους, | |
230 | Ἢ καὶ κολοιὸς ἐκμελὴς, ἢ βάτραχος, Δοκῶν τι σεμνὸν τοῖς παροῦσιν εἰσφέρειν. Νοῦς. Καὶ τοῦτο δ’ αὐτοῦ· πάντα γὰρ πρᾴως φέρει, | |
Ὡς ἂν τὸ πᾶν βάρβαρον ἐκπέμποι ξίφη, Καὶ νηπίων ὅμιλον ἀδρανεστάτων | ||
235 | Τὰς δυσμενεῖς φάλαγγας ἡγεῖται βλέπων· Ὅλῃ δὲ χειρὶ συμπλοκῆς ἄχθη στέγειν Ὁ τρισαριστεὺς οὐκ ἀνεκτόν τι κρίνων, Ἄκροις μόνοις, ὅ φασι, νικᾷ δακτύλοις. Φιλῆς. Μὴ προβλέπων, Ὅμηρε, τὸν γίγαντά μου, | |
240 | Τὸν σόν ποτε ζῶν ἐκρότεις Ἀχιλλέα; Καὶ μὴν ὁ μὲν συνῆγε τοὺς Μυρμιδόνας, Στράτευμα συχνὸν, καὶ σχεδὸν κρεῖσσον μάχης, Καὶ τὸν φίλον Πάτροκλον ἐγγὺς ἦν ἔχων· Ὁ δ’ αὐτίκα πρόεισιν εἰς πλείστους μόνος, | |
245 | Κἂν τοὺς φίλους πόῤῥωθεν ὀκνοῦντας βλέποι. Νοῦς. Παπαὶ, παπαὶ, κτυπεῖ με τεθρίππου δρόμος Ἐζευγμένου πτέρυξιν οὐρανοστόλοις. Πλὴν μὴ πρὸς αὐτὸν ἐκταραχθεὶς τὸν ψόφον, Συνῆκα γὰρ ὅς ἐστι καὶ χάριν τίνος. | |
2.1(250) | Βούλει μαθεῖν, βέλτιστε; καὶ τάδε φράσω. Τῶν ἀρετῶν ὁ δίφρος ἐνθάδε τρέχει, Τὸν ἄνδρα τιμῶν καὶ κροτεῖν τοῦτον θέλων. Αἱ Ἀρεταί. Τί τοῦτο, Νοῦ; τί τοῦτο, Φιλῆ, τὸ θράσος; Ἆρ’ οὐκ ἐπαισθάνεσθε τῆς ἀβουλίας; | |
255 | Ἆρά τι καὶ δοκεῖτε γενναῖον λέγειν, | |
Ἄνδρα κροτεῖν τοσοῦτον ἐσπουδακότες; Ὢ τῆς ὑφ’ ὑμᾶς εἰσρεούσης αἰσχύνης· Ἐκ γὰρ ἀγεννῶν καὶ χαμερπῶν κανθάρων, Τίς αἰγυπιὸς εὐπρεπεῖς ἕξει κρότους; | ||
260 | Φιλῆς. Ἴσασι τοῦτο πάντες, οὐχ ὑμεῖς μόνον, Ἡμεῖς δὲ, κἂν δοκῶμεν ἐξαμαρτάνειν Τούτους τάχα πλέκοντες αὐτῷ τοὺς κρότους· Ἀλλὰ φέρει καὶ τήνδε τὴν παροινίαν, Σοφῶς ἐπαινῶν τὴν πρὸ τῶν λόγων σχέσιν. | |
265 | Ὡς φῶς γὰρ ὑμνῶν τὸν θεὸν καὶ δεσπότην Τρανῶς ὁ Δαυὶδ συγκαλεῖ καὶ τὸ σκότος. Νοῦς. Ἐπεί περ ἡμᾶς ἐνδεεῖς εἰκὸς μένειν· Αἱρεῖ γὰρ αὐτὸς ὡς ἀριστεὺς τοὺς λόγους· Ὑμεῖς κροτεῖτε τοῦτον, ἁγναὶ παρθένοι. | |
270 | Ὁρῶ γὰρ ὑμᾶς εὐσταλεῖς καὶ κοσμίας Ἄνωθεν εἰς γῆν τακτικῶς ἀφιγμένας. Πλέξατε γοῦν στέφανον αὐτῷ χαρίτων, | |
Ἐκ τῶν παρ’ ὑμῖν οὐρανοδρόσων ῥόδων. Φρόνησις. Ἐγὼ τὸν ἄνδρα τοῦτον ἐκ πρώτης χνόης | ||
275 | ᾬκησα λαμπρῶς, ἀντὶ καινῆς παστάδος. Καὶ τοὺς ἐμαυτῆς δεῦρο συλλέγω τόκους, Καὶ τήνδε κοσμῶ τὴν ἐμὲ σχοῦσαν φύσιν, Ἔργων μεγάλων πέπλον ἱστουργήσασα· Πάντας γὰρ οὓς δείκνυσιν ὁ χρόνος ῥέων, | |
280 | Σκηνὰς πενιχρὰς ἐν πανηγύρει βλέπω. Ἀνδρεία. Ἐγὼ δ’ ἀπ’ ἀρχῆς ὀργανῶ καὶ συνδέω Καὶ παιδαγωγῶ καὶ καταψῶ καὶ τρέφω, Κρυπτῆς ἀμολγῆς τόνδε πηγνῦσα ζέσει. Ξύνειμι δ’ αὐτῷ κἂν ἐπ’ ἐχθροὺς ἐκτρέχοι, | |
285 | Κἂν ἄρκτον αἱρεῖν τὸν θυμὸν παροξύνοι, Κἂν εἰς μονιὸν τὴν βολὴν ἀκοντίσοι, Κἂν ἄλλο τι δρᾶν ὁ στεφανίτης θέλοι. Δικαιοσύνη. Ἐγὼ δὲ ῥυθμίζουσα τὴν τούτου φύσιν Ἀποκρύφου πλάστιγγος εὐαρμοστίᾳ | |
290 | Ἀπληστίας ἄγευστον αὐτὸν δεικνύω. Τὸ γὰρ περιττὸν εὐγενῶς ἀποπτύων, | |
Ζῇ μάλα σεμνῶς τοῖς ἀναγκαίοις μόνοις, Καὶ τῇ ψυχῇ δίδωσι τὸ κρεῖττον μέρος, Σοφῶς ταπεινῶν τὴν φορὰν τοῦ μετρίου. | ||
295 | Σωφροσύνη. Ἐγὼ δὲ νυμφευθεῖσα τῷ στεφανίτῃ Μένω παρ’ αὐτῷ δυσχερῶν ὑπερτέρα· Τῷ γὰρ χαλινῷ τῆς μεγαλοφυΐας Ἡνιοχεῖ τὸ σῶμα τῷ χρόνῳ βρέμον· Φεύγων δὲ τὸ πρόσκομμα τῶν φιληδόνων | |
2.1(300) | Ἀκωλύτως πρόεισιν εἰς ἄλλας τρίβους Ἀρᾶς ἀκανθῶν καὶ φθορᾶς ὑπερτέρας. Νοῦς. Βαβαὶ, πάλιν ἄλλος με ταράττει κτύπος· Ἰδοὺ γὰρ ἐσμὸς παρθενικὸς εἰσρέει. Συνῆκα δὴ καὶ τοῦτον ὃς δὴ καὶ πόθεν· | |
305 | Ὁ γὰρ μελισσὼν τῶν ἐν αὐτῷ χαρίτων, Τῷ τρισαριστεῖ καὶ στρατηγικωτάτῳ, Φοιτᾷ πρὸς ἡμᾶς ἐξ Ἐδέμ τινος νέας, Ἀκηράτων στέφανον ἀνθέων φέρων. Ἀλήθεια. Ἐμοὶ φίλος παῖς ἐκ τριχὸς πρωτοχρόνου | |
310 | Καὶ βάθρον ἑστὼς ὁ δρομεὺς οὗτος γίγας. Εἰ μὴ γὰρ αὐτὸς τοὺς ἐμοὺς εἶργε δρόμους, Ὡς θριγκίου χάρακα τὴν γλῶτταν φέρων, | |
Ἔρημον ἂν ᾤκησα τὴν μακαρίαν, Τὸ νῦν με λυποῦν ἐκφυγοῦσα πᾶν γένος, | ||
315 | Ὡς στρουθὸς, ἂν δάκνῃ τις ἑρπύσας ὄφις. Μνήμη. Ἐγὼ δὲ μὴ στέγουσα τοὺς μνησικάκους, Ἴσχουσιν ἂν θάνατον αἱ τούτων τρίβοι, Εἰς αὐτὸν ἐσκήνωσα τὸν στεφανίτην, Ὃς μνημονικός ἐστι τῶν ἄλλων πλέον. | |
320 | Χρῆται δέ μοι κάλλιστα δεικνὺς τὴν φύσιν, Ὥς ἐστι μεστὴ τῶν καλῶν τῶν ἐμφύτων, Πηγνῦσα τὸν νοῦν τῇ βάσει τῆς κράσεως. Ἐλεημοσύνη. Ἐμοῦ δέ τις ἔμπροσθεν αὐτοῦ βελτίων; Ἔχει γὰρ ὡς νύμφην με καὶ σύνεστί μοι, | |
325 | Καὶ ζῶ παρ’ αὐτῷ καὶ τρυφῶ τῷ νυμφίῳ. Τηρεῖν δέ μου τὸ κάλλος ἀκραιφνὲς θέλων Εἰς τοὺς ἀποκρύφους με θαλάμους ἄγει Καὶ ζηλότυπός ἐστι καὶ νήφει βλέπων· Δέδοικε γὰρ μή τίς με συλήσας λάθῃ. | |
330 | Πρᾳότης. Ἐγὼ δέ σοι τί; μὴ γὰρ οὐκ ἐπιπρέπω; Καὶ μὴν τὸ πᾶν πρόσωπον αὐτῷ φαιδρύνον Καὶ τῆς ῥινὸς τὸ σχῆμα δεικνῦσα θρόνον, Ἐντεῦθεν αὐτοῦ ζωγραφῶ τὴν καρδίαν. | |
Εἰκὸς γὰρ αὐτῆς τὰς ἐναργεῖς ἐμφάσεις | ||
335 | Εἰς τὰς παρειὰς εὐπρεπῶς ἀνατρέχειν. Ἆρ’ οὖν ἔχεις κρίνειν με σαυτῆς δευτέραν; Ἀγχίνοια. Πάρειμι κἀγὼ τῶν γε πολλῶν βελτίων· Κοσμῶ γὰρ αὐτὸν ὥσπερ ἁπλῶς οὐδένα, Καὶ δείκνυμαι φῶς εἰς τὸ τῆς μνήμης βάθος, | |
340 | Καὶ γίνομαι πῦρ εἰς τὸ τῆς λήθης βάρος, Καὶ δαπανῶ τὸν ὄκνον ὡς κούφην ὕλην. Πρόειμι δ’ εὐθὺς, ἀλλ’ ὑποστρέφω πάλιν, Πληροῦσα τὸν νοῦν, μὴ κενὸς δήπου δράμῃ. Εὐθύτης. Εἰ φίλος ἐστὶν ἄλλος αὐτὸς, ὡς λόγος, | |
345 | Ἐγὼ μὲν αὐτὸς οὑτοσὶ δ’ ἐγὼ πάλιν· Φιλῶ γὰρ αὐτὸν, ὡς ἐμαυτὴν, ἐκ βρέφους. Κἄν τις ἔροιτό τινα, τίς ὅδε, ξένε; Ἐρεῖ παρευθὺς, ὡς ἀμιγὴς εὐθύτης. Ἅπαντα γὰρ πόῤῥωθεν ἐκκλίνων δόλον, | |
2.1(350) | Τρέχει πεποιθὼς, οὗπερ οὐκ εἴργει σκόλοψ. Ἐγκράτεια. Κἀγὼ μετ’ αὐτοῦ πάντα κοσμῶ τὸν βίον· Ὅταν γὰρ εἰς χρήματα καὶ κάλλη βλέπῃ Καὶ τῶν τραπεζῶν τὴν ἀπειροκαλίαν, Καὶ τὸν περιττὸν τῆς κενῆς δόξης τύφον, | |
355 | Πάρειμι συστέλλουσα τὴν ἀμετρίαν Καὶ τοῦ κόρου δείκνυμι τὴν ἀκοσμίαν, Ἄνθρωπος εἶ, λέγουσα τῷ στεφανίτῃ. Ταπείνωσις. Ἐγὼ δ’ ἐπ’ αὐτῆς ἐμβριθῶς τῆς καρδίας Ἕλκω τὸν ἄνδρα τοῦτον ὑψόθεν κάτω· | |
360 | Καὶ πείθεται δὴ τὸν θεὸν δεῦρο βλέπων | |
Θνητοῦ γένους πρόσληψιν ἠμφιεσμένον. Μισεῖ γὰρ ἀθρῶν τοῦ πονηροῦ τὸν θρόνον, Ὃν ἐκ νεφῶν ἔῤῥιψεν ἀστραπῆς δίκην Ἔπαρσις οἰκτρὰ μέχρι μυχῶν ἐσχάτων. | ||
365 | Φιλῆς. Ὦ Νοῦ, πάλιν πρόελθε καὶ δίδασκέ με, Μᾶλλον δὲ τὴν αἴσθησιν ἐγκαίνιζέ μοι. Καὶ γὰρ ὁ σεμνὸς ὁρμαθὸς τῶν παρθένων, Οἷς εὐστόχως εἴρηκεν, ἐξέπληξέ με. Σὺ δ’ ἐξ ὑπαρχῆς ἄλλον ἁρμόζου κρότον | |
370 | Καὶ τὸν πολυθρύλλητον ἐξέταζέ μοι Ποῦ δή ποτ’ ἐστὶν, ἀλλὰ καὶ πῶς ἄρ’ ἔχει; Νοῦς. Νῦν βασιλεῖ σύνεστι, καὶ μόνος μόνῳ Σοφῶς ὁμιλεῖ· τῷδε γὰρ τούτου δίχα Κοινωνὸς οὐδείς ἐστι τῶν ἀποκρύφων· | |
375 | Εἰσὶ δ’, ἃ φασὶν, ὁπλιτικαὶ φροντίδες Καὶ ποικίλα σκέμματα τῆς Θρᾴκης χάριν, Μή πού τις ἐχθρὸς αὐθαδῶς ἐπιδράμῃ, Λαθὼν τὸν ἐσμὸν τῶν παρ’ ἡμῖν ταγμάτων. Φιλῆς. Ἆρ’ οὐκ ἀγαθὸν καὶ καθεύδειν ἔσθ’ ὅτε | |
380 | Καὶ τοὺς ὑπερβάλλοντας ἀμβλύνειν πόνους; Ἆρ’ οὐκ ἔτι κέκμηκεν ἡ τούτου φύσις; Ἐστὶ γὰρ ἢ σίδηρος, ἢ δρῦς, ἢ λίθος, Ὅταν ἑκὼν τὸ σῶμα γυμνάσειν θέλοι, Ἢ καὶ τροφῆς ἄγευστον ἡ πεῖρα κρίνοι | |
385 | Τὸν ἐκτόπως ἄγρυπνον αἰθεροδρόμον. Νοῦς. Ἄσαρκος οὐκ ὢν, ἑστιᾷ μὲν τὴν φύσιν, | |
Πλὴν ὡς λογικὸς τοῦ περιττοῦ βελτίων, Ὑπνοῖ δ’ ἀμυδρὸν, ὥστε κἀμὲ λανθάνειν. Τοῦ γὰρ κόρου πέφευγε τὴν ἀμετρίαν, | ||
390 | Ὃς ὕβρεως μέν ἐστι πατὴρ, ὡς λόγος, Νόσους δὲ γεννᾷ καὶ σθεναροὺς ἐκλύει Καὶ τῷ βίῳ κίρνησι τὰς περιστάσεις. Φιλῆς. Ὦ θάμβος ὀφθὲν εἰς τὸ δεῦρο τοῦ χρόνου! Πῶς εἰς τοσαύτην ἦλθεν ἀκμὴν ἡ φύσις, | |
395 | Ὡς ἐξενεγκεῖν εἰς τὸ νῦν τοῦτον γένος; Ὡς ἥλιος γὰρ ἐν βαθεῖ νεφῶν ζόφῳ, Καὶ ψυχρότης ὕδατος εἰς τῆξιν θέρους, Ἢ καὶ ῥόδον βρύουσα χειμῶνος δρόσος, Ὁ παντοδαπὸς οὗτος ἡμῖν εὑρέθη. | |
2.1(400) | Νοῦς. Ἐκ τῆς Μυσῶν ἥκουσί τινες ἐνθάδε, Καὶ τοῦτον ἱστοροῦντες ὡς θαῦμα ξένον, Εἶτα παλινοστοῦσιν εἰς τὴν πατρίδα, Καὶ γίνεται τοῖς πᾶσιν εἷς οὗτος λόγος Καὶ κοινὸν ἐντρύφημα τῶν ἀλλοτρίων· | |
405 | Τὰς γὰρ παρ’ ἐχθρῶν μαρτυρουμένας φύσεις Μόλις ὁ πᾶς δείκνυσι τῷ γένει χρόνος. Φιλῆς. Καὶ τοῦτο δή πως ἀντὶ πάντων ἓν μέγα. Πλὴν καὶ σὲ, Νοῦ βέλτιστε, θαμβεῖ τὸ ξένον· Ὥς τις γὰρ ἐμβρόντητος ἀλγεῖς καὶ στένεις, | |
410 | Καὶ τοὺς πρὸς ἡμᾶς οὐκ ἀπαρτίζεις λόγους. | |
Εἰ δ’ αὐτὸς ὢν ἄτρεστος ᾐσχύνθης τάχα, Τί πείσεται σὰρξ ἂν τὸ νῦν τέρας βλέπῃ, Καὶ πρὸς τοσοῦτον ὄγκον ἡ τέχνη τρέχῃ. Νοῦς. Σύμφημι· καὶ τὴν ἧτταν οὐ κρύπτειν θέλω· | ||
415 | Σεμνύνομαι γὰρ ὡς ποθεινῷ τῷ πάθει, Τὸν ἄνδρα τιμῶν καὶ δοκῶν οὐδὲν λέγειν· Συστέλλομαι δ’ οὖν ὡς ἐν Εὐρίπου ζάλῃ, Τὸν τῶν λόγων ἴλιγγον οὐκέτι στέγων· Τῆς σῆς δὲ φειδοῖ γνωστικῆς δειλανδρίας | |
420 | Τὴν τῶν κρότων σύναρσιν εἰσφέρων τρέμω. Φιλῆς. Ἂν εἰς μέγαν κίνδυνον, ὡς ἔφης, τρέχῃς, Τί μὴ διαδρὰς ἐν μυχοῖς γῆς εἰσδύνεις; Ἀλλ’ ὡς δικαστὴς ἐμβριθὴς ἐπὶ θρόνου Τοῖς τῶν κρότων λήμμασι τὰς ψήφους τίθης; | |
425 | Ἢ καὶ σοφιστοῦ τινὸς οἰδοῦντος τρόπον, Ὀφρῦς ἀνασπᾷς καὶ λαρυγγίζεις μάτην, Ἐπεὶ τὸ νικᾶν ὁ στεφανίτης ἔχει. Νοῦς. Ὡς μὲν τοσοῦτός ἐστι, πᾶς ἄν τις λέγοι· Καὶ τέττιγες δ’ οὖν εἰς μεσημβρίαν θέρους | |
430 | ᾌδουσιν, ὦ βέλτιστε, τῶν πρέμνων μέσον, Τὸ συγχυτικὸν καὶ θορυβῶδες μέλος· | |
Ἑρμῆν δὲ τιμᾶν τοὺς ἐφημέρους λόγος, Καὶ τοῦτον αὐτοῖς ἀντιμετρεῖσθαι πάλιν Τὸ ζῆν τροφῆς πλὴν ἐμφορουμένους δρόσου. | ||
435 | Φιλῆς. Σὺ δ’ ἀντὶ μισθοῦ τῆς ἀνειμένης λύρας Τί δή ποτ’ ἂν ἥδιστα λαμβάνοις, λόγε; Καὶ γὰρ ἕτοιμός ἐστιν. ἀντιδιδόναι, Μᾶλλον δὲ καὶ δίδωσι, μηδὲν λαμβάνων, Ὁ ζῶν ἐφ’ οἷς δεῖ καὶ τὸ διδόναι πνέων | |
440 | Κἂν οὐδὲ μισθόν τινα λαμβάνειν θέλοις, Οὐκ οἶδ’ ὅτι δρᾷς· μὴ γὰρ οὐ τύφος τόδε; Νοῦς. Μῶν οὐκ ἀμοιβὴ καὶ τὸ τολμᾶν τι γράφειν Καὶ τοὺς κεραυνοὺς μὴ παραυτίκα φλέγειν; Μῶν οὐκ ἀμοιβὴ καὶ τὸ πρὸς τοῦτον γράφειν, | |
445 | Τὸν τοὺς λόγους μάλιστα σεμνύνοντά μοι; Σὲ δ’ ἄλλο τι χρὴ τῶνδ’ ἕκητι λαμβάνειν Εἰ μὴ γέλως; γνώρισε τὸ σκέμμα φράσας· Κρεῖσσον γὰρ ὧν εἴρηκα πῶς ἕξεις λέγειν; Φιλῆς. Ἐγὼ τὸ σιγᾶν κέρδος ἡγοῦμαι πλέον· | |
2.1(450) | Τὸ γὰρ ἀμαθῶς ἐγκυβιστᾶν εἰς βάθος Πρὸς ἀγχόνην δήπουθεν οἰκτρὰν ἐξάγει. Ἐπεὶ πρὸς αὐτὸν τὸν στρατηγὸν τὸν μέγαν | |
Μαθητιῶσι πάντες, ὡς ὄχλος νέων Ἐν συστολῇ φοιτῶντες ἐς διδασκάλου | ||
455 | Καὶ τοὺς τόμους φέροντες ἠγκαλισμένους. Νοῦς. Καὶ τίς φρενῶν τοσοῦτον ἐστερημένος, Ὡς εἰς καθαρὰν ἀμβλυωπεῖν αἰθρίαν, Ἐξὸν βλέπειν φῶς καὶ τρυφᾶν τοῖς ὄμμασι; Τίς δ’ ἄρα διψῶν εἰς τὸ ῥεῖθρον οὐ τρέχει; | |
460 | Τίς δ’ ἀρτύσας τράπεζαν οὐκ ἂν ἐσθίοι; Ῥιγῶν δὲ τίς ἥκιστα φιλεῖ τὴν ζέσιν, Ἢ γυμνὸς οὐ γέγηθεν, εἰ λάβοι σκέπην; Φιλῆς. Λύχνος μὲν οὗτός ἐστι καὶ φῶς τῷ χρόνῳ Καὶ φωσφόρου θάλποντος οὐχ ἧττον ζέων. | |
465 | Ἀλλὰ δεδοικὼς τῶν πυραυστῶν τὸν μόρον Ὡς ἀφρόνων ἔλεγχον ἐκ παροιμίας, Τὸ φῶς ὁρῶ πῦρ, καὶ παρευθὺς ἐκκλίνω. Θιγὼν δὲ ταῖς πτέρυξι τῆς τέχνης μόνον Εἶθ’ ὥσπερ εἰκὸς πρὸς τὸ φῶς ὑποστρέφω. | |
470 | Νοῦς. Οὐκοῦν, ὅ, τι χρὴ, τόνδε τὸν μέγαν κάλει, Καὶ τῶν κρότων ῥύθμιζε τὴν μουσουργίαν, Ὡς ἀρχέτυπόν τινα τὴν κτίσιν βλέπων. Τὰ γὰρ ὑπὲρ δύναμιν οὐκ ἂν εἰσφέροις, Οὐδ’ ἂν λόγους πρέποντας ἐνθάδε γράφοις, | |
475 | Μὴ παιδαγωγούντων σε καὶ τῶν πραγμάτων, Ὡς ἂν ἀπ’ αὐτῶν τὰς ἀφορμὰς λαμβάνοις. | |
Φιλῆς. Ἥλιον ἂν εἴποιμι τὸν γίγαντά μου. Καὶ γὰρ ἐν αὐτῷ κάλλος ἐστὶ καὶ τάχος, Καὶ τῶν ἀηδῶν τὸν βαθὺν ζόφον λύει, | ||
480 | Καὶ πάντας ἁπλῶς ἑστιᾷ καὶ φαιδρύνει· Ποῖος γὰρ αὐτοῦ δυστυχὴς ἀπεκρύβη; Ἢ τίς πρὸς αὐτὸν ἀκλινῶς ἔχει βλέπειν Κἂν ὡς ὁ Λυγκεὺς καὶ τὰ μακράν που βλέποι; Νοῦς. Ἐγὼ δὲ καὶ πῦρ, εἰ δοκεῖ, τοῦτον κρίνω | |
485 | Πρὸς βαρβάρων φάλαγγας ἐσκευασμένον· Ὀξύτερον γὰρ ἀστραπῆς ἐπιτρέχον Ὡς χόρτον αὐτὰς ἐκτετηκότα φλέγει. Θυμοῦ δὲ καπνὸν τοῖς πονηροῖς ἐγχέει, Καὶ τέφραν αὐτοὺς καὶ ψιλὸν χοῦν δεικνύει, | |
490 | Ζήλου πνέων ἄντικρυς Αἰτναῖον βρόμον. Φιλῆς. Ἐγὼ δέ φημι καὶ πνοὴν χρῆναι κρίνειν Καὶ ζωτικὴν δύναμιν αὐτὸν ὑψόθεν· Χεῖται γὰρ εἰς ἅπαντας ἀχρόνῳ ῥύμῃ Καὶ τοὺς ταπεινοὺς καὶ βραχεῖς ἀναψύχει, | |
495 | Καὶ μέχρις αὐτῶν εὐδρομεῖ τῶν ὀστέων, Ὡσεὶ στέαρ μέλιτος, ἡ τούτου δρόσος Τῶν ἡπάτων σμήχουσα τὴν καχεξίαν. Νοῦς. Ὕδωρ ἐγὼ ζῶν τὸν στεφανίτην βλέπω· Τοῖς γὰρ ἀγωγοῖς τῆς ψυχῆς τῆς ὀλβίας | |
2.1(500) | Ἀναστομοῖ τὰ ῥεῖθρα τῆς εὐσπλαγχνίας· Ἀντλούμενος δὲ πάλιν ἐκχεῖται ῥύδην Καὶ γίνεται ῥοῦς δαψιλοῦς ἐπομβρίας Πᾶν ἄλγος ἁπλῶς καρδιῶν ἀποπλύνων, Καὶ τοὺς καθ’ ἡμῶν δυσμενεῖς ἀποπνίγων. | |
505 | Φιλῆς. Ἐγὼ δὲ καὶ γῆν δεκτικὴν πάντων κρίνω· Χωρητικὸς γάρ ἐστι τῶν χαρισμάτων, Ὡς εἰς βάσιν μόνιμον ἐστηριγμένος· Στέγει δὲ πᾶν δύσοιστον εὐψύχως βάρος Τῶν πραγμάτων ἥδιστα τὴν βλάστην φύων· | |
510 | Κἄν που κλονηθῇ, πάλιν ἑδραῖος μένει, Καὶ τοὺς ἐπεισρέοντας ἀφθόνως τρέφει. Νοῦς. Ἆρ’ οὐχὶ καὶ θάλασσαν αὐτόν μοι κρίνεις; Τοῦ τῆς ἁλυκότητος ἐξαίρων πάθους, Εἶναι λέγοις ἂν, ἔστι γὰρ οὕτω μέγας. | |
515 | Εἰ δ’ οὐκ ἔχει κλύδωνας ἀντισυστρόφους, Μὴ θαυμάσῃς, βέλτιστε, μηδὲ διστάσῃς· Στορέννυται γὰρ εἰς ψυχικὴν αἰθρίαν Εὐποιΐας ἔλαιον οὐ φαῦλον φέρων. Φιλῆς. Ἰχθύν με λοιπὸν τοῦδε τοῦ πόντου σκόπει, | |
520 | Καὶ προσφάτως γόνιμον ἡγοῦ τὸν μέγαν. Ὁ μὲν γὰρ ἀφθόνως με λιπαίνει τρέφων, Ἐγὼ δὲ σιγῶ τῆς ἀμοιβῆς τοὺς κρότους | |
Οὐδὲν λέγειν αὔταρκες ἁπλῶς ἰσχύων, Ἀλλὰ κεχηνώς εἰμι τὴν χύσιν βλέπων, | ||
525 | Καὶ νήχομαι ζῶν εἰς τὸ φῶς τῶν ἐλπίδων. Νοῦς. Κἂν ὠκεανὸν τοῦτον ἡ τέχνη γράφοι, Οὐκ ἂν ἐπ’ αὐτῷ παντελῶς ἁμαρτάνοι· Τοὺς γὰρ ποταμοὺς τῶν καλῶν προσλαμβάνει· Πᾶσαν δὲ ταῖς χάρισι κυκλοῖ τὴν κτίσιν, | |
530 | Φήμης ἀγαθῆς ἐμμελῆ ῥοῖζον φέρων· Μᾶλλον δὲ τὴν φρόνησιν ὡς χύμα στρέφων Εἰς τήνδε τὴν γῆν καὶ τὸ τῆς τύχης πλάτος. Φιλῆς. Ἶρίς τις ἐστὶν ὁ χρυσοῦς οὗτος γίγας, Ὡς οὐρανὸν κοσμοῦσα τὴν κάτω κτίσιν· | |
535 | Σημαντικὸς γάρ ἐστι κοινῆς αἰθρίας Πολυτρόποις χρώμασιν εὐκλείας βρύων, Λύων δὲ τὸν κλύδωνα τῆς ἀθυμίας, Τῶν δακρύων ἵστησι τὴν ἐπομβρίαν. Ὢ τόξον ἡδὺ τῶν φίλων ταῖς ὄψεσι! | |
540 | Νοῦς. Νέφος τι καινόν ἐστιν ὁ στεφανίτης Τὸν τοῦ κράτους ἥλιον ἐν στέρνοις φέρων. Ἐκτείνεται γὰρ καὶ χρυσοῦν μάννα βρέχει Τῶν ὁπλιτικῶν ἐν μέσῳ σκηνωμάτων. Κἄν τις πονηρὸς εὖ πεπονθὼς γογγύσῃ, | |
545 | Πάλιν ἐπ’ αὐτὸν ἀργυρᾶν ὕει δρόσον. Ὃ δὴ νέφος, βέλτιστε, μὴ λύσαι χρόνος. Φιλῆς. Ἀστήρ τις οὗτός ἐστιν οὐρανοστόλος, Καὶ νυκτομαχεῖν οὐκ ἐᾷ τοὺς ὁπλίτας, | |
Ὅταν ὁ καιρὸς εὐπρεπὴς ᾖ τῆς μάχης· | ||
2.1(550) | Ἀλλ’ εὐθέως ἕστηκεν ἀστράπτων μόνος Ταῖς μαρμαρυγαῖς τῶν ἐπ’ αὐτοῦ φασμάτων· Φωτιστικαῖς γάρ τισιν αὐγαῖς πραγμάτων Ὁ τοῦ κράτους ἥλιος αὐτὸν φαιδρύνει. Νοῦς. Χάλασα συντρίβουσα τοὺς ἀλλοτρίους | |
555 | Ὁ λαμπρὸς ἥρως οὗτος, ὃν κάτω βλέπεις. Ταῖς γὰρ πονηραῖς ἀμπέλοις τῶν βαρβάρων, Ὧν ἡ σταφυλὴ κόνδυ κιρνᾷ πικρίας, Πόῤῥωθεν ἐκσπᾷ τετριγὼς τὰς ἐκφύσεις, Καὶ τὴν βλάβην πρόῤῥισον αὐταῖς εἰσφέρει, | |
560 | Μὴ δευτέροις ὄμφαξιν ἡ βλάστη βρίθοι. Φιλῆς. Ἐγὼ δὲ καὶ πρηστῆρα καλῶ τὸν μέγαν Ἐκ τῶν ἄνω βρέμοντα δεινῶς ἀνθράκων· Τοὺς γὰρ ἑλικτοὺς καὶ στυγητοὺς σατράπας Ὡς δυσμάχους δράκοντας ἁρπάσει φλέγων, | |
565 | Καὶ τοὺς συριγμοὺς τῶν ἀπειλῶν μὴ στέγων Θεῖον κατ’ αὐτῶν ἀκρατῶς ἐπιβρέχει Καὶ κινδύνου δύσοιστον ὀδμὴν ἐσχάτου. Νοῦς. Ὄρος τυρωθέν ἐστιν ὡς Δαυὶδ λέγει· Τὸ δ’ αὐτὸ φιλόμουσε καὶ πῖον γράφει· | |
570 | Δροσίζεται γὰρ τῷ γλυκασμῷ τῆς τύχης· Καὶ πᾶς τις ἁπλῶς δυσπραγῶν καὶ δακρύων | |
Ὡς ἐξ ὕλης ἔλαφος εἰς τοῦτο τρέχει· Κἀνταῦθα πηγνὺς τῆς ἀγωγῆς τὰς βάσεις Τοὺς τῆς τελευτῆς οὐχ ὑποπτήσσει βρόχους. | ||
575 | Φιλῆς. Δρυμός τις ἐστὶ καὶ βαθὺς λόχμης τόπος, Τρέφει δὲ καὶ κνώδαλα, θηρίων γέμων. Τούτων γὰρ εἰς ἕκαστον εὐσπλάγχνως βλέπει, Καὶ τοῖς τιθασσεύουσι μαλάττει κρότοις Εἴ τι στεγανὸν τῆς ψυχῆς τῶν ἀφρόνων. | |
580 | Μᾶλλον δὲ λειμών ἐστιν, οὗ πάντες πέριξ Βομβοῦμεν ἡμεῖς ἀντὶ κηφήνων φάγων. Νοῦς. Πηγή τις ἐστὶν εἰς μεσημβρίαν θέρους Καὶ ψυχρὰ καὶ πότιμος εἰς ὥραν πνίγους. Ἀναστομῶν γάρ τινας ἀῤῥήτους φλέβας | |
585 | Διψῶντας ἡμᾶς εὐμαρῶς ἀναψύχει, Λύει δὲ τοῖς πένησι τὴν λειψυδρίαν Τῇ τῆς ἀγαθῆς δεξιᾶς ἐπομβρίᾳ· Πτωχοτρόφος γάρ ἐστιν ὁ στεφανίτης. Φιλῆς. Καὶ δένδρον αὐτὸν οὐρανοδρόμον βλέπω | |
590 | Φυτευθὲν εἰς αὔλακας εὐθὺς ὑδάτων· Καὶ γὰρ ἔχει πέτηλα πυκνὰ τοὺς λόγους, Τὸν καρπὸν, ὦ βέλτιστε, τῶν ἔργων φύων· Τίς οὖν θεωρῶν τὴν σκιὰν καὶ τὴν τρύγην Καὶ τὴν ἀναψύχουσαν ἐντεῦθεν δρόσον, | |
595 | Οὐ θαῦμα σαφὲς τὸν στεφανίτην κρίνει; Νοῦς. Ὄχνην ἐγὼ τὸν ἄνδρα καὶ μῆλον μέγα Καὶ ῥοιὰν ἡδύκοκκον εἰς δένδρων φθίσιν | |
Καὶ τῶν ἀφανῶν ἀντιφάρμακον πόνων, Καὶ πᾶν ὅ, τι χρὴ τόνδε καλέσαι κρίνω. | ||
2.1(600) | Πλὴν τίς τοσαύτην εὗρεν εἰς ταῦτα δρόσον, Ὅσην οἱ σεμνῶς τοῦ καλοῦ γεγευμένοι, Οὗ τὴν φύσιν φρίττουσιν αἱ πάντων φύσεις; Φιλῆς. Ἐξ ἀετιδῶν τὸ χρυσοῦν ἕλκων γένος Εἶναι κολοιὸς οὐδαμῶς ὅδ’ ἂν θέλοι· | |
605 | Καὶ γὰρ ἔχει βάσανον ἀψευδεστάτην Τὸ καὶ πρὸς αὐτὸν τοῦ κράτους τὸν φωσφόρον Ἀσκαρδαμυκτὶ καὶ παραχρῆμα βλέπειν, Καὶ μηδὲν ἐξ αἵματος ἀλλοῖον φέρειν Ἢ νωθὲς ἢ κάπηλον ἢ πεφυρμένον. | |
610 | Νοῦς. Ὠκύπτερος γὺψ οὗτός ἐστι τὴν φύσιν, Ὡς θηρατικὸς καὶ νεφῶν μέχρι φθάνων, Καὶ νεβρὸν εἰς ὄνυχας ἢ ταῦρον φέρων, Καὶ μὴ κατασπᾶν τὰς ἀναπτήσεις θέλων· Ἀλλὰ κρεμαστὸν πᾶν τὸ ληφθὲν ἐσθίων, | |
615 | Ὡς πτηνὸν ἐξίτηλον εἰ κίρκος λάβοι· Μὴ γὰρ πρὸς ἐχθροὺς οὐ κατ’ αὐτὸν εὑρέθη; Φιλῆς. Γέρανος οὗτός ἐστιν αἰθεροδρόμος· Ἀφίπταται γὰρ, ἂν δὲ πεζεύειν θέλοι, Φρουροὺς καθιστᾷ καὶ σκοποὺς φιλεσπέρους. | |
620 | Τὴν γὰρ κάτω δέδοικε χερσοθηρίαν· Κἂν εὐτόνοις πτέρυξιν εἰς ὕψος δράμῃ, Πρὸς τὴν φυσικὴν τακτικὴν ἀποβλέπει Καὶ ζῇ λύμης ἔρημον ἐμφρόνως βίον. | |
Νοῦς. Χαραδριός τις ἐστὶν ἰκτέρους λύων· | ||
625 | Ἀνθίσταται γὰρ τῆς ψυχῆς ἡ λευκότης Τῇ τῶν καθ’ ἡμᾶς δυσχερῶν ἀμορφίᾳ· Τοῦ χρώματος δὲ συμπαθῶς τι λαμβάνων (Οὐ τέρπεται γὰρ ἀλλ’ ἐπικλᾶται βλέπων) Αὖθις δίδωσί τινα τῇ φύσει χρόαν | |
630 | Παντὸς μολυσμοῦ καὶ τροπῆς ἀλλοτρίαν. Φιλῆς. Τρυγών τις ἐστί· σωφρονεῖ γὰρ ἐκτόπως· Ἢ καὶ χελιδών· ὀργανοῖ γὰρ αἰθρίαν, Παντὸς πόνου θλίβοντος ἐξαίρων ζόφον· Ἀηδόνος δέ τινος ἀγρύπνου τρόπον, | |
635 | Τὴν γλῶτταν ἀρθροῖ καὶ στομοῖ τὴν καρδίαν Καί τινι ῥυθμῷ ζωγραφεῖ τὸν Ὀρφέα, Τὰ κοινὰ τοῖς ἔγγιστα φορμίζων μέλη. Νοῦς. Κύκνος τίς ἐστι μαντικὴν ἔχων φύσιν· Μάντις γὰρ ἂν κρίνοιτο καὶ πᾶς ἀγχίνους· | |
640 | Τῆς γοῦν τελευτῆς τὴν ἀπειλὴν προβλέπων, Καὶ λαμβάνων ζέφυρον ἐκ τῶν γραπτέων ᾌδει λιγυρὸν καὶ παρευθὺς δακρύει· Κἂν ὁ Πλάτων εἴρηκε τοὺς κύκνους μόνους Πρὸς τὴν τελευτὴν εὐπρεπεῖς εἶναι πρᾴως. | |
645 | Φιλῆς. Περιστερὰν τὸν ἄνδρα καλέσαι πρέπον, Μηνύτριαν μὲν τῶν καλῶν τῶν ἐν βίῳ, Μαιεύτριαν δὲ τῶν βρεφῶν τῶν ὀλβίων· | |
Καὶ γὰρ ἐλαιῶν πρακτικῶν φέρει κλάδους, Οἳ δὴ καταγγέλλουσι γαλήνην βίου, | ||
2.1(650) | Σοφῶς δὲ τηρεῖ τὰς γονὰς ἀκινδύνους Τὸν τοῦ φθόνου δράκοντα λυττῶντα βλέπων. Νοῦς. Φοίνιξ τις οὗτός ἐστι ῥιζόθεν μέγας, Καὶ τοῖς ἀγαθοῖς βοτρυδὸν πᾶσι βρύων· Κομᾷ γὰρ ἀνθῶν εἰς τὸ τῆς τύχης ἕλος, | |
655 | Καὶ τοὺς φυσικοὺς οὐκ ἀπαμβλύνει τόκους, Τοὺς ἐνθέους ἔρωτας ἐμφύτους ἔχων· Ἴσως δὲ καὶ πέτηλα κεντρώδη φέρει Πρὸς τοὺς ὑποτρέχοντας αἰλούρων τρόπον. Φιλῆς. Κέδρος τις οὗτός ἐστιν ἐν τῷ Λιβάνῳ | |
660 | Τῆς Δαυιτικῆς τοῦτο μελπούσης λύρας· Μᾶλλον δὲ κυπάριττος ὁ στεφανίτης, Εἰς ὕψος ἐκ γῆς εὐφυῶς ἀνατρέχων, Καὶ ῥιζόθεν σχήματι συζῶν· ὀρθίῳ· Ἔργων δὲ καρπούς τινας εὐώδεις φύει, | |
665 | Τὸν εὐγενῆ λειμῶνα κοσμῶν τῆς ψυχῆς. Νοῦς. Μάργαρον ἂν εἴποιμι τὸν Μέγαν μέγαν Εἰς ἀστραπῆς ἔλλαμψιν ἐσφαιρωμένον· Στιλπνὸς γάρ ἐστι γνωστικῶν φώτων γέμων. Φαίην δ’ ἂν αὐτὸν καὶ φεραυγῆ λυχνίτην | |
670 | Καὶ πυρφόρων ἄνθρακα μικροῦ λαμπάδων· Τοῖς γὰρ ἀπαυγάσμασι τῶν χαρισμάτων Ὁ τοῦ βίου στέφανος εἰς τόνδε βρύει. | |
Φιλῆς. Νήσου φέρει μίμησιν ὁ στεφανίτης· Εἰς ἣν ὁ καιρὸς ἐκφορεῖ τὰς πορθμίδας, | ||
675 | Αἳ τῶν φίλων ἔχουσι τὰς περιστάσεις. Ὁ γὰρ ἀπὸ κλύδωνος ἐνθάδε τρέχων Τρυφᾷ παρ’ αὐτῇ· βελτιοῖ γὰρ τὸν βίον· Τηρεῖ δὲ τὴν ναῦν τῇ ψυχῇ τῶν ἐλπίδων Ἑστῶσαν εἰς γῆν δυσχερῶν ἐλευθέραν. | |
680 | Νοῦς. Ζέφυρος οὗτός ἐστι κοινῆς αἰθρίας Ἐκ τῶν ἄνω, βέλτιστε, θησαυρισμάτων· Πνεῖ γὰρ ὁμαλῶς καὶ καταστέλλει πρᾴως Τὸν ἄστατον ῥοῦν τῶν καθ’ ἡμᾶς κινδύνων. Αἲ λειποθυμῶ· πλὴν καθιστῶ τὴν φύσιν | |
685 | Τὸν νῦν ἔχων ζέφυρον εἰσδύνοντά μοι Καὶ τὴν ἀναψύχουσαν εὐελπιστίαν. Φιλῆς. Ὁλκάς τις ἐστὶ σωστικὴ τῶν ἐν ζάλῃ· Θεὸς γὰρ αὐτὴν ὡς κυβερνήτης ἄγει, Τοὺς ἐν μέσῳ κλύδωνας εὐτέχνως λύων, | |
690 | Ὡς ἂν ὁ πορθμὸς ἀσφαλὴς ᾖ τῆς τύχης, Καὶ μηδὲν ἀγώγιμον αὐτῆς ἐκπέσῃ· Ναὶ τὴν τρόπιν στήριζε τῆς σῆς ὁλκάδος Εἰς τόνδε τὸν πλοῦν, τῶν ψυχῶν ἐπιστάτα. Νοῦς. Κῆτός τι καινὸν τόνδε τὸν Μέγαν βλέπω | |
695 | Τὴν τοῦ βίου τέμνοντα ῥαγδαίαν χύσιν, Ὃς πρὸς φορυτὸν ἀντεπιπλεῖ βαρβάρων, Καὶ τούσδε χανδὸν ἐκροφεῖ καὶ συμπνίγει, | |
Τὸ στεῤῥὸν ἀμφίβληστρον εὐθὺς ῥηγνύων Καὶ πᾶν λύων θήρατρον ἀσχέτου μάχης | ||
2.1(700) | Ὡς πλέγμα λεπτὸν εὐτελοῦς ἀραχνίου. Φιλῆς. Πάκτωλος οὗτός ἐστι καὶ Νεῖλος ῥέων Καὶ τὴν ἐμὴν Αἴγυπτον ἀρδεύων τύχην, Ἠθῶν δὲ λωτὸν οὐρανοδρόσον φύει, Ἀρωματικόν τινα δεικνὺς τὸν βίον, | |
705 | Καρποὺς δὲ ποιεῖ τῷ θεῷ πτωχοτρόφους Τῆς δεξιᾶς τὸν πῆχυν ἐκτείνων χύδην, Οἷς ὄμβρος οὐδεὶς τὰς γονὰς ἀναψύχει. Νοῦς. Θησαυρὸς οὗτός ἐστιν ὁ στεφανίτης· Κενούμενος δ’ οὖν ἀφθονώτερος μένει· | |
710 | Τοὺς γὰρ τόκους τίθησι δαψιλεστέρους Πρὸς τὸν δανειστὴν τῶν καλῶν καὶ δεσπότην. Μᾶλλον δὲ δοῦλός ἐστιν, ὡς οὗτος λέγει, Τὸ τῆς τύχης τάλαντον αὐξάνων χύδην, Ὡς ἂν ἔχοι τέρπουσαν ἀντιμισθίαν. | |
715 | Φιλῆς. Ἥλιε γέρων, ἀλλ’ ἐνακμάζων πάλιν, Εἶδες τοσοῦτον ἄλλο γηγενὲς τέρας; Εἶδες τοσοῦτον θαῦμα κοσμοῦν τὸν βίον; Εἶδες μίαν δή τινος ἀνθρώπου φύσιν Ἄνωθεν εἰς γῆν πρὸς τοσοῦτον ὀλβίαν; | |
720 | Τάχα σιωπᾷς· οὐδὲ γὰρ ἔχεις λέγειν, Ὡς εἶδες ἁπλῶς ἡντινοῦν ἄλλην φύσιν. Νοῦς. Οἶμαι τὸν ἄνδρα τοῦτον ὀφθῆναι μόνον | |
Ἄνωθεν εἰς γῆν, ὥστε κοσμεῖν τὴν φύσιν. Εἰ μὴ γὰρ αὐτὸν εὗρεν ἡμῖν ὁ χρόνος, | ||
725 | Οὐκ ἂν σαφῶς ἔγνωμεν ἐκ τῶν πραγμάτων, Ὁποῖον ἦν ἐκεῖνο τὸ χρυσοῦν γένος, Ὃ δὴ πάλαι τέταχεν εἰς ἡμιθέους Ἡ τῶν παλαιῶν Ἀττικὴ μουσουργία. Φιλῆς. Εἰ παῖδες αὐτὸν εἶδον Ἑλλήνων τότε | |
730 | Τάχ’ ἂν ἀπ’ αὐτοῦ τὸ χρυσοῦν ὕμνουν γένος· Ἐπεὶ δὲ νῦν ἔδειξεν αὐτὸν ὁ χρόνος, Ἓν χαρίτων ἄγαλμα κοινὸν τῇ κτίσει, Καὶ τοὺς παλαιοὺς οὗτος ἡμῖν δεικνύτω. Καὶ γὰρ τὰ χωρὶς εἰς ἕκαστον πρακτέα | |
735 | Πάντων μόνος, βέλτιστε, συγκλείσας φέρει. Νοῦς. Τίς εἶδε νοῦν τοσοῦτον εἰς θνητὴν φύσιν; Τίς δὲ ψυχὴν εὔτολμον εἰς πᾶσαν μάχην; Ἢ κάλλος ἀνθοῦν εἰς τὸ τῆς ἥβης ἔαρ; Ἢ καρδίας χύματος ἑστῶτα δρόμον; | |
740 | Ἢ ῥυθμὸν ἐν σώματι καὶ μελῶν τόνον; Ἢ πρὸς λόγων ἅμιλλαν ἀκμαῖον πλάτος; Οὐκ ἔστιν οὐδεὶς, οὐ μὰ τὸν γίγαντά μου. Φιλῆς. Πολὺς ἀριστεὺς εἰς τὸ νῦν οὗτος γένος· | |
Ἄωτον ἂν εἴποι τι καὶ τόνδε Πλάτων, | ||
745 | Πλὴν εἰ παρὼν ἔβλεψε τὸν στεφανίτην, Ἄλλην ἂν εὗρε λέξιν αὐτῆς βελτίω· Ὅσον γὰρ ἐξύμνησεν ἡρώων γένος, Οὐδὲν πρὸς ὃν κροτοῦμεν ἡμεῖς ἐνθάδε. Ναὶ πίπτε, δεινὲ καὶ φθισίμβροτε φθόνε. | |
2.1(750) | Νοῦς. Χαίρει μὲν αὐτὸς οὐρανὸς τόνδε βλέπων· Χαίρει δὲ καὶ γῆ καὶ τὸ τοῦ πόντου πλάτος, Ὅταν πατῶν τὴν χέρσον εἰς τοῦτο βλέποι· Ἂν δὲ πρὸς ἐχθροὺς καὶ τριήρεις ἐξάγοι, Τὴν ὕγραν εἰς ἤπειρον εὐθὺς ἐκτρέπει | |
755 | Στρωννῦσαν αὐτῷ πανταχῆ νώτων βάσιν, Ὡς ἂν ἄγοι σώσουσαν ὁ πλοῦς τὴν τύχην. Φιλῆς. Λέγουσι τὸν Κόροιβον ἐξ ἀβουλίας Γελᾶν μὲν ἀριθμοῦντα κυμάτων χύσιν, Κλαίειν δὲ μὴ σθένοντα μετρεῖν εὐστόχως· | |
760 | Τῇ γὰρ μεταξὺ συγχύσει νικώμενον Τὸ τοῦ πόνου σκόπιμον οὐδὲν δεικνύει. Μὴ γοῦν Κόροιβός εἰμι καὶ γράφω μάτην, Τὰ ῥεῖθρα μετρῶν τῶν καλῶν τῶν ἐνθάδε; Νοῦς. Ἐγὼ δέ τις Ἴκαρος ἀντὶ Δαιδάλου· | |
765 | Πρὸς γὰρ τὸν ἡδὺν τόνδε φωσφόρον τρέχων Ἐκεῖθεν ἀπτὴν ὡς θρασὺς ὑποστρέφω, | |
Ταῖς ἐμπύροις τήκοντος αὐτοῦ λαμπάσι Τὴν κηρίνην πτέρωσιν, ἣν ἀμπίσχομαι. Ἐπεὶ πρὸς αὐτὸν πάντες οὐδὲν οἱ κρότοι | ||
770 | Τὸν παντοδαπὸν τῶν ἐμῶν κόσμον λόγων. Φιλῆς. Καὶ τοῦτο δ’ αὐτοῦ πῶς ἔτι παροπτέον, Εἰ τὴν φύσιν δείκνυσιν ὀλβιωτέραν· Ὡς ἥλιος γὰρ ἐξ ἑνὸς δίσκου βρύων Τῆς γῆς τὸ πᾶν πρόσωπον αὐτὸς φαιδρύνει, | |
775 | Καὶ ταῖς καθαραῖς τοῦ λογισμοῦ λαμπάσιν Ἐκ τῆς Θρᾴκης πρόεισιν εἰς πᾶσαν πόλιν, Ἄρχοντας ἐθνῶν ἱστορῶν πολυσπόρων. Νοῦς. Γνῶναι δὲ καὶ πόῤῥωθεν ἀγνῶτος φύσιν Ἢ σωφρόνως ἔχουσαν ἢ μὴ σωφρόνως | |
780 | Τίς ἀσφαλὴς τοσοῦτον, ἢ τίς ἀγχίνους; Ταῖς γὰρ μεταξὺ συμβολαῖς τῶν ὀφρύων Τὴν ἔνδον αὐτοῦ μανθάνει κατάστασιν, Ὡς καὶ πρὸ παντὸς οὗτινος δήπου λόγου Ἁλωτὸν εἶναι τοῦτον αὐτῷ τὸν ξένον. | |
785 | Φιλῆς. Οὗτος δὲ πῶς, βέλτιστε, τὸν πάντα χρόνον Ἐν τοῖς ἐρυθήμασι τῆς ὥρας βρύει, Κἂν οὐκ ἀθυμῶν, κἂν ἀθυμῶν τυγχάνοι, Κἂν δυσφορῇ πρός τινα, κἂν πρᾴως ἔχοι· Ὁρᾷς γὰρ ὡς καὶ τοῦτο νικᾷ τὴν φύσιν | |
790 | Τὸ τρεπτὸν ἐμφέρουσαν ἀτρέπτως πάθος, | |
Ἧς ἐστὶν ἡ κίνησις ἐνταῦθα στάσις. Νοῦς. Ἡ φύσις αὐτοῦ φύσις ἐστὶν ὀλβία Καὶ χαρίτων πέλαγος αὐτὸν δεικνύει Καὶ πᾶσαν ἰλὺν τῆς ῥοῆς ἀποπτύει· | ||
795 | Τὸν βόρβορον γὰρ οὐκ ἐπιτρέπει μένειν Εἰς τὴν διαυγῆ τῶν καλῶν ἔργων χύσιν, Ὡς μηδὲ μικρὸν τῶν ἀβουλήτων μέρος Τὸ τοῦ βάθους ἄχραντον αὐτῷ συγχέειν. Φιλῆς. Ἐγὼ δὲ καὶ τὸ σχῆμα τῶν γυμνασίων, | |
2.1(800) | Τί δή ποτ’ ἐστὶν, ἐκδιδαχθῆναι θέλω· Τούτοις γὰρ ἡ φίλοπλος ἐμπρέπει φύσις, Ὅταν ἄγοι θέατρον ὁ στεφηφόρος. Πλὴν εἶδον αὐτὸν καὶ κατεπλάγην πάλαι Τρίκογχον ἐκτείναντα Ῥωμαίῳ ξίφος, | |
805 | Ὃν εὐθὺς ἐξήνεγκε τῆς ἐφεστρίδος. Νοῦς. Ἀγών τις οὗτός ἐστιν, ἢ τέχνασμά τι Πρὸς τὴν κατὰ πρόσωπον ὁπλομαχίαν· Ἐρείσματι γὰρ συμβολῆς ἀντιδρόμου Καὶ δακτύλων σφίγματι χειρὸς ἀτρόμου | |
810 | Τὸ τοῦ πόνου σκόπιμον εἰς πέρας τρέχει. Τίς δ’ ἂν ὅλως δύναιτο καὶ τούτοις φύσις Ἐνευδοκιμεῖν ὡς ὁ τὴν ἕξιν γίγας; Φιλῆς. Ἔχει δὲ καὶ σύναρσιν ἱππηλασίας, Ὅταν ὁ λαμπρὸς τοῦτον ἀγὼν ὁπλίσῃ. | |
815 | Ἡ χεὶρ μὲν αὐτῷ δυσγενοῦς κρείσσων τρόμου, | |
Πόδες δὲ χαυνότητι ληπτοὶ καὶ κλόνῳ Τῶν κλιμάτων ψαύοντες, ὡς νάρκης, μόγις. Ἂν γὰρ τὸ θερμὸν οὐκ ἀποχρῶν τις φέροι, Πρὸς τὰς μάχας εὔτολμον οὐχ ἕξει σθένος. | ||
820 | Νοῦς. Ἰοὺ, ἰοὺ, βέλτιστε, πῶς τοῦτο φράσω, Πρὶν ἂν λάβοιμί τινα φωνὴν ὑψόθεν, Παγκοσμίου κώδωνος εὐηχεστέραν; Ἄλλος γὰρ οὐδείς ἐστιν αὐτοῦ βελτίων, Ἀφ’ οὗπερ ἱππεῖς εἰς τὸ πᾶν ἦλθον γένος. | |
825 | Νομίζεται δὲ καὶ σιδηροῦς τὴν φύσιν Ὅταν ἐφεστρὶς ἱππικὴ τοῦτον λάβοι. Φιλῆς. Ἕλκει δὲ πῶς τὸ τόξον; εἶπε καὶ τόδε· Καὶ γὰρ ἐς ὠὸν εὐστοχεῖν τοῦτον, λόγος, Καὶ τοὺς ὀϊστοὺς αἰθεροδρόμους ἔχειν, | |
830 | Εἰ μέχρις αὐτῶν τῶν ὑποπτέρων λύοι, Βάλλειν δὲ καὶ πόῤῥωθεν ὁρμίσκου στρόφον Καὶ τρίχα λεπτὴν καὶ κατ’ αὐτὴν ὀστέον Καὶ τοῦδε μηδὲν τὴν βολὴν καταισχύνειν. Νοῦς. Ὑπερφυὲς καὶ τοῦτο καὶ μεῖζον κρότων· | |
835 | Ὃ γὰρ ἂν αὐτὸς τόξον εἰς χεῖρας λάβοι, Κάρφος δοκεῖ παίζοντος ἐν φαύλοις βρέφους· Ἂν δ’ ἐκτιναχθῇ καὶ τὸ προσφάτως βέλος, Εἰς χαλκὸν ἢ σίδηρον εἰ πείρας δέοι, Ποῖόν τι μηχάνημα συντρίβον λίθους | |
840 | Τοσοῦτον ἁπλῶς ἐμβαλεῖ πᾶσι τρόμον; Φιλῆς. Καὶ πρὶν ἰδεῖν τοσοῦτον εἰς ἄνδρα σθένος, | |
Κατεπλάγην, βέλτιστε, καὶ συνεστάλην· Τῆς γὰρ βολῆς δέδοικα τὴν ὑποψίαν, Καὶ δεινοπαθῶ καὶ τὸν αἰθέρα βλέπω, | ||
845 | Μή πού τι καὶ λάθοι με συγχέαν βέλος· Ἄλλῳ γε μὴν ἔρωτος ἀκμαίῳ βέλει Τεθήρακε φθὰς ὁ γλυκύς με τοξότης. Νοῦς. Τὰ δ’ ἄλλα σεμνὰ τοῦ στεφανίτου πόσα; Καὶ τίς ἱκανὸς ταῦτα μετρῆσαι λόγος; | |
2.1(850) | Καὶ γὰρ ἄμαχός ἐστιν ἐν μάχαις γίγας· Σχολῆς δὲ καιρὸς εἴ τις αὐτῷ μετρίας, Γραφαῖς ὁμιλεῖ καὶ σοφοῖς ἴσως φίλοις Καὶ ζῇ λογικῶς. Ἂν δὲ πεττεύειν δέοι, Παιδευτὰ Παλάμηδες, αἰσχύνου βλέπων. | |
855 | Φιλῆς. Ἄθυρμα δήπου τοῦτο καὶ νέοις φίλον· Κεκύφασι γὰρ πάντες ἁπλῶς εἰς τόδε· Τῷ δὲ στρατηγῷ κέρδος οὐ φαῦλον τόδε· Διδάσκεται γὰρ καὶ παρ’ αὐτῷ τὸν βίον, Ὅς ἐστι κύβος ἀστάτως κινούμενος· | |
860 | Ῥιπτεῖ δὲ γοργῶς τὴν βολὴν τοῦ κινδύνου Πρὸς τοὺς ἀπαγεῖς τῶν φιληδόνων πόνους. Νοῦς. Ἔχω τι γυμνάσιον εἰπεῖν σοι ξένον, Ὃ παιδιᾶς μέν ἐστι καὶ σπουδῆς μέσον· Τῷ δὲ χρόνῳ, βέλτιστε, λυθὲν ἐκρύβη. | |
865 | Πλὴν αὖθις αὐτὸ δείκνυσιν οὗτος νέον, Ἐπεὶ βασιλεῖς καὶ στρατηγοὶ πολλάκις Καὶ παῖδες αὐτῶν εὐφυῶς ἀνηγμένοι Προσεῖχον αὐτῷ, μὴ περισπώσης μάχης. Φιλῆς. Εἰ μὴ σύ μοι, βέλτιστε, προσπαίζειν θέλεις, | |
870 | Ἥδιστ’ ἂν ἀκούοιμι τῆς ἐκφράσεως· Καὶ γὰρ ἔχεις δύναμιν, εἰ βούλει, ξένην, Καὶ ζωγραφεῖς τὸ πρᾶγμα σαφὲς δεικνύων, Καὶ τοῦτο μορφοῖς καὶ ψυχὴν ἐπιπνέεις Ὗπ’ ὄψιν ἱστῶν ἀπλανεῖς τὰς ἐμφάσεις | |
875 | Καὶ ῥυθμὸν ἀντίμιμον ἐντέχνων τύπων. Νοῦς. Τοῦτο πλόκαμόν ἐστι καὶ φέρει στρόφον, Ὃν ὁ στρατηγὸς ἐκ λαβῆς ἔχει τρέχων· Ἄνω δὲ τὸν κύλινδρον αὐτὸν ἐξάγων, Τοῖς ἀνθελιγμοῖς οὐκ ἐᾷ πίπτειν κάτω, | |
880 | Καὶ πάλιν αὐτὸν ὥσπερ εἰς νῶτα στρέφει, Κλέπτει δὲ τὴν αἴσθησιν ὡς πεσούμενος Κρεμαστὸς εἰς κίνησιν ἑστὼς ὁ στρόφος. Φιλῆς. Πλὴν ἀλλὰ τὸν κύλινδρον ὠθεῖ καὶ πρόσω Καὶ πρὶν πεσεῖν ἄνωθεν αὐτὸν λαμβάνει· | |
885 | Ἔχει γὰρ ἀντίχειρα τὸ πλέγμα φθάνων Ὡς γοργὸς ἱππεύς· ἂν δὲ καὶ τέως πέσῃ Τὸ πλεκτὸν ἀμφίβληστρον ἐκδὺς ὁ στρόφος, Κάτωθεν αὐτὸν ὡς κρεμαστὸν ἁρπάσας Ὁ γεννάδας ἔκρυψε τὴν πτῶσιν πάλιν. | |
890 | Νοῦς. Ἐγὼ δέ σοι μεῖζόν τι καὶ τούτου φράσω· Καὶ γὰρ ἀπ’ αὐτῆς τῆς ἕδρας τοῦ πλέγματος Κατωμαδὸν τὴν σφαῖραν ὁ χρυσοῦς φέρει Καὶ πάλιν αὐτὴν ἀττικῶς ἀντιστρέφει, Καὶ πρὸς τὸ λεπτὸν τῆς λαβῆς ἀπευθύνει | |
895 | Σταθμοῖς τε πυκνοῖς καὶ καθεστῶσι δρόμοις | |
Τὴν ἐσχάτην σπεύδουσαν εὑρίσκειν βάσιν. Φιλῆς. Ἀφεὶς τὰ λαμπρὰ τῶν ἀγώνων φάσματα Τὸ σφαιροπαικτεῖν ὥς τι καινὸν εἰσφέρεις· Καὶ μὴν ἔτι σκώπτουσα τὴν παροινίαν | ||
2.1(900) | Στρόμβους φέρειν εἴρηκεν ἡ παροιμία. Τί γὰρ ἔχει θαύματος ὁ στεφανίτης, Ἂν εἰς ὄχημά τινος ἀστάτου στρόφου Τηρεῖ βεβηκὸς τὸ σκέλος τῆς φύσεως; Νοῦς. Ἀλλὰ τὰ λαμπρὰ τοῦ στρατηγοῦ πρακτέα | |
905 | Καὶ πυρφόρου δέδοικα σιδήρου πλέον· Τὰ σμικρὰ δ’ ὡς εὔληπτα πολλάκις λέγων Τὰ κομψὰ καὶ τέρποντα χωρὶς λεπτύνω, Καὶ τοὺς βαρεῖς πόῤῥωθεν ἐκκλίνω λίθους Τοὺς μετρίους κάχληκας ἐκλέγειν θέλων, | |
910 | Ὡς παῖς τις ἁπλοῦς ἀδρανεῖς κτίσων βάσεις. Φιλῆς. Ἀλλὰ παρ’ αὐτῷ φαῦλον οὐδέν τι βλέπω· Κἂν τὸ πλαταγώνιον αὐτὸ δεικνύοις Ὃ νηπίοις δίδωσιν ἡ θριδακίνη. Ἀστράγαλοι γὰρ ὥσπερ ἐν θέσει κύβων | |
915 | Καὶ καρύων ἥδιστος εὐστόχοις κτύπος Ἔχουσι τοῖς παίζουσι καὶ σπουδῆς μέρος, Τόδ’ ἐστιν ἁπλῶς οὐδὲ συγγνώμην φέρον. Νοῦς. Οἶκος μὲν οὐδείς ἐστιν ἐκ τῶν χερμάδων, Ἂν οὐκ ἔχῃ σύνδεσμον ἐκ τῶν ὀστράκων· | |
920 | Καὶ ναῦς ἀπαγὴς, εἴπερ οὐκ ἴσχει τρόπιν· Κύκλος δὲ πᾶς ἄκεντρος οὐ κύκλος τάχα, Καὶ παῖς ἀγαθὸς παιδιᾶς τινος δίχα Τὸν τῆς τελειότητος οὐ τρέχει δρόμον· Καὶ γὰρ τὰ μικρὰ τῶν μεγάλων αἰτία. | |
925 | Φιλῆς. Τί δεῖ λόγων, βέλτιστε, μακρῶν ἐνθάδε; Πάρεστι δὴ, πάρεστιν ὁ στεφανίτης, Ἔνοπλος ἱππεὺς ἐξιὼν τῶν ταγμάτων· Σὺ δ’ ἐξαναστὰς εἰς ὑπαντὴν προσκύνει Καὶ τοῦτον εὐχαῖς δεξιοῦ πολυτρόποις, | |
930 | Τὴν τῶν κρότων ἅμιλλαν ἀσμένως λύων, Ἐπείπερ εἰκὸς λῆξιν εὑρεῖν τῶν πόνων. Νοῦς. Ὡς οὐδὲ ταῦτ’ ἂν μέμψιν εἰς τοῦτον φέροι, Τὴν τοῦ βρέφους θέλξαντα μετρίως φύσιν· Εἰ μὴ γὰρ ὡς ἄπλαστος εὐθὺς ἐτράφη, | |
935 | Τίς ἂν ὅλως ἄνθρωπον αὐτὸν ἐφρόνει, Τῷ νῦν βίῳ δείξαντα καινὴν τὴν φύσιν; Ὡς μηδὲ τὴν ἄμαχον ἰσχὺν τῶν λόγων Πρὸς τοῦτον ἀρκεῖν εἰσενεγκεῖν τι πρέπον. Φιλῆς. Αὐτὸς δὲ τί δρᾷς; ποῦ δ’ ἀναστρέφειν θέλεις; | |
940 | Ἡττημένου γάρ τινος ἐμφάσεις ἔχεις. Βούλει δὲ τὴν πτέρωσιν ἐντεῦθεν λύειν, Ἡμᾶς ἀτεχνῶς ὀρφανοὺς παρατρέχων; Πλὴν αὖθις ἡμῖν εὐσταλὴς παλινδρόμει Καὶ μειζόνων φρόντιζε τῇ τέχνῃ κρότων, | |
945 | Ἐπείπερ ἀθρεῖς εὐμενῆ τὸν δεσπότην. Νοῦς. Ἡττημένος μέν εἰμι καὶ φεύγειν θέλω· Τὸ γὰρ ἐπαχθὲς οὐ φέρω τῆς αἰσχύνης, Τὸν ἄνδρα τιμαῖς αὐθάδως καθυβρίσας. Αὖθις δὲ καὶ πρόσειμι καὶ ξύνειμί σοι | |
2.1(950) | Καὶ πρὸς τὸν αὐτὸν, εἰ καλεῖς, ἆθλον τρέχω, Καὶ γίνομαι σὸς, καὶ τρανῶς πάντα βλέπων Καθίσταμαί σοι τοῦ βίου διδάσκαλος. Φιλῆς. Ὦ χαῖρε λαμπρὸν τῆς ἐμῆς φῶς καρδίας, Μᾶλλον δὲ τοῦ σύμπαντος ἀνθρώπων γένους, | |
955 | Πόθεν πρὸς ἡμᾶς τοὺς θρασεῖς καὶ μετρίους Ὁ καινοφανὴς Τηλέμαχος ἤλυθες; Ἆρ’ εἰς ἀμοιβὰς εὐτρεπὴς εἶ τῶν κρότων; Ἢ τοῦ θράσους ἔλεγχος ὀφθήσῃ; φράσον. Συστέλλομαι γὰρ καὶ μαθεῖν τὸ πᾶν θέλω. | |
t960 | Ὁ μέγας Δομέστικος. | |
960 | Μὴ μὴ πτοηθῇς· ἐντελὴς γὰρ ἡ σχέσις, Καὶ πᾶν ὅσον δίδωσιν ἀκμαῖος πόθος, Οὐκ ἐστὶ μικρὸν τῷ σκοποῦντι σωφρόνως. Σαίνει δὲ καὶ ψέλλισμα πατέρα βρέφους· Ἡ γὰρ φύσις τίθησι τὰς ψήφους τέως. | |
965 | Ἐγὼ δὲ τὸν σὸν τεχνικὸν τόνδε κρότον | |
Ἐρῶντος ἀνδρὸς ἀκριβὲς δεῖγμα κρίνω. | ||
2.2(t) | Πρός τινα τῶν φίλων παραινετικοί. | |
1 | Ὅτι σε κατένυξα τῇ παραινέσει, Τὸν αὐτοκατάνυκτον εἰς εὐποιΐαν, Ἥλιε καὶ φῶς καὶ πνοή μοι δευτέρα, Καὶ δευτέραν πρόσρησιν ἡδέως δέχου· | |
5 | Δουλεύομεν γὰρ τῇ σκιᾷ τῶν πραγμάτων, Τῆς ἀρετῆς τὰ φῶτα μισοῦντες μάτην· Προσκόπτομεν δὲ τῶν παθῶν φεῦ ! τοῖς λίθοις, Τὰς εὐθέτους φεύγοντες ἀφρόνως τρίβους. Αἲ αἲ μεμηνώς εἰμι φιλῶν τὸν βίον, | |
10 | Μᾶλλον δὲ λυττῶν οἷς ἐμαυτὸν ἐσθίω, Τὸ τοῦ πέλας πρόβλημα λαμβάνων βίᾳ. Ὁ δεσπότης πάρεστι δεικνὺς τὸν βίον, Ὅς ἐστι πολλῷ τοῦδε τοῦ νῦν βελτίων, Καὶ καθάπερ φόβητρον αὐτὸν ἐκκλίνω. | |
15 | Τίς τὴν ἐμὴν πώρωσιν ὡς χρὴ δακρύσει, Εἰπεῖν δὲ ταυτὸν, τίς ἀποχρήσει γέλως; Ὁδός τις ἐστὶν ὁ προκείμενος βίος· Ἵνα τί γοῦν τρέχοντες ἐν ποδοστράβαις Τοσοῦτον ὄγκον χρημάτων κομίσομεν; | |
20 | Οὐκ ἔστιν εὑρεῖν οὐδαμῆ πάντως βάσιν· | |
Ἐν συμφοραῖς ὁ κόσμος ἀντισυστρόφοις, Ὃς οὐδὲν ἂν μόνιμον ἡδῦνον φέρει. Φύει συκῆ μὲν σῦκα, δρῦς δὲ βαλάνους, Ὄχνην δὲ συκῆς οὐκ ἐπιφύει κλάδος, | ||
25 | Ἢ μῆλον ἡ δρῦς· οἶδε γὰρ εὖ τὴν φύσιν Ὁ σπερματικὸς τῶν κατὰ γένος λόγος. Πῶς οὖν τὸν εὐρίπιστον ἐκτόπως βίον Ὕπαρξιν εὑρεῖν ἀξιοῦμεν καὶ στάσιν; Ἐκεῖνο τοῦθ’ ὅ φησιν ἡ παροιμία, | |
30 | Παῖς γὰρ φέρει κρύσταλλον ἐξ ἀβουλίας· Ἐγὼ δὲ παιδὸς ἀφρονέστερον κρίνω Τὸν τοὺς ὀνείρους δακτύλοις θηρώμενον. Ὢ τῆς ἀγεννοῦς καὶ παραβόλου πλάνης! Καθεύδομεν γὰρ ὑπὸ τῆς ἔνδον μέθης | |
35 | Καὶ ῥέγχομεν φεῦ τῆς κλοπῆς ἐπιστάσης. Ἐν ὀστέοις ἅπαντα καὶ κόνει βλέπεις, Καὶ δημιουργεῖς ἀντὶ τῶν τύμβων δόμους, Καὶ ποικίλοις χρώμασι κοσμεῖς τοὺς λίθους, Τὸ τοῦ λίθου τρίπηχυ μὴ φρίττων δέος. | |
40 | Ὢ πῶς ἑαυτῶν ἀγνοοῦμεν τὴν φύσιν, Ἥλιε καὶ γῆ καὶ περιτταὶ φροντίδες, | |
Καὶ παραγωγαὶ κοσμικῆς ἀκοσμίας! Χοῦς πάντες ἡμεῖς καὶ βραχὺν ζῶντες χρόνον, Κἂν τὸν βίον σαίνωμεν ἐκ τῶν ἐλπίδων. | ||
45 | Μωσῆς ἀφεὶς τὴν ῥάβδον οἰκεῖ τὸν τάφον, Μωσῆς ὃς ἐξήμειψε λαμπρῶς τὰς φύσεις, Ὁ δημαγωγὸς ὃν θεοῦ κρύψας γνόφος Θεῖον Φαραὼ καὶ θεοῦ φῶς δεικνύει· Σὺ δὲ τρέμειν θάνατον οὐδόλως θέλεις! | |
2.2(50) | Ἕως τίνος, βέλτιστε, καὶ τίνος χάριν Τῆς γῆς ἐμαυτῷ συμφορῶ τὴν κοπρίαν; Ἂν ἐγκυλισθῇς τῶν παθῶν τῷ βορβόρῳ, Ἰδοὺ μονιός· ἂν τρυφᾷς πάντων πλέον, Ἰδοὺ πετεινὸν τὴν σφαγὴν ἀναμένον, | |
55 | Ἢ σῦς τιθασός· ἂν ἀπειλήσῃς, κύων· Ἂν ἁρπάσῃς, γύψ· εἰ δὲ μὴ, λύκος φάγος· Ἂν ἐξελιχθῇς καὶ δακὼν τύχῃς, δράκων. Ἰοὺ ἰοὺ, τί τοῦτο; Πῶς ταῦτα στέγεις; Οὐδὲν τὸ παρόν· ἀγνοεῖς τὸ συμφέρον. | |
60 | Μαραίνεται γὰρ πᾶς ὁ τῆς δόξης τύφος, Ὡς καπνὸς, ὡς ὄνειρος, ὡς πνεῦμα τρέχων. Ἂν εἰς χρυσοῦν χιτῶνα κομπάσῃς, ἄφες· Τὸ γὰρ ὑφεστὼς νῆμα σητὸς μετρίου· | |
Ἂν εἰς χύδην χρήματα, μὴ βαῖνε πρόσω· | ||
65 | Παρέρχεται γὰρ καὶ τὸ πιστὸν οὐκ ἔχει Χοῦς ὄντα παγεὶς εἰς φλεβῶν γῆς πυθμένας. Τὰ δ’ ἀπὸ τῆς γῆς τίς φρονῶν ἂν θαυμάσοι; Βαβαὶ, τὰ κακὰ τῶν καλῶν κατισχύει! Τὸν ἵππον ἀθρεῖς, τὴν ἐφεστρίδα βλέπεις, | |
70 | Τὰ στικτά σοι φάλαρα κοσμεῖ τὸν βίον, Τὸν ἐμβριθῆ ζωστῆρα καινόν τι κρίνεις, Τὴν κάλπιν ὑμνεῖς καὶ τὸ τοῦ γλεύκους δέπας, Καὶ τῶν τραπεζῶν τῆς τρυφῆς τὰ τρυβλία· Ἐγὼ δὲ μισῶ πορνικοῦ χρίσιν φύκους· | |
75 | Τὸ γὰρ φυσικὸν οὐκ ἐᾷ κάλλος βρύειν Ἐν τοῖς παρατρίμμασι τοῖς ψευδοχρόοις, Ῥυτίδας αἰσχρὰς προξενοῦν καὶ ταῖς νέαις. Τοιοῦτό σου τὸ κάλλος, ὑφ’ οὗ δὲ βρέμεις· Εἰ δὲ σκοπεῖν μάλιστα τὴν φύσιν θέλεις, | |
80 | Γυμνὸν σεαυτὸν ἴδε, καὶ γνώσει τόδε· Τὴν γὰρ πονηρὰν φλεγμονὴν τῆς καρδίας Χωνοὶ παρευθὺς τῶν μελῶν ἡ φαυλότης. Ὅταν δὲ τὰ στοιχεῖα λαμβάνειν θέλῃ Τὰ κρυπτὰ δανείσματα τῆς διαρτίας, | |
85 | Τί χρή σε παθεῖν; ἡ παρακμὴ γὰρ πέλας, Ἐπεὶ τὸ θερμὸν εἰς τὸ πῦρ ἀνατρέχει, Καὶ τἄλλα χωρεῖ πρὸς τὰ καθόλου μέρη, Καὶ τήκεται μὲν πυρετοῖς τὸ σαρκίον, Θρηνούμενον δὲ δυσφορεῖ καὶ δακρύει, | |
90 | Καὶ τῶν ἰατρῶν συντρεχόντων ὀξέως· | |
Ὀξύτερος φεῦ! τῆς τελευτῆς ὁ δρόμος. Εἶτα τί μικρὸς εἰς τὸ πένθος ὁ χρόνος; Μερίζεται δὲ σὺν θορύβῳ καὶ στάσει Τὰ τῆς ἀνάγκης τοῦ βίου γεννήματα. | ||
95 | Εἰ γοῦν ἀγαθῆς εὐπορεῖν βούλει τύχης, Καὶ πλοῦτον αὐχεῖν καὶ τιμὰς ὑπερτίμους, Σκόρπιζε τοῖς πένησι τὰ χρήματά σου Σπείρων ἀφειδῶς· τοῦτο γὰρ ὄντως βίος Τὸ γῆθεν αὐτὸν ἑστιᾶν τὸν δεσπότην. | |
2.2(100) | Ἆρ’ οὐχὶ κατένυξα τοῖσδέ σε πλέον; | |
2.3(1t) | Ὡς ἀπό τινος διφθερωνύμου βαρβαρίζοντος ἐκ τῆς ἐκείνου γλώττης, | |
2t | τῷ Πατρικιώτῃ. | |
1 | Ἀνίερον γῆν καὶ καθημαρτημένην, Γεωγράφων ἄριστε, δευτέρως δίδου, Μὴ συναγαγὼν αἱρετὰς κριτοὺς χύδην Συχνοὺς ὑπὲρ σοῦ καὶ δριμεῖς πλέξω ψόγους. | |
2.4(t) | Ὅμοιοι. | |
1 | Ἐγχυματισμὸς ἐκ λογικῆς διφθέρας Τὸν ἱματισμὸν τῆς γραφικῆς ἐκπλύνει· Ῥεῦσις δὲ γαστρὸς ἀπομορφοῖ τὴν θέαν, Καὶ κοπραγωγῶν ὀργανοῖ τὴν αἰσχύνην· | |
5 | Ἀγαθότην δέ τινα κομψὴν εἰσφέρει Σαρκασμὸς εὐστόμφαστος ἐμφαίνων χόλον· Γλουτῶν δὲ σεισμὸς καὶ κραδασμὸς ὀσφύος, Ἢ καὶ παραλλὰξ ἀπρεπὴς ὤμων θέσις, Ὄγκος τε γαστρὸς εἰς ὑπόμφαλον δέσιν | |
10 | Καὶ μακρὰ ληρήματα καὶ σαίνων τύφος, Ποιοῦσιν οἰκτρὸν τὸν σοβοῦντα Θερσίτην, Ὦ πρὸς λόγους Ἥρακλες, ὦ νοῦ γεννάδα. | |
2.5(t) | Εἰς τὴν ἐν τῷ ναῷ εἴσοδον αὐτῆς. | |
1 | Ἤδη κινοῦσα τὰς σκιὰς καὶ τοὺς τύπους Καὶ τὰς περὶ σοῦ πρὸς τὸ μέλλον ἐμφάσεις Τὴν μὲν βάδην κίνησιν ἐμφαίνεις, κόρη, Τοὺς δὲ γραφικοὺς οὐχ ὑπερβαίνεις ὅρους· | |
5 | Οὔπω γὰρ ἐσκήνωσεν ἐν τῇ γαστρί σου Τὸ τοῦ νόμου πλήρωμα κινοῦν τὰς φύσεις. Ἀλλὰ πρόβαινε θᾶττον, ἁγνὴ παρθένε· Καὶ γὰρ βλέπεις κάμνοντα τὸν Ζαχαρίαν. | |
2.6(t) | Τῷ αὐτῷ. | |
1 | Στάχυς καλῶν ὥριμος ὀφθεὶς τοῖς φίλοις, Τὸ τῶν στίχων ἔμμισθον ἀπόδος θέρος, Ὡς ἂν ὁ πυκνὸς τῶν ἐμῶν κρότων σπόρος | |
Ἐξοργανωθῇ πρὸς τὸν εὔσταχυν φόρον. | ||
2.7(t) | Τῷ αὐτῷ. | |
1 | Βούλει στέαρ κώνωπος ἰδεῖν, ὡς λόγος· Ἐκεῖνα δήπου ταῦτα καὶ λαβὼν φάγε. Τὰ γὰρ σὰ κἂν ἄκαρπα τυγχάνειν λέγῃς, Ἀλλ’ οὖν ὁ καρπὸς πανταχῆ τούτων βρύει. | |
2.8(t) | Τῷ αὐτῷ. | |
1 | Πέμπε πρὸς ἡμᾶς, ἄφθονε χρυσοῤῥόα, Νέκταρ πεπηγὸς, ἀπὸ καλάμου δρόσον, Ὄχνην, σταφυλὴν, μῆλον ἐκ Θρᾴκης, ῥόαν, Καρποὺς Δαμασκοῦ, Θάσια τραγήματα, | |
5 | Καὶ πᾶν φίλον πρόσαρμα τοῖς ἐπὶ κλίνης· Ἐξ ἥπατος γὰρ δυσκραὲς πνῖγος φλέγον Διψῆν με ποιεῖ καὶ ῥοφεῖν ζητεῖν χύδην. Εἰ δ’ οὐκ ἔχεις, φάνηθι τῷ φίλῳ μόνον, Καὶ ταῦτ’ ἔσῃ ξύμπαντα καθάπαξ μόνος, | |
10 | Σῶτερ γλυκασμὲ, παυσίκακον φάρμακον. | |
2.9(t) | Τῷ αὐτῷ. | |
1 | Τί δεῖ με ποιεῖν; οὐδὲ γὰρ ἔχω κρότους Τῇ σῇ φύσει πρέποντας, ὦ χρῆμα ξένον· Ἀμήχανον γὰρ τὴν ἐπιστήμην βλέπω Σοῦ τὰς ῥύδην χάριτας εὐλαβουμένην. | |
5 | Εἰ γοῦν ἀγαπᾷς τοὺς μετὰ τέχνης κρότους, Τί δῆτα σαυτὸν ὑπὲρ ἄνθρωπον τίθης; Εἰ δ’ ὑπὲρ αὐτοὺς ὠλβιώθης τοὺς λόγους, Τί δὴ προσαιτεῖς τοὺς παρ’ ἀνθρώποις κρότους; Οὐ δύναμαι πλεῖν ὑπὸ σαθρᾷ πορθμίδι | |
10 | Τῶν σῶν ἀγαθῶν τὰς ἀποῤῥήτους χύσεις. | |
2.10(t) | Τῷ αὐτῷ. | |
1 | Οὐ χὴν ὁ χὴν ἐκεῖνος, ἀλλὰ σαρκίον Μυδῶν πρὸ μακροῦ καὶ σεσηπὸς ἐκτόπως· Σητῶν γὰρ ἂν θύλακον αὐτόν τις λέγοι, Καὶ καταγωγὴν παμμιγοῦς δυσοδμίας· | |
5 | Ὃν εἴπερ εὗρε καὶ Ναβουχοδονόσορ Φανεὶς μονιὸς εἰς ὀρύγματα χλόης, Εὐθὺς ἂν ἀφεὶς καὶ στραφεὶς ἀπεκρύβη, Τὴν ῥῖνα τῇ γῇ προσφυῶς ὑφαρμόσας, Μὴ πνεῦμα λαθὸν τὰς ὀπὰς διαδράμῃ. | |
10 | Οὕτως ἀμείβῃ τοὺς λόγους, εὐμήχανε; | |
2.11(t) | Τῷ αὐτῷ. | |
1 | Σὺ μὲν τάχα Δίωνα λαβὼν θαυμάσῃς Εἰς λέξιν, εἰς νοῦν, εἰς διῃρμένην φράσιν, | |
Εἰς ῥυθμὸν, εἰς κίνησιν, εἰς τέχνης κράτος, Ἐξ ὧν τὸ πᾶν δήπουθεν Ἑλλήνων γένος | ||
5 | Ἀνῆκεν αὐτῷ καὶ χρυσῆς γλώττης κλέος. Ἐγὼ δέ σου τέθηπα λαμπρῶς τὴν φύσιν, Ἐπείπερ εἰς τοσοῦτον ἐσμὸν φροντίδων, Ὡς χαλκὸς ἀντίτυπος, εὖ μάλα στέγει· Νομὰς γὰρ ἱστῶν καὶ φυλὰς διαγράφων | |
10 | Καὶ ῥητορικοὺς ἀναμοχλεύεις τόπους. | |
2.12(t) | Τῷ αὐτῷ. | |
1 | Τὰ κυπαριττόμηλα τοῦ δεῖνος φίλου Ἔρωτες ἐσφαίρωσαν, οὐ γῆς ἰκμάδες· Ἃ σάτυρος μὲν ἐξ ὑπερθύρου βλέπει, Τρυγᾷ δὲ φαλὸς εὐσθενὴς πρὸς ἑσπέραν. | |
5 | Πλὴν πρὸς μὲν ἡμᾶς τοὺς ἀπὸ ξένης πέλας Κίρνησι τὸν στύφοντα χυμὸν ἡ τρύγη, Τοῖς γείτοσι δὲ τοῖς ἀπὸ χρόνου φίλοις, Οἷς καὶ χρυσῆ μάχαιρα κοσμεῖ τὴν τύχην, Ἐγχεῖ γλυκασμόν· τοιγαροῦν ἄγε τρύγα· | |
10 | Φθόνος γὰρ οὐδεὶς ἐστὶν ἀπὸ τῶν πέλας. | |
2.13(t) | Τῷ αὐτῷ. | |
1 | Εἰς τοὺς νέους ἥκοντα καὶ πέλας δόμους Πολλοῖς ἀγαθοῖς δεξιοῦ με τὸν φίλον· Ὁ γὰρ προμηθεὺς καὶ θεὸς καὶ τεχνίτης, Καὶ παραγωγεὺς καὶ τροφεὺς καὶ δεσπότης, | |
5 | Ὁ παγκάλῳ σχήματι συνθεὶς τὴν κτίσιν, | |
Καὶ καταγωγῆς ἀξιοῖ με τὸν ξένον, Ὃν ἡ τύχη τρύχουσα τὸν πρόσθεν χρόνον Ὡς ἐχθρὸν ἐξήλαυνε τῶν ἀλλοτρίων. Οὐκοῦν σεαυτὸν δεῖξον ἡμῖν βελτίω, | ||
10 | Κατὰ σοφιστὰς ὠρφανισμένη φύσις. | |
2.14(t) | Τῷ αὐτῷ. | |
1 | Ἢ ῥᾳδίως πέραινε τὰς ὑποσχέσεις, Ἢ μηδὲ τοὺς τέρποντας ἀγάπα κρότους. Τί γὰρ τὸ κέρδος ἂν μὲν ὁ παῖς ὀρθρίσας Πρὸς ἑσπέραν δύσοδμον εἰσφέρῃ κρέας, | |
5 | Ἐγὼ δ’ ἐμαυτὸν ἐγχρονίζων ἐσθίω, Ὡς ὀκτάπους, ἄφυκτον ἀθρήσας γνόφον; Ἐπὰν δὲ παρῇ καὶ τὸ δυσῶδες κρέας, Ἥλιε φιλότιμε, συστέλλου βλέπων· Σὺ δὲ φρενῶν κάλλιστον ἐν τούτοις βάρος | |
10 | Ἐπὶ φίλῳ δράματα συνθεὶς καγχάσεις. | |
2.15(t) | Τῷ αὐτῷ. | |
1 | Σὺ μὲν στολισθεὶς τὸν χιτῶνα τῆς τύχης, Ὃν ἡ φύσις πόῤῥωθεν ἱστούργησέ σοι Γεωγραφικὴν ἐμβαλοῦσα κερκίδα, | |
Δίδου πρὸς ἡμᾶς τὸ τριχόπλοκον φάρος, | ||
5 | Ὃ δῆτα δευθὲν ἐκπιέσεις τοῖς λίθοις· Ἐγὼ δέ σοι πρέποντας ἀθροίσας μίτους Χλαμύδα λαμπρὰν τεχνικῶν πλέξω κρότων, Ἣν οὐδ’ ὁ πᾶς δήπουθεν ἐκτρίψει χρόνος· Φεισάμενος γὰρ ὁ χρυσοῦς τοῦ μετρίου | |
10 | Τὸ μεῖζον εὑρεῖν εὐχερῶς οὐκ ἰσχύσεις. | |
2.16(t) | Τῷ αὐτῷ. | |
1 | Τὰς τέτταρας δὶς πέμπε δὴ μνᾶς ἐνθάδε, Στατὴρ φίλων πάγχρυσε καὶ θεῖον τέρας. Ὁ γὰρ χθὲς ἀπρόσιτος ἐσθητοπράτης Πρὸ τῆς πύλης πάρεστι πεσὸς ὀρθρίσας, | |
5 | Καὶ τὴν ὀφειλὴν ἀπολαμβάνειν θέλων, Βοᾷ τι λαμπρὸν, οὐδὲ γὰρ φέρει πρᾴως. Ἐγὼ δὲ μισῶν τὸν θορυβώδη πότην, Τὸν ἀπὸ τοῦ πώγωνος Ἀθάμαντά σοι, (Δοκεῖ γὰρ ὀξὺς ἀγριὰς πρὸς τῆς μάχης | |
10 | Καὶ χθιζὸς ἂν φαίνοιτο τοῦ γλεύκους πνέων) Αἰτῶ διὰ σοῦ τὰς ὑποσχέσεις λύειν, Καὶ λῆρον ὑγρὸν εἰς τὸ λοιπὸν μὴ τρέμειν. Εἰ δ’ οὖν, μόνον κέλευε καὶ παραυτίκα | |
Πάλιν τὸ ληφθὲν εἰς τὸν ἄνδρα τὸν λάλον, | ||
15 | Ὅσον δ’ ἐφεξῆς ἀλγυνεῖς τὰς ἐλπίδας, Ἄριστε φιλόστοργε, πῶς ἄν τις λέγοι; | |
2.17(t) | Τῷ αὐτῷ. | |
1 | „Ἐχθρῶν ἄδωρα δῶρα, κοὐκ ὀνήσιμα“, Φησί τις ἀνὴρ εὐστοχῶν οἷς ἂν λέγοι· Ἐγὼ δέ σοι τὰ δῶρα φημὶ τῶν φίλων Τὰ καλὰ συγκλείσαντα καθάπαξ φέρειν. | |
5 | Ποίους γὰρ οὐκ ἔλυσας εὐθέως πόνους Τοὺς πέρδικας δοὺς, τὴν τροφὴν τῶν ἀτρόφων; Ποῖον δέ μοι φάρμακον οὐκ ἔφθης χέας Ὅτε πρὸς ἡμᾶς τὸ σχινότροφον γένος, Ἐκεῖνα δήπου φημὶ τὰ στρουθάρια, | |
10 | Ὁ πηρὸς εἰσήνεγκεν ὠμματωμένος; Οὕτως ἀλεξίκακος ἡμῖν εὑρέθης, Οὕτω Γαληνὸς καὶ πρὸ τῶν Ἱπποκράτους· Ὁ γὰρ πρὸ τῆς ἔναγχος Ἀσκληπιάδης Ἤνυσεν οὐδὲν, οὐ μὰ τὸν γέλωτά σου | |
15 | Καὶ τὸν λογισμὸν τὸν κατειρωνευμένον, Ὅς ἐστι μεστὸς ἐντελῶν χαρισμάτων. Ὁ γὰρ λαγωὸς καὶ τὰ μηρῶα κρέα, Τὰ νῦν πρὸς ἡμᾶς εὐγενῶς ἀνηγμένα, Τὰ τῆς νόσου λείψανα παρείλοντό μοι. | |
20 | Γλεῦκος γὰρ εἶ σὺ καὶ θεόβλυστος δρόσος, Κἂν ἀστεϊσμοῖς ἑστιᾷς σου τὸν φίλον. Πλὴν ὄλβε μου ζῶν μηδὲ τεθναίης ὅλως, Μηδ’ ὁ χρόνος τοσοῦτο καλύψαι τρέχων Χαρισμάτων ὄργανον ἐξειλεγμένον. | |
2.18(t) | Εἰς ποτήριον. | |
1 | Ἰδοὺ κρατὴρ εἷς, ἀλλ’ ἀποχρῶν τῇ κτίσει. Τὸ σύνθετον γὰρ μυστικῶς χέων πόμα Ὁ δεσπότης κίρνησι τὴν σωτηρίαν, Ὡς βότρυς ἡδὺς παρθενικῆς ἀμπέλου. | |
2.19(t) | Εἰς δίσκον τοῦ πρώτου. | |
1 | Οὐρανίαν τράπεζαν ἐνθάδε βλέπων, Ἔνυλε πιστὲ, βρῶσιν ἀγγέλων φάγε· Ὁ γὰρ μελισμὸς τῶν μεταξὺ κλασμάτων Λειτουργικῶν δίδωσι μισθῶν ἐμφάσεις· | |
5 | Ὅταν δέ τις ἔρημος ὀφθῇ πταισμάτων, Τὸ δεσποτικὸν μυστικῶς μάννα τρύγα. | |
2.20(t) | Εἰς δίσκον τοῦ δευτέρου. | |
1 | Εἰς δευτέραν τράπεζαν ἐκ πρώτης τρέχων, Ἄνθρωπε, κατάμαθε τὸν τρέφοντά σε· Εἰς γὰρ τὸν ἀμπελῶνα τῆς ἐκκλησίας | |
Ἀμείβεται μὲν δαψιλῶς τοὺς ἐργάτας, | ||
5 | Ἄλλην δὲ τοῖς κάμνουσιν ἀῤῥήτως χάριν Εἰς τὰς ἀφανεῖς εὐτρεπίσει παστάδας. | |
2.21(t) | Εἰς τὸν τοῦ ποτηρίου δίσκον. | |
1 | Τὸν ἀργύρου πραθέντα καὶ τεθυμένον Εἰς ἀργυρᾶν τράπεζαν ἀῤῥήτως βλέπω· Καὶ γὰρ ξεναγεῖ τὰς ψυχὰς ὁ δεσπότης, Προθεὶς τὸν υἱὸν εἰς τροφὴν τοῖς ἀξίοις. | |
5 | Ὦ βρῶσις, ἣν οὐκ ἄν τις ἀτρόμως φάγοι Πρὶν ἐξενεγκεῖν τῶν παθῶν εὖ τὸν κόρον! | |
2.22(1t) | Εἰς τὸ ἴχνος τοῦ μεγάλου Παύλου εὑρισκόμενον ἐν τῇ μονῇ | |
2t | τῆς Παναχράντου. | |
1 | Ἰχνηλατῶν μοι, Παῦλε, τὴν σωτηρίαν, Καὶ πάντα καλῶς ἀναμοχλεύων τόπον, Μή που τὸ σὸν κήρυγμα φυγών τις λάθῃ, Τὸ πέλμα τυποῖς ἀντερεισθὲν εἰς λίθον, | |
5 | Ὡς ἂν ἅπας ἔχοι σε κατόπιν τρέχων Σαφῆ ποδηγὸν τῇ κατ’ ἴχνος ἐντάσει, Καὶ μὴ ῥαθυμῶν μηδὲ βαδίσων μάτην Ἀποπλανηθῇ τῆς ὁδοῦ τῆς εὐθέτου· Ἢ γῆθεν ἀρθεὶς οὐρανοῦ μέχρι τρίτου, | |
10 | Κἀκεῖθεν εἰς γῆν ὑπονοστήσας πάλιν, | |
Τὸ τῆς ὕλης ἔδειξας εἰκότως βάρος, Μή τις σε καὶ φάντασμα καὶ πνεῦμα κρίνοι· Καὶ δεῦρο τὴν σὴν παρεσημήνω στάσιν, Ἀπισχυρισθεὶς μὴ καταπέσῃς τάχα· | ||
15 | Μᾶλλον δὲ τὴν σὴν ἐκπλαγεὶς ἐπίβασιν Εἰς μαλθακὴν ὁ λίθος ἐτράπη φύσιν. Οὐκ ἦν γὰρ εἰκὸς τοὺς ὑπὲρ πάντων δρόμους. Ποιεῖν ἀπαγεῖς τὰς ἐν ἴχνεσι ξέσεις· Ἦ πού ποτ’ ἐχρῆν καὶ τὸ τοῦ χρόνου θράσος | |
20 | Εὐαγγελιστοῦ κατακαλύψαι τρίβους; Πέτρος μὲν οὖν πήγνυσιν ὑδάτων χύσιν, Φοιτᾶν δι’ αὐτῶν προστεταγμένος βάδην· Αἰσχύνεται γὰρ τὸν μαθητὴν ἡ κτίσις, Καὶ τὰς ἑαυτῆς ἐκτροπὰς ἀποστέγει, | |
25 | Τὸ συμπαθὲς τιμῶσα τοῦ διδασκάλου· Σὺ δ’ ἐξυδατοῖς ὑποχαυνῶν τὸν λίθον, Καὶ θαυματουργεῖς ἀπὸ τῶν ἐναντίων, Ἐνταῦθα δεικνὺς τὴν χαραχθεῖσαν βάσιν, Ὡς ἂν ἔχοις γνώρισμα τὰς τρίβους, μάκαρ· | |
30 | Δεικνὺς δὲ καὶ τὸ σχῆμα τῆς ἐξουσίας, Ἐν ᾧ τὸν ἐχθρὸν καταπατῶν συντρίβεις, Τὸ βῆμα τυποῖς τῇ βίᾳ τοῦ πέλματος· | |
Ἵνα δὲ καὶ φεύγοντα μηδείς σε κρίνοι, Κήρυκα φωτὸς ἀπλανῆ δεδειγμένον, | ||
35 | Τοὺς τῆς ἀγωγῆς οὐκ ἀφανίσει τύπους. Πλὴν θαῦμα καὶ τὸ σχῆμα τοῦ κοίλου τύπου· Τὰς γὰρ φύσεις ἤμειψας, οὐρανοδρόμε, Φανεὶς ἀγαθὸς τῷ θεῷ πεζοδρόμος. Καὶ τὸν μὲν ἀντίτυπον ἢ γλίσχρον λίθον | |
40 | Ὡς τέλμα λευκὸν βαδίσας ἐσφράγισας, Τὸ πέλμα σου δὲ καὶ τὸ γυμνὸν σαρκίον Σίδηρον ἢ χάρακα σαφῶς εἰργάσω· Καὶ νῦν τὸ κοῖλον αὐτόματον δείκνυται· Τὰ γὰρ διαστήματα τῶν σῶν δακτύλων | |
45 | Ἀνήγαγον τὸ σῶμα τοῦ ξηροῦ λίθου, Καθάπερ ἰλὺν ἐν πλαδαρᾷ συστάσει· Αὖθίς γε μὴν ἔμεινεν ἡ λίθος λίθος, Ὡς ἂν ἔχοι τὸ δεῖγμα λαβὼν ὁ χρόνος· Ἴδοι τις ἂν ἐνταῦθα καὶ πόρων τύπους, | |
2.22(50) | Οἵους μὲν οὐδεὶς ἐγκοπεὺς ἀποξέει· Δορᾶς δὲ λεπτῆς ὀργανοῦσιν ἐμφάσεις· Τάχα δὲ ποῦς ὃς διῆλθε τὴν κτίσιν, Κατατραχυνθεὶς καὶ τυλωθεὶς ταῖς τρίβοις, Τοσοῦτός ἐστιν ἰσχυρὸς πρὸς τὰς βάσεις | |
55 | Ὅσον μαλάττειν φύσιν εἰ ψαύοι λίθου. Τοιοῦτός ἐστι Παῦλος· εἰ δὲ καὶ γράφοι, Ποίας ἂν οὐκ ἔθελξε λιθώδεις φύσεις; Μᾶλλον δὲ καὶ γέγραφε καὶ δράσας ἔχει Τὸ μέχρις ἐθνῶν τὴν ἐπίγνωσιν τρέχειν· | |
60 | Ἔδει γε μὴν ὡς ἄν τις εὐφυῶς λέγοι Τὸν ἀπὸ Ταρσοῦ τῆς Κιλικίας μέγαν | |
Τὸ πέλμα τυποῦν ἀπὸ ταρσοῦ μετρίου, Καὶ γίνεται τὸ θαῦμα καὶ δῆλον μένει. Τί δ’ ἄρα καινὸν εἰ κινεῖ λίθων φύσιν | ||
65 | Καὶ Παῦλος αὐτὸς Ἁβραὰμ παῖς τυγχάνων. Ἴχνος μὲν οὖν λέοντος ἐκκλίνει σκύλαξ· Τουτὶ δὲ Σατὰν οὐδὲ μετρίως φέρει· Πρόεισι γὰρ ἄφραστος ἐντεῦθεν χάρις, Ὑφ’ ἧς ἐκεῖνος ὀξέως ἐλαύνεται. | |
70 | Βαβαὶ τίς εἶδεν ἴχνος οὐρανοδρόμον, Ἢ τίς ὅλως ἔδειξεν ἀγγέλου τρίβους; Ὦ θεῖον ἴχνος, ὦ προκειμένη βάσις, ᾟ τῆς ψυχῆς τὸ βάθρον ἐστήριξέ μοι! Ὄφις μὲν ἴχνος οὐ παρῆκε τοῖς λίθοις, | |
75 | Παῦλος δὲ τῷ χάρακι τυποῖ τὸν δρόμον· Πρὸς γὰρ τὸν ἐχθρὸν ὑπεναντίως ἔχει. Μὴ γοῦν παλαιστὴς εὑρεθεὶς οὗτος γίγας, Καὶ τὸν πονηρὸν συμπλοκῆς ἑλὼν βίᾳ Τὴν ἰσχὺν ὑπέδειξεν ἴχνους βάθος; | |
80 | Μὴ τὴν χαμερπῆ καταπατήσας ὕλην Ἄκαμπτον ἐγνώρισεν ἡμῖν τὴν βάσιν; Ὦ θαῦμα καινὸν ὀργανωθὲν τῇ κτίσει! Ὦ βυθὸς ἡδὺς, ᾧ ῥιφεὶς Παῦλος πάλαι Τοσοῦτον ἡμῖν θάμβος ἀπεργάσατο! | |
85 | Τὸ πέλμα τοῦτο κόσμος ἐστὶ τοῦ γένους, Ὃ δῆτα κοσμεῖ προσφυῶς ἡ γυμνότης. | |
Οὐκ ἔστιν οὐδὲν ἴχνος ἀνδρὸς ἐν λίθῳ· Κἂν γὰρ βασιλεὺς, κἂν σκυτεὺς, κἂν ἀγρότης Βάδην προϊὼν ὑποτυποῖ τὰς βάσεις, | ||
90 | Ἀλλ’ οἴχεται τὸ δεῖγμα· πῶς γὰρ ἂν μένοι Πρὸς χοῦν ἀπαγῆ καὶ πνοὴν διῃρμένην; Παῦλος δὲ νικᾷ τὰς ἀκινήτους φύσεις, Παῦλος τὸ κοινὸν θαῦμα τῆς οἰκουμένης, Ὃς ἀνθάμιλλός ἐστι καὶ τοῖς ἀγγέλοις· | |
95 | Ὦ τύπος ἴχνους, ὦ τέρας προκείμενον! Καὶ γὰρ τὰ σὰ ξύμπαντα νικᾷ τὴν φύσιν, Ὁ χρὼς, ὁ χιτὼν, αἱ γραφαὶ, τὰ πρακτέα Καὶ τῶν ποδῶν τὸ βῆμα τῶν μακαρίων. | |
2.23(t) | Τῷ σεβαστῷ Πατρικιώτῃ. | |
1 | Τὸ μὲν πρὸ τῆς χθὲς νεκρικὸν ἔχων σκέλος, Τὸ ζῶν ἀμυδρῶς καὶ μυδῶν σὸν ἀρνίον, Ὃ Τελχίνων ἔθρεψε μορμώδης χλόη Παρὰ ποταμοὺς ἐμβολῆς ἀψινθίων, | |
5 | Ἑκὼν ἄκων δήπουθεν ὑπεδεξάμην· Καινὸν γὰρ οὐδὲν εἴ τις ἁρπάσων πόαν Ὑπὸ κνίδης βάλλοι τὸ κεντρῶδες ῥόδον, Μᾶλλον δὲ καὶ βάλσαμόν σοι σφαῖρα κνίδης. Ἐχρῆν δ’ ἄρ’ ἐχρῆν ἅμα τοῖς δώροις Ἄβελ | |
10 | Καὶ τὸν Κάϊν σπένδοντα βασκαίνειν μάτην. Τὸ σήμερον δὲ παραδειχθὲν ἀρνίον Ἔμοιγε τῶν σῶν ἐξιόντι συλλόγων Καὶ παρὰ τὴν μέσαυλον ἱππασαμένῳ, Πέμπε πρὸς ἡμᾶς εὐγενῶς μὴ γογγύσας, | |
15 | Ὃ μεῖζόν ἐστιν ἀκριβῶς τῶν συννόμων, Καὶ λευκὸν ἁπλῶς ἀλλὰ καὶ πρᾴως μέλαν, Ὅταν ἔχῃ τρίχωσιν ἀσθενεστέραν. Ναὶ πέμψον ἡμῖν τὴν παχυτέραν χάριν, Τὸν ὀψοποιὸν τὸν θρασὺν καταισχύνων, | |
20 | Ὃς δὴ καθ’ ἡμῶν τὴν καλαύροπα στρέφων, Μᾶλλον δὲ τὴν μάχαιραν ἐκ τῶν ἰσχίων Εἰς τὴν νομὴν ἐξῆγε τὰ θρέμματά σου· Φιλῆς Μανουὴλ ταῦτα θαῤῥούντως γράφει. | |
2.24(t) | Τῷ αὐτῷ. | |
1 | Τὸν οἰκέτην πέπομφα, τὴν θήραν δίδου, Κίρκε πτερωτὲ γνωστικῆς εὐερμίας· Τὸν γὰρ σὸν εὐκίνητον εἰς πάντα δρόμον Οὐδεὶς ἀκερδὴς ἐμπεσὼν εἴργει χρόνος· | |
5 | Ἀεὶ δὲ θηρᾷς· εἰ δὲ καθεύδειν θέλεις, Κινεῖς τὰ κοινὰ τῷ βραχεῖ σου δακτύλῳ. Ταῦτα βλέπων αἴσχιστε φαυλίζου φθόνε, Καὶ τὴν ἀγαθὴν φεῦγε τοῦ φίλου τύχην. | |
2.25(t) | Τῷ αὐτῷ. | |
1 | Κυνηγετικώτατε καὶ κίρκων δίχα, (Φρονήσεως γὰρ οὐκ ἀμοιρεῖς δικτύων,) Χῆνας νεαροὺς πέμψον ἡμῖν ἀγρίους· | |
Ὁ γὰρ προπεμφθεὶς ἐξεπίτηδες γράσος, | ||
5 | Ὁ νεκρόχην ἐκεῖνος, ἡ θνητὴ δόσις, Τὸ ταριχευτὸν καὶ τετηκὸς ὀστέον, Ἀνῆκεν ἡμῖν κνησμονήν τε καὶ φρίκην Εἰς ἐξερασμοὺς ναυτιῶσι δυσχύμους. Ναὶ πέμπε τὴν εὔοσμον ὁ χρυσοῦς χάριν· | |
10 | Προσδεῖ γὰρ ἡμῖν καὶ στεάτων προσφάτων, Ὡς ἂν φίλου τραύματα λυθῇ τῇ χρίσει. | |
2.26(t) | Τῷ αὐτῷ. | |
1 | Σὺ μὲν φίλων ἄριστε τὸ πράττειν πλέον, Πικρῶς καθ’ ἡμῶν τὰς ὑποσχέσεις λύων, Σκῆψιν τὸν αἰγύπτιον οἰκτρὰν εἰσφέρεις, Τὸν ἄπτερον κόρακα, τὸ κλάον βρέτας, | |
5 | Τῆς Χαλδαϊκῆς ἀστραπῆς τὴν ἀσβόλην, Τὸν ζῶντα καπνὸν, τὴν σκιὰν τῆς φύσεως, Τὸ ταριχευτὸν τῆς ἀμορφίας τέρας, Τὴν ἀνθράκων γέμουσαν ἐν σβέσει πλάσιν, | |
Τὴν ἀπὸ μορμοῦς καὶ Στυγὸς καχεξίαν, | ||
10 | Τὸν ἰνδοφυῆ, τὸν κολοιὸν, τὸν λάρον Ὃν ἑστιᾷ τὸ χῶμα τῶν Αἰθιόπων· Ἐγὼ δὲ μισῶ τὴν γελωμένην τύχην, Καὶ τοὺς ἀτέχνως ἐξαπατῶντας φίλους· Δάκνω τὸ χεῖλος καὶ κατείργω τὸ στόμα· | |
15 | Καίπερ σιγῶν, Τέτλαθι, φημὶ, καρδία. | |
2.27(t) | Τῷ αὐτῷ. | |
1 | Ὡς πῦρ κατὰ σοῦ τοὺς λαοὺς φασὶ βρέμειν Τῶν στασιαστῶν ταῖς πνοαῖς ἐπῃρμένους· Ἐμοὶ δ’ ὁ καπνὸς ἐγχεθεὶς τῆς ἀσβόλης Ποιεῖ κατ’ αὐτῶν πνευστιᾶν τὴν καρδίαν· | |
5 | Ἀλλ’ ἧκε λαθὼν εἰς τὸ φῶς καὶ τὴν δρόσον. Ὁ γὰρ βασιλεύς ἐστι καὶ φῶς καὶ δρόσος, Ἐν ᾧ φυλαχθεὶς τὴν πυρὰν ταύτην σβέσεις. | |
2.28(t) | Τῷ αὐτῷ. | |
1 | Ὡς ἀπὸ βυθοῦ τῆς σοφῆς σου καρδίας Τοὺς ταριχευτοὺς πέμψον ἡμῖν ἰχθύας· Ὡς δὲ προβατεὺς τῶν Θρᾳκῶν τῶν ἐκνόμων, Ποιεῖς γὰρ αὐτοῖς τὰς νομὰς ἀπροσκόπους, | |
5 | Τοὺς ἐξ ἀμολγῆς ἐμβριθεῖς τυροὺς δίδου· Ὡς ἄμπελος δὲ γνωστικῆς εὐκαρπίας, Οἶνον βλύσας πότιζε διψήσαντά με· Ὡς δὲ στατὴρ ἥδιστος ἐκ τῶν ἰχθύων Καὶ χρυσέοις κέρμασι τὸν φίλον δίδου, | |
10 | Φερώνυμον φῶς, ὄλβε μου, θησαυρέ μου. | |
2.29(t) | Τῷ αὐτῷ. | |
1 | Ἐν νυκτὶ καθεύδοντα τὸν γέροντά σου Χοιροτρόφοι γέροντες ἐσθίουσί με· Πολύποδες γὰρ καὶ βραχεῖς ὄντες φύσει Διατρέχουσι λάθρα καὶ θλίβουσί με, | |
5 | Καὶ γίνεται τὸ δῆγμα λαβὴ τραύματος Ὅταν ἀμυχθῇ κνησμονῇ τὸ σαρκίον. Τῷ γὰρ ἁπαλῷ τῆς δορᾶς ἐγκείμενος Ὁ δυσμενὴς ἐκεῖνος ἠρέμα γέρων, Ὁ πρὶν ἐθισθεὶς τοὺς τραχεῖς δάκνειν τόπους | |
10 | (Τοιοῦτο γὰρ τὸ δέρμα τῶν ἐκ βορβόρου), Τέμνει παρευθὺς καὶ πιέσει καὶ τρύχει, Ἐμεῖ δὲ λεπτὴν εἰς τὸ πάσχον ἰκμάδα, Καὶ γίνεται τὸ κρᾶμα λεπτὴ πομφόλυξ Ἢ φλυκτὶς ὑπέρυθρος ἐξ ὕλης νόθου, | |
15 | Κἂν ἐκπιεσθῇ καὶ ῥυῇ καὶ συμπέσῃ, Πολλὰς μεταξὺ κνησμονὰς ἐργάσεται· Πλατύνεται δὲ τῆς νομῆς ἡ θερμότης, Οἰδοῦσα πυρὶ φλεγμονῆς ἄλλης πέριξ, Κἂν κροῦμα τυχὸν, κἂν περίβλημα φθάσῃ, | |
20 | Περιφανὲς τὸ τραῦμα λοιπὸν εὑρέθη· Οὐκοῦν ὁ σωτὴρ ὁ χρυσοῦς παθοκτόνος, Τὸ παντοδαπὸν τῶν ἐμῶν ἄκος νόσων, Ὁ συμπαθὴς ἄνθρωπος, ὁ πρᾷος φύσει, | |
Τὸ τῶν ἐμῶν καύχημα καθάπαξ λόγων, | ||
25 | Ὁ νοῦς ὁ πυκνὸς, ἡ φυσικὴ φαιδρότης, Ἡ γεννικὴ δύναμις, ἡ κοινὴ χάρις, Τῆς δυσμενοῦς φάλαγγος ἐξάγαγέ με. | |
2.30(t) | Τῷ αὐτῷ. | |
1 | Πέμπε πρὸς ἡμᾶς ἐκ τριχῶν ὕφασμά τι, Ὃ καὶ προβατεῖς ἐνδιδύσκονται Θρᾴκες, Ἐπὰν ὁ χειμὼν εἰσβαλὼν καταψύχῃ· Κείρουσι μὲν γὰρ τὰς ποηφάγους ὄϊς | |
5 | Ἀμφιστόμοις ψαλίσιν οἱ κουρεῖς βράχοι, Ὅταν τὸ θερμὸν τῶν φυτῶν ἀνατρέχον Κοσμῇ τὰ γυμνὰ καὶ στολίζῃ τοὺς κλάδους, Καὶ φυλλομανῇ καὶ σκιάσῃ καὶ βρύῃ Πᾶν δένδρον ἁπλῶς τῇ χλιδῇ τῆς αἰθρίας. | |
10 | Νήθουσι δ’ εὐθὺς ἐκπλυθείσας τὰς τρίχας, Ἃς καὶ καταξαίνουσι πυκνοῖς δακτύλοις Αἱ ταῖς ἀμολγαῖς εὐπαθοῦσαι παρθένοι· Τῶν γὰρ γυναικῶν ἐργολαβοῦσι πλέον, Ὡς ἂν τὸ μοχθεῖν μαστροπεύῃ τὸν γάμον· | |
15 | Τοῦ νήματος δὲ τεχνικῶς εἰργασμένου, Τείνουσιν ἱστοὺς ταῖς πλοκαῖς ὑπαιθρίους, | |
Ὡς ἂν ἔχοι νοτίδας ἡ θρὶξ ὀρθρίας, Καὶ μὴ φρυγῇ τὸ κλῶσμα φωσφόρου ζέσει· Ὅταν δὲ καλῶς ὀργανώσῃ τὸν πόκον | ||
20 | Ὁ τῶν γυναικῶν εὐφυὴς οὗτος πόνος Τοῖς εὐτόνοις κρούμασι τῶν πηνισμάτων, Ἁπλοῦσι λοιπὸν τὴν τριχόπλοκον σκέπην Ἐν τοῖς ὑποστρώμασι τοῖς ἀκανθίνοις Πυκνὸς γυναικῶν ὁρμαθὸς παραυτίκα, | |
25 | Ἴσαις δὲ χερσὶ καὶ ῥοπῇ καὶ συστάσει Τῶν ἐκτιναγμῶν ἑλκυσάντων τὰς τρίχας Εἰς τὰς ἀκωκὰς καὶ μεθέλξεις τῶν βάτων Συχνὴ πλοκαμὶς τὴν ὑφὴν ἐπέδραμεν· Ἣν δὴ θεωρῶν ὁ κρυμὸς παρατρέχει· | |
30 | Φοβεῖ γὰρ αὐτὸν ὡς ὑπόκρισις μίμων. Ναὶ πέμπε, θερμὲ καὶ πυρὸς μᾶλλον φίλε, Ῥιγοῦντι Φιλῇ τὴν περίτριχα σκέπην. | |
2.31(t) | Τῷ αὐτῷ. | |
1 | Χαρισμάτων θάλασσα καὶ στατὴρ λόγων, Θαλάσσιον βάτραχον εἰς χέρσον δέχου· Πλὴν οὐχ ἁλιεῖς, ἀλλ’ ὁ σὸς Φιλῆς μόνος | |
Ἀνεῖλεν αὐτὸν ἀργυροῦν κλώσας βρόχον. | ||
2.32(t) | Εἰς τὴν θεοτόκον. | |
1 | Ὑπὲρ Μιχαὴλ Μιχαὴλ πρέσβιν δέχου, Καὶ τὴν Μαριὰμ τῆς συνεύνου Μαρίας. Αἰτεῖς δὲ καὶ τρεῖς, Γαβριὴλ ἰδοὺ τρίτος· Καὶ σῶσε, Χριστὲ, τῶν τριῶν χάριν δύο. | |
232a(t) | Α. Εἰς τὴν αὐτήν. | |
1 | Ὅλην ἐμαυτὴν οὐ τὸ νῦν δῶρον μόνον, Προσῆξα τῇ σῇ, μητροπάρθενε, σκέπῃ· Ὅλην με γοῦν ἔνθαλπε τοῖς τεραστίοις, Τὸν εὐνέτην σώζουσα σὺν τοῖς φιλτάτοις. | |
2.33(1t) | Εἰς τὴν θεοτόκον τὴν οὖσαν ἐν τῇ πύλῃ τῆς μονῆς | |
2t | τῶν Ὁδηγῶν. | |
1 | Πύλην ἀδιόδευτον εἰς βατὴν πύλην Ἐπὶ θρόνου τίθησιν ὁ σκιαγράφος. Ὁ γὰρ ἀνοίξας τήνδε καὶ κλείσας πάλιν, Καλῶν ἑαυτὸν καὶ ψυχῶν μάνδρας θύραν, | |
5 | Τὰς εἰσαγωγὰς εὐλογεῖ τοῦ ποιμνίου· Χαρίσεται δὲ τὰς μονὰς ταῖς ἐξόδοις, Αὐτὸς θυραυλῶν μὴ κλαπῇ τὸ συμφέρον Καὶ θρέμμα λαθὼν ὁ φθορεὺς ὑφαρπάσῃ. Σὺ δὲ βλέπων θαύμασε τοὺς τύπους, ξένε· | |
10 | Ἴσχουσι γὰρ κίνησιν ἀψύχου δρόμου, Καὶ ζῇ γραφικὴ ταῖς πνοαῖς ταῖς ἐμφύτοις, Ἃς ἡ χάρις πήγνυσι τῶν τυπουμένων. | |
2.34(1t) | Εἰς τὸν ἐν τῇ μονῇ τῶν Μαγγάνων λελατομημένον ἐκ λίθου | |
2t | λευκοῦ ἅγιον Γεώργιον. | |
1 | Παῖς Ἁβραὰμ ὁ μάρτυς οὗτος ἐκ λίθων· Πλὴν εἴ τι σαρκὸς εἶχεν ἠρυθρωμένον, Ἐχιονώθη τοῦτο, λευκὸν εὑρέθη Μαρτυρικοῖς ἱδρῶσιν ἐκπεπλυμένον. | |
5 | Φθάνει γεωργεῖν εἰς ἑκατὸν ἡ πέτρα Οὐ στάχυν, ἀθλητὴν δὲ τὸν χρυσοῦν στάχυν· Μὴ τὴν Ἀερμὼν εἶχεν ἡ πέτρα δρόσον, Ἀφ’ ἧς ὁ μάρτυς ἐκφυεὶς ἀνετράφη; | |
2.35(t) | Τῷ σεβαστῷ Πατρικιώτῃ. | |
1 | Κλέπτει Προμηθεὺς ἐκ Διὸς τὸ πῦρ πάλαι, Καὶ μυρίας δίδωσιν ἐντεῦθεν δίκας, Ταθεὶς κρεμαστὸς εἰς ἀπάνθρωπον τρόπον. Ἥρως δέ τις ἄμαχος ὀφθεὶς ἐνθάδε | |
5 | Τὰς ἐν λίθοις ῥήγνυσιν αὐτόχειρ πέδας· Αἱρεῖ δ’ ἐπ’ αὐταῖς καὶ τὸν ὄρνιν τὸν μέγαν, Βαλὼν ὀϊστῷ, μὴ τὸ πᾶν ἧπαρ φάγῃ. Σὺ δὲ βλέπων οἴκτιστον ἐν χρῷ τὸν φίλον | |
Καὶ τῆς τύχης τὸν θῆρα βιβρώσκοντά με, | ||
10 | Τί μὴ συναλγεῖς, μηδ’ ἀναιρεῖς τοὺς πόνους, Ἀλλὰ ῥαθυμεῖς τὸ χρυσοῦν τόξον φέρων, ᾯ κατὰ καιρὸν ἀργυρᾶ τείνεις βέλη; Μὴ τάχα καινὴν τὴν στολὴν ταύτην βλέπων Καινοῖς λογισμοῖς ἑστιᾷς τὴν ἐλπίδα; | |
15 | Μὴ τοῦτον ἀθρῶν τὸν χρυσοῦν τοῦ δακτύλου Καὶ τὴν ἀμαυρόστικτον αὐτοῦ σφενδόνην, Τὸ πῦρ θεωρεῖν τῆς ψυχῆς οὐκ ἰσχύεις, Ὃ βόσκεται μὲν καὶ τὸ τῶν νεύρων στέαρ, Καὶ τὴν φυσικὴν ἐκπιέσει μοι δρόσον; | |
20 | Ἀλλ’ ἴδε ῥοιὰς ἐκ Γομόῤῥας εὐχρόους Καὶ μῆλον ὑγρὸν ἐκ Σοδόμων πυρφόρων, Οὗ καὶ πέπων, ὥς φασιν, ἀσβόλης γέμει, Καὶ τὴν καθ’ ἡμᾶς καλλονὴν μὴ θαυμάσῃς. Σκόπει σὺν αὐτοῖς καὶ τὰ τῶν βάτων ῥόδα, | |
25 | Καὶ τὰς κάτω κάλυκας ἐξέταζέ μοι, Καὶ πολλὰ δ’ ἂν ἴδοι τις ἐν φυτοῖς γένη Βρύοντα καρποῖς καὶ χλιδῆς φύλλων δρόσῳ· Ἀλλ’ ἂν διδαχθῇ σῆψιν εὐθὺς ἐκφέρει, Σητῶν ἁπαλῶν ἐκφυέντων εἰς βάθος. | |
30 | Ἀνατομικὸς τοιγαροῦν, σῶτερ, γίνου, Καὶ τοῦ λογισμοῦ τῷ ξυρῷ δίχαζέ με, Καὶ τὴν θέσιν μάνθανε τῶν ἐντοσθίων· Ἴσως ἐν αὐτοῖς φλεγμονὰς ὄψει ξένας, Καὶ φλυκτίδα ζέουσαν, ὃ Γραφὴ λέγει, | |
35 | Καὶ παντοδαπῶν συμφορῶν ἀκοσμίαν. Τίς γὰρ ἀτεχνῶς φροντιεῖ μου τοῦ ξένου, Εἰ σὺ, Προμηθεῦ, συσταλεὶς ἡσυχάσας; Ποῦ χῆνες ἡμῖν, ποῦ δὲ νεβροὶ δορκάδων, Ποῦ δὲ στέαρ δέλφακος ἐκ τῶν ἀνθράκων, | |
40 | Ἢ περδίκων σύνδεσμος ἀπὸ δικτύων, Ἢ καὶ λαγωοὶ καὶ λιτὸν συὸς κρέας; Πρὸς τοὺς βαναύσους ταῦτα καὶ τοὺς ἀγρότας, Οἷς οἶδεν ἡ χεὶρ καὶ πτερωτὰ συλλέγειν, Τοῖς χρυσέοις δήπουθεν αἱροῦσα βρόχοις· | |
45 | Πλὴν ἀλλὰ τῆς σῆς ἀργυρᾶς χρῄζω δρόσου, Καλῶν χορηγὲ, ἀδαπάνητε φίλε. | |
235a(t) | Τῷ σεβαστῷ Πατρικιώτῃ. | |
1 | Μὴ μνησικακῶν τοῖς καθημαρτημένοις Δάπιδα καινὴν εὐχερῶς ἡμῖν δίδου, Τοῖς ἐξ ὑπαρχῆς ὡς ἀπ’ ἀρχῆς εὐτρόποις Ἐπὶ Θρᾴκην ἥκουσιν ἐκ Βυζαντίδος· | |
5 | Οἰχήσεται γὰρ καὶ τὸ συμβὰν ἀθρόον, Καὶ τὴν ἀγαθὴν αὖθις εἰσπράξῃ σχέσιν· Εἰ δ’ οὐ παρασχεῖν τήνδε τὴν χάριν θέλεις, Ῥίψεις τὰ σαυτοῦ καίπερ ἀλγῶν καὶ στένων Πρὸς τοὺς ἐνεδρεύοντας οἷς πράττεις φίλους, | |
10 | Ἐμοῦ γελῶντος, φύσις ἀμνησίκακε. | |
2.36(t) | Τῷ αὐτῷ. | |
1 | Ἡ σὴ φύσις, φῶς, ἡ δ’ ἐμὴ τύχη, σκότος· Ἆρ’ οὖν ὑφεστὼς πρὸς τὸ φῶς ἔσται σκότος, Καί τις ὁρισμὸς ἀντιτάξει τὰς φύσεις, Ἢ συμπερανεῖς μὴ προτείνας εὐστόχως; | |
2.37(t) | Μετάφρασις εἰς μῦθον κοινόν. | |
1 | Ἀνήρ ποτε κλὼψ εἰς φυτουργοῦ θριγγίον, Ἐνημμένος καὶ πήραν, εἰσῄει κρύφα· Τέμνων δὲ πᾶν λάχανον ἀψόφῳ τρύγῃ Ταύτην ἐπίμπλα τῆς κλοπῆς τῷ λανθάνειν. | |
5 | Ἐπεὶ δὲ παρῆν τῶν φυτῶν ὁ δεσπότης, Ὢ τοῦ χάριν, εἴρηκεν, ἐλθὼν ἐνθάδε, Κακοῦργε καὶ κλὼψ καὶ φθορεῦ τοῦ θριγγίου, Νυκτὸς παρασπᾷς τοὺς ἐμοὺς τούτους πόνους; Ὁ δὲ πρὸς αὐτόν· Οὐδ’ ἐγὼ πάντως, λέγει, | |
10 | Πῆ γῆς μένω σύνοιδα, καὶ τί σοι φράσω; Τυφῶνι ληφθεὶς καὶ κρεμασθεὶς ἐκτόπως, Καὶ τοῖς ἑλιγμοῖς τῆς πνοῆς περιτρέχων Εἰς πάντα γυμνὸν ὡς ὑπόπτερος τόπον, Ἕως ἐνεχθεὶς τῶν φυτῶν ἔστην μέσον | |
15 | Ἐνταῦθ’ ὅπου σκοπεῖς με παρόντα, ξένε· Πόνοις δὲ τοῖς σοῖς ἡ δίνη λυμαίνεται Στρέφουσα πᾶν τὸ σῶμα καθ’ ὧν ἂν τύχοι. Ἡ σὴ δὲ, φησὶ, πήρα τι σχεδὸν λέγει· Μὴ γάρ τις αὐτὴν ἄλλος ἐλθὼν ἐνθάδε | |
20 | Τῆς λαχανηρᾶς ἀναπίμπλησι τρύγης; Ὁ δ’ εἶπεν οὐδὲν, ἀλλ’ ὑπεστάλη μόνον· Μετὰ δὲ μικρὸν εἰς ἑαυτὸν ἐστράφη Καὶ φησὶν ὡς εἰς τοῦτο· Τί τις ἂν λέγοι; | |
Σφοδρῶς δὲ τυφθεὶς δυστυχῶς ὑποστρέφει | ||
25 | Τὴν πήραν ἀφεὶς, τὴν ψυχὴν δὲ κερδάνας. Οὕτω σαφῆ τὸ ψεῦδος οὐκ ἔχει βάσιν, Κἂν αἰτίας λέγῃ τις ἐξ ἀμηχάνων. | |
2.38(t) | Εἰς τὴν εἰκόνα τοῦ ἁγίου Ὀνουφρίου. | |
1 | Τὴν τῶν καλῶν γύμνωσιν ἠμφιεσμένον, Εὔκοσμε, κοσμήσαις με, γυμνὲ τρισμάκαρ· Μᾶλλον δὲ, φιλόγυμνε, τὸν σὸν ἱκέτην Δείξαις με γυμνὸν τῶν παθῶν τῆς αἰσχύνης. | |
2.39(t) | Εἰς δακτύλιον. | |
1 | Χρυσῆ κρεμάθρα, καρδιῶν ἡ σφενδόνη, Χθὲς τίνος ἦσθα; νῦν δ’ ἐμὸς, τίνος δ’ ἔσῃ; | |
2.40 | Ἂν σωμάτων μίμησιν ἡ τέχνη γράφῃ, Τοῦτο γραφικὴ, τοῦτο καὶ φύσιν ἔχον· Καινὸν γὰρ οὐδὲν ζωγραφεῖν ὕλην ὕλῃ. Ὅταν δὲ καὶ νοῦν καὶ πυρὸς φλόγα γράφῃ, | |
5 | Καὶ πνεῦμα καὶ φῶς ἐν βραχεῖ περιγράφῃ, Τέρας βλέπων θαύμασε τὴν τέχνην, ξένε. | |
2.41(t) | Εἰς εἰκόνα τῆς θεομήτορος. | |
1 | Ἐκ σπαργάνων πλουτῶν σε θερμὴν προστάτιν Ἐγραψάμην σε πρῶτον ἐν τῇ καρδίᾳ· Τὸ δεύτερον δὲ ζωγραφῶ σου τὸν τύπον, Ἵνα σε καὶ κατ’ ὄψιν ὡς ἔμπνουν βλέπω. | |
5 | Σὺ γάρ με πολλῶν ἀξιοῖς τεραστίων, Καὶ ζῶ παρὰ σοὶ καὶ στεγάζω τὸν βίον Εἰς τὴν ἀκαταίσχυντον εὐελπιστίαν. Κοσμῶ δὲ φαιδρῷ τὴν γραφὴν χρυσαργύρῳ, Καὶ παραγυμνῶ τῆς ψυχῆς μου τὸν πόθον | |
10 | Τῶν ἀρετῶν τὸ κάλλος ἐξαιτούμενος· Σὺ δ’, ὧ κόρη πάναγνε, βιβλίον, τόμε, Καὶ πλὰξ θεοῦ γραφεῖσα δακτύλῳ ξένῳ, Τοῖς σωστικοῖς σου βιβλίοις μετεγγράφοις. Γυναῖκα κἀμὲ καὶ τὰ δοῦλα φίλτατα. | |
15 | Σὸς δοῦλος Ἀλέξιος Μακρεμβολίτης Τούτους, παναμώμητε, εἶπε τοὺς λόγους. | |
2.42 | Ἐγὼ θεὸς μὲν, ἀλλ’ ὑπὲρ σοῦ καὶ βρέφος· | |
Σὺ δ’ οὐ βλέπεις, ἄνθρωπε, τὴν εὐσπλαγχνίαν, Οὐδ’ εὐχαριστεῖς, οὐδ’ ἐπιστρέφειν θέλεις. Καὶ τίς σε λοιπὸν οὐ παρευθὺς δακρύσει; | ||
2.43(t) | Τῷ πατριάρχῃ κυρῷ Νίφωνι χαριστήριοι. | |
1 | Ὦ χαῖρε, κοινὲ πατριάρχα φωσφόρε, Σοφὲ, προμηθεῦ, πανδοχεῦ, κοσμοτρόφε, Στάσις, βάσις ἄσειστε, πυκνότης, χάρις, Ἥδυσμα τῆς γῆς, νεκταρόβλυστε δρόσε, | |
5 | Καὶ γλῶσσα λαμπρὰ γνωστικῆς μουσουργίας. Καὶ γὰρ ἐν ἀκμῇ συμφορῶν ἀποκρύφων, | |
Ὅταν ὁ βαρὺς τῶν κακῶν ᾔρθη κλύδων, Πολλῇ καθ’ ἡμῶν ἐμβριμώμενος ῥύμῃ, Καὶ καθάπερ δύσοιστος ἐν ζάλῃ γνόφος, | ||
10 | Τῶν ἐλπίδων αὔτανδρα συγκλῶν τὰ σκάφη, Τότε ξένον ζέφυρον ἐμπνεύσας λόγων, Ὡς ἂν ὁ χειμὼν συσταλεὶς ἀφυβρίσῃ, Καθεῖλες εὐθὺς τὰς λαβὰς τοῦ κινδύνου, Καὶ λαμπρὰν ἐξήνεγκας ἡμῖν αἰθρίαν, | |
15 | Οἰδοῦσαν ὁρμὴν δυσχερῶν κατευνάσας, Ἀπέσβεσας δὲ τῆς ψυχῆς μου τὰς φλόγας, Εὐεργεσιῶν δαψιλεῖς ὄμβρους χέας, Μὴ πυρποληθὲν ἐκτακῇ μοι τὸ στέαρ, Καὶ πᾶς ὁ καπνὸς εἰσρυῇ τοῖς ὀστέοις, | |
20 | Καὶ τῆς κεφαλῆς τοὺς πόνους ἐξήλασας, Ἐγκάρδιον πᾶν εὐχερῶς λύσας πάθος· Κιρνᾷς γὰρ ἡμῖν σωστικῶν ἔργων πόμα, Γοργῶς ἀναιροῦν τὰς νομὰς τῶν τραυμάτων· Οὔτε ξυρῶν δ’ οὖν, οὔτε καυτήρων δέῃ | |
25 | Πρὸς τὰς ἀφανεῖς τῆς ψυχῆς περιστάσεις, Ἐπεὶ Γαληνὸς πατριάρχης εὑρέθης, Σοβῶν τὸ λυποῦν τῇ χρυσῇ χειρουργίᾳ. Τίς οὖν ἔχων στόματα καὶ γλώττας δέκα Τῶν σῶν ἀγαθῶν ἐκροφήσει τὴν χύσιν; | |
30 | Ἐγὼ πρὸ μακροῦ δυσχερῶν εἷλκον βρόχον, Καὶ μέχρι τινὸς τοῖς κακοῖς ἐνετρύφων, Καὶ τοῦ πνίγους φλέγοντος ἐν θέρει τύχης, Ἐδυσπάθουν, ἤσχαλλον, ἐξετηκόμην, Καὶ λειποθυμῶν δυστυχῶς ἐπνευστίων. | |
35 | Αὐτὸς δὲ πηγὰς ἀργυρᾶς ἀνεστόμους Διψῶντα Φιλῆν συμπαθῶς ἀναψύχων. Οὐκ ἦν γὰρ εἰκὸς τεχνικῶν γλῶσσαν κρότων Ἀποφρυγῆναι τῇ ζέσει τῆς θλίψεως· Οὔ, σῶτερ, οὔ, φῶς, οὔ, φυσικὴ χρηστότης· | |
40 | Τὰ δὲ πρὸ τῆς χθὲς εὐγενῶς εἰργασμένα Τῇ σῇ πρὸς ἡμᾶς ἀκλινεῖ καταστάσει Πῶς οὐκ ἀτεχνῶς τῶν φθασάντων βελτίω; Ἐμοῦ γὰρ ἀγνοοῦντος ἐξ ἀπουσίας, Μᾶλλον δὲ καθεύδοντος ἐξ ἀθυμίας, | |
45 | Αὐτὸς τετακὼς τῆς ψυχῆς τὴν σφενδόνην, Καὶ στεῤῥὸν εἰς ὕπαρξιν ἐξάρας λόγον, Ὡς ἁδρὸν εἰς ἔκπληξιν ἐν μάχῃ λίθον, Κατὰ κεφαλῆς τοὺς ἐμοὺς πλήττῃς πόνους, Ὡς παρδάλεις, ὡς κύνας, ὡς βάρεις λύκους· | |
2.43(50) | Ἐγὼ δὲ ῥυσθεὶς εὐμαρῶς ἀναπνέω, Καὶ πρὸς σὲ τὸν κάλλιστον ἀνθρώπων βλέπων, Οὐδ’ εἰς τὸν ἑξῆς μορμολύττομαι χρόνον· Καὶ γὰρ ὁ σωτὴρ εὐμενὴς ἀφ’ ἑστίας, Κἂν ὁ δράκων δήπουθεν ἑρπύσῃ πάλιν, | |
55 | Ὃν ὁ φθορεὺς ἤνεγκε τῷ γένει φθόνος, | |
Ἀποκτενεῖ καὶ τοῦτον ἡ μάχαιρά σου· Τομωτέρα γάρ ἐστι παντὸς φασγάνου, Πρὸς ἀντιπαράταξιν ἐστομωμένη. Τίς εἶδεν ἀντίμιμον οὐρανοῦ φύσιν; | ||
60 | Ὥσπερ γὰρ αὐτὸς ἐκταθεὶς τῷ τεχνίτῃ, Καὶ τήνδε τὴν γῆν ἡσυχῆ διαβρέχων, Τὰς ἐκφύσεις δίδωσι τῆς πανσπερμίας· Οὕτως ὁ λαμπρὸς πατριάρχης ἐνθάδε Τὰς ἀφθόνους χάριτας ἡμῖν ἐγχέει, | |
65 | Δι’ ὧν ὁ καρπὸς τῶν ἐμῶν λόγων βρύει. Λέων μὲν οὖν ἄτρεστος εἰς λόχμας τρέχει, Καὶ πτὼξ ἀγεννὴς ὑπὸ θάμνον ἢ χλόην, Καὶ δορκὰς εἰς ὕψιστον ἀσμένως ὄρος· Μύρμηξ δὲ καὶ μῦς τὰς ὀπὰς ὑπέρχεται, | |
70 | Καὶ πτηνὸν εἰς ἔνικμον ἐκρύβη κλάδον, Ὅταν ὁ καιρὸς τὴν δορὰν καταψύχῃ, Καὶ φοινικῶν αἴλουρος ὑπέδυ ξίφος, Ὡς ἂν ἀπαθεῖς τὰς γονὰς ἔχοι τρέφων· Ὕδωρ δὲ τοῖς ἰχθύσι καὶ πέτραι στέγη, | |
75 | Καὶ πᾶσιν ἁπλῶς ἡ προσήκουσα σκέπη· Ἐμοὶ δὲ τῷ σκώληκι τῷ σῷ τῷ ξένῳ Σὺ τεῖχος, ἰσχὺς, εὐκλεὴς ὄντως πόλις. | |
Ὢ χρηστότης ἄπειρος, ὢ πλούτου βάθος! Ἀκουέτωσαν ταῦτα νῆσοι καὶ πόλεις | ||
80 | Καὶ πᾶσα φυλὴ, μὴ καλυφθῇ τῷ χρόνῳ. Μὴ, μὴ δὲ τὴν σὴν αὐτοκίνητον φύσιν Τῇ πρὸς τὰ καλὰ τῆς ψυχῆς εὐεξίᾳ Κρύψοι προϊὼν ὁ δρομεὺς ἅπας χρόνος. Οὕτω προμηθεὺς καὶ θεὸς τῶν ἐμψύχων, | |
85 | Οὕτω τριχῶν δίδωσι τοῖς ζῴοις σκέπην, Οὕτω πετεινοῖς τῶν πτερῶν τὰς ἐκφύσεις, Οὕτως ἔχει λεπίδας ἰχθὺς ἢ δράκων, Καὶ κοχλίας ἔλυτρον, ἢ χρὼς ὀστρέων. Ἀλλ’, ὦ ποθεινὲ πατριάρχα τῇ κτίσει, | |
90 | Γένοιτό σοι πᾶς εὐκλεὴς ὁ νῦν βίος, Ὅσον δύνατόν ἐστιν ἀνθρώπου φύσει, Πρὸς τὴν πολιὰν ἐξιὼν τὴν ἐσχάτην, Μὴ τῶν ἀγαθῶν τῶν τοσούτων τὴν χύσιν Ῥυεὶς ὁ καιρὸς αὐθαδῶς ἐξικμάσῃ. | |
2.44(1t) | Εἰς τὸν βασιλέα ὅτε οἱ ἐν Αἰγὸς Ποταμοῖς καὶ ἐν τῇ Συκῇ | |
2t | βάρβαροι παρὰ τῶν ἡμετέρων ἀπώλοντο. | |
1 | Τὴν ἔντονον δρῦν ἐκτεμεῖν τῶν βαρβάρω, Πληγῇ μιᾷ δήπουθεν οὐκ ἦν ἀξίνης· | |
Καὶ νῦν, βασιλεῦ, κέδρος ἡ δρὺς εὑρέθη Τυπεῖσα πυκνῶς τῇ κρατίστῃ σου σπάθῃ. | ||
5 | Τὸ Δαυιτικὸν τοιγαροῦν ᾆσον μέλος, Ἐπεὶ παρελθὼν οὐδαμοῦ ταύτην βλέπεις· Ὁ σός γε μὴν ἔμεινε σὸς πάλιν τόπος, ᾯ δένδρον οὐδὲν αὖθις ἀνθήσει νόθον· Εἰ δ’ οὖν, πάλιν πρόῤῥιζον ἐκσπάσεις τόδε, | |
10 | Μοχλὸν σιδηροῦν ἐμβαλὼν στρατευμάτων. Ἐπεὶ δὲ καιρὸς τὴν θεοῦ κροτεῖν χάριν, Μήπως καλυφθῇ πρᾶγμα τῷ χρόνῳ μέγα, Καινῆς ἐφ’ ἡμᾶς εἰσβαλούσης αἰθρίας, Ἥλιε τῆς γῆς Αὐσονάρχα, λαμπρύνου· | |
15 | Ἐξίκμασας γὰρ τὸν κρυμὸν τῶν πραγμάτων, Ἐγκάρδιον πῦρ τοῖς θεοῦ σπλάχνοις χέας· Τὸ βάρβαρον δὲ τετριγὸς λύσας νέφος Εἰς αἱματηρὰς ἐν σφαγαῖς ἐπομβρίας, Πανηγυρικὴν δεικνύεις μεσημβρίαν, | |
20 | Ἢ τῷ χρόνῳ κάλλιστον εἰργάσω θέρος, ᾯ πᾶς ἀτερπὴς ἐξελικμήθη στάχυς, Τμηθεὶς ἐπ’ ἀκμῆς τῇ δρεπάνῃ τοῦ κράτους· Καὶ νῦν ἔχει δράγματα νεκρῶν ἡ Θρᾴκη, Πλησθεῖσα τῆς σῆς εὐτυχοῦς γεωργίας· | |
25 | Μᾶλλον δὲ τὸν πρέποντα καιρὸν ἁρπάσας, | |
ᾯ πᾶσα ληνὸς ἐμφορεῖται βοτρύων, Τὰς λυθροβαφεῖς ἐκπεπάτηκας ῥάγας. Οὐκ ἦν γὰρ εἰκὸς τῆς Ἄγαρ τὴν ἄμπελον Τῇ σῇ, βασιλεῦ, μὴ τρυγηθῆναι σπάθῃ· | ||
30 | Καὶ νῦν ἀπ’ αὐτῆς ἡδονῆς γλεῦκος πίνῃς Κοινῆς μέθης ἄμεμπτον ἀθροίσων πόλον. Ἐχρῆν δὲ καί σε τῆς ἀρᾶς τοῖς ἐκγόνοις Ξηρὰν παρασχεῖν τὴν συκῆν τῶν ἐλπίδων, Ὡς ἂν ἐπὶ σοὶ μὴ φθονοῦντος τοῦ χρόνου, | |
35 | Σιγῶν ποταμὸς ψαλμικὸν φθόγγον λάβοι. Ναὶ φαιδρύνου, κράτιστε, ναὶ χεῖρας κρότει, Καὶ μέλψον ᾠδὴν τῷ θεῷ σου δευτέραν, Ἧς ἡ Μαριὰμ, ἡ θεόκλητος κόρη, Τὸ λαμπρὸν ἐντρύφημα τῶν σῶν ἐλπίδων, | |
40 | Ἐν σοὶ τὸν εἱρμὸν ὀργανοῖ πρωτοστάτην· Κατέκλυσας γὰρ ταῖς ῥοαῖς τῶν δακρύων Τὸ Περσικὸν σύνταγμα, τὴν κοινὴν ζάλην, Ὡς πρὶν ὁ Μωσῆς τοὺς βαρεῖς ἐπιστάτας, Τὸν ὑγρὸν ἐξάπινα χερσώσας πόρον, | |
45 | Καὶ πάλιν ὑγρὰν τὴν καλὴν δείξας τρίβον· | |
Κοινῆς δὲ Μεῤῥᾶς ἐγλυκάνθη πικρία, Τοῦ σταυρικοῦ σοι γῆθεν ἀρθέντος ξύλου, Ὡς ἂν ὁ καινὸς Ἰσραὴλ μὴ γογγύσας Σκηνὰς ἐν ἀγροῖς καὶ τρυφῆς τόπους λάβῃ | ||
2.44(50) | Τὴν γὰρ ἀνακύψασαν ἐνταῦθα κνίδην, Καὶ τὰς πονηρὰς ἐξεμόχλευσας βάτους, Ὡς ἂν ὁ καρπὸς εὐστοχῇ τῶν πραγμάτων. Νῦν πάντα μικροῦ καὶ γελᾷ καὶ τέρπεται· Στυγνὸς γὰρ οὐδεὶς ἀπὸ καπνοῦ καὶ πνίγους, | |
55 | Ἃ δῆτα φυγὴ προξενεῖ τοῖς ἐκνόμοις· Ἀλλ’ ἔστιν εὑρεῖν πανταχῆ γῆς ἐμπόρους, Καὶ νυκτερινοὺς ὑπὸ λόχμαις ἀγρότας, Καὶ καταγωγὰς, καὶ νομὰς ὑπαιθρίους. Νῦν εἴδομεν φῶς εὐτυχῶς μετὰ σκότος· | |
60 | Ἡ γὰρ καθ’ ἡμῶν ἀστραπὴ τῶν βαρβάρων Φανεῖσα μικρὸν ἀπὸ δυσμῶν ἐκρύβη, Καὶ νὺξ ἀφεγγὴς δυσχερῶν οὐχ εὑρέθη, Ταῖς σαῖς, βασιλεῦ, προσβαλοῦσα λαμπάσι. Νῦν πάντα καινὰ, καὶ θεὸς πάντως μέγας, | |
65 | Ὃς ταῦτα ποιεῖ τῇ ῥοπῇ τῆς ἰσχύος, Καταστρέφων ἔπαρσιν ὑπερηφάνων· Καὶ μὴν πρὸ μικροῦ συῤῥαγέντας ἀθρόους, | |
Καὶ γνόντας ὡς δεῖ μὴ θρασυνθῆναι πλέον, Ἐχρῆν ἀτεχνῶς μὴ περιπταίειν πάλιν· | ||
70 | Ἀλλ’ ἦσαν αὐτοῖς τὰ φρονήματα γνόφος, Ὡς ἂν ἐλεγχθῇ τῷ κρατίστῳ φωσφόρῳ. Ὢ πῶς, βασιλεῦ, νῦν ἐδοξάσθης πλέον Κατὰ κεφαλῆς τοὺς φθορεῖς πλήξας πόνους, Ἢ μᾶλλον εἰπεῖν τοὺς θρασεῖς κτείνας λύκους, | |
75 | Ὡς ἂν τὰ σὰ θρέμματα ποιμαίνοις πάλιν Εἰς γῆν ἀγαθὴν, εἰς θεόβλαστον χλόην! Ὢ πῶς ἀκαμπεῖς ὑπεδέξω σατράπας Λείχοντας οἰκτρῶς τῶν ποδῶν σου τὴν κόνιν! Ἐπεὶ πρὸς αὐτὴν ἥνπερ αὐχεῖς προστάτιν, | |
80 | Ἧς κλῆρος ἐν σοὶ τὸ τρισόλβιον κράτος, Ἀνέδραμες χθὲς ἐξ ἀνακτόρων βάδην· Ὡς ἂν παρ’ ἀμφοῖν τοῖν ποδοῖν σου συντρίβοι, Πᾶν εἴ τι λοιπὸν ἐμποδὼν γένοιτό σοι· Καὶ πεσὸν εἶδεν ἡ πόλις βασιλέα | |
85 | Νικῶντα Περσῶν εὐδρομοῦντας ἱππέας. Ἀλλ’, ὦ κόρη πάναγνε, σεμνὴ παρθένε, Δι’ ἧς ὁ λαμπρὸς εὐτυχεῖ στεφηφόρος, Σὺ πρόσθες αὐτῷ καὶ τὰ λοιπὰ τῆς τύχης· Σὺ πῆξον αὐτῷ πανταχοῦ γῆς τὸν θρόνον, | |
90 | Σὺ θάλψον αὐτὸν ὑπὸ τῇ πτέρυγί σου, | |
Τὰς νιφάδας λύσασα τῶν ἐναντίων. Σὸς οὗτος ἐστὶν, ἀλλὰ σὸν καὶ τὸ κράτος. Σὺ σφίγξον αὐτοῦ τῇ κεφαλῇ τὸ στέφος· Σὺ γὰρ μόνη καύχημα καὶ φῶς καὶ σθένος | ||
95 | Καὶ κόσμος αὐτῷ καὶ τρυφὴ καὶ φαιδρότης. Σὺ τοῦτον εἰς μήκιστον ἰθύναις βίον, Ἕως μετ’ αὐτῶν ὑπὸ σοὶ τῶν φιλτάτων Εἰς ὠκεανὸν εὐτυχῶς ἐπιδράμῃ· Ὡς ἂν δι’ αὐτοῦ πᾶν κατακλύσῃς γένος, | |
2.44(100) | Ὃ τὸν σὸν ἠθέτησεν ἀφρόνως τόκον. | |
2.45(t) | Τοῦ αὐτοῦ στίχοι εἰς διαφόρους ὑποθέσεις. | |
1 | Ἢ σωμάτων ἔμπνευσιν ἡ τέχνη γράφει Καὶ τὰς χρόας κίρνησιν ἐκ τῶν ἐμψύχων, Ἢ ζῶν ἀτεχνῶς καὶ θεοῦ παῖς τὸ βρέφος Τὴν νεκρὰν ἐψύχωσε τῶν τύπων φύσιν. | |
5 | Φυγεῖν μὲν ὁρμᾷ τὸ σχεδὸν σκαῖρον βρέφος· Οὐ γὰρ ἐπαινεῖ τοὺς ἀναισθήτους τύπους· Ἀνείργεται δὲ μητρικὴν στέργον σχέσιν, Κἂν εἰς τύπον μέλλοντος ἐγράφη τάχους. Ἰοὺ πνοῆς δύναμις ἐν τοῖς ἀψύχοις· | |
10 | Θεὸς γάρ ἐστι καὶ θεοῦ παῖς τὸ βρέφος, Ὃ τάχα νικῶν τῆς γραφικῆς τὴν φύσιν Κινουμένου σχήματος ἐμφαίνει δρόμον. Ἔοικεν, ἁγνὴ, μὴ ῥιγοῦν σοι τὸ βρέφος· Καὶ γὰρ ὁ χειμὼν τῆς φθορᾶς ἀνετράπη, | |
15 | Καὶ τὰς νοητὰς εἶδεν αὐγὰς ἡ φύσις, Τῆς τοῦ βρέφους χάριτος ἐκ σοῦ λαμψάσης. | |
Τί τοῦτο; καὶ γὰρ ὁ στολιστὴς τῶν κρίνων Ἁπλῆν δι’ ἡμᾶς ἐνδιδύσκεται σκέπην, Ὡς ἂν μάθῃς, ἄνθρωπε, μετρίως ἔχειν, | ||
20 | Καὶ τοῦ περιττοῦ μηδὲ μικρὰ φροντίσῃς. Ἐπιστράφητε, φησὶ, μικρὸν τὸ βρέφος, Κἀγὼ πρὸς ὑμᾶς ἀντεπιστραφήσομαι· Εἰ δ’ οὐκέτι βούλεσθε μωροὶ τὸν βίον, Ἐγὼ πρὸς ὑμᾶς πῶς ἐπιστραφήσομαι; | |
25 | Ἄνθρωπε, συστάληθι τὸ βρέφος βλέπων· Ζῇ μὲν ἀτεχνῶς, εἰ δὲ μὴ σκαίρειν θέλοι, Τῆς μητρὸς αἰδοῖ τοῦτο· σὺ δέ μοι σκόπει, Πῶς καὶ πρὸς ὁρμὰς ἐκδρομῆς ἤδη βλέπει. | |
2.46(t) | Τῷ Πατρικιώτῃ. | |
1 | Ἀναψυχῆς ὕδωρ σε τοῖς φίλοις κρίνων, Ὡς πῦρ θεωρῶ τὴν τριχόπλοκον σκέπην· Σὺ γὰρ ἔχων φρόνησιν ἀψευδεστάτην Πρὸς πᾶσαν ἀκμὴν ἀντιτάττῃ τῷ χρόνῳ. | |
2.47(1t) | Ἐπιτάφιοι εἰς τὸν δεσπότην κῦρον Μανουὴλ, | |
2t | ὡς ἀπὸ τῆς δεσποίνης. | |
1 | Ἁγνὴ κόρη, σὺ καὶ θεὸν φέρεις βρέφος, Ἐγὼ δὲ γυνὴ γηγενοῦς μήτηρ τόκου· Οὐκοῦν ἅπερ σὰ τοῖς καθ’ ἡμᾶς ἀντίθες Καὶ παῖδα νεκρὸν ἀπαθανάτιζέ μοι. | |
2.48 | Ἔμπνους ὁ τύπος οὗτος, οὐχ ἁπλῶς τύπος· Αἰσθάνεται γὰρ τῆς γραφικῆς ἡ φύσις, Ὡς καινὸν ἀρχέτυπον ἐκμιμουμένη Ποιεῖ παρ’ αὐτῷ ζωτικὰς τὰς ἐμφάσεις. | |
5 | Τάχα πνοῆς ἄῤῥητον ἰσχὺν ἐγχέας Τὸν ἡδὺν ἐψύχωσεν ὁ γραφεὺς τύπον· Οὐκ ἦν γὰρ εἰκὸς εἰς δυσεύρετον φύσιν Μὴ τὴν γραφικὴν ἡσυχῆ ζῶσαν πνέειν. Ἴσως ἐπαινεῖς τόνδε τὸν τύπον, ξένε· | |
10 | Δοκεῖ γὰρ ἐμπνεῖν ὑπὸ τῆς εὐτεχνίας. Ἐθαύμασας δ’ ἂν ἐκπλαγεὶς καὶ τὴν φύσιν, Ἂν ἦν δυνατὸν ζωγραφεῖν καὶ τοὺς λόγους. Τοῦ σώματος τὴν ὥραν οὐ γράφων ὅλην, Καὶ τὴν ψυχικὴν οὐδ’ ἀμυδρῶς ἐγχέεις; | |
15 | Οὐ δῆτα, φησὶ τῆς γραφῆς ὁ τεχνίτης· Οὐχ ἵσταται νοῦς εἰς τὸ τῆς ὕλης πάχος. Ὁ πανσέβαστός ἐστιν οὗτος Ἀτζύμης, Ὁ τῶν θεμάτων τῆς ἕω Δομέστικος· Ὃς καὶ γραφικῆς δείκνυται νῦν βελτίων, | |
20 | Σχεδὸν παρ’ αὐτῇ καὶ πνοῆς ἕλκων χύσιν. Ὑδροῤῥόην εὔστικτον, ὑγρὰν αἰθρίαν, Πηγὴν φορητὴν, ἀργυροῦν ἄκος πνίγους, Φρέαρ φέρον πρόμηκες ἐν σφαίρᾳ στόμα Λάμβανε καὶ πρόπινε καὶ τέρπου, ξένε. | |
2.49(t) | Εἰς τὸν μέγαν Δρουγγάριον. | |
1 | Ἄνθρωπε φιλάνθρωπε, τὴν χήραν δέχου Τοῦ κρυπτὰ γινώσκοντος ἀνθρώπων χάριν· Τὸν γάρ σε δοξάσαντα καὶ σὺ δοξάσεις Τοὺς ἀπογυμνώσαντας αὐτὴν φαυλίσας. | |
5 | Ἔπεμψά σοι τὸν παῖδα, θαυμαστὴ φύσις· Ὀνηλάτην γοῦν τοῦτον ἀντίπεμπέ μοι Φέροντα πυροὺς καὶ κριθὰς ἀσυγχύτους· Τὸν ἄφθονον γὰρ φυσικῶς ἔχεις τρόπον. Γραῒ καθαρᾷ προσφυῆ σῖτον πρόες· | |
10 | Τῇ γὰρ ψυχῇ τὸ σῶμα συζευχθὲν φέρων Σοφῶς γεωργεῖς τὴν φορὰν τῶν πρακτέων, Ἐπεὶ τὸ κοινὸν προσδοκᾷς, πάτερ, θέρος. | |
2.50(t) | Εἰς τὸν ἄγιον Στέφανον. | |
1 | Λύττῃ ψυχικῆς ἐμπεσὼν καχεξίας Ἄκος φέρω τὸ τμῆμα τοῦ σοῦ λειψάνου· Ὅλον γε μὴν ἔχειν σε κομπάσω στέφος Τεραστίοις, πρώταθλε, κοσμοῦν τὸν βίον. | |
2.51(t) | Εἰς τοὺς ἁγίους Θεοδώρους. | |
1 | Ὁ Χριστὸς ὑμᾶς ὡς ἐμοὺς ὑπερμάχους Ὡπλισμένους δείκνυσι τοὺς Θεοδώρους, Ἵνα με παντὸς ἐξάγοιτε κινδύνου Ὡς ἡμεδαπὸν τὸν Πλακιδᾶν οἰκέτην. | |
2.52(t) | Εἰς παναγιάριον. | |
1 | Λίθος πιανθεὶς ἐξ ὑαλίνης δρόσου Σταχυφορεῖ τὸ βρῶμα τῆς ἀφθαρσίας· Σὺ δὲ, ψυχὴ, τράπεζαν ἁγνείας βλέπε, Καὶ τὰς ψίχας λάμβανε κἂν ζῇς ὡς κύων. | |
2.53 | Τοὺς τέτταρας στατῆρας οὓς ᾐτησάμην Μὴ διστάσας δὸς μὴ χρυσοῦ κρείττων φίλε Οὕτω γὰρ ἂν ἥκιστα φανείην πένης Ὡς μηδὲ τετράκην σὸν ἐκτίσαι χρέος. | |
5 | Χιλιάκις εὖ τὸ χρυσοῦν ἦλθες φάος· Πῶς οὖν ἔχεις γνώρισε, μαθεῖν γὰρ θέλω, Κἂν τὰς πρὸς ἡμᾶς ἀνύσῃς ὑποσχέσεις, Καὶ τοῦτο μαθεῖν ἀπὸ τῶν ἔργων θέλω. Στατῆρας ἡμῖν πέμπε δὶς θᾶττον δύο, | |
10 | Καὶ μηκέτι φαύλιζε φειδοῖ τὴν φύσιν· Ἐγκαίνισον δὲ τὴν μαρανθεῖσαν σχέσιν, Ἐγκαινίων, βέλτιστε, καιρὸν σεμνύνας. Ἐγὼ φίλος σὸς, οὑτοσὶ δ’ ἐμὸς πένης, Τάχα δὲ καὶ σὸς, ἐξ ἐμοῦ γὰρ ἡ σχέσις· | |
15 | Ὃ γοῦν πρὸς αὐτὸν ὁ χρυσοῦς πράξεις φίλος Ἐμός τε καὶ σὸς τῷ θεῷ πάντως φόρος. Τὸν νῦν παρ’ ἡμῶν ὁ χρυσοῦς παῖδα βλέπων Ἢ πέπλον ἡμῖν ἢ χρυσῆν χάριν δίδου· Τὰ γὰρ παρυφάσματα τῆς φαύλης τύχης | |
20 | Ἀραχνίων ῥήγνυσιν ἡ χείρ σου τρόπον. | |
Πρὶν ἢ προελθεῖν τῆς φίλης Βυζαντίδος Ἐπὶ τὰ βαθύτατα τῆς Θρᾴκης, χάριν Πέμπε πρὸς ἡμᾶς τὰς γονὰς τῶν ὀσπρίων, Ἔγκαρπε, φιλόστοργε, πατέρων πάτερ. | ||
25 | Ὁ βελτίων μέλιτος εἰς τέρψιν φίλων, Πέμπε πρὸς ἡμᾶς ὡς ὑπισχνοῦ τοὺς ἅλας· Τὸ νόστιμον γὰρ καὶ πρὸ τῶν ἔργων φέρεις Εὐστοργίας ἅλατι πηγνὺς τὸν βίον. Ῥόδων χάριν μέλιτι συντεθειμένην | |
30 | Πέμπε πρὸς ἡμᾶς τῶν παρισθμίων χάριν Οἰδοῦσί μοι γὰρ αἱ περὶ ταῦτα φλέβες Ἐκ τῶν πονηρῶν φλυκτίδων, ὦ δέσποτα. Τὸ σχῆμα τῆς σῆς μαρτυρικῆς ἀνδρίας Ἐν συμβόλοις ἔδειξεν ὁ σκιαγράφος· | |
35 | Τῇ γὰρ ἀφανεῖ τῆς ψυχῆς παντευχίᾳ Τὸν τῆς πλάνης δράκοντα καθεῖλες, μάκαρ. Ἢ καὶ ψυχῆς δύναμις ἐμπνεῖ τοῖς τύποις, Ἢ σὺ, μάκαρ, ζῇς· εἰ δὲ καὶ ζῶν οὐ πνέεις, Οὐδὲ τρέχεις ἔφιππος, ὡς νῦν ἐγράφης, | |
40 | Καὶ τῆς γραφικῆς τάχα νικᾷς τὴν φύσιν. | |
2.54(1t) | Πρὸς τὸν Πεπαγωμένον πρόσταγμα ἐξαιτῶν δι’ οὓς ἀπώλεσεν | |
2t | ἵππους αὐτοῦ. | |
1 | Πέμπε πρὸς ἡμᾶς τοὺς βρυχηθμοὺς τοῦ κράτους, Ὡς ἂν ὁ δειχθεὶς τοῖς ἐμοῖς ἵπποις λύκος Τρουλληνὸς, ὦ βέλτιστε, τῆς γῆς ἡ νόσος, | |
Ἀναδοτικῶς τὴν τροφὴν ἀποπτύσῃ. | ||
2.55(t) | Κυρῷ Νίφωνι. | |
1 | Τῷ πατριάρχῃ τῆς ὅλης οἰκουμένης Κριθῶν χάριν πέπομφα δὶς δέκα στίχους, Οὓς αὐτὸς ἐγχείριζε καὶ πέραινέ μοι Δυνατὸς ὢν, κάλλιστε πατέρων πάτερ. | |
5 | Ἢ θᾶττον ἡμῖν τὸ χρυσοῦν σκεῦος δίδου, Χρυσοῦν γὰρ ἐκ σοῦ καὶ τὸ χαλκοῦν ἐκρίθη, Φύσις χρυσοῦ ξύμπαντος ὀλβιωτέρα, Ἢ κατὰ τὸν Μέλητος ἀπόειπέ μοι· Τοὺς γὰρ ἀφανεῖς ἐκλογισμοὺς τῶν φίλων | |
10 | Ἡ τοῦ χρόνου δύναμις εἰς φῶς ἐξάγει. Σὺ χρηστὸς ἀνὴρ, ἀλλ’ ἐγὼ φίλος μόνον· Ὡς οὖν ἔχεις πέρανον οὓς ἔφης λόγους Κριθὰς παρασχὼν τῶν ἐμῶν ἵππων χάριν, Καὶ κυάμους θρέψοντας οἰκέτας φάγους, | |
15 | Μᾶλλον δὲ βαρεῖς καὶ κατακράτος λάλους, Καὶ καλάμην, εἰ μή τι φορτικὸν τόδε, Νομεῦ λογικῆς ἀγέλης ἀκάματε. Τῆς πενταρίθμου τῶν ἁλῶν σὺ χάριτος Τὴν μὲν τετάρτην μοῖραν ἀρτίως δίδου· | |
20 | Πέμπτον δέ μοι φύλαξον ἐκ ταύτης μέρος, Ὡς ἂν δοθῇ καὶ τοῦτο νοστίμῳ φίλῳ. Πέμπε πρὸς ἡμᾶς καὶ τὸ τοῦ πέμπτου μέρος Ἀνενδεῶς ἔχουσαν ἐμφαίνων σχέσιν· Οἱ γὰρ ἅλες κρίνουσι τοὺς ὄντως φίλους | |
25 | Κοινωνίας τράπεζαν ηὐτρεπικότες. | |
2.56(t) | Χαρτοφύλακι τῷ Κουτάλη. | |
1 | Ὁ μὲν παλαιὸς τῆς παροιμίας λόγος Μαστιγίαν τίθησι τὸν κερασφόρον· Σὺ δ’ ὥσπερ ἀλγῶν κατὰ τῆς παροιμίας, Ὡς τῷ κακῶς πάσχοντι συμπαθεστέρας, | |
5 | Τῷ Καραβιδᾶ καὶ φυλακὴν προστίθεις· Μὴ, κανόνων ἄγρυπνε καὶ νόμων φύλαξ· Ἡ γὰρ ἀδικήσασα κομπάσει πλέον Τῷ ψηφιδουργῷ συμπαρατεταγμένη· Πλὴν θᾶττον ἡμῖν τὸν πεπονθότα πρόες, | |
10 | Μήπως πάλιν δύσκλωστον ἐξάψῃ βρόχον. | |
2.57 | Γνώτω βασιλεὺς, ἡ πνοὴ τῶν Αὐσόνων, Γνώτω βασιλεὺς, ᾧ θεὸς δοίη χρόνους, Ὡς ἂν τὸ σεπτὸν μὴ τελευτήσῃ κράτος, Ὡς ἡ μετ’ ἐλπίδων με γεννησαμένη, | |
5 | Καὶ γνησίῳ γάλακτι συστησαμένη, Καὶ τῶν ἐμῶν πλησθεῖσα δυστυχημάτων, | |
Ἀπῆλθεν ἡμᾶς ὀρφανοὺς ἐάσασα. Ναὶ τρανὲς ἀντίγλωσσον εὖ δρῶν τὸν φίλον Τὸ συμβὰν ἀπάγγειλον εὐνοίας χάριν. | ||
2.58 | Τὴν ἐξ ἔθους ἥδιστα καινίζων σχέσιν, Ὦ τῆς ἐμῆς ἄληκτε κοσμῆτορ τύχης, Καὶ φιλοτιμότατε, καὶ πτωχοτρόφε, Ῥύθμιζε καὶ πύκασε καὶ στόλιζέ με | |
5 | Τῆς σῆς κεφαλῆς τῇ προληφθείσῃ σκέπῃ· Τὴν γὰρ ἀκαλλῆ καὶ κατεσπιλωμένην, Ἧς μακρὸς ἐξέλυσε τὸν τόνον χρόνος, Ὑπὲρ κεφαλῆς οὐ φορητόν μοι στέγειν· Σὺ δὲ χρυσοῦς ὢν τὴν χρυσῆν ἔχε σκέπην, | |
10 | Κἂν εἰς τὰ μὴ ῥέοντα σωφρόνως βλέπῃς. | |
2.59 | Δοῦκα σθεναρὲ πρὸς τὰ τῶν φίλων βάρη, Μᾶλλον δὲ φιλάνθρωπε λιμὴν τῶν φίλων, Ὅταν ζέῃ δύσοιστος ἐνδείας κλύδων, Πέραινε δὴ, πέραινε τὰς ὑποσχέσεις, | |
5 | Ἐπεὶ δυσωπεῖ καὶ τὸ παρόν σε ψύχος Τὸν πρεσβυτικὸν καὶ πρὸ τῆς ἡλικίας, Ὃς ἀπὸ θηλῆς καὶ τριχὸς πρωτοχρόνου Τὸν καθάπαξ ἄψευστον ἐκτήσω τρόπον. | |
2.60 | Ἥρακλες Ἀσὰν, δυσμενῶν ἀντιστάτα, Καὶ φάρμακον ζῶν τῆς ἐμῆς ἀῤῥωστίας, Μὴ κανθάρους νόμιζε τοὺς ἐμοὺς πόνους, Μὴ, παρακαλῶ, μηδ’ ἀγεννεῖς βατράχους, | |
5 | Μηδὲ πρὸς αὐτοὺς ἀναθαρσήσῃς πρᾴως· Ἀλλ’ ὡς τὸν Οὐζπὲκ τὸν σοβαρὸν σατράπην Ὁ τρισαριστεὺς ὁ χρυσοῦς ἥρως νίκα· Θρασύτεροι γὰρ καὶ Σκυθῶν καὶ βαρβάρων Τολμῶσι χωρεῖν, ἀλλὰ συντόνως μάχου, | |
10 | Τὴν σιτίνην μάχαιραν αὐτοῖς ὀξύνας. | |
2.61 | Ὁ μὲν Λογαρᾶς ὁ χρυσοῦ κρείττων φίλος, Ὃν πρεσβύτην δείκνυσιν ἡβῶν ὁ χρόνος, Σύσκηνον ἢ σύνδειπνον ἐκτήσατό σε, | |
Καὶ ζῇ παρὰ σοὶ καὶ τρυφᾷ καὶ τέρπεται· | ||
5 | Ἐγὼ δ’ ἐπὶ νοῦν τὴν καλὴν ὄψιν στρέφων, Καὶ μηδαμοῦ βλέπων σε τῶν ἀνακτόρων, (Ἀπόκρυφον γὰρ καὶ τεθαλαμευμένον Τὸ συγγενὲς καὶ φίλον εἰργάσατό σε,) Νῦν μᾶλλον ἀλγῶ καὶ τὸ λυποῦν οὐ στένω. | |
10 | Ἢ γοῦν σεαυτὸν δεῖξον ἡμῖν ἐξ ἔθους· Οὕτω γὰρ ἂν, βέλτιστε, τὸ θλίβον λύοις; Ἢ τοῦ Λογαρᾶ πέμπε τὴν σημασίαν Εἰς ἀπόδεσμόν τινα συγκεκλεισμένην· Τὸ γὰρ ἐνεργὲς καὶ κατεσπουδασμένον | |
15 | Ἡ φύσις ἁπλῶς τοῦ σεβαστοῦ Παμφίλου. | |
2.62 | Χρῄζων καθαρᾶς ἐν χιτῶνι διφθέρας, Καὶ γὰρ ἀπειλεῖ προσβαλεῖν μοι τὸ ψύχος, Ἐπὶ σὲ τὸν κάλλιστον ἀθρῶ τῶν φίλων· Εἰ μὴ γὰρ, αὐτὸς οὐχ ὁρῶ ποῦ διφθέρα. | |
5 | Κἂν οὐ παρασχεῖν πᾶσαν ἡμῖν ἰσχύσῃς, Μέρισον εἰς τμήματα τὴν χάριν δύο· Τοὺς γὰρ ἀγωγοὺς τῶν φιλανθρωπευμάτων Εἰς μυρίους ἄντικρυς ἐκχέεις φίλους. | |
2.63(t) | Ἐπιτάφιοι τῷ δεσπότῃ κυρῷ Μανουήλ. | |
1 | Πρὶν ἂν διδαχθεὶς τοὺς ἐμοὺς κλαύσῃς πόνους Ὃς εἶ τέως, ἄνθρωπε, μὴ παραδράμῃς· Ἐκ Κιλίκων γὰρ ἦλθον εἰς γῆν Αὐσόνων, | |
Ἀμφοῖν βασιλὶς τοῖν γενοῖν τρισολβία, | ||
5 | Πρώτῳ δὲ κοσμήσασα τὸν θρόνον τόκῳ, Καὶ δεσπότην δείξασα λαμπρὸν τῷ χρόνῳ, Τὰς δυστυχεῖς ἤνεγκα παπαὶ φιλτάτας· Τῇ μὲν γὰρ αὐτῶν ζῆν τὸ θανεῖν εὑρέθη, Τῇ δ’ αὖ τὸ βιοῦν ἐκβιοῦν τοὐναντίον. | |
10 | Αἲ αἲ κτίσις, θρήνησον οἰκτρῶς τὴν τύχην, Ἣ δακρύων πρόφασιν εἰργάσατό με! Ὁ μὲν γὰρ ἀνὴρ, ὢ παλαμναίου πάθους! Ὁ τοῦ κράτους ἥλιος, αἲ γῆ καὶ χρόνε, Τὸν τοῦ τέλους ἄφυκτον ὑπέδυ γνόφον, | |
15 | Κἂν ἡδὺς ἐξέκυψεν ὡς ὄρθρος πάλιν Ὁ νῦν μετ’ αὐτὸν ἀρχικῶς ἐπιπρέπων· Ὁ δεσπότης δὲ (ναὶ ῥάγηθι καρδία· Τῷ γὰρ κατ’ αὐτοῦ μᾶλλον ἐπλήγης βέλει), Μήπω γενειῶν, ἀλλ’ ἐπὶ χνόης βρύων, | |
20 | Ὥσπερ τις ἀστὴρ ἡμεραυγὴς ἐκρύβη· Ἐγὼ μὲν οὖν τὸ σῆμα πηγνύω τόδε, Καὶ τοὺς τύπους ἵστημι τοὺς προτυμβίους, Καὶ ζῶν τις εἰμὶ συμφορῶν ἄλλος τάφος. Σὺ δ’, ὦ κόρη πάναγνε, πιστοῖς ἐγγύη, | |
25 | Τῷ κειμένῳ βράβευε τὴν σωτηρίαν· Ἐκ σοῦ γὰρ ἡμῖν ὁ κριτὴς ὤφθη βρέφος. Ξένη βασιλὶς ἡ ῥακενδύτις τάδε. | |
2.64 | Ἄλλην διεκδὺς μήτραν ὁ σκύμνος, ξένε, Ἄλλην ὑπῆλθεν, ἀλλ’ ἐκεῖ μὲν ἐσφρίγα· Νυνὶ δὲ σιγῶν οὐδ’ ἀναπνεῖν ἰσχύει· Καὶ γὰρ ἐκεῖ μὲν ὡς ἁπαλὸς τὴν φύσιν, | |
5 | Τὸν τῆς ματαιότητος ἐζήτει βίον, Ἐνταῦθα δ’ ὑπνῶν καὶ σχολὴν ἄγων φέρει Τὸ φῶς γὰρ ἀεὶ προσδοκᾷ τῶν ἀγγέλων, Ἐκ τοῦ καταψύχοντος ἐν βάθει σκότους· Τεχθήσεται γοῦν ἐκ σπορᾶς αὖθις νέας, | |
10 | Ὅταν τὸ τῆς σάλπιγγος ἠχήσῃ στόμα, Καθάπερ ὠδὶς ἐν γονῇ πολυστόνῳ, Βλέψει δὲ φῶς ἄσβεστον ὡς δὶς ὢν τόκος. | |
2.65(t) | Τῷ Δομεστίκῳ τῆς ἑῴας. | |
1 | Εἴ τις παριὼν εὗρεν εἰς ἐρημίαν Ἢ ῥοιὰν, ἢ σίκυον, ἢ μήλου δρόσον, Ὅταν τὸ θερμὸν ἐκπιέσῃ τὰς φύσεις Τοῖς τοῦ θέρους ἄνθραξι πυρπολουμένοις. | |
5 | Οὐκ εὐθὺς ἂν ὕμνησεν ἡσθεὶς τὴν τύχην; Πῶς οὖν σὲ Φιλῆς τὸν Δομέστικον βλέπων Ἐν τῷ καθ’ ἡμᾶς δυσμενεῖ τῷδε χρόνῳ Μενεῖ σιωπῶν ὁρμαθὸν χαρισμάτων; Ὁ μὲν γὰρ αὐχμὸς τῶν φιλοστόργων φίλων, | |
10 | Ὡσεὶ χλόην κλίβανος, ἐξέτηξέ με· Τῆς σῆς δὲ χειρὸς ἡ μετὰ ῥύμης δρόσος | |
Ὡς ὄμβρος ἡδὺς εὐφυῶς ἀναψύχει. Καὶ μὴν πόσας, κάλλιστε, λιπαίνεις βάτους, Ὡς ἂν ἀπ’ αὐτῶν καὶ χλιδῶν ἴδῃς ῥόδον; | ||
15 | Ἣν γὰρ ἔχεις ἄνωθεν οὐ κρύπτεις χύσιν, Οὐδ’ ὥσπερ οἱ νοσοῦντες ἐξ ἀπληστίας Παρακρατεῖς τὰ ῥεῖθρα τῆς εὐσπλαγχνίας, Ὡς ἂν πίνοις ἥδιστα καὶ πάλιν πίνοις, Καὶ τὰς χρυσᾶς πίδακας ἀντλήσῃς μόνος· | |
20 | Ἀλλ’ ὡς ἀγωγὸς θριγγίων ἐλεύθερος, Ἀνῆκας ἡμῖν ἐμφορεῖσθαι τοῖς φίλοις, Κἄν τις ὑλακτῇ, κἂν προσεμφύναι πάλιν Ἢ κρύφα δακεῖν τὴν χρυσῆν πτέρναν θέλῃ, Λάψει τάχα κἀκεῖνος, ὢ γνώμης ξένης! | |
25 | Οὐδεὶς γὰρ οὐδεὶς εἰς τὸ ῥεῦμά σου φθόνος· Οὕτω σὺ καὶ τὸ σχῆμα τῆς ἡλικίας Καὶ τὴν ἀγαθὴν οὐ καπηλεύεις τύχην· Οἷς γὰρ ἀκόσμως ἄλλος ἂν ἐχρήσατο, Τούτοις σὺ τὴν εὔκοσμον ἐμφαίνεις φύσιν, | |
30 | Καὶ τὸ χρυσοῦν τάλαντον αὐξάνεις χύδην, Καὶ τὰς ἀμοιβὰς προσδοκᾷς τὰς ἀφθόνους, Ὅταν ἐπιστὰς τῶν χρεῶν ὁ δεσπότης Τὴν τῶν τόκων εἴσπραξιν ἀῤῥήτως γράφῃ. Νεῖλον μὲν οὖν μετροῦσιν οἱ πήχεις ἅπαξ, | |
35 | Ὅταν ὁ καιρὸς ἐκραγεὶς ὑπερβλύσῃ· Τὰς σὰς δ’ ἐφ’ ἡμᾶς ἀργυρᾶς ἐπομβρίας | |
Καὶ τὰς καθαρὰς ἃς δίδως ἀναχύσεις Οὐκ ἔστι μετρεῖν ὑπὸ δακτύλων θέσει· Ὃ μὲν γὰρ οὐκ ἔπραξεν ἡ χεὶρ, πολλάκις | ||
40 | Ἡ τῶν λόγων δύναμις εἰργάσατό σοι· Ὃ δ’ εὗρεν ἡ χεὶρ, οἱ λόγοι παρέδραμον· Καὶ μὴν ὃ μὴ δρᾷς ἠσχολημένος τέως Ὁ σύγγονος καὶ τοῦτο λαμπρῶς εἰσφέρει· Τίνας λόγων χάριτας οὐ παρεγχέων | |
45 | Ὁ σύντονος νοῦς, ἡ στιβαρὰ πυκνότης Τὸ τῶν ἐν ἡμῖν ἀντιφάρμακον πόνων; Ὦ τίς ἐρεῖ τὸ κάλλος, ἢ τίς τὸν λόγον Καὶ τὴν ἐπιπρέπουσαν εὐαρμοστίαν, Κάλλιστε Νιρεῦ, Νέστορ ἡβῶν, ἀγχίνου, | |
2.65(50) | Κἂν τὸ ξίφος πρόκωπον ἡ χεὶρ λαμβάνῃ, Μόνος πρὸς ἐχθροὺς ἀντιτάττῃ δυσμάχους; Τὴν βάρβαρον δὲ καὶ παλαμναίαν τύχην, Ἣ τοῦ φθόνου τὸ κέντρον ὑπέθηξέ μοι, Ῥιπτεῖς ἀτεχνῶς ἀργυρᾶ τείνων βέλη· | |
55 | Καλεῖ σε λοιπὸν τὸν χρυσοῦν εὐεργέτην Ὁ Μυρέων πρόεδρος ὁ πτωχοτρόφος, ᾯ τὴν ἑορτὴν συγκροτῶν τὴν ἐξ ἔθους Πανηγυρίζω καὶ μάλα φαιδρύνομαι· Πλὴν οὔτε πυροὺς ἐκ πυρᾶς ἐῤῥηγμένους, | |
60 | Οὔτ’ ἀμπέλου γέννημα παρὼν ἂν λάβοις, Οὐ ψυχρὸν, οὐκ ἄλυπον, οὐδ’ ἔτι ζέον, Ἀλλ’ οὐδ’ ὀπώραν, οὐδ’ ὅσα. τραγήματα· Προσδεῖ γὰρ ἡμῖν εἰς τὸ πῦρ τῆς ἑσπέρας Κηρῶν φορυτοῦ καὶ χλιδῆς μυριπνόου, | |
65 | Προσδεῖ δ’ ἐπ’ αὐτοῖς καὶ τραπέζης ἀφθόνου, Καὶ τῆς περιττῆς τῶν μελῶν μουσουργίας, ᾟ καὶ τὰ φαῦλα συντρέχει μειράκια Στρουθαρίων τρύζοντα δυσρίγων τρόπον. Ἔτι γε μὴν δέδοικα τοὺς θυηπόλους | |
70 | Βακτηρίας φέροντας ἐν τοῖς ἀμφίοις, Μήπως ἐπ’ αὐτῆς τῆς ἀμοιβῆς τοῦ χρόνου Πλήξωσι μαστίξαντες ἡμᾶς ἀθρόοι· Καὶ γὰρ ὁ μισθὸς οὐδὲ μετρίως ἔχοι, Κἂν εἰς ἕνα στατῆρα χαλκοῦν ἡ στάσις | |
75 | Οὐκ ἔστιν εὑρεῖν, οὐ μὰ τὸν θλίβοντά με, Καύχημα καὶ πρόμαχε καὶ θησαυρέ μου· Οὕτω καθ’ ἡμῶν ἔσχε πικρῶς ἡ τύχη, Τὴν σὴν ἐφ’ ἡμᾶς ἀγνοήσασα σχέσιν. Οὐκοῦν μεθ’ ἡμῶν ὁ γλυκὺς ἥρως γίνου, | |
80 | Καὶ χρῶ κατ’ αὐτῆς τῇ χρυσῇ πανοπλίᾳ, Καὶ συμπανηγύριζε τῷ πνέοντί σε, Κάλλιστε φίλων τῆς ἕω Δομέστικε. | |
2.66(1t) | Εἰς εἰκόνα τῆς θεομήτορος, ὡς ἀπὸ στόματος Νικηφόρου | |
2t | τοῦ Ἀποκαύκου. | |
1 | Ἡ τῶν Χερουβὶμ ὑπερανῳκισμένη Καὶ τῶν Σεραφὶμ τοῦ θεοῦ τῶν πυρφόρων, Ἡ τῆς ἀρᾶς λύσασα τὴν ἀκοσμίαν, Καὶ τῷ γένει βλύσασα τὴν ἀφθαρσίαν, | |
5 | Ὁ παρθενικὸς τοῦ βασιλέως θρόνος, Ὁ μυστικὸς θάλαμος, ἡ θεία κλίνη, Ἣν ἀγγέλων φρίττοντα κυκλοῦσι στίφη· Τῆς φύσεως ὁ κόσμος, ἡ κοινὴ χάρις, Ἡ παντοδαπὴ τῶν τεραστίων χύσις, | |
10 | Ἡ σωστικὴ δύναμις, ἡ καινὴ κτίσις, Ἡ τοῦ γένους πόῤῥωθεν ἐξειλεγμένη, Ὁ τῆς καθαρότητος ὡραῖος τόπος, Τὸ τοῦ καθ’ ἡμᾶς ἀντιφάρμακον πάθους, Τὸ λαμπρὸν ἀπάνθισμα, τὸ βρύον τέρας, | |
15 | Ἡ τῆς λογικῆς φλεγμονῆς ὑπερτέρα, Ἡ ζῶσα πηγὴ τῶν φιλανθρωπευμάτων, Δι’ ἧς μεθ’ ἡμῶν τῆς πνοῆς ὁ δεσπότης, Ἔδει μὲν ἣν σέσωκας ἀνθρώπων φύσιν Τῇ σῇ φύσει πρέποντας ἀθροίσειν φόρους· | |
20 | Ἐπεὶ δὲ νικᾷς πανταχοῦ κατακράτος, Τὰ γοῦν κατὰ δύναμιν εὐσπλάγχνως δέχου, Καὶ τοῦτον οἰκεῖν ἀξιοῦσα τὸν δόμον Ἀφ’ ἑστίας ὅ φασιν ἡμᾶς εὐλόγει. Νικήφορος σὸς Ἀπόκαυκος ἱκέτης | |
25 | Μετὰ φόβου προσεῖπε, σεμνὴ, σοὶ τάδε. | |
2.67(t) | Τῷ σεβαστῷ Παμφίλῳ. | |
1 | Ὁσάκις ἁπλῶς ἑστιᾶν δεῖ τὴν φύσιν, Τοσαυτάκις ἥδυσμα τοὺς ἅλας κρίνω· Τῇ γὰρ φύσει χρήσιμον εἰσφέρουσί τι, Καὶ ταῖς μὲν ὑγρότησι τῶν ἐδεσμάτων | |
5 | Τῆς οὐσίας ἴσχουσι τὸ στύφον πλέον. Ὅπου δ’ ἀτερπὴς ἡ κατ’ αὐτὰ ποιότης, Καὶ γλυκύτης τὴν γεῦσιν εὐθὺς ἀλγύνει, Τῷ νοστίμῳ κράματι φαιδρύνουσί με· Τὴν γὰρ τέως αἴσθησιν ἡ γλῶττα κρίνει, | |
10 | Πρὸς τὰς βάσεις ῥέπουσα τῶν παρισθμίων· Ὀρεκτικοὺς δὲ πάντας ἀνοίγει πόρους Ληφθεὶς ὁ χιλὸς τῶν ἁλῶν τῇ συνθέσει· Καὶ τῷ βάρει κάτεισιν εἰς τὴν γαστέρα, Τοῦ νοστίμου τρέχοντος εἰς πᾶσαν φλέβα. | |
15 | Ἐντείνεται δὲ πρὸς τὸ λυποῦν ἡ φύσις, Ὅταν ἁλισθῇ τῇ τροφῇ τὸ σαρκίον. Σὺ γοῦν ἀβαρῶς τοὺς βαρεῖς ἅλας πρόες· Κουφίζομαι γὰρ τῆς ἐπ’ αὐτοῖς φροντίδος, Ἂν μὴ πνιγηρὰν ἀπομετρῇς τὴν χάριν, | |
20 | Μουσῶν ἐραστὰ καὶ σεβαστὲ καὶ φίλε. | |
2.68(t) | Ὡραῖοι εἰς ναὸν τῆς θεομήτορος. | |
1 | Ναὸς θεοῦ ζῶν ὀργανωθεὶς ἐκ βρέφους, (Καὶ γὰρ τὸ λουτρὸν τῆς ψυχῆς ἐδεξάμην, Καὶ τῆς ἀρᾶς τὸν ῥύπον ἀπενιψάμην, Ὡς ἂν ὁ νυμφὼν μὴ φθαρῇ τῆς καρδίας,) | |
5 | Ἁμαρτίας οἴκημα σαπρὸν εὑρέθην, Καὶ καταγωγὴ λῃστρικῆς ὁμαιχμίας· Οὐκοῦν δέχου, πάναγνε, τὸν θεῖον δόμον, Ὃν ἐκ πόθου ζέοντος ὠργάνωσά σοι· Καὶ τῆς ἀμοιβῆς ἀντιμέτρει τὴν χάριν, | |
10 | Οἶκον θεοῦ δεικνῦσα τὸν δοῦλον πάλιν, Ὡς ἂν ὁ δεινὸς τῶν παθῶν ὄχλος φύγῃ, Καὶ μηδὲν ᾖ δύσοδμον ἐνταῦθα σκάτος· Ἵνα δὲ τὴν σὴν αὖθις αὐξήσῃς χάριν, Γίνου μεθ’ ἡμῶν συμπαθῶς τῶν ἀθλίων, | |
15 | Καὶ τῶν παρ’ ἡμῖν ἀκροῶ προσφθεγμάτων, Λύουσα τὰ σκάνδαλα τῆς παροικίας Τῇ σῇ ποθεινῇ, μητροπάρθενε, σκέπῃ· Καὶ γὰρ φθάνεις ἄνωθεν εἰ θέλεις κάτω, Καὶ πάλιν ἐκ γῆς μυστικῶς ἀνατρέχεις· | |
20 | Μᾶλλον δὲ σεμνὴ πανταχοῦ ζῶσα τρέχεις Ταῖς ἀχρόνοις πτέρυξι τῆς εὐσπλαγχνίας· Ὅταν δὲ λυθῇ τῆς ψυχῆς τὸ σαρκίον, Ἄλλον πάλιν θάλαμον εὐτρέπισέ μοι, Τὰς ἐμπαθεῖς κηλῖδας ἐκφορήσασα, | |
25 | Καὶ λυχνίαν προθεῖσα καὶ φαιδρὰν κλίνην, Καὶ μυστικὴν τράπεζαν εἰς τόπον χλόης. | |
2.69 | Οὐρανὸν ἡμίτμητον ἐνθάδε βλέπων, Σύνες, θεατὰ, μή τι συγχέας λάθῃς· Χριστὸς γὰρ αὐτὸς ὑπὸ μητρὶ καὶ φίλῳ Μυστηρίων θάλαμον αὐτὸν δεικνύει. | |
5 | Θεὸν βλέπων ἔνσαρκον ἀνθρώπων μέσον Ἑστῶτας ἐκτὸς εὐλαβοῦ τοὺς ἀγγέλους, Μήπως ἐπαρθεὶς ὑπὸ τῆς μετουσίας Καὶ κατενεχθῇς ὅστις ἂν ἦς ἐνθάδε. Ὑπὲρ Χερουβὶμ τὴν Μαριὰμ ἐνθάδε, | |
10 | Ἀντὶ Σεραφὶμ τὸν Ζαχαρίου βλέπω· Θεὸς γὰρ ἀμφοῖν ἵδρυται τούτοιν μέσον, Θεὸν καθιστῶν μυστικῶς τὸ σαρκίον. | |
2.70(t) | Εἰς παναγιάριον. | |
1 | Γῆ παρθενικὴ ζωτικὸν φύει στάχυν, Ὃν εἰς χρυσῆν τράπεζαν ὡς ἄρτον φέρω, Λιμοῦ δεδοικὼς εἰσβολὴν ψυχοφθόρου. | |
2.71(t) | Ἀπὸ στόματος τοῦ Συργιάννη. | |
1 | Ἔοικεν ὑμᾶς εὐλογῶν ὁ δεσπότης Ἐμοὶ κατ’ ἐχθρῶν συμμαχεῖν ἐπιτρέπειν, Ἄβιβε, Σαμωνᾶ τε καὶ σὺ Γουρία· Ὑμᾶς γὰρ αὐχῶν οὐδαμοῦ φρίττω ξίφος, | |
5 | Κἂν ἀποληφθῶ συμπλακεὶς τοῖς ἐκφύλοις Ὑμεῖς ἀρωγοὶ πανταχοῦ πρωτοστάται, | |
Κἂν δεινοπαθοῦν οὐδὲ τὸ κτῆνος τρέχῃ, Καὶ τοῦτο σαφῶς ὀτρυνεῖται θεῖν πάλιν. Ὁ Συργιάννης ταῦτα πιγκέρνης λέγει. | ||
2.72(t) | Εἰς μυραλίην, ἔνθα ὁ προφήτης Δανιὴλ καὶ ὁ μέγας Δημήτριος. | |
1 | Εἰς τὴν κιβωτὸν εὐτυχῶν σε τῶν μύρων, Μάκαρ Δανιὴλ, ἀσφαλῆ δρῶν τὸν βίον· Δημήτριος γὰρ μὴ φθονῶν πάρεστί σοι, Καὶ τὴν φίλην σύναρσιν ἡμῖν εἰσφέρων, | |
5 | Τεραστίων δίδωσιν ἐντεῦθεν χύσιν· Ἀλλὰ πάλιν κοίμιζε τὰς περιστάσεις, Ὡς λάκκον οἰκῶν τὴν προκόλπιον θίβην, Ὁ θηρίων ἄμαχον ἰσχὺν ἀμβλύνας. | |
2.73(t) | Ἀπὸ τοῦ αὐτοῦ. | |
1 | Ὁ σταυρὸς οὗτός ἐστιν, ᾧ ζῶ καὶ πνέω, Καὶ τὴν κατ’ ἐχθρῶν τακτικὴν ἕξιν φέρω, Καὶ πρὸς τὸν ἑξῆς πάντα κομπάσω χρόνον. Ὑπόπτερος γὰρ τόνδε τηρεῖ μοι φύλαξ | |
5 | Ἱστὰς πέριξ φάλαγγα μικροῦ μαρτύρων, Ἐν ᾧπερ ἐστὶ καὶ τὸ πάντιμον ξύλον· Ὥς τις δὲ ταξίαρχος ὁ Ζαχαρίου | |
Τὸν βροντοφυῆ δεῦρο συντάξας πάλιν, Τοῖς τοῦ λόγου κήρυξι καὶ πρωτοθρόνοις | ||
10 | Κωνσταντίνου δίδωσιν ἡμῖν τὴν χάριν· Ἡττᾶσθε λοιπὸν δυσμενεῖς γνόντες τάδε. Ὁ Συργιάννης ταῦτα πιγκέρνης λέγει. | |
2.74(t) | Παχωμίῳ τῷ πρωτοσυγκέλλῳ. | |
1 | Τὸ τοῦ βίου πέλαγος ἐκπλεύσας πρᾴως Πρὸς τὸν γαληνὸν τόνδε κατήχθης τόπον· Ἐσκόρπισας γὰρ τὴν περιττὴν φορτίδα Πρὸς τοὺς φίλους πένητας ἐκ βρέφους, πάτερ· | |
5 | Ἐκούφισας δὲ τὴν ψυχικὴν ὁλκάδα, Πλησιστίου πνεύματος εὑρὼν αἰθρίαν· Ἐξήγαγες δὲ πρὸς τὸν ἰθύναντά σε Τῆς ἀρετῆς τὸν ὄλβον ἐμπόρου τρόπον, Ὃς ἀναλαμβάνων σε φειδοῖ τῶν πόνων, | |
10 | Ἐνταῦθα δὴ παρῆκε καθεύδειν μόνον, Ἕως ἂν αὐτὸς ὡς κριτὴς ἀφυπνίσῃ, Τῆς δεσποτικῆς ἀξιῶν σε παστάδος· Ἀλλ’ οὐρανὸς μὲν τοὺς ἀποκρύφους πόνους, Ἡ γῆ δέ σοι τοὺς δεῦρο καὶ δήλους φέρει. | |
15 | Πόσην γὰρ ἐξέβλυσας ἱδρώτων χύσιν, Τῷ δημιουργῷ τάσδε πηγνὺς τὰς κτίσεις | |
Εὐθὺς ἀπ’ ἀρχῆς εὐσεβοῦς μνήμης χάριν; Ἀλλ’, ὦ πάτερ, ζῇς, οὐκ ἀποκρίνῃ δ’ ὅμως· Οὐ γὰρ ἐπαινεῖς τοὺς παρ’ ἀνθρώπων κρότους· | ||
20 | Ἐγὼ δέ σου τέθηπα καὶ τὰ πρακτέα Καὶ τὴν τελευτὴν καὶ τὰ τῶν πόνων γέρα, Πρωτοσύγκελλε τὴν τιμὴν τέως μέγα, Γέρον μαχητὰ κατὰ παθῶν ἐκτόπων, Καὶ νοῦ καθαρὲ, Δωριεῦ Παχώμιε. | |
2.75(t) | Ἀγγέλῳ Δούκᾳ τῷ Σαραντηνῷ. | |
1 | Ἀνδρὸς, θεατὰ, νουνεχοῦς ἔργα σκόπει, Καὶ τὴν φύσιν θαύμασε συνεὶς τὴν κρίσιν· Ὁ γὰρ πρὸς ἐχθροὺς εὐσθενὴς πολυσπόρους Κομνηνοφυὴς Ἀγγελώνυμος Δούκας | |
5 | Σαραντηνὸς, τὸ θαῦμα τῆς πανοπλίας, Οὗ δὴ βλέπειν ἔξεστι καὶ τὰς ἐμφάσεις, Γυμναστικοῖς τὸ σῶμὰ κοσμήσας πόνοις, Ἥρως μὲν ἐκ μείρακος ἀνὴρ εὑρέθη, Καὶ τοῦτο σαφῶς μαρτυρεῖ τὰ πρακτέα· | |
10 | Κήδους δὲ τυχὼν ὁ χρυσοῦς τρισολβίου, Καὶ τέτταρας δὶς ἐξενεγκὼν φιλτάτους, Καὶ γὰρ ὁ δενδρὼν εὐθαλὴς ἦν τῆς τύχης, Ἐπεὶ κατ’ αὐτῶν τῆς γονῆς τῶν ὀμφάκων Ἡ τῆς τελευτῆς δυσμενὴς ἦλθε τρύγη· | |
15 | Τοῦθ’ ὃ βλέπεις φρόντισμα λαμπρῶς ἱδρύει, Χύδην ὃν ἐκτήσατο παρέχων βίον, | |
Καὶ καταγωγὴν τῶν μοναχῶν δεικνύει, Συνήγορον σχὼν τὴν καλὴν ὁμευνέτιν, Ἣν καὶ κατ’ αὐτὸν ὁ δρομεὺς ἔχει χρόνος. | ||
20 | Θεὸς γὰρ εἰδὼς ἀκριβῶς τὸ συμφέρον Ἄπαιδα καθίστησιν ἀμφοῖν τὸν βίον, Ὡς ἂν ὁ καρπὸς τῆς ψυχῆς ὑπεκδράμῃ, Καὶ τῷ μόνῳ βλέποντι κρυπτὰ περκάσῃ· Προΐσταται δὲ τῆς μονῆς καὶ τῶν μόνων | |
25 | Ὁ τῶν προφητῶν μαρτυρηθεὶς βελτίων, Τὸ πρόδρομον φῶς τῆς νοητῆς ἡμέρας· Πάρεστι γὰρ ἥδιστος ἐξ ἐρημίας, Καὶ νυμφαγωγεῖ τὰς ψυχὰς τῷ δεσπότῃ· Πλὴν εἰ θέλεις ἄμεμπτον ἀθρῆσαι τρόπον, | |
30 | Τὸν ἄνδρα σαφῶς ἀπὸ τῶν ἔργων μάθε. Οὐ γὰρ ἀπεσκίρτησε νουθετούμενος, Ὅπερ τις ἂν πέπονθε τῶν οὐ σωφρόνων, Ἀλλ’ εὐψύχως ἤνεγκε τὴν ἀμετρίαν Ὁ καλλίπαις χθὲς, νῦν δὲ πατὴρ οὐκέτι, | |
35 | Ζηλῶν τὸν Ἰὼβ πρακτικῶς τὸν Αὐσίτην· Ἵνα δὲ κερδάνῃ τι καὶ μεῖζον τάχα, Αὐτὸς φέρων δίδωσιν αὐτοῦ τὸν βίον, Μὴ φθὰς τὸ καλὸν ὁ φθορεὺς ἀφαρπάσῃ, Πέτραν δὲ καλεῖ τόνδε τιμῶν τὸν τρόπον, | |
40 | ᾯ τοὺς πόνους ἥδρασε καὶ τὰς ἐλπίδας, Ὡς ἂν ἀπαθῶς τὰς περιστάσεις φέρῃ, Μὴ παρασυρεὶς τῇ βροχῇ τῶν κινδύνων. | |
Οὕτω συναιρεῖν καὶ διαιρεῖν τὸν βίον, Ἄνθρωπε, διδάχθητι τὸν τύπον βλέπων· | ||
45 | Οὐ γὰρ τὰ τοῦ σώματος ἀσκήσεις μόνον, Ὃ δὴ φύσις δείκνυσι καὶ κρύπτει χρόνος· Ἀλλ’ εἴγε τὸν νοῦν εὐτυχεῖς ἐπιστάτην, Καὶ τῇ ψυχῇ τὸ πλεῖστον ἀθροίσεις μέρος, Ἀθάνατος γὰρ καὶ ζωῆς ὑπερτέρα· | |
2.75(50) | Πλὴν ἀλλ’ ὁ μὲν δίδωσι τῷ θεῷ τάδε, Μᾶλλον δὲ τὴν ἄῤῥητον εἰσφέρει σχέσιν, Οὐδὲν πρὸς αὐτὴν οὐδὲ τὸν κόσμον κρίνων, Θεὸς δὲ μετρῶν καὶ τὸ μικρὸν ἀφθόνως (Πίστιν γὰρ οὐχ ὕπαρξιν ἐν τούτοις βλέπει) | |
55 | Τοῖς συζύγοις ἄφθαρτον ἱδρύσαι στέγην, Καὶ καταγωγὴν εἰς Ἐδὲμ καὶ παστάδα, Καὶ φῶς νοητὸν καὶ ποτὸν ζῶν καὶ χλόην, Καὶ δόξαν ἁβρὰν καὶ μετ’ ἀγγέλων βίον, Ὡς ἂν μετ’ αὐτῶν μυστικῶς τῶν φιλτάτων | |
60 | Τῷ δεσποτικῷ συμπαραστῶσι θρόνῳ. | |
2.76(t) | Ἐπιτάφιοι πρός τινα. | |
1 | Τοῦ πατρίου δόγματος οὐδὲν προκρίνας Ζήλου ψυχῆς ἔπνευσας ἐνθέου φλόγα· Κἀντεῦθεν ὡς πῦρ εἰς τὸ φῶς τοῦ δεσπότου Τῶν ἀρετῶν ὁ δίφρος ἀνήγαγέ σε. | |
5 | Ζῇς οὖν μεταστὰς ὡς ὁ Θεσβίτης, πάτερ, Ἄλλην δὲ διπλῆν τῇ μονῇ δίδως χάριν, Ἐνταῦθα παρεὶς τῆς ῥοῆς τὴν διφθέραν· | |
Προὔστης γὰρ αὐτῆς εὐφυῶς καὶ κοσμίως· Πρέσβεις δὲ Χριστῷ τοὺς ἀναργύρους ἔχεις, | ||
10 | Εἴπου τις ἐν σοὶ καὶ μολυσμὸς εὑρέθη. | |
2.77(t) | Ἐπιτάφιοι εἰς τὸν δεσπότην κῦρον Μανουὴλ τὸν Παλαιολόγον. | |
1 | Ἐκκλησιαστὰ, καὶ τὰ παρόντα σκόπει, Καὶ τὸν βίον μάλιστα δακρύων γέλα· Τὸ μὲν γὰρ ὀξὺ τῆς φθορᾶς πῦρ καὶ βρέμον, Καὶ τὰς ἀγωγὰς τῆς παραβόλου ῥύμης, | |
5 | Ὡς καπνὸν ἂν δάκνοντα πενθῶν δακρύοις, Τοὺς δὲ πρὸς ἃ βλέπουσιν ἐπτοημένους Καὶ πρὸς τὸν ἐμπρόθεσμον ὀκνοῦντας χρόνον, Καθ’ ὃν τὸ κοινὸν συγκομίζεται χρέος· Τῷ γὰρ δανειστῇ καὶ τοκιστῇ δεσπότῃ | |
10 | Τάχ’ ἂν ὁμαλῶς ἐγκαλῶν καταισχύναις· Ὁ γὰρ νεαρὸς τῆς γονῆς οὗτος κλάδος, Ὃν εὐθὺς ἐξίκμασεν ἡ φλὸξ τοῦ χρόνου, Κοσμῶν τὰ λαμπρῶς τοῖς καλοῖς τοῖς ἐμφύτοις, Τοῦ πνεύματος δείκνυσι τὴν προαίρεσιν, | |
15 | Καὶ τὴν μάτην ὕπαρξιν ἣν δήπου λέγεις. Ὢ ποῖον ἐτρύγησεν ὁ φθόνος ῥόδον! Ποῖον δὲ κατήνεγκεν ἡβῶντα στάχυν Τὸ τῆς τελευτῆς καὶ πρὸ τῶν κόκκων θέρος! | |
Πλὴν ἀλλ’ ὁ μὲν προὔκυψε καὶ φθὰς ἐκρύβη, | ||
20 | Καὶ τὴν φίλην ἔγερσιν ἐλπίζων μένει· Θρηνεῖ δὲ πικρῶς ἡ καλὴ μήτηρ μόνη, Καθάπερ εἰκὸς, τὴν χλιδὴν τοῦ φιλτάτου Καὶ συναποθνήσκουσα μικροῦ δακρύει· Σὺ δὲ βλέπων, βέλτιστε, τὸν τύπον σύνες, | |
25 | Καὶ τοῦτον εὐχαῖς δεξιοῦ φιλοφρόνως Ἐπὶ ξένης θανόντα, παπαὶ τῆς τύχης! Ὡς ἂν διεκδὺς τὸν βαθὺν τοῦτον ζόφον Ἴδοι τὸ φῶς ἐκεῖνο τῆς ἀφθαρσίας. Ζητεῖς μαθεῖν τίς ἐστιν; οὐκοῦν σοι φράσω· | |
30 | Μίλος Μανουὴλ ἀγαθῆς ῥίζης κλάδος. | |
2.78(t) | Δομεστίκῳ τῷ Ἀτζύμῃ. | |
1 | Τέως μὲν αὐταῖς γειτνιῶν ταῖς ἐξόδοις Πρὸς τὴν μάλα σκόπιμον ὁρμὴν ἐσφρίγων· Ἐπεὶ δὲ τῷ κρατοῦντι συνεταξάμην, Οἱ μηδαμοῦ στατῆρες ἐκθλίβουσί με, | |
5 | Καὶ παρακατέχουσι δεσμώτου πλέον. Ὃ γοῦν σε ποιεῖν ὡς ὁμόψυχον δέον, Φρέαρ, κιβωτὲ, κῆπέ μου, θησαυρέ μου, Πρᾶττε πρὸς ἡμᾶς· ἐν γὰρ ἀνάγκης χρόνῳ Μέγιστα καὶ τὰ φαῦλα πᾶς ἄν τις κρίνοι· | |
10 | Πλὴν οὐδ’ ὁ χαλάβουκας ἐκπέφευγέ με Πρὸ τῆς θερινῆς ἐκδοθεὶς παγκαρπίας· | |
Οὗ δὴ χρυσοῦ μοι τοὺς φόρους τιμώμενος Πέμπε, στατὴρ κάλλιστε φιλοστοργίας, Μὴ διστάσας πρὸς τόνδε τὸν γέροντά μου, | ||
15 | ᾯ καὶ τέλη θέσπισε, γῆν δοὺς αὐτόσε, Μήπως ὁ λιμὸς εἰσφθαρεὶς τοῖς ὀστέοις Τὴν πρεσβυτικὴν συστολὴν ἐξικμάσῃ· Χεζητιᾷ γὰρ κατὰ τὴν κωμῳδίαν Εἰς τοὺς βαθεῖς πώγωνας ὁ χρόνος βλέπων | |
20 | Κἂν ξυλοπομπὸν τοῦτον ἡμῖν δεικνύοις, Χρυσοῦν παρασχὼν ὁ χρυσοῦς τὸ φορτίον, Ὀνηλατήσει καὶ βραβεύσει τὴν χάριν· Ὁρᾷς γὰρ αὐτὸν καὶ παρακεκυφότα Νωταρίου δή τινος ἢ κτήνους τρόπον. | |
2.79(t) | Ἐπιτάφιοι. | |
1 | Εἰ μηδὲν ἦν πόῤῥωθεν ἄλλο τι, ξένε, Παραστατικὸν τῆς ῥοῆς τῶν πραγμάτων, Ἦν ἂν ἀποχρῶν ὁ προκείμενος τύπος Ἐκ τῶν καθ’ αὑτὸν ζωγραφεῖν σοι τὴν φύσιν, | |
5 | Ὡς ἀστραπῆς κίνησις, ἢ χλόης θέρος, Ἢ νιφάδων ἔκτηξις, ἢ σῆψις ῥόδων, Ἢ ῥευμάτων ἔκθλιψις, ἢ λύχνου σβέσις. Πλὴν, ὦ θεατὰ, στῆθι σιγῶν ἐνθάδε, Καὶ τῆς τύχης μάνθανε τὰς ὑποκρίσεις, | |
10 | Καὶ τὸν πλάνον φαύλιζε καὶ μίμον βίον· Πλὴν τίς τὸ παρὸν ἐκτραγῳδῆσαι πάθος, | |
Ἥλιε καὶ γῆ, τοῖς παροῦσιν ἰσχύσει; Ποῖον γὰρ ἁπλῶς ἀρετῆς εἶδος, ξένε, Οὐκ ἔσχεν εὐθὺς ἐκ βρέφους ἡ κειμένη; | ||
15 | Ἀλέξιος πρόπαππος αὐτῇ πατρόθεν Κομνηνοφυὴς βασιλεὺς γῆς Αὐσόνων, Ὃν καὶ Μέγαν καλοῦμεν ἐκ τῶν πρακτέων· Πάππος δ’ ἐπ’ αὐτῷ Μιχαὴλ ὁ δεσπότης, Ὁ τῆς δυτικῆς ταγματάρχης ἰσχύος· | |
20 | Οὗ παῖς ὁ λαμπρὸς ἐν μάχαις Νικηφόρος. Ὁ σεβαστοκράτωρ δὲ πάππος μητρόθεν Τῆς ἑσπέρας ὁ λύχνος ἁπλῶς ἁπάσης· Δούκας δὲ πατὴρ, ᾧπερ ἡ κλῆσις Χάρις, Μήτηρ δὲ Τορνικίνα Κομνηνὴ πάλιν, | |
25 | Κόσμος γυναιξὶν ἐκ Ῥαοὺλ κατηγμένη. Πλὴν ἀλλὰ τί χρὴ νεκρικὸν χοῦν σεμνύνειν Πρὸς ἔμψυχον γῆν καὶ τελευτῶσαν φύσιν; Ταύτην καλὴν φανεῖσαν ἐξ ἔργων πλέον (Ὢ τῶν ἀτερπῶν εἰς τὸ μέλλον ἐλπίδων!) | |
30 | Ἀνὴρ ἀγαθὸς εἰς γυναῖκα λαμβάνει· Καὶ τίς γὰρ αὐτὸν ἀγνοεῖ τὸν γεννάδαν Στρατοπεδάρχην τὸν μέγαν τὴν ἀξίαν, Τὸν νοῦν τὸν ὀξὺν, τὸν κεραυνὸν πρὸς μάχας; Ἔγωγε μὴν δέδοικα μικροῦ τὸν τύπον, | |
35 | Καὶ τῆς γυναικὸς εὐλαβοῦμαι τὸν τρόπον, Μὴ πρὸς τὰ σεμνὰ δυσφορήσῃ τῶν λόγων· Πλὴν ἡ τοσαύτη χάρις, ὦ πλάνε χρόνε, Λῃστὰ, σφαγεῦ, τύραννε, βάσκανε, φθόρε, | |
(Ἃ γὰρ φύεις θαύματα καλύπτεις πάλιν,) | ||
40 | Ἔῤῥευσεν εἰς χοῦν, ἦλθεν εἰς γῆς πυθμένας. Ἔρημος ἀνδρὸς εὐκλεοῦς καὶ φιλτάτης Τὸ τῶν γνάθων ἔρευθος εὑρέθη ῥόδον, Ὃ τοῦ θέρους φανέντος εὐθὺς ἐψύγη· Τὸ γὰρ ἔαρ παρῆλθε τῆς ἡλικίας | |
45 | Τῶν ζωτικῶν φεῦ παραλυθὲν ἰκμάδων, Καὶ τήκεται μὲν ἡ χλιδὴ τῶν ὀμμάτων Τῷ τῆς τελευτῆς ὑποχωροῦσα γνόφῳ, Μελαίνεται δὲ τῆς δορᾶς ἡ λευκότης Σκιᾶς πονηρᾶς ἐγχεθείσης τοῖς λίθοις· | |
2.79(50) | Τὴν γὰρ φυσικὴν ἐξεμύζησε δρόσον Ἡ κοσμοφάγος βδέλλα τῆς ἀπληστίας, Καὶ φθείρεται μὲν ἡ καλὴ ῥὶς ἐνθάδε, Ὅπου τὸ χόνδρον ἠρέμα σκεδάννυται· Χείλη δὲ τὰ στάζοντα μικροῦ πορφύραν | |
55 | Ἐκ τῆς ἁπαλῆς τῶν μυῶν φεῦ κογχύλης Ἐμφρύγεται δὴ καὶ σεσηρότα φθίνει· Αἱ δὲ χρυσαῖ πίπτουσι τῷ κρύει τρίχες, | |
Ἐπεί περ αὐτὰς οὐχ ὑφίστησι ζέσις· Ὁ δ’ εὐσταθὴς τράχηλος ἐν τοῖς σπονδύλοις, | ||
60 | Ὃν δεῖ καλεῖν καὶ πύργον ἐκ τῶν ᾀσμάτων, Εἰς χῶμα λεπτὸν συμπεσὼν κατεστάλη· Ναρκᾷ δὲ χειρῶν εἰς τὸ σώσειν ὀξύτης, Οὗ μὴ πένης πάρεστιν, ἢ χήρας πόνος, Ἢ κλαυθμυρισμὸς ὀρφανοῦ τινὸς βρέφους· | |
65 | Ἡ δ’ ἀναδενδρὰς τῆς φυῆς, ἡ δὲ στάσις, Ἡ δ’ εὐπρεπὴς κίνησις, ἡ δὲ σεμνότης ᾬχοντο, παπαὶ τῆς κενῆς εὐεξίας· Οὕτως Ἑλένην τὴν νέαν καὶ σώφρονα Ὁ δυσμενὴς θάνατος ἁρπάσας φέρει· | |
70 | Καὶ νῦν ὁ λαμπρὸς καὶ Μενελάου πλέον Ὁ τρισαριστεὺς τῆς καλῆς ὁμευνέτης, Τὸ δρᾶμα πενθεῖ δυσπαθῶς καὶ δακρύει· Οὐ γὰρ ἔχει δήπουθεν ὃ σπάθη δράσει Πρὸς τὴν πονηρὰν ἁρπαγὴν τῆς συζύγου. | |
75 | Τίς οὖν Ἰλιὰς πρὸς τὸ πάθος ἀρκέσει; Ὁ κλὼψ ἀφανὴς, ἡ κλαπεῖσα νεκρότης, Ὁ λίθος ἁδρὸς, ἡ σορὸς κεκλεισμένη· Τὰ δ’ ἔνδον ὀστᾶ καὶ σποδὸς καὶ σαπρία· Ὦ πυκνότης, φρόνησις, ἡδύτης λόγων, | |
80 | Ὦ καὶ σιωπὴ, κόσμε τῶν θηλυτέρων, Οἵῳ τελευτῆς ἐγκαλύπτεσθε σκότει! Ὁ πλοῦτος ἀργὸς, ἀσθενὴς ἡ λαμπρότης, Ἡ δόξα καπνὸς, ἐν κενοῖς αἱ φροντίδες, Ὁ χρυσὸς οὐδὲν, οὐδὲ γὰρ ἔχει στάσιν· | |
85 | Ὁ πέπλος αἰσχρὸς, οὐδὲ γὰρ παραμένει· | |
Οἱ μάργαροι χνοῦς, οἱ λίθοι, λίθοι μόνον· Ὁ δ’ ἄργυρος ῥοῦς καὶ πεπηγὼς καὶ τρέχων· Ὅπου γε ῥευστὸν καὶ τὸν ἄνθρωπον βλέπω, Δι’ ὃν παρήχθη τῆς ὕλης τὰ φάσματα· | ||
90 | Πλὴν ἡ φιλεργὸς, ἣν Σολομῶν σεμνύνει, Καθάπερ εἰκὸς ἀῤῥενόφρονα κρίνων, Ἄρτι καθεύδει τῶνδε τῶν λίθων μέσον, Εἰς ἀναχωκὴν τῶν προλαβόντων πόνων· Μετὰ δὲ μικρὸν καὶ πνοῆς ἕξει δρόσον | |
95 | Τοῖς ὀστέοις ἴαμα καὶ τῷ σαρκίῳ· Σὺ δὲ βλέπων, βέλτιστε, σωφρόνως ἔχε Καὶ τὴν γυναῖκα τήνδε τὴν πρὶν ὀλβίαν, Καὶ νῦν ταπεινὴν καὶ μεμαγμένην κόνιν Εὔχου προελθεῖν εἶς τρυφῆς θείας τόπους, | |
2.79(100) | Ὡς ἂν σὺν αὐτοῖς εὐθυμῇ τοῖς ἀγγέλοις. | |
2.80(t) | Τῷ βασιλεῖ Παλαιολόγῳ κυρῷ Ἀνδρονίκῳ τῷ Πρώτῳ. | |
1 | Οὐκ ἔστιν ἁπλῶς οὔτε σου κρείττων φύσις, Οὔτ’, ὦ βασιλεῦ, τῆς ἐμῆς χείρων τύχη, Εἴ γε σκοπήσει τήν τε σὴν πᾶς τις φύσιν Καὶ τὴν ἐμὴν, κράτιστε, ῥαγδαίαν τύχην· | |
5 | Σὺ μὲν γὰρ ὡς ἥλιος οὐρανοδρόμος Ἔκρυψας οὓς ἔδειξε λαμπροὺς ὁ χρόνος Πτήξαντας ἢ μύσαντας ἐμπίδων τρόπον Πρὸς τὴν κατά σε γνωστικὴν μεσημβρίαν· Ἐγὼ δὲ παρεὶς τὴν τρυφὴν τῶν ἐλπίδων, | |
10 | Ὑφ’ ἧς ποτε ζῶν εὐμαρῶς ἐθαλπόμην, Στεναγμάτων τράπεζαν οἰκτρὰν ἀρτύω, Καὶ τῷ βίῳ κίρνημι δακρύων πόμα, Χρόνου τοσούτου καπνὸν εὐωχούμενος· Πᾶσαν δὲ νικῶ συμφορῶν ἀμετρίαν | |
15 | Ἐς τήνδε τὴν γῆν καὶ τὸ νῦν ἅπαν γένος, Ὁ καὶ ξένης λαίλαπος ἀντιπνευσάσης Μὴ παρασυρεὶς τῇ βροχῇ τοῦ κινδύνου Μηδ’ ἐν περιττῷ πανταχοῦ γῆς βορβόρῳ Χρανθεὶς ὁπωσοῦν τῆς ψυχῆς τὴν ἀρβύλην· | |
20 | Ἀλλ’ εἰ μὲν ἀπόλωλα, μικροῦ γὰρ τόδε, Καὶ πάλιν ἐκ γῆς τὴν βοὴν διαπλέκω· Τί τάχα καινὸν τῷ σκοποῦντι σωφρόνως; Καὶ γὰρ ὁ λιμὸς ὑπὸ κακοτεχνίας Ἐγγαστρίμυθός ἐστι καὶ πείθει γράφειν, | |
25 | Ὡς νεκρὸν ἐν σήματι καθεύδοντά με· Εἰ δ’ ὡς λέγουσί τινες εἰσέτι πνέω, Καὶ δεῖ λογισμοῦ καὶ τροφῆς τῷ σαρκίῳ, Τίς ἄλλος ἡμῖν ἑστιάσει τὴν φύσιν Εἰ μὴ σὺ, φιλάνθρωπε καὶ πτωχοτρόφε; | |
30 | Ἐγὼ δ’ ἀραχνῶν συμβολὰς ἀναπτύων Νόθων κρότων θήρατρον εὐτέχνως πλέκω· Ζωγρῶ δὲ τὸ ζῆν ἡσυχῆ καὶ μετρίως, Μυίας τε καὶ κώνωπας ἁρπάσων μόλις· Οὕτω γὰρ ἂν κρίνοι τις ἃ χρὴ λαμβάνειν | |
35 | Ἐκ τῶν καθ’ ἡμᾶς δυσπαθούντων ὀλβίων· | |
Ὅταν δέ τις ἄνθρωπος ἐκδὺς τὸν βίον Ῥιφῇ κατὰ γῆς καὶ γραφῇ προτύμβιος, Ἐνταῦθα ῥυθμοὶ καὶ τελευταῖοι κρότοι, Καὶ ψυχρὰ μισθώματα, παπαὶ τῆς τύχης! | ||
40 | Ἂν ζῶντα νεκρὸς καὶ μυδῶν ἔμπνουν τρέφῃ· Κᾂν ὁ στολισμὸς εὐπρεπής μοι τυγχάνοι, Τῆς πυρφόρου γῆς ἐστι καρπὸς ὃ βλέπεις, Εὔχρους μὲν ἐκτὸς, ἂν δὲ λαβών τις τέμῃ, Δεινὴν σποδιὰν ἐκφορῶν παραυτίκα· | |
45 | Τὰ γὰρ ὑπομνήματα τῆς ἁμαρτίας Ἐκ τῶν πονηρῶν ἱστορεῖται λειψάνων. Πλὴν, ὦ βασιλεῦ, συμπαθῶς δίδασκέ με Πῶς τῶν ἐπὶ γῆς πραγμάτων κινουμένων (Καὶ γὰρ ὅλως μόνιμον οὐδὲν ἐν βίῳ) | |
2.80(50) | Τὰ γοῦν ἀηδῆ ταῦτα νικᾷ τὴν φύσιν· Οὐ γὰρ φέρει κίνησιν ἡ τούτων στάσις. Νυνὶ δὲ πυροὺς τοῖς ἐμοῖς τέκνοις πρόες, Κλωθοῦς ἀγαθῆς ἐκτροπὰς ἀνατρέπων· Τὸ γὰρ ἐπεῖγον οὐκ ἔχει σοφίσματα. | |
2.81(t) | Εἰς τὸν δεσπότην. | |
1 | Τὸν ἀμπελῶνα χέρσον ὑπάρξαντά μοι Καὶ σφόδρα πυκνὸν ἐκ φυῆς πρωτοχρόνου Ἄγρωστις οἰστρήσασα δεινῶς ἐκθλίβει· | |
Προσίσταται γὰρ τοῖς σκαφεῦσιν εἰς βάθος | ||
5 | Πολυπλόκους ἔχουσα τὰς παρεκφύσεις· Καὶ τέμνεται μὲν ὑπὸ τῶν σκαφιδίων, Ὡς ἐξ ὑπαρχῆς τοῖς φυτοῖς ἐναντία· Ἐπαίρεται δὲ ταῖς τομαῖς αὖ καὶ βρύει, Τῶν ἀντιλαβῶν ταῖς γοναῖς ἡδρασμένη. | |
10 | Καὶ γὰρ ἔχει γόνατα, καμπὰς, ἐκτάσεις, Καλαμοειδῆ παραφυλλίδων σκέπην, Καὶ συνεχῆ σύνδεσμον εἰς βάσεις νέας. Σὺ γοῦν σταφυλὴ βασιλικῆς ἀμπέλου, Τοὺς δεσποτικοὺς εὐτυχοῦσα μαργάρους, | |
15 | Ὡς σφαιροειδεῖς καὶ καταλεύκους ῥάγας, Γενοῦ βοηθὸς τῇ χλιδῇ τῆς ἀμπέλου, Ἣν ἡ σοβὰς πόῤῥωθεν ὀργῶσα θλίβει, Καὶ τὴν πολυκέφαλον ὡς ὕδραν πόαν, Ἥρακλες ἡμῶν, τῇ χρυσῇ τέμνε σπάθῃ, | |
20 | Σκύμνε σταθηρὲ, δέσποτα στεφανίτα. | |
2.82(t) | Σεβαστῷ τῷ Πατρικιώτῃ. | |
1 | Ἐγὼ μὲν ὀκνῶ καὶ λαλεῖν τι καὶ γράφειν, Καὶ πρὸς τὰ συμβαίνοντα θαῤῥεῖν τοῖς λόγοις· Ἡ γὰρ τύχη πείθει με σιγῶντα στέγειν, Ὡς παῖδα νωθρὸν ἐμβριθὴς ἐπιστάτης. | |
5 | Αὐτὸς δὲ λαλεῖν κἂν σιγᾷς παροξύνεις, Ὡς ἡλίου δύναμις ἐν μεσημβρίᾳ Πτηνὸν σιωπῶν καὶ φιλόδροσον τέως. Ὁ μὲν γὰρ εἰς σὲ καὶ τὸ σὸν κάλλος βλέπων Καὶ τὴν λογικὴν ἐξ ἐπιστήμης χύσιν, | |
10 | Ἣ πάντα κινεῖ καὶ παρασύρει κρότον Ὡς εὔδρομος ῥοῦς τὰς ἀχυρώδεις ὕλας, Ἄφωνος ἰχθὺς εὐθέως καθίσταται. Ὁ δὲ πρὸς αὐτὸν σωφρονῶν σου τὸν τρόπον, ᾯ τὰς παλαιὰς ἐξεφαύλισας φύσεις, | |
15 | (Τὰς γὰρ καθ’ ἡμᾶς οὐδὲ μετρίως κρίνω) Πῶς ἂν ἔτι δύναιτο σιγῶν μὴ γράφειν; Καλεῖ σε λοιπὸν ὁ χρυσοῦς εὐεργέτης Ὁ Μυρέων πρόεδρος ὁ πτωχοτρόφος, Καλεῖ δι’ ἡμῶν τὴν φιλάνθρωπον φύσιν· | |
20 | Ὀπτούς γε μὴν ἥκιστα πυροὺς ἂν λάβοις, Οὐ γὰρ παρ’ ἡμῖν, οὐδ’ ἀπὸ γλεύκους δέπας, Ἀλλ’ οὐδ’ ὀπώρας, οὐδ’ ὅσα τραγήματα· Εἰ δ’ οὐκ ἀνεκτὸν, σύ γε τῆς χρείας γίνου, Καὶ πέμπε μοι φθὰς ἀργυρᾶν εὐκοσμίαν, | |
25 | Καὶ τῶν φιλῳδῶν ἐκπριῶ τοὺς εὐλάλους Κηροὺς ἐνεγκὼν εἰς τὸ πῦρ τῆς ἑσπέρας, Καὶ συμπανηγύριζε τῷ πνέοντί σε. | |
Σὺ μὲν γὰρ οὐ κέκληκας ἡμᾶς ἐξ ἔθους, Ἡμεῖς δὲ καλοῦμέν σε, κἂν φεύγειν θέλῃς, | ||
30 | Πανηγυρικὴ τοῖς ἐρασταῖς φαιδρότης. | |
2.83(t) | Τῷ αὐτῷ. | |
1 | Τὴν ἔντονον σὴν καὶ πολύζηλον φύσιν, Καὶ τὸν καθαρὸν καὶ φιλαλήθη τρόπον, Εἰδὼς ἔχω πόῤῥωθεν ἐξ ὧν εἰργάσω· Καὶ νῦν δὲ θαῤῥῶν εἰς τὸν ἑδραῖον πόθον | |
5 | Καὶ τὴν ἀνεκλάλητον εὐελπιστίαν, Ἣν αὐτὸς, ὦ κάλλιστε τῶν φίλων, δίδως Ἀναβεβηκὼς εἰς τὸ φάσμα τῆς τύχης, Καὶ πρὸς τὰ χαμαίζηλα σωφρόνως βλέπων Τὸν οἰκέτην πέπομφα τὸν μείρακά σοι· | |
10 | Καὶ πέμπε μοι δὴ τοὺς πυροὺς τοὺς δευτέρους, Καὶ τὸν χρυσοῦν στατῆρα καὶ τὸν ὀξίνην· Κἂν πάντα μὴ δοὺς φαυλίσῃς τὸν φίλτατον, Τοὺς γοῦν πυροὺς ἥδιστος ὀφθεὶς ἀπόδος· Τὰ γὰρ κατατρύχοντα τὴν φύσιν πλέον | |
15 | Οὐκ ἂν ἀγαθὰς τὰς ὑπερθέσεις ἔχοι· Ναὶ καθάπαξ ἄψευστε, ναὶ πῆξις λόγων, Καὶ βάθρον ἑστὼς ὑπὸ μοχλοῖς πρακτέων, Δεῖξον σεαυτὸν κατὰ τοὺς πρώτους τύπους, Οἷς ἡ φιλικὴ ζωγραφεῖ σε καρδία. | |
2.84(t) | Ῥαοὺλ τῷ ἐπὶ στρατοῦ. | |
1 | Τὴν ἐξ ὄνου μὲν ἵππον, ἐξ ἵππου δ’ ὄνον, Τὸ σύνθετον φρόντισμα, τὸν στεῖρον τόκον, Τὸ ποικίλον τέχνασμα τῆς ἀπληστίας, Τὸ ψυχρὸν ἀπόσφραγμα, τὴν δύσνουν φύσιν, | |
5 | Τὸν εἰς τὸ κοινὸν ὑστερόσπορον γόνον, Ὃν βελτίω κρίνουσι τοῦ φυτοσπόρου, Πέμπε πρὸς ἡμᾶς τοὺς ὑπερθέρμους φίλους, Ἥρακλες, Ἑρμῆ, τῆς Ἀθηνᾶς ὁπλίτα, Πρὸ τῆς μεγάλης ἧς ἔτυχες φύσεως, | |
10 | Καὶ τῶν πρὸς ἐχθροὺς τακτικῶν βουλευμάτων, Καὶ τῶν ἱκανῶν τῆς ἐπιστήμης λόγων, Οἷς σαυτὸν ὠλβίωσας ἁπάντων πλέον. Προσδεῖ γὰρ ἡμῖν εὐσθενοῦς μυλωθρίδος Εἰς τὴν ὁμαλῆ συντριβὴν τῶν ἀλφίτων, | |
15 | Ὡς ἂν ἅπαν βάρβαρον ἀθροίσας γένος Ἐν φασγάνου στόματι συντρίψῃς χύδην. | |
2.85(t) | Πρὸς τὸν Φιλανθρωπηνὸν τὸν πιγκέρνην. | |
1 | Σὺ μὲν, μυριόφθαλμε, λαμπρῶς ἀγχίνου, | |
Τὴν ἡμεδαπὴν τακτικῶς διατρέχεις· Καὶ γὰρ τόπου κάμνοντος ἀμβλυωπίαν Εἰς πραγμάτων ἤμειψας ὀξυδορκίαν, | ||
5 | Καὶ τοὺς φάγους ἤλασας ἐκ μέσου λύκους, Ἀφεὶς ἐπ’ αὐτοὺς τῶν φρενῶν τὴν σφενδόνην, Ὡς ἂν ὁ σηκὸς εὐπραγῇ τοῦ ποιμνίου. Μᾶλλον δὲ τῷ θρέψαντι καὶ πέμψαντί σε Φανεὶς ἀγαθὸς εἰς τὰ νῦν ἔργα σκύλαξ, | |
10 | Φρικταῖς ὑλακαῖς τὰς κλοπὰς ἐφαύλισας, Καὶ βαρβάρων ἔθελξας ἀγρίων φύσεις Τοῖς ἐμφύτοις κρούμασι τῆς εὐγλωττίας, Καὶ νεκρὸν ἐψύχωσας ἀνθρώπων γένος, Παλιμβίους χάριτας ἀφθόνως χέας· | |
15 | Καὶ δυσμάχου λέλυκας ἀνάγκης νέφος, Τὴν ἔμπυρον σὴν οὐχ ὑποστὰν αἰθρίαν, Ἐπεί περ ὡς φῶς εἰς τὸν αὐτόσε ζόφον Ὁ τοῦ κράτους ἥλιος ἐξήνεγκέ σε· Καὶ σὺ μὲν οὕτω ταῦτα καὶ κρείττω δράσεις, | |
20 | Εἴ πού τι μηδὲν ἐμποδὼν γένοιτό σοι· Ἔγνων σε γὰρ ἔγνων σε τῶν ἄλλων πλέον, Ἐκ τῶν πάλαι δήπουθεν ἀριστευμάτων· Ἐγὼ δὲ τυφθεὶς ὑπὸ τῆς φαύλης τύχης, Καὶ μηδ’ ἀναπνεῖν μηδὲ λαλεῖν ἰσχύων, | |
25 | Κεῖμαι, στρατηγὲ, καὶ θανατῶ καὶ στένω· Πλὴν παστάδας πήγνυμι τοῦ γένους χάριν, Καὶ νυμφίῳ ζεύγνυμι τὴν θυγατέρα, | |
Τὴν ἀπὸ φυῆς εὐγενῆ πρωτοσπόρου, Θεοῦ πρὸς ἡμᾶς εὐμενὲς δεδορκότος· | ||
30 | Καὶ δεῖ φίλων μάλιστα τῷ δεῦρο χρόνῳ Τῶν πραγμάτων πόῤῥωθεν ἐκζητουμένων, Μᾶλλον δὲ, φιλόπτωχε, τίς λόγος φίλων, Ἀλλ’ οὐκ ἀγαθῶν οὐδὲ συμπαθεστέρων; Τοὺς γὰρ φίλους ἤλεγξαν αἱ περιστάσεις. | |
35 | Εἰ γοῦν σεαυτῷ μοῖραν ἐντεῦθεν δίδως, Ὡς ἂν ἔχοις, κούφισε τὸν πένητά σου, Ἢ μικρὸν ἀπόδεσμον ἀφεὶς ἢ μέγαν, Ἢ σκεῦος ἢ ἔπιπλον εἰς εὐκοσμίαν· Πολυτελὴς γάρ ἐστιν ἡ σὴ καρδία, | |
40 | Καὶ πραγμάτων θάλαμος ὑπερκοσμίων, Καὶ Ξανθόπουλος ὁ χρυσοῦς οὗτος φίλος, Ὃν οἱ λόγοι μάλιστα συνδέουσί μοι, Διακομιστὴς ἀσφαλὴς ὢν τυγχάνοι, Γράμματα καὶ πράγματα συνθεὶς αὐτόθεν. | |
2.86(t) | Τῷ Ξανθοπούλῳ κυρῷ Θεοδώρῳ. | |
1 | Χιτῶνος ὀφθεὶς ἐνδεὴς καὶ διφθέρας Ἐν τῇδε τῇ νῦν τοῦ κρυμοῦ καταστάσει, Σοφὲ προμηθεῦ τῶν ἀναργύρων φίλων, Δέδοικα τὴν ἔμφυτον οὐ μάτην ζέσιν, | |
5 | Μήπως συναχθῇ πρὸς τὸ τῶν στέρνων βάθος, Καὶ τῷ χρόνῳ σύντηξιν ἡ κρᾶσις πάθῃ, Εἶτα στερηθῇ τῆς πνοῆς ἡ καρδία, Καὶ ζημιωθῇς φίλον οὐ φαῦλον τάχα. Περὶ μὲν οὖν χιτῶνος οὐ δεῖ μοι λόγων, | |
10 | Ἄλλος γὰρ ἂν ἔρανος αὐτὸν εἰσφέροι· Περὶ δὲ καινῆς ποτνιῶμαι διφθέρας, Ὡς ἂν τὸ ῥιγοῦν εὐπαθῇ μοι σαρκίον· Δεινὴ γάρ ἐστι τῶν τριχῶν ἡ θερμότης Τὰ ψυχρὰ καὶ δάκνοντα φαυλίζειν πάθη. | |
15 | Ὅλως γε μὴν ἄηθες οὐδέν τι δράσεις Ταύτην παρασχὼν ὁ χρυσοῦς μοι δεσπότης· Καὶ πρὶν γὰρ ἡμῶν ὑπεραλγήσας ἔχεις, Καὶ τοὺς ἐνοχλήσαντας ἀνεῖλες πόνους Ταῖς τῆς ἀγαθῆς δεξιᾶς χειρουργίαις. | |
20 | Εἰ δ’ οὐχ ὅλῃ θάλπειν με διφθέρᾳ θέλεις, (Οὐ γὰρ ἂν εἰς ἅπαντας ἀρκέσαις μόνος,) Τὸ γοῦν μέσον τίμημα τῆς ὅλης πρόες. Ποῖος γὰρ ὡς σὺ τόν τε καθόλου τρόπον, Καὶ τὴν πρὸς ἡμᾶς ἀπὸ τῶν ἔργων σχέσιν, | |
25 | Ἐκκλησίας ἔρεισμα, δογμάτων βάσις, Παίδευμα κοινὸν, κῆπε χαρίτων βρύων, Τῶν ἀρετῶν ὄχημα, τοῦ ζήλου θίβη, Μᾶλλον δὲ παντὸς ἄφθονε πτωχοτρόφε. | |
2.87(t) | Ἐπιτάφιοι. | |
1 | Λάβων ἀπαθὲς ἐκ χοὸς τὸ σαρκίον, Ἐμπαθὲς ἀπέδωκα τῇ γῇ τὸ χρέος· Πολλῷ δὲ τοῦ πρὶν ὀλβιώτερον πάλιν Ἕξω τὸ ληφθὲν ὑπὸ τῆς δανεισάσης. | |
2.88(t) | Εἰς τὸν προφήτην Ἡλίαν καθεύδοντα. | |
1 | Ἄνθρωπε, καθεύδοντα σαυτὸν εἰ βλέπεις, Ἀφυπνίσας βάδιζε τὸν πρόσω βίον· Ἵνα δὲ καὶ δύναμιν ἀρκοῦσαν λάβῃς, Τὴν πνευματικὴν ὡς ὁρᾷς βρῶσιν φάγε. | |
2.89(t) | Εἰς τὸν αὐτὸν τρεφόμενον ὑπὸ κόρακος. | |
1 | Κόραξ μοναχὲ, δεῦρο καὶ σκόπει τάδε, Καὶ πάντας ἁπλῶς εἰ δυνατὸν τοὺς ξένους Ἐν παντὶ καὶ βρώματι καὶ χρόνῳ τρέφε, Μή τις ἐν αὐτοῖς εὑρεθῇ καὶ Θεσβίτης. | |
2.90(t) | Εἰς τὸν προφήτην Μωσῆν λύοντα ἐκ ποδῶν τὸ ὑπόδημα. | |
1 | Τὸ τῶν παθῶν πέδιλον ὡς Μωσῆς λύων, Μυστηρίων ἄῤῥητος αὐτόπτης γίνου, Καὶ τῆς ἀρᾶς, ἄνθρωπε, τῶν βάτων μέσον Πῦρ ἐνθέου χάριτος ἀφλέκτως δέχου. | |
2.91(t) | Εἰς τὸν αὐτὸν, ὅτε ἀπέστρεψε τὸ πρόσωπον ἐνώπιον τοῦ θεοῦ. | |
1 | Μωσῆς θεοῦ πρόσωπον οὐκ ἔχει βλέπειν· Συστέλλεται γὰρ, σὺ δὲ μηδὲ τοῦ πέλας, Ἕως ἂν, ὦ βέλτιστε, καὶ πλάκας λάβῃς, | |
Καὶ Μωσαϊκῶς ἐξαμείψῃς τὰς φύσεις. | ||
2.92(t) | Εἰς τὸν αὐτοκράτορα. | |
1 | Ἔδει τὸ πᾶν, κράτιστε, Ῥωμαίων γένος, Ὅσον μερισθὲν πολλαχοῦ κατεσπάρη, Κοινῇ συνελθὸν εὐλογεῖν σου τὴν φύσιν, Καὶ μυρίους ἄνωθεν αἰτεῖσθαι χρόνους, | |
5 | Ἐφ’ οἷς τὸ σεπτὸν ἐκτενεῖς μᾶλλον κράτος, Ἢ τοὺς ἑκάστῃ τῶν φυλῶν ὡρισμένους Εἰς τὸν σὸν εἰ δύναιτο συλλέγειν βίον· Εἰ μὲν γὰρ ὡς ἄνθρωπος ηὐτύχεις μόνον, Ἦν ἄν τις ἐν σοὶ καὶ τροπῆς ὑποψία· | |
10 | Τὴν σύνθεσιν γὰρ ἡ διάστασις λύει, Καὶ τῆς ὕλης ἔλεγχος ὁ χρόνος ῥέων· Ἐπεὶ δὲ νικᾷς τὴν κινουμένην φύσιν, Πῶς οὐ θεμιτὸν, πῶς δὲ μὴ πάνυ πρέπον Ἑστῶτά σε ζῆν εἰς τὸν ἄστατον βίον, | |
15 | Καὶ τὴν ὕλην ἄῤῥευστον ἐν σοὶ τυγχάνειν, Ὡς ἂν μένῃς ἄτρεπτος ἡβῶν τῷ χρόνῳ, Καὶ πρὸς τὰ τοῦ σώματος ἀντέχῃς πάθη, Κοινῆς ὀφειλῆς ἐκφυγὼν προθεσμίαν; Τὰ γὰρ κατά σε πάντα φαυλίζει κρότον, | |
20 | Κἂν ὡς ποταμὸς ἀπὸ τῆς τέχνης ῥέῃ, Κἂν πῦρ ἐπ’ αὐτοῖς ὁστισοῦν τύχῃ πνέων, Οἷον θέμις, φρόνησις, ἁγνεία, σθένος, Ὄψις, λαλιὰ, βῆμα, καθέδρα, στάσις, Ἀναδρομὴ σώματος, ὀξύτης, κρίσις, | |
25 | Εὐωχία ξύμμετρος, ἐν ζυγοῖς πόσις, Ὕπνος δοκῶν δήπουθεν, ἀγῶνες, λόγοι, | |
Νόμοι, πόλεις, χρήματα καὶ στρατεύματα, Δι’ ὧν ἀτεχνῶς εὐπραγεῖ σου τὸ κράτος, Ὡς πνεῦμα καὶ φῶς εἰς τὸ πᾶν τόδε τρέχον. | ||
30 | Ἀλλὰ σὺ μὲν, κράτιστε, δεικνὺς τὴν φύσιν Ἤλγεις πρὸ μικροῦ μὴ κριθῇς καί τι πλέον· Μείζων γὰρ ἐνσκήψασα τοῖς ἔνδον ζέσις Ἀνώμαλον τὴν ἕξιν εἰργάσατό σοι· Κυκώμενον δὲ πᾶν τὸ Ῥωμαίων γένος | |
35 | Ὡς ἀπὸ συνθήματος ἐκραδαίνετο· Τῆς γὰρ κεφαλῆς ἐκτιναχθὲν τὸ θλίβον Ἕκαστον ἁπλῶς τῶν μερῶν ἐπυρπόλει· Καὶ τῆς ἑορτῆς ἡ κρατίστη φαιδρότης Σκυθρωπότητος εἶχε κοινῆς ἐμφάσεις. | |
40 | Ἐγὼ δὲ τὸ ζῆν τοῦ θανεῖν χεῖρον κρίνων, Ἠγωνίων, ἤσχαλλον, ἐξετηκόμην, Ἕως τὸ σὸν πρόσωπον ἰδὼν ἀσμένως Εἰς τοὺς παρόντας ἦλθον εὐτόλμως λόγους. Πρὶν οὖν παρελθεῖν καὶ ῥυῆναι τὴν κτίσιν, | |
45 | Καὶ συμπαρελθεῖν τὸ βροτῶν ἅπαν γένος, Παντὸς πάθους ἄγευστος ὀχλοῦντος μένοις, Καὶ μηδὲ σὴν δήπουθεν ἐκτρίψαι τρίχα Τὸ φθαρτικὸν, κράτιστε, τοῦ χρόνου θράσος· Σοῦ γὰρ ἄνευ ζῆν οὐδαμῶς ἄν τις θέλοι, | |
2.92(50) | Τύχης τοσοῦτο καὶ φρενῶν χύμα βλέπων. | |
2.93(t) | Εἰς τὸν αὐτόν. | |
1 | Θεοστεφὲς κράτιστε καὶ πρὸ τοῦ στέφους, | |
Γράφοντι μὴ γράφοντι συγγίνωσκέ μοι· Τοῖς γὰρ ἁμαρτήμασι τῶν ὑπηκόων Ἡ σὴ φυσικῶς ἀντίκειται χρηστότης· | ||
5 | Οὐ πείθομαι ζῆν, εἴ γε μὴ πνέοιμί σε, Τὸν εὐγενῆ σωτῆρα τῆς οἰκουμένης, Οὐδ’ εὔχομαι πνεῖν, εἴ γε μὴ βλέποιμί σε, Τὸν ζωτικὸν ζωστῆρα τῆς κραταρχίας· Ἂν λειποθυμῶ, σὺ δ’ ἀναλάμβανέ με, | |
10 | Καὶ γὰρ τὸ σὸν πρόσωπον ὡς ῥόδον βρύει. Αἲ καρδιαλγῶ· ποῦ Γαληνὸς ἐνθάδε, Χριστοῦ μιμητὰ τοῦ περὶ πάντας πρᾴου; Διψῶ, βασιλεῦ, καὶ περικέχηνά σε, Καὶ τὴν ἀναψύχουσαν αἰτῶ σου δρόσον· | |
15 | Ἥλιε τῆς γῆς, θάλπε καὶ φώτιζέ με Καὶ τοῦ κρύους ἔξελκε τῆς Βυζαντίδος, Γραφῆς ἐρυθρᾶς ἀῤῥαγῆ τείνας βρόχον. Τοῖς μὲν γὰρ εὖ πράττουσιν ἡ πόλις πόλις· Ἐμοὶ δ’ Ἐριννύς· ῥῦστα, μὴ μέλλε πλέον, | |
20 | Σβέσον τὸ πῦρ, κοίμισον ὀφθεὶς τὴν ζάλην, Λύσον τὸ βαθὺ τῆς ἐμῆς τύχης νέφος, Ἡ βασιλικὴ πανταχοῦ γῆς αἰθρία, Γλῶτταν δὲ σιγήσασαν ἐξ ἀθυμίας Μεθαρμόσας τράνωσον εἰς νέους κρότους. | |
25 | Εἰ γὰρ πρὸς ἐχθροὺς εὐτρεπίσῃ δυσμάχους, Καὶ γῆν ἐπελθεῖν ἀξιοῖς ἀλλοτρίαν, Βασιλέων Ἥρακλες αἰθεροδρόμε, | |
Δεῖ τάχα κἀμὲ παρομαρτοῦντα βλέπειν, Ἐπεί σε λαμπρῶς ἀντιτάξω τῷ χρόνῳ | ||
30 | Καλαμίνῳ δόρακι βαλὼν τὸν φθόνον. | |
2.94(t) | Τῇ θεομήτορι. | |
1 | Τέκνῳ τελευτήσαντι μητρὸς ἀθλίας, Εὔσπλαγχνε, σεμνὴ, λύσιν αἰτοῦ πταισμάτων· Σὺ γὰρ μόνη σώζουσα κοινῇ τὴν φύσιν Ἁμαρτίας ἄγευστον ἐκτήσω τόκον. | |
5 | Ὃν ζῶντα, σεμνὴ, σοὶ παρεσχόμην, κόρη, Τοῦτον κομίσω καὶ τελευτήσαντά σοι· Ἑτοίμασον γοῦν τὴν Ἐδὲμ τῷ φιλτάτῳ Πρὸ τῆς γαμικῆς ἁρπαγέντι παστάδος. | |
2.95(t) | Πρὸς τὸν αὐτοκράτορα. | |
1 | Οὐδέν τι κοινὸν πρὸς τὸ πᾶν ἔχεις γένος, Οὐ τὸ προτεχθὲν καὶ τελευτῆσαν μόνον, Ἀλλ’ ὃ βλέπει, κράτιστε, καὶ ζῶν ὁ χρόνος, Ὡς μηδὲ τοὺς νῦν μηδὲ τοὺς πάλαι κρότους, | |
5 | Ὅσους τὸ πᾶν ἐξεῦρε τῆς τέχνης κράτος, Εἶναι δυνατοὺς καὶ τὸ σὸν μέλπειν κράτος· Εἰ μὲν γὰρ εἰς φρόνησιν ἀκμάζοντί σοι Καὶ σωφροσύνη μὴ προσῆν, μηδ’ ἀνδρία, Μηδὲ στύγος θέμιδος εἰς τὰ πρακτέα, | |
10 | Τάχα τις ἂν ὕμνος σε θαρσῶν ἐκρότει· Ἐπεὶ δὲ σαυτῷ πάντα συγκλείσας ἔχεις, Ὄγκον δὲ τῶνδ’ ἕκαστον οὐ φαῦλον φέρει, | |
Πῶς οὐκ ἂν οἱ γράφοντες αἰσχύνοιντό σε, Τὸν τῆς καθ’ ἡμᾶς ῥητορικῆς βελτίω; | ||
15 | Πλὴν ἡ σιωπὴ συσκιάσει τὸν πόθον, Κρότος δὲ πᾶς ἔνδειξιν εὐνοίας ἔχει· Εἰσπράττεται δ’ οὖν καὶ τὰ λεπτὰ πολλάκις Ὁ τὸν βαρυτάλαντον ἀθροίσων φόρον. Μέχρι μὲν οὖν ἤμελγες ἐκ στέρνων γάλα, | |
20 | Καὶ τὴν τύχην ἔκρυπτες ἐν τοῖς σπαργάνοις, Ὦ καὶ λεόντων σκύμνε, καὶ σκύμνων λέον, Τὴν τοῦ κράτους ὕπαρξιν ἐσκιαγράφεις Ἐκ τῶν ἀμυδρῶν τοῦ προσώπου συμβόλων· Ἐπεὶ δὲ καὶ παῖς τὸ χρυσοῦν ὤφθη βρέφος, | |
25 | Τὰς ἐμφύτους χάριτας ἐτράνους ἔτι, Καὶ ταῖς ἐρυγαῖς τῆς μεγαλοφυΐας Τῶν παιδαγωγῶν τὸν φορυτὸν ἐπτόεις· Ἔπειτα δὲ προὔκυπτες εἰς μείζω χρόνον, Ὡς πτόρθος ἡδὺς εὐφυῶς ἀνατρέχων, | |
30 | Καὶ τῷ μὲν αὐτάνακτι πατρὶ συμπνέων Ἔπραττες ἃ χρῆν καὶ συναντελαμβάνου· Τῶν γὰρ φυσικῶν οὐκ ἀπεσκίρτας νόμων, Ἀλλὰ σὺ μὲν ξύμπαντος ἐκράτεις γένους, Σοῦ δ’ ἦρχεν αὐτὸς, μὴ νοθευθῇ τὸ κράτος, | |
35 | Μηδ’ ἐκκυλισθῇ τῆς κορυφῆς τὸ στέφος, Ὃ Χριστὸς ἐσφαίρωσε καὶ προὔτεινέ σοι. Καὶ μὴν ὅτε ζάλη τις ἡμᾶς ἐθρόει, Τῆς ἐκ νότου λαίλαπος ἀντιπνευσάσης, Ἔδειξας ὡς δεῖ τῶν δεδογμένων χάριν | |
40 | Θεὸν προτιμᾶν καὶ τύχης καὶ φύσεως. Γυμναστικῆς δὲ τῷ βίῳ προκειμένης, Ἐπεὶ βάσανός ἐστιν ἀλκῆς τοῖς νέοις, Ὡς ἂν τὸν ἀτμὸν τῶν χυμῶν καθειργμένον Ἡ τῶν πόρων χαύνωσις ἐξάγῃ ῥύδην, | |
45 | Καὶ τοῦ καταφράττοντος ὀργῶντος χρόνου Πρὸς τὰς μάχας εὔτεχνος ἡ φύσις μένοι, Ἵππον μὲν ἐῤῥύθμιζες ἐκ τῶν ἰσχίων, Τὸ σφίγμα χαυνῶν καὶ τὸ μὴ σφίγγων πάλιν, Καὶ ταῖς ἀγωγαῖς τὰς ῥοπὰς ἀπευθύνων· | |
2.95(50) | Εἶχες δὲ τοῖς ἅλμασι τὰς κνήμας βάσεις, Μὴ παρενεχθῇ τῆς φορᾶς ἡ γοργότης. Ἄγχων δὲ πᾶν σκίρτημα κατεῖργες πρᾴως, Καὶ τοὺς ῥυτῆρας ἦγες ἀπταίστῳ δρόμῳ· Σφαῖραν δὲ παρήμειβες ὀξυχειρίᾳ, | |
55 | Καὶ μήτε ῥιπτεῖν μήτε κατέχειν θέλων, Τοῖς ἐκτιναγμοῖς τὴν στροφὴν παρεκράτεις. Ἡ σφαῖρά σοι δὲ τὰς ῥοπὰς ἐκαρτέρει, Καὶ τοῖς ἑλιγμοῖς τῆς ἀεικινησίας Ἔκλεπτεν εἰς πλόκανον ἡ χεὶρ τὰς βάσεις, | |
60 | Κἀν τοῖς ἀναπαύμασι τῶν κάτω δρόμων, | |
Κἀν τοῖς ῥιπισμοῖς τῶν παρευθὺς ἀνόδων, Κἀν ταῖς κρεμασταῖς ἁρπαγαῖς τῶν ἐξόδων Μὴ παρασυρῇ καὶ κατὰ γῆς ὁ δρόμος, Ἦν ἀντίχειρ ὁ κύκλος ἐνδεῶς ἔχων· | ||
65 | Εἷλκες δὲ νευρὰν τοξικῆς εὐρωστίας, Τὸ καθάπαξ ἄφυκτον ἐντείνων βέλος, Καὶ κατὰ θηρῶν καὶ πετεινῶν ηὐστόχεις, Ὡς ἄλλος οὐδεὶς οὐδαμοῦ γῆς τοξότης· Τὴν μὲν γὰρ εὐώνυμον ἐστηριγμένην, | |
70 | Τὴν δ’ αὖ γε λοιπὴν εἰς τὸ συνέλκειν φέρων, Καὶ μέχρις ἀκμῆς εὐσθενῆ δρῶν τὴν τάσιν, Τὸ λαμπρὸν ἠκόντιζες εὐσκόπως βέλος· Οὗ τὸ πτερὸν φρικῶδες εὐθὺς ἐκτύπει Τὸν ἀέρα πλήττοντος ἐκτόπῳ ῥύμῃ. | |
75 | Πάλης δὲ καιρὸς οὐ προσεσπούδαστό σοι· Ποῖος γὰρ ἂν ἦν εἰς τοσοῦτον αὐθάδης, Ὅσον βασιλεῖ συμβαλεῖν παγκοσμίῳ, Καὶ πῦρ ἐνεγκεῖν ὑπὸ γυμνῷ σαρκίῳ, Μᾶλλον δὲ σαρκὸς οὐρανοδρόμου θίγειν, | |
80 | Εἰ μὴ θανατῶν πρὸς τὸ πᾶν ἐδυσφόρει; Καὶ μὴν ὅσην τέτευχεν εὐαρμοστίαν Τοῖς καθόλου σφίγμασιν ἡ πλάστις φύσις, Ὡς εὐδοκιμεῖν καὶ κατ’ αὐτὸ δὴ τόδε, Τὴν σὴν, βασιλεῦ, παντοδαπὴν ἀνδρίαν | |
85 | Ἔδειξε σαφῶς ἡ περὶ τἄλλα σχέσις, Ἕως ἀπ’ αὐτῶν μέμψις οὐκ ἦν τῷ χρόνῳ· Τὸ γὰρ φέρειν θώρακα καὶ δόρυ στέγειν Ἐν τῇ κατὰ πρόσωπον ἱππηλασίᾳ Ῥᾷστον παρά σοι καὶ πρὸ τῆς ἡλικίας· | |
90 | Ἔκλας δὲ πᾶν ἔνικμον ἢ κραῦρον ξύλον, Ὡς κάρφος οὐδεὶς οὐδὲ καλάμην θέρους· Ἀφ’ οὗ δ’ ὁ πατὴρ τὸν βαρὺν χοῦν ἐξέδυ Τῶν βασιλικῶν ἀπαναστὰς φροντίδων, Σὺ τοῦ κράτους ἄγρυπνος εὑρέθης φύλαξ· | |
95 | Καὶ πρῶτα μὲν τὸ σχῆμα τῆς ἐκκλησίας Εἰς τὴν ἀκατάσειστον ἑδράσας βάσιν, Καὶ πᾶσαν αὐτῇ συμβαλὼν ἀποσπάδα, Καὶ τοῦτ’ ἀπαρχὴν τῷ θεῷ δοὺς τοῦ κράτους, Εἶτα προχωρεῖς εἰς τὰ λοιπὰ τῆς τύχης, | |
2.95(100) | Καὶ τῶν μὲν ἐθνῶν τὰς παρατάξεις λύεις, Στρατευμάτων ἄπειρον ἰσχὺν συλλέγων· Καὶ τὸ ξίφος πρόκωπον εἰς πάντας φέρων, Οὓς εἶδεν ἐχθροὺς ὁ δρομεὺς τότε χρόνος, Τῷ δὲ κράτει σχοίνισμα τὰς πράξεις δίδως | |
105 | Αἷς βαρβάρων ᾕρηκας ἀρχισατράπας, Καὶ πᾶσαν ἁπλῶς δυσμενῶν ὁμαιχμίαν, Ὡς ἄχρις Ἰνδῶν καὶ Σκυθῶν καὶ Περσίδος Καὶ γῆς Ἰταλῶν καὶ Μυσῶν πολυσπόρων, Τὴν σὴν διελθεῖν εὐχερῶς κραταρχίαν· | |
110 | Ποῖος γὰρ οὐκ ἔγνω σε πορθμὸς δεσπότην; Ἢ τίς ὅλως ἤπειρος ἐκπέφευγέ σε; Καὶ μαρτυρεῖ θάλασσα καὶ γῆ τὰς νίκας, Ὅσας βραχὺς ἔστησε τῷ κράτει χρόνος· Ὡς πῦρ γὰρ εὐθὺς ἐκ νεφῶν διῃρμένον, | |
115 | Ἐφαίδρυνας μὲν τὴν φυὴν τῶν ἐμφρόνων, | |
Εὐεργεσιῶν δαψιλῆ φῶτα βλύσας· Ἐξίκμασας δὲ τὴν σπορὰν τῶν ἀφρόνων, Ὀργῆς ἐπ’ αὐτοὺς δραστικῆς πνεύσας φλόγα. Εἶχες δὲ κέντρον τῇ ψυχῇ πεπηγμένον, | ||
120 | Αὐτοκράτορ μέγιστε, τὸν θεῖον φόβον, Εὔκυκλον ἱστῶν τὴν στροφὴν τῶν πραγμάτων. Ἐπεὶ δ’ ὁ βαρὺς τῶν κακῶν ᾔρθη κλύδων, Καὶ θυμὸς ἐκλόνησε τὴν γῆν ὑψόθεν, Καὶ συντριβῆς χάλασα κοινῆς ἐῤῥάγη, | |
125 | Καὶ πῦρ καθ’ ἡμῶν ἐξετινάχθη βρέμον, Ἐκοίμισας μὲν τὴν κατασχοῦσαν ζάλην, Καὶ τὸ σκάφος σέσωκας ἐν χρῷ κινδύνου· Ἐξήγαγες δὲ τὸν θορυβοῦντα κλόνον, Στεῤῥὰν τετευχὼς τῷ θεῷ τὴν ἐλπίδα· | |
130 | Τῆς δὲ τρίτης ἔστησας ὀργῆς τὴν ῥύμην, Ἀποκρύφοις δάκρυσι τὴν φλόγα σβέσας. Εἰ μὴ γὰρ αὐτὸς ἀντὶ πάντων εἷς μένων Τὸν δεσπότην ἔπειθες οἰκτείρειν πάλιν, Ποῦ κόσμος ἂν ἦν; ποῦ δὲ Ῥωμαίων γένη; | |
135 | Ποῦ δὲ στρατηγοί; ποῦ δὲ τὸ κράτος τόδε; Νυνὶ δὲ σὴν δήπουθεν ὁ χρίσας χάριν Τείνων τὸ τόξον ἐκλύει τὸ σύντονον, Κἀν τῷ ταραχθῆναί σε τὸν δοῦλον μόνον Ἐκεῖνον ἀφεὶς τοὺς ἐν ὀργῇ κινδύνους | |
140 | Εὐσπλαγχνίας δίδωσι μισθοὺς ἐμφύτου. Τὸν κοινὸν οὖν φύλακα τίς μέλψει κρότος, | |
Μᾶλλον δὲ τὸν σωτῆρα τοῦ παντὸς γένους; (Ἐβάστασας γὰρ τὰς ἐπελθούσας νόσους Ἑκὼν ὑποσχὼν ὁ πραῢς τὸν αὐχένα·) | ||
145 | Πῶς ἂν λόγων δύναιτο σεμνύνειν κράτος; Ὁ γοῦν ἐπαινῶν τὴν Σολομῶντος φύσιν Σὲ μᾶλλον αὐτοῦ μὴ φθονῶν θαυμαζέτω· Σὺ γὰρ, βασιλεῦ, καὶ Σολομῶντος πλέον, Ὡς καὶ βασιλεῖς, οὐ βασιλίδας μόνον, | |
2.95(150) | Εὐγλωττίας πόῤῥωθεν ἑλκύσας βρόχοις· Καὶ πᾶν δέ σου τέθηπε τὴν φύσιν γένος, Ὡς ἀέρος κίνησιν, ὡς φωτὸς χύσιν, Ὡς ἡλίου δύναμιν, ὡς πῦρ, ὡς ὕδωρ· Φρονήσεως γὰρ ἀσφαλεῖ δόξῃ βρύεις, | |
155 | Καὶ καρδίας χύματι κοσμεῖς τὸ κράτος. Κἂν οὐδὲ ταῦτ’ ἦν ὑπὲρ ἀνθρώπου φύσιν, Ἀλλὰ τό γε πρόσωπον ἀπόχρη βλέπειν· Ποῖον γὰρ ἂν ἔτερψε λειμῶνος ῥόδον Ἢ λωτὸς ἢ νέκταρος ὡς τοῦτο δρόσος; | |
160 | Αἲ λειποθυμῶ, καὶ σὺν ἐκπλήξει βλέπω Τοσοῦτον ἔργον βασιλικῆς φύσεως· Οὐ δύναμαι γὰρ οὐδ’ ὁπωσοῦν τι κρίνειν, Ἀλλὰ παρευθὺς καρδιώττω καὶ τρέμω· Καὶ τὰς κόρας ἄῤῥητος ἀμβλύνει γνόφος, | |
165 | Ὡς ἡλίου βάσανος ἐν μεσημβρίᾳ. Ὅταν δέ σου, κράτιστε, τὰς χεῖρας βλέπω, Καὶ τάσδε φειδοῖ καὶ μετ’ αἰδοῦς καὶ φρίκης Ἐπηλυγασθεὶς εἰς τὸ τοῦ δήμου κνέφας, Τοὺς μὲν χορηγοὺς τῶν ἀγαθῶν δακτύλους | |
170 | Κοσμοτρόφου γάλακτος ἐκβλύσεις κρίνω, Τὸ δ’ ἄλλο πᾶν κρύσταλλον εἰς ξένην ζέσιν, Ἐπεὶ τὸ λευκὸν πορφυροῦσιν αἱ φλέβες, Καὶ φωτοειδῆ τινα κιρνῶσι χρόαν. Ὢ πῶς, βασιλεῦ, καὶ τὸ τῶν λόγων σθένος | |
175 | Αἱ προσχύσεις κρύπτουσι τῶν χαρισμάτων! Τοὺς γὰρ βασιλεύσαντας ἐκ πλείστου χρόνου, Καὶ τὴν τύχην δείξαντας ἐκ τῶν πρακτέων, Ἡ σὴ φύσις τίθησι πιθήκους μίμους, Λέον πρὸς αὐτοὺς, εἰ παραβάλλοιντό σοι | |
180 | Κατὰ τὸν ἁρμόζοντα τοῖς κρότοις νόμον. Ἀλλ’, ὦ βασιλεῦ, τῆς ἐμῆς γλώττης χάρις, Μᾶλλον δὲ φῶς ἄδυτον ἐν τῇ καρδίᾳ, Κἀν τῷ χρόνῳ ξύμπαντας ἀνθρώπους νίκα, Καὶ χρῶ σεαυτῷ κατὰ τῆς φαύλης τύχης, | |
185 | Ὑφ’ ἧς ἀπαχθεὶς οὐδ’ ἀναπνεῖν ἰσχύω· Καὶ ζῆθι λαμπρῶς εἰς τὰ σεμνὰ τῆς τύχης· Ζωὴ γὰρ ἡ σὴ τοῦ τὸ πᾶν ζῆν αἰτία· Ναὶ μηδενὶ γένοιτο τῶν ὑπὸ χρόνον Βιοῦν ἄτερ σου τῆς ψυχῆς τῶν πραγμάτων· | |
190 | Ἕως δ’ ἂν ἡ σύμπασα τυγχάνοι κτίσις Τῷ τοῦ βίου σχήματι συντεθειμένη, Παντὸς πάθους ἄγευστος ὀχλοῦντος μένοις, Κἂν πάντα ῥυῇ τῆς φθορᾶς τῇ συγχύσει, Τῆς παραγωγῆς ταῖς γοναῖς πεπαυμένης, | |
195 | Σοῦ δὴ μόνου, κράτιστε, μὴ θίγοι φθίσις· Ἐγὼ δέ σοι προὔθηκα τοὺς δεῦρο κρότους, Φράσαι μὲν ἰσχύσαντας οὐδέν τι πρέπον, | |
Γνώρισμα δ’ οὖν ἔχοντας εὐνοίας μέγα· Ὃ γὰρ ἀπ’ ἀρχῆς εἶπον εὐθὺς τῶν λόγων, | ||
2.95(200) | Οὐδέν τι κοινὸν πρὸς τὸ πᾶν ἔχεις γένος. | |
2.96(t) | Πρός τινα Πόθον λεγόμενον. | |
1 | Ἰδοὺ παρ’ ἡμῖν ἀπὸ λαμπρᾶς τῆς τύχης Καὶ παστάδες καὶ δεῖπνα καὶ πανηγύρεις. Εἰς γὰρ ἔφηβόν τινα τῶν δεῦρο ξένων Γραῦς ἦλθε νυκτὸς, Ἀφροδίτη μὴ φθόνει, | |
5 | Καὶ τοῖς νόθοις κρύψασα τὴν σχέσιν γάμοις Νῦν φανεροῖ τὸ δρᾶμα καὶ ζητεῖ γάμους, Οὓς οἱ νόμοι κρίνουσιν ἀσφαλεστέρους· Ἐγὼ μὲν οὖν πήγνυμι τῷ τούτων βίῳ Νυμφῶνα καινὸν εὐγενεῖς δρῶν τοὺς τόκους· | |
10 | Ὄψον δὲ τοῖς ἔρωσι τοῖς ἀποκρύφοις, Ὃς ἂν μένοι γνώρισμα λοιπὸν τῷ χρόνῳ, Αἰνιγματωδῶς τράγον αὐτὸς εἰσφέρω, Καὶ ποικίλοις κέρασι κλεψιγαμίας Ἵστημι τὸν θάλαμον ἀμφοῖν τὸν μέγαν, | |
15 | Σὺ δ’ εὐθὺς αὐτόκλητος ἐνθάδε τρέχων Ἅρπασε μισθοὺς ὁ χρυσοῦς ὄντως Πόθος, Καὶ τοὺς φίλους δείπνιζε καὶ νυμφοστόλει, | |
Κριὸν παρασχὼν ὃν πρὸ τῶν λέκτρων θύσω· Μᾶλλον δὲ καλλώπιζε τὴν συναυλίαν, | ||
20 | Κοινοὺς φέρων, ὅ φασι, τοῖς γάμοις ἅλας. | |
2.97(t) | Ἐπιτάφιοι. | |
1 | Ἀλλ’ οὐδὲ Παχώμιος, ὦ γῆ καὶ χρόνε, Παχώμιος τὸ θαῦμα τῶν Δωριέων, Τὸ κοινὸν ἐκπέφευγε τῇ φύσει χρέος· Εἰσπράττεται γὰρ καὶ τὸ ληφθὲν ἐκτίνει | |
5 | Μετὰ τόκου μάλιστα τῶν πεπραγμένων, Ὃς ἀπὸ θηλῆς τῷ θεῷ δοὺς τὸν βίον, Καὶ ταῖς ἀγωγαῖς τὸν Σατὰν καταισχύνας, Μετὰ παρακμὴν τοῦτον οἰκεῖ τὸν λίθον· Μᾶλλον δὲ τὸν θύλακον ἐκδὺς ἐνθάδε | |
10 | Πρὸς οὐρανοὺς ἐκεῖνος ἀνέπτη, ξένε, Καὶ παρὰ τοῦ βλέποντος εἰς τὰς καρδίας Τὴν τῶν πόνων εἴληφεν ἀντιμισθίαν· Σὺ δὲ βλέπων θαύμασε τὰς δεῦρο κτίσεις, Ἃς αὐτὸς ὠργάνωσεν ἐκ γῆς πυθμένων | |
15 | Τῷ δημιουργήσαντι κοινῇ τὴν κτίσιν, Ἀλλὰ παρεὶς ἅπαντα παπαὶ τῷ χρόνῳ Καὶ τῆς τιμῆς τὸν ὄγκον ὡς οὐδὲν πλέον (Ἦν γὰρ περιὼν πρωτοσύγκελλος μέγας) Ἀπῆλθε γυμνὸς τῆς ὑποσπώσης ὕλης· | |
20 | Δοκεῖ δὲ σιγῶν ἡσυχῆ λέγειν τάδε· | |
Ὅστις ἂν ᾖς, ἄνθρωπε, τὸν τάφον σκόπει, Καὶ τοῦ βίου μάνθανε τὴν ἀπιστίαν, Τὸν Βροντοχίου δεῦρο νεκρόν με βλέπων· Ὃς πᾶν ἀγεννὲς πεπραχὼς φεῦ τῷ χρόνῳ | ||
25 | Κεῖμαι καλυφθεὶς, φροντιεῖ μου δ’ οὖν πάλιν Ὁ ζῶν ἰατρὸς τῆς ἀποκρύφου νόσου. | |
2.98(t) | Εἰς τὸν ξενῶνα πρωτοστράτορος τοῦ Γλαβᾶ. | |
1 | Τὴν καταγωγὴν τῶν ἐπινόσων, ξένε, Ἣν ὡς ἀλεξίκακον ἐνθάδε βλέπεις, Πάλαι μὲν ὑπέθηκεν ὁ πρωτοστράτωρ Εὐσπλαγχνίας πένησιν ἑδράσας βάσεις· | |
5 | Πρωτοστράτωρ ἐκεῖνος, ὦ γῆ καὶ χρόνε, Τῆς φύσεως ὁ κόσμος, ἡ κοινὴ χάρις· Γλαβᾶς ὁ λαμπρὸς τὴν φυὴν καὶ τὴν τύχην Οὗ τὴν σπάθην ἔφριξε πᾶν δύσνουν γένος. Ἡ σύζυγος δὲ καὶ τρυγὼν ἡ κοσμία | |
10 | Κομνηνοφυὴς ἡ Παλαιολογίνα, Ἡ χαρίτων γέμουσα παντοίων φύσις, Ἡ δραστικὴ φρόνησις, ὁ πρᾷος τρόπος, Ἡ συμπαθὴς μάλιστα καὶ πτωχοτρόφος, Τοῦ συννόμου στέργουσα καὶ τὰς ἐμφάσεις | |
15 | Καὶ τοὺς ἀμυδροὺς ἐν τελευταίοις λόγους Εἰς ἁβρὰν ὠργάνωσεν εὐαρμοστίαν· Οὐ γὰρ ἓν εἰσήνεγκε τῶν δηναρίων, Οὐδ’ οἶνον, οὐδ’ ἔλαιον, οὐδ’ οἶκτον μόνον· Ἀλλ’ οὐδ’ ἑνὸς δήπουθεν ἀλγοῦντος χάριν, | |
20 | Οὐδ’ εἰς τὸ λοιπὸν ἐλπίσασα τοῦ χρόνου, | |
Τὸ παρὸν ἐξέλυσε τῆς εὐσπλαγχνίας, (Ὅ φησι Χριστὸς παιδαγωγῶν τὸν βίον, Καὶ πρὸς τὸ φιλάνθρωπον ἡμᾶς ὀτρύνων, Ὃς τὰς νόσους ἤνεγκε τὰς παγκοσμίους,) | ||
25 | Ὅλον δὲ συνήγαγε μικροῦ τὸν βίον, Ἂν ᾖ δυνατὸν, εἰς τὸ πᾶν κάμνον γένος, Ἵστησι λοιπὸν τὸ πρυτανεῖον τόδε, Πολυτρόπους νείμασα ταῖς χρείαις πόρους Ὡς ἂν ἀγαθῇ συμπαραμένοι τύχῃ, | |
30 | Καὶ τῶν περιττῶν μὴ σπανίζοι τῷ χρόνῳ· Ἐνίδρυται δὲ τῇ φιλοξένῳ στέγῃ Ὁ παρθενικὸς τοῦ θεανθρώπου θρόνος, Ὃν ἀγγέλων, βέλτιστε, κυκλοῦσι τρόπον Οἱ μυστικοὶ σωτῆρες οὓς δεῦρο βλέπεις· | |
35 | Ὁ γὰρ ἰατρὸς τῶν ψυχῶν καὶ δεσπότης, Ὃς καὶ πάθη τρύχοντα σωμάτων λύει, Καὶ τῶν ὀδυνῶν τὰς λαβὰς ἀνατρέπει, Σωτηρίας φάρμακα μιγνὺς ἀφθόνου, Κἀν τοῖς τύποις πάρεστι καὶ βλέπει τάδε· | |
40 | Σκοπεῖν γὰρ εἰκὸς τὸν βραβευτὴν τὸν μέγαν, Μή πού τις ἢ ῥάθυμος ἢ κλὼψ ἐνθάδε, Μηδ’ αὐθάδης ἄνθρωπος ἐξ ἀσπλαγχνίας Πρὸς τοὺς ταπεινοὺς καὶ παραλελυμένους· Ἄλλως δ’ ἂν οὐκ ἄμισθος ἡ πρᾶξις μένοι, | |
45 | Καὶ τῇ σχέσει πρέπουσα τῶν δειμαμένων· | |
Οὕτω φρονεῖν δεῖ καὶ συνιστᾶν τὸν βίον, Καὶ τῷ θεῷ τὸ πλεῖστον εἰσφέρειν μέρος· Οἱ γὰρ κάτω χαίνοντες ἐξ ἀπληστίας, Ἄνω δὲ μὴ βλέποντες ἐξ ἀβουλίας | ||
2.98(50) | Παραβόλῳ θνήσκουσι δυσελπιστίᾳ. Θεὸς μὲν οὖν ἔχει σε τὸν λάτριν πάλιν, Καὶ βασιλεὺς τὸν ἄνδρα, τὸν νοῦν τὸν μέγαν, Θρᾷκες δὲ τὸν σωτῆρα καὶ προμηθέα, Αὐτὸς δὲ Φιλῆς τὸν χρυσοῦν εὐεργέτην. | |
55 | Τοῦ σώματος γὰρ ἡ κατὰ λόγον πλάσις Ἀνατρέχει καθάπερ εὐσταλὴς γίγας Εἰς τὴν ἀρίστην κρᾶσιν, ἣν πρὶν ηὐτύχει· Γένοιτό σοι γοῦν ὀλβιῶσαι τὴν τύχην, Καὶ κρείττονα σχεῖν τῆς ὑπαρξάσης πάλιν | |
60 | Ἐπὶ χρόνον μήκιστον οἷς ἔτι δράσεις, Παλίμβιον φῶς, ἄκος ἀλγούσης τύχης, Φίλων προμηθεῦ καὶ σφαγεῦ τῶν βασκάνων. | |
2.99(1t) | Πρὸς τὸν αὐτοκράτορα, διαναστῆναι αὐτὸν κατὰ τῶν συκοφαντῶν | |
2t | ἱκετεύοντος. | |
1 | Τοιοῦτος ἡμῖν εὑρεθεὶς, αὐτοκράτορ, Οἷος λογισμοὺς καρδιῶν ἀποκρύφων Καὶ σκέμμα καὶ βούλευμα πᾶν οὕτω βλέπειν, Ὡς ἄλλος οὐδεὶς τὸ προκείμενον τάχα. | |
5 | Τί μὴ τὸ τοῦ νοῦ δαψιλὲς φῶς ἐκχέας Τῶν συκοφαντῶν ἐξελέγχεις τὸν δόλον; Τί μὴ τὸ πυκνὸν τῆς ἐμῆς λύπης νέφος | |
Θερμῇ λογισμῶν ἐξελαύνεις αἰθρίᾳ; Τί μὴ τὸν ἀτμὸν τῆς ψυχῆς ἐξικμάσας, | ||
10 | Καὶ τὸν παραμείναντα λεπτύνας γνόφον, Τὴν τῶν πονηρῶν ἐκκαλύπτεις αἰσχύνην, Ὡς ἐν καθαρᾷ, βασιλεῦ, μεσημβρίᾳ; Τί μὴ κατ’ αὐτῶν ὡς κυνῶν ὀλεθρίων Θήρατρον ὀργῆς εὐτρεπίσεις ἐνδίκου; | |
15 | Τί μὴ δὲ θυμοῦ πῦρ ἐπιβρέχεις φλέγον Τῇ νυκτερινῇ τοῦ Σατὰν ὁμαιχμίᾳ; Τίς γὰρ κατά σε τὸν σοφὸν, τὸν ἀγχίνουν, Τὸν ὑπὲρ ἡμᾶς, τὸν πυρίπνουν, τὸν μέγαν, Ὁρᾷ στοχασμοῖς τεχνικοῖς καὶ συμβόλοις | |
20 | Ψυχῆς πονηρᾶς δυσδιάκριτον δόλον, Ἢ πῦρ λογικὸν ἐνσαλεῦον ταῖς δίκαις, Ποιεῖ σποδιὰν τῶν κακῶν τοὺς ἐργάτας, Τὸν ζῆλον αὐτοῖς ἐκτινάσσων ὡς φλόγα; Τί νυκτομαχῶν καὶ σφαδάζων ὁ φθόνος | |
25 | Σοβεῖ πρὸς ὀργὴν τοὺς ταχεῖς μωμοσκόπους; Τρυφὴ γάρ ἐστι τοῖς κριθεῖσι πρὶν φίλοις Ἡ τῶν πονηρῶν κατ’ ἐμοῦ γλωσσαλγία. Στῆθι Φινεὲς, ἴδε τὴν θραῦσιν ὅση, Καὶ σφάττε γοργῶς τῷ προσήκοντι ξίφει | |
30 | Τὸ πορνικὸν σύνταγμα τῶν μιαιφόνων· | |
Οὐ γὰρ φέρω τὴν ὕβριν ἠδικημένος, Οὐδ’ ἔστι μοι ζῆν ἀσφαλῶς ἐν αἰσχύνῃ· Σίγα Σολομὼν, βασιλεὺς ἐμὸς κρίνει, Καὶ σὺ δικαστὴς εὐστοχώτατος κρίνει. | ||
35 | Σίγα Σολομὼν, εἰ δὲ τέθνηκας πάλαι, Σοφώτερόν σου πάλιν ἡ κτίσις ἔχει. | |
2.100(t) | Τοῦ αὐτοῦ ἀναφορὰ εἰς τὴν δέσποιναν. | |
1 | Δέσποινά μου, τολμῶντι συγγίνωσκέ μοι· Καὶ γὰρ ὁ καπνὸς καὶ τὸ πῦρ τῆς καρδίας Δριμὺν λόγων οἴσουσιν εἰκότως βρόμον, Ἐπεὶ τὸ θαῤῥεῖν ὡς διέξοδον δίδως, | |
5 | Μήπως τὸ λυποῦν ἐγχρονίσαν εἰς βάθος Κατασκεδασθῇ τῆς ψυχῆς πρὸς ἀγχόνην. Δέσποινά μου, πεινῶντα, διψῶντα, ξένον, Γυμνὸν, ταπεινὸν, δυστυχῆ, τεθλιμμένον, Δέσποινα φιλόπτωχε, μὴ παραδράμῃς· | |
10 | Ἐτῶν γὰρ ὀκτὼ δυσπραγεῖν κατεκρίθην, Εἰκῆ παρελθὼν ὡς κενὴν τὴν ἑβδόμην, ᾟ κάματος πᾶς καὶ πόνος κουφίζεται. Δέσποινά μου, δέσποινα, συγγίνωσκέ μοι· Βοῶ γὰρ ἀλγῶν ἐκ παθῶν ἀποκρύφων, | |
15 | Οὐδὲν δὲ καινὸν εἰ τὸ φάρμακον βλέπων | |
Τὸ τραῦμα γυμνὸν τῆς ψυχῆς μου δεικνύω. Τίς γὰρ θεωρῶν ἢ σκιὰν δένδρου ξένην, Ἢ νᾶμα πηγῆς ἐκρεούσης ἀφθόνως, Ὅταν ἔχοι φρύγουσαν ἐν θέρει ζέσιν, | ||
20 | Οὐ τῆς παρ’ ἀμφοῖν ἀπολαύει χάριτος; Ἢ τίς μαρασμῷ συσταλεὶς ὑπὸ κρύους Οὐ τέρπεται ζῶν εἰς τὸ φῶς τῆς αἰθρίας; Ἢ τίς τελευτᾶν κινδυνεύων ἐν ζάλῃ Πρὸς ὄρθρον ἐλθεῖν ἀσμένως οὐ βούλεται; | |
25 | Δεῖξον, σελήνη, τοῦ κράτους τὸν ἥλιον· Ναὶ δεῖξον αὐτὸν εὐμενῆ γίγαντά μοι, Τὸ τῶν λυπηρῶν ἐκδιώκοντα σκότος· Καὶ γὰρ ὁ χειμὼν τῆς ἐμῆς ἁμαρτίας Ἀποστροφῆς πήγνυσιν ἀτμῶδες νέφος, | |
30 | Ὃ δὴ προχωρεῖν οὐκ ἐᾷ μοι τὴν ζέσιν. Ὑπερτάτη δέσποινα, συγγίνωσκέ μοι· Εἰ μὴ γὰρ ἡμῖν ἐκ γυναικὸς ὡράθη Τὸ φῶς τὸ καινὸν, τῶν ψυχῶν ὁ νυμφίος, Οὐκ ἂν ὁ παχὺς τῆς φθορᾶς ᾔρθη γνόφος. | |
35 | Εὔσπλαγχνε, μακρόθυμε, συγγίνωσκέ μοι· Ζῶ καὶ θανατῶν· εἰ δ’ ἐπιπνεύσεις μόνον, Ζωηφόρον δέσποιναν ἡ κτίσις ἔχει· Ποῖος γὰρ ἄλλος ὑπὲρ ἡμῶν φθέγξεται, Λήμματος οὐ παρόντος, ὦ δίκη, σκόπει. | |
2.101(t) | Εἰς τὸν αὐτοκράτορα. | |
1 | Ἥλιε, τὸ πρόσωπον ἐμφάνιζέ μοι, Ὃ τὰ στίφη κρύπτουσι καθάπερ νέφη· Σοῦ γὰρ δίχα ζῆν οὐδὲ μετρίως ἔχων, Ἐπεί με συχνὸς ἐντυχεῖν εἶρξε χρόνος, | |
5 | Ὡς ἐκ νόσου κέκμηκα καὶ παραπνέω. Ἥλιε, τὸ πρόσωπον ἐμφάνιζέ μοι, Ὃ τῶν ἀηδῶν ἐξελαύνει τὸν ζόφον, Θάλπει δὲ καὶ ῥιγοῦντα καὶ φρίσσοντά με, Καὶ παντοδαπῆς ἀξιοῖ μεσημβρίας, | |
10 | Ὅταν ὁ χειμὼν τῆς ἐμῆς ἁμαρτίας Τὸ τῆς τύχης δύσοιστον ἐκμαίνῃ ψύχος. Ἥλιε, τὸ πρόσωπον ἐμφάνιζέ μοι· Δροσίζομαι γὰρ εὐτυχῶς ἀπὸ πνίγους, Ὑπέρχομαι δὲ τὴν σκιὰν τῶν ἐλπίδων, | |
15 | Ὡς ἐν θέρει βρύοντας αἰγείρου κλάδους, Ἢ κιττὸν εὐπέτηλον ἢ κλήθρης κόμην. Ὅταν γε μὴν ᾄδειν με καὶ χαίρειν δέῃ, Τῶν σῶν λόγων τὰ ῥεῖθρα λαμβάνων πίνω· Τοὺς γὰρ ἀγωγοὺς τῶν φιλανθρωπευμάτων | |
20 | Οὐδὲ πρὸς ἡμᾶς ἀναχαιτίσειν θέλεις, Χαρισμάτων ἄβυσσε, πηγαῖον κράτος. Ἥλιε, τὸ πρόσωπον ἐμφάνιζέ μοι· Καὶ γὰρ τὸ φυτὸν ἐμφρυγὲν δεῖται δρόσου, | |
Καὶ τοῦ κυβερνήσοντος ἡ ναῦς τῶν λόγων. | ||
25 | Κἂν πρὸς τὸ σὸν φῶς εἰκότως ὠφθαλμίων, Τὰς εἰσόδους δήπουθεν οὐ ῥᾴστας βλέπων, Μάλιστά μοι πταίσαντι συγγνώμην δίδου, Ἐπεὶ μεταξὺ καὶ νόσοι καὶ φροντίδες Τὸν ἐκτόπως βρέμοντα κατεῖργον πόθον. | |
30 | Οὐκ ἦν γὰρ εἰκὸς τὴν ἀπόστροφον τύχην Ἐν τοῖς μάλα τέρπουσιν ἀλγοῦσαν φέρειν· Κἂν μὴ κατ’ αὐτῆς ὁ βρυχηθμός σου δράμῃ Τὰς τῆς ἀγωγῆς ἐσθιούσης ἐλπίδας, Πῶς ἂν πρᾴως ἔγωγε δυναίμην στέγειν | |
35 | Στυγὸς πονηρᾶς ὑπεραλγῦνον θράσος, Ἣ σής τίς ἐστιν ἐμφυεὶς τοῖς ὀστέοις; Ἥλιε, τὸ πρόσωπον ἐμφάνιζέ μοι· Σὺ γὰρ ἔαρ γόνιμον ἐλπίδων γίνῃ, Εἴπερ φυσικὴν εὐτυχεῖς τὴν αἰθρίαν, | |
40 | Τρισήλιον φῶς μυστικῶς δεδεγμένος, Καὶ τὸν βαρὺν χειμῶνα τῆς ἀθυμίας Ὡς ἐξ ὑπαρχῆς εὐμενῶς κούφισέ μοι· Τὸ γὰρ ἱλαρὸν τῆς σοφῆς σου καρδίας Τοῦ Σολομῶντος ἔσχεν ἡ κλῆσις μόνη. | |
2.102(t) | Τῇ θεομήτορι. | |
1 | Γνώρισον ἡμῖν τὴν παρὰ φύσιν ζέσιν, Εἰ μηκέτι θλίβοι σε ῥαγεῖσα πρᾴως, Ὦ τῆς ἐμῆς φῶς ἡμεραυγὲς καρδίας· | |
Σὺ μὲν γὰρ ἀλγεῖς ἀπὸ λαβῆς μετρίας, | ||
5 | Ἣν ἂν χρόνου τέρποντος ὀξύτης λύοι, Τῆς ὑπὲρ ἡμῶν ὑπονυττούσης τύχης, Ὡς ἂν ἀγαθὴ μὴ παραδράμῃ φύσις· Ἐγὼ δ’ ἐμαυτὸν μυστικῇ ζέσει φλέγω, Δροσισμὲ καὶ ζέφυρε καὶ νέκταρ χύδην, | |
10 | Ἀνωμάλως ἔχοντα νῦν δή σε βλέπων· Καὶ δεινοπαθῶ, πλοῦτέ μου, θησαυρέ μου, Καὶ καρδιαλγῶ, κῆπέ μου κεκλεισμένε, Καὶ ταῦτα παπαὶ τῆς καλῆς Θρᾴκης μέσον, Ἣν αὐτὸς, ὦ βέλτιστε, δεινόν τι κρίνω· | |
15 | Ἐπίνοσον γὰρ τὸν χρυσοῦν εἶδον φίλον, Ὃς τὰς ἐμὰς ἔλυσε πολλάκις νόσους, Εὐσπλαγχνίας φάρμακα τοῖς πόνοις χέας· Πλὴν ἐξεγερθεὶς τοῦ θορυβοῦντος πάθους Ἐῤῥωμένος φάνηθι τῷ πνέοντί σε· | |
20 | Ποῖος γὰρ ὡς σὺ παυσίκακον φάρμακον; | |
2.103(t) | Εἰς τὴν ὑπεραγίαν θεοτόκον. | |
1 | Εὐσπλαγχνίας πέλαγος, οἰκτιρμῶν βάθος, Ἄκλυστε λιμὴν, σωστικὸν πάντων σκάφος, | |
Ἐγὼ μὲν ὡς γῆ καὶ σποδὸς καὶ σαπρία Πᾶν ἐκ βρέφους ἄθεσμον ἐργασαμένη, | ||
5 | Καὶ μέχρις ἀκμῆς καὶ παρακμῆς ἐσχάτης Τὸν τῆς ὕλης θόρυβον ἀσπασαμένη, Καὶ τὰς ἀγωγὰς τῆς φιληδόνου ζάλης, Ὡς νεκρὰν ἀπείρηκα τὴν σωτηρίαν· Ἔδυν γὰρ εἰς ἄπειρα κακίας βάθη | |
10 | Καὶ συναγωγῇ δυσχερῶν κατεσχέθην Σὺ δ’ ὡς τὸ πᾶν σώζουσα τῶν βροτῶν γένος Τοῦ τῆς πλάνης κλύδωνος ἐξάγαγέ με, Θείου φόβου ζέφυρον ἐγχέασά μοι· Τὸν εὔδιον γὰρ τῶν ψυχῶν ὅρμον φέρεις, | |
15 | Καὶ τὸν πλατυσμὸν τῆς ἀνεξικακίας. | |
2.104 | Εἰ πρέσβις αὐτὸς ὑπὲρ ἡμῶν ἐκρίθης, Ὁ νοῦς ὁ πυκνὸς, ἡ λογικὴ γοργότης, Ἡ δραστικὴ δύναμις, ἡ καινὴ φύσις, (Θάμβος γὰρ ὁ τρόπος σε μικροῦ δεικνύει | |
5 | Τὸ καθάπαξ ἄωτον, ὃ γράφει Πλάτων,) Τί δήποτε χρὴ τὴν βραδυτῆτα κρίνειν Εἰς πνεῦμα καὶ χοῦν καὶ φθορᾶς ὑποψίαν; Ποῖον γὰρ ἂν μόνιμον ὁ χρόνος φέροι; Τὸ παρενεχθέν; ἀλλὰ μὴν οὐκ ἔσθ’ ὅπου. | |
10 | Τὸ παρόν; ἀλλ’ ἔκλεψε λαθὼν ὁ δρόμος. Τὸ προσδοκηθέν; ἀλλ’ ὑφεστὼς οὐ βλέπω· Τὴν αὔριον γὰρ νῦν κατασχεῖν οὐκ ἔχω. | |
Πλὴν εἰ μὲν ἠστόχηκας ἐντείνας ἅπαξ, Ἐχρῆν ἀπειπεῖν, εἰ δὲ μὴ, βάλλειν πάλιν. | ||
15 | Καὶ μὴν ὁ δεινὸς μὴ βαλὼν εὖ τοξότης Δὶς τάχα καὶ τρὶς ἐντενεῖ καὶ τετράκις, Καὶ μᾶλλον εἰ δεῖ τὴν βολὴν ἀπευθύνειν, Ἕως τὸ ῥιφὲν μὴ πτερῶν ἧττον δράμῃ· Σὺ δ’ ἀπὸ νευρᾶς τοῦ σκοποῦ ῥίψας πέλας, | |
20 | Δέον βαλεῖν αὖ καὶ τὸ πᾶν σχεῖν εὖ μάλα, Ἀφεὶς παρευθὺς τὸν βιὸν καὶ τὴν τάσιν, Ἄλλης βολῆς ἄδηλον ἐζήτεις χρόνον· Καὶ μὴν τὸ τῆς σῆς εὐγενοῦς τόξον τύχης Οὐ παρὰ πολλοῖς, οὐδὲ χαῦνον ἂν μένοι. | |
25 | Οὐκοῦν σεαυτὸν ἀφθονώτερον δίδου, Καὶ πρᾶττε παρὼν, (δυσπαθεῖ γὰρ τὰ βρέφη Τὴν εἰσαγωγὴν τοῦ κρυμοῦ δεδορκότα,) Μὴ καὶ φθάνοις ἄελπτος ἐκ βασιλέως Εἰς τὴν φίλην ἔρημον ἀσμένως τρέχων· | |
30 | Νυνὶ δ’ ὁ καιρὸς ποτνιᾶται δακρύων Ἐκ τῆς καθ’ ἡμῶν ἐμβριθοῦς ἐπομβρίας· Οὕτω γὰρ ἂν εἴποι τις ἀστείως κρίνων Εἰς ἔργα χωρεῖν τῆς ψυχῆς τὰς ἐλπίδας. | |
2.105(t) | Εἰς τὸν ἅγιον Νικόλαον. | |
1 | Ἄλλα μὲν ἁπλῶς ὁστισοῦν κομπαζέτω Κτήμασι καὶ χρήμασι καὶ δόξῃ βρύων· Ἐγὼ δὲ τὸν σὸν εὐτυχῶν, μάκαρ, τύπον, Ἐν ᾧ σχεδὸν ζῶν θαυματουργεῖς ἀφθόνως, | |
5 | Τοῦ παντὸς ἀντάλλαγμα τὸ πρᾶγμα κρίνω· Ποίων γὰρ ἡμᾶς δυσχερῶν οὐκ ἐξάγεις | |
Εἴργων πρὸ μακροῦ τὰς λαβὰς τοῦ κινδύνου; Ἢ τίνας ἡμῖν οὐ βραβεύεις ἐλπίδας Καὶ πρὸς τὸ λοιπὸν ἁμαρτῆ δρῶν τὸν βίον; | ||
10 | Οὐκοῦν παρ’ ἡμῶν τὸν χρυσοῦν κόσμον δέχου, Καὶ τοὺς ἐν αὐτῇ συντεθειμένους λίθους· Τῇ γὰρ ἀφανεῖ τῶν προσευχῶν σφενδόνῃ Καὶ τοῖς νοητοῖς τῶν τεραστίων λίθοις Ὠθεῖς ἀφ’ ἡμῶν τοὺς ἀποκρύφους λύκους· | |
15 | Πλὴν ἀλλ’ ἐπιβράβευε τὴν σωτηρίαν, Διδοὺς ἀμοιβὴν εὐμενῶς τὴν βελτίω, Καὶ τῶν πόνων κοίμιζε τὴν τρικυμίαν, Σοφῶς κυβερνῶν τῶν φρενῶν τὴν ὁλκάδα· Τοῖς γὰρ ψυχικοῖς εὐπλοοῦντες ἱστίοις | |
20 | Δραμούμεθα μὲν εἰς τὸν ὅρμον τὸν μέγαν, Εὑρήσομεν δὲ τὴν τρυφὴν τὴν ἐσχάτην, Ἣν συχνὸς οὐκ ἴσχυσε φαυλίσαι χρόνος. Οἰκτρὸς Μανουὴλ Φακρασῆς δοῦλος τάδε Σιδηριώτης τῷ προέδρῳ Μυρέων. | |
2.106(t) | Ἐπιτάφιοι. | |
1 | Τῆς κειμένης φεῦ τήνδε τὴν ὥραν βλέπων Ἔλεγχον ἡγοῦ γῆς γραφικῆς τὴν φύσιν. Ὥσπερ γὰρ εἰ γράφει τις ἐντέχνως ῥόδον, Οὐκ ἂν σὺν ὀδμῇ καὶ χλιδῇ τοῦτο γράφοι, | |
5 | Τὸν αὐτὸν ἂν, βέλτιστε, κἀνταῦθα τρόπον Τὸ κάλλος αὐτῆς ἐνδεῶς πᾶς τις γράφοι· Βδελύσσεται γὰρ τῆς γυναικὸς ὁ τρόπος Καὶ τὰς τυπικὰς ἐν στοαῖς ἐπιχρίσεις, Ἧς οὐδὲν ἠχρείωσε τὰς γνάθους νόθον, | |
10 | Καὶ πρὶν ἐπελθεῖν τῆς τελευτῆς τὸν ζόφον. Ἀλλ’ ὢ πονηρᾶς εἰς τὸ πᾶν γένος τύχης, Ἡ τρυγόνων τέθνηκε σωφρονεστέρα· Καὶ μὴν ἔδει φίλανδρον οὐ θνήσκειν φύσιν, Ἂν ἡ τελευτὴ κατὰ τῶν ὑπευθύνων· | |
15 | Νυνὶ δὲ καὶ σὲ τὴν καλὴν, τὴν ὀλβίαν, Τῶν δεσποτικῶν ἐντολῶν τὴν ἐργάτιν Ἀνεῖλε πικρῶς τῆς φθορᾶς ὁ τοξότης· Οὐ φείδεται γὰρ οὐδὲ τῶν ζῆν ἀξίων Ἅπαξ τὸ δεινὸν τῆς ἀρᾶς θήξας βέλος, | |
20 | Καὶ κατὰ τοῦ ξύμπαντος ἐντείνας γένους. Ἥλιε καὶ γῆ, τίς τραγῳδήσει τάδε, Κἂν ἐν δέκα στόμασι καὶ γλώτταις λέγοι; Ἦν γὰρ ἐκείνης ἥδε πατρὶς ἡ πόλις, Τῆς γῆς ἀτεχνῶς ἡ βασιλὶς ἁπάσης· | |
25 | Ἐπείπερ οὐκ ἦν οὐδὲ τῇ φύσει πρέπον Πρῶτον καλὸν φανεῖσαν ἐν θηλυτέραις Πατρίδος αὐτὴν ἐκφυῆναι δευτέρας. Γένος δὲ σεμνὸν ἐν τιμαῖς πολυτρόποις, Ὡς ἂν ὁ καρπὸς ἐμφερὴς ᾖ τοῖς κλάδοις, | |
30 | Καὶ μηδὲν ἀξύμβατον ἡ ῥίζα τρέφῃ. Δουκῶν γὰρ ἦν καὶ τοῦτο Παρασπονδύλων | |
Κομνηνοφυῶν ὁπλιτικῶν Ἀγγέλων· Τοῦ δὲ χρόνου πλέκοντος αὐτῇ παστάδας Ἡ Κολχὶς ηὐτρέπισε καὶ τὸν νυμφίον, | ||
35 | Καὶ γίνεται δὴ συμφυὴς οὗτος γάμος Ἀρθρῶν παρ’ ἀμφοῖν καὶ ψυχὰς καὶ σαρκία. Γαβρᾶς γὰρ αὐτὴν ὁ σφαγεὺς τῶν βαρβάρων Ἐκεῖθεν ἐλθὼν εὐκλεῶς ἠγάγετο, Κομνηνὸς ἡδὺς, ἀρετῶν παῖς ἀγχίνους, | |
40 | Ὃν αὐτάναξ ἄριστος εὐνοίας χάριν Ἔδειξε τιμῶν καὶ κριτὴν τοῦ φοσσάτου· Πλὴν ὡς ἀφιλόκομπος ἡ τεθαμμένη Πλούτου μὲν ἐφρόντισεν οὐδὲ μετρίως, Πένησι δὲ προὔθηκε μικροῦ τὸν βίον | |
45 | Πρὸς τὴν ἄνω βλέπουσα νυμφαγωγίαν· Τὰς γὰρ ἑαυτῆς φιλτάτας ἡ καλλίπαις Εἰς τὸν βυθὸν καθῆκε τῆς ἀμνηστίας, Μᾶλλον δὲ τῆς ἄνωθεν εὐελπιστίας· Λόγου δὲ τιμήσασα καὶ σιγῆς νόμους | |
2.106(50) | Καὶ τὴν τύχην ἄμεμπτον ἐργασαμένη, Καὶ τὴν ὕλην εἴργουσαν ἐκδυσαμένη, Παρίσταται νῦν τῶν ψυχῶν τῷ νυμφίῳ· Τούτῳ γὰρ αὐτὴν ὡς κρινοῦντι τὴν φύσιν Ὁ Μυρέων πρόεδρος αὐτὸς εἰσφέρει, | |
55 | Συνηγορούσης ταῖς λιταῖς τῆς παρθένου, Ἣν εὐθὺς ἀνέπνευσεν ἐκ τῶν σπαργάνων· Κάλλος δὲ φεῦ τοσοῦτον εἰς γῆν ἐῤῥύη, Καὶ πᾶν τὸ σεμνὸν τῆς φυῆς ὑπεκρύβη, Καταμαρανθὲν καὶ πρὸ τῆς ἡλικίας, | |
60 | Ὡς ἂν μάθῃς, ἄνθρωπε, κἂν ὥραν βλέπῃς, Κἂν ὄλβον ἁδρὸν, κἂν μετὰ δόξης γένος, Ὅτι χλόης ἅπαντες οὐδέν τι πλέον. | |
2106a | Εἶδον ἐγώ ποτε σοφὸν τεχνίτην φυτηκόμον, Ὃς ἐπειδήπερ ἔμελλεν ἀποδημεῖν τῶν πόνων, Τὰς ὑπαρδούσας ὀρυγὰς εἰς βάθος περισκάψας, Ἀφθονωτέρας τοῦ ποτοῦ παρέσχε τὰς προσχύσεις, | |
5 | Μήπως ὁ χρόνος μηκυνθεὶς τὴν βλάστην ἐξικμάσῃ, Καὶ στερηθῇ τῆς ἀγαθῆς ὁ φυτουργὸς ἐλπίδος. Ἐπείπερ οὖν ἀποδημεῖν καὶ σὺ παρεσκευάσθης, Ἐγὼ δὲ σόν εἰμι φυτὸν καὶ σύ μοι φυτηκόμος, Ἀφθονωτέραν τῷ φυτῷ παράσχον τὴν ἀρδείαν, | |
10 | Ἀπὸ ξυλίνης τὸ ποτὸν πιθάκνης ἀγαγοῦσα, Μὴ τῆς τοῦ χρόνου παρολκῆς τὴν δρόσον ἐκτοξεύσας Ἄκαρπον εὕρῃς τὸ φυτὸν ἐν τῇ παλινοστήσει· Πλὴν ἔστω δή σοι καὶ Φιλῆς ὁ μουσικὸς ἐν λόγοις Ὡς ᾠδικόν τι πετεινὸν, καὶ μὴ κακοπαθείτω. | |
15 | Τίς γὰρ ἐπιμελήσεται καὶ ποτιεῖ τὸν κῆπον; | |
Τίς δέ σοι θρέψει λιπαρῶς τὸν ὄρνιν μὴ παρούσῃ, Φιλόμουσε, φιλάνθρωπε, καὶ φιλοδωροτάτη, Καὶ θεοφύτευτε λειμὼν τῆς καλοκαγαθίας; | ||
2.107(t) | Εἰς τὸν στρουθοκάμηλον. | |
1 | Ἀπὸ καμήλου καὶ στρουθοῦ σύνθετον εἶδον τέρας Οὔτε πτηνὸν οὔτε πεσὸν, ἐξ ἑκατέρων γένος· Ὃ καὶ τῇ χέρσῳ σπένδεται, καὶ πρὸς αἰθέρα τρέχει, Καὶ γίνεται μεταίχμιον τούτοιν ἀμφοῖν τὸ ζῷον, | |
5 | Ἀξύμβλητον, οὐδέτερον, ἡμιτελὲς, ἀστεῖον. Εἰς γὰρ ἀγώνισμα κοινὸν τοῦ σκήνους προκειμένου, Καὶ μαχομένης πρὸς τὴν γῆν τῆς ἐν αἰθέρι βίας, Τὸ μὲν παχὺ τοῦ σώματος καὶ πῖον καὶ γεῶδες Ἐναπομένει τῷ βαρεῖ τῆς ὑποσπώσης ὕλης. | |
10 | Καὶ τοῦτο δῆλον ἐξ αὐτῶν τῶν στέρνων καὶ τῶν νώτων Καὶ τῆς πυγῆς καὶ τῶν ποδῶν καὶ τῆς ἁδρᾶς ἰγνύης· Ὅσον δὲ κοῦφον καὶ λεπτὸν, αὖθις αἰθὴρ λαμβάνει Καὶ γίνεται τὸ σπάραγμα τῆς ἀνθολκῆς τῆς ξένης. Τράχηλος κοῦφος καὶ λεπτὸς καὶ γλίσχρος καὶ προμήκης· | |
15 | Ἡ μέντοι παραπτέρωσις, ἠρέμα πλημμελοῦσα, Περισκεπὲς καθίστησιν ἐν μέρει τὸ σαρκίον, Ὥσπερ τοῦ τάχους τῶν ποδῶν ἀρκοῦντος πρὸς τὸν δρόμον· | |
Τὸ δὲ πτηνόν τε καὶ πεσὸν ἀνασοβοῦν καὶ τρέχον, Περικολποῖ τὴν πτέρωσιν τοὺς πόδας ὑπεξαῖρον, | ||
20 | Καὶ δείκνυται κουφότερον ἀπὸ τῶν ἐξαλμάτων· Εἶτα δοκοῦν ἀφίπτασθαι, πάλιν ἐκτρέχει βάδην, Καὶ πάλιν ὑπερίπταται, καὶ πάλιν ὑφιζάνει· Νικᾷ δὲ πρὸς τὴν ἅμιλλαν ἡ χέρσος τὸν αἰθέρα· Κἀν τούτῳ δή μοι θαύμασε τὸ πτερωτὸν χερσαῖον· | |
25 | Καὶ γὰρ συνελαυνόμενον καὶ περαιτέρω τρέχον Ἐνολισθαίνει ταῖς καμπαῖς ὑπὸ τῆς τραχυτῆτος, Καὶ τοῦ τραχήλου τὸν ὁλκὸν εἰς τὸ λοξὸν ἐπαῖρον Εὐθὺς τὴν πτῆσιν ἀπειλεῖ τῇ τῶν πτερῶν ἐντάσει, Τῶν δὲ σκελῶν τὰς ἀγωγὰς ἀνέλκον ἐπ’ εὐθείας | |
30 | Καθάπερ ἐπιπρόσθησιν τὸ δάπεδον ἀμείβει, Καὶ τηνικάδε κάμηλον τετράπουν εἰκονίσει, Κλεπτούσης τῆς γοργότητος τῆς ἀμοιβῆς τοὺς πόδας· Δεῖ γὰρ τὰς φύσεις, βέλτιστε, καὶ τῶν ἀλόγων ζῴων Δωροφορεῖν τῷ βασιλεῖ τὰς θαυμαστὰς γενέσεις. | |
2.108 | Ὁ δεσπότης ἔμοιγε τὴν πεῦσιν λύσας, Προευτρεπιστὴν τῆς ὁδοῦ μου σὲ φράσει. Κύρωσον οὐκοῦν τὸ πρόσταγμα τοῦ κτίστου, Ὦ νοῦ πτερωτὲ, ἀγγέλων ἐφάμιλλε. | |
2.109 | Πάλιν ὁ παῖς ὁ μὴ κομῶν καὶ μαστιγίας οὗτος, Καὶ Σκύθης τὴν ἀναβολὴν καὶ κοῦφος καὶ γυμνόπους, Ἥκει σοι φέρων μετ’ αἰδοῦς τὸ πιστευθὲν βιβλίον· Ὑποστρεφέτω τοιγαροῦν μὴ σκυθρωπὸς ὁ δοῦλος, | |
5 | Ἀλλὰ φαιδρὸς καὶ χαροπὸς ἀνύσας τὴν ἐλπίδα, Φιλόστοργε, πανσέβαστε, μελεδωνὲ τῶν φίλων. | |
2.110(t) | Εἰς τὴν μεγάλην Δύκαιναν. | |
1 | Τρισευγενὲς καλλώπισμα τοῦ γυναικείου γένους, Καὶ τῶν ποτε περιφανῶν ἀῤῥενοφρονεστέρα, Ῥίζης καρπὲ βασιλικῆς, ἀπάνθισμα τοῦ γένους, Τοῦ μητραδέλφου κράτορος τὴν τύχην ἀδελφόπαι, | |
5 | Καὶ πάππου βασιλεύσαντος καὶ μάμμης θυγατρόπαι, Μάμμης ἐκείνης τῆς σοφῆς τὸν τρόπον βασιλίδος Καὶ τῆς ἀρίστης ἀτεχνῶς τῶν γυναικῶν φιλτάτη, Καὶ τέκος μάλα ποθεινὸν γεννήτορι δεσπότῃ, Φύσις νικῶσα καθαρῶς τῶν γυναικῶν τὴν φύσιν | |
10 | Εἰς σύνεσιν καὶ φρόνησιν καὶ μεγαλοφυΐαν, Καὶ κάλλους βρύων θάλαμε, καὶ σωφροσύνης ῥόδον Ὅλως οὐκ ἔχον μαρασμὸν οὐδὲ λυποῦσαν φθίσιν, Ἔχων πολλὰ τὰ νύσσοντα καὶ παροτρύνοντά με Θαῤῥεῖν εἰς τὸ φιλότιμον καὶ τοὺς χρηστούς σου τρόπους, | |
15 | Μέχρι τοῦ νῦν ὑπὸ φειδοῦς καὶ συστολῆς εἰργόμην, | |
Νυνὶ δὲ τῆς ἀνάγκης με πειθούσης μὴ διστάσειν. Μηδὲ ναρκᾶν, μηδὲ σιγᾶν, μηδὲ τὸν νοῦν συμπνίγειν, Θαῤῥούντως σοι προσέρχομαι τῇ φιλανθρώπῳ φύσει, Καὶ ταῦτα δὴ τὰ γράμματα κομίσων ὑπ’ εὐνοίας | ||
20 | Ἐξαγορεύω τὸ λυποῦν καὶ φράσω τὴν ὀδύνην, Καὶ τῆς ἀφθόνου σου χειρὸς τὴν ἀρωγὴν αἰτοῦμαι· Τοὺς ἵππους γὰρ τοὺς εὐγενεῖς καὶ κούφους καὶ γεννάδας, Οὓς ἔσχον εἰς ἀνάψυξιν τῶν ἀποκρύφων πόνων, Ὁρῶ πεινῶντας δυστυχῶς καὶ κάμνοντας ἐκτόπως. | |
25 | Ποῦ γὰρ καλάμη, ποῦ κριθαὶ, ποῦ δὲ καὶ φάτναι πλήρεις; Ὁ φυσητὴρ ἐξέλιπεν, ὁ μόλιβδος ἐῤῥύη, Τοῦ γένους τὸ φιλότιμον ἀπῆλθεν ἐξ ἀνθρώπων· Οὐκ ἔστιν ἄρχων οὐδαμοῦ, πάντες ψυχροὶ τὴν φύσιν, Οὐκ ἔστιν ὁ φειδόμενος, οὐκ ἔστιν ὁ δανείζων, | |
30 | Πάντες ἐξέκλιναν ὁμοῦ, πάντες εἰσὶν ἀχρεῖοι, Σὲ μόνην δείκνυσι λαμπρὰν ἡ πείρα τῶν πραγμάτων· Οὐδὲ γὰρ ἐκαπήλευσεν ὁ τρόπος σου τὸ γένος, Ἀλλ’ ἔχεις πᾶσαν τὴν ἀκμὴν τῶν ἀγαθῶν αὐτόθεν, Ὡς πῦρ ὡς ὕδωρ ὡς ἀὴρ, ὡς ἀκραιφνὴς φωσφόρος, | |
35 | Καὶ θησαυρὸς ἐν κιβωτῷ, καὶ ποταμὸς εἰρήνης. Οὐκοῦν παράσχου μοι κριθὰς, καὶ θρέψον μου τὰ κτήνη, Καὶ παραμύθησαι ψυχὴν καταδαπανωμένην Ὑπὸ τῶν ἔνδον λογισμῶν καὶ τῆς κρυπτῆς φροντίδος· Εἰ δὲ πυροὺς ἀντὶ κριθῶν, φιλόδωρε, παρέχοις, | |
40 | Κείσεται χάρις παρ’ ἡμῖν ὑπὲρ τῶν δεδομένων, Καὶ πᾶς ὁ χρόνος ὄψεται τὸ φιλανθρώπευμά σου, Καὶ γνώσεται πᾶς ἄνθρωπος ἀπὸ τῶν πεπραγμένων Ὡς ἡ μεγάλη Δούκαινα, τοῦ γένους ἡ φαιδρότης. Ἡ σύνεσις, ἡ φρόνησις, ἡ φυσικὴ σεμνότης | |
45 | Ἐφείδετο τῶν λογικῶν ἀλλὰ καὶ τῶν ἀλόγων, Καὶ τῶν ἀρίστων εὐμενῶς ἐπεμελεῖτο φίλων, Λαμπρῶς ὑπελαφρίζουσα τὰ βάρη τῶν φροντίδων. | |
2.111(t) | Εἰς τὸν αὐτοκράτορα. | |
1 | Κράτιστε, θεῖε βασιλεῦ, κοσμῆτορ τῶν πραγμάτων, Θυμῆρες περιλάλημα, βάθρον τῆς γῆς ἁπάσης, Λύχνε καὶ φῶς ἀπὸ φωτὸς τοῦ πρώτου κεχυμένον, Ἵνα μὴ γνόφος καθ’ ἡμῶν μηδὲ κρυμὸς κομπάσῃ· | |
5 | Τὰ γὰρ δεινὰ τῶν σκυθρωπῶν ἀποῤῥαπίζεις νέφη, Καὶ σταθηρὰν ἁπανταχοῦ πηγάζεις τὴν αἰθρίαν. Οὐκ ἔστι κρότος ἀποχρῶν ἐκ τῶν τῆς τέχνης λόγων Τῇ θαυμαστῇ σου καὶ λαμπρᾷ καὶ περικλύτῳ φύσει· Ἐμπίδες γὰρ, καὶ κώνωπες, καὶ σκώληκες, καὶ κνίπες, | |
10 | Καὶ κανθαρίδες χαμερπεῖς, καὶ δυσαχθεῖς κοχλίαι, Καὶ τέττιγες, καὶ μύρμηκες, καὶ σφῆκες, καὶ κηφῆνες, Καὶ μηλολόνθαι δυσπετεῖς, καὶ βάτραχοι, καὶ φθεῖρες, Ὅσοι τι λέγειν περὶ σοῦ τολμῶμεν ὑπ’ εὐνοίας. Ὅμως καὶ τῆσδε τῆς κραυγῆς (τὸ τοῦ προφήτου) σύνες. | |
15 | Αἱ μὲν ἁπλαῖ καὶ σύνθετοι δυνάμεις τῶν φαρμάκων Κατὰ βραχὺ τοῦ σώματος τὰς νόσους ἐξιστῶσιν· Ὑποχωρεῖ γὰρ τὸ θερμὸν, ἂν τὸ ψυχρὸν ἰσχύῃ, Καὶ πάλιν εἴκει τὸ ψυχρὸν τῇ τοῦ θερμοῦ δυνάμει· | |
Τῇ δὲ καθάρσει τῶν χυμῶν προσγίνεται καὶ χρόνος, | ||
20 | Ἂν εἰς τὰ κοῖλα τῶν φλεβῶν τὸ θλίβον ὑφιζάνοι· Τὰ γὰρ παραφωλεύοντα φεύγει τὴν κρᾶσιν πάθη, Καὶ ῥώννυται τοῦ σώματος ἐξ ὑπαρχῆς ἡ φύσις· Τῆς δὲ μορφῆς σου, βασιλεῦ, τῆς θαυμαστῆς ἡ χάρις Ἀχρόνως πάντας τοὺς χυμοὺς τῶν σκυθρωπῶν ἐξάγει· | |
25 | Τῶν γὰρ ὀμμάτων ἡ βολὶς ἀντὶ παντὸς φαρμάκου Τὰς ἀλγηδόνας τῆς ψυχῆς ἐκτρίβει παραυτίκα· Τῇ δὲ φωνῇ σου καὶ στροφῇ τῆς γλώττης, αὐτοκράτορ, Ἀναλαμβάνεις τὰ σαθρὰ καὶ μεταπλάττεις πάλιν Τῆς κακοδαίμονος Κλωθοῦς ἀποῤῥηγνὺς τοὺς μίτους. | |
30 | Ὅταν δὲ πάσχῃ συστολὴν ἡ ζωτικὴ θερμότης Ὑπὸ τοῦ γνόφου τῆς ψυχῆς καὶ τοῦ κρυμοῦ τῆς λύπης, Ἡ τοῦ προσώπου σου χλιδὴ τὸ πνίγος ἀνατρέπει· Ἡ δὲ κρατίστη φρόνησις ἐκκύπτουσα τῶν λόγων Καὶ τὰς νεκρὰς ἀνίστησι τῶν οἰκετῶν ἐλπίδας· | |
35 | Νυμφαγωγὸν δὲ τὸν Ἑρμῆν τῆς Ἀθηνᾶς δεικνύεις, Θάλαμος ὢν περικαλλὴς ἐκ βρέφους ἑκατέρων. Ὢ πῶς τῇ ξένῃ, βασιλεῦ, τῶν λόγων σου δυνάμει Τῶν ἀβουλήτων καθαιρεῖς τὰς ἀφανεῖς προσχύσεις, Ἀνίκμους ἐργασόμενος τοὺς ἀγωγοὺς τῶν πόνων! | |
40 | Ὢ πῶς καὶ νέκταρ ἐκ τῶν σῶν ἐχεῖτό μοι χειλέων, Καὶ τὰς ἀδήλους τῆς ψυχῆς ἐπέκλυσεν ὀδύνας! Φρίττω γὰρ μόνον κατὰ νοῦν καὶ τὰ λοιπὰ λαμβάνων, Ἡνίκα περιπτύξασαν παρῆκας τὴν ἀρβύλην· | |
Τὰ δὲ τῆς νόσου λείψανα τῆς πρὸ μικροῦ συμβάσης | ||
45 | Ἐξέστιπτέ μοι τῶν φλεβῶν καὶ τῶν εἰς βάθος πόρων, Καὶ ῥῶσις ὑπεστήριξε τὰ κεκμηκότα μέλη. Πόσους γὰρ ἔχει βασιλεῖς ὁ χρόνος ἀναγράπτους! Πόσοι δὲ ῥήτορες αὐτῶν ἐξαίρουσι τὰς φύσεις! Ἀλλὰ νικᾷς περιφανῶς πάντας ἁπλῶς ἐκείνους, | |
2.111(50) | Ψόφους ἐλέγχων καὶ κραυγὰς τοὺς ὄγκους τῶν ἐπαίνων, Πρὸς γάργαρον περίλογον συντεθειμένους μόνον. Αἱ γὰρ ἐξ ὕψους χάριτες ἐπεσκευάσαντό σε Τῷ γάλακτι θηλάσασαι τῆς καλοκαγαθίας, Μή τις λαμβάνοι ἀπὸ γῆς τὰς παρ’ ἡμῶν συγκρίσεις, | |
55 | Οὐρανοδρόμε βασιλεῦ τῆς ὕλης πτερουμένης. Ὢ πῶς ἀντέστης εὐγενῶς τῇ ζάλῃ τῶν πραγμάτων, Οἰκοδεσπότης φρόνιμος ὑπάρξας αὐτοκράτορ! Ὢ πῶς ὑπέσχες τῇ κοινῇ τὴν χεῖρα καταπτώσει, Καὶ πᾶσαν ἥδρασας εὐθὺς τὴν κλονηθεῖσαν κτίσιν, | |
60 | Καὶ μηδαμῶς παρασυρεὶς τῇ λαίλαπι τοῦ χρόνου! Πάντα σοι ξένα, βασιλεῦ, πάντα νικᾷ τὴν φύσιν, Ἀλλὰ βιῴοις εὐτυχῶς ἐπὶ μακροῖς ἡλίοις, Πλατύνων τὰ σχοινίσματα τῆς αὐτοκρατορίας Καὶ τοῖς οἰκέταις εὐμενῶς περαίνων τὰς ἐλπίδας· | |
65 | Ἂν δὲ τῆς ὕλης ἐλεγχθῇ μετὰ μικρὸν ἡ φύσις, | |
Τότε σοι γένοιτο ῥευστὸν τὸ γῆρας, αὐτοκράτορ, Ὅταν ὁ κόσμος κατελθῇ πρὸς ἐκτροπὴν ἐσχάτην, Καὶ πᾶν ἁπλῶς ἀφανισθῇ τὸ γένος τῶν ἀνθρώπων, Ἵνα μηδεὶς ὑπολειφθῇ μὴ δοῦλος, μὴ δεσπότης, | ||
70 | Μηδὲ φροντίδες ἀρχικαὶ, μηδὲ γενναῖοι κρότοι. | |
2.112(t) | Εἰς τὸν αὐτόν. | |
1 | Μὴ δυνηθεὶς ἀνατεμεῖν τὴν ἐμαυτοῦ καρδίαν, Καὶ δεῖξαί σοι τὸν θάλαμον τῆς ἀκραιφνοῦς εὐνοίας, Ἧπαρ τοῦ γένους, βασιλεῦ, καὶ τῆς ἀρχῆς καρδία, Καὶ ζωτικῆς ἐγκέφαλε καὶ γνωστικῆς ἰσχύος, | |
5 | (Σὺ γὰρ τὸ σῶμα συντηρεῖς τῆς αὐτοκρατορίας,) Πρὸς ἄλλον πλοῦν μεταχωρῶ καὶ χρῶμαι τοῖς συμβόλοις, Εἴπερ διδάσκαλος σαφὴς οἱ λόγοι τῶν ἀδήλων· Ἀλλὰ καὶ τούτους παρευθὺς ἐλέγχεις καὶ φαυλίζεις, Ἀμηχανοῦντας ἠρεμεῖν αὐτόθεν ἐπιτρέπων. | |
10 | Καὶ μὴν σιγᾶν σου, βασιλεῦ, τὰς πράξεις οὐκ ἐθέλων, Οὐδὲ τὴν ἀπαράμιλλον πρὸς παραθέσεις φύσιν, Πείθομαι δὴ τῇ τοῦ Δαυὶδ συλλήβδην παραινέσει, Κινοῦντος πρὸς τὸν ἔπαινον τοῦ παντουργοῦ δεσπότου Καὶ τὰς ἀψύχους καὶ νεκρὰς καὶ δυσαισθήτους φύσεις, | |
15 | Ἐπεὶ καὶ ξύλα, καὶ κρυμὸν, καὶ πάχνας, καὶ χιόνας, Καὶ νύκτας αὖθις ἀλαμπεῖς, καὶ φεραυγεῖς ἡμέρας, Καὶ φῶς, καὶ σκότος συγκαλεῖ, καὶ καύσωνα, καὶ δρόσον, Καὶ θῆρας ἔτι, καὶ πτηνὰ, καὶ χόρτον, καὶ καλάμην, | |
Ὧν οὐ φαυλότερος ἐγὼ πρὸς τοὺς ἐνταῦθα κρότους· | ||
20 | Τὴν γὰρ ἐσχάτην συντριβὴν μικροῦ με πεπονθότα, Δημιουργὲ καὶ προμηθεῦ, μετὰ τὸν πρῶτον πλάστην Ἀναχωνεύεις εὐμενῶς καὶ μεταπλάττεις πρᾴως, Οὐκ ἐπαινῶν τοὺς ἀλγεινοὺς τῶν ἰατρῶν καυτῆρας, Οὐδὲ θαυμάζων τὰς τομὰς τὰς ἐν ταῖς χειρουργίαις. | |
25 | Τῶν γὰρ ἀτέχνων καὶ σμικρῶν καὶ παραβόλων τάδε· Ἀλλὰ βαβαί σου, βασιλεῦ, τοῦ κατὰ πάντων κράτους, Βαβαὶ τοῦ παραστήματος τῆς μεγαλοφυΐας! Ὅλως οὐκ ἔστι σοὶ κοινὸν πρὸς τὰς τῶν ἄλλων φύσεις, Ὁπόσας τεθαυμάκασιν αἱ γλῶσσαι τῶν Ἑλλήνων. | |
30 | Ἥλιος εἶ περιφανὴς ἐπὶ λαμπρᾶς αἰθρίας Τοὺς θρυλλουμένους ἀπ’ ἀρχῆς ἐμπίδας ἀποφαίνων· Ἵνα γὰρ δείξῃ καθαρῶς ὅσον ἐστὶν ἡ φύσις, Καὶ μέχρι πόσου δυνατὸν ἀναδραμεῖν τὴν πλάσιν, Ἣν ὁ κοινὸς ὑπέστησε τεχνίτης καὶ κοσμήτωρ, | |
35 | Σοὶ μόνῳ συντετήρηκεν ἀκίβδηλον τὴν φύσιν, Καὶ μόνον ὑπερύψωσεν ἐκ τοῦ παντὸς αἰῶνος Σὲ τὸ τοσοῦτον ἀγαθὸν, ᾧ θαυμαστὸς ὁ τρόπος, Ἵνα μηκέτι καθ’ ἡμῶν ὁ μῶμος ἐπιτρέχῃ, Τοῦ φθόνου τὴν θρασύτητα κατὰ παντὸς ἁρπάσας. | |
40 | Ἄλλοις μὲν οὖν τὰ τῆς ἀρχῆς κόσμος ἁπλῶς ἐφάνη, Σὺ δὲ τῷ κόσμῳ τῆς ἀρχῆς ἄλλος εὑρέθης κόσμος, Εἰς οὐρανὸν δ’ ἀπὸ τῆς γῆς ἀῤῥήτως ἀνατρέχεις, Ὡσεὶ τροχὸς ἁπτόμενος τῆς ὑποσπώσης ὕλης. Καὶ θαῦμα περιλάλητον τυγχάνεις τοῖς οἰκέταις, | |
45 | Σιγῶν τε καὶ φθεγγόμενος· εἰ δὲ καὶ πράττειν θέλεις, | |
Οἰχέσθω πᾶς ἀλλόφυλος, πᾶσα πιπτέτω μάχη, Θρηνείτωσαν οἱ δυσμενεῖς, πενθείτωσαν οἱ φθόροι, Καὶ συνολολυζέτωσαν οἱ τῶν ἐθνῶν σατράπαι· Κατευστοχεῖς γὰρ, βασιλεῦ, τῶν ἐπιτιθεμένων, | ||
2.112(50) | Τὴν τοξικὴν τῆς Ἀθηνᾶς κομίσων ἐπιστήμην, Ὡς ὁ γεννάδας Ἡρακλῆς, ὡς ὁ πυρφόρος Ἄρης, Οὓς ἐπαινεῖ περιλαλῶν καὶ τοῖς ἑξῆς ὁ χρόνος, Ἵνα μὴ ῥεύσῃ τὸ καλὸν ὑπὸ τῆς ἀμνηστίας. Ὅλος εἶ χάρις, βασιλεῦ, καὶ τέρψις, καὶ φαιδρότης, | |
55 | Καὶ πλατυσμὸς, καὶ γλυκασμὸς, ὅλως οὐκ ἔχων κόρον· Σὺ γὰρ σπουδῇ φιλονεικεῖς τὴν φύσιν ὑπερβαίνειν, Καὶ γίνῃ κρείττων ἀτεχνῶν τῶν παρ’ ἡμῖν ἐπαίνων, Ὡς πάντα συγκαλύπτεσθαι καὶ φρίττειν ὑπ’ αἰσχύνης Τοὺς ἐγχειροῦντας αὐθαδῶς τοῖς προτερήμασί σου· | |
60 | Πρὸς μὲν γὰρ τόνδε τὸν λαμπρὸν φωστῆρα τῆς ἡμέρας Ἔχοι τίς ἄν τι καὶ κομψὸν ἀπὸ τῆς τέχνης λέγειν, Τὸ κάλλος καὶ τὴν δύναμιν σεμνύνων καὶ τὸ τάχος, Καὶ τὸ θερμὸν καὶ θρεπτικὸν καὶ ζωτικὸν καὶ βρύον; Εἰς δὲ τὴν ἀνυπέρβλητον ἥνπερ ἐκτήσω φύσιν | |
65 | Ἐξ οὐρανοῦ καταπεμφθεὶς πρὸς τὸ κοινῇ συμφέρον, Οὐκ ἔστι λόγος ἀποχρῶν, οὐδὲ προσήκων κρότος· Ἐσμὲν δὲ πάντες ἀτελεῖς ὥσπερ ἐν ψάμμῳ βρέφη, Μηδ’ αἰσθανόμενοι τῶν σῶν ὑπερτελῶν φασμάτων· Οὐκ οἶδε γὰρ οὐκ ἄργυρον, οὐδὲ χρυσὸν τὸ βρέφος, | |
70 | Οὐδὲ λυχνίτην, οὐδὲ πῦρ, οὐδὲ τὰς ἄλλας ὕλας, Ἀλλὰ πρὸς πάσας ἀκαλλῶς εἱστήκει περιχαῖνον. | |
Οὕτω καὶ σοῦ μὲν τὴν καινὴν πάντες ὁρῶμεν φύσιν, Ἀλλ’ ἀγνοοῦμεν τὰ κρυπτὰ τῆς καλοκαγαθίας, Οἷς μόνοις ἔδει τῆς φωνῆς εἰκότως τῶν ἀγγέλων, | ||
75 | Ὡς ἐξ ἀπόπτου καθαρῶς τὰ κάτω σκοπουμένων· Εἰ δὲ προσδεῖ σοι, βασιλεῦ, καὶ κάτωθεν ἐπαίνων Μόλις ἂν εἴη κατά σε καὶ τῆσδέ σοι τῆς γλώττης Καὶ τῆς φωνῆς καὶ τοῦ νοὸς τῶν πάντη ἀμιμήτων. Ἀλλὰ βιώῃς, βασιλεῦ, πρὸς τοῦ παμβασιλέως | |
80 | Ὑπὲρ ἀστέρων ἀριθμὸν καὶ ψάμμον θαλαττίαν Καὶ λόχμης κόκας καὶ φυῆς φυλλοβολούσης μέτρον Τὸν ζηλωτὸν ἱστῶντός σοι μετὰ τοῦ κράτους βίον· Ἂν δὲ τοῦ κόσμου φυσικῶς τὸ σχῆμα παραδράμῃ, Καὶ σύμπαν γένος ἐκτριβῇ ἀφανισθὲν συλλήβδην, | |
85 | Μετατεθείης ἀπὸ γῆς τοῦ σώματος ἡβῶντος, Καὶ περιμείναις τὴν Χριστοῦ δευτέραν παρουσίαν, Τρίτος ὀφθεὶς πρὸς τοῖς δυσὶ τοῦ γένους ἀθανάτοις, Μεταστοιχειουμένου σοι τοῦ σώματος κρειττόνως, Ἵνα κἀκεῖ μετὰ σαρκὸς ἀῤῥεύστως βασιλεύοις, | |
90 | Καὶ τῆς Ἐδὲμ τῶν ἀγαθῶν ἀφθόνως ἀπολαύοις. Νυνὶ δὲ βλέψαις τοὺς ἐχθροὺς λείχοντας χοῦν, ὡς λόγος, | |
Καὶ τούτων σου τοῖς πέλμασι τὰς κεφαλὰς συνθλάσαις, Τῶν τε καθόλου τῆς ὑγρᾶς καὶ τῶν ἐκ τῆς ἠπείρου· Δεῖ γὰρ τὸν ἐκνικήσαντα τὴν τῶν ἀνθρώπων φύσιν | ||
95 | Ἐπὶ συνέσει θαυμαστῇ καὶ χύματι σοφίας Μεμενηκέναι καὶ φθορᾶς καὶ τελευτῆς βελτίω. Ἀλλ’, ὦ τοῦ κράτους βασιλεῦ, συγγίνωσκε τοῖς λόγοις Τρανές τι φράσειν ἐπὶ σοὶ μηδόλως δυναμένοις. | |
2.113(t) | Εἰς τὸν αὐτόν. | |
1 | Ἥλιος εἶ· φώτιζε τυφλώττοντά με· Ποταμός· ἀνάψυχε διψήσαντά με· Σωτήριον πῦρ· θάλπε ῥιγώσαντά με, Παγκοσμίων ἥδιστε νυμφὼν ἐλπίδων, | |
5 | Ὡς ἂν ὁ καρπὸς ἐκφυῇ σοι τῶν τρόπων, Καταλιπανθεὶς τῇ χλιδῇ τῶν πρακτέων, Καὶ μὴ τοσοῦτο θαῦμα καλύψῃ χρόνος, Παραπεφυκὸς τῆς ῥοῆς τῇ συγχύσει. Ποῖος γὰρ ὡς σὺ τήν τε γενναίαν φύσιν, | |
10 | Ἣ χαρίτων ἤμελξεν ἐκ βρέφους γάλα, Καὶ τὴν λογικὴν ἧς τὸ πᾶν ἔχεις κράτος, Σκώληκας ἢ μύρμηκας ἡμᾶς δεικνύων, Ὅταν κινῇς τὴν γλῶσσαν εἰς λόγων δρόμον, Ὦ νοῦ κυβερνῶν τὰς φυλὰς ἀκινδύνως | |
15 | Καὶ πραγμάτων ἅπαντα κοιμίζων σάλον, | |
Ἕλλην καταστὰς τῆς ὑπὲρ γῆν Ἀτθίδος. | ||
2.114(t) | Εἰς τὴν εἰκόνα τῆς θεοτόκου. | |
1 | Ἃ μὲν, κόρη πάναγνε, καὶ πρὶν εἰργάσω Φρουροῦσα τοὺς σοὺς πάντας ἡμᾶς ἱκέτας, Καὶ παντοδαπῆς ἀξιοῦσα φροντίδος, Ἄπειρα καὶ μέγιστα σαφῶς τυγχάνει· | |
5 | Τὸ νῦν δὲ νικᾷ καὶ τὸ τῶν λόγων κράτος, Ὑπερβεβηκὸς πάντα νοῦν ἀνθρώπινον. Τὴν γὰρ τελευτήσασαν οἰκτρῶς φιλτάτην, Οὕτω γὰρ αὐτὴν εἷλεν εὐθὺς ἡ νόσος, Τὴν Ἑλένην ἣν ἔσχον εἰς τέρψιν βίου | |
10 | Καὶ τῶν ἀγαθῶν βάθρον ἁπλῶς ἐλπίδων, Σὺ πάλιν ἡμῖν ἐξανιστάνεις μόνη, Ζωῆς νέας φάρμακον ἐγχεαμένη· Ἀμείβομαι γοῦν ὑπὲρ αὐτῆς τὴν χάριν, Καὶ κατακοσμῶ τῷδε τῷ χρυσαργύρῳ | |
15 | Τοῦ σοῦ τύπου τὸ σχῆμα τὸ σχεδὸν πνέον· Σὺ δ’ αὖθις ἡμᾶς ἀντιδεξιουμένη Καὶ τὴν ἔσω βλέπουσα τῶν σπλάγχνων ζέσιν, Τήρησον ἀκλόνητον ἡμῖν τὸν βίον, Καὶ τὰς νόσους λύσασα τὰς ἀποκρύφους, | |
20 | Ἄληκτον εὐτρέπισον εἰς γῆρας βίον· Ἐκ σοῦ γὰρ ἡμῖν καὶ τὸ νῦν ζῆν εὐθύμως, Καὶ τὸ πρὸς ἀπόλαυσιν ὧν δώσεις βλέπειν. | |
Ὅπλον δέ μοι κράτιστον ἀῤῥήτως γίνου, Καὶ καθάπαξ ἄμαχε τὰς νίκας δίδου, | ||
25 | Μήπως ἐνεχθῇ κατ’ ἐμοῦ κτεῖνον βέλος, Καὶ κατακαυχήσαιτο βαρβάρου θράσος Τῆς σῆς ἀτεχνῶς οὐρανοδρόμου σκέπης, Ἧς ἐκ βρέφους ἔτυχον εὐθὺς ἐλπίδας. Ἀδελφιδοῦς ἄνακτος Αὐσόνων γένους | |
30 | Κομνηνὸς Ἀνδρόνικος Ἀσὰν πατρόθεν. | |
2.115(t) | Εἰς τὴν αὐτήν. | |
1 | Σὲ κλῆρον εὑρὼν, μῆτερ ἁγνὲ παρθένε, Καὶ σοῦ σκεπασθεὶς τοῖς πτεροῖς τοῖς ἐνθέοις Ἀθυμίας ἄγευστον αὐχῶ τὸν βίον· Ὄμβροι γὰρ ἐχθρῶν οὐ κατακλύζουσί με, | |
5 | Καὶ πραγμάτων καύσωνες οὐ φλέγουσί με· Μᾶλλον δὲ πᾶν βάρβαρον ἐκτρίβεις ψύχος Τῇ τῆς καθ’ ἡμᾶς τακτικῆς μεσημβρίᾳ, Καὶ παντοδαπῶν ἀξιοῖς χαρισμάτων Τὸν ἱκέτην θάλπουσα καὶ ψύχουσά με. | |
10 | Νῦν οὖν ἐγὼ πάλιν σε τὴν κοινὴν σκέπην Τῇ φιλτάτῃ δίδωμι σεπτῶς Ἑλένῃ, Χρυσῷ δὲ τὸν σὸν κατακοσμήσας τύπον, Ταύτην χρυσοῦν σχεῖν ἐκλιπαρῶ τὸν βίον, Ὡς ἂν χρόνον ζήσασα μακρὸν ἐνθάδε, | |
15 | Καὶ φιλτάτων δείξασα μεστὴν τὴν τύχην, Καὶ μέχρι παντὸς εὐαρεστήσασά σοι, | |
Τὸ σὸν πάλιν πρόσωπον ἀῤῥήτως βλέποι. Ἀδελφιδοῦς ἄνακτος Ἀσὰν τοὺς λόγους Κομνηνὸς Ἀνδρόνικος ὑπὲρ τῆς κόρης | ||
20 | Τῇ μητρὶ τοῦ κτίσαντος ἡμῶν τὴν φύσιν. | |
2.116 | Ἡμιμέδιμνόν τινα θεσπίσας χάριν Τοῖς ἀργυρηλάτοις με νῦν τέρπε στρόφοις, Πλὴν εἰς δύο τμήματα συνθεὶς τὰ τρία Σκόπει τὸ τῆς πλάστιγγος εὐτέχνως μέσον, | |
5 | Κἂν ἐνδεῶς τὸ μέτρον ἀθρήσῃς ἔχον, Ἕξεις τὰ λεπτὰ καὶ περανεῖς τὴν δόσιν, Λήψῃ δὲ καὶ τὸ σπέρμα τῶν κερατίων Πρὸς τὴν ἑκατέρωθεν ἰσομοιρίαν. Τὸν θύλακον δ’ οὖν ἐσφραγισμένον πρόες | |
10 | Τῷ μειρακίῳ τῷδε, πρῶτε δεσπότα. | |
2.117(t) | Εἰς ἄγγελον ἱππότην. | |
1 | Ὁ νοῦς μὲν ὀξὺς τοῦ πτερωθέντος πλέον, Ὀξύτερον δὲ τὸ πτερωθὲν ἱππέως, Νυνὶ δὲ καὶ νοῦς καὶ πτερωτὸς ἱππότης Ἕστηκεν εἰς ἔμφασιν ἀκμαίου δρόμου, | |
5 | Δεικνὺς ἀτεχνῶς ἀπὸ τῆς πανοπλίας Ὡς οὐ πρὸς αἷμα τάχα καὶ σάρκα τρέχει, Ἀλλὰ πρὸς ἀρχὰς μυστικῆς ὁμαιχμίας· | |
Ἀϋλίαν γὰρ κατὰ τῆς ἀϋλίας Καὶ φῶς βλέπειν ἔξεστι κατὰ τοῦ σκότους· | ||
10 | Νοῦς ἄρα κινεῖ τῆς γραφικῆς τὴν στάσιν, Κάτω μενούσης τῆς ὅλης αἰσθήσεως. | |
2.118(t) | Τῷ Κοιαίστωρι. | |
1 | Ἐμοὶ σὺ καὶ φῶς, καὶ πνοὴ, καὶ καρδία, Καὶ ζωτικὴ δύναμις ἐντείνουσά με, Καὶ πᾶν ἀγαθὸν εἰς τὸ νῦν ἅπαν γένος· Τὰ γὰρ ἀποπνίγοντα κουφίσεις βάρη, | |
5 | Καὶ τῶν ὀδυνῶν τὰς περιστάσεις λύεις, Τοῖς ἀργυροκράτοις με ῥωννὺς φαρμάκοις. Σῶτερ Γαληνὲ, τοιγαροῦν ἄγε σκόπει Μή τις ἀποφρὰς καὶ φθορεὺς ὑφαρπάσῃ Καὶ τοὐμὸν εὐτύχημα συλήσας λάθῃ, | |
10 | Καὶ κοινὸν ἐντρύφημα, καὶ θεῖον τέρας, Καὶ τῆς διωξάσης με κοσμῆτορ τύχης, Καὶ νοῦ προμηθεῦ τῶν φίλων αὐθαίρετε. | |
2.119(t) | Εἰς ναοῦ πύλην. | |
1 | Τῆς πνευματικῆς ἀγέλης τὰς εἰσόδους Ὁ δεσπότης ἄνωθεν ἐκκύψας βλέπει, Ταύτης δὲ λαμπρῶς εὐλογεῖ τὰς ἐξόδους Πρὸ τῆς πύλης ἄφραστον ἱδρύσας πύλην· | |
5 | Ἔχει δὲ καὶ φύλακας ἑστῶτας μέσον, Οὓς ἐμψύχους ἄντικρυς ἡ τέχνη γράφει, Μήπως ὑφαρπάσῃ τι τῶν ἔνδον, ξένε, | |
Λαθὼν ὁ βαρὺς τῶν ψυχῶν ὁδοστάτης. | ||
2.120(t) | Εἰς τὴν ἁγίαν Ἀναστασίαν τὴν Φαρμακολετρίαν. | |
1 | Ἀθλήσασα ζῇς, καὶ τυπουμένη πνέεις, Καὶ θαυματουργεῖς ἔνθα καλεῖ σε σχέσις, Καὶ σταυρὸν ἀρήγοντα καὶ κάλπιν φέρεις Λυσιπόνων γέμουσαν, ἁγνὴ, φαρμάκων. | |
5 | Εἰ γοῦν Τριβαλλοὺς ἀπὸ τῆς Βυζαντίδος, Ὁ τῆς ἐμῆς ἔρως σε καλεῖ καρδίας, Σὺ δ’ ἀπτέρῳ φθάσασα τὸν κράλην τάχει, Κράλην τὸν λαμπρὸν τῶν ἐμῶν φῶς ἐλπίδων, Δεῖξον σεαυτὴν ἀπὸ τῶν τεραστίων, | |
10 | Καὶ λῦσον αὐτῷ τοὺς ἐνοχλοῦντας πόνους· Κἂν ὑπὸ θερμότητος ἡ νόσος βρέμοι, Ἡ κάλπις ἐγγὺς καὶ τὸ λυποῦν σβεννύτω· Κἂν ψυχρότης ἄμαχος ὀργῶσα τρύχοι, Τὸ μαρτυρικὸν τῇδέ σου πῦρ ἀντίθες. | |
15 | Ἀναστασίᾳ τῇ φερωνύμῳ κόρῃ Ἡ πανυπερσέβαστος Εἰρήνη τάδε. | |
2.121(t) | Εἰς τὸν πατριάρχην. | |
1 | Ἄριστε πατριάρχα τῆς οἰκουμένης, | |
Ψυχῶν προμηθεῦ καὶ τροφῶν καὶ προστάτα, Καὶ καθάπαξ ἄγρυπνε τοῦ γένους φύλαξ, Τοῖς μὲν λογικοῖς γνωστικὴν βρῶσιν δίδως, | ||
5 | Τὴν πρακτικὴν τράπεζαν ἁβρὰν εἰσφέρων· Εἰ δὲ γραφικῶς καὶ ψυχὰς κτηνῶν τρέφοις, Δίκαιος ὢν ἄνθρωπος εὐθὺς ἐκ βρέφους, Οὐδέν τι καινόν· ἐκ θεοῦ γὰρ ὃ δράσεις, Ὃς ἀνατέλλει πανταχοῦ τὸν ἥλιον, | |
10 | Τρέφει δὲ τὴν ἔμψυχον ἀῤῥήτως φύσιν, Ἐφ’ ἣν ὁμαλῶς καὶ πεφεισμένως βρέχει, Ὡς ἂν ἔχοι μάλιστα τὰ κτήνη χλόην, Καὶ τῇ λογικῇ ζῶντα δουλεύοι κτίσει. Ναὶ πέμπε χιλὸν τοῖς ἐμοῖς βοσκήμασιν, | |
15 | Ἃ λιμὸς ἐξέτριψεν οὐ φαύλου χρόνου, Μιμητὰ τοῦ τρέφοντος ἡμᾶς ἀφθόνως, Μήπως Νινευὶ τήνδε τὴν πόλιν πόλιν Ἐκ τοῦ πάθους ἔχοι τις ἢ χείρω κρίνειν Ὅσῳ τὸ συμβὰν οὐ τριήμερον μόνον, | |
20 | Ἀλλ’ ἔστιν εὑρεῖν καὶ παρατεταμένον, Ὦ τῶν ἐπὶ γῆς ποιμένων διδάσκαλε. | |
2.122(t) | Τῷ Ξανθοπούλῳ. | |
1 | Ἀπώλεσα τὸν ἵππον, ὦ φρενῶν βάθος, | |
ᾯ γε πρὸς ἀνάψυξιν ἐχρώμην τέως· Ἀπώλεσα τὸ κτῆνος, ὢ δεινοῦ πάθους! Τοῦ παιδὸς ὑπνώσαντος ἐκ παροινίας. | ||
5 | Ἀπώλεσα δ’ οὖν οὐχὶ τὸ κτῆνος μόνον Αὐτοῖς χαλινοῖς καὶ στολαῖς ἐφεστρίδος, Ἀλλ’ ὡς ἐν ἀκμῇ τῆς ἀποφράδος τύχης, Καὶ τὴν φίλην ἔνδικον ἔσθ’ ὅτε σπάθην, Ἣν ἀπὸ λαβῆς εἶχον ἠργυρισμένην. | |
10 | Πῶς οὖν τὸ συμβὰν ὑπενεγκεῖν ἰσχύσω Πρὸς τὴν βάδην κίνησιν οὐκ ἐξισχύων, Ἥλιε καὶ ζῶν τῶν ἐμῶν φῶς ἐλπίδων, Δίδαξον, εὐμήχανε καὶ σοφώτατε, Καὶ τῶν ἐμῶν φάρμακον ἐξ ὕψους πόνων. | |
2122a | Ἅς τινας ἂν χάριτας ἡμῖν ὑπέθου Καὶ μέχρι στεῤῥῶν σὴν ἀφιγμένοις χάριν, Κἀνταῦθα λαμπρῶς ὁ χρυσοῦς πρόες φίλος· Σοῦ γὰρ τὸ φιλότιμον οὐκ εἴργει χρόνος, | |
5 | Καὶ τὰ πρὸς ἡμᾶς οὐ περιγράφει τόπος, Ἀλλ’ ὡς ὕδωρ καὶ πνεῦμα καὶ φωτὸς χύσις, Τὴν δραστικὴν δύναμιν ἐμφύτως ἔχεις. Ὅταν δὲ τὰς χάριτας ἡμῖν εἰσφέρῃς, | |
Οὐ δυσαρεστεῖς, οὐδὲ κομπάζεις μάτην· | ||
10 | Ἀλλ’ οὐδὲ τὸ πρόσωπον ὠχρὸν δεικνύεις, Ὃ φαιδρὸν ὠργάνωσεν ἡ σὴ θερμότης, Ἀλλ’ ὥς τις ἡδὺς ἀπὸ παστοῦ νυμφίος Χαίρεις ἐφ’ οἷς, βέλτιστε, καθάπαξ δίδως· Οὐκοῦν ἀγαθὸν μὴ διαφθείρας ἔθος | |
15 | Τῷ σῷ πάλιν γνώρισε Φιλῇ τὴν φύσιν. | |
2.123 | Σὺ μὲν διαζῇς ἀρετῆς ὢν ἐργάτης Εἰς τὸν πολυκύμαντον ἀκλύστως βίον· Ἐκούφισας γὰρ τῆς ψυχῆς τὴν ὁλκάδα, Τὰ τῆς ὕλης δύσοιστα φαυλίσας βάρη· | |
5 | Μᾶλλον δὲ ῥιφεὶς εἰς τὸ πῦρ τῶν πραγμάτων Πυριγόνου δύναμιν εὑρέθης ἔχων. Τῆς γὰρ ἐν αὐτοῖς οὐ μετασχὼν ἀσβόλης Ὁρᾷς ἀπαθῶς τοὺς ἀποκρύφους πόνους· Καρπούμενος δὲ συμφορὰς ἀλλοτρίας | |
10 | Τοὺς ποικίλως κάμνοντας ἀναλαμβάνεις. Ἐγὼ δὲ πολλοῖς παρενεχθεὶς κινδύνοις, Καὶ τῶν μεριμνῶν πυρποληθεὶς τῷ βρόμῳ, Καὶ παντοδαπῇ συσχεθεὶς καχεξίᾳ, Πρόσειμί σοι, κάλλιστε τῶν φίλων πάτερ. | |
15 | Τὴν γοῦν ζάλην κοίμιζε τὴν φλόγα σβέσας, Καὶ τῇ νόσῳ φάρμακον, εἰ μή τις φθόνος, Σίτινον ἢ κρίθινον ἢ χρυσοῦν δίδου· Ὁ γὰρ περισπούδαστος ἐσμὸς τῶν φίλων Κλᾴουσιν οὐδὲν εἰσφέρειν δυνάμενοι. | |
2.124(t) | Εἰς τὸν μέγαν Λογοθέτην. | |
1 | Ἄριστε τοῦ ξύμπαντος ἀνθρώπων γένους, Ὀφθαλμὲ τῆς γῆς, δραστικὴ χεὶρ τοῦ κράτους, Παγκοσμίων ἥδιστε χειμὼν ἐλπίδων, Ἔκπληξις ἐχθροῖς, κόσμε τῶν νῦν πραγμάτων, | |
5 | Ἑρμῆ βραβευτὰ τῆς ὑπὲρ γῆν Ἀτθίδος, Καὶ τῆς Ἀθηνᾶς τῆς καλῆς νυμφοστόλε, Ἕως μὲν ἡ σὴ μὴ παρῆν ἡμῖν φύσις Αὐθαιρέτως λύουσα τὰς περιστάσεις, Ἐστεργόμην τὴν Σπάρταν ἣν ἐλάχομεν· | |
10 | Τῆς γὰρ πονηρᾶς ἀντιπιπτούσης τύχης Ἔρημον οὐκ ἦν δυσχερῶν ἔχειν βίον· Ἐπεὶ δὲ τῆς σῆς χρηστότητος ἡ χύσις, Ἄβυσσε καλῶν, καὶ πρὸς ἡμᾶς ἐῤῥύη, Τί μὴ τὸ λυποῦν τῆς ψυχῆς ἀποκλύσας | |
15 | Λύεις τὸν αὐχμὸν τῶν καλῶν τῶν ἐν βίῳ, Ὡς ἂν ὁ καρπὸς ἐκφυῇ σοι τῶν κρότων, | |
Καταλιπανθεὶς τῇ χλιδῇ τῶν πρακτέων; Τί μὴ δὲ τὴν πρόσλαμψιν ἡμῖν ἐγχέεις, Ἥλιε καὶ ζῶν τῶν ἐμῶν φῶς ἐλπίδων; | ||
20 | Τοῖς γὰρ ἀπαυγάσμασι τῆς σῆς αἰθρίας Ὁ τῶν ἀηδῶν εὐχερῶς εἴκει γνόφος, Ἐπεὶ τίς ὡς σὺ τήν τε γενναίαν φύσιν, Ἣ θαυμάτων ἤμελξεν ἐμφύτων γάλα, Καὶ τὴν λογικὴν ἧς τὸ πᾶν ἔχεις μόνος, | |
25 | Ἕλλην καταστὰς εὐμαθὴς τοῖς πράγμασι; Πλὴν ἀλλ’ ἐγὼ σὸς, εἰ δὲ καὶ δοῦλος πένης, (Οἶδας ὁ λαμπρὸς) εἰ δὲ τῶν ἄλλων πλέον, Τὸ σὸν πνέων πρόσωπον ᾧ νέκταρ χύδην Ὁ κατακοσμήσας σε γινώσκει πλέον· | |
30 | Τὸ γὰρ ἄνω κάτωθεν ἑλκύσας κράτος Τέθεικας ἡμῖν εὐμενὲς τὸ νῦν κράτος· Ἐγὼ δέ σοι δίδωμι τὸν νοῦν, τὸν λόγον, Τὴν γλῶτταν αὐτὴν, τὸν βίον, τὰ φίλτατα. Τὸ γὰρ ἄνευ σου ζῆν τε καὶ πνεῖν καὶ γράφειν | |
35 | Οὐ βούλομαι σχεῖν εἰς τὸν αὐτίκα βίον, Ἄριστε τοῦ ξύμπαντος ἀνθρώπων γένους. | |
2.125(t) | Εἰς τὴν εἰκόνα τῆς θεομήτορος. | |
1 | Σὺ μὲν, κόρη πάναγνε, τοὺς τύπους λύεις Οὓς εἶχε τοπρὶν ὁ σκιογράφος νόμος· Ὁ γὰρ νοητὸς ἦλθεν ἐκ σοῦ φωσφόρος, | |
Λύων τὸν ἀτμὸν τῆς φθορᾶς καὶ τὸν ζόφον· | ||
5 | Ἡ δὲ γραφικὴ τῆς ἀληθείας χάριν Καὶ παρθένον γράφει σε καὶ παιδοτρόφον, Μᾶλλον δὲ τοῦ πλάσαντος ἡμῶν τὴν φύσιν, Καὶ τῇ καθ’ αὑτὸν φαιδρύναντος εἰκόνι, Χερουβικόν σε δεῦρο δεικνύει θρόνον· | |
10 | Σιγᾷς δὲ θαυμάζουσα μικροῦ τὸν τόκον, Ὅσον φυσικῶν εὑρεθέντα βελτίω, Καὶ τῆς γραφικῆς τάχα νικᾷς τὴν φύσιν, Ἀναπνοῆς ἔχουσα λεπτῆς ἐμφάσεις· Ζωὴν γὰρ ἀνθύπαρκτον εἰς χεῖρας φέρεις, | |
15 | ᾟ σαρκὸς ἱστούργησας αὐτὴ πορφύραν, Βαφεῖσαν ἐκ σῶν παρθενικῶν αἱμάτων· Ὢ πῶς τοσοῦτο θαῦμα λαλήσει στόμα! Ποῖος δὲ νοῦς, ἄμεμπτε, χωρεῖν ἰσχύσει; | |
2.126(t) | Εἰς εἰκόνα τοῦ μεγάλου Γεωργίου. | |
1 | Ἔδειξεν οἷς πέπονθεν ὁ στεφανίτης, Ὡς μαρτυρικῆς μεῖζον οὐδὲν ἀνδρίας· Χωρεῖ γὰρ εἰς πῦρ, εἰς ὕδωρ, εἰς ἀέρα, Καὶ πᾶσαν ἁπλῶς τὴν ὁρωμένην φύσιν· | |
5 | Καὶ γίνεται δὴ πῦρ μὲν εὐθὺς ἡ δρόσος, Τὸ πνεῦμα δὲ φλὸξ, ἵνα μὴ θᾶττον κάμῃ Τοῦ μάρτυρος τὸ σῶμα λυθὲν τοῖς πόνοις. Γεώργιος γὰρ μαρτυρεῖ τοῦτο πλέον, Ὃς ἦν ἀτεχνῶς ἀνδριὰς τὴν ἔνστασιν, | |
10 | Ἀκάματον πῦρ εἰς θεοὺς νόθους πλέον. Ἐπεὶ δὲ τὸν χοῦν τῆς φθορᾶς διεξέδυ, Κἀν τοῖς ἄνω πίναξι λαμπρῶς ἐγράφη, Στέργει σαφῶς καὶ τόνδε τὸν κάτω τύπον, Καὶ θαυματουργεῖ πίστιν εἰ βλέποι μόνην. | |
15 | Σὺ δὲ, σκόπει, βέλτιστε, πῶς χεὶρ ζωγράφου Σχεδὸν πνοῆς δύναμιν ἐγχεῖ τοῖς τύποις, Πηγνῦσα δεινῶς τῆς ψυχῆς τὰς ἐμφάσεις Τοῖς ἀψύχοις χρώμασι τῆς εἰκασίας. | |
2.127(t) | Εἰς εἰκόνα τοῦ σωτῆρος Χριστοῦ, οὗ ἡ ἐπιγραφὴ συμπαθής. | |
1 | Ἔδειξας οἷς εἴρηκας εἰς τὰς ἐμφάσεις Ὡς συμπαθὴς εἶ· τοῦτο γὰρ δή σοι φύσις· Καὶ τὴν ἐμὴν σύζυγον ἐστειρωμένην Καὶ φιλτάτου σαίνοντος ἐστερημένην, | |
5 | Ὡς δεσπότης εὔσπλαγχνος οἰκτείρας, Λόγε, Ἡμῖν σεαυτὸν εἰκονισμένον δίδως· Ὕπαρ γὰρ ἦν ἄντικρυς, οὐκ ὄναρ τόδε, Καθὼς ἐπιστὰς εἶδον αὐτὸς τὸν τύπον, Ἐφ’ οὗπερ ἦν καὶ τοῦτο, Συμπαθὴς ὅδε. | |
10 | Λαβόντες οὐκοῦν ἀσφαλεῖς τὰς ἐγγύας Ἐγγράφομέν σου δεῦρο τὸν θεῖον τύπον, | |
Ὡς τῆς πρὶν ἀντίμιμον εἰκονουργίας· Σὺ δ’ ὡς ἀληθὴς καὶ θεὸς καὶ δεσπότης, Καὶ συμπαθὴς τὴν φύσιν ὡς ἐπεγράφης, | ||
15 | Δὸς τέκνον ἡμῖν κατὰ τὸ πρόσταγμά σου Τὴν τοῦ γένους αὔξησιν ἀθροῦν τῷ χρόνῳ· Τίκτοι γὰρ ἂν καὶ λίθος εἰ μόνον θέλεις. Φιλανθρωπηνὸς ταῦτα σὸς λάτρις Δούκας. | |
2.128(t) | Εἰς εἰκόνα τῆς θεομήτορος. | |
1 | Τῆς μητρὸς ἀμείψασα τὴν ἀτεκνίαν, Καὶ τοῦ γένους λύσασα τὴν ἀκαρπίαν, Καὶ τὸν θεὸν τεκοῦσα, παρθένε, βρέφος, Νῦν τὴν ἐμὴν στείρωσιν εὐσπλάγχνως λύοις, | |
5 | Ὡς ἂν ὁ καινὸς τοῦ θεανθρώπου τόκος Ἐγκωμιαστὴν καὶ παρ’ ἡμῶν λαμβάνοι, Σεσωσμένον καὶ τοῦτον ὡς τὸ πᾶν γένος. Φιλανθρωπηνὴ ταῦτα σὴ λάτρις γράφει. | |
2.129(1t) | Εἰς εἰκόνα τοῦ μεγάλου Χρυσοστόμου, | |
2t | καὶ τοῦ μάκαρος Ὀνουφρίου. | |
1 | Ὁ πατριάρχης τὸ χρυσοῦν δεῦρο στόμα, Γυμνὸν παλαιστὴν προσλαβὼν πάρεστί μοι. Σὺ γοῦν, πονηρὲ τῶν ψυχῶν ὁδοστάτα, Φρίξον θεωρῶν τούσδε τοὺς ὑπερμάχους, | |
5 | Καὶ τῶν ἐμῶν ἔκστηθι πενθῶν πρακτέων. Τὴν γὰρ ἑκατέρωθεν οὐ στέξεις μάχην, Κἂν ᾖς ἀλαζὼν, κἂν θρασυνθῇς πρὸς δύο. | |
Φιλανθρωπηνὸς ταῦτα θαῤῥούντως λέγει. | ||
2.130(t) | Ἐπιτάφιοι εἰς τὴν γυναῖκα τοῦ Σταυρακίου. | |
1 | Ἰοὺ, ἰοὺ τί τοῦτο, καὶ πῶς ἐκρύβης, Τὸ ζῶν πρὸ μικροῦ τῶν ἐμῶν φῶς ὀμμάτων; Μᾶλλον δὲ πῶς ἔγωγε καὶ ζῶ καὶ πνέω, Σοῦ φεῦ διαστὰς τῆς καλῆς ὁμοζύγου; | |
5 | Κἂν γὰρ ἔτι ζῶ, κἂν συνεκτέθνηκά σοι, Κἂν ἡμιθανὴς ὑπὸ τοῦ πάθους μένω, Οὐκ οἶδα σαφῶς, ἀλλὰ παπαὶ τῆς τύχης! Εἰ σοῦ δίχα ζῶ, καὶ θανατῶν ἐμπνέω· Πλὴν ἀλλὰ τὴν μόνωσιν οὐ στέγω πρᾴως, | |
10 | Τρυγὼν ἐμὴ φίλανδρε καὶ στρουθοτρόφε, Βίου κιβωτὲ, κῆπέ μου κεκλεισμένε, Πηγὴ καλῶν πόῤῥωθεν ἐσφραγισμένη, Φρονήσεως θάλαμε, νυμφὼν ἀνδρίας. Τὸν γὰρ περισπούδαστον ἀνθρώποις γάμον | |
15 | Ὡς φροντίδων γόνιμον αὐτὸς ἐκκλίνων, Μόλις μετὰ σοῦ ζῆν ἐπὶ γῆς εἱλόμην, Καὶ πρὸς τοσοῦτον ἦλθον ὀλβίας τύχης Ὅσον κατ’ αὐτῶν δυσφορεῖν τῶν ἀζύγων, Εἰ μὴ τοσαύτην ἔσχον ἐκ παιδὸς χάριν, | |
20 | Ὡς τῶν ἐμῶν φάρμακον εὑρέθης πόνων· Καὶ παντὸς εἶχον ἡδέος σε πρόξενον, | |
Ἀλλ’ ἡρπάγης πρόωρος, ἀλλ’ ἀπεῤῥάγης Ἐκδῦσα τὸν χοῦν καὶ τὸ βαρὺ φορτίον Πρὸ τῆς παρακμῆς, Ἄννα, καλλώπισμά μου· | ||
25 | Κἀγὼ τὸν ἁπλοῦν καὶ πρὸ τοῦ γάμου βίον Τοῦ δευτέρου τίθημι πολλῷ βελτίω. Τί γὰρ ἐμοὶ τὸ κέρδος ἐκ τῆς συννόμου Καὶ τῶν κατ’ αὐτὴν ἀφθόνων χαρισμάτων, Ἥλιε καὶ γῆ καὶ τελευταῖοι κρότοι; | |
30 | Πλὴν ἀλλὰ σοὶ μὲν καὶ πρὸ τῆς ἡλικίας Ἡ σεμνότης ἤνθησε τῆς εὐκοσμίας· Ἐγὼ δέ σου τὸ κάλλος οὐκέτι βλέπων Οὐ δύναμαι ζῆν, οὐδ’ ἀκινδύνως πνέειν· Ὁρῶν δὲ τὸν σὸν ὡς ἐν εἰκόνι τρόπον | |
35 | Τῷ μνημονικῷ τῆς ἐμαυτοῦ καρδίας, Εἰς πάντα καιρὸν ἐν στεναγμοῖς δακρύω. Ἔχω γὰρ ὑπέκκαυμα τοὺς κοινοὺς τόκους Καὶ τοὺς ἀδελφοὺς οὓς τραγῳδοὺς εἰργάσω, Μᾶλλον δὲ τὸν σὸν εὐγενῆ φυτοσπόρον, | |
40 | Ὃς καρτερικὸς ἀρετῆς ὢν ἐργάτης Τοῦ σοῦ μόνου δήπουθεν ἡττήθη πάθους. Ὦ τῆς τύχης ἥδυσμα, τοῦ βίου τρόπις, Κἂν τῆς τελευτῆς εἷλε τὴν ναῦν ὁ κλύδων, | |
Καὶ κατέδυς αὔτανδρος εἰς τὸν πυθμένα! | ||
45 | Ζῶ δ’ οὖν πνέων πῦρ ἀπὸ τῶν σπλάγχνων βρέμον, Ἐπείπερ ἡ σὴ μηδαμοῦ φεῦ μοι δρόσος. Τὰ πρός με σοῦ γὰρ τίς ποτ’ ἐκφράσει λόγος, Ὦ κόσμε λαμπρὲ τῶν ἐμῶν χθὲς ἐλπίδων; Τοὺς γὰρ ἐμοὺς ἔστεργες ἐκτόπως λόγους, | |
2.130(50) | Καὶ νεῦμα τοὐμὸν σὸς ῥυτὴρ ἦν εὐθέως, Κἀκεῖνο τῇ σῇ πανταχοῦ φίλον φύσει, Ὃ δῆτα κἀμοὶ, καὶ τὸ μὴ φίλον πάλιν, Τοιοῦτο καὶ σοὶ μέχρι τῆς σῆς ἐξόδου· Νυνὶ δὲ βαβαὶ τῆς ἀποφράδος τύχης, | |
55 | Μᾶλλον δὲ παπαὶ τῆς ἐμῆς ἁμαρτίας, Ἧς ταῦτα καρπὸς εἰς ἀπευκταῖον θέρος. Παρῆλθες ὡς χοῦς ἐκτιναχθεὶς εἰς κόνιν, Καὶ μικρὸν εὐφράνασα μακρὸν ἀλγύνεις, Καὶ θάτερον φυγοῦσα τοῦ ζυγοῦ μέρος, | |
60 | Ὃν εἵλκομεν πρὶν σύ τε κἀγὼ πρὸς βίαν, Ἐμοὶ τὸ πᾶν ἀφῆκας ἀνέχειν βάρος, Καὶ γίνομαι δὴ συμφορῶν ἐπιστάτης, Ὡς ἐξ ὑπαρχῆς ἀνάγων τὰ φίλτατα. Φεῦ πῶς τὸ παρὸν καρτερεῖς ἐμὸν πάθος, | |
65 | Ἀλλ’ οὐ συναλγεῖς, οὐδ’ ἐπιστρέφῃ τέως, Ἡ συμπαθὴς ἄνθρωπος; ὢ ζῶντος πάθους! Εἰς σῶμα νεκρὸν κἂν ἐν αἰσθήσει πνέω· Παρήκαμεν γὰρ τῇ φθορᾷ τὰς ἐλπίδας, Καὶ τὴν ἀγωγὴν, καὶ τὰ σεμνὰ τοῦ γένους, | |
70 | Καὶ τὸν πολυσύλλεκτον ἐκ πόνων βίον. | |
Ἀλλὰ σιωπᾷς, τὸ γλυκὺ πρόσφθεγμά μου, Ἢ τῆσδε τῆς σῆς εὐγενοῦς μητρὸς χάριν· Δοκεῖς γὰρ αὐτῆς εὐλαβεῖσθαι τὸν τύπον, Κἂν εἰς ὑμᾶς ἔκρυψεν εὐδαίμων τάφος· | ||
75 | Ἢ τὴν στολὴν φρίττουσα τῶν μονοτρόπων, Ἧς οὐ κατ’ αὐτὴν ἠξιώθης ἐκ νόσου (Τῶν γὰρ ἰατρῶν οὐ παρέσχεν ἡ κρίσις,) Ἢ τὴν ἐμὴν τιμῶσα κἀνταῦθα σχέσιν· Τὸ γὰρ σιωπᾶν κόσμος ἦν σὸς ἐκ βρέφους, | |
80 | Καὶ κόσμος οὐκ ἦν εἰς τὸ σὸν κάλλος νόθος· Γέλως δέ τις ἄσεμνος οὐκ ἔτερπέ σε· Τὴν γὰρ τελευτὴν ὡς παροῦσαν ἐσκόπεις, Τὰς παιδιὰς φεύγουσα τῶν μὴ σωφρόνων. Ἀλλὰ σὺ μὲν ζῇς ἄλλον ἐντεῦθεν τρόπον· | |
85 | Τὴν γὰρ ὕλην παρῆλθες ἀπτέρῳ τάχει· Ἐγὼ δὲ καὶ ζῶ καὶ τελευτῶ καθάπαξ, Ὦ χάρις Ἄννα, τῆς ἐμῆς φῶς καρδίας, Κἂν ἐστερημένον με σαυτῆς δεικνύοις. Ὁ Σταυράκιος ταῦτά σοι τῇ συζύγῳ | |
90 | Τὴν προσλαλιὰν ὀργανῶν τὴν ἐσχάτην. | |
2.131(t) | Εἰς τὸν μέγαν Δομέστικον. | |
1 | Φῶς ἐν ζόφῳ σὺ, καὶ μετὰ ψύχους ἔαρ, Ἐκ τῆς Θρᾴκης ἥδιστος ὀφθεὶς τοῖς φίλοις, Ὦ νοῦ στρατηγὲ καὶ πρὸ τῆς ἥβης γέρον, Καὶ δένδρον ἀνθοῦν ἀπὸ ῥιζῶν ὀλβίων | |
5 | Τοῖς ἐμφύτοις αἵμασι τῶν βασιλέων, Καὶ παντὸς ὑπόδειγμα λαμπροῦ τῷ χρόνῳ, | |
Καὶ τῆς πυκαζούσης σε κοσμῆτορ τύχης, Ἐγὼ τὸ σὸν πρόσωπον ἀθρῶν ὡς ῥόδον, Ὃ μήθ’ ὁ δεινὸς ὑποσυλήσαι φθόνος, | ||
10 | Μήθ’ ὁ τρυγῶν ἅπαντα μαράναι χρόνος, Μὴ, παραγωγεῦ τῆς πνοῆς τῶν ἐμψύχων, Καὶ ζῶν φυτουργὲ τῆς χλιδῆς τῶν ἀνθέων, Ὀδμαῖς ἐπ’ αὐτὸν μυστικαῖς ἀναψύχω, Καὶ καρδιαλγῶν ὑπὸ τῆς φαύλης τύχης | |
15 | Τὴν τοῦ πνίγους βρέμουσαν ἀμβλύνω φλόγα. Ἢ τίς τοσοῦτον εἶδεν ἀρχῆθεν τέρας Εἰς τήνδε τὴν γῆν καὶ τὸ συλλήβδην γένος; Καὶ γὰρ προθεὶς ἅπασαν ὀλβίαν φύσιν Τρυγᾷς ἑκάστης εὖ μάλα τὸ χρήσιμον, | |
20 | Καὶ συλλέγεις ἔρανον ἐκ τούτων χύδην, Ὡς ἂν ὑπ’ αὐτῷ παντοδαπὸς τυγχάνοις, Ἓν ἀρετῶν ἄγαλμα φανεὶς τῷ χρόνῳ· Πάντες δέ σε πνέουσιν ὡς πάντας μόνον, Καὶ πᾶς ὃς ἂν ἔχοι τι σεμνὸν ἐν βίῳ | |
25 | Τοῦθ’ εὗρεν εἰς σὲ καὶ φιληδεῖ σοι πλέον· Καὶ πάντας αἱρεῖς τῇ κατὰ πάντα σχέσει Κοινῇ τὰ κοινὰ καὶ τὰ χωρὶς εἰσφέρων. Πρώτη μὲν οὖν φρόνησις ὠδίνησέ σε Τὸ τῆς γονῆς κάλλιστον ἁρμοσαμένη· | |
30 | Τεχθέντι σοὶ δὲ σπαργανοῖ τὸ σαρκίον Ῥώμη λεοντῆ, καὶ μετὰ ταύτην πάλιν Ἀνῆκε θηλὴν εἰς ἀμολγὴν ἡ θέμις. Ἡ δ’ αὖ γε λοιπὴ τῶν τριῶν καὶ βελτίων (Ὅσῳ τὸ σῶφρον κέρδος ἀνθρώποις μέγα) | |
35 | Λαβοῦσα κοσμεῖ καὶ καταψᾷ καὶ τρέφει, Καὶ κατὰ παθῶν τρισαριστέα γράφει· Καὶ ζῇ τὰ σεμνὰ τῶν παλαιγενεστέρων, Τῆς φύσεώς σου ταῦτα δεικνύσης ἔτι. Τίς γὰρ τὸ σὸν πρόσωπον οὐ κατεπλάγη, | |
40 | Τὸ χαρίτων ἄντικρυς ἐμφύτων γέμον, Ὦ ζῶν Ἰωσὴφ καὶ κατ’ αὐτὸ δὴ τόδε; Μᾶλλον δὲ τίς τὰ τόξα τῶν σῶν ὀφρύων Οὐκ εἶπεν εὐθὺς τόξα γαλήνης τάδε; Τίς γὰρ τὸ κάλλος εἰ βλέποι τῶν ὀμμάτων, | |
45 | Καὶ τὴν ἐναστράπτουσαν ὀξυδορκίαν, Τὴν πλάστιδα σφῶν οὐ κροτεῖ χαίρων φύσιν, Μᾶλλον δὲ τὸν πλάσαντα κοινῇ τὴν φύσιν; Τοῖς γὰρ ἀναστήμασι τῶν σῶν ὀμμάτων Ῥεμβασμὸς οὐδείς ἐστιν εἰς κάλλος νόθον· | |
2.131(50) | Ἡ ῥὶς δέ σοι κάλαμος ἐκ μελανδόχης, Μᾶλλον δέ τις κρύσταλλος ἑστὼς εὑρέθη, Καὶ καθόσον δίδωσιν ἡ τέχνη γράφειν, Τὸ γρυπὸν οὐκ ἔχουσα τῆς ἀμετρίας, Τὸ σιμὸν ἐκπέφευγε τῆς ἀκοσμίας· | |
55 | Αἱ δὲ γνάθοι πῦρ ἀλλὰ καὶ φῶς καὶ δρόσος· Τῆς γὰρ φυσικῆς πορφύρας ἡ λεπτότης Τῷ σφόδρα λευκῷ τῆς δορᾶς ἐπιπρέπει· Τὰ δ’ ὦτα πολλῶν δεκτικὰ προσφθεγμάτων, Καὶ βασιλικῶν παστάδες βουλευμάτων, | |
60 | Κἀν ταῖς δίκαις εἴ που γε καὶ κρίνειν θέλοις, Ἐλεγκτικὴν ἔχουσι τοῦ ψεύδους φύσιν· Καὶ πρὸς μὲν ἡδύνοντας εὐκόσμως λόγους | |
Ἀναπεταννὺς κέρδος ἁδρὸν εἰσδέχῃ· Ὅταν δέ τις βάσκανος ὑπέλθῃ κρύφα, | ||
65 | Βύεις παρευθὺς καὶ καταφράττεις τάδε· Κἄν τις πάλιν ἄσεμνα συγχέων λέγοι, Στρέφεις μετ’ ὀργῆς μὴ συναρπάσας λάθῃ· Εἴ που δὲ καὶ πρόχειρον ἀστεῖον λέγοις, Γέλωτι σεμνῷ τὴν βοὴν παραπλέκων, | |
70 | Ἄκουε καὶ συστὰς ὑπὲρ γῆς φωσφόρε· Φρονήσεως γάρ ἐστι νυμφὼν τὸ στόμα, Συμμετρίᾳ ῥήγματος ὠργανωμένον, Καὶ χειλέων ἄνθρακας ἐνδρόσους φέρον, Ἅπαν σχεδὸν πρόβλημα ῥᾳδίως φλέγει· | |
75 | Ψεύδους δὲ τοῦτ’ ἄγευστον ἐκ βρέφους ἔχεις, Μήπως ὁ κηφὴν τὴν ψυχὴν ὑποδράμῃ Συλῶν τὸ λαμπρὸν τῆς ἀληθείας μέλι· Σίμβλον γὰρ ἂν κρίνοιτο καθάπαξ τόδε Τῆς ἀρετῆς τὸ νέκταρ οὐ φαῦλον φέρον. | |
80 | Ὕβριν δὲ μισεῖς ἐκ τριχὸς πρωτοχρόνου Καὶ τῶν περιττῶν οὐκ ἐπιστρέφῃ λόγων· Ὅρκων δὲ τηρεῖς τὴν ψυχὴν ἐλευθέραν Πρὸς τὸν μόνον βλέποντα καρδίας βλέπων. Ὢ πῶς ὁ Φιλῆς τοῦτο φιλεῖ τὸ στόμα, | |
85 | Τὸ χεῖλος ἐνθεὶς τῆς πλοκῆς σοι τῶν κρότων; Τὴν πρόσχυσιν γὰρ τῶν φιλανθρωπευμάτων | |
Μεθ’ ἡδονῆς μοι πολλάκις ἐθέσπισεν. Ὁ δὲ χρυσοῦς ἴουλος ἀνθεῖ σοι ξένως, Ὡς οὐ περιττῶς οὐδ’ ἀκαλλῶς ἐνδέων· | ||
90 | Οὕτω γὰρ ὑπέδειξε τὸν τοῦ Νιρέως Ὁ τῶν παλαιῶν ζωγραφῶν τὰς ἐμφάσεις, Ἐπείπερ αὐτὴν τὴν Ἀχιλλέως κόμην, Οὐ βοστρύχων γέμουσαν ἀλλ’ εὐκοσμίας, Τῆς φύσεως ὁ κόσμος ἐβράβευσέ σοι. | |
95 | Ὁ δ’ εὐσταθὴς τράχηλος εἰς παντευχίαν Οὐδὲν φέρει πρόμηκες ἐκ τῶν σπονδύλων, Ἀλλ’ οὐδ’ ἀγεννῆ συστολήν σοι δεικνύει. Ἀλκῇ δὲ χειρῶν καὶ συνολκῇ δακτύλων Πᾶν τόξον ὀρθοῖς τὴν βολὴν ἀπευθύνων· | |
2.131(100) | Βάλλεις δὲ νεβροὺς τοξικοῦ μᾶλλον Σκύθου, Καὶ μέχρις αὐτῶν εὐστοχεῖς τῶν ὀρνέων, Ὑπανέχων τὸ τόξον εὐτέχνῳ στάσει· Δόρατα δὲ κλᾷς ἐμποδὼν οὐδὲν φέρων. Ὅταν δὲ τοῖς πένησι μετρῇς τὰς δόσεις, | |
105 | Ζυγοστατῶν τὸ ψῆγμα τῆς εὐσπλαγχνίας, Καὶ ποικίλους ἄνωθεν ἀθροίσων φόρους, Πῶς τάσδε σου τὰς χεῖρας ὑμνήσει λόγος, Ἃς οὐ παρεξέτεινας εἰς ἀπληστίαν, Οὐδ’ αἱμάτων ἔπλησας ἐξ ἁρπαγμάτων, | |
110 | Ἀλλὰ πρὸς αὐτὸν τὸν θεὸν καὶ δεσπότην Τεταμένας ἔσχηκας ἐκ γῆς ἐμφρόνως, Ἀφ’ οὗ τὸ λουτρὸν τῆς ψυχῆς ἐβαπτίσω; Ἔχεις γε μὴν εὔρωστον ἰσχίων θέσιν | |
Εἰς ἁλτικὴν ἔπαρσιν ἢ μῆκος δρόμου, | ||
115 | Καὶ συμπλοκὴν ἄμοχθον ἑστώσης πάλης, Καὶ συντόνους πόῤῥωθεν ἐξελασίας, Κούφους δὲ καὶ πρέποντας ἀνδρὶ τοὺς πόδας Κἂν πεζομαχῇς, κἂν ἐπιτρέχῃς βάδην· Τὸ σάρκινον γὰρ ἐκπεφευγότες βάρος | |
120 | Γυμναστικὴν ἴσχουσιν εὐαρμοστίαν. Καὶ ταῦτα μὲν σὰ κατὰ τὴν διαρτίαν Καὶ τὴν ἀπαστράπτουσαν ἐκτός σου πλάσιν· Λαλεῖς γὰρ ἃ χρὴ, καὶ σιωπᾷς ἂν δέοι· Λέξις δέ σοι πρέπουσα κοσμεῖ τοὺς λόγους, | |
125 | Καὶ νοῦς ἐν αὐτοῖς καὶ στροφὴ καὶ πυκνότης, Καὶ λεπτότης πρόσφατος ἐνθυμημάτων. Πειθοῦς καταστὰς αὐτομαθὴς τεχνίτης, Πᾶσαν δὲ μισεῖς παρὰ παντὸς διπλόην, Τὸν μῦθον ἁπλοῦν τῆς ἀληθείας κρίνων. | |
130 | Σπονδῆς δὲ καιροὺς ἀλλὰ καὶ μάχης τίθης, Ὥς τις βραβευτὴς εἰ σκοπεῖ τὸ συμφέρον, Καὶ τοὺς κακῶς πάσχοντας ἀναλαμβάνεις, Ἅ τινες ἡρπάκεισαν αὐτὸς εἰσφέρων, Ὡς ἂν ὁ θεσμὸς εὐνομῇ τῶν ταγμάτων, | |
135 | Καὶ μηδὲν ᾖ πρόσκομμα τοῖς ἀνευθύνοις. Ὁρῶν δὲ τὴν γῆν καὶ τὰ τῆς γῆς ἡδέα, Καὶ τὸν περισπούδαστον ἀνθρώποις βίον | |
Εἰς τὴν πολυκύμαντον ἐνταῦθα ζάλην, Εὔριπον, ἢ χάρυβδιν, ἢ λῆρον μόνον, | ||
140 | Ἢ πεττὸν, ἢ γέλωτα παισόντων μίμων, Ἢ καθάπαξ ὄνειρον, ἢ ῥεῦμα τρέχον, Ἢ κρίνον ἀνθοῦν καὶ μετὰ θέρος χλόην, Ἢ καπνὸν οὐκ ἔχοντα καθ’ ὕψους βάσιν, Ἢ λεπτὸν ἀτμὸν, ἢ μεσημβρίας νέφος, | |
145 | Ἢ νηπίου γάργαλον, ἢ κούφην κόνιν, Ἢ πνεῦμα χυτὸν εἰς ῥοπὰς ἀγχιστρόφους· Ταῦτα βλέπων, ἄτυφος ὁ πρᾷος μένεις, Καὶ μετρίῳ σχήματι ............. Τὸν τῆς τύχης Ὄλυμπον ὡς νᾶπυ βλέπων. | |
2.131(150) | Ἐν δὲ τραπεζῶν φλεγμοναῖς πολυτρόποις Τὰς εἰσαγωγὰς τῆς τρυφῆς ἀποπτύων, Σαυτὸν, στρατηγὲ, τοῖς ἀναγκαίοις τρέφεις, Καὶ τὴν ἀπραγμάτευτον ὀψοποιΐαν (Τὸ γὰρ περιττὸν ἐκφορῶν τοῖς ὁπλίταις) | |
155 | Συβαριτικῆς προκρίνεις εὐωχίας· Πίνεις δὲ λιτὸν, εἴ γε διψήσεις, πόμα, Νοσημάτων γόνιμον εἰδὼς τὸν κόρον· | |
Ὑπνοῖς δὲ λεπτὸν ὡς τὸ δελφίνων γένος Ὑπελθὸν ἀμφίβληστρον ὑδροθηρίας, | ||
160 | Ὢ σκύμνος ἢ γὺψ ἢ μελιττῶν σατράπης· Εἴργουσι γὰρ μάλιστα τὴν ἀπληστίαν Τὰ θηρατικὰ τῶν ὑποπτέρων γένη. Τί δεῖ θορυβεῖν, τί δὲ μηκύνειν πλέον; Σὺ τὴν μὲν ἀκμὴν πρεσβυτικὴν δεικνύεις, | |
165 | Τὴν δ’ ὁπλιτικὴν ὡς ἐν ἀκμῇ λαμπρύνεις, Ὅσους ἐπὶ γῆς εἶδε σεμνοὺς ὁ χρόνος Ἐν τῷ κομιδῆ μειρακίῳ φαυλίσας. Ἀλλὰ σὲ μὲν σπεύδουσι κοσμεῖν οἱ κρότοι· Σὺ δ’ ἀντικοσμεῖς αὖθις ἡμῖν τοὺς κρότους. | |
170 | Γένοιτό σοι δ’ οὖν καὶ μετὰ γήρως βάθος Καὶ σάρκα ῥυσσὴν καὶ παρακμὴν ἐσχάτην, Καὶ φιλτάτων αὔξησιν εἰς μῆκος βίου, Καὶ τοῦδε τοῦ νῦν ὀλβιώτερον κλέος, Ἡ τῶν ἄνω μέθεξις ὡς ἡ τῶν κάτω, | |
175 | Κλεινὲ στρατηγὲ, τῶν ἐμῶν ἄκος πόνων. | |
2.132(t) | Εἰς οἶκόν τινος καπηλίδος καὶ μαστροποῦ | |
1 | Ὁ δεσπότης μὲν ἧς ἀθρεῖτε τῆς στέγης Ἀζηλότυπός ἐστι καὶ κρείττων φθόνου Πρὸς τοὺς ἐπεισρέοντας ἐνθάδε ξένους, Κἄν τις παροινῇ καὶ τὰ λέκτρα συγχέῃ | |
5 | Τῆς οἰκοδεσπότιδος ὑποκειμένης, | |
Ὅδ’ ἀτρέμας ἕστηκε τὴν ὕβριν φέρων· Ἡ δὲ γραφικὴ τόνδε τυποῖ τὸν φθόνον, Ὡς τῶν νόθων φόβητρον ἀφροδισίων. Ἀλλ’, ὦ πόται μνηστῆρες, ὀργᾶτε πλέον | ||
10 | Πανσυδὶ κωμάζοντες εἰς τὴν οἰκίαν· Νωδὸς γάρ ἐστιν οὗτος ὁ φθόνος γέρων, Ὃς ἀντιλυπεῖν οὐδ’ ἀμωσγέπως ἔχων, Πρὸς τοὺς ἐραστὰς μαστροποῦ βλέπει τρόπον. | |
2.133(1t) | Εἰς τὸ τοῦ οἴνου ἐπιβαλτάριον. | |
2t | Τῷ σεβαστῷ Πατρικιώτῃ. | |
1 | Ἐξ ἀμπέλου τὸ γλεῦκος ἡ κάλπις φέρει, Καὶ τοῖς φίλοις κίρνησι τὴν εὐστοργίαν, Οἷς νέκταρ ἐγχεῖ· τοῖς δὲ βασκάνοις πόταις Οἶνον θυμοῦ δράκοντος ὀξίνην χόλον. | |
2.134(t) | Πρὸς τὸν ὁμόψυχον διὰ τοὺς πυρούς. | |
1 | Εἰ τὴν Ἰωσὴφ τάχα θαυμάσεις φύσιν, Οὗ τὸν περιλάλητον ἀνθρώποις βίον Τῇ καταγωγῇ ζωγραφεῖν ἐπιτρέπεις, Τῆς ἑστίας ἄνοιγε τὰς πυραμίδας | |
5 | Καὶ τὸν φίλον πεινῶντα λαμπρῶς ἑστία· Καὶ γὰρ ὁ σιτὼν τῆς σοφῆς σου καρδίας, | |
ᾯ συγκομίζεις τοῦ βίου τὰ σπέρματα, Οὐκ αὐχμὸν ὑπώπτευσεν, οὐ βρούχου τρύγην, Οὐ σῆτας ἀργοὺς, οὐδὲ κηφῆνας φάγους, | ||
10 | Ἄρουρα, λειμὼν, κῆπε τῶν χαρισμάτων· Ἀντλούμενος δὲ παρὰ τοῖς φίλοις βρύεις, Ἄνθρωπε φιλάνθρωπε, ῥυθμὲ τῆς τύχης, Καὶ τοὺς ὑπερβλύζοντας ἀνοίγεις πόρους Ὡς ὑπὸ μοχλοῖς τοῖς φιλανθρωπεύμασιν· | |
15 | Οὕτω σὺ λαμπρὸς, ἀλλὰ γὰρ ἔτι σκόπει· Τὴν γὰρ δυσειδῆ τῶν χυμῶν Αἰγυπτίαν, Ἣ τὴν στολὴν ἔῤῥηξε τῆς εὐεξίας, Εἷλες πεφευγὼς τῆς τροφῆς τῷ μετρίῳ, Καὶ δίφρον εὑρὼν, ἥνπερ ἐκτήσω φύσιν, | |
20 | Γεωγραφικῶς ἀναμετρεῖς τὴν Θρᾴκην. Βενιαμὶν γοῦν τὸν φιλοῦντά σε κρίνων Παρακάλει, στόλιζε, δεξιοῦ, τρέφε, Καὶ τὸν σεαυτοῦ δεύτερον γράφε τρόπον, Τοὺς τοῦ χρόνου πίνακας εὐτέχνως ξέσας. | |
2.135 | Πρὸς τὸν μεγαλόψυχον ὁ σμικρόψυχος, | |
Ὡς αὐτὸς ἀπέσκωψας οὐ μάλα πρᾴως, Τίς δήποτ’ ἂν γένοιτο καγχάσεις τάχα; Πλὴν ἀλλὰ σοῦ μὲν τὸν πυλῶνα τὸν μέγαν, | ||
5 | Ὃν αἱ χύδην φάλαγγες ἐκτρίβουσί σοι, Καὶ δυνατοὶ κυκλοῦσιν αἰδοῖ τῆς τύχης, Ὁ χριστὸς ἐσφήνωσεν αὐσονοκράτωρ, Ἡσυχίας ἄδηλα πηγνὺς μοχλία. Θήβαν γὰρ ἑπτάπυλον οἰκῶν δευτέραν, | |
10 | Τὸ συγχυτικὸν τῆς Βαβυλῶνος φέρεις, Καὶ προσδαπανᾷς τῇ θορυβώδει νόσῳ Τὴν ζῶσαν ἰσχὺν τῆς φυῆς τῶν πραγμάτων· Ἐγὼ δὲ ῥιφεὶς δυστυχὴς ἐπὶ κλίνης, Καὶ τὴν θύραν πρόχειρον ἀφεὶς τοῖς φίλοις, | |
15 | Οἶμαι παροικεῖν εἰς ἀπανθρώπους τόπους, Οὗ μηδὲ γαλῆν ἐστὶ μηδ’ ὄρνιν βλέπειν· Αἱ μάστιγες γὰρ τῆς ἀποστρόφου τύχης Ὠθοῦσι μακρὰν καὶ τὰ φαυλότατά μοι· Καὶ σὺ μὲν ἀλγῶν εἰς ὑποκρίσεις νόσου, | |
20 | Ναὶ παμβασιλεῦ, ναὶ θεοῦ ζῶντος Λόγε, Μηδ’ εἰς ἀληθεῖς μηδὲ μετρίους πόνους, Κἀνταῦθα λαμπρῶς εὐπαθεῖς ἀφ’ ἑστίας· Ῥοιαὶ γὰρ ὑγραὶ μὴ φθαρεῖσαι τῷ χρόνῳ, Καὶ σταφυλαὶ, καὶ μῆλα, καὶ παῖδες πέριξ, | |
25 | Καὶ μυρία κράματα, καὶ σκεύη ξένα, Καὶ χρηματισμὸς, καὶ βασιλεὺς ἀγχίνους, Τὰς σὰς ἀγαθὰς ἐκβιβάζων ἐλπίδας, Καὶ καλάμων στέατα παρ’ Αἰγυπτίοις, | |
Καὶ νειλοφυεῖς ἐκ βαλαντίων πόαι, | ||
30 | Καὶ τῶν ἰατρῶν ὁ στρατὸς τῶν ἐκκρίτων, Σοὶ πᾶσαν ἁβρῶς ἑστιῶσι τὴν φύσιν· Ἐγὼ δὲ διψῶν καὶ πιεῖν πάντως θέλων, Ὀρεκτιᾶν γὰρ οὐκ ἔχω πυρούμενος, Μόγις ὕδωρ δίδωμι τῷ σωματίῳ, | |
35 | Καὶ τοῦτο πικρὸν ἐξ ἁλῶν ἀποκρύφων· Κεῖμαι δέ σοι λάφυρον, ὦ σῶτερ, νόθον Ἀποστερηθὲν τοῦ τε κερδώου πόνου, Καὶ τῆς ἐφεξῆς πρὸς τὸ σώσειν ἐλπίδος· Πλὴν, ὦ ξένον φάρμακον, ὦ πρώτη φύσις, | |
40 | Κἂν γὰρ ἀηδὴς τοῖς φιλοῦσι τυγχάνῃς, Ὅταν τὸ σὸν δήπουθεν ἐκτρέπῃς μέλι, Ἀλλ’ οὖν ἔχεις ἄῤῥητον ἰσχὺν πραγμάτων, Δι’ ἧς ἀνιστᾷς καὶ τὰ νεκρὰ πολλάκις, Στατῆρσι τὸν δύσγλωττον ὡράϊσέ μοι, | |
45 | Ὡς ἂν ὁ καινὸς ἀμπελὼν μὴ δακρύῃ. Ὡς ἐξ ὑπαρχῆς ὁ χρυσοῦς τάδε πρόσου. | |
2.136(t) | Τῷ αὐτῷ. | |
1 | Εἴ που τις ἢ χὴν ἐκ νομῆς ὑπαιθρίου, Ἢ νεβρὸς, ἢ πτὼξ, ἢ πεπηγὸς ἀρνίον, Ἢ κύκνος, ἢ πρόσφατος ὠτὶς ἐκ βρόχων, Ἢ συναγωγὴ περδίκων ἀρτίθυτος, | |
5 | Ἢ διδύμων ἔρημος ἀλέκτωρ νέος, Ἢ μακρόπους γέρανος, ἢ νήττα, πρόες· | |
Ἢ θασίων σύντηξιν εἰς νέκταρ ζέσαν, Ἢ πτηνὰ καὶ χέρσυδρα καὶ ζωΰφια, Ἃ τῶν καλανδῶν ἑστιῶσι τὸν χρόνον, | ||
10 | Ἀρωματικῇ συντεθειμένα ζύμῃ, Καὶ νοστίμων γέμοντα καρυκευμάτων, Πέμπε πρὸς ἡμᾶς, ἢ χρυσοῦς ἔτι κρίκους, Οἷς ὦτα λεπτὰ παρθένου φαιδρύνεται· Συχνοῦ γὰρ αὐτοὺς ἐσφυρηλάτεις χρόνου· | |
15 | Κἂν εἰς τὸ μηδὲν ἦσαν ἡμῖν οἱ ψόφοι, Κἀνταῦθα πολλοῦ δυσφορῶν τάχα κρίνοις· Ἡ γοῦν ἐφεστρὶς ἐντενεῖ σοι τὸν φίλον, Ὃν ὥσπερ ἐχθρὸν ἐξαπατῶν ἀμβλύνεις· Κἂν αὖθις ὀκνῇς, τὸν κρυμὸν τόνδε σκόπει, | |
20 | Καὶ τὸν καταψύχοντα τῶν δόμων πάγον, Ἐφ’ ὅνπερ ἡμᾶς ἡ τύχη συνήλασε· Καὶ πέμπε ταχὺς τὴν δασύτριχα σκέπην, Ἣν αὐτὸς ἱδρῶν ὡς τὸ πῦρ ἀπεστρέφου· Σὺ γὰρ ὅτε πρέποντα σαυτὸν δεικνύεις | |
25 | Τῇ συναγωγῇ τῶν ἀκιβδήλων φίλων, Καὶ καταγωγὴ καὶ σχεδὸν φῶς αἰθρίας, Καὶ πᾶν ὅτι χρήσιμον εὐτέχνως γίνῃ. | |
2.137(t) | Τῷ αὐτῷ. | |
1 | Εἰ μίσθιος παῖς τὴν ψυχὴν ἔτερπέ σοι, Εἶτα νόσου μάστιγι ληφθεὶς ἠρέμει· | |
Ἆρ’ οὐχὶ καὶ σὺ τῷδε συνήλγεις τέως, Καὶ τῶν ἰατρῶν συγκαλῶν τοὺς ἐκκρίτους | ||
5 | Ἔσπευδες αὐτὸν ἐξελέσθαι τῆς νόσου; Ἐγὼ δὲ βαρεῖ συσχεθεὶς φεῦ κινδύνῳ, Τομώτερόν σε καὶ βαρύτερον βλέπω· Καὶ γὰρ ἀπαιτεῖς τοὺς ἐμοὺς αὖθις λόγους, Παρακρατῶν τὴν θήραν· ἀλλὰ νῦν δίδου, | |
10 | Καὶ μηκέτι μάστιζε τὸν κάμνοντά με. | |
2.138(t) | Τῷ αὐτῷ. | |
1 | Τῷ χθὲς ταπεινῷ τοῦ πετεινοῦ λειψάνῳ Τὸ κήρινον φῶς ὁ γλυκὺς βλὰξ ἀντίθες· Φώτων γὰρ ἂν πρόχειρον αὐγὴν εἰσφέροι Τῇ φωταγωγῷ, ταῖς γραφαῖς, ταῖς λαμπάσι, | |
5 | Καὶ τοῖς περιπταίουσι νυκτὸς οἰκέταις. Ναὶ φωτὸς υἱὲ, πέμπε μηδὲν γογγύσας· Ναὶ γνωστικῆς ἄσβεστε λαμπὰς ἡμέρας, Δεῖξον καθαρὰν τῆς ψυχῆς τὴν αἰθρίαν· Καὶ γὰρ ἐπ’ αὐτοῦ τοῦ κρυμοῦ τῶν πραγμάτων | |
10 | Μεσημβρίας ἔδειξας ἀκμὴν τῷ ξένῳ. | |
2.139 | Κἂν τοῦ χρόνου πρόωρον ἐτρύγησέ σε Τῶν ἀγαθῶν τὸν βότρυν ὁ φθόρος φθόνος, Ἀλλ’ οὖν πρὸς ἡμᾶς εὐγενὲς βλύζεις νέκταρ· Οὐδεὶς γὰρ ἐν μέλιτι χυμὸς ὀξίνης. | |
2.140(t) | Τῷ αὐτῷ. | |
1 | Πρὸ τῆς Τριάδος τῆς μακαριωτάτης, | |
ᾟ σαυτὸν ἀπέῤῥιψας ὑψῶν τὴν τύχην, Τῷ Μοσχοπούλῳ τῷ σχεδὸν πνέοντί σε Μηδέν τι τῆς γῆς τῆς τροφοῦ διασπάσῃς. | ||
2.141(t) | Τῷ αὐτῷ. | |
1 | Ὑψικόμου φοίνικος ἀνθήσας πλέον Εἰς τήνδε τὴν κοιλάδα τῆς οἰκουμένης, Τῶν μὲν λόγων τὰ φύλλα κεντρώδη φέρεις, Ὅτε πρὸς ἡμᾶς ἀπαριθμεῖς τοὺς πέλας, | |
5 | Γεωμέτρην δή τινα καὶ γλίσχρον λέγων, Καὶ τὸν μάλα πρόσοικον ἐσθητοῤῥάφον· Τῶν πράξεων δὲ τοὺς καλοὺς βότρυς φύεις Γλυκυτέρους μέλιτος, ὃ Γραφὴ λέγει· Καὶ νῦν με λοιπὸν δαψιλεῖ θρέψον τρύγῃ, | |
10 | Ὁμόψυχον φῶς, τῆς ἐμῆς παῖστορ τύχης. | |
2.142(t) | Τῷ αὐτῷ. | |
1 | Πέμπε πρὸς ἡμᾶς τὴν ἀχυρώδη χάριν, Ἔγκαρπος ὢν, βέλτιστε, καὶ βρύων στάχυς· Τὰ γὰρ ἀφανῆ τῆς ἐμῆς ψυχῆς βάρη Τῆς σῆς ἀγάπης τῇ σχέσει κουφίζεται. | |
2.143(t) | Τῷ αὐτῷ. | |
1 | Τὸν Μοσχόπουλον, ᾧπερ ἡ κλῆσις Νίκη, | |
Νικηφόρον βράβευε καὶ τοῖς πρακτέοις· Τῶν γὰρ λογισμῶν ἡ καθ’ ἡμέραν πάλη Ἀπὸ σφυροῦ τὸν ἄνδρα κατήνεγκέ μοι. | ||
2.144(t) | Τῷ αὐτῷ. | |
1 | Τὸν ἀπὸ δυσμῶν τὸν παλίνδρομον φίλον, Τὸν ἐκτόπως πνεύσαντα καὶ στέρξαντά σε, Ἐλευθέρων δείπνιζε χηνῶν σαρκίοις· Ὁ γὰρ ἀτεχνῶς φιλελεύθερος τρόπος | |
5 | Ἐμός τε καὶ σὸς, κἂν δοκῇς ἐναντίος, Τὸ τῆς τύχης κάλλιστον ἁρπάσας μέρος· Ὡς ἄφθονος δ’ οὖν ὑπὸ φιλοστοργίας Καὶ περδίκων φρόντιζε, καὶ νήττας δίδου, Καὶ παντοδαπὸς ἀπὸ τῶν ἔργων γίνου, | |
10 | Τὰ τῶν κρότων ψήγματα συλλέγων χύδην. | |
2.145(t) | Τῷ αὐτῷ. | |
1 | Ὅστις ποτ’ ἂν βούλοιτο μαθεῖν τὴν Θρᾴκην, Καὶ τὴν ἀπ’ ἀγροῦ τῶν τροφῶν ἀμετρίαν, Ἐπὶ σὲ τὸν κάλλιστον ἀνδρῶν ἐλθέτω· Καὶ γὰρ ἔχεις θέλγητρα καὶ φίλτρα ξένα, | |
5 | Καὶ θηρατικοὺς ἀπὸ τῆς τέχνης βρόχους, Οὓς ἡ τύχη πόῤῥωθεν εἰργάσατό σοι, | |
Πηγνῦσα τὸν κλωστῆρα τοῦ κάτω στρόφου· Πλὴν πέμπε ταχὺ τὴν ὁρισθεῖσαν χάριν, Καὶ σκεῦος οἴνου πλῆρες εἰ βούλει δίδου, | ||
10 | Κρατὴρ φυσικῶν εὑρεθεὶς χαρισμάτων. | |
2.146(t) | Τῷ αὐτῷ. | |
1 | Λέγουσι τὴν μέσην σε τῆς χειρὸς φλέβα Σιδηρίῳ τεμόντα καθῆσθαι πρᾴως, Καὶ δοχμίῳ σχήματι κοσμεῖν τὴν κλίνην, Μήπως κινηθὲν συγχυθῇ σοι τὸ ζέον, | |
5 | Δι’ οὗ κατέσχεν ἡ φύσις τὸ χρήσιμον. Γένοιτό σοι γοῦν ἡ τομὴ ῥῶσις νέα, Καὶ πραγμάτων ὕπαρξις ἀφθονωτέρα, Καὶ πᾶν τὸ λυποῦν τῶν φλεβῶν ἐξικμάσαι Κλεινὸν πλατυσμὸν ὀργανοῦσα τῷ χρόνῳ, | |
10 | Στέφανε λαμπρὲ, κῆπέ μου, θησαυρέ μου. | |
2.147(t) | Τῷ αὐτῷ. | |
1 | Ἑπταστύλῳ χάριτι σαυτὸν ἑδράσας Λάμβανε τὸν κρατῆρα τῆς εὐστοργίας, Καὶ τοῦτον ἡμῖν τοῖς φιλοῦσιν ἐγχέας Ἐπὶ τὰ καινὰ δεῖπνα τῶν ἔργων κάλει | |
5 | Τὴν συναγωγὴν τῶν κατὰ μέτρον κρότων· Σοφὸς γὰρ εἶ σὺ καὶ σοφῶν κριτὴς λόγων, Καὶ νοῦς ἀποχρῶν, καὶ ψυχῆς θεῖον βάρος, Καὶ παιδαγωγὸς καὶ στολιστὴς τῶν φίλων. Ναὶ γλεῦκος ἡμῶν κίρνα λαμπρῶς τὴν χάριν· | |
10 | Ἀψίνθιον γὰρ ὁ φθόνος σε κέκρικε. | |
2.148(t) | Τῷ αὐτῷ. | |
1 | Ἀεὶ σὺ καινὸς καὶ σεαυτοῦ βελτίων Ἐν ταῖς ἀγωγαῖς ταῖς ἐφημέροις γίνῃ, Πατρικιῶτα, φύσις ἐξειλεγμένη· Πλὴν πέμψον ἡμῖν τοὺς ἀναγκαίους δέκα, | |
5 | Οὓς Ῥεντακηνὸς ἀξιῶν ἀποθλίβειν Τόκους ἀμίσθους ὠδίνειν βιάσεται. | |
2.149(t) | Εἰς τὸν ἐν τοῖς οἴκοις αὐτοῦ θεῖον ναόν. | |
1 | Ἴσως ἂν ἐφθέγξασθε καὶ νῦν τι ξένον, Εἰ μὴ τὸ παρὸν μυστικός τις ἦν λόγος· Ἐπεὶ δὲ σιγῇ τὰς λιτὰς δεῖ προσφέρειν, Θεοῦ λόγου κήρυκες οὐρανοδρόμοι, | |
5 | Τοῖς τοῦ θεοῦ τὸν οἶκον ἐργασαμένοις Ἱλασμὸν αἰτήσασθε τῶν πεπραγμένων. | |
2.150(t) | Εἰς γραμματικὸν αὐτοῦ. | |
1 | Ἀδελφὲ Καβάσιλα, καλή σοι τύχη· Ὃ γὰρ ποταμὸς οὐκ ἐχαρίσατό μοι Χείμαῤῥος ἐβράβευσεν ἔσθ’ ὅτε τρέχων· Τὸ ῥεῦμα λοιπὸν ἀφθονώτερον λάβοις. | |
2.151(t) | Εἰς κεράσια. | |
1 | Ἄνθρακας ὑγροὺς ἑλκτικοὺς χερσὶν ἔχων, Τὸν δόντα καὶ τρέφοντα πιστῶς εὐλόγει. Ὁ γὰρ φυτουργὸς τῆς γονῆς τῶν χρωμάτων | |
Ἐρυθροειδῆ τὴν βαφὴν ὑπογράφει. | ||
2.152(t) | Εἰς τριακοντάφυλλον. | |
1 | Τὸ λευκόχρουν εὔοσμον ἄνθος εἰσπνέων Τὸν τοῦ ῥόδου πρύτανιν ἔμπνευσον φίλος· Ποιεῖ γὰρ αὐτὸς ποικίλας σοι τὰς χρόας, Καὶ χρωματουργεῖ τὴν εὐμάραντον φύσιν. | |
2.153(t) | Τοῦ αὐτοῦ στίχοι εἰς τοὺς ιβʹ μῆνας. | |
1 | Τοῦτ’ ἄρα σαφές· ὁ γραφεὺς γὰρ ἐνθάδε Τῷ μαρτίῳ μὲν ὅπλα καὶ θάρσος γράφει, Καὶ κτῆνος ὀργῶν· τακτικὸς γὰρ ὁ χρόνος. Ἀπρίλλιον δὲ ταῖς γοναῖς καὶ ταῖς πόαις | |
5 | Καὶ ταῖς λύραις δείκνυσι τῶν προβατέων, Οἷς καὶ γάλα προὔθηκεν ἀμέλγειν ζέον. Καὶ μάϊος μὲν τῇ κρόκῃ τῶν ἀνθέων Τὴν βασιλίδα τάχα τιμᾷ τοῦ χρόνου, Χιτῶνας αὐτῇ συντιθεὶς ῥοδοχρόους. | |
10 | Ἰούνιος δὲ τὴν φυὴν τετηγμένην Ἄλλῃ δρόσῳ κάτωθεν ἡβῶν φαιδρύνει· Θήγει δὲ καὶ δρέπανον εἰς ἕλους χλόην. Ἰούλιος δὲ βοῦς ὑποζεύξας θέρους Τῶν ἀποδέσμων συντρίβει τὸν ἄσταχυν, | |
15 | Καὶ τῇ καθ’ αὑτὸν ἀντιτεχνᾶται ζέσει. | |
Ὁ δὲ φθίνων αὔγουστος, ἀλγῶν ἐν κλίνῃ, Ῥιπίζεται μὲν, ἀλλὰ πυρέττει πλέον, Κἂν τῶν ὀπωρῶν εὐτρεπίσῃ τὸ ψύχος. Σεπτέμβριος δὲ τοὺς γλυκεῖς βότρυς φέρει, | ||
20 | Καὶ ληνοβατῶν εὐλογεῖ τὰς ἐλπίδας, Καὶ ξυλίνην γέγηθε πιθάκνην βλέπων. Ὀκτώβριος δὲ κυνικὸν πράττων βίον Κίρκοις τε καὶ σκύλαξι καὶ βέλους δρόμῳ Αἱρεῖ πετεινὰ καὶ λαγὼς καὶ δορκάδας. | |
25 | Νοέμβριος δ’ οὖν αὐλακίζει τῷ σπόρῳ, Καὶ τῶν κορωνῶν ἀντιπίπτει τῷ θράσει, Μὴ χανδὸν ἁρπάσωσι καὶ τὰς ἐλπίδας. Δεκέμβριος δὲ τοὺς βαρεῖς λύσας πόνους Αὐτὴν ἑαυτῷ δεξιοῦται τὴν φύσιν | |
30 | Σίφωνι καὶ κρατῆρι καὶ πίθων χύσει. Ὁ δ’ αὖ μετ’ αὐτὸν ἐκ νεφῶν ὄμβρους βλέπων Συῶν σφαγαῖς κέχηνε βορβοροτρόφων. Ὁ δ’ ἔσχατος μὴν εἰς ποτὸν χαίνει ζέον Καὶ πῦρ ὁμαλὲς καὶ κρεῶν ἀμετρίαν. | |
2.154 | Τὴν φύσιν αὐτὴν ἂν σφριγᾷ κατὰ φύσιν Οὐδεὶς ἱκανὸς ἐκφυγεῖν ὑπὲρ φύσιν· Ἂν δὲ βιασθεὶς χαλινώσῃ τὴν φύσιν, | |
Πεσεῖν ἀνάγκη πρὸς φθορὰν παρὰ φύσιν. | ||
5 | Οὐκοῦν φυσικῶς πρᾶττε τὰ κατὰ φύσιν, Καὶ μηδαμῶς, ἄνθρωπε, φεῦγε τὴν φύσιν, Μήπως θεωρῶν πεπτωκὼς ὑπὲρ φύσιν Λάθῃς κατελθεῖν εἰς βόθρον παρὰ φύσιν. | |
2.155(t) | Τῷ αὐτῷ. | |
1 | Ἐοίκαμεν δὴ κατὰ τὴν παροιμίαν Εἰκῆ θυραυλεῖν· οὐ γὰρ οἰκτείρεις φίλον. Ὃς ἀέρος τρόπον σε φιλτάτου πνέων, Νῦν ἐστὶν ἀλγῶν ὑπὸ συμβάσης νόσου. | |
5 | Τί ταῦτ’, ἀγαθέ; ποῦ δὲ τὰ χθὲς ἐῤῥίφη; Ποῦ τὰ πρὸ τῆς χθές; πάντα σοι κτύπος μόνον· Ἄλλον μὲν οὖν ἀπῆγχεν ὑδάτων χύσις· Ἄλλος δέ τις ἔξωθεν ἀθρῶν ὡς λόγος Ἐφ’ ὑδάτων ἔψαλλε φωνὴ κυρίου. | |
10 | Οὕτω τὸ φῶς ἤμειψας ἡμῖν τῶν λόγων; | |
2155a | Εἰς τοὺς ἱλασμοὺς ἀκλινεῖ, κόρη, στάσει Ἡμῶν χάριν πρέσβευε τῶν ὑπευθύνων. Μέγα γὰρ ἀντιφάρμακον ἐν πόνοις ἀγνωσία, Καὶ πάθος δυσθεράπευτον ἡ φρόνησις ἐν πόνοις. | |
2.156 | Δίκαιος ὤφθης ἐξετάσων ἑξάκις, | |
Κἀκ τῶν ἀναγκῶν φίλον ἐξαιρούμενος. Ὁ γοῦν δικαιῶν τοὺς φιλοῦντας ἑξάκις Πληγήσεται μὴν οὐδαμῶς ἐν ἑβδόμῳ. | ||
5 | Μέτρει προφανῶς δακτύλοις τὴν ἑπτάδα, Στάθμιζε κρυπτῶς ἐν ζυγοῖς τὴν ἑξάδα, Καὶ λάβε διδοὺς ἀποδείξεις ἐγγράφους, Ὡς ἂν ὁ παρὼν μὴ κλονῆται τοῖς λόγοις. Ὁ κερματισμὸς τῶν παρόντων χρυσίνων | |
10 | Προσάγεται μὲν, ὡς ὁρᾷς, εἰς ἑπτάδα· Αἰσχύνεται δ’ οὖν ὠχριῶν ὡς παρθένος, Τοὺς βασανιστὰς τῶν ζυγῶν ὑποτρέμων· Συστέλλεται γοῦν συστραφεὶς εἰς ἑξάδα, Ταῖς διπλοτριπλαῖς συμπλακεὶς συζυγίαις, | |
15 | Ὡς μὴ καθαρῶς παρθενεύειν ἰσχύων. | |
2.157 | Τῷ αὐτῷ. | |
1 | Πάλιν ὁ παῖς πάρεστιν αἰδοῖ σε βλέπων, Ἂν οὐκ ἐπεζύγωσεν αὐτῷ τὰς πύλας Ὁ σὸς θυρωρὸς, ὁ πρὸ μικροῦ νυμφίος, Μᾶλλον δὲ καπνοῦ καὶ σχεδὸν κνίσσης γέμον, | |
5 | Κἂν αὐτὸς ἐξήμειψας αὐτῷ τὴν τύχην, Ὡς ἂν ἔχῃ παίζουσαν ὁ χρόνος κόμην· Πλὴν εὔξεται μὲν τὸν χρυσὸν λαβεῖν χύδην Ὁ σοὶ παρεστὼς, ἐκδραμεῖται δ’ αὐτίκα, Καὶ συναγαγὼν τοὺς σκαφεῖς τῆς ἀμπέλου | |
10 | Ἀνατεμεῖ τὴν χέρσον αὐτῆς εὖ μάλα· Καὶ γὰρ καθεύδει καὶ πίνει τὰ κλήματα, | |
Τὸ χλωρὸν ὠδίνοντα τῆς βλάστης γένος· Ὢ πῶς ὁ θυμὸς τῆς ἀποφράδος τύχης Ὁρῶν σε χαλᾷ τὸν χρυσοῦν εὐεργέτην! | ||
15 | Ἆρ’ οὐχ ὁ πᾶς ἥδιστα καγχάσει χρόνος Ἀγρὸν θεωρῶν τῷ Φιλῇ παρηγμένον; Ἀλλ’ οὐδὲν ἂν κρίνοιτο καὶ τοῦτο ξένον, Ὅπου γε τῆς σῆς δεξιᾶς ἡ γοργότης Τὰ ῥεῖθρα κινεῖ τῆς χρυσῆς ἐπομβρίας, | |
20 | Ὦ νοῦ φυτουργῶν τῶν φίλων τὴν ἄμπελον. | |
2.158(t) | Τῷ αὐτῷ. | |
1 | Ἂν εἰς ἑκατὸν ἐξενέγκῃς τὸν σπόρον, Πρώτης κρίνω σε ποιότητος λήϊον· Εἰ δὲ πρὸς ἑξήκοντα, δευτέρας μόγις, Εἰ δ’ ὑπὸ τὸν τρὶς ἀστοχῶν δώσεις δέκα, | |
5 | Μηδ’ αὐτὸς ἀπαίτει με τοὺς πρώτους φόρους· Ἀνήροτον γὰρ καὶ σπορᾶς ἀλλοτρίαν Καὶ ψαμμοειδῆ καὶ σχεδὸν γῆν ἀγρίαν, Ἣν αὐχμὸς ἐξίκμασε καὶ στεῖρος χρόνος, Οὐδεὶς ἐπαινεῖ κἂν τὸ μηδὲν εἰσφέρῃ, | |
10 | Γεωγραφικῶν χαρίτων κειμήλιον. | |
2.159(t) | Τῷ αὐτῷ. | |
1 | Μὰ τὸν σὸν ᾧ γέγηθα συνήθως τρόπον, Καὶ τὴν ἐπὶ σοὶ τῆς ἐμῆς ψυχῆς φλόγα, Καὶ τὸ προμηθὲς ὃ πρὸς ἡμᾶς δεικνύεις, | |
Καὶ τὸν πλατυσμὸν τῆς σοφῆς σου καρδίας, | ||
5 | Καὶ τὴν πολυθρύλλητον ἣν ἔχεις τύχην, Καὶ τὸν πολυθρήνητον ἐσμὸν τῶν φίλων, Οἳ πραγμάτων ἔχουσι χωρὶς τοὺς λόγους, Οὐκ ἔστιν ἡμῖν οὐδὲ μαινὶς μετρία, Πλὴν ταριχευτῶν καὶ στυγητῶν ἰχθύων· | |
10 | Τοῦ λάβρακος γοῦν πέμπε μοι θᾶττον μέρος. | |
2.160(t) | Τῷ αὐτῷ. | |
1 | Βυζάντιον μέδιμνον εἰ δίδως δίδου· Τὴν γὰρ ἀκατάλληλον ἐν φαύλοις χάριν Οὐδ’ αὐτὸς ἂν δήπουθεν εἰσφέρειν θέλοις, Ἄνερ τελικῶν πανδοχεῦ τεχνασμάτων. | |
2.161(t) | Τῷ αὐτῷ. | |
1 | Οἷδα μὲν ὡς ἄπληστος οὐ χρὴ τυγχάνων Τῆς τῶν λόγων χάριτος οὐκ ἔχεις κόρον· Ὡς γὰρ ταπεινοῖς τοῖς τεταγμένοις δέκα Συναπομετρεῖν ἀξιοῖς ἄλλους δέκα· | |
5 | Πλὴν εἴ γε καὶ σὺ ταῖς ἀμοιβαῖς προστίθης Ἔχεις με δὴ ξύμφωνον οἷς ἂν θεσπίσαις· Ὕπνον γὰρ εἰς ὕπτιον ὀτρύνεις πέδον, Καὶ τοῖς ὑπεκκαύμασι τὴν φλόγα τρέφεις. Εἰ δ’ οὖν ἔα πράττειν με τοὺς ἄλλους πόνους, | |
10 | Ἐξ ὧν ὁ μισθὸς δαψιλὴς ἂν εἰσρέοι· Σοὶ μὲν γὰρ καὶ ἄμοχθον ἡ θήρα βρύει, Τρέφει δὲ γῆ ξύμπασα καὶ θάλαττά σε, Καὶ τὴν ἀγαθὴν δεξιοῦνται σὴν τύχην Αἱ δεῦρο φυλαὶ ταῖς γοναῖς τῶν πραγμάτων. | |
15 | Ἐμοὶ δὲ βαρὺς καὶ δριμὺς ὁ πᾶς βίος, Καὶ τῶν κατὰ βούλησιν οὐκ ἂν τυγχάνοις, Τοῦ τῆς τύχης κλωστῆρος ἀπειρηκότος· Τὴν γοῦν ἀπαρχὴν τῶν ἐφεξῆς εἰκάδων, Εἰκὰς ἀγαθῶν, μυριὰς χαρισμάτων, | |
20 | Εἰς ἀφθόνους χάριτας ἐγκαίνιζέ μοι. | |
2.162(t) | Τῷ αὐτῷ. | |
1 | Ἰχθῦς νεαλεῖς εἴπερ εἰσήνεγκέ τις, (Πάντως δ’ ἂν εἰσήνεγκε τῆς χρείας χάριν· Τὸ γὰρ σὸν ἀμφίβληστρον ἡ τύχη πλέκει, Ἐπιτυχὲς τὸ νῆμα τεχνασαμένη·) | |
5 | Πέμπε πρὸς ἡμᾶς· εἰ δὲ μὴ, χῆνας πρόες, Οὓς ἀγρὸς ἐξέθρεψεν ὑγρὸς καὶ χλόη. Τοὺς γὰρ τιθασοὺς καὶ κατηναγκασμένους Οὐδ’ ἂν, φίλων ἄριστε, βουλοίμην βλέπειν. Εἰ δ’ ὡς πρὸ τῆς χθὲς τῶν στίχων τὴν εἰκάδα | |
10 | Καὶ τούσδε παρεὶς ἐν κενοῖς καθυβρίσεις, Ἡμεῖς γε καὶ πλὴν τῶν παρ’ ὑμῖν ὀρνίθων Ζῶμεν, θεὸς γάρ ἐστιν ἡμᾶς ὁ τρέφων, Ὁ δημιουργὸς τῆς γονῆς τῶν ἐμψύχων· Αὐτὸς δὲ σαυτῷ συναγαγὼν τὴν τύχην, | |
15 | Τράφηθι σιγῇ τὸν φιλόπλουτον βίον, Ὡς οἱ παρεσθίοντες ἐν γωνιδίοις· Λοιπὸν γὰρ οὐδὲν ἀπὸ τῶν σῶν ἁρπάσω, Οὐ χρυσὸν, οὐδ’ ἄργυρον, οὐδ’ ἄλλως κρέα, Κἂν ἄγριος χὴν ἑστιῶν σε τυγχάνῃ | |
20 | Τὸν ἀπὸ γῆς δήπουθεν αἰθεροδρόμον. | |
2.163(t) | Τῷ αὐτῷ. | |
1 | Τὰς ἐντελεῖς χάριτας ἐκ βρέφους ἔχων, Καὶ μηδοπωσοῦν ἐλλιπές τι δεικνύων, Τὴν ἐντελῆ μοι πέμπε τῶν πυρῶν χάριν· Ὡς γὰρ τὸ μὲν πῦρ εἰς τὸν αἰθέρα τρέχει, | |
5 | Πᾶς δ’ αὖθις ἀτμὸς εἰς τὸ τῆς σφαίρας ὕδωρ, Οὕτως ἐπὶ σὲ τὰς ῥοπὰς ἀπευθύνει Πᾶν εἴ τι σεμνὸν, πᾶν δὲ καὶ πλῆρες φύσει, Τῶν εὐτρόπων ἄριστε κοσμῆτορ φίλων, Καὶ παιδαγωγὲ τῆς ἐπιστήμης ὅλης. | |
10 | Τίς γὰρ κατὰ σέ; δεῦτε πενθεῖτε κρότοι· | |
Πρὸς μὲν γὰρ οὓς ἔδειξε λαμπροὺς ὁ χρόνος Ὑμεῖς ἀριστεῖς εὐσθενεῖς καὶ γεννάδαι, Ὄγκους τινὰς πλάσαντες ἐκ τῶν μετρίων, Ὡς ἂν ἔχοι τέρασιν ἡ κτίσις βρύειν· | ||
15 | Πρὸς ἄνδρα δ’ ὃν σκοποῦσιν οἱ δεῦρο στίχοι, Πατρικιώτην τὸν σοφὸν γεωγράφον, Ἐμπίδες εἰς φῶς λαμπάδος τυγχάνετε. | |
2.164(t) | Τῷ αὐτῷ. | |
1 | Ὁ συμπαθὴς ἄνθρωπος, ὁ πλούτῳ βρύων, Ὁ καινοποιὸς τῶν Θρᾳκῶν γεωγράφος, Καὶ καταγωγεὺς τῆς χρυσῆς Βυζαντίδος, Μᾶλλον δὲ τοῦ σχήματος αὐτῆς τεχνίτης, | |
5 | Ἢ καὶ βραβευτὴς, καὶ πολιστὴς αὐτόχειρ, Ἐμὴν χάριν φρόντισον οἰκτροῦ πρεσβύτου, Τοὺς ἐγγράφους ἥδιστα κουφίσας φόρους, Καὶ γῆς ἀναδοὺς εὐφυοῦς ἀποσπάδας· Οὐ δύναται γὰρ τὴν μετ’ ἐνδείας νόσον | |
10 | Πρᾴως φέρειν ἄνθρωπος οὐκ ὢν ἐκ λίθου. | |
2.165(t) | Τῷ αὐτῷ. | |
1 | Ἁπλᾶς νέμειν χάριτας οὐ πρᾴως λέγων, Ἡμῖν γε διπλᾶς, ἀλλὰ καὶ πρᾴως δίδως· Οὐ δύναται γὰρ τὴν πλατυνθεῖσαν φύσιν Ποιεῖν πνιγηρὰν δυσφοροῦσαν ὁ τρόπος· | |
5 | Ἐγὼ δέ σοι χάριτας εἰδὼς τυγχάνω Δεικνῦντα σαυτὸν ἀπὸ τῶν ἔργων πλέον· Οὐ φείδεται γὰρ ἡ πρὸς ἡμᾶς σου σχέσις | |
Οὐ τῶν λαγωῶν, οὐδὲ τῶν ψευδωνύμων, Ἀλλ’ οὐδὲ χηνῶν, οὐδ’ ἐρυθρῶν περδίκων, | ||
10 | Οὐδ’ ὀρνίθων δήπουθεν ἑστιοτρόφων. | |
2.166(t) | Τῷ αὐτῷ. | |
1 | Ἔδειξας οἷς ἔπραξας ὁ χρυσοῦς φίλος, Ὡς μᾶλλον αὐτὸς εὐγενῆ δρᾷς τὴν τύχην· Τὴν γὰρ τέως ἄκοσμον ὀψοποιΐαν Τοῖς παντοδαποῖς ὡραΐσας βρώμασι, | |
5 | Καὶ τῇ κατ’ αὐτὰ συνθέτῳ ποικιλίᾳ Ὀρεκτιᾶν ἔπειθες ἡμῖν τὴν φύσιν· Ἰχθὺς δ’ ὁ τυκτὸς ὡς ὀπισθόπλους φύσει Βρωθεὶς ἀνεῤῥιχᾶτο καρκίνου τρόπον Εἰς ἐξερασμοὺς καὶ παλιμβόλους δρόμους· | |
10 | Σὺ δ’ οὖν πάλιν ἄκμαζε καὶ χώρει πρόσω. | |
2.167(t) | Τῷ αὐτῷ. | |
1 | Γεωγράφει, θέσπισε τὰς ψήφους Κύρου, Καὶ χρηστὰ συγκόμιζε τοῖς ἔργοις τέλη· Μνηστεύεται γὰρ τῷ σκοπῷ σου τὸν χρόνον Ὁ παῖς παρελθὼν τὸν προάστειον πόνον. | |
5 | Πλὴν οὐκ ἐπαινῶ τὴν φυὴν τῶν ἀμπέλων, | |
Ὅταν ἔχοι βρύουσαν ἡ χέρσος κνίδην, Ἢ σκανδάλων εἴργουσαν, ὦ σῶτερ, βάτον· Τὸ γήδιον γοῦν ἀποκαθάρας δίδου· Καὶ γὰρ φυτουργεῖς ἐν χρυσῇ γῇ τὴν τύχην, | ||
10 | Σοφῶς ἀνασπῶν τοῦ φθόνου τὴν τρίβωτον. | |
2.168(t) | Τῷ αὐτῷ. | |
1 | Τῆς σῆς κεφαλῆς πέμψον ἡμῖν τὴν σκέπην, Καὶ τὴν Ἀθηνᾶν δεῖξον ἠῤῥενωμένην· Εἰ δ’ οὐκ ἔχεις, Ἥρακλες, Ἡφαίστου σφύραν, Τὴν πυρφόρον λάμβανε τῶν στίχων βίαν. | |
2.169(t) | Τῷ αὐτῷ. | |
1 | Ἂν ἡ τύχη κλώσασα γενναίους βρόχους Πολυτελῆ τὴν θήραν εἰργάσατό σοι, Ἐν προσφάτοις πέρδιξι νῦν δείπνιζέ με· Ὡς γὰρ ἀηδεῖς τὰς τροφὰς διαπτύω, | |
5 | Κυκώμενος φεῦ τῆς νόσου τῇ μάστιγι· Ἥλιε καὶ γῆ, τίς τὰ τῆς νόσου φράσει; Ποῖαι φλόγες πόῤῥωθεν ἐκτήκουσί με; Καὶ ζῶ μεταξὺ συμφορῶν πολυτρόπων· Ἀλλ’ οἱ φίλοι χαίρουσιν οὐδὲν εἰδότες, | |
10 | Καὶ σὺ πρὸς αὐτοῖς ἐκγελᾷς μὴ δακρύων. | |
2.170(t) | Τῷ αὐτῷ. | |
1 | Ἄλλος μὲν ἁπλῶς ὁστισοῦν σε θαυμάσας Ὕμνησεν ἂν καὶ σχῆμα καὶ λόγων χάριν, Καὶ δραστικὴν φρόνησιν εἰς ὄγκον τύχης· | |
Ἐγὼ δ’ ἂν ἐξύμνησα τὴν γνώμην πλέον, | ||
5 | Ἣν δὴ καθαρὰν τοῖς ἐρασταῖς εἰσφέρεις· Οὐ γὰρ ἀπατᾷς οὐδὲ χαυνοῖς τὴν σχέσιν, Οὐδ’ ἄλλα ποιῶν, ἄλλα τοῖς φίλοις δίδως· Ἀλλ’ ὡς ὅλος φῶς καὶ πρὸς ἡμέραν βλέπων Ἀπροσκόποις βήμασιν ὀρθοῖς τὸ κλέος. | |
10 | Ἆρ’ οὖν ὑποπτεύσω σε τὸν νοῦν τὸν μέγαν; | |
2.171(t) | Εἰς τὸν ἄγιον Ὀνούφριον. | |
1 | Γυμνὸς παλαιστὴς τὸν Σατὰν καταισχύνας Τὴν αἰσχύνην ἔκρυψε τῶν προπατόρων· Ἕστηκε δ’ οὖν ἄτρεστος ὁ στεφανίτης, Καὶ πρὸς τὸν ἀντίτεχνον ὀκνοῦντα βλέπει· | |
5 | Πλὴν ἀλλ’ ὁ μὲν πέφευγεν ἀλγῶν καὶ στένων, Ὁ δὲ βραβευτὴς τῆς ὑπὲρ φύσιν πάλης Νοούμενον μὲν ἄγγελον τοῦτον γράφει, Τυπούμενον δὲ θαυματουργὸν δεικνύει. | |
2.172(t) | Εἰς τὸν ἅγιον Γεράσιμον. | |
1 | Παρακοὴ μὲν ἀπὸ τῶν προπατόρων Ἄκανθαν εἰσήνεγκε παντὶ τῷ γένει, Ὑπακοὴ δὲ παρὰ τῷ Γερασίμῳ Ἄκανθαν ἐξήνεγκε θηρὸς ἀγρίου. | |
2.173 | Ἀδάμ τις ἐστὶν ἀσφαλὴς ὁ νῦν γέρων· | |
Ὁ θὴρ γὰρ αὐτῷ μαρτυρεῖ τὴν ἀξίαν, Ὃς ἄχθεται μὲν, ἵσταται δ’ οὖν ἀτρέμας· Ἡ γὰρ χάρις ἤμειψεν αὐτοῦ τὴν φύσιν. | ||
2.174(t) | Εἰς τὸν Πρόδρομον. | |
1 | Σιγῶσα φωνὴ καὶ βοῶσα καρδία Τὸν δεσπότην κάμπτουσιν ἐξ εὐσπλαγχνίας· Θεὸς γάρ ἐστι καὶ τὰ μὴ δῆλα βλέπει, Καὶ τῆς σιωπῆς ἀκροᾶται τὸν κτύπον. | |
2.175(t) | Εἰς τὸν μέγαν Βασίλειον. | |
1 | Βασίλειε ζῇς, ἀλλὰ σιγᾷς ἐνθάδε· Τὴν γὰρ σιωπὴν ἡλικιώτην φέρων Τὸν ἐν τύποις θόρυβον ἐκκλίνεις πάλιν, Κοινὸν λόγου παίδευμα καὶ σιγῆς, πάτερ. | |
2.176(t) | Εἰς τὴν δευτέραν παρουσίαν. | |
1 | Ὁρῶν, θεατὰ, τὸν ζυγὸν τῶν πρακτέων Στάθμιζε καὶ ῥύθμιζε σαυτοῦ τὸν βίον, Μήπως τὸ βαρὺ τῶν κακῶν σου φορτίον Εἰς χοῦν σε πικρὸν καὶ φθορὰν κατασπάσῃ. | |
2.177(t) | Εἰς τὸ αὐτό. | |
1 | Ἡ γῆ τὰ νεκρὰ τῶν βροτῶν ἀποπτύει, Καὶ θῆρες ἐξεμοῦσι τὴν βρῶσιν πάλιν· Σὺ δ’ ἐσθίων πένητος, εἰπέ μοι, κρέα | |
Πάλιν κατ’ αὐτοῦ δυσμενῶς χαίνεις, ξένε; | ||
2.178(t) | Εἰς τὴν κοίμησιν τῆς θεοτόκου. | |
1 | Τίκτουσα καὶ θνήσκουσα νικᾷς τὴν φύσιν· Κἂν γὰρ τελευτᾷς, ἀλλ’ ἀεὶ ζῇς, παρθένε. | |
2.179(t) | Ἕτερον. | |
1 | Ὑπὲρ φύσιν τεκοῦσα παρθένος μένεις· Ὑπὲρ φύσιν θανοῦσα παλίμπνους μένεις. | |
2.180(t) | Ἕτερον. | |
1 | Ἄῤῥευστον ἔσχες, μητράνανδρε, τὸν τόκον· Ἄφθαρτον εὗρες καὶ τὸ τοῦ βίου τέλος. | |
2.181(t) | Ἕτερον. | |
1 | Τέθνηκας ἡ σώζουσα τὸ θνητὸν γένος, Ὡς ἂν τὸ πᾶν κάτωθεν ἑλκύσῃς ἄνω. | |
2.182(t) | Ἕτερον. | |
1 | Ἵνα τὰ τῆς γῆς πάντα κοσμήσῃς μέρη, Θνήσκεις, Μαριὰμ, ἐκ ταφῆς δὲ ζῇς πάλιν. | |
2.183(t) | Εἰς τὸν ἅγιον Ἀλύπιον. | |
1 | Σὺ μὲν διεξάγοις με τοῖς τεραστίοις, Ἀλύπιε, ζῶν εἰς τὸ νεκρὸν ὀστέον· Ἐγὼ δὲ τιμῶν τοὺς ὑπαιθρίους πόνους Ἀντὶ στύλου τὸ στῆθος ὑπέθηκά σοι. | |
2.184(1t) | Εἰς τοὺς ἁγίους ἀποστόλους Πέτρον καὶ Παῦλον | |
2t | ἀσπασομένους ἀλλήλους. | |
1 | Τὸ μυστικὸν φίλημα τῶν πρωτοθρόνων Τὴν τοῦ γένους ἕνωσιν ἡμῖν δεικνύει· Τῷ σφίγματι γὰρ τῶν παρ’ ἀμφοῖν δογμάτων Ὁ κόσμος ἁπλῶς συνδεθεὶς οὐκ ἐφθάρη. | |
2.185(t) | Εἰς τὸν μέγαν Κωνσταντῖνον. | |
1 | Παῦλος μὲν ἀρθεὶς οὐρανοῦ μέχρι τρίτου Τὸν σταυρὸν ἀκλόνητον ἐπλούτει βάσιν, Ἐν ᾧ κατ’ ἐχθρῶν εὐδρομῶν ἀποκρύφων Τῆς ἀπάτης καθεῖλε τὴν τυραννίδα· | |
5 | Ὁ δεύτερος δὲ Παῦλος Αὐσονοκράτωρ Εἰς ὕψος ἀρθεὶς εὐκλεοῦς κραταρχίας Ἐν τῷδε νικᾷ τοὺς βασιλεῖς τοὺς πάλαι Καὶ ζῇ πεποιθὼς ὡς ἐν ὅπλῳ τῷ ξύλῳ, ᾯ δὴ κατακλῶν τὰς φυλὰς τῶν βαρβάρων | |
10 | Τὸ Ῥωμαϊκὸν εὐφυῶς διεξάγει. | |
2.186(t) | Εἰς χελάντιον. | |
1 | Ἡδὺς μὲν ὁ πλοῦς, ἀργυροῦν γὰρ τὸ σκάφος· Ἀλλὰ σκόπει, βέλτιστε, καὶ φείδου πίνων· Τοῦ γὰρ λογισμοῦ τὸν κυβερνήτην ἔχων Τὸν τῆς μέθης ὕποπτον ἐκφεύξῃ γνόφον. | |
2.187(t) | Εἰς τὸ αὐτό. | |
1 | Τὴν ἀργυρᾶν κύλικα λαμβάνων φίλος Ἐν τῷ πότῳ πρόπινε τὴν συμμετρίαν, Μᾶλλον δὲ τὴν πρέπουσαν εὐχαριστίαν | |
Καὶ τὴν ἀμοιβὴν τῷ φιλοφρονουμένῳ. | ||
2.188 | Ἔχων σε τὸν Δίδυμον ἐκ τοῦ λειψάνου Σωτηρίαν δίδυμον εὑρεῖν ἰσχύσω. Καὶ γὰρ μένων δίδυμος ἐν τῇ συνθέσει Τὴν πρὸς σέ μου δίδυμον οὐ φέρω σχέσιν. | |
2.189(t) | Εἰς λείψανον τοῦ ἁγίου ἀποστόλου Θωμᾶ. | |
1 | Οὐκ ἔστιν εἰς τὸ πνεῦμα σὰρξ οὐδ’ ὀστέα, Καθὼς βλέπεις ἔχοντα τὸν σὸν δεσπότην· Τὸ σὸν δὲ, Θωμᾶ, τοῦτο γυμνὸν ὀστέον Ἐνδύεται τὸ πνεῦμα τῶν τεραστίων. | |
2.190(t) | Ἐπιτάφιοι εἰς τὸν Ἄγγελον ἐκεῖνον τὸν λεγόμενον Ἀείδαρον. | |
1 | Ἐγώ ποτε ζῶν εἰς τὸν ἄστατον βίον Τὸν ἐκ βρέφους ἄκοσμον ᾑρούμην βίον· Τὸ γὰρ παρὸν πᾶν οὐκ ἀποχρῶν μοι κρίνων Πρὸς τὴν μάτην σαίνουσαν εὐελπιστίαν | |
5 | Ἀλλοτρίους ἤμειβον ἐκ τόπων τόπους, Κύβοις δὲ καὶ κνίσμασιν αἰσχροῦ γαργάλου, Καὶ κυμβάλων κρούμασι καὶ λήροις πότων, Καὶ γαστρὸς οἰδήμασιν ἐκδοὺς τὴν φύσιν, Ἀσωτίας ἔπλησα παπαὶ τὸν βίον· | |
10 | Τὸ γὰρ λογικὸν τῆς ψυχῆς καθυβρίσας, Καὶ τὴν ἀγωγὴν καὶ τὸ πατρῷον κλέος, Μᾶλλον δ’ ἐμαυτὸν καὶ τὸ πάτριον σέβας | |
Παρεφρόνουν, ἔπαιζον, ἠθυροστόμουν· Ἐξ Ἀγγέλου δὲ Πῶλος ὠνομασόμην, | ||
15 | Εἰς Λατίνων μίμησιν ἐσκεπασμένος· Θανὼν δὲ νῦν οὐκ οἶδα πῆ γῆθεν τρέχω, Ἀλλ’ ἤ τις ἐστὶ σωστικὴ πίστις μόνη· Ταύτην φέρων δίδωμι τῷ πλάσαντί με· Κἀκεῖνος εὐθὺς οἶδεν ὃ δράσει μόνος, | |
20 | Εὐσπλαγχνίας πέλαγος εἰς πάντας χέων, Χαμαιλέων ἄνθρωπος ἢ Πρωτεὺς νέος, Ἢ προσφάτοις χρώμασι κήλων ὀκτάπους. Γεώργιος δ’ οὖν, τοῦτο γὰρ κλῆσιν φέρω, Πρὸ τῆς τελευτῆς ταῦτα φημὶ δακρύων. | |
2.191(t) | Εἰς τὸν μέγαν ἐκκλησιάρχην τὸν Πεπαγωμένον. | |
1 | Μονὰς μὲν εἶ σὺ πλὴν ἀριθμῶν ἐργάτης, Μᾶλλον δὲ κανὼν οὐ κεκανονισμένος· Φεύγων δὲ τὴν σύζευξιν ἀθρεῖς τοὺς γάμους, Καὶ νυμφαγωγεῖς τοὺς φθορεῖς ὁ παρθένος, | |
5 | Καὶ δρᾷς ἀπαθῶς καὶ συνιστᾷς τοὺς τόκους, Ὡς ἀποτεχθεὶς καὶ τεκεῖν οὐδὲν θέλων· Ἐπώνυμον δὲ τὸ δριμὺ ψῦχος φέρων Τὴν τοῖς γάμοις πρέπουσαν ἐξάπτεις φλόγα. Τὴν συνδετικὴν τοιγαροῦν λύσιν δίδου, | |
10 | Ἐπιτρέπων γέρουσιν ἀκμαῖον γάμον. | |
2.192(t) | Εἰς εἰκόνα τοῦ ἀρχιστρατήγου Μιχαήλ. | |
1 | Ἂν ἀγγέλου κίνησιν ἐμφαίνειν θέλῃς, | |
Τί τὸν πτερωτὸν ὁ γραφεὺς ἄνδρα γράφεις, Ἀλλ’ οὐχὶ νοῦν καὶ πνεῦμα καὶ φῶς καὶ φλόγα; Πλὴν ἐξ ὕλης ἄϋλον οὐκ ἄν τις γράφοι. | ||
2.193(t) | Ὁπότε διὰ τὸν σεισμὸν περιεπάτησεν ὁ βασιλεὺς πεζός. | |
1 | Πηλῷ τὸ σὸν πέδιλον ἐμβάψας, κράτορ, Πηλὸν λεανεῖς ἐθνικῆς πανσπερμίας, Ὡς ἐκ πλατειῶν τοῦ πλατυσμοῦ τοῦ θράσους, Ἡμᾶς δὲ τοὺς εὐμενῶς ἀναπλάσας. | |
2.194(t) | Ἕτεροι. | |
1 | Μύκημα δεινὸν, βασιλεῦ, γῆς καὶ κλόνος Ποιεῖ σε πεσῇ μετριάσειν ἐνθάδε· Πλὴν ὁ χρίσας δίκαιον αὐτάνακτά σε, Ὡς εἶπε Δαυὶδ, ναὶ Δαυὶδ ὄντως νέε, | |
5 | Ἀφεὶς θεωρεῖν καὶ κλονεῖν ταύτην βίᾳ Τὴν ὀπτικὴν δύναμιν εἰς σὲ νῦν στρέφει, Στηρικτικὴν ἄνωθεν ἐκπέμπων χάριν. | |
2.195(t) | Ἕτεροι. | |
1 | Ἵππον πτερωτὸν τῷ βασιλεῖ τὸν τρόπον Δίδωσι πεζεύοντι Χριστὸς ὁ χρίσας, Δι’ οὗ καθαιρεῖ δυσμενὲς ξύμπαν γένος, Περσεὺς νέος Χίμαιραν ἐκτρίβων νέαν. | |
2.196(t) | Ἕτεροι. | |
1 | Πεσὸς βασιλεὺς νοῦν διηργμένον φέρων | |
Τὸ δοῦλον ὑψοῖ νοῦν χαμαίζηλον φέρον. | ||
2.197 | Μωσῆς βασιλεὺς ἐν ποσὶ πρὶν ἀβρόχοις Τὸν Ἰσραὴλ ἔσωσεν ἐξ Αἰγυπτίων· Καὶ σὺ δὲ τὸν σὸν Ἰσραὴλ σώσειν θέλων Ἐκ τοῦ κατὰ γῆν ἐμβριθῶς τούτου κλόνου | |
5 | Τὴν βασιλικὴν τελματοῖς νῦν ἀρβύλην, Τηρῶν καθαροὺς τοὺς καλοὺς ἔνδον πόδας, Οἷς τοὺς μάτην ἕρποντας ἐχθροὺς συντρίβεις, Ἐκεῖθεν αὐτοὺς αἱματῶν ἀκινδύνως, Ὡς ἐξ Ἐρυθρᾶς τὸν λαὸν σώσεις νέας, | |
10 | ᾌδων τὸν ὕμνον τῷ θεῷ σεσωσμένος. | |
2.198(t) | Παραινετικοὶ πρός τινα. | |
1 | Κἂν δόξαν αὐχῇς, κἂν βαθεῖ πλούτῳ βρύῃς, Κἂν ὑπεραρθῇς ταῖς τιμαῖς κέδρων πλέον, Καὶ μέχρις αὐτῶν οὐρανῶν γῆθεν φθάσῃς Ὀξυδρόμοις πτέρυξιν ἠγμένος τύχης, | |
5 | Ὅταν βασιλεὺς εὐμενῶς σοι προσβλέπῃ, Ῥοπαῖς ἀγαθαῖς εὐμαρίζει τὸν δρόμον· Κἂν πάντα κινῇς εὐχερῶς ταῖς ἀξίαις Κυκᾶν τὸ κοινὸν καὶ πτοεῖν ἐξισχύων, Ὥσπερ φοβήτροις ταῖς τιμαῖς ταῖς ἐκκρίτοις, | |
10 | Τὸ κέρδος οὐδὲν οὐδαμῆ, βέλτιστέ μοι. Ῥώμην ἔχεις σώματος, ἀσθενὴς ἔσῃ· Ῥεύσει τὸ κάλλος ἀδρανοῦς τρόπον κρίνου· | |
Παραδραμεῖται καὶ χρυσὸς σὺν ἀργύρῳ, Καὶ πέπλα καὶ κτήματα καὶ δορυφόροι, | ||
15 | Καὶ μαργάρων στίλβουσα καὶ λίθων χρόα, Τὰ σμικρὰ καὶ παίζοντα τοὺς ἁπλουστέρους. Οὐχ ἵππος, οὐ φάλαρον, οὐκ ἐφεστρίδες, Οὐκ ἄνδρες, οὐ γυναῖκες, οὐ χορὸς φίλων, Οὐδὲ τραπεζῶν φλεγμονὴ προκειμένη, | |
20 | Πότοι τε μακροὶ καὶ χλιδαὶ μετὰ κρότων, Καὶ θρίψις ἁβρὰ καὶ γέλωτες ἐν μέσῳ, Κλῖναί τε λαμπραὶ καὶ χρυσαυγεῖς οἰκίαι, Καὶ πᾶν ὅπερ σαίνει σε καὶ πλανᾷ μάτην, Οὐδὲν μόνιμόν ἐστιν οὐδὲν ἐν βίῳ· | |
25 | Σκιᾶς ὄναρ, ἄνθρωπε, τὴν φύσιν κάλει· Καὶ τῦφος ἐν σοὶ μηδαμοῦ προκυπτέτω. Καὶ γὰρ λίθος τρίπηχυς ἐν βαθεῖ σκότῳ Πάσας καλύψει τὰς τιμὰς παρ’ ἐλπίδα. Ἄκουε λοιπὸν τῶν ἐμῶν ἐνταλμάτων· | |
30 | Μὴ θανατωθῇς, μὴ φθαρῇς ἐν τῇ πλάνῃ, Τήρει σεαυτὸν εἰς τὸν ἔνθεον φόβον· Κρηπὶς γάρ ἐστι τῶν καλῶν τῶν ἐν βίῳ. Ἡ πρὸς τὸν αὐτάνακτα σὴ πίστις, φίλος, Τὴν πρὸς τὸν ὑψώσαντα μιμείσθω σχέσιν· | |
35 | Ἡ γὰρ πρὸς αὐτὸν δυσμενὴς παροινία Δεινὴν ἀτεχνῶς προξενεῖ σοι τὴν βλάβην, | |
Ἐπεὶ κατὰ σοῦ τὸν θεὸν παροξύνεις, Ὃς τοῦτον ἐν γῇ τῶν βροτῶν ὑπεξάρας, Καὶ βασιλικοῖς ἀγλαΐσας ἀμφίοις, | ||
40 | Καὶ τοῖς μεγίστοις ἀγαθοῖς ἀπαρτίσας, Ἄλλον θεὸν τίθησιν ἐξ ὕλης μέγαν, Ὅς ἐστιν ἡμῖν καὶ σπορεὺς καὶ δεσπότης, Καὶ δημιουργὸς καὶ βραβεὺς τῶν πραγμάτων. Εἰ γοῦν πρὸς αὐτὸν εὐνοεῖν ὄντως θέλεις, | |
45 | Τῶν τοῦ θεοῦ φρόντιζε παραγγελμάτων. Αὐτὸς γὰρ οἰκεῖ τῇ ψυχῇ τοῦ δεσπότου Μονὴν παρ’ αὐτῷ μυστικῆς παύλας φέρων, Καὶ συγκυβερνῶν ἀσφαλῶς καὶ συντόνως Τῷ σωστικῷ σώματι τοῦ στεφηφόρου | |
2.198(50) | Τὸ κοσμαγωγὸν τῆς βασιλείας σκάφος, Κἂν μὲν νομίσῃ δυσγενὴς, φαῦλος, πένης, Ἄδοξος, ἄφρων, εἰς ἀπόστροφον τύχην, Καὶ μηδαμοῦ χρήσιμος εἰς λειτουργίαν. Ἔχεις δὲ λαμπρὸν ἐξ ἀδήλων τὸν βίον· | |
55 | Εὐθὺς ἐπί σε βασιλεὺς ἡδὺ βλέπει, Κινοῦντος αὐτὸν τοῦ θεοῦ παρ’ ἐλπίδας. Εἰ δ’ αὖ τὰ κοινὰ συλλαβὼν ἔχεις μόνος Ὥραν, γένος, φρόνησιν, ἀνδρίαν, λόγον, Τὰς δεσποτικὰς ἐντολὰς παρατρέχων, | |
60 | Ἄνους παρ’ αὐτοῦ καὶ δυσαίσθητος κρίνῃ· | |
Πάντες δέ σε βλέπουσιν οἱ συνοικέται Μετὰ σοβαρότητος ἐξ ἀηδίας. Ὁ γὰρ βασιλεὺς τὸν βεβασιλευκότα, Θεὸς νοητὸς τὸν θεὸν τὸν ἐξ ὕλης, | ||
65 | Τῆς σῆς ἀγωγῆς ἐκδιδάσκει τὸν τρόπον. Πῶς οὖν δι’ αὐτοῦ κερδανεῖς ἅπερ θέλεις; Πῶς εὐτυχήσεις; πῶς σαφοῦς τεύξῃ κλέους; Ἔργου πρὸ παντὸς τῷ θεῷ προσεκτέον, Εἶτα δι’ αὐτὸν τοὺς γονεῖς τιμητέον, | |
70 | Λόγων ἱκανῶς τῶν σοφῶν φροντιστέον· Τοὺς δ’ αὖ περιττοὺς ἐκ ψυχῆς βδελυκτέον· Τὸ γαστριμαργεῖν τοῖς φιληδόνοις πάρες· Καρπὸς γὰρ αὐτὸ τῶν θεοῦ λιμὸς λόγων, Καὶ ῥίζα παντὸς δυσχεροῦς ὄντως πάθους· | |
75 | Καταλαλιᾶς παντελῶς ἀφεκτέον, Ἐπεὶ κατὰ σοῦ τὸν θεοῦ κινεῖ Λόγον Φθόνος τὸ χεῖρον τῶν κακῶν τῶν ἐν βίῳ, Φθόνος τὸ θηρῶν ἀγριώτερον πάθος, Φθόνος τὸ τοὺς ἔχοντας ἐκτῆκον βλάβος, | |
80 | Φθόνος τὸ Σατὰν ὅπλον εἰς νίκην φόνου· Καὶ τί τὰ πολλὰ τῶν κατὰ τοῦτον λέγω; Τὸν σεπτὸν ἠχρείωσεν ὁ φθόνος τόπον, Ἐδὲμ τὸν Ἀδὰμ ἐκπεσεῖν ἀναγκάσας, Βουλῇ δὲ Σατὰν συμφθαρεὶς φθορὰν κύει, | |
85 | Τὸν ἀρχέτυπον μῶμον ἐξειργασμένος. Ὅταν ἴδῃς πένητα μὴ παραδράμῃς· | |
Δὸς χεῖρα, δός τι, δὸς τὸ μὴ παρατρέχειν, Δὸς κέρμα λεπτοῦ, δὸς γλυκὺν ἴσως λόγον· Ψυχροῦ γὰρ αὐτά φησιν ἡ Γραφὴ σκύφον· | ||
90 | Εἰ δ’ οὐκ ἔχεις, κάμφθητι, δάκρυσον μόνον· Καὶ τοῦτο τοῖς πένησι φάρμακον μέγα. Ὅταν ὁ θυμὸς ὡς τὸ πῦρ ὑπερζέσῃ, Τὴν τῆς γεέννης ἐνθυμήθητι φλόγα, Ὡς ἂν πυρὶ πῦρ καὶ ζέσει ζέσιν λύσῃς, | |
95 | Μεγάλα καὶ μόνιμα ῥευστοῖς μετρίοις. Τῆς σωφροσύνης ἀντὶ πάντων ἐξέχου, Τῆς σωφροσύνης τῆς καλῆς τῆς κοσμίας· Ποιεῖ γὰρ ἡμᾶς τῶν παθῶν ὑπερτέρους, Καὶ τῶν μυσαρῶν ἡδονῶν ἐλευθέρους, | |
2.198(100) | Καὶ Δαυϊτικῶς παρὰ μικρὸν ἀγγέλους· Ὥρα γυναιξὶν εὐπρεπὴς ἡ σεμνότης, Ἧς μὴ παρούσης ἀπρεπὴς πᾶσα χρόα, Κἂν ὑπερανθῇ, κἂν δοκῇ θέλγειν τέως· Οἰχήσεται γὰρ ἐν βραχεῖ δήπου χρόνῳ | |
105 | Ῥεῦσαν τὸ κάλλος καὶ μετελθὸν εἰς κόνιν· Ἂν οὖν γυναιξὶ συλλαλῇς χρείας χάριν, Μὴ βλέμμα θελγέτω σε, μὴ γλώττης χάρις, Μὴ χειλέων κίνησις εὐπρεπεστάτη, Μὴ φθέγμα λεπτὸν, μὴ χλιδή τις ἐν γνάθοις· | |
110 | Ὁ τοῦ θεοῦ δὲ σωφρονιζέτω φόβος, Μὴ παρασυρῇς καὶ κλαπῇς παραυτίκα. Νέων ὁμιλεῖν τοῖς προσεκτικωτέροις | |
Ἄριστον ἡγοῦ· τίς γὰρ ἐντεῦθεν βλάβη; Τίμα δὲ τοὺς γέροντας ἀνυποκρίτως· | ||
115 | Θεοῦ γὰρ αὐτοὺς ἡ παρακμὴ τοῦ βίου Πείθει τρέχειν ἔγγιστα καὶ παρειμένους, Ὄντων ἀπείρων τῶν κακῶν τῶν ἐν βίῳ. Τὸ ψεῦδος ἡγοῦ βλαπτικὸν πάντων πλέον· Τοὺς μὲν γὰρ ἄνδρας τοὺς φονεῖς καὶ δυστρόπους | |
120 | Τὸ πνεῦμα φησὶν ἐλλιπῆ δρᾶν τὸν βίον, Ὅταν ὁ Δαυὶδ τὴν σοφὴν κρούῃ λύραν, Ψεύστην δὲ πάντα παντελεῖ τρόπῳ φθίνειν, Ὃν εἶπεν αὐτὸς γλῶτταν εἰκαίαν τρέφειν, Μυδῶντος αὐτῷ τοῦ φάρυγγος ὡς τάφου. | |
125 | Τὸ ψεῦδος οὐκοῦν τῷ Σατὰν φίλον μόνῳ, Τῷ τοῦ σκότους ἄρχοντι τῷ βροτοκτόνῳ· Ψευσάμενος γὰρ τὴν φθορὰν ἤνεγκέ μοι· Παντάπασι δὲ τοῦ θεοῦ τοῦτο ξένον, Καὶ πᾶσιν ἐχθρὸν τοῖς προσεκτικωτέροις· | |
130 | Παῦσαι, φίλων βέλτιστε, τόνδε τὸν βίον· Ὁ γὰρ πρὸς αὐτὸν βλαπτικώτατος πόθος Τὸ σὸν πρὸς αὐτὸν τοῦ θεοῦ φίλτρον λύει. Τὸν εὐλαβῆ δεῖ καὶ πρὸ τῶν λόγων ἔχειν Παίδευσιν ἠθῶν, βλέμμα τῷ βίῳ πρέπον, | |
135 | Καὶ σχῆμα καὶ βάδισμα σὺν εὐταξίᾳ· Χωρὶς γὰρ αὐτῶν ἀπρεπὴς ἅπας λόγος· | |
Γλῶττα σφριγῶσα καὶ σοβὰς πρὸς τοὺς λόγους Τοῖς εὖ φρονοῦσιν ὕβρις ἐστὶν ἐσχάτη· Ἄμετρα λαλεῖν οὐ προσῆκον ἐν μέσῳ· | ||
140 | Τοῖς γὰρ λέγουσι μέμψις οὐχὶ μετρία, Τοῖς δ’ ἀκροαταῖς μῖσος ἐντεῦθεν μέγα Πρὸς τοὺς λαρυγγίζοντας ἐξ ἀμετρίας. Δεῖ τοῖς παροῦσιν ἡμέρως ἐντυγχάνειν, Καὶ μὴ σοβαροὺς ἐξεμεῖν λόγων τύπους· | |
145 | Τὸ γὰρ ἱλαρὸν καὶ γαληνὸν ἐν λόγοις Εὐσχήμονος γνώρισμα σαφὲς καρδίας. Ἁμαρτίας κάθαρσις ἀκραιφνεστάτη, Εἴ τινα θερμῆς συντριβῆς ἔχει ζέσις, Ἀνυστικὴ μάλιστα τῆς σωτηρίας· | |
2.198(150) | Ἀσύμφορος δὲ μὴ κατανενυγμένη. Βαθὺ σκότος νόμιζε τὴν ἁμαρτίαν, Σέλας δὲ λαμπρὸν τὸν φιλάρετον τρόπον. Ἂν γοῦν ἐκείνην λευκάνας ἐκφαυλίσῃς, Ἕξει τὸ φῶς αὐτίκα τῆς σωτηρίας. | |
155 | Ἄλλου τις ἄλλῳ μυστικὸν φράσων πάθος Κῆρυξ πονηρὸς τοῖς φρονοῦσιν ἐκρίθη· Τοῦ γὰρ θεοῦ τὴν ψῆφον ἁρπάσας ἔχει, Καθ’ ἣν τὰ κρυπτὰ φανεροῦται πρακτέα. Καταλιπὼν, ἄνθρωπε, τὴν ἁμαρτίαν, | |
160 | Εἰ τὴν ταχίστην πρὸς θεὸν σπεύδεις τρέχειν, Χρῆσαι συνεργοῖς καὶ προπομποῖς ἀξίοις Τοῖς μυσταγωγοῖς τῶν ψυχῶν καὶ προστάταις. Σπούδασμα καλὸν ἀκριβῶς τοῖς ἐν βίῳ | |
Γνώμης ἀπανούργευτος ὀρθῆς ἁπλότης· | ||
165 | Τῆς ἀρετῆς ἡ πρᾶξις ἐμπόνως ἔχει, Πλὴν ἀλλὰ κουφίσουσιν αὐτῆς τοὺς πόνους Αἱ τῶν ἀμοιβῶν τῶν ἐκεῖθεν ἐλπίδες, Ἃς προβλέπειν ἄμεινον ἢ τούτους βλέπειν. Πρὸς τοὺς παροξύνοντας ὀργίλως ἔχειν | |
170 | Καὶ κατονειδίζοντας ἐκ παροινίας Οὐ χρὴ θυμικὸν οὐδαμῶς ἀντιπνέειν, Ἀεὶ δὲ σιγᾶν καὶ προσειδέναι χάριν. Ῥᾴθυμος ἀνὴρ ἀρετῆς φῶς οὐ βλέπει, Σκότος δὲ τῷ νήφοντι παθῶν ἠλάθη. | |
175 | Ἐκ τῆς πονηρᾶς τῶν παθῶν τυραννίδος Ὁ τοῦ θεοῦ πόνος σε κερδάνας ἔχει· Στήριζε σαυτὸν τοῖς ἐναρέτοις τρόποις, Μήπως ῥιφεὶς ἐκεῖθεν ἀνέλθῃς μόλις. Τοῦ σώματος τὸ πάχος ἀπολεπτύνειν | |
180 | Ἐκ τῆς καθαρᾶς τῶν παθῶν ἀσιτίας, Καὶ πρὸς νοητὰς κοῦφον ἀνόδους τρέχειν Δύσληπτόν ἐστι καὶ κατορθῶσαι μέγα Ἔθος πονηρὸν πρακτικὸν τῶν σφαλμάτων. | |
Οὐ πανταχοῦ γὰρ τὸν Σατὰν κακιστέον· | ||
185 | Ἐθὰς δὲ καλῶν εὐχερῶς ἐπιστρέφει, Κἂν ἐμβριθὲς τὸ πτῶμα τοῖς φιληδόνοις, Σώματος ἰσχὺς εὐπρεπὴς πρὸς τοὺς πόνους, Τὸ δ’ ἀσθενὲς καὶ χαῦνον ἐχθρὸν εὑρέθη· Συνασθενεῖ γὰρ καὶ τὸ καλὸν ἔσθ’ ὅτε | |
190 | Καὶ τῷ τόνῳ κάμνοντι συναποῤῥέει· Ἔτι νέαν ἄγοντα τὴν ἡλικίαν Σπείρειν σε καλὸν καὶ θερίζειν ὀξέως Τοὺς πνευματικοὺς καὶ ψυχοτρόφους πόνους, Ὡς ἂν τραφεὶς ἐντεῦθεν εἰς γῆρας φθάσῃς. | |
195 | Σφριγῶντι τῷ σώματι πρὸς πόνους ἔτι Δίδου συνεργὸν ἀσφαλῆ τὴν καρδίαν· Τοῦ σώματος γὰρ ἀσθενοῦντος τῷ χρόνῳ Τὸ τῆς ψυχῆς πρόθυμον οὐκ ἔχει χάριν. Νόμιζε φεύγειν τὸν πονηρὸν εἰς τέλος, | |
2.198(200) | Εἴ σοι τὸ μοχθεῖν γίνεται κατὰ λόγον· Εἰ δ’ οὖν, πάλιν ἄνεισι, κἂν ἴσως φύγῃ, Φρικτὸς σοβαρὸς δυσμενὴς ὑποστρέφων, Λύπης καταιγὶς, τῇ ψυχῇ μέγας κλύδων. Οὐκοῦν φυλακῆς ἀσφαλοῦς δεῖ τῷ βίῳ· | |
205 | Σατὰν πονηρὸς καὶ κρατὴρ ζέων μέθης Τὴν σαρκικὴν πύρωσιν ἐξάπτει τάχος· Ἡ τῶν μαχητῶν πρὸς τὰ φαῦλα γυμνότης Ποιεῖ τὸν ἐχθρὸν ἀκρατῆ πρὸς τὴν μάχην· Μάχης ὁ καιρὸς οὐ κατά τινα χρόνον, | |
210 | Ἀλλ’ οὖν ἐσαεὶ προσδοκᾶν ταύτην δέον· Ὁ γὰρ μεριμνῶν καὶ παρεσκευασμένος Οὐκ ἔστιν εὐάλωτος ἐχθροῖς ἐν μάχαις. | |
Σατὰν ἐπαρθεὶς τοῦ προσήκοντος πλέον Ὑπῆλθε τῆς γῆς τοὺς μυχοὺς τοὺς ἐσχάτους, | ||
215 | Καὶ νοῦς ὁ τοπρὶν προσλαβεῖν σέλας θέλων Ζόφος πεσὼν ἄνωθεν εὑρέθη μέγας· Ἂν ἐνθυμηθῇς τῆς γεέννης τὴν φλόγα Τὴν σαρκικὴν πύρωσιν εὐθέως σβέσεις. Ὢ τῶν πονηρῶν τοῦ Σατὰν βουλευμάτων! | |
220 | Γέλωτα κινεῖ ταῖς προσευχαῖς πολλάκις, Καὶ τὴν πρὸς αὐτὸν τὸν θεὸν φύρει σχέσιν. Νήφειν σε λοιπὸν οὐκ ἀναπίπτειν δέον· Χειρῶν τάσις μόνιμος εἰς πόλον κλίμαξ· Ὁ νοῦς γὰρ εὐθὺς πρὸς θεὸν γῆθεν τρέχει. | |
225 | Κρείσσων προσευχὴ τῆς ἐπιτεταμένης Ἡ συνεχής τε καὶ βραχυλογωτέρα· Ἡ μὲν γὰρ ὀκνεῖν ἐκβιάσει τὴν φύσιν, Ἡ δὲ σθένος δίδωσι τῇ προθυμίᾳ. Ψυχῆς προσευχὴ βελτίων τῆς ἐν λόγοις· | |
230 | Γλώττης γὰρ ἡ κίνησις ἡ κτυπουμένη Τὴν τῆς ψυχῆς κίνησιν ἀμβλύνει τάχα· Θεὸς δὲ καὶ σιγῶντος ἀκούει πλέον. Δάκρυ προελθὸν ἐμβαθῆ σβέσει φλόγα, Καὶ τοὺς ἀγαθοὺς πολλάκις νόσος τρύχει· | |
235 | Πρὸς σωφρονισμὸν τοῦ προκύπτοντος τύφου Λουτὴρ ψυχικὸς ἡ λιβὰς τῶν δακρύων. | |
Ταῦτα σκόπει, βέλτιστε, πρακτικωτέρως. | ||
2.199(t) | Εἰς τὸν αὐτὸν, Ἀλεξίου τοῦ Μακρεμβολίτου. | |
1 | Ἄνθρωπος ὀφθεὶς τῷ βλέποντι Ματθαῖος Θεοῦ Λόγου σάρκωσιν εἰς πλάτος γράφει, Ἣν ὡς ἀληθῶς τῶν χρόνων ἐπ’ ἐσχάτων Ἡμῶν χάριν εἴληφε τῶν προσκρουσάντων. | |
2.200(t) | Ἕτεροι τοῦ αὐτοῦ. | |
1 | Φανεὶς πτερωτὸς ἄνθρωπος ὁ Ματθαῖος Θεοῦ Λόγου σάρκωσιν ἀῤῥήτως γράφει, Ἵν’ ἀγγελικὸν ὁ κτησάμενος βίον Γνοίη τὸ μυστήριον, οὐχ ὕλης φίλος. | |
2.201 | Ὁ Ζεβεδαίου ἐγκαινίσει τὴν κτίσιν Ὡς ἀετοῦ τὴν φύσιν ὁ πλεῖστος χρόνος· Οἱ εὐγενεῖς γὰρ τῆς ψυχῆς αὐτοῦ τόκοι Θεοῦ καλιᾶς ἐκκρίνουσι τὰ νόθα. | |
2.202(t) | Εἰς τὸν αὐτόν. | |
1 | Ὁ Μάρκος ἰδὼν τὸ σκότος τῆς ἀπάτης Ὅλην κατασχὼν τὴν βροτῶν σχεδὸν φύσιν Τὴν προδρομικὴν οὐ παρῆλθε λυχνίαν, Ἐφ’ ἧς τὸ φῶς ἔλαμψε τῆς σωτηρίας. | |
2.203(t) | Εἰς θηριακήν. | |
1 | Ὁ ζῶν φονευτὴς καὶ θανὼν εὐεργέτης Ἐνταῦθα λαθὼν τεχνικῶς ὑπεκρύβη. Καὶ ψυχρὸς ὢν ζῶν νεκρὸς εὑρέθη ζέων, Καὶ φίλος ἐχθρὸς καὶ παρὼν ἀποστάτης. | |
2.204(t) | Εἰς τὸ αὐτό. | |
1 | Πονηρὰ μέντοι τῶν ἐχιδνῶν ἡ φύσις Λεληθότως δάκνουσα τοὺς ἀνευθύνους· Ἡ τῶν βροτῶν φύσις δὲ νουνεχεστάτη Δάκους ἄκος δείξασα τοὺς ὑπευθύνους. | |
2.205(t) | Εἰς τὸ αὐτό. | |
1 | Τὴν θηριακὴν Ἀνδρόμαχος ἐνθάδε Τοῖς ἀνδρομάχοις ἀντιτάττει θηρίοις· Κληθεὶς γὰρ Ἀνδρόμαχος ἐξ ἀντιστρόφου Ἀντιστρόφως κίρνησι καὶ τὰς οὐσίας. | |
2.206(t) | Πρός τινα τὸν ἐχθρωδῶς τῷ Φιλῇ διακείμενον. | |
1 | Ἦν ἄρα καὶ πρὶν δυσγενὴς ἐγνωσμένος Ὁ κομπάσας ἔναγχος ἢ παίξας γέρων· Ἐπήλυδι γὰρ μετ’ αὐτὸν πρεσβύτῃ Νέον τύφον δίδωσιν ἡ παροιμία, | |
5 | Κἂν οὐδὲ τὸ πρόσχημα τῆς εὐρωστίας | |
Ὁ δεινὸς ἐξήνεγκεν εὐτέχνως γόης· Τὸ γὰρ ἅπαξ αὔταρκες οὐ δεῖται τρόπων. Ἔρως μὲν οὖν προὔκυπτεν ἀφροδισίων Ἀνδρί τε σαπρῷ καὶ γυναικὶ συζύγῳ· | ||
10 | Ἴϋγξ δέ τις ἔνυττεν αὐτοὺς ὀργίων, Καὶ τοὺς ἀγωγοὺς τῆς γονῆς ἀνεστόμου· Πλὴν ἡ μὲν ἐσφάδαζεν εἰς ἀπληστίαν, Καὶ πρὸς τὸ παθεῖν εὐτρεπὴς ἦν ἐκτόπως, Καὶ παραγυμνώσασα τὸ στέρνον τέως | |
15 | Ἀνῆκεν ὑγρὸν τῇ δρακὶ τοῦ πρεσβύτου· Καὶ γὰρ τὸ θερμὸν ὡς τὸ πῦρ ἀνατρέχον Ἐρωτικῶν παρεῖχεν ἀτμοὺς ἀνθράκων· Γέλως δὲ σεμνὸς καὶ παράστημα ξένον, Καὶ συνεχὲς φίλημα καὶ φωνῆς κτύπος, | |
20 | Καὶ ῥωτακισμοὶ καὶ παραφαὶ δακτύλων, Καὶ γαργάλου κνίσματα, καὶ χρὼς αὐχένος, Καὶ βλέμμα, καὶ ῥὶς, καὶ διάβροχον στόμα, Καὶ φοινικοῦν ἄντικρυς ἐν γνάθοις ῥόδον, Τῆς ἡδονῆς τὸν ὄμβρον ἐκρεῖν ἠξίου· | |
25 | Ὁ δὲ στεγανὸς εὑρεθεὶς τούτοις λίθος Ὀρεκτιῶσαν εἶχε τὴν φύσιν μόλις· Πρὸς γὰρ τὸν αὐχμὸν τῶν μελῶν ὁ πρεσβύτης Οὐκ εἶχεν ἀρκοῦν τὸ χλιδῶν τῆς ὀσφύος· Ἀλλ’ ἡ μὲν ἰκμὰς ἐξεχεῖτο ματαίως, | |
30 | Αὐτὸς δὲ ταύτην εὐθέως ἐβόσκετο, Καὶ τὰς παραστάτιδας ὀκνούσας φέρων, | |
Οὐκ εἶχεν ὀρθοῦν εὐσθενῶς τὴν αἰσχύνην. Οὕτως ἐκείνοις τοῖς ἐπ’ ἄλλους ἂν φίλοις Καὶ ταῖς παρολκαῖς τῆς κενῆς ἐραστρίας | ||
35 | Ὁ ταριχευτὸς οὐ προσεῖχε νυμφίος· Ἐπεὶ δὲ νεκρὸν ἀκριβῶς ἦν τὸ βρέτας, Ὁ δυσκλεὴς κένταυρος, ὁ κλὼψ, ὁ φθόρος, Ὁ τρίκερως βοῦς, ὁ κριὸς τῆς ἑστίας, Ὁ δύσκολος θὼς, ὁ τραχυπώγων τράγος, | |
40 | Ὁ νῶτα κυρτῶν καὶ κατασπῶν ἰσχία, Τὸ τοῦ γένους κάθαρμα, τῆς γῆς ἡ νόσος, Ἡ Στὺξ, ὁ τελχὶν, ἡ περιττὴ κοπρία· „Γύναι, θεωρεῖς τόνδε, φησὶ, τὸν δόμον, Ἐγὼ τοσοῦτον ὄντα διελεύσομαι | |
45 | Ὀκλὰξ ἀνασχὼν εἰς τὸ βῆμα τὸν πόδα, Καὶ τόνδε λοιπὸν ἀσφαλῶς ἀπευθύνας, Ὡς ἂν ἐπ’ αὐτοῦ καὶ τὸ πᾶν σῶμα τρέχῃ· Δεῖ γάρ με σὴν δήπουθεν εἰ δίδως χάριν Ἀσκωλιαστὶ καταπηδῶντα τρίβειν· | |
2.206(50) | Εἰμὶ γὰρ ἡβῶν καὶ σφριγῶν πρὸ τοῦ χρόνου, Κἂν πολλάκις ἔσκωψας ὡς γέροντά με.“ Τούτοις ἐκείνην ὥσπερ ἀναλαμβάνων Ἐσκίρτα λαμπρῶς, ἐν βραχεῖ δὲ τῷ δρόμῳ Πρὸ τῆς ῥώμης ὤκλασεν αὐτῷ τὸ σκέλος, | |
55 | Καὶ βαρὺς ἀντέπιπτε τῇ βάσει κλόνος· Πρηνὴς δὲ ῥιφεὶς, εἶτ’ ἀναστὰς ἠρέμα, (Τὰ νεῦρα γὰρ ἦν ἀδρανῆ τῆς ἰγνύος,) | |
Τοὺς ἐμβάτας ἔφασκε δεσμεῖν τὸν δρόμον· Καί που καθεσθεὶς ἐξανέστη γυμνόπους, | ||
60 | Καὶ λαμπρὸς ἦν ὄλισθος ἀπὸ βαλβίδος· Ἡ δ’ ἀνακαγχάσασα πενθεῖν ἠξίου Καὶ δοχμίῳ πτώματι μετρεῖν τὸ στέγος· „Πλὴν ζῆθι, φησὶν, ὁ δρομεὺς ἐμὸς γίγας, Ὃν ὁ βραχὺς ἤλεγξε φαυλίσας δρόμος. | |
65 | Ὢ τῶν μάτην πόῤῥωθεν ἡμῖν ἐλπίδων! Οἵῳ με συνῴκισεν οἰκτρῷ λειψάνῳ Λαθὼν ὁ πατήρ! μὴ γὰρ ἠγνόει τάχα Τοσοῦτο κακὸν εἰσφθαρὲν τῇ φιλτάτῃ· Ἐγὼ δέ σοι καὶ ταῦτα λαμπρῶς ἀνύσω. | |
70 | Χρὴ γάρ με σαφῶς ἐξαμεῖψαι τὴν φύσιν, Ἐπεὶ σὺ γυνὴ, κἂν δοκῇς ἄρσην φάγος· Τὸ κράσπεδον γοῦν ὑπανασυραμένη Καὶ μέχρι μηρῶν τοὺς πόδας ψιλώσασα, | |
Πόδας καθαροὺς, εὐπρεπεῖς, καλλισφύρους,“ | ||
75 | Ὀξεῖς, ἁπαλοὺς, μαλθακοὺς, λευκοχρόους, Ἐρυθροβαφεῖς ὑπὸ τὰς πτέρνας μόνον, Κούφους, χνόης πλὴν, ἀστραβεῖς, ἡδύφλεβας, Τῷ συζύγῳ τὸν ἶσον ἐκράτει δρόμον, Καὶ μηδὲν ἀσθμαίνουσα παρῆν αὐτίκα, | |
80 | Καὶ δὶς ἐκεῖνο, τοῦτο καὶ τρὶς ἐκράτει· Ἐπεὶ δὲ παρέματτε θαμὰ τὰς γνάθους Ὕφασμά τι τρίβουσα λινοῦν τοῖς πόροις, Ὡς ἂν ἀπ’ αὐτῶν ἐξελάσῃ τὴν κόνιν Ἣν εὐθὺς ἠνέμωσεν ἐκ τῶν ἁλμάτων· | |
85 | Ἐπεὶ δὲ χαυνώσασα τὴν θηλανδρίαν Εἰς τὸν θάλαμον ἦλθεν ἐκ τοῦ τριστέγου, Κἀκεῖνος ἀλγῶν καὶ στένων παρείπετο, Καὶ τὰς θύρας ἔκοπτεν εἰσδύνειν θέλων. Τί δ’ αὖ τὸ λοιπόν; ἀγνοῶν παρατρέχω, | |
90 | Πλὴν εἰ μὲν εἰς εἴδωλα τὸν νοῦν φαντάσας, Καὶ συναγαγὼν τοῦ θοροῦ τὰς ἰκμάδας Προσέσχεν αὐτῇ, δυσμενὴς γὰρ ἦν τέως, Εὐδαιμονίζω τοῦτον ἔσθ’ ὅτε βλέπων· Εἰ δ’ ἄρα μισῶ τῆς γυναικὸς τὴν τύχην | |
95 | Τοὺς τοξότας ἔρωτας ἐνθάδε τρέμων, | |
(Δεινοὶ γάρ εἰσιν εἰς κλοπὰς φιλεσπέρους,) Ὅταν τὸ θερμὸν τῆς γυναικὸς ἐκζέσῃ, Καὶ πρεσβύτην φίλυπνον ἡ κλίνη φέρει. | ||
2.207(t) | Εἰς εἰκόνα τοῦ Χριστοῦ. | |
1 | Σιγᾷς, Λόγε ζῶν· εὐλογεῖς δ’ οὖν τὴν κτίσιν· Βοᾷ γὰρ ἡμῖν ἀντὶ σοῦ τὸ βιβλίον, Ἂν ἡ χάρις πέπεικε σιγᾶν τοὺς τύπους. Τύπος δὲ σὺ, πῶς; μὴ γὰρ οὐ τάχα πνέεις; | |
2.208(t) | Εἰς εἰκόνα τῆς Πηγῆς. | |
1 | Τῶν παρθενικῶν ἀκροώμενος λόγων Ὁ δεσπότης ἕστηκε σιγῶν ἐνθάδε· Σὺ δὲ, ψυχὴ, βλέπουσα τὴν εὐστοργίαν Τὰς ἐγγύας λάμβανε τῆς σωτηρίας. | |
2.209(t) | Ἐπιτύμβιοι εἰς τὸν Φακρασῆν. | |
1 | Οἷον τὸ συμβάν; Φακρασῆς γὰρ ἐνθάδε Θρήνων ἀφορμή; Φακρασῆς; ὢ τῆς τύχης! Τί γὰρ τοσοῦτον ἄλλο δεινὸν τῷ χρόνῳ; Τῆς φύσεως τὸ θάμβος ἐν τοῖς ἀψύχοις· | |
5 | Τῶν πραγμάτων ὁ κόσμος ἐν τάφῳ κόνις· Τὸ κάλλος εἰς γῆν· ἀπρεπὴς ἡ σεμνότης· Ἡ δόξα καπνὸς, ἐν σιγῇ τὰ τῶν λόγων, Ὁ πλοῦτος ἀργὸς, εὐτελὴς ὁ πᾶς βίος, Ὁ καλλίπαις ἔρημος. Ὢ ζῶντος πάθους! | |
10 | Ἀνδρὸς τελευτῆς ζῆν ἀτεχνῶς ἀξίου. Λειμὼν γὰρ ἦν ἐκεῖνος εἰς τὸ πᾶν γένος, Τῇ τῶν ἀγαθῶν ἐντελεῖ βλάστῃ βρύων, Ἢ χαρίτων θάλαμος, ἢ Μουσῶν τόπος, Ἢ καταγωγὴ τῶν θεοῦ προσταγμάτων, | |
15 | Οἷς ἐκ βρέφους ὥπλισε λαμπρῶς τὸν βίον, Ἀντικαταστὰς πρὸς τὰ τῆς ὕλης πάθη. Τίς ἱκανὸς τοσοῦτον πενθῆσαι τέρας, Ἥλιε καὶ γῆ καὶ τελευταῖοι κρότοι, Κἂν ἐκ θαλαττῶν συνάγῃ τὰ δάκρυα, | |
20 | Πρεσβύτατον γὰρ καὶ πρὸ τῆς ἡλικίας Ἐκεῖνον εὑρὼν καὶ περὶ λόγους μέγαν Αὐτὸς βασιλεὺς, ὁ σκοπῶν εὖ τὰς φύσεις, Ἀνῆκεν αὐτῷ τὰς λαβὰς τῶν πραγμάτων. Ὁ δ’ εὐθὺς ἦν ἄγρυπνος ἐν τούτοις φύλαξ, | |
25 | Σοφῶς κυβερνῶν τῶν φυλῶν τὴν ὁλκάδα· | |
Καὶ λογοθετῶν ἐγκριθεὶς τοῖς ὀλβίοις Ὁσήμεραι προὔκοπτεν εἰς τὰ βελτίω. Τοῦ δὲ φθόνου πνεόσαντος αὐτῷ πρὸς βίαν, Καὶ τὴν ἀγαθὴν παρενεγκόντος τύχην, | ||
30 | Ὁ παῖς βασιλεὺς, τοῦτον εὑρὼν πατρόθεν, Τὰς ἰδίας προὔθηκεν αὐτῷ φροντίδας. Κἀνταῦθα δειχθεὶς ὑπὲρ ἀνθρώπου φύσιν, Ἐδυσφόρει μὲν κατὰ τῆς φαύλης τύχης, Ἔχων δὲ τὴν σύνευνον, ἑδραίαν βάσιν, | |
35 | (Ἐπεὶ βοηθὸς καὶ τρυγὼν ἦν τὸν τρόπον, Καὶ τῇ κατ’ αὐτὸν προσφυὴς ὄντως φύσει) Πέπονθεν οὐδὲν ὑπὸ τοῦ δεῦρο κλόνου· Ὤφθη δὲ τοῦ θλίβοντος αὐτὸν βελτίων Καὶ τοῦ βίου κάλλιστα τὸν πλοῦν ἰθύνας | |
40 | Καὶ λαμπρὸν ὑπόδειγμα φανεὶς τῇ κτίσει Πρὸς πᾶν ἀγαθόν, ὢ τελευτῆς ὀλβίας! Εἰς τὴν γαληνὴν ἦλθε τὴν ποθουμένην, Τὸ λαῖφος ἐνδὺς τῆς στολῆς τῆς ἐσχάτης, Ἵν’ ἐκφορηθῇ τῷ δανειστῇ δεσπότῃ | |
45 | Ὁ πλοῦτος αὐτοῦ μὴ βραδύνας ἐν βίῳ. Πενθεῖ μὲν οὖν τὸν ἄνδρα πᾶς ἁπλῶς πένης Ὡς πρωτοφυοῦς ἐκ τριχὸς πτωχοτρόφον· Θρηνεῖ δὲ καὶ πᾶς τεχνικῆς γλώττης λόγος, Τὸν παντοδαπὸν οὐκ ἔχων κοσμήτορα· | |
2.209(50) | Ἡ σύζυγος δὲ καίπερ ἐξειλεγμένη, Καὶ τοὺς τόκους βλέπουσα πατρώους τύπους, | |
Ὡς καὶ τὰ κήδη τῶνδε πεφροντισμένα Τῶν βασιλικῶν μέχρις ἐλθεῖν αἱμάτων, Οὐ βούλεται ζῆν, οὐδ’ ἐπαινεῖ τὸν βίον. | ||
55 | Ἀλλὰ τελευτᾷ καὶ θανατᾷ πολλάκις, Τὸ τῆς τύχης ἄπιστον ἐνθυμουμένη. Σὺ δ’, ὦ θεατὰ, πάντα συνεὶς ἐμφρόνως, Ὅταν ἴδῃς ἄνθρωπον ἐν λύπαις, φράσον· Σιδηριώτης Φακρασῆς κεῖται, ξένε, | |
60 | Τὸ θαῦμα τῆς γῆς καὶ τὸ τῶν λόγων κράτος, Καὶ σὺ τὰ σαυτοῦ δεινοπαθῶν δακρύεις; Ἔα, τὰ γὰρ σὰ τοῦ παρόντος δευτέρα. | |
2.210(1t) | Τοῦ αὐτοῦ πολιτικοὶ αὐθωρὸν πρὸς τὸν αὐτοκράτορα ἐν τῇ ἑορτῇ | |
2t | τῆς Χριστοῦ γεννήσεως καὶ τῶν φώτων. | |
1 | Ὡς εἴδομέν σου πρὸ μικροῦ τὸ πρόσωπον, αὐτάναξ, Ἐκλάμψαν ὑπὲρ ἥλιον ἐν τῷ τοῦ κράτους δίφρῳ, Χριστοῦ τεχθέντος ἐπὶ γῆς τοῦ νοητοῦ φωσφόρου, Συνεδωροφορήσαμεν τοῖς ἐκ Περσίδος τάδε· | |
5 | Ἐξ οὐρανῶν ὁ πλαστουργὸς ἐπὶ τῆν γῆν κατῆλθε, Πρὸς οὐρανοὺς ὁ βασιλεὺς ἀπὸ τῆς γῆς ἀνῆλθεν· Ὁ πλαστουργὸς ἀπὸ Θαιμὰν, ὁ βασιλεὺς δυσμόθεν, Ὡσεὶ σταγὼν ὁ πλαστουργὸς, ὡς πῦρ ὁ στεφηφόρος· Δεῖ γὰρ ἡμᾶς ἀναψυχὴν τὴν παρ’ ἀμφοῖν λαμβάνειν· | |
10 | Ὢ θαύματος! ὢ πράγματος! ὢ δανεισμάτων ξένων! Ὁ βασιλεὺς τῷ πλαστουργῷ σάρκα ῥευστὴν εἰσφέρει, Ὁ πλαστουργὸς τῷ βασιλεῖ ζῶσαν ἀῤῥεύστως χάριν· Πίπτετε γοῦν οἱ δυσμενεῖς, πίπτετε θᾶττον θᾶττον, Ὁ βασιλεὺς μετὰ Χριστοῦ· τί τὸ κομπάζειν μάτην; | |
15 | Ταῦτα μὲν οὖν τὰ φθάσαντα καὶ πανηγυρισθέντα, Νυνὶ δὲ πῦρ ὁ πλαστουργὸς, σίδηρος ὁ κρατάρχης. | |
2.211 | Τοῦ Φιλῆ. Εἰς τοὺς λόγους τοῦ ἁγίου Ἰωάννου τοῦ τῆς θείας κλίμακος. | |
1t | 1. Εἰς τὸν πρῶτον λόγον. Περὶ τῆς τοῦ ματαίου βίου ἀποταγῆς. | |
1 | Στρουθὸς λογικὸς εὑρεθεὶς τῷ δεσπότῃ Τὰς κοσμικὰς, βέλτιστε, παγίδας φύγε· Ἕξεις γὰρ ἀνάπαυμα τὴν ἐρημίαν, Εἰ μὴ πρὸς αὐτὰς ἐμπαθῶς ἀναστρέφεις. | |
5t | 2. Περὶ ἀπροσπαθείας. | |
5 | Ἀπροσπαθὴς, βέλτιστε, καθάπαξ μένε, Μή τις σὲ δεσμὸς ἡδονῆς ἀνθελκύσῃ· Καὶ φεῦγε γοργῶς τοὺς ὑποσπῶντας βρόχους, Ἐπεὶ τὸ κακὸν εὐχερῶς ὑποστρέφει. | |
9t | 3. Περὶ ξενιτείας. | |
9 | Ἂν ὁ κτίσας ἅπασαν ἐντέχνως φύσιν | |
10 | Ξένος διὰ σὲ μετριάσας εὑρέθη, Τί καὶ σὺ, ταλαίπωρε, μὴ γίνῃ ξένος, | |
Πρὸς τὴν παλαιὰν εὐδρομῶν σου πατρίδα; | ||
13t | 4. Περὶ δειλίας. | |
13 | Ὄνειρος ἡδὺς γάργαλος φιληδόνοις· Ὁ γὰρ ἀηδὴς φορτικὸς μικροψύχοις· | |
15 | Δεῖ οὖν σε φυγεῖν τὴν ἑκατέρων βλάβην, Καὶ μηκέτι, βέλτιστε, λαγὼ ζῆν βίον. | |
17t | 5. Περὶ τῆς μακαρίας ὑπακοῆς. | |
17 | Ὑπακοῆς, ἄνθρωπε, τοὺς ὅρους μάθε, Καὶ μὴ θρασυνθῇς κατὰ τοῦ διδασκάλου· Ὁρᾷς γὰρ αὐτῆς ἐν γραφαῖς τοὺς ἐργάτας | |
20 | Κοινῆς τελευτῆς καὶ φθορᾶς ὑπερτέρους. | |
21t | 6. Περὶ μετανοίας. | |
21 | Σκόπει μεταγνοὺς καὶ τὸ κυνῶδες πάθος, Μήπως ἅπερ πέφευγας ὡς βλάψαντά σε Ὡς οὐκέτι βλάψαντα συλλέξεις πάλιν· Δεινὸν γάρ ἐστιν εἰς ἀπόγνωσιν τρέχειν. | |
25t | 7. Περὶ μνήμης θανάτου. | |
25 | Τοῦ θανάτου, βέλτιστε, τὴν μνήμην φέρων Καὶ τὸν δικαστὴν τῶν ἀποκρύφων σκόπει· Πάντως γὰρ ἀπρόσκοπον ἐξοίσεις βίον, | |
Τῆς σῆς τελευτῆς τὴν ἀπειλὴν προβλέπων. | ||
29t | 8. Περὶ πένθους. | |
29 | Πένθει, ψυχὴ τάλαινα, καὶ χαῖρε πλέον | |
30 | Αὐχοῦσα καλὰς εἰς τὸ μέλλον ἐλπίδας· Γένοιτό σοι γὰρ ἀπὸ τῶν ἐναντίων Τοῖς ὀστέοις ἴαμα τοῦ σοῦ λειψάνου. | |
33t | 9. Περὶ ἀοργησίας καὶ πρᾳότητος. | |
33 | Εἰ τῷ θεῷ, βέλτιστε, δουλεύειν γλίχῃ, Τήρησον ὀργῆς τὴν ψυχὴν ἐλευθέραν· | |
35 | Εἰ γὰρ ἐπ’ αὐτῇ τὰς προσευχὰς εἰσφέρεις, Οὐχ ἱλαρυνεῖς τὸν θυμὸν τοῦ δεσπότου. | |
37t | 10. Περὶ μνησικακίας. | |
37 | Τὸ μνησικακεῖν πάθος ἀνθρώποις μέγα· Καὶ γὰρ μεταξὺ δυσθεράπευτον μένον Τὸν δεσποτικὸν ὑποσαλεύει θρόνον, | |
40 | Οὗ ὡς ἔχεις, βέλτιστε, τὴν λύμην φύγε. | |
41t | 11. Περὶ καταλαλιᾶς. | |
41 | Σκοπῶν σεαυτὸν καὶ τὰ σαυτοῦ πρακτέα Καταλαλιὰν τὴν ἀπάνθρωπον μίσει· Θεὸς γὰρ αὐτὸς, ἡ φιλάνθρωπος φύσις, | |
Ὡς ἀκροατὴς δυσφορῶν πάρεστί σοι. | ||
45t | 12. Περὶ πολυλογίας. | |
45 | Εἰ δρᾷ τὸ σιγᾶν ἀσφαλῆ σοι τὸν βίον; Τῶν γοῦν περιττῶν οὐ προτιμήσεις λόγων, Καὶ πῶς ἐν αὐτοῖς ἐκκλινεῖς τοῖς πρακτέοις Τὰς εὐθύνας, ἄνθρωπε, τῆς γλωσσαλγίας; | |
49t | 13. Περὶ ψεύδους. | |
49 | Τὸ ψεῦδος ἀρχὴ τῶν κακῶν τῶν ἐν βίῳ· | |
2.211(50) | Τὸ γὰρ ἀληθὲς τῶν καλῶν τοὐναντίον· Ψυχὴ ταπεινὴ, φεῦγε γοργῶς τὸ σκότος, Ὡς ἂν ἀπαθὴς πρὸς τὸ φῶς ἀναδράμῃς. | |
53t | 14. Περὶ ἀδικίας. | |
53 | Πρόθυμος ὁ κλώψ· τί ῥᾳθυμεῖς, καρδία; Σπούδαζε καὶ δέσποζε τῆς ἀκηδίας, | |
55 | Μήπως ὁ λῃστὴς ὑποδὺς τὴν ἀργίαν Τὸ πνευματικὸν ἁρπάσῃ κειμήλιον. | |
57t | 15. Περὶ τῆς παμφάγου γαστρός. | |
57 | Οἴδημα γαστρὸς βλαπτικῶν ἔργων τόκος· Ὁ γὰρ ἀφανὴς τῶν παθῶν φυτοσπόρος Ἀνδρίσεται μὲν τὴν τροφὴν ἐπεισφέρων, | |
60 | Θεοῦ δὲ λιμὸν προξενεῖ παραυτίκα. | |
61t | 16. Περὶ ἀφθάρτου ἐν φθαρτοῖς. | |
61 | Τὸν ἀγγελικὸν ἀσπασάμενος βίον Τήρει καθαρὸν τῶν παθῶν τὸ σαρκίον· Εἰ γὰρ ἐν αὐτῷ σωφρονῶν διαπρέπων Κατὰ χάριν, ἄνθρωπε, καὶ θεὸς γίνῃ. | |
65t | 17. Περὶ φιλαργυρίας. | |
65 | Δεινόν τι σαφῶς ἡ φιλοχρηματία, Δι’ ἧς μισητὸς ὁ προδοὺς τὸν δεσπότην· Παῦλος γὰρ αὐτὸς τὸ χρυσοῦν Χριστοῦ στόμα Εἰδωλολατρεῖν τοὺς φιλαργύρους λέγει. | |
69t | 18. Περὶ ἀναισθησίας. | |
69 | Ἄνθρωπε, νεκρὸς καὶ πρὸ τοῦ τέλους γίνου | |
70 | Τὸν νοῦν θανατῶν πρὸς τὰ τῆς ὕλης πάθη· Δεῖ γάρ σε φυγεῖν τὰς ἀναισθήτους κρίσεις, Ὡς ἂν φθορᾶς ἄγευστος ἐντεῦθεν μένῃς. | |
73t | 19. Περὶ ὕπνου. | |
73 | Τὰς εἰσαγωγὰς τοῦ μονοτρόπου βίου Ἀγρυπνίᾳ ῥύθμιζε καθεύδων μόλις· | |
75 | Δεῖ γάρ σε φυγεῖν τὰς ὀνειρολεσχίας, | |
Μὴ γαργαλισθῇς ὑπὸ φιλοσαρκίας. | ||
77t | 20. Περὶ ἀγρυπνίας. | |
77 | Σύνοικον αὐχῶν τὴν καλὴν ἀγρυπνίαν Τοῖς ἀγγέλοις, ἄνθρωπε, συμψάλλεις τέως· Εἰ δ’ ὑπὸ τοῦ σκάμματος ἡ φύσις κάμῃ, | |
80 | Τῷ μετρίῳ τόνωσον αὐτὴν φαρμάκῳ. | |
81t | 21. Περὶ τῆς ἀνάνδρου δειλίας. | |
81 | Ἄνανδρον οὐ χρή τινα δειλίαν φέρειν, Ὅταν ὁ Σατὰν αὐθαδῶς ὡπλισμένος Τῶν πνευματικῶν ὁπλιτῶν κατατρέχῃ· Δεινὸν γὰρ αὐτῷ νῶτα γυμνὰ δεικνύειν. | |
85t | 22. Περὶ κενοδοξίας. | |
85 | Εἰ νουνεχὴς εἶ, τὴν κενὴν δόξαν φύγε, Μήπως ὑπαχθῇς καὶ σφαλῇς καὶ κομπάσῃς· Ὁ γὰρ ἑλικτὸς καὶ τερατώδης δράκων Ζητεῖ σε χανδὸν ἐκροφῆσαι τὸν φίλον. | |
89t | 23. Περὶ τῆς ἀκεφάλου ὑπερηφανίας. | |
89 | Τῦφον μισῶν ἄνθρωπος ὑπερηφάνων | |
90 | Τιμᾷ καθαρῶς τὸν θεὸν καὶ δεσπότην, Ὃς μέχρι παθῶν καὶ σαρκὸς κατεστάλη, Νικῶν τὸν ἐχθρὸν ἀπὸ τῶν ἐναντίων. | |
93t | 24. Περὶ βλασφημίας. | |
93 | Ὅταν ἔχῃς ἔπαρσιν ὑπερηφάνου, | |
Παντὸς λογισμοῦ φεῦγε δυσφήμου πλάνην· | ||
95 | Ὁ γὰρ πονηρὸς ἐξαπατᾷ σε κρύφα, Βάσεις τιθεὶς τὰ κοῦφα τῶν βαρυτέρων. | |
97t | 25. Περὶ πρᾳότητος καὶ ἁπλότητος. | |
97 | Ἡ πρᾳότης δίδωσιν ἁπλοῦν σοι τρόπον Ἀκακίας δὲ καὶ πονηρίας μέσον· Αὐτὸς δικαστὴς εὐστοχώτατος γίνου, | |
2.211(100) | Τιμῶν τὸ καλὸν καὶ μισῶν τοὐναντίον. | |
101t | 26. Περὶ ταπεινοφροσύνης. | |
101 | Φρονῶν ταπεινὰ γειτνιᾷς τῷ δεσπότῃ· Τῷ γὰρ πονηρῷ τὴν ἐναντίαν τρέχεις. Αἰσθήσεως δ’ οὖν εὐπορῶν ἀποκρύφου Τὰ τῆς ὕλης αἴσχιστα ἐκτρέπου πάθη. | |
105t | 27. Περὶ διακρίσεως λογισμῶν. | |
105 | Πασῶν λογισμῶν ἀρετῶν ἔστω κρίσις, Ἐν αἷς ὁ καλὸς εὐπραγεῖ ζυγοστάτης· Οὐ γὰρ θεμιτὸν τοῖς στατῆρσι τοῖς νόθοις Χρυσοῦ καθαρὰν ἐκλογὴν συνεισφέρειν. | |
109t | 28. Περὶ διακρίσεως εὐδιακρίτου. | |
109 | Διάκρισιν μὲν εὐδιάκριτον φίλει, | |
110 | Χωρὶς τὰ καλὰ καὶ τὰ φαῦλα δεικνύων· Διάκρισιν δὲ τὴν ἐναντίαν μίσει, | |
Τῆς ἀρετῆς, ἄνθρωπε, τιμῶν τοὺς νόμους. | ||
113t | 29. Περὶ τῆς ἱερᾶς σώματος καὶ ψυχῆς ἡσυχίας. | |
113 | Ἡσυχίας, βέλτιστε, διττῆς ἀντέχου Τῷ δημιουργῷ προσλαλῶν μόνος μόνῳ· | |
115 | Καὶ σώματος δὲ καὶ ψυχῆς φροντιστέον, Ἐπείπερ ἀμφοῖν συντεθεὶς ἀνεκράθης. | |
117t | 30. Περὶ τῆς μακαρίας προσευχῆς. | |
117 | Τὰς ἀρετὰς, ἄνθρωπε, συλλήβδην πάσας Τίκτει προσευχὴ τῇ σπορᾷ τῶν πρακτέων· Παρίσταται δὲ τῷ θεῷ τὸ σαρκίον, | |
120 | Ἐπὰν δι’ αὐτῆς τὴν ψυχὴν καθαγνίσῃς. | |
121t | 31. Περὶ ἀπαθείας. | |
121 | Ὅταν ἀπαθὴς ἐντελὴς ἀνὴρ γίνῃ, Σαφῶς ἀνιστᾷς τὴν ψυχὴν τεθαμμένην· Ζητεῖ γὰρ ἐλθεῖν εἰς τὸ φῶς τῶν ἀγγέλων Ἀφεῖσα τὸν χοῦν τῶν παθῶν καὶ τὸν ζόφον. | |
125t | 32. Περὶ πίστεως, ἐλπίδος καὶ ἀγάπης. | |
125 | Σύνδεσμος ἁπλῶς πίστις ἐλπὶς ἀγάπη Τῶν ἀρετῶν, βέλτιστε, πασῶν ἐνθάδε· Τὸ τρίπλοκον δὲ τοῦτο μικρὸν σπαρτίον | |
Οὐδ’ ὁ χρόνος ῥήγνυσιν ἀσχέτως ῥέων. | ||
129t | 33. Εἰς τὴν ἄνοδον τῆς ἱερᾶς κλίμακος. | |
129 | Ἰδοὺ κλίμαξ, ἄνθρωπε, καὶ βαῖνε πρόσω, | |
130 | Καὶ γῆθεν ἀρθεὶς μὴ στραφῇς βλέψαι μάτην, Ἐπεί σε Χριστὸς ὁ βραβεὺς τῶν βαθμίδων Καλεῖ δι’ αὐτοῦ καὶ προτείνει τὰ στέφη. | |
133t | Εἰς τὸν ποιμένα. | |
133 | Διεξαγωγεῦ τοῦ λογικοῦ ποιμνίου, Τὴν πνευματικὴν μὴ παραδράμῃς χλόην· | |
135 | Ὕδωρ γὰρ ἂν ἥδιστον εὑρεῖν ἰσχύσαις, Ὃ γνωστικαὶ βλύζουσιν ἠρέμα φλέβες. | |
2.213(1t) | Τοῦ σοφωτάτου καὶ λογιωτάτου κυρ. Μανουὴλ Φιλῆ μονῳδία | |
2t | ἐπὶ τῷ δεσπότῃ κυρ. Ἰωάννῃ τῷ Παλαιολόγῳ, ἐν ᾗ ἐπιφέρει καὶ πρόσ‐ | |
3t | ωπα τάδε τοῦ δράματος. Πρόσωπα εἰσὶ ταῦτα· Βασιλεὺς, Δέσποι‐ | |
4t | να, Βασιλεὺς, Βασίλισσα, Βασιλεὺς, Θεράπων. | |
1 | Προλογίσει Θεράπων. Ὦ φῶς ποθεινὸν καὶ ψυχή μοι δευτέρα, Καὶ φαιδρότης ἄῤῥητε, ποῦ γῆς ἐκρύβης, | |
Ὦ δέσποτα ζῶν καὶ παρὼν ἄλλον τρόπον; Ἔτι γὰρ οὐκ ἔχω σε κατ’ ὄψιν βλέπειν. | ||
5 | Τί δὴ σιωπᾷς καὶ λαθεῖν ἴσως θέλεις; Τίς, εἰπέ μοι, θάλαμος εὐτύχηκέ σε; Τίς ἀκροατὴς, εἰ λαλεῖς, πάρεστί σοι; Τίς οἰκέτης ἄγοντι ῥᾳστώνης χρόνον; Τίνας παραμένοντας ἐκτήσω φίλους; | |
10 | Φύλαξ δέ σοι τίς, εἴ γε καθεύδειν θέλοις; Ἀλλ’ εἰ μὲν ἐμπνεῖς, ἵνα τί μέλλεις πλέον; Ἴθι πρὸς ἡμᾶς ὁ δρομεὺς θᾶττον γίγας· Κεχήναμεν γὰρ εἰς τὸ σὸν πάντες μέλι, Τῆς ἀρετῆς τὸ σίμβλον εἰ παρὼν δίδως· | |
15 | Εἰ δ’ ὡς λόγος τέθνηκας (ὢ καὶ πῶς φέρω!) Καὶ γῆς ἀπ’ αὐτῆς ἁρπαγεὶς ὑπ’ ἀγγέλου Τὴν ἐσχάτην ἔλαθες ἀνύσας τρίβον, Ἐχρῆν μὲν ἡμᾶς μηδὲ φῶς ἔτι βλέπειν, Μηδὲ πλέκειν ἔμμετρον εἰς θρήνους μέλος· | |
20 | Ἐπεὶ δέ σε θρηνοῦσι μικροῦ καὶ λίθοι, (Τοῖς γὰρ λίθοις τρίπηχυν ἡρμόσω τάφον,) Ἡμῖν δὲ τοῦ πνεῖν καὶ λαλεῖν μέτεστί τι, Ὅπη ποτ’ εἶ νῦν ἀκροῶ μοι τῶν λόγων· Καὶ ζῶν γὰρ ἡμᾶς εἰς τιμὴν ἦγες φίλων, | |
25 | Καὶ πολλάκις ἔνυττες εἰς μέτρον γράφειν | |
Ὁ πάντα ῥυθμὸν ἠθικῆς ὥρας χέων, Καὶ μέτρα συνθεὶς τῇ πλοκῇ τῶν πρακτέων· Πάντως δέ τις αἴσθησις ἐντέτηκέ σοι, Καὶ ζῇς μεταστὰς κἂν φθαρῇ τὸ σαρκίον. | ||
30 | Ὢ πῶς τὸ λυποῦν τὴν βοὴν εἴργει τρέχειν Πικρῶς κατασχὸν τῆς πνοῆς μοι τοὺς πόρους! Τί γὰρ τὸ φιλότιμον εἰς λόγου φράσιν, Ὅταν τὸ θερμὸν συσταλῇ τῇ καρδίᾳ, Καὶ τοὺς ἀγωγοὺς τῶν φλεβῶν ἐξικμάσῃ, | |
35 | Καὶ πνεῦμα πυκνὸν ἐκδραμὸν τῶν ἐγκάτων Παγῇ πρὸς ἀτμὸν καὶ κρυμὸν στεναγμάτων; Ὦ θαῦμα κοινὸν, ὦ χάρις, ὦ δέσποτα! Οὐρανὲ, συστάληθι πενθῶν τὸν μέγαν. Ἰδοὺ γὰρ αὐτὸς νεκρικῶς ὑπεστάλη, | |
40 | Καὶ σπαργανωθεὶς τῆς φθορᾶς τοῖς ἀμφίοις Κεῖται καθεύδων τῷ νόμῳ τῆς φύσεως. Βροντῆς μὲν οὖν θόρυβον οὐκ ἂν εἰσφέροις· Εἰκὸς γὰρ αὐτὸν δυσφορῆσαι τῷ κτύπῳ Πρὸ τῆς θεοῦ σάλπιγγος ἐξυπνισμένον· | |
45 | Νεφῶν δὲ πυκνῶν συνδρομὴν ἡρμοσμένην, Ἣν πνευμάτων κλώθουσα κερκὶς ἐξάγει, Ἐνημμένος φάνηθι χιτῶνος δίκην, | |
Ὡς ἂν τὸ βαθὺ τῆς βαφῆς ταύτης μέλαν Ὁρῶν τὸ κοινὸν πανταχοῦ γῆς δακρύῃ· | ||
2.213(50) | Ἢ τάχα καὶ σὺ τὰ προσήκοντα δράσεις, Ὄμβρους χέας ἄνωθεν ἀντὶ δακρύων. Ἥλιε, φῶς ἄῤῥητον εἰς γῆν ἐκρύβη· Τῷ γὰρ ἀτερπεῖ συσκιάζεται γνόφῳ· Καὶ σὺ θεωρῶν δυσπραγοῦσαν τὴν κτίσιν | |
55 | Τὸ φαιδρὸν οὐκ ἤμειψας, ἀλλ’ ἔτι ζέεις. Καὶ μὴν παλαιὰν εὐτυχῶν πανδορκίαν, Οὔπω τοσοῦτο κάλλος ἰδὼν εὑρέθης Εἰς σάρκα ῥευστὴν συντεθεῖσαν ὀστέοις. Ὦ κῶνε τῆς γῆς πανδοχεῦ τῶν ἐν μέσῳ, | |
60 | Γαστὴρ κρεμαστὴ τῆς γονῆς τῶν πραγμάτων (Ὁρμᾷ γὰρ εἰς σὲ πᾶν τὸ τοῦ λόγου βάρος), Τί μὴ σεαυτὴν δυσπαθοῦσαν ῥηγνύεις; Ποθῶ γὰρ ἰδεῖν ἐκ ταφῆς καὶ λειψάνων Ἀναῤῥαγέντα πάλιν εἰς φῶς τὸν μέγαν, | |
65 | Μῆτερ σαφῶς εὔτεκνε καὶ παιδοκτόνε. Πλὴν ἀλλὰ σὺ μὲν εὐτυχεῖς καὶ δευτέρως Δείξασα καὶ κρύψασα τὴν ξένην φύσιν, Ὡς ἀστραπῆς ἔλλαμψιν ἢ βροντῆς κτύπον. Καὶ νῦν ἔχεις τὸν ὄλβον εἰς τοὺς πυθμένας, | |
70 | Τοῖς ἀποδέσμοις τῆς φθορᾶς καθειργμένον· | |
Ἡμῖν δὲ λοιπὸν δυστυχὴς ὁ πᾶς βίος Τῆς τοῦ γένους χάριτος ἐστερημένοις· Φθονήσασα γὰρ τοῖς βιοῦσι τῆς τύχης Ἀναλυτικῶς εἰσδέχῃ τὸν φίλτατον. | ||
75 | Ἆρ’ οὐχὶ καὶ θάλασσα πενθήσει τάχα Θρηνῳδίαν ἄκομψον ἁρμοσαμένη τῇ συντόνῳ σύριγγι τῆς ἔνδον ζάλης, Ἂν εἰς πνιγηρὸν καὶ στενὸν τάφου στόμα, Χαρισμάτων ἄβυσσε, πικρῶς ἐῤῥύης; | |
80 | Ποῦ καὶ τὸ φιλόμουσον ὀρνίθων γένος; Κἀκεῖνο δὴ δεῖ συνδραμὸν τοῖς ἀψύχοις ᾨδὰς λιγυρὰς ὀργανοῦν τῷ δεσπότῃ· Καὶ γὰρ λογικῆς μουσικῆς ἦν ἐργάτης Νικῶν ἀτεχνῶς τὸν σοφὸν πρὶν Ὀρφέα | |
85 | Τοῖς ἐμφύτοις κρούμασι τῆς εὐγλωττίας, Ἢ μᾶλλον αὐτὸς μουσικὴν εἶχε πλάσιν Ἐκ τῆς περὶ τὴν φύσιν εὐαρμοστίας· Θραυσθεὶς δὲ γοργῶς ἐξελύθη τὸν τόνον, Καὶ νῦν σιωπᾷ τῶν μελῶν κεκλασμένων, | |
90 | Καὶ τῆς καλῆς μαγάδος ἐμπεφραγμένης. Τῆς γὰρ ὑπάτης ἐκραγείσης καρδίας | |
Ἀμήχανον ζῆν καὶ λαλεῖν τὸ σαρκίον, ᾯ τάχα νευρὰ καὶ γλυφὶς ἦν τὸ στόμα. Πλὴν ἀλλὰ κἀμοὶ δυστυχῶς ὑποῤῥέει | ||
95 | Τὸ φθέγμα καὶ τὸ κροῦμα καὶ τὸ σύντονον· Οὐ γὰρ θεμιτὸν, εἰ σιγᾷς, ὦ δέσποτα, Κομψῶς παρ’ ἡμῖν ὀργανοῦσθαι τὸν λόγον Τοῖς ζῶσι νεκροῖς καὶ πνοῆς ἀλλοτρίοις· Ἁπλῶς δὲ τίς οὕτω σε θερμῶς δακρύσει, | |
2.213(100) | Τῆς φύσεως τὸ θαῦμα τῆς ἀνθρωπίνης, Ὡς ἐκραγῆναι τῇ πυρᾷ καὶ τὸν λίθον, Ὃς φεῦ κατασχὼν ὑπὸ γῆν ἔκρυψέ σε; Ἢ τῇ κατὰ χείμαῤῥον ἀσχέτῳ ῥύμῃ Τῆς ἐκ στεναγμῶν δαψιλοῦς ἐπομβρίας | |
105 | Τὸ τῆς τελευτῆς ἐκλυθῆναι θριγγίον, Ὡς ἂν πιανθῇ τῇ ῥοῇ τὸ σαρκίον Τοῖς τοῦ πνίγους ἄνθραξιν ἐξικμασμένον, Καὶ καθάπερ χλόη τις ἀνθήσῃ πάλιν, Ἀναψυχούσης τῆς πρὸς ὄρθρον ἰκμάδος; | |
110 | Ἀλλ’ ὦ πόποι, τί τοῦτο; φεῦ τοῦ νῦν πάθους! Ὁ κείμενος γὰρ οὐ προσέσχε τοῖς λόγοις, Μὴ γοῦν πρὸς ὀργὴν ἐκτραπεὶς ἀπεστράφη; Καὶ ποῦ θεμιτὸν εἰς φιλάνθρωπον φύσιν; Βασιλεύς. Ἐχρῆν μὲν ἡμᾶς μηδαμῶς σε δακρύειν | |
115 | Ἐξ ἑσπέρας ἄντικρυς εἰς φῶς ἠγμένον, Καὶ ζῶντα καλῶς καὶ θεῷ συνημμένον· Ἐπεὶ δὲ πενθεῖν ἐκβιάζεις τὴν φύσιν, Ἁρμόζομαι δὴ πατρικῶν θρήνων μέλος, Ὦ σκύμνε καὶ παῖ καὶ νεοττὲ δέσποτα· | |
120 | Πλὴν οὐκ ἐπαινῶ τοὺς κενοὺς φυτοσπόρους, Οἳ τοὺς τάφους ὁρῶσι καὶ τὰς εἰκόνας, Καὶ τὰς ἐφεξῆς ἀγνοοῦντες ἐλπίδας, Ἐπιβοῶνται δυσπαθῶς τοὺς φιλτάτους, Ὡς οὐκέτι βλέψοντες αὐτοὺς ἐκ τάφων. | |
125 | Οἶδα γὰρ ὢν ἄνθρωπος ἔμψυχος φύσις, Θνητὸς πεπηγὼς ἐκ γονῆς πρωτοσπόρου, Υἱός τε ῥευστῶν καὶ πατὴρ θανουμένων, Εἰκὼν θεοῦ καὶ πλάσμα καὶ σκεῦος Λόγου Πηλῷ φυραθὲν καὶ φθορᾷ πολυτρόπῳ, | |
130 | Εἰ καὶ βασιλεὺς Αὐσονάρχης εὑρέθην, Καὶ πείθομαι ζῆν τὴν ψυχὴν τοῦ φιλτάτου Πρὸς τὴν ξένην ἔγερσιν ἡτοιμασμένου. Ἀλλ’ ὦ χάρις τέθνηκας, ὢ τίνος χάριν (Ἐρήσομαι γὰρ κἂν σιγᾷς τεθαμμένος) | |
135 | Εἰς γῆν ἀγαθὴν ὑπ’ ἐμοὶ πρὶν ἐσπάρης; Καὶ γὰρ γεωργὸς ἐκ θεοῦ σὸς ἐκρίθην, Σὺ δὲ προελθὼν εἰς χλοάζοντα στάχυν, Ὁ κόκκος ὁ ζῶν εἰς βασίλειον δρόσον, | |
Ἄωρος εὐθὺς φεῦ θερισθεὶς ἐφθάρης· | ||
140 | Καὶ νῦν σε πικρῶς ἐνσπαρέντα τοῖς λίθοις Ἡ τῆς τελευτῆς δυστυχῶς αὖλαξ φέρει· Πλὴν ἔστιν, ὦ παῖ, τῷ θεῷ ζῶσα δρόσος, Ὑφ’ ἧς λιπανθεὶς εὐσταθὴς ἔσῃ στάχυς, Ὡς ἂν ὁ καρπὸς ἐντεθῇ τῶν πρακτέων | |
145 | Τῷ μυστικῷ σιτῶνι τῆς σωτηρίας. Ἐγὼ φυτουργὸς, ἀλλὰ σύ μοι δενδρίον· Ἐν θάλπεσι δὲ καὶ κρυμοῖς τεθραμμένον· Ἃ τοῦ χρόνου δίδωσιν ὁ δρόμος ῥέων, Ὅταν ὁ καρπὸς τῶν καλῶν ὑπεκβράσας | |
2.213(150) | Ἥδιστον ἐκ τῆς ὥρας ἀνέδειξέ σε, Φεῦ καθάπερ σύκινον ἐτμήθης ξύλον, Ἄκαρπον ἑστὼς καὶ καταργοῦν τὸν τόπον· Ὢ τῆς ἀφειδῶς ἐκτεμούσης ἀξίνης Δένδρον κομῶν τοσοῦτον! ὢ πικρᾶς τύχης! | |
155 | Ὢ τίς μαρασμὸς τῶν μελῶν σου τοὺς κλάδους Ἐν γῇ κατασχὼν ὑποτήκει τὴν δρόσον! Πῶς καὶ τὸ φύλλον τῆς χρυσῆς ὄντως κόμης Ἐκρεῖ στερηθὲν τῆς χλιδῆς τῆς ἐμφύτου! Πλὴν οὐχὶ πυρὸς ἀλλ’ Ἐδὲμ σύ μοι ξύλον | |
160 | Μεταφυτευθὲν εἰς τρυφῆς διεξόδους· | |
Οὐ γὰρ ἐγεύσω τοῦ ξύλου τῆς βρώσεως, Οὐδ’ ἐξελύθης τῇ νόσῳ τῆς φύσεως, Ἄσαρκε μικροῦ καὶ παθῶν ὑπέρτερε, Πρὶν ἐκρυῆναι τὴν δρόσον τοῦ σώματος. | ||
165 | Ὢ τίς τὸ σεμνὸν τῆς ἐμῆς βλάστης ῥόδον Τέμνει πρὸ καιροῦ συμφορᾷ τεθηγμένῃ; Πλὴν ἐκπιεσθὲν μυστικὸν μύρον χέεις, Ἐμοὶ δὲ τὸ ζῆν εὐμαρῶς ἀναψύχεις, Ἔαρ τεθηλὸς ἐμβαλὼν ταῖς ἐλπίσιν, | |
170 | Ἐν ᾧ περιλαλοῦσι τὸν παντεργάτην Χελιδόνες φανέντες ἐξ ἐρημίας, Ὅσοι λυθέντες τοῦ κρυμοῦ καὶ τοῦ γνόφου, Καὶ τῆς ῥυπαρᾶς ἡδονῆς τοῦ σαρκίου, Φαιδρᾶς ὑπὲρ γῆν εὐποροῦσιν αἰθρίας. | |
175 | Τίς βασιλικῆς βότρυν ἁβρὸν ἀμπέλου Τρυγᾷ θρασυνθεὶς ὀμφακίζοντα βλέπειν; Πλὴν καὶ τρυγηθεὶς καὶ θλιβεὶς οὐκ ἐῤῥύης· Ὁ γὰρ νοητὸς ἀμπελών σε λαμβάνει, Καὶ ζῇς ἐν αὐτῷ μὴ πτοούμενος τρύγην, | |
180 | Ὡς ὑπὲρ ἡμᾶς ἐκταθεὶς καὶ περκάσας, Ὦ βότρυ καὶ ῥὰξ καὶ σταφὶς τετηγμένη! Οἴμοι τί τοῦτο καὶ πάλιν ἐρήσομαι; Πῶς ἐκρυεισῶν τῶν φλεβῶν τοῦ σαρκίου Κεῖται μαρανθεὶς ὑπὸ γῆν ὁ δεσπότης; | |
185 | Ἰδοὺ γὰρ αὐτὸν ὡς ἔχει φαντάζομαι | |
Τὸν νοῦν περισπῶν τῇ σορῷ τῶν λειψάνων. Ποῦ μοι τὸ κάλλος τοῦ προσώπου τὸ ξένον, Ὃ σεμνότης ἔγραψε σὺν εὐεξίᾳ; Ποῦ μοι τὸ σεμνὸν τῆς χλιδῆς τῶν ὀμμάτων, | ||
190 | Ὃ τὴν Ἀερμὼν ἐξενίκησε δρόσον; Εἰ γὰρ τὸ σῶφρον εἶχε θαυμάσας μόνον Κάλλος γυναικὸς μὴ σκοπῶν ἀλλοτρίας, Ὁ δεσπότης ἐκεῖνος, ἡ ξένη φύσις, Καὶ παιδαγωγὸς τῆς ῥιπῆς ἦν ἐκ βρέφους | |
195 | Θυμοῦ καθαρὸν εὐτυχήσας τὸ βλέπειν, Ποῦ δὴ θεμιτὸν ἐμψυγείσας τὰς κόρας Εἰς λάκκον ὀργῆς ἐκρυῆναι καὶ γνόφον; Ὦ ῥὶς ἀγαθὴ καὶ φθορᾶς ὑπερτέρα Πρὸς τὴν περιττὴν τῆς τρυφῆς εὐοσμίαν! | |
2.213(200) | Τοὺς γὰρ μυρεψοὺς τῶν παθῶν ἀπεστράφης Ἐκ τῶν πρὸς ἁβρότητα καὶ θρύψιν μύρων, Μὴ μαλακισθῇ τὴν ψυχὴν ὁ γεννάδας. Πῶς σοι τὸ χόνδρον ἐκπεσὸν τῶν ὀστέων Οἰχήσεται νῦν τῇ νομῇ τῆς σαπρίας; | |
205 | Ποῦ δῆτα παιδὸς ἀσφαλεῖς ὤτων πτύχες; Ὁ νοῦς γὰρ ὑμῖν ἀκριβῶς ἐπεστάτει, Τοὺς ψιθυρισμοὺς ἐξορίζων ὡς νόθους, Τοῖς ῥήμασι δὲ τῆς γραφῆς τῆς ἐνθέου Τὰς εἰσαγωγὰς εὐτρεπεῖς καθιστάνων. | |
210 | Οἴμοι φραγεῖσαι κεῖσθε· φεῦ καὶ τί δράσω; Τίς καὶ τὸ σίμβλον, τὸ γλυκάζον φεῦ στόμα, Θραύσας μετ’ ὀργῆς ὡς μελίττας ἐξάγει Τοὺς ἀσχέτῳ πλήττοντας ἐνστάσει πόνους; Ποῖος δὲ κηφὴν τὸν γλυκὺν ῥοῦν ἐσθίει, | |
215 | Λαθὼν τὸν ἐσμὸν τῶν καλῶν τῶν ἀστέρων; Χεῖρες δέ σοι ναρκῶσι κατεσταλμέναι, Χεῖρες καθαραὶ σαρκικῶν συγχωσμάτων, Ἃς μᾶλλον ἐχρῆν μηδαμῶς ὑποῤῥέειν Ἐκ τῆς ἐπαφῆς μὴ βλαβείσας τοῦ ξύλου. | |
220 | Φεῦ πῶς διὰ σὲ τὸ φθαρέν μοι σκυμνίον Τὰς κιῤῥοειδεῖς ἀμφιέννυμαι τρίχας, Καὶ ζῶ μετὰ σὲ καὶ τὸ φῶς τοῦτο βλέπω, Καὶ μὴ καθεύδων ὡς λέων ὠρύομαι; Δέσποινα. Ἥλιε καὶ γῆ καὶ βροτῶν ἅπαν γένος | |
225 | (Καὶ γὰρ συνελθεῖν ἐν βραχεῖ δεῖ τὴν κτίσιν,) Ἔτι σιωπῶ καὶ κατείργω τὸν γόον, Τοῦ δεσπότου σιγῶντος! ὢ τοῦ φιλτάτου! Καὶ πῶς ἀνεκτὸν, εἴ γε τὰς ὄρνεις λόγος Ὑπὲρ νεοττῶν ἐκβιάζεσθαι κλάειν; | |
230 | Πρὸς γὰρ τὸ φιλόστοργον ἡ φύσις ῥέπει, Βοᾷ δὲ πικρῶς καὶ θρασὺς θὴρ ἔσθ’ ὅτε, Ἂν ἀποβαλὼν εὑρεθῇ τὸ σκυμνίον· Καὶ δάμαλις μὲν μόσχον ἐθρήνησέ που, Τοῦ τῶν μυκηθμῶν ἐνταθέντος ὀργάνου· | |
235 | Δορκὰς δὲ νεβρὸν εἰ προκείμενον βλέποι, Τῆς φύσεως τὸ πάθος οὐκ ἂν ἐκφύγοι· Ὅλως δὲ τίς οὐκ οἶδε τὴν ἔμπνουν φύσιν Ἐν τοῖς λυπηροῖς δυσπαθεῖν ὑπειργμένην; Πῶς οὖν ἐπὶ σοὶ μὴ σπαράξω τὴν κόμην; | |
240 | Πῶς μὴ δὲ τοῖς ὄνυξι ῥήξω τὰς γνάθους; Δεῖ γάρ με κιρνᾶν τὰς ῥοὰς τῶν δακρύων Ἐρυθροβαφεῖ συμφορᾷ σπαραγμάτων· Ἠγάπησα δ’ ἂν εἴπερ ἦν μοι τεκνίον, Ἢ χαλκὸς, ἢ σίδηρος, ἢ δρῦς, ἢ φύσις, | |
245 | Ἢ λίθος ὑγρὸς, ἢ κεκομμένη πίτυς, Ὡς ἂν ἀποῤῥαγέντα πενθήσω κλάδον Ἀρωματικὰς τὰς χοὰς ποιουμένη· Τάχα γὰρ ἂν ἐντεῦθεν ἐσφαίρωσά σοι Καὶ μαργάρους παγέντας, εἰ μή τις φθόνος, | |
2.213(250) | Ἀνθ’ ὧν ποτε ζῶν δεσποτικῶς εὐπόρεις· Νυνὶ δὲ πενθεῖν εὐπρεπῶς οὐκ ἰσχύω· Πρὸς γὰρ τὸ δυσαίσθητον οὐκ ἐξετράπην· Ἀλλ’ ἅπτεται μὲν τῆς ψυχῆς μου τὸ θλίβον· Ἀνάπτεται δὲ τῶν φλεβῶν ἡ θερμότης, | |
255 | Καὶ γίνεται φλὸξ ἡ πυρὰ τῆς καρδίας, | |
Ὅταν λάβῃ τὸ πνεῦμα τῶν στεναγμάτων, Καὶ βόσκεται τὸ δρᾶγμα τῆς εὐταξίας, Δριμὺν δὲ καπνὸν ἐνσκεδάζει τοῖς λόγοις, Ὡς ἂν τὸ λυποῦν ἐκρυῇ τῶν ὀμμάτων. | ||
260 | Παπαὶ παπαὶ τί τοῦτο; πῆ χάρις χάρις; Ἰωάννη, τί τοῦτο; μὴ ζῶν ἐκρύβης; Ἧκε πρὸς ἡμᾶς, ἀλλὰ φεῦ νῦν οὐ πνέεις. Ἰωάννη, τί τοῦτο; καὶ πῶς ἡρπάγης; Ὢ τήκομαι τὰ σπλάγχνα καὶ πῶς δακρύσω! | |
265 | Δεινὸν τὸ παρὸν, ἀλλὰ τί δῆτα δράσω; Πικρὸν τὸ λυποῦν, ἀλλὰ τί λέξω πρέπον; Ἰωάννη, πιμπρᾷς με· τίς δώσει δρόσον; Πῆ τὰς ἀγαθὰς τῆς τεκούσης ἐλπίδας, Ὦ παῖ, λαβὼν ἔκρυψας; ὢ πῶς ἰσχύσω; | |
270 | Φεῦ φεῦ σιωπᾷς; οὐδ’ ἀπόκρισιν δίδως; Ἆρ’ οὐδὲ πατρὸς οὐδὲ μητρὸς αἰσθάνῃ, Κωφὸς πρὸς ᾠδὰς εὑρεθεὶς τραχυτέρας; Ἄνδρες γυναῖκες δεῦτε πενθήσατέ με Τερπνὸν πρὸς ἀκμὴν ἀποβαλοῦσαν ῥόδον. | |
275 | Γῆ μὲν γὰρ ἴσως, κἂν ῥυὲν φύλλον πέσῃ, Πάλιν ἔχει τὸ χρῆμα κατειλημμένον· Ἐμοῦ δὲ πικρῶς ἐκπεσὼν ὁ δεσπότης Κεῖται σιωπῶν εἰς μυχοὺς γῆς ἐσχάτους. Ἐγὼ δὲ καὶ ζῶ καὶ βλέπω τὸν ἥλιον, | |
280 | Ἣν μᾶλλον ἐχρῆν συνθανεῖν τῷ φιλτάτῳ. Ἥλιε (καὶ γὰρ πανταχοῦ γῆς ἐκτρέχεις), Ποῦ Νιόβης τὸ πάθος ἐκδίδασκέ με; Ὢ πῶς ἐπαινῶ τὴν φορὰν τῶν δακρύων, Ὅταν λίθου δύναμις αὐτὴν ἐξάγῃ; | |
285 | Ῥευστὴ δὲ σαρκὸς ἐκτροπὴ καὶ χαυνότης Πρὸς τὸν τοσοῦτον ὄγκον οὐκ ἂν ἀρκέσοι; Ὁ δεσπότης ἀπῆλθεν· ὢ κοινοῦ πάθους! Ὁ δεσπότης χνοῦς ὁ γλυκὺς ὁ γεννάδας, Ἡ κατὰ παθῶν δυσμενῶν εὐανδρία, | |
290 | Τὸ θαῦμα τῆς γῆς ὁ χρυσοῦς ὁ δεσπότης, Ἀὴρ ἵνα τί μὴ πνοὴν αὖθις δίδως Καὶ ζῶντα σαφῶς ὀργανοῖς μοι τὸν νέον; Αἰθὴρ ἵνα τί μὴ παρὼν θάλπεις πάλιν Κρυμοῖς μαρανθὲν φθαρτικοῖς τὸ σαρκίον; | |
295 | Ὕδωρ ἵνα τί μὴ δροσίζεις τὸν μέγαν Αὐχμῷ τελευτῆς δυστυχῶς πεφρυγμένον; Ῥάγηθι γῆ ῥάγηθι, δός μοι τὴν θίβην Ἐν ᾗ συναφθεὶς ὁ χρυσοῦς χοῦς ἐκρύβη. Παπαὶ σιγᾷ τὰ πάντα καὶ τί δεῖ λέγειν; | |
2.213(300) | Ἰωάννη, πρόελθε τῆς παροικίας· Οἴκησον αὖθις μητρικῶν σπλάγχνων στέγην. Οὐ γὰρ μισῶ τὸ σῶμα κἂν ἀπεψύγη· Δυνήσομαι δὲ πανταχοῦ τοῦτο στέγειν, Ἕως τελευτῆς καὶ ταφῆς καὶ λειψάνων. | |
305 | Ὢ δυστυχὴς ἔγωγε παρ’ ὅσον πνέω Τοῦ φιλτάτου θανόντος! ὢ πικροῦ βίου! Τί μοι τὰ φαιδρὰ τῆς πολυζήλου τύχης, Ἡ πορφύρα, τὰ σκῆπτρα, τὸ χρυσοῦν στέφος, Ὁ μαργαρίτης, ἡ χλαμὺς, ὁ λυχνίτης, | |
310 | Ὁ θῶκος αὐτὸς, ἡ βαφὴ τῆς ἀρβύλης, Πέπλα, τρυφὴ, χρήματα, προσθήκη κράτους, Δορυφόροι, κτήματα, γυναῖκες, κόραι, Στρωμνὴ μαλακὴ, θρύψις, ἁβρότης, γέλως; Τί καὶ τὰ λοιπὰ τῆς ῥοῆς τῆς ἀστάτου, | |
315 | Ἂν οὐκέτι πνέοντα τὸν παῖδα βλέπω; Φεῦ, φεῦ θανατῶ συσχεθεῖσα τοῖς πόνοις, Καὶ λειποθυμῶ καὶ λαλεῖν οὐ δύναμαι. Βασιλεύς. Εἶτά σε μὲν προὔθηκε νεκρὸν ὁ χρόνος· Θρηνεῖ δὲ πατὴρ καὶ τεκοῦσα δακρύει· | |
320 | Πενθεῖ δὲ καὶ πᾶν τὸ προσῆκον, ὡς θέμις, Μελαμβαφεῖς χιτῶνας ἠμφιεσμένοι. Ὁ παῖς δὲ μετρεῖ τὰς λαβὰς τῶν δακρύων Ποθῶν ἀτεχνῶς καὶ τελευτήσαντά σε, Ὦ σύγγονε ζῶν, κἂν ἀφ’ ἡμῶν ἡρπάγης. | |
325 | Ἐγὼ δὲ λαλῶν οὐ σαφῶς σε δακρύω· Τὸ γὰρ πάθος τὴν φύσιν ἐξέτηξέ μοι | |
Στυγνὰς καθιστῶν τῆς ψυχῆς τὰς ἐμφάσεις. Πλὴν εἴπερ ἀντίλυτρον ἐξῆν εἰσφέρειν, Ὦ πνεῦμα καὶ φῶς τῆς ψυχῆς τοῦ συγγόνου, | ||
330 | Αὐτὴν ἂν αὐτὴν τὴν ψυχὴν προηκάμην· Ἐπεὶ δὲ θανὼν τὴν ἀνάστασιν μένει, Καθ’ ἣν τὸ νεκρὸν αὖθις ἀνθοῦν ὀστέον Καὶ σάρκα ποιεῖ καὶ πνοὴν προσλαμβάνει, Καὶ νεῦρα πυκνὰ καὶ φλεβῶν πόρους φύει, | |
335 | Καὶ πήγνυται ζῶν εἰς μελῶν διαρτίαν, Καὶ βηματίζει καὶ ποδὶ κούφῳ τρέχει, Καὶ γίνεται πῦρ καὶ πρὸς αἰθέρα βλέπει, Καὶ δείκνυται φῶς, εἰ δὲ μὴ, νὺξ καὶ σκότος· Τί δεῖ με ποιεῖν; ἀλλὰ πένθει, καρδία, | |
340 | Τὸν σύγγονον, φεῦ, τὴν ὁμόπνουν καρδίαν. Ὡς ἡ βραδυτὴς ἀνιᾷ με τοῦ χρόνου, Κἂν εἰς τὸν ἀκμάζοντα δεσπότην ῥέῃ· Ὃ τάχα φησὶ καὶ σιγῶν ὁ δεσπότης. Ἦν γὰρ ἐκεῖνος εὐπρεπὴς, ὥρας γέμων | |
345 | Ὥρας φυσικῆς οὐ κατηναγκασμένης, Ἡδὺς, προσηνὴς, εὐφυὴς, ὅλος χάρις. Ἦν ἀρεϊκὸς, εἰ παρῆν ὅρος μάχης, Κυνηγετικὸς, εἰ παρεῖχεν ὁ χρόνος, Δημηγορικὸς ἀκριβῶς φλόγα πνέων, | |
2.213(350) | Θυμοῦ χαλινὸς, ἡδονῆς ἀντιστάτης, Βραβεὺς ἱλαρὸς, ἂν ἐλάνθανε τρέφων. | |
Ὢ πῶς μεταξὺ ζωγραφήσω τὸν μέγαν, Πολλῶν χεθεισῶν συμφορῶν τῇ καρδίᾳ, Καὶ τῆς ἐναργοῦς ἐκρεούσης μοι χρόας; | ||
355 | Λευκὸς μὲν ἦν ἐκεῖνος ἀλλ’ ὑπὲρ γάλα, Εἰ καὶ τυρωθεὶς καὶ παγεὶς τῇ συστάσει, Λυθεῖσα χιὼν ὡς ὁρῶ νῦν εὑρέθη, Τὸ φυσικὸν δὲ φῦκος οὐκ ἔχον ζέσιν, ᾟ τὰς γνάθους ἔθαλπεν ἡ ξένη κράσις, | |
360 | Ἔσβη πρὸς ὠχρὰν ἐκτραπὲν καχεξίαν· Ἐμοὶ δὲ μικροῦ καθορῶντι τὴν κόμην, Κόμην ἐκείνην τὴν χρυσῆν, τὴν ὀλβίαν, Ἣν ἡ φύσις ἔδειξεν ὡς φῶς αἰθρίας, Ἡλιοειδῶν εὐποροῦσαν ἀκτίνων, | |
365 | Καὶ τὸν χρυσοῦν ἴουλον ἐνθυμουμένῳ, Καὶ τὴν μελιχρὰν τῆς σοφῆς γλώττης χύσιν, Τὰς μὲν τρίχας ἵστησιν εὐθὺς ἡ φρίκη, | |
Ἐγκόπτεται δὲ τῆς βοῆς ἡ γοργότης, Καὶ βραδύνει τὸ φθέγμα ληφθὲν τοῖς πόνοις· | ||
370 | Ὅταν δὲ σαφῶς ἐννοήσω τὴν χάριν, Ἣν εἰς τὰς ὀφρῦς ἡ φύσις ἐζωγράφει, Καὶ τὴν γαληνότητα φεῦ τῶν ὀμμάτων, Καὶ τῆς σιωπῆς τὰς λαλούσας ἐμφάσεις, Καὶ τὴν στιβαρὰν τῶν μελῶν εὐρυθμίαν, | |
375 | Ὦ συγγόνου θέλξας με καθάπαξ ἔρως, Ὁρῶ σκοτεινὰς τὰς βολὰς τοῦ φωσφόρου. Τί πρὸς σὲ τὸν τοσοῦτον, ὦ θεῖον τέρας, Ὦ παῖ Χαριτώνυμε, κἂν ἀντεστράφης, Ἡ τὸν Γύγην στρέφουσα πυκνὰ σφενδόνη | |
380 | (Τὸ γὰρ φυσικὸν κέντρον ἐσφαίρωσέ σε Τῷ συντόνῳ σφίγματι τῆς εὐεξίας) Τὰς γραμμὰς ἰθύνασα τῆς εὐταξίας Πρὸς τὰς μεταξὺ τῶν. παθῶν ἀντιστάσεις; Πῶς οὖν περισχὼν ὁ τροχός σε τῆς τύχης | |
385 | Εἰς τὸν καθ’ ἡμῶν ἐξεκύλισε δρόμον, Καὶ πῶς μόνον δειχθέντα κατέκρυψέ σε; Ἥλιε, πῶς ὁρῶ σε, πῶς δὲ καὶ πνέω, Τῆς καρδιακῆς ἐκλυθείσης λαμπάδος, Ἐν τῷ κατασχόντι με τῆς λύπης γνόφῳ; | |
390 | Τίς μοι κρατῆρα συμφορῶν ὀλεθρίων Ἤνεγκε λαθὼν δυσμενὴς ὑπὸ σκότει; Πόθεν τὸ πικρὸν ἐξεπέμφθη μοι βέλος; | |
Ἰδοὺ γὰρ αὐτὸν οὐχ ὁρῶ τὸν τοξότην. Ὢ καρδιαλγῶ, κιρνάτω τις φάρμακον· | ||
395 | Ἐμεῖν γὰρ εἰκὸς τοὺς χυμοὺς τοῦ κινδύνου· Ἀλλ’ ἀγανακτεῖ δυσφορῶν ὁ δεσπότης· Ἴσως γὰρ ὑπήκουσε τῶν στεναγμάτων, Ὡς ἂν τὸ λυποῦν ἀντιφάρμακον λάβοι. Πλὴν, ὦ Χαριτώνυμε, τί ταῦτα δράσεις; | |
2.213(400) | Τὸ γὰρ ἀνιῶν ἐντακέν μοι πρὸς βάθος Ἡ σὴ τελευτὴ δυσθεράπευτον κρίνει· Εἰκὸς μὲν ἂν ἦν εἰ παρὼν κατεσκόπουν Τὴν μητέρα θρηνοῦσαν, ὢ δεινῆς τύχης! Τὴν ἐκφορὰν, τὸ σῶμα, τὴν ὑψοῦ κλίνην, | |
405 | Τὰς οὐ γαμικὰς νεκρικὰς δὲ λαμπάδας, Τὰς εἰς τὸ κοινὸν ἐκμελεῖς θρηνῳδίας, Τὴν βασιλίδα, τὴν καλὴν ὁμευνέτιν, Τὰς μὲν γνάθους δρύπτουσαν ἐξ ἀθυμίας, Αὐτὴν δὲ μικροῦ τὴν ψυχὴν ᾑμαγμένην, | |
410 | Χοὴν ἐπὶ σοὶ καταλείβουσαν ξένην· Ἔτι δὲ καὶ τὰ σκῆπτρα, καὶ τοὺς οἰκέτας, Καὶ τὸν περιττὸν ὁρμαθὸν τῶν μαργάρων, Καὶ τύμβον αὐτὸν καὶ τὸν ἐνταῦθα ζόφον, Καὶ τὴν ἐπ’ αὐτοῦ ξυμβολὴν τῆς μαργάρου· | |
415 | Ἐπεὶ δὲ παρὼν οὐκ ἐτύγχανον τότε, Πρὸς τὰς μεταξὺ μάχας ἠσχολημένος, Νῦν δὴ σιωπῶ κατ’ ἐμαυτόν σε κλάων. Βασίλισσα. Κἂν ἡ κτίσις ἅπασα πενθεῖν ἰσχύῃ, Κἂν οἱ βασιλεῖς εὐπορῶσι δακρύων, | |
420 | Κἂν ἡ βασιλὶς δυσφορῇ πρὸς τὸν πόνον, Κἂν ἡ πρὸ μικροῦ βασίλισσα δακρύω, Κἂν ζῶν ὁ πατὴρ οὐ δοκῇ μοι φῶς βλέπειν, Σβεσθέντος εὐθὺς τοῦ πυρὸς τῆς καρδίας Ἐκ τῶν κατ’ αὐτοῦ δυστυχῶν ἀγγελμάτων, | |
425 | Κἂν ἡ τεκοῦσα, κἂν ἀδελφὸς, κἂν φίλος, Κἂν ὁστισοῦν ἄνθρωπος ἀλγῇ συντόνως, Οὐκ ἔστιν οὐδὲν πρὸς τὸ νῦν, ἄνερ, πάθος· Ἀλλ’ εἴπερ ἐξῆν συνδραμεῖν καὶ τοὺς λίθους, Τὴν τῆς λύπης αἴσθησιν εἰσδεδεγμένους, | |
430 | Τότ’ ἂν ἔφην τὸ πένθος εὐπρεπῶς ἔχειν· Εἰ δ’ ἀγγέλους ἔπεισε δακρύειν πάλιν Ὁ δημιουργὸς προσλαβών σε τὸν μέγαν, Ὡς καὶ τὸ κοινὸν ἀκροᾶσθαι τῶν γόων, (Εἰσὶ γὰρ ὡς δεῖ συμπαθεῖς τοῖς ἐξ ὕλης | |
435 | Ὅσῳ πλέον βλέπουσι τὴν κάτω πλάνην,) Ἦν ἂν φορητόν· εἰ δὲ μὴ, φεῦ τῆς τύχης, | |
Ἡ καρδία τμήθητι, μὴ τέρας βλέπω, Μὴ σῶμα νεκρὸν εἰς ἐμαυτὴν ἐμπνέει. Ὕπαρ τὸ λυποῦν, οὐκ ὄναρ, ὦ δέσποτα, | ||
440 | Καὶ φθέγξομαι δὴ θαῦμα καὶ τοῦτο ξένον· Ψυχὴν γὰρ οὐκ ἔχουσα πενθεῖν ἰσχύω· Ποῦ μοι τὸ κάλλος, ἡ τρυφὴ τῶν ὀμμάτων, Τὰ σεμνὰ φιλήματα, τὸ γλυκὺ στόμα; Ποῦ τὸ χρυσοῦν πρόσωπον ὡς εἶδος ῥόδου; | |
445 | Ποῦ τῶν λόγων τὰ ῥεῖθρα τῶν ὑπὲρ λόγον; Ἔα τίς ἐφθόνησεν ἡμῖν τῆς τύχης; Ὁ χρυσὸς ὡς χνοῦς ἐκριπισθεὶς ἐῤῥέτω, Τὸν ἐκ λίθων στέφανον οὐκέτι στέγω· Μαραίνεται γὰρ ὥσπερ ἂν ἦν ἐκ ῥόδων· | |
2.213(450) | Τοὺς μαργάρους ἐντεῦθεν οὐ θέλω βλέπειν· Κοινοὶ γάρ εἰσιν ἀκριβῶς ἀκτῆς λίθοι· Τὰ πέπλα, τὸν ῥοῦν τοῦ παγέντος ἀργύρου, Τοὺς γαργαλισμοὺς τῆς τρυφῆς καὶ τοῦ κλέους, Οἴχεσθέ μοι ῥιπτοῦντες οἱ δορυφόροι· | |
455 | Τὴν δεσποτικὴν οὐχ ὁρῶ γὰρ ἀξίαν. Ἄνερ, γλυκὺ πρόσφθεγμα, φαιδρότης, χάρις, Ἡβῶν σὺ νεκρὸς, χήρα δ’ αὐτή σοι νέα, Χήρα βρέφους ἄμοιρος, οὐ στεναγμάτων· Πλὴν ἀλλὰ παράνοιξον εἰ χρὴ τὸν τάφον, | |
460 | Καὶ θανατῶσαν εἰσδέχου τὴν σύζυγον, | |
Ὥσπερ ποτὲ ζῶν ὑποθεὶς τὰς ἀγκάλας. Τὸ γὰρ κατασχεῖν τῆς πνοῆς τὰς συρμάδας Εἰς βόθρον, εἰς χοῦν, εἰς τελευτῆς παστάδα, Τερπνὸν διὰ σὲ τὸν γλυκύν μοι δεσπότην· | ||
465 | Εἰ δὲ στέγεις ἔρημον οἰκῶν τὸν τάφον, Ἔχω κλάδον μέλανα τὸν φυτοσπόρον Ὡς ἐκ πόνου φλέξαντος ἠνθρακωμένον, Καὶ τῆς ἀκαλλοῦς ἐκτροπῆς τῶν ἀμφίων, Εἰς ὃν καταπαύσασα πενθήσω πλέον, | |
470 | Τῆς τρυγόνος τὸ φίλτρον ἐκμιμουμένη. Φεῦ πῶς τὸ θερμὸν τῆς ψυχῆς τῷ πατρί μου Ἔσβη μαρανθὲν ἶσα καὶ φυτοῦ δρόσῳ; Ὥσπερ δὲ φύλλον ἀσθενῆσαν ἐκρέει Ἡ πρὶν διὰ σὲ τοῦ προσώπου φαιδρότης, | |
475 | Τοῦ τῆς φυλῆς δενδρῶνος ἀπηνθηκότος· Ἀλλ’, ὦ γραφικὴ πλαστικῆς ὑπερτέρα, Καὶ πρὸς τὸ φαυλότατον εὐπορωτέρα, Καὶ κατὰ τὸ πρόχειρον ἀφθονωτέρα, Καὶ κατὰ τὴν ὅρασιν εὐπρεπεστέρα, | |
480 | Καὶ κατὰ τὴν κίνησιν εὐχερεστέρα, Καὶ πρὸς λόγου δύναμιν εὐτονωτέρα, Καὶ πρὸς πάθους δήλωσιν εὐκρινεστέρα, Κἂν εἰς μονιμότητος ἡττήθης χρόνον, Ὡς ἂν γράφοις τὸν ἄνδρα σὺν ἀωρίᾳ, | |
485 | Ἆρ’ οὐχὶ λευκὸν τουτονὶ τυποῦν θέλεις; Ἀλλ’ ἀσθενὲς τὸ κόμμι καὶ δοκεῖ μέλαν, Ὅταν πρὸς αὐτὸν συγκριθῇ τὸν δεσπότην. | |
Ἆρ’ οὖν ἐρυθρόν; ἀλλὰ συνθήσεις πάχος, Καὶ τὴν φυσικὴν οὐ καλῶς γράψεις χρόαν. | ||
490 | Ποίῳ δὲ καὶ σχήματι καὶ στολίσματι Γράψεις ἐκείνην εὐφυῶς μοι τὴν θέαν, Οἷον δὲ τοπρὶν εἰς ἑορτῆς ἡμέραν Ὁ τῆς ἑορτῆς εἶχεν αὐτὸν ὀκρίβας; Πῶς ἂν γράφοις τὸ θαῦμα; Βαβαὶ τῆς τύχης· | |
495 | Οὐδὲ γραφικὴ τοὺς ἐμοὺς λύει πόνους, Ἣν ἐσχάτην ἔχουσι παραμυθίαν Οἱ παρὰ νεκροῖς δυστυχοῦντες ἐν βίῳ. Εἰς τοῦτο λοιπὸν εὐστοχῶ ταύτης πλέον, Τῇ καρδίᾳ γράψασα τὴν ἔμπνουν φύσιν | |
2.213(500) | Ἐκ τῶν νοητῶν τῆς ψυχῆς κερασμάτων, Ὁποῖος ἦν ἐκεῖνος ὁ πρῶτος τύπος, Ὃς εἰς λίθου πίνακας ὑγροὺς ἐῤῥύη Δεινῶς μελανθεὶς τῆς φθορᾶς τῇ συγχύσει. Ἀλλ’ ὦ γραφικῆς εὐφυῶς ἐπιστάτα, | |
505 | Ἀναψυχὴν γάρ τινα πολλάκις δίδως Τοῖς ὑπὸ θερμῶν συμφορῶν πεφλεγμένοις Μετὰ μαρασμὸν καὶ παρακμὴν τῆς λύπης, Ἀφεὶς τὸ χρῶμα τοῦτο τῆς κοινῆς ὕλης, Ὡς καὶ τὰ κοινὰ τῶν παθῶν ἄλλα γράφοις, | |
510 | Τὰς τῶν ἁπασῶν ἀρετῶν κίρνα χρόας, Καὶ γράφε καλῶς τὸν χρυσοῦν μοι δεσπότην· Πλὴν μηδὲ τοῦτο πρᾶττε· πόῤῥω γοῦν γίνῃ· | |
Γραφήσεται γὰρ τοῦ θεοῦ τῷ δακτύλῳ Φαιδρὸς διαυγὴς εὐστεφὴς πάντα μένων | ||
515 | Ὁ δεσπότης ἐκεῖνος αὐτὸς ἡ χάρις· Εἰς γῆν δὲ τούτῳ κόσμος αὐτάρκης πάλιν Αὐτὸς βασιλεὺς ὁ σπορεὺς καὶ δεσπότης· Ἐγὼ δὲ σιγῶ κἂν προήχθην τοῖς πόνοις Παθοῦσα δεινῶν συμφορῶν ἀμετρίαν· | |
520 | Ἀλλά γε μικροῦ πᾶσά με θρηνεῖ κτίσις, Παγκοσμίου χάριτος ἐστερημένην. Βασιλεύς. Ὦ παῖ, σὺ μὲν τέθνηκας, εἰ δίδως λέγειν, Ὥρας ἐν ἀκμῇ δυσφορῶν τῇ συνθέσει· Πρὸς γὰρ τὸν ἁπλοῦν φυσικῶς ἀνατρέχεις, | |
525 | Τὸ πνεῦμα τῆς γῆς εὐχερῶς ἀποσπάσας, Μὴ συμποδισθῇ τῇ σχολῇ πρὸς τὸν δρόμον· Καὶ νῦν συναφθεὶς τοῦ θεοῦ τοῖς ἀγγέλοις Φῶς μὲν βλέπεις ἄδυτον ἐξ ἀϋλίας, Οἰκεῖς δὲ παράδεισον ἐκ μετουσίας, | |
530 | Ἐνταῦθα πολλῶν ἐντρυφῶν χαρισμάτων· Καὶ γὰρ τὰ φυτὰ τῆς Ἐδὲμ ζῶντα βλέπεις Ἐν ταῖς νοηταῖς τῆς χλιδῆς διεξόδοις· Ὁρᾷς τὸν ἐσμὸν τῶν ψυχῶν ἠθροισμένων Ἐν τοῖς ποθεινοῖς Ἁβραὰμ προκολπίοις· | |
535 | Ὁρᾷς ὕδωρ κάλλιστον ἀφθόνως ῥέον· Πατεῖς δὲ τὴν γῆν ὡς πραῢς τὴν ἁγίαν, Καὶ τὴν ἀναψύχουσαν ἀῤῥήτως πόαν, Ἀφεὶς τὸ σὸν πέδιλον ὡς κούφως τρέχοις· Οὐκ ἔστι σοὶ θὴρ, οὐδ’ ἐνεδρεύων ὄφις, | |
540 | Οὐ δυσμενῶν φάλαγγες, οὐχ ἵππος τρέχων, Ὡς ἄν σε λαθὼν ἀκρατῶς συναρπάσῃ, Οὐ τόξον, οὐ πῦρ, οὐ τεθηγμένον ξίφος, Οὐ κλὼψ ἀπηνὴς, οὐ σφαγεὺς ὁδοστάτης, (Λῃστὴς μόνος, κἀκεῖνος ἐν σεσωσμένοις), | |
545 | Οὐ φίλος ἐχθρὸς, οὐδὲ λανθάνων φίλος, Οὐ κρυπτὸς, οὐ πρόδηλος ἀνθρώπων φθόνος, Οὐκ ἀνέμων ἅμιλλα συντονωτέρων, Οὐ ῥευμάτων σύῤῥηξις ἀγριωτέρων, Οὐ πνευμάτων ἔντευξις ἀνθρωποκτόνων, | |
2.213(550) | Ὡς εἶπε Δαυὶδ, ἐν πυρᾷ μεσημβρίας, Οὐ σεισμὸς, οὐ κίνδυνος ἐξ ἀσιτίας, Οὐ λοιμὸς, οὐ θάνατος ἐξ ἀῤῥωστίας, Οὐ πυρετοῦ δύναμις, οὐ μελῶν κλόνος, Οὐ παῖς ἰατρῶν, οὐ γυνὴ τεθλιμμένη, | |
555 | Οὐ φίλτατοι θρηνοῦντες, οὐ τρύχων φόβος, Οὐ ξυγγενοῦς θάνατος, οὐ θρήνων μέλος, Οὐ δακρύων πρόχυσις, οὐ χιτὼν μέλας, Οὐ πλοῦτος ἀνθῶν καὶ παρευθὺς ἐκρέων, Οὐ φροντίδων κάματος, οὐ ψυχῆς πόνος, | |
560 | Οὐ δαπάνη σώματος, οὐδὲν ἄλλό τι. Καὶ ταῦτα μὲν σὺ τῇ φθορᾷ χαίρων δίδως, Καὶ μέχρις αὐτῶν οὐρανῶν γῆθεν τρέχεις Ἁπλοῦς, ἀμιγὴς, εὐπετὴς, ἔξω βλάβης· Ἐγὼ δὲ πενθῶν οὐκ ἐπαυσάμην ἔτι· | |
565 | Ἡ γὰρ φύσις πείθει με πυκνὰ δακρύειν· Κἂν οὐκ ἐφικτὸν τὸ φλογίζον πῦρ σβέσαι Τοῦ σοῦ μαρασμοῦ, προσφυές μοι σκυμνίον. Ἆρ’ οὖν παραινεῖς ἐκκακεῖν ἐν ταῖς λύπαις, Χριστοῦ μαθητὰ καὶ μιμητὰ τοῦ πρᾴου, | |
570 | Ἢ τὴν καθ’ ἡμᾶς ἐκγελᾷς τραγῳδίαν; Μυκτηριεῖς γὰρ τάχα καὶ σὺ, δέσποτα, Τοὺς δυσανασχετοῦντας ἐξ ἀθυμίας· Ἀλλ’, ὦ ποθεινὴ τῆς φυλῆς ξυναυλία, Παύσασθε δὴ παύσασθε πενθοῦντες μάτην, | |
575 | Ὡς ἀγανακτεῖ συμπαθῶν ὁ γεννάδας· Θρηνεῖν γὰρ οὐ χρὴ τοῦ θεοῦ τὸν ὁπλίτην Εἰς τὰς ἄνω φάλαγγας ἐξειλεγμένον· Νῦν μᾶλλον ἐστὶ βασιλεὺς ὁ δεσπότης Τῆς γῆς ἀφεστὼς καὶ θεῷ συνημμένος· | |
580 | Ἡμεῖς δὲ νεκροὶ κἂν δοκῶμεν ἐμπνέειν, Δεδοίκαμεν γὰρ ἀκριβῷς τὸν θάνατον, Εἰ μὴ σχεδὸν λέγοιμι τὰς ἄλλας λύπας, | |
Οἳ τῆς φθορᾶς ἄγχουσιν ἔσθ’ ὅτε πλέον· Νῦν ἀετοῦ πτέρυγας ἀῤῥεύστους φέρει, | ||
585 | Φυγὼν τὰ δεσμὰ δραστικῶς τοῦ σαρκίου. Νῦν ὡς ἀηδὼν εὐλογεῖ τὸν δεσπότην, Ὃς αὐτὸν ἐξήγαγεν εἰς τὴν αἰθρίαν· Νῦν ἐστὶ δορκὰς ἐκλυθεῖσα τῶν βρόχων, Οὓς χεὶρ πονηρᾶς ἡδονῆς οἶδε πλέκειν, | |
590 | Εὑρὼν δὲ τὸ ζῶν ψαλμικῶς ὕδωρ πίνει· Νῦν εἰς γαληνοὺς λιμένας αὐλίσεται, Τοῦ μὲν κάτω κλύδωνος ἀπηλλαγμένος, Ἁγνὴν δὲ τηρῶν τῆς ψυχῆς τὴν ἀξίαν, Ἐμοὶ δὲ μικροῦ συλλαλῶν καὶ συμπνέων, | |
595 | Καὶ πρὸς τὸ φιλόστοργον ἐξ ἔθους βλέπων. Οὐκοῦν ἐπ’ αὐτῆς τῆς σοροῦ τοῦ δεσπότου, Τάδε ξέειν δίδωμι τοῖς ἑρμογλύφοις. | |
598t | Ἐπίγραμμα. | |
598 | Βασιλέως παῖς εὐσεβὴς ὁμοτρόπου, Καὶ δεσπότης πρὸς ὥραν ἀκμῆς ἐῤῥύη· | |
2.213(600) | Καὶ νῦν σιωπᾷ καὶ καθεύδει τοῖς λίθοις, Τὴν ἐσχάτην σάλπιγγα τοῦ τέλους μένων, Ὡς ἂν, θεατὰ, μὴ σκοπῇς πρὸς τὸν τύφον, Ἀλλὰ πρὸς αὐτὴν τῆς τελευτῆς τὴν κόνιν, Κἂν εἰς τὸν ἀκμάζοντα κομπάζῃς χρόνον· | |
605 | Ἐνταῦθα γὰρ δὴ πᾶς ὁ τοῦ βίου δρόμος Ἀναλυτικὸς τοὺς βροτοὺς ὑπεκφέρει, | |
Χοῦν πάντα λεπτὸν καὶ σκιὰν φεῦ δεικνύων. | ||
2.214(1t) | Τοῦ αὐτοῦ πρὸς τὸν αὐτοκράτορα κύριον Μιχαὴλ τὸν Παλαιο‐ | |
2t | λόγον εἰς ὃν ἐξειργάσατο λέοντα φίλον εἶναι κυνί. | |
1 | Τί τοῦτο; νικᾷς εὐτυχῶς καὶ τὰς φύσεις Λέοντα κυνὶ συμβιοῦντα δεικνύων, Ὦ καὶ λεόντων σκύμνε καὶ σκύμνων λέον, Καὶ θαῦμα κοινὸν, Αὐσονάρχα, καὶ ξένον! | |
5 | Καὶ γὰρ ὑλακτῶν ὁ στρατὸς τῶν βαρβάρων Τοῖς σοῖς βρυχηθμοῖς ὀξέως ἁλίσκεται· Καὶ γίνεται δὴ πανταχοῦ σοι τὸ ξίφος Ὄνυχος ἀκμὴ συστολῆς ἐλευθέρα, Καὶ τῆς φυσικῆς δεικτικὴ κραταρχίας, | |
10 | Ὑφ’ ἧς διασπᾷς εὐχερῶς τοὺς αὐθάδεις. Ὄφις μὲν οὖν δέδοικεν ἰδὼν σκορπίον· Ὠθεῖ γὰρ αὐτὸν εἰς φθορὰν τὸ κεντρίον Ἰῷ τὸν ἰὸν εἰς τὸ νύγμα συγχέον· Νεκρὸς δὲ νεκρὸν οὐδαμοῦ πεπληγμένον | |
15 | Ποιεῖ τὸν ἐχθρὸν ὁ σφαγεὶς παραυτίκα· Βιοῦν γὰρ ἑξῆς ὁ φθορεὺς οὐκ ἰσχύει, Συναπολαβὼν τὴν ψυχὴν τῷ φαρμάκῳ. Γαλῆ δὲ μυὸς ἐξ ὀπῆς δεδραγμένη Τοῖς ὀστέοις βέβρυχε τοῦ θηράματος· | |
20 | Ὀξὺς δὲ κυνὸς καὶ πολύστροφος δρόμος Αἱρεῖ λαγωὸν εἰς φυγὴν ἠπειγμένον· | |
Φεύγει δὲ τοὺς δράκοντας Ἰνδὸς ἐλέφας, Στυγῶν τὸν ὁλκὸν ὡς ταχὺν πρὸς ἀγχόνην, Τάχα δὲ καὶ πῦρ καὶ κριὸν καὶ δέλφακα, | ||
25 | Καὶ μῦν κρεμαστὸν εἰς λινόπλοκον βρόχον. Ὕαινα δὲ πρόεισι νυκτὸς ἔσθ’ ὅτε Καὶ τὰς βαλιὰς ἐκτοπίσει παρδάλεις· Λέων δὲ μισεῖ καὶ τὸ πῦρ καὶ τὰς κύνας, Καὶ προσφάτως κλᾴοντα πανθήρων βρέφη· | |
30 | Νυνὶ δὲ συνεὶς τῶν λεόντων ὁ σκύλαξ Οἷς πρὸς τοὺς ἐχθροὺς Αὐσονάρχης εὑρέθης, Καὶ σοῦ καθαρῶς ἐκπλαγεὶς τὴν καρδίαν, Ἣν ἡ κρατίστη φύσις ἐντέθεικέ σοι, Καθάπερ εἰκὸς ἐξαμείβει τὴν φύσιν, | |
35 | Καὶ μέχρι κυνὸς μετριάσει, δέσποτα· Μᾶλλον δὲ καὶ λέοντα μικροῦ σε βλέπων Ἐν τῇ στιβαρᾷ τῶν μελῶν διαπλάσει, Συστέλλεται μὲν ὁ θρασὺς θὴρ ἐνθάδε, Βακχεύεται δὲ τῷ ξένῳ τῆς ὄψεως· | |
40 | Ὑφίσταται δὲ τὰς ἁφὰς καὶ τοὺς βρόχους Καὶ τὰς κυνικὰς παιδιὰς ἀποστέγει· Συνέλκεται δὲ πανταχῆ τῇ συντρόφῳ, Δοκῶν χαμερπὴς τῶν ποδῶν τῇ προσβάσει· Θυμοῦ δὲ τηρεῖ τὴν ψυχὴν ὑπερτέραν | |
45 | Μὴ τὴν κυνικὴν ἐκταράξῃ καρδίαν· Μερίζεται δὲ τὰς τροφὰς ἀκινδύνως, Καὶ τῆς ἐρυγῆς ἐξελαύνει τὸν φόβον· Ὑπνοῖ δ’ ἐπ’ αὐτῶν τοῦ κυνὸς τῶν ἰσχίων, Ἕλος δροσῶδες τὰς τρίχας ποιούμενος· | |
2.214(50) | Ἐκμάττεται γὰρ εἰς τὸ σῶμα τὸ στόμα | |
Καταῤῥεουσῶν ἡσυχῆ τῶν ἰκμάδων· Ὅταν δὲ μὴ τὸν κύνα παρόντα βλέπῃ, Μισεῖ τὰ δεσμὰ καὶ πρὸς ἅλματα βλέπει· Ζητεῖ γὰρ αὐτὸν ὡς ἐπίφθονον φίλον, | ||
55 | Καὶ δεινοπαθεῖ καὶ στενάζει καὶ βρύχει· Πλὴν ἔστιν εὑρεῖν εὐμενῆ καὶ τὸν κύνα Τῇ καταγωγῇ, τῇ τροφῇ, τῷ παιγνίῳ, Καὶ τῇ πρὸς αὐτὸν ἐντελεῖ καταστάσει· Καὶ γὰρ μαλακὸν καὶ χαμαίζηλον βλέπει | |
60 | Χωρὶς ὑλακῆς γειτνιῶν τῷ δεσπότῃ· Καὶ γίνεται δὴ τοῖς ποσὶ τοῦ θηρίου Στρωθεὶς ἐπὶ γῆς αὐτοκίνητος τάπης· Οὐ δύναται γὰρ ἀγνοῆσαι τὴν φύσιν, Πολλῶν μεταξὺ συντρεχόντων φασμάτων· | |
65 | Λέων μὲν οὖν πῦρ ἐστι μικροῦ τὴν φύσιν, Ὡς εἰς μάχας ἄντικρυς Αἰτναία ζέσις· Ὃ γὰρ ἂν ἐξ ὄνυχος ἁρπάσας φάγοι Τομῶς δαπανᾷ τῇ φλογὶ τῶν ἐγκάτων· Ἴσας δὲ πυρσοῖς εὐτυχεῖ καὶ τὰς τρίχας | |
70 | Ἐκ τῶν ἐνύγρων ἀνθράκων τῆς φύσεως· Ψυχρὸς δὲ πᾶς δήπουθεν ὡς ὕδωρ κύων, | |
Καὶ μᾶλλον αὐτὸς ὁ δρομεὺς θηροκτόνος. Ὦ πᾶσα λευκὴ τῶν τριχῶν ἡ πυκνότης! Πλὴν τοῦτο καινὸν εἰ τὸ πῦρ ὕδωρ στέγει, | ||
75 | Καὶ τὴν ἀκατάλληλον οὐ φεύγει κράσιν· Ὁρῶ γὰρ αὐτὸ καὶ φιλοῦν τοὐναντίον, Καὶ τὴν ἀπ’ αὐτοῦ μὴ φέρον διάστασιν. Μὴ σύμβολον καὶ τοῦτο τῆς σῆς ἰσχύος, Δι’ ἧς τὸν ἐσμὸν συστελεῖς τῶν βαρβάρων, | |
80 | Οἷς ἡ κυνικὴ προσφυὴς ἀπληστία; Μὴ τῷ γαληνῷ τῆς ψυχῆς καὶ μετρίῳ Τοὺς αἱμοχαρεῖς κερδανεῖς κύνας, λέον; Μὴ νῦν γε μικρὸν συσκιάσῃς τὴν σπάθην, Μὴ καὶ σοβηθῇ καὶ κρυβῇ πᾶς σατράπης; | |
85 | Τὸν σόν με λοιπὸν εὐμενῶς κύνα βλέπων Ὧδε, βασιλεῦ, καὶ τροφῆς δίδως ψίχας· Καὶ γὰρ ὑλακτῶ καὶ κροτῶ σου τὴν φύσιν, Ὡς ἐξ ἕλους δή τινος ἢ λόχμης λέων Συχναῖς ἐρυγαῖς ἐκδιώξαις τοὺς πόνους, | |
90 | Οἳ παραφωλεύουσι καὶ θλίβουσί με· Δείξαις δέ μοι φεύγουσαν εὐθὺς δορκάδα Μικρόψυχον πᾶν, Αὐσονάρχα, νῦν πάθος· Πλὴν ἀλλὰ βασίλευε τὸν πάντα χρόνον Χώρων θαλασσῶν ἐθνικῶν στρατευμάτων, | |
95 | Πρὸς ὠκεανὸν ἐκτινάσσων τὴν σπάθην, Ἣν αὐτὸς ἐστόμωσας ἐκ τῶν αἱμάτων, Ὡς ἂν ἐπ’ αὐτῆς τῆς καλῆς ὄχθης φθάσας | |
Τῷ συμβασιλεῖ καὶ σπορεῖ τάδε φράσῃς, Ταῖς σαῖς ἐρυγᾳῖς προστεθέντων ἁλμάτων· | ||
2.214(100) | Λέον βασιλεῦ, κοσμικὴν θήραν δέχου. | |
2.215(t) | Τοῦ αὐτοῦ. Ἄνθρωπος διαλεγόμενος μετὰ ψυχῆς. | |
1 | Ἄγε, Ψυχή μου ταπεινὴ, σχολάσωμεν καὶ γνῶμεν Τὴν σύγχυσιν, τὸν θόρυβον, τὴν ζάλην τῶν πραγμάτων, Καὶ τὴν συχνὴν περιτροπὴν, καὶ τοὺς πυκνοὺς εὐρίπους, Ὡς οἱ γραφεῖς τοὺς ἀμυδροὺς ἐν ἀποστάσει τύπους, | |
5 | Καὶ μεταγνῶμεν τῆς παικτῆς τῶν γινομένων σφαίρας, Ὑφ’ ἧς ὡς παῖδες ἀγενεῖς πολλάκις ἀτακτοῦμεν, Οὐ συνορῶντες τὸ δεινὸν τῶν ἀθυρμάτων πέρας. Μέχρι γὰρ τίνος τὸ δοκοῦν, μέχρι δὲ ποῦ τὸ ψεῦδος; Οἰχέθωσαν, ἐῤῥέτωσαν, ἀρθήτωσαν ἐκ μέσου | |
10 | Τὰ θέλγητρα, τὰ φόβητρα, τὰ νόθα προσωπεῖα. Ψυχή. | |
11 | Βουλῆς ἀρίστης, Ἄνθρωπε, μελετωμένης ἤδη Συνηγορῶ, συντρέχω σοι, μισῶ τὴν βραδυτῆτα, Μὴ πάλιν φιλυπόστροφα τὰ πάθη καταστήσῃ, Καὶ γένηταί σοι χείρονα τὰ δεύτερα τῶν πρώτων· | |
15 | Πλὴν ἔδει τὴν κυβέρνησιν ζητῆσαι πρὸ τῆς ζάλης, Καὶ πρὸ τῆς νόσου τὸ δριμὺ καὶ στῦφον τοῦ φαρμάκου, | |
Καὶ τὴν στεῤῥὰν περιβολὴν τῶν ὅπλων πρὸ τῆς μάχης· Νυνὶ δὲ κινδυνεύομεν ἐκ περιττῆς ῥᾳστώνης, Καθάπερ οἱ καθεύδοντες καὶ ῥέγχοντες ἐκ μέθης, | ||
20 | Μετὰ καιρὸν τὸ πρὸ καιροῦ λυσιτελῶς εὑρίσκειν. Ἄνθρωπος. | |
21 | Γλυκύτητι πικρότατος ἀνακραθεὶς ὁ βίος, Ὁ κλὼψ, ὁ κόλαξ, ὁ λῃστὴς, ὁ δυσμενὴς, ὁ φθόρος, Θέλγει τὴν φύσιν τὴν θνητὴν, ὥσπερ τὸ πῦρ τὰ βρέφη, Καὶ τοῖς δοκοῦσι σκυθρωποῖς τὰ σκυθρωπὰ μιγνύει, | |
25 | Καὶ συναρπάσει μεταξὺ, καὶ παρασύρει τρέχων, Καθάπερ πῶλος ὑβριστὴς ἀπαίδευτον ἱππότην, Καὶ τοῦ καλοῦ τὴν αἴσθησιν κατὰ μικρὸν ἀμβλύνει, Καὶ δείκνυσι φαυλότερον τὸ μέλλον τοῦ παρόντος· Ἔστι δὲ πάντως ἄμεινον τοῦ θνήσκειν τὸ καθεύδειν, | |
30 | Κἂν μόλις ὁ μικρόψυχος ἀνενεγκεῖν ἰσχύσῃ. Ψυχή. | |
31 | Δεῦρο λοιπὸν τὸ γηγενὲς καὶ ταπεινὸν σαρκίον Ἀπὸ βαλβίδος ὃ φασι πάντα διδάσκου πρώτης, Καὶ σκόπει μοι τὴν σύζυγον, τὴν θαυμαστὴν ἐκείνην, Τὴν φίλην, τὴν ὁμόψυχον, τὴν ὁμογνώμονά σοι, | |
35 | Τὴν εὔσχημον, τὴν εὔτροπον, τὴν εὔνουν, τὴν ἀνδρείαν, Ἣν ἐπαινεῖ καὶ Σολομῶν πρὸ τῶν ἐνταῦθα λόγων, Τὴν εὐγενῆ, τὴν φιλεργὸν, τὴν λογικὴν τρυγόνα· Πῶς ᾤχετο, πῶς ἔῤῥευσε, πῶς ἔσβη, πῶς ἐκρύβη, Καθάπερ ἄνθος ἐν ἀγρῷ καὶ μετὰ θέρους χλόη, | |
40 | Καὶ μετὰ νέφος ἀστραπὴ καὶ χνοῦς ἀπὸ τυφῶνος. Ἄνθρωπος. | |
41 | Ἔδει σε, φίλη μοι Ψυχὴ, τῶν ἄλλων ὑπομνῆσαι, Καὶ τὴν ἐσχάτην συμφορὰν εἰσενεγκεῖν ὑστέραν· Τὰ γὰρ ἐξαίφνης λυπηρὰ τῶν ἐλπισθέντων χείρω, Καθάπερ τὴν ἀκήρυκτον τῆς κηρυχθείσης μάχης | |
45 | Χαλεπωτέραν ἀτεχνῶς οἶδεν ἡ φύσις κρίνειν· Ἐπεὶ δὲ ταύτην προὔθηκας, ὢ τῶν ἐμῶν δακρύων! Καὶ τὴν τοῦ λόγου κεφαλὴν στυγνάζειν ἐπιτρέπεις, Γνώρισε δή μοι τὰς κρυπτὰς τῆς ποθουμένης τρίβους· Λαθοῦσα γάρ με τῆς εὐνῆς ἀπέριττος ἐξέδυ, | |
2.215(50) | Καὶ νῦν μαθεῖν ἐπιθυμῶ ποῦ μένει, ποῦ κοιτάζει. Ψυχή. | |
51 | Ζητεῖς ἐκείνην κατιδεῖν; τῶν ἀνεφίκτων τοῦτο· Τῶν γὰρ δεσμῶν τῶν φυσικῶν ὡς ὄρνις ἀποπτῶσα, Καὶ ψαλμικῶς περιστερᾶς μετάφρενα λαβοῦσα, Παρὰ τὸν κῆπον τῆς Ἐδὲμ κατέπαυσεν ἀσμένη· | |
55 | Σὺ δὲ πεσὸς καὶ χαμερπὴς ὑπὸ τῆς ὕλης μένων, Πῶς φθάσῃς τὴν ὑπόπτερον, πῶς τὴν οὐρανοδρόμον; Ἄφες τὸν νοῦν τὸν ἄληπτον, ἡ τῆς σαρκὸς παχύτης· Ἄφες τὸ πνεῦμα τὸ γοργὸν, ἡ γηγενὴς νωθρότης· Τῆς γὰρ φωνῆς καὶ τῆς στοργῆς οὐκ ἐπιστρέφεταί σου | |
60 | Μεμνηστευμένη τῷ Χριστῷ μετὰ φαιδρᾶς λαμπάδος. Ἄνθρωπος. | |
61 | ᾜδειν ἐγὼ καὶ πρότερον, κἂν ἐμαυτὸν οὐκ ᾔδειν, Ὡς καὶ μετὰ τοῦ σώματος ἄληπτος ἦν ἐκείνη· | |
Χρυσὸς γὰρ ἅπας παρ’ αὐτῇ κόνις ἐκρίθη κούφη, Καὶ κάχληκες οἱ μάργαροι, καὶ τρίβωνες οἱ πέπλοι, | ||
65 | Καὶ τὰ τῆς δόξης φάσματα γαργαλισμοὶ νηπίων Εἰκότως ἐνομίσθησαν ὑπὸ μεγαλονοίας. Ποῦ ταῦτα δὴ τὰ θαυμαστά; ποῦ τὰ σεμνὰ πρακτέα; Σύνες μοι, γύναι, τῆς φωνῆς, ἀποκρίνω συνήθως, Καὶ τῆς ἐντεῦθεν ἡδονῆς μὴ φθόνει τῷ συζύγῳ· | |
70 | Πάντως γὰρ οἶδας πειθαρχεῖν, εἴ τι σοι λέγειν εἶχον. Ψυχή. | |
71 | Θαυμάσω σου, μικρόψυχε, θυροκοποῦντος μάτην· Ἡ μὲν γὰρ κεῖται μεταξὺ καθεύδουσα τῶν λίθων Ἐκ τῶν πολλῶν τε καὶ θερμῶν τῆς ἀρετῆς ἱδρώτων, Τοῦ μαλθακοῦ καὶ τρυφεροῦ πεπονηκότος σκήνους· | |
75 | Σὺ δὲ τοῖς ἔξωθεν αὐτὴν περικτυπεῖς θορύβοις; Οὐ δέδοικας, οὐ πέφρικας, οὐκ ἠρεμεῖς, οὐ τρέμεις, Οὐχ ὑποστέλλῃ μετ’ αἰδοῦς, οὐ στέργεις τὸ συμφέρον, Ἀλλὰ θρηνεῖς, ἀλλὰ πενθεῖς, ἀλλὰ κραυγὴν ἐξάγεις· Σκόπει μὴ τούτοις, βέλτιστε, τὴν συμφορὰν αὐξήσῃς | |
80 | Καὶ δυσφορήσῃ κατὰ σοῦ τῆς γυναικὸς τὸ πνεῦμα. Ἄνθρωπος. | |
81 | Ἰδοὺ πικρότερον ἡμῖν τὸν χωρισμὸν εἰργάσω, Τοὺς θρήνους ἀνακόπτουσα, Ψυχή μου, τοὺς ἐκ βάθους. Πῶς οὖν ἐξατμισθήσεται καὶ πόθεν ἀποῤῥεύσει Τὸ συναχθὲν καὶ παχυνθὲν ἐν τοῖς ἐγκάτοις νέφος, | |
85 | Ὡσεὶ δαλὸς ἀπὸ καπνοῦ πρὸς ἔξοδον ὁρμήσας Μετὰ τὴν περιδίνησιν καὶ τὴν φορὰν τὴν κάτω; | |
Πῶς δὲ τοῦ πάθους μαρανῶ τὴν φλόγα μὴ δακρύσας; Ὢ πίμπραμαι καὶ τήκομαι, δός μοι, φιλτάτη, δρόσον· Δεινοπαθῶ, λειποθυμῶ, ζητῶ σε τὴν ὁμόπνουν· | ||
90 | Εἰ δ’ οὖν ἄλλο τι γέγονε, μὴ κατοκνήσας λέγειν. Ψυχή. | |
91 | Καλὴν ἐκείνην καὶ σοφὴν ἐν γυναιξὶ φανεῖσαν Ἀπὸ τῆς γῆς πρὸς οὐρανοὺς ὁ πλαστουργὸς ἀνάγει· Πῶς γὰρ εἰκότως θησαυρὸν λαθόντα καλυφθῆναι, Πῶς δὲ τὸν λύχνον τοῦ φωτὸς ὑπὸ τὸν χνοῦν κρυβῆναι, | |
95 | Καὶ πόλιν οὕτω θαυμαστὴν ἐπ’ ὄρους μὴ τεθῆναι, Κἂν γοῦν ἀποτινάξασα τὸ πάχος καὶ τὴν ὕλην Ἐν τοῖς τῶν ζώντων ὀφθαλμοῖς ἐῤῥίπιζε τὴν κόνιν, Ἵν’ οὕτω σκαρδαμώττωσι πληρούμενοι δακρύων· Ἀλλὰ μισεῖ τοὺς κωκυτοὺς ἡ τῆς χαρᾶς ἀξία. | |
2.215(100) | Ἄνθρωπος. | |
2.215(100) | Λέγε, φιλτάτη μοι Ψυχὴ, καὶ περὶ τοῦ λειψάνου, Καὶ δίδασκε τὴν ἐκτροπὴν τοῦ κάλλους τοῦ συμφύτου· Ποῦ τὸ τῆς κόμης εὐπρεπὲς, ἡ τοῦ μετώπου χάρις, Ἡ τῶν ὀφρύων τοξικὴ περιγραφὴ καὶ στάσις, | |
105 | Ὁ τῶν ὀμμάτων ἵμερος, ἡ τῆς ῥινὸς εὐθύτης, Τῶν παρειῶν τὸ φοινικοῦν, ὅπως ἐτρύγα ῥόδον Ὑδροποτοῦσα νουνεχῶς ἐπὶ τροφῇ μετρίᾳ, Τὰ χείλη τὰ διάβροχα τῇ τῶν ἰνῶν πορφύρᾳ, Καὶ τοῦ τραχήλου τὸ λευκὸν, καὶ τῶν χειρῶν ἡ πλάσις, | |
110 | Καὶ τὰ λοιπὰ τοῦ σώματος ἐκείνου τοῦ παγκάλου. Ψυχή. | |
111 | Μόνων ἐκείνων τῶν χειρῶν καὶ τῶν χρηστῶν ὀμμάτων Οὐδ’ ἅψασθαι τετόλμηκε τῆς τελευτῆς ἡ λώβη. Ποῦ γὰρ ἐχρῆν τοὺς ὀφθαλμοὺς τῆς σωφροσύνης ῥεῦσαι, Καὶ γυμνωθῆναι τῆς χλιδῆς τὰς φερεπόνους χεῖρας, | |
115 | Ἐν αἷς ὑφαίνετο σοφῶς ὁ πτωχοτρόφος πέπλος; Τὰ δ’ ἄλλα τεταρίχευται καὶ μένει σεσηρότα, Τῆς φυσικῆς ὑγρότητος ἐξικμασθείσης ἤδη· Μετὰ δὲ τὸν τῆς σάλπιγγος τῆς τελευταίας ἦχον Καὶ σάρκες ἀναβήσονται προφητικῶς καὶ φλέβες | |
120 | Ἐκ τῶν ὀστέων τῶν ξηρῶν καὶ τεταπεινωμένων. Ἄνθρωπος. | |
121 | Νῦν ἤδη συντρεχέτωσαν οἱ τραγῳδοὶ τοῦ βίου, Καὶ τὴν σκηνὴν θρηνείτωσαν πεσοῦσαν τῶν πραγμάτων, Καὶ τὴν δεινὴν ὑπόκρισιν τῆς τύχης καὶ τὸ δρᾶμα Σωφρόνως κωμῳδείτωσαν ἐπὶ χοροῦ συμφώνου· | |
125 | Τὸ γὰρ ἀσύμβατον αὐτοῦ σημαίνοντες οἱ λόγοι Τέφραν καλοῦσι καὶ καπνὸν καὶ κόνιν τὰ παρόντα, Καὶ πλάνην καὶ σκοτόμαιναν καὶ βρόχον καὶ παγίδα, Καὶ θήρατρον ἀλλόκοτον ἐνέδρας ὑποκρύφου, Καὶ χείμαῤῥον ἀφ’ ὑψηλοῦ καὶ δρέπανον καὶ σφαῖραν, | |
130 | Ἢ καὶ πεττὸν καὶ συνεχῆ περιτροπὴν ὀστράκου. Ψυχή. | |
131 | Ξένον οὐδὲν ὡς ἐκ τῆς γῆς καὶ τῆς ῥευστῆς οὐσίας Πάλιν εἰς γῆν μετὰ πολὺ τὴν φύσιν ὑποστρέφειν· Φαίνεται γὰρ καὶ κρύπτεται καὶ τέθηλε καὶ φθίνει, Καὶ ζῇ καὶ θνήσκει παρευθὺς ἐν ἐφημέρῳ στάσει, | |
135 | Καὶ γίνεται παλίνδρομος, καθάπερ ὁ καρκίνος· Εἰ μὴ γοῦν ὁ πρωτόπλαστος ἐτρύγησε τοῦ ξύλου, Καὶ πρὸς τὴν γεῦσιν τῆς φθορᾶς εὐκόλως ἠπατήθη, (Φεῦ τῆς πολλῆς ἁπλότητος καὶ τῆς ἀπροσεξίας!) Οὐκ ἂν ὑπερεκάγχαζεν ἐπὶ τοῖς γινομένοις, | |
140 | Ὡς μῖμος, ὁ Δημόκριτος μαινόμενος ἐμφρόνως. Ἄνθρωπος. | |
141 | Ὀλολυζέτω πίτυς μοι, πέπτωκε γὰρ ἡ κέδρος, Ἣν ηὔξησαν οἱ σταλαγμοὶ τῶν ἀφανῶν δακρύων Ἐν τῷ Λιβάνῳ τῆς ψυχῆς ἠρέμα πληθυνθεῖσαν· Πίτυν δὲ λέγω τὸ θνητὸν ὅπερ εἰμὶ σαρκίον, | |
145 | Ἀστήρικτον, εὐτίνακτον, εἰς τὸ πεσεῖν ἑτοίμην. Εἰ γὰρ ἐκείνην τὴν στεῤῥὰν ἀπὸ τῶν ἔργων κέδρον Ἀνέσπασε προθέλυμνον τῆς τελευτῆς ἡ λαῖλαψ, Ἐγὼ τί πείσομαι λοιπόν; οὐδὲ γὰρ ἔχω βάσιν, Οὐ ῥίζαν, οὐδὲ στέλεχος, οὐδὲ καρποὺς ἐνδρόσους, | |
2.215(150) | Ὅτι μὴ φύλλα καὶ φλοιὸν καὶ σῆψιν κεκρυμμένην. Ψυχή. | |
151 | Περιφανῶς ἀγανακτεῖς, εἰ καὶ δοκεῖς λανθάνειν. Καὶ γὰρ βουλόμενος θρηνεῖν τὴν φίλην ὁμευνέτιν Εἰσάγεις ἐξεπίτηδες τὴν φύσιν τῶν πραγμάτων, Καὶ μεταξὺ φιλοσοφεῖς καὶ φεύγων ὑποστρέφεις, | |
155 | Καὶ κλέπτεις τὴν περίστασιν τῷ δόλῳ τῶν σκωμμάτων, Ἀλλ’ ἀναισθητεῖς τοῖς ἐμοῖς ἐπ’ αὐτοφώρῳ βρόχοις· Καὶ βούλομαί σε τιμωρεῖν ὑπὸ δεσμοῖς ἀῤῥήτοις, Εἰ μὴ φιλοσοφώτερον τὴν συμφορὰν ὑποίσεις. Ἡ μέντοι μεγαλόψυχος ἐκείνη καὶ γενναία | |
160 | Πάλιν ἡμῖν ὑπόθεσις τοῦ λόγου καταστήτω. Ἄνθρωπος. | |
161 | Ῥαινόμενος τῶν λόγων σου, φίλη Ψυχὴ, τοῖς μύροις Ἀναψυχὴν οὐκ ἀγεννῆ λαμβάνω κατ’ ὀλίγον· Ὃ γὰρ ἐζήτουν ἐξαρχῆς τοῦτό μοι πάντα δίδως, Τὸ περὶ ταύτης δηλαδὴ τῆς ποθουμένης λέγειν, | |
165 | Ἧς τὰς σειρῆνας εὐχερῶς οὐκ ἔχω παρατρέχειν. Εἰ γοῦν ἐθέλεις ἀναπνεῖν καὶ φθέγγεσθαι καὶ βλέπειν Ἐμὲ τὸ σῶμα τὸ θνητὸν ᾧ συνεκράθη πάλαι, Πεῖθέ μοι τὴν ὁμόζυγον εἰς μέσον παρελθοῦσαν Ῥῆξαι φωνὴν καὶ πρὸς ἡμᾶς ἑστῶτας κεχηνότας· | |
170 | Ναὶ ταύτην, εἴπερ ἐγχωρεῖ, κατάθου μοι τὴν χάριν. Ψυχή. | |
171 | Σὺ μὲν ζητεῖς ἀδημονῶν, ἐγὼ δὲ πειθαρχῶ σοι· | |
Τὴν μέντοι πάλαι σιγηλὴν ἄρτι λαλεῖν ἐργῶδες· Καὶ γὰρ πεπαιδαγώγηται καθείρξασα τὴν γλῶτταν Καὶ τάξιν ἐν τοῖς χείλεσιν ἐφάνη στειλαμένη· | ||
175 | Πλὴν ἀλλὰ δεῦρο πρὸς ἡμᾶς, γύναι φιλτάτη, δεῦρο Καὶ ζῶσα φθέγξαι καθαρῶς καὶ παραμύθησαί μοι Τὸν ἄνδρα τὸν ὁμόψυχον εἰ θανατῶντα βλέπεις. Ἆρα συνῆκας τῆς φωνῆς, ἢ καὶ λοιπὴν προσθήσω; Δοκῶ γὰρ ἐξυπνίζειν σε μηδὲν ἀγανακτῶσαν, | |
180 | Ἐπεί μοι συνεγίνωσκες εἴ τι καὶ πρὶν ἀτόλμως. Ἡ σύσυγος. | |
181 | Τί τοῦτο, φιλοσώματε; τί τοῦτο, μικρολόγε; Τί με καλεῖς ἐπὶ τὸν χοῦν ἀπὸ τῶν οὐρανίων; Τί με πρὸς σῶμα χαμερπὲς ὀτρύνεις ἀναστρέφειν; Τί πρὸς τὸ σκότος τῶν παθῶν ἀπὸ φωτὸς ἀδύτου; | |
185 | Τί πρὸς τὸ δεσμωτήριον ἐκ τῆς ἐλευθερίας; Οὐ δέχομαι τὴν πρόῤῥησιν, οὐκ ἀγαπῶ τὴν σχέσιν, Ἀγανακτῶ πρὸς τὴν φωνὴν, πάλιν ὑπνώττειν θέλω, Τὸν θόρυβον οὐ δέχομαι, ποθῶ τὴν ἡσυχίαν· Κἂν γὰρ ὁ σύζυγος χρηστὸς ἀπὸ τῶν πεπραγμένων, | |
190 | Ἀλλ’ οὔπω μοι γλυκύτερον ὧν ἔσχον μετὰ πότμον. Ψυχή. | |
191 | Ὑπόμεινον τὴν πρόσκλησιν καὶ φθέγξαι μοι πολλάκις· Οὐδὲ γὰρ ἀναγκάσομεν, ἀλλὰ παρακαλοῦμεν Μὴ δὴ κατάσχῃς μηδαμῶς τοῦ σώματος τὴν δρόσον Ὕλης ἁπάσης καὶ φθορᾶς ἐφάπαξ ὑπερτέρα· | |
195 | Σὺ μὲν γὰρ ἴσως τὰ σαυτῆς ἀφιλοκόμπως φράσεις, Καὶ πρός με τὴν ἀφήγησιν εἰκότως παραθήσεις· Ἐγὼ δὲ πρὸς τὸν ἄνθρωπον τοὺς λόγους παραπέμψω Σπουδάζουσα, πρεσβεύουσα, διδάσκουσα τὸν τρόπον· Ἴσθι γὰρ ἄν τι δύναιτο λυσιτελὲς εὑρίσκειν, | |
2.215(200) | Εἰς τοῦτον πορευόμενος μέχρι τινὸς τὸν βίον. Ἡ σύσυγος. | |
201 | Φιλενδεικτεῖν με πρὸ καιροῦ μὴ νόμιζε κειμένου, Οὐ μὰ τὴν ἄνω δύναμιν, οὐ μὰ τὴν κάτω νόσον, Οὐ μὰ τὴν κάτω κίνησιν, οὐ μὰ τὴν ἄνω στάσιν· Ἐπεὶ δὲ τὰ συντείνοντα μανθάνειν ἱκετεύεις, | |
205 | Ἄκουε δὴ μετὰ σιγῆς καὶ πόρθμευε τοὺς λόγους· Εἰ μὴ ῥᾳθύμως πρὸς αὐτοὺς καὶ μικροψύχως ἔχεις, Μεγάλη καὶ δυσέκνιπτος ἐν τοῖς θνητοῖς ἡ πλάνη Τοῖς ἀναισθήτοις καὶ τυφλοῖς καὶ φαύλοις καὶ προσφάτοις, Φεῦγε, Ψυχὴ ταλαίπωρε, τὴν ἐν τῇ ψάμμῳ στέγην, | |
210 | Καὶ μὴ ληφθῇς ἐν τοῖς δεσμοῖς τῆς ὑποσπώσης ὕλης. Ψυχή. | |
211 | Χάριν εἰσόμεθα πολλὴν εἰ σαφηνίζεις τάδε, Καὶ μὴ καθάπερ αἴνιγμα τὴν φράσιν ἐπικρύπτεις· Οἱ γὰρ νοσοῦντες χαλεπῶς κωφεύουσι πολλάκις, Καὶ δεῖ συχνῆς τε καὶ τρανῆς τῆς ἐπὶ τούτοις γλώττης· | |
215 | Εἰ δὲ παθοῦσα τὴν σιγὴν μακρηγορεῖν οὐ θέλεις, Εἰπὲ λακωνικώτερον τὸν περὶ τούτων λόγον, | |
Καὶ πάλιν ἔχου τῆς εὐνῆς καὶ τῆς Ἐδὲμ τῆς φίλης, Καὶ τῆς ἀρίστης ἀμοιβῆς τῶν προκατωρθωμένων, Καὶ τοῦ νυμφῶνος τῶν ψυχῶν καὶ τῆς τρυφῆς τῆς ξένης· | ||
220 | Οὐδὲ γὰρ δυσφορήσομεν οὐδὲ χαλεπανοῦμεν. Ἡ σύσυγος. | |
221 | Ψυχὴ καθάπερ ἔμβρυον εἰς τὸν τῆς μήτρας γνόφον Στενούμενον σφιγγόμενον θλιβόμενον χρονίζον, Εἶτα πρὸς φῶς ὑπεκδραμὸν ἀγανακτεῖ καὶ κλᾴει· Τὸν γὰρ ἐνταῦθα πλατυσμὸν οὐκ οἶδε πρὸ τῆς πείρας. | |
225 | Οὕτω καὶ πᾶς τις ἄνθρωπος ταῦτα βελτίω κρίνων Πρὸς τὴν ἐκεῖθεν ἔλλαμψιν δυσαρεστεῖ πολλάκις· Εἰ δὲ σαφῶς ἠπίστατο πῶς ἔχει τὰ τοῦ τέλους, Καὶ τὰ μὴ μεταπίπτοντα καὶ τὰ λυσιτελοῦντα, Τούτων ἂν πάντως τῶν φθαρτῶν ἐμφρόνως ἀπεπήδα, | |
230 | Καὶ τοὺς δεσμοὺς τοὺς ἐμπαθεῖς ἐῤῥήγνυ παραυτίκα. Ἄνθρωπος. | |
231 | Ὦ χαῖρε, φίλη μοι Ψυχὴ, καὶ ζῆθι καὶ φαιδρύνου, Καὶ συναντιλαμβάνου μοι τῆς περὶ ταῦτα γνώμης, Ὅτι συνῆκα τῆς φωνῆς τῆς μελιχρᾶς ἐκείνης, Ὅτι κατέγνων τῶν τῆς γῆς πραγμάτων ὡς ἀστάτων, | |
235 | Ὅτι φιλοσοφώτερον ἄρτι λαμβάνω βίον, Μὴ στερηθῶ τῶν ἀγαθῶν τῶν περὶ τὴν ὁμόπνουν· Ἄλλοις ὁ κόσμος ποθεινὸς, ἄλλοις ὁ φροῦδος τῦφος, | |
Ἅλις ἐμοὶ τῶν κωκυτῶν, ἅλις ἰδοὺ τῶν θρήνων· Παιδαγωγείτω μοι λοιπὸν ἐπὶ τοῖς ἀβουλήτοις | ||
240 | Καὶ ῥυθμιζέτω μοι τὸν νοῦν τῆς γυναικὸς ἡ μνήμη. | |
2.216(t) | Εἰς τὸ λείψανον τῆς ἁγίας Καλῆς. | |
1 | Ὁ πῆχυς οὗτος τῆς Καλῆς τῆς ὀλβίας, ᾯ τοὺς μίτους ἔνηθε τῆς εὐποιΐας. | |
2.217(t) | Εἰς λείψανον τοῦ ἁγίου Παύλου. | |
1 | Τοῦ σοῦ ποδὸς λείψανον, ὦ Παῦλε, βλέπων Τοὺς ὑπὲρ ἡμῶν προσκυνῶ τούτου δρόμους. | |
2.218(1t) | Στίχοι εἰς λίθον ἀμίαντον ἔχοντα ἐγγεγλυμμένην τὴν Χριστοῦ | |
2t | γέννησιν καὶ ἄνωθεν τὸν Χριστὸν λεμίον. Τοῦ Ἁγιοαναργυρίτου. | |
1 | Τιμῶ σε, λίθε, κἂν μικρὸς μὲν τὴν θέαν, Ἀλλὰ τὸν ἀχώρητον ἐντὸς εἰσφέρεις· Ἀλλ’ ὡς ἀληθῶς ἀμίαντος τυγχάνεις, Τὴν ἀμίαντον ἐντυποῖς γὰρ μητέρα, | |
5 | Ἣν παρθένον σύνοιδα, κἂν λεχὼ βλέπω Βρέφος θεὸν κύουσαν, ὦ ξένου τόκου! | |
2.219(t) | Ἕτεροι. | |
1 | Ἡ παρθένος ἄφλεκτος ὡς πρὶν ἡ βάτος, Κἂν μητρικῶς γεννᾷ γάρ ἐστι παρθένος· Πιστὸν τὸ θαῦμα τοῦτο κράσει καὶ λίθος Τὴν ἀμίαντον δεικνύων ταύτης φύσιν· | |
5 | Σεβάζομαι γοῦν τοῦ τόκου τὴν εἰκόνα. | |
2.220(t) | Ἕτεροι. | |
1 | Λειμὼν ὁ λίθος ὡς φυτὸν Χριστὸν ἔχων, Ῥίζα δὲ τούτου μητροπάρθενος κόρη· Ὁρῶν τὸ φυτὸν γνωστικῇ θεωρίᾳ Μάθῃς τὸ θαῦμα τοῦ ξένου μυστηρίου· | |
5 | Ἐκβλαστάνει γὰρ τὴν βροτῶν σωτηρίαν Θεὸς κυηθεὶς ὡς βροτὸς νέον βρέφος. | |
2.221(t) | Ἕτεροι. | |
1 | Ὡς εὖ γέ σοι γένοιτο, χεὶρ λιθοξόου! Τὸν γὰρ ἀχειρότμητον ἐξ ὄρους λίθον Ἐν ἀμιάντῳ τῇ λίθῳ διαγράφεις, Ἐξ ἀμιάντου παρθένου προηγμένον. | |
2.222(t) | Εἰς τὴν Χριστοῦ γέννησιν. | |
1 | Χριστὸς τὸ τεχθὲν, ἡ τεκοῦσα παρθένος, Σπορᾶς ἄνευ σύλληψις, ἄφθορος τόκος· Τοῖς γὰρ ἀτεχνῶς σωστικοῖς ἐναντίοις Ἔδει λυθῆναι τοῖς βροτοῖς τἀναντία. | |
2.223(t) | Εἰς τὴν ἀνάληψιν. | |
1 | Ἐν γῇ Χριστὸς χθὲς, καὶ βροτὸς νῦν ἐν πόλῳ· Τὸ θαῦμα διπλοῦν, καὶ τὸ δὴ μεῖζον τόδε· Παρὼν γὰρ εἰς γῆν οὐ μεθῆκε τὸν πόλον, Ἐκεῖ δὲ παρὼν οὐ κενοῖ τὴν γῆν πάλιν. | |
2.224(1t) | Εἰς εἰκόνα τοῦ ἀρχιστρατήγου Μιχαὴλ ἐκ προσώπου τοῦ | |
2t | πρωτοστράτορος τοῦ Γλαβᾶ. | |
1 | Ὦ πνεῦμα καὶ φῶς καὶ πυρὸς μένος φλέγων, Ὡς πνεῦμα τὸν νοῦν, ὡς δὲ φῶς τὴν καρδίαν, Ἀναψύχον φώτιζε καὶ ῥύθμιζέ με, Καὶ τῶν παθῶν μου τὴν κακὴν ὕλην φλέγε. | |
5 | Τὴν πίστιν ἀθρεῖς, τὸν χρυσάργυρον βλέπεις· Τί λείπεται γοῦν εἰς τιμὴν τῆς εἰκόνος; Ὁμώνυμός σοι τὴν τιμὴν πρωτοστράτωρ Δούκας ὁ Γλαβᾶς ἐκ ψυχῆς τάδε γράφει. | |
2.226(t) | Εἰς εἰκόνα τοῦ μεγάλου Γεωργίου καὶ τοῦ ἀρχιστρατήγου. | |
1 | Ἐξ οὐρανῶν ὁ μάρτυς ἱππεὺς ὁπλίτης· Εἰ δ’ οὐκ ἔχει κίνησιν, οὐδέν τι ξένον, Ὅπου γε καὶ νοῦς ἐν πτεροῖς ὢν οὐ τρέχει· Πλὴν ἔστιν ἀμφοῖν μυστική τις ὀξύτης. | |
2.227(t) | Εἰς εἰκόνα Χριστοῦ δι’ ἰνοκοπίας τὸν ἱματισμὸν ἔχοντος. | |
1 | Ὁ πάντα κοσμῶν καὶ πρὸ τῶν χρόνων μένων Εἶδος βρεφικὸν ὡς βροτὸς πλήρης φέρεις Ἐν ἱματισμῷ ψαλμικῶς διαχρύσῳ, | |
Κοσμῶν ἀτεχνῶς τὴν βροτῶν ἀκοσμίαν. | ||
2.228(1t) | Εἰς τὴν σταύρωσιν, τοῦ Λωπαδιώτου ἐκείνου | |
2t | κυρίου Ἀνδρέου. | |
1 | Θεὸς κλονεῖται καὶ κλονεῖ πᾶσαν κτίσιν, Μύει τὰς κόρας καὶ σκοτίζει φωσφόρους, Καὶ νεκρὸς ὀφθεὶς τοῦ Σατὰν νεκροῖ κράτος. | |
2.230(1t) | Εἰς εἰκόνα δεσποτικὴν ἔχουσαν ἐν τῇ περιφερείᾳ μαργά‐ | |
2t | ρους εἰς ἀέρα μέλανα πεπηγότας. | |
1 | Ὡς μαργαρίτην τὸν θεάνθρωπον μέγαν Γραφέντα λεπτοῖς ἀγλαΐζω μαργάροις Χέας ὑπ’ αὐτοὺς ἐκ βαφῆς εἶδος μέλαν, Ὡς ἂν τὸ βαθὺ τῶν παθῶν φύγω σκότος. | |
2.231(1t) | Εἰς τὴν θεοτόκον ᾗ παρειστήκεισαν ἄγγελοι ἐκ λίθου | |
2t | πεποιημένοι. | |
1 | Τοῦ σοῦ τόκου τὸ θαῦμα, σεμνὴ παρθένε, Κἀν τοῖς τύποις οὐχ ἧττον εὑρέθη ξένον· Τί γὰρ ἂν ἄλλο τοὺς ἀΰλους ἀγγέλους Τοὺς ἐξ ὕλης ἤμειψεν εἰς λίθου φύσιν; | |
2.232(t) | Εἰς τὸ Ἀναστάσεως ἡμέρα. | |
1 | Τί τοῦτο; καὶ φῶς καὶ ψυχῶν ἔαρ βλέπω. | |
Καὶ γὰρ ὁ χειμὼν τῆς φθορᾶς ἀπεῤῥύη, Καὶ πάντα φαιδρᾶς εὐποροῦσιν αἰθρίας· Τὰ γὰρ νέφη παρῆλθε τῆς ἀθυμίας· | ||
5 | Καὶ γίνεται μὲν εὐπρεπὴς ὁ νυμφίος, Ἀνίσταται δὲ καὶ σκυλεύει τοὺς τάφους, Καὶ δείκνυται φῶς καὶ διώκει τὸ σκότος· Καὶ κτείνεται μὲν τῆς φθορᾶς ὁ προστάτης, Συντρίβεται δὲ τῆς ταφῆς τὰ μοχλία, | |
10 | Συνείρεται δὲ τῶν μελῶν ἡ σαπρία, Γλυκαίνεται δὲ τῶν ψυχῶν ἡ πικρία· Καὶ φλὲψ ἀμυδρὰ καὶ ῥυεῖσα μακρόθεν Νῦν αἷμα ποιεῖ καὶ δροσίζει τὴν φύσιν· Ὀστοῦν δὲ νεκρὸν ἐν βραχεῖ σάρκας φύει, | |
15 | Καὶ ζῇ τὰ νεκρὰ καὶ πνοὴν αὖθις βρύει· Ἀνοίγεται δὲ συμπεσὸν πάλιν στόμα, Λαλεῖ δὲ νεκρὸς ἐκ ταφῆς ἀνηγμένος, Ἐντείνεται δὲ καὶ σφριγᾷ παρ’ ἐλπίδα· Ψυχαὶ δὲ τὸ πρὶν ταῖς σοροῖς καθειργμέναι, | |
20 | Καὶ παρὰ τοῖς σώμασι κατῳκισμέναι, Νῦν ἐκλυθεῖσαι τῆς σκιᾶς καὶ τοῦ γνόφου Καὶ τῆς ἐν αὐτῷ νεκρικῆς δυσοδμίας Ἀκωλύτως τρέχουσιν εἰς Ἐδὲμ τόπους· Καὶ πᾶσα λοιπὸν ἡ σπορὰ τῶν λειψάνων | |
25 | Εἰς ἀναβρασμοὺς καὶ γονὰς ὑπεκτρέχει. Οὐδεὶς Γαληνὸς ἐξορίσει τὰς νόσους, Οὐδεὶς παρ’ ἡμῖν φαρμακεὺς Ἱπποκράτης, Οὐδεὶς φυσικοῦ συγγραφεὺς λόγου Πλάτων· | |
Ληρεῖ γὰρ αὐτὸς καὶ καθεύδει Σωκράτης | ||
30 | Πρὸς τὴν μετεμψύχωσιν οὐκέτι βλέπων. Ἔχω παρόντα Πέτρον, ὃς λύει νόσους· Ἔχω γραφέντα Παῦλον, ὃς θραύει πόνους· Ἔχω σοφοὺς κήρυκας ἐξ ἀγραμμάτων. Τὸ γὰρ ἔαρ πάρεστι τῆς ἐγέρσεως, | |
35 | Ὃ καὶ γυναῖκες εἶδον ὡς χελιδόνες, Καὶ νῦν περιλαλοῦσι τοὺς ἀποστόλους Ἀηδόνας φανέντας ἀντὶ τεττίγων. Λευκόπτερος δ’ οὖν ἄγγελος κύκνου τρόπον Εὐαγγελικὰς ὀργανοῖ μελουργίας, | |
40 | Οὗ λαμπρὸν ἀπήχημα καὶ τὸν νοῦν Λόγον Εἶναι νομίζων εὐλόγησον, δέσποτα. | |
2.233(t) | Εἰς τὸν μέγαν ἄρχοντα τὸν Ῥαούλ. | |
1 | Κριθὰς, ἀριστεῦ, τοῖς ἐμοῖς ἵπποις πρόες· Τρεῖς γὰρ παρῆλθον ἅμα νυξὶν ἡμέραι Καὶ βρῶσιν αὐτοῖς οὐδαμῶς ἤνεγκέ τις· Ἂν οὐχὶ καὶ σὺ, φράσε μοι δὴ τί δράσω. | |
2.234(t) | Εἰς τὸν αὐτοῦ θεράποντα. | |
1 | Ἑστῶτα καὶ γελῶντα καὶ βλέποντά με Τὸν ἀγαπητὸν οὐκ ἀγαπῆσαι θέλω· Μισῶ γὰρ αὐτὸν ὡς ἀγεννῆ δορκάδα Καὶ κάνθαρον καὶ πτῶκα καὶ φαύλην φύσιν. | |
2.235(t) | Εἰς τὸν Κυζίκου. | |
1 | Ἐν Κυζίκῳ τὸν οἶνον ἀφθόνως πίνειν Οὐδέν τι καινόν· ἐν δὲ τῇ Βυζαντίδι | |
Καὶ μάλα καινὸν, θαυμάσιε δέσποτα. Τὸν Κυζικηνὸν τοιγαροῦν γλεῦκος δίδου | ||
5 | Διψῶντα σαφῆ μὴ παρατρέχων φίλον. | |
2.236(t) | Πρὸς τὸν ἡγούμενον τῆς μονῆς τοῦ Ἐφέσου. | |
1 | Τὸ σακκίον πέπομφα, τὸ κτῆνος βλέπεις· Ὁ παῖς παρεστώς· τοιγαροῦν, ὦ δέσποτα, Προῖκα χορηγὸς ἀντὶ χρηστῆρος γίνου, Τοὺς κριθίνους μάλιστα φαυλίζων φίλους. | |
2.237(t) | Εἰς τὴν δευτέραν παρουσίαν. | |
1 | Σοφόν τι ποιῶν ὁ γραφεὺς δεῦρο, ξένε, Πραῢν δικαστὴν τὸν θεόν σε δεικνύει, Σιγῇ δὲ κοσμεῖ τὰ σχεδὸν ζῶντα στίφη, Ὡς ἂν προσελθὼν ἀκριβῶς πάντα βλέπῃς | |
5 | Καὶ μὴ διαστῇς ἐκπλαγεὶς τῇ συγχύσει. Πλὴν εἰ πρὸ καιροῦ τὴν θεοῦ κρίσιν τρέμεις Ὁρῶν ἀμυδρὰς τοῦ θυμοῦ τὰς ἐμφάσεις, Τί χρή σε παθεῖν εἰ θεὸς πάντα κρίνων, Καὶ ζῇ τὰ νεκρὰ καὶ τὸ πῦρ τοῦτο βρέμει; | |
10 | Ὥστε βλέπων ῥύθμιζε, πιστὲ, τὸν βίον. | |
2.238(t) | Εἰς τὸν μέγαν σακελλάριον τὸν Καππάδοκα. | |
1 | Ἄμμον θαλασσῶν, ὑετῶν τε σταγόνας, Φυλλῶν ἀριθμὸν εἰς ἔαρος ἡμέρας, Τῶν ἀστέρων ὅμιλον ἀλλ’ εἰς αἰθρίαν Ῥᾷον διεξέλθοι τις ἢ τὰς ἀπλέτους | |
5 | Εὐεργεσιῶν τῶν τοσούτων πλημμύρας, Καὶ τῶν ἀπείρων δωρεῶν τὰς ἐκχύσεις, Ἃς ἐκκενεῖς μοι πλειστάκις τῆς ἡμέρας, Φροντιστά μοι καὶ μέγα σακελλάριε. | |
2.239(t) | Εἰς τὸν μέγαν στρατοπεδάρχην τὸν Ῥαούλ. | |
1 | Ἅπασαν ἀφεὶς νῦν περιττὴν φροντίδα Τοὺς θαλάμους πύκασε τῶν σῶν φιλτάτων, Καὶ τὴν παλαιὰν τῶν καλῶν φίλων σχέσιν Ὡς ἡδὺς ἐγκαίνιζε τοῖς ἔργοις φίλος· | |
5 | Μᾶλλον δὲ τοὺς θλίβοντας ἀῤῥήτως πόνους Ὡς βαρβάρους ἔξελε τῶν φιλουμένων Χρυσᾶ κατ’ αὐτῶν συμπαθῶς ῥίψας βέλη. Καὶ τίς γὰρ ὡς σὺ, κἂν λαλεῖν ἴσως θέλῃς, Κἂν ἔργα ποιῇς, ὁ χρυσοῦ κρείττων φίλος, | |
10 | Ὁ καὶ στρατηγὸς καὶ πολὺς ὢν ἀγχίνους, Καὶ φιλίας δύναμιν ἡμῖν ἐγχέας Ἣν οὐδ’ ὁ μακρὸς φαυλιεῖ δήπου χρόνος; | |
2.240(t) | Εἰς τὸ βιβλίον ὅπερ ὠργάνωσεν Δομεστίκῳ τῷ Ἀτζύμῃ. | |
1 | Τῷ τῶν θεμάτων τῆς ἕω Δομεστίκῳ, Τῷ παντοδαπῷ τῶν χαρίτων ὀργάνῳ Φιλῆς Μανουὴλ ὀργανῶ τὸ βιβλίον, Ἐνταῦθα συνθεὶς ἐξ ἐράνου τὸν φόρον· | |
5 | Ἔχοι γὰρ ἂν ἥδυσμα τὴν εὐρυθμίαν Εἴ πως ἄγοι καί τινα ῥᾳστώνης χρόνον Ὁ νοῦς ὁ πυκνὸς ὁ γλυκὺς πάντων πλέον, Ὃν ἔσχον ὀξὺν δυσπραγῶν εὐεργέτην, | |
Καὶ δεύτερον φῶς καὶ πνοὴν καὶ καρδίαν, | ||
10 | Ἀφ’ οὗπερ αὐτῆς ἐκπεσὼν τῆς πατρίδος Εἰς τὴν βασιλεύουσαν ἐῤῥίφην πόλιν. Πλὴν εἴπερ ἐξῆν καὶ ψυχὴν καὶ σαρκίον Αὐτῷ παρασχεῖν, οὐδαμῶς ἂν ἠχθόμην· Νυνὶ δὲ τἄλλα πάντα μετρίως ἔχει | |
15 | Κἂν αὐτὸς ὢν ἄριστος ἡδέως φέρῃ, Καὶ τὸν πρὸς ἡμᾶς εὐμενῆ στέργῃ τρόπον Ὁ τὴν περιθρύλλητον ἐξ ἔργων φύσιν Δεικνὺς λογικῶν εἰσφορῶν ὑπερτέραν. | |
2.241(t) | Εἰς τοὺς ἁγίους τεσσαράκοντα. | |
1 | Χειμὼν τὸ λυποῦν, σὰρξ τὸ πάσχον ἐνθάδε· Προσχὼν ἀκούσεις καὶ στεναγμοὺς μαρτύρων· Εἰ δ’ οὐκ ἀκούσῃ, καρτεροῦσι τὴν βίαν Πρὸς τὰ στέφη βλέποντες οὐ πρὸς τοὺς πόνους. | |
2.242(t) | Εἰς τὸν ἅγιον Θεόδωρον τὸν στρατηλάτην, τοῦ Προδρόμου. | |
1 | Κατὰ σκοποῦ βάλλουσι τῶν σῶν ὀμμάτων Οἱ τοξόται μείρακες, ὦ στρατηλάτα, Καὶ ταῖς μὲν ἐκτὸς καμμύεις λοιπὸν κόραις, Ταῖς δ’ ἐντὸς ὀξὺ τὸν ποθούμενον βλέπεις. | |
2.243(t) | Εἰς τὴν ἁγίαν Μαρίαν τὴν Αἰγυπτίαν. | |
1 | Ὁ νοῦς τὸ σῶμα πρὸς πόλον βιάσεται, Ἡ γῆ καθέλκει δεικνύουσα τὴν φύσιν· | |
Θεὸς δικάσων ἀέρος κρεμᾷ μέσον. Τί τάχα θάπτεις, Ζωσιμᾶ, τῆς Μαρίας; | ||
5 | Τὸν νοῦν; τὸ φῶς ὕψωσε τῆς θεωρίας, Τὸν χοῦν; τὸ πῦρ ἔφλεξε τῆς ἀσιτίας· Σκιὰν μόνην κάλυπτε τῆς Αἰγυπτίας. Ἔχει πάχος τι καὶ τὸ χρῶμα, ζωγράφε, Πρὸς τὸ σκιῶδες σῶμα τῆς Αἰγυπτίας· | |
10 | Εἰ γοῦν πρὸς ἐμφέρειαν ταύτην ἐγγράφεις, Ἀφεὶς τὸ χρῶμα γράφε πρὸς ἀϋλίαν· Εἰ δ’ οὐκ ἐφικτὸν τῇ τέχνῃ οὕτω γράφειν, Τὴν ζῶσαν ὡς ἄϋλον ὕλῃ μὴ γράφε. Σκιὰν σκιᾶς ἔγραψας, ὦ χεὶρ ζωγράφου· | |
15 | Σκιὰ γὰρ ἦν τὸ σῶμα τῆς Αἰγυπτίας Λεπτυνθὲν ὡς ἄϋλον ἐξ ἀσιτίας· Καὶ θαῦμα λοιπὸν πῶς σκιὰν σκιᾶς γράφεις. | |
2.244(t) | Εἰς τὸν προῤῥηθέντα Ῥαούλ. | |
1 | Λεία Μυσῶν εἴργαστο Ἄγαρ ἑστία Τανῦν ἀληθῶς, κατὰ τὴν παροιμίαν. Πλὴν οὐκ ἐν Μυσοῖς οὐδ’ ἐκ Μυσῶν τὰ σκύλα, Ἀλλ’ ἐκ παλάμης ἀνδρικῆς τῶν Αὐσόνων. | |
5 | Καὶ γὰρ ὁ γλυκὺς καὶ λαμπρός μου φωσφόρος Ὁ δημαγωγὸς τῶν καθ’ ἡμᾶς πραγμάτων, Καὶ μηχανουργὸς τῶν μεγαλουργημάτων, | |
Καὶ συντελεστὴς τῶν ἀριστουργημάτων, Ὁ συντομουργὸς καὶ δρομεὺς καὶ γεννάδας | ||
10 | Καὶ χειραγωγὸς τῶν ἐν μέσοις κινδύνοις, Τὴν ἀξίαν μέγιστος ἄρχων ἑῴας Καινήν τινα τήμερον ἵστησι νίκην Τῶν καθ’ Ἱσμαὴλ συμμάχων καὶ προμάχων. Καὶ γὰρ ὑπελθὼν τὰς σκηνὰς καὶ καλύβας, | |
15 | Καὶ τὰς στενωποὺς ὑπερβὰς ἀκρωρείας, Καὶ πᾶσαν ἁπλῶς τεγανώδη γῆς λόχμην Στεῤῥῶς διελθὼν καὶ κείρας καὶ συμφθείρας Ἐχθρῶν κεφαλὰς ἐκτεμὼν ἐν ἐκστάσει, Συχνὴν ἐπαγόμενος τὴν λείαν ἧκε, | |
20 | Γίγαντα ὑπέροφρυν καὶ γαυριῶντα Συγκάμψας τολμήματι τῆς εὐανδρίας, Ἔχων πρὸς ταῦτα συμμεριστὰς τῶν πόνων Τὸν αὐθόμαιμον τὸν Ῥαοὺλ τὸν ἀγχίνουν, Τὸ θαῦμα καὶ θέλγητρον τῆς εὐφυΐας, | |
25 | Καὶ βλύσμα τερπνὸν τῆς καλῆς εὐτολμίας· | |
Καὶ δὴ τὸν υἱὸν τὴν ταχυδρόμον φύσιν, Τὸν Ἰωάννην τὸν κλεινὸν ἐν τοῖς τρόποις, Εὔμουσον, εὐπρόσωπον, εὔχαριν, νέον, Ὀξὺν μὲν ἰδεῖν καὶ νοῆσαι τὸ πρέπον, | ||
30 | Ταχὺν δ’ ἐπὶ πράξει τε τῆς στρατηγίας, Αὐτῶν μὲν ἐχθρῶν τὸν στεῤῥὸν ἀναιρέτην, Καὶ τῶν φαλάγγων τακτικὸν ἐπιστάτην, Ὃν ὁ τρόπος δείκνυσιν ἐκ τῶν πρακτέων· Εὐφράνθη καὶ γὰρ ἀληθῶς ἡ καρδία | |
35 | Τῶν ἐλπισάντων ἐλπίδι τῇ κρείττονι Αὐτὸν Ἱσμαὴλ ὡς Γολιὰθ πρὶν ἄλλον, Τῇ σφενδόνῃ Πνεύματος τοῖς τρισὶ τούτοις Κάραν ἀθλίαν συντριβέντα θανέντα. Οὐκοῦν συνευφραίνομαι κἀγὼ τοῖς ἄλλοις, | |
40 | Καί σοι νικητήρια ἐκ ψυχῆς ᾄδω, Σκιρτῶν χορεύων καὶ κροτῶν μου τὰς χεῖρας· Οἰωνὸν ἀπαίσιον οὔτοι που κρίνω Τέλμα βαλβίδος ἐνταυθοῖ μου τοῦ δρόμου· Ἀλλ’ ὦ τελεστὰ τῶν καλῶν τῶν τοιούτων, | |
45 | Καὶ συλλαβιστὰ τῆς καλῆς εὐβουλίας, Καὶ κλεὶς ἀληθῶς τῶν σοφῶν βουλευμάτων, Καὶ ῥοῦς ἀμιγὴς τῶν κακῶν ῥυπασμάτων, Καὶ γλῶσσα μακρῶν εὔπορος σοφισμάτων, | |
Καὶ κρᾶμα μουσῶν ἢ χαρίτων ἑστία, | ||
2.244(50) | Καὶ βλέμμα σεπτὸν γνωστικῆς θεωρίας, Καὶ θαῦμα καὶ θέλγητρον ἐξ εὐφυΐας, Καὶ ῥυθμικὸν χάρισμα καὶ φρενῶν βάθος, Καὶ τακτικὸν φρόνημα τῷ χρόνῳ πρέπον, Ὁ πάντα νικῶν τῇ κατ’ αἴσθησιν κρίσει, | |
55 | Καὶ πρὸς μάχας ἄτρεπτε καὶ περιστάσεις, Καὶ πρὸς πόνους ἄκαμπτε τῶν ἐν ταῖς ζάλαις. Ἡ ζῶσα λαμπὰς, ἡ λαλοῦσα γλυκύτης, Ὁ μέγας ἄρχων τῆς ἑῴας ἁπάσης, Ὁ καὶ στρατηγὸς καὶ πρωρεὺς καὶ τεχνίτης, | |
60 | Καὶ λοχαγωγὸς καὶ στρατάρχης τῶν τῇδε, Μικρόν τι προσχὼν ἀκροῶ μοι τῶν λόγων. | |
2.245(1t) | Ἐπιτάφιοι εἰς τὸν μέγαν οἰκονόμον τὸν Καππαδόκην | |
2t | ἐκ στόματος τοῦ Κυζίκου τοῦ ἀδελφοῦ αὐτοῦ. | |
1 | Ἀδελφὲ, σὺ μὲν καὶ τελευτήσας μένεις Πρᾶξιν λόγων ἄριστα συζεύξας κράτει· Τὸν θύλακον γὰρ τῆς ῥοῆς διεξέδυς, Ὃν ἐκ βρέφους δύσοιστον ἡγοῦ φορτίον· | |
5 | Ἐγὼ δέ σου πλὴν, αἲ ῥάγηθι καρδία, Τί πείσομαι ζῶν καὶ τὸ συμβὰν δακρύων; | |
2.246(t) | Ἀμοιβαῖοι. | |
1 | Ἐκεῖνο τοῦτ’ ἧν ὃ πρὸ παντὸς ἐσκόπουν, | |
Καὶ τὸν πολυστένακτον ἐθρήνουν βίον. Ποῦ γὰρ ὅ μοι δέδωκεν ὁ χρόνος κλέος, Ἥλιε καὶ γῆ καὶ λογικαὶ φροντίδες; | ||
5 | Πλὴν, ὦ δικαστὰ, σῶσε τὸν πταίσαντά σε, Τὰς εὐθύνας τρέμοντα καὶ πρὸ τῆς δίκης. | |
2.247(t) | Εἰς τὴν σφενδόνην τοῦ βασιλικοῦ δακτυλίου. | |
1 | Ὁ μὲν πατήρ μοι τὴν κρίσιν τῆς ὀγδόης, Ἐγὼ δέ σοι δίδωμι τὴν τῆς ἑβδόμης· Δεῖ γοῦν, βασιλεῦ, τοὺς κριτὰς τῆς ἑβδόμης, Φησὶ Σολομὼν, προσκοπεῖν τὴν ὀγδόην. | |
2.248(t) | Πρὸς μικρόψυχον παραινετικοί. | |
1 | Ψυχὴ, περιττὰ μὴ σοφίζεσθαι θέλε, Μηδ’ ἐκδίδασκε τὸν θεὸν τὸ συμφέρον· Ὅπερ δέ σοι δίδωσιν αὐτὸς προσκύνει. Οὐκ οἶδας ὡς στέργει σε καὶ πατρὸς πλέον; | |
5 | Οὐκ οἶδας ὡς πέφυκε καὶ σοφὸς μόνος; Εἰ γοῦν ἀπατᾷ, καὶ νοεῖ τὸ συμφέρον, Πάντως ὅ σοι δέδωκε τοῦτο συμφέρον. Ζητεῖς ὁ παῖς μάχαιραν ἠκονημένην, Ἡ γὰρ θέα θέλγησε τῆς στιλβηδόνος· | |
10 | Ὁ σὸς δὲ πατὴρ οὐ δίδωσι τὸ ξίφος, Τὴν γὰρ τομὴν δέδοικεν, ἣν σὺ οὐ βλέπεις· Ὅθεν μίσος σοι τὸ δράμα δοκεῖ τόδε· Καὶ κλαυθμυρίζεις καὶ σπαράττεις τὴν κόμην, Ῥιπτεῖς δὲ σαυτὸν κατὰ γῆς καὶ ταράττεις. | |
15 | Ὁ δὲ προσηνῶς προσγελᾷ σου τὸ πάθος, Οὐδὲν μὲν ἐκ τούτου σε βλάπτεσθαι κρίνων, Ἐκ τοῦ ξίφους δὲ καὶ σφαγὴν δοκῶν βλέπειν· Τέλος δ’ ἀνιστῶν ἀγκάλαις προσλαμβάνει, Φιλῶν, κολακεύων σε σύμπασι τρόποις· | |
20 | Κἂν μὲν κατὰ πάντα σε εὔθυμον ἴδοι, Ἔθρεψεν, ἠξίωσε καὶ γλυκασμάτων· Τῆς μικρολυπίας δὲ μὴ πεπαυμένον Ἔτυψεν ἤδη μὴ φέρων τὴν μωρίαν, Ἣ καὶ μετεστήσατο μακρὰν πολλάκις, | |
25 | Ἕως τὸ πένθος τὸν μαρασμὸν προσλάβοι, Ἤτοι πρὸς ὕπνον ἐγκλισθέντος ἀθρόον Ἢ παισὶ συμπαίκτορσιν ἐσχολακότος, Καὶ συμπερισπασθέντος ἐν τοῖς παιγνίοις. Συνεὶς τὸ ῥηθὲν ἀνδρικῶς λοιπὸν φρόνει, | |
30 | Ἐπεὶ τὸ μικρόλυπόν ἐστι νηπίων. | |
2.249(t) | Ὡς ἀπὸ στόματος γυναικὸς εὐγενοῦς τινος καὶ ἐναρέτου. | |
1 | Εἰμὶ μὲν, ἀλλ’ οὐκ οἶδα τίς τε καὶ πόθεν· Τῶν εὐγενῶν; καὶ τοῦτο πᾶς ἄν τις λέγοι. Τῶν μᾶλλον ἁβρῶν; ἀλλὰ μὴν πάντες κόνις. Ἀλλ’ εὐκλεής; τὸ κέρδος οὐχ ὁρῶ πόθεν· | |
5 | Ἀλλ’ εὐπρεπής; τὸ κάλλος ἡ γῆ δεικνύτω. Εἰμὶ δὲ μηδὲν, ἀλλὰ μὲν πάλιν μένω· Κἂν χοῦς ὁ πηλὸς, ἀλλὰ τὸ πνεῦμα στέγει· Ῥεῖ πᾶς ὁ χιτὼν, ἀλλ’ ὑφίσταμαι πλέον· Εἰς γῆν τὸ ῥευστὸν, ἀλλ’ ἐγὼ καὶ βελτίων· | |
10 | Σκηνὴ τὸ παρὸν, εἰ δὲ καὶ μίμων γέλως, Ὅρα, θεατά· μὴ γὰρ οὐκ ὄντως γέλως; Ἦλθόν ποτ’, εἶδον, εἶτ’ ἀπελθοῦσα φθάνω· Ὀξύς με καὶ γὰρ ὑπεδέξατο χρόνος, Οὗ δὴ τὸ μὲν παρῆλθεν, οὐ γὰρ ἵσταται, | |
15 | Τὸ δ’ ἔστιν· ἀλλ’ ἀπῆλθε καὶ τόδε τρέχον. Ποῦ δὴ τὸ λοιπόν; εἰς τὸ μέλλον ἐκρύβη; Περὶ δὲ τοῦ μέλλοντος εἰπὲ τίς λόγος. Ὦ τίς ἐγώ; τίς; ἀγνοῶ γὰρ τὴν φύσιν· Νηδὺς μὲν ἐξ αἵματος ὠργάνωσέ με, | |
20 | Καὶ βαθὺς ἦν δήπουθεν αὐτῆς ὁ γνόφος· Ἐπεὶ δὲ καὶ προῆλθον εἰς φῶς αὐτίκα, Πάλιν ἐπ’ ἄλλον εὐτρεπίζομαι γνόφον, Πλὴν εἴτε φῶς ἐκεῖνος, εἶθ’ οὗτος γνόφος, Εἶθ’ ὃ βλέπω, φῶς, εἶθ’ ὃ μὴ βλέπω, σκότος, | |
25 | Οὐκ οἶδα σαφῶς, οὐ μὰ τὸν φθόρον τάφον, Ὅς ἐστι γὰστὴρ τοῖς θανοῦσι δευτέρα· Δειχθήσεται γὰρ ἄλλος ἐντεῦθεν τόκος, | |
Ὅταν ὁ πατὴρ καλέσῃ τῆς φύσεως Τὸν ὠδίνων γέμοντα τῆς δίκης χρόνον· | ||
30 | Μήτηρ με γεννᾷ καὶ προμήτωρ λαμβάνει· Μαιεύομαι γὰρ εἰς τὸν ὕστερον τόκον· Μᾶλλον δὲ τῆς μητρός με γεννώσης βίᾳ Ποιεῖ τελευτᾶν ἡ προμήτωρ εὐθέως· Ἐκεῖνο τῆς γῆς, τοῦτο τῆς Εὔας πάθος· | |
35 | Ἢ τοῦτο δὴ κἀκεῖνο καρπὸς τοῦ ξύλου, Καὶ τῆς ἐφ’ ἡμᾶς τοῦ Σατὰν κακουργίας. Εἰ γοῦν θέλεις, ἄνθρωπε, μαθεῖν τὴν φύσιν, Πρόκυπτε καὶ ζῶν ἐξερεύνα τὸν τάφον, Καὶ τὴν μὲν ἀντίμιμον εἰκόνα σκόπει· | |
40 | Τὰ δ’ ἔνδον ὀστᾶ μὴ παρατρέχων σύνες, Ὁρᾷς τὸ κάλλος τοῦτο; χοῦς τὸ πᾶν κάτω, Καὶ σαπρὸς ἢ δύσοδμος ἡ πλάσις γράσος· Ὥστε βλέπων σύναγε σαυτὸν ἐνθάδε, Καὶ πρὶν παρελθεῖν σωφρονέστερος γίνου. | |
45 | Ἐγὼ δὲ τὴν μέλλουσαν ἀθροῦσα κρίσιν Ἐκ τῆς κατὰ τὴν πίστιν ἁπλῆς ἐγγύης, Ἐκεῖνο τοῦτό φημι τὸ θρυλλούμενον, Οὐκ ἔστιν οὐδὲν τῶν κακῶν τῶν ἐν βίῳ, Οὐ μέμψις οὐδὲ πρᾶξις οὐδὲ κακία, | |
2.249(50) | Ἣν, σῶτερ, αὐτὴ μὴ πεπλημμέληκά σοι Κατά τε νοῦν καὶ φθέγμα καὶ προαίρεσιν, Γνώμης τε βουλήματι καὶ ψυχῆς θέσει, Ὑπὲρ τὸ κοινὸν ἐξαμαρτήσασά σοι. | |
Σὸν οὖν τὸ σώσειν ὡς ἐμὸν τὸ νῦν λέγειν. | ||
2.250(1t) | Πρὸς τὸν τοῦ αὐτοκράτορος ἀνεψιὸν κύριον Ἀνδρόνικον Ἀσὰν | |
2t | τὸν Παλαιολόγον. | |
1 | Ὁ παντοδαπὸς ὁ χρυσοῦς ὁ γεννάδας, Ἡ ποικίλων βρίθουσα χαρίτων φύσις, Τὸ καρδιακὸν τῶν ἐμῶν φῶς ὀμμάτων, Πρόβατον ἡμῖν πιμελῆς πλῆρες δίδου, | |
5 | Ὡς ἂν πεπανθῇ καὶ πρὸς ἔκρυσιν φθάσῃ, Πᾶν εἴ τι πυκνὸν ἢ σεσηπὸς ἢ νόθον Τὴν τῶν πόρων ἔμφραξιν ἐσφήνωσέ μοι· Τὸ γὰρ περὶ τὰ στέρνα τῶν ὑγρῶν βάρος Ἔτι πεπηγὸς τὴν πνοὴν εἴργει τρέχειν. | |
10 | Ναὶ κύνα μικρὸν φιλοδέσποτον τρέφε, Προθεὶς ἁπαλὰ καὶ νεότμητα κρέα· Τὸ γὰρ τέρας ἐκεῖνο τῆς ἀσαρκίας, Τὸ ξυντετηκὸς καὶ πολύτριχον δέρας, Τὸ κοῦφον ὀστοῦν, ἡ τεταρταία φρίκη, | |
15 | Τὸ φασματῶδες κτῆνος, ἡ θνητὴ χάρις, Ἡ στυγνότης ἡ σῆψις ἡ δυσωδία, Τὸ τραῦμα τῆς γῆς, ἡ παλαμναία κρίσις, Τὸ τῆς φθορᾶς βόσκημα τὸ πρὶν ἀρνίον, Ἔτι μαλακῆς ἐσθιώμενον χλόης, | |
20 | Ἔτι δοκοῦν ὕδατος ἀσμένως πίνειν, Ὡς νεκρὸν ἐκπέπνευκε τρυγὸς τέως, Καὶ νῦν πρόκειται πᾶσιν ἁπλῶς ὀρνέοις | |
Εἰς ἀπάτην δήπουθεν ὀστώδης θέα. Τὸ γὰρ καταπτὰν καὶ προσεγγίσαν μόνον | ||
25 | Παρῆλθεν εὐθὺς τὴν ἀπόστροφον τύχην, Κεκλασμένον τὸ ῥῖχος ἐντεῦθεν φέρον. Μᾶλλον δὲ μὴ πρόβατον ἀλλ’ οἶνον δίδου, Ὡς ἂν μεθυσθεὶς ἀγνοήσω τὸ βρέτας Τὴν Στύγα τὸν τελχῖνα τὴν ἀποφράδα· | |
30 | Καὶ γὰρ δι’ αὐτὸ πᾶν ἀπειπάμην κρέας, Ὡς καὶ κατ’ αὐτῶν δυσφορεῖν τῶν περδίκων. Καὶ τῶν λαγωῶν, ἀλλὰ καὶ τῶν δορκάδων. Ἐγὼ δ’ ἐπαινῶ τὸν διδάσκαλον χρόνον, Ὃς καὶ τοσοῦτον ἄγος ἐγνώρισέ μοι· | |
35 | Τὸν ἥλιον δὲ τόνδε θαυμάσας ἔχω, Ὅτι περ οὐκ ἔμυσεν οὐδ’ ἀπεκρύβη Τοιῷδε κακῷ προσβαλεῖν τὴν λαμπάδα. | |
2.251(t) | Ἐπιτάφιοι εἰς τὸν μέγαν στρατοπεδάρχην. | |
1 | Τὸ μὲν στάχυς τέμνειν σε λευκοὺς ἐν θέρει, Χρόνε σθεναρὲ, καὶ τρυγᾶν ὅταν δέῃ Θαυμαστὸν οὐδὲν, τοῦτο γὰρ δὴ τὸ πρέπον· Τὸ δ’ εὐθὺς ἐκκύψασαν ἐκτέμνειν χλόην | |
5 | Ἢ μετρίους ὄμφακας ἐξ ἀπληστίας, Ἀλγεινὸν ἂν δήπουθεν ἡ φύσις κρίνῃ· Ἀλλὰ τὸ δεινὸν τοῦτό σου, φθόρε, θράσος Καὶ ῥιζόθεν μέμηνεν εἰς τὰς ἐκφύσεις· | |
Συνήγαγες δὴ τὸ χρυσοῦν ἅπαν γένος | ||
10 | Εἰς τὴν κιβωτὸν δυστυχῶς τῶν ὀστέων, Στρατοπεδάρχην τὸν μέγαν τὸν ἀγχίνουν Καὶ τὴν Ἑλένην τὴν ὑπὲρ τὴν Ἑλένην Κρύψας πρὸ καιροῦ φεῦ σὺν αὐτοῖς τοῖς τέκνοις. | |
2.252(1t) | Ἀλεξίου τοῦ Μακρεμβολίτου περὶ τῆς τοῦ θεοῦ βασιλείας, | |
2t | καὶ τῶν ἑπομένων αὐτῇ νεκρῶν. | |
1 | Τὸ παρομαρτοῦν διώκοντες ἀφρόνως, Ἄληπτον ἡμῖν φεῦ τὸ πρόσθεν εὑρέθη· ᾯ γὰρ δέμας πέφυκε ληφθὲν ἐκ πόνων, Τούτῳ γε σκιὰ ἕψεται ἄτερ πόνων. | |
2.253(t) | Τοῦ Προδρόμου εἰς λαίμαργον. | |
1 | Ἐρᾷ τρυφῆς τὸ σῶμα, τοῦτο καὶ κύνες· Ἀσιτίας τὸ πνεῦμα, τοῦτο καὶ νόες· Ἑλοῦ τὸ κρεῖττον καὶ συναφθεὶς ἀγγέλοις, Καὶ μὴ τὸ χεῖρον καὶ καταχθεὶς εἰς κύνας. | |
2.254(t) | Εἰς κλίνην. Τοῦ αὐτοῦ. | |
1 | Βλέπω σε, κλίνη, καὶ πρὸ τοῦ τάφου τάφον, Ἐπεὶ φέρεις με ζῶντα νεκρὸν ἐνθάδε, Ἐν σοὶ ταφῆς φέροντα πᾶσαν εἰκόνα· Πρὸς ὕπνον ἦλθον, ποῦ τὸ φῶς τῶν ὀμμάτων; | |
5 | Τὸν μακρὸν ὕπνον εἰκονίσεις τοῦ τάφου· Πνοὴ μόνη με ζῶντα δεικνύει μόνον, Ἀργοῦσι χεῖρες, οὐ βαδίσουσι πόδες· Οὐ ταῦτα νεκρότητος, ὥσπερ εἰκόνες; Τὸ δὲ σκέπον σε καὶ καλύπτον οὐκ ἔστι | |
10 | Σφραγὶς τελευτῆς τοῦ τελευταίου λίθου; Ῥιπτῶν δὲ τοῦτο τὴν ἀνάστασιν νόει, Καὶ τὴν τελευτὴν φαντάζου καθ’ ἡμέραν, Καὶ τοῦ τέλους φρόντιζε καὶ τῆς ἐξόδου, Ὥσπερ τάφον σου τὴν ἀνάκλισιν βλέπων, | |
15 | Ἐπεὶ τάφος σε πρῶτον ὕστερον μένει. | |
2.255(t) | Τοῦ αὐτοῦ κατ’ εὐνούχων. | |
1 | Ἔστι γένος τι τῶν ἀνακτόρων μέσον Θῆλυ πρὸς ἄῤῥεν, ἄῤῥεν εἰ θῆλυ βλέπει· Ἄμφω δὲ κοὐδέν ἐστιν, ὧν δ’ ἔχει δύο Τοῦ μὲν μετέσχεν οὐδαμῶς, τὸ δ’ ἐῤῥύη· | |
5 | Κρατεῖ δὲ πᾶσι καὶ κρατεῖται τοῖς ὅλοις, Καὶ πάντα τολμᾷ, πάντα δὲ φρίσσει τρέμον· Στέργει γέλωτας, ἀλλ’ ἐρᾷ τῶν δακρύων· Ἄδοξόν ἐστι κομπόδοξον ὂν φύσει, Τυραννικὸν, λατρῶδες, ἄστοργον φύλον, | |
10 | Σεμνὸν, ταπεινὸν, ἄφρον, ἄγλωττον, λάλον, Δοῦλον, βίαιον, θυμικὸν, δειλὸν, λάγνον· Ἐκ τῶν ἄκρων κραθὲν δὲ τῶν ἐναντίων | |
Ἄκρον πέφυκεν ἐκ κακῶν κακὸν μέγα. | ||
2.256 | .................................. | |
1 | Ἐὰν ἐνθυμηθῇ φησὶ πρὸς κύριον στραφῆναι· Οὐ γὰρ τὸ πλάσμα τῶν αὐτοῦ χειρῶν ἀποποιεῖται Κἂν ὑπὲρ ἄμμον θαλασσῶν πταίσῃ ἀνομήσῃ. Πυρὸς σπινθὴρ ὕλην πολλὴν πολλάκις εἷς ἐκκαίει, | |
5 | Καὶ ἓν καλὸν εὑρίσκεται πολλῶν ἁμαρτημάτων Ἐξάλειπτρον γενόμενον, καὶ τοῦτο θεοῦ δῶρον. Καὶ σκόπει τὰ ἐντάλματα τοῦ ἀγαθοῦ δεσπότου· Μὴ κρίνῃς σου τὸν ἀδελφὸν, φησὶ, μηδ’ ἐπιμέμψῃ, Καὶ οὐδ’ ἐγώ σε οὐδαμῶς, ἄνθρωπε, κατακρίνω· | |
10 | Καὶ τῷ πλησίον ἂν ἀφῇς εἴ τι εἰς σὲ ἁμάρτῃ, Κἀγώ σοι πάντα συγχωρῶ ὅσα ἂν ἁμαρτήσῃς· Τῶν ἐνταλμάτων γὰρ ἐμοῦ λήθην οὐδὲν ποιοῦμαι· Ὡς γὰρ ἀπείρους κλύδωνας εἰδήμων κυβερνήτης Ἐξέφυγε πρὸς ἀγαθὸν ἀποσωθεὶς λιμένα, | |
15 | Οὕτω καὶ νουνεχὴς ψυχὴ εἰς οὐρανοὺς ἀνῆλθε, Κἂν πάμπολλα καθέστηκε κακὰ ἐργασαμένη. Εἰ τοίνυν καὶ τὰ ἐν κρυπτῷ κρίνει θεὸς ὡς ἔχει, Εἰ δ’ ἄνθρωποι καὶ τὸ γνωστὸν κρίνουσιν ἐσφαλμένως, Ἔα τηνάλλως τοὺς σκαιοὺς βαΰζειν φιλοσκώπτας, | |
20 | Σκότος κατέχοντας βαθὺ ἀντὶ λαμπροῦ ἡλίου· | |
Σὺ δ’ ἐγκαινίζουσα σαυτὴν λοιπὸν μηδόλως παύσῃ, Ἄχρις ἂν καὶ τὸ τῆς ψυχῆς ὁμοιωθῇ σου κάλλος Τῷ κάλλει τῷ τοῦ σώματος, καὶ γένῃ πανωραία, Καὶ σώσῃς μετὰ σεαυτῆς καὶ τὸν ἐμὸν δεσπότην, | ||
25 | Ἀληθινὸν δεικνύουσα τοῦ θείου Παύλου λόγον. | |
2.257(t) | Τοῦ αὐτοῦ. | |
1 | Ἄγχει με δεινῶς πνεῦμα παχὺ καὶ θλίβει Εἰσρυὲν ἀπό τινος ψυχρᾶς ἰκμάδος, Πταρμῶν τε συχνῶν ἐξερεύγεται ψόφους, Καὶ τὴν κεφαλὴν συγκλονεῖ καὶ ταράσσει· | |
5 | Ἡ ῥὶν δὲ πικρὰς σταγόνας καταστάσει Μεμιγμένας αἵματι διεφθαρμένῳ, Αἳ δριμύν μοι φεῦ προξενοῦσι τὸν πόνον, | |
Καὶ πάθος ἄλλο χαλεπωτέρως ἄγχον· Τὸ ἔργον τουτὶ τῆς μοχθηρᾶς δουλείας· | ||
10 | Κραυγὰς γὰρ ὡς μάστιγας ἐμπίπλησί μοι Κεφαλαλγιῶν καὶ νόσων παραιτίους, Καὶ ψυχικῶν δήπουθεν κηλίδων πλέον. Σὺ δ’ οὖν, φίλων ἄριστε, μὴ τέρπου μόνος, Ἀλλ’ εἴπερ φιλεῖς τὸν πνέοντά σε ξένον, | |
15 | Ἀληθεστάτην δεῖξον τὴν παροιμίαν. | |
2.258(t) | Τοῦ αὐτοῦ εἰς τὰς οὐρανίους δυνάμεις. | |
1 | Οὐρανὸν μικροῦ τόνδε τὸν δόμον βλέπων Ἑαυτὸν πᾶς τις εἰσιὼν ἁγνιζέτω· Τὰ γὰρ παναγῆ στρατεύματα τῶν νόων Ἑστηκότα κύκλωθεν τὸν κτίστην μέλπει. | |
5 | Χερουβὶμ ἀθρῶν καὶ Σεραφὶμ ἐνθάδε, Θρόνους μετ’ ἀρχῶν, δυνάμεις, ἐξουσίας, Κυριότητας, ἀγγέλους, ἀρχαγγέλους, Τῆς κρίσεως δὴ καὶ τὰς ἐμφάσεις σκόπει. Σιγῇ θεωρῶν τὰ σχεδὸν ζῶντα στέφη | |
10 | Στῆθι πᾶς πιστὸς ἐνθαδὶ μετὰ δέους, Μηδὲ γρὺ τολμῶν τῶν κάτω λέγειν πέρι, Καὶ παροξύνῃ κατ’ αὐτοῦ τὸν δεσπότην. Εἰ Δανιὴλ δέδορκεν ἀγγέλων ἕνα Καὶ ἰσχύος δὴ καὶ πνοῆς πλὴν εὑρέθη, | |
15 | Τί ἂν τοσούτους δεῦρό τις βλέπων πάθῃ Καὶ ταῦτα μὴ σχὼν τοῦ Δανιὴλ τὴν χάριν; Ἂν ἐμφάσεις θέλγουσι τὰς ὄψεις μόνον, Αἳ ἐξ ὑλικῶν ὑπέστησαν χρωμάτων, Πόσῳ μᾶλλον τέρψουσι τὰ πρῶτα κάλλη, | |
20 | Ἃ τοῦ παντὸς γέγραφεν ὁ πλάστης Λόγος! Λαβὼν ὁ κριτὴς τὰς ὑπ’ αὐτὸν δυνάμεις Κατῆλθε δεῦρο καθεσθεὶς μετὰ δόξης· Οὐκοῦν πᾶς πταιστὸς εἰς ἑαυτὸν ἐλθέτω, Μὴ τὰ καθ’ ἡμᾶς ἐξετάσων παρέστη. | |
25 | Τὸ πρὶν φίλον σοι νῦν δὲ φῶς ἡμῖν φίλον Ὁρῶν μεθ’ ἡμῶν τῶν ψυχῶν ὁδοστάτα, Ἔκστηθι μακρὰν τοῦδε τοῦ θείου τόπου· Οὐδὲν γάρ ἐστι κοινὸν φωτὶ πρὸς σκότος. Τοὺς πλὴν ὕλης, ἄνθρωπε, ὑλικοὺς βλέπων | |
30 | Ἀντιστρόφως φάνηθι σὺ τούτων ἴσος, Ἐπεὶ διὰ σὲ καὶ ὁ τεχνίτης Λόγος | |
Ὑλικὸν ἀνέλαβεν εἶδος, ὡς βλέπεις. Τῷ παμβασιλεῖ καὶ θεῷ καθημένῳ Λειτουργίαν φέρουσιν ἀγγέλων τάξεις, | ||
35 | Ὅπως διδαχθῇ ἐντεῦθεν πᾶς τις θύτης Λειτουργίαν ἄμεμπτον αὐτῷ προσφέρειν. | |
2.259(t) | Τοῦ Προδρόμου. | |
1 | Ὦ τοῦ πάθους δέσποινα, καὶ σὺ δακρύεις! Καὶ τίς ἀρωγὸς τῶν παρ’ ἡμῖν δακρύων, Εἰ καὶ σὺ πάσχεις ἄξια θρηνῳδίας; Τίς ἐλπὶς ἄλλη, τίς παράκλησις φράσον. | |
5 | Καὶ μὴν ἐχρῆν σε μᾶλλον εὐθύμως ἔχειν, Ὡς τὴν χαρὰν τέξασα τὴν παγκοσμίαν. „Ἄνθρωπε, καὶ πῶς, τοῦ γένους ὡρμημένου Εἰς κακίας βάραθρα πενθεῖν οὐκ ἔχω, Καὶ τρίχας τίλλειν καὶ τὰ στέρνα μου τύπτειν, | |
10 | Βλέπουσα ὑμᾶς εἰς ἀπώλειαν πάντας, Καὶ εἰς ὄλεθρον τῆς πικρᾶς ἁμαρτίας; Ἂν γὰρ ἐκ ψυχῆς τῷ ἀγαθῷ δεσπότῃ Προσελθόντες κλαύσητε νοῦν μεταθέντες, Ὁρῶσα φωτὸς ἐργάτας οὐ τοῦ σκότους, | |
15 | Οὐ δακρύσω δὴ, οὐδὲ πενθήσω ἔτι, Ἀλλὰ μεθ’ ὑμῶν σκιρτήσω αἰωνίως.“ | |
2.260(t) | Τοῦ Μακρεμβολίτου. | |
1 | Ἥσυχος γυνὴ, κἂν σοβὰς μὲν τυγχάνῃ, Παρὰ πολλοῖς πέφυκεν ἐξυμνουμένη· Φιλεῖ πᾶς αὐτῆς τούς γε μετρίους λόγους, Ἢ τῆς λαγνείας ἐκκακίζει τὸν τρόπον. | |
5 | Τὸ γὰρ ἐπαφρόδιτον τὴν φύσιν ἔχειν Εἶδος προεξένησε λαμπρὸν, οὐ τρόπος, Ἢ καὶ μελιτόβρυτον ἴσως γε στόμα, Ἢ ῥεῦμα θοροῦ φυσικῆς τυραννίδος, Ἢ μὴ τυχοῦσα καὶ καλοῦ συνευνέτου, | |
10 | Ἃ τοὺς ἐραστὰς καὶ τρυφητὰς καὶ λάγνους Ἕλκουσι καὶ σύρουσι μαγνήτου δίκην. Λάλος δὲ γυνὴ κἂν πάνυ σώφρων πέλῃ, Ὑπ’ οὐδενὸς πέφυκεν ἐξυμνουμένη· Μισεῖ πᾶς αὐτῆς τούς γε κερτόμους λόγους, | |
15 | Ἢ τῆς ἁγνείας ἐκθειάζει τὸν τρόπον. Τὸ γὰρ ἀναφρόδιτον τὴν φύσιν ἔχειν Εἶδος προεξένησεν αἰσχρὸν, οὐ τρόπος, Ἢ φύσεως δήπουθεν ἀκινησία, Ἢ καὶ νόσου σώματος ναρκώδους δρόμος, | |
20 | Ἢ συγγόνων τήρησις, τάρβος εὐνέτου· Ταῦτά γε μὴν αἴτια μᾶλλον ἢ τρόπος. Εἰ δ’ αὖ λάλος τε καὶ λάγνος ἄμφω πέλει, Διπλοῦν τὸ κακόν ἐστι τῷ κεκτημένῳ· Πλὴν πᾶσα κακὴ, ὥς που τὶς σοφὸς λέγει, | |
25 | Καὶ πείρας ἄνευ οὐδεμία μεμπτέα, Ἐλθοῦσα δ’ αὕτη χάριτος τινὸς μέτα. | |
Οὐκ οἶδε μίαν Σολομὼν εἰς χιλίας. | ||
2.261(t) | Εἰς εἰκόνα τῶν κορυφαίων. | |
1 | Οἱ συμμαθηταὶ ζῶσι καὶ νῦν ἐν τύποις, Καὶ συλλαλοῦσιν, ὥσπερ ἦν αὐτοῖς ἔθος. Εἰ δ’ οὐκ ἀκουστὰ τὰ διωμιλημένα, Μυστηριώδης ἐστὶν ἡ ξυντυχία. | |
2.262(t) | Εἰς τοὺς ἁγίους μάρτυρας Θεοδώρους. | |
1 | Οἱ μάρτυρες νικῶσι τὴν κοινὴν φύσιν· Καὶ γὰρ ἄκαμπτός ἐστιν αὐτῶν ἡ στάσις· Τῷ δεσπότῃ, βέλτιστε, ποτνιωμένοις, Ὥστε βλέπων θαύμασε τὴν εὐανδρίαν, | |
5 | Ἣν εἶχον εὐθὺς πρὸς τὸ πῦρ καὶ τὰς ξέσεις, Δι’ ὧν ὁ Σατὰν προσβαλὼν κατεστράφη. | |
2.263(t) | Εἰς τὸν προφήτην Ἠλιοῦ. | |
1 | Ὁρῶν πετεινὸν καὶ θεοῦ λάτρην τρέφων, Ἄνθρωπε, μὴ κάθευδε μηδὲ ῥᾳθύμει· Πονῶν δὲ σαυτὸν καὶ αἰτοῦντα τρέφε· Τὴν δύναμιν γὰρ οὐκ ἔχεις τοῦ Θεσβίτου. | |
2.264(t) | Τοῦ Μακρεμβολίτου. | |
1 | Πῶς τὸ ψεῦδος κατεσθίεις ἀδεῶς, ἀργυροκόπε, Καὶ οὐ φρίττεις τὴν ἐκ τούτου κοσμολέτειραν κατάραν; Ἂν γὰρ ὡς φαρμάκῳ τούτῳ κέχρησαι ὀνησιφόρῳ, Ἅπαξ ἔδει τοῦτο δράσαι τοῦ ἐνιαυτοῦ καὶ μόνον, | |
5 | Ἵνα μὴ τὴν σώσουσάν σε δύναμιν κατακενώσῃς. Πῶς τὸ σὺ παρὰ Λατίνοις νῶ ποιεῖς, ἀργυροκόπε, Καὶ οὐκ εὐλαβῇ καὶ φρίττεις τὴν καινοτομίαν ὅλως; Τὸ γὰρ φάτε μυριάκις ἐὰν εἴπῃς τῆς ἡμέρας Ἄφατον ἐναποφαίνεις ὡς μὴ λαληθὲν μηδ’ ἅπαξ. | |
2.265(t) | Εἰς τὸν αὐτοκράτορα. | |
1 | Οὐρανοδρόμε βασιλεῦ πάσης τῆς γῆς φωσφόρε, Θάλψις ἐν ὥρᾳ παγετοῦ καὶ ζωτικὴ θερμότης, Καὶ γνωστικὴ περιβολὴ τῆς αὐτοκρατορίας, Ἣν ὁ τεχνίτης ἄνωθεν ἱστούργησε δεσπότης, | |
5 | Ἐν μὲν τοῖς ἄλλοις ἀλγεινοῖς ἐχεμυθῶ καὶ στέγω· Ποῦ γὰρ ἀνθρώπῳ θεμιτὸν ἀντέχειν πρὸς τὴν τύχην, Ὅταν ἡ κρόκη τῆς Κλωθοῦς ἀποῤῥαγῇ τῶν μίτων; Καὶ τὸ βοᾶν δὲ καὶ πενθεῖν ἐπὶ τοῖς ἀβουλήτοις Τῶν δυσγενῶν καὶ τραγικῶν καὶ θηλυπαθεστέρων, | |
10 | Εἴγε φασὶ τοὺς εὐγενεῖς μὴ φανεροῦν τοὺς πόνους. Ἐν τῷ καιρῷ δὲ τοῦ κρυμοῦ καὶ ταῖς ἀκμαῖς τοῦ ψύχους, | |
Ὅτε συμφεύγει τῶν φλεβῶν εἰς βάθος ἡ θερμότης, Καὶ ταῖς ἀκρίσι τῶν μελῶν ἡ ψύξις ἐπιτρέχει, Πῶς ἂν δυναίμην ἡσυχῆ φιλοσοφεῖν τὸ θλίβον, | ||
15 | Μέχρις αὐτῶν μοι τῶν ὀστῶν χωροῦντος τοῦ κινδύνου; Τῇ προσβολῇ γὰρ τοῦ ψυχροῦ τῶν πόρων σφηνουμένων, Καὶ τὰς ἀτμίδας τῶν χυμῶν τῇ πήξει καθειργνύντων, Ὥστε συμβαίνειν γίνεσθαι γομφώδεις μοι φλυκτίδας, Καὶ συνεχεῖς ὀδαξησμοὺς καὶ βαμβασμοὺς καὶ κλόνους. | |
20 | Δέδοικα, θεῖε βασιλεῦ, μὴ συμπνιγῇ τὸ ζέον Ἐν τῷ χρονίσειν τοὺς ἀτμοὺς καὶ μηδαμῶς ἐκτρέχειν· Ὅτι καὶ πῦρ ὑπὸ καπνοῦ περισχεθὲν ἐσβέσθη, Καὶ ῥεῦμα συνωθούμενον καθεῖλε τὸ θριγγίον. Ἀλλὰ ῥιγοῦντί μοι προσδεῖ χιτῶνος καὶ διφθέρας, | |
25 | Ἵνα μὴ σβέσῃ τὸ θερμὸν ἡ τοῦ κρυμοῦ σφοδρότης, Καὶ τόνος γλώττης ἀμβλυνθῇ πρὸς τοὺς ἀκμαίους κρότους, Ὑπὸ τῆς σῆς χρηστότητος ἀσμένως τρανωθείσης. Καὶ τέττιξ γὰρ οὐ φιλῳδὸς, ἂν ὄρθρος περιψύχῃ Καὶ καταδεύῃ τὴν ἰξὺν ἡ τῆς νυκτὸς ὑγρότης, | |
30 | Οὐδ’ ἀηδὼν, οὐ χελιδὼν, οὐδ’ ἴυγξ, οὐδὲ κύκνος, Οὐδ’ ἕτερόν τι μουσικὸν τῶν ἐπὶ γῆς ὀρνέων, Ἂν μὴ τραφῇ καὶ φαιδρυνθῇ τῇ τοῦ φωσφόρου ζέσει. Καὶ μὴν αὐταρκεῖς ἔχουσιν ἐκεῖνα τὰς ἐσθῆτας, Καὶ φυσικῶς ἀντέχουσι πρὸς καύσωνα καὶ ψύχος· | |
35 | Ἐγὼ δὲ ῥίγει συσχεθεὶς καθάπαξ ὀδυνῶμαι, Καὶ καρτερῶ τὴν συμφορὰν ἐπὶ κρυμῷ καὶ φρίκῃ. Ὁ γὰρ Ἀδὰμ ἐπιμανεὶς τῇ τῆς γονῆς προσχύσει, Καὶ τοῖς φιλτάτοις δυσμενὴς ὑπάρξας παραβόλως, Ἐνέδυσε τὴν γύμνωσιν καὶ συνεκάλυψέ με, | |
40 | Καὶ γέγονα ταλαίπωρος ἐκ τῆς ἐκείνου λύμης, Ἐσπειραμένος ὀδυρμοῖς καὶ καλινδήθραις πόνων. | |
Ἀλλ’ ὦ κοσμῆτορ βασιλεῦ τῆς ὅλης οἰκουμένης, Σοὶ μὲν θεὸς περιβολὴν ἐξ ὕψους ἐπενδύσαι, Τὴν ἄφθαρτον καὶ μόνιμον καὶ χρόνων ὑπερτέραν, | ||
45 | Ὡς ἂν καὶ μετὰ σώματος ὑπὲρ τὴν φύσιν ζώοις Καὶ τῶν πολύ τι μεθ’ ἡμᾶς καὶ μετ’ ἐκείνους πάλιν Ἄρχοις εὐθύμως καὶ φαιδρῶς ἐπὶ μακροῖς ἡλίοις· Ἐμοὶ δὲ δοίης εὐμενῶς χιτῶνα καὶ διφθέραν, Καὶ συγγινώσκοις τοῖς ἐμοῦ χριστομιμήτως λόγοις, | |
2.265(50) | Ἵνα τρανώσω τὴν φωνὴν πρὸς τὴν εὐχαριστίαν. | |
2.266(t) | Εἰς εἰκόνα τοῦ ἀρχιστρατήγου Μιχαήλ. | |
1 | Τὴν ἀγγέλου κίνησιν ἐμφαίνειν θέλεις, Τί τὸν πτερωτὸν ὁ γραφεὺς ἄνδρα γράφεις, Ἀλλ’ οὐχὶ νοῦν καὶ πνεῦμα καὶ φῶς καὶ φλόγα; Πλὴν ἐξ ὕλης ἄϋλον οὐκ ἄν τις γράφοι. | |
2.267(t) | Ἐπιτάφιοι εἰς αὐταδέλφους δύο | |
1 | Οὐδέν τι καλὸν οὐδὲ τερπνὸν ἐνθάδε· Τύμβος γὰρ εἷς ἔκρυψε συγγόνους δύο. Ὅταν δὲ συνέλθωσιν εἰς φῶς ἐκ σκότους, | |
Ἰδοὺ τὸ καλὸν καὶ τὸ τερπνὸν ἐνθάδε. | ||
3.1(t) | Τῷ Ξανθοπούλῳ κυρῷ Θεοδώρῳ. | |
1 | Χειμῶνος ἀρχὴν τόνδε τὸν μῆνα βλέπων Ἐκ τῆς παρευθὺς εἰς τὸ μέλλον ἐλπίδος, Ὃν ἀγρόται κρίνουσιν ἐκ τῶν ποιμνίων Καὶ τῆς φυσικῆς μαντικῆς τῶν ὀρνίθων, | |
5 | Τί δὴ σιωπᾷς, ὁ χρυσόγλωττος φίλος, Ἀλλ’ οὐκ ἀπαιτεῖς ἐμπεσὼν τὴν διφθέραν; Καὶ μὴν ὁ ταχὺς πατριάρχης τὴν φύσιν, Ὅς ἐστι πῦρ ἄντικρυς ἐξ ὕλης βρέμον, Ὅταν δαπανᾶν τὰς ἐμὰς λύπας θέλῃ, | |
10 | Οὐ χαλεπανεῖ δυσφορῶν πρὸς τὴν δόσιν· Οὔ, μὰ τὸν ἐσμὸν τῶν καλῶν τοῦ δεσπότου, Καὶ τὴν ἐπ’ αὐτὸν εὐστοχοῦσαν ἐλπίδα, Καὶ τὴν μεγαλόδωρον εἰς πάντας χύσιν· Προσήσεται δὲ τὸν μετ’ εὐνοίας λόγον, | |
15 | Καὶ τὴν ὀφειλὴν μὴ βραδύνας ἐκτίσει. Ἔγγισον οὖν, σύγκυψον, εἰπέ τι ξένον, Γέλωτι σεμνῷ μαστροπεύσας τὴν φράσιν, | |
Καὶ λάβε μοι δὴ τὸ τριχῶν πλῆρες δέρας, Ὃ Ῥώς τις εὑρὼν εἰς νομεῖς κυνοτρόφους | ||
20 | Συνῆψεν εἰς ἓν ἐκ μερῶν εἰργασμένων, Ὡς ἂν ἔχοι φόβητρον αὐτὸ μακρόθεν, Ὅταν ἀπειλῇ κλαυθμυρίζειν τὸ ψύχος Ἐκ τῆς ἀτερποῦς εἰσβολῆς τῶν πνευμάτων, Καθάπερ ὀκνεῖ τῷ πτοεῖσθαι τοὺς μίμους, | |
25 | Ὅταν ἀτακτῇ δυσπαθοῦν δήπου βρέφος. Λάμβανε δ’ οὖν σὺ, μὴ ψιλὴν τὴν διφθέραν, (Οὐ γὰρ ἐπαινῶ τοὺς ἐν ἑσπέρᾳ Σκύθας, Ὧν δέῤῥις ἁπλῆ τοὺς ὀποὺς ἀποθλίβει, Τὴν μακρὰν ἐντείνουσα τῇ θρύψει ζέσιν,) | |
30 | Ἀλλ’ εἰ δυνατὸν, καὶ κροκόπλοκον φάρος, Οὗ τὴν περιττὴν ὑποτέμνεται χνόην Κουρεὺς Ἰταλὸς ἐν ξυροῖς ἀμφιστόμοις, Ἢ Περσικῆς ὕφασμα νηματουργίας, Ὃ κλῶνας ἁβροὺς καὶ σκιὰν φύλλων φέρει, | |
35 | Καὶ συχνὰ βοσκήματα καὶ πτηνῶν γένη, Κἂν οὐκ ἔχῃ κίνησιν εἰς τὰς ἐμφάσεις, Τῆς ἀρχετύπου μὴ διδούσης φύσεως. Εἶτα προϊὼν καὶ ποτοῦ φρόντιζέ μοι· Ὁ γὰρ παρ’ ἡμῖν ἀμπελὼν ἀπεφρύγη | |
40 | Τῇ τῶν χαλαζῶν πυρποληθεὶς ἀσβόλῃ· Ἔπειτα πυρῶν καὶ κριθῶν ἱπποτρόφων· Ζήτει δὲ καὶ στατῆρας, ὧν δεῖ μοι πλέον, | |
Ἢ κέρμα λευκὸν καὶ δροσῶδες ἀργύρου· Τί δεινοπαθεῖς; ὁ βραβεὺς ἀφ’ ἑστίας· | ||
45 | Τί βαρυθυμεῖς; ὁ πραῢς πάντα στέγει. Πλὴν, ὧ φίλων ἄριστε, καὶ τοῦτο σκόπει, Καὶ παραμυθοῦ δυστυχοῦντα τὸν φίλον. Ἤδη γὰρ ἀπείρηκα σεμνύνων μάτην Τὰ φασματώδη τοῦ βίου θνησείδια, | |
3.1(50) | Ἐξ ὧν ὁ μισθὸς εἰς βραχὺ φθάνει τρύφος. Ἀλλὰ δεχέσθω τὸν Φιλῆν μόνον μόνος Τῶν πατριαρχῶν καὶ φυλῶν ὁ βελτίων· Καὶ δημιουργείτω με γενναίαν θίβην, Ἢ κῆπον, ἢ θάλαμον, ἢ γλυκὺ φρέαρ, | |
55 | Καὶ κλειέτω καὶ πάλιν ὑπανοιγέτω, Καὶ τὰς λογικὰς εἰσφορὰς λαμβανέτω, Μή που τὶς ἡμῖν ἡμιμόχθηρα κρίνοι Τὰ μέτρα τῆς σοι προσφιλοῦς μουσουργίας· Μᾶλλον δὲ καινὴν μουσικήν με δεικνύτω, | |
60 | Νευραῖς ἀγαθῶν ἐνταθεῖσαν ἐλπίδων· Γεγήρακα γὰρ δυστυχῶς κεκλασμένος Ἐν τοῖς παρακρούμασι τῆς ἀθυμίας· Αὐτός γε μὴν τὴν γλῶτταν ὡς πλῆκτρον φέρων Ὁ μᾶλλον Ὀρφεὺς τὴν γλυφίδα πηγνύτω· | |
65 | Μηδεὶς δὲ ναρκῶν ἐκλεγέσθω τοὺς τόνους, Μήπως ῥαγῇ τὸ σφίγμα τῆς εὐρυθμίας. Ἥλιε καὶ γῆ, μέχρι τίνος οἴσομεν; Ἕως πότε κλύδωνες, ἀνέμων βίαι, Χάλασα, γῆς δείματα, βομβώδεις ψόφοι, | |
70 | Νέφη, κρυμοὶ, χειμῶνες, ἀστραπαὶ, γνόφοι; Τοιαῦτα γὰρ δὴ τἀμὰ δυστυχήματα. Σὺ δὲ βλέπων τὸν φίλον οὐκ ἐπιστρέφῃ, Μᾶλλον δὲ σαυτὸν ὡς τὸ πῦρ ἀποστρέφῃ, Μήπως ὁ καπνὸς τὴν ψυχὴν ὑποδράμῃ, | |
75 | Καὶ δάκρυ θερμὸν ἐκρυῇ τῶν ὀμμάτων. Ἐγὼ δὲ καὶ ζῶ καὶ τὰ λυποῦντα στέγω, Καὶ πρὶν μετελθεῖν εἰς ἀπόκροτον φύσιν Ἐκ τῶν ἀηδῶν καὶ χρονιζόντων πόνων, Εἰς τὴν δρόσον κέχηνα τῆς εὐσπλαγχνίας, | |
80 | Δι’ ἧς τὸ κοινὸν συμπαθῶς ἀναψύχει Ὁ πατριάρχης οὗτος ὁ πτωχοτρόφος· Ὡς πάντας αἱρεῖ τοὺς παρ’ ἀνθρώποις κρότους Εἰς ἀγγέλου μίμησιν ἐξειλεγμένος. | |
3.2(t) | Πρὸς τὸν αὐτοκράτορα. | |
1 | Ἕως μὲν ἐπρέσβευον ἐς Ταυροσκύθας, Ἄνδρας μαχητὰς, εὐμενεῖς Λευκοσκύθαις, Ὑποπτέρους, λάκωνας, ἱπποτοξότας, Κρεωβόρους; γίγαντας, ἀστοὺς, ἀγρότας, | |
5 | Ἁβροὺς, φιλῳδοὺς, εὐσταλεῖς, πύκτας, πότας, Κυνηγετικοὺς, τακτικοὺς, κτηνοτρόφους· Ὧν τὴν σπάθην πρόκωπον ἰδὼν Εὐφράτης Ἀνῆκε συχνὰς τὰς νομὰς τῆς Περσίδος· Ἕως ὑπερβὰς καὶ τὸν Εὔξεινον πόρον | |
10 | Εἰς βαρβάρων ἤπειρον ἀπεναυσίων, Καὶ ταῖς ἀγαθαῖς ἐπτερούμην ἐλπίσι, Τῆς σῆς θυγατρὸς εὐτρεπίσων τὸν γάμον, Ὡς ἂν ὁ χειμὼν τῶν κακῶν ἀφυβρίσῃ Τῇ σῇ, βασιλεῦ, συσταλεὶς μεσημβρίᾳ· | |
15 | Ἐτερπόμην, ἔχαιρον, ἠγλαϊζόμην Τὸ σὸν δοκῶν πρόσωπον αὐτοῦ που βλέπειν· Καὶ γὰρ ἐναργεῖς ὁ γραφεὺς ἔρως τότε Παρεῖχεν ἀθρεῖν τῇ ψυχῇ τὰς ἐμφάσεις. Διέγλυφον δὲ τὰς ἐν ἄστεσι πτύχας | |
20 | Μηδὲν δεδοικὼς τεχνικοῖς τετραστίχοις, Ἐν οἷς ἀτεχνῶς εὐδρομεῖν σου τὸ κράτος Εἰς πᾶσαν ἁπλῶς δυσμενῶν γῆν ηὐχόμην. | |
Καὶ νῦν τὸ πιστὸν μαρτυροῦσι τοῖς τύποις Οἱ μέχρις ἡμῶν ἐκ Σκυθῶν ἀφιγμένοι, | ||
25 | Κἂν εἰς τὸ μηδὲν τοὺς ἐμοὺς ἄλλους κρότους Ὁ ψιθυριστὴς ὑπελίκμησε φθόνος. Ἐπεὶ δὲ λαμπρῶς ἐξιὼν τῆς Περσίδος Εἰς βαρβάρων ἄσπονδον ὡπλίσθην μάχην, Τῆς τῶν Βιθυνῶν Ποντικῆς ἐπαρχίας | |
30 | Ὀργῶντα θερμῶς τὸν στρατὸν δεδεγμένης, Οὗπερ χύδην ἔφασκον οἱ πεζοδρόμοι Τοὺς ἐξ ἀμολγῆς εὐπαθοῦντας βαρβάρους Αὐταῖς γυναιξὶ συνδραμεῖν καὶ φιλτάτοις, Ὡς τὰς νεαρὰς καὶ χλιδῆς πλήρεις πόας | |
35 | Τῆς ἐσχατιᾶς ἐκδιδούσης ἀφθόνους· Παρῆν μὲν ἡμῖν ἐμποδὼν πρὸς ἑσπέραν Φυγάς τις ἀνὴρ, ἦν δὲ ῥὴξ οὗτος Κίλιξ, Ὃς μᾶζαν εὑρὼν εὐτυχῶς μεμαγμένην, Ὃ φαμένης ἤκουσα τῆς παροιμίας, | |
40 | Ἀνθεῖλκε σειραῖς τὸν στρατὸν πολυχρύσοις· Τὰς γὰρ ὑπ’ αὐτοὺς ἐξεπόρθησαν πόλεις Συχνός τις ἐσμὸς ὁπλιτῶν Αἰγυπτίων. | |
Ὄρθρος μὲν οὖν Κίλιξιν εὐκταῖος μόνοις, Ἐμοὶ δὲ Τελχὶν καὶ Στυγὸς χείρων ζόφος, | ||
45 | Καὶ παραμικρὸν ἐκτροπὴ σὺν ἰκτέρῳ, Τῶν καταγωγῶν ἐξανίστη τὰ στίφη. Ὑπέστρεφον δὲ τῶν Σκυθῶν οἱ σατράπαι Πρὸς τὰς ὑπ’ αὐτοὺς ἀγχιτέρμονας πόλεις, Ἀνειμένοις κρούμασι χαλκοῦ τυμπάνου. | |
3.2(50) | Τὸ σύντονον γὰρ τῶν μελῶν ἠμβλύνετο, Μήπω κομιδῆ γειτνιώσης τῆς μάχης· Ἐγὼ δὲ ῥιφεὶς, ὁ πλανήτης, ὁ ξένος, Εἰς αἱμοχαρεῖς, Αὐσονάρχα, βαρβάρους, Ἠγωνίων, ἤσχαλλον, ἐξετηκόμην· | |
55 | Ἦ γὰρ ἐπ’ ὀργῇ φλεγμονὴ τῆς καρδίας Ἀνῆπτεν ὡς πῦρ συσταλέν μοι τὸ ζέον· Πλὴν ἀλλ’ ἐμαυτὸν ἐξεβάκχευον πάλιν, Τὴν σὴν κατὰ νοῦν ζωγραφῶν εὐμορφίαν· Ἐπεὶ γὰρ οὐκ ἦν οὐδαμῆ τῶν ἐλπίδων | |
60 | Ληφθέντα φυγεῖν τὸν ξυρὸν τοῦ κινδύνου, Πυκνοῖς λογισμοῖς τὴν σφαγὴν ἐκαρτέρουν, Εἰ σὴν χάριν θνήσκοιμι βαρβάρων ξίφει. Κατέτρεχον δὲ τῆς τιμῆς τῶν μαρτύρων· Τὸ σάρκα ῥευστὴν τοῦ θεοῦ θνήσκειν χάριν | |
65 | Πρὸς τὰς ἀμοιβὰς οὐχ ὁρῶ, λέγων, μέγα· Ἰδοὺ γὰρ αὐτὸς καὶ θανεῖν θᾶσσον θέλω, | |
Τοὺς βασιλικοὺς ἐννοῶν μόνον τύπους, Καὶ ταῦτα μηδὲν προσδοκῶν ὅλως γέρας, Μήδ’ ἄχρις αὐτῆς τῆς ταφῆς τῶν ὀστέων | ||
70 | Ἐπ’ ἀλλοδαπῆς καὶ ψιλῆς καὶ βαρβάρου. Τοιαῦτα κακῶς κεκρικὼς ἐν Περσίδι, Καὶ τοῦ λογισμοῦ συσχεθεὶς τῷ προστίμῳ, Μετὰ τὸ φυγεῖν τὴν σφαγὴν παρ’ ἐλπίδα, Πικρῶς θανατῶ καὶ τελευτᾶν οὐκ ἔχω. | |
75 | Πλὴν ἀλλὰ τουτὶ κέρδος ἑξῆς εὑρέθη Τῷ μέχρι δεινῆς ἐκτροπῆς προηγμένῳ Πρὸ τῆς πονηρᾶς ἐμβολῆς τῶν πραγμάτων· Καὶ γὰρ βασιλεὺς πανταχοῦ γῆς ἦν τότε, Καθ’ ἣν ὁ Φιλῆς ἡδέως διέτριβε, | |
80 | Καὶ νύκτες αὐτὸν εἶχον ἡμέραις ἅμα. Καὶ πολλάκις ἔφασκεν, „Αὐτάναξ ἄναξ· Ποῦ δεῖ πάρει, γνώρισε, τὴν φλόγα βλέπεις.“ Μετὰ δὲ μικρὸν ἐξεμαίνετο χρόνον, Καὶ τοῖς ξένοις ἔρωσιν ὠλιγοψύχει· | |
85 | Ἀλλ’ ὡς μὲν οὐδὲν οὐδὲ μικρὸν ἐσφάλην, Πρὸς γοῦν τὸ σεπτὸν, Αὐσονάρχα, σὸν κράτος, Ὁ παμβασιλεὺς μαρτυρείτω, δεικνύτω, Καὶ παραγυμνούτω με τῇ σῇ καρδίᾳ· Εἰ δ’ ὧν πρὸς αὐτὸν ἀκρατῶς ἁμαρτάνω | |
90 | Δίκη τίς ἐστιν εἰς τὸ συμφέρον τάδε, Ποθῶ τὰ δεινὰ κἂν ἐπιτείνοιντό μοι· Ὀξὺς γάρ ἐστιν ὁ γλυκὺς δῆθεν βίος, Ὡς ῥοῦς ποταμοῦ τοῦ πρανοῦς ἐπιτρέχων, | |
Καὶ πᾶς ὁ πεττὸς ἀστοχεῖ τῶν πραγμάτων, | ||
95 | Εἰς μετρίαν δήπουθεν ἐκπαίζων κόνιν· Σὺ δ’, ὦ βασιλεῦ, ζῆθι καὶ πάντων κράτει, Καὶ μέχρι συχνοῦ βασιλεὺς μένε χρόνου· Κἂν ὀστράκῳ πλήττοις με τὸν πένητά σου, Τὸ ζῆν ἀποχρῶν, οὐδ’ ἐγὼ ζητῶ πλέον· | |
3.2(100) | Μόνον τὸ σὸν πρόσωπον ἐμφάνιζέ μοι, Τὰς εἰσαγωγὰς εὐχερεῖς προθεσπίσας· Ἡ γὰρ ἀναψύχουσα μικροῦ με δρόσος Ἐντεῦθεν ἐκρεῖ, κἂν τὸ πῦρ αὖθις φλέγῃ. | |
3.3(t) | Τῷ Κλειδᾷ. | |
1 | Ἀποστολικῆς ἡμέρας ἀνειμένης, Ἀποστολικὸς δικτυεὺς ἐμὸς γίνου, Καὶ χάλα γοργῶς τῆς ψυχῆς σου τὸν βόλον Ἐν τοῖς πρὸς ἡμᾶς δεξιοῖς σου πρακτέοις· | |
5 | Πλὴν εἰ μὲν ἰχθῦς τῆς ῥοῆς ἐξελκύσεις, Οὐδὲν πρὸς ἡμᾶς· ὁ στατὴρ γὰρ εὑρέθης. Εἰ δ’ ὄστρεον, δός· ἐν γὰρ αὐτῷ σε βλέπω Τὸν ἔμψυχον μάργαρον, ᾧ χαίρω πλέον, Ὅταν με φιλόστοργος ὑδροθηρία | |
10 | Κινῇ πρὸς ἀκτὰς γνωστικῶν ἀθυρμάτων. | |
3.4(t) | Τῷ Καλοδιοικήτῳ. | |
1 | Ὁ βαλανεὺς ἔναγχος ἐξέτηξέ με, Δεινὸς καμινεὺς εὑρεθεὶς ἀφ’ ἑστίας· | |
Καὶ γὰρ τὸ λουτρὸν ὡς πνιγεὺς ἐπυρπόλει, Καὶ τὴν φυσικὴν ἐξεμύζησε δρόσον, | ||
5 | Πυρσοὺς ὑδαροὺς ἐμβαλὸν τοῖς ὀστέοις. Ἐγὼ δὲ χανδὸν ἐμβλέπων τῇ κύλικι, Καὶ ταριχευτῇ συσχεθεὶς καχεξίᾳ, Κατ’ ἀνθράκων ἄντικρυς ἐῤῥίπτουν στέαρ, Δὶς τρὶς ἀτεχνῶς ἐκροφῶν καὶ τετράκις. | |
10 | Τὸ γοῦν ποτὸν, βέλτιστε, κατέψυξέ με, Χεθὲν περιττὸν εἰς τὸ πῦρ τῆς καρδίας, Ὥστε προελθὼν ἐκ τριχῶν πριῶ ζέσιν, Ὑφ’ ἧς τὸ ῥιγοῦν θερμανεῖς μοι σαρκίον. | |
3.5(t) | Τῷ πρωτοστράτορι τῷ Φιλῇ. | |
1 | Τὸν πέπλον ἡμῖν, ἡ χρυσῆ φύσις, δίδου, Καινὰς ἀφορμὰς εὐτυχοῦντα πραγμάτων, Ἐξ ὧν ὑφανεῖ τεχνικὴν ἱστουργίαν Λαλοῦσαν Ἑρμῆς ἐμβαλών σοι κερκίδα· | |
5 | Καὶ πέπλον εὐθὺς κερδανεῖς εὐανδρίας Ἐρυθροβαφῆ τῇ σφαγῇ τῶν βαρβάρων· Καὶ πᾶς ὁ ῥυθμὸς εὐφυῶς νενησμένος Πρὸς τὸν μαχητὴν ἀντιβήσεται χρόνον. Τὸν πέπλον οὖν, τὸν πέπλον ὡς λαῖφος δίδου, | |
10 | Συχνῶν λογισμῶν δυσχερῆ λύων ζάλην, Κλεινὲ στρατηγὲ, τοῦ Θρᾳκῶν σῶτερ γένους, Ὡς ἂν ἐπὶ πλοῦ καὶ ῥοῆς τυρβασμάτων Τοὺς σοὺς γαληνοὺς ἐμπορεύσωμαι κρότους. | |
3.6(t) | Τῷ αὐτοκράτορι χαριστήριοι. | |
1 | Νῦν εἶδον αὐγὴν ἀστραπῆς παλιμβίου, Νῦν ὑγρὸν ἀνέπνευσα, νῦν οἶδα γράφων· Καὶ γὰρ τὸ σὸν πρόσωπον ἐψύχωσέ με. Βροντῆς δὲ τῆς σῆς, Αὐσόναρχα, τῷ κρότῳ | |
5 | Θυμηδίας γάργαλος ἐκτύπησέ με, Καὶ τῶν λόγων τὸν ὄμβρον εἰσεδεξάμην, Σβεννύντα γοργῶς τῆς ψυχῆς μου τὴν φλόγα. Δροσίζεται γοῦν ὁ στάχυς τῶν ἐλπίδων, Καὶ δείκνυται ζῶν ὁ φρυγεὶς ἀνομβρίᾳ. | |
10 | Νεῖλος γὰρ εἶ σὺ, καὶ σοφῶς ἀνατρέχεις, Καὶ τοὺς ἐν ἀκμῇ συμφορᾶς ἀναψύχεις, Καὶ πάντα καρπὸν ὀργανοῖς εὐκάρδιον. Ἀλλὰ σὺ μὲν, δρέπανον ἐπτερωμένον, (Βλέπει σε γὰρ πόῤῥωθεν ὁ Ζαχαρίας,) | |
15 | Τῶν δυσμενῶν θέριζε γοργῶς τὴν χλόην· Θεοῦ γὰρ ἡ χεὶρ τῇ πυράγρᾳ τοῦ κράτους Συλληπτικὴν δύναμιν εἰργάσατό σε, Ὡς ἂν ὁ καρπὸς τῆς σοφῆς κραταρχίας Ἀεὶ τεθηλὼς καὶ τομῆς κρείσσων μένοι. | |
20 | Καὶ ζῆθι καλῶς καὶ κροτοῦ καὶ φαιδρύνου Ἕως τελευτῆς καὶ φθορᾶς παγκοσμίου· Ἔργων δὲ τῶν σῶν μισθὸν ἀντιλάμβανε Ἄληκτον ἑξῆς οὐρανῶν κληρουχίαν. Ἐγὼ δὲ τερφθεὶς πρὸς τὸ νῦν θέρος τρέχω· | |
25 | Εἰ μὴ γὰρ αὐτὸς ὀτρυνῶ τοὺς ἐργάτας Εἰς τὸν περισπούδαστον ἀνθρώποις πόνον, Ὦ τῶν ἀγαθῶν τῶν κρατίστων ἐργάτα, Καὶ νοῦ θεριστὰ δυσμενῶν πολυσπόρων, Πάλιν ὁ χειμὼν ἀλγυνεῖ μοι τὰ βρέφη, | |
30 | Καὶ πάλιν οἰκτρὸς ὁ σπορεὺς ἐπὶ ξένης, Ὦ χάρις, ὦ φῶς, ὦ θεόσδοτος φύσις, Ὦ σωστικὸν πέλαγος, ὦ πλοῦς ἐν λόγοις, Ὅταν ἔχῃ ζέφυρον ἐκ τῆς καρδίας. Λαλεῖ βασιλεύς; ἠρεμείτω πᾶς λόγος. | |
35 | Ὁρᾷ βασιλεύς; ἐκτριβέσθω πᾶς πόνος. Θεοῦ τὸ δῶρον τοῦτο· σιγᾶτε στίχοι. | |
3.7(1t) | Πρὸς τὸν πρωτοστράτορα τὸν θαυμάσιον ἐκεῖνον Γλαβᾶν. | |
1 | Νῦν ἡ μὲν ἰκμὰς τῶν φυτῶν ἀποῤῥέει, Τῆς εἰσαγωγῆς ἐκθλιβούσης τοῦ ψύχους· Μαραίνεται δὲ τῇ παρακμῇ τοῦ χρόνου Τὸ φύλλον, ὁ κλὼν, ἡ καλύπτρα τοῦ ξύλου, | |
5 | Καὶ πᾶν τὸ φαιδρὸν τῆς χλιδῆς τῆς ἐν θέρει. Ἡ γὰρ ζέσις ἄνωθεν εἰς βάθος τρέχει, Καὶ δρᾷ τι καινὸν τοῖς μυχοῖς καθειργμένη· Ἡ γῆ δὲ τὴν πρὶν ἐκδιδύσκεται σκέπην, Ὡς ἂν στολισθῇ τὸν χιτῶνα τῆς χλόης, | |
10 | Ὃν ἡ βασιλὶς ἐξυφαίνει τοῦ χρόνου Τῇ χειμερινῇ προσδεθέντα κερκίδι. Τοῖς κτήνεσι δ’ οὖν οἷσπερ ἡ θρὶξ ἐῤῥύη, Τοῦ τοὺς πόρους χαυνοῦντος οὐκ ὄντος θέρους, Τὸ δέρμα πυκνὸν ἡ φύσις ἐργάσεται, | |
15 | Καὶ τοῖς πετεινοῖς τὴν πτερόπλοκον σκέπην Πιλεῖ τὸ θερμὸν εἰσβαλόντος τοῦ κρύους· Τῷ σῷ δὲ Φιλῇ δυσπαθοῦν τὸ σαρκίον Ἐκ τῆς ἀτερποῦς ἐμβολῆς τῶν πνευμάτων, Τίς ἄρα καμφθεὶς ἐκ τριχῶν ἐπενδύσει; | |
20 | Ἢ τίς ἑαυτὸν ἐξ ἐμοῦ διαβλέπων, Ψιλοῦ χορηγὸς εὑρεθήσεται τρύφους, Μήπως ὁ λιμὸς ἐμπεσὼν μετὰ ψύχους Ἐμοὶ τὸ θερμὸν τῶν φλεβῶν ἐξικμάσῃ; | |
Ὦ ζῶν Ἰωσὴφ τῆς ἐμῆς χρείας χάριν· | ||
25 | Καὶ γὰρ ἔχεις τὸ σῶφρον, εἰς ὥρας χάριν, Καὶ πάλιν ἀλγῶν σωφρονεῖς πρὸς τοὺς πόνους, Καὶ τὴν ἐπιθρώσκουσαν ἀσχέτως νόσον Αἰγυπτίαν ἄπρακτα μαργῶσαν κρίνεις· Δειμάμενος δὲ γνωστικὰς πυραμίδας | |
30 | Τῶν ἀρετῶν ἐνταῦθα τὸν σῖτον φέρεις. Εἰ δὲ φθονηθεὶς ἐκ βρέφους οὐκ ἐπράθης. Οὐ θαῦμα· καὶ γὰρ οὐδ’ ἐμισήθης ὅλως· Ὦ νοῦν ἔχων εὔσταχυν Αἰγύπτου πλέον, Καὶ Νεῖλε μετρῶν τὴν φύσιν οὐ πήχεσιν, | |
35 | Ἀλλ’ ἀφθόνοις χάρισιν εἰς πάντα χρόνον. Ἐφ’ ἅρματος γὰρ εὐκλεοῦς ἀνηγμένος, ᾯ τὸ πτερὸν δίδωσι τῆς φήμης τρέχειν, Καὶ τοὺς χαμερπεῖς καὶ ταπεινοὺς καὶ ξένους; Ὡς τὴν φύσιν εὔσπλαγχνος, οὐ παρατρέχεις. | |
3.8(t) | Τῷ Ξανθοπούλῳ κυρῷ Νικηφόρῳ. | |
1 | Κηρῷ διατακέντι δευθέντα βρόχον, Ὃν ὡς ἔφης ἔναγχος εὑρέθης ἔχων, Πέμπε πρὸς ἡμᾶς, λύχνε θερμῆς ἀγάπης· Πλὴν ἀπὸ γραμμῆς τὴν πλοκὴν ὅση γράφε· | |
5 | Τὰς γὰρ ἑλικτὰς εἰ σκοπήσεις ἐκβάσεις, Τοῦ σχήματος τὸν ὄγκον εὑρεῖν ἰσχύσεις, | |
Ἴσως δεδοικὼς μὴ κλαπῇ τι τοῦ βρόχου· Ἵνα δὲ φιλότιμον ἐκκαύσῃς πόθον, Κέλευε τῷ γέροντι καὶ μείζω πλέκειν, | ||
10 | Τάς γε πρὸς ἡμᾶς ἐκτελῶν ὑποσχέσεις. | |
3.9(t) | Ἐπιτάφιοι εἴς τινα ἀνδρεῖον ἀποκτανθέντα Παχατοὺρ λεγόμενον. | |
1 | Ἄνθος μὲν εὐμάραντον ἀγροῦ καὶ χλόην Ἡ λύρα Δαβὶδ τὴν βροτῶν φύσιν κρίνει· Τέως γὰρ εὐπρόσωπος ἀνέκυψέ τις, Μετὰ δὲ μικρὸν πολλάκις ἀπεψύγη, | |
5 | Τῆς ἐνδρόσου χάριτος αὐτῷ ῥευσάσης. Καπνὸν δὲ καὶ χνοῦν καὶ σκιὰν καὶ σαπρίαν Ἄλλος τις ὠνόμασεν ὀρθῶς τὸν βίον· Σοβεῖ γὰρ αὐτὸν ἡ πνοὴ τῶν πραγμάτων Ἐν τῇ μεταξὺ προσβολῇ καὶ συγχύσει. | |
10 | Ἐγὼ δὲ σαφῶς καὶ γελῶ καὶ δακρύω Τὸν Παχατοὺρ ἐκεῖνον ἐν τύπῳ βλέπων· Ὃς ἦν μὲν ἡδὺς ἀπὸ τῆς ἡλικίας, Ὡς ἁβρὸν ὡς εὔοσμον ὡς εὔχρουν ῥόδον, Κἂν τῆς τελευτῆς ἐτρυγήθη τῷ ξίφει | |
15 | Πρὸ τοῦ φυσικοῦ δυστυχῶς ῥεῦσαν θέρους. Ἦν δὲ στιβαρὸς ἀπὸ τῆς εὐανδρίας, | |
Ὡς χαλκὸς ἢ σίδηρος ἢ στεῤῥὸς λίθος, Μηδὲν μαλακὸν εἰς μελῶν θρύψιν φέρων, Κἂν ὑπὸ συχνοῖς ἐγκοπεῦσι βαρβάρων | ||
20 | Μὴ σφενδονηθεὶς εἰς φυγὴν διεγλύφη. Τόξον μὲν οὖν ἔτεινε, καὶ Σκύθου πλέον, Κἂν θᾶττον ἐλθὼν τῆς φθορᾶς ὁ τοξότης Ἀνεῖλεν αὐτὸν ἐκ βολῆς ὀλεθρίας· Καὶ μακρὸν ἐκράδαινεν εὐτέχνως δόρυ, | |
25 | Θυμοῖς ὑπαντῶν δυσμενῶν κατὰ στόμα, Κἂν ἀποληφθεὶς τοῖς τομοῖς ἀκοντίοις Ὁ γεννάδας πέπτωκε τῶν ὅπλων μέσον, Μήπως ὁ καιρὸς εἰσφθαρεὶς τοῦ κινδύνου Ψυχὴν ἀτεχνῶς εὐγενῆ καθυβρίσῃ. | |
30 | Ἵππων δὲ δυσκάθεκτα χαυνῶσαι θράση Χειρῶν ἀγωγῇ καὶ ποδῶν καταστάσει Τίς ἦν ἐκείνου τοῦδε τεχνικώτερος; Ἔπληττε καὶ πὺξ, καὶ δρομεὺς ἦν, ὡς γίγας, Καὶ παντὸς ἁπλῶς ἁλτικώτερος νέου, | |
35 | Καὶ δειλίας ἄγευστος εἰ συνεπλάκη. Ὅταν δὲ καὶ ῥόπαλον ἐξ ἐφεστρίδος, Ἢ καὶ σπάθην πρόκωπον εἰς χεῖρας φέρων Τὰς δυσμάχους φάλαγγας ἐστρόβει μόνος, Ἥλιε, Σαμψὼν ἄλλον ἰδὼν μαρτύρει. | |
40 | Εἰς χάριτας δὲ καὶ στροφὰς κοινῶν λόγων, Καὶ σχῆμα καὶ βάδισμα καὶ φρενῶν βάσιν, | |
Καὶ βλέμμα σεμνὸν, τῶν γερόντων ἐκράτει. Παίδευμα γὰρ ἦν ἐκ τριχὸς πρώτης, ξένε, Ληφθεὶς ἀπ’ αὐτῆς εὐτυχῶς τῆς Περσίδος | ||
45 | Ὁ βάρβαρος παῖς ὑπὲρ Ἑλλήνων γένους Ἥρωος ἀνδρὸς εὐκλεοῦς ἀριστέως. Ἢ τίς ὅλως οὐκ οἶδε τὴν καινὴν φύσιν, Τὸν λαμπρὸν Ἀνδρόνικον ἐξ ἔργων πλέον Ἢ τῆς μεγάλης τοῦ γένους ἐνδείξεως; | |
3.9(50) | Ὃς βασιλικῆς εὑρεθεὶς ῥίζης κλάδος, Ὡς παῖς ἀδελφῆς τοῦ κρατοῦντος Αὐσόνων Κομνηνοφυὴς Παλαιολόγος Δούκας, Στρατηγικοὺς ἤνεγκε καρποὺς ἐκ βρέφους Ὧν ἡ καθ’ ἡμᾶς ἀπεγεύσατο Θρᾴκη, | |
55 | Καὶ πᾶσα δυσμὴ σὺν θεῷ σεσωσμένη. Εἰ μὴ γὰρ εἰς ἄνηβον ἦν ἔτι χρόνον, Ἀλλὰ κατ’ ἐχθρῶν ἐστρατήγει δυσμάχων Τὴν σύμπασαν γῆν τακτικῶς διατρέχων, Πᾶς ἂν ὁ κόσμος εἶπεν, „Ἰδοὺ γεννάδας, | |
60 | Ἰδοὺ σταθηρὸς πανταχοῦ στεφανίτης!“ Τούτῳ συνὼν ἐκεῖνος ὁ γλυκὺς νέος Τὸν θερμὸν εἰσήνεγκε τῆς ψυχῆς πόθον, Ὡς μηδὲ βιοῦν μηδ’ ἀναπνεῖν ἰσχύειν, Μηδὲ βλέπειν φῶς, εἴγε μὴ τοῦτον βλέποι. | |
65 | Καὶ τῆς καθ’ ἡμῶν ἄρτι ῥαγείσης μάχης Ἐκ τῆς πονηρᾶς ἐμβολῆς τῶν βαρβάρων, Οὗτος δι’ αὐτὸν συμπλακεὶς τὸν δεσπότην, | |
Καὶ θραῦσιν ἐχθρῶν ἐργασάμενος ξένην, Μόλις χαλασθεὶς ταῖς βολαῖς ἀνετράπη· | ||
70 | Καὶ τῆς ὅλης ἐνταῦθα λυθείσης μάχης, Κοινὸν φυγὼν ὄλεθρον ἐξ εὐανδρίας Ὁ δεσπότης τὸν δοῦλον ἐζήτει στένων, Καὶ δάκρυ θερμὸν τῆς ψυχῆς ἀποθλίβων. Ὡς δ’ εὗρεν οὐδὲν οὐδαμῆ τῶν λειψάνων, | |
75 | Καίτοιγε συχνὸν καρτερήσας τὸν πόνον, Κοινοῦ τάφου πήγνυσιν ἐνθάδε στάσιν Εἰς μακρὸν ὑπόμνημα τῆς εὐστοργίας. Οὐκοῦν, θεατὰ, μὴ παρελθὼν τὸν τάφον, Εἰ δοῦλος εἶ, τὸν ἄνδρα μακάριζέ μοι, | |
80 | Καὶ δεῦρο μιμοῦ φιλοδέσποτον τρόπον· Εἰ δεσπότης δὲ κατὰ τὴν ἴσην τύχην, Τὸν δεσπότην θαύμασε τῆς εὐσπλαγχνίας, Καὶ τόνδε μιμοῦ καὶ μακαρίζου πνέων. Ἑξῆς δὲ σαυτοῦ σωφρονέστερος μένων | |
85 | Ἡγοῦ τὰ λαμπρὰ τῆς κενῆς δόξης κόνιν· Τὸ γὰρ γένος πρόδηλον οὐχ ὕπεστί σοι, Πολλῶν ἀφορμῶν ἐκτρεπουσῶν τὸν βίον. Αἰτοῦ δὲ Χριστὸν ταῖς λιταῖς τῶν ἁγίων | |
Καὶ τῆς τεκούσης τοῦτον ἀσπόρως κόρης, | ||
90 | Ὧν τοὺς τύπους γραφέντας ὡς ἔμπνους βλέπεις, Ῥᾷστα προελθεῖν εἰς Ἐδὲμ τὴν ὀλβίαν Τὸν Παχατοὺρ τὸν ἄνδρα τὸν Γεώργιον, Ἔνθα τρυφὴ καὶ φῶτα καὶ ζωῆς ὕδωρ, Καὶ φαιδρότης ἄῤῥητος εἰς ἀφθαρσίαν, | |
95 | Ὅταν τὸ τῆς σάλπιγγος ἠχήσῃ στόμα, Καὶ συλλεγῇ τὰ κῶλα τῶν κοιμωμένων, Ἃ δὴ σποράδην γῆ τε καὶ χύσις φέρει Εἰς θῆρας ἰχθῦς ὄρνις ἀληλεσμένα. [Καὶ διαῤῥεῖ τὸ φύλλον ἠρέμα φθίνον | |
3.9(100) | Τῇ κατὰ καιρὸν συστολῇ τῆς ἰκμάδος.] | |
3.10(t) | Τῷ πατριάρχῃ. | |
1 | Σὺ μὲν ποθεινὲ πατριάρχα τῇ κτίσει, Ὡς ἀέρος δύναμις, ὡς φωτὸς χύσις, Ἢ πῦρ τε καὶ γῆ καὶ τὸ πρὸς τούτοις ὕδωρ, Τὰ κοινὰ καὶ χρήσιμα τῶν ἄλλων πλέον, | |
5 | Καὶ συστατικὰ τῇ πρὸς ἄλληλα κράσει Τοῦ ζῆν τε καὶ πνεῖν τὰς ἐν αἰσθήσει φύσεις, Τὴν τῶν λόγων κύλικα μικρὰν δεικνύεις Ἀναστομῶν τὰ ῥεῖθρα τῶν χαρισμάτων. Ἐγὼ δὲ μετρῶν καὶ παραψαύων πίνω, | |
10 | Καὶ τὰς ἐμαυτοῦ συμφορὰς ἀποπλύνω, | |
Κἂν ἐξ ὑπαρχῆς τὰς ῥοὰς διατρέχων, Ὡς ἀλκυὼν, ἢ κύκνος, ἢ χὴν, ἢ λάρος, Εὑρεῖν ἀριθμοὺς ἐντελεῖς οὐκ ἰσχύω. Καὶ σὺ μὲν ἐκ γῆς πρὸς τὸν αἰθέρα τρέχεις, | ||
15 | Δεικνὺς ἀπαθὲς τὸ πτερὸν τῆς καρδίας· Ἡ σύνθεσις γὰρ τῆς ὑποσπώσης ὕλης Τὸν νοῦν τὸν ὀξὺν οὐκ ἐλυμήνατό σοι· Μᾶλλον δὲ τὸν χοῦν ἀντὶ νίτρου λαμβάνων, Ὃ πέρδικες ποιοῦσιν εἰς τοὺς φιλτάτους, | |
20 | Τὴν εὐγενῆ πτέρυγα τοῦ νοῦ φαιδρύνεις· Ἐγὼ δὲ τὴν σὴν δεξιούμενος φύσιν, Πρὸς ἣν τὸν Ἑρμῆν οὐδὲ τέττιγα κρίνω, Κἂν ἄλλος εὐθὺς Ἀττικὸς μυθογράφος Ποιῇ πτερωτὸν ἐκ πεδίλων τὸν λόγον, | |
25 | Τοὺς ἀπὸ γῆς ἠχοῦντας εἰσφέρω κρότους. Λειμὼν γὰρ εἶ σὺ καὶ θεόδροσος τόπος, ᾯ τὰς ὀρέξεις ἡ φύσις μερίζεται. Σαίνει μὲν οὖν τὸ μῆλον· ἀλλ’ ἰδοὺ ῥόδον· Ἐκεῖ προελθὼν ἐμφοροῦμαι τοῦ κρίνου. | |
30 | Αἱρεῖ τὸ παρὸν, ἀλλ’ ὑφέλκει τὸ πρόσω· Νικᾷ τὸ μακρὰν, καὶ Φιλῆς ἔνδον μόνον | |
Ἑστὼς κεχηνὼς, ἀγνοῶν ὅ, τι δράσει, Καὶ τοῦ χρόνου τρέχοντος ὀκνῶν τὴν τρύγην, Εἶδον μετὰ χειμῶνα λαμπρὰν αἰθρίαν· | ||
35 | Εἶδον μετ’ αὐχμὸν ἐκ νεφῶν ὄμβρον πάλιν· Εἶδον ζέον φῶς εἰσβαλὸν μετὰ ψύχος· Ἔγνων ζεφύρου χύσιν εἰς ὥραν πνίγους, Μετὰ νόσου δύναμιν ὑγείας κράτος, Μετὰ λιμοῦ κάκωσιν ἐξ ἀγροῦ στάχυς. | |
40 | Ἐγευσάμην μέλιτος, ὠσφράνθην ῥόδων· Πλὴν ταῦτα μικρὰ, κἂν σαφῆ τέρψιν φέρῃ, Πρὸς ἣν τὸ σὸν πρόσωπον ἐγχεῖ μοι δρόσον, Ἥλιε τῆς γῆς, πατριάρχα, δεσπότα. Ὅταν δὲ καὶ χάριτας εἰσφέρῃς λόγων, | |
45 | Τὰ πλῆκτρα κινῶν τῆς βοῆς τῶν ὀργάνων, Καὶ τὴν ψυχικὴν συγκροτῶν μουσουργίαν, Τί χρὴ θορυβεῖν εἰς κενὸν τὸν Ὀρφέα; Εἰ δὲ ξένοις ῥήμασι τὰς πράξεις δίδως, Ὁ κοσμικὸς πρύτανις, ἡ κοινὴ χάρις, | |
3.10(50) | Ὁ τῶν πενήτων ὄλβος, ὁ χρυσοῦς Νίφων, Ὁ μηδ’ ἀναπνεῖν μηδὲ φῶς βλέπειν θέλων, Εἰ μὴ τρέφοις ἅπαντας ἀφθόνῳ δόσει, Καὶ κρατύνοις τὸ σῶμα τῆς ἐκκλησίας Ἀρτηρίας δύναμιν ἢ φλεβὸς φέρων, | |
55 | Ἐνταῦθα σιγᾷ τεχνικὸς πᾶς τις λόγος. Ποῖος γὰρ ἂν δύναιτο μετρεῖν ἀστέρας, | |
Ἢ ψάμμον ἢ χοῦν ἢ ποταμοῦ προσχύσεις, Ἢ πάντα βυθὸν, ἢ πτερῶν κύκνου χνόην, Ἢ καὶ τρίχας λέοντος, εἰ ξυρὸν στέγοι; | ||
60 | Τίς ἄρα, πατριάρχα, τίς σου τὴν φύσιν Οὐχ ὥσπερ εἰκὸς ἐκπλαγεὶς ὑπεστάλη; Τοὺς γὰρ νόμους παρῆλθε τῶν ἐγκωμίων Ἄληπτος εὑρεθεῖσα τοῖς κοινοῖς λόγοις. Τί δή ποτ’ ἂν εἴρηκεν ἰδών σε Πλάτων, | |
65 | Καὶ μὴ δυνηθεὶς φυσικοῖς δεῖξαι τρόποις, Ὦ νοῦ καθαρὲ καὶ ψυχὴ τῶν πραγμάτων; Ὢ τίς ὁ πατὴρ, ἡ τεκοῦσα δ’ αὖ πόθεν; Ποίας δὲ λευκὸν μητρικῆς θηλῆς γάλα Τοσοῦτον εἰσήνεγκε τοῖς θνητοῖς τέρας; | |
70 | Ἐξ οὐρανοῦ πεμφθέντα μικροῦ σε βλέπων Τὸν δεύτερον νοῦν, τὴν ἰσάγγελον φύσιν, Οὐκ οἶδ’ ὅ, τι δρῶ· πλὴν ἐμαυτὸν φαιδρύνω, Καὶ ταῖς ἀγαθαῖς ἐλπίσι κουφίζομαι· Καὶ βούλομαι μὲν τὸν σοφὸν, τὸν ἀγχίνουν, | |
75 | Τὸ θαῦμα τῆς γῆς, τὸν πολύν σε προστάτην Τοῖς τεχνικοῖς κρούμασιν ὡς δεῖ σεμνύνειν· Ἐλέγχομαι δὲ καὶ σιγῶν ὑποστρέφω, Καὶ τὴν δυσεξάγγελτον οὐ φέρω φρίκην. Καλύπτεται δ’ οὖν ὁ πρὸ τοῦ θράσους φόβος | |
80 | Τῷ Κελτικῷ τάπητι καὶ τῇ διφθέρᾳ, Κἂν τὴν πιθηκίζουσαν ὁρμὴν τῶν λόγων Τοῖς σοῖς βρυχηθμοῖς πρακτικῶς ἀνατρέπῃς· Τῷ γοῦν ταπεινῷ τῆς ψυχῆς μου γαργάλῳ, Μέγιστε πατριάρχα, συγγνώμην δίδου· | |
85 | Ἐβάστασας γὰρ τὰς παρ’ ἀνθρώποις νόσους, Ἐζωσμένος δύναμιν, ὃ Γραφὴ λέγει. Σὸς γὰρ ἐγὼ σὸς, καὶ προδείξω τὸν πόθον, Ὡς ἂν ἔχῃ πρόφασιν ὁ πλοῦς τῶν λόγων, Καὶ μὴ θρασυνθὲν κινδυνεύσῃ τὸ σκάφος. | |
90 | Πλὴν ζῆθι καὶ χρῶ τῇ φιλανθρώπῳ φύσει, Καὶ φαιδρύνου, καὶ χαῖρε τῶν ἄλλων πλέον· Καὶ κατακοσμοῦ καὶ κροτοῦ κατακράτος, Καὶ λαμπρὸν ὑπόδειγμα τοῖς ἄλλοις γίνου· Καὶ παραμυθοῦ τοὺς ἐν ἀνθρώποις πόνους, | |
95 | Καὶ βλύζε μοι τὰ ῥεῖθρα τῆς εὐποιΐας· Κἂν γυμνὸς ὦ, στόλιζε· κἂν πεινῶ, τρέφε. Ναὶ μέχρι συχνοῦ μὴ παραδράμῃς χρόνου, Ναὶ δημιουργὲ τῶν ψυχῶν καὶ τῶν χρόνων, Ὁ τοῦτον ἡμῖν εὐμενῶς δοὺς τὸν μέγαν. | |
3.11(1t) | Εἰς εἰκόνα τοῦ Καλλιέργη ὃς ὢν λελωβημένος ὑγιάσθη | |
2t | παρὰ τῆς θεοτόκου τῆς Πηγῆς. | |
1 | Τρανῶς ἐνιδὼν τοῖς ἐσόπτροις τῶν τύπων | |
Τεραστίου θαύμασον εἰκόνα, ξένε. Ὁ κείμενος γὰρ καὶ παρεστὼς ἐνθάδε Βοᾷ σιωπῶν τῆς πανάγνου τὴν χάριν· | ||
5 | Ὃς ἦν μὲν ἡδὺς ὑπὸ τῆς ἡλικίας, Καὶ πρὸς μάχας γίγαντος ἐσφρίγα τρόπον· Ἁλοὺς δὲ πικρῷ δυσχεροῦς λώβης πάθει, Καθάπερ ἐχθροῦ δυσμενοῦς τινος βέλει, Καὶ γνοὺς ἑαυτὸν ἀδρανῆ πρὸς τὴν μάχην, | |
10 | Ἐπείπερ οὐκ ἦν ἐμφανὴς ὁ τοξότης, Ὁρᾷ πρὸς αὐτὴν μυστικῶς τὴν παρθένον, Καὶ τοὺς ἰατροὺς δυσφοροῦντας φαυλίσας· Οὐκ ἦν γὰρ οὐδὲν συντελοῦν πρὸς τοὺς πόνους Πορθοῦντας αὐτῷ τῶν μελῶν τὰς ἀκρίδας· | |
15 | Ὁπλίζεται μὲν ταῖς ῥοαῖς ταῖς ἐνθάδε· Χαλκεύεται γὰρ εἰς τὸ πῦρ τῆς καρδίας Καὶ ῥεῦμα χυτὸν, εἰ θεὸς μόνον θέλει· Ἀνθίσταται δὲ τῇ προκύψει τῆς νόσου Νικῶν τὸν ἐχθρὸν τῇ βολῇ τῆς ἐλπίδος. | |
20 | Καὶ νῦν παραστὰς εὐπρεπὴς τῷ δεσπότῃ Καὶ τῇ στρατηγῷ τῶν ψυχῶν ὑπερμάχῳ Τὰς ἐμφάσεις δείκνυσι τοῦ τεραστίου. Ὁ γὰρ τοσοῦτος ὄγκος οὐ δεῖται λόγου· Δεῖ γοῦν ἐπαινεῖν τῆς γραφῆς τὸν τεχνίτην, | |
25 | Ὃς πρὸς τὸν υἱὸν ἀκροώμενον τάχα Λαλοῦσαν αὐτὴν ζωγραφεῖ τὴν παρθένον· Ἐγὼ μὲν, ὦ παῖ, τῷ παρεστῶτι ξένῳ Τοῦ κινδύνου λέλυκα τὴν ὑποψίαν· Σὺ δὲ ψυχικὴν ἀντιδοὺς εὐεξίαν | |
30 | Τὴν μητρικὴν στήριξον εἰς τοῦτον χάριν. | |
3.12(t) | Τῷ Ξανθοπούλῳ κυρῷ Νικηφόρῳ. | |
1 | Τὴν σχοῖνον ἡμῖν ἣν ὁ κηρὸς ἐνδύει, Χεθεὶς ἐπ’ αὐτῆς ἐκ πυρᾶς νενημένης, Τὴν σχοῖνον ἡμῖν τὴν πολύπλοκον χάριν Ἡ συνδετικὴ πέμπε σειρὰ τῶν φίλων· | |
5 | Ὡς ἂν ὁ κηρὸς εἰς τὸ πῦρ τῆς λαμπάδος Ποιῇ μαρασμὸν δυσχερῶν μοι καὶ σβέσιν· Ἥλιε, φῶς, ἔλλαμψις, αὐγὴ πρὸς λόγον, Καὶ γὰρ τὰ δεινὰ τῆς γραφῆς βλέποις βάθη, Καὶ τὸν περιστέλλοντα λευκαίνεις γνόφον, | |
10 | Τῇ γνωστικῇ κλίμακι πηγνὺς τὰς βάσεις. | |
3.13(1t) | Αὐθωρὸν ἀποστοματισθέντες πρὸς τὸν αὐτοκράτορα | |
2t | περὶ ἀναστάσεως. | |
1 | Αὐτοκράτορ μέγιστε, τί τάχα ξένον Εἰ ζῶντα νεκρὸν καὶ λαλοῦντά με βλέπεις; Τοῖς γὰρ ταπεινοῖς καὶ φρυγεῖσι λειψάνοις Ἀποκρύφου πνεύματος ἐῤῥύη δρόσος. | |
5 | Καὶ φθείρεται μὲν ὁ φθορεὺς ἀντιστρόφως, | |
Ἐγείρεται δὲ τὰ ψυγέντα σαρκία. Καὶ σφίγγεται μὲν τῶν μελῶν ἡ χαυνότης, Ἐντείνεται δὲ τῶν μερῶν ἡ λεπτότης, Ἐκτείνεται δὲ τῶν φλεβῶν ἡ πυκνότης, | ||
10 | Λιπαίνεται δὲ τῆς δορᾶς ἡ φαυλότης. Καὶ σῶμα παγὲν τῇ πρὸς ἄρθρα συνθέσει Χορδὰς νεουργεῖ μουσικῆς παλιμβίου, Καὶ πλῆκτρα φωνῆς ὀργανοῦται συντόνου Τῷ τὴν φύσιν κτίζοντι δευτέρᾳ πλάσει, | |
15 | Καὶ τέφρα καὶ χοῦς καὶ σποδὸς καὶ σαπρία Ψυχῆς λογικῆς ἐνδυδίσκεται κράτος. Χθὲς εἶχεν ἡ γῆ τὴν σπορὰν τῶν λειψάνων, Καὶ σεισμὸς ὠδίνουσαν αὐτὴν ἐστρόβει, Καὶ νῦν ἑορτὴν ἐκτελεῖ γενεθλίων· | |
20 | Ἀνοίγεται γὰρ ἀντὶ μήτρας πᾶς τάφος, Νεκροὶ δὲ τοπρὶν τῇ σκιᾷ καθειργμένοι Πρὸς δεύτερον φῶς εὐδρομοῦσιν ὡς βρέφη· Ζωὴ δὲ καινὴ σπαργανοῦσα τοὺς τόκους Ἀφθαρσίας γάλακτι νοστίμῳ τρέφει· | |
25 | Νεκρὸς γὰρ οὐδεὶς καὶ καθεύδων ἐν τάφῳ, Ζωηφόρου λάμψαντος ἐκ γῆς ἡλίου. Ὢ πῶς ὁ νεκρὸς ἐνσαπεὶς τῷ πυθμένι Προέρχεται ζῶν καὶ τριχῶν βλάστην φύει, Καὶ πάλιν ὡς πρὶν ἀκροᾶται καὶ βλέπει! | |
30 | Καὶ ῥὶς ἐν αὐτῷ καὶ κατάλληλοι γνάθοι, | |
Καὶ γλῶσσα καινὴ καὶ διάβροχος φάρυγξ, Καὶ χεὶρ καθαρὰ τῆς τομῆς τῶν δακτύλων, Καὶ στέρνα, καὶ γόνατα, καὶ ποδῶν βάσις, Καὶ νοῦς ὁδηγὸς τοῦ κατ’ αἴσθησιν βίου! | ||
35 | Σταυροῦ γὰρ ἰσχὺς τὸν Σατὰν καταστρέφει, Καὶ σύνθετος ῥοῦς τὴν φθορὰν ἀποπλύνει, Πλευρᾶς δι’ ἡμᾶς ἐκρυεὶς νενυγμένης. Ἐμπτύσματι δὲ κοσμικὸς θνήσκει δράκων Εἰκῆ τὸν ἰὸν τῇ βολῇ παραπτύων. | |
40 | Οἶνος δὲ νεκρὸς καὶ χολῆς μοι πικρότης Τῆς ἡδονῆς ἀνεῖλε τὴν ἀπεψίαν. Σπόγγος δὲ μοχλοὺς ἰσχυροὺς πρὶν συντρίβει, Καὶ χαλκέας κάλαμος ἀνοίγει πτύχας· Ἥλοις δὲ χειρῶν καὶ ποδῶν ἀνευθύνων | |
45 | Τὰς εὐθύνας ῥήγνυμι τῆς ἁμαρτίας· Ἀθύρματος δὲ πορφυρὶς ὑφασμένη Ἔκρυψε πᾶν ἄθυρμα κοινῆς αἰσχύνης, Καὶ τῶν ἀκανθῶν, Αὐσονάρχα, τῷ στέφει Παθῶν βασιλὶς ἡ φύσις γνωρίζεται. | |
3.13(50) | Ποῦ γοῦν τὰ δεινά; ποῦ τὸ τοῦ φθόνου θράσος; Ποῦ στυγνότης; ποῦ ῥεῖθρα συχνὰ δακρύων; Ποῦ καρδίας ἄλγημα; ποῦ φθορεὺς πόνος; Παρῆλθεν ἡ νὺξ, ἀλλ’ ἐπῆλθε φῶς μέγα· Καὶ φαιδρότης ἄῤῥητος ἐξήστραψέ μοι. | |
55 | Νῦν ἔστιν ἰδεῖν πανταχοῦ γῆς αἰθρίαν· | |
Καὶ γὰρ ὁ χειμὼν εἰς παρακμὴν ἐῤῥύη. Νῦν, ὦ βασιλεῦ, καὶ τὸ τῆς ὥρας ἔαρ Τὴν πνευματικὴν ζωγραφεῖ ταύτην χάριν· Τὸν γὰρ μαρασμὸν τῶν φυτῶν ἀναψύχει | ||
60 | Κινοῦν τὸ θερμὸν εἰς γονὰς καὶ προσφύσεις, Καὶ σπέρμα σαπὲν ταῖς νοτίσι τοῦ ψύχους Αὖθις νέαν ὕπαρξιν ἐκ γῆς λαμβάνει. Καὶ πολλὰ δ’ ἂν εὕροι τις ἐν ζῴοις γένη Τρανοῦντα κρυπτοῖς τὴν ἀνάστασιν λόγοις, | |
65 | Ὡς ἂν τὸ πιστὸν ἀσφαλέστερον μένῃ. Βοᾷ χελιδὼν, ἀλκυὼν ᾄδει πλέον, Φοῖνίξ τε καὶ σὴς ἐκ φθορᾶς ἀνηγμένα, Καὶ προσφάτους πτέρυγας ἠμφιεσμένα. Ἥλιε, καὶ θάλπεις με καὶ νύττεις λέγειν | |
70 | Τὸν εὐτελῆ τέττιγα τῆς σῆς ἑστίας. Νῦν πάντα καινά· καὶ σιγᾷ μὲν ὁ Πλάτων, Σκυτεὺς δὲ λαλεῖ καὶ πρὸς αἰθέρα τρέχει· Καὶ Πέτρος ὀφθεὶς ἐξελαύνει τὰς νόσους, Καὶ τῷ καθ’ αὑτὸν ἁπλοϊκῷ δικτύῳ | |
75 | Τὴν τοῦ γένους ἄβυσσον ἐγκλείσας ἔχει. Χριστὸς γὰρ αὐτὸς ὁ βραβεὺς τῶν θαυμάτων Τὴν τῶν σοφιστῶν ἐξελέγχει διπλόην· | |
Ὃς τίκτεται μὲν ἐξ ἀμέμπτου παρθένου Τὴν μέμψιν ἡμῖν τῆς γονῆς ὑπεξάγων· | ||
80 | Καλεῖ δὲ Περσῶν εἰς ἐπίγνωσιν μάγους, Ὡς ἂν διδαχθῇ πᾶσα τὸν κτίστην κτίσις. Σφαγαῖς δὲ κοσμεῖ τῶν βρεφῶν τοὺς αὐχένας, Ὑφ’ ὧν ὁ Σατὰν συγκοπεὶς ἀπεπνίγη. Αἱρεῖ δὲ τὴν Αἴγυπτον ὠθῶν τὴν πλάνην | |
85 | Ἐν τῇ δι’ ἡμᾶς τῆς φυγῆς ὑποκρίσει, Καὶ δείκνυσι πῶς εὐπρεπῶς ἄν τις φύγοι Τὸν τοῦ σκότους τύραννον, εἰ πάντως δέοι. Λέπρας δὲ πᾶν αἴσχιστον ἐκτρίβει πάθος, Ὡς ἂν καθαρθῶ τῆς ἐμῆς ἁμαρτίας· | |
90 | Κυκώμενον δὲ τῇ στροφῇ τῶν πνευμάτων Τὸ ῥεῖθρον ἱστῶν κοσμικὴν λύει ζάλην. Ὃς δεσποτικῶς ἐγκελεύεται τρέχειν Καὶ τὴν κλίνην ἄραντι τῷ παρειμένῳ· Τοῖς γὰρ παραπτώμασιν ἐκλελυμένην | |
95 | Τὴν φύσιν ἡμῶν οὐ παρεῖδεν ὁ πλάσας. Ὃς αἵματος ῥοῦν ἐμπεδοῖ τῷ κρασπέδῳ, Κλοπὴν γυναικὸς εὐσεβοῦς μὴ φαυλίσας. Χηρᾷ δὲ χειρὶ σωστικὴν δοὺς ἰκμάδα Πρὸς νῆψιν ἡμᾶς πρακτικὴν ἀπευθύνει· | |
3.13(100) | Ἄρτοις δὲ πέντε δαψιλῶς ὄχλους τρέφει, Ζῶν ἄρτος αὐτὸς εὑρεθεὶς ψυχοτρόφος. Ὃς καὶ φύσιν ὕδατος εἰς οἶνον τρέπει, Φανεὶς δυνατὸς ἐξαμείβειν τὰς φύσεις· Πηλῷ δὲ τυφλὸν ὀμματοῖ καὶ δακτύλῳ, | |
105 | Σοφῶς νεουργῶν δυσπραγοῦσαν τὴν πλάσιν· | |
Στηρίζεται δὲ καὶ τρέχει καθ’ ὑδάτων Πηγνὺς τὸ ῥευστὸν τῆς ἐμῆς διαρτίας· Ἁπλῶς δὲ συντριβεῖσαν ἡμῶν τὴν φύσιν Ἀναπλάσας ἔδειξεν εὐπρεπεστέραν· | ||
110 | Ἐνταῦθα πορνῶν σωφρονίζεται τρόπος, Νεκρὸς δὲ μυδῶν τετραήμερος τρέχει Τὰ νεκρικὰ σπάργανα ῥηγνὺς εὐτόνως· Σοφίζεται δὲ τῶν βρεφῶν ἡ καρδία, Νικῶντος εὐθὺς τὴν φθορὰν τοῦ δεσπότου· | |
115 | Πειράσεται δὲ καὶ νικᾷ τὸν αὐθάδη Πεινῶν δι’ ἡμᾶς ὁ τροφεὺς τῶν ἐμψύχων· Ἀρᾷ δὲ συκῆς πυρπολεῖ ζῶντας κλάδους, Ὡς ἂν φύγω τὸ δεῖγμα τᾶς ἀκαρπίας· Χρεῶν δὲ πολλῶν ἐκκοπήν μοι δεικνύει | |
120 | Τάλαντον ἁπλοῦν ἐκδοθὲν πλὴν εὐθύνης. Καὶ παρθένοι σκιρτῶσι φαιδραὶ τὸν βίον, Καὶ παρθένοι θρηνοῦσι μωραὶ τὸν τρόπον, Παρόντος ἐγγὺς τοῦ καλοῦντος νυμφίου· Πίνει δὲ τὸ ζῶν ἡ Σαμαρεῖτις ὕδωρ | |
125 | Εὑροῦσα πηγὴν μυστικῆς ἐπομβρίας. Ἀνὴρ δὲ πικροῖς ἐμπεσὼν ὁδοστάταις Τῆς ψυχοκερδοῦς ἀξιοῦται φροντίδος. Λῃστὴς δὲ τὸν πρέποντα καιρὸν ἁρπάσας Ἐδὲμ θυρωρὸς καὶ πολίτης γίνεται. | |
130 | Τὸ γοῦν μετασχεῖν τῶν τοσούτων θαυμάτων Τῷ δημιουργῷ τὴν ὑπεύθυνον φύσιν | |
Ἔνδειξιν, ὦ κράτιστε, συγγνώμης ἔχει. Πέτρος γὰρ αὐτὸς μαρτυρεῖ πάντων πλέον, Ὃς νῦν μὲν ἠρνήσατο τὸν διδάσκαλον | ||
135 | Ληφθεὶς λογισμοῦ συστολῇ μικροψύχου· Νῦν δὲ τρέχων ἔσπευδεν ἰδεῖν τὸν τάφον· Καὶ νῦν μὲν αὐτῷ συλλαλεῖ τῷ δεσπότῃ, Νυνὶ δὲ κλεισθεὶς οὐρανῶν κλεῖς λαμβάνει, Καὶ θαυματουργεῖ τῇ σκιᾷ τοῦ σώματος. | |
140 | Ἀλλ’ ὦ βασιλεῦ, τῆς ἐμῆς ψυχῆς ἔαρ, Καὶ πνεῦμα καὶ φῶς καὶ τρυφὴ καὶ φαιδρότης, Ὦ λῆμα καὶ νοῦ καὶ λογικὴ λεπτότης Ἀσυγκρίτως ἔχουσα πρὸς πᾶσαν φύσιν· Ὦ τοῦ γένους ἔγερσις ἀψευδεστάτη, | |
145 | Καὶ τοῦ στέγους ὕπαρξις ἀσφαλεστάτη, Τί δὴ τὸ λευκὸν καὶ χλιδῶν τῶν μαργάρων, Εἴπερ φύσις πήγνυσιν αὐτοὺς ὀστρέων, Πρὸς τὴν διαυγῆ τοῦ προσώπου σου χρόαν, Ἣν ἡ χάρις ἔδειξε λευκὴν ὡς γάλα; | |
3.13(150) | Τί καὶ τὸ φαιδρὸν ψυχόντων ἀνθράκων Πρὸς τὴν φυσικὴν τῶν μελῶν σου πορφύραν; Μὴ τὸν νοητὸν ἠμφιάσω δεσπότην, Καὶ ζῇς ἐν αὐτῷ κατὰ Παῦλον τὸν μέγαν, Ὡς πᾶσαν ἁπλῶς ἐκνικᾶν ὥρας χάριν, | |
155 | Ἣν χωρὶς εἰς ἕκαστον ἡ φύσις γράφει; Μὴ τῆς ψυχῆς τὸ κάλλος ἐμφαίνεις ὅσον Πρὸ τοῦ μολυσμοῦ τῶν παθῶν τῶν ἐξ ὕλης; Μὴ σαρκὸς ἐν σχήματι νοῦς ὅλος μένων | |
Τὴν ὄψιν αὐτὴν ζωγραφεῖς τῶν ἀγγέλων; | ||
160 | Ἀλλὰ πανηγύριζε, τέρπου, φαιδρύνου· Καὶ γὰρ ὁ τὰς κλεῖς τῆς φθορᾶς διαθλάσας, Καὶ πάντα νεκρὸν ἐκ μυχῶν γῆς ἁρπάσας, Καὶ πάντα καιρὸν ἐξαμείβων ὡς θέλει, Καὶ πάντα μετρῶν ὡς ἐπίσταται χρόνον, | |
165 | Ἐκεῖνος αὐτὸς εἰς πολὺ πλῆθος χρόνων Ἐν σοὶ πλατυνεῖ πανταχοῦ γῆς τὸ κράτος. | |
3.14(1t) | Παραμυθητικοὶ πρὸς τὸν αὐτοκράτορα, τῶν Σικελιωτῶν | |
2t | τὴν Θρᾴκην ἐπιδραμόντων. | |
1 | Τί δὴ, βασιλεῦ πρὸς θεοῦ κεχρισμένε, Πενθεῖς δι’ ἡμᾶς ἐν σιγῇ καὶ δακρύεις, Πυκναῖς σεαυτὸν συστολαῖς ἀποθλίβων, Καὶ τοὺς ἀγωγοὺς τῆς ῥιπῆς τῶν ὀμμάτων | |
5 | Ἀτμοῖς ψυχικῶν συνθολῶν ἐμβρασμάτων, Καὶ τὴν φυσικὴν ὑποτήκων ἰκμάδα Τῇ παραγωγῇ τῆς πυρᾶς τῶν δακρύων; Τί δὴ, βασιλεῦ, τῇ στροφῇ τῶν φροντίδων Καὶ τῇ πνιγηρᾷ τῆς πνοῆς διεξόδῳ | |
10 | Τὸ χῦμα τῆς σῆς ἀντανείργεις καρδίας, Καὶ τὸν πλατυσμὸν τῆς ψυχῆς οὐ δεικνύεις; Θεοῦ γὰρ οὐ χρὴ συσκιάσειν ἐμφάσεις Ἐκ τῶν μεταξὺ τοῦ προσώπου συμβόλων. | |
Τί δὴ, κεφαλὴ καὶ ψυχὴ καὶ καρδία, | ||
15 | Καὶ νοῦ καθαρὲ τοῦ μεγάλου σώματος (Αἰνίττομαι γὰρ τὰς φυλὰς τῶν Αὐσόνων), Ἐναπομάττῃ δραστικῶς καὶ συλλέγεις Ἁπάσας ἁπλῶς τὰς νομὰς τῶν τραυμάτων; Κἂν δέρμα, κἂν σὰρξ, κἂν βραχὺς ὄνυξ πάθῃ· | |
20 | Κἂν θρὶξ περιττὴ, κἂν ψεκὰς παρεμπέσῃ· Κἂν φθεὶρ ἐνοχλῇ, κἂν ὁ μῦς κλέπτῃ ψίχας· Κἂν σαλπίσῃ κώνωπος ἠρέμα στόμα· Κἂν βοῦς συληθῇ, κἂν ὀρεὺς, κἂν ἀρνίον, Κἂν ἵππος ἢ σῦς ἐκ νομῆς πολυτρόφου, | |
25 | Ἢ βότρυς ἢ ῥὰξ ἐκ τοσαύτης ἀμπέλου, Τῶν ἑσπερινῶν εἰσφθαρέντων ἁρπάγων· Οὕτω γὰρ οἶδα πρὸς τὸ σὸν μέγα κράτος, Καὶ τὴν φυσικὴν τῆς ψυχῆς μοναρχίαν, Τὴν νῦν καθ’ ἡμῶν ἀγανάκτησιν κρίνειν, | |
30 | Ἣν μᾶλλον ἡμᾶς εὐδοκῶν ἐπιστρέφειν Ὁ παιδαγωγὸς τῶν ψυχῶν ἐπιτρέφει Καὶ δῆλός ἐστι σωφρονίσων τὴν φύσιν, Ὡς τέκνα πατὴρ συμπαθὴς ὢν τὴν φύσιν, Καὶ μάστιγας μὲν ἐμβριθῶς ἐπιτρίβων, | |
35 | Πλὴν ὥστε ῥιπτεῖν εἰς φθορὰν οὐκ ἐκτρίβων, Οὐδ’ ὥσπερ εἰς ἄλευρον εὐθὺς συντρίβων. Τοῖς δαίμοσι γὰρ τοῖς κακοῖς κυναρίοις Τὸν ἄρτον, ὡς εἴρηκεν, οὐ βαλεῖν θέλει· Πλὴν εἰς ἀπειλὰς τὸν θυμὸν παρατρίβων, | |
40 | Ἕως κατασχὼν καὶ μαλάξας τοῖς φόβοις | |
Αὗθις νεουργῶν εὐγενίσῃ τὴν πλάσιν. Πῶς οὖν, βασιλεῦ, δυσφορεῖς πάντων πλέον, Ὅταν ἐπιστὰς ὁ γλυκὺς παιδοτρίβης, Καὶ γραμματιστὴς καὶ σοφὸς καὶ τεχνίτης, | ||
45 | Δοκῇ σοβαρὸς τῷ σκοπεῖν τὸ συμφέρον; Καὶ σὺ δὲ φανεὶς εὐμαθὴς ἐπιστάτης Ἐν συναγωγαῖς τῷ θεῷ πτωχοσχόλοις, Ὡς τὴν φύσιν κράτιστος ἐκ μειρακίου, Καὶ τῷ καθ’ ἡμᾶς ἐμφερὴς διδασκάλῳ | |
3.14(50) | Λαλεῖς, παραινεῖς, μαστιγοῖς ὅταν δέοι, Καὶ πάλιν εἰ χρὴ συμπαθῶς ἐπιβλέπεις· Καὶ πάντα ποιεῖς, τὸν διδάσκαλον τρέμων, Ὃς τοῦτον ἰδὼν ἐξ ἀδήλου τὸν φόβον Ὀργίζεται μὲν, ἀλλὰ τοῖς νωθεστέροις, | |
55 | Μαλάσσεται δὲ τοῖς προσεκτικωτέροις· Καὶ σπένδεται μὲν, ἀλλὰ σὴν δήπου χάριν, Ἀεὶ δὲ παρὼν ἐξετάσει καὶ βλέπει, Καὶ τὴν ἀγωγὴν τῆς σχολῆς ἐκμανθάνει· Καὶ νῦν μὲν εἰς πῦρ τὸν θυμὸν παροξύνει | |
60 | Πιμπρᾶν ἀπειλῶν εἰς ἀνάγκην ἐσχάτην· Νῦν δὲ στομοῖ σίδηρον ἀκόνην φέρων, Καὶ σχηματίσει τὴν σφαγὴν πρὸ τῆς βλάβης· Νῦν δὲ τροφῆς ἄγευστον ἐξάγει κρίσιν, | |
Εἴργων προελθεῖν τὰς γονὰς τῆς παμφόρου, | ||
65 | Ἢ ξηρὰ τοῖς ὕδασι μοσχεύων ξύλα Γόμφοις περιττοῖς προσφυῶς πεπαρμένα, Μήπως προληφθῇ καὶ θρυβῇ τῇ συντάσει, Πληγὰς καθ’ ἡμῶν δυσχερεῖς ἐπιγράφει. Καὶ ταῦτα ποιεῖ τοῖς κακοῖς ὠργισμένος· | |
70 | Εἰ δὲ προσηνεῖς καὶ προκόπτοντας βλέποι, Καὶ πρὸς τὰ μαθήματα συντονωτέρους, Ἃ τῇ φύσει προὔθηκεν ἐξειλεγμένα Σοφὸς πεφυκὼς πανταχῆ σχεδεκδότης, Προκύψας εὐθὺς ἐξ ὀπῆς ἀποκρύφου | |
75 | Πολλῶν ἀγαθῶν ὁρμαθοὺς ἐπιβρέχει, Καὶ τεκνοποιεῖ καὶ καλεῖ φιλοφρόνως Ποθῶν καταψῶν εὐθυμεῖν ἐπιτρέπων, Καὶ μέχρις αὐτῆς εὐδρομεῖν τῆς ἀγκάλης. Οὕτω δικάσει τοῖς βροτοῖς ὁ δεσπότης, | |
80 | Οὕτως ἀναιρεῖ τὰς λαβὰς τῶν τραυμάτων, Οὕτως ἀνείργει τὰς νομὰς καὶ τὰς φλέβας Καὶ τὰς ἀφανεῖς τῶν κακῶν ἐπιῤῥύσεις, | |
Καὶ πάσας ἁπλῶς ἐκδιώκει τὰς νόσους Ὀξὺς ἰατρὸς εὑρεθεὶς πρὸς τοὺς πόνους. | ||
85 | Τί γοῦν, βασιλεῦ, τὴν καλὴν ὄντως φύσιν, Τὸ σῶμα τὸ ζῶν εἰς τὸ θάλπειν τὸ κράτος Καὶ τοὺς νεοττοὺς τῆς γονῆς ὑπεξάγειν, Μὴ δαπανηθῇ καὶ ῥυῇ τὸ πᾶν γένος, Καὶ κατενεχθῇ πρὸς τὸ χεῖρον ἡ κτίσις, | |
90 | Εἰκῆ ταπεινοῖς καὶ λυπεῖς καὶ συντρίβεις Κρυπτὸν μαρασμὸν ἐμβαλὼν τῇ καρδίᾳ; Τί τὴν ἀσυλλόγιστον ἀνθρώποις κράσιν Καὶ τὴν ἀπαθῆ τῆς ψυχῆς εὐεξίαν Εἴργεις φυσικῶν ἐμφορεῖσθαι φαρμάκων, | |
95 | Κἂν μικρὸς ἢ μέγιστος ἢ μέσος πόνος Πικρῶς ἐνοχλῇ προσρυεὶς παρ’ ἐλπίδας; Πλὴν εἰ σεαυτὸν ἐξετάζοις ἐνθάδε Καὶ τοῖς παλαιοῖς Αὐσονάρχαις συγκρίνοις, Οὓς πεττὸς ἐγνώρισεν οὐκ ἔχων στάσιν, | |
3.14(100) | Καὶ δεῖπνα συχνὰ καὶ χρονίζοντες πότοι, Καὶ κυμβάλων κρούματα ῥᾳστώνης χάριν, Ἐφ’ ὧν τὸ σεπτὸν ἐπλατύνετο κράτος, Εὐθὺς γλυκανεῖς τῆς ψυχῆς τὴν πικρίαν, Καὶ τὴν περιττὴν φλεγμονὴν κατασβέσεις· | |
105 | Εἰ γὰρ κατ’ αὐτοὺς καὶ τὸ πᾶν ἔχειν δίδως, Τὴν ἀρετὴν ἄμισθον εὑρίσκειν δίδως, Χρηστόν τι ποιεῖν τῶν κακῶν δυναμένων· Ὃ πῶς ἂν αὐτὸς κἂν ἐγὼ λέγω κρίνοις, | |
Ὁ καὶ μεταξὺ τῶν λυπούντων ἀγχίνους; | ||
110 | Ὁρᾷς, βασιλεῦ, τῶν φυτῶν τοὺς ἐργάτας Οἳ τὰς ἐν αὐτοῖς ἐξοχὰς καὶ τοὺς κλάδους, Εἰς δυσπλόκους ἕλικας ἐκτεταμένους, Τεθηγμένοις τέμνουσιν ἐγχειριδίοις, Μὴ, τοῖς περιττοῖς εἰσρυείσης τῆς δρόσου, | |
115 | Μείνῃ τὸ σῶμα τῆς φυῆς τεθλιμμένον, Καὶ καταμικρὸν εὑρεθῇ πεφρυγμένον; Τινὲς δέ φασι πυρπολεῖν τὰς ἀμπέλους, Ὡς ἂν τὸ θερμὸν εἰς τὸ βάθος ἐκτρέχον Τὰς ῥίζας αὐταῖς εὐφυῶς ἀναψύχῃ, | |
120 | Καὶ δημιουργῇ τὰς γονὰς τελεσφόρους. Τί γοῦν ἀθυμεῖς καὶ πιέσεις τὴν φύσιν, Ὅταν ἑκάστῳ τὸ προσῆκον εἰσφέρῃ Ψυχῶν γεωργὸς εὑρεθεὶς ὁ δεσπότης; Φέρε, σκοπῶμεν τὴν φορὰν τῶν πραγμάτων | |
125 | Ἐκ τῶν φυσικῶν αἰτιῶν καὶ λημμάτων, Πόθεν τὸ βασίλειον ἐκτήσω κράτος. Εἰ μὲν γὰρ ἐκ γῆς, οὐ σοφῶς ἂν θαυμάσαις Ὁρῶν τὸ ῥευστὸν καὶ τὸν ἄστατον δρόμον, Καὶ τὴν περιττὴν τῆς ῥοπῆς ἀταξίαν, | |
130 | Καὶ τὰς ἀμυδρὰς τῆς σκιᾶς ὑποκρίσεις Καὶ τὰς ἀκαλλεῖς τῶν δοκούντων ἐμφάσεις. Εἰ δ’ ὥσπερ εἰκὸς ἐκ θεοῦ πρόσεστί σοι | |
Τοῦ κατακοσμήσαντος ἣν ἔχεις φύσιν, Τί συλλογίσῃ τὴν κατ’ ἄνθρωπον κρίσιν, | ||
135 | Καὶ καθάπερ σύμμαχον οὐκ ἔχων μέγαν, Μᾶλλον δὲ καὶ πρόμαχον ἐν τοῖς κινδύνοις, Πενθεῖς ὁ καλὸς τοὺς κακοὺς καὶ δακρύεις; Σὺ γὰρ κἂν οὐδὲν εἰσενεγκεῖν ἰσχύσῃς, Ἀλλ’ οἶδεν αὐτὸς ἀκριβῶς τὸ συμφέρον, | |
140 | Ὃς οὐ λίθον δίδωσιν ἂν ἄρτον θέλῃς, Παρακρατεῖ δὲ τῆς μαχαίρας τὸ στόμα, Τὸ τῆς σφαγῆς ὕποπτον εὐτέχνως λύων. Τίς οὖν, βασιλεῦ, καὶ τὸν ἔμπροσθεν χρόνον Συνεῖχε δεσμοῖς καὶ σφαγαῖς τοὺς ἐκφύλους | |
145 | Καὶ πρὶν καθ’ ἡμῶν εἰσρυῆναι πολλάκις; Τίς ῥῆγας εὐθὺς δυσμενεῖς καὶ σατράπας, Καὶ δημαγωγοὺς ἐθνικῆς πανσπερμίας Καθεῖλεν εἰς γῆν γαυριῶντας ἀφρόνως; Τίς τοὺς κακούργους, τοὺς θρασεῖς, τοὺς αὐθάδεις, | |
3.14(150) | Τοὺς λωποδύτας, τοὺς φθορεῖς τῶν πραγμάτων, Τοὺς αὐτοφυεῖς τῷ δοκεῖν πρωτοστάτας, Τοὺς νυκτερινοὺς καὶ σκιώδεις δεσπότας Εἰς φῶς ἐνεγκὼν ἐξ ὀπῆς καὶ φαυλίσας Ἀφῆκε νεκροὺς κἂν δοκῶσιν ἐμπνέειν; | |
155 | Ὁρᾷς, βασιλεῦ, τὸν τροχὸν τῶν πραγμάτων Καὶ τὴν ταραχὴν τῆς φορᾶς τῆς ἀστάτου Ἢ πάντα κινεῖ καὶ στροβεῖ καὶ συγχέει, Καὶ νῦν μὲν ὑψοῦ νῦν δὲ πρὸς βάθος τρέχει, Καὶ τοῖς ἑλιγμοῖς κλαυσιᾷ τῶν ἁψίδων, | |
160 | Ὠθοῦντος αὐτὸν ἐμβριθῶς τοῦ πασσάλου, Ὃν ἡ φύσις ἔπηξεν ἀῤῥήτῳ στάσει, Μὴ συμποδισθῇ τῇ παρὰ φύσιν βάσει, Καὶ κατενεχθῇ τῆς λαβῆς τεθραυμένης; Ἢ πῶς ἔδει Πλάτωνα πεττεύειν μάτην, | |
165 | Ἄθυρμα κοινὸν ζωγραφοῦντα τὸν βίον; Ὃν ἄλλος ἀνὴρ ἐκδραμεῖν ἠπειγμένον Μείρακα γυμνὸν καὶ τριχῶν ἄνευ γράφει, Καὶ ληπτὸν οὐ δίδωσι τοῖς ὀξυδρόμοις· Οὐδεὶς γὰρ αὐτὸν εὐχερῶς ἂν ἁρπάσοι, | |
170 | Γλίσχρον τὸ φεύγειν τῆς γραφῆς εἰργασμένης. Ἄλλος πτερωτὸν ἐν κυλίνδρῳ δεικνύει Σωματοποιῶν τῆς φορᾶς τὰς ἐμφάσεις· Ἄλλος δὲ καὶ δρέπανον αὐτῷ προσγράφει Καὶ δημιουργεῖ πάντα τὸν χρόνον θέρος. | |
175 | Οὐ φείδεται γὰρ τῆς φυῆς τῶν πραγμάτων· Τέμνει δὲ πάντα καὶ πρὸ τῆς ὥρας τάχα· Καὶ στάχυς αὐτῷ νῦν προκύπτουσα χλόη· Καὶ καρπὸς οὐδείς ἐστιν ἐκ τῶν δραγμάτων, Ἃ, καθάπερ φρύγανα συντεθειμένα, | |
180 | Τὸ προσριπισθὲν δαπανᾷ πῦρ τοῦ χρόνου. Τούτους, βασιλεῦ, μὴ παρέλθῃς τοὺς τύπους, Οὓς ἡ φύσις ἔγραψεν ἐκ τῶν πραγμάτων· Ὁρᾷς γὰρ αὐτοὺς πανταχοῦ γῆς ἠγμένους, | |
Καὶ πρὸς τὸ δυσέκνιπτον ἐσκιῤῥωμένους | ||
185 | Τοῖς ἀξύλοις πίναξι τῶν δεδογμένων, Ὡς ἂν τὸ λυποῦν εὐφυῶς περιζέσῃς Φαιδρὸν σεαυτὸν ζωγραφῶν τῇ καρδίᾳ. Νῦν ὁ Σκύθης ἄριστος ἱπποτοξότης, Νῦν ἄλλος αὐτῷ τὴν βολὴν ἀντιστέφει· | |
190 | Νῦν ἔσχε Περσὶς εὐτυχῶς παρ’ ἐλπίδας· Νῦν ἡ Βαβυλὼν ἐκνικᾷ τὴν Περσίδα· Νῦν ἔθνος αὐτὴν ἐκδραμὸν καταστρέφει· Νῦν ἄλλος αὐτὸ συμποδίζει σατράπης· Οὐδεὶς δὲ νικᾷ, τὸ κρατεῖν γὰρ τοῦ χρόνου. | |
195 | Καὶ νῦν μὲν αὐτὸς ὁ σφριγῶν ὁ γεννάδας Αἱρεῖ τὸν ἐχθρὸν συμπλακεὶς ἀκινδύνως· Νῦν δ’ ἄλλος αὐτὸν ἀδρανὴς ἄγχει θλίβων. Οὕτω, βασιλεῦ, καὶ πένης πλουτίζεται, Καὶ πλουσίου δύναμις οὐχ ὑφίσταται· | |
3.14(200) | Λιμὸς δὲ πολλὰς ἐλπίδας ἐργάσεται, Τρυφὴ δὲ συχνῶν συμφορῶν ὑποψίαν, Ὅταν ὁ καιρὸς ἐξαμείβῃ τὰς φύσεις, Ὁ παραγωγεὺς καὶ φθορεὺς τῶν πραγμάτων. Εἰ γοῦν ὁ ῥευστὸς καὶ παλίμβολος βίος | |
205 | Νῦν τοῦτο, νῦν δ’ ἐκεῖνο, νῦν δ’ οὐδὲν πλέον Ἢ πνεῦμα καὶ χνοῦς καὶ σκιὰ πρὸ φωσφόρου, Μετὰ δὲ μικρὸν ἀγνοούμενος τύπος· Εἰς γὰρ τὸ μηδὲν ἡ ῥοὴ παρατρέχει. | |
Τί πρὸς τὸ παρὸν δυσφορεῖς ὡς ἐν στάσει, | ||
210 | Κἀν τοῖς ἀγῶσιν ἀκριβῶς τοῦτο βλέπω, Κἀν τοῖς θαλαττεύουσι καὶ τοῖς ἐμπόροις; Ἡ γὰρ κάτω κίνησις οὐκ ἔχει στάσιν. Ἀλλ’, ὦ βασιλεῦ, μηδὲ τοῦτο θαυμάσῃς, Εἰ τὰς ἀγωγὰς ἡ στροφὴ περιτρέποι, | |
215 | Καὶ ῥεῖν ἀτεχνῶς ἐκβιάζοι τὰς φύσεις. Εἰ γὰρ λάβῃ κίνησιν ἐν σοὶ τὸ θλίβον, Ῥυήσεται δὲ πρὸς τὸ μηδὲν αὐτίκα, Παγήσεται μὲν τοῦ κακοῦ τοὐναντίον, Ἔσται δὲ τετράγωνος ὁ χρόνος βάσις· | |
220 | Ὁ δὲ γλυκασμὸς τῆς ψυχῆς καὶ τοῦ κράτους Μιμήσεται μὲν ἀκριβῶς τὰς ἐλπίδας, Αἷς οὐκ ἔχει κίνησιν ἡ πάλαι στάσις· Μενεῖ δὲ σαφὴς δαψιλὴς ἐπεισρέων, Ὡς ἀπὸ λωτοῦ καὶ τρυφῆς τῶν πραγμάτων. | |
225 | Ἔχω δέ σοι γνώρισμα τὴν ξένην φύσιν, Ἣν ἔσχεν οὐδεὶς τῶν βεβασιλευκότων, Εἰ καὶ Σολομῶν δυσχεραίνοι τὸν λόγον· Τῆς χάριτος γὰρ ὁ βραβεὺς εἷς εὑρέθη. Πλὴν ἀκροάσθω καὶ δεχέσθω τὸν λόγον, | |
230 | Καὶ τὴν ἀληθῆ μὴ κακιζέτω κρίσιν. Εἰ δ’ οὖν, τὸ λευκὸν τῶν τριχῶν κράσει στόμα Τοῖς τοῦ χρόνου σφίγμασιν ἐμπεφραγμένον· Φανήσεται γὰρ ἐκ ταφῆς αὖθις γέρων Αἰδοῦς ἀμοιρῶν τῆς πρεπούσης πρεσβύταις, | |
235 | Κἂν ἄλλος αὐτὸν συμπαθέστερος λόγος Μείρακα τιμῶν ζωγραφῇ στεφηφόρον. | |
Ἔχω μὲν οὖν, κράτιστε, πολλὰ δεικνύειν, Δι’ ὧν τὸ λυποῦν ἐν βραχεῖ παρακμάσει· Πλὴν εἷς λογισμὸς ἀντὶ πάντων ἀρκέσει, | ||
240 | Μήπως ὁ καιρὸς ἐκταθῇ μοι τῶν λόγων. Ὅταν γὰρ ἴδῃς τὸν σοφὸν, τὸν ἀγχίνουν, Τὸν πατριάρχην, τὸν θεόπτην, τὸν μέγαν, Ὃς οἶδε σεισμὸν καὶ θυμὸν γῆς προβλέπειν, Καὶ πῦρ ἀπειλοῦν καὶ θεὸν παιδοτρίβην, | |
245 | Εὐθὺς τὰ δεινὰ τῆς ψυχῆς ἀποξέω, Καὶ γίνομαι ζῶν εἰς τρεφούσας ἐλπίδας· Ὡς οὐχὶ συχνὸς παρελεύσεται χρόνος, Καὶ πάντα καλὰ, βασιλεῦ, ταῦτα φράσεις, Καινὸν πλατυσμὸν τεκτονεύσας τῷ κράτει· | |
3.14(250) | Ἑξῆς δὲ τί χρὴ καὶ τὰ τῶν ἄλλων γράφειν, Οἷς τήκεται ζῶν τῆς φθορᾶς τὸ σαρκίον, Σκληραῖς ἀγωγαῖς ἐμβριθῶς ὑποῤῥέον, Ὡς ἂν ὁμιλῇ τῆς ψυχῆς ἡ λεπτότης Τῷ δημιουργῷ τῆς πνοῆς ὀξυδρόμως, | |
255 | Ἐῶσα τὸν χοῦν ὡς βαρύ τι φορτίον Εἰς τὴν χαμερπῆ καὶ παλίνστροφον κόνιν; | |
Τὰ γὰρ κατ’ αὐτοὺς οὐδ’ ἀριθμεῖν ἰσχύω Νικῶντα μικροῦ τὴν κατ’ ἄνθρωπον φύσιν· Ὧν εἴπερ εἷς ἦν εἰς τὸ σὸν θαῤῥῶν σέβας, | ||
260 | Ὃ ποικίλως ἔδειξας ἠκριβωμένον, Εἰ μηδὲν εἶχε συμμαχοῦν ἄλλο βλέπειν, Ἔσωσεν ἄν σοι μυριάνθρωπον πόλιν, Καὶ τοὺς πόνους ἔλυσε χειρῶν ἐκτάσει. Πλὴν ἀλλὰ σαυτὸν τοῖς παροῦσιν ἀντίθες | |
265 | Ἐν τῇ στρατιᾷ τοῦ θεοῦ τεταγμένον, Καὶ κατὰ παντὸς δυσμενοῦς ὡπλισμένον, Οἷα κραταιὸν τοῖς πτεροῖς τῶν ἀγγέλων, Καὶ ταῖς σταθηραῖς ἀρεταῖς ἐσταλμένον, Αἳ πᾶν μὲν ἐκτρέπουσιν ἀῤῥήτως βέλος, | |
270 | Σὲ δὲ γράφειν ἔχουσιν ἐν στεφανίταις, Τὸν Αὐσονάρχην, τὸν πολὺν, τὸν γεννάδαν, Τὸν ὑπὲρ ἡμᾶς, τὴν ἀσύγκριτον φύσιν. Ἀλλ’ ὦ φύσει ζῶν καὶ κρατῶν πάντων μόνε, (Τέλος γὰρ οὐδὲν οὐδὲ γηρῶν σοι χρόνος | |
275 | Τῷ δημιουργήσαντι καιροὺς καὶ χρόνους, Ὡς τὸν παρ’ ἡμῖν χιλιάριθμον χρόνον Εἶναι παρὰ σοὶ ψαλμικῶς χθὲς ἡμέραν·) Σὺ πρῶτα ποιεῖς ἐν ῥιπῇ τοὺς ἀγγέλους Λειτουργικὰ πνεύματα δεικνὺς πανσόφως· | |
280 | Οὐκ ἦν γὰρ εἰκὸς εἰς τὸν ὕψιστον θρόνον, Ὃν ἡ κατὰ νοῦν ὀργανοῖ λεπτουργία, Μὴ καὶ δορυφόρους σε καὶ πρωτοστάτας | |
Καὶ δημαγωγοὺς εὐτυχεῖν ὑπερτίμους, Ἀκαμάτους κήρυκας, ἀγρύπνους δᾴδας, | ||
285 | Χρηστοὺς, λογικοὺς, ἰσχυροὺς, ὀξυδρόμους, Ὕλης ἀγεύστους καὶ φθορᾶς ὑπερτέρους, Καὶ τῶν παρὰ σοὶ μυστικῶν θερπισμάτων Ἐπιμελητὰς ἀκριβεῖς καὶ συντόνους; Σὺ τὸν τοσοῦτον ὡς δορὰν τείνεις πόλον, | |
290 | Στικτὸν δὲ ποιεῖς τοῖς χοροῖς τῶν ἀστέρων, Τὸν ἥλιον δὲ τακτικῶς διεξάγεις Ἄρχοντα δεικνὺς ψαλμικῶς τῆς ἡμέρας, Καθάπερ αὐτὸν τῆς σελήνης τὸν δρόμον Εἰς ἑσπέρας ὕπαρξιν ὡς βασιλίδος. | |
295 | Ἶριν δὲ τὴν εὔκυκλον ἀῤῥήτως γράφεις, Καὶ δημιουργεῖς ἐξ ἐκείνης αἰθρίαν Βροντῶν, χαλαζῶν, ἀστραῶν, ὄμβρων, γνόφου, Ἐγχεῖς δὲ πυκνὰς τῆς πνοῆς τὰς ἐξόδους, Καὶ πῦρ ὑπὲρ γῆς ἀντανάπτεις οὐ φλέγον, | |
3.14(300) | Καὶ ῥοῦν κρεμαστὸν ἐκ φλεβῶν δίδως ξένων· Ἄλλον δὲ ῥοῦν κάτωθεν ἐξάγεις πάλιν Τὴν γῆν ἐπ’ αὐτοῦ τὴν τοσαύτην πηγνύων, Ὡς εἰς τὸ μηδὲν ἐντεθῆναι τὴν βάσιν, Εἶναι δὲ σαφῶς ἀντὶ βάθρων καὶ στύλων | |
305 | Τὸ σὸν μόνον θέσπισμα τῇ κάτω κτίσει. Σὺ τῶν θαλασσῶν ἐμπλατύνεις τὴν χύσιν Τῇ συναγωγῇ τῆς ῥοῆς τῆς ἀσχέτου· Ψάμμῳ δὲ ταύτῃ σωφρονίζεις τὸ θράσος, Μὴ παρενεχθῇ καὶ καλύψῃ τὴν κτίσιν, | |
310 | Ὅτε σφριγῶσιν αἱ πνοαὶ κατακράτος. | |
Σὺ καὶ πετεινὰ καὶ μετ’ αὐτὰ θηρία, Καὶ τοὺς περιττοὺς τῆς θαλάσσης ἰχθύας, Καὶ πᾶν ἐπὶ γῆς ἑρπετῶν δίδως γένος· Σὺ καὶ τὸν Ἀδὰμ ἐκ χοὸς διαπλάσας, | ||
315 | Καὶ ζῶσαν εὐθὺς ὀργανώσας τὴν πλάσιν· Ὁ καὶ φυτουργὸς τῆς Ἐδὲμ καὶ δεσπότης, Ἐπεὶ γυναικὸς ἀπάτῃ θηλύνεται· καὶ σαίνεται μὲν ἐλπίδι θεώσεως, Ἡδύνεται δὲ τῷ ξύλῳ τῆς γνώσεως· | |
320 | Γυμνὸς δὲ παντὸς ἐνδύματος γίνεται, Καὶ τῆς τρυφῆς ἐντεῦθεν ἐξορίζεται, Καὶ τὴν συκίνην ἀμφιέννυται σκέπην, Καὶ κρύπτεται μὲν ἀπὸ σοῦ παραυτίκα· Ἐλέγχεται δὲ καὶ τρανοῖ τὴν αἰσχύνην, | |
325 | Καὶ πάλιν εἰς γῆν ἐξ ἀρᾶς ὑποστρέφει Σοφῶς νεουργεῖς τῆς φθορᾶς ἐξαρπάσας. Καὶ γὰρ κεραμεὺς ἀρχιτέκτων εὑρέθης Φθαρεῖσαν αἰσχρῶς εὐγενίζων τὴν πλάσιν· Πολλῶν δὲ κακῶν εἰσρυέντων ἐν μέσῳ, | |
330 | Καὶ τοῦ πάθους ὄλεθρον ἐντεθεικότος, Αὐτὸς τὸν υἱὸν ἀντιφάρμακον δίδως· Ὃς τίκτεται μὲν ἡμερῶν ἐπ’ ἐσχάτων Εἰς σάρκα παγεὶς ἐξ ἀνάνδρου παρθένου, Ἣν αὖθις ἁγνὴν καὶ φθορᾶς ὑπερτέραν | |
335 | Ἔδειξεν ὡς ἦν καὶ πρὸ τοῦ ξένου τόκου· Τοῦ σοῦ γὰρ ἦν πνεύματος ἡ συνεργία Τοὺς φυσικοὺς κινοῦντος ἀῤῥήτως νόμους· Ἑκὼν δὲ παθὼν καὶ σφαγεὶς ἐπὶ ξύλου Ζωοῖ τὸν Ἀδὰμ τὸν φθαρέντα τῷ ξύλῳ, | |
340 | Καὶ πᾶσαν ἡμῶν ἐξ ἐκείνου τὴν φύσιν· Ἁνίσταται γὰρ ἐκ ταφῆς τριημέρου· Καὶ πάλιν εἰς σὲ τὸν θεὸν καὶ πατέρα, Τὸν ζῶντα καὶ μένοντα καὶ συνημμένον Τὴν σάρκα λαβὼν προσφυῶς ἀνατρέχει. | |
345 | Σὺ τοῦτον αὐτὸν τοιγαροῦν, πάτερ, δέχου· Καὶ γὰρ ἱλασμὸς εἰς τὸ σώσειν εὑρέθη· Καὶ τοῦτον ἡμῖν ἐξαπέστειλας τότε, Καὶ τοῦτον ἡμεῖς εὐτυχοῦμεν δεσπότην, Ὃς τοῦτον ἡμῖν εἰς βασιλέα χρίει | |
3.14(350) | Τὸν Αὐσονάρχην, τὸν πολὺν, τὸν ἀγχίνουν, Τὸν ὑπὲρ ἡμᾶς, τὴν φιλάνθρωπον φύσιν. Κἄν τι λέγειν ἔχοιμεν εἰς τοῦτον μέγα, Καὶ τοῦτο τῆς σῆς ἔργον ἐστὶν ἰσχύος· Ἐκ σοῦ γὰρ αὐτῷ τὸ κρατεῖν καὶ τὸ πνέειν· | |
355 | Ἐκ σοῦ τὸ νικᾶν εὐτυχῶς εἴπερ δίδως· Ἐκ σοῦ τὸ συζῆν τῇ τρυφῇ τῶν ἐλπίδων· Ἐκ σοῦ καθαρῶς τὸ πλατύνειν τὸ κράτος· Ἐκ σοῦ τὸ λαλεῖν καὶ φρονεῖν ἀσυγκρίτως. Σὺ λῦσον αὐτῷ συμπαθῶς καὶ τοὺς πόνους· | |
360 | Σὺ δεῖξον αὐτὸν εὐστεφῆ τοῖς πρακτέοις· Σὺ πῆξον αὐτὸν εἰς τὰ βάθρα τοῦ κράτους· Σὺ σφίγξον αὐτῷ τὴν στολὴν καὶ τὸ στέφος· Σὺ στῆσον αὐτοῦ συμβαλὼν εὖ τὸν θρόνον. | |
Ἐχθρὸς δὲ μηδεὶς ἢ σαφὴς ἢ λανθάνων, | ||
365 | Ἢ δεῦρο παρὼν καὶ δοκῶν εὔνους τέως, Ἢ γῆς ὁπουδὴ τήν γε σὴν δίκην φύγοι. Θεὸς γὰρ εἶ σὺ, καὶ τὸ πᾶν πληροῖς μόνος, Θεὸς δυνατὸς, καὶ ψυχῶν βάθη βλέπων, Θεὸς κραταιὸς, καὶ κριτὴς ὄντως μέγας. | |
370 | Νῦν δεῖξον ἡμῖν τὴν ἀγαθότητά σου, Νῦν δεῖξον ἡμῖν τὴν φιλάνθρωπον φύσιν, Καὶ τὸν πλατυσμὸν τῆς ἀνεξικακίας. Ἰδοὺ βασιλεὺς εὐκλεὴς πάντα τρόπον, Καὶ δημαγωγὸς, καὶ σχεδὸν Μωσῆς νέος! | |
375 | Γενοῦ χορηγὸς τοιγαροῦν τεραστίων· Δὸς ῥάβδον αὐτῷ μυστικῆς εὐανδρίας· Δὸς ὅπλον αὐτῷ κοσμικῆς μοναρχίας· Δὸς χάριν αὐτῷ, κάλεσον τοῦτον φίλον· Σκέπασον ὀφθεὶς ὑπὸ πέτραν ἐλπίδος· | |
380 | Λῦσον τὸν αὐχμὸν τῶν κακῶν καὶ τὸν γνόφον· Λάλει πρὸς αὐτὸν, μυστικὰς δίδου πλάκας· Ῥῆξον πάλιν θάλασσαν ἠρυθρωμένην· Ὁρᾷς γὰρ αὐτὴν ἐκ φλεβῶν κεχυμένην· Κάλυψον ἐχθροὺς ἐν μυχοῖς γῆς ἐσχάτοις· | |
385 | Τρέψον κατ’ αὐτῶν τῆς ῥοῆς τὰς προσχύσεις· Ἴθυνον αὐτὸν παγγενῆ σεσωσμένον, | |
Ὡς ἐν νεφέλῃ τῇ ῥοπῇ σου καὶ στύλῳ· Τήρησον αὐτὸν ὑπὸ τὴν πτέρυγά σου· Δόξασον αὐτὸν ψαλμικῶς ἐν ἰσχύϊ· | ||
390 | Σίτισον αὐτὸν χαρμονῆς μάννα βρέχων· Πότισον αὐτὸν μυστικὴν πέτραν σχίσας· Κίνησον αὐτῷ τῆς ψυχῆς τὴν πικρίαν Εἰς νέκταρ ἡδὺ καὶ χαρᾶς πλῆρες πόμα, Μήπως ὁ καινὸς Ἰσραήλ σοι γογγύσῃ, | |
395 | „Ἰδοὺ καθ’ ἡμῶν Ἀμαλὴκ ἄλλος τρέχει.“ Σύντριψον αὐτὸν σταυρικοῦ τύπου ξύλῳ Τὸν σὸν δὲ νῦν φάνηθι Μωσῆν δοξάσας Τὰς τῆς ψυχῆς παλάμας ἐκτετακότα. Ἔχεις Ἰησοῦν· δυσμενῶν θραῦσιν δίδου, | |
3.14(400) | Ἕως ἂν ἐκλίπωσιν, ὃ Γραφὴ λέγει· Πέμψον πρὸς αὐτὸν ἀγγελάρχην ὁπλίτην, Ὡς ἂν ἐπιστὰς εὐμαρίζοι τὰς τρίβους, Καὶ τοὺς καθ’ ἡμῶν ἐξ ἀδήλου συντρίβοι. Ἰδοὺ Γολιὰθ, τὸν θρασὺν ὄχλον βλέπεις, | |
405 | Τὸν αἱμοχαρῆ, τὸν σφριγῶντα πρὸς μάχας· Ὅπλισον ἡμῖν τὸν Δαβὶδ τῇ σφενδόνῃ Ἣν ἡ κραταιὰ δεξιῶς χείρ σου πλέκει, Μὴ κατακαυχήσαιτο τοῦ σοῦ ποιμνίου Θηρὸς πονηροῦ δυσχαλίνωτον στόμα, | |
410 | Μὴ καὶ Σαοὺλ τύραννος ἀνθρωποκτόνος Σφαγὰς ἀπειλῶν ἀντελαύνοι τῷ κράτει. Μνήσθητι τῶν σῶν τήμερον τεραστίων· | |
Ἐγκαίνισον δὲ τὴν ἀγαθότητά σου Τῷ νῦν βασιλεῖ τῆς φυλῆς τῶν Αὐσόνων, | ||
415 | ᾯ τὸ στέφος δέδωκας οἷς οἶδας λόγοις. Ἔχεις παρ’ ἡμῖν Ἁβραὰμ ἄλλον μέγαν, Ὃς πίστιν αὐχῶν ὑπερηγάπησέ σε, Καὶ τῇ πολιᾷ τῆς τιμῆς ἔστερξέ σε. Πλήθυνον αὐτῷ τὴν γονὴν καὶ τὸ κράτος· | |
420 | Αὔξησον αὐτὸν εἰς ἀριθμὸν ἀστέρων· Δὸς κλῆρον αὐτῷ πανταχοῦ γῆς πᾶν γένος, Καὶ τοὺς περιττοὺς εὐαριθμήτοις νίκα. Ἔχεις Γεδεὼν εἰς ἀναλάμψεις βίου· Νικᾶν παρασκεύασον αὐτὸν εὐστόχως. | |
425 | Καὶ σὺ δὲ παρὼν, ὦ θεοῦ ζῶντος Λόγε, Καὶ παραγωγεῦ καὶ σπορεῦ τῶν κτισμάτων, Καὶ δημιουργὲ καὶ βραβεῦ τῶν κρειττόνων, Ὁ Χριστὸς, ἡ δύναμις, ἡ μοναρχία, Τὸ καινοποιὸν καὶ τρισόλβιον κράτος, | |
430 | Ὁ τῶν λογικῶν ἀρχιτέκτων ὀργάνων, Ὁ καὶ τὸν αὐτάνακτα πανσόφως χρίσας, Ἴδε πρὸς αὐτὸν εὐμενῶς πάντων χάριν· Ἴδε πρὸς αὐτὸν, ἡ φυσικὴ χρηστότης· Καὶ γὰρ δι’ ἡμᾶς οὐρανοὺς πάλαι κλίνεις, | |
435 | Καὶ μέχρι σαρκὸς μετριάζεις ὡς θέλεις, Καὶ μέχρι παθῶν καρτερεῖς ὁ δεσπότης, Καὶ μέχρι ταφῆς καὶ φθορᾶς ἀσυνθέτου, | |
Καὶ θαυματουργεῖς καὶ διώκεις τὰς νόσους, Καὶ μακροθυμεῖς καὶ σκυλεύεις τοὺς τάφους, | ||
440 | Τὰ κλεῖθρα συνθλῶν τῆς φθορᾶς καὶ τὰς πύλας. Ἔχεις δυσωποῦντάς σε τοῦ σώσειν χάριν Καὶ πατριάρχας καὶ προφήτας ἐνθέους, Οἷς αὐτὸς ἐγνώρισας ἐκ πλείστου χρόνου Σαυτὸν καθαρῶς ἐν μεθέξει σαρκίου, | |
445 | Μήπως τὸ νικῶν τὴν κατ’ ἄνθρωπον φύσιν Ἄπιστον ὀφθῇ τῇ κατ’ αἴσθησιν κρίσει. Ἔχεις μαθητὰς εὐκλεεῖς ἀποστόλους, Ψυχῶν ἁλιεῖς, πρακτικοὺς διδασκάλους, Εὐαγγελιστὰς κοσμικοὺς πεζοδρόμους. | |
3.14(450) | Ἔχεις μετ’ αὐτῶν τὴν σφαγὴν τῶν μαρτύρων, Οἳ τάχα τὸν σὸν ἐκμεμίμηνται τύπον, Οἳ σαρκὸς ἠλόγησαν ἀγγέλων τρόπον, Οἳ τὸν σὸν εἰκόνισαν ἐν ξύλῳ πόνον, Οἷς σὺ τὸ μὲν πῦρ ἐξαμείβεις εἰς δρόσον, | |
455 | Τοῦ δὲ κρυμοῦ τὴν πῆξιν εἰς θέρμην τρέπεις, Θηρῶν χαλινοῖς δυσμενέστατον θράσος, Ἐχθρῶν ταπεινοῖς δυσχαλίνωτον στόμα, Ξιφῶν τὰς ἀκμὰς εὐχερῶς ἀντιστρέφεις, Θυμὸν πονηρῶν εὐμαρῶς ἀπαμβλύνεις, | |
460 | Καὶ πάντα ποιεῖς ἀντιτάττων τὰς φύσεις Τοῖς βασανισταῖς εἰς τιμὴν τῶν μαρτύρων. Τούτους παρ’ ἡμῖν εὐσταλεῖς πρέσβεις δέχου· Βοᾷ γὰρ αὐτῶν ὁ σφαγεὶς λάρυγξ πάλιν Καὶ ζῶν ἀτεχνῶς προσλαλεῖ σοι τὸ στόμα· | |
465 | Εἴ που δὲ κεκμήκασιν οἱ στεφανίται, Πολλῶν παρ’ ἡμῖν ἀντεχόντων σφαλμάτων, Αὐτὸς τὰ σαυτοῦ, σῶτερ, ἀντίθες πάθη, Τὸ δυσμενὲς φίλημα, τὴν καινὴν πράσιν, Τὴν συναγωγὴν, τὴν βοὴν, τὰς λαμπάδας, | |
470 | Τὴν ἀπαγωγὴν, τὴν μισάνθρωπον κρίσιν, Τὸ δυσσεβὲς ῥάπισμα, τὸν καινὸν φθόνον, Καὶ τὸ φρίκης ἔμπτυσμα καὶ χλεύης γέμον, Καὶ τὰς μεταξὺ παιδιὰς τῶν ἀφρόνων. Ἔχεις παρ’ αὐτῶν ὅπλα, μὴ μέλλε πλέον· | |
475 | Κάλαμον ἡ σὴ δεξιὰ χεὶρ λαμβάνει, Τί μὴ τὸν ἐσμὸν τῶν κακούντων συντρίβεις; Δέος γὰρ οὐδὲν μὴ ῥαγῇ πρὸς τὸν τόνον, Ὅταν σὺ τοὺς θλίβοντας ἐκτρίβειν θέλῃς· Τῇ πορφύρᾳ στόλιζε τὸν στεφηφόρον· | |
480 | Ἀνθέξεται γὰρ καὶ σκεπάσει τὸ κράτος Ὑπὲρ σιδηρᾶν εἰς τὸ σώσειν ἀσπίδα· Μᾶλλον δὲ τοῖς αἵμασι τῶν ἐναντίων Ὡς βασιλικὴν βάψον αὐτὸν πορφύραν· Ἄμβλυνον αὐτῷ τῶν ἀκανθῶν τῷ στέφει | |
485 | Τὰ πυκνὰ τιτρώσκοντα τῆς λύπης βέλη· Μᾶλλον δὲ καὶ στέφανον ἀντίδος νίκης Ὠθῶν κατ’ ἐχθρῶν τὰς βολίδας τοῦ κράτους· Ἧλοι παρὰ σοί; βάλλε τοὺς ἀλλοθρόους. Λόγχη παρὰ σοί; νύττε τοὺς ἀκαρδίους. | |
490 | Σταυρὸς παρὰ σοί; σφάττε τοὺς ὁδοστάτας. Ὄξος ποτίσῃ τάχα καὶ σπόγγον φέρεις; | |
Πότισον οὖν διψῶντας αὐτοὺς ἐν τάχει Κιρνῶν μετ’ ὀργῆς τὴν φθορὰν τὴν ἐσχάτην· Τίτλῳ δὲ νίκης τὸν κρατοῦντα σεμνύνας | ||
495 | Βασιλέα γνώρισε ταῖς ἐθναρχίαις· Ἐπεὶ δὲ καὶ λίθον σε καλεῖ τις λόγος, Νῦν θραῦσον ἐχθρῶν τὰς ἀποκρότους μύλας· Νῦν ὡς δυνατὸς τῷ κρατοῦντι συμμάχει, Καὶ πλῆττε καὶ σύντριβε πᾶν δύσνουν γένος. | |
3.14(500) | Ὦ πνεῦμα, καὶ σὺ τῶν ἐμῶν σύνες λόγων· Ἡ σύνεσις γὰρ φυσικῶς σύνεστί σοι· Μᾶλλον δὲ παρὸν δεσποτικῶς ἐμπνέεις· Πλὴν οὐ διαιρῶ τῇ ψυχῇ τὴν οὐσίαν, Ἀλλ’ οὐδὲ τὴν δύναμιν οὐδὲ τὸ κράτος, | |
505 | Εἰ καὶ μερίσω τοῖς προσώποις τὰ τρία, Τὸ πᾶν διαιρῶν εὐσεβῶς καὶ συνδέων. Σὺ πνεῦμα βουλῆς, πνεῦμα καινῆς ἰσχύος, Πνεῦμα προσηνὲς, πνεῦμα ποικίλως πνέον, Σοφὸν, χορηγὸν τῶν καλῶν τοῖς ἀξίοις, | |
510 | Πληροῦν, τελειοῦν, ἁγιάζον ἀφθόνως, Πνεῦμα σταθηρὸν, πνεῦμα συντεταγμένον, Ζωή τε καὶ φῶς, αὐτοκίνητον σθένος, Ἀναφὲς, αὐτάγαθον, εὐθὲς τὴν φύσιν, Χαρισμάτων ἄβυσσε, πηγὴ θαυμάτων, | |
515 | Λαλοῦν, ἐνεργοῦν πανταχοῦ τὸ συμφέρον, | |
Κινοῦν ὁδηγοῦν συμμαχοῦν τοῖς εὐθέσι, Νῦν ἐλθὸν ἐγκαίνιζε τὸν στεφηφόρον Τὴν πνευματικὴν ἀναγέννησιν βρύον· Ἔμπνευσον αὐτοῦ μυστικῶς τῇ καρδίᾳ· | ||
520 | Στήριξον αὐτὸν μὴ σαλευθῇ ταῖς λύπαις· Δίδαξον αὐτὸν τί ποτε πράττειν δέον, Ὅταν ὁ καιρὸς εἰς περίστασιν τρέχῃ· Κράτυνον αὐτὸν πᾶσαν ἐκτρίψαι μάχην· Εὔφρανον αὐτὸν ὡς παράκλητος μέγας· | |
525 | Κοίμισον αὐτοῦ τῶν λογισμῶν τὴν ζάλην· Ἴθυνον αὐτὸν εἰς ἀγαθῶν αἰθρίαν, Τὸν Βεσελεὴλ τῆς σοφῆς λεπτουργίας, ᾯ πνεῖς ἀτεχνῶς καὶ λαλεῖς ὑπὲρ φύσιν, Καὶ δεσποτικῶς τοῦ κρατεῖν συλλαμβάνῃ. | |
530 | Ὦ πάτερ, υἱὲ, πνεῦμα, κοινῇ τὰ τρία, Μονὰς ἀγαθὴ καὶ τριὰς ὑπερτάτη, Μονὰς ἀναλλοίωτε καὶ συνημμένη, Τριὰς ἀνυπέρβλητε καὶ πεπηγμένη, Σὺ πάντα καιρὸν ἐξαμείβεις πανσόφως, | |
535 | Καὶ πάντα κινεῖς ἐν στροφαῖς ἀποκρύφοις· Χειμῶνα ποιεῖς καὶ νεφῶν πῆξιν δίδως, Καὶ συσκιάσεις τῷ γνόφῳ τὸν ἥλιον· Ἀλλὰ μετ’ αὐτὸν ἡδονῆς βρύεις ἔαρ, Καὶ φῶς καθαρὸν ἐμπλατύνεις τῇ κτίσει· | |
540 | Γυμνὴν δὲ τὴν γῆν εὑρεθεῖσαν τῷ ψύχει Τοῖς ἱματισμοῖς ὡραΐζεις τῆς χλόης· Καὶ νῦν μὲν ἡ θάλασσα κινδύνων γέμει, Νῦν δὲ σταθηρὰν τὴν χύσιν ἐργάσεται· Καὶ τοῖς πετεινοῖς ἐκρυέντων τῶν πτίλων | |
545 | Ἄλλην σκέπην δίδωσιν ἡ φύσις πάλιν, Καὶ θηρσὶν οἷς ἔῤῥευσεν ἡ θρὶξ τῷ κρύει Νῦν ἄλλο κοσμεῖ τὴν δορὰν κάλλος νέον· Ποιμὴν δὲ τὴν σύριγγα σιγῶσαν τέως Ἁρμόζεται νῦν εἰς νεόφθογγον μέλος. | |
3.14(550) | Σὺ ταῦτα ποιεῖς, ἡ τριὰς ἡ τεχνίτις· Σὺ τρέψον ἡμῖν συμπαθῶς καὶ τὰς λύπας, Καὶ δὸς βασιλεῖ τῷ κρατοῦντι κοσμίως Ἔαρ γαληνὸν μυστικῆς θυμηδίας, Καὶ τὸν βαρὺν χειμῶνα τῆς ἀθυμίας | |
555 | Εἰς τὴν κατ’ ἐχθρῶν ἐξαπόστειλον ζάλην· Ὕψωσον αὐτὸν κατὰ τῶν ἐναντίων· Σὺ πλῆθος αὐτῷ δεξιῶν δίδου χρόνων· Σύγγνωθι τοῖς πταίουσιν ἐκ ῥᾳθυμίας, Σύγγνωθι τῷ πλάσματι τῶν σῶν δακτύλων, | |
560 | Σύγγνωθι πᾶσιν ἡ φιλάνθρωπος φύσις. Ἀλλ’ ὦ Μαριὰμ ἡ τεκοῦσα τὸν Λόγον, | |
Σφραγὶς κραταιὰ τῶν ἐμῶν τούτων λόγων, Ἡ βασιλικὴ χαρμονὴ καὶ φαιδρότης, Μόνη δι’ ἡμᾶς παρθενεύεις ἐν τόκῳ· | ||
565 | Μόνη γυναικῶν τὸ βροτῶν σώσεις γένος· Νῦν δὴ προβαλοῦ τῷ θεῷ πάντα τρόπον, Καὶ τῶν πρὶν ὑπόμνησον αὐτὸν θαυμάτων, Ὅπως ἐδέξω τὴν χαρὰν καὶ τὸν λόγον, Ὅπως ἀνάνδρως καὶ σπορᾶς ἄνευ κύεις, | |
570 | Ὅπως Ἰωσὴφ δυσφορεῖ πρὸς τὸν τόκον, Ὅπως ξένῳ γάλακτι τὸν Λόγον τρέφεις. Ἔτι προβαλοῦ τὴν πλοκὴν τῶν σπαργάνων, Τῶν ποιμένων τὸ θαῦμα, τοὺς Πέρσας μάγους, Τὸν καινοφανῆ τοῖς παροῦσιν ἀστέρα, | |
575 | Τὸν ὕμνον αὐτὸν τοῦ χοροῦ τῶν ἀγγέλων. Ἔτι προβαλοῦ τὴν φυγὴν καὶ τὸν φόβον, Ὅταν ἀπεκτείνοντο πικρῶς τὰ βρέφη· Εἰ ταῦτα μικρὰ καίπερ ὀφθέντα ξένα, Δὸς ἀντὶ λύτρου τῆς ψυχῆς σου τὴν λύπην | |
580 | Ἣν εἰκότως ἔπασχες, ἣν ἐκαρτέρεις, Ὁρῶσα Χριστοῦ τὴν σφαγὴν ἐπὶ ξύλου· Καὶ λῦσον αὐτῷ τῷ κρατάρχῃ τοὺς πόνους, Καὶ τὸν μαρασμὸν τῆς ψυχῆς καὶ τὸν γνόφον, Καὶ πῆξον αὐτῷ συμπαθῶς τὰς ἐλπίδας, | |
585 | Καὶ δεῖξον αὐτῷ χαρμονῆς φῶς ἐν τάχει, Ἐχθρῶν πονηρῶν ἐκδιώκουσα στίφη Τῇ συντόνῳ μάστιγι τῶν τεραστίων. | |
Δεῖ γὰρ καθαρῶς ἐκμαθεῖν ἅπαν γένος, Μᾶλλον δὲ τοὺς θλίβοντας αὐτὸν ἐγγύθεν, | ||
590 | Ὡς οὐ μάλα ἤλπισεν ὁ στεφηφόρος. | |
3.15(t) | Εἰς τὸν βασιλέα τὸν Καντακουζηνόν. | |
1 | Ἑρμῆς Ἄρης ἤριζον ἐκ φιλαυτίας, Τίς ἂν σεαυτὸν ἐμβαλεῖ ταῖς ἀγκάλαις. Ἡ δ’ Ἀθηνὰ δραμοῦσα συντόνῳ ζέσει Ἕλκει σε συσφίγξασα καρδίας μέσον. | |
3.16(1t) | Εἰς δαιμονόλιθον λίθον ἐγκόλπιον, ἔχον τὴν εἰκόνα τοῦ ἠγαπη‐ | |
2t | μένου Θεολόγου. | |
1 | Ὁ βροντόπαις παῖς ἀστραπῆς ἀποπνέων Τὸν δαιμονόχρουν φωσφορεῖ τοῦτον λίθον. | |
3.17(t) | Εἰς δακτύλιον. | |
1 | Ἐκ γῆς ὁ χρυσὸς, ἐκ χοὸς τὸ σαρκίον· | |
Ἄμφω δὲ πηλὸς, ἐκ δὲ πηλοῦ τίς χάρις; | ||
3.18(t) | Περὶ τῆς εἰς Κελτοὺς πρεσβείας. | |
1 | Ἐν ἑσπέρᾳ λύσαντες ἐκ Βυζαντίδος, (Οὐκ ἦν γὰρ ὀκνεῖν τῆς νεὼς ἀνηγμένης Καὶ τοῦ νότου θήγοντος ἐκπλεῖν εἰς Φάσιν, Ἀφ’ οὗπερ ἐχρῆν συμμαχεῖν πρὸς ἑσπέραν | |
5 | Κελτοὺς, βασιλεῦ, τῷ στρατῷ σου τοξότας, Τῆς Σικελικῆς ἐνταθείσης ὀφρύος Ἐκ τῆς καθ’ ἡμῶν Περσικῆς ὁμαιχμίας,) Μήπω τὸν ὑγρὸν ἐκτεμόντες αὐχένα, Τοῦ γὰρ σκάφους εὔθηκτος οὐκ ἦν ἡ τρόπις, | |
10 | Χαλῶμεν εὐθὺς τὸ πτερὸν τῶν ἱστίων Καὶ τὰς πρὸ μικροῦ συμπλεούσας ἐλπίδας, Καταίρομεν δὲ πρὸς τὸ τοῦ πόρου στόμα, Ὅτε πρὸς ᾠδὰς ὄρνις ἀνοίγει στόμα, Καὶ κόλπος Ἀκτῆς εὐτελὴς πρὸ τοῦ σκάφους | |
15 | Πλωτῆρσι δυσπραγοῦσι λιμὴν εὑρέθη· Πλὴν οὐδὲν ἦν πρόσαρμα τῆς μάσης χάριν, Καὶ τοῦτο παντὸς δυσχεροῦς ἦγχε πλέον Τοὺς καὶ πρὸ τοῦ πλοῦ ναυτιῶντας ἐκ λύπης, Εἰ δεῦρο μηδὲν ἡ τριβὴ κέρδος φέροι· | |
20 | Βραχὺς γὰρ ἰχθὺς καὶ λεπὰς καὶ καρκίνος, | |
Ἂν οὐκ ἔχῃ πρέπουσαν ἐκ λίθων σκέπην, Μισεῖ τὰς ἀκτὰς ἀκρατῶς δονουμένας, Μὴ παρασυρῇ ταῖς πνοαῖς ἡ λεπτότης· Ἐπεὶ δὲ παρῆν ἡ τροπὴ τῆς ἑβδόμης, | ||
25 | Ὡς ἂν ἔχοι κρίσιμον ὁ πλοῦς ἡμέραν, Λὶψ ἦγε τὴν ναῦν συγκραθεὶς αὖθις νότῳ· Καὶ τείνεται μὲν τὸ πτερὸν τῆς ὁλκάδος, Ἐξάγεται δὲ προσφυὴς ἅπας βρόχος· Ἐφίσταται δὲ τῆς νεὼς ὁ δεσπότης | |
30 | Ὁμοῦ κυβερνῶν καὶ σκοπῶν τὸν ἀστέρα Ὕδατι καὶ ῥαφίδι καὶ λίθῳ ξένῃ· Ἀλλ’ ἦγε λοξῶς τὰς λαβὰς τῆς ὁλκάδος Τὸ πνεῦμα τῶν σῶν δραστικῶν θεσπισμάτων· Τοὺς γὰρ Σκύθας ἐνθάδε πεπρεσβευκότας | |
35 | Πρὸς τὴν ἑαυτῶν αὖθις ἐχρῆν ἐξάγειν. Εἰς τὴν Ἀμινσὸν τοιγαροῦν κατηρκόσι, Τὴν βάρβαρον γῆν, τὴν ἀπόστροφον πόλιν, Τὴν συγχυτικὴν ἐμβολὴν τῆς Περσίδος, Φοιτῶσιν ἡμῖν ἐκ νεὼς ἀρτιπλόου | |
40 | Οἱ τοῦτον αὐτὸν εἰς Καφᾶν ἀφιγμένον Τὸν Κελτὸν ἀθρήσαντες ἐν χρῷ Χατζίκην, Καὶ τοῖς λόγοις τυποῦντες ἀντὶ ζωγράφων· Εὐθύμιος δὲ μηδ’ ἐν ἀρχῇ διστάσας, Ἀλλ’ ὥσπερ εἰκὸς τὰς λαβὰς ἐναρμόσας | |
45 | Ἐκ τοῦ προβουλεύματος εἰς τὰς ἐμφάσεις, „Ὁ Χατζίκης, εἴρηκεν, (ὢ φήμης φίλης!) | |
Ὁ Χατζίκης ὁ γίγας ἐκ τῆς εἰκόνος.“ Ἐγὼ δὲ πικρῶς τὴν ψυχὴν ἐβαλλόμην, Καὶ τὴν σιωπὴν ἦγον ἀντὶ φαρμάκου, | ||
3.18(50) | Πρέσβις ἀκερδὴς εὑρεθεὶς παρ’ ἐλπίδας· Πλὴν ἀλλ’ ἀναπλεῖν εἰς Φάσιν ἠπειγόμην, Καὶ τὴν Σεβαστόπολιν ἰδεῖν ἠγχόμην· Καὶ γὰρ ἐπὶ νοῦν τὸ προσῆκον ἐσκόπουν, Ὡς ἂν ὁ Κελτὸς ὁ βραβεὺς τῶν συμμάχων | |
55 | Εἰς ἔργα χωρῇ πρὸς τὸ σοὶ δεδογμένον. Ἐπεὶ δὲ παρῆν τῆς νεὼς ὁ δεσπότης, Καὶ Χατζίκην ἤκουσεν ἐκ τῶν ἐμπόρων, Τὴν μὲν παλαιὰν εἰς τὸν ὅρμον ἐξάγει, Τὴν πρόσφατον δὲ συγκομίζει φορτίδα· | |
60 | Συχνοῦ δὲ μισθοῦ τοὺς ἐπιβάτας ἄγων Καταφλυαρεῖ καὶ μεθέλκει τὴν κρίσιν· Μόγις τὸ βαθὺ τῆς ψυχῆς λύσας νέφος, Θυμὸς γὰρ αὐτῷ συμφυὴς ἐπεσκότει, Τὰς τῶν νεφελῶν ἐσκοπεῖτο συνθέσεις, | |
65 | Ὅπως νότου πνεύσαντος εἰς Φάσιν λύοι, Καὶ πάλιν ἡμῖν ἀντανεῖργε τὴν κρίσιν Πικρῶς τυραννῶν καὶ καθέλκων τὸ σκάφος· | |
Τριῶν δὲ λοιπὸν ἡμερῶν παρηγμένων, Ἄλλους πρὸς ἡμᾶς ἦγεν ὁ πλοῦς ἐμπόρους, | ||
70 | Οἳ Χατζίκην λέγουσιν εἰς Καφᾶν μένειν, Ταῖς τῶν φίλων σειρῆσι κεκρατημένον, Ὡς καὶ περιττὸν τῇ σχολῇ πῆξαι χρόνον, Καὶ χάριν αὐτοῖς τὴν βραδυτῆτα κρίνειν· Κοινὴ κρίσις ἀνῆγε λοιπὸν τὸ σκάφος | |
75 | Ἐκ τῆς Ἀμινσοῦ πρὸς Καφᾶν καὶ Χατζίκην, Ὡς ἂν μεταγνοὺς καὶ στρατὸν συνεξάγοι· Νεφῶν δὲ θερμὴ συνδραμοῦσα πυκνότης Ἀνεῖργεν ἡμῖν τῆς πνοῆς τὰς ἐξόδους, Καὶ τοῦ πόρου μεσοῦντος ὁ πλοῦς ἐῤῥύη, | |
80 | Καὶ τῷ σκάφει κίνησις οὐκ ἦν ἐνθάδε. Τριήμερος δὲ τῆς τριβῆς ἦν ὁ χρόνος, Ἐν ᾧ παρελθὼν τὸν Καφᾶν καὶ τοὺς φίλους Καὶ τὰς περιττὰς δεξιώσεις Χατζίκης Ἥκει πρὸς αὐτὴν εὐπλοῶν σου τὴν πόλιν· | |
85 | Ἡμᾶς δὲ Καφᾶς ἡ Σκυθῶν γῆ λαμβάνει Δραμόντας εἰκῆ τὴν ὁδὸν τῶν ἐλπίδων, Καὶ πάλιν ἡμῖν τὸ σκοπεῖσθαι πρὸς Φάσιν· Οὐκ ἦν γὰρ εἰκὸς δυστυχῶς ὑποστρέφειν· Ἀνίσταται δὲ καὶ νικᾷ Σίμων Σύρος, | |
90 | Ὃς πάντα φησὶν ἐκπερᾶναι σὺν δίκῃ· Ἄλλου δὲ μὴ παρόντος, ὦ νόμοι, σκάφους, Εἰς Φάσιν ἐλθεῖν εὐκλεῶς οὐκ ἴσχυον, Καὶ δεύτερον πλοῦν καὶ παλίνστροφον πόρον Παρεῖχεν εὐθὺς ὁ κρυμὸς καὶ τὸ ψύχος· | |
95 | Ἀλλ’ ὦ βασιλεῦ, τὸ στερεῖσθαι πραγμάτων Δεινόν τι δεινὸν καὶ φθορᾶς ἐγγὺς τρέχον· | |
Εἰ γὰρ ἐμαυτὸν εἰς Καφᾶν εἶχον τρέφειν, Ἥκιστ’ ἂν εἰσήνεγκα δευτέρῳ σκάφει, Παρὸν θεωρεῖν πρὸς τὸ πῦρ καὶ τοὺς λόγους, | ||
3.18(100) | Καὶ τὸ στεγανὸν τῆς ἐμῆς πήρας τρύφος· Νυνὶ δὲ τολμῶ καὶ ποθῶ τὴν ὁλκάδα, Καὶ ζῶν ἀτεχνῶς εὐδρομῶ πρὸς ἀγχόνην· Ὡς γὰρ ἀναχθὲν ἐστεγάσθη τὸ σκάφος, Ἰθύνεται μὲν ἄχρι τοῦ μέσου πόρου· | |
105 | Νότου δὲ λιβὶ συγκραθέντος ἀθρόον Ἀντέσχεν οὐδὲν, ἀλλ’ ἀκόσμως ἐτράπη· Ἀνέσχομεν δ’ οὖν, καὶ Καφᾶς ὅρμος πάλιν, Καὶ πάλιν ὁ πλοῦς ἡμερῶν ἦν τεττάρων Τρὶς ἓξ ῥυεισῶν τῷ κρατεῖν ὅλως νότον· | |
110 | Ἀγχοῦ δὲ Πηγῆς Γοτθικῆς εἱλκυσμένοι Καὶ τῶν Χαραδρῶν ἐξ ἀνάγκης ἡμμένοι, Σίδηρον ὠθήσαμεν εἰς βάθος μέγαν, Ὡς ἂν ἐπ’ αὐτοῦ μὴ κλονῆται τὸ σκάφος. Πλὴν ἀλλ’ ὁ πυκνόκλωστος ἐῤῥάγη κάλως, | |
115 | Ὡς μίτος ἁπλοῦς ἀδρανοῦς ἀραχνίου, Κωμασάσης λαίλαπος εἰς τὴν ὁλκάδα· Καὶ πάλιν ἡμεῖς τῆς θαλάσσης ἐν μέσῳ, Εἰπεῖν δὲ ταυτὸν τῆς φθορᾶς τῆς ἐσχάτης. Ἀλλ’ ὦ γαληνὲ βασιλεῦ τῶν Αὐσόνων, | |
120 | Δι’ οὗ καθαιρεῖ κοσμικὴν πᾶσαν ζάλην Ὁ σὸς βασιλεὺς ὁ κρατῶν πάντων μόνος, Σοφῶς χορηγῶν τῶν καλῶν τὴν αἰθρίαν, Ποίοις λόγοις ἄῤῥητον ἐκφράσω ζάλην; Οὐ γὰρ ἐφικτόν ἐστιν ἀνθρώπου φύσει | |
125 | Τοσοῦτον ἐσμὸν συμφορῶν διαγράφειν· Ἐγὼ δὲ καὶ πρὶν τὸν βαρὺν φράσειν σάλον Ἰλιγγιῶ καθάπερ ἐκ ναυαγίου· Παρῆν γὰρ ἡ νὺξ ἐν βαθεῖ τότε γνόφῳ, Βρονταὶ δὲ πυκναῖς ἀστραπαῖς ἐπεκρότουν· | |
130 | Ὁμοῦ δὲ καὶ χάλασα καὶ πνοῆς βία, Καὶ ῥεῦμα γοργὸν ἐκ νεφῶν ὀξυδρόμων, Καὶ κῦμα συχνὸν ἐκ μυχῶν ἀποκρύφων Τοῖς κυκλόθεν σίφωσιν ἠρεθισμένον, Φιλῆν τρέχειν ἔπειθον ἐν χρῷ κινδύνου· | |
135 | Εἰκὸς δὲ ῥιγοῦν τῷ κρυμῷ τοὺς ναυτίλους, Καὶ καρδιαλγεῖν καὶ παρεῖσθαι καὶ τρέμειν, Καὶ μηδοπωσοῦν τοῖς παροῦσιν ἀντέχειν. Συντρίβεται γοῦν ἡ λαβὴ τῶν ἱστίων, Ἐκρήγνυται δὲ καὶ τὸ λαῖφος αὐτίκα, | |
140 | Καὶ παραμικρὸν τὸ σκάφος καλύπτεται Περιαγωγαῖς ἐκλυθὲν πολυστρόφοις· Θρηνεῖ δὲ πικρῶς τῆς νεὼς ὁ δεσπότης, Ὠθῶν καθ’ ὑγρῶν τὴν σπορὰν τῆς φορτίδος· Ἐλέγχεται δὲ ναυτικὸς πᾶς τις νόμος· | |
145 | Φροντὶς δὲ λοιπὸν οὐ προσῆν ταῖς ἀγκύραις, Καὶ καταλειφθὲν ἐκλονεῖτο τὸ σκάφος· Ἐφρίττομεν δὲ μὴ παραβόλως τρέχον Εἰς γῆν χαλασθῇ καὶ θρυβῇ πρὸς τοῖς λίθοις· Καὶ ταῦτα δεινῶν γειτνιώντων βαρβάρων, | |
3.18(150) | Πρὸ τῶν μεταξὺ τῆς φορᾶς ὁρισμάτων. Ἀλλ’ ἦγεν ἡμᾶς ὁ βραβεὺς πάντων μόνος, Ὁ δημιουργὸς ὁ σκοπῶν τὸ συμφέρον, Ὁ καὶ θαλασσῶν καὶ νεφῶν ὕδωρ χέας· | |
Κουφίζεται γὰρ ὁ πρὸς ἡμέραν δρόμος, | ||
155 | Καὶ τοῦ γνόφου λυθέντος, ἡδὺ τὸ σκάφος· Καὶ Ποντοηράκλεια πᾶν ἄλγος λύει Λιμὴν ἀγαθὸς εὑρεθεῖσα τοῖς ξένοις· Τοῦ δὲ τρίτου σκάφους με λιπόντος πάλιν, Τροφὰς γὰρ ἐχρῆν συγκομίζειν τῷ χρόνῳ | |
160 | Μὴ δαπανηθῇ καὶ λιμῷ τὸ σαρκίον, Τέταρτον εὑρὼν μετριώτατον σκάφος Ἐμαυτὸν εἰσήνεγκα ῥιψοκινδύνως Τῇ χειμερινῇ τῆς ῥοῆς περιστάσει. Τούτοις ἐμαυτὸν ἐμβαλὼν τοῖς κινδύνοις | |
165 | Νῦν ὑπὸ σειρᾷ τῇ χρυσῇ μοι τῶν φόρων, Οὓς αὐτὸς ἀντέδωκα τῶν κλυδωνίων, Καὶ τῆς περιττῆς τῶν σκαφῶν ἀταξίας, Καὶ τῆς ἐπαχθοῦς τοῦ ποτοῦ δυσοδμίας, Καὶ τοῦ θανατᾶν καὶ σκοπεῖν πρὸς ἀγχόνην | |
170 | Πολλοὺς δανειστὰς ἐν βραχεῖ θησαυρίσας, Αὐτοκράτορ, πάρειμι καὶ ζῶ καὶ πνέω, Καὶ τὰς πρὸ μικροῦ συμφορὰς διαγράφω· Καὶ δὴ πέρας τίθημι τῷ πλῷ τῶν λόγων, Ὅπη μόγις ἔληξεν ὁ πλοῦς τοῦ σκάφους· | |
175 | Τὰ γὰρ περιττὰ καὶ τὰς ἐν μέσῳ λύπας Ἑκὼν σιωπῶ τὰ προσήκοντα φράσας. | |
3.19(1t) | Εἰς λίθον κρύον ἐν ᾧ ἦν ἐγλυμμένος ὁ δεσπότης Χριστός. | |
1 | Λίθος χαλασθεὶς εἰς ὑπόκρισιν δρόσου | |
Καὶ χιονωθεὶς καὶ θεοῦ τύπον φέρων, Οὐ λίθος ἐστὶν ἀκριβῶς οὐδὲ δρόσος, Ἀλλ’ αἰθριάζων οὐρανοῦ κύκλος τάχα. | ||
3.20(t) | Εἰς τὸ αὐτό. | |
1 | Ὕδωρ ὁ λίθος, ἡ χιὼν αὖθις λίθος· Ὑφίσταται γὰρ καὶ δοκεῖ ῥεῖν ἐν μέσῳ· Καὶ γίνεται ῥοῦς, καὶ παγεὶς λίθος μένει, Τοῦ δεσποτικοῦ θαυματουργοῦντος τύπου. | |
3.21(t) | Εἰς τὸ αὐτό. | |
1 | Τὸν ἐξ ὄρους τμηθέντα προσβλέπων λίθον, Τὸν ἐξ ὄρους τμηθέντα νῦν στέργεις λίθον· Πλὴν ἀλλὰ τὸν μὲν ἐγκοπεὺς οὐδεὶς, μάκαρ, Σὲ δὲ στομωθεὶς εὐφυῶς λίθος ξέει. | |
3.22(t) | Εἰς τὴν ἐν Βλαχέρναις ἐγλυμμένην θυσίαν τοῦ Ἁβραάμ. | |
1 | Ἢ τοῦτον ἰδὼν εἶπε Χριστὸς τὸν λίθον Εἶναι δυνατὸν μαρτυρεῖν αὐτὸν λόγῳ, Ἢ Χριστὸν ὡς ἤκουσεν ἔμπνους εὑρέθη Λίθος φέρων εὔτεχνον ἐκτόπως ζέσιν. | |
3.23(t) | Εἰς τὸ αὐτό. | |
1 | Ὁ λίθος ὡς γῆ δένδρα καὶ κτήνη τρέφει, Τάχα δὲ καὶ πνέοντας ἀνθρώπους φύει· | |
Καὶ μὴν τίς ἐμπέφυκεν ἰκμὰς τοῖς λίθοις, Ἢ τίς πνοῆς δύναμις ἐν τοῖς ἀψύχοις; | ||
5 | Οὐκοῦν τέρας ὁ λίθος οὐκ ὄντως λίθος, Εἰ καὶ πάλιν ἔμεινεν εἰς λίθου φύσιν. | |
3.24(t) | Εἰς τὰς ἐν τοῖς ἀνακτόροις ἀρετάς. | |
1 | Οὐκ ἦν θεμιτὸν, ἀρετὰς εἴ που γράφοις, Μὴ καὶ τὸν αὐτάνακτα πρὸς ταύταις γράφειν; Πλὴν ὡς ὑφεστὼς ἀρετῆς οὗτος τύπος Τὰς ἐμφάσεις παρῆλθεν, ὦ χεὶρ ζωγράφου. | |
3.25(t) | Εἰς εἰκόνα τῆς θεομήτορος. | |
1 | Ἕστηκε σύννους ἀκριβῶς ἡ παρθένος, Θεὸν βρέφος φέρουσα τῷ προκολπίῳ· Τοῦ γὰρ τόκου τὸ θαῦμα σιγῶσα βλέπει· Πλὴν ἔστι καὶ σὰρξ καὶ νικᾷ τοὺς ἀγγέλους. | |
3.26(1t) | Πρός τινα διασύροντα αὐτὸν ἰδεῖν εἰρηκότα ἐν τῇ Περσίδι | |
2t | γυναῖκας ὠοτόκους ἐξ ἐπῳδῆς. | |
1 | Ἐγὼ μὲν ἐξήνεγκα τὸν καινὸν τόκον, Καὶ τοῖς φίλοις προὔθηκα ῥᾳστώνης χάριν Ὠῶν φορητὸν ἐκ γονῆς φιλοπτέρου· Ἐχρῆν γὰρ εὑρεῖν καὶ γυναῖκας ἐν Σκύθαις, | |
5 | Αἳ πολλάκις τίκτουσιν ὀρνίθων τρόπον, Ὅταν ὁ Σατὰν ὡς ἀλέκτωρ αὐθάδης Σοβῇ κατ’ αὐτῶν τὸ πτερὸν καὶ τὸν λόφον· | |
Εὐθὺς γὰρ αὐταῖς ἐνσπαρείσης τῆς λύμης, Σφαιροῖ πρὸς ὠὸν ὀστρακοῦσα τὸν τόκον | ||
10 | Ἡ πρὸς τὸ χεῖρον ἕξις ἐκ παροινίας· Σὺ δ’ ὄρνις οὐκ ὢν συγκομίζεις τοὺς τόκους Εἰς τὴν καλιὰν τῆς ψυχῆς κεκρυμμένους, Καὶ τῷ πλατυσμῷ τοῦ πτεροῦ τῆς καρδίας Φρουρεῖς περισχὼν τοὺς κυλίνδρους τῶν ψόγων· | |
15 | Καὶ πῦρ καθ’ ἡμῶν τῇ σχολῇ ταύτῃ πνέεις, Ὡς ἂν ὁ καινὸς τῇ πυρᾷ θαλφθεὶς τόκος Ἀναστομωθῇ πρὸς γονήν σοι φιλτάτην· Καὶ γὰρ νεοσσοὺς τὰς ἐμὰς ὕβρεις κρίνεις· Ἐγὼ δέ σοι δέδοικα μὴ τοὐναντίον | |
20 | Ὄφεις ἐν ὠοῖς ὀργανοῖς ἀντ’ ὀρνίθων, Ὅταν ἐπ’ αὐτῶν ἐγχρονίσῃς τῇ ζέσει· Οἳ κατὰ καιρὸν ἐκδραμόντες ἀθρόοι Πλήξουσι καὶ ῥήξουσι καὶ φθεροῦσί σε Τὰ τῶν ἐχιδνῶν ἐκμιμούμενοι βρέφη. | |
25 | Πλὴν ἄφες αὐτοὺς ἐκρυῆναι τοὺς τόκους, Τῆς σῆς καλιᾶς τοὺς μυχοὺς καθαγνίσας· Οὐ γὰρ ἐπωάζουσι τοῖς ἀλλοτρίοις Οὐδ’ ὄρνιθες πολλάκις, ὦ τᾶν, οὐδ’ ὄφεις, Πρὶν ἂν ὁ καιρὸς τῆς γονῆς ἀναγκάσοι. | |
3.27(t) | Πρὸς τὸν αὐτοκράτορα. | |
1 | Ἀλγῶ, βασιλεῦ, καὶ σιγῶν ἔτι στέγω Τῶν πραγμάτων πόῤῥωθεν εἰργόντων γράφειν, Ἀλλ’ οὖν θανατῶν ἐκβιάζω τὴν φύσιν· Καὶ φθέγγομαι μὲν πρὸς τὸ σὸν κράτος βλέπων | |
5 | Αἰτῶ δὲ πυροὺς καὶ χιλὸν φαγεῖν θέλω· Ἐῶ γὰρ αὐτοῖς τὴν τρυφὴν τῶν ἐλπίδων Τοῖς καὶ τραπεζῶν εὐποροῦσιν εἰς κόρον, Ἐμοὶ δὲ καὶ τοσοῦτον ἀρκέσει τρύφος, Ὅσονπερ ἂν δύναιτο μῦν δήπου τρέφειν· | |
10 | Ἤδη γὰρ ἕκτος οὗτος ἐτρίβη χρόνος, Ἀφ’ οὗ με λιμὸς δυσπραγοῦντα συντρίβει· Πλὴν οὐ μενοῦμεν καὶ τὸν ἕβδομον χρόνον Ὡς ἡμέραν κρίσιμον ἱδροῦντες μάτην· Μὴ πρὶν ἐπελθεῖν καθαρῶς τὴν ἑβδόμην | |
15 | Φιλῆς παρελθὼν ἐξελέγξῃ τὴν κρίσιν· Ἡ γὰρ φύσις κέκμηκεν ἐξ ἀσιτίας, Ὦ νοῦ γαληνὲ, φαρμακεῦ, σῶτερ πόνων· Καὶ πρὸς τὸ κατεπεῖγον ἡ τέχνη βλέπει, Καὶ τῇ λογικῇ πρακτικῶν δεῖ φαρμάκων. | |
20 | Εἰ γοῦν ἰατρὸν ἐκδιδάσκει τὴν νόσον Ὑγρόν τι ῥυὲν ἐκ ζεόντων ἐγκάτων, Καὶ σὺ θεωρῶν τῆς ψυχῆς τὰς ἐκκρίσεις, Ἃς οἱ πόνοι θλίβουσιν ἐκ τῶν ὀμμάτων, Τὴν τῆς νόσου δύναμιν εὐτέχνως λύε· | |
25 | Σοφὸς γὰρ εἶ, κράτιστε, καὶ πόῤῥω βλέπεις, Καὶ τῶν ἰατρῶν ἀσφαλέστερος μένεις, Σφυγμοὺς νοητοὺς καὶ δριμεῖς πόνους κρίνων Ἐν ταῖς ἐπαφαῖς τῆς φρενὸς τῶν δακτύλων· Ἀντίδοτον δὲ τοῖς νοσοῦσιν ἐγχέεις, | |
30 | Ἢν ὀξέως κίρνησιν ἡ σὴ χρηστότης. | |
3.28(t) | Πρὸς τὸν αὐτόν. | |
1 | Νοσῶ καθαρῶς, ἀγνοῶ δὲ τὴν νόσον· Τιτρώσκομαι δὲ, καὶ τὸ κέντρον οὐ βλέπω· Μαραίνομαι δὲ, καὶ τὸ πῦρ ζητῶ πόθεν· Χειμάζομαι δὲ, καὶ βαρὺς μὲν ὁ κλύδων, | |
5 | Οὐ μὴν δὲ σαφὴς ἐκ πνοῆς καὶ ῥευμάτων. Ἥλιε καὶ γῆ, τἄλλα μὲν πάντα στέγω· Καὶ γὰρ ἔχω βάναυσον ἐν λύπαις φύσιν, Ὅταν ὁ καιρὸς καὶ τὸ πῦρ καὶ τὴν σφύραν Καὶ τοὺς ὑπουργοὺς τῆς πνοῆς συνεισάγῃ· | |
10 | Καὶ γίνομαι δύσμορφος ἐξ ἀθυμίας, Τῆς ἀσβόλης ἔσωθεν ἐκκενουμένης Ἐπὶ τὸ λευκὸν τῆς δορᾶς καὶ τὰς φλέβας. Καὶ μὴν ὑπ’ ἄλλων ἐλπίδων κουφίζομαι· Τὰς γὰρ ἀμοιβὰς τῶν πόνων φαντάζομαι· | |
15 | Νοσεῖν δὲ πικρῶς ἐκ λαβῆς ἀποκρύφου, Καὶ τοὺς πόνους τρύχοντας ἠρέμα τρέφειν Οὐ τῶν ἀνεκτῶν οὐδὲ τῶν ἴσων κρίνω· Θᾶττον γὰρ ἂν ἔλυσεν αὐτὸς τὴν νόσον Ἐκ τῶν κατ’ αὐτὴν αἰτιῶν ἐγνωσμένην | |
20 | Ὁ ζῶντα δεικνὺς τὸν Φιλῆν ἐξ ἀψύχου· Νυνὶ δὲ ληφθεὶς οὐχ ὁρῶ τί τὸ θλίβον. Ἀλλ’, ὦ βασιλεῦ, μὴ τελευτήσας λάθω, Τὴν τῶν λόγων ἔμπνευσιν ἐγκαίνιζέ μοι· | |
Χωρὶς γὰρ αὐτῆς οὐδ’ ἀναπνεῖν ἰσχύω. | ||
3.29(1t) | Αὐθωρὸν εἰς τὸν Περὶ φθόνου λόγον τοῦ μεγάλου | |
2t | Βασιλείου. | |
1 | Ἄνδρες, κακῶν κάκιστον ἀνθρώποις φθόνος· Δεινὸς γάρ ἐστι δυσμενὴς καὶ λανθάνων, Φθορεὺς ἀγαθῶν καὶ σπορεὺς ὀλεθρίων, Δειλὸς μαχητὴς καὶ δρομεὺς ὀπισθόπους, | |
5 | Σφριγῶν φονευτὴς, ἀστοχῶν δὲ τοξότης, Τεθηγμένη μάχαιρα, ναρκῶν ὁπλίτης, Πηρὸς ποδηγὸς, κἂν διάστροφον βλέπῃ, Σύνοικος ἐχθρὸς, καὶ ῥοφῶν πάντα δράκων, Ὄφις τὸν ὁλκὸν ἐξελίττων εἰς φόνον, | |
10 | Σαῦρος παλαιὸς ὠχριῶν ὡς ἐκ νόσου, Χαμαιλέων ἄντικρυς ἠλλοιωμένος, (Ἔχιδνα καὶ γὰρ γίνεται μητροκτόνος, Ὅταν τὸν ὠδίνοντα πικρῶς ἐσθίῃ,) Λέαινα καὶ δράκαινα καὶ πῦρ παμφάγον, | |
15 | Καὶ βασιλίσκος ἐκ φονώσης ἀσπίδος, Ὀξὺς κεραυνὸς ἐκ νεφῶν ἀποκρύφων· Ἐγκάρδιος θὴρ, δυσμενὴς ὄντως κύων· Συνήγορος μὲν τῆς φθορᾶς τοῦ δεσπότου, | |
Κατήγορος δὲ τῶν καλῶν τοῦ φιλτάτου, | ||
20 | Καὶ ψιθυριστὴς πανταχοῦ καιροσκόπος. Τοῦτον φυγεῖν σπεύσωμεν ὡς Χριστοκτόνον. | |
3.30(t) | Εἰς τὸν αὐτοκράτορα. | |
1 | Τὰ μὲν πάλαι τρύχοντα καὶ νῦν με χρέα, Καὶ τοὺς ἀκερδεῖς τῶν ἐμῶν ἄθλων δρόμους, Καὶ τοὺς ἀμισθὶ προσρυέντας κινδύνους, Καὶ τοῦ λιμοῦ τὸ χρῆμα, καὶ τὴν αἰσχύνην; | |
5 | Καὶ τοὺς ὅλως κίνησιν οὐ σχόντας πόνους Ὁρᾷς, βασιλεῦ, συμπαθῶς τῇ καρδίᾳ, Καὶ ποῦ θεμιτὸν τὸ πρὸς εἰδότα γράφειν; Τὸ νῦν δὲ παρὸν εὐτελῶς ἔχον φράσω· Τὸ γὰρ ἐπεῖγον, κἂν δοκῇ βραχύτατον, | |
10 | Πλὴν ἀλλὰ τὴν αἴσθησιν ἀλγύνει πλέον, Ἀγρὸς φορητὸς καὶ λιβὰς ὑφασμένη, Καὶ ῥεῦμα παγὲν εἰς χρυσίζουσαν χλόην, Καὶ πλέγμα χυτὸν εἰς νομὰς κτηνοτρόφους Πεινῶντι Φιλῇ τῶν μελῶν κατεῤῥύη. | |
15 | Καὶ πῶς ἐφικτὸν ἐν κρυμῷ ταῦτα στέγειν; Πλὴν ἥλιος σὺ καὶ τροφεύς μοι, καὶ ζέσις Πρὸς ἣν ὁ χειμὼν τῶν χρεῶν οὐκ ἀντέχει, Καὶ θάλπε ῥιγοῦν ἐξ ἁφῆς τὸ σαρκίον, Ἐρυθροβαφέσι με κοσμῶν ἀμφίοις, | |
20 | Χρυσῆ γὰρ ἐσθὴς οὐ προσήκει τῷ κρύει, Μὴ καὶ νοτισθῇ καὶ ῥυῇ παραυτίκα, | |
Καὶ τὴν ὅλην ἔλλαμψιν ἡ πάχνη σβέσῃ· Καθάπερ οὐδὲ πῖλον οὐδὲ σισύραν Φέροι τις ἂν ἥδιστα παρόντος θέρους. | ||
3.31(t) | Εἰς τὸν αὐτὸν, ὅτε γέγονεν ὁ ἐν τοῖς κυνηγεσίοις ἐμπρησμός. | |
1 | Οὕτω, βασιλεῦ, πυρπολεῖσθαί με κρίνεις Τοῖς ἀξύλοις ἄνθραξι τῆς ἀθυμίας, Ὡς μηδὲ τὸν σὸν πατριάρχην τὸν μέγαν Εἶναι δυνατὸν τὴν ἐμὴν σβέσαι φλόγα | |
5 | Τῇ πνευματικῇ τῆς σοφῆς γλώττης δρόσῳ. Εἶδες τὸ πῦρ ἐκεῖνο τῆς ἀπληστίας, Ἢ μᾶλλον εἰπεῖν τῆς ἐμῆς ἁμαρτίας, Ὃ τὰς καθ’ ἡμᾶς οὐ παρῆλθεν ἑστίας, Σιτούμενον μὲν τὰς τροφὰς καὶ τὸ στέαρ, | |
10 | Ὑψούμενον δὲ τῇ μετάρσει τῆς ῥύμης Καὶ τοῖς ἑλιγμοῖς τῆς νομῆς ἐπιτρέχον; Πῦρ ἦν ἐκεῖνο, πῦρ δὲ καὶ τοῦτο φλέγον· Ἀλλὰ τὸ μὲν πῦρ τοῦ κατ’ αἴσθησιν βρόμου Σμικρᾶς ἀφορμῆς ἔργον εὑρέθη μέγα· | |
15 | Εἶτα μαρανθὲν τῆς τροφῆς πεπεμμένης Καθάπερ οὐκ ὂν ἐσκεδάσθη τῇ σβέσει· Τὸ πῦρ δὲ τὸ φλέγον με τὸν σὸν οἰκέτην Οὐκ ἔσχε λαβὴν, ἀλλ’ ἀνήφθη τοῖς πόνοις Εἰς τὴν πνιγηρὰν συστολὴν τῆς καρδίας· | |
20 | Ὃ δὴ νεμηθὲν τὴν τρυφὴν τῶν ἐλπίδων Πικρῶς δαπανᾷ καὶ τὸν ἔμφυτον τόνον, | |
Καὶ πρὸς μαρασμὸν οὐχ ὑφέλκει τὴν φλόγα Πυκνοῖς λογισμοῖς δραστικῶς ὑπερζέσαν. Πλὴν εἴγε Φιλῆς ἐν πυρὶ ζῇ καὶ πνέει, | ||
25 | Καὶ δημιουργεῖ τοὺς κενοὺς τούτους κρότους, Ἢ σαλαμάνδρας ἐκμιμούμενος φύσιν, Ἢ καὶ σιδηροῦς εὑρεθεὶς ἐν σαρκίῳ, Καὶ τοῦτο σαφῶς εἶδε συμβὰν ὁ χρόνος. Ἀλλ’, ὦ βασιλεῦ, συμπαθὴς εἶ τὴν φύσιν, | |
30 | Ἡδὺς, προσηνὴς, εὐστεφὴς αὐτοκράτωρ, Χρηστὸς, γαληνὸς, εὐμενὴς ὑπὲρ φύσιν· Ἢ γοῦν τὸ πικρὸν τοῦ πυρὸς λῦσον θράσος Τὴν ἀπὸ τοῦ στόματος ἐγχέας δρόσον, Καὶ τὴν ἐν αὐτῷ φλεγμονὴν κατασβέσας, | |
35 | Ἢ τὴν πυρὰν σκάλευε καὶ φλόγιζέ με Ὀργῆς ἐναργοῦς ἐμβαλὼν ταύτῃ στέαρ· Ἀδύνατον γὰρ εἰς τὸ πῦρ ζῆν τὴν χλόην· Ἔγνω δὲ πάντως καὶ τὸ σὸν μέγα κράτος Ἀνατεθεικὸς εἰς θεὸν τὰς ἐλπίδας, | |
40 | Ὡς οὐκ ἀγαθὸν μὴ τυχεῖν τῶν ἐλπίδων. | |
3.32(t) | Εἰς ἐγκόλπιον χρυσοῦν ἔχον τὸν μέγαν Δημήτριον. | |
1 | Τὴν τῶν μύρων θάλασσαν ἐκ Δημητρίου Ὡς ὠκεανὸς τὸ χρυσοῦν κυκλοῖ φρέαρ· Δημήτριος δὲ πορφυρανθὴς δεσπότης Ἐγκόλπιον τὸ δῶρον ὡς κόσμον φέρει. | |
3.33(t) | Εἰς εἰκόνα τῆς θεομήτορος καθαρῷ χρυσίῳ κεκοσμημένην. | |
1 | Θεὸς μὲν ὁ ζῶν καὶ πατὴρ καὶ δεσπότης Δῶρόν σε, μητράνανδρε, κοινὸν δεικνύει· Ἐμὸς δὲ πατὴρ πατρικὸν κλῆρον φέρων Δίδωσί μοι τὸ χρῆμα τῆς σῆς εἰκόνος, | |
5 | Πρώτην ἀτεχνῶς καὶ τελευταίαν χάριν. Καὶ νῦν ἔχω στήριγμα καὶ βάθρον βίου Τὸν ἀκρογωνιαῖον ὃν φέρεις λίθον, Ἐν ᾧ πεποιθὼς οὐ κλονοῦμαι ταῖς λύπαις· Στηρίζομαι δὲ τῆς ψυχῆς ταῖς ἀγκύραις | |
10 | Θάλασσαν εὑρὼν σωστικῶν σε θαυμάτων, Ἅμα δὲ καὶ κράτιστον ἐν βίῳ σκάφος, Δι’ οὗ κατ’ ἐχθρῶν εὐδρομῶ πολυτρόπων Τὰ τῆς μάχης κύματα γαλήνην κρίνων. Πηξάμενος γοῦν τὸ χρυσοῦν σοι θριγγίον, | |
15 | Ἄλλον γὰρ οὐκ ἔδει σε λαμβάνειν φόρον, Τὴν πλουτοποιὸν τὴν ὑπέρτιμον σκέπην, Αἰτῶ ψυχῆς κάθαρσιν ἀντιλαμβάνειν, Καὶ λύτρον αὐτῆς τὸν χρυσὸν τὸν ἐνθάδε, Ὡς ἂν περικλείσῃς με, σεμνὴ παρθένε, | |
20 | Μετὰ τελευτὴν, τῆς Ἐδὲμ τῷ θριγγίῳ. Κομνηνὸς Ἀνδρόνικος Ἀσὰν πατρόθεν, | |
Ἀδελφιδοῦς ἄνακτος Αὐσόνων γένους, Παλαιολόγος ταῦτά σοι τῇ παρθένῳ Μετὰ δέους εἴρηκε δεικνὺς τὴν σχέσιν. | ||
3.34(t) | Εἰς εἰκόνα τῆς θεοτόκου. | |
u | Ζωῆς σὺ καὶ τράπεζα καὶ κῆπος, κόρη· | |
v | Τῷ γὰρ ξύλῳ ζωοῖς με τῆς σῆς εἰκόνος | |
w | Θνήσκειν κατακριθεῖσαν ἡδονῆς ξύλῳ. | |
3.35(t) | Εἰς τὸν ἄγιον Ὑάκινθον. | |
1 | Εἰ Χριστὸς ἀκρόγωνος εὑρέθη λίθος, Τμηθεὶς Δανιὴλ ὡς προεῖδεν ἐξ ὄρους, Ἄλλον τὸν ὑάκινθον ἄθρει μοι λίθον, Ὡς ἐξ ὄρους τμηθέντα τοῦ πρώτου λίθου | |
5 | Τοῖς μαρτυρικοῖς ἐγκοπεῦσιν ἐνθάδε. Φοινίσσεται δ’ οὖν τῶν φλεβῶν τῇ πορφύρᾳ, Καὶ γίνεται πῦρ εἰς τὸ δένδρον τῆς πλάνης, Καὶ λίθος ἐστὶ καὶ διώκει πνεύματα· Τὴν γὰρ νοητὴν οὐ παρῆλθε σφενδόνην, | |
10 | Δι’ ἧς καθαιρεῖ καὶ Δαβὶδ τοὺς αὐθάδεις. Πλὴν οἶδα καὶ ζῶν ἀντιφάρμακον πόνων· Χριστὸν γὰρ αὐτὸν ἔσχεν εἰκονισμένον Γλυφεὶς καθ’ αὑτὸν μυστικῇ τινι ζέσει. Τοῦτον, θεατὰ, μυστικῶς καὶ σὺ βλέπων | |
15 | Χριστὸν τὸν ἀκρόγωνον εὐλόγει λίθον. | |
3.36(t) | Περὶ γυπῶν ἔφοδος. | |
1 | Προγνωστικὴν ἔχουσι καὶ γῦπες φύσιν, Οὓς μίξεως πλὴν καὶ σπορᾶς λόγος κύειν, Σπῶντας πνοῆς ὄλισθον ἐν τοῖς ἐγκάτοις, Ὅταν κατ’ ἀνδρῶν τακτικῶς ὡπλισμένων | |
5 | Ἄλλους ὁ τῆς ἔριδος ὁπλίσῃ χρόνος, Σφριγῶντος αὐτοῖς τοῦ κατ’ ἀλλήλων θράσους. Ἴσασι γὰρ δὴ τὴν ἑκατέρων τύχην, Καὶ τοὺς νικητὰς πρὸ σφαγῆς ἢ τραυμάτων, Ὥσπερ πάλιν ἴσασι τοὺς θανουμένους· | |
10 | Καὶ τοῦτο σαφὲς ἔκ τινων γνωρισμάτων, Οἷς εὐστόχως δίδωσιν ἡ πεῖρα κρίνειν. | |
3.37(t) | Εἰς εἰκόνα τοῦ Χριστοῦ τοῦ κραταιοῦ. | |
1 | Ἰδοὺ βασιλεὺς ἰσχυρὸς παντοκράτωρ, Ἐξουσιαστὴς, εὐμενὴς, θεὸς μέγας· Ὃς τὴν βασιλεύουσαν ἁπασῶν πόλιν Δεικνὺς καθαρὰν δυσμενῶν πολυτρόπων, | |
5 | „Ἐγὼ νικῶ, θαρσεῖτε, φησὶν, ἡ πόλις·“ Τὴν γὰρ ἑαυτοῦ μὴ καταισχύνων πόλιν, Ἐκ δεξιῶν ἑστῶσαν ὡς βασιλίδα, | |
Κωνσταντίνῳ δίδωσι τὴν νίκην πάλιν. | ||
3.38(t) | Εἰς τὴν ἐν τῷ ἀσωμάτῳ τῆς Λαύρας φιάλην. | |
1 | Φρενῶν ὄφις ἄντικρυς, ἢ τέχνης λέων Ὁ φύσιν εὑρὼν ζῶσαν ἐκ λίθου τάχα· Εἰ μὴ γὰρ ὑπῆν τῆς γλυφῆς ἡ γλισχρότης, Ἕρποντας ἄν τις εἶδε τοὺς ὄφεις τέως. | |
5 | Δοκοῦσιν οὖν ζῆν καὶ κινεῖσθαι μὲν θέλειν, Ὅμως πτοεῖσθαι καὶ νεκρὰν πῆξιν φέρειν, Μήπως ὀλισθήσωσιν ὑπὸ τοῦ τρέχειν. Οἱ γὰρ θρασεῖς λέοντες ἑστῶτες κάτω Κεχήνασι νῦν εἰς βορὰν ἠπειγμένοι. | |
3.39(t) | Εἰς ἐζωγραφημένον ἐν τῇ γῇ λέοντα. | |
1 | Λέων ἐπὶ γῆς πνευστιῶν γεγραμμένος Δοκεῖ σιωπῶν προσλαλεῖν τῷ ζωγράφῳ. Ἂν εἶχον οἱ λέοντες ἐξ ἴσου γράφειν, Πολλοὺς ἂν εἰς γῆν εἶδες ἄνδρας ἐν τύπῳ. | |
3.40(t) | Πρὸς τὸν αὐτοκράτορα. | |
1 | Ὦ νοῦ βασιλεῦ καὶ ψυχὴ στεφηφόρε, Καὶ κοσμαγωγὲ καὶ κρατίστη καρδία, Καὶ τοὺς λόγους κρύπτουσα τοῖς ἔργοις φύσις, Ὡς ἀστέρας ἥλιος ἐν μεσημβρίᾳ· | |
5 | Δεῖ γάρ σε καλεῖν προσφυῶς ἐκ τοῦ τρόπου, Κἂν ἐξ ὕλης εὔρυθμος ὠργανωμένος Τῆς τοῦ κράτους σύριγγος Ὀρφεὺς εὑρέθης, Νευραῖς λογικαῖς γνωστικῆς μουσουργίας Τὰ τῇ φύσει χρήσιμα φορμίζων μέλη, | |
10 | Δι’ ὧν ὁ κοινὸς εὐγενίζεται κρότος, Οὐδὲν δυσηχὲς οὐδ’ ἀσύμφωνον φέρων, Ἔτι σιγήσω καὶ συνέξω τὸ στόμα, Καὶ λίθον ἁδρὸν ἐγκαθείρξω ταῖς γνάθοις, Ὡς ἂν ἔχοι πώρωσιν ἡ φύσις λίθου | |
15 | Πρὸς τοὺς κρύφα τρύχοντας ἀῤῥήτους πόνους; Ἢ πάντα κινεῖν εὐποροῦντος τοῦ χρόνου Καὶ τὴν σιωπὴν ἐξαμείβειν εἰς λόγον, Τοῦ νοῦ πλατυνῶ τὸ στενὸν καὶ τὸ στόμα, Καὶ τὰς ἐμαυτοῦ συμφορὰς ἐξελκύσω, | |
20 | Καθάπερ ἀτμὸν ἐξ ὀπῆς καθειργμένον, Ἢ πυρὸς ἐκθρώσκοντα καπνὸν ἀθρόον, Τῆς πρὶν πνιγηρᾶς ἐκταθείσης ἐξόδου; Καὶ μὴν τὸ σιγᾶν εὐπρεπὲς τοῖς ἐν λύπαις, Ὃ καὶ Πλάτων εἴρηκε Σωκράτους χάριν, | |
25 | Ὑπὲρ τελευτῆς ἐμψυχώσας τὸν λόγον· Συστέλλεται γὰρ ἀκριβῶς ἡ καρδία Τοῖς συντόνοις ἅμμασι τῆς ἔνδον λύπης, Καὶ συνάγει τὰ νεῦρα καὶ σφίγγει πλέον· Κἀκεῖθεν εὐθὺς ἐμπεδεῖται τὸ στόμα, | |
30 | Καὶ, καθάπερ τάλαντον ἐν βαλαντίῳ, Τὸ φθέγμα λοιπὸν τῇ ψυχῇ καθειργνύει. | |
Πῶς οὖν δυνατὸν ἐν σιγῇ φράσειν πόνους, Ἢ καρδίας μώλωπας ἀῤῥήτως λύειν, Ὦ τῆς ἐν ἡμῖν φαρμακεῦ καχεξίας; | ||
35 | Τὸν γὰρ παλαιὸν ἐκνικῶν Ἱπποκράτην Αὐτοῦ Γαληνοῦ τεχνικώτερος μένεις, Ὃς εὖ γε ποιῶν ἀντιτάττει ταῖς νόσοις Τὰς εὑρετικὰς συγγραφὰς τῶν φαρμάκων, Καὶ ζῶσι νεκρὸς εὑρεθεὶς εὐεργέτης, | |
40 | Τὸ ῥευστὸν οὐκ ἔδεισε τοῦ χρόνου σθένος. Πλὴν εἴπερ οὐδὲν ἀγνοεῖς τῶν πραγμάτων Οὐ σαφὲς, οὐ δύσληπτον, οὐδὲ λανθάνον, Ἥλιος ὢν ἄντικρυς οὐρανοδρόμος, Γίγας γραφικὸς εἰς ῥοπὰς ὑποπτέρους, | |
45 | Παντὸς τὸ σιγᾶν ἀσφαλέστερον λόγου· Εἴ που δέ τι λέγοιμεν ἐξ ἀθυμίας, Καὶ τοῦτο τῆς σῆς εὐμενοῦς γνώμης χάριν. Ἀλλ’ ὦ βασιλεῦ, τοῦ σοφοῦ κόσμε κράτους, Καὶ φύσις εὐμήχανε πρὸς τὸ συμφέρον, | |
3.40(50) | Ὅταν ὁ καιρὸς ἀσθενῇ τῶν ἐλπίδων, Σὺ πάντα κινῶν ὡς τρόχους ἀγχιστρόφους Τὴν τὰς φύσεις τρέπουσαν ἐμφαίνεις φύσιν Ὥσπερ κατόπτρῳ τῇ κατ’ ἄνθρωπον φύσει, Πόλεις ὀχυροῖς, δυσμενεῖς περιτρέπεις, | |
55 | Ὑψοῖς ταπεινοὺς, τοῦτο δεῖ φράσειν μόνον, Ἢ καὶ τὸ μεῖζον, ὡς πνοὴν δίδως λίθοις, Νεκροὺς δὲ λαλεῖν ἐκβιάζεις ἀψύχους, Καὶ δημιουργεῖς ἀνδριάντας ἐμψύχους· Σοφοὺς δὲ ποιεῖς ἐν βραχεῖ τοὺς ἀγρότας, | |
60 | Ἠθῶν δὲ κοσμεῖς εὐχερῶς ἀκοσμίαν· Δεῖ γάρ σε κινεῖν πανταχῆ καὶ τὰς φύσεις· Ἐγὼ δέ σοι τίς; θαῦμα καὶ πῶς ἐμπνέω. Νεκρὸς γάρ εἰμι κἂν ψυχὴν ἴσως φέρω, Τέρας σιωπῶν καὶ λαλῶν αὖθις τέρας, | |
65 | Οἰκτρὸς, ταπεινὸς, δυστυχὴς πάντων πλέον, Μορφῆς μόλις γνώρισμα τῆς παλαιτέρας. Τίς γὰρ βασιλεὺς τοὺς ἐμοὺς ἔχει τόπος, Ἢ ζῶντας, ἢ θνήσκοντας, ἢ παρηγμένους, Ἢ δυσπραγοῦντας ἐξ ἀνάγκης ἀσχέτου; | |
70 | Ποῦ φθέγμα μητρὸς, ποῦ δὲ συζύγου χάρις; Ποῦ βλέμμα πατρὸς, τὸ γλυκάζον ὡς μέλι; Ποῦ φιλτάτου ψέλλισμα; ποῦ δῆμος φίλων; Ἐῶ τὰ λοιπὰ μὴ στενώσω τὸν βίον· Ὁ γὰρ πλατυσμὸς ἐν στενῷ μοι τῶν λόγων, | |
75 | Ἄγχοντος ἤδη τὴν ψυχὴν τοῦ κινδύνου. Εἰ μὴ δὲ τὴν σὴν καθορᾶν εἶχον θέαν, Καὶ τῶν ὑπὲρ νοῦν ἀκροᾶσθαι σῶν λόγων, Γῆν ἂν ὑπῆλθον ἐν ψυχῇ ζῶν μετρίᾳ· Πλὴν εἴπερ ἐν σοὶ πανταχῆ τὰ βελτίω | |
80 | (Κοιμίζεται γὰρ συμφορῶν μέγας κλύδων, Συστέλλεται δὲ δυσχερὴς ἅπας πόνος, Ἐξάγεται δὲ χαλεπὴ νόσος λύπης, Εἰσάγεται δὲ ζωτικοῦ τέρψις τόνου), Μή μοι παρίδῃς τῆς ψυχῆς τὴν πικρίαν, | |
85 | Κοινὸς γλυκασμὸς εὑρεθεὶς τοῖς ἐν λύπαις. | |
Ὁ γοῦν παρελθὼν ἐννεάμηνος χρόνος Ἔχει τι πάντως καὶ τεκεῖν εἴπερ θέλεις· Κενὸν γὰρ ἡμῖν ὄγκον οὐκ ἂν ἐξάγοις, Ὁ καὶ πρὸ καιροῦ τῆς γονῆς τελεσφόρος, | ||
90 | Ὃς πάντα νικῶν ἐκνικᾷς καὶ τοὺς λόγους. | |
3.41(t) | Πρὸς τὸν αὐτοκράτορα. | |
1 | Στάχυς μὲν ἡμῖν εὐτρεπεῖς δὴ πρὸς θέρος, Ἀλλ’ οὐχὶ καὶ παῖς εὐσταλὴς πρὸς τὸν πόνον· Οὐκοῦν δεδοικὼς τὸν λιμὸν τὸν παμφάγον Ποθῶ τὸν ἀγρὸν καὶ τὸ πῦρ τῆς ἡμέρας, | |
5 | Καὶ τὴν ἀναψύχουσαν ἑσπέρας δρόσον· Ἴσως μελανθεὶς ἐν τροπαῖς ὑπαιθρίοις Αἰγυπτιακῶν εὐπορήσω δραγμάτων, Ἃ Νεῖλος αὐτὸς ἡδέως χαρίσεται. Σὺ δ’, ὦ γεωργὲ γνωστικῆς μοναρχίας, | |
10 | Τὸν οἰκέτην δεῖξόν με ῥικνὸν ἀγρότης. | |
3.42(1t) | Πρὸς τὸν αὐτοκράτορα, ὅτε ἐζήτει ὑπογραφῆναι τὸ διὰ τὸν υἱὸν | |
2t | αὐτοῦ πρόσταγμα. | |
1 | Ὡς εἰς ποταμὸν τὴν ἀγαθότητά σου Ῥιφὲν παρ’ ἡμῶν, Αὐσονάρχα, τὸ βρέφος Τῶν δωρεῶν τὰ ῥεῖθρα καλῶς ἂν φέροι· Τοὺς γὰρ νόθους ὁ Ῥῆνος εἷλκεν εἰς βάθος, | |
5 | Τοὺς ἐννόμως ἔχοντας ἀνέχων τόκους· Πλὴν εἰς τὸ σὸν πέλαγος ἀθρῆσαν πάλιν, Ὃ καρδίας ἄβυσσος ἀφθόνως χέει, | |
Ζητεῖ κατελθεῖν εἰς τὸ φῶς τοῦ πυθμένος, Καὶ βασιλικῆς κόχλον εὑρεῖν πορφύρας· | ||
10 | Οὐ γὰρ ἔχει κλύδωνος ἡ χύσις γνόφον· Ἀλλὰ παπαὶ, κατῆλθεν ἰδοὺ τὸ βρέφος, Κεχρισμένον στέατι πατρώων λόγων. Χαρισμάτων θάλασσα, τὸν κόχλον δίδου· Μὴ μέλλε μηδὲν ἡ κρατίστη χρηστότης. | |
15 | Ἀμήχανον γὰρ ἐγχρονίζον εἰς βάθος Μὴ τῇ παρολκῇ δυσφορῆσαι τὸ βρέφος. | |
3.43(t) | Εἰς τὸ αὐτό. | |
1 | Ἔτι παρ’ ἡμῖν κλαυθμυρίζον τὸ βρέφος Θηλὴν ἀπαιτεῖ θρεπτικῶν προσταγμάτων· Εἰκὸς γὰρ αὐτὸ πορφυροῦν φαγεῖν γάλα Τοῖς σοῖς ἀμελχθὲν, Αὐσονάρχα, δακτύλοις. | |
3.44(t) | Πρὸς τὸν αὐτοκράτορα. | |
1 | Αὐτοκράτορ μέγιστε, χιτῶνος χάριν Βοᾶν ὁ χειμὼν ἐκβιάσει με πλέον· Τοῖς γὰρ πτερωτοῖς τὴν σιγὴν στέργει Πλάτων Καὶ κτήνεσιν οἷς ἐστὶν ἡ θρὶξ αὐτόθεν, | |
5 | Οὐ τοῖς λογικοῖς εἰ πιέζοι τὸ ψύχος. Αὐτοκράτορ μέγιστε, πῶς οἴσω πλέον; Οὐ δεῖ χρυσῆν ἐσθῆτα χειμῶνος φέρειν· Ἀνείργεται γὰρ τῶν φλεβῶν ἡ θερμότης Ἐκ τῆς ἐπαφῆς πρὸς τὸ πῦρ τῆς καρδίας· | |
10 | Ποιεῖ δὲ νεκρὸν ὁ κρυμὸς τὸ σαρκίον, Καὶ πνεῦμα γοργὸν τῶν φλεβῶν κατατρέχον Κλονεῖ τὸν εἱρμὸν τῶν μελῶν καὶ συντρίβει, Καὶ τὰς τρίχας ἵστησι πυκνοῦν τοὺς πόρους· Ἀτμὸς δὲ παχὺς ἐκδραμεῖν οὐκ ἰσχύων | |
15 | Πρὸς μὲν τὸν ἐγκέφαλον ὡς νέφος τρέχει, Τοῦ φλέγματος δὲ τοὺς ἀγωγοὺς ἐκλύων Κορυσοποιεῖ τῆς ῥινὸς τὰς ἰκμάδας. Αὐτοκράτορ μέγιστε, πολλά μοι χρέα. Τί δεῖ με λοιπὸν τὸ χρυσοῦν ἄχθος φέρειν, | |
20 | Ὃ μακρὸν ἐξήνεγκε τὸν γέλωτά μοι; Νῦν ἔστι χειμὼν καὶ στολῆς δεῖ μοι πλέον Ἐρυθροβαφοῦς ὡς τὸ πῦρ τῶν ἀνθράκων· Τὰς δὲ χρυσαυγεῖς τῆς λιβάδος ἐμφάσεις Ἔαρος ἂν φέροιμεν εἰς μεσημβρίαν, | |
25 | Πλὴν οὐδὲ τηνικαῦτα μὴ σβέσῃ δρόσος Τὰς χλωροειδεῖς εἰσρυεῖσα λαμπάδας· Ὅταν δὲ πῦρ ἄντικρυς ἡλίου φλέγον Ἄνωθεν εἰς γῆν τὰς νοτίδας ἁρπάσῃ, Αὐτοκράτορ μέγιστε, δεινὸν τὸ θλίβον. | |
30 | Στεφηφόρε κράτιστε, πικρὸν τὸ τρύχον· Ἐῶ γὰρ εἰπεῖν τοῦ λιμοῦ τὴν ἀγχόνην | |
Καὶ τὰς ὀφειλὰς, καὶ τὸν ἄῤῥητον πόνον· Εἰ μὴ γὰρ ἐξήμαρτον ἁπάντων πλέον Τῶν δεσποτικῶν ἐντολῶν μὴ φροντίσας, | ||
35 | Ἥκιστ’ ἂν ἀλγῶν ὡς ὁρᾷς ἐδυσφόρουν· Οὐ σύ με λοιπὸν, ἀλλ’ ἐγὼ, στεφηφόρε, Λυπῶν ἐμαυτὸν οὐκ ἐπαυσάμην ἔτι. Αὐτοκράτορ, τολμῶντι συγγίνωσκέ μοι. | |
3.45(t) | Εἰς ἐγκόλπιον σταυρὸν χρυσοῦν μετὰ λίθων. | |
1 | Σταυροῦ πεπηγὸς ὑπερέντιμον ξύλον, Ὡς εἰς Γαβαθᾶ τὸν χρυσοῦν ἔνδον τόπον, Ὃς οὐ ταπεινοῖς ἐγκατεστρώθη λίθοις, Τὸν παράδεισον τοῦτον εἰργάσατό μοι· | |
5 | Ὃς ἐμφυτευθεὶς τοῖς ἐμοῖς στέρνοις βρύει. | |
Λῃστὴς δὲ παρὼν εὐμενὴς πρὸς ταῖς πύλαις, Καὶ Πέτρος αὐτὸς ὁ σφαλεὶς καὶ δακρύσας, Ἀντὶ Χερουβὶμ καὶ Σεραφὶμ πυρφόρων, Τὴν εἴσοδον πείθουσι θαῤῥεῖν με πλέον. | ||
10 | Ἀλλὰ γενοίμην Ἁβραὰμ κόλπων μέσον Ἐγκόλπιον νῦν τὸν παράδεισον φέρων, Ἔνθα τρυφὴ καὶ φῶτα καὶ θεοῦ θρόνος. | |
3.46(t) | Τῷ πατριάρχῃ κυρῷ Νίφωνι. | |
1 | Χριστοῦ σὺ ποιμὴν, καὶ Φιλῆς σὸν ἀρνίον, ᾯ τάχα θηλῆς καὶ ποτοῦ δεῖ καὶ χλόης, Καὶ καταγωγῆς καὶ σκοποῦ καὶ σφενδόνης· Καὶ γὰρ ὁ λιμὸς, ὡς θρασὺς θὴρ ἐν ζόφῳ, | |
5 | Σφριγᾷ μεμηνὼς καὶ φαγεῖν ζητεῖ κρέα. Τί γοῦν κατ’ αὐτοῦ, ποιμνιάρχα, μὴ τρέχων Ῥιπτεῖς ἀτεχνῶς ἐμβριθοῦς γλώσσης λίθους; Τί μὴ δὲ τῇ σύριγγι τῆς εὐσπλαγχνίας Περιλαλεῖς τὸν ἄρνα τὸν σκαίροντά σοι, | |
10 | Καὶ πρὸς ποταμοὺς καὶ νομὰς διεξάγεις; | |
Τί μὴ δὲ σηκὸν ὀργανώσας ἐλπίδων Ἀνασοβεῖς τὸν κλῶπα λυττῶντα φθόνον; Ἥλιε φαιδρὲ τοῖς ῥιγοῦσιν ἐκ λύπης, Τί δεῖ με ποιεῖν; τὴν μὲν ἀκτῖνα βλέπειν; | ||
15 | Οὔπω δὲ τὴν θάλπουσαν εὑρίσκειν ζέσιν, Ἢ μάλα διψῆν δαψιλοῦς κρήνης μέσον, Ἢ μηδὲ λεπτῶν ἀξιοῦσθαι δραγμάτων, Ὅταν ὁ καρπὸς ἁδρύνῃ τὸν ἄσταχυν; Οὐκ ἔστιν εἰς φῶς οὐδενὶ σκότος βλέπειν, | |
20 | Οὐκ ἔστι λειμὼν εἰς πνοὰς δυσοδμίας, Οὐκ ἔστι φυτὸν μὴ τρεφούσης ἰκμάδος. Τί δήποτε δρᾷς ὁ γλυκύς μοι φωσφόρος; Τίς ἄρα τῆς σῆς ἐκδρομῆς ἀπεκρύβη; Μᾶλλον δὲ τίς ἥδιστον οὐκ ἔπνευσέ σε; | |
3.47(t) | Εἰς τὰ τοῦ αὐτοκράτορος κούκουρα. | |
1 | Ἕλος φυτευθὲν εἰς φαρέτραν ὀστίνην Ἐπὶ χρυσαυγοῦς καὶ συνεστώσης δρόσου Τῶν ἐμψύχων ἤθροισε μικροῦ τὰς φύσεις Εἰς τὰς ἐναργεῖς τῆς νομῆς ὑπεκφύσεις· | |
5 | Πλὴν ἠρεμεῖ τὰ πάντα καὶ σιγᾷ τάχα· Καὶ γὰρ ὑπ’ αἰδοῦς τῇ γλυφῇ συνεστάλη, Μήπως ἔχοι θόρυβον ὁ στεφηφόρος, ᾯ τῶν βελῶν ἥδιστον ὁ ψόφος μόνον Εἰ κατὰ θηρῶν τὴν βολὴν ἀπευθύνοι | |
10 | Κυνηγετικαῖς ἐκδρομαῖς ἀντιτρέχων· | |
Ἄλλης γὰρ ἡτοίμασε φαρέτρας βέλη Θεὸς κατ’ ἐχθρῶν τῷ Δαβὶδ τῷ δευτέρῳ· Ἆρ’ οὖν συνελθεῖν τοὺς χοροὺς τῶν ἐμψύχων Ὀρφεὺς ὁ δεινὸς εἰς τὸ θέλγειν τὰς φύσεις | ||
15 | Τῷ τῆς λύρας κρούματι παρεσκεύασεν, Ἢ βασιλεὺς ἔπεισε καὶ τὸν Ὀρφέα Παρόντα καὶ σιγῶντα καὶ πεπηγότα Μελῶν φυσικῶν ἀκροᾶσθαι συντόνως; Οὕτω γὰρ ἂν ἴδοι τις αὐτὸν ἐνθάδε. | |
20 | Πλὴν τίς ἐνεχθεὶς ἐγκοπεὺς τοῖς ὀστέοις Λειμῶνα ποιεῖ καὶ νομὰς κτηνοτρόφους, Καὶ πᾶν ἐπ’ αὐτῇ συγκαλεῖ ζώων γένος, Λέοντας, ἐλέφαντας, ἀνθρώπους, κύνας, Νεβροὺς, λαγωοὺς, ἀετοὺς, νηρηΐδας, | |
25 | Κύκνους, πιθήκους, καὶ φυτῶν ζώντων κλάδους, Ὡς ἂν ἔχοι τὰ ζῶα καὶ καταδύσεις Καὶ χηραμοὺς καὶ λόχμας ἀφθονωτέρας, Καὶ μὴ θρασυνθῇ τῇ κατ’ ἀλλήλων μάχῃ; Πραξίτελες, Δαίδαλε, καὶ σὺ Φειδία, | |
30 | Τὰ λαμπρὰ καυχήματα τῶν ἑρμογλύφων, Οἴχεσθε καὶ κρύπτεσθε τῶν ἔργων χάριν· Δαβὶδ γὰρ ὑμᾶς ἐκνικῶσιν αἱ ξέσεις, Ὡς αὐτομαθοῦς εἰς τὰ κῶλα τεχνίτου· Χαλκὸς δὲ καὶ σίδηρος ἢ λίθου φύσις | |
35 | Τῷ βασιλεῖ φαρέτραν οὐκ ἂν εἰσφέροι· | |
Τὸ γὰρ ἐπαχθὲς ἡ φύσις βδελύττεται. | ||
3.48(t) | Πρὸς τὸν αὐτοκράτορα. | |
1 | Τοὺς μὲν παλαιοὺς τῆς ἐμῆς ψυχῆς πόνους, Οὓς μέχρι τοῦ νῦν ἐνδιδύσκομαι χρόνου, Στεφηφόρε κράτιστε, σιγῶ καὶ στέγω· Κάμηλος ὢν ἄντικρυς εἰ κάμνειν δίδως, | |
5 | Ἀλλ’ οὐκ ἐν ὀργῇ δυσφορῶν πρὸς τὴν τύχην· Καὶ γὰρ φέρειν ἔμαθον εὐνοίας χάριν· Εἰμὶ δὲ γυμνὸς καὶ λαλεῖν βιάσομαι· Τὴν γοῦν ψυχικὴν ἐντινάξας κερκίδα Τοῖς χρυσέοις νήμασι τῆς εὐσπλαγχνίας, | |
10 | Χιτῶσι καινοῖς εἰ δοκεῖ στόλιζέ με· Ἡ γὰρ ζέσις φλέγει με τῆς ἀθυμίας. Εἰ δ’ οὖν, ὁ πεινῶν καὶ ψιλὸς καὶ γυμνόπους Ἀρκοῦν ἔχει τὸ φίλτρον, ἐῤῥέτω σκέπη· Ναὶ πίστις, ὡς φῶς καὶ πνοή μοι καὶ σκέπη | |
15 | Καὶ σίκερα καὶ βρῶμα, καλλώπιζέ με· Καὶ γὰρ ὁ χιτὼν ἐν βραχεῖ ῥεύσει χρόνῳ. Αὐτοκράτορ, τολμῶντι συγγίνωσκέ μοι. | |
3.49(1t) | Πρὸς τὸν αὐτὸν αὐτοκράτορα, ὅτε ἐζήτει προμήθειαν | |
2t | ὑπὲρ τοῦ υἱοῦ αὐτοῦ. | |
1 | Ἐν τοῖς ἑλιγμοῖς δυσφοροῦν τῶν σπαργάνων Εἰς πάντα καιρὸν, Αὐσονάρχα, τὸ βρέφος Τοὺς κλαυθμυρισμοὺς ὀργανοῖ κεκλασμένους· Ἐγκόπτεται γὰρ τῆς πνοῆς ἡ πυκνότης | |
5 | Τῇ τῶν ἁπαλῶν συστολῇ παρισθμίων· Καὶ πῦρ θυμικὸν τὴν ψυχὴν διατρέχον Γοργῶς δαπανᾷ τῆς βοῆς τὰς ἰκμάδας. Ὑπόκρισις δὲ μητρικῶν ψελλισμάτων, Καὶ φθέγμα, καὶ πόππυσμα, καὶ χειρῶν δρόμος, | |
10 | Ὅτε κρεμαστὸν ἐντινάσσει τὸ βρέφος, Δοκεῖ θορυβεῖν ὡς κενὸς πάντα κτύπος· Κἂν ᾖ τις ἐγγὺς καὶ κραδαίνῃ τὴν κλίνην, Ὅτε στενωθὲν τῇ στροφῇ τῶν σφιγμάτων Ἐν ὑπτίῳ σχήματι καθεύδειν θέλει | |
15 | Καὶ δεινοπαθεῖ καὶ σφαδάζει τὸ βρέφος, Οὐκ ἔστιν οὐδ’ ἐνταῦθα τάχα τι πλέον· Ὀποῦ γὰρ αἰτεῖ δαψιλέστερον στέαρ, Ὃ δὴ συνεστὼς ἐκ διαίτης ἀφθόνου Καὶ τὴν ἐν ὑγρότητι λιπαῖνον ζέσιν, | |
20 | Καὶ τὰς περιττὰς ἐκπιέζον ἰκμάδας, Εἰς εὐπρεπῆ σύμπηξιν ἀρθροῖ τὴν πλάσιν. Δὸς οὖν, βασιλεῦ, ταῖς ἐμαῖς παιδοτρόφοις Χλιδῆς πορισμὸν, ὥστε συστῆσαι γάλα, Ὃ παγὲν ἐξέλυσεν ἡ θριδακίνη· | |
25 | Καὶ γὰρ συναλγεῖς καὶ σκοπεῖς τὸ συμφέρον· Θηλὴν δὲ ποιεῖς ἐξ ἀμήτορος τόκου, Καὶ ταῖς ἀμολγαῖς ἐκτρέφεις τὰ νήπια, | |
Θεσπισμάτων ἥδιστον ἐκβλύζων γάλα. | ||
3.50(1t) | Πρὸς τὸν αὐτοκράτορα, ὅτε ἐζήτει τὸ πρόσταγμα | |
2t | τῆς περὶ τὴν Μήδειαν οἰκονομίας αὐτοῦ. | |
1 | Τὴν μὲν πάλαι Μήδειαν, Αὐσονοκράτορ, Γυναῖκα δεινὴν φαρμακὸν γραῦν τεχνίτιν, Καὶ τῶν ἰατρῶν εὑρεθεῖσαν βελτίω, Φασὶ νεουργεῖν ἐκ τομῆς τοὺς πρεσβύτας· | |
5 | Ἐγὼ δὲ μὴ σχὼν τὴν ὁμώνυμον πόλιν, Τῶν πρίν τε καὶ νῦν φαρμακεύτριαν πόνων, Καίτοι προληφθεὶς τῷ ξυρῷ τῶν φροντίδων Ἐξ ἀνδρὸς ἀκμάζοντος εὑρέθην γέρων. Πλὴν ἀλλ’ ἀναπλάσαις με καὶ δείξαις νέον, | |
10 | Τὸ πορφυροῦν φάρμακον εὐτέχνως χέας· Ὁ γὰρ προμηθεὺς καὶ τροφεὺς τῶν ἐμψύχων, Καὶ σὸς βασιλεὺς καὶ θεὸς καὶ δεσπότης, Οὗ τὴν φύσιν ἄπειρον εἰκότως κρίνεις, Ἄπειρε τὴν φρόνησιν ὡς ὑπὲρ φύσιν, | |
15 | Ὅταν ὁ θεσμὸς τῶν καθ’ ἕλληνας λόγων Κενόν τι ποιῇ συσταλείσῃ τῇ κτίσει, Τὴν ἰδίαν πρόνοιαν ἐγνώρισέ σοι, Δι’ ἧς κυβερνῶν ἐξ ἀδήλου τὰς φύσεις, Καὶ μέχρις αὐτῶν εὐδοκῶν τῶν περδίκων, | |
20 | Κήρυκα τῆς χάριτος εἰργάσατό σε, Πνέοντα πῦρ ἄντικρυς ἀνθράκων δίχα. Ὡς οἰκέτης σὸς ταῦτα τολμήσας ἔφην. | |
3.51(t) | Ὄνειρος ὄτε βασιλεὺς βαρέως ἔσχε περὶ αὐτὸν συκοφαντηθέντα. | |
1 | Ἕλους μεταξύ τινος ἑστὼς ἱππότης, Τὸ κτῆνος ὀκνοῦν τὴν διάβροχον τρίβον, Ἐπεὶ καθ’ ἡμῶν καὶ βραχὺς ἦρτο γνόφος, Καθάπερ ἀτμὸς ἐκδοθεὶς τῆς ἰκμάδος, | |
5 | Πτερνῶν σιδηραῖς ἐξοχαῖς ἠκιζόμην· Οὕτω δέ μου κάμνοντος ὦ τᾶν εἰς μάτην, Ἔμπνουν γὰρ ὂν τὸ κτῆνος εὑρέθη λίθος. Τοὺς ἐκτιναγμοὺς καρτεροῦν τῶν μαστίγων, Ποθὲν προελθὼν ὁ γλυκὺς αὐτοκράτωρ, | |
10 | Καί τινα σειρὰν δακτυλόπλοκον φέρων Ἐνῆκε δεινὴν συσταλέντι μοι φρίκην· Πίπτει μὲν οὖν τὸ κτῆνος ἐκπλαγὲν τάχα· Ἐγὼ δ’ ἐπ’ αὐτῷ συσχεθεὶς ἐπνευστίων· Εἶτα βασιλεὺς ἐκδραμὼν ὥς τις λέων, | |
15 | Καί τινα θυμὸν τῇ βοῇ παρεγχέας, Ὡς καὶ βρυχηθμοῖς ἐκταράξαι με πλέον, Τὸ πλέγμα ῥιπτεῖ κατὰ τοῦ κτήνους μόνον· Τὸ δ’ εὐθὺς ἦν ὄχημα καὶ κτῆνος πάλιν Ἀνασοβηθὲν τῇ βολῇ τῇ συντόνῳ· | |
20 | Ἱππεὺς δὲ κἀγὼ καὶ δρομεὺς παρ’ ἐλπίδα Τῆς οὐ πρὸ μακροῦ συμφορᾶς ἀποτρέχων. Ὁ γοῦν ὄνειρος οὗτος· αὐτὸς δὲ σκόπει, Καὶ γνῶθι τί ποτ’ ἐστὶ καὶ λύσιν δίδου, Καὶ παραμυθοῦ δυσπραγοῦντα τὸν φίλον. | |
25 | Ἕλος μὲν οὗτος, εἶπεν, ὁ βραχὺς βίος· | |
Ἄνθος γὰρ εὐμάραντον ἀγροῦ καὶ χλόην Ψάλλων Δαβὶδ κέκληκε τὴν βροτῶν φύσιν· Ἔχει δὲ καὶ λιβάδας ἱδρώτων ἴσως, Εἰ δεῦρο μοχθεῖν ἐξ Ἀδὰμ κατεκρίθης· | ||
30 | Φθόνου δέ τις ἔνεστι τῷ βίῳ γνόφος, Ὑφ’ οὗ τὰ δεινὰ κρύπτεται βουλεύματα· Ὄχημα δὲ ζῶν αἱ πρὸς ὄγκον ἐλπίδες, Δι’ ὧν ὁ παικτὸς εὐμαρίζεται δρόμος· Ὀχούμενος γοῦν τῇ ῥύμῃ τῶν ἐλπίδων | |
35 | Πίπτεις μεταξὺ καὶ πτοῇ καὶ συντρίβῃ· Ἦν γάρ τις, ὦ τᾶν, ἐμποδὼν ἁμαρτία, Πλὴν αὐτὸς ὁ κράτιστος ἐξήγειρέ σε, Καὶ φαιδρὸν αὖ τέθεικεν ἐκ τῶν ἐλπίδων, Εὐσπλαγχνίας μάστιγι τὸ πτῶμα τρέπων | |
40 | Εἰς πραγμάτων κίνησιν ὀλβιωτέρων. Τὸ γοῦν ἀθυμεῖν ὡς δρομεὺς ἀφεὶς μέγας, Τὸ συμπαθὲς θαύμασε τοῦ στεφηφόρου. | |
3.52(t) | Εἰς εἰκόνα τοῦ ἁγίου Ὀνουφρίου. | |
1 | Γυμνὸς μὲν Ἀδὰμ, ἀλλ’ ὑπ’ αἰδοῦς ἐκρύβη· Γυμνὸς δὲ καὶ σὺ, πάτερ, ἀλλ’ οὐκ αἰσχύνῃ· Ταῖς γὰρ φυσικαῖς ἡδοναῖς οὐκ ἐκλάπης. Ἐγὼ δὲ γυμνὸς εὑρεθεὶς πρὸς αἰσχύνην | |
5 | (Ἡ σὰρξ γὰρ ἡ σύνοικος ἠπάτησέ με), Κυκλῶ σε φαιδρῶς τῇ στολῇ τῇ συνθέτῳ. Τάχα με τὴν σὴν αὖθις ἐνδύσει σκέπην Ὁ Βασίλειος οὗτος ἑστὼς ἐνθάδε· Καὶ γὰρ ἀγαθὴν εὐτυχήσω τὴν τρύγην, | |
10 | Φυτηκομῶν τὸν κῆπον ἐκ χρυσαργύρου. | |
3.53(t) | Εἰς τὸ αὐτό. | |
1 | Ὀνούφριε ζῶν ἀκριβῶς κἀν τοῖς τύποις, Ἡ γὰρ χάρις πόῤῥωθεν ἐσκήνωσέ σοι, Τὴν χρυσοειδῆ προσφορὰν ταύτην δέχου, Καὶ τὰς ἀμοιβὰς ὡς ἐπηγγείλω δίδου· | |
5 | Αὐθαίρετος γάρ ἐστιν ἡ σὴ γυμνότης, Καὶ διπλόη ῥήματος οὐκ ἔνεστι σοι· Κἂν εἰς τὸν ἐσμὸν τῶν ἐμῶν κακῶν βλέποις, Ἴσως δυσωπήσει σε καὶ γεγραμμένος Ὁ Βασίλειος οὗτος ἑστὼς ἐγγύθεν· | |
10 | Ἀλλὰ σιωπᾷ τοῦτο τῆς τέχνης πάθος. | |
3.54(t) | Εἰς τὸ αὐτό. | |
1 | Εἰ προσφορᾶς δή τινος ἢ μνήμης χάριν Πολλῶν δίδως λύτρωσιν ἀμπλακημάτων, Ὅσην ἐμοὶ παρέσχες εὐελπιστίαν, Ὀνούφριε ζῶν τῆς ἐμῆς ψυχῆς μέσον, | |
5 | Κἂν ἐν τύπῳ γράφω σε γυμνὸν τὸν μέγαν, Ἀλλ’ οὖν ἔχεις τὸν κόσμον ἐκ χρυσαργύρου· Νέον δὲ Βασίλειον ἐν χρῷ δεικνύων Ἀεὶ παρ’ ἀμφοῖν προσδοκῶ τὰ βελτίω. | |
3.55(t) | Πρὸς τὸν αὐτοκράτορα, ὅτε ὑπό τινων ἐσυκοφαντήθη. | |
1 | Ἐβουλόμην ἔγωγε τοῦ λέγειν χάριν Ἥλιον εὑρεῖν καὶ προκείμενον θάκον (Οὕτω γὰρ ἂν εἴποι τις ἀνὴρ ἀγρότης) Καὶ σαββατισμὸν, Αὐσονάρχα, πραγμάτων, | |
5 | Ἢ στέρνα χαλκᾶ καὶ δεκάγλωττον στόμα· Καὶ πάντα καιρὸν εὐτυχεῖν ἂν ηὐχόμην, Εἰ μᾶλλον ἐξῆν ὀργανοῦσθαι τοὺς λόγους, Ἀπὸ σκοπιᾶς ἐκ νεφῶν ἐπηρμένης, Ὡς πᾶσαν αὐτῶν ἀκροᾶσθαι τὴν κτίσιν· | |
10 | Πλὴν ἥλιος σὺ καὶ προβάλλεις τὴν ζέσιν, Ἐξ ἧς ὁ ῥυθμὸς τῆς ἐμῆς μουσουργίας· Ἐγὼ δὲ τὸν νοῦν ἡσυχῆ καθιδρύσας Εἰς τὴν χρυσῆν κρηπῖδα τῶν πρὶν ἐλπίδων Τοὺς σοὺς, βασιλεῦ, τεχνικῶς πλέξω κρότους, | |
15 | Κἂν ἀκροατὴς εὑρεθῇς τούτοις μόνος· Ὁ νοῦς ὁ πυκνὸς, ἡ διόπτρα τῶν λόγων, Ἐνταῦθα πᾶς ὁ κόσμος, ἢ καί τι πλέον, Εἰ πρὸς σὲ τὴν σύγκρισιν ἡ κτίσις ἔχοι· Εἰ γὰρ ἐπὶ γῆς οὐρανοῦ τύπον φέρων | |
20 | Τὴν βασιλικὴν ἐπλατύνθης καρδίαν, Ἣ σφίγγεται μὲν τῇ δρακὶ τοῦ δεσπότου, Φαιδρύνεται δὲ τῇ πρὸς ἡμᾶς αἰθρίᾳ Τοὺς ἀστέρας πλουτοῦσα τῶν χαρισμάτων· Πῶς οὐκ ἀτεχνῶς οὐρανοῦ σὺ βελτίων, | |
25 | Ὅταν ὁρᾷ καὶ τοῦτον ἀνθρώπων χάριν | |
Ταθέντα Δαβὶδ ὡς διάβροχον δέρος, Αὐτῆς δὲ τῆς γῆς ἀσφαλέστερος μένων Πρὸς τὰς ἐπαχθεῖς τῆς ψυχῆς σου φροντίδας, Καρποὺς γεωργεῖς εὐτυχοῦς κραταρχίας, | ||
30 | Ἐξ ὧν ὁ κόσμος ἀφθόνως πλουτίζεται· Καὶ συναγαγὼν τὰς ῥοὰς τῶν πραγμάτων Εἰς τὰς ἀφανεῖς τῶν φρενῶν σου πυθμένας Νοημάτων ἄπειρος εὑρέθης χύσις, ᾟ στῦφον οὐδὲν οὐδ’ ἁλυκὸν ἐῤῥύη· | |
35 | Θεόδροσοι γὰρ ἐκπετάννυνται φλέβες· Τὸ σόν γε μὴν πέλαγος οὐκ οἶδε ζάλην· Κοιμίζεται δὲ γνωστικὸν φέρον στέαρ, Ὅταν ὁ θυμὸς τῆς ψυχῆς ὑπεκβράσῃ, Κἂν ἐκ πονηρῶν, Αὐσονάρχα, πραγμάτων | |
40 | Ῥυεὶς ὁ χειμὼν τῆς ἐμῆς ἁμαρτίας Κυκᾶν σε τὸν ῥοῦν ἐκβιάζοι τῶν λόγων. Ἄκουε λοιπὸν ὁ γλυκὺς αὐτοκράτωρ· Ἐμοί τις ἀνὴρ δυσμενὴς πλείστου χρόνου Καθεὶς ἑαυτὸν εἰς ἰλὺν ἀπιστίας, | |
45 | Κἀκεῖθεν εὐθὺς ἐξιὼν οὐκ οἶδ’ ὅπως (Ἐχρῆν αὐτῷ συμπνιγῆναι τὸν δόλον, Ὡς ἂν τὸ κοινὸν σωφρονέστερον μένοι Τοῖς ἐκτιναγμοῖς τοῖς κενοῖς τοῦ βορβόρου· Τὸ γὰρ ἀκαλλὲς τῇ ψυχῇ προσετρίβη), | |
3.55(50) | Ῥανίδας ἡμῖν ἀπρεπεῖς ἐπιβρέχει· Βούλοιτο γὰρ ἂν ὡς μισάνθρωπος κύων Καὶ τοὺς καθαροὺς ἐνδακεῖν τοῦ κινδύνου· Πλὴν, ὦ δικαστὰ μυστικῆς κακουργίας, | |
Καλεῖς μὲν ἡμᾶς εὐμενῶς πρὸς τὴν δίκην· | ||
55 | Ἐπεὶ δὲ παρῆν δυσφοροῦν καὶ τὸ κνέφας, Ὑφ’ οὗ σκεπασθεὶς ὁ βροτόσχημος δράκων Σπειρηδὸν ἠρέθισε τοῦ νοῦ τὸν δόλον, Τὸ ψεῦδος εὐθὺς ἐξελαύνεις ὡς γνόφον, Τὴν τῶν λόγων ἄῤῥητον αὐγὴν ἐγχέας· | |
60 | Οὐκ ἦν γὰρ εἰκὸς τοὺς πλακέντας σοι κρότους, Οὓς τῷ βίῳ προὔθηκα τοῦ γένους χάριν, Τῶν συκοφαντῶν ἐκδοθῆναι τῷ φθόνῳ. Ὦ πάντα μυχὸν καρδιῶν διατρέχων, Καὶ πᾶν ἀσαφὲς εὐφυῶς διαβλέπων! | |
65 | Ὦ νοῦ πτερωτὲ καὶ θεοῦ μέχρι φθάνων, Καὶ πνεῦμα γοργὸν εἰς ῥοπὰς ἀποκρύφους! Ὦ θαῦμα κοινὸν, ὦ μετὰ δίκην Σόλων, Ἢ ζῶν στοχαστὰ Σολομῶν πρὸ τῆς δίκης, Οὐκ ἐκ φυσικῶν οὐδὲ κοινῶν πραγμάτων | |
70 | Σοῦ τὴν κρατίστην φύσιν ἐχρῆν με κρίνειν, Ἀλλ’ εἴπερ ἐξῆν ἀπὸ τῶν ὑπὲρ φύσιν· Οὕτω γὰρ ἂν ἥρμοττε καὶ τὸ συγκρίνειν· Ἐπεὶ δὲ κοινὸς ἐξ ἀνάγκης ὁ κρότος, Ὕβριν ἐμοὶ τὸ πρᾶγμα σαφῶς ἂν ἔχοι | |
75 | Μὴ τοῦτο παρὸν ἐγκαλεῖ μοι τὸ βρέτας· Ἀλλ’ εἴπερ εἰκὸς, ἐγκαλυπτέσθω τρέμον, | |
Εἰ σὺ, βασιλεῦ, συμπαθὴς ὢν τὴν φύσιν, Ἐμοὶ δικαστὴς εὐμενέστατος γίνῃ· Καινὸν γὰρ οὐδὲν εἰ τὸ φῶς λέγειν σκότος | ||
80 | Τῶν συκοφαντῶν ἐθρασύνθη τὸ στόμα. Ἀλλ’ ὦ ξένον πῦρ συρφετὸν ψεύδους φλέγον, Καὶ φῶς πονηρῶν ἐκδιῶκον ἑσπέραν, Ἄρχοις περιὼν καὶ δικάζοις εὐστόχως Εἰς μακρὸν εἰς ἄπειρον εἰς πλεῖστον βίον, | |
85 | Ὡς ἂν ὁ δεινὸς ἐξελέγχηται φθόνος, Τοὺς σοὺς δὲ πιστοὺς ἀκριβῶς ἐκμανθάνοις, Οἷς ἀέρος μᾶλλόν σε παρέχεις πνέειν Ἐκ τοῦ γλυκασμοῦ τῆς βοῆς καὶ τῆς θέας, Ὧν ἄτερ αὐτὸς οὐδ’ ἀναπνεῖν ἰσχύω· | |
90 | Νῦν γὰρ θανατῶ πνευστιῶν ὡς ἐκ πνίγους, Καὶ λειποθυμῶ πρὸς τὸ σὸν πνεῦμα βλέπων· Εἰ μὴ δὲ τὴν κρίσιμον ἡμέραν δίδως, Ἀναιρετικὴν τῆς κενῆς ἀῤῥωστίας, Ὁ τῆς τελευτῆς οὐ βραδυνεῖ μοι χρόνος· | |
95 | Πλὴν εἴγε μή σε τὴν ἀσύγκριτον φύσιν, Τῶν Αὐσοναρχῶν τῶν σοφῶν τὸν βελτίω, Κἀν τοῖς λόγοις τέθηπα κἀν τῇ καρδίᾳ, Καὶ πάντα τῆς σῆς ἡδονῆς ἥττω κρίνων Ἐγκωμιαστὴς ὡς ἐφικτὸν εὑρέθην, | |
3.55(100) | Τὸ τῆς γεέννης πῦρ με κυκλῶσαν φλέγοι. | |
3.56(1t) | Τῷ πατριάρχῃ κυρῷ Νίφωνι, ὅτε ἐπέβη τοῦ θρόνου | |
2t | τῆς ἐκκλησίας. | |
1 | Ὦ φῶς διασπῶν τῆς ψυχῆς μου τὸ σκότος, Ὡς φωσφόρος νέφος τι λεπτὸν ἐν θέρει, Πόθεν προελθὸν εἰς ἀπόῤῥητον χύσιν Πανηγυρικὴν ὀργανοῖς μεσημβρίαν; | |
5 | Ὦ πῦρ ἀναφθὲν ἐξ ἀδήλων ἀνθράκων, Καθὼς ὁ Δαβὶδ ζωγραφεῖ τοὺς ἀγγέλους Εἰς ἀέρα χρωσθέντας ὀξυδορκίας, Ποῖός σε λαβὼν εἰς πυράγραν ἐλπίδων Χαλκεὺς ἀγαθὸς ἐκ νεφῶν ἐπιβρέχει, | |
10 | Ὡς ἂν ὀδυνῶν συρφετὸν πάντα φλέγῃς; Ὦ πνεῦμα κινοῦν τὴν ἐμὴν γλῶτταν πάλιν, Ἣ συνδιαπλεῖ τοῖς λαλοῦσιν ἱστίοις, Καθάπερ ὁλκὰς εἰς τὰ ῥεῖθρα τῶν λόγων! Ὦ τῶν ἐπὶ γῆς πατριῶν ἐπιστάτα, | |
15 | Καὶ τῶν λογικῶν ἀγελάρχα ποιμνίων, Ὃς οἶδας ἡμᾶς πρὸς νομὰς διεξάγειν Εἰς πάντα καιρὸν εὐθαλεῖς καὶ νοστίμους, Καί τινα ῥυθμὸν πρακτικῆς μουσουργίας Τῇ τῶν λόγων σύριγγι πυκνῶς ἐγχέειν, | |
20 | Πῶς ἀντὶ θηλῆς εὐτυχῶν τὴν καρδίαν, Ἧς τοὺς πόρους ἤνοιξας ἀῤῥήτῳ ζέσει, Θυμηδίας ἥδιστον ἀμέλγεις γάλα, Ὡς ἂν ὁ τυρὸς εὑρεθῇ τῶν πραγμάτων Παγεὶς μεταξὺ τῆς πυρᾶς τῶν ἐλπίδων; | |
25 | Νῦν ὡς χελιδὼν τῇ βοῇ τῶν δογμάτων, | |
Περιλαλῶν τὸ βῆμα τῆς ἐκκλησίας, Σωτηρίας ἅπασι δεικνύεις ἔαρ· Οἰχήσεται γὰρ ὁ κρυμὸς τῶν σχισμάτων Ἐξηλιωθεὶς τῇ καθ’ ἡμᾶς αἰθρίᾳ. | ||
30 | Νῦν ὡς γεωργὸς ἐκ σπορᾶς διδαγμάτων, Σκιρτῶν ἐφ’ ἡμῖν ἀρετῶν δρέψῃ στάχυν. Καὶ γὰρ πιανεῖς τῇ βροχῇ τῶν δακρύων Ὡς αὔλακας γῆς τὰς ψυχὰς τοῦ ποιμνίου· Ποίων ἀκανθῶν ἐμπεφύτευκας ῥόδον | |
35 | Τοῖς ἐκ λύπης δήπουθεν ὠχριακόσιν, Αὐτὸς καθαρῶς πυρπολήσας τὰς βάτους, Ὑφ’ ὧν ὁ κοινὸς ἀμπελὼν τῶν πραγμάτων Εἰρηνικῶν ἔρημος ἦν ἂν βοτρύων, Εἰ μὴ βασιλεὺς τῆς φυῆς πεφυρμένης | |
40 | Εὑρὼν τὸ χερσοῦν τῆς λαβῆς ἀνέσπασεν! Ἐξ ἑσπέρας φῶς εἶδε καινὸν ἡ κτίσις, Καὶ σωστικὸν ζέφυρον ἐκ τρικυμίας, Καὶ ῥοῦν ἀγαθὸν ἐξ ἀμέτρων δακρύων· Εἰ μὴ δὲ τὴν γῆν εὐφυῶς παρεκράτεις, | |
45 | Μήπως νομισθῇ δυσμενὴς ἐκ τοῦ κλόνου, Σκιρτήμασιν ἂν τὴν χαρὰν ἐπεκρότει. Ὦ πῶς νεαρὸν ἐκ παλαιοῦ δεικνύεις Τὸν εὐγενῆ λειμῶνα τοῦ σοῦ δεσπότου! Τοῖς γὰρ καταστήμασι τῆς εὐταξίας | |
3.56(50) | Φυτηκομεῖς τὰ δένδρα τῆς ἐκκλησίας, Οἷος μελισσὼν ἐκραγεὶς ποθὲν βίᾳ Τῶν σῶν ἀγαθῶν ὑποβομβεῖ τὰς πόας, Τὸ πρακτικὸν σίμβλον σε τῶν λόγων ἔχων, Καὶ δημιουργῶν ἡδονῆς μέλι ξένης. | |
55 | Χῆραι κροτεῖτε χεῖρας ὀρφανοῖς ἅμα, Καὶ παρθένοι τέρπεσθε καὶ χορεύετε· Ἐφίσταται γὰρ τῆς θεοῦ δόξης χάριν Κοινὸς προμηθεὺς καὶ πατὴρ καὶ προστάτης, Καὶ νυμφαγωγὸς καὶ βραβεὺς τῶν ἐν βίῳ. | |
60 | Οὐ δεῖ με πεινῆν, ὁ τροφεὺς γὰρ ἐγγύθεν· Οὐ χρή με διψῆν, ὁ κρατὴρ γὰρ ἐνθάδε· Ἀλλ’ οὐδὲ ῥιγοῦν, εὐτρεπὴς γὰρ ἡ σκέπη. Ποίας νόσου φάρμακον οὐκ ἄν τις λάβοι, Παρὼν, θεωρῶν, συλλαλῶν σοι, δέσποτα, | |
65 | Μὴ τῆς Ἀερμὼν ψαλμικῶς χρῄζω δρόσου, Τῆς σῆς λαλιᾶς ἐκροφῶν τὰς ἰκμάδας! Ἐξ οὐρανῶν σε δῶρον ἡ γῆ λαμβάνει, Καθάπερ ἢ φῶς ἐξ ἑωσφόρου ζέον, Ἢ δραστικὴν δύναμιν ὀρθρίας δρόσου, | |
70 | Ἐξ ὧν ὁ καρπὸς ὀργανοῦται τῆς χλόης· Καὶ Μῶμος αὐτὸς εἰ παρὼν ἔβλεψέ σε, Ἄμεμπτε πατριάρχα τῆς οἰκουμένης, Οὐκ ἔσχεν οὐδὲν εἰς λαβὴν ἄν σοι ψόγου. Ἀλλ’, ὦ Γαληνὲ μυστικῆς καχεξίας, | |
75 | Καὶ γὰρ ἐνεγκεῖν τὰς ἐμὰς ἦλθες νόσους, Χριστοῦ μιμητὴς ἀκριβὴς δεδειγμένος, Γενοῦ μεθ’ ἡμῶν, καὶ πεσεῖται πᾶς πόνος· | |
Τὴν γὰρ ἐν ἀκμῇ συντριβὴν τῶν ὀστέων Πῶς ἂν ἔτι δύναιτο σὰρξ ἔμπνους φέρειν; | ||
80 | Ναὶ στῆσον ἡμῖν τὴν φορὰν τῶν δακρύων, Καὶ τοὺς ὀδυρμοὺς τῆς ψυχῆς τοὺς ἐκτόπους· Νῦν ὡς ὁ Μωσῆς ὑποδὺς θεῖον γνόφον Βασιλικῆς μοι λάβε συγγνώμης πλάκας· Ἀεὶ γὰρ αὐτῷ μυστικῶς ἐντυγχάνεις, | |
85 | Ὡς δημαγωγὸς Ἰσραὴλ τοῦ δευτέρου· Ποιμαντικὴν δὲ ῥάβδον εἰς χεῖρας φέρων Τὴν ἁλμυράν μοι τέμνε τῶν παθῶν χύσιν· Χρὴ γὰρ διελθεῖν τὸν βαρὺν πλοῦν ἀβρόχως, Ἂν ὑπὲρ ἡμῶν θαυματουργεῖν ἰσχύῃς· | |
90 | Ἐγὼ δὲ τερφθεὶς ἐκ φυγῆς ἀκινδύνου Τῷ τῆς ψυχῆς μέλψω σε μικροῦ τυμπάνῳ, Χοροῦ συνιστῶν δακτυλόπλοκον μέλος· Δεῖξον δὲ τὴν γῆν ἣν ἐπηγγείλατό μοι | |
Θεοῦ βασιλεὺς ὡς τρυφῆς δώσειν τόπον· | ||
95 | Θρέψον δὲ καὶ μέλιτι καὶ γάλακτί με· Τὴν ἄφθονον γὰρ τοῦ θεοῦ πλουτεῖς χάριν, Διεξαγωγεῦ καὶ τροφεῦ καὶ προστάτα. Πλὴν ζῆθι μακρὸν καὶ τρισόλβιον βίον, Ὡς ἂν τὸ κοινὸν συμπαθῶς διεξάγοις, | |
3.56(100) | Ὦ φῶς διασπῶν τῆς ψυχῆς μου τὸ σκότος. | |
3.57(1t) | Πρὸς τὸν θαυμάσιον ἐκεῖνον πρωτοστράτορα τὸν Γλαβᾶν, ὅτε | |
2t | ἀπὸ τῆς Πόλεως ἐξήρχετο ἐπὶ τὴν Ἀδριανούπολιν διαπόντιος. | |
1 | Τί δῆτα ποιεῖς; καὶ τὸ φῶς ἐμοὶ σκότος, Κἂν οὐκ ἐφικτὸν συμβαλεῖν τἀναντία. Τί τοῦτο καὶ πῶς; οὐδὲ γὰρ ἔχω κρίνειν, Ἐξασθενούσης τῇ λύπῃ τῆς φύσεως. | |
5 | Τίς πραγμάτων θάλψει με ῥιγοῦντα ζέσει, Σοῦ τοῦ λογικοῦ καὶ στρατάρχου φωσφόρου Εἰς δίφρον ὀξὺν ἐκδρομῆς ἡρπαγμένου; Τίς ἄρα χειμὼν εἰσρυεὶς πρὸ τοῦ κρύους Δεινὴν καθ’ ἡμῶν τὴν φρίκην ἐργάσεται; | |
10 | Πῶς τῶν λογισμῶν καρτερήσω τὴν ζάλην Μὴ τῆς γαληνῆς εὐπορῶν σῆς αἰθρίας; Τίς πῦρ μαρανεῖ συμφορῶν ἀποκρύφων Πολυτρόπου χάριτος ἐγχέας δρόσον; Τίς ἕλκος οἰδοῦν ἀμβλυνεῖ στεναγμάτων | |
15 | Εὐσπλαγχνίας ἔμπλαστρον ἐνθεὶς τῷ ξένῳ; Τίς τὸν πνιγηρὸν τῆς ἐμῆς πνοῆς πόρον | |
Εὐεργεσιῶν ἐκτενεῖ χειρουργίᾳ; Τίς σῆψιν εὑρὼν εἰς νομὴν ὀλεθρίαν Ξυρῷ τὸ λυποῦν μυστικῷ περιζέσει; | ||
20 | Τίς ὅρμος ἡμῖν δυσπλοοῦσιν ἐν βίῳ; Πῶς ὄψεται φῶς ὁ στερηθεὶς ὀμμάτων; Πῶς φθέγξεται ζῶν ὁ ψυχῆς δίχα πνέων; Ὢ πῶς μεριμνῶν ἐμβαλών μοι φορτίδα Πλωτὴν σεαυτῷ τεκτονεύεις πορθμίδα; | |
25 | Πλὴν χαῖρέ μοι, φῶς καὶ πνοὴ καὶ καρδία, Καὶ νοῦ στρατηγὲ καὶ θεοῦ στεφανίτα, Καὶ τοὺς δυτικοὺς ὑπεναντίους νίκα, Πρηστῆρσιν εὐθὺς γνωστικοῖς ὑπερζέσας· Ἐπεὶ κατ’ αὐτῶν καὶ τὸν ἔμπροσθεν χρόνον | |
30 | Ἀνῆπτες ὀργῆς δραστικοὺς πυρεκβόλους, Ἱδρῶσιν ἡμᾶς τακτικοῖς ἀναψύχων. Ὢ νύκτες ἡμῖν ἡμερῶν βελτίονες! Ἡσθήσομαι γὰρ τῇ καθ’ ὕπνους ἐμφάσει Παρόντα μικροῦ καὶ λαλοῦντά σε βλέπων, | |
35 | Εἴ πως ὁ νοῦς χρώματα κιρνῶν πραγμάτων Σκιὰς ἀμυδρὰς ὀργανοῖ φαντασμάτων. Ὦ σκάφος, ὦ ζέφυρος, ὦ πλοῦς αἰθρίας, Ὑφ’ ὧν προπεμφθεὶς ἐξελεύσῃ πρὸς δύσιν! Ὦ κυμάτων χάριτες, ὦ πλῆρες βάθος, | |
40 | Οἷον λόγων ὄψεσθε καὶ φρενῶν βάθος! Οἱ λιμένες τὸν ὅρμον εἰσδέχεσθέ μου | |
Καὶ τοῖς ἐαυτῶν δεξιοῦσθε προσφόροις. Ἀκταὶ δέ μοι τέρπεσθε καὶ πάντες πάγοι· Καιρὸς γὰρ ἀθρεῖν εἰς λινόπτερον σκάφος | ||
45 | Τὸν τὰς φύσεις θέλγοντα καὶ τῶν ἀψύχων· Ἐβουλόμην ἔγωγε καὶ πίτυς μένειν, Ὡς ἂν καθ’ ὑγρῶν τῇ τριήρει συντρέχων Κἀγὼ τοσοῦτον ὄλβον ἐγγύθεν βλέπω. Ὅταν δὲ τὴν ἤπειρον ἱππότης τρίβοι, | |
3.57(50) | Νάπαι τε καὶ φάραγγες εὐφραίνεσθέ μοι· Ἐγὼ δὲ πικρῶς ἀπολειφθεὶς δακρύω, Καὶ ζῶν τραγῳδῶ τῆς ψυχῆς μου τοὺς πόνους. Οἱ δυσμενεῖς πλήττεσθε καὶ πρὸ τοῦ ξίφους, Ἐπεὶ βασιλεὺς τὸν στρατάρχην τὸν μέγαν | |
55 | Ῥιπτεῖ καθ’ ὑμῶν ὡς ὑπόπτερον βέλος· Ἡ δὲ στρατιὰ καὶ πρὸ τῆς μάχης νίκα Σοφοῦ στρατηγοῦ δεξιᾷ πεφραγμένη· Προκλητικὸν σάλπιγγος εὐήχου στόμα, Παιᾶσι πυκνοῖς τὸν στρατὸν περικρότει· | |
60 | Καὶ σκῆπτρον ἀνδρὸς ἐκνικᾶν εἰθισμένου Δεῖξον κομισθὲν εὐτυχῶς τοῖς ὁπλίταις Πρὸ τῶν σκύλων τὸν πέπλον ἠνεμωμένον. Φάλαρα μὴ κτυπεῖτε, σιγᾶτε στίφη· | |
Οὐ γὰρ θορυβεῖν, ἀλλὰ συντεταγμένως | ||
65 | Χωρεῖν κατ’ ἐχθρῶν ὁ στρατάρχης θεσπίσας Αὐτὸς τὰ δεινὰ συλλέγει βουλεύματα, Ὡς ἂν ὑπ’ αὐτῷ τῶν φρενῶν τῷ δικτύῳ Τοὺς δυσμενεῖς πόῤῥωθεν ἐγκλείσας λάθοι, Καὶ μή τις αὐτῶν τὴν βολὴν διεκφύγοι | |
70 | Λαβὼν ἴσως αἴσθησιν ἀρθέντος κτύπου. Νῖκαι προπομποὶ δεῦτε φαιδρύνεσθέ μοι, Γίγαντα λαμπρὸν εὐτυχοῦσαι νυμφίον | |
Πρὸς ἑσπερινὰς εὐδρομοῦντα παστάδας. Τίς, ὦ στρατηγὲ, καὶ Γλαβᾶν κέκληκέ σε; | ||
75 | Σημαίνεται γὰρ ἡ κεφαλὴ τῇ φράσει, Καθ’ ἣν ἀτεχνῶς τὸ φρονεῖν ἄν τις φέροι· Ὡς καὶ στεφανίτην σε τυγχάνειν φύσει, Καὶ ζῆν παρ’ αὐταῖς εὐπραγοῦντα ταῖς νίκαις. Τίς οὖν ἀποχρῶν μηχανῆς ἐμοὶ πόρος | |
80 | Ἔνοπλον ἀλκὴν ἀνθελέσθαι τῶν λόγων, Καὶ παρομαρτεῖν καὶ τὸ σὸν κάλλος βλέπειν, Ὃ χαρίτων ἔγραψε πυκνὴ λεπτότης; Ἀλλ’, ὦ στρατιᾶς ἀνδρικῆς ἐπιστάτα, Σὺ μὲν κατ’ ἐχθρῶν ἐξιὼν πρὸς ἑσπέραν | |
85 | Αἵμασι τὴν σὴν τμητικὴν βάπτε σπάθην, Καὶ γράφε σαυτὸν ἐκ φρενῶν ἀριστέα, Καὶ τοῖς βασιλεύουσι τὰς πόλεις δίδου, Ἃς εἷλεν ὡς κλὼψ ὁ στρατὸς τῶν βαρβάρων· Ἡ γὰρ τυραννὶς ἀδρανὴς πρὸς τὸ κράτος· | |
90 | Καὶ ζῆθι καλῶς, καὶ στρατήγει ταῖς νίκαις, Καὶ τῶν ὀδυνῶν ἐγκρατέστερος γίνου· Μᾶλλον δὲ καὶ σκύλευε καὶ ταύτας νίκα, Καὶ μέχρι μακρῶν εὐκλεὴς μένε χρόνων. Ἐγὼ δὲ τὸν σὸν ἐκπλαγεὶς πάλαι τρόπον, | |
95 | Καὶ θαυμάσας τὴν φύσιν ὡς ὑπὲρ φύσιν, Τῷ τῶν κρότων κώδωνι λαμπρῶς ἐκφράσω· Τὰς γὰρ πύλας ἤνοιξας ἡμῖν τῶν λόγων, Εὐεργεσιῶν ἐντινάξας μοχλία, Ἢ ποῦ θεμιτὸν μὴ γραφῆναι τὸν μέγαν | |
3.57(100) | Τοῖς τοῦ χρόνου πίναξιν εἰκόνος δίκην, | |
Ἥλιε καὶ γῆ, καὶ σχολὴ καὶ βιβλία; | ||
3.58(1t) | Πρὸς τὸν αὐτοκράτορα, ὅτε ὁ θάνατος ἀπηγγέλη | |
2t | τῆς αὐτοῦ γυναικός. | |
1 | Ἐγὼ, βασιλεῦ, τὸν μὲν ἔμπροσθεν χρόνον Πικρῶς διαζῶν εὐγενῶς ἐκαρτέρουν· Τῆς γὰρ νόσου φάρμακον ἐπλούτουν μέγα, Τὴν ἐν βίῳ σύνοικον ἐσκευασμένην | |
5 | Ἐκ τοῦ γαληνοῦ τεχνίτου τῆς φύσεως· Οὕτω δ’ ἐκεῖνο δραστικὴν εἶχε κράσιν, Ὡς καὶ μόνον πόῤῥωθεν εἰς νοῦν ἠγμένον Πολλὰς ὀδυνῶν φλεγμονὰς ἀνατρέπειν· Οὐκ ἦν γὰρ εἰκὸς τοῦ θεοῦ τῷ φαρμάκῳ | |
10 | Μὴ συγκραθῆναί τινα καὶ ξένην χάριν· Νυνὶ δὲ τί δρῶ, τί δὲ καὶ πάσχω πλέον Ἄλγος κεφαλῆς καὶ μελῶν ἅμα κλόνον, Καὶ καρδίας οἴδημα καὶ ψυχῆς πόνον, Αἴφνης ῥυέντος ὑπὸ γῆν τοῦ φαρμάκου | |
15 | Πρὸς κόνδυ πικρῶν συμφορῶν καχεξίας, Ὃ καὶ μέθην τίθησιν εὐθὺς τὴν πόσιν Τοῖς δυσκαθέκτοις ἀκριβῶς μικροψύχοις, Εἰς ἐξερασμοὺς γνωστικῶν σπαραγμάτων; Τίς οὖν παρών μοι συγγενὴς ἐπὶ ξένης, | |
20 | Ἢ φίλος ἢ γνώριμος ἢ παῖς ἢ ξένος Σβέσει τὸ πένθος καὶ τὸ πῦρ τῶν ἐγκάτων, Ὥσπερ σιδηροῖς ἐγκοπεῦσι τοῖς πόνοις Ἀναστομωθεὶς ἐκ φλεβῶν ἀποκρύφων | |
Εἰς δακρύων ψύχουσαν ἔσθ’ ὅτε δρόσον; | ||
25 | Ἢ μάκτρον εὑρὼν εἰς λαβὴν τοῦ δακρύειν, Ἢ καὶ συναλγεῖν ἐκβιάζων τὴν φύσιν, Ἢ ῥοῦν ἀποψῶν ἁλμυρᾶς ἐπομβρίας, Καὶ ταῖς γνάθοις ἔρευθος ἐγγράφων ζέον, Καὶ δραματουργῶν ἐξεπίτηδες γόον, | |
30 | Πείσει πρὸ καιροῦ μετριάσειν τὴν λύπην; Εἰ γὰρ ὁ φιλάνθρωπος Αὐσονοκράτωρ, Ὃν ἔσχον ἁπλῶς ἀντὶ πάντων ἐν βίῳ, Ἡ συμπαθῶς ἔχουσα πρὸς πάντας φύσις, Ὁ Χριστὸς αὐτὸς, ὡς τὸ πᾶν οὕτω φράσω, | |
35 | Κἂν ἀγανακτῶν δυσφορῇς πρὸς τὸν λόγον, Παρῆκας ἡμᾶς πυρπολεῖσθαι τοῖς πόνοις Τὴν ἐκ λόγων ψύχουσαν ἐγκλείσας δρόσον· Σχολῇ γ’ ἂν ἐλθὼν ἐν προθύροις ὁ ξένος Τὴν τῆς λύπης ἤνεγκεν ἠρέμα ζέσιν, | |
40 | Ὡς ἂν ὁ πενθῶν μετριώτερον στέγοι· Τούτοις ἐμαυτὸν φαρμακεύσω τοῖς λόγοις, Νοσῶν ἰατρὸς εὑρεθεὶς ἀντιστρόφως· Ἡ γὰρ φύσις πόριμος ἐν περιστάσει Καὶ πρὸς τὰ συντείνοντα πρακτικωτάτη· | |
45 | Πλὴν εἴ τις ἡμῖν ἐγκαλεῖν σφύζοι θράσος, Πολλοὶ γὰρ οἱ κρίνοντες ἐξ ἀσπλαγχνίας, Αὐτὸς παρευθὺς ἀντιτάξεις τὸν πόθον, Ὑφ’ οὗ νικηθεὶς οὐχ ὑπέσχον τὸν λόγον· Ἐγὼ δὲ τὴν σὴν ἀντιφάρμακον κρίσιν | |
3.58(50) | Πρὸς τοὺς πόνους ἔμπλαστρον εὑρεῖν ἰσχύω. Κἂν γὰρ ἀθυμῶ, κἂν δυσαίσθητος μένω, | |
Κἂν εἰς λίθου πώρωσιν ἢ ξύλου φύσιν Ἐν ταῖς πρὸς ἀκμὴν συμφοραῖς ἐξετράπην, Ἀλλ’ εἴς γε τὸν κράτιστον αὐτάνακτά μου, | ||
55 | Τὸ φῶς τὸ κοινὸν, τὴν τρυφὴν τῶν Αὐσόνων, Αἰσθάνομαι ζῶν ἐκ φθορᾶς ἀποστρόφου, Καὶ γίνομαι νοῦς ἐμβαθύνων τοῖς πρόσω· Ποῖον γὰρ οὐκ ἤνεγκα σὴν χάριν πόνον Εἰς ξηρὰν, εἰς θάλασσαν, εἰς ἀλλοτρίαν, | |
60 | Εἰς λιμὸν, εἰς κίνδυνον, εἰς περιστάσεις, Εἰς ἀλλοφύλους, εἰς φονεῖς πολυτρόπους, Εἰς τόξα πυκνὰ καὶ βελῶν περικλάσεις, Εἰς ἀγρίας φάραγγας, εἰς τραχεῖς τόπους, Εἰς ἄξυλον γῆν, εἰς περίξυλον λόφον, | |
65 | Εἰς ὑδάτων ἔρημον οὐχ ἅπαξ τρίβον, Εἰς θῆρας ὀξεῖς, εἰς ἀνίκμους σκορπίους, Εἰς νιφετούς τε καὶ κρυμοὺς ὀλεθρίους, Εἰς ἡλιακὰς ἐν μεσημβρίᾳ ζέσεις, Εἰς ἀκρατεῖς λαίλαπας, εἰς ἐπομβρίας, | |
70 | Εἰς Πέρσας, εἰς Ἄραβας, εἰς πτηνοὺς Σκύθας, Εἰς βαρβάρων δύναμιν, εἰς Ἰνδῶν θράσος, Τὰ παντοδαπὰ δυσχερῆ τῆς Περσίδος; Ἐξ ὧνπερ οὐδὲν ἄλλο κερδάνας ἔχω Ἢ τὰς ὀφειλὰς καὶ τὰς ἐντεῦθεν δίκας, | |
75 | Καὶ τὰς μεταξὺ τῶν δανειστῶν ἐνστάσεις, Καὶ τὰς περιττὰς τῶν Σκυθῶν κακουργίας· Τούτοις ἐμαυτὸν ὀργανώσας τοῖς πόνοις, | |
Ἔτι δυσηχεῖς φθέγγομαι τραγῳδίας· Καὶ μὴν τίς ἂν γένοιτο μουσικώτερος, | ||
80 | Εἰ φθόγγον αὐχῶν φιλοδέσποτον πάλαι, Καὶ καρδίαν εὔρυθμον ἀντὶ μαγάδος, Καὶ πλῆκτρον ὀξὺ μυστικῆς μουσουργίας, Καὶ νευρὰν ἀπρόσπταιστον ἐκ τῶν ἐλπίδων, Πανηγυρικοῖς τισιν ὑμνῶ σε κρότοις, | |
85 | Τὸν χρηστὸν αὐτάνακτα, τὴν καινὴν φύσιν, Ὑφ’ ἧς ὁ ῥυθμὸς ὀργανωθεὶς τοῦ κράτους ᾌδει πρὸς ἡμᾶς εὐκλεοῦς τύχης μέλη; Νῦν οὖν, βασιλεῦ, νῦν δυσωπήθητί μοι Τοὺς καὶ πρὸ μακροῦ καὶ πρὸ μικροῦ καμάτους, | |
90 | Καὶ δεῖξον ὡς χρὴ δεξιοῦσθαι καὶ τρέφειν Ἄνδρα προχειρότατον εἰς λειτουργίαν, Πρέσβιν προθυμότατον εἰς ἀλλοτρίαν, Θαῤῥῶ λέγειν μάλιστα καὶ νοῦν ἐργάτην, Πυκνῶν λογισμῶν τῷ σκοπῷ συνειρμένων, | |
95 | Δοῦλον θανόντα πολλαχῆ τῆς Περσίδος, Καὶ σὴν χάριν πνέοντα νεκρὸν ἐνθάδε. Ποῦ γὰρ θεμιτὸν εἰς κενὸν τρέχειν ἔτι, Σοῦ Χριστὸν ὡς δύναμις ἐκμιμουμένου, Τὸν τοῖς πόνοις ἔπαθλα συντεθεικότα; | |
3.58(100) | Πλὴν εἴγε μηδὲν συντελεῖν εἶχον τάχα (Καὶ γὰρ λέγειν δίδωμι τοῖς αἱρουμένοις, Καὶ γνοῦς τἀληθὲς οὐ κακίζω τὴν κρίσιν), Ἔδειξας ἂν μάλιστα τὴν εὐσπλαγχνίαν, | |
Τοῖς μὲν πρὸς ὀργὴν ἀντιτάξας τὸ στόμα, | ||
105 | Τὸ κοινὸν ἐντρύφημα τῶν περὶ λόγους, Ἀφ’ οὗπερ ἡμῖν ζωτικὸν βλύζεις τόνον· Ἐμοὶ δὲ συχνὰς προῖκα πηγάσας δόσεις, Ὡς χρηστὸς ὡς κράτιστος ὡς μεγαλόνους, Καὶ δρᾶν τὸ καλὸν ἐκμαθὼν ἀπραγμόνως, | |
110 | Ὡς ἡλίου δύναμις ὡς πῦρ ὡς ὕδωρ, Ἢ πνεῦμα κοινὸν, ἢ θεοῦ ζῶσα φύσις. Καὶ μὴν ἔχεις δή τινα λαβὴν μετρίαν Ἐκ τοῦ παραῤῥεύσαντος εἰς δεῦρο χρόνου Καὶ τῶν μεταξὺ συμφορῶν, εἴπερ θέλεις, | |
115 | Μᾶλλον δὲ τῆς νῦν τῶν κακῶν ἀπληστίας, Ἀναλυθείσης τῆς ἐμῆς φεῦ συζύγου· Ὁ μὲν γὰρ οὐκ ἄσημος ἡρπάγη βίος Καὶ μέχρι λεπτοῦ δυστυχῶς ἐξετρίβη· Μήτηρ ὁμοῦ δὲ καὶ πατὴρ πεφευγότες | |
120 | Ἐκ γῆς ἑαυτῶν πάτριδος τε καὶ στέγης Ἢ θηρσὶν ἐβρώθησαν εἰς νόθους τόπους, Ἢ χερσὶν ἐκτάνθησαν ἐχθρῶν ἐκφύλων, Ἢ μικρὰ γοῦν πνέουσιν ἐξ ἀσιτίας· Θήσω δὲ ποῦ, κράτιστε, καὶ τὰς ἐλπίδας, | |
125 | Ἃς οἶδας, ἃς ἥδρασας, ἃς εἵλου στέγειν; Ἂν οὐχὶ θᾶττον τοὺς ἐμοὺς λύσῃς πόνους; Λύτρον ψυχῆς φάρμακον εὑρὼν εὐστόχως, Προκείσομαι φεῦ τοῖς πολίταις ὁ ξένος Νεκρὸς λιμοῦ γνώρισμα καὶ ψυχῆς πόνων· | |
130 | Καὶ τίς ὀρυγὴν εὐπρεπῆ καταρτίσας Θάψει τὸ σῶμα νεκρικῶς ἐσταλμένον, | |
Ἢ σπαργανώσει τὴν ταφὴν τοῖς ἀμφίοις Ἃ ζωγραφοῦσι τὴν σκιὰν καὶ τὸν γνόφον, Καὶ τὴν ἀφεγγῆ συστολὴν τῆς καρδίας; | ||
135 | Τίς πικρίας τράπεζαν ἢ πένθους πόμα Προθεὶς ἑαυτῷ συμπαθῶς καὶ τοῖς φίλοις, Δόξει τιμῆσαι τῆς φθορᾶς τὴν ἡμέραν; Τίς κλαύσεται παῖς; τίς δὲ παρὼν δακρύσει; Ποῖον δὲ κατάλειμμα τῶν ὑπηργμένων | |
140 | Ἰδών τις εὐθὺς ἐννοήσει τὸν ξένον; Ἢ τίς παραστὰς εἰς θεοῦ λειτουργίαν, ᾌσει τὰ σεμνὰ τῆς Δαβὶδ λύρας μέλη, Καὶ μακαρισμοῖς ὀλβιώσει τὸν τάφον, Ἔλαιον εὐχῆς ἐμβαλὼν τῷ λειψάνῳ; | |
145 | Τούτους ἀνάγκη μὴ ῥυῆναι τοὺς λόγους, Ὡς ἀέρος κίνησιν εἰς κενὸν κτύπον· Δεινὸν γὰρ, ὦ κράτιστε, δεινὸν ὁ ξένος Ἀπορφανισθεὶς καὶ φυλῆς καὶ πατρίδος, Καὶ τῆς ἀδήλου χαρμονῆς τῶν ἐλπίδων. | |
3.58(150) | Οὐκοῦν, βασιλεῦ, θρέψον ὀψὲ τὸν ξένον, Κοινὸς γὰρ εἶ σὺ καὶ τροφεὺς καὶ δεσπότης, Καὶ δεῖξον ἡμῖν ἐντελεῖς τὰς ἐλπίδας, Καὶ μισθοκερδεῖς τοὺς ἐπὶ ξένης πόνους, Ὡς ἂν τροφὴν ἔχοντες ἡμερησίαν | |
155 | (Οὕτω γὰρ ἐστένωσεν ἡμᾶς ὁ χρόνος, Ὡς μηδ’ ἀναπνεῖν μηδὲ λαλεῖν ἰσχύειν) Θρηνῶμεν ἀεὶ τοὺς ἐνεστῶτας πόνους, Μᾶλλον δὲ κηρύττωμεν εὐρύθμοις κρότοις Τὴν σὴν, προμηθεῦ, σὺν θεῷ πάντων χάριν. | |
160 | Εἰ δ’ ἄρα, δεῖξον ὡς ἐπίστασαι τρίβον | |
Ἐξ ἧς ἐμαυτὸν εὑρεθήσομαι τρέφων, Ἐπεὶ τροφῆς ἄγευστον οὐκ ἔσχον φύσιν· Τὸ γὰρ τελευτᾶν θᾶσσον ἂν μὴ δεικνύῃς. Οὕτω, κραταιότατε Ῥωμαίων ἄναξ, | ||
165 | Ὡς δοῦλος οἰκτρὸς ταῦτα τολμήσας ἔφην· Σὺ δ’ ἀλλὰ συγγίνωσκε τοῖς θρασυτέροις, Ἡ πραότης, τὸ θαῦμα τῆς οἰκουμένης· Ἡ γὰρ ἀνάγκη συνελαύνει τὴν φύσιν. | |
3.59(t) | Τῷ πατριάρχῃ ἀναγνωσθέντες τῇ κυριακῇ τῆς Σαμαρείτιδος. | |
1 | Ὦ ζῶν ἐφ’ ἡμῶν Ἁβραὰμ τῶν φιλτάτων, Καὶ πάτερ ἐθνῶν συλλογῆς πολυσπόρου, Μέγιστε πατριάρχα τῆς οἰκουμένης, Πακτωλέ μου καὶ Νεῖλε καὶ χρυσοῦν φρέαρ | |
5 | (Αἱ γὰρ Σαμαρείτιδες ἀντλοῦσι πλέον, Ὡς ἂν ὕδωρ πίνωσιν ὀλβίου βίου, Καὶ μηκέτι διψῶσιν, ὃ Γραφὴ λέγει, Ἄνθραξιν αἰσχρᾶς ἡδονῆς πεφλεγμέναι), Νῦν στῆθι μικρὸν ὡς Ἰορδάνης πάλαι, | |
10 | Καὶ τὴν κιβωτὸν τῆς ἐμῆς γλώττης δέχου· Μετὰ δὲ μικρὸν τὰς ῥοὰς αὖθις δίδου Τοῖς λαμβάνειν θέλουσιν· οὐδεὶς γὰρ φθόνος, Καὶ γὰρ ἔχεις κίνησιν εἰς οἴκτου στάσιν, Κέντρον βεβηκὸς ὀργανῶν τὴν καρδίαν, | |
15 | Ὡς ἂν ὁμαλῶς τὰς ῥιπὰς ἀπευθύνοις· Τοῖς ἄστρασι δὲ τῶν χαρισμάτων βρύων Φρουρεῖς τὸ κοινὸν καὶ στολῆς φέρεις νέφη, | |
Βροντὰς δὲ φωνῆς πανταχοῦ γῆς ἐξάγεις Ἅπαντα μικροῦ δυσπραγοῦντα συλλέγων· | ||
20 | Κἂν ἀγανακτῇς ἐμβριθῶς μὴ λανθάνων, Καὶ τέρψεως φῶς ἀστραπῆς δίκην δίδως Τὸν ὄμβρον αὐτοῖς τὸν χρυσοῦν ἐπιβρέχων· Ὅταν δέ τις ἄνικμος εἰς βάθος μένοι Καὶ σπόγγος αὐχμῶν εὑρεθῇ πρὸς ἰκμάδας, | |
25 | Μυστηρίων ἄῤῥητον ἀμπίσχῃ γνόφον, Καὶ συνάγεις τὰ ῥεῖθρα τῆς εὐποιΐας, Οὐκ ἐκ θαλασσῶν ὡς νεφῶν ἕλκων σίφων, Ἀλλ’ ἐκ ποταμοῦ κοσμικῆς κραταρχίας, Ἐπεὶ βασιλεὺς ὁ γλυκὺς ῥοῦς τῶν λόγων | |
30 | Εὐσπλαγχνίας ἤνοιξε τῷ γένει φλέβας. Οὐκοῦν ἀπ’ αὐτῶν δραστικὴν δός μοι δρόσον· Πρὸς γὰρ τὸν αὐχμὸν δυσφορῶ τῶν πραγμάτων· Κἂν ἐλπίδων ζέφυρον εἰσπνεύσῃς μόνον, Θυμηδίας ἔγκαρπος οὐκ ἔσται χλόη; | |
35 | Ἥλιε τῆς γῆς, θάλπε καὶ φώτιζέ με· Τὸν γὰρ πολὺν χειμῶνα τῆς ἀκτησίας Καὶ τὸ σκότος δέδοικα τῆς ἀθυμίας· Σὺ δὲ δρομεὺς εἶ, ψαλμικῶς εἰπεῖν, γίγας· Ταῖς ἐξόδοις γὰρ καὶ καταντήμασί σου | |
40 | Τοὺς ἀθλίους πένητας ὡς βλάστην τρέφεις, Καὶ δάκρυον πᾶν συμπαθῶς ἀποθλίβεις, | |
Μήπως ὁ καρπὸς ἐνσαπῇ ταῖς ἰκμάσιν. Ἱππεὺς δὲ τὴν γῆν ἡσυχῆ διατρέχεις, Μήπως ἀποκρυβῇ τις, ὦ κοινὴ ζέσις. | ||
45 | Καιρὸς δέ σοι πᾶς εὐχερὴς πρὸς τὰς δόσεις Ὡς μηδὲ νυκτὸς ἠρεμεῖν τὰς λαμπάδας· Θεοῦ βάσις γῆ, τὰς τροφὰς πήγασέ μοι· Τῶν γὰρ ἀγαθῶν τὴν σπορὰν δεδεγμένος Κοσμοτρόφου χάριτος εἰργάσω στάχυν, | |
3.59(50) | Καὶ τὴν ξένην φρόνησιν ὡς ὕδωρ χέας, Καὶ βάθρον αὐτὴν ἐργασάμενος βίου, Καὶ σαυτὸν ὡς ἄσειστον ἑδράσας κτίσιν Τὰ κοινὰ καὶ δύσοιστα λαμβάνεις βάρη· Θεὸν δὲ τὸν σὸν ὡς ἐπιβλέποντά σε, | |
55 | Καθὼς ὁ Δαβὶδ μαρτυρεῖ ψάλλων, τρέμεις, Χαρισμάτων θάλασσα τῶν ὑπὲρ φύσιν, Καθ’ ἥνπερ οὐδεὶς ἐξεγείρεται κλύδων, Ἰθύνεται δὲ κοσμικὸν σύμπαν σκάφος Καὶ πνευματικὸν τῶν φρενῶν τοῖς ἱστίοις. | |
60 | Τὴν τῶν λόγων ἔμπνευσιν ὡς αὖραν δίδου, Καὶ τῆς ψυχῆς τὸν ὅρμον εὐτρέπισέ μοι· Οὐ γὰρ ἐφ’ ὑγρᾶς ἀλλ’ ἀνίκμου καρδίας Ὁ τοῦ βίου κλύδων με κυκῶν συμπνίγει. Ζωήν σε λοιπὸν εὐτυχοῦντι δευτέραν, | |
65 | Τὸ θαῦμα τῆς γῆς, τὴν ψυχῆς τῶν πραγμάτων, Γένοιτό μοι κάλλιστος ἐκ λύπης βίος· Εἰ μὴ γὰρ αὐτὸς, ἡ λογική μοι κτίσις, Ὁ νοῦς, ὁ ποιμὴν, ἡ φιλάνθρωπος φύσις, Βιοῦν ὁμαλῶς καὶ λαλεῖν ἴσως δίδως, | |
70 | Ἀμήχανον ζῆν καὶ βλέπειν τὸν ἥλιον. | |
3.60(1t) | Τῷ πατριάρχῃ κυρ. Νίφωνι ἀναγνωσθέντες τῇ κυριακῇ | |
2t | τοῦ Παραλύτου. | |
1 | Οὔσης ἑορτῆς πανταχοῦ γῆς ἀρτίως, Ὅτι περ αὐτὸς πατριάρχης εὑρέθης, Εἰς τὴν κολυμβήθραν σε τῆς διαρτίας Πέντε στοὰς ἔχουσαν αἰσθητηρίων, | |
5 | Ὕδωρ ἀτεχνῶς ῥυπτικὸν παθῶν βλέπων, Ὅταν λάβοις κίνησιν ἐξ εὐσπλαγχνίας, ᾌττω πρὸς αὐτὴν καὶ δραμεῖν οὐκ ἰσχύω· Παρειμένος γάρ εἰμι καὶ πλήρης δέους, Καὶ μέχρι συχνοῦ δυσφορῶν ἤδη χρόνου. | |
10 | Ἀλλὰ προλαμβάνουσι τὴν σωτηρίαν Ὅσοι τὸ θαῤῥεῖν εὐτυχοῦσιν ὡς τόνον· Προβατικὴ γάρ ἐστιν ἐκ τῆς ἀξίας. Ἐγὼ δὲ πάλιν ἀσθενῶν πορεύομαι· Μιμούμενος γοῦν τὸν θεὸν καὶ δεσπότην, | |
15 | Αὐτοῦ μαθητὴς πατριάρχα δέσποτα, Καὶ θαυματουργὲ μυστικῆς εὐρωστίας, Εἰς τὴν Σιὼν ἐνταῦθα τῆς ἐκκλησίας, Εἰς ἣν δι’ ἡμᾶς ἀπὸ τῆς χθὲς ἀνέβης, Ἐσφιγμένον δεῖξόν με τὸν παρειμένον. | |
20 | Καὶ γὰρ ὅλως ἄνθρωπος οὐ πάρεστί μοι, Κἂν γογγύσωσί τινες ὑπὸ τοῦ φθόνου Τῷ σαββατισμῷ τῆς ἐμῆς ἁμαρτίας. Τὴν ἄνεσιν δὴ τῶν λυπηρῶν ὡς κλίνην Ἀραμένῳ κέλευε τῷ δούλῳ τρέχειν. | |
25 | Ὁ γὰρ Σολομὼν, ὁ γλυκὺς αὐτοκράτωρ, Εἰρηνικὴν δήπουθεν εὑρηκὼς χάριν, Ἄλλην κολυμβήθραν σε κοινὴν δεικνύει, Παντὸς ψυχικοῦ φαρμακεύτριαν πάθους· Ὅταν δέ τις πύθοιτο, τίς ἔσφιγξέ με, | |
30 | Δείξω τὸν ἐργάτην σε τοῦ τεραστίου· Γνωστὸς γὰρ εἶ σὺ, καίπερ ἐκνεύειν θέλων, Ὅταν θορυβῇ καὶ πιέζοι τὰ στίφη· Μετὰ δὲ μικρὸν ἐντυχὼν δή μοι χρόνον Φυλακτικὸν φάρμακον ἐξοίσεις λόγου, | |
35 | Ἐγὼ δ’ ἀπελθὼν εἰς τὸ πᾶν ἔθνος φράσω· „Νίφων ὁ σεμνὸς πατριάρχης τὸν τρόπον, Ἐκεῖνος αὐτὸς ὑγιῆ με δεικνύει.“ | |
3.61(1t) | Πρὸς τὸν αὐτοκράτορα κυρ. Μιχαὴλ τὸν Παλαιολόγον ἐλθόντα εἰς | |
2t | τὴν Κωνσταντινούπολιν ἀπὸ τῆς δύσεως. | |
1 | Τί τοῦτο; χειμὼν, ἀλλὰ φῶς ἔθαλψέ με· Τὸν ἥλιον γὰρ ἀπὸ δυσμῶν σε βλέπω Τῶν δυσχερῶν τὴν πῆξιν ἐντήκοντά μοι, Καὶ βασιλικῆς ἐμφορηθεὶς αἰθρίας, | |
5 | Ἣ, καθάπερ μόνιμος ἀκτίνων χύσις, Τὸ ψυχρὸν ἐξίκμασε τῆς λύπης νέφος. | |
Τῆς μὲν πρὸ μακροῦ συστολῆς ἀπηλλάγην, Ὡς εἰς θέρους ἔλλαμψιν οὐκ ὄντος κρύους· Φαιδρύνομαι δὲ καὶ τρανῶς ᾄδειν θέλω | ||
10 | Τὰς τοῦ λόγου πτέρυγας ἀνεὶς ἐκτάδην· Δεῖ γάρ με τῆς σῆς ἀρχικῆς μεσημβρίας, Εἰ πρωτοφυὴς εὑρεθεὶς ἠλειμμένος Ἑκατέρων ἕστηκας ἀνάκτων μέσος, Εἶναι φιλῳδὸν, Αὐσονάρχα, τέττιγα· | |
15 | Νῦν, ὡς χελιδὼν ἐκ φθορᾶς ἀναστρέφων Εἰς πνεῦμα καὶ φῶς καὶ παλίμπτερον βίον, ᾨδῆς νεαρᾶς ἐξερεύξομαι κρότους, Καὶ καταγωγὴν ὀργανώσω τοῖς λόγοις, Ὡς ἂν, βασιλεῦ, τῶν χαρισμάτων ἔαρ, | |
20 | Περιλαληθῇς ἐν γραφαῖς ὑποπτέροις· Νῦν, ὡς λέων ἄμαχος ἐκ λόχμης βρύχων, Αἱρεῖς τὰ δεινὰ τῆς ἐμῆς ψυχῆς πάθη, Καὶ καθάπερ κνώδαλα τὰς λύπας τρέπῃ· | |
Νῦν ὅρμον εὑρὼν οὐχ ὑποπτεύω ζάλην· | ||
25 | Καὶ γὰρ ὁ τυφὼς τῶν κακῶν ἀφυβρίσας Ἀνῆκε τὸν πλοῦν εὐδρομεῖν τῶν ἐλπίδων· Ἐγὼ δὲ τηρῶ τῆς ψυχῆς μου τὸ σκάφος Εἰς τὰς ἐπὶ σοὶ τῶν λογισμῶν ἀγκύρας, Καὶ τέρπομαι ζῶν εἰς λαβὰς ἀκινδύνους· | |
30 | Δεινὸν γὰρ ἦν τὸ κῦμα τῆς ἀθυμίας, Κυκᾶν ἀπειλοῦν καὶ στροβεῖν μοι τὸν βίον, Ἐκ τῆς πονηρᾶς εἰσροῆς τῶν πραγμάτων· Ἀλλ’ ἦλθες αὐτὸς, καὶ παρῆλθεν ὁ γνόφος, Καὶ πάντα λοιπὸν αἰθριάζει τὰ πρόσω. | |
35 | Νῦν, ὦ βασιλεῦ, κατὰ τὴν παροιμίαν, Γυπὸς νεοττὸς εὑρεθεὶς ὑψιδρόμου, Λάρους θεωρῶ δυσπετεῖς τοὺς βασκάνους· Ἐξίπταμαι γὰρ εἰς τὸ σὸν κάλλος βλέπων, Καὶ γίνομαι νοῦς οὐρανοῦ μέχρι φθάνων, | |
40 | Καὶ τοὺς χαμερπεῖς οὐ πτοοῦμαι κανθάρους Σφαιροῦντας εἰκῆ τῆς ψυχῆς τὴν κοπρίαν· Ἤδη μὲν οὖν εὔθηκτον ἐζώσω σπάθην· Μηροῦ γὰρ ἰσχὺς ψαλμικῶς ἔνεστί σοι, Καὶ πνεῦμα θυμοῦ, καὶ θεοῦ ζῆλος φλέγων· | |
45 | Εἶτα κατ’ ἐχθρῶν ὑπὲρ ἡμῶν ἱππάσω· Ὥσπερ δέ τι δρέπανον εἰς χεῖρας φέρων, | |
Τοὺς ἐμψύχους ἔτεμνες εὖ μάλα στάχυς, Ἢ σκηπτὸς ὢν ἄφυκτος ὡς φλὸξ ἐῤῥάγης, Διέδραμες δὲ τοὺς ἐναντίους μόνος, | ||
3.61(50) | Ὡς καλάμην εὔπρηστον αὐτοὺς ἐσθίων, Καὶ τὴν περιθρύλλητον ἐκ νίκης μάχην Ὁ δυσμενὴς ἄνωθεν οὐ κρύψει χρόνος· Ἐμοὶ δὲ φανεὶς ὡς ἀπὸ δρόμου γίγας, Ἀνεῖλες εὐθὺς ὡς κακούργους τοὺς πόνους, | |
55 | Καὶ τοξότην ἔδειξας αὐτάνακτά μοι, Ῥιπτῶν κατ’ αὐτῶν ἰσχυρὰ γλώττης βέλη· Πάχνην γε μὴν ἔλυσεν ἡλίου ζέσις, Καὶ φῶς ὑφεστὼς οὐχ ὑφίσταται σκότος, Καὶ σπόγγον ἰκμὰς καὶ ξυρὸν θρὶξ οὐ στέγει, | |
60 | Καὶ πῦρ χλόην ἄνικμον εὐθὺς ἂν φλέγοι· Ἀχλὺν δὲ συχνὴν συμφορῶν ἀποκρύφων Καὶ καρδίας οἴδημα καὶ δριμὺν πόνον Αὐτὸς, βασιλεῦ, τῷ γλυκασμῷ σου λύεις, Οὐδὲ προσαυδῶν, ἀλλ’ ὁρώμενος μόνον. | |
65 | Ὡς μὲν γὰρ ἀπρόσιτος ἐκ τῆς ἀξίας, Αἰδοῖ φόβον σύγκρατον ἡμῖν ἐγχέεις· Ὡς δὲ προσηνὴς ὑπὲρ ἀνθρώπου φύσιν, Καί τινα λεπτὴν ἡσυχῆ βλύζεις δρόσον, | |
Ὡς ἐξ Ἀερμὼν τῆς ῥιπῆς τῶν ὀμμάτων, | ||
70 | Ὑφ’ ἧς τὸ θερμὸν συσταλὲν διεκχέων Χαίροντας ἢ πτήσσοντας ἡμᾶς δεικνύεις. Ὦ νοῦ βαρηθεὶς δυσχερῶν ἀμετρίᾳ (Καὶ γὰρ ἐμαυτῷ προσλαλεῖν ἐπεστράφην), Ἰδοὺ βασιλεὺς, μὴ φοβοῦ, δεῦρο σκόπει, | |
75 | Καὶ νῆφε τερφθεὶς καὶ πτερύσσου καὶ τρέχε, Καὶ τίκτε πυκνὰ σὺν θεῷ λόγων βρέφη, Καὶ παιδαγωγὸς εὐμαθέστερος γίνου· Καὶ πλάττε ῥυθμοὺς καὶ πλοκὰς εὐσυνθέτους, Καὶ σχηματισμοὺς καὶ στροφὰς ἡρμοσμένας, | |
80 | Καὶ καθάπερ κώδωνι τῇ λέξει κτύπει, Καὶ ζῆθι λαμπρῶς καὶ κροτοῦ καὶ φαιδρύνου· Ὁ γὰρ περιλάλητος Αὐσονοκράτωρ Τοῦ τῆς λύπης λύει σε δεσμωτηρίου· Καὶ σὺ δέ μοι σὰρξ ἐμφρυγεῖσα τῷ χρόνῳ, | |
85 | Καὶ ζῶσα νεκρὰ δυστυχῶς δεδειγμένη, Καὶ κατὰ μικρὸν ἐκρυεῖσα τοῖς πόνοις, Ἀναψυχῆς λάμβανε καινῆς ἰκμάδας, Καὶ τὴν ἀναθήλησιν ἐντεῦθεν δέχου, Καὶ τὴν βδελυκτὴν ἐκτροπὴν ἀποστρέφου. | |
90 | Ὁ γὰρ βασιλεὺς ὁ γλυκὺς Ἱπποκράτης Τὸν σῆτα τῶν σῶν οὐ παρῆλθεν ὀστέων, Ἀλλ’ ὡς Γαληνὸς καὶ σοφὸς καὶ τεχνίτης Ἐξεῖλεν εὐθὺς τῆς νομῆς τῆς ἐν βάθει, Εὐσπλαγχνίας ὄνυξι τὸν θῆρα ξέσας· | |
95 | Σὺ δὲ πλατυσμῷ συσταλεῖσα καρδία | |
(Τῶν γὰρ στεναγμῶν ἐπλατύνθης τῷ πνίγει Καὶ τῶν λυπηρῶν ἐστενώθης τῷ πλάτει), Γενοῦ σεαυτῆς ἐν καταστάσει λόγων, Καὶ μηκέτι πάτασσε μηδὲ δυσφόρει· | ||
3.61(100) | Ἀλλ’ εἰς τὸν εἱρμὸν ὑπαναχωρητέον· Πλὴν, ὦ βασιλεῦ, τῶν ἐμῶν ἔαρ λόγων, Καὶ γὰρ ἀναζῶ καὶ γλυκὺ δή τι πνέω, Καὶ τὰς φύσεις τίθημι γυμνὰς τοῖς λόγοις· Τὸ σπέρμα τῆς γῆς ἐνταφὲν τῷ πυθμένι, | |
105 | Καὶ κατὰ νεκρὸν ἐνταθὲν ταῖς ἰκμάσιν, Ἐπεὶ τὸ λεπτὸν τῆς γονῆς τῆς ἐν μέσῳ Ὡς κοῦφον ἀρθὲν τῇ πνοῇ συνεστράφη, Τὸ μὲν συνεστὼς ἐκπυροῖ τῆς ἰσχύος, Εἰς φύλλα χωρὶς ὀργανοῦν τὰς ἰκμάδας· | |
110 | Τούτοις δὲ τοῦ τρέφοντος οὐκ ὄντος τέως Αὐτὴν κατασπᾷ τὴν βαρυτέραν δρόσον, Τὰ φύλλα ῥιζοῦν καὶ χλιδῆς τέμνον πόρους· Τὸ γὰρ κάτω ῥήγνυσι τοῦ λεπυρίου, Καὶ τοὺς ἀγωγοὺς τῆς φυῆς διευρύνει· | |
115 | Οὔσης δὲ συχνῆς τῆς τροφῆς τῆς ἐκ βάθους, Ὄζος τις ὑγρὸς τῆς λαβῆς ἀνατρέχει, ᾯ προσγίνονταί τινες εὐρεῖαι φλέβες, Ὅταν τραχυνθῇ καὶ προέλθῃ τῷ χρόνῳ. Παχυτέραν δέ τινα καὶ πλείω δρόσον | |
120 | Εἰς τὰς φλέβας κάτωθεν ὁ κλὼν ἐγχέει, Καὶ πρὸς γονιμότητα καρποῦ συστρέφει, Καὶ μέχρις αὐτῶν ἐκκενοῖ τῶν ἀκρίδων. Ἡ γῆ μὲν οὖν τὸ τέκνον ὡς λεχὼ τρέφει· | |
Προέρχεται δὲ τῆς τροφῆς ἡ θερμότης | ||
125 | Εἰς πάντα καρπὸν ὡς ὀπὸς παιδοτρόφος· Ὁ δὲ προμηθεὺς τῆς γονῆς ἑωσφόρος Τὸ μᾶλλον ὑγρὸν τῆς χλιδῆς ἀποθλίβων Τὸν καρπὸν εὐπέπαντον ἑξῆς δεικνύει· Ὅταν γε μὴν ἔπομβρον ἀλγύνῃ ψύχος, | |
130 | Τῆς γῆς ὁ πυθμὴν συσταλεὶς ἴσχει ζέσιν· Πιέζεται γὰρ ἐμβριθῶς ταῖς ἰκμάσι· Καὶ πνεῦμα γοργὸν εἰσβαλεῖν οὐκ ἰσχύει, Ἀλλὰ προχωροῦν ἀνθυποστρέφει πάλιν· Οἱ γὰρ πόροι μένουσιν ἐσφηνωμένοι, | |
135 | Καὶ τὴν ὑποβρύχιον οὐ λύει ζέσιν Ἄνω τὸ πυκνὸν τοῦ κρυμοῦ διατρέχον· Καὶ δὴ τὸ φυτὸν τὸ προκύψαν εἰς κλάδον, Ἄνω μὲν ἡμίνεκρον εὑρέθη ξύλον, Κάτω δὲ καὶ ζῇ καὶ φυτὸν πάλιν μένει· | |
140 | Ἡ γὰρ ἄνω δύναμις ἐῤῥάγη κάτω Φυγοῦσα λοιμοῦ προσβολὴν ἀλλοτρίου, Ὡς καὶ νοσοῦν τὸ φύλλον ἠρέμα φθίνειν Καὶ τὴν ὑποῤῥέουσαν ἐμφαίνειν φύσιν· Κἀνταῦθα ῥιζοῖ τῷ ψυγέντι τὰς βάσεις, | |
145 | Πάντως τι καινὸν ὀργανοῦν εἰθισμένη· Ἔπειτα θερμῆς ἐκχεθείσης αἰθρίας, Τὸ συγγενὲς πρὸς ὕψος ἐκ βάθους τρέχει· Καὶ πάλιν ἐκ γῆς τὸ φρυγὲν ζῇ δενδρίον, | |
Συχνὰς ἀνασπῶν τῆς τροφῆς τὰς ἰκμάδας, | ||
3.61(150) | Αἷς, ἂν ἐπιῤῥέωσιν εἰς κοίλους τόπους, Βλάστην κλάδων δίδωσιν ἡ φύσις νέων, Καὶ τὴν μαλακὴν ἐκδιδύσκεται σκέπην Τὸ πρὶν ἀκαλλὲς καὶ ψιλὸν δήπου ξύλον· Τὸ δὲ χρυσαυγὲς τῆς πυρᾶς τοῦ φωσφόρου, | |
155 | Κινοῦν τὸ τῆς γῆς δραστικώτερον μέλαν, Σμαραγδίνην κίρνησι τοῖς φύλλοις χρόαν, Ἐπείπερ ἁπλοῦν τὸ πρασίζον ὡς χλόην Οὐδὲ γραφικῆς εὐτυχεῖ μελανδόχη. Οὕτω κατασχὼν τὴν ἐμὴν σὺ καρδίαν | |
160 | Χιτῶνα καινῆς εὐφροσύνης ἐνδύεις, Ἣν τῶν ἀηδῶν ὁ κρυμὸς τῶν ἐν βίῳ Τῆς θυμοτερποῦς ἀπεγύμνωσε σκέπης, Ὡς ἂν ὁ καρπὸς ἐκτραφῇ μοι τῶν λόγων Ταῖς σαῖς πεπανθεὶς, Αὐσονάρχα, λαμπάσιν· | |
165 | Οὐκοῦν ὁ μὲν σὸς καὶ σπορεὺς καὶ δεσπότης, | |
Ὁ νοῦς ὁ γοργὸς, ὁ βραβεὺς τῶν πραγμάτων, Ἡ γλῶσσα τῆς γῆς, ἡ στολὶς τῶν κτισμάτων, Ὁ τῶν λόγων θάλαμος ὁ στεφηφόρος, Τὸ τοῦ κράτους ἔσοπτρον, αὐτὸ τὸ κράτος, | ||
170 | Αὐτοκράτωρ γένοιτο γῆς θᾶττον πάσης, Ἢ χριστὸς Ἀλέξανδρον οὐκ ἔχει νέον, ᾯ τὴν κορυφὴν Μακεδὼν ἅπας κλίνει; Σὺ δ’ ἂν κατ’ αὐτὸν εὑρεθῇς ὢν τὴν φύσιν, Ἰδοὺ βασιλεὺς καὶ Σολομῶντος πλέον, | |
175 | Καὶ λεῖπον οὐδὲν εἰς θεόσδοτον χάριν. Νυνὶ δὲ Σιὼν εἰσιὼν τὴν δευτέραν, Ὡς καὶ βασιλεὺς Ἰσραὴλ τοῦ δευτέρου, Ἐκ τῶν παλαιῶν εὐλογοῦ σπουδασμάτων, Καὶ τῶν παρ’ ἡμῖν εὐκτικῶν ἀπαργμάτων· | |
180 | Κἂν ἀγρὸς οὖν ἔχῃ σε, κἂν πόλις βλέπῃ, Εἴης παρ’ ἀμφοῖν ὑπερευλογημένος· Κἂν εἰσπορευθῇς, κἂν ἐπ’ ἐχθροὺς ἐξίῃς, Τούτους ἴδοις ἅπαντας εὐθὺς ἐν πέδαις, Λείχοντας οἰκτρῶς τῶν ποδῶν σου τὴν κόνιν· | |
185 | Βάψαις δὲ τοῖς αἵμασι τῶν θρασυτέρων Ὡς ἀπὸ βαφῆς Περσικῆς τὴν ἀρβύλην· Ἡ σὴ δὲ γαστὴρ εὐλογηθείη πάλιν, Καὶ φιλτάτων ἄπειρον ἐσμὸν ἐξάγοι· Κέρκος δέ σοι φαίνοιτο πᾶν ἔθνος μέγα, | |
190 | Καὶ τὰς ἀπειθεῖς ἐξολοθρεύσαις πόλεις, Ἐπεί σε Χριστὸς, ἡ κεφαλὴ τῶν ὅλων, Ποιεῖ κεφαλὴν τῶν ποδῶν ὑπερτέραν· | |
Δῴη χάριν σὴν οὐρανὸς μὲν τὴν δρόσον Τῇ κατὰ καιρὸν εὐγενεῖ πανσπερμίᾳ· | ||
195 | Ἡ γῆ δὲ καρποὺς δαψιλεῖς ἐπεισφέροι, Καὶ τῶν ἀγαθῶν τὴν φορὰν θησαυρίσαις, Ὡς ἂν δανειστὴς εὑρεθῇς τοῖς ἐκφύλοις· Ἐτῶν δέ σοι γένοιτο πηγὴ τὸ κράτος, Καὶ καρδίας ἥδυσμα καὶ κόσμου στέαρ. | |
3.62(t) | Εἰς τὸν ἐν τοῖς βασιλείοις ἐσωγραφημένον ὄροφον. | |
1 | Ποῦ δὴ φυτευθεὶς ὁ χλιδῶν κῆπος βρύει; Μὴ γὰρ ὑπὲρ γῆς οὐχ ὁρᾷς τοῦτον, ξένε; Καὶ πῶς κρεμαστὸς ἐκταθεὶς ὑπὸ στέγην Τηρεῖ τὸν εἱρμὸν τῆς πλοκῆς ἡδρασμένον, | |
5 | Μὴ παρενεχθὲν ταῖς πνοαῖς τὸ συνδέον Ῥεῦσαι πρὸ καιροῦ τὰς γονὰς ἀναγκάσῃ; Ποίας δὲ ῥιζῶν εὐπορήσας ἰκμάδος Ἀνῆκεν ἁβρὰς τῶν φυτῶν τὰς ἀκρίδας; Ὕδωρ γὰρ ἐγχεῖν ὁ γραφεὺς οὐκ ἰσχύει, | |
10 | Κἂν εἰς τὸ σαφὲς ἐκμιμῆται τὰς φύσεις· Πόθεν τὸ θερμὸν τῆς φυῆς ὑπεκτρέχον Ἄνθη προβάλλει καὶ στολίζει τοὺς κλάδους, Καὶ φύλλα ποιεῖ καὶ σκιὰς ἀποκρύφους; Ἢ τίς παρελθὼν ζωγραφεῖ πρὸς τοῖς κρίνοις | |
15 | Τὰς παντοδαπὰς τῆς καλῆς βλάστης χρόας; Ὁρᾷς τὸ λευκὸν, τὸ χλοάζον εἰς μέλαν, Τὸ κατὰ μικρὸν ὠχριῶν ὡς ἐκ νόσου, Καὶ τὸ στολισθὲν ἐξ ἀκόχλου πορφύρας; Σκόπει, θεατὰ, μὴ προσάψῃ τῶν κρίνων· | |
20 | Οὐ γὰρ θεμιτὸν ἐμβαλεῖν δεῦρο ξίφος, | |
Μήπου τι νυγὲν ἐκρυῇ παραυτίκα, Καὶ τῶν πετεινῶν ἡ τροφὴ διεκπέσῃ· Ὅρα δὲ πῶς ἄριστος ὁ σκιαγράφος Ἐπιμελητὴς τοῦ φυτῶνος εὑρέθη· | ||
25 | Θῆρας γὰρ οἷς ἥδιστον ἁρπάσειν κρέα Γράφει κατ’ αὐτῶν ἠρεθισμένους μόνων, Οἷς ἡ φύσις δίδωσιν ἐσθίειν χλόην, Μήπως ὁ λειμὼν εἰς νομὰς ἀνειμένος Ἐκδαπανηθῇ καὶ ῥυῇ πρὸ τοῦ χρόνου· | |
30 | Τὰ γὰρ πετεινὰ μὴ νεμηθῇ τὴν πόαν Εἰς αἱμασιὰς κυκλικὰς περιγράφει· Καὶ τῶν λαγωῶν τὴν δοκοῦσαν τετράδα Συνῆψεν εἰς ἓν προσφυῶς διαπλάσας, Ὡς ἂν τὸ κοινὸν δυσδιαίρετον μένοι, | |
35 | Καὶ μή τις αὐτῶν ἐκδραμὼν εἰς τὴν χλόην Εὐθὺς ὑπ’ αὐτῶν ἁρπαγῇ κατὰ στόμα Τῶν αἱμοχαρῶν τῆς φυῆς κτηνοσκόπων. Εἴ που δέ τι, βέλτιστε, τοῦ κήπου βλέποις Πτηνὸν προελθὸν εἰς τὰ κοῖλα τῶν κρίνων, | |
40 | Καὶ συλλέγον τὸ σπέρμα τῆς ἀνθουργίας, Κἀνταῦθά μοι θαύμασε τὸν σκιαγράφον· Δίδωσι γὰρ δὴ καὶ τροφὴν τοῖς μετρίοις, Καὶ δείκνυσι τὸν κῆπον, οὐ κήπου τόπον, Ἀλλὰ χλιδῶσαν ἡδονῆς θρύψιν ξένης, | |
45 | Μή τις νομίσοι τὴν χλοάζουσαν πόαν Ἄνικμον εἶναι καὶ τροφῆς ἀλλοτρίαν. Ἔγραψε καὶ λέαιναν, ὡς ἤδη βλέπεις, Καὶ πῆξιν αὐτῇ καὶ σχολὴν σκυμνοτρόφον | |
Καὶ φραγμὸν ὠργάνωσε πλεκτὸν εἰς μέσον, | ||
3.62(50) | Μὴ τῷ προελθεῖν ἀκρατῶς ὑπὸ θράσους Τὴν μοσχοποιὸν ἐξελάσῃ δορκάδα· Χρεὼν γὰρ αὐτὴν ζωγραφεῖν κτηνοτρόφον Τὴν χλωροειδῆ τῆς φυῆς εὐκαρπίαν, Ἣν μᾶλλον αἰθὴρ οὐκ ἀὴρ ἀναψύχει, | |
55 | Χεθεὶς ὑπ’ αὐτὴν εἰς πνοὰς ἀντιστρόφους· Τὸ γὰρ περιττὸν ἐκπιέσει τῆς δρόσου, Μή τις μαρασμὸς ἀντιβάψῃ τὴν χλόην, Εἰς εἶδος ὠχρὸν ἐξαμείψας τὴν χρόαν· Ὡς ἂν δὲ μηδὲν τῆς χλιδῆς ὑπεκσπάσῃ | |
60 | (Τὸ γὰρ τεθηλὸς ἀκριβῶς περιγράφει), Τραχεῖς πόνους δίδωσι καὶ δυσεκβάτους Δυοῖν πετεινοῖν Μηδικοῖν ὀλεθρίοιν, Ἐκ τῆς στεγανῆς τῶν ποδῶν ἀμορφίας. Ὢ κῆπος, ὢ χάριτες, ὢ τρυφῆς τόπος! | |
65 | Ἐξ οὐρανοῦ γὰρ τάχα τὰς ῥίζας φύει· Λιπαίνεται δὲ μυστικῇ τινι δρόσῳ, Πλατύνεται δὲ καὶ στεγάζεται βρύων· Ἀνθίσταται δὲ ταῖς πνοαῖς πεπηγμένος, Καὶ τοῖς ἁπαλοῖς ἐνσκεδάννυται κλάδοις· | |
70 | Οὐδεὶς δὲ καιρὸς ἐξαμείβει τὴν χάριν | |
Κινῶν φυσικῶς τῶν τροπῶν τὴν τετράδα· Τυποῖ δὲ μικροῦ τῆς Ἐδὲμ τὰς ἐμφάσεις, Ὑπὲρ κεφαλῆς ἀκριβῶς τρισολβίας, Ὑπὲρ κορυφῆς εὐστεφοῦς καὶ κοσμίας, | ||
75 | Ὑπὲρ κόμης ἄνωθεν εὐπρεπεστάτης, Ὑπὲρ βασιλεύοντος εἰς κοινὸν κλέος· Καὶ μύρον ἂν εὔοσμον εἰσέπνευσέ τις, Ἀρωματικῆς εὑρεθείσης τῆς πόας, Εἰ μὴ ῥεπούσας εἰς τὸ κέντρον τὰς ῥίνας | |
80 | Ἔδειξεν ἡ συνθεῖσα τὴν φύσιν πλάσις· Κουφίζεται γὰρ φυσικῶς ἡ λεπτότης, Καθάπερ εἰς γῆν εὐδρομεῖ τοὐναντίον. Ὢ πῶς ἐφικτὸν γραφικοὺς λόγους κρίνειν, Ἐν οἷς ἀτεχνῶς ἐμιμεῖται τὰς φύσεις | |
85 | Ὁ νοῦς ὑφιστῶν τὰς λαβὰς τῶν πραγμάτων, Καὶ ποικίλα χρώματα κιρνῶν ἐξ ὕλης, Καὶ δημιουργῶν τὰς γραφὰς ὡς ἐμψύχους; Τίς γὰρ θεωρῶν ἐν σκιαῖς ἄλσος βρύον, Οὐκ εὐθὺς ὑπείληφε κοιλάδα βλέπειν | |
90 | Φύλλοις κομῶσαν καὶ δροσώδεσι κρίνοις; Καὶ ζῆν τὰ φυτὰ καὶ κλονεῖσθαι τοὺς κλάδους Ἐκ τῆς ἐνούσης ἠρέμα κινήσεως; Πλὴν εἴ τις αἰδὼς μὴ προσῆν τῷ ζωγράφῳ, Ἔδειξεν ἂν ἐνταῦθα καὶ χελιδόνας· | |
95 | Ἵνα δὲ μὴ θόρυβον ἐγγράψας λάθῃ, Παρῆκεν αὐτὰς, κἂν σαφῶς ἔαρ γράφῃ· Τὰ δ’ ἄλλα σιγᾷ, κἂν σχεδὸν ζῇ καὶ πνέῃ· | |
Οὐ γὰρ ἀηδὼν οὐδὲ κύκνος εἰς μέσον, Ὡς ἂν κινῇ καὶ τἄλλα πρὸς μελῳδίας· | ||
3.62(100) | Ὅπου γε καὶ λέουσι θηρσὶν ἀτρόμοις Ἐνῆκε σιγὴν ἡ γραφὶς τοῦ τεχνίτου, Καὶ πήγνυσι μὲν τὰς φορὰς τῶν πνευμάτων, Φραγμοὺς δὲ ποιεῖ τοῖς φυτοῖς εὐσυνθέτους· Οὐκ ἦν γὰρ εἰκὸς εἰς βασίλειον στέγην | |
105 | Μὴ τὴν σιωπὴν ἐμφυτεῦσαι τοῖς τύποις· Οὐκοῦν, θεατὰ, μὴ κτυπήσῃς ἐνθάδε, Μή τις σε παρὼν ἐκδιώκοι μακρόθεν, Καὶ τῶν πετεινῶν ἀφρονέστερον κρίνοι. | |
3.63(t) | Πρὸς τὸν αὐτοκράτορα. | |
1 | Αὐτοκράτορ, σός εἰμι, σὲ πνέω μόνον· Αὐτοκράτορ, σός εἰμι, σὲ βλέπω μόνον· Καὶ ζῶ διὰ σοῦ, τῆς πνοῆς τῶν Αὐσόνων· Καὶ ζῶ διὰ σοῦ, τοῦ κρατίστου φωσφόρου, | |
5 | Δι’ οὗ ψυχικὸς ἐξελαύνεται γνόφος, Ὅταν ὁ χειμὼν εἰσρυῇ μοι τῆς λύπης· Ἀσύγκριτος γὰρ εἰς τὸ θάλπειν εὑρέθης, Ἀνέσπερον φῶς τοῖς ποθοῦσί σε βρύων. Οὐκοῦν, βασιλεῦ, τοὺς ἐμοὺς πόνους λύε· | |
10 | Ἡ γὰρ δίκη φοβεῖ με τῆς ῥᾳθυμίας, Χυμῶν περιττῶν ἐκ τροφῆς παχυτέρας Ἄρτι ῥεόντων εἰς τὸ πῦρ τῶν ἐγκάτων, Ὡς εἰς φλόγα στέατος ἠρεθισμένην | |
Δριμὺς μὲν ἀτμὸς τῶν φλεβῶν ἀποτρέχει, | ||
15 | Καὶ πρὸς τὸν ἐγκέφαλον αὐτίκα φθάνει· Κρυμὸς δὲ πυκνοῖ τῆς δορᾶς μοι τοὺς πόρους Καὶ τοὺς ἀγωγοὺς τῆς πνοῆς ἀνατρέπει, Τὰς λιγνυώδεις ἐκδραμεῖν εἴργων ζέσεις· Αἱ δὲ πνιγηρὰν εὑρεθεῖσαν τὴν στέγην | |
20 | Τοῖς ἀνθελιγμοῖς πυρπολοῦσι τοῦ δρόμου· Καὶ τήκεται μὲν ἐκ πυρᾶς ἡ καρδία, Μαραίνεται δὲ τῶν μελῶν ὁ πᾶς τόνος, Καὶ ῥήγνυσι μὲν τὰς ἐν ἥπατι φλέβας, Καὶ τῶν στεγανῶν συντριβέντων ὀστέων, | |
25 | Ὁ σφυγμὸς ἐξέλιπεν, ἡ φλὲψ ἐφρύγη· Καὶ πᾶν τὸ ποιοῦν εἰς τὸ πάσχον ἐκρύβη. Οὐκ εἶχον αἰτεῖν εὐχερῶς οὐδὲ τρύφος, Ὡς καὶ μεμυκὸς ἐνδεδέσθαι τὸ στόμα, Καὶ μηδ’ ἀναπνεῖν, ἀλλ’ ἀποπνεῖν τὴν φύσιν | |
30 | Πρὸς τὴν τελευτὴν τῆς ψυχῆς ἠπειγμένης· Ἐπεὶ δὲ τὴν σὴν ἐξαπέστειλας χάριν, Ἡδὺς ἀνασχὼν καὶ πραΰς μοι τῷ ξένῳ, Καὶ πνεῦμα καὶ φῶς καὶ θεόῤῥυτον δρόσον Ἐνῆκας αὐτοῖς εὐμενῶς τοῖς ὀστέοις, | |
35 | Δεῖ δὴ, βασιλεῦ, καὶ τροφῆς τῷ σαρκίῳ, Μὴ πάλιν αὐτὸ δυσπραγοῦν παρακμάσῃ, Καὶ μηδὲν ᾖ φάρμακον ἐν τοῖς ἐσχάτοις, Ὅταν ἰατρῶν ἀσθενῇ πᾶσα κρίσις· Εἰ μὴ γὰρ αὐτὸς τὸ βραχὺ τρέφοις κρέας, | |
40 | Ὃ θανὸν ἐξήγειρας ἐμπνεύσας μόνον, | |
Τί χρὴ τὸν ἑξῆς προσδοκᾶν ἴσως βίον; | ||
3.64(t) | Τῷ Ξανθοπούλῳ. | |
1 | Σὺ μὲν, φίλων κάλλιστε, ῥυθμὲ, νοῦ, κρότε, Φαιδρὰν τετευχὼς τῆς ψυχῆς τὴν λαμπάδα, Καὶ παντοδαπὸν ἐμβαλὼν ταύτῃ στέαρ, Μήπως μαρανθῇ μηδὲ ῥεύσῃ τῷ χρόνῳ, | |
5 | Τὰς πνευματικὰς οὐ παρῆλθες βαθμίδας· Ἀλλ’ ὑπαναβὰς καὶ σκοπήσας τὰς βάσεις, Καὶ τοῖς ἐπὶ γῆς οὐρανοῦ δείξας τρίβον, Ὡς ἂν τὸ κοινὸν δεξιῶς ἀνατρέχῃ, Τὴν γνωστικὴν ἔκλαμψιν ἀθροῦν τῶν λόγων, | |
10 | Ὑπῆρξας αὐτὸς εὐσταθὴς ἐπιστάτης· Τὸν κείμενον γὰρ ἐξελέπτυνας γνόφον, Καὶ νυκτομαχεῖν οὐκ ἀφῆκας τὴν φύσιν· Ἐμοῦ δὲ προσδεῖ τῷ σκοπῷ καὶ λυχνίας, Δι’ ἧς ἀναβὰς ἐντενῶ τὰς προσβάσεις· | |
15 | Δεινὴ γὰρ ἡ νὺξ τῶν ἐμῶν τυρβασμάτων, Ἐν ᾗ καλυφθεὶς εὐδρομεῖν οὐκ ἰσχύω· | |
Καλώδιον γοῦν ἡσυχῆ κεκλωσμένον Τῷ τῶν μελιττῶν εὐγενεῖ κρύψας πόνῳ, Καὶ φῶς ἀλαμπὲς πυρὶ φανερούμενον | ||
20 | Πέμπε πρὸς ἡμᾶς, τῶν γραφῶν ὁ λυχνίτης. | |
3.65(t) | Εἰς Πρόδρομον κηρόχυτον ἐγκόλπιον. | |
1 | Εἰς κηρὸν ὡς λύχνον σε τοῦ φωτὸς φέρων, Ἄσβεστον αὐγὴν εὐτυχῶ τεραστίων· Πλὴν, ὦ μάκαρ, ζῇς· εἰ δὲ σιγᾷς, οὐ ξένον· Τὴν γὰρ ἐμὴν ἔρημον οἰκεῖς καρδίαν. | |
3.66(t) | Πρός τινα τῶν φίλων. | |
1 | Δίκαιος ὢν σὺ, καὶ ψυχὰς κτηνῶν τρέφε, Καὶ τῷ γραφικῷ τὴν ψυχὴν ἄρτῳ τρέφε, Κριθὰς παρασχὼν τοῖς ἐμοῖς βοσκήμασι· Τρυφὴ γὰρ ἡμῖν ὁ τροφεὺς νοῦς ἐκρίθης. | |
3.67(t) | Τῷ μεγάλῳ στρατοπεδάρχῃ. | |
1 | Ἀφ’ αἱμάτων ἥδιστος ἡμῖν γεννάδας Ἐκ τῆς κατ’ ἐχθρῶν συμπλοκῆς ὑποστρέφων, Καὶ τοὺς καθ’ ἡμῶν συντεταγμένους πόνους, Κλεινὲ στρατηγὲ, τῇ χρυσῇ τέμνε σπάθῃ. | |
3.68(t) | Ἐπίγραμμα εἰς ναὸν, ἐν ᾧ ἡ τῆς θεομήτορος κοίμησις. | |
1 | Ὕπνῳ ψυχικῷ συσχεθεὶς ὀλεθρίῳ, Καὶ ζῶν μαλακὸν καὶ φιλήδονον βίον, | |
Ὡς εἰς κλίνην δή τινα τὴν ῥᾳθυμίαν, Μᾶλλον δὲ τοῖς πταίσμασι νεκρὸς τυγχάνων, | ||
5 | Τὴν σὴν τιμῶ κοίμησιν, ἁγνὴ παρθένε, Καὶ τόνδε σοι τὸν οἶκον αὐχῶν παππόθεν, Καὶ τὴν κατὰ δύναμιν εἰσφέρων σχέσιν, Εἰς νῆψιν ἐλθεῖν ἐκλιπαρῶ τὸν βίον, Μήπως ἐπιστὰς τῶν ψυχῶν ὁ νυμφίος | |
10 | Ἐπιζυγώσῃ τὰς θύρας τῆς εἰσόδου, Τῆς πνευματικῆς ἀσθενούσης λαμπάδος· Ναόν με λοιπὸν τῆς θεοῦ δόξης πάλιν Δόξης θεοῦ σκήνωμα δεικνῦσα σκέπε, Μήπου τις ἑξῆς ἐμπαθὴς ἐπομβρία | |
15 | Λύσῃ τὰ βάθρα τῇ ψυχῇ τῶν ἐλπίδων· Εἰ δ’ οὖν, σὺ καὶ ζῇς καὶ φθορᾶς κρείσσων μένεις, Ἄγρυπνε πιστοῖς πρὸς θεὸν παῤῥησία, Καὶ σῶσε τὸν σὸν προῖκα θερμὸν ἱκέτην. Κομνηνοφυὴς ταῦτά σοι Τζυκανδύλης | |
20 | Δημήτριος καὶ Δούκας εὐνοίας χάριν. | |
3.69(t) | Τῷ Ἐπὶ τοῦ κανικλείου. | |
1 | Ἔτι ξυναλγεῖ καὶ τὰ βοσκήματά μοι Καὶ πρὸς σὲ τὸν κάλλιστον ἀνθρώπων βλέπει· Πλὴν ταῦτα σιγᾷ, καὶ Φιλῆς κράσει γράφων Ὅτι κριθῆς δεῖ καὶ χλόης τοῖς κτήνεσιν. | |
3.70(t) | Ἐπιτάφιοι τῇ Στρατηγοπουλίνῃ. | |
1 | Ἐκ γῆς ἐγὼ χοῦς, ἀλλ’ ἐπήρθην ὡς κόνις Τῇ συγχυτικῇ συστροφῇ τῶν πραγμάτων· Καὶ πάλιν εἰς γῆν τὴν ἐμὴν κατεστράφην, Τῆς τοῦ βίου λαίλαπος εὐθὺς ληξάσης, | |
5 | Κρυβεῖσα λοιπὸν ὑπὸ τόνδε τὸν λίθον. Ὢ μαρτύρων ἔαρος ! ὢ ῥόδου ξένου, Ὃ καὶ τρυγηθὲν καὶ πιεσθὲν οὐ φθίνει! Καὶ γὰρ ἄνωθέν ἐστι τὰς ῥίζας φέρον, Καὶ ζῇ τεθηλὸς, καὶ τροπῆς κρεῖσσον μένει, | |
10 | Τὴν τοῦ τάφου κάλυκα λιπαῖνον μύρῳ. | |
3.71(t) | Αὐθωρὸν εἰς τὸν περὶ κολλύβων λόγον. | |
1 | Πυροῖς μὲν ὀπτοῖς τὸν λαὸν πάλαι τρέφεις, Μὴ τῶν μυσαρῶν ἑστιώμενος λάθοι· Νυνὶ δὲ σαυτὸν ἀπὸ τοῦ λόγου φέρων Ἀθλητικὴν τράπεζαν ἡμῖν ἀρτύεις, | |
5 | Ὡς ἄρτος ὀπτὸς, ὡς θεοῦ κλιβανίτης, Θεόδωρε ζῶν ἑστιάτορ ἄφθονε. | |
3.72(t) | Εἴς τινα λόγον προκείμενον εἰς ἀνάγνωσιν. | |
1 | Σταθμός τις ἐστὶν ὁ προκείμενος λόγος, Μᾶλλον δὲ λιμὴν σωστικὴν αὖραν φέρων· Τὰ γὰρ νοητὰ δεῦρο καταίρει σκάφη Τῶν ᾀσμάτων λήγοντα τοῦ πλοῦ τοῦ ξένου. | |
5 | Σκοπεῖτε λοιπὸν μὴ ταραχθῇ τὰ σκάφη, Τυρβασμάτων λαίλαπος ἀντιπνευσάσης· | |
Ὀνήσιμος γὰρ ἀπὸ τῆς κάτω ζάλης Εἰς τὴν γαλήνην ἦλθε τῆς ἀφθαρσίας, Παύλου κυβερνήσαντος αὐτῷ τὸ σκάφος | ||
10 | Τοῖς ἐνθέοις οἴαξι τῶν διδαγμάτων. | |
3.73(t) | Πρὸς τὸν αὐτοκράτορα. | |
1 | Αὐτοκράτορ μέγιστε, δεῖ δή μοι σκέπης· Καὶ γὰρ ὁ χιτὼν ἐκτριβεὶς διεθρύβη, Καὶ θρὶξ λεοντῆς εὐγενῶς κεκαρμένη· Ὁ βροντοφυὴς ἦχον ὠδίνει ξένον, | |
5 | Ὅπως ὁ τῆς χάριτος ἀνθήσῃ σπόρος Εὐαγγελικῆς ἐμφορηθεὶς ἰκμάδος. | |
3.74(t) | Πρός τινα τῶν γνησιωτάτων. | |
1 | Ἐμοὶ σὺ καὶ πῦρ, ἀλλὰ καὶ φῶς καὶ δρόσος· Τὸ δάκρυον γὰρ τῆς ψυχῆς ἀποθλίβων Αὐχμῶντα τὸν νοῦν συμπαθῶς ἀναψύχεις. Ἄλλως τε πῦρ σύ· κἂν μὲν ἐξ οἴκτου βρέμῃς, | |
5 | Τοῦτ’ αὐτὸ πῦρ κάτωθεν εἰς ὕψος ῥέπον, Καὶ τῶν χαμερπῶν εὐφυῶς ἀποτρέχον. | |
Εἰ δ’ οὐκ ἔχεις ἔξωθεν ὃ φλέξεις ῥέον, Ὕλην σεαυτὸν εἰς τὸ πῦρ σου δεικνύεις, Καὶ δρᾷς ἀπαθῶς, ἀλλὰ καὶ πάσχεις πάλιν, | ||
10 | Ὡς μήτε ναρκᾶν εἰς μαρασμὸν τὴν φλόγα, Μήτε πρὸς οὐδὲν τὴν βορὰν ἀποφθίνειν. Ἀλλ’ ὦ ξένον πῦρ καὶ φρενῶν φῶς καὶ δρόσε, Μένοις ὅλως ἄῤῥευστος, οἰχέσθω φθόνος, Ἕως ἂν ᾖ πᾶς ὁ γλυκὺς οὗτος βίος | |
15 | Εἰς πῦρ ὑφεστὼς ἀλλὰ καὶ φῶς καὶ δρόσον. | |
3.75(t) | Τῷ εὐτυχεστάτῳ δεσπότῃ κυρ. Κωνσταντίνῳ | |
1 | Λέοντος ὀφθεὶς ἰσχυροῦ σκύμνος μέγας Ἀποκρύφους ἄθρησον ὀξέως πόνους, Καὶ τοῦ λιμοῦ τὸν θῆρα βιβρώσκοντά με Τοῖς χρυσέοις ὄνυξι γοργῶς ἁρπάσας | |
5 | Τὸν κύνα τὸν σὸν ἐξελοῦ τοῦ κινδύνου· Καὶ γὰρ ὑλακτῶ κατὰ πάντα τὸν χρόνον, Τοὺς δεσποτικοὺς εὐφυῶς ὕμνους πλέκων. Ὦ ζῶν Ἰωσὴφ καὶ ψυχὰς διατρέφων! Ὦ χάρις, ὦ δύναμις, ὦ ξένη φύσις! | |
3.76(t) | Πρὸς τὸν αὐτοκράτορα. | |
1 | Ἃς αὐτὸς ὑπέτεινας ἡμῖν ἐλπίδας, Οὓς αὐτὸς ὑπήνεγκα σὴν χάριν πόνους, Ἤδη τρίτου ῥεύσαντος ἐν μέσῳ χρόνου, Αὐτοκράτορ μέγιστε, μὴ καταισχύνῃς. | |
5 | Φοβεῖ γὰρ ἡ ψηφίς με τῆς παροιμίας Ὑπὲρ λίθον δύσοιστον ἐκ μεταρσίων, Μή τις παρ’ ἡμῖν δυσμενὴς καιροσκόπος, Καὶ ψιθυριστὴς καὶ φθορεὺς τῶν πραγμάτων, Ἀφῆκε λαθὼν εἰς μυχοὺς ἀποκρύφους, | |
10 | Ἣν αὖθις εὑρεῖν οὐδενί πω ῥᾴδιον. Πνοῆς ἀμυδρᾶς ἀδρανὴς ταῦτα κτύπος· Ἐγκείμενον γὰρ ἰσχυρῶς μοι τὸ θλίβον Τὸν ἐν λόγοις εὔρυθμον ἀμβλύνει κρότον. | |
3.77(t) | Εἰς εἰκόνα τῆς θεομήτορος. | |
1 | Ὅτι με παντὸς δυσχεροῦς ὑπεξάγεις, Καὶ παντοδαπῶν ἀξιοῖς χαρισμάτων, Ἀφ’ οὗπερ εἰς φῶς ἀπὸ γαστρὸς ἐξέδυν, Ὦ μῆτερ ἁγνὴ καὶ φθορᾶς ὑπερτέρα, | |
5 | Πρῶτον μὲν ὡς ἄϋλον εἰς νοῦν σε γράφω ... Καίπερ τελευτῆς ὕπνον ὑπνοῦντα, ξένε. | |
3.78(t) | Τῷ ἰατρῷ τῷ Πεπαγωμένῳ. | |
1 | Ἤπειρον οἰκῶν καὶ σαγηνεύων φίλους Τῷ τοῦ πόθου, βέλτιστε, πυκνῷ δικτύῳ, Πέμπε πρὸς ἡμᾶς τὴν καλύπτραν τὴν φίλην, Ὡς ἀπὸ κόχλου τάχα λευκὴν πορφύραν. | |
3.79(t) | Τῷ θαυμαστῷ ἐκείνῳ πρωτοστράτορι τῷ Γλαβᾷ. | |
1 | Ἔρημος ὀφθεὶς ἱππικῆς ἐφεστρίδος | |
(Ἡ γὰρ πρὸ μικροῦ τῇ φλιᾷ διεθρύβη, Τοῦ ψωριῶντος κνωμένου βοσκήματος), Φοιτᾶν παρὰ σὲ τῆς ψυχῆς μου τὴν δρόσον | ||
5 | Οὐ δύναμαι νῦν ὡς βραδὺς πεζοδρόμος. Ἀλλ’, ὦ στρατηγὲ τακτικῆς ἐπιστάτα, Καὶ τῶν παρ’ ἡμῖν δυσχερῶν ἀντιστάτα, Καὶ τοῦτον ἡμῖν φαρμακεύσαις τὸν πόνον, Ἐπεὶ Γαληνὸς εὑρέθης αὐθαίρετος. | |
3.80(t) | Τῷ μεγάλῳ Δομεστίκῳ. | |
1 | Ἔγγραφέ μοι τὸ δῶρον, ἀρίθμει πόσον· Τῷ συγγόνῳ γνώρισε τὴν πρᾶξιν Κύρου, Καὶ τῷ φίλῳ πεινῶντι τὰ βρέφη τρέφε, Βραβεῦ, προμηθεῦ σὺν θεῷ Δομέστικε. | |
3.81(t) | Τῷ πατριάρχῃ. | |
1 | Κίνει προωθῶν τὸν τροχὸν τῶν πραγμάτων, Ὃς ἀπολαβὼν εἰς τὰ κάτω με θλίβει· Καὶ γὰρ ἔχεις κίνητρον εἰ σώσειν θέλεις | |
Τοῦ πνεύματος τὴν γλῶσσαν, ὦ θεῖον στόμα. | ||
5 | Ἴσως βασιλεὺς εὐμενὴς ὢν τὴν φύσιν Οὐκ ἐντροχιεῖ τῷ θυμῷ τὰς ἀψίδας. | |
3.82(t) | Εἰς τὴν ἀποτομὴν τοῦ Προδρόμου. | |
1 | Βαφαῖς ἐρυθραῖς εὐπρεπῶς κεχρωσμένος, Ὡς βασιλικὸς ἐκ βρέφους ὑπηρέτης, Τὴν δεσποτικὴν μηνύεις παρουσίαν, Ἐλθὼν ἐπ’ αὐτοὺς ἐκτομῆς τοὺς ἀψύχους· | |
5 | Δεικνὺς δὲ σαυτὸν καὶ τροφῆς νῦν βελτίω, Καὶ τὸν περισπούδαστον ἐμφαίνων πόνον, Τμηθέντα λαιμὸν ὁ δρομεὺς κήρυξ φέρεις· Οὐκ ἄγριον γὰρ εἰς φθορᾶς τόπους μέλι, Καθάπερ οὐδ’ ἀκρίδες, ἀλλ’ οὐδὲ χλόη, | |
10 | Τὰ σεμνὰ καὶ τρέφοντα τοὺς ἰσαγγέλους· Μᾶλλον δὲ τοῖς αἵμασι τοῖς ἐξ αὐχένος Αὐτὸς σεαυτὸν καὶ τὸ πᾶν γένος τρέφεις. | |
3.83(t) | Εἰς δακτύλιον. | |
1 | Ὁ χοῦς φέρει χοῦν (καὶ τίς ἐντεῦθεν τύφος Τῷ Σεναχηρεὶμ Μιχαὴλ Μονομάχῳ;), Ὁ Σεναχηρεὶμ Μιχαὴλ τὴν σφενδόνην, Ἡ σφενδόνη κοσμεῖ δὲ τὸν Μονομάχον. | |
5 | Ὁ μονομάχος οὐκ ἐπαινῶν τὸν Γύγην Ἄτυφός ἐστι τῇ στροφῇ τῆς σφενδόνης. Χρυσῆ κόνις θέλγουσα τοὺς ἁπλουστέρους | |
Τῷ Σεναχηρεὶμ σωφρονίσει τὸν βίον. Σός εἰμι καὶ πρὸς ἄλλον αὐτίκα ῥέω· | ||
10 | Καὶ γὰρ ὅλως μόνιμον οὐδὲν ἐν βίῳ. Ὁρῶντι νεκρὸν τὸν χρυσὸν τῆς σφενδόνης Πρὸ τῆς τελευτῆς ὠχριᾶν ἔπεισί μοι. | |
3.84(t) | Τῷ Πεπαγωμένῳ. | |
1 | Τί τὴν κεφαλὴν τὴν ἐμὴν καταψύχεις, Ὁ τῶν ἰατρῶν τῶν παρ’ ἡμῖν βελτίων; Μὴ πρᾶγμα ποιεῖν τὴν ἐπίκλησιν θέλεις, Παρακατασχὼν τῆς καλύπτρας τὴν ζέσιν; | |
3.85(t) | Εἰς τὸ αὐτό. | |
1 | Ἔαρ ἐμὸν σὺ, δὸς τὸ λευκόν μοι κρίνον, Ὃ τῇ χρυσαυγεῖ τῆς χλιδῆς ὥρᾳ βρύει, Μήπως ἔτι κρύσταλλος ἀλγύνῃ λύπης Τὸν σόν με Φιλῆν, ὦ Γαληνέ μοι νέε. | |
3.86(t) | Εἰς τὸ αὐτό. | |
1 | Τὴν σὴν κεφαλὴν (τὴν ἐμὴν δήπου λέγω) Τῇ σῇ σκέπῃ στόλιζε, κοσμῆτορ φίλων· Ἴσως ἀπ’ αὐτῆς εὐφρανεῖς τὴν καρδίαν, Ὅταν λάβῃς πλόκαμον εὐρύθμων στίχων. | |
3.87(t) | Εἰς τὸ αὐτό. | |
1 | Τί δῆτα ναρκᾷς; οὐ παρῆλθε τὸ ψύχος; Ἢ πρὸς τὸ λευκὸν τῆς καλύπτρας ἐμβλέπων Πάχνην δοκεῖς ἑστῶσαν εἰς χεῖρας φέρειν; Ἔαρ ὁ καιρὸς, καὶ ῥιγοῖς πρὸς τὴν δόσιν; | |
3.88(t) | Εἰς τὸ αὐτό. | |
1 | Ἐμοὶ φίλων ἄριστος αὐτὸς εὑρέθης· Πῶς οὖν με λυπεῖς ὁ γλυκασμὸς, ἡ χάρις, Ἡ τῆς ψυχῆς μου τέρψις, ἡ κρυπτὴ σχέσις; Ὁ φιλοτιμότατος, ἀγλάϊσέ με. | |
3.89(t) | Εἰς τὸ αὐτό. | |
1 | Τὴν εὐγενῆ καλύπτραν ὁ χρυσοῦς φίλος Πέμπε πρὸς ἡμᾶς ἐξελὼν τοῦ πασσάλου, Μὴ καταπασθῇ τῷ ψιλῷ κονισσάλῳ· Καὶ γὰρ τὸ λευκὸν εὐχερῶς μολύνεται. | |
3.90(t) | Εἰς τὸ αὐτό. | |
1 | Δέδοικα, φιλόστοργε, τῶν ἄλλων πλέον, Μὴ πρίν με λαβεῖν τῆς κεφαλῆς τὴν σκέπην, Ἄλγος κεφαλῆς ἐκδοθῇ μοι τῆς λύπης· Ἱπποκράτους παῖ, δὸς τὸ χαυνοῦν τὸν πόνον. | |
3.91(t) | Τῷ ἀδελφῷ τοῦ αὐτοκράτορος. | |
1 | Ἄνακτος υἱὲ, σύγγονε στεφηφόρου, Βασιλέως τε πατράδελφε δέσποτα, Καὶ πατροπάτορ βασιλεῖ πάλιν τρίτῳ, Ὁ καιρὸς ὀξύς ἐστι, ῥευστὸς ὁ χρόνος· | |
5 | Ἡ φύσις, οὐδέν· οἱ λόγοι, σκιαὶ μόνον· Τὸ μέλλον, ἀργόν· ἐγκρατεῖς αἱ φροντίδες. Ἥλιος εἶ, πρόκυπτε καὶ φώτιζέ με, Μήπως παχυνθῇ τῶν κακῶν μοι τὸ σκότος· Εἰ γὰρ σεαυτῷ συστελεῖς τὸ φῶς πλέον, | |
10 | Τὴν νύκτα τῶν νῦν δυσχερῶν οὐ βαστάσω. | |
3.92(t) | Ἐκ προσώπου τινὸς, ἀποθνησκόντων αὐτῷ τῶν παίδων. | |
1 | Πατὴρ ἐγὼ πρὶν, ἀλλὰ νεκρῶν τεκνίων· Ἃ γὰρ παρεῖχεν ἡ φύσις βλαστήματα, Τὸ γοργὸν ἐξίκμασε τοῦ χρόνου θέρος· Ὅμως ἐπιστὰς εὐλογεῖ μοι τὸν γάμον | |
5 | Ὁ Κανανίτης οὗτος, ᾧ κλῆσις Σίμων. Οὐκοῦν ἔχω τὴν παῖδα τὴν Σιμωνίδα, Τὸν ζῶντα καρπὸν τῆς ἐμῆς εὐτεκνίας. Ὁ γὰρ Ἀθανάσιος Ἀλεξανδρέων Ἀθανάτους δίδωσιν ἡμῖν ἐλπίδας | |
10 | Λιταῖς ἀναιρῶν τὴν τελευτὴν τῆς κόρης· Ἡ δὲ βρέφος τεκοῦσα τὸ κτίσον βρέφη, Καὶ δημιουργοῦν πάντα καιρὸν καὶ χρόνον, Ἐπισφραγίσει δεῦρο τὴν κοινὴν χάριν· Ἧς νῦν ἀμοιβὴν τὸν χρυσάργυρον φέρω. | |
3.93(t) | Εἰς τὸ τῆς παμμακαρίστου κοιμητήριον. | |
1 | Ἄνθρωπε ταλαίπωρε, κἂν ἔτι πνέῃς | |
Παρακρατῶν τὸ λῆμμα τοῦ κοινοῦ χρέους, Καὶ πρὸς τὸν ἐμπρόθεσμον ὀκλάζων χρόνον Τὴν ἐσχάτην οἴκησιν ἐνθάδε σκόπει | ||
5 | Τῶν σῶν ταπεινῶν ὡς ῥεόντων λειψάνων· Σὰ γὰρ τὰ κοινὰ, κἂν δυσαίσθητος μένων Τὸ παρὸν ὡς μόνιμον ἀκρίτως βλέπῃς· Πλὴν ἴδε καὶ τὰ κῶλα τῶν κοιμωμένων, Οἳ τοῦ γνόφου λυθέντος εἶδον φῶς μέγα· | |
10 | Καὶ νῦν μὲν ἀνάπαυσις αὐτοῖς εὑρέθη Τὴν καινοποιὸν εὐτυχοῦσιν ἐλπίδα· Μετὰ δὲ μικρόν τινα τῆς τιμῆς χρόνον Κεκαρμένον πρόβατον ὑπάρξαντά με Χριστὸς μεθιστᾷ ποιμνιάρχης ὢν μέγας· | |
15 | Εἰμὶ δὲ νεκρὸς, καὶ καθεύδων ἐν τάφῳ Τὴν ἐσχάτην ἔγερσιν ἐν τούτῳ μένω. | |
3.94(t) | Τῷ ἀοιδίμῳ ἐκείνῳ δεσπότῃ κυρῷ Ἰωάννῃ. | |
1 | Ὁ δεσπότης, τὸ θαῦμα τῶν ἐμῶν λόγων, Ἡ χρηστότης, ἡ χάρις, ἡ θυμηδία, Τὸ τῶν φρενῶν κάτοπτρον, ἡ ξένη φύσις, Ἀφεὶς θεωρεῖν τὴν ἀδίδυμον φύσιν, | |
5 | Τὸ μὴ φυσικὸν ἀλλ’ ἐπίκτητον γένος, Ὃ τοῖς καθ’ ἡμᾶς ὑπεναντίως ἔχει, Φυγὸν τὰ κοινὰ τῆς γονῆς πάντων πάθη, Καὶ τὴν ἐπ’ αὐτοῖς εὐλογηθεῖσαν κτίσιν, Τὴν ἄσπορον γῆν, τὸν ξυρότμητον στάχυν, | |
10 | Τὴν ἐκ γυναικὸς ἀῤῥενωθεῖσαν πλάσιν, Ἐξ ἄῤῥενος δὲ συντεθεῖσαν μαχλάδα, Τὴν δοξομανῆ καὶ φιλόχρυσον κόνιν, Τὴν παρθένον, τὸν ἄνδρα, καὶ τοὐναντίον, Ὃ μηδὲν ἁπλῶς ἐξ ἑκατέρων μένει, | |
15 | Νεῦσον πρὸς ἡμᾶς εὐμενῶς τοὺς οἰκέτας, Ὧν οὐκ ἐκαπήλευσεν οὐδὲν τὴν φύσιν· Νεύσεις δὲ προσθεὶς τῇ σκέπῃ τοῦ σώματος Καὶ τὴν καλύπτραν τὴν καλὴν τὴν ὀλβίαν Τῆς ἡλιώσης καὶ χρυσῆς ὄντως κόμης, | |
20 | Ὑπὲρ κεφαλῆς εἰσρυέντος τοῦ ψύχους, Ἀνδρὶ τροφῆς χρῄζοντι καὶ πρὸ τοῦ κρύους· Δεινὸν γὰρ ἡμᾶς ἄνδρας ὄντας εὐψύχους Ταῖς ἀνδρομόρφοις ἐκνικηθῆναι κόραις. | |
3.95(t) | Εἰς ἀμίαντον εἰκόνα τῆς θεομήτορος. | |
1 | Ἄφλεκτος ὑπάρξασα πυρφόρος βάτος Ἄμεμπτος εἰς ἄχραντον ἐξέσθης λίθον· Πρὸς γὰρ τὸ πῦρ σίδηρος οὐ λίθος μένει· Κατάσκιον δὲ πάλιν εὑρέθης ὄρος | |
5 | Τῷ συνδετικῷ τῶν διεστώτων λίθῳ· Ἐγὼ δὲ πηγὴν εὐτυχῶν τεραστίων Τῷ τοῦ χρυσαργύρου σε κοσμῶ θριγγίῳ. | |
Ναὶ κῆπε Χριστοῦ, ναὶ θεόδροσον φρέαρ, Τοὺς σοὺς ἀγωγοὺς δαψιλῶς ἀναστόμου· | ||
10 | Τῆς πίστεως γὰρ τὴν χρυσῆν κάλπιν φέρω. | |
3.96(t) | Τῷ βασιλέως ἀνεψιῷ τῷ Συργιάννῃ. | |
1 | Ἑρμῆ στρατηγὲ, τὴν μελανδόχην δέχου· Καὶ γὰρ τὸ λευκὸν τῆς γλυφῆς ἕλος βλέπεις Ἐπὶ χρυσῆς ἄντικρυς ἀνθοῦν ἰκμάδος· Ἴσως παρ’ αὐτὴν ὑπτιάσας τὴν χλόην | |
5 | Ἐξ ἀρεϊκῶν ὁ δρομεὺς γίγας πόνων Σκηνὴν λογικὴν εὐφυῶς καθιδρύσεις· Τοὺς γὰρ καθ’ ἡμῶν τεκτονεύεις πασσάλους, Τομοῖς λογισμοῖς τὰς λαβὰς ἀποξέων· Κἂν αὖθις ἡμῖν ἀντιπέμψῃς τὴν δόσιν, | |
10 | Αὐτοὺς ἀδικεῖς λανθανόντως τοὺς λόγους. | |
3.97(t) | Εἰς τὸν ἅγιον Ὑπάτιον. | |
1 | Τὴν ὑπάτην ἔχων σε χορδὴν ἐκ βρέφους, Ὡς ἁρμονικὴν ἐκ θεοῦ μουσουργίαν, Εὕροιμι ῥυθμὸν ἐμμελοῦς, μάκαρ, βίου, Πρὶν τήνδε τὴν νῦν μουσικὴν τοῦ σαρκίου | |
5 | Πρὸς θραῦσιν ἐλθεῖν ἐξ ἀνάγκης ἐσχάτην· Τοῦ γὰρ πυρὸς δέδοικα τὸν τότε βρόμον. | |
3.98(t) | Τῷ Δομεστίκῳ. | |
1 | Ὦ τῶνδε τῶν νῦν συμπαθεστάτη φύσις | |
Εἰς τὴν κατασχοῦσάν με τοῦ βίου ζάλην, Ἀνερμάτιστόν εἰμι καὶ κοῦφον σκάφος· Καὶ γὰρ ὕφαλοί τινες ἐν μέσῳ λίθοι | ||
5 | Συγκλῶσι μικροῦ τὴν περίπλευρον τρόπιν, Καὶ ῥεῖθρον οἰδοῦν ταῖς ὀπαῖς ἐπεισρέον, Αἷς γόμφος οὐδεὶς προσπαγεὶς ἐνεσχέθη, Σφριγᾷ κατασπᾶν εἰς βυθὸν τὴν πορθμίδα. Σὺ γοῦν ὁ λιμὴν τὴν κυβέρνησιν δίδου | |
10 | Χρυσοῦν τι βαλὼν ἕρμα· πιπτέτω θράσος· Ἀμήχανον γὰρ δυσπλοῆσαι τὸ σκάφος, Εἰ σὺ κυβερνᾷς ὁ χρυσοῦς Δομέστικος. | |
3.99(t) | Ἐκ προσώπου τοῦ κειμένου πρὸς τὴν θεομήτορα. | |
1 | Ἐγὼ μὲν εἰς τὸ κλῆμα τοῦ θνητοῦ γένους Ἄωρον ὠμφάκιζον ἀπὸ τοῦ χρόνου, Καὶ τὸν λογισμὸν εἶχον εὐθὺς ὀξίνην· Ὁ σὸς δὲ καρπὸς οὗτος ἐτρύγησέ με, | |
5 | Κοινὴ βασιλὶς, ἄμπελε ψυχοτρόφε. | |
3.100(t) | Ἐκ προσώπου τῆς θεομήτορος εἰς τὸν δεσπότην Χριστόν. | |
1 | Ἥλιε φαιδρὲ, μυστικὴν ζέσιν χέας, Καὶ τῶν παθῶν τὸ στῦφον ἐξαφανίσας, | |
Πέπειρον αὐτὸν σταφυλὴν δεῖξον, Λόγε. | ||
3.101(t) | Ἐκ προσώπου τοῦ δεσπότου Χριστοῦ. | |
1 | Ἰδοὺ χάριν σὴν, μῆτερ ἁγνὴ παρθένε, Ὁ βότρυς αὐτὸς ὑπὸ τὴν γῆν περκάσας, Ὡς ἀπὸ ληνοῦ τῆς ἐμῆς ἀφθαρσίας, Ἕξει τὸ γλεῦκος τῆς τρυφῆς τῆς ἀφθόνου. | |
3.102(t) | Εἰς εἰκόνα τῶν δευτέρων μεγάλων ἱεραρχῶν ὑπὲρ μειρακίου. | |
1 | Ὁ βροντόπαις τὸν παῖδα τῷ Χριστῷ δίδου, Ὅταν τὸ τῆς σάλπιγγος ἠχήσῃ στόμα· Ὁ γρήγορος νοῦς, ἡ θεόφθογγος λύρα, Βράβευσον ᾠδὴν σωστικὴν τῷ κειμένῳ. | |
3.103(t) | Τῷ δεσπότῃ κυρῷ Δημητρίῳ. | |
1 | Εἰ δεσποτικοῖς ἠγλαΐσθης μαργάροις, Μεγαθύμου λέοντος ἡδὺ σκυμνίον, Τὸν μαργαρίτην τὸν πολύτιμον φίλει· Θεὸς γάρ ἐστι καὶ βροτὸς πάντων χάριν, | |
5 | Ὃς, τῆς νοητῆς ἀστραπῆς ἐκλαμψάσης, Αἵμασιν ἁγνοῖς ὠστρακώθη παρθένου· | |
Ποιεῖ δὲ παθῶν τὰς ψυχὰς ἐλευθέρας, Καὶ τῆς ἀληθοῦς ἀξιοῖ κραταρχίας, Ἣ βελτίων ἔμεινε τοῦ κάτω κράτους, | ||
10 | Ὡς θυμοτερπὴς καὶ φθορᾶς ὑπερτέρα. | |
3.104(t) | Εἰς κάλπιν χρυσῆν τοῦ συγγόνου τοῦ αὐτοκράτορος. | |
1 | Ἰδοὺ χρυσοῦν πῦρ· εἰ μὲν οὖν ὕδωρ φέροι, Τὸ σῶμα διψῶν εὐπαθῶς ἀναψύχει· Οἶνον δὲ τῷ χρῄζοντι θερμὸν ἐγχέον Σκυθρωπότητος ἅπαν ἐξαίρει ψύχος. | |
3.105(t) | Εἰς τὸ τούτου χρυσοῦν ποτήριον. | |
1 | Ὕδωρ τὸ πετρόβλυστον Ἰσραὴλ πίνων Γογγυστικὴν ἔπασχεν ὡς δύσνους μέθην· Σκύμνος δὲ πίνων οἶνον εἰς χρυσοῦν δέπας Τὸν ἀμπελουργὸν εὐλογεῖ τῶν κτισμάτων. | |
3.106(t) | Πρός τινα τῶν φίλων. | |
1 | Ὁ τῶν φυσικῶν ἀμπελὼν χαρισμάτων, Τὸν οἶνον ἡμῖν ὡς ἐπηγγείλω δίδου· Τὴν γὰρ φιλικὴν εὐφρανεῖς μοι καρδίαν, Ἀθυμίας ἅπασαν ἐξαίρων μέθην. | |
3.107(t) | Πρὸς τὸν Βαρδαλῆν, ὅτε ἀντέπεμψεν αὐτῷ τὸν Θεόφραστον. | |
1 | Δέχου παρ’ ἡμῶν, ὁ χρυσοῦς αὖθις φίλος, | |
Τὸ φυλλομανοῦν καὶ χλιδῶν σοι βιβλίον· Τῆς γὰρ φυσικῆς εἰσρυείσης ἰκμάδος, Ἡδὺς ὁ καρπὸς τῶν φυτῶν ἀναβρύει· | ||
5 | Πλὴν οὐ μαρασμὸς ἐκπιέσει τοὺς κλάδους, Ὅταν τὸ θερμὸν δυσπαθῇ πρὸς τὸ ψύχος· Ὄμβρον γὰρ ἢ χάλαζαν ἢ πυρὰν θέρους Ἢ σῆψιν ἢ πῦρ ἢ παρακμὴν ἢ φθίσιν Ὁ πυκνὸς οὐ δέδοικε δενδρὼν τῶν λόγων· | |
10 | Ἁβρὰς δὲ τηρεῖ τοῖς ὀποῖς τὰς ἐκφύσεις Ὁ τοῦ χρόνου ζέφυρος ἠρέμα πνέων, Ὡς μηδὲ συκῆς παραφυλλίδα φθίνειν. Ἐγὼ μὲν οὖν τὰ δένδρα τῆς εὐτεχνίας Πόῤῥωθεν ἐτρύγησα τοῦ νοῦ τῷ ξίφει· | |
15 | Σὺ δ’ αὖθις αὐτὰ καὶ μετὰ τρύγην ἔχεις Βρίθοντα φυῆς εὐθαλοῦς παγκαρπίᾳ· Καὶ γὰρ ἀσινὲς τῆς πλοκῆς τὸ θριγγίον, Ὃ χειρὸς ὠργάνωσε κερκὶς ἐν μίτῳ. Νυνὶ δέ μοι δὸς καὶ τὸν Ἀφροδισέα, | |
20 | Τὸν χρηστὸν Ἀλέξανδρον, ὁ χρηστὸς φίλος· Τὸ γὰρ παραπέτασμα τῶν ἀποκρύφων Τοῖς συντόνοις ἔλυσε τῆς γλώττης δρόμοις, Καὶ τὸν περιστέλλοντα τὰς φύσεις γνόφον Ἔλυσεν ἀκμῇ τεχνικῇ μεσημβρίας. | |
25 | Τούτοις ὑπανοίγω σε θαῤῥῶν τοῖς λόγοις, Ὃν οἶδα πηγὴν ἐσφραγισμένην ἔχων, | |
Ἢ κῆπον ἡδὺν ἢ κεκλεισμένην θίβην. | ||
3.108(1t) | Πρὸς τὸν αὐτοκράτορα, ὅτε ἐζήτησε διὰ τὸ θέρος | |
2t | εἰς τὸ προάστειον ἐξελθεῖν. | |
1 | Θέρους ὁ καιρὸς, εὐτρεπεῖς γὰρ οἱ στάχυς, Καὶ τῆς παρακμῆς ἐντελὴς ἡ λευκότης, Ἣν θερμὸς ἐκνάφευσε τῇ βλάστῃ χρόνος Τὴν ἠρέμα θρέψασαν ἐκθλίψας δρόσον, | |
5 | Μήπως ὁ χιλὸς ἐνσαπῇ ταῖς ἰκμάσι, Καὶ νεκρὰν ὀργάνωσιν ἡ θρύψις φέρῃ, Καὶ μηδὲν εἰς σύμπηξιν ἡ κρᾶσις φύῃ, Τῆς παραγωγῆς δυσπραγούσης τῇ φθίσει. Καὶ πᾶς γεωργὸς τοῦ λιμοῦ κατατρέχων, | |
10 | Ὡς ὁπλίτης εὔτολμος εἰς ὥραν μάχης, Τὸ μηνοειδὲς ἀναχαλκεύει ξίφος, Ὀδόντας αὐτῷ δραστικοὺς παροξύνων, Καὶ τῶν ἁμαξῶν τοὺς τροχοὺς περιξέει, Στεῤῥὰς ἐν αὐτοῖς τεκτονεύων ἀψίδας· | |
15 | Σφηνοῖ δὲ πυκναῖς τὸν μεσόμφαλον πέδαις, Ὡς ἂν ὁμαλῶς ἡ στροφὴ πάντα στέγῃ, Καὶ τοῖς περιττοῖς μὴ κλονῇ τὰ μοχλία. Καὶ βοῦς ἀποστὰς τῆς τομῆς τῶν αὐλάκων Ἐφίσταται δὴ ξυγκλάσων τὰ δράγματα· | |
20 | Μύρμηξ δὲ μοχθεῖ τῆς ὀπῆς προηγμένος· Καὶ γὰρ ἀναμὶξ τὴν τροφὴν παρεκλέγει, Καὶ προσφάτους δείκνυσι τοῖς ἔργοις τρίβους, | |
Ὡς ἂν ὁ χειμὼν εἰσβαλὼν ὑπεκδράμῃ Καὶ σῶμα λεπτὸν εὐπαθοῦν μὴ στυγνάσῃ. | ||
25 | Τέττιξ δὲ τὴν ἄμοχθον ἐσθίων δρόσον Τὸ τῆς τελευτῆς ἐκτραγῳδήσει τάχος· Καὶ γὰρ φιληδεῖ τῇ σχολῇ πρὸ τῶν πόνων, Σχολὴν ἑαυτῷ προξενῶν τὴν ἐσχάτην. Πῶς οὖν, γεωργὲ γνωστικῆς εὐκαρπίας, | |
30 | Πῶς οὖν, Σολομὼν τοῦ Δαβὶδ παῖς τοῦ πρᾴου, Καὶ νοῦ δικαστὰ τῆς κλοπῆς τῶν βασκάνων, Οὐ δυσχερανεῖς τὴν σκιὰν καὶ τὴν κλίνην Τοῖς μηδὲ τοὺς μύρμηκας ἐκμιμουμένοις, Ὡς ἂν ἔχοι στέγουσαν ἡ φύσις βάσιν, | |
35 | Ὅταν τὸ θερμὸν συσταλῇ τῇ καρδίᾳ, Ῥιγοῦντος οἰκτρῶς τῷ κρυμῷ τοῦ σαρκίου Εἶχον γὰρ ἂν ἥδιστον, αὐτάναξ, βίον, Εἰ μή τις ἱδρὼς ἐξ Ἀδὰμ ἔκλυσέ με Πονοῦντος εἰς γῆν οὐκ ἐλευθέραν βάτων· | |
40 | Νυνὶ δὲ κυκᾷ καὶ στροβεῖ με πᾶς πόνος, Καὶ τέκνα λυπεῖ, καὶ γυνὴ παροξύνει, Καὶ παῖς ὑλακτεῖ καὶ φαγεῖν ζητεῖ κρέα, Τὰ δεσποτικὰ νοστιμώτερα κρίνων· Ἀλλ’ ὡς τὰ πολλὰ συντεμὼν τὸ πᾶν φράσω, | |
45 | Μύρμηξ ἐγὼ σὸς καὶ πονεῖν θέρους θέλω, Καὶ πρὸς τὸ σὸν κέλευσμα συνήθως βλέπω. | |
3.109(t) | Ἐκ προσώπου τοῦ Ἀτζύμη κυροῦ Γεωργίου. | |
1 | Τῆς εἰσπνοῆς μοι τὰς ποθεινὰς συρμάδας Σὺ Χριστοφόρε μάρτυς εὐσπλάγχνως δίδως· | |
Τῆς εἰσπνοῆς δὲ τοὺς ἀκωλύτους πόρους, Μάκαρ Ἀθηνόγενες, ἐκ σοῦ λαμβάνω. | ||
5 | Εἰ μὴ γὰρ εἰσέπνευσα τὴν ὑμῶν χάριν, Ἄπνους τις ἂν ἦν οὐχὶ δύσπνους ἐκ νόσου. | |
3.110(1t) | Ἐκ προσώπου τῆς τοῦ Πορφυρογεννήτου γυναικὸς | |
2t | εἰς τὴν ὑπεραγίαν θεοτόκον ἐπὶ λυχνίᾳ. | |
1 | Εὐσπλαγχνίας ἔχουσα, παρθένε, ζέσιν Τὸ φωταγωγὸν εὐμενῶς δῶρον δέχου· Τοῦ σοῦ δὲ φωτὸς ἀντιδίδου τὴν χύσιν Τῷ πορφυρανθεῖ τῷ γλυκεῖ μου συζύγῳ, | |
5 | Παθῶν ψυχικῶν ἐκδιώκουσα σκότος. Κομνηνοφυὴς ταῦτά σοι Θεοδώρα. | |
3.111(t) | Αὐθωρὸν εἰς ἀνάγνωσιν. | |
1 | Ἄσωτον υἱὸν εἰς ἐπίγνωσιν βίου Καὶ γνωστικὸν καλοῦ τε καὶ φαύλου ξύλον, Δι’ οὗ τὸν Ἀδὰμ ἡ Σατὰν εἷλε πλάνη, Λογογραφεῖ τὸ πνεῦμα τῷ Χρυσοστόμῳ· | |
5 | Τοῖς γὰρ δαπανήσασιν εἰκῆ τὸν βίον Ἐπιστροφῆς δίδωσιν ἐνθάδε τρόπους, Καὶ δεῖπνα ποιοῦν ἑστιᾷ τοὺς ἀξίους, Οὓς εἰς τρυφῆς παστάδας οὐ κενουμένας | |
Εὐγνώμονος λάφυρα λῃστοῦ δεικνύει. | ||
3.112(t) | Εἰς μανδύλιον. | |
1 | Ὕφασμα λινοῦν τεχνικῶς ἐστιγμένον, Καὶ σηρικοῖς νήμασιν ἀνθυφασμένον, Καὶ ποικίλοις χρώμασι κατηνθισμένον, Ἔαρ κρεμαστὸν ἀντὶ μάκτρου δεικνύει | |
5 | Χεὶρ ὑπὸ λεπτοῖς εὐδρομοῦσα δακτύλοις, Ὅταν σιδηρότευκτον ὠθοῦσα στόμα Πρὸς τοὺς ἀγωγοὺς τῆς πλοκῆς καὶ τοὺς μίτους Μετρῇ τὸν εἱρμὸν τοῦ σκοποῦ τῇ συνθέσει, Καὶ ζωγραφῇ τὴν ὥραν ἰκμάδος δίχα, | |
10 | Μὴ καὶ τὸ ῥευστὸν προσφυῇ τοῖς ἄνθεσιν· Ἵνα δὲ μᾶλλον εὐγενίσῃ τὴν χάριν, Περὶ τὸ λευκὸν τὴν καλὴν βλάστην γράφει, Καὶ δείκνυσι πῶς εἰς τὸ τοῦ ψύχους πέρας Τῆς γῆς τὸ θερμὸν πρὸς γονὰς ἀνατρέχον | |
15 | Ποιεῖ καθαρὰν τῆς τροπῆς τὴν αἰθρίαν. | |
3.113(t) | Πρὸς τὸν αὐτοκράτορα. | |
1 | Ἐμοὶ, βασιλεῦ, καὶ στολὴ καὶ φαιδρότης Τὸ σὸν μόνον πρόσωπον ὀφθὲν εὑρέθη· | |
Ὑφαίνεται γὰρ τῆς ψυχῆς μου τῇ κρόκῃ Χλανὶς ἀγαθῶν εἰς τὸ μέλλον ἐλπίδων, | ||
5 | Ἣν ἡ ῥιγοῦσα καρδία στολίζεται, Χειμῶνος αὐτὴν συμφορῶν δεδευκότος· Πλὴν ἔστι δεινῶς εὐπαθὲς τὸ σαρκίον, Ἀφ’ οὗ τὸν Ἀδὰμ ὁ φθορεὺς εἶλε φθόνος· Τῆς γὰρ τιμῆς τὸν πέπλον ἐξέδυσέ με, | |
10 | Καὶ φύλλα συκῆς προσγελῶν ἔῤῥαψέ μοι. Αὐτὸς δὲ κοσμεῖς, Αὐσονάρχα, τὸ κράτος, Ὃ λαμβάνεις ἄνωθεν ὡς κοινὴν σκέπην. Φρονήσεως γὰρ ἠμφιάσω πορφύραν Εὐανδρίας νήμασιν ἐξυφασμένην· | |
15 | Τῆς σῆς δὲ χειρὸς τῇ κρατίστῃ κερκίδι, Ἣ τὴν σπάθην πρόκωπον ὡς νῆτρον φέρει Καὶ τὸ στιβαρὸν ἀντὶ πόρπακος δόρυ, Θεὸς κατ’ ἐχθρῶν στήμονας νίκης πλέκει, Ὡς ἂν ὑφανθῇ σάκκος αὐτοῖς αἰσχύνης, | |
20 | Καὶ κόσμος ἡμῖν εὐπρεπὴς ἀντιστρόφως. Οὐκοῦν, βασιλεῦ, τὴν ἐμὴν στολὴν βλέπων | |
Ὥσπερ τινὰ γοῦν ἐκτριβεῖσαν τῷ χρόνῳ, Θάλψον τὸ γυμνὸν καὶ ῥιγοῦν μοι σαρκίον· Καὶ γὰρ ἔχεις τὸ κλῶσμα τῆς εὐσπλαγχνίας, | ||
25 | Ὃ τείνεται μὲν εἰς χρυσῆν ἱστουργίαν, Ὑφαίνεται δὲ καὶ στολίζει τὴν φύσιν, Ἣν ὁ σκολιὸς ἀπεγύμνωσε δράκων. Ναὶ, κόσμε κοινὲ τῆς λογικῆς φύσεως, Ἔνθαλπε καὶ φώτιζε καὶ στόλιζέ με· | |
30 | Ἡ γὰρ βασιλὶς τῶν τροπῶν σε τοῦ χρόνου Πρὸς τοῦτο κινεῖ συντονώτερον πάλιν, Ἢ πάντα κοσμεῖ τῇ χλιδῇ τῆς αἰθρίας. Τίς γὰρ θεωρῶν οὐρανοῦ κάλλος νέον, Ἢ γῆς μαλακὴν ὡς ἐπὶ θρύψει σκέπην, | |
35 | Ἢ κυμάτων ἄτυφον ἀνθρώποις χύσιν, Ἢ φύλλα φυτῶν, ἢ καλιὰς ὀρνέων, Ἢ προσφάτους πτέρυγας, ἢ κτηνῶν τρίχας, Τὸν δημιουργὸν ὡς θεὸν μὴ θαυμάσει; Τίς δ’ οὐχὶ καὶ σὲ τὸν θεοῦ στεφηφόρον | |
40 | Φιλῆν ἔαρ φέροντα χιτώνων βλέπων; | |
3.114(1t) | Εἰς παναγιάριον ἀργυροῦν ἔχον μέσον κύκλον χρυσοῦν, | |
2t | ἐν ᾧ ἦν ἰνοκοπητὸν ἡ ὑπεραγία θεοτόκος. | |
1 | Ὁ δίσκος ἐστὶν οὐρανοῦ σχεδὸν τύπος· Ὡς ἥλιον γὰρ τὸν χρυσοῦν κύκλον φέρει, Κέντρον δὲ τὴν γῆν τοῦ θεοῦ τὴν παρθένον, Ἐξ ἧς ὁ καρπὸς ὁ ψυχοτρόφος βρύει. | |
3.115(t) | Εἰς παναγιάριον λίθινον, ἐν ᾧ ἦν ἡ θεοτόκος ἡ Πηγή. | |
1 | Ἡ πέτρα τὴν γῆν, ἡ δὲ γῆ φέρει στάχυν· Ψυχῶν τροφεὺς, ὁ στάχυς, ἡ γῆ, παρθένος· Μᾶλλον δὲ πηγὴν ζωτικοῦ ῥείθρου βλέπων Ἐκ τῆς πέτρας θήλαζε, πιστὲ, τὴν χάριν. | |
3.116(t) | Αὐθωρὸν εἰς τὸν λόγον τὸν πρὸς τὸν ἅγιον Φίλιππον. | |
1 | Σὺ μὲν τετακὼς τὸν θεόπλοκον λόγον, Ὡς πυκνὸν ἀμφίβληστρον ἁλιεὺς, μάκαρ, Εἰς τὴν ἄπειρον τοῦ βροτῶν γένους χύσιν, Ψυχὰς λογικὰς τῆς πλάνης ἀνέσπασας· | |
5 | Ἐγὼ δὲ λαβὼν ταῖν χεροῖν τὸ βιβλίον, Καὶ τῷ λογικῷ συλλαβών σε δικτύῳ, Φίλιππε, καὶ θεὶς εἰς τὸ πῦρ τῆς καρδίας, Καθάπερ ἰχθῦν ἐκ μυχῶν οὐρανίων, Τοῖς ἀκροαταῖς δεῖπνον εἰσφέρω ξένον. | |
3.117(t) | Αὐθωρὸν εἰς τὸν λόγον τὸν πρὸς τὸν μέγαν Χρυσόστομον. | |
u | ||
1 | Μολιβδίνην τὴν γλῶσσαν ἐκ παθῶν ἔχων Πῶς ἄρα τολμῶ τὸ χρυσοῦν κροτεῖν στόμα; Πλὴν συμπαθὴς ἐκεῖνος, ᾧ γλῶττα ξένη, Καὶ δεῖ με θαρσεῖν ὡς ἐν ἀρχῇ τῷ τέλει· | |
5 | Πέρας γὰρ οὐδέν ἐστι τῷ μακαρίῳ Πρὸς τὰς ἀμοιβὰς τῶν ὑπὲρ φύσιν πόνων. | |
3.118(t) | Εἰς τὸν ἐν λίθῳ φύλακα. | |
1 | Σὺ πνεῦμα καὶ φλὸξ, ἀλλ’ ἰδοὺ στὰς οὐ φλέγεις· | |
Καὶ γὰρ φύλαξ ἔνοπλος ἡμῖν εὑρέθης· Λύων δὲ παθῶν Μιχαὴλ πάντα γνόφον Εἰς λίθινον πῦρ ὡς τὸ φῶς ἀνατρέχεις. | ||
3.119(t) | Εἰς τὸ αὐτό. | |
1 | Ἀὴρ πεπηγὼς φῶς ὑφεστώς μοι βρύων Ψυχῆς λύει πώρωσιν ἐσκοτισμένης· Πλὴν τοῦτο καὶ πῦρ οὐχ ὁρῶ δεῦρο φλέγον· Τοῦ γὰρ λίθου πέφευγε μικροῦ τὴν δρόσον. | |
3.120(t) | Εἰς τὸ αὐτό. | |
1 | Πειραστὰ Σατὰν, μέχρι καὶ λίθων φύγε· Τὸν ἄγγελον γὰρ τὸν διώκτην σου βλέπεις Εἰς λίθινον φῶς τεχνικῶς ὡπλισμένον· Εἰ δ’ οὐ φύγῃς, φλέξει σε καὶ πῦρ ὢν φλέγον. | |
3.121(t) | Εἰς τοὺς τρεῖς ἱεράρχας, ὑπὲρ μειρακίου. | |
1 | Ὁ γρήγορος νοῦς, νοῦν δίδου τῷ νηπίῳ· Τῶν δογμάτων ἡ βάσις, ἔντεχνον βάσιν· Λόγων δὲ πυκνῶν τὸ χρυσοῦν στόμα, φράσιν. | |
3.122(t) | Τῷ θαυμαστῷ Δομεστίκῳ. | |
1 | Δισμυρίους μάρτυρας ἓν θῦμα βλέπων, Φάλαγγα πυκνὴν, ἐκ πυρᾶς ὁμαιχμίαν, | |
Φῶτα προσηνῆ, μυστικοὺς ἑωσφόρους, Ἄρτους ἐνοπτηθέντας ἀκμαίᾳ ζέσει, | ||
5 | Κρατῆρας ἡδεῖς ἐν ποτῷ ψυχοτρόφῳ, Ἀναψυχῆς βρώματα, νοστίμους ἅλας, Λίθους νοητοὺς ἐξ ἀπείρων ἀνθράκων, Στέφανον ἁρμοσθέντα συνδέσμῳ ξένῳ, Σειρὰν λογικὴν, εὐπρεπῆ ξυναυλίαν, | |
10 | Πρέσβεις ἀΰπνους πρὸς θεὸν πάντων χάριν, Δαλοὺς φλόγα τρέφοντας ἐνθέου πόθου, Πρηστῆρας ὀξεῖς, ἂν Σατὰν προσεγγίσῃ, Γοργοὺς κεραυνοὺς ἐκ νεφῶν ἀποκρύφων, Ὅταν ἐπαρθῇ δυσμενῶς τὰ τῆς πλάνης, | |
15 | Τούτους θεωρῶν, ὁ γλυκὺς Δομέστικος, Παρακρατεῖς τὸ ῥεῦμα τῆς εὐποιΐας, Ὃ ῥεῦσαν εὐθὺς τὴν ἐμὴν φλόγα σβέσει. Τί τοῦτο μικροῦ καὶ τὸ πῦρ λαλεῖ βρέμον Τὸ μαρτυρικὸν, ὡς βραδὺς εἶ τὴν δόσιν; | |
20 | Δριμὺς ὁ καπνὸς τῆς ἐμῆς φεῦ καρδίας. Χρυσῆς δρόσου ψεκάδας ἐντίνασσέ μοι, Δι’ ὧν μαρανεῖς τῆς λύπης τοὺς ἄνθρακας. Μὴ γὰρ ἐπὶ σοῦ μαρτυρεῖν Φιλῆν δέον, Ὦ πιστὲ θερμὲ πρὸς θεὸν, σῶτερ φίλε; | |
3.123(t) | Εἰς εἰκόνα τοῦ σωτῆρος Χριστοῦ. | |
1 | Βαβαὶ χάρις ἄφραστος εἰς ἔμπνουν τύπον· | |
Θεὸς γάρ ἐστιν, εἰ δὲ καὶ σὰρξ εὑρέθη, Τοῦτ’ αὐτὸ κατέπληξε καὶ τοὺς ἀγγέλους· Ὁρῶ γὰρ αὐτοὺς ἐκτραπέντας εἰς λίθους. | ||
3.124(t) | Τῷ κυρῷ Γενναδίῳ. | |
1 | Υἱὸς σὺ φωτὸς, ἀλλ’ ἐγὼ βαθὺ σκότος· Σὺ μὲν γὰρ ἐξήστραψας ἡλίου πλέον Τὴν πνευματικὴν εὐτρεπίσας λαμπάδα, Μήπως ὁ νυμφὼν εὑρεθῇ κεκλεισμένος, | |
5 | Ὅταν ἐπιστῇ τῶν ψυχῶν ὁ νυμφίος· Ἐγὼ δὲ παθῶν ἐνδιδύσκομαι γνόφον Καὶ νύκτα δεινὴν συμφορῶν ἀποκρύφων, Αὐγὰς καθαροῦ μηδαμῶς ἔχων βίου. Πλὴν πέμπε φωτὸς εὐκτικοῦ μοι λαμπάδα, | |
10 | Καὶ συχνὸν ὑπέκκαυμα λυχνίας δίδου, Ὅπερ λίνου σπέρματος ἐκθλίβει λίθος. | |
3.126(1t) | Ἐκ προσώπου τοῦ ἀδελφοῦ τοῦ βασιλέως, | |
2t | πρὸς τὸν μέγαν Δημήτριον. | |
1 | Εἰς τὰς λαμυρὰς τῶν μύρων σου προσχύσεις | |
Ἀφεὶς τὸ σεπτὸν καὶ διάχρυσον σκάφος, ᾯ τὴν ψυχικὴν συγκομίζω φορτίδα (Τὴν γὰρ ζάλην δέδοικα τῆς ἁμαρτίας), | ||
5 | Ἔχοιμί σε πρόμαχον ἐν τοῖς κινδύνοις, Ὡς ἂν διελθὼν εὐμαρῶς μου τὸν βίον Εἰς τὸν γαληνὸν τῶν ψυχῶν ὅρμον φθάσω. Θεόδωρός σοι ταῦτα τῷ στεφανίτῃ Παλαιολόγος σύγγονος βασιλέως | |
10 | Κομνηνοφυὴς εὐσεβὴς ἀνακτόπαις. | |
3.127(t) | Εἰς εἰκόνα τοῦ σεβαστοκράτορος ἐκείνου καὶ τῶν αὐτοῦ. | |
1 | Τί μὴ καθαρὸν καὶ πολὺν χρυσὸν χέας Ποιεῖς ἐλατὰς ὁ γραφεὺς τὰς εἰκόνας; Τί μηδὲ λίθων ὁρμαθοὺς ὑπερτίμων Πυκνῶς ἐπ’ αὐτῶν συντεθέντας δεικνύεις, | |
5 | Ἀλλ’ ὑπὸ κοινῇ ζωγραφεῖς ταύτας χρόᾳ, Κοινόν τι δεικνὺς τὸ χρυσοῦν ὄντως γένος; Τί μηδὲ κοιλοὺς ὀργανώσας τοὺς τύπους Ἀφῆκας αὐτοῖς καὶ πνοὴν ὡς ἐμψύχοις; Ἀλλ’ ἔσχε νεκρὰς ἡ γραφὴ τὰς ἐμφάσεις. | |
10 | Μὴ τῷ θεατῇ σωφρονίζεις τὸν τύφον, Χρυσῷ τὸ λιτὸν εὐτελεῖ πάττων ξύλον, Καὶ δημιουργῶν ἐν σκιαῖς τοὺς ὀλβίους, Ὡς ἂν τὰ κοινὰ ζωγραφῇ σανὶς μία; | |
Τίς γὰρ θεωρῶν τὸν πολὺν Κωνσταντίνον, | ||
15 | Ἐκεῖνον αὐτὸν τὸν σεβαστοκράτορα, Γραφέντα νεκρὸν τῇ σορῷ τῶν λειψάνων, Οὐχ ὥσπερ εἰκὸς δυσφορεῖ καὶ δακρύει, Πενθῶν ἀτεχνῶς τὸν γελώμενον βίον; Ἢ τίς ὅλως ὤνησεν αὐτὸν ἐν βίῳ, | |
20 | Κἂν ἦν ἀδελφὸς τοῦ κρατοῦντος Αὐσόνων, Κἂν ἦν στρατηγὸς πανταχοῦ στεφανίτης; Πάντως παρελθὼν ὑπὸ τὸν χοῦν ἐκρύβη, Καὶ κατὰ μικρὸν ἐκλυθεὶς χοῦς εὑρέθη· Καὶ νῦν σὺν αὐτῇ δυστυχῶς τῇ συζύγῳ | |
25 | Θάλαμον οἰκεῖ φθαρτικῆς παροικίας· Μετὰ δὲ μικρόν τινα τοῦ βίου χρόνον, Καὶ τὸν Μιχαὴλ τουτονὶ προσλαμβάνει, Τὸν εὐσταλῆ γίγαντα, τὴν ξένην φύσιν, Τῆς φύσεως τὸ θαῦμα τῆς ἀνθρωπίνης, | |
30 | Ὃς ὢν ἀγαθὸς ἐκ φιλοστόργου τρόπου Τοῦ πατρὸς ἐφρόντισε καὶ τεθαμμένου, Καὶ τὴν σανίδα τῆς γραφῆς ἀποξέσας, Ὡς ἂν ἐπ’ αὐτῇ ζωγραφήσῃ τὸν μέγαν, Λαθὼν σὺν αὐτῷ νεκρικῶς νῦν ἐγράφη· | |
35 | Πλὴν ὥσπερ αἰδοῖ τῶν τεκόντων ἐμφύτῳ Τὸν αὐτὸν οὐκ ἔστερξεν αὐτοῖς φεῦ τάφον, Ἀλλ’ ὑποχωρεῖ καὶ ταφὴν ἔχει μίαν Τῷ τῆς ἀδελφῆς τῆς καλῆς ὁμευνέτῃ. Γένοιτο λοιπὸν τοῖς γραφεῖσιν ἐνθάδε | |
40 | Καὶ πᾶσιν ἁπλῶς τοῖς μεταξὺ κειμένοις Ὁμοῦ κατοικεῖν τῆς Ἐδὲμ τὸ χωρίον Θυμηδίαν ἄῤῥητον εὐτυχηκόσι! | |
3.128(t) | Ἐπιτάφιοι εἰς τὸν σεβαστοκράτορα. | |
1 | Σεβαστοκράτορ, ἂν θανὼν ἐπαισθάνῃ, Στρατοπεδάρχην δεῦρο τὸν μέγαν σκόπει, Τῆς σῆς θυγατρὸς τὸν γλυκὺν ὁμευνέτην· Τάχα σὺν αὐτῷ καὶ τὸν υἱὸν εἰ βλέποις, | |
5 | Τὸν σὸν Μιχαὴλ τὸν πολὺν τὸν γεννάδαν, Κρινεῖς σεαυτὸν μακαριστὸν τοῦ βίου· Τὸ μὲν γὰρ οἰκεῖν κατὰ ταὐτὸν συγγόνους Οὐκ ἔστι καινὸν, κἂν Δαβὶδ μέγας κρίνοι· Τὰ δ’ ἄχρι ταφῆς καὶ φθορᾶς καὶ λειψάνων | |
10 | Γαμβρὸν συνοικεῖν αὐταδέλφῳ συζύγου, Σκηνῆς πνιγηρᾶς τοῖν δυοῖν πεπηγμένης, Ἡ σὴ φύσις ἔδειξεν εὖ μάλα μόνη. | |
3.129(t) | Εἰς τὸ αὐτό. | |
1 | Δυοῖν στρατηγοῖν πανταχοῦ στεφανίταιν Στρατήγιον φεῦ τὴν σορὸν ταύτην βλέπων, Μὴ θαυμάσῃς, ἄνθρωπε, μηδὲν ἐν βίῳ· Τῆς γὰρ τιμῆς τὰ πρῶτα τῆς ἀνθρωπίνης | |
5 | Ἔσβη παρ’ ἀμφοῖν ὑπὸ τὸν κάτω γνόφον· Ἵππος δὲ πᾶσα καὶ στρατὸς καὶ χρήματα Παρῆλθεν ὡς χνοῦς ἐκριπισθεὶς ἀνέμῳ· Καὶ νῦν ὁ πικρὸς τῆς φθορᾶς οὗτος λίθος Μετὰ τὸ θανεῖν προσφυῶς τούτους φέρει. | |
3.130(t) | Εἰς ἐγκόλπιον διάφορα ἔχον ἅγια. | |
1 | Ἡ σή με σινδὼν καὶ χιτὼν ὁ σὸς, Λόγε, | |
Τῆς σῆς τε μητρὸς ἡ χλανὶς, καὶ τὸ ξύλον, Ὃ τῶν ποδῶν στήριγμα τῶν σῶν εὑρέθη, Σωτηρίων ἔχουσι μεστὸν ἐλπίδων, | ||
5 | Καὶ προδρομικὰς εὐτυχῶ δεῦρο τρίχας, Ἀποστολικῶν εὐπορήσας λειψάνων. | |
3.131(t) | Ἐπιτάφιοι εἰς γυναῖκα σώφρονα. | |
1 | Σὺ μὲν σεαυτὴν ἀῤῥενόφρονα γράφεις· Τὴν γὰρ φύσιν παρῆλθες ἐκ τῶν πρακτέων. Ὁ δὲ γραφεὺς ὅλην σε γυναῖκα γράφει· Ὁ σὸς γὰρ αὐτὸν ἐκνικᾷ, γύναι, τρόπος· | |
5 | Οὕτω κρατίστην ἀκριβῶς ἔσχες φύσιν, Ὡς μηδὲ τεχνῶν εὑρεθῆναι δευτέρα, Καὶ ταῦτα νεκρὰ καὶ πνοῆς ἀλλοτρία, Ὅπου γε καὶ τὴν φύσιν αὐτὴν τῶν λόγων Τῶν πραγμάτων ἔδειξας εὐτελεστέραν. | |
10 | Τί γὰρ ἂν ἰσχύσοι τις εἰπεῖν ἐνθάδε Τὴν ὥραν; ἀλλ’ ἐνίκα καὶ τὴν Ἑλένην, Ἣν ζωγραφοῦσι μᾶλλον Ἑλλήνων λόγοι. Τὰς τρίχας; ἀλλ’ ἦν εὐτελὴς ἡ Βερνίκη, ᾟ φασιν ἄστρον εὑρεθῆναι τὴν κόμην. | |
15 | Τὸ βλέμμα; καὶ σβέσθητι πᾶν ὄμμα βλέπον, Ὄμμα κρυβὲν τοσοῦτον εἰς ᾍδου γνόφον. Τὸ τῶν γνάθων ἔρευθος; ἀλλ’ ἦν ὡς ῥόδον, Ὃ τοῦ θέρους ἐλθόντος εὐθὺς ἐψύγη, Καὶ μὴ πεπανθὲν δυστυχῶς ἀπεῤῥύη. | |
20 | Τὸ λευκόν; ἀλλ’ ἦν ὡς χιὼν εἰς τὸ ζέον, Ἣν οὐ ζέσις ἔλυσεν, ἀλλὰ ψυχρότης. Τὸ τοῦ στόματος γλεῦκος; ἀλλ’ ἦν ὡς δρόσος, Ἣν ἐξ Ἀερμὼν ἡ Δαβὶδ γλῶσσα θλίβει. Καὶ τί με δεῖ ῥεύσασαν ἐκφράζειν πλάσιν, | |
25 | Παρὸν θεωρεῖν τῆς ψυχῆς σου τὴν χάριν, Ἧς τὸν πλατυσμὸν οὐδ’ ὁ πᾶς κρύψει χρόνος; Ὁ γοῦν Σολομῶν ἀκριβῶς πάντα κρίνων, Ὁ μέχρι τινὸς μαρτυρούμενος μέγας, Οὐ ῥᾳδίως δίδωσιν εὑρεῖν ἐν βίῳ | |
30 | Τὴν ἀγαθὴν γυναῖκα τῆς εὐανδρίας, Ἣ ζώννυται μὲν εὐσταλῶς καὶ κοσμίως· Ἀνίσταται δὲ καὶ πρὸς ὄρθρον τῆς κλίνης, Ὡς ἐργολαβεῖν εὐφυῶς ἠπειγμένη· Γυμνοῖ δὲ καὶ τὰς χεῖρας, ὡς αὐτὸς λέγει· | |
35 | Συχνὰς δὲ ποιεῖ τὰς στολὰς τῷ συζύγῳ, Καὶ τοὺς θεραπεύοντας εὐκαίρως τρέφει. Εἴ που δὲ τὸν σὸν ἀκριβῶς οἶδε τρόπον, Εἴρηκεν ἂν μόνην σε φανεῖσαν τάχα Πασῶν γυναικῶν εὑρεθῆναι βελτίω, | |
40 | Καὶ τὸν σὸν ἂν προὔθηκε ταῖς ἄλλαις βίον Εἰς σωφροσύνης τύπον, εἰς ὥρας κρίσιν, Εἰς πᾶν ὁτιοῦν εὐπρεπὲς καὶ συμφέρον. Οὕτω σε καλεῖν ὁ γλυκὺς ἑωσφόρος Ἐν τοῖς καθ’ ἡμᾶς εὐτυχῶς οἶδε χρόνοις. | |
45 | Τὴν γὰρ σιωπὴν κόσμον ἐκτήσω μέγαν· | |
Τοῖς χείλεσι δὲ τάξιν ἐστείλω ξένην· Ὄλβος δέ σοι πᾶς ἐκ χρυσοῦ καὶ μαργάρου Καὶ τῶν ἐπὶ γῆς εὐπρεπῶν δῆθεν λίθων, Πέπλοι τε καὶ χρήματα καὶ κάλλος νόθον, | ||
3.131(50) | Πλατὺς γέλως, ὅ φασιν, ὀρθῶς ἐκρίθη. Τοσοῦτον ἦσθα δένδρον εἰς τὸ πᾶν γένος, Ὁ κῆπος ἐστὶ τῷ θεῷ πεπραγμένος· Ἀλλ’ ἐτρυγήθης, ἀλλ’ ἀπετμήθης νέον Τῇ τῆς τελευτῆς δαπανηθὲν ἀξίνῃ· | |
55 | Καὶ μὴν ἀτεχνῶς εἰς γονὰς προηγμένον Ἄκαρπον οὐκ ἔμεινας ἢ ξένον τόκου· Τὸν γὰρ ἀγαθὸν τῷ σπορεῖ φύεις γόνον, Καὶ νῦν ἐπ’ αὐτὸ τῆς Ἐδὲμ τὸ χωρίον Μεταφυτευθὲν ἐδροσίσθης ἀφθόνως, | |
60 | Ὡς ἂν ὁ καρπὸς μὴ ῥυῇ τῶν πρακτέων. Ἀλλ’, ὦ θεατὰ, μὴ σκοπήσῃς τὸν τάφον Ὡς τάφον ἁπλῶς, μηδὲ τόνδε τὸν τύπον· Ἀλλ’ ἠρέμα πρόκυψον ἐλθὼν ἐνθάδε, Καὶ γνῶθι σαυτὸν εὐμαθῶς ἐκ τῆς θέας· | |
65 | Κἂν γὰρ σιωπᾷ τῆς γυναικὸς τὸ στόμα, Πλὴν ἀλλ’ ἔχει δύναμιν ἀῤῥήτων λόγων, Καὶ γίνεταί σοι τοῦ βίου διδάσκαλος. | |
3.132(t) | Τῷ μεγάλῳ Δρουγγαρίῳ. | |
1 | Σὺ μὲν χαλινοῖς τῷ βασιλέως φόβῳ Καὶ παιδαγωγεῖς εὐφυῶς καὶ κοσμίως | |
Οὐ πῶλον ἁπλῶς, ἀλλὰ δῆμον αὐθάδη, Μήπως φορὰν ἄτακτον ἡ πόλις ἔχοι. | ||
5 | Τὸν γὰρ λογισμὸν εὐτυχεῖς ἐπιστάτην Ἡνιοχῶν τὸ σχῆμα τῆς ἐξουσίας· Ἐγὼ δὲ ναρκῶν εἰς τὸν ἵππον εὑρέθην· Οὐ γὰρ χαλινὸς οὐδὲ ῥυτήρ ἐστί μοι, Καὶ πολλάκις δέδοικα τὸν τούτου δρόμον, | |
10 | Μή που συναρπάσας με καὶ κτείνας λάθοι. Σὺ γοῦν τὸ φιμοῦν ὥσπερ ὑπέστης δίδου, Κάλλιστε φίλων καὶ μέγα Δρουγγάριε. | |
3.133(t) | Τῷ πατριάρχῃ κυρῷ Νίφωνι. | |
1 | Σὺ μὲν φέρων τὸ νῆμα τῆς εὐποιΐας Ἐσθῆτα καινὴν τῇ ψυχῇ διαπλέκεις, Ἣν οὐδ’ ὁ πᾶς δήπουθεν ἐκτρίψει χρόνος· Μενεῖ γὰρ ἁγνὴ καὶ φθορᾶς ἐλευθέρα, | |
5 | Καὶ νυμφικῆς χλανίδος εὐπρεπεστέρα. Τὸν δὲ χρυσοῦν χιτῶνα τῆς ἐκκλησίας Σχισθέντα συνδεῖς τῶν φρενῶν σου τοῖς μίτοις, Ὃν εἴθε μηδὲν δυσσεβὲς ῥήξοι θράσος. Ποικίλμασι δὲ πρακτικῆς εὐρυθμίας | |
10 | Τῶν ἀρετῶν ὁ πέπλος ἐστόλισέ σε· Κοινῇ δὲ κοσμεῖς, πατριάρχα, τὴν φύσιν, Καὶ δημιουργεῖς τῆς ψυχῆς τὴν κερκίδα, Στολὴν ἀγαθῶν εἰς τὸ μέλλον ἐλπίδων. | |
Ἐγὼ δὲ γυμνός εἰμι φεῦ τῆς αἰσχύνης | ||
15 | Καὶ σωματικῶν καὶ ψυχικῶν ἀμφίων· Ὁρῶ δ’ ἐπὶ σὲ τοῖν δυοῖν τούτοιν χάριν Τὸ κοινὸν ἐκτρύφημα, τὴν κοινὴν σκέπην, Τὸν εὐμενῆ σωτῆρα τῆς οἰκουμένης. Ὦ γλῶττα καὶ νοῦ, μὴ προβῆτέ μοι πλέον· | |
20 | Τὰς γὰρ χύδην χάριτας ἀντλεῖν οὐκ ἔχω· Πλὴν οὐδ’ ἐφικτὸν, εἰ ῥιγοῖ τὸ σαρκίον, Εὑρεῖν ἀποχρῶν εἰς τὸ θέλγειν τὸ στόμα· Μᾶλλον δὲ ναρκῶν τῷ κρυμῷ τῆς καρδίας ᾨδὰς ἀγαθὰς ὀργανοῦν οὐκ ἰσχύω. | |
3.134(t) | Εἰς μανδύλιον. | |
1 | Κόσμον κρεμαστὸν εὐτυχῶν ἐπ’ ὀσφύος Ὅρα τὸ λευκὸν ὡς προῆλθεν ἐκ πόνων, Εἴ τις ὅλως εἴρηκε βασάνους λίνου, Δεικνὺς τὸν ἐσμὸν τῶν παθῶν τῶν προσφάτων. | |
5 | Διέρχεται γὰρ εἰς ὕδωρ, εἰς πῦρ ζέον, Εἰς ἀέρος κίνησιν, εἰς πῦρ αἰθάλης, Εἰς συντριβὴν, εἰς θλίψιν, εἰς πλοκὴν μίτων· Καθίσταται δὲ πρὸς τὸ λευκὸν ὃ βλέπεις Καὶ γίνεταί σοι μάκτρον ὑφανθὲν πόνῳ. | |
10 | Τάχα δὲ καὶ σοὶ τῆς ψυχῆς ἡ λευκότης Γένοιτ’ ἂν ἐξ ὕδατος ἀλλὰ δακρύων· Φλέξει δὲ καὶ τὸ πῦρ σε τοῦ θείου πόθου, Ὁμοῦ δὲ καὶ τὸ πνεῦμα τῶν στεναγμάτων | |
Εἰς τὴν μεταξὺ συντριβὴν τῆς καρδίας. | ||
3.135(t) | Εἰς τὸ αὐτό. | |
1 | Ἐγὼ λίνου σπέρματος εὑρέθην γένος, Ἐν γῇ δὲ ῥιφὲν καὶ λιπανθὲν εἰς βάθος Προῆλθον εἰς χλιδῶσαν αὐτίκα χλόην· Μετὰ δὲ μικρὸν εἰς παρακμὴν ἠγμένον | |
5 | Πρόῤῥιζον ὡς ὥριμον ἐσπάσαντό με, Μὴ τῇ παρολκῇ τῆς νοτίδος ἠρμένης Πέσῃ τὸ φύλλον καὶ ῥυῇ πᾶς ὁ σπόρος, Καὶ δαπανηθῇ καὶ φρυγῇ μοι τὸ ξύλον, Καὶ τῶν ἰνῶν τὸ σφίγμα λυθῇ τῷ χρόνῳ. | |
10 | Πλὴν ἄχρι συχνῶν ἡμερῶν δεδευμένον Ταῖς ἡλιακαῖς ἐκπυροῦσι λαμπάσιν· Ἔπειτα κατακλῶσι καὶ ξαίνουσί με, Καὶ δακτύλοις νήθουσιν ὑγροῖς αὐτίκα, Καὶ λεπτὸν εἰς ὕφασμα συμπλέκουσί με, | |
15 | Καὶ λευκὸν ἐκ μέλανος ὀργανοῦσί με. Καὶ γὰρ πάλιν ὕδωρ με καὶ πῦρ λαμβάνει, Καὶ ζῶ μεταξὺ τῶν τοσούτων φεῦ πόνων, Καὶ γίνομαί σοι μάκτρον ὡς ὁρᾷς, ξένε· Τάχα δὲ καὶ σὺ, κἂν φρονῇς δήπου μέγα, | |
20 | Τὸν νοῦν καθαρὸν εὐτυχεῖν οὐκ ἰσχύσεις, Μὴ βασανισθεὶς τῶν καλῶν ἔργων χάριν. | |
3.136(t) | Εἰς οἰνοχόην. | |
1 | Χερσὶ κρεμαστὸς ἀργυροῦς οὗτος πόλος, ᾯ γίνεται μὲν ὁ κρατὴρ πλῆρες νέφος, Ὄμβρον δὲ τερψίθυμον ἐγχεῖ τοῖς φίλοις | |
Ἐπὶ φεραυγοῦς καὶ χλιδώσης αἰθρίας. | ||
3.137(t) | Εἰς τὸ αὐτό. | |
1 | Οἴνου βλέπων, ἄνθρωπε, φάρμακον μέγα Πρόπινε τὴν ψύχουσαν ἠρέμα δρόσον, Ὡς ἂν τὸ θερμὸν τοῦ ποτοῦ προσλαμβάνων Χωρὶς ἰατρῶν εὐκραέστερος μένοις. | |
3.138(t) | Τῷ Ἀτζύμῃ κυρῷ Βασιλείῳ. | |
1 | Τὸν σιτοπομπὸν τὸν γλυκὺν τὸν ἐργάτην, Ὃς οἶδε κοσμεῖν τὴν σπορὰν τῶν πραγμάτων Ἐκ τῆς λιπαρᾶς τῶν φρενῶν παγκαρπίας (Τὸν πανσέβαστον Ἀτζύμην αἰνίττομαι), | |
5 | Ἐμοὶ θεριστὴν ἐντελοῦς βλάστης δίδου Τῶν ὑπὸ τὴν βούλησιν αὐτοῦ σπερμάτων· Καὶ γὰρ ἔχει δρέπανον, εἰ μόνον θέλοι, Τὸν νοῦν τὸν ὀξὺν εἰς τομὰς ἀγχιστρόφους, Καὶ τὴν καλὴν γραφίδα τῆς μελανδόχης, | |
10 | Ὡς ἂν τὸ βαθὺ τῆς σοφῆς γλώττης θέρος Τροφὴν γεωργηθεῖσαν ἀσπουδεὶ φέροι. | |
3.139(t) | Πρὸς τὸν αὐτοκράτορα. | |
1 | Ἃ μὲν βλέπων πόῤῥωθεν ἐστοχαζόμην Τῆς νῦν πονηρᾶς ἐκτροπῆς τῶν ἐλπίδων, Αὐτοκράτορ μέγιστε, τί χρὴ συγγράφειν; | |
Οὐ γὰρ ἀποχρήσει τις ἐνταῦθα χρόνος, | ||
5 | Κἂν εἰς ἀριθμοὺς ἐκταθῇ δυσευρέτους. Φοβεῖ δὲ καὶ τὸ πῦρ με τῆς ἀθυμίας, Μή τινα καπνὸν ἐκδραμεῖν ἀναγκάσῃ, Καὶ τοῖς λογισμοῖς ἀντιτάξῃ τὴν ζέσιν, Ἢ τοὺς ἀγωγοὺς τῆς πνοῆς καὶ τῶν λόγων | |
10 | Εἴρξῃ φραγέντας εὐχερῶς ἡ πυκνότης. Ἃ δὲ γράφειν ἄμεινον αὐτὸς ἂν λέγοις· Τὴν γὰρ ἀπαράμιλλον ἣν ἔχεις φύσιν Καὶ τὴν ἀνυπέρβλητον ἣν εὗρες χάριν Ὁρῶ λογισμῶν τεχνικῶν ὑπερτέρας· | |
15 | Εἰ δὲ προληφθεὶς ἐν μυχοῖς τυρβασμάτων, Οὓς ἡ κρίσις ὤρυξε τοῦ σοῦ δεσπότου Σίδηρον ὀργῆς ἐμβαλοῦσα τῇ κτίσει, Εἴργεις προχεῖσθαι τὸν γλυκὺν ῥοῦν τῶν λόγων, Μήπως δροσισθῇ τῆς ψυχῆς μοι τὸ ζέον, | |
20 | Τί χρή με ποιεῖν; ἠρεμοῦντα μὴ γράφειν; Ἀλλ’ οὐκ ἐφικτόν ἐστιν ἀνθρώπου φύσει Πρὸς τὴν τοσαύτην ἀντέχειν περίστασιν. Κεκράξομαι γοῦν τῆς βοῆς ἠπειγμένης, Καὶ τῶν φυσικῶν ἐκτακέντων ὀργάνων, | |
25 | Τείνας τὰ νεῦρα τῆς γλυφίδος τῶν λόγων· Τάχα τις ἀτμὸς ἐκδοθεὶς τῶν ἐγκάτων Τὸ ξηρὸν ἀντίφραγμα τῆς λύπης λύσει. | |
Ἐγὼ τροφῆς ἄγευστον οὐκ ἔσχον φύσιν· Πηλὸς γάρ εἰμι καὶ παλίνστροφος κόνις· | ||
30 | Κἂν μέν τις ἰκμὰς ἐκ τροφῆς μοι πηγνύῃ Τὰ νεῦρα καὶ τὰ χόνδρα καὶ τοὺς ὑμένας Καὶ τὴν καθ’ εἱρμὸν ξυμβολὴν τῶν ὀστέων, Τοῦ ζωτικοῦ πνεύματος ἐσκεδασμένου Πρὸς τὴν φυσικὴν τῶν μελῶν εὐεξίαν, | |
35 | Ἢ καὶ τὸν ἁρμόζοντα τῇ κράσει τόνον, Δι’ οὗ τὸ θερμὸν εἰσβαλὸν τῇ καρδίᾳ Ζωῆς ἀφορμὰς ὀργανοῖ πολυτρόπους, Ἐν ζῶσι Φιλῆς· εἰ δὲ μὴ, τοὐναντίον, Ὅταν βιασθὲν ἐκλυθῇ τὸ συνδέον· | |
40 | Μαραίνεται γὰρ τῆς ψυχῆς ἡ θερμότης, Κρατύνεται δὲ τῆς πνοῆς ἡ ψυχρότης, Ἀμβλύνεται δὲ τῶν μελῶν ἡ στεῤῥότης, Σκεδάννυται δὲ τῶν φλεβῶν ἡ πυκνότης, Καὶ κατὰ μικρὸν ἡ φύσις παρέρχεται. | |
45 | Τί τοῦτο; καὶ πῶς; ἀγνοῶ γὰρ τὸν τρόπον. | |
3.140(t) | Εἰς εἰκόνα τοῦ τιμίου Προδρόμου. | |
1 | Τὸν Πρόδρομον κήρυκα τοῦ ζῶντος Λόγου, Τὸν Ζαχαρίου τὸν προφήτην τὸν μέγαν, Ἄφωνον, ἀλλὰ ζῶντα μικροῦ σε βλέπω. Ἢ γὰρ πάλαι κέκμηκας ἐξ ἀσιτίας, | |
5 | Ἢ τὴν λαλιὰν ἐγκοπεὶς ἐπεσχέθης· Ἡ γὰρ ὑπερφώνησις ἐξέτηξέ σε, | |
Ὡς οὐδὲ θανὼν τὴν σιγὴν ἐκαρτέρεις· Ἢ πᾶσιν ἁπλῶς ὑποδεικνὺς τὸν τόμον Αὐτὸς νοητῶς προσλαλεῖς τῷ δεσπότῃ· | ||
10 | Τῷ γοῦν Μιχαὴλ πταισμάτων ζήτει λύσιν. | |
3.141(t) | Τῷ Δομεστίκῳ. | |
1 | Ὕδωρ μὲν ἡδὺ, μὴ κινούμενον χύδην, Εὔοσμον ἢ πότιμον οὐκέτ’ ἂν μένοι· Νοσεῖ γὰρ ἑστώς· ἡ δὲ τοῦ φίλου φύσις, Ἂν οὐκ ἔχῃ κίνησιν εἰς χρείαν φίλου, | |
5 | Νεκρός τις ἐστὶν ἐκ ταφῆς ἀποστρόφου· Ὡς γὰρ σεσηπὸς καὶ μυδῶν τι σαρκίον Ἀηδίαν ἄῤῥητον ἀνθρώποις φέρει. Τῆς σῆς δὲ, πανσέβαστε, χειρὸς ἡ χύσις Ἄλλοις μὲν ὡς ἔοικεν ἀφθόνως ῥέει· | |
10 | Εἰσὶ γὰρ ἐν σοὶ καὶ φιλάνθρωποι φλέβες, Αἳ χρυσοδίνην ὄλβον εἰργάσαντό σε· Τὸν σὸν δὲ Φιλῆν, τὸν πολὺν φιλατζύμην, Παρατρέχει πόῤῥωθεν ἐκλείποντά με· Στάσιν δὲ τὴν κίνησιν ἐν μέρει βλέπων | |
15 | Δέδοικα μὴ καὶ σῆψιν ἡ χύσις φέρῃ. Πλὴν ἐσκιαγράφησα τὴν χρείαν ἅπαξ, Καὶ ζωγραφῶ τὸ σχῆμα χειρὶ δευτέρᾳ· Τάχα δὲ καὶ τρὶς ἐγχέω μου τὰς χρόας, Ὡς ἂν καθαρὸν ὀργανώσω τὸν τύπον. | |
20 | Εἰ δ’ οὖν, ἀποστὰς τοῦ κενοὺς τύπους γράφειν Οἴσω τὸ λυποῦν καὶ φθερῶ τὰς ἐμφάσεις Ὡς εἰς τραχυνθὲν ἐγγραφείσας πυκτίον. Ἄριστε πανσέβαστε, συγγίνωσκέ μοι· | |
Καὶ γὰρ τὸ θαῤῥεῖν ἀπὸ τοῦ στέργειν φέρω. | ||
3.142(t) | Εἰς τὸν τελώνην καὶ τὸν Φαρισαῖον. | |
1 | Ἂν οἶδεν ὑψοῦν μετριάζων ὁ τρόπος, Καὶ τῦφος ἡμᾶς εὐχερῶς ἀνατρέπειν, Ἐκ τοῦ τελώνου καὶ Φαρισαίου βλέπω. | |
3.143(t) | Εἰς τὴν ἐξορίαν τοῦ Ἁβραάμ. | |
1 | Ἐξῆλθεν Ἀδὰμ τῆς Ἐδὲμ καὶ δακρύει· Τί, τέκνον Ἀδὰμ, εἰ φρονηθὲν ἐκλάπης, Πολλῶν ἀγαθῶν ἐκπεσὸν μὴ δακρύεις; | |
3.144(t) | Εἰς τοὺς κεκοιμημένους. | |
1 | Οὓς, δέσποτα, ζῶν ὡς θεὸς μεθιστάνεις, Ἴθυνον ὡς πρόβατα ποιμὴν εἰς χλόην, Ὡς ἂν ἀμελχθῇ τῆς τρυφῆς τὸ ζῶν γάλα. | |
3.145(t) | Εἰς τὸν ἄσωτον. | |
1 | Ἄσωτος υἱὸς εὐγενῶς ἐπιστρέφων Τῆς πατρικῆς ἔτυχεν εὐνοίας πάλιν· Ἄσωτε πιστὲ, δεῦρο, μιμοῦ τὸν τύπον. | |
3.146(t) | Εἰς τὴν προσκύνησιν τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ. | |
1 | Σταυροῦ παρ’ ἡμῖν προσκυνούμενον ξύλον Τὸ καταραθὲν ἐξ Ἀδὰμ θραύει ξύλον· Ὁ γὰρ κόρος παρῆλθεν ἐξ ἀσιτίας. | |
3.147(t) | Εἰς τὸν τυφλόν. | |
1 | Ἄνθρωπε, τυφλὸν ὀμματωθέντα βλέπων Γενοῦ Σιλωὰμ τῇ ψυχῇ σου δακρύσας· | |
Ὁ γὰρ Ἰησοῦς μυστικῶς πάρεστί σοι. | ||
3.148(t) | Εἰς τὰς ᾠδάς. | |
1 | Ψυχῆς λογισμοὺς ἐμμελεῖς θρηνητρίας, Κοινὲ γλυκασμὲ, συμπαθῶς, σῶτερ, δέχου, Καὶ παραμυθοῦ δυσφοροῦσαν καρδίαν. | |
3.149(t) | Πρὸς τὴν δέσποιναν. | |
1 | Ἰοὺ βασιλὶς, καὶ Φιλῆς ἔμπνους πένης· Καὶ γὰρ περιὼν δυσπραγεῖ καὶ δεικνύει Καὶ μέχρι λεπτοῦ καὶ ψιλοῦ χαίνει τρύφους, Ὁ καὶ πρὸ θηλῆς εὐπαθεῖν εἰθισμένος | |
5 | Ἐξ ἀνακωχῆς καὶ χλιδῆς ἐγγαστρίου. Τί γοῦν περιττῶν τῷ σπορεῖ δεῖ φροντίδων, Τοῖς γραμματισταῖς ἐκδοθέντος τοῦ βρέφους; Μᾶλλον δὲ τί χρὴ μὴ τὸ πῦρ τὸ παμφάγον Ποθὲν προελθὸν εἰσρυῆναι τοῖς λόγοις, | |
10 | Παρὸν πρὸ μισθῶν καὶ σχολῆς καὶ μαστίγων Τρυφῶντα λαμπρῶς ὁντινοῦν μὴ δακρύειν; Τί μὴ γεωργὸς εὑρεθεὶς ἐξ ἀρβύλης Τὸ χῶμα τῆς γῆς ἀντὶ βίβλων ἐσκόπουν; Οὕτω γὰρ ἂν ἔχαιρον εἰς ὥραν θέρους, | |
15 | Τὴν χειμερινὴν συγκομίζων ἐλπίδα. Ἢ πῶς ἐμαυτὸν εἰσπνοὴν ἐζευγμένον Ἀνεὶς γεωργοῖς γνωστικῶν παιδευμάτων | |
Εἰς αὔλακας τῆς τεχνικῆς ἠροτρίων; Καὶ γὰρ ὁ πατὴρ τῷ ζυγῷ τῶν ἐλπίδων | ||
20 | Τὰς ἀναγωγὰς τῆς τριβῆς ἀπευθύνων, Καὶ μαστίγων βούκεντρα πολλάκις φέρων, Τὰς τῶν λογισμῶν ἐγκοπὰς ἐκαρτέρει. Σπείρω μὲν οὖν τὸ χρῆμα τῶν μαθημάτων, Ἱδρῶν μεταξὺ καὶ δροσίζων τὸν σπόρον, | |
25 | Ὡς ἂν πιανθεὶς ἐκφυῇ τῆς καρδίας· Κομίσομαι δὲ τῆς ἀρᾶς φεῦ τὴν κνίδην, Ῥυέντος εὐθὺς τοῦ πυροῦ τῶν ἐλπίδων. Τίς οὐκ ἐπαινεῖ τοὺς νομεῖς τοὺς ἀγρότας, Οἳ ταῖς ἀμολγαῖς τῆς τροφῆς τῶν ἀρνίων | |
30 | Ἐπὶ μαλακῆς ἐντρυφῶσι τῆς πόας, Καὶ τὰς ὑλακὰς τῶν κυνῶν τῶν συσσίτων Νυκτὸς φύλακας εὐτυχοῦσιν ἀτρόμους; Εἴ τις δὲ καὶ πρόχειρος αὐλὸς ἐνθάδε, Τέρπανδρε, σιγῶν ἀκροῶ τῶν ᾀσμάτων· | |
35 | Καὶ θάμνος αὐτοὺς εὐθαλὴς ἀναψύχει, Καὶ ῥεῖθρον ἡδὺ καὶ πνοή τις ἐν θέρει, Κἂν ὄμβρος ὀξὺς ἐκρυῇ μετὰ κρύους, Κἂν πνεῦμα, κἂν χάλασα, κἂν βαθὺς γνόφος, Ἢ ῥῆγμα γῆς, ἢ τεῖχος, ἢ κλὼν, ἢ λίθος, | |
40 | Ἢ φρυγάνων σύμπτυξις αὐτοῖς ἡ σκέπη. Ἐγὼ δὲ ποιμὴν εὑρεθεὶς ἐπὶ ξένης Μητρὸς γυναικὸς καὶ βρεφῶν προμαζίων, Νυμφῶν τε χηρῶν καὶ γραῶν καὶ πρεσβύτου, Καὶ τῶν ἐφεξῆς ἀῤῥένων καὶ θήλεων, | |
45 | Ἁρμόζομαι φεῦ τῶν ἰάμβων τὴν λύραν | |
Εἰς τὰς ἐμαυτοῦ συμφορὰς ἀντιστρόφως, Καὶ τῆς ἀμολγῆς ἐκροφῶ τῶν δακρύων, Καὶ ζῶ παροικῶν ὡς κακοῦργος ἢ ξένος· Φίλος δέ μοι πᾶς γίνεται δάκνων κύων, | ||
3.149(50) | Καὶ θὴρ τιθασὸς καὶ φθορεὺς ἂν ἰσχύῃ· Καὶ γὰρ βασιλεὺς ὁ τροφεὺς τῶν Αὐσόνων, Πρηστῆρας ὀργῆς ἀφιείς μοι συντόνους, Τὴν θρεπτικὴν ἔφλεξε τοῦ νέμους χλόην· Πῶς τῶν ὑφαντῶν μὴ κροτήσω τὸν πόνον, | |
55 | Λαλοῦσαν αὐτοῖς ἐντινάξας κερκίδα, Καὶ σφίγμα ῥυθμοῦ τεχνικοῖς κλώσας μίτοις, Ἕως ὑφανῶ τὴν στολὴν τὴν ἐκ λόγων; Ἀμφίστομον γὰρ καὶ παλίνδρομον βέλος, Γοργῶς παρ’ αὐτοῖς τὴν ὑφὴν διατρέχον, | |
60 | Ὁρῶν ὁ λιμὸς τῆς βολῆς ἀποτρέχει, Καὶ βόθρος αὐτοῖς καὶ κρεμαστὴρ καὶ βρόχος, Καὶ σφαῖρα καὶ κτεὶς καὶ ποδῶν μετενθέσεις, Τροφῆς ἀφορμαὶ καὶ βίου κατάστασις. Ἐμοὶ δὲ χιτὼν δυστυχῶς ὑφασμένος, | |
65 | Ἢ πέπλος ἀρθεὶς εἰς κρεμάθρας ἐλπίδων, Ῥυθμὸς καθαρὸς καὶ γραφὴ νενησμένη, Καὶ μέτρα πυκνὰ καὶ σφυρῶν ἄτερ πόδες· Οὔκουν ἐπαχθὴς τοῖς βαναύσοις ἡ σφύρα, Μᾶλλον δὲ καὶ μογοῦσιν αὐτοῖς ἐμπρέπει· | |
70 | Τὸ πῦρ, ὁ καπνὸς, ἡ κατ’ ὄψιν ἀσβόλη, Ὁ θερμὸς ἱδρὼς, ἡ λαβὶς, ἡ γυμνότης, | |
Ἡ δερματίνη μηχανὴ τοῦ πνεύματος, Ὁ μύδρος, ὁ θροῦς τῶν ἐπ’ ἄκμονος ψόφων, Καὶ τἄλλα παρ’ οἷς εὐπραγοῦσιν ἐκ πόνων· | ||
75 | Ἐμοὶ δὲ πῦρ μὲν, ἡ κατὰ φύσιν ζέσις, Ἣν ἡ πτερωτὴ μηχανὴ τοῦ πνεύμονος Ταῖς εἰσαγωγαῖς τῆς πνοῆς ἀναψύχει, Σίδηρος ἠχῶν ἐκ πυρᾶς, ἡ καρδία· Ἄκμων, ὁ χάρτης, καὶ λαβὶς, ὁ κάλαμος· | |
80 | Λέξις δέ τις εὔρυθμος ἐνθάδε, σφύρα· Τὰς γὰρ περιττὰς ἐξοχὰς ἀπαμβλύνει. Εἰμὶ δὲ σαφὴς ἀνθρακεὺς ἐκ τῆς θέας· Καὶ γὰρ ὁ καπνὸς τῆς ψυχῆς ἀνατρέχει. Πλὴν ἔστι μοι φλὸξ ὁ πνιγεὺς οὗτος πόνος | |
85 | Ἱδρῶσι θερμοῖς τὴν περίστασιν τρέφων, Ἀλλ’ οὐ μαρασμῷ συστολῆς ὑποτρίβων, Ὡς πῦρ ὁ χαλκεὺς ἐκ ῥιπὸς διαβρέχων. Ποῖ δῆτα πορθμὶς καὶ μολιβδὶς καὶ βόλος, Καὶ νῆτρον ἁπλοῦν καὶ φυτόπλοκος κάλως, | |
90 | Καὶ κλῶσμα λινοῦν, καὶ ῥαφὶς ἀπὸ ξύλου, Καὶ ζῶσμα λιτὸν εἰς ἀνολκὴν κρασπέδων, | |
Καὶ μάζα, καὶ δᾲς, καὶ τροχίσκοι πίτυος, Ὡς ἂν ἐμαυτὸν καὶ τὰ φίλτατα τρέφω Ἰχθῦς ἀνασπῶν τῆς νομῆς ἐγκολπίους; | ||
95 | Ἐπεὶ δὲ φασὶ δικτυεῦσι τὸν βίον Τὸ σῶμα κυκᾶν τῆς χυτῆς ἅλμης πλέον, Πλευρίτιδας γὰρ καὶ πονηρὰς ἐκκρίσεις, Καὶ ῥεῦμα λαιμοῖς πνευστιώσης ἀγχόνης Ἐκ τῆς καθ’ ὑγρῶν ἐμβολῆς ἐπεισφέρειν, | |
3.149(100) | Σκυτεύς με λαβὼν εὐφυῶς διδασκέτω Πῶς δεῖ βρόχον κλώσαντα λεπτὸν ἐκ λίνου, Καὶ συὸς ἐνδήσαντα τοῖς ἄκροις τρίχας, Καὶ κηρὸν ἐντήξαντα καὶ πίσσης μέρος, Ὀξυστόμῳ δήπουθεν ἐγχειριδίῳ | |
105 | Βυρσῶν συναιρεῖν εὐτελεῖς ἀποσπάδας, Καὶ δημιουργεῖν ἐξ ἀνάγκης ἐμβάδας. Πλὴν ἡ κοπὶς φοβεῖ με, καὶ ταύτης πλέον Ἡ παντοδαπὴ τῆς βαφῆς δυσοδμία, Κἂν αἶσχος οὐδὲν τῆς τροφῆς μόνης χάριν | |
110 | Μελεμβαφεῖς ὄνυχας εἰς χεῖρας φέρειν. Λαγώτροφος γοῦν εὑρεθεὶς κυνοτρόφος Δυνήσομαι ζῆν εὐτυχῶς ἢ μετρίως. Ἀλλ’ οὐχ ὁρῶ τὸ κέρδος οὐδ’ ἄν τις λέγοι· Καὶ γὰρ ὁ κίρκος ὀρνίθων δεήσεται, | |
115 | Βλωμοῦ δὲ καὶ στέατος ἡ κύων, ὅσου· Ῥήξει δὲ τὸν χιτῶνα πυκνά μοι βάτος | |
Πρὸς ταῖς κυνικαῖς ἐκδρομαῖς πονουμένῳ· Ῥαγήσεται δὲ τῶν πεδίλων ὁ βρόχος, Ῥυήσεται δὲ καὶ τὸ πᾶν ἴσως δέρας | ||
120 | Τοῖς ἐκτιναγμοῖς τῶν ποδῶν καὶ τοῖς λίθοις· Οὐδεὶς γὰρ ἡμῖν καὶ περὶ κτήνους λόγος, Τῶν ὑπὲρ ἡμᾶς δυσφορούντων ἱππέων. Καλὸν φιλῳδὸς καὶ παρὼν στρουθὸς γέρων· Στομοῖ γὰρ αὐτὸν εἰς τὸ θέλγειν ὁ χρόνος· | |
125 | Καὶ λίνα λεπτὰ καὶ στροφαὶ γλώττης νέων, Καὶ κλάσμα συκῆς καὶ σχεδὸν ζῶντες ψάρες, Καὶ λύγος ἰξῷ καὶ κλοπῇ κεχρισμένος· Ἢ καὶ πτερυγίζοντες ἐκ ποδοστράβης Στρουθοὶ νεαλεῖς καὶ προκείμενοι πλάνοι. | |
130 | Αἱ μὲν γὰρ ᾠδαὶ τῆς ὑποπτέρου λύρας Τὰς ἀγέλας κηλοῦσι τῶν ἐλευθέρων· Οἱ φύλακες δὲ τῶν μεμηχανημένων Αἱροῦσιν ὀξεῖ τὴν καλὴν θήραν δρόμῳ. Πλὴν, ὦ βασιλὶς, οὐχ ὁ πᾶς ταῦτα χρόνος· | |
135 | Οὐδ’ ἔστιν εὑρεῖν ὁρμαθοὺς ἐσφαγμένων Ἔαρος, ἢ χειμῶνος, ἢ θέρους ὅλου. Ζηλῶ μὲν οὐκοῦν τῆς τρυφῆς τὸν ἔμπορον, Τὸν κερματιστὴν, τὸν σοφὸν ζυγοστάτην, Τὸν ἐξ ἀριθμῶν εὐτυχῆ καὶ δακτύλων, | |
140 | Καὶ τὸν σοβαρὸν καὶ δριμὺν τραπεζίτην, Εἰ μηδὲ λεπτὸν παρακερδάνας λάθοι· Πλὴν οὐκ ἐπαινῶ τὰς θαλάσσας, τὰ σκάφη, Τὸ πειρατικὸν, τὰς πνοὰς, τοὺς κινδύνους, Καὶ τοὺς κατὰ γῆν δυσμενεῖς ὁδοστάτας, | |
145 | Καὶ τὰς ἐπαχθεῖς εἰσφορὰς τῶν λημμάτων, | |
Οἷς οἱ τελῶναι ζῶσι κερκώπων βίον. Τοὺς τέκτονας δὲ τοὺς κεκανονισμένους Ἐκ τῆς παρ’ αὐτοῖς τεχνικῆς κλεπτουργίας, Ἀπὸ ξύλου πρισθέντος ἡ λόχμη τρέφει· | ||
3.149(150) | Καὶ γὰρ σμίλη, τέρετρον, ἀξίνη, πρίων, Καὶ σπαρτίον κόκκινον ἐκ γῆς ὀστράκων Ἄλυπον αὐτοῖς ὀργανοῦσι τὸν βίον· Ἐγὼ δὲ ναρκῶν ὑπὸ τῆς ἀπειρίας Τεθηγμένον δέδοικα σιδήρου στόμα· | |
155 | Πλὴν ὅς γε καλῶς οὐδὲ πάτταλον ξέει, Πῶς ἂν κιβωτὸν τεκτονεύσοι καὶ θρόνον, Καὶ καταγωγὴν, καὶ τριήρη, καὶ κλίνην; Ἆρ’ οὖν ἰατρῶν ἐκμιμήσομαι κρίσεις, Πρὸς τὰς ῥυπαρὰς τῶν κλινηρῶν ἐκκρίσεις | |
160 | Σφυγμοὺς ἐρευνῶν ταῖς λαβαῖς τῶν δακτύλων, Καὶ φάρμακα δρῶν καὶ ψιλὴν τέμνων φλόγα, Καὶ δημιουργῶν ἐξεπίτηδες μύθους, Ὡς ἂν τὸ λυποῦν εὐμαρέστερον μένοι, Τῆς ἡδονῆς τὰ πλεῖστα χαυνούσης πάθη; | |
165 | Ἢ τόξα νευραῖς ἐκτενῶ κατὰ Σκύθας, Καὶ τοὺς ὀϊστοὺς Περσικῇ θήξας ῥίνῃ Χωρεῖν κατ’ ἐχθρῶν ἐκβιάσω τὴν φύσιν; Τὸ γὰρ σιδηροῦν οὐκ ἐπαχθές μοι κράνος, Ὅταν ἔχω τρέφουσαν εὐθὺς ἐλπίδα· | |
170 | Ποθῶ δὲ κοντὸν καὶ νεόσμηκτον σπάθην, | |
Καὶ τὴν ἀγαθὴν εἰς τὸ σώσειν ἀσπίδα Τοῖς ἀρεϊκοῖς ἐνσφαδάζων ἀμφίοις· Πλὴν τίς ἰατρὸς ἀσφαλῶς πάντα κρίνει; Πῶς δ’ εὔστοχος πᾶς εἰς τὸ βάλλειν τοξότης; | ||
175 | Ποῖος δὲ νικᾷ πανταχοῦ γῆς ὁπλίτης; Ἀλλ’ εἰ μὲν ἐξῆν ἀπὸ τῆς πείρας κρίνειν, Τοὺς γὰρ λόγους κρύπτουσιν αἱ περιστάσεις, Παῖς ἂν ἰατρῶν τοῖς νοσοῦσιν εὑρέθην Πρὸς οὖρα καὶ κλυστῆρα καὶ τἄλλα βλέπων· | |
180 | Ἐπεὶ δὲ πολλαῖς ἐντυχὼν βίβλοις πάλαι Τῶν φαρμάκων ἔμεινα μὴ γνοὺς τὰς φύσεις, Μισῶ καθαρῶς καὶ τὸ τῶν ὅπλων σέλας, Καὶ τὴν ἐπὶ τὸν ἵππον εὐελπιστίαν, Καὶ τοὺς μερισμοὺς τῶν ἐπικτήτων σκύλων· | |
185 | Ἢ γὰρ φονευτὴς ἐν μάχαις γενήσομαι, Ἢ καὶ φονευθεὶς ἀθλίως οἰχήσομαι. Ἥλιε καὶ γῆ, πῶς φέρω τὴν αἰσχύνην; Εἰ γάρ τις ἀνὴρ εὐφυῶς εἰδὼς γράφειν Βούλοιτο λοιπὸν ζωγραφῆσαι τὸν βίον, | |
190 | Οὐκ ἂν παρελθὼν τὸν τροχὸν τῶν πραγμάτων, Πεινῶντα Φιλῆν καὶ Φιλῇ τέκνα γράφοι. Τίς, ὦ βασιλὶς, ἐξ ἀμηχάνων πόρος; Τί μὴ πτερωθεὶς καὶ διαδρὰς ἐκ μέσου Τῶν πραγμάτων ἔμεινα χωρὶς ἐν βίῳ; | |
195 | Ἢ καὶ καθ’ ὑγρῶν τὴν σιγὴν ἐκαρτέρουν, Καὶ τῶν πενιχρῶν εἱστιώμην ἰχθύων; | |
Ποῖος Γαληνὸς ἀμβλυνεῖ μοι τοὺς πόνους; Ποῖος δὲ καμφθεὶς εὐσεβὴς Ἱπποκράτης Ἀναστελεῖ τὸ ῥεῦμα τῆς ἀθυμίας; | ||
3.149(200) | Ποῖος με τελχὶν ἐκ βολῆς τεθηγμένης Παρῆκε νεκρὸν ἀγνοοῦντα τὴν μάχην; Ποίῳ, χρόνε, φθείρεις με δηλητηρίῳ; Ὦ φῶτα νυκτῶν εἰς διάσκεψιν λόγων, Καὶ νύκτες εἰς φῶς τῷ καθεύδειν ἐκ πόνων, | |
205 | Οἵων με νυκτῶν συγκαλύπτετε σκότῳ! Θαλῆς ὁ δεινὸς φυσικοὺς εὑρεῖν λόγους Συζῆν γυναιξὶ τοὺς σοφοὺς οὐκ ἠξίου· Τὰς γὰρ περιττὰς ἐπτοεῖτο φροντίδας, Μήπως ἐπ’ αὐτῶν ὡς ἐπὶ πλοῦ φορτίδων, | |
210 | Ἀθυμίας λαίλαπος ἀντιπνευσάσης, Τοῦ νοῦ βαρηθὲν κινδυνεύσῃ τὸ σκάφος. Ἐγὼ δὲ μὴ γνοὺς δυστυχῶς ἐπεζύγην, Καὶ μὴ καταγνοὺς Ἀττικῆς λειπανδρίας Δυοῖν ἀριθμὸν ἐκ μιᾶς παίδων ἔχω. | |
215 | Κράτης μὲν οὖν ἔπειθεν Ἀρχίππαν λέγων Αὐτῷ συνοικεῖν τὴν στολὴν ἠλλαγμένην, Ὡς ἡ κυνικὴ δογματίσει σεμνότης· Ἡ δὲ πρὸς ἡμᾶς δυσφορεῖ τοὐναντίον, Εἰ μηδὲ καινὸν καὶ χρυσοῦν πέπλον φέροι. | |
220 | Ὦ Σώκρατες, τί τοῦτο; πῶς ἔτι στέγω; | |
Μετάδος ἡμῖν μὴ φθονῶν τοῦ φαρμάκου. Ποίας, Ἀριστότελες, ἀνάγκης χάριν Τὸ Σωκράτους φάρμακον εὐψύχως πίνεις Οὐ συκοφαντῶν συσχεθεὶς περιστάσει; | ||
225 | Τί δ’ οὐχὶ ταὐτὰ καὶ Φιλῆς πέπονθέ σοι; Μή μοι σιδηρᾶν γαλεάγραν τις φέροι· Ζηλοῦν γὰρ οὐ χρὴ τὸν σοφὸν Καλλισθένην, Εἰ θὴρ κατ’ αὐτοῦ δυσμενὴς ἀφίεται. Μένιππε καὶ δύστολμε Μητρόκλεις γέρον, | |
230 | Καὶ κλεινὲ Διόγενες, οὓς ἄγχει βρόχος, Εἰ καὶ θανατῶ, μηδὲ γινώσκοισθέ μοι· Σπεύσιππε, τὸν σκύλακα ῥιπτεῖς εἰς φρέαρ· Εἶτα τελευτᾷς δυσθυμῶν ὡς ὁ Κρόνος, Σκώψαντος αὐτὸν ἐμβριθῶς τοῦ δεσπότου· | |
235 | Καὶ τίς τελευτὴν οὐ στυγεῖ μικροψύχων; Ποθῶ κυνικὸν οὐκ ἀναίσχυντον βίον, Τὰς Ἀρκαδικὰς τῆς καλύπτρας ἐκτάσεις, | |
Τὸν εὐτελῆ χιτῶνα τῆς ἀκτησίας, Τὸν φοινικοῦν ζωστῆρα τῆς εὐανδρίας, | ||
240 | Καὶ τοὺς τραγικοὺς τῆς κονίστρας ἐμβάτας. Κατείργομαι δ’ οὖν, καὶ τοσοῦτον ὄντα με Ὁ κλαυθμυρισμὸς ἐκνικᾷ τῶν φιλτάτων· Τὴν γὰρ φύσιν ἄμαχον ἡ σχέσις κρίνει· Τίς Ἀλκιβιάδης με, τίς δὲ Χαρμίδης, | |
245 | Καὶ θερμὸς ἀθήνηθεν εἰς οἶκτον Κρίτων Τοῦ νῦν παραστὰς ἐξελεῖται κινδύνου; Ἀλλ’ ὦ βασιλὶς ἐκ θεοῦ κεχρισμένη, Εὐσπλαγχνίας ἄβυσσε μὴ κενουμένη, Σὺ δὴ βασιλὶς καὶ Φιλῆς ἔμπνους πένης. | |
3.150(t) | Εἰς θηριακάριον. | |
1 | Ἔχων ἰατρεῖόν σε τὴν χρυσῆν θίβην Ἀναργύρως ἅπασαν ἐξαίρω βλάβην, Ὑφ’ ἧς τὸ θερμὸν τῶν φλεβῶν ἀποτρέχει· Τὸ φάρμακον γὰρ σωστικὴν ἔχει ζέσιν. | |
3.151(t) | Εἰς τὸ αὐτό. | |
1 | Ἐνταῦθα σωτὴρ ὁ φθορεὺς πῶς εὑρέθη; Καὶ γὰρ πάλαι τέθνηκεν, ἀλλ’ ἤδη ζέει Μεταβαλὼν τὴν ψύξιν εἰς θερμὴν κράσιν. | |
Ὦ πῶς ὁ νεκρὸς δυσμενὴς λύει νόσους! | ||
3.152(t) | Εἰς τὸ αὐτό. | |
1 | Ἔνσπονδον ἐχθρὸν εἰς χρυσῆν κρύψας θίβην Πλουτῶ κρεμαστὸν ἀντιφάρμακον δάκος, Καὶ σύνθετον πῦρ καὶ διάβροχον ζέσιν Εἰς νέκταρ ὀπτὸν καὶ λυσίπονον κράσιν. | |
3.153(t) | Εἰς τὸ αὐτό. | |
1 | Ἐκ τῶν ἀκανθῶν οἶδεν ἡ φύσις ῥόδον, Ἐκ τῶν ἐχιδνῶν εὗρεν ἡ τέχνη κράσιν Ἀναιρετικὴν φθαρτικῶν σπαραγμάτων· Ὢ τίς τοσοῦτον ὄλβον ἐγνώρισέ μοι! | |
3.154(t) | Εἰς τὸ αὐτό. | |
1 | Καταδικασθεὶς τὴν ἐμὴν πτέρναν βλέπειν, Τί τοῦτο ποιεῖς καὶ προβάλλεις τὸ στόμα; Ὄφι στυγητὲ, μὴ προβῇς, μηδ’ ἐνδάκῃς, Ἐπεί σε νεκρὸν εἰς τὸ φάρμακον φέρω. | |
3.155(t) | Εἰς τὸ αὐτό. | |
1 | Ὁ χρυσὸς ὁ πρὶν ὠχριῶν ὡς ἐκ νόσου Νῦν ἐστὶν ὡς πῦρ καὶ χλιδῶν κάλλος φέρει· Μὴ γοῦν τὸν ἰὸν ἐξελὼν τῷ φαρμάκῳ Παντὸς πάθους ἔμεινε δεινοῦ βελτίων; | |
3.156(1t) | Ἐκ προσώπου τοῦ μεγάλου Δρουγγαρίου | |
2t | εἰς τὸν τίμιον Πρόδρομον. | |
1 | Ἔχει μὲν ἡ θάλασσα τοῦ ῥευστοῦ βίου | |
Πολλὴν καθ’ ἡμῶν καὶ σφριγῶσαν τὴν ζάλην· Κυκᾷ γὰρ αὐτὴν ἡ πνοὴ τῶν πραγμάτων Ὡς ἀσχέτου λαίλαπος ἐμβριθεστέρα· | ||
5 | Σὺ δὲ ξένον ζέφυρον ἐλπίδων χέων Σοφῶς κυβερνᾷς τῆς ψυχῆς μου τὸ σκάφος, Μήπως ὁ βυθὸς τῶν κακῶν τῶν ἐν μέσῳ Αὔτανδρον αὐτὸ συγκαλύψῃ τῷ γνόφῳ. Οὐκοῦν ἐπί σε τὸν κυβερνήτην βλέπων | |
10 | Ἐφίσταμαι δὴ τῇ θαλαττίᾳ χύσει Τὰς βασιλικὰς τεκτονεύων ὁλκάδας, Ἃς οὐρίῳ πνεύματι καὶ πλησιστίῳ Στόλον κατ’ ἐχθρῶν εὐδραμοῦντα δεικνύοις· Μετὰ δὲ τὴν ῥέουσαν ἐν βίῳ ζάλην | |
15 | Εἰς ὅρμον ἡμᾶς πνευματικὸν ἰθύναις. Ὁμώνυμός σοι ταῦτα Δούκας Μουζάλων, Ὦ λύχνε φωτὸς, καὶ μέγας Δρουγγάριος. | |
3.157(t) | Εἴς τινα γνήσιον. | |
1 | Ἔτι κεχηνώς εἰμι· ποῦ δὴ τὸ τρύφος; Ἔτι τὸ διψῆν εἰς ῥοὰς τῷ Ταντάλῳ· Μέχρι τίνος τὸ μέλλον εἰς θνητὴν φύσιν, Ὦ φιλίας τράπεζα καὶ κρατὴρ λόγων; | |
3.158(t) | Ἐπιτάφιοι εἰς τὸν Ἐφέσου τὸν Χειλᾶν. | |
1 | Ἔφεσος εἰ ζῇ σου παρελθόντος, μάκαρ, Σὺ θαυματουργῶν ἐμψυχοῖς σου τὴν πόλιν· Σὲ γὰρ ἀνέπνει, κἂν διέστησε φθόνος· Οὐ νεκρὸς οὖν σὺ, ζῇς δὲ καὶ σώσεις πάλιν. | |
3.159(t) | Εἰς τὸ αὐτό. | |
1 | Ἐχρῆν παρ’ ἡμῖν οἷσπερ ἐγνώθης, μάκαρ, Ἐπιγραφῆναι τῇ σορῷ σου τὸν φθόνον, Ὡς ἂν ὅπως τέθνηκας ὁ ξένος μάθοι· Πλὴν ἀλλὰ κρυπτὸς, οὐ σαφὴς ἦν ἐν βίῳ. | |
3.160(t) | Εἰς τὸ αὐτό. | |
1 | Ἐφεσίων πρόεδρος, ὁ στεφανίτης Ἰωάννης, τὸ θαῦμα τῆς ἐκκλησίας, Χειλᾶς ἐκεῖνος, ὃς θεῷ δοὺς τὸ στόμα Κεῖται φθονηθεὶς ὑπὸ βασκάνων γνάθων. | |
3.161(t) | Εἰς τὸ αὐτό. | |
1 | Οὐ σὰρξ ὁ θανὼν, ἀλλὰ νοῦς ἦν ἐξ ὕλης. Νοῦς δὲ φθορᾶς ἄγευστος οὐκ ἂν ἐῤῥύη· Πλὴν ὁ φθορεὺς ἔκρυψε καὶ τοῦτον φθόνος, Ὡς τὴν κάτω ῥέουσαν ὁ χρόνος φύσιν. | |
3161a | Ἰδοὺ τελευτᾷ καὶ παρ’ ἀνθρώποις λόγος, Καὶ νοῦς καθαρὸς τῶν παθῶν διαῤῥέει· Τὸν κείμενον γὰρ τὸν σοφὸν νοῦν τῶν λόγων | |
Ὡσεὶ κόνιν ἔκρυψεν εἰς γῆν ὁ φθόνος. | ||
3.162(t) | Εἰς τὸ αὐτό. | |
1 | Τὸν Ἰωάννην συμπαθῶς θρηνητέον, Τὸν ἀρχιθύτην δακρύειν νομιστέον, Ὃς οὐ παρῆλθεν ὡς περιττὸς ἐν βίῳ, Ἀλλ’ ὢν ἀγαθὸς ἔργον εὑρέθη φθόνου. | |
3.163(t) | Εἰς τὸ αὐτό. | |
1 | Εἰ σάρκινος σὺ, ποῦ σε δακρύειν δέον; Φυγεῖν γὰρ οὐκ ἔδει σε τὸν κοινὸν νόμον· Εἰ νοῦς δὲ λεπτὸς, πῶς παρελθὼν ἐκρύβης; Οὐ νεκρὸς οὖν σὺ, θαῦμα δὲ ζῶν εὑρέθης. | |
3.164(t) | Εἰς τὸ αὐτό. | |
1 | Ἔδει γραφῆναι τῇ σορῷ σου τὸν φθόνον, Οὗ μακρὸν ἀγώνισμα θανὼν εὑρέθης· Ἔζης γὰρ ἂν ἄληκτον ἐν βίῳ χρόνον, Εἰ μὴ φθὰς αὐτὸς ὑπὸ γῆν ἔκρυψέ σε. | |
3.165(t) | Εἰς τὸ αὐτό. | |
1 | Ἰωάννου θανόντος, ὢ τῆς ζημίας! Τοὺς πρὶν τελευτήσαντας οὐ χρὴ δακρύειν· Καὶ γὰρ τὸ κοινὸν ἀγαθὸν τῶν ἐν βίῳ | |
Κεῖται παρ’ αὐτοῖς εὐτυχοῦσιν ἐν τάφοις. | ||
3.166(t) | Εἰς τὸ αὐτό. | |
1 | Ἄγρυπνε, μακρὸν ὕπνον ὑπνοῖς ἐνθάδε, Τὸν ἐν βίῳ δύσοιστον ἀμείψας πόνον· Μετὰ δὲ μικρὸν ἐξαναστήσῃ πάλιν, Ὅπως λάβοις ἔπαθλα τῶν ἄθλων χάριν. | |
3.167 | Ἰωάννης, τὸ θαῦμα τῆς ἐκκλησίας, Κεῖται σιωπῶν ὑπὸ τόνδε τὸν λίθον· Ἄλλην γὰρ εὑρὼν σύνοδον παρ’ ἀγγέλοις Τὰς συνόδους παρῆλθε τοῦ κάτω βίου. | |
3167a | Κεῖσθαι παρά σοι χάριν εἰκὸς τῷ φθόνῳ· Ἔργον γὰρ αὐτοῦ σὺ παρελθὼν εὑρέθης· Ὅμως πλέον ζῇς καὶ θεὸν, μάκαρ, βλέπεις, Ὃν οὐκ ἐφικτόν ἐστιν ἀνθρώποις βλέπειν. | |
3167b(t) | Εἰς ἐγκόλπιον τὸν ἠγαπημένον. | |
1 | Ὃν εἶχεν ἐγκάρδιον ὁ Χριστὸς φίλον, Πῶς ἂν ῥυπῶν ἄνθρωπος ἐν στέρνοις φέροι; Ὅμως τὸ φιλάνθρωπον ἐξ ἑκατέρων, Κἂν αὐτὸς ὦ κάκιστος ἐξ ἑκατέρων. | |
3.168(t) | Εἰς δακτύλιον αὐθωρόν. | |
1 | Ὠχρὸς φονευτὴς, συμφορῶν γέμων πλάνος. Ἐγὼ σὸς ἐχθρός εἰμι, σὺ δέ μοι φίλος. Πρὸ τοῦ τέλους ἔχεις με δακτύλου τάφον. | |
Ἄγει νεκρὸς τὸν ζῶντα, κἂν ὁ ζῶν φέρῃ. | ||
5 | Ἡ σφενδόνη θέλγητρον ἐν τῷ δακτύλῳ. Ἐμὲ βλέπων, ἄνθρωπε, μὴ φρόνει μέγα. Στενοῦ βίου γνώρισμα καὶ φθόνου τύπος Ἡ σφαιροειδὴς συστροφὴ τῆς σφενδόνης. Ἡ σφενδόνη γνώρισμα τοῦ στενοῦ βίου. | |
10 | Ὁ κόσμος ὠχρὸς, ὁ χρυσὸς πάντως νέκυς. Χρυσοῦ πλάνης ἄφυκτον ἐν σφαίρᾳ σκότος. Ἐν σφενδόνῃ δάκτυλος, ἐν χρυσῷ βίος. Ἄψυχον ἔμπνουν ὡραΐζειν τίς χάρις; Εἰκῆ, χρυσὲ, πλανᾷς με, κἂν στέργῃς τέως. | |
15 | Ῥεύσεις πρὸς ἄλλον ἐξ ἐμοῦ, καὶ τίς χάρις; Ὄψιν ὁ χρυσὸς τακεροῦ φέρει φθόνου. Πόσοι χρυσὸν κρύπτουσιν ἀνθρώπων τάφοι! Χρυσῆ κρεμάθρα καρδιῶν ἡ σφενδόνη. Ἐξ ὠχρότητος τίς ἐν ἡμῖν φαιδρότης; | |
20 | Ὅρα, χρυσὸς μέν εἰμι, πλὴν χύδην ῥέω. Ἥξεις πρὸς ἄλλον, κἂν ἐμὲ στέργῃς τέως. Χθὲς τίνος ἦσθα; νῦν δ’ ἐμός· τίνος δ’ ἔσῃ; Εἰ λίπος εἶχες, κέρδος ἂν ἦν σοι πλέον. Μὴ πρὸς τὰς ἀρχὰς, πρὸς δὲ πᾶν τέλος σκόπει. | |
25 | Ὤνησά που τρεῖς, ὤλεσα δὲ μυρίους. | |
3.169(t) | Εἰς τὸ ἅγιον εὐαγγέλιον. | |
1 | Ἐνταῦθα, πιστὲ, τὴν θεοῦ πόλιν βλέπων Ἐκ τῶν πυλῶν μάνθανε τὴν σωτηρίαν· Εἰ δὲ προελθὼν ἐμπορεύσῃ τὴν χάριν, Ἐν οὐρανοῖς τὸ κέρδος εὑρεῖν ἰσχύσεις. | |
3.170(t) | Εἰς τὸ αὐτό. | |
1 | Τῶν δεσποτικῶν ἐντολῶν τὸ βιβλίον, Ὃ δυνατοὶ κυκλοῦσιν ὡς θεοῦ θρόνον, Ἱλασμὸν ὠργάνωσεν ἐκ χρυσαργύρου Κομνηνοφυὴς Μακρηνὸς Γεώργιος. | |
3.171(t) | Τῷ μεγάλῳ στρατοπεδάρχῃ. | |
1 | Σὲ μὲν βασιλεὺς ὁ κρατῶν γῆς φωσφόρος, Ἀκτῖνα λαμπρὰν ἀφιεὶς πρὸς ἑσπέραν, Παρέσχεν ἡμῖν τῶν καλῶν τὴν αἰθρίαν· Οἰχήσεται γὰρ ὁ κρυμὸς τῶν βαρβάρων | |
5 | Ῥυεὶς καθ’ ἡμῶν ἐκ νεφῶν ψευδορκίου Καὶ Σικελικῆς δυσμενοῦς ἐπομβρίας. Ἐγὼ δὲ τῆς σῆς ἐμφορηθεὶς λαμπάδος Μιμήσομαι μὲν τὴν βοὴν τῶν τεττίγων· Κεκράξομαι δὲ καὶ κροτήσω τὰς νίκας | |
10 | Πανηγυρικῆς ἡδονῆς ἔαρ χέας· Ἡ σή με λοιπὸν, ὦ στρατηγὲ, χρηστότης Καθάπερ ἰκμὰς θρεπτικὴ δροσιζέτω· | |
Τηρεῖν γὰρ εἰκὸς τὴν μαγάδα τῶν λόγων, Ὡς ἂν ὁ ῥυθμὸς εὐδρομῇ τῆς ἰξύος, | ||
15 | Ὅταν κατ’ ἐχθρῶν ἐντινάξῃς τὴν σπάθην, Ὡς πρὸς χλόην δρέπανον εἰς ὥραν θέρους Ἀνὴρ γεωργὸς ἐντρυφῶν τῶν ἐλπίδων. | |
3.172(t) | Ἐκ προσώπου τοῦ Φιλαρέτου τῇ θεομήτορι χαριστήριοι. | |
1 | Εἰ μητρικὴν στείρωσιν εἰς γῆρας λύεις Τεχθεῖσα τοῦ θανόντος ἀνθρώπου χάριν, Καὶ τῶν καλῶν τὴν στεῖραν εὐλογεῖς φύσιν Τεκοῦσα Χριστὸν τὸν θεάνθρωπον Λόγον, | |
5 | Τί καινὸν ἂν ἤμειψας εἰς εὐτεκνίαν Καὶ τὴν καθ’ ἡμᾶς ἐν γοναῖς ἀτεκνίαν; Οὐκοῦν δέχου τὸν παῖδα τὸν σεσωσμένον Τῇ σῇ δι’ ἡμῶν προσπεφευγότα σκέπῃ· Ἐγὼ δ’ ἐμαυτὸν ἀντὶ πάντων εἰσφέρω· | |
10 | Κοσμῶ δὲ τὴν σὴν εἰκόνα χρυσαργύρῳ Δεικνὺς ὅσον τὸ φίλτρον ἐκ τῶν μετρίων. Ἀλλ’ ὡς ἄτεκνον ὄντα τὸν σὸν ἱκέτην Εὔτεκνον ἀπέφηνας, ἁγνὴ παρθένε· Οὕτω με καὶ νῦν κατὰ τόνδε τὸν βίον | |
15 | Εὔκαρπον ἀνάδειξον ἐκ τῶν πρακτέων· Καὶ γὰρ ἄνικμός εἰμι καὶ στεῖρος τέως, Καὶ τὴν τομὴν δέδοικα τῆς ἀκαρπίας, Καὶ τὴν ἀπειλὴν τῆς φλογὸς τῆς ἀξύλου· Κἂν δεύτερον δῷς, κἂν μετὰ τοῦτον τρίτον, | |
20 | Καὶ τοῦτο σὸν τὸ δῶρον, ὦ κοινὴ χάρις· Τῆς φύσεως γὰρ εὐγενίζεις τοὺς νόμους | |
Ὑπὲρ φύσιν τεκοῦσα τὸν παντεργάτην. Ὁ Νικόλαος ταῦτά σοι Φιλάρετος Κἀν τοῖς τύποις εἴρηκε, κἀν τῇ καρδίᾳ. | ||
3.173(t) | Πρός τινα τῶν γνησιωτάτων. | |
1 | Ἔαρ ἐμὸν σὺ, κἂν ἀτεχνῶς οὐ φθίνῃς Οὐ γὰρ ἔχει κίνησιν ἡ σὴ θερμότης Πρὸς τὸν πολὺν χειμῶνα τῆς ἐμῆς τύχης· Ἀλλ’ ὡς ἐν ἀκμῇ καὶ σφριγᾷς καὶ προστίθης, | |
5 | Καὶ φυλλομανεῖς τῇ χλιδῇ τῆς καρδίας, Καὶ καρπὸν εὐπέπαντον ὠδίνεις βρύων, Ἐπεὶ βασιλεὺς τοὺς χυμοὺς ἀποθλίβει· Κἀγὼ χελιδὼν ἐκμελὴς ὑπὸ κρύους· Ἔτι γὰρ ἡ πτέρωσις οὐκ ἔθαλψέ με· | |
10 | Ἂν δὲ σκεπασθῇ τῇ στολῇ τὸ σαρκίον Τῆς σῆς ἐναργοῦς εὐπορῆσαν αἰθρίας, Ὦ φίλτατον φῶς, ὦ ποθεινή μοι θέα, Καὶ νοῦ καθαρὲ καὶ φύσις ἀσύγκριτε, Κεκράξομαι δὴ καὶ τρανώσω τὴν χάριν. | |
3.174(t) | Αὐθωρὸν εἰς τὸν λόγον τῶν φώτων. | |
1 | Ἰδοὺ παθῶν ἔρημον ἡ βίβλος φέρει Καὶ ῥοῦν λογικὸν καὶ παλίνστροφον χύσιν Ἰορδάνου τὸ ῥεῖθρον ἐκμιμουμένην· Προέρχεται γὰρ ἐκ φλεβῶν ἐγκαρδίων, | |
5 | Καὶ πάλιν εἰς νοῦν μυστικῶς ὑποστρέφει· Καὶ γίνεται θάλασσα, καὶ φεύγειν θέλει Τὴν γνωστικὴν αἴσθησιν ἐξ εὐτεχνίας, Κἂν ἡ λαμυρὰ τῆς γραφῆς ἐπομβρία Ποιῇ καθαρὰν ἐν συνέξει τὴν φύσιν· | |
10 | Βαπτίζεται δὲ τῆς ψυχῆς ἡ γυμνότης, Ὅταν ἐπιστῇ τῶν παθῶν ἐλευθέρα Τοῖς καινοποιοῖς τοῦ σκοποῦ καθαρσίοις· Ἀνάπτεται δὲ καὶ πυρὸς φλὸξ ἐνθάδε, Καὶ δείκνυται φῶς τῷ σκοποῦντι τὸν λόγον | |
15 | Ἀναιρετικὸν τῆς ἀκαταληψίας· Σκαλεύεται γὰρ ἐκ πυράγρας ἐνθέου Τῆς ῥητορικῆς τῆς κρατίστης ἡ ζέσις· Καὶ πνεῦμα λοιπὸν εἰς τὸ πῦρ τοῦτο τρέχει, Καὶ μαρτυρεῖ τὴν χάριν αὐτῇ τὴν ξένην· | |
20 | Εἰ μὴ γὰρ ἦν ἐκεῖνο λαλοῦν ἐνθάδε, Καὶ δημιουργοῦν καὶ προάγον τοὺς λόγους, Οὐκ ἂν ἀτεχνῶς ἡ θεόφθογγος φράσις Ἐφ’ ὑδάτων ἤχησεν, ὡς Δαβὶδ λέγει. | |
3.175(t) | Πρὸς τὸν αὐτοκράτορα. | |
1 | Ἐγὼ, βασιλεῦ, τἄλλα μὲν πάντα στέγω· Καὶ γὰρ ἔχω βάναυσον ἐν λύπαις φύσιν, Ὅταν ὁ καιρὸς καὶ τὸ πῦρ καὶ τὴν σφύραν Καὶ τοὺς ὑπουργοὺς τῶν κακῶν ἐπεισφέρῃ· | |
5 | Καὶ γίνομαι φεῦ δυσδιάγνωστος θέᾳ, | |
Τῆς ἀσβόλης ἔσωθεν ἐξωθουμένης Ἐπὶ τὸ λευκὸν τῆς δορᾶς καὶ τὰς φλέβας· Καὶ μὴν ὑπ’ ἄλλων ἐλπίδων κουφίζομαι· Τὰς γὰρ ἀμοιβὰς τῶν πόνων φαντάζομαι· | ||
10 | Τὸ δὲ βλέπειν πόῤῥωθεν εἰς τὰς εἰσόδους Καὶ τοὺς ἐπὶ τὸ δεῖπνον εὐτυχηκότας, Οἷς αὐτὸς ὁ κράτιστος ἐμπνεῖς τοὺς λόγους, Οὐ τῶν ἀνεκτῶν, οὐδὲ τῶν ἴσων κρίνω. Ἀλλ’, ὦ φύσις εὔσπλαγχνε καὶ ζωηφόρε, | |
15 | Εἰ μή τι δεινὸν εἰργασάμην ἐνθάδε, Τὴν τῶν λόγων ἔμπνευσιν ἐγκαίνιζέ μοι, Καὶ τὸν γλυκασμὸν τῆς ῥοπῆς τῶν ὀμμάτων, Καὶ πρὸς τὰς εἰσόδους με τὸν δοῦλον κάλει· Χωρὶς γὰρ αὐτῶν οὐδ’ ἀναπνεῖν ἰσχύω, | |
20 | Κἂν μικρὸν ἀπήχημα τολμήσας γράφω. | |
3.176(t) | Εἰς τὸν ἅγιον Σάβαν. | |
1 | Τὰς τοῦ Σατὰν φάλαγγας ὑπόδρα βλέπων Κάλῳ πτερὸν πόῤῥωθεν ἑλκούσας μάτην, Καί τινα κραυγὴν ἀφιείσας ἐκ βίας, Ὡς ἀπὸ νηῶν λῃστρικόν τινα στόλον· | |
5 | Γελᾷς μεταξὺ κἂν τὸν ἔμπροσθεν χρόνον Γελαστικὴν τὴν φύσιν οὐκ εἶχες, πάτερ, Εἰς ἕξιν ἐλθὼν τοῦ πονεῖν καὶ δακρύειν. Πλὴν ἀλλ’ ἐπεκρότησεν εὐθὺς τὰ στίφη, Σὺ δ’ εἶπας αὐτῶν ἐκγελᾶν τὴν αἰσχύνην, | |
10 | Εἰ μηδὲ κινεῖν τὸ πτερὸν δύναιντό σοι, Ὦ νοῦ πτερωθεὶς πρὸς θεὸν τοῖς πρακτέοις, Καὶ νῦν σὺν αὐτοῖς εὐθυμῶν τοῖς ἀγγέλοις. | |
3.177(t) | Εἰς τὸ αὐτό. | |
1 | Οὐ κνώμενος σὺ τοῦ πτεροῦ τῷ γαργάλῳ Κινεῖς τὸ θερμὸν εἰς διάχυσιν, πάτερ· Σχεδὸν γὰρ οὐδὲν τοῦ γελᾶν μέτεστι σοι Πενθεῖν σεαυτὸν εὐγενῶς εἰθισμένῳ· | |
5 | Γελᾷς δὲ σεμνῶς πρὸς τὸ δεῖγμα τοῦ πτίλου, Ἐφ’ οὗ τὸ Σατὰν ἀδρανὲς διαβλέπεις. Πλὴν ὑποχωρῶν ὡς ῥαγεὶς οὗτος κάλως Τὸ δρᾶμα πενθεῖ συντεθὲν πρὸς αἰσχύνην· Συμπνίγεται γὰρ τῷ πτερῷ τῆς χάριτος, | |
10 | Ὦ νοῦ πτερωτὰ τῆς σχολῆς τῆς ἐνθέου. | |
3.179(t) | Πρὸς τὸν αὐτοκράτορα. | |
1 | Σός ἐστι Φιλῆς, κἂν σιγᾷ, σὸς, κἂν γράφῃ· Σός ἐστιν ἀλγῶν, σὸς δὲ καὶ χαίρων πάλιν· Τί γοῦν τὸ μακρὸν τῆς βραδυτῆτος νέφος, Ἥλιε, ταῖς σαῖς ἐγχρονίσει λαμπάσιν; | |
3.180(1t) | Ἐκ προσώπου τοῦ Ἀτζύμη κυροῦ Γεωργίου | |
2t | πρὸς τὸν ἀρχιστράτηγον. | |
1 | Ὀξυδρόμου πνεύματος ὑπάρχων φύσις, Πτεροῖς, Μιχαὴλ, τῆς πνοῆς μοι τὸν δρόμον, Καὶ τὴν πονηρὰν ἐκδιώκεις ἀγχόνην, | |
Καὶ ψυχαγωγεῖς τὴν ἐμὴν θᾶττον φύσιν. | ||
3.181(t) | Εἰς τὸν μέγαν Νικόλαον. | |
1 | Ἂν εἰς ὕλην σώματος ἐμπνέων ἔτι Τεραστίων ἄφραστον ἐπλούτεις χάριν, Νῦν πνεῦμα καὶ φῶς ἐν μεθέξει τυγχάνων, Καὶ νοῦς πτερωτὸς καὶ τρανῶς θεὸν βλέπων, | |
5 | Πῶς θαυματουργῶν τοῖς βροτοῖς λήξεις, μάκαρ; Ἐπεί με λοιπὸν τῆς φυλακῆς ἐῤῥύσω, Καὶ τῆς φυλακῆς τῶν παθῶν ἐλευθέρου, Αὐτὸς δὲ σαυτὸν ἀντὶ σώστρου νῦν δέχου, Κἀν τῇ ψυχῇ γραφέντα, κἀν τῷ πυκτίῳ· | |
10 | Καὶ γὰρ ἔχεις δύναμιν οὗ πράττειν θέλεις. | |
3.182(t) | Πρὸς τὸν αὐτοκράτορα. | |
1 | Εἰ χρὴ πολιὰν εὐλαβεῖσθαι πρεσβύτου, Ἰδοὺ πολιᾶς ἡ χιὼν εἶδος φέρει· Τὴν δὲ προτιθεὶς ἐκταθεῖσαν ὁ χρόνος Βοᾷ δι’ ἡμᾶς τῷ κτύπῳ τοῦ πνεύματος· | |
5 | Πῶς οὖν, βασιλεῦ, πῶς, θεοῦ στεφηφόρε, Πῶς τὴν πολιὰν αἰσχυνεῖς τοῦ πρεσβύτου; | |
3.183(t) | Εἰς παναγιάριον. | |
1 | Τρυφὴν ἔχων ἄῤῥευστον ἐκ σοῦ, παρθένε, Τῆς σωματικῆς οὐ πτοοῦμαι τὸν κόρον· Σὺ γὰρ γεωργεῖς μὴ σπαρέντα τὸν στάχυν, Ὃς οἶδε πιστοὺς μυστικῶς διατρέφειν. | |
3.184(t) | Πρὸς τὸν αὐτοκράτορα. | |
1 | Ἐμοὶ, βασιλεῦ, τὴν Σιὼν τὴν ἁγίαν, Ἐμοὶ, βασιλεῦ, τὴν Σιὼν ἰδεῖν δίδου· Ποθῶ γὰρ αὐτὴν ὡς θεοῦ ζῶντος πόλιν· Ἀσπάσομαι δὲ τῇ ψυχῇ καὶ τὴν κόνιν, | |
5 | Ἐφ’ ἧς Ἰησοῦς ὁ γλυκὺς διατρίβων Εἰς οὐρανοὺς ἀνῆγε τὴν κάτω φύσιν. Ἥλιε, φωτὸς ἱλαροῦ δεῖξον χύσιν· Δεῖ γάρ με φυγεῖν τῶν παθῶν τὴν ἑσπέραν, Ὄρος λιπανθὲν τῇ δρόσῳ τοῦ πνεύματος, | |
10 | Ὡς ἂν μένοις ἄσειστον εἰς πάντα χρόνον, Καρποὺς γεωργοῦν κοσμικῆς μοναρχίας, Τὴν ἐξ Ἀερμὼν ἐν Σιὼν δός μοι δρόσον· Ὑφ’ ἧς ὁ Δαβὶδ ψαλμικῶς ἀναψύχει Ἀνομβρίᾳ τέρποντος ἐκλείποντά με. | |
15 | Ζωῆς ἐγὼ τὸν τάφον ἀθρῆσαι θέλω· Νεκρὸς γὰρ εἰμὶ καὶ μυδῶν ἄνευ τάφου. Δὸς χεῖρα, ναὶ δὸς χεῖρα καὶ κούφισέ με· Ἡ γὰρ ζέσις φλέγει με τῆς προθυμίας, Κἂν ἀγανακτῇ καὶ μεθέλκῃ τὸ βρέφος, | |
20 | Μενῶ φυσικῆς ἐγκρατέστερος μάχης. Αὐτοκράτορ, τολμῶντι συγγίνωσκέ μοι. | |
3.185(t) | Πρὸς τὸν βασιλέα. | |
1 | Αὐτοκράτορ μέγιστε, τί πταίσαντί μοι Μακρὰν σιωπὴν ἀντιδίδως τῶν λόγων; Καὶ μὴν κεχηνὼς ἀκροῶμαι καὶ βλέπω, | |
Καὶ γίνομαι ζῶν τῆς τριβῆς ὡροσκόπος, | ||
5 | Εἴ που τις ἐλθὼν τῆς ἐμῆς χρείας χάριν Ἐρεῖ τὰ καὶ τὰ βασιλεὺς πέμψας λέγει· Οὐκ ἔστιν οὐδὲν δυσχερὲς θέλοντί σοι· Θεοῦ γὰρ ἰσχὺς ὑπερεκράτυνέ σε, Καὶ τοῦ γένους κάλλιστον εἰργάσατό σε, | |
10 | Δεικνὺς ἐπὶ σοὶ τὴν κατ’ ἄνθρωπον φύσιν, Ὡς πρὶν ἁμαρτεῖν συγγενῆ τοῖς ἀγγέλοις. Πῶς οὖν σιωπῶν οὐδ’ ἀπόκρισιν δίδως, Ὁ πλουτοποιὸς, ὁ γλυκὺς ὑπὲρ μέλι; Ὃ γὰρ πάλαι προὔθηκας ἐξῃτησάμην, | |
15 | Ὡς ἂν ἐπ’ αὐταῖς ταῖς γραφαῖς τῶν δακτύλων Καὶ ζῶντα καὶ νύσσοντα θεσπίσῃς λόγον, Πρὸς τὸν λογιστὴν οὐκ ἀπόντα τὸν μέγαν· Οὕτως ἀθυμεῖ καὶ σπορεὺς καὶ τοξότης, Οὕτως ἁλιεὺς καὶ δρομεὺς κυνηγέτης, | |
20 | Ὅταν μάτην ἕκαστος ἐλπίσας τύχοι. Ἄλλον μὲν οὖν κάμνοντα μὴ παρατρέχων, Ὡς καὶ Γαληνὸς καὶ βραβεὺς εὐεξίας, Ἄλλῳ προθυμοῦ δεξιοῦσθαι φαρμάκῳ· Τὸν σὸν δὲ Φιλῆν εἷς ἀναστήσει λόγος, | |
25 | Ὃν καὶ πρὶν ἐψύχωσας ἐξ εὐσπλαγχνίας. | |
3.186(t) | Πρὸς τὸν βασιλέως σύγγονον. | |
1 | Ἀνομβρίᾳ τρέφοντος ἐκλείποντά με Δρόσιζε ταῖς σαῖς μυστικαῖς ἐπομβρίαις· Ὡς οὐρανὸς γὰρ ἄλλο συνάγεις ὕδωρ | |
Στολὴν φέρων μέλαιναν ὡς νεφῶν γνόφον. | ||
3.187(t) | Εἰς εἰκόνα τοῦ ἀρχιστρατήγου. | |
1 | Νοῦς, πνεῦμα καὶ φῶς καὶ πυρὸς φλὸξ ἐνθάδε· Ὁ νοῦς ὁρατὸς, ἡ πνοὴ πεπηγμένη· Τὸ φῶς ὑφεστὼς, καὶ τὸ πῦρ, πῦρ οὐ φλέγον Αἰδοῖ καθαρῶς τῶν τριχῶν καὶ τῶν πτίλων, | |
5 | Μὴ καὶ τὸ λεπτὸν συμφλεγῇ τῶν ἀμφίων, Καὶ τῆς κόμης τὸ σφίγμα ληφθὲν ἀθρόον· Ἅπαν δὲ τὸ πρόσωπον ὃ, ξένε, βλέπεις Ἦν ἂν ἐρυθρὸν ὡς τὸ πῦρ κἀν τοῖς τύποις, Εἰ μή τις αἰδὼς μυστικῆς λειτουργίας | |
10 | Ὕπωχρον ἀντέγραψεν ἐξ εὐτεχνίας. | |
3.188(t) | Εἰς σταύρωσιν ἐν λίθῳ τῷ ἀπὸ τοῦ ζωοδόχου τάφου. | |
1 | Τὸ σῶμα Χριστοῦ τάφος οὐκ ἔχει στέγειν· Ἐκ τῆς σοροῦ δὲ καὶ βραχὺς ἴσως λίθος Τοῦ σταυρικοῦ σχήματος ἐν μέσῳ φέρει, Τὸν τοῦ Γαβαθᾶ ζωγραφῶν θεῖον τόπον. | |
3.189(t) | Εἰς ἐγλυμμένους μάρτυρας. | |
1 | Οἱ μάρτυρες νικῶσι καὶ λίθων φύσιν, Οἳ ζῶσι μικροῦ καὶ δοκοῦσιν ἐμπνέειν, Κἂν ὠχριῶσι καὶ σιγῶσιν ἐνθάδε, | |
Χέαντες εἰς γῆν μαρτυρικῶς τὸ ζέον. | ||
3.190(t) | Εἰς τὸν εὐαγγελιστὴν Θεολόγον. | |
1 | Ἄνθρωπε, σιγῶν τὸν Ζεβεδαίου βλέπε· Καθήμενος γὰρ εἰς χρυσῆν κήπου χλόην Μετεγγράφει τὸ δόγμα τῆς σωτηρίας· Εἰ δ’ οὐχὶ καὶ τὸ πρῶτον ἀθρεῖς βιβλίον, | |
5 | Εἰς οὐρανοὺς ἐκεῖνο, καὶ μὴ θαυμάσῃς· Αὐτὸς γὰρ αὐτὸ μυστικώτερον βλέπει, Τὸν νοῦν ἔχων ἄντικρυς οὐρανοδρόμον, Ὃν οἱ τὸ τετράμορφον ἱστορηκότες Εἰς ἀετοῦ γράφουσιν ὀξυδορκίαν. | |
3.191(t) | Εἰς ναὸν τῆς θεομήτορος. | |
1 | Θεοῦ Λόγου σκήνωμα τὸν ναὸν δέχου· Πύλη γὰρ εἶ σὺ καὶ τρυφὴ καὶ χωρίον Καὶ ζῶν ὕδωρ καὶ κῆπος ἀῤῥεύστου χλόης. Σοῦ μὲν γὰρ ἀκρόγωνος ἐτμήθη λίθος, | |
5 | Ὃς τὰς φύσεις συνῆψε τὰς ἀσυμβάτους· Ἐγὼ δ’ ἐπ’ αὐτῷ καὶ τὰ βάθρα πηγνύω, Καὶ τὰς ψυχικὰς ἐλπίδας καθιδρύω· | |
Ἄλλως δὲ πῶς ἔδει με, σεμνὴ παρθένε, Βωμὸν πονηρὸν εὑρεθέντα πρακτέων, | ||
10 | Εἰς κάλλος ἐλθεῖν μυστικῆς νεουργίας; Γένοιτο γοῦν ἐμοί τε καὶ τοῖς φιλτάτοις Ὁ τῆς προσευχῆς οἶκος οὑτοσὶ σκέπη Τὴν ἐμπαθῆ λύουσα τοῦ βίου ζάλην· Οἶκος δὲ κοινὸς τῆς τρυφῆς τὸ χωρίον, | |
15 | Ὅταν ἐπιστῇ τῶν ἀμοιβῶν ὁ χρόνος. Κομνηνοφυὴς ταῦτα Λιβαδάριος Θεόδωρός σοι ταῦτα τολμήσας ἔφην. | |
3.192(t) | Εἰς εἰκόνα τοῦ δεσπότου Χριστοῦ. | |
1 | Θεὸς φυσικῶς ἐκ θεοῦ πατρὸς Λόγος, Ἐνταῦθα, Χριστὲ, σαρκικῶς πῶς ἐγράφης; „Ναὶ, φησὶν, ἡ σὰρξ οὐ παρῆλθε τὴν φύσιν, Σαρκὸς δὲ χωρὶς τίς θεοῦ φύσιν γράφει; | |
5 | Σὰρξ οὖν ἐγὼ σὴ, πλὴν θεὸς πάλιν μένω· Ξένον τὸ μυστήριον, ὃ σκοπῶν σίγα.“ | |
3.193(t) | Αὐθωρὸν εἰς ἀνάγνωσιν. | |
1 | Ἰδοὺ λογικῶν οὐρανῶν ὕψος βλέπων, Καὶ σῶμα λευκὸν καὶ νεφῶν εἶδος μέλαν, Καὶ φῶς καθαρὸν ἀστραπῆς κεκρυμμένης, Καὶ πνεῦμα κινοῦν τῶν νεφῶν τὰς ἐντάσεις, | |
5 | Καὶ φθέγμα λαμπρὸν ὡς θεοῦ βροντῆς κτύπον, Ἐν τῇ κατὰ νοῦν ἀκροώμενος κρίσει | |
Ἀγωνιῶ καθάπερ ἐν περιστάσει, Σχεδὸν δεδοικὼς μὴ ῥαγεὶς ὄμβρος μέγας Δόξῃ κυκᾶν τὴν κτίσιν ὥσπερ ἐν ζάλῃ· | ||
10 | Πλὴν οὗτος ἡμᾶς τῶν ψυχῶν ὁ προστάτης, Ὁ πατριάρχης, ὁ βραβεὺς τῶν θαυμάτων, Τὴν πνευματικὴν τεκτονεύσας ὁλκάδα, Πρὸς τὸν γαληνὸν ἰθυνεῖ πλοῦν τὸν λόγον, Σώσειν διδαχθεὶς μὴ ῥυῇ τὸ πᾶν γένος· | |
15 | Κατὰ δὲ μικρὸν ὑποτήκων τὴν χύσιν Βαλεῖ καθαρὸν εἰς ψυχῶν χώραν σπόρον, Τὴν γλῶτταν ὡς ἄροτρον ἠρέμα στρέφων, Ὡς ἂν ἐπιστὰς εἰ παρὸν θέρος βλέποι, Τὸν στάχυν ἁδρὸν συγκομίζοι τοῖς πόνοις· | |
20 | Αἰνιγματώδη ταῦτα, πλὴν σαφῆ πλέον. | |
3.194(t) | Εἰς ἐγκόλπιον. | |
1 | Ὁ μὲν λίθος τὸ χρῶμα δεικνύει μέλαν· Ἐμοὶ δέ τις ἔλλαμψις ἐντεῦθεν βρύει· Ἡ γὰρ τὸ φῶς τεκοῦσα τῆς σωτηρίας Σέλας τριλαμπὲς ὑπανῆψεν ἐνθάδε, | |
5 | Τὸν Ζαχαρίου, τὸν πρόεδρον Μυρέων, Καὶ τὸν σταθηρὸν ὁπλίτην Γεώργιον. | |
3.195(t) | Εἰς μοναχῶν τράπεζαν. | |
1 | Ἐπεί με γυμνὸν τῆς τρυφῆς ὑπεξάγει Τῆς βρώσεως τὸ ξύλον, ὃ Γραφὴ λέγει, Τροφῆς, Λόγε, τράπεζαν ἐσκεύασά σοι Τὴν τοὺς μοναχοὺς ἑστιῶσαν ἐνθάδε· | |
5 | Σὺ μὲν γὰρ ἡμῖν τὰς τροφὰς ἐπιβρέχεις Σοφὸς προμηθεὺς εὑρεθεὶς, εὐεργέτα· Ἐγὼ δέ σοι τὸν οἶκον ἀντὶ καλύβης, Ὡς πρὶν ὁ σεμνὸς Ἀβραὰμ, ἐπηξάμην, Καὶ ποικίλα χρώματα τοῖς τύποις χέας | |
10 | Τὰς ἐμφάσεις προὔθηκα τῶν σεσωσμένων· Τυχεῖν γὰρ ἡμῖν τῆς Ἐδὲμ δώσεις πάλιν, Ἧς οἶδεν Ἀδὰμ τὴν τρυφὴν κεκλεισμένην. Βαρθολομαῖος ἐκ βασιλείου γένους, Τῶν Ἱστοριῶν ζωγραφῶν τὰς ἐμφάσεις, | |
15 | Ἀτουέμης ἀχρεῖος ἐν μονοτρόποις Τῷ δεσπότῃ σοι ταῦτα τολμήσας ἔφην. | |
3.196(t) | Πρὸς τὸν αὐτοκράτορα. | |
1 | Θεοῦ βασιλεῦ, τῆς ψυχῆς μοι τὸ ζέον, Θεοῦ βασιλεῦ, τῆς ψυχῆς μοι τὸ ψύχον, Τὸ νεῦρον, ἡ φλὲψ, ἡ χλιδὴ τῶν ὀμμάτων, Τὸ χόνδρον, ἡ σὰρξ, ἡ ψεκὰς τῆς καρδίας, | |
5 | Ὁ τοὺς μερισμοὺς τῶν μελῶν μου συνδέων, Ὅταν ἀθυμῶν ἐξαμείβω τὸν τόνον, Ἡ φαιδρότης, ἡ τέρψις, ἡ θυμηδία, Ἡ χρηστότης, ἡ χάρις, ἡ κρυπτὴ δρόσος, Ἡ ζωοποιὸς τῶν ἐμῶν λόγων κράσις, | |
10 | Ἡ τεκνοποιὸς τοῦ βροτῶν γένους φύσις, Ὁ βασιλεὺς τὸ θαῦμα τοῦ κοινοῦ κρότου, | |
Ἐνταῦθά τις ἔπηλυς ἀγρότης γέρων, Ὅσον μόναι παρεῖχον αἱ τρίχες κρίνειν Τῇ πρὸς τὸ λευκὸν ἐκτροπῇ κεχρωσμέναι, | ||
15 | Ἡβῶν δὲ σαφῶς καὶ σφριγῶν καὶ γεννάδας, Ἐν τῇ πρὸς ἀκμὴν τῆς φυῆς εὐεξίᾳ, Μόλις νομισθεὶς εὐτυχεῖν πρὸς τῶν ξένων· Ὡς ὄψεται δὴ καθαρῶς τὴν πατρίδα, Τὴν γαμετὴν, τὰ τέκνα, τοὺς ἐκ τοῦ γένους, | |
20 | Τὸν οἶκον αὐτὸν, τοὺς συνήθεις, τοὺς φίλους, Ὅτε πρὸς ᾠδὰς εἶχεν ἐξιτηρίους Χρηστὰς ἐν αὐταῖς ὀργανώσας ἐλπίδας, Αἴφνης πεσὼν ἄφωνος ἠρέμα τρέμων, Καὶ τῇ μεταξὺ συστολῇ τῆς καρδίας | |
25 | Εἰς ἐσχάτην ὄρχησιν ἠρεθισμένος, Τὴν μακρὰν ἐστείλατο τῆς φθορᾶς τρίβον. Μὴ τοῦτο πᾶς ἄνθρωπος, ὃ Γραφὴ λέγει, Μὴ τοῦτο κοινὸν οἶδεν ἡ φύσις πάθος; Οὐκοῦν ἐπειδὴ τῆς ψυχῆς μου τὴν λύπην | |
30 | Ὁ συχνὸς οὐκ ἔλυσε τοῦ πόνου χρόνος, Ἢ πίστις, ἢ χάριτες (εἰ δίδως) λόγων, Ἢ πατριάρχης καὶ θεοῦ πείθων φύσιν, Ἢ στυγνότης ἄμετρος, ἢ ῥοὺς δακρύων, Ἢ μετρία κώφευσις ἐξ ἀθυμίας, | |
35 | Ἢ πένθος ἠχοῦν εἰς μυχοὺς ἀποκρύφους, Ἢ νοῦς ἀτεχνῶς ἐκλυθεὶς πρὸς τοὺς λόγους, Ἢ καρδίας ἔκτηξις, ἢ μελῶν κλόνος, Ἢ πνεῦμα πυκνὸν ἐκ λιμώδους ἀγχόνης, | |
Ἢ νυκτερινὸν ἢ μεθ’ ἡμέραν δέος, | ||
40 | Ἐκ τῆς πρὸς ἐχθροὺς μυστικῆς ὑποψίας, Αὐτοκράτορ, δέδοικα μὴ ταυτὸν πάθω, Μᾶλλον δὲ μὴ καὶ χεῖρον ἐξ ἀθυμίας· Ὁ γὰρ γέρων ἐκεῖνος οὐκ ἐδυσθύμει. Τί τοῦτο καὶ πῶς καὶ πόθεν καὶ πρὸς τίνος, | |
45 | Αὐτοκράτορ μέγιστε, τί σιγᾷς ἔτι; Θαῤῥῶ γὰρ ὡς δεῖ καὶ προάγω τὸν λόγον Παθῶν καθαρὰν τὴν συνείδησιν φέρων, Εἰ μὴ βίου λέγοι τις ἀπροσεξίαν, Ἣν οἶδεν αὐτὸς ὁ βραβεὺς πάντων Λόγος· | |
3.196(50) | Ἀλλ’, ὦ φύσις κρίνουσα τὰς πάντων φύσεις Ἐν συλλογισμοῖς γνωστικῆς εὐτεχνίας, Εἰ μὲν πονηρὸν τὸν Φιλῆν δοῦλον κρίνεις, Ἔταζε καὶ μάστιζε, μὴ φείδου πλέον, Μὴ κατὰ μικρὸν τοῖς κακοῖς εἰθισμένος | |
55 | Φθορεὺς ἐναργὴς εὑρεθῇ τῶν πραγμάτων· Εἰ δὲ πρὸς αὐτοῦ, βασιλεῦ, τοῦ σοῦ κράτους Καὶ τοῦ σε δοξάσαντος εἰς τὸ συμφέρον, Εὔνους ὁ Φιλῆς ἀκριβῶς πάντα τρόπον Καὶ σὲ πνέων, κράτιστε, καὶ σοὶ ζῶν μόνῳ, | |
60 | Καὶ σοῦ προτιμῶν οὐδαμῶς οὐδὲν μέγα, Νῦν δεῖξον ὡς χρὴ δεξιοῦσθαι καρδίαν Πένητος ἀνδρὸς, ἀλλὰ σὴν ζῶντος χάριν, Πένητος ἀνδρὸς, δυστυχοῦντος ἐκ πόνων. Εἰ δ’ οὖν, βασιλεῦ, τί με δεῖ πράττειν λέγε | |
65 | Πεινῶντα καὶ διψῶντα καὶ τεθλιμμένον· Εἰ δ’ οὐδὲ τοῦτο, τί με θαυμάσειν δέον, Ὅταν σιωπῶν τοὺς ἐμοὺς κρύπτῃς λόγους, Καθάπερ οὐδὲν ὄντας ἢ κενὸν κτύπον, Θεοῦ βασιλεῦ, τῆς ψυχῆς μοι τὸ ζέον; | |
70 | Ὡς δοῦλος οἰκτρὸς ταῦτα τολμήσας ἔφην. | |
3.198(1t) | Αὐθωρὸν εἰς τὸν Περὶ τῆς προσκυνήσεως τῆς εἰκόνος λόγον | |
2t | καὶ εἰς μάρτυρα. | |
1 | Εἰκών τις ἐστὶν ὁ προκείμενος λόγος Σοφῶς πονηθεὶς τῷ γραφεῖ Γρηγορίῳ· Καὶ γὰρ κεραννὺς τεχνικὴν πᾶσαν χρόαν Ἐν τῇ καθαρᾷ τῆς ψυχῆς μελανδόχῃ, | |
5 | Τὸ μαρτυρικὸν εὐφυῶς κάλλος γράφει, Καὶ δημιουργεῖ ζῶντα μικροῦ τὸν τύπον, Πνοῆς χέας δύναμιν ὠργανωμένην, Καὶ δεικνὺς ὡς ἔξεστιν ἀνθρώπου φύσει Πλάττειν γραφικὴν καὶ ψυχὴν αὖθις γράφειν. | |
10 | Ὁρᾶτε λοιπὸν ὡς ὁρᾶν χρὴ τὸν λόγον Εἰς εἰκόνος μίμησιν ἐκτεθειμένον, Οἱ προσκυνηταὶ καὶ βραβεῖς τῶν εἰκόνων, Μή τις μεταξὺ τῆς γραφῆς τῆς ἐμψύχου Καταφρονητὴς εὑρεθεὶς τῆς εἰκόνος | |
15 | Εἰκῆ θορυβῇ καὶ καλύπτῃ τὸν λόγον· Καὶ γὰρ ἐπ’ αὐτὸν τοῦ θεοῦ τὸν ὁπλίτην Ἐντεῦθεν εἰκὸς τὴν τιμὴν ἀνατρέχειν· Ἢ μᾶλλον εἰπεῖν πρὸς θεὸν τὸ πᾶν βλέπει, | |
Δι’ οὗ καθαρῶς ἐκνικῶσι τὴν πλάνην | ||
20 | Οἱ παρὰ μικρὸν ἄγγελοι στεφανίται, Χωροῦντες εἰς σίδηρον, εἰς πῦρ, εἰς ὕδωρ· Τῷ γὰρ λογισμῷ πυρπολοῦντες τὴν φύσιν Τὰ ῥευστὰ χαλκεύουσι τοῖς πόνοις μέλη. | |
3.199(t) | Αὐθωρόν. | |
1 | Ὁ Χατζίκης τὸν πρέσβιν ἐστόμωσέ με, Καὶ τοῦτο μισθὸς πρὸς Φιλῆν τῷ Χατζίκῃ· Καὶ δὴ στίχων δίδωμι ῥυθμῷ Χατζίκην. Εἴ τις με γοῦν ἔροιτο, Ποῦ γῆς Χατζίκης; | |
5 | Ἐρῶ πρὸς αὐτὸν, Εἰς Καφᾶν ὁ Χατζίκης· Ὅθεν τις ἥκων εἶπεν, Ἰδοὺ Χατζίκης· Οὐ γὰρ Φάσις οὐκ εἶχεν ἄνδρα Χατζίκην. Νῦν ὡς ἀληθῶς ἔστιν ἡμῖν Χατζίκης· Νῦν οὐκ ἀπαράγωγος ὡς πρὶν Χατζίκης· | |
10 | Τὸ συμμαχεῖν γάρ ἐστιν αὐτοῦ Χατζίκη· Οὕτω πολύς τις ἐστὶ παρὼν Χατζίκης· Καὶ πάλιν ἀπὼν οὐ βραχὺς ὁ Χατζίκης· Φιλεῖν γὰρ εἰκὸς ἐξιόντα Χατζίκην Τοὺς συμμάχους ἄξοντα καθὰ Χατζίκην· | |
15 | Εἰ δ’ οὐκ ἐφικτὸν συμμαχεῖν τῷ Χατζίκῃ, Ἡ κλῆσις οὐδέν ἐστιν, ἀλλ’ ἢ Χατζίκης. Ὢ πῶς Σεβαστόπολιν ἀφεὶς Χατζίκης, Καὶ πάντα μικροῦ τὰ προσόντα Χατζίκῃ, Προσῆλθεν ἡμῖν ὡς συνήθης Χατζίκης† | |
20 | Ἡ σὴ γὰρ αὐτὸν εἶλκε σειρὴν Χατζίκην, Ἡμῶν βασιλεῦ πρὸς θεοῦ καὶ Χατζίκη. | |
Ἴδοιμι λοιπὸν ἐν βραχεῖ τὸν Χατζίκην Τοὺς συμμάχους ἄγοντα· τῷ γὰρ Χατζίκῃ Προσῆκον ἡμῖν συμμαχεῖν ὡς Χατζίκῃ· | ||
25 | Εἰ δ’ οὖν, ὅσους εἴρηκε Χατζίκης ἄγειν Κελτοὺς πρὸς ἡμᾶς εὐνοοῦντας Χατζίκῃ, Δοίη τοσούτους ἀντὶ Χατζίκη χρόνους Ὁ δημιουργὸς καὶ Φιλῆ καὶ Χατζίκη, Σοὶ δὴ, βασιλεῦ, τῷ βραβεῖ τοῦ Χατζίκη· | |
30 | Φασὶ γὰρ αὐτὸν ἀπαριθμεῖν Χατζίκην Εἰς χιλιάδα συνδραμοῦσαν Χατζίκῃ, Καὶ τὸν δρόμον τείνοντας ἐκ γῆς Χατζίκη Πρὸς τὴν καθ’ ἡμᾶς ὡς φιλοῦντας Χατζίκην. | |
3.200(t) | Πρὸς τὸν αὐτοκράτορα. | |
1 | Ὁ σὸς βασιλεὺς, ὁ βραβεὺς τῶν κτισμάτων, Χιτῶνα καινὸν συντιθεὶς ἀπὸ χλόης, Ἣ νήθεται μὲν ἐξ ἀποκρύφου κρόκης, Ὑφαίνεται δὲ τῷ προσήκοντι χρόνῳ, | |
5 | Στολίζεται δὲ ταῖς βαφαῖς τῶν ἀνθέων, Τὴν πρὶν ἀκαλλῆ καὶ ψιλὴν γῆν φαιδρύνει. Σὺ δ’, ὦ βασιλεῦ, τὸν Φιλῆν παρατρέχεις, Τὴν γῆν με τὴν σὴν, τὴν πατουμένην κόνιν. Καὶ ποῦ θεμιτὸν εἰς φιλάνθρωπον φύσιν, | |
10 | Ἣ Χριστὸν αὐτόν ἐστιν ἐκμιμουμένη; Οὐ κρύπτεται γὰρ οὐδαμῶς ἡ γυμνότης, Εἰ καὶ τὸ πεινῆν συσκιάζοι τις τάχα. | |
3.201(t) | Τῷ σοφωτάτῳ Ξανθοπούλῳ κυρῷ Θεοδώρῳ. | |
1 | Γυμνόν με, σαυτὸν ἐντολαῖς ἐγὼ βλέπεις, | |
Καὶ ψυχρὸν εἰς ἔνθαλψιν ἀμφίων πνέεις ... Εἰ ζῶμεν ἀμφοῖν εἰς ἀσύμβατον τύχην· Φίλαυτε σεμνὲ, σὺ δὲ ναρκᾷς ἐν ζέσει, | ||
5 | Καὶ τὴν φιλικὴν εἰσφορὰν οὐ συλλέγεις· Χαρισμάτων ἔρανε, δὸς χρυσῆν κρόκην, Δι’ ἧς ὑφανῶ τοῦ πόθου τὰ νήματα. | |
3.202(t) | Πρός τινα τῶν φίλων. | |
1 | Ὦ νοῦ στολιστὰ γνωστικῆς ἱστουργίας, Ὡς νῆτρον εὐθὲς τὴν σοφὴν γλῶτταν στρέφων, Κλωθοῦς πονηρᾶς τῷ Φιλῇ τέμνε βρόχους, Καὶ θάλπε γυμνὸν τοὺς χρυσοῦς κλώσας μίτους | |
5 | Εἰς τὴν ὑφαντὴν ἐκ τριχῶν εὐκοσμίαν· Καὶ γὰρ τὸν ἱστὸν τῶν καλῶν σου πρακτέων Πρὸς ὕψος ἐκ γῆς οὐρανοῦ μοι πηγνύεις, Ὡς ἂν ὑφανθεὶς ἐξ ἀδήλου κερκίδος Χιτὼν φαεινὸς τὴν ψυχήν σου λαμπρύνοι | |
10 | Ταῖς πέντε Χριστοῦ προστεθεῖσαν παρθένοις. | |
3.203(t) | Αὐθωρὸν εἰς τὸν λόγον τῶν φώτων. | |
1 | Εἰς τὸν ποταμὸν τῆς γραφῆς τῆς ἐνθέου Τὴν γλῶσσαν ὠθῶν, ὡς προφήτου διφθέραν, | |
Διχῆ διαιρῶ καὶ συνάπτω τὸν λόγον· Γρηγόριος γὰρ ὁ σχεδὸν ζῶν Ἡλίας, | ||
5 | Δίδωσι διπλῆν εὐτυχεῖν μοι τὴν χάριν. Τὴν γοῦν κιβωτὸν τῆς ψυχῆς τὴν ὀλβίαν Ἕκαστος ὑμῶν εἰσβαλεῖν σπουδαζέτω, Μή τις λογισμὸς δυσμενὴς ἐπιτρέχων Τὴν γνωστικὴν ὕπαρξιν ἁρπάσας λάθῃ· | |
10 | Παρὸν διελθεῖν ἐξ ἀνύδρων πυθμένων Εἰς γῆν ἀγαθὴν μυστικῆς παγκαρπίας. Ὁ γὰρ Ἰησοῦς, ἡ φιλάνθρωπος φύσις, Κἀνταῦθα φανεὶς εὐμαρίζει τὸν πόρον, Καὶ δημαγωγῶν εὐκλεῶς διεξάγει | |
15 | Τοὺς τῆς κιβωτοῦ δεξιοὺς ἐπιστάτας. Μὴ τοῦτο καὶ βάπτισμα καὶ στρατηγίαι; Μὴ τοὺς παλαιοὺς ἐκνικῶμεν τοῖς νέοις; Μὴ τὰς ἀμυδρὰς καὶ σκιώδεις ἐμφάσεις Εἰς φῶς ὑφεστῶς εὐτυχοῦμεν πραγμάτων; | |
20 | Πλὴν εἴ τις ἐστὶν ἐξ ὑμῶν ὄρος μέγα, Τὸν ὄγκον ἀφεὶς τῆς ψυχῆς προσελθέτω· Τοὺς γὰρ ταπεινοὺς οἶδεν ὑψοῦν ἡ χάρις, Ἀνθίσταται δὲ καὶ καθέλκει τὸν τύφον. Εἴ τις σκολιὸς καὶ τραχὺς τὴν καρδίαν, | |
25 | Τὸ τοῦ τρόπου δύστριπτον εὐμαριζέτω, Μή τις ἀπηνοῦς ἐγκοπεὺς λιθοξόου | |
Τὰς αὐτοφυεῖς ἐξοχὰς ἀποσπάσῃ. Εἴ τις καλῶν ἔρημος, ὀφθήτω κρίνον, Ὃ ψαλμικῶς τέθηλεν εἰς πάντα χρόνον, | ||
30 | Καλῶς πιανθὲν τῇ δρόσῳ τοῦ Πνεύματος. Εἴ τις παθῶν ἄνθραξιν ἐξικμασμένος Μισεῖ τὸν αὐχμὸν καὶ ποτοῦ χρείαν ἔχει, Πηγὴν θεωρῶν ἐκμιμείσθω δορκάδα. Εἴ τις ῥυπαρὸς ἐκ παθῶν ὀλεθρίων, | |
35 | Ἅπαν τὸ δυσέκνιπτον ἀποκλυζέτω, Μή τις μολυσμὸν τὴν ψυχὴν περιξέσῃ, Καὶ δαπανηθῇ πᾶς ὁ γενναῖος πόνος. Ἐνταῦθα γὰρ δὴ τοῦ προκειμένου λόγου Ῥυθμίζεται μὲν ἀκοὴ καὶ καρδία, | |
40 | Κοιμίζεται δὲ συμφορῶν μέγας κλύδων, Ἀμβλύνεται δὲ δυσχερὴς ἅπας πόνος, Κουφίζεται δὲ μυστικῆς λύμης βάρος, Στηρίζεται δὲ τῆς ψυχῆς ἡ χαυνότης, Ἐντείνεται δὲ τῶν φρενῶν ἡ λεπτότης, | |
45 | Ἀνοίγεται δὲ γνωστικῆς θύρα στέγης, Πλουτίζεται δὲ δυσπραγῶν ἅπας τρόπος· Λιμὸς δὲ καλῶν εὐχερῶς ἀποῤῥέει, Τρυφὴ δὲ πολλῶν ἀγαθῶν ἐπεισρέει, | |
Καὶ γίνεται τὸ κέρδος ἐντεῦθεν μέγα. | ||
3.203(50) | Σκοπεῖτε λοιπὸν οἱ παρόντες τὸν λόγον, Καὶ πᾶν ὑλικὸν ἐξελόντες φορτίον, Ὡς ἱματισμὸν ἐμβριθῆ ταῖς καρδίαις, Καὶ τὰς νοητὰς εὐτυχοῦντες λαμπάδας, Ἃς ἡ ζέσις δίδωσι τῆς προθυμίας, | |
55 | Τοῖς γνωστικοῖς ῥεύμασι βαπτίζεσθέ μοι· Τὸ γὰρ θορυβεῖν ἢ καθεύδειν ἐν μέσῳ Κρυπτὸν μολυσμὸν ταῖς ψυχαῖς παρατρίβει· Πλὴν ὁ προφήτης, ἡ φερώνυμος χάρις, Ὁ μυσταγωγὸς τῶν ἀποῤῥήτων λόγων, | |
60 | Καὶ νυμφαγωγὸς τοῦ θεανθρώπου Λόγου Τὴν δέῤῥιν αὐχῶν, τῆς καμήλου τὰς τρίχας, Τὸν εὐγενῆ πλόκαμον ἐξ ἀλουσίας, Τὴν φαιδρὰν ὠχρότητα τῆς ἀσαρκίας, Τὸ στυγνὸν ἀγώνισμα τῆς ἐρημίας, | |
65 | Τὸ λιτὸν ἐντρύφημα τῆς ἀσιτίας, Τὸ πικρὸν ἢ δύσοδμον ἢ νόθον μέλι, Καὶ τὰς ἀηδεῖς ἢ δροσώδεις ἀκρίδας, Πάρεστιν ὡς ὁρᾶτε μικροῦ βαπτίσων, Καὶ παραγυμνοῖ ταῖς ψυχαῖς τὴν ἀξίνην, | |
70 | Ἣν ὁ κριτὴς ἔθηξε τοῖς χαύνοις λίθοις· Ἀλλ’ ὡς ἐφικτὸν τὴν τομὴν φυλακτέον, Καὶ τὰς κεφαλὰς τῶν δρακόντων φευκτέον, | |
Οἳ παραφωλεύουσιν ἐν ταῖς καρδίαις· Μᾶλλον δὲ ταύτας δυσμενῶς ἐπηρμένας | ||
75 | Χριστὸς καθαιρῶν συμπατεῖ καὶ συντρίβει. Τοῖς γοῦν λογισμοῖς τῆς Γραφῆς προσεκτέον, Ἐξ ὧν ὁ καρπὸς βλαστάνει τοῦ Πνεύματος· Σὺ δ’ ἐξαναστὰς καὶ πλατύνας τὸ στόμα, Καὶ τὴν λαλοῦσαν εὐτρεπίσας ὁλκάδα, | |
80 | Τῆς σῆς γε φωνῆς ἀντὶ λαίφους ἠρμένης, Τὴν τοῦ λόγου θάλασσαν εὐλόγει, θύτα. | |
3.204(1t) | Χαριστήριοι τῇ θεοτόκῳ ἐκ προσώπου τοῦ Ἀδριανουπολίτου | |
2t | κυροῦ Μαλαχίου. | |
1 | Καὶ πάντα μὲν δὴ τὰ στρατηγήματά σου, Θεοῦ στρατηγὲ μητροπάρθενε, ξένα· Καὶ γὰρ διὰ σοῦ δυσμενῶν πίπτει στίφη, Καὶ τέρπεται μὲν ὁ στρατὸς τῶν Αὐσόνων, | |
5 | Ἀμβλύνεται δὲ Περσικὴ πᾶσα σπάθη, Συντρίβεται δὲ τοξικῆς τόλμας κράτη, Συστέλλεται δὲ Σικελῶν μέγα θράσος, Κοιμίζεται δὲ κοσμικὴ πᾶσα ζάλη, | |
Πλατύνεται δὲ τὸ στενὸν τῶν ἐλπίδων, | ||
10 | Σμικρύνεται δὲ συμφορῶν ἀμετρία, Καὶ πᾶν ἀπηχὲς καὶ βαρὺ θρήνων μέλος Εἰς κοσμοτερπεῖς ἐξαμείβεται κρότους. Τὰ δὲ πρὸ μικροῦ τίνα, καὶ τίνος χάριν, Τῆς Σικελικῆς ἐνταθείσης ὀφρύος, | |
15 | Ἐκ τῆς καθ’ ἡμῶν Περσικῆς ὁμαιχμίας; | |
3.205(t) | Τῷ Ζαρείδῃ. | |
1 | Δέχου παρ’ ἡμῶν οὓς ὑπεσχόμην στίχους, Εἰπεῖν δὲ ταυτὸν ἥνπερ ἐζήτεις χάριν. Σὺ δὲ πρὸς ἡμᾶς τὴν κορύνην τὴν φίλην Ὁ στεῤῥὸς ἀντίπεμπε καὶ γίγας φίλος. | |
5 | Καὶ γὰρ ἐφ’ ἡμᾶς ὁ φθορεὺς ἕρπει φθόνος, Καὶ κρυπτὸν ὡς ἄτολμος ἁρπάσων βέλος, Ὃ τὸ πρὶν ἠκόνησεν εἰς ψεύδους λίθον, Καταστρατηγεῖ τῶν ἐμῶν συνταγμάτων. Ἔστω γε μὴν εὔστικτος αὐτῇ λαμπρότης | |
10 | Ἐκ τῆς καθαρᾶς τοῦ χρυσοῦ λεπτουργίας, Ὡς ἂν τὸν ἐχθρὸν ἐκφοβῇ καὶ μακρόθεν Τοῦ φωτὸς ἐκτείνασα τὰς ἀνακλάσεις, Ὡς νευρά τις εὔξεστα τοξότου βέλη· Ῥᾴστη δέ μοι φαίνοιτο καὶ κούφη στρέφειν, | |
15 | Σιδηρίου μέλανος ἐσκευασμένη, Ἡ γὰρ ἐν αὐτῷ τῶν φλεβῶν εὐταξία Τὴν αὐτόθεν κίνησιν ἐμφαίνουσί μοι· | |
Τὰ δ’ ἐκτόπως ἔχοντα τῶν ὅπλων βάρη Πολλάκις ἐχθροῦ δυσμενέστερα βλέπω· | ||
20 | Ταύτην δὲ λαβὼν τῆς ἐμῆς ἐφεστρίδος, Ὅταν ὁ θυμὸς ἀκρατῶς ὑπερζέσῃ, Κτενῶ πονηροὺς εἰσπεσόντας ἀθρόους, Καὶ τοὺς ἐν ἀγροῖς οὐχ ὑποτρέσω λύκους, Οὓς εἰς λεόντων ἐξαμειφθέντας θράσος | |
25 | Ἡ στεῤῥότης ἔδειξε τῆς ἁμαρτίας· Οὐ γὰρ ἀγεννὴς καὶ Φιλῆς ἐν ὁπλίταις, Ὅταν ἔχῃ σύναρσιν ἀπὸ τῶν φίλων. | |
3.206(t) | Πρὸς τὸν αὐτοκράτορα. | |
1 | Θηλὴ, βασιλεῦ, θρεπτικῶν προσταγμάτων, Τὸ πορφυροῦν ἔχουσα τοῦ κράτους γάλα, Τάχ’ ἂν τὸ σὸν τρίδουλον αὐξάνοι βρέφος Τὸν πατρόθεν τρέφοντα μαστεῦον πόρον. | |
3.207(t) | Τῷ μεγάλῳ στρατοπεδάρχῃ. | |
1 | Ἐγὼ, στρατηγὲ, τὸν μὲν ἔμπροσθεν χρόνον Ἑκὼν ἄκων ἔστεργον οὓς εἶχον πόνους· Ἐπεὶ δὲ τὴν σὴν εὐτυχῶς εἶδον φύσιν, Ἐξ οὗ τὸ λυποῦν ἐντραπὲν συνεστάλη, | |
5 | Τὸ σχῆμα λαβὼν τῆς διόπτρας τῶν λόγων, Ἀσκαρδαμυκτὶ πρὸς τὸ σὸν κάλλος βλέπω, Οὗ κατ’ ἐμαυτὸν ζωγραφῶν τὰς ἐμφάσεις, Ὅτε στρατηγεῖς πανταχοῦ τῆς ἑσπέρας, Σοβῶν τὸν ἐσμὸν τακτικῶς τῶν βαρβάρων, | |
10 | Καὶ τῶν Ἰταλῶν τὸν θρασὺν εἴργων δρόμον, Ἔχω προσῆκον τῇ νόσῳ τὸ φάρμακον· Κἂν ἀπὸ θηλῆς κλαυθμυρίζοι τὰ βρέφη, Ῥιγοῖ γὰρ αὐτοῖς δυσπαθῶς τὰ σαρκία, Χιτῶνας αὐτὸς ἐξυφαίνεις ἐλπίδων, | |
15 | Φοιτῶν πρὸς ἡμᾶς ὁ γλυκὺς εὐεργέτης. Πλὴν ἴδε τοὺς σοὺς εὐμενῶς ὑποστρέφων, Καὶ θάλψον ἡμᾶς τὴν χρυσῆν ζέσιν χέας. Ὁ γὰρ καθιστῶν συγχυθείσας τὰς πόλεις, Καὶ τοὺς περιχαίνοντας ἐχθροὺς συντρίβων, | |
20 | Καὶ τεῖχος αὐτοῖς ἐμποδὼν στήσας μέγα, Μή τις καθ’ ἡμῶν δυσμενὴς ἐπιτρέχοι, Μᾶλλον δὲ τοῖς χάραξι τοῦ μεταιχμίου Παντὸς κεφαλὴν δυσμενοῦς διακλάσας, Πῶς οὐχὶ κἀμοῦ τοὺς δριμεῖς εἴρξεις πόνους | |
25 | Τὸ κέρδος ἐνθεὶς καὶ χρυσοῦν τεῖχος κτίσας; Τί δὲ, στρατηγὲ, καὶ πρὸ τῆσδε τῆς τύχης Οὐ μᾶλλον ἡμᾶς εὐπραγοῦντας εἱστίας; Τροφεῦ προμηθεῦ, τοὺς δὲ μέχρι σου ξένους Οὐκ ἔστιν εὑρεῖν δυστυχοῦντας ὀλβίους, | |
30 | Ἐμοὶ δὲ νικᾷς εὐχερῶς καὶ τοὺς λόγους, Ἀνατρέπων τὸ σχῆμα τῆς εὐτεχνίας Ἐν τοῖς δι’ ἡμᾶς τακτικοῖς σου πρακτέοις· Τὴν γὰρ ἀναζέσασαν ἐξ Αἴτνης φλόγα Καὶ μέχρις ἡμῶν εἰσρυεῖσαν ἀσχέτως, | |
35 | Καὶ πάντα μικροῦ πυρπολήσασαν τόπον, | |
Τῆς βαρβαρικῆς ἐκριπισούσης ὕλης, Αὐτὸς ποταμοὺς γνωστικοὺς ὑπερχέας Καὶ κατὰ δυσμῶν ἐκτοπίσας ἀσχέτως, Κλεινὲ στρατηγὲ, συντόνως ἀπέσβεσας· | ||
40 | Καὶ νῦν ὁ καπνὸς τῶν φονευτῶν ἐῤῥύη, Καὶ σώσεται πᾶς εὐγενῶς ἀναπνέων. Ὢ τῆς μεγάλης ἧς ἔτυχες φύσεως! Τηρεῖς γὰρ ἀπὼν καὶ παρὼν σώσεις πάλιν, Καὶ τὴν πολιὰν τῆς παρακμῆς δεικνύεις | |
45 | Ἐν τῇ πρὸς ἀκμὴν τῆς φυῆς εὐταξίᾳ. Τίς γὰρ, τὸ σὸν πρόσωπον εἰ βλέπει μόνον, Οὐκ εἰς τὸ λοιπὸν σωφρονέστερος μένει; Τίς τῶν στρατηγῶν τῶν σοφῶν τῆς Ἑλλάδος Ἀντέσχεν ὡς σὺ δεξιῶς τοῖς βαρβάροις; | |
3.207(50) | Τίς εὐθὺς ἐῤῥύθμισεν ἔργῳ τὸν λόγον, Λόγῳ δὲ πάλιν ἔργον; οἰχέσθω φθόνος. Πῶς ἡλίου δύναμιν ἢ τάχος φέρων Τὸ σχῆμα τῆς γῆς εὐφυῶς διατρέχεις; Τίς οἶδεν ὡς σὺ τὸν στρατὸν διεξάγειν, | |
55 | Καὶ ταῖς καθ’ ἡμῶν ἐκδρομαῖς ἀντιτρέχειν, Καὶ τοῖς μαχηταῖς ἐντινάσσειν τὴν σπάθην, Καὶ νοῦν σταθηρὸν ταῖς τομαῖς ἐφιστάνειν, Καὶ τὰς μεταξὺ δυσχερεῖς περιστάσεις Ψυχῆς ἀγαθῆς ἐμβριθεῖ τόνῳ στέγειν; | |
60 | Ἕως ὁ καιρὸς τῆς σφαγῆς παρατρέχων Στεφανίτην ἥδιστον ἡμῖν σε γράφοι, Ὡς ἀπὸ βαφῆς ἐθνικῆς κεχρωσμένον. | |
Ἀνατολή σοι μάρτυς, ἀλλὰ καὶ δύσις, Καὶ πᾶς τις ἐχθρὸς, εἰ λαθὼν πέφευγέ σε, | ||
65 | Καὶ μᾶλλον ἡμεῖς, ὑπὲρ ὧν συνεπλέκου, Τὴν σὴν ἀτεχνῶς ἀγαθὴν ἴσμεν τύχην. Τίς ἄρα πατὴρ οὐκ ἐπεύχεται ζέων Τῇ σῇ τὸν υἱὸν ἐμφερεῖ φύσει βλέπειν; Ποίᾳ δὲ μητρὶ προσφιλὴς ὁ παῖς πάλιν, | |
70 | Ἂν μή τι τῶν σῶν εὐτυχῇ γνωρισμάτων; Τίς οὐκ ἐπαινεῖ τοὺς γονεῖς τοὺς ὀλβίους, Ἐξ ὧν τοσοῦτο κέρδος ἀνθρώποις ἔφυς; Ἆρ’ οὐχὶ σεμνότητος εἰσφέρεις τύπους Νέοις τε καὶ γέρουσι καὶ τούτων μέσοις, | |
75 | Τῆς ἡδονῆς τὸ κέντρον ἀμβλύνων φόβῳ, Καὶ πᾶν τὸ δεινὸν τῶν παθῶν πῦρ σβεννύων, Μὴ δαπανηθῇ τῆς ψυχῆς τὸ συμφέρον; Ὢ νοῦς ἑαυτὸν τοῖς καλοῖς προγυμνάσας, Ὡς ἂν ὁ διπλοῦς εὐστοχῇ στεφανίτης | |
80 | Τὰς τῶν ἀμοιβῶν ἀντιπέμπων ἐλπίδας, Ὡς τοὺς ὀϊστοὺς ἐκ φαρέτρας τοξότης! Ἀλλ’, ὦ στρατηγὲ, δυσπραγοῦντά με βλέπων, Ἀφ’ οὗπερ αὐτῆς ἐξιὼν τῆς πατρίδος Ἐπῆλθον εἰς γῆν δυστυχῶς ἀλλοτρίαν, | |
85 | Ὀξὺς βοηθὸς ἐν περιστάσει γίνου, Καὶ τοῦ βίου κοίμισον ἡμῖν τὴν ζάλην, Μή πως βυθισθῇ τῆς ψυχῆς μου τὸ σκάφος, | |
Καὶ τῶν λυπηρῶν τὸν βαθὺν λῦσον ζόφον Εὐεργεσιῶν ἐμβαλών μοι λαμπάδα. | ||
90 | Ναὶ δεῖξον ἡμῖν τῆς ψυχῆς τὴν αἰθρίαν, Ὑφ’ ἧς τὸ δεινὸν ἐξελαύνεται κρύος, Ὃ συμφορῶν πήγνυσι τοῖς ξένοις νέφος. Οἱ γὰρ φίλοι χαίνοντες ἐμβλέπουσί μοι, Οἳ τὴν πρὸ μακροῦ τῶν ἐμῶν φθορὰν πόνων | |
95 | Ἀνεῖργον ἐν σοὶ δυσχεραίνοντες μόνον, Ὡς οὐ πρὸς ἡμᾶς καὶ πτερῶν εἶχες τάχος· Μὴ γὰρ Φιλῆς, ἔφασκον, ἀλγήσει πλέον, Ἂν ὁ στρατηγὸς ὁ γλυκὺς ἀναδράμοι; Ἢ συστελεῖ γίγαντι χειμὼν δακτύλους, | |
3.207(100) | Οὓς οἶκτος εὐθὺς ἐκτενεῖ πρὸς τὰς δόσεις; | |
3.208(t) | Τῷ πανσεβαστῷ. | |
1 | Ἐγὼ κυνικός εἰμι καὶ σαίνων φίλος, Καὶ καθυλακτῶ πανταχοῦ τῶν βασκάνων. Ζητοῦντι λοιπὸν εὐγενῆ φαγεῖν κρέα Δὸς ἢ λαγωὸν ἢ χρυσοῦν δήπου βρόχον. | |
3.209(t) | Τῷ πανσεβαστῷ Δομεστίκῳ. | |
1 | Εἰ βραχέος δέλφακος ἡ σχοῖνος χάριν, Ἣν ὀξέως ἔκλωσεν ἡ παροιμία, Τί χρή με ποιεῖν, ἐντελεῖς εἴ τις νέμοι, Καὶ ταῦτα χειρὸς ἐκταθείσης ἀφθόνου; | |
5 | Δομέστικος γὰρ ὁ χρυσοῦς εὐεργέτης Τάχ’ ἄν με νωθρὸν καὶ βραδὺν ταύτῃ κρίνοι, | |
Μὴ πρὸς τὸ λαβεῖν ἀσχέτως ἐγκείμενον. | ||
3.210(t) | Τῷ μεγάλῳ στρατοπεδάρχῃ. | |
1 | Σὺ μὲν δι’ ἡμᾶς δυσπαθεῖς ἀνενδότως Εἰς νυκτερινὰς καὶ καθέδρας καὶ στάσεις, Καὶ τακτικὰ σκέμματα, θερμὲ γῆς Ἄρες, Ὡς πρὸς μαχητὰς ἐκστρατεύσων βαρβάρους, | |
5 | Καὶ σατράπου γόητος ὑπεροψίαν, Μή πως ὁ κοινὸς ἐνταθῇ μᾶλλον κλύδων Τῇ συγχυτικῇ προσβολῇ τῶν πραγμάτων· Ἐγὼ δὲ ῥιφεὶς δυστυχῶς ἐπὶ κλίνης, Τοῦ δοχμίου τένοντος ἐξῳδηκότος, | |
10 | Ἑκὼν ἄκων ὅ φασιν ἀτρέμας φέρω· Πλὴν ἄχθομαι ζῶν εἰς δριμύτερον πόνον, Ὅταν θορυβῇ καὶ κτυπῇ με τὰ βρέφη Ζητοῦντα χιλὸν καὶ ποτὸν καὶ διφθέρας Εἰς ἱματισμοὺς πορφυροῦς καὶ προσφάτους· | |
15 | Καὶ πᾶς ὁ δῆμος οὗτος ὃς κέχηνέ μοι, Τροφῆς ἴσως χρῄζοντες ἡμερησίας· Καὶ γὰρ παρ’ ἡμῖν ἀσθενὴς ὁ καμψάκης, Τῆς βασιλικῆς ἐμφραγείσης ὑδρίας. Τὸν δεύτερον γοῦν συμπαθῶς λῦσον πόνον, | |
20 | Τὸν πρῶτον ἀφεὶς τῇ πάλῃ τῆς φύσεως· Γενοῦ δὲ ταχὺς καὶ τροφεὺς καὶ Θεσβίτης, Ὡς ἂν φθορᾶς ἄγευστος ἐν βίῳ μένων Σοφαῖς ἀναιρῇς ἐκδρομαῖς τὴν αἰσχύνην, Ἣ δὴ πρὸ μικροῦ τῷ στρατῷ προσετρίβη. | |
25 | Οὐδεὶς γὰρ ἡμῶν οὐδὲ καμνόντων λόγος | |
Τοῖς τῶν φίλων φεύγουσι τὰς περιστάσεις. | ||
3.211(t) | Τῷ προκαθημένῳ τοῦ βεστιαρίου. | |
1 | Χριστοῦ μαθητὰ, πρακτικὲ πτωχοτρόφε, Κατὰ τὸν ἐγχωροῦντα τῇ φύσει τρόπον, Ἴδε πρὸς ἡμᾶς δυσπραγοῦντας τοὺς ξένους, Ἴδε πρὸς ἡμᾶς οἷς ἐπεκλῶ συχνάκις, | |
5 | Πρὶν εἰς Ἐριννῦς ἐκτραπῆναι τοὺς λόγους. Δεινὴ γὰρ ἐνσκήψασα τοῖς νεύροις νόσος, Ἃ τὴν κεφαλὴν τῷ τραχήλῳ συνδέει, Ἐπὶ κλίνης ἔχει με κατακείμενον. Ἐκνεύρισον γοῦν τοὺς ἐμοὺς, σῶτερ, πόνους, | |
10 | Χρυσοῦν χέας φάρμακον εἰς τὴν γαστέρα. Καὶ γὰρ ὅλως κίνησις οὐκ ἔνεστί μοι, Τραχηλιώσης καὶ σφριγώσης τῆς νόσου· Ναὶ χεὶρ καθαρὰ συστολῆς ἀποστρόφου, Καὶ νοῦ δανειστὰ πρὸς θεόσδοτον τόκον, | |
15 | Γενοῦ Γαληνὸς εἰς ἀνάργυρον πάθος. | |
3.212(t) | Τῷ πανσεβαστῷ Δομεστίκῳ. | |
1 | Ἕως τίνος Τάνταλος οὐκ ὄντος μύθου, Πότιμε πηγὴ δραστικῶν χαρισμάτων; Μέχρι τίνος τὸ μέλλον εἰς θνητὴν φύσιν; Τίς ἐγγυητὴς ὡς μενεῖ τοῦθ’ ὁ χρόνος; | |
5 | Παρῆλθε τὸ χθὲς καὶ τὸ νῦν παρατρέχει· Τὸ προσδοκηθὲν οὐχ ὁρῶ· ποῦ γὰρ τόδε; Ὀξὺς ὁ καιρὸς καὶ βραχὺς ὁ πᾶς βίος, | |
Ὃς πολλάκις ἔκλεψε καὶ τὰς ἐλπίδας, Ὄμφαξ τρυγηθεὶς καὶ δριμὺς παραυτίκα. | ||
10 | Τὸ γοῦν παρὸν δὸς, ἀλλὰ μὴ τὸ μηκέτι· Καὶ γὰρ πάλαι δέδοικα τὴν παροιμίαν, Ἣ τοὺς ἄνους πέπαιχεν ἐλπιδηφόρους. | |
3.213(t) | Τῷ αὐτῷ. | |
1 | Πάλιν ἐφ’ ἡμᾶς τὸ χρυσοῦν φῶς ἐῤῥάγης, Ὑφ’ οὗ τὰ πυκνὰ τῆς ἐμῆς ψυχῆς νέφη Καθάπερ ὑγρὸς ἐξελαύνεται γνόφος. Τὴν σὴν γὰρ αὐγὴν μυστικὴ τρέφει ζέσις, | |
5 | Ἣν ἀπὸ δυσμῶν καὶ κρυμοῦ καὶ πνευμάτων Μεσημβρίας ἄντικρυς ἀκμὴν δεικνύεις. Καὶ νῦν ἔχω πρώϊμον ἐλπίδων ἔαρ, Ἀνθοῦν τὸ σὸν πρόσωπον ὡς ῥόδον βλέπων· Τὸν γὰρ βαρὺν κλύδωνα τῆς λύπης λύεις, | |
10 | Τὰ τόξα τῶν σῶν ἐξανοίγων ὀφρύων Ἐπὶ γαληνιῶσαν ὀμμάτων χάριν· Κοινὸν δὲ καλὸν ὡς ἀὴρ, γῆ, πῦρ, ὕδωρ, Ἡμῖν ἀτεχνῶς δυσπραγοῦσιν εὑρέθης, Ἃ δὴ λυσιτελοῦσι τῇ πάντων φύσει | |
15 | Κιρνῶντα καλῶς τὴν πρὸς ἄλληλα σχέσιν, Ὡς ἂν ἔχοι μένουσαν ἡ κτίσις βάσιν· Μικροῦ γὰρ αὐτὸς καὶ τὸ τῆς ὕλης πάχος, | |
Κἂν ἀποδημῇς, οὐ περιγράφεις τόπῳ· Ἔχει δὲ θησαυρόν σε πᾶσα καρδία | ||
20 | Τὸν λυχνίτην, τὸ ψῆγμα, τὸν μαργαρίτην, Τὸν παντοδαπὸν τῶν φίλων κοσμήτορα. Πλὴν ἀλλὰ διψῶ καὶ χρυσῆς χρῄζω δρόσου, Τὴν ἀργυρᾶν πόῤῥωθεν ἐκθλίψας φλέβα, Νοῦ τῶν θεμάτων τῆς ἕω Δομέστικε. | |
3.214(t) | Εἰς τὸν δεσπότην τὸν Χριστὸν τὸν κραταιόν. | |
1 | Σὸν ἔργον ἡ τμηθεῖσα τοῦ βυθοῦ χύσις, Καὶ πάλιν εἰς τὸν πρῶτον ἐλθοῦσα δρόμον, Ὡς ἂν ὁ Μωσῆς εὑρεθῇ σεσωσμένος, Τοῦ Φαραὼ κρυβέντος εἰς τὸν πυθμένα. | |
5 | Σὺ γὰρ δυνατὸς καὶ θεὸς θεῶν μόνος, Καὶ παμβασιλεὺς καὶ θεοῦ ζῶντος Λόγος, Ὃς θυρεοὺς καὶ τόξα χειρὶ συντρίβεις, Ἐχθροὺς καθαιρῶν αὐθαδῶς πεφραγμένους, Καὶ τοῖς ταπεινοῖς εὐσθενῆ διδοὺς χάριν. | |
10 | Σὸν ἄρα σαφῶς καὶ τὸ νῦν ἔργον τόδε· Τῶν γὰρ Ἰταλῶν συμμαχεῖν τεταγμένων, Εἶτα καθ’ ἡμῶν εἰσβαλεῖν ἠπειγμένων Ἐκ τῆς παρ’ ἡμῖν Περσικῆς ὁμαιχμίας, Καὶ τήνδε τὴν σὴν ἄρτι κυκλούντων πόλιν, | |
15 | Αὐτὸς, κραταιὲ, τὸν κρατοῦντα δοξάσας, Ὡς ὑπὸ τὴν σὴν προσπεφευγότα σκέπην, Αὐτοὺς μὲν ὠθεῖς, τὴν δὲ σὴν σώσεις πόλιν. Οἱ μὲν γὰρ ὡπλίζοντο θυμῷ καὶ θράσει Καὶ τῇ περιττῇ φλεγμονῇ τῶν ἁρμάτων· | |
20 | Ὁ δὲ πρὸς αὐτοὺς ἀντιτάξας τὸν φόβον, | |
Ὃν ἔσχεν εὐθὺς πρὸς τὸ σὸν μέγα κράτος, Σβέννυσι τὴν ἀρθεῖσαν ἐξ Αἴτνης φλόγα, Πρὸ τῶν ποδῶν σου δάκρυ συντριβῆς χέας· Τὴν γὰρ ἑαυτοῦ δραστικὴν πανοπλίαν | ||
25 | Ψευδῆ τέως κέκρικεν εἰς σωτηρίαν. Οὐκοῦν πάλιν σὺ καὶ θεὸς καὶ δεσπότης, Θεὸς δυνατὸς ἐν πολυτρόποις μάχαις, Καὶ σῶσε τοῖς σοῖς Αὐσονάρχαις τὸ κράτος, Καὶ τὰς ὑπ’ αὐτοὺς πανταχοῦ φρούρει πόλεις, | |
30 | Τοὺς κυκλόθεν χαίνοντας ἐχθροὺς ἐκτρίβων· Νυνὶ δέ σοι τὸ σχῆμα τῶν τεραστίων Πρὸ τῶν θυρῶν ἔγραψεν εὐνοίας χάριν Ἰσαακίου τοῦ Ῥαοὺλ ἡ σύζυγος, ᾟ σαυτὸν ὑπέδειξας εἰς νόμισμά τι, | |
35 | Πρὸς τὴν ὀρυγὴν εὐδοκῶν καὶ τὴν κτίσιν, Καὶ τὸν φρικώδη τοῦτον ἐν θρόνῳ τύπον. | |
3.215(t) | Πρὸς τὸν ἐπὶ τοῦ στύλου ἱππότην Ἰουστινιανὸν ὁ αὐτοκράτωρ. | |
1 | Σὺ μὲν κατ’ ἐχθρῶν, ἱππότα στεφηφόρε, Τὴν ἀπὸ χαλκοῦ δεξιὰν προεξάγων, Δοκεῖς ἀπειλεῖν τῷ φοβήτρῳ τῆς θέας· Ἐγὼ δὲ, φησὶν Ἀνδρόνικος αὐτάναξ, | |
5 | Μισῶν ἀτεχνῶς τὸν διάκενον τύφον, Τείνω κατ’ ἐχθρῶν πανταχοῦ πολυσπόρων Τὴν τοῦ κραταιοῦ δεξιὰν κἀν τοῖς τύποις, Καὶ σοῦ καθαρῶς εὐτυχέστερος μένω, Στήλην ἔχων ἄῤῥευστον ἐκ τῆς ἐλπίδος, | |
10 | Ἣν οὐ κατεκτύπησεν ἢ πῦρ ἢ σφύρα. | |
3.216(t) | Τῷ Ξανθοπούλῳ κυρῷ Νικηφόρῳ. | |
1 | Χειρόπλοκον φῶς καὶ διάβροχον βρόχον, Εἰς κηρὸν, εἰς τήγανον, εἰς τρητὸν ξύλον, Καὶ δέρμα νεκρὸν ὡς ὑπισχνοῦ μοι δίδου, Ὦ λύχνε φωτὸς, ἐκ πυρᾶς ἐγκαρδίου. | |
3.217(t) | Τῷ μεγάλῳ λογαριαστῇ. | |
1 | Ἄνερ σοφῶν κάλλιστε, δὸς δὴ τὸν τρίτον· Καὶ γὰρ θανατῶ καὶ πνοῆς χρῄζω τρίτης· Μᾶλλον δὲ τοὺς φθάσαντας εἰσπνεύσας λόγους Γοργῶς ἀναπνεῖν παρὰ τὸν τρίτον θέλω. | |
5 | Νῦν πέμπε μοι τὸν οἶνον ὡς ὑπεσχέθης, Ἢ φράσε μηδὲν εἰς τὸν ὕστερον χρόνον (Οὐ γὰρ τυραννὶς τοῦ ὅρους τῆς ἀγάπης, Ἀλλὰ σχέσις πήγνυσι), μὴ παίσειν δίδως. | |
3.218(t) | Τῷ προκαθημένῳ τοῦ βεστιαρίου. | |
1 | Ἔπεμψά σοι τὸν παῖδα τὸν γέροντά μου, Τὸν σὸν Δανιὴλ, τὸν Φιλῆν τὸν ἀγχίνουν, Ὃν αὐτὸς ὠδίνησας εἰς ξένον τόκον, Εἰ μήτραν εἰπεῖν τὴν κολυμβήθραν δίδως, | |
5 | Ἣν ἡ χάρις εὔτεκνον εἰργάσατό σοι· Διδάξεται γὰρ ἂν ἐπιτρέψῃς μόνον, Ὡς πατρὸς ἀντίμιμος ἀρχιποίμενος. Ἐρεῖ δέ σοι καὶ μῦθον ἀγροίκου τρόπον, | |
Ψελλισμάτων ἥδιστον εἰσφέρων κτύπον, | ||
10 | Ὅπου νόθον τὸ σίγμα θῆτα γίνεται· Ἡ γλῶσσα γὰρ δὴ τῶν ὀδόντων ἐκτρέχει, Τὴν συστολὴν φεύγουσα τῶν παρισθμίων· Ἴσως ἐν ἀρχῇ δυσφορήσει τὸ βρέφος, Καὶ πρὸς τὸ σὸν πρόσωπον οὐκ ἂν ἐμβλέποι. | |
15 | Ἡ γὰρ ὑπ’ αἰδοῦς θερμότης τοῦ νηπίου Πλήσει τὸν ἐγκέφαλον ἀτμῶν προσφάτων, Καὶ τῆς κεφαλῆς τὴν ῥοπὴν ὑποσπάσει, Πείσασα τὴν γῆν τὴν προμήτορα βλέπειν· Εἴ που δέ τις πόπανον αὐτῷ δεικνύοι, | |
20 | Καὶ μῆλον ὑγρὸν εἰς χλιδῶσαν πορφύραν, Ἢ καρύων σφαίρωσιν ἢ κώνου σπόρον, Ἢ καὶ περιτμήματα καὶ παρασπάδας Ἐκ τῆς ὑφαντῆς τῶν Σκυθῶν χρυσουργίας, Ὁ παῖς τιθασὸς εὑρεθήσεται σκύλαξ· | |
25 | Καὶ γὰρ ὁμαλῶς ἐγγιεῖ καὶ δράξεται, Μετὰ δὲ μικρὸν ἐμφαγὼν καὶ καγχάσει· Καὶ γὰρ διαχεῖ τὴν ψυχὴν τὸ πρὸς χάριν· Ἂν δὲ κτυπηθῇ καὶ χρυσῷ φιλοφρόνως, Πακτωλέ μου πότιμε καὶ χρυσοῤῥόα, | |
30 | Δείξει τρανῶς ἐνταῦθα γυμνὴν τὴν φύσιν, Ὡς ἂν ἑαυτὸν πατρικῇ θάλψῃ ζέσει, | |
Πανηγυρικῶν εὐπορήσας ἀμφίων. | ||
3.219(1t) | Περὶ τῶν τοῦ θαυμαστοῦ πρωτοστράτορος κεφαλαίων, | |
2t | ἄπερ ἀπὸ τῆς θείας γραφῆς ἠρανίσατο. | |
1 | Γλαβᾶς Μιχαὴλ Δούκας ὁ πρωτοστράτωρ, Ὁ νοῦς ὁ γοργὸς, ἡ φυσικὴ θερμότης, Ὁ καὶ στρατηγὸς καὶ σοφὸς καὶ γεννάδας, Λύσας νοητῶς τὸ πτερὸν τῆς καρδίας | |
5 | Εἰς τὸν χρυσοῦν λειμῶνα τῶν θείων λόγων, Καὶ παντὸς ἄνθους ἁρπάσας τὸ χρήσιμον, Ἥδιστον ὠργάνωσε ῥημάτων μέλι, Καὶ ταῦτα ναρκῶν τῇ νόσῳ τοῦ σώματος Καὶ τῷ δριμεῖ χειμῶνι τῶν ἔνδον πόνων· | |
10 | Οἰκῶν δὲ καὶ τὰ σίμβλα τῆς στραταρχίας, Καὶ τὸν περιττὸν τοῦ στρατοῦ βόμβον στέγων. Ἔρως γὰρ αὐτὸν κοσμικῆς σωτηρίας Ὑπερφυῶν ἔδειξεν ἐργάτην πόνων, Δι’ ὧν καθαιρῶν πανταχοῦ τοὺς βαρβάρους, | |
15 | Πόλεις ἀνίστη καὶ τόπους ἐλάμβανεν, Οὓς δυσμενῶν κατεῖχεν ὁπλιτῶν θράσος. Μάρτυς ἑῴα πᾶσα, δυσμὴ δὲ πλέον, Καὶ πᾶσα φωνὴ, καὶ ψυχὴ, καὶ πᾶν στόμα· Μόνος γὰρ οὗτος τὴν κατ’ ἄνθρωπον φύσιν | |
20 | Ἔδειξεν ὡς ἦν ἐκ θεοῦ πρὸ τοῦ ξύλου, Τὴν γνωστικὴν δύναμιν ἐξ ἔργων χέας. Οὐκοῦν διελθὼν εὐφυῶς τὸ βιβλίον, | |
Ἄνθρωπε, καρπὸν ἐκτροπῆς κρείσσω τρύγα· Μᾶλλον δὲ λαβὼν τὴν Ἐδὲμ τὴν ἐνθάδε, | ||
25 | Καὶ τὴν γεωργηθεῖσαν ἀφθόνως χάριν, Σωτηρίας ἔρανον ἡδέως φάγε· Ὁ γὰρ προμηθεὺς τῆς φυῆς πρωτοστράτωρ Ἀνειμένον τὸν κῆπον εἰργάσατό σοι. Βούλει προελθεῖν εἰς φυτοῦ βάσιν ξένην, | |
30 | Ὡς ἂν καθεσθῇς τῇ σκιᾷ τῇ τῶν κλάδων; Ἡ Βασιλείου γλῶσσα καλεῖ σε, δράμε. Καὶ γὰρ πιανθεὶς τῇ δρόσῳ τοῦ Πνεύματος Ἐκεῖνος αὐτὸς τῶν γραφῶν ὁ τεχνίτης Καρποὺς νοητοὺς καὶ σκιὰν ἔμπνουν φέρει, | |
35 | Καὶ ψυχαγωγεῖ τοὺς προσεκτικωτέρους. Βούλει ποταμὸν καὶ βαθὺ βλέψαι φρέαρ; Ἰωάννης τὸ γλεῦκος ὁ χρυσοῤῥόας Ἥδιστον ἄν σοι νᾶμα παρέχοι πίνειν Ἐκ τῶν ἀγωγῶν τῆς σοφῆς ἐπομβρίας· | |
40 | Καὶ Γρηγόριος αὖθις, ἡ πτηνὴ φύσις, Δεικνὺς λόγων δύσγνωστον ἐξ ὕψους βάθος· Καὶ Μάξιμος δὲ τὴν καλὴν γλῶσσαν στρέφων, Ἢ κύκνος ἐστὶν ἢ χελιδὼν εἰς ἔαρ· Ἀηδόνος δὲ φθόγγον ἀκοῦσαι θέλων, | |
45 | Τὰ Γρηγορίου δεῦρο τοῦ Νύσης μάθε· Κἂν ὑπεραρθῇς τοῦ Κλίμακος τοῖς λόγοις, Σκόπει προκύπτων Ἰσαὰκ τὸ μετρίον· Κἂν μάλα διψῇς καὶ πιεῖν ἔτι γλίχῃ, | |
Ὁ Νεῖλος ἰδοὺ καὶ τὸ τοῦ Νείλου στόμα· | ||
3.219(50) | Κἂν πνευματικῶς ἠρεμεῖν αὖθις θέλῃς, Ἔχεις τὸν Ἡσύχιον ὡς ἀφ’ ἑστίας· Ὅπου γε καὶ Στηθάτος ὠνομασμένος Νικήτας αὐτὸς ἡδέως προσφθέγγεται· Καὶ Μάρκος ἄλλος ὡς λέων ἐρεύγεται, | |
55 | Καὶ Φιλοθέου μουσικὴ ῥυθμίζεται. Τοιοῦτόν ἐστιν ἀκριβῶς τὸ βιβλίον· Σειρὰν δὲ μικροῦ ζωγραφοῦν ἡρμοσμένην, Κἂν ᾖς χαμερπὴς, ὑπανέλκει συντόνως Ἐπὶ τὰ συντείνοντα καὶ σώσοντά σε, | |
60 | Μὴ τοὺς κολοιοὺς τῆς γραφῆς διαπτύσεις, Ἕλληνες οὗτοι, μῦστα, καὶ τούτων σύνες. Χρὴ γὰρ ἐπαινεῖν καὶ γεωργοὺς πολλάκις, Οἳ παραφυτεύουσι τοῖς ῥόδοις θύμους, Ὡς ἂν ἐκεῖνα μᾶλλον εὐώδη μένοι. | |
65 | Πλὴν ὡς κιβωτὸς εὐπρεπὴς τὸ βιβλίον, Χρυσὸν καθαρὸν εὐτυχεῖ καὶ μαργάρους, Καὶ λυχνίτας ἄντικρυς εὐκόσμων λόγων, Ἐν οἷς ἀδήλως ἡ ψυχὴ φαιδρύνεται· Καὶ φαρμάκοις τὸ χρῆμα ποικίλοις βρύει, | |
70 | Ὅπερ γὰρ ἂν θέλοι τις εὑρεῖν ἰσχύσει, | |
Τῶν ἀρετῶν δὲ τὴν ὑφεστῶσαν φύσιν Ὅπως ἔχει κάλλιστα διδαχθήσεται. Ὢ νοῦς φυσικῶς τεχνικῆς ὥρας γέμων! Ὢ νοῦς πτερωτὸς εἰς δεούσας εὑρέσεις! | ||
75 | Ὢ νοῦς πεπηγὼς εἰς ἀπόκρυφον βάσιν! Ὢ φύσις, ὢ χάριτες, ὢ φρενῶν βάθος! Ὢ γοργότης ἄῤῥητος, ὢ πλάτος λόγων! Ὢ πραγμάτων ὄχημα ποικιλοτρόπων, Οἷον βλέπων, ἥλιε, σιγᾷς ἐν βίῳ! | |
3.220(t) | Ἐπίγραμμα εἰς ἔπιπλον τῇ θεομήτορι. | |
1 | Τὸ τῆς κεφαλῆς τῆς ἐμῆς ἄλγος, κόρη, Τοῖς τῶν ἰατρῶν ἀντιπίπτον φαρμάκοις Ἡ σὴ καθαιρεῖ κοσμοσώτειρα δρόσος· Τοῦ θαύματος δὲ προγράφεις μοι τὸν τύπον | |
5 | Ὀφθεῖσα νυκτὸς καὶ καταστράψασά με. Χριστὸς γὰρ αὐτὸς, ἡ κεφαλὴ τῶν ὅλων, Ἀνεῖλεν ἐν σοὶ τὰς σκιὰς καὶ τὰς νόσους. Ἀμείβομαι γοῦν τὴν κορυφαίαν χάριν Τῷ νῦν ὑφαντῷ τῆς γραφῆς σου κρασπέδῳ· | |
10 | Καὶ σὺ πάλιν δρόσιζε τῇ σῇ με σκέπῃ, Καὶ παραμυθοῦ τῆς ψυχῆς μου τοὺς πόνους. | |
Ὡς ἐξ Εἰρήνης ταῦτα τῆς ἀρχοντίσσης. | ||
3.221(t) | Ἐπίγραμμα εἰς στήλας βασιλικάς. | |
1 | Καλὸν πρὸ πυλῶν βασιλεῖς οὕτω γράφειν, Ὡς καὶ πνοὴν δοκοῦσαν ἐγχεῖν τοῖς τύποις. Ὁ γὰρ πρὸς αὐτοὺς ὡς πρὸς ἐμψύχους βλέπων Ἐνάγεται μὲν εἰς ὑπόμνησιν φόβου· | |
5 | Νευρούμενος δὲ ταῖς ἐκεῖθεν ἐλπίσιν, Αἳ πολλάκις ἥκουσιν εἰς τοὺς φιλτάτους, Θαρσεῖ κατ’ ἐχθρῶν, κἂν θανεῖν πάντως δέοι· Ὅταν δὲ θεσπίζωσι καὶ λύσεις φόρων, Ὁ δῆμος ἀθρῶν τὰς γραφὰς ἀναπνέει, | |
10 | Καὶ γίνεται παῖς εὐνοῶν τῇ πατρίδι, Καὶ κατὰ παντὸς δυσμενοῦς ἐπιτρέχει Νῦν μᾶλλον οἰκεῖν ἀσφαλῶς ταύτην θέλων. Τὴν γοῦν καλῶς παθοῦσαν ἐκ τούτων πόλιν Ἐπισιτισμῷ πλησμονῆς διατρέφων | |
15 | Ὁ παμβασιλεὺς εὐμενῶς ἐπιβλέποι, Καὶ τοὺς μὲν ἐχθροὺς ἐκδιώκοι μακρόθεν, Ὀργῆς ἐπ’ αὐτοὺς ὡς θυμοῦ τείνων βέλη, Καὶ πῦρ ἀπε.... δραστικῆς ἐπιβρέχων, Τοὺς ἄῤῥενας δὲ μυστικῶς ἐνισχύοι | |
20 | Πιστοὺς νέμων φύλακας αὐτοῖς ἀγγέλους, Καὶ ταῖς γυναιξὶ σωφρονίζοι τὸν βίον, Ὡς ἂν ὁ σεμνὸς εὐλογούμενος γάμος | |
Πληθὺν μαχητῶν ἐξενέγκῃ τῷ χρόνῳ. | ||
3.222(t) | Αὐθωρὸν εἰς ἀνάγνωσιν. | |
1 | Ἰδοὺ θέρος γῆς ὑπερευθηνουμένης· Τῶν γὰρ ἀγαθῶν εὐστοχεῖ πᾶς ὁ σπόρος· Εἴ γε τρόπου δύσχρηστον οὐκ ἔχει κνίδην, Ἄνθρωπε, λοιπὸν τῆς κριθῆς ταύτης φάγε· | |
5 | Τῆς γὰρ ψυχῆς τὸ σῶμα λαμπρὸν ἐργάσῃ. | |
3.223(t) | Εἰς τὸν περὶ ἀκρασίας λόγον τοῦ Ἡσαῦ. | |
1 | Ἡσαῦ μισηθεὶς γηγενοῦς παντὸς πλέον, Καὶ καταραθεὶς ὑπὸ τοῦ φωτοσπόρου, Συχναῖς γυναιξὶν ἀκρατῶς συνεζύγη, Ὡς ἂν ἔχοι τὸ φίλτρον ἡδονῆς χάριν, | |
5 | Καὶ μηδὲν ᾖ γόνιμον εἰς φαῦλον πόθον· Σὺ δ’ ἀκροατὰ, φεῦγε τὴν ἀπληστίαν, Τὴν τοῦ λόγου σύζευξιν εὐστόργως φέρων. | |
3.224(t) | Εἰς τὸν λόγον τῆς ὁσίας Μαρίας αὐθωρόν. | |
1 | Κόσμος γυναιξὶν ὁ προκείμενος λόγος· Καὶ γὰρ ἔχει πρόγραμμα τὴν Αἰγυπτίαν, Ἣ πᾶν ἀποξύσασα τοῖς πόνοις πάχος Στηρίζεται μὲν εἰς μέσον τὸν ἀέρα, | |
5 | Νυμφεύεται δὲ τῶν ψυχῶν τῷ νυμφίῳ, Καὶ μέχρις αὐτῶν εὐδρομεῖ τῶν παστάδων, Ἃς ἀγγέλων ἄπειρα κυκλοῦσι στίφη. | |
Τὸ λείψανον γοῦν τῆς ταπεινῆς Μαρίας, Εἰ χρὴ κατ’ αὐτὴν μετριάσειν τὸν λόγον, | ||
10 | Ἄνδρες τε καὶ γυναῖκες, ὡς κοινὸν τύπον, Μιμητικῶς θάπτοντες ἐν ταῖς καρδίαις, Νῦν ἀκροᾶσθε· σὺ δ’ ἐπευλόγει, θύτα. | |
3.225(t) | Αὐθωρὸν εἰς ἀνάγνωσιν. | |
1 | Ἐπισιτισμῷ πλησμονῆς θείων λόγων ......υτὸν ὀξυπείνης ὢν τρέφε· Καὶ γὰρ ὁ λιμὸς τῶν καλῶν ἔγγιστά σοι· Πλὴν δεῦρο μιμοῦ καὶ τὸν ἐν λόγοις τύπον, | |
5 | Καὶ τοὺς Ἰακὼβ πανταχοῦ ζήλου τρόπους, Μισθὸν σεαυτῷ γνωστικὸν θησαυρίσας· Ὁ γὰρ νοητὸς οὐ φθερεῖ τούτους Λάβαν. | |
3.226(t) | Εἰς ἀνάγνωσιν αὐθωρὸν τοῦ ἐν ταῖς Χώναις θαύματος. | |
1 | Ὕδωρ τὸ πῦρ ἄπειρον εἰς Χώνην χέον, Πῦρ γὰρ ὁ Δαβὶδ μαρτυρεῖ τοὺς ἀγγέλους, Ὡς πνεῦμα καὶ φῶς εἰς θεοῦ λειτουργίαν, Τὴν συρφετώδη τοῦ Σατὰν ὕλην φλέγει, | |
5 | Εἰπεῖν δὲ ταυτὸν τοὺς ἀκανθώδεις πόνους, Οὓς χερσομανήσασα καρδία τρέφει· Τὰ ῥεῖθρα λοιπὸν τοῦ προκειμένου λόγου, Ὡς ἀπὸ Χωνῶν τῶν ἀκουστικῶν πόρων, Εἰς τοὺς μυχοὺς δέχεσθε τοὺς ἀποκρύφους, | |
10 | Ὡς ἂν ὁ νοῦς ἄσειστος ἐντεῦθεν μένοι | |
Μὴ παρασυρεὶς τῶν παθῶν τῇ προσχύσει. | ||
3.227(t) | Τῷ πανσεβαστῷ. | |
1 | Ἀφ’ ἑστίας, ὅ φασιν, ἀγρότην βλέπων Ἄμοχθον ἡμῖν ὁ χρυσοῦς θήραν δίδου· Τὰ γὰρ πρὸ τῆς χθὲς ἀργυρᾶ κυνάρια Κακοπραγοῦντα θᾶττον ἐκπέφευγέ με. | |
3.228(t) | Εἰς κανδήλαν τῇ θεομήτορι. | |
1 | Ζωήν τε καὶ φῶς εὐτυχῶν σε, παρθένε, Τὸ φωταγωγὸν σκεῦος ὠργάνωσά σοι· Δεινῷ γὰρ ὑδέρου με ληφθεῖσαν πάθει Κατὰ φύσιν εὔρωστον εἰργάσω πάλιν· | |
5 | Ἐξίκμασας δὲ τοὺς χυμοὺς τῶν ἐγκάτων Τῆς σῆς δρόσου μάλιστα ταῖς ἐπομβρίαις· Ἀπόκρυφον γὰρ πῦρ ἀναλίσκον φέρεις. Οὐκοῦν δέχου φῶς ἐν διαυγεῖ λυχνίᾳ, Μή πως κρυβῇ τοσοῦτον ἀνθρώποις τέρας. | |
3.229(t) | Εἰς κόσμον καλύπτρας. | |
1 | Κόσμος κεφαλῇ τὸ φρονεῖν ἃ συμφέρει· Χωρὶς γὰρ αὐτοῦ πάντα καθάπαξ νόθα· Πλὴν ἡ θεοῦ χεὶρ τὴν κεφαλήν μου σκέποι, | |
Μή πως θερινὴ πυρπολήσῃ με ζέσις, | ||
5 | Ἢ νυκτερινῆς προσβολῆς πλήξῃ ψύχος, Ἢ ῥεῦμα δεινὸν ἐκ παθῶν ἀποκρύφων. | |
3.230(t) | Εἰς τὸν ἐσώγυρον. | |
1 | Ἐν τῇ καλύπτρᾳ ....μα τεχνίτου φέρων, Σφίγμα ψυχῆς ἔχοιμι τὸν θεῖον φόβον. | |
3.231(t) | Τῷ Λογοθέτῃ τῶν ἀγελῶν. | |
1 | Ἅμαξαν εὑρεῖν ταῖς κριθαῖς οὐκ ἰσχύσας Νωταρίους ἔπεμψα πεζοὺς βαρβάρους, Οἳ τάχα καὶ πρὶν εἰσπεσεῖν τοῖς φορτίοις Τὸν μισθὸν ἐγκλείουσι τοῖς βαλαντίοις. | |
5 | Μέτρει μὲν οὖν τοὺς ἄνδρας ἀφθονωτέρους, Μέτρει δὲ καὶ τὸ δῶρον ἁδρὸν τῷ ξένῳ, Κἂν ἄχυρον δῷς τοῖς ἐμοῖς ἱπποτρόφον, Δώσεις ὅλον τὸ κτῆνος, οὐ τροφὰς μόνον, Ὁ συμπαθὴς ἄνθρωπος, ὁ χρυσοῦς φίλος, | |
10 | Εἴ μοι δίδως καὶ τοῦτο θαῤῥούντως γράφειν. | |
3.232(t) | Εἰς τὸν ἅγιον Ἀκάκιον τὸν ἐκ Μυρσινῶνος. | |
1 | Μωσῆς, πάτερ, σὺ, καὶ θεὸν δεῦρο βλέπεις· Καὶ γὰρ τὸ νεκρὸν τῶν παθῶν λύσας δέρας, Ὁρᾷς ἐναργῶς ἐν φυτῷ πῦρ μὴ φλέγον· Σκηνὴν δὲ ποιεῖς, τῆς θεοῦ σκηνῆς χάριν. | |
3.233(t) | Εἰς ἐγκόλπιον τὸν μέγαν Δημήτριον. | |
1 | Εἴ σοι τὸ λουτρὸν οὗπερ ἐσφάγης φίλον, | |
Ἐνταῦθα γὰρ δὴ καὶ τὰ ῥεῖθρα τῶν μύρων, Τίθημι λουτρὸν τὴν ἐμήν σοι καρδίαν· Οἴκησον οὖν, οἴκησον αὐτὴν ἀσμένως, | ||
5 | Ἐπεὶ ζέσιν ἄσβεστον εὐνοίας ἔχει· Καὶ γὰρ τὰ πυκνὰ τῶν ἐμῶν παθῶν βέλη Ταῖς μαρτυρικαῖς ἀμβλυνεῖς λόγχαις, μάκαρ. | |
3.234(t) | Εἰς τὴν δευτέραν παρουσίαν ἐκ προσώπου τῆς θεομήτορος. | |
1 | Ἐμοὶ χάριν σὺ καὶ τὸ πρεσβεύειν δίδως Καὶ τὸ προσηνῆ τὸν κριτήν σε δεικνύειν· Ῥυσάμενος γοῦν τὴν ψυχὴν τὴν ἐνθάδε Τῇ μητρί σου λάφυρον, ὦ σῶτερ, δίδου. | |
5 | Γόνατα μητρὸς νῦν κεκαμμένα βλέπων Ψυχὴν ταπεινὴν ἐξελοῦ τοῦ κινδύνου· Καὶ τοῦτο γὰρ δὴ σὸς νόμος, παντοκράτορ, Τὸ παῖδα μητρὶ συμπαθῶς ὦτα κλίνειν. Οὕτω πρὸς ἡμᾶς εὐμενὴς ὁ δεσπότης | |
10 | Ὡς μηδὲ τεκμήρια θυμοῦ δεικνύειν Ἐπὶ δικαστικοῦ τε καὶ φρικτοῦ θρόνου· Φύσει γὰρ ὢν εὔσπλαγχνος ὀκνεῖ τὴν δίκην. | |
3.235(1t) | Εἰς παναγιάριον ἐγκόλπιον ἔχον καὶ ἀπὸ τοῦ δεσποτικοῦ | |
2t | αἵματος. | |
1 | Τῆς παρθένου τὸν ἄρτον ἐν στέρνοις φέρω· Φεῦγε ψυχὴ πεινῶσα τὴν σωτηρίαν· Ὅταν δὲ διψῇς, πῖνε τὴν ἀφθαρσίαν, Ἣν δὴ τὸ σεπτὸν αἷμα Χριστοῦ σοι χέει. | |
5 | Ἰδοὺ ξένη τράπεζα καὶ δαιτυμόνες! Ἐγὼ δὲ λαμπρὸς ἑστιάτωρ ἐνθάδε Τὸ δεσποτικὸν αἷμα δεικνύων πόμα· Τράφηθι καὶ σὺ τοιγαροῦν, ὦ καρδία. | |
3.236(t) | Τῷ Κομνηνῷ Συργιάννῃ. | |
1 | Ἥρακλες, Ἑρμῆ σῶτερ, Ἀθηνᾶς τέκος, Ἥρως Ἀριστότελες, ἐν Σκύθαις Ἄρες, Τὴν παῖδα τὴν σὴν τὴν ἐμὴν πέπομφά σοι Σιγῶσαν αἰδοῖ τῆς τιμῆς τῶν παρθένων· | |
5 | Οὐ φθέγξεται γὰρ, κἂν ἐπιτρέψῃς λέγειν. Ἀλλ’ οἶνος αὐτὴν καὶ στομοῖ καὶ φαιδρύνει, Ὅταν ἔχοι καὶ ψίχας ἡ πλήρης κύλιξ, Πλὴν ἀπὸ λευκῆς οὐχὶ κιβδήλου ζύμης· Αἰσθάνεται γὰρ ἀνατεχθὲν τὸ βρέφος | |
10 | Ἐξ εὐτυχοῦς δή τινος· αὐτὸς δ’ ἂν λέγοις· Καὶ τὸν παρ’ ἡμῖν χαλεπῶς φέρον βίον Πρὸς τὴν ὑπὲρ δύναμιν ἐκτρέχει τύχην· Ζητεῖ δὲ λαβεῖν καὶ χρυσόπλοκον φάρος, Μισοῦν τὰ κοινὰ τῶν τριχῶν ὑφάσματα, | |
15 | Καὶ πασχατιᾷ καὶ φθονεῖ τῷ συγγόνῳ, Καὶ πρὸς σὲ τὸν κάλλιστον ἀνθρώπων βλέπει. Τί γοῦν με δεῖ πράξαντα τὴν παῖδα τρέφειν Δίδασκε, ναὶ δίδασκε, μαθεῖν γὰρ θέλω. | |
3.237(1t) | Εἰς τὰ τοῦ πρωτοστράτορος ἐκείνου τοῦ θαυμαστοῦ | |
2t | στρατηγήματα. | |
1 | Ἃ νοῦς κατορθοῖ ζωγραφεῖν, τῶν ἐν λόγοις, Πράξεις δὲ χειρὸς ἐκτυποῦν, τῶν ζωγράφων, Ἴσον δὲ τὸ χρήσιμον ἐξ ἑκατέρων, Ὡς ἂν τὰ καλὰ μὴ παρέλθοι τῷ χρόνῳ. | |
5 | Πλὴν ἔστιν εὑρεῖν καὶ γραφὴν ἐν ζωγράφοις, Καὶ ζωγράφων μίμησιν ἐν λογογράφοις. Οὐκοῦν, θεατὰ, στῆθι μικρὸν ἐνθάδε, Καὶ βλέμμα καὶ νοῦν συμβαλὼν ἄμφω σκόπει Πράξεις τε χειρὸς καὶ φρενῶν ἔργα ξένα. | |
10 | Ὅστις γὰρ ἂν ᾖς, κέρδος εὑρήσεις μέγα Τῷ μὴ παρελθεῖν ἀρετῶν ζῶντας τύπους. Εἰ δ’ οὐχὶ καθ’ ἕκαστον ὁ σκιαγράφος Ἔγραψε δεῦρο πάντα, τί τάχα ξένον; Τὸ πλῆθος ὀκνεῖν ἐκβιάσει τὴν φύσιν, | |
15 | Εἰ καὶ πτερωτὰς ἡ γραφὴ χρόας φύει· Πάσης δὲ χειρὸς κοῦφον ἡ γλῶσσα πλέον, Κινοῦντος αὐτὴν τοῦ πτεροῦ τῆς καρδίας. Ἔφη δ’ ἂν αὐτὸς ὁ γραφεὶς ἔμπνους τάχα Τὰς καθ’ ἑαυτὸν εὐκλεεῖς στρατηγίας, | |
20 | Εἰ μή τις αἰδὼς εἶχεν αὐτὸν ἐκ βρέφους, Ἣν ἐξ ἔθους ἔστερξε καὶ γεγραμμένης. Ὁρᾷς τὸν ἄνδρα τὸν πολὺν τοῦτον, ξένε; Ἐκεῖνος οὗτός ἐστιν ὁ πρωτοστράτωρ, Ὁ δημιουργὸς τῆς μονῆς τῆς ἐνθάδε, | |
25 | Τὸ θαῦμα τῆς γῆς, ὁ Γλαβᾶς ὁ γεννάδας· Οὗ τὴν σταθηρότητα καὶ τὴν ἀνδρίαν, | |
Καὶ τὴν φρενῶν γέμουσαν ἐκ παιδὸς φύσιν Ἅπας ὁ χῶρος μαρτυρεῖ τῆς ἑσπέρας, Ἔλαττον οὐδὲν τῆς καλῆς ἕω φέρων· | ||
30 | Ἀφ’ οὗπερ αὐτὸς, ὡς δρομεὺς ἄλλος γίγας, Τὰς ὑπὲρ αὐτῆς ἀντανέσχε λαμπάδας, Καὶ πᾶσαν ἁπλῶς ἐθνικὴν φυλαρχίαν Καθεῖλεν εἰς γῆν ὡς βολὶς ὀλεθρία. Μείραξ γὰρ ὢν γέροντος ἐφρόνει πλέον, | |
35 | Ὅτε στρατηγεῖν ἤρξατο πρὸς ἑσπέραν, Χειμῶνα παντὸς δυσχεροῦς λύσας δέους, Καὶ τὴν ἐν αὐτῷ συστολήν τε καὶ ζάλην Εἰς τὴν κατ’ ἐχθρῶν ἐξαμείψας αἰθρίαν. Εὐθὺς δὲ συμβαίνει τι τῶν παρ’ ἐλπίδας, | |
40 | Ὡς ἂν μένοι γνώριμος ἀπὸ βαλβίδος. Ἦγε στρατιὰν εὐτελῆ πρὸς Βιζύην, Ἣν ἦγχεν ἐσμὸς δυσμενῶν ἀφ’ ἑστίας. Ἔνθα λυθεῖσαν τοῦ στρατοῦ τὴν ἀγέλην, Ἦρος φυέντος καὶ χλιδώσης τῆς χλόης, | |
45 | Θύραθεν ἁρπάσουσιν αὐτῆς ἡμέρας Αἱ Βουλγάρων φάλαγγες, ὡς ἄρνας λύκοι. Καὶ δὴ παρευθὺς ὁ γλυκὺς οὗτος γίγας, Κατ’ ἴχνος αὐτοῖς ἐκδραμὼν παρ’ ἐλπίδας, Τοὺς θῆρας αἱρεῖ συστραφέντας εἰς μάχην, | |
3.237(50) | Ὡς πτῶκας ἢ δορκάδας ἢ δειλὰς κύνας· Καὶ λαμβάνει τὴν ἵππον ἀφθονωτέραν, | |
Ὥσπερ τοκισθὲν ἐξεπίτηδες δάνος· Καὶ πυργοποιεῖ καὶ στεγάσει τὴν βρύσιν, Τὰς ἀπὸ γραμμῆς δεξιούμενος νίκας, | ||
55 | Μή τι κυνικὸν δυσμενοῦς πίνοι στόμα· Τάχα δὲ καὶ τὰ ῥεῖθρα τῶν πρὶν αἱμάτων Συνέσχεν ὡς κλεῖς ἐμπεδήσας τὰς φλέβας. Ἐντεῦθεν οὐκ ἦν ἠρεμεῖν τὸν γεννάδαν Εἰς τὴν κατ’ ἐχθρῶν ἠρεθισμένον μάχην, | |
60 | Καλοῦντος αὐτὸν τοῦ προσήκοντος χρόνου. Θεῷ γὰρ εὐθὺς ἀναθεὶς τὰς ἐλπίδας, Ὃς ἦγεν αὐτὸν δεξιῶς πρὸς τὰς μάχας, Τὴν χθὲς ταπεινὴν τῶν μοναχῶν ἑστίαν, Εἰ καὶ μεγάλην εἶχε τὴν κλῆσιν πάλαι, | |
65 | Τείνει πρὸς ὕψος ἐν βραχεῖ καὶ φαιδρύνει· Τὴν χεῖρα κινῶν καὶ τὰ τῆς γλώσσης μέλη, Καθάπερ Ὀρφεὺς τὴν πολύφθογγον λύραν, Καὶ δῆλος ἦν ἄντικρυς ἐκ τῶν πραγμάτων, Ὡς οὐδὲ τὸν πρὶν ὀλβιώτατον τόπον | |
70 | Τῆς νῦν ταπεινῆς καὶ γνοφώδους ἑσπέρας Ὅλως ἐάσει δυσπραγεῖν ἐν ταῖς μάχαις, Ἀλλὰ καθέξει καὶ κλεΐσει τὰς πόλεις, Τιθεὶς ἐν αὐταῖς ἀντὶ λίθων τὰς νίκας. Μετ’ οὐ πολὺν γάρ τινα τῆς μάχης χρόνον, | |
75 | Χαλῶν κατ’ ἐχθρῶν τοῦ σκοποῦ τὰς ἡνίας Εἰς τὸ Σκοποῦ φρούριον εὐδρόμως φθάνει, Καὶ τοὺς ἐν αὐτῇ δυσμενεῖς περιτρέπει, | |
Σκοποῦ σκοπὸν φάρμακον εὑρὼν εὐσκόπως· Ἅμα δὲ καὶ τὴν Πέτραν ἁρπάσας ἔχει, | ||
80 | Καὶ τὰς ἐν αὐτῇ δυσμενεῖς θραύει κράτας, Ὡς ὅπλον αὐχῶν τῆς φρενὸς τὴν σφενδόνην. Εἶτα σκοπήσας ἐν σιγῇ τὸ συμφέρον, Τῷ γὰρ θορυβεῖν οὐ προσεῖχεν ἐκ βρέφους, Σκόπελον εἷλε μετρίως φρουρούμενον, | |
85 | Ὃν ἄρας ὑψοῦ καὶ πλατύνας εὑρέθη· Καὶ νῦν βραβευτὴς δείκνυται στρατευμάτων, Καὶ χώραν αὐχῶν εὐπραγούντων ἑστίαν, Ὁ πρὶν στενωθεὶς ἐξ ἀνάγκης ἀσχέτου, Βοᾷ δὲ μικροῦ καὶ τὰς ἐν μέσῳ νίκας, | |
90 | Εἰς ὕψος ἑστὼς ἐν θριάμβῳ τῆς τύχης. Τὴν γοῦν Ἀγαθόπολιν ἐλθὼν λαμβάνει, Τὸν Βουλγάρων ἄνακτα τὸν Κωνσταντίνον Ἐξοστρακίσας εὐχερῶς πρὸ τῆς μάχης, Καὶ δεικνὺς, ὡς ἔξεστι τοῖς εὐνουστάτοις, | |
95 | Ἐχθρῶν βασιλεῖς ἐκνικᾶν ἀκινδύνως. Ἔπειτα Σωζόπολιν ἀπὸ Βουλγάρων Σώσει κατασχὼν ἅμα τοῖς πέριξ τόποις· Ἐφ’ ἣν μετοικοῦν ἀσφαλῶς ἐκ Βιζύης Ἔδειξε τὸ στράτευμα τῆς Ῥωμαΐδος, | |
3.237(100) | Σοφῶς ὑποσπῶν τὰς νομὰς καὶ τοὺς τόνους Καὶ τὰς ἀδήλους ἐμβολὰς τῶν ἐκφύλων. Κἀντεῦθεν εὑρὼν τὴν μονὴν τοῦ Προδρόμου Σμικρὰν, πνιγηρὰν, δυστυχῆ παρ’ ἀξίαν, Ἣν εἶχεν ἑξὰς εὐτελῶν μονοτρόπων, | |
105 | Οὕτω καλὴν ἔδειξεν, ὡς ἤδη βλέπεις, Καὶ τὴν πρὸ μικροῦ Νησίον καλουμένην Εἰς νῆσον ἁβρὰν ἐξαμείψας εὑρέθη. Οὐκ ἦν γὰρ εἰκὸς τὸν προφήτην τὸν μέγαν Ἔρημον οἰκεῖν καὶ μετὰ πότμον τόπον. | |
110 | Ἀμείβεται δὲ τῶν συχνῶν τοῦτον πόνων, Καὶ τοῦ χύδην ῥέοντος ἱδρῶτος μέσον, Καὶ τοῦ ποταμοῦ τῆς χρυσῆς ἐπομβρίας Ἡ προδρομικὴ δεξιὰ φιλοφρόνως· Φρουρεῖ γὰρ αὐτὸν πανταχοῦ τῆς ἑσπέρας | |
115 | Ὠθοῦσα μακρὰν τοὺς βαρεῖς ἀποστάτας. Ὁ δὲ σκεπασθεὶς εὐδρομεῖ κἀν τοῖς πρόσω, Καὶ τὰς μεταξὺ δυσχερεῖς λύσας μάχας, Καὶ μέχρις αὐτῆς Ζαγορᾶς οὕτω φθάσας Πορθεῖ κραταιῶς καὶ σκυλεύει τὰς πόλεις. | |
120 | Καὶ τὰς ἐν αὐταῖς συλλαβὼν ἀποσπάδας, Ἄγει παρ’ αὐτὰς τὰς προληφθείσας πόλεις Ἄνδρας, γυναῖκας καὶ προμάζια βρέφη. Τὴν γοῦν Ἀγαθόπολιν αὐξήσας πόλιν, Ἔδειξε Σωζόπολιν εἰκότως πόλιν· | |
125 | Μὴ καὶ φυτουργὸς εὑρεθεὶς ἐξ ὁπλίτου Σοφῶς ἀνασπᾷ καὶ φυτεύει τοὺς ξένους Ἐκ γῆς πονηρᾶς εἰς πολύφορον πέδον Πυκναῖς ὀρυγαῖς εὐτυχοῦς ἀκοντίου; Μάνθανε λοιπὸν καὶ τὰς ἐντεῦθεν νίκας. | |
130 | Τὸ γὰρ Δεβελτὸν μαρτυρεῖ καὶ μακρόθεν Καλῶς ὑπ’ αὐτοῦ προστεθὲν τοῖς πρακτέοις· Βοᾷ τὸ Κανστρίτζιον ἐκ πετρῶν μέσου· Λαλεῖ Σκαφιδᾶς ἀσφαλῶς ἐκτισμένος. Ὁ γὰρ στρατηγὸς ἐκνικᾷ καὶ τὰς φύσεις, | |
135 | Μικροῦ πνοῆς δύναμιν ἐνθεὶς τοῖς λίθοις. Σφαιροῖ δὲ καὶ τὸν Πύργον ἐξ εὐτεχνίας, Καὶ πυργοποιεῖ τὰς καλὰς ὄντως νίκας Ὁ πύργος ὁ ζῶν πρὸς τὰς ἔξωθεν μάχας· Ποιεῖ δὲ καὶ γέφυραν ἀσφαλεστάτην, | |
140 | Στοὰς ἀνιστὰς ἐκ βυθοῦ περιῤῥύτους, Καὶ δημιουργῶν καὶ στεγάζων εἰς ὕδωρ, Συνόντος αὐτῷ πανστρατὶ τοῦ δεσπότου, Καὶ δημιουργοῦ καὶ σοφοῦ καὶ τεχνίτου· Κἂν αὐτὸν ἐξέπεμψεν ὁ στεφηφόρος | |
145 | Ὡς χρηστὸν αὐθόμαιμον, ὡς νικηφόρον. Ὁ μὲν γὰρ ὑπέστρεψεν εἰς Βυζαντίδα, Τέως πρὸς ἄλλας ἀσχολούμενος μάχας· Ὁ δὲ σκεπαστὴν εὐτυχῶν τὸν δεσπότην Συχνὰς ὑποστὰς συμπλοκὰς μετὰ χρόνον | |
3.237(150) | Μόνος τὸ Ῥωσόκαστρον αὐτὸς λαμβάνει, Καὶ κατοχυροῖ πρὸς τὸ μεῖζον ἑδράσας. Εἶτα προελθὼν καὶ πλατύνας τὰς νίκας, Κρημνὸν τὰ Κρημνὰ τοῖς κακούργοις δεικνύει. Ἵνα δὲ καὶ θάλασσα τὰς νίκας μάθῃ, | |
155 | Καὶ μαρτυρεῖ τὰ ῥεῖθρα τὴν τούτων χύσιν Λαβόντα φωνὴν ψαλμικῶν κελευσμάτων, Εἴληφεν Ἀγχίαλον ἀπτέρῳ τάχει, Τοὺς αἱμοχαρεῖς ἐκτοπίσας βατράχους· Καὶ νῦν ἐν αὐτῇ δείκνυται ξένη πόλις, | |
160 | Ἣν ἔσχε μικροῦ πρᾶξιν αὐτὸς δακτύλων, Εὐθὺς ἀπ’ ἀρχῆς ὀργανώσας τὴν κτίσιν· Φθάνει δὲ μέχρι τῆς καλῆς Μεσημβρίας Ὁ καινοφανὴς ἥλιος τῆς ἑσπέρας, Τεφρῶν ἀτεχνῶς τὸν κρατοῦντα Βουλγάρων | |
165 | Ἐκεῖνον αὐτὸν, τὸν πολὺν Κωνσταντίνον· Ὡς φλὸξ δὲ θερμὸς προσβαλὼν Σφεντισθλάβῳ | |
Καὶ τῇ κατ’ αὐτὸν ὁπλομοσχεύτῳ χλόῃ Ποιεῖ Λαχανᾶν συσσαπῆναι τῇ ζέσει· Μετὰ δὲ μικρὸν, τὸν Ζυγὸν πάντα στέγει, | ||
170 | Τοὺς πρὶν ἀκαμπεῖς καὶ θρασεῖς καὶ δεσπότας Ζυγοῖς περισπῶν δουλικῆς ὑπουργίας. Ἐχρῆν γὰρ αὐτὸν ἐκθερίσαι τοὺς στάχυς, Ἔπειτα καμεῖν εἰς τὸ θάψαι τὸν σπόρον. Τὸ τοῦ Κάλαθος ἄστυ καὶ τὸ Πετρίου | |
175 | Διττοὶ σχεδὸν μάρτυρες ἐκ τῶν πραγμάτων· Ἅπερ κατασχὼν καὶ προβὰς ὁ γεννάδας Εἰς τὴν Προβάτους ἦλθε τὴν ἔνδον πόλιν, Ὥσπερ νομῆς θρέμματα μαχαίρας στόμα, Σφάττων ῥαχίζων τοὺς κακούργους τῇ σπάθῃ. | |
180 | Ἔπειτα Βύτζαν εἷλε τὴν δορᾶς δίχα Πλακεῖσαν ὑγραῖς τῷ θεῷ διεξόδοις Ἱππεὺς ἀγαθὸς εὑρεθεὶς εἰς τὰ πρόσω· Τὸν Αἵμονος δὲ πάντα κερδάνας τόπον, Τὸν Κοζίακον ἄστυ καὶ πόλιν γράφει, | |
185 | Τοῖς Βουλγάρων αἵμασι βάψας τὸ ξίφος. Κατέσχε λοιπὸν καὶ τὸ Καρύας πέδον, ᾯ φραγμὸν ὠργάνωσεν ἐν σφαίρας τύπῳ, Λειμῶνα πυκνὸν ἐμφυτεύων ταῖς νίκαις. | |
Στενὸν δὲ ποιεῖ τὸν πλατὺν πρόσθεν τόπον | ||
190 | Τῆς Βουλγαρικῆς ὑπεροψίας ὅλης, Στενοῦ κατασχὼν τὴν περίχωρον πάλιν. Ὁ δὲ πλατυνθεὶς ἐκ στενοῦ καὶ μετρίου Καὶ Πατζιμίσκου τὸν τόπον συλλαμβάνει· Ἐντεῦθεν ἐχθροὶ δυσμενεῖς ἀποστάται | |
195 | Καὶ λωποδῦται καὶ φθορεῖς τῶν πραγμάτων Ἀναῤῥαγέντες καὶ σφριγῶντες εἰς μάχας, Ὥσπερ τινὲς δράκοντες ἐκ γῆς πυθμένων, Ὅταν ἐπιστῇ τοῦ θέρους ἡ θερμότης, Ἔμαθον οἷς ἔπαθον, ὡς ὁ γεννάδας | |
3.237(200) | Πρηστὴρ ἀτεχνῶς πυρπολῶν σφᾶς εὑρέθη. Κόμανος ἦν ὁ πρῶτος ὁλκὸς τῆς μάχης· Καντζῆς μετ’ αὐτὸν, πρὸς δὲ τούτοις Μομτζίλας, Βαρύτερος δὲ καὶ θρασύτερος δράκων Ὁ τὴν Ζαγορὰν ἐκροφῶν τότε Στάνος· | |
205 | Ἔπειτα Δαμιανὸς ἐκ Βελλεγράδων· Οὓς πάντας ἁπλῶς συλλαβὼν ὑπὸ βρόχοις Εἰς βάθος ὠθεῖ ψαλμικῶν ἀθυρμάτων, Καὶ τὰς ὑπ’ αὐτοὺς ὑπὲρ ὧν εἷρπον πόλεις Οἱ πρὶν κατ’ αὐτοῦ δυσμενῶς κεχηνότες, | |
210 | Φρουρεῖ κατασχὼν φωλεῶν δήπου τρόπον, Οὐτζάγκαν, Οὐρβίτζιον ἅμα τοῖς πέριξ, Τὸ Κοζίακος ἄστυ· πρὸς τούτοις πάλιν Τῆς Διαβαινᾶς, τῆς Γραμαίνης τὸν τόπον, | |
Οἰνῶκον αὐτὸ καὶ τὸ πᾶν ἁπλῶς μέρος, | ||
215 | Τὸ Πετροβούνου καὶ τὸ Θεοφυλάκτου, Τῆς Ἀτζερᾶς ἅπαντα συλλήβδην τόπον, Καὶ Γολογλέντου καὶ σὺν αὐτοῖς Ἀθίτζαν Καὶ τὸ κραταιὸν ἄστυ τῶν Βελλεγράδων Ὃ μαρτυρεῖ Στούδαινα συνειλημμένη· | |
220 | Πυργίτζιον δὲ καὶ τὸ πᾶν τούτου μέρος, Συχνῆς μάχης ἔπαθλα συχνὰ λαμβάνει Δεικνὺς Λαχανᾶν δυστυχοῦντα σατράπην. Εἶτα Κάμαιναν, εἶτα Σωτῆρος πόλιν, Τῆς Μοκρεάνους τὸν τόπον τῆς Πατζόβου, | |
225 | Καὶ τὸ Κτενίων ἄστυ τὸ κτεῖνον μάχας, Ὃ Βεσελεὴλ οὗτος εὑρέθη κτίσας· Τὸν δ’ Ἀετὸν πῶς εἷλε τὸν δίχα πτίλων, Κυνηγετικὴν εὐτυχοῦντα καρδίαν· Αὐτὸς γὰρ αὐτὸν ὡς τοκεὺς κίρκος τρέφει | |
230 | Πολλοὺς νεοττοὺς ἀγαγὼν ἐξ Οὐστίου Καὶ τῆς Προβάτους, ἀλλὰ καὶ τῆς Πρεσθλάβας Καὶ τοῦ κατ’ αὐτὰς ἐμβαθύνοντος μέρους, Ὡς οὐ παρ’ ἐχθροῖς ἀσφαλῶς ᾠκισμένας· Καὶ Τζερβεσίσθα μαρτυρεῖ τὴν Βερδίτζαν, | |
235 | Ὡς ἂν ὁ παρὼν ἀκριβέστερον μάθοι· | |
Μογκλίζιον δὲ τῷ Κρινῷ συμμαρτύρει· Βεῤῥὼ δὲ τὴν Κώλιναν ἐκ Βεανίτζης, Τὰ δύσμαχα φρούρια τῶν ἀλλοτρίων, Ἅπερ κατέσχεν εὐχερῶς ὁ γεννάδας. | ||
240 | Εἰ δ’ οὐκ ἔχουσι ταῦτα φωνὴν μακρόθεν, Ὁ γοῦν Λαχανᾶς μὴ φθονείτω τῆς τύχης· Εἰ γὰρ σιγήσας ἐγκαλύψει τὰς μάχας, Τρίνωβος αὐτὸς ἐκβοήσει τὰς νίκας· Τάχα λαλήσει καὶ στρατὸς παρηγμένος, | |
245 | Ἐκ τῶν παρ’ αὐτοῦ συντεθέντων ὀστέων· Κεκράξεται δὲ καὶ βασιλίδος στόμα Καὶ βασιλίσκος ἁρπαγεὶς παρ’ ἐλπίδας, Ὡς ἂν ἔχοι μάρτυρας ἀψευδεστέρους· Ἐκ γὰρ Τρινώβου συλλαβὼν ἀκινδύνως | |
3.237(250) | Τὴν Βουλγάρων λέαιναν αὐτῷ σκυμνίῳ, Πέπομφε τῷ λέοντι τῷ στεφηφόρῳ Λάφυρον ἡδὺ συγγενοῦς ὑποψίας. Κήρυξ δὲ τοῦ πράγματος ἡ Κωνσταντίνου, Δούλην ἰδοῦσα τὴν ἐλευθέραν τύχην, | |
255 | Καὶ πάλιν αὐτὴν λαμβάνει τὴν Πρεσθλάβαν, Λωφτζὸν σὺν αὐτῇ, Τζερβενὸν καὶ Βυδίνην, Καὶ τὴν περὶ Δάννουβιν εὐρυχωρίαν· | |
Καὶ πάλιν αὐτὸν τὸν βαρὺν ἀποστάτην Ὠθεῖ Λαχανᾶν ἐκτοπίζων τῷ ξίφει· | ||
260 | Κατήγορον δὲ τῆς φυγῆς τῷ σατράπῃ Τὸ Πριστρίας φρούριον ἐκ τῶν πραγμάτων, Μησὶ δι’ αὐτὸν ἐν τρισὶ κεκλεισμένον· Κἂν εἷλεν αὐτὸ πυρπολήσας ὡς χλόην Ὁ γίγας οὗτος ὁ δρομεὺς ἑωσφόρος, | |
265 | Εἰ μή τις ἐνσκήψασα δυσχερὴς νόσος, Καθάπερ ὑγρὸν ἀπὸ χειμῶνος νέφος, Ἀναδραμεῖν ἔπεισεν εἰς Βυζαντίδα, Καὶ συσταλῆναι καὶ καλύψαι τὴν ζέσιν, Κινοῦντος αὐτὸν οὐρανοῦ παντὸς πλέον | |
270 | Τῶν βασιλικῶν τοῦ σκοποῦ θεσπισμάτων. Δριμὺς δὲ χειμὼν ἐκ νεφῶν ἀντιπνόων Κατέσχεν εὐθὺς τὸν στρατὸν τῆς ἑσπέρας. Παρὼν γὰρ οὐκ ἦν ὁ στρατάρχης ἥλιος, Ἀντιστρατηγήσαντος ὥσπερ ἀστέρος | |
275 | Ἄλλου μετ’ αὐτὸν ἐν κρυμῷ δειλανδρίας· Ἡ χεὶρ δὲ ναρκᾷ τοῦ στρατοῦ παραυτίκα, Ἐχθροῖς δὲ ῥιπτεῖ καὶ μερίσει τὰς πόλεις, | |
Ὅσους ὁ καιρὸς ἀντεδίδου ταῖς μάχαις· Ἀθροίζεται δὲ στρατιᾶς πάλιν σέλας | ||
280 | Ὡς ὑπὸ δίσκῳ τῇ στροφῇ τῶν πραγμάτων, Καὶ τὸν Λαχανᾶν τὸν πολὺν καταφλέγει. Καὶ πάλιν αὐτὸς ὁ γλυκὺς ἑωσφόρος, Λυθέντος αὐτῷ τοῦ κατασχόντος νέφους, Βυζάντιον πῦρ ἐκδραμὸν πρὸς ἑσπέραν | |
285 | Τῇ τῶν Ἰταλῶν δείκνυται πανοπλίᾳ· Τεφροῖ γὰρ αὐτοὺς ὡς ἀνίκμους ἀθρόους, Θερμὴν φύσιν ἔχοντας ὑπεροψίας. Ἐξ ὧν κατασχὼν τὴν πόλιν Δυῤῥαχίου Κροάς τε καὶ Κάννινα καὶ τὰ κυκλόθεν, | |
290 | Ὁρμᾷ πρὸς αὐτοὺς τοὺς θρασεῖς πάλαι Βλάχους, Θεόδωρον δὲ πυρπολεῖ κατακράτος Τὸν σεβαστοκράτορα τῶν ἀλλοτρίων, Καὶ λαμβάνει τὴν χώραν, ὡς δῶρον τύχης. Δρεανοβισκὸς δεῖγμα τῆς εὐανδρίας, | |
295 | Ἄστρον δὲ μικροῦ θαῦμα τῆς εὐτολμίας. Ἐχρῆν γὰρ αὐτοῦ μαρτυρεῖσθαι τὰς νίκας Παρὰ γυναικὸς εὐπρεποῦς βασιλίδος, Καὶ παρὰ παιδὸς μὴ φρονοῦντος ὡς βρέφους, Εἶτα παρ’ ἀνδρὸς εὐτυχοῦς πρὸ τῆς μάχης, | |
3.237(300) | Ὡς ἂν ἔχοι δήλωσιν ἀκριβεστέραν. Εἶτα πάλιν ὑφεῖρψε δυσμενὴς ὄφις | |
Ὡς ἀπὸ τρώγλης τῆς γνοφώδους ἑσπέρας, Κοτεανίτζης ἐγκοτῶν τῷ γεννάδᾳ· Οὗ τοὺς συριγμοὺς, τὰς στροφὰς καὶ τὸ θράσος | ||
305 | Καθεῖλεν εἰς γῆν συμπατήσας ὡς κόνιν. Εὐτζάπολιν δὲ συλλαβὼν Μοροβίσδου, Σκόπιά τε Σθλάβιτζαν ἐξ εὐανδρίας, Καὶ τὸν Πίαντζον καὶ τὸ περὶ τὸν Στρόμον, Καὶ τὸν περὶ Στρούμμιτζαν ἄφθονον τόπον | |
310 | Αἱρεῖ, κεφαλὰς ὑπὸ γῆν ἀλλοτρίων, Πτέρνη παρ’ αὐτῶν ἀσφαλῶς τηρουμένη, Καὶ τῆς νίκης ἔπαθλον ἡ Δεῦρις πόλις Αὐχοῦσα πολλὴν τὴν περίχωρον χάριν, Σαύρῳ δὲ Μαῦρος ἐμφερὴς δεδειγμένος· | |
315 | Ἐπείγεται μὲν ἐνδακεῖν ὑπὸ φθόνου, Καὶ τὴν ὑπασπίζουσαν ἐκπτύσαι βλάβην· Συστέλλεται δὲ καὶ κρυβεὶς ὑποτρέχει· Καὶ μὴν συνελθεῖν εὐχερῶς οὐκ ἰσχύει, Τμηθεὶς μεληδὸν τοῦ στρατάρχου τῷ ξίφει | |
320 | Κἀντεῦθεν εἰδὼς Τερτερῆς τοῦτον φθάνει, Πληγεὶς ὑπ’ αὐτοῦ καὶ πεσὼν ὑπὸ γνόφον. | |
Οὐκ ἀγνοεῖ δὲ καὶ Λαχανᾶς τὸν μέγαν, Οὐ Σμῖλος αὐτὸς ὁ κρατῶν γῆς Βουλγάρων, Οὐκ ἄλλος οὐδεὶς τῶν ζεόντων εἰς μάχας· | ||
325 | Ἀθάνατος γὰρ δείκνυται στηλουργία Τῷ νικοποιῷ σὺν θεῷ στεφανίτῃ Βάρνα, Προβάτους, Πρεσθλάβα σὺν Ἀθίτζῃ, Ῥεάχοβός τε καὶ τὸ Κυπίλου πέδον Καὶ Κάτζοβος καὶ σύμπας ἁπλῶς γῆς ὅρος, | |
330 | Εἶτα Στεανίσκος τε καὶ Τούντζης πόλις, Τῆς Ἀδριανοῦ μέχρι τῆς τρισολβίας Πρὸς τῇ Διαμπόλει δὲ καὶ τὸ Λαρδέα. Οὕτως ὁ καινὸς Ἡρακλῆς οὗτος, ξένε, Συχνοὺς ὑποστὰς ἐν βραχεῖ χρόνῳ πόνους, | |
335 | Ἀράμενος δὲ καὶ τὰς ἐν πᾶσι νίκας Ἔδειξε μικροῦ τὴν φύσιν ἰσάγγελον Τῇ πρὸς τὸν αὐτάνακτα φιλοστοργίᾳ. | |
3.238(t) | Τῷ πατριάρχῃ. | |
1 | Χριστοῦ μιμητὰ ποιμνιάρχα τοῦ πρᾴου, Σὺ μὲν σεαυτὸν οὐρανοῦ δίκην κλίνων, Ἡμῖν ὁμιλεῖς δυσπραγοῦσι τοῖς ξένοις· Τὸν ἥλιον γὰρ τῶν καλῶν ἔργων φέρων | |
5 | Τὴν τῶν λυπηρῶν ἐκδιώκεις ἑσπέραν· Καὶ πρὸς τοσοῦτο βάθος ἐξ ὕψους ῥέπων, Καὶ φαῦλον οὐδὲν οὐδαμῶς πάσχων πάθος, Τηρεῖς πάλιν τὸ σχῆμα καὶ μέγας μένεις, Καὶ θαυματουργεῖς τῇ καθάρσει τῶν νόσων | |
10 | Τὰ τῶν λόγων φάρμακα πυκνῶς ἐγχέων. Ἐγὼ δὲ φιλῶν (ἀλλὰ πιπτέτω θράσος), Καὶ καθάπερ Λάσαρος ἀλγῶν ἐκ νόσου, Ἰδεῖν τὸ σὸν πρόσωπον ἐζήτουν μόνον, Καὶ τῶν ὀδυνῶν τὴν φορὰν ἐκαρτέρουν | |
15 | Τὴν ἀνακωχὴν ἐλπίσας τῆς φύσεως. Νῦν οὖν θανατῶ καὶ παραπνέω μόνον, Καὶ λειποθυμῶ καὶ χυμοὺς ἀναπτύω· Ἱδρῶν δὲ ναρκῶ καὶ διάστροφον βλέπω, Καὶ κατὰ μικρὸν ὠχριῶν μελαίνομαι· | |
20 | Σφυγμὸς γὰρ οὐδεὶς ἐκνικώσης τῆς νόσου, Εἰ μέχρις αὐτῶν ἀκριβῶς τῶν ὀστέων Ἡ συμφορὰ προῆλθε τῆς ἀθυμίας. Εἰμὶ δὲ νεκρὸς καὶ μυδῶν ἄλλον τρόπον, Καὶ τοὺς προπομποὺς ἀγνοῶν τοῦ λειψάνου. | |
25 | Χριστοῦ μαθητὰ, μὴ παρέλθῃς τὸν φίλον, Τὸν ζῶντα νεκρὸν, ἀλλ’ ἐπίστηθι φθάσας Πρὶν ἀποθανεῖν καὶ ῥυῆναι τὴν φύσιν, Καὶ χοῦν ὑπελθεῖν καὶ κρυβῆναι τὴν πλάσιν· | |
Μόνος γὰρ ἂν δύναιτο νεκροὺς ἐκ τάφου | ||
30 | Ζωοῦν Ἰησοῦς ὁ σκυλεύων τοὺς τάφους. Ἔχω γε μὴν οὐ Μάρθαν οὐδὲ Μαρίαν· Τῶν γὰρ ἀληθῶν ἐστερήθην συγγόνων, Πάροικος εἰς γῆν εὑρεθεὶς ἀλλοτρίαν· Καλλίνικον δὲ τῆς μονῆς τὸν προστάτην, | |
35 | Ἣν ὡς ὁ Μωσῆς τὴν θεοῦ σκηνὴν κτίσας Πολλῶν ἀγαθῶν εἰσφοραῖς σὺ φαιδρύνεις. Εἰ δ’ οὐχὶ καὶ φαίνοιτο θερμῶς δακρύων, Οὐδέν τι καινὸν, μυστικῶς γὰρ δακρύει, Τὸ θηλυπαθὲς ἐκφυγὼν ὁ γεννάδας· | |
40 | Νῦν γοῦν δι’ αὐτὸν ποτνιώμενον πάλαι, Τὸν σαββατισμὸν τοῖς ἐμοῖς πόνοις δίδου, Ὡς ἂν φέρων φοίνικας εὐχαριστίας Τὸν ὑπὲρ ἡμᾶς εὐλογῶ σε δεσπότην, Ὅταν ἐπ’ αὐτὴν τὴν Σιὼν τῆς καρδίας | |
45 | Ἐμοὶ προπεμφθῇς ἐξελέγξας τὸν φθόνον. | |
3.239 | Πάλιν ἐφ’ ἡμᾶς ὁ γλυκὺς Νεῖλος ῥέεις Ἀνατρέχων κάτωθεν εἰς ὑπερχύσεις· Ὃς εἰκότως Αἴγυπτον εὑρών με πνίγῃ | |
Ταῖς σαῖς λιπανεῖς ἀργυραῖς ὑπομβρίαις. | ||
5 | Ξηραίνομαι γὰρ ὑπὸ τῆς ἀνομβρίας, Χαλκῆς ἀτεχνῶς εὑρεθείσης τῆς τύχης. Ἴσως ὁ καρπὸς μὴ φρυγεὶς τῶν ἐλπίδων Ἀλλὰ δροσισθεὶς ὀργανώσει τὸν στάχυν, Ὃς ἂν τὸν ἐσμὸν τῶν ἐμῶν τρέφῃ κρότων. | |
10 | Πήχεις μὲν οὖν ὄρεξον ἡμῖν ἀφθόνους, Τοὺς ἀπὸ χειρῶν εὐπετεῖς πρὸς τὰς δόσεις. Τὸ γήδιον γὰρ ἐκτακὲν τῆς καρδίας, Ὃ πολλάκις ἤρδευσας ἐξ εὐσπλαγχνίας, Εἰς προσχύσεις κέχηνε δαψιλεστέρας· | |
15 | Μετὰ δὲ μικρὸν καὶ κατὰ χώραν μένων, Καὶ τοὺς ἀγωγοὺς τοῦ χρυσοῦ διατρέχων, Οὓς εἰς Θρᾴκην ὤρυξε καλάμου στόμα Βαφαῖς ἐρυθραῖς εὐτυχῶς τεθηγμένον, Πλήρου τὰ κοινὰ σωστικῆς γεωργίας· | |
20 | Φήμῃ δὲ σαυτὸν ἐκδεδωκὼς ἀχρόνῳ Εἰς τὴν κτίσιν σύμπασαν ὀξέως τρέχε· Τάχα προσελθὼν ταῖς ῥοαῖς ταῖς ὀλβίαις Εἰς ὠκεανὸν κατὰ τὸν Νεῖλον φθάσεις Κυκλοῦντα τὴν γῆν τῇ στροφῇ τοῦ ῥευμάτος. | |
3.240 | Ὀλβιόδωρε σῶτερ, ἰοὺ τῆς τύχης! | |
Οὐ τρύφος ἡμᾶς, οὐ κρατὴρ ἀναψύχει. Τί τοῦτο; παπαί! δυσχερὴς ὁ πᾶς βίος. Ὄψον δὲ καὶ τράγημα καὶ σκόμβρων γένος | ||
5 | Οὐδὲν παρ’ ἡμῖν· χαλκοτύπων γὰρ τάδε Καὶ βυρσοδεψῶν εὐτελῶν καὶ τεκτόνων. Ὁ δὲ στατὴρ, ὄνειρος· ἡ στολὴ, τρίβων· Τὸ κτῆνος ἀλγοῦν· ἑστιᾶται γὰρ μόλις, Ἐπείπερ ἐξέλιπον ἀπὸ βρώσεως | |
10 | Πρόβατα καὶ θνήσκοντες ἐν φάτναις βόες, Καὶ δυσμενεῖς οἱ παῖδες ἡμῖν ἔσθ’ ὅτε Τράπεζαν οὐκ ἔχοντες ἀφθονωτέραν. Οὐκοῦν ὄρεξον χεῖρα τῷ πνέοντί σε, Καὶ τοὺς χρυσοῦς ἄνοιξον εὐσπλάγχνως πόρους, | |
15 | Ἔθους ἀγαθοῦ μηδὲ νῦν κλείσας θύραν. Εἷς γὰρ ἑῷος Ἀτζύμης Δομέστικος, Εἷς, ἄλλος οὐδεὶς, κἂν διέλθῃς τὴν κτίσιν, Τροφεὺς ἱλαρὸς, εὐχερὴς πρὸς τὰς δόσεις, Ὀξὺς χορηγὸς, δαψιλὴς, ἀκάματος· | |
20 | Οὗ δίχα τὸ ζῆν δυσπραγοῦντα τὸν ξένον Ἐργῶδές ἐστιν, ἄφθονε πτωχοτρόφε. | |
3.241 | Ἰοὺ κατὰ σοῦ τῆς ψυχῆς τῆς ἐνθέου Τὸν δυσμενῆ λέγουσι λυττῆσαι φθόνον! Ἰοὺ κατὰ σοῦ τῆς μεγάλης φύσεως | |
Τὰ μικρὰ καὶ δύσποτμα συντρέχειν γένη, | ||
5 | Ὡς ἂν πάλιν Ἥρακλες ἐξ ἄλλης πάλης Ἀνατιναχθεὶς ὡς τὸ πῦρ ὑπερζέσῃς, Καὶ τὰ προσοχθίζοντα πυγμαῖα στίφη Διασπάσῃς τάχιστα συλλήβδην φύρας! Φωτὸς γὰρ ἀκμὴν οὐχ ὑφίσταται σκότος, | |
10 | Ἰσχὺν δὲ γυπὸς οὐ στίχουσι κάνθαροι· Κἂν ἐξ ἕλους κώνωπος οὐλήσῃ στόμα, Τὸν αἰγυπιὸν οὐ θροήσει τὸν μέγαν. Πλὴν ἴσθι Φιλῆν τὸν παραπνέοντά σε, Κάμνοντα καὶ ῥιγοῦντα καὶ πυρούμενον | |
15 | Κρυμοῦ τε χωρὶς καὶ φλογὸς ταχυδρόμου, Τήν τε κλίνην ἔχοντα μυγμῶν ἑστίαν, Καὶ φαρμάκων χρῄζοντα καὶ φίλων πλέον· Οὐκοῦν πρὸς ἡμᾶς πέμπε τινὰ τῶν φίλων Ψιλοῦ τέως ῥήματος ὀμβρίσας δρόσον. | |
3.242(1t) | Πρὸς τὸν ἅγιον Στέφανον τὸν πρωτομάρτυρα | |
2t | περὶ τοῦ κτήτορος τῆς μονῆς αὐτοῦ τοῦ παρακοιμωμένου ἐκείνου. | |
1 | Οὐκ ἦν μὲν εἰκὸς ἄνδρα νεκρὸν σεμνύνειν Ἐκ τῶν κατ’ αὐτὸν δῆθεν εὐτυχημάτων· Τὰ γὰρ παρατρέχοντα πῶς ἄν τις λέγοι; Μᾶλλον δὲ τίς ἐντεῦθεν ἀνθρώπῳ χάρις | |
5 | Φανέντι καὶ κρυβέντι καὶ σεσηπότι; Πλὴν ἀλλ’ ἐπεὶ, πρώταθλε Χριστοῦ μαρτύρων, Ἔτι περιὼν ὁ γραφεὶς οὗτος γίγας | |
Καυχήσεως στέφανον ἐκτήσατό σε Τοῖς μαρτυρικοῖς ὡραϊσμένον λίθοις, | ||
10 | Τί καινὸν εἰ λέγοιμεν αὐτοῦ τὸν βίον; Πῶς γὰρ ἂν ἄλλως τοῦτον ὁ ξένος μάθοι Κενὸν τύπον σώματος ἐνθάδε βλέπων; Περσὶς μὲν οὖν ἔδειξεν αὐτὸν ὡς ῥόδον Αἵματι Χριστοῦ μυστικῶς βεβαμμένον· | |
15 | Τῶν γὰρ ἀκανθῶν τῆς ἀπιστίας μέσον Εὐωδιάζον εἶχεν ἐκ βρέφους σέβας· Γένους δὲ σεμνοῦ καὶ τιμῆς τῆς ἐν βίῳ Καὶ παντοδαπῶν εὐπορήσας πραγμάτων, Τῶν χριστιανῶν τὴν τιμὴν ηὔχει πλέον· | |
20 | Ζῶον γὰρ ἦν ἄντικρυς ἐν πυρὶ πνέον. Ἐπεὶ δὲ φυγὼν τὸν μισάνθρωπον φθόνον Ἐξ Αὐσόνων γῆς ἦλθεν εἰς γῆν Περσίδος Ὁ βασιλειῶν καὶ κρατῶν πρὸ τοῦ στέφους, Ἥρως Μιχαὴλ Παλαιολόγος Δούκας, | |
25 | Τούτῳ πρὸ παντὸς εὐγενοῦς ἐντυγχάνει, Καὶ τῶν κατ’ αὐτὸν ἀξιοῖ βουλευμάτων, Ὁρῶν σοφὸν τὸν ἄνδρα τῶν ἄλλων πλέον Καὶ καρτερικὸν ἀκριβῶς πρὸς τὰς μάχας. Εἶτα συνεργὸν εὐτυχῶν τοῦτον μέγαν | |
30 | Ἐκεῖθεν ἥκει δεῦρο τοῦ σκοποῦ χάριν, Καὶ γίνεται μὲν Αὐσονάρχης αὐτίκα, Τιμᾷ δὲ τιμῇ τοῦ παρακοιμωμένου Τῆς σφενδόνης τὸν ἄνδρα τῆς ὑπερτάτης, Φανέντα καὶ πρὶν εὐκλεῆ τοῖς σατράπαις | |
35 | Ἐκ τῶν πρὸς ἀντάμειψιν ἀξιωμάτων. Ὁ δὲ προτιμῶν πανταχοῦ σε τῆς τύχης, Καὶ πᾶσαν ἐν σοὶ τῆς ψυχῆς τὴν ἐλπίδα Τηρῶν καθαρὰν ἐμπαθοῦς ὑποψίας, Εἰς κάλλος ἀρκοῦν τὴν μονὴν καθιδρύει | |
40 | Πᾶσαν χέας ὕπαρξιν ἀφθόνῳ δόσει. Σὺ γὰρ ἐκεῖνον εἷλες ἐκ τῆς Περσίδος, Ἄγκιστρον ἐνθεὶς ὁρμιᾶς τεραστίων· Ἔτι μὲν οὖν ζῶν καὶ βλέπων τὸν ἥλιον Ἔκαμνε τῷ σώματι σὴν δήπου χάριν, | |
45 | Ὡς ἂν ἔχοι τὴν πῆξιν ἀσφαλεστέραν Τῇ κατὰ μικρὸν ἡ μονή σου προσθέσει, Καὶ νῦν μοναχῶν συγκροτεῖ χορὸν ξένον Τῇ χριστοτερπεῖ τῶν ψυχῶν λειτουργίᾳ· Ἐπεὶ δὲ καὶ παρῆλθε δεικνὺς τὴν φύσιν, | |
3.242(50) | Καὶ τοῦτον οἰκεῖ τῆς σοροῦ φεῦ τὸν λίθον Ἀνὴρ ἀγαθὸς, εὐσεβὴς ἄλλος γέρων, Χρηστὸς, προσηνὴς, εὐσταλὴς πρὸς τοὺς πόνους, Διονύσιος τὴν κυριωνυμίαν, Ἐκεῖνον ἐν γῇ Περσικῇ σχὼν δεσπότην, | |
55 | Καὶ τὰς ἐπὶ σοὶ παραλαβὼν ἐλπίδας, Καὶ κλῆρον εὑρὼν τὸν κατάλληλον πόθον, Προΐσταται μὲν τῇ μονῇ τῶν φροντίδων· Ὑμῶν δὲ κοινῇ ζωγραφεῖ νῦν τοὺς τύπους, Ὡς ἂν ἐν αὐτῷ τοῦ θεοῦ τῷ βιβλίῳ | |
60 | Γραφῇ καθαρὸς τῶν παθῶν τῶν ἐξ ὕλης. Ἀλλ’, ὦ μάκαρ Στέφανε σεπτὲ μαρτύρων, Τούτῳ μὲν ὡς πνεύσαντι καὶ στέρξαντί σε, | |
Καὶ σεμνὸν ἀνύσαντι παιδόθεν βίον Δίδου χάριν ἄῤῥητον ἐκ τοῦ δεσπότου, | ||
65 | Μονὴν δὲ τὴν σὴν εὐγενῶς διεξάγων Ποιμὴν ἀγαθὸς καὶ φιλάνθρωπος γίνου, Καὶ μαρτυρικοῖς θραῦε τοὺς θῆρας λίθοις, Μήπως ἐπεισφρήσωσι τῷ σῷ ποιμνίῳ· Δεῖ γὰρ ἐνεγκεῖν τῷ θεῷ καὶ δεσπότῃ | |
70 | Τὸ πνευματικὸν τῶν μονοτρόπων γάλα Καλῶς ἀμελχθὲν τῇ συνάρσει τῶν πόνων, Ἢ καὶ τυρωθὲν τῇ ζέσει τοῦ πνεύματος. | |
3.243(t) | Ἐπιτάφιοι εἰς εὐειδῆ τινα νέον ἀποθανέντα. | |
1 | Ἄνθρωπε, δεῦρο στῆθι καὶ σκόπει τάδε, Καὶ χρῶ σεαυτοῦ μυστικοῖς διδασκάλοις, Καθάπερ εἰκὸς τῇ στοᾷ καὶ τοῖς τύποις. Εἰ μὲν γὰρ ἐξήκμασας, ἐγγὺς ἡ τρύγη, | |
5 | Καὶ δεῖ σε λοιπὸν προσδοκᾶν ἄλλον βίον, ᾯ τὰς ἀμοιβὰς εὑρεθήσῃ λαμβάνων Τῶν εἴτε καλῶν, εἴτε καὶ μὴ, πρακτέων. Εἰ δὲ πρὸς ἀκμὴν ὡς τὸ πῦρ ἔτι ζέεις, Ὁ παῖς ὁ νεκρὸς ἀμβλυνεῖ σοι τὸν τύφον· | |
10 | Ῥόδον γὰρ ἦν ἐκεῖνος, ἀλλ’ ἀπεψύγη Τῆς τοῦ βίου κάλυκος ἐκκύψας τέως· Τὸ γὰρ ἔαρ παρῆλθε τῆς ἡλικίας, Ἄωρον εὐθὺς ἐξαμειφθὲν εἰς θέρος. Πηγὴ καλῶν ἐκεῖνος, ἀλλ’ ἀπεφρύγη· | |
15 | Ζωῆς γὰρ αὐχμὸς τὴν πνοὴν ἐξικμάσας Τὰς ψυχαγωγοὺς ἀπενέκρωσε φλέβας. Δένδρον κομῶν ἐκεῖνος, ἐῤῥύη δ’ ὅμως Τμηθὲν πρὸ καιροῦ τῆς φθορᾶς ταῖς ἀξίναις. Πετεινὸν ἦν ἐκεῖνος ἀπτέρου γένους, | |
20 | Συναγελασθὲν τοῖς ἐλευθέροις νέοις, Ἀλλ’ ἐκπετασθὲν εἰς φθορᾶς εἴρχθη βρόχους· Οἰκίζεται δὲ, κἂν σιωπᾷ μὴ πνέον, Τὸ πρὶν φιλῳδὸν τοῦ βίου νεόττιον, Ὡς εἰς καλιὰν τὴν σορὸν τὴν ἐνθάδε. | |
25 | Κόχλος τις ἦν ἐκεῖνος εἰς ἅλμην βίου, Καὶ τῶν παρειῶν εὐτυχῶν τὴν πορφύραν, Λίθῳ τελευτῆς δείκνυται κεκλασμένος. Ἴρις τις ἦν ἐκεῖνος, ἀλλὰ γῆς ἴρις Δεικνῦσα λαμπρὰν τῶν φρενῶν τὴν αἰθρίαν· | |
30 | Ἔῤῥευσε δ’ οὖν τὸ κάλλος οὐκ ἔχον βάσιν, Τοῦ τῆς φθορᾶς ἄντικρυς ἐλθόντος νέφους. Ἥλιος ἦν ἐκεῖνος, ἀλλ’ ὑπεκρύβη, Κἂν οὐκ ἔχῃ πρόσλαμψιν ἡ κάτω δύσις, Ἕως ἐκείνης τῆς φρικώδους αὔριον. | |
35 | Ταῦτα σκοπήσας καὶ μαθὼν σύνες, ξένε, Καὶ γνῶθι σαυτὸν ἀπὸ τῶν ἀλλοτρίων· Καὶ γὰρ ὅλως μόνιμον οὐδὲν ἐν βίῳ. Τὸν κείμενον δὲ συμπαθῶς νῦν δακρύσας (Τῷ γὰρ βασιλεῖ καὶ προφήτῃ πειστέον), | |
40 | Εὔχου λαβεῖν ἐκεῖνον εἰς Ἐδὲμ λάχος, Ἔνθα τρυφὴ καὶ τέρψις, ἔνθα φῶς μέγα, | |
Καὶ πραέων οἴκησις ὃ Γραφὴ λέγει. | ||
4.1(1t) | Μανουὴλ τοῦ Μελισσηνοῦ εἰς τὴν ἐν τοῖς ἀνακτόροις τοῦ Ἀπελλοῦ | |
2t | γραφὴν, ἣν ὡς ὁ λόγος ἔχει καὶ τράπεζαν εἶναι τοῦ Ἀλεξάνδρου. | |
1 | Μιμούμενος γῆς ὁ γραφεὺς καὶ τὴν φύσιν Πεπηγμένους ἔγραψεν οὓς βλέπεις τύπους. Εἴπερ γὰρ ἦν θέλησις ἐν τῷ τεχνίτῃ, Κινουμένας ἂν τὰς γραφὰς εἶχες βλέπειν, | |
5 | Τὰ μὲν πετεινὰ πρὸς νομὰς ἐλευθέρους, Γένη δὲ νηκτῶν εἰς θαλάττης τὰ πλάτη, Καὶ κοχλίας, μῦς εἰς χαράδρας τοῦ ζόφους. Τί γοῦν τὸ κέρδος τῆς χαρᾶς ἐκρευσάσης Καὶ τοὺς θεατὰς τῶν καλῶν στερησάσης; | |
10 | Σὺ δ’ ἀλλὰ τὸν νοῦν ὁ σκοπῶν τοῦ τεχνίτου Μὴ τῆς γραφῆς θαύμασε τὴν χαρὰν μόνην· Τὴν γῆν γράφει γὰρ ἡδονῇ πεπηγμένην Ὡραίαν εὐπρόσωπον ἔνδροσον κόρην, Λυσιπλόκαμον, εὐπρεπῶς ἐσταλμένην, | |
15 | Καὶ ταῖν χεροῖν φέρουσαν οὓς τρέφει τόκους, Τρίγλας ῥοδόχρους καὶ τροφίμους σκορπίους Ξηρῶν θαλάττης κυμάτων ἀντὶ πλέον. Ἴδοις δὲ τὸν μῦν πρὸς τροφὰς ἠπειγμένον· | |
Δουλοῖ τὸ λίχνον ἡδοναῖς τῶν ἰχθύων, | ||
20 | Καὶ τὸ γλυκὺ δὲ τῆς τροφῆς τῶν ἰσχάδων Τὰ πτίλα δεσμεῖ τοῦ λαλοῦντος στρουθίου· Μισεῖ τὸ λυποῦν ἀστακὸς τῆς πατρίδος Βλέπων τὸ συμπλοῦν δυστυχὲς λελειμμένον· Πλὴν ἀλλ’ ὃ δεινὸν ζωγραφοῦσιν εἰκόνας | |
25 | Χέρσῳ θαλάττης τοὺς βαρεῖς σφῆκας κτυπεῖν Μήπως πτοηθεὶς τῆς γραφῆς ἀποδράσῃ· Σὺ γοῦν σιγῶν θαύμασε τὴν τεχνουργίαν Μήπως ταραγμὸν ἐμβάλῃς ταῖς εἰκόσι, Καὶ τῆς χάριτος τὴν γλήνην συγχέῃς· | |
30 | Ἀλεκτρυὼν γὰρ ὡς ὁρᾷς τρέμει βλέπων Τὸν ὑγρόφυρτον δυσέλικτον κοχλίαν Τὴν δικρόαν τείνοντα τῆς προβοσκίδος· Ὁ μῦς πόρους ἤνοιξε τῶν ἀκουσμάτων, Ὡς ἂν ταραχθῇ ταῖς ὀπαῖς ὑποτρέχων, | |
35 | Ἄλλως τε φαγὼν καὶ τὸ πᾶν τῶν ἰχθύων, Καὶ τὴν ἀνάγκην τοῦ λιμοῦ κατασβέσας Οὐ καρτερήσας καὶ δραμεῖται τοὺς κτύπους. Τὸν δημιουργὸν τοιγαροῦν τῶν γραμμάτων Σιγῶν ἐπαίνει μὴ στερήσῃς τὸ κράτος | |
40 | Καὶ τοὺς θεατὰς τῶν γραφῶν τῶν ἐμψύχων. | |
4.2(1t) | Τοῦ αὐτοῦ εἰς λυχνίτην λίθον ἐγγεγλυμμένην ἔχοντα | |
2t | τὴν θεοτόκον. | |
1 | Φωτὸς βρύσις σύ· μαρτυρεῖς τὸ πῦρ βάτου· | |
Ἂν δ’ οὐ φλογίζεις, καὶ λίθῳ φῶτα βρύεις. | ||
4.3(t) | Τοῦ αὐτοῦ εἰς λίθον ἐν ᾧ ἐγγεγλυμμένος ὁ προφήτης Δανιήλ. | |
1 | Τμηθέντα λίθον ὃν κατεῖδες ἐξ ὄρους, Ἑστὼς τέθηπας Δανιὴλ νῦν ἐν λίθῳ. | |
4.4(t) | Τοῦ Τζέτζου εἰς τὸν Χρυσόστομον. | |
1 | Ἄφες στιχίζειν, εὐφυῶς γὰρ οὐκ ἔχεις, Λογογραφῶν δ’ ἄρδευε τὴν οἰκουμένην. | |
4.5(1t) | Εἰς δακτύλιον, ἔχοντα σφραγῖδα ἐρῶντας δύο, καὶ ἀπὸ τῶν στέρ‐ | |
2t | νων αὐτῶν δύο δένδρα ἐκπεφυκότα καὶ εἰς ἕνα συγκορυφούμενα κό‐ | |
3t | ρυμβον. | |
1 | Ἐκ τῶν ποθούντων δένδρα, τοῖς δένδροις γάμος, Αὐτοῖς δὲ τοῖς ποθοῦσιν οὐδαμοῦ γάμος. | |
4.6(t) | Εἰς τὸ αὐτό. | |
1 | Ἐκ καρδιῶν τὰ δένδρα καὶ ξυνεπλάκη· Ἔρως, ἔρως, σύναπτε καὶ τὰς καρδίας. | |
4.7(t) | Εἰς τὸ αὐτό. | |
1 | Ἐρᾷ τὰ δένδρα, καὶ φιλεῖ, καὶ μίγνυται· Ἐρῶμεν, οὐ φιλοῦμεν, οὐ μιγνύμεθα. | |
4.8(t) | Εἰς τὸ αὐτό. | |
1 | Ἔρως, τὰ δένδρα καὶ φύεις καὶ μιγνύεις· | |
Τὰ στέρνα δ’ ἐξέῤῥηξας, οὐχὶ μιγνύεις. | ||
4.9(t) | Εἰς τὸ αὐτό. | |
1 | Εἰς δένδρον ἓν τὰ δένδρα συμπεφυκότα, Δοίητε καρπὸν τῶν ἐρώντων, τὸν γάμον. | |
4.10(t) | Τοῦ αὐτοῦ. | |
1 | Ἂν ἡ θεοῦ χεὶρ οἶδε καὶ τύπους γράφειν, Ἡ πρὶν βροτοὺς γράψασα πλαστικοῖς νόμοις. | |
4.11(t) | Τοῦ αὐτοῦ εἰς τὸν αὐτόν. | |
1 | Τί τοῦτο, λωτὲ καὶ ξενόβλυστε δρόσε, Καὶ γλεῦκος ἡδὺ καὶ θεόῤῥυτον μέλι, Τὰ ῥεῖθρα τῆς σῆς γνωστικῆς ἐπομβρίας, Καὶ τοὺς ἀγωγοὺς τῆς βρυούσης καρδίας, | |
5 | Καὶ τοὺς ποταμοὺς τῆς σοφῆς εὐγλωττίας Εἴργεις πρὸς ἡμᾶς ἐκρυῆναι μετρίως, Οὓς τοπρὶν ἐδρόσιζες ἐξ εὐσπλαγχνίας, Ὡς ἂν ὁ καρπὸς ἐκτραφῇ τῶν ἐλπίδων, Καὶ μὴ πιεσθῇ καὶ φρυγῇ πρὸ τῆς τρύγης; | |
10 | Καὶ πᾶς ἐφικτὸν ἐξ ἀνίκμου καρδίας, Ὦ νοῦ γεωργὲ κοσμικῆς κραταρχίας, Γονὰς προελθεῖν εὐφυοῦς λειτουργίας; Καὶ μὴν ὁ τὴν γῆν ἐκ νεφῶν διαβρέχων, Καὶ δημιουργῶν ἀστραπὰς ὀξυδρόμους, | |
15 | Καὶ πνεῦμα βροντῆς ὀργανῶν κεκλασμένον, Καὶ φῶς κρεμαστὸν καὶ πυρὰν ὑπερχέων, Κοινῇ χορηγεῖ τὰς τροφὰς τοῖς ἐμψύχοις, Πρὸς τοὺς πονηροὺς οὐκ ἀνείργων τὴν χάριν. Ἐνὸν κατ’ αὐτῶν ἐκραγῆναι πῦρ ξένον, | |
20 | Ὃ δὴ σκαλευθὲν τῇ πυράγρᾳ τῆς δίκης Ἄφυκτος ὀργῆς ἀνθρακεὺς ἐπιβρέχει· Πλὴν εἰ μὲν οὐδὲν ἐμποδὼν πρόσεστί τι, Τὸν ὄμβρον ἡμῖν τῆς χρυσῆς γλώττης δίδου. Τὸ γὰρ ἐφ’ ἡμᾶς ἱλαρὸν τοῦ σοῦ κράτους | |
25 | Ὁρᾷ Σολομῶν ὡς ἐπὶ χόρτον δρόσον. Εἰ δ’ οὖν, τὸν αὐχμὸν ἱκανῶς ἔχειν κρίνας (Τῆς γὰρ σιωπῆς πυρπολεῖς με τῷ χρόνῳ), Τὰς ἑσπερινὰς, βασιλεῦ, δὸς ἰκμάδας, Ὡς Νεῖλος ἐκ γῆς εἰσρυεὶς Αἰγυπτίας· | |
30 | Μήπως ὁ λιμὸς τῆς τροφῆς τοῦ σαρκίου, Βαρὺς ἐπελθὼν τῷ λιμῷ τῶν ἐλπίδων, Ἡμᾶς θανατᾶν ἰσχυρῶς ἀναγκάσῃ· Τὴν γὰρ ἐνακμάσουσαν ἡμῖν αἰθρίαν | |
Γλωσσῶν πονηρῶν συσκιάζεσθαι γνόφῳ | ||
35 | Πῶς ἂν ἔτι λέγοι τις ἐνδίκως ἔχειν, Ὦ φῶς ἱλαρὸν καὶ τρυφὴ τῶν Αὐσόνων; | |
4.12(t) | Τοῦ αὐτοῦ εἰς τὸν αὐτόν. | |
1 | Ἔσων ἐγὼ πρὶν εἰς τελευτῆς ἡμέραν· Νῦν ζῶ τελευτῶν εἰς τρεφούσας ἐλπίδας. Ἀλλ’ εἰ μὲν οὐδεὶς ἐγκαλεῖ πταίσαντί μοι, Τίς ἡ κατεσθίουσα καὶ τρύχουσά με | |
5 | Καὶ τὴν ψυχὴν πιμπρῶσα πυρφόρος νόσος; Εἰ δὲ κρίνοις αὖθίς με τῶν ὑπευθύνων, Αὐτοκράτορ μέγιστε, μὴ φείδου πλέον· Εἰκὸς γὰρ εἰς φῶς ἐκραγῆναι τὴν δίκην, Ὡς ἂν τὸ κακὸν ἀγνοούμενον τέως | |
10 | Ἀνακαλυφθῇ τῷ θριάμβῳ τοῦ χρόνου, Καὶ μηδέ τις γένοιτο τῶν ἄλλων βλάβη, Παρὸν κατασχεῖν τὴν νομὴν ἀκινδύνως· Μὴ γὰρ τὸ φαιδρὸν τῶν κατ’ ὄψιν ἀμφίων Ἀεὶ δυνατὸν συσκιάσειν τοὺς πόνους; | |
4.13(t) | Τοῦ αὐτοῦ. | |
1 | Τῷ φιλτάτῳ μοι τῷ παρακοιμωμένῳ Φιλῆς Μανουὴλ ἐνδεὴς κριθῶν τάδε· Ἑρμῆ στρατηγὲ, δεξιῶν ἔργων φύσις, Ἵππος παρελθὼν εἰς τὸν ἔμπροσθεν χρόνον | |
5 | Ὅσους καλοῦσι καὶ δρομοὺς καὶ γεννάδας, Ὥσπερ χελιδὼν ἐκ ῥοπῆς ὑποπτέρου, Κριθῶν στερηθεὶς ἐκβιάσεται κλᾴειν· Δοκεῖ γὰρ ὀκλὰξ τῶν ποδῶν κινουμένων | |
Τῷ καταμικρὸν ἐκλυθῆναι τὸν τόμον, | ||
10 | Καρηβαριᾶν καὶ προβάλλειν τὰς τρίχας, Ὥσπερ βέλη πλήττοντα μικροῦ τοὺς πέλας· Ὃς προβλέπων χειμῶνα δακρύει τάχα, Ποιεῖ δὲ συχνὰς ἐν βραχεῖ τὰς ἐκκρίσεις· Ὑγροὺς δὲ χυμοὺς ἐκ λιμοῦ παραπτύει, | |
15 | Τὰ νεῦρα χαλῶν τῶν σκελῶν πρὸς τὰς βάσεις. Εἶτα κλονεῖ τὸ σῶμα καλάμου τρόπον, Καὶ βουλιμιᾷ τὸ σφριγᾶν ἐκ τοῦ χρόνου· Καὶ τὸν θεραπεύοντα δάκνει πολλάκις, Ἀντὶ κριθῶν τὰς σάρκας ἁρπάσειν θέλων· | |
20 | Τὴν γὰρ ἀνάγκην οὐ στέγει τῆς φύσεως. Φίλιππε, φιλόστοργε, τὸ κτῆνος τρέφε Κριθὰς παρασχὼν τὰς πάλαι ζητουμένας· Καὶ παραμυθοῦ πνευστιῶντα τὸν φίλον Ἐκ τῶν περιττῶν τῆς ψυχῆς τυρβασμάτων. | |
4.14(1t) | Τοῦ αὐτοῦ μεταφραστικοὶ εἰς τὸν περὶ λιμοῦ λόγον | |
2t | τοῦ μεγάλου Βασιλείου. | |
1 | Ὁ λιμὸς οἰκτρόν ἐστιν ἐν ζώοις πάθος· Λιμὸς, κορωνὶς τῶν κατ’ ἀνθρώπους πόνων, Πάντων θανάτων δυσφορώτερον τέλος. Τῶν μὲν γὰρ ἄλλων εἰσφθαρέντων κινδύνων, | |
5 | Ἢ ξίφος ἀκμὴν εὖ τεθηγμένην φέρον | |
Ἤνεγκέ τινι τὴν τελευτὴν ὀξέως· Ἢ πυρὸς ὁρμὴ προσβαλοῦσα συντόνως Τὸ ζῆν ἀποσβέννυσιν ἐν βραχεῖ χρόνῳ. Ἢ θὴρ σπαράξας τῶν μελῶν τὰ καίρια | ||
10 | Τοῖς τμητικοῖς ὀδοῦσι τῆς ἀπληστίας Τὸν τῆς ὀδύνης ἐν ῥιπῇ τέμνει χρόνον, Ὡς ἂν ἔχῃ τι μέτρον ἡ τιμωρία. Λιμὸς δὲ τούτοις ὑπεναντίως ἔχει. Καὶ γὰρ τὸ κακὸν ἀκριβῶς ἀργὸν φέρει, | |
15 | Δριμὺν δὲ ποιεῖ τῇ παρολκῇ τὸν πόνον. Ἔχει δὲ τὴν κάκωσιν ἐγκαθημένην Καὶ παραφωλεύουσαν ἐν τοῖς ἐγκάτοις. Ὁ θάνατος δὲ τοῦ λιμοῦ προηγμένου Πάρεστιν ἀεὶ καὶ βραδὺς αὖθις μένει. | |
20 | Τὴν γὰρ φυσικὴν ἐκδαπανῶν ἰκμάδα Δεινῇ τὸ θερμὸν ἐκτροπῇ καταψύχει. Ὄγκος δὲ σύμπας ἠρέμα συστέλλεται· Καὶ καταμικρὸν ἡ δύναμις οἴχεται· Λεπτύνεται δὲ συμπεσὸν τὸ σαρκίον | |
25 | Ἀράχνιον καθάπερ ἐν τοῖς ὀστέοις. Χροῦς ἄνθος ὃ πρὶν εἶχεν ἀποβάλλεται· Τὸ γὰρ ἐρυθρὸν ἐκτακὲν διαῤῥέει· Τὸ λευκὸν οὐκ ἔνεστιν, ἀλλ’ ὑπεκρέει· Ἀμείβεται δὲ μᾶλλον εἰς τοὐναντίον, | |
30 | Ἐν ἰσχνότητι κειμένης τῆς ὄψεως. Ὁ χρὼς περιττὸς, ὠχριᾷ δὲ πρὸς μέλαν, Ὃ τῇ φύσει κίρνησιν ἡ καχεξία. Ἡ δὲ ξυνωρὶς τῶν βλεπόντων ὀργάνων, | |
Ἐνασθενοῦσα τοῖς ἐλύτροις τῶν πόρων, | ||
35 | Ἀκροδρύοις ἔοικε κατεψυγμένοις. Φωνὴ δὲ λεπτὴ καὶ παραλελυμένη, Γαστὴρ κενὴ δύσμορφος ἐκτεταγμένη, Ὄγκου τε παντὸς εὐπρεποῦς στερουμένη, Καὶ τοῖς περὶ τὰ νῶτα προσπεπλασμένη· | |
40 | Ἡ γὰρ φυσικὴ παρὰ τοῖς σπλάγχνοις τάσις Ἐκ τῆς ἀνάγκης τοῦ λιμοῦ συστέλλεται· Γόνατα λεπτὰ, καὶ στέγειν οὐ δύναται· Καὶ τήκεται μὲν, ἕλκεται δὲ πρὸς βίαν. Οὐκοῦν τίς ἂν δύναιτο ῥᾳδίως φέρειν | |
45 | Τὸν ἐκ λιμοῦ κίνδυνον, ὦ τρυφὴ λόγων; | |
4.15(t) | Τοῦ αὐτοῦ. | |
1 | Τὸ ζῆν με καὶ πνεῖν καὶ λαλεῖν καὶ συγγράφειν Καὶ πάντα ποιεῖν τῇ κατ’ αἴσθησιν κρίσει Σὴ κτῆσίς ἐστιν ἐκ θεοῦ παρηγμένη· Πῶς οὖν με τὴν σὴν, βασιλεῦ, κτῆσιν λύσει | |
5 | Λιμὸς παρελθὼν ἐκ φορᾶς ἐναντίας; | |
4.16(t) | Τοῦ αὐτοῦ. | |
1 | Νῦν ἡ τρύγη παρῆλθε τῆς παγκαρπίας, Καὶ πήγνυται μὲν τῷ κρυμῷ τὰ σαρκία, Συστέλλεται δὲ τῶν φλεβῶν ἡ θερμότης· Τροφῆς δὲ συχνῆς ἡ φύσις ἐφίεται, | |
5 | Καὶ τέμνεται γῆ, καὶ σκεδάννυται σπόρος, Καὶ σπένδεται βοῦς ταῖς τομαῖς τῶν αὐλάκων· | |
Ἀνίσταται δὲ νεκρικῶς τεθαμμένος Ὁ κόκκος ὑγρῷ σπαργανούμενος τάφῳ. Καὶ σαίνεται μὲν ὁ σπορεὺς ταῖς ἐλπίσιν, | ||
10 | Ὁρᾷ δὲ πυκνὰ πρὸς τὰ βάθρα τῆς χλόης, Καὶ θέλγεται μὲν τῇ χλιδῇ τῶν σπερμάτων· Αὐτὸν δὲ καλεῖ τῆς φυῆς τελεσφόρον Τὸν δημιουργὸν τῆς μονῆς τῶν κτισμάτων. Ἀλλ’, ὦ βασιλεῦ καὶ τροφεῦ τῶν Αὐσόνων, | |
15 | Οὐ βοῦς παρ’ ἡμῖν, οὐδὲ γῆ πυροτρόφος· Καὶ τήκεται μὲν ἐκ λιμοῦ τεθλιμμένη Μήτηρ, περιττοὺς ἑστιᾶν εἰθισμένη· Σπαράσσεται δὲ μυστικῶς τῷ φιλτάτῳ Τὰ σπλάγχνα καὶ τὰ στέρνα συνεσταλμένα· | |
20 | Παῖδες δὲ καὶ γυναῖκες ἐξ ἀσιτίας Ὀργῶσιν εἰς γῆν ἐκδραμεῖν ἀλλοτρίαν. Αὐτοκράτορ μέγιστε, τί πράξω φράσον· Τοῦ γὰρ λιμοῦ τὴν πεῖραν οὐκέτι στέγω, Καὶ ταῦτα πενθῶν τὸν τεκόντα τὴν κόρην, | |
25 | Ἧς νυμφαγωγὸς, μαστροπὸς δέ μοι πλέον, Ἡ πραγμάτων ἔρημος ἐλπὶς εὑρέθη. Τὸν μὲν γὰρ αἰσχρῶς ἡ τελευτὴ λαμβάνει, Κλέψασα τὴν αἴσθησιν ἐν περιστάσει· Τὴν δὲ βρεφικῶς ὀργανουμένην ἔτι | |
30 | Πείθει παρ’ ἀνδρὶ παρθενεύειν ὁ χρόνος. | |
4.17(t) | Τοῦ αὐτοῦ εἰς τὸν βασιλέα ἀναφορά. | |
1 | Ἄριστε πάσης τῆς ἑκάστου φύσεως, | |
Καὶ βασιλεῦ κράτιστε καὶ σοφώτατε, Καὶ πρὸς τὰ συντείνοντα δεξιώτατε, Φύσις νικῶσα τῶν λόγων τὴν δύναμιν, | ||
5 | Ἐκ τῆς μεγάλης τοῦ λιμοῦ κακώσεως Καὶ τῆς ἀδήλου τῶν φρενῶν συσχύσεως, Περιτραπείσης τῆς ἐμῆς δυνάμεως, Μή μοι παρίδῃς τῶν στίχων τὴν ὕφεσιν. Θεὸς τὰ πάντα σοὶ μόνῳ παρέσχετο, | |
10 | Καὶ δεσπότην σε τοῦ γένους εἰργάσατο, Καὶ τοῖς ὑπὲρ νοῦν καὶ λόγον χαρίσμασιν Ὡς οἶδεν αὐτὸς ἐκ βρέφους ἐδόξασε, Καὶ πᾶσαν ἡμῶν τὴν φύσιν ἐσμίκρυνε Πρὸς τὴν κρατίστην τῶν φρενῶν σου δύναμιν, | |
15 | Ὡς μηδὲν εἶναι πρὸς σὲ καὶ τοὺς πώποτε Τῆς γῆς βασιλεῖς· τί γὰρ ἄλλο φθέγξομαι, Τῶν σῶν ἀγαθῶν ὡς ἀληθῶς ἄξιον; Σὺ δ’ ὢν μετὰ σώματος ἄλλος ἄγγελος, Σαυτὸν ταπεινοῖς Χριστὸν ἐκμιμούμενος, | |
20 | Ὃς ὑπὲρ ἡμῶν τίνος οὐκ ἠνέσχετο; Κἂν σταυρὸν εἴποις, κἂν πάθη, κἂν θάνατον, Ἃ καὶ σὺ πάσχεις μυστικῶς ἑκάστοτε· Τὴν σὴν γὰρ οἶδεν ἡ κτίσις προαίρεσιν. Εἰ γοῦν ἅπαντας ἐκνικᾷς παντάπασι, | |
25 | Κἀνταῦθα νίκα τὴν ἐμὴν περίστασιν· Δεδοίκασι γὰρ καὶ τὰ φροντιστήρια Τακέντα λιμῷ τὸν Φιλῆν τὸν ἄθλιον, Ἐφ’ ἃ πρὸ παντὸς δυστυχῶς ἐπείγομαι, Τὸν τῆς τραπέζης καιρὸν ἀκριβούμενος. | |
30 | Καὶ πάντα λοιπὸν γίνεταί μοι δεύτερα | |
Πρὸς τὴν ἀνάγκην τῆς ἐνύλου φύσεως. Τροφῆς δ’ ἀφορμὰς μυρίας ἐπίστασαι, Καὶ δυνατόν σοι δόντι μηδὲν οἴκοθεν Τρέφειν τὸν οἰκέτην με δαψιλέστατα; | ||
35 | Τὸν γρίφον οἶδας τοῦ λόγου καὶ δύσκολον. Ποῦ γὰρ θεμιτὸν οἰκέτην εὐνούστατον, Ὡς οἶδε Χριστὸς ὁ βλέπων τὰ κρύφια, Λιμῷ φθαρῆναι καὶ λύπῃ καὶ δάκρυσι; Μέχρι δὲ τίνος ἐκ λόγων ὀχλήσομεν; | |
40 | Οὐ γὰρ τὸ σιγᾶν ἀσφαλὲς τῷ πράγματι· Λύκος δὲ πάντως δυστυχῶς ὠρύεται· Ὄνος δὲ πεινῶν ἀσχέτως ὠγκήσατο. Δοῦλος σὸς ὢν εἴρηκα ταῦτα σήμερον, Τὸν ἐκ λιμοῦ κίνδυνον ὑφορώμενος. | |
4.18(t) | Εἰς λείψανον ἀπὸ τῆς χειρὸς τοῦ ἁγίου Νικολάου. | |
1 | Τῆς σῆς με χειρὸς καὶ τὸ γυμνὸν ὀστέον Τῶν πλουτοποιῶν ἀξιοῖ τεραστίων· Τοῦ γὰρ πάχους ῥεύσαντος ἡ χάρις μένει Πηγὴ μύρων, πρόεδρε Μυρέων μάκαρ. | |
4.19(t) | Εἰς δευτέραν παρουσίαν μὴ ἔχουσαν ἐκεῖσε ποσῶς κόλασιν. | |
1 | Ἅπασαν ἁπλῶς πεπραχὼς ἁμαρτίαν, Ὑπερμάχους ἔγραψα συχνοὺς ἐνθάδε, Τοὺς ἀρετῆς πᾶν εἶδος ἐργασαμένους. Πτοούμενος γὰρ τὴν τελευταίαν κρίσιν | |
5 | Θεὸν δικαστὴν καὶ πρὸ τοῦ τέλους ἔχω· Καὶ τῆς Ἐδὲμ τὸ κάλλος ἐν τύπῳ βλέπω. Τὸ γὰρ συνειδὸς ἐντυποῖ μοι τὰς δίκας. | |
Φραγμὸν δὲ συνθεὶς ἐκ χρυσαργύρου πέριξ Καὶ τῶν ἑορτῶν ὀργανώσας τὰς βάσεις, | ||
10 | Αἰτῶ λαβεῖν τὸν κόπον ὡς τρυφῆς τόπον· Τὸν γὰρ δικαστὴν εὐμενῆ μοι δεικνύεις, Κοινὴ βασιλὶς εὑρεθεῖσα παρθένε· Εἰ δ’ οὐκ ἔχει θόρυβον ἡ δεῦρο κρίσις Οὐ θαῦμα· καὶ γὰρ ὁ κριτὴς θεὸς μέγας, | |
15 | Καὶ χρὴ σιωπᾶν ἐξ ἀνάγκης τὰ στίφη. | |
4.20(1t) | Εἰς εἰκόνα τῆς ὑπεραγίας θεοτόκου. | |
1 | Ἔχω σε τὴν τεκοῦσαν ἀῤῥήτως κόρην, Ἔχω σε τὴν ἐλπίδα τῆς σωτηρίας. Οὐδὲν πάθος δέδοικα λοιπὸν ἐν βίῳ· Τὸ φάρμακον γὰρ εὐτυχῶ πρὸ τῶν πόνων. | |
4.21(t) | Εἰς τὴν σταύρωσιν. | |
1 | Ζωῆς χορηγὸς καὶ πνοῆς σὺ δεσπότης· Ἀλλ’ οὐκ ἀναπνεῖς, μὴ κλονήσῃς τὴν κτίσιν. Ἀλλὰ σιωπᾷς, μὴ γραφῆς λύσῃς φύσιν· Ὥστε πνέων ζῇς· εἰ δὲ σιγᾷς, οὐ ξένον. | |
421a | Ζωστὴρ θεοῦ σύναρσιν ἀῤῥήτως φέρων Ποιεῖ κατ’ ἐχθρῶν εὐσταλῆ τὸν ὁπλίτην. Οὕτως ἐγὼ πέποιθα τὴν ζώνην φέρων· Καὶ γὰρ δι’ αὐτῆς εὐδρομῶ πρὸς τὰς μάχας. | |
4.22(1t) | Εἰς κινστέρναν ἔχουσαν ὕδωρ ψυχρὸν χεόμενον | |
2t | διὰ στόματος λέοντος. | |
1 | Θέρους ὁ καιρὸς, ἀλλὰ χειμῶνα βλέπω· Τὸ γὰρ ὕδωρ κρύσταλλος, ἐῤῥύη δ’ ὅμως | |
Τοῦ δεῦρο θηρὸς ἐκλυθεὶς τοῖς ἐγκάτοις. Αὐτὸς δὲ καρκῶν εὐμενὴς μὲν εὑρέθη· | ||
5 | Πρὸς γὰρ τὸν ἐγκέφαλον ἡ ψύξις τρέχει· Πλὴν εἴπερ οὐκ ἦν τῇ στοᾷ καθειργμένος, Ἔδειξεν ἂν ὡς ἔστι καὶ τοῖς ἀψύχοις Ἔμπνευσις ἢ κίνησις ἐξ εὐτεχνίας. Ὢ πῶς τὸ θερμὸν εἰς κρυμὸν μετετράπη! | |
10 | Καὶ πῶς λέων ἤνοιξεν εὖ ποιοῦν στόμα! Χαλκοῦς γὰρ οὐδείς ἐστιν ἐνταῦθα δράκων, Μὴ καὶ πρὸς ἰὸν ἐξαμείβοι τὸ κρύος. | |
4.23(t) | Εἰς Σολομῶντα ἐζωγραφημένον. | |
1 | Ζῶσαν, Σολομῶν, τὴν γραφήν σου δεικνύεις, Καινόν τι ποιῶν ὡς σοφὸς πάντων πλέον. Πλὴν ἡ σιωπὴ τὴν πνοὴν ἔκρυψέ μοι· Καὶ γὰρ θεοῦ τὴν χεῖρα θαυμάσεις βλέπων. | |
5 | Τῆς τοῦ θεοῦ σοφίας ἡ ξένη χύσις Ἄφωνον ἰχθὺν ὥσπερ ἐκτήσατό σε· Ζῶν γὰρ σιωπᾷς, καὶ πνοῆς ἄνευ πνέεις, Ὦ νοῦ Σολομῶν, κἂν προῆλθες ἐξ ὕλης. Ἰοὺ Σολομῶν εὐπρεπὴς κἀν τοῖς τύποις! | |
10 | Φαιδρύνεται γὰρ καὶ δραμεῖν ἴσως θέλει, Καὶ μειδιᾷ καθάπερ ἐκ θυμηδίας· Ἀλλὰ σιωπᾷ τὴν θεοῦ χεῖρα βλέπων. | |
4.24(t) | Εἰς τὸν Νικαίας Φραγγόπουλον. | |
1 | Θεὸς μὲν οὐ πρὶν ὄντα παρήγαγέ σε, | |
Ὀσφὺς δὲ πατρὸς αὖθις ἐξήγαγέ σε, Νηδὺς δὲ μητρὸς εἰς τὸ φῶς ἤνεγκέ σε· Πρὸς γὰρ τὸν ἐμπρόθεσμον ἠπείχθης χρόνον, | ||
5 | Καὶ τὸν τέως τέρποντα παρῆλθες γνόφον· Τραφεὶς δὲ καλῶς ἐξ ὀποῦ καὶ σπαργάνων Καὶ τῶν πονηρῶν ἐκφυγὼν τὴν διπλόην Τῆς τοῦ Σαμουὴλ διπλοΐδος ἀντέχῃ, Καὶ σκευοφύλαξ εὑρεθεὶς, πάτερ, μέγας | |
10 | Ἐν τῇ καλῇ πατρίδι τῇ Βυζαντίδι Νικαέων πρόεδρος ἑξῆς ἐκρίθης. Μετὰ δὲ τὸν πρέποντα δικαίῳ χρόνον Μήτηρ μὲν ἡ γῆ πάλιν εἰς σὲ δευτέρα, Κοίλη δὲ γαστὴρ ὁ φθορεὺς οὗτος τάφος, | |
15 | Ἐν ᾧ καταθεὶς τὴν σπορὰν τῶν λειψάνων, Ὡς οἶδεν αὐτὸς, ὁ σπορεὺς τῆς φύσεως Κέκρικεν ἠρεμεῖν σε τῶν πόνων χάριν, Ἕως ἐπιστὰς ὁ χρόνος τῶν ὠδίνων, Τῆς ἐσχάτης σάλπιγγος ἠχούσης βίᾳ, | |
20 | Πείσει προελθεῖν εἰς παλίμβιον τόκον, Ὡς ἂν μεταστὰς εἰς θεοῦ λειτουργίαν Ἴδοις τὸ φῶς ἐκεῖνο τῆς ἀφθαρσίας, Ἔνθα φθορᾶς ἄγευστον οἰκήσεις χλόην, Ποιμὴν ἀληθὴς εὑρεθεὶς ἐκ τοῦ τρόπου. | |
4.25(t) | Ἕτεροι τοῦ αὐτοῦ εἰς τὸ γενέσιον τοῦ Προδρόμου. | |
1 | Ὦ πρόδρομον φῶς ἐξ ἀνίκμου λυχνίας Τοῦ καινοποιοῦ τῶν ψυχῶν ἑωσφόρου· Καὶ πῦρ σκαλευθὲν ἐξ ἀδήλων ἀνθράκων, Καὶ ῥεῖθρον ἡδὺ μυστικῆς ἐπομβρίας, | |
5 | Ὠθεῖς γὰρ ἡμῖν τῶν παθῶν τὴν ἑσπέραν Καὶ δημιουργεῖς γνῶσιν καὶ φῶς ἡμέρας, Φλέγεις δὲ πάσας τὰς ἀκάνθας τῆς πλάνης· Αὐχμοῦ δὲ πυκνοῦ συμφορῶν ζέσιν λύσας, Τὴν ἐξ ἀτρεμῶν ἀκριβῶς βλύζων δρόσον | |
10 | Τῷ παραγωγεῖ τῆς γονῆς τῶν κτισμάτων. Ἐχρῆν ἐπὶ γῆς προδραμεῖν τοῦ δεσπότου Κήρυκα λαμπρὸν, ἄγγελον τεραστίων, Καὶ μυσταγωγὸν καὶ προφήτην τῇ κτίσει· Καὶ σάρκα λοιπὸν συνδραμεῖν σοι μετρίαν | |
15 | Ἐκ τῶν φυσικῶν συμπαγεῖσαν ὀργάνων, Ὡς ἂν μεταξὺ τοῦ χορὸς τῶν πραγμάτων Καὶ τῆς ἐν αὐτῷ κοσμικῆς πανσπερμίας Τὴν δεσποτικὴν εὐλογῇς παρουσίαν, Ὡς ὑπὸ νεκρῷ τῇ δορᾷ σου τυμπάνῳ. | |
20 | Τίς γὰρ ἀνάγκη τὴν κατ’ ἄγγελον φύσιν, Τὴν σάρκα, τὸν χοῦν, τὴν κατώροπον κόνιν Οὕτω μεγάλων ἀξιοῦσθαι πραγμάτων, Ὡς καὶ θεοῦσθαι καὶ θεοῦ φύσιν βλέπειν, Ὥσπερ κατόπτρῳ μυστικῷ τῷ σαρκίῳ; | |
25 | Εἰ μή τις ἦν ἄδηλος ἀνθρώπων λόγος, Τῷ δημιουργῷ συντεθεὶς ὑπὲρ λόγον. Πιστεύεται δὲ τὸ ξένον τοῦ πράγματος Τῷ τεκνοποιῷ τῶν καλῶν Ζαχαρίᾳ, Καὶ τῇ κατ’ αὐτὸν μακαριστῇ συζύγῳ. | |
30 | Ἕως μὲν οὖν ἤκμασεν αὐτὸς ὁ χρόνος, | |
Ὀρεκτιῶσι πρὸς τὸ θέλγον τὴν φύσιν· Ἄτεκνος ἦν ὁ γάμος, ἀλλ’ ἴσως γάμος Τὰς ἀντιτέκνους συμφορὰς παρεισάγων. Οὐκ ἦν γὰρ εἰκὸς τὸν προφήτην τὸν μέγαν | ||
35 | Εὑρεῖν σε καρπὸν ἡδονῆς τῆς ἐν γάμῳ· Ἐπεὶ δὲ παρῆν τῆς παρακμῆς ὁ χρόνος, Ὅταν τὸ θερμὸν ἀσθενοῦν ὑπεκρέῃ Καὶ τοὺς ἀγωγοὺς τῆς σπορᾶς περιτρέπῃ, Τοὺς δὲ πρὸ μικροῦ ζῶντας ἀμβλύνει τόνους | |
40 | Ἡ πρεσβυτικὴ προσβαλοῦσα ψυχρότης, Εὐθὺς ἀγαθὸς ὁ σπορεὺς παιδοτρόφος Καὶ δημιουργεῖ σὺν θεῷ σε τὸν στάχυν, Ὡς ἐξ ἀρούρης τῆς καλῆς Ἐλισάβετ. Καὶ ταῦτα κωφὸς εὑρεθεὶς ὁ πρεσβύτης, | |
45 | Ὅταν ἀπιστῶν τὴν σιγὴν ἐκαρτέρει· Τὸν ἄγγελον γὰρ τοῦ θεοῦ σε τὸν μέγαν Εὐαγγελιστὴς ἄγγελος προμηνύει, Καθάπερ αὐτὸν Γαβριὴλ τὸν δεσπότην, Ὃν ἀπὸ γαστρὸς προσκυνεῖς ἐγγάστριον. | |
4.25(50) | Καὶ πήγνυται μὲν τοῖς γονεῦσιν ὁ σπόρος, Ἐντείνεται δὲ τῆς παρακμῆς ὁ χρόνος. Καὶ σὺ παρευθὺς ἐνσπαρεὶς ὑπὲρ φύσιν Ὠθεῖς τὰ πυκνὰ τῆς ἀθυμίας νέφη, Τὸ φῶς τὸ κρυβὲν ἐν μυχοῖς ἐγγαστρίοις· | |
55 | Εἶτα προελθὼν εἰς τὸ φῶς τῆς ἡμέρας | |
Τὴν πατρικὴν κώφευσιν ἀθρόον λύεις, Καὶ τῆς σιωπῆς ἐξορίζεις τὴν λύπην, Ὡς ἂν μένῃς γνώριμος ἀπὸ βαλβίδος, Ὁ τοῖς ἀγαθοῖς ἐξελαύνων τοὺς πόνους. | ||
60 | Ποῦ γὰρ θεμιτὸν, ποῦ δὲ τῇ φύσει πρέπον Θεοῦ σε φωνὴν εὑρεθέντα πρόδρομον Μὴ τὴν σιωπὴν ἐξελεῖν τοῦ πρεσβύτου; Τίς οὖν ἱκανὸς ἐν βροτοῖς λόγος, μάκαρ, Συλλήψεως σῆς ἐκδιδάσκειν τὸν τρόπον, | |
65 | Εἰ μὴ σὺ τοῖς ῥήμασι παράσχοις χάριν, Λύσας τὸ σιγᾶν ἐκ φρενῶν ἀποκρότων; Σὺ γὰρ σχεδὸν σύμπασαν ἐκνικᾷς φύσιν, Ἂν τῶν βροτῶν λέγοι τις, ἂν τῶν ἀγγέλων, Καὶ μαρτυρεῖ τὸ ῥῆμα τοῦ σοῦ δεσπότου | |
70 | Τὸν εὐνοϊκὸν τῆς ἐμῆς γλώττης λόγον. Τῶν γὰρ καθ’ ἡμᾶς γηγενῶν σὺ βελτίων, Εἴ τις σε τυχὸν ἐν προφήταις συγκρίνοι· Θαυμάσομεν γοῦν οὐ μόνον σου τὸν τόκον, Ὡς ὑπὲρ ἡμᾶς ἐκ θεοῦ παρηγμένον, | |
75 | Ἀλλά γε καὶ ξύμπαντα τὸν λοιπὸν βίον, Ὃν ἔσχες ὡς ἄσαρκος ἀγγέλου φύσις, Τὴν σάρκα νικῶν καὶ τὸ τῆς ὕλης πάχος Τῇ πρὸς τὸ καλὸν εὐγενεῖ καταστάσει. Καὶ γὰρ τὸ λιτὸν εἰς τρυφῆς ἦγες κρίσιν, | |
80 | Καὶ τοὺς ἐρήμους τῶν παθῶν ᾤκεις τόπους, Καὶ τὰς μεταξὺ συμφορὰς ἐκαρτέρεις, Θριξὶ σκεπασθεὶς ὀργίλου βοσκήματος, Ὁ πᾶσαν ὀργὴν φυσικὴν κατασβέσας Ἐκ τοῦ δροσισμοῦ τῆς τροφῆς τῶν ἀκρίδων. | |
85 | Οὕτω σὺ καλὸς ἐκ τριχὸς πρώτης ἔφυς· Οὕτω σε Χριστὸς τῶν βροτῶν γένους χάριν Ἔδειξε κρείττω φυσικοῦ παντὸς νόμου. Τίς γὰρ τοσούτων ἠξιώθη πραγμάτων, Ὅσων σὺ τοῖς ὕδασι Χριστὸν βαπτίσας, | |
90 | Τὴν τῆς καθαρότητος ἄφθονον χύσας; Ἢ τίς κορυφῆς δεσποτικῆς ἡμμένος Κατεῖδεν ὡς σὺ τὴν χάριν τοῦ πνεύματος, Ἄνωθεν αὐτὴν μαρτυροῦσαν τὸν Λόγον Τῷ πατρὶ συνάναρχον ἀῤῥήτοις λόγοις; | |
95 | Τίνος τὸ δένδρον, ὁ σκοπὸς τῆς ἀξίνης, Ἡ τῆς ἀπειλῆς ἐκτομὴ καὶ τὸ πτύον; Ὦ τῶν γε καρπῶν τῶν ψυχῶν ἐπιστάτα, Πλὴν εἴ τι με χρὴ παρὰ σοῦ κέρδος φέρειν, Τὸν βασιλικὸν σκύμνον εὐνοίας χάριν, | |
4.25(100) | Τὸν Ἰωάννην τὸν συνώνυμον μόνον, Τὸν δεσπότην μὲν, σὸν δὲ πιστὸν ἱκέτην, Δίδου ψυχικὴν ἐκ θεοῦ σωτηρίαν, Κατευμαρίζων πανταχῆ μοι τὸν βίον, Ὦ λύχνε φωτὸς, εἰ παρὼν κρύπτ... | |
105 | Τὸ δημιουργοῦν ἀκριβῶς τὸ συμφέρον. | |
4.26(t) | Περὶ τῶν τοῦ χρόνου τρόπων. | |
1 | Ὦ ζῶν ἐν ἡμῖν καὶ λαλῶν ὄντως Λόγε, Καὶ δημιουργὲ καὶ βραβεῦ τῶν πραγμάτων, Σὺ πάντα καιρὸν ἐξαμείβεις πανσόφως, | |
Χειμῶνα ποιεῖς καὶ γλυκὺ βρύεις ἔαρ, | ||
5 | Θέρος δὲ τάττεις, καὶ ῥοὴν δένδροις δίδως, Καὶ ταῖς παρακμαῖς εὐγενίζεις τὰς φύσεις Σοφῇ τὰς ἀκμὰς συγχαλῶν ὑπεκστάσει· Καὶ νῦν μὲν αἰθὴρ συσκιάζεται γνόφῳ, Καὶ πήγνυται ῥοῦς εἰς κρυμοῦ γλίσχρον πάγον | |
10 | Ἡ γῆ δὲ γηρᾷ νιφετοῖς λευκοχρόοις, Ποιεῖ δὲ ναρκᾶν ἡ χιὼν τοὺς ἐμψύχους· Συστέλλεται δὲ ζωτικὸς σύμπας τόνος, Καὶ γίνεται κίνησις ἐξ ἐναντίων· Καὶ πάλιν αἰθὴρ ἐξελαύνει τὸν γνόφον, | |
15 | Καὶ δείκνυται φῶς ἐκ ζεούσης αἰθρίας· Ποιεῖ δὲ τὸν ῥοῦν φυσικῶς ῥεῖν ἡ ζέσις, Ἡ γῆ δὲ λεπτὴν ἀμφιέννυται σκέπην, Καὶ πάλιν ἡ γραῦς τὰς γονὰς ἀναβρύει Καὶ τεκνοποιεῖ τὴν σπορὰν τῶν ἐγκάτων. | |
20 | Πάλιν θερινὴ πανταχῆ γῆς θερμότης, Καὶ πῦρ ὑπὲρ γῆς ἐκ φλογὸς μεταρσίου· Καὶ τήκεται μὲν ἡ χλοάζουσα δρόσος, Ξηραίνεται δὲ τὸ στολίζον τὴν πόαν, Λευκαίνεται δὲ πρὸς παρακμὴν ὁ στάχυς· | |
25 | Καρπῶν δὲ συχνῶν συμπεραίνεται τρύγη, Καὶ κείρεται μὲν ἀσθενήσας ὁ στάχυς, Συνάγεται δὲ πρὸς τροφὴν τοῖς ἐργάταις· Πάλιν τὸ κάλλος τῶν φυτῶν ὑποῤῥέει, Φθίνει τὰ φύλλα, δυσπραγοῦσιν οἱ κλάδοι, | |
30 | Κάμνει τὸ δένδρον εἰσβαλόντος τοῦ ψύχους· | |
Ὑπέρχεται γὰρ τοὺς μυχοὺς ἡ θερμότης, Καὶ ῥιζοποιεῖ πρὸς τὰς ἔξωθεν βίας Ὅλον τὸ βάθρον τοῦ φυτοῦ τῇ συντάσει, Καὶ πάλιν ἐκ γῆς ὡς τὸ πῦρ ἀνατρέχει, | ||
35 | Καὶ ζῇ φυσικῶς καὶ δροσίζει τοὺς κλάδους, Καὶ φύλλα ποιεῖ καὶ γλυκεῖς καρποὺς φύει, Καὶ μειδιᾷ τὸ δένδρον ἐξ εὐκοσμίας, Ζῶν ἀπὸ νεκροῦ καὶ νεάζον ἀθρόον. Ὁ ταῦτα ποιῶν καὶ σοφῶς αὖθις τρέπων, | |
40 | Καὶ τὰς λύπας κίνησον εἰς θυμηδίαν. | |
4.27(t) | Εἰς εἰκόνα λιθίνην τοῦ μεγάλου Γεωργίου. | |
1 | Τοῦ μάρτυρος τὸ σῶμα καρπὸς ἐκ λίθων Τῷ δημιουργῷ τῆς σοφῆς παντουργίας· Οὐκ ἦν γὰρ εἰκὸς τῆς γονῆς πάντων χάριν Μὴ τεκνοποιεῖν τῷ θεῷ καὶ τοὺς λίθους. | |
4.28(t) | Εἰς τὸν τετραήμερον Λάσαρον. | |
1 | Ἐνταῦθα Χριστὸς ἐξεγείρει τὸν φίλον· Ὁ δ’ οὐ κινεῖται· κἄν τις εἴποι τοῦ χάριν; Ἐρεῖ πρὸς αὐτὸν ἡ γραφὴ κἂν μὴ πνέῃ· Χριστὸς σιωπᾷ· τίς με κινήσει λόγος; | |
4.29(t) | Εἰς κηρόχυτον εἰκόνα τοῦ ἀρχιστρατήγου. | |
1 | Τὸ πλὴν ὕλης πῦρ, τὴν ἀεὶ ζῶσαν φλόγα, | |
Τὸ δεύτερον φῶς ἐξ ὑγρᾶς ὕλης γράφειν, Ὁ δημιουργὸς τῆς γραφῆς, πῶς ἰσχύεις; Καὶ ταῦτα κηρὸν ἀκριβῶς ὑπεγχέας, | ||
5 | Εἰς πῦρ δὲ κινῶν τῆς γραφίδος τὰς τρίχας, Πῶς οὐδὲ ταύτας ἀδρανεῖς οὔσας φλέγεις; Μὴ πῦρ ὅλον φῶς ἡ γραφὶς ἔγραψέ σοι; Καὶ πῶς ὁ Δαβὶδ πῦρ καλεῖ τοῦτο φλέγον; Ναὶ, φησὶ, πῦρ μέν ἐστι πλὴν πάθη φλέγει, | |
10 | Καὶ φῶς ἐναργὲς ταῖς ψυχαῖς τῶν ἐν βίῳ, Καὶ πνεῦμα λεπτὸν μυστικῶς ἀναψύχον. | |
4.30 | Κρυπτὸς γεωργὸς ἀνδρικῆς εὐκαρπίας Εὔθηκτον ὡς δρέπανον εὑρὼν τὴν σπάθην, Ὀλεθροποιὸν ἀποτέτμηκε στάχυν· Ὃν ὄμβρος ἐξέθρεψε συχνῶν αἱμάτων | |
5 | Εἰς γῆν πονηρὰν ἐκ σπορᾶς ἀλλοτρίας. Ὦ στάχυς! ὦ δρέπανον! ὦ καινὸν θέρος! Οὐκοῦν, γεωργὲ χαρμονῆς παγκοσμίου, Σύντριψον εἰς χνοῦν τῶν χερῶν εὖ τὸν στάχυν, Μὴ κόκκος αὐτοῦ κατὰ γῆς λαθὼν πέσῃ, | |
10 | Καὶ πάλιν ἡμῖν ἐκφυῇ κοσμοφόρος. | |
4.31 | Οὐκ ἦν ἐφικτὸν καὶ πνοὴν παρεγχέειν | |
Καὶ πνευμόνων δύναμιν ἐν τύποις γράφειν. Εἰ τοῦτο γὰρ ἦν, εἶδες ἂν δεῦρο, ξένε, Τέχνην γραφικὴν ἐν σκιαῖς κινουμένην. | ||
5 | Εἰ γνωστικός τις ἐστὶν ἐν πτηνοῖς λόγος, Μόνοις παρ’ αὐτοῖς ἀκριβῶς ἐγνωσμένος, Ἔδειξε σαφῶς ὁ γραφεὺς ἐκ τῶν τύπων Ὁλκὴν πνοῆς ἄδηλον αὐτοῖς ἐγχέας. Οὐχ ὡς ἀμοιρῶν καὶ πνοῆς ὁ τεχνίτης | |
10 | Πήγνυσι δεῦρο τὰς γραφὰς τὰς ἐμψύχους, Ἀλλ’ ἵνα μαθεῖν ἀκριβῶς ἐξισχύσῃς Ὅπως γραφὴ ζῇ καὶ πνοῆς δίχα, ξένε. Ἢ γράφε καὶ νοῦν καὶ πνοὴν ἐν τοῖς τύποις, Ὡς ἂν ἔχοι κίνησιν ἡ τέχνη ξένην, | |
15 | Ἢ μηδὲ τούτους εὐφυῶς οὕτω γράφε, Μήπως νομισθῇς καὶ φθορεὺς ὁ ζωγράφος. Ἴσως γραφικῆς τὸ σκιὰν μόνον γράφειν· Τὸ δὲ πνοῆς δύναμιν ἐγχεῖν τοῖς τύποις, Καὶ δημιουργεῖν ζωτικὰς τὰς ἐμφάσεις, | |
20 | Ἀποκρύφου χάριτος, οὐ τέχνης μόνης. Δεῖ δὴ παρεγχεῖν εἰς τὰ κοῖλα τῶν τύπων Ὁλκὴν πνοῆς ἄδηλον ὡς ἐν ἐμψύχοις, Ὡς ἂν τὸ καινὸν ἡ γραφὴ πλέον φέρῃ, Καὶ ζῶσα καὶ πνέουσα καὶ κινουμένη. | |
4.32(t) | Εἰς τὸν οὐρανόν. | |
1 | Ὦ κύκλε ῥευστὲ, κἂν δοκῇς πεπηγμένος Ἐν τῇ μεταξὺ τῶν μερῶν ἀποστάσει, | |
Τὰ νεῦρα χαλῶν τῆς φορᾶς τῶν ὀμμάτων! Ὦ δίσκε τῆς γῆς πανδοχεῦ τῶν ἐν μέσῳ, | ||
5 | Κἂν ὡς ἀρυθμίζων σε κινῇ τεχνίτης, Οὔτε στενωθεὶς τῇ στυφῇ τῶν σφιγμάτων, Τὸ κέντρον ὠθεῖς καὶ τὸν ἄξονα στρέφεις, Οὔτε πλατυνθεὶς τῇ πρὸς ὄγκον ἐκτάσει Τὸν δημιουργὸν καὶ τὸ πᾶν περιγράφεις. | |
10 | Ὦ κόσμε τοῦ σύμπαντος εὐφερωμένε, Κἂν ὑπὸ τὴν γῆν τὸν κύλινδρόν σου στρέφων Στοᾶς πρὸς ἡμᾶς εἰκονίσεις ἀψίδα! Ὦ μήτρα κοινὴ τῆς σπορᾶς τῶν κτισμάτων, Καθ’ ἣν ὁ κοινὸς εὐτοκεῖ φυτοσπόρος! | |
15 | Ὦ σῶμα τεχθὲν ἐξ ἀμήτρων ὀργάνων, Ὡς οἶδεν αὐτὸς ὁ σπορεὺς τῶν πραγμάτων! Ὦ κάλλος ἡδὺ τῆς πολυχρόου στέγης, Ἣν ὁ στολιστὴς οἰκοδεσπότης γράφει! | |
4.33(t) | Εἰς τὸν ἥλιον. | |
1 | Ὦ κύκλε φαιδρὲ τοῦ πανόπτου φωσφόρου! Δεῖ γὰρ μετ’ αὐτὸν προσλαλεῖν σοι τὸν πόλον, Οὗ τοῖς ἑλιγμοῖς κυκλικῶς ἀντιτρέχων Φαίνῃ πρὸς ὕψος, καὶ καλύπτῃ πρὸς βάθος. | |
5 | Ὦ τεκνοποιὲ καὶ τροφεῦ τῆς ἡμέρας, Καὶ δημιουργὲ καὶ βραβεῦ τῆς ἑσπέρας! Ὦ πῦρ ἀναφθὲν πρὸς τὸ θάλπειν τὴν κτίσιν Καὶ τὰς περιττὰς ἐκπιέζειν ἰκμάδας, Μήπως ὁ κόσμος εὑρεθῇ πεφλεγμένος! | |
10 | Ὦ φῶς κρεμαστὸν ἐξ ἀκαύστου λυχνίας, Καὶ φλὸξ ὑπὲρ γῆν ἀξύλως ἀνημμένη! Ὦ βλέμμα γοργὸν, ὃ προκύπτον ὑψόθεν Ὅλην θεωρεῖς ἐν κατόπτρῳ τὴν κτίσιν! Τρίχας γὰρ αὐχεῖς μυστικῶς τὰς ἀκτίνας, | |
15 | Αἷς καθάπερ βλέφαρον ἐκπεφραγμένον Τὴν ὀπτικὴν δύναμιν ἡβῶσαν φέρεις, Κἂν τοῖς ὁρῶσι πρὸς τὸ σὸν φῶς ἐκ νόσου Δοκῇ πιναρὸν ἀντιπίπτον ταῖς κόραις. | |
4.34(t) | Εἰς τὴν σελήνην. | |
1 | Ὦ φῶς γνοφῶδες πρὸς τὸ φῶς τῆς ἡμέρας, Καὶ πῦρ δροσῶδες πρὸς τὸ πῦρ τοῦ φωσφόρου! Δεῖ γὰρ μεθιστᾶν καὶ καθέλκειν τὸν λόγον Πρὸς τὴν σελήνην τακτικῶς ἠπειγμένον. | |
5 | Ὦ δίφρε νωθρὲ πρὸς τὸν ἄνω πυρφόρον, Κἂν τῇ στενώσει τῆς στυφῆς ἐσφιγμένος Δοκῇς πτερωτὸς πρὸς τὸν ἔσχατον δρόμον! Ὦ σπόγγε διψῶν ταῖς ῥοαῖς τῶν ἀκτίνων, Ὅταν κατασπᾷ τὴν ῥοπὴν ὁ φωσφόρος, | |
10 | Ἀφ’ οὗ κορεσθεὶς τὴν καινὴν πάσχει μέθην, Βλύζων τὰ φῶτα πρὸς τὸ νυκτερὸν σκότος! Ὦ ἡλίου σύνευνε καλὴ φωσφόρου, Δι’ οὗ τὰ φαιδρὰ συγγενῶς κύεις βρέφη, Πρὸς ἄνδρα γυνὴ μυστικῶς δεδεγμένη, | |
15 | Καὶ τεκνοποιὸς ἐκ σπορᾶς φερηφλόγου! Ὦ τῶν ξεόντων τὰς ὁδοὺς ἐν ἑσπέρᾳ | |
Καὶ τῶν ἐφ’ ὕδρας εὐπλοούντων ἐμπόρων Λαμπὰς φαεινὴ καὶ σκιᾶς ἀλλοτρία! Ὦ σῶμα καινὸν εἰς γραφὰς πολυτρόπους, | ||
20 | Ὅταν ὁ λαμπρὸς συγγραφεὺς τῶν ἀκτίνων Ἀρτιπροσώπως εἰς τὸν ἄξονα βλέπων Λογογραφῇ σου τὰς ὑπαύγους ἐκφάσεις. | |
4.35(t) | Εἰς τὴν γῆν. | |
1 | Ὦ κῦβε τῆς γῆς ἀσφαλῶς ἡδρασμένε! Χαλᾶν γὰρ εἰκὸς τοῦ λόγου τὰς ἡνίας Πρὸς τὴν χθόνα σφύζοντας ἐκ πόλου τρέχειν. Ὦ χαῖρε τοῦ ξύμπαντος ἀνθρώπων γένους, | |
5 | Ὃς πρὸς τὸν ἑπτάνυγμον εὑρέθης θρόνον Ἕδρα σταθηρὰ τῶν ποδῶν τοῦ δεσπότου! Ὦ κοσμαγωγὸν καὶ πολύφορτον σκάφος, Ὅπερ κρεμασθὲν ἀβρόχως ἐφ’ ὑδάτων, Μένεις βεβηκὸς εἰς τὸν ἅπαντα χρόνον, | |
10 | Κἂν ἐν μόνῳ νεύματι τοῦ τετευχότος Τρέμῃς, σπαράττῃ, καὶ σαλεύῃς τὴν κτίσιν, Θροοῦν, ἀπειλοῦν, δειματοῦν τοὺς ἐν μέσῳ, | |
Καὶ πάντα χρηστὰ δεξιῶς ἐπιστρέφον! Οὐ γὰρ ἐπαινῶ τοὺς κενοὺς γεωγράφους, | ||
15 | Οἱ τὰς πνοὰς λέγουσιν ἐξ ὑποψίας Τὸ σὸν βεβηκὸς δυσμενῶς ἀνατρέπειν Ὤθημα πάσχον τοῦ φραγῆναι τοὺς πόρους· Ὦ δένδρα μακρὰ καὶ πολύχρηστε χλόη, Καὶ πᾶν πετεινῶν, ἑρπετῶν, νηκτῶν γένος! | |
4.36(t) | Εἰς τὴν θάλασσαν. | |
1 | Ὦ κῦτος εὐρύχωρον, ὦ ξένη χύσις! Ὥς τις γὰρ ἵππος ὁ δρομεὺς οὗτος λόγος Ἐκ τῶν περιττῶν πνευστιῶν περιδρόμων Ὁρμᾷ πρὸς αὐτὴν καὶ δροσισθῆναι θέλει. | |
5 | Ὦ θαῦμα ῥευστὸν, κἂν ὁ πανσόφως χέας Εἴργῃ σε θᾶττον κυματουμένου χύδην, Μήπως τὸ κοινὸν ἐκδραμὸν περικλύσῃς! Ὦ πάντα κινοῦν εἰς θεοῦ δόξαν στόμα Ῥευσταῖς λαλιαῖς καὶ βοαῖς ἐπηρμέναις, | |
10 | Ὅταν θρασυνθὲν ταῖς βοαῖς τῶν πνευμάτων Τὸ κῦμα κυρτοῖς καὶ στεγάζῃς τὸν σάλον, Καὶ ταῖς ταραχαῖς ἐκφοβῇς τῶν ναυτίλων, Καὶ τοῖς ἑλιγμοῖς συγκλονῇς τὰς ὁλκάδας! Ἢ ὡς ὁ καιροὺς εὐχερῶς μετατρέπων | |
15 | Καὶ πάντα ποιῶν πρὸς τὸ σῶσαι τὴν φύσιν, Στήσῃ τὸ ῥεῦμα, καὶ σκεδάσῃ τὴν ζάλην, Καινὴν μετ’ αὐτὴν πρυτανεύσας αἰθρίαν. Ὦ πνευμόνων ἄμοιρον ἰχθύων γένος! Ζωγρῶ γὰρ ὑμᾶς τοῖς ἐμοῖς αὖθις λόγοις | |
20 | Οὐχ ὥστε φαγεῖν (οὐ τροφῆς γὰρ ὁ τρόπος), Ἀλλ’ ὥστε τοῖς κτίσμασι προσθεῖναι κτίσιν. Ὦ κόσμε, καὶ γὰρ προσκαλῶ σοι πολλάκις Ὡς ἀκροατῇ μὴ φθονοῦντι τοῖς λόγοις, Ἄκουε μακρᾶς ἐξ ἐμοῦ τραγῳδίας. | |
4.37(t) | Εἰς τὸν ἄγιον Θεόδωρον. | |
1 | Ἐκ τῆς ἑῴας ὁ γλυκὺς στρατηλάτης· Τῆς γὰρ νοητῆς τέκνον ἐστὶν ἡμέρας Ἐξ Εὐχαΐτων ἡ Θεοδώρου χάρις· Μήτηρ γὰρ εὐχῶν τοῦ θεοῦ δωρημάτων. | |
4.38(t) | Εἰς Εὐσεβίαν διυπνίζουσαν τὸν μάρτυρα. | |
1 | Πιστοῖς, γύναι, τὴν κλῆσιν ἐκ τῶν πραγμάτων, Τὸν ὕπνον ἐκκόπτουσα τῷ στρατηλάτῃ· Καὶ θερμὰ δακρύουσα, πλὴν μὴ δακρύοις, Ὅψει γὰρ ἤδη τὸν φόνον τοῦ θηρίου. | |
4.39(t) | Εἰς τὸν φόνον τοῦ δράκοντος. | |
1 | Ὡς φρικτὸς, ὡς πέλωρος οὗτος ὁ δράκων· Ἐχθροῖς συναντήσειε τηλίκον τέρας. Πλὴν οὐ τοσοῦτος ὥστε τοῦ Θεοδώρου Αἰχμῆς τὸ χαλκήλατον ἐκφυγεῖν στόμα. | |
4.40(t) | Εἰς τὴν ὑπάντησιν τοῦ Λικιννίου. | |
1 | Ὡς ἀρχικὸν τὸ λῆμα τῷ στρατηλάτῃ· | |
Οὐ γὰρ ὑπηντίασε τῷ Λικιννίῳ. Ἀλλ’ αὐτὸν αὐτῷ προσδραμεῖσθαι προτρέπει, Καὶ πᾶν λαβὼν ἄγαλμα τούτου συντρίβει. | ||
4.41(t) | Εἰς Λικίννιον κλαίοντα τὴν τῶν γλυπτῶν ἀπώλειαν. | |
1 | Τίς οὐ γελάσει καπυρὸν καὶ καγχάσει, Λικίννιε, κλαίοντα πικρῶς σε βλέπων Τὴν Ἄρτεμίν σου τὴν κυνηγέτιν κόρην, Ἣν χεὶρ κατηλόησε τοῦ στρατηλάτου; | |
4.42(t) | Εἰς τὸν θυμὸν Λικιννίου. | |
1 | Εἰ Χαλδαϊκὴν τοῦ θυμοῦ καίει φλόγα Ὁ Λικίννιος κατὰ τοῦ στρατηλάτου, Καὶ μυρίων πῦρ μαστίγων ἀναφλέγει, Πλὴν ἀλλ’ ἐπῆλθεν ἡ συρίζουσα δρόσος. | |
4.43(t) | Εἰς τὸν ἅγιον τυπτόμενον τὸν τένοντα σφαίραις μολιβδίναις. | |
1 | Καὶ τοὺς τένοντας πλῆττε τοῦ στρατηλάτου Σφαίραις μολίβδου, καρδία μολιβδίνη· Καὶ πῦρ πυρὶ πρόσαπτε καὶ καῦσον πλέον, Οὐδὲν πλέον σχεῖς κἂν τὰ πάνδεινα δράσῃς. | |
4.44(t) | Εἰς τὰς κατὰ σπλάγχνων ξέσεις. | |
1 | Τὸν ἐξ ὀνύχων ἁπαλῶν ἡγνισμένον Ὄνυξ σιδηροῦς κατὰ τῶν σπλάγχνων ξέει. Σπλάγχνων ἐκείνων τῶν μεμαστιγωμένων, | |
Ἀστάρχα γίγαν, οὐχ ὁρᾷς ἀσπλαγχνίαν; | ||
4.45(t) | Εἰς τὰς ὑπ’ ὀστράκων ἀνατριβομένας πληγὰς τοῦ μάρτυρος. | |
1 | Μικρὸν τὸ βουνεύρισμα, μικρὸν ἡ ζέσις Ἔδοξεν ὡς ἔοικε τῷ Λικιννίῳ· Ἐν ὀστράκῳ γοῦν τὰς ζέσεις ἀνατρίβει, Καὶ πυρὶ πολλῷ τὰς ἀνατρίψεις φλέγει. | |
4.46(t) | Εἰς τὴν φυλακὴν τοῦ ἁγίου. | |
1 | Δέξαι, φυλακὴ, καὶ σὺ τὸν στρατηλάτην, Καὶ παῦσον αὐτῷ τῶν βασάνων τοὺς πόνους, Χρηστὴ φανεῖσα τοῦ μισανθρώπου πλέον· Τοιοῦτον ἕξεις τὸν κριτὴν, ἄναξ κύον. | |
4.47(t) | Εἰς τὴν σταύρωσιν τοῦ ἁγίου. | |
1 | Εὐεργετεῖς, τύραννε, τὸν στρατηλάτην Σταυρὸν κατ’ αὐτοῦ δυσμενῶς ἐξαρτύων· Τῷ γὰρ θεϊκῷ συμπαθεῖν ποιεῖς πάθει, Καὶ μειδιᾷ γοῦν ὡς ὁρᾷς σου τὸ δράμα. | |
4.48(t) | Εἰς Λικίννιον, τοῖς τοῦ ἁγίου αἰδοίοις ἐνυβρίζοντα. | |
1 | Τῆς αἰσχύνης, ἥλιε, χωρὶς αἰσχύνης! Τὴν σούβλαν ἐμβάλλουσιν οἱ τῆς αἰσχύνης Τῆς μαρτυρικῆς αἰσχύνης τῷ χορείῳ· Καὶ πρὸς τὸ ῥῆμα μὴ ῥαγῇς μοι, καρδία. | |
4.49(t) | Εἰς τὸν ἄγιον καταγόμενον δι’ ἀγγέλου ἐκ τοῦ σταυροῦ. | |
1 | Χριστὸν κατάγει Νικόδημος ὑψόθεν, Χεὶρ δ’ ἀγγελικὴ τὸν μέγαν στρατηλάτην, Δεικνύντος οὕτω τοῦ θεοῦ μου καὶ Λόγου Τὴν δόξαν οἶμαι τῶν ἑαυτοῦ μαρτύρων. | |
4.50(t) | Εἰς τὸν μάρτυρα λύοντα δι’ εὐχῆς καὶ δεσμώτας. | |
1 | Λυθεὶς ὁ μάρτυς τῆς ἐπὶ σταυροῦ πέδης Τῶν δεσμωτῶν ἔλυσεν εὐθὺς τὰς πέδας· Ἐλεύθερος δὲ παρ’ ἐλευθέροις λέγων Τὴν ἀκρίβειαν ἐμπεδοῖ τῶν δογμάτων. | |
4.51(t) | Εἰς τὴν διὰ ξίφους τοῦ ἁγίου τελείωσιν. | |
1 | Λύει σε δεσμῶν σταυρικῶν, στρατηλάτα, Χριστῷ σταλεῖσα πανσθενὴς χεὶρ ἀγγέλου· Λύει σε δεσμῶν σαρκικῶν χεῖρ δημίου Λικιννίῳ σταλεῖσα τῷ μιαιφόνῳ. | |
4.52(t) | Εἰς τὴν γέννησιν τοῦ ἁγίου Γεωργίου. | |
1 | Πολλοὺς ἀνίσχεις μαρτυρικοὺς ἀστέρας, Καππαδοκῶν γῆ, τῷ θεῷ τῶν μαρτύρων, Ἀλλ’ ἀστεράρχην τὸν Γεώργιον φέρεις. Οὐ γῆ τὸ λοιπὸν, οὐρανὸς δ’ ἔφυς μέγας. | |
4.53(1t) | Εἰς τὸν ἄγιον ὑπὸ Διοκλητιανοῦ καὶ ἑτέρων τεσσάρων βασιλέων | |
2t | κρινόμενον. | |
1 | Ἔμιξε δύο βασιλεῖς Χριστοῦ πάθος· Γεωργίου πάθος δὲ πέντε μιγνύει· Καὶ τοῦτο γὰρ τὸ ῥῆμα τοῦ διδασκάλου· Ὁ πιστὸς ἔργα τῶν ἐμῶν μείζω δράσει. | |
4.54(t) | Εἰς Διοκλητιανὸν ἀναγκάσοντα τὸν ἅγιον θῦσαι τῷ Διΐ. | |
1 | Κλέπτεις, τύραννε, τὴν Διὸς κλῆσιν φέρων Τὰς ἃς ἀπαιτεῖς θυσίας εἰς τὸν Δία, Καὶ κνισσοσυλᾷς· πλὴν τὰ τοῦ Γεωργίου Ἄθυτα παντάπασιν ἀκνίσσωτά σοι. | |
4.55(t) | Εἰς τὴν ἐπὶ σταυροῦ ἀνάρτησιν. | |
1 | Τυφθεὶς ὁ μάρτυς πρῶτα ταῖς βουνευρίσιν, Καὶ σταυρὸν εὑρὼν δευτέραν τιμωρίαν, Ζηλοῖ τὸ φραγέλλωμα τοῦ θείου πάθους, Καὶ τὴν μετ’ αὐτὸ σταυρικὴν τιμωρίαν. | |
4.56(t) | Εἰς τὴν φυλακὴν τοῦ ἁγίου. | |
1 | Τίνι ξυνείργεις τὸν Γεώργιον τρόπῳ, Τύραννε πικρὲ, μὴ λαθὼν διεκφύγῃ; Γελῶ τὸ σὸν βούλευμα· πῶς γὰρ ἐκφύγῃ Ὃς ἀνθέων καὶ ταῖς βασάνοις προστρέχει; | |
4.57(t) | Εἰς τὸν ἅγιον ὑπὸ τροχοῦ τεινόμενον. | |
1 | Ἰεσεκιὴλ ὁ προφητῶν ἀκρέμων, Ἀφεὶς θεωρεῖν τοὺς τροχοὺς τοὺς ἐκπύρους, Τὸν μαρτυρικὸν, εἰ δοκεῖ, τροχὸν βλέπε, | |
Καὶ συγκρίνας θαύμασε τὸν τροχηλάτην. | ||
4.58(t) | Εἰς τὸν ἅγιον βροντῆς γινομένης λυόμενον τοῦ τροχοῦ. | |
1 | Εἴ τις ξυνᾴδειν τῷ Δαβὶδ καλῶς θέλει Ἐν τῷ τροχῷ λέγοντι τὸ βρόντημά σου, Ξυνᾳδέτω νῦν τῷ τροχῷ Γεωργίου Τὸ τοῦ θεοῦ βρόντημα συῤῥαγὲν βλέπων. | |
4.59(t) | Ἕτερον εἰς τὸ αὐτὸ καὶ εἰς τὴν βασίλισσαν Ἀλεξάνδραν. | |
1 | Λυθεὶς ὁ μάρτυς τοῦ τροχοῦ ψυχὰς λύει Ἐκ τῶν τροχῶν τοῦ Σατανᾶ τὰς μυρίας· Καὶ πρῶτα τὴν ἄνασσαν Ἀλεξανδρίαν Χριστῷ συνάπτει βασιλεῖ καὶ νυμφίῳ. | |
4.60(t) | Εἰς τὴν δημοτελῆ θυσίαν Ἀπόλλωνος. | |
1 | Ὡς δυστυχὴς, Ἄπολλον, ἡ σὴ θυσία· Ἀνετράπη γὰρ τῇ θέᾳ Γεωργίου. Οὐκοῦν τέως νῦν, Φοῖβε, πεινήσεις μέγα. Πῶς οὐ προεῖπεν ὁ τρίπους σοι τὸ δράμα; | |
4.61(t) | Εἰς τὰς πυρματωθείσας κρηπῖδας. | |
1 | Ὡς βασιλικὰς εὐτυχεῖς τὰς ἐμβάδας, Κύδιστε μάρτυς! καὶ γὰρ ἠνθρακισμένην Ἐρυθροβαφεῖς δεικνύουσι τὴν χρόαν· Οἱ δ’ ἔνδον ἧλοι μάργαροι ταύταις ξένοι. | |
4.62(t) | Εἰς τὴν ἐκ νεκρῶν ἀνάστασιν τοῦ Τωβήτ. | |
1 | Ζητεῖς ὁ Μαγνέντιος ἐκ Γεωργίου | |
Τῆς πίστεως σήμαντρα; τὸν Τωβὴτ βλέπε Τὸν χθὲς σαπρὸν χοῦν ἐξ ἀπείρου τοῦ χρόνου, Καὶ νῦν κελεύσει ζῶντα τοῦ Γεωργίου. | ||
4.63(t) | Εἰς τὸν βοῦν Γλυκερίου. | |
1 | Ἂν ἄνδρα πάλαι νεκρὸν ἐξανιστάνῃ, Τί καινὸν εἰ βοῦν ἡ Γεωργίου χάρις; Πλὴν ἀλλὰ, Γλυκέριε, τὸν μὲν βοῦν λάβε, Ζεύγλαις δὲ σαυτὸν μαρτυρικαῖς ἀντίδος. | |
4.64(t) | Εἰς τὴν σιδηρᾶν κλίνην. | |
1 | Πολλοῖς βασάνων ἐγκαμὼν μάρτυς πόνοις, Πεσὼν ἀνακλίθητι πρὸς τῷ κραββάτῳ· Κἂν γὰρ σιδηροῦς ἐστὶ, κἂν πυρὸς γέμῃ, Ἀλλ’ ὁ δροσίζων ὑψόθεν πάρεστί σοι. | |
4.65(t) | Εἰς τὸν ζέοντα μόλιβδον. | |
1 | Βαβαὶ τυράννων θηριωδίας ξένης! Τήκουσι καὶ μόλιβδον εἰς πυρὸς φλόγα. Καὶ τοῖς καθαροῖς ἐγχέουσιν ἐγκάτοις Αἱ πανρύπαροι καὶ μολίβδινοι φύσεις. | |
4.66(t) | Εἰς τὸν χαλκοῦν βοῦν. | |
1 | Ὁ χθὲς θανόντα βοῦν ἀναστήσας λόγῳ Νῦν χάλκεον βοῦν εἰσδύναι κατεκρίθη Λόγχαις σιδηραῖς μυρίαις πεπαρμένον· Πλὴν ἀλλ’ ὑπέρσχῃ τῆς τυραννίδος πάλιν. | |
4.67(t) | Εἰς τὸν ζέοντα λέβητα. | |
1 | Πάλιν μόλιβδος καὶ πυρὶ ζέων λέβης, | |
Εἰς ὃν τὸ σῶμα βάλλεται Γεωργίου, Ὡς ἐκλυθῆναι κινδυνεύσῃ τῇ βίᾳ. Πλὴν ἀλλὰ λουθὲν, οὐ λυθὲν διεξέβη. | ||
4.68(t) | Εἰς τὴν τοῦ λέβητος ἐξαγωγήν. | |
1 | Οὐρανὲ καὶ γῆ, τοῦ ξένου τεραστίου! Ὃν ὁ ζέων κατεῖχε καὶ φλέξων λέβης, Νῦν ταῖς πλατείαις ἐκπλατύνει τὸ στόμα, Καὶ κηρυκεύει τῇ πόλει τῶν δεσπότων. | |
4.69(t) | Εἰς τὸν σταυρὸν καὶ τὴν ὑπὸ λαμπάδα φλέξιν. | |
1 | Ὡς φιλοτίμως ἡ τυράννου καρδία Τὸ μαρτυρικὸν δεξιοῦται σαρκίον! Οὐ φείδεται γὰρ οὐδενὸς δεινῶν τρόπου Τὸν σταυρὸν ἄρτι καὶ τὸ πῦρ τῶν ἐγκάτων. | |
4.70(t) | Εἰς τὴν συντριβὴν τῶν γλυπτῶν. | |
1 | Ὦ γλῶσσα πῦρ πνέουσα, πῦρ θεοὺς φλέγον. Καὶ γλυπτὰ νεκρὰ δαιμονικὰ συγκάον, Ὡς προσκυνῶ σε! καὶ γὰρ ἓν κέλευσμά σου Καθεῖλεν εἰς γῆν Ἄρτεμιν, Φοῖβον, Δία. | |
4.71(t) | Εἰς τὴν διὰ ξίφους τελείωσιν. | |
1 | Τῇ σαρκὶ πάσῃ τὸν θεόν σου δοξάσας, Κύδιστε μάρτυς, δεῦρο καὶ δι’ αὐχένος Δόξασον αὐτὸν ἐκταθέντος εἰς ξίφος· Καὶ παῦσον ὀψὲ τοῖς τυράννοις τοὺς πόνους. | |
4.72(t) | Εἰς τὴν γέννησιν τοῦ ἁγίου Δημητρίου. | |
1 | Ἐκ Θετταλῶν ὁ μάρτυς ὡς ἐκ Περσίδος· | |
Ἐξ Ἀράβων ὁ μάρτυς ὡς ἐκ τῶν Μύρων, Ἐξ οὐρανῶν ὁ μάρτυς ὡς ἐκ θαυμάτων, Κἂν σπέρμα καὶ γῆ, σπέρμα τοῦτο τοῦ βίου. | ||
4.73(t) | Εἰς τὸν ἅγιον ὕπατον τῆς Ἑλλάδος χειροτονούμενον. | |
1 | Ἔγραφε, Δημήτριε δόξα μαρτύρων, Μαξιμιανὸς ὕπατον τῆς Ἑλλάδος· Τὸν δ’ εὐσεβῶν ὕπατον ὁ Χριστὸς γράφει. Δισύπατος γοῦν κατὰ ταὐτὸ τυγχάνεις. | |
4.74(t) | Εἰς τὴν καταγγελίαν τοῦ Χριστοῦ. | |
1 | Χάρις Σαμουὴλ ἡ χάρις Δημητρίου· Ἐν σχοινίῳ γὰρ κατ’ ἐκεῖνον τῷ γνάφῳ Κρίνει μὲν οὐχὶ τὸν πρὶν Ἰσραηλίτην, Τὰς εὐσεβεῖς δὲ μυσταγωγεῖ καρδίας. | |
4.75(t) | Εἰς τὴν ἐν τῷ λουτρῷ καθεῖρξιν. | |
1 | Τὸν ὕπατον χθὲς καὶ πολὺν τὴν ἀξίαν Νῦν ἐν στοαῖς εἵργνυσι λουτροκαμίνων Μαξιμιανὸς ἡ τύραννος καρδία, Πλὴν καὶ καθειρχθεὶς οὐ σιωπᾷς τὸν λόγον. | |
4.76(t) | Εἰς τὸν φόνον τοῦ σκορπίου. | |
1 | Ὦ πάντα τολμῶν κεντροδήκτα σκορπίε, Νῦν καὶ κατ’ αὐτῶν ἐθρασύνθης μαρτύρων! Τίς δὲ νῦν σε πτῶμα μάρτυρος μόνον! | |
Σὺν τῷ νοητῷ θανατώσει σκορπίῳ; | ||
4.77(t) | Εἰς τὸν ἐξ οὐρανοῦ στέφανον. | |
1 | Στενοῖ βασιλεὺς τὸ πλάτος Δημητρίου Στοαῖς ἐνειργνὺς λουτροκαμινευμάτων. Θεὸς πλατύνει τὸ στενὸν Δημητρίου Πέμπων στέφους πρύτανιν ἐξ ὕψους νόα. | |
4.78(t) | Εἰς τὸν Νέστορα καὶ τὸν Λυαῖον. | |
1 | Νέστορ, πρόσελθε τῷ θεῷ Δημητρίου, Καὶ τὴν Λυαίου μὴ τρέσῃς παντευχίαν. Μέγας γάρ ἐστι καὶ Βριάρεως δράκων, Ὅμως κατοίσεις καιρίαν τοῦ βαρβάρου. | |
4.79(t) | Εἰς τὴν διὰ ξίφους τελείωσιν τοῦ Νέστορος. | |
1 | Ὡς βασιλικὰς τὰς ἀμοιβὰς λαμβάνεις, Κύδιστε Νέστορ, τῆς σφαγῆς τοῦ βαρβάρου! Τῶν μαρτύρων γὰρ τῷ στρατῷ συνεγράφης Καὶ συμμετρίζῃ τὰ στέφη Δημητρίῳ. | |
4.80(t) | Εἰς τὴν διὰ λόγχης τελείωσιν τοῦ ἁγίου Δημητρίου. | |
1 | Ἦ μὴν θεοῦ δέδεξο, μαρτύρων φάλαγξ, Τὸν Νέστορα χθὲς γεννάδα σπαθηφόρον, Δημήτριον δὲ σήμερον λογχηφόρον, | |
Χθὲς στρατιώτην, σήμερον στρατηγέτην. | ||
4.81(t) | Εἰς τὴν μυροβλυσίαν. | |
1 | Τίνος, μέγιστε Σαλομῶν, κλῆσιν λέγεις; Μύρον κενωθέν; οἶμαι τὴν Δημητρίου, Ἐξ οὗ τὸ μύρον ὠκεανίζον ῥέει, Ἀντλῶμεν· οὐδεὶς ἐκκενώσας τὴν χάριν. | |
4.82(t) | Εἰς Λοῦπον τὸν δοῦλον τοῦ ἁγίου Δημητρίου. | |
1 | Ἔβλεψε δοῦλος δεσποτικὴν σφενδόνην, Μεθ’ ἧς ἐγερσεῖ πλεῖστα τῶν τεραστίων· Οὐκοῦν ὑπέσχεν ἀξίαν καὶ τὴν δύσιν Τμηθεὶς κεφαλὴν καὶ συνὼν τῷ δεσπότῃ. | |
4.83(t) | Εἰς Λεόντιον ὕπαρχον Ἰλλυριοῦ παρεθέντα καὶ ἰώμενον. | |
1 | Τὴν Ἰλλυριῶν ἀμφέπων ἐπαρχίαν Λεόντιος παρεῖτο πᾶν τὸ σαρκίον· Εἰς τὴν σορὸν δὲ προῤῥιφεὶς Δημητρίου Τῆς κλήσεως ἄξιον ἅμα λαμβάνει. | |
4.84(1t) | Εἰς τὸν Μαρτινιανὸν καὶ αὐτὸν ὕπατον παρεθέντα | |
2t | καὶ ἰαθέντα. | |
1 | Μαρτινιανῷ κοινὰ καὶ Λεοντίῳ Ἰλλυριοὶ νέκρωσις ἄκρα σαρκίου, Ῥίψις κατ’ αὐτῆς τῆς σοροῦ Δημητρίου, | |
Καὶ ῥῶσις εὐθὺς τῶν μελῶν τεραστία. | ||
4.85(t) | Εἰς τὸν αἱμόῤῥουν στρατηλάτην. | |
1 | Αἷμα προχύσας τοῦ θεοῦ μάρτυς χάριν, Σὺ μὲν πρόχυσιν ἀντιλαμβάνεις μύρων· Ἱστᾷς δὲ καὶ πρόχυσιν ἄλλην αἱμάτων Τῶν θανατηρῶν, μάρτυς ὁ στρατηλάτης. | |
4.86(t) | Εἰς τὴν ἐν τῷ λιμῷ ἐπιφέρουσαν σῖτον ἔμπορον. | |
1 | Ὁ ναυτιλάρχης ποῖ φέρεις τὴν ὁλκάδα; Ἄφες τὸν εὐθὺ τῆς βασιλίδος πλόον, Καὶ Θετταλοῖς τὸν σῖτον ἐλθὼν ἐμπόλει. Ὄναρ ὁ μάρτυς ταῦτα τῷ σιτεμπόρῳ. | |
4.87(t) | Εἰς τὴν ἐν Θεσσαλονίκῃ ἴασιν τοῦ λοιμοῦ. | |
1 | Ὁ τοῦ λιμοῦ χθὲς ἐξελὼν τὴν ἀγχόνην Λοιμοῦ βρόχον νῦν ἐξελεῖ Θετταλίας. Ὡς λαμπρὰ, Δημήτριε, θρέπτρα τιννύεις Τῇ σῇ τιθηνῷ καὶ τροφῷ καὶ πατρίδι! | |
4.88(t) | Εἰς τὸν κατὰ τὸν νεωκόρον Ὀνησίφορον. | |
1 | Οὐ σοὶ τρέφει μέλιττα τὸν κηρὸν μόνῳ Τῆς μαρτυρικῆς λάρνακος, νεωκόρε. Ἄφες τὸ δεινὸν, μὴ βοήσεις τυμβόθεν | |
Ὁ μάρτυς ἐκβρόντητον ἐργάσαιτό σε. | ||
4.89(t) | Εἰς τὴν ἐν τῷ λάρνακι ἐκδρομὴν τοῦ πυρὸς ἐπὶ τῷ Μαυρικίῳ. | |
1 | Μὴ τῶν μελῶν θίγγανε τοῦ Δημητρίου, Κράτιστε Μαυρίκιε, τὴν φλόγα τρέσας. Οὐ βούλεται γὰρ ἥμισυς τῇ πατρίδι Ὁ στρατιώτης συμμαχεῖν καὶ συμπνέειν. | |
4.90(t) | Κατὰ φιλοπόρνου γραὸς, τοῦ αὐτοῦ Φιλῆ | |
1 | Ὦ μιαρὰ γραῦς, κακὸν ἀνθρώποις μέγα! Ὦ μιαρὰ γραῦς Θουκρίτου παλαιτέρα, Ῥυτὶς ῥοϊκὴ καὶ χρονικὴ σαπρία! Ὦ γραῦς ἀσελγὴς, ὦ βέβηλε πρεσβύτις, | |
5 | Μαχλῶσα καὶ καπρῶσα καὶ γαυρουμένη! Ὦ γραῦς σοβὰς πρόβακχε, μαινὰς ἀγρία! Ὦ μιαρὰ γραῦς τρὶς τὸ γραῦς καὶ τετράκις, Πεντακόρωνε πρέσβα, σαπρὰ πρεσβύτις, Ἀτλαντικὸν πέλαγος, Αἰγαῖον βάθος, | |
10 | Πόντε, Προποντὶς, ὠκεάνειον στόμα, Θάλασσα ταύτης πάμπαν ἁλμυρωτέρα, | |
Εἰς ἣν ἐκυβίστησεν ὁλκὰς μυρία, Εἰς ἣν ἐναυάγησαν αὔτανδρα σκάφη! Ὦ τέλμα πηλοῦ καὶ βαθύτης ἰλύος, | ||
15 | Τῆς ἐγχέλυος οἶκε καὶ τοῦ βατράχου, Τῆς φύσεως μόλυσμα καὶ τῶν ἐν φύσει! Ὦ βροῦχε καὶ χάλασα καὶ κνὶψ καὶ σκότος, Καὶ συνόλως ὄλεθρε τοῦ βροτῶν γένους! Ὦ γραῦς πολιὰ μέχρι καὶ τῶν ὀφρύων, | |
20 | Κἂν ἐμπαροινῇς τῇ ταλαιπώρῳ φύσει Βαφαῖς καταχρίουσα πυκναῖς τὰς τρίχας! Ὦ γραῦς ὀδόντος παντὸς ἐστερημένη, Μόνοις παρατρώγουσα γομφίοις δύο, Οὓς εὖ γε ποιῶν οὐκ ἀφεῖλεν ὁ χρόνος, | |
25 | Ὡς μὴ νομισθῇς ἀρτιγέννητον βρέφος! Ὦ γραῒς ὠχρὰ κἂν πλανᾷς ψιμμιθίῳ! Ὦ σταφὶς ἰσχνὴ κἂν δοκῇς ὄμφαξ ἔτι! Ὦ Καμάρινα κἂν μυρίζῃ πλουσίως! Ὦ βυρσόδερμον κἂν τὸ δέρμα λεπτύνῃς, | |
30 | Λημῶσα κἂν ὁ κόχλος ἀμφὶ τὰς κόρας, Ῥυσσοῦσα κἂν τὸ φῦκος ἀμφὶ τὰς γνάθους, Ποδαγριῶσα κἂν σοφίζῃ τὴν νόσον, | |
Λύγισμα τὴν ποδάγραν ἐξειργασμένη, Κυρτουμένη τε κἂν δοκῇς ὀρθουμένη! | ||
35 | Ὦ γραῦς, πάλιν γραῦς καὶ πάλιν γραῦς, καὶ πάλιν, Αἶσχος παλαιὸν, ἀρχαϊκὴ κακία! Τί ταῦτα ποιεῖς; αὖθις εἰς πόθους ῥέπεις· Ἐρωτοληπτεῖς, ἀφροδίσια πνέεις· Καὶ μὴν ἔδει σε τοῦτο συνιδεῖν τέως, | |
40 | Ὡς πάντα καλὰ τῷ προσήκοντι χρόνῳ. Χρόνῳ τρυγᾷς τὸν βότρυν ἐκ τῆς ἀμπέλου, Χρόνῳ δρεπάνην εἰς τὸν ἄσταχυν φέρεις· Τὸ βάλσαμον, τὸ κρίνον ἡ χλόη χρόνῳ. Οἶνος νεάζων καὶ σφριγῶν ἀναζέει, | |
45 | Καὶ ῥηγνύει τὸν πίθον ἐξ ἀταξίας· Νέος γὰρ ὢν πέπονθε καὶ τὰ τῶν νέων· Ἀλλ’ εἰς τὸ γῆρας καὶ τὸν ἔσχατον χρόνον Καθίσταται μὲν εἰς ἑαυτὸν εὐφρόνως, Συστέλλεται δὲ καὶ φρονεῖ καθὼς γέρων. | |
4.90(50) | Σὺ δὲ προβᾶσα τὰς ὅλας ἡλικίας, Τὴν δὲ τρίχα φθάσασα τὴν γηραιτάτην, Ἐλθοῦσα δ’ ἐγγὺς τῆς θανασίμου πύλης, | |
Καὶ τῆς βοῆς κλύουσα τῶν Ἐριννύων Καὶ τῆς ὑλακῆς τοῦ κυνὸς τοῦ Κερβέρου, | ||
55 | Ἔτι σχολάζεις οἷς νεάνιδες κόραι, Καὶ τὰς παρειὰς τῷ φύκει περιχρίεις. Παπαῖ τάλαινα τῆς φιλαφροδισίας! Παπαῖ παραπλὴξ τῆς ἐρωτοληψίας! Θνήσκων ὁ τέττιξ μουσικώτερον λέγει, | |
60 | Καὶ σὺ πρὸς αὐταῖς ταῖς πνοαῖς ταῖς ἐσχάταις Στολὴν στολίζῃ τὴν ἑταιρικωτέραν· Χρυσαῖς δὲ κοσμεῖς σφενδόναις τοὺς δακτύλους, Ὡς ἂν λάβῃς θήραμά τινας τῶν νέων Ἰδόντας εἰς τὸν κόσμον, οὐκ εἰς τὸν χρόνον. | |
65 | Καὶ τίς τοσοῦτον ἀφρονέστατος νέος Ὡς καρτερῆσαι κανθάρῳ προσεγγίσαι, Κἂν εἰ μύροις πάττοιτο πᾶν τὸ σαρκίον; Ἢ τίς φάγοι μέλιτι συμμιγῆ κόπρον, Ἢ χρυσοπάστῳ συζυγῇ δελφακίῳ, | |
70 | Εἰ μὴ βλαβείη τόν τε νοῦν καὶ τὰς φρένας; Οὐκ ἐξαμείβειν οἶδε τέχνη τὴν φύσιν, Κἂν πάντα κινήσειεν, ὡς λόγος, κάλων, Καὶ πάντας ἐξεύροιτο μηχανῆς τρόπους· Οὐδὲ γραὸς πρόσωπον ἀσβόλης γέμον | |
75 | Φρονῶν τις ὠνήσαιτο κἂν τριωβόλου. Πάλαι ποτ’ ἦς χρήσιμος ἴσως εἰς ἔρον, Πάλαι ποτ’ ἦς ἔρωτος ἀνθρώποις δέλος Κρύπτον τὸ κέντρον τῆς κακῆς ἀγκιστρίδος. Νῦν πορνοβόσκει, νῦν προαγωγὸς γίνου. | |
80 | Οὐδὲν γὰρ ἄλλο τῷ χρόνῳ τῷ σῷ πρέπει, Καὶ μᾶλλον εἰπεῖν τῷ βίῳ καὶ τῷ τρόπῳ. Ἀλλ’ οὐ θέλεις; καὶ βρῶμα τοῖς λύκοις γίνου. Φθάρητι κακοῖς τῶν κακῶν ἡ κακίων, Ἔῤῥ’ ἐς κόρακας, ἔῤῥε πρὸς τὸν Πλουτέα. | |
85 | Μὴ μέλλε Κλωθὼ, κόψον ὀψὲ τὸν μίτον. Ὁ νεκροπομπὸς τὴν ταλαίπωρον δέχου· Ὁ νεκροπορθμεὺς ναυστόλει τὴν πρεσβύτιν. Μὴ μέλλε Ῥαδάμανθυ, μηδ’ ὁ Κρὴς Μίνως· Δεῦτε κρινοῦντες τὴν πολιὰν μαχλάδα | |
90 | Οὐκ ἀπορῆτε μαρτύρων κατηγόρων· Αὐταὶ κλίναι βοῶσιν, αὐταὶ λυχνίαι· Ὅμως ἀπέστω καὶ κλίνη καὶ λυχνία· Τὰ στίγματα κράσουσιν ἀντὶ στεντόρων, Καὶ μαρτυροῦσι τὸν βίον τῆς πεμπέλου. | |
95 | Τί γοῦν πάθοι, καὶ τίνος εὐθύνης τύχοι; Πολλαὶ παρ’ ὑμῖν τῶν βασάνων ἰδέαι, | |
Πολλοὶ κολασμῶν καὶ διάφοροι τρόποι· Εἷς δὲ πρέπει μάλιστα τοιαύτῃ κρίσει· Τῷ γὰρ παλαιῷ καὶ γέροντι Κερβέρῳ | ||
4.90(100) | Ἡ γραῦς δοθήτω καὶ δότω τὰς εὐθύνας· Καίτοι πρὸς οὕτως ὀστρακωθὲν σαρκίον Ἐξασθενήσει καὶ τὸ Κερβέρου στόμα. | |
4.91(t) | Ἀναφορὰ Φιλῆ. | |
1 | Ἐγὼ μὲν ἐλθὼν ἀπὸ τῆς Βυζαντίδος Εἶδον τὸ σὸν πρόσωπον ἀνθοῦν ὡς ῥόδον, Καὶ τῶν ἀηδῶν ἐκπεφευγὼς τὸ ψύχος Τῇ καρδίᾳ προὔθηκα λαμπρὰν αἰθρίαν· | |
5 | Μᾶλλον δὲ παρεὶς τὴν πυρὰν τοῦ νῦν θέρους Ἐμαυτὸν ἐδρόσισα τοῖς ῥήμασί σου. Σὺ δ’ ὡς μεγαλόδωρος, ὦ νοῦ γεννάδα, Καὶ τῶν λεόντων σκύμνε τῆς κραταρχίας, Δίφρον παρασχὼν ἐκδρομῆς ἱπποκρότου, | |
10 | Καὶ τὴν τρίβον πόῤῥωθεν ἐξομαλίσας, Ὑποστρέφειν κέλευε τῷ πνέοντί σε· Οἱ γὰρ φάγοι κώνωπες ἀλγύνουσί με | |
Προβοσκίσι πλήττοντες ἐκτόπως λάλοις· Καὶ τοὺς κε. φ. δάκνοντας οὐ φέρων κνίπας, | ||
15 | Καὶ τὴν ὑποβρέμουσαν ἑσπέρας φλόγα, Μᾶλλον δὲ τὴν ὕποπτον ὁρμὴν τῶν λόγων, Παλινδρομεῖν ἐντεῦθεν ἐκβιάζομαι. | |
4.92 | Ἀσκήσεως πέπτωκεν ὁ στεῤῥὸς στύλος· Στυλιανὸς γὰρ τὸν βίον καταστρέφει. | |
4.93 | Τάττει θεός σοι τοὺς πόδας τεθνηκότι Εἰς συντέλειαν Ἀμβακοὺμ, καθὼς ἔφης. | |
4.94(t) | Τοῦ αὐτοῦ (Φιλῆ) εἰς τὴν κοίμησιν. | |
1 | Θεὸς ἐπὶ γῆς μὴ τελευταία κρίσις· Οὐκοῦν γέρας δὲ μητρικῆς ταφῆς τόδε. | |
4.95(1t) | Στίχοι ἰαμβικοὶ Φιλοπόνου τινὸς εἰς τὸν κανόνα | |
2t | τοῦ μεγάλου σαββάτου. | |
1 | Βουλὴν Ἰωσὴφ χρηματίσει τὴν ἄνω, Καὶ Νικόδημος τὴν θέσιν τε τὴν κάτω, Ὁ μὲν θεοῦ κένωσιν οἷσπερ ἐνδύει, Ὁ δὲ βροτῶν θέωσιν οἷσπερ ἐγχρίει· | |
5 | Ὅμως τὸ καινὸν θαῦμα θάπτοντες πόθῳ | |
Ἐκ τοῦ ξύλου λύουσιν, οὐκ ἐκ τοῦ κράτους. | ||
4.96(t) | Εἰς δακτύλιον τοῦ βασιλέως. | |
1 | Λίθος χλοάζων πέντε βοῦς δοκεῖ τρέφειν. | |
4.97 | Θεὸς τὸ διττὸν οὐκ ἔχων τῶν πνευμάτων Φέρει τὸ τριττὸν οὐδενὸς τῶν σωμάτων· Αὐτὸς μετασχὼν οὐ ῥεούσης τετράδος | |
Αἰσθήσεων πέφυκεν ἔξω πεντάδος· | ||
5 | Κίνησιν οὐ πάσχων δὲ διπλῆς ἑξάδος | |
Φέρει τὸ σεπτὸν τῆς ἀρίστης ἑπτάδος. | ||
5.1(1t) | Τοῦ σοφωτάτου Φιλῆ μετάφρασις τῶν οἴκων τῆς ὑπεραγίας | |
2t | θεοτόκου. Κοντάκιον. | |
1 | Σοὶ τῇ στρατηγῷ τῶν βροτῶν ὑπερμάχῳ Τὸν εὐχαριστήριον, ἁγνὴ παρθένε, Εἴτουν ἐπινίκιον ὡς δοῦλος πλέκω, Ῥυσθεὶς διὰ σοῦ τῶν κακῶν τῶν ἐν βίῳ· | |
5 | Τὸ γοῦν ἀπροσμάχητον αὐχοῦσα κράτος Πολυτρόπων αὖθίς με κινδύνων ῥύου. ἵνα βοῶ σοί, Χαῖρε νύμφη πλὴν γάμου. Ἄνωθεν ἐλθὼν ἄγγελος πρωτοστάτης, Τὸ Χαῖρε φησὶ τῇ θεοῦ λοχυτρίᾳ· | |
10 | Ὁμοῦ δὲ φωνῇ μὴ σεσωματωμένῃ Σεσωματωμένον σε τὸν Λόγον βλέπων, Ἐκστατικῶς ἵστατο κραυγάζων τάδε· Ὦ χαῖρε· καὶ γὰρ τῆς χαρᾶς τὸ φῶς βλύσεις· Ὦ χαῖρε· καὶ γὰρ τῆς ἀρᾶς τὸ πῦρ σβέσεις· | |
15 | Ὦ χαῖρε, δι’ ἧς Ἀδὰμ ἐξανίσταται, Καὶ τῶν ὀδυρμῶν ἡ σύνοικος λύεται· Ὕψος δυσανάβατον ἀνθρώπων γένει, Βάθος δυσεξάγγελτον ἀγγέλων φύσει, Ναὶ χαῖρε, ναὶ καθέδρα τοῦ βασιλέως | |
20 | Φέρουσα τὸν φέροντα χειρὶ τὴν κτίσιν, Ἀστὴρ νοῦ τε δεικνύων τὸν ἥλιον, Γαστὴρ ἀπαθὴς ἐνθέου σαρκωσέως. Ὦ χαῖρε· καὶ γὰρ σὺ νεουργεῖς τὴν φύσιν, Ἣ νῦν διὰ σοῦ προσκυνεῖ τὸν δεσπότην! | |
25 | Ὦ χαῖρε, νύμφη γαμικῶν ἔργων δίχα! Βρύουσα καλοῖς παρθενικοῖς ἡ κόρη Τῷ Γαβριὴλ ἔφασκε θαῤῥούντως τάδε· Τὸ παράδοξον ὧν ἔφης μηνυμάτων Δυσπαράδεκτον ἐστί μου τῇ καρδίᾳ· | |
30 | Συλλήψεως γὰρ τὴν κύησιν ἀσπόρου Κράζων προκατήγγειλας ἀλληλούϊα. Γνῶναι θέλουσα γνῶσιν οὐκ ἐγνωσμένην Ἡ Μαριὰμ ἔφασκε τῷ πρωταγγέλῳ· Ἐξ ἀσπόρων, βέλτιστε, λαγόνων γόνον | |
35 | Οἷόν τε μοὶ πῶς ἐστὶ τεχθῆναι φράσον, Πρὸς ἣν ἐκεῖνος εἶπεν αἰδοῖ καὶ τρόμῳ· Ὦ χαῖρε, βουλῆς μυστικῆς μύστις ξένη! Ὦ χαῖρε, σιγῆς ἐνδεῶν πίστις μόνη! Ὦ τῶν Ἰησοῦ θαυμάτων προοίμιον! | |
40 | Ὦ τῶν κατ’ αὐτὸν δογμάτων τὸ βέλτιον, Γέφυρα πορθμεύουσα τοὺς βροτοὺς ἄνω, Ἄλλη κλίμαξ φέρουσα τὸν θεὸν κάτω! Ὦ καὶ πολυθρύλλητον ἀγγέλων τέρας! | |
Ὦ καὶ πολυθρήνητε δαιμόνων σκόλοψ! | ||
45 | Ὦ φῶς τὸ θεῖον ἀσπόρως γεννήσασα, Καί πως τὸ καινὸν μηδόλως διδάξασα! Ὦ χαῖρε, τοῦ νοῦ τῶν σοφῶν ὑπερτέρα! Ὦ χαῖρε, πιστῶν ἀγλαΐζουσα φρένας! Ὦ χαῖρε, νύμφη γαμικῶν ἔργων δίχα! | |
5.1(50) | Δύναμις ἦλθεν ὑψόθεν τῇ παρθένῳ Πρὸς τὴν ξένην σύλληψιν αὐτῆς ἐκτάδην· Νηδὺν δὲ τὴν ἔγκαρπον αὐτῆς εὐθέως Ὡς ἡδὺν ὠργάνωσεν ἀγρὸν ἐν θέρει Τοῖς τὸν στάχυν τέμνουσι τῆς σωτηρίας, | |
55 | Ἐκ τοῦ βοᾶν τὸν ὕμνον ἀλληλούϊα. Ἔχουσα μήτραν ἡ κόρη θεοτρόφον Ἔσπευδεν ἐλθεῖν ἄχρι τῆς Ἐλισάβετ· Ἦς τὸ ξένον φίλημα συνὲν τὸ βρέφος Ἅλμασιν ὡς ᾄσμασιν εὐθὺς ἐκρότει, | |
60 | Καὶ τερφθὲν ἐψέλλιζε πρὸς τὴν παρθένον. | |
Ὦ χαῖρε, φυῆς κλῆμα τῆς ζωηφόρου! Ὦ χαῖρε, καρποῦ κτῆμα τοῦ κοσμοτρόφου! Ὦ καὶ γεωργὸν ἡ κύουσα κύριον! Ὦ καὶ φυτουργὸν ἡ φύουσα τίμιον, | ||
65 | Ἄρουρα βλαστάνουσα μακροθυμίαν, Τράπεζα βαστάζουσα φιλανθρωπίαν! Ὦ χαῖρε λειμὼν τῆς τρυφῆς τῆς ἐνθέου! Ὦ χαῖρε λιμὴν τῶν ψυχῶν τῶν ἐν ζάλῃ! Ὦ χαῖρε δεκτὸν ἱκέτου θυμίαμα! | |
70 | Ὦ χαῖρε κόσμου παντὸς ἱλαστήριον! Ὦ χαῖρε Χριστοῦ πρὸς βροτοὺς εὐστοργία! Ὦ χαῖρε θνητῶν πρὸς θεὸν παῤῥησία! Ὦ χαῖρε νύμφη γαμικῶν ἔργων δίχα! Ζάλης λογισμῶν ἔνδον ἀστάτων γέμων | |
75 | Δεινὴν ταραχὴν εἶχεν ὁ μνήστωρ τέως· Κλεψίγαμον γὰρ τὴν ἄγαμόν σε κρίνων | |
Ἤσχαλλεν· ὡς δ’ ἔγνωκε τουτὶ τὸ ξένον Ἐξ ἁγίου Πνεύματος ἐν σοὶ τυγχάνειν, Πρεσβυτικῶς ἔψαλλεν ἀλληλούϊα. | ||
80 | Ἤκουσαν ᾠδῆς ἀγγέλων οἱ ποιμένες, Οἳ καὶ δραμεῖν σπεύσαντες ὡς πρὸς ποιμένα Ἄμωμον αὐτὸν εἶδον ἀμνὸν τὸν Λόγον, Ἐν γαστρὶ βοσκηθέντα σεμνῆς παρθένου, Καὶ τὸ ξένον μέλποντες εὐθὺς ἐκρότουν· | |
85 | Ὦ μῆτερ ἀμνοῦ τοῦ Λόγου καὶ ποιμένος! Ὦ χαῖρε σὴκὲ τῶν λογικῶν θρεμμάτων! Ὦ καὶ νοητοῦ θηρὸς ἀμυντήριον, Καὶ παραδείσου πτυχὸς ἀνοικτήριον! Ὦ χαῖρε φαιδρὸν οὐρανοῦ καὶ γῆς τέρας! | |
90 | Ὦ χαῖρε λαμπρὸν γῆς τε καὶ πόλου γέρας, Ὁ μὴ σιωπῶν τῶν ἀποστόλων τόμος, Ὁ μαρτυρικὸς κατὰ τῆς πλάνης τόνος, | |
Ἔρεισμα σεπτὸν τῆς ἀμώμου πίστεως, Γνώρισμα καινὸν τῆς ἀπείρου χάριτος! | ||
95 | Ὦ χαῖρε δι’ ἧς πᾶς ἐγυμνώθη τάφος! Ὦ χαῖρε δι’ ἧς ἐνδεδύμεθα κλέος! Ὦ χαῖρε νύμφη γαμικῶν ἔργων δίχα! Θεοδρόμου τυχόντες ἀστέρος μάγοι Εἵποντο καὶ κρατοῦντες αὐτὸν ὡς λύχνον | |
5.1(100) | Βασιλέα κράτιστον ἠρεύνων τότε· Φθάντες δὲ τὴν ἄφθαστον ἀσμένως φύσιν, Καὶ τοῦτο σαφῶς ἐκπλαγέντες τὸ ξένον, Ὁμοφρόνως ἔψαλλον ἀλληλούϊα. Ἰδόντες αὐτὸν ἐν χεροῖν τῆς παρθένου, | |
105 | Τὸν δημιουργήσαντα χειρὶ τὴν φύσιν, Ἄνακτα κεκρίκασι Χαλδαίων γόνοι, Δώροις δὲ τιμήσαντες αὐτὸν ἐκρότουν, Κἂν δουλικὴν εἴληφε μορφὴν ἀσπόρως. Ὦ χαῖρε μῆτερ οὐ δύνοντος ἀστέρος! | |
110 | Ὦ χαῖρε λαμπὰς τῆς νοητῆς ἡμέρας! Ὦ τῆς ἀπάτης τὴν κάμινον λύσασα, Καὶ τῆς Τριάδος τὴν χάριν τρανώσασα! Ἐξήλασας γὰρ τὸν τετυραννηκότα, Καὶ δεσπότην εὔσπλαγχνον εἰσῆξας μόνη, | |
115 | Θρησκευμάτων ἔλεγχε παντὸς βαρβάρου, Καὶ πρακτέων λύτρωσις οἰκτρῶν βορβόρου! Ὦ χαῖρε πυρὸς προσκύνησιν παύσασα! Ὦ χαῖρε παθῶν πυρὸς ἀπαλλάξασα! Πιστῶν ὁδηγὲ σωφροσύνης ἐνθέου, | |
120 | Φυλῶν ἁπασῶν εὐφροσύνης παρθένε! Ὦ χαῖρε νύμφη γαμικῶν ἔργων δίχα! Κήρυκες οἱ βλέψαντες ὀφθέντες μάγοι, Ἥκουσιν εἰς γῆν τῆς Βαβυλῶνος πάλιν, Κατὰ τὸ χρησμῴδημα καὶ πρόσταγμά σου, | |
125 | Καὶ πανταχοῦ τρανοῦντες ἀγγέλλουσί σε, Τὸν Ἡρώδην ἀφέντες ὡς λῆρον, Λόγε· Ψάλλειν γὰρ οὐκ ἔμαθεν ἀλληλούϊα. Λάμψας ἱλασμοῦ φῶς ἐν Αἰγύπτῳ ξένον Τὸν τῆς πλάνης ἔλυσας, ὦ σῶτερ, ζόφον· | |
130 | Πέπτωκε δὲ πτῆξάν σε πᾶν ταύτης βρέτας· Ὅσοι δ’ ἀπηλλάγησαν ἁπλῶς τῆς πλάνης, Πρὸς τὴν ἀπειρόγαμον ἐκρότουν τάδε· Ὦ χαῖρε παγκόσμιος ἀνθρώπων στάσις! Ὦ χαῖρε φιλάγαθε δαιμόνων κλίσις! | |
135 | Ὦ τῆς ἀπάτης τὸ κράτος πατήσασα, Καὶ τῶν ξοάνων τὸν δόλον φαυλίσασα, Θάλασσα ποντίσασα κρυπτοὺς τριστάτας, Ζωῆς πέτρα βλύσασα τῇ φύσει δρόσον, Καὶ στύλε πυρὸς ἰθύνων τοὺς ἐν σκότει· | |
140 | Σκέπη δὲ κόσμου νεφέλης πλατυτέρα, | |
Τροφὴ δὲ μάννα τοῦ πάλαι διάδοχε, Τρυφῆς δὲ πάλιν ἁγίας διάκονε. Ἐπαγγελίας χαῖρε γῆ τρισολβία, Ἐξ ἧς ῥέει μέλιτι συμβαῖνον γάλα! | ||
145 | Ὦ χαῖρε νύμφη γαμικῶν ἔργων δίχα! Μέλλοντι Συμεῶνι τὸ πνεῦμα ζέον Τοῦ νῦν ἀπατεῶνος αἰῶνος λύειν, Ἑκὼν προσαχθεὶς, ἐβραβεύθης ὡς βρέφος· Θεὸν δέ σε γνοὺς ἐντελῆ καὶ θαυμάσας, | |
5.1(150) | Καὶ τὴν ἀνυπέρβλητον ἐκπλαγεὶς χάριν, Πρεσβυτικῶς ἔψαλλεν ἀλληλούϊα. Νέαν κτίσιν δέδειχεν ἡμῖν ὁ κτίσας, Νῦν τοῖς ὑπ’ αὐτοῦ πρὸς τὸ φῶς παρηγμένοις. Γαστρὸς γὰρ αὐτὸς ἐκφυεὶς τῆς ἀσπόρου, | |
155 | Κἀντεῦθεν αὐτὴν ὥσπερ ἦν δείξας πάλιν Πάντας παρεσκεύασεν ἀθροῦντας λέγειν· Ἄνθος τὸ λαμπρὸν χαῖρε τῆς ἀφθαρσίας, Στέφος τὸ σεπτὸν χαῖρε τῆς ἀσιτίας, | |
Ἐγέρσεως τὸν τύπον ἡ προλάμψασα, | ||
160 | Τῶν ἀγγέλων τὸν βίον ἡ προδείξασα, Ἀγλαόκαρπον ξύλον εἰς πιστῶν τρύγην, Εὐσκιόφυλλον δένδρον εἰς πολλῶν σκέπην, Ὁδηγὸν ἡ κύουσα τῶν πλανωμένων, Σωστικὸν ἡ τίκτουσα τῶν κατασχέτων, | |
165 | Κριτοῦ δικαίου πρὸς τὸ λυπεῖν ἔκλυσις, Καὶ παντοδαπῶν σφαλμάτων διάλυσις. Χαῖρε στολισμὲ τῆς ψυχῶν παῤῥησίας, Στοργὴ δὲ θερμὴ πᾶσαν αἱροῦσα σχέσιν. Ὦ χαῖρε νύμφη γαμικῶν ἔργων δίχα. | |
170 | Ξένον τόκον βλέψαντες ἐκ τῆς παρθένου Τοῦ μὴ καθαροῦ νῦν ξενωθῶμεν βίου, Τὰς καρδίας ἄραντες ἐκ γῆς πρὸς πόλον. Ὁ γὰρ ἀφιλόκομπος εἰς γῆν ἐκ πόλου, Ὑψηλὸς ὢν χθὲς, καὶ ταπεινὸς προσφάτως, | |
175 | Ὑψοῖ δὲ τοὺς βοῶντας ἀλληλούϊα. Ὅλος παρῆν ἄνωθεν ὁ κτίστης κάτω Καὶ τῶν ἄνω δήπουθεν οὐκ ἀπῆν ὅλως· Τῇ γὰρ θεϊκῇ συγκαταβάσει τότε Μεταβατικὸς οὐ προσῆν οὐδεὶς τόπος | |
180 | Εἰς παρθένου σύλληψιν ἀκροωμένης· Ὦ χαῖρε σεμνὴ χώρα μὴ χωρουμένη! Ὦ χαῖρε σεπτοῦ μυστικοῦ θύρα ξένη, Ἄκουσμα δύσνοις καθάπαξ ἀμφίλογον· Καύχησις εὔνοις οὐδόλως ἀμφίβολος· | |
185 | Τοῦ τῶν Χερουβὶμ ἁρματηλάτου θρόνε· Τοῦ τῶν Σεραφὶμ καταγωγέως δόμε· Εἰς ταυτὸν ἡ σπείσασα καὶ τἀναντία· Καὶ τῷ τόκῳ ζεύξασα τὴν ἀνανδρίαν. Ὦ χαῖρε δι’ ἧς παράβασις οἴχεται· | |
190 | Ὦ χαῖρε δι’ ἧς παράδεισος οἴγεται· | |
Ὦ χαῖρε καὶ κλεὶς τῆς θεοῦ καρταρχίας Καὶ πάλιν ἐλπὶς τῶν καλῶν τῶν ἀφθόρων. Ὦ χαῖρε νύμφη γαμικῶν ἔργων δίχα. Πᾶσα κτίσις φρίξασα καὶ τῶν ἀγγέλων | ||
195 | Κατεπλάγη τὸ θαῦμα καὶ συνεστάλη· Καὶ γὰρ τὸν ἀπρόσιτον ὡς θεὸν μόνον, Προσιτὸν ὡς ἄνθρωπον ἡμῖν ἐσκόπουν, Συνόντα μὲν τοῖς πᾶσιν ἐκ μετουσίας, Ψάλλειν δὲ δόντα σφίσιν ἀλληλούϊα. | |
5.1(200) | Ῥήτωρ σιγᾷ πᾶς ὥσπερ ἰχθὺς ἐνθάδε· Οὐ δύναται γὰρ ὑπὸ τῆς τέχνης λέγειν Πῶς καὶ μένεις, ἄχραντε, σεμνὴ παρθένος, Καὶ φρικτὸν ἐξήνεγκας ἀνθρώποις τόκον· Ἡμεῖς δὲ φαμὲν ἐκπλαγέντες τὸ ξένον, | |
205 | Θεοῦ σοφίας χαῖρε νυμφὼν παρθένε, Καὶ τῆς προνοίας τοῦδε ταμεῖον μέγα· Καὶ γὰρ σοφοὺς ἔδειξας εὐθὺς ἄφρονας· Καὶ τεχνικοὺς ἤλεγξας ὡς παράφρονας, | |
Κατῄσχυνας δὲ τῶν φυσικῶν τοὺς λόγους | ||
210 | Δεινὸν μαρασμὸν ἐμβαλοῦσα τοῖς μύθοις· Ὦ χαῖρε, καὶ γὰρ Ἀττικὰς πλοκὰς λύεις, Τὰ δίκτυα πληροῦσα τῶν ἁλιέων· Ὦ χαῖρε βυθοῦ κακίας ἐξάρασα· Ὦ χαῖρε πολλοὺς τὴν χάριν πλουτίσασα· | |
215 | Ὦ χαῖρε πορθμὶς τῶν θελόντων εὖ πλέειν· Ὦ χαῖρε λιμὴν τῶν πλεόντων ἐν βίῳ· Ὦ χαῖρε νύμφη γαμικῶν ἔργων δίχα. Σῶσαι θέλων τὸν κόσμον ὁ κτίστης Λόγος Ἥκει πρὸς αὐτὸν αὐτεπαγγέλτῳ σχέσει· | |
220 | Ποιμὴν δὲ καὶ πρόβατον ἡμῖν εὑρέθη, Ἐπεὶ δι’ ἡμᾶς καὶ καθ’ ἡμᾶς ὡράθη· Τὸ γὰρ ὅμοιον τῷ κατ’ αὐτὸ καλέσας Ὡς δεσπότης ἤκουσεν ἀλληλούϊα. Τεῖχος σὺ πανύμνητε καὶ τῶν παρθένων, | |
225 | Καὶ τῶν ἐπὶ σὲ καταφευγόντων, κόρη· | |
Θεὸς γὰρ ἡμῖν εὖ κατεσκεύακέ σε, Ὁ δημιουργὸς οὐρανοῦ καὶ γῆς μόνος, Σὴν μήτραν ἐνδὺς καὶ βοᾶν πάντας θέλων· Ὦ χαῖρε σεμνὴ, σὺ γὰρ ἁγνείας τύπος, | ||
230 | Καὶ καταγωγὴ καὶ πύλη σωτηρίας· Ἀρχηγὲ τῆς ἄνωθεν ἀναπλάσεως· Χορηγὲ τῆς ἐκεῖθεν ἀντιλήψεως. Ὦ χαῖρε νουθετοῦσα τοὺς ἀσυνέτους, Ὡς ἀναγεννήσασα τοὺς κακοσπόρους· | |
235 | Ὦ χαῖρε, καὶ γὰρ τῶν φρενῶν κτείνεις φθόρον, Ἐπεὶ γεωργὸν πᾶσιν ἁγνείας κύεις· Ὦ χαῖρε παστὰς ἀσπόρου νυμφεύσεως· Ὦ χαῖρε πιστοὺς κυρίῳ συνδήσασα· Ὦ χαῖρε καλὴ παρθένων κουροτρόφε, | |
240 | Καὶ τῶν καθαρῶν πνευμάτων νυμφοστόλε· Ὦ χαῖρε νύμφη γαμικῶν ἔργων δίχα. Ὕμνος νικᾶται πᾶς τις ἁμίλλῃ τρέχων Πρὸς τὴν ἀγαθότητα τὴν σὴν τὴν χύδην· | |
Κἂν γὰρ τοσαρίθμους τὶς ᾠδὰς προσφέροι, | ||
245 | Σοὶ, παμβασιλεῦ, τί φράσει κατ’ ἀξίαν Ὧν αὐτὸς ἐβράβευσας ἐξ εὐσπλαγχνίας Τοῖς ἐκθύμως ψάλλουσιν ἀλληλούϊα. Φωτὸς θεϊκοῦ λυχνίαν τοῖς ἐν σκότει Τὴν ἁγίαν δέδορκεν ἡ γῆ παρθένον. | |
5.1(250) | Τὸ πῦρ γὰρ ἀνάπτουσα τῆς ἀϋλίας Πρὸς φῶς ὁδηγεῖ, νοῦ μὲν αὐγάζον σκότος, Οὕτω δὲ τιμᾶν πεῖθον αὐτῆς τὸν τόκον· Ὦ χαῖρε παστὰς τοῦ νοητοῦ φωσφόρου. Ὦ χαῖρε λαμπὰς τοῦ φθορᾶς ἄτερ φάους, | |
255 | Ὡς ἀστραπὴ μὲν τὰς ψυχὰς αὐγάσασα, Ἐχθρὸν δὲ βροντὴ πάντα καταπλήξασα· Φωτισμὸν ἀνίσχουσα τῆς εὐσπλαγχνίας, Ποταμὸν ἐκβλύζουσα τῆς ἀφθαρσίας, Δεικνῦσα τὸν πρὶν τῆς κολυμβήθρας τύπον, | |
260 | Τὸν δεινὸν ἐκτρίβουσα τῆς πλάνης ῥύπον. Ὦ χαῖρε λουτὴρ ἐκπλύνων τὰ κρύφια. Ὦ χαῖρε κρατὴρ μιγνὺς ἀγαλλίασιν, Ὁσμή τε Χριστοῦ τῆς φίλης εὐωδίας, Ζωῆς δὲ σεμνὴ μυστικῆς εὐωχία. | |
265 | Ὦ χαῖρε νύμφη γαμικῶν ἔργων δίχα. Χάριν παλαιῶν παρέχων ὀφλημάτων Ὁ τῶν ἁπάντων δεσπότης εὐεργέτης, Αὐτὸς πρὸς ἡμᾶς ἦλθε τοὺς ἀπωσμένους· Σχίσας δὲ τὸν κώδικα τῶν δανεισμάτων | |
270 | Ἤκουσεν εὐθὺς παρὰ τῶν ἐλευθέρων Ὡς δεσπότης εὔσπλαγχνος ἀλληλουΐα. Ψάλλοντες ὃν δέδωκας ἀνθρώποις τόκον, Ὡς ἔμψυχον ναόν σε τιμῶμεν μόνην· Ἐν γαστρὶ γὰρ ᾤκησε τῇ σῇ, παρθένε, | |
275 | Ὁ χειρὶ τὰ ξύμπαντα κατέχων Λόγος, Πάντας δὲ καθήγνισε διδάξας λέγειν· Ἡ καταγωγὴ τοῦ θεοῦ χαίροις, κόρη· Ναὶ χαῖρε πάντων βελτίων τῶν ἁγίων, | |
Κιβωτὲ χρυσωθεῖσα θείῳ πνεύματι, | ||
280 | Θησαυρὲ τοῦ ζῆν κρειττόνως ἀδάπανε, Βασιλέων κόσμησις εὐσεβεστάτων, Θυηπόλων καύχησις εὐλαβεστάτων. Ὦ στεῤῥὲ πύργε χαῖρε τῆς ἐκκλησίας, Καὶ χαράκωμα τῆς κάτω κραταρχίας. | |
285 | Ὦ χαῖρε δι’ ἧς καὶ τὰ νικητήρια, Καὶ δυσμενεῖς πίπτουσι καθαιρούμενοι. Ὦ χαῖρε τοὐμοῦ δυσπαθοῦς ἄκος φάους, Ψυχῆς δὲ θερμὴ τῆς ἐμῆς προστασία. Ὦ χαῖρε νύμφη γαμικῶν ἔργων δίχα. | |
290 | Ὦ μῆτερ, ἡ τεκοῦσα σεμνὴ παρθένος Τὸν τῶν ἁγίων ἁγιώτατον Λόγον, Τὴν νῦν παρ’ ἡμῶν προσφορὰν δεδεγμένη, Ἅπαντας ἡμᾶς συμφορᾶς πάσης ῥύου, Καὶ τῆς ἐκεῖσε τοῦ πυρὸς τιμωρίας | |
295 | Τοὺς εὐσεβῶς βοῶντας ἀλληλουΐα. | |
5.2(1t) | Τοῦ Φιλῆ κυροῦ Μανουὴλ τοῦ Ἐφεσίου στίχοι εἰς τὸν βασιλέα | |
2t | Ἀλέξανδρον. | |
1 | Ὃ μὲν τύχη δείκνυσι, καλύπτει χρόνος· Ὃ δὲ χρόνος δίδωσιν, ἁρπάσει φθόνος· Ἀλλὰ τὸν Ἀλέξανδρον αἰδοῖ τῶν πόνων Τύχη μὲν ἀπέφηνε παντὸς βελτίω, | |
5 | Χρόνος δὲ λαβὼν ὑπερέσχε τοῦ φθόνου. Αἱ γὰρ ἀγαθαὶ τῶν φιλιστόρων φύσεις Λαθεῖν ἀγεννῶς οὐκ ἐῶσι τὸν μέγαν, Ἐπείπερ αἱ μὲν δεξιοῦνται τοῖς λόγοις, Αἱ δὲ χρόαις γράφουσι τὸν στεφανίτην· | |
10 | Παγκόσμιος γὰρ εὐτυχεῖ τοῦτον πίναξ Τοῖς ἀνδραγαθήμασιν ἐστηλωμένον. Ἔγωγε μὴν τὸν ἄνδρα καὶ πρὶν θαυμάσας Νῦν μᾶλλον ὑμνῶ τῆς πολυζήλου τύχης. Ἔτι γὰρ ἡβῶν τῶν γερόντων ἐκράτει, | |
15 | Καὶ χρημάτων ἤσκησεν ὑπεροψίαν, Ἀρχὴν ἑαυτῷ παγγενῆ θησαυρίσας, Καὶ πταιστὸς ὢν ἄπταιστος εὐθὺς εὑρέθη· Καὶ γυμνάσας τὸ σῶμα τοῖς ὑπὲρ φύσιν Μόνος τὸ πᾶν κατέσχεν ἀπτέρῳ τάχει· | |
20 | Αὐτῷ δὲ τῆς γῆς οὐκ ἀποχρώσης ὅλης, | |
Καὶ δευτέραν δήπουθεν ἐζήτει κτίσιν· Κἂν εἶχεν αἰθὴρ δυσμενεῖς ἀπροσμάχους, Ἐκ μηχανῆς ἂν εἷλε κἀκείνους τάχα. Πλουτεῖ δὲ νυνὶ καὶ τελευτήσας φίλους | ||
25 | Οὓς ἂν περιὼν ἦγεν αὐτὸς ἐν φίλοις. Πατρικιώτης μαρτυρεῖ λέγοντί μοι. Καὶ τόνδε γὰρ ἔδειξε λαμπρὸν ὁ χρόνος Ἐν τῇ καθ’ αὑτὸν ὀλβιούμενον φύσει· Ὃς ὢν φιλαλέξανδρος ἁπάντων πλέον, | |
30 | Μᾶλλον δὲ φιλότιμος ἐκ τῶν πρακτέων, Μικροῦ μὲν αὐτὸν πανταχοῦ ζῶντα βλέπει, Καὶ τὴν πρὸς ἐχθροὺς δραστικὴν τύχην πνέει, Φανεὶς ἐφ’ ἡμῶν συμφυὴς Ἡφαιστίων. Γράφειν δὲ καὶ πρὸς μέτρον ὑπήλειψέ με | |
35 | Τὰς τοῦ μοναρχήσαντος ἀνδραγαθίας. Ἐτίμα γὰρ δὴ καὶ τὰ μέτρα τῶν στίχων Ὁ φιλομουσότατος εὐθὺς ἐκ βρέφους· Πάντως δὲ ναρκᾶν οὐδαμῶς ἦν τὸν φίλον, Τοσοῦδε θεσπίζοντος ἀνδρὸς τὸ γράφειν, | |
40 | Καὶ τὸν πολυθρύλλητον ἐκφράζειν βίον. Ὃ γὰρ ἐκεῖνος ἔδρα τοὺς παλαιτέρους, Τοῦτ’ αὐτὸς ἀντείληφεν ἐκ τῶν ὑστέρων· Καὶ τοὺς λόγους μάλιστα σεμνύνειν θέλων Ἐν τῇ δυνάμει τῶν λόγων σεμνύνεται· | |
45 | Πλὴν ἀλλὰ νικᾷ πανταχοῦ καὶ τοὺς λόγους. Καὶ γὰρ τὸ νικᾶν ὥσπερ ἐξ ἔθους ἔχων Ὁ τρισαριστεὺς ἀντιπίπτει τοῖς κρότοις. Οὐ μὴν σιγῇ τὸν ἄνδρα παρελθεῖν δέον, Ὃς καὶ πρὸς ἐχθροὺς εὐμενὴς ἦν ἔσθ’ ὅτε, | |
5.2(50) | Παντὸς μίσους ἄγευστον ἀθρῶν τὸ κράτος. | |
5.3(1t) | Τοῦ αὐτοῦ μεταφραστικοὶ ἀπό τινος τῶν τοῦ Λουκιανοῦ λόγων | |
2t | εἰς εἰκόνα ἔχουσαν ἐζωγραφημένον τὸν τοῦ Ἀλεξάνδρου γάμον. | |
1 | Θάλαμος ἰδοὺ νυμφικὴν φέρων κλίνην, Ἐφ’ ἧς ἀτεχνῶς εὐπρεπὴς ἡ Ῥωξάνη· Σκοπεῖ δὲ τὴν γῆν ὡς ὑπ’ αἰδοῦς ἡ κόρη, Μὴ πρὸς τὸν Ἀλέξανδρον ἑστῶτα βλέπῃ. | |
5 | Ἔρως δέ τις πάρεστιν ἐξ ὀπισθίου, Καὶ τῆς κεφαλῆς τὴν καλύπτραν ἑλκύσας Τῷ νυμφίῳ δείκνυσι τὴν ποθουμένην. Ἄλλος δ’ ἀφαιρεῖ τοῦ ποδὸς τὴν ἀρβύλην, Δουλοπρεπεῖ σχήματι καμφθεὶς εἰς γόνυ. | |
10 | Ταύτην γὰρ ἂν βούλοιτο καὶ κατακλίνειν. Ἄλλος δὲ τῆς χλανίδος αὐτὸν ἀρπάσας, Ἕλκει πρὸς αὐτὴν ἐμβριθῶς τὴν Ῥωξάνην. Ὁ γοῦν βασιλεὺς γειτνιῶν τῇ παρθένῳ Πρὸ τοῦ γάμου στέφανον εὐθὺς εἰσφέρει· | |
15 | Καὶ νυμφαγωγῶν συμπαρῆν Ἡφαιστίων· Ὃς ἀπερεισθεὶς εἰς τὸ μειρακύλλιον, Τὸ φαιδρὸν, ὦ βέλτιστε, καὶ βρύον τόδε (Πρὸς γὰρ τὸν Ὑμέναιον ἡ τέχνη βλέπει), Γαμηλίου δείκνυσι πυρσοὺς λαμπάδος. | |
20 | Ἄλλοι δ’ ἔρωτες αὖθις ἡδεῖς ἐκτόπως | |
Ἐν τοῖς ὅπλοις παίζουσι τοῖς τοῦ νυμφίου. Οἱ μὲν γὰρ αὐτῶν, ὡς ὁρᾶν ἔχεις, δύο Κατωμαδὸν φέρουσιν αὐτοῦ τὸ ξίφος. Ἄλλοι δὲ δύο τῶν βασιλέων ἕνα | ||
25 | Ἡττημένον σύρουσιν ἐκ τῆς ἀσπίδος, Λαβόντες αὐτῆς τὰς ἀπὸ σκύτους πέδας. Εἷς δ’ ἄλλος εἰσδὺς ὕπτιον τὸν θώρακα Τάχα τὸν ἐσμὸν ἐκταράξει τῶν φίλων, Ὅταν ἐπ’ αὐτὸν ἡ ῥοπὴ τούτους φέρῃ. | |
30 | Πλὴν οὐ γραφὴ καὶ μῦθος ἁπλῶς ἃ βλέπεις· Ἀλλ’ ἔστιν εὑρεῖν ἀπὸ τῶν ὁρωμένων Ὡς αὐτὸς Ἀλέξανδρος ἐλθὼν εἰς γάμους Τῶν ἀρεϊκῶν εἴχετο σπουδασμάτων. | |
5.4(1t) | Τοῦ Φιλῆ στίχοι ἐγκωμιαστικοὶ εἰς τὸν ἅγιον Ἀνδρέαν Κρήτης τὸν | |
2t | Ἱεροσολυμίτην τὸν ἐγκωμιάσαντα τὸν μέγαν τῶν Μυρέων Νικόλαον. | |
1 | Κρήτης ὁ ποιμὴν δεῦρο παρὼν Ἀνδρέας, Ἀφίσταται γὰρ οὐδὲ τοῦ νῦν συλλόγου Τῷ πανταχοῦ παρόντι συνὼν δεσπότης, Τὸν Μυρέων πρόεδρον ὑμνεῖ τὸν μέγαν· | |
5 | Δοκεῖ γὰρ ἑστὼς εἰς τὰ τῆς τέχνης βάθη Τοσοῦτον ἀθρεῖν οὐρανὸν τεραστίων, Ψάμμον τε μετρεῖν ἢ φορυτὸν ἀστέρων, | |
Ἢ κυμάτων πρόσχυσιν ἢ βλάστης γένος· Ἀλλ’, ὦ κιβωτὲ παντοδαπῶν θαυμάτων, | ||
10 | Οὐρανίων θάλαμε θησαυρισμάτων, Ἥλιε τῆς γῆς ἄφθονε πτωχοτρόφε, Ἡ μὲν κάτω θάλασσα τῶν δεῦρο κρότων Χεῖται προσηνὴς, σὺ δ’ ἀναπλεῖς καὶ τρέχεις· Τοῦ Πνεύματος γὰρ τὴν καλὴν αὖραν φέρεις, | |
15 | Καὶ λιμένας δή τινας ἀῤῥήτους ἔχεις, Ἀγωγίμοις βρίθουσι τὸν πλοῦν ἐξάγων. Σοφὸς γὰρ εἶ σὺ τῶν ψυχῶν ἐπιστάτης Τὸν τοῦ βίου μάλιστα κοιμίζων σάλον, Καὶ τὰς ἀγωγὰς τῶν ἀβουλήτων λύεις, | |
20 | Καὶ τοὺς κατακλύζοντας αἱρεῖς κινδύνους. Πλὴν εὐμενῶς τὸ δῶρον ὁ πρᾷος δέχου, Κἂν ἐξελέγχθη τοῖς κατορθώμασί σου· Εἰ γὰρ παρῆν ἐνταῦθα καὶ νοῦς ἀγγέλου, Καὶ γλῶσσα καινὴ, καὶ γραφῆς ἄλλης κρότος, | |
25 | Καὶ ῥημάτων δύναμις ὑπερκοσμίων, Ἔδραμεν ἂν ὅ φασι παρὰ Λύδιον, Ἐπείπερ αὐτὸς εἰς τὸ νικᾶν ἐκρίθης, Τροφεῦ προμηθεῦ, κἂν συνεκρίθης ὅμως. Καὶ μὴν ἐπαινεῖς τὰς παραθέσεις, μάκαρ, | |
30 | Εἴ που τὶς ἀνθάμιλλον αὐτοῖς σε κρίνοι Τοῖς εὐδοκιμήσασι καὶ πρὸ τοῦ νόμου, | |
Καὶ τοῖς μετὰ χάριτος ἠγωνισμένοις· Ὅταν γὰρ ᾖ τὸ πρᾶγμα νικῶν τὴν φύσιν, Οὐκ ἔστιν ὑμνεῖν ἀπὸ τῶν ὑπὲρ φύσιν, | ||
35 | Ὥσπερ θεοῦ θέλοντος ἐμφαίνειν θέαν, Καὶ τὸ ξένον πρόσλημμα τῆς μετουσίας Εἰς ἡλιακὸν παραμορφοῦμεν σέλας· Ἀλλ’ ἀκροατὴς τῶνδε τῶν λόγων γίνου, Καὶ τοὺς φόρους λάμβανε τοὺς ἐτησίους | |
40 | Ζυγοστατῶν τὸ ψῆγμα τῆς προθυμίας. Ὁ Χριστὸς αὐτός ἐστι δεικνὺς ἐν τύπῳ Καὶ πρὸς τὰ λεπτὰ τῆς καλῆς χήρας βλέπων· Μᾶλλον δὲ καὶ πλούτιζε τοὺς πενεστάτους, Καὶ τὴν χάριν βράβευε δαψιλεστέραν· | |
45 | Ἰσάγγελος γὰρ καὶ πρὸ τῆς ἐκδημίας Ὑπῆρξας ἐν γῇ· σὺ δ’ ἐπευλόγει, θύτα. | |
5.5 | Χρυσοῦ Λόγου τράπεζα τοῦ ζῶντος, κόρη, Καὶ σωματικῶς καὶ ψυχικῶς με τρέφε. Σὺ τοῦ Λόγου τράπεζα, κἀγὼ σὸς κύων· Τῶν θαυμάτων πρόσριπτε, παρθένε, ψίχας. | |
5.6(t) | Ἐπίγραμμα ἕτερον εἰς τοὺς δʹ δι’ ἰάμβων τοῦ Φιλῆ. | |
1 | Πρὸς τὰς ἐπῳδὰς τῶν πονηρῶν πνευμάτων Βύουσα τὴν αἴσθησιν, οἰκτρὰ καρδία, Τῶν δεσποτικῶν ἀκροῶ διδαγμάτων· Βρονταὶ γάρ εἰσιν ἐκ θεοῦ προηγμέναι | |
5 | Καὶ ῥεῖθρα καινὰ μυστικῆς ἐπομβρίας, Ὑφ’ ὧν ὁ Σατὰν συσχεθεὶς ἀπεπνίγη. Κἂν ἀστραπῆς ἔλλαμψιν ἀθρῆσαι θέλῃς, Ἔχεις, ἰδοὺ, τὸ Πνεῦμα καὶ ταύτης πλέον· Κἂν ὑλομανῇς ὑπὸ τῆς ἁμαρτίας, | |
10 | Κάθαιρε καὶ λίπαινε τὸν χέρσον βίον, Ὡς ἂν ὁ καρπὸς εὐστοχῇ τῶν πρακτέων Σταχυφορῶν τὸ σπέρμα τῆς σωτηρίας. | |
5.7(1t) | Τοῦ Φιλῆ. | |
2t | 1. In S. Pascha et in tarditatem. | |
1 | Εἰ ζῇ τὰ νεκρὰ τῆς φθορᾶς ἐφθαρμένης, Ἔδειξε Χριστὸς ἐκ ταφῆς ἀνηγμένος. Εἰ ζῇ δὲ καὶ νοῦς εἰς ψυχὴν ἥκων λόγων, Ὁ γρήγορος νοῦς εὐφυῶς ἂν δεικνύοι. | |
5t | 2. Apologeticus suae in Pontum fugae. | |
5 | Τὸν ἀστυκὸν θόρυβον οὐ στέγων, πάτερ, Εἰς Πόντον ἐκπλεῖς, ἀλλ’ ὑποστρέφεις πάλιν, Ἐκεῖθεν ἡμῖν ὄλβον οὐ φαῦλον φέρων, Τὸν νῦν κριτικὸν τῶν ἐπισκόπων λόγον. | |
9t | 3. Ad eos qui ipsum acciverant, nec venerant in Paschate. | |
9 | Τὰς εἰς τὰ καλὰ βλαπτικὰς ὑποθέσεις | |
10 | Σοφῶς ἀναιρεῖς, τούσδε συνθεὶς τοὺς λόγους, Καὶ μακαρισμῶν πάντας ἀξίους, πάτερ, Τοὺς ὀξέως τρέχοντας εἰς ταῦτα κρίνεις. | |
13t | 4. Contra Iulianum invectiva prior. | |
13 | Πολὺς μὲν εἶ σὺ πανταχοῦ νικῶν, πάτερ, Μόνου δὲ τοῦ νῦν ἀκριβῶς ἥττων μένεις· | |
15 | Ἐχρῆν γὰρ εἰς ἓν συνδραμεῖν πάντα στόμα, Καὶ τὸν στυγητὸν τῷ θεῷ καθυβρίσαι. | |
17t | 5. Invectiva secunda. | |
17 | Ἰουλιανὸς ἐγκαλυπτέσθω τρέμων, Καὶ δευτέραν γὰρ ἔσχεν ἰδοὺ καιρίαν, Ὡς τοξότου βάλλοντος εὐστόχῳ ῥύμῃ | |
20 | Σοῦ, πάτερ, αὐτόν. Εἴθε καὶ τρίτην ἔθου. | |
21t | 6. Prima de Pace. | |
21 | Ἔλυσε μὲν τὴν γλῶτταν ἡ προθυμία, Ἥνωσε δ’ εὐθὺς τῶν μοναστῶν τὴν στάσιν Τὰ τοῦ λόγου σφίγματα τοῦ προκειμένου, Μή που τὶ δεινὸν καὶ τὸ πᾶν ἔθνος πάθῃ. | |
25t | 7. In laudem Caesarii fratris sui. | |
25 | Ὁ ζῶν ἀδελφὸς τὸν θανόντα δακρύων Τὸν νῦν μονῳδεῖ καὶ τελευτήσας λόγον· Ἑκάτεροι δ’ οὖν τῷ θεῷ ζῶσι πλέον, Ἄλλους κρότους γράφοντες ἀλλήλοις πάλιν. | |
29t | 8. In laudem sororis suae Gorgoniae. | |
29 | Καὶ Γοργονίᾳ κειμένῃ τῇ συγγόνῳ | |
30 | Τὸ γρήγορον σὸν προσλαλεῖ, πάτερ, στόμα Πλὴν τοῦτο καινὸν, εἴγε μὴ θᾶττον πάλιν Πρὸς αὐτὸν ἐξέκυψεν ἡ σύμπνους λόγον. | |
33t | 9. Apologeticus ad patrem suum. | |
33 | Ἰδοὺ πατὴρ καὶ τέκνον, ἰδοὺ καὶ λόγος Ἡδὺς πρὸς αὐτὸν, ὥσπερ ἐκ τόκου τόκος· | |
35 | Ἐχρῆν γὰρ ἀμφοῖν τὴν γονὴν τὴν σαρκίνην Καὶ τὴν λογικὴν προσλαβεῖν εὐτεκνίαν. | |
37t | 10. Apologeticus post reditum e fuga. | |
37 | Ὁ δραπέτης ἕστηκε θαῤῥούντως λέγων, Καὶ τοὺς δικαστὰς τῆς φυγῆς οὐκ ἐκκλίνει· Μεῖναι γὰρ οὐκ ἦν τὴν σοφὴν ταύτην λύραν, | |
40 | Καὶ τοὺς δυσηχεῖς τῇ πολιτείᾳ ψόφους. | |
41t | 11. Ad Gregorium Nyssenum. | |
41 | Ἔδειξε Γρηγόριος ἐκ τοῦ νῦν λόγου Τὴν τῷ φίλῳ πρέπουσαν εἰς φίλον σχέσιν· Τῷ γὰρ ἀδελφῷ τοῦ Βασιλείου τάδε Σοφῶς διαιτῶν ὡς τροφὴν καταρτύει. | |
45t | 12. De se ipso, et ad patrem senem. | |
45 | Λαλεῖ πρὸς υἱὸν ὁ σπορεὺς πλὴν ἀγράφως, Λαλεῖ δὲ καὶ παῖς τῷ σπορεῖ πλὴν ἐγγράφως, Καὶ γίνεται δὴ κρᾶσις ἀμφοῖν τις ξένη, | |
Λόγου σιωπὴ, καὶ σιγῆς αὖθις λόγος. | ||
49t | 13. In electione Eulalii Doarensium episcopi. | |
49 | Θησαυρὸν, Εὐλάλιε, δογμάτων βλέπων, | |
5.7(50) | Ἅρπασε μὴ ψήγματα καὶ βώλους μόνον· Γρηγόριος γὰρ μὴ φθονῶν σοι τῆς τύχης Σωρηδὸν εἰσήνεγκεν αὐτὸν ἐνθάδε. | |
53t | 14. De pauperum amore. | |
53 | Τράπεζαν ἁβρὰν καὶ πρυτανεῖον μέγα, Τὸν δεῦρο σαφῶς ὀργανοῖς, πάτερ, λόγον· | |
55 | Καὶ τοῖς φίλοις πένησιν αὐτὸν ἐκδίδως, Οἷς δὴ συναλγεῖν ἀξιοῖς τοὺς εὐπόρους. | |
57t | 15. In Macchabaeorum laudem. | |
57 | Ἔδειξε Γρηγόριος ἐκ τοῦ νῦν λόγου Πῶς δύναται νοῦς ζωγραφεῖν πάντα χρόα· Μικροῦ γὰρ αὐτοὺς ἠνθρακωμένους βλέπω | |
60 | Τοὺς παντοδαποὺς τῷ θεῷ στεφανίτας. | |
61t | 16. In plagam grandinis. | |
61 | Πατὴρ σιωπᾷ καὶ λαλεῖ παῖς ἐνθάδε. Τὴν γὰρ χαλαζῶν ἐμβριθῶς κατηγμένων Ὁ μὲν γέρων ἔπτηξε καὶ συνεστάλη, Ὁ δὲ πρὸς ἀκμὴν ἄλλον ἐξῆρε κτύπον. | |
65 | Οὐρανόθεν χάλασα ῥιφεῖσα βρύχει· | |
Πλὴν τὸν μὲν ἐκ γῆς πάντα καρπὸν συντρίβει· Ποιεῖ δὲ τὸν νῦν οὐρανοδρόμον λόγον, Πληγῆς πονηρᾶς ἀντιφάρμακον πόαν. Χάλασα δεινὸν τυγχάνει ὅταν ὕει· | ||
70 | Ὕδωρ δὲ λεπτὸν καὶ γλυκὺ ἄριστόν γε. Τὴν γοῦν χάλαζαν θεὸς εἴθε μὴ βρέξαι, Ὕδωρ δὲ μᾶλλον ἡδὺ τὸ τρέφον στάχυν. Ἀρούρας ὠφελεῖ καλὴ ἐπομβρία, Ἀνομβρία δὲ τὰ σπέρματα ἐκθλίβει. | |
75 | Αἰτούμεθα γοῦν τὸν θεὸν τούτου χάριν, Ὕειν τε καὶ λάμπειν, ἄνω δ’ ἀὴρ ψύχειν. | |
77t | 17. Ad cives suos et ad praefectum irascentem. | |
77 | Ἄρχοντος ὀργὴ, δεῖμα τοῖς ὄχλοις μέγα, Μεῖζον δὲ κακὸν, εἴ τις ἐκ τούτου στάσις. Γρηγόριος γοῦν εὐφυῶς τοῦτο βλέπων | |
80 | Ἑκατέρων ἵστησι τὸν λόγον μέσον. | |
81t | 18. Funebris in patrem. | |
81 | Εἰ σὺ μὲν υἱεὺς, καὶ σπορεὺς, ὃν δακρύεις, Λόγος δὲ τὸν φύσαντα μὴ θνήσκειν, πάτερ, Τί τοῦτο ποιεῖς; ἀλλὰ πῶς φησι, ξένε, Μητρὸς ποθεινῆς ἀμβλυνῶ βρέμον πάθος. | |
85t | 19. Ad Iulianum exaequatorem. | |
85 | Τὸν ἐξισωτὴν τῶν βασιλείων φόρων Ὁ γρήγορος νοῦς δεξιοῦται τοῖς λόγοις, Καὶ τοὺς φόρους τίθησιν εὐθὺς μετρίους | |
Εὐσπλαγχνίας πλάστιγγας αὐτῷ ῥυθμίσας. | ||
89t | 20. De dogmatibus et constitutione episcoporum. | |
89 | Καὶ δογματιστὴς καὶ θεοῦ ῥήτωρ γίνῃ, | |
90 | Καὶ παιδαγωγὸς τῶν ἐπισκόπων, πάτερ· Πολλοὺς γὰρ ἂν ἔβλεψεν αὐτοὺς ἡ κτίσις, Εἰ μὴ σὺ τοὺς πρέποντας ἠκρίβους νόμους. | |
93t | 21. In laudem magni Athanasii. | |
93 | Ἀθανάσιε, τάχα καὶ ζῇς καὶ πνέεις, Ὡς οὐ παρελθὼν τὸν βραχὺν τοῦτον βίον. | |
95 | Ἀθάνατον γὰρ πανταχοῦ σε δεικνύων Ὁ γρήγορος νοῦς τόνδε σοι πνεῖ τὸν λόγον. | |
97t | 22. Secunda de pace. | |
97 | Ἰδοὺ συνελθὸν εἰς ὁμοφθόγγους βάσεις Τὸ χθιζὸν ἀντίφθεγμα τῆς ἐκκλησίας! Ὁ γρήγορος νοῦς τὸν σοφὸν τοῦτον λόγον | |
5.7(100) | Εἰρηνικὸν σύνδεσμον αὐτῇ δεικνύει. | |
101t | 23. Tertia de pace. | |
101 | Ἰδοὺ τρίτον τίθησιν εἰρήνης λόγον Ἡ δαυϊτικὴ σφενδόνη τοῦ δεσπότου, Δι’ οὗ τὸν ἐχθρὸν τῶν ψυχῶν καταισχύνει Λύουσα πᾶν ὄνειδος ὀρθοδοξίας. | |
105t | 24. In S. Cyprianum. | |
105 | Ὁ Κυπριανὸς πρὶν μὲν ἦν γόης μέγας, | |
Ἐσύστερον δὲ τῷ θεῷ μείζων θύτης· Ταύτης δὲ τῆς χάριτος οὐκ ἔχων κόρον Καὶ μαρτυρικὸν δείκνυται θῦμα ζέον. | ||
109t | 25. In laudem Heronis philosophi. | |
109 | Ἄνθρωπον ἐξόριστον ἀθρήσας, μάκαρ, | |
110 | Εἰς τὴν κατ’ αὐτὸν εὐτυχῶς ἀνηγμένον Ἐκ τοῦ λόγου μάρτυρα μικροῦ δεικνύεις, Καὶ ζηλότυπόν τινα τοῖς ἄλλοις νόμον. | |
113t | 26. De se ipso. | |
113 | Ἀτθὶς ὅλη σὺ, κἂν ἐπ’ ἀγροῦ τι γράφοις· Οὐ γὰρ τόποι κρίνουσι τὰς φύσεις, πάτερ. | |
115 | Οὐκοῦν σεαυτῷ προσλαλεῖς καὶ τοῖς φίλοις Τὸν πραγμάτων γέμοντα φαυλίζων βίον. | |
117t | 27. Adversus Eunomianos. | |
117 | Ἔπληξεν Εὐνόμιον ἡ σὴ σφοδρότης, Καὶ τοὺς ἀπ’ αὐτοῦ πάντας οἰκτροὺς δεικνύεις· Εἴργεις γὰρ αὐτοὺς δογματίζειν ἀφρόνως, | |
120 | Καὶ τοὺς ἀναιδεῖς ψαλμικῶς ἄγχεις γνάθους. | |
121t | 28. De theologia. | |
121 | Ἄνωθεν, οὐ κάτωθεν, ὦ πάτερ, λέγεις· Θεὸς γὰρ ἐν σοὶ, καὶ θεοῦ πλάκας φέρεις, Καὶ δημαγωγεῖς εὐφυῶς καὶ κοσμίως, Ἐπηλυγασθεὶς μυστικῆς αὔρας γνόφῳ. | |
125t | 29. De filio prima. | |
125 | Τὴν τοῦ Λόγου γέννησιν ἡμῖν δεικνύων | |
Καὶ γνωσιμαχεῖς, καὶ λαλεῖς, πάτερ, ξένα· Πρὸς γὰρ ἀπαθῆ καὶ ῥοῆς ὑπερτέραν Τίς ἂν ὅλως πρόβλημα γενναῖον τέκοι; | ||
129t | 30. De filio secunda. | |
129 | Πάλιν τὸν υἱὸν δογματίσεις τῇ κτίσει, | |
130 | Καὶ τεκνοποιεῖς πᾶσαν αὐτῷ τὴν φύσιν· Καὶ γὰρ ὁ πατὴρ ἀσφαλῆ σε δεικνύει, Τοῦ Πνεύματος λαλοῦντος, ἃ γράφεις, πάτερ. | |
133t | 31. De Spiritu sancto. | |
133 | Ἕλλην μὲν ἂν φλήναφος εἰς ὕδωρ, πάτερ, Σὺ δ’ εἰς τὸ σεπτὸν εὐφυῶς πνεῦμα γράφεις· | |
135 | Καὶ γὰρ ἑαυτῷ ζωγραφεῖ καὶ δεικνύει Κυροῦν ἅπερ φῂς, μὴ φυῇ νόθοις σέβας. | |
137t | 32. De moderatione in disputationibus. | |
137 | Τὴν ἐκ λόγων ἅμιλλαν, ὡς χρὴ, σεμνύνων, Εὐταξίας δόγματα θεσπίζεις, πάτερ· Τὸ κόσμιον γὰρ πανταχοῦ φίλον τίθῃς | |
140 | Καὶ τὴν ἐπιπρέπουσαν εὐαρμοστίαν. | |
141t | 33. Adversus Arianos. | |
141 | Ἀρειανοὶ τεφροῦσθε ληροῦντες μάτην, Τὴν γὰρ ὑμῖν ἔφλεξε κακοδοξίαν Ὁ γρήγορος νοῦς ἀδρανοῦς ὕλης τρόπου Ὀξὺς κέραυνος εὑρεθεὶς τοῖς ἐκφύλοις. | |
145t | 34. In Aegyptiorum adventum. | |
145 | Ὁ μὲν Σολομὼν ἐκ νότου βασιλίδα, Σὺ δ’ ἀνθυποσπᾷς χύματι γλώττης, πάτερ, Ἄπειρον ἐσμὸν εὐσεβῶν Αἰγυπτόθεν, Τὰ τῶν λόγων κρούματα θαυμάσοντά σοι. | |
149t | 36. De se ipso. | |
149 | Ἐπισκοπῆς ἐρᾶν σε πᾶς τις ἂν λέγοι | |
5.7(150) | Τῆς οὐ ταπεινῆς, ἀλλὰ τῆς ὑπερτάτης. Καὶ γὰρ κατ’ αὐτῶν ἐν λόγοις τῶν ἀφρόνων Ἄνωθεν, οὐ κάτωθεν ὡπλίσθης, μάκαρ. | |
153t | 37. In illud Evangelii: Quum consummasset Iesus, etc. | |
153 | Εὐαγγελικὰς δεῦρο θαλάσσας βλέπων Χαλᾷς τὸν ἁπλοῦν τῆς σαφηνείας βόλον, | |
155 | Ζωγρῶν δὲ τὸν νοῦν τῶν ἀποῤῥήτων, πάτερ, Τοὺς σοὺς ἐραστὰς ἑστιᾷς φιλοφρόνως. | |
157t | 38. In Theophania. | |
157 | Ἄνθρωπε, συστάληθι πιστεύσας μόνον, Καὶ μηδὲν ἀμφίβαλλε τὸ πρᾶγμα βλέπων· Τὰς γὰρ φύσεις ἤμειψεν ὁ κτίστης Λόγος | |
160 | Σαρκὸς μετασχὼν καὶ θεὸς μείνας πάλιν. | |
161t | 39. In S. Lumina. | |
161 | Γυμνὸν θεωρῶν τὸν θεὸν καὶ δεσπότην, Ἄνθρωπε, γυμνώθητι παθῶν καὶ δράμε· Ὁ γὰρ ποταμὸς τοῦ προκειμένου λόγου | |
Παντὸς μολυσμοῦ τὰς ψυχὰς ἀποπλύνει. | ||
165t | 40. In S. Baptisma. | |
165 | Ἰδοὺ πάλιν βάπτισμα καὶ φώτων χύσις· Δὶς γάρ σε, πιστὲ, πρὸς τὸ καλὸν ὀτρύνω. Σὺ γοῦν πάλιν πλύθητι καὶ φῶς εἰσδέχου, Καὶ τοῖς ὑποχραίνουσι μὴ χρῶ πρακτέοις. | |
169t | 41. In Pentecosten. | |
169 | Ἀλλ’ οὐδ’ ὁ νυνὶ συντεθεὶς, πάτερ, λόγος | |
170 | Τοῦ πανσόφου πνεύματος ἐγράφη δίχα· Καὶ γὰρ ἕνα κρίνει σε τῶν ἀποστόλων Γλώττης ξένης πνέοντα πυρφόρον μένος. | |
173t | 42. Oratio in praesentia CL episcoporum. | |
173 | Ἐπισκοπικὴν σεμνύνων παρουσίαν Τὴν τῶν λόγων τράπεζαν ὡς χρὴ δεικνύεις. | |
175 | Καὶ γὰρ ἀγαθὸς ἑστιάτωρ εὑρέθης Τὸ δογματικὸν, πάτερ, ἐγχέας πόμα. | |
177,1t | 43. In S. Basilium. | |
177,2t | Πρόλογος ὃν αὐθωρὸν ὁ Φιλῆς εἰς τὸν παρόντα λόγον ἐξεῖπεν. | |
177 | Ἄλλος ποταμὸς ὁ προκείμενος λόγος· Καὶ γὰρ ἐν αὐτῷ μυστικῶς ὁ δεσπότης Τὰ κρυπτὰ τοῦ πλάσματος ἐκπλύνει πάθη, | |
180 | Καὶ δείκνυται φῶς καὶ τὸ νῦν λύει σκότος, Ὃ τοῦ γένους ἔκρυψε τὴν ἀκοσμίαν· | |
Ῥίψαντες οὖν ἅπασαν ἐκ γῆς φροντίδα Χωρεῖτε γυμνῇ τῇ ψυχῇ πρὸς τὸν λόγον, Μᾶλλον δὲ βαπτίζεσθε καὶ ῥύπτεσθέ μοι | ||
185 | Ἄνδρες παρόντες, σὺ δ’ ἐπευλόγει, θύτα. Ζῇς μάλα σεμνῶς καὶ τελευτήσας, μάκαρ· Ὁ σύννομος γὰρ αὖθις ἐψύχωσέ σε, Μονῳδίας ἔντεχνον ἰσχὺν ἐγχέας Ὡς πνεῦμα καὶ πῦρ τῇ σκιᾷ τοῦ λειψάνου. | |
190 | Αὐχεῖ μὲν Ἑλλὰς μυρίους τοὺς ἐκγόνους, Αὐχεῖ δὲ Πόντος τὸν Βασίλειον μόνον, Καὶ καταποντοῖ τῷ καλῷ τὴν Ἑλλάδα· Εἷς γὰρ καθ’ Ἡράκλειτον ἐστὶ μυρίοι. Κυνηγετοῦσιν οἱ χαμαὶ κυνηγέται | |
195 | Κραυγαῖς ὑλακαῖς πλεκτάναις δόλοις λόχοις· Κυνηγετοῦσιν οἱ θεοῦ κυνηγέται Εὐχαῖς προσευχαῖς· πίστις ἐκ Βασιλείου. Καὶ τίς δὲ, Βασίλειε, τοῦ φύντος πλέον Καθηγεμών σοι καὶ διδάσκαλος πρέπει; | |
5.7(200) | Ὅθεν παρ’ αὐτῷ τὸν λόγον καὶ τὸν βίον Ὡς ἀρχετύπῳ γνησίῳ συνηυξάνου. Πόντος σὲ, Βασίλειε, γεννᾷ καὶ φύει, Λόγοις δὲ Καισάρεια παντοίοις τρέφει· Μεθ’ ἧς Ἀθῆναι καὶ τὸ Βύζαντος πέδον. | |
205 | Τίς οὖν σε τούτων ἀγκαλίσαιτο πλέον; Ναὶ ναὶ τὸ λουτρὸν τοῖς Ἀθήνησι ξένοις Ὡς πλῆκτρον ὡς φόβητρον ὡς καινὴ θέα· Ἀλλ’ ἄχρι ταῦτα τοῦ σοφοῦ Βασιλείου | |
Μόνου φυγόντος τοὺς νεηλύδων νόμους. | ||
210 | Σοφιστομανεῖς Ἀρμένιε, πλὴν μάτην· Καὶ κομψολεσχεῖς, πλὴν κενῶς χέεις ψόφους. Καὶ τίς γὰρ εἶ σὺ συλλογισμῷ καὶ λόγῳ Πρὸς Γρηγορίου καὶ Βασιλείου στόμα; Καππαδόκαι τὸ πάσχον, ἡ νόσος λιμὸς, | |
215 | Ἰατρὸς ἡ χεὶρ τοῦ σοφοῦ Βασιλείου· Τὸ φάρμακον λέβητες ἑφθῶν κυάμων, Ὑπηρετοῦντος θαῦμα τοῦ δεδωκότος. Ἐκεῖνο τοῦτο νῦν ἄνω φῶς λυχνίας, Ἐκεῖνο τοῦτο νῦν ὄρους ἄνω πόλις· | |
220 | Καισαρέων γὰρ ἐγκαθίδρυται θρόνῳ Τὸ πίστεως φῶς, ἡ θεόδμητος πόλις. Ἔπαρχος εἶ, Μόδεστε, τοῖς ἄλλοις ὅλοις· Μόνῳ δ’ ὕπαρχος τῷ σοφῷ Βασιλείῳ. Ἀρχὴ γὰρ αὐτῷ, καίπερ ἐξάρχειν θέλων, | |
225 | Μυρμηκιᾷς δὲ, καίπερ ὡς λέων βρύχων. Οὐχ οὗτος ὁ χθὲς ἰταμὸν βρύχων λέων Καὶ πάντ’ ἀπειλῶν τὸν μέγαν δεινὸν δράσειν; Νῦν ἱκετεύει, ποτνιᾶται, δακρύει, Ζητεῖ νόσου λύτρωσιν, ἣν καὶ λαμβάνει. | |
230 | Τῆς ὕβρεως ὕπαρχε καὶ τῆς αἰσχύνης, Γυναῖκας αἰτεῖς ἐν Βασιλείου δόμοις, Γυναῖκας αἰτεῖς ἐν μελάθροις ἀγγέλου, Καὶ τοὺς κεραυνοὺς τοὺς ἀφ’ ὕψους οὐ τρέμεις. Ἔζησας ὡς ἄσαρκος ἀγγέλου βίον· | |
235 | Τέθνηκας ὡς ἔνσαρκος ἀνθρώπου μόρον· Ἢ πῶς ἂν ὤφθης τῆς κάτω ζύμης μέρος, | |
Εἰ μὴ δὲ κἂν τέθνηκας, ὦ Καππαδόκη; | ||
238t | 44. In novam dominicam. | |
238 | Μάμας ἀμολγαῖς εὐπαθῶν πρὶν δορκάδων Πανηγυρικοὺς δεῦρο θηλάσει κρότους, | |
240 | Καὶ τοῦ χρόνου δείκνυσι τὴν βασιλίδα Ἣ πάσχα καινὸν καὶ ψυχῶν ἔαρ φύει. | |
242t | 45. In S. Pascha. | |
242 | Ἔμπνευσις ἰδοὺ τοῖς θανοῦσι δευτέρα, Νοημάτων ἔχουσα καὶ τέχνης βάθος· Παρῆκε γὰρ δὴ τὴν Ἐλισσαίου τρίτην | |
245 | Ὁ γρήγορος νοῦς, τῆς σκιᾶς πεπαυμένης. | |
246t | 46. In Ezechielem. | |
246 | Ἰεσεκιὴλ τοὺς ἀποκρύφους λόγους Ἤγαγες εἰς φῶς, ὥσπερ εἰς ὄρθρον σέλας, Μή που τὶ καὶ πρόσκομμα τοῖς ἄλλοις φέροι Τὸ γρίφον αὐτοῦ καὶ σκιᾶς γέμον, πάτερ. | |
250t | 47. In Ecclesiasten. | |
5.7(250) | Ἐκκλησιαστὴς μᾶλλον αὐτὸς εὑρέθης Ὁ δημαγωγὸς τῶν ὑπὲρ νοῦν δογμάτων· Συνήγαγες μὲν πᾶσαν ἀνθρώπων φύσιν, Ὡς ἄλλος Ὀρφεὺς τεχνικῆς γλώττης μέλει. | |
254t | 48. Ad Cledonium prima. | |
254 | Λάμβανε, Κληδόνιε, τὰς θείας πλάκας | |
255 | Ἅς σοι θεὸς πέπομφεν ἐγγεγραμμένας Τῷ δημιουργῷ τοῖς ἔργοις τῶν δακτύλων· Τῶν γὰρ παλαιῶν ἧττον οὐδὲν ἐνθάδε. | |
258t | 49. Ad Cledonium secunda. | |
258 | Καὶ δευτέρας δέδεξο βροντὰς ὑψόθεν Τὰς δογματικὰς ἀστραπὰς φρίξας τέως, | |
260 | Βέλτιστε Κληδόνιε· καὶ γὰρ ὁ γράφων Ἐκχεῖ μετ’ ἀκμῆς γνωστικὴν ἐπομβρίαν. | |
262t | 50. Ad Nectarium. | |
262 | Στήριζε, Νεκτάριε, τὴν ἐκκλησίαν, Καὶ τὰ στίφη λίπαινε μὴ βόσκων μάτην· Ὁ γρήγορος νοῦς τοῦ θεοῦ γὰρ ἐνθάδε | |
265 | Σοφῶς διασπᾷ τοὺς βαρεῖς ταύτης λύκους. | |
264t | 51. Ad virginem exhortatio. | |
264 | Καλὸν μὲν ἁπλῶς πᾶσα γυνὴ παρθένος· | |
265 | Ἀλλ’ ἣν ἂν αὐτὸς ἐμμελῶς ἀπαρτίσῃς, Ἔχει τι πασῶν τῶν ἀδιδάκτων πλέον, Ὦ νυμφαγωγὲ τῶν ψυχῶν τῶν ἀφθόρων. | |
268t | 52. Ad Evagrium monachum. | |
268 | Εὐάγριε, θήραμα τῷ Γρηγορίῳ· Θεῖον γὰρ ἀμφίβληστρον ἐνθάδε πλέκων | |
270 | Ἄφωνον ἰχθὺν τόνδε μικροῦ δεικνύει Τὴν τῶν λόγων δύναμιν ἐκπεπληγμένον. | |
5.8 | Δαβὶδ μελῳδὲ μουσικῆς ἀποκρύφου, Σὺ μὲν δι’ αὐτῶν καὶ θανὼν ζῇς τῶν λόγων, Ἡμῖν δὲ τὴν σὴν ἐμμελῆ δίδως λύραν, Ἧς ἐστιν εὑρεῖν ἐμμελῆ τὰ πρακτέα. | |
5 | Καὶ γὰρ δι’ αὐτῆς μυστικῶς κινουμένης Διώκεται μὲν ἐμπαθὴς πᾶσα φθίσις· Ἐλαύνεται δὲ δυσχερὴς ἅπας πόνος· Συστέλλεται δὲ συμφορῶν ἀπληστία· Κοιμίζεται δὲ γνωστικῆς ἅλμης κλύδων· | |
10 | Στηρίζεται δὲ τῶν παθῶν ἡ στεῤῥότης· Καὶ τέρπεται μὲν τῆς ψυχῆς ἡ σεμνότης· Ἐλέγχεται δὲ τοῦ Σατὰν ἡ φαυλότης Ἐκ τῆς νοητῆς τῶν μελῶν εὐρυθμίας. Ὦ τίς τοσαύτην εὗρεν ἀνθρώπων χάριν, | |
15 | Εἰ μὴ σὺ τὴν πρέπουσαν ἀνθρώποις χάριν; | |
5.9(1t) | Τοῦ αὐτοῦ εἰς εἰκόνα τοῦ ὑπεραγάθου σωτῆρος Χριστοῦ, ὡς ἀπὸ | |
2t | βασιλέως κυροῦ Ἰωάννου. | |
1 | Σὺ μὲν καθιστᾷς γῆς με πάσης δεσπότην, Ὁ παμβασιλεὺς ὑπεράγαθος Λόγος, Καί μοι πρὸ ταρσῶν πᾶν τὸ βάρβαρον κλίνεις, Ὡς καὶ φόρους μοι δουλικῶς συνεισφέρειν· | |
5 | Καὶ προσκύνησιν οὐκ ἐμοὶ μόνον νέμει, Ἀλλ’ εἴ τις ἡμῶν εἰκονισθῇ καὶ τύπος· Ἐγὼ δὲ τῷ πλάσαντι καὶ στέψαντί με Καὶ ταῦτα πάντα δόντι καὶ στέψαντί με | |
Τὴν δουλικὴν εὔνοιαν εἰσφέρω πάλιν, | ||
10 | Καὶ ζωγραφῶν σε προσκυνῶ σου τὸν τύπον, Καὶ τὴν ἀπ’ ἀργύρου τε καὶ χρυσοῦ χάριν Καθώσπερ ἄλλους εἰσκομίζω σοι φόρους· Ἐμοὶ γὰρ ἐκ σοῦ καὶ βίου πρώτη πλάσις, Καὶ σκῆπτρα καὶ πάτριος ἀρχικὸς θρόνος, | |
15 | Καὶ μυρίων πέλαγος ἀριστευμάτων, Ὧν ἥλιος μὲν μάρτυς ἀψευδὴς ἄνω, Κάτω δὲ τῆς γῆς καὶ θαλάττης τὰ πλάτη. Ἀλλ’, ὦ κραταιὲ, πανσθενὲς παντοκράτορ, Καὶ τοὺς προλοίπους δάμασόν μοι βαρβάρους, | |
20 | Καὶ τοῖς ἐμοῖς φύλαττε τὴν πόλιν πόνοις, Καὶ ψυχικὴν δὸς ἐν τέλει σωτηρίαν. Ἰωάννης σοι ταῦτα πιστὸς οἰκέτης Πορφυρόβλαστος Κομνηνὸς αὐτοκράτωρ, Τῷ βασιλεῖ μου καὶ θεῷ καὶ δεσπότῃ. | |
5.10(t) | Τοῦ αὐτοῦ ἐπὶ ἀναγνώσει. | |
1 | Ὁ παμβασιλεὺς ἐξανέστη τοῦ τάφου· Ἡ συναγωγὴ τῶν Ἰουδαίων μάθε Πῶς ἐξανέστη τοῦ τάφου κεκλεισμένου Καὶ κειμένου δ’ ἄνωθεν αὐτοῦ τοῦ λίθου, | |
5 | Καθὼς προῆλθεν ἐκ πύλης κεκλεισμένης, Τῆς παρθενικῆς ἐσφραγισμένης πάλιν· Ψευδὲς τὸ ῥητὸν, τίς γὰρ ἂν πίστιν λάβῃ; | |
Τὸ γὰρ ἀληθὲς τοῖς μαθηταῖς ἐκλάπη· Ποῖ δ’ οἱ φύλακες ἦσαν; οὐκ ἐν τῷ τάφῳ | ||
10 | Ἐπαγρυπνοῦντες παρ’ ὅλην γε τὴν νύκτα Ὀλίγον ἀφύπνωσαν ἐκ ῥᾳθυμίας; Εὐθὺς δ’ ὁ νεκρὸς τοῖς μαθηταῖς ἐκλάπη· Ἀσυλλόγιστον εἶπας, αἱ γὰρ σφραγίδες Σῶαι μένουσιν, ὡς λέγεις, ἐν τῷ τάφῳ· | |
15 | Εἰ γὰρ ὁ Χριστὸς τοῖς μαθηταῖς ἐκλάπη, Οὐκ ἦν ὁ τάφος ἐσφραγισμένος πάλιν. Πίστευε λοιπὸν, τὴν ἀνάστασιν λέγε, Τοῖς στρατιώταις μηδαμῶς χρυσοῦν δίδου Χριστὸν κλαπέντα μαρτυρεῖν πανταχόσε, | |
20 | Ἐπείπερ οὐ δόξουσιν ἀληθῶς λέγειν· Ὁ γὰρ ἀληθὴς ἀμετάβλητος Λόγος Ἀρκεῖ τοσαῦτα τοῖς Ἰουδαίοις λέγειν. Τυφλοὶ γὰρ ὄντες οὐ δύνανταί τι βλέπειν, Ἀλλ’ οὐδὲ κωφεύοντες ἀκούειν ὅλως· | |
25 | Σὺ δ’ ἐξαναστὰς, ὦ θεοῦ θυηπόλε, Τὸν εὐλογητὸν τοῖς προκειμένοις δίδου. | |
5.11(1t) | Μονῳδικὸς ἐπὶ τῷ γαμβρῷ τῶν βασιλέων κυρῷ Μανουὴλ | |
2t | τῷ Ἀνεμᾷ. | |
1 | Ἐμέλλομέν σοι καὶ μονῳδίαν γράφειν, Ἥρως Μανουὴλ, κῆδος αὐτοκρατόρων, Σοφὲ στρατηγὲ, πύργε Ῥωμαίων μέγα, | |
Οἱ παιανικοῖς καὶ γαμηλίοις λόγοις | ||
5 | Τοὺς τῶν τέκνων σου συγκροτήσαντες γάμους· Ἐμέλλομέν σε καὶ θανόντα δακρύσαι (Ὢ πῶς λαλῶ θανόντα καὶ λαλεῖν στέγω!), Καὶ πικρανεῖσθαι θλίψεως ἀψινθίᾳ Οἱ σῇ ξυνάρσει πολλαχοῦ καὶ πολλάκις | |
10 | Τὸ χαρμονικὸν ἐκτρυγήσαντες μέλι. Τηρεῖ με καὶ γὰρ ὡς ἔοικεν ἡ τύχη Τῶν δεσποτῶν μου τοῖς τάφοις θρηνεργάτην, Σώζουσα κακῶς δυστυχῆ σωτηρίαν. Πλὴν ἀλλὰ γὰρ ἐνταῦθα τῆς τραγῳδίας | |
15 | Ἐπεχέθη μοι καὶ τὸ ῥεῦμα τοῦ λόγου. Οὐ γὰρ τὸ συμβὰν ἐκτραγῳδῆσαι φθάνω, Καί με προχυθὲν προφθάνει τὸ δάκρυον. Οὔπω μονῳδεῖν ἄρχομαι τὰ τοῦ πάθους, Καί με στεναγμὸς βύθιος προλαμβάνει. | |
20 | Οὔπω προβάλλω τὰς λαβὰς τὰς πενθίμους, Ἢ τῶν κατ’ ἀρχὰς ἄρχομαι προοιμίων· Καὶ πάλλεταί μοι καρτερῶς ἡ καρδία, Δραμεῖν δ’ ἀπειλεῖ καὶ προκύψαι τῶν ἔσω Τὸ στέρνον ἐκρήξασα πολλῇ τῇ βίᾳ. | |
25 | Οἷον γὰρ, ὦ κράτιστε τῶν ἄστρων ἄναξ, Ἰδεῖν ἐκαρτέρησας ἐν βίῳ πάθος, | |
Τόσον στρατάρχην δεξιὸν βουληφόρον ᾍδου πεσεῖν πάρεργον ἀκαρεῖ χρόνου· Τόσον λέοντα καρτερὸν βαρυβρύχην | ||
30 | Κεῖσθαι βρυχηθμοῦ καὶ θράσους λελησμένον· Τόσην καλὴν ἅλωνα φιλανθρωπίας Καινὴν παθεῖν λίκμησιν ἄχρι πυθμένος. Ὦ πάμμεγα φρόνημα καὶ βουλῆς πλάτος, Ὕψος τύχης ἄτεκτον, ὄγκος ἀξίας, | |
35 | Ἡρωϊκῆς βλάστημα τῆς ῥιζουχίας, Καὶ ῥίζα πολλῆς εὐθαλοῦς εὐδενδρίας! Ὦ κόσμος ἠθῶν ἀγχινουστάτη φύσις, Καὶ νοῦς ἀκάμας εἰς κυβέρνησιν μάχης! Ὦ βλέμμα βασίλειον, ἀρχικὴ θέα, | |
40 | Βραχιόνων κράτυνσις, ἀλκὴ καρδίας, Καὶ πρῶτον εἶδος ἄξιον τυραννίδος, Ποῦ τὴν καθ’ ἡμᾶς ἐκλελοιπότα κτίσιν, Ὡς ναῦν ἀνερμάτιστον ἐν κλυδωνίῳ, Ὁμοῦ συνεισέδυτε ταύτην τὴν λίθον | |
45 | Καὶ συστενοῦσθαι τῇ σορῷ συνειργμένα! | |
Ἄναξ Μανουὴλ πορφυράνθητε κλάδε, Εἴπερ ποτὲ στύγνασον ἐν τῷ νῦν πάθει, Καὶ πολλαπλῶς δάκρυσον οὐχ ἕνα τρόπον· Ἐζημιώθης τὸν στρατάρχην τὸν μέγαν | ||
5.11(50) | Τὴν ὡς ἀληθῶς ἀδαμαντίνην σπάθην, Τὸν χάλκεον χάρακα τῆς Βυζαντίδος· Ἐζημιώθης τὸν σοφὸν βουληφόρον, Τὸν ἐμβριθῆ νοῦν καὶ ταχὺν καὶ γεννάδαν· Ἐσημιώθης τμῆμα τοῦ γένους μέγα, | |
55 | Καὶ πρός γε τούτοις τὴν ὁμώνυμον χάριν. Πέπτωκέ σοι πύργωμα τῆς ἐξουσίας, Ὄλωλέ σοι τάφρευμα τῆς σκηπτουχίας, Παρῆλθέ σοι στήριγμα τῆς μοναρχίας, Τὸ χαλκοβαφὲς κατεθλάσθη σου δόρυ, | |
60 | Ἡ βαρβαροδμήτειρα τέθλασται σπάθη, Καὶ πᾶσιν ἁπλῶς εὐτυχῶν τοῖς πρακτέοις Εἴπερ τις ἄλλος τῶν πρὶν αὐτοκρατόρων, Κατευθύνοντος τοῦ θεοῦ σοι τὰς τρίβους· Ταύτην δὲ δυστύχηκας ἄρτι ζημίαν, | |
65 | Ἀντίῤῥοπόν σου τῶν πρὶν εὐτυχημάτων Τὸν γαμβρικὸν θάνατον ὤμοι τοῦ πάθους Ἡ πορφύρα πένθησον ἡ τρισολβία· Τὸ σὸν καλοῦν βλάστημα, τὸ χρυσοῦν δῶρον, Μελενδυτοῦν βλέπουσα τὴν Θεοδώραν. | |
70 | Τῷ γὰρ ἑαυτῆς συμφάνασα φωσφόρῳ Καὶ δύντι συνέδυνεν ἐν τοῖς ἀμφίοις. | |
Θυγατέρες πενθεῖτε τὸν φυτοσπόρον· Χρυσᾶς ῥοὰς σπένδοιτε τούτῳ δακρύων· Πρέπει γὰρ ἡμῖν ταῖς καλαῖς Ἡλιάσι | ||
75 | Τὸν Φαέθοντα δακρυούσαις τὸν μέγαν Χρυσοῦν ῥέειν δάκρυον ἀντ’ ἠλεκτρίνου. Συγγαμβρικὴ σύνταξις, οἱ συνδέσποται, Τὸ ῥῆγμα πενθήσατε τῆς τετρακτύος· Ἀπεῤῥάγης γὰρ ἡ τετράπλευρος φάλαγξ, | |
80 | Ἀδελφικὴ σύμπνευσις ἡ τῆς πορφύρας· Τὸν τῆς ἀδελφῆς συμμερίσατε στόνον· Ἔκδυτε γαμβροὶ τὴν ὅλην πανοπλίαν, Ἣ πενθερικὴν οὐκ ἀπήμυνε βλάβην· Ἢ ποῦ γὰρ ἂν χρήσεσθε τοῖς ὅπλοις τόσον; | |
85 | Ποῦ δ’ ἂν ἐπαῤῥήσητε Ῥώμῃ τῇ νέᾳ, Μὴ καθελόντες τὴν τυραννοῦσαν σπάθην, Τὸν δεσπότην μου καὶ τὸν ὑμῶν δεσπότην; Ἡ στρατιὰ θρηνεῖτε τὸν στρατηγέτην, Τὸν κοσμικὸν φρούραρχον οἰμώξατέ μοι· | |
90 | Τὰ βαρβάρων σκιρτᾶτε καὶ μόνα γένη, Τόσων βριαρῶν ἐκλυθέντα δακτύλων· Ἢ δακρύοιτε καὶ τὰ βαρβάρων γένη, Ἂν ἀνδρὸς ἐχθροῖς ἀρετὴ τιμητέα· Οἱ δημοσίαις ἐκδεθέντες πλεκτάναις, | |
95 | Καὶ τὴν ἐκεῖθεν οὐ στέγοντες ἀγχόνην, Πενθεῖτε τὸν λυτῆρα τοῦ πικροῦ βρόχου· Οἱ βασιλικῶν θυμικῶν πυρεκβόλων Σφοδρὰν ἑαυτοῖς ἀνακαύσαντες φλόγα, | |
Τὸν ἄνεμον ζητεῖτε τὸν ζεφυρίτην | ||
5.11(100) | Ἐαρινὰ πνεύσαντα ταῖς ὑμῶν τύχαις, Καὶ τὴν Ἀερμὼν ἐκκαλεῖσθέ μοι δρόσον· Καὶ γὰρ παρωνόμαστο πρὸς τῶν ἀνέμων, Ἀλλ’ οὐ ῥιπιστὴς ἦν θυμοῦ βασιλέων Ὡς καικίας τις, ὡς θρασὺς ἀπαρκτίας, | |
105 | Καταστολεὺς δὲ καὶ πραΰνουσα δρόσος, Χρηστὸς μεσίτης τοῖς κρατοῦσι δεσπόταις, Καὶ τὸν μεσίαν ἐκμιμούμενος Λόγον. Πανοπλίᾳ στέναζε τὸν πανοπλίτην, Εἴ τις τέως αἴσθησις ἐν πανοπλίᾳ. | |
110 | Ὢ συμφορᾶς ἅπαντα νικώσης γόον, Καὶ θλίψεως ἅπασαν ἡττώσης φύσιν! Τίνα προκλαύσω καὶ στενάξω προφθάσας Καὶ τοῖς σταλαγμοῖς προῤῥανῶ τῶν δακρύων Σὲ τὸν θανόντα καὶ προανηρπασμένον, | |
115 | Καὶ συναναρπάσαντα κοινὰς ἐλπίδας; Σὲ τὸν δύναντα καὶ κρυβέντα φωσφόρον, Καὶ συγκατακρύψαντα κοσμικὸν σέλας; Σὲ τὸν καταστραφέντα πύργον Αὐσόνων, Καὶ συγκαταστρέψαντα τῆς Ῥώμης τύχας; | |
120 | Σὲ τὸν κλαπέντα παμβόητον λυχνίτην Ἐκ τοῦ μεγίστου καὶ βασιλείου στέφους, Κἀντεῦθεν ἀμβλύνοντα τὴν τούτου χάριν, Ἢ τὴν ξύνευνον τὴν περιλελειμμένην, Τὴν θανατῶσαν πολλάκις τῆς ἡμέρας, | |
125 | Τὴν σοὶ ξυνανθήσασαν ὡς φοῖνιξ νέος, Καὶ σοὶ συνεκψυγεῖσαν ὡς χόρτος χλόης· Τὴν χθὲς περιθρύλλητον εἰς εὐτυχίαν, Καὶ νῦν περιθρήνητον εἰς δυστυχίαν· Τὸ λευκέρυθρον πορφυράνθητον ῥόδον, | |
130 | Καὶ νῦν μέλαινα τοῦτο καλύπτει κάλυξ· Τὴν μακαριστὴν οὐ τοσοῦτον ἐκ γένους, Οὐδ’ ἀπὸ τριπλῆς εὐκλεοῦς μοναρχίας, Οὐδ’ ἀπὸ διπλῆς πορφυροβλαστησίας, Ἄλλης τε λαμπρότητος ἀξιωμάτων, | |
135 | Ὅσον παρ’ αὐτῶν τῶν καλῶν τῶν τοῦ τρόπου, Ἃ βασιλικὴν οἶδε κοσμεῖν καρδίαν | |
Ὑπὲρ λίθους λάμποντας, ὑπὲρ μαργάρους, Καὶ πᾶσαν ὕλην τὴν χαμαὶ τιμωμένην. Οἰκτρὸν μὲν, οἰκτρὸν καὶ τὸ σὸν πάντως πάθος· | ||
140 | Καὶ πῶς γὰρ οὐχὶ, τηλικοῦτον ἀστέρα Ἀποῤῥαγῆναι τῆς βασιλείου στέγης Καὶ νυκτὸς ἀσέληνον ἐκχέαι σκότος; Πῶς δ’ οὐχὶ κοινῆς ἄξιον θρηνῳδίας Αὐτὸν ψυγῆναι τὸν μέγιστον Εὐφράτην, | |
145 | Καὶ κοινὸν αὐχμὸν ἐνσκεδάσαι τῇ κτίσει; Ἡ συμφορὰ δὲ τῆς νέας χήρας ὅμως Πλείω πρὸς αὐτὴν ἐκκαλεῖται τὸν γόον. Σὺ μὲν γὰρ ὦδε λαμπρὸν ἀνθήσας ὅσον Καὶ βασιλικὸν εὐτυχῶς ζήσας βίον, | |
5.11(150) | Καὶ τῶν ἀνάκτων τὴν σχέσιν προαρπάσας Ὑπερφέρουσαν καὶ παρεξηλλαγμένην· Πίστιν γὰρ ὀρθὴν αὐτὸς αὐτοῖς εἰσφέρων Τὸν ἐξ ἐκείνων ἀντελάμβανες πόθον, Λαμπρῶς τε τοῖς σοῖς νυμφαγωγήσας τέκνοις, | |
155 | Καὶ πᾶσαν ἁπλῶς τὴν χαμαὶ λαχὼν χάριν, Εἴπέρ τις ἐστὶν ἐν φθορᾷ τέως χάρις Δράσας τε πολλοὺς κατὰ τὸν θεῖον λόγον Ἐκ τοῦ Μαμωνᾶ τῆς ἀδικίας φίλους, Καὶ πολλὰ τῆς γῆς οὐρανῷ θησαυρίσας· | |
160 | Κειράμενός τε τὴν κάτω ταύτην τρίχα, Καὶ τὸ τρίχινον ἐνδυσάμενος ῥάκος Μετῆρες ἔνθεν εὐχερεστέρῳ τέλει, Καὶ τῶν κάτωθεν ἐκραγεὶς βασιλέων Τῷ τοῦ θεοῦ σου νῦν παρεδρεύεις θρόνῳ· | |
165 | Καὶ βασιλείαν τὴν ἀνωτάτω βλέπεις. Ἡ δ’ εἰς ὀδυρμοὺς ὑπελείφθη τῷ βίῳ | |
Καὶ τὴν ἀειστένακτον ἀντλεῖ πικρίαν· Ἀμείβεται δὲ φιλοτίμῳ δακρύῳ Τὴν τοῦ παρόντος φιλοτιμίαν πάθους, | ||
170 | Καὶ πᾶσιν ἁπλῶς θανάτων κοινῶν τρόποις Ἐπείγεται φθάσαι σε τῆς φιλανδρίας· Ἀλλ’ ἄνες ὀψὲ πορφύρας θεῖε κλάδε, Καὶ μέτρα σου δὸς τῇ ῥοῇ τῶν δακρύων, Κοίμισον ὀψὲ τὸν κλύδωνα τῆς λύπης, | |
175 | Κόπασον ὀψὲ τὴν θάλασσαν τῶν πόνων. Τί τοὺς θανόντας, ἀθάνατε, δακρύεις; Ἴδῃς τὸν ἄνδρα καὶ συναφθήσῃ πάλιν Καινὴν συναφὴν μυστικῆς κοινωνίας, Πλὴν ἀλλ’ ὅταν σε τῶν κάτω δεσμῶν λύσῃ | |
180 | Ὁ μέτρα τάξας καὶ πνοῆς καὶ θανάτου. Τί δὲ προλαβεῖν ἀξιοῖς σὺ τοὺς ὅρους, Οὓς ὁ πλάσας τέθεικεν ἀῤῥήτοις λόγοις; Θνητοφρόνων τὸ πάθος Ἑλληνοφρόνων, Ἀνάστασις δὲ σοὶ νεκρῶν κατηγγέλη. | |
185 | Ὕπνωσέ σοι χρόνιον ὁ ξυνευνέτης, | |
Ὕπνωσεν ἠρέμησεν ἐκ μακρῶν πόνων· Τί γοῦν τὸν ὑπνώττοντα μακρὰ δακρύεις; Τί δὲ στενάζεις τὸν κατηρεμηκότα, Ὡς ἐξεγείρης τῶν στεναγμῶν τῷ κτύπῳ· | ||
190 | Μεῖνόν τι μικρὸν, καὶ τὸ σάλπιγγος στόμα Τὸν στρατιώτην ἐξεγείρει σοι πάλιν. Σὺ πενθερικὴ δρουγγαρικὴ καρδία, Τῆς φύσεως αὔχημα καὶ τῶν βιβλίων, Νῦν σοῦ προβαλοῦ τὴν ἴυγγα τῶν λόγων, | |
195 | Καὶ τὴν καλὴν σειρῆνα τῆς εὐγλωττίας. Νῦν σοῦ τὸν Ἑρμῆν τὸν παρήγορον λάλει, Τὴν συγγενικὴν ὡς κατευνάσῃς ζάλην· Ἢ καὶ σὺ πενθεῖς καὶ παρηγόρων δέῃ; Κἀνταῦθα καὶ σὺ μαλθακώτερος γίνῃ, | |
5.11(200) | Ὅπου τε πένθος γνησιώτερον ῥέει· Ἀλλ’ ὁ ζέσας ἄνασσα τὴν σὴν καρδίαν, Πλήξας δὲ μᾶλλον ἢ σπαράξας εἰς βάθος, Καὶ πῦρ ἀνάψας ἐν μέσοις τοῖς ἐγκάτοις, Καθ’ ἥπατός τε πικρὸν ἐκτείνας βέλος | |
205 | Καί σοι κεράσας πικρίας πλήρη σκύφον Τὸ ξέσμα παύσοι καὶ δροσίζοι τὴν φλόγα· Καὶ κουφιεῖ σου τὴν ὀδύνην τοῦ βέλους, Καὶ γλυκανεῖ σου τὴν ἐνοῦσαν πικρίαν Παρηγορίας ὑψόθεν χέας μέλι. | |
5.12(t) | Τοῦ Φιλῆ πρὸς ἰατρόν. | |
1 | Ἰατρὲ, μὴ δίωκε τὸν τῦφον μάτην. | |
Εἰ γὰρ σιωπήσας ἀκριβῶς ἀνακρίνῃς Ὅθεν πορίσῃ τὰς ἀφορμὰς τοῦ βίου, Αὐτὸς σεαυτὸν καὶ μυσαχθήσῃ τάχα, | ||
5 | Τροφῆς χορηγοὺς οὖρα καὶ κόπρον ἔχων. Χρὴ οὖν ὀφρὺν ῥίψαντα τὴν ἐπηρμένην Κόπρου σκάφας βλέπειν σε καὶ τὰς ἀμίδας, Ὅθεν τραφήσῃ καὶ πόρους ἕξεις βίου. | |
5.13(t) | Πρός τινα τῶν φίλων παραινετικοί. | |
1 | Ἐγώ σε φιλῶν, καὶ πρὸ τῶνδε τῶν λόγων, Μᾶλλον δὲ πενθῶν ὑπὸ φιλοστοργίας (Νεκρῷ γάρ ἐστιν ἀκριβῶς εἰκασμένος Ὁ μὴ λόγῳ πρέποντι κοσμῶν τὴν φύσιν), | |
5 | Προὔθηκά σοι, βέλτιστε, γυμνὸν τὸν βίον, Ὡς ἂν διδαχθῇς τὰς κενὰς ὑποκρίσεις, Καὶ μὴ ταραχθῇς ὑπὸ τῆς ἀπειρίας, Ὥσπερ μίμους φόβηρον εἰ βλέπει βρέφος· Καὶ νῦν δὲ τουτὶ τὸ χρυσοῦν πάσχων πάθος, | |
10 | Κἂν αὐτὸς ὑπόχαλκος εὑρέθης φίλος, Καὶ καθάπερ δύσοιστον ἐτμήθης μέλος, Πληγεὶς ἐφ’ ἡμᾶς δυσμενοῦς γλώττης βέλει, Πάλιν παραινῶ μὴ περιχαίνειν κάτω, Μὴ ζῆν κυνηδὸν, μὴ ῥοφῇς τὸ πᾶν θέλε. | |
15 | Εἰ γὰρ ἔχεις βούλιμον, οὐχ ἕξεις κόρον, | |
Πρὶν ἂν πίνῃς κύλικος ἐμπίκρων πόνων, Καὶ τῶν περιττῶν ἐκφορεῖς τὴν κοπρίαν, Ἢ κατασαπῇς καὶ ῥοῇς ἐπὶ κλίνης Ἐμῶν τὰ κοινὰ τῇ στροφῇ τῶν ἐλπίδων· | ||
20 | Ἢ καὶ προληφθεὶς δυστυχῶς τῆς ἑβδόμης Πρὸς τὴν ἀκατάλυτον ἀχθῇς ὀγδόην, Ἣν ἐσχάτην κρίσιμον εὑρὼν δακρύσεις, Ἐπεὶ γαληνὸν τὸν κριτὴν οὐ δεικνύει· Δεῖ γὰρ ἐς αὐτὴν ἀποδημήσαντά σε | |
25 | Ποινὰς ὑποσχεῖν ἀντὶ τῶν πεπραγμένων. Ὢ τίς ὁ βαθὺς καὶ θορυβώδης κάρος, Ὑφ’ οὗ θανατῶν οὐ σκοπεῖς τὸ συμφέρον! Καθεύδομεν γὰρ ὑπὸ τῆς ἀπληστίας, Καὶ νυκτομαχεῖν ἀξιοῦμεν τὴν φύσιν, | |
30 | Τὸ τῆς ὕλης ἄπιστον ἠγνοηκότες. Τί τοῦτο ποιεῖς; ἵνα τί δ’ οὔπω βλέπεις; Ἀλλ’ ἀμβλυωπεῖς ἐν σαφεῖ μεσημβρίᾳ, Τὰ κρυπτά σου βλέφαρα μὴ παρατρίβων. Ὁ χρυσὸς ὠχρός ἐστιν ἀλγῶν τῷ φθόνῳ· | |
35 | Καὶ γὰρ ἐπ’ αὐτὸν ὡς βαρὺς ἕρπει δράκων Τὴν τοῦ χρόνου κίνησιν ἀντισυστρέφων, Ὑφ’ ἧς τὸν ἰὸν τῆς φθορᾶς ἀναπτύει. Καὶ σὺ παρ’ αὐτῷ προσδοκᾷς τὰ βελτίω, Τὸ τῆς τύχης εἴδωλον αἰσχρῶς φαιδρύνων; | |
40 | Ὀφθαλμὲ γῆς, ἥλιε, πῶς τάδε βλέπεις; Πλὴν εἰ μὲν ὡς παῖς εὐμενῆ τοῦτον κρίνεις (Μικροψύχου γάρ ἐστιν ἀνδρὸς ἡ κρίσις), Τί δῆτα παθὼν οὐ καλῶν δρᾷς τὸν φίλον; Στρεβλεῖς γὰρ αὐτὸν ἐγκρατῶς καὶ συμπνίγεις, | |
45 | Κἂν αὐτὸς ὡς ἄληπτος εἰς ἄλλους τρέχῃ, Τῆς σῆς φυλακῆς τὰς λαβὰς ἀνατρέπων. Εἰ δ’ αὖ πονηρὸν (τοῦτο γὰρ ὄντως) κρίνεις, Τί τὸν φονευτὴν οὐ στυγεῖς, οὐδ’ ἐκκλίνεις, Οὐδὲ πρὸς οἰκτρὰς θᾶττον ὠθεῖς γαστέρας, | |
5.13(50) | Ὡς ἂν ἔχῃς μᾶλλόν τι κερδαίνειν μέγα; Ἄνθρωπε, κατάμαθε τὴν κοινὴν φύσιν Ἐκ τῶν πρὸς ἀπόδειξιν ὑποκειμένων, Καὶ ῥίψον εἰς γῆν τὸν διάκενον τύφον. Ὁρᾷς τὰ φυτὰ, πῶς μὲν ἡβᾷ καὶ βρύει, | |
55 | Μετὰ χρόνον δέ τινα γηρᾷ καὶ φθίνει; Τοῦτ’ αὐτὸ καὶ σόν ἐστιν, ὡς οἶδας, πάθος· Καὶ νῦν μὲν ἀνθεῖς, ἀλλ’ ἀπανθήσεις πάλιν, Τοῦ τῆς τελευτῆς ἀντενεχθέντος ψύχους. Δέδοικα γοῦν ἔγωγε τὴν ἀκαρπίαν· | |
60 | Ἡ γὰρ ἀπειλὴ τῆς τομῆς με συγχέει. Γνῶθι σεαυτὸν, ἴδε τὸν ῥοῦν τοῦ χρόνου, Τῆς ἡδονῆς τὸ νέκταρ ὀψὲ γοῦν φύγε· Καὶ γὰρ ὀδυνῶν προξενεῖ σοι πικρίαν. Ἕως τίνος χρήματα καὶ λειτουργίαι, | |
65 | Τάχα δὲ καὶ κτήματα καὶ παροινίαι; Μέχρι τίνος κόλακες ἐκλύσουσί σε; | |
Γενοῦ δανειστὴς, τῷ θεῷ δὸς τὸν βίον· Ὀφειλέτης γάρ ἐστι καὶ χρεωλύτης, Καὶ σὸς δανειστὴς, κἂν δοκῇς μὴ λαμβάνειν, | ||
70 | Κατοψοφαγῶν τῆς ψυχῆς σου τὸ χρέος. Πλὴν ἥδε κοινὴ τῶνδε τῶν ὄντων φύσις Τὸ σὸν πρὸς αὐτὴν οὐκ ἀπαιτήσεις χρέος, Πάντως κἂν ἀλγῇς, κἂν φιλόψυχος ἔχῃς· Οἰχήσεται γὰρ εἰς τὸ πῦρ ἡ θερμότης, | |
75 | Τὸ ξηρὸν εἰς γῆν, εἰς ὕδωρ ἡ ψυχρότης, Ἀὴρ δ’ ἐπ’ αὐτὸν καὶ τὸ ῥευστὸν ἁρπάσει· Κείσῃ δὲ νεκρὸς ὑπὸ γυμνοῖς ὀστέοις, Ὁ νῦν περιττὸς καὶ κατεβλακευμένος, Ὄφις δὲ τοῦ τένοντος ἐκρηγήσεται. | |
80 | Τί πῦρ ἐν ὀργῇ κατὰ τοῦ πέλας πνέεις; Τί δὲ βρυχηθμοὺς αὐθαδῶς ὑποκρίνῃ, Καὶ τῇ λεοντῇ τῆς τιμῆς ἐναβρύνῃ, Αἴλουρος, ἢ πίθηκος, ἢ θὼς τυγχάνων, Ἢ μῦς ἀποσπῶν τὰς χρυσᾶς πάντων ψίχας, | |
85 | Καὶ ζῶν ἀτερπῆ καὶ φιλῶν περὶ βίον; Τί δ’ ὡς φάγος πάρδαλις ὑπόδρα βλέπεις, Καὶ δεινοπαθεῖς, καὶ λαρυγγίζεις μάτην, Ἄντικρυς ἡμίγυμνε σεμνὲ κοχλία, Μᾶλλον δὲ γὺψ ἄνωθεν ἁρπάσων κρέα, | |
90 | Πλὴν οὔτε νεβρῶν, οὔτε περδίκων πάλιν, Ἀνδρῶν δὲ πάλαι δυστυχῶν καὶ σωφρόνων; Πλούσιος εἶ, δέδιθι τὴν τότε φλόγα. Τίς γὰρ ἀναψύξει σε διψῶντα δρόσος, | |
Εἰ μὴ σὺ τοὺς πένητας ἐνθάδε θρέψῃς; | ||
95 | Σύνες τίς ὁ πλάσας σε καὶ μεταπλάσας, Ἐπείπερ εἰς χοῦν ἐκπεσὼν συνετρίβης· Ἢ τίς χάριν σὴν καὶ θεὸς καὶ σαρκίον, Καὶ τίς πεπονθὼς, καὶ παθῶν μείνας δίχα, Παθῶν ἀμιγῆ καὶ φθορᾶς ἔδειξέ σε; | |
5.13(100) | Ταῦτα σκόπει, βέλτιστε, σωφρόνως ἔχων, Καὶ μηκέτι θαύμασε τὴν ἀμετρίαν. Τὰ γὰρ ἔτι μέλλοντα μὴ σχόντι βλέπειν Ὁ τῆς τελευτῆς ἀγνοεῖταί σοι χρόνος. Ὥσπερ τὸ νῦν πῦρ οὐδὲ μετρίως φλέγει, | |
105 | Πυρὸς γὰρ εἰκών ἐστιν, οὐ πῦρ τὴν φύσιν, Οὕτω, θεατὰ, καὶ τὸ πῦρ τὸ παμφάγον Ὃ θυμὸς ἐξέκαυσε τυράννου βρέμων, Τοῖς τῶν νέων σώμασιν εὑρέθη δρόσος Ἀπόκρυφον πῦρ ζωγραφοῦν πρὶν ἄλλό τι· | |
110 | Ὡς ἂν διδαχθῇς τὸν θεὸν πῦρ καὶ δρόσος, Εἰς τὴν βάτον πῦρ, εἰς δὲ τὸν πόκον δρόσος. Μὴ διδράσῃς μάλιστα τὸν τύπον βλέπων· Μὴ γὰρ ὅλως ἔφλεξε νηδὺν παρθένου Σαρκὸς μετασχὼν καὶ θεὸς μείνας πάλιν; | |
115 | Ἑστήκασι δὲ τῆς φλογὸς ζῶντες μέσον, Καὶ τεττίγων ᾄδουσιν οἱ παῖδες τρόπον· Σιτούμενοι γὰρ τῆς ἐνεχθείσης δρόσου Ὡς ἐν θέρει στέγουσι τὴν δεῦρο ζέσιν· Πεπήγασι δ’ οὖν τῆς βοῆς πεπαυμένοι· | |
120 | Τὴν γὰρ σιωπὴν ζωγραφοῦσι τὸν τύπον, Τῶν πραγμάτων πόῤῥωθεν ἠχούντων μόνον. Ὢ πῶς τὸ πῦρ ἦν τοῖς δορυκτήτοις δρόσος, | |
Οὓς ἀγγέλου πτέρυγες ἐφρούρουν πέριξ; Ἔνδον γὰρ ὀμβρήσαντες ἁγνείας δρόσον | ||
125 | Τὸν ἐκτὸς οὐκ ἔπτηξαν ἀκμαῖον βρόμον. Ἢ ποῦ θεμιτὸν πῦρ φαγεῖν παῖδας φλέγον, Τροφῆς ῥυπαρᾶς καὶ παθῶν ὑπερτέρους; Πυρὸς ποταμὸν Δανιὴλ πάλαι βλέπων Ποταμὸν ἐξέβλυσε θερμῶν δακρύων· | |
130 | Νῦν δὲ δροσισθὲν πῦρ ὑπ’ ἀγγέλου βλέπων Φαιδρύνεται μὲν καὶ κροτεῖν ἴσως θέλει, Τοὺς παῖδας ἀθρῶν εἰς τὸ πῦρ ζῶντας πάλιν· Ἡ γὰρ συναιχμάλωτος ὑψώθη τύχη, Τὴν πυρφόρον σβέσασα τοῖς Πέρσαις πλάνην· | |
135 | Σιγᾷ δὲ λαλοῦν ἐκδιδοὺς τὸ βιβλίον, Ὃ πραγμάτων πρόγνωσιν ἀῤῥήτων φέρει. Πλὴν πάντως καινά· καὶ τὸ μὲν πῦρ οὐ φλέγει, Θῆρες δὲ πῦρ πνέοντες ἐξ ἀσιτίας Τὸν τῶν ὀρεκτῶν ἄνδρα τιμῶσι, ξένε. | |
140 | Φιμοῖ γὰρ αὐτῶν ἡ προσευχὴ τὸ θράσος, Τὴν ἰσχὺν ἀμβλύνουσα τῶν παρισθμίων. Ἀλλ’ εἰσφέρουσί τινα καὶ λειτουργίαν, Λείχοντες αὐτοῦ τῶν ποδῶν εὖ τὴν κόνιν, Καὶ ῥυπτικὸν στέγοντες ἐν γλώτταις πόνον. | |
145 | Ἄτρεστος οὖν ἕστηκε τῶν σκύμνων μέσον Ὁ πρεσβυτικὸς καὶ πρὸ τῆς ἡλικίας. Αἰδήμονας γὰρ τοὺς ἀτιθάσσους βλέπει, Καὶ τῇ στάσει γίγαντος ἐμφαίνει δρόμον. Ὢ πῶς ἐναργεῖς ἡ γραφικὴ δεικνύει | |
5.13(150) | Τοὺς παντοδαποὺς τῆς ἀληθείας τύπους, | |
Κἂν οὐκ ἔχῃ κίνησιν ἢ φθέγμα γράφειν; | ||
5.14(1t) | Τοῦ σοφωτάτου ἀρχιεπισκόπου Βουλγαρίας κυροῦ Γρηγορίου | |
2t | στίχοι ἐπιτάφιοι εἰς τὸν μέγαν οἰκονόμον τῆς ἁγιωτάτης μεγάλης | |
3t | τοῦ θεοῦ ἐκκλησίας καὶ ἀρχιδιάκονον τοῦ εὐαγοῦς βασιλικοῦ κλή‐ | |
4t | ρου Ἀλέξιον τὸν Καππαδόκην. | |
1 | Τέθνηκας οἴμοι καὶ καλῶν ὁ καλλίων, Ἀλέξιε κάλλιστε, κανὼν τοῦ βίου, Ἐκκλησίας σέμνωμα, δογμάτων βάσις, Θρηνεῖν δ’ ἀφῆκας οἷς καλῶν ἐστιν ἔρως. | |
5 | (Φεῦ!) οἷον πέπονθεν εὐσεβούντων τὸ στίφος Τῆς σῆς στερηθὲν εὐαγοῦς συναυλίας, Καὶ τῶν ἀρίστων ὑποθηκῶν καὶ λόγων, Οὓς ὡς βέλη καρδίαις ἠκονημένα Ἔπεμπες ἐχθροῖς ἐκ γραφῶν τῶν ἐνθέων, | |
10 | Στάθμη τις ὢν κανών τε σώφρονος βίου. Πένθησον, ἰδοὺ στῖφος εὐσεβοφρόνων Καλοῦ στερηθὲν εὐκλεοῦς τε συμμάχου. Ἐκκλησία, στέναξον ἐκ βάθους μέγα Τὴν τηλικαύτην συμφορὰν δεδεγμένη. | |
15 | Τίς γὰρ τἀληθὲς ἐκλαλήσει σὺν δίκῃ, Ἀλεξίου σιγῶντος; ὢ δίκη δίκη! Ἀπῆρας, ὦ βέλτιστε, πρὸς μετοικίαν, Ἢ μᾶλλον εἰπεῖν τὴν καλὴν κατοικίαν· Ἡμᾶς δ’ ἀφῆκας ἐν σκότῳ τῷ τοῦ βίου | |
20 | Ὁρᾶν τοσαύτην σύγχυσιν ἐκκλησίας. Μέγιστε ... ἄριστε πράξει καὶ λόγῳ, Καὶ τὰ μεγάλα σὺ διοικεῖν ἐκρίθης Ἐκ..... ἐν οἷς γε τὸν σαυτοῦ τρόπον | |
Ἔδειξας, Ἀλέξιε πιστὲ κυρίῳ. | ||
5.15(1t) | Τοῦ σοφωτάτου μεγάλου πρωτοσυγγέλλου κυροῦ Μαξίμου τοῦ | |
2t | Ὁλοβόλου στίχοι εἰς τὴν ὁσίαν Μαρίαν τὴν Αἰγυπτίαν. | |
1 | Ἀποστολικῆς ἐνθέου γραφῆς πέρας Φθάνει παριστῶν ὁ προκείμενος λόγος· Οὗ γὰρ τὰ πλήθη πλεῖστα τῆς ἁμαρτίας Ὑπερπερισσοῦ τῆς χάριτος τὰ κλέα | |
5 | Ὁρᾷς ἐκείνην, ὡς ὁρᾶν νοῦς ἰσχύει, Τὴν εὐπάρυφον, τὴν κεκοισυρωμένην, Ὅσῃ τὸ κάλλος φυσικῇ τεχνουργίᾳ, Τὴν ὥραν οἵᾳ πλαστικῇ χειρουργίᾳ, Ἐν ᾗ τὸ φῦκος καὶ τὸ κόμμι μυρίον, | |
10 | Βαθὺς ὁ κόχλος, ἠκριβωμένον μέλαν· Τὸ μὲν κατ’ ὄψιν εὐπρεπῶς ἐσπαρμένον, Τουτὶ παρειαῖς εὐβαφῶς ἠρεισμένον, Καὶ τόνδ’ ἁβρῶς γράφοντα τὰς βλεφαρίδας, Ἐκεῖνο δ’ ὀφρῦς εὐφυῶς ἐπιτρέχον | |
15 | Εἰς ἀπλανῆ σύγκαμψιν ἡμικυκλίου. Ὁρᾷς τὸ βλέμμα, φθέγμα, καὶ πλέγμα κόμης, Ἐκεῖνο βάλλον ἐξ ἀφανοῦς τοξότου Πυκνὰ πτερωτὰ καὶ φερέφλογα βέλη, Βάλλοντα πικρῶς καρδίας φιληδόνων· | |
20 | Τουτὶ δὲ κρᾶμα γλυκύπικρον ἀρτύον Ἐκ πορνικοῦ μέλιτος οἰκτρὰν ἀλόην. | |
Τόδ’ αὖ γε πνίγον ὡς ἐς ἀδήλους βρόχους Τοῖς σατανικοῖς ἐκπονηθὲν δακτύλοις. Ὁρᾷς, θεατὰ, ταῦτα καὶ μαθὼν ἔχεις | ||
25 | Ἐρωτικὰ τὰ πάντα καὶ φαύλου τρόπου. Ἀλλ’ οὖν γε πάλιν τήνδε τὴν αὐτὴν βλέπε Τὴν Μαρίαν, βέλτιστε, τὴν Αἰγυπτίαν Σῶμα φοροῦσαν ἀκριβῶς λεπτὸν, μέλαν, Ἐρημικοῖς ἄνθραξιν ἐκκεκαυμένον, | |
30 | Ἀσκητικοῖς σκάμμασιν ἐκτετηγμένον, Ῥικνὸν, τραχὺ, κάτισχνον, ἠγριωμένον, Ἄϋλον ὡς ἄσιτον ἐκ μακροῦ χρόνου, Μένον, στέγον πείνης τε καὶ δίψης βίαν Μὴ τοὺς θερινοὺς ἡλίου πυρεκβόλους, | |
35 | Μὴ χειμερινὰ δειλιῶν ὑγρὰ βέλη, Ἅπερ πτεροῦν εἴωθεν ἀνέμων φύσις. Ὁρᾷς σὺν αὐτοῖς ἄλλο τι τέρας ξένον, Ἑστῶσαν αὐτὴν ὥσπερ ἐν μεταιχμίῳ Πόλου τε καὶ γῆς, εἰς μέσον τὸν ἀέρα, | |
40 | Εἰς βάσιν ἀνέδραστον ἐστηριγμένην, Εἰς στάσιν ἀστήρικτον οὐ κλονουμένην, Ἐκεῖσε μὴ παροῦσαν οἷς σῶμα φέρει, Ἔνθα δ’ ἀποῦσαν οἷς τι μὴ βάρους ἔχει· Μερίζεται γὰρ ἀμερίστως εἰς δύο, | |
45 | Εἰς ἀγγέλων τάξιν τε καὶ βροτῶν φύσιν, Κατ’ ἀγγέλους βιοῦσα κἂν βροτὸς μένῃ. Ταύτης τὸ λοιπὸν τὸν πάλαι βλέπων βίον, Τὴν λαμπρὰν ἀλλοίωσιν ἠλλοιωμένον Ἐκ δεξιᾶς, ἄνθρωπε, τῆς ἀνωτάτω, | |
5.15(50) | Μὴ δειλιάσῃς, μηδ’ ἀπελπίσῃς ὅλως, | |
Κἂν ἐξανύσῃς ἅπασαν ἁμαρτίαν, Τόκον μυσαρὸν ἐκ τεκόντων ἀθλίων, Φημὶ λογισμῶν καὶ λόγων καὶ πρακτέων, Βδέλλα Σολομώντειος ὥσπερ μηνύει | ||
55 | Ἐγκύμονας τίκτουσα τρεῖς θυγατέρας, Φιλαυτοφιλαργυροφιλοσαρκίαν. | |
5.16(1t) | Τοῦ σοφωτάτου Φιλῆ στίχοι μονῳδικοὶ εἰς τὸν ἐν βασιλεῦσιν | |
2t | ἀοίδιμον, εὐσεβέστατον καὶ φιλόχριστον αὐθέντην καὶ βασιλέα ἡμῶν | |
3t | Ἀνδρόνικον τὸν Παλαιολόγον τὸν μετονομασθέντα Ἀντώνιον. | |
1 | Τίς ἡ τοσαύτη σύγχυσις; τίς ἡ τοσαύτη ζάλη; Τίς ὁ τοσοῦτος κοπετός; τίς ὁ τοσοῦτος θρῆνος; Ἔπεσε μέγας βασιλεύς· αἲ παγκοσμίου κλόνου! Ἔπεσε πύργος ἀῤῥαγής· αἲ συμφορᾶς ἀθρόας! | |
5 | Πενθεῖτε πάντες ἄνθρωποι τὸν κόσμον τῶν ἀνθρώπων Καὶ συμφορὰς παντοδαπάς. Ὢ τῶν κοινῶν δακρύων! Ὁ φοβερὸς τοῖς ἔθνεσιν ἀπῆλθεν ἐξ ἀνθρώπων, Ὁ ποταμὸς παρέδραμεν, ὁ θησαυρὸς ἐκρύβη, Τῆς γῆς ὁ κόσμος, ἡ πηγή· αἲ τοῦ συμβάντος πάθους! | |
10 | Ἦλθεν εἰς δύσιν ὁ φωστήρ· ὢ τῆς δεινῆς ἑσπέρας! Ἡ ῥίζα πάσης τῆς ἀρχῆς ἐτμήθη παρ’ ἐλπίδα. Τῶν βασιλέων ὁ πατὴρ καὶ βασιλεὺς ἐν τάφῳ, Καὶ φύσις ὑπὲρ ἄνθρωπον ὡς ἄνθρωπος ἐφθάρη. Τίς τὴν τοσαύτην συμφορὰν ἐκτραγῳδήσει λόγος; | |
15 | Ὃν ἔδειξεν ἀσύγκριτον, πῶς ἔκρυψεν ὁ χρόνος; Οἱ βασιλεῖς θρηνείτωσαν τῆς ὅλης οἰκουμένης· Καὶ γὰρ ὁ κρείσσων βασιλεὺς ἐδούλευσε τῇ φύσει, Ἐσίγησε τῆς φυσικῆς ῥητορικῆς τὸ στόμα, Τοῦ γένους ὁ φιλόσοφος ἐξέφυγε τὸν βίον. | |
20 | Ἅπασα γῆ καὶ θάλασσα, θρηνήσατε τὸ πάθος· Ὑμᾶς γὰρ κατεκόσμησεν ὁ βασιλεὺς ταῖς νίκαις, Ὁ βασιλεὺς ὁ θαυμαστὸς, ὃν ἔφριξεν ἡ κτίσις, Ὁ νοῦς ἐκεῖνος ὁ γοργὸς, ὁ τοῦ παντὸς κοσμήτωρ. Ὢ τοῦ συμβάντος πράγματος! ὢ τῶν κοινῶν δακρύων! | |
25 | Ὢ τοῦ μεγάλου κεραυνοῦ! ὢ τῆς βροντῆς ἠχούσης! Τῆς ἐκκλησίας ὁ λαμπτὴρ, ὁ τῶν δογμάτων φύλαξ, Ὁ τοῦ πατρίου δόγματος τὴν ζάλην κατευνάσας, Ὁ τὰ μεγάλα σχίσματα συνδήσας ἀπεῤῥάγη, Τὸ στέφος ἔῤῥιψεν εἰς γῆν, ἀφέστηκε τοῦ θρόνου, | |
30 | Πᾶσαν ἀφῆκε τὴν στολὴν τῆς αὐτοκρατορίας, Καὶ τῆς μορφῆς τὸ χαροπὸν καὶ τὰς ἐκφύτους μούσας. Ὁ τοῖς ἐχθροῖς ἀπρόσμαχος καὶ βρυχητίας λέων Κεῖται νεκρὸς ὑποταγεὶς τῷ θηρευτῇ θανάτῳ. Ὁ μέγας ὄντως ἀετὸς ὑπὸ τὴν γῆν ἐκρύβη· | |
35 | Τὸ τῆς ἀρχῆς καλλώπισμα φεῦ τὸ καλὸν ἡρπάγη. Τίς ἡ τοσαύτη σύγχυσις; τίς ἡ τοσαύτη ζάλη; | |
5.17(t) | Τοῦ ἐπὶ τῶν δεήσεων. | |
1 | Θρῆνος καὶ μέλος σὴν οὐαὶ προφητικῶς ἐπῆλθε, Καὶ πένθος ἀπαράκλητον, καὶ συμφορὰ, καὶ κλύδων, Καὶ γνόφος, καὶ σκοτόμαινα, καὶ καταιγὶς, καὶ ζάλη, Καὶ θύελλα σὺν ἀφεγγεῖ τοῦ βίου καταστάσει | |
5 | Ἅπασαν γῆν Ῥωμαϊκὴν κατέσχεν ἐν μεθέξει, Σάλου καὶ κλόνου καὶ βοῆς τὴν αἴσθησιν λαβοῦσαν. Ἀὴρ δὲ τὴν κατήφειαν νέφεσιν ἀθυμίας Ὀδυρτικὴν πέμπει φωνὴν ἄνωθεν ῥηγνυμένων Οἱ ποταμοί τε καὶ πηγαὶ καὶ λίμναι καὶ πελάγη | |
10 | Ἐράνου δίκην δαψιλῶς τούτῳ τῷ πάθει νέμει Τὸ συμπαθὲς καὶ φίλοικτον κρουνοῖς τοῖς τῶν ὑδάτων Τοῖς παγκοσμίοις πάθεσι νῦν ἐφυδραγωγοῦντα· Τὸ σέλας γὰρ τὸ φωσφοροῦν τὴν κτίσιν ἀπεκρύβη, Ἔδυ τὸ φέγγος ἀφ’ ἡμῶν· ὢ πάθους! ὢ ζημίας! | |
15 | Ἤρθη τὸ κλέος ἐκ τῆς γῆς τῶν πάντων βασιλέων· Λύχνος ἐσβέσθῃ παμφαὴς τὸ πᾶν ἀπαμαυρώσας· Τὸ μέγα καὶ πανθαύμαστον ὄφελος τῶν Ῥωμαίων Ἐξέλιπεν, ἀπέφυγεν ἡμᾶς ἀποκοσμήσας. Τῆς εὐσεβείας ἡ κρηπὶς, ὁ φύλαξ τῶν δογμάτων, | |
20 | Τῆς ἐκκλησίας ὁ λαμπτὴρ, τῆς βασιλείας πύργος, Ὁ κοσμοφύλαξ, ὁ σωτὴρ, ὁ πρόμαχος Ῥωμαίων, Τοῦ γένους τὸ καλλώπισμα, τῆς σκηπτουχίας δόξα, Καὶ στρατηγίας ἡ λαμπρὰ καὶ βασιλείας πεῖρα, Καὶ μέθοδος δεινότητος, καὶ ποικιλία λόγων, | |
25 | Καὶ γνώσεως δυσόριστος ἄβυσσος συνεκλείσθη, Βαρὺν τὸν λίθον εἰσελθὼν τῆς φύσεως τὸ θαῦμα· Τῆς εὐσπλαγχνίας πέλαγος, πηγὴ τῆς συμπαθείας, Τὸ μέγα καταφύγιον τῶν καταπονουμένων, Ῥωμαίοις ἕρκος θαυμαστὸν, φρικτὸν τοῖς ἀντιπάλοις, | |
30 | Ἀκοίμητος, ἀκάματος ἡμῶν εἰς σωτηρίαν, Ἁπανταχοῦ παμβόητος συνέσει καὶ τοῖς τρόποις Καὶ τῇ πρὸς γένος ζέσει τε καὶ γένους εὐποιΐᾳ. Οὐκοῦν δεῦτε θρηνήσωμεν ἅπαντες τὸν δεσπότην Πικρῶς ὀλοφυρόμενοι δεινὴν τὴν ὀρφανίαν | |
35 | Τοῦ βασιλέως τοῦ κλεινοῦ, τοῦ γαληνοῦ, τοῦ πρᾴου, Ἡμέρου τε καὶ προσηνοῦς, μεστοῦ πασῶν χαρίτων, Καρποῖς παντοίοις βρίθοντος τῆς ἀγαθοεργίας. Ὄναρ τὰ πάντα πέφυκε, σκιὰ πάντως καὶ κόνις | |
Τερπνὰ καὶ δόξαι βρότειοι· τὸ νῦν πάθος βοάτω· | ||
40 | Οὐ γάρ ἐστιν, οὐ γέγονε δυστύχημα πικρίας Ἡλίκον ἄλλο πάνδεινον πολύθρηνον ἐν βίῳ, Οὗπερ λοιπὸν τὸ μέγεθος ἐν κωκυτῷ μεγάλῳ Καὶ δάκρυσι καὶ στεναγμοῖς καὶ πόνοις ἐκ καρδίας Εἰς ἅπαν ἐκτανύσωμεν τὸ πέρας οἰκουμένης. | |
5.18(t) | Τοῦ αὐτοῦ ἕτεροι. | |
1 | Τίς μοι δανείσει δάκρυα καὶ στεναγμοὺς καὶ θρήνους; Τίς συμπενθήσει συναλγῶν καὶ συμπονῶν συγκλαύσει; Κραυγάσει πᾶσα Ῥωμαῒς ἀποβαλοῦσα μόρῳ Δεσπότην θεῖον ἄνακτα, τὸν προσηνῆ καὶ πρᾷον, | |
5 | Πάντων ταμεῖον ἀγαθῶν καὶ τῆς ἐλπίδος οἶκον, Πᾶσαν σωρείαν τῶν καλῶν καὶ τὸν ἐσμὸν χαρίτων, Ῥωμαίων τὸ προπύργιον ἐν πάσαις εὐπραξίαις, Τὸν ἀριστέα τὸν κλεινὸν ἐν νίκαις καὶ τροπαίοις, Καὶ βούλευμα σωτήριον φαιδρὸν ἀστραπηβόλον, | |
10 | Ἀκλόνητον τὴν ἔπαλξιν σοφαῖς ἐν στρατηγίαις, Καὶ τακτικὴν προμήθειαν καλοῦ πάσης ἰδέας, Σοφῶς ἀπεργασόμενον τὸ τῆς ἀρχῆς κηρίον Δίκην μελίττης ἐξ ἀνθῶν ἁπάντων εὐβουλίας, Τὸ κρᾶμα πάσης ἀρετῆς καὶ καλοκαγαθίας, | |
15 | Τὸν κυβερνήτην τὸν χρηστὸν τῆς ἀρχικῆς ὁλκάδος, Τὸν ἄριστον ἡνίοχον, κοσμολαμπῆ φωσφόρον. Ἐλθέτω γοῦν ὁ συμπονῶν, ὁ συνθρηνῶν ἐλθέτω, Καὶ δεῦτε καὶ συγκλαύσωμεν ἅπαντες τὸν δεσπότην, Ὅπως ἀπῆλθεν ἀφ’ ἡμῶν εἰς ᾍδου τοὺς κευθμῶνας, | |
20 | Καὶ κεῖται καὶ σεσίγηται τὸ φάος τῶν Αὐσόνων, Καὶ νέφος κεῖται ζοφερὸν εἰς πᾶσαν Ῥωμαΐδα, | |
Καὶ κίων κεῖται σιδηροῦς συγκαθελὼν τὰ πάντα· Καὶ τὴν ζωὴν εὐξώμεθα πρὸς μῆκος ἐκταθῆναι Τοῦ βασιλέως τοῦ κλεινοῦ τοῦ φύλακος Αὐσόνων, | ||
25 | Τοῦ κάμνοντος ὑπὲρ ἡμῶν ἐν φιλεργίας πόνοις, Καὶ φοβεροῦ τοῖς καθ’ ἡμῶν ἀγρίως μαινομένοις, Τοῖς δ’ ὑπηκόοις ἱλαροῦ καὶ γαληνοῦ καὶ πρᾴου, Καὶ φιλανθρώπου καὶ χρηστοῦ καὶ πλήρους συμπαθείας, Συντηρουμένου πρὸς θεοῦ βροτῶν ἐπ’ εὐτυχίᾳ. | |
5.19 | Ὅλην ἐμαυτὴν εἴπερ ἐξῆν εἰσφέρειν Ἐκ τῶν στεναγμῶν ἐσφυρηλατημένην Καὶ δακρύων γέμουσαν, ἦν ἄν μοι πρέπον· Ἀλλ’ οὐκ ἔχω πῦρ, οὐδὲ φῶς, οὐδὲ στέαρ, | |
5 | Ἄνερ βασιλεῦ, πάντα γὰρ ἔσβεστό μοι, Καὶ φλὸξ ἀφεγγὴς δαπανᾷ πᾶν ὀστέον· Ἐπεὶ δ’ ἀνασχὼν ὁ γλυκύς μοι φωσφόρος, Καὶ τῷ κράτει βρύουσαν ἀφεὶς αἰθρίαν, Εἶτα παρελθὼν συμφορῶν ἔθου σκότος, | |
10 | Ἰδοὺ κρεμαστὴν ὀργανῶ σοι λυχνίαν· Ἐτύγχανον δ’ ἂν τῆς σοροῦ ταύτης μέρος, Ἂν εἰς λίθου κλάοντος ἐτράπην φύσιν. Ποῦ γὰρ ἔδει ταύτην με λιπεῖν τὴν κλίνην, Παγκόσμιον φῶς καὶ τελευτᾶν ἐσχάτην; | |
15 | Νῦν δὲ καὶ ζῶ καὶ ψυχῆς δίχα πνέω, Καὶ τὸν τοσοῦτον ὄγκον ἀρθέντα στέγω. Οὐρανὲ γῆ θάλασσα πενθήσατέ με· | |
Ποίαν γὰρ ἐγνώκατε δυστυχεστέραν; | ||
5.20(t) | Στίχοι ἰάμβιοι. | |
1 | Σαθρὸν μὲν εὐτύχημα, κούφη τερπνότης, Χρυσὸς πυραυγὴς καὶ ταχύστροφοι θρόνοι. Οὐχ ἵσταται γὰρ ὡς ἐπὶ σφαίρας τρέχον, Λοξὴν δ’ ἀληθῶς ἀνυπόστατον βάσιν | |
5 | Ἄτακτον ἀστήρικτον ὡς ὄναρ ἔχει· Ῥοὴν δ’ ἀναιρεῖ καὶ φθορὰν τούτων λύει· Ἰᾶται δ’ αὖ σύντριμμα καὶ στάσιν φέρει Ὁ νοῦς ἀπαθεῖ ζωγραφούμενος λόγῳ, Ὑφ’ οὗ πτερωθεὶς ἀντιμορφοῖ τὴν φύσιν | |
10 | Πηγνὺς ἐπαίρων εἰς ἀκίνητον στάσιν· Ἐντεῦθεν ἀρχαὶ καὶ στρατευμάτων δρόμοι Φοβοῦσι καὶ τρέπουσιν ἐμβολῆς δίχα· Ὕβριν δὲ δυσκάθεκτον ἐχθρῶν ἐμφύτων Καὶ λύτταν ὀργῆς ἢ παθῶν κτηνωδίαν | |
15 | Ἔμφρων λογισμὸς δουλαγωγεῖ προτρέχων, Πειθοῖ κεραννὺς ἀντιφάρμακον βίαν. Ἀλλ’ ὦ τὸ τερπνὸν τῶν ἐμῶν λόγων ἔαρ, Νευροῖς γὰρ αὐτοὺς φιλοτίμοις ἀκτίσι, Χαίροις λογισμῶν ἀσφαλεστάτη βάσις | |
20 | Ἐν ἀστάτῳ πράγματι καὶ πλήρει σάλου! Ἰδοὺ γὰρ ὀφρῦν καὶ τὰ κέντρα τοῦ τύφου Ῥυθμῷ ταπεινοῖς καὶ περισπᾷς εἰς μέτρον. Ὦ συμπαθὲς φρόνημα καὶ ψυχῆς τόνος Νεύων ὅπου χρὴ καὶ πτερούμενος πάλιν, | |
25 | Πύργωσαι σαυτῷ τὰς ἐπάλξεις ἐκ λόγων, Οἷς τῶν πενιχρῶν ἐξαρθεὶς ὀχημάτων, Νικῶν μὲν ἐχθροὺς ἐκ βολῶν μεταρσίων, Ὁρῶν δὲ φίλους ἐξ ἀπόπτου καρδίας, Σώσεις ἐφεξῆς ἥνπερ ἔσχες εἰκόνα. | |
5.21(t) | Εἰς τὴν τοῦ Ὠριγένους βίβλον. Ἴαμβοι. | |
1 | Εἰ μὲν θέλεις, ἄνθρωπε, θαυμάσειν βίον, Τύχας Ἀλεξάνδροιο καὶ πράξεις ἔχεις. Εἰ νοῦν δ’ ἀτεχνῶς μυστικῶν ἑρμηνέα, Ὠριγένην θαύμασον ὃς τοῦτον ἔχει· | |
5 | Οὗ τῶν λόγων νῦν ἁρμογὴν ὁρᾷς ξένην, Βασιλείου κρίναντος ὡς κρείττους πάνυ. Ὁ γὰρ Σατὰν ἴσχυσε κἀν τούτῳ φθόνος Κἀν τῷ μέρει τέθεικεν (φρικτὸν τῷ λόγῳ) Οὓς ἔσθ’ ὅπου δίδωσιν ἀδόξους βλέπειν· | |
10 | Ἀλλ’ οὗτοι λαμπροὶ τοῦ κρίναντος ἀξίως Ἐκ ῥευμάτων φαίη τις ὀζόντων πλάνης Ῥανίδες ἁγναὶ μυστικῆς εὐωδίας. | |
5.22 | Τῶν Θετταλῶν ἐνταῦθα τὴν πύλην βλέπων Θαύμασε, πιστὲ, καὶ τὸ λουτρὸν προσκύνει· Καὶ γὰρ ἐν αὐτῷ μαρτυρικῶς ἐσφάγη Λόγχαις νυγὲν τὸ σῶμα τοῦ Δημητρίου· | |
5 | Φορεῖ δὲ τὸν χιτῶνα λεντίου τρόπον, ᾯ συγκαθειρχθεὶς τὴν σφαγὴν ἐκαρτέρει. Νῦν οὖν βασιλεύς ἐστιν ὁ στεφανίτης | |
Τῷ τῶν μύρων ἅπαντας ὑσσώπῳ χρίων, Καὶ θαυματουργεῖ πᾶν ἀποσμήχων πάθος | ||
10 | Τοῖς ἐμφύτοις αἵμασιν οἷς ἔτι βρύει· Σὺ δὲ, ψυχὴ, τῷ δεῦρο λούτρῳ φαιδρύνου Τὴν ἰλὺν ἐκπλύνουσα τῶν πεπραγμένων. | |
5.23(t) | Πρὸς νέον παραινετικοί. | |
1 | Θεὸν φοβοῦ, παῖ, καὶ τὸ κακὸν αἰσχύνου· Γονεῖς δὲ τοὺς σοὺς καὶ διδασκάλους τίμα, Καὶ γραμμάτων φρόντιζε καὶ παιδευμάτων· Κρείσσων δὲ τοῦ βλάπτοντος εὐφρόνως γίνου, | |
5 | Καὶ τοῖς πόνοις γύμναζε λαμπρῶς τὴν φύσιν· Ὁ ῥᾴθυμος γὰρ κεκαλυμμένος βίος Λυσιτελὲς δήπουθεν οὐδὲν ἂν φέρῃ. Νέοις δὲ συμβίβαζε σεμνοῖς τὸν τρόπον, Καὶ τοὺς ἀσελγεῖς καὶ φιληδόνους μίσει. | |
10 | Φίλει δὲ τοὺς γέροντας ὡς γονεῖς νέους, Ψεύδους δὲ τοῦ φθείροντος εὐθὺς ἀπέχου, Καὶ τοὺς ἀληθεῖς μᾶλλον ἀγάπα λόγους· Οὕτω γὰρ ἂν ἄριστον ἀρτίσεις βίον, Καὶ τὴν ἀγαθὴν ἐν βραχεῖ σχοίης τύχην. | |
5.24 | Τὸν ἄγγελόν σε τῆς χαρᾶς σπαθηφόρον Ἔγραψεν ὁ ζωγράφος, ὡς οὐ τεχνίτης Ἢ σύμβολον καὶ τοῦτο κακὸν τῇ πόλει· Μετατροπὴν δὲ τοῦ καλοῦ προμηνύει | |
5 | Ἐκ χαρμονικῆς ἀταραξίας ζάλην. Ἔοικεν ὡς δρέπανον ὀργῆς Κυρίου Ἐπιπετασθὲν ταῖς ἐφόρκων οἰκίαις. Ἄνδρες πατοῦντες ὅρκον αἱμάτων δόλῳ, Ἄνδρες πολῖται, Κύριος λέγει τάδε· | |
10 | Ἀποστελῶ θέριστρον εἰς ὑμᾶς μέγα, Καὶ τῶν ἡμερῶν συντεμῶ διαστάσεις. Πρόῤῥισον ἐκκόψατε τὴν ἁμαρτίαν, Μὴ ἐκθερίσω πάντας ὡς ἄγρου χλόην, Πρῶτον βασιλεῖς, δεύτερον πρεσβυτέρους, | |
15 | Ἐξ ὧν προῆλθε σύμπασα κακουργία, Καὶ τρίτον εὐπειθοῦντας εἰς αὐτοὺς ὄχλον. Χρυσοῦν γὰρ οὐ προσῆκε προσκυνεῖν βρέτας, Οὐδ’ ἱερεῦσι συμφρονεῖν τῆς αἰσχύνης. Ποθῶ τὸ πλάσμα, πλὴν παροινοῦσι πλέον· | |
20 | Ποθῶ τὸ πλάσμα, πλὴν παροτρύνειν θέλει. Τὴν ἀγέλην ζητῶ δὲ, πλὴν μακρὰν τρέχει· Φυτηκομῶ τὰ δένδρα τῆς ἀκαρπίας, Καὶ γηπονῶ πλὴν ἀλλὰ καλάμην μόνην. Τί γοῦν τὸ λεῖπον; συντριβὴ, θυμὸς μέγας, | |
25 | Σφαγὴ προβάτων, ἐκκοπὴ τῶν δενδρίων Καὶ καλάμης ἡ καῦσις, ἐσχάτη δίκη. | |
5.25 | Οἰκτρὰ φανήσῃ τῶν Νικαέων πόλις, Ὅταν τὸ διπλοῦν βῆτα, καὶ χάρις φθάσῃ Κρατοῦσα καὶ λύουσα καὶ κρίνουσά σε, Ἧς δάκτυλοι φέρουσι γάμμα καὶ κάππα, | |
5 | Νάρκωσιν ἐμφαίνοντες ἀνδρῶν μαχίμων | |
Καὶ τὸν μαρασμὸν τῶν κύκλῳ σου χαρίτων. | ||
5.26(1t) | Ἕτεροι στίχοι ἡρωϊκοὶ εἰς τὴν αὐτὴν ὑπόθεσιν (i.e. εἰς τὸν | |
2t | ἀνθρώπινον βίον). | |
1 | Ἄνδρες ἐγερσιγέλωτες, ὃσοι βιοπαίγμονι τέφρῃ Ἀνθρακιὴν παθέεσσιν ἀνάπτετε, μίξατε πένθει Χαρμοσύνην ἀγέλαστον, ἐπεὶ μετὰ τόξα γελώτων Θυμοβόρος μελέεσσι κορύσσεται ἀσπιδιώτης. | |
5 | Ἄρεϊ σαρκοχίτωνι κακὴν μὴ τεύχετε νίκην, Νίκην ψυχολέτειραν, ὅθι κρυφίοισι βελέμνοις Ἐς κραδίην ζοφόεντες ὀϊστεύουσι φονῆες. Λήγετε καγχαλόωντες ὀλεθροφόρῳ παρὰ τύφῳ· Ὄγκον ἔχει πίπτοντα καὶ ἐς θρόνον ἐστὶν ὀλίσθου· | |
10 | Ῥεῦμα τύχης ὁρόωντες ἐναντία τέμνετε ῥεῖθρα, Δακρυόεν γελόωντες, ἐπὶ τροχόεντι κυλίνδρῳ, Ἀνδρομέης στροφάλιγγος ὅτι στρεπτῇσι κελεύθοις Ἐκ χθονὸς ὡς ἐγένοντο πάλιν χθόνα μητέρα δύντες, Ὡς αἰεὶ τελέθοντες ἑῆς λελάθοντο γενέθλης· | |
15 | Οὐ δέ τις ἀμπλακίης δνοφερὴν ἀπεκείρατο χαίτην, | |
Οὐδὲ νόον μόρφωσεν ἀπ’ εὐαγέος μελεδώνης, Εἰκόνος ἀρχετύπου θεοσύνθετα μέτρα φυλάξας· Ἀλλὰ νόθοις μελέεσσιν ἀνὴρ ἀνεμάξατο ταῦρον, Οἶκον ἔχων ζοφόεντα βιοπλανέος λαβυρίνθου, | ||
20 | Εἴκονα δὲ βροτέην ἐψεύσατο καὶ φρένα φάτνῃ Πηλογενῆ μεθέηκε καὶ ἀμφικέρωτος ὁμοίην Μορφὴν κτηνομέτωπον ἑῷ παρέμιξε καρήνῳ. Ἀλλ’ ἄγε νῦν, ἀρετὴ, βιοτέρμονος ἄνθεα φύτλης Ἔννεπε πῶς χλοάοντα μαραίνεται οἷά τε χόρτος | |
25 | Οὐτιδανὸν βλάστησε, μινυνθαδίοις δ’ ἐπὶ φύλλοις Οἴχεται ὀξυθέριστα καὶ ἰσχνογένεθλα τακέντα· Οὐδὲ γὰρ ὑπνώοντος ἔχει πλέον, οὐδέ τι κέρδος, Οὐδὲ πάλιν παίζοντος ὅδε χρόνος, ἀλλὰ μεθ’ ἅλμην Φλοισβοπόρου βιότοιο παλίῤῥοον ἔρχεται οἶδμα | |
30 | Ῥεύμασιν ἀνδρομέοισι σάλον θανάτοιο κυλίνδον. Ἔννεπε τίς συνέπηξε καὶ ἥρμοσε χώματι σῶμα, Ὀστέα δὲ σκλήρυνε καὶ ἄτρομα πήξατο βάθρα Σαρκοφόροις δονάκεσσι, καὶ ἐς φλέβας αἷμα λοχεύσας Εἰς ὀχετοὺς ἐτάνυσσεν, ὅπως βιοθρέμμονος ὄμβρου | |
35 | Ἀζαλέοις μελέεσσιν ἐπιστάζουσιν ἐέρσαι· Νεῦρα δὲ τίς ῥίζωσε καὶ ἔμπεδα πάντοθεν ἄρθρα Ἁρμονίῃ συνέδησεν, ὅπως δέμας οἷά τε δένδρον Ἀνδρομέοις προτόνοισιν ἐρείδεται ἔνθα καὶ ἔνθα. Τίς δολιχὸν χολάδεσσι καὶ ἀγκύλον ἔργον ἑλίξας | |
40 | Ἥπατος αἱμοτόκοιο τόνους πυρόεντας ἀνάπτει· Τίς δὲ πάλιν στέρνοιο φυσίζωον ἥδρασε κῶνον Ὁλκοῖς δισσοχίτωσι χέων πυρόεσσαν ἐέρσην· Πνεύμονι γὰρ κραδίη ῥιπίζεται, ὄφρα φυλάξῃ Σύγχθονα σαρκὸς ἄλευρα καὶ ἐκ κροτάφων ἀπερύκοι | |
45 | Καπνὸν ἀνερπύζοντα καὶ αἰθαλόεσσαν ὁμίχλην· Τίς δὲ περὶ γλώσσῃ μὲν ἐπήξατο τεῖχος ὀδόντων, Ὄφρα λόγους προχέουσα λάλον φόρμιγγα σαλεύῃ· Ὄμματα δὲ στίλβωσεν ἐν ὑγροχίτωνι καλύπτρῃ, Φωτοχύτῳ σπινθῆρι σέλας βλεφάροισιν ἀνάψας. | |
5.26(50) | Τίς δὲ νόῳ πτερόεντι ῥάκος παχύκλωστον ὑφήνας Σάρκα φορεῖν ἐπένευσε, βαρυνομένην δὲ σαλεύσας Ψυχὴν πῇ παρέβαψε δρακοντογόνων ἀπὸ λύθρων, Οἷς πάρος ἀνδρολόχευτος ἐβάπτετο δύστοκος Εὖα, Οὓς Μαρίης ἀπέμαξεν ἀπειρογάμοιο λοχείη, | |
55 | Ἀχράντοις σταγόνεσσι καὶ ἀμπλακίης μετὰ γῆρας Ἄσπορον υἷα λόχευσε καὶ ἄσπορον ἥρπασεν Εὔαν. Οὔνεκα γὰρ τοπάροιθε γυνὴ τεκνώσατο λύπας Παρθένος εἰλείθυια μογοστόκον ἔσβεσε λύπην. Ἔννεπέ μοι, βασίλεια, βίου ζοφόεντας ὀνείρους· | |
60 | Πολλάκι γὰρ κνώσσοντα κενοῖς ἰνδάλμασιν ὕπνος Φάσματι κοιρανίης ἀνεμώλιον ἥρπασεν ἄνδρα, Καὶ στρατιὴν ὑπέταξε, καὶ ἄστατον ὄλβον ἀγείρας Σκηπτροφορεῖν παρέπεισεν ἐπὶ πτωχῶν παλαμάων, Ἀγλαΐην ἀνύπαρκτον ἐπὶ κροτάφοισι τανύσσας· | |
65 | Τῷ δὲ μάτην θέλγοντι νόον μελέεσσι χυθέντα Στυγνὴν ἠριγένειαν ἐπίσχεν ὄρθριος ὄρνις· Ἔνθεν ἐμοὶ σκιόεσσα βίου φιλοπαίγμονος αἴγλη Σκηνοχαρὴς δοκέει τύπος, οἷά περ ἄνερες ἄλλοι Παιζόμενοι παίσοντες ἐν εὐτροχάλοισι θεήτροις | |
70 | Ἄνδρα γελωτοκάρηνον ἐνιδρύσαντο θοώκῳ· Χλαίνῃ μὲν σχεδίῃ περιλαμπέα, παιζόμενον δὲ, Ὄλβῳ ἐπ’ ὀθνείῳ πενίην ὅτι δόξε καλύπτειν· Τόν ῥα γέλως μόρφωσε βίου φορέοντα καλύπτρην, Ὄλβιον ὑψικάρηνον ἕως μόνον ἕζετο παίσων | |
75 | Ἀγλαΐην βιότοιο, κενῷ δ’ ἐπετέρπετο θώκῳ, Ὃς ψαλίσιν τοπάροιθε τεμὼν ἀπεκείρατο χαίτην· Ὃν δὲ νόον προέκερσεν ἀναιδέος εἵνεκα λύσσης· Πολλάκι γὰρ κλέπτουσι τύχης ψυχάρπαγες ὄγκοι Θελξινόοις παγίδεσσι καὶ ἀκρατὲς ἅμμα βαλόντες, | |
80 | Γυμνὸν ἐχεφροσύνης πεπεδημένον ἥρπασεν ἄνδρα. | |
Εἰ δέ τις εὐσεβίης θεοβενθέος ἔδρακεν ὅρκους, Ἵσταται ἐν πελάγεσσι, καὶ ἐς βυθὸν ἴχνος ἐρείδει, Οὐ τρομέων ζοφόεντας ἀεὶ πνείοντας ἀήτας· Ταῦτα γὰρ ἠΰτ’ ὄναρ τὸν ἐμὸν βίον, οἷά περ αὔρη, | ||
85 | Κύμασιν ἀνδρομέοις περικίδναται ἔνθα καὶ ἔνθα, Ἢ βιότῳ παίζοντι συνίπταται ἅλματι κούφῳ, Ὕπνῳ ὀλισθήσαντα, συνεκλείψαντα θεήτρῳ, Πομφόλυγος στροφάλιγγι πανείκελα τῇ παρὰ κέντρον Ὀμβροτόκου ψεκάδος παρανίσταται ἄστατον ὕψος, | |
90 | Καὶ πάλιν αὐτοκύλιστον ἀπέρχεαι ἔνθεν ἀνῆλθεν. | |
5.27(t) | Νουθετικοί. | |
1 | Ἔχε πρὸ πάντων τὸν θεοῦ φόβον, ξένε· Ἢν ἀγαπητοὺς τοὺς λόγους κρίνῃς ἄρα, Νυκτὸς νοητῆς ἐνθυμούμενος ζόφον, Ἑαυτὸν ἐκ γῆς τῶν παθῶν ἐκσπῶν φέρε. | |
5 | Ῥήσει σοφῶν ῥώννυε ῥᾷστα σὸν κέαρ. Ἅγνιζε σαυτὸν, ἀνάγου πρὸς αἰθέρα· Σταίη γὰρ οὕτω σὺν σοφοῖς τὸ σὸν λάχος. Σώφρων βίωσκε, καὶ τὸ σὸν φρούρει δέμας. Ὕδρευσον, υἱὲ, νουνεχῶς ὕδωρ λόγου. | |
10 | Ἀφεὶς ἅπαντα γῆς μελουργῶν ᾄσματα, Ἲς ἰσχυρὰ, κραύγασον, ἐξ ὕψους ἴθι | |
Εἰς γλῶσσαν, ὡς μέλποιμι τῷ πλάσαντί με. | ||
5.28(t) | Κατὰ φθονούντων. | |
1 | Οὐκ ἔστιν ἡμῖν ἰνὸς ἴχνος ἐν βίῳ, Οὐ χεῖρες εἰς ἄμυναν· ὢ δεινοῦ πάθους! Ὡς ἂν τὰ μισάνθρωπα κέντρα τοῦ φθόνου Ἑλὼν ἀράξω χερσὶν ἁδραῖς ἀσχέτοις, | |
5 | Καὶ τοὺς κότον τρέφοντας ἐν ψυχῇ μέσῃ Ἀειφυγίᾳ ζημιώσω καὶ πλάνῃ. Υἱοὶ σκότους γάρ εἰσιν, ὡς υἱοὶ πλάνης, Καὶ τῆς ἐκεῖθεν ἀορασίας ὅλοι. Νῦν δ’ ἰαταταὶ, καὶ γὰρ ἀδρανῶς ἔχω, | |
10 | Κἂν οὖν κατ’ αὐτῶν ἐξοπλιῶ τὸ στόμα, Ὡς λοιδοριῶ τὴν μισάγαθον νόσον· Οὕτω γὰρ ἴσως νοῦς ἐμὸς παυθῇ πάθους. | |
5.29(t) | Εἰς τὰς ιβʹ ἑορτὰς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. | |
1 | Εὐαγγελισμὸς, γέννα, κλήσεως θέσις, Χεὶρ Συμεὼν, βάπτισμα, φῶς Θαβωρίου, Λάσαρος ἐκ γῆς, βάϊα, σταυροῦ ξύλον, Ἔγερσις, ἄρσις, Πνεύματος παρουσία. | |
5 | Τὸ χαῖρε, παῦλα τῆς παλαιγόνου λύπης. Ἡ γέννα, τύπος πλάσεως τῆς δευτέρας. Ἡ κλῆσις, εἰκόνισμα τῆς σωτηρίας. | |
Ἡ Συμεὼν χεὶρ, δεῖγμα τοῦ γραπτοῦ νόμου. Ἡ βάπτισις, κάθαρσις ἀνθρώπων ῥύπου. | ||
10 | Τὸ τοῦ Θαβὼρ φῶς, τῆς ἐμῆς νυκτὸς λύσις. Ὁ Λάσαρος, φροίμιον αἴσχους θανάτου. Ψυχῶν ἔαρος σύμβολον, τὰ βάϊα. Ἁμαρτίας σταύρωμα, τὸ σταυροῦ ξύλον. Θανὴ θανῆς ἔγερσις ἡ τοῦ κυρίου. | |
15 | Ἄρσις πεσόντων, ἄρσις ἡ τοῦ δεσπότου. Τὸ Πνεῦμα, τέρμα τῆς ἐμῆς σωτηρίας. | |
5.30(1t) | Τοῦ Φιλῆ εἰς τὸν καταπαθῆ μοναχὸν λωβὸν τὸν κείμενον | |
2t | ἐν τῇ Πηγῇ. | |
1 | Τὸ σῶμα τοῦτο, κλῆμα τοῦ θνητοῦ γένους, Ὃ βλαστὸν ἐξήνεγκεν εὐχαριστίας, Ῥιζῶν ἀγαθῶν εὐτυχῆσαν ἰκμάδας. Ἐκτέμνεται γὰρ τῶν μελῶν τὰς ἀκρίδας | |
5 | Ἀκμαῖς ὀδυνῶν τμητικῆς λώβης, ξένε, Καὶ ταῖς ὀρυγαῖς ἐνσκαφὲν τῶν τραυμάτων, Καὶ κατασαπὲν τῆς νομῆς τῇ κοπρίᾳ, Καὶ ζῶν ἀμυδρῶς καὶ ψυχῆς ἴσχον ζέσιν, Καθ’ ἧς ὁ χειμὼν οὐκ ἐπῆλθε τῆς νόσου, | |
10 | Εἰς τὴν ἀληθῆ κατέμεινεν ἄμπελον, | |
Τῇ γῇ δὲ χωσθὲν ὑπερανθήσει πάλιν, Ὡς ἂν ὁ καρπὸς ἐκφυῇ τῆς ἐλπίδος. Ἢ φυτὸν ἦν ἔνικμον εἰς ὥρας ἔαρ Καὶ φυλλομανοῦν τῇ χλιδῇ τῶν πραγμάτων, | ||
15 | Οὗ τοὺς περιττοὺς ἐξεκάθηρε κλάδους Τὴν ῥίζαν ἀφεὶς τῆς ψυχῆς ὁ δεσπότης· Καὶ νῦν μαλακὴν ἀμφιέννυται σκέπην, Μεταφυτευθὲν οὗπερ ἀνθοῦν οὐ φθίνει. Ὦ πύργος ἑστὼς πρὸς τὰ ῥεῖθρα τῆς νόσου | |
20 | Καὶ μὴ κλονηθεὶς ταῖς πνοαῖς τοῦ κινδύνου! Ὦ πέτρα μὴ θρυβεῖσα τὴν ἔνδον βάσιν, Καθάπερ ἁδροῖς ἐγκοπεῦσι τοῖς πόνοις! Ὦ νοῦς πλατυνθεὶς ἐν στενῷ τοῦ σαρκίου, Καὶ μὴ χαλασθεὶς μηδ’ ἀμείψας τὸν τόνον! | |
25 | Οἷος μαχητὴς ὑπὸ τὸν χοῦν ἐκρύβη Κτείνας τὸν ἐχθρὸν τῆς νόσου τῇ μαστίγι! Νῦν οὗτος ἀνήρ· τὸν γὰρ ἔμπροσθεν χρόνον Ἄσημον ἦν δήπουθεν ἐμπνέον τέρας. Πῶς; ἵνα φανῇ πνευματικὸς ὀκτάπους | |
30 | Ἐν τοῖς θεοῦ κρίμασι τὴν νῆξιν φέρων, Προὔθηκε πᾶν ἕτοιμον εἰς λώβην μέλος, Μὴ παρασυρῇ τῶν παθῶν τῇ προσχύσει. Πῶς ἐν περιτμήμασιν ἀκρωτηρίων Ἀνεῖλε βαλὼν τὸν Σατὰν τὸν αὐθάδη! | |
35 | Μᾶλλον δὲ πῶς ἔθυσε τὴν ζῶσαν πλάσιν | |
Τῷ δημιουργῷ τὸν δριμὺν σπείσας πόνον, Μὴ χοιρὸς ἐλθὼν συμπατήσῃ μαργάρους Ἔμπνους ἐκεῖνος, οὗτος ἀρετῆς τύπος Καὶ μαρτυρικὸς ἀνδριὰς, ὁ γεννάδας | ||
40 | Ἄχειρ παλαιστὴς καὶ στεφανίτης ἄπους, Ὀφθαλμὸς ὀξύτατος, ὀμμάτων δίχα, Νεκρός τε καὶ ζῶν καὶ ῥινότμητος γίγας, Καὶ νυμφίος κάλλιστος, οὐκ ἐκ παστάδος Ἀλλὰ χθαμαλῆς καὶ στενῆς τινος κλίνης, | |
45 | Ἰχῶρσι καὶ μώλωψι καὶ σήψει βρύων. Ἵνα δὲ σαφῶς ὀργανώσω τὸν μέγαν, Λείψανον ἦν σώματος ἢ κρεάδιον, Ὃ δὴ καταλέλοιπεν ἡ νόσος μόλις, Κόρον τρυφῆς λαβοῦσα, μὴ κάμῃ πλέον, | |
5.30(50) | Ἢ σπόγγος ἀργὸς ταῖς ὀπαῖς παραπνέων. Ἀλλ’ εἶχε λαλοῦν τὴν θεοῦ δόξαν μέλος, Σοφῶς ἐπαινῶν τοῖς παροῦσι τοὺς πόνους· Ὡς ἂν μάθῃς, ἄνθρωπε, τὰς λύπας φέρειν, Καὶ μὴ ῥᾳθυμεῖν ἀγνοῶν τὸ συμφέρον, | |
55 | Κἂν μακρὸς ἐκτρίβῃ σε τοῖς πόνοις χρόνος. Νυνὶ γὰρ αὐτὸς ἐκδραμὼν τοῦ λειψάνου, Μετὰ χρόνον δή τινα συχνὸν τῆς νόσου Τοῖς ἀγγέλοις σύνεστι, φῶς ἄλλο βλέπων, Εἰς γῆν ἁπαλὴν καὶ διάβροχον πόαν, | |
60 | Ἔνθα τρυγᾷ τὰ δένδρα τῆς ἀφθαρσίας. | |
Ἴσως τι καινὸν καὶ γραφῆς πέρι λέγεις· Ἀλλ’ ἰσχνοφωνεῖς ὑπὸ τῆς λώβης πάλιν, Πλὴν εὐχαριστεῖς· εἰ δὲ σιγᾷς, οὐ ξένον· Τοὺς γὰρ πόνους ἔμαθες εὐψύχως φέρειν. | ||
5.31(t) | Τοῦ αὐτοῦ εἰς τὸν αὐτοκράτορα βασιλέα. | |
1 | Ἀσύγκριτος εἶ, βασιλεῦ, σιγάτωσαν οἱ λόγοι· Ἀνείκαστος τὴν φρόνησιν, ἐῤῥέτωσαν οἱ κρότοι. Σὺ μὲν γὰρ φῶς ἀπὸ φωτὸς τοῦ πρώτου χρηματίσας, Τῷ δραστικῷ σου τῆς ψυχῆς τὰ φῶτα προσλαμβάνεις. | |
5 | Ἡμεῖς δὲ τὰς ἐλλάμψεις σοῦ κυκλοῦμεν καὶ βομβοῦμεν, Ὥσπερ ἐμπίδες ἀδρανεῖς καὶ κώνωπες καὶ κνῖπες, Καὶ καταβαπτιζόμεθα τῶν ἔργων σοῦ τῇ χύσει, Ὡς βυθοδρόμοι καὶ δειλαὶ καὶ φίλυδροι διψάδες. Ποῦ γὰρ ἐντάσεις καὶ ῥυθμοὶ καὶ μέτρα καὶ συνθῆκαι; | |
10 | Ποῦ δὲ κομψαὶ περιβολαὶ καὶ βάσεις καὶ δεινότης, Ἢ κίνησις ἢ δύναμις ἢ πῆξις ἢ γοργότης; Ταῦτά σοι πάντα καθαρῶς ὑποχωρεῖ καὶ τρέμει, Καὶ φεύγει σοῦ τὸ μέγεθος ἡ θάλασσα τῶν λόγων, Καὶ γίνεται παλίνδρομος ὁ ποταμὸς τῶν κρότων· | |
15 | Τὴν γὰρ τῆς τέχνης ἐμβολὴν ἀμβλύνει σου τὸ κράτος, Ὅπερ ὡς πῦρ καὶ δαπανᾷ τὴν ὕλην τῶν ἐπαίνων. Ἐγὼ δὲ φρίττω συσταλεὶς ὑπὸ τῆς ἀγωνίας. Τίς γὰρ ἂν δύναιτο μετρεῖν τὰ πλήθη τῶν ἀστέρων; Τίς δὲ κυμάτων συνεχῶν ἀλλ’ ἐπ’ ἀλλήλους χύσεις; | |
20 | Τίς δὲ καὶ φύλλων μερισμοὺς, τῆς βλάστης ἐκκυψάσης | |
Μετὰ χειμῶνα καὶ κρυμὸν καὶ γνόφον καὶ νεφέλας. Ὅλος εἶ φῶς μετὰ σαρκὸς καὶ τέρψις καὶ φαιδρότης· Ὅλος εἶ νοῦς βασιλικὸς καὶ γνῶσις καὶ πυκνότης Καὶ θαυμαστή τις ἔκπληξις καὶ τέρας ἐν ἀνθρώποις. | ||
25 | Πάντα σοῦ γὰρ ὑπέρκειται, πάντα σοῦ πάντη ξένα· Τὸ κάλλος ὑπὲρ ἄνθρωπον, ὁ λόγος ὑπὲρ λόγον, Αἱ πράξεις ἀνυπέρβλητοι. Τίς ὁ τῆς γλώττης κτύπος! Εἰ γὰρ ἐχρῆν ἐπὶ τῆς γῆς φύσιν ἐλθεῖν ἀγγέλου Καὶ μετὰ σώματος ἡμῖν ὀφθῆναι τοῖς ἀνθρώποις, | |
30 | Οὐκ ἦν ἂν κρείττων, βασιλεῦ, τοῦ παραστήματός σου. Εἰ δέ τις βούλοιτο μαθεῖν καὶ τὸν Ἀδὰμ τὸν πρῶτον, Ὁποῖος ἦν πρὸ τῆς ἀρᾶς, ἰδέτω σου τὴν φύσιν. Ὥστε, κἂν ἦν σοι δυνατὸν συμβαίνειν τοὺς ἐπαίνους, Πρᾶξις ἄν σοι, βασιλεῦ, τοῦτο τῆς γλώττης μόνης | |
35 | Καὶ τῆς φωνῆς τῆς ὑψηλῆς καὶ τῆς μεγαλονοίας. Καὶ γὰρ οὐκ ἔῤῥηξας ἡμῖν τῇ ῥάβδῳ τῆς ἰσχύος Τὴν τῶν πραγμάτων θάλασσαν καὶ τὸν βυθὸν τοῦ κράτους, Ἵνα φυγὰς ἀνασωθῇ μὴ κυβιστήσας δῆμος; Μὴ τῆς Μεῤῥᾶς τῆς κοσμικῆς οὐκ ἤμειψας τὴν ῥύσιν, | |
40 | Τὸν Ἰσραὴλ τὸν δεύτερον ἰθύνων καὶ λιπαίνων; Μὴ τῶν ἐθνῶν τὸν ποταμὸν οὐκ ἔφθης ἐξικμάσας, Τῆς τῶν φρενῶν σου μηλωτῆς θαυματουργεῖος χύσιν, Τίς σου τὸ κράτος, βασιλεῦ, τὸ μέγα μὴ θαυμάσει; Τίς τὴν κρατίστην καὶ φρικτὴν ἀπὸ τῶν ἔργων φύσιν; | |
45 | Οἱ μὲν γὰρ ἄλλοι βασιλεῖς ἐκ τῶν προγεγονότων, Σὺ δὲ σαυτὸν ἀπὸ σαυτοῦ σεμνύνεις καὶ λαμπρύνεις. Οὐκ ἔστι κόρος οὐδαμοῦ τῶν κατὰ σὲ τοῖς λόγοις· | |
Ὦ ποταμὲ καὶ θάλασσα πραγμάτων ἀποῤῥήτων! Οὐδὲ γὰρ τὸν ἱμάντα σοῦ δύναται νοῦς τις λύειν, | ||
5.31(50) | ᾯ τὰς λαβὰς τῶν τῆς ἀρχῆς πεδίλων ὑπανέχεις. Ἀσύγκριτος εἶ, βασιλεῦ, συγγίνωσκε τοῖς λόγοις. Εἰς γὰρ τὴν ἅλω τῶν κοινῶν καὶ καθ’ ἡμᾶς πραγμάτων Τὰς ἀχυρώδεις τῶν ἐχθρῶν ἀπολικμήσας φύσιν, Μόνους ἀφῆκας τοὺς καρποὺς τῆς αὐτοκρατορίας | |
55 | Εἰς τὸν σιτῶνα τῆς ψυχῆς ἐντεθησαυρισμένους· Καὶ τοὺς ἀκάρπους καὶ τραχεῖς καὶ φαύλους καὶ δενδρώδεις, Ὡς ἐν ἀξίνῃ καθαιρεῖς τῇ τοῦ μηροῦ σου σπάθῃ. Ὦ πῶς, ὁ μεγαλόνικος τὴν τύχην αὐτοκράτωρ, Ἐπλήρωσας τὰς φάρυγγας τῶν ὑποτεταγμένων, | |
60 | Καὶ τοὺς βουνοὺς τῶν δυσμενῶν καθεῖλες ὑποσπάσας, Καὶ τὰς ἐρήμους καὶ στυγνὰς καὶ παραβόλους χώρας Ἀθρήσας παρεσκεύασας ὑπὲρ ἀγροὺς εὐδρόσους! Ὦ πῶς, ὁ μέγας βασιλεὺς, τῶν λόγων περιγίνῃ! Μὴ γὰρ ἐσθῆτες φεραυγεῖς τὸ κράτος σου κοσμοῦσι, | |
65 | Μὴ λίθοι καὶ στρατεύματα καὶ χρήματα καὶ νίκαι; Ναὶ μὴν καὶ ταῦτα περισσά· τίς γὰρ ὡς σὺ τὴν τύχην; Ἀλλὰ χαρακτήριζε τῶν φαινομένων μᾶλλον Ἡ φρόνησις καὶ σύνεσις, ἡ τῆς ψυχῆς ἀνδρεία, Ἡ θέμις, ἡ κατάστασις, τὸ χῦμα τῆς καρδίας. | |
70 | Ἀσύγκριτος εἶ, βασιλεῦ, μάτην ἴσχω τῶν λόγων. Μόνος γὰρ ὤφθης ἀριστεὺς, μόνος ἐφάνης ἥρως | |
Καὶ γίγας ἀπροσμάχητος πρὸς τοὺς ὑπεναντίους, Καὶ μόνος τὸν προπάτορα μετὰ τὸν χρίσαντά σε Τοῖς οἴκοθεν χαρίσμασι λαμπρῶς ἀν..... | ||
75 | Ἀσύγκριτος εἶ, βασιλεῦ, τίς ὑποστήσεταί σε; Χαιρέτω σύμπας οὐρανὸς, ὅτι σε κάτω πε..... Χαιρέτω γῆ καὶ θάλασσα· σὺ γὰρ αὐτῶν ἡγήσω. Τί μὴ τὰ πάντα συλλαβὼν ἐν ἐπιτά..... Ὡς λύχνος μέγας ἀναφθεὶς ἀπὸ τῶν πρώτων φώτων | |
80 | Ἐξ οὐρανῶν ἐπὶ τὴν γῆν ἐπέμ... αὐτο..... Καὶ πάντα γνόφον καὶ κρυμὸν ἐξαίρων τῶν πραγμάτων Πάντας φωτίζεις δαψιλῶς καὶ θάλπεις καὶ φ..... Καὶ φῶς ἀναβαλλόμενος ἀντὶ λαμπρᾶς ἐσθῆτος Ὅλην τὴν γῆν κατακοσμεῖς, ὅλην .π..... | |
85 | Ἀλλὰ βαπτίσαις, βασιλεῦ, τῷ λύθρῳ τῶν βαρβάρων Τὴν ἤπειρον, τὴν θάλασσαν, τὰς λόχμας, τὰ..... Τὸν νότον ἅμα τῷ βοῤῥᾷ, τὸν ὄρθρον, τὴν ἑσπέραν· Πλατύναις τὰ σχοινίσματα τῆς αὐτοκρατορίας, Αὐξήσαις χύδην τὸ χρυσοῦν ἐπὶ τοῦ θρόνου γένος, | |
90 | Ἐκ τοῦ παρέδρου γέροντας ἄλλους παρέδρους..... Καὶ πάλιν ἄλλους ἐξ αὐτῶν καὶ πάλιν ὁμοθρόνους, Εἰς ἄπειρον, εἰς ἄμετρον προβεβηκότας..... Καὶ ζώοις ὑπὲρ ἄνθρωπον καθάπερ ὁ Θεσβίτης | |
Ἵν’ ἅμα τούτῳ προσλαβὼν καὶ τὸν ἐκ..... | ||
95 | Προσμαρτυρήσῃς τῷ Χριστῷ τὸ κατὰ πάντα κράτος Ναὶ γένοιτο, παμβασιλεῦ, ναὶ γένοιτο ..... Ὁδηγητρίας τῆς ἁγνῆς μεσιτευούσης κόρης· Ἐφ’ ᾗ τυγχάνει πεποιθὼς, ἐφ’ ᾗ καὶ βασιλεύει Καὶ τὰς ἐλπίδας ὁ κρατῶν σαλεύει καὶ πηγνύει. | |
5.31(100) | Ἀσύγκριτος εἶ, βασιλεῦ, σιγάτωσαν οἱ λόγοι. | |
5.32(1t) | Εἰς τοὺς τρεῖς μεγάλους μάρτυρας, Θεόδωρον, Δημήτριον | |
2t | καὶ Γεώργιον. | |
1 | Δρακοντοφόντης, γοργόπους, μυροβλύτης, Ἐκ τῆς ἑῴας ὁ γλυκὺς στρατηλάτης· Τῆς γὰρ νοητῆς τέκνον ἐστὶν ἡμέρας· Ἐξ εὐχαρίτων ἡ Θεοδώρου χάρις, | |
5 | Μήτηρ γὰρ εὐκτῶν τῶν θεοῦ δωρημάτων. | |
5.33(1t) | Τοῦ Φιλῆ πρὸς τὸν αὐτοκράτορα, ὅτε ἐπὶ χρονογραφίᾳ | |
2t | μεταβληθεὶς ἀπῃτήθη ὅρκον περὶ ἀσφαλείας. | |
1 | Μαρτύρομαι τὸν ὄντα καὶ πρὸ τῶν χρόνων, Τὸν δημιουργὸν, Αὐσονάρχα, τῶν χρόνων, Οὗ τὸν μέγαν κυκλοῦσιν ἄγγελοι θρόνον, Ὃς οὐρανὸν τοσοῦτον ἐξέτεινέ μοι, | |
5 | Καὶ γῆς βάσιν ἄβατον ἐστήριξέ μοι, Καὶ πνεῦμα καὶ πῦρ ἐζυγοστάτησέ μοι, Ὃς τῶν ὑδάτων τὴν φύσιν συνήγαγεν, Ὃς οἶδε μετρεῖν τοὺς τοσούτους ἀστέρας, Ὃς τήνδε τὴν γῆν καὶ κλονεῖ καὶ πηγνύει, | |
10 | Ὃς κρίνα κοσμεῖ καὶ χλοάζουσαν πόαν, Ὃς δημιουργεῖ καὶ ψυχῶν ζωσῶν γένη· Καὶ γὰρ κατοῦχον τὸν γενάρχην δεικνύει, Ψυχὴν λογικὴν ἐκφυτεύσας τῇ πλάσει· Ὃς τῆς Ἐδὲμ τὸν κῆπον εἰργάσατό μοι, | |
15 | Καὶ τῆς τιμῆς τὸν ὄγκον ἐγνώρισέ μοι, Καὶ τοῦ ξύλου τὴν γεῦσιν ἀπείρηκέ μοι· Ὃς τὴν πονηρὰν τῆς προμήτορος πλάνην Εὐσπλαγχνίας κρίμασιν ἀῤῥήτοις λύει, Διδοὺς τὸν υἱὸν ἀντὶ λύτρου τῇ κτίσει, | |
20 | Ἐξ ἁγίου Πνεύματος ὠργανωμένον Καὶ παρθενικῶν, ἄτερ ἀνδρὸς, αἱμάτων Εἰς τὴν ἀληθῆ σάρκα τῆς μετουσίας, Καὶ πλὴν τρίτης τηροῦντα τὴν πρώτην φύσιν· Τοῦ σοῦ κατειπεῖν οὐκ ἐτόλμησα κράτους· | |
25 | Οὐ μὰ τὸ φῶς ἐκεῖνο τῆς ἀφθαρσίας· Εὐνούστατον δὲ καὶ διάπυρον πόθον, Ὡς οἰκέτης ἄμεμπτος, εἰσήνεγκά σοι Καὶ γλῶσσαν αὐτὴν καὶ γραφὰς ἡμετέρας, Ὡς ἂν διελθεῖν πανταχοῦ γῆς ἰσχύσῃς | |
30 | Ταῖς τοῦ λόγου πτέρυξιν τὸν πάντα χρόνον, Καὶ γνῶ τὸ μέλλον ἅπαν ἀνθρώπων γένος, | |
Ὁποῖον εἶδεν Αὐσονάρχην ἥλιος. | ||
5.34(t) | Εἰς ἐγκόλπιον τοῦ σταυροῦ. Ἐμμανουήλου τοῦ Φιλῆ. | |
1 | Ἐν αἰχμαλωσίᾳ σε τὸν φύλακά μου Ῥύστην πάλιν εὕροιμι καὶ φρουρὸν μέγαν. Χριστὸς γὰρ αὐτὸς χεῖρας ἐν σοὶ τανύσας Τὴν τῶν ψυχῶν ἔλυσεν αἰχμαλωσίαν. | |
5.35(t) | Εἰς τὸν ἅγιον Ἰωάννην τὸν Χρυσόστομον. | |
1 | Νῦν μὲν σιωπᾷς ὑπὸ τῆς ἀσιτίας· Ἀεὶ δὲ λαλεῖς ἀπὸ τῶν βίβλων, μάκαρ. Ἡ γὰρ χάρις πόῤῥωθεν ἐστόμωσέ σε, Κώδωνα χαλκεύσασα λαμπρὸν τῇ κτίσει. | |
535a(t) | a. Τοῦ αὐτοῦ. | |
1 | Ἡ σὴ κεφαλὴ ζῶσα μὲν τέως, μάκαρ, Πηγὰς λογικὰς τοῖς βροτοῖς ἀνεστόμει. Νυνὶ δὲ πιστοῖς ἐξ ἐνίκμων ὀστέων Τεραστίων θάλασσαν ἡδίστην χέει. | |
5.36(t) | Εἰς εἰκόνα τῆς Πηγῆς. | |
1 | Ζωῆς ἐγὼ βλέπων σε πηγὴν, παρθένε, Πᾶσαν φλόγα σβεννύεις παντὸς κινδύνου. Σὺ γὰρ ἀναψύχεις με τοῖς τεραστίοις Ἀφθαρσίας φέρουσα τοῖς κόλποις φλέβα. | |
5.37(t) | Εἰς τὸν Ἀβραὰμ ξενίζοντα τὴν ἁγίαν τριάδα. | |
1 | Τί ταῦτα ποιεῖς; βουθυτεῖς, Ἀβρὰμ γέρον; Οὔκ· ἀλλὰ δεῖπνον καὶ τράπεζαν ἀρτύω. Ὁ δαιτυμὼν τίς, ᾧ τὸ δεῖπνον ἀρτύεις; Ἡ τριὰς αὕτη. Καὶ θεὸς βοῦν ἐσθίει; | |
5 | Οὐ γὰρ ἐρευνῶ τοὺς ἀποῤῥήτους λόγους. Ὡς ὑπέρευγε τοῦ φιλοξένου βίου· Καρπὸν γὰρ ἀμφοῖν, καρπὸν ὀσφύος θύεις | |
5.38(t) | Preces ad Spiritum Sanctum. | |
1 | Τὸ Πνεῦμα τὸ ζῶν, ἡ θεόδροσος χύσις, Ἡ καινοποιὸς καὶ παράκλητος χάρις, Τὸ ζωτικὸν φῶς, ἡ πνοὴ τῶν ἀγγέλων, Ἡ τῶν ἀγαθῶν ἄφθονος χορηγία, | |
5 | Τὸ δημιουργὸν τῶνδε τῶν ὁρωμένων Καὶ συστατικὸν τῶν ἀφανῶν κτισμάτων, Ἡ πάνσοφος δύναμις, ἡ καινὴ δόσις, Τὸ τῶν ἐπιστημῶν τε καὶ τεχνῶ κράτος, Ἐν ᾧ πνέω, ζῶ, φθέγγομαι, χαίρω, γράφω, | |
10 | Μένοις μεθ’ ἡμῶν πανταχοῦ πάντα χρόνον. | |
5.39(t) | Τοῦ Φιλῆ εἰς τὸν Παχυμέρη ἐπιτάφιος. | |
1 | Ἄλλον μὲν ἄνδρα ζωγραφεῖν ἴσως θέλων, Καὶ τῷ θεατῇ γειτνιῶντι δεικνύειν Ἐκεῖνον αὐτὸν ἐν σορῷ κεκρυμμένον, Συνηγόρους ἂν εἶχον εὐθὺς τοὺς λόγους, | |
5 | Ὡς καὶ πνοῆς κιρνῶντας ἰσχὺν τοῖς τύποις· Ἐπεὶ δὲ σοῦ θανόντος, ὦ διδάσκαλε, Δοκοῦσι νεκραὶ τῶν λόγων αἱ χάριτες, Δέδοικα μὴ δύσφραστον εἰσοίσω κρότον Ἀνδρὶ σοφιστῇ καὶ παθῶν ἐλευθέρῳ. | |
10 | Πλὴν εἰ περιὼν ἐξ ἀτύφου καρδίας Καὶ τῶν ἀμαθῶν ταῖς γραφαῖς ἐπεκρότεις, Ὡς ἂν ἔχοι πρόθυμον ἡ φύσις δρόμον, Νῦν τάφον οἰκῶν καὶ σιγῆς λίθον στέγων, Καὶ βιβλίων ἔρημον εὑρὼν πυθμένα, | |
15 | Πῶς ἂν παρ’ οὐδὲν τοὺς ἐμοὺς ἄγοις λόγους, Καὶ ταῦτα μικροῦ σὴν τελευτῶντας χάριν; Ἀλλ’, ὦ πόλεις, πενθεῖτε κοινῇ τοὺς νόμους. Ὁ γὰρ παρ’ ἡμῖν εὐσεβὴς Δημοσθένης Τῆς ῥητορικῆς οὐ σκαλεύει τὴν φλόγα. | |
20 | Μὴ χερσὸς ὀφθεὶς τῶν δικαστῶν ὁ θρόνος Ἔγκεντρον ἐνδίδωσι λημμάτων βάτον; Ὅμηρε, πῶς τοσοῦτον ἠρεμεῖς χρόνον, Ἰλιάδα γράφειν σε δευτέραν δέον Καὶ τὴν παλαιὰν δυσπραγοῦσαν δακρύειν; | |
25 | Εἰ μὴ γὰρ ἦν ἐκεῖνος ἐν διδασκάλοις Ὁ νῦν σιωπῶν καὶ καθεύδων ἐν τάφῳ, Τίς ἂν τὸ βαθὺ τῆς πλοκῆς λύσας νέφος Ἀνῆκε λαμπρὰν τῆς γραφῆς τὴν αἰθρίαν; Νῦν καὶ σὺ νῦν τέθνηκας, ὦ γέρων Πλάτων· | |
30 | Οὐ γὰρ μετεμψύχωσις, οὐδὲ Σωκράτης, Γλώττης δὲ ταυτότης σε καὶ τέχνης κράτος Ἔμπνουν καθαρῶς ὠργάνουν τῷ κειμένῳ. Ἀριστότελες, ἆρα κομπάζεις ἔτι; Καὶ μὴν κρυβῆναι δεῖ σε καὶ σιγὴν ἄγειν, | |
35 | Κλείσαντα σαυτοῦ δυστυχῶς τὰ βιβλία. Ὁ γὰρ κατὰ σὲ τεχνικὸς διδάσκαλος Ἄριστον ἐκτήσατο καὶ φίλον τέλος Ἀναλυτικῶς ἐκδοθεὶς τοῖς πατράσι. Ῥώμη νέα, στέναζε καὶ θρήνους πλέκε· | |
40 | Τῶν γὰρ λόγων ὁ κόσμος εἰς γῆν ἐκρύβη. Πλὴν εἰ πάλιν αἴσθησιν εἰς λόγους ἔχεις, | |
Παχυμέρη, πρόελθε, καὶ λογογράφει, Καὶ τοὺς τὰ μαθήματα συνθέντας νίκα, Καινὰς ἐπ’ αὐτοῖς ἐκδιδάσκων εὑρέσεις. | ||
45 | Ἵνα δὲ τὰ πρέποντα συλλήβδην φράσω, Ὁ σύλλογος πᾶς τῶν σοφῶν κόπτεσθέ μοι. Ἡ γὰρ κιβωτὸς τῶν καθ’ ὑμᾶς βιβλίων Εἰς τὴν κιβωτὸν τῆς φθορᾶς ἀνετράπη. Δικαιοφύλαξ, εἰ μέτεστί σοι πάλιν | |
5.39(50) | Θεσμῶν φυλακῆς καὶ βραβεύεις ταῖς δίκαις, Θέσπιζε, δογμάτιζε, τὰς στάσεις λύε, Τὴν ἀπροσωπόληπτον ἐξάγων κρίσιν· Ζῆλος γὰρ ὁ πρὶν οὐ συναπέθανέ σοι. Ἆρ’ οὐχὶ καὶ ζῶν τὴν τελευτὴν ἐσκόπεις, | |
55 | Καὶ τόνδε καλῶς ἐτραγῴδεις τὸν βίον; Ὦ κύκνε λευκὲ τῇ πτερώσει τοῦ χρόνου, Ἐκεῖνο τοῦτο καὶ τοσούτων φεῦ! πόνων Τὸν τοῦ τέλους τρίπηχυν ἀνθείλου τάφον. Ὦ γλῶσσα δεινὴ, καὶ γραφῶν θείων στόμα, | |
60 | Καὶ νοῦ καθαρὲ, ποῦ ποτ’ ἐκρύβης; λέγε. „Ἰδὼν ἔγωγε“ φησὶ, „τὸν θνητὸν βίον Ὡς ἔστιν οὐδὲν ἢ σκιᾶς ἴνδαλμά τι Καὶ φάσμα ῥευστὸν εἰς μετάρσεις Εὐρίπου, | |
Καὶ πομφόλυξ καὶ τέφρα καὶ κάπνου χύσις, | ||
65 | Ἢ παικτὸς ἀστράγαλος ἐν μειρακίοις, Ἢ κύβος ἑστὼς εἰς ἀσύστατον βάσιν, Παρῆλθον εἰς τὸν δεῦρο τῆς ταφῆς τόπον, Ἀναμένων σάλπιγγος ἐσχάτης κτύπον, Ὑφ’ ἧς ἐπαρθεὶς εἰς συνάντησιν φθάσω | |
70 | Τοῦ τὴν φύσιν κρινοῦντος ἐνδίκως Λόγου. Τὸ γοῦν ἀφιλόκομπον ἐνθάδε γράφων, Σίγα τὰ σεμνὰ τοῦ γένους ἀθύρματα· Ἡ γὰρ ταπεινὴ καὶ πατουμένη κόνις, Κἂν ἐκριπισθῇ καὶ πρὸς αἰθέρα δράμῃ, | |
75 | Ἀλλ’ οὖν πάλιν κάτεισιν εἰς γῆν ὡς κόνις, Ὅταν ὁ κλωστὴρ τῆς πνοῆς παραδράμῃ. Βίβλοι δὲ πᾶσαι, καὶ λόγοι καὶ σχήματα, Καὶ συλλογισμοὶ καὶ προτάσεις καὶ στάσεις, Ὡς οὐδὲν ἐῤῥέτωσαν, ὡς ὄναρ μόνον. | |
80 | Ἡ γὰρ τελευτὴ συμπεραίνει τὸν βίον Εἰς τὴν ἀναπόδεικτον εὐετηρίαν. Σὺ δ’ ἀλλά μοι θαύμασε τῶν ἄλλων πλέον Αὐθαίρετον πενίαν, ἦθος μέτριον, Βίου τε παντὸς ἐμμελῆ μουσουργίαν, | |
85 | Καὶ τῆς ψυχῆς τὸν φθόγγον, εἰ βούλει, ξένε, | |
Δι’ οὗ τὰ δεινὰ τῶν παθῶν ἦγον θράση Λύρας μουσικῆς ἐκμιμούμενος τόνουσ“. Ὡς εὖγέ σοι γένοιτο καὶ τῶν νῦν λόγων Τῷ μυσταγωγῷ τῶν σοφῶν παιδευμάτων. | ||
90 | Οὐ γὰρ σιωπᾷς, ἀλλὰ κἀνταῦθα πλέον Τῆς ἀρετῆς τὸ χρῆμα δεικνύεις ὅσον· Ὥστε σχεδὸν ζῇς, καὶ δοκεῖς τι συγγράφειν, Οἰκῶν, σοφιστὰ, τὴν στοὰν τὴν ἐσχάτην Καὶ τὴν περισπούδαστον ἀποδημίαν, | |
95 | ᾟ τὴν πρὶν Ἀθήνησιν ἀκαδημίαν. Ἐγὼ δὲ νῦν, μάλιστα νῦν μαθὼν ἔχω Ὅτι δίκαιος, ἂν τελευτῆσαι φθάσῃ, Ἔσται πρὸς ἀνάπαυσιν, ὃ Γραφὴ λέγει, Καὶ ζῇ καθαρὸν καὶ παθῶν ξένον βίον, | |
5.39(100) | Εἰς φῶς μετελθὼν εὐτυχῶς ἐξ ἑσπέρας. | |
5.40(1t) | Στίχοι τοῦ Φιλῆ γραφέντες ἐν τῷ ναῷ τοῦ σωτῆρος Χριστοῦ καὶ | |
2t | θεοῦ ἡμῶν τοῦ Εὐεργέτου. | |
1 | Θεὸς μεθ’ ἡμῶν οὐρανοὺς τάχα κλίνας, Πλὴν οὐκ ἐπὶ γῆς ἀλλ’ ἐφ’ ὕψους ἠρμένος, Τὴν συναγωγὴν εὐλογεῖ τῶν ἀζύγων· Καὶ δείκνυται σὰρξ εὐπαθὴς μὴ κομπάσας, | |
5 | Ὡς ἂν ἐπ’ αὐτὸν μυστικῶς ἀναδράμῃς Καὶ μὴ φύγῃς, ἄνθρωπε, τὴν σωτηρίαν. Ἐξίσταται δ’ οὖν ὁ στρατὸς τῶν ἀγγέλων, Ὁρᾶν πρὸς αὐτὸν, ὡς ὁρᾷς, οὐκ ἰσχύων. Εἰ δ’ οὐχὶ καὶ προὔκυπτεν αὐτὸς ὑψόθεν | |
10 | Δεικνὺς ἑαυτὸν, ὡς δοκεῖ, τῷ βιβλίῳ, Πῶς ἂν ἐσίγα ταῦτα μικροῦ τὰ στίφη, Οἷς καὶ πνοῆς δύναμιν ἡ τέχνη γράφει; | |
540a(t) | Ἕτερον. | |
1 | Νύμφην ὁρῶν ἐνταῦθα τὴν ἐκκλησίαν Σκόπει, θεατὰ, καὶ τὸν ὑψοῦ νυμφίον, Ὃν ἄστρα μικροῦ καὶ πολύχρωμος πόλος Καὶ δυνάμεις κυκλοῦσι καὶ τἄλλα στίφη· | |
5 | Θεὸς γάρ ἐστι καὶ προκύπτει καὶ βλέπει, Τοῦ τῶν μοναστῶν ἀκροώμενος μέλους· ᾯ τῆς νοητῆς ἐκταθείσης παστάδος Ὡς ἀντίπαις ἔλαμψεν ἡ σωτηρία. Πλὴν πάντα καινὰ καὶ σχεδὸν ζῶντες τύποι | |
10 | Φρίττουσι τὴν ὀφθεῖσαν ἐξ ὕψους χάριν. Μὴ κατὰ μικρὸν γειτνιῶν ὁ δεσπότης | |
Ἡμᾶς πάλιν κάτωθεν ἑλκύσαι θέλει; | ||
5.41(t) | Τοῦ Φιλῆ. | |
1 | Ὁ μὲν χορηγὸς τῶν θείων χαρισμάτων Δίδωσιν ἡμῖν τὴν κάτω σκηπτουχίαν Εἰκόνα λαμπρὰν τῆς αὐτοῦ βασιλείας, Ἢ μᾶλλον εἰπεῖν ἀμυδρὰς τὰς ἐμφάσεις | |
5 | Δείκνυσι σαφῶς ἀγαθῶν τῶν μελλόντων. Ὁ γὰρ ἐν ἡμῖν εὐσεβὴς στεφηφόρος Θεοῦ τις εἰκὼν, εἰ σπουδάσει τοὺς τύπους Ἔργοις βεβαιοῦν ἀρεταῖς ἐστεμμένος, Ἀμείβεται δὲ [πάλιν] δωρεαῖς τοὺς ἀρίστους | |
10 | Τιμαῖς ὑπεξαίρων τε σταθμῶν καὶ μέτροις, Καὶ βασιλικῶς ἀνυψοῖ τοὺς ἐν τέλει, Οὓς τῷ λόγῳ δίδωμι συγγράφειν τέως, Ὡς ἂν ὁ βυθὸς μὴ καλύψῃ τῆς λήθης Ἃ βασιλικὴ κεκύρωκεν ἡ κρίσις, | |
15 | Χρόνος τε μακρὸς ἐπρέσβευσεν ἐς δεῦρο. Μετὰ τὸν αὐτάνακτα δεσπότης ἔστι Βασιλείῳ κλήσει τε τετιμημένος Καὶ τῇ κεφαλῇ χρυσερυθρᾷ καλύπτρᾳ, Μετὰ μαργάρων λαμπρῶς κεκοσμημένῃ, | |
20 | Τοὺς δέ γε πόδας ὀξυλεύκοις πεδίλοις Σὺν ἐφεστρίσι καὶ χαλινοῖς ὁμοίως. | |
Δεύτερον ἀξίωμα σεβαστοκράτωρ, Καὶ καῖσαρ εὐθὺς ὑποβάθρα τοῦ κράτους Τοῖς βενέτοις χρώμασι πεποικιλμένη | ||
25 | Καὶ ταῖς κεφαλαῖς χρυσερυθραῖς καλύπτραις Σὺν ἐφεστρίσι καὶ χαλινοῖς ὁμοίως· Πλὴν τοῖς ἀετοῖς πλέον σεβαστοκράτωρ, Ὁ πανυπερσέβαστος συγκλήτου πρῶτος, Πρωτοβεστιάριος λαμπρὸς ἀξίαν, | |
30 | Οὗτοι καὶ τοῖς σχήμασι καὶ τοῖς πεδίλοις Τὴν πρώτην ἐσχήκασιν ἐν τέλει τάξιν. Ὁ μὲν γὰρ κηροῖς, ὁ δὲ πρασίνοις χρῆται Καὶ ταῖς κεφαλαῖς χρυσερυθραῖς καλύπτραις. Ὁ μέγας δὲ δοὺξ μετ’ αὐτοὺς ἀνεδείχθη. | |
35 | Τούτου κοινωνὸς δομέστικος ὁ μέγας, Καὶ τρίτος αὐτοῖς πρωτοστράτωρ ἀξίαν, Λογοθετῶν μέγιστος, σοφίας γέρας· Στρατοπεδάρχης ὁ μέγας ἐπὶ τούτοις. Τούτων ἐρυθραῖς ἐκ χρυσοῦ ταῖς καλύπτραις | |
40 | Ὅρα κεφαλὰς ἀεὶ κεκοσμημένας· Ὅρα πριμμικήριον, φιλότης, μέγαν, Πεντάδος ἡγούμενον λαμπρῶς δευτέρας, Δεύτερον μέγαν κονοσταῦλον ἀξίαν, Τρίτον σεβαστῶν τὸν πρῶτον· ἐπὶ τούτοις | |
45 | Κοσμεῖται λαμπρῶς ὁ πιγκέρνης τὴν τάξιν, | |
Καὶ παρακοιμώμενος σφενδόνης πέμπτος, Καὶ παρακοιμώμενος ἄλλος κοιτῶνος. Ὁ μέγας βαΐουλος ἕπεται τούτῳ, Τρίτην τε πληροῖ τάξιν κουροπαλάτης. | ||
5.41(50) | Εἰσέρχεται δὲ βεστιαρίτης πρῶτος Εἰς οἶκον βασίλειον, ὡς ἔθος, πράξων, Δομέστικος δεύτερος ὁ τῆς τραπέζης, Ἄλλος ἐπ’ αὐτῆς μετ’ αὐτὸν τεταγμένος. Καὶ τὸν γενικοῦ λογοθέτην εἰσόρα, | |
55 | Εἶτα παπίαν εἰσίοντα τὸν μέγαν, Σὺν τούτοις τὸν ἔπαρχον, καλύπτρα ξένη· Ἕβδομος δρουγγάριος τῆς βίγλας μέγας, Καὶ δὴ μετ’ αὐτὸν ἑταιρειάρχης μέγας. Ὁ λογοθέτης μετ’ αὐτὸν τοῖς τοῦ δρόμου, | |
60 | Εἶτα χαρτουλάριος ἀξίαν μέγας, Εἶτα μετ’ αὐτὸν μυστικὸς ἐπεισίτω, Καὶ βασιλικὸς πρώτιστος τοῦ σεκρέτου. Ὅρα καὶ στρατοῦ τὸν καλὸν ἐπιστάτην, Καὶ τῶν πλωΐμων δρουγγάριον τὸν μέγαν. | |
65 | Ἰδοὺ καὶ σχολῶν ὁ δομέστικος ἥξει, Καὶ τὸν τῆς αὐλῆς πριμμικήριον ὅρα. Καὶ πρωτοσπαθάριος λαμπρῶς εἰσίτω, Ἄρχων τε μέγας καὶ τζαούσιος μέγας, | |
Δήμου τε πραίτωρ, ὁ τατᾶς τῆς αὐλῆς τε. | ||
70 | Τῶν οἰκειακῶν λογοθέτης ἐρχέσθω, Καὶ τῶν λογιστῶν ὁ μέγας συνεισίτω. Ὅρα καὶ σκουτέριον ἐκ τῆς ἀσπίδος Τῆς βασιλικῆς λαχόντα τὴν ἀξίαν. Πρῶτος μετ’ αὐτὸν τῶν κυνηγῶν ἐκρίθη. | |
75 | Ἁλὸς ἀμυρᾶς ναυαρχῶν ἀνεδείχθη. Ἰδοὺ βασιλεῖ τὰς δεήσεις προσφέρει Λαχὼν τὴν τιμὴν ἐκ τῶν ἔργων πρεπόντως. Ἀδνουμιαστὴς ὁ μέγας μοι χαιρέτω. Τούτῳ παρεπόμενος οὕτω κοιαίστωρ, | |
80 | Καισάρων ἀξίωμα λαμπρῶν τῶν πάλαι. Λογοθέτην ὅρα μοι κἀν στρατιώταις, Ἐξ ἱεράκων ὁ πρῶτος τὴν ἀξίαν. Ὁ βήλου κριτὴς μετ’ αὐτοὺς ἐκυρώθη. Διερμηνευτῶν ὁ μέγας προηγείσθω, | |
85 | Καὶ τῶν ἀγελῶν λογοθέτης εἰσίτω. Καὶ τούτοις ἀκόλουθος σεμνῶς ἑπέσθω, Καὶ τῶν ὀρφανῶν ὁ τροφεὺς συνεισίτω, Καὶ βασιλικῶν ὁ νοταρίων πρῶτος, Φοσσάτου κριτὴς ἐξετάσων τὰς δίκας. | |
90 | Καὶ δὴ μετ’ αὐτὸν ἀναμνήσεις προσάγει Σεμνῶς βασιλεῖ κεκλημένος ἐκεῖθεν. Ἰδοὺ καὶ δομέστικον τειχέων σκόπει. Πρωταλλαγάτωρ δεύτερος τὴν ἀξίαν, Εἶτα τετάχθω βεστιαρίου τρίτος. | |
95 | Μονοκαβάλλων στρατοπεδάρχης οὗτος, Ἄλλος μουρτάτων, τζαγγρατόρων, τζακόνων. Ὅρα προκαθήμενον τὸν τοῦ κοιτῶνος, Ἄλλον προκαθήμενον βεστιαρίου. Τούτῳ τῆς αὐλῆς ὁ λογιστὴς ἑπέσθω, | |
5.41(100) | Καὶ διοικητὴς ὁ μέγας συντετάχθω. Ὁ τῶν Βλαχερνῶν προκαθήμενος οὗτος, Ἄλλος πρὸ αὐτοῦ μεγάλου παλατίου. Ὁ τῶν ἑῴων δομέστικος θεμάτων. Τούτῳ δυτικῶν ὁμότιμος ἐκρίθη. | |
105 | Ὁ πρωτοκόμης, καὶ μετ’ αὐτὸν παπίας, Ἑταιρειάρχης, τῶν ἀλλαγίων ἄρχων, Ὁ μυρταΐτης ὁ μέγας ἐπὶ τούτοις, Καὶ δὴ σεβαστὸς καὶ δρουγγάριος στόλου. Κἀν τοῖς ἰατροῖς Ἀκτουάριον ὅρα. | |
110 | Ὕπατοι, δικτάτωρες, σὺν τοῖς ταμίαις, Πατρίκιοι, μάγιστροι, πρόεδροι, πάλαι Δορυφόρων ἔπαρχοι καὶ πραιτωρίων. Ἔγνωμεν λαμπρὸν τὸν Χοῦμνον κανικλείου, Στάσιν ἔχοντα μείζονα τῆς προτέρας, | |
115 | Καὶ δὴ μετ’ αὐτὸν τὸν καλὸν Μετοχίτην Λογοθετῶν μέγιστον, σοφίας λῆξιν, Φοροῦντα χρυσῆν ἐρυθρὰν τὴν καλύπτραν, Ἣν δῶρον αὐτῷ συνανέχοντι κράτος | |
Ἄναξ ὁ λαμπρὸς Ἀνδρόνικος παρέσχε. | ||
120 | Ταῦτα τὰ λαμπρὰ τῆς κάτω σκηπτουχίας, Προεδρίαι, σχήματα, σεμνότης, δόξα, Ῥέων τε πλοῦτος, καὶ πηλὸς ἐπηρμένος, Κόνις τε τύχης τοῖς πνεύμασιν ἀρθεῖσα, Τέλος τάφος τρίπηχυς. Ὦ βίου πλάνη! | |
125 | Φιλοσόφων ὕπατος, ῥητόρων πρῶτος, Δικαιοφύλαξ σὺν αὐτῷ, νομοφύλαξ, Καὶ βασιλικῶν τῶν ἱερέων πρῶτος. Πάρεστιν ἄρχων ἱερῶν διακόνων, Καὶ τῶν μελῳδῶν, οἱ πρωτοψάλται δύο, | |
130 | Κἀν ταῖς ἑορταῖς λαμπαδηφόρος ἄλλος, Ἀποστολικῶν ὁ κῆρυξ διδαγμάτων, Δομέστικός τε καὶ μαΐστωρ τοῦ κλήρου. Ταύταις βασιλεὺς ταῖς τιμαῖς ὑπεξαίρει Πλήρωμα σεπτὸν εὐαγοῦς ἐκκλησίας, | |
135 | Ἣν ἀῤῥαγῆ φύλαξον μέχρι τερμάτων, Ὑψιμέδων ἄναρχε, τοῦ νῦν αἰῶνος· Καὶ τὴν καθ’ ἡμᾶς εὐσεβῆ βασιλίδα, Ἣν ὡς κιβωτὸν σωστικὴν νῦν τοῦ κράτους Ἐν τῷ καθ’ ἡμᾶς κατακλυσμῷ βαρβάρων | |
140 | Ἄνωθεν ἐγνώκαμεν ναυπηγηθεῖσαν, Ὑπερτέραν τήρησον τῆς καταιγίδος, Συμπήξας ὡς οἴακας αὐτῆς τοὺς κλάδους, Καὶ βασιλεῖ βράβευε λαμπρὰς τὰς νίκας, Δεικνὺς κατ’ ἐθνῶν εὐσθενῆ νικηφόρον. | |
145 | Ῥίζωσον αὐτὸν ὡς τῶν χαρίτων κλάδον, Καὶ δεῖξον ἡμῖν καρποφόρον ἐξ ἔργων. | |
Ἔκτεινον αὐτῷ τῆς εὐβουλίας φρένας, Στένωσον αὐτῷ τῶν ἐναντίων θράσος, Στόλισον αὐτὸν πορφύραις εὐσεβείας, | ||
5.41(150) | Ἄνοιξον ἡμῖν τὰς πρὸς εἰρήνην πύλας, Πλάτυνον αὐτῷ τὴν ἀρχὴν τοῖς τροπαίοις, Οἷς καὶ φανείη κοσμικὸς αὐτοκράτωρ. Ὁ πατριάρχης σὺν ἡμῖν ταῦτα λέγει, Κάμπτων εὐσεβῶς τῷ δεσπότῃ τοὺς πόθους, | |
155 | Καὶ νυκτὸς αὐτῷ τὰς εὐχὰς ἀναφέρων, Αἷς νυκτὸς ἀχλὺν Ταρταρικῆς καὶ σκότος Ἐλάσας ἡμῖν ἀντανίσχει φωσφόρος Ἀκτῖνας λαμπρὰς ὡς λευκῆς τῆς αἰθρίας Εἰς πάντα κοινῆς τῆς εἰρήνης τὸν κόσμον. | |
5.42(t) | Εἰς τὸν πρωτοστράτορα Δοῦκα τὸν Γλαβᾶν. | |
1 | Φρικτὲ στρατηγὲ, δεξιῶν ἔργων φύσις, Κρατεῖν μὲν ἐχθρῶν καὶ τροποῦσθαι σατράπας, Καὶ δημιουργεῖν ἐν βραχεῖ πλείστας νίκας, Ἱδροῦν τε συχνὰ καὶ δριμεῖς πόνους φέρειν, | |
5 | Ἐντεῦθεν ἐξὸν εὐπραγεῖν τὴν πατρίδα· Τί τάχα καινὸν εἴ τις εὖ τύχης ἔχων, Καὶ τὸν λογισμὸν ἀκριβῶς διεξάγων, Ὅταν ὁ καιρὸς εὐμαρίζῃ τὴν μάχην, Τοιαῦτα ποιεῖν ἀσφαλῶς ἐξισχύει; | |
10 | Λιμὸν δὲ κινεῖν καὶ ψυχῆς πόνους λύειν, Καὶ τὰς ἐν ἀκμῇ τοῦ κακοῦ περιστάσεις Εἴργειν, κατάγχειν, ἐκνικᾶν, περιτρέπειν Τῷ χρυσέῳ δόρατι τῆς εὐποιΐας, | |
Θεοῦ τε καὶ σοῦ· σὺν θεῷ δὲ λεκτέον. | ||
15 | Δεῖ γάρ σε νικᾶν συμπαθῶς καὶ τὰς λύπας, Ὡς πρὶν Τριβαλλοὺς οὓς καθεῖλες εἰς τέλος, Καὶ Σκύθας αὐτοὺς τοὺς ἐν ἑσπέρᾳ λύκους. Μὴ γοῦν παραδράμῃς με τὸν σὸν οἰκέτην, Ὁ καινοποιὸς, ὁ γλυκὺς πρωτοστράτωρ, | |
20 | Ὁ χρύσεος ῥοῦς, ἡ θεόσδοτος χάρις. | |
5.43(t) | Εἰς τὴν εἰκόνα τοῦ ἁγίου Δημητρίου γλυφεῖσαν εἰς λίθον. | |
1 | Λίθος, μυροβλύτα, σε τυποῦν ἰσχύει Δεικνὺς κραταιὸν ὡς ἀδάμαντα λίθον, Πτήξαντα μηδὲν αἱμάτων πλὴν τὰς χύσεις Τῆς λογχινίκτου πλευρᾶς ἅπερ ἐκχέεις. | |
5.44(t) | Εἰς εἰκόνα αὐτοῦ φέρουσαν αὐτὸν σὺν πανοπλίᾳ. | |
1 | Τὸν μυροβλύτῃν σὺν πανοπλίᾳ γράφεις; Ναί. Καὶ τὸν ἀντίπαλον οὐδαμῶς γράφεις; Ἐξηφάνισται καὶ μόνῃ πνοῇ μύρου, Δυσωδίας ἄντικρυς οἷαπερ φύσις. | |
5.45(t) | Ἕτεροι εἰς τὴν αὐτὴν εἰκόνα. | |
1 | Ἐκ σχημάτων βλέπω σε τὸν μυροῤῥόα Σφοδρὰν κατ’ ἐχθρῶν ἀγανάκτησιν τρέφειν. Καὶ τοῦτο δῆλον ἀπὸ τῶν ἀντιθέτων· Οὐ γὰρ πάρεισιν, οὐκ ἴχνος σφῶν εὑρέθη. | |
5.46(t) | Εἰς εἰκόνα τοῦ μεγάλου Βασιλείου. | |
1 | Πολλή σε φροντὶς, μάκαρ, ἐξ εἴδους ἔχει, | |
Πολλὴ μέλησις ἐξ ἄκρας θεωρίας· Ῥίζης γὰρ ἐβλάστησας ἐξ Ἐμμελίας, Καὶ καρπὸν ἀνέδωκας ἐμμελεῖς λόγους. | ||
5.47(t) | Εἰς πάντας τοὺς ἁγίους ἀγγέλους καὶ τὴν θεοτόκον. | |
1 | Νόες δίκαιοι καὶ θεοπρόποι, κόρη, Μύσται, λύχνοι, φῶς, ὁπλίται, φῶς μοι δότε. | |
5.48(t) | Εἰς εἰκόνα τοῦ ἀρχιστρατήγου. | |
1 | Ἄρτι κράσιν ὁρῶμεν ἐν βίῳ ξένην· Κεράννυσιν ὕδατι γραφεὺς τὴν φλόγα· Τὴν ἄϋλον φύσιν γὰρ ἐγγράφων χρόαις Δίδωσι πιστοῖς πρὸς πόθου φλόγας δρόσον. | |
5.49(t) | Ἀμοιβαῖοι εἰς τὴν ἐλεημοσύνην. | |
1 | Οἶκτος πενήτων καλὸν ὑπερηρμένον. Πῶς γνῶμεν αὐτό; Δεσποτικῶν ἐκ λόγων. Τῆς εὐστοχίας μὴ περαιτέρω λέγεις; Οὐκ, ἀλλὰ σιγῶ· καὶ σιγῶν πτωχοτρόφει. | |
5.50(t) | Τοῦ αὐτοῦ εἰς τοὺς ἁγίους μʹ. | |
1 | Πολλοὺς θεωρεῖς, ἀλλὰ σωμάτων μέχρι· Ψυχὴ γὰρ αὐτὰς ὡς ἑνωθεῖσι μία Πνέουσα Χριστὸν ζωτικὴν θυμηδίαν. | |
5.51(t) | Εἰς τὸν οἶνον ὑφαντοί. | |
1 | Σὺ θάρσος, ἥβη, δύναμις, πλοῦτος, πόλις | |
Δειλῶν, γερόντων, ἀσθενῶν, πτωχῶν, ξένων. | ||
5.52 | Κλεινὲ στρατηγὲ, λῆξον ὀψὲ τῶν δρόμων, Καὶ τῶν ἐμῶν ἄκουσον ἀσμένως λόγων. Σὺ μὲν θανατοῖς τῇ σπάθῃ τοὺς βαρβάρους Γίγας πεφυκὼς, γεννάδας βριαρόχειρ· | |
5 | Ἡμᾶς δὲ λιμὸς τῶν ἀναγκαίων τρύχει Καὶ τῆς πενίας κατακεντᾷ τῷ ξίφει, Ἥλιε, τείνας τοὺς λόγους τεθραμμένους. Οἴχεσθε λοιπὸν ὦ λόγοι, βίβλοι, πόνοι, Καὶ μηδὲ γινώσκεσθε τοῖς κεκτημένοις. | |
10 | Νῦν εὐποροῦσιν οἱ λόγους οὐκ εἰδότες· Οἱ γὰρ τεχνῶν βαναύσων ἐξησκηκότες Πλουτοῦσιν αἴφνης καὶ τρυφῶσιν εἰς κόρον· Πανδαισίαις χαίρουσιν οἱ σκυτοῤῥάφοι Καὶ βυρσοδέψαι καὶ κναφεῖς ἔτι πλέον. | |
15 | Ἐγὼ δὲ καμὼν ἐν λόγοις πολυτίμοις, Καὶ πολλὰ μαθὼν τῶν σοφῶν μαθημάτων, Εἰδώς τε γράφειν καὶ στιχίζειν ἐμμέτρως, Καὶ λεπτολεκτεῖν τοὺς λόγους τῶν ῥητόρων, Καὶ γνοὺς ἀκριβῶς οὐρανοῦ πᾶσαν θέσιν, | |
20 | Τῆς γῆς τὸ κύτος, τῆς θαλάσσης τὴν χύσιν, Τοὺς ἡλιακοὺς καὶ σεληναίους δρόμους (Ἐῶ τὰ λοιπὰ τοὺς μακροὺς μισῶν λόγους), Τοσαῦτα καὶ τοιαῦτα μαθὼν ἐκ βρέφους | |
Πολλαῖς μὲν ἄλλαις ἐλπίσιν ἐβοσκόμην· | ||
25 | Ἀλλ’ ὡς δ’ ὁ κύβος ἐῤῥίφη τῶν πραγμάτων, Χρυσοῦν θερίσαι προσδοκῶν στάχυν πόνων, Ἄρτι θερίσω τῆς πενίας τριβόλους, Οἳ καταδαρδάπτουσι καὶ θλίβουσί με, Καὶ τῶν ὁδῶν ἐκσπῶσι τῶν εἰς τὰ πρόσω. | |
30 | Τίς γοῦν γενοίμην; πῆ τράπωμαι, πῆ φθάσω; Νότος γὰρ ἤδη παμφάγων δυσπραγίας Ὠθεῖ με πρὸς πέλαγος ἠγριωμένον. Λιμὴν γαληνὲ, σῶσε τὸν σὸν αἰνέτην· Ἵππους ἔχω τρεῖς, ἀλλὰ κριθὴν οὐκέτι. | |
35 | Σὺ γοῦν χαρίζου πρὸς θεοῦ ταύτης ἔχων Τοῖς οὐκ ἔχουσιν οὐδὲ κἂν κόκκους δύο. Ἰδοὺ γὰρ οὗτοι ζῶντες οὐ ζῶσι πλέον, Πλὴν ἀλλ’ ἀμυδρῶς καὶ κατηναγκασμένως Τὸν ἥλιον βλέπουσι καὶ τὴν ἡμέραν, | |
40 | Καὶ βηματίζειν οὐ σθένουσιν ἐκ βίας. Ὕδωρ μόνον πίνουσι καὶ ζῶσι μάτην· Ἕξεις δὲ μανθάνουσιν ἠσβολωμένας, Καὶ καταπαλαίουσι τὰς ἐμπροσθίας, Καὶ καταλακτίζουσι τοῖς ὀπισθίοις· | |
45 | Τὸ δ’ ἄχυρον τρώγουσιν ἐξ ἀῤῥωστίας, Ὡς ἀσθενεῖς χαίνοντες ἐν τοῖς φατνίοις. Ὅμως ὅταν φάγωσι καὶ τοῦτο πλέον, Λυττῶσι καὶ δάκνουσιν ἀλλήλους τάχα· Τέλος καταπίπτουσιν ὡς τεθνηκότες, | |
5.52(50) | Καὶ συχνὸν ἀσθμαίνουσιν ἐκ τῶν ἐγκάτων, Καὶ λοίσθια πνέουσι βαβαὶ τῆς βίας. Σὺ δ’ ἀλλὰ τούτους ζωοποιήσεις μόνος. Κριθὴν παρασχὼν πρὸς θεοῦ γένοιτό μοι. | |
5.53 | Γυνὴ, ζύμη, βέλτιστε, καὶ σάτα τρία, Ἔχουσιν ἐξήγησιν ἐξῃρημένην, Ἀλληγοροῦσαν τοὺς προκειμένους λόγους. Γυνὴ μέν ἐστι προσφυῶς ἐκκλησία· | |
5 | Ζύμη δὲ θεῖος καὶ θεόγραφος λόγος, Ἄλευρον ἡ φέρουσα τούτων καρδία, Ψυχῆς δὲ τριμέρεια τὰ τρία σάτα, Θυμὸς, λόγος, πόθος τε, κρειττόνων ἔρως, Ἐν οἷς ὁ θεῖος συμφυραθείς πως λόγος | |
10 | Ὅλην συνεσύμωσε τὴν ψυχῆς φύσιν. Τὸ γοῦν σάτον πέφυκε χοίνικες δύο Ἑβραϊκὸν σήμαντρον οἰκεῖον μέτρον. | |
5.54 | Ἔλεγχος εἰμὶ τῶν φίλους ἀρνουμένων, Βροτοὺς ἐγείρω, πρὸς πόνους παροτρύνω. Τέμνεις κεφαλὴν, ἐκθερίσεις αὐχένα, Καὶ γίνομαι παῖς αὐτίκα βασιλέως, | |
5 | Ἀνὴρ αὐστηρὸς, ἀκλόνητος ἐν μάχῃ. | |
5.55(t) | Εἰς τὸν βʹ (in editis 42) λόγον. | |
1 | Πῶς δευτερίζεις πρῶτος ὢν ἀλλοτρόπως, Ταῖς ὑπερλάμπροις συμπλοκαῖς τῶν δογμάτων, Καὶ τοῖς δυσλήπτοις τῶν νοημάτων λόγοις, Ἐξ ὧν τὸ θαῦμα τῆς θεωρίας φέρεις; | |
5.56(t) | Εἰς τὸν γʹ (in editis 43) λόγον. | |
1 | Ἄρτι προΐσχει πᾶσα τέρψις χαρίτων, Πᾶν ἑστιῶσα τῶν ἐν αἰσθήσει γένος· Ἤρους γὰρ αὐτὴν τὴν ἀνάστασιν λόγος Νῦν δεξιοῦται πᾶν καλὸν συνεισφέρων, | |
5 | Πόλον διαυγῆ καλλιλαμπῆ φωσφόρον, Τὴν γῆν πολύχρουν ἠρινῶν ἐξ ἀνθέων, Ἄρδην θάλατταν πᾶσαν ἡμερουμένην, Τὸ μεῖζον αὐτοὺς εὐσταλεῖς τοὺς ἀέρας, Πηγὰς, ποταμοὺς, πᾶσαν ἅμα τὴν κτίσιν· | |
10 | Ἄνθρωπε, λοιπὸν εἰς ὑπέρτερον βίον Ὡς ἀγχίνους πρόβαινε θᾶττον, μὴ φθάσαν Τὸ τοῦ τέλους πρόστιμον ἁρπάξειέ σε· Ἡμεῖς δὲ ταῦτα νῦν φράσαντες, ὡς σθένος, Ὑψηγορικῶν ἐγκαινισμάτων λόγους, | |
15 | Γράφοντες ἔνθεν ἀνυμνοῦμεν τὸν λόγον. | |
5.57(t) | Τοῦ Φιλῆ πρὸς τὸν κοιέστορα τὸν Ἀζύμ ... ἀλγοῦντα τὸν πόδα. | |
1 | Τοῦ σοῦ ποδὸς τὸ τραῦμα, θαυμαστὴ φύσις, Τὴν τῆς ἐμῆς ἔπληξε καρδίας βάσιν· Οὐκοῦν πάλιν βάδιζε ῥωννὺς τὴν φύσιν, | |
Μήπως τὸν ἀρτίπουν με χωλὸν δεικνύῃς. | ||
5.58(t) | Εἰς λίθον ἔχοντα τὸν δεσπότην Χριστόν. | |
1 | Ὕδωρ ὑπελθὸν τὴν ὑγρὰν φύσιν λίθου Καὶ κρυσταλωθὲν τοῦ γλυφέντος τῷ τρόμῳ Πέπηγεν ἑστὼς ἐξ ὑγροῦ φλόγα τρέφον, Τὴν πηγνύσαν κρύσταλλον ἐμπύρῳ τρόπῳ. | |
5.59(t) | Εἰς τὸ αὐτό. | |
1 | Κρυμῶδες ὕδωρ τὸ ζέον ὕδωρ φέρει, Λαξευτὸς ἀλάξευτον ὡς λίθος λίθον, Ἄνθρακα τὸν πύρινον ὑγρά τις φύσις· Καὶ καινὸν οὐδέν· οὐ θεὸν τρέφει φύσις, | |
5 | Ἂν παρθένοις ἔκλεπτε τοῦ θείου γάμου Ἔλαιον ἀπόνως σκοτισθὲν τοῦ λύχνου. Τί λοιπόν; οὐ γαμεῖται πόρνη καρδία Καὶ μαχλὰς οὖσα καὶ λύχνον στερουμένη. | |
5.60(1t) | Στίχοι ἰαμβικοὶ Φιλοπόνου τινὸς εἰς τὸν κανόνα τοῦ μεγάλου | |
2t | σαββάτου. | |
1 | Βουλὴν Ἰωσὴφ σχηματίσει τὴν ἄνω, Καὶ Νικόδημος τὴν θέσιν τε τὴν κάτω, Ὁ μὲν θεοῦ κένωσιν οἷς περιδύει, Ὁ δὲ βροτοῦ θέωσιν οἷς περιχρίει, | |
5 | Ὅμως τὸ καινὸν θαῦμα θάπτοντες πόθῳ Ἐκ τοῦ ξύλου λύουσιν, οὐκ ἐκ τοῦ κράτους. | |
5.61(t) | Ἕτεροι στίχοι ὅμοιοι εἰς τὰς δεσποτικὰς ἑορτάς. | |
1 | Ὦ θαῦμα! γαστὴρ ἀσπόρως συλλαμβάνει· Θεὸς βροτὸς δὲ τίκτεται παρ’ ἐλπίδα, Καὶ πρέσβυς αὐτὸν ἀγκαλίζεται βρέφος· Σαλπίζεται δ’ αὖ μηδαμῶς σχὼν ῥύμματα, | |
5 | Καὶ φῶς μαθηταῖς ἐν Θαβὼρ φανεὶς νέμει· Φθορᾶς δ’ ἀνίστα τὸν τεταρταῖον φίλον, Καὶ παῖδες εὐφημοῦσι τοῦτον ἐν κλάδοις· Σταυρῷ τε θνήσκει προσπαγεὶς ἑκουσίως, Ἀνίσταται δὲ κόσμον ἐξ ᾍδου φέρων, | |
10 | Εἰσέρχεται δὲ τῶν θυρῶν κεκλεισμένων, Καὶ γῆθεν ἀρθεὶς πατρικὴν πρὸς ἑστίαν Γλωσσῶν ἐν εἴδει τὸν παράκλητον νέμει. | |
5.62(t) | Εἰς τὸν ἐνταφιασμόν. | |
1 | Ἐρωτ. Βαβαὶ τί τοῦτο; καὶ σὺ θνήσκεις, Χριστέ μου Ὁ δοὺς πνοὴν ἅπασι καὶ ζωῆς ὅρους; Ἀπόκρ. Θνήσκω μὲν ὡς ἄνθρωπος, ἀλλ’ ἑκουσίως· Ἀδὰμ δ’ ἀνίστω τῆς φθορᾶς καὶ σαπρίας, | |
5 | Καὶ πάλιν ἔλθω παραδείσου πρὸς πλάτος· Δόξαζε λοιπὸν τὴν ἐμὴν εὐσπλαγχνίαν. | |
5.63(t) | Τοῦ Φιλῆ πρὸς τὴν ἑαυτοῦ ψυχήν. | |
1 | Ἰδοὺ τὸ τέρμα τοῦ πολυμόχθου βίου! Ἰδοὺ τὸ κέρδος τῶν προλαβόντων πόνων! Μάτην τὸ λοιπὸν ἐν πόνοις ἐτρυχόμην· Ἐπὶ κενοῖς ἔδραμον, ὦ ψυχὴ, πάλαι, | |
5 | Ἐπὶ πετρῶν ἔσπειρα καὶ κατεφρύγη, Ἐν ταῖς ἀκάνθαις ὁ σπόρος συνεπνίγη, Οὐκ ἀπεθησαύρισα τῆς γεωργίας, | |
Οὐδὲν θέρους ἄξιον ἀντεκτησάμην, Οὐ χειροπληθὲς δράγμα καὶ κόκκου στάχυν, | ||
10 | Κοῦφον δὲ λέμμα καὶ πελιδνὴν καλάμην. Ἐπὶ βάθρων ἔπηξα σαθρῶν οἰκίαν, Ἀλλ’ οὐδὲ βάθρον νῦν ὁρῶ τῆς οἰκίας· Ἐφ’ ὑδάτων ἔγραψα καὶ παρεῤῥύη, Κόνιν συνῆγον, κέρδος οὐδὲν εὑράμην· | |
15 | Τέφραν κατεῖχον, πομφόλυγος ἡπτόμην, Ἀλλ’ ἐξεφυσήθησαν ὡς ἐξ ἀνέμων. Τὸ πᾶν ἀκερδὲς, οὐχ ὑφεστός τι βλέπω· Ἀνήνυτον πᾶν, οὐδαμοῦ πόνων τέλος· Πόνων γὰρ ἀρχὴ τῶν πόνων μοι τὰ τέλη· | |
20 | Δεῖ γοῦν πονεῖν με καὶ πάλιν δεῖ με τρέχειν. Πῶς οὖν δραμοῦμαι πάλιν, ὦ ψυχὴ, λέγε, Πῶς ἐκπετάσω, πῶς ὑπερβῶ τὰς πάγας, Πῶς ἐξαλύξω τοῦ πονηροῦ τοὺς βρόχους, Τοῦ συνθέτου ξύμπαντος ἐξηρθρωμένου | |
25 | Καὶ τῶν ποδῶν μοι τῶν πτερωτῶν τοῦ τάχους Εἰς παντελῆ λήξαντος ἀκινησίαν; Ἀλλ’ ὦ βασιλεῦ τοῦ θεοῦ παῖς καὶ Λόγε, Ψυχὴν ἐμὴν κάθαρον ἐκ ῥυπασμάτων, Ψυχὴν ἐμὴν οἴκτειρον ὡς εὐεργέτης | |
30 | Κλῆρον παρασχὼν τῆς Ἐδὲμ κατοικίαν. | |
5.64(t) | Μετεφράσθη παρὰ κυρίου Γεωργίου τοῦ Φιλῆ. | |
1 | Εὐλόγει μεγαλύνουσα, ψυχή μου, τὸν δεσπότην· Ὁ Κύριός μου καὶ θεὸς, ἐμεγαλύνθης σφόδρα· | |
Καὶ γὰρ ἐξομολόγησιν καὶ κράτος ἐνεδύσω, Ὁ φῶς ἀναβαλλόμενος ἀντὶ λαμπρᾶς ἐσθῆτος, | ||
5 | Ὁ δέῤῥιν ὥσπερ τῇ χειρὶ τὸν οὐρανὸν ἐκτείνας, Αὐτοῦ δὲ τὰ μετέωρα στεγάζων ἐφ’ ὑδάτων, Ὁ τὴν ἐπίβασιν αὐτοῦ καταπηγνὺς νεφέλην, Ἐπὶ πτερύγων δὲ λεπτῶν περιπατῶν πνευμάτων· Ὁ τοὺς ἀγγέλους ἑαυτοῦ πνεύματα δρῶν ὀξέα, | |
10 | Πυρὸς δὲ φλόγα δραστικὴν τοὺς λειτουργοὺς δεικνύων. Ὁ γῆς ἐρείσματα πηγνὺς ἐπὶ τὴν ταύτης βάσιν, Ἢ πάντως οὐ κλιθήσεται μέχρι παντὸς αἰῶνος. Ἄβυσσος ὡς ἱμάτιον ἡ τούτου καλινδήθρα. Φύσις ὑδάτων στήσεται κἀν τοῖς ὀρείοις λόφοις. | |
15 | Ἀπὸ δ’ ἐπιτιμήσεως φεύξεταί σου ἡ κτίσις, Καὶ πάντες δειλιάσουσι τῷ τῆς βροντῆς σου κτύπῳ. Ἀνάβασις ἐν πόλεσι, κατάβασις ἐν πέδοις Καὶ τόπῳ τῷ τοῖς κρίμασι τοῖς σοῖς ἐστηριγμένῳ. Ὅριον ἔθου πεπηγὸς, ὃ παρελθεῖν οὐκ ἔνι· | |
20 | Οὐδὲ γὰρ ἐπιστρέψουσι τὴν γῆν καλύψαι πάλιν. Ὁ καὶ πηγὰς ταῖς φάραγξιν ἐξαναστέλλων χύδην, Ὕδατα διελεύσεται ἐκ μέσου τῶν ὀρέων. Καὶ ποτιοῦσι δαψιλῶς τοὺς ἀγρονόμους θῆρας, Ὄναγροι δὲ προσδέξονται διψῶντες τὰς ἐκχύσεις. | |
25 | Τοῦ δ’ οὐρανοῦ τὰ πετεινὰ κατασκηνοῦσι τούτοις, | |
Δώσουσι δέ τινα φωνὴν καὶ μεταξὺ τῶν λίθων. Ὄρη ποτίζων ἐν αὐχμαῖς ἀπὸ τῶν ὑπερῴων, Ἀπὸ καρποῦ τῶν ἔργων σου κόρου τὴν γῆν ἐμπλήσεις. Ὁ πᾶσι τοῖς βοσκήμασιν ἐξανατέλλων χόρτον, | ||
30 | Καὶ χλόην τῇ καθ’ ἕκαστον δουλείᾳ τῶν ἀνθρώπων. Τοῦ δῆθεν ἄρτον ἐνεγκεῖν εἰς δίδοσιν ἀνθρώπων, Οἶνος δὲ τέρπει φυσικὸς τὴν ἑαυτοῦ καρδίαν· Τοῦ ἱλαρῦναι πρόσωπον μετάληψις ἐλαίου, Ἄρτου δὲ βρῶσις γηγενοῦς στηρικτικὴ καρδίας. | |
35 | Τὰ ξύλα χορτασθήσεται τῆς δρόσου τοῦ πεδίου, Καὶ κέδροι λιβανότροφοι πρὸς σου πεφυτευμένοι. Ἐκεῖ στρουθία νεοττοῖς ἐκλέψουσιν ὀρνέοις, Ἡγεῖται δ’ αὖ ἐρωδιοῦ τούτοις ἡ κατοικία. Ὄρη πάντα τὰ ὑψηλὰ ταῖς δρομικαῖς ἐλάφοις, | |
40 | Ἡ πέτρα δὲ καταφυγὴ τοῖς λαγωοῖς ἀνεῖται. Καὶ τοῖς προσήκουσι καιροῖς εἰργάσω τὴν σελήνην, Ὁ δὲ φωσφόρος ἀνασχὼν ἔγνω σαφῶς τὴν δύσιν. Ἔθου δὲ σκότος ἀλαμπὲς, καὶ νύκτα κατεστήσω Ἐν ᾗπερ ἐξελεύσεται πᾶν ἀπ’ ἄγρου θηρίον. | |
45 | Σκύμνοι συχνοὶ μετ’ ὠρυγῆς ἁρπάσαι τι ποθοῦντες Καὶ βρῶσιν ἐξαιτήσασθαι παρὰ τοῦ σφῶν δεσπότου. Ἀνέτειλεν ὁ χαροπὸς φωσφόρος τῆς ἡμέρας, Καὶ παρευθὺς συνήχθησαν ταῖς μάνδραις κοιτασθέντες. Ἄνθρωπος ἐξελεύσεται πρὸς τὸ τῶν πόνων ἔργον | |
5.64(50) | Πράξει δὲ καὶ συνήθεσιν ἄχρις αὐτῆς ἑσπέρας. | |
Ὡς ὑπερήρθη, Κύριε, τὰ κατὰ σὲ πρακτέα! Ἐν γὰρ σοφίᾳ ξύμπαντα καὶ τέχνῃ συνεστήσω· Ἡ γῆ μὲν οὖν πεπλήρωται τῶν νοητῶν κτισμάτων. Οὗτος ὁ πόντος ὁ πολὺς ἐν τῷ προσμήκει πλάτει· | ||
55 | Ἐκεῖ τὸ πλῆθος ἑρπετῶν ξύμπαντος μέρους πλέον, Ἐκεῖ μικρὰ παντοδαπὰ μετὰ μεγάλων ζώων, Ἐκεῖ διαπορεύονται συναγωγῆς μοι πλοῖα, Καὶ δράκων οὗτος ὁ πλασθεὶς ἐμπαίζειν ταῖς ἀβύσσοις. Πάντα πρὸς σὲ τὸν πλαστουργὸν καὶ κτίστην προσδοκῶσι | |
60 | Δοῦναι τροφὴν εἰς εὔκαιρον· δόντος σου γὰρ συλλέξει. Ἀνοίξαντος τοὺς λόγους σοῦ πλησθήσεται χρηστότης· Εἰ δ’ ἀποστρέψῃς τὴν μορφὴν, ἡ ταραχὴ μεγάλη· Ἀντανελεῖς τὸ πνεῦμα σοῦ καὶ πάλιν ἀνακτίσῃς, Καὶ πᾶν τὸ πρόσωπον τῆς γῆς αὖθις καινὸν ἐργάσῃ. | |
65 | Ἤτω ἡ δόξα τὸ λοιπὸν ἀκήρατος Κυρίου, Τερφθεὶς δὲ τετευχὼς ὁ πανοῦργος δεσπότης. Ὃς ἐπιβλέπων ἐπὶ γῆν πείθει τὰς βάσεις τρέμειν, Ὃς τῶν ὀρέων ἥψατο καὶ θᾶττον ἐκαπνίσθη. ᾌσω τῷ κτίστῃ περιὼν, ἔτι ψαλῶ δὲ πλέον. | |
70 | Καὶ τὸ καθ’ ἓν τοῖς ῥήμασιν ἐκεῖνος ἡδυνθείη, Ἐγὼ δὲ πρὸς ἐπ’ αὐτῷ χαρήσομ’ ἐπισκιρτήσω. Ἐκλείποιεν ἁμαρτωλοὶ τῆσδε τῆς γῆς ἀθρόον Καὶ πάντες ἄνομοι καιροὶ, μὴ πάλιν ὑποστῶσιν. Εὐλόγει μεγαλύνουσα, ψυχή μου, τὸν δεσπότην. | |
75 | Δόξα πατρὶ καὶ πνεύματι νῦν καὶ εἰς τοὺς αἰῶνας. | |
Ἀλληλουΐα, δόξα σοι ὁ θεός. | ||
5.65(t) | Τετράστιχα τοῦ Φιλῆ. | |
1 | Τοῦ κιθαρῳδοῦ μὴ παρόντος ἐνθάδε, Τὸ πνεῦμα κινεῖ τῶν μελῶν σοι τοὺς τόνους. Οὐκοῦν τὸ λαλοῦν τῷ θεῷ πλῆκτρον δίδου, | |
Καὶ φεῦγε, πιστὲ, τῆς ψυχῆς τὴν ἀγχόνην. |