TLG 2714 001 :: THEODORUS STUDITES :: Homilia in nativitatem Mariae (olim sub auctore Joanne Damasceno) THEODORUS STUDITES Scr. Eccl.
Theol. Homilia in nativitatem Mariae (olim sub auctore Joanne Damasceno) Citation: Volume — page — (line) | ||
96.680(t33) | Ζʹ. | |
t34 | Τοῦ αὐτοῦ Λόγος, εἰς τὸ γενέσιον τῆς ὑπερ‐ | |
---|---|---|
t35 | αγίας Δεσποίνης ἡμῶν Θεοτόκου. | |
36 | αʹ. Λαμπρῶς πανηγυρίζει ἡ κτίσις σήμερον, και‐ νὸν οὐρανὸν τὴν Παρθένον λαμβάνουσα. Κόρη ἐπὶ γῆς γεγέννηται, τοῦ Βασιλέως τῶν οὐρανῶν ἐψυχώ‐ μενος θάλαμος. Νεᾶνις εἰς φῶς ἐλήλυθε τῆς ἡλιακῆς | |
40 | ἀκτῖνος φανότερον ἀστράπτουσα. Βρέφος ἐκ στείρας ἀνέλαμψε, τῆς παρθενίας τέμενος ἱερώτατον. Τίς οὐχ ὑπαντήσει πρὸς τὴν πανήγυριν; τίς οὐ δωροφο‐ ρήσει ἑόρτια, καὶ τῇ Παρθένῳ φιλούμενα; Δῶρον κάλλιστον παρθενεύουσιν ἡ ἀφθαρσία, γήμασι σω‐ | |
45 | φροσύνη, πλουσίοις μετάδοσις, πένησιν ἡ εὐχαρι‐ στία, ἄρχουσιν ἡ ἡμερότης, βασιλεῦσιν ἡ δικαιοσύνη, ἱερεῦσιν ἡ ὁσιότης, τοῖς πᾶσιν ἐν ἅπασιν ἡ εὐνομία. Ἐπεὶ δὲ τοιαῦτα τὰ δῶρα, καὶ μετὰ τοιούτων ἡ λαμ‐ προφορία, δεῦτε σκιρτήσωμεν εὐφρόσυνα. ᾌσωμεν | |
96.680(50) | χαριστήρια, μετὰ Δαβίδ· Ἀγαλλιασώμεθα τῷ Κυ‐ ρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν. Τῷ | |
Κτίστῃ τῶν ἁπάντων, ναὸς ὑποδοχῆς ᾠκοδόμηται· | ||
96.681 | ὅτι τῷ δημιουργῷ Λόγῳ καταγώγιον ξενισμοῦ ἡτοί‐ μασται· ὅτι τῷ Ἡλίῳ τῆς δικαιοσύνης νεφέλη φωτὸς ἐξήπλωται· ὅτι τῷ περιβάλλοντι τὸν οὐρανὸν ἐν νε‐ φέλαις, θεοϋφάντου περιβολαίου ἱστὸς ἀνίσταται· | |
5 | ὅτι τῷ κιρνῶντι ταῖς ὥραις τοὺς καιροὺς καὶ ἐνιαυ‐ τοὺς συνακτήριον νυμφικὸν ἀναδέδεικται. βʹ. Χορεύσατε, νεάνιδες· παρθενικὸν γὰρ τὸ γε‐ νέθλιον. Σκιρτήσατε, μητέρες· μητρικὸς γὰρ καρπὸς ἡ παρθενεύουσα. Στεῖραι, εὐέλπιδες ἔστε πρὸς τὴν | |
10 | πρὶν στειρεύουσαν, εἶτα θεόπαιδα γεννήσασαν ἀπο‐ σκοπεύουσαι. Μηδέ γε κόραι τῆς χορείας ἀπολειπέ‐ σθωσαν, τῆς μόνης κορῶν κορωνίδος ὁμοῦ καὶ βασι‐ λίδος τὸ γενέσιον πανηγυρίζουσαι. Σαλπίσατε σάλ‐ πιγγι ἐπὶ τοὺς βουνούς· ἠχήσατε ἐπὶ τῶν ὑψη‐ | |
15 | λῶν· κηρύξατε ἐν Ἱερουσαλὴμ, δι’ Ὠσηὲ ἡμῖν κἀνταῦθα τὸ προσταττόμενον. Δαβὶδ ὁ Θεοπάτωρ, εὐ‐ φράνθητι· Ἡσαΐας ὁ προφητοκράτωρ, φαιδρύνθητι. Καὶ ὁ μὲν, ὅτι ἐξ ὀσφύος σου κατὰ τὴν ὁρκωμοσίαν ἡ βασιλὶς προέρχεται, ἐξ ἧς θήσειν ἐπὶ τὸν θρόνον | |
20 | σου τὸν καρπόν σου Θεὸς ἐπηγγείλατο· ὁ δὲ, ὅτι ἡ προφητεία σου πέρας εἴληφεν, Ἐξελεύσεται ῥά‐ βδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται. Ῥάβδος ἡ Παρθένος, ἐξ ἧς ἀπειρόγα‐ μος τὸ ἀνθηρὸν καὶ ἀένναον Χριστὸς ἄνεισιν. | |
25 | γʹ. Ἀλλὰ τί μοι τῷ δεῖνι, καὶ τῷ δεῖνι τὸ χαίρειν περιγράφειν, καὶ μὴ φωνῇ περιληπτικῇ διασημᾶναι τὴν ἀγαλλίασιν; Εὐφρανθήτω ὁ οὐρανὸς ἄνωθεν, καὶ αἱ νεφέλαι ῥανάτωσαν δικαιοσύνην. Ἀνατει‐ λάτω ἡ γῆ, καὶ βλαστησάτω ἔλεος, καὶ δικαιο‐ | |
30 | σύνην ἀνατειλάτω ἅμα. Διὰ τί; ὅτι σκήνωμα τῷ Θεῷ Ἰακὼβ πεφανέρωται· ὅτι τόπος ἅγιος τῷ παναγίῳ Λόγῳ ὑποδέδεικται. Ὡς φοβερὸς ὁ τόπος οὗτος, βοάτω Ἰακὼβ ὁ πατριαρχικώτατος, οὐκ ἔστι τοῦτο ἀλλ’ ἢ οἶκος Θεοῦ, καὶ αὕτη ἡ πύλη τοῦ | |
35 | οὐρανοῦ! Ὢ ἀποῤῥήτων ἀκουσμάτων! ὢ παραδόξων ἀποτελεσμάτων! Τί τοῦτο τὸ καινὸν διήγημα; τίς αὕτη ἡ ξενίζουσα παραβολὴ καὶ ἀπόῤῥητος; Εἰ ὁ οὐρανὸς τοῦ οὐρανοῦ οὐκ ἐξαρκέσουσί σοι, ὡς ὁ Λό‐ γος, καὶ τίς ἡ ἐξαρκοῦσα αὐτῷ φυσικὴ κατοίκησις; | |
40 | Οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει Κύριος; Καὶ ποῦ τῷ τοιούτῳ, καὶ τηλικούτῳ, καὶ ὑπεραίροντι πάσης καταληπτικῆς ὑποθέσεως; οὐ γὰρ ἐν ποσότητι τὸ ἄπειρον, περιληπτικὸν χωρίον ἐξευρηθήσεται. Ὁ οὐρανός μοι, φησὶν, θρόνος, καὶ | |
45 | ἡ γῆ ὑποπόδιον τῶν ποδῶν μου. Καὶ ποῖος οἰκο‐ δομηθήσεται οἶκος τῷ ἐρωτῶντι; ἢ τίς ἐξευρεθείη τόπος τῆς καταπαύσεως αὐτοῦ; ἀλλ’ ὅμως εὕρηται, καὶ πεφανέρωται. Πῶς, καὶ τίνι τρόπῳ; Ὧδε γὰρ τὸ ζητούμενον. Μικρὸν ἀναμείνας, ἀγαπητὲ, λήψῃ | |
96.681(50) | τοῦ ποθουμένου τὴν ἐπίλυσιν. δʹ. Μέλλοντος ἀνθρώπου ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παράγεσθαι δι’ ἄπειρον Θεοῦ ἀγαθότητα, πρότερον οὐρανὸς ἐκτείνεται, γῆ ὑπεστόρεσται, θάλασσα πε‐ ριώρισται, καὶ ὅσα ἀμφοτέρων συμπληρωτικὰ, ἐν | |
55 | ταυτῷ τῆς ὅλης διακοσμήσεως εἴληπται. Εἶθ’ ὕστε‐ | |
96.684 | ρον ὁ ἄνθρωπος βασιλικῶς εἰς γυμνάσιον ἀρετῆς ἐν παραδείσῳ τίθεται· ἀλλ’ εἰ μὴ ἡ παράβασις προὐ‐ χώρησεν, οὐκ ἂν τοῦ ζωηροῦ χωρίου ἐξωρίζετο. Ἐξοστρακισθεὶς δὲ τοῦ ἐνδύματος, εἰ μὴ ταῖς | |
5 | θείαις προμηθείαις ἀντανίστατο, οὐκ ἂν εἰς τὴν πο‐ λυπαθεστάτην ἀλλοίωσιν κατηγάγετο, ἀντὶ Θεοῦ μονάρχου πολυθεΐαν σεβόμενος. Διά τοι ταῦτα, ὡς ἐν κεφαλαίῳ φάναι, τῇ φθορᾷ κατεσχημένων ἁπάν‐ των, καὶ Θεοῦ κατοικτιζομένου μὴ εἰς παντελῆ | |
10 | ἀνυπαρξίαν χωρῆσαι τὸ τῶν οἰκείων χειρῶν πλάσμα, ἄλλου καινοῦ οὐρανοῦ, γῆς τε καὶ θαλάσσης ποίημα, ἐν οἷς χωρηθῆναι εὐδοκεῖ δι’ ἀνάπλασιν τοῦ γένους ὁ ἀχώρητος. Καὶ ταῦτά ἐστιν ἡ μακαρία καὶ πολυ‐ ύμνητος Παρθένος. Ὢ τοῦ θαύματος! Οὐρανὸς μὲν, | |
15 | ὡς ἐκ τῶν ἀδύτων θησαυρῶν, τὸν τῆς δικαιοσύνης Ἥλιον ἀνίσχουσα· γῆ δὲ, ὡς ἐκ τῶν ἀχράντων λαγό‐ νων τῆς ἀφθαρσίας, τὸν στάχυν τῆς ζωῆς βλαστή‐ σασα· θάλασσα, ὡς ἐκ τῶν κοιλιακῶν κόλπων, τὸ νοητὸν μαργαρίτην προφέρουσα. Ἤδη τοιγαροῦν | |
20 | παρήχθη ἡ νεοφανὴς κτίσις τοῦ ἀχωρήτου. Ηὐτρε‐ πίσθη ἡ βασίλειος αὐλὴ τοῦ Παμβασιλέως. Ἡτοι‐ μάσθη τὸ λογικὸν καταγώγιον τοῦ ἀκαταλήπτου. Ὡς μεγαλοπρεπὴς ὅδε ὁ κόσμος! ὡς ἀξιάγαστος ἡ δη‐ μιουργία, φυτοῖς ἀρετῶν ὡραΐζουσα, ἄνθεσιν ἁγνείας | |
25 | εὐωδιάζουσα, λαμπρότησι θεωριῶν ἀγλαΐζουσα, πᾶ‐ σιν ἄλλοις ἀμφιλαφέσιν ἀγαθοῖς ἀνενδεῶς ἔχουσα, ἀξία, τὸ δὴ λεγόμενον, τοῦ Θεοῦ πρὸς ἀνθρώπους ἐνοικήσεως! Καίτοι γε καὶ ὁ πρὶν κόσμος, θαυμα‐ στὸς ὅτι μάλιστα· ὅτε γὰρ, φησὶν, ἐγενήθησαν | |
30 | ἄστρα, ᾔνεσάν με φωνῇ μεγάλῃ πάντες ἄγγελοί μου, καὶ ὕμνησαν. Ἀλλ’ οὔ τί πω οὕτω θεοπρεπὲς, ὡς ἡ μακαρία αὕτη καὶ πανθαύμαστος Παρθένος. Καὶ ὅτι ἀληθὲς, ἄκουσον τοῦ πολύτλα Ἰὼβ λέγοντος· Οὐρανὸς μὲν οὐ καθαρὸς, ἄστρα δὲ οὐκ ἄμεμπτα | |
35 | ἐναντίον αὐτοῦ. Τῆς δὲ τί καθαρώτερον; τί δὲ ἀμεμ‐ πτότερον; ἧς τοσοῦτον ἠράσθη Θεὸς, τὸ ἀκρότατον φῶς καὶ καθαρώτατον, ὡς δι’ ἐπελεύσεως ἁγίου Πνεύματος οὐσιωδῶς αὐτῇ συγκραθῆναι, καὶ ἐξ αὐτῆς προελθεῖν τέλειος ἄνθρωπος, μετὰ τῆς ἀμε‐ | |
40 | ταβόλου καὶ ἀσυγχύτου τῶν οἰκείων ἱδρύσεως. Ὢ τοῦ θαύματος! Τὴν ἰδίαν δούλην, μητέρα κτήσασθαι οὐκ ἐπῃσχύνθη ὁ φιλανθρωπότατος. Ὢ τῆς συγκα‐ ταβάσεως! Τοῦ ἰδίου πλάσματος γέννημα χρηματίσαι οὐκ ἀπῃνήνατο ὁ ὑπεράγαθος, ἐκείνης ἐρασθεὶς δη‐ | |
45 | λαδὴ τῆς ὡραιοτέρας πάσης κτίσεως, ἐκείνης ἐπι‐ λαβόμενος τῆς ἀξιωτέρας τῶν οὐρανίων δυνάμεων. Περὶ ταύτης τοίνυν ὁ Ζαχαρίας ὁ θαυμασιώτατος, Τέρπου, φησὶ, καὶ εὐφραίνου, θύγατερ Σιὼν, διότι ἰδοὺ ἔρχομαι, καὶ κατασκηνώσω ἐν μέσῳ σου, | |
96.684(50) | λέγει Κύριος. Περὶ ταύτης γε καὶ Ἰωὴλ ὁ μακα‐ ριώτατος, ὡς ἐμοὶ δοκεῖ, ὧδέ πως κεκραγὼς φαίνε‐ ται· Θάρσει, γῆ, χαῖρε καὶ εὐφραίνου, ὅτι ἐμεγά‐ λυνε Κύριος τοῦ ποιῆσαί σοι. Γῆ γάρ ἐστιν, ἐφ’ ᾗ Μωϋσῆς ὁ ἱερώτατος λῦσαι τὸ ὑπόδημα τοῦ σκιώ‐ | |
55 | δους νόμου εἰς ἐξαλλαγὴν χάριτος προσετάττετο. Γῆ | |
ἐστιν, ἐφ’ ᾗ τεθεμελιῶσθαι τῇ σαρκὶ ὑπὸ τοῦ Πνεύ‐ | ||
96.685 | ματος ᾄδεται, ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφά‐ λειαν αὐτῆς. Γῆ ἐστιν, ἡ σπορᾶς ἀνεπίδεκτος, καὶ ἁπάντων καρποτροφοῦσα τροφοδότην. Γῆ ἐστιν, ἐφ’ ἣν τῆς ἁμαρτίας ἄκανθα οὐκ ἀνέτειλε. Τοὐναντίον | |
5 | δὲ μᾶλλον διὰ τοῦ ταύτης ἔρνους πρόῤῥιζος ἐκτέτιλ‐ ται. Γῆ ἐστιν, οὐχ ὡς ἡ πρότερον κατηραμένη, καὶ ἧς καρποὶ πλήρεις ἀκανθῶν καὶ τριβόλων· ἀλλ’ ἐφ’ ἣν εὐλογία Κυρίου, καὶ ἧς εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας, ὥς φησιν ὁ ἱερὸς λόγος. | |
10 | εʹ. Ἀλλ’ ἐπεὶ ταῦτα οὕτως, φέρε, ἴδωμεν ὅθεν εὐθυδρόμησεν ὁ ἀείζωος ὄρπηξ τῆς παρθενίας· τίς ὁ φύσας, καὶ τίς ἡ τεκοῦσα. Ἰωακείμ τε καὶ Ἄννα, ἡ διαφανὴς καὶ πανεύφημος τοῦ Λόγου ξυνωρὶς, ἡ πασῶν συζυγιῶν θεσπεσιωτέρα ἁρμονία. Ἧς γὰρ ὁ | |
15 | κλάδος ὑπερφερὴς ἁπάντων, οὐ δήπου ταύτης ἡ ῥίζα μὴ προσφερεστέρα; Ἀλλ’ ἡμῖν εὔριζος φυὰς οὕτω μεγαλοφυής τε καὶ ἐξοχωτάτη, καρποῦ δὲ τέως ἄγο‐ νος. Καθαρωτάτη ἡ πηγὴ, ἀλλὰ ῥεῖθρον οὐ φέρουσα. Ξυμφορὰ ἡ ἀπευκταία. Εὐληπτικὰ καὶ ἐπώδυνα τὰ | |
20 | παριστάμενα. Τί οὖν; Ἐκέκραξαν δίκαιοι, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτῶν, καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτῶν ἐῤῥύσατο αὐτούς. Πόῤῥωθεν Δαβὶδ ἐνθεαστικώτατα διεσήμανε τοιάδε· Ἐκέκραξαν, φη‐ σὶν, οἱ δίκαιοι. Τῆς ὅλης ἀνθρωπότητος πρόσωπον | |
25 | εἰσφέρειν μοι ἡ δυὰς αὕτη τεθεώρηται. Ἐθεώρουν τοιγαροῦν θεογνωσίας τὴν ἀνθρωπότητα ἔρημον, ἐξ ἀπιστίας τὸν κόσμον χηρεύοντα· ἐπείπερ, Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, κατὰ τὸ ᾀδόμενον. Ὀδυνηρὰ ἡ ἀταξία, κατηφὴς ἀκαρπία. Ἐκέκραξαν | |
30 | οἱ δίκαιοι, ἐν τῷ οἰκείῳ δηλαδὴ παραδείσῳ. Ὅτου ἕνεκα; Ἐπειδήπερ ἐκ παραδείσου ἡ λυπηρὰ ἁμαρ‐ τία ἐξελήλυθεν, ἐκεῖ φησι τῇ προμήτορι ὁ τῶν ὅλων Θεός· Πληθύνων πληθυνῶ τὰς λύπας σου, καὶ τὸν στεναγμόν σου. Ἐν λύπαις τέξῃ τέκνα, καὶ | |
35 | πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου. Τί ἐκέ‐ κραξαν; Καρπὸν κοιλίας, ἤγουν εὐκαρπίαν θεο‐ γνωσίας ἐξαιτούμενοι, καὶ ταῦτα εἰκὸς προσευχό‐ μενοι. Ἀδωναῒ Κύριε Ἐλωῒ Σαβαὼθ, οἶδας τῆς ἀπαιδίας ὄνειδος. Γινώσκεις τῆς ἀκαρπίας τὸ | |
40 | ἄθυμον. Ἐὰν ἐπιβλέπων ἐπιβλέψῃς ἐπὶ τὴν ταπεί‐ νωσιν τῶν δούλων σου, καὶ δῷς τοῖς δούλοις σου σπέρμα παιδὸς, δώσομεν αὐτὸ ἐνώπιόν σου δοτόν. Καί γε ὁ Κύριος εἰσήκουσεν αὐτῶν, ὁ ταχὺς εἰς ἔλεον, βραδὺς δὲ εἰς ὀργὴν, δοὺς τὴν κυριώνυμον | |
45 | Μαρίαν λύτρον οὕτως ἀγλαὸν καὶ μεγαλοφυὲς ἀντὶ τῆς Εὔας. Θυγάτηρ ἴαμα μητρικὸν γεγένηται· τὸ νέον φύραμα τῆς θείας ἀναπλάσεως, ἡ παναγία ἀπαρχὴ τοῦ γένους, ἡ ῥίζα τοῦ θεοφράστου κλάδου, τὸ τοῦ προπάτορος ἀγαλλίαμα. Ὢ τῆς εὐεργεσίας! | |
96.685(50) | ὢ τῆς μεγαλοδωρεᾶς! Ἆρα οὐχὶ καὶ αὐτὸς ὁ ἥλιος φαιδροτέρας νῦν τὰς ἀκτῖνας ἀφίησι τῆς περιχαρείας πως αἰσθόμενος; Ἆρα οὐχὶ καὶ πᾶσα ἡ κτίσις οἷον ἐναβρύνεται ἐπ’ ἐλπίδι τῆς ἐκ φθορᾶς ἐλευθερίας, | |
ἐπὶ τῇ γεννήσει τῆς ἀφθόρως κυούσης τὸν ἐλευ‐ | ||
96.688 | θερωτὴν τοῦ κόσμου; Σκόπει καὶ τὰ ἑξῆς· φιλακροά‐ μων ἔσο, ἀγαπητὲ, καὶ μὴ ἀποκνῇς πρὸς τὴν ἔρευ‐ ναν. Ἄμελγε, φησὶ, γάλα, καὶ ἔσται βούτυρον. Κατάλληλος ὁ τόπος τῆς δικαίων προσευχῆς. Ἐν | |
5 | παραδείσῳ προσευξάμενοι, παράδεισον ἔτεκον, πολὺ τοῦ προτέρου μακαριώτερον. Ἐκεῖ ὄφις ψιθυρίσας, εὐάλωτα τὴν Εὔαν ἐξηπάτησεν. Ἐνταῦθα Γαβριὴλ ὁ ἀρχάγγελος ὁμιλήσας τῇ Μαρίᾳ εὐφρόσυνα, δι‐ ετάραξεν, ἀλλ’ οὐκ ἐξηπάτησεν. Ἐκεῖ ἡ τοῦ ὄφεως | |
10 | ὑπακοὴ θάνατον τὸν ἀμειδῆ προεξένησεν. Ἐνταῦθα ἡ πειθὼ τοῦ ἀγγέλου, ζωὴν τὴν ἀειχαρῆ τοῖς ἀνθρώ‐ ποις ἀντεισήγαγεν. Ἐκεῖ ἡ ἀπόφασις ὀδυνηρὰ τῇ ἐκ παρακοῆς τικτούσῃ· ἐνταῦθα ἡ τοῦ ἁγίου Πνεύματος ἐπιφοίτησις, χαρμόσυνα τῇ ἐκπεφευγυίᾳ προφητικῶς | |
15 | τὰς λυπικὰς ὠδῖνας. Ὢ τῆς ἐξαλλαγῆς τῶν πραττο‐ μένων! ὢ τῆς καινότητος τῶν τελουμένων! Τὰ ἀρ‐ χαῖα παρῆλθε (λελέχθω κἀνταῦθα), ἰδοὺ γέγονε τὰ πάντα καινά. Οἴκου ἀρχὴ κατὰ ἀκριβεστάτην θεω‐ ρίαν, καὶ τῆς τοῦ Θεοῦ πρὸς ἀνθρώπους ἐπιδημίας | |
20 | ἡ παροῦσα πανήγυρις προεκλάμπουσα. ϛʹ. Ἔχεις, ὦ φιλότης, τοῦ ζητουμένου τὴν λύσιν. Ἀπέλαβεν τῆς ὑποσχέσεως τὸ χρέος. Δεῦρο, λέξον καὶ αὐτὸς σὺν Ἡσαΐᾳ τὰ Ἡσαΐου· Κύριε ὁ Θεός μου, δοξάσω σε· ὑμνήσω τὸ ὄνομά σου, ὅτι ἐποίη‐ | |
25 | σας θαυμαστὰ πράγματα, βουλὴν ἀρχαίαν ἀλη‐ θινήν. Μικροῦ μὲν οὖν καὶ ὄψει τὴν μακαρίαν εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσιοῦσαν, ὡς ἤδη τῷ παναγε‐ στάτῳ Θεῷ ἀφιερωμένην· ἔπειτα συλλαμβάνουσαν ἐν γαστρὶ τὸν ἀπερίληπτον. Ὢ τοῦ θαύματος! Εἰς μι‐ | |
30 | κρὸν σώματος ἐνοικῆσαι τὸν περιέχοντα δρακὶ τὰ σύμπαντα. Καὶ πῶς οὐ περιγραπτὸς, ὦ Χριστομάχε (ἵνα μικρὸν παραθεωρήσω); Ὅτι, εἰ καὶ καθ’ ἡμᾶς, φησὶν, ἀλλ’ ὑπὲρ ἡμᾶς. Καὶ τί τοῦτο; Οὐ γὰρ κατὰ τὴν ἀνθρωπείαν μορφὴν, ἀλλὰ κατὰ τὴν θεότητος | |
35 | φύσιν ἡ διαφορὰ καὶ ἐξαλλαγή· οἷον ἐγαλουχεῖτο μα‐ ζοῖς μητρικοῖς ἀνθρωπικῶς· ἀλλὰ παρεῖχε τὸ ζῇν μητρὶ θεοπρεπῶς. Ἐλάλει φωνῇ ἐνάρθρῳ καθ’ ἡμᾶς, ἀλλὰ παρηγγυᾶτο ἐξουσίᾳ θεϊκῇ ὑπὲρ ἡμᾶς, δι’ ὧν τὰ θαύματα. Ὡδοποίει γεηροῖς ποσὶ καθ’ ἡμᾶς, ἀλλ’ | |
40 | εἰς νῶτα θαλάσσης ὑπὲρ ἡμᾶς. Ἐσταυροῦτο σαρκὶ καθ’ ἡμᾶς, ἀλλ’ ἐτροποῦτο ἐν σταυρῷ τὰς ἐναντίας δυ‐ νάμεις ὑπὲρ ἡμᾶς· ὧν τὰ μὲν περιγραπτῆς φύσεως· τῆς καθ’ ἡμᾶς γάρ· τὰ δὲ ἀπεριγράπτου, τῆς ὑπὲρ ἡμᾶς· οὐ λυμηναμένης θατέρας θάτερα τῇ οὐσιώδει | |
45 | συνόδῳ τὰ φυσικὰ ἰδιώματα, ἀλλ’ εἴσω τῆς οἰκείας ὁροθεσίας ἑκατέρας ἑστώσης. Σὺ δὲ φεύγων τὸ περι‐ γράφειν, ἤτοι εἰκονίζειν· ταυτὸν γὰρ ἀμφότερα, καὶ τὰς φύσεις φύρεις σὺν Ἀκεφάλοις, καὶ τὴν οἰκονομίαν ἀποσκευάσῃ σὺν Μανιχαίοις. Ἧττον ἦν σοι εἰς ἀνοίας | |
96.688(50) | λόγον, ἵνα τὸ ἀληθὲς εἴπω, Ἰουδαΐζειν, ἢ τὴν προσ‐ ηγορίαν Χριστιανοῦ ἔχοντι κατὰ Χριστοῦ φέρεσθαι. Ὅτι ὁ μὲν οὐ προσιέμενος Θεὸν σεσωματῶσθαι, οὔτε εἰκονίζει, ἀκόλουθα ἑαυτῷ πράσσων· σὺ δὲ προσ‐ ηκάμενος μὲν, μὴ εἰκονίζων δὲ, ἀνακόλουθος σεαυτῷ | |
55 | γίνῃ, γέλωτα ὀφλισκάνων καὶ τῷ Ἰουδαΐζοντι. Καὶ | |
οὔπω λέγω τὴν ὕβριν, ἀλλὰ πρὸς μὲν ἐκείνους τοσοῦ‐ | ||
96.689 | τος ὁ λόγος, ὅτι μὴ δογματικῶς, ἀλλ’ ἑορταστικῶς συνηθροίσθημεν. Ἡμεῖς δὲ ἔτι βραχέα προσειπόντες τῇ Παρθένῳ, καὶ ταῦτα ἐξ ὧν ὠνόμασται ἐν τῇ θεο‐ πνεύστῳ Γραφῇ ἀνελίττοντες, συμπερανοῦμεν ἐν τού‐ | |
5 | τοις, εἰ καὶ ἀναξίως, τὸν λόγον. ζʹ. Χαῖρε, Μαρία, ἤτοι μυρία, διὰ τὸ ἀπειροπληθὲς τῶν ἐγκωμίων. Μυρία γὰρ εἰπὼν περὶ σοῦ τις, οὐκ ἂν ἐφίκοιτο τῆς ἀξίας. Χαῖρε, Κυρία, ὡς τοῦ τῶν ὅλων Κυρίου μητροπρεπῶς τὴν κυρείαν εἰληφυῖα, | |
10 | ἧς τὰ σύμπαντα δοῦλά τις φήσας, οὐκ ἀπὸ σκοποῦ βάλλοι τὸν λόγον. Χαῖρε, σμύρνα θαλασσία, ἡ ἐν τῇ ἁλμυρᾷ τοῦ βίου ῥοπῇ τὴν σάρκα νεκροφοροῦσα τῇ ἁμαρτίᾳ, ἐξ ἧς γλυκασμὸς, καὶ ὅλως ἐπιθυμία, ὁ λέγων ἐν ᾌσμασιν, Ἐτρύγησα σμύρναν μετὰ | |
15 | ἀρωμάτων μου. Χαῖρε, βάτε, τὸ πυρίπλοκον θαῦμα, ἡ κατὰ στέρησιν ἄβατος τῇ ἁμαρτίᾳ· ἐπεὶ καὶ φυτὸν ἀθιγὲς, καὶ βατὸν οὐρανὸν δεδειχυῖα γηγενέσιν ἐκ θεογονίας σου. Χαῖρε, κιβωτὲ, τὸ θεόδμητον στέγος, ἡ τοῦ νεοκτίστου κόσμου ταμία, ἀφ’ ἧς ἔξεισι Χριστὸς, | |
20 | ὁ νέος Νῶε, πληρῶν τὸν ἄνω κόσμον τῇ ἀφθαρσίᾳ. Χαῖρε, ῥάβδος, τὸ θεόφυτον ἔρνος, ἡ μόνη πασῶν παρθένων τεκνοφόρος, ἐξ ἀσπορίας ἀνθήσασα υἱέα τὸν τῶν ἁπάντων Θεὸν καὶ ἱεράρχην. Χαῖρε, στάμνε, τὸ χρυσόπλαστον ἄγγος, ἡ παντὸς ἄγγους ἐξῳκι‐ | |
25 | σμένη, ἀφ’ ἧς μανναδοτεῖται ἅπας ὁ κόσμος, τὸν ἐν πυρὶ τῆς Θεότητος ἐξοπτηθέντα τῆς ζωῆς ἄρτον. Χαῖρε, σκηνὴ, ὁ θεότητος πόλος, οὐρανοῦ τῶν ἀψίδων προφερεστέρα, ἀφ’ ἧς αὐτοπροσώπως ὡμίλησε Θεὸς ἀνθρώποις, καὶ ἐξ ἧς εἰς τὸν κόσμον ἱλασμὸς ἐπεδή‐ | |
30 | μησεν αἰώνιος. Χαῖρε, θυμιατήριον, τὸ σκεῦος τὸ χρυσόνουν, ἡ τὸν θεῖον ἄνθρακα ἔνδον φέρουσα, ἀφ’ ἧς διέπνευσεν εὐωδία τοῦ Πνεύματος, τὴν μυδῶσαν φθορὰν ἐκ κόσμου ἀπελαύνουσα. Χαῖρε, τράπεζα, τὸ θεόθετον κρᾶμα ἡ πᾶσιν ἀγαθοῖς ἀρετῶν πλήθουσα | |
35 | μέθεξις, τῷ λέγοντι ἐν ᾌσμασιν· Ὀμφαλός σου κρατὴρ τορευτὸς, μὴ ὑστερούμενος κράματος. Χαῖρε, ναὲ, τὸ καθαρότευκτον Κυρίου δῶμα, περὶ οὗ φησιν ὁ Δαβίδ· Ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ· ἐξ οὗ ναουργῶν Χριστὸς ἑαυτῷ τὸ | |
40 | σῶμα, ναοὺς δείκνυσι τοὺς βροτοὺς Θεοῦ ζῶντος. Χαῖρε, ἁγίασμα, ἡ κρήνη ἡ θεόβρυτος ἡ πάσης ἁγιστείας ἀνάπλεως, ἐξ ἧς πρόεισι τῶν ἁγίων Ἅγιος, ὁ ἐξ ἐναγείας ἀποκαθαίρων κόσμον. Χαῖρε, τόπος Κυρίου, ἡ θεοστιβὴς γαῖα, ἡ τὸν ἔξω τούτου παντὸς | |
45 | τῇ Θεότητι τοπώσασα τῇ σαρκώσει, ἐξ ἧς ὁ ἁπλοῦς, σύνθετος· καὶ ὁ ἀΐδιος, ἔγχρονος· καὶ ὁ περιγραπτὸς, ὁ ἀπερίγραπτος. Χαῖρε, οἶκος Θεοῦ, ὁ θείαις ἀγλαΐαις ἐκλάμπων δόμος, οὗ τὸ ὑπέρθυρον ἀναφαίρετον τῆς ἁγνείας· ἡ πλήρης δόξης Κυρίου, καὶ τῶν πυρίνων | |
96.689(50) | Σεραφὶμ φωτοειδεστέρα ἐν πνεύματι. Χαῖρε, πύλη, ἡ ἀνατολόβλεπτος, ἐξ ἧς ἡ τῆς ζωῆς ἀνατολὴ τοῖς ἀνθρώποις τὴν τοῦ θανάτου δύσιν μειοῦσα· ἡ θεόδευ‐ | |
τος βάτος, καὶ τὰς κλεῖς τῆς παρθενίας φέρουσα. | ||
96.692 | Χαῖρε, οὐρανὲ, τὸ τοῦ περικοσμίου χώρου ἐνδιαίτημα τιμιώτερον· ἡ ταῖς τῶν ἀρετῶν λαμπηδόσι κατάστε‐ ρος, ἐξ ἧς ὁ τῆς δικαιοσύνης ἥλιος ἀνέτειλεν, ἡμέραν ἀδύτου σωτηρίας ἀνθρώποις δημιουργησάμενος. | |
5 | Χαῖρε, θρόνε. ὁ μετεωροπόρητος ἐν δόξῃ, ὁ ἔμ‐ ψυχος θῶκος ἡ τοῦ Θεοῦ καθέδραν ἐν ἑαυτῇ διαγρά‐ φουσα, καὶ ὑπὲρ νοερὰς δυνάμεις Θεὸν ἀναπαύουσα. Χαῖρε, Χερουβὶμ, ὁ πυροειδὴς νοῦς, ἡ ὡς ὄμματα τὰ θεῖα νοήματα πλήθουσα, καὶ πολυφάτους χάριτας | |
10 | ἀναστράπτουσα, καὶ δι’ ἧς τὸ ἀνέσπερον φῶς ἀν‐ θρώποις διαπορθμεύεται. Χαῖρε, Μήτηρ ἄνανδρε, ἡ ἐν μητράσι μόνη ἁγνεύουσα, καὶ τὰ μητέρων κατὰ παρθένους ἔχουσα, θαυμάτων ἁπάντων τὸ καινότατον θαῦμα. Χαῖρε, Παρθένε γεννήσασα, ἡ ἐν παρθένοις | |
15 | μόνη τοκεύουσα, καὶ τὰ παρθένων κατὰ μητέρας φέρουσα· τεράτων ἁπάντων τὸ φρικωδέστατον λά‐ λημα. Χαῖρε, σφραγὶς βασιλικὴ, ἡ τὸν ἐκ σοῦ οὐσιω‐ θέντα Βασιλέα τῶν ἁπάντων ἀποτυποῦσα μητρομοίῳ σώματι· εἴπερ οἵα ἡ γεννῶσα, τοιοῦτον δηλαδὴ καὶ τὸ | |
20 | γέννημα. Χαῖρε, βιβλίον ἐσφραγισμένον, ἡ πάσῃ φθορο‐ ποιῷ ἐπινοίᾳ ἀπήμαντος, ἐξ ἧς ὁ θεοχαράκτου νόμου κύριος πρὸς αὐτοῦ μόνου παρθενικῶς ἀναγινώσκεται. Χαῖρε, τόμος καινοῦ μυστηρίου, ἡ τῇ ἀφθαρσίᾳ παν‐ τάπασιν ἄθικτος, ἐν ᾗ ὁ ἀνείδεος Λόγος γραφίδι | |
25 | ἀνθρωπικῆς ἰδέας ἐζωγράφηται, εἴτουν σεσωμάτωται, ὁ κατὰ πάντα ὅμοιος ἡμῖν πλὴν ἁμαρτίας γενόμενος. Χαῖρε, πηγὴ ἐσφραγισμένη, ὁ βρυτὴρ τῆς ἀφθαρσίας, ἡ τὸ ῥεῖθρον τῆς ζωῆς Χριστὸν ἐκβλύσασα, τῶν ση‐ μάντρων μηδαμῶς τῆς παρθενίας λυμανθέντων. Οὗ | |
30 | τῇ μεθέξει ἀπαθανισθέντες, παλινδρομοῦμεν, εἰς τὸν ἀγήρω παράδεισον. Χαῖρε, κῆπος κεκλεισμένος, ἡ τῇ παρθενίᾳ ἀδιάνοικτος εὐκαρπία, ἧς ἡ ὄσφρησις ὡς ἀγροῦ πλήρους, ὃν εὐλόγησεν ὁ ἐκ σοῦ προελθὼν Κύριος. Χαῖρε, ῥόδον ἀμάραντον, ἡ τὸ ἀμήρυτον εὐ‐ | |
35 | ωδιάζουσα, ἧς ὁ ὀσφρανθεὶς Κύριος ἐπανεπαύσατο, καὶ δι’ ἧς ἀνθήσας τὴν εὐωδίαν τοῦ κόσμου ἀπ‐ εμάρανε. Χαῖρε, μῆλον εὐωδιάζον, ὁ στειροφυὴς καρ‐ πὸς, καὶ ὡραιόθεος, ἡ λέγουσα ἐν ᾌσμασιν, Ἐν μήλοις με στοιβάσατε, ὅτι τετρωμένη ἀγάπης | |
40 | ἐγώ εἰμι. Ἧς δρεψαμένης τὴν καθαρότητα Χριστὸς, εἱστιάσατο εὐοδμίαν ἄχραντον τῷ κόσμῳ διαπνέου‐ σαν. Χαῖρε, κρῖνον, οὗ ὁ γόνος Ἰησοῦς, ταῦτα τὰ κρῖνα τοῦ ἀγροῦ ἀμφιεννύντος· ἡδύπνους ῥοδωνία τοῦ Πνεύματος, ἐξ ἧς Χριστὸς ἀνήθευτον ἐξ ἀσπο‐ | |
45 | ρίας στολὴν περιεβάλετο, τὴν Σολομωντικὴν στολὴν ἀποκρύπτουσαν. Χαῖρε, ἄνθος, τὸ πάσης ἀνθοβαφι‐ κῆς χροιᾶς ποικιλώτερον ἐξ ἀρετῆς ἁπάσης ἥδυσμα, ἐξ ἧς ἄνεισιν ἄνθος ὁμοίῳ ὅμοιον κατὰ μητρικὴν ἐμφέρειαν, ἐφ’ ᾧ ἑπτὰ τὰ ἀναπαυόμενα πνεύματα, | |
96.692(50) | ὡς ὁ Λόγος. Χαῖρε, νάρδος νάουσα, καὶ ἀρδεύουσα κατὰ τὰ μυρεψικὰ τῆς ἁγνείας ἀρώματα, ὧν ἡ διά‐ δοσις ὀσμὴ ἡδεῖα τῷ φήσαντι ἐν ᾌσμασι· Νάρδος μου ἔδωκεν ὀσμὴν αὐτοῦ. Χαῖρε, στακτὴ, ἡ ἐκ παρ‐ θενικῆς βαλσαμουργίας ἀποστάξασα Χριστῷ, στακτὴν | |
55 | ἁγιάσματος, ἤτοι γάλακτος, ἡ ψάλλουσα ἐν ᾌσμα‐ | |
σιν· Ἀπόδεσμος τῆς στακτῆς ἀδελφιδοῦς μου | ||
96.693 | ἐμοὶ, ἀναμέσον τῶν μαστῶν μου αὐλισθήσεται. Χαῖρε, κιννάμωμον, τὸ ἐκ νοητοῦ παραδείσου τῆς ἀχραντίας ἐξιὸν ἄρωμα, οὗ ἡ ὀσμὴ ἡδεῖα τῷ λέγοντι ἐν ᾌσμασιν· Ἀποστολαί σου παράδεισος ῥοῶν | |
5 | μετὰ καρπῶν ἀκροδρύων· κάλαμος καὶ κιννάμω‐ μον μετὰ πάντων ξύλων τοῦ Λιβάνου. Χαῖρε, θύ‐ γατερ, ἡ θυηπόλος νεᾶνις, ἧς τὸ ἄχραντον ἐράσμιον, καὶ ὁ κόσμος παράδοξος τῷ φήσαντι ἐν ᾌσμασι· Τί ὡραιώθησαν διαβήματά σου ἐν ὑποδήμασι, | |
10 | θύγατερ Ἀμιναδάβ; Ἡ κοιλία σου θημωνία σίτου πεφραγμένη ἐν κρίνοις. Χαῖρε, ἀδελφὴ, ἡ τοῦ καλοῦ ἀδελφοῦ παρώνυμος καὶ πανέραστος, οὗ ἡ φωνὴ τοιάδε ἐν ᾌσμασιν· Ἐκαρδίωσας ἡμᾶς, ἀδελφή μου νύμφη, ἐκαρδίωσας; Χαῖρε, νύμφη, ἧς νυμφο‐ | |
15 | στόλος τὸ Πνεῦμα τὸ ἅγιον, καὶ νυμφίος ὁ Χριστὸς, ὁ λέγων ἐν ᾌσμασιν· Ὁλοκάλη ἡ πλησίον μου, καὶ μῶμος οὐκ ἔστιν ἐν σοί· δεῦρο ἀπὸ Λιβάνου, νύμφη. Χαῖρε, μύρον, τὸ τῶν ἀρετῶν μυριότιμον σύνθημα, ἡ παναγνείας μύροις μυρίζουσα, ἐξ ἧς | |
20 | ὁμωνύμως σοι προῆλθεν ὁ Κύριος. Μύρον γὰρ, φησὶν, ἐκκενωθὲν ὄνομά σου· ἀφ’ οὗ κέχρισται τὸ βασίλειον ἱεράτευμα. Χαῖρε, θυμίαμα, τὸ ὑπὲρ κό‐ σμου παντὸς ἐνώπιον Κυρίου κατευθυνόμενον προσ‐ ευκτήριον, ἡ ἀποπεπληρωμένη ἐξ εὐωδίας τοῦ | |
25 | Πνεύματος, περὶ ἧς που θαυμαστικῶς βεβόηται· Τίς αὕτη ἀναβαίνουσα ἀπὸ τῆς ἐρήμου, ὡς στε‐ λέχη καπνοῦ τεθυμιαμένη; Χαῖρε, χρυσίον καθαρὸν, ἡ ἐν χωνείᾳ τοῦ Θεοῦ δοκιμασθεῖσα τῷ πυρὶ τοῦ Πνεύματος, καὶ μηδαμοῦ ῥυτίδα κακίας φέρουσα· | |
30 | ἐξ οὗ ἥ τε λυχνία, καὶ ἡ τράπεζα, καὶ πάντα τὰ κατὰ τὸν νόμον χρύσεα κατ’ ἔμφασιν ἀλληγορικὴν, ἐπὶ σὲ τὸν χρυσώνυμον καὶ πολυώνυμον μεταλαμβά‐ νεται. Χαῖρε, ξύλον ἄσηπτον, ἡ φθορᾶς ἁμαρτικῆς μὴ προσηκαμένη σκώληκα, ἐξ ἧς τὸ νοητὸν θυσια‐ | |
35 | στήριον, οὐκ ἐκ ξύλων ἀσήπτων κατεσκευασμέ‐ νον, ἀλλ’ ἐξ ἀχράντων λαγόνων Θεῷ δεδομημένον. Χαῖρε, πορφύρα βασιλικὴ, ἡ ἐκ παρθενικῶν αἱμάτων σου ἐξυφάνασα ἁλουργίδα τῷ λέγοντι ἐν ᾌσμασι· Πλοκίον κεφαλῆς σου ὡς πορφύρα· βασιλεὺς | |
40 | δεδεμένος ἐν παραδρομαῖς. Τί ὡραιώθης, ἢ τί ἡδύνθης; Χαῖρε, βύσσος κεκλωσμένη, ἡ βάθος θείων νοημάτων ἐν διανοίᾳ κλώσασα, καὶ ταῖς ἐναντίαις θέλξεσιν ἄχαυνος· Πῶς γὰρ, φησὶν, ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; Δι’ ἧς ἡ ἐπωμὶς πορφυ‐ | |
45 | ροχρυσόμικτος τῷ ἱεραρχοῦντι τῶν ἄνω Δυνάμεων. Χαῖρε, ὑάκινθος, τὸ φλογοφανὲς τῆς παρθενίας ἔριον ἐξ οὗ μυστικῶς τῷ Θεῷ ἱερούργηται ἄμφιον σωμα‐ τώσεως. Χαῖρε, κούφη νεφέλη, ἡ τὸ γεῶδες καὶ βρί‐ θον σκῆνος, κοῦφόν πως, ὡς ἀερῶδες, ἔχουσα, καὶ | |
96.693(50) | τὸν ἄρτον τῆς ζωῆς ὡς ἐν θυσιαστηρίῳ καλύπτουσα, ἐν ᾗ καθῆσθαι Κύριον Ἡσαΐας προσηγόρευσε. Χαῖρε, ἅχραντε, τὸ ἀνέπαφον τῆς παρθενίας κειμήλιον, ἡ | |
τὸν ἄχραντον Λόγον γεννήσασα, ἀφ’ ἧς ἡ παρθενία | ||
96.696 | ἐξέλαμψε τὸν κόσμον συντέμνουσα. Χαῖρε, ἁγνὴ, ἡ μόνη τὴν καρδίαν ἁγνὴν αὐχηματικῶς ἔχουσα. Τὸ ὄρος ἀληθῶς τὸ θεόδεκτον, ἀφ’ οὗ ἁγνίζεται ὁ νέος Ἰσραὴλ τοῦ πάλαι τιμαλφέστερον καὶ χρονιώτερον. | |
5 | Χαῖρε, ἀλόχευτε, βρεφοτρεφῆ γαλουχίαν μητροπρε‐ πῶς φέρουσα, ἀφ’ ἧς ἀμέλγει γάλα παρθενικὸν, ὁ τρέφων τὰ σύμπαντα. Χαῖρε, ἀμόλυντε, ἡ μόνη Θεῷ εἰς ἐνοίκησιν εὐπρόσιτος, καὶ Θεοῦ ἀξίωμα ἐκ γεν‐ νήσεως ἔχουσα· διὸ σὺ προσκυνητὴ καὶ πάσαις οὐ‐ | |
10 | ρανίαις Δυνάμεσι. Χαῖρε, πόκε, τὸ περὶ τὸν Γεδεὼν νίκης σύμβολον, ἐξ ἧς ἀπεῤῥύη τροπικῶς ἡ δρόσος ἡ ἀθάνατος, ὁ αὐτολέκτως φάμενος· Θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον. Χαῖρε, χωρίον Θεοῦ, τὸν ἐν πᾶσιν ἀχώρητον ἐν γαστρὶ χωρήσασα· οὗ τὰ πάντα | |
15 | ἐν δρακὶ, καὶ σοῦ παρόντος ἐν χερσίν· ὃ καὶ λεγό‐ μενον ἀδιανόητον, καὶ διανοούμενον ἀσυνείκαστον. Χαῖρε, Θεοῦ Μήτηρ, ἡ μόνη τοῦ ἰδίου Υἱοῦ δούλη, καὶ ἄμφω φύσει, μεθ’ ἣν οὐκ ἔστι μήτηρ παρθένος τῆς μακαρίας παρθενίας εἰς τὴν πρὶν ἐν παραδείσῳ ἀνα‐ | |
20 | δραμούσης ἀφθαρσίαν. Χαῖρε, Θεοδόχε, φωτοειδὲς στοιχεῖον τῆς θείας ἀπειρίας, οὗ ὁ ἄπειρος, ποδιαίᾳ γαστρὶ περιεχόμενος, καὶ ἐν ἑαυτῷ περιέχων τὰ πέ‐ ρατα. Χαῖρε, Θεοτόκε κυρίως καὶ ἀληθῶς, τὸ πρὸς Θεὸν ἀνθρώποις φρικτὸν συναπτήριον, δι’ ἧς τὰ οὐ‐ | |
25 | ράνια τοῖς ἐπὶ γῆς ἥνωνται, Θεῷ τὰ ἀνθρώπου, καὶ ἀνθρώπῳ τὰ Θεοῦ ἀντανίσχουσα. Χαῖρε, πα‐ στὰς, ἡ παρθενίας ἐγερθεῖσα κάλλεσι, τῷ λέγοντι ἐν ᾌσμασιν· Εἰσῆλθον εἰς κῆπόν μου, ἀδελφή μου νύμφη. Οὗ πρὸς σάρκα συναφείας ἐκεῖνα | |
30 | ἐπάγεται· Ἐξέλθετε καὶ ἴδετε ἐν τῷ βασιλεῖ Σολομὼν, ἐν τῷ στεφάνῳ, ᾧ ἐστεφάνωσεν αὐτὸν ἡ μήτηρ αὐτοῦ, ἐν ἡμέρᾳ νυμφεύσεως αὐτοῦ, καὶ ἐν ἡμέρᾳ εὐφροσύνης τῆς καρδίας αὐτοῦ. Χαῖρε, ἀμνὰς, ἡ ἄτεξ κατὰ γαμικὴν σύνοδον, | |
35 | καὶ τοκὰς κατὰ θείαν σύλληψιν. Ἐξ ἧς ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐπεδή‐ μησε. Χαῖρε, νεφέλη φωτὸς, ἡ ἐν ἐρήμῳ τοῦ βίου πρεσβευτικῶς τὸν νέον Ἰσραὴλ σκιάζουσα· ἀφ’ ἧς τὰ τῆς χάριτος διατάγματα ἤκουσται, ἐξ ἧς ὁ τῆς | |
40 | δικαιοσύνης ἥλιος ἀνατέταλκε μαρμαρυγαῖς ἀφθαρ‐ σίας καταφαιδρύνων τὰ σύμπαντα. Χαῖρε, λυχνία, τὸ χρυσοῦν τῆς παρθενίας σκεῦος καὶ εὔριζον, οὗ θρυαλλὶς, ἡ χάρις τοῦ Πνεύματος, καὶ ἔλαιον, τὸ ἐξ ἀχράντων σαρκῶν ληφθὲν σῶμα ἅγιον, ἐξ ὧν φῶς | |
45 | Χριστὸς τὸ ἀνεπίδυτον· ἡ τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις τὴν ἀΐδιον ζωὴν παράψασα. Χαῖρε, κεχαριτωμένη, τὸ πάσης χαρᾶς χαριέστερον καὶ πρᾶγμα, καὶ ὄνομα, ἐξ ἧς χαρὰ ἀδιάδοχος εἰς τὸν κόσμον Χριστὸς γεγέννηται, τῆς Ἀδαμιαίας λύ‐ | |
96.696(50) | πης τὸ ἰατρεῖον. Χαῖρε, παράδεισε, τῆς Ἐδὲμ χωρίον μακαριώτερον, οὗ φυτὸν ἀρετῆς ἅπαν ἀνατέθηλε, καὶ ἐφ’ ᾧ ξύλον τῆς ζωῆς πεφανέρωται· οὗ τῇ μεθέξει εἰς τὴν ἀρχαίαν δίαιταν ἀνατρέχομεν, τῆς φλογίνης ῥομφαίας νῶτα διδούσης, ὡς γέγραπται. Χαῖρε, πό‐ | |
55 | λις, τὸ τοῦ μεγάλου βασιλέως, Δαβιτικῶς εἰπεῖν, | |
96.697 | περιήχημα, ἐν ᾖ τὰ βασίλεια τῶν οὐρανῶν ἀνέῳκται, καὶ γηγενεῖς πολιτογραφούμενοι γήθουσιν· ἧς ἐξαί‐ σια καὶ τεθαυμασμένα πάσαις γλώσσαις τε καὶ δια‐ νοίαις τὰ διηγήματα, ἐν Χριστῷ Ἰησοῦ τῷ διὰ σοῦ | |
5 | ἱλεουμένῳ μοι, ἐφ’ οἷς ὤφλησα ὁ οἰκτρὸς καὶ ἄλογος, ἐκθειάζων τὰς ἀπείρους αἰνέσεις σου ὅτι αὐτῷ πρέ‐ πει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ Πα‐ τρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς | |
αἰῶνας τῶν αἰώνων. Ἀμήν. |