TLG 2702 021 :: Michael PSELLUS :: De Euripide et Georgio Piside judicium

Michael PSELLUS Polyhist., vel Constantinus Psellus vel Constantius Psellus vel Michael Psellus Minor
(Constantinopolitanus: A.D. 11)

De Euripide et Georgio Piside judicium

Source: Dyck, A.R. (ed.), Michael Psellus: The essays on Euripides and George of Pisidia and on Heliodorus and Achilles Tatius [Byzantina Vindobonensia 16] Vienna: Österreichische Akademie der Wissenschaften, 1986: 39–50.

Citation: (Line)

1tὉ αὐτὸς ἐρωτήσαντι “Τίς ἐστίχιζε κρεῖττον,
2tὁ Εὐριπίδης ἢ ὁ Πισίδης;”
3 Ἄ̣μφω μὲν εὔχρησ̣[τοι] τ̣ο̣ῦ γε μέτρου καὶ τῆς ποιήσεως ἕνεκα, καὶ ὁ Φλιάσιος Εὐριπίδης ὁ τραγικὸς καὶ ὁ τ̣[ῶν Πισιδῶν] Γ̣εώ̣ργιος, ὃς τὸ
5ἰαμβικὸν μέτρον παρὰ τοὺς πολλοὺς τοὺς αὐτῷ 〈ἑπομένουσ〉 ἠ̣κ̣[ρί]‐ βωσ[ε· ἐπεὶ δ’ ἐποίησε τὸν] α̣ὐτὸν λόγον οὕτως εἰπεῖν ὁμοιότατον, δυσ‐ χερὴς ἡ [διάκρισ]ις̣ [π]ῶ̣ς̣ ἀ̣λ[λή]λ̣οιν διαφέρετον καὶ τίς ἅτερος θατέρου καλλίων. περὶ δὲ τὰς ἀμφοτέρα̣ς̣ [τέχνας εἴ τις] καὶ τὴν ἐπιστήμην ἔχει τὴν μετρικὴν καὶ τὴν περὶ τοὺς ῥυθμοὺς ἀξιόλογ̣[ον], τὴν περὶ τὰ μέτρα καὶ
10τοὺς πόδας ὑψηλόνουν καὶ θεωρητικόν, οὐ πάνυ χαλεπὸν εὑρεῖν τινα ἐ̣ν̣ ἀ̣μ̣φοτέροις διαφο̣ρὰ̣ν̣ καὶ δοῦναι τῷ ἑτέρῳ τὰ νικητήρια κατὰ τοῦ ἑτέρου. Τοῦτο δὲ παντὸς ἕνεκα προκ[εί]σ̣θ̣ω τοῦ λόγου ὅ̣τι τὰ μέτρα καὶ οἱ ῥυθμοὶ ἑτερότητας μυρίας παρὰ τοὺς χρόνους ἐδ̣έ[ξαν]το· [οὐ] γ̣[ὰρ] τὸ ἡρωϊκὸν μέτρον τὴν ἀρχαίαν νῦν σῴζει μεγαλοπρέπειαν, ο̣ὔ̣τ̣ε̣ ἐν το̣ῖ̣ς̣
15ἀ̣κ̣ριβεστάτοις μέτροις ἵσταται, ἀλλὰ τῷ δακτυλικῷ καὶ σπονδειακῷ καὶ ἰθυφαλλικὰ μ[έτρα καὶ τ]ῶν [ἰάμβων] συζυγίαι ἀναμεμίχαται, οὔτε τὸ ἰαμβικὸν μέτρον τὰς αὐτὰς ἀναπαύσεις καὶ τοὺς αὐτοὺς ῥυθμοὺς καὶ τὴν αὐτὴν συνθήκην τοῖς προτέροις ἔχον προφαίνεται, ἀλλὰ θεατρ̣[ικ]ώ̣τερον [ν]ῦ̣ν̣ ἐστι καὶ ὥσπερ ἐπὶ ὀρχήστρας ἀπηναισχύντηκε, καὶ πάσης μὲν
20ὑπεράλλεται β̣[άσεως, π]αντὸς δὲ ῥυθμοῦ ὑπερίπταται, καὶ μόνον νῦν ζηλωτὸν τὸ ἀ[ΐ]ττον τοῦ μ[έ]τ̣ρο̣υ̣ [καὶ ἰαμβόκροτον]. ἡ μέντοι τραγικὴ ποίησις διαφόροις τε ῥυθμοῖς κοσμουμένη καὶ μέτρα ποικίλα λ̣αμβάν̣ο̣υ̣σ̣α [οὐ 〈διὰ〉 παντὸς] ἐξορχεῖται τὰς ὑποθέσεις οὐδ’ ὑπερ‐
άλλεται, ἀλλ’ ἔστι μὲν οὗ καὶ τοὺς εὐκρότους ἤχους ζηλοῖ κα̣ὶ̣ τὴν39
25ποδικὴν εὐρυθμίαν προκρίνει καὶ τοῦ λόγου τὰς ἐμμέτρους συζυγίας ἀσπάζεται, ὅπῃ δὲ δόξει τῷ ποιητῇ, μεταβάλλε̣τ̣α̣ι̣ τοῦ τόνου καὶ τὸν ῥυθμὸν ἐξαλλάττει, καὶ ποτὲ ἔστιν οὗ̣ ἁρπάζε[τ]α̣ι ὁ ῥυθμός, ποτὲ δὲ βαίνε̣ι̣ ἐ̣πὶ τρισυλλάβου ἢ τετρασυλλάβου τῆς βάσεως [τῆς] με[τρικῆς], καὶ ὁ ῥητορικὸς λόγος ἐν μὲν [τ]ῷ κάλλει, φ̣η̣μὶ δὴ τῇ ἰδέᾳ, ῥυθ[μί]ζ̣ει
30πως τὸν ...π... μουσικωτέρους ῥυθμούς, ἐν δέ γε ταῖς λοιπαῖς ἰδέ[αι]ς μάλιστα ἐντραχ[ύν]ε̣ι̣, φ[ημὶ δὴ τραχέα] γε τὰ μ̣έτρα τίθησι̣, καὶ τραχύνει τὴν ἀ̣κ̣ο̣ή̣ν̣. Ὁ̣ γοῦν Εὐρι̣[πίδης τὴν] ποίησι̣ν̣ ὡς [οὐδεὶς] ἄ̣λλος ἀ̣κριβωσάμενος, εἰ μή τις αὐτ̣[οῦ] προκ[ρ]ίνοι τ̣[ὸν Σο]φ̣οκλ̣έ[α, διὰ τὴν ποικιλίαν θαυ‐
35μάσιος καὶ] πάν[τα μιμεῖσθαι δυνατός· καὶ] ποτὲ μὲν εὑρήσεις τ̣ὸ̣ν̣ [ποιητὴν] δ̣ι̣θυρα[μβί]ζ[ον]τα καὶ [νέα ζηλοῦν]τα τε καὶ προκρίνοντα, ποτὲ δὲ καὶ τῶν ἄλλων χαρίτων καὶ σεμνο̣[τήτων ἐξά]ρχ[οντα] καὶ τοῖς χοριάμβοις κοσμ̣[ού]μενον καὶ παντοδαπὸν τῇ ποιήσει γινόμενον, καὶ ἠθικώτατον μὲ̣ν̣ [ὄντα οἷ]ς [δ]εῖ [ἦθ]ος ἐνσε[μν]ύνεσθαι καὶ αὖθις
40παθητικώτατον ἔνθα πάθη τῶν πεπονθότων ὑπο[κυμαίνει], ἐπεὶ καὶ τὸ τελεώτατον κεφάλαιον τῆς τραγικῆς ποιήσεως τὸ πάθος ἐ̣στί, καὶ τοῖν δ̣υ̣‐ οῖν [εἰδ]οῖν τοῦ τε τραγικῶς καὶ τοῦ κωμικῶς λέγειν τοῦτό ἐστι τὸ διάφορον, ὅ̣[τι ἐ]κ̣ε̣ῖ̣ μ̣[ὲν] ὑπό̣κ̣[ειται τὸ] πάθος, ἐνταῦθα δὲ γέλωτες τὰ πλείω καὶ χάριτες. ἐπεὶ δὲ καὶ πλείω̣ τ̣[ὰ] μέρη τ[ῆς] τρα̣γῳδίας, οὐ μόνον
45κατὰ τὴν σκηνήν, ἀλλὰ καὶ κατ’ αὐτὴν τὴν ὅλην πραγματείαν τε καὶ συνθήκην, καὶ ἄλλο μέν ἐστι τὸ ἐπὶ σκηνῆς, 〈ἄλλο δὲ τὸ〉 χορικόν, ἕτερον
δὲ τὸ ἑτεροσκήνιον, καὶ ἄλλα μὲν τὰ ἐπεισόδια, ἄλλα δὲ τὰ προεισόδια· καὶ τὰ μὲν ἄγγελοι φθέγγονται, τὰ δὲ Φρύγες βάρβαρον σύστημα, ἢ γυναῖκες αἰχμάλωτοι, ἢ χορὸς ἕτερος, οὐ πᾶσι δὲ πάντων 〈ταὐ〉τὰ τῶν41

(50)

μέτρων κατάλληλα, ἀλλὰ δεῖ τὸν ποιητὴν καὶ γυναικεῖόν τι μέλος ἀνακαλέσασθαι καὶ βάρβαρον̣ ἦθος μιμήσασθαι, καὶ γλῶτταν Ἑλληνίδα ἐξακριβώσασθαι καὶ τἆλλα ὑποκ̣ρ̣ί̣ν̣α̣σ̣θ̣αι τοῖς ὑποκειμένοις προσώποις προσήκοντα, διὰ ταῦτα καὶ τὰ ἔπη τ̣ο̣ύ̣τ̣ο̣ι̣ς̣ ἐ̣φ’ ἑκάστων διάφορα καὶ ἑτεροῖα τὰ μέτρα καὶ οἱ ῥυθμοὶ πρὸς ἀλλήλους ἀκατ[ά]λ̣λ̣η̣λο̣ι. Σοφ̣[ο‐
55κλεῖ μὲν] οὖν κ̣αὶ̣ [δὴ] Αἰσχύλῳ βαθύτερα τὰ νοήματα καὶ ἡ τοῦ λόγου κατασκευὴ σεμνοτέρα, καὶ οὐ πα̣[ν]τ̣α̣χ̣οῦ χάριτες οὐδὲ ῥυθμοὶ εὔκροτοι, ἀλλὰ σεμνότερα τὰ πλείω καὶ οὕτως εἰπεῖν εὐσχημονέστατα. Α[ἰσχύλος γοῦν] εἰς μὲν τὸν Προμηθέα ἀναρτώμενον βραχύ τι τοῦ οἰκείου παρεκβαίνει ἤθους καὶ χαίρω̣ν̣ [λίαν] καθαροῖς ἰάμβοις καὶ
60λεξειδίοις τισι τὴν ἀκοὴν σαίνουσι γλαφυρώτερον τῆς ὑποθέσεως [ἐφή]ψατο· ἐν δέ γε ταῖς λοιπαῖς αὐτοῦ δραματικαῖς ὑποθέσεσι, μάλιστα ἔνθα τὰ Δαρεικὰ μιμεῖται πρόσωπα, δεινός ἐστι τὰ πολλὰ καὶ δυσέκφραστος, καὶ οὐκ ἄν τις αὐτοῦ γνοίη μὴ τετελεσμένος οὕτως εἰπεῖν τὰ θεοφάνεια. Εὐριπίδης δὲ ὀγδοήκοντα ἢ καὶ πλείω συνθεὶς δρά̣[μα]τ̣α̣,
65ἁπανταχοῦ ἀγαλματίας καὶ χαρίεις ἐστίν, οὐκ ἐν ταῖς χάρισι μόνον τοῦ λόγου, ἀλλὰ καὶ ἐν αὐτοῖς τοῖς πάθεσι· καὶ πολλάκις γε τοὺς Ἀθηναίους ἐπικαίρως δραματουργήσας εἰς πλεῖστα κατήνεγκε δάκρυα· ᾤοντο γὰρ τὰ λεγόμενα ὁρᾶν ὡς γινόμενα. ἔνθα δὲ τὸν Ὀρέστην εἰσάγει μαινόμενον, τὰ 〈κατὰ〉 Τάνταλον ὁπόσα εἰκὸς προοιμιασάμενος, εἶτα καταβὰς εἰς τὴν
70ἀδελφὴν Ἠλέκτραν καὶ τὰς ἐκ γειτόνων συναγο̣μ̣[ένας], ὥστε τὸν Ὀρέστην
θεάσασθαί τε καὶ ἐπισκέψασθαι, †οὐδὲ† “ἡσύχῳ ποδὶ” (Or. 136) φθέγγεται, ἀλλ’ ἐκεῖνος μὲν ἕστηκεν οὗ ἵστατο, αἱ δὲ 〈πρὸσ〉 τὴν Ἠλέκτραν ἀποκρινόμεναι φθεγγομένην τ̣ὸ̣
σιγᾶτε μὴ κτυπεῖτε, μὴ ἔσ〈τ〉ω κτύπος
43
75καὶ τἆλλα χορόν τινα πρὸς ἀλλήλας ἀνείλιττον, καὶ πρὸς τὸ μέλος τὰ μέτρα ἐφθέγγοντο, καὶ οὐδὲν αὐταῖς μέλον, εἰ καὶ τὴν λέξιν ὀξυτονεῖν δέοι, ἄλλως ἐπῇδον. οὕτως αὐτῷ πανταχοῦ διὰ σπουδῆς ἡ ῥυθμικὴ φράσις καὶ τὸ τῆς λέξεως εὔγλωττον καὶ τὸ τ̣[ο]ῦ̣ ῥυθμοῦ ἐμμελές. ἀτεχνῶς γοῦν τὴν μουσικὴν ξύμπασαν καὶ αὐτὰς δὴ τὰς ῥυθμικὰς̣ ἀγωγὰς εἰσ[ά]γε̣ι̣ [το]ῖ̣ς
80οἰκείοις ποιήμασ[ι] καὶ οὔτε διαστημάτων αὐτῷ οἱ λόγοι ἄμοιρο̣ι̣ οὔ̣[τε μὴν γλω]ττ̣[ημά]των μεταβολῆς. καὶ μάλιστα πεφρόντ̣ισται ὁ ἀνὴ̣ρ̣ [ἐν ἄ]λλοις̣· [τὰ μὲν] γ̣[ὰ]ρ̣ [μέ]τ̣ρα καὶ τὴν λέξιν μετατίθησι κ̣α̣ὶ̣ ποικίλλ[ει τὴν] φρά[σιν] κατ̣[ὰ δύναμιν ὁ σο]φός. οὔτ[ε] ἁνὴρ τὰς ὑπο̣θ̣έ̣σ̣ε̣ι̣ς̣ [ὑπερορᾷ οὔτε τὰ τῶν προσώπων ἤθη, καίτοι ἐν τούτοις αἱ Σοφοκλέους
85τραγῳδίαι] μ̣άλιστα τῶν ἄλλων ἐπραγματεύθησάν τε καὶ ἐπονή̣[θησαν. Εὐρι]πίδῃ δὲ τούτων μὲν [ἧτ]τ̣ο̣ν̣ ἐμέλησεν, ἐπραγματεύσατο δὲ πλέον ἐκείνου περί τε τ̣[ὴν με]λοποιΐαν, φημὶ δὴ τὴν [ἐν λ]ό̣γοι̣[ς], καὶ τὴν χρῆσιν ταύτης καὶ τὰς τρεῖς ταύτας τῶν καλλίστων ἐπ̣ι̣στημῶν, μουσικήν τε κ̣α̣ὶ̣ ῥ̣υθμικὴν κ̣α̣ὶ̣ [μετ]ρικήν, ὥ̣σ̣περ α[ὐλοὺς καὶ] κ̣ιθάρας καὶ λύρας ταῖς
90οἰκείαις συναγαγὼν ὑποθέσεσι. βαρβαρίζ[ειν δὲ δέον τὴν γλῶ]τταν μεμίμηται ὡς δοκεῖν τὸν αὐτὸν ἄκρως τε ἑλληνίζειν καὶ ἀκριβῶς
σολ[οικίζειν· τὸ γὰρ] παρὰ τὴν Ἀτθίδ[α] γλῶτταν ἐν ταῖς βαρβαρικαῖς λέξεσι σολοικοφανές. ἔστι δ’ ὅπῃ δ̣ι̣α̣μαρτάνει τοῦ πρέποντος καὶ τῆς δυνάμεως μᾶλλον τῆς λογικῆς γίνεται ἢ τοῦ ἀκριβοῦς τῆς ποιήσεως·45
95ἀμέλει τοι τὴν Ἑκάβην τῷ Ὀδυσσεῖ ἀντεισενεγκὼν ἀνδρὶ γενναίῳ καὶ ῥητορικῷ κατ’ ἐκείνου αἴρει καὶ τὰ πρεσβεῖα χαρίζεται· καὶ μελετᾷ μὲν κἀκεῖνον οὐκ ἀτερπῶς, ἐλάττονα δὲ τῆς αἰχμαλώτου ποιεῖ. ἔστι δὲ καὶ τῷ ἀνδρὶ τὸ ἁμάρτημα ἑτέροις κατόρθωμα. ἀλλ’ ἥ γε τοῦ λόγου ἀκρίβεια καὶ τῆς ἐπιστήμης δύναμις ἐκ πάντων τὸ ἄριστον ἀπαιτεῖ.

(100)

Τοιοῦτος μὲν ὁ Εὐριπίδης. ὁ δ’ ἐκ Πισιδίας σοφός, οἶμαι τῆς ἐλάττονος Ἀντιοχείας, ποιητὴς μὲν οὐκ ἔστιν ἐπῶν, ἓν δὲ ζηλώσας γένος μέτρου τὸ ἰαμβικόν, φημὶ δὴ τὸ ἀ[ρ]χ̣[αῖον τε καὶ μονομ]ερές, καὶ περὶ τοῦτο τὰ πλεῖστα πραγματευσάμενος, ποικίλλει μὲν οὐδαμῶς τ[...16...]είμενα τούτῳ πρόσωπα, μηδὲ κατασκευὴ δραματικὴ μηδὲ ποικίλη [...10...]α̣ν̣.
105ῥυθμοειδῶς δὲ πάνυ καὶ εὐγλώττως τοὺς ἰάμβους συντίθησιν, οὐ πολλοῖς μέρεσι [λεπτῶς] κατατέμνων τὸν ἴαμβον, ἀλλ’ ἔστιν οὗ τρισὶ μόνοις ἀρκούμενος. ἐν πᾶσι δὲ ἀβίαστος αὐτῷ [ἡ φράσις] ὥσπερ οὐκ ἐνθυμουμένῳ οὔτε τὰ νοήματα οὔτε τὰ ῥήματα ἀλλ’ ἀναγινώσκοντι {τ}αὐτὰ 〈τὰ〉 προκείμενα· Ἑλληνικά τε αὐτῷ τὰ ὀνόματα ξύμπαντα καὶ
110μετὰ τοῦ μεγαλοπρεποῦς εὔηχα. εἰ δὲ τροπῆς ἅψ̣[οι]το εἴτε τῆς ἐν παι‐ διαῖς καὶ ἐν χάρισιν εἴτε τῆς ἐν σεμνότητι, οὕτω δὴ προβιβάζει τῷ λόγῳ τὰ εὑρημένα καὶ οὕτως οἰκείως τίθησιν, ὡς μὴ δοκεῖν τι παραφθείρειν τὴν ἑτέραν ὑπόθεσιν ἀφ’ ἧς ε̣ἰ̣[ς] τὴν οἰκείαν [ὡρμ]ήθη. νόσημα γοῦν εἰπὼν ἐν τῷ λόγῳ εὐθὺς τὴν ἰατρικὴν πᾶσαν ἐπεισκυκ̣λ̣οῖ μήτε τῶν [αἰτ]ι̣ῶν
115φειδόμενος μήτε τῶν οἷς θεραπεύεται τὰ νοσήματα. κἂν σειρὰν οὐρανόθεν ἐξαρτήσῃ καί τινας δυνάμεις ταύτης ἐξάψῃ, εὐθὺς οἱ δεσμοὶ καὶ τὰ ἐξαρτήματα καὶ ὅσα τῆς ἀκρότητος καὶ ὅσα τοῦ ἀκροτελευτ〈ί〉ου τῆς χαλαρᾶς ἐκείνης ἁλύσεως. κἂν τὰς Ὥρας συναγάγῃ καὶ συνε[πεί]ξει
ὡς ἐν χορῷ, βαβαί, τῆς τῶν χειρῶν ἀντεπιβολῆς καὶ τοῦ κύκλου καὶ τῆς47
120ἑλίξεως καὶ τῆς περιόδου καὶ τοῦ ἐπῳδοῦ καὶ τῆς στροφῆς καὶ τῆς ἀντι‐ στροφῆς {καὶ τοῦ ἡσύχου} καὶ τῆς κινήσεως. εἰ δὲ καὶ θεατρίζειν αἱροῖτο τὸν λόγον καὶ τετράπωλον τὴν συνθήκην ἐρεῖ τῶν Ὡρῶν, πόσα μὲν περὶ ἡνιόχων φθέγγεται καὶ τῆς ἀρίστης ἡνιοχήσεως, πόσα δὲ περὶ ζυγῶν καὶ τροχῶν καὶ χοινικίδων, ὁποῖαι δὲ αὐτῷ αἱ πλῆμναι καὶ αἱ τῶν τροχῶν
125ἁ̣ψῖδες, τά τε ἵππεια φάλαρα καὶ φρυάγματα· καταβαίνει δὲ ὁ [λό]γος αὐτῷ καὶ μέχρι τῶν τελευταίων τῆς τέχνης, καὶ περὶ ἃ οὐδ̣ὲ̣ αὐτοὶ εἴ[ποι]εν οἱ περὶ τὴν τέχνην πραγματευ[όμεν]οι. εἰ δὲ καὶ φάλαγγας 〈ἐπ’〉 ἀλλήλαις στήσειεν, εὕροις ἂν ἐκεῖσε τὴν ἱ̣[ππι]κ̣ὴν ἅπασαν καὶ πεζικὴν σύντ[α]ξιν, τοὺς δορατοφόρους, τοὺς ἀκοντιστάς, τοὺς τοξ[ό]τας, τὸν ἐνωμοτίαν,
130[τὸν ἡμιλο]χίτην, τὸν οὐραγόν, τοὺς παραστάτας, τοὺς ἐπιστάτας· ὥσ[περ] δὲ ἀπὸ σφενδονῆς αὐτῷ οἱ [στ]ίχοι ἅ̣λλονται [ἅμα το]ῖ̣ς ποσ̣ὶ̣ καὶ τῷ μέτρῳ τὸ γ̣ο̣[ρ]γὸν συμπεραίνοντες τὴν δ̣[ι]άνοιαν. Εἰ μὲν οὖν πρὸς τ̣[ὴν τρα]γ̣ικὴν [ποίησιν], φ̣η̣μὶ [δ]ὴ Εὐρ̣ι̣π̣ί̣δο̣υ̣, [τὰ Π]ισιδειακ̣ὰ̣ μ̣έτρα συγκρ̣[ίν]ο̣ις καὶ το̣ὺ̣ς̣ ῥυθμούς, ἥττ..[....] ἐ̣κ̣ε̣ί̣ν̣ο̣υ̣
135[...ca. 35...]. λέξεως καὶ τὸ ἀπὸ γῆς εἰσορῶν αἷμα καὶ το. [....].τ̣οσμητα ς̣ .[......] κ̣ατὰ̣ τοῦ ποιητοῦ τὰ πρεσβεῖα. οὐ γὰρ οἶδα εἴ τις κάλλιον τούτου ἐ̣[πίσταται] ἰαμβίζειν, ὥσπερ οὐδὲ ἡ̣[ρωΐ]ζ̣ειν, εἰ μὴ βραχεῖς καὶ
εὐαριθμήτους τοὺς ἡρωϊκοὺς στίχους ἐποίησεν.49