TLG 2702 017 :: Michael PSELLUS :: In Mariam Sclerenam Michael PSELLUS Polyhist., vel Constantinus Psellus
vel Constantius Psellus
vel Michael Psellus Minor In Mariam Sclerenam Citation: (Line) | ||
1t | Στίχοι τοῦ Ψελλοῦ εἰς τὴν σεβαστὴν ἐπιτύμβιοι | |
---|---|---|
1 | Νῦν κοσμικὴ θύελλα, νῦν κοινὴ ζάλη, νῦν συμφορᾶς ἄπαυστος ἠγέρθη κλύδων· νῦν, οὐρανέ, στέναξον ἐξ ὕψους μέγα καί, γῆ, κάτω βόησον, ὢ δεινοῦ πάθους. | |
5 | νῦν ἀντὶ φωτὸς αἷμα πέμψον, φωσφόρε· νῦν, καὶ σελήνη καὶ χορὸς τῶν ἀστέρων, ἀντ’ ἀκτίνων πέμποιτε κρουνοὺς δακρύων· ἀὴρ δὲ καὶ θάλασσα κυματουμένη, ἀχλὺν ἐπενδύθητε καὶ βαθὺν ζόφον. | |
10 | ἡ γὰρ σεβαστὴ καὶ γένει καὶ τῷ βίῳ, τὸ λαμπρὸν ἀξίωμα τῶν ἀνακτόρων, ἡ βαθμὶς ἡ πρόκριτος, ἡ πρώτη βάσις, ἠθῶν ὁ κόσμος, τῶν τρόπων ἡ λαμπρότης, τὸ ζῶν ἄγαλμα, τῶν φρενῶν ἡ σεμνότης, | |
15 | τὸ τερπνὸν ἄνθος, τῆς τρυφῆς τὸ χωρίον, ἡ τῶν Χαρίτων εὐπρεπὴς κατοικία, ἡ πᾶν τὸ κάλλος τῶν ἐν ἀνθρώποις μόνη ἔχουσα καὶ φέρουσα καὶ τῷ δεσπότῃ δείξασα καὶ τέρψασα λαμπρύνασά τε | |
20 | ὡς δένδρον ἀνθοῦν ἐκ νοητῶν κοιλάδων, φεῦ φεῦ, πρὸ ὥρας ἐτρυγήθη ῥιζόθεν. Ὢ δένδρον οἷον ἐξέκοψας, ὦ Χάρων· οὗ ῥίζα μὲν κάτωθεν ἐψυχωμένη, ὁ καρπὸς ἐγλύκαζεν αὐτὴν καρδίαν, | 71 |
25 | τὸ φύλλον οἷον μὴ μαραίνεσθαι χρόνῳ, οὐκ εἰς ἔαρ δ’ ἔθαλλε καὶ θέρος μόνον, εἰς πάντα δ’ ἤνθει καιρὸν εὐκάρπῳ φύσει. ὢ ποῖος ἀστὴρ φωτολαμπὴς ἐκρύβη, ὢ ποῖος ἔσβη γῆς ἀπαυγάζων λύχνος· | |
30 | μόνη γὰρ αὐτὴ γῆς τε καὶ πόλου μέσον ἄστρον φαεινόν, ἄνθος ἡδονῆς γέμον, τὸ σῶμα λαμπρά, παμφαὴς τὴν καρδίαν, ταῖς ἀρεταῖς στίλβουσα μαργάρου πλέον, ταῖς καλλοναῖς λάμπουσα μᾶλλον χρυσίου, | |
35 | τὸ θῆλυ σαρκὸς ἀρρενοῦσα τοῖς τρόποις, τὸ κόσμιον φέρουσα μέχρι καὶ θέας. ὢ πάντα νικήσασα τῇ σαυτῆς φύσει καὶ πάντα κινήσασα πρὸς θρηνῳδίαν, ὢ πάντα μὲν θέλξασα κάλλει καὶ φύσει | |
40 | καὶ πάντα πληρώσασα νῦν πικροῦ ζόφου, ὢ γῆν καταυγάσασα ταῖς ἀγλαΐαις καὶ νῦν ἀμαυρώσασα τὴν πᾶσαν κτίσιν, ὢ πάντα συγκρύψασα ταῖς εὐμορφίαις τῆς γῆς τὰ κάλλη καὶ τὰ φαιδρὰ τοῦ πόλου | |
45 | καὶ νῦν κρυβεῖσα σωματοφθόρῳ λίθῳ· ὢ πάντα πλήρη στυγνότητος ἐσχάτης καὶ δακρύων γέμοντα καὶ πένθους ξένου, τὸ λαμπρὸν οὐκ ἔχοντα σῆς θέας φάος, τὸ θέλγον οὐ φέροντα σῆς λύρας στόμα. | 72 |
(50) | Τίς μοι παρέξει κρουνὸν ᾑματωμένον, τίς δακρύων ἄβυσσον οὐ κενουμένην, ὅπως ἀποκλαύσαιμι τὴν κοινὴν ζάλην, τὴν φλεγμονὴν δὲ τοῦ πάθους τῆς καρδίας τοῖς δάκρυσι δείξαιμι τοῖς ᾑμαγμένοις; | |
55 | ὢ καὶ μάτην ζήσασα τούτῳ τῷ βίῳ, ὢ καὶ μάτην τυχοῦσα λαμπρᾶς ἀξίας καὶ δόξαν ἄκραν συλλαβοῦσα τῆς τύχης, ὢ καὶ μάτην φανεῖσα λαμπρὰ τὴν θέαν καὶ πάντας ἀστράψασα καλλοναῖς ξέναις, | |
60 | στυγνῷ κρυβεῖσα καὶ παρ’ ἐλπίδα λίθῳ. Ὁ δεσπότης δὲ σῷ πόθῳ κεκαυμένος καὶ σῶν μεγίστων ἀρετῶν μεμνημένος ἔχων τε τὴν σύμπνοιαν ἐν τῇ καρδίᾳ καὶ τὴν ἄκραν σου ψυχικὴν εὐφυΐαν | |
65 | φέρων τε τῷ νῷ τὴν πικρὰν τιμωρίαν, ἣν ἐν ξένῃ γῇ δυστυχῶς ἐκαρτέρεις, καὶ σὸν παρηγόρημα, σὴν θυμηδίαν, ὅπως μὲν αὐτῷ λάτρις ἦσθα τοῖς τρόποις, ὅπως δὲ καὶ θάλασσα τῶν δωρημάτων, | |
70 | τρυφῆς χορηγὸς καὶ τροφῆς ὑπηρέτις, τούτων ἁπάντων τῶν καλῶν μεμνημένος, | |
ἔσπευδεν ἰσόμετρον ἐκτῖσαι χάριν, ἔσπευδε νικῆσαί σε πλήθει χαρίτων, χειρὸς τοσαύτης εὐπορήσας καὶ κράτους, | 73 | |
75 | καὶ πᾶσι τιμᾷ τοῖς καλοῖς καὶ τιμίοις, πλούτῳ σε πολλῷ, λαμπρότητι παγκάλῃ· τοῖς μαργάροις κρύπτει σε, τοῖς λίθοις πλέον, αἴρει πρὸς ὕψος τῆς ὑπερτάτης τύχης, κοινὴν τίθησι τοῦ βίου σε προστάτιν· | |
80 | ἔπειτα μείζους ἐννοῶν βαθμοὺς πάλιν πρὸς μεῖζον αὔξει καὶ μεταίρει σε κλέος, τιμῇ καταστέψας σε λαμπρᾶς ἀξίας καὶ τὴν σεβαστὴν ἐκ γένους καὶ τοῦ τρόπου τιμᾷ σεβαστὴν ἐκ τύχης καὶ τοῦ βίου. | |
85 | ὀφθαλμὸς αὐτῷ, φῶς ὑπῆρχες ἡδύνον, ζωή, πνοή, τὰ πάντα, δόξα καὶ κράτος, ὁρωμένη, λαλοῦσα καὶ κινουμένη. παρῆν γὰρ ἐν σοὶ κάλλος, ἦθος καὶ χάρις, καὶ γλυκύτης ἔμψυχος ἤνθει σῇ φύσει· | |
90 | καὶ πᾶς βλέπων σε μὴ θέλων ἐμειδία, ὥσπερ τινὸς χάριτος ἐμπεπλησμένος· καὶ χεῖρα κινῶν, ἀλλ’ ὁμοῦ καὶ τὴν κάραν «ἄμεμπτος» εἶπεν «ὃς ποθεῖ τὴν σὴν θέαν». ταύτην ἔχαιρε γῆς ὁρῶν ὁ δεσπότης | |
95 | μόνος τε τὸν λειμῶνα τρυγῶν τοῦ βίου ἄπαυστον εἶχε χαρμονὴν τῇ καρδίᾳ. κἂν ἡλίου φῶς ἦν κεκρυμμένον νέφει, τὴν σὴν ἑώρα λάμψιν ἀντὶ φωσφόρου· κἂν τὴν σελήνην οὐκ ἐδείκνυ τὸ σκότος, | 74 |
(100) | σὲ τὴν σελήνην εἶχε λύτειραν ζόφου· ἀχλὺς κατεῖχε τοῦτον ἐξ ἀθυμίας, καὶ σὴν βλέπων ἔναστρον ἤγαλλεν θέαν. Ὀρφεὺς γὰρ ὄντως, ἀλλὰ Σειρὴν τὸ πλέον ὑπῆρχες ἐκπέμπουσα πάγκαλον μέλος· | |
105 | καὶ πάντοθεν θέλγουσα καὶ κηλοῦσά τε καὶ πρὸς χαρὰν πέμπουσα καὶ θυμηδίαν καὶ θλίψεων λύουσα τὰς περιστάσεις, οὕτως ἐνίκας καὶ πάλιν τὸν δεσπότην λαμπραῖς ἀμοιβαῖς ψυχικῶν χαρισμάτων, | |
110 | πάσης δὲ μᾶλλον ἐκράτησας καρδίας. καὶ πάντες εἰς σὲ μᾶλλον ἢ πρὸς Ὀρφέα ἤγοντο συντρέχοντες ἀπλήστῳ πόθῳ, καὶ πᾶς ἰδὼν ἔκπληκτος ἵστατο βλέπων· κἂν μή τις αἰδὼς ἀντέκρυπτε σὴν θέαν, | |
115 | καινός τις ἄλλος ἀντεποιήθη λόγος, ὡς ἡ σεβαστὴ τῷ ξένῳ τῆς ἰδέας πήγνυσι τὸν βλέποντα καὶ ποιεῖ λίθον. ἀλλ’ ἦν ἄθελκτος πρὸς τὸ σὸν μέλος Χάρων, ἀλλ’ ἦν ἄτεγκτος ἡ τελευτὴ καὶ μόνη. | |
120 | Φεῦ φεῦ, ὁποῖον νῦν παρεισάγω λόγον; πῶς καὶ κινοῦμαι καὶ λαλῶ καὶ συγγράφω; πέτραι, διαρράγητε πενθικῷ κρότῳ· ὄρη, διαθρύβητε θρηνῴδει μέλει· στέναξον, ἡ γῆ, καὶ βόησον ἐκ βάθους· | 75 |
125 | κἂν μὴ στενάζειν φυσικῷ λόγῳ δύνῃ, ἦχόν τινα πρόπεμψον ἐκ τῶν πυθμένων· τὰ δένδρα κόψον οἷα λαμπροὺς βοστρύχους, ἄνθην ἅπασαν κεῖρον ὡς πλοκαμίδας. ἡ γὰρ σεβαστὴ καὶ πρὸ τῆς τύχης γένει | |
130 | λεπτῶς, ἀμυδρῶς, ἐσχάτως ἀναπνέει· τὸ μουσικὸν δὲ καὶ θεηγόρον στόμα σιγὴ κατέσχεν ὑστάτης ἀφωνίας· ἅπαν τὸ κάλλος, ἡ μελιχρὰ τερπνότης, ἡ τῶν ῥόδων ἔμψυχος ἐν γνάθοις χάρις | |
135 | νῦν ὠχρίασις, νῦν ἀφοίνικτος μένει. ὁ νοῦς ἐκεῖνος ἐφθάρη πρὸ τοῦ τέλους, ἡ συστροφὴ δὲ τῶν φρενῶν ἀπερρύη, τὰ δὲ βλέφαρα τῶν φαεινῶν ὀμμάτων πρὸ τῆς θανῆς τέτηκεν ἠτονημένα. | |
140 | Θρῆνοι δὲ κύκλῳ καὶ στεναγμοὶ καὶ γόοι, θρύψεις παρειῶν καὶ σπαραγμοὶ τῆς κόμης τῆς μητρὸς αὐτῆς, τοῦ ποθητοῦ συγγόνου, γνωστῶν, συνήθων, συγγενῶν καὶ γνωρίμων· καὶ πάντα κωφὰ ταῦτα τῇ προκειμένῃ. | |
145 | μήτηρ δὲ καὶ πρὶν τῷ πάθει κρατουμένη καὶ τῇ θυγατρὶ πάντα συννεκρουμένη, ἐπείπερ εἶδε τὴν καλὴν ἀηδόνα τὴν μουσικὴν ἄφωνον ἀψύχῳ μέλει, ψυχορραγοῦσαν καὶ πνέουσαν ἐσχάτως, | 76 |
(150) | ὄρνις καθώσπερ τῶν τέκνων τεθυμένων, τρύζουσα καὶ γοῶσα καὶ μυκωμένη καὶ τὴν κόμην πάττουσα πάντοθεν κόνει τοιάσδε φωνὰς σὺν στεναγμοῖς ἠφίει· «ὦ τέκνον ἡδύ, τέκνον ἡδονῆς γέμον, | |
155 | σπλάγχνων ἐμῶν γέννημα δυστυχεστάτων, τίς ἥρπασέν σε τῆς ἐμῆς νῦν ἀγκάλης; τίς ὡς στάχυν πρόωρον ἐξέκοψέ σε, τίς ὡς βότρυν ἄωρον ἐτρύγησέ σε; τίς ἔσβεσέν μου τὴν νοητὴν λαμπάδα, | |
160 | ἐμῶν δ’ ἀπημαύρωσε φῶς, φεῦ, ὀμμάτων; σαρκῶν ἐμῶν στήριγμα γηραιῶν μόνη, χείρ, ὄμμα καὶ ποὺς καὶ καλὴ βακτηρία, ψυχή, πνοὴ ζωή τε, νοῦς καὶ καρδία, ποῦ νῦν ἀπέρχῃ σὴν ἐῶσα μητέρα; | |
165 | ὢ κῦμα διπλοῦν συμφορῶν ἀμηχάνων, ἤνεγκα πρὶν στέρησιν ἀνδρὸς φιλτάτου, τομὴν μέλους, φεῦ, ἡμιθανὴς δ’ ἦν βίῳ· ἐν σοὶ δ’ ἐπέζων, ἀλλὰ νῦν, ὢ τοῦ πάθους, καὶ σοῦ στεροῦμαι, τῆς πνοῆς καὶ καρδίας. | |
170 | καὶ νῦν ἄπνους, ἄψυχος εἰμὶ τῷ βίῳ. ἐγὼ μέν, ὦ θύγατερ, εἶχον ἐλπίδας γηρωκομηθῆναί με πρὸς σοῦ, φιλτάτη, κόλπῳ τε τῷ σῷ καὶ ποθηταῖς ἀγκάλαις πνοὴν ἀφεῖναι τοῦ βίου τὴν ἐσχάτην. | 77 |
175 | σὺ δ’ ἀλλ’ ἐμοὶ τέθνηκας ἡ ζῆν ἀξία τῇ καὶ τεθνάναι προσδοκωμένῃ πάλαι. τί καὶ γὰρ οὐ τέθνηκα σοῦ πρώτη, τέκνον, γηραιά, παντάλαινα, ῥυτίδων ὅλη; ὦ δυστυχὴς δύσμητερ, οἰκτρὰ κοιλία, | |
180 | κἂν εὐθέως ἔδοξας εὐτυχεστάτη περιστερὰν τέξασα κεχρυσωμένην. φεῦ ὠδίνων, φεῦ τοῦ παναθλίου τόκου. ποῖόν τι πρῶτον κλαύσομαι καὶ δακρύσω, ποῖον δ’ ἀφήσω, θύγατερ, σῶν χαρίτων | |
185 | ἄκλαυστον, ἀθρήνητον, ἔξω δακρύων; τὴν ἔμφυτόν σου καλλονὴν τῆς καρδίας; τὴν ἐκτὸς εὐπρέπειαν; αὐτὰς τὰς φρένας; τὸ συμπαθές σου, τὸν φιλεύσπλαγχνον τρόπον; τὴν εἰς ἐμὲ πρόνοιαν ἀκριβεστάτην; | |
190 | ἁμαρτίαν ἥμαρτες, ὦ Χάρων, ξένην ἐμοῦ προπέμψας εἰς ᾅδην τὴν φιλτάτην· εἰ γὰρ θερίζειν τοὺς βροτοὺς ἐπετράπης, ἔργον θεριστοῦ πρᾶττε· τὰς λευκὰς τρίχας ὡς λευκὸν ἐκθέριζε τοῦ βίου στάχυν. | |
195 | τί καὶ πρὸ καιροῦ τοὺς ἀώρους ἐκτέμνεις; εἰ δ’ ἐκθερίζεις ἀλληνάλλως, ὡς θέλεις, κἂν ἄρτι με πρόρριζον ἐκκόψας λάβε καὶ συγκόμιζε τῇ θυγατρὶ πρὸς τάφον καὶ σωρὸς ἔστω σου βροτοκτόνου θέρους | 78 |
(200) | μήτηρ ὁμοῦ καὶ τέκνον, ἄμβροτος στάχυς.» Μήτηρ μὲν οὕτω μητρικῶς κινουμένη ἀνωλόλυζεν, ἐστέναζεν ἐκ βάθους, πέμπουσα κρουνοὺς αἱμοφύρτων δακρύων καὶ τὴν κλίνην βρέχουσα καὶ τὴν φιλτάτην | |
205 | τοῖς φυσικοῖς λούουσα λουτροῖς ἐν τέλει. ὁ σύγγονος δὲ Ῥωμανὸς τῆς κειμένης, γερουσίας ἡ δόξα, συγκλήτου κλέος, ἀνὴρ τὰ πάντα καὶ φύσει καὶ καρδίᾳ, νέος τὸ σῶμα, τὰς φρένας δὲ πρεσβύτης, | |
210 | ἐκεῖθεν αὖθις ἀντεδάκρυε πλέον, βρυχώμενος μὲν ἐκ βάθους ὥσπερ λέων καὶ τοῖς στεναγμοῖς ἦχον ἐμποιῶν μέγαν, ὡς δ’ ἐμπνεούσῃ προσλαλῶν τῇ κειμένῃ· «ὦ πάντα μοι, δέσποινα, δόξα καὶ κράτος, | |
215 | κοινὸν γένους στήριγμα, κοινὴ καὶ χάρις, ζωῆς ἐμῆς ἔρεισμα, τοῦ βίου στύλε, ὦ θάρσος, ἐλπίς, τῶν ἐμῶν οἴκων κίον, ὦ πάντα ταῦτα καὶ πλέον ποθουμένη, ἔσβης ὁ λαμπτὴρ τῆς ἐμῆς παρρησίας, | |
220 | ἔσβης τὸ καλλώπισμα τῆς οἰκουμένης, ἡ τῶν πενήτων ἄρτι χεὶρ ἀπερρύης, ὁ κοινὸς ὅρμος τῶν ζάλαις στροβουμένων τῇ τῆς τελευτῆς προσβολῇ διεφθάρης. ἅπαντα φροῦδα τῶν ἐμῶν τρυφημάτων, | 79 |
225 | ἅπαντα τὰ πρὶν εὐτυχῆ μοι τοῦ βίου περιστροφὴν πέπονθε δυστυχεστάτην. μάτην ἐγὼ ζῶ σοῦ λελειμμένος μόνος. ἢ φάρμακόν τις ἢ ξίφος τομὸν δότω, ὡς ἂν συνεκπνεύσαιμι τῇ ποθουμένῃ· | |
230 | ποθῶ τὸν ᾅδην ἀντὶ τούτου τοῦ βίου, ἐκεῖνο κρεῖττον τὸ σκότος τοῦ φωσφόρου· ἔχει γὰρ ὡς νὺξ τὴν σελήνην τοῦ βίου, κἂν οὐ προλάμπῃ τῶν προλοίπων νερτέρων, σὺν τῇ σκιᾷ γε κείσομαι τῇ φιλτάτῃ | |
235 | σκιά τις ἄλλη, κωφὸν εἴδωλον τάχα. ὦ δυστυχεῖς πρόπαππε, πάππε καὶ πάτερ, πολλὰς ἰδόντες πραγμάτων τρικυμίας καὶ συστραφέντες ὡς κλύδωνι τῷ βίῳ. ὦ δυστυχεῖς ἅπαντες, ἀλλ’ ἐγὼ πλέον, | |
240 | φωτὸς στερηθεὶς ὀμμάτων καὶ καρδίας, ζωῆς δὲ μᾶλλον καὶ ψυχῆς ψυχεμπνόου, καὶ δυστυχῶς ζῶν, νεκρὸς ἄψυχος πνέων· εἴ τις τομὴν ἤνεγκε κυρίου μέλους, τὴν συμφορὰν ἤνεγκα μετρίῳ πάθει· | |
245 | κἂν οὐσίας πάσης τις ἐξένωσέ με, πρὸς οὐδὲν ἂν ἤλγησα· πάντα γὰρ κόνις· κἂν εἰς ξένην γῆν ἤλασεν τῆς πατρίδος, κἂν πᾶσαν ἄλλην ἀντεπήνεγκεν βίαν βυθῷ καλύψας καὶ κατακλείσας σκότει, | 80 |
(250) | τῆς σῆς τελευτῆς εὐθύμως προειλόμην· πλὴν ἀλλὰ μὴ κάλυπτε, γῆ, τὴν συγγόνην, ἕως με νεκρὸν αὐτόκλητον συλλάβῃς. οὓς μία γὰρ ὤδινε γαστὴρ συγγόνους εἷς καὶ τάφος κρύψειε τῷ κοινῷ τέλει.» | |
255 | τούτους ἐκεῖνος τοὺς ὀδυρμοὺς συμπλέκων καὶ δακρύων ῥοῦν ἄσχετον καταρρέων τὴν τῆς θαλάσσης εἰκόνιζε πλημμύραν, ζώνην τε τὴν σφίγγουσαν αὐτὴν κυκλόθεν ταῖς χερσὶν ὡς σκίασμα τῆς σαρκὸς φέρων | |
260 | ἔλουε τοῖς δάκρυσιν ὑετοῦ δίκην ὁρῶν τε πυκνῶς καὶ τιθεὶς τὴν καρδίαν αὐτήν τε κινῶν τὴν ἀναίσθητον φύσιν εἰς θρῆνον, εἰς ἄμετρα ῥεῖθρα δακρύων. Οὗτοι μὲν οὕτως ἀντεθρήνουν ἐν μέρει | |
265 | καὶ τοῖς στεναγμοῖς ἀντεπήχουν εἰκότως· ὁ δεσπότης δέ, γῆς ὁ λαμπρὸς φωσφόρος, τῆς συμφορᾶς τὸ κῦμα τῇ ψυχῇ φέρων τὴν ἀθρόαν στέρησιν ἐν νῷ τε στρέφων, στροβούμενος δὲ τοὺς λογισμοὺς τῷ πάθει, | |
270 | πῶς ἐκ μέσων ἥρπαστο τῶν ἀνακτόρων, ἣν εἶχεν ἔνδον τῆς ἑαυτοῦ καρδίας, πῶς ἐξαπέπτη, πῶς ἀπῆλθεν ἀθρόον, ἣν ὡς νεοσσὸν εἶχεν ἐν ταῖς ἀγκάλαις, ἔσπευδε μὲν φρόνημα γενναῖον φέρων | 81 |
275 | τὴν συμφορὰν ἄριστα καρτερεῖν μόνος, νικώμενος δὲ τῷ τυραννικῷ πάθει λεπτῶς ἀνεστέναξεν ἐκ ψυχῆς μέσης, ὁρῶν τε ταύτην ὑπτίαν προκειμένην ἄπνουν, ἄφωνον, μηδαμῶς κινουμένην, | |
280 | ἀπάρχεται, φεῦ, πενθικωτάτων λόγων· «φῶς σήμερόν μοι σβέννυται τῶν ὀμμάτων, ὀφθαλμὸς ἔνδον ὁ βλέπων τῆς καρδίας, αἰαῖ, τυφλοῦται καὶ καλύπτει με σκότος· βέλη πικρὰ κεντοῦσι τῆς ἀθυμίας. | |
285 | ὢ ποίαν εἶδες, ἥλιε, τραγῳδίαν· ὢ ποῖος ἔσβη λύχνος ἀκροφεγγίας. ποῦ μοι τὰ πολλὰ τῶν νοημάτων τέλη, ἡ φροντίς, ἡ μέριμνα τῶν ἐμῶν πόνων, δι’ ἣν ἐκαρτέρησα πολλὰς φροντίδας; | |
290 | δι’ ἣν ὑπέστην θλίψεων καταιγίδας; ποῦ νῦν ἀπῆλθε πάντα; ποῦ νῦν ἐκρύβη; αἰαῖ τὰ δεινὰ τῆς ἀειστρόφου τύχης, αἰαῖ τὰ ῥευστὰ τοῦ πολυπλάνου βίου. οἴμοι, τί πράξω; πῶς διάξω τὸν βίον | |
295 | ἄψυχος, ἄπνους, παντελῶς παρειμένος; ποῖον παρηγόρημα τῶν πόνων λάβω; ποίαις ἐπῳδαῖς τὴν ἀθυμίαν σβέσω; γῆ, μὴ καλύψῃς σῶμα τῆς ποθουμένης· | |
κἂν συγκαλύψῃς, μὴ μαράνῃς τὴν φύσιν, | 82 | |
(300) | μὴ σῶμα κοινὸν τοῦτο δέξῃ καὶ κόνιν· φύλαττε τὸ πρόσωπον, ὡς κάλλους ἔχει· τὸ λαμπρὸν αἰδέσθητι τῶν μελῶν ὅλων· ἄγαλμα ταύτην καὶ τεθαμμένην φέρε· τῶν ὀμμάτων τὰ κύκλα μὴ διασπάσῃς, | |
305 | λαμπρὰς βολὰς ἔχουσιν ἔνδον ἀκτίνων· τὸ μουσικόν τε τῆς ἀηδόνος στόμα τήρει μεμυκός, Ὀρφέως ἔχει μέλη· τῶν βοστρύχων τὸ πλέγμα μὴ διαξάνῃς· θησαυρὸν ἔσχες, οὐχὶ νεκρὸν σαρκίον· | |
310 | ὅλον καλῶς φύλαττε τῷ δεδωκότι. οἴμοι, τί φάσκω; πεπλάνημαι τοῖς λόγοις· ἡ τοῦ πάθους ῥύμη με πρὸς κρημνὸν φέρει. οὐκ ἔστι μοι φῶς, οὐ πνοὴ καὶ καρδία, συνερρύη τὰ πάντα τῇ ποθουμένῃ· | |
315 | τὸ στέμμα μοι χοῦς, τὸ κράτος λεπτὴ κόνις, ἕν μοι ποθεινόν, ἓν παρηγόρημά μοι· ὁ τύμβος ὁ κρύπτων σε· τοῦτον ἂν βλέπω, παρηγοροῦμαι, ψυχαγωγοῦμαι τάχα. τί μοι τὰ λαμπρὰ τῶν κατασκευασμάτων; | |
320 | εἰς γῆν ἅπαντα τῷ τάχει συμπιπτέτω· ὁ χρυσὸς ὡς χοῦς, ἡ γλυφὴ τῶν μαργάρων λίθος τραχύς μοι νῦν λογίζεται μόνον· εἷς μοι λίθος κάλλιστος, ὡραῖος πάνυ, ὁ συγκαλύπτων σόν, σεβαστή, σαρκίον· | |
325 | τὰ δ’ ἄλλα μοι χοῦς καὶ κόνις καὶ σαπρία.» Ἐπίσχες, ὦ κράτιστε γῆς ὅλης ἄναξ, στῆσον τὸ ῥεῦμα τῶν ἀμέτρων δακρύων, παύου στενάζων, στῆθι συγκεχυμένος καὶ βλέψον, ὡς χρή. γνῶθι τὴν ἡμῶν φύσιν, | 83 |
330 | ὡς οὐδέν ἐσμεν πλὴν κόνις κεχρωσμένη· ζωὴ δὲ καὶ θάνατος ὡς πύλαι δύο, μέσον δὲ τούτων ὁ βραχὺς οὗτος βίος. οὐδεὶς διῆλθε τὴν πύλην τῆς εἰσόδου, ὃς οὐ παρῆλθε τὴν πύλην τῆς ἐξόδου. | |
335 | καλὴ μὲν ἡ θανοῦσα καὶ (τίς οὐ λέγει;) πασῶν γυναικῶν ἀκριβῶς ὑπερτάτη, θνητὴ δὲ πάντως, καὶ τέθνηκε τῷ βίῳ, ὡς Ἀβραὰμ πρίν, ὡς ὁ Μωσῆς ὁ γνόφῳ ἰδὼν τὸ θεῖον τῆς ἀληθείας φάος, | |
340 | ὡς Χριστὸς αὐτός, τῆς πνοῆς ὁ δεσπότης, ὡς ἡ τεκοῦσα τοῦτον ὠδίνων δίχα. οὕτω πέφυκε τῶν ῥεόντων ἡ φύσις, οὕτω πέφυκεν ἡ παροῦσα λαμπρότης. τί καινόν, εἰ τέθνηκεν ἡ θνητὴ φύσις; | |
345 | τὸ σῶμα χοῦς πέφυκεν εἰκονισμένον, ἡ γῆ δὲ μήτηρ καὶ πάντα καταρρέει πρὸς γῆν, ἀφ’ ἧς εἴληφε πρὶν τὴν οὐσίαν. τί ταῦτα φάσκω; βλέψον ἀκριβῶς, ἄναξ, εἰς πᾶσαν αὐτὴν τὴν ὁρωμένην κτίσιν | |
(350) | καὶ γνῶθι, πῶς ἔχουσι φυσικοῦ λόγου, πῶς ζῶσι καὶ θνήσκουσι πάντα κυκλόθεν· βλέπεις τὰ δένδρα σήμερον τεθηλότα, ἀλλ’ αὔριον ῥέουσιν ὡς τεθνηκότα. πίπτει τὸ φύλλον οἷα θρὶξ ἐκ τῶν κλάδων· | 84 |
355 | ζωῆς ἐκεῖνα, ταῦτα τοῦ κοινοῦ τέλους. τὸν λαμπρὸν ἄθρει καὶ φαεινὸν φωσφόρον, πῶς ζῇ τὸ πρῶτον ὡς ἀείζωος φύσις, λάμπων ἑῷος λαμπαδουχίαις ξέναις, ἔπειτα θνήσκει πρὸς δύσιν καταστρέφων | |
360 | καὶ κρύπτεται, φεῦ, καὶ καλύπτεται κάτω τὸ λαμπρὸν ὄμμα γῆς ὁμοῦ τε καὶ πόλου. ἡ δ’ αὖ σελήνη ζῶσα πολλάκις μόνη τοσαυτάκις πέφυκε θνήσκειν καὶ ῥέειν, ἐκλείψεων πάσχουσα μυρία πάθη. | |
365 | τῶν ἀστέρων ἕκαστος οὕτω τυγχάνει. καὶ καινὸν οὐδὲν οὐδὲ τῇ φύσει ξένον, εἰ σὺν σελήνῃ, σὺν φυτοῖς, σὺν ἡλίῳ ἡ σὴ σελήνη καὶ φυτὸν καὶ φωσφόρος ἀπῆλθεν, ἐξέρρευσε τούτου τοῦ βίου. | |
370 | μὴ πολλὰ μέμφῃ τῇ τελευτῇ, γῆς ἄναξ, εὐεργέτις πέφυκε κοινὴ τῇ φύσει· ἄγει πρὸς ὕψος τῆς παλαιᾶς ἀξίας, ἄγει πρὸς αὐτὸ τῆς Ἐδὲμ τὸ χωρίον, ἀφ’ οὗπερ ἐρρίφημεν ἀπροσεξίᾳ. | |
375 | τομὴ πέφυκεν ἐμπαθῶν κινημάτων, τὴν τῶν κακῶν ἵστησιν ἄσχετον ῥύμην. οὐ παντελὴς πέφυκε τοῦ ζῶντος λύσις, | |
διάστασις μικρὰ δὲ τῶν ἡνωμένων· ψυχὴ γὰρ ἔστι καὶ λυθέντος σαρκίου | 85 | |
380 | καὶ μᾶλλον ἀνθεῖ ζῶσα κρείττονι τρόπῳ. τί καὶ ταράττῃ καὶ στρέφῃ τὴν καρδίαν, ὡς τὴν ποθητὴν οὐκ ἔχων οὐδὲ βλέπων; οὐχ ὡς ἀχλὺς ἀπῆλθεν οὐδ’ ὥσπερ νέφος, οὐχ ὡς ὀμίχλη παντελῶς ἀπερρύη, | |
385 | ἀλλ’ ἔστι καὶ ζῇ καὶ βλέπει τὸν δεσπότην καί σοι νοητῶς συλλαλεῖ καὶ συμμένει. καὶ ταῦτα φωνεῖ· «παῦε τῶν ὀδυρμάτων. οὐ παντελῶς λέλοιπα τὴν σὴν καρδίαν οὐκ ἐσκεδάσθην ὡς καπνὸς πρὸς ἀέρα, | |
390 | ἀλλ’ εἰμὶ καὶ πάρειμι γνωστικῷ τρόπῳ. ἀφεὶς δὲ θρηνεῖν τὴν λύσιν τοῦ σαρκίου, μνήσθητί μου νῦν τῶν ὑπὲρ σοῦ φροντίδων, πολλῶν μεριμνῶν καὶ πόνων ἀνενδότων, ἃς ἐν ξένῃ γῇ συμπαροῦσά σοι μόνη | |
395 | ἐκαρτέρουν ὡς πύργος, ὡς στερρὰ πέτρα. μνήσθητι δούλης, ἀλλὰ καὶ ποθουμένης, καὶ τὰς ἀμοιβὰς νῦν πάρασχέ μοι πλέον. ψυχὴν ἐμὴν τίμησον εὐσπλάγχνοις τρόποις· ἐξιλεοῦ μοι δωρεαῖς τὸν δεσπότην, | |
(400) | λαμπροὺς μεσίτας ἐργομόχθους εἰσάγων πτωχῶν πενήτων χεῖρας ἐστενωμένας· θνητὴ γὰρ οὖσα καὶ ῥεούσης οὐσίας καὶ πρὸς τὸ φαῦλον εὐκόλως κινουμένης ψυχὴν κατεσπίλωσα τὴν ἐμὴν πάλαι· | |
405 | ἣν οὐδὲν οὕτως λευκάναι κατισχύει ὡς χεὶρ πλατεῖα δωρεῶν καὶ χαρίτων. ἔπειτα τὴν γραῦν τὴν ἐμήν, φεῦ, μητέρα γηρωκόμησον καὶ γενοῦ βακτηρία σαρξὶ ῥυείσαις ἐκ χρόνων τε καὶ πόνων. | 86 |
410 | ψυχῆς δ’ ἐμῆς φρόντισμα τῶν πάντων πλέον, τὸν σύγγονόν μοι Ῥωμανὸν νέον κλάδον ταῖς χερσί σου τίθημι, σοὶ λείπω μόνῳ· οὕτως ὄναιο σῆς, ἄναξ, σκηπτουχίας, οὕτως ὄναιο τοῦ κράτους καὶ τοῦ στέφους, | |
415 | ὡς τοῦτον ἕξεις ἀντιληπτικωτάτως. τὸν πάππον οἶδας καὶ τὸ πάππου παιδίον, τὸν φύντα τοῦτον, εὐγενεῖς πεφυκότας· τήρησον αὐτῷ τοῦ γένους τὴν ἀξίαν, φύλαξον αὐτῷ τὰς ἐφ’ ἡμῖν ἐλπίδας, | |
420 | ναί, πάντα μοι πρὶν καὶ πάλιν, Μονομάχε, ἡ κλῆσις ‘ἡ πάγγλυκος ἡ ποθουμένη‘, καὶ χαῖρε καὶ φρόντιζε τῶν ἐνταλμάτων.» Ὡς οὖν ἐκείνης συλλαλούσης σοι πάλιν καὶ συμπαρούσης εἰς ἀεὶ τῇ καρδίᾳ, | |
425 | ἀναψυχήν, κράτιστε, θυμήρη λάβε. ἔπειτα ῥῖψον τὰς βολὰς τῶν ὀμμάτων, στρέψον δὲ τὸν νοῦν τοῦ πάθους ὡς ἐκ ζάλης εἰς τὸν φαεινὸν τῶν ἀνακτόρων λύχνον, τὸ κοινὸν ἐντρύφημα τῆς οἰκουμένης, | |
430 | τὸ λαμπρὸν ἀγλάϊσμα τῆς ἁλουργίδος, τὸ τοῦ κράτους στήριγμα τῆς σκηπτουχίας, τὸ τοῦ στέφους ἔρεισμα τῶν ἀνακτόρων, τὸν πύργον ἢ τὸ τεῖχος ἢ καὶ τὴν βάσιν, | |
Ζωήν, τὸ καλλώπισμα γῆς τε καὶ πόλου. | 87 | |
435 | ἰδὼν δὲ πᾶσαν τοῦ προσώπου τὴν χάριν καὶ τὴν ἀπαστράπτουσαν ἀκροφεγγίαν παρηγόρησον τὴν σεαυτοῦ καρδίαν. ὕπνου μέτασχε καὶ τροφῆς, σκηπτροκράτορ· ἔχεις γὰρ ὄντως τῆς τροφῆς ὑπηρέτιν | |
440 | τὴν ἐκ Θεοῦ δοθεῖσαν ἡμῖν τοῖς κάτω, τὸ φαιδρὸν ἀγλάϊσμα τῆς Βυζαντίδος, τὸ σεμνὸν ἄνθος, τὴν γονὴν τῆς πορφύρας, Θεοδώραν, τὸ κάλλος αὐτοῦ τοῦ βίου. αὕτη τὰ πάντα σοι γενέσθω τῷ κράτει, | |
445 | ὑπηρέτις, δέσποινα καὶ πάλιν λάτρις. καὶ χαῖρε, λειμών, ἄστρον ἐψυχωμένον· καὶ σὺν Θεῷ, κράτιστε, τῷ σκέποντί σε | |
ἄνασσε, βασίλευε τῆς οἰκουμένης. | 88 |