TLG 2702 016 :: Michael PSELLUS :: Encomium in matrem

Michael PSELLUS Polyhist., vel Constantinus Psellus vel Constantius Psellus vel Michael Psellus Minor
(Constantinopolitanus: A.D. 11)

Encomium in matrem

Source: Criscuolo, U. (ed.), Michele Psello. Autobiografia: encomio per la madre.. Naples: d’Auria, 1989: 85–153.

Citation: (Line)

1 1. Τῇ μητρὶ τὸ ἐγκώμιον· ἀλλ’ οὐχ ὡς τεκούσῃ τὸν λόγον καταχαρίζομαι, οὐδὲ τὴν εὐφημίαν πεφιλοτίμημαι, ἀλλὰ καὶ τῇ φύσει ‘τὸ δίκαιον ἀποδίδωμι‘ ὄφλημα καὶ τῇ ἀρετῇ τὴν πρέπουσαν εἰσάγω συνεισφοράν, οὐχὶ διαιρῶν
5ἑκάτερα, ἀλλ’ οὕτω τυχόν, διὰ μιᾶς ὑποθέσεως τὸ εἰκὸς ἀμφοῖν ἐπιμεριζόμενος. εἰ γὰρ καὶ διῃρημένον ἑκάτερον τοὺς ἐπαινέτας λόγους ἐφέλκεται, ἐκεῖνο μὲν διὰ τὸ ἀναγκαῖον τῆς φύσεως τοῦτο δὲ διὰ τὸ τῆς οὐσίας ἀξίωμα, πῶς οὐ δεῖ συμπλακεῖσιν ἀλλήλοις καὶ γενομένοις παρ’ ἑκατέρων
10καλλίοσι καὶ τοὺς ἐκ τῶν λόγων ἐπαίνους μετὰ τοῦ κρείττονος συνεισενεγκεῖν σχήματος; οἶς γὰρ παρ’ ἑαυτῶν ἐν μεγέθει τὸ ἀγαθόν, τούτοις καὶ παρὰ τῶν εὐδοκιμούντων ἐν λόγοις λαμπροτέραν δεῖ προσεῖναι τὴν εὐφημίαν, καὶ τόσῳ μᾶλλον ὅσῳπερ καὶ ὁ τὸν λόγον ἐξεργαζόμενος οὐκ ἀλλοτρίᾳ χρῆται
15τῇ πείρᾳ, ἀλλ’ οἰκείᾳ καὶ συγγενεῖ· ὅπερ καὶ ἡμῖν ‘συμβέβη‐ κεν εὖ ποιοῦν‘. Οὐ γὰρ δεῖ τοὺς μὲν ἀλλοτρίους καὶ πόρρω τοῦ γένους ἐγκωμιάζειν θαρρούντως λαμπρὰς ἀφορμὰς τοῖς ἐγκωμίοις πα‐ ρεσχηκότας, κατολιγωρεῖν δὲ τῶν οἰκειοτάτων, καὶ διὰ τοὺς
20ἔξωθεν ὑποπτεύοντας ἀποστερεῖν ἐκείνων τὴν προσήκουσαν τῆς
εὐφημίας ἀξίωσιν, ἵν’ οὕτως ἡ ἀλλοτρίωσις νικῴη τὴν οἰκειότητα καὶ πλέον ἔχῃ τὸ ξένον τοῦ συγγενοῦς. καλοῦ γὰρ ὁμολογηθέντος πατράσι τε καὶ μητράσι καὶ τοῖς ἄλλως οἰ‐ κειοτάτοις ‘χάριν ἐκτίνειν‘ ὁπόση δυνατή, πῶς ἀναλυτέον85
25ἡμῖν τὴν τοιαύτην ὁμολογίαν, ἐν μὲν τοῖς ἄλλοις ἴσως τὰς συνθήκας φυλάττουσιν, ἐν δὲ τοῖς καιρίοις ἐλλείπουσι, καὶ ζῶσι μὲν ἐκείνοις παρέχουσι τὰς εὐλόγους συνεισφοράς, ἀποθανοῦσι δὲ τῆς ὁσίας καταμελοῦσι καὶ τὸν κοσμοῦντα λόγον ἀφαιροῦσι μόνον ἐκείνοις καταλελειμμένον πρὸς ἑτέραν
30ζωὴν μεταλλάξασιν; Ἔπειτα τοῦτον μὲν ‘φοβητέον τὸν φόβον‘ ἐκείνοις οἷς ἐς ‘τοὺς ἄνω τοῦ γένουσ‘ πεποίηται τὰ ἐγκώμια, ὧν ἴσως τὰς ἀρετὰς οὐκ ἴσασιν οἱ τῶν λόγων ἀκροατα, ἀλλὰ νῦν πρῶτον ἀκούουσι τῆς εὐφημίας, ὁμοῦ μὲν ἱστορούσης ὁμοῦ δὲ
35καὶ κοσμούσης. ἐγὼ δὲ κἀνταῦθα τεθάρρηκα ἐν εἰδόσι τῇ μητρὶ τὸν λόγον διδοὺς καὶ ὧν πολλοὶ μάρτυρες, ταῦτα ἐκείνῃ ἀνατιθείς· ἅμα δὲ καὶ ἀδικοίην ἂν τὴν μητέρα ἐλλείπων τοῦτον τὸν ἔρανον, ἐξ ἐκείνης μὲν τοὺς λόγους λαβών, ὡς προϊόντες ἐροῦμεν, καὶ μηδὲ βραχύ τι μέρος τοῦ χρέους
40ἀποπληρῶν. οὐ τοίνυν τοῦτον ἐγὼ ‘φοβοῦμαι τὸν φόβον‘, μή τις ἡμᾶς ὑποπτεύσειε ψεύδεσθαι τὰ πλείω τῶν ἐγκωμίων, ἀλλὰ μὴ πολλοὶ καταγνοῖεν τῆς ἀτελοῦς τῶν λόγων δυνάμεως, ὡς ὁρμήσαντας μὲν τὸ ἐγγενὲς χρέος τῇ μητρὶ διαλύσασθαι, ἐλάττους δὲ ὀφθέντας τῆς προθυμίας, καὶ διδόν‐
45τας οὐχ ὅσον δέον διδόναι, ἀλλ’ ὅσον ἡμεῖς βεβουλήμεθα ἢ δεδυνήμεθα. καὶ ἀπώκνησα ἂν τὴν ἐγχείρησιν, εἰ μὴ καὶ τοῦτο τῇ μητρὶ ὑπόληψιν ἐδίδου μείζονος ἀρετῆς, κρείττονι
φανείσῃ τῆς ἡμετέρας βουλήσεως καὶ δυνάμεως. Ἐπεὶ οὖν ἐκ πάντων ἡμῖν ὁ πρὸς ἐκείνην λόγος86

(50)

ἀσφαλέστατος ἀπεδείχθη καὶ πρεπωδέστατος, ἀρκτέον τῶν ἐγκωμίων. σὺ δέ μοι ἵλαθι, μῆτερ, εἰ μή σοι τῇ ἀρετῇ ἐξισώσω τὴν εὐφημίαν· οὐ γὰρ τοῦτο ποιεῖν ἐπιβέβλημαι, ἀλλ’ ὥστε παρασκιάσαι τοῖς ἀγνοοῦσι τὴν εἰκόνα τῶν σῶν ἀρετῶν. οἱ γὰρ εἰδότες οὐ τῷ λόγῳ προσέξουσιν, ἀλλὰ τῇ
55ἀληθείᾳ προσμαρτυρήσουσι. τοῖς δέ γε μεθ’ ἡμᾶς τοσοῦτον προδιαστέλλομαι, ὅτι οὐ τῷ σῷ μέτρῳ καὶ τῇ σῇ τοῦ καλοῦ δυνάμει, τῷ δέ γε τῆς ἐμῆς προθυμίας ὁ λόγος παραμεμέτρηται. 2. Τῇ ἐμῇ τοίνυν μητρὶ ἄνωθεν καὶ παρὰ τοῦ γένους,
60κατὰ κλῆρον ὥσπερ, προῆλθεν ἡ ἀρετή, ἐκ τῆς ἀμφοῖν τῶν γεννησαμένων συζυγίας, ὥσπερ ἐκ δυοῖν ποταμῶν, εἰς μίαν συρρεύσασα θάλασσαν· τοσοῦτον γὰρ ἐκείνῃ δίδωμι πρὸς τοὺς ἀρχηγέτας τῆς φύσεως. φροντὶς γὰρ ἐκείνοις οὐ περιφα‐ νεστέρας ζωῆς καὶ λαμπροτέρας διαγωγῆς· λέγω δὲ
65περιφάνειαν καὶ λαμπρότητα ἅπερ οἱ πολλοὶ οὕτω κατονομάζουσι, τάχα καὶ διὰ τὴν πλάνην οἰόμενοι. οἱ γὰρ κρείττους ἐφ’ ἕτερα ‘μεταφέρειν‘ εἰώθασι ‘τὰ ὀνόματα‘, οἷς οὐκ ἐπικέχρωσται τὸ περιφανὲς καὶ λαμπρόν, οὐδ’ ἔξωθεν ταῦτα ἐφάπτεται, ἀλλὰ κάτωθεν καὶ ἀφ’ ἑαυτῶν ἡ τῆς
70λαμπρότητος ‘ἀναβλύζει πηγή‘· οὔκουν ἐκείνοις λόγος τῶν ἐπαινετῶν μέχρις ὀνόματος, ἀλλ’ ἐκ τῶν ἀντιθέτων τούτοις ἐκοσμοῦντο καὶ κατελάμποντο· ᾔδεισαν δὲ μόνον ἀλλήλους ἀμφότεροι καὶ δι’ ἑκατέρων ὡς οἰκειοτάτων παραδειγμάτων πρὸς τὸ καλὸν ἐρρυθμίζοντο, μορφοῦντες ὁμοῦ
75καὶ μορφούμενοι, πρωτότυπά τε ὄντες ἀλλήλοις καὶ μιμήμα‐ τα· τὸ θαυμασιώτατον καὶ λαμβάνοντες μὲν ὃ διδόασι, διδόν‐ τες δὲ αὖθις τὸ λαμβανόμενον. Τῇ μὲν μεγαλωνύμῳ ταύτῃ πόλει ὡς πατρίδι
περιγραφόμενοι, ἀπερίγραφοι δὲ τῷ παντὶ τῷ μεγέθει87
80πεφυκότες τῶν ἀρετῶν· ἶσοι τὸ μέτρον ἑκατέρας ζωῆς, τῆς τε ἱσταμένης καὶ λυομένης, τῆς ἑτέρας τὴν ἑτέραν εἰκονιζούσης, τῆς ἄχρι πολλοῦ προϊούσης τὴν ἀόριστον καὶ ἀπέραντον. κα‐ ταταὐτὸ γὰρ ὥσπερ ἐς τὴν τῇδε προεληλυθότες ζωὴν καὶ δι’ ὁμοίας τῆς ἡλικία ἐπανατείλαντες, ἐν ταὐτῷ δὴ σχεδὸν
85χρόνου μέρει καὶ τὸ λαχὸν αὐτοῖς τοῦ αἰῶνος μέρος καταλελύκασι, τοσοῦτον θατέρου προδραμόντος μέρους ὅσον θατέρῳ τὴν προσήκουσαν ‘ἄνω ζωὴν‘ ἑτοιμάσασθαι καὶ ὥσπερ ὑποδέξασθαι ἐν προσηκούσῃ παρασκευῇ. Ἐκ τοιούτων καὶ τηλικούτων γεννητόρων ἡ ἐμὴ
90προελήλυθε μήτηρ, πρώτη μὲν τὰς μητρικὰς ὠδῖνας λύσασα, πρώτη δὲ καὶ τῶν ‘πατρικῶν εὐχῶν‘ κληρονομήσασα ὥσπερ εἰκὸς ἦν. εἰ μὲν οὖν μὴ φιλόσοφος ἦν, τοῦ κεκρυμμένου μόνου κάλλους ‘ἐπαινέτης καὶ ἐραστήσ‘, τὸ δὲ ἐν συμμετρίᾳ καὶ χρώμασιν οὐ πάνυ προσοικειούμενος, εἴρηκα ἄν, ὁπόσον φασί,
95τὸ κάλλος εὐθὺς γεννωμένῃ διὰ παντὸς διέρρει τοῦ σώματος. τὸ γὰρ ἐν τῇ ψυχῇ τέως ἀθέατον ἦν, οὔπω τῆς ἡλικίας χωρούσης τὴν δύναμιν· ὥσπερ γὰρ ἔνια τῶν ἀνθέων εὐθὺς τῆς γῆς ἀνατέλλοντα τὴν βαφὴν ὅλην τοῦ κάλλους δείκνυσι, καὶ ἔστι τὸ πρώτως φανὲν τοιοῦτον οἷον δὴ καὶ ἀκμᾶσαν ὁρᾶται,

(100)

οὕτω δή μοι καὶ τῇ μητρὶ λέγουσι περικεχύσθαι τὸ κάλλος, ἐν συμμετρίᾳ μελῶν ἐν ἄνθῃ τριχῶν, ἐν στίλψει χρωτός, καὶ εἴρηκα δ’ ἂν πλείονα ὁπόσα τῆς μητρὸς ἐκείνης καὶ τοῦ πατρὸς ἤκουσα, ἐπισκιρτώντων τῷ εἴδει τῆς θυγατρός. Ἐπεὶ δέ μοι ‘πεδᾷ τὴν γλῶτταν‘ τὸ ἐπιτήδευμα, τοῦτο
105μὲν ἀφήσειν μοι τὸ μέρος δοκῶ, ἐπὶ δὲ τὰ ἐξῆς τοῦ λόγου
τρέψομαι. εἰ δέ που καὶ τούτῳ φανήσομαι παραχρώμενος, συγγνώμη τῷ λόγῳ ἐντεῦθεν, ὅπῃ παρείκοι, τὰ ἀναγκαιότατα διϊόντι τῆς ὑποθέσεως· εἰ δὲ μή, ἃ μηκέτι σύνοιδα ταῦτα ἐπικεχείρηκα διηγεῖσθαι ἅμα καὶ ἐπαινεῖν,88
110θαυμάζειν οὐ χρή· τὰ μὲν γὰρ πλείω παρ’ αὐτῆς τῆς μητρὸς διηγουμένης ἀκήκοα, τὰ δ’ ἄλλα, ὅσα ‘κομψόν‘ τι ἔχει καὶ ‘γλαφυρόν‘, παρὰ τῶν προσηκόντων τῷ γένει μεμάθηκα. 3. Ἔφασαν οὖν ὅτι, ὥσπέρ τινος μεγάλου λαμπτῆρος, ἢ διαφανοῦς καὶ ‘ἀερίου πυρσοῦ‘, ἢ διαφεγγοῦς φωστῆρος
115ἀνατολῆς, ἀκτῖνές τινες καὶ διαύγειαι προεφαίνοντό τε καὶ τὴν ἐκείνης προκατήγγελλον ἀρετήν, οὐ τοῦ σωματικοῦ μόνον κάλλους ‘τὸ τῆς ψυχῆς εἶδοσ‘ ἐξεικονίζοντος, οὐδὲ τοῦ ‘γοργοῦ ὄμματοσ‘ τὸ ἕτοιμον τοῦ ἤθους διασημαίνοντος, οὐδὲ τοῦ λευκοῦ χρώματος τὸ καθαρὸν τῆς γνώμης διατυποῦντος, οὐδὲ
120τῆς εὐσταθοῦς γλώττης τὸ στάσιμον ἠχούσης τῶν λογισμῶν, ἀλλὰ καὶ αὐτῆς τῆς ψυχῆς τοὺς οἰκείους χαρακτῆρας ἐν ἀτελεῖ ἐπιλαμπούσης τῷ σώματι, ὥστε μηδὲ ἐξεῖναι τοὺς πολλοὺς διαγινώσκειν πότερον ἡ τῆς ἡλικίας ὥρα τῶν ψυχῆς προτρέχει χαρίτων, ἢ αὗται τῆς σωματικῆς προανατέλλουσι χάριτος, ἢ
125σύνδρομα τἄμφω καὶ τὸ οἰκεῖον τάχος ἰσόδρομα καὶ ἰσόμετρα τὸ ἀξίωμα, ἀνταυγάζοντος θατέρου θατέρῳ, καὶ τοῦ μὲν τοὺς τῶν ἁπάντων ὀφθαλμοὺς εἰς ἑαυτὸ ἕλκοντος, τοῦ δὲ τὰς διανοίας ἐκπλήττοντος. Τὰ μὲν γὰρ πρὸς ‘ἱστὸν‘ καὶ ὅσα γυναικῶν χεῖρες
130‘ὑφαίνουσιν‘, ἢ ὅσα γνῶμαι εὐφυεῖς ἀναπλάττουσιν, ὧν καὶ
αὐτὸς πολλάκις γέγονα θεατής, οὐδεμία τῶν ἁπασῶν γυναικῶν ἐκείνῃ ἐρίσειεν, οὐδ’ ἡ παρὰ τῷ Σολομῶντι ἐπὶ τούτοις μαρτυρηθεῖσα· τοσοῦτον γάρ φημι ὅτι ἅπερ ἐκείνῃ ὁ τοῦ σοφοῦ λόγος ἀνέπλασε, ταῦτα τῇ ἐμῇ μητρὶ διπλῷ τῷ89
135μέτρῳ προσμεμαρτύρηται. ἡ δὲ τούτων μὲν ἧττον ἐφρόντιζεν, ὅτι μὴ καὶ κατωλιγώρει τὰ πλείω· ὅτι δὲ μὴ ἄρρενα τὴν φύσιν ἔλαχε, μηδὲ ἐξῆν ταύτῃ ἀδεῶς λόγοις προσομιλεῖν, ἐν δεινῷ ἐποιεῖτο· ὅπου δὲ τὴν μητέρα λάθοι, τὰς τῶν γραμμάτων ἀρχὰς παρά του μόνας λαβοῦσα, εἶτα δὴ ἀφ’
140ἑαυτῆς συνετίθει καὶ συλλαβὰς ἐποίει καὶ λόγους, μηδὲν προσδεομένη τοῦ στοιχειώσοντος. Ἦν δὲ καὶ τοῖς θείοις ναοῖς οὐ παρὰ τῆς μητρὸς δεδομένη, οὐδ’ ὥσπερ ἄψυχον ἀνατεθειμένη ἀνάθημα, ἀλλὰ προσιοῦσα ἐκ προαιρέσεως καὶ φθάνουσα τῆς μητρὸς τὴν
145ὑπόσχεσιν καὶ οἴκοθεν λειτουργοῦσα Θεῷ καὶ λατρεύουσα. ἐντεῦθεν ἡ μὲν ἠμέλει τοῦ σώματος, τὸ δὲ οὐκ ἐδεῖτο τῆς προσποιήσεως, ἀλλ’ ἦν ὥσπερ τὰ ῥόδα, ἐπιθέτου κάλλους μὴ προσδεόμενον, καὶ ἦν αὐτῇ τὸ ἠμελημένον καὶ ἀσχημάτιστον προσθήκη μᾶλλον ἀνεπιτήδευτος καὶ φυσική τις ἐπαύξησις.

(150)

καὶ τὸν μὲν ἥλιον παρασκιάζει ἀχλὺς ὑποτρέχουσα καὶ τὴν ἀκτῖνα ἐπέχει νέφους ὑποδρομή, ὅθεν τηνικαῦτα οὐδ’ ἴσμεν ὅπῃ φωτίζει τοῦ οὐρανοῦ ὁ φωστήρ· ἐκείνῃ δὲ τὸ κάλλος οὐδὲν ἐπεκάλυπτεν, οὐδὲ ἡ ἐπιμελεστάτη τῆς ὥρας ἀμέλεια, ὅθεν ὥσπερ λαμπτῆρος φέγγος ἁπαν‐
155ταχῆ κατεφαίνετο, ὥστε πάντας σχεδὸν τὸ ἐκείνης εἶδος ἢ ‘ἰδόντασ‘ που ἵστασθαι ‘θαμβηθέντασ‘ ἢ ἀκούοντας κα‐ ταπλήττεσθαι. ἐνίοις μέντοι γε καὶ εὐτύχημα ἄλλως ἐδόκει, εἴ που ἐκείνην θεάσαιντο· λέγω δὲ οὐκ ἐραστὰς μό‐
νον τοῦ προβεβλημένου κάλλους, ἀλλὰ καὶ ὅσοι φιλοσόφως90
160ἀπὸ τοῦ αἰσθητοῦ καὶ ἐνταῦθα ἐπὶ τὸ νοητὸν καὶ ἀόρατον παραπέμπονται. Ἀλλ’ ὢ ‘τῆς ἐκτροπῆς τοῦ λόγου‘, ὅπῃ με τὸ ἀναγκαῖον τῆς συνεχείας ὑφεῖλε καὶ παρεξένευσεν. ὃ γὰρ ὅσον ἐπὶ τῷ λόγῳ κάλλος ἠτίμακα, τοῦτο τῇ γειναμένῃ ὥσπερ
165ἐσχάτην κορωνίδα προσμαρτυρῶ, οὐ τοῦτο βουλόμενος, ἀλλ’ ὅτι ἐντεῦθεν αὐτῇ τὸ πρὸς βίον νεῦσαι προσγέγονε. ξυνεῖχε γὰρ ἅπαντας ἡ περὶ αὐτὴν φήμη καὶ συνεδέσμει ἄλλον ἐπ’ ἄλλῳ ἐφελκομένη, καὶ πάντας κεχηνότας ἵστη, μᾶλλον δὲ ἀνηρτημένους τοὺς μὲν πλείους τῆς ἀκοῆς, ἐνίους δὲ τῆς
170ὁράσεως. ἀλλὰ τί μὴ τὸ ἕτερον λέγω καὶ ὃ μάλιστά μοι λέγειν καθήκει; οὐ γὰρ τὸ θεατὸν αὐτῆς εἶδος τοσοῦτον ὑπήγετο τοὺς πολλοὺς ὅσον τὸ κεκρυμμένον τε καὶ ἀθέατον, φημὶ δὴ τῆς ψυχῆς, ὥστε συμβαίνειν, εἰ καὶ μὴ θάτερον παρῆν, διά γε θάτερον ἐκπεπλῆχθαι τοὺς ἀκροατὰς ἢ
175θεατάς· λέγω δὲ διῃρημένως ὅσοι τε ἐκτὸς ὁρῶσι καὶ ὅσοι ἐς ψυχὴν παρακύπτουσιν. ἐπεὶ δ’ ἄμφω ἤστην καὶ ἑκατέρα μερὶς τῶν ἀνθρώπων παρῆν, οἵ τε τὸ φαινόμενον ἀσπαζόμενοι καὶ οἱ περιπτυσσόμενοι τὸ νοούμενον, ἀλλὰ δὴ καὶ ἡ τρίτη καὶ μέση, οἱ ἁμφοτέρων ἐχόμενοί τε καὶ ἐξεχόμενοι, πρῶτα τοίνυν ὁ
180ἐκείνης πατὴρ πεῖραν τινὰ κοινωνίας αὐτῇ προβαλόμενος καὶ ‘λόγους κινήσασ‘ πολλούς, ἐπεὶ μὴ πειθομένην εἶχεν, ἀφεὶς τὴν ἐκ τῶν λόγων πειθὼ ἐπὶ τὴν βίαν ἀπέκλινεν, ὡς δὲ καὶ ἀρὰν αὐτῇ προσεποιεῖτο. φθάνει τῇ κατανεύσει τὴν προσποίη‐ σιν· ἠγνοεῖτο γὰρ αὐτῇ τὸ πλάσμα, ὡς ὕστερον διεξῄει τὸ
185δρᾶμα. πολλῶν τοιγαροῦν ἐπ’ αὐτὴν συντρεχόντων ἢ προτρεχόντων, νικᾷ οὐχ ὁ μείζων τὴν τύχην, ἀλλ’ ὁ πλείων τὴν ἀρετήν, λέγω δὴ τὸν ἐμὸν πατέρα, ᾧ δὴ τοῦτο ἔλλειμμα πρὸς εὐδαιμονίαν ἦν, εἰ τοιαύτης ἀπεστέρητο γυναικός, ὥσπερ
δὴ πλήρωμα ταύτης τετυχηκότι.91
190 4. Ἦν μὲν οὖν, ὥς φασι, τηνικαῦτα ‘πρῶτος ὑπηνήτησ‘ καὶ ἀγαλματίας τὸ εἶδος, οὐ μὴν ταύτῃ μόνον ἐκείνῃ προσόμοιος, ἀλλὰ καὶ ἡ τῶν ἠθῶν κοινωνία βραχὺ τὸ διάφο‐ ρον ἔχουσα, καὶ ἦν ὥσπερ συνδρομὴ ψυχῶν ἐπεγνωκυιῶν ἀλλήλας διὰ μέσου τοῦ σώματος· οὕτω γοῦν συνηλθέτην
195ἀλλήλοιν ἐκ τῆς αὐτῆς ὁμοιότητος εἰς τὴν ἴσην ὁμόνοιαν. ἑκάστη μὲν οὖν τῶν ἡλικιῶν οὐ παντὶ κατάλληλός ἐστι πράγματι, ἀλλ’ ἡ μὲν ἀτελὴς παιδιᾷ, καὶ ἡ ἀκμάζουσα βίῳ, καὶ ἡ τελεία κρείττοσιν ὑποθέσεσι, καὶ αὖθις ἡ μέν τις πρὸς τόδε μᾶλλόν ἐστιν ἐπιτήδειος, ἡ δὲ πρὸς ἕτερον, καὶ τῶν βίων

(200)

διῃρημένων εἴς τε πρᾶξιν καὶ λόγον, ἡ μέν τις πρακτικωτάτη ἐστίν, ἡ δέ τις θατέρῳ προσνένευκε. τῇ δὲ ἐμῇ μητρὶ οὔτε διαίρεσιν ταῦτα ἔσχηκε καὶ ὁμοῦ πάντα συννένευκε καὶ ἐν ταὐτῷ καιρῷ, καὶ ταῦτα ἤδη τῆς ὥρας τὸ ἄνθος ἔχοντι, ἥ τε ‘φρόνησισ‘ παρῆν καὶ ἡ ‘σύνεσισ‘, ἥ τε πρὸς τὸν λόγον τάξις
205καὶ ὁ πρὸς τὴν πρᾶξιν λόγος, καὶ τὸ διῃρῆσθαι πρὸς τἀναντία καὶ μὴ διῃρῆσθαι, καὶ ἑκατέρου μὲν ἔχεσθαι, δοκεῖν δὲ θατέρου, ὡς μήτε Θεοῦ ἀπολελεῖφθαι ποτέ, μήτε τῆς ἀκριβοῦς οἰκουρίας, ἀλλὰ Θεῷ μὲν προσιοῦσα, μᾶλλον δὲ προσοῦσα ἀεί, οὐδὲν ᾤετο δεῖν μεμνῆσθαι πραγμάτων, τούτοις δὲ οὐκ
210ἄλλως προσῆν ἢ μετὰ Θεοῦ. αὐτή τε γοῦν ηὐξάνετο καὶ τὸν οἶκον ἐπηύξανε, τοῖς τε οὖσι δεξιῶς χρωμένη καὶ τὰ οὐκ ὄντα προστιθεῖσα ἐπιμελῶς. Τῷ τοίνυν ἐμῷ πατρί, τὸ μὲν ἄνωθεν γένος ἐς ὑπάτους ἀνῆκτο καὶ πατρικίους, τὰ δὲ κατ’ ἐκεῖνον πράγματα οὐκ
215οὕτω δεξιῶς εἶχεν, ἀλλ’ εἴ τις ὥσπερ ἐπὶ ζυγοῦ αὐτὸν μὲν ἐπὶ τῆς μιᾶς πλάστιγγος μετὰ τῆς ἐμῆς θείη μητρός, τὸ δὲ λοιπὸν γένος ἐπὶ τῆς ἑτέρας, νικῴη δ’ ἂν οὗτος παρὰ πολὺ τῷ σταθμῷ τῆς μητρός, τἆλλα ἐκείνων ἐλλελειμμένος. ἡ μὲν οὖν
παρὰ τοῦ σοφοῦ ἐπαινουμένη γυνὴ γλίσχρως μοι δοκεῖ καὶ92
220ἰδιωτικῶς ἧφθαι τῶν πράξεων, ὅσον ἄτρακτον μεταχειρίσα‐ σθαι καὶ ‘δισσὰς τῷ ἀνδρὶ χλαίνασ‘ ἐργάσασθαι, ὡς μὴ βούλεσθαι πλέον, ἢ μηδὲ δύνασθαι καὶ τἆλλα τοιαῦτα ποιεῖν. ἡ δὲ ἐμὴ μήτηρ μεγαλοπρεπεστέρα ἐκείνης πολλῷ οὐκ ‘ἄτρακτον‘ μόνον ‘στρέφουσα‘, ἀλλὰ καὶ εἴ τι ἕτερον ὄργανον
225μεταχειριζομένη προσῆκον γυναικωνίτιδι. ‘χλαίνας δὲ τῷ ἀν‐ δρὶ‘ μὲν οὐκ ἐποίει, οὐ γὰρ οὕτως ἀτυχῶς εἶχεν ἐκεῖνος, ἑαυτῇ δὲ καὶ ταῖς θεραπαινίσι καὶ τῶν ἐκ γένους πολλοῖς καὶ τῶν ἄλλως ἀτυχησάντων τοῖς πλείοσι συνεξύφαινεν, ὧν αἱ πλείους μετὰ τοῦ ‘περιττοῦ κάλλουσ‘ οὖσαι ἐτύγχανον.
230 Ἐπεὶ δὲ καὶ παῖδα ἔτεκε, θυγάτριον δὲ τὸ τεχθὲν ἦν οἷον οὐκ ἄλλο, εἴ τις τὴν τεκοῦσαν ἐξέλοι, καὶ οὐ ‘κόμπος ὁ λόγοσ‘· διὰ θάμβους γὰρ ἔτι τοῖς πλείοσιν ἡ ἐκείνης ὥρα, περὶ ἧς ‘ὁ λόγος προϊὼν‘ τρανότερον γνωριεῖ. ἐπεὶ τοιγαροῦν μήτηρ ὤφθη καὶ ἡ ἀπαρχὴ τοῦ τόκου πρέπουσα τῷ δόντι
235Θεῷ, ἔτι μᾶλλον πρὸς ἑαυτὴν συνείλεκτο καὶ πλέον τῷ βίῳ συντέτατο, οὐχ ὡς αἱ πλείους τῶν γυναικῶν ἐντεῦθεν πρὸς τὸν σύντονον βίον ὀλιγωρήσασα καὶ καταρρᾳθυμήσασα τὴν ζωήν, ἀλλὰ ῥωσθεῖσα πλέον ἢ ἀτονήσασα καὶ ῥωμαλεώτερον διατεθεῖσα καὶ τὴν φύσιν ὁμοῦ καὶ τὴν γνώμην. ἡ μὲν οὖν
240φύσις ὥσπερ ἑαυτὴν ἀγαπήσασα καὶ θαυμάσασα ὅτι τοιοῦτον κάλλος ἐξήνεγκε, τὴν ἐμὴν μητέρα φημί, εἶτα δὴ καθαπερεὶ λογισαμένη ὡς οὐκ ἂν τοιοῦτον ἐνδείξηται, εἰ μὴ παρ’ ἐκείνης, ἐκεῖθεν ἐξεικονίζει τὴν ἐμὴν ἀδελφήν, ὡς ἂν ἔχοι, καὶ τοῦ πρωτοτύπου διαρρυέντος, ὁμοιότατον τὸ εἰκόνισμα. ἡ μὲν
245οὖν φύσις οὕτως, ὁ δέ γε Θεὸς ἑτέρως τὸ πρᾶγμα ποιεῖ, καὶ ὁ λόγος ἐρεῖ τοῦτο κατὰ καιρόν. Δεύτερος αὖθις τόκος, καὶ πάλιν τὸ τεχθὲν θῆλυ, καὶ οὐ πάνυ τοῦτο πρὸς ἡδονὴν οὔτε τοῖς τεκοῦσιν οὔτε τῷ λοιπῷ
γένει, ἀλλ’ ὥσπερ αἱ ἄτοκοι καὶ τοῦ τυχόντος τόκου ἱμείρου‐93

(250)

σιν, οὕτως ἐκείνη θατέρου πλέον τοῦ ἄρρενος. ἀλλ’ αἱ ὠδῖνες ἐπ’ ἀμφοῖν τοῖν γενοῖν ἐπεσχέθησαν, ὥσπερ τῆς φύσεως παρασκευαζομένης καὶ χρόνου τινὸς πρὸς τὸν τοκετὸν δεομένης. ἐπεὶ δὲ ἔδει ‘ἐπήκοόν‘ ποτε τὸ Θεῖον τῶν ἐκείνης ‘γενέσθαι‘ δεήσεων, ἥ τε νηδὺς ἐπετάχθη τὴν πλάσιν καὶ ὁ τῆς
255ὠδῖνος παρῆν καιρός, καὶ ὁ συγγραφεὺς ἐξερράγη τῆς φύσεως, πολλῶν μὲν εὐχῶν πολλῶν δὲ ἐλπίδων προηγησαμένων, μεγάλου δὲ παιᾶνος καὶ θείου ἐπὶ τῷ τόκῳ ᾀσθέντος, εἰ καὶ μὴ τοιοῦτος ὁ τόκος οἷα δὴ τὰ αἴτια τῆς γεννήσεως. 5. Τὸ μὲν οὖν ἐμὸν μέρος ἀφείσθω νῦν, ἐχέσθω δὲ τῆς
260μητρὸς ὁ λόγος· εἰ δέ τι καὶ περὶ ἐμαυτοῦ διηγοίμην, μεμφέσθω μηδείς, οὐ γὰρ περιαυτολογία τὸ πρᾶγμα, ἀλλ’ αἰτιολογία, ὅπῃ παρείκοι, τῶν τῆς μητρὸς καλῶν. ἀδικοίην γὰρ ἂν ἐκείνην πάντη τῶν ἐλπίδων δεικνύων ἐστερημένην καὶ τῶν εὐχῶν ἀτυχῆ· οὐχ οὕτω δὲ ταῦτα ἕξει, εἰ μὴ τὸ ἐλπισθὲν
265ἔχον τι τῶν προηγησαμένων φανείη καὶ μὴ πάντη πρὸς ἐκείνην ἀπᾷδον. ὅσα μὲν οὖν μοι τὸ γένος ἐπιφημίζει τεχθέντι, τὸ μήτε κλαυθμυρίσαι ποτέ, μηδ’ ἐν ταῖς ἀναγκαιοτάταις χρείαις τῆς φύσεως, μήτ’ ἄλλην θηλὴν καταδέχεσθαι ἢ τὴν τῆς μητρός, γνωρίζειν τε ταύτην ὡς γειναμένην ὥσπερ ἀπὸ
270γνώμης, οὐκ ἀπὸ συνηθείας, ἢ καὶ τἆλλα περὶ ὧν οὐδὲν δέομαι λέγειν, ἀφίημι τῇ γυναικωνίτιδι· ὅσα δ’ αὐτὸς τυγχάνω εἰδὼς ‘τῆς φρονούσης ἡλικίασ‘ ἁψάμενος περί τε ἐμαυτοῦ καὶ τῆς μητρός, αὐτὰ δὴ λέξω σαφέστερον, ‘μηδὲν ἐνδοιάσασ‘ μηδὲ τὰς τῶν βασκαινόντων ὑπειδόμενος γλώσ‐
275σας. Τὴν ἐμὴν τοίνυν μητέρα ἐπήγετο μὲν πρὸς ‘λόγου παρα‐ δοχὴν‘ αὐτό τε τὸ περὶ τοὺς λόγους ἐραστὸν καὶ ἡ ἐπιθυμία
τοῦ πράγματος, μᾶλλον δὲ πρὸς τοῦτο καὶ ἡ ἐμὴ φύσις ἐπέρ‐ ρωσεν, αὐτόθεν τε θαυμαζομένης τῷ ἑτοίμῳ τῆς γνώμης κἀν94
280τοῖς πράγμασι δὲ βεβαιουμένης τῷ εὐροοῦντι περὶ τὴν μάθη‐ σιν. φασὶ γοῦν τῶν περὶ τὸ γένος οἱ πλείους ὅτι μοι καὶ παιδὶ ὄντι οὐδὲν τῶν λεγομένων μάτην ἐπέρρει τῇ ἀκοῇ, ἀλλ’ ἅπας λόγος ἐκσφράγισμα τῆς ψυχῆς ἦν. ἐντεῦθεν οὖν ἡ μήτηρ πρὸς τὰ κρείττω χειραγωγουμένη, εἰς πέμπτον ἔτος τελέσαντα
285διδασκάλῳ ἐφίστησι, καὶ ἦν μοι τὸ μάθημα οὐ μόνον εὐχερές, ἀλλὰ καὶ ἡδὺ ἀντ’ ἄλλης τινὸς παιδιᾶς· ἠνιώμην γοῦν εἰ μή μοι διὰ πάσης ἡμέρας διδοίη τὰ παιδικά, καὶ ἦν μοι παιδιὰ μὲν ἡ σπουδ, σπουδὴ δὲ ἡ παιδιά, οὐχ ὡς ταῦτα παίζοντι ἐκεῖνα δὲ σπουδάζοντι, ἀλλ’ ἐκείνων μὲν
290ἐχομένῳ διὰ τὸ ἡδύ, τούτων δὲ ἀπεχομένῳ διὰ τὸ τραχύ. λέγω γοῦν ταῦτα οὐκ ἐμαυτὸν βουλόμενος ἐπαινεῖν, ἀλλ’ ἐνδεικνύμενος ὁπόθεν μοι ἡ περὶ τοὺς λόγους ἐγεγόνει σπουδή. Βραχὺς ἐπὶ τούτοις χρόνος ἐπέρρευσε καί μοι ὄγδοος τῆς ἡλικίας ‘ἐνειστήκει καιρὸσ‘ καὶ πρὸς τὰ κρείττω μαθήματα
295ἡ φύσις ἀνῆγε. πολλοῖς μὲν οὖν τοῦ γένους παρίστατο μὴ εἰς τοῦτό με ἐφεῖναι τὸ πέλαγος, μᾶλλον δὲ ἀφεῖναι, ἀλλ’ εἰς ἄλλο τι τῶν ῥᾴστων μεθέντας καὶ διαπεραιωσαμένους ἐπὶ λιμένος ἐγκαθορμίσαι. ἐμοὶ δὲ δυσχερὲς ἦν ἄλλως, καὶ μέχρις ἀκοῆς, ἄλλο τι πρὸ τῶν λόγων ἐμπορεύεσθαι·

(300)

ἐπεκλίνετο δέ μοι τῇ γνώμῃ καὶ ἡ μήτηρ μάλα ἀσμένως, καὶ τέως ἀμφισβητήσιμος ἦν τῇ τε ἐμῇ προθυμίᾳ ταῖς τε τῶν πολλῶν ἐπιτροπείαις καὶ διατάξεσιν· ἔκρινε δὲ τὸ ἀμφίβολον, εἶπεν ἂν ὅστις εἰ ἀνάστασιν εὑραμένη παρά του τῶν κρειττόνων ἡ μήτηρ τῷ λόγῳ παρῆν· ἐκείνη γὰρ ἂν κάλλιον
305ἣν εἶδεν ὄψιν ἡρμήνευσε. τὰ δὲ ὀφθέντα διττά, καὶ τὸ μὲν
παρ’ αὐτῆς ἠκηκόειν, τὸ δὲ πεπυσμένος ᾧ ἐκείνη ἐπίστευσεν ἐγνώκειν ὕστερον. ἔλεγε γοῦν μοι ἡ μήτηρ ὡς ἅπαξ ποτὲ εἰς ὕπνον διαχυθεῖσα ἔδοξεν αὖθις περὶ τῶν ἐμοὶ καθηκόντων ἀμφισβητεῖν· ὡς δὲ πολλάκις τοῖς λογισμοῖς ἀντιπίπτουσι κα‐95
310τακεκλόνητο, ἀνήρ τις τῶν ἀφωμοιωμένων Θεῷ, συνήθης ἐκείνῃ καὶ πρὸς τὸν χρυσοῦν τὴν γλῶτταν [Ἰωάννην] παρει‐ κασμένος, λέγω δὴ τὸν Ἀντιοχέα τε καὶ ἡμέτερον, «μὴ δῆτα κυμαίνου—φησίν—, ὦ γύναι, ταῖς ἐνθυμήσεσιν, ἀλλὰ μιᾷ νικώσῃ ψήφῳ λόγοις συμβίβαζε τὸν υἱόν. ἐγὼ δὲ καὶ ὡς
315παιδαγωγὸς ἕψομαι τούτῳ καὶ ὡς διδάσκαλος ἐμπλήσω παιδεύσεως». Ταύτην μὲν οὖν τὴν ὄψιν παρὰ τῆς μητρὸς ἐδεδέγμην· ἣν δὲ μέλλω ἐρεῖν ἅτερος τῶν ἐκείνης ἀδελφῶν, μεταλλαξάσης ἐκείνης, ὑφηγήσατό μοι, ‘ὅρκουσ‘ ἀρρήτους ‘ὀμνύσ‘. ἔφησε
320γάρ, ὡς διηγεῖτο αὐτῷ ἅπαξ ἡ ἀδελφὴ ὅτι, διαιρουμένης τοῖς περὶ ἐμὲ λογισμοῖς, τοιοῦτος ἐπῆρεν ὄνειρος ἐπὶ μίαν διάνοιαν. ἐδόκει γὰρ τὸν σηκὸν εἰσιέναι τῶν Ἀποστόλων, μάλα σεμνῶς, δορυφορούντων αὐτὴν ἐνίων οὕσπερ ἠγνόει· ἐπεὶ δὲ πρὸς τῷ βήματι γένοιτο—ἐθάρρει γὰρ τὰ κρείττω κἀν ταῖς
325σκιαῖς—, γυναῖκά τινα τῶν δυσθεάτων ἰδεῖν, ἔσωθεν ἀπαντήσασαν καὶ παρακελευομένην ἐκτὸς ὑπομεῖναι ὡς ἐξιοῦσαν. ἡ δέ, ἐπεὶ ἐνταῦθα γεγόνοι, πρὸς μὲν τὴν μητέρα μηδὲν εἰπεῖν, πρὸς δὲ τοὺς ἑκατέρωθεν ἐφεστηκότας στραφεῖσά τε καὶ μεταστραφεῖσα, «ἐμπλήσατέ—φησι—τὸν ταύτης
330παῖδα γραμμάτων· ὁρᾶτε γὰρ ὥς με κατασπάζεται». ἀπήγ‐ γελλε δὲ καὶ τῶν ἑκατέρωθεν ἑστηκότων τὸ εἶδος· ἄμφω γάρ, φησι, πολιὼ ἤστην, ἀλλὰ τῷ μὲν ἡ κεφαλὴ μεγάλη τε καὶ στρογγύλη καὶ ἀκριβῶς λευκὴν ἀναβλαστάνουσα τρίχωσιν, ἥ
τε ῥὶς οὐκ ἀπεκρέματο καὶ ‘τὸ γένειον‘ οὐ πάνυ ‘καθεῖτο‘,96
335τῷ δὲ καὶ ἡ κεφαλὴ καὶ τὸ λοιπὸν σῶμα βραχύτερον, πλὴν ὅσον ὁ πώγων μακρῷ θατέρου μακρότερος. ταύταις οὖν ταῖς δυσὶν ὄψεσιν ἐπ’ ἐμοὶ ἡ μήτηρ ἀναθαρρήσασα, τὴν ὑπὲρ ἐμοῦ ψῆφον ἐκφέρει καὶ ἐς τὰ προτέλειά με ἄγει τῶν παιδευμάτων. 6. Ἀλλ’ οὐκ οἶδα τί πάθοιμι· πῶς δ’ ἂν τῷ λόγῳ
340χρησαίμην; ἑτέραν γὰρ ὑπόθεσιν ἐνστησάμενον ἐφ’ ἑτέραν με ὁ λόγος ἄγει φερόμενος, καὶ βούλομαι μὲν μηδὲν τῶν ἐμῶν ἐγκαταμίξαι τοῖς ἐκείνης καλοῖς, οὐκ ἔχω δὲ ἄλλως ἐκπληρῶσαι αὐτῇ τὸ ἐγκώμιον, μᾶλλον δὲ τὴν ἐπὶ τοῖς πε‐ πραγμένοις ἀλήθειαν, μὴ τὸ ἐμαυτοῦ παρενείρων. ἢ πῶς ἂν
345αἰτίαν αὐτὴν ἀποδείξω τῆς ἐμῆς ‘ἐν τοῖς λόγοις εὐδοκιμήσεωσ‘, μὴ ταῖς ἀρχαῖς ἐφιεὶς ἀφ’ ὧν εἰς τοῦτο ὑπήχθην; καί, ἢν βούλοιτό τις, τοσοῦτον ἑκατέροις ἀπομεριζέσθω, ἐκείνῃ μὲν τὸ τὰ κρείττω ἐμοὶ καὶ γνῶναι καὶ διελέσθαι, ἐμοὶ δὲ τὸ μὴ ἐπεξιέναι τούτοις εἰς τέλος.

(350)

διαιτῶμαι δὲ φιλοσκώμμοσιν ἀνδράσι καὶ φιλαιτίοις, ἐπεὶ ὅ γε μὴ βασκαίνων ἀκροατὴς οὐδὲν ἄν μοι προσάψῃ αἰτίαμα ἀπολαύοντι τῆς μητρικῆς ἀρετῆς κἀν ταῖς περὶ ἐκείνην ἱστορίαις καὶ διηγήσεσιν. Ἀλλ’ ἀνακτέον αὖθις τὸν λόγον ἐπὶ τὴν οἰκείαν
355ἀρχὴν καὶ προσεκτέον τῇ ὑποθέσει τὰ ἐφεξῆς· μᾶλλον δὲ ἐνταῦθά μοι γενομένῳ αὐτοί μοι προσμαρτυρείτωσαν, οἱ τὰ πρῶτα δεδωκότες μαθήματα, ὡς διῄειν ἐπιτροχάδην αὐτά, ὡς συνίην τῶν πολλῶν πλέον· ἵνα μηδὲν πλέον ἐρῶ, ὡς εὐφυῶς ἀνελάμβανον, ὡς ἐμμόνως κατεῖχον, ὡς ἀπήγγελλον
360εὐφραδῶς, ὡς ἐπὶ μιᾶς τοῦ φωστῆρος περιόδου τὰ τέ μοι τῆς ὀρθογραφίας ἠκρίβωτο καὶ ἡ πᾶσα ἀπήγγελτο Ἰλιάς, οὐ τὴν ἐποποιΐαν ἁπλῶς εἰδότι, ἀλλὰ καὶ σχῆμα καὶ τρόπον καὶ λέξιν, καὶ μεταφορὰν εὔκαιρον καὶ ἁρμονίαν συνθήκης. ἢν δέ με μὴ πάνυ φαίητε ὀνειρόφρονα, κἀγώ τι βραχὺ τῶν ἐμῶν
365ὑμῖν διηγήσομαι ὄψεων. Οὔπω δεκέτης ἦν, ἢ ἴσως ἐπιβεβήκειν τοῦ ἔτους, καί με νυκτὸς θήρα τις ἐπῆρε καὶ εἰς ἐλεύθερον ἀέρα μετήνεγ‐ κεν. εἰ μὲν οὖν ἐθήρων, οὐκ οἶδα, τεθηρακέναι δὲ ᾤμην ὄρνιθε δύο τῶν μουσικῶν, ὧν ἡ μὲν ψιττακίῳ ἐῴκει, ἡ δὲ ἦν97
370ἀκριβῶς κίττα, καὶ ὑπὸ τὸν κόλπον ἄμφω ἐνεδεδύκει. καί μοι ἐπὶ τούτοις διεχεῖτο καὶ ἐγαννύσκετο ἡ ψυχὴ καὶ πολλάκις ταῖς χερσὶ διωμάλιζον καὶ προσήρμοττον τοῖς πτεροῖς· ἀλλὰ τά γε ὄρνεα, «μὴ τυράννει ἀνθρωπικῶς—ἔφασαν—, μηδὲ βίᾳ λαβών· οἷα δὴ νόμῳ, δεσπότης κυρίευε. ἀλλ’ ἐξελὼν
375λογικῶς τε συγγίνου καὶ διαλέγου. κἂν μὲν πείσῃς, ἐκεῖθεν ἡμῶν ἄρξαι· εἰ δ’ οὖν, ἄφες ἡμῖν ἐλεύθερον τὸ πτερόν». Ἔδοξα γοῦν αὐτὰ λέγειν τι τῶν δεόντων καὶ ἑκατέραις ἀπρὶξ ἀμφοτέρων δραξάμενος τῶν πτερῶν, φιλοσόφους τινὰς ᾤμην πρὸς ἐκεῖνα ‘λόγους ἀνακυκλεῖν‘, ὥσπερ τότε πρώτως
380ἀφαιρεθείσης μοι τῆς ἀχλύος ἣν ἡ γένεσις ἐπιτίθησι τῇ ψυχῇ. τὰ μὲν οὖν πρῶτα ‘ἰσόρροποσ‘ ἀμφοῖν ‘ὁ λόγοσ‘ καθίστατο, ἐνθυμουμένων ὥσπερ κἀκείνων καὶ συλλογιζομένων καὶ πρὸς τὰς ἐμὰς ἀντιθέσεις ἀντιπιπτόντων· ὡς δ’ ἡ συνουσία ἐπὶ μήκιστον παρεξέτεινε τὸν διάλογον κἀγώ τι πλέον ἐκείνων
385ἐστωμυλλόμην· «πέπαυσο—ἔφασαν—ἐπειδή σοι καὶ παρ’ ἡμῶν τὸ νικᾶν ἡμᾶς ἐπεψήφισται». τότε μὲν οὖν οὐ πάνυ συνίην τῆς ὄψεως, ἀλλὰ τοῦ ἀλογωτέρου μέρους τῆς ψυχῆς ἀνάπλασιν ᾤμην τὸ ὅραμα, ὕστερον δέ, ἐπειδὴ μουσικῆς ἡψάμην καὶ τῆς ἀκριβεστέρας μαθήσεως, εἰς τοὺς λόγους τὰς
390ὄψεις ἐτεκμαιρόμην, ἐπειδὴ κἀκεῖνα κωτῖλα καὶ μουσικὰ καὶ ἀνθρωπικὴν πολλάκις ἱέντα φωνήν. 7. Ἀλλ’ ἐπειδή μοι ἐς τόδε ὁ λόγος ἀπετελεύτησε, νῦν τὴν ἀρχὴν τοῖς ἐγκωμίοις ἐφίστημι τῆς μητρός· οὔπω γὰρ
ἡψάμην ἐπεγνωκώς, ἀλλὰ τὰ μὲν πατρός, τὰ δὲ μητρὸς98
395ἤκουσα, τῶν ἐκείνην γεννησαμένων, τὰ δὲ ἑτέρων τῶν εἰδότων αὐτὴν ἀκριβῶς, τὰ δὲ αὐτὸς ἀνεμνήσθην καὶ εἴκασα· τὰ δ’ ἐντεῦθεν καὶ ἑωράκειν καὶ ἠκηκόειν καὶ συνίην φιλοσοφώτερον. καὶ ἀποφήσαιμ’ ἄν, ἐν κεφαλαίῳ τὸ ξύμπαν ποιούμενος, ὡς οὔτις ἐκείνῃ τῶν θνητῶν ἐρίσειε γυναικῶν,

(400)

ἐῶ γὰρ ἐκείνας αἷς δὴ μόναις ἐπιπεφήμισται τὸ ἀθάνατον. τίς γὰρ ἐκείνης ἢ τὴν γνώμην ἑτοιμοτέρα ἢ εὐσχημονεστέρα τὸ ἦθος, ἢ τίς ἢ σταθηροτέρα τὸν λογισμὸν ἢ κριτικωτέρα τῶν λαλουμένων ἢ πραττομένων; μέτρα δὲ γλώσσῃ καὶ λαλούσῃ καὶ σιωπώσῃ τίς μᾶλλον ἐπέθηκεν; αἰδοῖ δὲ τίς οὕτως ἄλλη
405κεκόσμητο; τὰς δὲ τῶν ἐναντίων μίξεις τίς καταλλήλως ἐκέρα‐ σεν, ἀκρίβειάν φημι καὶ ἁπλότητα, ἐπιστασίαν τε εὔκαιρον καὶ πρᾳότητα ἔμμετρον, ὑψηλόν τε φρόνημα καὶ ὑπεσταλμένην διάνοιαν; Ὦ σώφρων ἐκείνης ὀφθαλμὸς ‘ἐς γῆν‘ μὲν ‘κεκυφὼσ‘ καὶ
410τὰ πόρρω κατειληφώς, ὦ ‘χεῖρες ἁπαλαὶ‘ μὲν τῇ φύσει καὶ τῇ ἡλικίᾳ, ταῖς δὲ πρὸς τὸ Θεῖον ἐς γόνυ κλίσεσί τε καὶ ὑποκλίσεσι τὴν τραχύτητα εἰσδεξάμεναι, ὦ πᾶσα μὲν αἴσθησις πρὸς τὸ φίλον Θεῷ ἀπηκριβωμένη, πᾶσα δὲ νεῦσις πρὸς ἐκεῖνο μόνον συντεταμένη. ὦ γραφαὶ καὶ ‘ὑπογραφαὶ‘ τῇ ἐμῇ
415μητρὶ μόνῃ μὴ γινωσκόμεναι, ὦ ‘δολερὸν ἄνθοσ‘ καὶ λευκότης ἐπείσακτος, ἐκείνῃ κοινῶς ὑποσταλέντα τε καὶ ὑποχωρήσαντα, ὦ ‘κόμης προσθέσεισ‘ οὐκ ἔχουσαι ᾧ προσθήσεσθαι, ἀλλ’ ἀσυγκρίτως ἡττώμεναι. ὦ νοῦς ὀμμάτων καὶ ἦθος ὀφρύων καὶ φρόνημα πάσαις αἰσθήσεσιν ἐγκαθήμε‐
420νον, ὦ μηδὲν εἰδυῖα θῆλυ, πλὴν ὅσον τῆς φύσεως, τὰ δ’ ἄλλα ῥωσθεῖσα τὴν ψυχὴν καὶ ἀρρενωθεῖσα μᾶλλον δὲ στερροτέρα φανεῖσα καὶ τῆς ἑτέρας μερίδος τοῦ γένους καὶ πάντας καὶ πάσας νικήσασα, τὰς μὲν τῷ ἀσυγκρίτῳ, τοὺς δὲ τῷ πλείονι.
425 Ἀλλὰ πῶς ἄν σου τίς διηγήσαιτο τὴν κεκρυμμένην σὺν τῷ Θεῷ ζωὴν καὶ διαγωγήν, τὰς νυκτερινὰς στάσεις καὶ ἐπορθρίους, τὴν πτέρωσιν τῆς ψυχῆς, τὴν ‘ἔκστασιν τοῦ νοόσ‘, τὴν ἔλλαμψιν, τὴν ἀνάβασιν; ὤ, πῶς ἂν μηδενὸς ἐφεισάμην τῶν σῶν; ἐβουλόμην ἀλλοτρίου εἰδέναι τὰ σά, εἶτα δὴ καὶ99
430ἐγκωμιάζειν βούλεσθαι ἵνα μή σου ὁ ἔπαινος ὑπωπτεύετο· ὤφελον ὑπὸ ἀδεκάστοις λέγειν κριταῖς καὶ ἀνυπόπτοις διαιτηταῖς, ἵνα μηδεὶς τὸν λόγον ὑφεωρᾶτό μοι. νῦν δὲ δύο τε τῶν μειζόνων διαμαρτάνω καὶ βάλλομαι ἑκατέρωθεν· πε‐ φεισμένως γὰρ τὰ σὰ διηγούμενος καὶ τὰ πλείω καὶ κρείττω
435σιγῶν, ἔτι καὶ περὶ τῶν ἐλαττόνων διαμφισβητοῦμαι πλὴν τῶν εἰδότων, τοῖς πλείοσιν. οὐκ οἶδα δὲ ‘ἐς τὸν βυθὸν‘ τῶν σῶν ‘ἐμπεπτωκὼσ‘ ἀρετῶν ποῖον πρῶτον ἀπώσομαι τῶν ἐπεισρεόντων κυμάτων ἢ ποῖον εἰσδέξομαι ὁμαλῶς. Πῶς δέ γε διανηξάμενος πόρρω τῆς ἑκατέρωθεν ἐπιρροῆς
440στήσομαι; οὐκ οἶδα δὲ καὶ τίνι δώσω τὰ πρῶτα, πάντων πρώτων εἶναι νενικηκότων καὶ ‘κύκλῳ περιϊσταμένων‘ με καὶ ἑκάστου πρὸς ἑαυτὸ ἀντισπῶντός τε καὶ ἐφέλκοντος. βούλομαί σου τὴν σωφροσύνην θαυμᾶσαι καὶ ἀνθέλκει με ἡ πρὸς τὰ κρείττω ἀναγωγὴ τῆς ψυχῆς· ἀνῆγμαι ἐκεῖσε καὶ καθέλκει με
445τὸ βάθος τῆς σῆς ταπεινώσεως. ἐντεῦθεν πάλιν ἡ πρᾳότης πρὸς ἑαυτὴν μετατίθησι καὶ αὖθις ἄλλη καὶ πάλιν ἑτέρα μετα‐ βιβάζει καὶ μεθιστᾷ, ὥστε μηδέν τι μέρος τῶν σῶν εὐφημεῖν ἱκανῶς δύνασθαι, ἀνθελκόμενον καὶ μετατιθέμενον καὶ χορείαν ταύτην κενὴν ἀνελίττοντα, μᾶλλον δὲ πορείαν ἀνήνυτον· ἡ

(450)

γὰρ ἄπειρος πληθὺς τῶν σῶν ἀρετῶν ὑποστροφὴν ἐπὶ τὰς πρώτας οὐ δίδωσιν. 8. Ἐγὼ μὲν οὗν πολὺ τῶν σῶν ἐλπίδων ἐλάττων γενόμενος εὐθύναις σοι ὑποκείσομαι μὴ κατὰ τὰς ὑποθήκας
πολιτευσάμενος. σὺ δέ γε ἐξ ἀρχῆς, ὥσπερ αἱ μαῖαι τὰ ἄρτι100
455γεννώμενα, πᾶσαν μέν μοι ἐρρύθμιζες αἴσθησιν, πᾶσαν δέ μοι ‘θείαν ἐνήχεις φωνήν‘, οὐδὲ καταμυθολογεῖσθαί με παρὰ τῆς τίτθης ἐῶσα. ἀναμιμνήσκομαι γάρ, ἀναφέρων ὥσπερ ἀπὸ βυθοῦ, ὅτι με καὶ κλαυθμυρίζοντα χαλάσαι βουλομένη πρὸς ὕπνον, ἀντὶ τῶν μύθων καὶ τῆς μορμολυττούσης λαμίας διήεις
460νῦν μὲν τὸν Ἰσαὰκ ἀγόμενον ὑπὸ τοῦ πατρὸς καὶ θυόμενον καὶ πάντα πειθόμενον τῷ γεννήτορι, νῦν δὲ καὶ τὸν Ἰακὼβ εὐλογίας τυγχάνοντα πατρικῆς ὅτι κατὰ τὰς ὑποθήκας πεποίηκε τῆς μητρός, νῦν δ’ ἄλλο τι τῶν θειοτέρων καὶ ἐπὶ πᾶσι ‘τὸν νέον Ἀδάμ‘, τὸν σόν φημι Θεὸν καὶ δεσπότην,
465‘ὑποτασσόμενον‘ τοῖς τοκεῦσι〈ν〉. Μέμνημαί σου καὶ τῶν περὶ παρθενίας λόγων καὶ τῶν ἀκηράτων ἐκείνων συμβουλιῶν, εἰ καὶ μὴ οὕτως τὰ καθ’ ἡμᾶς γέγονεν. οὐκ ἐπιλέλησμαί σου, οὔτε τοῦ πυρὸς οὔτε τοῦ φωτός, ὧν τῷ μὲν τοὺς σωφρονοῦντας κατέλαμπες, τῷ δὲ
470τοὺς ἀκολάστους κατέφλεγες· παρήσω δέ σοι οὐδ’ ἐκεῖνο τὸ ἔργον, ὅ με λαθεῖν βουλομένη οὐκ ἔλαθες. ἐπόθει μὲν γὰρ ἡμᾶς ἡ μήτηρ, πῶς ἂν εἴπῃ τις, σφοδρῶς καὶ περικαῶς καὶ ἐζήτει πολλάκις τῷ τραχήλῳ περιφῦναι καὶ κατασπάσα‐ σθαι, ἐπεῖχε δὲ τὸν πόθον νόμῳ κρείττονι καὶ κρίσει καλλίονι,
475ἵνα μὴ καταθαρρήσας αὐτὸς ἀπειθέστερός πως γενοίμην ταῖς ἐκείνης ἐπιταγαῖς. ὡς δὲ τὸ φίλτρον ἠνάγκαζεν, ἐγὼ μὲν ἐῴκειν ὑπνώττειν, ἦν δὲ τὸ πρᾶγμα μέχρι τῆς ‘ἐπιμύσεως τῶν βλεφάρων‘· ἡ δέ, ἀγνοήσασα καθάπαξ τὸ σχῆμα, πρόσεισί μοι καὶ ὁμαλῶς πάνυ περιλαβοῦσα τοῖς πήχεσι, πολλάκις ἐφίλει
480τὸ πρόσωπον, εἶτα δὴ καὶ δακρύσασα ‘ἀστακτί‘, «ὦ
σπλάγχνον ποθούμενον—ἔφη—, ποθῶ μέν σε, φιλεῖν δέ σε πολλάκις οὐ δύναμαι». οὕτω μοι καὶ τὴν σχέσιν ἐφύλαττε καὶ τὴν παίδευσιν παρεφύλαττεν· ἦν γὰρ ὡς ἀληθῶς καὶ τὸν τῆς ψυχῆς χαρακτῆρα τοιαύτη, ἀλλὰ πρὶν τοῦτο εἴποιμι, κοινότε‐101
485ρον περὶ τούτου διέλωμαι. Οὐ μίαν ἐγὼ τὴν ἰδέαν ὁρῶ τῶν πρὸς ἀρετὴν τεταμένων ψυχῶν, ἀλλ’ αἱ μὲν ἁπλαῖ τινές εἰσι καὶ χάριτος γέμουσαι καὶ τοῖς προσιοῦσιν ἥμερον ἐπιβλέπουσιν, αἱ δὲ δριμεῖαι δὲ αὗται καὶ σκυθρωπαὶ καὶ τὸ πλεῖστον μέρος τοῦ βίου ἐπιστυγνάζου‐
490σαι, τραχύτεραί τε τὸ ἦθος καὶ ἀπρόσιτοι τοῖς πολλοῖς καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ἀβουλήτων παροξυνόμεναί τε καὶ δυσ‐ χεραίνουσαι, κακίαν δὲ μισοῦσαι μᾶλλον ἢ πρὸς ἀρετὴν με‐ ταβάλλουσαι. τῇ δέ γε ἐμῇ μητρὶ ἐξ ἀμφοῖν τούτων ἡ ἀρετὴ συνεκέκρατο· τίς γὰρ ἐκείνης ἢ ἱλαρώτερον ἔβλεψεν
495χαριέστερον προσωμίλησεν ἢ πρᾳοτέρῳ τῷ ἤθει τὸ ἁμαρτανόμενον διωρθώσατο; τοῦτο μὲν οὖν αὐτῇ τὸ μέρος ἔμφυτον ἦν, θάτερον δὲ πολλοῖς καὶ πολλάκις ἐπιτετήδευτο καὶ ἦν τὸ φοβοῦν μέχρι τῆς τῶν ὀφρύων συννεύσεως. ὃ δὲ τοῖς ἄλλοις ἤθους σκαιότητι ἢ τραχύτητι πρόσεστι, φημὶ δὴ τὸ

(500)

ἀπρόσιτον ἢ δυσπρόσιτον, καὶ τὸ ἐνίους τῶν προσιόντων κα‐ ταπτοοῦν, τοῦτο ἐκείνῃ διὰ τὸ τῆς ἀρετῆς ὑπερέχον ἐδέδοτο. ἀμέλει οὐχ οἱ πολλοὶ μόνον ἐδεδίεσαν ταύτην καὶ ὑπεστέλ‐ λοντο, ἀλλὰ καὶ οἱ τεκόντες, καὶ ταῦτα ἐν βαθείᾳ τῇ πολιᾷ, ὥσπέρ τινα κρείττονα φύσιν προσεκύνουν καὶ ἐσεβάζοντο καὶ
505‘νόμον‘ ἐκείνην ἐλογίζοντο ‘ἔμψυχον‘, παράδειγμά τε εἶχον καὶ πράξεως καὶ λόγου καὶ σιωπῆς, εἰ καὶ πολὺ τῆς ἀρχετυπίας ἀπελιμπάνοντο· εἴ τε γοῦν ταραττομένοις αὐτοῖς ἐξαπίνης ὤφθη, τὸ ἀστατοῦν αὐτοῖς κατέταττε τῆς ψυχῆς, εἴ τε θυμουμένοις διέλυε τὸν θυμόν, εἴ τ’ ἄλλό τι ποιοῦσιν ἢ
510πάσχουσι πρὸς τὸ κρεῖττον αὐτοῖς τὴν ἕξιν μετέβαλλεν. εἰ δέ τι ἐκείνην ἔλαθον πλημμελήσαντες, παρεφυλάττοντο μὴ
γνῶναι ταύτην τὸ γεγονός. Λέγω δὲ ταῦτ’ οὐχ ὡς ἐκείνης τῆς τῶν τεκόντων κατεπ‐ αιρομένης ψυχῆς· ποία γὰρ οὕτως τῶν ἁπασῶν γυναικῶν102
515γονέας τεθεράπευκε καὶ τετίμηκεν; ὑπήρειδέ τε γὰρ αὐτοὺς γεγηρακότας καὶ παρεμυθεῖτο καὶ λόγοις καὶ πράξεσι, νοσοῦσί τε παρεκάθητο καὶ ἀλγυνομένοις συνήλγει καὶ ἀγρυπνοῦσιν ‘ἀνύστακτον‘ εἶχε τὸ ὄμμα. οὐ τοίνυν μεῖζον δεῖν ᾠήθη τῶν γονέων φρονεῖν, ἀλλ’ ἐκεῖνοι καὶ οὕτως ἔχουσαν
520διαφερόντως ἐτίμων, οὐ πρὸς τὴν ἐκείνης περὶ ἐκείνους γνώμην ὁρῶντες, ἀλλὰ τὸ ὑπερέχον αὐτῇ τῆς ἀρετῆς ἐκπληττόμενοι. εἶχε δὲ καὶ πᾶσι τὸ ἦθος καταλληλότατον καὶ ταῖς διαφόροις τῶν συνόντων ἢ τῶν συνομιλούντων ἐπιμεριζόμενον ἕξεσιν, οὐχ ὡς σοφιστεύουσα τὴν πρὸς τοὺς
525πολλοὺς ὁμιλίαν, ἀλλ’ ὡς ἑκάστῳ τὸ πρόσφορον κρίνουσα καὶ διατυποῦσα κατὰ καιρόν. 9. Τῷ δέ γε ἐμῷ πατρὶ ‘οὐ συνεργὸς μόνον‘ καὶ βοηθὸς ἐτύγχανεν οὖσα κατὰ τὴν θείαν διάταξιν, ἀλλὰ καὶ πρωτουργὸς τῶν καλλίστων καὶ εὑρετής. ἦν δὲ κἀκείνῳ
530τὸ ἦθος οἷον οὔπω παρὰ τοῖς ἄλλοις τεθέαμαι, καίτοι γε πολλοὶ τὸν ἄνδρα συνίσασι καὶ εἰ βούλοιντο μαρτυρή‐ σουσι· τὸ δὲ ἦν ‘ἁπλοῦν‘ ὁμοῦ ‘καὶ γενναῖον‘, θῆλυ μὲν ἔχον οὐδέν, ἀπλάστῳ δὲ συγκεκραμένον πρᾳότητι, ἀκίνητον πρὸς ὀργήν, ἀθόρυβον πρὸς πᾶν ὁτιοῦν τὸ συμπίπτον. ἔγωγ’ οὖν
535οὔτε θυμουμένῳ οὔτε ταραττομένῳ ποτὲ ἐντετύχηκα, ἀλλ’ οὐδ’ ‘ἔπληξέ‘ τινα πώποτε τῇ ‘χειρί‘, οὐδ’ ἄλλοις τοῦτο παρε‐ κελεύσατο, χαρίεις ἀεὶ τὴν ψυχὴν καὶ τὴν ‘γλῶτταν‘ οὐ ‘πρόχειροσ‘ μέν, σὺν ἡδονῇ δέ, ὁπότε δέοι, τοὺς λόγους ποιούμενος. τά τε περὶ τὸν βίον καὶ λίαν δραστήριος, τήν τε
540χεῖρα οὐκ ὄργανον ὀξυγράφου, ἀλλὰ ‘πτηνὸσ‘ μᾶλλον ἢ ‘λόγοσ‘ καὶ οὐδ’ ἑτέρῳ ὀργάνῳ, ἀλλ’ ἑαυτῷ χρώμενος, κούφως τε διϊὼν καὶ ‘ἀπταίστωσ‘ καὶ ὁμαλῶς, ‘οἷον ἐλαίου ῥεῦμα‘ ῥέον ‘ἀψοφητί‘. Τὰ δὲ τοῦ σώματος, ἀλλὰ πῶς ἂν εἴποιμι ταῦτα, πῶς δὲ103
545πάρεργον τοῦ λόγου ποιήσομαι, οἷς ἔργον ἡ εὐφημία παγχάλεπον; τὴν μὲν γὰρ ἡλικίαν εὐμεγέθει κυπαρίττῳ ἐῴκει, εἰς ἶσόν τε ἀνατρέχων καὶ ὅπῃ δεῖ τοῖς μέρεσι μεγεθυνόμενός τε καὶ πλατυνόμενος. τοὺς δὲ ὀφθαλμοὺς ἱλαραὶ τούτοις αἱ βολαὶ καί, ὡς ἂν ἕτερος εἴπῃ, χάριν ἀφροδίσιον ἀποπνέον‐

(550)

τες· ἐπεβέβλητο δὲ τούτοις ‘ὀφρῦσ‘ οὐκ ‘ἐπηρμένη‘ καὶ ἀλαζών, ἀλλ’ ‘εὔγραμμοσ‘ καὶ ὀρθή, χρηστὸν ἦθος ἐπισημαίνουσα· ἦν γὰρ ὡς ἀληθῶς καὶ ἀπὸ ψιλῆς ὄψεως κατήγορος τῆς οἰκείας ψυχῆς. Καί, εἴ γέ τις εἶδε τῶν γνωματεύειν εἰδότων ἀπὸ
555σωμάτων ψυχάς, πρὶν ἢ λαλοῦντος ἀκούσειε, πρὶν ἄλλως χρήσαιτο, ἀπεφήνατο ἂν περὶ τῶν τέως κρυφίων ὅτι τῆς ἀρχαίας ἁπλότητος ζώπυρον ἐκεῖνος τῷ βίῳ περίεισιν, ὥστε εἴπερ δή που καὶ ἡμῖν τοιοῦτόν τι κέχρωσται, ἐκεῖθεν ὡς ἐκ παραδείγματος μετενήνεκται. τῆς μὲν γὰρ μητρικῆς
560ἀρχετυπίας πάντη δὴ ὑστερῶ τε καὶ ἀπολέλειμμαι, ἐπεὶ μηδὲ εἰς μίμησιν ἐκείνη τῷ βίῳ καθίστατο ἀλλ’ εἰς ἔκπληξιν· τῷ δὲ πατρὶ ὥσπερ ἀετιδὴς συμπαρίπταμαι, ἢ μᾶλλον συνέπομαι ὡς σκι, ἢ καὶ τούτου ἔλαττον μὴ πάντα ἐκείνῳ συναρμοζόμενος καὶ μεταστρεφόμενος.
565 Τὸν τοίνυν ἐμὸν πατέρα τοιοῦτον ὄντα πᾶς μὲν ἐθάρρει διὰ τὴν ὁμαλότητα τῆς ψυχῆς καὶ οὐδεὶς τῶν πάντων ἐδεδίει προσιέναι καὶ διαλέγεσθαι, μόνη δὲ ἡ μήτηρ ἐξ ὑπερυψήλου
τῆς ἀρετῆς οὐδὲ ἐκ τοῦ ἴσου ἀλλ’ ἐκ τοῦ ἐλάττονος συνῆν τε καὶ διελέγετο, μόνον ἐνταῦθα φυλάττουσα τὸ ἀνάρμοστον καὶ104
570μὴ καταλλήλως συνομιλοῦσα ὅτι μὴ πρὸς τὸ ἦθος ἐκείνου ἑώρα, ἀλλὰ πρὸς τὴν ἀρχαίαν διάταξιν. 10. Ἀλλ’ ὢ τί ἂν εἰπὼν τῶν ἐκείνης καλῶν ἀκροθιγῶς ἅψωμαι; βούλομαι μὲν γὰρ μὴ πολὺ ἀπολελεῖφθαι τὸν λόγον αὐτῆς καὶ ἐπιχειρῶ καὶ συμπροθυμοῦμαι, καί γε οὕτως οἴο‐
575μαι, πρὸ τῆς πλάσεως, ἁψάμενος δέ, ὥσπερ παλαιστὴς ἄτεχ‐ νος ἡττῶμαι τοῦ συμπαλαίοντος. καὶ τοῖς μὲν πολλοῖς ἴσως δόξω τι λέγειν περὶ ἐκείνης κομψότερον, ἐμοὶ δὲ ὁ λόγος οὐδὲ κατὰ βραχὺ τοῖς ἐκείνης καλοῖς πρόσεισιν, εἴτε τῷ ὑπὲρ μέτρον ἐκείνης εἴτε τῷ ἐλάττονι τοῦ τοῖς λόγοις ἐπιβάλλοντος
580μέτρου. καίτοι σύ με, ὦ μῆτερ, πρὸς τούτους ἐπαιδοτρίβεις ἀεί, οὐ σύμβουλος μόνον καθισταμένη μοι δεξιός, ἀλλὰ καὶ συμπράττουσα τὴν παίδευσιν καὶ συμπνέουσα, ὁπότε με ἀνέ‐ κρινες τοῦ διδασκαλείου ἐπαναστρέψαντα τίνα μὲν παρὰ τῶν παιδευτῶν εἴληφα, τίνα δὲ ἢ συνήνεγκα τοῖς συνομιληταῖς ἢ
585παρ’ ἐκείνων ἐμπεπόρευμαι· εἶτα δὴ καὶ συμβιβάζουσά με πρὸς τὴν μνήμην ὦν ἐμεμαθήκειν, προσεποιοῦ ἡδέως ἀκούειν εἴ τι περὶ ὀρθογραφίας λέγοιμι, εἴ τι περὶ ποιήσεως καὶ πόθεν ἕκαστον παρῆκται καὶ πῶς ἥρμοσται, τίς τε ἡ ἐν αὐτοῖς κοινωνία καὶ τί παρὰ ταῦτα τὸ διαλλάττον.
590 Οἶδά σου κἀκεῖνο, καὶ μάλα τεθαύμακα, ὁπηνίκα μοι μέσων νυκτῶν συνηγρύπνεις ἀναγινώσκοντι ἐπὶ τῆς αὐτῆς κλίνης καθεύδουσα καὶ ‘μένοσ‘ μοι ‘καὶ θάρσοσ‘ ἐμπνέουσα μᾶλλον ἢ τῷ Διομήδει ἡ Ἀθηνᾶ, καὶ οὐδὲ τοῦτο ἠγνόησα, ὁπηνίκα ἐγὼ μὲν τὸν αὐτὸν πολλάκις ἀνελάμβανον
595λόγον ἢ ἔμμονον ποιῶν τῇ ψυχῇ ἢ θηρώμενος εἴ τι τούτου δυσθήρατον. σὺ δὲ ὡς ἀγωνιῶντι περὶ τὸ πάλαισμα, ἐτεκμαίρου δὲ τῇ ἀναδιπλώσει τοῦ ἔπους, συμπαρίστασο καθα‐
περεὶ καὶ συνήσπιζες, τὼ χεῖρε πρὸς Θεὸν αἴρουσα καὶ ‘πὺξ‘ τῇ χειρὶ τὸ στῆθος ‘πατάσσουσα‘—τοῦτο δὴ τὸ σὸν ἐν105

(600)

ταῖς προσευχαῖς—καὶ ἄνωθέν μοι τὴν τοῦ ἀμφιβόλου ἐπι‐ σπωμένη διάγνωσιν. Πᾶσι μὲν οὖν παισὶν ἐπώφληταί τι πρὸς τοὺς τεκόντας, μᾶλλον δὲ τὸ πᾶν, ὅτι ἐκεῖθεν τούτοις τὸ εἶναι· ἀλλ’ ἐπώφλη‐ ται τὸ παρὰ τῆς φύσεως μόνον. ἐμοὶ δὲ διττὴ πρὸς τὴν μητέρα
605ἡ ὀφειλή, ὅτι με καὶ οὐσίωσε καὶ τῷ τῶν λόγων ‘κάλλει κατήστραψεν‘, οὐκ ἐγκελευσαμένη τοῦτο τοῖς παιδευταῖς, ἀλλ’ αὐτὴ ὑποθεμένη καὶ κατασπείρουσα· ἀλλὰ τὸ μὲν ὄφλημα ἀναγκαῖον, οὐ πάνυ δὲ καὶ φορολογούμενον, οὐχ ὡς ἀγνωμο‐ νοῦντος τοῦ τοῦτο εἰσπραττομένου, ἀλλ’ ὡς οὐκ ἔχοντος δοῦναι
610ὅπερ ὁ εἰσπράττων βεβούληται. καὶ περιΐσταται τῇ ἐμῇ μη‐ τρὶ μόνῃ πολλὰς δεδωκυίᾳ τῶν εὐφημιῶν ἀφορμὰς μηδεμιᾶς ἐπιτυγχάνειν· οὐ γὰρ ‘ἐτέμετο τὰς ὁδοὺσ‘ διὰ πεδιάδος οὐδὲ ‘διὰ λείασ‘ αὐτῇ πρόσιμεν, ἀλλ’ ἀστιβῆ πάντα τὰ τμήματα καὶ ὄρεια καὶ ὑπερνεφῆ.
615 Καὶ οἶδα μὲν ὅτι οὐδέν σοι δεῖ τῶν κάτωθι λόγων ἐχούσῃ τὴν ἄνωθεν σιωπήν, ‘τὴν μυστικὴν καὶ ἀπόρρητον‘, ἀλλ’ ἡμῖν τὸ πρᾶγμα δεινόν, εἰ παρὰ σοῦ τὸν λόγον συνειληφότες μηδέν τί σοι ἐντεῦθεν εἰς εὐφημίαν συνερανίσαι‐ μεν, ὥσπερ ἀβαθὴς ‘γῆ‘ καὶ ‘ἀπόκροτοσ‘ μηδέν τι τῷ γεωργῷ
620εἰς τὴν τῶν ‘σπερμάτων καταβολὴν‘ συντελέσασα· πλὴν διάφορον τὸ ἡμέτερον· οὐ γὰρ τοσοῦτον διεφθείραμεν τὴν σποράν, ἀλλὰ τὸν μὲν στάχυν ἀναδεδώκαμεν. οὐ πάνυ δέ σοι κατάλληλος ἡ τροφή, τὴν θείαν τρυφώσῃ τρυφήν, ἦς δὴ καὶ ζῶσα ὅσον προσῆκον καὶ τρόφιμον τῇ ψυχῇ παρεῖχες καὶ
625πρὸς τὴν τελεωτέραν ἐπιθυμίαν ῥωννύντως ἐρρώννυες.
11. Ἡ γὰρ ἐμὴ μήτηρ, τῷ νόμῳ μὲν ἀποχρησαμένη, ‘σαρκὶ καὶ αἵματι‘ συνεδέδετο· λέγω δὲ νόμον τὸν μετὰ τὴν ἔκπτωσιν τοῦ πρώτου καλοῦ. τὸ δὲ τῆς ψυχῆς γενικὸν ἀξίωμα, καὶ τί μὲν αὐτῆς τὸ πρὸς τὸ σῶμα ἄμικτον, τί δὲ τὸ106
630μιγνύμενον καὶ τίς μὲν ταύτῃ ἡ πρὸς τὰ τῇδε ῥεῦσις ἢ νεῦσις, τίς δὲ ἡ ἄνοδος καὶ ἡ ἀνάβασις καὶ ὁπόθεν καί πως ἀφίπταται, ποῖ τε πρόεισι καὶ ποῦ καταλήγει καὶ τίς ὁ μετὰ ταῦτα κλῆρος καὶ τίνες οἱ ἀποκληροῦντες, τί τε τὸ δεδομένον καὶ τί τὸ ταμιευόμενον, ταῦτα δὴ καὶ τἆλλα ταῖς θείαις
635συμφιλοσοφοῦσα γραφαῖς, ὥσπερ αἱ διψητικώταται τῶν ἐλάφων, ἀκαθέκτως ‘ἐπὶ τὰσ‘ τῶν τοιούτων ναμάτων ‘πη‐ γὰσ‘ ἴετο. Καὶ ἐβούλετο μὲν ‘ῥαγῆναι κόσμου‘ καὶ προσχωρῆσαι Θε, οὐκ εἶχε δὲ ὅ τι καὶ δράσειεν, ἔτι τοῦ ἀνδρὸς περιόντος
640καὶ τὸ διαζυγῆναι ἐκείνης ἶσον οἰομένου καὶ αὐτοῦ ἀποστῆναι Θεοῦ. ἐκυμαίνετο γοῦν ἐπὶ τούτῳ τοῖς λογισμοῖς πολλὰς ἐνθυμήσεις κυκλοῦσα καὶ ἀνελίττουσα, εἴ ποθεν εὕροι τοῦ ἐρωμένου κατάληψιν. ἐβούλετο δέ, ὥσπερ ὁδοῦ διττὰ καὶ ἶσα τμήματα, τὴν ὁμοίαν ἀμφοτέρους δραμεῖν καὶ πρὸς τὸ αὐτὸ
645καταλῆξαι πέρας καὶ ἦν αὐτῇ εὐχὴ ἡμερινή τε ὁμοῦ καὶ νυκτερινή, καὶ τὰ πολλὰ κρύφιος καὶ λανθάνουσα, εἰς τὸν ‘μοναδικὸν βίον‘ τελέσαι καὶ τὴν ἀπαθῆ μετιέναι ζωήν· ἤρα γὰρ ἐκ πολλοῦ τοῦ ‘τριχίνου ῥάκουσ‘ καὶ τῆς ἐρημικῆς ζώνης καὶ τοῦτο τῶν πάντων αὐτῇ τὸ μελετώμενον καὶ φιλοσοφούμε‐

(650)

νον ἦν· ‘κεῖραι τὴν κόμην ἐν χρῷ‘ καὶ τραχῦναι τὸ σῶμα καὶ τύλοις καταλιθῶσαι τὸ γόνυ καὶ τοὺς δακτύλους σκληρῦναι καὶ καθαρῶς τῷ καθαρῷ βιῶναι Θε.
Ὅθεν καὶ ἀποτυγχάνουσα τῆς προθέσεως τοῖς οὕτως ἔχουσιν, ἀνδράσι τε καὶ γυναιξὶν ὁμοίως, τοῖς μὲν ὑπέσταλτο,107
655ταῖς δὲ καὶ συνῄει καὶ συνεκάθευδεν ἐπὶ τῆς αὐτῆς δορᾶς, ἐπὶ ταὐτοῦ λίθου τὴν κεφαλὴν ἀναπαύουσα· ἐδυσχέραινε γὰρ πᾶσαν ‘εὐνὴν μαλακὴν‘ καὶ τὴν περιττὴν τῶν περιβλημάτων τρυφήν, καὶ οὔτε χροὰς αὐτὴν ἀνθηρὸν ἄνθος οὔτε μαλακότης ὑφάσματος οὐ λαμπρότης ἐσθῆτος οὐκ ἄλλο τι τῶν
660τοιούτων ἐδυσώπει καὶ ἔθελγεν, ἀλλ’ ἦν αὐτῇ καὶ περίβλημα καὶ ἐντρύφημα ἡδύ τε καὶ ποθούμενον ἡ τοῦ τριβωνίου τραχύτης καὶ τὸ θεῖον σχῆμα καὶ ὁ σταυρὸς καὶ ὁ ἐπὶ τῇ κεφαλῇ πνευματικὸς λόφος καὶ ὅσα δὴ ἄλλα σύμβολα ἡμῖν καθεστήκοι τῶν ἀρρήτων καὶ θειοτάτων.
665 Ἐπεὶ δὲ τέως οὐκ ἐξῆν ἀπολαύειν αὐτὴν τούτων, ἀλλ’ ἐν τοῖς περιττοῖς στενοῦσθαι καὶ πένεσθαι καὶ πτωχεύειν ἐν τοῖς χρυσαυγέσι καὶ καταστέροις ἐσθήμασι, καὶ τοῦτο ἅπαξ ποτὲ τοῦ ἔτους, ἵνα μὴ ἀπαίσιος τῷ ἀνδρὶ φαίνοιτο, ἕως οὖν οὐκ ἐξῆν αὐτῇ τῆς ἐνδείας καταπολαύειν, ἀνεκεράννυέ πως αὐτὴν
670τοῖς ἐπειλημμένοις τῆς ἀκροτάτης περιωπῆς ὥσπερ συμπραγ‐ ματευομένη τούτοις τὴν ἀρετὴν καὶ τοῦ κέρδους καθαρῶς συμμετέχουσα. τὰ μὲν γὰρ ἐδίδου, τὰ δὲ ἐλάμβανε· ‘χειρῶν ἐπαφὰσ‘ παρ’ ἐκείνων, εὐχὰς ἐκτενεῖς, ‘ἐλπίδας τοῦ μέλ‐ λοντοσ‘, θεραπείαν παρ’ ἑαυτῆς καὶ τὸ τὰ ὄντα αὐτοῖς
675συμμερίζεσθαι, καὶ χερσὶν αὐταῖς ὑπηρετεῖν καὶ λατρεύειν, καὶ ῥύπτειν μὲν τὼ πόδε, ἀναπαύειν δὲ ἐπὶ τῆς εὐνῆς καὶ τὰ μέλη τούτοις καταφιλεῖν, ὁπόσα ἢ τετρύχωται ἢ καθήλκωται. 12. Ἀλλὰ τί μὴ μεγαλοπρεπέστερον ἀπαγγέλλω τὰ τῶν ἐκείνης πράξεων ἀξιώματα; τί δὲ μὴ χρωματουργῶ τῷ λόγῳ
680τὰς αὐτόθεν λαμπρὰς εἰκόνας τῶν ἀρετῶν; ἐπτωχοτρόφει γὰρ οὐκ ὥσπερ οἱ πολλοὶ ὡς ἀργυρωνήτοις τοῖς πένησι
παραχρώμενοι, ἄνωθεν ἐπικύπτοντες καὶ τὴν δυστυχίαν αὐτοῖς πολλάκις ἐπονειδίζοντες, ἁλλ’ ὥσπερ οὐ διδοῦσα, ἐκεῖθεν δέ τι παρακερδαίνουσα καὶ λαμβάνουσα, αἰδεσίμως προσεῖχε τοῖς108
685ἐφ’ ὁτῳοῦν κάμνουσιν. Ὅθεν ἐχειραγώγει διὰ τῆς κλίμακος καὶ ‘δεξιὰν ἐδίδου‘ καὶ προσεκύνει βαθύτερον, εἶτα πᾶν μέλος πλύνασα καὶ καθάρασα καὶ χρισαμένη οἷα μύρῳ τῷ ὕδατι, οὐ τῇ ταμίᾳ προσέταττεν, ἀλλ’ αὐτὴ ‘παρατιθεῖσα τράπεζαν‘ εἶτα δὴ
690καὶ τὰς χεῖρας ἐπὶ τοῦ στήθους συμπλέξασα καὶ περιδεῶς ὡς δεσπόταις διακονησαμένη, πολλάκις τε τὸ κυπέλλιον ἐπικλύσασα ὡς ἂν στίλβον ὀφθείη καὶ τοῖς ‘δακτύλοις ὀχήσασα‘, δεξιῶς ‘ἐδίδου τῷ πένητι‘, εὐφυῶς κεραννῦσα ἵν’ εὔχυτον εἴη τῷ πίνοντι καὶ ἐράσμιον. οὕτως ᾔδει
695πτωχοτροφεῖν καὶ μετὰ τοιᾶσδε τῆς ἀκριβείας ἑκάστης τῶν ἀρετῶν ἐπεμέλετο. Τὰ μὲν οὖν ἄλλα ἀπράγμονι συνέζη ζωῇ καὶ οὐκ ἐβούλετό τι τῶν πάντων εἰδέναι, οὐχ ὅσα ἐπ’ ἀγορᾶς πράτ‐ τοιτο οὐχ ὅσα ἐπὶ τῶν βασιλείων, οὐκ εἴ τις σιτώνης ἢ ταμίας

(700)

προβέβληται, οὐδ’ εἴ τῳ τῶν ἐγγειτόνων προσῆν τι ἢ προσεγένετο· ἀπέφραττε γὰρ πρὸς πάντα περιττὸν λόγον τὴν ἀκοήν, καὶ οὐδὲ ‘πλήθουσαν ἀγορὰν‘ ᾔδει, οὐδ’ εἴ τις εἴη δῆμος κυμαίνων. τούτων μὲν οὖν καὶ πάντη κατωλιγώρει· εἰ δέ τις ἐργάζοιτο ἀρετὴν ἔν τε ἀνδράσιν ἔν τε γυναιξίν,
705ὁμοίως, πάντας πόρρωθεν συνήθρει καὶ συνελάμβανεν, ὅπου ποτ’ ἂν εἶεν, εἴτε κόλπους κατοικοῦντες καὶ καταδύσεις, εἴτ’ ἐπὶ τοῦ ἀέρος ἱστάμενοι ἢ αἰρόμενοι. Ἐπεὶ δὲ οὐκ ἔμελλεν ὁ τῶν αἰτήσεων Κύριος ἐπὶ πολὺ
αὐτῇ τὰς εὐχὰς ὑπερθήσεσθαι, ἀλλὰ δοῦναι κατὰ καιρὸν τὸ109
710ζητούμενον, γίνεταί τι τοιοῦτον· ἀλλὰ δεῖ τὸν λόγον ἄνωθεν ἀποστήσαντας οὕτως ἐπ’ αὐτὸ τὸ κεφάλαιον ἰέναι τῆς ὑποθέσεως. 13. Ὁ πρῶτος τῆς ἐμῆς μητρὸς τόκος, τὸ ὡραῖον ἐκεῖνο θυγάτριον, περὶ οὗ τι εἰρηκὼς ἄνωθεν ἐπαυσάμην, ὥσπερ ἐκ
715κάλυκος πέταλον ἀκμάσαν εἰς ὥραν ἐξήπλωτο καὶ ἤδη ‘πρόσηβον ἦν‘ καὶ οἷον εἰς κῆδος ἐκδίδοσθαι. καί, ἵνα ‘τὰ ἐν μέσῳ‘ ἐάσω, ὁπόσα καὶ τῇ μητρὶ ξυμβεβήκει ἐπὶ τῷ κάλλει, τὴν φήμην, τὴν ξυνδρομήν, τὴν ἐπὶ τῷ καλλίστῳ κρίσιν καὶ πρόκρισιν, καὶ τούτων τὰ κρείττω ὁπόσα ἐς τὰς ψυχικὰς
720ἀνάγεται χάριτας, τοσοῦτον ἂν εἴποιμι ὅτι συζυγία τις ἦμεν, εἰ καὶ μὴ τοῖς ἄλλοις, τοῖς γοῦν γονεῦσι καὶ τῷ λοιπῷ γένει, περιφανὴς καὶ διάσημος. ἡ μὲν καὶ ὡς ἀληθῶς οὖσα καλλίων, ἐγὼ δὲ νομιζόμενος, κἀκείνης μὲν τὸ κάλλος ἀπήντα τοῖς ἰδοῦσιν εὐθὺς καὶ διὰ τοῦ φαινομένου καὶ τὸ κρυπτόμενον
725εἰκονίζετο, τὸ δὲ ἐμὸν ἴσως οὐ τοιοῦτον, οὗ δή μοι καὶ βραχὺς ὁ λόγος, ἀλλ’ οἵ γε τεκόντες καὶ τῷ μὴ ὄντι περιπεπλάνηντο, δεκάζοντες τὰς κρίσεις διὰ τὴν εὔνοιαν. Καὶ οὐχ’ οἱ μὲν γεννήσαντες οὕτως περὶ ἡμᾶς, ἡμεῖς δὲ ἀλλοιότερον πρὸς ἀλλήλους διετιθέμεθα, ἀλλ’ ὥσπερ ἐκ
730ταὐτοῦ πρέμνου δύω ἀνιόντε κλάδω, συνεπεφύκειμεν ἀλλήλοις, διαιρούμενοί τε ἅμα καὶ μὴ διαιρούμενοι, πλὴν ὅσον τῇ μὲν πρωϊαιτέρα ἡ ἔκφυσις, ἐγὼ δὲ ἀνέδραμον ἁπαλώτερος, κἀκείνῃ μὲν ὁ χρόνος ‘τὰ πρεσβεῖα ἐδίδου‘ τῆς φύσεως, ἐμοὶ δὲ τὸ ἔλαττον ἀντανίσου πρὸς ἐκείνην ἡ κρείτ‐
735των τοῦ γένους μερίς. ἀλλ’ ἐγὼ μὲν πατρῴζων ἀτεχνῶς ἦν, ἡ δὲ πρὸς τὴν γεννησαμένην ἀναπεφύκει, δυεῖν τῶν ἐκείνης
ὥσπερ ἀποσπασθεῖσα μερῶν, καὶ τῆς ψυχῆς καὶ τοῦ σώμα‐ τος, καὶ πρὸς ἄμφω τὴν ὁμοιότητα διασώζουσα. ὅθεν ἀμφοῖν ἐκράτει πασῶν, πλὴν τῆς γε μητρός· πρὸς γὰρ ἐκείνην οὐδὲ110
740κατὰ βραχύ τι διήλλαττεν, ὅθεν ἑκάστῃ διὰ τῆς ἑτέρας προσῆν τὸ νικᾶν. εἴ τε γὰρ ἡ μήτηρ κρατεῖν ἐδόκει, ἡ ἀδελφὴ τὸ κράτος ἀνῄρητο, εἴ τε κρείττων αὕτη τῶν ἄλλων ὦπτο, ἡ μήτηρ τὸ καλλιστεῖον ἐλάμβανε καὶ τοσοῦτον ἦν τὸ παρ’ ἀμφοῖν ὅμοιον ὡς ἀριθμῷ μόνῳ τὸ παρ’ αὐταῖς εἶναι διάφο‐
745ρον. εἰ γὰρ μή τις ἴδοι θάτερον μέρος, περὶ θάτερον ἐπεπλά‐ νητο, κἂν ἄμφω θεάσαιτο, οὐκ εὐθὺς τοῦ βαθμοῦ τὴν γνῶσιν ἐλάμβανεν. οὕτως ἄρρητος αὐταῖς ἡ ὁμοιότης παντάπασιν ἦν. ἐπ’ ἀνθούσῃ γὰρ τῇ ἡλικίᾳ ἡ μήτηρ αὐτὴν ὠδινήσασα καὶ βραχεῖ τῳ μέρει προλαβοῦσα ἐτῶν, ἀδιάφορος καὶ τὴν ἄνθην

(750)

πρὸς τὸ γέννημα ἦν, ἀλλ’ ἀπ’ ἀλλήλων μὲν κατ’ οὐδὲν ἄρα διῄρηντο. Ἐμοὶ δὲ ἐπρέσβευεν ἡ ἀδελφὴ καὶ τῇ ὥρᾳ καὶ ταῖς τῆς ψυχῆς χάρισι καὶ ἦν αἰδέσιμος ἐκ πολλοῦ, πλὴν οὐχ ὥσπερ ἡ μήτηρ ἐπεῖχέ μοι δι’ οἰκονομίαν τὴν σχέσιν οὐδὲ τὸ σπλάγ‐
755χνον ὑπήνοιγεν, ἀλλὰ καὶ πυνκὰ κατεφίλει καὶ ἠγκαλίζετο καὶ ‘ἐκοινώνει μοι πάντων‘, καὶ βουλῆς καὶ γνώμης καὶ πράξεων. ἐρρύθμιζε δὲ καὶ πρὸς σωφροσύνην καὶ τἆλλα μὲν ἐξ ὁμοίας μοι προσωμίλει τῆς ἀξιώσεως, τὸ δὲ σωφρονεῖν δεσποτικῶς, ὥσπερ ἐπέταττεν.
760 Ἀλλ’ ἡ μὲν οὕτως ἀδελφικῶς ἅμα καὶ φιλικῶς, ἐγὼ δὲ πάντα ὑποπεπτώκειν αὐτῇ καὶ σὺν αἰδοῖ προσῄειν καὶ ὁπότε με μάλιστα ἀγκαλίζοιτο. ταύτην οὐ τὸ γένος μόνον ἐθαύμασεν οὐδ’ ὅθεν ἐξεδόθη, ἀλλὰ καὶ ὅπῃ κεκήδευτο. ἐρῶ δέ τινα βραχεῖαν περὶ ἐκείνης διήγησιν, ἵν’ ἐντεῦθεν ἐνδείξαιμι ὁπόσον
765ἐκείνῃ τῆς σωφροσύνης τὸ περιόν. 14. Γυνή τις τῶν ἐγγειτόνων ‘μισθὸν‘ τοῖς βουλομένοις
τῆς ὥρας ‘ἐλάμβανε‘ καὶ φαύλως περὶ τοῦτο ἔζη, ἑταιρικῶς, ἑαυτὴν ὑπογράφουσα καὶ ‘τῷ ἐπιποιήτῳ κάλ‐ λει‘ τοὺς πολλοὺς καταθέλγουσα. ἀμέλει καὶ νεότης νοσοῦσα111
770περὶ αὐτὴν ἐπερρώννυντο καὶ διημφισβήτουν αὐτῆς τοῖς ἄλλοις οἱ κρείττους καὶ γενναιότεροι. ταύτην ᾐτιᾶτο πολλάκις ἡ ἀδελφὴ καὶ προσωνείδιζε τὸ ἀκόλαστον καὶ κατεμέμφετο τῆς ἀσχημοσύνης καὶ τέλος οἰκεῖν πόρρω προσέταττεν. ἡ δὲ πρῶτα μὲν ἐξεκώφει πρὸς πᾶσαν καὶ αἰτίασιν καὶ παραίνεσιν καὶ
775ἀμεταθέτως εἶχεν οὗ ἐνεστήσατο βίου, ἐπεὶ δὲ ἡ ἀδελφὴ οὐκ ἀνίει πλήττουσά τε καὶ ἐπιπλήττουσα, ἡ δέ· «ἀλλ’ ἂν τοῦ ἑταιρεῖν—φησίν—ἀποστήσωμαι, πόθεν τὰς ἀναγκαίας τοῦ ζῆν λήψομαι ἀφορμάς;». ἁρπάζει τὸν λόγον ἡ φιλόκαλος ἐκείνη φύσις, ἢ μᾶλλον φιλόσοφος, καὶ ‘δίδω‐
780σιν ὅρκουσ‘ ἀρρήτους, ἦ μὴν ‘οὐ τοῖς ἀναγκαίοις μόνον‘ ἐκθρέψειν, ‘ἀλλὰ καὶ τοῖς περιττοῖσ‘. ἐπὶ τούτοις πείθεται ἡ γυνὴ καὶ ‘συντίθενται πρὸς ἀλλήλασ‘, ἡ μὲν μηκέτι μηδ’ ὀφθαλμὸν ἀνασχέσθαι ἀρρένων, ἀλλὰ παντάπασι τῆς προτέρας ἀποστήσεσθαι ὁμιλίας καὶ συνηθείας, ἡ δὲ κοινωνήσειν αὐτῇ
785πάντων ὧν ἐνδεῶς ἔχοι, οἰκίας ἐσθῆτος τροφῆς, εἰ βούλοιτο καὶ τρυφῆς. ἔχαιρε γοῦν ὡς ἀφελομένη ψυχὴν τῷ πονηρῷ θηρὶ γενομένην κατάβρωμα. Οὕτω γοῦν περιεῖπε ταύτην καὶ λιπαρῶς ἐθεράπευεν ὡς καὶ πολλὰς ἐκ τοῦ γένους ἐπ’ ἐκείνῃ ζηλοτυπεῖν καὶ τὴν
790σώτειραν καταμέμφεσθαι τῶν οἰκείων τὴν ἀλλοτρίαν προκρίνουσαν. ἡ δὲ εἰδυῖα ἐφ’ ὅτῳ προετίμα ἐκείνην οὐ μάλα τοὺς ὀνειδισμοὺς ἐδυσχέραινεν, ἀλλ’ ἡμέρως καὶ προσηνῶς μειδιῶσα ἐφ’ οἷς ἐκεῖναι πληκτικώτατα αὐτῇ προσῄεσαν, αὔ‐ ραις τοὺς λόγους ἐδίδου. χρόνον μὲν οὖν τινα ἡ γυνὴ ‘ταῖς
795συνθήκαις ἐμμένουσα‘ μετήλλαξε τὴν φαύλην ζωὴν καὶ σω‐ φροσύνης ἐκεκόσμητο κάλλεσι. κἀγὼ γοῦν αὐτὴν ἐθεασάμην αὐτομάτως σώφρονα καὶ καλήν, τό τε γὰρ ὄμμα κατήνεγκε καὶ ξύμπαν τὸ πρόσωπον αἰδοῖ κατεκάλυψε, θείοις τε προσῄει ναοῖς καὶ τὴν κεφαλὴν εἶχεν ὑπὸ καλύπτρᾳ καί, εἴ τινα ἴδοι112

(800)

ἐξαπιναίως, εὐθὺς ἠρυθραίνετο· ‘ἀτημελήτως τε εἶχε‘ τοῦ σώματος, οὔτε τὰς χείρας δακτυλίοις καταποικίλλουσα οὔτε τοὺς πόδας περιέργοις καὶ ἀνθοβαφέσι σκύτεσιν ὑποδέου‐ σα· οὕτως ὅλη μεταπεποίητο καὶ ἀκριβῶς εἰς τὴν ἐναντίαν ἕξιν μετακεκίνητο.
805 Ἀλλ’ ὥριστο καιρῷ ἡ μεταβολὴ καί, πρὶν ἢ πῆξιν τὸ ἔθος λαβεῖν, εἰς τὸ ἀρχαῖον εἶδος τῆς ζωῆς ὑπωλίσθησεν. ὢ τῆς πλάνης, ὢ τῆς ἀθρόας αὖθις μεταποιήσεως. ἐλάνθανε δὲ τοῦτο ἄρα τὴν ἀδελφήν, καὶ ἡ μὲν ἑταιρήσεως εἶχεν αἰτίαν, ἡ δὲ ὡς καθάπαξ μεταβεβλημένη διαφερόντως ἔστεργέ τε καὶ
810ἐθεράπευεν. ἔμελλε δὲ ἄρα κἀκείνην γνῶσιν τοῦ κεκρυμμένου λαβεῖν· κἀνταῦθά μοι τὸ τῆς διηγήσεως ἥδιστόν τε καὶ σκυθρωπότατον. διαιτήσει δὲ ὁ λόγος ἀμφοῖν. Κύουσα τηνικαῦτα ἡ ἀδελφὴ πρὸς ταῖς ὠδῖσιν αὐταῖς ἐγεγόνει· ἐδυστόκει δὲ ἄρα ‘καὶ πονήρως εἶχε‘ τῆς ἀποτέξεως.
815αἱ δὲ περὶ τὰς ὠδῖνας περιεῖπόν τε καὶ ἀμφεπόλευον, ἐγείρουσαι ταύτας καὶ ἀνιεῖσαι καὶ τοῖς ὀλίσθοις τὸ βρέφος διευτρεπίζουσαι. ἐκοινώνει δὲ τῆς μαιείας αὐταῖς καὶ ἡ τὸ πλάσμα τῆς σωφροσύνης περικειμένη καὶ ἡ ἀδελφὴ ἐκείνῃ μᾶλλον ἢ ταῖς μαίαις προσανεπαύετο. περὶ ὅ τις ἐκείνων
820ζηλοτυπήσασα· «ἀλλ’ ἐκ ταύτης σοι—φησί—τὸ δυστοκεῖν· ἐγκύοις γὰρ οὐκ ἀνεῖται διδόναι τὰς χεῖρας ταῖς ἐν ὠδίσι. τοῦτο γὰρ ἴσως ἡ γυναικωνίτις νομοθετεῖ». ἡ δὲ ἀδελφή· «καὶ τίς ἄρα—φησίν—ἐνταῦθ’ ὑμῶν κύει;»· ἡ δὲ αὐτίκα
ἐκείνην ἐδείκνυ καὶ τὸν χιτῶνα διαλαβοῦσα προὔφαινε τὴν113
825γαστέρα. ἐνταῦθα μικροῦ δεῖν ἐξεπεπνεύκει ἡ ἀδελφὴ καί, τῶν ὠδίνων ἐπιλαθομένη, ὀδύναις ἀρρήτοις ἐπὶ τῷ λόγῳ διῄρητο τὴν ψυχήν· ἀλλ’ οὐδ’ οὕτως τοῦ γενναίου ἀπολέλειπτο λήμ‐ ματος, ἀλλὰ τὴν μὲν εὐθὺς φυγεῖν ἐπ’ ἔσχατα παρεκελεύ‐ σατο γῆς, τῇ δὲ αὐτίκα ὁ τόκος ὡραίως τε εἶχε καὶ ‘τὸ
830βρέφος ἐξέθορε‘. ταύτην παραδόξως ἡ φύσις ἐβλάστησε μετὰ τοῦ πρώτου ‘κάλλους τῆς ὥρασ‘ καὶ παραδοξότερον ἐξεῖλεν ὁ θάνατος, κἀν τῷ εἰδώλῳ τὴν ἀμήχανον εὐμορφίαν ἀφεὶς καὶ μὴ συλήσας ἐκεῖθεν, οἶμαι, μὴ δυνηθείς. 15. Ἐγὼ μὲν οὖν τηνικαῦτα συμβὰν οὕτω ἐν τοῖς πρὸ
835τῆς πόλεως διῃτώμην ἀγροῖς, ἀνδρί τινι τῶν πάνυ γενναίων περὶ τοὺς λόγους βραχύ τι συναποδημήσας, πεπι‐ στευμένῳ δικάζειν οὐ σμικρὸν μέρος τοῦ ἑσπερίου τμήματος. ἐγὼ μὲν οὖν τότε πρῶτον ἐξῆλθον τῆς πόλεως καὶ τὸ περιφράττον τεθέαμαι τεῖχος, εἰπεῖν δὲ καὶ ξύμπαν τὸ ὕπαι‐
840θρον, ἐκκαιδεκέτης ὢν καὶ μείζονα ἔχων τοῦ χρόνου τὴν ἡλικίαν, ἄρτι τοῦ ποιημάτων ἀκούειν ἀπαλλαγεὶς καὶ παρακύψας εἰς τὴν τῶν λόγων τέχνην σὺν χάριτι. τῇ δέ μοι ἀδελφῇ, ὡς ὕστερον ἔφασαν οἱ γεννήτορες, νόσος ἐνσκήπτει περὶ τοῖς σπλάγχνοις δεινὴ καὶ τὸ μὲν ἦπαρ
845ὕπουλον εὐθὺς ἦν, εἶτα δὴ καὶ οἰδοῦν, πυρί τε μυχίῳ τὸ ξύμπαν κατεπίμπρατο σῶμα καὶ ἡ φύσις ὑπεδίδου, τῷ δυναστεύοντι εἴκουσα καὶ οὔπω δαπανηθεῖσα τῷ τήκοντι ἐπ’ ἀνθηρῷ ἔτι καὶ εὐσάρκῳ ἐτεθνήκει τῷ σώματι. ὁπόσα μὲν οὖν εὐθὺς συμβεβήκει παρὰ τῶν γεννησαμένων ἐπὶ τῷ πάθει ὕστε‐

(850)

ρον ὁ λόγος δηλώσει, νῦν δὲ ἐχέσθω τῶν ἐφεξῆς. Ἐπεὶ οὖν μοι ἡ ἀδελφὴ ‘πρὸ ὥρασ‘ ἀπόλωλε καὶ οὐκ ἦν ἀναλυθῆναι τοῖς γονεῦσι τὸ γεγονός, οὐχ ἧττον ἐπ’ ἐμοὶ
ἐδεδοίκεσαν μὴ τῷ τῆς ἀκοῆς ἀπροσδοκήτῳ καταπλαγεὶς πάθος αὐτοῖς πάθει συνάψω, μεγίστῳ οὐκ ἔλαττον· ᾔδεισαν114
855γὰρ ἡμῖν ἀλλήλοις τὸ σύμπνουν καὶ ὡς τῷ μέρει ἀπολωλότι τὸ πᾶν σχεδὸν ξυναπόλλυται. ἐβούλοντο οὖν με ‘ἐν χερσὶν ἑλεῖν‘ καὶ κύκλῳ λόγων περιλαβεῖν, εἶθ’ οὕτως αὐτὸ τῆς πληγῆς τὸ κέντρον ἐκφῆναι, ὅθεν μοι καὶ ἐπιστολὴν προὔπεμ‐ ψαν τὴν πρὸς αὐτοὺς ἐπὶ μήκιστον ἀκοινωνησίαν
860κατονειδίζουσαν καὶ τὴν περὶ τοὺς λόγους ἀμέλειαν ἐπισκώ‐ πτουσαν καί, ὡς οὐχ ὡς ἀρχόμενος λήγω—ἀλλ’ ὀξέως ἐκθορόντι τῆς ἀφετηρίας ἐπιλείπει ταχὺ τοῦ δρόμου τὸ πνεῦμα —, προσέθεσάν τι καὶ τῶν περὶ τῆς ἀδελφῆς εἰωθότων, οἷς ἐγὼ πολλάκις τεθηραμένος ἐτύγχανον. τούτοις οὖν με πρὸς
865αὐτοὺς ἀναστρέφουσι. κἀκεῖνοι μὲν ᾤοντο διαλαθεῖν τὸ μηχά‐ νημα, ἐγὼ δ’ ἑτέρωθεν ἐκπολιορκηθεὶς ἑάλωκα καὶ πρὸ τῆς καλῆς ἀπάτης κατήνεγκεν ἡ ἀλήθεια. τὸ δ’ ὅπως ὁ λόγος ἐρεῖ. Ἔτυχον μὲν οὖν ἤδη τὸ τεῖχος εἰσεληλυθὼς καὶ κατ’
870ἐκεῖνο τὸ μέρος γενόμενος ἔνθα τὸ σῶμα τῆς ἀδελφῆς τέθα‐ πτο· ἑβδομαία δὲ παρὰ τὰς ταφὰς οὖσα ἐτύγχανε καὶ πολλοὶ τῶν ἐκ τοῦ γένους παρῆσαν τήν τε κειμένην πενθήσοντες καὶ τὴν μητέρα παρηγορήσοντες. αὐτοῦ γοῦν τῶν συγγενῶν τινι ἐντυχών, ‘ἀνδρὶ‘ ἁπλοικῷ ‘καὶ γενναίῳ‘ μήτε τὴν ἀπάτην
875εἰδότι μήθ’ ὅτι πρὸς τῶν γεννησαμένων θηραθεὶς ἕλκομαι, περί τε τοῦ πατρὸς ἐπυθόμην καὶ τῶν ἄλλως ἐμοὶ προσηκόν‐ των. ὁ δέ, μηδέν τι συμπλέξας ἢ ἐπηλυγάσας τοῦ ἀληθοῦς· «ὁ μὲν πατὴρ τοὺς ἐπικηδείους—φησί—θρήνους τῇ θυγα‐ τρὶ ἀποδίδωσιν, ἡ δὲ μήτηρ ἐπ’ αὐτῷ καὶ δὴ πάρεστιν ἀπα‐
880ρακλήτως, ὡς οἶσθα, περὶ τὴν συμφορὰν ἔχουσα». ὁ μὲν οὖν ταῦτ’ εἶπεν, ἐγὼ δὲ οὐκ οἶδ’ ὅπερ ἐπεπόνθειν· ὥσπερ γὰρ
πυρὶ θείῳ διακαείς, αὖος ἐγεγόνειν καὶ ἄναυδος. κατωλί‐ σθησα γοῦν καὶ τῆς περὶ τὸν ἵππον ἕδρας καὶ ἡ περὶ ἐμὲ φήμη τὰς τῶν γονέων κατείληφεν ἀκοάς.115
885 Θρῆνος οὖν ἄλλος ἐγήγερτο καὶ κλαυθμὸς ἐπ’ ἐμοὶ πολὺ τοῦ προτέρου σφοδρότερος· ἐπὶ γὰρ ἡμμένῳ πυρὶ καὶ βραχύ τι ὑποβληθὲν ἔκκαυμα ἐγείρει τὴν φλόγα καὶ ‘ἀναρριπίζει τὸ πνεῦμα‘ καὶ διπλασιάζει τῆς πυρκαϊᾶς τὴν ὑπερβολήν. ὡς γὰρ ᾔσθοντο καθαπερεὶ μεμηνότες ἔθεον ἐπ’ ἐμέ, καὶ τότε
890πρῶτον ἡ μήτηρ τὴν ὥραν ἐδημοσίευσεν, ἀρρένων καταφρονήσασα ὄψεως. κατενεχθέντες γοῦν ἐπ’ ἐμοὶ κειμένῳ καὶ ἄλλος ἀλλαχόθεν μεταλαβόντες, τοῖς ἑαυτῶν θρήνοις ἀνε‐ καλέσαντο· εἶτα δῆτα καὶ ἡμιθνῆτα περιαγαγόντες τῷ τῆς ἀδελφῆς τάφῳ ἀποδιδόασιν. ἀλλ’ ὤ, πῶς ἐφέξω καὶ νῦν τὸ
895δάκρυον διηγούμενος, πῶς δὲ καὶ ἐξυφᾶναι τὸν λόγον δυνήσομαι, ἀχλύϊ καταληφθεὶς τὴν ψυχήν; λέξω οὖν, ὡς ἂν οἶός τε ὦ, κρείττοσι λογισμοῖς ἀναρρωννὺς ἐμαυτόν. ὡς γοῦν τοὺς ὀφθαλμοὺς ἀνοίξας τὸν τύμβον ἐθεασάμην τῆς ἀδελφῆς καὶ ἐπεγνώκειν τὸ πάθος καὶ ξυνείλοχα τὸ φρονοῦν, ἀθρόον

(900)

κατενεχθεὶς ὥσπερ ‘ἐπιτυμβίους χοὰσ‘ τοὺς τῶν δακρύων ὀχε‐ τοὺς τῇ κειμένῃ κατέσπενδον, «ὦ γλυκεῖά μοι—λέγων— οὐκ ἀδελφὴ μόνον ἀλλὰ καὶ εἴ τι ἕτερον ὄνομα συγγενέστερον ἢ συμπαθέστερον. ὦ κάλλος ἀμήχανον, φύσις ἀσύγκριτος, ἀρετὴ ἀπαράμιλλος, ‘ἔμψυχον ἄγαλμα‘, κέντρον πειθοῦς,
905‘λόγων σειρήν, χάρισ‘ ἀνίκητος, ὦ πάντα ἐμοὶ καὶ πλέον ἢ ψυχή. ἀλλὰ πῶς ἀπῆλθες ἀφεῖσα τὸν ἀδελφόν, πῶς δὲ ἀπερράγης τοῦ συμφυοῦς, πῶς δὲ καὶ τὴν μοναυλίαν μέχρι πολλοῦ καρτερεῖς; ὤ, ποῖός σε σταθμὸς ὑπεδέξατο, ποία ἀναπαύει λαχοῦσα καταγωγή, τίνες λειμῶνες, τίνες χάριτες;
910ποῖός σε καταθέλγει παράδεισος; τί δ’ ἐστὶν ἐκεῖνο τὸ κάλλος
ὃ τῆς ἐμῆς ὁμιλίας καὶ θέας προκέκρικας; ποῖόν σε ἄνθος ἀνθέλκει, τίνες ῥοδωνιαί, ποῖον βλύζον ὑδάτιον; τίνες ἀηδόνες, ποῖοι τέττιγες ἡδεῖαν ἱέντες φωνήν; τὸ δέ σοι κάλλος τοῦ σώματος πότερον ἡ φύσις παραλαβοῦσα116
915παραφυλάττει καὶ ταμιεύει, ἢ ὁ χοῦς ἐξανάλωσε καὶ ἀπέσβη σοι τῶν ὀφθαλμῶν ὁ λαμπτὴρ καὶ τὸ ἐπὶ τοῦ χείλους ἄνθος ἠφάνισται καὶ διαλέλυται ἡ συνθήκη καὶ ἡ σύγκρισις ἀναλέλυ‐ ται, ἢ ἔτι σου μένει τὸ κάλλος ἐν θησαυρῷ τῷ τάφῳ τηρούμε‐ νον; ἢν μὲν οὖν τὸ ἀπελθὸν ἀπὸ σοῦ πνεῦμα ὅλον
920ἐπέστραπται πρὸς Θεὸν καὶ οὐδαμοῦ σοι τῶν ἐνταῦθα λόγος οὐδὲ ἀνάμνησις, ἔχου τῆς ἐνταῦθα θεωρίας καὶ τῆς ἐλλάμψεως. οὐ μέμφομαί σοι τὸ ἀκοινώνητον, οὐκ ὀνειδίζω τὸ ἀμετάδοτον, ὑπὲρ τὴν ἡμετέραν φύσιν ἡ μετοχή· εἰ δὲ βραχύ τι καὶ πρὸς τὸ ὁρατὸν νένευκας, μὴ φθονήσῃς ἡμῖν τῆς ἐπὶ σοὶ
925μετουσίας, ἔχε λαβοῦσα καὶ κοινώνησόν μοι τῆς λήξεως. εἰ δὲ κἀνταῦθα ὀφθήσομαι ἄμετρος, ἀλλ’ ὅ γε τάφος οὐ διαιρήσει με τοῦ σοῦ σώματος, ἀλλὰ τῆς ἀμφοῖν ἀναλυθείσης κόνεως μεθέξω σοι τῆς συναναλύσεως κἂν ἐν τῷ χείρονι». 16. Ταῦτα μὲν οὖν καὶ ἕτερα τούτων περιπαθέστερα ἐπ‐
930ωλοφυράμην τῷ τάφῳ τῆς ἀδελφῆς· ἀνῴμωζον δὲ οἱ γεννήτο‐ ρες μονονοὺ ῥανίδας αἱμάτων ἐκ τῶν ὀφθαλμῶν καταρρέοντες. συνεθρήνει δὲ καὶ πᾶν τὸ συνδεδραμηκὸς πλῆθος καὶ τοσαύτη τις ἦν ἡ τοῦ πένθους ὑπερβολὴ ὡς μικροῦ δεῖν ἅπαντας τῷ πάθει κατενεχθῆναι καὶ εἰς ἀφωνίαν
935περιστῆναι τὴν συμφωνίαν τῶν ὀδυρμῶν. μόλις γοῦν με τοῦ τάφου ἀποσπάσαντες οἱ γεννήτορες· «ἀλλ’ οἴκτειρον ἡμᾶς —ἔφασαν—, σπλάγχνον γλυκύτατον, τήρησον ἡμῖν τὸ ἐλλε‐ λειμμένον τοῦ πνεύματος, μηκέτι διαφθείρῃς εἰς τέλος, μηδὲ σέ τις αἰτιάσαιτο τῆς ἡμετέρας φθορᾶς. ναί, πρὸς τῶνδε τῶν
940‘πολιῶν αἵ σε ἀνέθρεψαν‘, πρὸς τῶν ἡμετέρων ψυχῶν, αἱ δὴ
τῷ ἐπὶ σοὶ πνεύματι τοῖς σώμασι τοῖσδε κεκράτηνται». κἀκεῖνοι μὲν οὕτως, ἐμοὶ δὲ καὶ αὖθις εἰς θρῆνον ὁ θρῆνος ἀπετελεύτησεν. ὡς γὰρ ἰδὼν ἐπεγνώκειν τὴν μητέρα, μέλαν ἀμφιασαμένην τριβώνιον καὶ πανταχόθεν ἑαυτὴν ‘τρυχίνοις117
945ῥάκεσιν‘ ἀτιμάσασαν, οὐκ εἶχον καὶ ὅ τι γενοίμην, ἀλλὰ μικροῦ δεῖν καὶ ἀπολώλειν. Ἐγεγόνει γὰρ τὰ κατ’ αὐτὴν τοῦτον τὸν τρόπον. ‘ἐλύετο μὲν‘ ἡ ἀδελφὴ καὶ ‘ἀνέπνει τὰ τελευταῖα‘ τῷ κόλπῳ τῆς μητρὸς ὑποθεῖσα τὴν κεφαλήν, μήτε δὲ ‘τῆς ψυχῆς

(950)

παραθείσησ‘ μήτε παρακινηθείσης τῆς γλώττης μήτε μὴν ἐπιλελοιπότος τοῦ πνεύματος, φυσικῶς τε καὶ ἀβιάστως τὸ τῆς φύσεως ‘χρέοσ‘ τοῖς εἰσπραττομένοις ‘ἀπέδοτο‘, ῥώσασα δέ πως τηνικαῦτα ἑαυτὴν ἡ μήτηρ συνῆψε τὰς βλεφαρίδας καὶ ‘δακρύων‘ ἀθρόον ‘ὑποπλησθεῖσα‘, μᾶλλον δὲ ‘πυρὶ‘
955ἀφάτῳ ὅλη ‘καταφλεχθεῖσα‘ καὶ τὰ ἐπιτάφια στενάξασα καὶ δακρύσασα, ἐπεὶ καὶ τὸν ἄνδρα εἶδεν ὑποκινηθέντα τῇ ῥύμῃ τῆς συμφορᾶς—ἦν γὰρ καὶ ἄλλως ἐκεῖνος εὐκατάφορος πρὸς τὰ τοιαῦτα παθήματα καὶ γινώσκω τὸν χαρακτῆρα ἐν τοῖς ἐμοῖς εἴδεσι τῆς ψυχῆς—· ὡς οὖν οὕτως ἔχοντα
960ἐθεάσατο, βραχύ τι ἐπιτάξασα τῇ ψυχῇ μὴ συγχεῖσθαι τῷ πάθει—ὢ γενναίου καὶ ἀνεπικλύστου φρονήματος καὶ ἐν τοσούτοις ἀχειμάστου πελάγεσι—φιλοσοφεῖ τι τῶν πολλῶν ὑψηλότερον καὶ τοῦ καιροῦ δυνατώτερον, καὶ λόγους πολλοὺς τῷ ἀνδρὶ περὶ τῆς κρείττονος μεταβολῆς ἀνελίξασα,
965συνήγορον ἅμα καὶ τὸ πάθος λαβοῦσα πρὸς τὴν πειθώ, θηρᾷ παρ’ ἐλπίδας. καὶ οὐκ ἀναβάλλεται τὸν καιρόν, ἀλλ’ εὐθὺς τὰ πρωτόλεια τῆς μεταθέσεως θύει τῷ Κρείττονι καὶ μεταμφιέν‐ νυται τὴν στολὴν καὶ κείρει τὰς τρίχας καὶ τριβωνοφορεῖ ἔτι
ἀκμαίαν τὴν ὥραν ἔχουσα, οὔπω ἀποβεβληκυῖα τὸ ἄνθος, ἔτι118
970‘φύλλοις κομῶσα‘, οὔπω ῥυσοῦν τὸ πέταλον ἔχουσα, ἔτι ‘τὸν κλάδον ἁπαλὸν‘ φύουσα, ἔτι ‘ὀπώρας βλαστάνουσα‘. συνῄνει δὲ τοῖς λεγομένοις καὶ ὁ πατὴρ καὶ οὕτω δὴ ἐπὶ τὰς ταφὰς τὴν ἀδελφὴν ἐκκομίζουσιν ἔτι καταλαμπομένην τῷ κάλλει, ἔτι τὴν φαιδρὰν χάριν τοῦ προσώπου προφαίνουσαν.
975 Ἔφασαν οὖν ὡς ἐπειδὴ τὰς τῶν τριχῶν αὐτῆς κατέξαναν ἕλικας καὶ τῶν ἐσχάτων τῆς κλίνης οἱ τὸν νεκρὸν κοσμήσαντες ἀπῃώρησαν—ἦν γὰρ ἄλλως ἐκείνη τὴν κόμην χρυσῆ καὶ πολύχους—καὶ ἡ ἐκφορὰ ‘μετέωρος ἦν‘ καὶ τοῖς ἐκ τριωρόφων καταφανής, οὐκ ἔστιν ὅστις πρὸς ἐκείνην μετα‐
980στρέψας τὸν ὀφθαλμόν, ἢ οὐκ ἀποβεβήκει τοῦ ἵππου ἢ οὐ καταβεβήκει τοῦ τριωρόφου· πάντες γοῦν καὶ πᾶσαι συνείποντο καὶ τῆς θρηνῳδίας μετεῖχον κοινῇ. τοιαύτη τῇ μητρὶ ἡ πρὸς τὸν κρείττονα βίον μετάθεσις, αὕτη ἐκείνῃ ‘τοῦ μοναδικοῦ βίου‘ ἡ πρόφασις, τοῦτο τὸ πάθος πρὸς τὴν ἀπαθῆ
985ζωὴν ἐκείνην μετήνεγκεν, οὗτος ὁ θάνατος ‘ἀθανασίασ‘ ἐκείνῃ ‘πρόξενοσ‘ γίνεται. Οἷα δὲ καὶ τὰ μετὰ ταῦτα; οὐ γὰρ ἅπαξ ‘τὸ ἴχνος ἐρείσασα‘ τῷ κρείττονι βίῳ καὶ πρὸς τὸν δρόμον εἰσβᾶσα τὸν θεῖον καὶ πρὸς τὸ πνευματικὸν ‘καταβᾶσα στάδιον‘ συνεχύθη
990τὴν ψυχὴν ἰδοῦσα τὸ θέατρον ἐξ ἀγγέλων καὶ ἀνθρώπων πληρούμενον, ὃ δὴ πάσχουσιν ἔτι καὶ τῶν ἀρρένων οἱ πλείους, καὶ οἱ μὲν ἀπ’ αὐτῆς ὑποστρέφουσι τῆς ἀφέσεως, οἱ δὲ τῆς ὁδοῦ ἀναλύουσι καὶ ἀπαλλάττονται ἀστεφάνωτοι. ἀλλὰ προμηθευσαμένη καὶ τὸν τάφον τῆς ἀδελφῆς ἐκεῖσε διορυγῆναι
995οὗ ἐκείνη ἔμελλεν εἶναι ἀπρόϊτος—μένει γὰρ ἔτι καὶ μενεῖ
φιλοσόφοις ψυχαῖς πρὸς ἀρετὴν ἀσκητήριον—, ἐκεῖσε καθείρ‐ γνυσιν ἑαυτήν, εὐθὺς ἀποταξαμένη καὶ οἴκῳ καὶ βίῳ, εἰπεῖν δὲ καὶ ‘αἵματι καὶ σαρκί‘, πλὴν ὅσον ἐν καλῷ τὰ προσόντα ἐπιτροπεύσασα καὶ τούτοις ἑαυτὴν πρὸς ὃν ἐστέλλετο βίον119

(1000)

ἐφοδιάσασα. ἐπεὶ δὲ οὔπω καθαρῶς ‘καθωσίωτο τῷ Θεῷ‘ οὐδὲ ὑπὸ καθηγεμόνι πνευματικῷ τὰ τῆς μεταβολῆς ἐτετέλεστο, βουλεύεταί τι πάλιν ἐνταῦθα συνετώτερον ἢ σοφώτερον· προθύει τὸν πατέρα Θεῷ καὶ ‘δίδωσιν‘ αὐτῷ πάλιν ‘τὰ πρεσβεῖα‘ καὶ τῆς ἑτέρας ζωῆς. ἐπεὶ δὲ τὴν τοῦ
1005μέλους ἀφιέρωσιν ἐθεάσατο, ἀποδίδωσι τῆς ὁλοκαυτώσεως τὸ μέρος τῷ Κρείττονι καὶ τὸ πρῶτον τῆς ἀναγωγῆς ‘τελεῖται μυστήριον‘. 17. Τὰ δ’ ἐντεῦθεν οὐκ ἔχω τίσι λόγοις ἐκείνην ἐγκωμιάσω. ὥσπερ γὰρ εἴ τι σῶμα γενναῖον εἰς κύκλον ἀπο‐
1010τορευθέν, εἶτα δὴ ἐφ’ ὁμαλοῦ κινοῖτο χωρίου, δείκνυσι μὲν κἀνταῦθα τὸ εὔδρομον καὶ εὐκύλιστον τῷ ἐπιτηδείῳ τοῦ σχήματος, ἐπειδὰν δὲ ἐπικλινοῦς ἐδάφους ἢ πρανοῦς ἅψηται, ὅλον εὐθὺς ἀκατασχέτῳ φορᾷ φέρεται πρὸς τὸ ‘κάταντεσ‘, οὕτω δή μοι καὶ ἡ μήτηρ, εὐάγωγος καὶ πρῶτον οὖσα τὴν
1015ψυχὴν πρὸς τὸ κρεῖττον καὶ πρὸς τὸ καλὸν εὔτροχος διὰ τὴν τῆς φύσεως ἐπιτηδειότητα, ἐπειδὴ πρὸς τὴν πνευματικὴν με‐ τεληλύθει ζωήν, ἥτις δὴ κατάντης ἐστὶ πρὸς τὴν ἀρετὴν καὶ εὐάγωγος, εὐθὺς ἀκωλύτῳ φορᾷ πρὸς τὸ τῆς καθόδου τέλος ἠπείγετο. μὴ γὰρ ἔτι μεριζομένη σώματι ἅμα καὶ
1020πνεύματι, ὕλῃ καὶ ἀϋλί, πηλῷ καὶ ἁγίᾳ γ, μηδὲ διαιρουμένη κοσμοκράτορι καὶ Θεῷ, ἀλλὰ καὶ πᾶσαν μὲν ἐπιθυμίαν, πᾶσαν δὲ ἔφεσιν συμμεταγαγοῦσα Θεῷ καὶ συν‐ αποκλίνασα, ὅλαις πρὸς ἐκεῖνον ἐφέρετο ταῖς δυνάμεσι τῆς
ψυχῆς. εὐθὺς γὰρ ὑφαιρεῖ τὴν σάρκα καὶ καθαιρεῖ τὸν ὄγκον120
1025καὶ τὸ ‘σῶμα κενοῖ‘, τὸν δεσμὸν τῆς ψυχῆς, καὶ κατα‐ φρονεῖ πάσης ‘οἰκονομίας τῆς φύσεωσ‘, συνάγει δὲ περὶ ἑαυτὴν τὴν ψυχὴν καὶ ‘συστέλλει ἀπὸ τῶν αἰσθήσεων‘ καὶ πᾶσαν μὲν αὐτῇ ὑποτάττει ἐπιθυμίαν, δουλοῖ δὲ ἅπαν τὸ ἄλογον, ἀναιρεῖ φαντασίαν ἔκτοπον καὶ λογισμὸν ἔκφυλον καὶ ‘δόξαν ἄλογον‘
1030καὶ φιλόϋλον αἴσθησιν καὶ διάνοιαν διαρρέουσαν, νῷ δὲ συζῇ μόνῳ καὶ τούτῳ ὀργάνῳ χρῆται πρὸς ‘τὴν θείαν ἀναγωγήν‘. Ἔδει μὲν οὖν θεατὰς ὑμᾶς εἶναι, ἀλλ’ οὐκ ἀκροατὰς τῶν ἐκείνης καλῶν· οὕτω γὰρ ἂν ἐγώ τε ἀπηλλάγην ὑποψίας καὶ ὑμῖν ὦπτο τὸ ἀληθές. νῦν δὲ οὔτε τὸ πᾶν ἐρεῖν δεδύνημαι, κἀν
1035τῷ βραχεῖ, τῶν ἐκείνης καλῶν 〈καὶ〉 ὑποπτευθήσομαι τοῖς πολλοῖς. ὥσπερ γὰρ αἰδουμένη ὅτι καὶ εἰς σῶμα καταβεβήκει, ὃ δὴ περί τινος τῶν παρ’ Ἕλλησι φιλοσοφησάν‐ των τεθρύλληται, βραχύ τι μὲν τοῦ προσώπου μέρος, βραχύ τι δὲ παρενέφαινε τῶν χειρῶν καὶ ἑωρᾶτο γυμνὸν αὐτῆς μέρος
1040οὐδέν, ἐφιλοσοφεῖτο δὲ ἑαυτῇ τὸ δέρας οὐκ ἀμέσως μόνον προσομιλοῦν τῷ σώματι, ἀλλὰ καὶ ἔξωθεν προστιθέμενον· νυκτὸς δὲ καὶ ἐπὶ τούτου μόνου κατέδαρθεν. Ἐβούλετο μὲν οὖν μηδὲ τρέφειν ὅλως τὸ σῶμα, ἀλλ’ ὥσπερ τινὰ πέδην τῆς ψυχῆς παραξαίνειν τε καὶ χαυνοῦν. ἐπεὶ
1045δὲ οὐκ ἦν πρὸς τὴν φύσιν παντελῶς ἀπομάχεσθαι, πρὸς γοῦν τὸν καιρὸν γενναίως ἀνθίστατο καὶ τοῦ μέτρου δὲ τοσοῦτον ὑφῄρει ὅσον μηδὲ μέτρον ἔχειν τὸ ἄμετρον. Θεῷ δὲ προσιοῦσα, εἰ μὲν εὐθὺς ἀνήρπαστο οὐ μάλα οἶδα, οὕτω δὲ πᾶσιν ἐῴκει· οὐ μετέστραπτο γάρ, οὐδ’ ἐκεκίνητο ταύτης, οὐ

(1050)

κεφαλή, οὐ χεῖρες, οὐ πόδες, οὐδέ τι τῶν τῆς περιβολῆς
μέρος, ἀλλ’ ἦν ὥσπερ ἡ ἐν σανίσι σκιά, τοσοῦτον μόνον μεταβαλλομένη ὁπόσον ἀποκάμνων ὁ ὀφθαλμὸς ᾤετο. ἐγνωρίζετο δὲ ὅτι γε ζῴη τοῖς στεναγμοῖς καὶ τῷ σχήματι. Ἐφιλοσόφει δέ μοι πολλάκις περὶ τοῦ πράγματος, ὅτι121
1055ἐντυχία τίς ἐστι τοῦ Κρείττονος ἡ εὐχὴ καὶ οὐ δεῖ μεταβεβλῆσθαι τὸν ἐντυγχάνοντα, ἄχρις ἂν τὸ ὁμιλοῦν ἀποστῇ· ἀπόστασιν δὲ τοῦ Θείου τὴν τῆς ψυχῆς ἔλεγεν ἀνεπιτηδειότητα. «οὐ γάρ που δεῖ—φησίν—ἐκεῖνο λέγειν ἐκτείνεσθαι ἢ συστέλλεσθαι, ἀλλὰ τὸ μὲν ἀνεκφοίτητόν
1060τέ ἐστιν ἑαυτοῦ, καὶ ἁπανταχοῦ ἕστηκεν ὡς φῶς, ὡς ἀήρ, ὡς ἄλλο τι τῶν κοινῶν τε καὶ ἐκκειμένων, ὡς σάλπιγξ ἠχοῦσα. ὁρῶσι δὲ τοῦτο καὶ ἠχοῦντος αἰσθάνονται ὅσοις ‘τό τε τῆς ψυχῆς ὄμμα‘ ἐπιτηδείως πρὸς τὴν ὅρασιν ἔχει· ἥ τε τοῦ ἠχοῦντος αἴσθησις εὐηκόως ἔχει πρὸς τὴν ἠχώ. ὅσοι δὲ
1065ὁρῶντες οὐχ’ ὁρῶσιν αὖθις ἢ ‘ἀκούοντες οὐκ ἀκούουσιν‘, ἀπείρηκε τούτοις ἡ συντονία καὶ τῆς ὁράσεως καὶ τῆς ἀκοῆς· μετὰ γὰρ τῆς ὕλης ὁ νοῦς τῆς ἀϋλίας αἰσθάνεται, ὅθεν ὅπῃ μὲν ἀποκριθείη, καθαρῶς οὗτος εἶδέ τε τὸ θεατὸν καὶ ἠκηκόει τοῦ ἀκουστοῦ· ἐμμιχθείσης δὲ αὐτῷ τῆς ὕλης τὸ ἐπιτήδειον
1070εὐθὺς ἀπόλλυσιν. οὕτω γοῦν πολλοί τινες ἔδοξαν ἀκούειν φωνῶν καὶ ἠχοῦς αἰσθάνεσθαι, τεθειασμένην λαβόντες ψυχὴν καὶ σωφρόνως βακχεύουσαν. τηρητέον γοῦν ἡμῖν τὴν εὐχὴν ἀκλινεῖ καὶ ἀμεταθέτῳ τῷ σώματι. ἐπεὶ μηδὲ πᾶσα ψυχὴ τῷ σωματικῷ σκάφει κατέδυ, ἀλλὰ τὸ μὲν ὅσον αὐτῆς ἐμίγη
1075σαρξὶν εἰς αἴσθησιν ἀπετελεύτησε, τὸ δὲ ἕτερον ἐπιπλέει ἄνω‐ θεν ἀκρόπλουν, οἷον ἄρτημα κορυφαῖον, φελλὸς καθαπερεὶ κοῦφος, μὴ κατασπασθεὶς τοῖς δικτύοις· τοῦτο γοῦν ἔξωθέν τις ἄλλος ἀγγελικὸς νοῦς μεταστρέφει πρὸς ἑαυτὸν καὶ ἀνάγει πρὸς τὸν Θεόν». αὕτη ἐκείνης ἡ
1080πνευματικὴ τῷ ὄντι καὶ θεία σοφία, ἢν ἄνωθεν ἐμυήθη, ἣν
ἡμᾶς ἐμύει τοὺς κάτωθεν. 18. Ἀλλὰ περὶ μὲν τῆς μητρὸς καὶ αὖθις λέξω, ὁ δὲ λόγος καὶ πάλιν πρὸς τὸν πατέρα ὁρᾷ. ὃς ἦν μὲν καὶ ἄλλως χαρίεις καὶ τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπεὶ δὲ καὶ τῆς122
1085‘τελετῆς ἠξιώθη‘ καὶ τῆς πρὸς τὸ κρεῖττον ἀναβάσεως καὶ ὑψώσεως, ἔτι μᾶλλον καλλίων καὶ χαριέστερος γέγονεν. ἐῴκει γοῦν δέσμης ἀπηλλαγμένος τινὸς καὶ ἀκριβῶς ἐπτερωμένος τε καὶ ἐλεύθερος, ὥσπερ τι ἀνάθημα ἔμψυχον τῷ Θεῷ γεγονώς. περιῄει γοῦν ἡδονῆς ἀκηράτου πλήρη τὴν
1090ψυχὴν ἔχων, καί· «εἰ μέν τις ἑτέρα—πολλάκις ἔλεγεν— ‘οὐρανῶν βασιλεία‘ τοῖς εὐηρεστηκόσι Θεῷ τεταμίευται, πάντως οἶδε Θεὸς καὶ ‘ὁ εἰπὼν ἀψευδήσ‘. ἀλλὰ καὶ ἣν ζῶσι ζωὴν οἱ πρὸς ἐκεῖνον ἀπευθυνόμενοι οὔ μοι πάνυ δοκεῖ ἀποδεῖν τῆς ἑτέρας καὶ πρώτης. ἔμοιγ’ οὖν ἡ ψυχὴ οὐχ ὡς τὸ πρότε‐
1095ρον τῷ σώματι συμβεβάπτισται, ἀλλ’ ὥσπερ ἐν θείων τεμενῶν ὁρίοις χορεύει καὶ γέγηθε. καί μοι νῦν οὐ συλλελόγισται αὐτῆς τὸ ἀθάνατον, ἀλλὰ τεθεώρηται. ἀφεῖται γὰρ τοῦ σώματος καὶ ὑφέστηκε, καὶ κεχώρισται τοῦ συμ‐ φυοῦς, οὐ τὴν ἐνέργειαν μόνον, ἀλλὰ καὶ τὴν οὐσίαν.

(1100)

τοσοῦτον δ’ οὐκ ἀπολέλυται ὅσον βεβούληται τῷ δεσμήσαντι· τέως γοῦν καθαρῶς ἐπαναστρέφει πρὸς ἑαυτὴν καὶ πρὸς νοῦν ἔστραπται καὶ διὰ νοῦ πρὸς Θεόν». ταῦτα φιλοσοφῶν ἐκεῖνος κἀμοὶ τοὺς πολλοὺς διέλυε τῶν ‘ἀσυλλογίστων συλλογισμῶν‘ καὶ ἄμεσον ἐδίδου τὴν νόησιν, ἀπὸ νοῦ
1105προτεινόμενος ὁμοῦ καὶ συμπεραινόμενος καὶ τῆς μέσης πλάνης μὴ προσδεόμενος. ἑώρων γοῦν αὐτὸν ἕτερον ἐξ ἑτέρου
γινόμενον καὶ ταῖς ‘ἀναγωγοῖς δυνάμεσι‘ πρὸς τὸ ἀκρότατον ἐπαιρόμενον καὶ τοὺς ἀπὸ Βαβυλῶνος ἀνα‐ βαθμοὺς ᾄδοντα καὶ εἰς τὴν Ἱερουσαλὴμ ἀναγόμενον.123
1110 Οὔπω πολὺς διεληλύθει καιρὸς καὶ παρ’ αὐτὸν ἐφοίτησα προσκληθεὶς καὶ εἰσιόντι· «ἀλλὰ νῦν—ἔφη—, τεκνίον, οὐ πάνυ τι τὸ χαροπόν μοι ἐκεῖνο ἐμπέφυκεν, ἀλλά τις ἀχλὺς ἀθρόον ἐπιπεπλάνηται τὴν ψυχὴν καὶ οἶδα μὲν ὅτι παρὰ τῶν χειρόνων τοῦτό μοι ἐπιδεδράμηκε φύσεων. ἡ γὰρ μερὶς
1115αὕτη—καὶ προσέθηκε περὶ τούτου φιλοσοφῶν πλείονα, τί ποτε δρᾷ, πῶς εἴσεισι τὴν ψυχήν, καὶ τἆλλα τῆς τε φύσεως ἐκείνων καὶ τῆς ἀκριβοῦς τῶν πεπειραμένων παρατηρήσεως—· ἀπώσασθαι δὲ οὐκ ἔχω τὴν πολιορκίαν, ἀλλ’ ὥσπερ τειχήρης ἡ ψυχὴ ἐνδομυχεῖ καὶ πρὸς τὸ βάθος ὑπείσεισι».
1120 Ταῦτα μὲν ἐκεῖνος. ἐγὼ δὲ εἰς δέον τῇ εὐγλωττίᾳ τότε χρησάμενος καὶ τοὺς τρόπους εἰρηκὼς καθ’ οὓς κατατρέχει μὲν ἡμῶν τὰ πνεύματα, ἡμεῖς δὲ νικῶμεν ἐπιστρεφόμενοι καί, τὸν τάραχον αὐτοῦ ἀφελών, κατέστησα τὴν ψυχήν. καί· «ὦ σπλάγχνον—ἔφησε—γλυκύτατον, τί δὲ οὐκ ἀντεφε‐
1125στιάσω σε τοιούτοις με λόγοις ξενίσαντα; ὡς ἡδὺ δὲ καὶ τὸ χρῆμα πατὴρ καὶ υἱὸς φιλοσόφως συνδιαιτώμενοι καὶ κοινῶν ἁλῶν συμμετέχοντες». «ἀλλ’ οὐχὶ μὴ βουλόμενον, ὧ πάτερ, ξενοδοχεῖς. ἀπηλλάγην δ’ οὖν οὐδαμῶς, εἰ καὶ μὴ αὐτὸς ἐπὶ τὴν σὴν ξενίαν με παρεκάλεσας». βραχύ τι πρὸς τὸν
1130λόγον παρεμειδίασεν ὁ πατὴρ καί· «εἰ μὲν εἰσί τινα—ἔφη —ζῶα τὰ ἔκγονα πάλιν τεταραγμένα καὶ τοῖς φυσικοῖς κόλποις ὑποδεχόμενα, ἱστορούντων ἀκήκοα· ἔγωγ’ οὖν ἄν σε καὶ τοῖς σπλάγχνοις ἡδέως ἐνέθηκα ἀναρρήξας αὐτά». Τὴν ἡμέραν τοίνυν ἐκείνην κοινῇ συνεστιαθεὶς τῷ πατρί,
1135ἐπειδὴ πρὸς καταφορὰν ἐκ πολλοῦ ὁ ἥλιος ἐγεγόνει πολλοῖς τοῦτον κατασπασάμενος ἀσπασμοῖς ἐκδὺς τοῦ ἀσκητηρίου ἀπηλλάγην, ἐκεῖνον μὲν φαιδρὸν ἐγκαταλιπών. αὐτὸς δ’ οὐ πάνυ εὔθυμος ὤν, ὅθεν ἔδοξέ μοι ἀπιέναι πρὸς τὴν μητέρα κἀκείνῃ φαρμάκῳ πρὸς τὸ πάθος χρήσασθαι τῆς124
1140ψυχῆς. ἡ δέ με τότε ὥσπερ ἀπόδημον εἰσεδέξατό τε περιχαρῶς καὶ τῆς νυκτὸς ἐκεῖσε διαναπαύσασθαι πέπεικεν. 19. Ἀλλ’ οὔπω ‘μέσαι νύκτεσ‘ καί τις ἐψόφει τὴν αὔ‐ λειον καὶ ἡ θυρωρὸς γνοῦσα ὅστις εἴη τεταραγμένη τῇ μητρὶ κἀμοὶ πρόσεισιν· ἤδη γὰρ πρὸς τὸν ὄρθριον ὕμνον ὁ καιρὸς
1145ἐκείνην ἐκάλει. προσιοῦσα οὖν· «ὁ πατήρ σοι, κάλλιστόν μοι μειράκιον—πρὸς ἐμὲ νεύσασα—, ἑσπέρας ἀθρόον κατενε‐ χθεὶς λάβρῳ θέρεται πυρετῷ». αὐτίκα τοίνυν ἐγώ τε πρὸς τὸν πατέρα ἐπεπορεύμην, κἀκείνη ‘κατὰ πόδα‘ εἵπετο. εἰσ‐ εληλυθότες οὖν τὸν οἰκίσκον ἑωράκειμεν αὐτὸν πυρὶ μὲν

(1150)

ἀτεχνῶς καταπιμπράμενον, ἄσθματι δὲ πυκνῷ συνεχόμενον καὶ φλεγμονὴν ἀκριβῶς ἐν τοῖς σπλάγχνοις ὑποδεικνύοντα. ὡς δὲ καὶ τοῖς δακτύλοις τὰς τῆς ἀρτηρίας κινήσεις ἐτεκμηράμην —ἐσπουδάζετο γάρ μοι μακρόθεν ἡ περὶ τοῦτο τέχνη— ἀπειρήκειν εὐθύς. ἐκλέλοιπε γὰρ τῷ μορίῳ ἡ κίνησις, ὥστε
1155βραχύ τι κινεῖσθαι ἢ μᾶλλον κατὰ τὰς τῶν μυρμήκων κινήσεις κυμαίνεσθαι. ‘αὖος οὖν καὶ ἀπόπληκτοσ‘ εἱστήκειν οὐκ ἔχων πότερον ἐκεῖνον ἀποκλαύσασθαι ἢ τὴν μητέρα παραμυθήσασθαι ἢ ἐμαυτὸν ἀποδύρασθαι. ὁ δὲ καὶ ἐγνώκει με ταραττόμενον καὶ τῷ δεξιῷ περιλαβών με βραχίονι· «ἐγὼ
1160μέν, ὦ τέκνον, ἄπειμι—ἔφη—τὴν τεταγμένην πορείαν καὶ ἣν ὁ Λόγος ἀφώρισε· σὺ δέ, ἀλλὰ καὶ σαυτῷ παρακέλευε μὴ θρηνεῖν καὶ τῇ μητρὶ ἀρκοῦσα παραμυθία γενοῦ». εἶτα δὴ βραχύν τινα ‘ἐπισχὼν χρόνον‘ καὶ ‘τοὺς ὀφθαλμοὺς διανοίξασ‘ ἀθρόον καί τι ἀσαφῶς ὑποψιθυρίσας, ὁμοῦ τε τάς τε
1165βλεφαρίδας ἀφῆκε τοῖς ὄμμασι καὶ ἐξεπεπνεύκει, τὴν μὲν ψυχὴν Θεῷ παραθείς, ἐμὲ δὲ εἰς θρήνων ἐξουσίαν ἀφείς. Ἐπειδὴ γὰρ οὔπω παρῆν οὐδεὶς τῶν συνασκησάντων, τῷ ἐκείνου στήθει ἐπιπεσὼν καὶ τὴν καρδίαν καταφιλῶν· «ὦ πάτερ» ἔλεγον, καὶ τοῦτο πολλάκις καὶ αὖθις ἐπεῖχον· οὐ γὰρ125
1170ἦν μοι τὸ πνεῦμα συνειλεγμένον. ἔπειτα δή, συλλέξας καὶ βύθιόν τι ἀσθμήνας· «ὦ πάτερ—αὖθις ἐβόων—, ποῦ ποτε ἀθρόως πεπόρευσαι; πῶς δὲ ἀπέπτης καταλιπὼν τὸν υἱόν; ὢ αἰφνιδίου διχοτομίας, ὢ πικρᾶς διαιρέσεως. ἔτι ἡ πρὸ τῆς ἑσπέρας τῶν σῶν λόγων ἠχὼ ἐναυλεῖ μοι τῇ ἀκοῇ, ἔτι
1175δοκοῦμεν φιλοσοφεῖν καὶ περὶ ψυχῆς διαλέγεσθαι. τί ποτε ἦν ἐκεῖνο τὸ βέλος ὅ σου ἐξαπιναίως τὴν ψυχὴν ἐτραυμάτισε; τίς ἀφῆκε τὴν λόγχην ἐκείνην ἐπὶ τὰ σπλάγχνα; τίς τὸν θανατηφόρον ἐκεῖνον ἐνέχεέ σοι ἰόν; ἐγὼ δὲ ἐδόκουν τὸν ὀϊστὸν ὑφελεῖν, τάχα που καὶ ἀνέρρηξά σου τὴν ὠτειλὴν τοῦ
1180βέλους, τὴν ἀκμὴν ἀφαιρούμενος, τάχα σου κατέξανα τὴν πληγήν· σὺ δὲ μεταβεβληκότι ἐῴκεις καὶ ἀνήνεγκας τὴν ψυχήν. ὤ μοι τῶν ἐξιτηρίων ἐκείνων ῥημάτων καὶ τῶν προπεμπτηρίων φιλημάτων. καὶ σὺ μὲν ἴσως, ὦ πάτερ, τὰς τελευταίας ἡμῖν ἐδίδους περιπλοκάς, ἀπαίρειν μέλλων καὶ
1185στέλλεσθαι πρὸς ἐκδημίαν μακράν, ἐγὼ δὲ ᾤμην φύσεως εἶναι ταῦτα φιλοτιμίαν εἰς φιλοστοργίαν χαλασθείσης ἀθρόον, οἷα δὴ πολλὰ εἴωθεν. οὐκ οἶδα ποῖ τράπωμαι, πῶς δὲ τὸ ἐξοιδοῦν καταστελῶ τῆς ψυχῆς. τὴν δὲ μητέρα παρηγορήσω πρότερον ἢ παρηγοροῦσαν εἰσδέξομαι; σὺ μὲν οὖν, ὦ πάτερ, ἀπελήλυθας
1190τὴν καλὴν ὄντως πορείαν, μᾶλλον δὲ ἐστάλης πρὸς οὐρανὸν τῷ ἀέρι ἐφεὶς καὶ ‘πρὸς Θεὸν ἀναβέβηκασ‘, πρὸς ὃν τὰ πολλὰ πεπραγμάτευσαι, ἐγὼ δὲ περὶ τὸν ‘πλάνητα‘
τοῦτον ‘βίον‘ ἐλλέλειμμαι, οὐκ οἶδα εἰς ὃ τελευτήσων ἢ ἐγ‐ καθορμισόμενος τὸ μέγα ‘περαιωσάμενος πέλαγοσ‘. ἀλλ’ ὦ126
1195πάτερ, τὸ ‘γλυκὺ‘ τοῦτο ἐμοὶ καὶ ποθούμενον ‘ὄνομα‘. εἴ τις μνήμη ταῖς θείαις ὑμῶν ψυχαῖς τῶν ἐνταῦθα ἐγκάθηται, εἴ τις ἀνάμνησις παρὰ τοῦ Κρείττονος δέδοται, μέμνησο τοῦ υἱέος. οὐ γὰρ ἐκκόψεις σαυτῷ τὴν ἔλλαμψιν, οὐδ’ ὑφαιρήσεις τῆς θεωρίας· οὕτω γὰρ καὶ περὶ τῶν ἀγγέλων ἀκούομεν ὅτι καὶ

(1200)

πρὸς τὰ ἄνω ἐπτέρωνται ἅμα καὶ τὰ τῇδε ἐπιτροπεύουσιν. ‘ἀγγελικῆσ‘ καὶ αὐτὸς ἠξίωσαι ‘καταστάσεωσ‘, δεῖξον ἡμῖν τὸ ἀξίωμα, δεῖξον τὴν ῥοπὴν ἀμετάθετον». Ἐγὼ μὲν οὖν ταῦτα ἀνῴμωζον ‘περιπλέγδην ἐχόμενοσ‘ τοῦ πατρός. ὡς δὲ βραχύ τι ἀνένευσα, τότε πρῶτον ἐγνώκειν
1205ἐπισπωμένην με τὴν μητέρα καὶ χερσὶν ὅλαις ἀνθέλκουσαν. ἐπιστραφεὶς γοῦν τεθέαμαι ταύτην· ὢ ψυχῆς ἐκείνης. ἀλλὰ πῶς ἂν εἴποιμι τὴν τῶν παθῶν αὐτῇ κρᾶσιν, πῶς δ’ ὅπως κρείττων ἐγεγόνει τοῦ δυναστεύοντος; ἐδριμύττετο γοῦν τὰ σπλάγχνα δεινῶς καὶ ἡ φύσις αὐτῇ κατενήνεκτο· ἐῴκει δὲ
1210κρείττονι νῷ ἐμβριμωμένη τοῖς φυσικοῖς πάθεσι καὶ ταράττουσα ἑαυτήν. ἀνέστελλε γοῦν καταρρέον τὸ δάκρυον καὶ ἀνασπώμενον κάτωθεν ἐπεῖχε τὸν στεναγμὸν καὶ τὸ πρόσωπον ὠχριακὸς αἰδοῖ τῇ περὶ τὸ πρᾶγμα ἠρύθαινε καὶ ἦν ἐν αὐτῇ μίξις καὶ στάσις πλειόνων ἐναντιώσεων. ἐνίκησε δ’
1215οὖν ὅμως αὐτῇ τὸ φιλόσοφον. εἶτα δὴ καὶ πρὸς ἐμὲ ἀτενὲς ἰδοῦσα· «ἀλλ’ οὐδέν σε, παιδίον, —ἔφη—ὁ θύραθεν ὤνησε λόγος πρὸς θεοσέβειαν, ἀλλὰ μάτην μέν σοι ἡ παίδευ‐ σις, μάτην δὲ τεθρύλληται ἡ εὐμάθεια; οὔπω γὰρ τὸ φιλο‐ σοφούμενον τοῖς ‘τῆς εὐαγγελικῆς πολιτείασ‘ τροφίμοις
1220μεμάθηκας· ἡμῖν γὰρ τοῦτο σπούδασμα, λῦσαι τὸ σῶμα δι’ ἐγκρατείας καὶ ἀναλῦσαι τὴν ψυχὴν τῆς φυσικῆς ταύτης κράσεως καὶ συνεῖναι Θεῷ. καὶ τοῦτο τέλος ἡμῖν τῆς πολλῆς ἐνταῦθα πραγματείας καὶ συντονίας, οὗ δὴ νῦν ὁ πατήρ σοι τετύχηκε, καὶ νῦν πρώτως καθαρῶς ἠλευθέρω‐127
1225ται αὐτοῦ ἡ ψυχ. ὃ δὲ νῦν ὁρᾷς, ὕλη ἐστὶ μορφωθεῖσα παρὰ τῆς φύσεως, ἐκ στοιχείων συγκειμένη καὶ αὖθις εἰς αὐτὰ διακρινομένη. ἦν μὲν οὖν ποτε καὶ τοῦτο τὸ σῶμα καλὸν καὶ ἐγκείμενον τῇ ψυχῇ, ἀλλ’ ὁ τοῦ ὄφεως ἐκεῖνος ἰὸς σκότους καὶ ἀχλύος ἐμπέπληκε. βούλεται γοῦν αὐτὸ καθᾶραι πάλιν
1230Θεὸς καὶ τὸν ἰὸν ἐξελεῖν· διὰ ταῦτα διεῖλε τὸ κρᾶμα καὶ διαιρεῖ τὸ σύνθετον καὶ ἐκχεῖ τὸ δεινὸν φάρμακον, ἵν’ αὖθις ἀναπλάσῃ καὶ οἰκοδομήσῃ καὶ τὴν ψυχὴν τούτῳ πάλιν ἐγκα‐ ταστήσῃ. ὄψει γοῦν αὖθις τὸν πατέρα, εἴ γε βούλοιο, μετὰ τοῦ συμφυοῦς ποτε σώματος, ὅτε σάλπιγξ ἠχήσει μέγα κατὰ
1235τὰς ἡμεδαπὰς παραδόσεις καὶ ‘εἰδοποιήσει τὴν ὕλην‘ ὁ πλάσας καὶ μορφώσει τὴν κόνιν καὶ ἀναπλάσει τὸν ἄνθρωπον. ταύτην μοι, τέκνον, ‘παιδεύου τὴν παίδευσιν‘ καὶ φιλοσοφίας ἔχου τῆς κρείττονος καί, θρηνεῖν εἴ γε βούλοιο, σαυτὸν ἀποδύρου ἔτι τῷ δεσμῷ κατεχόμενον καὶ τῷ τοῦ βίου
1240πελάγει πλανώμενον καὶ οὔπω ἐλλιμενίσαντα». Ἠιδέσθην, πῶς ἂν εἴποι τις, ταῦτα διεξιούσης μοι τῆς μητρός, καί, βραχύ τι τὸν θρῆνον ἐπισχών, τόν τε πατέρα τῇ γῇ κατεθέμην καὶ πρὸς τὴν μητέρα μεταστραφείς· «ἀλλὰ σύ μοι—ἔφησα—γενοῦ τοῦ κρείττονος ‘λόγου διδάσκαλοσ‘ καὶ
1245τῆς σῆς μετάδος σοφίας, ἣν αὐτὴ δαψιλῶς ἐκ τῶν ἄνωθεν ἠρρύσω πηγῶν». 20. Βούλομαι μὲν οὖν τὸν λόγον εὐθὺς ἐπὶ τὴν μητέρα
μετενεγκεῖν, ἕτερος δέ με λόγος ἀνθέλκει καὶ περὶ τὸν πατέρα καταναγκάζει φιλοχωρεῖν, μᾶλλον δὲ οὐ λόγος, ἀλλ’ ‘ὄψις128

(1250)

νυκτερινή‘, εἴ γε μὴ καὶ αὕτη λόγος ἐστίν, ἢ ἔμφυτος καὶ παρὰ τῆς ψυχῆς ἀναδιδόμενος καθ’ ὃν οἶδε τὰ ὄντα ἢ ἔξωθεν καὶ θειότερος ὑποδεικνύων τῇ ψυχῇ ἀφιεμένῃ τοῦ σώματος τὴν τῶν ἑστώτων ἀλήθειαν. μικρὸν δέ τι προσλήψομαι. Ἐσφάδαζέ μοι ὁ λογισμὸς μαθεῖν ἐθέλοντι οἵας ὁ
1255πατὴρ τετύχηκε λήξεως. ἑσπέρας γοῦν πρὸ τῆς ὄψεως πολλὰ περὶ τούτου τῷ Κρείττονι προσευξάμενος καί που καὶ τὴν τοῦ πατρὸς ψυχὴν πρὸς τοῦτο ἐφελκυσάμενος, καὶ αὖθις ὡσανεὶ καταναγκάσας δεῖξαι ὅπῃ κεχώρηκεν, ἀπῄειν ὕπνου μεταληψόμενος. ὁπόσον οὖν μέτρον κατέδαρθον τῆς νυκτὸς
1260ἀγνοῶ, ᾤμην γοῦν ἀναβλέψας ἀθρόον, εἴ γε μὴ ᾤμην, ἀλλ’ ἦν ἀληθὲς τὸ ὀφθέν. τέως γοῦν, ὥσπερ ἀνοίξας τοὺς ὀφθαλμούς, ἑωράκειν τὸν πατέρα μετὰ τοῦ σχήματος οὖ τέθαπτο, ἐξόχως καλλίονα ἢ τὸ πρότερον. Ἐγεγήθει γοῦν ἀτεχνῶς καὶ σκιρτήματι καθαρῷ
1265ἀνέφερε τὴν ψυχήν, τά τε ὄμματα, πυρσοί τινες ἐκεῖθεν ἐστέλλοντο καὶ ἡ χαροπότης τὸ μέτρον παρήλλακτο· ἦν οὖν ἑκάτερον, καὶ τὸ νοούμενον παρ’ αὐτῷ καὶ τὸ ὁρώμενον, ὑπερκείμενα καὶ τῆς αἰσθήσεως καὶ τοῦ νοῦ. προσῄει γοῦν μοι ἀνθρωπικώτερον καὶ τὴν ἐπαφὴν οὐχ ὑπέφευγεν, ἀλλ’ ἐδίδου
1270ἐφάπτεσθαι. ὁ δὲ καὶ αὐτὸς ἀνθήπτετο καί με τῇ συνήθει προσαγορεύσας φωνῇ· «τέκνον—ἔφη—καὶ πάλαι καὶ νῦν πλέον ποθούμενον, θάρρει δὴ ἐπ’ ἐμοί. ὁμοῦ γὰρ ἐτεθνήκειν καὶ τὸν Θεὸν ἑωράκειν—οὕτω δὴ καὶ τὴν λῆξιν εἰπών— καὶ πολλὰ δὴ περὶ σοῦ τὴν ἄρρητον ἐκείνην φύσιν κατεδεήθην
1275καὶ ἐλιπάρησα». Τὰ δ’ ἄλλα, πότερον ἐρῶ, πάτερ, ἢ ἀποκρύψομαι; ἐγὼ
μὲν γὰρ καὶ μάλα προῄρημαι—ἔχει γὰρ φιλοτιμίαν ὁ λόγος ἐμοὶ καὶ μάλισθ’ ὅτι καὶ θεῖος καὶ παρὰ Θεοῦ—, αἰσχύνομαι δὲ ψευσάμενος τὴν ἀπόκρισιν. τὸ μὲν γὰρ Θεῖον βεβούλη‐129
1280ταί μοι καλλίονα, ἐγὼ δὲ μέχρι παντὸς ἀντιπράττω τοῖς δόξασιν, ὅθεν οὐ διαμαρτία τῆς ἀληθείας ἡ τοῦ Θείου φωνή, ἀλλὰ κακία ἐμή· οὐ γὰρ ἠναγκάσμεθα περὶ τὰ κρείττω, πάτερ, ὥσπερ οὐδὲ περὶ τὰ χείρω, οὐδ’ ἐκ προγνώσεως παρα‐ βεβιάσμεθα πρὸς τόνδε ἢ τόνδε τὸν βίον, οὐδ’ ἀλλοιοῖ τὸν
1285τρόπον ἡ πρόγνωσις, ἀλλὰ τὸ ‘ἐφ’ ἡμῖν‘ καὶ ἡ προαίρεσις καὶ ἡ ῥοπὴ τοῦ θελήματος τῶν πολιτειῶν ποιεῖ τὸ διάφορον. τὸ μὲν οὖν Θεῖον παντὸς ἕνεκα ἀγαθόν, μᾶλλον δὲ πηγὴ ἀγαθότητος, καὶ ἀγαθύνειν πάντα βουλόμενον, ἐγὼ δὲ φαῦλος περὶ τὴν γνώμην καὶ ἑκουσίως εἰς τὴν κακίαν ὠλι‐
1290σθηκώς. εἰ δὲ ζηλοτυπεῖς τὴν θείαν φωνὴν ἐπὶ τῇ ἐμῇ παρακε‐ κινημένην ῥοπῇ, προσλιπάρησον αὖθις καὶ τοῦτο πολλάκις τὸν ζηλωτὴν ἐφ’ ἡμῖν Κύριον, καί με τῶν αἰσθήσεων ἐπὶ τὴν νόησιν ἄφελε. 21. Ὁ μὲν οὖν περὶ τοῦ πατρὸς λόγος ἐνταῦθα λήξας
1295τέλος ἐχέτω, τῇ δὲ μητρὶ τὸ λειπόμενον ἡμῖν τοῦ χρέους ἀποδοτέον. ἐκείνη μὲν γὰρ καὶ πρότερον τῆς μακαρίας ἤρα πρὸς τὸν Θεὸν λήξεως, ἐπεὶ δὲ καὶ ὁ πατὴρ ἀνελύθη, ὅλη πρὸς ἐκείνην ἐπτέρωτο τὴν ζωήν· ‘δεινὸν‘ γὰρ ‘ἐποιεῖτο‘ εἰ σώματι μὲν συζῶντες ἀδιαίρετοι ἀλλήλων ὄντες ἐτύγχανον,

(1300)

πνεύματι δὲ συναφθέντες ὕστερον, τὸ διάφορον ἔχοιεν, καὶ ὁ μὲν Θεῷ συνοικοίη, ἡ δὲ τῷ κόσμῳ ἐμβιοτεύοι. ἐζήτει γοῦν αὖθις τὴν θειοτέραν συνάφειαν καὶ πολλὰ τῷ δεσμῷ ἐπηρᾶτο ὅτι τούτου κάτοχος ἡ ψυχὴ γένοιτο, τὸ θεῖον χρῆμα
τῷ χείρονι.130
1305 Προσετίθει γοῦν τῇ τοῦ δεσμοῦ λύσει ὁπόσα εἴωθε λύειν εἰς τὸν σκοπὸν συλλαμβάνουσα, δάκρυον ἀστακτὶ καταρρέον—τὸ γὰρ πολὺ τῆς ὕλης ἤδη κεκένωτο—, ἀποχὴν οὐ τῶν ἡδέων μόνον, ἀλλ’ ἤδη καὶ τῶν ἀναγκαίων, σώματος στένωσιν, χαμευνίαν καὶ τὴν ἄλλην ἐγκράτειαν. ὅθεν
1310πᾶν μὲν τὸ γεῶδες παραναλώσασα, πᾶν δὲ τὸ ὑγρὸν ἐκκενώσασα, πᾶν δὲ τὸ ἀερῶδες διαφορήσασα, τῷ ἐφ’ ἡμῖν στοιχειώδει πυρὶ ἐδεδώκει τὴν ἐξουσίαν· τὸ δὲ μὴ ἀντιπαλαιόμενον μηδὲ ἰσορροπούμενον καυστικώτερον ἑαυτοῦ γίνεται καὶ τὴν φυσικὴν δύναμιν εἰς τὴν παρὰ φύσιν τροπὴν
1315μεθιστᾷ, εἶτα δὴ καὶ εἰς ἕξιν τῷ περιλελειμμένῳ καθίσταται σώματι. Ἐντεῦθεν ἐφρύσσετό τε καὶ κατανήλωτο καὶ ὑπέρρει κατὰ βραχύ, καὶ ἦν οὐκέτι τῇ ψυχῇ ἀντιπίπτον, ἀλλὰ ῥᾷστα δὴ ὑπ’ ἐκείνης ὀχούμενον καὶ πτερούμενον πρὸς Θεόν. λέγω
1320δὴ οὐχ ὅτι τὰ μεγέθη τῶν σωμάτων καὶ αἱ βραχύτητες καθέλ‐ κουσιν ἢ ἀνάγουσι τὴν ψυχὴν καταγομένην ὑπὸ τούτων ἢ ἐκεῖνα ἀνάγουσαν, ἀλλ’ ὡς ὅποι δ’ ἂν παραληφθείη τὸ χρῆμα τῆς ἐγκρατείας καὶ κενώσῃ τὴν ὕλην καὶ δαπανήσῃ τὸν ὄγκον, ἐπελαφρίζει τὸ σῶμα ‘τῇ συνδεδεμένῃ ψυχῇ‘, οὐχ ὥστε
1325αἴρεσθαι σὺν αὐτῇ φυσικῶς—οὐ γὰρ παρὰ τὴν φυσικὴν λεπτότητα τῆς ὕλης ἡ ἄρσις—, ἀλλ’ ὥστε μὴ ἀνθίστασθαι αἰρομένῃ ταύτῃ πρὸς οὐρανόν, ἀλλ’, ὡς εἰπεῖν, καὶ συμμεθίστασθαι. τοιοῦτον αὐτῇ γέγονε τὸ σῶμα κοῦφον, ὡς ἀληθῶς καὶ μετέωρον.
1330 Ἡ δέ, ὡς νῦν ἠργμένη τοῦ σωφρονεῖν, ὡς πρῶτον ἁ‐ πτομένη τοῦ ἐγκρατεύεσθαι, ἄλλα ἐπ’ ἄλλοις ἐφιλοτιμεῖτο,
οἷα καὶ διηγήσασθαι δέον εἰ κἀκείνη τὰ πλείω τούτων ἀνέκ‐ φορα κἀμοὶ ἐποιεῖτο—καὶ οὐκ ἐβούλετο παρά τινος ταῦτα γιγνώσκεσθαι, πλὴν θεραπαίνης μιᾶς. ἔφευγε γὰρ ἐκ παντὸς131
1335τὸ φιλότιμον, εἰ καὶ ‘ἐν τῷ κρυπτῷ‘ φιλοτίμως εἰργάζετο τὸ καλόν, κἂν εἴ που τις τυχὸν οὕτω περιέβλεψέ τι τῶν γινομένων, ἡ δὲ ἐπέσχε καὶ ἐπεσκίασε καὶ ἄλλο τι ποιεῖν ἐμηχανᾶτό τε καὶ ἐσκήπτετο. ἀλλ’ ἐγὼ ἀδικοίην ἄν, εἰ παντάπασιν ἀποσιωπήσαιμι τὰ τῆς ἀρετῆς αὐτῆς ἐφευρήματα,
1340καὶ μάλιστα μεταστάσης, ὁπότε καὶ ὁ λέγων τοῦ θωπεύειν νομίζεσθαι ἠλευθέρωται καὶ τῇ ἀπελθούσῃ οὐκ ἔχει παρασκία‐ σιν ἀρετῆς τῆς διηγήσεως τὸ φιλότιμον. 22. Πολλοὶ μὲν οὖν καὶ ἄλλοι τὴν ἀκαιρίαν αὐτῇ τῆς ἐγκρατείας ἐμέμφοντο, τῶν τε ‘τοῦ σώματος θεραπευτῶν‘
1345ῥωννύειν βουλομένων τὴν δύναμιν καὶ τῶν ὅσοι τὰ μέτρα καὶ τοὺς ὅρους τῶν ἀρετῶν πεφιλοσοφήκασι, καὶ μάλιστα τοὺς καιροὺς καθ’ οὓς ἢ μεταληπτέον ἡμῖν ἢ ἀφεκτέον τῶν προσ‐ αρμάτων, μάλιστα δὲ ‘ὁ ἀναγεννήσασ‘ ἐκείνην ‘πατήρ‘· οὗτος δὲ καὶ τὸν βίον λαμπρὸς καὶ τὸν λόγον παιδευτικὸς

(1350)

ἐγνωρίζετο. ἐπετίμα γοῦν αὐτῇ πολλάκις τὸ ἄμετρον· καὶ ‘τὸ‘ μὲν ‘τῆς ἀρετῆσ‘ ᾐδεῖτο ‘ἀξίωμα‘, ὅμως δ’ οὖν ἐμηχανᾶτο ταῖς ὑποκρίσεσι κατενεγκεῖν ταύτην παρὰ τὸ βούλημα καὶ μετα‐ ποιῆσαι τὴν δίαιταν. ἣ δ’ ἅπαξ ποτὲ κατασεισθεῖσα ταῖς ἐκείνου ἀπειλαῖς τὴν ψυχήν, τῇ πιστευθείσῃ αὐτῇ θεραπαίνῃ
1355ἰχθῦν τινα τῶν εὐτρόφων προστάττει δεξιῶς παρασκευασα‐ μένην προσενεγκεῖν. καὶ δὴ παρεσκεύαστο καὶ προσῆκτο, καὶ τράπεζά τις τὸ ἰχθύδιον προσεδέξατο τότε πρώτως ἐκείνῃ παρατεθεῖσα. ἡ δέ, ὡς εἶδεν ἐπὶ τῷ τῆς ζωῆς τέλει ἀθρόον τὴν φιλόσοφον αὐτῇ ἐξοικισθεῖσαν ζωὴν καὶ
1360ἀντεισαχθὲν ἐκείνης τὸ τῆς πολυτελείας ἀσύνηθες, κανᾶ καὶ χειρόμακτρα καὶ εἴ τι ἄλλο τῶν περὶ τράπεζαν, ‘λιβάδας δακρύων‘ εἰσβιασαμένη τοῖς ὀφθαλμοῖς καὶ βαρύ τι στενάξασα καὶ χερσὶ τὸ στῆθος ὡς δυνατὸν πλήξασα· «ὤ μοι—φησί—τῶν κακῶν. ἀπώλετό μοι ἀθρόον εἴ τι μοι καὶ132
1365πρὸς ἐφόδιον παρεσκεύασται. ὡς ἀκατάλληλα δέ μοι καὶ τῷ βίῳ τὰ δρώμενα, τράπεζα καὶ κρατῆρες καὶ ἰχθύες καὶ κύπελλα, καὶ ἀναμέμικταί μοι φιλοσοφούσῃ τὰ πολυτελῆ ταῦτα καὶ περισσά. οὐ γνωρίζω τὰ παρατεθειμένα, οὐκ οἶδα τουτὶ τὸ δρᾶμα, οὐδ’ ἐπίσταμαι τὴν σκηνήν. ἐκκεκύλισμαι τῆς
1370ἐγκρατοῦς ζωῆς, ἀφῄρημαι τὰς ἐλπίδας, ἀποσεσύλημαι τὸν πλοῦτον τῆς ἀρετῆς» καὶ πρὸς οὐρανὸν ‘ἀνασχοῦσα‘ τὰς ‘χεῖρασ‘· «ἡμάρτηκα—φησί—τῷ Κυρίῳ μου‘». Ἐπεὶ δέ ποτε ἐπέπαυτο γοερῶς ἀνοιμώζουσα παρακελεύεται τῇ θεραπαινίδι τὴν θύραν ἐξιούσῃ τοῦ
1375ἀσκητηρίου ᾧ ἂν πρώτῳ ἐντύχῃ πένητι τοῦτον εἰσενεγκεῖν. ἡ δ’ ἐξιοῦσα καὶ βραχύν τινα χρόνον διαλιποῦσα εἰσάγει τι γύναιον γεγηρακὸς ‘ἤδη καὶ ἔξωρον‘. ἡ δέ, εὐθὺς ὡς ἐνὸν ὑπανέστη καὶ παρ’ ἐλπίδας ῥωσθεῖσα ὑπήντησεν, εἶτα δὴ καὶ χειραγωγήσασα ἐκάθισεν ἐπὶ τῆς εὐνῆς, δεσπότιν ἀποκα‐
1380λοῦσα, εὐεργέτιν, σώτειραν καὶ τἆλλα τῶν ὀνομάτων τὰ κάλ‐ λιστα. ἐπεὶ δὲ ἐκτετρύφηται τῇ γραῒ ὁ ἰχθῦς, τῷ οἰκείῳ ἐκείνην ῥάκει καλυψαμένη ἀφῆκεν. οὕτως ἐκείνη ἀπήλαυσε τῆς δεδομένης τροφῆς, τοσοῦτον τῆς τραπέζης ἀπώνατο, τοσοῦτον τοῦ ἐγκρατοῦς βίου διέφθορεν.
1385 Ἐπεὶ δὲ ἅπαν αὐτῇ τὸ σῶμα καταπεπτώκει καὶ οὔθ’ αἱ χεῖρες κεκίνηντο οὔθ’ οἱ πόδες τὴν φυσικὴν ἐδίδουν ἐνέρ‐ γειαν, μή ποτε ἆρα ἐνταῦθα καθυφῆκε τοῦ π’ ὀρθῷ
ψάλλειν τῷ σχήματι; πολλοῦ γε καὶ δεῖ. ἀλλ’ ἀπαιτήσειέ τις· «καὶ πῶς ἄρα δεδύνητο ὃ βεβούλητο;». ἐπειδὴ γὰρ133
1390ἥκοι ὁ τῆς ὑμνῳδίας καιρός, δυσὶ τῶν θεραπαινίδων ἐπερείδουσα ἑαυτήν, ἢ μᾶλλον αὖται ἑκατέραν ὑπιοῦσαι ἀγκάλην καὶ περιπλεξάμεναι, εἶτα δὴ καὶ κούφως διαβαστάσασαι ἐπὶ τοῦ ὀρθοῦ ἵστασαν σχήματος. καὶ οὕτως ἄχρι τῆς λύσεως ‘ἀπεδίδου τὰς εὐχὰσ‘ τῷ Θεῷ.
1395 Τοῦ δὲ θειοτέρου σχήματος ἤρα μὲν ἐκ πολλοῦ, ἐδεδοίκει δὲ τὸ χρῆμα ὡς οὐκ ἔχουσα πρὸς τοῦτο παρασκευήν· πάλιν δὲ οὐδὲν ἧττον ἐδεδίει ἀποτυχεῖν τούτου δὴ τοῦ μεγίστου καὶ λαμπροῦ ἀξιώματος. ἐνδοιάζουσαν οὖν περὶ τούτου καὶ ἀμφιβάλλουσαν, θειοτέρα ὄψις περὶ τὸ πρᾶγμα ἀπηύθυνε·

(1400)

πρεσβύτις γάρ τις ἐκ σπαργάνων αὐτῶν τῷ ἀκηράτῳ βίῳ καταγηράσασα, ἐν ὕπνοις ἁρπάζεται τὴν ψυχήν, ἡ δὲ ἁρπαγὴ οὐκ εἰς ἀέρα ἐκούφισεν, ἀλλ’ εἰς θεάτρου σχῆμα μετήνεγκεν, εἰς τὸ στάδιον μὲν οὐ καταγαγοῦσα, ἄνω δέ τι μετεωρίσασα ἔνθα ἔδει τὸν βασιλέα τὸ βῆμα ποιήσασθαι.
1405περιβλεψαμένη γὰρ χρυσοῦν μὲν ἕνα τεθέαται θρόνον, πολὺ τὸ ἄρρητον ἔχοντα· ἡ γὰρ ἀστραπὴ τῆς ὕλης οὔτε τοῖς ὀφθαλμοῖς ὁρᾷν ξυνεχώρει, οὔτε ταύτῃ ἐδίδου εἰπεῖν τι περὶ ἐκείνου. ἑκατέρωθεν δὲ πολλοὺς παρεσκευασμένους θρόνους, τοὺς μὲν καὶ χρυσοῦς, τοὺς πλείους δὲ ἐξ ἐλέφαντος, ἐν μέσῳ δὲ τούτων
1410ἐκ δεξιᾶς ἕνα παρὰ τοὺς ἄλλους. τὴν μὲν γὰρ ὕλην οὐκ εἶχεν εἰδέναι ἥτις αὐτῷ ὑποβέβλητο, πλὴν ὅσον μέλανι μὲν ἐβέβαπτο χρώματι· ἐδίδου δέ τι λαμπρότητος ἡ βαφή, καὶ οὐδὲ αὕτη ἀκτίνων τινῶν ἀπεστέρητο. περὶ ἧς δὴ καὶ ἔρεσθαι τὴν πρεσβύτιν καὶ εἰπεῖν τὸν ἀπαγαγόντα ὅτι Θεοδότης ὁ
1415θρόνος—τοῦτο γὰρ ἐκαλεῖτο ἡ μήτηρ—, ‘ὀνομαστὶ‘ δὲ καὶ
τἆλλα εἰρήκει· «ἐκείνῃ γὰρ ὁ βασιλεύς φησι τοῦτον παρα‐ σκευάσασθαι μελλούσῃ οὐ μετὰ πολὺ ἐνταῦθα ἀφίξεσθαι». ἐπὶ τούτοις ἀφεῖσα τὸν ὕπνον ἡ θεωρός, δρομαία πρὸς τὴν μητέρα χωρεῖ καὶ ἀπαγγέλλει τὴν ὄψιν. ἡ δὲ γνοῦσα καί—134
1420ὢ ψυχῆς πᾶν ὕψος καὶ γνώσεως ὑπεραναβάσης καὶ ἀρετῆς— ἑτέρως αὐτῇ διαλύει τὸν ὄνειρον καὶ ἀφῆκε μὴ μέγα περὶ ἐκείνης φρονεῖν. 23. Ἐπεὶ τοίνυν τὴν ἀνάλυσιν ἔγνω, ἵνα μὴ ‘ἀτέλεστοσ‘ ἐκεῖσε ‘ἀφίκηται‘, εἰς ὡρισμένην ἡμέραν παραγγέλλει
1425προβήσεσθαι αὐτῇ τὸ μυστήριον. ὡς δὲ πάντα εὐτρέπιστο, ὁ σταυρός, ἡ ζώνη καὶ πρὸ τούτων ἡ χάρις, ἐτύθη δὲ καὶ ‘ὁ σιτευτὸς μόσχοσ‘ καὶ ἡ τράπεζα προὔκειτο, ἥ τε λαμπὰς ἀνῆπτο καὶ ‘αἱ τῆς Ἱερουσαλὴμ θυγατέρεσ‘ ἐν τάξει καὶ κόσμῳ ἑτοιμασθεῖσαι δορυφορήσειν τὴν βασιλίδα, ἡμεῖς μὲν
1430ᾠόμεθα ‘φοράδην ἐκκομισθήσεσθαι‘—καὶ τί γὰρ ἦν ἄλλο ὑπονοεῖν; —ἡ δέ· πῶς ἂν διηγησαίμην τὸ θαῦμα, πῶς δὲ πείσαιμι λέγων; οἷς γὰρ αὐτὸς ἑωρακὼς οὐ πάνυ πεπίστευκα, πῶς ἂν ἕτεροι τῷ λόγῳ πεισθεῖεν; ἀλλ’ οὖν ἴστω Θεὸς καὶ μάρτυρες ἄγγελοι ὡς οὐ ψεύδομαι τὴν διήγησιν.
1435 Ἡμῶν τοίνυν οὕτως οἰομένων, ἐκφαίνεται αὕτη ἀθρόον ὥσπερ ‘ἐκ κοιτῶνοσ‘ βασιλικοῦ τῷ βασιλεῖ καὶ νυμφίῳ προσάγουσα ἑαυτήν, ὡραία τῷ κάλλει, φαιδρὰ τῷ προσώπ, ἀκμαία τὴν δύναμιν, ἔδνα προσάγουσα τῷ νυμφίῳ οἷα οὐκ ἄλλη· ‘κόμην πιναράν‘, ‘τύλους γονάτων‘,
1440ὀστᾶ κατεσκληκότα καὶ τὴν τοῦ δέρους τραχύτητα. ὁ δὲ ἀντεδίδου φιλοτιμότερον· δακτύλιον ἐπὶ τῆς χειρὸς
ἀστράπτον ‘σφενδόνῃ χρυσῇ‘, ‘ὑποδήματα περὶ τοὺς πόδασ‘, ἵνα δὴ ἐπιβαίνοιεν ‘ἐπάνω σκορπίων καὶ ὄφεων‘, ‘τὸ τοῦ σταυροῦ τρόπαιον‘, ‘τὴν περικεφαλαίαν τοῦ σωτηρίου‘, τὴν135
1445ὀξείαν ‘τοῦ πνεύματος μάχαιραν‘. ὢ δώρων ἐκείνων. καί μου καὶ λέγοντος ‘δάκνεται ἡ ψυχὴ‘ ἀποτυχόντος ὧν προτεθύμη‐ μαι. τέλος καὶ ἑαυτὸν καταθύσας, ἐδίδου τῇ νύμφῃ φαγεῖν τοῦ θύματος. ὡς δὲ καὶ πάντων δὴ κεκοινώνηκε τῶν νυμφικῶν δωρεῶν, ἐλέλειπτο δὲ μόνον τὸ θῦμα· εἶτα δὴ συμπροϊέναι

(1450)

ἐπετάχθη τοῖς χερουβίμ, καὶ εἵπετό τε καὶ συμπαρίπτατο. κἀγὼ τὸ ἄρρητον ἐκεῖνο τεθέαμαι θέαμα, εὐθὺς δὴ κατενε‐ χθεὶς καὶ τῷ ἐδάφει ἐμαυτὸν προσαρμόσας καὶ ἐξισώσας, δράττομαί τε τῶν ἐκείνης ποδῶν καὶ λόγου τυχεῖν τηνικαῦτα ἐκλιπαρῶ καὶ εὐχῶν. ἡ δέ, ἠρεμαίᾳ τῇ φωνῇ βραχύ τι πρὸς
1455ἐμὲ νενευκυῖα· «τύχοις, ὦ τέκνον—φησί—, τούτων τῶν ἀγαθῶν», καὶ εἰποῦσα ἀπέπτη σεραφικῇ πτέρυγι καὶ συνανί‐ πτατο ταῖς δυνάμεσιν. ἐπεὶ δὲ ἔδει καὶ τὸν τυθέντα μόσχον καὶ ἰδεῖν καὶ φαγεῖν, ὅ τι μὲν εἶδεν ἐκείνη ἢ ὅ του γέγευστο, εἰδείῃ ἂν ἡ ταύτης ψυχή, ὅτι δὲ μεταλαβοῦσα ἠλλοίωτο καὶ
1460ἀκτῖνας εἶχεν ἡ ὄψις αὐτῆς· οὐκ ἔστιν ὅστις τῶν παραγεγονότων οὐκ εἶδεν ἢ ἰδὼν οὐκ ἐθαύμασεν. ἐντεῦθεν οὐκέτι οὐδὲ τοῦ τῆς ἐκκλησίας ἐδάφους ἀπῆν. Ἐγὼ μὲν οὖν—ἀλλ’ ἦν ἄρα καὶ τοῦτο οἰκονομία καὶ τῷ Κρείττονι ἐδέδοκτο ἄνωθεν μὴ ἰδεῖν τῆς μητρὸς τὴν
1465μετάθεσιν μηδέν τι πρὸς ἐκεῖνο προκαθηράμενον τὸ μυστήριον —ἐγὼ μὲν οὖν τὴν μητέρα ἀθρόον ἀλλοιωθεῖσαν ἰδὼν καὶ οὐ πάνυ ὑπονοήσας ὅτι αὐτίκα τεθνήξεται, ἐπέσχον τὸ συνεχὲς τῆς ἀφίξεως. ἡ δέ, ἐπειδὴ ὁ τῆς τελετῆς ἀφώριστο χρόνος καὶ ἔμελλε βραχύ τι τὸ σῶμα διαναπαῦσαι, ὡς γοῦν
1470διηγοῦντο μοι αἱ θεραπεύουσαι, ἐπί τινος χαμαιζήλου θώκου καθίσασα, εἶτα δὴ καὶ πρὸς τὸ εὐώνυμον μέρος ‘ἀνα‐ κλιθεῖσα‘ καὶ πολλὰ τῷ Λόγῳ εὐχαριστήσασα, ἀθρόον, ὥσπερ τινὸς ἐκ θατέρου μέρους φανέντος, μετεστράφη ἐκπληκτικώ‐ τατα.136
1475 Ἀλλὰ πῶς ἂν καὶ αὖθις ἐμαυτὸν ἀποδύρωμαι, πῶς δέ σου τὴν πρὸς ἐμὲ σχέσιν, ὦ μῆτερ, ἐνδείξαιμι τοῖς πολλοῖς; ὡς γοῦν ἀτενὲς εἶδεν, ὥσπερ ἐκστᾶσα, εἶτα δὴ πρὸς ἑαυτὴν ἐγεγόνει· «ὁ φίλτατός μοι—φησί—παρίτω υἱός». ὢ τῆς θείας ἐκείνης φωνῆς, ὢ τῆς ἐμῆς ἀτυχοῦς καὶ ζωῆς καὶ ψυχῆς,
1480ὤ, πῶς ἂν καὶ λέγων ἐνέγκω τὴν συμφοράν; καὶ αὖθις· «ἀλλὰ ποῦ δὴ ἐκεῖνος;». ἐπὶ τούτῳ ἄλλοι ἐπ’ ἄλλοις παρῄεσαν, ἀλλ’ ὅ μοι λόγος ἀναμεινάτω. ὡς δὲ καὶ πάλιν τὴν αὐτὴν ἀφῆκε φωνὴν καὶ οὔθ’ ὁ ἀγγέλλων ἐμοὶ τὸν λόγον ἐπτέρωτο, οὔτε μὲ πνεῦμα ἐκεῖσε ἐκόμιζεν ὡς τὸν Ἀμβακούμ,
1485αὖθις τὸ ὀφθὲν ἰδοῦσα καὶ οἷον συμπροθυμηθεῖσα ἐκείνῳ καὶ κουφισθεῖσα τοῦ ἐδάφους ὅσον ἐξῆν, εἶτα δὴ καὶ τὰς χεῖρας συμπλεξαμένη κατὰ τοῦ στήθους, ἡδέως ἅμα καὶ ὁμαλῶς ‘ἀφῆκε τὴν ψυχὴν‘ ‘τοῖς ἀπάγουσι‘, πληρωθέντος αὐτῇ τοῦ τῆς ζωῆς μέτρου καὶ τοῦ δεσμοῦ χαλασθέντος τῆς φύσεως καὶ τῆς
1490ψυχῆς πρᾴως ἀπελθούσης, ἅτε τῷ φανέντι διαχυθείσης φωτί, καὶ πρὸς τὸ συγγενὲς ἀναδραμούσης καὶ εἰς Θεὸν ἀπο‐ πτάσης. 24. Καὶ τὰ μὲν ἐκείνης οὕτως. ἐγὼ δὲ τὴν ἀγγελίαν ἀκούσας ‘δρόμῳ ᾔειν‘ καὶ ἀκαθέκτῳ φορᾷ ζῶσαν τὴν μητέρα
1495ἰδεῖν καὶ ‘λόγων ἐξιτηρίων‘ ἀκοῦσαι καί τι καὶ ὄνασθαι ταύτῃ τῆς μεταθέσεως. ὡς δὲ οὐκ ἦν με τυχεῖν πάντως τοῦ ἐφετοῦ,
νεκρὰν ἤδη ἑωρακώς, δακρύων ἀθρόον ἀμυθήτων πλησθεὶς καὶ τὴν ψυχὴν ὀδύνῃ δριμείᾳ κατασχεθείς, ὡς εἶχον κορυβαν‐ τιασμο, ὡς εἰπεῖν, καὶ ἐκβακχεύσεως, ἐπ’ αὐτοῦ τοῦ137

(1500)

ἱεροῦ καὶ θείου σώματος καὶ ζῶντος ὡς ἀληθῶς—‘ἀψευδὴς γὰρ ὁ εἰπών‘—καταπεσὼν ἐκείμην νεκρός, οὐδὲν ὧν ἐπεποιήκειν ἢ ἐπεπόνθειν εἰδώς, ἕως με οἱ παρόντες οἰκτείραν‐ τες καὶ διειληφότες, εἶτα δὴ διαναστήσαντες καὶ ψυχρῷ ὕδατι καταρράναντες, εἶτα δὴ καὶ δακτύλοις εὐωδιάζουσι τῶν
1505ῥινῶν ἐπαφώμενοι, συνήγαγόν τέ μοι τὸν νοῦν καὶ τὰς δυνάμεις ἀνεκαλέσαντο. Ὡς δὲ αὖθις συνίην οἷ κακοῦ ἦν, πικρῶς τε ἀπωδυρόμην καὶ μέγα ἀπῴμωζον· «ὦ μῆτερ—λέγων—καὶ τοῦτο τῇ φύσει μόνῃ, τῷ δὲ τῆς ψυχῆς ἀξιώματι καὶ δεσπότις καὶ
1510εὐεργέτις. ἀλλ’, ὦ μῆτερ, κλῇσις γλυκεῖα—τοῦτο γὰρ βιάζομαι λέγειν εἰ καὶ παρὰ τὴν ἐμὴν ἀξίαν τὸ ὄνομα—, ὦ φύσις μόνη τῶν ἐπὶ γῆς θειοτέρα καὶ πλέον ἐμοί, οὐ σωματικῶς μόνον κυήσασά με καὶ ὠδινήσασα, ἀλλὰ καὶ ψυχικῶς ἀποτεκοῦσα καὶ λόγοις κοσμήσασα καὶ ‘τρόποις
1515εὐσεβείασ‘ διαποικίλλασα καὶ δοῦσα ἐπὶ σοὶ καὶ σεμνύνεσθαι καὶ καλλύνεσθαι, καὶ μείζονα τῶν ἄλλων ἐντεῦθεν φαίνεσθαί τε καὶ ὀνομάζεσθαι, ὦ πηγὴ ἔμψυχε, ὦ φωστὴρ νοητέ, βλύσασα μέν μοι τοὺς τῶν σῶν ἀγαθῶν ποταμοὺς καὶ τῷ τῶν σῶν ἀρετῶν φωτὶ καταστράψασα, νῦν δέ μοι παρ’ ἐλπίδας
1520ἐπισχοῦσα τὸ ῥεῖθρον καὶ τὴν αὐγὴν ἀποκρύψασα, πῶς δ’ ἄρα σου καὶ ὁ θάνατος ἐπεκράτησεν; εἰ δὲ τοῦτο τῆς φύσεως, πῶς οὐχὶ ‘τοῖς ἀπάγουσιν ἀγγέλοισ‘ βραχύν τινα χρόνον ἀνασχέσθαι ἐπέσκηψας, μέχρις ἂν τὸν υἱὸν ἴδοις καὶ τὰς τελευταίας ἀφήσεις φωνάς; ἀλλ’ οὕτως, ἀθρόον, μέμυκέ σοι
1525τὰ ὄμματα, τὰ τῆς αἰδοῦς γέμοντα, κέκλεισται δέ σου τὸ ‘θεηγόρον στόμα‘ καὶ σεσίγηκέ σοι ἡ θεοφόρητος γλῶσσα. ἀλλὰ ποῖόν σου πρῶτον τῶν μελῶν κατασπάσομαι; ἐγὼ δὲ οὐδὲ οἶδα εἰ καὶ τοῦτό σοι θελητόν, ἀλλ’ ὁ πόθος καὶ τῶν ἀψαύστων κατατολμᾷ· καταφιλήσω σοι τὴν καρδίαν, τὴν138
1530‘ζωήρρυτον πηγὴν‘ τῶν ‘λογίων τοῦ πνεύματοσ‘, περιπτύξομαί σου τὸ στῆθος, τὸ δεκτικὸν ὁμοῦ καὶ χωρητικὸν τῆς ἄνωθεν καταπεμπομένης ἐλλάμψεως, κατασπάσομαί σου τὴν κεφαλήν, τὸ ἱερὸν τέμενος τοῦ Θεοῦ; ‘προσαρμόσω τὰ χείλη‘ τῷ στόματι, εἴ που ἐκεῖθεν ‘θείου‘ σπάσομαι ‘νάματοσ‘; παντός
1535σοι μέλους ἐμφορηθήσομαι, εἴ πως οὕτως τὸν ‘πόθον ἀφοσιώ‐ σομαι‘; ἀλλὰ ποῦ ποτέ μοι ἐκεῖνο τὸ νοοῦν, τὸ λαλοῦν; ποῦ ὁ ἱερὸς νοῦς καὶ ἡ διαυγεστάτη ψυχ; πότερον ἀγγέλων σε τάξις ἔχει ἢ ὁ ἀρχαγγελικὸς διάκοσμος εἴληφε; καὶ πότερον αἰθέριον εἴληχας λῆξιν, ἢ ὑψηλοτέραν τε καὶ οὐράνιον; ἢ πᾶν
1540σῶμα ὑπερπεπήδηκας καὶ πόρρω χορεύεις τῆς μεγάλης πε‐ ριοχῆς τοῦ παντός, ἔνθα ἡ ἀκήρατος λαμπηδὼν καὶ ‘αἱ μακάριαι θέαι‘ καὶ πᾶν τὸ ἀναφὲς καὶ ἀόρατον; ἆρα δὲ κἀκεῖ συνοῦσα τῷ Κρείττονι ἀνθέξῃ καὶ πάλιν ἡμῶν; ἤ σου τὸν πόθον πόθος ὑφείλετο, ὁ περὶ Θεὸν τὸν ἡμέτερον; ὁ μὲν οὖν
1545πατὴρ ἀποπτὰς περὶ ἡμῶν εὐθὺς τὸ Θεῖον ἠρώτηκε καὶ τετύχηκεν ἀποκρίσεως· μὴ σύ γε χεῖρον ἐκείνου διατεθῇς, ἀλλὰ τὰς αὐτὰς ἐρωτήσεις προσένεγκαι, ἐξευμένισον δέ μοι καὶ τὸν Θεὸν καὶ νῦν μᾶλλον ἢ πρότερον τοῦ υἱέος ἐπιμελήθητι. ὑφῄρηκάς μοι τοὺς σοὺς λόγους ἀπαίρουσα καὶ

(1550)

τοὺς ἐξοδίους οὐκ ἀποδέδωκας· ἀντανίσωσον ἐκεῖσε τὴν
ἔλλειψιν, δίδου μοι δὲ καὶ τὴν σὴν ὄψιν ἐν τοῖς ὀνείρασι μετὰ τῶν συμβόλων τῆς σχέσεως. ἀλλ’ ὦ καὶ πάλιν γλυκεῖά μοι μῆτερ καὶ τοῦτο πολλάκις καὶ ἐσαεί», καὶ τὴν φωνὴν ἐπικέκομμαι. καὶ ταῦτα καὶ πλείω τούτων ἐπιθρηνήσας καὶ139
1555κατόπιν μὲν τῶν προπεμπτηρίων ἐληλυθώς, ἀποστολιμαίους δὲ τοὺς λόγους πεποιηκώς, καιροῦ ἤδη καλοῦντος, αὐτὸς τὸ θεῖον ἐκεῖνο σῶμα καὶ ἱερὸν ἀνελόμενος καὶ ταῖς ἐμαῖς κουφίσας χερσὶν ἐπὶ τοῦ νεὼ κατεθέμην. Εἶτα, τί γίνεται; καὶ τὸ γεγονὸς θαυμάσιον. οἷον; τῆς
1560γὰρ περὶ αὐτὴν φήμης ῥυείσης ἐκ παντός, ὡς εἰπεῖν, μέρους τῆς πόλεως, ἐξ ἑκατέρων μερῶν ‘ἄλλος ἐπ’ ἄλλῳ‘ συνῄεσαν ἐπ’ αὐτὴν καὶ συνέθεον· προκατειλημμένοι γὰρ τὴν ἀκοὴν περὶ τῆς ἱερᾶς ἐκείνης ἐτύγχανον. οὐκ ἦν οὖν τὸ πλῆθος ἀπώσα‐ σθαι, ἀλλὰ συνεκδραμόντες ἄνδρες ὁμοῦ καὶ γυναῖκες,
1565πρεσβύται καὶ νέοι, γένος καὶ ἡλικία διάφορος, σὺν προθυμίᾳ μιᾷ παντὸς αὐτῆς μέρους καθήπτοντο. οἱ μὲν ‘τὰς χεῖρας ἐτίθουν‘, οἱ δὲ τὸ πρόσωπον, οἱ δ’ ἄλλο τι μέρος τοῦ σώμα‐ τος· τελευτῶν δέ, καὶ τὸ ῥάκος αὐτὸ περιέσπασαν, ᾧ ἐκείνην κεκαλυμμένην ᾔδεισαν, ἐπιμεριζόμενοι ἑαυτοῖς οὐκ ἐξ
1570ἰσονομίας, ἀλλ’ ἕκαστος ἐτυράννει περὶ τοῦ πλείονος· καὶ εἶχεν ἐνταῦθα φιλοτιμίαν ἡ τυραννίς. Ἐπὶ τούτοις ἦκε καὶ ὁ μέγας ἐκείνης πατὴρ καὶ τὸ εἰκὸς ἀποδούς, εἶτα δὴ καὶ περιβλεψάμενος πάντας, τοὺς μὲν ἄλ‐ λους ἀφῆκε, τὴν δὲ μητέρα τῆς κειμένης ἰδὼν αὐτοῦ που
1575παρὰ τὴν κλίνην ἑστῶσαν—ἔτι γὰρ περιῆν—, ἐπαρρησιάσατο τὴν φωνὴν ‘εἰς ἐπήκοον‘ εἰρηκώς· «ἀλλὰ σύ, γύναι, ἴσθι ὅτι μάρτυρος ἅμα καὶ ὁσίας μήτηρ καθέστηκας. ἐγὼ δὲ ἄμφω καὶ σύνοιδα καὶ τῇ σῇ προσμαρτυρῶ θυγατρί». ὁ μὲν οὖν ταῦτα εἰρήκει, ἐκίνησε δὲ ὁ λόγος τὸν σύλλογον καὶ
1580εἰ μή τινες ἀντερείδοντες τοῖς εἰσιοῦσι κατέθεντο τῇ γῇ τὸν νεκρόν, οὐδὲ εἰς τρίτην ἂν ἡμέραν ἡ συρρεύσασα διεσκεδάσθη πληθύς. 25. Οὕτω καὶ ζῶσα ἀσύγκριτος ‘τὴν θείαν ζωὴν‘ καὶ τελευτήσασα τὴν ἱερὰν ἐκφορὰν ἐγεγόνει καὶ τὰ ἀνόμοια πα‐140
1585ραπλήσια ταύτῃ κατέστη καὶ ἡ ἐναντίωσις τῇδε μόνῃ ἐσπείσατο, ἢ τὰ ἐναντία ἐπὶ μιᾶς φύσεως ὤφθη—πῶς ἂν εἴποιμι; —ὁμοιότροπα. αὕτη καὶ τῇ προμήτορι ἐκάλυψε τὸ ἁμάρτημα, οὐ μόνον ὅτι σύμβουλος ἐγεγόνει πρὸς τὸ καλὸν τῷ ὁμοζύγῳ, τὴν ὁμιλίαν ἀποκρουσαμένη τοῦ ὄφεως, ἀλλ’ ὅτι
1590καὶ τὴν ἀθανασίαν ἐπήνεγκε, τρόπον ἕτερον, οὐ συνθάψασα τῷ σώματι τὴν ψυχήν, οὐδὲ γενομένη τῆς φύσεως, ἀλλὰ τὴν φύσιν ποιήσασα ἑαυτῆς καὶ μόνη τὸ σῶμα τῇ κρείττονι φύσει ἐνθεῖσα. Καὶ τῷ μετὰ ταῦτα δὲ γένει κόσμος κατέστη καὶ
1595παράδειγμα ἀρετῆς· ἐδίκασε δὲ καὶ ἄμφω καὶ τῷ θήλυϊ καὶ τῷ ἄρρενι, οὐ τῷ μὲν δοῦσα τὸ μεῖζον, τῷ δὲ λοιπῷ γένει τὸ ἔλαττον—τοῦτο γὰρ ἀλογίστου διαιτητοῦ καὶ οὐ δεδοκι‐ μασμένης τῆς διαιτήσεως—, ἀλλὰ τὸ ἶσον ἀμφοῖν ἀπονείμα‐ σα· εἰ γὰρ καὶ ὁ τοῦ σώματος τόνος ἀμφοῖν τοῖν γενοῖν

(1600)

διάφορος, ἀλλ’ ὁ λόγος ἶσος καὶ ἀπαράλλακτος καὶ οὐχ οὗτος τοῖς χείροσιν ἐξατονεῖ μέρεσιν, ἀλλ’ ἐκεῖνα νευροῦται τῷ κρείττονι. Ταύτην ἄν τις λογιζόμενος καὶ ὁσίαις συναριθμήσειε καὶ συγκατατάξειε μάρτυσιν· ἀντηγωνίσατο γὰρ καὶ αὕτη πρὸς
1605δεινότατον τύραννον καὶ βαρὺν τὴν ὀφρὺν καὶ οὐ μᾶλλον παρ’ ἐκείνου κατεπτοήθη ἢ κατεπτόησεν, ἐγκαρτερήσασα τοῖς δεινοῖς καὶ τὰς τιμωρίας οὐχ ὑποπτήξασα. καθηγίασε δὲ καὶ τὴν γῆν αἵμασιν οὐκ ἀφ’ ὧν ἡ φύσις τὴν προχοὴν οἶδεν, ἀλλ’
ἀφ’ ὧν τὸ δάκρυον εἴωθε ῥεῖν. ἐτμήθη δὲ καὶ τὸ σῶμα οὐ141
1610ξίφεσιν, ἀλλὰ κλίσεσι διαλυθεῖσα τὸ συνεχὲς καὶ ταῖς ἐπ’ ἐδάφους τῶν μερῶν συντονίαις καὶ κάμψεσι. ‘διῆλθε καὶ διὰ πυρόσ‘, φλεγομένη μὲν ταῖς τῶν ἀναγκαίων ἐπιθυμίαις, οὐ μεταλαμβάνουσα δέ, ἀλλὰ καὶ μέχρι τῶν δεδομένων ἐγκαρ‐ τεροῦσα· οὐκ ἔλαττον δὲ καὶ ‘δι’ ὕδατοσ‘, τὴν τοῦ οἴνου
1615χρῆσιν ἀπωσαμένη καὶ τῷ ἀρχαίῳ πόματι τὴν χρείαν ἀπο‐ πληροῦσα τοῦ σώματος. διὰ ταῦτα καὶ ‘εἰς ἀναψυχὴν‘ ἐξελήλυθε. Τῆς δέ γε ὁσιότητος καὶ παρὰ πάσας ἢ καὶ πασῶν τὸ πρεσβεῖον ἠνέγκατο, τήξασα τὰς σάρκας δι’ ἐγκρατείας καὶ τὸ
1620σῶμα κενώσασα καὶ τὸν χοῦν τῷ πνεύματι ὑποτάξασα καὶ τὴν φύσιν δουλαγωγήσασα καὶ ταῖς μὲν πρακτικαῖς ὁρμαῖς καλῶς τῇ πρακτικῇ ἐμμελετήσασα ἀρετῇ, τῷ δὲ θεωρητικῷ βίῳ ἀσφαλῶς προβᾶσα ταῖς τῆς θεωρίας ἐλλάμψεσι καὶ τοῖν δυοῖν βίοιν πᾶσι καὶ πάσαις καταστᾶσα παράδειγμα, ὕλῃ καὶ
1625ἀϋλίᾳ σοφῶς διαιτήσασα καὶ ἀμφοτέροις τοῖς μέρεσι διελομένη τὸ πρόσφορον, μᾶλλον δὲ τῇ μὲν ὕλῃ τὴν ἀϋλίαν κατακεράσασα, ταύτην δὲ τῇ μετουσίᾳ τοῦ Κρείττονος ὑψη‐ λοτέραν καὶ καλλίονα ἀποδείξασα. 26. Ἀλλ’ ἐγώ σε, μῆτερ, θαυμάζειν μὲν ἔχω καὶ κα‐
1630ταπλήττεσθαι, μιμεῖσθαι δὲ οὐ πάνυ δεδύνημαι, ἀλλά σοι μόνος ἐγὼ καὶ τὴν εὐχὴν ἐπενόθευσα καὶ οὐ κατὰ τὰς σὰς ἐλπίδας προβέβηκα. μᾶλλον δὲ ὁ μὲν σὸς οὐδ’ ἐνταῦθα διαπέπτωκε λόγος· τοῦ γὰρ ἐφετοῦ ὅσον ἐν σχήματι τετυχήκαμεν, μέχρι δὲ τοῦ τρίβωνος ἡ φιλοσοφία. καὶ τοῦτο
1635δὲ σὸν ἔργον καὶ μετὰ θάνατον. ὑποκινεῖ με γάρ τις τοῦτο λέγειν ‘ὄψις ὀνείρατοσ‘. Ἐπεὶ γὰρ σὺ μὲν ἀπηλλάγης ἐντεῦθεν, ἐγὼ δὲ τὸ τῆς
εὐχῆς σπέρμα ἐν ταῖς αὔλαξι κατέκρυψα τῆς ψυχῆς, ἔδοξά ποτε τῆς ‘νυκτὸς καθεύδων‘ ἱεροφάντας τινὰς λευχειμονοῦντας142
1640θεάσασθαι, οἱ δὲ καὶ δὴ ἐληλυθέναι ἔφασαν—οὕτως αὐτοῖς προστεταγμένον—εἰς τοὺς ἁγίους με ἀββάδας ἀπενεγκεῖν. καὶ τῇ λέξει οὕτως εἰρηκότες, ἐγὼ δὲ εὐθὺς ἀναστὰς εἱπόμην αὐτοῖς ὥσπερ τισὶ κρείττοσι. προϊοῦσι δὲ ἡμῖν· ἡ ὁδὸς πλατεῖα οὖσα συνῃρεῖτο καὶ συνέπιπτέ πως πρὸς ἑαυτὴν ὡς
1645μικροῦ δεῖν καὶ στενοχωρεῖσθαι ἀπιόντας ἡμᾶς. πρὸς ἐμὲ γοῦν· «ἀλλὰ πολλή τις, ὦ τέκνον, ἡ στένωσις, ὡς ὁρᾷς, καὶ τοῖς πλείοσιν οὐδὲ βάσιμος, ὅθεν δεδίαμεν καὶ περὶ σοί. ἀλλ’ οὐδ’ ὡς ἀποκνητέον σοι, ἀλλ’ ἕπου τεθαρρηκώς». Οἱ μὲν ταῦτα, τέλος δὲ εἶχεν ἡμῖν καὶ ὁ λόγος καὶ ἡ

(1650)

ὁδός· φραγμὸς γὰρ ἡμᾶς ἀπετείχιζεν, ὁ δὲ φραγμὸς ‘λίθος ξεστόσ‘, οὔτε λευκὸς ἄγαν οὔτε τοῦ ἐναντίου χρώματος, ἀλλ’ οἷον ὠχρός, λεπτὸς μέν, οὐ πάνυ δὲ διαυγής. κατὰ δὲ τὸ μεσαίτατον οἷον ὀμφαλός τις αὐτῷ ἐντετύπωτο καὶ ἀνέῳκτο οὐκ εἰς ἀκριβῆ κύκλον οὐδὲ εὐρύχωρον· οἱονεὶ γὰρ ἀκίδες
1655ἑκασταχόθεν τῆς περιφερείας ἀπῃωρημέναι τὸ τοῦ λίθου ἔτι ἀπεστένουν τρημάτιον. ταύτην οἱ ἄγοντες τὴν ὀπὴν διαδῦναί με ἔφασαν δεῖν—μὴ γὰρ ἄλλως εἶναι ἐκεῖθεν διεληλυθέναι —καὶ ὑπέθεσαν τὴν κεφαλὴν ὑποθεῖναι πρότερον, εἶθ’ οὕτω τῷ λοιπῷ διολισθῆσαί με σώματι. ἐποίησα κατὰ τὰς ὑποθήκας
1660καὶ ὁ λίθος ὑπεδίδου μοι ἐξιόντι καὶ ὥσπερ τι σῶμα μαλακώτατον διελύετο. κἀγὼ καθ’ ἕτερον μέρος γενόμενος βαθυτάτῃ πρώτως ἐντετύχηκα κλίμακι καὶ κατῄειν θαρρούν‐ τως καὶ δή μοι πρὸς τῷ τέρματι νεὼς ἀνέῳκτο καὶ τὸ μὲν λαιὸν μέρος εἰκὼν ἐκόσμει τῆς Θεομήτορος, τὸ δ’ ἄλλο οὐ
1665πάνυ εὐθὺς τεθέαμαι. Εἶτά γε τὴν τεκοῦσαν πρὸς τῇ εἰκόνι ἑστηκυῖαν ἰδὼν καὶ οἶον ἐκκρεμαμένην, ὥρμησα μὲν ὡς εἶχον περιβαλεῖν. σὺ δέ
μοι τῇ χειρὶ βραχύ τι στῆναι ἐπέταξας· καὶ ὑποπτήξας ἐπάγην ἀθρόον. καὶ οὐδ’ ὡς ἐπεστράφης, ἀλλ’ οἷον ὑποκλέπτουσά μοι143
1670τὴν ὁμιλίαν· «ἐπὶ τὰ δεξιά—ἔφησας—τοῦ νεὼ στρέψαι τοὺς ὀφθαλμούς». καὶ τοῦτο πεποιηκότι μοναχός τις ὦπτο οὐκ ὄρθιος, ἀλλ’ ὑποκλάσας τοῖς γόνασι· δέλτος αὐτῷ ἐν χεροῖν, πρὸς ἣν δὴ καὶ ἐπεπήγει τοῖς ὄμμασιν. ἐῴκει δὲ ὑπερμεγέθει τινί, στρυφνὸς τὴν ὄψιν καὶ σκυθρωπὸς τὴν
1675ὀφρῦν καὶ τὴν ‘ἀσκητικὴν‘ ἀκριβῶς ἀποπνέων ‘ζωήν‘. «καὶ τίς δὲ οὗτος;»· τὴν μητέρα ἠρώτησα. ἡ δὲ ἀμεταστρόφως αὖθις· «ὁ μέγας—ἔφη—, τέκνον, Βασίλειος. ἀλλ’ ἄπιθι προσκυνήσων αὐτῷ». ἐπεὶ δὲ προσελήλυθα καὶ προσβλέψας, οὗτος ἀνένευσεν. ὁ μὲν ἀθρόον συμπτύξας τὴν δέλτον καὶ
1680βροντῆς ἦχον πεποιηκὼς ‘ἀφανὴς ἐγεγόνει‘. καὶ οὐδὲ τὴν μητέρα ἔτι τεθέαμαι, ἀλλ’ ἑτέρωσέ πη διαιτώμενος ἦν καὶ ‘οἱ ἀπαγαγόντεσ‘ ἀφανῶς μοι αὖθις προσεληλύθεσαν καὶ ἐδόκουν τήν τε στολήν μοι κατακοσμεῖν καί τινας λόγους ἐπιψιθυρίζειν, οὓς οὐ κατέσχον τοῦ ὕπνου διαφειμένος.
1685 27. Ὅτι μὲν οὖν, ὦ μῆτερ, καὶ θανοῦσα ‘ἐπιμέλειαν πεποίησαι‘ τοῦ υἱέος πέπεισμαι, τοῦτο πολλοῖς τεκμηρίοις τὸ πρᾶγμα κατειληφώς· ἐγὼ δὲ ὥσπερ ἀντιπίπτων σοι ταῖς εὐθύτησι καὶ ἀντικλώμενος τῷ κανόνι, οὐ πάνυ τὴν σοὶ φίλην ‘φιλοσοφίαν φιλοσοφῶ‘, ἀλλ’ οὐκ οἶδα ἥτις με μερὶς εἴληφεν
1690ἐξ ἀρχῆς καί με τοῖς βιβλίοις προσήλωσε καὶ οὐκ ἔχω τούτων ἀποσπασθήσεσθαι. Θέλγει γάρ με καὶ ἡ τέχνη τῶν λόγων καὶ μετὰ τῆς οἰκονομίας τῶν ὑποθέσεων καὶ τὸ ἐπανθοῦν αὐτῇ
ὑπερηγαπήκειν κάλλος καὶ ‘κατὰ τὰς μελίττασ‘ τοῖς λογικοῖς144
1695λειμῶσιν ἐφίπταμαι καὶ τὰ μὲν ‘ἄνθη κείρω‘, τὰ δὲ τὸ δροσῶδες ἀναπίνω τῆς λέξεως καὶ ἐν τοῖς ἐμοῖς σίμβλοις μελιτουργῶ. οὐκ ἐᾷ με ἡσυχάζειν ἡ τῆς σφαίρας περιφορά, ἀλλ’ ἀναγκάζει με πολυπραγμονεῖν τίς ἡ κίνησις, πόθεν ἐκκεκύλισται, τίς ἡ φύσις, τίνες οἱ κύκλοι, πῶς ἐπιβέβληνται,

(1700)

πῶς διῄρηνται, πηλίκα τὰ τῶν εὐθειῶν τμήματα, τίνες αἱ γωνίαι, αἱ συναναφοραί, αἱ ἰσότητες, αἱ λοξώσεις, τίνα τὰ μεγέθη, ποδαπῆς φύσεως, πῶς αἱ κινήσεις καὶ πόσαι, εἰ τοῦ πυρὸς ἅπαντα, εἰ φύσεως ἄλλης. κινεῖ με καὶ ἡ στάσιμος ἐπιστήμη καὶ οὐκ ἔχω μὴ συννοεῖν ‘τὸ συνεχὲς μέγεθοσ‘ μὴ
1705τὸ ἀκριβὲς τῆς ἀποδείξεως θεωρεῖν, πῶς ἀπὸ νοῦ μὲν τὰ ἀξιώματα, ἐκ δὲ τῶν ἀξιωμάτων αἱ ἄμεσοι προτάσεις εὐθύς, πῶς ἕστηκε πάντα πῶς ἠκρίβωται, τί τὸ ἀνάλογον τί τὸ ἄλογον, τί τὸ ῥητόν, τί τὸ ἄμετρον, τί τὸ σύμμετρον, ὁποῖα δὲ καὶ ‘τὰ μήκη καὶ αἱ δυνάμεισ‘, καὶ ἡ περὶ τὸ στερεὸν
1710στροφή. τὸ δέ γε πρῶτον μέρος καὶ ἄϋλον οὐδὲ καθεύδειν ἐᾷ· τεθαύμακα γοῦν αὐτοῦ τὸ πρὸς ἅπαντα ἢ τῶν πάντων πρὸς τοῦτο, τό τε πέρας αὐτοῦ καὶ τὸ ἄπειρον, καὶ πῶς ἐκ δυεῖν τούτοιν τὰ ἄλλα καὶ πῶς καὶ ἡ ἰδέα καὶ ἡ ψυχὴ καὶ ἡ φύσις εἰς ἀριθμοὺς ἀναφέρονται, ἡ μὲν κατὰ τὸν τῷ νῷ σύμφυ‐
1715τον, ἡ δὲ κατὰ τὸν τῷ λόγῳ σύνδρομον, ἡ δὲ κατὰ τὸν τῇ φυσικῇ τάξει ἰσόμετρον, ποδαπός τε ὁ λόγος ὁ φυσικός, καὶ τί μὲν τὸ ἐν τούτῳ τέλειον, τί δὲ τὸ σύμμετρον, τὸ τεταγμένον, τὸ κάλλος, τὸ αὔταρκες, τὸ ἶσον, τὸ ταὐτόν, τὸ ἀμιγές, τὸ ἁπλοῦν, τὸ παράδειγμα, ἡ ἀρχή, τίς ὁ ζωογονικός, τίς ὁ
1720ψυχικός, τί τὰ τῶν ἀριθμῶν ἄχρι καὶ δεκάδος φυσικὰ ἰδιώματα, πῶς ἡ τριὰς παράγεται, τίς ἡ πρόοδος, πῶς δι’
ὅλων διατείνει τῶν θείων γενῶν. Ἡ δέ γε μουσικὴ θελγήτροις ἀρρήτοις πρὸς ἑαυτὴν ἐπισπᾶται καί πως ἀναπέφυκα πρὸς αὐτὴν καὶ ᾠκείωμαι· οὐκ145
1725ἐπιπολῆς δὲ ταύτης ἵσταμαι οὐδὲ τοὺς τύπους μόνους τῶν λέξεων, τῶν μέτρων, τῶν ἐντέχνων κινήσεων περιείργασμαι, ἀλλὰ καὶ τὰς δυνάμεις ταύτης ἐζήτηκα καὶ τὰς ἐνεργείας καὶ τὰ αἴτια καὶ τὴν τῶν ῥυθμῶν οὐσίαν, τίνες τε τούτων οἱ ὀρθοὶ καὶ τίνες οἱ μὴ οὕτως ἔχοντες, ποδαπὸν δὲ αὐτῶν τὸ κάλλος
1730καὶ ὅ τι συμφυὲς τῇ ζωῇ τῆς ψυχῆς. Οὐ τὰ γένη δὲ μόνον ζητῶ τῶν ἐπιστημῶν, ἀλλὰ καὶ εἴ τινες ἐκεῖθεν ἐρρύησαν ῥύακες. τὴν δέ γε ὑπερκειμένην σοφίαν, ἥτις ταῖς ἄλλαις πρεσβεύει καὶ ‘δίδωσι τὰς ἀρχὰσ‘ καὶ ἑρμηνεύει τὰ ἀξιώματα καὶ καθαρῶς ἐστιν ἄϋλος καὶ μετὰ
1735τὴν φυσικὴν τέτακται, οὐ ζητῶ μόνον, ἀλλὰ καὶ τιμῶ καὶ σεβάζομαι, εἴτε διαλεκτικήν τις ταύτην καλεῖν βούλοιτο ἄνω‐ θεν ὁρῶσαν ‘τὴν λογικὴν πραγματείαν‘, εἴτε σοφίαν ἁπλῶς· τὸ γὰρ ἕτερον ὄνομα ἐπί τι μέρος τῆς λογικῆς κατέσπασαν οἱ νεώτεροι τῶν σοφῶν.
1740 28. Ἄγαμαι δὲ καὶ τὴν διὰ τῶν συλλογισμῶν ἀπόδει‐ ξιν, οὐ μόνον ὅσοι ἐκ τῶν καθ’ αὑτὰ συμπεραίνονται, ἀλλὰ καὶ ὅσοι ἐπαγωγικὴν καὶ ὑστέραν τὴν προχείρισιν ἔχουσι. τοῖς δὲ σοφίσμασι τοσοῦτον χρῶμαι ὅσον μὴ τούτοις ἁλίσκεσθαι μηδὲ συντίθεσθαι ὅτι ‘ταὐτὸν ἐπιστήμη τε καὶ σοφία‘ ἢ
1745ἐπιστήμῃ μὲν ἐπιστήμονες οἱ σοφο, σοφοὶ δὲ σοφίᾳ οἱ ἐπιστήμονες, οὐδ’ ὅτι μόνος ὁ ‘ἄνθρωποσ‘ ζῶον εἰ μόνος ‘γελαστικόν‘, πᾶν δὲ γελαστικὸν ζῶον. ταῦτά με ἕλκει καὶ ἔτι μᾶλλον ἡ τῶν κρυφιωτέρων κατάληψις, τί πρόνοια καὶ εἱ‐ μαρμένη καὶ εἰ ὅλως ἐν οὐσίᾳ τὸ δεύτερον, τί τὸ ἀκίνητον, τί

(1750)

δὲ τὸ αὐτοκίνητον καὶ πότερον εἰσδέχεταί τι ἀπὸ τῆς γενέσεως
εἰς ἑαυτὴν ἡ ψυχή, ἢ ‘οὐδ’ ὁπωστιοῦν‘. Διαπορεῖται δέ μοι καὶ περὶ τοῦ κοινοῦ ζῴου εἰ ἀντι‐ λαμβάνεται ἐσαεὶ ταύτης τῶν γνώσεων, καὶ εἴ ἐστιν οὐσία τῆς ψυχῆς ἡ ἀθανασία ἢ ἄλλως ἐπισυμβέβηκε. περὶ δέ γε τοῦ146
1755ἀθάνατον αὐτὴν εἶναι καὶ πλεῖστά μοι πεφιλοσόφηται ἀπὸ τῆς πρὸς τὸ Θεῖον ἀφομοιώσεως, ἀπὸ τοῦ τἀναντία μὴ ἐπιδέχε‐ σθαι, ἀπὸ τῆς ἐπιστροφῆς, ἀπὸ τῆς ἐν τοῖς ὕπνοις κινήσεως καὶ 〈τῆσ〉 ἐλλάμψεως. ζητῶ δὲ καὶ εἴ τις ἐστὶν αὐτῇ σύνδε‐ σμος πρὸς τὸ σῶμα οὗ δὴ πρῶτον ὡς δευτέρας ζωῆς
1760ἐπιβέβηκε, τίς ἡ μίξις πρὸς αὐτὴν τοῦ ἀλόγου, τί τὸ ἀκρότα‐ τον ἐν τῇ ἀποκαταστάσει τέλος, τίς ἡ κρίσις, τίς ἡ λῆξις, πόθεν γίνεται, τί ποτέ ἐστι, τί δύναται, πόσα ἐνεργεῖ, τίς ἡ πρὸς τὸν νοῦν αὐτῆς μίξις, τίς ἡ ἐπιστροφὴ καί, ἵνα μὴ καθέκαστον λέγω περὶ αὐτῆς, ὅλος ὑπὸ τῶν ζητημάτων ὑφήρ‐
1765πασμαι. Ἀλλ’ οὐδὲ μέχρι τούτου τὴν πολυπραγμοσύνην ἱστῶ, ἀλλὰ τῶν ἀστρολογησάντων ἀκούων τοὺς μὲν τῶν ἀστέρων ὥσπερ ἐξυβριζόντων, τοῖς δὲ μονονουχὶ θυόντων, διαποροῦμαι πόθεν ἑκατέροις τὸ παραλλάττον ἐφήκει ἢ πῶς πρὸς τὸν
1770ἐκείνων σχηματισμὸν μετρεῖται ἡ γένεσις καὶ καθίσταται. ἀπέπτυσται γοῦν μοι ταῦτα, ὡς μήτε σαφῆ μήτε ἀληθῆ καὶ τοσοῦτον ἀπὸ τῆς περιεργίας ἐκέρδησα ὅσον ἀπὸ τῆς περὶ αὐτὰ γνώσεως ἐκείνων κατηγορεῖν. ἀπείρηται γοῦν μοι τὸ ἐκεῖθέν τινας πλάττεσθαί τε καὶ μεταπλάττεσθαι, διαβέβληνται
1775δέ μοι καὶ οἱ χαρακτῆρες καὶ τὰ συνθήματα, αἵ τε εἰσκρίσεις καὶ ἡ τῶν θειοτέρων σωμάτων καταγωγή. τὸ δ’ ἀληθεύειν περὶ τοῦ μέλλοντος οὔτε σχηματισμοῖς δίδωμι οὔτε πλάσεσιν, οὐ φωναῖς ὀρνίθων, οὐ πτήσεσιν οὐ κλαγγαῖς οὐ κινήσεσιν, οὐκ ἀσήμοις ἤχοις, οὐ λόγοις θυραίοις, οὐχ ὅσοις ὁ Ἑλληνικὸς
1780λόγος περιπεπλάνηται· εἰ δέ μοι ἡ τῶν κανόνων πολυπραγ‐ μονεῖται ἀκρίβεια τῆς ἀστρονομουμένης σφαίρας, ἀλλά γε
τοῦτο φιλόκαλον ὁμοῦ καὶ φιλόσοφον· κἂν εἰ περὶ ἀρχῶν ζητῶ καὶ πηγῶν, καὶ τοῦτο ψυχαῖς φιλοθεάμοσιν ἐφετόν.147
1785 Ἱερατικὴν δὲ τέχνην οἶδα μὲν ἥτις ἐστίν, ‘ἐρίῳ‘ δὲ ‘στέψασ‘ ἐξήλασα. λίθοις δὲ καὶ πόαις δυνάμεις μὲν ἀρρήτους καταμεμάθηκα, τὴν δὲ περίεργον τούτων χρῆσιν μακρὰν ἀπωσάμην. βδελλύττεταί μοι τὰ φυλακτήρια, ὁ ἀδάμας καὶ τὸ κουράλιον, καὶ καταγελῶ τῶν ‘διοπετῶν ἀγαλμάτων‘,
1790τερατῶδες ἥγημαι τὸ τὴν τῶν ὅλων τάξιν μεταποιεῖν ἐπαγγέλλεσθαι, πάντων τῇ τοῦ Θεοῦ προνοίᾳ τεταγμένων καλῶς. διαλοιδοροῦμαι ταῖς ἐξευμενίσεσι, ταῖς καθάρσεσι, τοῖς χαρακτῆρσι, τοῖς ὀνόμασι, ταῖς λεγομέναις θεοφορήτοις κινήσεσι, τῷ αἰθερίῳ συνοχεῖ, τῷ ἐμπυρίῳ, τῇ λεοντούχῳ
1795πηγῇ, τῷ πρώτῳ πατρί, τῷ δευτέρῳ, ταῖς ἴϋγξι, τοῖς κο‐ σμαγοῖς, τῇ Ἑκάτῃ, τοῖς Ἑκατησίοις, τῷ ὑπεζωκότι, τοῖς λήροις καὶ μέχρις ὀνόματος. αἰῶνος δὲ πέρι καὶ χρόνου καὶ φύσεως καὶ θεωρίας καὶ τοῦ ἑνός, αἰσθήσεώς τε καὶ μνήμης καὶ τῆς τῶν ἐναντίων μίξεώς τε καὶ κράσεως, καὶ εἰ ἐν τῷ νῷ

(1800)

τὰ νοήματα, ἢ ἔξωθεν ἕστηκεν, εἴ γε ζητοίην, φιλόσοφον οἶμαι δεῖν πρᾶγμα ποιεῖν. 29. Ἔδει μὲν οὖν μόνῳ σχολάζειν Θεῷ καὶ μάλιστα νῦν ὁπότε μοι ὁ κόσμος ἀπείρηται, ἀλλὰ τὸ ἐπιτήδευμα, ἀλλ’ ὁ περὶ πᾶσαν γνῶσιν τῆς ψυχῆς ‘ἀκάθεκτος ἔρωσ‘, ἀλλ’ ἡ παρὰ
1805τῶν ὁμιλούντων ἀνάγκη πεπείκασι καὶ τούτοις ἐμφιλοχωρεῖν. πλήν, ὅπερ ἐρεῖν βούλομαι, σὺ μὲν ἂν εἰδείης, ὦ μῆτερ, ‘ἀκήρατοσ‘ οὖσα ‘ψυχή‘, πρὸς δὲ τοὺς ἄλλους ὁ λόγος, ὃν οὐ πρὸς ἀνθρώπους μόνον, ἀλλὰ καὶ πρὸς Θεὸν καὶ ἀγγέλους ποιοῦμαι· ὅτι πᾶσιν ἐντυχὼν βιβλίοις Ἑλληνικοῖς, εἰπεῖν
1810δὲ καὶ βαρβαρικοῖς, ὁπόσα Ὀρφεὺς ἢ Ζωροάστρης ἢ Ἀμμοῦς
συνέγραψεν ὁ Αἰγύπτιος, ὁπόσα τε Παρμενίδαι καὶ Ἐμπε‐ δοκλεῖς ἐν ἔπεσι συνεγράψαντο—ἐῶ γὰρ Πλάτωνάς τε καὶ Ἀριστοτέλεις καὶ ὅσοι κατ’ ἐκείνους ἢ μετ’ ἐκείνους ‘φιλοσόφοις λόγοισ‘ ἐταλαιπώρησαν—, περί τε ῥητῶν καὶ148
1815ἀρρήτων ξυγγεγραφήκασι καὶ πᾶσαν αὐτῶν τήν τε θεολογίαν καὶ τὰς περὶ τὴν φύσιν πραγματείας καὶ τὰς ἀποδείξεις ἀνε‐ γνωκώς, τὸ μὲν βαθὺ τῆς γνώμης ἠγάσθην καὶ τὸ περίεργον ἐθαύμασα τῆς συζητήσεως. εἴ τι δὲ παρὰ τὸν ἡμέτερον τεθεώρηκα λόγον, κἂν μετὰ τῆς ἀκριβοῦς ἐξεικόνισται
1820ἀποδείξεως, κἂν πᾶσαν εἶχε περικεχυμένην σοφίαν καὶ χάριν, ὡς λήρου παντὸς ἢ πάντη ἀτόπου καταπεφρόνηκα, ὅς γε οὐδὲ τοῖς κρείττοσιν αὐτῶν προσέχω τὸν νοῦν, ἀλλά μοι τὸ φιλότι‐ μον τῆς ψυχῆς μέχρι τῆς τῶν δογμάτων αὐτῶν κεκίνηται γνώσεως.
1825 Εἰσὶ γὰρ καὶ παρ’ ἡμῖν ‘θησαυροὶ‘ σοφίας ‘ἀνέκλειπτοι‘ καὶ βάθη δογμάτων καὶ νοημάτων κάλλη, εἰ δὲ βούλοιτό τις, καὶ λέξεων ‘αὐτόματον ἄνθοσ‘, ἀλλ’ οὐ περίεργον. καὶ ζητήσειεν ἄν τις τί μὲν ἐκφαντορία θεία, τί δὲ νοητὸν καὶ τί νοερόν, τί μὲν τὸ ῥέον ἀπὸ τῆς ὅλης πηγῆς, τί δὲ τὸ ἐξ ἑνὸς
1830τῶν αὐτῆς ὑποστάσεων, τί τὸ Θεὸς ὄνομα καὶ τί τὸ ἐκ τούτου δηλούμενον, τί τε τὸ πᾶν καὶ τί τὸ μέρος καὶ πότερον τούτων προσάψομεν τῷ Θεῷ ἢ οὐδέτερον, τίνα τὰ νοητὰ καὶ ποῖα τὰ νοερά, οἷα δὲ καὶ τὰ θεολογούμενα σύμβολα καὶ τί ἕκαστον, τίς ὁ τροχός, τί τὸ ἤλεκτρον, τί τὸ χρυσίον τὸ καθαρόν,
1835ἀτμίς, ἡ τοῦ νέφους ἐπίβασις, ὁ θρόνος, ὁ ποταμός, τί τὸ ‘πετόμενον δρέπανον‘, ἡ ἀξίνη, τὸ δένδρον, ἡ τομή, ὁ λίβα‐ νος, ὁ δρῦς, τίνες αἱ τῶν ἀγγέλων ἐπωνυμίαι, τίνες αἱ παρ’ ἡμῖν τελεταί, τίς ἡ κοινωνία καὶ τὸ μῦρον καὶ ἡ λαμπὰς καὶ ἡ κλίμαξ καὶ οἱ στυλίσκοι καὶ ὁ ἀναγωγὸς ἔρως καὶ ἡ οὐσία τοῦ
1840ἀγαθοῦ καὶ τὸ καλόν, ἀφ’ ὧν καὶ τἆλλα καὶ πρὸς ἃ ἐκείνοις ἡ ἄνοδος, τίς ἡ τεθυμιαμένη νύμφη, ἡ θύρα, τὸ δίκτυον, ὁ καύσων, 〈ὁ〉 ἥλιος, ὁ ἀμπελών, ἡ φυλακή, ἡ ἐκεῖθεν ἀπόστασις. Κἂν ἀφεὶς ταῦτά τις ὡς ὑψηλὰ καὶ μετέωρα προσέλθοι149
1845τοῖς παρ’ ἡμῖν σκυτοτόμοις ἢ σκηνορράφοις καὶ τοῖς τὰ δίκτυα πλέκουσιν, εἶτα δὴ ἕκαστον τῶν παρ’ ἐκείνοις λεγομένων ἐξακριβοῦν ἐθελήσειε, τότ’ ἂν γνοίη ὅτι τἆλλα μὲν ὥσπερ τοῦ αἰσθητοῦ ἡλίου τὸ προβεβλημένον ἐξέπληττε τοὺς πολλούς, ταῦτα δὲ ὁ ἀχλυώδης ἐστὶ φωστὴρ καὶ ἀφώτιστος, ὃν μόνος

(1850)

ὁρᾷ ὁ νοῦς, οὐ δύναται δὲ προσπελάζειν ἡ αἴσθησις· οὐδὲν γάρ ἐστι τούτων ὁ μὴ μυστηρίου γέμει καὶ τελετῆς ἀπορρήτου. Οὐδὲν γὰρ αὐτῶν ἀθεώρητον, ἀλλ’ οὐδὲ τὸ βραχύτατον, οὐ τὸ ‘ἐστρωμμένον ἀνώγεων‘, οὐ τοῦ ‘ὕδατος τὸ κεράμιον‘, οὐ θυρῶν κλεῖσις καὶ ἐπιστασία τοῦ Λόγου, ἀλλ’
1855ὑποπέπτωκε τῇ θεωρίᾳ καὶ ὁ Δίδυμος μαθητὴς ὡς ἀμ‐ φίβολος καὶ ἡ συντρέχουσα συζυγία καὶ οἱ προτρέχοντες· οὐδὲ τὸ ἄγκιστρον λόγου χωρίς, οὐδ’ ὁ ἀπὸ τῆς θαλάσσης ἀνεσπασμένος ἰχθῦς, οὐδὲ ὁ στατὴρ, οὐδὲ ὁ ἀριθμὸς τῶν ἰχθύων. ἀσύμβολα δὲ οὐδὲ τὰ τῶν ἀποστόλων ὀνόματα οὐδὲ ἡ
1860τοῦ Προδρόμου ‘ζώνη‘ οὐδ’ αἱ τῆς ‘καμήλου τρίχεσ‘, ἀλλ’ ἵνα τὸ πᾶν συντεμὼν εἴπω, ὅτι πᾶς εὐαγγελικὸς λόγος γνῶσιν ἔμφυτον ἔλαχε δυσθεώρητον τοῖς πολλοῖς. τούτοις ἐγὼ ‘λιπαίνων τὴν κεφαλὴν‘ καὶ τὴν ψυχὴν ῥύπτων Ἑλληνικῶν καθαρσίων οὐ δεηθήσομαι.
1865 30. Ἀλλ’ ἐπειδή μοι ὁ βίος τοιοῦτος ἀπεκληρώθη ὥστε μὴ ἑαυτῷ μόνῳ ἀρκεῖν, ἀλλὰ καὶ τοῖς ἄλλοις προκεῖσθαι καὶ
διδόναι ἀρύεσθαι οἷα δή τις ‘κρατὴρ‘ τῶν ναμάτων ‘ὑπερχειλήσ‘ διὰ ταῦτα καὶ σοφίας τῆς θύραθεν ἅπτομαι, οὐχ ὅση θεωρητικὴ μόνον, ἀλλὰ καὶ ὅση πρὸς ἱστορίαν καταβαίνει150
1870καὶ ποίησιν. καὶ γὰρ καὶ περὶ ποιημάτων πρὸς ἐνίους τῶν ὁμιλητῶν φθέγγομαι καὶ περὶ Ὁμήρου καὶ Μενάνδρου καὶ Ἀρχιλόχου, Ὀρφέως τε καὶ Μουσαίου καὶ ὁπόσα καὶ τὸ θῆλυ ᾖσαν, Σιβύλλαι τε καὶ ‘Σαπφὼ ἡ μουσοποιόσ‘, Θεανώ τε καὶ ἡ Αἰγυπτία σοφή.
1875 Πολλοὶ δέ με καὶ περὶ τῶν ἐν αὐτοῖς ὀνομάτων κατελιπάρησαν, ὥστ’ εἰδέναι τί τὸ ἀκράτισμα, τί τὸ ἄριστον τί δὲ τὸ ἑσπέρισμα καὶ τίς ἡ δορπὶς καὶ ἡ ἐν τοῖς δείπνοις ἰσαία καὶ τίνες μὲν ἐν ἔπεσι συνεγράψαντο, τίνες δὲ τῇ καταλογάδην λέξει ἐχρήσαντο καὶ τίς ἡ παρ’ Ὁμήρῳ ὄρ‐
1880χησις καὶ ὅλως τίς ὁ παρὰ τῷ ποιητῇ ἡρωϊκὸς βίος, τί τε ‘ὀψοφαγία καὶ‘ τί ‘πολυτέλεια‘ καὶ τίς ἡ τῶν ἀκροδρύων χρῆσις καὶ ἡ ἀρχαιοτέρα τῶν Τρωϊκῶν, τί τε τὸ νέκταρ καὶ ἡ ἀμβροσία καὶ τὸ πρόπομα καὶ τὸ ὑπὸ γῆν γεράνιον καὶ ἡ ἐγγεοτόκος γένεσις. ἐῶ λέγειν ὁπόσα μοι παρέχουσι
1885πράγματα, τίς ὁ Ἄλεξις καὶ ὁ Μένανδρος καὶ ὁ ‘αὐτόσιτοσ‘ Κρώβυλος καὶ ὁ Κλήσαφος καὶ εἴ τις ἕτερος ποιήσει λεγόμε‐ νος χρήσασθαι. Πολλοὶ δέ με καὶ εἰς θεραπείαν σωμάτων καταναγκά‐ ζουσι καὶ χρῆσιν ἀπαιτοῦσι καὶ τὴν πρὸ τούτων διάγνωσιν·
1890διὰ ταῦτα ἡ πᾶσά μοι περὶ τοῦτο τέχνη πεφιλοσόφηται, ἵνα μὴ τοῖς καθ’ ἕκαστον ἐπεξέρχωμαι. πολλοὶ δέ με οὐ λόγοις μόνον, ἀλλὰ καὶ χερσὶν αὐταῖς πρὸς τὴν Ἰταλικὴν σοφίαν κατήγαγον, οὐ τὴν Πυθαγόρειον ἐκείνην φημὶ τὴν φιλόσο‐ φον, ἀλλὰ τὴν φιλόκοινον ταύτην καὶ φιλόϋλον ἀτεχνῶς, ὥστε
1895περὶ ἀγωγῶν τι λέγειν ἰδιωτικῶν τε καὶ δημοσίων περί τε
πραγματωδῶν ἀποδείξεων, δουλείας τε καὶ ἐλευθερίας καὶ γάμων νομίμων καὶ οὐ νομίμων καὶ τῶν ἐν τούτοις δωρεῶν καὶ κερδῶν καὶ συγγενείας βαθμῶν καὶ διαθηκῶν, ὁπόσαι στρατιωτικαὶ καὶ ὁπόσαι πολιτικαί, τί τε ἡ ἐγγύη καὶ τί παρὰ151

(1900)

τοῖς πράγμασιν ἡ ἔγγυος δύναται, καὶ τί μὲν ‘ἵππος λακτίζων‘ ἢ βοῦς κερατίζων ἢ δάκνων κύων τῷ δεσπότῃ τῆς ἑαυτῶν κακίας προσαπομόργνυνται, τίς τε ὁ νόμιμος κανὼν καὶ διὰ τί ψεύδεται τοὔνομα, ἥ τε κληροδοσία καὶ ὁ ἀνιὼν καὶ ὁ κατιών, ὅ τε φυσικὸς παῖς καὶ ὁ νόθος, καὶ τί ἕκαστον τῶν ῥημάτων
1905δεδύνηται, καὶ τίς ἡ ὕβρις καὶ εἰς πόσα διῄρηται, πόσος τε ἑκάστῃ τῶν ἀγωγῶν χρόνος ἀφώρισται. εἶτά με τούτοις προσ‐ τρίβοντες ὥσπερ ἐν φιλοσοφίᾳ τοὺς λόγους τῶν νενομοθετη‐ μένων εἰσπράττουσιν. Οὐκ ἀφιᾶσι δὲ καὶ περὶ σταδίων τῆς οἰκουμένης
1910ἀνερωτῶντες καὶ πόσον μὲν τῶν ἀοικήτων τὸ μέτρον, πόσον δὲ τοῦ πέμπτου μέρους καὶ οἰκουμένου. ἀνάγκην γοῦν ἔχω τὸ ξύμπαν τούτοις γεωγραφεῖν καὶ διορθοῦν αὐτοῖς ἢ ἀναπληροῦν τὸ ἐλλελειμμένον τῆς γεωγραφίας πινάκιον καὶ ὁπόσα Ἀπελλῇ τε καὶ Βίωνι καὶ Ἐρατοσθένει περὶ τούτων ἐς τὸ
1915ἀκριβὲς πεπραγμάτευται· τοὺς δὲ παρ’ Ἕλλησι μύθους οὐδ’ ἐπαυσάμην τούτοις ἀλληγορῶν, οἱ δέ με καὶ οὕτως ἀνθέλκουσι καὶ σπαράττουσι τῆς ἐμῆς γλώττης μόνης ἐρῶντες καὶ τῆς ψυχῆς ὡς ‘περιττότερόν τι τῶν ἄλλων‘ εἰδυίας. 31. Ἐμοὶ δέ, ὦ μῆτερ, ἀφωσίωται οὗτος ὁ βίος, ὁ δ’
1920ἕτερος τεθησαύρισται πρὸς ὃν ἐκ πολλοῦ δραμεῖν ἐπείγομαι. εἰ καὶ πολλοῖς ἔτι ἀγκίστροις τεθήραμαι, βασιλεῖ ἀπρὶξ ἡμῶν δραττομένῳ καὶ πρὸς τοὺς προηγησαμένους περὶ ἡμῶν ἀντερίσαντι καὶ νικήσαντι τῇ τε ἄλλῃ τιμῇ καὶ λαμπρότητι καὶ τῷ ‘προκεκρίσθαι τῶν ἄλλων‘ ὑπὲρ τοὺς ἄλλους, ὅσοι καὶ νῦν
1925καὶ πρῴην τῶν αὐτῶν λόγων συμμετειλήφασιν ἢ τὴν
κοινωνίαν αὐτῶν προσειλήφασιν. εἰ γάρ τοι καὶ τὸ σχῆμα καὶ ὁ τρίβων ἄμικτά πως καὶ βασιλεῖ καὶ τοῖς περὶ βασιλέα δοκεῖ, ἀλλ’ 〈οὐχ〉 ἡμῖν ταῦτα μόνοις κεκαινοτόμηται, καὶ ἥδιστά πως δοκεῖ οὐ τοῖς κοινωνικοῖς μόνον, ἀλλὰ καὶ τῶν ἀκοινωνήτων τοῖς152
1930πλείοσιν. εἰ δέ μοι τὸ ἦθος προσήρμοσε τοῖς διαφόροις καιροῖς, ἄλλοι περὶ τούτου φιλοσοφείτωσαν, ἐμοὶ γοῦν ηὐτομάτισται. καὶ ἵλαθι ἄνωθεν ταύταις δή μοι ταῖς ἐκτροπαῖς, μᾶλλον δὲ πρὸς τὴν ἀνάγουσαν πρὸς Θεὸν μετάκλινον καὶ ἀπεύθυνον, καὶ δίδου καθαρῶς ‘τοῦ εὐαγγελικοῦ βίου‘ κατατρυφᾶν, τῆς
1935κεκρυμμένης ζωῆς ἐν Θεῷ. εἶτα δὴ καὶ τοῦ τῆς ἀρετῆς νάμα‐ τος παρασχοῦσα πιεῖν ὁπόσον ἡμῖν τοῦ ῥείθρου ἐνδόσιμόν τε καὶ χωρητόν, μετὰ ταῦτα δέξαιο μεταστάντας καὶ πλήρωσον ταῖς πρὸς τὸ Θεῖον παρρησίαις σου καὶ δεήσεσι τῆς πρώτης
καὶ θείας τῶν νοουμένων πηγῆς.153