TLG 2702 015 :: Michael PSELLUS :: Poemata

Michael PSELLUS Polyhist., vel Constantinus Psellus vel Constantius Psellus vel Michael Psellus Minor
(Constantinopolitanus: A.D. 11)

Poemata

Source: Westerink, L.G. (ed.), Michaelis Pselli poemata. Stuttgart: Teubner, 1992: 1–464.

  • Didactica maiora (poem. 1–9): pp. 1–233
  • Didactica minora (poem. 10–15): pp. 233–238
  • Ad imperatores (poem. 16–20): pp. 238–258
  • Invectiva (poem. 21–22): pp. 258–276
  • Canones liturgici (poem. 23–24): pp. 277–294
  • Epigrammata (poem. 25–52): pp. 294–302
  • Spuria (poem. 53–92): pp. 303–464

Citation: Poem — (line)

1

(1t)

Τοῦ ὑπερτίμου κυροῦ Μιχαὴλ τοῦ Ψελλοῦ πρὸς τὸν βασιλέα Μονομά‐
2tχον
1 Οὐκ ἔστι τὸ ψαλτήριον, δέσποτά μου, βιβλίον, ὡς οἱ πολλοὶ νομίζουσι πάντως ἐξ ἀγνωσίας, ἀλλ’ ἦν τὸ πρὶν δεκάχορδον ὄργανον, ὡς κιθάρα, ψαλτήριον καλούμενον ἐξ ἐτυμολογίας
5ἀπὸ τοῦ τὰ ψαλλόμενα τηρεῖν τοὺς μελῳδοῦντας· πρὸς τοῦτο τὸ ψαλτήριον οἱ ψαλμοὶ τοῦ προφήτου ἐμελῳδοῦντο σύμπαντες ἐμμέτρως γεγραμμένοι. ὕστερον δὲ τὸ σύνταγμα τῶν ψαλμῶν συντεθέντων ψαλτήριον ὠνόμασται ὡς ἐκ μετωνυμίας.
10ἔχει δὲ τὸ ψαλτήριον ψαλμούς, αἴνους καὶ μέλη. ἔχουσι δ’ ἐπιγράμματα τοὺς σκοποὺς προδηλοῦντα δύσκολα καὶ δυσνόητα· τούτων τὴν γνῶσιν μάθε. Τὰ πλείω δ’ ἀνεπίγραφα τυγχάνει παρ’ Ἑβραίοις· εὐθὺς ὁ πρῶτος τῶν ψαλμῶν ἐπιγραφὴν οὐκ ἔχει,
15οὕτω μοι καὶ τὸν δεύτερον ἀνεπίγραφον ἔχε· σὺ δέ μοι μόνους μάνθανε τοὺς ἐπιγεγραμμένους. Τοῦ τρίτου τὴν ἐπιγραφὴν οὕτως εὑρήσεις, ἄναξ· ‘ψαλμὸς Δαυίδ, ὅτ’ ἔφευγεν Ἀβεσαλὼμ τὸν παῖδα.‘ ὁ γὰρ υἱὸς Ἀβεσαλὼμ ἀσύνετος τυγχάνων
20ὤδινεν ἐπανάστασιν κατὰ πατρὸς ἀθρόαν· ὃν ὁ Δαυὶδ καταπλαγεὶς ἀπέδραμεν εὐθέως καὶ φεύγων καὶ θλιβόμενος ᾄδει θεῷ τὸν θρῆνον. Ἐπιγραφὴν ὁ τέταρτος ‘εἰς τέλοσ‘ ἔχει μόνον, νενικηκὼς γὰρ τὸν ἐχθρὸν ἐν τέλει τοῦ τροπαίου
25ψαλμὸν ποιεῖται τῷ θεῷ μετ’ ᾠδῆς μελιρρύτου, ‘ἐν θλίψει‘ γὰρ ‘ἐπλάτυνασ‘, φησίν, ‘εἰσήκουσάς μου‘· ἢ πάλιν τέλος νόησον ἔξοδον τὴν ἐντεῦθεν. Ὁ πέμπτος ‘εἰς τὸ τέλοσ‘ δὲ ‘ὑπὲρ κληρονομούσησ‘· κληρονομοῦσα δέ ἐστι τοῦ θεοσδότου κλήρου
30ἡ σύμπασα τῆς ἐθνικῆς μερίδος ἐκκλησία,
ἡ κληρονόμος αὕτη γὰρ ἐν τέλει τῶν αἰώνων. Ὁ ἕκτος ἐπιγέγραπται μόνον ‘ὑπὲρ ὀγδόησ‘, ἤτοι τῆς ἀναστάσεως τοῦ μέλλοντος αἰῶνος· ἕβδομος γὰρ ὁ νῦν καιρός, ὄγδοος δ’ αὖ ὁ μέλλων.
35‘μὴ τῷ θυμῷ σου‘ γάρ φησιν ‘ἐλέγξῃς με, Χριστέ μου‘· ὁρᾷς ὀδύνης ῥήματα φοβεροῦ κριτηρίου; Ὁ ἕβδομος ἐπιγραφὴν ἔχει τοιαύτην, ἄναξ· ‘ὃν ᾖσεν ὑπὲρ τοῦ Χουσὶ Ἰεμενεῖ κυρίῳ.‘ τοῦ γὰρ παιδός, ὡς εἴρηται, Ἀβεσαλὼμ μανέντος
40καὶ τοῦ προφήτου τοῦ Δαυὶδ τὸ τάχος ἀποδράντος, εἷς ὢν τῶν φίλων ὁ Χουσὶ τοῦ θαυμαστοῦ προφήτου τρέχει πρὸς τὸν Ἀβεσαλὼμ φυγὼν ἐν ὑποκρίσει καὶ πείθει παραστρατηγῶν τὸν τύραννον ἐκεῖνον μὴ κατὰ πόδας ἕπεσθαι τῷ πατρὶ πεφευγότι,
45ἀλλὰ συντάττειν πόλεμον καὶ στρατὸν συναθροίζειν· κἀντεῦθεν ἀναπνεύσαντα τὸν Δαυὶδ ἱστορεῖται συστῆσαι πόλεμον αὐτῷ καὶ καθελεῖν εἰς τέλος. ποιεῖται γοῦν ὑπὲρ Χουσὶ ψαλμὸν εὐχαριστίας. ‘Ὑπὲρ ληνῶν‘ ἐπίγραμμα ψαλμὸς ὄγδοος ἔχει·

1

(50)

ληνοὶ γὰρ θεοπάτητοι τῶν ἐθνῶν ἐκκλησίαι, τὸ γλεῦκος ἀποστάζοντες τὸ τῶν εὐαγγελίων. Ὁ δ’ ἔνατος ἀπόρρητος· ‘ὑπὲρ‘ γὰρ ‘τῶν κρυφίων τῶν τοῦ υἱοῦ‘ τὴν θαυμαστὴν ἐπιγραφὴν λαμβάνει. υἱοῦ δὲ τίνα κρύφια; ἡ κένωσις τοῦ λόγου·
55κρυφίως. γὰρ ταπείνωσιν τὴν κατάβασιν λέγει. ‘ἴδε‘ γὰρ ‘τὴν ταπείνωσιν‘, φησὶ πρὸς τὸν πατέρα, ‘ὁ τοῦ θανάτου τῶν πυλῶν ὑψῶν με παραδόξως.‘
οἱ δ’ ‘εἰς τὸ τέλοσ‘ σύμπαντες ἐπιγραφὴν λαβόντες ἢ τὸ ἐν τέλει τρόπαιον δηλοῦσι παραδόξως
60ἢ τὸ κοινὸν καὶ γνώριμον τέλος τὸ τοῦ θανάτου. Ὁ δὲ πεντεκαιδέκατος ἔχει ‘στηλογραφίαν‘, ὅπερ ἐστὶ τὸ τρόπαιον, τῶν πράξεων ἡ στήλη. Τῷ μετ’ αὐτὸν ἐπιγραφὴ ἡ ‘προσευχὴ‘ τυγχάνει. ψαλμὸς οὗτος ἀρρύθμιστος, ἐν θλίψει γεγραμμένος·
65‘εἰσάκουσόν μου, κύριε, καὶ πρόσσχες τῇ δεήσει.‘ Τὸν δ’ αὖ ἑπτακαιδέκατον μελῳδεῖ τῷ δεσπότῃ, ὅταν ἐρρύσθη τῶν ἐχθρῶν καὶ τοῦ Σαοὺλ ἐκείνου· οὕτως γὰρ ἐπιγέγραπται σαφῶς καὶ πολυστίχως. Τὸν δ’ εἰκοστόπρωτον ψαλμὸν αὐτὸς ὁ λόγος ᾄδει,
70κρυφίως δ’ ἐπιγέγραπται καὶ συγκεκαλυμμένως ‘ὑπὲρ τῆς ἀντιλήψεως ἐν τέλει τῆς πρωΐασ‘. ἑωθινὴ δ’ ἀντίληψις ἡ κένωσις τοῦ λόγου, ὡς ὄρθρος ἐπιλάμψασα πᾶσι τοῖς ἐν τῷ σκότει· ‘ὤρυξαν‘ γάρ φησι σαφῶς ‘καὶ χεῖράς μου καὶ πόδας.‘
75 Ὁ δ’ εἰκοστότριτος ψαλμὸς ‘τῆς μιᾶς τῶν σαββάτων‘ ἤτοι τῆς ἀναπαύσεως τῆς μιᾶς τῶν σαββάτων. ἅπαξ γὰρ καταβεβηκὼς ἀνέπαυσε τὴν κτίσιν, πολλῶν γὰρ ἀναπαύσεων αὕτη τιμιωτέρα. Ὁ δ’ ἕκτος πρὸς τοῖς εἴκοσι ψαλμὸς ‘πρὸ τοῦ χρισθῆναι‘,
80πρὸ τοῦ χρισθῆναι γάρ φησι χρίσματι βασιλείας. χρίσεις δὲ τρεῖς γινώσκομεν τοῦ θαυμαστοῦ προφήτου·
ἐν Βηθλεὲμ ἐκ Σαμουήλ, ἐν Χεβρὼν ἐξ ὀλίγων, τὴν τρίτην ὑπὸ ξυμπασῶν τῶν φυλῶν γενομένην· πρὸ τοῦ χρισθῆναι τοιγαροῦν τὴν τρίτην ἴσως χρῖσιν
85ὁ μελουργὸς ἐξέθετο Δαυὶδ τὸ ῥηθὲν μέλος. Τὸν δ’ εἰκοστόγδοον ψαλμὸν ‘ἐξόδου σκηνῆσ‘ γράφει, ἡ δὲ ‘σκηνὴ καὶ ἔξοδοσ‘ (ἀμφότερα γὰρ κεῖται)· δηλοῖ δ’ ἑκάστη τῶν γραφῶν τοῦ σώματος τὴν λύσιν, ἐξόδιος σκηνὴ καὶ γὰρ ὁ θάνατος τυγχάνει.
90 Τὸν δέ γε μετ’ αὐτὸν ψαλμὸν ‘ἀνοικισμὸν οἰκίασ‘, τοῦτ’ ἔστιν ἀνοικοδομὴν τῆς νέας ἐκκλησίας. Ὁ δ’ ἐφεξῆς ‘ἐκστάσεωσ‘ ἐπιγραφὴν λαμβάνει· τῆς ἐκκλησίας γάρ, φησι, τῆς θείας καινισθείσης ἐξέστημεν θαυμάσαντες τὰ τῆς οἰκονομίας.
95 Ὁ δὲ τριακοστόπρωτος ‘συνέσεωσ‘ τυγχάνει· συνῆκε γὰρ προφητικοῖς ὄμμασιν ὁ προφήτης τὴν ἄρρητον κατάβασιν τοῦ θείου μυστηρίου. Ὁ δὲ τριακοστότριτος πολύστιχος τυγχάνει· ‘ψαλμὸσ‘ γὰρ ‘τῷ Δαυίδ‘ φησιν, ‘ὁπόταν δι’ ἀνάγκην

1

(100)

τὸ πρόσωπον ἠλλοίωσεν ἐπὶ τοῦ Ἀβιμέλεχ, ὁ δὲ πεισθεὶς ἀπέλυσε φεύγοντα τὸν προφήτην.‘ φεύγων γὰρ οὗτος τὸν Σαοὺλ ἦλθεν εἰς Ἀβιμέλεχ ἱερουργὸν τυγχάνοντα τότε τῶν κατὰ νόμον· εἶτα καὶ ψεῦδος εἴρηκεν ὡς φοβηθεὶς ἁλῶναι,
105μὴ γὰρ φυγεῖν, ἀλλ’ ἐπελθεῖν κελεύσματι δεσπότου.
τὴν γοῦν ὑπόκρισιν αὐτὴν ἀλλοίωσιν εἰρήκει. Ὁ δὲ τριακοσθέβδομος ‘ἀνάμνησιν σαββάτου‘ ἤτοι τῆς ἀναπαύσεως ἀνάμνησιν τῆς θείας. Τὸ δ’ ‘εἰς τὸ τέλος, Ἰδιθούμ, ᾠδὴ Δαυίδ‘ σὺ νόει,
110ὡς χοροψάλτης οὗτος ἦν Ἰδιθοὺμ κεκλημένος, ᾧ τὸν ψαλμὸν ἀνέθετο μελῳδεῖν ὁ προφήτης. Τοῦτο καὶ ‘τοῖς υἱοῖς Κορὲ εἰς σύνεσιν‘ τυγχάνει· ἐχοροψάλτουν ἄμφω γὰρ τοὺς ψαλμοὺς μελῳδοῦντες, οἷς ὁ ψαλμὸς ἐκδέδοται πρὸς γνῶσιν ἀπορρήτων.
115 Τὸ δ’ ‘ὑπὲρ ἀλλοιώσεως τῆς μελλούσης ἐν τέλει υἱοῖς Κορὲ εἰς σύνεσιν, ᾠδὴ τοῦ ποθουμένου‘ ἐγκύψας εἰς τὰ κρύφια οὕτως ἐφερμηνεύσεις· ᾠδὴ τοῦ λόγου καὶ θεοῦ Δαυὶδ τοῦ νοουμένου ὑπὲρ τῆς ἀλλοιώσεως τῶν παρηνομηκότων
120δοθεῖσα τοῖς υἱοῖς Κορὲ εἰς σύνεσιν τοῦ λόγου. Τὸ δὲ ‘ψαλμὸς υἱοῖς Κορὲ δευτέρας τῶν σαββάτων‘ εἰς σάββατον ἀνάπαυσις πνευματικὴ τυγχάνει. βαθμός τίς ἐστιν ἀρετῆς ἡμέρα τοῦ σαββάτου· πρώτη γάρ ἐστιν ἀρετὴ δευτέρα τε καὶ τρίτη,
125ἡ πρακτικὴ καὶ φυσικὴ καὶ ἡ τῆς θεωρίας· ἡ φυσικὴ γοῦν ἀρετὴ δευτέρα τῶν σαββάτων, καθ’ ἣν τοὺς λόγους ἔγνωμεν τῶν ἁπάντων κτισμάτων. Ὁ δὲ πεντηκοστὸς ψαλμὸς δῆλος ἐξ ἱστορίας· βραχὺ γὰρ ῥαθυμήσαντος τοῦ θαυμαστοῦ προφήτου
130καὶ φθείραντος Βηρσαβεέ, γυναῖκα τοῦ Οὐρίου, εἰσῆλθε Νάθαν πρὸς αὐτὸν ἐλέγχων παρρησίᾳ. Ὁ δὲ πεντηκοστόπρωτος μέμνηται ἱστορίας·
ὁ Ἰδουμαῖος γὰρ Δωὴκ μισοδαυὶδ τυγχάνων, ἐπιτηρήσας φεύγοντα καὶ πρὸς τὸν Ἀβιμέλεχ
135ἐλθόντα καὶ παραψυχῆς τινος ἀξιωθέντα, προσήγγειλε τὸ γεγονὸς τῷ Σαοὺλ ὡς δεσπότῃ. ἔστι δ’ ἴσως καὶ πρόρρησις ἀληθὴς εἰς Ἰούδαν προδόντα τὸν διδάσκαλον, Δαυὶδ ὄντως τὸν νέον. ‘εἰς τέλοσ‘ γὰρ ‘συνέσεωσ‘ ἐστὶ τὸ γεγραμμένον·
140συνῆκε γὰρ προφητικῶς τὴν ἐν τῷ τέλει πρᾶξιν. Ὁ πεντηκοστοδεύτερος ἔχει τι καὶ ξενίζον· ‘ὑπὲρ‘ γὰρ ‘μααλέθ‘ φησι ‘συνέσεως ἐν τέλει.‘ ἔστι δ’ ἡ λέξις Ἑβραΐς, σημαίνει δὲ χορείαν. ὑπὲρ χορείας τοιγαροῦν τῶν θείων ἀποστόλων,
145ὅπερ συνῆκεν ὁ Δαυὶδ πρὸ τοῦ τέλους ἐν τέλει. Ὁ δὲ πεντηκοστότριτος ἱστορεῖ τι συντόμως· φυγόντα γάρ ποτε Δαυὶδ εἰς πόλιν τῶν Ζιφαίων καὶ παρ’ αὐτοῖς κρυπτόμενον ὡς φαινομένοις φίλοις, τοῦτον οἱ πονηρότατοι τῷ Σαοὺλ προδιδοῦσι.

1

(150)

Καὶ ὁ πεντηκοστόπεμπτος μέμνηται ἱστορίας. τοῦ γὰρ Σαοὺλ βασκαίνοντος δυσμενῶς τῷ προφήτῃ πολλάκις ἀπεδίδρασκεν οὗτος τὸν τυραννοῦντα· ὅθεν ποτὲ καὶ πεφευγὼς εἰς πόλιν ἀλλοφύλων, ἥτις Γὲθ ἐπωνόμαστο, καὶ φοβηθεὶς ἁλῶναι
155μανίαν ὑποκρίνεται καὶ διέδρα πανσόφως. ταύτην οὖν ἀνεστήλωσε τὴν πρᾶξιν τῷ δεσπότῃ καὶ στήλην ἐπεγράψατο καὶ κοινὸν ᾄδει μέλος ‘ὑπὲρ λαοῦ τοῦ δυστυχοῦς καὶ θεοῦ μακρυνθέντοσ‘. ‘ἐλέησόν με‘ γάρ φησιν, ‘ὁ θεός, φιλανθρώπως,
160ὅτι με κατεπάτησεν ἄνθρωπος ἀναξίως.‘
Καὶ ὁ πεντηκοστόεκτος ἱστορεῖ τι λανθάνον. ὁ γὰρ Δαυὶδ κρυπτόμενος τὸν Σαοὺλ μεμηνότα, δεινῶς καταδιώκοντα φεύγοντα τὸν προφήτην, ὑπό τι σπήλαιον βαθὺ κρύπτεται λανθανόντως.
165‘στηλογραφίαν‘ οὖν αὐτὴν τὴν πρᾶξιν ὀνομάζει, ἀλλ’ ‘εἰς τὸ τέλοσ‘ ἔφησε ‘μηδαμῶς διαφθείρῃσ‘, ὅπερ ἐστὶ παράγγελμα τοῖς ἀγωνιζομένοις μὴ ἐκκακεῖν ταῖς θλίψεσι μήτε μὴν πρὸς τῷ τέλει πίπτειν πρὸς τὴν ἀπόγνωσιν καὶ φθείρειν τοὺς ἀγῶνας.
170 Καὶ ὁ πεντηκοστόγδοος τὴν αὐτὴν γραφὴν ἔχει, ᾄδει δὲ τοῦτον τῷ θεῷ ἐν συνοχῇ καρδίας, ὁπηνίκα κατέφυγεν εἰς τὸν πατρῷον οἶκον καὶ γνοὺς Σαοὺλ διέλαβε κύκλωθεν τὴν οἰκίαν, ὁ δὲ λαθὼν ἀπέδρασε τὰς τυραννούσας χεῖρας.
175 Ὁ δὲ πεντηκοστένατος ἐστὶ παρ’ ἱστορίαν· ‘ὁπότε‘ γὰρ ‘ἐνέπρησε τὴν Μεσοποταμίαν καὶ τὴν Συρίαν τὴν Σωβὰλ καὶ τὸν Ἐδὼμ ἀνεῖλε διὰ χειρὸς τοῦ Ἰωάβ, δώδεκα χιλιάδας, εἰς τῶν ἁλῶν τὴν φάραγγα‘· πρόσκειται δ’ ‘εἰς τὸ τέλος,
180ὑπὲρ τῆς ἀλλοιώσεως, ὡς πρὸς στηλογραφίαν‘. οὐδὲν δὲ τούτων γέγραπται ἐν Τετραβασιλείῳ, ἀλληγορίας τοιγαροῦν ὁ λόγος ἀξιούσθω. σωματική ἐστι ζωὴ ἡ Μεσοποταμία, τοῖς ἐμπαθέσι ποταμοῖς, φεῦ, περικλυζομένη,
185ἣν ἐνεπύρισε Χριστὸς ὁ δι’ ἡμᾶς πτωχεύσας, καὶ τὴν Συρίαν τὴν Σωβάλ, τοὺς δουλωθέντας βίῳ. τὸ γὰρ σωβὰλ ἑπτά ἐστι, καὶ πᾶς θεῷ δουλεύων
ὡς Ἰωὰβ ὑπήκοον τὴν φύσιν προσλαμβάνει· ἁλῶν γὰρ φάραγξ πέφυκεν ἡ τῶν παθῶν κοιλότης,
190καὶ χιλιάδες δώδεκα φύσις ἐστὶ καὶ χρόνος, ὁ χρόνος ἑβδοματικός, πενταδικὴ δ’ ἡ φύσις, ταῖς πέντε γὰρ αἰσθήσεσιν ἡ φύσις διοικεῖται. Ὁ δ’ ἑξηκοστοδεύτερος τὴν φυγὴν ἀναγράφει, ὁπόταν καταπέφευγεν εἰς χώραν Ἰδουμαίων.
195 Ὁ δ’ ἑξηκοστοτέταρτος ἐσόμενα προγράφει, ὑπὲρ Ἱερεμίου γὰρ καὶ τοῦ λοιποῦ προφήτου, ὃς Ἰεζεκιήλ ἐστι, καὶ τῶν τῆς παροικίας, ὁπότε δορυάλωτοι ἤγοντο πρὸς Περσίδα, ὅπερ ἐσχάτως γέγονε, κρατοῦντος Σεδεκίου·

1

(200)

ἀλλ’ ὁ Δαυὶδ προφητικοῖς ὄμμασι προκατεῖδε τὸν πόλεμον, τὴν ἅλωσιν καὶ τὰ τῆς παροικίας. Ὁ δέ γ’ ἑξηκοστόπεμπτος σαφῶς οὑτωσὶ λέγει· ‘ᾠδὴ τῆς ἀναστάσεωσ‘ ἤτοι τῆς τοῦ κυρίου· καὶ δῆλον, ‘ἀλαλάξατε, πᾶσα‘ γάρ φησι ‘κτίσισ‘.
205 Ὁ δέ γε ‘εἰς ἀνάμνησιν τοῦ σῶσαί με‘ προλέγει, ἔστι δ’ ἑξηκοστένατος, ὥσπερ δ’ ἀναμιμνήσκει τὸ τοῦ θεοῦ φιλάνθρωπον τῆς κοινῆς σωτηρίας. Ὁ δὲ Ἰωναδὰβ υἱὸς ἐστί τις χοροψάλτης, ὃς δὴ τὸν ἑβδομήκοστον ᾖσε ψαλμὸν τῷ λόγῳ.
210‘ὑπὲρ τῶν πρώτων‘ δέ φησι ‘συναιχμαλωτισθέντων‘· ὁ Ναβουχοδονόσορ γὰρ ὁ Περσῶν αὐτοκράτωρ τρισσάκις ᾐχμαλώτισε τὴν πόλιν Ἰουδαίων, ὁ δὲ ψαλμὸς προϊστορεῖ τὴν ἅλωσιν τὴν πρώτην. Ὁ δ’ ἑβδομηκοστόπρωτος ‘ὑπὲρ τοῦ Σολομῶντοσ‘,
215οἶμαι τοῦ καθ’ ἡμᾶς, Χριστοῦ τοῦ εἰρηνικωτάτου.
Ἐν δ’ ἑβδομηκοστῷ ψαλμῷ φημὶ δὴ καὶ δευτέρῳ ἐπίγραμμα ‘ἐξέλιπον οἱ ὕμνοι τοῦ προφήτου, ψαλμὸς Ἀσάφ‘, ὅπερ ἐστίν, ὡς μέχρι τούτων ᾄσας οἰκείῳ στόματι Δαυὶδ τὰ γεγραμμένα μέλη
220ὕστερον γράφων ἔλεγε ταῦτα τοῖς χοροψάλταις, τῷ Ἰδιθούμ, Ἀσάφ, Αἰμάν, τοῖς ἐπιγεγραμμένοις, νῦν μὲν ‘εἰς τὸν Ἀσσύριον‘, τὸν Ναβουχοδονόσορ, νῦν δ’ ‘ὑπὲρ ἀλλοιώσεωσ‘, ὑπὲρ ἧς προειρήκει, στρέφων τὸν λόγον εὐφυῶς καὶ μέλεσι ποικίλλων·
225περιττὸν οὖν πολυλογεῖν τὰ προηρμηνευμένα. Πλὴν ὅπου κεῖται ‘προσευχή‘, δηλοῖ τὸ δίχα μέλους· ὅπου δὲ πρόσκειται ‘Μωσεῖ‘, μέμνηταί τινος πάντως ἐπὶ τῷ κατ’ αὐτὸν καιρῷ ἀνθρώπου σεβασμίου. Τὰ σάββατα δ’ ἡρμήνευσεν ἐν ψαλμοῖς διαφόροις·
230ὅπου δὲ μέμνηται ψαλμὸς ‘σαββάτου τοῦ προτέρου, ὅταν ἡ γῆ κατῴκιστο‘, τὴν πρώτην παρουσίαν προγράφει τὴν δεσποτικήν, ὅταν πᾶν κατῳκίσθη. Ψαλμὸς δ’ ‘ἐξομολόγησιν‘ ἔχων προγεγραμμένην εὐχαριστίας δήλωσιν ἔχει καὶ θυμηδίας·
235τῆς ἐξομολογήσεως διττὴ γὰρ σημασία. Ὁ δ’ ἔχων ‘προσευχὴν πτωχοῦ, ὅταν ἀκηδιάσῃ καὶ τοῦ θεοῦ κατέναντι τὴν δέησιν ἐκχέῃ‘ λέγει μέν τι καὶ πρόδηλον, λέγει καὶ κεκρυμμένον· πτωχὸν γὰρ κατωνόμασε τὸν πλούσιον δεσπότην,
240τὸν δι’ ἡμᾶς πτωχεύσαντα μέχρι καὶ τῶν ἐσχάτων, ὃς ἄνθρωπος γενόμενος πολλάκις ἠκηδία
καὶ τῷ πατρὶ τὴν δέησιν ὡς ἄνθρωπος προσῆγεν. Οἱ δὲ τὸ ‘ἀλληλούια‘ μόνον προγεγραμμένοι δηλοῦσιν ὡς τὴν αἴνεσιν τῷ θεῷ προσακτέον·
245τὸ μὲν γὰρ ‘ἴα‘ τὸν θεὸν Ἑβραϊκῶς σημαίνει, τὸ δ’ ‘ἀλληλοὺ‘ τὴν αἴνεσιν δηλοῖ τὴν τοῦ δεσπότου. Οἱ δέ γε ‘τῶν ἀναβαθμῶν‘ ψαλμοὶ τὴν ἐκ Περσίδος δηλοῦσιν ἐπανάβασιν τῶν αἰχμαλωτισθέντων ἐπὶ τοῦ Κύρου πρότερον, εἶτ’ ἐπὶ τοῦ Δαρείου,

1

(250)

καὶ τέλος ὅτε προὔπεμψε βασιλεὺς Ἀρταξέρξης εἰς Ἰουδαίαν σύμπαντας τοὺς αἰχμαλωτισθέντας. ἀναβαθμοὺς ὠνόμασε ταύτας τὰς ἐπανόδους ὁ ψαλμῳδὸς ὁ πάνσοφος, ὁ θαυμαστὸς προφήτης· ἀναβαθμοὺς δὲ νόησον πνευματικὰς καρδίας
255καὶ τὰς ἐν λόγῳ προκοπὰς τῶν ἀπὸ τῆς κακίας βαινόντων εἰς τὴν ἀρετὴν ὥσπερ ἐκ πολεμίων. Ὅπου δὲ κεῖται ‘Γολιὰθ‘ εἰς προγραφήν, σὺ νόει τὸν ἀντικείμενον ἐχθρόν, ὃν καθεῖλεν ὁ λόγος. Ψαλμὸς δ’ ἔχων ἐπιγραφὴν ‘Ἀγγαίου, Ζαχαρίου‘
260τῶν κατ’ ἐκεῖνο τοῦ καιροῦ προφητῶν μνημονεύει, ὑπὲρ ὧν καὶ συνέθετο τὸν ψαλμὸν ὁ προφήτης. Ὁ μέντοι γε ‘ψαλμὸς Δαυὶδ‘ γενικῶς εἰρημένος, ἐν ἄλλοις δὲ ‘ψαλμὸς Δαυὶδ‘ δοτικῶς λελεγμένος, ἔχει τινὰ διαστολήν, ἣν ἐφερμηνευτέον.
265ὅπου μὲν γὰρ ‘ψαλμὸς Δαυὶδ‘ γενικῶς προεγράφη, αὐτὸς ἐκεῖνος ὁ Δαυὶδ συγγραφεὺς παρεισῆκται· ὅπου δὲ κεῖται δοτικῶς, ἄλλος μὲν ὁ συγγράψας,
ἀνήνεκται δὲ τῷ Δαυὶδ ὥσπερ ἀνάθημά τι. Πρὸς τούτοις μάθε τί δηλοῖ ἡ τῶν διαψαλμάτων
270φωνὴ κειμένη τῶν ψαλμῶν ἐν ἐνίοις πολλάκις. ἔστι γοῦν τὸ διάψαλμα μεταβολὴ τοῦ μέλους· ἐν γὰρ ὀργάνοις μουσικοῖς τῶν ψαλμῶν λεγομένων πολλάκις μετεβάλλοντο εἰς ῥυθμοὺς διαφόρους, ὡς ἐν χορδαῖς, ὡς ἐν φωναῖς, αἱ τῶν μελῶν συνθέσεις.
275ἢ νόησον διάψαλμα μεταβολὴν προσώπου· μελῳδουμένου γὰρ ψαλμοῦ πρός τινος χοροψάλτου ἕτερος ὑπεδέχετο τούτου τὴν ἁρμονίαν, διάψαλμα δ’ ὠνόμασται τὸ διάλειμμα τάχα. Γρηγόριος δ’ ὁ Νυσσαεὺς ἄλλην αἰτίαν λέγει,
280ὡς ἄνωθεν τοῦ πνεύματος ἀεὶ χορηγουμένου τοῖς τοὺς ψαλμοὺς συγγράψασι, ὣς δὲ καὶ μελῳδοῦσιν, ἐγίνετό τις ἔλλαμψις κρείττων καὶ θειοτέρα, πρὸς ἣν ὁ μύστης ἵστατο ὥσπερ ἐκπεπληγμένος. τὴν τοίνυν μεταξὺ τομὴν τῶν μεμουσουργημένων
285ὁ λόγος κατωνόμασε διάψαλμα πανσόφως, ἤτοι τομήν, διάλειμμα, τοῦ μέλους ἡσυχίαν. οἱ δὲ ‘σὲλ‘ ἐπιγράφουσιν ἀντὶ διαψαλμάτων· Ἑβραϊκὴ δ’ ἡ συλλαβή, δηλοῖ δ’ ἀειλογίαν, δηλοῖ καὶ τὰς τοῦ πνεύματος ἀειρρύτους ἐλλάμψεις.
290κἂν γὰρ μικρὸν ἐπαύσατο τῷ ψαλμῳδῷ τὸ μέλος, ἀλλ’ ἡ πνευματικὴ φωνὴ ἦν ἀεὶ φωνουμένη. Ταῦτ’ εἰσαγωγικώτερον, ἄναξ, σοὶ συνοψίσας
δῶρόν σοι προσαγήοχα οἰκεῖον, στεφηφόρε, ζήτημα μὲν βαθύτερον οὐδὲν ἀνακαλύψας—
295οὐδὲν γὰρ ἕτερον Δαυὶδ ἢ θεὸς ὁ πρὸ πάντων, καὶ πᾶς ψαλμὸς θεοῦ φωνή, καὶ πᾶσα μελῳδία ψυχῆς ἐστι κατάστασις—ἀλλὰ ταῦτα σιγήσας, τὰ σύντομα καὶ πρόχειρα τοῖς πολλοῖς συναθροίσας συντόμῳ πάντα καὶ σαφεῖ ἐξηγησάμην λόγῳ.

1

(300)

εἰ δέ γε τοὺς ἀναβαθμοὺς ψάλλεις ἐν τῇ καρδίᾳ, κἀγὼ συναναβήσομαι πρὸς τὰς σὰς ἐπανόδους καὶ γράψω σοι τὴν ἄρρητον τῶν ψαλμῶν θεωρίαν.

2

(1t)

Ἑρμηνεία τοῦ Ἄισματος τῶν ᾀσμάτων διὰ στίχων πολιτικῶν γενομένη
2tπαρὰ τοῦ Ψελλοῦ, πρὸς τὸν βασιλέα Μονομάχον
1Ἐπείπερ τὸ φιλομαθὲς τὸ σόν, ὦ στεφηφόρε,
ἑρμηνευθῆναι γλίχεται τὴν ξένην καὶ ποικίλην τοῦ τῶν ᾀσμάτων Ἄισματος ἐξήγησιν καὶ γνῶσιν, ἰδού σοι τῷ θεσπίσματι πεισθέντες, αὐτοκράτωρ,
5καὶ τὰς ἐλπίδας θέμενοι πρὸς τὸν δεσπότην πάντων, δηλοῦμεν τὴν ἐξήγησιν πᾶσάν σοι τῶν Ἀισμάτων ἐν ἁπλουστάταις λέξεσι καὶ κατημαξευμέναις. Ὁ γὰρ προφήτης Σολομῶν, ὁ πάνσοφος ἐκεῖνος, ὁ παῖς τυγχάνων τοῦ Δαυίδ, ἀλλ’ ἐκ τῆς τοῦ Οὐρίου,
10τρεῖς συνεγράψατό τινας ἐν βίῳ πραγματείας. ἡ μὲν καλεῖται νουνεχῶς τοῖς πᾶσι Παροιμίαι, ἔχουσα παίδευσιν ἠθῶν, παθῶν ἐπανορθώσεις καὶ τῶν πρακτέων συνεχεῖς καὶ θείας ὑποθήκας· ἡ δέ πως Ἐκκλησιαστὴς κέκληται τοῖς ἀνθρώποις,
15τὸ μάταιον διδάσκουσα τὸ τοῦ παρόντος βίου· ἡ δέ γε τρίτη συνεχῶς ἐκείνου πραγματεία αὕτη τυγχάνει, δέσποτα, τὸ τῶν ᾀσμάτων Ἆισμα, τὸν τρόπον καταγγέλλουσα ποικιλοτρόπως ἄγαν τῆς τελειώσεως αὐτῆς ψυχῶν τῶν τῶν ἀνθρώπων,
20ἀλλ’ ὡς ἐν σχήματί τινι σεμνῷ νυμφοστολίας. σοφῶς γὰρ ὑποτίθησι τὸν μὲν Χριστὸν νυμφίον, νύμφην δὲ πάλιν τὴν ψυχὴν ἐρῶσαν τοῦ νυμφίου
καὶ πτερουμένην ἔρωτι τῷ τούτου κατὰ κράτος καὶ πρὸς ἐκείνου τὰς μονὰς ἀνιπταμένην τάχα.
25ἔχει δ’ ἐμφάσεις καί τινας περὶ τῆς ἐκκλησίας. Ἀλλ’ ἀπαρξώμεθα λοιπὸν σύν γε θεῷ τῶν λόγων. φησὶν ἡ νύμφη παρευθὺς πρὸς τοὺς ἀγγέλους τάδε, οὓς θυγατέρας τῆς Σιὼν ἐκάλεσεν ὁ λόγος·
29-49l1μέλαινά εἰμι καὶ καλή, θυγατέρες Ἱερουσαλήμ, ὡς σκηνώματα Κηδάρ,
29-49l2ὡς δέρρεις Σολομῶντος [1, 5].
29Ταῦθ’ ὁμιλεῖ τὸ πρώτιστον ἡ νύμφη τοῖς ἀγγέλοις·
30χρὴ γὰρ αὐτὰ τὰ ῥήματα τῆς νύμφης προτιθέναι καὶ μηδαμῶς στιχοπλοκεῖν ταῦτα καὶ μεταλλάττειν. Ἀκούσατέ μου τῆς φωνῆς, φησίν, ὦ θυγατέρες τῆς ἄνω Ἱερουσαλὴμ τῆς σεβασμιωτάτης. ὁμοῦ γὰρ ἔγωγε καλὴ καὶ μέλαινα τυγχάνω·
35μέλαινα μὲν ὡς τοῦ Κηδὰρ σκήνωμα πρὶν φανεῖσα, φημὶ δ’ ἐκ παραβάσεως τῆς ἐντολῆς τῆς πρώτης (ὁ γὰρ Κηδὰρ ὁ ζοφερὸς λέγεται καὶ σκοτώδης), καλὴ δὲ πάλιν πέφυκα νυνὶ τῇ μετανοίᾳ, συννεκρωθεῖσα τῷ Χριστῷ τῷ εἰρηνικωτάτῳ
40(εἰρηνικὸς γὰρ λέγεται πᾶς Σολομῶν ἀξίως). Σὺ δὲ μηδ’ ὅλως ἐκπλαγῇς ἅπερ ἡ νύμφη λέγει, ὡς ἐν ταὐτῷ καὶ μέλαινα καὶ καλὴ νῦν τυγχάνει. πᾶσα γὰρ μέλλουσα ψυχὴ πρὸς ἀρετὰς προκόπτειν καὶ πρὸς τὸ φῶς ἀνάγεσθαι καὶ φεύγειν ἐκ τοῦ σκότους
45οὐ παρευθὺς ὁλόφωτος καὶ καθαρὰ τυγχάνει, ἀλλ’ ὅσον πρὸς τὴν ἀρετὴν προκόπτει μετὰ πόνου, τοσοῦτον ἀπαλλάττεται τοῦ σκότους τῆς ἀπάτης καὶ λαμπροτέρα γίνεται πάντως καὶ φαιδροτέρα.
Εἶτά φησι πρὸς τὰς αὐτὰς ἡ νύμφη θυγατέρας·
50-54l1μὴ βλέψετέ με ὅτι ἐγὼ μεμελανωμένη, ὅτι παρέβλεψέ με ὁ ἥλιος
50-54l2[1, 6]

2

(50)

Μὴ γοῦν νομίσητε, φησίν, οὕτως ἐμὲ πλασθῆναι, καὶ σκοτεινὴν καὶ ζοφερὰν καὶ μεμελανωμένην· ἐπλάσθην γὰρ ὁλόφωτος παρὰ τοῦ πλαστουργοῦ μου, ἀλλ’ ὁ φλογώδης ἥλιος, τῶν πειρασμῶν ἡ ζέσις, δεινῶς με παρεβλέψατο καὶ μεμελάνωκέ με.
55-63l1υἱοὶ μητρός μου ἐμαχέσαντο ἐμοί [1, 6].
55 Ἐμὲ γὰρ ἐπολέμησαν, φησὶν ἡ νύμφη πάλιν, καὶ παραβάτην ἔδειξαν δαίμονες ἀποστάται. τούτους γὰρ εἴρηκε μητρὸς υἱοὺς αὐτῆς τυγχάνειν ὡς δὴ καὶ τούτους ἐκ θεοῦ κτισθέντας μετὰ πάντων· ἐπείπερ ὅσα κτίσματα τυγχάνομεν ἐν βίῳ,
60κἂν ἄγγελοι, κἂν ἄνθρωποι, κἂν δαίμονες, κἂν λίθοι, ὡς ἀδελφοὶ τυγχάνομεν εἰς λόγον πλαστουργίας· σύμπαντες γὰρ ἐπλάσθημεν ἐκ θεοῦ παντεργάτου. Εἶτα καὶ λέγει πρὸς αὐτοὺς τὸν τρόπον τοῦ πολέμου·
64-70l1ἔθεντό με φυλάκισσαν ἐν ἀμπελῶνι· ἀμπελῶνα ἐμὸν οὐκ ἐφύλαξα
64-70l2[1, 6]
64Ἐν παραδείσῳ γάρ, φησί, πλασθεῖσα καὶ τεθεῖσα
65ὥστε φυλάσσειν ἐντολὴν τοῦ μὴ φαγεῖν ἀκαίρως, τὸν νόμον οὐκ ἐφύλαξα, τὴν ἐντολὴν παρέβην. Καὶ ταῦτα μὲν ὀδύρεται δῆθεν πρὸς τοὺς ἀγγέλους. ἀλλὰ προκόψασα μικρὸν ὥσπερ ἐν μετανοίᾳ φωνεῖ μεγάλως καὶ ζητεῖ τὸν λόγον καὶ νυμφίον.
70φησὶ γὰρ οὕτω πρὸς αὐτόν, ὥσπερ ἐρῶσα τούτου·
71-80l1ἀπάγγειλόν μοι, ὃν ἠγάπησεν ἡ ψυχή μου, ποῦ μένεις, ποῦ κοιτάζεις
71-80l2ἐν μεσημβρίᾳ; [1, 7].
71 Φησίν, ἐν τάχει λέγε μοι, ποῦ μένεις, ποῦ κοιτάζεις, ὁ λόγος ὃν ἠγάπησα ψυχῆς αὐτῆς ἐκ μέσης. ἐν μεσημβρίᾳ μήποτε κοιτάζεις, ὦ νυμφίε; πέπεισμαι γάρ σε καθαρῶς ἐν μεσημβρίᾳ μένειν,
75ἤγουν εἰς φῶς ἀπρόσιτον σκιὰν μηδ’ ὅλως ἔχον. ἔνθα τὰ πρόβατα τὰ σὰ ποιμαίνεις, θεοῦ λόγε, καὶ κατατάττεις ἀληθῶς φωτὶ τοῦ σοῦ προσώπου, ἂν ἐν ἐκείνῳ φθάσωσι ταῦτά σοι καθυπνῶσαι. Εἶτα τὴν πλάνην τρέμουσα τῆς πρὸς ἐκεῖνον τρίβου
80φησὶ καὶ τοῦτο πρὸς αὐτόν, τοῦτ’ ἔστι τὸν νυμφίον·
81-97l1μήποτε γένωμαι ὡς περιπλανωμένη ἐπ’ ἀγέλαις ἑτέρων σου [1, 7]
81 Τὴν τῶν προβάτων σου νομήν, φησίν, ἀπάγγειλόν μοι· δέδοικα γὰρ μὴ πλανηθῶ δραμοῦσα παρ’ ἐλπίδα πρὸς τὰς ἀγέλας καὶ νομὰς ἴσως τὰς τῶν ἐρίφων, κἀντεῦθεν ἐλαθήσομαι μακρὰν τῶν σῶν προβάτων
85καὶ τῶν ἐρίφων κερδανῶ τὰς εὐωνύμους μοίρας, ὅταν καθίσῃς ὡς κριτὴς τοῦ γένους τῶν ἀνθρώπων. ταῦτα μὲν οὖν ἐφθέγξατο πάντως πρὸς τὸν νυμφίον ἡ παρθενεύουσα ψυχὴ καὶ νυμφοστοληθεῖσα καὶ βουλομένη τῷ Χριστῷ τάχα συννεκρωθῆναι·
90σὺ δέ μοι νύμφην νόησον ὥσπερ ἐν ὑποθέσει τὴν παρθενεύουσαν ψυχὴν τὴν τοῦ μεγάλου Παύλου τοῦ πρὸς τοὺς τρίτους οὐρανοὺς ἀρθέντος ἀπορρήτως.
Ἀλλ’ ἴδωμεν καὶ τί φασιν οἱ φίλοι τοῦ νυμφίου καὶ πῶς διδάσκουσιν αὐτὴν τὴν κοίτην τοῦ νυμφίου,
95οὓς κατ’ ἀρχὰς εἰρήκαμεν τοῦ λόγου θυγατέρας τῆς ἄνω Ἱερουσαλήμ, τοῦτ’ ἔστι τοὺς ἀγγέλους. φασὶ γὰρ οὕτω πρὸς αὐτὴν τὴν καθαρὰν παρθένον·
98-110l1ἐὰν μὴ γνῷς σεαυτήν, ἡ καλὴ ἐν γυναιξίν, ἔξελθε σὺ ἐν πτέρναις τῶν
98-110l2ποιμνίων, καὶ ποίμαινε τὰς ἐρίφους ἐπὶ σκηνώμασι τῶν ποιμνίων
98-110l3[1, 8].
98 Ὦ παρθενεύουσα ψυχή, φασί, καὶ σεβασμία, εἴπερ ποθεῖς καταλαβεῖν ἀγέλας τῶν προβάτων,

2

(100)

γνῶθι σαυτὴν τίς πέφυκας, τὸ πρὶν μηδ’ ὅλως οὖσα, καὶ πῶς εἰκὼν τετίμησαι τυγχάνειν τοῦ δεσπότου, καὶ πάσης μετανάστευσον τῆς κοσμικῆς ἀπάτης καὶ δεῦρο κατασκόπευσον ἴχνη τὰ τῶν ποιμνίων. καὶ τὰ μὲν ὄντα πρὸς ὁδὸν μεγάλην καὶ πλατεῖαν
105βδελύχθητι καὶ μίσησον, εἰσὶ γὰρ τῶν ἐρίφων· τὰ δὲ πρὸς τρίβον κείμενα στενὴν καὶ τεθλιμμένην ἀγάπησον καὶ κράτησον, εἰσὶ γὰρ τῶν προβάτων. πρόσεχε γοῦν μὴ πλανηθῇς ἐν πτέρναις τῶν ἐρίφων. Ἀλλ’ ἀκουσώμεθα λοιπὸν καὶ τοῦ καλοῦ νυμφίου·
110ἤδη γὰρ πρώτως ὁμιλεῖ τῇ νύμφῃ λέγων τάδε·
111-129l1τῇ ἵππῳ μου ἐν ἅρμασι Φαραὼ ὡμοίωσά σε, ἡ πλησίον μου [1,9].
111 Βλέπων αὐτὴν σφαδᾴζουσαν ἐξ ἐρωτοληψίας καὶ πρὸς ἐκεῖνον σπεύδουσαν δραμεῖν καὶ καταπαῦσαι, ἵππῳ παρείκασεν αὐτὴν αἰθεροπτηνοδρόμῳ. οὕτως γὰρ θραύσεις τοὺς ἐχθρούς, φησὶ πρὸς τὴν παρθένον,
115ὥσπερ κατέθραυσέ ποτε καὶ τοὺς Φαραωνίτας ἡ δύναμις τῆς ἵππου μου τῆς ἄνω τεταγμένης, τοῦτ’ ἔστι τῆς ἀγγελικῆς ταγματοστραταρχίας. Τίνος δὲ χάριν, ἐρωτᾷς, τὴν τῶν ἀγγέλων τάξιν ἵππῳ παρείκασεν αὐτὴν ὁ λόγος καὶ νυμφίος;
120πᾶς τις τοξότης πόλεμον συνάπτων ἀντιπάλῳ τόξον λαμβάνει καὶ νευράν, οὐ κράνος οὐδὲ δόρυ· πεζὸς πεζῷ γὰρ πολεμεῖ, ῥαβδοῦχος πρὸς ῥαβδοῦχον. ἐπεὶ γοῦν ἡ παράταξις τότε τῶν Αἰγυπτίων τὸ κράτιστον ἐκέκτητο τῆς μάχης ἐκ τῶν ἵππων,
125τούτου δὴ χάριν εἴρηκεν ἵππον ἐξ ἴσου λόγου τὴν ἀντιστᾶσαν δύναμιν ἀγγελικὴν ἐκείνοις. Ἵνα μὴ δόξῃς δὲ λοιπὸν ὑβρίζεσθαι τὴν νύμφην ἐξισουμένην ἐμφανῶς ἵππῳ παρὰ τοῦ λόγου, ἄκουσον τί φησιν ἑξῆς πρὸς ταύτην ὁ νυμφίος·
130-147l1τί ὡραιώθησαν αἱ σιαγόνες σου ὡς τρυγόνος, τράχηλοί σου ὡς ὁρμί‐
130-147l2σκοι [1, 10].
130 Κἂν ἵππῳ σε παρείκασα, φησί, δρομικωτάτῳ, ἀλλ’ οὔκουν χρῄζεις χαλινοὺς ἐν σιαγόνι φέρειν. αἱ σαὶ γὰρ ὡραιώθησαν ἐξόχως σιαγόνες, τὴν ἔμφυτον ὡς χαλινὸν ἔχουσαι σωφροσύνην δίκην τρυγόνος σώφρονος, τρυγόνος φιλερήμου.
135καὶ τράχηλοί σου θαυμαστοὶ καὶ κεκαλλωπισμένοι, τὸν χρύσεον βαστάζοντες κλοιὸν τῆς Παροιμίας· ὁρμίσκον γάρ μοι νόησον ὃν ἔφην κλοιὸν ὧδε.
Οἱ μέντοι φίλοι βλέποντες τούτων τὰς ὁμιλίας καὶ τὸ τῆς νύμφης ζώπυρον πολὺ πρὸς τὸν νυμφίον,
140πρὸς δὲ τὴν συγκατάβασιν ἐκείνου πρὸς τὴν νύμφην, κἀκ τούτων ἐπιγνώσαντες τοῦ πράγματος τὸ τέλος, ὡς ἄρα καταβήσεται πρὸς αὐτὴν ὁ νυμφίος ἐπανακλιθησόμενος βασιλικῶς ἐν ταύτῃ, τὴν νύμφην εὐτρεπίζουσι, δῆθεν καταχρυσοῦντες,
145ἵν’ ἐπειδὰν ὁ βασιλεὺς ἐπιδημήσῃ ταύτῃ, εὑρήσει πρὸς ἀνάπαυσιν ταύτην ἑτοιμοτάτην. φασὶ γὰρ οὕτω πρὸς αὐτὴν οἱ φίλοι τοῦ νυμφίου·
148-171l1ὁμοιώματα χρυσοῦ ποιήσομέν σοι μετὰ στιγμάτων τοῦ ἀργυρίου, ἕως
148-171l2οὗ ὁ βασιλεὺς ἐν ἀνακλίσει αὐτοῦ [1, 11—12].
148 Ἐπεί, φασίν, ὁ βασιλεὺς ἀνακλιθῆναι μέλλει ἐν σοὶ τῇ τοῦτον καθαρῶς ζητούσῃ καὶ φιλούσῃ,

2

(150)

δεῦρο λοιπὸν καὶ παρ’ ἡμῶν καλῶς ἑτοιμασθήσῃ. κἂν γὰρ οὐ λάμπῃς ὡς χρυσὸς ταῖς ἀρεταῖς, ὦ νύμφη (ἀκμὴν γὰρ ἀργυρολαμπεῖς ἀπὸ τῆς σκοτομήνης), ἀλλ’ ὅμως χρυσαυγήσομεν καὶ παρεικάσομέν σε χερουβικῷ καὶ φλογερῷ καὶ σεβασμίῳ θρόνῳ·
155ὁ βασιλεὺς γὰρ κατελθὼν ἀνακλιθήσεταί σοι. Τὴν γοῦν ῥηθεῖσαν ἅπασαν ὧδε δραματουργίαν, τὴν θαυμαστὴν ἀλλοίωσιν τῆς νύμφης καὶ παρθένου, τὴν ἐξ ἀργύρου πρὸς χρυσόν φημι γεγενημένην, παρὰ τῶν φίλων δηλαδὴ τοῦ λόγου καὶ νυμφίου,
160ὡς ἀρωγήν μοι νόησον καὶ χάριν πρὸς τὴν νύμφην ἐκ τῶν ἀγγέλων τοῦ θεοῦ δοθεῖσαν ἐπαξίως.
τοῦτο γὰρ ἔθος πέφυκε τοῖς φίλοις τοῦ νυμφίου, ἵν’ ἐπειδὰν ἀθρήσωσι ψυχήν τινα παρθένον ἐπειγομένην πρὸς Χριστὸν καλῶς ἐπαναλῦσαι,
165κύκλωθεν παρεμβάλλουσιν ὡς φύλακες ἐκείνης, ἀρήγοντες, ἐγείροντες πρὸς ἐναρέτους τρόπους, μέχρις ἂν δείξωσιν αὐτὴν ἀξίαν τοῦ δεσπότου. Ἀλλ’ ἤδη προχωρήσωμεν τοῦ λόγου περαιτέρω καὶ τὴν προκόψασαν ψυχὴν ταῖς χάρισι τῶν φίλων
170ἴδωμεν τί φησιν εὐθὺς ὡς πρὸς τοὺς φίλους τάχα. φησὶ δ’ αὐταῖς ταῖς λέξεσιν οὕτω πρὸς τοὺς ἀγγέλους·
172-198l1νάρδος μου ἔδωκεν ὀσμὴν αὐτοῦ [1, 12].
172 Βλέπε καρπὸν τῆς προκοπῆς ψυχῆς τῆς ἐναρέτου. ἰδοὺ γὰρ ἡ προκόψασα πρὸς ἀρετὰς παρθένος, ὥσπερ καὶ προσεγγίσασα τῷ ποθουμένῳ λόγῳ,
175ἐπεγνωκέναι μαρτυρεῖ τὸ κάλλος τοῦ νυμφίου, πλὴν δι’ αἰσθήσεώς τινος ὀσφραντικῆς καὶ μόνης. Τίνος δὲ χάριν, ἐρωτᾷς, οὐ λέγει μύρον ἄλλο, ἀλλὰ τοῦ νάρδου μέμνηται μυρίζειν τὸν δεσπότην; τὸ μὲν ὅτι καὶ πρώτιστον τῶν ἄλλων πάντων μύρον,
180τὸ δ’ αὖ ὅτι καὶ πέφυκεν ἐμφάσεις ἔχειν θείας. ὥσπερ γὰρ εἴ τις ἄνθρωπος ἐκ τοῦ παρόντος βίου, κἂν πάσας φέρων κατορθοῖ τὰς ἀρετὰς ἐμπόνως, ἂν μὴ Χριστὸν ἐνδέδυται βαπτίσματι τῷ θείῳ, οὐδὲν ὄντως ὀνίνησι ταῖς ἀρεταῖς ἁπάσαις,
185τοῦτον τὸν τρόπον ἴδῃ τις ἀρρήτως ἐν τῷ νάρδῳ παρά τινος τῶν μυρεψῶν κατασκευαζομένῳ· οἱ γὰρ βουλόμενοί ποτε κατασκευάσαι νάρδον, κἂν εἴδη βάλλωσι πολλὰ μυρεψικὰ πρὸς τοῦτο, εἰ μὴ καὶ νάρδον βάλλωσιν, ἥτις ἐστὶ βοτάνη,
190εἰς μάτην πεπονήκασιν οἱ ναρδεργάται τάχα. Ἄλλως τε δὲ καὶ προκληθεὶς Χριστὸς ὁ καὶ νυμφίος εἰς δεῖπνον Σίμωνος λεπροῦ καταπεπονημένου τοῦτο τὸ μύρον ἤλειπται μαχλάδος αὐτὸς πόρνης· ὁ λόγος τοίνυν μέμνηται τοῦ νάρδου προσηκόντως.
195 Ἀλλ’ ἀκουσώμεθα λοιπὸν καὶ τῶν ἑξῆς λογίων. ἡ νύμφη γὰρ ταῖς προκοπαῖς ὡς ἔνθους γενομένη ἔτι συνείρειν ἀγαπᾷ τὸν λόγον πρὸς τοὺς φίλους. φησὶ γὰρ τάδε πρὸς αὐτοὺς μετὰ τὴν ναρδοσμίαν·
199-224l1ἀπόδεσμος στακτῆς ἀδελφιδός μου ἐμοί, ἀνὰ μέσον τῶν μαστῶν μου
199-224l2αὐλισθήσεται [1, 13].
199Ἔθος ἐστίν, ὡς λέγουσι, κόραις ταῖς φιλοκόσμοις

2

(200)

μὴ μόνον ἔξωθεν αὑτὰς ἐξόχως καλλωπίζειν, ὡς ἐφελκύσωσιν αὐτῶν τὸν ἐραστὴν ἐν τάχει, ἀλλὰ καὶ μᾶλλον ἔσωθεν αὐτῶν τῶν ἱματίων κατασκευὰς τιθέασιν ἀπὸ τῶν μυριπνόων. ἐπεὶ γοῦν γεγυναίκισται τῷ λόγῳ τῶν Ἀισμάτων
205ἡ παρθενεύουσα ψυχὴ καὶ τρόποις ἀρρενόφρων καὶ νυμφικῶς συνέσταλται πρὸς γάμους ὑπηγμένη, λόγους τινὰς γυναικικοὺς εἰκός ἐστι καὶ λέγειν,
κἂν ἔχωσιν ἀπόρρητον τὸν λογισμὸν ἐν βάθει. τοῦτο γοῦν λέγει προφανῶς ὥσπερ ἀκκιζομένη,
210ὅτι κἂν φέρωσί τινες γυναῖκες ἄλλα μύρα πρὸς ἔρωτα θερμότερον ἔνδον τῶν ἱματίων, ἀλλ’ ἔγωγε μυρίσματος ἀντὶ παντὸς εὐώδους αὐτὸν ἐκεῖνον κτήσομαι τὸν κάλλιστον νυμφίον, ὥσπερ ἀπόδεσμόν τινα μύρων εὐωδεστάτων
215καλῶς ἐπαιωρήσασα περὶ τὸν τράχηλόν μου. μᾶλλον δὲ τοῦτο καθαρῶς αἰνίττεται τῷ λόγῳ, ὅτι κἂν ἄλλαι τῶν ψυχῶν τῷ βίῳ πεφυρμέναι ἄλλας φροντίδας ἔχωσι τῶν κοσμικῶν πραγμάτων, ἐγὼ δ’ ἀλλὰ τὴν ἡδονὴν γνοῦσά μου τοῦ νυμφίου
220αὐτὸν χαράξω ταῖς πλαξὶ ταῖς τῆς ἐμῆς καρδίας. μαστῶν γὰρ μέσον πέφυκεν ὁ τόπος τῆς καρδίας. Ἔχομεν δέ τι λείψανον τῶν ἐκ τῆς νύμφης λόγων, ὅπερ ὡς ἔστιν ἐφικτὸν τὰ νῦν ἑρμηνευτέον. λέγει γὰρ οὕτω πρὸς αὐτοὺς ἡ νύμφη τοὺς ἀγγέλους·
225-250l1βότρυς τις κυπρίζων ἀδελφιδοῦς μου ἐμοὶ ἐν ἀμπελῶνι ἐν Γάδδει
225-250l2[1, 14].
225 Ὢ τῆς καλῆς ἐναλλαγῆς καὶ προκοπῆς τῆς νύμφης. ἡ πρὸ μικροῦ γὰρ τῷ λόγῳ ἵππῳ παρεικασθεῖσα, ἄρτι προκόψασα καλῶς ταῖς χάρισι τῶν φίλων ὡς βοτρυφόρον ἄμπελον αὑτὴν ἐπιγινώσκει. ψυχὴ γὰρ πᾶσα καθαρῶς ζητοῦσα τὸν δεσπότην
230πάντοτε πάντα γίνεται τῇ προκοπῇ τῶν ἔργων, νυνὶ μὲν θρόνος χερουβὶμ καὶ κλίνη βασιλέως, νῦν δ’ ἄμπελος κατάκαρπος ἐν ταῖς αὐλαῖς κυρίου.
ὅπερ οὖν λέγει καθαρῶς ἡ νύμφη, τοῦτο λέγει, ὡς ἔγνω τὸν ἀδελφιδοῦν, τοῦτ’ ἔστι τὸν νυμφίον,
235ὅστις ἐπέσταξεν ἡμῖν γλεῦκος ἀθανασίας· οὐκ ἔστι πάσαις ὥριμος ψυχαῖς ταῖς ἐναρέτοις, ἀλλ’ ἐξαλλάσσει τὸ τερπνὸν εἶδος αὐτοῦ πολλάκις, κατὰ τὸ μέτρον δηλαδὴ τῶν ἀρετῶν ἑκάστης, ἀνθεῖ γὰρ ἄλλαις τῶν ψυχῶν, ἐν ἄλλαις δὲ κυπρίζει,
240ἐν ἄλλαις δ’ ὥριμός ἐστιν, ἐν ἄλλαις δὲ περκάζει. ἡ νύμφη τοίνυν φέρουσα κυπρίζοντα τὸν βότρυν δείκνυσιν ὅτι προκοπὴν οὐκ ἔφθασε τελείαν. Εἶθ’ ὥσπερ ἐπαυξάνουσα τοῦ κυπρισμοῦ τὸ κάλλος, οὕτω, φησί, κυπρίζει μοι Χριστὸς ὁ καὶ νυμφίος,
245ὥσπερ κυπρίζουσι τερπνῶς ἐν τόπῳ τῷ τοῦ Γάδδει οἱ τῶν ἀμπέλων βότρυες εὐώδεις πεφυκότες. ἡ γῆ γάρ, ὥς φασι, τοῦ Γὰδ ἀμπελοτρόφος οὖσα γῆν πᾶσαν ὑπερήλασεν εἰς τὴν ἡδυβοτρίαν. Τῆς γοῦν ἁγνῆς καὶ καθαρᾶς ψυχῆς εἰπούσης τάδε

2

(250)

ὁ λόγος ἀποκρίνεται λέγων τῇ νύμφῃ τάδε·
251-276l1ἰδοὺ εἶ καλή, ἡ πλησίον μου, ἰδοὺ εἶ καλή· οἱ ὀφθαλμοί σου περιστε‐
251-276l2ρᾶς [1, 15].
251 Ὥσπερ οἱ χρυσογνώμονες, οὕς φασι χρυσοχόους, ἂν τὸν χρυσὸν θελήσωσι τὸν κεκιβδηλωμένον λαμπρότερον ἐργάσασθαι καὶ καθαρὸν ἐξόχως, πολλάκις βάλλουσιν αὐτὸν ἐν τοῖς χωνευτηρίοις,
255τοῦτον τὸν τρόπον δείκνυσιν ὁ λόγος πρὸς τὴν νύμφην,
ὁ τῶν ψυχῶν θεραπευτὴς τῶν μεμελανωμένων. ἵππῳ γὰρ ταύτην πρότερον τῷ λόγῳ παρεικάσας καὶ δείξας ἔτι χαμερπῆ τυγχάνειν τὴν παρθένον, πρὸς ἀρετὴν ἠρέθισε ταύτην ὑψηλοτέραν.
260ἡ δὲ προκόψασα τρανῶς ταῖς χάρισι τῶν φίλων γίνεται θρόνος πύρινος τοῦ πάντων βασιλέως. ἀλλ’ ἔτι πάλιν φθάσασα ταῖς ἀρεταῖς εἰς ὕψος καὶ πάλιν προσεγγίσασα τῷ καθαρῷ νυμφίῳ, λαμπρῶς ἐγκωμιάζεται καὶ παρὰ τοῦ νυμφίου.
265ἰδοὺ γὰρ εἶ, φησί, καλὴ καὶ πλήρης μου, πλησίον. εἶτα διπλοῦν τὸν ἔπαινον τοῦ κάλλους ἐπιφέρων, πάλιν, ἰδού, φησί, καλὴ τυγχάνεις, ὦ παρθένε· ἔχεις γὰρ ὄμματα τερπνὰ περιστερᾶς παρθένου, ὁπόταν σου τοὺς ὀφθαλμοὺς ἀπέστρεψας ἐκ πλάνης
270καὶ πρὸς ἐμὲ τὸν πλαστουργὸν τὸν σὸν ἐνατενίζεις. περιστερᾶς δὲ μέμνηται νῦν ὀφθαλμοὺς ὁ λόγος, τὸ καθαρὸν τοῦ βλέμματος σημαίνων τῆς παρθένου. καὶ γὰρ τοιοῦτον καθαρὸν ἔσχεν ἐκείνη βλέμμα, ὥστε κατεῖδε καθαρῶς τὸν κάλλιστον νυμφίον.
275 Αὐτὴν γὰρ ἐπαινέσαντος τοῦ καθαροῦ νυμφίου ἀνταποκρίνεται λοιπὸν κἀκείνη τῷ νυμφίῳ·
278-286l1ἰδοὺ καλὸς ὁ ἀδελφιδοῦς μου καί γε ὡραῖος [1, 16].
277 Ἰδοὺ καὶ σύ, φησί, καλὸς τυγχάνεις, ὦ νυμφίε. ὥσπερ δ’ ἐκεῖνος εἴρηκε διπλοῦς ἐπαίνους ταύτῃ, οὕτω διπλοῦς ἀντείρηκεν ἐκείνη τοὺς ἐπαίνους,
280καλός, εἰποῦσα, πέφυκας, νυμφίε, καὶ ὡραῖος. ἀδελφιδοῦν δ’ ὠνόμασεν ἡ νύμφη τὸν δεσπότην,
τὴν ἀπὸ τῆς σαρκώσεως αὐτῆς πρὸς τὸν δεσπότην αἰνιττομένη προφανῶς συγγενικὴν μερίδα, ἣν μάλιστα πλατύτερον κάτωθεν διδαχθήσῃ.
285 Ἀντεπαινέσασα καὶ γὰρ ἡ νύμφη τὸν νυμφίον φησὶ καὶ ταῦτα πρὸς αὐτὸν καθεξῆς τὸν νυμφίον·
287-300l1πρὸς κλίνην ἡμῶν σύσκιος [1, 16].
287 Ἦλθες, φησί, πρὸς τὴν ἡμῶν ἀσθενεστάτην κλίνην, τὴν ἀστραπὴν τὴν θεϊκὴν ἐντέχνως συσκιάσας. εἰ μὴ γὰρ ἔκρυψας αὐτὴν οἷς οἶδας τρόποις μόνος,
290τάχ’ ἂν κατῃθαλώθημεν ἐξ ἀστραπῆς τῆς θείας. ἄλλο δὲ τοῦτο πέφυκε τοῦ λόγου τὸ κρυψίνουν· ἐπεὶ γὰρ οἱ νυμφαγωγοὶ καὶ φίλοι τοῦ νυμφίου, ὡς ἄνωθεν εἰρήκαμεν τοῦ λόγου περὶ τούτου, ὑπαργυρίζουσαν αὐτὴν ἐχρύσωσαν τοῖς τρόποις
295καὶ κλίνην ἀπειργάσαντο βασιλικὴν πορφύραν, ἐπανεκλίθη τοιγαροῦν ὁ βασιλεὺς ἐν ταύτῃ. λοιπὸν ἡ νύμφη πρὸς αὐτὸν ἐκθαμβουμένη λέγει· πρὸς κλίνην ἦλθες σύσκιος ἡμῶν ὡς ἠβουλήθης. Ἀλλ’ ἀκουσώμεθα λοιπὸν καὶ τῶν ἑξῆς ᾀσμάτων.

2

(300)

φησὶ γὰρ ἔτι πρὸς αὐτὸν ἡ νύμφη τὸν νυμφίον·
301-319l1δοκοὶ ἡμῶν κέδροι, φατνώματα ἡμῶν κυπάρισσοι [1, 17].
301 Ἐπεὶ λοιπὸν ἐλήλυθας ὡς πρὸς ἡμᾶς, νυμφίε, οὐκέτι δεδιττόμεθα βροχάς τινας ῥαγδαίους, οὐκ ἐπικλύσεις ποταμῶν, τῶν πονηρῶν ῥευμάτων, ἀλλ’ οὐδὲ πνεύσεις τοῦ βορρᾶ, πνευμάτων ἐναντίων·
305ἐμὲ γάρ, ἣν ηὐδόκησας εἶναί σου κατοικίαν,
καλῶς ἐπῳκοδόμησας ἐν σεαυτῷ, νυμφίε, ὁ λίθος ὄντως ὁ τερπνὸς καὶ τῆς ζωῆς ἡ πέτρα. ὅθεν δοκοῦμεν τοὺς δοκοὺς ἡμῶν κεδρίνους εἶναι καὶ πάλιν τὰ φατνώματα δένδρων ἐκ κυπαρίττων.
310ἐπεὶ γὰρ ἐμνημόνευσεν ἐνθάδε κατοικίας, καὶ φατνωμάτων καὶ δοκῶν οὐκ εἴασε μνησθῆναι. σὺ δέ μοι τὰ φατνώματα καὶ τοὺς δοκοὺς ἀκούων, τὰς ἀρετὰς ἐννόησον πάντα τυγχάνειν τάδε, ἐν αἷς ἐλθὼν ἐστέγασεν αὐτὴν ὁ θεῖος λόγος
315καὶ πειρασμῶν ἀνένδεκτον εἰργάσατο τελείως. ἀνέμους γὰρ ἢ καὶ βροχὰς ἢ ποταμοὺς ἀκούων, δαιμόνων ταῦτα πειρασμοὺς γίνωσκε πεφυκέναι. Καιρὸς λοιπὸν καὶ τῶν ἑξῆς ἀκοῦσαι ταύτης λόγων. φησὶ γὰρ οὕτω πρὸς αὐτὸν ὥσπερ ἐγκαυχωμένη·
320-329l1ἐγὼ δὲ ἄνθος τοῦ πεδίου, κρίνον τῶν κοιλάδων [2, 1].
320 Ὑπέρευγε τῆς προκοπῆς τῆς καθαρᾶς παρθένου. ἰδοὺ γὰρ ἔγνω ἑαυτὴν τοῦ ξύμπαντος πεδίου τῆς ἀνθρωπίνης φύσεως ἄνθος ἐκλελεγμένον, εἶτα καὶ κρίνον καθεξῆς ἐκ τῶν κοιλάδων θεῖον· μυρίζει γὰρ ὡς ἀληθῶς πᾶσα ψυχὴ τοῖς τρόποις,
325ταῖς ἀρεταῖς ἀνθήσασα καὶ καθωραϊσθεῖσα καὶ μὴ μερίμναις κοσμικαῖς ὅλως ἀποπνιγεῖσα. Καὶ μάρτυς τούτων πέφυκεν ὁ Χριστὸς καὶ νυμφίος προσμαρτυρῶν ὡς ἀληθῶς τῷ λόγῳ τῷ τῆς νύμφης. φησὶ γὰρ οὕτω πρὸς αὐτήν, ὡς καθεξῆς εὑρήσεις·
330-341l1ὡς κρίνον ἐν μέσῳ τῶν ἀκανθῶν, οὕτως ἀδελφή μου ἀνὰ μέσον τῶν
330-341l2θυγατέρων [2, 2].
330Ὀρθῶς, φησί, λελάληκας περὶ σαυτῆς, ὦ νύμφη·
ὄντως γὰρ μέσον τῶν ψυχῶν, τῶν δῆθεν θυγατέρων, τῶν ταῖς μερίμναις πάντοτε συγκαταπνιγομένων σὺ μόνη νῦν ἐξήνθησας ὥσπερ ἡδύπνουν ῥόδον. καλεῖ δὲ ταύτην ἀδελφὴν ὁ λόγος καὶ νυμφίος
335ὡς ἐκπληρώσασαν καλῶς τὸ θέλημα τὸ θεῖον. ὁ λέγων γὰρ αὐτός ἐστιν ἐν τοῖς εὐαγγελίοις ἐκείνους ἔχειν ἀδελφοὺς καὶ συγγενεῖς καὶ φίλους, τοὺς πληρωτὰς τῶν πατρικῶν ἐκείνου κελευσμάτων. Τούτων δ’ ὡς ἤκουσε λοιπὸν ἡ νύμφη τῶν ἐπαίνων,
340ἀντιτεχνάζεταί τινας ἐπαίνους τῷ νυμφίῳ. λέγει γὰρ λέξεσιν αὐταῖς πρὸς τὸν δεσπότην τάδε·
342-382l1ὡς μῆλον ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ, οὕτως ἀδελφιδοῦς μου ἀνὰ μέσον
342-382l2τῶν υἱῶν [2, 3].
342 Ὥσπερ, φησίν, ἐν ταῖς ψυχαῖς ἁπάσαις τῶν ἀνθρώπων, ἃς θυγατέρας εἴρηκας, ὦ λόγε καὶ νυμφίε, ἔγωγε μόνη πέφυκα κρίνον ὥσπερ ἐκφῦσα,
345οὕτως καὶ σὺ τοὺς οὐρανοὺς ἀρρητοτρόπως κλίνας καὶ κατελθὼν ἐπὶ τῆς γῆς εἰς τὸν ὑλώδη βίον καὶ σαρκωθεὶς τὸ καθ’ ἡμᾶς ἐν τῷδε τῷ δρυμῶνι, ὤφθης ἐν μέσῳ τῶν υἱῶν, τοῦτ’ ἔστι τῶν ἀνθρώπων, ὡς μῆλον εὐωδέστατον καὶ γεῦσιν καθηδῦνον.

2

(350)

Τίνος δὲ χάριν, ἐρωτᾷς, τὸν λόγον λέγει μῆλον; ὅτι τοι χάριτας πολλὰς ἔχει καρπὸς τὸ μῆλον· καὶ γὰρ ἀποθλιβόμενον παρά τινος, ὡς θέμις, τὴν ῥύσιν αἱματόμικτον τὴν ὑδαρώδη πέμπει κἀντεῦθεν ὑπαινίττεται κρουνοὺς τῆς σωτηρίας
355τοὺς πρὶν πλευρόθεν βλύσαντας τοῦ λόγου καὶ σωτῆρος.
Ὡς ἄγαμαι τὴν φρόνησιν τῆς καθαρᾶς παρθένου· σοφῶς γὰρ εἴρηκεν αὐτὸν τυγχάνειν ὄντως μῆλον. πᾶσα μὲν γὰρ ὡς ἀληθῶς ψυχή τις ἀνθρωπίνη, κἂν ἀρεταῖς οὐρανωθῇ καὶ πρὸς ἀγγέλους φθάσῃ,
360ἄνθος καὶ μόνον γίνεται καὶ κρίνον ἐκ κοιλάδων, τὸν γεωργὸν οὐ τρέφουσα (βοτάνη γὰρ οὐ τρέφει), ἀλλ’ ἑαυτὴν λαμπρύνουσα τῷ κάλλει τῆς ἰδέας. οὐδὲν γὰρ χρῄζει παρ’ ἡμῶν ὁ γεωργὸς κερδαίνειν, ὅπου φησὶν ὁ ψαλμῳδὸς πρὸς τὸν αὐτὸν νυμφίον·
365τῶν ἀγαθῶν σὺ τῶν ἐμῶν οὐδ’ ὅλως ἔχεις χρείαν. ἀλλ’ ὁ Χριστός, ὁ γεωργὸς ἡμῶν καὶ ὁ νυμφίος, ὁ μῆλον ὄντως γεγονὼς ἀπὸ τοῦ σαρκωθῆναι, τὰς τρεῖς καὶ πρώτας ἐν ἡμῖν αἰσθήσεις ἐπευφραίνει, τὴν ὅρασιν, τὴν ὄσφρησιν, καὶ μάλιστα τὴν γεῦσιν.
370ὡραῖος γὰρ εἰς ὅρασιν ὡς ἀληθῶς τυγχάνει ὁ πάντων ὡραιότερος τῶν γηγενῶν δεσπότης, καὶ τοὺς ὁρῶντας πρὸς αὐτὸν ἐργάζεται φωστῆρας· ἡδύς τε πρὸς τὴν ὄσφρησιν ὑπάρχει μύρου πλέον, τὸ μέχρι γὰρ τοῦ πώγωνος πρὶν καταβαῖνον μύρον
375τοῦ Ἀαρὼν αὐτός ἐστιν ὁ θαυμαστὸς νυμφίος· γλυκύτατος γὰρ πέφυκε καὶ μάλιστα πρὸς γεῦσιν ὡς τὴν ζωὴν τὴν ἄληκτον διδοὺς τοῖς γευσαμένοις, ὁ τρώγων γάρ, φησὶν αὐτός, σῶμα τοὐμὸν ἀξίως, οὗτος κερδήσει τὴν ζωὴν τὴν ὄντως αἰωνίαν.
380 Ἀρκοῦσι ταῦτα τῷ σκοπῷ καὶ λόγῳ τῷ τοῦ μήλου, τὸ τῶν Ἀισμάτων δὲ λοιπὸν ὅλον ἑρμηνευτέον. φησὶν ἡ νύμφη καθεξῆς περὶ τοῦ μήλου λόγου·
383-395l1ὑπὸ τὴν σκιὰν αὐτοῦ ἐπεθύμησα καὶ ἐκάθισα, καὶ ὁ καρπὸς αὐτοῦ
383-395l2γλυκὺς ἐν τῷ λάρυγγί μου [2, 3].
383 Τούτου, φησί, τοῦ θαυμαστοῦ καὶ ζωηφόρου μήλου πολλάκις ἐπεθύμησα ποῦ τὴν σκιὰν προσβλέψαι,
385ὅταν ἡ φλὸξ τῶν πειρασμῶν σφόδρα κατέφλεγέ με. ἀλλ’ ἰδοὺ νῦν ἐκάθισα καὶ τέρπομαι καὶ χαίρω, καὶ τὸν φλογμὸν ἐξέφυγα τὸν τῶν πειρατηρίων καὶ μελετῶ τὰς ἐντολὰς ἁπάσας τοῦ κυρίου, ὁπόταν ὁ γλυκύτατος καὶ λόγος καὶ νυμφίος
390κατασκιάσῃ μὲν αὐτοῦ ταῖς πτέρυξι ταῖς θείαις, ἀποτειχίσῃ δὲ μακρὰν τοῦ πειρασμοῦ τὴν φλόγα. Ταῦτα μὲν οὕτως εἴρηκεν ὥσπερ ἐγκαυχωμένη· παρακαλεῖ δὲ καθεξῆς τοὺς φίλους τοῦ νυμφίου ἔτι προκόψαι καὶ δραμεῖν πρὸς τὸν καλὸν νυμφίον.
395φησὶ γὰρ οὕτω πρὸς αὐτούς—ἀλλά μοι σκοπητέον·
396-403l1εἰσαγάγατέ με εἰς οἶκον τοῦ οἴνου, τάξατε ἐπ’ ἐμὲ ἀγάπην [2, 4].
396 Φησί· διψῶ τὴν προκοπὴν τὴν ὡς πρὸς τὸν νυμφίον, τὸν βότρυν λέγω τῆς ζωῆς, τὸν πέπειρον, τὸν θεῖον, τὸν γλεῦκος ἀποστάξαντα τῷ σταυρικῷ θανάτῳ. καὶ τοίνυν εἰσαγάγετε κἀμὲ πρὸς οἶκον τούτου,

2

(400)

ὡς ἂν ἰδοῦσα καθαρῶς τὸ κάλλος τοῦ νυμφίου
τὸ ζώπυρον αὐξήσω μου τῆς πρὸς αὐτὸν ἀγάπης. Ἔτι δὲ πάλιν δυσωπεῖ τυχεῖν τῶν μειζοτέρων· τάδε γὰρ λέγει πρὸς αὐτούς, τοῦτ’ ἔστι τοὺς ἀγγέλους·
404-427l1στηρίξατέ με ἐν μύροις, στοιβάσατέ με ἐν μήλοις [2, 5].
404Ἐπεί, φησίν, ἠγάπησεν ἐμὲ τὴν ἀπωσμένην
405ὁ θαυμαστὸς καὶ φοβερὸς καὶ κάλλιστος νυμφίος, στηρίξατέ με τὸ λοιπὸν ὑμεῖς οἱ τούτου φίλοι πρὸς τὴν ἀγάπην τὴν αὐτοῦ τοῦ λόγου καὶ νυμφίου, ὥσπερ μοι πρότερον χρυσόν, ἄρτι διδόντες μύρα τὰ πάσης ἀποτρεπτικὰ δυσώδους ἁμαρτίας.
410ὡς ἂν μηκέτι πλανηθῶ καὶ παρεκκλίνω πάλιν. σὺ δ’ ἀρετὰς ἐννόησον τὰ μύρα τὰ τῶν φίλων. Ἀλλ’ ἔτι πάλιν λιπαρεῖ τοῖς μήλοις στοιβασθῆναι. ποτὲ μὲν γὰρ προσομιλεῖ τοῖς φίλοις ὥσπερ νύμφη ἡ παρθενεύουσα ψυχὴ καὶ νυμφοστολουμένη,
415ποτὲ δ’ ὡς κλίνη χρυσαυγής, ποτὲ δ’ ὡς θεῖος θρόνος. καὶ γὰρ ὡς ὄντως ἐν μιᾷ ψυχῇ καθαρωτάτῃ νυνὶ μὲν ἀνακλίνεται Χριστὸς ὁ καὶ νυμφίος, νυνὶ δὲ καὶ περιπατεῖ, καὶ κάθηται πολλάκις· ἅπαν δὲ τοῦτο πέφυκεν ὁ στοιβασμὸς τῶν μήλων.
420ποθεῖ καὶ φλέγεται καλῶς ἡ νύμφη τῷ νυμφίῳ, ὅστις καὶ μῆλον λέγεται φανὲν ἐκ τοῦ δρυμῶνος, καὶ θέλει τοῦτον γίνεσθαι πάντοτε ταῦτα πάντα, τροφὴ τρυφή τε καὶ σκιὰ καὶ στοιβασμὸς τῆς στέγης, ὥσπερ κἀκείνη γίνεται ξύμπαντα πρὸς ἐκεῖνον,
425νύμφη καὶ θρόνος καὶ στρωμνὴ καὶ πάλιν κατοικία. Εἶτά φησι πρὸς τοὺς αὐτοὺς ἀγγέλους τὴν αἰτίαν τῆς παρακλήσεως αὐτῆς τῆς συνεχοῦς πρὸς τούτους·
428-435l1ὅτι τετρωμένη ἀγάπης ἐγώ [2, 5].
428 Ἐγώ, φησίν, ἐκδυσωπῶ τὴν ὑμετέραν χάριν τὴν στέγην ὅλην μου καλῶς ἐν μήλοις στοιβασθῆναι,
430ὅτι τὸ βέλος ἔτρωσεν ἐμὲ τὸ τῆς ἀγάπης. ἀγάπην τοίνυν νόησον τὸν ἄναρχον πατέρα καὶ βέλος ὄντως ἐκλεκτὸν τὸν λόγον καὶ νυμφίον· τοῦτον γὰρ πέμπειν εἴωθεν ἐπὶ τοὺς σῳζομένους. Ἀλλὰ προστίθησί τινας ἡ νύμφη πάλιν λόγους,
435λέγουσα τάδε πρὸς αὐτούς, ὡς καθ’ εἱρμὸν εὑρήσεις·
436-453l1εὐώνυμος αὐτοῦ ὑπὸ τὴν κεφαλήν μου, καὶ ἡ δεξιὰ αὐτοῦ περιλήψεταί
436-453l2με [2, 6].
436 Ἡ τῶν ᾀσμάτων δύναμις τούτων τῶν λεγομένων· ἰδοὺ γὰρ βέλος γίνεται χερσὶ ταῖς τοῦ τοξότου ἡ πρὸ μικροῦ τῷ θαυμαστῷ κατατρωθεῖσα βέλει, ὥσπερ ταὐτόν τι καὶ ψυχὴ πέπονθεν ἡ τοῦ Παύλου.
440κἀκεῖνος γὰρ γενόμενος πιστὸς ἐξ ἀπιστίας καὶ ζωγρευθεὶς παρὰ Χριστοῦ τοῦ λόγου καὶ σωτῆρος εὐθὺς πρὸς ἔθνη τὰ μακρὰν καὶ πλάνῃ βεβυσμένα παρὰ τοῦ θείου πνεύματος πάντως ἐξαπεστάλη, ὥστε ζωγρεύειν τὰς ψυχὰς τῶν ἐκπεπλανημένων
445τῷ λόγῳ τοῦ κηρύγματος καὶ τῆς διδασκαλίας. Ταῦτα μὲν οὕτως ἔχουσιν, ὡς οἶμαι, στεφηφόρε· σὺ δὲ μηδ’ ὅλως ἐκπλαγῇς ἅπερ ἡ νύμφη λέγει, ὡς ἄρα χεὶρ εὐώνυμος αὐτοῦ τῇ κεφαλῇ μου, ἡ τούτου δ’ αὖθις δεξιὰ καὶ περιλήψεταί με.

2

(450)

τρόπον γὰρ βέλους κοσμικοῦ καὶ πετομένου λέγων ὁ λόγος ἐσχημάτισεν αὐτὴν ἐξαποστεῖλαι. Ἀλλὰ καιρὸς καὶ τῶν ἑξῆς ᾀσμάτων ἐπακοῦσαι.
ἀντιβολεῖ γὰρ καθεξῆς καὶ πάλιν τοὺς ἀγγέλους·
454-466l1ὥρκισα ὑμᾶς, θυγατέρες Ἱερουσαλήμ, ἐν ταῖς δυνάμεσι καὶ ἐν ταῖς ἰσ‐
454-466l2χύσεσι τοῦ ἀγροῦ, ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην, ἕως οὗ
454-466l3θελήσῃ [2, 7].
454Ἀγρὸν τὸν κόσμον νόησον, ἰσχὺν δὲ τούτου πάλιν
455τὴν τοῦ δεσπότου δύναμιν τοῦ λόγου καὶ νυμφίου. φησὶ γάρ· ὦ νυμφαγωγοὶ καὶ φίλοι τοῦ νυμφίου, ἐκείνας καταλείψασα τὰς συνεχεῖς αἰτήσεις μεθ’ ὅρκου φέρω δέησιν ὑμῖν ἀπὸ καρδίας, μηδέποτε παυθήσεσθαι λαμπρύνοντές με πλέον
460καὶ τὴν ἐμὴν αὐξάνοντες ἀγάπην πρὸς τὸν λόγον, μέχρις ἂν ὅλην με καλὴν ἐργάσησθε τοῖς τρόποις καὶ μέχρις ἂν ἐκπληρωθῇ θέλημα τοῦ νυμφίου. τοῦτο δ’ ἐστὶ τὸ θέλημα καὶ μόνον τοῦ νυμφίου τοῦ θέλοντος τὸ σῴζεσθαι πάντας ἀνθρώπους ὄντως,
465τὸ καθαράν με παντελῶς καὶ θεαυγῆ φανῆναι. Ἀλλ’ αὖθις θεωρήσωμεν τὰ καθ’ εἱρμὸν τοῦ λόγου.
467-478l1φωνὴ τοῦ ἀδελφιδοῦ μου [2, 8].
467 Τοσοῦτον ἀκατάληπτον ὄντως ἐστὶ τὸ θεῖον, ὅτι κἂν πάσας ἀρετάς τις κατορθώσῃ πόνοις, κἂν ὑψωθῇ πρὸς οὐρανοὺς τοῖς ἐναρέτοις τρόποις
470κἀντεῦθεν σύνεγγυς θεοῦ νομίσῃ καθεστάναι, ἔξω τυγχάνει πόρρωθεν τῆς θεϊκῆς οὐσίας. ἰδοὺ γὰρ ἡ προκόψασα καὶ φθάσασα πρὸς ὕψος καὶ προσδοκῶσα σύνεγγυς ἑστάναι τοῦ νυμφίου,
ἐπάρασα τοὺς ὀφθαλμοὺς ὥστε καὶ τοῦτον βλέψαι
475φωνὴν καὶ μόνην ἤκουσε μακρόθεν τοῦ νυμφίου. φωνὴν δὲ τούτου νόησον τῶν προφητῶν τὰς ῥήσεις τὰς τὴν τοῦ λόγου σάρκωσιν ἀρρήτως προδηλούσας. Εἶτα καὶ τί φησιν ἑξῆς ἐκείνη σκοπητέον.
479-494l1ἰδοὺ οὗτος ἥκει πηδῶν ἐπὶ τὰ ὄρη, διαλλόμενος ἐπὶ τοὺς βουνούς
479-494l2[2, 8].
479Εἰποῦσα πρῶτον τῆς φωνῆς ἀκοῦσαι τοῦ νυμφίου,
480φησὶ νῦν, οὗτος ἔρχεται πηδῶν ἐπὶ τὰ ὄρη. καλῶς ἐφιλοσόφησεν ἡ καθαρὰ παρθένος. ὁ γάρ τοι λόγος καὶ θεὸς πρὸ τῆς εἰς γῆν καθόδου προφήτας ἐξαπέστειλε προλέγοντας ἐκείνου τὴν πρὸς ἀνθρώπους κάθοδον καὶ σάρκωσιν τὴν θείαν,
485καὶ μετ’ ἐκείνους ἔφθασε κἀκεῖνος οὐρανόθεν. ὁ δὲ παρὼν αἰνίττεται λόγος ὁ τῶν Ἀισμάτων τὰ τῆς ἐνανθρωπήσεως τοῦ θεανθρώπου λόγου, δι’ ἧς ἑλκύσατο ψυχὰς ἐν ᾅδῃ τεθαμμένας δαίμονας ὅλους καθελὼν καὶ μόνῃ τῇ κελεύσει·
490τούτους γὰρ ὄρη κέκληκε καὶ πάλιν βουνοὺς λέγει. θαυματουργῶν γὰρ ὁ Χριστὸς καὶ δαίμονας ἐκβάλλων τῷ λόγῳ μόνῳ ξύμπαντας ἐπ’ ἴσης ἐταρτάρου, ἐλάττονας καὶ μείζονας ἢ μᾶλλον λεγεῶνας. Καὶ μετὰ ταῦτα τί φησιν ἡ νύμφη σκοπητέον·
495-505l1ὅμοιός ἐστιν ἀδελφιδοῦς μου δορκάδι ἢ νεβρῷ ἐλάφων ἐπὶ τὰ ὄρη
495-505l2Βεθήλ [2, 9].
495Σχεδὸν ταὐτόν τι πέφυκε τοῦτο τοῖς προρρηθεῖσι·
κἀνταῦθα γὰρ δεδήλωκε τὸν λόγον καὶ νυμφίον τοὺς δαίμονας ἐλαύνοντα καὶ καταταρταροῦντα. νεβρῷ δ’ αὐτὸν παρείκασεν ἐλάφων ἡ παρθένος ὡς δῆθεν ἀναλίσκοντα τὴν φύσιν τῶν δαιμόνων,

2

(500)

ὥσπερ τοὺς ὄφεις ἡ νεβρός, ἀλλ’ ἡ νεβρὸς ἐκείνη, ἥτις ἐπ’ ὄρους τοῦ Βεθὴλ ἔχει τὴν κατοικίαν. ὄρη δὲ γίνωσκε Βεθὴλ τὴν ἄνω κατοικίαν· ἡ δὲ δορκάς σοι τροπικῶς τὸν βλέποντα σημαίνει, οὗτος γὰρ βλέπειν πέφυκε τῶν πάντων τὰς καρδίας.
505Ἀλλ’ ἴδωμεν καὶ τί φησι τοῦ λόγου περαιτέρω.
506-517l1ἰδοὺ οὗτος ἕστηκεν ὀπίσω τοῦ τοίχου ἡμῶν, παρακύπτων διὰ τῶν θυ‐
506-517l2ρίδων, ἐκκύπτων διὰ τῶν δικτύων [2, 9].
506 Ἰδού, φησίν, ἐλήλυθεν ὁ λόγος καὶ νυμφίος, ὁ κατελθὼν ἀπὸ Βεθήλ, τῆς ἄνω κατοικίας. οὐδέπω δ’ εἰσελήλυθεν ἐντὸς τῶν περιβόλων, ἀλλ’ ἔξωθεν ἱστάμενος ὀπίσω τε τοῦ τοίχου
510διὰ θυρίδων ἔσωθεν ἐθέλει παρακύπτειν. σὺ δέ μοι τοῖχον γίνωσκε τὸν νόμον τὸν ἀρχαῖον τὸν ἐμποιοῦντα τὴν σκιὰν καὶ πλάνην τῶν ἀνθρώπων, θυρίδας δὲ καὶ δίκτυα τῶν προφητῶν τοὺς λόγους· καὶ γὰρ πρὸ τῆς σαρκώσεως τοῦ θεανθρώπου λόγου
515πολυμερῶς λελάληκε καὶ πάνυ πολυτρόπως ἐν τοῖς πατράσιν ὁ θεὸς διὰ προφητῶν καὶ νόμων. Ἀλλ’ ὅπερ λέγει καθ’ εἱρμὸν ἡ νύμφη σκοπητέον.
518-523l1ἀποκρίνεται ὁ ἀδελφιδοῦς μου καὶ λέγει μοι· ἀνάστα, ἐλθέ, ἡ πλησίον
518-523l2μου, καλή μου, περιστερά μου [2, 10].
518 Ἐπεί, φησίν, ἐλήλυθεν ὁ λόγος καὶ νυμφίος, ὁ τοῖς προφήταις χρώμενος ὥσπερ τισὶ θυρίσι,
520τοῦτό μοι πρῶτον εἴρηκεν ἔσωθεν παρακύπτων· ἀνάστηθι τοῦ πτώματος, τῆς πλάνης καὶ τοῦ σκότους, καὶ πρόσελθέ μοι καθαρῶς καὶ γίνου μοι πλησίον. Εἶτα, φησίν, ἐξεῖπέ μοι καὶ τάδε πρὸς ἐκείνοις·
524-547l1ἰδοὺ ὁ χειμὼν παρῆλθεν, ὁ ὑετὸς ἀπῆλθεν, ἐπορεύθη ἑαυτῷ· τὰ ἄνθη
524-547l2ὤφθη ἐν τῇ γῇ, καιρὸς τῆς τομῆς ἔφθασεν [2, 11—12].
524Ὅτι, φησί, κατήργησα τὴν φύσιν τῶν δαιμόνων
525τὴν ἀποκρυσταλλώσασαν τὴν φύσιν τῶν ἀνθρώπων καὶ δείξασαν ἀναίσθητον πρὸς τὸ καλὸν τελείως, κἀντεῦθεν ἀπελήλαται χειμὼν ὁ τῆς ἀπάτης καὶ πᾶς δεινός τις ὑετὸς ἀπῆλθεν, ἀπερρύη, καὶ τὸ τερπνὸν ἀνέτειλε τῆς ἀληθείας ἔαρ,
530ἡ γῆ δ’ ἀνθεῖν ἀπήρξατο, φύσις ἡ τῶν ἀνθρώπων, καιρὸς δὲ πέφθακε λοιπὸν τομῆς τῆς τῶν ἀνθέων, εἰ βούλει, κατασκεύασον στεφάνους ἐξ ἀνθέων. Ἡ τῶν ἀνθρώπων φύσις γάρ, ἣν γῆν ὁ λόγος εἶπεν, εἰδώλοις ὑποκλίνασα καὶ πλάνῃ τὸν αὐχένα,
535εἶδος οὐκ εἶχεν ἀρετῆς (τοῦτο γὰρ ἄνθος νόει), τῷ δριμυτάτῳ καὶ σφοδρῷ χειμῶνι τῷ τῆς πλάνης κρυσταλλωθεῖσα καὶ σχεδὸν ἐναπολιθωθεῖσα. τίς γὰρ ἠπίστατό ποτε τῆς πλάνης σκοτιζούσης τηρεῖν ἐξομολόγησιν, φυλάττειν σωφροσύνην,
540ἐγκράτειαν ἀσπάζεσθαι, φιλεῖν δικαιοσύνην; ἀλλ’ ἤδη πάντως ἤνθησεν ἡ γῆ. λοιπὸν ἀνάστα καὶ σπούδασον ἐξ ἀρετῆς στεφάνους σοι πλακῆναι.
Καὶ μάρτυς ἀπαράγραπτος ὑπάρχει τῶν ἀνθέων ὁ πρόδρομος τῆς χάριτος, λέγων· μετανοεῖτε.
545ὅστις πολλοὺς ἐβάπτισε τοῦ γένους τῶν Ἑβραίων ἰδὼν αὐτοὺς ἀνθήσαντας ἐν ἐξομολογήσει. τούτου γὰρ χάριν εἴρηκεν ὁ λόγος τῶν Ἀισμάτων·
548-549l1φωνὴ τῆς τρυγόνος ἠκούσθη ἐν γῇ ἡμῶν [2, 12].
548 Ὁ πρόδρομος τῆς χάριτος ὄντως φωνὴ τρυγόνος. ἀλλὰ προσβῶμεν καὶ μικρὸν τοῖς προσωτέρω λόγοις.
550-554l1ἡ συκῆ ἐξήνεγκε τοὺς ὀλύνθους αὐτῆς, αἱ ἄμπελοι κυπρίζουσιν,
550-554l2ἔδωκαν ὀσμήν [2, 13].

2

(550)

Τοῦτο ταὐτόν τι πέφυκε τάχα τοῖς προρρηθεῖσι. συκῆν γὰρ σύ μοι νόησον τὴν φύσιν τῶν ἀνθρώπων, ὀλύνθους δὲ τῶν ἀρετῶν τὰς ὑποδεεστέρας· ἀμπέλους πάλιν, δέσποτα, γίνωσκε κυπριζούσας ψυχὰς προκόπτειν εἰς καλὸν ἐναρξαμένας ἤδη.
555-556l1ἀνάστα, ἐλθέ, ἡ πλησίον μου, καλή μου, περιστερά μου [2, 13].
555 Τούτου πολλάκις εἴπομεν τοῦ λόγου τὰς ἐμφάσεις· λόγους λοιπὸν τοὺς ἐφεξῆς προσεφερμηνευτέον.
557-583l1δεῦρο σεαυτὴν ἐν σκέπῃ τῆς πέτρας ἐχόμενα τοῦ προτειχίσματος
557-583l2[2, 14].
557 Ὦ παρθενεύουσα ψυχή, φησί, καθαρωτάτη, ἀνάστηθι τοῦ πτώματος, καὶ δεῦρο, πλὴν προθύμως, οὐκ ἐξ ἀνάγκης δή τινος, ἀλλ’ ἑκουσίᾳ γνώμῃ·
560φησὶ γάρ, δεῦρο σεαυτήν, τοῦτ’ ἔστιν ἑκουσίως. Οὕτως δὲ πάντως εἰς ἐμέ, τὴν πέτραν, φησί, φθάσεις, ἤγουν τὴν πέτραν τῆς ζωῆς τὴν ὄντως αἰωνίαν, ἀπὸ τοῦ προτειχίσματος τοῦ παλαιτάτου νόμου τοῦ σύνεγγυς τυγχάνοντος τῆς πέτρας μεταβᾶσα.
565ἔχεται γοῦν ὡς ἀληθῶς, τοῦτ’ ἔστι προσεγγίζει, τῆς πέτρας τὸ προτείχισμα, καὶ μάθε καὶ τὸν τρόπον· προτείχισμα μὲν λέγεται δῆθεν ὁ πάλαι νόμος, πέτρα δὲ πάλιν ἀρραγὴς ἡ νέα διαθήκη. κἂν γὰρ δοκῶσιν ἔξωθεν ἀλλήλων ἐφεστάναι
570ὁ νόμος ὁ Μωσαϊκὸς καὶ τῶν εὐαγγελίων, ἀλλ’ ὅμως κατὰ δύναμιν ἀλλήλων ἔχονταί πως. τί γάρ ἐστιν ἐγγύτερον τῶνδε τῶν κελευσμάτων; ὁ παλαιὸς νομοθετεῖ νόμος τὸ μὴ μοιχεύειν, ἀλλ’ ὁ παρὼν καὶ καθ’ ἡμᾶς, ὁ τῶν εὐαγγελίων,
575καὶ πᾶσαν ἐγκελεύεται τέμνειν ἐπιθυμίαν· ἐκεῖνος δ’ αὖ ἀπέχεσθαι νομοθετεῖ τοῦ φόνου, ὁ δὲ μηδ’ ὅλως πρὸς ὀργὴν κινεῖσθαι δογματίζει. ἂν δὲ ζητῇς καὶ πρόβατον καὶ σάββατον καὶ πάσχα, τὰς φανερὰς καὶ σαρκικὰς ἐκείνου διατάξεις,
580καὶ ταῦθ’ εὑρήσεις ἐνταυθοῖ πνευματικῶς ἐγκύπτων· ἡ πέτρα γὰρ πνευματικὴ καὶ χοϊκὸς ὁ τοῖχος. Ἀλλ’ ἀκουσώμεθα λοιπὸν καὶ τῶν ἑξῆς ῥημάτων· ἀπόκρισιν γὰρ δίδωσιν ἡ νύμφη τῷ νυμφίῳ.
584-596l1δεῖξόν μοι τὴν ὄψιν σου καὶ ἀκούτισόν με τὴν φωνήν σου, ὅτι ἡ φωνή
584-596l2σου ἡδεῖα καὶ ἡ ὄψις σου ὡραία [2, 14].
584Εἰ καί τί μοι προσομιλεῖς, φησί, καλὲ νυμφίε,
585διά τινων προφητικῶν καὶ νομικῶν βιβλίων, ἀλλ’ ὡς ἐξόν μοι βλέψαι σε καὶ σῆς φωνῆς ἀκοῦσαι, ἀκούτισόν με τὴν φωνὴν καὶ δεῖξόν μοι τὴν θέαν. ὡς γὰρ ἡδεῖα πέφυκεν, οὕτω καὶ γλυκυτάτη ἡ σὴ φωνὴ προφητικῶς ἡμῖν ἐνηχουμένη,
590κἀντεῦθεν ἥν σου βλέπομεν ὄψιν ὡς ἐν κατόπτρῳ ὡραιοτάτη πέφυκε καὶ πανευειδεστάτη, τοιοῦτόν τι καθέστηκε τὸ κάλλος τῆς σῆς θέας καὶ τῆς φωνῆς ὁ γλυκασμὸς ἀμέσως δεδειγμένος. Ἤκουσε τὴν παράκλησιν τῆς νύμφης ὁ νυμφίος,
595καὶ μέλλων ὥσπερ ἑαυτὸν εἰς τοὐμφανὲς δεικνύειν πρῶτον εἰς ἄγραν παρορμᾷ τοὺς θηρευτάς, καὶ λέγει·
597-622l1πιάσατε ἡμῖν ἀλώπεκας μικροὺς ἀφανίζοντας ἀμπελῶνας, καὶ αἱ ἄμπε‐
597-622l2λοι ἡμῶν κυπρίζουσιν [2, 15].
597 Ὢ τῆς φρικτῆς καὶ φοβερᾶς τοῦ λόγου δυναστείας, ὢ παναλκοῦς δυνάμεως, ὢ κράτους ἀπορρήτου. κελεύει γὰρ τοῖς θηρευταῖς, τοῦτ’ ἔστι τοῖς ἀγγέλοις,

2

(600)

ὥσπερ ἀλώπεκάς τινας μικρὰς δυστηνοτάτας θηρεῦσαι καὶ συναγαγεῖν, κρατῆσαι καὶ δεσμεῦσαι τὴν πᾶσαν ἀποστατικὴν δύναμιν τῶν δαιμόνων. τὸν δράκοντα τὸν μέγιστον, τὴν ἀποστάτιν φύσιν, ὃς ἐνεδρεύει καθ’ ἡμῶν ὡς λέων ἐν τῇ μάνδρᾳ,
605τὸν κοσμοκράτορα σατᾶν, τοῦ σκότους τὸν προστάτην, τὸν ᾅδην τὸν πλατύνοντα τὸ στόμα τὸ ζοφῶδες, τὸν ἔχοντα καὶ φέροντα τὸ κράτος τοῦ θανάτου, τὸν ἐγκαυχώμενον λαβεῖν ὡς νοσσιὰν στρουθίου τὴν οἰκουμένην ξύμπασαν καὶ ταύτην ἀφανίσαι
610ὥσπερ ᾠά τινα σαθρὰ καταπεφρονημένα, τὸν ἐξαλείφειν θέλοντα τοὺς ὅρους τῆς θαλάσσης, τὸν ἐν νεφέλαις λέγοντα τὸν θρόνον καθιδρῦσαι, οὗπερ χαλκαῖ μὲν αἱ πλευραὶ καὶ σιδηρᾶ δ’ ἡ ῥάχις, ἔγκατα δ’ ὥς φασιν αὐτοῦ σμυρίτης ἄλλος λίθος,
615αὐτὸν τὸν ὄφιν τὸν δεινόν, τὸν γέροντα, τὸν μέγαν, καὶ πᾶσαν ἄλλην δύναμιν δαιμόνων ἐναντίαν ἡ δύναμις ὠνόμασε τῆς ὄντως δυναστείας ὡς ἀλωπέκια μικρὰ καὶ δολερὰ τῇ φύσει. τοὺς γοῦν μικροὺς ἀλώπεκας, φησί, κρατήσατέ μοι
620ὡς βλαπτικοὺς τυγχάνοντας ψυχῶν τῶν ἀνθρωπίνων· ἀμπέλους γὰρ ὡς ἀληθῶς ταύτας ἐννόει μόνας. Ἀλλ’ ἴδωμεν καὶ τί φησιν ἡ νύμφη καὶ παρθένος.
623-624l1ἀδελφιδοῦς μου ἐν ἐμοὶ κἀγὼ ἐν αὐτῷ [2, 16].
623 Ἰδού, φησίν, ἐβλέψαμεν ἀλλήλους οἱ ποθοῦντες. ἀλλ’ ἐφεξῆς ἐκδυσωπεῖ λέγουσα τῷ νυμφίῳ·
625-636l1ὁ ποιμαίνων ἐν τοῖς κρίνοις, ἕως οὗ διαπνεύσῃ ἡμέρα καὶ κινηθῶσιν
625-636l2αἱ σκιαί. ἀπόστρεψον, ὁμοιώθητι, ἀδελφιδέ μου, τῇ δορκάδι ἢ νεβρῷ
625-636l3ἐλάφων ἐπὶ τὰ ὄρη τῶν κοιλωμάτων [2, 16—17].
625Ὦ καλλιστότατε ποιμὴν τῶν λογικῶν θρεμμάτων,
φησὶν ἡ νύμφη πρὸς αὐτὸν τὸν λόγον καὶ νυμφίον, ὃς τρέφεις σου τὰ πρόβατα ταῖς ἀρεταῖς ὡς κρίνοις, καὶ πάλιν φάνηθι δορκὰς ἢ καὶ νεβρὸς ἐλάφων, καὶ πάλιν νῦν ἐκζήτησον, ὥσπερ ἀνθυποστρέψας,
630ἅπερ ἐπήδας πρὸ μικροῦ τῶν κοιλωμάτων ὄρη· καὶ πᾶσαν ἐξαφάνισον δύναμιν ἐναντίαν καὶ καθομάλισον βουνοὺς τοὺς ἄγαν ἐπηρμένους. οὕτω γὰρ πληρωθήσεται σοῖς δρόμοις πᾶσα φάραγξ καὶ πᾶς ταπεινωθήσεται βουνὸς ὁ τῆς κακίας
635καὶ πᾶσαι κινηθήσονται σκιαὶ τῆς ἀθεΐας καὶ διαπνεύσειε βροτοῖς ἡμέρα σωτηρίας.
637-650l1ἐπὶ τὴν κοίτην μου ἐν νυξὶν ἐζήτησα ὃν ἠγάπησεν ἡ ψυχή μου·
637-650l2ἐζήτησα αὐτὸν καὶ οὐχ εὗρον αὐτόν, ἐκάλεσα αὐτὸν καὶ οὐχ ὑπήκουσέ
637-650l3μου [3, 1].
637 Ὡς ὄντως ἀκατάληπτος ἡ σή, Χριστέ μου, φύσις. ἐπὶ τὴν κοίτην μου, φησί, τὴν ἄγαν προκοπήν μου, ἐν ᾗ καὶ φθάσασα λοιπὸν ἤλπισα καταπαῦσαι
640ὡς ἤδη τὴν ἀκρότητα πάντων καταλαβοῦσα, ὅταν πρὸς νύκτα πέφθακα τῶν θείων μυστηρίων, θερμῶς ἀναζητήσασα τὸν λόγον καὶ νυμφίον οὐχ εὗρον τοῦτον οὐδαμῶς ἐκεῖσε πεφυκότα· καὶ πάλιν τοῦτον κέκληκα, πλὴν οὐχ ὑπήκουσέ μου.
645ὡς ἀληθῶς ἐκτραγῳδεῖ τοὺς λόγους ἡ παρθένος. ψυχὴ γὰρ πᾶσα καθαρά, κἂν πρὸς ἀγγέλους φθάσῃ καὶ τῶν ἀδύτων ἔσωθεν εἰσέλθῃ τῶν ἀρρήτων, μὴ νομιζέτω κατιδεῖν τὴν θεϊκὴν οὐσίαν. Ἐπεὶ γοῦν ὡς ἐζήτησεν οὐχ εὗρε τὸν νυμφίον,

2

(650)

ἀκούσωμεν τί βούλεται. φησὶ γὰρ οὕτω πάλιν·
651-664l1ἀναστήσομαι δὴ καὶ κυκλώσω ἐν τῇ πόλει, ἐν ἀγοραῖς καὶ ἐν ταῖς
651-664l2πλατείαις, καὶ ζητήσω ὃν ἠγάπησεν ἡ ψυχή μου. ἐζήτησα αὐτὸν καὶ
651-664l3οὐχ εὗρον αὐτόν [3, 2].
651 Ἐξαναστήσομαι, φησί, καὶ ψηλαφήσω τοῦτον καὶ πᾶσαν ὑπερκόσμιον περικυκλώσω φύσιν, ἣν πόλιν ἐπωνόμασεν ὁ λόγος τῶν Ἀισμάτων, καθώσπερ εἶπεν ἀγορὰν τὰς ἄνω πανηγύρεις.
655ὡς γοῦν ἀνέστην δή, φησίν, εἰς ζήτησιν ἐκείνου καὶ τῷ σκοπῷ καὶ λογισμῷ τὰς τῶν ἀγγέλων φύσεις ἁπάσας ἐξηρεύνησα μετὰ πολλοῦ τοῦ πόνου, ἐλπίζουσα καταλαβεῖν αὐτὸν ἐν τοῖς ἀγγέλοις— ὡς ἐψηλάφουν τοιγαροῦν αὐτὸν ἐν τοῖς ἀγγέλοις,
660ὅπως ἂν μάθω τίς ἐστι καὶ ποδαπὸς τυγχάνει καὶ πόθεν ἔχει τὴν ἀρχὴν καὶ τίνι καταλήγει, οἱ φύλακες τῆς πόλεως, Σιὼν τῆς ἀνωτάτω, περινοστοῦσαν εἶδόν με τὴν πόλιν καὶ ζητοῦσαν. Φησὶ γὰρ οὕτω καθεξῆς ὥσπερ ἀφηγουμένη·
665l1εὕροσαν με οἱ τηροῦντες, οἱ κυκλοῦντες ἐν τῇ πόλει [3, 3].
665Εἶτα, φησίν, ἠρώτησα πρὸς τοὺς ἀγγέλους τάδε·
666-669l1μὴ ὃν ἠγάπησεν ἡ ψυχή μου εἴδετε; [3, 3].
666 Ἤλπιζον γὰρ ὡς ἀληθῶς κἂν τοῖς ἀγγέλοις εἶναι καταληπτὸν καὶ προσιτὸν τὸν λόγον καὶ νυμφίον· ἐπεὶ δὲ τούτους ἔγνωκα μηδὲν ἐπισταμένους, παρῆλθον αὖθις ἀπ’ αὐτῶν, φησίν, ἐξαποροῦσα.
670-675l1ὡς μικρὸν ὅτε παρῆλθον ἀπ’ αὐτῶν, ἕως οὗ εὗρον ὃν ἠγάπησεν ἡ
670-675l2ψυχή μου [3, 4].
670Ὡς γοῦν παρῆλθον δή, φησί, μικρὸν ἐκ τῶν ἀγγέλων,
πιστεύσασα τῷ λογισμῷ τὴν ἀκαταληψίαν τοῦ παντοκράτορος Χριστοῦ καὶ θεανθρώπου λόγου, εὗρον αὐτὸν ὡς ἀληθῶς ἐν τοῖς ἀκαταλήπτοις. ἡ φύσις γὰρ ἡ θεϊκὴ τοῦ λόγου καὶ νυμφίου
675τῷ μὴ καταλαμβάνεσθαι καταληπτὴ τυγχάνει.
676-683l1ἐκράτησα αὐτὸν καὶ οὐκ ἀφῆκα αὐτόν, ἕως οὗ εἰσήγαγον αὐτὸν εἰς
676-683l2οἶκον μητρός μου καὶ εἰς ταμεῖον τῆς συλλαβούσης με [3, 4].
676 Ἐπείπερ ἀκατάληπτον, φησίν, αὐτὸν ἐφεῦρον, ἔνδον αὐτὸν ἐκράτησα καὶ μέσον τῆς καρδίας καὶ τῷ πατρὶ συνάναρχον ἐγνώρισα τυγχάνειν. ἡμεῖς γὰρ οἶκοι καὶ ναοὶ καὶ μάλιστα ταμεῖα
680τοῦ πνεύματος τυγχάνομεν, κατὰ τὸν μέγαν Παῦλον, τοῦ καὶ γεννήσαντος ἡμᾶς καὶ τρέφοντος ὡς οἶδεν. Ἀλλὰ τὴν κρείττω προκοπὴν ἡ νύμφη ψηλαφῶσα πάλιν αὐτοὺς ἐκδυσωπεῖ, φησὶ γὰρ τούτοις τάδε·
684-685l1ὥρκισα ὑμᾶς, θυγατέρες Ἱερουσαλήμ, ἐν ταῖς δυνάμεσι καὶ ἐν ταῖς
684-685l2ἰσχύσεσι τοῦ ἀγροῦ, ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην, ἕως
684-685l3οὗ θελήσῃ [3, 5].
684Τοῦ λόγου τούτου φθάσαντες εἴπομεν τὰς ἐμφάσεις·
685λόγους λοιπὸν ὡς δυνατὸν τοὺς ἐφεξῆς σκεπτέον.
686-703l1τίς αὕτη ἡ ἀναβαίνουσα ἀπὸ τῆς ἐρήμου ὡς στελέχη καπνοῦ τεθυμια‐
686-703l2μένου σμύρναν καὶ λίβανον ἀπὸ πάντων κονιορτῶν μυρεψοῦ; [3, 6].
686 Ταῦτα μὲν λέγουσιν ἁπλῶς οἱ φίλοι πρὸς τοὺς φίλους, ὁ τῶν ῥημάτων δὲ σκοπὸς οὗτός ἐστιν, ὡς οἶμαι. ἡ νύμφη μὲν καὶ πρότερον ταῖς ἀρεταῖς ὑψώθη, τῇ πίστει, τῇ πραότητι καὶ τῇ δικαιοσύνῃ·
690ἐπεὶ δὲ καὶ πρὸς ἀρετῆς ἄλλο μετέβη σχῆμα, νηστείας ἀγρυπνίας τε καὶ προσευχῆς παννύχου, καὶ τὴν μορφὴν ἠλλάξατο ταῖς ἄγαν χαμευνίαις, οἱ φίλοι κατεπλάγησαν τῆς προκοπῆς τῆς νύμφης καί πως ὑποκρινόμενοι δῆθεν ὡς ἀγνοοῦντες,
695περὶ τῆς νύμφης θέλουσιν ἐπερωτᾶν ἀλλήλους, τίς αὕτη, λέγοντες, ἐστίν, ἥτις ἐκ τῆς ἐρήμου πρὸς οὐρανοὺς ἀνέδραμεν ὥσπερ καπνοῦ στελέχη, σμύρνης ὀσμὴν ἐκπέμπουσα καὶ θαυμαστοῦ λιβάνου; ψυχὴ γὰρ πᾶσα θέλουσα λίβανον τελεσθῆναι,

2

(700)

ἤγουν τερπνὸν θυμίαμα τῷ βασιλεῖ τῶν ὅλων, ἂν μὴ νεκρώσῃ πρότερον πάντα τὰ μέλη ταύτης καὶ σμύρνα δῆθεν γένηται Χριστῷ συννεκρωθεῖσα, οὐκ ἄλλως γίνεταί ποτε λίβανον τῷ κυρίῳ.
704-727l1ἰδοὺ ἡ κλίνη Σολομῶντος, ἑξήκοντα δυνατοὶ κύκλῳ αὐτῆς ἀπὸ δυ‐
704-727l2νατῶν Ἰσραήλ, πάντες κατέχοντες ῥομφαίαν, δεδιδαγμένοι πόλεμον·
704-727l3ἀνὴρ ῥομφαίαν ἐπὶ τὸν μηρὸν αὐτοῦ ἀπὸ θάμβους ἐν νυξίν [3, 7—8].
704Οἱ φίλοι ταῦτα λέγουσι δῆθεν πρὸς τὴν παρθένον
705τὸ κάλλος ἀφηγούμενοι τῆς κλίνης τοῦ νυμφίου, ὡς μᾶλλον ὑπανάψωσι τὸν πόθον τὸν τῆς νύμφης. Σὺ δέ μοι σφόδρα πρόσεχε τῇ τούτων ἐξηγήσει. κλίνη τυγχάνει Σολομῶν ὁ τῶν σωθέντων τόπος, ἑξήκοντα δὲ δυνατοὶ περικυκλοῦντες ταύτην
710ὄντως αὐτοὶ πεφύκασιν οἱ πάνυ σεσωμένοι. ἑξήκοντα δὲ λέγονται τῷ λόγῳ τῶν Ἀισμάτων ὡς δεκαπλασιάσαντες ἐν ἀγαθοεργίαις τὴν δεδομένην πρὸς αὐτοὺς ἑξάδα τῶν ταλάντων. οἵτινες ὄντες δυνατοὶ τῇ χάριτι τῇ θείᾳ
715θάμβους ἐνέπλησαν πολλοῦ τὰ στίφη τῶν δαιμόνων τῶν ἐν νυξὶ τὸν πόλεμον ἐχόντων κατ’ ἀνθρώπων, ὥσπερ ἐκπλήττει τις ἀνὴρ ῥομφαίαν μηρῷ φέρων τοὺς μὴ πρὸς πόλεμον καλῶς ἐκδεδοκιμασμένους. ἐκεῖνοι γὰρ σπασάμενοι τὸ τοῦ σταυροῦ σημεῖον
720ὥσπερ ῥομφαίαν δίστομον ἠκονημένην λίαν πρὸς τὰς ἀρχὰς ἀντέστησαν καὶ πρὸς τὰς ἐξουσίας τοῦ κοσμοκράτορος σατᾶν, τοῦ σκότους τοὺς προστάτας. Ταῦτα μὲν οὕτω παρ’ ἡμῶν ὡς δυνατὸν ἐλέχθη· εἰ δ’ ἴσως κατὰ σύνταξιν ὁ λόγος οὐ προβαίνει,
725μὴ τὸ θαυμάσῃς, δέσποτα, μηδὲ δυσαρεστήσῃς, οὕτως γὰρ ἔχει τὰ πολλὰ τῶν προφητικωτέρων. Φέρε λοιπὸν ἁψώμεθα τῶν ἐφεξῆς ᾀσμάτων.
728-749l1φορεῖον ἐποίησεν ἑαυτῷ ὁ βασιλεὺς Σολομῶν ἀπὸ ξύλου τοῦ Λιβάνου.
728-749l2στύλους αὐτοῦ ἐποίησεν ἀργυροῦς καὶ τὸ ἀνάκλιτον αὐτοῦ
728-749l3ἐπίβασιν αὐτοῦ πορφυρᾶν, ἐντὸς αὐτοῦ λιθόστρωτον, ἀγάπην ἀπὸ θυ‐
728-749l4γατέρων Ἱερουσαλήμ [3, 9—10].
728 Ὁ λόγος ὁ προκείμενος τοῦ μέλους τῶν Ἀισμάτων τὴν ἐξ ἐθνῶν αἰνίττεται πανσόφως ἐκκλησίαν.
730ὁ βασιλεὺς γὰρ Σολομῶν, τοῦτ’ ἔστιν ὁ νυμφίος, ἐν ταύτῃ κλίνει κεφαλὴν ὡς ἔν τινι φορείῳ· ἥντινα κατεσκεύασεν ἐκ ξύλων τοῦ Λιβάνου, τοῦτ’ ἔστιν ἀπὸ τῶν ἐθνῶν τῶν ἀπωσμένων πάλαι. ἔστι μὲν γὰρ καὶ Λίβανος σεπτός, ἡγιασμένος,
735οὗτινος μέμνηται Δαυὶδ ὁ ψαλμογράφος λέγων· ὡς φοῖνιξ ἐξανθήσεται δίκαιος ἐν κυρίῳ καὶ πληθυνθήσεται καλῶς ὡς κέδρος ἐν Λιβάνῳ.
ἔστι δὲ πάλιν Λίβανος ἀπόβλητος ἐν πᾶσιν, οὗπερ ἐπεύχεται Δαυὶδ τὰς κέδρους συντριβῆναι.
740στύλους δὲ σύ μοι νόησον καὶ βάσεις τοῦ φορείου τοὺς ἀποστόλους ἀληθῶς καὶ τοὺς προφήτας ὅλους, οἵτινες ὑπεστήριξαν Χριστοῦ τὴν ἐκκλησίαν καὶ τὴν ἀγάπην ηὔξησαν, ἤγουν τὴν σωτηρίαν, τῶν ἀνθρωπίνων δηλαδὴ ψυχῶν τῶν ἀπωσμένων.
745 Ταῦτα μὲν οὖν λελάληκεν ὑπὲρ αὐτῆς ἡ νύμφη· εἶτα προτρέπεται ψυχαῖς ἁπάσαις τῶν ἀνθρώπων ὑπεξελθεῖν τῶν κοσμικῶν σκανδάλων καὶ θορύβων καὶ τὸν νυμφίον κατιδεῖν αὐταῖς συνηνωμένον. φησὶ γὰρ οὕτω πρὸς αὐτὰς ὑφ’ ἡδονῆς ἡ νύμφη·
750-760l1ἐξέλθετε καὶ ἴδετε, θυγατέρες Σιών, ἐν τῷ βασιλεῖ Σολομῶν, ἐν τῷ
750-760l2στεφάνῳ ᾧ ἐστεφάνωσεν αὐτὸν ἡ μήτηρ αὐτοῦ ἐν ἡμέρᾳ νυμφεύσεως
750-760l3καὶ ἐν ἡμέρᾳ εὐφροσύνης καρδίας αὐτοῦ [3, 11].

2

(750)

Ὦ θυγατέρες τῆς Σιών, φησὶν ἡ νύμφη πάλιν, ἐπείπερ ἔγωγε, τὸ πρὶν οὖσα μεμισημένη, γέγονα νῦν τερπνότατον φορεῖον τοῦ νυμφίου, θέλω καὶ πάσας ἐκφυγεῖν ὑμᾶς ἀπὸ τοῦ βίου καὶ καθαροῖς ἐν ὄμμασι προσβλέψαι τῷ νυμφίῳ
755περικειμένῳ στέφανον ἐκ λίθων σεβασμίων, ἐν ᾧπερ ἐστεφάνωσεν αὐτὸν ἡ μήτηρ τούτου σήμερον μνηστευόμενον ἐμὲ τὴν ἐκκλησίαν. μήτηρ δὲ τούτου πέφυκεν ἡ τοῦ πατρὸς ἀγάπη. Τούτων ὡς ἤκουσεν αὐτῆς τῶν λόγων ὁ νυμφίος,
760πρὸς ἔπαινον ἐγείρεται τοῦ κάλλους αὐτῆς λέγων·
761-764l1ἰδοὺ εἶ καλή, ἡ πλησίον μου, ἰδοὺ εἶ καλή [4, 1].
761Καλὴ γὰρ ὄντως πέφυκας, φησί, κἀμοῦ πλησίον,
πάσας σωθῆναι θέλουσα τὰς ψυχὰς τῶν ἀνθρώπων. Εἶτ’ ἐπαινέσαι βουληθεὶς αὐτὴν καὶ κατὰ μέρος φησί πως οὕτω πρὸς αὐτήν, ἤγουν τὴν ἐκκλησίαν·
765-777l1ὀφθαλμοί σου περιστερᾶς [4, 1].
765 Ὥσπερ ἐν σώματι βροτοῦ πολλὰ τυγχάνει μέλη, πόδες καὶ χεῖρες καὶ μασθοὶ καὶ στῆθος καὶ κοιλία, οὕτω καὶ σῶμα πάνσεπτον τῆς θείας ἐκκλησίας, οὗπερ τυγχάνει κεφαλὴ Χριστὸς ὁ καὶ νυμφίος, καὶ χεῖρας ἔχει τροπικῶς καὶ πόδας καὶ κοιλίαν
770ὄμματά τε καὶ τράχηλον ὀδόντας τε καὶ τρίχας. τούτων γοῦν πάντων τῶν μερῶν καὶ τῶν μελῶν τὸ κάλλος τῆς νύμφης θέλων ἐπαινεῖν Χριστὸς ὁ καὶ νυμφίος ἐξ ὀφθαλμῶν ἀπήρξατο τὸν ἔπαινον συμπλέκειν. σὺ δ’ ὀφθαλμοὺς ἐννόησον τῆς θείας ἐκκλησίας
775τὸ σύνταγμα τῶν προφητῶν τῶν ὀξυδερκεστάτων. Θέλων δὲ ταύτης ἐπαινεῖν τοὺς ὀφθαλμοὺς τοὺς ἔνδον φησὶ καὶ τοῦτο πρὸς αὐτήν, ὡς καθ’ εἱρμὸν εὑρήσεις·
778-779l1ἐκτὸς τῆς σιωπήσεώς σου [4, 1].
778 Τοὺς ὀφθαλμούς σου γάρ, φησιν, ἐπῄνεσα τοὺς ἔξω, οἱ γὰρ ἐντὸς ὑπέρτεροι τυγχάνουσιν ἐπαίνων.
780-784l1τριχώματά σου ὡς ἀγέλαι τῶν αἰγῶν αἱ ἀποκαλυφθεῖσαι ἀπὸ τοῦ Γα‐
780-784l2λαάδ [4, 1].
780 Ταῦτα μὲν οὖν ὡς γυναικὶ προσομιλεῖ τῇ νύμφῃ· εἰ δ’ ἀναγωγικώτερον ἐξερευνῆσαι θέλεις, τριχώματα πεφύκασι τῆς νύμφης καὶ παρθένου, ἤγουν ἐγκαλλωπίσματα τῆς θείας ἐκκλησίας,
τὸ πλῆθος ὄντως τοῦ λαοῦ τῆς ἐξ ἐθνῶν ἀγέλης.
785-790l1ὀδόντες σου ὡς ἀγέλαι τῶν κεκαρμένων αἱ ἀναβαίνουσαι ἀπὸ τοῦ λου‐
785-790l2τροῦ, αἱ πᾶσαι διδυμεύουσαι, καὶ ἀτεκνοῦσα οὐκ ἔστιν ἐν αὐταῖς
785-790l3[4, 2].
785 Ὀδόντας δέ μοι γίνωσκε τοὺς θείους διδασκάλους τοὺς σαφηνίζοντας ἡμῖν γραφὴν τὴν σεβασμίαν, τοὺς τὰς φροντίδας τῆς σαρκὸς ἐναποκειραμένους καὶ τῷ τῆς συνειδήσεως λουτρῷ κεκαθαρμένους. διδυμοτόκους πάλιν δὲ τούτους ὁ λόγος εἶπεν
790ὡς καὶ ψυχὰς καὶ σώματα καλῶς καθηγνισμένους.
791-797l1ὡς σπαρτίον κόκκινον χείλη σου, καὶ ἡ λαλιά σου ὡραία [4, 3].
791 Ἐν τούτοις πάλιν ἐπαινεῖ τὰ χείλη τὰ τῆς νύμφης. σὺ δὲ σπαρτίον γίνωσκε τῆς σιωπῆς τὸ μέτρον, τὴν δ’ αὖ ὡραίαν λαλιὰν τὸ κήρυγμα τὸ θεῖον. φησὶ γάρ· σὺ κατώρθωσας τῆς σιωπῆς τὴν χάριν
795μηδὲν λαλοῦσα περιττὸν μηδὲ πεπλανημένον· εἰ γὰρ θελήσεις πώποτε λαλῆσαι καὶ φωνῆσαι, τὸ κήρυγμα τῆς πίστεως κηρύττεις καὶ διδάσκεις.
798-804l1ὡς λέπυρον ῥοᾶς μῆλόν σου ἐκτὸς τῆς σιωπήσεώς σου [4, 3].
798 Διπλοῦν κἀνταῦθα δέδωκε τὸν ἔπαινον τοῦ κάλλους. τὸ τοῦ προσώπου γὰρ αὐτῆς νῦν ἐπαινέσας μῆλον

2

(800)

ὡς πλῆρες ἐρυθήματος καὶ σωφροσύνης γέμον, ἐπῄνεσε καὶ τῆς ψυχῆς τὸ κάλλος λέγων οὕτως· ἐκτὸς τῆς σιωπήσεως, τοῦ κάλλους τῆς ψυχῆς σου. ταῦτα μὲν οὖν ἐρωτικὴν ἔξωθεν ἔχει θέαν, ἀλλ’ ἔνδον μεγαλοπρεπεῖς τὰς ἀναβάσεις φέρει.
805-821l1ὡς πύργος Δαυὶδ τράχηλός σου ὁ οἰκοδομημένος ἐν Θαλπιώθ· χίλιοι
805-821l2θυρεοὶ κρέμανται ἐπ’ αὐτόν, πᾶσαι βολίδες δυνατῶν [4, 4].
805 Καὶ ταῦτα γυναικοπρεπῶς προσομιλεῖ τῇ νύμφῃ· θέλων γὰρ ταύτης ἐπαινεῖν τὸν τράχηλον ἐξόχως πύργῳ παρείκασεν αὐτὸν ὑψηλοτάτῳ πάνυ τῷ δομηθέντι πρότερον παρὰ Δαυὶδ τοῦ θείου ἐν Θαλπιὼθ πρὸς τήρησιν ἁπάντων τῶν ἀρμάτων
810τῶν τροπουμένων παρ’ αὐτοῦ πολλάκις ἀλλοφύλων. Σὺ δέ μοι τράχηλον αὐτῆς τῆς θείας ἐκκλησίας τὸν μέγαν Παῦλον γίνωσκε, δέσποτα στεφηφόρε, τὸν τὸν Χριστὸν βαστάσαντα, τὴν κεφαλὴν τῶν ὅλων, καὶ κατ’ ἐκεῖνον εἴ τινας ἑτέρους διδαχθήσῃ.
815τούτων καὶ γὰρ ἐξήρτηνται τάξεις τῶν ἀσωμάτων, οὕσπερ ὁ λόγος θυρεοὺς ἐκάλεσε χιλίους. μὴ μέντοι λόγον ἀπαιτῇς, δέσποτα, τῶν χιλίων, ἔθος γάρ ἐστι τῇ γραφῇ πολλάκις ταῦτα λέγειν, ὥς που φησίν, ὁ νόμος σου τοῦ στόματος τυγχάνει
820ὑπὲρ ἀργύρου καὶ χρυσοῦ, δέσποτα, χιλιάδας· καὶ χιλιάδας ἀλλαχοῦ τῶν εὐθηνούντων λέγει.
822-826l1δύο μασθοί σου ὡς δύο νεβροὶ δίδυμοι δορκάδος οἱ νεμόμενοι ἐν τοῖς
822-826l2κρίνοις [4, 5].
822 Καὶ τοῦτο γυναικοπρεπῶς ἔξωθεν λελεγμένον ἔσωθεν ἔχει θαυμαστὴν ἐξήγησιν καὶ χάριν. μασθοὺς γὰρ γίνωσκε διττοὺς τῆς θείας ἐκκλησίας
825αἷμα καὶ ὕδωρ τὸ σεπτὸν τοῦ λόγου καὶ σωτῆρος, δι’ ὧν ἀρδεύονται ψυχαὶ πιστῶν εἰς σωτηρίαν.
827-841l1ἕως οὗ διαπνεύσῃ ἡμέρα καὶ κινηθῶσιν αἱ σκιαί, πορεύσομαι ἐμαυτῷ
827-841l2πρὸς τὸ ὄρος τῆς σμύρνης καὶ πρὸς τὸν βουνὸν τοῦ λιβάνου [4, 6].
827 Ἐν τούτοις ὑπαινίττεται τὸ πάθος τοῦ σωτῆρος. σμύρνης γὰρ ὄρος γίνωσκε τὰ πάθη τοῦ σωτῆρος, λιβάνου πάλιν δὲ βουνὸν ἴσθι τὴν δόξαν τούτου,
830ἥνπερ ἐδόξασεν αὐτὸν πατὴρ ἄνωθεν μόνος. τοῦτο γοῦν ὅλον πέφυκεν ὃ λέγει τῇ παρθένῳ· δεῦρό μοι συσταυρώθητι πρὸς πάθος ἠπειγμένῳ, ἵνα μεγάλως σὺν ἐμοὶ πατρόθεν δοξασθήσῃ. αὐτομολεῖν γὰρ ἔγωγε βούλομαι πρὸς τὸ πάθος,
835ὅπως αὐγάσω τοῖς πιστοῖς ἡμέραν σωτηρίας καὶ κινηθῶσιν αἱ σκιαὶ πᾶσαι τῆς ἀθεΐας· πλὴν ἐμαυτῷ πορεύσομαι, τοῦτ’ ἔστιν ἑκουσίως. Ταῦτα μὲν οὖν λελάληκεν ὁ κάλλιστος νυμφίος. ἐπεὶ δὲ ταύτην ἔγνωκε τούτῳ συσταυρωθεῖσαν
840καὶ πᾶσαν ἐκπληρώσασαν τὴν ἐντολὴν ἐκείνου, πάλιν ἐπῄνεσεν αὐτήν. φησὶ γὰρ οὕτω τάδε·
842l1καλὴ εἶ, πλησίον μου, καὶ μῶμος οὐκ ἔστιν ἐν σοί [4, 7].
842Εἶτα πρὸς μείζονα καλεῖ ταύτην ἀρθῆναι δόξαν·
843-853l1δεῦρο ἀπὸ Λιβάνου, νύμφη, δεῦρο ἀπὸ Λιβάνου ἐλεύσῃ καὶ διελεύσῃ
843-853l2ἀπ’ ἀρχῆς πίστεως, ἀπὸ κεφαλῆς Σανὴρ καὶ Ἐρμών, ἀπὸ μανδρῶν λε‐
843-853l3όντων, ἀπὸ ὀρέων παρδάλεως [4, 8].
843 Ἐπεί, φησίν, ἐλήλυθας εἰς ὄρος τὸ τῆς σμύρνης καὶ συνανέβης ἔμοιγε βουνὸν τὸν τοῦ λιβάνου,
845ἤγουν ἐμοὶ συνέπαθες, εἶτα συνεδοξάσθης, δεῦρο λοιπὸν ἀνάβηθι τάχος ἐκ τοῦ Λιβάνου πρὸς ὑψηλότερά τινα τῆς προκοπῆς χωρία, καὶ μὴ παυθήσῃ πώποτε συναναβαίνουσά μοι
καὶ φεύγουσα παραδάλεων μάνδρας καὶ τῶν λεόντων.

2

(850)

Ἐπεὶ δ’ ὁ λόγος γέγονεν ἔργον ἐκ τῶν πραγμάτων, καὶ συνυψώθη τῷ Χριστῷ, τῷ καθαρῷ νυμφίῳ, οἱ φίλοι κατεπλάγησαν τὴν προκοπὴν τῆς νύμφης καὶ πρὸς αὐτὴν θαυμαστικῶς ἐξεῖπον τὴν παρθένον·
854-862l1ἐκαρδίωσας ἡμᾶς, ἀδελφὴ ἡμῶν νύμφη, ἐκαρδίωσας ἡμᾶς ἑνὶ ἀπὸ τῶν
854-862l2ὀφθαλμῶν σου, ἐν μιᾷ ἐνθέματι τραχήλου σου [4, 9].
854Ἐδίδαξας ἡμᾶς, φασί, περὶ θεοῦ τι πλέον
855ὁρῶντάς σου τὸν ὀφθαλμὸν τὸν τῆς ψυχῆς, ὦ νύμφη, ἐνατενίζοντα θερμῶς τῷ λόγῳ καὶ νυμφίῳ καὶ τῆς ψυχῆς τὸν τράχηλον τῆς σῆς ὑποκλιθέντα καὶ τοῦ Χριστοῦ τὸν ἐλαφρὸν ζυγὸν ἀναλαβόντα. ὡς ὄντως ἐκαρδίωσας ἡμᾶς, φασίν, ὦ νύμφη·
860ὡς ἀπὸ σοῦ γὰρ ἔγνωμεν τὴν σάρκωσιν τοῦ λόγου. Οὕτω μὲν οὖν ἐπῄνεσαν οἱ φίλοι τὴν παρθένον· ἀλλ’ ἀκουσώμεθα λοιπὸν καὶ πάλιν τοῦ νυμφίου.
863-876l1τί ἐκαλλιώθησαν μασθοί σου, ἀδελφή μου νύμφη· τί ἐκαλλιώθησαν
863-876l2μασθοί σου ἀπὸ οἴνου [4, 10].
863 Ἐνταῦθα πάλιν ἐπαινεῖ τῆς θείας ἐκκλησίας τὴν τῶν μασθῶν ἀλλοίωσιν, ἤγουν τῶν διδαγμάτων.
865αὐξήσασα τὰ τέκνα γάρ, ὥσπερ γυνὴ φιλόπαις, τὸν ἐξ ἐθνῶν φημι λαόν, καὶ τοῦτον καθορῶσα πρὸς μέτρον φθάσαντα στερρὸν τῆς θείας ἡλικίας καὶ μὴ ψελλίζοντα ποσῶς τὴν πίστιν τὴν ἁγίαν, οἶνον ἀντὶ τοῦ γάλακτος προχέει καθ’ ἡμέραν,
870τοῦτ’ ἔστιν ὑψηλότερα δόγματα τούτοις νέμει.
τὸ πρὶν μὲν γὰρ ἐδίδασκεν αὐτοῖς ὡς νεωτέροις πατέρα σέβειν καὶ υἱὸν καὶ πνεῦμα, θεὸν ἕνα, ὅπερ ὡς γάλα πέφυκε δῆθεν διδασκαλίας, νῦν δὲ διδάσκει σωφρονεῖν, φυλάττειν παρθενίαν,
875ἐγκράτειαν ἀσπάζεσθαι, τηρεῖν δικαιοσύνην, ἅπερ ὡς οἶνος λέγεται διδασκαλίας εἶναι.
877-879l1καὶ ὀσμὴ ἱματίων σου ὑπὲρ πάντα τὰ ἀρώματα [4, 10].
877 Ἣν δ’ ἀπὸ σοῦ περιβολὴν τῶν ἱματίων ἔχω ἐκ τῶν προσαγομένων μοι, φησί, θυμιαμάτων, κρείττονα πάντων ἥγημαι τῶν ἀρωμάτων μόνην.
880-881l1κηρίον ἀποστάζουσι τὰ χείλη σου, νύμφη [4, 11].
880 Ἣν γάρ, φησί, τοῖς τέκνοις σου νέμεις διδασκαλίαν, ὑπὲρ κηρίον πέφυκε γλυκάζουσα καὶ μέλι.
l882-885l1μέλι καὶ γάλα ὑπὸ τὴν γλῶσσάν σου [4, 11].
882 Οὐ γάρ, φησί, μονοειδῆ τὸν λόγον νέμεις πᾶσιν, ἀλλὰ κατάλληλον παντὶ καὶ πᾶσι κατ’ ἀξίαν· τοὺς μὲν γὰρ γαλακτοτροφεῖς, τοὺς νηπιωδεστέρους,
885τοὺς δ’ αὖ γε μελιτοτροφεῖς, τοῦτ’ ἔστι τοὺς τελείους.
886-889l1καὶ ὀσμὴ ἱματίων σου ὀσμὴ λιβάνου [4, 11].
886 Κἂν ὑπερτέραν ἄνωθεν πάντων τῶν ἀρωμάτων τῶν ἱματίων τὴν ὀσμὴν εἶπε τῆς ἐκκλησίας, ἀλλ’ ἴσην ἀπεφήνατο νῦν εἶναι τῷ λιβάνῳ,
ἤγουν ἁπάντων κρείττονα τῶν ἀρωμάτων εἶναι.
890-896l1κῆπος κεκλεισμένος ἀδελφή μου νύμφη, κῆπος κεκλεισμένος, πηγὴ
890-896l2ἐσφραγισμένη [4, 12].
890 Ποικιλοτρόπως ἐπαινεῖ τὴν νύμφην ὁ νυμφίος. κῆπος γὰρ πέφυκας, φησίν, ὦ νύμφη, κεκλεισμένος, ἔχουσα πάντων τῶν καλῶν ἐν ἑαυτῇ τὴν ὥραν, ἐλαίαν τὴν κατάκαρπον συκῆν τε τὴν γλυκεῖαν· πηγὴ δὲ πάλιν πέφυκας καλῶς ἐσφραγισμένη,
895καθ’ ὅσον μάτην οὐδαμῶς τὸ νᾶμά σου προχέεις, ἀλλὰ ποτίζεις τοὺς πιστοὺς διψῶντας σωτηρίαν.
897-903l1ἀποστολαί σου παράδεισος ῥοῶν μετὰ καρπῶν ἀκροδρύων, κύπροι
897-903l2μετὰ νάρδων, νάρδος καὶ κρόκος, κάλαμος καὶ κινάμωμον μετὰ
897-903l3πάντων ξύλων τοῦ Λιβάνου, σμύρνα ἀλόη μετὰ πάντων πρώτων μύρων
897-903l4[4, 13—14].
897 Ἐν τούτοις ὑπαινίττεται ξύμπασιν ὁ νυμφίος τοῦ δόγματος τῆς πίστεως ἡμῶν τῆς ἀμωμήτου τὸ φοβερὸν καὶ κάλλιστον εὐῶδές τε καὶ θεῖον,

2

(900)

ἥνπερ πρεσβεύει πάντοτε στόμα τῆς ἐκκλησίας. ἀποστολαί σου, γάρ φησιν, ἤγουν αἱ διδαχαί σου, παράδεισος πεφύκασι ῥοῶν ἠγλαϊσμένος καὶ πάσης χάριτος μεσταὶ τυγχάνουσιν, ὦ νύμφη.
904-905l1πηγὴ κήπων [4, 15].
904Οὐ γὰρ εἰς μάτην σου, φησί, τὰ νάματα προχέεις,
905ἀλλὰ ποτίζεις τοὺς πιστούς, ἤγουν φυτὰ τὰ θεῖα.
906-910l1φρέαρ ὕδατος ζῶντος καὶ ῥοιζοῦντος ἀπὸ τοῦ Λιβάνου [4, 15].
906 Τοσοῦτον γάρ, φησί, καλῶς πρὸς ἀρετὰς ὑψώθης, ὡς καὶ τῆς κλήσεως αὐτῆς ἔμοιγε συμμετέχεις. ἐγὼ γὰρ ζῶντος ὕδατος ὄντως τυγχάνω φρέαρ, ὁ κατελθὼν ἐξ οὐρανοῦ ὡς ὑετὸς εἰς πόκον,
910ὥσπερ ἐξ ὄρους ὑψηλοῦ τοῦ θαυμαστοῦ Λιβάνου.
911-940l1ἐξεγέρθητι, βορρᾶ, καὶ ἔρχου, νότε, διάπνευσον κῆπόν μου καὶ πνευ‐
911-940l2σάτωσαν ἀρώματά μου [4, 16].
911 Ἐπείπερ ἐπελάβετο πάντων τῆς ἐξουσίας ἡ ἐκκλησία τοῦ θεοῦ, κῆπος ὀνομασθεῖσα ἔχων ἁπάντων τῶν φυτῶν ἐν ἑαυτῷ τὴν ὥραν, τοῦ μὲν βορρᾶ τὴν κάκιστον ἔμπνευσιν ἀφορίζει
915τὴν ἀποκρυσταλλώσασαν τὸ κάλλος τῶν ἀνθέων, τὸν νότον δὲ τὸν κάλλιστον καλεῖ προσεπιπνεῦσαι, ὃς ἐπιπνεύσας ἐν Σιὼν τοῖς ἀποστόλοις πάλαι ῥεύματα λόγου δέδωκε τοῖς ἀγραμμάτοις χέειν. ἐκεῖνο τὸ πανάγιον τοίνυν ἡ νύμφη πνεῦμα
920καλεῖ πρὸς κῆπον τὸν αὐτῆς πνεῦσαι τὴν σωτηρίαν, ὡς ἂν καρποφορήσωσι πάντα τὰ τέκνα ταύτης καὶ τὸν Χριστὸν εὐφράνωσι τὸν λόγον καὶ νυμφίον. Ἐπεὶ γοῦν ὃ κεκέλευκεν εἰς ἔργον ἐγεγόνει καὶ τὸν βορρᾶν σιγήσαντα κατεῖδεν ἡ παρθένος
925καὶ πνεύσαντα τὸν κάλλιστον ὄντως καὶ θεῖον νότον καὶ καρποφόρα δείξαντα πάντα τὰ τέκνα ταύτης, ἐπεύχεται τὸ κατελθεῖν τὸν θαυμαστὸν νυμφίον εἰς τὸν καρποφορήσαντα κῆπον αὐτῆς ἐν τάχει, ὡς ἂν τρυγήσῃ τοὺς καρποὺς αὐτῆς τῶν ἀκροδρύων,
930τοῦτ’ ἔστιν ὅπως εὐφρανθῇ τοῖς καρποφόροις τέκνοις. εἰ μὴ γὰρ οὕτως πρὸς ἡμᾶς τοὺς ταπεινοὺς κατέλθῃ, ἀναλαμβάνων τοὺς πραεῖς κατὰ τὸν ψαλμογράφον, οὐκ ἔστιν ἄλλως πως ἡμᾶς εἰς οὐρανοὺς ἀρθῆναι. Ταῦτα μὲν λελιπάρηκεν ἡ νύμφη τὸν νυμφίον·
935ὁ δὲ πληρῶν τὰ σύμπαντα καὶ πανταχοῦ τυγχάνων, ὁ λέγων ‘ἰδοὺ πάρειμι‘ τοῖς ἐπικαλουμένοις, πρὶν πληρωθῆναι τὴν εὐχὴν τῆς νύμφης ἐπακούσας εἰς κῆπον κατελήλυθεν αὐτῆς ὡς ἠβουλήθη καὶ τοὺς καρποὺς ἐτρύγησε ταύτης τῶν ἀκροδρύων.
940φησὶ γὰρ οὕτω πρὸς αὐτήν, ὡς καθ’ εἱρμὸν εὑρήσεις·
941-951l1εἰσῆλθον εἰς κῆπόν σου, ἀδελφή μου νύμφη, ἐτρύγησα σμύρναν μου
941-951l2μετὰ ἀρωμάτων, ἔφαγον ἄρτον μου μετὰ μέλιτος, ἔπιον οἶνόν μου
941-951l3μετὰ γάλακτος [5, 1].
941 Κατῆλθον ἔγωγε, φησί, πρὸς κῆπόν σου, παρθένε, καὶ τῶν καρπῶν ἀπήλαυσα τῶν σῶν φυτῶν εἰς κόρον, καὶ τῇ θερμῇ τῶν τέκνων σου πίστει καὶ μετανοίᾳ μεγάλην ἔσχηκα χαράν, μεγάλην εὐφροσύνην.
945τοῦτο γὰρ ὅλον πέφυκεν ὁ τρυγητὸς τῆς σμύρνης ἡ βρῶσίς τε τοῦ μέλιτος, τοῦ γάλακτος ἡ πόσις. Ταῦτα τὴν νύμφην προσειπὼν Χριστὸς ὁ καὶ νυμφίος ὥσπερ ἀντίχαρίν τινα τῆς μελιτοτροφίας τὸ σῶμα δίδωσιν αὐτοῦ τοῖς τέκνοις τῆς παρθένου.

2

(950)

φησὶ γὰρ οὕτω πρὸς αὐτούς, πλὴν μόνους τοὺς ἀξίους, οὓς καὶ πλησίον εἴρηκεν ὄντως αὐτοῦ τυγχάνειν·
952-960l1φάγετε, οἱ πλησίον μου, πίετε καὶ μεθύσθητε, ἀδελφοί μου [5, 1].
952 Ὅσοι πεφύκατε, φησί, τοῖς ἔργοις ἀδελφοί μου, τὸ σῶμα μέν μου φάγετε, τὸ δ’ αἷμα πίετέ μου. εἶτα μεθύσθητε, φησίν, ἀπὸ τῆς εὐφροσύνης
955καὶ πάντων λήθην λάβετε τῶν κοσμικῶν φροντίδων, ὡς ἐν ἐκστάσει δήπουθεν γενόμενοι τῇ μέθῃ. Εἶτα δεικνὺς ὁ καθαρὸς δεσπότης καὶ νυμφίος
ὡς ἑκουσίως θάνατον ὑπὲρ ἡμῶν ὑπέστη ἡ σάρξ τε πέπονθεν αὐτοῦ, πάντως οὐχ ἡ θεότης,
960φησὶ καὶ τοῦτο πρὸς αὐτούς, οὓς εἴρηκε πλησίον·
961-963l1ἐγὼ καθεύδω καὶ ἡ καρδία μου ἀγρυπνεῖ [5, 2].
961 Ἐγώ, φησί, κἂν τέθνηκα σαρκὶ τῇ προσληφθείσῃ, ἀλλ’ ἡ θεότης ἀπαθὴς ὅλως μεμένηκέ μου. Ἀλλ’ αὖθις ἀκουσώμεθα τῆς νύμφης τῶν Ἀισμάτων.
964-973l1φωνὴ τοῦ ἀδελφιδοῦ μου, κρούει ἐπὶ τὴν θύραν μου· ἄνοιξόν μοι,
964-973l2ἀδελφή μου, πλησίον μου, περιστερά μου, τελεία μου, ὅτι ἡ κεφαλή
964-973l3μου ἐπλήσθη δρόσου καὶ οἱ βόστρυχοί μου ψεκάδος νυκτός [5, 2].
964Φησίν· ἐν μέσῳ τῆς νυκτὸς ὡς ἦλθεν ὁ νυμφίος,
965τὰς θύρας ἀναπέτασον, εἶπέ μοι, τῆς καρδίας, ὡς ἂν ἐν σοὶ ποιήσωμαι μονὴν σὺν τῷ πατρί μου. ταῖς ἀρεταῖς γὰρ πέφυκας ὄντως ἐμοῦ πλησίον. εἰ γοῦν ἀνοίξεις μοι, φησί, δώσω σοι δῶρον μέγα, τὴν δρόσον μου τῆς κεφαλῆς, ψεκάδας τῶν βοστρύχων,
970ἤγουν, ἰάσεις ἐκτελεῖν δώσω σοι πρὸς ἀνθρώπους· ἴαμα γὰρ ἡ δρόσος μου τυγχάνει τοῖς ἀνθρώποις. Ταῦτα μὲν οὖν θυροκρουστῶν, φησίν, ἐκεῖνος εἶπεν, ἐγὼ δ’ ἐξεῖπον πρὸς αὐτόν, τοῦτ’ ἔστι τὸν νυμφίον·
974-985l1ἐξεδυσάμην τὸν χιτῶνά μου, πῶς ἐνδύσομαι αὐτόν; ἐνιψάμην τοὺς πό‐
974-985l2δας μου, πῶς μολυνῶ αὐτούς; [5, 3].
974Ἐγώ, φησί, καὶ πρόπαλαι τὰς θύρας ἤνοιξά σοι·
975τὸ γὰρ τῆς παραβάσεως ἐξεδυσάμην πάχος, ὅπερ οὐκ ἐπενδύσομαι πώποτε μεταγνοῦσα, καὶ μολυσμὸν ἀπέρριψα τῆς γῆς ἐκ τῶν ποδῶν μου καὶ τούτους παρεσκεύασα πρὸς τρίβους σωτηρίας,
οὕσπερ οὐκέτι μολυνῶ στραφεῖσα πρὸς τοὐπίσω.
980 Τούτων αὐτῆς ὡς ἤκουσε τῶν λόγων ὁ νυμφίος, ἔνδον ἠθέλησεν αὐτῆς ὥσπερ κατασκηνῶσαι, ἀλλ’ οὔκουν τὸν ἀχώρητον ἦν ὅλως χωρηθῆναι· ταύτην καὶ γὰρ ἐπλήρωσεν ἡ χεὶρ αὐτοῦ καὶ μόνη, ὡς ἀπ’ αὐτῶν μαθεῖν ἐστι τῆς νύμφης τῶν ᾀσμάτων.
985φησὶ γὰρ οὕτω καθεξῆς ἡ νύμφη καὶ παρθένος·
986-994l1ἀδελφιδός μου ἀπέστειλε χεῖρα αὐτοῦ ἀπὸ τῆς ὀπῆς, καὶ ἡ κοιλία μου
986-994l2ἐθροήθη ἐπ’ αὐτόν [5, 4].
986 Ἐγώ, φησί, κἂν ἤνοιξα πᾶσαν ἐμοῦ τὴν θύραν, ὡς ὑποδέξασθαι Χριστόν, τὸν λόγον καὶ νυμφίον, πλὴν μόλις εἰσελήλυθεν ἡ χεὶρ αὐτοῦ καὶ μόνη· ὅθεν τὸ μέγεθος αὐτοῦ μεγάλως κατεπλάγην.
990καλῶς ἐφιλοσόφησεν ἡ καθαρὰ παρθένος. ἡ τῶν ἀνθρώπων φύσις γάρ, ἡ βραχυτάτη πάνυ ὅσον πρὸς φύσιν θεϊκήν, τοῦ θαυμαστοῦ νυμφίου ὅλην οὐ δύναται χωρεῖν τὴν θειοτάτην φύσιν, ὅσον ἐν ὑπολήψεσι καὶ ταῖς θεολογίαις.
995-1005l1ἀνέστην ἐγὼ ἀνοῖξαι τῷ ἀδελφιδῷ μου· χεῖρές μου ἔσταξαν σμύρναν,
995-1005l2οἱ δάκτυλοί μου σμύρναν πλήρη ἐπὶ χεῖρας τοῦ κλείθρου [5, 5].
995 Ἐγώ, φησίν, ὡς ἤνοιξα δέξασθαι τὸν νυμφίον, κἀκεῖνος ἦν ἀχώρητος ἐν τοῖς ἐμοῖς ἐγκάτοις, ἀνέστην πρὸς ἐπίπονον καὶ σκληροτέραν πρᾶξιν, ὅπως τοῖς πόνοις τοῖς πολλοῖς σαρκός τε τῇ νεκρώσει πλατύτερον ἀνοίξω μου τοῦ λογισμοῦ τὰς θύρας

2

(1000)

καὶ τὸν ἀχώρητον τὸ πρὶν εἰσδέξομαι νυμφίον. ὅθεν αἱ χεῖρές μου, φησί, μετὰ καὶ τῶν δακτύλων τοῖς πόνοις σμύρναν ἔσταξαν μέχρις αὐτῶν τῶν κλείθρων,
τοῦτ’ ἔστιν, ἀπενέκρωσα τὰ μέλη τῆς σαρκός μου, μέχρις τὰ κλεῖθρα ξύμπαντα καὶ θύρας ἤνοιξά μου
1005καὶ πάσας ἀνεπέτασα τὰς τῆς ψυχῆς αἰσθήσεις.
1006-1007l1ἤνοιξα ἐγὼ τῷ ἀδελφιδῷ μου, ἀδελφιδός μου παρῆλθε [5, 6].
1006 Ἀλλὰ κἂν ἤνοιξα, φησίν, ἁπάσας μου τὰς θύρας, οὐδ’ οὕτως ἦν μοι χωρητὸς ὁ λόγος καὶ νυμφίος.
1008-1011l1ἡ ψυχή μου ἐξῆλθεν ἐν τῷ λόγῳ αὐτοῦ [5, 6].
1008 Εἶτα, φησίν, ἀνύψωσα τὸν νοῦν πρὸς τὸν αἰθέρα ποθοῦσα δήπουθεν μαθεῖν σαφές τι περὶ τούτου,
1010ἀλλ’ ὅμως ὑψηλότερος καὶ τῶν φρενῶν ὑπῆρχε. Φησὶ γὰρ οὕτω καθεξῆς ἡ νύμφη καὶ παρθένος·
1012-1014l1ἐζήτησα αὐτὸν καὶ οὐχ εὗρον αὐτόν, ἐκάλεσα αὐτὸν καὶ οὐχ ὑπήκουσέ
1012-1014l2μου [5, 6].
1012 Καὶ πῶς γὰρ εὑρεθήσεται καὶ κρατηθήσεταί που, ὅστις οὐδέν τι πέφυκεν ἐκ τῶν γινωσκομένων, οὐκ εἶδος, οὐ χρωματισμός, οὐ τόπος, οὐ ποσότης;
1015-1021l1εὕροσάν με οἱ φύλακες οἱ κυκλοῦντες ἐν τῇ πόλει, ἐπάταξάν με,
1015-1021l2ἐτραυμάτισάν με [5, 7].
1015 Ὢ τῆς καλλίστης προκοπῆς τῆς νύμφης καὶ παρθένου. ἰδοὺ γὰρ ἀνελήλυθε καὶ μέχρι τῶν ἀγγέλων· οὗτοι γὰρ φύλακές εἰσι τῆς πόλεως τῆς ἄνω. εὕροσαν τοίνυν με, φησί, τὸν λόγον ψηλαφῶσαν, καὶ λόγοις ἐτραυμάτισαν καὶ κατεπλήγωσάν με·
1020τοῦτο καὶ γὰρ ἐξεῖπόν μοι τῶν ἄγαν ἀδυνάτων, τὸ τὴν κατάληψιν ζητεῖν τῆς ἀκαταληψίας.
1022-1028l1ἦραν τὸ θέριστρον ἀπ’ ἐμοῦ οἱ φύλακες τῶν τειχέων [5, 7].
1022 Ἦραν τὸ περικάλυμμα, φησί, τῶν ὀφθαλμῶν μου, ὥστε με καθαρώτερον γνωρίσαι τὸν νυμφίον τοῖς πᾶσιν ἀκατάληπτον εἶναι, καὶ τοῖς ἀγγέλοις.
1025 Ὅθεν ἐπαπορήσασα πάντοθεν ἡ παρθένος τοὺς φύλακας ἐκδυσωπεῖ, τοῦτ’ ἔστι τοὺς ἀγγέλους, τὸν πόθον ταύτης τὸν πολὺν μηνῦσαι τῷ νυμφίῳ. φησὶ γὰρ οὕτω πρὸς αὐτοὺς ἐξ ὅλης τῆς καρδίας·
1029-1034l1ὥρκισα ὑμᾶς, θυγατέρες Ἱερουσαλήμ, ἐν ταῖς δυνάμεσι καὶ ἐν ταῖς
1029-1034l2ἰσχύσεσι τοῦ ἀγροῦ, ἐὰν εὕρητε τὸν ἀδελφιδόν μου, ἀπαγγείλατε αὐτῷ
1029-1034l3ὅτι τετρωμένη ἀγάπης εἰμὶ ἐγώ [5, 8].
1029Ὁρκίζω δή, φησίν, ὑμᾶς τῇ τοῦ ἀγροῦ δυνάμει,
1030τοῦτ’ ἔστιν ἐν τῇ χάριτι τῆς θείας δυναστείας, ἵνα τὸν πόθον τὸν ἐμὸν εἴπητε τῷ νυμφίῳ. Ταῦτα μὲν λελιπάρηκεν ἡ νύμφη τοὺς ἀγγέλους· ἀμηχανοῦντες δὲ λοιπὸν τὴν εὕρεσιν ἐκείνου καὶ τῶν ἀγγέλων οἱ χοροί, φασὶ πρὸς τὴν παρθένον·
1035-1037l1τί ἀδελφιδὸς ἀπὸ ἀδελφιδοῦ, ἡ καλὴ ἐν γυναιξί; τί ἀδελφιδός σου ἀπὸ
1035-1037l2ἀδελφιδοῦ, ὅτι οὕτως ὥρκισας ἡμᾶς; [5, 9].
1035 Ὁποδαπός τις πέφυκε, φασίν, ἀδελφιδοῦς σου; ἐν τίσι δὲ σχηματισμοῖς χαρακτηρίζεταί σοι; δίδαξον ἅπαντα καλῶς ἡμῖν ὡς ἀγνοοῦσιν.
1038-1042l1ἀδελφιδός μου λευκὸς καὶ πυρρός, ἐκλελοχισμένος ἀπὸ μυριάδων
1038-1042l2[5, 10].
1038 Ἐκεῖνος πέφυκε, φησίν, ὄντως ἀδελφιδοῦς μου, ὃς ἐν σταυρῷ τὴν ἄχραντον πλευρὰν λελογχισμένος
1040αἷμα καὶ ὕδωρ ἔβλυσεν ἀνθρώποις παραδόξως· ὃς ἀπὸ πάντων τῶν βροτῶν μόνος ἐκ τῆς παρθένου
ἄνευ λοχείας προελθὼν ἄνθρωπος ἐγνωρίσθη.
1043l1κεφαλὴ αὐτοῦ χρυσίον Ὀφάζ [5, 11].
1043Ὅστις τυγχάνει καθαρός, φησίν, ἐξ ἁμαρτίας.
1044-1046l1βόστρυχοι αὐτοῦ ἐλατοί, μέλανες ὡσεὶ κόρακες [5, 11].
1044Οὗτινος πέφυκε, φησί, κόσμος βοστρύχων δίκην
1045Πέτρος καὶ Παῦλος οἱ τὸ πρὶν ὄντες ζεζοφωμένοι καὶ πᾶς ἐξ ἔθνους βαπτισθεὶς καὶ προσελθὼν ἐκείνῳ.
1047-1053l1ὀφθαλμοὶ αὐτοῦ ὡς περιστεραὶ ἐπὶ πληρώματος ὑδάτων λελουμέναι,
1047-1053l2ἐν γάλακτι καθήμεναι ἐπὶ πληρώματα [5, 12].
1047 Οὗτινος πάλιν ὀφθαλμοὶ τυγχάνουσι προφῆται, ἀκέραιοι τὴν φρόνησιν καὶ θαυμαστοὶ τοῖς τρόποις, ἐπὶ πληρώματος, φησίν, ὑδάτων λελουμένοι,

2

(1050)

ἤγουν ἐν πάσαις ἀρεταῖς ὄντες ἠγλαϊσμένοι. ἐν γάλακτι καθήμενοι πληρώματος ὑδάτων· οὐκ ἐπιδεικτικῶς, φησί, τὴν ἀρετὴν αὐχοῦντες, ἀλλὰ καὶ πάνυ γαληνῶς αὐτὴν ἐπιτελοῦντες.
1054-1061l1σιαγόνες αὐτοῦ ὡς φιάλαι τῶν ἀρωμάτων φύουσαι τὰ μυρεψικά, χείλη
1054-1061l2αὐτοῦ κρίνα στάζοντα σμύρναν πλήρη [5, 13].
1054Τὸν πάγχρυσον αἰνίττεται Χρυσόστομον ὁ λόγος
1055καὶ τοὺς αὐτῷ τυγχάνοντας ἴσους καὶ διδασκάλους, τὸν μέγιστον Βασίλειον, Γρηγόριον τὸν πάνυ, τοὺς ἐκ χειλέων στάζοντας λόγους διδασκαλίας καὶ μέλι τὸ ἡδύτερον, οὗπερ οἱ γεγευσμένοι σμύρνης ἐμπίπλανται πολλῆς τοῦ λόγου τῇ δυνάμει,
1060ἤγουν νεκροῦσι τὰ τῆς γῆς αὐτῶν ἐν πόνοις μέλη
καὶ συσταυροῦνται τῷ Χριστῷ καὶ συνυψοῦνται τούτῳ.
1062-1085l1χεῖρες αὐτοῦ τορνευταὶ χρυσαῖ πεπληρωμέναι θαρσείς, κοιλία αὐτοῦ
1062-1085l2πυξίον ἐλεφάντινον ἐπὶ λίθου σαπφείρου, κνῆμαι αὐτοῦ στῦλοι μαρμά‐
1062-1085l3ρινοι τεθεμελιωμένοι ἐπὶ πτώσεις χρυσᾶς [5, 14—15].
1062 Ταῦτα μὲν οὖν ἡ καθαρὰ παρθένος τε καὶ νύμφη τοῖς φύλαξιν ὡμίλησε, τοῦτ’ ἔστι τοῖς ἀγγέλοις, τὸ κάλλος ὑπεμφαίνουσα δῆθεν τὸ τοῦ νυμφίου.
1065σὺ δέ μοι πάντων τροπικῶς τὰς ἐξηγήσεις δέχου. ἐπεὶ γὰρ πάντων κεφαλὴ Χριστὸς τυγχάνει μόνος, σῶμα δὲ τούτου πέφυκεν ἡ θεία ἐκκλησία καὶ μέλη τούτου λέγομεν καὶ μέρη τοὺς ἁγίους, τὸν μὲν ἐκείνου τράχηλον, τὸν δ’ αὖ ἐκείνου πόδας,
1070λοιπὸν καὶ χεῖρας γίνωσκε τούτου τετορνευμένας τοὺς ἀποστόλους τοὺς σεπτούς, τοὺς θείους ἱεράρχας, τοὺς οἰκονόμους τοὺς πιστοὺς τῆς χάριτος τῆς θείας, οἵτινες κατετόρνευσαν αὑτοὺς εὐεπηβόλως, ἅπασαν ἀποξύσαντες ἀφ’ ἑαυτῶν κακίαν,
1075ὅθεν ἐλπίδων ἀγαθῶν εἰσὶν ἐμπεπλησμένοι. τούτου δὲ πάλιν γίνωσκε κοιλίαν ὡς πυξίον τῶν ἐναρέτων τὰς ψυχὰς πάντων καὶ τὰς καρδίας, ἐν αἷς ὁ νόμος τοῦ θεοῦ ἐστὶν ἐγγεγραμμένος. οἵτινες ἔχουσιν αὐτῶν τὸν νοῦν καὶ τὰς αἰσθήσεις
1080τῷ βασιλεῖ τῶν οὐρανῶν ἐπαναπαυομένας· ὁ λίθος γὰρ ὁ σάπφειρος τοῦτο σημαίνειν θέλει, ἔστι γὰρ οὐρανοειδὴς μόνος ὁ λίθος οὗτος. κνήμας δὲ τούτου γίνωσκε Πέτρον τὸν κορυφαῖον, ἐν τούτῳ γὰρ ὁ κύριος αὐτοῦ τὴν ἐκκλησίαν
1085οἰκοδομεῖν ὑπέσχετο κἀν τοῖς εὐαγγελίοις.
1086-1088l1εἶδος αὐτοῦ ὡς Λίβανος ἐκλεκτός [5, 15].
1086 Εἶδος αὐτοῦ δὲ γίνωσκε, τοῦτ’ ἔστι τοῦ νυμφίου, μέγιστον ὄντως καὶ φρικτὸν καὶ πυραυγὲς καὶ θεῖον· ταῦτα γὰρ εἶδος ἐκλεκτὸν σημαίνει τοῦ νυμφίου.
1089-1092l1φάρυγξ αὐτοῦ γλυκασμὸς καὶ ὅλος ἐπιθυμία [5, 16].
1089Φάρυγξ αὐτοῦ δὲ πέφυκεν ὁ πρόδρομος ὁ θεῖος,
1090φωνὴ γὰρ οὗτος λέγεται τοῦ λόγου καὶ νυμφίου. Ταῦτα μὲν οὖν λελάληκε τοῖς φύλαξιν ἡ νύμφη, κἀκεῖνοι δ’ ἀκριβέστερον αὖθις ἐπερωτῶσιν·
1093-1109l1ποῦ ἀπῆλθεν ὁ ἀδελφιδός σου, ἡ καλὴ ἐν γυναιξί; ποῦ ἀπέβλεψεν ὁ
1093-1109l2ἀδελφιδός σου; καὶ ζητήσομεν αὐτὸν μετὰ σοῦ [6, 1].
1093 Ὁποδαπὸς ἦν πρότερον οὗτος μεμαθηκότες, νῦν ἐκζητοῦσι τοῦ μαθεῖν καὶ ποῦ ποτε μετέβη·
1095οὐδέπω γὰρ ἐπέγνωσαν τὴν σάρκωσιν τοῦ λόγου, ἣν κατελθὼν ἐξ οὐρανοῦ ἀρρήτως ἐσαρκώθη. ὅτι δ’ οὐ πᾶσιν ἔγνωστο, δέσποτα, τοῖς ἀγγέλοις τὸ τῆς ἐνανθρωπήσεως μυστήριον τοῦ λόγου μέχρι τῆς ἀναλήψεως αὐτοῦ πρὸς τὸν πατέρα,

2

(1100)

ἄκουσον τί φησι Δαυὶδ ἡ προφητῶν ἀκρότης. τῶν λειτουργούντων τότε γὰρ ταγμάτων τῷ σωτῆρι πρὸς τὴν ἀνάληψιν αὐτοῦ μεγάλως κεκραγότων ‘ἄρατε πύλας, ἄρατε, ταγμάτων ἀρχηγέται, ὡς εἰσελεύσεται Χριστὸς ὁ βασιλεὺς τῆς δόξησ‘,
1105οἱ μὴ γινώσκοντες, φησί, τὰ τῆς οἰκονομίας ἀντικεκράγασιν αὐτοῖς ὥσπερ ἐπαποροῦντες, ‘τίς ἐστιν οὗτοσ‘ λέγοντες ‘ὁ βασιλεὺς τῆς δόξης;‘ Ἀλλ’ οὕτω μὲν εἰρήκασιν οἱ φύλακες τῇ νύμφῃ,
ἡ δ’ ἀπεκρίθη πρὸς αὐτοὺς λέγουσα τοὺς ἀγγέλους·
1110-1120l1ἀδελφιδός μου κατέβη εἰς κῆπον αὐτοῦ εἰς φιάλας τοῦ ἀρώματος, τοῦ
1110-1120l2ποιμαίνειν ἐν κήποις καὶ συλλέγειν κρίνα [6, 2].
1110 Ἐκεῖνος κατελήλυθε, φησίν, ἀρρητοτρόπως, ὡς ἐπὶ πόκον ὑετός, ὡς ἐπὶ χλόην δρόσος, ἐν τῇ γαστρὶ τῆς καθαρᾶς καὶ παναμώμου κόρης ὡς εἰς φιάλην καθαρὰν τῶν θείων ἀρωμάτων, ἐξ ἧς ἀρρήτως προελθών, μόνος αὐτὸς ὡς οἶδεν,
1115εἰς τὰς ψυχὰς τῶν καθαρῶν ἀνθρώπων μετερρύη. ταύτας γὰρ ἴσθι, δέσποτα, φιάλας ἀρωμάτων, ὥσπερ καὶ κῆπον γίνωσκε τοῦτον τὸν κόσμον, ἄναξ, ἐν ᾧ κατῆλθεν ὁ Χριστός, καὶ τοὺς πεπιστευκότας ἐποίμανεν ὡς ἀληθῶς τοῖς σεβασμίοις λόγοις·
1120κρίνα γὰρ ταῦτα λέγονται, τὰ λόγια τὰ θεῖα.
1121-1130l1ἐγὼ τῷ ἀδελφιδῷ μου καὶ ὁ ἀδελφιδός μου ἐμοί [6, 3].
1121 Ἀλλ’ ἵνα τι, φησίν, ὑμᾶς σαφέστερον διδάξω, ἐκεῖνος ὅμοιος ἐμοὶ τυγχάνει κατὰ πάντα· ἔπλασε γάρ με πρότερον ἐκείνου κατ’ εἰκόνα καὶ πάλιν ἀνεκαίνισε δεινῶς με συντριβεῖσαν
1125ὡς τὴν ἐμὴν ἀνειληφὼς μορφὴν ἐκ τῆς παρθένου. Ταῦτα μὲν οὖν λελάληκεν ἡ νύμφη τοῖς ἀγγέλοις. ἀλλ’ ὁ φιλανθρωπότατος δεσπότης καὶ νυμφίος, ἰδὼν τυρβάζουσαν αὐτὴν καὶ κατατρυχομένην καὶ μεριμνῶσαν περιττὰ καὶ ψηλαφῶσαν τοῦτον,
1130πάλιν ἐπῄνεσεν αὐτὴν φωνήσας ἀοράτως·
1131-1137l1καλὴ εἶ, πλησίον μου, ὡς εὐδοκία, ὡραία ὡς Ἱερουσαλήμ, θάμβος ὡς
1131-1137l2τεταγμέναι [6, 4].
1131Καλή, φησί, γεγένησαι καὶ μῶμον οὔκουν ἔχεις,
τῇ εὐδοκίᾳ τῇ ἐμῇ καλῶς ὁμοιωθεῖσα· καὶ σὺ γὰρ θέλεις ἅπαντας σωθῆναι τοὺς ἀνθρώπους. καὶ πάλιν Ἱερουσαλὴμ καλῶς ἐξωμοιώθης,
1135ἐν ᾗπερ ἀναπέπαυμαι μετὰ καὶ τοῦ πατρός μου· ὅθεν καὶ θάμβος κέκτησαι καὶ φοβερὰ τυγχάνεις, ὥσπερ αἱ τεταγμέναι μου δυνάμεις τῶν ἀγγέλων.
1138-1145l1ἀπόστρεψον τοὺς ὀφθαλμούς σου ἀπεναντίον μου, ὅτι αὐτοὶ ἀνεπτέρω‐
1138-1145l2σάν με [6, 5].
1138 Ἐμοί, φησί, λελάληκεν, ἐμοὶ σεπτὸς νυμφίος. λοιπὸν καὶ πρόσσχες· ἐπ’ ἐμὲ τοὺς ὀφθαλμούς σου στρέψον,
1140τὸ φῶς γὰρ ἀνεπτέρωσεν ἐμὲ τῶν ὀφθαλμῶν σου καὶ πάντων κατεφρόνησα τῶν ἐπὶ γῆς πραγμάτων. Ἀλλ’ ὁ πληρῶν τὸ θέλημα τῶν φοβουμένων τοῦτον εὐθὺς ἐπέβαλεν αὐτῇ τοὺς ὀφθαλμοὺς τοὺς θείους, ἰδὼν δὲ ταύτην ἀρεταῖς κατακεκοσμημένην
1145ἤρξατο ταύτην ἐπαινεῖν, φησὶ γὰρ οὕτω τάδε·
1146-1152l1τριχώματά σου ὡς ἀγέλαι τῶν αἰγῶν αἳ ἀνεφάνησαν ἀπὸ τοῦ Γαλαάδ.
1146-1152l2ὀδόντες σου ὡς ἀγέλαι τῶν κεκαρμένων αἱ ἀναβαίνουσαι ἀπὸ τοῦ λου‐
1146-1152l3τροῦ, αἱ πᾶσαι διδυμεύουσαι, καὶ ἀτεκνοῦσα οὐκ ἔστιν ἐν αὐταῖς. ὡς
1146-1152l4σπαρτίον κόκκινον χείλη σου, καὶ ἡ λαλιά σου ὡραία. λέπυρον ῥοᾶς
1146-1152l5μῆλόν σου ἐκτὸς τῆς σιωπήσεώς σου [6, 5—7].
1146 Οὕτω μὲν οὖν ἐπῄνεσε τὴν νύμφην ὁ νυμφίος, γυναικικῶς, ἐρωτικῶς καὶ νυμφοπρεπεστάτως. σὺ δ’ ἀλλὰ τούτους ξύμπαντας τῆς νύμφης τοὺς ἐπαίνους, ὡς ἡρμηνεύθης ἄνωθεν, γίνωσκε, στεφηφόρε·

2

(1150)

ταύτην τὴν ῥῆσιν γὰρ ἡμεῖς ἄνωθεν εὑρηκότες ἅπασαν ἡρμηνεύσαμεν ὡς δυνατὸν ἦν ὅλως.
Ἀλλ’ ἀκουσώμεθα λοιπὸν τοῦ τέλους τῶν Ἀισμάτων.
1153-1226l1ἑξήκοντά εἰσι βασίλισσαι καὶ ὀγδοήκοντα παλλακαί, καὶ νεανίδες ὧν
1153-1226l2οὐκ ἔστιν ἀριθμός· μία ἐστὶ περιστερά μου τελεία. εἴδοσαν αὐτὴν πᾶ‐
1153-1226l3σαι θυγατέρες καὶ μακαριοῦσιν αὐτήν [6, 8—9].
1153 Ὁ Σολομῶν ὁ πάνσοφος, ὁ θαυμαστὸς προφήτης, προφητικοῖς ἐν ὄμμασιν εἶδεν ὡς ἐν κατόπτρῳ
1155τοὺς τρόπους καὶ τὰς ἀφορμὰς ψυχῶν τῶν σεσωσμένων, μᾶλλον δ’ εἰπεῖν ὡς ἀληθῶς τὰς τάξεις καὶ τὰς βάσεις. τρεῖς γάρ εἰσιν, ὡς πέπεισμαι, τῶν σεσωσμένων τάξεις, υἱότης μισθαρνία τε καὶ μετ’ αὐτὴν δουλότης. οἱ μὲν γὰρ ἀγαπήσαντες ἐξ ὅλης τῆς καρδίας
1160τὸν εὐεργέτην τοῦ παντὸς ἐξ ἁπαλῶν ὀνύχων καὶ τῆς ἀγάπης ἕνεκα τούτου καὶ τῆς φιλίας τὸν κόσμον βδελυξάμενοι καὶ τὰ περὶ τὸν κόσμον, προσκολληθέντες τῷ Χριστῷ, τῷ λόγῳ καὶ νυμφίῳ, εἰς τάξιν ἔφθασαν υἱοῦ τῇ χάριτι τῇ θείᾳ.
1165οἱ δὲ γλιχόμενοι τυχεῖν τῆς ἀκηράτου δόξης καὶ ταύτης χάριν ἔσπευσαν Χριστῷ δεδουλευκότες εἰς τάξιν ἔφθασαν αὐτοὶ καὶ τόπον τῶν μισθίων. οἱ δέ γε πλημμελήσαντες, ὥσπερ ἐγὼ ὁ τάλας, καὶ πᾶσαν ἐκτελέσαντες ἄτοπον ἁμαρτίαν
1170καὶ φοβηθέντες τὰς πολλὰς βασάνους καὶ κολάσεις καὶ τούτου χάριν φθάσαντες εἰς τρόπους μετανοίας (ὡς εἴθε τούτους φθάσαιμι κἀγώ, Χριστέ μου λόγε) εἰς τάξιν ἐληλύθασι δούλων, πλὴν σεσωσμένων. Ταύτας τὰς τάξεις κατιδὼν ὁ Σολομῶν ἐκεῖνος,
1175προκατιδὼν δὲ μάλιστα τῷ πνεύματι τῷ θείῳ καὶ τὴν τοῦ λόγου σάρκωσιν, τοῦ καθαροῦ νυμφίου, καὶ τὴν γεννήσασαν αὐτὸν ἀσπόρως θεοτόκον,
τὴν ὄντως παναμώμητον καὶ καθαρὰν Μαρίαν, ἥντινα μακαρίζουσι φωναῖς ἀκαταπαύστοις
1180αἱ γενεαὶ τῶν γενεῶν ἁπάντων τῶν ἀνθρώπων ὅτι σωτῆρα τέτοκε τῆς ὅλης οἰκουμένης, ταύτην ἐξεῖπε τὴν ᾠδὴν προσώπῳ τοῦ νυμφίου. Σὺ δέ μοι τὰς ἑξήκοντα βασιλίσσας ἀκούων ἐκείνους εἶναι γίνωσκε, δέσποτα στεφηφόρε,
1185τοὺς δεκαπλασιάσαντας ἐν ἀγαθοεργίαις τὴν δεδομένην πρὸς αὐτοὺς ἑξάδα τῶν ταλάντων καὶ τόπον φθάσαντας υἱῶν τῇ χάριτι τῇ θείᾳ. καὶ παλλακὰς ὡς ἀληθῶς ἐκείνους εἶναι νόει, τοὺς ὀκταπλασιάσαντας ἐν κόποις σωτηρίας
1190τὸ δεδομένον τάλαντον αὐτοῖς ἐκ τοῦ δεσπότου καὶ γεγονότας μισθωτοὺς τοῦ λόγου καὶ νυμφίου. ἀκούων δὲ νεανίδας πολλὰς ἀναριθμήτους γίνωσκε ταύτας ἀληθῶς ἁμαρτωλοὺς ἀνθρώπους, οἵτινες τὸ μὲν τάλαντον λαβόντες τοῦ δεσπότου
1195εἰς γῆν αὐτὸ κατέχωσαν ἐξ ἄκρας ῥαθυμίας, καὶ δοῦλοι μὲν γεγόνασιν, ἀλλ’ ὅμως σεσωσμένοι. Τῶν σεσωσμένων γοῦν ψυχῶν τοσούτων πεφυκότων, ἁπάντων ὑπερέχουσα τῶν ἐπὶ γῆς ἀνθρώπων ὡς ἐκλεκτὴ περιστερὰ τυγχάνει μόνη μία,

2

(1200)

ἡ χερουβὶμ καὶ σεραφὶμ ὄντως καθαρωτέρα, ἡ τὸν Χριστὸν γεννήσασα παρθενομήτωρ κόρη. Ἔχεις τὸ σὸν ἐπίταγμα πεπληρωμένον, ἄναξ· ἰδοὺ γὰρ τέλος εἴληφε τὸ τῶν ᾀσμάτων Ἆισμα. ἀλλ’ ἐρωτᾷς, ὦ κράτιστε, καὶ πλέον φιλολόγε,
1205καὶ τί τὸ συναγόμενον ἐν καθαρῷ τυγχάνει ἐκ ταύτης τῆς προφητικῆς ᾀσματογράφου βίβλου;
ἅπαν τὸ συναγόμενον τοῦτο τυγχάνει μόνον, ὅτι τὴν φύσιν τῶν βροτῶν τὴν ἐκπεσοῦσαν πάλαι ὁ λόγος ἀνεζήτησεν ὁ ταύτην πλαστουργήσας·
1210εὑρὼν δὲ ταύτην καὶ λαβὼν ἐπ’ ὤμων ὁ δεσπότης εἰς οὐρανοὺς ἀνήγαγε καὶ τῷ πατρὶ παρέσχε καὶ τῶν ἀγγέλων ἔδειξε ταύτην ὑψηλοτέραν. ὅπερ προγνοὺς ὁ Σολομῶν πνεύματι προφητείας ποικίλως συνεγράψατο καὶ πολυπλόκως τάδε.
1215 Ἡμεῖς μὲν οὖν τοὐπίταγμα τὸ σόν, ὦ στεφηφόρε, ἀποπληρῶσαι θέλοντες ὡς δοῦλοι τοῦ σοῦ κράτους, ὡς δυνατὸν ἐγράψαμεν πολιτικοῖς ἐν στίχοις τὴν τῶν Ἀισμάτων δύναμιν, ἐξήγησιν καὶ γνῶσιν. εἰ δ’ ἴσως παρεσφάλημεν καί τι τῆς ἀληθείας,
1220οὐ ξένον οὐδὲ θαυμαστὸν οὐδὲ καινὸν τυγχάνει. ἐχρῆν μὲν γὰρ μηδὲ ποσῶς ἡμᾶς ἐπιχειρῆσαι τὴν βίβλον τὴν πνευματικὴν ταύτην ἐφερμηνεῦσαι· τοῦτο γὰρ τοῖς πνευματικοῖς εἰκός ἐστι καὶ μόνοις, τὸ τὰ τοῦ πνεύματος λαλεῖν καὶ φράζειν καὶ διδάσκειν·
1225ἐπεὶ δὲ τοῦτο γέγονε καὶ παρ’ ἡμῶν ἐκ τόλμης,
ὁ παντοκράτωρ μου Χριστὸς ἵλεως γένοιτό μοι.

3

(1t)

Τοῦ ὑπερτίμου Ψελλοῦ περὶ δόγματος πρὸς τὸν βασιλέα τὸν
2tΜονομάχον
1 Δέχου καὶ τὸν θεμέλιον τῶν καθ’ ἡμᾶς δογμάτων, σύντομον καὶ συνοπτικὸν καὶ περιγεγραμμένον. Θεὸν δεσπότην γίνωσκε σωμάτων, ἀσωμάτων, ἄχρονον, ἀτελεύτητον, τῶν ὅλων ὑποστάτην,
5ἀσώματον, ἀόρατον, ἀσχημάτιστον φύσει· τὴν μὲν οὐσίαν ἄληπτον, ληπτὸν ταῖς ἐνεργείαις· ἕνα καὶ τρία κατ’ αὐτό, ἕνα μὲν τῇ οὐσίᾳ, τρία ταῖς ὑποστάσεσιν, εἰ βούλει, καὶ προσώποις. Ἑνὰς γὰρ τρισυπόστατος ὁ θεὸς χρηματίζει·
10πατήρ, υἱὸς καὶ ἅγιον ὁμοούσιον πνεῦμα.
μόνος πατὴρ καὶ ἄναρχος ὁ πατήρ, στεφηφόρε, μόνος υἱός, οὐκ ἄναρχος, ὁ υἱός, δέσποτά μου, ἀρχὴ γὰρ τούτου ὁ πατήρ· εἰ δὲ τὴν ἀπὸ χρόνου ἀρχὴν λαμβάνειν βούλοιο, καὶ ἄναρχος τυγχάνει·
15πνεῦμα τὸ πνεῦμα ἅγιον καὶ θεὸς κατ’ οὐσίαν, ἐκ τοῦ πατρὸς τὴν πρόοδον ἐσχηκὸς ὑπὲρ φύσιν, ἐκπορευτήν, οὐχ υἱικήν, κἂν ἄγνωστος ὁ τρόπος. ὑπόστασις μὲν ἕκαστον, εἷς δὲ θεὸς τὰ τρία. Μόνος δ’ υἱὸς σεσάρκωται ἐν τέλει τῶν αἰώνων
20καὶ φύσιν ἀνελάβετο τὴν ἡμῶν ἐκ παρθένου, οὐσιωδῶς, οὐ σχετικῶς, φύσει, οὐ φαντασίᾳ, σάρκα λαβὼν ὡς ἤθελεν ἔννουν, ἐμψυχωμένην, ἐκ τῶν αἱμάτων τῶν σεπτῶν τῆς πανάγνου παρθένου, καὶ ταύτῃ καθ’ ὑπόστασιν ἑνωθεὶς ἀσυγχύτως
25ἄνθρωπος γέγονεν αὐτός, θεὸς ὢν κατ’ οὐσίαν. Ἄλλο δ’ ἐστὶν ὑπόστασις καὶ ἕτερον οὐσία. ἡ μὲν οὐσία τὸ κοινὸν ὑποστάσεως εἶδος, ἡ δὲ ὑπόστασίς ἐστιν ἓν πρόσωπον καὶ μόνον· τὸ μὲν γὰρ τῆς θεότητος τῆς ἀνθρωπότητός τε
30δηλωτικὸν τῶν φύσεων καὶ οὐσιῶν τυγχάνει, ὁ δὲ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα καὶ πρόσωπα πεφύκασι, ναὶ μὴν καὶ ὑποστάσεις. Ὁ σαρκωθεὶς τοίνυν υἱὸς ἀτρέπτως, ἀσυγχύτως, οὐ σχετικῶς, ὡς εἴπομεν, οὔτε μὴν κατ’ ἀξίαν,
35ὡς ὁ δεινὸς Νεστόριος δυσσεβῶς παρελήρει, ἀλλὰ καθὼς ηὐδόκησε δι’ ἡμᾶς τοὺς ἀνθρώπους, ἡνώθη καθ’ ὑπόστασιν τῇ προσληφθείσῃ φύσει,
μία μείνας ὑπόστασις θεία τε καὶ τελεία, ἐν δύο δὲ ταῖς φύσεσιν οὐσιωδῶς τυγχάνων.
40οὕτω δὴ καὶ πρεσβεύομεν, οὕτω δὴ καὶ τιμῶμεν, οὕτω δὴ καὶ σεβόμεθα, οὕτως ὁμολογοῦμεν, τὰς δύο φύσεις ἀληθῶς, θείαν καὶ ἀνθρωπίνην, ἀλλήλαις καθ’ ὑπόστασιν ἀτρέπτως ἑνωθείσας, ἑκάστην ἀναλλοίωτον μένειν ἐν τῇ ἑνώσει,
45ἐκ δὲ τῶν δύο φύσεων μίαν ἀποτελεῖσθαι σύνθετον τὴν ὑπόστασιν· οὗτος πίστεως ὅρος. Ὁμολογοῦμεν τοιγαροῦν τοῦ πατρὸς υἱὸν ἕνα μετὰ τὴν ἐνανθρώπησιν τὴν ἄρρητον τοῦ λόγου, καὶ τὸν αὐτὸν υἱὸν σαφῶς ἀνθρώπου πεφυκέναι,

3

(50)

ἕνα Χριστὸν καὶ κύριον, τὸν μονογενῆ λόγον, ὅλον θεὸν καὶ ἄνθρωπον τῇ μιᾷ ὑποστάσει. ἥνωνται γοῦν αἱ τοῦ Χριστοῦ φύσεις, ἀλλ’ ἀσυγχύτως· ἥνωνται καθ’ ὑπόστασιν, διῄρηνται δὲ πάλιν τῷ τρόπῳ τῆς διαφορᾶς, ἄλλη γὰρ θεοῦ φύσις
55καὶ ἄλλη ἀνθρωπότητος, εἷς δ’ ἐν ἀμφοῖν ὁ λόγος. εἷς τοίνυν ἐστὶν ὁ Χριστός, ὁ δὲ αὐτὸς καὶ δύο· εἷς μὲν γὰρ τὴν ὑπόστασιν, ἀλλὰ διπλοῦς τὴν φύσιν. Ὡς οὖν πρεσβεύομεν καλῶς τοῦ Χριστοῦ δύο φύσεις, οὕτω καὶ δύο λέγομεν φυσικὰς ἐνεργείας
60καὶ δύο τὰ θελήματα φυσικῶς ἐνεργοῦντα. Οὐσία μὲν οὖν καὶ μορφὴ καὶ φύσις ἓν τῷ λόγῳ, ἄτομον δὲ καὶ πρόσωπον ἓν σὺν τῇ ὑποστάσει. τὴν σάρκα δὲ τὴν τοῦ θεοῦ ὑπόστασιν μὴ λέγε,
λέγε δὲ ἐνυπόστατον, ἀκριβὲς γὰρ τὸ δόγμα.
65 Τὸ δέ γε ἐνυπόστατον πολυσήμαντον, ἄναξ. ἔστι γὰρ ἐνυπόστατον τὸ ἀληθῶς ὑπάρχον· καὶ αὖθις ἐνυπόστατον τὸ κοινὸν τῆς οὐσίας, ἤγουν τὸ εἶδος τὸ κοινὸν τὸ ἐπὶ τοῖς ἀτόμοις πραγματικῶς ὑφεστηκός, οὐ ψιλῇ ἐπινοίᾳ·
70ἔστι δὲ ἐνυπόστατον οὗ πλέον φροντιστέον, ὅπερ ἐστὶ συγκείμενον μετ’ ἄλλου διαφόρου κατὰ οὐσίαν, δέσποτα, εἰς σύστασιν προσώπου ἑνὸς καὶ ὑποστάσεως μιᾶς γένεσιν, ἄναξ. Τὸ μὲν οὖν ἐνυπόστατον τοιοῦτον ἔσχεν ὅρον·
75ὑπόστασις δὲ πέφυκε κυριολογουμένη πρᾶγμα ἰδιοσύστατον, ἓν μᾶλλον πρόσωπόν τι. Ἐνούσιον δὲ πέφυκε τὸ κοινὸν τῆς οὐσίας. Ἐνέργεια ποιά ἐστι κίνησις τῆς οὐσίας. Ἕξις ποιότης ἔμμονος καὶ δυσμετάβλητός πως.
80ἕξεως ἄλλος ὁρισμός· ἑκάστου κατὰ φύσιν ὁλόκληρος ἐνέργεια ἐν ψυχῇ σώματί τε, ἕξις δὲ ἡ ἐνέργεια τοῦ κοινοῦ πέφυκέ πως. Πρὸς τούτοις πᾶσι γίνωσκε ὡς ὁ σαρκωθεὶς λόγος τὴν ἡμετέραν προσλαβὼν ἐν τῷ σαρκοῦσθαι σάρκα
85κατάρα ἐχρημάτισε, τυγχάνων εὐλογία, καὶ τέθνηκεν ὡς ἄνθρωπος, ἀθάνατος ὢν φύσει, ἐπὶ σταυροῦ τὴν νέκρωσιν ὑποστὰς ἑκουσίως· ἀνέστη δὲ τριήμερος τὸν ᾅδην καταλύσας, εἶτα καὶ ἀνελήλυθεν εἰς οὐρανοὺς ἐνδόξως,
90καὶ αὖθις ἥξει σὺν πατρὶ καὶ πνεύματι ἁγίῳ
κρῖναι δικαίως ἅπαντας ὁμοῦ καὶ φιλανθρώπως. Τοῦτο συγκεφαλαίωσις τῶν θεολογουμένων καὶ λεγομένων, δέσποτα, εἰς τὴν οἰκονομίαν. πολὺς γὰρ καὶ δυσνόητος ὁ λόγος τῶν δογμάτων,
95ἀλλ’ ἐγὼ τὰ σαφέστατα συλλέξας σοι προσφόρως καὶ πληρεστάτως εἴρηκα, ὁμοῦ δὲ καὶ συντόμως. Δεῖ γὰρ τὸν βασιλεύοντα καὶ τἆλλα μὲν εἰδέναι, τὸ ἀληθὲς δὲ μάλιστα τῶν καθ’ ἡμᾶς δογμάτων· ἀρχὴ γὰρ τοῦτο καὶ κρηπὶς τυγχάνει βασιλείας.

4

(1t)

Τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν περὶ τῶν ἑπτὰ συνόδων
1Γίνωσκε καὶ τὸν ἀριθμὸν τῶν ἱερῶν συνόδων,
ὁπόσαι κατὰ δυσσεβῶν ἐκροτήθησαν, ἄναξ. Ἑπτὰ πᾶσαι πεφύκασι· πρώτη δ’ ἡ ἐν Νικαίᾳ, τοῦ θείου βασιλεύοντος δεσπότου Κωνσταντίνου
5καὶ ἀρχιερατεύοντος ἐν Κωνσταντινουπόλει τοῦ πανσεβάστου καὶ ψυχὴν καὶ λόγον Μητροφάνους. δεκαοκτὼ δ’ ἠθροίσθησαν πρὸς τοῖς τριακοσίοις πατέρες θεῖοι καὶ σεπτοὶ ἐν ταύτῃ τῇ συνόδῳ. οἳ καὶ τὴν γλῶτταν ἔτεμον τοῦ μανέντος Ἀρείου,
10τὴν ὁμοουσιότητα τέμνοντος τῆς τριάδος καὶ κτίσμα τὸν δημιουργὸν δυσσεβοῦντος ἀθλίως ἐλάττονά τε τοῦ πατρὸς τὸν ἰσότιμον φύσει. Ἡ δὲ δευτέρα γέγονε τῶν ἱερῶν συνόδων, ὡς ἱστοροῦσιν ἅπαντες, ἐν Κωνσταντινουπόλει·
15ἧς ὁ μὲν Θεοδόσιος ἦρχε καλῶς ὁ μέγας, Νεκτάριος δ’ ἀρχιερεὺς ἐτύγχανεν ὁ θεῖος. πεντήκοντα δ’ ἠθροίσθησαν καὶ ἑκατὸν πατέρες, τὸν θεολόγον ἔχοντες Γρηγόριον κρηπῖδα καὶ πρόμαχον καὶ κορυφὴν ἐν ταύτῃ τῇ συνόδῳ.
20αὕτη τὸν Μακεδόνιον ἀνέσπασε ῥιζόθεν, τὸ πνεῦμα τὸ πανάγιον ἀλλοτριοῦντα μάτην τῆς ὑψηλῆς θεότητος καὶ κτίσμα βλασφημοῦντα. Ἡ δέ γε τρίτη σύνοδος γέγονεν ἐν Ἐφέσῳ, Θεοδοσίου τοῦ μικροῦ δεσπόζοντος ἀξίως
25καὶ ἀρχιερατεύοντος τότε Ἀλεξανδρείας καὶ δόγμασιν ἐκλάμποντος Κυρίλλου τοῦ πανσόφου. ἑκατὸν ἑβδομήκοντα δ’ ἠθροίσθησαν πατέρες κατὰ τοῦ ματαιόφρονος καὶ δεινοῦ Νεστορίου, τὴν τοῦ θεοῦ μὲν σάρκωσιν οὐδ’ ὅλως δεχομένου,
30ἀλλὰ ψιλὸν μὲν ἄνθρωπον τὸν Χριστὸν βλασφημοῦντος καὶ σχετικὴν τὴν ἕνωσιν τοῦ θεοῦ ληρωδοῦντος καὶ Χριστοτόκον λέγοντος, ἀλλ’ οὐχὶ θεοτόκον τὴν θεοτόκον δέσποιναν καὶ παρθένον Μαρίαν. Ἡ δὲ τετάρτη σύνοδος ἔστιν ἐν Χαλκηδόνι,
35Ῥωμαίων βασιλεύοντος Μαρκιανοῦ δεσπότου, Ἀνατολίου δ’ ἔχοντος τὸν θρόνον Νέας Ῥώμης. ὁ δ’ ἀριθμὸς τῶν ἱερῶν καὶ σεβαστῶν πατέρων τριάκοντα συνέστησαν πρὸς τοῖς ἑξακοσίοις κατ’ Εὐτυχοῦς τοῦ δυσσεβοῦς καὶ κατὰ Διοσκόρου,
40τὸ σῶμα τὸ δεσποτικὸν δυσσεβῶς φαντασάντων καὶ παντελῶς ἀλλότριον φύσεως ἀνθρωπίνης ὡς κατελθὸν ἐξ οὐρανοῦ ἀθέως ληρησάντων. Ἡ δέ γε πέμπτη γέγονεν ἐν Κωνσταντινουπόλει, κρατοῦντος καὶ ἰθύνοντος τὰ σκῆπτρα τῶν Ῥωμαίων
45θείου Ἰουστινιανοῦ καὶ νέου νομοθέτου καὶ Εὐτυχίου τοῦ σοφοῦ τότε πατριαρχοῦντος. πέντε δὲ πρὸς ἑξήκοντα καὶ ἑκατὸν πατέρες ἐν ταύτῃ συνηθροίσθησαν, καὶ τὴν ἐν Χαλκηδόνι σύνοδον συνεκρότησαν ὡς πανευσεβεστάτην.

4

(50)

ἀπήλασάν τε εὐσεβῶς τῶν θείων περιβόλων Εὐάγριον καὶ Δίδυμον μετὰ τοῦ Ὠριγένους, ἄνδρας προτελευτήσαντας, ἀλλὰ συγγραψαμένους νόθα καὶ ξένα δόγματα τῆς θείας ἐκκλησίας· σωμάτων μὲν ἀνάστασιν νῦν μὲν ἀνεῖλον ὅλως,
55νῦν δὲ παρεδογμάτισαν ἔγερσιν ἀλλοτρίων, Ἀδάμ τε καὶ παράδεισον ἐξεῖπον ἀσωμάτους, καὶ τέλος συνεπέραναν τὴν κόλασιν ἐν χρόνῳ καὶ τῶν δαιμόνων ἔγραψαν (φεῦ) ἀποκαταστάσεις. ἀνεῖλον καὶ Θεόδωρον τὸν τῆς Μοψουεστίας
60μυσταγωγὸν τυγχάνοντα τοῦ δεινοῦ Νεστορίου καὶ τὴν πρὸς Μάριν πρότερον ἐπιστολὴν τοῦ Ἴβα ὅσα τε συνεγράψατο κατὰ Κυρίλλου πάλαι ὁ Κύρου Θεοδώρητος, ἴσως ἐν ὑποκρίσει. Ἡ δ’ ἕκτη πάλιν σύνοδος ἐν Κωνσταντινουπόλει
65συνέστη βασιλεύοντος τοῦ νέου Κωνσταντίνου καὶ Γεωργίου ἔχοντος τὸν θρόνον Νέας Ῥώμης, ἑκατὸν ἑβδομήκοντα πατέρων ἀθροισθέντων κατὰ τῶν μίαν θέλησιν ἀφρόνως δοξαζόντων, ὧν οἱ προστάται λόγιοι καὶ πολλοὶ καὶ μεγάλοι,
70ὁ τῆς Φαρὰν Θεόδωρος, Ὁνώριος ὁ Ῥώμης Κῦρος Ἀλεξανδρείας τε Σέργιός τε καὶ Πύρρος καὶ Παῦλος ὁ Σαμοσατεύς, πρὸς τούτοις δὲ καὶ Πέτρος, Μακάριος ὁ ἄθλιος καὶ Στέφανος πρὸς τούτοις, οὐ δύο φύσεις λέγοντες τοῦ σαρκωθέντος λόγου,
75μίαν δέ τινα σύνθετον ἐνέργειάν τε μίαν. σὺν τούτοις Πολυχρόνιον ἀπέκτειναν τελείως καὶ δύο ἐδογμάτισαν τοῦ σαρκωθέντος λόγου τὰς φύσεις ὡς πανευσεβεῖς, ὣς δὲ καὶ τὰς θελήσεις. Ἡ δὲ ἑβδόμη γέγονεν ἐσχάτως ἐν Νικαίᾳ,
80Εἰρήνης τῆς δεσπότιδος τότε βασιλευούσης σὺν Κωνσταντίνῳ τῷ υἱῷ καὶ νέῳ στεφησόρῳ καὶ Ταρασίου τοῦ σοφοῦ πατριαρχοῦντος θείως. πεντήκοντα συνῆλθον γὰρ πρὸς τοῖς τριακοσίοις λογὰς ἐν ταύτῃ εὐσεβῶν πατέρων θεοφόρων,
85καὶ τὰς εἰκόνας τὰς σεπτὰς ἐθέσπισαν τιμᾶσθαι, καλῶς δ’ ἀνεθεμάτισαν τοὺς δυσσεβοῦντας τότε, Βασίλειον ἐπίσκοπον ὄντα τῆς Πισιδίας, Ἐφέσου Θεοδόσιον, Σισίννιον τὸν Πέργης, ἄλλους τε πλείστους τὰς σεπτὰς εἰκόνας μὴ τιμῶντας.
90 Ἡ δὲ ὀγδόη γέγονε σύνοδος ἐν Λουγδούνῳ, Ῥώμης πρωτεύοντος σεπτῶς τοῦ θείου Ἰωάννου, μετὰ Νικόλαον λαμπρῶς τὰς κλεῖς ἐκδεξαμένου, κατὰ Φωτίου πρώτου τε τοῦ σχίσματος αἰτίου, ὃς ἀναιδῶς συνέγραψε κατὰ τῆς ἐκκλησίας,
95τῆς πρεσβυτέρας δηλαδὴ Ῥωμαϊκῆς τῆς θείας, καὶ πρῶτος ἐξηρεύξατο λέγειν κατὰ Λατίνων ὡς οὐκ εἰσὶν ὀρθόδοξοι, ψάλλοντες ἐν συμβόλῳ καὶ τὴν προσθήκην, ὡς φασί, τὸ ἐκ πατρὸς υἱοῦ τε, ἥτις σαφήνειά ἐστι μᾶλλον καὶ οὐ προσθήκη.

4

(100)

αὕτη οὖν κατεδίκασε τὴν ἀναίδειαν τούτου καὶ ἐξ υἱοῦ ἐδίδαξε τὸ πνεῦμα ὀρθοδόξως. 〈Ἡ〉 δὲ ἐννάτη γέγονεν ἐν Κωνσταντινουπόλει, Ῥώμης ἱερατεύοντος τοῦ θείου Γρηγορίου δεκάτου τε ὑπάρχοντος τὸν ἀριθμὸν ἐκείνου.
105ταύτης δ’ ἐξῆρχεν ἱερῶς καὶ εὐσεβῶς ὁ θεῖος Βέκκος ὁ τρισμακάριος, ὁ θαυμαστὸς ἐκεῖνος, ἀρχιεπίσκοπος αὐτῆς ὑπάρχων Βυζαντίδος· ἣ τὴν αὐτὴν ἐδίδαξε πίστιν τε καὶ λατρείαν ὡς ἡ λαμπρὰ καὶ πάνσεμνος σύνοδος ἐν Λουγδούνῳ.
110 〈Ἡ〉 δὲ δεκάτη γέγονεν ἐν Φλωρεντίᾳ πόλει, Ῥώμης ἱερατεύοντος τοῦ θείου Εὐγενίου, τὰ σκῆπτρα δὲ κατέχοντος τῆς βασιλείας τότε Παλαιολόγου τοῦ χρηστοῦ μεγάλου Ἰωάννου καὶ Ἰωσὴφ τοῦ θαυμαστοῦ καὶ θείου πατριάρχου.
115ὑπῆρχον δὲ τὸν ἀριθμὸν οἱ ἱεροὶ πατέρες ἑπτάκις καὶ τριάκοντα πρὸς τοῖς ὀκτακοσίοις. αὕτη γὰρ κατεδίκασε τοὺς ἀμαθῶς ληροῦντας
τὸ πνεῦμα τὸ πανάγιον ἐκ τοῦ υἱοῦ μὴ εἶναι, ἀλλὰ ἐκ μόνου τοῦ πατρός, ὢ φεῦ τῆς ἀμαθίας.
120εἰ γὰρ τῶν πάντων ἀγαθῶν φυσικῶν τοῦ πατρός τε ὑπάρχων 〈.....〉 κοινωνὸς ἀληθῶς ὁ Χριστός μου, ἔχει 〈...〉 καὶ τὸ πνεῦμα οὖν κατὰ τοῦτον τὸν τρόπον καθ’ ὃν 〈ἔχειν〉 καὶ ὁ πατὴρ νοεῖται, καὶ οὐκ ἄλλως, τοῦ ἐκπορεύειν ὁ υἱός, ὥσπερ καὶ τὸν πατέρα
125Κύριλλος ἐν τοῖς Θησαυροῖς ὁ θεῖος ἐκδιδάσκει καὶ ἄλλοι πλεῖστοι πανταχοῦ τῶν ἱερῶν βιβλίων ἐκήρυξαν, ἐδίδαξαν, ἐτράνωσαν ὡσαύτως. ὃ μὴ καταδεξάμενοι ἐφθάρημεν μετ’ ἤχου.

5

(1t)

Τοῦ αὐτοῦ ὑπερτίμου Ψελλοῦ περὶ νομοκανόνου καὶ τῶν τοπικῶν
2tσυνόλων
1 Ἔχε μοι γνῶσιν, δέσποτα, καὶ τοῦ νομοκανόνου. Σύνθετος βίβλος πέφυκε νόμων τε καὶ κανόνων, κανόνων μὲν συνοδικῶν καὶ νόμων διαφόρων, τῶν Νεαρῶν δὲ μάλιστα πανσόφων θεσπισμάτων,
5συνηγορούντων κάλλιστα τοῖς γραφεῖσι κανόσιν.
Ἔστι δὲ πρώτη σύνοδος τῇ τιμῇ καὶ τῇ δόξῃ τῶν συνελθόντων εὐσεβῶν εἰς Νίκαιαν πατέρων ἐπὶ τοῦ αὐτοκράτορος καὶ πιστοῦ Κωνσταντίνου, ὃς Μέγας ὡς ἐξαίρετος καλῶς ἐπωνομάσθη·
10ὧν ὀκτωκαίδεκ’ ἀριθμὸς πρὸς τοῖς τριακοσίοις. Δευτέρα ταύτης πέφυκε, τῷ χρόνῳ δὲ προτέρα, τῶν ἐλθόντων εἰς Ἄγκυραν πατέρων μακαρίων, οἳ τέσσαρας πρὸς εἴκοσιν ἐξέθεντο κανόνας, οἱ δ’ ἐν Νικαίᾳ εἴκοσιν ἐξέθεντο καὶ μόνους.
15 Τρίτη σύνοδος γέγονεν ἐν Νεοκαισαρείᾳ· αὕτη μὲν πρώτη πέφυκε καὶ τῆς ἐν τῇ Νικαίᾳ, τρίτην δὲ τάξιν εἴληχεν ὡς τῶν δυοῖν ἐλάττων, τῆς μὲν τῇ ἁγιότητι, τῆς δὲ χρόνου πρεσβείοις. κανόνες δεκατέσσαρες καὶ ταύτης τῆς συνόδου.
20 Τετάρτη τῶν ἐν Σαρδικῇ μετὰ τοὺς ἐν Νικαίᾳ· κανόνες εἷς καὶ εἴκοσι καὶ ταύτης τῆς συνόδου. Ἡ πέμπτη τῶν ἐν Γάγγραις δὲ πατέρων συνελθόντων, ὧν οἱ κανόνες εἴκοσι τυγχάνουσι καὶ μόνοι. Ἕκτη τῶν εἰς Θεούπολιν κοινῇ δεδραμηκότων
25(οὕτω γὰρ ὀνομάζουσι τὴν Ἀντιόχου πόλιν), ὧν πέντε πρὸς τοῖς εἴκοσι τυγχάνουσι κανόνες. Ἑβδόμη τούτων πέφυκε τῶν ἐν Λαοδικείᾳ, ὑφ’ ὧν ἐξεφωνήθησαν δογματικοὶ κανόνες ἐννέα πρὸς πεντήκοντα πίστεως ὅλοι πλήρεις.
30 Τῶν δ’ εἰς Κωνσταντινούπολιν πατέρων συνελθόντων, ὀγδόη τούτων σύνοδος· ὧν ἑπτὰ οἱ κανόνες. Ἡ δέ γ’ ἐννάτη σύνοδος γέγονεν ἐν Ἐφέσῳ, ὑφ’ ὧν ἐξεφωνήθησαν ἐννέα κανόνες μόνοι. Δεκάτη δὲ τὸν ἀριθμὸν τῶν ἐν τῇ Χαλκηδόνι,
35παρ’ ὧν ἑπτὰ πρὸς εἴκοσιν ἐτέθησαν κανόνες. Ὁ μέγας δὲ Βασίλειος, ἡ βάσις τῶν δογμάτων, ὀκτὼ πρὸς τοῖς ἑξήκοντα ἐθέσπισε κανόνας. Εἰς δὲ Κωνσταντινούπολιν καὶ δὶς καὶ τρὶς ἠθροίσθη λογὰς πατέρων εὐσεβῶν, ὧν οἱ κανόνες δῆλοι.
40 Ἄλλοι τε πλεῖστοι τῶν πιστῶν ἀνδρῶν καὶ σεβασμίων κανόνας ἐκτεθείκασι κρατύναντες τὴν πίστιν· ὥσπερ ὁ Διονύσιος ὁ τῆς Ἀλεξανδρείας, Γρηγόριος ἐπίσκοπος τῆς Νεοκαισαρείας, Τιμόθεος ὁ εὐσεβὴς καὶ Κύριλλος ὁ πάνυ,
45Γεννάδιος ὁ θαυμαστὸς θεσπίσας ἐγκυκλίως. πρὸ τούτων διὰ Κλήμεντος ἐγράφησαν κανόνες τῶν σεβασμίων καὶ σεπτῶν καὶ θείων ἀποστόλων, πέντε πρὸς ὀγδοήκοντα σεβάσμιοι κανόνες. Οὐ πάντες δὲ θεσπίζουσι περὶ θεολογίας,

5

(50)

ἀλλ’ οἱ μὲν τὰ τῆς πίστεως κρατύνουσιν εὐλόγως, οἱ δὲ τοῖς ἁμαρτάνουσι μέτρα τῆς μετανοίας εὐθέτως κανονίζουσιν ἐν ζυγοῖς ἀκριβέσιν, οἱ δέ γε δοκιμάζουσι τοὺς χειροτονουμένους· πάντες δὲ λυσιτέλειαν εἰσάγουσι τῷ βίῳ.
55 Ὁ κανονίσας δ’ ἅπαντας ἐντέχνως τοὺς κανόνας ὅσους ἐφεῦρε, δέσποτα, κανόνας τῶν πατέρων πρὸς τὴν αὐτὴν ὑπόθεσιν εὐκαίρως γεγραμμένους, πάντας εἰς ἓν συνήγαγεν ὥσπερ ὑποτιτλώσας. ἀλλ’ ἔν γε παραδείγματι τοῦτο σαφηνιστέον.
60τῶν κληρουμένων, δέσποτα, πολλοὶ διά τι πταῖσμα ἄδεκτοι καθεστήκασιν εἰς ὃν ἄγονται κλῆρον. πολλοὶ γοῦν ἐκανόνισαν τὰ περὶ τῶν ἀδέκτων, ἥ τε λογὰς τῶν σεβαστῶν καὶ θείων ἀποστόλων, οἱ ἐν Νικαίᾳ, δέσποτα, καὶ Νεοκαισαρείᾳ,
65οἵ τε μὴν ἐν τῇ Σαρδικῇ καὶ οἱ ἐν Χαλκηδόνι,
ὁ μέγας τε Βασίλειος ἔγραψε περὶ τούτων. ἵν’ οὖν μὴ δυσχεραίνῃ τις ἐρευνῶν τοὺς κανόνας, ὁ συναθροίσας ἅπαντας εἰς ἓν πυκτίον, ἄναξ, τέχνην ἐδημιούργησεν ἐν τούτῳ θαυμασίαν·
70πρὸς τὴν ὑποκειμένην γὰρ καὶ ζητουμένην φύσιν κανόνας τοὺς προσήκοντας συνήθροισεν ἐντέχνως. Ἔστι δὲ τάξις, δέσποτα, καὶ βαθμὸς τῶν κανόνων, τοῖς διαφόροις πάθεσι ταχθέντων διαφόρων. οἱ μὲν γὰρ ἀπελαύνουσι τῆς θείας ἐκκλησίας.
75οἱ δὲ μόνον καθαίρουσι τοὺς χειροτονηθέντας, οἱ δὲ προστίμοις ἄγχουσι τῆς ἀκοινωνησίας, οἱ δέ εἰσι σωφρονισταὶ ἐν τοῖς ἐπιτιμίοις.
Δίδαξις αὕτη σύντομος τῶν ἱερῶν κανόνων.

6

(1t)

Τοῦ αὐτοῦ Ψελλοῦ Σύνοψις διὰ στίχων σαφῶν καὶ πολιτικῶν περὶ
2tπασῶν τῶν ἐπιστημῶν γενομένη πρὸς τὸν εὐσεβέστατον βασιλέα κῦριν
3tΜιχαὴλ τὸν Δούκαν ἐκ προστάξεως τοῦ πατρὸς αὐτοῦ καὶ βασιλέως,
4tὥστε διὰ τῆς εὐκολίας καὶ ἡδύτητος ἐνεχθῆναι τοῦτον εἰς τὴν μάθησιν
5tτῶν ἐπιστημῶν
1 Μελέτω σοι γραμματικῆς καὶ τῆς ὀρθογραφίας· πρῶτος αὕτη θεμέλιος καὶ βάσις μαθημάτων. Οὐκ ἔστι δὲ μονότροπος οὐδὲ κοινὴ καὶ μία, ἀλλ’ ἔχει γλώσσας καὶ φωνὰς καὶ πέντε διαλέκτους,
5Αἰολικήν, Ἰωνικήν, Ἀτθίδα καὶ Δωρίδα καὶ τὴν συνήθη καὶ κοινὴν καὶ κατημαξευμένην· ἑκάστη δὲ διάλεκτος ἔχει φωνὰς ἰδίας. ἡ δὲ κοινή, κἂν πέφυκεν ἄθροισμα τῶν τεσσάρων, ἀλλ’ ἔστι καὶ μονότροπος, ἄλλη παρὰ τὰς ἄλλας.
10 Ἀλλ’ ὡς ἐν παραδείγματι δεικτέον σοι τὰς πέντε. τὸ μὲν γὰρ ‘Πέρσης Πέρσεω‘ τυγχάνει τῆς Ἰάδος (ἣν εἶπον γὰρ Ἰωνικὴν καλῶ σοι νῦν Ἰάδα, Ἰὰς γὰρ ἀπὸ Ἴωνος· διώνυμος ἡ κλῆσις). ὣς δὲ τὸ ‘Δημοσθένεοσ‘ γενικῶς τῆς Ἰάδος
15καὶ τὸ ‘Περσέων‘ γενικῶς, ὣς δὲ καὶ τὸ ‘νυμφέων‘· εἰ δέ τις μεταλλάξειε καὶ λέξειε ‘νυμφάων‘, Αἰολικὴν διάλεκτον εἶπεν, οὐ τὴν Ἰάδα. εἰ δέ τις εἴποι ‘θάλατταν‘ ἢ ‘τεῦτλον‘, Ἀττικίζει. εἰ δέ τις ὀνομάσειε τὰς Μούσας ‘Μώσασ‘ πάλιν,
20ὑποδωρίσας εἴρηκε Δωρίδι διαλέκτῳ. ἡ δ’ Αἰολὶς διάλεκτος τῷ ῥῶ βῆτα προσνέμει, ‘βράκοσ‘ τὸ ῥάκος λέγουσα, ‘βρυτῆρα‘ τὸν ῥυτῆρα. εἰ δέ τις εἴποι ‘θάλασσαν‘ καὶ ‘ῥάκοσ‘ καὶ ‘ῥυτῆρα‘, κοινὴν εἶπε διάλεκτον ἤτοι συνηθεστάτην.
25ταύτην μοι μόνην δίωκε, τῶν δ’ ἄλλων καταφρόνει. Τῶν μέτρων μέντοι φρόντιζε, τῶν τομῶν καταφρόνει· ἡρώιζε, ἰάμβιζε, ἐλεγεῖά μοι γράφε, μάθε τὴν Ἀνακρέοντος ἡδυεπῆ κιθάραν καὶ τὴν Θηβαίαν μάλιστα τοῦ μελῳδοῦ Πινδάρου,
30τὴν δὲ βουκόλου σύριγγα τοῦ Θεοκρίτου μέθες. Τῶν ὀνομάτων μάθε μοι καὶ κλίσεις καὶ κανόνας, ἀρρενικῶν καὶ θηλυκῶν, πρὸς δὲ τῶν οὐδετέρων. Τί μὲν ὀρθοτονούμενον ἐν μέρεσι τοῦ λόγου, τί δ’ ἐστὶν ἐγκλινόμενον, ἀκριβέστερον μάθε.
35τὸ μὲν γὰρ ‘ἄνθρωποι τινὲσ‘ ὀρθότονον τυγχάνει, εἰ δ’ εἴπῃς ‘ἄνθρωποί τινεσ‘ τὸν τόνον ἀνασύρας, ἐγκλίνας οὕτως εἴρηκας, τὸν τόνον μεταστήσας. πρόθεσις οὐκ ἐγκλίνεται, οὐ μετοχή, οὐκ ἄρθρον. Ἐγκλίσεις πέντε γίνωσκε τὰς διωνομασμένας,
40ὁριστικήν, προστακτικήν, εὐκτικὴν καὶ πρὸς ταύταις τὴν ὑποτακτικὴν φωνὴν καὶ τὴν ἀπαρεμφάτων. τί δ’ ἐστὶν ἀπαρέμφατον καὶ πόθεν ὠνομάσθη; οὐ παρεμφαίνει βούλησιν τὸ ‘τύπτειν‘ καὶ τὸ ‘τύψαι‘, ἔγκλισις γὰρ ἡ βούλησις τεχνικῶς ὠνομάσθη.
45 Τῶν πέντε γὰρ ἐγκλίσεων τρεῖς εἰσι διαθέσεις αἱ γνώριμοι, ἐνέργεια καὶ πάθος καὶ μεσότης. τὸ ‘τύπτω‘ μὲν ἐνέργεια, τὸ ‘τύπτομαι‘ δὲ πάθος,
τούτοις δ’ ἐπενεμήθησαν οἱ μέσοι μέσον χρόνοι. μέσος γὰρ καὶ τὸ ‘τέτυπα‘, πρὸς δὲ τὸ ‘ἐτυψάμην‘,

6

(50)

ἐκεῖνο ἐνεργητικόν, παθητικὸν δὲ τοῦτο, τοῦτο μὲν παρακείμενος, ἀόριστος δ’ ἐκεῖνο. Ὀνόματος καὶ ῥήματος ἡ μετοχὴ μεσότης ἀμφοῖν ἐστι μετέχουσα κοινῶν ἰδιωμάτων. ἔχει πτῶσιν ὡς ὄνομα, πρὸς τούτοις δὲ καὶ γένη
55(‘ὁ τύπτων‘, ‘τὸ τυπτόμενον‘, ‘ἡ τύπτουσα‘ τὰ γένη), τοῦ ῥήματος διάθεσιν, χρόνους καὶ συζυγίας. τὸ ῥῆμα γὰρ ὡς ἄπτωτον οὐ δύναται κλιθῆναι· γέγονεν οὖν ἡ μετοχή, ἵνα κλιθῇ τὸ ῥῆμα. ‘Τύπτω‘ καὶ ‘πλέκω‘ ‘πείθω‘ τε καὶ ‘φράζω‘ καὶ τὸ ‘σπείρω‘
60καὶ τὸ ‘ἀκούω‘, δέσποτα, βαρύτονα τυγχάνει· τὸ δὲ ‘ποιῶ‘ καὶ τὸ ‘βοῶ‘ καὶ τὸ ‘χρυσῶ‘, τὰ τρία, γίνωσκε περισπώμενα, καὶ γὰρ καὶ περισπᾶται· τῶν δὲ εἰς μι τὸ ‘τίθημι‘, ‘ἵστημι‘ ‘δίδωμί‘ τε καὶ ‘πήγνυμι‘ τὸ τέταρτον ὡς ἀπὸ τοῦ ‘πηγνύω‘.
65 Μάθε μοι καὶ τὴν δύναμιν τῶν λεγομένων χρόνων. ὁ ἐνεστὼς ὡς ἑστηκώς, ὡς σήμερον τυγχάνων· ὁ δέ γε παρατατικὸς ὡς παρατεταμένος (‘ἔτυπτον‘ γὰρ ἀπέραντον ἔχει τὴν σημασίαν)· ὁ δ’ αὖ γε παρακείμενος οὐ κείμενος τελείως,
70ἀλλ’ ἔστι παρακείμενος ὡς μὴ πεπληρωμένος, ὁ ἐνεστὼς συντελικός, οὕτω γὰρ ὠνομάσθη· ἀόριστος ὡς ἄδηλος, οὐχ ὡρισμένος χρόνος· ὁ μέλλων ὡς οὐκ ἐνεστώς, ἀλλ’ αὐτὸ τοῦτο μέλλων. Καὶ τοῦτο δέ μοι γίνωσκε καὶ μή σε λανθανέτω·
75χρόνοι πολλοὶ λελοίπασιν ἔν τισι τῶν ῥημάτων καὶ πρόσωπα πληθυντικὰ τῆς κοινῆς διαλέκτου, ἀλλ’ ἀντανεπληρώθησαν ἐξ ἄλλων διαλέκτων. αὐτίκα γὰρ τοῦ ‘τέτυμμαι‘, πρὸς δὲ τοῦ ‘ἐτετύμμην‘, παρακειμένου πάσχοντος καὶ ὑπερσυντελίκου,
80τὰ τρίτα τῶν πληθυντικῶν κοινὴν οὐκ ἔχει φράσιν, ἀλλ’ ἀντανεπληρώθησαν τεχνικῶς ἐξ ἑτέρων. καθόλου πρῶτα πρόσωπα προστακτικῶν οὐκ ἔστιν. εὐκτικὸς παρακείμενος ἐκλέλοιπε τελείως. χρόνος ὑπερσυντέλικος, σὺν τῷ παρακειμένῳ,
85οὐκ ἔστιν ὑποτακτικὸς παθητικὸς οὐδ’ ὅλως. τὸν μέσον παρακείμενον τοῦ ‘τίθημι‘ μὴ ζήτει, καὶ δεύτερος παθητικὸς ἀόριστος οὐκ ἔνι. πρῶτος πάλιν ἀόριστος ἐν τοῖς ἀπαρεμφάτοις οὐχ εὕρηται τοῦ ‘τίθημι‘, καὶ ζήτει τὴν αἰτίαν.
90ἐν μετοχαῖς ἀόριστον τοῦ ‘τίθημι‘ μὴ ζήτει, πλὴν ἐν τοῖς ἐνεργητικοῖς, παθητικὸς γὰρ ἔνι. Μάθε τοὺς πόδας ἅπαντας, τοὺς ἁπλοῦς, τοὺς συνθέτους. μάθε μοι τοὺς δακτυλικούς, σπονδείους καὶ τροχαίους· ἡρωϊκοῦ τυγχάνουσιν οὗτοι μάλιστα μέτρου.
95χορεῖον καὶ πυρρίχιον ὡς ἀσθενεῖς ἐκτρέπου, ἀλλὰ μηδὲ τοὺς ἴωνας ἐκτόπως ἀγαπήσῃς. ἀγάπησον, εἰ βούλοιο, καὶ ζήλωσον γενναίως τοὺς μολοσσούς, τοὺς παίονας, πρὸς δὲ τοὺς ἐπιτρίτους. ἄσπασαι καὶ τὸν ἴαμβον, ἀλλὰ σπονδείαζέ μοι·

6

(100)

καὶ πρώτιστα ἰάμβιζε, ὕστερον δ’ ἡρωίσεις. Ὁ τεχνικὸς μὲν τίθησι ψιλά τε καὶ δασέα καὶ μέσον τούτων, δέσποτα, τὰ μέσα κεκλημένα·
ψιλὰ μὲν κάππα, πῖ καὶ ταῦ, δασέα φῖ, χῖ, θῆτα, μέσα δὲ τούτων ἐκφωνεῖ βῆτα, γάμμα καὶ δέλτα.
105καὶ τὸ μὲν βῆτα τίθησι τοῦ φῖ καὶ πῖ πως μέσον, τὸ γάμμα μέσον τίθησι τοῦ χῖ τε καὶ τοῦ κάππα, τοῦ ταῦ δὲ μέσον τίθησι τὸ δέλτα καὶ τοῦ θῆτα. σὺ δέ μοι τούτων μάνθανε τοὺς λόγους τῆς αἰτίας. δασέα μὲν τυγχάνουσιν ὅσα μετὰ δασέος
110ἐκφέρεται τοῦ πνεύματος· ἐκ γὰρ ῥήματος ‘σεύω‘ καὶ τοῦ ‘δα‘ ἐπιτατικοῦ τὴν σύνθεσιν λαμβάνει, ἤτοι τὰ ἄγαν τρέχοντα, ‘σεύω‘ γὰρ ἦν τὸ τρέχω. ἡ προφορὰ γὰρ κάτωθεν στοιχείων τῶν δασέων· τῶν δὲ ψιλῶν ἐκφώνησις ὡς ἀπεψιλωμένη,
115ἐξ ἄκρων γὰρ προφέρεται τὰ τρία τῶν χειλέων· τὰ μέσα μέσον πνεύματος τὴν ὁρμὴν προσλαμβάνει. Αὕτη ἐξήγησις κοινὴ καὶ καθωμιλημένη, μάνθανε δὲ τὴν κρείττονα καὶ πολλοῖς κεκρυμμένην. ἄτρεπτα μὲν τυγχάνουσιν ἐν λόγῳ τὰ δασέα,
120οὐ γὰρ τραπείη τὸ δασὺ δασείας συναφθείσης. ‘ὄρνυσθ’ ἱππόδαμοι‘, φησίν, ‘ἀμφ’ ἅλα ἔλσαι νῆασ‘, ‘σὺ δ’ ἔχ’ ἡνία, κράτιστε‘, ἐπικῶς εἰρημένα· ἄτρεπτα γὰρ μεμένηκε τὰ τρία σοι δασέα. τὰ δὲ ψιλά, οἷα ψιλά, τρέπεται τῇ δασείᾳ·
125‘ὣς ἔφαθ’, οἱ δ’ ἄρ’ ἅπαντεσ‘· ‘αὐτίχ’ ὁ μὲν χιτῶνα‘· ‘σὺ δέ μοι εἴφ’ ὅπῃ τὴν ναῦν‘· ὁρᾷς πῶς καὶ τὰ τρία
ψιλά σοι παρετράπησαν δασείας συναφθείσης; βλέπε καὶ τὴν μεσότητα τῶν ἑτέρων στοιχείων, πῶς ἔχουσι δασύτητος ψιλότητος ἐν μέσῳ.
130ἐπικρατέστερα καὶ γὰρ τῶν ψιλῶν πέφυκέ πως, μηδὲν παρατρεπόμενα δασείας ἐπηγμένης, ὥσπερ ‘οὐδ’ οἵ γ’ ὡρμήθησαν‘ καὶ ‘λάβ’ ἡνία‘, πάλιν ‘ὅ γ’ ὣς εἰπών‘· καὶ μένουσιν ἄτρεπτα τὰ στοιχεῖα. ἐντεῦθεν ἰσχυρότερα τῶν ψιλῶν σοι τὰ μέσα·
135ὅρα πῶς ἀσθενέστερα τυγχάνει τῶν δασέων. τὰ μὲν δασέα, δέσποτα, τὰ πρὸ αὐτῶν ψιλοῦσιν ὡς εὐσθενῆ καὶ δυνατά, ‘Ὀθρύσ‘, ‘ὀφρῦσ‘ καὶ ‘Ὦχοσ‘· τὰ μέσα δὲ οὐ δύναται ὡς ἐλαττότερά πως, ‘Ἅδωνισ‘, ‘ἥδη‘, ‘ἡγεμὼν‘ πάντα δασύνεταί πως.
140 Πῶς δ’ ἕκαστον ἀφώρισται μέσον τούτων δεικτέον. τοῦ πῖ καὶ φῖ καὶ γάρ ἐστι τὸ βῆτα μέσον, ἄναξ, συγγένεια καὶ γάρ ἐστι τοῦ βῆτα πρὸς ἐκεῖνα. ὅσα γὰρ ἔχουσι τὸ πῖ καὶ τὸ φῖ καὶ τὸ βῆτα ἐν ῥήμασι λεγόμενα, ‘λείβω‘, ‘τέρπω‘ καὶ ‘γράφω‘,
145εἰς ψῖ γράφει τὸν μέλλοντα, ‘λείψω‘, ‘τέρψω‘ καὶ ‘γράψω‘· τῶν ὀνομάτων δὲ εἰς ψῖ ὁπόσα λήγει πάλιν τούτων ἑνὶ τὴν γενικήν, δέσποτα, σχηματίζει· ‘ὁ Πέλοψ‘ γάρ, ‘τοῦ Πέλοποσ‘, ‘τοῦ Κίνυφοσ‘, ‘ὁ Κίνυψ‘, καὶ ‘τοῦ λιβὸσ‘ ‘ὁ λίψ‘ ἐστιν· εὔλογος ἡ μεσότης.

6

(150)

οὕτως εἰσὶ καὶ τὰ λοιπὰ τῶν ἀπηριθμημένων. τοῦ γάμμα καὶ τοῦ κάππα γὰρ καὶ τοῦ χῖ ἓν τὸ γένος, τοῦ ‘λέγω‘ καὶ τοῦ ‘πλέκω‘ γὰρ τὸ ῥῆμα καὶ τοῦ ‘τρέχω‘ εἰς ξῖ ποιεῖ τὸν μέλλοντα, ‘λέξω‘, ‘πλέξω‘ καὶ ‘θρέξω‘·
εἰς ξῖ δὲ λῆγον ὄνομα τὴν γενικὴν ποιεῖται,
155ὥσπερ καὶ πρὶν εἰρήκαμεν, ἑνὶ τῶν εἰρημένων, ‘ὁ τέττιξ‘ γάρ, ‘τοῦ τέττιγοσ‘, ‘τοῦ πέρδικοσ‘, ‘ὁ πέρδιξ‘, ‘ὁ ὄνυξ‘ δέ, ‘τοῦ ὄνυχοσ‘· ἐν τοῖς τρισὶ ταὐτότης. οὕτω τὸ δέλτα πέφυκε μέσον τοῦ ταῦ καὶ θῆτα, πᾶν ῥῆμα γὰρ λεγόμενον δι’ ἑνὸς τούτων, ἄναξ,
160εἰς σῖγμα δρᾷ τὸν μέλλοντα, ‘ᾄδω‘, ‘πλήθω‘, ‘ἀνύτω‘, ὁ μέλλων ‘ᾄσω‘ γάρ ἐστιν ‘ἀνύσω‘ τε καὶ ‘πλήσω‘· εἰς σῖγμα δέ γε τελευτῶν ὄνομα κατ’ εὐθεῖαν τὴν γενικὴν τούτων ἑνὶ δείκνυσι τελουμένην, ‘Ἄδωνισ‘ γὰρ ‘Ἀδώνιδοσ‘, ‘ὄρνις ὄρνιθοσ‘ γράφεις,
165‘ἔρωσ‘ τε πάλιν ‘ἔρωτοσ‘· ἴδε τὴν συμφωνίαν. Οὐ πάντων ἡ γραμματικὴ πέφυκεν ἐμπειρία· τῶν πολιτευομένων γὰρ λέξεων ἐπιστήμη, οὐ τῶν ἐν παραβύστῳ δὲ τισὶ συμπεπλασμένων. τὰς γὰρ ἐν τῷ Λυκόφρονι ‘εὐῶπας κόρασ‘, κώπας,
170καὶ τὸν παρὰ τῇ Σύριγγι ‘ἀντίπετρον‘ οὐκ οἶδεν· ἀλλ’ οὔτε τὸ ‘βαλάντιον‘ ὡς ἀκόντιον ἔχει οὔτ’ ἔριον τὸ ‘σκέπαρνον‘ ἐκ τοῦ τὸν ἄρνα σκέπειν οὔτε φησὶ ‘ποτήριον‘ ἔνδυμα ἐξ ἐρίων· ‘ἑλκύδριον‘ οὐ τίθησιν οὐδέποτε τὸν κάδον.
175 Τὸν τόνον ὁ γραμματικὸς τίθεται προσῳδίαν· πρὸς τόνον γὰρ τὸ μελῳδεῖν, πρὸς τόνον ἁρμονία. Τέσσαρες πρὸς τοῖς εἴκοσι τῶν ποιήσεων τρόποι· παραβολή, ὑπερβολὴ καὶ ἀντωνομασία, ἄλλοι τε προφανέστατοι καὶ γνώριμοι τοῖς πᾶσι.
180τρόποι δ’ ἐπωνομάσθησαν ὡς τρέποντες τὴν φράσιν.
Τὸ τρίτον τῆς γραμματικῆς τοῦτο τυγχάνει μέρος, ἱστοριῶν ἀπόδοσις καὶ γλωσσῶν πολυτρόπων. ἑκάστη γὰρ διάλεκτος παμπόλλους ἔχει γλώσσας. ἡ γὰρ Δωρὶς διάλεκτος ἔχει τοιάσδε γλώσσας,
185Ἀργείων Κορινθίων τε καὶ τῶν Συρακουσίων· ἡ δ’ Αἰολὶς τῶν Βοιωτῶν, πρὸς δὲ καὶ τῶν Λεσβίων. ὀφείλει δ’ ὁ γραμματικὸς εἰδέναι καὶ τὰς γλώσσας· Ἰάδος γὰρ τὸ ‘πίσυρεσ‘, ἀλλὰ Συρακουσίων. Πέμπτον δὲ μέρος, δέσποτα, γραμματικῆς τυγχάνει
190ἐκλογισμῶν ἀκρίβεια τῶν τῆς ἀναλογίας, τουτέστι παραθέσεως πρὸς ὅμοιον ὁμοίου. τὸ ‘Δημοφῶν‘ γάρ, δέσποτα, καὶ ‘Ξενοφῶν‘ κατ’ ἴσον ὁμοίου τις παράθεσις κατὰ ἀναλογίαν. Ἔστι καὶ κρίσις ἀκριβὴς αὕτη τῶν ποιημάτων.
195οὐ κρίνει δ’ εἰ συγγέγραπται κρειττόνως ἢ χειρόνως, ἀλλὰ τίνα νενόθευται, τίνα γνησίως ἔχει. πολλὰ γὰρ ἀμφιβάλλεται τῶν προσυγγεγραμμένων, Ὁμήρου μὲν τὰ Κύπρια, πρὸς δὲ καὶ ὁ Μαργίτης, Ἀράτου δὲ τὰ Θυτικὰ καὶ τὰ Περὶ ὀρνέων.

6

(200)

κρίνεται δὲ ποιήματα χρόνῳ καὶ ἱστορίᾳ, οἰκονομίᾳ λέξει τε, πλάσματι καὶ συνθέσει. Βιωτικὴ δ’ ἀνάγνωσις ἐστὶν ἡ κωμῳδία, οὐκ εὔτονος, οὐκ εὔφωνος, ἀλλ’ ὥσπερ ὑφειμένη, συνήθους καὶ βιωτικῆς εἰκών τις ὁμιλίας.
205τὰ γάρ τοι τραγικώτερα ἄλλου τυγχάνει τύπου· ἡρωϊκὴ γὰρ μέστωσις ἐστὶν ἡ τραγῳδία. εὐτόνως προοιστέον δὲ τὸ ἔπος, στεφηφόρε·
ἔπος δ’ ὁ τόνος πέφυκεν, ἡ τάσις τῶν ἡρώων. Τὰ δίχρονα δὲ δίσημα οἱ ῥυθμικοὶ καλοῦσιν.
210 Ἄνω δ’ ἀποφηνάμενοι πολλοὺς τῶν χρόνων λείπειν αἰτίας οὐ δεδώκαμεν· νῦν δὲ καὶ ταύτας δέχου. ‘τέτυμμαι‘· καὶ τὸ εὐκτικὸν ἀποίητον τυγχάνει, διότι παραλήγεται οὗτος ὁ χρόνος, ἄναξ, ἄλλῳ συμφώνῳ πρὸ τοῦ μῦ, οὐ πέφυκεν ἐντεῦθεν
215γίνεσθαι παρακείμενος εὐκτικὸς πάθος ἔχων· ἀλλ’ οὐδὲ ὑποτακτικός, κοινὴ γὰρ ἡ αἰτία. ‘τέθεικα‘ παρακείμενος, ἀπέλιπε δ’ ὁ μέσος· καὶ γὰρ ὅταν ὁ δεύτερος ἀόριστος τοῦ πρώτου μιᾷ ἐνδεῖ τῇ συλλαβῇ, ὡς παραδείξομέν σοι,
220ὁ μέσος παρακείμενος καθ’ ὁμοιότητά πως μιᾷ τοῦ ἐνεργητικοῦ συλλαβῇ ἐλαττοῦται. ὁ πρῶτος γὰρ ἀόριστος ‘ἐλήκησα‘ τυγχάνων, ‘ἔλακον‘ ἐκληρώσατο τὸν δεύτερον εἰκότως· ‘λελήκηκα‘ καὶ ‘λέληκα‘ ὁμοίως προελέχθη.
225μέσος δὲ παρακείμενος ἀρχὴν σύμφωνον ἔχων οὐδέποτε δισύλλαβος κανονικῶς τυγχάνει· ἐπεὶ δ’ ἐστὶ τρισύλλαβον τὸ ‘τέθεικα‘ τῇ μέσῃ, πῶς ἂν ὁ μέσος γένοιτο; τοῦτο παρὰ κανόνα, ὀφείλει γὰρ δισύλλαβος παρὰ τὸν λόγον εἶναι.
230καὶ δεύτερος ἀόριστος ἐν τοῖς εἰς μι οὐκ ἔστι (φημὶ δὲ τοῖς παθητικοῖς· τοῦτο γὰρ προσθετέον), διότι προϋφήρπασαν τὴν κατάληξιν τούτου οἱ δεύτεροι ἀόριστοι τῆς ἐνεργείας, ἄναξ.
τοῦ ‘τίθημι‘ ἀόριστος ἐν τοῖς ἀπαρεμφάτοις
235πρῶτος οὐκ ἔστι, δέσποτα· καὶ γὰρ οὐδέ τις κλίσις ὑστέρα τῶν ὁριστικῶν· εἰ δέ τις λέγειν θέλει, ἡμάρτηται τὸ ‘ἔθηκα‘, ‘ἔδωκα‘ καὶ τὸ ‘ἧκα‘. ἄλλως τε οὐδὲ δέχονται μετοχὴν τὰ τοιαῦτα, μὴ ἔχοντα δὲ μετοχὴν ἐστέρηνται τῶν ἄλλων,
240προστακτικῶν καὶ εὐκτικῶν καὶ τῶν ἀπαρεμφάτων. τὸ ‘ἔστησα‘ δὲ γράφομεν καὶ τὸ ‘ἔφησα‘, ἄναξ, τούτων γὰρ ἀπαρέμφατα ‘στῆσαι‘ καὶ ‘φῆσαι‘ γράφε. τοῦ ‘τίθημι‘ ἀόριστος προστακτικὸς καὶ μέλλων οὐκ ἔστιν ἐνεργητικός, καὶ σαφὴς ἡ αἰτία·
245τοῦ ‘ἔθηκα‘ καὶ γάρ, φημί, ἐκλέλοιπεν ἡ κλίσις. τοῦ ‘τίθημι‘ ἀόριστος πρῶτος οὐκ ἔστιν, ἄναξ, ἐνεργῶν ἐν τῇ μετοχῇ (τοῦτο γὰρ προσθετέον)· εἰ γὰρ καὶ ἔδει γράφεσθαι ‘θήκασ‘, ἀλλ’ ἐσιγήθη· παθητικὸς δὲ πέφυκε, ‘τεθεὶσ‘ γὰρ πᾶς τις γράφει.

6

(250)

τὰ πρῶτα τῶν προστακτικῶν ἐκλέλοιπε τελείως, οὐδεὶς γὰρ πάντων ἑαυτῷ προστάσσει, στεφηφόρε. τὰ τρίτα δ’ ἐκλελοίπασι πληθυντικά πως, ἄναξ, τοῦ ‘τέτυμμαι‘ παθητικοῦ καὶ ὑπερσυντελίκου· πᾶν τρίτον γὰρ καὶ ἑνικὸν συμφώνῳ παραλῆγον,
255μὴ σθένον πρὸ τοῦ ταῦ τὸ νῦ δέξασθαι, στεφηφόρε, πληθυντικὸν οὐ πέφυκε πρόσωπον ποιεῖν τρίτον. Ὡς πρός τι τὰ ἡμίφωνα τυγχάνει τῶν γραμμάτων· πρὸς γὰρ τὴν φύσιν λέγεται, φημί, τῶν φωνηέντων, βραχὺ γὰρ ἀπολέλοιπε τούτων τῆς εὐφωνίας.
260καὶ δῆλον ἐκ τοῦ συριγμόν, μυγμὸν καὶ ῥοῖζον ἔχειν·
τὸ μὲν γὰρ ζῆτα καὶ τὸ ξῖ τὸ ψῖ τε καὶ τὸ σῖγμα τὸν συριγμὸν ἐργάζονται, τὸ ῥῶ δὲ μόνον ῥοῖζον, μυγμὸς δὲ πάλιν γίνεται τῷ μῦ καὶ τῷ νῦ, ἄναξ. Ὁ τεχνικὸς μὲν εἴρηκε τῶν ὑγρῶν τὴν αἰτίαν·
265εἰσὶ γὰρ δυσμετάθετα καὶ δυσεξάλειπτά πως, ὑγροτάτης ποιότητος, κολλητικῆς τὴν φύσιν. σὺ δὲ καὶ ταύτην μάνθανε, τάχα μουσικωτέραν· ὑγρὰ γὰρ κατωνόμασται τῆς προφορᾶς τῷ λείῳ, ὑγρὰ γὰρ ὡς εὐόλισθα, τῇ ἀκοῇ δὲ πλέον.
270 Μάθε καὶ χρῆσιν, δέσποτα, σπανίων ὀνομάτων. Ἄγγαρος μὲν ὁ ἄγγελος. ἀγῆλαι τὸ σεμνῦναι. ἀγχέμαχος ὁ πολεμῶν ἐγγύθεν, στεφηφόρε. ἀγχώμαλον ἰσόπεδον. ἀγωγεὺς τὸ σχοινίον. ἀγχομολῶν ὁ πολεμῶν συστάδην καὶ πλησίον.
275ἀκκισμὸς ἡ προσποίησις. ἀλέντες συγκλεισθέντες. ἁλίπεδον τὸ ὁμαλόν. ἀλίσας ὁ κονίσας. ἁλίζειν τὸ ἀλείφεσθαι. ἢ ἅλας ἐπιπάσσειν. ἡ λαμπηδὼν δ’ ἀμάρυγμα, ἄμβη ὀφρῦς τῆς πέτρας. ἄμοτόν τε τὸ ἄπληστον. ἀμόργη ἡ τρυγία.
280ἀμφιρεφὲς ὃ πέφυκεν ἐγκατεστεγασμένον. ἀνασοβεῖ ἀνακινεῖ. ἀνασειράζω ἄγχω.
ἀναζυγὴ ἀνάλυσις τῶν στρατοπεδευμάτων. ἀναρριχᾶσθαι δέ ἐστι τὸ τῆς σκαλοβασίας. ἄρσις ἐστὶ τὸ βάσταγμα. ἀπρὶξ ὅλῃ δυνάμει.
285αὐθέκαστος ὁ αὐστηρός. αἱ φάραγγες αὐλῶνες. αὐτόπρεμνον αὐτόρριζον. αὐτόχθων ὁ πολίτης. ἡ δέ γε ἀφοσίωσις ποίησις τῆς ὁσίας· ὁσίαν δ’ ὀνομάζουσι, δέσποτα, τὴν κηδείαν. ἄορτο τὸ ἐκρέματο. καὶ ἄωτον τὸ ἄνθος.
290ἁλίπεδα τὰ νεύοντα πρὸς θάλασσαν πεδία. ἀνάγωγος ὁ ὑβριστής. ἀστεμφῶς ἀκινήτως. ἀποσκυθίσαι δέ ἐστι τὸ τεμεῖν δέρμα κάρας. ὁ δέ γε ἀνεψιαδὸς υἱὸς ὁ ἀνεψίου. ἄγγονες τὰ δοράτια. ἀκρήβης ὁ ἀκμάζων.
295ἀμαλλεῖον δεσμὸς μαλλῶν. αἰγίλωψ κόρης πάθος. ἀληθερὲς τὸ χλιαρόν. αἴητον τὸ πυρρῶδες. ἀναισιμῶσαι δέ ἐστιν, ἄναξ, τὸ ἀναλῶσαι. τὸ δέ γε ἀπεμύλαινε τὸ κατηυτέλιζέ πως. αὔθαιμοι οἱ αὐτάδελφοι. ἀχαίνειν δὲ τὸ παίζειν.

6

(300)

ἀνδράχνη χοιροβότανον. ἀναιρεῖν τὸ μαντεύειν.
ἀχὼρ ἀποπιθύρισμα. ἄγγρος δὲ ἡ ὀδύνη. ἄγγουρος τὸ μελίπηκτον. ἀλδαίνειν μεμηνέναι. ἀλυσθαίνειν ἀδημονεῖν. τὸ κλαίειν ἀλυκταίνειν. Βάκηλος ὁ ἀνόητος. βαλβὶς ἀφετηρία.
305λιμὸς ὁ μέγας βούλιμος. βούπαις νέος ἀφῆλιξ. βοσὸρ ἐσθής τις κόκκινος. βριμάζω τὸ βρυχῶμαι. βέτων ὁ πάνυ εὐτελής. βλῆτον εἶδος λαχάνου. ὁ προβατώδης βέκηλος. τὸ δὲ στριγᾶν βλεμαίνειν. βριμαίνειν τὸ ὀργίζεσθαι. βουκάπη βοῶν φάτνη.
310 Γνωσιμαχεῖν ἐπίστασθαι τὴν πρὸς κρείττονας μάχην. γαισσὸς μὲν τὸ δοράτιον. γρυνὸς τραχεῖα ῥάβδος. γεώρας ὁ ἀλλότριος. γέρδιος ὁ ὑφάντης. γράσσων μωρὸς ἀνούστατος. γλαγγάζει δὲ τὸ κρῴζει. Δάπιδες ὑποστρώματα. δέλιθες τὰ σφηκία.
315δαίσιμον τὸ ἐδώδιμον. δρύφακτοι δ’ αἱ κιγκλίδες. δυσβάρκανος ὁ δύσληπτος. οἱ δασεῖς δασυλίδες. δικτάτωρ ὁ δισύπατος. διπλοῒς διπλῆ χλαῖνα.
διχόμηνος σελήνη δὲ πεντεκαιδεκαταία. Ἐγκρὶς ἐλαίου γλύκασμα εὔχυτον ὑδαρῶδες.
320ὁ δ’ ἐγκρυφίας ἄρτος τις σποδιασθεὶς ἐν μέρει. ἐγκίσσωσις ἡ ὄχευσις, ἡ σύλληψις δὲ πλέον. ἐξήνιοι ἀλλότριοι καὶ πόρρω τῶν ἡνίων. ἐπαρυστρὶς δὲ τρύβλιον τυγχάνει τοῦ λυχνάπτου. ἐπιφυλλὶς βραχύτατον βοτρύδιον ἀμπέλου.
325ἐχῖνος πολυώνυμον· ζῷον καὶ εἶδος χύτρας ὅ τε μὴν ἀκανθόχοιρος καὶ ἡ γαστὴρ καὶ πόλις. κορύμβοις ἐνδιάζεσθαι τὸ σκιάζεσθαι φύλλοις. εὐναῖος δὲ ὁ λαγωός. ἔνναιον ὕδωρ βλύζον. ἐπαίκλια τραγήματα. ἐλεὸν τράπεζά τις.
330εἰρεσιώνη πλέγμα τι ἐρίων προβατείων. ἐπώμαιος ὁ τράχηλος. ἔρσεον τὸ δροσῶδες. ἐγκιλικίζειν δέ ἐστι τὸ πονηρεύεσθαί τι. ἐννεός τε ὁ ἄφωνος. εὐέδρως τὸ βεβαίως. ἑδώλια αἱ ναυτικαὶ τυγχάνουσι καθέδραι.
335τὸ δὲ θυμιατήριον ἐσχάριόν μοι κάλει. καὶ πάλιν τὸ ἀσύμφωνον ἑτερόστοιχον λέγε. ἐντεριώνη τὸ ἐντός. ἐνώπια εὐθέα. ἐξεστακέναι δέ ἐστι θαυμάσαι, καταπλῆξαι.
ἔπαυλις μάνδρα τῶν βοῶν, πρὸς δὲ καὶ τῶν προβάτων.
340ξυρός ἐστιν ὁ κίνδυνος. ἐρικτὰ τὰ σχιστὰ δέ. ἐρίπνη μέρος ὑψηλόν. ἑρσήεντα δροσώδη. Εὔιος ὁ Διόνυσος. ἔφεδρος ὁ κυβεύων. ἐχέγγυος ὁ ἀσφαλής. Ἡ λόγχη δὲ ζιβύνη. κορωνὶς τὸ κεφάλαιον. Ἠλαίνω τὸ μωραίνω.
345ἡμίοπος μικρὸς αὐλός. ἦτρον ὀμφαλοῦ μέρος. ἠρδαλωμένος ὁ λεπρός. ἤνυστρον δὲ τὸ κῶλον· ἐχῖνος γὰρ καὶ ἤνυστρον καὶ κεκρύφαλος μέρη ὁμοῦ γαστρὸς πεφύκασι, ταῦτα δὴ τρία μόνα. Θώμιγξ σπάρτος καννάβινος. θηβάνης ἄνεμός τις.

6

(350)

θυμάλωπες οἱ ἄνθρακες. θίβη κιβώτιόν τι. θρῖα τὰ φύλλα τῆς συκῆς. Ἱμάντωσις ἡ δέσις. κεραία δὲ τὸ πλάγιον πρὸς τὸ ἱστίον ξύλον. ἴκταρ ἐστὶ τὸ σύντομον. ἵππερος ἵππων ἔρως. Κάμασον τὸ πικούτζουλον. κέπφος εἶδος ὀρνέου.
355κηκὰς ἀλώπηξ πέφυκε. καὶ κυφὼν ἡ κυνάγχη.
κίμβιξ ὁ φιλοχρήματος. κνημὸς ὁ τραχὺς τόπος. καλχαίνειν τὸ ταράττεσθαι. κωμαίνειν τὸ νυστάζειν. κυρίβια ἐρείγματα τὰ ἀπὸ τῶν κυάμων. κυνοῦχος τὸ βαλάντιον. κύρβεις ἄξονες νόμων.
360κορκορυγὴ ὁ θόρυβος. ὁ δόλιος δὲ κέρκωψ. κλάρια δὲ τὰ ψέλια. κιχλισμὸς λεπτὸς γέλως. κρητίζει μὲν τὸ ψεύδεται. κόβαλος δ’ ὁ πανοῦργος. κορδακισμὸς ἡ ὄρχησις. κωμάζει κῶμον ᾄδει. Λάγανον τὸ καπύριον. λορδὸν συγκεκαμμένον.
365λυκάβας ὁ ἐνιαυτός. ἡ ἅμαξα λαπίνη. Μαγὰς σανὶς τετράγωνος. μαιμάσσειν δὲ τὸ σφύζειν. μύρτα μυρρίνης ὁ καρπός. ὁ δὲ ποιμὴν μηλάτης. μήρυμα νῆμα, κάταγμα. φωλεὸς μυωξία. μονόζωνος ὁ μάχιμος. μαμωνᾶς δὲ ὁ πλοῦτος.
370Κουρεῖς οἱ τῶν προβάτων δὲ νακοτιλταὶ καλοῦνται.
Ξυστὶς τὸ περιβόλαιον. Ὁ λῃστὴς ὁδοιδόκος. οἰσυπηρὸς ὁ ῥυπαρός, οἰσύπη γὰρ ὁ ῥύπος. οἴδακες τὰ μὴ πέπειρα ἀκρόδρυα τῶν δένδρων. γυναῖκα δὲ τὴν φίλοινον οἰνοκάχλαιναν λέγε.
375 Πλούμβατον τὸ μολίβδιον. τὸ σήπομαι πλαδόω. τὰ τῶν ποδῶν εἰλήματα ὀνόμαζε ποδεῖα. πρυτανεῖον τὸ νόμισμα, ὁ τόπος δὲ πολλάκις. ποταίνιον τὸ πρόσφατον. πυρὴν ὀστοῦν ἐλαίας. προύνικος ὁ εὐκίνητος. πέριλος τὸ αἰδοῖον.
380ὁ κύριος τοῦ ἅρματος καλεῖται παραιβάτης. περίτταινος ὁ περιττῶς αἰνούμενος εἰς κάλλος. Ῥαικὸς ὁ Ἕλλην λέγεται. ῥῶπος ποικίλος φόρτος. ῥάδαμνος κλάδος καὶ βλαστός. Σκυτόμος λωροτόμος. στόρθυξ ἡ ἐπιδορατίς. σχαδόνες τὰ κηρία.
385σκυτάλη τὸ φραγγέλιον. στίβη ψῦχος καὶ πάχνη. στραγγαλίδες τὰ δύσλυτα. Τορεύειν δὲ τὸ γλύφειν.
τηλαύγημα λέπρας ἀρχή. τευτάζειν τὸ πλανᾶσθαι. τυπὰς ἡ σφύρα πέφυκε. τυμβὰς ἡ φαρμακὶς δέ. τετύφωται τὸ μέμηνε. τριγχὸς δὲ τὸ τειχίον.
390Ὑπερμαζᾶν δὲ τὸ πλουτεῖν. ὑδατίδες σταγόνες. Φάτνωμα τὸ σανίδωμα. φοίδερα αἱ συνθῆκαι. Χελιδωνὶς τὸ πάτημα τὸ κάτω τῆς εἰσόδου. Ψαίρειν τὸ ψαύειν, τὸ κινεῖν. ψεφαῖον τὸ σκοτῶδες. Ὁ δὲ ἀγκὼν ὠλέκρανον. ὡραῖος ὁ ἀκμαῖος.
395 Ζάγκλον ἐστὶ τὸ δρέπανον. ζάκορος νεωκόρος. ζατρεύειν τὸ ἐν μύλωνι κυρίως βασανίζειν· τὸ δὲ βασανιστήριον ὀνόμαζε ζητρεῖον. ζευγίσιον τὸ τέλεσμα τυγχάνει τοῦ ζευγίτου. Ἡγητορία πέφυκε τῶν σύκων ἡ παλάθη.

6

(400)

καὶ ἤια τὰ βρώματα. ἠίθεος ὁ νέος. ἥκιστος ὁ μικρότατος. ἠλαίνω τὸ μωραίνω. ἠλέματος ὁ μάταιος. Ἠλέκτραι Θηβῶν πύλαι. τὴν ἐκ πολλῶν συναγωγὴν καλοῦσιν ἡλιαίαν. ἠλίβατον τὸ ὑψηλόν. ἠλύγη ἡ σκοτία.
405τὸ καθ’ ἑκάστην ἀριθμεῖν ἡμερόλεκτον κάλει.
τὸ δὲ ἡμιδιπλοίδιον ἔσθημα γυναικεῖον. τὸ δίκροσσον ἐξύφασμα ἡμιτύβιον λέγε. ἡμιδαὴς ἡμίφλεκτος. ἡνία δὲ τὰ λῶρα. ἦνις ὁ ἐνιαύσιος. ἀνδρεία ἠνορέα.
410Ἤπυτον ὄρος Θρᾳκικόν. ἠπύτης ὁ κεκράκτης. ἦτρον τὸ ὑπομφάλιον. ἤτριον ἔνδυμά τι. Θαιροὺς δὲ κατονόμαζε τῶν θυρῶν τοὺς στροφέας. θαμάλωπες ἡμίφλεκτοι. θεόφιν θεοῖς ἴσος. τὸ ὑπὸ σκώληκος βρωθὲν θριπηδέστατον λέγε.
415θωμοὶ σπερμάτων οἱ σωροί. θωμίζω τὸ κεντρίζω. Ἴακχος ὁ Διόνυσος. ἰάλεμος ὁ θρῆνος. ἴθματα τὰ βαδίσματα. ἴθρις ὁ ἐκτομίας. ἰλλόμενος δεσμούμενος. ἰλίζειν διανεύειν. ἰμαῖος ἐπιμύλιος ᾠδή πως καλουμένη.
420ἴξαλος ὁ ὁρμητικός. ἶνις υἱὸς ὁ νέος. ἶπος ἡ τῶν μυῶν παγίς. Ἴσμαρος Θρᾴκης πόλις. ἰωκὴ μὲν ἡ δίωξις. ἰωχμὸς δὲ ὁ κλόνος. Καλλύντρω τὸ φιλοκαλῶ. ὁ πάσσαλος δὲ κάμαξ.
καρβάν ἐστιν ὁ βάρβαρος. ἡ μάκτρα δὲ καρδόπη.
425κάσσας καὶ κασσωρίδας δὲ ὀνόμαζε τὰς πόρνας. καταῖτυξ περικεφαλαία δὲ μὴ ἔχουσα τὸν λόφον. κεγχρίνης εἶδος ὄφεως. κέραιρε δὲ τὸ κίρνα. κοάλεμος μὲν ὁ μωρός. κόβαλος ὁ λῃστεύων. κνώδαλα τὰ θαλάσσια ὀνομάζονται ζῷα.
430κολλούριον ἄρτος μικρός. κομψὸς δὲ ὁ πανοῦργος. κυρηβάσει μαχήσεται. Κύρητα ἡ Δημήτηρ. Λευρὸν τὸ λεῖον καὶ πλατύ. λήδιον ἔσθημά τι. λειρόφθαλμος, εἰ δίφθογγον, τὸν προσηνῆ σημαίνει, εἰ δὲ ἰῶτα γράφουσι, τὸν ἀναίσχυντον κάλει.
435λέπεδνα ἱμαντόδετα. τὰ χέρνιβα δὲ λέβης. Μαζονομεῖον ἄγγος τι ἐν ᾧ φυρᾶται μᾶζα. μαργίτης ὁ ἀνόητος. μακοᾶν τὸ μωραίνειν. τὸ μεταξὺ δὲ τῶν μαζῶν μεταμάζιον κάλει. Νάκος δέρμα τὸ αἴγειον. νασμὸς ὁ μέγας ὄμβρος.
440 Οἶνος δὲ Βίβλινός ἐστιν ὁ βλύζων ἐκ τῆς Θρᾴκης. ἄλφιτα δὲ προκώνια τὰ ἐκ κριθῶν ἀφρύκτων, ἄλφιτα δὲ προταίνια τὰ πρόσφατα τὴν φύσιν. ἔτνος δὲ ῥόφημά ἐστιν ἐξ ἀλεύρων παντοίων.
ἱππάκη τυρὸς ἵππειος, τρύφαλος τυροῦ τμῆμα.
445ὀρρὸς τὸ γάλα πέφυκε, τάμισσος ἡ πιτύα. ὁ μυττωτὸς ὑπότριμμα ἐκ τυροῦ καὶ σκορόδων. τὰ ὄστρεα δὲ τήθεα. φιρήνη δὲ τὸ δέρμα. κογχύλια τὰ ὄστρεα. ὦχρος εἶδος ὀσπρίου, ὡσαύτως δὲ καὶ βέλεκος, ἐοικὼς τοῖς λαθύροις.

6

(450)

ἀτέρεμνα ἀνέψητα, οἷα τὰ κερασβόλα. Διὸς βαλάνους λέγουσι τὰ κάρυα οἱ πλείους· καὶ πιτύινα πέφυκεν ὁ καρπὸς τῆς πιτύας. κόκαλον δὲ ὁ στρόβιλος· τὸ δὲ κρόμμυον γῆθυ. αἱ τῶν σκορόδων κεφαλαὶ μώλυζαι γέλγιθές τε.
455ἡ μίνθη τὸ ἡδύοσμον· ἄρινον δὲ τὸ νάπυ. ἡ σίδη τὸ ῥοΐδιον· συκάμινα δὲ μόρα. ὁ πέπων δέ γε σικυός· ὁ δὲ βρυτὸς πόμά τι. ἡ φύστη εἶδος πέφυκε μάζης ὑδατουμένης. ὑπότριμμα βαρβαρικὸν κάλει τὴν ἀβυρτάκην·
460καὶ σίραιον τὸ ἕψημα· πικαίριον τὴν ῥίζαν. τὸ δὲ μαλάξαι λέγουσι πολλάκις ἀνοργάσαι. Σκύταν καλεῖ τὴν κεφαλὴν πολλάκις Ἱπποκράτης· στροφέα δέ γε σπόνδυλον φησί που τὸν ὀδόντα· καὶ ἀετοὺς ὠνόμασε τὰς φλέβας τῶν κροτάφων·
465τὰς δ’ ἀρτηρίας εἴρηκεν αὐτὸς οὗτος ἀόρτας· καὶ κέβλην μὲν τὴν κεφαλήν, κύβιτον τὸν ἀγκῶνα,
τὸν θώρακα δὲ κίθαρον, κραντῆρας τοὺς ὀδόντας· τὸ κῶλον δὲ τὸ ἔντερον ἐσχάτην που γαστέρα, ἔστι δ’ ὅπου τὸν τράχηλον στόμαχον τῆς ὑστέρας·
470τοῦ δὲ ἐντέρου τὸ λεπτὸν κατονομάζει δέρτρον. τίτιδας φλέβας λέγουσι τὰς περὶ τὴν καρδίαν· ποτιπτερνίδας δέ φασι τὰς οὔσας ἐν ταῖς πτέρναις· τὸ δὲ ἀνδρῷον μόριον πειρῆνά που καλοῦσι· κορώνην δὲ τὸ κόρωνον λέγουσι τοῦ ἀγκῶνος·
475ἦτρον τὸν ὑπομφάλιον ὀνομάζουσι τόπον, ἐπίσιον ἐφήβαιον, θαλάμας δὲ τὰ κοῖλα. ὕπαφρον μὲν τὸ κρύφιον· πέζας τὰ πρὸς τοὺς πόδας· τὰς ἀρτηρίας ἴριγγας· τὰ δὲ ὀστᾶ ῥοώδη. ὑπόξυρον τὸ ἄποξυ. σφάκελος τὸ φλεγμαίνειν
480καὶ τὴν φθορὰν καὶ νέκρωσιν καὶ κάκωσιν παντοίαν. φωΐδες τὰ φλογίσματα· καταφορὰ δὲ κῶμα. χρόνια δὲ ἀλγήματα τὰ κέδματα τυγχάνει. φλογμός ἐστιν ἡ φλεγμονή· χελύσσειν δὲ τὸ βήσσειν· τινὲς δὲ καὶ τὴν πύρωσιν ὀνομάζουσι φλέγμα.
485σπάδωνα δὲ τὰ σπάσματα· πάθος δέ τι χυόνην· ἐκχύμωμα παρέκχυσιν· τὴν ἐφελκίδα μύκην. ὑπέρινος κατάξηρος· βληστρισμὸς ἀπορία· ἔκφυμα τὸ ἐξάνθημα· τὸ βλάπτεσθαι γυιοῦσθαι. Ἄλλα τε πλεῖστα πέφυκεν ὀνόματα σκοταῖα,
490ἀλλ’ ἀποχρῶντα πέφυκε καὶ ταῦτα, στεφηφόρε.

7

(1t)

Τοῦ αὐτοῦ σύνοψις τῆς ῥητορικῆς διὰ στίχων ὁμοίων πρὸς τὸν αὐτὸν
2tβασιλέα
1 Εἰ μάθοις τῆς ῥητορικῆς τὴν τέχνην, στεφηφόρε, ἕξεις καὶ λόγου δύναμιν, ἕξεις καὶ γλώττης χάριν, ἕξεις καὶ πιθανότητα τῶν ἐπιχειρημάτων. Πολιτικῶν καὶ γάρ ἐστι θεωρὸς ζητημάτων,
5πολιτικὸν δὲ ζήτημα κατὰ τὸν τεχνογράφον ἀμφιβολία λογικὴ καὶ μερικὴ τυγχάνει ἐκ τῶν παρὰ ταῖς πόλεσιν ἐθῶν καὶ νόμων πλέον περὶ δικαίων καὶ καλῶν καὶ περὶ συμφερόντων. εἴδη γὰρ τῆς ῥητορικῆς ταῦτα τὰ τρία μόνα,
10δικανικὸν καὶ συμβουλή, καὶ πανήγυρις τρίτον· καὶ τέλος μὲν δικανικοῦ τὸ δίκαιον τυγχάνει, τὸ καλὸν πανηγυρικοῦ, συμβουλῆς τὸ συμφέρον. Τὸ λογικὸν δὲ ζήτημα, δέσποτά μου, τῆς τέχνης οὐκ ἔστι περατούμενον (τοῦτο γὰρ τὸ τῶν νόμων),
15ἀλλ’ ἕστηκε ζητούμενον εἰς ἅπαντα τὸν χρόνον. Οὐκ ἔστι δ’ ἰσοδύναμος φύσις τῶν ζητημάτων· πρόσωπα γὰρ καὶ πράγματα κρείττω καὶ χείρω φέρει.
πολλάκις δ’ ἐστὶν ἄχρηστον ἓν ἐκ τῶν δύο τούτων· καὶ τηνικαῦτα φαίνεται τοῦ ῥήτορος τὸ κράτος,
20ὅταν λαμβάνων ζήτημα χαῦνον ἐξ ἑκατέρων ταῖς λογικαῖς δυνάμεσιν αἴρῃ τε καὶ κρατύνῃ. εἰσὶ δὲ καὶ κακόπλαστα πολλὰ τῶν προβλημάτων, ὧν φύσις ἑτερορρεπής, πρὸς δὲ προειλημμένη· τὰ δὲ καὶ πάντῃ πέφυκεν ἀσύστατα τὴν φύσιν
25ὡς ἑτερομερέστατα, ὡς ἄπορα τελείως. ἐκεῖνα δὲ συνέστηκε, κρίνεται, μελετᾶται, ὧν κρίσιν καὶ τὸ πρόσωπον λαμβάνει καὶ τὸ πρᾶγμα, φύεται δ’ ἑκατέρωθεν τῶν λόγων πιθανότης. Εἰσὶ δὲ ταῦτα σύμπαντα, δέσποτα, δεκατρία,
30στάσεις ὀνομαζόμενα παρὰ τὸ στασιάζειν τοὺς ῥήτορας τῷ πιθανῷ τῶν ἐπιχειρημάτων. Ὧν στοχασμὸς τὸ πρότερον· ὑπάρχει δ’ οὗτος, ἄναξ, ἔλεγχος οὐσιοποιὸς ἐκ φανεροῦ σημείου ἢ τῆς περὶ τὸ πρόσωπον ἀκριβοῦς ὑποψίας.
35 Ὅρος ἐστὶ τὸ δεύτερον οὕτως ὠνομασμένος, ὀνόματός τις ζήτησις πράγματός τινος χάριν. Τὸ τρίτον δὲ πραγματική, ζητοῦσα τὸ πρακτέον· ἐντεῦθεν γὰρ ἐδέξατο τὴν κλῆσιν, στεφηφόρε. Τὸ τέταρτον ἀντίληψις δοκοῦντος ἀνευθύνου
40ὡς ὑπευθύνου πράγματος δεινὴ κατηγορία. Τὸ πέμπτον δ’ αὖ ἀντίστασις, ὁ φεύγων γὰρ ἐν ταύτῃ ὁμολογῶν τὸ ἔγκλημα τὸ προσενηνεγμένον ἀνθίστησιν εὐτύχημα αὐτόθεν πεπραγμένον. Εἰ δέ τις φόνον δεδρακὼς ὁμολογῶν τὸν φόνον
45ἄξιον φόνου δείκνυσιν αὐτὸν τὸν πεπονθότα, ἀντέγκλημα συνίστησιν ἀντεγκαλῶν δικαίως.
Εἰ δ’ ἄλλῳ περιτίθησιν εὐφυῶς τὴν αἰτίαν, εἰ μέν τι κολαζόμενον, μετάστασις τυγχάνει· εἰ δ’ ἐστὶν ἀτιμώρητον, τὸ ζήτημα συγγνώμη.

7

(50)

Εἰ δὲ συμβάντος πράγματος νόμῳ κολαζομένου ὁ μὲν τοῦ νόμου τὸ ῥητὸν προβάλλεται δικαίως, ὁ δὲ τὸν νόμον ἀναιρεῖ σοφῶς ταῖς διανοίαις, ῥητόν τε καὶ διάνοια τὸ ζήτημα τυγχάνει. Εἰ δέ τις πρᾶγμα τῷ ῥητῷ προσφυῶς ἀντιξέει,
55συλλογισμὸν ἐργάζεται ῥητορικὸν ἐνταῦθα· παράθεσις οὗτός ἐστι πρὸς ἔγγραφον ἀγράφου. Εἰ δ’ ἔστιν ἀμφισβήτησις νόμων δυοῖν ἢ πλέον κἂν μὴ πολλῶν τὸ ζήτημα, ἑνὸς δὲ τεμνομένου, ἀντινομία πέφυκεν ἡ ζήτησις εἰκότως.
60 Ἀμφιβολία δέ ἐστι ζήτησις προχωροῦσα ἐκ προσῳδίας τονικῆς ἢ μερισμοῦ ῥημάτων. Εἰ δ’ ἔστιν ἀμφισβήτησις εἰ δεῖ γενέσθαι κρίσιν, μετάληψις τὸ ζήτημα, ἣν οὕτω διαιρήσεις· τὸ μὲν γὰρ ταύτης ἔγγραφον, τὸ δ’ ἄγραφον τυγχάνει.
65παραγραφὴν τὸ ἔγγραφον ὀνόμαζε τελείαν, ἐκ νόμων ἔχον τὴν ἰσχὺν τοῦ λόγου καὶ τὸ κράτος, τὸ δ’ ἄγραφον οὐ νομικόν, οὐ γὰρ προβάλλει νόμον, ἀλλ’ ἔστι λογικώτερον· καὶ γὰρ αἱ δύο στάσεις, πραγματική, μετάληψις, ὥσπερ ἡ τέχνη λέγει,
70τῶν λογικῶν καὶ νομικῶν μέσαι τυγχάνουσί πως, οὐχ ὅλαι, τοῖς δὲ μέρεσι πρὸς ἄμφω τεταγμέναι. Ἑκάστη δὲ τῶν στάσεων τῶν ἀπηριθμημένων καὶ ἰδικοῖς ὀνόμασι καὶ γενικοῖς καλεῖται· καὶ κεφαλαίοις ἰδικοῖς καὶ κοινοῖς τέμνεταί πως,
75ὧν τὰ μὲν τοῦ διώκοντος τυγχάνουσιν ἰδίως, τὰ δέ εἰσι τοῦ φεύγοντος, τὰ δὲ κοινὰ τῶν δύο. Πάλιν κατ’ ἄλλον μερισμὸν τὰ μὲν τῶν ζητημάτων ὡς λόγον γένους ἔχοντα τέμνεταί πως εἰς εἴδη,
τὰ δ’ εἰσὶ μερικώτατα, τομὴν μὴ δεδεγμένα.
80 Οὗτος ὁ λόγος πέφυκε τῶν ζητημάτων, ἄναξ· ἐντεῦθεν δὲ λεκτέον σοι καὶ περὶ προοιμίων καὶ τῶν λοιπῶν εὑρέσεων τοῦ λόγου καὶ σχημάτων. Ὁ κατὰ τέχνην, δέσποτα, συντεθειμένος λόγος ἔχει καὶ σῶμα καὶ ψυχὴν καὶ κεφαλὴν καὶ πόδας.
85ψυχὴ μὲν ἡ διάνοια, σῶμα δ’ ἐστὶν ἡ λέξις, κεφαλὴ τὰ προοίμια, ἐπίλογος οἱ πόδες. Καὶ πλεῖστοι μὲν τυγχάνουσι τόποι τῶν προοιμίων, ὁ δ’ Ἑρμογένης τέσσαρας τεχνογραφεῖ καὶ μόνους. Τὸν ἐκ τῆς ὑπολήψεως προσώπων καὶ πραγμάτων·
90δεῖ γὰρ πρὸς τὴν ὑπόληψιν τῶν ἀπηριθμημένων συντάττειν τὰ προοίμια καὶ χαίρειν ἢ λυπεῖσθαι. Τὸν ἐκ τῆς διαιρέσεως· οὗτος δ’ ἐστὶ τοιοῦτος, ὅταν πραχθέντων, δέσποτα, δυοῖν ἀδικημάτων, ὧν ἕκαστον καὶ κρίνεται, πρὸς δὲ καὶ τιμωρεῖται,
95μερίζοντες ποιήσωμεν προοίμιον τοιοῦτον· εἰ καὶ δι’ ἓν ἀδίκημα οὗτος τιμωρητέος, πόσῳ γε δι’ ἀμφότερα τυγχάνει κολαστέος. τοιοῦτον καὶ τὸ δεύτερον, τοιοῦτον καὶ τὸ τρίτον εἶδος τυγχάνει, δέσποτα, τοῦδε τοῦ προοιμίου,

7

(100)

τὸ μὲν ἐξ ὑπολήψεως, τὸ τρίτον ἐκ τοῦ χρόνου. Καὶ τρίτον πάλιν τίθησι τῶν προοιμίων τόπον, ὃν οὕτως κατωνόμασεν ὡς ἐκ περιουσίας, ὥσπερ ὅταν κατηγορῶν φόνου τινὸς προσθήσω ὡς ἠδυνάμην γράψασθαι καὶ ἱεροσυλίας,
105μείζονος ἀδικήματος καὶ χείρονος τοῦ πρώτου. Ἐκ τοῦ καιροῦ δ’ ὁ τέταρτος τόπος τῶν προοιμίων, ὅταν ἀξίωσιν ποιῶν γράφῃς ὡς πεπραγμένον τυγχάνει τὸ ζητούμενον ὅσον τοῖς πεπραγμένοις.
Ἔστι δὲ πᾶν προοίμιον ἐκ τούτων τῶν τεσσάρων·
110προτάσεως, κατασκευῆς, ἀξιώσεως τρίτης, καὶ τοῦ τετάρτου βάσεως, ὃ τέλος προοιμίου. Αὐτάρκης δὲ περιβολὴ τυγχάνει προοιμίου διπλασιάσαι ὄνομα, διπλασιάσαι κῶλον. Ὡς δ’ ἐπὶ παραδείγματος τὰ τέσσαρα δεικτέον·
115‘μαρτύρων μνήμης τίς ἂν ᾖ φιλομάρτυρι κόρος;‘ τοῦτο τοῦ λόγου πρότασις, εἶτα καὶ τἆλλα σκόπει· ‘ἡ γὰρ τοῦ μάρτυρος τιμὴ εὔνοια πρὸς δεσπότην‘· κατασκευὴ προτάσεως τοῦτο σαφὴς τυγχάνει. ‘τῷ λόγῳ τοίνυν τίμησον τὸν μεμαρτυρηκότα‘·
120τοῦτο σαφὴς ἀξίωσις. εἶτα τὴν βάσιν βλέπε· ‘ὅπως ἂν μάρτυς γένοιο καὶ σὺ τῇ προαιρέσει‘· βάσις γὰρ ε͂πωνόμασται ὡς ἔσχατόν τι μέρος, ἐν ᾧ καὶ βαίνειν ἔοικε τὸ προοίμιον ὅλον, ἐπεὶ τῆς ἀξιώσεως κατασκευὴ καὶ τοῦτο,
125ὃ δρῶμεν ἐπιφώνημα τολμᾶν εἰσβεβηκότες, περὶ οὗ σε διδάξομεν τοῦ λόγου προϊόντος. Καὶ τέχνη μέν σοι σύντομος αὕτη τῶν προοιμίων· μέλλων δ’ εἰς τὴν διήγησιν τὸν λόγον παρεισάγειν ζήτει τὴν προκατάστασιν, ὁπόθεν ταύτην λάβῃς.
130ἔστι δὲ τὸ πρεσβύτερον διηγήσεως μέρος, οἷόν τις προδιήγησις τῶν ἀπ’ ἀρχῆς εἰς τέλος. ἄτεχνον γὰρ ὡς ἀληθῶς εἰ μὴ προκαταστήσας αὐτῆς τῆς διηγήσεως ἄρξαιο παραυτίκα. ἡ μετοικία τοιγαροῦν ἔχει προκαταστάσεις
135αἵ τε τῶν νόμων εἰσφοραὶ καὶ λύσεις καὶ τὰ πλείω μέρη τῶν ὑποθέσεων προκαταστάσεις ἔχει. εἰς οἵαν γὰρ διήγησιν πρεσβύτερόν τι λάβῃς,
τοῦτό σοι προκατάστασις ἔστω συντεταγμένη. Προκαταστήσας τοιγαροῦν τὴν διήγησιν λέγε.
140ἡ δὲ πλατεῖά τέ ἐστι τῇ φράσει καὶ ποικίλη· οὐ γὰρ ἐστενοχώρηται μέτρῳ ῥητῷ τοῦ λόγου, ἀλλὰ πλατύνεται πολλοῖς κώλοις καὶ διανοίαις. εἰ βούλει δὲ καὶ τὴν αὐτὴν ἔννοιαν μεταπλάσαι ἐν διαφόροις λέξεσιν, ὀνόμασι ποικίλοις,
145ποικίλλων καὶ μετατιθεὶς πρῶτον μὲν τὸ πρακτέον, εἶτα τὸ τούτου αἴτιον, εἶτα τὸ παρειμένον, εἶτα τὸ τούτου αἴτιον, τέσσαρα ταῦτα μέρη. Τρόποι δὲ διηγήσεως τρεῖς οἵδε, στεφηφόρε· ἁπλοῦς, καὶ ἐγκατάσκευος, ἐνδιάσκευος τρίτος.

7

(150)

ὅταν μὲν ᾖ τὰ πράγματα πολλά τε καὶ ποικίλα, ἰσχὺν αὐτόθεν ἔχοντα καὶ δίχα περινοίας, μηδὲν ποικίλλῃς, δέσποτα, ἁπλῇ χρῶ διηγήσει. ὁποῖον τὸ παράδειγμα τοῦ Δημοσθένους ἔνι· ‘ἐξήλθομεν ἐς Πάνακτον ἔτος δὴ τοῦτο τρίτον
155καὶ μεθ’ ἡμῶν ἐσκήνωσαν Ἀρίστωνος οἱ παῖδες, εἶτα δὴ καὶ κατέπαιζον ἐπ’ ὄψεσι τῶν πάντων, ὑβρίζοντες καὶ τύπτοντες, ῥηγνύντες τὰς ἀμίδας.‘ εἰ δ’ ἐστὶν ἡ διήγησις σύντομος δεινοτέρα, ἐγκατασκεύως διηγοῦ πλατύνων ταῖς αἰτίαις.
160εἰ δὲ καὶ σύντομός ἐστιν ὁμοῦ καὶ φαιδροτέρα, θαρρούντως διασκεύαζε ἐνδιασκεύοις τρόποις. τί δ’ ἐστὶν ἐνδιάσκευον; ποικιλλόμενος τρόπος. καὶ πρῶτόν σοι παράδειγμα ποιητικὸν ῥητέον· ‘αὖ εἴρυσαν τὸ πρότερον, ἔσφαξαν ἔδειράν τε,
165εἶτα μηροὺς ἐξέταμον, ἐκάλυψαν τῇ κνίσσῃ, ἐπιμελῶς ἐξώπτησαν εἰρύσαντό τε πάντα.‘ ῥητέον δὲ καὶ δεύτερον ἄλλο παράδειγμά σοι τοῦ θεολόγου πάνσοφον ἐκ τοῦ Ἐπιταφίου· ‘πηδῶσι γὰρ βοῶσί τε, πέμπουσιν ἄνω κόνιν,
170καθήμενοί τ’ ἐλαύνουσι, παίουσι τὸν ἀέρα, ζευγνύουσι καὶ σύντομον μεταζευγνύουσί πως.‘ ἄνω δ’ εἰπὼν ὁ πάνσοφος τὴν σοφιστομανίαν, εἶτα προσθεὶς τὸ αἴτιον, ὅτι πλῆθος καὶ νέοι, ἔκθεσιν ἐγκατάσκευον εἶρηκέ σοι συντόμως.
175 Ἡ δέ γε προκατασκευή (καὶ τοῦτο γὰρ ῥητέον) πρεσβύτερον κατασκευῆς τυγχάνει φερωνύμως· ὅπερ σοι παραδείγματι καὶ πάλιν διδακτέον, οὐχὶ τῷ Δημοσθενικῷ, τῷ δὲ τοῦ θεολόγου. οὗτος καὶ γὰρ ὁ πάνσοφος φιλόσοφος καὶ ῥήτωρ
180κατασκευάζειν ὁρμηθεὶς τὴν θείαν μοναρχίαν προτίθησι κεφάλαια πάντα τοῦ λόγου τρία· ‘περὶ θεοῦ‘ γὰρ ἔφησεν ‘ἄνωθεν τρεῖς αἱ δόξαι, ἄναρχον, τὸ πολύαρχον, καὶ τρίτον μοναρχία.‘ ἡ τοίνυν τούτων ἔκθεσις τῶν τριῶν κεφαλαίων
185τυγχάνει προκατασκευὴ τεχνικῶς προκειμένη. Ἔστι καὶ εἶδος λύσεως βίαιον κεκλημένον, ὅταν λαβόντες τὸν δεινὸν λόγον τῶν ἀντιδίκων εἰς τούτους ἀντιστρέψωμεν ὡς κατ’ αὐτῶν δεικνύντες, ὡς εἶπεν ὁ Χρυσόστομος ἐν τῷ Φιλογονίῳ.
190τὸν λόγον γὰρ εἰσάγοντος τὸν περὶ μυστηρίων καὶ κλείοντος τὴν πρόσοδον τοῖς ἀκολαστοτέροις, ὥσπερ τινὲς ἀντέφησαν ὡς οὐχὶ καθ’ ἡμέραν τολμῶσι τὴν μετάληψιν, μόνον δ’ ἅπαξ τοῦ χρόνου,
‘αὐτὸ γοῦν τοῦτο χαλεπόν‘, ἀντείρηκε βιαίως
195ὁ πάνσοφος διδάσκαλος, ἡ χρυσώνυμος γλῶττα, ‘ὅτι μηδ’ ἅπαξ κοινωνῶν τῶν θείων μυστηρίων ἁγνίζῃ καὶ πρὸς κάθαρσιν ἀκριβῆ προσλαμβάνεις.‘ Τὸ δὲ τῆς ὑποθέσεως κεφάλαιον ἐν λόγῳ ἢ παρ’ ἡμῶν εἰσάγεται ἢ τῶν ἀντιλεγόντων·

7

(200)

ὃ δεῖται πάντως λύσεως τεχνικῆς καὶ ποικίλης. εἰσάγεται δὲ τεχνικῶς ἐν κόσμῳ τετρακύκλῳ, προτάσεσιν, ὑποφοραῖς ἀντιπροτάσεσί τε καὶ τῶν ἀντιπροτάσεων λύσεσιν ἀντιθέτοις. πρότασις μὲν ὑποφορᾶς ἐστὶν ἐπαγγελία,
205ὁ λόγος δ’ ὁ ἀντίθετος ὑποφορὰ τελεία, καὶ πάλιν ἀντιπρότασις ὑπόσχεσις τοῦ λύειν, μεθ’ ἣν ἡ λύσις γίνεται ἐξ ἐπιχειρημάτων. Τὸ μὲν γὰρ ἐπιχείρημα κατασκευάζει λύσιν, ἡ δ’ ἐργασία δύναμις τῶν ἐπιχειρημάτων,
210ὥσπερ δὴ τὸ ἐνθύμημα πάλιν τῆς ἐργασίας, τὰ δὲ ἐπενθυμήματα τῶν προενθυμημάτων. εὑρίσκεται δ’ ἡ δύναμις τῶν ἐπιχειρημάτων τόπῳ, προσώπῳ χρόνῳ τε καὶ τρόπῳ σὺν αἰτίᾳ· πρῶτον δ’ αὐτῷ τῷ πράγματι, ἡ ὕλη γὰρ ἐν τούτοις.
215ἡ δ’ ἐργασία σφίγγουσα τὰς προεπιχειρήσεις κρατύνεται παραβολαῖς καὶ παραδείγμασί πως, ἐλάττοσι, τοῖς μείζοσιν, ἴσοις, τοῖς ἐναντίοις. ἡ φύσις δ’ ἐπεισάγεται ἡ τῶν ἐνθυμημάτων ἐκ πάσης περιστάσεως συγκριτικώτερόν πως·
220τὸ δ’ ἐπενθύμημα διπλοῦν ἐνθύμημα τυγχάνει. Ἐνστάσει δὲ χρηστέον σοι καὶ ἀντιπαραστάσει ἐν πᾶσι τοῖς ζητήμασιν· εὔχρηστοι γὰρ τῷ τρόπῳ.
ἀλλ’ ἡ μὲν ἔνστασίς ἐστιν ὡς τυραννικωτέρα, ἀναίρεσιν εἰσάγουσα τοῦ πράγματος καὶ λύσιν,
225ἡ δὲ ἀντιπαράστασις τυγχάνει λειοτέρα. εἰ μὲν γὰρ οὕτω τις ἐρεῖ, ‘οὐκ ἔδει σε φονεῦσαι‘, ἀντίστασιν εἰσήνεγκε τὴν πρᾶξιν ἀναιροῦσαν· εἰ δ’ εἴποι τις, ‘κἂν ἔδει σε, ἀλλ’ οὐ τοιοῦτον τρόπον‘, εἶπεν ἀντιπαράστασιν, λύσιν ὁμαλωτέραν.
230ποῖον δ’ εἰσάγειν πρότερον τοῖς ζητήμασι δέον, οὐκ ἔστιν ἀποφήνασθαι, σταθμῶ δὲ σὺ τῷ λόγῳ. πλὴν ἡ ἀντιπαράστασις ὥσπερ ὁδός τις λεία. Τὰ δ’ ἀπ’ ἀρχῆς λεγόμενα μέχρις αὐτοῦ τοῦ τέλους ἔστι συνεκτικώτατον κεφάλαιον τῶν ἄλλων,
235ὅπερ κατασκευάζεται ἰδιάζουσι τρόποις. οὐ γὰρ ταῖς περιστάσεσιν, ἀλλὰ τομαῖς ποικίλαις, ἀποταθεῖσι πνεύμασι, σφιγχθείσαις περιόδοις. ἑκάστη δ’ ὑποδιαίρεσις δρᾷ προσωποποιίαν. ἐπὶ τῷ τέλει καὶ πλαστῷ χρήσῃ τεχνικωτάτως.
240ἐπὶ δὲ τῆς πραγματικῆς δυσχερῆ λύσιν ἔχει τὰ ἀπ’ ἀρχῆς λεγόμενα μέχρις αὐτοῦ τοῦ τέλους· χρῶ δὲ τοῖς μεταληπτικοῖς μᾶλλον τῶν ἄλλων πλέον. Ἡ δέ γε τάξις, δέσποτα, τῶν ἐπιχειρημάτων διπλῆ τις, ἀποδεικτική, πανηγυρικωτέρα.
245ἡ μέν ἐστι δικανική, φράσεως δεομένη ἐναγωνίου μάλιστα τῆς πολιτικωτέρας, ἡ δὲ φαιδρὰ καὶ πάγκαλος, χρωννύουσα τὸν λόγον. εἰ τοίνυν λόγος πέφυκεν ἐκ δυοῖν τεθειμένος, φυλάξεις τὰ φαιδρότερα τῷ τελευταίῳ μέρει.

7

(250)

Ὅρος δὲ σὺν ἀνθορισμῷ, συλλογισμὸς καὶ λύσις ὀνόματα μὲν τέσσαρα, τῇ δὲ δυνάμει δύο· τοῖς γὰρ αὐτοῖς κρατύνονται συλλογισμὸς καὶ ὅρος, ὥσπερ πάλιν ἀνθορισμὸς συλλογισμοῦ τε λύσις. ἐν μέσῳ δὲ τοῦ πράγματος τῷ λόγῳ προκειμένου
255ὁ μὲν συλλογισμὸς αὐτὸς ἥ τε δὴ τούτου λύσις ἑπόμενα τῷ πράγματι καὶ δεύτερα τυγχάνει, ὅρος δὲ σὺν ἀνθορισμῷ πρότερα προσηκόντως. Πρὸς τούτοις τὴν διασκευὴν τοῦ προβλήματος μάθε· λεπτὴ γὰρ διατύπωσις τοῦ πράγματος τυγχάνει,
260ὡς προλαβόντες εἴπομεν ἔν γε τῇ διηγήσει. ἐν ταύτῃ δεῖ τὸν ῥήτορα τολμᾶν τι τῶν εἰκότων. κἂν μὲν ἐμπίπτειν πέφυκε δὶς αὕτη καὶ πολλάκις, μὴ χρήσῃ ταύτῃ πανταχοῦ, ἀλλ’ οἰκονομητέον, ἵνα μὴ δόξῃς φορτικὸς τοῖς αὐτοῖς κεχρημένος.
265εἰ δ’ ἐπεισάγειν βούλοιο τῷ λόγῳ τι χωρίον, ἀφ’ ἑνός που ὀνόματος πρόφασιν ἕξεις λόγων· οἷον γὰρ εἴποις ‘ἀριθμὸν σύλλεγέ μοι τοσοῦτον‘, ἐξ ἱστορίας, δέσποτα, τῷ λόγῳ προσηκούσης. Λόγου δὲ σχῆμα πέφυκεν ἀντίθετον τὸ πρῶτον,
270τὸν νοῦν τὸν ὑποκείμενον διπλοῦν σοι παρεισάγον. τοῦ κατὰ φύσιν γὰρ αὐτοῦ πράγματος ζητουμένου λαμβάνει τὴν ἀντίθετον ἔννοιαν ἐν τῷ τέλει, οἷον, ‘ἡμέρα πέφυκεν, εἰ μὴ γὰρ ἦν ἡμέρα, —‘ ‘ἐπεὶ δ’ ἡμέρα πέφυκε‘· τοῦτ’ ἀντίθετον σχῆμα.
275 Περίοδος δὲ πέφυκε κλεὶς ἐπιχειρημάτων, συνάγουσα καὶ σχήματα καὶ νοήματα πλέον, τούτων τὴν ὅλην ἔννοιαν ἐντέχνως, εὐθυβόλως. ποιοῦσι δὲ περίοδον αἱ πολύτροποι πτώσεις.
ἡ κλητικὴ δὲ πνεύματος, οὐ περιόδου τόπος·
280‘ὦ—τί γὰρ ἂν εἰπών σέ τις ὀρθῶς πάντως προσείποι;‘ οὐκ ἔσφιγξεν, ἐπλάτυνεν, οὐ περίοδος ἄρα. εἴδη δὲ πλεῖστα πέφυκε τῶν περιόδων, ἄναξ. ἔστι δ’ ἡ μὲν μονόκωλος, ἡ δὲ καὶ διπλασίων, ἄλλη δ’ ἐστὶ καὶ τρίκωλος, ἡ δὲ τοῦτο τετράκις·
285ἡ δέ τις καὶ χιάζεται, ἡ δ’ ἀναστρέφεταί πως. σαφῆ τὰ παραδείγματα πάντων τούτων τυγχάνει. σὺ δ’ ἔχε μοι τὴν σύνοψιν, εἶτ’ ἐρώτα θαρρούντως, κἀγώ σοι τὴν διάλυσιν λέξω τοῦ ζητουμένου. εἶτ’ οὐ θαυμάζεις, δέσποτα, τοῦ γράφοντος τὴν τέχνην,
290ἂν ἔχῃς εἰλητάριον βραχὺ τῆς ὅλης τέχνης; Ἔστι καὶ σχῆμα πνεύματος ῥητορικοῦ τοιοῦτον· σύνθεσις λόγου πέφυκε νοῦν ὅλον ἀπαρτίζον ἐν κώλοις τε καὶ κόμμασι τῶν κώλων μικροτέροις. τὸ μὲν γὰρ ἑξασύλλαβον καὶ βραχύτερον μᾶλλον
295κόμμα ἐστὶ μετρούμενον ἐπῳδῷ ἴσον μέτρῳ· τὸ δ’ αὖ ὑπὲρ τὸ τρίμετρον ἡρωϊκοῦ πλησίον κῶλον κατονομάζεται ὀρθὸν καὶ τεταμένον. Εἴδη δὲ δύο πέφυκε τῶν τεχνικῶν πνευμάτων. ἢ γὰρ ἓν νόημα λαβὼν ποικίλως μεταλλάξεις

7

(300)

ἐν κώλοις τε καὶ κόμμασιν, ἢ πολλὰ καὶ ποικίλα ἕκαστον ἐξεργάσαιο ἐν κόμμασι καὶ κώλοις. Ἀκμὴ μὲν λόγου πέφυκε (δεῖ γὰρ μαθεῖν καὶ τοῦτο) μεταβολή τις σύντομος σχημάτων κατὰ πνεῦμα· ἀκμὴ δὲ πάλιν πέφυκεν ἄλλη τῶν νοημάτων,
305ὅταν πληρώσας νόημα πνεύματι τεταμένον εἰς ἄλλο λάθῃς μετελθὼν κἀκεῖθεν αὖ εἰς ἄλλο.
Τὸ δὲ διλήμματόν ἐστι σχῆμα δριμύ τι λόγου, ὅταν ἐρώτημα τεμὼν εἰς τμήματά πως δύο, ὧν ἕκαστον ἀμφίκρημνον, ἐχθρῶν τινων πυνθάνῃ·
310ἢ γὰρ ἐπιστομίσειας λέγειν μὴ δυναμένους ἢ καὶ τολμήσαντας εἰπεῖν ἔχεις νενικημένους. Παρήχησις κάλλος ἐστὶν ὁμοίων ὀνομάτων ταὐτὸν ἠχούντων, δέσποτα, ἐν διαφόρῳ γνώμῃ, ὡς εἴρηκεν ὁ Ξενοφῶν τὸ ‘πείθει τὸν Πειθίαν‘.
315 Ὁ κύκλος δὲ τορνεύεται, εἴ τις ἀρχὴν καὶ τέλος ἀντωνυμίαν τὴν αὐτὴν ἢ μέρος ἄλλο θήσει. Τοῦ δέ γ’ ἐπιφωνήματος μέρη τυγχάνει δύο. τὸ μὲν γάρ ἐστιν ἔξωθεν λόγος ἐμβεβλημένος, ἐφ’ ᾧ δὴ λάβοις πράγματι προσκείμενος ἀπᾴδων,
320τετολμημένος ἀσφαλῶς, ἐπιπεφωνημένος. λεκτέον δὲ παράδειγμα Ὁμηρικὸν συντόμως· ‘σὺν δ’ εὖρος νότος τ’ ὄρωρεν ἀθρόως ἐπαΐξας ὁ δυσαής τε ζέφυρος, βορρᾶς αἰθρηγενέτης, ἐκάλυψε δὲ νέφεσι γαῖαν ὁμοῦ καὶ πόντον,
325ὄρωρε δ’ οὐρανόθεν νύξ.‘ τοῦτο τὸ τελευταῖον πέφυκεν ἐπιφώνημα ἔξωθεν εἰσηγμένον, ἀλλότριον καὶ γνήσιον, ὡς ἂν λαβεῖν ἐθέλοις, τετόλμηται δ’ ἐξ οὐρανοῦ τὴν νύκτα παρελκύον. δεύτερον ἐπιφώνημα τισὶν εἰσδεδεγμένον,
330ὅταν ταθέντος πνεύματος ἐν κώλοις διαφόροις ἓν κῶλον τέλος προστεθῇ πάντων συνδεδραγμένον, ὡς Ὅμηρος τὸν Αἴαντα ποικίλως διαγράψας αὖθις ἐπαλιλλόγησεν ἑνὶ τὰ πάντα κώλῳ,
‘ἄλλο δ’ ἐπ’ ἄλλῳ τι κακὸν ἦν ἐπεστηριγμένον.‘
335καὶ τρίτον ἐπιφώνημα φθόνος οὐδεὶς εἰ λέγοις τὰ τῶν τροπῶν ὀνόματα τῷ προκειμένῳ λόγῳ οἰκείως προσφερόμενα καὶ καταλλήλῳ τρόπῳ. Τροπὴ γὰρ ὀνομάζεται ὀνόματος κοινότης τοῦ προτεθέντος πράγματος καὶ τοῦ παρεισηγμένου.
340 Σεμνὸς δὲ λόγος ὄνομα ὀνόματι καλλύνων· εἰ γὰρ τὴν πόρνην φήσειας ἑταῖραν μεταλλάξας, τὴν κλῆσιν ἀπεσέμνυνας τεχνικῶς μεταφράσας. Πᾶν δ’ εἴ τις λόγος ἄτεχνος μὴ προεξειργασμένος κακόζηλον ὀνόμαζε γενικωτάτῳ λόγῳ.
345 Ἔστι δέ τι καὶ πρόβλημα τῶν ἐσχηματισμένων, κατ’ ἔμφασιν καὶ πλάγιον, τρίτον κατ’ ἐναντίον· καὶ μᾶλλον τὸ κατ’ ἔμφασιν ῥητορικώτερόν πως. Προβλήματα συγκριτικὰ πανταχοῦ σοι γραπτέον, ἐν στοχασμῷ δὲ ῥᾴδιον βουλήσει καὶ δυνάμει·

7

(350)

τὸ γὰρ ‘ἐγὼ‘ πρὸς βούλησιν καὶ τὸ ‘σὺ‘ τεθειμένα τὴν σύγκρισιν ἐργάσαιντο ῥᾷστά σοι, στεφηφόρε. τοῦτο καὶ τῶν εὑρέσεων τυγχάνει σοι τὸ τέλος. Ἔστι καὶ τρίτον μάθημα τῆς πυριπνόου τέχνης, ὅπερ ἰδέας λέγουσιν ἤτοι μορφὰς τοῦ λόγου,
355ἐξ ὧν χαρακτηρίζονται οἱ λόγοι τῶν ῥητόρων. ἑκάστη δὲ τῶν ἰδεῶν ὀκταμερὴς τυγχάνει. καὶ πρῶτον μέρος ἔννοια· ἡ λέξις μετὰ ταύτην· εἶτα δὴ τρίτον πέφυκε τῆς λέξεως τὸ σχῆμα· ἡ μέθοδος δὲ τέταρτον τυγχάνει τῆς ἐννοίας·
360μεθ’ ἣν τὰ κῶλα πέφυκεν, εἶτα λοιπὰ τὰ τρία, ἀνάπαυσις καὶ σύνθεσις καὶ ῥυθμὸς τελευταῖος.
τούτοις ἑκάστη τέμνεται τοῖς μέρεσιν ἰδέα. Εἰσὶ δὲ τρεῖς αἱ γενικῶς τεμνόμεναι εἰς εἴδη, σαφήνεια καὶ μέγεθος καὶ κάλλος εἰρημέναι.
365καὶ τοῦ σαφοῦς μὲν ἀσαφὲς ἀντίθετον τυγχάνει, τὸ μέγεθος δ’ εὐτέλειαν ὑπεναντίαν ἔχει, τὸ δ’ ἀμελὲς ἀντίρροπον τοῦ κεκαλλωπισμένου. τέσσαρες δὲ τυγχάνουσιν ἰδικαὶ τεταγμέναι, γοργότης, ἧς ἀντίθετον ἐστὶν ἡ ὑπτιότης,
370ἦθος καὶ ἐνδιάθετον, καὶ τέταρτον δεινότης. Τέμνεται δ’ ἡ σαφήνεια εἰς δύο ταῦτα μέρη, εἰς καθαρότητά φημι καὶ εἰς εὐκρίνειάν γε· τῇ πρώτῃ μὲν ἀντίθετον περιβολὴ τυγχάνει καὶ τῇ δευτέρᾳ σύγχυσις, κακία τις τοῦ λόγου.
375τὸ μέγεθος δὲ τέμνεται εἰς ἓξ ταύτας ἰδέας, σεμνότητα, τραχύτητα, λαμπρότητα τὴν τρίτην, ἀκμήν τε καὶ σφοδρότητα, περιβολὴν τὴν ἕκτην. τοῦ ἤθους δ’ εἰσὶ τέσσαρες ἰδέαι τεμνομένου, ἐπιεικές, ἀφέλεια, ἀλήθεια, βαρύτης,
380ἥτις αὐτὴ μὲν καθ’ αὑτὴν οὐδαμῶς θεωρεῖται, συνίσταται δ’ ἐξ ἀφελοῦς καὶ τῆς ἐπιεικείας. τῆς δ’ ἀφελείας πέφυκε δριμύτης καὶ γλυκύτης. Ἔννοια καθαρότητος ἡ κοινὴ καὶ συνήθης. μέθοδος ἡ προσβάλλουσα τοῖς πράγμασιν αὐτόθεν.
385λέξις σαφής, μὴ τροπική, ἀλλ’ ἡ συνηθεστάτη. σχῆμα τὸ κατ’ ὀρθότητα πτώσεως τεταγμένον. κῶλα μικρὰ εἰς ἔννοιαν καθ’ ἓν ἀπηρτισμένα. συνθήκη μὴ φροντίζουσα συγκρούσεως στοιχείων.
ἀνάπαυσις ἰαμβική, κατάληξις τοιαύτη.
390 Τῆς δ’ εὐκρινείας ἔννοιαι ἐν κεφαλαίοις δύο· αἱ καταστατικώτεραι καὶ εἰς ἀρχὴν τὸν λόγον ἀνάγουσαι καὶ σφίγγουσαι καὶ πάλιν κατωτέρω διατυποῦσαι κάλλιστα τὴν τάξιν τῶν μελλόντων. μέθοδος ἡ τὰ πράγματα τιθεῖσα κατὰ φύσιν,
395τὰς ἀντιθέσεις πρότερον καὶ δεύτερον τὰς λύσεις. σχῆμα δὲ τὸ κατ’ ἄθροισιν, ὁ μερισμός, ἡ τάξις. λέξεις καὶ κῶλα καὶ ῥυθμός, ἀνάπαυσις, συνθήκη, οἷα καὶ καθαρότητος τῆς ἀδελφῆς ἰδέας. Ἔννοιαι δὲ σεμνότητος περὶ θεῶν καὶ θείων.

7

(400)

μέθοδοι ἀποφαντικῶς εἰπεῖν καὶ πεποιθότως καὶ μᾶλλον ἀλληγορικαὶ μέχρι παντὸς ἀρκοῦσαι. λέξις πλατεῖα καὶ καλή, τὸ στόμα διογκοῦσα. σχῆμα τὸ κατ’ ὀρθότητα. κῶλα συντετμημένα. συνθήκη μίξιν ἔχουσα παντοίων φωνηέντων,
405δακτυλική, σπονδειακὴ καὶ ἡ δι’ ἀναπαίστων. ἀνάπαυσις ἡ λήγουσα σπονδείοις καὶ δακτύλοις, ἐξ ὧν οἰκεῖος ὁ ῥυθμὸς καὶ γνώριμος τυγχάνει. Ἔννοια δὲ τραχύτητος ἡ κατὰ τῶν μειζόνων προσώπων ἐπιτίμησιν ἔχουσα παραδόξως.
410μέθοδος μὴ λεαίνουσα τὴν ἀκοὴν τῇ τέχνῃ, ἀλλ’ ἡ ἀπαρακάλυπτος καὶ μὴ συμπεπλεγμένη. λέξις σκληρὰ καθ’ ἑαυτήν, πρὸς δὲ καὶ τετραμμένη. σχήματα τὰ προστακτικά, ἐλεγκτικὰ δὲ πλέον. καὶ κῶλα δὲ βραχύτερα καὶ ἄρρυθμος συνθήκη.
415 Ἔννοιαι δὲ σφοδρότητος ἔλεγχος τῶν χειρόνων. μέθοδος ἀνενδοίαστος. λέξις ἡ καινοτέρα. σχῆμα τὸ κατ’ ἀποστροφήν. κῶλα τρισύλλαβά πως. συνθήκη τὰ φωνήεντα συγκρούουσα πολλάκις. καὶ τἆλλ’ ὡς ἐν τραχύτητι, οὐδὲν γὰρ διαφέρει.
420 Ἔννοιαι δὲ λαμπρότητος λαμπραὶ πάντως τὴν φύσιν, αἱ μετὰ πεποιθήσεως, αἱ μετὰ παρρησίας. λέξεις αἱ τῆς σεμνότητος, αἱ διεξωγκωμέναι. σχῆμα τὸ κατ’ ἀναίρεσιν τό τε τοῦ ἀσυνδέτου, πλαγιασμός, ἀπόστασις ἥ γε τεχνικωτέρα.
425ἀνάπαυσις δὲ καὶ ῥυθμὸς σεμνὰ σὺν τῇ συνθήκῃ. Ἔννοιαι δὲ καὶ μέθοδοι τῆς ἀκμῆς ἰσοτίμως ὅσαι καὶ τῆς τραχύτητος καὶ τῆς σφοδρᾶς ἰδέας. σχήματα τῆς λαμπρότητος. σφοδρότητος τὰ κῶλα. ἀνάπαυσις δὲ καὶ ῥυθμός, πρὸς τούτοις καὶ συνθήκη,
430ὅσα καὶ τῆς λαμπρότητος τυγχάνει τῆς ἰδέας. Λέξεις οὐδεὶς περιβολῆς εἴρηκε τῶν ῥητόρων, εἰ μή τις δογματίσειε τὰς ἰσοδυναμούσας. σχήματα δὲ τὰ τίκτοντα ἐννοίας διαφόρους, πλαγιασμὸς καὶ μερισμὸς καὶ τὸ κατὰ τὴν κρίσιν,
435πρὸς δὲ τὸ καθ’ ὑπόθεσιν, εἶτα τὸ ἐπιτρέχον. τἆλλα δ’ οὐκ ἔστιν ἴδια περιβολῆς ἰδέας. Κάλλους οὐκ ἔστιν ἔννοια, οὐ μέθοδος οἰκεία, σχήματα δὲ παμποίκιλα καὶ πολλὰ τῆς ἰδέας· αἱ παρισώσεις ἅπασαι τῶν ἄνω καὶ τῶν κάτω,
440αἱ κατὰ κῶλ’ ἐπάνοδοι, ἀλλὰ μὴ κατὰ κόμμα,
ἀντιστροφαὶ καὶ κλίμακες, ὑπερβατὰ πρὸς τούτοις, καινοπρεπῆ, πολύπτωτα, εὐειδεῖς ἀναιρέσεις. κῶλα δὲ τὰ μακρότερα, ἀσύγκρουστος συνθήκη. Ἀλλ’ οὐδὲ τῆς γοργότητος ἔννοιάν τις εὑρήσει.
445κυρίως δ’ ἔχει μέθοδον οὐδὲν ὁμοίαν ἄλλαις, χρῆσθαι ταῖς ἀπαντήσεσιν ἀθρόαις καὶ ταχείαις. σχήματα τῆς γοργότητος ἐστὶ τὸ ἐπιτρέχον, ἀσύνδετον κομματικόν, ἐξαλλαγαὶ ταχεῖαι, ἀναστροφαί, ἐπιστροφαὶ καὶ συμπλοκαὶ ταχεῖαι.

7

(450)

συνθήκη μὴ συγκρούουσα φύσιν τῶν φωνηέντων. ἀνάπαυσις τροχαϊκὴ μηδαμῶς βεβηκυῖα. Τῆς ἀφελείας ἔννοιαι αἱ πρόχειροι τελείως, αἱ πάντῃ ἀπερίεργοι καὶ οἷον νηπιώδεις. μέθοδοι πλεονάζουσαι μᾶλλον τοῖς κατὰ μέρος.
455λέξεις αἱ ἰδιότροποι, οἷον τὸ ἀδελφίζειν. κῶλα τῆς καθαρότητος. συνθήκη λελυμένη. ἀνάπαυσις ἡ βαίνουσα. ῥυθμὸς τούτων οἰκεῖος. Ἔννοιαι τῆς γλυκύτητος αἱ μυθικαὶ τὸ πλέον ἢ μύθοις παραπλήσιαι προσφυῶς διηγήσεις,
460τὰ σαίνοντα τὴν αἴσθησιν, τὰ τοῖς ἀπροαιρέτοις προαίρεσιν προσπλάττοντα, γλυκὺ γὰρ τοῦτο πάντως. μέθοδος καθαρότητος. λέξεις τῆς ἀφελείας. σχήματα καθαρότητος, ὡσαύτως καὶ τοῦ κάλλους. συνθήκη δ’ ἡ ἀσύγκρουστος ἐγγίζουσα καὶ μέτρῳ.
465ἀνάπαυσις σεμνότητος. ῥυθμὸς τῆς ἀφελείας. Ἔννοιαι δὲ δριμύτητος ἐπιπολῆς βαθεῖαι.
μέθοδος μὴ περίνοιαν εἰσάγειν ἐν τῷ λόγῳ, τὰ δὲ ποικίλα καὶ δεινὰ ἁπλούστερον συγγράφειν. δεύτερον εἶδος πέφυκε δριμύτητος ἐν λέξει,
470ἥτις κυρία μέν ἐστι, κυρίως δ’ οὐ κυρία. κυρίως γὰρ φιλάνθρωποι τυγχάνουσιν οἱ κύνες (φιλοῦσι γὰρ τὸν ἄνθρωπον), κυρίως δ’ οὐ κυρίως, ἄλλην γὰρ ἔχει ἔννοιαν τὸ τῆς φιλανθρωπίας· καὶ τὸ καθ’ ὁμοιότητα λέξεως εἰρημένον
475δριμύ πως, εἰ καὶ μὴ δριμὺ δοκεῖ τῷ τεχνογράφῳ. εἶδος ἄλλο δριμύτητος ἡ παρονομασία. καὶ πάλιν ἄλλο πέφυκε τὸ κατ’ ἀκολουθίαν, τροπῆς μὲν πάνυ τι σκληρᾶς εἰσάγον σκληροτέραν. Ἐπιεικείας δ’ ἔννοια μειονεκτεῖν ἑκόντα
480καὶ τῷ ἐχθρῷ χαρίζεσθαι καὶ πλέον τι διδόναι δεικνύειν τε ὡς εἴσεισι τὴν δίκην κατ’ ἀνάγκην. μέθοδός τε ὑφίεσθαι τῶν ἑαυτοῦ δικαίων καὶ μὴ σφοδρῶς προσφέρεσθαι κατὰ τῶν ἀντιδίκων. ἡ λέξις δὲ καὶ τὰ λοιπὰ οἷα τῆς ἀφελείας.
485 Τοῦ ἀληθοῦς δὲ ἔννοιαι καὶ τοῦ ἐνδιαθέτου αἱ ἀφελεῖς, ἐπιεικεῖς καὶ σχετλιάζουσαί πως. μέθοδος ἡ σχετλίασις εἰς ἔννοιαν τοιαύτην, ἐν ᾗ μὴ σχετλιάσεως χρεία τῆς εἰρημένης, τὸ χρῆσθαί τε τοῖς πάθεσιν, ὅρκῳ, φόβῳ καὶ λύπῃ,
490εὐχῇ, ὀργῇ καὶ θαύματι μηδὲν προειρηκότι καὶ τὸ τῶν ἀντιθέσεων μὴ συνδεσμεῖν τὰς λύσεις καὶ χωρὶς καταστάσεως ἐπάγειν τὰς ἐννοίας
ἀκολουθίαν τε εἱρμῶν ἐν ταῖς ὁρμαῖς μὴ σῴζειν. λέξις ἡ τῆς τραχύτητος ἐλεεινολογοῦντι,
495ἡ καθαρὰ καὶ ἀφελὴς καὶ πλέον ἡ γλυκεῖα. σχήματα ταῖς ἐπιφοραῖς τὰ τῆς σφοδρᾶς ἰδέας, ἀποστροφαί, τὸ δεικτικόν, διαπορεῖν ἐντέχνως, ἐνδοιασμός, ἐπίκρισις ἐπιδιόρθωσίς τε. κῶλά τε καὶ ἀνάπαυσις καὶ ῥυθμὸς καὶ συνθήκη

7

(500)

πάντα τὰ τῆς σφοδρότητος καὶ τὰ τῆς ἀφελείας. Ἔννοιαι δὲ βαρύτητος, εἴ τις ἀγανακτοίη, εὐεργεσίας ἀριθμῶν καὶ τυχὸν τιμωρίας, αἵ τε κατονειδίζουσι τοῖς ἠγνωμονηκόσι μᾶλλον ἐκ παραθέσεως τῶν τυχόντων κρειττόνων.
505αἱ εἰρωνείας μέθοδοι αἱ πρὸς ἐχθρὸν ἐλάττους. οὐδὲν ἄλλο βαρύτητος ἴδιον πλὴν τῶν δύο. Ἔννοιαι δὲ δεινότητος παράδοξοι, βαθεῖαι. λέξις ἀξιωματική, μᾶλλον δ’ ἡ τετραμμένη. σχήματα, κῶλα καὶ ῥυθμοί, ἀνάπαυσις, συνθήκη,
510οἷα καὶ τῆς σεμνότητος καὶ τῆς ἀκμῆς τυγχάνει, λαμπρότητος, περιβολῆς, τῶν ἀπηριθμημένων. Ὁ λόγος δ’ ὁ πολιτικὸς πᾶσι μὲν κεκοσμήσθω, τάσδε δὲ κατ’ ἐξαίρετον ἐχέτω τὰς ἰδέας. τὸ ἠθικόν, τὸ ἀληθές, τὸ περιβεβλημένον,
515γοργότητα, σαφήνειαν, τὸ τραχύ, τὸ ἀκμαῖον, σεμνότητα, λαμπρότητα, δεινότητα μεθόδου, ἃς δή σοι συνοψίσομεν ὥσπερ ἐν κεφαλαίῳ. Λέξις ἧς ἐστιν ἄγνοια τρεῖς ἔχει τὰς μεθόδους
εὑρέσεως νοήσεως τῆς ἀποκεκρυμμένης·
520ἢ ἐθνικὴ καὶ γάρ ἐστιν ἢ τέχνης ἢ καὶ νόμου. λέξεως ἁμαρτήματα φθορὰ καὶ ἀκυρία. ταὐτότητι χρησόμεθα τῶν ὀνομάτων τότε, ὅταν ἓν ᾖ τὸ ὄνομα τοῦ πράγματος οἰκεῖον. ἡ περιττότης πέφυκε καὶ λέξεως καὶ γνώμης,
525ἡ μὲν κατὰ διατριβήν, ἡ δὲ κατ’ ἐνθυμήσεις. τῶν αὐθαδῶν καὶ τολμηρῶν ἐν λόγῳ νοημάτων δύο τὰ θεραπεύματα καὶ τὰ παραμυθοῦντα, τῆς τόλμης ὁμολόγημα βραχεῖά τε προσθήκη. παράλειψιν ἐργάσαιο τεχνικὴν ἐν τῷ λόγῳ
530μείζονα τὴν ὑπόνοιαν δηλῶν τῶν σιγηθέντων. τὸ περιπλέκειν ἐν καιρῷ οὐκ ἔστιν ἀτεχνίας. γνῶθι τὴν ἐπανάληψιν διδασκαλίας χάριν τοῦ πράγματος τυγχάνουσαν ἢ τοῦ βεβαίου τρόπου. τὸ σχῆμα τὸ τῆς πεύσεως ἀντίρρησιν οὐκ ἔχει.
535τὰ ἴσα, τὰ ὑπερβατά, προσποίησις σχεδίου, αὔξησις εἶτ’ ἀπόδειξις, τὸ λέγειν ἐναντία, τὸ ἐγκωμίων ἑαυτὸν ἀξιοῦν ἐν τῷ λόγῳ, τὸ χρῆσθαί τε τοῖς ἔπεσι κολλήσει, παρῳδίᾳ, τὸ τραγικῶς ἐν τῷ πεζῷ λέγειν κατὰ τὴν τέχνην,
540ἅπαντα ταῦτα μέθοδοι δεινότητος ἰδέας. Ἔστω γοῦν σοι τεχνύδριον ἡ σύνοψις τῆς τέχνης, εὐσύνοπτόν τι μάθημα, σύντομον, τετμημένον, γλυκύτητος ἀνάμεστον, χάριτος πεπλησμένον, ἡδυεπές, ἡδύφθογγον, ἡδυμελὲς ἐκτόπως,
545ὡς ἂν καὶ παίζων λογικῶς κερδαίνῃς τι τοῦ λόγου.

8

(1t)

Τοῦ σοφωτάτου Μιχαὴλ τοῦ Ψελλοῦ καὶ ὑπερτίμου Σύνοψις τῶν
2tνόμων διὰ στίχων ἰάμβων καὶ πολιτικῶν πρὸς τὸν βασιλέα κῦριν Μι‐
3tχαὴλ τὸν Δούκαν ἐκ προστάξεως τοῦ πατρὸς αὐτοῦ καὶ βασιλέως
1 Πολὺ καὶ δυσθεώρητον τὸ μάθημα τοῦ νόμου, ἐν πλάτει δυσπερίβλεπτον, ἀσαφὲς ἐν συνόψει, ἐν λόγῳ δυσερμήνευτον, ἀλλ’ ὅμως ἀναγκαῖον· καὶ δεῖ τὸν αὐτοκράτορα τούτου μᾶλλον φροντίζειν,
5δικαίως γὰρ τὸ δίκαιον ἐν δίκαις φυλακτέον. ὅθεν ἐγώ σοι τὰ πολλὰ τοῦ λόγου συνοψίσας εὐθήρατόν τι σύνταγμα πεποίηκα τῶν νόμων. Πρῶτον δ’ ἑρμηνευτέον σοι πόσα τοῦ νόμου μέρη. τὸ μὲν γὰρ τούτου Κώδικες οὕτως ὠνομασμένον,
10πτυχίον δωδεκάβιβλον, ὅ φασι Διατάξεις· ἔχει δὲ τοῦτο, δέσποτα, δόγματα βασιλέων ἀντιγραφάς τε νομικὰς καὶ δικῶν ἀποφάσεις. Τὸ δὲ καλοῦσι Δίγεστα, Ῥωμαϊκὴ δ’ ἡ κλῆσις, ὑπάρχει δὲ τὸ Δίγεστα Ἑλληνικῶς Πανδέκτης,
15ὅτι καὶ νόμων πέφυκε παντοδαπῶν δοχεῖον καὶ πλεῖστοι συνεγράψαντο τοὺς νόμους τοῦ Πανδέκτου. τῶν δὲ Διγέστων, δέσποτα, παντοδαπὰ τὰ μέρη. τὰ μὲν γὰρ πρῶτα λέγουσι περὶ συναλλαγμάτων, τετράβιβλος δ’ ἡ σύνταξις, κλῆσις πρῶτα τῶν πρώτων.
20τὸ μετὰ ταῦτα πέφυκεν ἑπτάβιβλον πτυχίον,
Ῥωμαϊκῶς λεγόμενον οὕτω, διουδικίης, ἦτοι τῶν περὶ κρίσεων, εἴ τις ἐξελληνίζει. τὸ τρίτον δὲ συνάθροισμα, καλεῖται δὲ δε ῥέβους, ὀκτάβιβλόν τι σύνταγμα χωρητικὸν πραγμάτων.
25τέταρτος τόπος πέφυκε τῶν νομικῶν Διγέστων καθαπερεί τις ὀμφαλὸς τῶν ὅλων συνταγμάτων, ὀκτάβιβλον τὸν ἀριθμόν, νόμων πολλῶν δοχεῖον. τὸ πέμπτον δ’ ἐννεάβιβλον, ἐκ μέρους δ’ ὠνομάσθη περὶ διαθηκῶν, φησίν, ἔχει δ’ ἄλλα μυρία.
30τὸ δ’ ἕκτον ἔχει, δέσποτα, δύο βιβλία μόνα· σοφῶς δὲ διαλέγεται περὶ βαθμῶν ποικίλων, διαλαμβάνει τε σαφῶς περὶ κληρονομίας, τῶν Ὀρφιτίου μέμνηται καὶ Τερτουλίου νόμων, ἄλλην τε πλείστην σύνταξιν τῶν νόμων περιέχει.
35τὸ δ’ ἕβδομον καὶ ὕστατον νόμιμον τῶν Διγέστων περὶ ἐπερωτήσεων ἀσφαλεστάτων λέγει, καὶ συμπληροῖ τὸ σύνταγμα δύο βιβλία μόνα· καὶ μετὰ τοῦτο πέφυκε δύο φρικτὰ βιβλία τὴν αὐστηρίαν ἔχοντα τῶν ποινῶν ἐγκειμένην.
40μετὰ δὲ τὴν ἑπτάτομον ταύτην τομὴν τῶν νόμων σύνταξις ἄλλη πέφυκε νομίμων διαφόρων πληροῦσα τὰ πεντήκοντα βιβλία τῶν Διγέστων. Πρὸς τούτοις μέρος πέφυκεν αἱ Νεαραὶ συντάξεις. Εἶτα συνοπτικώτατον τοῦ Λέοντος βιβλίον,
45τὸ πᾶν ἑξηκοντάβιβλον, πάντας τοὺς νόμους ἔχον, τοὺς Κώδικας, τὰ Δίγεστα, τὰς Νεαρὰς συντόμως, τὰ σύμφυλα καὶ σύμπνοα τῶν διαφόρων νόμων διευκρινοῦν, ὑποτιτλοῦν οἰκείως καὶ γνησίως·
ἀλλ’ ἔστι δυσερμήνευτον, ἀλλ’ ἀσαφὲς ἐσχάτως.

8

(50)

Ἔστι καὶ μέρος ἕτερον, οἷον πυλὶς τῶν νόμων, ὡς εἰσαγωγικώτερον τῶν ἄλλων δεδειγμένον, τῶν νόμων ἔχον ἅπασαν τὴν γενεαλογίαν, ἢ μᾶλλον οὕτως εἴποιμι, τὴν ἀρχαιογονίαν· ἡ κλῆσις Ἰνστιτούτια τούτῳ δὴ τῷ βιβλίῳ.
55 Πολλοὶ δὲ συλλεξάμενοι τὰς ἀγωγὰς ἰδίᾳ σύνταγμα συνετάξαντο ἄξιον εὐφημίας. τὴν φύσιν γὰρ τῶν ἀγωγῶν ἑκάστης ἑρμηνεύει καὶ πάντα τὰ ζητήματα καὶ πάσας ὑποθέσεις εἰς τὴν οἰκείαν ἀγωγὴν πανσόφως ἀναφέρει.
60τοῦτο καὶ μόνον πέφυκε φιλόσοφον τῶν νόμων, κἂν εἴ τις ἀκριβώσαιτο τοῦτο δὴ τὸ βιβλίον, οὗτος ὁ νομικώτατος νομομαθὴς τυγχάνει. Ἕτεροι πάλιν, δέσποτα, τὰς ῥοπὰς καὶ τοὺς χρόνους τοὺς νομικοὺς συνέταξαν εἰς βραχύ τι βιβλίον·
65Ῥοπὰς δ’ ἐκ μέρους λέγουσιν, ἔχει γὰρ καὶ τοὺς χρόνους. Ὁ δέ γε περιεκτικὸς τούτων ἁπάντων νόμος κοινὴ συνθήκη πέφυκε πάσης τῆς πολιτείας, πλημμελημάτων κώλυσις τῶν κατὰ γνῶσιν πλέον, δικαιοσύνης χορηγός, δόγμα συνετωτέρων.
70δικαιοσύνη δέ ἐστι σταθηροτάτη γνώμη τοῖς πᾶσι διανέμουσα τὸ κατ’ ἀξίαν μέτρον. τὸ νόμιμον δὲ πέφυκε δικαιοσύνης μέρος· αὕτη γὰρ καὶ τὸ φυσικὸν ἄλλο τι μέρος ἔχει, τὸ κατὰ τὴν συνείδησιν κρειττόνων καὶ χειρόνων·
75τὸ γὰρ λοιπὸν τὸ φυσικὸν τρίτον τοῦ νόμου μέρος. τὸ μὲν γὰρ τούτων φυσικόν, τὸ δ’ ἐθνικὸν τυγχάνει, τὸ δὲ πολιτικώτερον καὶ μερικώτερόν πως. τὸ μὲν γὰρ περὶ φυσικῶν πραγμάτων δογματίζον, συλλήψεως, γεννήσεως, σχέσεως, συναφείας,
80αὐτοῦ ψιλοῦ τοῦ πράγματος, οὐ τοῦδε καὶ τοιοῦδε, νόμιμον γενικῶς ἐστι, φυσικὸν δ’ ἐπὶ μέρους. τὸ βλέπον δ’ εἰς συμβόλαια, φύσεις συναλλαγμάτων, πάντων εἰπεῖν τῶν καθ’ ἡμᾶς κοινῶν πολιτευμάτων, νόμιμον ἐθνικόν ἐστιν· οὐχὶ τὸ βαρβαρῶδες,
85τὸ γὰρ τοῦ ἔθνους ὄνομα νομικῶς εἰρημένον γενῶν συλληπτικόν ἐστι νόμοις ὑποκειμένων. πολιτικὸν δὲ νόμιμον τοπικὸν καὶ χρειῶδες· ὃ πάλιν τριμερές ἐστι, τούτου γὰρ τοῦ νομίμου ἔστιν ὁ δωδεκάδελτος τῶν δώδεκα λογίων,
90τὰ βασιλέων δόγματα, οἱ νόμοι τῶν πραιτώρων. Περὶ δ’ ἃ πραγματεύεται τὸ νόμιμον ῥητέον· εἰσὶ δὲ ταῦτα πρόσωπα, ἀγωγαὶ πράγματά τε. πολλῶν δ’ οὐσῶν τῶν ἀγωγῶν τέσσαρες αἱ μητέρες, ἃς ἐνοχὰς ὠνόμασαν, δεσμοί τινες δικαίου,
95ἡ ῥέ, βέρβις καὶ λίτερις, τέταρτον ἡ κονσέσο. {αἵτινες} τέσσαρές εἰσι τῶν ἀγωγῶν μητέρες·
96aἡ βέρβις, ἡ ῥέ, λίτερις καὶ κονσέσο.
97ἡ γοῦν ῥὲ γεννᾷ πραγματικὰς καὶ μόνας, μήτηρ δὲ βέρβις ἐστὶν ἐξ στιπουλάτο, ἡ κονσέσο πλάττει δὲ τὰς συναινέσεις,

8

(100)

ἡ λίτερις γράμματα γυμνὰ πραγμάτων.
100aκαὶ ταῦτα τυγχάνουσιν ἀναργυρία·
101εἰ γάρ τις ἀνάργυρον ἐγγράψῃ χρέος καὶ διετὴς ῥεύσειεν ἐν μέσῳ χρόνος καὶ μὴ προσθήσει μέμψιν ἀναργυρίας, γράμμασι λοιπὸν κατακρατεῖται μόνοις
105 τὴν λίτεριν πλάττουσιν ἐξ ἡσυχίας. ἡ ῥὲ σημαίνει πράγματα, ἡ βέρβις ψιλοὺς λόγους, ἡ λίτερις τὰ γράμματα, κονσέσο συναινέσεις. Ἑκάστη δὲ τῶν ἐνοχῶν ἀγωγὰς πολλὰς τίκτει. ἐπεὶ δέ τις ἐνέχεται πλημμελῶν ἢ συμβάλλων,
110ἢ φανερώτερον εἰπεῖν, πρός τινας συναλλάσσων, ἀπὸ τοῦ πλημμελήματος ἀγωγὰς εὕροις ταύτας· τὴν φούρτην, τὴν περὶ κλοπῆς, βι βονόρουμ ῥαπτόρουμ, ἥτις βιαίαν ἁρπαγὴν πραγμάτων ἑρμηνεύει, τὴν ἰνιουριάρουμ τε, ἥτις ὕβριν σημαίνει.
115τόν τε μὴν Ἀκουίλιον, τὸν περὶ τῆς ζημίας. ἐξ ὧν πάλιν ὡς ποταμῶν ῥευμάτων τε δευτέρων κρουνοὺς εὑρήσεις ἀγωγῶν προσφόρως ἐκχυθέντας. Ὅρος δὲ συναλλάγματος, ὡς ἤρεσε τοῖς πλείστοις, συναίνεσις καὶ σύννευσις πλειόνων θελημάτων,
120ἢ δύο τὸ ἐλάχιστον, εἰς ταὐτὸ συνδραμόντων, ὥστ’ ἐνοχῆς ποιήσασθαι δύναμιν παραυτίκα. Εἰς χάριν δὲ ῥητέον σοι τῶν ἐνοχῶν ἑκάστης τὰς φυομένας ἀγωγάς, ἵν’ ἔχῃς ἀσυγχύτως
καὶ τὰς μητέρας ἀκριβῶς, πρὸς δὲ τὰς θυγατέρας.
125 Τῆς ῥέ, τῆς ἐν τοῖς πράγμασιν, ἔστιν ἡ δεποσίτης, Ἑλληνιστὶ δὲ πέφυκεν ἡ παρακαταθήκη, ἡ κομμοδάτη δεύτερον χρῆσις τῶν δεδομένων, ἡ πιγνερατικία τε, ἡ περὶ ἐνεχύρων, ἡ περὶ ἀπαιτήσεως κληρονομίας ἄλλη,
130ἣν νερεδάτης λέγουσι πετίτιο Λατῖνοι, πρὸς δὲ ἡ ἀδεξιβενδοὺμ Λατίνως εἰρημένη, ἡ περὶ παραστάσεως πραγμάτων κεκρυμμένων. τῆς ῥὲ ὁ κονδικτίκιος, ἡ ἰν ῥὲμ ἡ καθόλου· πρὸς τούτοις τὰ ἰντέρδικτα ἤτοι παραγγελίαι.
135 Τῆς βέρβις δὲ τῆς ἐνοχῆς τις ἡ ἐξ στιπουλάτο, ἀφ’ ἧς ὁ κέρτος πέφυκε κονδικτίκιος τρέχειν· πρὸς τούτοις καὶ ὁ ἴνκερτος, ἀγωγαὶ δ’ οὗτοι δύο. ἐξ στιπουλάτο δέ ἐστιν ἐπερώτησις, ἄναξ, πᾶσα δέ γ’ ἐπερώτησις ἢ δήλων ἢ κρυφίων,
140ἐφ’ οἷς ὁ κονδικτίκιος ἢ κέρτων ἢ ἰνκέρτων. ἔστι δὲ κονδικτίκιος ἀπαιτήσεως φύσις, ἢ κέρτος ἤτοι φανερός, ἴνκερτος κεκρυμμένος. τῆς βέρβις ἐνοχῆς ἐστιν ἀεστιματορία,
ὅταν διατιμήσωμαι πρᾶγμα καί σοι παρέξω
145εἰπὼν ὡς πράσας, ‘κόμισον νομίσματά μοι τόσα, εἰ δὲ μὴ τόσα δοίη τις, δίδου τὸ δεδομένον.‘ τῆς βέρβις αὖθις ἐνοχῆς ἥ γε δάμνι ἰμφέκτι, ἥτις κινεῖται πίπτοντος γείτονος δωματίου. τῆς βέρβις πάλιν πέφυκεν ἰντερρογατορία,

8

(150)

ἣ τὸν κληρονομήσαντα εὐλόγως καὶ προσφόρως ἐκ πόσου μέρους ἐρωτᾷ ζητεῖ κληρονομίαν. ἡ λεγατόρουμ ἄλλη τις ἀσφάλεια λεγάτου ἥ τε μὴν πεκουνίαε κονστιτούταε ταύτης, ἥτις τὴν ἀντιφώνησιν καὶ τὴν ἐγγύην ἔχει.
155 Τῆς δ’ ἐνοχῆς τῆς λίτερις ἀγωγὴ νοβατίο, τὸ χρέος μεταφέρουσα τὸ παλαιὸν εἰς νέον. ταύτης ἡ δε λεγάτιο ἤτοι περὶ λεγάτου. Τῆς δὲ κονσέσο ἐνοχῆς ἔστιν ἡ ἐξ βενδίτο, ἣν οὕτως ἑρμηνεύουσι, περὶ ἀγορασίας,
160ἐξέμπτο, περὶ πράσεως, λοκάτι, μίσθωσίς τις, κονδούκτι, ἡ ἐκμίσθωσις, ἐντολή, ἡ μανδάτι. ἡ προ σοκίο δέ ἐστιν ἡ περὶ κοινωνίας· ἥ τε περὶ μνηστεύσεως καὶ δωρεῶν καὶ γάμων καί τινων ἄλλων ἀγωγῶν καὶ τριῶν ἰντερδίκτων,
165σύμπασαι αὗται ἀγωγαὶ ἐνοχῆς τῆς κονσέσο. Ἡ περὶ προστασίας δὲ πραγμάτων ἀλλοτρίων, τουτέστι μὴ γινώσκοντος μηδ’ ὅλως τοῦ δεσπότου (νεγοτιόρουμ λέγουσι ταύτην τινὲς γεστόρουμ), ἔοικε συναλλάγματι συνάλλαγμα τυγχάνον.
170ὁμοίως ἡ τουτέλαε, ἡ κατὰ ἐπιτρόπων, ἡ περὶ διαιρέσεως πραγμάτων ἐπικοίνων, ἡ περὶ πεκουλίου τε ἥ τε ἐκ διαθήκης ἡ ἰνστιτουτορία τε ἥ τ’ ἐξκερκιτορία, ἡ κατὰ τοῦ προστήσαντος τινὰ ἐργαστηρίου
175καὶ κατὰ τοῦ προστήσαντος τινὰ ἐπὶ θαλάσσης, τὸ κούοδ λεγατόρουμ τε, ἰντέρδικτον τυγχάνον, ὁ οὖσος, ὁ οὐσούφρουκτος, ἄλλαι τ’ ἀγωγαὶ πλεῖσται τῶν ὡσανεὶ τυγχάνουσι πᾶσαι συναλλαγμάτων. Αἱ δ’ ἀγωγαὶ τῶν ὡσανεὶ πάλιν ἁμαρτημάτων,
180ἡ κατὰ τοῦ δικάσαντος καὶ παρηνομηκότος, ἡ κατὰ τοῦ συρρήξαντος ἔδικτον ἀναισχύντως, ἄλλαι τέ τινες ἀγωγαὶ καί τινες τῶν ἰν φάκτουμ. Δέχου πάλιν διαίρεσιν τῶν ἀγωγῶν ποικίλην. τῶν ἀγωγῶν αἱ μέν εἰσιν ἀπὸ συναλλαγμάτων,
185αἱ δὲ πάλιν κατάγονται ἀπὸ ἁμαρτημάτων· αἱ μέν εἰσι πραγματικαί, αἱ δὲ κατὰ προσώπων· αἱ μέν εἰσι πίστει καλῇ, αἱ δέ εἰσί πως στρίκται· αἱ μὲν πρᾶγμα εἰσπράττουσιν, αἱ δὲ ποινήν, αἱ δ’ ἄμφω· αἱ μὲν κινοῦνται εἰς τὸ πᾶν, αἱ δὲ εἰς μέρος μόνον·
190αἱ μὲν ἁπλοῦν εἰσπράττουσιν, αἱ δὲ διπλοῦν τριπλοῦν τε, αἱ δὲ καὶ τετραπλάσιον, αἱ δὲ καὶ πλέον τούτου, αἱ τούτων δὲ βαρύτεραι πρὸς τούτοις ἀτιμοῦσιν· αἱ μέν εἰσιν ἐπίκαιροι, τινὲς δὲ τῶν χρονίων, αἱ δὲ περιορίζονται τεσσαράκοντα χρόνοις,
195τινὲς δὲ διαβαίνουσι καὶ κατὰ κληρονόμων· αἱ μέν εἰσιν, ὡς λέγουσι, τούτων ἀρβιτραρίαι, ὁπότε τῆς δικαστικῆς ἤρτηνται μεσιτείας, ταῖς δὲ τῆς ὑπολήψεως τοῦ κρίνοντος οὐ μέλει. ἄλλη τε πλείστη πέφυκε διαίρεσις τῶν νόμων.

8

(200)

Καὶ τοῦτο δέ μοι πρόσλαβε, τυγχάνον ἀναγκαῖον, ὡς οἱ κανόνες ἅπαντες τῶν νόμων, στεφηφόρε, ὑπόσαθροι τυγχάνουσι, ψεύδονται γὰρ ἐν μέρει. κανὼν δ’ ἐστὶ τοῦ πράγματος συντετμημένος λόγος ὅπερ ὡς ὑποκείμενον τυγχάνει τῷ κανόνι·
205σφαλεὶς δ’ ἐκπίπτει, δέσποτα, καὶ τοῦ ὑποκειμένου. τοὺς νόμους δὲ βουλόμενος πάντας σοι συνοψίζειν ὁριστικοῖς προσχρήσομαι ῥήμασι καὶ συντόμοις. δικαιοσύνη πέφυκε νέμησις τοῦ δικαίου. δίκαιον φυσικόν ἐστι κοινὸν πᾶσι τοῖς ζῴοις.
210τῶν νόμων ὁ μὲν ἔγγραφος, ὁ δ’ ἄγραφος ὡς ἔθος. ἐλευθερία πέφυκεν ἄδεια φυσική τις, δουλεία δὲ ὑποταγὴ τυγχάνει δεσποτείας, ἥτις ὡς ἀδιάφορος ἄτομόν τι τυγχάνει. ἡ συμφορὰ δὲ τῆς μητρός, τουτέστιν ἡ πορνεία,
215οὐ βλάπτει τὸν ἐν τῇ γαστρί, στεροῦσα τῶν πατρῴων. οὐ σθένει τις ἐλευθεροῦν δανειστὰς περιγράφων. μετὰ τὴν ἥβην γράφειν τις δύναται διαθήκην·
ἐλευθεροῦν δὲ δύναται ἑπτακαιδεκαέτης. τῶν παίδων ὑπεξούσιοι οἱ ἐκ νομίμων γάμων,
220οὗτοι γὰρ μόνοι νομικῶς ὑπείκουσι πατράσιν. εἴ τις ἐκ φίσκου λάβοι τι δωροῦντος βασιλέως ἢ συναλλάττων πρὸς αὐτόν, εὐθὺς τούτου δεσπόζει, ἐκεῖνος δὲ ἐνάγεται μέχρι τετραετίας. ἡ μόρτις καῦσα δωρεὰ ἔοικε τῷ λεγάτῳ.
225τὰ τῆς προικὸς ἀκίνητα οὐχ ὑποτίθησί τις οὐδὲ πιπράσκειν δύναται οὐδ’ ἐκποιεῖν οὐδ’ ὅλως. ἐκποίησιν ὁ πούπιλος πραγμάτων οὐ ποιεῖται, οὐδέ τι πράττειν δύναται χωρὶς τῶν ἐπιτρόπων. καὶ υἱὸς ὑπεξούσιος καὶ δοῦλος προσπορίζει,
230ὁ μέν γε τῷ δεσπόζοντι, ὁ δὲ τῷ φυτοσπόρῳ, κἂν μὴ τυγχάνωσιν αὐτοὶ τὴν πρᾶξιν ἐγνωκότες· υἱὸς δὲ δίχα τοῦ πατρὸς ἢ δοῦλος τοῦ δεσπότου οὐ δύναται κληρονομεῖν, ἀλλ’ οὐδὲ ἀδιτεύειν. κἄν τις οὐσουφρουκτάριος ἡμῖν ἐστιν οἰκέτης,
235εἰσάγει τὸν προσπορισμόν, ὥσπερ ὁ βοναφίδε. ὁ φιδικομισάριος σὺν τῷ λεγαταρίῳ ὁλόκληρον διαδοχὴν οὐκ ἔχουσι δικαίου· ὁ κληρονόμος μόνος γὰρ τὸ δίκαιον τοῦτ’ ἔχει. ἀγράφως διατίθεσθαι οὐκ εἴργουσιν οἱ νόμοι·
240οἰκειακοὺς δὲ μάρτυρας ἀθετοῦσιν εἰκότως. εἴ τις διάθοιτο τυχὸν τῶν ἐξεστρατευμένων, ἡ διαθήκη ἔρρωται εἰς ὁλόκληρον χρόνον καὶ μετὰ τὴν ἀθέτησιν τῆς προτέρας στρατείας· ὁ δ’ ὑπεξούσιος υἱὸς οὐ ποιεῖ διαθήκας,
245κἂν ὁ πατὴρ κελεύσειε, χωρὶς τῶν κανστρεσίων. οὐκ ἀνατρέπει ἔκστασις προβᾶσαν διαθήκην. εἰ δέ τις ἐμμαγκίπατος, κόντρα ταβούλλας ἔχει. καὶ δοῦλον, εἴ τις βούλοιτο, ἐνιστᾷ κληρονόμον. οὐγκιασμοὶ δὲ δώδεκα μέτρον κληρονομίας.

8

(250)

ὡς ὁ τεστάτωρ, δύναται οἰκέτης κληρονόμος. οὐδεὶς διατιθέμενος, εἰ μὴ ᾖ στρατιώτης, μέρει μὲν διατίθεται, μέρει δ’ οὔ, τῆς οὐσίας. ἔστιν ὑποκατάστασις, οὕτω δὴ τυπουμένη· ‘κληρονομείτω Τίτιος τῶν ἐμαυτοῦ πραγμάτων·
255εἰ δ’ οὗτος οὐ βεβούληται, Πρίμος κληρονομείτω.‘ ἀθεμιτογαμήσας τις καὶ δεινῶς τιμωρεῖται καὶ τῶν τεχθέντων ἐξ αὐτοῦ οὐ κατεξουσιάζει. εἰ δέ τις παῖδας ἔτεκεν ἐξ παλλακῆς προτέρας, νομίμους ἀπεργάσεται προικῴοις ἐν συμφώνοις.
260τέταρτον μέρος χρεωστεῖ τῷ υἱοθετηθέντι υἱοθετήσας τίς τινα τῶν ἑαυτοῦ πραγμάτων. ἀτελὴς συγγινώσκεται μήτηρ μὴ ἀπαιτοῦσα τοῦ ἀνδρὸς τελευτήσαντος ἐπίτροπον τοῖς τέκνοις. ἐπιτροπὴ δὲ πέφυκε νομικὴ ἐξουσία
265κατ’ ἐλευθέρας κεφαλῆς εἰς βοήθειαν ταύτης. ἐπίτροπος δὲ διοικεῖ μέχρι τῆς ἥβης μόνον, ἐντεῦθεν δὲ ἀνθέξονται κουράτορες τοῦ νέου. ἀδνάτους μὲν ὀνόμαζε τοὺς ἐξ ἀρρένων τόκους, κογνάτους δ’ ἐπονόμαζε τοὺς ἐκ θηλυγονίας.
270ἔφηβος γίνεται ὁ παῖς ἐτῶν δεκατεσσάρων, ἔφηβος δέ γ’ ἡ θήλεια οὖσα δωδεκαέτις.
τῷ ἔχοντι ἐπίτροπον κουράτωρ δίδοταί τις. κατηγορεῖν οὐ δύναται ἄνηβος ἐπιτρόπου, ἔφηβος τοῦ κουράτορος συγγενῶν συνεργούντων.
275τὰ μηδενὸς τὸ πρότερον τοῦ προκαταλαβόντος. τὸ κῦμα τὸ χειμέριον αἰγιαλὸν ὁρίζει. εἴκει τὰ ἐπικείμενα τοῖς γε ὑποκειμένοις. ἴτερ ἐστὶν ὁδὸς στενή, ἄκτους ἡ πλατυτέρα. ὁ πρᾶγμα τὸ ἀλλότριον ἐκποιῶν ἐν εἰδήσει
280ἢ ἄλλῳ τραδιτεύων τις ὡς κλοπὴν ἁμαρτάνει. δευτέρα διατύπωσις ῥήγνυσι τὴν προτέραν. τὴν δε ἰνοφικίοσσο παῖδες κινοῦσι μόνοι. οὐδεὶς ὑποκαθίστησι παιδὶ πουπιλαρίως, εἰ μὴ ποιήσει πρότερον εἰς αὐτὸν διαθήκην.
285ὁ ἔχων τὴν ἐναγωγὴν ἀποδείξει βαρεῖται. τὰ τῆς προικὸς ἀκίνητα εἰσπράττεται αὐτίκα, τοῖς κινητοῖς ὁλόκληρος εἰς ἀπαίτησιν χρόνος. τῆς διαθήκης ἡ κρηπὶς ἔνστασις κληρονόμου. καὶ τομὴ καὶ μετάθεσις γίνεται τοῦ λεγάτου
290ἔν τε διατυπώσεσιν ἔν τε τοῖς κωδικέλλοις. τὸ τρίτον ὁ Φαλκίδιος σῴζει τῷ κληρονόμῳ, ἐκ τῶν λεγάτων ἀπαιτῶν κατὰ ἀναλογίαν. ὁ Αὔγουστος προσέταξε, φασί, τοὺς κωδικέλλους ἐν οἷς οὔτε ἐνίστησιν ὁ γράφων κληρονόμον
295οὔτ’ ἀφαιρεῖ ὃν ἔγραψεν ἐν τῇ διατυπώσει. τὸ μὲν Τερτουλιάνειον δόγμα καλεῖ προσφόρως
εἰς τὰ τῶν τέκνων πράγματα τὰς ἐκείνων μητέρας, τὸ δέ γ’ Ὀρφιτιάνειον αὖθις ἐκ τοὐναντίου εἰς τὰ μητέρων πράγματα τοὺς παῖδας προκαλεῖται.

8

(300)

ἡ μήτηρ ἔχει πρόκλησιν ἁπάντων τῶν ἀδυνάτων εἰς τὰ τοῦ τέκνου πράγματα, χωρὶς τῶν ὁμογνίων, μετὰ γὰρ τούτων ἔρχεται εἰς τὴν κληρονομίαν· ἀλλ’ εἰ μὲν ἀδελφαί εἰσι, τὸ ἥμισυ λαμβάνει, εἰ δ’ ἀδελφαὶ καὶ ἀδελφοί, ἵσα κληρονομοῦσιν.
305ὑπούσης διακατοχῆς παῖς καὶ γονεὺς ὡσαύτως ἐνιαυτὸν ὁλόκληρον ἔχουσι βοηθοῦντα, ἡμέρας μόνας ἑκατὸν τῶν συγγενῶν ἐχόντων. ποινὴ ὀφείλει τίθεσθαι εἰς τὰς ἐπερωτήσεις. ἡ περπετοῦα μίσθωσις ἐμφύτευσις τυγχάνει.
310τὸ διπλασιαζόμενον ἔκ τινος ἠρνηκότος καταβληθὲν ἰνδέβιτον ἀπαίτησιν οὐκ ἔχει. κλοπή ἐστι ψηλάφησις πραγμάτων κατὰ δόλον. χωρὶς κακῆς προθέσεως κλοπὴν οὐχ ἁμαρτάνεις. κατὰ τοῦ κλέπτου φούρτιβον, κἂν μὴ νέμηται, δώσεις.
315τῷ ἐκπεσόντι πράγματος Πουβλιανὴ ἁρμόζει. παυλιανὴ δὲ δίδοται τῷ περιγεγραμμένῳ εἰς πρᾶσιν, εἰς ἐκποίησιν τῶν ἑαυτοῦ πραγμάτων. τὴν φούρτην διπλασίαζε σὺν τῷ Ἀκουιλίῳ. νόμος ὁ δωδεκάδελτος τὴν νοξαλίαν φούρτην
320καὶ τὸν νοξάλιον αὐτὸν Ἀκουίλιον γράφει. παραγραφή ἐστι σαφὴς ἡ δικαιολογία τοῦ ῥέου πρὸς τὸν ἄκτορα κατ’ ἀγωγῆς βεβαίας, τῷ νόμῳ μέν πως ἰσχυρᾶς, τῇ φύσει δ’ ἀδικούσης.
δίκην οὐδεὶς συνίστησιν ἀγνώστων ἀντιδίκων.
325ἐπ’ ἴσης δικαιώσεως ὁ νεμόμενος κρείττων. ὁ φθείρας βίᾳ τὴν σεμνήν, εὔπορος μὲν τυγχάνων ἡμίσεος ἀφαίρεσιν ἔχει τῶν κεκτημένων· ὁ δ’ ἄπορος ἐξόριστος γίνεται παραυτίκα. τῷ Κορνηλίῳ ἔνοχος πᾶς ὁ φονεὺς τυγχάνει.
330τῷ ῥεπετοῦνδις ἔνοχος δικαστὴς δωροδόκος. τῷ δὲ δε φάλσις ἔνοχος ὃς ἁλοίη πλαστεύων. Τὸ χρόνιον δὲ σύνηθες νόμου λαμβάνει τόπον. οἱ ἰδικοὶ τῶν γενικῶν ἐγκρατέστεροι νόμων. ἥττων ἐστὶ τῶν θηλειῶν αἵρεσις τῶν ἀρρένων.
335οἱ μὲν τεχθέντες νόμιμοι ἕπονται τοῖς πατράσιν, οἱ φύντες δ’ ἐκ πορνεύματος ἕπονται ταῖς μητράσι. τὸ φύσει χρεωστούμενον καταβληθὲν οὐκ ἔχει αὖθις ῥεπετιτίονα, ὡς ἔδοξε τῷ νόμῳ. πάκτα τὰ ἰδιωτικὰ δημόσιον οὐ βλάπτει.
340ἀποκαθίστατ’ ἀβλαβὴς ὁ νέος κατὰ νόμους. ὅπερ ἐστὶ τοῖς ἥττοσι τὸ ἀποκαθιστάναι, τοῦτο μείζοσιν ἔκκλητος πρὸς λόγους ἀναλόγους. πατρὸς καὶ παίδων μεταξὺ τῶν γε ὑπεξουσίων οὐ πέφυκε συνίστασθαι δίκης ἀμφιβολία.
345ὅπου δὲ ἡ προκάταρξις, ἐκεῖ καὶ καταδίκη. τὸ μεῖζον δικαστήριον τὸ ἔλαττον προκρίνει. ὁ διδοὺς τὸ ἰνδέβιτον ἔχων εἴδησιν τούτου
οὐκ ἔχει πάλιν εἴσπραξιν τοῦ καταβεβλημένου. ὁσάκις ἐξετάζοντες περὶ καρπῶν σκοποῦμεν,

8

(350)

ὅσα λαβεῖν ἠδύνατο ὁ νομεὺς ἀκριβοῦμεν. εἰς ἔδαφος ἐπίκοινον ὁ κοινωνὸς οὐ κτίζει. ἐξωτικὸς οὐ δύναται δουλείαν προσπορίζειν. ἐφ’ ὧν ὁ Ἀκουίλιος θεμάτων οὐχ ἁρμόζει, τούτοις ἰμφάκτουμ δίδοται· σαθρὸς δ’ ὁ κανὼν οὗτος.
355ὁπόσα δὲ μὴ ἔχουσιν ἰσχὺν κατὰ τῶν νόμων, χωρὶς ἀποτελέσματος δοθέντα κατὰ πλάνην, οὐκ ἔχει ῥεπετίτιον οὔτ’ εἴσπραξιν ὀπίσω. χείρονα ποιεῖν αἵρεσιν γυνὴ προικὸς ἰδίας σαφῶς οὐκ ἔχει δύναμιν ἐν συνεστῶτι γάμῳ.
360τῷ ἔχοντι ἐπίτροπον ἕτερος οὐ δοτέος. τὸ μεῖζον δικαστήριον κρεῖττον τῶν ἐλαττόνων, ἤτοι τὸ ἐγκληματικὸν τοῦ περὶ τῶν χρημάτων. ἐκδίκησιν ἐγκλήματα λαμβάνει τὴν δικαίαν ἐν τόποις οἷς ἡμάρτηται, ἔνθα κρείττων ἡ γνῶσις.
365ὅπου δὲ ἡ προκάταρξις, ἐκεῖ καὶ καταδίκη. Ἐντεῦθεν καὶ κανόνας σοι τῶν Νεαρῶν εἰσφέρω. δηλούσθω τὰ βουλήματα πάντων τῶν τελευτώντων, ὅσα μὴ διαμάχονται τοῖς νόμοις τοῖς κειμένοις. προῖκα μὲν γάμος ἐνεργεῖ, γάμον δ’ οὐ δρῶσι προῖκες.
370ὅπερ ὁ νόμος δίδωσιν οὐκ ἂν ἀφέλοιτό τις. παραγραφῆς ἀντίθεσις οὐκ ἔστι δημοσίῳ. ἡ δευτερογαμήσασα πρὸ τοῦ πενθίμου χρόνου πάντων ἐκπίπτει καὶ προικῶν καὶ κερδῶν παραυτίκα.
ἐξ ἐλευθέρας δὲ γαστρὸς οὐ τίκτεταί τις δοῦλος.
375τῶν τελευτώντων βούλησιν μηδεὶς ἀνατρεπέτω. γάμος ἐκ διαθέσεως συνίσταται καὶ μόνης, κἂν μὴ προβῶσι γαμικὰ συμβόλαια πρὸς ταύτην. δεφένσωρ ἐπιτήδειος οὐδεὶς χωρὶς ἐγγύης. ὁ δοῦναι προελόμενος ἴσος τῷ δεδωκότι.
380ἐπιτροπεύειν δύνανται τῶν τέκνων αἱ μητέρες. ἐν μέσῳ δίκης ἄδικον γίνεσθαι θείους τύπους. ἡ γνώμη τοῦ τεστάτωρος πάντων προτιμητέα. τόκος ἀνεπερώτητος εἰς δάνειον οὐ τρέχει. τὴν τῶν κακῶν εἰσαγωγὴν οὐ σφίγγει μακρὸς χρόνος.
385τῶν γάμων οἱ ἀθέμιτοι ποιναῖς τιμωρητέοι. οἱ πλημμελοῦντες κόλασιν διδότωσαν δικαίως φυλαττομένων νομικῶς νομίμοις διαδόχοις ὧν ἔχουσιν οἱ πταίσαντες νομίμων καὶ πραγμάτων. ὁ ἄρχων ὑπερόριος οἴκοθεν δαπανάτω.
390μοιχὸς δέ τις ἀποδειχθεὶς τὰς ποινὰς ὑπεχέτω, διδόσθω δὲ τῇ γυναικὶ ἐκ τῶν αὐτοῦ πραγμάτων, ἡ προὶξ σὺν ἕδνοις ἅπασα· εἰ δ’ ἄπροικος τυγχάνει, μέρος ἐχέτω τέταρτον τῶν ἐκείνου πραγμάτων, τὰ δὲ λοιπὰ τοῦ πταίσαντος πράγματα μεριζέσθω
395εἰς παῖδας, εἰς τοὺς φύσαντας ἄχρι βαθμοῦ τοῦ τρίτου· εἰ δ’ οὔτε παῖς οὔτε γονεὺς ὑπάρχουσι τῷ πταίστῃ, τῷ φίσκῳ προσκυρούσθωσαν τἀκείνου προσηκόντως, τῆς μοιχευθείσης γυναικὸς ἀκριβῶς τηρουμένης·
εἰ δ’ ὁ σύνοικος βούλοιτο, θαρρούντως λαμβανέτω

8

(400)

τὴν πταίσασαν ἀζήμιον ἐντὸς τῆς διετίας, χρόνου δὲ διαρρεύσαντος τοῦ διηγορευμένου ἡ μὲν εἰς μοναστήριον ἐνδίκως διαγέτω μελαμφοροῦσα πάντοτε κατὰ τὰς κεκαρμένας, οἱ παῖδες δὲ τὸ δίμοιρον ἐχέτωσαν ὧν ἔχει,
405τὸ δέ γε μοναστήριον τὸ τρίτον λαμβανέτω. αἱ κτήσεις τῶν ἐγκλήματι θανάτου πεπτωκότων τοῖς παισὶν ἁρμοζέτωσαν ἢ ἄνω τοῖς γονεῦσι. τὰς δίκας τὰς ἐν χρήμασι τὰς κατὰ τῶν ἐν κλήρῳ ἐπίσκοποι κρινέτωσαν ἠκριβωμένῳ λόγῳ·
410ἑνὸς δὲ μὴ στοιχήσαντος τοῦ κρίναντος τῇ ψήφῳ ὁ ἄρχων ἐξετάσειε ταύτην ἀκριβεστέρως· ἐν δὲ τοῖς ἁμαρτήμασι τοῖς πολιτικωτέροις οἱ κληρικοὶ τοῖς ἄρχουσιν ὑπόκεινται δικαίως. τοὺς εὐτελεῖς δὲ μάρτυρας ὁ κριτὴς κολαζέτω
415πρὸς ἀληθείας εὕρεσιν καὶ μηδεὶς αἰτιάσθω. ἐπὶ τῶν ἐγκλημάτων δὲ τῶν ἐν δικαστηρίοις οἱ μάρτυρες τοῖς δικασταῖς προσίτωσαν ἐννόμως. κηδεμόνας τοῖς ὀρφανοῖς ὁ ἄρχων προσδιδότω. χρὴ τὸν ἐξ αἰτιάσεως ὑπομνησθέντα πρώτης
420βιβλίον ὑποδέχεσθαι τῆς κινουμένης δίκης καὶ προθεσμίαν ἡμερῶν εἴκοσι προσλαμβάνειν. ὁ δὲ ἐκ παραιτήσεως λαβὼν δευτέραν κρίσιν οὐ δύναται τὸν δεύτερον δικαστὴν παραιτεῖσθαι. μετὰ διωμοσίαν δὲ τοῦ ῥέου κρυπτομένου
425καὶ μὴ προσαπαντήσαντος κατὰ τὴν προθεσμίαν εἰς τὰ ἐκείνου πράγματα πεμπέσθω ὁ ἐνάγων,
οὐκ ἄλλως δ’ ἀναδίδωσι τὰ πράγματα τῷ ῥέῳ, εἰ μὴ τὴν πᾶσαν πρότερον δαπάνην ἀπαιτήσει. γυνή τις ἴσως ἄπορος ἐπὶ ἀνδρὶ εὐπόρῳ
430θανοῦσα δίχα γαμικῶν τελείως συμβολαίων, ὣς δὲ κἂν ἄπορος ἀνὴρ ἐπὶ εὐπόρῳ θάνοι, εἰς μόνον μέρος τέταρτον τῶν ἑαυτοῦ κτημάτων ὑπὸ τοῦ ζῶντος ὁ θανὼν καλῶς κληρονομείσθω. ὁ τρὶς κομίσας μάρτυρας αὖθις μὴ παραγέτω.
435ὁ μέσος δὲ τοῖς μέρεσι γεγονὼς γνώμῃ τούτων ἐφ’ οἷς οὗτοι δικάζονται καὶ ἄκων μαρτυρείτω. Μὴ πάσας δ’ οἴου, δέσποτα, τὰς Νεαρὰς εὐχρήστους· αἱ μὲν γὰρ οὐκ ἐτέθησαν τοῖς Λέοντος βιβλίοις, ὧν ἡ μὲν γνῶσις ἀσφαλής, βασιλικὴ δ’ ἡ κλῆσις·
440αἱ δ’ εἰ καὶ κατεστρώθησαν, ἐσχόλασαν τῷ χρόνῳ· αἱ δ’ ἤργησαν ἀλλοίωσιν τοῦ βίου δεξαμένου, οἷον τὰ περὶ βουλευτῶν, τὰ περὶ τῶν πραιτώρων, τὰ περὶ μοδεράτωρος, τὰ περὶ κοιαιστώρων, τὰ περὶ τῶν ἐπαρχιῶν τῶν ἀπηριθμημένων,
445ὅσα κατὰ συναίνεσιν τὸν γάμον διαιροῦσι, τὰ περὶ συγχωρήσεως λοιπάδων δημοσίων τὰ περὶ τῶν ἐκκλήσεων τῶν ἐν τῇ Σικελίᾳ, τὰ περὶ τοῦ μὴ γίνεσθαι οἴκοι τὰς λειτουργίας, τὰ περὶ τοῦ διηνεκῶς ποιεῖν τὰς ἐμφυτεύσεις,

8

(450)

τὰ περὶ τῶν ἐν Ἀφρικῇ θείων ἀφιδρυμάτων. εὔχρηστα δὲ καὶ θαυμαστὰ τὰ περὶ Φαλκιδίου, τὰ περὶ γάμων λύσεως τοῖς καθήκουσι τρόποις, τὰ περὶ ἀποδόσεως πραγμάτων προικιμαίων,
τὰ περὶ καινοτομιῶν, τὰ περὶ κηδεμόνων,
455τὰ εἰς ἀμέτρους δωρεὰς ἀποτετοξευμένα, τὰ περὶ τῆς ἐπὶ προικὶ σαφοῦς ἀναργυρίας. οὐ τοίνυν ὅλον εὔχρηστον τὸ Νεαρῶν βιβλίον, ἀλλ’ ὧν ἡ πρᾶξις συνεχής, νόμοις κεκροτημένη. Τῶν δ’ ἀγωγῶν ἡ σύνταξις πολλή τε καὶ ποικίλη,
460Ἰταλικοῖς ὀνόμασι μὲν κατωνομασμένη, Ἑλληνικαῖς δὲ κλήσεσιν αὖθις ἀντικληθεῖσα. τούτων ἡτοιμολόγηται τὰ πλείω θαυμασίως. ἀδουλτερίης ὄνομα κεῖται περὶ μοιχείας, καὶ θαύμασον τὴν σύνεσιν τοῦ ὀνοματοθέτου·
465ὁ Ἰταλὸς τὴν νόθευσιν καλεῖ πως ἀδουλτέραν, ἔνθεν γοῦν κατωνόμασται τὸ στροῦπτον τῆς μοιχείας, ἡ γὰρ μοιχεία νόθευσις καὶ παραχάραξίς τις. κινοῦσι δὲ τὸ μοιχικὸν ἀνέρ, πατὴρ καὶ θεῖος πρὸς τῆς μητρός, πρὸς τοῦ πατρός, σύγγονός τε πρὸς τούτοις,
470μετ’ ἐγγραφῶν οἱ σύμπαντες, κἂν εἰ τὸν ἄνδρα λέγῃς. ἡ ἀδοπτίων, δέσποτα, θέσεως ὄνομά τι, εἰς δύο δὲ ὀνόματα τὴν διαίρεσιν ἔχει, ὧν τὸ μὲν ἀδρογάτιον, τὸ δ’ ἀδόπτιον λέγε. τὸν τοίνυν αὐτεξούσιον λαμβάνει τις εἰς θέσιν
475τῇ τῆς ἀδρογατίονος κλήσει τε καὶ δυνάμει· ὁ δέ γε υἱοθετηθεὶς ἄνηβος ἑκουσίως ἐξνερεδάτος γεγονὼς τρίτον λαμβάνει μόνον. ὁ δέ γε Ἀκουίλιος ἀγωγή τις τυγχάνει κατὰ τοῦ μὴ παρέχοντος τῷ σεβασμίῳ τόπῳ
480ὅπερ λεγάτον ὥρισε σαφῶς ὁ τελευτήσας· ἔχει δ’ ἀπαίτησιν καρπῶν, εἴπερ ὑπέρθοιτό τις. ἡ δέ γε ἀδεξιβενδοὺμ λίαν ἐστὶ χρειώδης· πραγμάτων δ’ ἐστὶν εἴσπραξις τῶν ἀποκεκρυμμένων· περσοναλία τέ ἐστι, πρὸς δὲ ἀρβιτραρία,
485εἰσπράττει δὲ ὁλόκληρον τὸ πρᾶγμα προσηκόντως μετὰ γονῶν καὶ τοκετῶν, μετὰ πάσης αἰτίας. ἀμβίτους νόμος πούβλικος κινούμενος πρὸς πάντων· οὐκ ἔστι δὲ κεφαλικόν, κἂν ἀτιμοῖ τελείως· κινεῖται δ’ εἴ τις τὴν ἀρχὴν χρήμασιν ἀγοράσοι.
490καὶ ἡ ἀννόνα πούβλικον καὶ πλέον τῶν πουβλίκων, κινοῦσι γὰρ τὴν ἀγωγὴν καὶ δοῦλοι καὶ γυναῖκες· κινεῖται δ’ εἴ τις τυραννεῖ τὴν εὐθηνίαν Ῥώμης καὶ καταπραγματεύεται πρὸς χάριν τῶν βαρβάρων. ἦν δέ τις Ἀκουίλιος δήμαρχος ἐν τῇ Ῥώμῃ,
495καὶ νόμον εἰσηγάγετο περὶ ζημίας τότε, ἐκλήθη δ’ Ἀκουίλιος ὁ νόμος φερωνύμως· διεῖλε δὲ τὸ προταθὲν ἐν τρισὶ κεφαλαίοις, ὧν ἄχρηστον τὸ δεύτερον τοῖς πράγμασι τυγχάνει. οὗτος δ’ ὁ νόμος, δέσποτα, πολύχρηστος ὑπάρχει,

8

(500)

καὶ περὶ φόνου γὰρ πολλὴν ἀκρίβειαν εἰσάγει, κἂν εἴ τις τὸ τετράποδον νεμόμενον φονεύσοι. ἡ ἀγωγὴ δὲ πέφυκεν αὕτη καὶ ποιναλία, ἔστι δὲ καὶ οὐτίλιος, ἔστι δὲ καὶ διρέκτα· εἰ μέν τις σῶμα σώματι βλάψει, τότε διρέκτα,
505εἰ δέ τις ἄλλως ἔβλαψεν, οὐτίλιος τυγχάνει,
εἰ δὲ μήθ’ οὕτως ἔβλαψε μήτε σώματι σῶμα, ζημία δὲ προσγέγονεν, ἡ ἰμφακτοὺμ κινεῖται. ὁ δέ γε Ἀκουίλιος κατὰ μὲν ἀρνουμένων διπλῆν ποιεῖται εἴσπραξιν, τοὺς δὲ ὁμολογοῦντας
510εἰσπράττει μόνον τὸ ἁπλοῦν, οὐδὲ ζητῶν τι πλέον. ἡ βι βονόρουμ δ’ ἀγωγὴ ῥαπτόρουμ κεκλημένη κινεῖται κατὰ ἅρπαγος πραγμάτων ἀλλοτρίων, ἐντὸς μὲν χρόνου ἔσωθεν τετραπλοῦν ἀπαιτοῦσα, τοῦ πράγματος τῷ τετραπλῷ ἐνταῦθα προσκειμένου,
515ὥστε συμβαίνειν τὴν ποινὴν εἰς τὸ τριπλοῦν τυγχάνειν· ἐκτὸς δὲ χρόνου πέφυκεν ἁπλοῦν εἰσπράττειν μόνον. καὶ κινηθεῖσα πρότερον τὴν φούρτην καταπαύει, εἰ δὲ τὴν φούρτην πρότερον κινήσει τῆς ῥαπτόρουμ, κινεῖ καὶ ταύτην, δέσποτα, οὐχ ὑπερβαίνει δέ γε
520τοῦ τετραπλοῦ τὴν εἴσπραξιν, κἂν ἄμφω τις κινήσῃ. ἡ δεποσίτη δέ γ’ ἐστὶν ἡ περὶ παραθήκης, ἥτις καὶ δόλον ἀπαιτεῖ, πρὸς δὲ καὶ λάταν κούλπαν καὶ τόκους ὑπερθέσεως καὶ συγχρήσεως ἅμα· καὶ κληρονόμοις δίδοται καὶ κατὰ κληρονόμων,
525οὐκ ἔστι γὰρ ἀτιμουργός, εἰ μὴ οἰκείῳ δόλῳ. ἡ περὶ δόλου δέ ἐστι ποινὴ καὶ ποιναλία, δίδοται καῦσα κόγνιτα, ἔστι περσοναλία, ἐν δυσὶ δὲ ἐνιαυτοῖς ἄρχεται καὶ πληροῦται·
ἄλλης δ’ ὑπούσης ἀγωγῆς οὐ κινεῖς τὴν δε δόλο.
530ἡ δὲ δε φάλσις ἀγωγὴ νόμος τοῦ Κορνηλίου, κινεῖται δὲ κατά τινος πλαστὸν πεποιηκότος. τοῦ δὲ Πουβλίκου, δέσποτα, δε φάλσις τιμωρία· κατ’ ἐλευθέρων μέν ἐστιν ἥ τε δεπορτατίων καὶ ἡ τελεία δήμευσις, κατὰ δὲ δούλων πάλιν
535ἐσχάτην ἔχει κάκωσιν, πάνδεινον τιμωρίαν. νόμος ἐστὶν Ἰούλιος ὅ γε δε πεκουλάτις, ὅστις κατὰ τοῦ κλέψαντος ἐξ ἱερῶν ἀδύτων ἢ ἐκ μνημάτων ἀσφαλῶν ἤτοι ῥελεγιόσων κινεῖται καὶ τραχύνεται καὶ τιμωρεῖ πανδείνως·
540ἐπάγει γὰρ ἐναλλαγὴν τάξεως τῆς προτέρας, δεπορτατεύει, δέσποτα, τὸν ἐξεληλεγμένον· ἔχει δέ γε τὴν δύναμιν ἐντὸς πενταετίας. ἡ δονατεονίβους δὲ ἀγωγὴ διαιροῦσα τῶν δωρημάτων τὸ διττόν· δόνουμ γάρ τοι τὸ δῶρον,
545τὸ μέν ἐστιν ἰντέρβιβον, τουτέστιν ἀπεντεῦθεν, τὸ δέ γε μόρτις καῦσά πως, θανάτου γὰρ αἰτίᾳ· μόρτις καὶ γὰρ ὁ θάνατος, τὸ καῦσα δ’ ἕνεκά του, ἤτοι τὸ δι’ ὑπόνοιαν θανάτου δεδομένον. τυχὸν γὰρ ἔμελλέ τις πλεῖν πλοῦν ἐπικινδυνώδη

8

(550)

καὶ δέδωκέ τῳ χρήματα τῷ φόβῳ τοῦ θανάτου· ἐνταῦθα γὰρ ἀπαλλαγεὶς ὁ δεδωκὼς τοῦ φόβου δεσπότης πάλιν πέφυκε τῶν γε δεδωρημένων, ὁ δὲ λαβὼν τὴν δωρεὰν φυσικὴν νομὴν ἔχει.
ἡ δέ γε ἐπερώτησις τινὶ προσπορισθεῖσα
555εἰς κληρονόμον πέφυκε καὶ μόνον μεταπίπτειν. ἡ δε ἰνοφικίοσο, ἡ διαθήκης μέμψις, εἰσαγωγὴ πρὸς ἀγωγήν, οὐκ ἀγωγὴ τυγχάνει· τὴν περὶ ἀπαιτήσεως λέγω κληρονομίας. δίδοται δ’ αὕτη καὶ παισὶ κατὰ πατρός, εἴ γέ πως
560ἐξνερεδάτους ἔγραψε τούτους ἐν διαθήκῃ, καὶ κατὰ παίδων τῷ πατρὶ ἐξ ὁμοίας αἰτίας. ἡ δὲ ἰν ῥὲμ πολυσχεδὴς καὶ πολυώνυμός τις, καθόλου γὰρ καὶ μερική, ἔστι δὲ βοναφίδε· ἡ μὲν γὰρ οὐτιλία τις, δανεισταῖς διδομένη,
565ἡ δὲ κομφεσορία τις, ἡ δὲ νεγατορία, ἡ δὲ προιβιτορία τις, ἡ δὲ σπεκιαλία, ἑτέρα τις Σερβιανή, ἄλλη Πουβλικιάνα. καὶ αἱ ἰμφάκτουμ ἀγωγαὶ πολλαί τε καὶ ποικίλαι· τούτων αἱ μὲν πραιτώριαι, αἱ δὲ πουπιλαρίαι,
570αἱ μὲν ἐκ νόμου τρέχουσιν, αἱ δὲ ἀρβιτραρίαι· αἱ μὲν ἁπλοῦν, αἱ δὲ διπλοῦν, αἱ δὲ τὸ διαφέρον, αἱ δὲ τὸ τετραπλάσιον τοῦ χρέους ἀπαιτοῦσιν· αἱ μὲν αὐτῶν ἀνάλιαι, αἱ δὲ καὶ περπετοῦαι· ἡ χρῆσις γὰρ τῶν ἰμφακτοὺμ πολύμορφος τυγχάνει.
575ἰουδικάτη δ’ ἀγωγὴ μηνῶν τεσσάρων ὅρον πρὸς καταδίκην ἔλαβε παρὰ τοῦ νομοθέτου. ἡ δέ γε περὶ ὕβρεως ἀγωγὴ ἀναλία·
γίνεται δὲ καὶ πράγμασι καὶ ῥήμασι τὸ πλέον, εἰς σῶμα εἰς ἀξίαν τε, πρὸς δὲ καὶ ἀτιμίαν·
580κινεῖται δ’ ἐγκληματικῶς, χρηματικῶς δ’ εἰ θέλεις, καὶ σβέννυται παραδρομῇ ἑνὸς καὶ μόνου χρόνου. Ὡς τῶν ἰν ῥέμ, τῶν ἰμφακτούμ, οὕτω τῶν ἰντερδίκτων ἡ χρῆσις πολυδύναμος, πολλὰς ἔχουσα κλήσεις. ἔστι δὲ τὸ ἰντέρδικτον πραίτωρος ὁμιλία,
585οὐ τέμνει δὲ ὑπόθεσιν, ἀλλὰ ῥυθμίζει μόνον, πῶς χρὴ τεμεῖν τὸν δικαστὴν τὴν κινουμένην δίκην, εἴ τινες ἀμφιβάλλουσι περὶ νομῆς ἀλλήλοις. καὶ φυσικὴ μέν τις νομὴ κατοχὴ τῶν πραγμάτων, ἡ δ’ ὡσανεὶ νομή ἐστι χρῆσις, ἀλλ’ ἀσωμάτων.
590τῶν δ’ ἰντερδίκτων πέφυκε τὰ μὲν πρὸς παραστάσεις, τὰ δ’ εἰς ἀποκατάστασιν, τὰ δὲ κωλυτικά πως· τὰ μέν εἰσι διηνεκῆ, τὰ δ’ ἐνιαυσιαῖα· τὰ μέν εἰσι δημοτικά, τὰ δὲ τισὶν ἁρμόζει. ἰντέρδικτον τὸ οὖνδε βί, πρὸς δὲ τὸ ἀρβορίβους,
595ἰντέρδικτον τὸ κοῦοδ βὶ αὖτ κλὰμ ὠνομασμένον, ὅπερ ἐφερμηνεύεται τὸ βίᾳ ἢ τὸ λάθρα. καὶ μὴ μηκύνω, δέσποτα, ὀνόματα συλλέγων, καθολικῶς εἰπεῖν καὶ γὰρ ἰντέρδικτον τυγχάνει ῥυθμίζουσα τὸν δικαστὴν πρὸς δίκην ὁμιλία.

8

(600)

Καὶ τἆλλα κατ’ ἐπιδρομὴν οὑτωσί σοι ῥητέον· κονδούκτιο ἡ μίσθωσις, λοκάτι ἀγωγή τις
ἥτις ἁρμόζει, δέσποτα, τῷ γε μισθωσαμένῳ κατὰ τοῦ ἐκμισθώσαντος τοῦ μισθωθέντος χάριν. μανδάτι περὶ ἐντολῆς, ἔστι δὲ τῆς κονσέσο.
605ἡ μέτους καῦσα πρόσεστι τῷ φόβῳ δυναστείας ἢ δόντι πρᾶγμα τῶν αὐτοῦ ἢ χρέος ἀφεικότι· περσοναλία δέ ἐστι καὶ χρόνῳ περατοῦται. ὁ μαεστάτης, δέσποτα, νόμος ἦν Ἰουλίου, κινεῖται δ’ εἴ τις ἔπραξέ τι κατὰ βασιλέως·
610καθοσιώσεώς ἐστιν ἔγκλημα τοῦτο μέγα· καὶ παίδων ὄντων δήμευσιν ἔχει τοῦ κολασθέντος. νερεδιτάτις δέ ἐστι περὶ κληρονομίας, ἔνθ’ οὐκ ἔστι διαφορὰ ἀδνάτων καὶ κογνάτων, ἀλλ’ οὐδὲ σούων, δέσποτα, καὶ τῶν ἐμαγκιπάτων.
615αἱ νοξαλίαι ἀγωγαὶ πᾶσαι πραετωρίαι· κινοῦνται κατὰ δεσποτῶν οἰκετῶν πλημμελούντων. ὁ ῥεπετοῦνδις φέρεται κατὰ τῶν δωροδόκων, καὶ μάλιστα τῶν ἐν ἀρχαῖς καὶ κατὰ τῶν συνέδρων· κινεῖται δ’ εἰ καὶ τέθνηκεν ὁ κατηγορημένος.
620ἡ ῥέρουμ ἀμουτάρουμ δὲ κονδικτίκιος λόγος, ἁρμόζει δὲ καὶ γυναικὶ κατὰ τοῦ συνοικοῦντος ἀνδρί τε κατὰ γυναικὸς κλέψαντος ἢ κλεψάσης. στελιονάτους δέ ἐστι πράξεως πονηρία, ὁποῖον εἰ χρεώστης τις τινὶ τῶν δανεισάντων
625εἰς ὑποθήκην πρᾶγμα δῷ προϋποτεθειμένον· ἔχει δ’ ἐξορδινάριον τοῦτο τὴν τιμωρίαν.
ἀγωγὴ διαιρετικὴ ἥ γε τριβουτορία. ἡ δέ γε μὴν τουτέλαε ἡ κατὰ ἐπιτρόπων. τὸ δὲ Τουρπιλιάνειον δόγμα πρὸς συκοφάντας.
630τὸ δέ γε φαμιλίαε ἐρκισκούνδαε τύπος ἐν ᾧ τὰ δικαστήρια διπλῆν ἔχει τὴν φύσιν, τῶν δ’ ἐγκαλούντων ἕκαστος ἄκτωρ ἐστὶ καὶ ῥέος. ἡ φουγνερατικία δὲ ἀπαιτεῖ τὴν δαπάνην τῶν ἐν ταφῇ παρά τινος καλῶς καταβληθέντων·
635καὶ προτιμᾶται τῶν χρεῶν ἡ τοιαύτη δαπάνη. Δόγμα δὲ Ἀδριάνειον τὸν ἀκριβῆ νομέα μήτε κερδαίνειν περιττὸν μήτε μὴν ζημιοῦσθαι. δόγμα τὸ Ἀφιάνειον παντελῶς ἀνῃρέθη. δόγμα τὸ Ἀδριάνειον τελείως ἠθετήθη.
640δόγμα δὲ τὸ Ἀτίλειον κωλύει τὰ κλαπέντα διὰ νομῆς δεσπόζεσθαι χρονίας προσηκόντως. ὁ νόμος ὁ ἀγράριος τὸν ὅρους μεταθέντα χρυσοῦς εἰσπράττει ἑκατὸν ἐφ’ ἑκάστῳ τῶν ὅρων. ὁ νόμος ὁ Βοκώνιος παντελῶς ἀνῃρέθη.
645δόγμα Δασουμνιάνειον ἔστι τοιοῦτον, ἄναξ· ἐάν τις ὑπὸ αἵρεσιν ἢ ἴσως ὑπὸ ὅρον ἐλευθερίαν χρεωστῇ φιδικομισσαρίαν, ἔπειτ’ ἀπολιμπάνηται δι’ εὔλογον αἰτίαν, αὕτη μὲν ἵνα προχωρῇ τοῦ ὅρου πληρωθέντος,

8

(650)

αὐτὸς δ’ ἐστὶν ἀνέκπτωτος πατρωνικῶν δικαίων. ὁ νόμος ὁ Ἰούλιός ἐστι περὶ μοιχείας,
περὶ καθοσιώσεως, περὶ βίας ἐνόπλου. δόγμα τὸ Κλαυδιάνειον τελείως ἀνῃρέθη. τὸ δὲ Καρβωνιάνειον βοηθεῖ τοῖς ἀνήβοις.
655ὁ νόμος δ’ ὁ Κορνήλιος κατὰ τῶν πλαστογράφων. δόγμα Λαργιτιάνειον ἐσχόλασε τελείως. δόγμα τὸ Νινιάνειον τὰ νῦν οὐκ ἔχει χρῆσιν. τὸ δὲ Ὀρφιτιάνειον παρέχει τοῖς ἐκγόνοις νόμιμα δίκαιά τινα διαδοχαῖς μητέρων.
660ὁ νόμος δὲ ὁ Πάπιος παντελῶς ἀνῃρέθη. δόγμα τὸ Σιλιάνειον ἐκδίκησιν εἰσάγει εἴ τις βίαιον θάνατον πέπονθεν αἰφνιδίως. δόγμα Τερτυλιάνειον βοηθεῖ ταῖς μητράσιν εἰς τὴν τῶν παίδων νόμιμον πάντως κληρονομίαν.
665ὁ νόμος ὁ Φαλκίδιος αὐτίκα σοι ῥητέος· ἔχει γὰρ πρὸς κατάληψιν οὐ μικρὰν δυσκολίαν. Ὁ εἰκοστόπεμπτος καιρὸς τῶν ἐνηλίκων, ἄναξ, ἀπὸ ῥοπῆς μέχρι ῥοπῆς νομικῶς ἀριθμεῖται. ἂν αἵρεσις τεθῇ τινι καιροῦ μὴ ὁρισθέντος
670εἰς πλήρωσιν αἱρέσεως ἡμέρας ἔχει δύο. ὁ νομικὸς συμψηφισμὸς τῶν χρόνων, στεφηφόρε, ἑβδόμης ὥρας ἄρχεται νυκτὸς καὶ μέχρις ἕκτης νυκτὸς τῆς ἄλλης ἀκριβῶς τὴν περαίωσιν ἔχει. ἡ ἔκκλητος ἐκδίδοται ἐντὸς ἡμερῶν δέκα.
675μετὰ διάζευξιν ἀνδρὸς ἐν τριάκονθ’ ἡμέραις διαλαλείτω ἡ γυνὴ ὡς πέφυκεν ἐγκύμων. καὶ μετὰ τὴν φανέρωσιν τῆς διαθήκης, ἄναξ,
ὁ κληρονόμος ἴνβεντον ἐν τρισὶ μησὶ δράτω. τῶν ἐκ πλαγίου συγγενῶν αἱ διακατοχαὶ δὲ
680ἡμερῶν ψῆφον ἑκατὸν ἔχουσι προθεσμίαν. τέσσαρας μῆνας ἔχουσιν οἱ κατακεκριμένοι ἕνεκεν ὑπερθέσεως, καὶ μετὰ ταῦτα τόκους διδοῦσι τοῖς ἐνάγουσιν ἑκατοσταίους, ἄναξ. ἡ ῥεδνιβιτορία δὲ ἀγωγή, στεφηφόρε,
685ἤτοι ἡ ἀναστρέφουσα πρᾶγμα τὸ πεπραμένον μηνῶν ἓξ πάντως ἔσωθεν κινεῖται οὐτιλίων. καὶ ἡ μειοῦσα τίμημα ἀγωγὴ τοῦ πραθέντος τοῖς ἓξ περιορίζεται μησὶν εἰς προθεσμίαν· εἰ δ’ ὁ πωλήσας τὸ πραθὲν ἀντιφωνεῖ βεβαίως,
690ὁ χρόνος ἐνιαύσιος, οὐκέτι περαιτέρω. ἐνιαυτὸς ἀφώρισται τῇ δόσει τοῦ λεγάτου ὅπερ τις καταλέλοιπεν εἰς σεβάσμιον οἶκον. ἐνιαυτὸς ἀφώρισται τῷ ἀντιτιθεμένῳ μετὰ συνοίκου τελευτὴν περὶ ἀναργυρίας
695ἀντεγκαλοῦντι τῆς προικὸς πρὸς τὸν κατηγοροῦντα. ὁ διὰ μέγα ἔγκλημα ζητούμενος εἰς δίκην, εἰ μὴ ἐντὸς ἐνιαυτοῦ νομίμως ἀπαντήσοι, περιουσίας ἔκπτωσιν ὑφίσταται δικαίως. ἡ κατὰ τοῦ ἁρπάσαντος ἀγωγὴ πρᾶγμα ξένον

8

(700)

ἢ ἀπὸ ἐμπρησμοῦ τινος ἢ ἀπὸ ναυαγίου χρόνῳ περιορίζεται τοῦ τετραπλασιάζειν ὅπερ οὗτος ἀφήρπασεν, οὐδέ γε περαιτέρω· μετὰ δὲ χρόνου πλήρωσιν τὸ ἁπλοῦν ἐκδικεῖται. πᾶσα γυνὴ χηρεύουσα πενθείτω χρόνον μόνον.
705ἡ περὶ δόλου ἀγωγὴ χρόνοις ὥρισται δύο. περὶ ἀναργυρίας δὲ περιγραφόμενός τις δύ’ ἔτη ἕξει συναπτὰ ὡς πρὸς τὰς ἀντιθέσεις. ἐμφυτευτὴς καὶ μισθωτὴς εὐαγοῦς τυχὸν τόπου χεῖρον ποιῶν τὸ μισθωθὲν ἢ δρῶν ἀγνωμοσύνην
710ἐν δύο ὅλοις ἔτεσι τοῦ πράγματος στερεῖται. ἐὰν ἐν ἔτεσι δυσὶν ὁ γάμος ἐξετάθη καὶ μετὰ ταῦτα λέλυται ἐννόμῳ τυχὸν λύσει, ἀπαιτουμένῳ τῷ ἀνδρὶ τὴν γεγραμμένην προῖκα ἔξεστι παραγράφεσθαι ὡς ἐξ ἀναργυρίας·
715εἰ δ’ ἐπὶ δέκα ἔτεσιν ὁ γάμος παρετάθη, τρεῖς μόνοι μῆνες δίδονται τούτῳ κινεῖν τὴν δίκην. δίκη πᾶσα χρηματικὴ ἐννόμως κινουμένη οὐκ ὀφείλει μηκύνεσθαι τῶν τριῶν χρόνων πλέον. μετὰ τὸν εἰκοστόπεμπτον τοῖς ἀφήλιξι χρόνον
720εἰς τὴν ἀποκατάστασιν τετραετίαν δίδου. τῇ δε ἰνοφικίοσο χρόνος πενταετία. πενταετίᾳ σβέννυται τὸ περὶ τῆς μοιχείας. καὶ τὸ δε πεκουλάτους δὲ ἔγκλημα πέντε χρόνοις ὁρίζεται πρὸς ἀγωγήν, οὐκέτι περαιτέρω.
725ὁ ἴμφας ἤτοι νήπιος ἐτῶν ἑπτὰ τυγχάνει. ὀκτὼ δὲ χρόνων ἔσωθεν οὐκ ἔστιν ἀναγνώστης. τῶν ἀκινήτων πέφυκεν, ἄναξ, ἡ προθεσμία τοῖς μὲν παροῦσι δέκατος ἐνιαυτὸς καὶ μόνος, τοῖς δέ γ’ ἀποῦσιν εἰκοστός, οὐκέτι περαιτέρω.
730τὰ ἔτη τῆς περὶ προικὸς ἀναργυρίας δέκα. ἡ πρὸ τῶν δώδεκα ἐτῶν ἀθέσμως γαμουμένη
οὐκ ἂν γάμον ποιήσειεν· εἰ δὲ προῆν μνηστεία, αὕτη καὶ πάλιν πέφυκε τῷ νόμῳ παραμένειν, εἰ μή τις λῦσαι βούλοιτο ταύτην ὡς ἀπὸ νόμου.
735ταῖς μὲν θηλείαις δώδεκα εἰς ἐφηβίαν χρόνοι, οἱ δὲ τεσσαρεσκαίδεκα τοῖς ἄρρεσι κριτέοι. συνηγορεῖν δὲ δύναται ὁ ὀκτωκαιδεκαέτης. ὁ δὲ υἱοθετῶν τινα μείζων ὀφείλει εἶναι χρόνοις ἐν ὀκτωκαίδεκα τοῦ υἱοθετουμένου.
740θήλεια μὲν αἰτήσεται συγγνώμην ἡλικίας ἐννόμως τοῦτο πράττουσα ἡ ὀκτωκαιδεκαέτης, ἀνὴρ δὲ εἰκοστοετὴς ἔστω πρὸς τὴν συγγνώμην. ὁ ἥττων εἴκοσι ἐτῶν οὐ δύναται δικάζειν. περάτωσις ἐγκλήματος ὅρος εἴκοσι χρόνων·
745πενταετία μόνη δὲ σβεννύει τὴν μοιχείαν. ταύτῃ γὰρ πεπεράτωται καὶ τὸ δε πεκουλάτους. ὁ χρόνον εἰκοστόπεμπτον πληρώσας ἡλικίας ἐρχέσθω πρὸς διοίκησιν τῶν ἑαυτοῦ πραγμάτων. ἀφῆλιξ αἰτησάμενος συγγνώμην ἡλικίας

8

(750)

εἴπερ δωρήσεταί τινι ἀκίνητόν τι πρᾶγμα, ἡ δωρεὰ οὐκ ἔρρωται εἰ μὴ διέλθοι χρόνος μετὰ τὸν εἰκοστόπεμπτον δεκέτης ἢ καὶ πλέον. τὴν ἐπὶ πράσει ἀγωγὴν μακρὸς χρόνος οὐ τέμνει. ἡ περὶ ἀπαιτήσεως πάσης κληρονομίας
755προσωπική τε σύμπασα τριακονταετίᾳ σβέννυταί τε καὶ φθείρεται, οὐδαμῶς περαιτέρω.
τὸ φινιοὺμ ῥεγουνδοροὺμ ἤτοι τὸ περὶ ὅρων χρόνοις ἐν τοῖς τριάκοντα τοῖς ἀνεπιφωνήτοις σβέννυταί τε καὶ φθείρεται, οὐδαμῶς περαιτέρω·
760ἀγωγή τε προσωπικὴ ταύτῃ τῇ προθεσμίᾳ, εἰ μὴ τμηθῇ τὸ μεταξύ, σβέννυται προσηκόντως· ἀγωγαὶ τεμποράλιοι ταύτῃ σβέννυνται μόνῃ. διπλᾶ δὲ δικαστήρια ταῦτα τὰ τρία μόνα· τὸ περὶ διαιρέσεως κοινῶν τινων πραγμάτων,
765τὸ περὶ φαμιλίας τε, τὸ περὶ ὅρων τρίτον. οὔτε ἡ φούρτη ἀγωγὴ οὔτε ἡ προ σοκίο οὔτε ἡ περὶ κινητῶν ἁρπαγῆς, ἣν Λατῖνοι οὕτω κατωνομάκασι, βι βονόρουμ ῥαπτόρουμ, ἐτῶν πλέον τριάκοντα εἰς ἀγωγὴν ἰσχύει·
770ἡ δ’ ἀπαιτοῦσα τὸ διπλοῦν ἐπὶ τοῦ κλοπιμαίου τῷ χρόνῳ παρατείνεται τοῦ κλέψαντος τὸ πρᾶγμα. ἔτεσι τεσσαράκοντα ἡ ὑποθηκαρία ἀγωγὴ παρατείνεται, τοῦ χρεώστου τὸ πρᾶγμα ἔχοντος καὶ κατέχοντος καὶ σαφῶς νεμομένου.
775 Καλῇ δὲ πίστει ἀγωγαὶ τοσαῦται καὶ τοιαῦται· πρᾶσις ἀγορασία τε, μίσθωσις, κοινωνία, ἐκμίσθωσις, διοίκησις πραγμάτων ἀλλοτρίων, κατ’ ἐπιτρόπων ἀγωγή, ἐντολή, παραθήκη, ἀγωγὴ περὶ τὸ χρησθέν, ἡ περὶ ἐνεχύρου,
780ἡ περὶ διαιρέσεως τῶν συγκληρονομούντων, ἡ διαιροῦσα τὰ κοινὰ καὶ χωρὶς κοινωνίας, ἡ πραεσκρίπτις βέρβις τε τῶν ἀνταλλαττομένων,
ἄλλη δ’ αὖθις ὁμώνυμος ἀεστιματορία. ἡ δὲ νερεδιτάτις τε κληθεῖσα πετιτίων,
785ἡ ἀπαιτοῦσα, δέσποτα, τὰ τῆς κληρονομίας, στρίκτα τὸ πρὶν ἐτύγχανε, νῦν δ’ ἐστὶ καλῇ πίστει· στρίκτα τὸ πρὶν ἐτύγχανε καὶ ἡ ἐξ στιπουλάτο. ὁ νόμος δ’ ὁ Φαλκίδιος τοιαύτην ἔχει φύσιν· εἴπερ τις τελευτήσειε πατὴρ ἑνὸς παιδίου,
790γράψας δὲ διατύπωσιν τοῦ παιδὸς οὐκ ἐμνήσθη, ἀλλ’ ἄλλοις καταλέλοιπεν ἀκέραιον τὸν κλῆρον, ὁ παῖς τὸ τρίτον λήψεται πραγμάτων τῶν πατρῴων· εἰ δ’ ὁ θανὼν ἐγέννησε παῖδες ἐν βίῳ δύο, οὐδ’ ἑνὸς δ’ ἐμνημόνευσε ποιήσας διαθήκην,
795ἕκαστος ἕκτον λήψεται τῶν πατρικῶν πραγμάτων· εἰ δέ γε τρεῖς τυγχάνουσιν οἱ παῖδες τοῦ θανόντος, ἕκαστος ἕξει ἔννατον τῆς πατρικῆς οὐσίας· δωδέκατον δ’ εἰ τέσσαρες τυγχάνουσιν οἱ παῖδες· εἰ δὲ πλείους τυγχάνουσι, δέσποτα, τῶν τεσσάρων,

8

(800)

τούτοις ἀποκεκλήρωται τῆς πατρικῆς οὐσίας μερὶς πάντων ἡμίσεια, δοκοῦν τῷ Φαλκιδίῳ. οἱ ἄνευ δεφενσίωνος πρᾶσίν τινος ποιοῦντες εἰς μόνην κατακρίνονται τὴν τιμὴν τοῦ πραθέντος, οἱ δέ γε δεφενδεύοντες καὶ τὴν τιμὴν διδοῦσι
805τοῦ διπλασίου τε ποινήν, οὕτω γὰρ ἐτυπώθη. τοὺς ἀντελλόγους, δέσποτα, τῷ δικαστῇ δεκτέον, τῆς παραθήκης μόνης δὲ ἀντέλλογος οὐκ ἔνι. τὴν καταδίκην τὴν ἁπλῆν ἔχει ἐξ στιπουλάτο,
ἡ ἀπὸ τοῦ δανείσματος, ἡ ἐξ ἀγορασίας,
810ἡ ἀπὸ τῆς μισθώσεως, ἡ ἀπὸ ἐνταλμάτων· διπλῆν δ’ ἔχουσιν εἴσπραξιν ἡ τοῦ Ἀκουιλίου, ἡ ἀφανὴς ἀφαίρεσις, ἡ παρακαταθήκη· τὸ δέ γε τετραπλάσιον κλοπῆς ἐστι προδήλου ἄλλων τε πλείστων ἀγωγῶν καὶ ἰμφακτοὺμ πλειόνων,
815φόβου, συκοφαντίας τε, καὶ δικῶν ἄλλων πάλιν· διπλοῦν δὲ τετραπλάσιον ὁ ἀπὸ ναυαγίου ἁρπάσας πρᾶγμα, δέσποτα, εἰσπράττεται δικαίως, καὶ τὸ μὲν τετραπλάσιον τῷ φίσκῳ προσκυροῦται, τὸ δ’ ἄλλο τετραπλάσιον ὁ ναυαγήσας ἔχει.
820οὐδεὶς δὲ ἐναγόμενος ὀνόματι οἰκείῳ ἱκάνωσίν τινα διδοῖ τὴν ἀπὸ καταδίκης· ὁ δ’ ἀλλοτρίαν ἀγωγὴν ἐν δικασταῖς γυμνάζων μὴ ἐμφανίσας ἔγγραφον ἐντολὴν πρωτοτύπου καλῶς ἀπαιτηθήσεται τὴν ἱκανοδοσίαν.
825αἱ μὲν ἐκ νόμου ἀγωγαὶ αἵ τε ἀπὸ δογμάτων αἵ τε ἐκ διατάξεων τῶν βασιλικωτάτων διηνεκεῖς τυγχάνουσιν, ὡς ἤρεσε τοῖς νόμοις, οἱ νόμοι τῶν πραιτώρων δὲ μονόχρονοι τὴν φύσιν· εἰσὶ δὲ καὶ πραιτώριαι διηνεκεῖς ὀλίγαι,
830ὡς ἡ περὶ τοῦ κλέμματος ἡ τοῖς διακατόχοις παρεχομένη, δέσποτα, τοῖς γε νομικωτέροις. αἱ δέ γε μὴν ποινάλιαι ἀγωγαὶ κεκλημέναι τοῖς κληρονόμοις δίδονται, οὐ κατὰ κληρονόμων, ὁποῖόν ἐστιν ἡ κλοπὴ ἁρπαγή τε πραγμάτων,
835αὐτὸς ὁ Ἀκουίλιος ὁ περὶ τῆς ζημίας· ἡ δέ γε περὶ ὕβρεως οὐδ’ ἐν τοῖς κληρονόμοις, εἰ λάβοι δὲ προκάταρξιν ἐν τοῖς δικαστηρίοις,
καὶ κληρονόμοις δίδοται καὶ κατὰ κληρονόμων. Γυνὴ δὲ μετὰ χήρευσιν μὴ δευτερογαμοῦσα
840σὺν τοῖς παισὶ μερίζεται τὸν κλῆρον τὸν πατρῷον λαμβάνει τε ἰσάριθμον μοῖραν ἑνὶ τῶν παίδων, καὶ κατὰ χρῆσιν κατ’ αὐτὸ καὶ κατὰ δεσποτείαν· ἡ δὲ αὐτὴ ἀντιστροφὴ καὶ τῷ ἀνδρὶ τυγχάνει. ὁ αὐτεξούσιος υἱὸς ἄτεκνος ἀποθνήσκων
845νόμιμον ποστημόριον τοῖς γονεῦσι διδότω. ὁ κόρην βιασάμενος καὶ βιαίως ἁρπάσας μετὰ ξιφῶν βαρβαρικῶς ξίφει τιμωρητέος· εἰ δέ τις ὅπλων ἄνευθεν ἁρπάσειε τὴν κόρην, καὶ δήμευσιν ὑφίσταται καὶ τέμνεται τὴν χεῖρα,

8

(850)

ἢ μᾶλλον οὐ δημεύεται, τῇ δέ γε βιασθείσῃ ἡ κτῆσις τούτου σύμπασα προσάπτεται δικαίως· ἐκ δέ γε τοῦ τολμήματος γάμος οὐ τελεστέος. δεῖ κατὰ τὴν συνήθειαν τὴν πάλαι τυπωθεῖσαν τὰς ἐποχὰς ἀφίστασθαι ἀλλήλων ἐν θαλάσσῃ
855ταῖς ἀκριβέσιν ὀργυιαῖς καὶ προδιαταχθείσαις πέντε πρὸς ταῖς ἑξήκοντα καὶ ταῖς τριακοσίαις, ὡς εἶναι τὸ μὲν ἥμισυ τούτου παντὸς τοῦ μέτρου ἐκ τῶν ὁρίων, δέσποτα, τοῦ γε θατέρου μέρους, μέχρι τοῦ γειτονεύοντος τοῦ λοιποῦ τεταμένου.
860ἔχει τὴν ταὐτοπάθειαν εἴ τις τυφλώσει κόρας· πλὴν ὀφθαλμὸν ἀντ’ ὀφθαλμοῦ εἰκότως ἀποδώσει, εἰ δέ τις ἐξορύξειεν ὄμματα, φεῦ, τὰ δύο, αὐτὸς ἐξορυχθήσεται ὀφθαλμὸν ἕνα μόνον, ἀντὶ δέ γε τοῦ λείποντος διδότω διμοιρίαν
865τῷ τυφλωθέντι παρ’ αὐτοῦ τῶν ἰδίων πραγμάτων·
εἰ δ’ ἐστὶν ἀπορώτατος, ἐξωρύχθω τὰ δύο. αἱ ἄποροι καὶ ἄπροικοι μὴ δευτερογαμοῦσαι τέταρτον μέρος λήψονται τῶν ἀνδρικῶν πραγμάτων, καὶ τούτου δεσποζέτωσαν καὶ παίδων ὑπαρχόντων.
870ἑξαετοῦς οὐ γίνεται μνηστεία κατὰ νόμους. ὁ τὸν φυγάδα δοῦλον δὲ πιπράσκων παρανόμως τὸ διαφέρον δίδωσιν ἢ διπλοῦν ἀπαιτεῖται. Ἀτιμουργοὶ τυγχάνουσιν ἀγωγαί, δέσποτά μου, ἡ ὕβρις, ἡ περὶ κλοπῆς, ἐπιτροπῆς καὶ δόλου,
875ἡ περὶ καταθήκης τε καὶ ἁρπαγῆς βιαίας· ἐπὶ κλοπῆς δέ, δέσποτα, καὶ ὕβρεως καὶ δόλου καὶ τῆς βιαίας ἁρπαγῆς πραγμάτων ἀλλοτρίων, κἂν μή τις καταδικασθῇ, ἀλλά τι δοὺς ἀπέλθῃ, τῆς καταδίκης πέφυκεν ἐντὸς τῆς ἀτιμίας.
880πρὸ τῆς ἐν πράγμασι νομῆς, νομῆς ψυχῇ καὶ μόνῃ οὐδεὶς ἐπιλαμβάνεται· νομὴν δὲ σώματί μοι παραδοθεῖσαν δύναμαι ψυχῇ μόνῃ φυλάττειν. τὸ οὖνδε βὶ ἰντέρδικτον κινεῖται προσηκόντως, εἴ τις τὸν ἔχοντα νομὴν πράγματος ἀκινήτου
885τῆς νομῆς ἀπελάσειεν ὡς βίαιος τὴν γνώμην· κἂν μὲν ἦν ἡ ἀκίνητος κτῆσις τοῦ νεμομένου, εἰσπράττεται καὶ τὴν νομὴν τὴν ἀποτίμησίν τε· εἰ δ’ ἦν αὐτὸς ὁ βίαιος τοῦ πράγματος δεσπότης, τὴν τούτου πάντως στέρησιν ἔχει ποινὴν τῆς τόλμης.
890ὄνομα γενικόν ἐστιν ὁ δανειστὴς τῷ νόμῳ· πᾶς γὰρ ὁ χρεωστούμενος ἐξ οἱασοῦν αἰτίας ἐκ νόμου δανειστής ἐστι τοῦ κεχρεωστημένου· καὶ πάλιν ἄλλος δανειστὴς ἰδικῶς κεκλημένος
ὅστις ἀπηριθμήσατο τῷ χρεώστῃ χρυσίον
895ἢ πρᾶγμά τι σταθμώμενον καὶ μετρούμενον φύσει, ὅπερ ἐστὶ τὰ πόνδερε νούμερε μένσουρέ τε, ὅσα σταθμοῦ καὶ μέτρου τε καὶ ἀριθμοῦ τυγχάνει, πόνδερε μὲν οἷον χρυσὸς ἄργυρος μόλιβδός τε, νοῦμμοι λεπτοὶ τὰ νούμερε, οἶνος τὰ μένσουρέ τε.

8

(900)

τῶν δὲ δανείων πέφυκεν ἡ διαίρεσις αὕτη· τὰ μὲν γὰρ ἐνυπόθηκα, τὰ δ’ ἄνευ ὑποθήκης, καὶ τῶν ἀνυποθήκων δὲ δανείων λεγομένων τὰ μὲν ἔχει προνόμια, τὰ δ’ ἄνευ προνομίων· καὶ τὰ μὲν ἀνυπόθηκα προσωπικά μοι λέγε,
905τὰ δ’ ὑποθήκην ἔχοντα πραγματικὰ κλητέον. καὶ τὰ μὲν προγενέστερα δημόσια τῷ χρόνῳ προτιμητέα πέφυκε χρεῶν ἐνυποθήκων καὶ τῆς προικὸς αὐτῆς, φημὶ τῆς μεταγενεστέρας· δανειστὴς δ’ ἐνυπόθηκος ἔχων προγενεσίαν,
910κἂν γενικήν, κἂν ἰδικήν, τοῦ μεταγενεστέρου προτιμητέος πέφυκε πάντοτε δημοσίου. ἡ προὶξ δὲ καὶ τῶν δανειστῶν τῶν ὑποθηκαρίων προτιμητέα πέφυκε, καὶ μεταγενεστέρα· εἰσὶ δ’ ἕτερα δάνεια τῶν μεταγενεστέρων
915τὴν δύναμιν νικήσαντα τῆς προικὸς παραδόξως, ὁποῖον τὸ διδόμενον ἀκοντισταῖς τοῖς πρώτοις καὶ τὸ προφάσει δανεισθὲν στρατείας κινουμένης. ἐξ λέγε κονδικτίκιος εἴσπραξίς τις ἐκ νόμου. δανειστὴς δ’ ἐνυπόθηκος τῶν μεταγενεστέρων
920νικᾷ τὸν ἀνυπόθηκον καὶ προγενέστερόν πως.
Μάρτυς ἐστὶν ἀπόβλητος πᾶς ὁ διεφθαρμένος, ὁ μῖμος, ὁ θυμελικὸς καὶ ὁ θηριομάχος, καὶ ὅσοι κατεκρίθησαν ἐν τοῖς δικαστηρίοις ὡς συκοφάνται ἢ μοιχοὶ ἢ κλοπὴν εἰργασμένοι.
925οὐκ ἔστι μάρτυς ἄνηβος οὐδὲ τῶν γυναικῶν τις· εἰ δ’ ἐστὶ τὸ γενόμενον μὴ δυνάμενον θέαν ἀνδρικὴν καταδέξασθαι, γυναῖκες μαρτυροῦσι. καὶ δοῦλος ἔτι μαρτυρεῖ ἐν σπάνει τῶν μαρτύρων εἰς ἅπαν ἄλλο πρόσωπον ἄνευ αὐτοῦ δεσπότου.
930οἱ δ’ ἀσθενεῖς καὶ γέροντες σύν γε τοῖς στρατιώταις καὶ οἱ πρωτοσπαθάριοι μετὰ τῶν ἱερέων οὐ μαρτυροῦσιν ἄκοντες, ἀλλ’ ἑκουσίως μόνον· ἀρχιερεὺς δ’ οὐ μαρτυρεῖ, οὔτ’ ἄκων οὔθ’ ἑκών πως. τοὺς δ’ ἄλλους ἀναγκάσειας μαρτυρεῖν ἀκουσίως,
935καὶ μᾶλλον εἰ τυγχάνων τις τῶν καταδεεστέρων πρὸς ἄνδρα δίκην ἔλαχε τῶν ἐπὶ δυναστείαις κἀντεῦθεν ὑποκλάζουσι τῷ φόβῳ τοῦ δυνάστου τοῦ πένητος οἱ μάρτυρες· τότε γὰρ καὶ πρὸς βίαν εἰς μαρτυρίαν ἕλκονται καὶ τἀληθῆ τιθέναι.
940ἀρκοῦσιν εἰς καταβολὴν δύο φωναὶ μαρτύρων, εἰ λίτρα μόνη πέφυκεν ἡ καταβαλλομένη· εἰ δέ τι πλέον πέφυκε, τρεῖς μάρτυρας δεκτέον· ἐπὶ δὲ καταθέσεως πέντε μάρτυρας δέχου, τὰς δέ γ’ ἐκ τοῦ παρήκοντος ἀθέτει μαρτυρίας.
945εἰ λάβοι τις ἐν γράμμασιν ἐκ δανειστοῦ τι χρέος, ἀποδιδοὺς ἀπόδειξιν ἔγγραφον λαμβανέτω τριῶν μαρτύρων ἔχουσαν ὑπογραφὰς βεβαίας· εἰ δὲ μὴ τοῦτο δράσειεν, αὖθις ἔνοχος ἔσται, εἰ μή γε πέντε μάρτυρες εἴποιεν παραχθέντες,

8

(950)

ὡς γέγονεν ἀπόδειξις τοῦ κεχρεωστημένου,
ἢ τούτων κατενώπιον ὁ δανειστὴς ἐξείποι ἀπολαβεῖν τὸ ἴδιον χρέος ἐκ τοῦ χρεώστου. εἰ δανειστὴς ἀπόδειξιν ποιήσεται τοῦ χρέους καὶ μετὰ ταῦτα ῥεύσουσι τριάκοντα ἡμέραι,
955ἀντεγκαλεῖν οὐ δύναται περὶ ἀναργυρίας καὶ λέγειν ὡς ‘ἀπόδειξιν ἔγγραφον ἐξεθέμην, πρὸ δὲ τῆς ἀποδείξεως οὐκ ἔλαβον χρυσίον‘· εἰ δὲ ἐντὸς τριάκοντα ἡμερῶν ἐναγάγῃ, τότε καταναγκάζεται ὁ χρεώστης δεικνύειν,
960ὡς ἀληθῶς διέλυσε τῷ δανειστῇ τὸ χρέος. καὶ προικός τις ἀπόδειξιν ἐκθέμενος νομίμην, τὸ πᾶν ἀναταξάμενος κατ’ εἶδος τῶν πραγμάτων, οὗτος οὐκ ἀντιτίθησιν ἀναργυρίαν ὅλως. εἰ δέ τις ὡμολόγησε δανείσασθαι ἐγγράφως,
965δυσὶ χρόνοις ὁρίζεται κινεῖν ἀναργυρίαν, καὶ τότε τις τὸν δανειστὴν δικάζων ἀναγκάζει δεικνύειν τὴν καταβολὴν ἐννόμως τοῦ δανείου. εἰ δέ τις ὡμολόγησεν ἐν γράμμασί τι χρέος, ἀλλ’ οὐκ ἐξ ἀριθμήσεως, ἀλλ’ ἐξ ἄλλης αἰτίας,
970τυχὸν ὡς ἀπὸ πράσεως, καὶ φανερώσας τοῦτο ὕστερον ἀπαρνήσαιτο μὴ χρεωστῶν ἐκθεῖναι πρὸς τὸν κατήγορον αὐτὸν ὁμολογίαν χρέους, αὐτὸς βαρεῖται μάλιστα σαφῶς ἀποδεικνύειν, ὅτι καθωμολόγησε μὴ χρεωστῶν τι χρέος
975καὶ κατὰ βίαν ἔγραψεν ἢ τυχὸν κατὰ δόλον. υἱοὶ δὲ ὑπεξούσιοι καὶ πατὴρ μαρτυροῦσιν εἰς τὴν αὐτὴν ὑπόθεσιν, κἀν τῇ διατυπώσει· ἡ δέ γε διατύπωσις πέντε χερσὶ μαρτύρων ὑπογραφέσθω κατ’ αὐτὸ καλῶς καὶ σφραγιζέσθω.
980ὁ δὲ τὸ δάνειον δεικνύς, χρεωστῶν ἀρνουμένων, χρόνον ἀρκοῦντα εἴληφε τριακονταετίαν· εἰ δ’ ἴσως πρὸς παράστασιν ἠτόνησε μαρτύρων, ὅρκον ἐπάγειν δύναται οὗτος τῷ ὀφειλέτῃ, κἂν οὗτος ἐπομόσηται, ὁ δανειστὴς ἡττᾶται·
985εἰ δὲ ὁ ἐναγόμενος ὅρκον ἀντεπαγάγοι, ὁ δανειστὴς δ’ ὀμόσειε, λαμβάνει τὸ χρυσίον. ὡραῖον δὲ σημείωσαι καὶ ζητούμενον πρᾶγμα, ὡς ἔξεστι μεταπηδᾶν ἐκ δικαιολογίας ταύτης πρὸς ἄλλην, δέσποτα, μέμψεώς τινος δίχα.
990ἡ κομβεντίων, δέσποτα, εἰς τρία διαιρεῖται· ἢ γὰρ πουβλίκα πέφυκεν, εἰ τύχοι, ἢ πριβάτα, τὴν δὲ πριβάταν δίελε εἰς δύο πάλιν μέρη, εἰς λεγιτίμαν, κράτιστε, καὶ ἰουρισγεντίαν. μὴ τοίνυν τίθει τέσσαρα, μόνα δὲ τρία λέγε,
995ἡ λεγιτίμα γὰρ αὐτὴ καὶ ἰουρισγεντία πᾶσαν κατεδαπάνησαν τὴν γενικὴν πριβάταν. οὐκοῦν τὴν κομβεντίονα εἰς τρία ταῦτα τέμνε, πουβλίκαν λεγιτίμαν τε καὶ ἰουρισγεντίαν· καὶ πούβλικον μὲν πέφυκεν εἰρήνη δημοσία,

8

(1000)

λεγίτιμον τὸ ἰδικῷ νόμῳ κεκυρωμένον, τὸ δὲ μήτε λεγίτιμον μήτε τὴν τῶν πουβλίκων ἰουρισγέντιόν ἐστι κομβέντιον ἐν γένει.
τῶν δὲ τοιούτων, δέσποτα, πάλιν κομβεντιόνων αἱ μὲν γεννῶσιν ἀγωγήν, αἱ δὲ παραγραφήν πως·
1005ἀλλ’ ὅσαι μὲν ὁμώνυμον ἐναγωγὴν γεννῶσιν, φημὶ τοῖς συναλλάγμασιν ἀφ’ ὧν ἀπογεννῶνται, εἰσὶ μὲν κομβεντίονες γενικῶς κεκλημέναι, εἰς ἰδικὴν δὲ πίπτουσι συναλλάγματος κλῆσιν, εἰς πρᾶσιν, εἰς τὴν μίσθωσιν, ἢ καὶ τὴν κοινωνίαν.
1010εἰ δ’ ἴσως ἀμετάπτωτος εἰς ἰδικόν τι μείνοι, καὶ μᾶλλον εἰ προβέβηκεν ἢ δόσις ἐπὶ δόσει ἢ ἐπὶ δόσει ποίησις ἢ ἐν ποιήσει δόσις ἢ δόσις διὰ ποίησιν (τετράτροπον γὰρ τοῦτο), τίκτεται πάλιν ἀγωγὴ ἡ πραεσκρίπτις βέρβις·
1015μὴ γὰρ εὑροῦσα εὔλογον ἡ κομβεντίων αὕτη ἐναγωγὴν ὁμώνυμον τῷ συναλλάγματί πως, τῷ γενικῷ ὀνόματι συνάλλαγμα καλεῖται καὶ δίδωσιν ἐναγωγὴν τὴν πραεσκρίπτις βέρβις. ἡ ἐν δημοστρατίωνι τὸ πρᾶγμα διηγεῖται.
1020ἡ δ’ ἀπὸ ἰντετίωνος ἰνκέρτα καλουμένη εἰς τὴν κονδεμνατίονα τὸ τέλος καταλήγει. τῶν δέ γε πάκτων πέφυκε τὰ μὲν ἐξ ἰντερβάλλο, ὅσα τοῖς συναλλάγμασι σύγχρονά πως τυγχάνει, τὰ δέ φασιν οἱ παλαιοὶ ἐξ κοντινέκτι νόμοι,
1025ἤτοι μεταγενέστερα τῶν πρὶν συναλλαγμάτων· ταῦτα κατονομάζουσιν ἐκεῖνοι νοῦδα πάκτα,
τουτέστι σύμφωνα ψιλά, ἀγωγὴν μὴ ποιοῦντα. οὐ γάρ τις μεταχρόνιος σκληρὸν ποιήσας πάκτον ἐντεῦθεν ἕξει ἀγωγὴν τὴν περὶ τοῦ συμφώνου·
1030εἰ δέ τις περιστατικῶς ἀντεναγάγοι τούτῳ, ἐντεῦθεν παραγράφεται τὸν ἀντεναγαγόντα. σάρκα μὲν κατονόμαζε ναοὺς τοὺς δημοσίους, σάκτα δὲ προσαγόρευε τῶν πόλεων τὰ τείχη, τοὺς τάφους ῥελεγίοσσα τοὺς σεβασμίους κάλει,
1035καὶ πούβλικα τὰ πάνδημα χρήσεως τῆς παγκοίνου, τὴν θάλασσαν, τοὺς ποταμούς, ὅρμους καὶ τοὺς λιμένας, τὰ δέ γε πουπιλάρια δημοτικὰ τυγχάνει, τὰ θέατρα καὶ στάδια καὶ βουλευτήριά τε. κινῶν δὲ ἅπας δανειστὴς τὴν ὑποθηκαρίαν
1040κατὰ ἀνδρὸς ἐξωτικοῦ τὸ πρᾶγμα νεμομένου παραγραφῇ μὲν εἴργεται τῶν ὡρισμένων χρόνων, προσωπικὴν δ’ ἐναγωγὴν ἔχει πρὸς τὸν χρεώστην. ὁ ἄνηβος εἰς ἔγκλημα εἴργεται μαρτυρίας. Κατὰ πολλοὺς δὲ λέγεται ἀδιάθετος τρόπους·
1045ὁ γὰρ μὴ διαθέμενος καὶ ὁ μὴ κατὰ νόμους καὶ ὁ τὴν διατύπωσιν ἔχων σπαραττομένην καὶ ὅταν ἐστὶν ἄκυρος καὶ χωρὶς κληρονόμου. καὶ ὁ μὴ διαθέμενος ποιεῖ κωδίκελλόν πως, καὶ πρὸ διατυπώσεως κωδίκελλόν τις γράφει.

8

(1050)

ἀπόκληρος οὐ γράφεται, φησίν, ἐν κωδικέλλῳ, οὐδὲ κληρονομία τις φιδικομισσαρία, οὐδὲ κληρονομίαν τις ἐν κωδικέλλῳ γράφει,
οὔθ’ αἵρεσις προτίθεται κἂν ὅλως κληρονόμοις. τῶν δὲ ἐπερωτήσεων ταύτην τὴν γνῶσιν ἔχε·
1055ἡ μέν ἐστι δικαστική, ὥσπερ ἡ περὶ δόλου, ἡ δέ ἐστι τοῦ πραίτωρος, ἡ δὲ μικτὴ τὴν φύσιν, ἡ δὲ ἐκ συναινέσεως τῶν μερῶν ἑκατέρων. αὐθεντικὴ ὀρφανικὴ διατύπωσις μία, κληρονομίαι δὲ διτταὶ τῆς μιᾶς διαθήκης.
1060ἀκυρουμένης, δέσποτα, δευτέρας διαθήκης, καὶ τῆς προτέρας δι’ αὐτὸ εἰκότως ῥηγνυμένης ἀδιατύπωτός ἐστιν ὁ ποιήσας τὰς δύο· ὁ κληρονόμος γὰρ γραφεὶς δευτέρᾳ διαθήκῃ ταύτην μὴ ὑπερχόμενος ἀκυροῖ παραυτίκα,
1065τοῦτό ἐστιν ἀκύρωσις εἰκότως διαθήκης. πολλοὶ καὶ ἄλλοι τρόποι δὲ τῆς γε μὴ κυρουμένης· πολλὰ γὰρ πάθη πέφυκε τῆς διαθήκης, ἄναξ, ἀκύρωσις, ἀτέλεια, ῥῆξις, πρὸς δὲ καὶ μέμψις. ἡ μέμψις δὲ τῶν φυσικῶν μόνων τυγχάνει παίδων,
1070ὁπόταν ἀμνημόνευτοι γένωνται τοῖς πατράσι· καὶ ἀδελφοὶ δὲ μέμφονται συγγόνων διαθήκαις, εἰ κληρονόμους γράψουσι πάντῃ κατεγνωσμένους.
Τὸ ‘τὶσ‘ μέρος πέφυκε τοῦ παντὸς λόγου·
κοινὸν δέ γ’ ἐστὶ καὶ γυναικῶν κἀρρένων·
1075τὸ ‘τὶσ‘ γὰρ εἰπὼν τὰ δύο γένη λέγει. ἄλλη μέν ἐστι τῆς ἀγωγῆς ἡ φύσις, ἄλλη δέ ἐστι τῆς παραγραφῆς πάλιν, κἂν ἐγκαλοῦντος ὃς παραγραφὴν ἔχει ἐν ταῖς δίκαις εἴληφε τάξιν καὶ τύπον.
1080φύσει χρεωστεῖ πᾶς ἄνηβος τὸ χρέος, καὶ πᾶς δανειστὴς τῶν ἀνήβων τυγχάνων φύσει δανειστής ἐστιν, οὐχὶ τῷ νόμῳ. τὸ τῆς κλοπιμαίας δὲ δούλης παιδίον οὐκ ἔστιν αὐτῆς ἐν κλοπῇ τεχθὲν μέρος
1085ποινὴ γὰρ οὐ πέφυκεν αὐτοῦ τοῦ τόκου. ὁ συμπλοκὴν δ’, ἔχων δὲ μὴ τομὴν λόγος ἐκ τοῦ προενέγκαντος εἰς γνῶσιν πέσοι· εἰ γάρ τις οἴκων χωρίων τε δεσπότης γράψειεν οὕτως, ‘ληγατεύω τῷ φίλῳ
1090οἴκους ἀγρούσ‘ (ἄδεσμον εἰπὼν τὴν φράσιν), συμπλεκτικῶς ἔγραψεν· εἰ δ’ οὕτως φράσει, ‘οἴκους Πέτρῳ δίδωμι ἀγροὺς (ἀδέτως), Παύλῳ δ’ ὁ Πέτρος ἐκλογὴν ποιησάτω‘, διεῖλεν, οὐκ ἔπλεξε τῷ Παύλου λόγῳ.
1095‘πρόδηλόν‘ ἐστι πλήθεσιν ἐναντίον· δεῖ γὰρ παρόντων τῶν ἁπάντων μαρτύρων ἢ λέξιν εἰπεῖν ἤ τι πρᾶξαι συντόμως. ἡ τῆς ἀγωγῆς κλῆσις εἴσπραξιν φέρει· ὁ γὰρ πιπράσκων τὴν ἀγωγὴν ἣν ἔχει

8

(1100)

τῇ τῆς ἀγωγῆς ἐν πρατηρίῳ φράσει δοκεῖ πιπράσκειν τὴν ἀπαίτησιν τάχα. τὸ τῆς δίκης ὄνομα κυρίως γένος δηλοῖ τε πᾶσαν τὴν ἀγωγὴν κυρίως. ὅπλον τις εἰπὼν καὶ λίθους προσλαμβάνει.
1105ἐλευθερία τῇ δόσει ταὐτὸν φύσει· εἰ γάρ τις εἴποι μαρτύρων παρουσίᾳ, ‘ἐλευθερός μοι ὁ χρεώστης τοῦ χρέουσ‘, εἴρηκεν ὡς εἴληφε σαφῶς τὸ χρέος.
ἅπαν μέγα ῥάθυμον τυγχάνει δόλος.
1110βάλανον εἰπὼν πάντα καρπόν μοι λέγεις καὶ πάντα δένδρα τῆς δρυὸς μνησθεὶς μόνης. υἱόν τις εἰπὼν καὶ τὸν ἔγγονον λέγει καὶ φύντα φάσκων τόν τε πάππον εἰσάγει. ἄπεστιν αἰχμάλωτος οὐδαμῶς χρόνῳ,
1115λῃστῶν δὲ χερσὶν ἐγκρατὴς δεδειγμένος· κατ’ αἰχμαλώτων οὐδεὶς γὰρ χρόνος τρέχει, τοῖς δ’ αὖ γε λῃστευθεῖσιν εἰκοστὸς ῥέει. τῶν χρημάτων ἡ κλῆσις ὡς γένους τύπος, καὶ τῶν κινητῶν τῶν τε μὴ κινουμένων,
1120τῶν σωματικῶν τῶν τε μὴν ἀσωμάτων, ἔχει δίκαια τῷ συνεκτικῷ λόγῳ. φίλους λέγομεν οὐχὶ τοὺς ἐγνωσμένους ἐκ τοῦ τυχόντος, ἀλλὰ τοὺς κεκτημένους σαφεῖς προφάσεις εὐπροσώπου φιλίας.
1125τὰ δεσμὰ κοινόν ἐστι κοινῶν, ἰδίων, ἡ δ’ αὖ φυλακὴ δημοσία καὶ μόνη. ἀποκαθιστᾶν ἐστι κυριοτρόπως ἀποκατάστασίς τις ἀκριβεστάτη τύχης ἁπάσης αἰτίας τε σωμάτων.
1130 Τοῦ νόμου μὲν ἡ ἄγνοια συγγνώμην οὐ λαμβάνει, τοῦ φάκτου συγγινώσκεται τοῖς νόμοις προσηκόντως. παράνομος ἀντιγραφὴ ἐρρώσθω βασιλέως ἐπ’ ἐξουσίας νέμουσα ἄφεσιν τιμωρίας. τῆς ἀκριβείας, δέσποτα, τὸ δίκαιον προτίμα.
1135ἔγκλημα περατούσθω σοι ἐντὸς τῆς διετίας. ὁ προσφυγὼν τοῖς δυνατοῖς εἰς δίκης προστασίαν
πάσης ἐκπίπτει, δέσποτα, τῆς δίκης κατὰ νόμον. ὁ καταδικαζόμενος ἐντὸς τοῦ τετραμήνου εἴσπραξιν οὐχ ὑφίσταται τῶν ἀπὸ καταδίκης.
1140εἴ τις ψευδέσι μάρτυσι κρατήσειε τῆς δίκης, καὶ κόλασιν ὑφίσταται καὶ λύσιν τῶν κριθέντων. τὸ κατὰ φόβον γεγονὸς οὐκ ἔστιν ἐρρωμένον. ἅπας ὁ βιασάμενος εὐθύνεται καὶ δόλῳ. ἡ περὶ δόλου δίδοται αἰτίας ἐξ εὐλόγου
1145ἄλλης ἀπούσης ἀγωγῆς, ἐσχάτη γὰρ τυγχάνει. ὁ ἥττων ἀβοήθητος ἐπὶ τῶν ἐγκλημάτων. σύμφωνον κατὰ δωρεὰν δήλων ἐστὶ πραγμάτων, τῶν ἀμφιβόλων δέ ἐστιν ἡ διάλυσις λύσις. ἐπὶ τοῖς συναρέσασιν ἡ διάλυσις μόνοις.

8

(1150)

ἐπὶ μὲν τῶν δι’ αἵματος ἐχόντων τιμωρίαν ἔξεστι διαλύεσθαι, ἔξωθεν τῆς μοιχείας. ἐπὶ τῶν ἀναιμάκτων δὲ χωρὶς πλαστογραφίας οὐκ ἔξεστι διάλυσιν τοὺς ἀντιδίκους πράττειν. ὁμολογίας δ’ ἄνευθεν ἢ δόσεως πραγμάτων
1155διάλυσις οὐκ εἴωθε προβαίνειν κατὰ νόμους. καὶ πρόσκαιρος καὶ πάντοτε προβαίνει κοινωνία. προβᾶσα δὲ διαίρεσις, δέσποτα, κατὰ δόλον τοῖς νόμοις ἀνυπόστατος δικαστηρίου δίχα. κἂν χεῖρον τὸ παρατεθὲν γένηται διὰ χρόνον,
1160κινείτω τις τὴν ἀγωγὴν τὴν περὶ παραθήκης. ἀφανὴς ἐπερώτησις ἀπαίτησιν οὐκ ἔχει. εἰ τὸ τικτόμενόν ἐστιν ἐξ ἵππου καὶ φορβάδος, ὁ τῆς φορβάδος κύριος τοῦ τόκου δεσποζέτω. εἰ ἀγοράσω ἔδαφος καλῇ τὰ πρῶτα πίστει,
1165εἶτα μαθὼν ἀλλότριον οἰκοδομήσω τοῦτο, τῶν οἰκοδομηθέντων μὲν δαπανὰς οὐ λαμβάνω, τὰ δ’ ἐκτισμένα δύναμαι λαμβάνειν ἀζημίως. ἐκδικουμένου τοῦ ἀγροῦ ὁ νομεὺς οὐ λαμβάνει τὸν σπόρον ὃν κατέσπειρεν εἰς τὸν ἀγρὸν ἐκεῖνον.
1170ὁ χρῆσιν ἔχων τῶν καρπῶν δίδωσι καὶ τὰ τέλη. ὁ ἔχων χρῆσιν νομικῶς τυχόν τινος οἰκίας οἰκείοις ἀναλώμασι ταύτην ἐπισκευάσθω, ἤτοι τὰ κατακέραμα ταύτης ἐπανορθούσθω· εἰ δέ τι κατανάλωσε τούτου τι περαιτέρω,
1175εἰκότως ἀπολήψεται τοῦτο πρὸς τοῦ δεσπότου. ἀπείργεται δανείζεσθαί τις τῶν ὑπεξουσίων, μᾶλλον ἀξιωματικός· μόνος δ’ ὁ κεκτημένος πεκούλιον δανείζεται καὶ τοῦτο κατὰ νόμους. ἐπίτροπος ὀρφανικὸν οὐκ ἐξωνεῖται πρᾶγμα.
1180διὰ μικρόν τι αἴτιον πρᾶσιν οὐκ ἀνατρέψεις. ὁ σῖτον ὠνησάμενος κανόνος δημοσίου κεφαλικὴν ὑφίσταται, δέσποτα, τιμωρίαν. ὁ πράτης μὴ παραδιδοὺς ἀγοραστῇ τὸ πρᾶγμα τὸ διαφέρον δίδωσιν εἰκότως κατὰ νόμους·
1185ἐν τῷ δικαστηρίῳ δὲ τῆς νομῆς, δέσποτά μου, διδοὺς ὁ πράτης τὸ διπλοῦν οὐκ ἀπαιτεῖται πλέον προφάσει τῶν ἐξ ἔθους πως τῇ πράσει γεγραμμένων. οἱ μετὰ τὸ συνάλλαγμα καρποὶ βεβλαστηκότες τῷ τὸν ἀγρὸν προσήκουσι πάντως ἠγορακότι.
1190τοῦ πράγματος δι’ ἄδικον ἀποσπασθέντος γνώμην κατὰ τοῦ πράτου ἀγωγὴν ἀγοραστὴς οὐκ ἔχει. εἰ δέ τις τὸ ἀλλότριον ὡς εἰδὼς ἀγοράσει, οὐδέποτε δι’ εἴδησιν τοῦ πράγματος δεσπόσει· εἰ δέ τις ἐξωνήσεται ἀλλότριόν τι πρᾶγμα,
1195οὐκ εἰδὼς ὡς ἀλλότριον ἐστὶ τὸ πεπραμένον, αὐτὸς μὲν διὰ χρήσεως τοῦ πράγματος δεσπόσει, ὁ πεπρακὼς δ’ ἐνέχεται δικαίως τῷ δεσπότῃ. εἰ δέ τις πρᾶγμα λήψεται ἐπί τινι αἰτίᾳ, πληρούτω τὴν ὑπόσχεσιν ἢ τὸ πρᾶγμα διδότω.

8

(1200)

ὁ τῷ ἐγκλήματι ληφθεὶς τῷ περὶ ἀδικίας οὐ δύναταί τι βεβαιοῦν οἰκείᾳ μαρτυρίᾳ. ὁ ἀγοράσας δείκνυσι τὸν δοῦλον πεφευγότα, εἰ λέγει πρὸ τῆς πράσεως, οὕτω δοκοῦν τοῖς νόμοις. ἐπικρατέστερός ἐστιν ὁ κῆνσος τῶν μαρτύρων.
1205οὐκ ἔστιν ἀξιόπιστος τοῦ χρέους μαρτυρία, εἴπερ τις ἀπὸ τῶν αὐτοῦ δεικνύει συμβολαίων. τελευτησάντων δέ ποτε συμπάντων τῶν μαρτύρων αὐτοῦ τε ταβελλίωνος σύγκρισις προβαινέτω. ὅρκος ἐπιφερόμενος ἀμφισβήτησιν τέμνει.
1210ὁ μηδενὸς ἐπάγοντος ὀμνὺς οὐκ ὠφελεῖται. ὀμόσας δέ τις ἴδιον τὸ πρᾶγμα πεφυκέναι καὶ τοὺς καρποὺς εἰσπράξεται καὶ γονὴν τῶν θρεμμάτων. εἴ τις ἐξ ἀγωγῆς τινος διπλασιαζομένης, τυχὸν ὡς ἐξ ἀρνήσεως, τὸν ὅρκον ἀποδώσει,
1215οὐ τοῦ διπλοῦ τὴν εἴσπραξιν, ἀλλ’ ἁπλοῦ μόνον ἔχει· μετὰ τὸν ὅρκον δὲ κινῶν τὴν πρωτότυπον δίκην ἀπαιτεῖ τὸ διπλάσιον τὸ χρέος ἀποδείξας. ὁ μήτ’ ὀμνύναι βουληθεὶς μήτε μὴν ἀντεπάγων αὐτόθεν κατακρίνεται ὡς ἐξ ὁμολογίας.
1220ὅρκον δέ τις ἐπενεγκών, εἰ μεταμεληθείη ὡς εὐπορήσας ἀσφαλῶν ἄλλων δικαιωμάτων, εἴπερ ἐντεῦθεν ἡττηθῇ, δεύτερον ὅρκον πάλιν οὐκ ἐπενέγκοι, δέσποτα, καὶ τοῦτο προσηκόντως·
μέχρι γὰρ ἀποφάσεως τὸν ὅρκον παραιτείσθω.
1225οὐκ εὐχερὴς ἡ ζήτησις ἐστὶν ἐνδίκων ὅρκων. εἰ τόκον τις ὑπέρμετρον ἴσως ὁμολογήσει, παύεται τὸ παράνομον καὶ διδοῖ τὸ προσῆκον. τόκος μὴ χρεωστούμενος εἰ πρὸ τοῦ κεφαλαίου καταβληθῇ τῷ δανειστῇ, τοῦ κεφαλαίου μέρος·
1230εἰ δέ γε καταβάλλει τις ἐπὶ τῷ κεφαλαίῳ, πάντως ἀναλαμβάνεται, δόξαν οὕτω τῷ νόμῳ. οἱ κατὰ μέρος τόκοι δὲ διδόμενοι τοῦ χρέους καλῶς οὐχ ὑπερβαίνουσι τοῦ διπλοῦ περαιτέρω. ὁ μόρτις καῦσα δωρεὰν πρός τινα πεπραγμένος
1235ῥωσθεὶς ἀναλαμβάνεται τὸ δοθὲν παραυτίκα μετὰ καρπῶν καὶ τοκετῶν καὶ τῶν ἐπηυξημένων. ὡς κληρονόμος δέ τι δοὺς ὁ μὴ ὢν κληρονόμος ἀναλαμβάνει τὸ δοθὲν δικαίως, στεφηφόρε. ἡ προὶξ οὐχὶ δημεύεται συζύγου δημευθέντος.
1240ἐπίτροπος καὶ φροντιστὴς ἄμφω καταβαλόντες οὐδὲν ἀναλαμβάνουσι τῶν καταβεβλημένων. ἂν ὁ χρεώστης ἄτοκον ἴσως ἔχῃ τὸ χρέος, παρακρατεῖν ὁ δανειστὴς ἐκ τῶν καρπῶν ἰσχύει, καὶ τοῦτο πράττει προχωρῶν ἄχρι νομίμου τόκου.
1245εἰ δ’ ἴσως τὸ ἐνέχυρον πωλοῦντος δημοσίου καθεύδει πως ὁ δανειστής, ἀπόλλυσι τὸ πρᾶγμα. ὁ δανειστὴς ἐνέχυρον μέλλων ἴσως πιπράσκειν δῆλον τὸ βουλευόμενον ποιείτω τῷ χρεώστῃ. ὁ πενθερὸς καὶ πενθερὰ τῷ μνηστεύσαντι κόρην

8

(1250)

διδόντες οὐ λαμβάνουσι τοῦ γάμου λυομένου. τὸν γάμον ἡ διάθεσις ποιεῖ ἡ ἀμοιβαία,
προσθήκης γὰρ οὐ δέεται προικῴων συμβολαίων, εἰ μὴ πρωτοσπαθάριος ἢ πλέον τις τυγχάνει. εἰ γάμον τις ἀθέμιτον ποιήσει παρὰ νόμον,
1255ἔκπτωσιν κατακρίνεται τῶν οἰκείων πραγμάτων, εἰ μή που γέγονε πατὴρ ἐκ γάμων πρὶν νομίμων. αὐτεξουσία γαμετὴ τοῦ γάμου λυομένου εὐθὺς ἀποκαθίσταται, οὕτω δοκοῦν τοῖς νόμοις· εἰ δ’ ἐστὶν ὑπεξούσιος, ταύτῃ δ’ ἡ προὶξ πατρόθεν,
1260αὐτῆς τε καὶ τοῦ φύσαντος κοινὴ καθέστηκέ πως. δίδοται προὶξ τῇ γυναικὶ καὶ συνεστῶτος γάμου ἐπὶ τῷ δοῦναι δανεισταῖς ἢ ἀγροὺς ἀγοράσαι ἢ ὥστε προνοήσασθαι παίδων ἑτέρου γάμου. διαίρεσις δὲ πέφυκεν αὕτη δαπανημάτων·
1265τὰ μὲν ὡς ἀναγκαῖα γάρ, τὰ δὲ καὶ διὰ κέρδος, τὰ δὲ πρὸς τέρψιν πέφυκεν ἐκδεδαπανημένα· τῶν ἀναγκαίων πέφυκεν ὁ μόλος τῆς θαλάσσης, ποιῆσαί τε νεόφυτα ἄμπελόν τε καὶ δένδρα, ἐπί τε χρησιμότητι ἀγροῦ σπερματοθήκας·
1270διὰ κέρδος τὰ πράττοντα βελτίονα τὴν προῖκα, ὁποῖον τὸ νεόφυτον ἢ τὸ ἀρτοκοπεῖον, ἃ προῖκα οὐ μειοῦσι μέν, ἀλλ’ ὅμως ἀπαιτοῦνται· περιττὰ δαπανήματα τὰ τέρψιν ἐμποιοῦντα. μηδεὶς κατὰ τῆς γυναικὸς κλοπῆς κινείτω δίκην,
1275ἀφαίρεσιν κινείτω δὲ τῶν κλαπέντων πραγμάτων. προῖκα λαβὼν ὁ σύζυγος διατετιμημένην οὐχὶ τὰ πράγματα δοκεῖ λαμβάνειν τὰ προικῷα, μόνην δὲ διατίμησιν ὧν ἔλαβε πραγμάτων, ὧν τὴν τιμὴν εἰσπράττεται τοῦ γάμου λυομένου.
1280ἡ μήτηρ ὑπὲρ θυγατρός, ὡς ἔδοξε τοῖς νόμοις, οὔ φασιν ἀναγκάζεται προῖκα ἐπιδιδόναι. γυνὴ τῶν γάμων δύναται ἔτι συνισταμένων, βλέπουσά πως τὸν σύζυγον ἄπορον πεφυκότα, ὡς ἐνυπόθηκον κρατεῖν τὴν ἐκείνου οὐσίαν,
1285οὐ μόνον ὑπὲρ τῆς προικός, ἀλλὰ καὶ ἐξωπροίκων, ὑπὲρ προγαμιαίων τε δικαίως δωρημάτων. οὐχὶ συναίνεσις πατρός, ἀλλὰ νόμιμος πρᾶξις τῆς ὑπεξουσιότητος ἐλευθεροῖ τὸν παῖδα. εἰ δέ τις ἔχων φυσικοὺς παῖδάς τε καὶ νομίμους,
1290καὶ τῆς τῶν φυσικῶν υἱῶν ἔτι ζώσης μητέρος, τοῖς φυσικοῖς αὐτῆς παισί, πρὸς δὲ καὶ τῇ τεκούσῃ, οὐ δύναται καταλιπεῖν πλέον μιᾶς οὐγγίας· παίδων δ’ οὐκ ὄντων φυσικῶν ἡ συνοικοῦσα μόνον ἐχέτω ἡμιούγγιον τῶν ἐκείνου πραγμάτων·
1295εἰ δ’ οὔτε παῖδας ἔχοι τις ἐννόμους ἢ γονέας, διδότω πᾶν εἰ βούλεται τὸ μέτρον τῆς οὐσίας τοῖς φυσικοῖς αὐτοῦ παισίν, οὐδεὶς γὰρ ὁ κωλύων· εἰ δ’ ἀποθνήσκων ἔχοι τις τινὰς τῶν ἀνιόντων, διδότω μὲν τὴν νόμιμον οὗτος αὐτοῖς μερίδα,

8

(1300)

τὸ δὲ λοιπὸν τοῖς φυσικοῖς παισὶν ἀποκληρούτω. εὐνοῦχος σπάδων δύναται υἱοθετεῖν καὶ μόνος, τοῦτο γὰρ ἀπηγόρευται καστράτοις καὶ θλιβίαις· ὁ γάρ τοι σπάδων δύναται παιδοποιῆσαι τάχα. εἴ τις ποιήσας πρότερον ἐννόμως διαθήκην
1305δευτέραν ἄλλην γράψειεν, ἡ πρώτη μὴ ῥηγνύσθω εἰ μή γε πρῶτον κυρωθῇ νομίμως ἡ δευτέρα. οὐ διατίθεται ἐτῶν ἥττων δεκατεσσάρων.
ὁ μὴ διδοὺς τοῖς μάρτυσι πάροδον μαρτυρίας ὑφίσταται τὴν ἔκπτωσιν τοῦ κλήρου παραυτίκα.
1310τὰ παραχαραττόμενα ἢ ἀπαληλειμμένα, εἰ μὲν κατ’ εἴδησίν εἰσι τοῦ διατιθεμένου, ἄκυρα πάντως πέφυκεν, εἰ δ’ οὖν, ἐρρώσθω πάντα. αἱρετική τις ἔνστασις, εἴ τις οὕτω συγγράφοι· ‘ἐὰν ἐντὸς πεντήκοντα ἐτῶν ἀποβιώσω,
1315ὁ Νικηφόρος ἔστω μοι τοῦ βίου κληρονόμος.‘ τί ἐστι φιδικόμισσον; ἐάν τις οὕτως εἴποι· ‘ἀποκατάστησον, υἱέ, τῷ δεῖνι τόδε πρᾶγμα.‘ τὸ δέ γε φιδικόμισσον τὸ καθ’ ὁμάδα τοῦτο· ‘πᾶσαν ἀποκατάστησον τὴν ἐμὴν τούτῳ κτῆσιν.‘
1320ἐν διαθήκῃ ἄχρηστον οὐδεὶς κληρονομίαν ἐν κωδικέλλοις βεβαιοῖ, δόξαν οὕτω τῷ νόμῳ. πρὸ δὲ διατυπώσεως κωδίκελλοι γραφέντες μετὰ τὴν διατύπωσιν εἰ μὴ βεβαιωθῶσιν, οὐδὲν ὅλως ἰσχύουσιν ὥσπερ ἠθετημένοι.
1325ἐπίτροπος ἐπιτροπῆς παυθείσης διδοῖ τόκους, μέχρις ἂν ἐκλογιστευθῇ τὰ τῆς ἐπιτροπίας. ἐπίτροπος ὠνούμενος προσώπῳ παρενθέτῳ οὐκ ἔχει τὴν ἐξώνησιν τοῖς νόμοις ἐρρωμένην. εἰ καὶ μετὰ προκάταρξιν τῆς κατὰ διαθήκης
1330μέμψεως ἡ διάλυσις προβαίη κατὰ νόμους, ἔχε τὴν διατύπωσιν τελείως ἐρρωμένην. ὁ παρὰ γυναικός τινος υἱοθεσίαν ἔχων
καθ’ ὧν αὐτὴ διέθετο κινεῖν οὐκ ἐξισχύει. αἰτεῖν μὲν διακατοχὴν ἐπίτροπος ἰσχύει,
1335ὑποῦσαν παραιτεῖσθαι δὲ οὐ δύναται κἂν ὅλως. πρῶτος βαθμὸς οὐ πέφυκε τοῖς ἐκ πλαγίου γένους, μόνος γὰρ οὗτος πέφυκε τῶν ἄνω καὶ τῶν κάτω, τῶν ἄνω μὲν οἱ φύσαντες, οἱ φύντες δὲ τῶν κάτω. ἀμφοῖν δὲ τέκνου καὶ πατρὸς ὄντων βαθμοῦ τοῦ πρώτου
1340οἱ παῖδες προτετίμηνται εἰς τὴν κληρονομίαν, οἱ δὲ γονεῖς τυγχάνουσι πρῶτοι τῶν ἐκ πλαγίου, ἐξῃρημένων ἀδελφῶν καὶ τῶν ἀδελφοπαίδων. οἷς μέλη περισσεύουσι, παῖδές εἰσιν εἰκότως. κεφαλικῶς ἡ ἔγκυος ἐγκαταδικασθεῖσα
1345ἐλεύθερον υἱὸν γεννᾷ, δόξαν τοῦτο τοῖς νόμοις. θείου δικαίου πέφυκεν ἔνια τῶν πραγμάτων, ὡς ἱερὰ καὶ μνήματα καὶ πόρται καὶ τειχία· τὰ δέ εἰσιν ἀνθρώπινα, ἃ δὴ καὶ τέμνων κάλει τὰ μὲν ὡς ἰδιωτικά, τὰ δὲ δημόσιά πως,

8

(1350)

ταῦτα μὲν τῆς κοινότητος, τὰ πρῶτα τῶν καθ’ ἕνα. εἰς πόρνην δόσις ἄσεμνος ἔρρωται κατὰ νόμους. τὴν δ’ ἐρρωμένην δωρεὰν οὐδ’ αὐτακράτωρ παύει. Πάντα μὲν χρησιμώτατα τὰ Λέοντος βιβλία, πολύχρηστον δὲ πέφυκε τούτων τὸ τελευταῖον.
1355 Τῆς συγγενείας οἱ βαθμοὶ σταυρικῶς γεγραμμένοι ἄνω καὶ κάτω, δέσποτα, διχόθεν ἐκ πλαγίου δηλώσουσί σοι τοὺς βαθμούς, τοὺς πρώτους, τοὺς ἐσχάτους, κἂν εἴ τις παραγράψειε τούτοις, ἄναξ, στοιχεῖον,
εὐσύνοπτον ποιήσει σοι τὴν γνῶσιν τῶν γραφέντων.
1360 Μάθε καὶ τὸν ζητούμενον σήμερον πλέον νόμον ὃν ὁ πρεσβύτης Ῥωμανὸς εἰσήνεγκε τῷ βίῳ. οὗτος καὶ γὰρ ἐκώλυσε τὰς πράσεις τοῖς χωρίταις τὰς πρὸς μεγάλα πρόσωπα τὸ πρῶτον γινομένας· τούτοις γὰρ ἀπετείχισε μέχρι καὶ τῶν ἐσχάτων
1365χωριτικὴν ἀγροικικὴν ὅλως κτήσασθαι κτῆσιν ἢ ἀγοραῖς ἢ δωρεαῖς ἢ καὶ κληροδοσίαις· ἀντιστροφὴ καὶ γὰρ αὐτοῖς ἀνάργυρος ἐτάχθη. καὶ τοῖς πωλῆσαι μέλλουσι τῶν χωριτῶν ἐνίων τὴν κτῆσιν τὴν ἀκίνητον ἣν ἔσχον ἐν χωρίοις
1370δέδωκεν εἰς ἐξώνησιν τοὺς συμπαρακειμένους· ὧν πρῶτοι μὲν οἱ κείμενοι τῶν συγγενῶν πλησίον, μεθ’ οὕς εἰσιν οἱ κοινωνοὶ οὕτω συμπεπλεγμένοι, μεθ’ οὓς οἱ μόνον ἀναμὶξ τούτοις συμβεβλημένοι καὶ μετ’ αὐτοὺς ὁμοτελεῖς συμπαρατεθειμένοι,
1375μεθ’ οὓς οἱ μέρει συναπτοί, οὗτοι γὰρ τελευταῖοι. τυγχάνουσι δ’ ὁμοτελεῖς, ὡς ἤρεσε τοῖς νόμοις, ὁμοῦ πάντες οἱ τῆς αὐτῆς ὑποταγῆς τυχόντες, κἂν διαφόρων ἔχωσι τελέσματα τοπίων. Ὁ δὲ πορφυρογέννητος Βασίλειος δεσπότης
1380τοῖς δυνατοῖς ἀπέκλεισε πᾶσαν ἰσχὺν τοῦ χρόνου, κἂν εἴποις τεσσαράκοντα, κἂν εἴποις δὶς τοσούτους· ἀπεῖπε δὲ τοῖς δυνατοῖς τιμὰς ἀναλαμβάνειν ὧν ἴσως ἠγοράκασιν ἐκ χωριτῶν τοπίων. τὸν νόμον δ’ ἀντανέλυσε τοῦτον ἀπὸ τοῦ πάππου
1385τὴν πᾶσαν ἔχειν δύναμιν τῶν διηγορευμένων. εἰ δέ τινες τῶν χωριτῶν εὐκτήρια τελοῦντες κλήσεις ἐπιτεθείκασι τούτοις μοναστηρίων,
κἀντεῦθεν εὐπροφάσιστον ὁρμὴν ἐφευρηκότες τῶν ἐπισκόπων ἔνιοι ἐκράτησαν τῶν τόπων,
1390ἀναίρεσιν ἡ νεαρὰ τούτων πάντων ποιεῖται καὶ πάλιν ἀποδίδωσι τὰς κτήσεις τοῖς χωρίταις. εἰ δ’ ἴσως ἐπηυξήθησαν αἱ κτήσεις αἱ τοιαῦται πολλοί τε ἀπεκάρησαν τῶν πεπλησιακότων ἐπίδοσίς τε γέγονε τούτων τῶν εὐκτηρίων,
1395ὀκτὼ καὶ δέκα μοναχῶν τούτοις ἀποκαρέντων, τούτων οὐδὲν ἀνῄρηκε καλῶς ὁ νομοθέτης. πρὸς τούτοις ἐδογμάτισεν ὑπὲρ τοῦ δημοσίου ἵνα μὴ χρόνος κατ’ αὐτοῦ τὸ σύνολον ἰσχύῃ. ἐπεὶ δὲ νόμον εὕρατο τοὺς πρωτοσπαθαρίους

8

(1400)

καὶ τοὺς ἄνω συγκλητικοὺς φονέας γινομένους τὴν κόλασιν ὑφίστασθαι μόνην τῆς ἀτιμίας, ἕτερον αὐστηρότερον εἰσήνεγκε τῷ βίῳ, τοὺς ἐκ μελέτης ἅπαντας φονέας δεδειγμένους, κἂν εἶεν τῶν συγκλητικῶν, φονεύεσθαι δικαίως.
1405 Ἀρκεῖ σοι ταῦτα, δέσποτα, τῶν νόμων εἰρημένα· τὰ μὲν γὰρ ἰδικώτερον τυγχάνει γεγραμμένα, τὰ δὲ κανονικώτερον ἐγράφη, στεφηφόρε. πάντων δ’ ἡψάμην τῶν μερῶν, δέσποτα, τῶν νομίμων καί σοι συνοπτικώτατον βιβλίον εἰργασάμην
1410ἕτοιμον εἰς κατάληψιν καὶ πρόχειρον εἰς γνῶσιν.
1411tAdditamentum Parisinum
1411 Ὁ δὲ πορφυρογέννητος βασιλεὺς Κωνσταντῖνος προσέταξεν ἐν νεαρᾷ περὶ τῶν τελευτώντων ἀδιαθέτων καὶ παιδὸς μηδενὸς εὑρεθέντος μὴ τοῖς ἐκ νόμων ἅπασαν προσεῖναι καλουμένοις
1415συγγενέσι τὴν ἑαυτῶν τυχὸν περιουσίαν, ἢ τούτων μὴ προσόντων γε προσκυροῦσθαι τῷ φίσκῳ, ἀλλὰ τὸ δίμοιρον αὐτοῖς, τῷ δὲ θεῷ τὸ τρίτον
ἀφοσιοῦσθαι δούλων τε πάντων ἐλευθερίαν, διατιμήσεως αὐτῶν εἰκὸς ἀριθμουμένης
1420τῶ δεδομένῳ τῷ θεῷ μέρει τῷ πλουτοδότῃ εἰ δὲ τὸ πλεῖστον ἢ καὶ πᾶν δούλους εἶναι συμβαίνει, ἅπαντας ἀπολύεσθαι ζυγοῦ τοῦ τῆς δουλείας. τοῦτο γὰρ ἀπελευθεροῖ καὶ τοὺς ἀποιχομένους
καὶ διαδόχοις οὐ μικρὸν καταλιμπάνει κλῆρον.

9

(1t)

Τοῦ σοφωτάτου Ψελλοῦ καὶ ὑπερτίμου πόνημα ἰατρικὸν ἄριστον δι’
2tἰάμβων
1 Ἰατρικῶν ἄκουε συντόμως ὅρων νοσημάτων ὁμοῦ τε καὶ συμπτωμάτων. Ἄφθα διπλοῦν πέφυκεν ἕλκος παιδίοις· ἡ μὲν γάρ ἐστιν εὐίατος, λευκόχρους,
5ἡ δ’ ὑπέρυθρος, νηπίων ἀναιρέτις. Γυμνάσιον κίνησις εὐτονωτάτη,
ἀναπνοῆς ἄμειψις, ἰσχὺς σωμάτων. ἡ μέν τίς ἐστι τρίψις εὐτονωτάτη, δεσμοῦσα σάρκας τὰς λελυμένας πλέον·
10ἡ δ’ εὔλυτος, λύουσα τὰς ἐσφιγμένας· μέση τις ἄλλη τῶν ἐναντιωτάτων. Τριττός τίς ἐστί πως κόπος τῶν σωμάτων· ὁ μὲν περιττῶν ἔκγονος καὶ δριμέων, ἄλλος δὲ νεύρων καὶ μυῶν σφοδρὰ τάσις,
15καὶ φλεγμονώδης ὁ τρίτος κεκλημένος ὡς φλέγμα καὶ πύρωσιν ἡμῖν εἰσάγων. Ἡ σωμάτων στένωσις ἡ θρυλλουμένη ἔμφραξις ἢ πύκνωσίς ἐστι τῶν πόρων. Ἄριστος ἀὴρ λεπτός, εὔπνους τὴν φύσιν.
20 Ἄνοσμον ὕδωρ, τοῦτ’ ἄριστον τὴν φύσιν, ἄποιον, εὔχρουν, συντόμως διαρρέον. Λουτρῶν τὸ θερμὸν ἀσφαλέστατον φρόνει, λῦον, μαλάσσον, ὕπνον ἡδὺν εἰσάγον, παραίτιον μάλιστα τῆς εὐσαρκίας,
25τοὺς ἐγκρατῶς βιοῦντας ὠφελοῦν πλέον. Οὗτος χαρακτὴρ ἀκριβοῦς εὐκρασίας· σύμμετρός ἐστιν εὐμέλεια σωμάτων, φύσις μέσως ἔχουσα τῶν ἐναντίων, τῶν ποιοτήτων ἠπιωτέρα κρᾶσις,
30πρὸς τὰς ἐνεργείας τε τὰς τοῦ συνθέτου εὖ πως ἔχουσα τῇ καλῇ συμμετρίᾳ. ἐναντία τούτων δὲ δύσκρατος φύσις. Μικρὰ κεφαλὴ δεσμὸς ἐστενωμένος, σφίγγων τὸν ἐγκέφαλον, εἰπεῖν δέ, πνίγων.
35ἡ δὲ πλέον πλασθεῖσα τῆς συμμετρίας, εἰ μὲν πέλει γέννημα ῥώμης ἐμφύτου, ἐπαινετὴ πέφυκεν εὖ πεπλασμένη·
εἰ δ’ ἐστὶν ὕλης, τῆς περιττῆς οὐσίας, δύσχρηστον αὐτὴν ταῖς ἐνεργείαις νόει.
40ἡ δ’ αὖ μέσως ἔχουσα χρηστὴ τὴν φύσιν. Εὔκρατον ἐγκέφαλον ὧδε θηράσαις· σύμμετρός ἐστι ταῖς ἐνεργείαις ὅλαις, πλάττει τὸ σῶμα παγκάλως καὶ ποικίλως· ἐν τῷ βρέφει δείκνυσιν ἄνθην τῆς κόμης
45χροιὰν πυρρὰν ἔχουσαν ἠλαττωμένην, τοῖς παισὶν ὑπόξανθον, εἶτα τοῖς μέσοις τὸ ξανθὸν ἐκφύουσαν ἠκριβωμένον. Σημεῖα ταῦτα γαστρὸς ἐξηραμμένης· ταχεῖα δίψα σύντομον πλήρωμά τε,

9

(50)

ἐδεσμάτων ὄρεξις ἐξηραμμένων. τῆς δ’ αὖ διύγρου ταῦτα συντόμῳ λόγῳ· τὸ μήτε διψῆν μήτε τὴν πόσιν στέγειν. θερμῆς δὲ ταῦτα· πέψις ἀκριβεστέρα, ὄρεξις ἥττων, δίψα τοῦ ποτοῦ πλέον.
55ψυχρᾶς δὲ ταῦτα· πέψις ἀσθενεστέρα, ὄρεξις εὐαίσθητος, ἡδονὴ ψύχους. Τοῦ πνεύμονος δὲ ταῦτα σημεῖα φρόνει· πνεύμων ἄριστος εὐφυῶς ἀναπνέων, τὴν ἕξιν ἀπέριττος, εὖ ὕλης ἔχων,
60εἰλικρινοῦς μάλιστα φωνῆς ἐργάτης. Τῆς καρδίας δὲ τὰς κράσεις οὕτω μάθοις. ἀναπνοῆς ὄγκωσις ἢ σφυγμοῦ τάχος, εὐτολμία δέ, πρὸς τὰ δεινὰ θρασύτης, δασύς τε θώραξ, στέρνα λάσια πλέον
65γνωριστικὰ πέφυκε θερμῆς καρδίας· σφυγμοὶ δὲ μικροὶ καὶ φόβοι καὶ δειλίαι, στέρνων ψίλωσις, τὴν ψυχρὰν δηλοῦσί σοι· ξηρὰν δὲ γνωρίσειεν ἡ σκληρὰ φύσις, σφυγμὸς μὲν οὐχ ἕτοιμος, ἄγριος δέ γε·
70ὑγρὰν δὲ γνωρίζουσιν ἦθος ὀργίλον,
σφυγμοὶ μαλακοί, συμπαθεστέρα φύσις. Θερμὸν μὲν ἧπαρ γνωριοῦσιν αἱ φλέβες τὴν εὐρύτητα δαψιλῆ κεκτημέναι, ξανθὴ χολὴ τὰ πρῶτα, τῆς δ’ ἀκμῆς μέσης
75μέλαινα, θερμότης τε πολλὴ σωμάτων· ψυχρὸν δέ σοι δείκνυσι φλέγματος φύσις φλεβῶν τε πολλὴ στεγνότης ἐν τῷ βάθει, τριχῶν ψίλωσις, ψυχρὸν αἷμα τὸ πλέον· ξηροῦ δέ εἰσι σύμβολα σκληραὶ φλέβες·
80ὑγροῦ δὲ τούτων μαλακωτέρα φύσις. Ὄρχεις δὲ θερμοὺς δείκνυσι προθυμία πυκνῆς ὀχείας καὶ τριχῶν ἡ δασύτης, μήτηρ δέ ἐστιν ἥδε πως τῶν ἀρρένων· ψυχρὰ δὲ κρᾶσις δεικνύει τἀναντία·
85καὶ τῆς μὲν ὑγρᾶς κράσεως γνώρισμά τι τῶν σπερμάτων τὸ πλῆθος ὑγρότης θ’ ἅμα· ξηρὰ δὲ κρᾶσις ἡττόνως τούτων ἔχει. Αὕτη πέφυκε λαχάνων ἡ ποιότης. Ὑγρὰν ψυχράν τε τὴν θριδακίνην νόει,
90γεννῶσαν ἡδὺν ὕπνον, εὔτροφον φύσει, αὔξουσαν αἷμα καὶ τρέφουσαν ἡδέως. ἔχει δὲ ταύτας καὶ φύσις τῶν ἰντύβων τὰς ποιότητας, ἀλλ’ ὅμως τεθραυσμένας. Ἡ μαλάχη ψύχει μέν, ἀλλ’ ἐλαττόνως,
95ὑγρὰν δὲ ποιεῖ τὸ πλέον τὴν γαστέρα, ὑπακτική τε τῆς περιττῆς γαστέρος. Ῥύπτει τὸ τεῦτλον, ἐκκενοῖ τὴν γαστέρα, δάκνει στόμαχον, ἧπαρ εὐρύνει πλέον. Κράμβη δίσεφθος δεσμός ἐστι γαστέρος,

9

(100)

ἡ δ’ αὖ μόνεφθος ἁλσὶν ἐμμεμιγμένη
ὑπακτικὴ πέφυκε τῶν ἐγκειμένων. Ἡ δ’ ἀτράφαξις, προστίθει καὶ τὸ βλίτον, ὑγρὰ μὲν ἄμφω καὶ λύοντα γαστέρα, ἀλλ’ ἄτροφον τὸ σῶμα δεικνύοντά πως.
105 Ἀτρακτυλίς, σκόλυμος, ἠκανθωμένα τρόφιμα καὶ σύμμετρα γαστρὸς τῇ κράσει· ἡ κινάρα δὲ δυσστόμαχος τυγχάνει. Οὐρητικὰ σέλινα, σμύρνιον, σίον. Κάρδαμον ἠδ’ ὤκιμον, ἀλλὰ καὶ νάπυ,
110ἅπαντα θερμὰ τυγχάνει καὶ δριμέα, δύσπεπτα, δυσστόμαχα, πλειστόχυμά τε. Ἡ δ’ ἀκαλύφη, καὶ κνίδη καλουμένη, λεπτή τίς ἐστιν, ἐκκενοῖ τὴν γαστέρα. Τὸ δ’ αὖ γε γιγγίδιον ἐμφύτως στῦφον
115ἄριστον, εὐστόμαχον εἰς ἀποτρόφους, εὔσιτον, εὐόρεκτον, οὐ σάρκας τρέφον. Ἐκφρακτικὴ κάππαρις, ἡδίστη πλέον, ὄξει μιγεῖσα φλεγμάτων ἀναιρέτις. Ὅρα δὲ καινὴν φύσεως ποικιλίαν·
120βλίτοι, μαλάχαι, τεῦτλα καὶ θριδακίναι ὑγρὰ μέν εἰσι τοῦ φυτοῦ τὴν οὐσίαν, ξηρὸς δὲ τούτοις ἀσπάραγος τυγχάνει· ἡ δ’ αὖ ῥαφανὶς γογγύλη τε καὶ νάπυ, τὸ κάρδαμον, πύρεθρον, ἡ κράμβη πλέον,
125τὸ μὲν φυτὸν φέρουσιν ἐξηραμμένον, ἔχουσι δ’ ἀσπάραγον ὑγρὸν τὴν φύσιν. Ἡ γογγύλη δέ, βουνιὰς κεκλημένη, τρόφιμος, εἰ δίσεφθος· εἰ δὲ πολλάκις γεύσαιο ταύτης, δυσστομαχήσεις πλέον.
130Ὀρεκτικὴ πέφυκεν ἡ βολβοῦ φύσις,
τὴν γαστέρα ῥύπτουσα καὶ τονοῦσά πως, τρόφιμος, εἰς ἔρωτας εὐφυεστέρα, γεννητική τε πνευμάτων καὶ σπερμάτων. Πράσα τε καὶ σκόροδα τὰ κρόμμυά τε
135πάντα δριμύττει καὶ τέμνει καὶ λεπτύνει. Ἄποιον ὕδνον καὶ καταψῦχον πλέον· οἱ δ’ αὖ μύκητες φλεγματώδεις τὴν φύσιν· οἱ δ’ ἀμανῖται τοῦτό πως ἐλαττόνως. Τῶν ὀσπρίων δ’ αὖ τὴν φακῆν ἀποτρέπου·
140μελάγχολος πέφυκε, δεσμὸς γαστέρος. Κοῦφοι κύαμοι καὶ φυσώδεις τὴν φύσιν. Ὁ δ’ ἐρέβινθος ῥυπτικός τε τυγχάνει καὶ σπέρμα γεννᾷ καὶ λίθους διαθρύπτει. Τὰ θέρμια δύσπεπτα. τῆλις ἡ πόα
145θερμὴ πέφυκε, προτρέπει τὴν γαστέρα. Ὁ δ’ αὖ φάσουλος καὶ τρόφιμος τυγχάνει κενωτικός τε τῶν περιττῶν ἐκτόπως. Ἡ κολόκυνθα καὶ λύει τὴν γαστέρα ψῦξίν τε γεννᾷ καὶ καθυγραίνει πλέον.

9

(150)

Πέπων κακοστόμαχος, ἡττόνως τρέφων. Ὁ σικυὸς δύσπεπτος, ὑγρὸς τὴν φύσιν. Σῦκον, σταφυλαὶ καὶ τρέφουσιν ἠρέμα ἧττόν τε δυσστόμαχα πλειστόχυμά τε· τῆς δὲ σταφυλῆς εὐχυμώτερον σῦκον,
155νεφροὺς καθαίρει καὶ κενοῖ τὴν γαστέρα. αἱ δ’ ἰσχάδες σύμπαντα πρὸς τοὐναντίον, ὠμοὺς χυμοὺς τίκτουσι, πληροῦσι φύσης.
τῶν δὲ σταφυλῶν ἡ σταφίς σοι βελτίων. Τὰ συκάμινα ψυχροποιὰ μετρίως,
160τίκτουσι δ’ ὑγρότητα πολλὴν ἐν βάθει. Ἡ δ’ αὖ γε διπλῆ τῆς κεράσου ποιότης διπλοῦς ὁμοίως τοὺς χυμοὺς παρεισάγει· ἡ γὰρ γλυκεῖα τῆς ὀπώρας ποιότης βλάπτει στόμαχον, ἐκκενοῖ δὲ γαστέρα,
165ἡ δὲ στύφουσα τῷ στύφειν τὴν γαστέρα φθείρει στόμαχον· οὐχ ὕπεισιν οὐδ’ ὅλως. Ὁ κωνικὸς στρόβιλος εὔχυμος φύσει. Μῆλον γλυκάζον καὶ τρόφιμον τυγχάνει καὶ θερμόν ἐστι μᾶλλον ἐξωπτημένον.
170 Κυδώνιον δὲ ῥωστικὸν μὲν τυγχάνει, ἐφεκτικὸν δέ ἐστι τῆς γαστρὸς πλέον. Ῥοιὰ ψύχει. μέσπιλα τὸ πλέον στύφει. Φοῖνιξ τονοῖ στόμαχον ἐστεγνωμένος, ἐφεκτικὸς δέ ἐστι γαστρὸς ἐκτόπως.
175 Τῶν δ’ αὖ γ’ ἐλαιῶν τάσδε τὰς γνώσεις ἔχε· ἡ δρυπετὴς ἄπεπτος, ἄλγος γαστέρος, ἁλμάς, κολυμβὰς εὐόρεκτος τὴν φύσιν. Τῶν δ’ αὖ καρύων τὰς διαιρέσεις μάθε. Τὰ λεπτὰ πλείω τὴν τροφὴν δίδωσί σοι,
180μείζω δ’ ἔλαττον, τοῖς μικροῖς ἀντιστρόφως. Ἀμύγδαλον δὲ τμητικώτατον πάνυ. Τὸ πιστάκιον ἧπαρ ἐκτρέφει φύσει. Τὰ σηρικὰ δύσπεπτα δυσστόμαχά τε. Δαμασκηνὰ κινοῦσι γαστέρος φύσιν.
185Δύσπεπτός ἐστι τῶν κεράσων ἡ φύσις. Τὸ κίτριον δύσπεπτον, ἡ σὰρξ δὲ τρέφει.
Τρόφιμος ὁ βάλανος εὐσάρκῳ φύσει, δεῖται 〈δὲ〉 δεινῶς γαστέρος πυριπνόου. τὸ κάστανόν θ’ ὅμοιον, ἀλλ’ ἐλαττόνως.
190 Πτηνῶν δὲ σάρκας καὶ τετραπόδων ὅρα. Πτηνῶν ὁ πέρδιξ εὐστόμαχος τυγχάνει, εὕπεπτος, ἡδὺς καὶ τρόφιμος ἐκτόπως. οἱ δ’ ἀτταγῆνες καὶ περιστεραὶ νέαι εὔπεπτα πάντα καὶ πλέον σαρκοτρόφα.
195κίχλα δὲ καὶ κόττυφος ἠδὲ πυργίτης τὰ πάνθ’ ὅμοια τοῖς προηριθμημένοις, σκληρὰν δ’ ἔχει τὴν σάρκα τῶν ἄλλων πλέον. Νήττης τε, φάττης ἡ φύσις καὶ τρυγόνος σκληρά τε καὶ δύσπεπτος, ἰνώδης πλέον.

9

(200)

Ὁ χήν, ὁ ταώς, τῶν γεράνων ἡ φύσις δύσπεπτα· πλὴν τρόφιμα δείκνυνται φύσει. Ἅπαν τρόφιμόν ἐστιν ὕειον κρέας, γλίσχρον δὲ καὶ δύσπεπτον, ἡδὺ δ’ ἐκτόπως. Κακοστόμαχον τὸ πρόβατον τυγχάνει,
205μᾶλλον δὲ δυσστόμαχον αἴγειον κρέας· τὸ δὲ τράγειον θερμοκοιλίοις δίδου. Μελάγχολον βοῦς καὶ λαγὼς καὶ δορκάδες. Ἅπας τυρὸς δύσπεπτος, ἐκτρέφων λίθους· ὁ πρόσφατος δέ, συμμέτρως ἁλῶν ἔχων,
210μαλακός, ἡδὺς καὶ τρόφιμος τυγχάνει. Ἰχθὺς ἅπας πέφυκεν ὑγρὸς καὶ ψύχων, ὁ δ’ αὖ πετραῖος εὐχυμώτερος φύσει· πέτραι πελαγῶν κρείττονες πρὸς ἰχθύας, καὶ τῶν πελαγῶν οἱ ποταμοὶ χειρόνως
215τοὺς ἰχθύας τρέφουσι τοὺς ποταμίους· ἰχθὺς δὲ λίμναις ἐμμόνως τεθραμμένος ἄπεπτος, ὑγρός, δυσστόμαχος τὴν φύσιν.
Ὀστρακόδερμα πάντα συμπεπεμμένα γεννῶσι πικρὸν χυμὸν ἐν τοῖς ἐντέροις,
220βλάπτει δ’ ἔλαττον ἡ φύσις τῶν ὀστρέων. χῆμαι δὲ καὶ σωλῆνες ἠδὲ πορφύραι, κῆρυξ δὲ καὶ σπόνδυλος ἠδὲ κοχλίας καὶ δηκτικὸς πάγουρος, ἀστακὸς πλέον, καρίδες ἢ κάραβος ἢ καὶ καρκίνοι
225δύσπεπτα πάντα, δυσστόμαχα τὴν φύσιν. Ἀνόστεως δὲ τευθὶς ἠδὲ σηπία ἁλυκὸν ἐκτρέφουσι χυμὸν ἐν βάθει· ὅμοια τούτοις καὶ λίβατος καὶ βάτος· ἡ δὲ τρυγὼν εὔπεπτον ἔσχε τὴν φύσιν.
230 Φώκη δὲ καὶ φάλαινα καὶ θύννη πλέον δελφίς τε καὶ ζύγαινα γαστέρα θλίβει, ἀσυμμέτρως ἔχοντα σαρκικοῦ πάχους. Οἴνων δὲ τήνδε τὴν διαίρεσιν νόει. Ἐρυθρὸς οἶνος χυμὸν οὐ καλὸν τρέφει·
235ὁ δὲ γλυκὺς τρόφιμος, ἀλλ’ ὅμως βλάβη τῆς γαστρός ἐστιν, ἐκλύων ταύτην φύσει. δυσανάδοτος, εὐστόμαχος ὁ στύφων. οἶνος δ’ ἄριστος κιρρός ἐστι τὴν χρόαν. Ὕπνου τὸ χρῆμα χρῆμα τῇ φύσει μέγα·
240πέττει τὰ σῖτα, ζωπυροῖ τὴν γαστέρα, κόπους, ὀδύνας καὶ πόνους ἀμαλθύνει, ὀρθοῖ λογισμὸν πολλάκις τετραμμένον.
243tΒιβλίον δεύτερον προγνωστικόν
243 Νοσημάτων σημεῖα ταῦτ’ ὀλεθρίων· ὄψις νεκρώδης, ὄμμα κοῖλον δακρύον,
245σφυγμῶν μικρὰ κίνησις ἀντωθουμένη, κλίσις καταρρέουσα τῆς κλίνης κάτω, ὀξεῖα ῥίς, ἄνισος ὄψις ὀμμάτων, φεύγειν τὰ λαμπρά, ψηλαφᾶν τοῖς δακτύλοις. Εὐσφυξία δὲ καὶ φρενῶν ἑτοιμότης

9

(250)

τἀναντία τε τῶν διηγορευμένων σωτηρίας σημεῖα τῆς τοῦ κειμένου. Νοσήματος κίνησις, ἀρρώστου φύσις, σφυγμῶν τε γνῶσις ἥ τε τῶν οὔρων κρίσις νοσήματός σοι γνωριοῦσι τὸν χρόνον
255καὶ τὴν λύσιν μάλιστα τούτων καὶ κρίσιν. Τῶν ἡμερῶν πέφυκεν ἐν νόσῳ κρίσις· ἀλλ’ αἱ μὲν εἰσάγουσιν ἀκριβῆ λύσιν, αἱ δὲ πλέον φέρουσιν εἰς τἀναντία· ἡ τρισκαιδεκάτη δὲ τούτων ἐν μέσῳ.
260πρώτη δ’ ἀρίστη τῶν ἁπασῶν ἑβδόμη, καὶ δὴ μετ’ αὐτὴν αὖθις ἡ δισεβδόμη. τίθει μετ’ αὐτὰς ἐννάτην καὶ δεκάτην καὶ δισδεκάτην, καὶ μετ’ αὐτὰς πλησίον πέμπτην ἀρίθμει, ἑβδόμην πρὸς δεκάτην,
265αὖθις τετάρτην καὶ τρίτην κατωτέρω ὀκτωκαιδεκάτην τε τούτων πλησίον· ἕκτην τ’ ἐν ἀρχαῖς, ὀγδόην καὶ δεκάτην δωδεκάτην τε καὶ πρὸς ἓξ τὴν δεκάτην καὶ τὴν δεκάτην ἡμέραν πρὸς ἐννέα
270κακὰς γίνωσκε, παντελῶς ὀλεθρίας. Τῆς κρίσεως πρόγνωσις αὕτη τυγχάνει· τῆς εἰσβολῆς πρόληψις ἡ πρὸ τῆς τρίτης, διὰ τρίτης κίνησις ἀκριβεστάτη, ἡ τῶν περιττῶν πέψις, οὔρων, πτυσμάτων.
275 Τούτων μὲν οὖν μέλλουσαν εὑρήσεις κρίσιν· αὖθις δὲ τούτοις τήν γε νῦν τελουμένην, εἰ δυσφοροῦντα τὸν νοσοῦντα προσβλέποις, ἀλγοῦντα τὸν τράχηλον ἢ τετραμμένον, αἱμορροοῦντα καὶ στροφούμενον κάτω,
280καὶ ῥὶς δ’ ἐρυθρὰ καὶ κένωσις δακρύων καὶ μαρμαρυγῆς ἀθρόα φαντασία, σημεῖα πάντα κρίσεως τελουμένης. Σφυγμῶν γένη γίνωσκε τῶν πρώτων δέκα· ταχύν, βραδύν, σύμμετρον ὡς πρὸς τὸν χρόνον,
285οὗτος ἀριθμός ἐστι τῶν κινουμένων. ταχὺς μὲν οὖν πέφυκεν ὃς βραχεῖ χρόνῳ διάστασιν δίεισι πλείω τοῦ χρόνου· βραδὺς δέ ἐστιν ὃς μακρῷ χρόνῳ τρέχων ἐλάττονας δίεισι τὰς διαστάσεις·
290ὁ σύμμετρος δ’ ἕστηκεν εἰς ἄμφω μέσος. Τὸ δεύτερον δὲ τῶν σφυγμῶν γένος τόδε· τρεῖς εἰσι πᾶσαι τῷ λόγῳ διαστάσεις, μῆκος πλάτος βάθος τε, σωμάτων λόγοι. ὡς κοῖλον οὖν τι σῶμα τὴν ἀρτηρίαν
295αἱ τρεῖς ἔχουσι τοῦ λόγου διαστάσεις. σκόπει γὰρ αὐτὸς ἐμφρόνως τοῖς δακτύλοις τὸ μῆκος αὐτὸ καὶ βάθος καὶ τὸ πλάτος· εἰ δὲ πλέον τὸ μῆκός ἐστι τοῦ μέτρου, μακρὸν κάλει κίνημα τοῦ σφυγμοῦ τόδε,

9

(300)

εἰ δ’ αὖ γε πλεῖον φωράσειας τὸ πλάτος, πλατὺν διδάσκου σφυγμὸν ἀκριβεῖ λόγῳ, εἰ δὲ πρὸς ὕψος ἅλλεται σφύζον πλέον, ὑψηλὸν εἰπὲ τὸν κινούμενον φύσει. τἀναντία δὲ τῶν περάτων τυγχάνει
305τἀναντία πέρατα τῶν ἐναντίων, μικρός, στενός, ταπεινός, ὡς πρὸς τὰ τρία.
Τρίτον γένος πέφυκε τῶν σφυγμῶν πάλιν, ὅπερ πέφυκε τοῦ τόνου ζυγοστάτης, κλῆσις δὲ τούτου σφοδρότης, ἀμυδρότης,
310καί τις μεταξὺ τῶν τόνων συμμετρία. σφοδρὸς μὲν οὖν πέφυκεν ὁ πλήττων βίᾳ τοὺς τῶν ἰατρῶν δακτύλους συνημμένους· ὁ δ’ αὖ γε πλήττων τὴν ἁφὴν παρειμένως ἀμυδρός ἐστι προσφυῶς κεκλημένος·
315σύμμετρος, ὃς πέφυκε τοῖν δυοῖν μέσος. Τὸ δεικνύον δὲ σύστασιν τῆς οὐσίας τοῦ σώματος κάλλιστα τῆς ἀρτηρίας
317bis〈.................................〉
318ἢ μαλακὸν πέφυκεν ἢ τούτων μέσον. εἰ σκληρόν ἐστι, σκληρὸς ὁ σφυγμὸς πέλει,
320εἰ μαλακόν, μαλακὸς ὠνομασμένος, εἰ σύμμετρον, σύμμετρος· οὐκ ἄλλως δ’ ἔχει. Γένος δὲ πέμπτον τῇ παρεκχύσει νόει τοῦ σώματος, βέλτιστε, τῆς ἀρτηρίας. ἡ κοιλότης γὰρ ἢ μένει πληρεστάτη,
325ἣν ἔγχυλον λέγουσι καὶ σεσαγμένην, ἢ τῶν ἰατρῶν τοὺς κρίνοντας δακτύλους κενεμβατοῦντας ταῖς ἁφαῖς δείκνυσί πως. ἀλλ’ εἰ μέν ἐστιν ἔγχυλος, πλήρη κάλει, εἰ δ’ ἐστὶν ὥσπερ πομφόλυξ, κενὴν λέγε,
330τὴν δ’ ἐν μέσῳ σύμμετρον, οὕτω γὰρ δέον. Τὸν δ’ αὖ γε δεικνύοντα τὴν τῆς καρδίας ἔνθερμον οὐσίωσιν ἕκτον μοι κάλει· ἢ γὰρ ψυχρὸς πέφυκεν ἢ θερμὸς πλέον ἢ ποιοτήτων συμμέτρως δυοῖν ἔχων.
335 Ὁ πυκνὸς ἠδ’ ἀραιὸς ἕβδομον γένος· κινουμένης γὰρ ὧδε τῆς ἀρτηρίας διπλῆν κίνησιν ἐξ ἐναντιωτάτων διττὰς ἀνάγκη τὰς στάσεις πεφυκέναι·
διασταλεῖσα καὶ γὰρ ἴσχει πως στάσιν
340καὶ συσταλεῖσα δευτέραν ἡσυχίαν. ἀλλ’ εἰ μὲν ἐμμείνειεν ἐν βραχεῖ χρόνῳ, σφυγμὸν κατειργάσατο πυκνὸν ἐκτόπως· εἰ δ’ ἠρεμήσει τὸ πλέον τοῦ συμμέτρου, ἀραιός ἐστιν ὁ σφυγμὸς κεκλημένος·
345τὴν πυκνότητα τὴν ἀραιότητά τε μέσος διιστᾷ σύμμετρος κεκλημένος. Ὁ ῥυθμὸς αὖθις ἄλλο δείκνυσι γένος. ἔστι δὲ ῥυθμὸς πρὸς χρόνον χρόνου κρίσις· χρόνος δὲ διττός ἐστι, τῶν κινουμένων
349bis〈....................................〉

9

(350)

τῶν ἡσυχαζόντων δὲ τούτων τὴν κρίσιν ῥυθμὸν κατωνόμασαν εὔρυθμοι λόγοι. ὁ συγκρίνων δὲ τὰς στάσεις ἀρτηρίας πρὸς τὰς κινήσεις, ἢ στάσεις πρὸς τὰς στάσεις, ἢ τὰς κινήσεις πρὸς κινήσεις ἐμμέτρως
355γένος πέφυκε ῥυθμικὸν κεκλημένον. τοῦ δ’ αὖ γε ῥυθμοῦ τὴν διαίρεσιν λάβε· τέμνουσι καὶ γὰρ τοῦτον ἀκριβεῖς λόγοι πρὸς μὲν τὸ κρεῖττον εἶδος εἰς εὐρυθμίαν, πρὸς δ’ αὖ τὸ χεῖρον αὖθις εἰς ἀρυθμίαν.
360εὔρυθμον οὖν ἄρυθμον ὄγδοον γένος. Ἔννατον ἄλλο δυσκολώτερον γένος, εἰς τοὺς ὁμαλοὺς εἴς τε τοὺς ἀνωμάλους σφυγμοὺς πεπονθὸς τὴν τομὴν ἐκ τῆς τέχνης. ἄμφω δ’ ἀνεύροις ἀκριβώσας τὴν τέχνην
365μιᾷ κινήσει καὶ πολλαῖς ἀρτηρίαις. ὁμαλὸς οὖν πέφυκεν ἐν πολλοῖς τόνος, ὃς τὰς κινήσεις τοῦ τόνου καὶ τοῦ τάχους ἁπλῶς τε πάντων τῶν γενῶν ἐν τῷ μέρει ἴσας φυλάττει μηδαμοῦ τετραμμένας·
370ἀνώμαλος δέ ἐστιν ἐξ ἐναντίου ὁ μὴ φυλάττων τάξιν ἐν κινουμένοις, οὗπερ γένους πέφυκεν ἐκλελειμμένος,
εἶτ’ αὖθις ἄλλος, ὃν παρεμπίπτοντά πως οἱ τῆς τέχνης λέγουσι προσφυεῖ λόγῳ.
375ὁ μὲν γάρ ἐστι προσδοκωμένου τόνου ἔλλειψις ἀπρόοπτος ὡς πρὸς τὴν φύσιν· ὁ δ’ ἄλλος ἐστίν, εἰ παρεμπέσοι μέσος ἀπροσδόκητος καὶ πρὸ τῆς ἡσυχίας. εἰ δ’ αἱ κινήσεις ὥσπερ ἐκ τῶν κλιμάκων
380πᾶσαι καταρρέουσιν εἰς τοὐναντίον, τοῦτον μυουρίζοντα τὸν σφυγμὸν κάλει. αὕτη μέν ἐστι τῶν ἀνωμάλων φύσις, σφυγμῶν πολλῶν σύστημα τυγχάνουσά πως· ἄλλη δέ τις πέφυκε ποικιλωτέρα,
385σφυγμὸν τὸν αὐτὸν δεικνύουσα ποικίλως, τέμνει γὰρ οὕτως τὴν διάστασιν λόγος. θοῦ σφυγμὸν ὁρμήσαντα συντομωτέρως, ἔπειθ’ ὑφέντα τοῦ τόνου καὶ τοῦ τάχους καὶ συσταλέντα πρὸς τὸ τέρμα τοῦ δρόμου
390ἢ καὶ διαλλάξαντα πρὸς τοὐναντίον. αὖθις δέ μοι ποίκιλλε ταῦτα τῷ λόγῳ. ἡ γὰρ κίνησις ἡ παρεξηλλαγμένη ἄτμητός ἐστιν ἢ πάλιν τετμημένη· καὶ τὴν τετμημένην δὲ τῷ λόγῳ τέμνε,
395ἢ γὰρ πάλιν πρόεισιν ἢ τετραμμένη παλινδρομεῖ πως ὥσπερ ἀντωθουμένη. ἀλλ’ εἰ μὲν ὡς ἄτμητος ἴσχει τὸν δρόμον τῆς ὠκύτητος καὶ βραδυτῆτος μέσως, ἀνισοταχής ἐστιν ὠνομασμένη·

9

(400)

εἰ δ’ ἠρεμοίη καὶ πάλιν διατρέχει ἐκ βραδυτῆτος εἰς ταχυτῆτα πλέον, ἡ κλῆσις αὐτῷ δορκαδίζων τυγχάνει· παλινδρομῶν δὲ δίκροτος πέφυκέ πως. σφυγμῶν δὲ κλῆσίς ἐστι ποικιλωτέρα,
405ἡ κυματώδης, ἡ κατὰ σκώληκά τε,
μύρμηκος ἄλλη κλῆσιν ἠμφιεσμένη, παλμῶδες ἄλλο μυριόκλονον γένος, ὁ δὲ κλονώδης αὖθις, ἄλλος ἐμπρίων· ὧν δύσκολός τις ἡ φύσις καὶ ποικίλη
410καὶ πρὸς τὰ μέτρα δυσκολωτέρα πλέον. Δέκατον ἄλλο καὶ τελευταῖον γένος, ἀνωμάλου γέννημα τοῦ λελεγμένου, οὗ τὸν μὲν εἴποις τὸν σφυγμὸν τεταγμένον, τὸν ἄλλον αὖ ἄτακτον ἀκριβεῖ λόγῳ.
415ὁ μὲν γὰρ ἴσος πανταχοῦ τεταγμένος, ὁ παντελῶς δ’ ἄνισος ἠριθμημένος ἄτακτός ἐστι προσφυῶς κεκλημένος. ἀνωμάλῳ δ’ ἄτακτος οὐ ταὐτὸν πέλει· ὁ γὰρ φυλάττων τάξιν εἰς ἀνωμάλους
420τεταγμένος πέφυκεν ἀντεστραμμένος. καὶ τῶν μὲν ἄλλων ὠνομασμένων ἄνω μέσος τίς ἐστι σύμμετρος κεκλημένος· τῶν ὁμαλῶν δὲ τῶν τε μὴν ἀνωμάλων καὶ τῶν ἀτάκτων τῶν τε μὴν τεταγμένων
425σφυγμός τις οὐ πέφυκεν οὐδ’ ὅλως μέσος. Ὀττεύεταί τις πρὸς τὸ μέλλον τῆς νόσου οὐ σφυγμικοῖς κρούμασιν, ἀλλὰ καὶ κόπροις καὶ ποιότησι πτυσμάτων πολυχρόοις, οὔρων τε σημείωσις ἀρκεῖ πολλάκις
430δεῖξαι τὸ μέλλον ὡς ὁ Πύθιος τρίπους. ἡ μὲν γὰρ ὑπόπυρρος ἐν χρόᾳ κόπρος τὴν σύστασιν δεικνῦσα μαλακωτάτην καὶ μὴ λίαν δύσοσμος καὶ σεσημμένη σημεῖόν ἐστιν ἀσθενούσης γαστέρος,
435τῆς κρείττονος δ’ αὖ ἕξεως γνώρισμά τι. πυρρὰν δὲ δεινῶς ἐκκενωθεῖσαν κόπρον
νόσου χολώδους σύμβολον σαφῶς ἔχε· χλωρὰ δὲ κόπρος τὴν ἰώδη δεικνύει, ἡ δ’ αὖ μέλαινα τὴν μέλαιναν εἰκότως·
440ψῦξιν πελιδνὴ καὶ νέκρωσιν τοῦ βάθους· ἡ λιπαρὰ σύντηξιν, ἡ γλίσχρος πλέον. Ἐντεῦθεν οὔρων ἄρξομαι γνωρισμάτων. Ἄριστον οὖρον σύμμετρον τῇ συστάσει, λευκὴν ὁμαλὴν τὴν ὑπόστασιν φέρον,
445συνημμένην μάλιστα, μὴ κεκομμένην, τὸ χρῶμα πυρρόν, ὑπόπυρρον ἐξ ἴσου, ξανθοῦ τε λάμπον ἀκριβῶς στιλβηδόνι. τῶν χρωμάτων δὲ τυγχανόντων ποικίλων πρῶτον τὸ λευκόν, εἶθ’ ὕπωχρον τυγχάνει,

9

(450)

μέσον δὲ τούτων χρωμάτων πολὺ πλάτος. τὸ πρῶτον, ὃ γράφουσιν εἰκότως γάλα, μορφὴν ἔχον γάλακτος ἠκριβωμένως· τὸ δεύτερον δὲ γλαυκόν ἐστι τὴν φύσιν· τὸ χαροπὸν δ’ ἔπειτα τοῦ γλαυκοῦ κάτω,
455μαλλοῖς καμήλων προσφυῶς εἰκασμένον ἢ προσφυές πως τοῖς ὀνυχίταις λίθοις· ἔπειθ’ ὕπωχρον ὡς 〈χολὴν〉 δεδεγμένον, τὴν ὠμόβραστον εἰκονίζον χυμένην, βαφέν τε μᾶλλον ὠχρόν ἐστι τὴν χρόαν·
460τὸ δ’ ὑπόπυρρον Κελτικοῖς χρυσοῖς ἴσον· τὸ δ’ αὖ γε πυρρὸν ἀκριβῶς βεβαμμένον, εὔρυζον ὄντως εἰκονίζον χρυσίον·
κνίκῳ μὲν ὑπόξανθον ἐμφερὲς πέλει· τὸ ξανθὸν αὖθις εἰκονισμένον κρόκῳ·
465τὸ δ’ ὑπέρυθρον φοινικοῦν πέφυκέ πως, ἐξ ἰχωρώδους αἵματος βεβαμμένον· τὸ δ’ αὖ ἐρυθρὸν αἵματος φαίνει χρόαν· τὸ δ’ οἰνόχρουν τε πορφυρίζον αἵματι· τὸ κυανοῦν δ’ ἔοικε τῷ σεσημμένῳ·
470μίξις τὸ φαιὸν χρωμάτων ἐναντίων· τὸ χλωρὸν ὥσπερ ἡ ποάζουσα χλόη· τὸ δ’ αὖ πελιδνὸν ὡς μόλυβδος τυγχάνει· ἐφ’ οἷσπερ ἐστὶ τοῦ μέλανος ἡ χρόα. Τοῦ σώματος δὲ τριπλεκοῦς πεφυκότος
475ἐκ πνευμάτων ὑγρῶν τε καὶ στερεμνίων, πάλιν τριφυὴς τῶν στεγανῶν οὐσία, ἐκ πιμελῶν σαρκῶν τε καὶ τῶν ὀστέων, ἀφ’ ὧν ἑκάστων ἡ σμύχουσα θερμότης οὖρον συνιστᾷ σύντομον καὶ ποικίλον,
480ἐκ πιμελῆς γὰρ ἐν βάθει τετηγμένης ὅμοιον εἰς ἔλαιον οὖρον ἐκτρέχει. αἱ ποικίλαι δὲ συστάσεις τε καὶ χρόαι καὶ ποικίλας ἔχουσι κλήσεις εἰκότως· τὸ πρῶτόν ἐστι προσφυῶς ἐλαιόχρουν,
485ἐλαιοφανὲς δεύτερον κεκλημένον, τὸ τρίτον εἰς ἔλαιον ἠκριβωμένον. εἰ χρῶμα δ’ εἰσδέξαιτο συγκεκαυμένον, σπασμὸν προδηλοῖ καὶ τελευτὴν αὐτίκα· εἰ δ’ ἐκ νεφρῶν πρόεισιν, ἀθρόον τρέχει.
490τὸ δ’ αὖ πέταλον καὶ πίτυρον καὶ κρίμνον ὑποστάσεις λέγουσι τῶν στερεμνίων.
τὸ μὲν γάρ ἐστιν ὡς λεπὶς δεδειγμένον, τὸ δ’ ἁδρόν ἐστιν, οὐσίας παχυτέρας, τὸ δ’ αὖ γε κρίμνον ὡς τὸ σῶμα τοῦ σίτου
495ἐν τῷ μύλωνι συντριβέντος τῇ μύλῃ· σύντηξίς ἐστι τοῦτο τῶν στερεμνίων. σκόπει δ’ ὅμως τὸ χρῶμα τοῦδε τοῦ κρίμνου· λευκὸν γὰρ ὂν πέφυκεν ἐκ τῶν ὀστέων, εἰ δ’ αὖ ἐρυθρόν, αἵματος διερρύη.

9

(500)

Οὔρων δὲ τὴν κάκοσμον ὄσφρησιν νόει. Οὖρον κάκοσμον καὶ δακνῶδες ἐν νόσοις σεσημμένην δείκνυσιν 〈..............〉· αὖθις δὲ λευκὸν ἐκρυὲν τετραμμένοις ἔλυσε τούτοις τὴν σκοτισθεῖσαν φρένα.
505ἐν πυρετοῖς δὲ προδραμὸν τοῖς ὀξέσι μέλαν, δυσῶδες, θάνατον προμηνύει, εἰ μὴ προῆλθε κύστεως κακουμένης. αἱ δ’ ὀροβώδεις χυμάτων ὑποστάσεις ἐκ σαρκικῆς ῥέουσι πάντως οὐσίας.
510οὔρου δὲ τριττῆς τυγχανούσης οὐσίας (τὸ μὲν γάρ ἐστι χρῶμα, δεύτερον χύμα, ὑπόστασις δὲ καὶ τελευταῖον τρίτον), ἢ μᾶλλον εἰπεῖν, τοῦ παρεγκεκραμένου, τριττὴ πέφυκε κλῆσις, ἁρμόττουσά πως
515πρὸς τὴν θέσιν κάλλιστα καὶ τὸ χωρίον. ὑπόστασις γὰρ ἡ κάτω τεθειμένη, τὸ δ’ αὖ μεταξὺ χύματος περιπλέον καλοῦσιν αἰώρημα προσφυεῖ λόγῳ, τὸ τὴν ἄνω χώραν δὲ προσφυῶς ἔχον
520νέφος καλοῦσιν, οἱ δὲ πολλοὶ νεφέλην. οὔρου δὲ τριττῆς τυγχανούσης οὐσίας οὐ πάντα πᾶσι μίγνυται φύρδην ἅμα.
λεπτὸν γὰρ οὖρον τὴν φύσιν καὶ λευκόχρουν ἄπεπτον οὐ δέξαιτο μίξιν εἰκότως
525τοῦ νεφοειδοῦς σώματος τῆς οὐσίας· πῶς γὰρ συνέλθοι πέψις εἰς ἀπεψίαν; κἂν πυρρόν ἐστι κἂν ὠχρὸν κἂν ξανθόχρουν, μένει δὲ λεπτόν, οὐ κραθείη τῷ νέφει. Κείσθω δὲ ταῦτα μέχρι μοι τοῦ μετρίου·
530πολλὴ γάρ ἐστι μίξεων ποικιλία, ἐμοὶ δὲ γνώμη καὶ σκοπὸς τῶν ἐμμέτρων μὴ πάντα πάντως συλλαβεῖν τὰ τῆς τέχνης, μικρὰν τεκεῖν ὄρεξιν ἀνδράσι φίλοις, γραμματικοῖς, ῥήτορσι καὶ φιλοσόφοις,
535τῆς τῶν ἰατρῶν ἀκριβεστάτης τέχνης, ὅπως ποθοῦντες τὰς χάριτας τοῦ μέτρου σὺν τῷ μέτρῳ λάβωσι καὶ τὰ τῆς τέχνης. ἀρκοῦντες οὖν δὴ ταῦτα τῶν οὔρων ὅροι. Τῶν πυρετῶν δὲ γνῶσιν ἐντεῦθεν λάβε.
540 Ὅρος πέφυκε πυρετοῦ τῆς οὐσίας παρατραπεῖσα θερμότης τῶν σωμάτων ἐκ καρδίας ῥέουσα ταῖς ἀρτηρίαις καὶ πρὸς τὸ πᾶν χυθεῖσα σώματος πέρας καὶ τὰς ἐνεργοὺς δυνάμεις τε καὶ φύσεις
545σαφῶς καταβλάπτουσα τῇ δεινῇ ζέσει. ἡ θερμότης δὲ ποιότης δεδειγμένη τὸ μᾶλλον εἰσδέξαιτο καὶ τοὐναντίον. ὡς οὐσίας δὲ {τοῦ} πυρετοῦ 〈...........〉 διαιρέσεις διδοῦμεν ἀκριβῶς δύο·

9

(550)

διαφορὰς μάλιστα ταύτας ῥητέον. ἄλλη μέν ἐστιν οὐσιώδης τῷ λόγῳ, ἐπουσιώδης ἀκριβῶς ἡ δευτέρα. τοῦ σώματος δὲ τριπλεκοῦς πεφυκότος,
ἐκ πνευμάτων ὑγρῶν τε καὶ στερεμνίων,
555ὁ μέν τίς ἐστι πυρετὸς τῶν πνευμάτων, ὑγρῶν τις ἄλλος, ἄλλ〈ος αὖ στερεμνίων〉. πρῶτον δὲ πάντων σκεπτέον τῷ τεχνίτῃ τὴν τῆς ὕλης ὕπαρξιν, ἥτις τυγχάνει· ψυχρά τίς ἐστι καὶ παχεῖα τὴν φύσιν
560ἢ ποιότητας τὰς ἐναντίας ἔχει; ἔπειτα τοῦτο δευτέρως τηρητέον· ἄσηπτός ἐστιν ἢ πάλιν σεσημμένη; εἶτ’ αὖθις ἄλλο μᾶλλον ἀκριβωτέον· ἐκτὸς πέφυκε τῶν φλεβῶν 〈ἡ ποιότησ〉
565ἢ φλεψὶ χρῷτο μᾶλλον οἰκητηρίοις; οὐ πάντα καὶ γὰρ πάντα δρῶσι τῇ φύσει, ἔχει δ’ ἕκαστον τὸν κατάλληλον λόγον. Τὸ προσφιλὲς γὰρ αἷμα καὶ τηροῦν φύσιν, ἄσηπτον, ὄν, πλεῖστον δέ, καὶ φλεβῶν ἔσω,
570πληθωρικὸν δράσειε σώματος φύσιν ἢ πυρετῶν ἄτμητον ἐν ζέσει γένος· εἰ τυγχάνει δὲ τῇ φύσει σεσημμένον, ὕλης σαπείσης πυρετούς σοι δεικνύει· εἰ δ’ εἰς ἓν ἐκρεύσειε σώματος μέρος,
575σαπὲν μὲν ἐργάσαιτο τὰς ἀποστάσεις, ἅς φασιν ἀπόστημα τεχνικοὶ λόγοι, εἰ δ’ οὐ σαπῇ, βλάστημα φοινικοῦν φύσει. Τὸν αὐτὸν ἕξει καὶ χολὴ τούτοις τρόπον· εἰ μὲν γὰρ εἰς ἅπασαν οὐσίαν δράμοι
580εἰλικρινής, ἄσηπτος, ἴκτερον δράσει, σαπεῖσα δ’ ἐργάσαιτο καύσων’ ἐν βάθει· ἐκτὸς δὲ τυγχάνουσα τῶν φλεβῶν πάλιν τριταῖον ἐργάσαιτο τὸν κεκομμένον·
εἰ δ’ ἐγχυθείη σώματος πρὸς ἓν μέρος,
585ἕρπητα μὲν πλάσειεν οὐ σεσημμένη, σεσημμένη δ’ ἕρπητα βιβρώσκοντά πως. Χυμὸς δ’ ὁ δεινὸς καὶ μελάγχρους τὴν φύσιν, εἰ πᾶν συνέξει, σῆψιν οὐ δεδεγμένος μέλανα ποιήσειεν ἴκτερον φύσει,
590σεσημμένος δὲ τὴν τεταρταίαν ζέσιν, ἄτμητον ἐντός, εἰ δὲ μή, τετμημένην· εἰ δ’ αὖ ἐπεισφρήσειεν εἰς ἓν χωρίον, σκίρρον μὲν ἐργάσαιτο μὴ σεσημμένος, σεσημμένου δὲ πολλὰ τεχθῇ θηρία,
595γάγγραινα, φαγέδαινα, πολλοὶ καρκίνοι. Τοῦ φλέγματος δὲ πολλαπλοῦ πεφυκότος (τὸ μὲν γὰρ ὡς ὕαλος αὐτὸς τυγχάνει, τὸ δ’ ἁλυκὸν πέφυκεν, ὀξῶδες τρίτον, τὸ δὲ γλυκείας ποιότητός ἐστί πως),

9

(600)

ὅπερ πέφυκεν ὡς ὕαλος τὴν φύσιν, τρόμων ἀνεκθέρμαντον ἐκφύσει φύσιν· τὸ δ’ αὐτό σοι δράσειεν ὀξῶδες γένος· τὸ δ’ ἁλυκόν τι πυρετοὺς καθ’ ἡμέραν, ἀμφημερινοὺς προσφυῶς κεκλημένους·
605τὸ δὲ γλυκὺ προσηνές ἐστι τῇ φύσει. Γνωρισμάτων δὲ πυρετῶν ἐφημέρων ἡ γνῶσις αὕτη· πέψις οὔρων αὐτίκα, τὸ θερμὸν ἡδύ, τοῦ νοσοῦντος ἡ φύσις οὐ δυσφόρως φέρουσα τὴν ἀρρωστίαν,
610ἀρτηριῶν κίνησις οὐ τονουμένη. θυμοὶ δὲ τούτων αἴτιοι καὶ φροντίδες ἀγρυπνία τε καὶ κόπος καὶ ξηρότης, ἔγκαυσις ἢ σύντασις ἠδ’ ἀσιτία. Τῆς σήψεως δὲ πυρετοὺς τοὺς ἐκγόνους
615ἐξεικονίζει θερμότης καὶ ξηρότης, δεινή, δριμεῖα, καὶ καπνώδης ἐσχάτως, μικροῦ κατεσθίουσα καὶ τοὺς δακτύλους· οὔρων ἔπειτα συμφυὴς ἀπεψία. Τῶν δὲ τριταίων κήρυκές σοι μυρίοι·
620ῥῖγος κλονῶδες, δίψος ἀκριβῶς φλέγον, ζέσις πυρίπνους, εἶτά πως ἡττωμένη, ἱδρὼς ἕτοιμος, εἰ ποτῷ χρήσαιό μοι, γαστρὸς τάραξις καὶ χολῆς ἀποβλύσεις, ὡρῶν δυοκαίδεκα τῇ ζέσει χρόνος.
625 Σημεῖα δ’ ἄλλα τοῦ τεταρταίου τρόμου· ψῦξις τὸ πρῶτον ἀσθενής τε θερμότης, οὖρόν τε λεπτόν, ὑδατῶδες, λευκόχρουν, σφυγμοί τ’ ἀραιοὶ καὶ μέγιστοι πολλάκις. Ὁ δ’ αὖ βαρύνων τὴν φύσιν καθ’ ἡμέραν
630ἀμφημερινός ἐστιν ἠκριβωμένος· οὗ πρῶτόν ἐστιν ἀκριβὲς γνώρισμά τι ψῦξις δυσεκθέρμαντος, οὐ πολλὴ ζέσις, αὖθις κένωσις φλέγματος παχυτάτου, χροιά τις ὠχρόλευκος, οὔρων λεπτότης
635ἐρυθρότης τε πολλάκις καὶ παχύτης. Ὁ δ’ ἠπίαλος συνθέτως κεκλημένος ἀμφημερινῷ σύγγονός πως τυγχάνει, ἐξ ὑαλώδους φλέγματος τετεγμένος, οὗ μὴ σαπέντος, ἐνσπαρέντος δ’ εἰς ἅπαν,
640ῥίγους ἀνεκθέρμαντον ἀνθήσει φύσιν· ἐξ ἡμισείας δ’ εἰ σαπῇ, τῇ διπλόῃ καὶ διπλόην ἔφυσεν ἀρρωστημάτων· ᾧ μὲν γὰρ οὐ σέσηπεν ἐμβάλλει ῥῖγος, ᾧ δ’ ἐτράπη δράσειε θερμότητά πως.
645οἱ μὴ τετμημένοι δὲ τοῖς τετμημένοις
ὁμοιοτήτων τυγχάνουσι πλειόνων, μία γὰρ αὐτοῖς φύσεως ἀνισότης, τὸ μὴ τελευτᾶν εἰς ἀθέρμαντον τέλος. Καύσου δὲ συμπτώματα ταῦτα τυγχάνει·

9

(650)

δῆξις στομάχου, δίψα συντεταμένη, μέλαινα γλῶσσα, προσφυὴς ἀγρυπνία, παρεκτροπή τε τοῦ φρονοῦντος πολλάκις. Τῶν ἑκτικῶν δὲ τοὺς φθάσαντας ἐν τέλει εἰς τὸν μαρασμὸν ὧδε θηράσαιό μοι,
655πολλαὶ γὰρ αὐτοὺς δεικνύουσιν εἰκόνες· τὰ πρῶτα 〈...........................〉 ξηραὶ 〈..............................〉 ξηρὸν μέτωπον καὶ μύσις τῶν βλεφάρων σφυγμοί τε πυκνοὶ δέρματός τε ξηρότης
660καὶ ζωτικοῦ στέρησις ἄνθους σωμάτων. Ἀμφημερινὸς δ’ εἰ τριταίῳ συνδράμοι, ἄτμητος, ὡς ἔοικε, τῷ τετμημένῳ, ἡμιτριταίου συμπλάσειεν οὐσίαν. οὗτος δὲ διπλοῦς ἐστιν, ἢ κατὰ κρᾶσιν
665ἢ τοῖς πέρασι τῶν δυοῖν μεμιγμένος. ἀλλ’ εἰ μὲν ἴσοι συνδράμωσιν οἱ δύο, φρίκην ἀπειργάσαντο τὴν καλουμένην, μέσως ἔχουσαν ψύξεώς τε καὶ κλόνου· τοῦ δραστικωτέρου δὲ τῶν συγκειμένων
670ἴδοις ἐναργεῖς καὶ πλέον τὰς δυνάμεις. Πάθη δὲ λοιμοῦ δεινά πως καὶ ποικίλα· παρεκτροπαὶ νοῦ καὶ χολῆς ἀποβλύσεις, τῶν ὑποχονδρίων τάσεις τε καὶ πόνοι, ψῦξις, ἱδρῶτες, καὶ διάρροια πλέον,
675οὖρον χολῶδες, θώρακος σφοδρὰ ζέσις, δίψα δριμεῖα, γλῶσσα συμπεφρυγμένη. Τῆς συγκοπῆς δ’ αὖ αἴτια ταῦτα φρόνει·
ἀγρυπνίαν, κένωσιν, ἄλγημα τρῦχον. Σύντηξίς ἐστι τῆς καθ’ ἡμᾶς οὐσίας
680φθορὰ πρόδηλος γαστρόθεν κενουμένη. Ὀρέξεως ἔκπτωσις ἐκ διττοῦ τρόπου· χυμῶν πονηρῶν κράσεώς τε δυσκράτου. Ὁ βούλιμος δὲ παντελὴς ἀσιτία. ἡ δ’ αὖ κυνώδης τῆς ὀρέξεως τάσις
685ἐκ φλέγματος μέν ἐστιν ὀξώδους φύσει, τοῦ δ’ ἐσθίειν πέφυκε πῦρ ἀπληστίας. Ἡ ναυτία πέφυκε γαστέρος κλύδων, χυμῶν πονηρῶν ὧδε συμπεπλεγμένων. Τὸν λυγμὸν ἢ κένωσις αὔξει γαστέρος
690ἢ μᾶλλον ἡ πλήρωσις ἀντεστραμμένως. Τοῦ λειποθυμεῖν καὶ κένωσις αἰτία καὶ πῦρ φλογίζον ἐμφύλως τὴν καρδίαν, ἄλγος κεφαλῆς, φλεγμονὴ τῶν ἐγκάτων, παρατροπή τε τῶν φρενῶν τεταμένη.
695 Ἐκ ξηρότητος τὴν φαλάκρωσιν φρόνει· ταὐτοῦ γένους τίθει δέ, πλὴν τῶν σχημάτων, ἀλωπεκίτας, ὀφεωνύμους τύπους. Ἡ πιτυρώδης τῆς κεφαλῆς οὐσία χολῆς δριμείας, αἵματος μελαγχόλου,

9

(700)

καὶ φλεγμάτων αὖ ἁλμυρῶν γέννημά τι. Ἀχὼρ κεφαλῆς δέρματος γλίσχρον πάθος τιτρῶν τὸ δέρμα, τοῖς μελιττῶν κηρίοις ἐοικὸς εἰς τύπωσιν ἀκριβεστάτην· γεννᾷ δὲ τοῦτο φλέγμα νιτρῶδες μόνον.
705 Ὅταν ἴδῃς βλάστημα πυρρόν, στρογγύλον, ἑλκῶδες, ὑπόσκληρον, ἀλγῦνον φύσιν, σῦκον τὸ βλαστὸν ὡς φερώνυμον κάλει. Ἄλγος κεφαλῆς δύσφορον σύμπτωμά τι, γεννᾷ δὲ τοῦτο δύσκρατός τις ποιότης
710χυμῶν τε πλῆθος, καὶ δυοῖν συζυγία, ἔγκαυσις αὖθις, ψῦξις, ἀλλὰ καὶ μέθη, ἡ θερμότης, μᾶλλον δὲ πληγὴ καιρία·
ἡ ξηρότης δ’ ἔλαττον ἀλγύνει κάρην, ἀνώδυνον δὲ τὴν ὑγρὰν γίνωσκέ μοι.
715τῶν αἰτίων δὲ τὰς ἀδήλους οὐσίας καὶ δέρμα δηλοῖ καὶ βολὴ τῶν ὀμμάτων. Πάθος κεφαλῆς τὴν κεφαλαίαν νόει, τὴν ἡμικρανίαν τε τοιοῦτον φρόνει· παραίτιοι γὰρ ἐμμόνων ἀλγημάτων,
720ἡ μὲν τὸ πᾶν πλήττουσα δεινῶς κρανίον, ἡ δ’ ἐκ μέρους τύπτουσα πληγαῖς καιρίαις. αὔξει δὲ τούτων τῶν παθῶν τὴν οὐσίαν οἶνος πολὺς κραυγή τε καὶ σφοδρὸς ψόφος καὶ λαμπρότητες φωτοειδεῖς πολλάκις.
725ἀλλ’ οἷς μὲν ἔνδον τῆς κεφαλῆς ἡ πάθη, ἀλγοῦσι τούτοις αἱ βάσεις τῶν δηγμάτων· οἷς δ’ ἐκτός ἐστι τοῦ πάθους ἡ σφοδρότης, τούτοις δυσαλθὲς γίνεται τὸ κρανίον. Ἡ δὲ φρενῖτις φλεγμονὴ κεκρυμμένη
730μήνιγγας ἐκκαίουσα τοὺς πεπλεγμένους ἢ καὶ τὸν ἐγκέφαλον ἀρρήτῳ πάθει. γεννᾷ δὲ ταύτην αἷμα πλεῖστον πολλάκις χολή τε δίχρους, ἡ μέλαινα τὸ πλέον, μετατραπείσης ὧδε τῆς ξανθοχρόου.
735καὶ τῶν φρενῶν δὲ τῷ πάθει βεβλημένων πέπονθεν ἐγκέφαλος ὡσαύτως ἄνω· ἐκ τῶν ἄνω γὰρ τῆς κάρας ἀκροστέγων νεύρων κάτεισιν εἰς φρένας συζυγία, δι’ ὧν κεκοινώνηκε τοῦ σφοδροῦ πάθους
740ἡ τῆς κεφαλῆς συμπαθής πως οὐσία. δηλοῖ δὲ ταύτην συμφυὴς ἀγρυπνία λήθη τε πάντων, ὄμμα πλῆθον αἱμάτων, γλῶσσα τραχεῖα καὶ βοὴ πεφυρμένη καὶ ψηλάφησις δακτύλων ἄνευ λόγου,
745ἀναπνοῆς κίνησις ἠραιωμένη σφυγμοί τ’ ἀμυδροὶ καὶ μικροί, σκληροὶ πλέον. Τὴν ἐρυσιπέλατον ἔμφυτον φλόγα οὐδ’ ἐγκέφαλος ἐκδιδάσκει πολλάκις·
καὶ γνωρίσαις ἄδηλον οἷς ὁρᾷς πάθος

9

(750)

ἄλγει κεφαλῆς, λαμπροτήτων ἐμφάσει, ὑγρῷ προσώπῳ καὶ ψυχρῷ δεδειγμένον. Λογιστικοῦ πάθημα λήθαργον φρόνει ἐκ φλέγματος γέννησιν, οὐσίαν ἔχον. ληθαργικὰ δὲ ταῦτα σημεῖα φρόνει·
755ὕπνον πολὺν χάσμην τε, πνεύματος τάσιν, τὴν τῶν περιττῶν ἐκκένωσιν ποικίλην, σφυγμοὺς κλονώδεις καὶ τρόμους τῶν σωμάτων. Ἡ κατοχὴ πάθος τι δεινὸν τῇ φύσει, πλήρωσις οὖσα τῶν φρενῶν τοῦ χωρίου,
760νέκρωσις αὐτόχρημα τοῦ πεπονθότος· κεῖται γὰρ οὗτος ὕπτιος τεταμένος ἔχων τε τὸ βλέφαρον ἠνεῳγμένον, μὴ σκαρδαμύττον, ὥσπερ ἐκπεπληγμένον, σφύζον ἀμυδρῶς, ἀσθενῶς, παρειμένως.
765ἔστι δὲ τοῖς πάσχουσι διπλοῦς τις λόγος· ἢ φλέγματος γὰρ ἰσχύσαντος τὸ πλέον ἢ τῆς χολῆς πέπονθε τούτοις ἡ φύσις. διαιρέσεις δ’ ἴσχουσι πρὸς τὴν φρενῖτιν καὶ τὸν βαρὺν λήθαργον· εἰ γὰρ καὶ μέσως
770ἔχουσιν ἄμφω, πλὴν διαιροῦνται πάλιν. ἄλλοι δέ φασι μὴ διπλῆν τὴν οὐσίαν, ἁπλῆν δ’ ὑπάρχειν τοῦ λελεγμένου πάθους· ξηρὰ γὰρ ὕλη τὰς ὀπισθίους πύλας, ἃς κοιλίας λέγουσι τεχνικοὶ λόγοι,
775φράττουσα πυκνῶς τῆς ὑπερθύρου κάρας τὴν κατοχὴν ἤνεγκεν οὐ ψευδωνύμως. ὁ γὰρ πεπονθὼς καὶ κατασχεθεὶς ἄφνω, ὡς ἦν κρατηθεὶς σχήματός τε καὶ τύπου, μένει κατ’ αὐτό, μὴ λυθέντος τοῦ πάθους.
780 Τάφος δὲ μνήμης δύσκρατός τις ὑγρότης, μωρώσεως δὲ καὶ κάρου ἡ ψυχρότης, τῶν ἐγκεφάλου κοιλιῶν πεφραγμένων.
Ἡ δὲ σκότωσις καὶ δίνη καλουμένη στροφή τίς ἐστι τῆς κεφαλῆς πνευμάτων
785καὶ κοιλιῶν σύντριμμα τῶν ἐμπροσθίων. Τὴν ἐπιληψίαν δὲ τοιαύτην μάθε. τοῦ σώματος πέφυκεν ἀθρόον κλόνος, σπασμός, πάθους σύμπτωμα δεινὸν ἐκτόπως, τὰς κρείττονας βλάπτουσα πάσας δυνάμεις.
790διττὴν δὲ τούτου τοῦ πάθους τὴν οὐσίαν ἰατρικοὶ λέγουσιν ἔντεχνοι λόγοι· ἢ φλέγμα δεινὸν ἢ χολὴν μελαντέραν τὸν ἐγκέφαλον, τὰς ἐν αὐτῷ κοιλίας πιλοῦσαν ἢ φράττουσαν ἐμφύτῳ βάρει.
795 θώραξ τε πάσχων, πολλάκις καὶ κοιλία, καὶ χεὶρ κακῶς ἔχουσα, καὶ μήτρα πλέον, κύτος τε γαστρός, χεῖρες αὖθις καὶ πόδες, καὶ δάκτυλός τις ἢ μέρος τῶν δακτύλων τὸ δεινὸν εἰργάσαντο τοῦ κακοῦ πάθους,

9

(800)

ψυχρὰς ἀναβλύσαντος αὔρας ἐκ βάθους καὶ τὴν κάραν πλήξαντος ἰώδει βέλει. γνώσῃ δὲ τοῦτο καὶ προγνώσῃ πανσόφως δυσθυμίαν ἄγνωστον εἴς τινα βλέπων ψυχῆς τε δεινὴν ἀπροαιρέτως τάσιν,
805ὠχρὸν πρόσωπον, γλῶτταν ἡνίας ἄνευ, ὕπνον ταράκτην, συμφορὰς ὀνειράτων. κἂν μὴ πρὸς αὐτὰ φαρμάκοις χρήσαιό μοι, ἴδοις ἂν αὐτὴν τὴν σκότωσιν αὐτίκα. Μελάγχολον δὲ καὶ μανιῶδες πάθος
810παρατροπὴ πέφυκε πυρετοῦ δίχα· ἢ τῆς κεφαλῆς συμπαθῶς κλονουμένης ἢ συμπαθούσης τοῖς πεπονθόσι τόποις, ἢ τοῦ στομάχου τῷ πάθει βεβλημένου τῶν ὑποχονδρίων τε συμπεπονθότων,
815ἀνερρύη κάτωθεν αὖρα πικρίας τὸν ἐγκέφαλον συνθολοῦσα ποικίλως. σημεῖα τούτῳ δειλία, δυσθυμία, γέλως ἄτακτος, εἶτα πένθος ἀθρόον, ἀπεψία, κίνησις ὀξυρεγμίας,
820προγνώσεως οἴησις, ἔμφοβος τρόμος, πάθη πολυστένακτα, μισανθρωπία, ἐνθουσιασμός, συμφορῶν ἀναπλάσεις. Δεινὸν πάθος πέφυκεν ὁ πνιγαλίων, ὃν ἐφιάλτην ὠνόμασαν οἱ πάλαι,
825ἐφάλλεται γὰρ ἐξ ἀπέπτου γαστέρος εἰς τὴν κεφαλὴν οἷα καπνώδης φύσις. νυκτὸς δὲ μᾶλλον γίνεταί πως ἡ πάθη. καὶ συμπεσόντος ἐξαπίνης τοῦ πάθους ναρκῶν ὁ πάσχων δείκνυται νάρκην ξένην·
830νοῶν γὰρ ὡς πέπονθεν, οὐ σθένει λέγειν, ἀλλ’ οἴεται μὲν καὶ κινεῖσθαι καὶ λέγειν, μένει δὲ ναρκῶν τῇ κλίνῃ βεβλημένος· δοκεῖ δὲ καὶ βάσταγμα δύσφορον φέρειν, φαντάζεται δὲ τοῦτο πολλάκις βλέπειν,
835ὁρᾷ δὲ μηδὲν ὧν δοκεῖ σάφ’ εἰδέναι. κἂν μή τις ἰάσαιτο τοῦτον φαρμάκῳ, δεινῇ πεσεῖται συμφορᾷ νοσημάτων. Μελάγχολόν τι πρᾶγμα λυκανθρωπία· ἔστι γὰρ αὐτόχρημα μισανθρωπία,
840καὶ γνωριεῖς ἄνθρωπον εἰσπεπτωκότα ὁρῶν περιτρέχοντα νυκτὸς τοὺς τάφους, ὠχρόν, κατηφῆ, ξηρόν, ἠμελημένον. Τὴν ἀποπληξίαν δὲ χείρονα φρόνει παθῶν ἁπάντων, ὡς νεκροῦσαν αὐτίκα.
845ἔμφραξις αὕτη καὶ πίλησις ἀθρόα τῶν ἐγκεφάλου κοιλιῶν τῶν μειζόνων, ὧν ἐμφραγεισῶν πᾶσα σώματος φύσις αἰσθήσεως ἄμοιρός ἐστιν αὐτίκα· μέρους δ’ ἐν αὐτῷ τὴν πάθην δεδεγμένου

9

(850)

ἐξ ἡμισείας τοῖς παθοῦσιν ἡ βλάβη· τοῦ δ’ αὖ γε νώτου τὸ βλάβος πεπονθότος τὰ τοῦ προσώπου συμβλαβήσεται κάτω, ὁ δ’ ἐγκέφαλος τὴν κάκωσιν οὐ πάθοι.
Μυῶν ῥαχιτῶν συνταθέντων ἀθρόον
855τετανικὸν πάθημα τὴν τάσιν λέγει· ψυχροῦ χυμοῦ γέννημα δ’ ἐστὶν ἡ πάθη. ἀλλ’ εἰ μὲν εἰς τοὔμπροσθέν ἐστιν ἡ τάσις, ἐμπρόσθιον λέγουσι τὴν βλάβην τόνον, ὀπίσθιον δ’ αὖ, εἴπερ ἦν ὀπισθία·
860ἰσόρροπος γὰρ εἴπερ ἐστὶν ἡ βλάβη, ἀσύνθετος τέτανός ἐστιν ἡ νόσος. Τρόμον κατεργάσαιτο καὶ ψυχρὰ πόσις καὶ γῆρας αὐτὸ καὶ ψυχρὰ δυσκρασία χυμός τε γλίσχρος καὶ φόβος καὶ ψυχρότης.
865 Ἡ μὲν τάραξις ὑγρότης τῶν ὀμμάτων καὶ θερμότης σύμμικτος ἔκ τινος πάθους ἔξωθεν εἰσρέοντος εἰς τὴν οὐσίαν· ὀφθαλμία γὰρ ἡ τάραξις τυγχάνει. Χήμων δέ ἐστι τῶν βλεφάρων ἡ τάσις,
870ὡς μὴ καλύπτειν τοὺς κύκλους τῶν ὀμμάτων. Τὸ τῶν φλεβῶν δὲ ῥῆγμα τοῦ προσκειμένου πέφυκεν ὑπόσφαγμα, πληγῶν ὂν τόκος. Τὸ δ’ ἐμφύσημα τῆς βλεφάρων οὐσίας ὄγκωσίς ἐστιν. ἡ δὲ ψωροφθαλμία
875κνησμός τις ἡδὺς ἐκ νίτρων καὶ φλεγμάτων. Ἡ σκληροφθαλμία δὲ δυσκινησία ὑγρασίας ἄνευθεν αὐτῶν ὀμμάτων· ἡ ξηροφθαλμία δὲ κνησμώδης πόνος. Τὸ δ’ ἐκτρόπιον ὄγκος ἐστὶ σαρκίου
880ἐπηρεάζον τοῦ βλεφάρου τὴν φύσιν. Τὸ δὲ τράχωμα τοῦ βλεφάρου τραχύτης· σύκωσις ἡ σύντασις αὐτοῦ τοῦ πάθους· τύφλωσις ἡ μάλιστα τοῦ κακοῦ τάσις. Χαλάζιον δέ ἐστιν ὑγροῦ τις τάσις
885ἐν τῷ βλεφάρῳ συμπαγέντος ἀθρόον. ἡ δὲ κριθὴ πρόμηκες ἐν ταρσῷ πάθος. Τὸ τῶν τριχῶν ψίλωμα τῶν βλεφαρίδων μίλφωσιν ὠνόμασαν ἔντεχνοι λόγοι. Ἐγκανθίς ἐστι κανθὸς ἐξωγκωμένος·
890ῥυὰς δέ γ’ ἡ μείωσις αὐτῶν τυγχάνει. Πρόπτωσις ἐξόγκωσις ἔκ τινος πάθους τοῦ ῥαγοειδοῦς ὑμένος κεκλημένου· πλὴν τὴν μικρὰν μὲν μυοκέφαλον λέγε, τὴν δ’ αὖ γε μείζω σταφύλωμά μοι κάλει·
895ἔπειτα μῆλον· ἧλός ἐστιν ἐσχάτη, ἧλον δὲ καὶ λεύκωμα ταὐτόν μοι φρόνει. Ἡ δὲ πτέρυξ πέφυκε νευρῶδες πάθος, ὄγκωσις αὐτοῦ τοῦ γε προσπεφυκότος. Τὸ καρκίνωμα τοῦ κέρως δεινὴ νόσος.

9

(900)

Ἡ δ’ ἀνθράκωσις τῆς βλεφαρίδος πάθος. Ἡ μυδρίασις ὑγρότητος ἐκγόνη, αὐτῆς κόρης πάθημα πεπλατυσμένης, ὥσπερ πέφυκεν ἡ φθίσις στενουμένης. Ὁ νυκτάλωψ σκότωμα δύντος ἡλίου.
905 Γλαύκωμα δεινὸν ἠδ’ ἀνίατον πάθος, ὑγρά τις ἀλλοίωσις ἐν τῷ κρυστάλῳ μετάστασίς τε πρὸς τὸ γλαῦκον τῆς χρόας. Τὸ δ’ ὑπόχυμα τοῦ κέρως καὶ κρυστάλου ὑγρὰ μεταξὺ σύστασις κεχυμένη.
910 Μικρὰν ζόφωσιν τὴν ἀμαύρωσιν φρόνει· τὴν ἀμβλυωπίαν δὲ σύγχυσιν θέας. Ὁ δὲ στραβισμὸς τῶν κινούντων σωμάτων σπασμός τίς ἐστι καὶ μυῶν λοξὴ τάσις, ἣ σπέρματος πέφυκεν ἔμφυτον πάθος·
915εἰ δ’ ἐκ χολώδους οὐσίας ἀναρρόπου τὰς συστάσεις εἴληφεν, ἰάσαιό πως. Παρωτίς ἐστι τῶν παρ’ ὠσὶν ἀδένων ὄγκωσις, ἢ σύρροια χυμῶν πλειόνων, ὕλης ῥυείσης ἐκ κεφαλῆς ἀθρόας.
920 Μόγκωσίς ἐστιν ἐμφραγέντων ἀθρόον τῶν ἰσθμοειδῶν ὀστέων ἐκ φλεγμάτων. Φάρυγξ πεπονθὼς τοὺς ἐσωτέρους μύας ποιεῖ συνάγχην, εἰ δὲ τοὺς ἔξω γνάθου,
παρασυνάγχην προσφυῶς κεκλημένην.
925λάρυγξ τε πάσχων τοὺς ἐσωτέρους μύας ποιεῖ κυνάγχην προσφυῶς κεκλημένην·
926bis〈.................................〉
927παρακυνάγχην, ὥσπερ ἠλαττωμένην. Βὴξ καὶ κόρυζα καὶ κατάρρους, τὰ τρία, ὕλης μιᾶς γέννημα δυσφορωτάτης·
930γεννᾷ γὰρ αὐτὰ τῆς κεφαλῆς ὑγρότης. ἀλλ’ εἰ μὲν εἰς μυκτῆρας ἡ ῥύσις φθάσοι, κόρυζαν ἐργάσαιτο τοῦ μέρους πάθος· εἰ δ’ ἄχρι τοῦ φάρυγγος αὕτη προδράμοι, ποιεῖ κατάρρουν· εἰ δὲ συρρεύσει κάτω,
935τὴν βῆχα γεννᾷ τὴν κακήν, τὴν βυθίαν. τίκτει δὲ ταύτην καὶ ψυχρὰ δυσκρασία, θερμή τις αὖθις, πυρετοῦ πεφυκότος. Πνεύμων τε πάσχων καὶ φθίσις καὶ πλευρῖτις. Ἀσθματικός τις, εἰ πυκνῶς ἀναπνέει·
940εἰ δ’ ὀρθὸς ἑστώς, ὀρθόπνους ἐκ τοῦ πάθους. ὕλη δὲ τούτων τῶν δυοῖν παθημάτων ὕλη παχεῖα, γλίσχρος, ἰξώδης φύσει, τοῦ πνεύματος φράττουσα δεινῶς τοὺς πόρους. Πάθος τι δεινὸν ἡ περιπνευμονία,
945τῆς σπογγοειδοῦς φλεγμονή τις οὐσίας, ἢ τῶν κατάρρων ἔγγονος δεδειγμένη ἢ πρῶτον ἐκφανεῖσα συμφύτῳ πάθει. δύσπνοιά σοι κάτοπτρον ἔσται τοῦ πάθους στήθους τε ῥεγμὸς καὶ γνάθων ἐρυθρότης,

9

(950)

τῶν ὀμμάτων ὄγκωσις, ἔμπυρος ζέσις, ἡ τῶν χιτώνων λιπαρὰ θεωρία· φλεβὸς ῥαγείσης αἵματος βλύζει φύσις, καὶ συσσαπείσης ἧττον αἷμα συρρέει, βεβρωμένης δ’ ἔλαττον, ἀλλ’ οὐδ’ ἀθρόον,
955πλεῖστον δὲ πλῆθος τῆς ἀναστομωμένης, ἣ μηδὲν ἀλγύνουσα λύσει τὸ πλέον
αἱμορροΐδας καὶ στάσεις καθαρσίων. ἀλλ’ οὐδὲ ῥῆξις συμφορῶν παραιτία· μόνην δὲ δεινὴν τὴν ἀνάβασιν νόει.
960ἀλλ’ εἰ μὲν ἐκ φάρυγγος αἷμ’ ἀπορρέοι, τῶν τοῦ στομάχου χωρίων ἀναρρέει, σὺν βηχὶ δ’ ἐκβλύσειεν ὧν τις ἐκπνέει. ἀλλ’ εἰ μὲν ἀφρῷ προσφερής πως τυγχάνει νόθου τε λευκοῦ χρωματίζει τὸ χρῶμα
965ἀνωδύνως τ’ ἄνεισι θλίψεως ἄνευ, ἐκ πνεύμονος ῥεῖ καὶ κτενεῖ πεπονθότας· εἰ δ’ ὡς ὑποχρέμπτοιτό τις τὴν οὐσίαν, ἐκ τῆς τραχείας ἔσθ’ ὁ ῥοῦς ἀρτηρίας· εἰ δ’ αὖ μελάγχρους αἱμόπτυστος ἡ χύσις,
970ἐκ θώρακος πρόεισι θρομβωδεστέρα. Ἡ δ’ ἐμπύησις θωράκων ἡλκωμένων ἐξ αἵματος πέφυκε, πλὴν ἀναρρόπου. Τὸ σπογγοειδὲς δ’ εἰ βλύσειε πνευμόνων, φθίσις τὸ συμβάν, μὴ μύοντος τοῦ πάθους.
975 Ἡ πλευρῖτις δὲ φλεγμονή τε καὶ ζέσις τῆς ζωννυούσης ὑμενώδους οὐσίας πλευρὰς ἁπάσας ζέματος λεπτοῦ τάσει, ᾗ συμβέβηκε βήξ τε καὶ σύμπνοιά πως καὶ κλειδὸς ἄχρι συντεταμένος πόνος.
980διακρινεῖς δὲ τὴν ἀληθῆ πλευρῖτιν τῆς ἡπατώδους φλεγμονῆς διττῷ πάθει· ἡ μὲν γὰρ ἴσχει νυγματώδη τὸν πόνον, καὶ βῆχα διττήν, πῇ μὲν ἄπτυστον μόνως, δεικνῦσαν ὡς ἄπτυστός ἐστιν ἡ νόσος,
985πῇ δὲ πτύελον μετρίως πεπεμμένον καὶ σφυγμὸν ἴσχει σκληρὸν ἐμπρίοντά τε· ἡ δὲ δριμεῖα φλεγμονὴ τῶν ἡπάτων οὐ νυγματώδη τὸν πόνον σοι δεικνύει, οὐ σφυγμὸν ἐμπρίοντα τῆς ἀρτηρίας,
990ξηρὰν δὲ βῆχα καὶ πρόσωπον λευκόχρουν. εἰ δ’ ἐκτὸς οἰδήσειαν οἱ μύες μόνοι,
κἂν πλευρῖτις πέφυκεν, ἀλλ’ ὁμωνύμως, ὡς μήτε βήττειν μήτε μὴν πτύειν ὅλως· τῇ χειρὶ δ’ εἰ ψαύσαιο τοῦ πεπονθότος,
995ἀλγύνουσι κάμνοντες αὐτίκα πλέον. Εἰ καρδία δὲ πρωτοτύπως σοι πάθοι, ἢ φλεγμονὴν ἔσωθεν ἢ δυσκρασίαν, ἢ καὶ ῥαγείη τὴν ἐπίπνουν κοιλίαν, θάνατον ὀξὺν τῷ παθόντι προσφέρει.

9

(1000)

εἰ δ’ αὖ γε συμπάθειαν ἕξει δευτέρως, εἴτε πρὸς ἧπαρ εἴτε γαστέρος στόμα εἴτε πρὸς ἐγκέφαλον ἢ πρὸς κοιλίαν, συγκοπτικὸν δράσειε τοῖς ζῴοις πάθος καὶ λειποθυμήσουσιν οἱ πεπονθότες
1005δεινῶς τ’ ἐφιδρώσουσι συγκεκομμένως, παλμοί τε τούτοις συμπεσοῦνται καρδίας. Ἡ τοῦ στομάχου πολλάκις δυσκρασία πολλὴ ῥυεῖσα τὴν ὄρεξιν ἐκλύει. ἀλλ’ εἰ μέν ἐστι δύσκρατός τις θερμότης,
1010διψῆν ἀνάγκη, βορβορύττειν πολλάκις, τὰ ψυχρὰ πέττειν, καὶ στερέμνια πλέον· ψυχρὰν δὲ τεκμήραιο τοῖς ἐναντίοις. ἡ δ’ ἐκ χυμῶν ὄρεξις ἐκβεβλημένη δηλοῖ τὸν ὠθήσαντα χυμὸν αὐτίκα,
1015εἰ λεπτός ἐστι καὶ δακνώδης τὴν φύσιν, εἰ γλίσχρος ἐστὶν οἷα κολλώδης φύσει. ἀλλ’ εἰ μὲν ἕξει τοὺς χυμοὺς ἡ κοιλία, ἐμοῦσι τούτους οἱ νοσοῦντες αὐτίκα· εἰ δ’ ἐν χιτῶσίν εἰσιν ἐμπεπλασμένοι
1020ἢ καὶ ποθέντες ταῖς ἐκείνων οὐσίαις, κἂν ναυτιῶσιν, οὐκ ἐμοῦσι τὸ πλέον. Ἐμπνευμάτωσίς ἐστι γαστρὸς μὲν πάθος, ἀτμὸς μὲν χυμῶν, εἴτ’ ἀπέπτων σιτίων· γεννᾷ δὲ τούτους θερμότητος χαυνότης.
1025Ἡ χολερὰ δ’ αὖ ἐκτάραξις γαστέρος
ἄνω κάτω κενοῦσα τὴν φθορὰν μόλις, ἐκ τῶν ἀπέπτων σιτίων τελουμένη· γεννᾷ δὲ ταύτην καὶ χυμῶν μοχθηρία. Τὴν λειεντερίαν δὲ διπλῆν μοι νόει·
1030ἢ γίνεται γὰρ ἐντέρων ἡλκωμένων ἕλκωσιν ἁπλῆν, μὴ λίαν βαθυτάτην, ἢ καὶ λυθείσης τῆς καθεκτικῆς θύρας λειεντερικὴ συμβέβηκέ πως νόσος· καὶ γὰρ πέφυκεν ἐκκένωσις βρωμάτων
1035ἄπεπτος, ὑγρά, μηδαμῶς πεπεμμένη. τὸ δεύτερον δὲ τούτου τοῦ πάθους πάθος καὶ κοιλιακὸν ὠνόμασαν οἱ πάλαι. ἀμφοῖν δέ πως πέφυκε λεπτή τις κρίσις· ἀπεψία γάρ, εἴ γε συντεταμένη,
1040τῶν ἐντέρων πάθη τις, οὐ τῆς κοιλίας. Τενεσμός ἐστι τοῦ κενοῦν προθυμία, βραχεῖαν ἐξάγουσα χυμῶν οὐσίαν. οἴδημα καὶ γὰρ φλεγμονῶδες ἐν τέλει κεντεῖ πρὸς ἐκκένωσιν, ἀπατᾷ δέ γε.
1045 Δυσεντερία δ’ ἕλκος ἐστὶν ἐντέρων ἐκ συμπαθείας ἢ πάθους πρωτοσπόρου. ἀποκρίσεις δὲ δεικνύουσι τὴν βλάβην πρῶτον χολώδεις, εἶτα καὶ ποικιλίαι ἰχωροειδεῖς, αἱματώδεις τὴν φύσιν

9

(1050)

τῆς ἑτέρας χολῆς τε τῆς μελαγχρόου. ἀλλ’ εἰ μὲν ἐκκρίνοιτο κοπρία μόνον, πάθος πέφυκεν ἐντέρων τῶν παχέων· εἰ δ’ ἡ κόπρος πέφυκεν ἐξηλκωμένη, τῶν ἐντέρων δείκνυσι τῶν λεπτῶν βλάβην.
1055 Νόσος κολικὴ δυσφορώτατον πάθος. κόλον δέ ἐστιν ἔντερον κοῖλον μέγα, τῆς δεξιᾶς μὲν ἐκφυέν πως λαγόνος, τὴν δ’ αὖ γε λαιὰν συμπεριπλέκον κύκλῳ, πλείστων ὀδυνῶν αἴτιον πεπονθόσιν.
1060ἔχει δὲ πολλὰς τοῦ πάθους τὰς αἰτίας.
χυμὸς γὰρ ἴσως δυσδιαίρετος φύσει. ἐν τοῖς χιτῶσι τοῦ κόλου ῥεύσας μέσον στρόφοις ἐνοχλεῖ καὶ πόνοις καὶ ναυτίαις φράττει τε πάσας τῆς κόπρου τὰς ἐξόδους·
1065ποιεῖ δὲ τοῦτο συμφυὴς ἀπεψία ἐκ ποικίλων μάλιστα τῶν ἐδεσμάτων. καὶ πνεύματος δὲ πολλάκις πολλὴ ῥύσις τὴν τοῦ πάθους ἔπλασαν οὐσίαν μόνην, ζέσις τε πολλὴ φλεγμονῆς ἐγχωρίου
1070δεινῶς θορυβεῖ τοῦ κόλου τὴν οὐσίαν. οὓς ἡ κένωσις τῶν περιττῶν πολλάκις ἔβλαψεν, ὠδύνησεν ἐμπύρῳ βέλει. Ὁ δ’ εἰλεὸς σύμπτωμα δεινὸν τῇ φύσει. ὁ γὰρ κρατηθεὶς τῷ βροτοκτόνῳ πάθει
1075ἐκ τοῦ φάρυγγος τὴν κόπρον παραπτύει. τούτῳ τε πολλαὶ προσβολαὶ τῶν αἰτίων, καὶ φλεγμονὴ γὰρ βρωμάτων τ’ ἀπεψίαι, 〈..............〉 κύλισις τῶν ἐντέρων, τὸ δεινὸν εἰργάσαντο τῆς νόσου πάθος.
1080 Νεφρῶν πάθη κάκιστα, κύστεως πλέον, ἃ κοινά πως πέφυκεν ἄλγη τοῦ κόλου· ἀπεψίαι στρόφοι τε, κλεῖθρα γαστέρος, καὶ τρυπανώδεις τοῦ πεπονθότος πόνοι. διαίρεσις δὲ τῆσδε τῆς κοινωνίας
1085αὕτη πέφυκεν ἐμφρόνως νοουμένη. τοῖς γὰρ κακῶς ἔχουσιν ἐν πάθει κόλου ἡ δεξιὰ πέπονθε λαγόνος φύσις, ἡ πικρία δὲ τῆς ὀδύνης τοῦ πάθους ἄνω κάτωθεν μέχρις ἥπατος τρέχει
1090καὶ κλείεται κάτωθι πᾶς κόπρου πόρος, τὸ δ’ οὖρον αὐτοῖς φλεγματῶδες εἰς ἄκρον. τοῖς δ’ αὖ γε κύστιν καὶ νεφρὸν πεπονθόσι, τούτοις παρεμπέπηγεν ὁ σφοδρὸς πόνος, ναρκᾷ τε μηρὸς τοῦ κατ’ εὐθεῖαν πόρου,
1095λίθος τε τούτοις πλάττεται ποικιλόχρους· καὶ παιδίοις μὲν κύστις ἐξάγει λίθους, πλάττουσι δ’ αὐτοὺς οἱ νεφροὶ τοῖς ἀνδράσι. νεφριτικῶν δὲ ταῦτα σημεῖα φρόνει· ἄπεπτον οὖρον, ἀλλὰ μὴν καὶ λευκόχρουν,

9

(1100)

τρίψεις ἔχον κάτωθι πολλῶν ψαμμίων, ἔπειξις εἰς οὔρησιν, αἰδοίων τάσεις· ὕλη δέ ἐστι τοῖς πεπλασμένοις λίθοις χυμὸς γεώδης ἐκ παχείας οὐσίας τῇ θερμότητι τῶν νεφρῶν πεφυρμένη.
1105τὴν φλεγμονὴν δὲ τῶν πεπονθότων πόρων πύρωσις, ἄλγος ἀκριβώσει καὶ τάσις παρατροπὴ νοῦ, πῦρ καταφλέγον φύσιν, χολῆς κένωσις, οὖρον οὐκ ἐπιρρέον. Τὸ δ’ ἧπαρ ὕλη ποικίλων νοσημάτων·
1110ἁλίσκεται γὰρ φλεγμοναῖς, σκίρροις πλέον, ἐμφράξεσι μάλιστα ταῖς βροτοκτόνοις, ἐξασθενοῦν τε πρὸς τὸ πέττειν σιτία ἐργάζεται πάνδεινα τῇ φύσει πάθη. τὰς τέσσαρας γὰρ δυνάμεις κεκτημένον,
1115εἰ μὲν κενοῖ δίυγρον οὐσίαν κάτω, τὴν ἑλκτικὴν πέπονθε δύναμιν μόνην· εἰ δ’ ὡς κρεώδεις ἐξάγει τὰς οὐσίας, πρὸς τὴν μεταπλάττουσαν ἠσθένηκέ πως. ἔπειτα φλεγμήναντος ἥπατος φύσει
1120τῷ δεξιῷ πέπηγεν ἐν βάθει πόνος δεινόν τε καῦμα τὴν φύσιν καταφλέγει, καὶ δίψα καὶ βήξ, ἀλλὰ καὶ δύσπνοία τις δεινῶς σπαράττει τὴν πεπονθυῖαν φύσιν. ἀλλ’ εἰ μὲν εἴη τοῖς σιμοῖς τετρωμένον,
1125καὶ λειποθυμήσουσιν οἱ πεπονθότες, ἕξουσι δ’ αὖθις ὑδρικὰς παρεγχύσεις· εἰ δ’ αὖ τὰ κυρτὰ φλεγμονῆς ἔχει τάσις, τοῖς δακτύλοις γνοίη τις ὄγκον αὐτίκα.
Ὑδρωπικῶν δ’ αὖ εἰσβολὴν παθημάτων
1130καχεξίαν λέγουσι τεχνικοὶ λόγοι. ὁ δ’ ὕδερος τί; ψῦξίς ἐστιν ἡπάτων, σκίρρωσιν οἷα καὶ ζέσιν πεπονθότων, ἢ συμπαθούντων τοῖς πεπονθόσι τόποις ὕδρωψ παρεβλάστησε δυσχερὴς νόσος,
1135τὰς αἱματώδεις οὐκ ἔχουσα συστάσεις. ἀθροίζεται δ’ ἐντεῦθεν ὑγρὸν πνεῦμά τε, μέσον πεφυκὸς ὑμένος τεταμένου καὶ τῶν ἑλικτῶν χορδοειδῶν ἐντέρων. κἂν μὲν τὸ πνεῦμα τῶν ὑγρῶν εἴη πλέον,
1140ὕδρωψ ἐπλάσθη τῷ ψοφεῖν τυμπανίας· εἰ δ’ ἐστὶ πλέον ὑγρότητος οὐσία, ὕδρωψ ἐτέχθη προσφυῶς πως ἀσκίτης· εἰ δ’ ἐκχυθείη πρὸς τὸ πᾶν τῆς οὐσίας ῥοῦς αἱματώδης, φλεγματώδης τὴν χρόαν,
1145ὕδρωψ ὁ λευκόφλεγμός ἐστι τῇ φύσει. Χυμοὺς δ’ ὑφέλκων τοῖς πόροις μελαντάτους ἐξ ἥπατος σπλὴν τῇ καταλλήλῳ θέσει, ἐξασθενήσας ἢ φραγεὶς τὰς εἰσόδους, τοὺς ἰκτέρους δράσειε τοὺς μελαγχρόους.

9

(1150)

ἀλλ’ εἰ μὲν οὐ πέφυκε τῷ σπλάγχνῳ βάρος, τὴν ἑλκτικὴν δύναμιν πέπονθε μόνην· εἰ δ’ ἄλγος ἴσχει, τυγχάνει πεφραγμένος, ἐφ’ ᾧ πέφυκε φλεγμονή τε καὶ ζέσις, οὖρον δυσῶδες, καὶ κάκοσμον τὸ στόμα,
1155καὶ τῶν σκελῶν ἕλκωσις οὐκ ἰωμένη· εἰ δ’ ἴκτερος γένηται παύων τὴν νόσον, μετάστασιν δείκνυσιν ἔξω τῆς ὕλης. Τὸ δ’ αὖ περιτόναιον εἰ ῥαγῇ βίᾳ, ὄλισθον εἰργάσατο δεινὸν ἐντέροις.
1160 Ἀκούσιος κένωσις ἡ τῶν σπερμάτων ἡ τῆς γονῆς πέφυκεν ἔκλυτος ῥύσις, πάθος μυσαρόν, γονόρροια τοὐπίκλην,
τὸν καυλὸν οὐ τείνουσα τὸν φυτοσπόρον, ἐξασθενοῦντος τοῦ καθεκτικοῦ τόνου
1165τὸ σπέρμα τηρεῖν, ὥστε μὴ καταρρέειν. Ἡ δ’ αὖ σατυρίασις αἰδοίου πάθη καὶ παλμὸς ὀξὺς καὶ φλογίζουσα ζέσις, δεινῶς ζεσάντων τῶν σποροτρόφων πόρων. Τὸν πριαπισμὸν Πριάπου φερωνύμως
1170αὔξησιν εἰς μέγιστον αἰδοίων νόει, ὁρμὴν ἀναφρόδιτον, ἔντασιν μόνον. γεννᾷ δὲ τοῦτον φλέγμα μετρίως ζέσαν καὶ πνεῦμα τῆξαν καὶ κινῆσαν τὴν φύσιν. Γυναιξί τις πέφυκεν ἔμμηνος ῥύσις,
1175ἧς αἴτιον πρώτιστον ἄμβλωσις τόκου ἢ σώματος δύσκρατος ἴσως οὐσία, πάθημα μήτρας, ὑστέρας καλουμένης, ἢ ψῦξις ἢ κάκωσις ἢ πληγῆς βάρος· ἡ δ’ αὖ ὑπερκάθαρσις ἀθρόα ῥύσις·
1180ῥοῦς δ’ αὖ γυναικῶν πνευματισμὸς ὑστέρας. Τὴν ἐμπαθῆ δὲ φλεγμονὴν τῆς ὑστέρας καὶ πνεῦμα τίκτει καὶ κατάψυξις πάλιν, καὶ μᾶλλον ἐξάμβλωσις ἢ πληγῆς βάρος. σημεῖα τούτου πυρετὸς τεταμένος,
1185ἄλγος τραχήλου, καὶ τένοντος τὸ πλέον, σφυγμοί τε μικροὶ καὶ μύσις τῆς ὑστέρας. Συνίσταται δ’ ἕλκωσις ἐν μήτρᾳ πάλιν, ἢ δυστοκούσης ἢ δι’ ἐμβρυουλκίαν. ἀλλ’ εἰ μὲν ᾖ πρόχειρος ἕλκωσις τάχα,
1190δίοπτρον αὐτὴν εἰκονίσει σοι μόνον· εἰ δ’ ἐν βάθει πέφυκεν ἕλκους ἡ φύσις, γνοίης τὸ ποιὸν ἔκ γε τῶν κενουμένων. Καὶ καρκίνου πέφυκεν ἐν μήτρᾳ πάθος, ὁ μὲν μεθ’ ἕλκους καὶ δριμείας οὐσίας,
1195ὁ δὲ στεγνός τις, οὐδαμῶς ἡλκωμένος. τὸν χωρὶς ἕλκους ἱστορήσει σοι τάδε·
σκληρός τις ὄγκος τῆς παθούσης ὑστέρας, χροιὰ τρυγώδης καὶ πελιδνὴ πολλάκις, βουβῶνος ἄλγος, ὀσφύος ἢ γαστέρος.

9

(1200)

τὸν δ’ αὖ μεθ’ ἕλκους δεικνύει καὶ σκληρότης· ἡ σκληρότης δὲ τῆς πονούσης ὑστέρας ἢ πολλάκις σύμπαντος αὐτοῦ τοῦ κύτους. ἐφεκτικὸν πέφυκεν ἐμμήνων τόδε μαστούς τέ πως δείκνυσιν ἐξωγκωμένους·
1205πρὸς ὕδερόν τε τοῦτο λήγει πολλάκις. Ἐκ ψύξεως δὲ μυσάσης τῆς ὑστέρας ἐμπνευμάτωσις εὐθέως περιρρέει, ἢ πρὸς τὰ κοῖλα τοῦ λελεγμένου κύτους ἢ πρὸς τὸ σῶμα τῆς παθούσης ὑστέρας.
1210 Πνὶξ δ’ ὑστέρας ὕψωσίς ἐστιν ὑστέρας, τὰ καίρια θλίβουσα σώματος μέρη, μήνιγγας αὐτάς, καρδίαν, καρωτίδας. τούτου κάτοπτρον ὠχρότης καὶ νωθρότης σκελῶν συνολκὴ καὶ γνάθων ἐρυθρότης
1215δεσμοί τε γλώττης καὶ σκέλη παρειμένα, αἰσθήσεως νέκρωσις, ἄστατοι φρένες. Ἐναντίον πρόπτωσίς ἐστιν ὑστέρας, τῶν φυσικῶν γὰρ χωρίων ὑπορρέει· ἢ γὰρ ῥαγέντων τῶν κρατούντων ὑμένων,
1220ἢ συμπεσούσης τῆς γυναικὸς ὑψόθεν, ἢ καὶ λυθέντος πρὸς τὸ γῆρας τοῦ τόνου, ταῖς ὑστέραις πρόπτωσις ἐμπέπτωκέ πως. Ἡ δ’ ἰσχιὰς πέφυκεν ἰσχίων πάθος· χυμοῦ γὰρ αὐτῶν τῇ διαρθρώσει μέσον
1225ψυχροῦ παγέντος καὶ θλίβοντος τὴν φύσιν πάθος συνέστη κλήσεως ἰσχιάδος. Τὴν δ’ αὖ ποδάγραν καὶ νόσον τὴν ἀρθρῖτιν ἡ θρεπτικὴ δύναμις ἠτονημένη ἐκ τῆς ἀπλήστου πλησμονῆς τῶν σιτίων
1230παχύν τε σωρεύουσα χυμὸν ἐν βάθει γεννᾷ, προφαίνει, τοῖς ἰατροῖς δεικνύει.
ὁ συλλεγεὶς γὰρ χυμὸς ἐξ ἀσιτίας πολὺς πρὸς αὐτὰς τὰς διαρθρώσεις ῥέων τείνει τὰ νεῦρα, τῇ τάσει δ’ ἀλγηδόνας
1235πολλὰς δίδωσι τοῖς πεπονθόσι τόποις. ἀλλ’ εἰ μὲν εἰσρεύσειε τοῖς ποσὶ μόνοις, ποδαγρικὴ πέφυκε πάντως ἡ νόσος· εἰ δ’ αὖ τὸ σύμπαν σῶμα συγκατακλύσει, πρόδηλός ἐστιν τοῦτο πᾶσιν ἀρθρῖτις.
1240 Πώρους δὲ ποιεῖ τῇ διαρθρώσει ῥεῦσις χυμοῦ γεώδους φαρμάκων τε ξηρότης. Χείμεθλα δ’ εἰσὶ τὰ πρὸς ὥραν τοῦ ψύχους ἕλκη διαρρέοντα δακτύλων μέσον. Ὁ δὲ πτέρυξ ὄνυξιν ἐμπέφυκέ πως·
1245τὴν πλαγίαν γὰρ σάρκα μετρίως τρέφει. Ἡ κλῆσις τοὐλέφαντος εἰκὼν τυγχάνει τῆς θηριώδους τοῦ νοσήματος θέας. γεννᾷ δὲ ταύτην καὶ χολὴ κεκαυμένη ἰλύς τε καὶ τρὺξ αἵματος σεσηπότος·

9

(1250)

ἀλλ’ ἡ μέν ἐστιν οὐδ’ ἐπιχειρητέα, ἡ δ’ ἐστὶν ἥττων, ἐνδιδοῦσα φαρμάκοις. Ψώρα δὲ καὶ λέπρωσις ἔγκοναι δύο ὕλης μελάγχρου, καὶ διαλλάττουσί πως. ἡ μὲν λέπρα τάχιστα τὴν δορὰν ξέει
1255δύνει τε μέχρι τοῦ βάθους τῶν σωμάτων καὶ σχηματίζει κυκλικῶς τὸ χωρίον, ἀφ’ οὗ λεπίδες ἐκρέουσιν αὐτίκα· ψῶραι δ’ ἐπεξύσαντο τὴν δορὰν μόνον ἐν σχηματισμοῖς ποικίλοις τῶν τραυμάτων.
1260 Ἰχὼρ δὲ λεπτὸς σὺν χυμοῖς παχυτέροις λειχῆνα γεννᾷ, ῥίζα δ’ οὗτος τῆς λέπρας. Λευκὴ δέ ἐστι δέρματος πεπονθότος μετάστασίς τις πρὸς τὸ λευκὸν τῆς χρόας· γεννᾷ δὲ ταύτην φλέγματος γλίσχρου φύσις.
1265λευκὴ δὲ πρωτόριζος ἀλφὸς τυγχάνει
τρέπων τὸ σῶμα μέχρι τῶν ὁρωμένων. Πρόδηλός ἐστι κλῆσις ἐξανθημάτων· χυμῶν γὰρ ἄνθη τυγχάνουσι ποικίλων. Ἡ νυκτὶς ἕλκος νυκτὸς ἀλγῦνον πλέον,
1270φλυκταινοειδές, ὑπέρυθρον τὴν χρόαν. Δορᾶς φρόνει βλάστημα τὴν μυρμηκίαν, μικρόν, τυλῶδες, οἷα μύρμηξ ἐσθίον, βάσιν πλατεῖαν τῇ φύσει κεκτημένην· τὴν δὲ στενὴν ἔχουσαν, ἀκροχορδόνην.
1275 Τὸ γάγγλιον δὲ συστροφὴ νεύρου πέλει. Ἡ φλεγμονὴ δ’ ὄγκωσις ἐμπύρῳ ζέσει φλέγουσα κοινῶς τοὺς πεπονθότας τόπους. καὶ πᾶς μὲν ὄγκος φλεγμονὴ πεφλεγμένος· ἡ κυρίως δὲ φλεγμονὴ κεκλημένη
1280ἐξ αἵματος πέφυκεν εἴς τινας τόπους χρηστοῦ ῥυέντος τῷ πάχει τε συμμέτρου. Γάγγραινα δ’ ἐστὶ φλεγμονή τις πυρφόρος νεκροῦσα δεινῶς τοὺς πεπονθότας τόπους. Ὁ δὲ σφάκελλος φλεγμονὴ μὲν τυγχάνει·
1285καύσας δὲ πᾶσαν τοῦ τόπου τὴν οὐσίαν αἰσθήσεως ἀφῆκεν ἐστερημένον. σφάκελλος αὖθις ὀστέον σεσημμένον. Ἕρπης χολῆς βλάστημα τῆς ξανθοχρόου. Ἐρυσίπελας ἐκ χολῆς ξανθῆς πλέον
1290ἐξ αἵματός τε συμμιγέντος βλαστάνει, μεταστρέφων τὴν κλῆσιν ὡς πρὸς τὴν ὕλην. Βουβὼν δὲ καὶ φύγεθλον, ἀλλὰ καὶ φῦμα πάθη πέφυκεν ἀδένων καλουμένων. πλὴν ἀλλὰ βουβὼν φλεγμονὴ τῶν ἀδένων,
1295φῦμα πρὸς ἐκπύησιν ἠρεθισμένον, φύγεθλον ἡ ζέσασα φλεγμονὴ πλέον
τεκοῦσά τ’ ὄγκον ἐρυσιπελατόχρουν. Ὄγκος δοθιὴν ἐκ χυμῶν παχυτέρων ἐν σαρξὶ τὴν σύμπηξιν εὐθέων ἔχων.

9

(1300)

Φλυκταινοειδὲς ἡ τερέβινθος φῦμα. Ἄνθραξ διφυοῦς αἵματος γέννημά τι εἰς τὴν μέλαιναν ἐκτραπέντος οὐσίαν, ἔχοντος ἕλκος ἐσχαρῶδες τὴν φύσιν. Ὁ θηριώδης καρκίνος τῶν σωμάτων
1305ἁπανταχῇ πέφυκε ῥιζοῦσθαι φύσει, μᾶλλον δὲ τιτθοῖς τῶν γυναικῶν βλαστάνει. χολὴ δὲ τοῦτον ἡ μελάντερος τρέφει· πληροῖ δὲ κύκλῳ τὰς προκειμένας φλέβας, ἃς ἄν τις εἰκάσειε θηρίου πόδας.
1310 Τὸ δ’ ἐμφύσημα πνεῦμα λεπτὸν τυγχάνει ἢ πρὸς τὸ σῶμα τῆς δορᾶς ἠθροισμένον ἢ πρὸς τὰ κοῖλα τῆς κάτωθι κοιλίας. Ὁ σκίρρος ἐστὶν ὄγκος ἐσκληρωμένος αἰσθήσεως ἄμοιρος, οἷά τις τύλος·
1315οὐκ ἀκριβῆ δὲ τὸν δυσαίσθητον λέγε. χυμῶν δὲ τοῦτον ἡ περίγλισχρος φύσις αὔξει πρὸς ὄγκον καὶ τυλώσασα τρέφει. Χοιρὰς δ’ ἀδὴν πέφυκεν ἐσκιρρωμένη. Τὸ κηρίον δ’ ὄγκωσις ἐντετρημένη,
1320ὡς οἷα σίμβλον βλύζον ἔγχυμον μέλι, κατὰ τράχηλον τὸ πλέον καὶ μασχάλας. Ὁ κόλπος ἕλκος οὐδαμῶς συνημμένος. Κόλπος τυλώδης ἡ καλουμένη σύριγξ. Τοὺς δ’ αὖ διὰ σφήνωσιν ἀρθρώδεις πόνους
1325οἱ τεχνικοὶ λέγουσι ἀγκύλας λόγοι. Τρία γένη πέφυκεν ἑλμίνθων μόνα· ἡ μὲν γάρ ἐστι στρογγύλη κεκλημένη,
1327bis〈.................................〉
1328ἡ δ’ ἀσκαρὶς πέφυκε, τὸ τρίτον γένος· ὕλη δὲ πασῶν φλεγματώδης οὐσία.
1330 Τοὺς λυσσοδήκτους ὧδε φωράσειέ τις· φεύγουσιν ὕδωρ καὶ δάκνουσιν ὡς κύνες, ὡς ὑλακὴν πέμπουσιν ἐξεστηκότες, ἱδροῦσι δεινῶς, σπασμὸν ἴσχουσι ξένον, ἐρυθρὸς αὐτοῖς πᾶς ὁ χρὼς τῶν σωμάτων.
1335 Ὑποσπαθισμὸς εἶδός ἐστιν ὀργάνου χειρουργικοῦ, τέμνοντος ὁρμὰς ῥευμάτων. Ὑποσκυφισμὸς σχῆμα τῆς χειρουργίας. Τῶν ὑμένων σκλήρωσις ἔκ τινος τρόπου, οἳ γλῶσσαν ἀμπέχουσι χιτῶνος δίκην,
1340δεινὸν πέφυκεν ἀγκυλόγλωσσον πάθος. Ἡ δ’ ἀντιὰς τί; φλεγμονὴ παρισθμίων καὶ ξηρότης μάλιστα καὶ δυσχρηστία. Ὁ γαργαρεὼν πλῆκτρον οἷα τυγχάνει φωνῆς ἐνάρθρου· ῥεῦμα δ’ ἐνδεδεγμένος,
1345εἰ μὲν πρόμηκες σχῆμα τῇ τάσει λάβοι, κίων καλεῖται τεχνικωτέροις λόγοις· εἰ στρογγύλος δὲ καὶ παχὺς γένοιτό πως, κλῆσιν σταφυλῆς καὶ θέαν προσλαμβάνει. Χειρουργία τις ἡ λαρυγγοτομία.

9

(1350)

Τὸ στεάτωμα σκληρόν ἐστι σαρκίον· τὸ δ’ ἀθέρωμα λεπτὸν οἷ’ ἄχνη σίτου· ἡ μελικηρὶς ὡς χλιάζον σῶμά τι. Ὄγκος δὲ χαῦνος ἀνεύρυσμα τυγχάνει, γεννᾷ δὲ τοῦτον αἱματόπνους οὐσία.
1355 Ἡ βραγχοκήλη τοῦ τραχήλου τυγχάνει ὄγκωσις, ὡς ἔπαρμα τοῦ βρόγχου τάχα. Ἐξόμφαλόν τί ἐστιν ὀμφαλοῦ πάθος,
ἢ συρραγέντος τοῦ παθόντος ὑμένος καὶ συμπεσόντος εἰς τὸν ὀμφαλοῦ τόπον
1360ἢ συνδραμούσης ὑγρότητος ἐνθάδε ἢ συρρυείσης αἱματώδους οὐσίας· καὶ πλεῖστ’ ἂν εἴποις αἴτια πρὸς τὸν λόγον. Πόσθη τὸ δέρμα τῆς βαλάνου τυγχάνει. Ὑποσπαδισμὸς σχῆμά πως χειρουργίας.
1365 Φίμωσίς ἐστιν ἡ μὲν ὡς βύουσά πως ἄνωθεν τὴν βάλανον ἐνσάρκῳ σκέπῃ, ἡ δ’ ὡς ὑποτρέχουσα καὶ γυμνοῦσά πως. Ὁ θύμος εἶδος φύματος τῆς βαλάνου· λυμαίνεται δὲ ταῦτα καὶ πόσθην ἴσως.
1370 Καθετηρισμὸς κύστεως χειρουργία. Ἡ σαρκοκήλη ῥευματισμὸς διδύμου. Ἡ κιρροκήλη κιρσός ἐστι σωμάτων τῶν ἐκτρεφόντων τὴν διδύμων οὐσίαν. Ἑρμαφροδίτων ἀγχίθυρος ἡ φύσις.

10

(1t)

Στίχοι εἰς τὸ ‘ζύμη ἣν λαβοῦσα γυνὴ ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία‘
1 Γυνή, ζύμη, βέλτιστε, καὶ σάτα τρία ἔχουσιν ἐξήγησιν ἐξῃρημένην ἀλληγοροῦσαν τοὺς προκειμένους λόγους γυνὴ μέν ἐστι προσφυῶς ἐκκλησία·
5ζύμη δὲ θεῖος καὶ θεόγραφος λόγος· ἄλευρον ἡ φέρουσα τοῦτον καρδία· ψυχῆς δὲ τριμέρεια τὰ τρία σάτα, θυμός, λόγος πόθος τε, κρειττόνων ἔρως, ἐν οἷς ὁ θεῖος συμφυραθείς πως λόγος
10ὅλην συνεζύμωσε τὴν ψυχῆς φύσιν. Τὸ γοῦν σάτον πέφυκε χοίνικες δύο, Ἑβραϊκὸν σήμαντρον, οἰκεῖον μέτρον.

11

(1t)

Τοῦ Ψελλοῦ στίχοι περὶ σεληνιασμοῦ
1 Σεληνιασμὸς φυσικόν τι τυγχάνει πάθημα βλάπτον τὴν φύσιν τῶν σωμάτων· οὐχ ὡς λέγουσι δαίμονος κακουργίᾳ, οὐδ’ ἡ σελήνη τὴν κάκωσιν εἰσφέρει.
5αὔξουσα δ’ αὕτη καὶ πάλιν μειουμένη τὸν ἀέρα πέφυκε ποικίλως τρέπειν· ὅσοι δ’ ἔχουσι τοὺς χυμοὺς τοὺς ἐμφύτους ἐν ταῖς τροφαῖς πάσχοντας εὐστρόφῳ φύσει, πάσχουσιν οὗτοι τῆς σελήνης τὴν φύσιν
10καὶ τὴν πάθην λέγουσι φυσικοὶ λόγοι σεληνιασμόν, οἷα δὴ τῆς φωσφόρου σαφῶς τρεπούσης εὐπαθῶς τὸν ἀέρα. ὃν εἰσπνέοντες τῶν ῥινῶν τῇ συρμάδι,
ὅσοι μὲν εὖ ἔχουσι τοῦ συγκειμένου
15οὐκ ἐμπαθῶς φέρουσι τοῦτον ἐν ζάλῃ· ὅσοι δ’ ἑτοιμότρεπτον ἴσχουσι φύσιν, τούτοις ἑτοιμότρωτός ἐστιν ἡ πάθη.

12

(1t)

Τοῦ κῦρ Μιχαὴλ τοῦ Ψελλοῦ πρὸς τὸν βασιλέα κῦρ Μιχαὴλ τὸν Δοῦκα
1 Δισεξαδέλφου παῖδα σῆς οὐ πρὸς γάμον λάβῃς ἐρωτῶν ἄνδρα τηροῦντα νόμους· φθεῖραι δὲ ταύτην ἀνερωτήτως φθάσας ἔχεις ἀδιάσπαστον, ἴσθι, τὸν γάμον.
5πλὴν κανονικοῖς ἀφορισμοῖς στερκτέον, ἑκάτεροι κρέατος ἐγκρατευμένοι, οἴνου πόματος ἡμέραις σταυρωσίμοις.

13

(1t)

Τοῦ αὐτοῦ στίχοι ὅτι ἀναλογεῖ ὁ νοῦς μὲν τῷ ἡλίῳ, ἡ ψυχὴ τῇ σελήνῃ
2tκαὶ ἡ σὰρξ τῇ γῇ· ἐξ ὧν δή, νοός, ψυχῆς καὶ σαρκός, συνιστάμενος ὁ
3tἄνθρωπος σῴζει τύπον τοῦ σύμπαντος
1 Τῶν πρωτοτύπων οὐρανοῦ κινημάτων καὶ τῶν ἐν αὐτῷ προσφυῶν παθημάτων εὕροις παρ’ ἡμῖν εἰκόνας κεκρυμμένας. Ὁ νοῦς γὰρ ἡμῖν οἷα λαμπρὸς φωσφόρος
5τὸν ἥλιόν πως εἰκονίζει πανσόφως,
τῆς δ’ αὖ σελήνης ἐστὶν ἡ ψυχὴ τύπος. ὁ μὲν γάρ, ὡς κάλλιστος, ὡς φωστὴρ μέγας, ὅλος διαυγής ἐστιν, ἀστραπηβόλος, ψυχὴ δέ, προσπεσοῦσα σώματος φύσει,
10ἐξ ἡμισείας ὥσπερ αὐγάζει μόνον· τὸ μὲν γὰρ εἰς νοῦν προσφυῶς ἀνηγμένον φωτὸς μετέσχεν ὥσπερ ἐκ πρώτου φάους, τὸ δ’ αὖ γε πρὸς αἴσθησιν ἐμπεσὸν κάτω καὶ φωτὸς ἠμοίρησε καὶ σκότους γέμει.
15ὁ μὲν γὰρ ἀκρότησι τῶν ἄνω λόγων βρύει διαυγεῖ γνωστικῶς λαμπηδόνι· ἡ δέ, πρὸς αὐτῇ τῇ σκιᾷ καθημένη, ἐκεῖθεν ἠμαύρωσεν αὐτῆς τὴν φύσιν, καί πως σκοτώδης, ἀχλύος πεπλησμένη,
20ὑποδραμοῦσα τὸν νοητὸν φωσφόρον συνέσχεν αὐτοῦ τὰς διαυγεῖς λαμπάδας. Κἀκεῖ μέν ἐστι γῆ, σελήνη, φωσφόρος, ψυχὴ δὲ καὶ σὰρξ ὧδε καὶ νοῦς προσφόρως· ἓν οὖν πρὸς ἕν πως ἀντίθες, πλὴν εὐλόγως,
25πρὸς ἥλιον νοῦν, σῶμα πρὸς γῆν εὐθέτως, τὴν ψυχικὴν δὲ πρὸς σελήνην οὐσίαν. ὁ μὲν γὰρ αὐτόχρημα φωτὸς οὐσία, τὸ σῶμα λαμπρότητος ἐστερημένον, ψυχὴ δὲ τυγχάνουσα μέση τῶν δύο
30τὸ μὲν τέτευχε φωτὸς ὡς νοῦ πλησίον,
τὸ δ’ οὐ τέτευχεν ἐγγὺς οὖσα σωμάτων.

14

(1t)

Τοῦ σοφωτάτου Ψελλοῦ στίχοι ὅμοιοι περὶ τοῦ ἰαμβικοῦ μέτρου
1 Τὸ μέτρον οὕτω τῶν ἰάμβων μοι μέτρει· καὶ τοὺς πόδας μὲν ἡ μέλισσα δεικνύτω, τῶν συλλαβῶν δὲ τὴν ἀρίθμησιν κύκλον τὸν ζωδιακὸν εἰσορῶν μάνθανέ μοι.
5μέλλων δὲ μετρεῖν καὶ στίχους πλέκειν, φίλος, ἅπασαν ἐν νῷ τοῦ σκοποῦ τὴν εἰκόνα προσλαμβάνων ἄριστα καὶ στίχους πλέκε. Πρῶτον μὲν οὖν καὶ τρίτον ἢ πέμπτον πόδα ἴαμβος ἢ σπονδεῖος εὐτρεπιζέτω,
10τὸν δεύτερον δὲ καὶ τέταρτον ἀξίως ἴαμβον ἁπλοῦν εἰσφέρων ἀπαρτίσεις, ἕκτος δ’ ἰάμβου τέρπεται κόσμον φέρων καὶ πυρριχίῳ τὴν κάραν ὑψοῦ φέρει. Ἔστωσαν οὖν σοι πυρρίχιος μὲν ‘λ⏑όγ⏑οσ‘,
15σπονδεῖος ‘῎–ατλ–ασ‘ ἐκ μακρῶν χρόνων δύο, ‘Λ⏑άχ–ησ‘ δ’ ἴαμβος καὶ ‘λ⏑έβ–ησ‘ αὖ καὶ ‘Θ⏑έ–ων‘. Ἰδοὺ τὸ πᾶν εἴληφας ἐν βραχεῖ μέτρῳ.

15

(1t)

Τοῦ λογιωτάτου Ψελλοῦ Κωνσταντινουπόλεως
1Ἄριστον ἀρίστησον ἐκτὸς τοῦ κόρου
καὶ δεῖπνον ἀδείπνητον ἐστενωμένον. πάντων λαχάνων, ὀσπρίων μικρὸν λάβε, πασῶν ὀπωρῶν πλησμόνην ἀποτρέπου,
5κραβηφαγῆσαι βραχυφαγῆσαι θέμις. μίσει τὸν ὄκνον ὡς σατανᾶν, ὡς ὄφιν· δείλης τὸν ὕπνον οὐ καλὸν ποθεῖν ὅλως· παραρριπισμῶν προσβολὴν ἀποτρέπου.

16

Ἐμοί, κραταιὲ φωσφόρε στεφηφόρε, μέλημα καὶ σπούδασμα καὶ βίος λόγοι, ἐξ ὧν φανῆναι καὶ προκόψειν ἐλπίσας πάντων κατεφρόνησα καὶ ζῆν εἱλόμην
5τέως ταπεινὸν καὶ κεκρυμμένον βίον, πόνοις ὁμιλῶν καὶ σοφῶν βίβλοις μόνον. πλὴν οὖν ἰδεῖν σου τὸ κράτος προσηυχόμην εἰς τὴν ἑαυτοῦ δεδραμηκὸς ἀξίαν, τοῦ προσπεσόντος ἐν μέσῳ δεινοῦ νέφους
10καὶ πειραθέντος σὰς σβέσαι λαμπηδόνας αὖθις ῥαγέντος καὶ ῥυέντος εἰς χάος. οὐκοῦν θεωρῶ τῆς ἐμῆς εὐχῆς τέλος· τῇ γὰρ προνοίᾳ τοῦ θεοῦ καὶ δεσπότου ἔχεις ἀνεμπόδιστον ἀκραιφνὲς κράτος.
15δέδεξο λοιπὸν οἰκέτου δῶρον λόγον· σὺ δ’ ἀντιδοίης τὴν κατ’ ἀξίαν δόσιν
τοῖς σοῖς με πάντως συμβαλὼν νοταρίοις.

17

(1t)

Τοῦ ὑπερτίμου Κωνσταντίνου τοῦ Ψελλοῦ στίχοι ἰαμβικοὶ εἰς τὴν τε‐
2tλευτὴν τῆς Σκληραίνης
1 Νῦν κοσμικὴ θύελλα, νῦν κοινὴ ζάλη, νῦν συμφορᾶς ἄπαυστος ἠγέρθη κλύδων. νῦν οὐρανὲ στέναξον ἐξ ὕψους μέγα καὶ γῆ κάτω βόησον, ‘ὢ δεινοῦ πάθουσ‘.
5νῦν ἀντὶ φωτὸς αἷμα πέμψον, φωσφόρε· νῦν καὶ σελήνη καὶ χορὸς τῶν ἀστέρων ἀντ’ ἀκτίνων πέμποιτε κρουνοὺς δακρύων. ἀὴρ δὲ καὶ θάλασσα κυματουμένη, ἀχλὺν ἐπενδύθητε καὶ βαθὺν ζόφον.
10ἡ γὰρ σεβαστὴ καὶ γένει καὶ τῷ βίῳ, τὸ λαμπρὸν ἀξίωμα τῶν ἀνακτόρων, ἡ βαθμὶς ἡ πρόκριτος, ἡ πρώτη βάσις, ἠθῶν ὁ κόσμος, τῶν τρόπων ἡ λαμπρότης, τὸ ζῶν ἄγαλμα, τῶν φρενῶν ἡ σεμνότης,
15τὸ τερπνὸν ἄνθος, τῆς τρυφῆς τὸ χωρίον, ἡ τῶν Χαρίτων εὐπρεπὴς κατοικία, ἡ πᾶν τὸ κάλλος τῶν ἐν ἀνθρώποις μόνη ἔχουσα καὶ φέρουσα καὶ τῷ δεσπότῃ δείξασα καὶ τέρψασα λαμπρύνασά τε
20ὡς δένδρον ἀνθοῦν ἐκ νοητῶν κοιλάδων,
φεῦ φεῦ, πρὸ ὥρας ἐτρυγήθη ῥιζόθεν. Ὢ δένδρον οἷον ἐξέκοψας, ὦ Χάρων, ᾧ ῥίζα μὲν κάτωθεν ἐψυχωμένη, ὁ καρπὸς ἐγλύκαζεν αὐτὴν καρδίαν,
25τὸ φύλλον οἷον μὴ μαραίνεσθαι χρόνῳ· οὐκ εἰς ἔαρ ἔθαλλε καὶ θέρος μόνον, εἰς πάντα δ’ ἤνθει καιρὸν εὐκάρπῳ φύσει. ὢ ποῖος ἀστὴρ φωτολαμπὴς ἐκρύβη, ὢ ποῖος ἔσβη γῆς ἀπαυγάζων λύχνος·
30μόνη γὰρ αὐτὴ γῆς τε καὶ πόλου μέσον, ἄστρον φαεινόν, ἄνθος ἡδονῆς γέμον, τὸ σῶμα λαμπρά, παμφαὴς τὴν καρδίαν, ταῖς ἀρεταῖς στίλβουσα μαργάρου πλέον, ταῖς ἡδοναῖς λάμπουσα μᾶλλον χρυσίου,
35τὸ θῆλυ σαρκὸς ἀρρενοῦσα τοῖς τρόποις, τὸ κόσμιον φέρουσα μέχρι καὶ θέας. ὢ πάντα νικήσασα τῇ σαυτῆς φύσει καὶ πάντα κινήσασα πρὸς θρηνῳδίαν, ὢ πάντα μὲν θέλξασα κάλλει καὶ φύσει
40καὶ πάντα πληρώσασα νῦν πικροῦ ζόφου, ὢ γῆν καταυγάσασα ταῖς ἀγλαΐαις καὶ νῦν ἀμαυρώσασα τὴν πᾶσαν κτίσιν, ὢ πάντα συγκρύψασα ταῖς εὐμορφίαις τῆς γῆς τὰ κάλλη καὶ τὰ φαιδρὰ τοῦ πόλου,
45καὶ νῦν κρυβεῖσα σωματοφθόρῳ λίθῳ· τὰ πάντα πλήρη στυγνότητος ἐσχάτης καὶ δακρύων γέμοντα καὶ πένθους ξένου, τὸ λαμπρὸν οὐκ ἔχοντα σῆς θέας φάος, τὸ θέλγον οὐ φέροντα σῆς λύρας στόμα.

17

(50)

Τίς μοι παρέξει κρουνὸν ᾑματωμένον, τίς δακρύων ἄβυσσον οὐ κενουμένην, ὅπως ἀποκλαύσαιμι τὴν κοινὴν ζάλην, τὴν φλεγμονὴν δὲ τοῦ πάθους τῆς καρδίας τοῖς δάκρυσι δείξαιμι τοῖς ᾑμαγμένοις;
55ὢ καὶ μάτην ζήσασα τούτῳ τῷ βίῳ, ὢ καὶ μάτην τυχοῦσα λαμπρᾶς ἀξίας καὶ δόξαν ἄκραν συλλαβοῦσα τῆς τύχης, ὢ καὶ μάτην φανεῖσα λαμπρὰ τὴν θέαν καὶ πάντας ἀστράψασα καλλοναῖς ξέναις,
60στυγνῷ κρυβεῖσα καὶ παρ’ ἐλπίδα λίθῳ. Ὁ δεσπότης δὲ σῷ πόθῳ κεκαυμένος καὶ σῶν μεγίστων ἀρετῶν μεμνημένος ἔχων τε τὴν σύμπνοιαν ἐν τῇ καρδίᾳ καὶ τὴν ἄκραν σου ψυχικὴν εὐφυΐαν
65φέρων τε τῷ νῷ τὴν πικρὰν τιμωρίαν ἣν ἐν ξένῃ γῇ δυστυχῶν ἐκαρτέρει, καὶ σὸν παρηγόρημα, σὴν θυμηδίαν, ὅπως μὲν αὐτῷ λάτρις ἦσθα τοῖς τρόποις, ὅπως δὲ καὶ θάλασσα τῶν δωρημάτων,
70τρυφῆς χορηγὸς καὶ τροφῆς ὑπηρέτις· τούτων ἁπάντων τῶν καλῶν μεμνημένος ἔσπευδεν ἰσόμετρον ἐκτῖσαι χάριν, ἔσπευδε νικῆσαί σε πλήθει χαρίτων, χειρὸς τοσαύτης εὐπορήσας καὶ κράτους,
75καὶ πᾶσι τιμᾷ τοῖς καλοῖς καὶ τιμίοις, πλούτῳ σε πολλῷ, λαμπρότητι παγκάλῃ· τοῖς μαργάροις κρύπτει σε, τοῖς λίθοις πλέον, αἴρει πρὸς ὕψος τῆς ὑπερτάτης τύχης, κοινὴν τίθησι τοῦ βίου σε προστάτιν·
80ἔπειτα μείζους ἐννοῶν βαθμοὺς πάλιν πρὸς μεῖζον αὔξει καὶ μεταίρει σε κλέος, τιμῇ καταστράψας σε λαμπρᾶς ἀξίας καὶ τὴν σεβαστὴν ἐκ γένους καὶ τοῖς τρόποις τιμᾷ σεβαστὴν ἐκ τύχης καὶ τοῦ βίου.
85ὀφθαλμὸς αὐτῷ, φῶς ὑπῆρχες ἡδύνον, ζωή, πνοή, τὰ πάντα, δόξα καὶ κράτος, ὁρωμένη, λαλοῦσα καὶ κινουμένη. παρῆν γὰρ ἐν σοὶ κάλλος, ἦθος καὶ χάρις·
καὶ γλυκύτης ἔμψυχος ἤνθει σῇ φύσει·
90καὶ πᾶς βλέπων σε μὴ θέλων ἐμειδία, ὥσπερ τινὸς χάριτος ἐμπεπλησμένος· καὶ χεῖρα κινῶν, ἀλλ’ ὁμοῦ καὶ τὴν κάραν, ‘ἄμεμπτοσ‘ εἶπεν ‘ὃς ποθεῖ τὴν σὴν θέαν‘. ταύτην ἔχαιρε γῆς ὁρῶν ὁ δεσπότης
95μόνος τε τὸν λειμῶνα τρυγῶν τοῦ βίου ἄπαυστον εἶχε χαρμονὴν τῇ καρδίᾳ· κἂν ἡλίου φῶς ἦν κεκρυμμένον νέφει, τὴν σὴν ἑώρα λάμψιν ἀντὶ φωσφόρου· κἂν τὴν σελήνην οὐκ ἐδείκνυ τὸ σκότος,

17

(100)

σὲ τὴν σελήνην εἶχε λύτειραν ζόφου· ἀχλὺς κατεῖχε τοῦτον ἐξ ἀθυμίας, καὶ σὴν βλέπων ἔναστρον ἤγαλλεν θέαν. Ὀρφεὺς γὰρ ὄντως, ἀλλὰ Σειρὴν ἐν λόγοις ὑπῆρχες εἰσπέμπουσα πάγκαλον μέλος
105καὶ πάντοθεν θέλγουσα καὶ κηλοῦσά τε καὶ πρὸς χαρὰν πέμπουσα καὶ θυμηδίαν καὶ θλίψεων λύουσα τὰς περιστάσεις. οὕτως ἐνίκας καὶ πάλιν τὸν δεσπότην λαμπραῖς ἀμοιβαῖς ψυχικῶν χαρισμάτων,
110πάσης δὲ μᾶλλον ἐκράτησας καρδίας, καὶ πάντες εἰς σὲ μᾶλλον ἢ πρὸς Ὀρφέα ἤγοντο συντρέχοντες ἀπλήστῳ πόθῳ, καὶ πᾶς ἰδὼν ἔκπληκτος ἵστατο βλέπων· κἂν μή τις αἰδὼς ἀντέκρυπτε σὴν θέαν,
115καινός τις ἄλλος ἂν ἐποιήθη λόγος, ὡς ἡ σεβαστὴ τῷ ξένῳ τῆς ἰδέας πήγνυσι τὸν βλέποντα καὶ ποιεῖ λίθον. Ἀλλ’ ἦν ἄθελκτος πρὸς τὸ σὸν μέλος Χάρων, ἀλλ’ ἦν ἄτεγκτος ἡ τελευτὴ καὶ μόνη.
120φεῦ, φεῦ, ὁποῖον νῦν παρεισάγω λόγον; πῶς καὶ κινοῦμαι καὶ λαλῶ καὶ συγγράφω; πέτραι, διαρράγητε πενθικῷ κρότῳ· ὄρη, διαθρύβητε θρηνώδει μέλει·
στέναξον, ἡ γῆ, καὶ βόησον ἐκ βάθους·
125κἂν μὴ στενάζειν φυσικῷ λόγῳ δύνῃ, ἦχόν τινα πρόπεμψον ἐκ τῶν πυθμένων· τὰ δένδρα κόψον οἷα λαμπροὺς βοστρύχους, ἄνθην ἅπασαν κεῖρον ὡς πλοκαμίδα. ἡ γὰρ σεβαστὴ καὶ πρὸ τῆς τύχης γένει
130λεπτῶς, ἀμυδρῶς, ἐσχάτως ἀναπνέει· τὸ μουσικὸν δὲ καὶ θεηγόρον στόμα σιγὴ κατέσχεν ὑστάτης ἀφωνίας· ἅπαν τὸ κάλλος, ἡ μελιχρὰ τερπνότης, ἡ τῶν λόγων ἔμψυχος ἐν γνάθοις χάρις
135νῦν ὠχρίασις, νῦν ἀφοίνικτος μόνον. ὁ νοῦς ἐκεῖνος ἐφθάρη πρὸ τοῦ τέλους, ἡ συστροφὴ δὲ τῶν φρενῶν ἀπερρύη, τὰ δὲ βλέφαρα τῶν φαεινῶν ὀμμάτων πρὸ τῆς θανῆς μέμυκεν ἠτονημένα.
140 Θρῆνοι δὲ κύκλῳ καὶ στεναγμοὶ καὶ γόοι, θρύψεις παρειῶν καὶ σπαραγμοὶ τῆς κόμης, τῆς μητρὸς αὐτῆς, τοῦ ποθητοῦ συγγόνου, γνωστῶν, συνήθων, συγγενῶν καὶ γνωρίμων· καὶ πάντα κωφὰ ταῦτα τῇ προκειμένῃ.
145 Μήτηρ δὲ καὶ πρὶν τῷ πάθει κρατουμένη καὶ τῇ θυγατρὶ πάντα συννεκρουμένη, ἐπείπερ εἶδε τὴν καλὴν ἀηδόνα τὴν μουσικὴν ἄφωνον ἀψύχῳ μέλει, ψυχορραγοῦσαν καὶ πνέουσαν ἐσχάτως,

17

(150)

ὄρνις καθώσπερ τῶν τέκνων τεθυμένων, τρύζουσα καὶ βοῶσα καὶ μυκωμένη καὶ τὴν κόμην πάττουσα πάντοθεν κόνει τοιάσδε φωνὰς σὺν στεναγμοῖς ἠφίει· ‘Ὦ τέκνον ἡδύ, τέκνον ἡδονῆς γέμον,
155σπλάγχνων ἐμῶν γέννημα δυστυχεστάτων, τίς ἥρπασέν σε τῆς ἐμῆς νῦν ἀγκάλης;
τίς ὡς στάχυν πρόωρον ἐξέκοψέ σε, τίς ὡς βότρυν ἄωρον ἐτρύγησέ σε; τίς ἔσβεσέν μου τὴν νοητὴν λαμπάδα,
160ἐμῶν δ’ ἀπημαύρωσε φῶς, φεῦ, ὀμμάτων; σαρκῶν ἐμῶν στήριγμα γηραιῶν μόνη, χείρ, ὄμμα καὶ ποὺς καὶ καλὴ βακτηρία, ψυχή, πνοὴ ζωή τε, νοῦς καὶ καρδία, ποῦ νῦν ἀπέρχῃ σὴν ἐῶσα μητέρα;
165ὦ κῦμα διπλοῦν συμφορῶν ἀμηχάνων, ἤνεγκα πρὶν στέρησιν ἀνδρὸς φιλτάτου, τομὴν μέλους, φεῦ, ἡμιθανὴς δ’ ἦν βίῳ· ἐν σοὶ δ’ ἐπέζων, ἀλλὰ νῦν, ὢ τοῦ πάθους, καὶ σοῦ στεροῦμαι, τῆς πνοῆς καὶ καρδίας.
170καὶ νῦν ἄπνους, ἄψυχός εἰμι τῷ βίῳ. ἐγὼ μέν, ὦ θύγατερ, εἶχον ἐλπίδας γηρωκομηθῆναί με πρὸς σοῦ, φιλάτη, κόλπῳ τε τῷ σῷ καὶ ποθηταῖς ἀγκάλαις πνοὴν ἀφεῖναι τοῦ βίου τὴν ἐσχάτην.
175σὺ δ’ ἀλλ’ ἐμοὶ τέθνηκας ἡ ζῆν ἀξία τῇ καὶ τεθνάναι προσδοκωμένῃ πάλαι. τί καὶ γὰρ οὐ τέθνηκα σοῦ πρῶτον, τέκνον, γηραιά, παντάλαινα, ῥυτίδων ὅλη; ὦ δυστυχὴς δύσμητερ, οἰκτρὰ κοιλία,
180κἂν εὐθέως ἔδοξας εὐτυχεστάτη περιστερὰν τέξασα κεχρυσωμένην. φεῦ ὠδίνων, φεῦ τοῦ παναθλίου τόκου. ποῖόν τι πρῶτον κλαύσομαι καὶ δακρύσω, ποῖον δ’ ἀφήσω, θύγατερ, σῶν χαρίτων
185ἄκλαυστον, ἀθρήνητον, ἔξω δακρύων; τὴν ἔμφυτόν σου καλλονὴν τῆς καρδίας; τὴν ἐκτὸς εὐπρέπειαν; αὐτὰς τὰς φρένας; τὸ συμπαθές σου, τὸν φιλεύσπλαγχνον τρόπον; τὴν εἰς ἐμὲ πρόνοιαν ἀκριβεστάτην;
190ἁμαρτίαν ἥμαρτες, ὦ Χάρων, ξένην ἐμοῦ προπέμψας εἰς ᾅδην τὴν φιλτάτην·
εἰ γὰρ θερίζειν τοὺς βροτοὺς ἐπετράπης, ἔργον θεριστοῦ πρᾶττε τὰς λευκὰς τρίχας· ὡς λευκὸν ἐκθέριζε τοῦ βίου στάχυν.
195τί καὶ πρὸ καιροῦ τοὺς ἀώρους ἐκτέμνεις; εἰ δ’ ἐκθερίζεις ἀλληνάλλως, ὡς θέλεις, κἂν ἄρτι με πρόρριζον ἐκκόψας λάβε καὶ συγκόμιζε τῇ θυγατρὶ πρὸς τάφον· καὶ σωρὸς ἔστω σοῦ βροτοκτόνου θέρους

17

(200)

μήτηρ ὁμοῦ καὶ τέκνον, ἄβρωτος στάχυς.‘ μήτηρ μὲν οὕτως μητρικῶς κινουμένη ἀνωλόλυζεν, ἐστέναζεν ἐκ βάθους, πέμπουσα κρουνοὺς αἱμοφύρτων δακρύων καὶ τὴν κλίνην βρέχουσα καὶ τὴν φιλτάτην
205τοῖς φυσικοῖς λούουσα λουτροῖς ἐν τέλει. Ὁ σύγγονος δὲ Ῥωμανὸς τῆς κειμένης, γερουσίας ἡ δόξα, συγκλήτου κλέος, ἀνὴρ τὰ πάντα καὶ φύσει καὶ καρδίᾳ, νέος τὸ σῶμα, τὰς φρένας δὲ πρεσβύτης,
210ἐκεῖθεν αὖθις ἀντεδάκρυε πλέον, βρυχώμενος μὲν ἐκ βάθους ὥσπερ λέων καὶ τοῖς στεναγμοῖς ἦχον ἐμποιῶν μέγαν, ὡς δ’ ἐμπνεούσῃ προσλαλῶν τῇ συγγόνῳ· ‘Ὦ πάντα μοι, δέσποινα, δόξα καὶ κλέος,
215κοινὸν γένους στήριγμα, κοινὴ καὶ χάρις, ζωῆς ἐμῆς ἔρεισμα, τοῦ βίου στύλε, ὦ θάρσος, ἐλπίς, τῶν ἐμῶν οἴκων κίον, ὦ πάντα ταῦτα καὶ πλέον ποθουμένη, ἔσβης ὁ λαμπτὴρ τῆς ἐμῆς παρρησίας,
220ἔσβης τὸ καλλώπισμα τῆς οἰκουμένης, ἡ τῶν πενήτων ἄρτι χεὶρ ἀπερρύης, ὁ κοινὸς ὅρμος τῶν ζάλαις στροβουμένων τῇ τῆς τελευτῆς προσβολῇ διεφθάρης. ἅπαντα φροῦδα τῶν ἐμῶν τρυφημάτων,
225ἅπαντα τὰ πρὶν εὐτυχῆ μοι τοῦ βίου
περιστροφὴν πέπονθε δυστυχεστάτην. μάτην ἐγὼ ζῶ σοῦ λελειμμένος μόνος. ἢ φάρμακόν τις ἢ ξίφος τομὸν δότω, ὡς ἂν συνεκπνεύσαιμι τῇ ποθουμένῃ·
230ποθῶ τὸν ᾅδην ἀντὶ τούτου τοῦ βίου, ἐκεῖνο κρεῖττον τὸ σκότος τοῦ φωσφόρου. ἔχει γὰρ ὡς νὺξ τὴν σελήνην τοῦ βίου· κἂν οὐ προλάμπῃ τῶν προλοίπων νερτέρων, σὺν τῇ σκιᾷ γε κείσομαι τῇ φιλάτῃ
235σκιά τις ἄλλη, κωφὸν εἴδωλον τάχα. ὦ δυστυχεῖς πρόπαππε, πάππε καὶ πάτερ, πολλὰς ἰδόντες πραγμάτων τρικυμίας καὶ συστραφέντες ὡς κλύδωνι τῷ βίῳ. ὦ δυστυχεῖς ἅπαντες, ἀλλ’ ἐγὼ πλέον,
240φωτὸς στερηθεὶς ὀμμάτων καὶ καρδίας, ζωῆς δὲ μᾶλλον καὶ πνοῆς ψυχεμπνόου, καὶ δυστυχῶς ζῶν, νεκρὸς ἄψυχος πέλων. εἴ τις τομὴν ἤνεγκε κυρίου μέλους, τὴν συμφορὰν ἤνεγκα μετρίῳ πάθει·
245κἂν οὐσίας πάσης τις ἐξένωσέ με, πρὸς οὐδὲν ἂν ἤλγησα, πάντα γὰρ κόνις· κἂν εἰς ξένην γῆν ἤλασεν τῆς πατρίδος, κἂν πᾶσαν ἄλλην ἀντεπήνεγκεν βίαν βυθῷ καλύψας καὶ κατακλείσας σκότει,

17

(250)

τῆς σῆς τελευτῆς εὐθύμως προειλόμην. πλὴν ἀλλὰ μὴ κάλυπτε, γῆ, τὴν συγγόνην, ἕως με νεκρὸν αὐτόκλητον συλλάβῃς. οὓς γὰρ μία τις ὤδινεν γαστὴρ πάλαι, εἷς καὶ τάφος κρύψειε τῷ κοινῷ τέλει.‘
255τούτους ἐκεῖνος τοὺς ὀδυρμοὺς συμπλέκων καὶ δακρύων ῥοῦν ἄσχετον καταρρέων τὴν τῆς θαλάττης εἰκόνιζε πλημμύραν,
ζώνην τε τὴν σφίγγουσαν αὐτὴν κυκλόθεν ταῖς χερσὶν ὡς σκίασμα τῆς σαρκὸς φέρων
260ἔλουε τοῖς δάκρυσιν ὑετοῦ δίκην, ὁρῶν τε πυκνῶς καὶ τιθεὶς τὴν καρδίαν αὐτήν τε κινῶν τὴν ἀναίσθητον φύσιν εἰς θρῆνον, εἰς ἄμετρα ῥεῖθρα δακρύων. οὗτοι μὲν οὕτως ἀντεθρήνουν ἐν μέρει
265καὶ τοῖς στεναγμοῖς ἀντεπήχουν εἰκότως. Ὁ δεσπότης δέ, γῆς ὁ λαμπρὸς φωσφόρος, τῆς συμφορᾶς τὸ κῦμα τῇ ψυχῇ φέρων τὴν ἀθρόαν στέρησιν ἐν νῷ τε στρέφων, στροβούμενος δὲ τοῖς λογισμοῖς τῷ πάθει,
270πῶς ἐκ μέσων ἥρπαστο τῶν ἀνακτόρων ἣν εἶχεν ἔνδον τῆς ἑαυτοῦ καρδίας, πῶς ἐξαπέπτη, πῶς ἀπῆλθεν ἀθρόον, ἣν ὡς νεοσσὸν εἶχεν ἐν ταῖς ἀγκάλαις, ἔσπευδε μὲν φρόνημα γενναῖον φέρων
275τὴν συμφορὰν ἄριστα καρτερεῖν μόνος, νικώμενος δὲ τῷ τυραννικῷ πάθει λεπτῶς ἀνεστέναξεν ἐκ ψυχῆς μέσης· ὁρῶν τε ταύτην ὑπτίαν προκειμένην ἄπνουν, ἄφωνον, μηδαμῶς κινουμένην,
280ἀπάρχεται, φεῦ, πενθικωτάτων λόγων· ‘Φῶς σήμερόν μοι σβέννυται τῶν ὀμμάτων, ὀφθαλμὸς ἔνδον ὁ βλέπων τῆς καρδίας, αἰαῖ, τυφλοῦται καὶ καλύπτει με σκότος· βέλη πικρὰ κεντοῦσι τῆς ἀθυμίας.
285ὢ ποίαν εἶδες, ἥλιε, τραγῳδίαν· ὢ ποῖος ἔσβη λύχνος ἀκροφεγγίας. ποῦ μοι τὰ πολλὰ τῶν νοημάτων τέλη, ἡ φροντίς, ἡ μέριμνα τῶν ἐμῶν πόνων, δι’ ἣν ἐκαρτέρησα πολλὰς φροντίδας,
290δι’ ἣν ὑπέστην θλίψεων καταιγίδας; ποῦ νῦν ἀπῆλθε πάντα; ποῦ νῦν ἐκρύβη; αἰαῖ τὰ δεινὰ τῆς ἀειστρόφου τύχης,
αἰαῖ τὰ ῥευστὰ τοῦ πολυπλάνου βίου. οἴμοι, τί πράξω; πῶς διάξω τὸν βίον,
295ἄψυχος, ἄπνους, παντελῶς παρειμένος; ποῖον παρηγόρημα τῶν πόνων λάβω; ποίαις ἐπῳδαῖς τὴν ἀθυμίαν σβέσω; γῆ, μὴ καλύψῃς σῶμα τῆς ποθουμένης, κἂν συγκαλύψῃς, μὴ μαράνῃς τὴν φύσιν.

17

(300)

μὴ σῶμα κοινὸν τοῦτο δέξῃ καὶ κόνιν, φύλαττε τὸ πρόσωπον, ὡς κάλλους ἔχει. τὸ λαμπρὸν αἰδέσθητι τῶν μελῶν ὅλων, ἄγαλμα ταύτην καὶ τεθαμμένην φέρε. τῶν ὀμμάτων τὰ κύκλα μὴ διασπάσῃς,
305λαμπρὰς βολὰς ἔχουσιν ἔνδον ἀκτίνων, τὸ μουσικόν τε τῆς ἀηδόνος στόμα τήρει μεμυκός, Ὀρφέως ἔχει μέλη· τῶν βοστρύχων τὸ πλέγμα μὴ διαξάνῃς· θησαυρὸν ἔσχες, οὐχὶ νεκρὸν σαρκίον·
310ὅλον καλῶς φύλαττε τῷ δεδωκότι. οἴμοι, τί φάσκω; πεπλάνημαι τοῖς λόγοις· ἡ τοῦ πάθους ῥύμη με πρὸς κρημνὸν φέρει. οὐκ ἔστι μοι φῶς, οὐ πνοὴ καὶ καρδία, συνερρύη τὰ πάντα τῇ ποθουμένῃ.
315τὸ στέμμα μοι χοῦς, τὸ κράτος λεπτὴ κόνις. ἕν μοι ποθεινόν, ἓν παρηγόρημά μοι· ὁ τύμβος ὁ κρύπτων σε· τοῦτον ἂν βλέπω, παρηγοροῦμαι, ψυχαγωγοῦμαι τάχα. τί μοι τὰ λαμπρὰ τῶν κατασκευασμάτων;
320εἰς γῆν ἅπαντα τῷ τάχει συμπιπτέτω· ὁ χρυσὸς ὡς χοῦς, ἡ γλυφὴ τῶν μαργάρων λίθος τραχύς μοι νῦν λογίζεται μόνον· εἷς μοι λίθος κάλλιστος, ὡραῖος πάνυ, ὁ συγκαλύπτων σόν, σεβαστή, σαρκίον·
325τὰ δ’ ἄλλα μοι χοῦς καὶ κόνις καὶ σαπρία.‘ Ἐπίσχες, ὦ κράτιστε γῆς ὅλης ἄναξ, στῆσον τὸ ῥεῦμα τῶν ἀμέτρων δακρύων,
παύου στενάζων, στῆθι συγκεχυμένος καὶ βλέψον, ὡς χρή. γνῶθι τὴν ἡμῶν φύσιν,
330ὡς οὐδέν ἐσμεν πλὴν κόνις κεχρωσμένη· ζωὴ δὲ καὶ θάνατος ὡς πύλαι δύο, μέσον δὲ τούτων ὁ βραχὺς οὗτος βίος. οὐδεὶς διῆλθε τὴν πύλην τῆς εἰσόδου, ὃς οὐ παρῆλθε τὴν πύλην τῆς ἐξόδου.
335καλὴ μὲν ἡ θανοῦσα καὶ (τίς οὐ λέγει;) πασῶν γυναικῶν ἀκριβῶς ὑπερτάτη· ἀλλ’ οὐχὶ θνητή; καὶ τέθνηκε τῇ φύσει, ὡς Ἀβραὰμ πρίν, ὡς ὁ Μωσῆς ὁ γνόφῳ ἰδὼν τὸ θεῖον τῆς ἀληθείας φάος,
340ὡς Χριστὸς αὐτός, τῆς πνοῆς ὁ δεσπότης, ὡς ἡ τεκοῦσα τοῦτον ὠδίνων δίχα. οὕτω πέφυκε τῶν ῥεόντων ἡ φύσις, οὕτω πέφυκεν ἡ παροῦσα λαμπρότης. τί καινόν, εἰ τέθνηκεν ἡ θνητὴ φύσις;
345τὸ σῶμα χοῦς πέφυκεν εἰκονισμένος, ἡ γῆ δὲ μήτηρ, καὶ πάλιν καταρρέει πρὸς γῆν, ἀφ’ ἧς εἴληφε πρὶν τὴν οὐσίαν. τί ταῦτα φάσκω; βλέψον ἀκριβῶς, ἄναξ, εἰς πᾶσαν αὐτὴν τὴν ὁρωμένην κτίσιν

17

(350)

καὶ γνῶθι, πῶς ἔχουσι φυσικοῦ λόγου, πῶς ζῶσι καὶ θνήσκουσι πάντα κυκλόθεν. βλέπεις τὰ δένδρα σήμερον τεθηλότα, ἀλλ’ αὔριον ῥέουσιν ὡς τεθνηκότα, πίπτει τὸ φύλλον οἷα θρὶξ ἐκ τῶν κλάδων·
355ζωῆς ἐκεῖνα, ταῦτα τοῦ κοινοῦ τέλους. τὸν λαμπρὸν ἄθρει καὶ φαεινὸν φωσφόρον, πῶς ζῇ τὸ πρῶτον ὡς ἀείζωος φύσις, λάμπων ἑῷος λαμπαδουχίαις ξέναις, ἔπειτα θνῄσκει πρὸς δύσιν καταστρέφων
360καὶ κρύπτεται, φεῦ, καὶ καλύπτεται κάτω τὸ λαμπρὸν ὄμμα γῆς ὁμοῦ τε καὶ πόλου. ἡ δ’ αὖ σελήνη ζῶσα πολλάκις μόνη τοσαυτάκις πέφυκε θνῄσκειν καὶ ῥέειν, ἐκλείψεων πάσχουσα μυρία πάθη.
365τῶν ἀστέρων ἕκαστος οὕτω τυγχάνει. καὶ καινὸν οὐδὲν οὐδὲ τῇ φύσει ξένον, εἰ σὺν σελήνῃ, σὺν φυτοῖς, σὺν ἡλίῳ ἡ σὴ σελήνη καὶ φυτὸν καὶ φωσφόρος ἀπῆλθεν, ἐξέρρευσε τούτου τοῦ βίου.
370 Μὴ πολλὰ μέμφου τῇ τελευτῇ, γῆς ἄναξ· εὐεργέτις πέφυκε κοινὴ τῇ φύσει. ἄγει πρὸς ὕψος τῆς παλαιᾶς ἀξίας, ἄγει πρὸς αὐτὸ τῆς Ἐδὲμ τὸ χωρίον, ἀφ’ οὗπερ ἐρρίφημεν ἀπροσεξίᾳ.
375τομὴ πέφυκεν ἐμπαθῶν κινημάτων, τὴν τῶν κακῶν ἵστησιν ἄσχετον ῥύμην. οὐ παντελὴς πέφυκε τοῦ ζῶντος λύσις, διάστασις μικρὰ δὲ τῶν ἡνωμένων· ψυχὴ γὰρ ἔστι καὶ λυθέντος σαρκίου
380καὶ μᾶλλον ἀνθεῖ ζῶσα κρείττονι τρόπῳ. τί καὶ ταράττῃ καὶ στρέφῃ τὴν καρδίαν, ὡς τὴν ποθητὴν οὐκ ἔχων οὐδὲ βλέπων; οὐχ ὡς ἀχλὺς ἀπῆλθεν οὐδ’ ὥσπερ νέφος, οὐχ ὡς ὁμίχλη παντελῶς ἀπερρύη,
385ἀλλ’ ἔστι καὶ ζῇ καὶ βλέπει τὸν δεσπότην καί σοι νοητῶς συλλαλεῖ καὶ συμμένει. καὶ ταῦτα φωνεῖ· ‘Παῦε τῶν ὀδυρμάτων. οὐ παντελῶς λέλοιπα τὴν σὴν καρδίαν, οὐκ ἐσκεδάσθην ὡς καπνὸς πρὸς ἀέρα,
390ἀλλ’ εἰμὶ καὶ πάρειμι γνωστικῷ τρόπῳ. ἀφεὶς δὲ θρηνεῖν τὴν λύσιν τοῦ σαρκίου μνήσθητί μου νῦν τῶν ὑπὲρ σοῦ φροντίδων, πολλῶν μεριμνῶν καὶ πόνων ἀνενδότων, ἃς ἐν ξένῃ γῇ συμπαροῦσά σοι μόνη
395ἐκαρτέρουν ὡς πύργος, ὡς στερρὰ πέτρα. μνήσθητι δούλης, ἀλλὰ καὶ ποθουμένης, καὶ τὰς ἀμοιβὰς νῦν πάρασχέ μοι πλέον. ψυχὴν ἐμὴν τίμησον εὐσπλάγχνοις τρόποις· ἐξιλεοῦ μοι δωρεαῖς τὸν δεσπότην,

17

(400)

λαμπροὺς μεσίτας ἐργομόχθους εἰσάγων πτωχῶν πενήτων χεῖρας ἐστενωμένας· θνητὴ γὰρ οὖσα καὶ ῥεούσης οὐσίας καὶ πρὸς τὸ φαῦλον εὐκόλως κινουμένης ψυχὴν κατεσπίλωσα τὴν ἐμὴν πάλαι·
405ἣν οὐδὲν οὕτως λευκᾶναι κατισχύει ὡς χεὶρ πλατεῖα δωρεῶν καὶ χαρίτων. ἔπειτα τὴν γραῦν τὴν ἐμήν, φεῦ, μητέρα γηρωκόμησον καὶ γενοῦ βακτηρία σαρξὶ ῥυείσαις ἐκ χρόνων τε καὶ πόνων.
410ψυχῆς δ’ ἐμῆς φρόντισμα τῶν πάντων πλέον, τὸν σύγγονόν μοι Ῥωμανόν, νέον κλάδον, ταῖς χερσί σου τίθημι, σοὶ λείπω μόνῳ· οὕτως ὄναιο σῆς, ἄναξ, σκηπτουχίας, οὕτως ὄναιο τοῦ κράτους καὶ τοῦ στέφους,
415ὡς τοῦτον ἕξεις ἀντιληπτικωτάτως. τὸν πάππον οἶδας καὶ τὸ πάππου παιδίον, τὸν φύντα τοῦτον, εὐγενεῖς πεφυκότας· τήρησον αὐτῷ τοῦ γένους τὴν ἀξίαν, φύλαξον αὐτῷ τὰς ἐφ’ ἡμῖν ἐλπίδας.
420ναί, πάντα μοι πρὶν καὶ πάλιν, Μονομάχε, ἡ κλῆσις ἡ πάγγλυκος ἡ ποθουμένη, καὶ χαῖρε καὶ φρόντιζε τῶν ἐνταλμάτων.‘ ‘Ὡς οὖν ἐκείνης καὶ λαλούσης σοι πάλιν καὶ συμπαρούσης εἰς ἀεὶ τῇ καρδίᾳ
425ἀναψυχήν, κράτιστε, θυμήρη λάβε. ἔπειτα ῥῖψον τὰς βολὰς τῶν ὀμμάτων, στρέψον δὲ τὸν νοῦν τοῦ πάθους ὡς ἐκ ζάλης εἰς τὸν φαεινὸν τῶν ἀνακτόρων λύχνον,
τὸ κοινὸν ἐντρύφημα τῆς οἰκουμένης,
430τὸ λαμπρὸν ἀγλάισμα τῆς ἁλουργίδος, τὸ τοῦ κράτους στήριγμα τῆς σκηπτουχίας, τὸ τοῦ στέφους ἔρεισμα τῶν ἀνακτόρων, τὸν πύργον ἢ τὸ τεῖχος ἢ καὶ τὴν βάσιν, Ζωήν, τὸ καλλώπισμα γῆς τε καὶ πόλου.
435ἰδὼν δὲ πᾶσαν τοῦ προσώπου τὴν χάριν καὶ τὴν ἀπαστράπτουσαν ἀκροφεγγίαν παρηγόρησον τὴν σεαυτοῦ καρδίαν. ὕπνου μέτασχε καὶ τροφῆς, σκηπτροκράτορ· ἔχεις γὰρ ὄντως τῆς τροφῆς ὑπηρέτιν
440τὴν ἐκ θεοῦ δοθεῖσαν ἡμῖν τοῖς κάτω, τὸ φαιδρὸν ἀγλάισμα τῆς Βυζαντίδος, τὸ σεμνὸν ἄνθος, τὴν γονὴν τῆς πορφύρας, Θεοδώραν, τὸ κάλλος αὐτοῦ τοῦ βίου. αὕτη τὰ πάντα σοὶ γενέσθω τῷ κράτει,
445ὑπηρέτις, δέσποινα καὶ πάλιν λάτρις. καὶ χαῖρε, λειμών, ἄστρον ἐψυχωμένον· καὶ σὺν θεῷ, κράτιστε, τῷ σκέποντί σε ἄνασσε, βασίλευε τῆς οἰκουμένης.‘

18

(1t)

Πρὸς τὸν βασιλέα τὸν Κομνηνὸν κῦρ Ἰσαάκιον περὶ καλανδῶν, νόννων
2tκαὶ εἰδῶν
1 Ἡ τῶν καλανδῶν Ἰτάλιος ἡμέρα Ἑλληνικῆς πρόσχημα χαρμονῆς ἔφυ καὶ λαμπρὸν εὐτύχημα σῆς σκηπτρουχίας, Ῥώμης μὲν οὖσα δόγμα τῆς πρεσβυτέρας,
5εὐάγγελον δ’ ἄθυρμα τῆς νεωτέρας. Ἡ δόξα καὶ γὰρ ἡ παλαιὰ Λατίνων τρεῖς οἶδε ταύτας ἡμέρας σκιρτησίμους, εἰδούς, καλάνδας, πρὸς δὲ καὶ νόννας, ἄναξ, καὶ μὴν ἕκαστος ταῖσδε μετρεῖται μόναις,
10πρώταις καλάνδαις, εἶτα νόνναις, καὶ τρίτον εἰδοῖς μερισταῖς καὶ διηριθμημέναις. Ἀλλ’ ἡ μέν ἐστιν ἀκριβῶς ὡρισμένη, ἡ τῶν καλανδῶν, ὡς διηκριβωμένη, πρώτη γάρ ἐστι τῆς σελήνης ἡμέρα,
15μᾶλλον δὲ μηνός ἐστιν ἀρχικωτάτη· τῶν δ’ αὖ γε νόννων ἡ μέν ἐστι πεμπτέα, ἡ δ’ ἑβδομαία· τῶν γε μὴν εἰδῶν πάλιν ἡ μέν τις εἶχεν ἡμέρας τρεῖς πρὸς δέκα, ἡ δ’ αὖ γε πέντε καὶ τὸ λοιπὸν τοῦ μέρους.
20 Ἑστὼς δ’ ὁ κῆρυξ ἐν μεσαιτάτῳ λόφῳ πρώτην καλανδῶν ἡμέραν ἐκεκράγει, πρὸ πέντε νόννων, εἶτα καὶ πρὸ τεσσάρων, καὶ πρὸ τριῶν· ἔπειτα τὴν ἀποφράδα καλῶς σιωπῶν, φημὶ δὴ τὴν δυάδα,
25πρὸ τῆς μιᾶς ἔφασκεν εὐτονωτέρως· ἔπειτα νόννας καὶ πρὸ εἰδῶν εὐθέως, πρὸ τῶν καλανδῶν εἶτα καὶ μέχρι τέλους. Ἐντεῦθεν ἡ βίσεξστός ἐστιν ἡμέρα, Ἑλληνικῶς δίσεκτος ἠγορευμένη.
30τῇ δευτέρᾳ γὰρ τοῦ φθίνοντος ἡμέρᾳ (εἰκοστόδυον αὐτὴν ἄλλος εἰπάτω) ‘πρὸ ἓξ καλανδῶν‘, τοῦ φθίνοντος ὀγδόην, σαφῶς ἐδήλου πᾶς ὁ κηρύσσων μέγα· εἰ δ’ ἦν ὁ μὴν ὁ πρέσβυς ἐννέα φέρων,
35δὶς τὸ ‘πρὸ ἓξ‘ συνεῖρεν ὡς πρὸς τὸν χρόνον, ὅπερ βίσεξστον γλῶσσα Ῥωμαίων λέγει, δίσεκτον ὂν μάλιστα φωνῇ γνωρίμῳ. Νῦν δ’ ἀλλὰ χαιρέτωσαν εἰδοὶ καὶ νόνναι, τὰς γὰρ καλάνδας οἶδεν ἡ Κωνσταντίνου,
40πρὸ τῶν θυρῶν δὲ συρρέουσι μυρίοι σκιρτῶντες ἡδὺ καὶ γελῶντες ἀθρόον, εὐάγγελον σκίρτημα τοῦ παντὸς χρόνου, εὔηχον οἰώνισμα, κήρυγμα ξένον. Ὅθεν κἀγώ σοι τὰς καλάνδας εἰσάγω
45καὶ μέτρα ποιῶ τοὺς ἐτησίους ὕμνους, εὐάγγελός σοι προσφόρως δεδειγμένος. χαῖρε, στρατηγὲ καὶ βασιλεῦ γῆς ὅλης, μέγιστε, παμβόητε, τοῦ κράτους κράτος· τοὺς σοὺς γὰρ ὑμνήσουσιν εὐήχους ἄθλους

18

(50)

οὐ παιδιαῖς χαίροντας ἄνδρες ἀθρόοι, οἱ τοῖς λόγοις δὲ μουσικῶς τετραμμένοι καὶ πάντα ῥυθμίζοντες εὐρύθμοις μέτροις. χαῖρε στρατηγέ (τοῦτο γὰρ πάλιν φράσω) ἀκινδύνου φάλαγγος εὖ τεταγμένης,
55θέαμα φρικτὸν βαρβάροις τοῖς ἀθέοις. σῶν γὰρ τροπαίων πᾶσαν ἐμπλήσεις χθόνα, καὶ πᾶσα γλῶσσα σοὺς ἀνυμνήσει πόνους
μέτροις τε ποικίλλουσα καὶ λόγοις ἅμα.

19

(1t)

Στίχοι τοῦ Ψελλοῦ εἰς τὸν Κομνηνὸν λεγόντων τινῶν, ὡς ἐν
2tτῷ Αὐγούστῳ μηνὶ τελευτᾷ
1 Λευχειμονῶν ἄνασσε νῦν Ῥώμης γένους, Ἰσαάκιε, τοῦ κράτους ὁ φωσφόρος· τὰς γὰρ ζοφώδεις ἐξαπέπτης ἡμέρας, λευκὴν δὲ φωτὸς ἐξαποστίλβεις χάριν.
5λευχειμονῶν ἄνασσε, τέρπου, λαμπρύνου· τὰς γὰρ κατηφεῖς οὐκ ἔχεις ὑποψίας. ὁ χρησμὸς ἠσθένησε τῶν ψευδηγόρων· ὁ Χριστὸς ἡδραίωσε τὸ σεπτὸν κράτος· ἡ μαντικὴ πέπτωκεν ἰσχὺς καὶ τέχνη·
10τῶν πλασμάτων ἀπῆλθεν ἡ λεπτουργία· Αὔγουστος οὐδείς, ἀλλ’ ὁ δεσπότης μόνος Αὔγουστος ὄντως φεγγολαμπὴς τὴν φύσιν. Παρῆλθεν ἡ νύξ, ἀντεπῆλθεν ἡμέρα· ὁ τοῦ χρόνου κύκλος σε μείζω δεικνύει.
15ὥσπερ γὰρ αὔξεις, μᾶλλον αὐγάζεις, ἄναξ. λαμπρῶς πανηγύριζε σῷ λαμπρῷ κράτει· ἔλαμψας, ἤρθης, ἧκες εἰς μεσημβρίαν, εἰς ἑσπέραν ἤστραψας, ἦλθες εἰς ἕω. νῦν λάμψις ἄλλη, νῦν νεωτέρα κτίσις·
20νῦν καινὰ πάντα, νῦν νεόκτιστος βίος· νῦν πορφύρα λάμπουσα, νῦν λευκὸν στέφος· νῦν κύκλος ἄλλος δευτεροπρώτου κράτους. πολλοὺς ἑλίξεις οἷα φωσφόρος δρόμους ἄλλους ἐπ’ ἄλλοις, φεγγολαμπεῖς εἰς ἄκρον.
25 Τὸ σὸν κράτος κράτιστον, Ῥωμαίων ἄναξ, ῥάβδος σιδηρᾶ, τεῖχος ὠχυρωμένον, ἔπαλξις ἀκράδαντος, ἀρραγὴς κίων, πυκνὴ φάλαγξ, ἔρεισμα, πύργος ἰσχύος. οὐ προσβολαὶ κλονοῦσιν αὐτοῦ τὴν βάσιν,
30οὐ πῦρ ἀπειλοῦν οὐδὲ τέμνοντα ξίφη, οὐ βαρβάρων φάλαγγες, οὐ καταιγίδες· ἐν τῷ θεῷ γάρ ἐστιν ἐστηριγμένον, ὃς πρῶτος αὐτὸς καὶ μόνος, στεφηφόρε,
ἥδρασε τὴν σὴν ἀσφαλῶς σκηπτουχίαν.
35 Κἂν μή μέ τις γράψαιτο θωπείας λόγων, εἰκὼν ὑπάρχεις τῶν θεοῦ γνωρισμάτων· εὐθύς, ἀληθής, στερρός, ἠκριβωμένος, ἡδύς, προσηνής, εὐσταθής, ἡδρασμένος, ὑψηλός, ἀπρόσιτος ἐν συμβουλίαις,
40ταπεινός, εὐπρόσιτος εἰς ὁμιλίαν, λαμπτὴρ ἁγνείας, εὐσεβείας φωσφόρος, κοινὸς δικαστής, ἀρρεπὴς ἐν τῇ κρίσει, εὐσυμπάθητος ἐν φιλανθρώπῳ σχέσει, ὀξύς, νοήμων, ἀσφαλὴς βουληφόρος,
45γενναῖος, ἀκλόνητος ἐν τρικυμίαις. ποῦ θυμὸς ἐν σοί; ποῦ διάρρυτος γέλως; ὀργῆς ἴχνη ποῦ καὶ διαρρέων λόγος; ποῦ κόμπος ἢ φρύαγμα καὶ νοῦς ποικίλος; ποῦ δ’ ὀφρύων σύνδεσμος ἢ σκυθρωπότης;

19

(50)

οὐδὲν γὰρ ἐν σοὶ τῶν ἀσέμνων τυγχάνει, οὐκ ἦθος εὐκίνητον, οὐ ψευδὴς λόγος, οὐ δεινότητες, οὐ δίγλωσσος καρδία, οὐ στυγνότης πέμπουσα καρδίαις νέφος, οὐ βλέμμα δεινόν, οὐκ ἀπειλῆς ὀξύτης,
55οὐ πλῆξις, οὐ κάκωσις, οὐ σφοδρὸς πόνος, οὐ τέρψις, οὐ χάριτες, οὐ πολὺς γέλως, οὐ νωθρότης χαυνοῦσα τὴν ψυχὴν ἔσω, οὐ σφοδρότης σφίγγουσα τοὺς ὑπηκόους. Ἔγνω σε γῆ σύμπασα καὶ πᾶσα κτίσις,
60θάλασσα, νῆσοι, γήλοφοι καὶ κοιλάδες· οἱ βάρβαροι βοῶσι τὰς στρατηγίας, οἱ δυσμενεῖς τρέμουσι τὰς εὐβουλίας, αὐτόχθονες ποθοῦσι Ῥώμης τῆς νέας, οἱ ῥήτορες γράφουσιν ἐξῃρημένον,
65φιλόσοφοι λέγουσιν ἐκλελεγμένον, στρατηγικοὶ ποθοῦσιν ἠκριβωμένον, ὀξυγράφοι φάσκουσιν ἐπτερωμένον, καὶ πᾶσα θαυμάζει σε τῶν ὄντων φύσις. Ἀλλ’ οἱ λόγοι θαρροῦσιν εἰπεῖν τι πλέον
70καὶ νουθέτησιν εἰσάγειν τῷ σῷ κράτει.
μέριζε σαυτὸν ἐν ῥοπαῖς ἐναντίαις, ὕπνοις, πόνοις κόποις τε καὶ θυμηδίαις. οὐκ ἦσθα χαλκοῦς, οὐ σιδηροῦς τὴν φύσιν· μισεῖ δ’ ὁ Χριστὸς τὰς ἄγαν προθυμίας.
75πολλὴ κατέσχε τὸν βίον τρικυμία, πολλὴ καταιγὶς καὶ θύελλα καὶ ζάλη· τὰ μὲν πράυνε τῶν ἀτάκτων κυμάτων, τὰ δ’ ἄλλα τέμνε ναυτικαῖς εὐτεχνίαις. οὐ σήμερον γάρ, ἀλλὰ πολλοὺς εἰς χρόνους
80εἰς τάξιν ἄξεις τὴν κακὴν ἀταξίαν. Σχεδὸν τὸ πᾶν σέσωκας ἐκ καταιγίδος. τι δυσχεραίνεις; τί στενάζεις ἐκ βάθους; ἡ τῶν Σκυθῶν ἔφριξε μακρόθεν φάλαγξ, ὑπεστάλησαν οἱ παρ’ Ἴστρῳ σκορπίοι,
85ὁ Τοῦρκος ἠρέμησεν ἠρεθισμένος, Αἰγύπτιός σοι συμβιβάζεται ψόφῳ, τοὺς μείζονας δράκοντας ἦρας ἐκ μέσου. σπαίρων σε μικρὸς ἐκταράττει σκορπίος τὸν ἀσπίδας ῥήξαντα καὶ δεινοὺς ὄφεις;
90ὄψει τάχιστα τοῦτον ἠθλιωμένον, πεσόντα καὶ ῥαγέντα καὶ τεθνηκότα. οὐδεὶς δυνάστης, οὐ πολίτης, οὐ ξένος, ἁπανταχοῦ πέφυκεν ἰσοτιμία. τὸ γὰρ πολυτράχηλον ἐτμήθη κράτος
95καὶ νῦν πάρεστιν ἀκριβὴς μοναρχία, τῶν Αὐσόνων ἄρχουσα καὶ τῶν βαρβάρων. Αὔγουστε, χαῖρε. χαῖρε, τεθρυλλημένε, Αὔγουστε παμβόητε, κλῆσις ἠρμένη. Αὔγουστε, χαῖρε· χαῖρέ μοι καὶ πολλάκις

19

(100)

καὶ πολλάκις πρόσελθε καὶ πάλιν τρέχε. πλὴν ἀλλὰ μὴ σύμπλαττε ληρώδεις λόγους, μὴ δυσμέναινε τῷ κρατοῦντι δεσπότῃ. Αὔγουστος ὢν Αὔγουστον ἀσπάζου πλέον καὶ πολλάκις πρόσελθε τῷ στεφηφόρῳ,
105εὔκρατος, ἡδύς, εὐμενής, ζωηφόρος, ὡς ἄν σε πρῶτον θήσομαι μηνῶν κύκλοις, ἄνακτα πανσέβαστον αὐτοῦ τοῦ χρόνου,
Αὔγουστον αὐτόχρημα καὶ στεφηφόρον.

20

(1t)

Τοῦ Ψελλοῦ εἰς τὸν τάφον τοῦ Κομνηνοῦ τοῦ βασιλέως
1 Πλήρης ὁ τύμβος καὶ χαρᾶς 〈καὶ〉 δακρύων· ὁ γὰρ τὸ πρὶν μέγιστος ἐν στρατηγέταις, ἔπειτα παμβόητος ἐν στεφηφόροις, Ἰσαάκιος, τὸ κράτος τῶν Αὐσόνων,
5ἀφεὶς τὸ λαμπρὸν τῆς βασιλείας κράτος καὶ τῷ θεῷ δοὺς τὸ στέφος προαιρέσει, τὸ σεπτὸν ἠλλάξατο καὶ θεῖον ῥάκος· ὃν δ’ οὐκ ἐχώρει γῆς ἀπείρου τὸ πλάτος, φεῦ, ὁ βραχὺς ἔκρυψεν ὡς ὁρᾷς λίθος.
10τὸ φῶς δ’ ὁ Χριστὸς φῶς ἀνέσπερον νέμει σκηνῆς τε θείας ἀξιοῖ μονοτρόπως
μητρὸς δεήσεις καὶ φίλου δεδεγμένος.

prol21

Τοῦ Σαββαΐτου πρὸς τὸν Ψελλόν Ὄλυμπον οὐκ ἤνεγκας, οὐδὲ κἂν χρόνον· οὐ γὰρ παρῆσαν αἱ θεαί σου, Ζεῦ πάτερ.

21

(1t)

Τοῦ Ψελλοῦ πρὸς τὸν Σαββαΐτην
1 Πρὸς τὸν σατάν σε, τὴν ἔχιδναν τοῦ βίου, τὴν τῶν κακῶν θάλασσαν ἢ τὴν πλημμύραν, τὴν τοῦ φθόρου δίαιταν ἢ τὴν ἑστίαν, τὸν Σαββαΐτην καὶ πλέον Σαββατίτην,
5σάββατά τε στέρξαντα καὶ νουμηνίας καὶ τὸν παλαιὸν καὶ πεπαυμένον νόμον, χάριν δ’ ἀπωθήσαντα τὴν νεωτέραν, ὁ τῶν ἰάμβων ἐσχεδίασται λόγος· ὃς σύνθετος πέφυκας ἐξ ἐναντίων,
10ἄκρας ἀνοίας, ἐσχάτης πονηρίας· ὃς μηδὲν εἰδώς, μήτε τάξιν πραγμάτων, μὴ δόγμα θεῖον, μὴ βίων διαιρέσεις, μὴ κοσμικὴν πρόνοιαν ἢ ψυχῶν λόγους, μὴ βασιλείας τὴν μεγίστην ἀξίαν,
15τὸ θεῖον ὕψος, τοῦ θεοῦ τὴν εἰκόνα, μὴ πατριαρχῶν τοὺς ὑπερτάτους θρόνους, ἄνθρωπος ὢν ἄπληστος εἰς ἁμαρτίαν,
ἀδδηφάγος βοῦς, αὐτόχρημα κοιλία, ἔπειτα λυττᾷς οἷα λυσσώδης κύων,
20ἐλεγκτικὴν ἄνοιαν ἐκχέων μάτην, καὶ δογματίζεις καὶ τυποῖς καινοὺς βίους, κυκᾷς δὲ πάντα καὶ ταράττεις ἀφρόνως, συγχεῖς δὲ τάξεις καὶ τρόπους τεταγμένους· οὐδὲ πρόσωπον εὐσεβείας εἰσφέρων
25οὐδ’ εὐλαβείας σχῆμα καὶ σεμνοῦ τρόπου, ἀλλ’ ὡς ἀναιδὴς καὶ κατάπτυστος κύων κινεῖς ἀναιδῶς τοὺς φονοδρόμους πόδας, χέεις δὲ γλῶτταν ἔμπλεων βλασφημίας· καὶ τῶν πενήτων προστάτης δεδειγμένος
30γυμνοῖς ἐκείνους ἄχρι καὶ χιτωνίου· ὡς ζῆλον αὐχῶν οἷα καινὸς Ἠλίας οὐ τοὺς ἀναιδεῖς ἐμπιπρᾷς θυηπόλους, ἀλλ’ εἴ τις ἔνθους, εἴ τις εὐσχήμων ὅλος, τούτου καθάπτῃ πυρπολῶν τὴν καρδίαν.
35 Πλὴν ἀλλ’ ἐρωτῶ, καὶ δίδου θᾶττον λόγον. τίς ὢν ἐλέγχεις καὶ κατάρχεις κρειττόνων; νέος Σαμουήλ; ἀλλὰ μὴν Ἡσαΐας; ἀλλ’ οὐ δοτὸς σὺ τῷ θεῷ πρὸ τοῦ τόκου οὐδὲ προσευχῆς καὶ προγνώσεως τόκος,
40οὐ στεῖρα μήτηρ ὠδίνησε καλλίπαις, τὸ πρὶν ἄτεκνος, ἀλλὰ πεντηκοντάπαις. ἀλλ’ Ἠλίας; Δαυίδ τις; ἀλλ’ Ἰωσίας; ὃς οὐρανοῦ μὲν οὐ κατήνεγκας φλόγα, πυρσοὺς δὲ πέμπεις θυμικοὺς ἐκ καρδίας.
45βροντῆς γόνος σύ; Παῦλος ἀστράπτων λόγοις; ὃς οὐκ ἀνέπτης οὐδὲ πῆχυν τοῦ βίου, ἀλλ’ εἰς ἰλὺν πέφυκας ἐμβεβὼς μέσην πεφυρμένος μάζῃ τε καὶ τοῖς πιτύροις·
ἀλλ’ οὐρανὸν μὲν οὐδὲ πόρρωθεν βλέπεις,

21

(50)

κόρας τυφλώττων σώματος καὶ καρδίας. ἆρ’ οὖν ἀνῆλθες εἰς τὸ Σίναιον, πάτερ; εἰσῆλθες ἔνδον τοῦ νοουμένου γνόφου; ἔγνως τὰ φρικτὰ τῶν ἄνω μυστηρίων; ὃς ἀστικοῖς μὲν φωλεοῖς ἐπιτρέχεις,
55ζυγοστατεῖς δὲ τοὺς λογισμοὺς χρυσίῳ καὶ πρὸς τὸ λῆμμα τὴν ῥοπὴν μετακλίνεις καὶ λεῖμμα ποιεῖς πρὸς τὸ κίβδηλον πλέον. πότ’ οὖν ἐδέξω τὰς θεογράφους πλάκας, τὴν δέλτον αὐτὴν τῶν ἀπορρήτων λόγων;
60τίς δημαγωγὸν τοῦ λαοῦ τέθεικέ σε; τίς δὲ στρατηγὸν τάξεων δέδωκέ σε; τίς δογματιστὴν εἰς ἔθνη πέπομφέ σε, τίς ἀκριβαστὴν ἔνθεον τῶν κρειττόνων, τίς δ’ εἰς ἔλεγχον ἀκρίτων στεφηφόρων;
65τίς Ἀχαὰβ νῦν, τίς δὲ νῦν Ἰεζάβελ, Ναβουθὲ τίς πέφυκεν ἠδικημένος; οὐ Δαυὶδ ἄρχει τῆς νέας κληρουχίας; οὐκ ἄλλος ὄντως εὐσεβὴς Ἰωσίας; ᾧ πορφυρὶς μὲν ἀκριβὴς ἡ πραότης,
70οὗ στέμμα νοῦς ἄυλος ἐξῃρημένος, ὃν λαμπρύνουσι μαργαρῖται δακρύων, ὃς ἀμπελώνων οὐκ ἐρῶν ἀλλοτρίων τῆς ἀμπέλου πέφυκε τῆς θείας βότρυς, ὃς ἱερεῖς ἔστερξεν, οὐ τῆς αἰσχύνης,
75αἰδοῦς δὲ καὶ χάριτος ἐμπεπλησμένους, ὃς οὐρανοῦ δέδωκε τὰς κλεῖς εἰκότως τῷ γνόντι Χριστὸν πρακτικαῖς θεωρίαις, ὃς καὶ πέτρα πέφυκε τῆς ἐκκλησίας, βροντᾷ δὲ λαμπρῶς τὸν κεκρυμμένον λόγον
80καὶ Παῦλός ἐστιν οὐρανὸν φθάσας τρίτον καὶ σεπτὸς ὄντως πρόδρομος τοῦ κυρίου θύτης τε χρηστός. καὶ πεφράχθω σοι στόμα βλάσφημα ληροῦν ἐκ φρενῶν πεφυρμένων. Ὦ πάντα τολμῶν, πάντα πράττων ἐκτόπως,
85ὦ πάντα πληρῶν ἀκριβῶς ἀκοσμίας, ὦ κοπρίας γέμουσα γλῶσσα μυρίας, ὦ βορβόρου πλήθουσα χοιρώδης φύσις, δυσωδίας γέμουσα δεινὴ καρδία, ὦ λῆρε καὶ φλύαρε, βάσκανε πλέον,
90ὦ γαστρὸς ἧττον, συρφετοῦ πεπλησμένε, πάντολμε καὶ κίναιδε, ῥέκτα κρυφίων, βδέλυγμα σαρκὸς ἡδονῶν κεκρυμμένων, κρίθινε ῥῆτορ καὶ πλέον Πηλοπλάτων, ἀγυρτολέσχα καὶ κριτὰ τῶν κρειττόνων,
95ἴνδαλμα κωφὸν πρὸς τὸν ἦχον τοῦ λόγου, εἴδωλον ἔμπνουν, δειματοῦν τὸν πλησίον, ἑρμαφρόδιτε καὶ πλέον θηλυδρία· ὦ μίγμα δυσκέραστον, ὦ κρᾶσις ξένη, σπάδων κατ’ αὐτὸ καὶ δασὺς πωγωνίας·

21

(100)

ὦ δεινὸν οἰώνισμα μέχρι καὶ θέας, ἀποτρόπαιον καὶ δυσάντητον τέρας, Τιθωνὲ μακρόζωε, πάγκακε Κρόνε, ζώθαπτε, νεκρόζωε, δύσπιστος πλάσις, Θερσῖτ’ ἀκριτόμυθε, χωλόπους ὅλε,
105κακόν τι Τερμέρειον ἠκανθωμένον, θέαμα Κερβέρειον ἠγριωμένον, εἶδός τι Θερσίτειον ἠθλιωμένον· ὦ νεκροπομπὲ καὶ πλέον βροτοκτόνε,
Χαρύβδεως πρόσωπον, εἶδος Γοργόνης,
110ὦ βλέμμα τοῦ Χάρωνος, ὄμμα Ταρτάρου, Τιτανικὸν θέαμα, Τυφὼν πυρφόρε, δεινῷ κεραυνῷ Ζηνὸς ἠνθρακωμένε· ὦ νυκτὸς ὄψις καὶ ζοφώδης οὐσία· ὦ βροῦχε σαρκῶν καὶ ψυχῶν ἐρυσίβη,
115κάμπη λογισμῶν, ἀκρὶς ἐνθυμημάτων, κηφὴν ἀεργὲ καὶ βαρυβρέμων ὄνε· ὦ βορβόρου θύλακε, πήρα σαπρίας, ὦ μισοθύτα, μισογείτων, μισάναξ, φίλυλε, φιλόσαρκε καὶ φιλοτρύφων·
120ὦ καπνὲ καὶ θύελλα καὶ βαθὺ σκότος, ὦ νεκρὲ τὸν νοῦν, ζῶν δὲ τὴν ὕλην μόνην, ἔμψυχε τύμβε, νεκρόχρωτε τὴν θέαν, ἄψυχε πάντα πλὴν τρυφῆς καὶ κοιλίας· ὦ καὶ νεκρῶν βδέλυγμα, καὶ ζώντων πλέον,
125δράκον δαφοινὲ ῥηγνύων βλασφημίας, οἴκων φθορεῦ, σύντριμμα καινὸν τοῦ βίου, δύσοδμε κύων, τὴν πονηρίαν ὄφι· ὦ κτῆνος ἀργόν, γῆς δυσαχθὲς φορτίον· ὦ γλῶσσα μὲν πρόχειρε πρὸς βλασφημίαν
130καὶ χεὶρ ἕτοιμε πρός γε δωροληψίας καὶ ποὺς ἕτοιμε πρὸς φονοδρόμους βλάβας· ὦ κοιλία σφύζουσα πρὸς λαιμαργίαν, ὦ νοῦς ἄνους, ἔννους δὲ πρὸς πονηρίαν· ὦ Μῶμε παμμώμητε, μωκίας γέμων,
135ἀναιδὲς ὄμμα, παμπόνηρε καρδία, πεπλασμένον φρόνημα, ποικίλη φύσις· ὦ δεινὸν ἦθος, πικρίας πεπλησμένον,
ἀλλοπρόσαλλε, διπρόσωπε, ποικίλε, ἀρρητοποιὲ κρυφίων ἐγκλημάτων
140καὶ μηχανουργὲ πράξεων μισουμένων· ὦ τῶν σιωπῆς ἀξίων πρωτοσπόρε καὶ τῶν ἀύλων πράξεων ἀναιρέτα, γλώσσαλγε καὶ ψίθυρε καὶ ψυχοκτόνε, δίγνωμε καὶ δίμορφε καὶ βροτοφθόρε·
145ὦ πλάσμα διπλοῦν φύσεων ἐναντίων, ἄνω μὲν ἄρρην καὶ κάτω θηλυδρία, εὐνοῦχε τὸν σίδηρον, ἄρρην τὸν τρόπον, ἄτμητε τὸν νοῦν, ἡμίτμητε τὴν φύσιν· ὦ χεῖλος ἀκρόβυστε καὶ τὴν καρδίαν,

21

(150)

τῇ νεκρότητι τῶν τριχῶν τεθαμμένε καὶ τῇ ψιλώσει τῶν καλῶν βεβυσμένε καὶ τῷ ταραγμῷ τοῦ λόγου πεφυρμένε καὶ τοῖς ὀδοῦσι τοῦ φθόνου βεβρωμένε καὶ τῇ νεκρώσει τῶν μελῶν σεσημμένε
155καὶ ταῖς ἀκίσι τῶν κακῶν τετρωμένε καὶ τοῖς ἐνύλοις εἴδεσι μεμιγμένε, ταῖς ἡδοναῖς δὲ τῶν παθῶν βεβλημένε τῇ διπλόῃ τε τῶν φρενῶν κεκομμένε καὶ τῷ προδήλῳ τῶν κακῶν δεδειγμένε·
160ὦ γνώσεως ἄμοιρε τῆς τῶν κρειττόνων, μαθημάτων ἄδεκτε τῶν σοφωτέρων, φύσις δὲ πλήρης πνευματουμένων γνάθων γλωττοκρότων τε τεχνῖτα λεξειδίων· ὦ καινὲ ῥῆτορ, γῆθεν ἐκφὺς ἀθρόον,
165τὰς εὑρέσεις ἄτεχνε καὶ τὰς ἰδέας, τὰς δὲ στάσεις ἔντεχνε τὰς ἀμφιρρόπους καὶ δεινὲ τὴν ἔννοιαν ἢ καὶ τὴν φράσιν· ὦ πρὸς καταδρομὴν μὲν ἢ κοινὸν τόπον θερμουργὲ καὶ πρόχειρε, καχλάζων ὅλος,
170τοὺς δὲ τρόπους ἄτεχνε τῶν ἐγκωμίων· ὦ γλῶσσα τὴν σφάττουσαν εἰδυῖα φράσιν, δήμων ἀνάπτα, λαομουλτοσυστάτα· ὦ δάκτυλοι πλήττοντες οἷάπερ βέλη καὶ βραχίων δόρατος εἰσβάλλων πλέον
175καὶ καλαμὶς τέμνουσα πολλῶν καρδίας μέλαν τε τὴν μέλαιναν ἐγγράφον δίκην· ὦ φαρμακὶς δράκαινα, πικρὸν θηρίον, μύραινα δεινὴ καὶ τρυγὼν θαλασσία, ταύρειον αἷμα, πηγνύον, διολλύον,
180ἰοῦ γέμων θὴρ καὶ δόλου καὶ πικρίας· ὦ κανθαρίς, βδέλλιον ἢ χαμαιλέον, ὦ γραῦς Ἐρινύς, συμφορῶν παραιτία, ὦ νυκτιτυμβάς, φαρμακὶς κεκρυμμένη, οἴκους καπνοῦ πληροῦσα καὶ δυσθυμίας,
185κακοῦργε καὶ πανοῦργε, δεινὲ τὰς φρένας· ὦ τοῦ σατὰν γέννημα, δαιμόνων φύσις, Τελχίν, Τυφών, Πρίαπε, Σατύρου θέα, Τιτάν, Προμηθεῦ καὶ Κορύβα μητρίσας, Ἰαπετοῦ πρώτιστε καὶ Κρόνου πλέον.
190 Ὦ μυσταγωγὲ Δελφικῶν δεσπισμάτων, ἀρρητοποιὲ Πυθικῶν μυστηρίων· ὦ μάντι δεινῶν, ὦ προφῆτα χειρόνων, ὦ Φοῖβ’ Ἄπολλον, ψυχικῶς ἀπολλύων, χρηστηριάζων, ἀλλὰ λοξὰ τῷ βίῳ·
195ποῦ σοι τρίπους νῦν τῶν προδήλων πλασμάτων, ποῦ χαλκὸς ἠχῶν, ποῦ δὲ Δωδώνης ψόφοι; παρῆλθεν ἡ θύελλα, φροῦδον πᾶν νέφος·
χρησμῳδὲ λοξὲ θεσφάτων ἀθεσφάτων, ἡ μάντις ἠσθένησεν αἴφνης σοι δάφνη,

21

(200)

ὕδωρ τὸ φωνοῦν ἐψύγη παρ’ ἐλπίδα· λεκανόμαντι, πάντα σοι διερρύη· καταφρονῶ σου τῶν ἀθέσμων ὀργίων, τῆς μαντικῆς σου φιάλης καταπτύω· γελῶ σε, κριθόμαντι καὶ σχοινοστρόφε,
205Ἐρινύος πρόσωπον ἡπατοκτόνου, τὰ νυκτερινὰ φροῦδα μαντεύματά σου· Ἄπολλον, ἐξόλωλας, ἠλέγχθης ὅλος, στέναζε τὴν σὴν συρραγεῖσαν καλύβην· ἔλαμψεν αἰθὴρ ἡλιοβρύτου φάους,
210ψευδεῖς ὄνειροι, χαίρετ’, οὐδὲν ἦτ’ ἄρα, Ἄνειμι δ’ αὖθις εἰς ἐρωτήσεις, πάτερ, καί μοι πρὸ ταρσῶν στῆθι καὶ σαφῶς λέγε· τίς καὶ πόθεν σε τὸν κατεστυγημένον διδάσκαλον πέπομφε κοινὸν τῷ βίῳ;
215ἐκ τῆς Σιών τις; ἀλλ’ ὅθεν Μωσῆς πάλαι; μῶν οὖν κατεῖδες τὴν βάτον πεφλεγμένην ἄφλεκτα μηνύουσαν ἄρρητον λόγον; ἔγνως τὰ φρικτὰ τῆς ἀπορρήτου θέας, ὡς παρθένος μὲν ἡ βάτος νοουμένη,
220τὸ πῦρ δ’ ὁ Χριστός, τὴν κύουσαν μὴ φλέγων; τίς δ’ οὖν ὁ πέμψας ἄγγελον μυστηρίων; δέδοικα, μὴ δαίμων τις ἀνθρωποκτόνος. ἆρ’ οὖν ὑπεῖξας ὡς βραδύγλωσσος φύσει ἢ προδραμὼν ἥρπασας οὐ λειτουργίαν,
225ξένην δὲ παντάπασιν ἀρρητουργίαν; ἐχέγγυον δ’ εἴληφας ἢ παρρησίας
ἢ τῶν ἐλέγχων ἢ σοφῆς στρατηγίας; τὴν ῥάβδον 〈ἔσχεσ〉 εἰς ὄφιν τεταμένην, ὕδωρ καθῃμάτωσας, ἤγειρας σκνίπας,
230τὴν ἡμέραν ἤμειψας εἰς βαθὺν ζόφον; τίς οὖν σε καὶ δέξαιτο καινὸν Μωσέα, ὃς τῶν Μιθαίκων καὶ Σαράμβων τυγχάνεις, δικῶν ταράκτης, συκοφαντῶν προστάτης, συνηγορῶν ἔμμισθα πολλοῦ χρυσίου;
235 Ἔστω δέ, καὶ πέφυκας ἠκριβωμένος τὴν πρακτικὴν ἅπασαν ἢ θεωρίαν, τὸν βαθμὸν ἔγνως τῶν ἀύλων κλιμάκων, ἀνῆλθες ἄχρι τῆς ὑπερτάτης πύλης, τῶν σωμάτων ἔγνωκας αὐτοὺς τοὺς λόγους
240ἀσωμάτων τε τὰς ὑπερτέρους φύσεις, τό γ’ ἕν τε κεκράτηκας ἐν τῇ τριάδι, ἔγνως τὸν ὄντα, τὴν ὑπὲρ νοῦν οὐσίαν. ἀλλ’ οὐκ ἐδέξω δημαγωγίαν, πάτερ, οὐδ’ εἰς ἔλεγχον δυσσεβούντων ἐστάλης.
245Σπάρταν λέλογχας, τήνδε καὶ κόσμει μόνην· οὔπω γὰρ εἶ ποὺς οὐδὲ δακτύλου μέρος. μὴ τὴν κεφαλὴν ἡ βάσις ζυγοστάτει· ἕστηκα καὶ πέπτωκα τὠμῷ κυρίῳ, σαυτὸν παρεξέταζε, σαυτὸν ἀκρίβου.

21

(250)

ἀγυρτικὴν ἔζησας ἰδέαν βίου, οἰκοτριβῶν, ἄνθρωπος ἠμελημένος, φθορεὺς λογισμῶν ἁπλότητι συγκράτων. ὁ χθὲς κάπηλος σήμερον θεηγόρος; ὁ πρὸ τρίτης βοῦς ἄγγελος νῦν ἀθρόον;
255ὁ σήμερον πρόχειρος εἰς ἁμαρτίαν πῶς σήμερον πρόχειρος εἰς σωτηρίαν;
ὁ νῦν ἀσελγὴς πῶς ἀσελγείας κρίνεις; ἰατρέ, φαρμάκευε τὸν σαυτοῦ βίον· ὕπουλα τἄνδον, ψωριᾷ τὸ σαρκίον,
260τὸ τραῦμα δῆλον, τηλεφανὴς ἡ λέπρα· κενώσεως δεῖ καὶ συχνῶν καθαρσίων, δεσμῶν βιαίων, τριμμάτων, ἀλειμμάτων. μελαγχολᾷς, ἄνθρωπε, δεινῶς τὰς φρένας. τί συκοφαντεῖς τοὺς ἀνεγκλήτους μάτην
265λόγους τε πλάττεις καὶ διαπλέκεις δόλους; ἑλλεβόριζε τὴν σεαυτοῦ κακίαν, εἴ πως κενώσεις τοῦ χυμοῦ τὴν οὐσίαν· φρενιτιᾷς γὰρ καὶ νοσεῖς παρρησίαν, εἰπεῖν δὲ μᾶλλον ἀκριβῆ λοιδορίαν.
270τί μου τὸ κάρφος πρὸς δοκὸν σῶν ὀμμάτων; πρόσχημά σοι πέφυκεν ἡ παρρησία, πρόσχημα καὶ κάλυμμα τῶν πεπραγμένων καὶ κρυπτὸν ἐμπόρευμα καὶ στρατηγία. ἀλλ’ οὖν ἐγνώσθης, ἀκριβῶς ἐφωράθης.
275πόρρω κάταιθε σάρκας, ἐμπλήσθητί μου πίνων κελαινὸν αἷμα τοὐμοῦ σαρκίου. πάντων καθάπτου, τῶν μακράν, τῶν πλησίον, πτωχῶν πενήτων, πλουσίων εὐδαιμόνων, κριτῶν, στρατηγῶν, ἱεραρχῶν κυρίου,
280σεπτῶν ἀνάκτων, εὐσεβῶν θυηπόλων, ψυχῶν διαυγῶν, ἀγγέλων, ἀρχαγγέλων. καὶ τοῦ λόγου κάτειπε· καὶ τί σοι λόγος; ἤνεγκα καὶ δάκνοντα πολλάκις κύνα, ἐκαρτέρησα καὶ κτύπους θαλαττίους.
285λήρει, φλυάρει, παίγνιον τῶν παιγνίων, Μορμώ, Μιμὼ Βριμώ τε καὶ Γιλλὼ πλέον,
θεοστυγὲς μίασμα, παμμιγὲς τέρας, σταυρῷ σε πλήττω καὶ καταπλήττω πλέον, πόρρωθεν εἴργω τῆς πρὸς ἡμᾶς εἰσόδου.
290ἔρρ’ εἰς κόρακας, εἰς ἀνηλίους ζόφους, ἀποφθάρητι, στῆθι πόρρω μοι τάχος. φεῦγ’ ἐξ ἐμῆς, πάντολμε, μακρὰν καρδίας· ἐπιζυγῶ σοι τὰς ἀκηράτους πύλας. ἀρχιερεὺς ἔσωθεν, εἰκὼν τοῦ λόγου,
295ὃν δαιμονῶν πέφρικας ὑβρίζων μάτην, σεπτή τε τάξις ἱεραρχῶν κυρίου, ἑξαπτερύγων εἰκονιζόντων τύπους. ἐπυρπολήθης, εἰ προσέλθῃς πλησίον· κατηνθρακώθης, εἰ προσεγγίσῃς ὅλως.

21

(300)

μὴ τρῖβε τὸν τρίβωνα καὶ μίαινέ μοι· ῥῖψον, κύον, τάχιστα τὴν ἐπωμίδα. τί κοινόν, εἰπέ, τῷ λύκῳ καὶ κωδίῳ; ἐκτὸς τὸ χρῶμα, ζωγραφούντων ἡ πλάσις. πρόσχημά σοι πένητες, οὓς κατεσθίεις·
305θὴρ ἔνδοθεν, θὴρ ἀκριβῶς ἐφωράθης. Ἀλλ’ ἡ γραφή, φεῦ, τῶν ἰάμβων πρὸς τίνα; ὕβρις δὲ ποία σῇ κατάλληλος φύσει καὶ σκῶμμα ποῖον σῷ κατάλληλον βίῳ; γλώσσης ἐμῆς μίασμα· πλὴν τί καὶ δράσω;
310καὶ συμφορὰν τίθημι τὴν κωμῳδίαν, εἰ τὸν σὸν αὐτὸς ἐξετάζω νῦν βίον; ὃς ἐν λόγοις γοῦν φείδομαι καὶ δαιμόνων, τὸν Σαββαΐτην οἷα χείρω δαιμόνων τοῖς ἐμμέτροις τέθεικα παίγνιον λόγοις,
315τὸν ταρσὸν αὐτῷ τοῦ ποδὸς παραξέσας. καί που σὺ καυχήσαιο σαυτὸν σεμνύνων, ὡς τοῖς ἰάμβοις τοῖς ἐμοῖς τεθεὶς γέλως· καὶ Θερσίτης γάρ, εἴπερ ἔζη τῷ βίῳ, οὐκ ἂν ἀπηξίωσε τὴν Καλλιόπην
320σκώπτουσαν αὐτὸν ἐμμελῶς τοῖς ἐμμέτροις,
ἀλλ’ ἡδέως ἔστερξε τὴν κωμῳδίαν.

prol22

Στίχοι Ἰακώβου τινὸς μοναχοῦ ἀπὸ τῆς μονῆς τοῦ Συγκέλλου κατὰ τοῦ Ψελλοῦ
Ὦ δέσποτα Ζεῦ καὶ πάτερ καὶ βακλέα, ὀβριμοβουγάιε καὶ βαρυβρέμων, Ὄλυμπον οὐκ ἤνεγκας κἂν βραχὺν χρόνον·
5οὐ γὰρ παρῆσαν αἱ θεαί σου, Ζεῦ πάτερ.

22

(1t)

Ταῦτα ἀκούσας ὁ Ψελλὸς ἐποίησε κανόνα κατὰ τοῦ αὐτοῦ Ἰακώβου
2tοὗ ἡ ἀκροστιχὶς ‘Μέθυσον Ἰάκωβον εὐρύθμως ᾄδω, Κώνστασ‘
3tᾠδὴ αʹ, ἦχος πλ. δʹ. Ἁρματηλάτην
1Μέθη καὶ πότος καὶ χορός, Ἰάκωβε, / ἡ σὴ πανήγυρις, καὶ συμποτῶν κρότοι / καὶ τρυφαὶ καὶ χάριτες, ὀρχήματα καὶ κύμβαλα / καὶ βοτρύων ἐκθλίψεις καὶ ῥάγες ληνοβατούμεναι / καὶ κοιλίαι πίθων πληρούμεναι.
5Ἐπιποθήσας τὰς τρυφάς, Ἰάκωβε, / πάσας ἐμίσησας ἀσκητικὰς πράξεις, / πρῶτον τὴν ἐγκράτειαν, τὴν χαμευνίαν ἔπειτα / καὶ τὴν σκληραγωγίαν καὶ τὴν εὐχὴν καὶ τὰ δάκρυα / καὶ τὴν πρὸς θεόν, πάτερ, ἔπαρσιν. Θαυμάτων πέρα ὁ καλὸς Ἰάκωβος, / ὁ τῆς Συγκέλλου μονῆς·
10ὡς γὰρ ληνὸς ἄλλη / δέχεται τοὺς βότρυας, καὶ σφίγγων ἐν τῷ λάρυγγι / ἀποθλίβει τὸν οἶνον ὥσπερ εἰς πίθον τὸν στόμαχον, / καὶ μεταγγιζόντων οὐ δέεται. Ὑποχωρεῖ σοι καὶ διψάς, Ἰάκωβε, / ζῷον ἀκόρεστον, καὶ πυρετὸς φλέγων / πόσει μὴ σβεννύμενος
15 καὶ ἐμπρησμὸς ἀφόρητος / καὶ κατάξηρον πέδον· ὥσπερ γὰρ ᾅδης ἢ θάλασσα / πίνων οὐκ ἐπλήσθης τὸν στόμαχον.
17tᾠδὴ βʹ. Οὐρανίας ἁψῖδος
17Σταθηρὸς τὴν καρδίαν / καὶ τὴν ψυχὴν πάντολμος καὶ ἀκαταπτόητος ὤφθης / ῥοφῶν τὸν ἄκρατον· ὅθεν οὐκ ἔπτηξας / οὐδὲ ληνοὺς κενουμένους
20οὐδὲ πίθους ῥέοντας / ἐν τῇ κοιλίᾳ σου. Ὁ πληρώσας ἀβύσσους / δημιουργὸς κύριος καὶ τὴν τῆς θαλάσσης κοιλίαν / μεστώσας ὕδατος σὴν οὐκ ἐπλήρωσε, / πάτερ, πλατεῖαν γαστέρα· ὡς σωλὴν γὰρ ἅπαντα / κενοῖς δεχόμενος·
25Νόμος ἔστι σοι, πάτερ, / κανονικῶς κείμενος πάντα σου τοῦ βίου τὸν χρόνον / πίνειν ὡς ἄσαρκος· ὅθεν οἱ ὄρθροι σε / καὶ μέσαι νύκτες πολλάκις ἔχουσι μεθύοντα / καὶ γαστριζόμενον. Ἰωνᾶς μείζων, πάτερ, / νῦν ἐφ’ ἡμῖν γέγονας,
30μένων τῆς ζωῆς σου τὸν χρόνον / ἐν τῇ τοῦ πίθου γαστρί, καὶ ψάλλων ἄπαυστα / οὐ τὸ ‘Ἀνάγαγε‘, πάτερ, ἀλλὰ τὸ ‘Κατάγαγε / εἰς φθορὰν οἴνου με‘.
33tᾠδὴ γʹ. Σύ μοι ἰσχύς, κύριε
33Ἀναπεσὼν / ὕπτιος ἐπὶ τῆς κλίνης σου
καὶ γυμνώσας / στῆθος καὶ τὸν τράχηλον
35 καὶ τὸν μηρὸν ἄχρι τῆς αἰδοῦς πίνεις ἀνενδότως, / ἴσως καὶ πέρδεις, Ἰάκωβε, ἐξόδοις τὰς εἰσόδους / ἐκμετρῶν παραχρῆμα καὶ σκορπίζων κακῶς ἃ συνήγαγες. Κανονικῶς / πίνεις ὁ μέγας Ἰάκωβος,
40οἶνον τάξας / μέλανα καὶ ἄκρατον καὶ μετρητὰς ἀκράτου ποτοῦ κατὰ τὰς αἰσθήσεις / τὰς τῆς ψυχῆς καὶ τοῦ σώματος· τὰς δέκα γὰρ βαπτίζεις / ἐν ἑνὶ νυχθημέρῳ μηδεμίαν καθαίρων ὁ πάντιμος.
45Ὤφθης ἐν γῇ / ἄμπελος, πάτερ, πολύκαρπος, οἶνον στάζων / πάντοθεν παχύτατον, ἐκ τοῦ λαιμοῦ, ἐκ τῶν ὀφθαλμῶν, ἐκ τῆς κάτω θύρας, / ἀπὸ παντός σου τοῦ σώματος· ἱδρῶτας γὰρ ἐκχέεις, / ἀλλὰ μέθην βαρεῖαν

22

(50)

ὡς ἀσκὸς διαρρεύσας, Ἰάκωβε. Βέλει τρωθεὶς / σὺ τὴν καρδίαν ὡς ἔλαφος ἀνενδότως / τρέχεις ἐλαυνόμενος πάσας πιεῖν οἴνου τὰς πηγάς, ὅλους ἐκροφῆσαι / ληνοὺς καὶ πίθους, ἀκόρεστε,
55 καὶ στῆσαί σου τὴν δίψαν / οὐδὲ Νεῖλος ἰσχύει οὐδὲ θάλασσα, πάτερ Ἰάκωβε.
57tᾠδὴ δʹ. Ἵνα τί με ἀπώσω
57 Οὐ φυτεύσας ἀμπέλους, πάτερ, ἐν τῷ βίῳ σου πολλὰς ἐτρύγησας, οὐδὲ θλίψας βότρυν
60τοῖς ποσί σου ληνοὺς ὅλους πέπωκας, οὐδὲ ὕδωρ βάλλων / ἐν τῇ φιάλῃ σου τῆς μέθης ἐκροφᾶς θαυμασίως τὸν ἄκρατον. Νυσταγμὸν σοῖς βλεφάροις οὐδὲ τῇ γαστρί σου ἀνάπαυσιν δέδωκας·
65 πίνεις γὰρ τὰς νύκτας ὡς ἀσώματος, πάτερ Ἰάκωβε, χαίρων τῇ καρδίᾳ / τῇ ἐργασίᾳ τῆς μέθης καὶ γελῶν ἀκρατῶς εἰς τὸν ἄκρατον. Ἐκ κοιλίας κραυγή σου
70ἤκουσται, Ἰάκωβε, ἐν τῇ τοῦ πίθου γαστρί, καὶ ὑπήκουσέ σου ὁ τὸν οἶνον ἐκχέων σοι, πάντιμε· πληρωθεὶς γὰρ μέθης / βορβορυγμούς, ὀξυρεγμίας ὠρυγάς τε ἐκπέμπεις καὶ πνεύματα.
75 Ὑπέταξας τὴν σάρκα, ἐχαλιναγώγησας εἰς τὰ συμπόσια, καὶ ὡς δούλῃ πίθους ἐπεφόρτισας ἀκράτου γέμοντας, καὶ πρὸς πᾶσαν μέθην / καὶ ἀκρασίαν ἀναγκάζεις,
80καὶ ὑπείκει σοι, πάτερ Ἰάκωβε.
81tᾠδὴ εʹ. Ἱλάσθητί μοι
81Ῥοφήματί σου ἑνὶ / ἐκένωσας δέκα κύλικας, τῷ πνεύματι δὲ προσθείς, / ἀσκὸν εἰκοσάμετρον· λείπεται, Ἰάκωβε, / τὸ στόμα πλατύνας ἐκροφῆσαι καὶ τὴν θάλασσαν.
85Ὑπείκουσι σταλαγμοῖς / καὶ σίδηροι καὶ ἀδάμαντες,
ῥανίσι δὲ συνεχεῖ / αἱ πέτραι κοιλαίνονται· τὸν σὸν δὲ ἀκόρεστον / στόμαχον οἱ πίθοι ἐκκενούμενοι οὐκ ἤμβλυναν. Θυμὸν ὀργῶντα δεινῶς / σβεννύεις, πάτερ Ἰάκωβε·
90πληρώσας γὰρ εὐφυῶς / ἀκράτου τὴν κύλικα τῷ ψυχρῷ φλεγμαίνουσαν / τὴν ὀργὴν κοιμίζεις καὶ νικᾷς τὰ πάθη, πάνσοφε. Μὴ ἔλθῃς εἰς τὰς ἐμὰς / ἀμπέλους, πάτερ Ἰάκωβε, μὴ κείρῃς βότρυν ἐμόν, μὴ ληνοβατήσαις μοι·
95 ὡς γὰρ σπόγγος ἄνικμος / ἀνιμᾷς τὸν οἶνον πᾶσι μέρεσι τοῦ σώματος.
97tᾠδὴ ϛʹ. Παῖδες Ἑβραίων
97Ὤφθης κανὼν καὶ τύπος, πάτερ, τοῖς μεθύουσι, / μὴ συγκιρνῶν τὸν οἶνον μηδ’ ἀμβλύνων αὐτοῦ / δι’ ὕδατος τὸν τόνον,

22

(100)

ἀλλ’ ὡς ἐρρύη χρώμενος, / τῶν βοτρύων ἐκθλιβέντων. Στέψον τὴν κάραν σου ταῖς δάφναις, ἐπενδύθητι / καὶ δέρματα δορκάδων, καὶ τοὺς θύρσους κινῶν / τῷ Διονύσῳ κράζε· ‘εὖ ὕις ἄτ[ις], βρόμιε, / βοτρυοῦχε, ληνοβάτα.‘
105Ἅπτουσαν κάμινον τῆς μέθης κατεπάτησας / ὡς ἄλλος Ἀζαρίας, καὶ ἀγγέλου χωρὶς / οὐδ’ ὅλως κατεφλέχθης, σβέσας τὴν φλόγα, πάντιμε, / ἀκράτῳ πολυποσίᾳ. Δάκρυσι πλύνεις σου τὴν κλίνην
110καὶ βαπτίσματι / βαπτίζῃ καθ’ ἡμέραν· ἡ γαστήρ σου καὶ γὰρ / τὸν οἶνον μὴ χωροῦσα δι’ ὀχετῶν τοῦ σώματος / ἀποβλύζει τοῦτον, πάτερ.
113tᾠδὴ ζʹ. Ἑπταπλασίως κάμινον
113Ὥριμος βότρυς πέφυκεν / ἡ σὴ ὄψις, Ἰάκωβε, οἴνους διαφόρους πανταχόθεν βλύζουσα,
115τὸν Χῖον τοῖς ὄμμασι / τοῖς γνάθοις τε τὸν Πράμνειον καὶ τὸν ἀνθοσμίαν ὀχετοῖς τῶν ὀφρύων, τοῖς χείλεσι τὸν Κεῖον / καὶ τῷ στόματι, πάτερ, ἡδύοσμον ὀσφρήσει / καὶ μέλανα τῇ χρόᾳ. Κλινοπετὴς καὶ πάννυχος / ἐκτελεῖς τὸν κανόνα σου,
120χαίρων τῇ ἀσκήσει τῆς σαρκός, Ἰάκωβε· ἀσκοὺς γὰρ προθέμενος / φιάλας τε καὶ κύπελλα, πίνεις ὅλην νύκτα καὶ καυχώμενος λέγεις· οὐκ ἔμιξα τῷ οἴνῳ / ὥσπερ κάπηλος ὕδωρ, οὐ ψῦχον οὐδὲ ζέον, / ἀκράτου τούτου σπῶμαι.
125Ὡς οἰκονόμος πάνσοφος / νουνεχής τε καὶ φρόνιμος ἀποθησαυρίζεις μετοπώρῳ πάντοτε κεράμια γέμοντα / οἴνου καλοῦ, Ἰάκωβε, καὶ κατακλιθεὶς ἐπὶ τῆς κλίνης εὐθέως ἀφροντίδι καρδίᾳ / ἀμερίμνῳ τε βίῳ
130 τὸν χρόνον ὅλον πίνεις· / ὢ ξένων θαυμασίων. Νέον ἀσκὸν εὐμήχανον / ἀπειργάσω τὸ σῶμά σου, τάξας εἰσδοχὰς καὶ ἐκβολάς, Ἰάκωβε· καὶ γὰρ εἰσδεχόμενος / πρηγορεῶνι πέμπεις εὐθύς, καὶ ἐμπιπλαμένη ἡ γαστήρ σου οὐκ ἔστιν·
135ὡς θάλασσα γάρ, πάτερ, / ποταμοὺς δεχομένη ἰσόμετρος τυγχάνει / διὰ μηχανουργίαν.
137tᾠδὴ ηʹ. Ἐξέστη ἐπὶ τούτῳ
137 Στηρίξας σου τοὺς πόδας / ἐν τῷ ληνῷ ἐν τοῖς βότρυσιν ἔχεις τὰς χεῖράς σου καὶ τοῖς ἀσκοῖς πέμπεις σου τὸ βλέμμα, πάτερ σοφέ·
140 ἐρείσας δὲ τὸ στόμα σου / ἐν βαθεῖ κυπέλλῳ πίνεις ὡς βοῦς, οὐδ’ ὅλως ἀναπνέων, / οὐδ’ ὅλως ἐπασθμαίνων, ἀλλ’ ἀνελκύων ὥσπερ ἄμπωτις. Τὰς τάξεις τῶν ἀγγέλων / ἐν οὐρανῷ, ἐπὶ γῆς δὲ ἐκπλήττεις ἀνθρώπων ψυχάς,
145 ὅτι τὰ σὰ χείλη ἐναρμόττων ἐν τοῖς ἀσκοῖς ἀπορροφᾷς τὸν ἄκρατον / βλέπων ὥσπερ ταῦρος τοῖς ὀφθαλμοῖς, καὶ πίνων ἀνενδότως / ἄχρις ἰλύος, πάτερ, μὴ συγκοπτόμενος τῷ πνεύματι. Ἀσκήσεως κανόνας / οὐκ ἀναγνοὺς

22

(150)

ἀσκητὴς ἀνεφάνης αὐτόματος ἀσκῶν, σοφέ, ἄσκησιν τὴν ὄντως ἀσκητικήν· ἀσκητικῶς γὰρ ἤσκησας / πίνων ἐν ἀσκήσει πολλοὺς ἀσκούς· ἀσκήσας δὲ ἐν βίῳ / ἀσκήσεως τοὺς ἄθλους, ἀσκοὺς ἐν βίῳ πάντας εἴληφας.
155 Στεφανοὺς ἐξ ἀμπέλων / σῇ κορυφῇ ἐπιθήσωμεν, πάτερ Ἰάκωβε, καὶ τοῖς ὠσὶ βότρυας κρεμάσωμεν εὐφυῶς, ἀσκοὺς δὲ τοῦ τραχήλου σου / κύκλῳ ἐξαρτήσωμεν οἰνηρούς, καὶ κράξωμεν εὐτόνως, / ‘ὁ πίνων ἀνενδότως
160οὕτως πομπεύει καταγέλαστα.‘

23

(1t)

Μηνὶ Νοεμβρίῳ κηʹ
2tΜνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Συμεὼν λογοθέτου τοῦ Μεταφραστοῦ
3tΣτιχηρὰ εἰς τὸ Κύριε ἐκέκραξα
4tἦχος πλ. βʹ, πρὸς τὸ Ὅλην ἀποθέμενοι
1 Γέρας τὸ λαμπρότατον / σοῦ καὶ περίβλεπτον ὅψος μεγαλοπρεπέστερον / ταῖς μεγαλουργίαις σου / ἀπετέλεσας, καὶ τὴν ἐνεγκοῦσάν σε / βασιλίδα πόλιν καὶ ἐν τούτῳ βασιλεύουσαν
5πασῶν τῶν πόλεων / καὶ ὑπερκειμένην ἀπέδειξας καθ’ ὥραν ἐξανθήσασαν / σὲ τὸν ἀληθῶς περιώνυμον βίῳ τε καὶ λόγῳ / καὶ πάσαις ταῖς καλλίσταις ἀρεταῖς, τὸ θαυμαστὸν ταύτης γέννημα / καὶ λαμπρὸν στεφάνωμα. Ὢ τῶν θαυμασίων σου, / θαυμασιώτατε πάτερ,
10οἷς σε ἐθαυμάστωσεν / ὁ ποιῶν θαυμάσια / μόνος κύριος· ὡς γὰρ ζῶν ἄψαυστον / σαρκικῶν μίξεων διετήρεις τὸ σαρκίον σου, οὕτως ἐφύλαξας / τάφῳ τυμβευθὲν ἀπροσπέλαστον τὸ σῶμά σου τὸ ἅγιον / τῆς ἐπιμιξίας τοῦ ὕστερον
15τούτῳ συντεθέντος / ἑτέρου σωματίου ἀπρεπῶς·
καὶ μαρτυρεῖ τοῦ ἐκβλύζοντος / μύρου σου ἡ ἔκλειψις. Σοῦ τοῖς θείοις χείλεσι / χάρις πολλὴ ἐξεχύθη καὶ σοφίας ἔμψυχον / τῆς ἀκτίστου γέγονας / οἰκητήριον· ὡς πυρὸς γλώσσῃ δὲ / στομωθείς, ὅσιε,
20ἐν τοῖς λόγοις ὑπερηύγασας, τῶν ἀποστόλων τε / καὶ τῶν ἀθλοφόρων τὰ σκάμματα καὶ βίον τὸν ἰσάγγελον / ἀσκητῶν ἑκάστου διέγραψας. καὶ νῦν συνοικήτωρ / γενόμενος αὐτοῖς ἐν οὐρανῷ τριάδος φῶς τὸ ἀνέσπερον / βλέπεις ἀγαλλόμενος.
24tΔόξα
25tἸδιόμελον, ἦχος πλ. βʹ
25 Ὅσιε πάτερ, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου, διὸ ἐν οὐρανοῖς εὗρες μισθὸν τῶν καμάτων σου. τῶν δαιμόνων ἔλυσας τὰς φάλαγγας, τῶν ἀγγέλων ἔφθασας τὰ τάγματα,
30ὧν τὸν βίον ἀμέμπτως ἐζήλωσας. παρρησίαν ἔχων ἐν τῇ μνήμῃ σου εἰρήνην αἴτησαι ταῖς ψυχαῖς ἡμῶν.
32tἈπολυτίκιον
33tἦχος πλ. δʹ
33 Ὀρθοδοξίας ὁδηγέ, εὐσεβείας διδάσκαλε καὶ σεμνότητος
35 τῆς οἰκουμένης ὁ φωστήρ, τῶν λογογράφων θεόπνευστον ἐγκαλλώπισμα λύρα τοῦ πνεύματος, ταῖς διδαχαῖς σου πάντας ἐφώτισας, Συμεὼν πατὴρ ἡμῶν. πρέσβευε Χριστῷ τῷ θεῷ
40σωθῆναι τὰς ψυχὰς ἡμῶν.
40tὉ κανών, ποίημα τοῦ αὐτοῦ Ψελλοῦ, φέρων τὴν ἀκροστιχίδα τήνδε·
41tΜέλπω σε τὸν γράψαντα τὰς μεταφράσεις
42tᾠδὴ αʹ, πλ. βʹ, Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ
41Μέλος μοι εὔρυθμον δίδου, / λόγε θεοῦ, εὐφημεῖν ὁρμήσαντι / τὸν θεράποντα τὸν σόν, Συμεῶνα τὸν Μεταφραστήν,
τὸν κυρίως λογοθέτην ἀξιάγαστον.
45 Ἐξ ὑψωμάτων τῶν θείων καὶ ἐπὶ σὲ πνεῦμα τὸ πανάγιον / κατελήλυθε, σοφέ, καὶ καρδίαν εὗρε καθαράν, καὶ ἐν σοὶ ἀληθῶς ἐπανεπαύσατο. Λύχνος ὁ νόμος κυρίου / σοῦ τοῖς ποσὶν

23

(50)

ἀπὸ βρέφους γέγονε, / μελετῶντος ἐν αὐτῷ εὐσεβῶς ἡμέρας καὶ νυκτός, τῆς ἡμέρας ὡς υἱοῦ, καὶ φῶς τοῖς τρίβοις σου. Πόκον σε πάλαι προεῖδεν / ὁ Γεδεών, ἐφ’ ὃν καταβέβηκεν / ὁ θεὸς ὡς ὑετὸς
55 καὶ τὴν γῆν πεπλήρωκεν αὐτοῦ, μητροπάρθενε ἁγνή, τῆς ἐπιγνώσεως.
56tᾠδὴ γʹ, Οὐκ ἔστιν ἅγιος ὡς σύ
57 Ὡς πλήρης πνεύματος θεοῦ πληρωτὴς ἀνεδείχθης / τῶν αὐτοῦ προσταγμάτων· τὸ γὰρ παρὰ τοῦ Χριστοῦ / ἐμπιστευθέν σοι καλῶς
60 ἐξειργάσω / τάλαντον, μακάριε. Σοφίας θείας ἐραστὴς ἁπαλῶν ἐξ ὀνύχων / γεγονώς, θεορρῆμον, περιεπλάκης αὐτὴν / καὶ τῶν χαρίτων αὐτῆς τῷ στεφάνῳ, / μάκαρ, ἐστεφάνωσαι.
65 Ἐνδιαπρέψας ἐν ἀρχαῖς ταῖς τῆς κάτω συγκλήτου / ὡς ἀνὴρ βουληφόρος, τὸ πολίτευμα τὸ σὸν / ἐκτήσω ἐν οὐρανοῖς καὶ τὴν ἄνω / σύγκλητον ἐκόσμησας. Τὸν ὑπὲρ φύσιν τοκετὸν
70τῆς πανάγνου παρθένου / ὁ σοφὸς λογοθέτης ἀκατάληπτον εἰδὼς / ἀγγέλοις τε καὶ βροτοῖς
ἐκδιδάσκει / πίστει μόνῃ σέβεσθαι.
73tᾠδὴ δʹ, Χριστός μου δύναμις
73Ὁ πάντων κύριος καὶ πάντων αἴτιος τῶν καλῶν ἐξ ἁπάντων
75σὲ τὸν σοφόν, μάκαρ, ἐξελέξατο τῶν θεραπόντων τῶν αὐτοῦ / ἐπαινέτην ἀξιάγαστον. Νοὸς ὀξύτητι καὶ καθαρότητι καὶ λαμπρότητι βίου τὸ νοερόν σε φῶς καθωράισε
80καὶ ταῖς τῶν λόγων καλλοναῖς / ὁ θεός σε ἐχαρίτωσεν. Γραφαῖς ἐσχόλαζες ταῖς θείαις, ὅσιε, καὶ ἁγίων τοὺς βίους ἰχνηλατῶν τούτων τὰ παθήματα καὶ τοὺς ἀγῶνας ἐξυμνεῖς / ταῖς σοφαῖς σου μεταφράσεσιν.
85Ῥητόρων στόματα, σαλπίγγων ᾄδοντα εὐηχέστερα μέλη, ἀνευφημεῖν ἐπαξίως, ἄχραντε, ἀδυνατοῦσι τοῦ θεοῦ / σὲ τὸ ὄρος τὸ κατάσκιον.
89tᾠδὴ εʹ, Τῷ θείῳ φέγγει σου, ἀγαθέ
89Ἀνατολῆς ἥλιε, Χριστέ,
90 τῆς δικαιοσύνης τῶν ψυχῶν, ὁ φωτισμὸς τῶν ὑμνούντων σε, τοῦ Μεταφραστοῦ σου ταῖς παρακλήσεσι τὸν ζόφον τῆς ψυχῆς μου / λῦσον ὡς εὔσπλαγχνος. Ψυχωφελεῖς καὶ ἐπιτερπεῖς
95 καὶ σωτηριώδεις τοῖς πιστοῖς λόγους, θεόφρον, συντέθεικας, ζῆλον πρὸς ἀνδρείαν, ἀρετῆς μίμησιν,
τῶν εὖ βεβιωκότων / τὰ ὑπομνήματα. 〈Α........................

23

(100)

......................... ............................ ............................ ............................〉 Ναὸς καὶ θρόνος καὶ κιβωτὸς
105 τοῦ παμβασιλέως καὶ θεοῦ σὺ εἶ, πανύμνητε δέσποινα, μόνη θεστόκε, τὸ ἱλαστήριον ἡμῶν τῶν προσφευγόντων / ὑπὸ τὴν σκέπην σου.
109tᾠδὴ ϛʹ, Τοῦ βίου τὴν θάλασσαν
109Τὸ πρῶτόν σου σύγγραμμα
110ἐκ προνοίας θεϊκῆς / καὶ ὁμιλίας γέγονε τοῦ ἱεροῦ πρεσβύτου καὶ μοναστοῦ, Συμεὼν θεσπέσιε, ὃν ἐν Πάρῳ τῇ νήσῳ τεθεώρηκας. Ἀξίως ἐξύμνησας
115τῆς Λεσβίας τὰ λαμπρὰ / καὶ θεῖα ἀγωνίσματα Θεοκτίστης τῆς ὄντως ἀγγελικόν, μικροῦ καὶ ἀσώματον, τελεσάσης πανσόφως τὸ πολίτευμα. Τὰ ἄδηλα, κύριε,
120καὶ τὰ κρύφια τῷ σῷ / θεράποντι ἐδήλωσας τῆς σῆς σοφίας ἄβυσσον οἰκτιρμῶν, δεικνὺς τὰ ἐλέη σου καὶ δοξάζων τοὺς πίστει σε δοξάζοντας. Ἀνάγαγε, κύριε,
125ἐκ βυθοῦ με τῶν κακῶν / πρεσβείαις τῆς τεκούσης σε καὶ τοῦ ὁσίου, δέσποτα, Συμεών, τοῦ σε θεραπεύσαντος διὰ βίου καὶ λόγου, πολυέλεε.
128tΚοντάκιον
129tἦχος βʹ, Τὰ ἄνω ζητῶν
129Ἀμέμπτως ἐν γῇ, / σοφέ, πολιτευσάμενος
130τῶν ἐν οὐρανοῖς / ἁγίων τὰς λαμπρότητας κατιδεῖν ἠξίωσαι / καὶ πανσόφως τούτους ἐξύμνησας. σὺν αὐτοῖς Χριστῷ τῷ θεῷ μὴ παύσῃ πρεσβεύων ὑπὲρ πάντων ἡμῶν.
134tὉ οἶκος
134Μελῳδικῶς πιστοὶ συνελθόντες
135 εὐφημήσωμεν πάντες ἐπαξίοις ᾠδαῖς τὸν μέγαν θεοῦ θεράποντα Συμεῶνα, τὸν ἅγιον λογοθέτην, / ὃν ἡ Χριστοῦ ἐκκλησία φωστῆρα πεπλούτηκεν ἐπὶ γῆς τοῖς διδασκάλοις πατράσιν ἐκλάμψαντα·
140 σὺν τούτοις γὰρ ψάλλων ἀπαύστως Χριστῷ φωτός τε ἀιδίου πληρούμενος συγχαίρει πρεσβεύων ὑπὲρ πάντων ἡμῶν.
143tᾠδὴ ζʹ, Δροσοβόλον μὲν τὴν κάμινον
143Στηλιτεύονται καὶ δαίμονες καὶ τύραννοι, μάρτυρας καὶ ὁσίους Χριστοῦ οἱ κολάσαντες
145 ταῖς σοφαῖς σου, μάκαρ, συγγραφαῖς. πιστῶν μελῳδεῖ δὲ ἡ πληθύς· Εὐλογητὸς εἶ, ὁ θεὸς / ὁ τῶν πατέρων ἡμῶν. Μεταφράσεις ὠνομάσθησαν οἱ λόγοι σου, τρισμάκαρ, καθηδύνοντες νοῦν 〈τὸν〉 ἡμέτερον

23

(150)

ὑπὲρ μέλι καὶ τὸν γλυκασμὸν τοῖς χείλεσι στάζοντες βοᾶν·
Εὐλογητὸς εἶ, ὁ θεὸς / ὁ τῶν πατέρων ἡμῶν. Ἐπαινέσει γενεὰ κατὰ τὸν ψάλλοντα καὶ γενεὰ τοὺς λόγους τοὺς σοὺς ὡς ἐξᾴδοντας
155 τὰ θαυμάσια τὰ τοῦ θεοῦ καὶ μέλπειν προτρέποντας ἡμᾶς· Εὐλογητὸς εἶ, ὁ θεὸς / ὁ τῶν πατέρων ἡμῶν. Τὴν καλὴν ἐν γυναιξί σε καὶ πανάμωμον μητέρα τοῦ θεοῦ οἱ πιστοὶ ἱκετεύομεν
160ἐνεστώσης ῥύσασθαι ἡμᾶς κακίας τοῦ ψάλλειν ἐμμελῶς· Εὐλογημένη ἡ θεὸν / σαρκὶ κυήσασα.
163tᾠδὴ ηʹ. Ἐκ φλογὸς τοῖς ὁσίοις
163Ἁπασῶν ἡ λαχοῦσα / ἄρχειν τῶν πόλεων σὲ προήνεγκε θεῖον / καρπόν, μακάριε,
165τρέφοντα αὐτὴν / μυστικῶς καὶ ποτίζοντα νέκταρ ἀμβροσίας / ψυχῶν εἰς σωτηρίαν. Φυτουργὸν ἐγκρατείας / καὶ βίου σώφρονος, γεωργὸν εὐσεβείας / καὶ θείας πίστεως, γνώσεως βυθὸν / καὶ πηγὴν κατανύξεως
170 πάντες σε τιμῶμεν, / Συμεὼν λογοθέτα. Ῥητορεύων τὰ θεῖα / θέλγεις τὸ πλήρωμα τῆς σεπτῆς ἐκκλησίας, / θεομακάριστε, καὶ διανιστᾷς / ἀρετῆς πρὸς τὴν μίμησιν τῶν ἐν εὐσεβείᾳ / καλῶς τελειωθέντων.
175Ἁγιάσματος θείαν / κιβωτὸν ἔχοντες, θεοτόκε παρθένε, / σὲ τὴν χωρήσασαν πανυπερφυῶς / τὸν θεὸν τὸν ἀχώρητον, ἀνυμνολογοῦμεν / πιστοὶ εἰς τοὺς αἰῶνας.
179tᾠδὴ θʹ, Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον
179Σεμνῶς βιώσας πρὸς τὸν ποθούμενον
180εἰρηνικῶς, μάκαρ, ἐξεδήμησας κύριον, κατ’ αὐτὴν τὴν ἡμέραν καθ’ ἣν ὁ κλεινὸς Στέφανος τελειοῦται / ὁ ὁσιόμαρτυς, ᾧ καὶ συνεστέφθης εὐκλεῶς / καὶ συνδεδόξασαι. Ἐκ γῆς ἀπαίρουσα πρὸς οὐράνια
185ἡ ἱερὰ ψυχή σου, θεοφόρε, σκηνώματα, ἀγαλλόμενον εἶχε τὸ πρόσωπον, βλέπουσα τοὺς ἁγίους / αὐτῇ συγχαίροντας καὶ πρὸς ὑπερκόσμιον ζωὴν / ταύτην προπέμποντας. Ἰδοὺ συνήφθης ἁγίων τάγμασι
190πατριαρχῶν, μαρτύρων, ἀποστόλων ὁσίων τε προφητῶν καὶ διδασκάλων καὶ ἱεραρχῶν· οἷσπερ καὶ συγχορεύων, / μακαριώτατε, μέμνησο πρὸς κύριον ἡμῶν / τῶν εὐφημούντων σε. Σιὼν ἁγία, θεοχαρίτωτε,
195πόλις θεοῦ καὶ κατωχυρωμένον παλάτιον, τὴν πασῶν βασιλεύουσαν πόλεων ἐν σοὶ ἀνακειμένην / ταύτην περίσῳζε τοῦ Μεταφραστοῦ ταῖς ἱεραῖς, / κόρη, δεήσεσιν.
198tΕἰς τοὺς αἴνους
199tἦχος δʹ, Ὡς γενναῖον ἐν μάρτυσιν
199Εὐγενοῦς ἀνεβλάστησας / ῥίζης ῥόδον κατέρυθρον

23

(200)

βεβαμμένον χάρισι / ταῖς τοῦ πνεύματος καὶ τοὺς πιστοὺς εὐωδίασας / ὀσμαῖς συγγραμμάτων σου, ἀποστόλων, ἀθλητῶν / καὶ ὁσίων τὰ σκάμματα συνταξάμενος· / ὧν καὶ σύστοιχος ὤφθης, θεοφάντορ Συμεών, / τρυφῆς ἐν χλόῃ
205τῇ ἀειδρόσῳ σκηνούμενος. Γραφικῶς ἐξεχύθη σοι, / Συμεών, ἐν τοῖς χείλεσι τοῦ ἁγίου πνεύματος / χάρις ἄρρητος·
διὸ τὸν μάτην καυχώμενον / πλοκαῖς διαλέξεων ἐξελέγξας ταπεινοῖς· / ὡς καλάμη γὰρ γέγονε
210 κατὰ πρόσωπον / τοῦ πυρὸς τεφρουμένη καὶ σὲ μᾶλλον / μεγαλύνων ἀνεδείχθη, φρίξας νοός σου τὴν δύναμιν. Ὡς θεράπων γενόμενος / τοῦ θεοῦ ἐκ τῶν ἔργων σου, ὡς ἁγίων σύσκηνος / οὓς ἀνύμνησας,
215ὡς παρρησίαν κτησάμενος / ἁγνείᾳ τοῦ βίου σου, θεορρῆμον Συμεών, / τῶν ὑμνούντων σε μέμνησο, τὸ φιλάγαθον / τῆς ψυχῆς σου δεικνύων, ἵνα πάντες / τοῦ θεοῦ φιλανθρωπίᾳ πταισμάτων ἄφεσιν εὕρωμεν.
220tΔόξα. Καὶ νῦν
220 Βίον ἔνθεον κατορθώσας θεωρίᾳ τὴν πρᾶξιν κατεκόσμησας, Συμεὼν παμμακάριστε· τὴν γὰρ σοφίαν φιλήσας ἔρωτι θείῳ ἐκ στόματος τοῦ πνεύματος
225τὴν χάριν κατεπλούτησας. καὶ ὡς κηρίον μέλιτος τὸν γλυκασμόν σου τῶν λόγων ἀποστάζων ἡμῖν εὐφραίνεις νοήμασι θείοις τὴν ἐκκλησίαν τοῦ Χριστοῦ. διὸ ἐν οὐρανοῖς ἐμφιλοχρωρῶν αὐλιζόμενος
230ὑπὲρ ἡμῶν ἀπαύστως πρέσβευε τῶν ἐκτελούντων τὴν μνήμην σου.

23epi

Προκείμενον τοῦ ἀποστόλου· Θαυμαστὸς ὁ θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ (Ps. 67, 36). Ἐν ἐκκλησίαις (Ps. 67, 27). Πρὸς Κορινθίους ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα· Ἀδελφοί, ἑκάστῳ δίδοται ... βούλεται (Cor. 12, 7—11).
5Τὸ εὐαγγέλιον ἐκ τοῦ κατὰ Ματθαῖον·
Εἶπεν ὁ κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· ὑμεῖς ἐστε ... τῶν οὐρανῶν (Matth. 5, 14—19).

24

(1t)

Τοῦ ὑπάτου τῶν φιλοσόφων κυροῦ Μιχαὴλ τοῦ Ψελλοῦ παράφρασις
2tδιὰ στίχων ἰαμβικῶν εἰς τὸν κανόνα τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν
3tΚοσμᾶ τοῦ Μαϊουμᾶ ἐπισκόπου, ὃν ἐκεῖνος συντέθεικε ψάλλεσθαι τῇ
4tἁγίᾳ καὶ μεγάλῃ πέμπτῃ
5tᾠδὴ αʹ, Τμηθείσῃ τμᾶται πόντος ἐρυθρός, κυματοτρόφος δὲ ξηραίνεται
1 Πόντος μέλας πρὶν τέμνεται τετμημένῃ ξηραίνεται δὲ κυματοτρόφον βάθος. βυθὸς δ’ ὁμοῦ τάφος τε καὶ καινὴ βάσις, Αἰγυπτίοις τάφος μέν, Ἑβραίοις βάσις.
5ᾠδὴ δὲ τοῖς σωθεῖσιν ἐμμελεστάτη ἐκ τῶν νοητῶν ἐκροτεῖτο κρουμάτων· ἔνδοξος ὄντως ὁ πλάσας ἡμᾶς λόγος, καὶ θαυματουργῶν νῦν δεδόξασται πλέον.
9tἡ πανταιτία καὶ παρεκτικὴ ζωῆς, ἡ ἄπειρος σοφία τοῦ θεοῦ
9Ὁ τοῦ πατρὸς δύσφραστος ἐν γνώσει λόγος,
10ἡ τῶν ἀπείρων κτισμάτων πανταιτία, ἡ πᾶσιν ἐμπνέουσα πνεύματος χύσιν, ἔμψυχον οἶκον ἐξ ἀπειράνδρου κόρης λόγοις ἑαυτοῦ δημιουργεῖ πανσόφοις· ναὸν δὲ τὸ πρόσλημμα ποιήσας ξένως
15ἔνδοξός ἐστι καὶ δεδόξασται πλέον.
16tμυσταγωγοῦσα φίλους ἑαυτῆς τὴν ψυχοτρόφον ἑτοιμάζει
16 Ἡ γνῶσις αὐτὴ τῶν ἀπορρήτων λόγων, ὁ τῶν πατρῴων ἄγγελος βουλευμάτων, ὡς οἷα μύστας μυσταγωγῶν τοὺς φίλους τὸ σῶμα μὲν τράπεζαν ὡς ψυχοτρόφον,
20τὸ δ’ αἷμα κιρνᾷ νέκταρ ἡδῦνον φρένας. ἀλλὰ πρόσελθε καὶ βόησον ἐμφρόνως· ὁ Χριστὸς ἡμῶν, ἡ λύτρωσις, ἡ χάρις, ἔνδοξος ὢν πρὶν νῦν δεδόξασται πλέον.
24tἀκουστισθῶμεν πάντες οἱ πιστοὶ συγκαλουμένης
24Λόγου βοῶντος, γνώσεως κεκρυμμένης
25ἅπαντας ἡμᾶς συγκαλούσης ἐνθέως ἀνοιγέτω πᾶς ὦτα τοῖς λαλουμένοις· παγκόσμιον κήρυγμα τῇ καινῇ κτίσει. ὁ Χριστὸς αὐτός, ἡ νοητὴ θυσία, γεύσασθε, φησί, τῶν ἐμῶν νῦν θυμάτων
30καὶ γνόντες εὐλογεῖτε τὸν τεθυμένον· ἔνδοξος ὢν πρὶν νῦν δεδόξασται πλέον.
32tᾠδὴ γʹ, Κύριος ὢν πάντων καὶ κτίστης θεός, τὸ κτιστὸν ὁ ἀπαθὴς πτωχεύσας
32 Ἄκτιστος ὤν, κτίστης δὲ πάσης οὐσίας, τὸ κτιστὸν ἐπτώχευσας ὕστερον, λόγε, τὸν δουλικὸν χοῦν προσλαβὼν ὁ δεσπότης.
35τὸ πάσχα δ’ αὐτὸς τυγχάνων ἀποστόλοις, οἷς καὶ θανεῖν ἔμελλες ὡς εὐεργέτης, καινὴ προήχθης οἷα θύτης θυσία, φαγεῖν κελεύων σῶμά σου ψυχοτρόφον στερράν τε ποιῶν τὴν ἐκείνων καρδίαν.
40tῥύσιον παντὸς τοῦ βροτείου γένους τὸ οἰκεῖον, ἀγαθέ
40 Κρατῆρα πλήσας γνωστικῆς εὐθυμίας τὴν σὴν γλυκεῖαν αἱματόρρυτον πόσιν,
ἁμαρτίας κάθαρσιν, ἀγνοίας λύσιν, τῶν σῶν μαθητῶν ἐγχέεις ταῖς καρδίαις, ἑαυτὸν αὐτὸς ἱερουργῶν τοῖς φίλοις
45ὡς οἷα θύτης, ἀλλ’ ὁμοῦ καὶ θυσία, φαγεῖν κελεύων σῶμα σὸν ψυχοτρόφον στερράν τε ποιῶν τὴν ἐκείνων καρδίαν.
48tἄφρων ἀνήρ, ὃς ἐν ὑμῖν προδότης, τοῖς οἰκείοις μαθηταῖς
48 Γνώστης ὑπάρχων τοῦ κεκρυμμένου δόλου τοῖς σοῖς προεῖπας ἐμφανῶς ἀποστόλοις·

24

(50)

ἄφρων τις ὑμῶν καὶ φονουργὸς τυγχάνων οὐ γνώσεται τὸ πάσχα τοῦ σωτηρίου, ἀλλ’ ἐμφαγών με μέχρι τῶν ὁρωμένων οὐ μὴ συνήσει τὴν νοητὴν θυσίαν· ὅμως ὑμεῖς μενεῖτε τοῖς ἐμοῖς λόγοις
55στερράν τέ μοι λήψεσθε πίστιν τοῦ λόγου.
56tᾠδὴ δʹ, Προκατιδὼν ὁ προφήτης τοῦ μυστηρίου σου τὸ ἀπόρρητον
56 Τὴν σὴν κένωσιν ὁ προφήτης προβλέπων σαρκώσεώς τε τοὺς ἀπορρήτους λόγους προφητικοῖς εἴρηκεν ἐνθέως λόγοις· ἔθου κραταιὰν ἀγάπησιν ἰσχύος
60καὶ πατρικὴν νόησιν, οἰκτίρμον πάτερ, τὸν σὸν κραταιὸν υἱὸν ἠγαπημένον ἱλασμὸν ἡμῖν τοῖς ἀπωσμένοις πάλαι καὶ πταισμάτων δοὺς λύτρον ἡμαρτηκόσιν.
64tἐπὶ τὸ πάθος τὸ πᾶσι τοῖς ἐξ Ἀδὰμ πηγάσαν ἀπάθειαν
64Ἰὼν ὁ Χριστὸς εἰς ἑκούσιον πάθος
65τὸ πηγάσαν ἅπασι τὴν καινὴν χάριν τοῖς σοῖς μαθηταῖς εἶπας, ἀλλ’ ἀποκρύφως, συνεστιαθῆναί σε βούλεσθαι λίαν
τὸ πάσχα τὸ ζῶν οἷα καινοῖς συμπόταις, ὡς οἷα μάρτυς μάρτυσι, θύταις θύτης·
70εἰς τοῦτο καὶ γὰρ ἐξεπέμφθην πατρόθεν, ὑμῖν ἐμαυτὸν θυσιάσαι τοῖς φίλοις.
72tμεταλαμβάνων κρατῆρος τοῖς μαθηταῖς προεῖπας, ἀθάνατε
72 Ὡς ἑστιάτωρ τοῖς φίλοις καὶ συμπόταις σπῶν τοῦ κρατῆρος τοῦτο νῦν τέλος λέγεις κοινῆς τραπέζης καὶ προσύλων βρωμάτων·
75ἤδη γὰρ ἔσχεν ἡ παρουσία τέλος. ἀφέξομαι δὲ καὶ νομίμου θυσίας, αὐτὸς δὲ καινὴ θυσία ψυχοτρόφος γενήσομαι σύμπαντι τῷ βροτῶν γένει· ἧκον γὰρ ἐξίλασμα τούτοις πατρόθεν.
80tπόμα καινὸν ὑπὲρ λόγον ἐγώ φημι ἐν τῇ βασιλείᾳ μου
80 Μυστηρίων ἄρρητα τοῖς φίλοις βάθη ὁ κηδεμὼν εἴρηκας ἀρρήτοις λόγοις, κοινῆς μὲν αὐτοῖς οὐ μετασχεῖν ἑστίας, καινὸν δὲ τούτοις συμπιεῖν λόγου πόμα, κοινωνὸς αὐτοῖς τῶν ἀπορρήτων μένων
85καὶ συνθέωσιν τὴν βασιλείαν λέγων, σὺ μὲν προὼν ἄρρητος ἀρχὴ καὶ λόγος, θεοῖς δὲ τούτοις ἐν μεθέξει συμμένων.
88tᾠδὴ εʹ, Τῷ συνδέσμῳ τῆς ἀγάπης συνδεόμενοι οἱ ἀπόστολοι
88 Δεσμοῖς ἀγάπης οἱ μαθηταὶ τοῦ λόγου δεσμούμενοι κάλλιστα τῷ κοινῷ πόθῳ
90συνημμένοι τε τῷ θεῷ καὶ δεσπότῃ κοινῶς ἀπερρύπτοντο σὺν τρόμῳ πόδας, εὐαγγελικῶν δογμάτων ταχυδρόμους καὶ πίστεως ἔχοντες ὡραίας βάσεις,
εὐάγγελοι κήρυκες ὄντες τοῦ λόγου.
95tἡ τὸ ἄσχετον κρατοῦσα καὶ ὑπέρροον ἐν αἰθέρι ὕδωρ
95 Χεὶρ ἡ κρατοῦσα τῶν ὅλων τὴν οὐσίαν πηγάς τε τὰς ἄνωθι τὰς ὑπερρόους καὶ τὰς κάτωθι τῶν ἀβύσσων συστάσεις καὶ τῆς θαλάσσης τὰς ῥοώδεις ἐκχύσεις μέρος τι τούτων τῷ πλυνῷ παρεγχέει,

24

(100)

πόδας ἀποπλύνει δὲ δούλων δεσπότης.
101tμαθηταῖς ὑποδεικνύων ταπεινώσεως ὁ δεσπότης τύπον
101 Τύπον μαθηταῖς δεικνύων ὁ δεσπότης ταπεινότητος πνεύματός τε μετρίου ὁ πάντα δεσμῶν ζώννυται τῷ λεντίῳ· ᾧ πάντα κάμπτει κάμπτεται νῦν τὸν πόδα,
105πλύνει τε χερσὶ τῶν μαθητῶν τοὺς πόδας αἷς ἡ πνοὴ σύμπασα τῶν ποιημάτων.
107tᾠδὴ ϛʹ, Ἄβυσσος ἐσχάτη ἁμαρτημάτων ἐκύκλωσέ με
107 Ἄβυσσος ἐσχάτη με κυκλοῖ πταισμάτων, καὶ τὸν κλύδωνα μὴ φέρων τῶν ῥευμάτων ὡς πρὶν Ἰωνᾶς νῦν βοῶ σοι τῷ λόγῳ·
110ῥῦσαι φθορᾶς με καὶ ζάλης καὶ πνευμάτων.
111tκύριον φωνεῖτε, ὦ μαθηταί, καὶ διδάσκαλόν με
111 Στοιχεῖν μαθητὴς οἶδε τῷ διδασκάλῳ. τοῖς οὖν μαθηταῖς ὡς διδάσκαλος λέγω· μιμεῖσθε πάντες τὸν τύπον τῶν πρακτέων, ὦν αὐτὸς ἦρξα πρακτικαῖς συμβουλίαις.
115tῥύπον τις μὴ ἔχων ἀπορρυφθῆναι οὐ δεῖται πόδας
115Ἐκτὸς μολυσμῶν οὐ καθαίρεται πόδας
ὑμεῖς διαυγεῖς ὡς μαθηταὶ καὶ φίλοι, ἀλλ’ εἷς ἀφ’ ὑμῶν τὴν ῥοπὴν τῆς καρδίας εἰς θηριώδεις ἐκφέρει φονουργίας.
119tᾠδὴ ζʹ. Οἱ παῖδες ἐν Βαβυλῶνι καμίνου φλόγα οὐκ ἔπτηξαν
119Τὴν Περσικὴν κάμινον ἑπταπλασίως
120καυθεῖσαν οὐκ ἔπτηξαν οἱ νεανίαι· ἡγούμενοι δὲ τὴν πυρὰν ὥσπερ δρόσον ἔψαλλον ἡδύφωνον ᾆσμα τῷ λόγῳ, ὡς εὐλογητὸς τῶν ὅλων ὁ δεσπότης.
124tνευστάζων κάραν Ἰούδας κακὰ προβλέπων ἐκίνησεν
124Ἔσεισε νεύων τὴν φονοσκόπον κάραν
125πλέκων Ἰούδας τὸν φόνον τοῦ δεσπότου, ζητῶν ἐφευρεῖν προσφυῶς εὐκαιρίαν Χριστὸν προδοῦναι τὸν κριτὴν κατακρίτοις, ὅς ἐστι πάντων καὶ θεὸς καὶ δεσπότης.
129tμεθ’ ὅστις ἐμοῦ τὴν χεῖρα τρυβλίῳ βάψει θρασύτητι
129Σημεῖον εἶπας τοῖς ἐρωτῶσι φίλοις
130τῆς τοῦ μαθητοῦ μηχανουργίας, λόγε, τὴν χεῖρα τοῦ βάψαντος ἐν τῷ τρυβλίῳ· ᾧ μὴ προσελθεῖν τοῦ βίου ταῖς εἰσόδοις κρεῖττον τέθεικας λαμπροτήτων μυρίων. τοῦτον δ’ ἐδήλους ὅσπερ ἦν φονοδρόμος
135πάντων ὁ πλάστης καὶ θεὸς τῶν πατέρων.
136tᾠδὴ ηʹ, Νόμων πατρῴων οἱ μακαριστοὶ ἐν Βαβυλῶνι νέοι
136 Νόμων πατρῴων Ἰσραηλῖται νέοι ἐν Περσικῇ γῇ φύλακες δεδειγμένοι κατέπτυσαν μὲν τοῦ τυραννοῦντος λόγων, στερροὶ δὲ τυγχάνοντες ὄντως τὴν φύσιν
140τὸ παμφάγον πῦρ ἐκπεφεύγασι μόνοι,
ἐπάξιον δὲ τῷ κρατοῦντι δεσπότῃ ἔμελπον ὕμνον κρούμασι ψυχοκρότοις· τῷ δημιουργῷ πᾶσα μελπέτω κτίσις.
144tοἱ δαιτυμόνες οἱ μακαριστοὶ ἐν τῇ Σιὼν τῷ λόγῳ
144Τῷ μυσταγωγῷ τῶν ἀληθῶν δογμάτων
145προσκαρτεροῦντες οἱ μαθηταὶ τῷ λόγῳ ὡς οἷα μύσται τῶν ἀπορρήτων λόγων ἐν τῇ Σιὼν εἵποντο συγκεκλημένοι, ἄρνες καθώσπερ τῷ νοητῷ ποιμένι. συνεστιαθέντες δὲ τὸν θεῖον λόγον

24

(150)

θεῷ προσῆγον ἐμμελῆ συμφωνίαν· σύμπασα τὸν κτίσαντα μελπέτω κτίσις.
152tνόμου φιλίας ὁ δυσώνυμος Ἰσκαριώτης γνώμῃ
152 Θεσμῶν ἀληθοῦς καὶ φίλης κοινωνίας ἑκὼν Ἰούδας δυσμενὴς λελησμένος οὓς χερσὶν ἐξένιψε δεσπότης πόδας
155τούτοις κατ’ αὐτοῦ πρὸς φονουργίαν τρέχει· τὸ σὸν δὲ σῶμα μυστικῶς κατεσθίων σοὶ πτέρναν ἦρεν ὕβρεως τῷ δεσπότῃ, μὴ γνοὺς μελῳδεῖν· εὐλογείτω τὸν λόγον ἡ τῷ λόγῳ παγεῖσα τῶν ὄντων κτίσις.
160tἐδεξιοῦτο τὸ λυτήριον τῆς ἁμαρτίας σῶμα ὁ ἀσυνείδητος
160 Ἐδεξιοῦτο σῶμά σου ψυχοτρόφον ἁμαρτιῶν κάθαρσιν ἀγνώμων λάτρις· ἐδεξιοῦτο καὶ πόμα ζωηφόρον, τῶν αἱμάτων σου τοὺς καθαρσίους λύθρους. ἀλλ’ ἦν ἀναιδὴς καὶ πιπράσκων καὶ πίνων
165καὶ τοῖς πονηροῖς μὴ προσοχθίζων τρόποις, οὐδ’ αὖ συνῆκεν ἐκβοᾶν· τὸν δεσπότην
ἡ τῶν βροτῶν σύμπασα μελπέτω κτίσις.
168tᾠδὴ θʹ, Ξενίας δεσποτικῆς καὶ ἀθανάτου τραπέζης
168 Τοῦ κήρυκος βοῶντος ὡς ὁ δεσπότης εἰς ὑπερῴους χαμόθεν ἤρθη τόπους
170κοινῇ πρὸς αὐτὸν συνδραμόντες εὐτόνως ἄνω κάτωθεν ἐν τρόποις ὑπερτάτοις θείας τραπέζης συμμετάσχωμεν, φίλοι.
173tἄπιτε, τοῖς μαθηταῖς ὁ λόγος ἔφη, τὸ πάσχα
173 Τὸ πάσχα, φησὶ τοῖς μαθηταῖς ὁ πλάσας, θύειν τὸ θεῖον εἰς ὑπέρτατον τόπον,
175ᾧ νοῦς ἔνεστι τοῖς ἐμοῖς μύσταις ξένως, ἑτοιμάσατε γνωστικαῖς θεωρίαις, ἐξ ἀζύμου μὲν τῆς ἀληθείας λόγου, στερρᾷ δὲ πήξει τῇ βάσει τῶν δογμάτων.
179tδημιουργὸν ὁ πατὴρ πρὸ τῶν αἰώνων σοφίαν γεννᾷ, ἀρχήν
179Λόγον με πλάστην τῶν ἀπείρων κτισμάτων
180γεννᾷ πατὴρ πρίν, πλὴν πρὸ αἰώνων ὅλων, ἀρχὴν ὁδῶν ἄναρχον ἀγνώστων λόγον. γεννᾷ μὲν οὕτως, εἶτα καὶ κτίζει πάλιν εἰς ἔργα ταῦτα τῶν γε νῦν τελουμένων. λόγος γὰρ ὢν ἄκτιστος ἄρρητος μόνος
185φωνὰς λέγω πως οὗ προσείλημμαι γένους.
186tὡς ἄνθρωπος ὑπάρχω οὐσίᾳ, οὐ φαντασίᾳ, οὕτω θεὸς τῷ τρόπῳ
186 Ὥσπερ βροτὸς πέφυκα καὶ θεὸς πέλω, οὕτω θεὸς πέφυκα καὶ βροτὸς μένω· ὑπόστασις γάρ εἰμι σύνθετος μία. ἀλλ’ ὥσπερ ὢν ἄνθρωπος ὁ πλάστης λόγος
190φύσει τὸ πᾶν πέφυκα μηδὲν φαντάσας, οὕτω θεὸς πέφυκε τὸ πρόσλημμά μου. οὗτος γάρ ἐστιν ἀντιδόσεως τρόπος· εἴληφεν ὡς δέδωκεν, εἶτ’ ἀντιστρόφως δέδωκεν ὡς εἴληφεν. ἰσότης φίλη·
195ἐκεῖνο τοῦτο, τοῦτ’ ἐκεῖνο τῇ φύσει, ἄμφω τὸ κοινόν, ἓν δ’ ὁμοῦ τε καὶ δύο. εἷς εἰμι τοίνυν, τὰς φύσεις μὴ συγχέας, ἐξ ὧν, ἐν οἷς πέφυκα, τὸ κρεῖττον δ’, ἅπερ. τὸ μὲν γὰρ ἐξ ὧν ταῦτα συγχεῖ πολλάκις,

24

(200)

ὥσπερ τὸ σῶμα τὰς συνελθούσας φύσεις (οὐ πῦρ γάρ ἐστιν, οὐκ ἀήρ, οὐδ’ ἄλλό τι)· τὸ δ’ αὖ ἐν οἷς τρίτον τι τούτων τυγχάνει· ὃ δ’ οὖν ἅπερ πέφυκε, ταῦτα τυγχάνει. ἅπερ κἀγὼ πέφυκα φύσεως λόγοις,
205θεὸς βροτὸς τέλειος, εἷς ἄμφω μόνος.

25

(1t)

Εἰς τὸν βασιλέα κῦριν Ῥωμανὸν τὸν γέροντα στίχοι, ἐν ταῖς ἀρχαῖς
2tτῶν λέξεων δηλοῦντες τὸ ὄνομα
1Ῥοδοκρινοπρόσωπος ὡραῖος μέδων
ἀκτῖσι νίκης οὐρανοῖ σκηπτουχίαν.

26

(1t)

Εἰς τὸν βασιλέα κῦριν Βασίλειον ὅμοιοι
1 Βέβαιον ἄστρον, σεμνὸν ἵλασμα λίαν ἔλαμψεν ἴσχειν οἴακας σκηπτουχίας.

27

(1t)

Τοῦ αὐτοῦ στίχοι εἰς τὸ φλάμουλον τοῦ Μονομάχου ἔχον ἱστορημένον
2tτὸν ἅγιον Γεώργιον, τὸν βασιλέα ἔφιππον, φέροντα λόγχην καὶ τοὺς
3tβαρβάρους διώκοντα
1 Μάρτυς, βασιλεῦ, ἵππε, λόγχη, βάρβαροι, σύμπνει, δίωκε, σπεῦδε, πλῆττε, πίπτετε.

28

(1t)

Τοῦ αὐτοῦ εἰς τὸν πρωτοσύγκελλον
1 Σύγκελλος ὡς σύνοικος, ἀλλὰ τοῦ λόγου· καὶ πρῶτος ὡς πρόεδρος, ἀλλὰ τοῦ πόλου. πᾶς οὖν τις αὐτὸν πρωτοσύγκελλον λέγε
ὡς οὐρανοῦ πρόεδρον, ὡς θεοῦ φίλον.

29

(1t)

Στίχοι τοῦ αὐτοῦ
1 Τοῖς ἓν πνέουσι καὶ συνουσιωμένοις, συγκλητικοῖς, ἄρχουσι τῆς ἐκκλησίας, Βάρδαις Προκοπίοις τε, Κιννάμοις πλέον, ὀστιαρίοις ὑπομιμνήσκουσί τε,
5κλητοῖς ἀκλήτοις, γνωρίμοις ἀνωνύμοις, πρώτοις μεγίστοις, ἐσχάτοις παρεσχάτοις, ἐμοῖς ἀδελφοῖς καὶ φίλοις καὶ συντρόφοις, τὰ πάντα μίγδην τοῖς ὁμοῦ μεμιγμένοις. οὐ γὰρ διαιρεῖν βούλομαι τὰς ἀξίας
10οὐδὲ φθόνου πρόσκομμα γίνεσθαι θέλω· εἷς εἰμι καὶ κάτοιδα δεσπότην ἕνα καὶ πάντας ὑμᾶς ὡμογνωμονηκότας.

30

(1t)

Τοῦ αὐτοῦ πρὸς ἀναίσθητον λοίδορον
1 Καὶ βάτραχοι φωνοῦσιν, ἀλλ’ ἐκ τελμάτων· καὶ κύνες ὑλακτοῦσιν, ἀλλὰ μακρόθεν· καὶ κάνθαροι παίζουσιν, ἀλλ’ ἐν κοπρίαις. οὐκοῦν τί καινὸν εἰ λαλοῦσι καὶ λίθοι,
5μικρὸν παραλλάττοντες ἁδρῶν βατράχων;

31

(1t)

Τοῦ Ψελλοῦ εἰς τὸν ἅγιον Γεώργιον
1 Ὡς στερρός, ὡς ἄτρεστος, ὡς ὑπὲρ φύσιν ἀθλητικοὺς ἤνεγκας εὐψύχως πόνους, Γεώργιε κράτιστε, μαρτύρων κλέος. πυρὸς κατεφρόνησας ἐμπύρῳ ζέσει,
5ὑγρᾶς κατεκράτησας ὡς πῦρ οὐσίας, κρείττων ἐφάνης καὶ τομῆς καὶ μαστίγων. ὡς θῦμα δεκτὸν τῷ θεοῦ, μάρτυς, λόγῳ τομὴν ὑπέστης καὶ σφαγὴν μαρτυρίου. ταῖς ἀρεταῖς δὲ πανσθενῶς πεφραγμένος
10τροχοῦ φορὰν ἤνεγκας ἐντόνῳ σθένει καὶ δεσμὰ καὶ κάκωσιν ἄλλην ἐσχάτην. καὶ δὴ προσελθὼν τῷ βραβευτῇ σου λόγῳ στεφηφορῶν ἕστηκας ὡς νικηφόρος.

32

(1t)

Στίχοι τοῦ Ψελλοῦ
1 [Τὸ] φῶς τὸ θεῖον, Φώτιε, δεδεγμένος [ποι]μὴν ἐδείχθης φωσφόρος Νέας Ῥώμης· [ἣν] φωτίσας κάλλιστα πράξει καὶ λόγῳ
[ὡς] φῶς ἀνῆλθες εἰς ἀνέσπερον φάος.

33

(1t)

Τοῦ Ψελλοῦ εἰς τὴν θεοτόκον θηλάζουσαν
1 Τὴν παρθένον βλέπων με καὶ βρεφοτρόφον νόει, θεατά, τὸ σθένος τοῦ δεσπότου.

34a

(1t)

Τοῦ Ψελλοῦ εἰς κώθωνα γυναικὸς ἀργυροῦν
1Κώθων διαυγής, ἀλλὰ χεὶρ πολλῷ πλέον.

34b

Κώθωνα τόνδε χεὶρ νεαρὰ βαστάσοι, ἄν τις δὲ λεπρὰ μηδὲ κἂν προσεγγίσοι.

34c

Καὶ μὴ πιεῖν θέλοντα κώθων ἑλκύει.

34d

Κώθων πιεῖν πείθει με καὶ δίψης πλέον.

34e

Πίνειν με πείθει καὶ πρὸ δίψης ἡ θέα.

35-52t

Τοῦ σοφωτάτου καὶ ὑπερτίμου Ψελλοῦ πρὸς τὸν βασιλέα Μιχαὴλ τὸν Δούκαν αἰνίγματα

35

Ἔστι τι ζῷον λογικόν, δέσποτα στεφηφόρε, ὁρῶν, οὐκ ἔχον ὀφθαλμούς, ἐκτὸς ποδῶν βαδίζον, ἐστερημένον κεφαλῆς, ἀκέραιον τὰς φρένας, πνεύμονος ἄτερ καὶ λοβῶν, καρδίας καὶ κοιλίας,
5ἐστερημένον τοῦ παντός, τινὸς οὐ λελειμμένον. τί τοῦτο; φράσον, ἔξειπε, λέξον, δήλωσον, γράψον, ὡς συνετός, ὡς νουνεχής, ὡς ὑπερφέρων πάντων.

36

Σφαῖρά τις ὕπερθεν τῆς γῆς, πετάλοις σκεπομένη, ὕπτιος ἐπανάκειται, ὕδατος πεπλησμένη, καιρῷ προσφόρῳ λάμπουσα, πάλιν μαραινομένη, ὅλῳ τῷ χρόνῳ λάμπουσα, φθίσιν οὐ δεχομένη,
5ἀλέαν ἀποτίκτουσα, σβεννύουσα τὴν ζέσιν, τοῖς εὐπαθοῦσι πρόσφορος, τοῖς δυσπαθοῦσι πλέον, νοσήματος γεννητική, λυτήριον τῆς νόσου. τίς αὕτη, πορφυρόβλαστε; τῆς λύσεως τίς λόγος;

37

Εἶδον ἀρρήτοις ὄμμασι, δέσποτα στεφηφόρε, νέον πρεσβύτην ἐν ταὐτῷ τέλειον λελειμμένον, ὑψιπετῆ καὶ χθαμαλόν, κλονούμενον ἑδραῖον, φωτίζοντα σκοτίζοντα, τέμνοντα συνουλοῦντα,
5τοὺς μὲν ἐκ γῆς ἀνάγοντα, τοὺς δὲ πρὸς γῆν κρατοῦντα,
καὶ σῴζοντα καὶ τῇ φθορᾷ τῆς ὕλης συμπηγνύντα.

53

(1t)

Τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν βασιλέα
1 Ὁ θεοπάτωρ βασιλεὺς Δαυὶδ ὁ ψαλμογράφος, νομοθετῶν καὶ προφητῶν καὶ στρατηγῶν τὸ κλέος, τῶν ἄλλων παίδων Ἰεσσαὶ νεώτατος ὑπῆρχε· τὴν ὄψιν μὲν ἀπέριττος, τὴν δὲ ψυχὴν ὡραῖος,
5τὴν γνώμην ἀνδρικώτατος, τὸ σῶμα ῥωμαλέος, πρᾶος, κοινὸς καὶ ταπεινός, ἀλλ’ ἀρχικὸς τὴν πρᾶξιν, ἡδύτατος ἐν ἤθεσιν, ὀξύτατος ἐν λόγοις, ποικίλος τὰ χαρίσματα, τὴν θεωρίαν ἔνθους. οὗτος πολλὰ μὲν ὑποστάς, πολλὰ καὶ κατορθώσας,
10τραπεὶς δ’ ἀπείρους τὰς τροπὰς ἐφ’ ἱκανὸν τὸν χρόνον, καὶ νῦν μὲν ἐλαυνόμενος, νῦν δὲ δεινοῖς ἐμπίπτων, νῦν πάσχων καὶ θλιβόμενος, ἄλλοτε φυγαδεύων, ποτὲ μὲν ἔχων ἄνεσιν καὶ ζῶν θυμηρεστέρως, ποτὲ δὲ χειμαζόμενος θλίψεων τρικυμίαις,
15ἄλλοτε πάλιν τὴν ὁδὸν τὴν θείαν διοδεύων, ποτὲ δὲ καὶ πλανώμενος 〈............〉 ἐκ ταύτης, ἅπερ σαφῶς μανθάνομεν ἀπὸ τῆς ἱστορίας, ἅπαντα νῦν τὰ καθ’ αὑτὸν ὡς ἔχει κατὰ μέρος
ἐν τούτῳ τῷ συγγράμματι διδάσκων ἀνατάττει.
20 Καὶ πρώτη μὲν ὑπόθεσις τῆσδε τῆς πραγματείας ἀφήγησις διδάσκουσα τὰ πάθη τοῦ προφήτου. Δεύτερον δὲ κεφάλαιον τῆς συγγραφῆς εὑρήσεις τὴν θαυμαστὴν ἀφήγησιν τῆς ἀρχαιολογίας. ἐν διαφόροις γὰρ ψαλμοῖς ἱστορικῶς συγγράφει
25πατριαρχῶν τὴν γένεσιν, τὴν ἀγωγήν, τὴν πρᾶξιν, τὴν ἐν Αἰγύπτῳ μοχθηρὰν δουλείαν τῶν Ἑβραίων τῶν νώτων τὴν ἐπίτριψιν, τὴν ἄρσιν τῶν κοφίνων, πρὸς δὲ καὶ τὴν δεκάπληγον ποινὴν τῶν Αἰγυπτίων· εἶθ’ οὕτως καὶ τὴν ἔξοδον τὴν ἀπὸ τῆς Αἰγύπτου,
30τῆς Ἐρυθρᾶς τὴν χέρσωσιν, τοῦ Φαραὼ τὴν πνῖξιν, ἀναβατῶν καὶ τριστατῶν τὸν ὄλεθρον τὸν ξένον· τὰ τῆς ἐρήμου θαύματα καὶ τὴν μαννοβροχίαν, τὸν ἐκ τῆς πέτρας ποταμὸν καὶ τὴν ὀρτυγομήτραν· τὰ νομικά, τὰ τῆς σκηνῆς, τὰ τῆς ἱερατείας,
35τοὺς Ἀριθμοὺς καὶ τὴν γραφὴν τοῦ Δευτερονομίου· τὴν στρατηγίαν Ἰησοῦ καὶ τὴν κληροδοσίαν· πρὸς τούτοις δὲ καὶ τοὺς Κριτὰς ἅμα ταῖς Βασιλείαις· καὶ τἆλλα πάντα σὺν αὐτοῖς ὅσα τῆς ἱστορίας. Τρίτον ἐστὶ κεφάλαιον ἡ φυσιολογία,
40ἐξ ἧς ἐκδιδασκόμεθα τὰ τῆς δημιουργίας, περί τε γῆς καὶ τῶν ἐν γῇ καὶ περὶ γῆν κτισμάτων περί τε τῶν κατ’ οὐρανὸν περί τε τῶν στοιχείων. Τέταρτον δὲ κεφάλαιον γνῶθι τὰ τοῦ σωτῆρος, ὅσα περὶ τὴν σάρκωσιν καὶ τὴν οἰκονομίαν,
45τὴν τῶν θαυμάτων ἔνδειξιν καὶ τὴν διδασκαλίαν, τὴν τοῦ λυσσώδους μαθητοῦ δολίαν προδοσίαν, τὸν χλευασμόν, τὸν ἐμπαιγμόν, τὸν γέλωτα, τὰς ὕβρεις, ὅσα περὶ τὴν σταύρωσιν καὶ τἆλλα τὰ τοῦ πάθους, τὴν βρῶσιν τὴν ἐκ τῆς χολῆς, τὴν πόσιν τὴν ἐξ ὄξους,

53

(50)

τὴν ἔγερσιν, τὴν ἄνοδον, τὸν ὕμνον τῶν ἀγγέλων,
ὅσα τε προηγόρευσε προδήλως ἐπὶ τούτοις. Πέμπτον τὴν κλῆσιν τῶν ἐθνῶν, τῶν μαθητῶν τὴν δόξαν, τὴν προκοπὴν καὶ σύστασιν τῆς νέας ἐκκλησίας, τὴν τῶν Ἑβραίων κάκωσιν καὶ τὰς αἰχμαλωσίας,
55τὴν τοῦ δεσπότου φοβερὰν δευτέραν παρουσίαν. Ἕκτον ἐστὶ κεφάλαιον τὸ κατὰ τὴν τριάδα, πατρός, υἱοῦ καὶ πνεύματος σεπτὴ θεολογία. Ἕβδομον ἡ τῶν νοερῶν ἐξήγησις κτισμάτων, ἤγουν νοός τε καὶ ψυχῆς, ἀγγέλων καὶ δαιμόνων.
60 Ὄγδοον οἱ τῆς ἠθικῆς παιδαγωγίας λόγοι, δι’ ὧν ποθοῦμεν ἀρετὴν καὶ φεύγομεν κακίαν. Ἔννατον τὰ τῶν λογισμῶν καὶ τὰ τῆς διανοίας, τῆς τῶν δαιμόνων προσβολῆς, τῆς τῶν παθῶν ἐφόδου, καὶ τῆς αὐτῶν ἀποτροπῆς καὶ συντριβῆς καὶ νίκης.
65 Δέκατον δὲ κεφάλαιον τῶν ἐντολῶν ὁ λόγος, ἐν οὐδενὶ λειπόμενος τῶν ἐν εὐαγγελίοις. Δέκα μὲν οὖν κεφάλαια τὰ συνηριθμημένα, οἷσπερ ἡ πᾶσα τῶν ψαλμῶν ἔγκειται πραγματεία· εἰσὶ δὲ πάλιν ἕτερα χωρὶς τῶν δέκα τούτων
70ἐκ τῶν πραγμάτων φέροντα κλήσεις ἰδικωτέρας. ψαλμὸς δοξολογητικός, ὡς ὢν δοξολογία· ψαλμὸς εὐχαριστήριος, ὡς ὢν εὐχαριστία· ἄλλος ψαλμὸς προσευκτικός, ὡς προσευχὴν ἐμφαίνων· ἄλλος παραμυθητικός, ὅτι παραμυθεῖται·
75ἕτερος δὲ προτρεπτικός, ὡς προτροπὴν σημαίνων· ἕτερος δ’ ἀποτρεπτικός, ἐπείπερ ἀποτρέπει· πρὸς τούτοις δ’ ὁ μεθοδικός, ἐπείπερ ἑρμηνεύει, οὐ μόνον γὰρ προτρέπεται τὸ πράττειν ἢ μὴ πράττειν, ἀλλ’ ὑποτίθησιν ὁμοῦ τὸν χρόνον καὶ τὸν τρόπον.
80 Ὅλως δ’ ἡ βίβλος τῶν ψαλμῶν ἐστι ταμεῖον, παθῶν ἁπάντων φάρμακον, κοινὴ ψυχῶν ὑγεία, συμφόρημα τῶν ἀγαθῶν, ἀνθρώποις σωτηρία. πᾶσαν γὰρ νόσον ψυχικὴν ἐξαίρει καὶ διώκει,
τὴν ἀρετὴν συνίστησι, παύει τὴν ἁμαρτίαν,
85λύπης δροσίζει καύσωνα, μέριμναν ἐξορίζει, θλιβόμενον παρηγορεῖ, θυμούμενον πραΰνει, πρόσφορον ἄκος δίδωσιν ἑκάστῳ τῶν ἀνθρώπων· καὶ τοῦτο δὲ μετά τινος ἐνθέου μελῳδίας, μεθ’ ἡδονῆς τε σώφρονος, μετ’ εὐφροσύνης θείας,
90ἵνα τῷ λείῳ καὶ τερπνῷ θελγόμενοι τοῦ μέλους τὸ τῶν ῥημάτων ὄφελος ἕλκωμεν λεληθότως, ὃ τοῖς σοφοῖς τῶν ἰατρῶν ἔθος ποιεῖν πολλάκις. ἡνίκα γὰρ τὰ πόματα κιρνῶσι τοῖς ἀρρώστοις, μέλιτι περιχρίουσι τὰ τῶν κυλίκων ἄκρα,
95ὅπως ἐκ τῆς γλυκύτητος κλεπτόμενοι τὴν γεῦσιν δέχωνται προσηνέστερον τὴν πόσιν τῶν φαρμάκων. οὕτως οὖν ψάλλοντες ἡμεῖς δοκοῦμεν μέλος ᾄδειν, τὸ δ’ ἀληθὲς παιδεύομεν τὰς ἑαυτῶν καρδίας καὶ μνήμην ἀνεξάλειπτον ἔχομεν τῶν λογίων.

53

(100)

ἐπεὶ γὰρ πάντες ἄνθρωποι τοῖς μέλεσι κηλοῦνται, κρατεῖ δ’ ἐν τούτοις ἡδονὴ ῥευστοῖς τὴν φύσιν οὖσι, τὸ ῥάθυμον δ’ ἀπόλλυσι τὴν μνήμην τῶν ῥημάτων, ἕνεκεν τούτου τοῖς ψαλμοῖς τὸ μέλος εἰσηνέχθη, τὸ τῶν φαρμάκων αὐστηρὸν τῶν γραφικῶν καὶ θείων
105μέλιτος δίκην ἀλλοιοῦν καὶ καταφαρμακεῦον καὶ τῷ γλυκεῖ τὸ χρήσιμον εὐτέχνως παραρτῦον· καὶ γὰρ τὸ χαριέστατον ἡδέως ἐπεισδῦνον πάντως καὶ μονιμώτερον καρδίαις ἐφιζάνει. ὅτι δ’ οἰκείως ἔχομεν φύσει πρὸς μελῳδίαν,
110τοῖς βουλομένοις ῥᾴδιον μαθεῖν ἐκ τῶν πραγμάτων. καὶ γὰρ κλαυθμυριζόμενα πολλὰ τῶν βρεφυλλίων μητέρες κατεκοίμησαν ὑπὸ τῆς μελῳδίας. εἰ βούλει δέ, μετένεγκε πρὸς ἄλογα τὸν λόγον· ἵπποι μὲν γὰρ ἀκούοντες τῆς σάλπιγγος ἠχούσης
115ὀργῶσι θυμικώτερον πρὸς συμπλοκὴν πολέμου· τὰ θρέμματα δ’ ἐφέπεται τῷ μέλει τῶν συρίγγων,
καὶ τότε πλέον τέρπεται καὶ γέγηθε καὶ σκαίρει, σὺν τούτοις δὲ πιαίνεται, τὸ θαυμαστὸν καὶ μεῖζον. ὁρῶμεν δ’ ἐν ταῖς ἀγοραῖς τὰς χειροήθεις ἄρκτους
120ὑπὸ κιθάρας κρούματα παιζούσας ὀρθοστάδην. ἐγὼ δ’ ὁ ταῦτα γεγραφὼς ἐρῶ σοι καί τι πλέον· εἶδόν ποτε κυνίδιον ἀπὸ τῶν Μελιταίων, παρῆν δὲ καί τις αὐλητὴς ἀπὸ τῶν ἀγοραίων, καλάμῳ μέλος ἐνηχῶν μετὰ κιθαρῳδίας·
125ὅταν δ’ αὐτὸς ἐνέπνευσε τὸ μέλος τῷ καλάμῳ, ἐκεῖνο τὸ κυνίδιον, ἂν ἔτυχεν ἐσθίον, ἐνέκοπτε τὰ τῆς τροφῆς, ἀπέρριπτε τὸ βρῶμα, ἠρέμα τε προσέβαινε τοῦ μουσικοῦ πλησίον, καὶ τοῦτον βλέπον ἀτενῶς ἅμα καὶ περισαῖνον
130ἐκ λεπτοτάτης ὑλακῆς ὥσπερ ἀντεμελῴδει· ἡνίκα δὲ κατέπαυεν ὁ τραγῳδὸς τὸ μέλος, ἐπὶ τὸ λεῖπον τῆς τροφῆς ὑπέστρεφεν ὁ κύων, ὅταν δὲ πάλιν τὸν αὐλὸν ὑπέπνευσεν ἐκεῖνος, καὶ πάλιν τὸ κυνίδιον τὴν βρῶσιν διωθεῖτο
135καὶ γαληνῶς προσυλακτοῦν ἀντᾴδειν πως ἐῴκει· ἁπλῶς δ’ ὁσάκις ᾔσθετο τὸν αὐλητὴν αὐλοῦντα, τῶν ἄλλων πάντων ἀμελοῦν ἐξήρτητο τοῦ μέλους. ἀλλ’ ἐπὶ τὸ προκείμενον ὁ λόγος ἀναγέσθω. τὸ μέλος τοίνυν τῶν ψαλμῶν παύει καὶ τὴν νωθρείαν,
140δίδωσι καὶ τῷ ψάλλοντι παραψυχὴν τοῦ κόπου. καὶ γὰρ ὁρῶμεν ψάλλοντας πολλοὺς τῶν ὁδοιπόρων, ὅπως τὸν νοῦν συστρέφοντες περὶ τὴν ψαλμῳδίαν τὸν κάματον συντέμνωσι τὸν τῆς ταλαιπωρίας· καὶ γεωργοὶ δὲ σκάπτοντες ἐν μέσῃ μεσημβρίᾳ
145ἀντίπαλον τοῦ καύσωνος προβάλλονται τὸ μέλος· ὁ δὲ χαλκεὺς σφυροκοπῶν παρ’ ὅλην τὴν ἡμέραν τὸν τῶν μελῶν ἐκτιναγμὸν παρηγορεῖ τῷ μέλει. συλληπτικώτερον εἰπεῖν, πάντες οἱ χειροτέχναι τοῖς ᾄσμασι προσχρώμενοι συστέλλουσι τοὺς πόνους.

53

(150)

Ἔστι δὲ τοῦ μελίσματος αἰτία τις δευτέρα.
ἀπατηλῆς γὰρ ἡδονῆς τοῖς μέλεσι τιτρώσκων ἀπόλλυσι τὸν ἄνθρωπον ὁ δυσμενής, ὁ πλάνος· σοφῶς δ’ ἀντιτιτρώσκεται πνευματικαῖς βολίσιν ἑτέρας πάλιν ἡδονῆς, εὐτέχνου, θαυμασίας·
155ὅπερ ἐστὶ κατόρθωμα στρατηγικῆς σοφίας, ὅταν οἷς τρόποις τὸν ἐχθρὸν ὁρῶμεν πολεμοῦντα, τούτοις κατατροπώμεθα τὰς τούτου πανουργίας. ξύλῳ νεκρώσας τὸν Ἀδὰμ ἀντινεκροῦται ξύλῳ, ἐν ᾧ δεσπότης νεκρωθεὶς ὑπὲρ οἰκείων δούλων
160τὸν νεκρωτὴν ἐνέκρωσε καὶ νέκρωσιν ἐξεῖλεν· ἐκ πικροτάτης συμβουλῆς ἐσκέλισε γυναῖκα, γυνὴ δ’ αὐτὸν κατέβαλε θεὸν σαρκὶ τεκοῦσα, τὸν τῶν ἀνθρώπων λυτρωτήν, τὸν τούτου καθαιρέτην, ἡ μακαρία γυναικῶν, ἡ μήτηρ καὶ παρθένος,
165ἡ τὴν κατάραν ἄρασα διὰ τῆς εὐλογίας, ἡ τοῖς ἀνθρώποις τὴν χαρὰν τῆς λύπης ἀντιδοῦσα· δῆμον Ἑβραίων ὥπλισε πρὸς φόνον τοῦ σωτῆρος, ἀλλ’ εἷς Ἑβραῖος ἤρκεσεν ἀντὶ πολλῶν Ἑβραίων ἀπὸ τοῦ φάρυγγος αὐτοῦ πολλὰς ψυχὰς ἁρπάσαι,
170Παῦλος ὁ παμφαέστατος φωστὴρ τῆς οἰκουμένης· καὶ τὸν λῃστὴν ἠρέθισεν ἐπὶ τὴν βλασφημίαν, λῃστὴς δὲ πάλιν ἕτερος τὸν λῄσταρχον λῃστρεύει. τί δ’ ἂν καὶ τἆλλα λέγοιμι ταύτης τῆς εὐτεχνίας; οὕτως οὖν φαύλης ἡδονῆς τὸν ἄνθρωπον ῥιπτούσης
175πνευματική τις ἡδονὴ τοῦτον ἐπανεγείρει. Ἔστι καὶ τρίτον αἴτιον ταύτης τῆς μελῳδίας. τῶν γὰρ ᾀσμάτων ὁ ῥυθμὸς ἔστιν ἐκ συμφωνίας, ἡ συμφωνία γίνεται τῆς ὁμονοίας μήτηρ, τῆς δ’ ὁμονοίας ὁ δεσμὸς διδάσκει τὴν ἀγάπην·
180καὶ δείκνυται τὸ μέλισμα πρόξενον τῆς ἀγάπης, εἰς ἓν συνάγον ἄριστα τὰς γλώσσας καὶ τὰς γνώμας καὶ συμβιβάζον εὐφυῶς ὡς ἐν ἁρμολογίᾳ. τί γὰρ ἂν οὕτω δύναιτο τὰς ἔχθρας διαλλάσσειν ὡς ᾆσμα προφερόμενον κοινῶς ὑπὲρ ἀλλήλων;
185τίς δὲ τοσαύτην ἄνθρωπος ἔσχε μισανθρωπίαν, ὡς φιλεχθρεῖν πρὸς ἀδελφὸν τὸν τούτου συνικέτην,
τὸν ὑπὲρ τούτου φέροντα θεῷ τὴν ἱκεσίαν; Τίνες μὲν οὖν εἰσι σκοποὶ τῆς προκειμένης βίβλου, τίνα τὰ ταύτης χρήσιμα καὶ τί τὸ τούτων τέλος,
190δι’ ὅν τε λόγον εὕρηται τὸ μέλος τῶν ᾀσμάτων, ἀρκούντως ἐδιδάξαμεν ἐν τοῖς προειρημένοις. εἰπεῖν δὲ πρόκειται λοιπὸν καὶ τοῖς ἑξῆς τοῦ λόγου, εἰ μόνου τοῦ Δαυίδ ἐστιν ἡ ψαλμοφόρος βίβλος· τί λέγεται ψαλτήριον, ὅθεν δ’ ἡ τούτου λέξις,
195καὶ τί ψαλτόν, καὶ τί ψαλμός, καὶ τίς ἡ ψαλμῳδία· καὶ ποῖον τὸ διάψαλμα· τί τῆς ᾠδῆς ἡ φράσις, καὶ τί τὸ ῥῆμα βούλεται τῶν ὕμνων καὶ τῶν αἴνων· καὶ τίς ἐξομολόγησις, καὶ ποσαχῶς καλεῖται· ποίαν δ’ εὐχῆς καὶ προσευχῆς διαφορὰν καλοῦσι·

53

(200)

καὶ τί ψαλμὸς ᾠδῆς ἐστιν οὕτω προγεγραμμένος, καὶ τί σημαίνει τοὔμπαλιν ᾠδὴ ψαλμοῦ κειμένη· πόσοι δ’ εὑρίσκονται ψαλμοί, καὶ διὰ τί τοσοῦτοι· καὶ τίς ὁ συλλεξάμενος καὶ τάξας ἐν βιβλίῳ· πόσοι τοῦ μέλους ἀρχῳδοί, καὶ διὰ τί τοσοῦτοι·
205πόσοι χοροὶ συνέψαλλον τὸ μέλος ὑπ’ ἐκείνοις· πόσοι συνίστων τὸν χορόν, καὶ διὰ τί τοσοῦτοι· καὶ τίς ἐστι διαφορὰ τοῦδε τοῦ ψαλτηρίου πρὸς τὰς λοιπὰς κατασκευὰς τῶν μουσικῶν ὀργάνων· καὶ τίς ἐστι τῆς τάξεως τῆς τῶν ψαλμῶν ὁ λόγος
210καὶ τῆς ἐπί τινων ψαλμῶν κειμένης ἀσαφείας· πόσαι δ’ εἰσὶ μεταβολαί, καὶ τίνων ἑρμηνέων τῆς γλώσσης τῆς Ἑβραϊκῆς ἐπὶ τὴν Ἑλληνίδα. Λέγουσι τοίνυν τοὺς ψαλμοὺς παρὰ πολλῶν γραφῆναι, μὴ παρὰ μόνου τοῦ Δαυὶδ τοὺς πάντας ἐκτεθῆναι·
215τὸν λόγον δὲ κρατύνουσιν ἐκ τῶν ἐπιγραμμάτων. ἔχουσι γὰρ ἐπιγραφὰς κλήσεων διαφόρων· ἔν τισι μέν ἐστι ψαλμοῖς Ἀσὰφ προγεγραμμένος, ἔν τισι δ’ ἐστὶν Ἰδιθούμ, κεῖται δ’ Αἰθὰμ ἐν ἄλλοις, ἔν τισι δ’ ἂν εὑρήσειας Αἰμὰν Ἰσραηλίτην,
220ὄψει δὲ πάλιν ἀλλαχοῦ καὶ τοῦ Κορὲ τοὺς παῖδας, ἄλλοις δ’ ἐστὶν ἐγκείμενον ὄνομα Σολομῶντος, εὕρηται δέ που καὶ Μωσῆς, ἄνθρωπος τοῦ κυρίου· πάντας δὲ τούτους τοὺς ψαλμοὺς συναγαγεῖν τὸν Ἔσδραν, ὅταν παρῆλθεν ὁ καιρὸς ὁ τῆς αἰχμαλωσίας.
225οὕτως οὖν φάσκουσί τινες καὶ τούτους ψαλμογράφους· καὶ φέρουσι καὶ τὸν Λουκᾶν συλλήπτορα τοῦ λόγου, ἐν οἷς πως οὗτος ἱστορῶν τὰς ἀποστόλων πράξεις ‘βίβλον ψαλμῶν‘ ὠνόμασε, Δαυὶδ μὴ μνημονεύσας· καὶ τάχα δείκνυσιν αὐτὸς ἐκ τούτου τοῦ λογίου,
230ὡς οὐκ εἰς μόνον τὸν Δαυὶδ τὴν βίβλον ἀναφέρει. ἔτι καὶ ταύτην τίθενται τρίτην ἀπολογίαν, τὸ καί τινας ἐν τῶν ψαλμῶν ἐπιγραφὰς μὴ φέρειν, ἑτέρους δ’ ἔχειν προγραφάς, καὶ ταύτας βραχυτάτας, μὴ κλήσεις δέ τινων δηλοῦν, ἀλλ’ ἀνωνύμους εἶναι·
235ἐν ἄλλοις δ’ ἀλληλούια καὶ μόνον προγεγράφθαι. εἰ γὰρ ὑπῆρχον ῥήματα Δαυιτικῶν χειλέων, ἐχρῆν, φασί, καὶ τὸν Δαυὶδ τούτοις ἐπιγεγράφθαι. ἄλλοι δὲ πάλιν λέγουσιν, οἷς καὶ συμφρονητέον, τὴν ὅλην βίβλον τῶν ψαλμῶν εἶναι Δαυὶδ καὶ μόνου,
240καὶ τούτους ἁπαξάπαντας αὐτὸν ἐκτεθεικέναι, τοὺς ἔχοντας ἐπιγραφὰς καὶ τοὺς ἀνεπιγράφους· καὶ τὰς αἰτίας φράζουσιν ὡς ἁρμοδιωτάτας. τὸν γὰρ ἐπιγραφόμενον εἰς πρόσωπον Μωσέως προδήλως ἀποφαίνουσιν οὐκ ὄντα τοῦ Μωσέως·
245ἦ γὰρ ἂν πρῶτος τῶν ψαλμῶν ἐτέθειτο τῶν ἄλλων, τὴν τάξιν κομισάμενος ἐκ τῆς προγενεσίας ὡς ποίημα πρεσβύτερον καὶ πρώτου συγγραφέως· ἢ πάντως ἂν ἐνέκειτο ταῖς βίβλοις ταῖς ἐκείνου, ἐν αἷσπερ καὶ τὰς τρεῖς ᾠδὰς ἔχομεν γεγραμμένας.

53

(250)

ἡ μὲν γὰρ τοῖς ἱστορικοῖς ἔγκειται τῆς Ἐξόδου, ἡ βίβλος δὲ τῶν Ἀριθμῶν διδάσκει τὴν ἑτέραν, ἡ μετ’ αὐτὴν δ’ ἐντέθειται τῷ Δευτερονομίῳ.
ἄρα λοιπὸν Δαυίδ ἐστιν ὁ τοῦ ψαλμοῦ γεννήτωρ, τὸ τοῦ Μωσέως δ’ ὄνομα τροπολογῶν μοι νόει·
255παρ’ Αἰγυπτίοις γὰρ τὸ ‘μῶσ‘ ὕδωρ ἐστὶ σημαῖνον, ὁ δὲ ληφθεὶς ἐξ ὕδατος Μωσῆς αὐτοῖς καλεῖται. ἁρμόζει τοίνυν ὁ ψαλμὸς τοῖς ἀναγεννηθεῖσιν, οἵπερ ἐν τῷ βαπτίσματι τοῦ ῥύπου καθαρθέντες ἄνθρωποι γίνονται θεοῦ Μωσαϊκῶς βιοῦντες.
260τοὺς δὲ ψαλμοὺς τοῦ Σολομῶν εἰς τὸν Χριστὸν ἀνάξεις, τὸν ἀληθῶς εἰρηνικόν, τὸν χορηγὸν εἰρήνης, τὸν δόντα πρὶν τοῖς μαθηταῖς ὡς κλῆρον τὴν εἰρήνην· Ἑλληνιστὶ γὰρ Σολομῶν εἰρηνικὸς καλεῖται. ἐν τῇ γραφῇ δ’ οὐχ εὕρηνται ψαλμοὶ τοῦ Σολομῶντος·
265οὗτοι γὰρ ἂν ἐτέθειντο τῶν ἄλλων τελευταῖοι, ἢ πάντως ἂν ἐνέκειντο τῷ Τετραβασιλείῳ, εἰ δ’ οὖν, ἀλλ’ ἐνεφέροντο ταῖς Παραλειπομέναις· ἢ μέρος ἄν τι τῆς γραφῆς ἐμέμνητο καὶ τούτων. φησὶ γὰρ οὕτω τῆς γραφῆς τῆς ἱερᾶς τὸ ῥῆμα·
270‘ᾠδαὶ πεντακισχίλιαι τοῦ Σολομῶντος ἦσαν, παραβολαὶ δ’ ἐκτὸς αὐτῶν ἦσαν ἐν τρισχιλίαισ‘· ψαλμὸς δ’ οὐ μεμνημόνευται πώποτε Σολομῶντος. ὁ δ’ Ἰδιθοὺμ σὺν τοῖς λοιποῖς τοῖς ἐπιγεγραμμένοις ἐκ τοῦ Δαυὶδ κατέστησαν χοράρχαι πρὸς τὸ ψάλλειν,
275καὶ νῦν μὲν ἔψαλλον κοινῶς εἰς μίαν συμφωνίαν, νῦν δ’ ἀνετίθετο ψαλμὸς ἑκάστῳ χοροψάλτῃ· λαμβάνων δ’ οὗτος ἐκ Δαυὶδ ἰδίως ἐμελῴδει τοῖς χορευταῖς τοῖς ὑπ’ αὐτὸν τοῦ μέλους προκατάρχων. λαβόντες τοίνυν οἱ ψαλμοὶ τῶν ἀρχῳδῶν τὰς κλήσεις
280ἔσχον αὐτὰς ἐπιγραφὰς ὡς ὑπ’ αὐτῶν ψαλέντες. καὶ δῆλον {ὡς} ἀπὸ τῆς γραφῆς τῶν Παραλειπομένων· ‘ἐν‘ γὰρ ‘χειρὶ‘ φησὶν ‘Ἀσὰφ‘ τὴν ᾠδὴν ταύτην ᾖσαν. ὁμοίως δ’ ἀπὸ τοῦ ψαλμοῦ τοῦ τριακοστογδόου· οὐ μόνον γὰρ τὸν Ἰδιθοὺμ ἔχει προγεγραμμένον,
285ἀλλ’ ἐν ταὐτῷ καὶ τὸν Δαυὶδ συνεπιγεγραμμένον· τὸ γὰρ ‘εἰς τέλος, Ἰδιθοὺμ‘ ἐν τῷ ψαλμῷ προγράψας ‘ψαλμὸν Δαυὶδ‘ ἐπήγαγεν ἑκάτερα συνάψας, ὅπερ σαφῶς παρίστησι τὴν τῆς γραφῆς αἰτίαν· Δαυὶδ γάρ ἐστιν ὁ ψαλμός, τῷ δ’ Ἰδιθοὺμ ἐδόθη.
290καὶ πάλιν ἕτερος ψαλμὸς μικρόν τι μετὰ τοῦτον, ὁ τεσσαρακοστότριτος, συνᾴδει τῷ παρόντι· ‘τοῖσ‘ γὰρ ‘υἱοῖσ‘ φησὶ ‘Κορέ, ψαλμὸς Δαυίδ, εἰς τέλος.‘ πάντως δ’ ἡ λέξις πρόδηλος, ὡς ἐκ Δαυὶδ ἐγράφη, τοῖς δὲ παισὶ τοῖς τοῦ Κορὲ πρὸς ὕμνον ἀνετέθη.
295πάσας δ’ ἁπλῶς τὰς προγραφὰς τῶν ὀνομάτων τούτων ἐν δοτικαῖς εὑρίσκομεν, οὐ γενικαῖς, κειμένας· ‘τῷ δεῖνι‘ γάρ φησι ‘ψαλμόσ‘, οὐχὶ ‘ψαλμὸς τοῦ δεῖνοσ‘, δῆλον δ’ ὡς ἰδιαίτερον αὐτῷ προσανετέθη. εἴ που δ’ εὑρήσεις δοτικὴν ἐπὶ Δαυὶδ κειμένην,

53

(300)

μὴ ξενισθῇς, ἀγαπητέ, τὴν δοτικὴν ἀκούων· εὑρήσεις γὰρ καὶ γενικὴν ἐν πλείοσι κειμένην καὶ ‘τοῦ Δαυὶδ‘ καὶ ‘τῷ Δαυὶδ‘ πολλάκις γεγραμμένα, ἐν ταῖς λοιπαῖς δ’ ἐπιγραφαῖς τῶν ἄλλων ὀνομάτων ὄψει κειμένην πανταχοῦ τὴν δοτικὴν καὶ μόνην.
305τί τοίνυν ἡ παραλλαγὴ τῶν ἄρθρων ὑπεμφαίνει, καὶ νῦν μὲν κεῖται γενικῶς ἡ κλῆσις τοῦ προφήτου, νῦν δ’ ἔχει τὴν ἐπιγραφὴν ἐν δοτικαῖς κειμένην; ἢ δῆλον ὡς αὐτός ἐστι γραφεὺς τῶν ἀμφοτέρων, τοῦ γὰρ Δαυὶδ πάντως εἰσὶ καὶ τῷ Δαυὶδ ἐγράφη.
310ἔστι δ’ ἑτέρως προσφυῶς τὸν λόγον ἑρμηνεῦσαι, ὡς ἔνθα μὲν ἱστορικῶς ἀφήγησιν συγγράφει ἢ τῶν οἰκείων συμφορῶν τὸ μέγεθος διδάσκει ἢ λυτρωθεὶς τῷ λυτρωτῇ τὸν ὕμνον ἀναπέμπει, εἴθ’ ἕτερα τῶν καθ’ αὑτὸν τοιαῦτα καταγγέλλει,
315οἰκεῖα ταῦτα τοῦ Δαυίδ, καὶ ‘τοῦ Δαυὶδ‘ γραπτέον· ἔνθα δ’ ἁρμόζει τῷ χριστῷ τινὰ τῶν γεγραμμένων, ἀνήχθη ταῦτα πρὸς Χριστόν, καὶ δοτικῶς λεκτέον. ὁ γὰρ Χριστὸς ἐν ταῖς γραφαῖς Δαυὶδ καλεῖται νέος,
καὶ γὰρ ἐκ σπέρματος Δαυὶδ ἐτέχθη κατὰ σάρκα.
320εἰ βούλει δέ, διδάχθητι καὶ τοῦ Δαυὶδ τὴν λέξιν· χειρὶ γὰρ ἱκανώτατος Ἑλληνιστὶ καλεῖται· τίς δ’ ἱκανός ἐστι χειρὶ πλὴν τοῦ παντοδυνάμου, οὗπερ ἡ χεὶρ περικρατεῖ πάντα τῆς γῆς τὸν γῦρον, ὃς μόνος κραταιός ἐστι καὶ μέγας ἐν ἰσχύι;
325εὑρὼν δ’ Ἀγγαίου προγραφήν, πρὸς δὲ καὶ Ζαχαρίου, κειμένην ἔν τισι ψαλμῶν τῶν ὄντων πρὸς τῷ τέλει, ὡς περιττὰς παράδραμε καὶ μάτην γεγραμμένας· καὶ γὰρ εἰ καὶ παρά τισι κεῖνται τῶν ἀντιγράφων, ἀλλ’ ἐν τοῖς ἑβδομήκοντα κλῆσις αὐτῶν οὐκ ἔστιν,
330οὐδὲ παρ’ ἄλλοις μετ’ αὐτούς, ἀλλ’ οὐδὲ παρ’ Ἑβραίοις. πλὴν ἐπειδήπερ ‘ἑορτὴν‘ λέγουσι τὸν Ἀγγαῖον, τὸ Ζαχαρίου δ’ ὄνομα ‘μνήμη θεοῦ‘ σημαίνει, πᾶς ἑορτάζων τῷ θεῷ πάντως ἐστὶν Ἀγγαῖος, ὁ μνήμην δ’ ἔχων τοῦ θεοῦ καλεῖται Ζαχαρίας·
335οἷς δὴ προσήκει φθέγγεσθαι τὰ τῶν ψαλμῶν ἐκείνων καὶ τῷ θεῷ τὴν αἴνεσιν προσφέρειν ἁρμοδίαν· στόματι γὰρ ἁμαρτωλῶν τὸ ψάλλειν οὐχ ὡραῖον. Τὰ μὲν οὖν τῶν ἐπιγραφῶν ἀρκούντως ἀπεδόθη, τοῦ λόγου δ’ ἐφαψώμεθα τοῦ τῶν ἀνεπιγράφων,
340καὶ τούτους δὲ Δαυιτικοὺς ἐκ τῆς γραφῆς δεικτέον. πολλὰ γὰρ τῶν Ἑβραϊκῶν ἀρχαίων ἀντιγράφων τὸν πρῶτον καὶ τὸν δεύτερον ἔχουσι συνημμένους, τῶν γὰρ ψαλμῶν ἀρίθμησις οὐκ ἔστι παρ’ ἐκείνοις. τοῦ δὲ Δαυὶδ ὁ δεύτερος ἐστὶν ἀναντιρρήτως·
345καὶ μάρτυράς μοι δέδεξο τοὺς θείους ἀποστόλους, αὐτὰς τὰς ῥήσεις τοῦ ψαλμοῦ σαφῶς διεξιόντας ὡς διὰ στόματος Δαυὶδ ὑπὸ θεοῦ ῥηθείσας· ἡ βίβλος δὲ τῶν Πράξεων ταῦτα ῥητῶς διδάσκει. ἐπείπερ οὖν ὁ δεύτερος Δαυιτικὸς ἐδείχθη,

53

(350)

συναποδέδεικται λοιπὸν καὶ τὰ κατὰ τὸν πρῶτον, ὡς ἄμφω τοῦ Δαυίδ εἰσι, καὶ ῥήματα καὶ μέλη.
ἔστι δὲ καί τις ἕτερος ἐκ τῶν ἀνεπιγράφων (ἐνενηκοστοτέταρτον εὑρήσεις ὄντα τοῦτον) ἐξ οὗπερ Παῦλος ἔλαβε ῥήσεις τινὰς προσφόρους
355ὡς ἐξ αὐτοῦ δεξάμενος Δαυὶδ τὴν μαρτυρίαν· τοῦτο δ’ ἐκ τῆς ἐπιστολῆς γνώσῃ τῆς πρὸς Ἑβραίους. εἰ τοίνυν τούτους τοὺς ψαλμοὺς ἀνεπιγράφους ὄντας ἀναμφιβόλως ἔγνωμεν Δαυιτικοὺς τυγχάνειν, εὔδηλον ὡς καὶ τοὺς λοιποὺς αὐτός ἐστι συγγράψας.
360 Ταὐτὰ δὲ τούτοις λέγομεν περὶ τῶν ἀνωνύμων, καὶ μάρτυς ἀξιόπιστος ὁ πρῶτος τῶν μαρτύρων· ἐκ γὰρ ἑνός τινος ψαλμοῦ τῶν ἀνωνύμων τούτων, ὅστις ἐστὶν ἑκατοστὸς τριακοστὸς καὶ πρῶτος, ἐχρήσατο μικροῖς τισι προσφόροις ῥησειδίοις,
365καὶ τὸν Δαυὶδ ἐπήγαγε μάρτυρα τῶν ῥημάτων, δεικνύων πάντως τὸν ψαλμὸν γέννημα τοῦ προφήτου. τούτοις δ’ εἰ θέλεις ἐντυχεῖν, ἀνάγνωθι τὰς Πράξεις, ἐν οἷσπερ διαλέγεται πικρῶς τοῖς Ἰουδαίοις κἀκεῖνοι καθοπλίζονται πρὸς τὴν λιθοβολίαν.
370εἰ τοίνυν τοῦτον τὸν ψαλμὸν Δαυιτικὸν εὑρίσκεις ἐκ τῆς τοῦ πρωτομάρτυρος Στεφάνου μαρτυρίας, λοιπὸν ἐκ τούτου σκόπει μοι καὶ περὶ τῶν προλοίπων καὶ τοῖς ὁμοίοις μάνθανε τοὺς λόγους τῶν ὁμοίων. Ἄλλοι δ’ ὑπάρχουσι ψαλμοὶ χωρὶς τῶν εἰρημένων,
375οἷς ἐστιν ‘ἀλληλούια‘ τὰ τῶν ἐπιγραμμάτων· ἀλλὰ καὶ τούτων ὁ Δαυὶδ καθέστηκεν ἐργάτης. ὡς γὰρ ἡ βίβλος ἔφησε τῶν Παραλειπομένων, ὁ πρῶτος τούτων τῶν ψαλμῶν ὑπὸ Δαυὶδ ἐγράφη· περὶ ψαλμοῦ δὲ λέγομεν ἑκατοστοῦ τετάρτου.
380δοκεῖ τοίνυν αἰτία τις ἐν τοῖς ἀνεπιγράφοις, ὡς οὐκ εἰς ἔθνους δήλωσιν ἑνός τινος καὶ μόνου, ἀλλ’ εἰς πλειόνων ὄνομα τὰ τῶν ψαλμῶν ἐγράφη. τῶν δ’ ἀνωνύμων αἴτιον τοῦτό φασι τυγχάνειν, ὡς εἴρηνται πρὸς κύριον οἱ λόγοι τῶν τοιούτων.
385τῆς δ’ ‘ἀλληλούια‘ γραφῆς τῆς ἐπιγεγραμμένης αἰτίαν τις καὶ λογισμὸν εἰκότως ἀποδώσει ὡς αἴνεσις εὐχάριστος ἐκ τῶν ψαλμῶν δηλοῦται, ἣν τῷ σωτῆρι γεγηθὼς προσῆγεν ὁ προφήτης· τὸ ῥῆμα γὰρ τὴν αἴνεσιν δηλοῖ τὴν τοῦ κυρίου.
390ταῦτα μὲν οὖν ὡς ἱκανὰ λελέχθω μέχρι τούτων. Λέγεται δὲ ψαλτήριον πάντως ἀπὸ τοῦ ψάλλειν, ὥσπερ εὐκτήριόν φαμεν ἀπὸ τῶν εὐχομένων. τὴν βίβλον δ’ οὕτω λέγομεν συγχρώμενοι τῇ λέξει· κυρίως γὰρ ψαλτήριον εἶδός ἐστιν ὀργάνου,
395ναῦλα δὲ τοῦτο λέγεται φωνῇ τῇ τῶν Ἑβραίων. ψαλτὸς δ’ ἐστὶν ὁ κύριος, ᾧ ψάλλομεν τοὺς ὕμνους, ψαλμός ἐστι τὸ ποίημα, τὸ μέλος ψαλμῳδία. κυρίως δὲ ψαλμός ἐστι τὸ σὺν ὀργάνοις ᾆσμα, ᾠδὴ δὲ λόγος ἐμμελὴς ἄνευ τινὸς ὀργάνου·

53

(400)

τινὲς δὲ καταχρηστικῶς τὰς λέξεις ἐκφωνοῦντες ὠνόμασαν ἑκάτερα πολλάκις ἀλληνάλλως, ᾠδὴν μὲν λέγοντες ψαλμόν, ψαλμὸν δ’ ᾠδὴν καλοῦντες. τῶν ψαλμῶν μέντοι τὰς ᾠδὰς ἀρχαιοτέρας ἴσθι· Μωσῆς γὰρ πρῶτος τῆς ᾠδῆς κατῆρξε τοῖς Ἑβραίοις,
405ἡνίκα τούτους θάλασσα προέπεμψε φυγάδας, ῥάβδου πληγῇ Μωσαϊκῆς ἀθρόως γεωθεῖσα, ὁ δὲ Δαυὶδ τὰ τῶν ψαλμῶν ἐφεῦρεν ἐν ὑστέρῳ, καὶ τοῦτο τὸ ψαλτήριον, ἄτεχνον ὂν πρὸ τούτου ἀγροικικόν τε καὶ βραχὺ καὶ μόνον τῶν ποιμνίων,
410αὐτὸς σοφῶς ἡρμόσατο καὶ τετεχνιτευμένως καὶ τούτῳ μετεχρήσατο πρὸς θείαν ὑμνῳδίαν. Τοῦ δέ γε διαψάλματος οὐ μία σημασία. ἢ γὰρ μεταβολήν τινα τοῦ μέλους ἐννοήσεις ἢ τῶν ψαλλόντων ἀλλαγὴν πρὸς ἄλλους χοροψάλτας,
415ἢ νοημάτων ὡς εἰκὸς μετάθεσιν πρὸς ἄλλα, ἢ τῶν ᾀσμάτων τοῦ ψαλμοῦ διακοπὴν ἀθρόαν
ἐλλάμψεως τοῦ πνεύματος αὐτοῖς μεσολαβούσης καὶ τῶν ψαλλόντων ταῖς ψυχαῖς ἐννοίας χορηγούσης. πάντα γὰρ τὰ συμβαίνοντα τοῖς τότε ψαλλομένοις
420σπουδαίως ἀπεγράφοντο χάριν τῆς ἀκριβείας. Ὕμνος δ’ ἐστὶν ἐπίτασις θεοῦ δοξολογίας. τὸν δ’ αἶνον ὀνομάζουσι σύντομον ὑμνῳδίαν. νόει δ’ ἐξομολόγησιν θερμὴν ὁμολογίαν ἢ τῶν κακῶν ὧν πρὸς θεὸν δεδράκαμεν ἀφρόνως
425ἢ τῶν καλῶν ὧν ἐκ θεοῦ πεπόνθαμεν ἐν βίῳ· τὸ μὲν γὰρ ἐξαγόρευσις, τοῦτο δ’ εὐχαριστία. εὐχὴ δ’ ἐστὶν ὑπόσχεσις κυρίῳ γινομένη, ἡ προσευχὴ δὲ δέησις ὑπὲρ πλημμελημάτων. ψαλμὸν δ’ ᾠδῆς ἐν προγραφαῖς οὕτω ὑποληπτέον,
430ὅταν φωνή τις μελιχρὰ δίχα τινὸς ὀργάνου προηγουμένως τάσσηται τῶν μουσικῶν ὀργάνων· ᾠδὴν δ’ ἀνάπαλιν ψαλμοῦ νοήσεις ἀκολούθως, ὅτε προτάσσεται φωνῆς ὀργανικόν τι μέλος δευτέραν χώραν ἔχοντος τοῦ διὰ γλώσσης μέλους.
435ψαλμὸν δὲ πάλιν νόησον ἀλληγορῶν τὸν λόγον, ὅτε τὸ σῶμα τείνοντες ἐν ἔργοις ἐπιπόνοις, καθάπερ τὸ ψαλτήριον τῇ τῶν χορδῶν ἐντάσει, χρηστὴν καὶ παναρμόνιον πρᾶξιν ἀποτελοῦμεν, εἰ καὶ μὴ προσεπέβημεν ἔτι τῇ θεωρίᾳ.
440ᾠδὴ δ’ ἐστίν, ἂν βούλοιο νοεῖν τοιουτοτρόπως, ὅταν χωρὶς τῆς πρακτικῆς ὦμεν ἐν θεωρίᾳ καὶ φέρωμεν τὴν μύησιν τῶν θείων μυστηρίων ἐν ἀρεταῖς τυγχάνοντες ἤδη γεγυμνασμένοι. ᾠδὴν δὲ νόησον ψαλμοῦ κατὰ τοὺς λόγους τούτους,
445ὅτε βελτίστης πράξεως ἡμῖν ὁδοποιούσης εἰς ὕψος ἀναδράμωμεν ἐνθέου θεωρίας χορηγουμένης ἄνωθεν κατὰ τὸ γεγραμμένον· ‘σοφίαν ἐπεθύμησας; τὰς ἐντολὰς συντήρει,
καὶ χορηγὸς ὁ κύριος ἔσται σοι τῆς σοφίας.‘

53

(450)

ψαλμὸν δ’ ᾠδῆς λεγόμενον ἀντεστραμμένως νόει, ὅτε τινὰ τῶν ἠθικῶν τῶν ἀποκεκρυμμένων σαφηνιζούσης καθαρῶς ἡμῖν τῆς θεωρίας πρὸς τὴν αὐτῶν ἐρχόμεθα προθύμως ἐργασίαν. καὶ τάχα ταύτην προσφυῶς λεκτέον τὴν αἰτίαν
455τοῦ κεῖσθαι πρώτους τοὺς ψαλμοὺς καὶ τὰς ᾠδὰς δευτέρας· χρὴ γὰρ διὰ τῆς πρακτικῆς ἐλθεῖν εἰς θεωρίαν. ἔνθεν τοι καὶ πολλὰς ᾠδὰς εὑρήσεις πρὸς τῷ τέλει. ὅπου δ’ ἐστὶν ἀναβαθμός, ἐκεῖ ψαλμὸς οὐ κεῖται, κἂν ἀνεπίπλοκός τις ᾖ, κἂν τῶν συμπεπλεγμένων·
460ταύτην δὲ λέγω συμπλοκήν, τὴν μετ’ ᾠδῆς κειμένην, εἴτε ψαλμὸς ᾠδῆς ἐστιν εἴτε καὶ τοὐναντίον· ἐν γὰρ ταῖς ἀναβάσεσιν ἡ τάξις τῶν ἁγίων μόνοις ἐναπησχόληται τοῖς κατὰ θεωρίαν. Τὰ μὲν οὖν τῆς ἀναγωγῆς ἤδη καταπαυστέον,
465τὸν ἀριθμὸν δὲ τῶν ψαλμῶν λοιπὸν ἐξηγητέον. σύγκειται γὰρ συναγωγὴ τριπλῆς πεντηκοντάδος, ὁμοῦ μὲν τοῦ πεντηκοστοῦ τὸ τίμιον διδάσκων, ὅνπερ τιμῶσιν ἐξ ἀρχῆς τὸ γένος τῶν Ἑβραίων ὡς ἔχοντα γεννήτριαν ἑβδόμην ἑβδομάδα,
470ὁμοῦ δὲ τὸ μυστήριον ἐμφαίνων τῆς τριάδος· ἑκάστῃ δὲ προστίθεται μονὰς πεντηκοντάδι δεῖγμα μιᾶς θεότητος τῆς ἐν τρισὶ προσώποις. Συναγαγεῖν δὲ τοὺς ψαλμοὺς καὶ βίβλῳ συνυφᾶναι οἱ μὲν τὸν Ἔσδραν λέγουσιν, οἱ δὲ τὸν Ἐζεκίαν.
475 Τέσσαρες δ’ ἦσαν ἀρχῳδοὶ μετὰ χορῶν τεσσάρων, ἐδήλουν δὲ τὰ κλίματα τὰ τέσσαρα τοῦ κόσμου, δι’ ὧν ὁ φθόγγος τῶν ψαλμῶν ἔμελλε προχωρῆσαι. συνίστων δ’ ἄνδρες τὸν χορὸν ἑβδομηκονταδύο· τὸν ἀριθμὸν δὲ τῶν γλωσσῶν ἐσήμαινε τὸ πρᾶγμα,
480αἵτινες διεκρίθησαν ἐν τῇ πυργοποιίᾳ·
πάσαις γὰρ γλώσσαις ἔμελλε τὰ τῶν ψαλμῶν ψαλθῆναι. Τοῖς μὲν οὖν ἄλλοις ἅπασι τοῖς τότε μελῳδοῦσιν ἦν ὄργανα διάφορα τὸ μέλος ἐξηχοῦντα, κρότοι κυμβάλων εὔρυθμοι καὶ κρούματα κιθάρας,
485ὁ τῶν τυμπάνων πάταγος, ὁ τῶν σαλπίγγων ἦχος, ὧν ἕκαστον ἀρίθμησε ψαλμὸς ὁ τελευταῖος. Δαυὶδ δὲ τὸ ψαλτήριον ἐν τῇ χειρὶ κατεῖχεν ὡς ὄργανον βασιλικόν, ὡς βασιλεῖ προσῆκον. σάλπιγγες οὖν καὶ σύριγγες τῶν ἐμπνευστῶν ὑπῆρχον,
490τῶν ἐντατῶν δ’ ἐτύγχανον αἱ λύραι καὶ κιθάραι, τύμπανα δὲ καὶ κύμβαλα τῆς τῶν κρουστῶν μερίδος. μόνον δὲ τὸ ψαλτήριον, ὅπερ Δαυὶδ κατεῖχεν, ὃ καὶ κινύραν λέγουσι καὶ λύραν καὶ κιθάραν, ἦν μὲν ἀπὸ τῶν ἐντατῶν, πλὴν ὄρθιον ὑπῆρχεν,
495ἄνωθεν παρεχόμενον τὰς ἀφορμὰς τῶν ἤχων, ἵν’ ἔχωμεν τὴν μίμησιν τούτου τοῦ ψαλτηρίου, καὶ τὰς ψυχὰς εὐθύνωμεν καὶ φέρωμεν ὀρθίους καὶ ταύτας ἐκπαιδεύωμεν ἐμμελετᾶν τοῖς ἄνω, ψαλτήρια γινόμενα πνευματικὰ καὶ θεῖα

53

(500)

ἐν συμφωνίᾳ μυστικῇ ψυχῆς τε καὶ σαρκίου, ἐκ πνεύματος κρουόμενα καθάπερ ἐκ τεχνίτου. εἶχε δὲ τὸ ψαλτήριον δέκα κολάβους ἄνω· ἐκεῖνοι δὲ στρεφόμενοι περὶ τὸν τούτου πῆχυν ἐπέτεινόν τε τὰς χορδὰς καὶ πάλιν ὑπεχάλων
505πρὸς τὸν τοῦ ψάλλοντος σκοπὸν καὶ τὸ ποιὸν τοῦ μέλους. ἀλλ’ ἡ μὲν χεὶρ ἡ δεξιὰ κατέκρουε τῷ πλήκτρῳ, ἡ δ’ ἄλλη χεὶρ ταῖς ἐπαφαῖς στρέφουσα τοὺς κολάβους ποιάν τινα τὴν τῶν χορδῶν ἐποίει μελῳδίαν. εἶχε δὲ δέκα τὰς χορδὰς ἀλλήλαις ἀντιφθόγγους,
510ὅπως ἡμεῖς ὡς ἐκ χορδῶν ὁμοίως ἀντιφθόγγων (πέντε μέν, αἵτινές εἰσι τοῦ σώματος αἰσθήσεις πέντε δ’ ἑτέρων, ἅς φασι τὰς ψυχικὰς δυνάμεις) σύμφωνον ἀνακρούωμεν θεῷ τὴν μελῳδίαν. Ἡ τῶν ψαλμῶν δὲ σύνταξις ἄτακτον τάξιν ἔχει.
515οὐ γὰρ καθὼς ἐγράφησαν ἀρχῆθεν τῷ προφήτῃ, οὕτω καὶ συνετέθησαν πρὸς τὴν ἀκολουθίαν, ἀλλὰ καθὼς εὑρέθησαν ἔλαβον καὶ τὴν τάξιν. ἐπεὶ γὰρ κατεφρόνησαν Ἑβραῖοι τῶν πατρίων καὶ λήθην ἔσχον τῶν γραφῶν τῶν παραδεδομένων
520κἀντεῦθεν παρερρύησαν αἱ βίβλοι συμφθαρεῖσαι, συνῆξε ταύτας ὕστερον Ἔσδρας εἴτ’ Ἐζεκίας, συνῆξε δὲ καὶ τοὺς ψαλμοὺς διεσπαρμένους ὄντας. εὗρε δ’ αὐτοὺς κατὰ μικρόν, οὐκ ἐν ταὐτῷ τοὺς πάντας· καθὸ γοῦν τούτους εὕρισκε ποτὲ καὶ κατὰ μέρος,
525εἰκότως καὶ συνέταττεν αὐτοὺς συγκεχυμένως, τοῖς εὑρημένοις πρότερον τοὺς ἐφεξῆς συνάπτων. ἡ τάξις τοίνυν τῶν ψαλμῶν ἡ νῦν εὑρισκομένη τῷ χρόνῳ τῆς εὑρέσεως κατάλληλος ἐτέθη· ἂν δ’ ἀκριβῶς σκοπήσειας, οὐκ ἀθεεὶ καὶ τοῦτο,
530ἀλλ’ οὕτως ᾠκονόμησε τοῦ πνεύματος ἡ χάρις. ἔστι μὲν γὰρ ἡ χρονικὴ τάξις συγκεχυμένη, ἡ σύγχυσις δ’ οὐ γέγονεν ἁπλῶς καὶ κατὰ τύχην. καθάπερ γὰρ τῶν ἰατρῶν ὁ μέν τις τέμνει πρῶτον, εἶτα χρισμάτων ἅπτεται καὶ τότε φαρμακεύει,
535ἄλλος δ’ ἀνάπαλιν αὐτοῖς κέχρηται πρὸς τὴν χρείαν, καὶ τάξεως οὐ γίνεται μέλησις τῷ τεχνίτῃ, ἀλλ’ ὅπερ βλέπει φάρμακον τὴν νόσον ἀπαιτοῦσαν, τοῦτο καὶ πρῶτον ἥγηται καὶ τῷ νοσοῦντι φέρει· οὕτω τῷ θείῳ πνεύματι τῆς τοῦ θεοῦ σοφίας
540οὐ χρονικῆς ἐμέλησε ψαλμῶν ἀκολουθίας, ἀλλ’ ὠφελείας μάλιστα τῆς τῶν ἐντυγχανόντων. καὶ γὰρ ὁ πρῶτος τῶν ψαλμῶν διδάσκει τοὺς ἀνθρώπους τῆς ἀσεβείας ἀποχήν, πρὸς δὲ τῆς ἁμαρτίας· ὁ δεύτερος ὑπέδειξε τίνος ἐσμὲν δεσπότου,
545τίνος λαὸς ὑπάρχομεν, τίνος μερὶς καὶ κλῆρος, καὶ τίνι δέον προσελθεῖν, τίνι προσκολληθῆναι· ὁ τρίτος δὲ παρίστησι δαιμονικοὺς πολέμους, ἐπιβουλὰς καὶ προσβολὰς ὑπὸ τῶν ἀντιπάλων,
αἵτινες ἐπεγείρονται τοῖς ἀγωνιζομένοις·

53

(550)

ἐκ τούτων δὲ πρὸς τοὺς ψαλμοὺς τοὺς ἐφεξῆς προβαίνων εὑρήσεις ἀκριβέστερον αὐτοῖς ἐντεθειμένας τῶν συμφορῶν καὶ τῶν παθῶν πάσας τὰς θεραπείας. Τῆς δ’ ἀσαφείας αἴτιον τῆς ἔν τισι κειμένης ὑπάρχει τὸ συμβολικὸν τῶν προφητευομένων
555τῶν προτυπούντων τὰ λαμπρὰ τῆς νέας διαθήκης, καὶ τῶν ῥημάτων τὸ βαθὺ καὶ συνεσκιασμένον, ὅπερ ἐστὶν ἰδίωμα φωνῆς τῆς Ἑβραΐδος. καὶ γὰρ διὰ τὴν δυσπειθῆ τῶν Ἰουδαίων γνώμην ἦσαν τὰ πλείω σκοτεινὰ καὶ συγκεκαλυμμένα,
560μόνοις παραγυμνούμενα πολλάκις τοῖς ἀξίοις, κρινόμενά τε θαυμαστῶς ἀπὸ τοῦ τέλους μόνου. σὺν τούτοις ἡ μεταβολὴ τῆς Ἑβραΐδος γλώσσης· ὅτε γὰρ μεταβάλλεται διάλεκτος πρὸς ἄλλην, εἰκὸς ἐντεῦθεν γίνεσθαι πολλὰς τὰς ἀσαφείας,
565ἐπεὶ μηδ’ ἀπαράλλακτα τὰ μεθηρμηνευμένα. Γεγόνασι δ’ ἑρμηνευταὶ τῆς παλαιᾶς ἁπάσης Ἑλληνιστὶ συγγράψαντες πάντα τὰ παρ’ Ἑβραίοις τὸ πρῶτον ἑβδομήκοντα πολυμαθεῖς Ἑβραῖοι, ἐκλελεγμένοι τῶν λοιπῶν παρὰ τοῦ Πτολεμαίου,
570ὃς βασιλεὺς ἐτύγχανε καθ’ ὅλης τῆς Αἰγύπτου. καὶ γὰρ καθυποτάξαντος τοὺς Πέρσας Ἀλεξάνδρου, εἶτα συνάψαντος εἰς ἓν ἄμφω τὰς βασιλείας, ὕστερον δὲ μετ’ οὐ πολὺ τὸν βίον λελοιπότος, τὰ τῆς ἀρχῆς εἰς τέσσαρας μερίδας διῃρέθη·
575καὶ Φίλιππος μὲν ἔλαβε τὰ τῆς Μακεδονίας, Σέλευκος δ’ ἐχειρώσατο πάντα τὰ τῆς Συρίας, ἡ τῆς Ἀσίας δὲ μερὶς ἥρμοσεν Ἀντιγόνῳ, κατέσχε δὲ τὴν Αἴγυπτον ὁ πρῶτος Πτολεμαῖος, καὶ μετ’ αὐτὸν ἐκράτησεν ἕτερος Πτολεμαῖος,
580καὶ γὰρ πολλοὶ γεγόνασιν ὕστερον Πτολεμαῖοι. ἐκεῖνος οὖν ὁ δεύτερος τοῦ πρώτου Πτολεμαίου, πολέμῳ δουλωσάμενος τὸ γένος τῶν Ἑβραίων,
ἠθέλησε μεταβαλεῖν εἰς τὴν Ἑλλάδα γλῶσσαν ἅπαντα τὰ συγγράμματα τῶν ἱερῶν βιβλίων.
585καὶ δὴ σοφοὺς συναγαγὼν καὶ μεμαρτυρημένους, τούτους τοὺς ἑβδομήκοντα τοὺς προδεδηλωμένους, ἑρμηνευτὰς καθίστησιν εἰς τὴν γραφὴν τὴν θείαν. κατὰ δυάδα δ’ ἅπαντες ἐν οἴκοις μερισθέντες ὁμόφωνον ἐξέθεντο γραφὴν τῆς ἑρμηνείας.
590μᾶλλον δὲ καί τι λέγεται τοιοῦτον γεγονέναι· ἀναγνωσθείσης γάρ φασι τῆς ὅλης ἑρμηνείας εἰς θάμβος καὶ κατάπληξιν ἐλθεῖν τὸν Πτολεμαῖον θαυμάσαντα τὴν δύναμιν τοῦ λόγου καὶ τὸ κάλλος. ἐπαπορῶν δ’ ὁ βασιλεὺς ἠρώτα τοὺς παρόντας,
595πῶς οὐκ ἐχρήσαντό τισιν ἐκ τούτων τῶν γραμμάτων ἱστορικοὶ καὶ ποιηταὶ καί τινες τῶν ὁμοίων. Δημήτριος δ’ Ἀλιφαρεὺς παρατυχὼν ἐν τούτῳ— παρῆν δὲ καὶ Μενέδημος, ἀνὴρ τῶν φιλοσόφων— ἔφησαν μή τινα τολμᾶν ἅπλεσθαι τῶν τοιούτων·

53

(600)

λέγουσι γὰρ Θεόπεμπτον τὸν ἱστοριογράφον μνησθέντα τούτων ἐν γραφαῖς εὐθὺς παραφρονῆσαι· σὺν τούτῳ καὶ Θεόδεκτον αὐτοῖς ἐπιβαλόντα, τὸν τραγῳδίας ποιητήν, αὐτίκα τυφλωθῆναι· τούτους δ’ ἐξευμενίσαντας ἐς ὕστερον τὸ θεῖον
605ἀποβαλεῖν τὴν πήρωσιν καὶ τὴν παραφροσύνην. οὗτοι μὲν οὖν ἡρμήνευσαν ἐπὶ τοῦ Πτολεμαίου· ἐν οἷς φασι καὶ Συμεὼν εἶναι τὸν θεοδόχον. ἐκ τούτου γὰρ ἠξίωτο Χριστὸν ἰδεῖν τεχθέντα καὶ βρέφος ἀγκαλίσασθαι θεὸν σεσαρκωμένον.
610ὅπως δὲ τοῦτο γέγονεν εἰπεῖν οὐκ ὀκνητέον, κἂν παρεκβατικώτερος ὁ περὶ τούτου λόγος. ὁ θεῖος οὗτος Συμεὼν τὰς βίβλους ἑρμηνεύων
ἤδη μετεχειρίζετο τὴν βίβλον Ἡσαΐου· ὡς δ’ εὗρε τοῦτο τὸ ῥητὸν τὸ φράζον οὑτωσί πως,
615‘ἰδοὺ παρθένος ἐν γαστρὶ συλλήψεται καὶ τέξει‘, ἠπίστησε τῷ ῥῄματι καὶ πέπαυτο τοῦ γράφειν, κατανοῶν ἀμήχανον τὸ πρᾶγμα παρ’ ἀνθρώποις. οὕτως οὖν γνώμης ἔχοντι τῷ Συμεὼν ἐν τούτῳ γέγονεν ἀποκάλυψις ἐκ πνεύματος ἁγίου
620μὴ μεταστῆναι τῆς ζωῆς, ἀλλ’ ἐν τοῖς ζῶσιν εἶναι, μέχρις ἂν ἴδῃ τελεσθὲν τὸ διηπορημένον καὶ τὸν δεσπότην ὄψεται μητρὸς υἱὸν παρθένου. ἦν οὖν ἐν βίῳ διαρκῶν ἕως Χριστὸς ἐτέχθη· ὃν γεννηθέντα Συμεὼν λαβὼν ἐν ταῖς ἀγκάλαις
625‘νῦν ἀπολύεισ‘, ἔφησε, ‘δέσποτα, τὸν σὸν δοῦλον κατὰ τὸ ῥῆμα τὸ σεπτὸν τῆς σῆς ἐπαγγελίασ‘. Περὶ τὴν νύσσαν τοιγαροῦν τὸν πῶλον κεντητέον καὶ τὰ τῆς διηγήσεως αὖθις ἐπιστρεπτέον. οἱ μὲν οὖν ἑβδομήκοντα γεγράφασι τὸ πρῶτον,
630δεύτερος δὲ μεταγραφεὺς ὁ Σινωπεὺς Ἀκύλας, ὃς Ἕλλην ἦν ἐκ Ποντικῆς, ὕστερον δ’ ἐβαπτίσθη· προσκρούσας δὲ Χριστιανοῖς περί τινων δογμάτων, ἠθετηκὼς τὸ βάπτισμα προσῆλθεν Ἰουδαίοις. τὴν ἑρμηνείαν δ’ ἔγραψεν ὑστέραν τῆς προτέρας
635ἐνιαυτοῖς τριάκοντα πρὸς τοῖς τετρακοσίοις· καὶ μηνιῶν Χριστιανοῖς ὁ δείλαιος Ἀκύλας παραφθορὰν εἰργάσατο πολλὴν τῆς ἑρμηνείας. Αἴλιος δ’ ἦν Ἀδριανὸς ἐν Ῥώμῃ βασιλεύων· ἡ γὰρ ἀρχὴ μετέπεσε πρὸ χρόνων εἰς Ῥωμαίους,
640ἥτις ἐστὶ τὸ τέταρτον τοῦ Δανιὴλ θηρίον. ἐκ τῶν τεσσάρων γὰρ θηρῶν ἧς εἶδεν ὀπτασίας ὁ πρῶτος θὴρ ἐσήμαινε τὸ κράτος Ἀσσυρίων, θάτερος δὲ τὴν Περσικὴν ἐδήλου δυναστείαν, ὁ τρίτος δ’ ὑπενέφαινεν ἀρχὴν τῶν Μακεδόνων,
645ὁ δέ γε θὴρ ὁ τέταρτος, ὁ τούτων τελευταῖος,
τὴν τελευταίαν ἔφραζε Ῥωμαίων βασιλείαν. Μετὰ δ’ Ἀκύλαν ἑρμηνεὺς Σύμμαχος Σαμαρείτης, ὃς μὴ τυγχάνων τῆς τιμῆς ἧσπερ αὐτὸς ἐζήτει τῶν Σαμαρέων ἀποστὰς πρόσεισιν Ἰουδαίοις

53

(650)

καὶ πάλιν περιτέμνεται περιτομὴν δευτέραν· καὶ τούτοις χαριζόμενος, ἐπεγκοτῶν δ’ ἐκείνοις, ἐσπούδασεν ἐκ τῆν γραφῆς πολλὰ παρερμηνεῦσαι, καὶ μᾶλλον τὰ κατὰ Χριστὸν καὶ τὴν οἰκονομίαν, ὄντος ἐκείνῳ τῷ καιρῷ Σεβήρου βασιλέως.
655 Ἑρμηνευτὴς δὲ τέταρτος ἐστὶ Θεοδοτίων, τὸ δόγμα Μαρκιωνιστής, Ἐφέσιος τὸ γένος· ὃς δὴ μηνίσας ὕστερον τοῖς συναιρεσιώταις κἀκεῖνος πάλιν ἔκδοσιν ἐξέδωκεν ἰδίαν· ἦν δ’ ἐγκρατὴς ὁ Κόμοδος τότε τῆς βασιλείας.
660 Ἡ δ’ ἔκδοσις ἡ μετ’ αὐτὴν οὐκ ἔχει τὸν ἐκδότην, εὑρέθη δ’ εἰς Ἱεριχὼ πίθῳ συγκεχωσμένη, τὸ σκῆπτρον τὸ βασιλικὸν κατέχοντος Καράλλου. Οὐδὲ τῆς ἕκτης γνώριμον εὑρήσεις τὸν πατέρα, καὶ ταύτην γὰρ ἀνώνυμον, φασίν, ὡς καὶ τὴν πέμπτην,
665ἐπὶ πολὺ δ’ οὖσαν κρυπτὴν εὗρον ἐν Νικοπόλει· καὶ βασιλεὺς Ἀλέξανδρος ὑπῆρχεν ὁ Μαμαίας. Ἡ τελευταία δ’ ἔκδοσις, ἥτις ἐστὶν ἑβδόμη, ἐκδότην φέρει θαυμαστόν, Λουκιανὸν τὸν μέγαν, τὸν πρότερον ἀσκητικοῖς δοκιμασθέντα πόνοις,
670ὕστερον δὲ μαρτυρικοῖς ἀγῶσι λαμπρυνθέντα. ὃς ἐπιστήσας ταῖς γραφαῖς τῶν ἄλλων ἑρμηνέων καὶ φιλοπόνως ἐντυχὼν ταῖς βίβλοις τῶν Ἑβραίων καὶ τὴν ἐν ταύταις δύναμιν πανσόφως ἀκριβώσας
πάσης γραφῆς ἐκτέθεικεν ἀρίστην ἑρμηνείαν,
675οὐ περιττὴν οὐδ’ ἐλλιπῆ τῆς ἀληθείας οὖσαν, πάντα δὲ φέρουσαν ὀρθῶς τὰ καθηρμηνευμένα καὶ τῇ τῶν ἑβδομήκοντα συνᾴδουσαν ἐκδόσει. εὗρον δ’ αὐτὴν ἐς ὕστερον ἐν τῇ Νικομηδείᾳ μετὰ τὴν ἄθλησιν αὐτοῦ καὶ τοὺς λαμπροὺς ἀγῶνας
680παρ’ Ἰουδαίοις μένουσαν ἐν τοίχῳ κεκρυμμένην αὐτόν τε τοῦτον ἔχουσαν τὸν μάρτυρα γραφέα· ἦν δὲ τῷ τότε βασιλεὺς ὁ μέγας Κωνσταντῖνος. Ἀρκούντως τοίνυν ἔχοντες τῶν ἀποδεδομένων ἐπὶ τοὺς τρόπους ἔλθωμεν λοιπὸν τῆς προφητείας.
685ὁ μέν τις γὰρ τῶν προφητῶν τὸ μέλλον προφητεύει, ὁ δὲ συγγράφεται τὰ νῦν, ὁ δὲ τὰ παρελθόντα. καὶ τούτων αὖθις ἕτερος συγκεκρυμμένως γράφει ὡς χρώμενος αἰνίγμασι καὶ τύποις καὶ συμβόλοις, ἄλλος τρανῶς καὶ καθαρῶς, ἄλλος συγκεκραμένως,
690ἄλλος τοῦ λέγειν ἀποστὰς τόδε τι πρᾶγμα πράττει. εἰσὶ δὲ πάλιν ἕτεροι τρόποι τῶν τρόπων τούτων· ὁ μὲν γὰρ δι’ ὁράσεως δέχεται τὰς ἐλλάμψεις, ἕτερος δὲ δι’ ἀκοῆς λαμβάνει τὰ πρακτέα, ἕτερος δ’ ἐκ τῆς γεύσεως, ἕτερος δ’ ἀλλαχόθεν.
695ταῦτα δὲ πάντα νοητά, καὶ νοητῶς λεκτέον· τοσαῦται γὰρ καὶ τοῦ νοὸς τυγχάνουσιν αἰσθήσεις, ὅσας αἰσθήσεις οἴδαμεν τῷ σώματι προσούσας· πᾶσαι δ’ ὁράσεις λέγονται γενικωτέρῳ λόγῳ. ἐπισκεπτέον τοιγαροῦν τὰς τοῦ νοὸς αἰσθήσεις.

53

(700)

‘αὕτη‘ γὰρ ‘ὅρασισ‘, φησίν, ‘ἣν εἶδεν ὁ προφήτησ‘, ὅρασις δὲ καὶ Δανιὴλ καὶ προφητῶν ἑτέρων. ἀκούει δ’ Ἰεζεκιὴλ λαλοῦντος τοῦ κυρίου, ‘ἀνθρώπου‘ γὰρ ‘υἱέ‘, φησίν, ‘ἄκουσον ἅπερ λέγω‘. σὺν τούτοις δὲ καὶ γεύεται τὴν θαυμασίαν γεῦσιν,
705αὐτίκα δ’ ἐκ τῆς γεύσεως πληροῖ καὶ τὴν κοιλίαν,
ὅτε θεὸς ἐψώμισεν αὐτὸν τῇ κεφαλίδι. δεῖγμα δ’ ὑπάρχει τῆς ἁφῆς Ναοὺμ τὸ θεῖον λῆμμα· θεοληψίαν γὰρ καλεῖ τὴν θείαν ὁμιλίαν ἣν δήπερ προσωμίλησε τὸ πνεῦμα τῷ προφήτῃ,
710καθάπερ ἐπαφώμενον τῆς τούτου διανοίας καὶ ταύτῃ πλέον ἐντυποῦν τὴν γνῶσιν τῶν μελλόντων. ὁ δὲ Δαυὶδ σὺν τοῖς λοιποῖς ὀσφραίνεται καὶ μύρου. ἄλλα γὰρ ἄλλων προφητῶν πολλάκις ἐνεργούντων οὗτος δι’ ὅλων ἔρχεται καὶ τρόπων καὶ πραγμάτων·
715καὶ νῦν μὲν μνήμην δίδωσι τῶν παρεληλυθότων, νῦν δ’ ἐκτυποῖ τὰ μέλλοντα συμβαίνειν μετὰ χρόνους, ἄλλοτε δὲ συντίθησι τοὺς λόγους τῶν παρόντων. πολλάκις δὲ παρήλλαξε τὰ τῆς ἀκολουθίας, ποτὲ μὲν ὡς γενόμενα τὰ μέλλοντα διδάσκων,
720ποτὲ δ’ αὖθις ὡς μέλλοντα τὰ προγεγενημένα. καὶ νῦν μὲν ὅρασιν ὁρᾷ (τὸν γὰρ δεσπότην εἶδε), νῦν δ’ ἀκοαῖς εἰσδέχεται φωνὴν θεοῦ καλοῦσαν. ἄκουσον δὲ καὶ τὴν ἁφὴν ἐκ τῶν αὐτοῦ ῥημάτων· καὶ γὰρ ‘ἡ γλῶσσά μου‘ φησὶ ‘κάλαμος γραμματέωσ‘,
725γλῶσσαν οὐ τὴν τοῦ σώματος εἰπὼν τὴν φαινομένην (καὶ γὰρ ἔργον αὐτῆς ἐστι τὸ λέγειν, οὐ τὸ γράφειν), ἀλλὰ τὴν γλῶσσαν τοῦ νοὸς τὴν ἔνδον κεκρυμμένην, ἧς ξενοτρόπως ἥπτετο τὸ πνεῦμα τῆς σοφίας καὶ τὰς τῶν ὄντων δι’ αὐτῆς ἐκαλλιγράφει γνώσεις.
730ἀλλ’ ὅρα καὶ τὴν γευστικὴν αἴσθησιν τῆς καρδίας· γλυκαίνεσθαι γὰρ ἔφησε τὸν λάρυγγα τὸν τούτου ἐπέκεινα τοῦ μέλιτος τοῖς τοῦ θεοῦ λογίοις. εἰ θέλεις καὶ τὴν ὄσφρησιν, ἰδού σοι καὶ τὸ ῥῆμα· ‘ἐκ τῶν ἀμφίων σου στακτὴ καὶ σμύρνα καὶ κασία.‘
735οὕτω Δαυὶδ ταῖς τοῦ νοὸς αἰσθήσεσιν ἁπάσαις πασῶν ἀντελαμβάνετο τοῦ πνεύματος χαρίτων. Οὐ πάντα δὲ τὰ ῥήματα τὰ τοῖς ψαλμοῖς ἐνόντα δέξεται τὴν ἐξέτασιν καθ’ ἕνα μόνον τρόπον,
καθ’ ἱστορίαν τὸ τυχόν, ἢ κατὰ προφητείαν
740ἢ κατὰ πρᾶξιν ἠθικὴν ἢ κατ’ ἀλληγορίαν. πολλάκις γὰρ ἐν τοῖς αὐτοῖς πολλοὺς εὑρήσεις λόγους. εἰ βούλει δέ, μοι λάμβανε τοῦ πράγματος εἰκόνα· ὥσπερ γὰρ ἐν τοῖς σπέρμασιν ὁρῶμεν καὶ τοῖς δένδροις ποικίλας καὶ πολυειδεῖς ἐκφύσεις καὶ δυνάμεις
745(ῥίζα γὰρ δένδρῳ πέφυκε καὶ στέλεχος καὶ κλάδοι, ἔχει καὶ φύλλα καὶ φλοιὸν καὶ τὴν ἐντεριώνην· ὡσαύτως ἐν τοῖς σπέρμασι καὶ χλόη καὶ καλάμη, καὶ μετὰ ταύτας φύουσιν ἀθέρες τε καὶ λέπος· ἐννόει δὲ καὶ τὸν καρπόν, πῶς ἀνθ’ ἑνὸς μυρίοι),

53

(750)

οὕτως ἐπὶ τοῦ πνεύματος, ἢ μᾶλλον πολλῷ πλέον. ἵνα δ’ ἀφεὶς τὰ περιττὰ συντετμημένως εἴπω, μετάγονται καὶ πρὸς ἡμᾶς τῶν ψαλμικῶν τὰ πλείω. ἐχθροὺς οὖν πάντας τοῦ Χριστοῦ τοὺς δαίμονας κλητέον· καὶ δυσμενεῖς ἐνεδρευτὰς καὶ πλάνους καὶ δολίους,
755διώκοντας, ἐκθλίβοντας, συνεπιτιθεμένους, τούτους αὐτοὺς τοὺς δαίμονας καὶ πάλιν νομιστέον· Ἀβεσαλὼμ δὲ καὶ Σαοὺλ καί τινα τῶν τοιούτων τὸν ἔξαρχον τῶν πονηρῶν πνευμάτων λογιστέον· Δαυὶδ δὲ πάλιν καὶ χριστόν, πρὸς δὲ καὶ βασιλέα,
760ῥητέον ἕκαστον ἡμῶν μυστικωτέρῳ λόγῳ. ὡς γὰρ Δαυὶδ ἐκ χρίσματος ἦλθεν εἰς βασιλείαν (καὶ γὰρ ἐχρίσθη πρότερον τῷ τῆς ἀρχῆς ἐλαίῳ), οὕτως ἡμεῖς τυγχάνομεν τῆς ἄνω βασιλείας ἐλαίῳ προχριόμενοι βαπτίσματος τοῦ θείου.
765ὅσα δ’ οὐ προσαρμόζουσι τῶν ψαλμικῶν ῥημάτων, τοῦ πνεύματος ἡγούμεθα φωνὰς τοῦ παναγίου, ὡς τοῦ δευτέρου τὰ ῥητὰ καὶ τῶν παραπλησίων, ἐκ τούτων ἁγιάζοντες τὰς ἑαυτῶν καρδίας. Ἔστι δ’ ὁ πρῶτος τῶν ψαλμῶν ἐκ τῶν ἀνεπιγράφων,
770οὐκ ἔσχε γὰρ ἐπιγραφήν, οὐδ’ ἐκ τῶν ἑρμηνέων· ἔχει δὲ παίδευσιν ἠθῶν, μετέχει καὶ δογμάτων οὐ γὰρ προσέχειν παραινεῖ τοῖς θείοις λόγοις μόνον
καὶ τὴν σὺν τοῖς ἁμαρτωλοῖς ἀναστροφὴν ἐκφεύγειν, ἀλλὰ διέξεισιν ὁμοῦ καὶ τὰ τῶν ἀσεβούντων,
775διδάσκων οἷαι μένουσιν αὐτοὺς αἱ τιμωρίαι, τοὺς δ’ εὐσεβῶς βιώσαντας εἰκότως μακαρίζων. ‘μακαρισμοῦ‘ γὰρ ‘ἄξιος ἀνὴρ‘ φησὶν ‘ἐκεῖνος, ὃς ἐπὶ τὴν τῶν ἀσεβῶν βουλὴν οὐκ ἐπορεύθη κἀν τρίβῳ τῶν ἁμαρτωλῶν οὐκ ἔστησε τὸν πόδα
780οὐδ’ ἐν καθέδρᾳ τῶν λοιμῶν ἠθέλησε καθῆσαι.‘

54

(1t)

Τοῦ σοφωτάτου Ψελλοῦ
2tἸνδικοπλεύστου πρόγραμμα Κοσμᾶ τῷ ψαλτηρίῳ
1 Μετὰ τὸν μέγιστον Μωσῆν καὶ μέγαν ἐν προφήταις καὶ πρώτιστον δημαγωγὸν τοῦ γένους τῶν Ἑβραίων, καὶ τὸν διάδοχον αὐτοῦ καὶ μέγαν στρατηγέτην, τὸν Ἰησοῦν τὸν τοῦ Ναυῆ, καὶ τοὺς κριτὰς ἐκείνους
5τοὺς πρὶν τὸ δωδεκάφυλον εὐθύνοντας ἐν κρίσει, καὶ τὴν ἀποδοκίμασιν Σαοὺλ τῆς βασιλείας, ἤγειρεν αὖθις ὁ θεὸς προφήτην βασιλέα, τὸν θαυμαστὸν καὶ πάνσοφον Δαυὶδ τὸν ψαλμογράφον. ὃς ἐμφανῶς τὰ μέλλοντα προβλέπων ὡς προφήτης
10καὶ τὰ πρὸ χρόνων φθάσαντα πολλῶν συντελεσθῆναι, τὰ δυστυχήματά φημι καὶ τὰς αἰχμαλωσίας τῆς πονηρᾶς συναγωγῆς Ἑβραίων τῶν ἀθλίων καὶ τὴν εἰς τούτους τοῦ θεοῦ ἀντίληψιν καὶ σκέπην, δι’ ἧς ἐρρύσατο συχνῆς αἰχμαλωσίας τούτους
15καὶ τοὺς αἰχμαλωτίσαντας ἠφάνισεν εἰς τέλος· ἵνα μὴ λέγω τὰ πολλὰ τῶν εὐεργετημάτων, τὴν ῥαβδισθεῖσαν θάλασσαν τὴν διχοτομηθεῖσαν, τὴν ἐν ἐρήμῳ τράπεζαν τὴν ξένην καὶ ποικίλην καὶ τὴν τοῦ μάννα παροχὴν τὴν καὶ δαψιλεστάτην
20καὶ τοὺς ἐκ πέτρας ποταμούς, τῆς ἀκροτόμου λέγω, καὶ τῆς Μερρᾶς τὸν γλυκασμὸν τὸν ἀπὸ τῆς πικρίας· καὶ δὴ σὺν τούτοις μάλιστα προβλέπων ὁ προφήτης τὸν τρόπον τὸν ἀχάριστον ἐκείνων τῶν Ἑβραίων καὶ τὴν ὀργὴν τὴν τοῦ θεοῦ πρὸς τούτους ἐνεχθεῖσαν,
25προβλέπων καὶ τὴν σταύρωσιν τοῦ θεανθρώπου λόγου καὶ τὴν ἐκ τάφου θαυμαστὴν ἐξέγερσιν ἐκείνου
τὴν κλῆσίν τε τὴν τῶν ἐθνῶν, ἡμῶν τῶν ἀπωσμένων καὶ τὴν δευτέραν ἔλευσιν τοῦ λόγου καὶ τὴν κρίσιν— ταῦτα προβλέπων ἅπαντα προφητικῶς ἐκεῖνος
30καὶ κινηθεὶς ἐκ πνεύματος τοῦ παναγιωτάτου ἠθέλησε συγγράψασθαι πάντα ποικιλοτρόπως. Καὶ δὴ συγκαλεσάμενος τινὰς μικροπροφήτας, ὀργανοφόρους, ὀρχηστάς, ψαλτηρολυροπλήκτας (ὁ μὲν γὰρ εἶχε τύμπανον, ὁ δ’ ἐξ αὐτῶν κινύραν,
35ἄλλος αὐλοὺς βουκολικούς, ὄργανον δ’ ἄλλος ἄλλο ψαλτήριον καλούμενον δεκάχορδον τῷ τότε), χορούς τε συστησάμενος ἐκ τούτων διαφόρους ἐξάρχους ἔχοντάς τινας καὶ χοροκορυφαίους, τὸν Ἰδιθοὺμ καὶ τὸν Αἰθάμ, Ἀσάφ τε καὶ τοὺς ἄλλους,
40τοὺς ἑκατὸν πεντήκοντα ψαλμοὺς ἐμμέτρως ᾖσεν. Οὐ γὰρ ὡς λέγουσί τινες τῶν γε μὴ γινωσκόντων, ὅτι τινὰς μὲν ἔγραψε ψαλμοὺς Δαυὶδ ὁ μέγας, τινὰς δὲ παῖδες τοῦ Κορέ, Ἀσὰφ δὲ πάλιν ἄλλους, ἄλλους δὲ γέγραφεν Αἰθάμ, ὁ δ’ Ἰδιθοὺμ ἑτέρους.
45καὶ γὰρ κἂν ἐπιγράφωνται τούτων αἱ κλήσεις ἴσως ἐν ἐπιγράμμασί τινων ψαλμῶν ἐκ τοῦ ψαλτῆρος, ὡς μελῳδήσαντες ψαλμούς, οὐ μὴν δ’ ὡς γεγραφότες παρά τινων ἐτέθησαν ὡς ἐπιγεγραμμένοι. ὁ γὰρ Δαυὶδ ὁ μελῳδός, ὁ βασιλεὺς ἐκεῖνος,

54

(50)

ἡνίκα γέγραφε ψαλμὸν ἐμμέτρως τεθειμένον, εὐθὺς ἐδίδου τῷ χορῷ τῷ δεδοκιμασμένῳ καὶ μελουργεῖν ἐπέτρεπε καὶ τὸν ψαλμὸν ἐξᾴδειν. εἰ δ’ ἴσως ἐδοκίμασεν ἄλλῳ χορῷ διδόναι τὸ λεῖπον ἔτι τῷ ψαλμῷ πρὸς τὸ μελουγρηθῆναι,
55ἡ τοῦ ῥυθμοῦ μεταβολὴ τοῦ μέλους τε τὸ τμῆμα
ἐλέγετο διάψαλμα παρὰ τῶν γινωσκόντων. τοῦτο δὲ πάντως ἔξεστι μαθεῖν τῷ βουλομένῳ ἐκ βίβλου τῶν βασιλειῶν τῶν Παραλειπομένων· ῥητῶς γὰρ οὕτω γέγραπται περὶ Δαυὶδ ἐκεῖσε,
60ὡς ᾖσε τήνδε τὴν ᾠδὴν Ἀσὰφ χειρὶ προφήτου. ἄλλως τε πάλιν ὁ Χριστὸς ἐν τοῖς εὐαγγελίοις πολλὰ πολλάκις ῥήματα λέγων ἐκ τοῦ ψαλτῆρος μόνον εἰσάγει τὸν Δαυὶδ ὡς πάντας γεγραφότα· ὡσαύτως τοῦτο λέγουσι τινὲς τῶν ἀποστόλων,
65ἡνίκα χρῶνται λέξεσι καὶ λόγοις τοῦ ψαλτῆρος. Οὐ μέντοι τάξιν ἔχουσι τοῦ λόγου καὶ τοῦ χρόνου, ἀλλ’ ἀλληνάλλως οἱ ψαλμοὶ κεῖνται συντεταγμένοι. οὓς μὲν γὰρ γέγραφε Δαυὶδ ἐν τοῖς ὑστέροις χρόνοις, ὥσπερ γραφέντες ἐξ ἀρχῆς κεῖνται συντεταγμένοι·
70οὓς δὲ τὸ πρῶτον εἴρηκεν, ἀρχῇ τῆς βασιλείας, ὕστερον συνετέθησαν παρὰ τῶν συνταξάντων. τὰ γὰρ συμβάντα τῷ Δαυὶδ ἐκ τοῦ Σαοὺλ ἀρχῆθεν, καὶ πρὶν σχεδὸν Ἀβεσαλὼμ τὸν παῖδα γεννηθῆναι, ὁ τεσσαρακοστόπρωτος ἑκατοστὸς συγγράφει·
75ὅσα δὲ πεπαρῴνηκεν Ἀβεσαλὼμ ἐκεῖνος ὕστερον πάντων τῷ Δαυίδ, ὁ τρίτος ψαλμὸς γράφει. Ὁ τρόπος δ’ οὗτος πέφυκε τῆς κακοσυνταξίας· μετὰ τὸν θάνατον Δαυὶδ τοῦ πάνυ σοφωτάτου λήθης ἠφάνιστο βυθοῖς βίβλος ἡ τοῦ ψαλτῆρος
80ἐξ ἀτασθάλου καὶ νωθρᾶς τῶν Ἰουδαίων γνώμης. πρὸ χρόνων δὲ τριάκοντα σὺν τοῖς τριακοσίοις τῆς τοῦ θεοῦ σαρκώσεως τοῦ λόγου καὶ δεσπότου
ὁ μετὰ τὸν Ἀλέξανδρον Αἰγύπτου βασιλεύσας, Φιλάδελφος καλούμενος τὴν κλῆσιν Πτολεμαῖος,
85ἠθέλησε συναγαγεῖν τὸ τοῦ Δαυὶδ βιβλίον. τῆς σῆς, Χριστέ μου, γνώρισμα καὶ τοῦτο προμηθείας· ἀνὴρ γὰρ ὄντως βάρβαρος τὴν γλῶσσαν καὶ τοὺς τρόπους σπουδὴν εἰσήγαγε πολλὴν Δαυὶδ εὑρεῖν τὴν βίβλον. καὶ δὴ συγκαλεσάμενος Ἑβραίων σοφωτάτους,
90τοὺς ὅλους ἑβδομήκοντα τυγχάνοντας ἐν μέτρῳ, καὶ φιλοσόφους Ἕλληνας οὐ πλείους τῶν Ἑβραίων, προσέταξε συναγαγεῖν τὸ τῶν ψαλμῶν βιβλίον ἐξελληνίσαι τε σαφῶς πρὸς τὴν Ἑλλάδα γλῶτταν. ἐπεὶ γοῦν οὐχ εὑρέθησαν μιᾷ πάντες ἐν βίβλῳ
95(ἐν βίβλοις γὰρ εὑρέθησαν πέντε κατεσπαρμένοι), ἐν τούτῳ κακοσύντακτοι τυγχάνουσιν οἱ πλείους, ὃν τρόπον τοῦτο πέπονθε καὶ προφητῶν ἡ βίβλος. Πολλῶν μὲν οὖν καὶ πολλαχοῦ ταύτην ἑρμηνευσάντων (τὴν βίβλον λέγω τοῦ Δαυίδ) ἀνθρώπων σοφωτάτων,

54

(100)

ἑρμηνευταὶ περύκασι γεραίτεροι τοῖς χρόνοις, οὓς ἔφην ἑβδομήκοντα, πάντας Ἑβραίους ὄντας· καιρὸς δ’ εἰπεῖν καὶ τοὺς λοιποὺς ἑρμηνευτὰς τῆς βίβλου. Ἀκύλας γοῦν ὁ δεύτερος ἑρμηνευτὴς τυγχάνει, ὃς ἐκ πατρίδος ὥρμητο Σινώπης τῆς τοῦ Πόντου,
105ποικίλος μὲν τὴν αἵρεσιν γενόμενος ὁ τάλας. Ἕλλην γὰρ ὢν τὸ πρότερον εἰς ὀρθοδόξους ἦλθε, πεισθεὶς καλῶς καὶ βαπτισθεὶς ἐν Ἰεροσολύμοις· ἀλλ’ αὖθις ἀρνησάμενος τὴν εὐσεβῆ θρησκείαν περιτομὴν ὑπήνεγκε καὶ γέγονεν Ἑβραῖος.
110καὶ προσκληθεὶς Ἀδριανῷ τῷ λεπρωθέντι πάλαι τὴν τοῦ Δαυὶδ ἡρμήνευσε βίβλον ἐξῃρημένως,
τεσσαράκοντα τέσσαρας ὕστερον μετὰ χρόνους τῆς ἀναλήψεως Χριστοῦ τῆς ὡς πρὸς τὸν πατέρα. ἑρμηνευτὴς δὲ πέφυκε τρίτος καὶ μετὰ τοῦτον
115Σύμμαχός τις λεγόμενος, τὸ γένος Σαμαρείτης, ὃς ὑβρισθεὶς παρά τινων Σαμαρειτῶν ἀδίκως ἐκ λύπης ἰουδάισε περιτμηθεὶς ἀσκόπως. καὶ προσκληθεὶς παρά τινος Σεβήρου βασιλέως τὴν τοῦ Δαυὶδ ἡρμήνευσε ψαλμικωτάτην βίβλον
120ὡς δῆθεν πρὸς καταστροφὴν Σαμαρειτῶν τοῦ γένους, πλὴν μετὰ χρόνους ἑκατὸν τῆς σεβασμιωτάτης ἐπαναλήψεως Χριστοῦ πρὸς τοὺς πατρῴους κόλπους. Θεοδοτίων τέταρτος ἑρμηνευτὴς τυγχάνει, τὸ γένος μὲν Ἐφέσιος, ἀλλὰ Μαρκιωνίτης·
125ὅστις ἀπεχθανόμενος δῆθεν τοὺς ὁμοφύλους τὴν βίβλον ἐφηρμήνευσε τὴν Δαυιτικωτάτην, Κομόδου βασιλεύοντος τῆς Μεσοποταμίας. οὗτος μὲν οὖν ἡρμήνευσε τὸ τοῦ Δαυὶδ βιβλίον· καὶ πέμπτη δ’ ἀνωνόμαστος, ὥς φασιν, ἑρμηνεία
130εἰς πόλιν τὴν Ἱεριχὼ τοῖς πίθοις κεκρυμμένη παρὰ τοῦ βασιλεύοντος εὑρέθη Καρακάλου. Ἁπλῷ μὲν λόγῳ καὶ κοινῷ καὶ κατημαξευμένῳ ὄργανον τὸ ψαλτήριον δεκάχορδον σημαίνει, ᾧτινι χρώμενοι τὸ πρὶν οἱ μελῳδοὶ πρὸς μέλος
135ἐν τούτῳ τὰ ψαλλόμενα καλλίστως ἐμελῴδουν. εἰ δ’ ἴσως ἀναγωγικῶς ἐφερμηνεῦσαι θέλῃς, ψαλτήριον δεκάχορδον τὸν ἄνθρωπον σημαίνει. ὥσπερ γὰρ εἶχε πρότερον δέκα χορδὰς ἐκεῖνο,
οὕτω καὶ πᾶς τις ἄνθρωπος ἔχει δυνάμεις δέκα
140σωματικὰς καὶ ψυχικάς, καὶ δῆλον ἀπὸ τούτου· ψυχὴ γὰρ πᾶσα πέφυκε δυνάμεις ἔχειν πέντε, νοῦν, αἴσθησιν, διάνοιαν, δόξαν καὶ φαντασίαν· ὡσαύτως καὶ τοῦ σώματος ἴσμεν αἰσθήσεις πέντε, ὅρασιν, ὄσφρησιν, ἁφήν, ἀκοήν τε καὶ γεῦσιν.
145ταῦτ’ οὖν ὑπαινιττόμενος ἔλεγεν ὁ προφήτης· ἐν δεκαχόρδῳ τῷ θεῷ ψάλατε ψαλτηρίῳ.
l1,1Εἰς τὸν αʹ ψαλμὸν ἤγουν τὸ ‘μακάριος ἀνὴρ ὃς οὐκ ἐπορεύθη‘
147 Ἄλλοι μὲν ἄλλα τῶν ψαλμῶν ἔχουσι λόγων εἴδη, ὁ δὲ παρὼν καὶ πρώτιστος εἶδος διττὸν ἐπέχει, διδακτικὸν σὺν ἠθικῷ· καὶ τοῦτο σκοπητέον.

54

(150)

διδάσκει γὰρ ἀνάστασιν καὶ κρίσιν τῶν ἀνθρώπων, καὶ μακαρίζει τοὺς χρηστούς, τοὺς δ’ ἄλλους ταλανίζει, καὶ μάλιστα τοὺς ἀσεβεῖς καὶ τυραννικωτάτους, οὓς οὐδ’ εἰς κρίσιν ὕστερον ἐξαναστῆναι λέγει, ἀλλ’ εἰς κατάκρισιν αὐτῶν καὶ κόλασιν ἀξίαν.
155τὸ γὰρ ‘οὐκ ἀναστήσεται πᾶς ἀσεβὴς εἰς κρίσιν‘ τοῦτο σημαίνει προφανῶς, ὡς ἀναστῆναι μέλλει, πλὴν οὐκ εἰς κρίσιν ἀληθῶς, ἀλλὰ πρὸς κατακρίσεις.
l1,2Ἐάν σοι δόξῃ, ἐν τῇ ἀρχῇ τοῦ ψαλτηρίου γράψον ταῦτα·
l1,3Δαυὶδ προφητάνακτος ἔνθεον μέλος
l1,4Ψαλμὸς τῷ Δαυίδ, ἀνεπίγραφος παρ’ Ἑβραίοις· εἰς τὸν αʹ ψαλμόν
l1,5Θεοσεβεῖς μακαρίζει
l1,6καὶ ἀσεβεῖς ταλανίζει.
l2,1Εἰς τὸν βʹ ψαλμόν, τὸ ‘ἵνα τί ἐφρύαξαν‘
l2,2Περὶ Χριστοῦ προφητεύει,
l2,3καλεῖ καὶ ἔθνη πρὸς πίστιν.
158 Οὗτος τὸ πάθος προδηλοῖ τοῦ θεανθρώπου λόγου. ‘ἵνα τί‘ γὰρ ‘ἐφρύαξαν ἔθνη‘ φησὶν ‘ἀφρόνως,
160κενὰ δὲ μεμελέτηκε λαὸς τῶν Ἰουδαίων, ἄρχοντες δὲ συνήχθησαν, φεῦ, κατὰ τοῦ κυρίου;‘ πρὸς τὸν σωτῆρα δέ φησι τὸν ἄναρχον πατέρα ‘αἴτησαι‘ λέγειν ‘παρ’ ἐμοῦ καὶ δώσω σοι τὰ ἔθνη καὶ τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου
165πάντα τὰ πέρατα τῆς γῆς. αὐτοὺς δὲ τοὺς Ἑβραίους σὺ ποιμανεῖς ἐν ῥάβδῳ σου τῇ σιδηρᾷ δικαίως, συντρίβων τούτους ἀληθῶς ὡς σκεύη κεραμέως.‘ ῥάβδον δὲ λέγει σιδηρᾶν Ῥωμαίων βασιλείαν τὴν τούτους κατατρύχουσαν μέχρι τῆς νῦν ἡμέρας.
170τὸ δ’ ‘αἴτησαι καὶ δώσω σοι κληρονομίαν ἔθνη‘ οὕτως ὀφείλεις ἐννοεῖν ἅπας ἀναγινώσκων, ὡς ἔχει μὲν τὴν τοῦ παντὸς ὁ λόγος ἐξουσίαν θεὸς τυγχάνων ἀληθῶς κατὰ τὴν θείαν φύσιν, ἐπεὶ δὲ γέγονε βροτός, ὡς ἄνθρωπος αἰτεῖται
175τὴν ἐξουσίαν ἐκ πατρὸς τῶν ἐπὶ γῆς ἁπάντων. ‘ἐδόθη‘ γάρ φησιν ‘ἐμοὶ‘ κἀν τοῖς εὐαγγελίοις ‘ἐν οὐρανῷ καὶ ἐν τῇ γῇ πατρόθεν ἐξουσία‘.
l3,1Εἰς τὸν γʹ ψαλμὸν τὸν ‘κύριε, τί ἐπληθύνθησαν‘
l3,2Ἅπερ αὐτῷ χρηστὰ ἔσται
l3,3μετὰ τὰς θλίψεις προλέγει.
178 Τοῦτον τὸν τρίτον εἴρηκε ψαλμὸν Δαυὶδ ὁ μέγας μετὰ τὴν πολυθρύλλητον αὐτοῦ παρανομίαν,
180ὅταν οὐ μόνον βάρβαροι καὶ πλῆθος ἀλλοφύλων ἀλλὰ καὶ παῖς Ἀβεσαλὼμ ἠγέρθη κατ’ ἐκείνου. οὗπερ τὰς χεῖρας ἀποδρὰς καὶ φεύγων εἰς ἐρήμους θρηνολογῶν ἐφθέγγετο πρὸς τὸν δεσπότην τάδε· ‘τί‘ λέγων ‘ἐπληθύνθησαν οἱ θλίβοντές με, λόγε,
185πολλοὶ δ’ ἐπανεστάθησαν νῦν ἐπ’ ἐμὲ τὸν τάλαν;‘ ἐπιθαρρῶν ὡς ἔοικεν αὐτοῦ τῇ μετανοίᾳ, ‘ἐγώ‘ φησι, ‘κἂν ὕπνωσα, πλὴν ἐξηγέρθην αὖθισ‘·
ὕπνον δὲ λέγει νουνεχῶς ὧδε τὴν ἁμαρτίαν. ‘ὅθεν οὐ φοβηθήσομαι λαοῦ τὰς μυριάδας
190τὰς ἐπιτιθεμένας μοι κύκλῳ, θαρρῶν σοι, λόγε.‘
l4,1Εἰς τὸν δʹ ψαλμόν, ‘ἐν τῷ ἐπικαλεῖσθαί με‘
l4,2Περὶ ὧν πέπονθε λέγει
l4,3καὶ εὐσεβῶς ζῆν διδάσκει.
191 Τοῦτον ἐξεῖπε τὸν ψαλμὸν νενικηκὼς τὸν παῖδα· ‘ἐν θλίψει‘ γὰρ ‘ἐπλάτυνασ‘, φησίν, ‘εἰσήκουσάς μου.‘ τὸ δ’ ‘εἰς τὸ τέλοσ‘ τὸν ψαλμὸν τοῦτον ἐπιγεγράφθαι ἔμφασιν ἔχει καθαρὰν τὸ τέλος τοῦ θανάτου·
195φησὶ γὰρ ‘κοιμηθήσομαι καὶ πάλιν ἀφυπνώσω‘.
l5,1Εἰς τὸν εʹ ψαλμόν, ‘τὰ ῥήματά μου ἐνώτισαι‘
l5,2Ὡς ἀπὸ τῆς ἐκκλησίας
l5,3προσευχομένου ὁ ὕμνος.
196 Τοῦτον προσώπῳ γέγραφε τῆς θείας ἐκκλησίας· αὕτη γὰρ ἔσται τοῦ παντὸς εἰς τέλος κληρονόμος. ἥτις τοὺς μὴ πιστεύοντας κατὰ τὴν ταύτης δόξαν ἀφανισθῆναι δυσωπεῖ τὸν κύριον τῆς δόξης.

54

(200)

φησὶ γάρ, ‘πάντας ἀπολεῖς τοὺς λέγοντας τὸ ψεῦδοσ‘ καὶ βλασφημοῦντας κατὰ σοῦ, δέσποτα τῶν ἁπάντων· ‘τούτων ὁ φάρυγξ γάρ ἐστι τάφος ἀνεῳγμένοσ‘.
l6,1Εἰς τὸν ϛʹ ψαλμόν, ‘κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με‘
l6,2Διδάσκει πῶς δεῖ κυρίῳ
l6,3ἐξομολόγησιν φέρειν.
203 Μεταγινώσκων ὁ Δαυὶδ αὐτοῦ τὴν ἁμαρτίαν καὶ τὴν ἐν τέλει φοβερὰν κρίσιν εἰς νοῦν λαμβάνων
205ὑπὲρ αὐτῆς ἐκδυσωπεῖ μηδ’ ὅλως κολασθῆναι· ‘μὴ τῷ θυμῷ σου‘ γάρ φησιν ‘ἐλέγξῃς με, σωτήρ μου‘,
ἅπερ ὀδύνης ῥήματα τυγχάνουσι καὶ φόβου.
l7,1Εἰς τὸν ζʹ ψαλμόν, ‘κύριε ὁ θεός μου, ἐπὶ σοὶ ἤλπισα‘
l7,2Ἀδικούμενος ἀδίκως
l7,3ὑποτιθεῖ ἃ προσήκει.
208 Ὁ πατραλοίας ὁ πικρός, Ἀβεσαλὼμ ἐκεῖνος, τὸν Ἀχιτόφελ σύμβουλον λαβὼν ἐν τοῖς πρακτέοις
210καὶ τὸν πατέρα φεύγοντα καταδιῶξαι μέλλων, παρὰ Χουσὶ τοῦ θαυμαστοῦ σοφῶς ἐξηπατήθη. ὑποκριθεὶς γὰρ ὁ Χουσὶ φίλος αὐτοῦ τυγχάνειν τρέχει πρὸς τοῦτον καί φησι λαθὼν τὸν Ἀχιτόφελ· ‘εἰ βούλει κτεῖναι τὸν Δαυὶδ ἀρτίως πεφευγότα,
215μὴ κατὰ πόδας ἄοπλος ἐκείνου καταδράμῃς· πολὺν συνάθροισον λαόν, καὶ τότε πολεμήσεις.‘ ὅπερ καὶ πέπραχε πεισθεὶς Ἀβεσαλὼμ ἐκείνῳ. ὁ γοῦν Δαυὶδ δραξάμενος καιροῦ τινος εὐκαίρου ἐξέφυγε τὸν πόλεμον τὸν τοῦ παιδὸς ἐκεῖνον.
220ποιεῖται γοῦν ὑπὲρ Χουσὶ ψαλμὸν εὐχαριστίας. ὁ μέντοι γε κακόχαρτος ἐκεῖνος Ἀχιτόφελ λύπῃ δεινῇ κατασχεθεὶς ἐν τῇ δραματουργίᾳ εὐθὺς ἐπνίγη γεγονὼς αὐτόχειρ δι’ ἀγχόνης. τούτου γὰρ χάριν εἴρηκεν ὁ ψαλμογράφος πάλιν·
225‘ἰδοὺ καθὼς ὠδίνησεν ἐκεῖνος ἀδικίαν, πόνον συνέλαβεν ἐντός, ἔτεκεν ἀνομίαν, καὶ τάφον ὤρυξε βαθύν, ἀλλ’ ἐμπεσεῖται μόνος εἰς βόθρον ὃν εἰργάσατο τῇ κακοσυμβουλίᾳ.‘
l8,1Εἰς τὸν ηʹ ψαλμόν, ‘κύριε ὁ κύριος ἡμῶν, ὡς θαυμαστόν‘
l8,2Χριστὸν κηρύττει καὶ κόσμου
l8,3τὴν σωτηρίαν προλέγει.
229Τοῦτον ἐξεῖπε τὸν ψαλμὸν προβλέπων ὁ προφήτης
230τὴν κλῆσιν ὄντως τῶν ἐθνῶν, ἡμῶν τῶν ἀπωσμένων, καὶ τοὺς ναοὺς τοὺς ἱεροὺς τοῦ λόγου καὶ σωτῆρος. ληνοὶ γὰρ θεοπάτητοι πάντως αἱ ἐκκλησίαι,
τὸ γλεῦκος ἀποστάζουσαι τὸ τῶν εὐαγγελίων.
l9,1Εἰς τὸν θʹ ψαλμόν, ‘ἐξομολογήσομαί σοι, κύριε‘
l9,2Θάνατον ἔγερσιν κράτος
l9,3Χριστοῦ, ἐχθρῶν πτῶσιν λέγει.
234Μέλλων ὁ μέγιστος Δαυὶδ καὶ θαυμαστὸς προφήτης
235προκαταγγεῖλαι τοῦ Χριστοῦ τὰ κοσμοσῶστα πάθη, φησὶ ‘ψαλμὸς ὑπὲρ υἱοῦ τῶν ἄγαν ἀποκρύφων‘. υἱοῦ δὲ τί τὸ κρύφιον ἢ κένωσις ἡ ξένη; κρυφίως γὰρ ταπείνωσιν τὴν κατάβασιν λέγει· ‘ἴδε μου τὴν ταπείνωσιν‘, φησὶ πρὸς τὸν πατέρα,
240‘καὶ τοῦ θανάτου τῶν πυλῶν ὕψωσον παραδόξως.‘
l10,1Εἰς τὸν ιʹ ψαλμόν, ‘ἐπὶ τῷ κυρίῳ πέποιθα‘
l10,2Ὕμνος ᾀδόμενος πᾶσι
l10,3κατὰ θεὸν οἷς ἀγῶνες.
241 Τοῦτον ἐξεῖπε τὸν ψαλμὸν μέλλων ἀποδιδράσκειν ἀπὸ προσώπου τοῦ Σαοὺλ ὁ μέγιστος προφήτης. ‘μεταναστεύου‘ γάρ φησι, ‘ψυχή, καθὰ στρουθίον ἐπὶ τὰ ὄρη τὰ μακρὰν καὶ φεῦγε τοὺς τοξότας.
245ἰδοὺ καὶ γὰρ ἐνέτειναν ἁμαρτωλοὶ τὰ τόξα ἐν σκοτομήνῃ θέλοντες σὲ νῦν κατατοξεῦσαι.‘ ‘εἰς τέλοσ‘ δ’ ἐπιγέγραπται, καθ’ ὅσον μέμνηταί που τῆς τοῦ δεσπότου κρίσεως τῆς οὔσης ἐν τῷ τέλει· φησὶ γάρ, ‘εἰς ἁμαρτωλοὺς παγίδας ἐπιβρέξει

54

(250)

πῦρ τε καὶ θεῖον καυστικὸν καὶ πνεῦμα καταιγίδοσ‘.
l11,1Εἰς τὸν ιαʹ ψαλμόν, ‘σῶσόν με, κύριε, ὅτι ἐκλέλοιπεν ὅσιοσ‘
l11,2Καταδρομὴ πονηρίας,
l11,3περὶ Χριστὸν προσδοκία.
251 Τοὺς πονηροὺς κατηγορῶν ὁ θαυμαστὸς προφήτης καὶ τοῦτον ᾖσε τὸν ψαλμὸν μετὰ ῥυθμοῦ καὶ μέλους.
‘ἐκλέλοιπε γὰρ ὅσιοσ‘ φησὶν ‘ἀπὸ τοῦ κόσμου, ἀλήθειαι δ’ ὠλιγώθησαν ἀπὸ υἱῶν ἀνθρώπων.‘
255‘εἰς τέλοσ‘ δ’ ἐπιγέγραπται, πλὴν ‘ὑπὲρ τῆς ὀγδόησ‘, ὡς μεμνη[μένος ................................]· οὗτος γὰρ ἕβδομός ἐστιν, ὃν τρέχομεν αἰῶνα. ‘σὺ γὰρ φυλάξαις, κύριε‘, φησίν, ‘ἡμᾶς ἐκ ταύτης τῆς γενεᾶς τῆς πονηρᾶς εἰς τὸν αἰῶνα μόνος.‘
l12,1Εἰς τὸν ιβʹ ψαλμόν, ‘ἕως πότε, κύριε, ἐπιλήσῃ μου εἰς τέλος;‘
l12,2Ἐπίθεσις ἐχθραινόντων
l12,3καὶ προσδοκία σωτῆρος.
260 Καὶ τοῦτον ᾖσε τὸν ψαλμὸν ὁ μέγιστος προφήτης ὑπὸ παιδὸς Ἀβεσαλὼμ ἐκπεπολεμημένος. θρηνολογεῖ γάρ, ὡς ὁρᾷς, λέγων πρὸς τὸν δεσπότην· ‘μέχρι καὶ τίνος, κύριε, ἡμῶν ἐπιλανθάνῃ καὶ στρέφεις σου τὸ πρόσωπον ὡς ἀφ’ ἡμῶν ὀπίσω;
265μέχρι δὲ τίνος θήσομαι βουλὰς ἐν τῇ ψυχῇ μου, ὀδύνας ἐν καρδίᾳ μου νύκτωρ καὶ μεθ’ ἡμέραν;‘
l13,1Εἰς τὸν ιγʹ ψαλμόν, ‘εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ, οὐκ ἔστι‘
l13,2Καταδρομὴ πονηρίας
l13,3περὶ Χριστοῦ πρόρρησίς 〈τε〉.
267 Τοῦτον προσώπῳ γέγραφε τοῦ θείου Ἐζεκίου τοῦ πάλαι βασιλεύσαντος ὅλης τῆς Ἰουδαίας. Σεναχηρεὶμ ὁ δείλαιος τῶν Ἀσσυρίων ἄναξ
270στρατεύσας πάλαι μανικῶς κατὰ τῆς Ἰουδαίας πολλὰς μὲν ἐξεπόρθησεν ἐκείνης ἄλλας πόλεις. ἐλθὼν δ’ εἰς Ἱερουσαλήμ, εἰς πόλιν Ἐζεκίου (ἤλπισε γὰρ χειρώσασθαι καὶ ταύτην τῷ πολέμῳ), Ῥαμψάκην πέπομφέ τινα πρὸς Ἐζεκίαν λέγων·
275‘δεῦρο καταδουλώθητι τῷ κράτει μου συντόμως, οὐδεὶς γὰρ ἐξελεῖταί σε πάντως ἐκ τῶν χειρῶν μου, οὐδ’ ἂν ἐκεῖνος ὁ θεὸς ὃν σὺ πιστεύεις εἴπῃς.‘ καὶ ταῦτα μὲν λελάληκε Ῥαμψάκης Ἐζεκίᾳ· ὁ δὲ δεσπότης τοῦ παντὸς κληθεὶς παρ’ [Ἐζεκίου]
280ἄγγελον ἐξαπέστειλε κατὰ τῶν Ἀσσυρίων, ὃς ἐν ἐκείνῃ τῇ νυκτὶ καὶ μόνῃ παραδόξως τὰς ἑκατὸν ἀπέσφαξεν ὀγδοηκονταπέντε τῶν Ἀσσυρίων παναλκεῖς ἐκείνας μυριάδας, τοὺς δὲ λοιποὺς ὡς πρὸς φυγὴν ἔτρεψεν ἀοράτως.
285τούτου γὰρ χάριν εἴρηκε πάντως ὡς ‘εἶπεν ἄφρων ἐν τῇ καρδίᾳ ἑαυτοῦ ὅτι θεὸς οὐκ ἔστι‘· καὶ πάλιν ‘ἐδειλίασαν φόβον μὴ ὄντος φόβου‘. καὶ γὰρ μὴ πολεμούμενοι παρά τινων ἀνθρώπων οἱ μὲν ἐναπεσφάγησαν, οἱ δ’ ἔφυγον ἀσχέτως.
290πλὴν ‘εἰς τὸ τέλοσ‘ γέγραπται καθ’ ὅσον ὁ προφήτης πρὸ χρόνων εἴρηκε πολλῶν ταύτην τὴν προφητείαν.
l14,1Εἰς τὸν ιδʹ ψαλμόν, ‘κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου;‘
l14,2Ὑπογραφὴ τῶν ἐν νόμῳ
l14,3τελειωθέντων ἁγίων.
292 Ἐν τούτῳ πάλιν τῷ ψαλμῷ νομοθετεῖ πανσόφως καὶ στήλην γράφει πρὸς ἡμᾶς τοῦ θεαρέστου βίου, ‘τίς παροικήσει, κύριε‘, λέγων, ‘ἐν τῇ σκηνῇ σου
295ἢ τίς κατασκηνώσειεν ἐν ὄρει σου ἁγίῳ; πάντως ὁ πορευόμενος ἀμώμως ἐν τῷ βίῳ καὶ πάλιν ἐργαζόμενος ἀεὶ δικαιοσύνην.‘
l15,1Εἰς τὸν ιεʹ ψαλμόν, ‘φύλαξόν με, κύριε, ὅτι ἐπὶ σοὶ ἤλπισα‘
l15,2Συνάθροισις ἐκκλησίας,
l15,3Χριστοῦ ἀνάστασις ἅμα.
98 Ἐνταῦθα στήλην γέγραφε παθῶν τῶν τοῦ δεσπότου ἤγουν τῆς νίκης τοῦ Χριστοῦ τῆς κατὰ τοῦ θανάτου.

54

(100)

φησὶ γὰρ ἀνθρωποπρεπῶς προσώπῳ τοῦ σωτῆρος πρὸς τὸν πατέρα δηλαδὴ τὸν ἄναρχον, καὶ λέγει· ‘ἐγκαταλείψεις οὐδαμῶς εἰς ᾅδου τὴν ψυχήν μου οὐδὲ φθορὰν τὸν ὅσιον τὸν σὸν ἰδεῖν με δώσεις· ὁδοὺς ζωῆς ὡς ἀληθῶς ἐγνώρισάς μοι, πάτερ.‘
l16,1Εἰς τὸν ιϛʹ ψαλμόν, ‘εἰσάκουσον, κύριε, δικαιοσύνησ‘
l16,2Καλῶς λαοῦ προεστῶτος
l16,3ἡ προσευχὴ ὑπὸ τούτου.
305 Καὶ τοῦτον διωκόμενος ὑπὸ Σαοὺλ ἐξεῖπεν, οὗπερ ῥυσθῆναι δυσωπεῖ τὸν πάντων εὐεργέτην. ‘ἐνώτισαι‘ καὶ γάρ φησι ‘τὴν προσευχήν μου, λόγε, καὶ κατ’ ἐχθρῶν ἀνάστηθι καὶ πρόφθασον ἐν τάχει καὶ τούτους ὑποσκέλισον καὶ ῥῦσαι τὴν ψυχήν μου.
310σὺ γὰρ ὡς ἐδοκίμασας νῦν τὴν ἐμὴν καρδίαν, ὡς ἐπεσκέψω με νυκτός, πυρώσας τοὺς νεφρούς μου, οὔκουν ἐφεῦρες ἐν ἐμοὶ κἂν ἴχνος ἁμαρτίας.‘ ταῦτα λελάληκε θαρρῶν ὡς πρὸ τῆς ἁμαρτίας ἀδίκως διωκόμενος ὑπὸ Σαοὺλ ἐκεῖνος.
315μᾶλλον δὲ τοῦτο καθαρῶς σημαίνει καὶ κυρίως τὸ ‘ἐπεσκέψω με νυκτός, πυρώσας τοὺς νεφρούς μου‘, ὡς ‘ἐπειδήπερ τὸν Σαοὺλ κοιμώμενον ἐφεῦρον καὶ τοῦτον οὐκ ἀπέκτεινα σφόδρα ἠδικημένος, πάντως οὐχ εὗρες ἐν ἐμοὶ χώραν μνησικακίασ‘.
l17,1Εἰς τὸν ιζʹ ψαλμόν, ‘ἀγαπήσω σε, κύριε ἡ ἰσχύς μου‘
l17,2Εὐχαριστεῖ καὶ προλέγει
l17,3Χριστοῦ ἀνάληψιν γῆθεν.
320 Τοῦτον εὐχαριστήριον προσάγει τῷ δεσπότῃ ῥυσθεὶς ἐκ πάντων τῶν ἐχθρῶν καὶ τοῦ Σαοὺλ ἐκείνου· φησὶ γὰρ ‘ἀγαπήσω σε, κύριε ἡ ἰσχύς μου‘. ἔχει δ’ ἐμφάσεις καί τινας Χριστοῦ τῆς παρουσίας καὶ τῆς ἐπανακλήσεως αὐτοῦ πρὸς τὸν πατέρα.
325‘ἔκλινε‘ γάρ φησιν ‘αὐτὸς οὐρανοὺς καὶ κατέβη‘, καὶ πάλιν ‘ἐπὶ χερουβὶμ ἐπέβη παραδόξως ἐπὶ πτερύγων τέ τινων ἀνέμων ἐπετάσθη‘. ἔχει καὶ κλῆσιν τῶν ἐθνῶν καὶ θλῖψιν τῶν Ἑβραίων. φησὶ γὰρ ‘καταστήσεις με καὶ κεφαλὴν ἐθνῶν μου,
330λαὸς γὰρ ὃν οὐκ ἔγνωκα πάντως δεδούλευκέ μοι, εἰς ἀκοὴν ὠτίου δὲ τοὺς λόγους ἤκουσέ μου· υἱοὶ δ’ ἠλλοτριώθησαν, ἄγαν ἐψεύσαντό μοι. ἐπαλαιώθησαν καὶ γάρ, ἐχώλαναν τὰς τρίβους, ὥσπερ πηλὸν δὲ πλατειῶν ἀπολεάνω τούτους.‘
l18,1Εἰς τὸν ιηʹ ψαλμόν, ‘οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ‘
l18,2Θεολογεῖ καὶ διδάσκει
l18,3ὡς δεῖ βιοῦν θεαρέστως.
335 Οὗτος δὲ πάλιν ὁ ψαλμὸς θεολογίας πλήρης, ἐκ τρόπων δὲ διδακτικῶν ἐστὶ συντεθειμένος. ‘οἱ οὐρανοὶ‘ γὰρ ‘τοῦ θεοῦ τὴν δόξαν διηγοῦνται, ποίησιν δὲ χειρῶν αὐτοῦ τοῖς πᾶσιν ἀναγγέλλει τὸ κράτιστον στερέωμα τὸ μέσον τῶν ὑδάτων·
340ῥῆμα δ’ ἐρεύγεται‘ φησὶν ‘ἡμέρα τῇ ἡμέρᾳ καὶ νὺξ νυκτὶ τὴν θαυμαστὴν ἐξαναγγέλλει γνῶσιν.‘ ταῦτα δὲ πάντα γέγραφεν ἐκ προσωποποιίας, τὸ πρῶτον διηγούμενος εἶδος τῶν θείων νόμων. νόμοι γὰρ τρεῖς ἐδόθησαν ἐκ θεοῦ τοῖς ἀνθρώποις·
345ὁ πρῶτος δίχα γράμματος, ὁ διὰ τῶν κτισμάτων· τίς γὰρ ἰδὼν τὸν οὐρανὸν καὶ τοὺς ἀστέρας τούτους οὐκ ἔσχε νόμον φυσικὸν ἀπὸ τῶν ὁρωμένων, ὡς ἄρα τούτων πέφυκε δημιουργός τις μέγας; ὁ δεύτερος δὲ γράμματος, ὁ διὰ Μωϋσέως·

54

(350)

καὶ τρίτος ὁ τῆς χάριτος ἡμῖν ἐδόθη νόμος. ὃ περὶ πρώτου τοιγαροῦν ὧδε διδάσκει νόμου, τὴν κτίσιν ἐδογμάτισε διδάσκαλον ὑπάρχειν τοῦ τῶν ἁπάντων ποιητοῦ ἐν προσωποποιίᾳ, ἂν γὰρ οὐδεὶς διδάξῃ σε τὴν δόξαν τοῦ κυρίου,
355ἀνάβλεψον εἰς οὐρανόν, κἀκεῖνός σε διδάξει.
l19,1Εἰς τὸν ιθʹ ψαλμόν, ‘ἐπακούσαι σου κύριος ἐν ἡμέρᾳ‘
l19,2Τῶν βασιλεῖ συμπραττόντων
l19,3εὐχὴ δικαίων τὸ ᾆσμα.
356 Καὶ τὸν ἐννεακαιδέκατον τοῦτον ψαλμὸν ἐξεῖπεν, ὡς καὶ τὸν τρισκαιδέκατον, ὁ μέγιστος προφήτης ὡς δῆθεν λεχθησόμενον παρὰ τοῦ Ἐζεκίου, ὅταν στρατεύσῃ κατ’ αὐτοῦ Σεναχηρεὶμ ἐκεῖνος,
360εἶτα κενὸς ἀποπεμφθῇ κατατετροπωμένος. ταῦτα γὰρ πάντα προὔγραψεν ὁ μέγιστος προφήτης· ‘οὗτοι‘ καὶ γὰρ ‘ἐν ἅρμασιν, οὗτοι‘ φησὶν ‘ἐν ἵπποις, ἡμεῖς δὲ μόνον ὄνομα καλοῦμεν τοῦ κυρίου. αὐτοὶ συνεποδίσθησαν πεσόντες ἐν ῥομφαίᾳ,
365ἡμεῖς δ’ ἐπανωρθώθημεν, ἀνέστημεν πεσόντες.‘
l20,1Εἰς τὸν κʹ ψαλμόν, ‘κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ
l20,2βασιλεύσ‘
l20,3Ἔντευξις αὕτη δικαίων
l20,4τῷ βασιλεῖ συμπραττόντων.
366 Προσώπῳ τοῦτον εἴρηκε λαοῦ τῶν Ἰουδαίων, δῆθεν εὐχαριστήριον πρὸς τὸν θεὸν τῶν ὅλων
ὑπὲρ ὑγείας καὶ ζωῆς ἄνακτος Ἐζεκίου. οὗτος καὶ γὰρ νενικηκὼς Σεναχηρεὶμ ἐκεῖνον
370ὑπὸ τῆς ἄνωθεν ῥοπῆς τῆς ἀκαταμαχήτου, ἠρρώστησε δεινότατα μέχρις αὐτοῦ θανάτου. καὶ γνοὺς τὸν τούτου θάνατον ὡς ἀπὸ τοῦ προφήτου τοῦ Ἡσαΐου πρὸς αὐτὸν δεδηλωκότος τοῦτον, προσηύξατο πρὸς κύριον μετὰ θερμῶν δακρύων,
375καὶ πάλιν εἴληφε τοῦ ζῆν εἰς χρόνους δεκαπέντε προσθήκην ὄντας τῆς ζωῆς τούτου τῆς προλαβούσης. ‘ὁ βασιλεὺσ‘ γάρ, ‘κύριε‘, φησί, ‘τῇ σῇ δυνάμει μεγάλως εὐφρανθήσεται ῥυσθεὶς ἐκ τοῦ θανάτου· οὐ γὰρ ἐστέρησας αὐτὸν θέλησιν τῶν χειλέων
380καὶ τῆς καρδίας δέδωκας αὐτῷ ἐπιθυμίαν· ζωὴν ᾐτήσατο λαβεῖν, καὶ δέδωκας αὐτίκα.‘
l21,1Εἰς τὸν καʹ ψαλμόν, ‘ὁ θεός, ὁ θεός μου, πρόσσχες μοι‘
l21,2Χριστοῦ παθῶν προφητεία,
l21,3κλῆσις ἐθνῶν γῆς περάτων.
382 Ὁ δ’ εἰκοστόπρωτος ψαλμὸς ὁ προκείμενος οὗτος προρρήσεις ἔχει θαυμαστὰς τοῦ πάθους τοῦ σωτῆρος, ὡς ἀπὸ τῆς ἐπιγραφῆς τῆς τούτου διδαχθήσῃ.
385ἑωθινὴ γὰρ ἀληθῶς ἀντίληψις ὑπάρχει ἡ τοῦ δεσπότου νέκρωσις ἡ φιλανθρωποτάτη, ἥτις ὡς ὄρθρος ἔλαμψεν εἰς πᾶσαν οἰκουμένην. ‘ὤρυξαν‘ γάρ φησι σαφῶς ‘καὶ χεῖράς μου καὶ πόδασ‘, καὶ πάλιν ‘ἐξηρίθμησαν σύμπαντα τὰ ὀστᾶ μου‘.
l22,1Εἰς τὸν κβʹ ψαλμόν, ‘κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει‘
l22,2Διδασκαλία πιστοῦ τε
l22,3εἰσαγωγὴ λαοῦ νέου.
390Οὗτος τὴν ἴσην δύναμιν τῷ προρρηθέντι φέρει,
ἔμφασιν ἔχων καθαρὰν τοῦ πάθους τοῦ κυρίου. ‘ἂν γάρ‘ φησι ‘καὶ πορευθῶ μέσον σκιᾶς θανάτου, οὐ φοβηθήσομαι κακά, σὺ μετ’ ἐμοῦ γάρ, πάτερ.‘
l23,1Εἰς τὸν κγʹ ψαλμόν, ‘τοῦ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆσ‘
l23,2Τῆς κλήσεως προφητεία,
l23,3τελείωσις σῳζομένων.
394Προλέγει τὴν ἀνάστασιν ἐνθάδε τοῦ σωτῆρος
395καὶ μᾶλλον τὴν ἀνάβασιν τὴν ὡς πρὸς τὸν πατέρα. ‘ἐπάρθητε‘ καὶ γάρ φησι ‘τῶν οὐρανῶν αἱ πύλαι‘, καὶ πάλιν ‘πύλας ἄρατε, ταγμάτων ἀρχηγέται‘.
l24,1Εἰς τὸν κδʹ ψαλμόν, ‘πρὸς σέ, κύριε, ἦρα τὴν ψυχήν μου‘
l24,2Διδασκαλία, κυρίῳ
l24,3πῶς δεῖ ἐξομολογεῖσθαι.
398 Δαυὶδ ἐξομολόγησιν προσφέρων τῷ κυρίῳ τοῦτον ἐξεῖπε τὸν ψαλμὸν ψυχῇ συντετριμμένῃ.

54

(400)

‘τῆς ἁμαρτίασ‘ γάρ φησι ‘τῆς τῆς νεότητός μου, ἀλλὰ καὶ τῆς ἀγνοίας μου μηδ’ ὅλως μνημονεύσῃσ‘· καὶ πάλιν ‘τὴν ταπείνωσιν ἴδε μου καὶ τὸν κόπον καὶ πάσας ἄφες μου, σωτήρ, ἄρτι τὰς ἁμαρτίασ‘.
l25,1Εἰς τὸν κεʹ ψαλμόν, ‘κρῖνόν μοι, κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου‘
l25,2Ἔντευξις ἡ τοῦ προκόπτειν
l25,3κατὰ θεὸν ἀρξαμένου.
404Τοῦτον ἐξεῖπε τὸν ψαλμὸν φεύγων εἰς τὰς ἐρήμους
405ἀπὸ προσώπου τοῦ Σαοὺλ τοῦ παρανομωτάτου. παρ’ ἀλλοφύλοις γὰρ οἰκεῖν οὗτος ἠναγκασμένος ἐκείνου κατατρέχοντος τοῦ παρανομωτάτου, ὡς εἶδε τούτους δυσσεβεῖς ὄντας τοὺς ἀλλοφύλους καὶ θύοντας τοῖς δαίμοσι πολλὰς δημοθοινίας,
410ἐκεῖνος βδελυξάμενος ἦλθεν εἰς τὰς ἐρήμους καὶ τοῦτον ᾖσε τὸν ψαλμὸν ἀπέναντι κυρίου.
φησὶ γὰρ ‘οὐκ ἐκάθισα μετὰ τοῦ συνεδρίου τῆς ματαιότητος, Χριστέ, βροτῶν παρανομούντων· τὴν ἐκκλησίαν γὰρ μισῶ τῶν πονηρευομένων.‘
l26,1Εἰς τὸν κϛʹ ψαλμόν, ‘κύριος φωτισμός μου καὶ σωτήρ μου‘
l26,2Εὐχαριστεῖ ἀγαθῶν τε
l26,3ἔντευξιν ἄλλων ποιεῖται.
415 Καὶ τοῦτον διωκόμενος ὑπὸ Σαοὺλ ἐξεῖπε πρὸ τοῦ χρισθῆναι χρίσματι δευτέρῳ βασιλείας. χρίσεις γὰρ τρεῖς γινώσκομεν τοῦ θαυμαστοῦ προφήτου· ἐν Βηθλεὲμ τῷ Σαμουὴλ καὶ γὰρ ἐχρίσθη πρῶτον, δεύτερον πάλιν ἐν Χεβρὼν ὑπὸ φυλῆς Ἰούδα
420μετὰ σφαγὴν τὴν τοῦ Σαοὺλ τοῦ παρανομωτάτου, καὶ τρίτον ὑπὸ τῶν φυλῶν τῶν δώδεκα, καθάπερ ταῖς ἱστορίαις εὕρομεν τῶν Τετραβασιλείων.
l27,1Εἰς τὸν κζʹ ψαλμόν, ‘πρὸς σέ, κύριε, κεκράξομαι‘
l27,2Ὠιδὴ πιστῶν ἐκ προσώπου
l27,3καὶ πρόρρησις τῶν μελλόντων.
423 Ὁρῶν τινας ὁ θαυμαστὸς καὶ κάλλιστος προφήτης ἔξωθεν μὲν εἰρηνικῶς αὐτῷ προσομιλοῦντας
425καὶ φίλους εἶναι λέγοντας, τοῦτ’ ἔστι τοὺς Ζιφαίους, ἔσωθεν δὲ τυγχάνοντας ἐχθροὺς ἀσπονδοτάτους καὶ τούτῳ λάθρᾳ συνεχῶς ἐπιβουλευομένους, τοῦτον ἐξεῖπε τὸν ψαλμὸν εὐχόμενος καὶ λέγων· ‘μὴ συνελκύσῃς με, Χριστέ, μετὰ ἁμαρτανόντων
430μηδὲ συναπολέσῃς με μετὰ τῶν ἀδικούντων, λαλούντων μὲν εἰρηνικῶς ἔξωθεν τῷ πλησίον, ἐκμελετώντων δὲ κακὰ τούτων ἐν ταῖς καρδίαις.‘
l28,1Εἰς τὸν κηʹ ψαλμόν, ‘ἐνέγκατε τῷ κυρίῳ, υἱοὶ θεοῦ‘
l28,2Δι’ αἰνιγμάτων προρρήσεις,
l28,3θεολογία συνάμα.
433 Καὶ τοῦτον ᾖσε τὸν ψαλμόν, προσώπῳ δ’ Ἑζεκίου, ὁπόταν ἐξαπέστειλε πρὸς τὰς αὐτῶν οἰκίας
435τοὺς πεφευγότας ἅπαντας εἰς τὴν σκηνὴν τὴν ἔνδον. ἐπεὶ γὰρ ἐπεστράτευσε Σεναχηρεὶμ ἐκεῖνος, οἱ πέριξ ὄντες ἄνθρωποι τῆς πόλεως ἐκείνης εἰς τὴν σκηνὴν εἰσέδραμον τῷ φόβῳ κρατηθέντες· ἐπεὶ δὲ τούτου τὸν στρατὸν ἀνεῖλεν ὁ δεσπότης,
440πάντας ἐξείλατο λοιπὸν ἐκ τῆς σκηνῆς ἀφόβως καὶ πᾶσιν ἐνετείλατο δοξάζειν τὸν δεσπότην. ‘ἐνέγκατε‘ καὶ γάρ φησι ‘τὴν δόξαν τῷ κυρίῳ, συνέτριψε γὰρ κύριος τὰς κέδρους τοῦ Λιβάνου‘, ἤγουν τοὺς θέλοντας ἡμᾶς καὶ πολεμεῖν καὶ θλίβειν.‘
l29,1Εἰς τὸν κθʹ ψαλμόν, ‘ὑψώσω σε, κύριε, ὅτι ὑπέλαβές με‘
l29,2Εὐχαριστεῖ τῷ κυρίῳ
l29,3ἐξομολόγησιν ᾄδων.
445 Προσώπῳ τοῦτον εἴρηκε τοῦ Ἐζεκίου πάλιν εἰς τὴν αὐτὴν ὑπόθεσιν περὶ τῶν Ἀσσυρίων. ἡσθεὶς γὰρ οὗτος τῇ σφαγῇ τῶν Ἀσσυρίων σφόδρα καὶ τῇ προσθήκῃ μάλιστα τῶν δεκαπέντε χρόνων τῶν προστεθέντων εἰς ζωὴν αὐτῷ παρὰ κυρίου,

54

(450)

λαμπρὰν ἐτέλεσε λοιπὸν τὴν ἑορτὴν κυρίῳ ὡς δῆθεν εἰς ἐγκαινισμὸν ναοῦ τοῦ σεβασμίου, ὅνπερ ἠπείλησεν ἐχθρὸς Σεναχηρεὶμ ἐμπρῆσαι. ‘ὑψώσω σε‘ γάρ, ‘κύριε‘, φησὶν ὁ Ἐζεκίας, ‘τοὺς γὰρ ἐμοὺς οὐκ εὔφρανας ἐχθροὺς τοὺς Ἀσσυρίους.
455ἑσπέρας αὐλισθήσεται κλαυθμὸς εἰς Ἰουδαίαν, σὺ δὲ τὴν ἀγαλλίασιν εἰς τὸ πρωῒ παρέχεις.‘ τοῦτο δὲ πάντως εἴρηκε πρὸς τὴν σφαγὴν ἐκείνων,
ὡς δεξαμένων τὴν σφαγὴν νύκτωρ τῶν Ἀσσυρίων.
l30,1Εἰς τὸν λʹ ψαλμόν, ‘ἐπὶ σοί, κύριε, ἤλπισα‘
l30,2Ἐξομολόγησις ἅμα
l30,3καὶ ἱκετήριος ὕμνος.
459Καὶ τοῦτον ὑπ’ Ἀβεσαλὼμ δεδιωγμένος εἶπεν,
460ἀλλ’ ἐξομολογούμενος θεῷ τὰς ἁμαρτίας. ‘ἔκστασιν‘ γὰρ ὡς ἀληθῶς τὴν ἁμαρτίαν λέγει· ‘ἐγὼ δ’ ἐν τῇ ἐκστάσει μου‘ φησὶν ‘εἶπα, Χριστέ μου, ἀπέρριμμαι παντάπασι τῶν ὀφθαλμῶν σου, λόγε.‘
l31,1Εἰς τὸν λαʹ ψαλμόν, ‘μακάριοι ὧν ἀφείθησαν αἱ ἀνομίαι‘
l31,2Πρόρρησις ἧς τυχεῖν μέλλει
l31,3ἅπας πιστὸς σωτηρίας.
464Τὴν χάριν τοῦ βαπτίσματος προβλέπων ὁ προφήτης
465τοῦτον ἐξεῖπε τὸν ψαλμὸν πρὸς τοὺς βαπτιζομένους. ‘εἰς σύνεσιν‘ δὲ γέγραπται, καθ’ ὅσον ὁ προφήτης συνῆκε τοῦ βαπτίσματος τὴν χάριν καὶ μακρόθεν. ‘ὧν‘ γὰρ ‘ἀφέθησαν‘ φησὶν ‘αἱ ἁμαρτίαι πᾶσαι καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἀνομίαι πάλιν,
470μακάριοι τυγχάνουσιν‘, ὕδατι καθαρθέντες.
l32,1Εἰς τὸν λβʹ ψαλμόν, ‘ἀγαλλιᾶσθε, δίκαιοι, ἐν κυρίῳ‘
l32,2Ὑμνολογεῖν ἐπιτρέπει
l32,3θεολογεῖν τε συνάμα.
471 Οὗτος παρεχσημάτισται πάλιν εἰς Ἐζεκίαν· μετὰ γὰρ τὴν ἐξάλειψιν ἐχθρῶν τῶν Ἀσσυρίων τὸν δῆμον ὅλον νουθετεῖ δοξάζειν τὸν δεσπότην. ‘ἀγαλλιᾶσθε‘ γάρ φησι, ‘δίκαιοι, ἐν κυρίῳ
475καὶ ψαλτηρίῳ ψάλατε, πλὴν δεκαχόρδῳ τούτῳ· διασκεδάζει γὰρ βουλὰς ἐθνῶν‘, τῶν Ἀσσυρίων.
l33,1Εἰς τὸν λγʹ ψαλμόν, ‘εὐλογήσω τὸν κύριον‘
l33,2Εὐχαριστήριος ὕμνος
l33,3θεῷ κακῶν λυτρουμένῳ.
477 Φεύγων τὸν κάκιστον Σαοὺλ ὁ κάλλιστος προφήτης ἦλθεν εἰς πόλιν τὴν Νομὰν οὑτωσὶ καλουμένην, τῷ δ’ Ἀβιμέλεχ ἐντυχὼν ἐκεῖσε κατοικοῦντι,
480ἱερουργῷ τυγχάνοντι τότε τῶν κατὰ νόμον, εἴρηκε ψεῦδος εἰς αὐτὸν ὡς φοβηθεὶς ἁλῶναι· οὐ γὰρ ἐξέφυγον, φησίν, ἀλλ’ ἀπεστάλην ὧδε. τὴν γὰρ ὑπόκρισιν αὐτοῦ ‘ἀλλοίωσιν‘ εἰρήκει. εὐχαριστεῖ δὲ μάλιστα κἀνταῦθα τῷ δεσπότῃ
485ὅτι τὸ ψεῦδος ἔσωσεν αὐτὸν ἐξ ἐναντίων· φησὶ γὰρ ‘ἐν παντὶ καιρῷ κύριον εὐλογήσω‘.
l34,1Εἰς τὸν λδʹ ψαλμόν, ‘δίκασον, κύριε, τοὺς ἀδικοῦντάς με‘
l34,2Ἱκετηρία δικαίου
l34,3περὶ Χριστοῦ πρόρρησίς τε.
487 Ἀπὸ προσώπου τοῦ Σαοὺλ φεύγων ἐξεῖπε τοῦτον· πλὴν μέμνηται καὶ τῶν ἐχθρῶν ἐνταῦθα τῶν Ζιφαίων τῶν φαινομένων ἔξωθεν φίλων αὐτοῦ γνησίων.
490‘τοὺς ἀδικοῦντάς με‘ καὶ γάρ φησι ‘δίκασον, λόγε· ἐμοὶ μὲν γὰρ εἰρηνικὰ τοῖς χείλεσιν ἐλάλουν, ὀργὴν δὲ πάντως ἔσωθεν καὶ φόνον ἐμελέτων.‘ διδάσκει δ’ ἐκ παραδρομῆς ἐνταῦθα τοὺς ἀνθρώπους ἐν συμφοραῖς τὰς προσευχὰς ὁποίας δεῖ προσφέρειν.
495φησὶ γὰρ ‘ἐνοχλούμενος ἐνεδυόμην σάκκον καὶ τὴν ψυχήν μου ταπεινῶν ἐτέλουν ἐν νηστείᾳ· εὐθὺς δὲ προσευχόμενος εἰς κόλπους ἐδεχόμην‘ τὴν ἐκ θεοῦ βοήθειαν κατὰ τῶν ἐναντίων.
l35,1Εἰς τὸν λεʹ ψαλμόν, ‘φησὶν ὁ παράνομος τοῦ ἁμαρτάνειν ἐν ἑαυτῷ‘
l35,2Τοὺς ἀσεβεῖς διελέγχει
l35,3θεολογεῖ τε συνάμα.
499Εἰς ἔλεγχον τῶν ἀσεβῶν τοῦτον Δαυὶδ ἐξεῖπε·

54

(500)

φησὶ γὰρ ‘ὁ παράνομος ἀσχέτως ἁμαρτάνων φόβον οὐδ’ ὅλως τοῦ θεοῦ πρὸ τῶν ὀμμάτων ἔχει‘. ‘εἰς τέλοσ‘ δ’ ἐπιγέγραπται, καθ’ ὅσον μέμνηταί που τῆς παρουσίας τῆς φρικτῆς δευτέρας τοῦ δεσπότου, ‘ἀνθρώπουσ‘ λέγων, ‘κύριε, καὶ κτήνη σώσεις τότε‘.
505κτήνη δὲ σύ μοι νόησον ἐκείνους τοὺς ἀνθρώπους τοὺς μηδαμῶς ἀκούσαντας λόγον σωτηριώδη.
l36,1Εἰς τὸν λϛʹ ψαλμόν, ‘μὴ παραζήλου ἐν πονηρευομένοις μηδὲ ζήλου
l36,2τούσ‘
l36,3Τῆς πονηρίας ἀπάγει
l36,4δικαίων γράφων ἐπαίνους.
507 Ἐνθάδε πᾶσι παραινεῖ Δαυὶδ ὁ ψαλμογράφος μισεῖν μὲν καὶ βδελύττεσθαι τοὺς πονηροὺς ἀνθρώπους καὶ τοὺς πλουτοῦντας φανερῶς ἐκ τῶν ἀδικημάτων.
510‘μὴ παραζήλου‘ γάρ φησιν ‘ἐν πονηρευομένοις· τάχυ γὰρ ξηρανθήσονται καθάπερ χόρτος οὗτοι.‘
l37,1Εἰς τὸν λζʹ ψαλμόν, ‘κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με μηδὲ τῇ
l37,2ὀργῇ σου παιδεύσῃς με‘
l37,3Διδασκαλία τοῦ πῶς δεῖ
l37,4θεῷ ἐξομολογεῖσθαι.
512 Λαβὼν εἰς νοῦν ὁ ψαλμῳδὸς τὴν κρίσιν τοῦ δεσπότου καὶ τὰς βασάνους προστιθεὶς τὰς τότε γινομένας, ὡς ἐξομολογούμενος τὰς ἁμαρτίας λέγει.
515‘μὴ τῷ θυμῷ σου‘ γάρ φησιν ‘ἐλέγξῃς με, σωτήρ μου.‘ τοῦτο γὰρ ὅλον πέφυκεν ‘ἀνάμνησις σαββάτου‘· ὥσπερ γὰρ τοῦτο λέγομεν τὸ σάββατον ἑβδόμην, οὕτως αἰὼν ὁ ὄγδοος σαββάτου λόγον ἔχει, τῶν ἔργων γὰρ παυθήσονται πάντες τῶν ἐν τῷ βίῳ.
l38,1Εἰς τὸν ληʹ ψαλμόν, ‘εἶπα φυλάξω τὰς ὁδούς μου τοῦ μὴ ἁμαρτά‐
l38,2νειν με‘
l38,3Πῶς δεῖ θεῷ ἐντυγχάνειν
l38,4καὶ πῶς ἐξομολογεῖσθαι.
520 Κἂν Ἰδιθοὺμ ἐπιγραφὴν ψαλμὸς ὁ παρὼν φέρει, ἀλλ’ ὁ προφήτης γέγραφε τοῦτον Δαυὶδ ὁ μέγας, ὑπὸ παιδὸς Ἀβεσαλὼμ ἐκπεπολεμημένος· τὸ δ’ ‘εἰς τὸ τέλος, Ἰδιθούμ, ᾠδὴ Δαυὶδ‘ σὺ νόει ὡς χοροψάλτης Ἰδιθοὺμ ἦν κεκλημένος οὗτος,
525ᾧ μελῳδεῖν ἀνέθετο τὸν ψαλμὸν ὁ προφήτης. πλὴν μέμνηται καὶ Σεμεεὶ τοῦ λοιδωροῦντος τοῦτον· τούτου γὰρ χάριν εἴρηκεν ἀρχῇ τῆς μελῳδίας, ‘εἶπα φυλάξω τὰς ὁδοὺς τῆς γλώσσης μου καθάπαξ, ἐθέμην μου τῷ στόματι καὶ φυλακὴν καὶ κλεῖθρα.‘
l39,1Εἰς τὸν λθʹ ψαλμόν, ‘ὑπομένων ὑπέμεινα τὸν κύριον‘
l39,2Ἄιδει εὐχάριστον ᾆσμα
l39,3κατὰ θεὸν σεσωσμένος.
530 Ἐν τούτῳ πάλιν τῷ ψαλμῷ τὴν κάθειρξιν προλέγει τὴν τοῦ προφήτου Δανιὴλ εἰς τὴν αἰχμαλωσίαν. ‘τὸν κύριον ὑπέμεινα‘, φησί, ‘κἀμοὶ προσέσχε, καὶ τῆς ἐμῆς δεήσεως εἰς τάχος ἐπακούσας ἀνήγαγεν ἐκ λάκκου με πάλιν ταλαιπωρίας.‘
l40,1Εἰς τὸν μʹ ψαλμόν, ‘μακάριος ὁ συνιὼν ἐπὶ πτωχόν‘
l40,2Περὶ Χριστοῦ πρόρρησίς τε
l40,3καὶ μαθητοῦ τοῦ προδόντος.
535 Τοῦτον προσώπῳ γέγραφε τοῦ θεανθρώπου λόγου πρὸς τὸν πατέρα λέγοντος ἅπερ ὑπέστη πάθη καὶ τοῦ προδότου τὴν βουλὴν τὴν μετὰ τῶν Ἑβραίων. ‘ὁ‘ γὰρ ‘ἐσθίων μου‘ φησὶ ‘τοὺς ἄρτους καθ’ ἡμέραν,
ἐκεῖνος ἐμεγάλυνε τὸν πτερνισμόν μου, πάτερ.‘
l41,1Εἰς τὸν μαʹ, ‘ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφοσ‘
l41,2Τῶν προφητῶν ἱκετεία
l41,3ἐπ’ ἐκβολῇ τῇ τοῦ ἔθνους.
540 Τὴν ἑβδομηκοντάχρονον ἐν χώρᾳ Βαβυλῶνος αἰχμαλωσίαν συνιεὶς Δαυὶδ τῶν Ἰουδαίων, ἐν οἷς συνῃχμαλώτιστο καὶ Δανιὴλ ὁ θεῖος, τοῦτον ἐξεῖπε τὸν ψαλμὸν προσώπῳ τῶν δικαίων ἐκδυσωπούντων τὸν θεὸν τυχεῖν ἐλευθερίας.
545‘ὃν τρόπον‘ γὰρ ‘ἡ ἔλαφος πηγὰς τὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ‘ φησὶν ‘πρὸς σὲ δραμεῖν ψυχή μου. ἰδεῖν σε γὰρ ἐδίψησα, τὸν ἰσχυρόν, Χριστέ μου· πότε λοιπὸν ὀφθήσομαι, σωτήρ μου, σοὶ τῷ ζῶντι;‘
l42,1Εἰς τὸν μβʹ ψαλμόν, ‘κρῖνόν μοι, ὁ θεός, καὶ δίκασον‘
l42,2Τῶν προφητῶν ἱκετεία
l42,3ἐπ’ ἐκβολῇ τῶν Ἑβραίων.
549Τὴν ἴσην ἔχει δύναμιν οὗτος τῷ προρρηθέντι,

54

(550)

ἀντιβολεῖ δὲ πρὸς θεόν, ‘δίκασον τούτων μέσον‘. πολλὴν γὰρ ἐπεδείκνυντο πρὸς τούτους τὴν κακίαν, ἤγουν οἱ Βαβυλώνιοι ὡς πρὸς τοὺς αἰχμαλώτους· ὅθεν αὐτοὺς ‘ἀνόσιον ἔθνοσ‘ ἐπονομάζει καὶ πάλιν ‘ἄνδρα δόλιον‘ τὸν τούτων βασιλέα,
555‘κρῖνόν μοι‘ λέγων, ‘ὁ θεός, μετὰ τῶν παρανόμων καὶ δίκασον τὴν δίκην μου ἐξ ἔθνους οὐχ ὁσίου, ἀπὸ ἀνθρώπου πονηροῦ ῥῦσαί με καὶ δολίου‘.
l43,1Εἰς τὸν μγʹ ψαλμόν, ‘ὁ θεός, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν‘
l43,2Τῶν προφητῶν ἱκετεία
l43,3ἐπ’ ἐκβολῇ τῶν Ἑβραίων.
558Τὴν πίστιν, τὴν εὐσέβειαν καὶ τὴν πολλὴν ἀνδρείαν
συνεὶς μακρόθεν ὁ Δαυὶδ τῶν θείων Μακκαβαίων
560καὶ τὴν πρὸς τὴν ἀντίστασιν μανίαν Ἀντιόχου, τοῦτον ἐψαλμογράφησε προσώπῳ τούτων λέγων· ‘οὐ γὰρ ἐπελαθόμεθα σοῦ, δέσποτα τῶν ὅλων, καὶ οὐ διεπετάσαμεν γλυπτοῖς ἡμῶν τὰς χεῖρας.‘
l44,1Εἰς τὸν μδʹ ψαλμόν, ‘ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν‘
l44,2Ἐπιφανέντα προβλέπει
l44,3λόγον θεοῦ σαρκοφόρον.
564Προβλέπων τὴν ἀλλοίωσιν τῆς ὅλης οἰκουμένης,
565ἥνπερ υἱὸς ἀγαπητὸς πατρὸς τοῦ προανάρχου καλλίστως μετηλλοίωσεν εἰς γῆν ἐπιδημήσας, καὶ τοῦτον ἐξηρεύξατο μετὰ φωνῆς εὐήχου. πλὴν οὐμενοῦν λαλῶ, φησίν, ἀπ’ ἐμαυτοῦ σοι ταῦτα, τὸ πνεῦμα δὲ τὸ ἅγιον λαλεῖ καὶ προφητεύει·
570‘ἡ γλῶσσά μου‘ καὶ γάρ φησι ‘κάλαμος γραμματέως.‘
l45,1Εἰς τὸν μεʹ ψαλμόν, ‘ὁ θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμισ‘
l45,2Δικαίου εὐχαριστία
l45,3ἐχθρῶν αὐτοῦ λυτρωθέντος.
571 Προφητικοῖς ἐν ὄμμασι προβλέπων ὁ προφήτης τὸ κήρυγμα τὸ πάνσεπτον τὸ τοῦ εὐαγγελίου, ὅπερ εἰς πᾶσαν ἔδραμεν ὡς ὕδωρ οἰκουμένην, τοῦτον ἐξεῖπε τὸν ψαλμόν, καὶ δῆλον ἀπὸ τούτου·
575‘τὰ‘ γὰρ ‘ὁρμήματα‘ φησὶ τὰ τοῦ εὐαγγελίου, ‘τὴν τοῦ θεοῦ εὐφραίνουσι πόλιν, τὴν ἐκκλησίαν.‘ καὶ γὰρ τὸ εὐαγγέλιον ὁ ποταμὸς τυγχάνει.
l46,1Εἰς τὸν μϛʹ ψαλμόν, ‘πάντα τὰ ἔθνη, κροτήσατε χεῖρασ‘
l46,2Ἔθνη καλεῖται πρὸς πίστιν
l46,3ἀπ’ ἄκρου γῆς μέχρις ἄκρου.
578Ἐνθάδε προτεθέσπικεν ἐθνῶν τὴν σωτηρίαν
καὶ τὴν ἀνάληψιν Χριστοῦ τὴν σεβασμιωτάτην.
580φησὶ γάρ, ‘ἐν ἀλαλαγμῷ καὶ σάλπιγγος ἐν ἤχῳ ἀνέβη πρὸς τοὺς οὐρανοὺς ὁ σαρκωθεὶς δεσπότησ‘. καὶ πάλιν, ‘ἐβασίλευσε θεὸς ἐπὶ τὰ ἔθνη‘.
l47,1Εἰς τὸν μζʹ ψαλμόν, ‘μέγας κύριος καὶ αἰνετὸς σφόδρα‘
l47,2Χριστὸς ὑμνεῖται τῷ πλήθει,
l47,3τῶν διωγμῶν πεπαυμένων.
583 Τὸ σάββατον ἀνάπαυσιν πνευματικὴν σημαίνει, βαθμὸς γοῦν ἐστιν ἀρετῆς ἡμέρα τοῦ σαββάτου.
585πρώτη γὰρ ἔστιν ἀρετὴ δευτέρα τε καὶ τρίτη, ἡ πρακτικὴ καὶ φυσικὴ καὶ ἡ τῆς θεωρίας. ἡ φυσικὴ γοῦν ἀρετὴ δευτέρα τοῦ σαββάτου, καθ’ ἣν τοὺς λόγους ἔγνωκεν ἅπαντας τῶν μελλόντων ὁ καὶ προφήτης ἐν ταὐτῷ καὶ βασιλεὺς ἐκεῖνος.
590προγνοὺς γὰρ τὴν κατάστασιν τῆς θείας ἐκκλησίας καὶ σὺν αὐτῇ τὸ κήρυγμα τῶν θείων ἀποστόλων καὶ τοῦτον ᾖσε τὸν ψαλμόν· φησὶ γὰρ οὗτος τάδε· ‘ἐν πόλει τοῦ θεοῦ ἡμῶν‘, δῆθεν τῇ ἐκκλησίᾳ, ‘ὁ τῶν ἁπάντων κύριος θεός τε καὶ δεσπότης
595ὄρη Σιὼν ἐπήξατο‘, πάντως τοὺς ἀποστόλους, ‘ἀποτειχίζειν τὰ πλευρὰ τὰ τοῦ βορρᾶ μακρόθεν.‘
l48,1Εἰς τὸν μηʹ ψαλμόν, ‘ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη‘
l48,2Διδασκαλία, ὁποία
l48,3κόσμον θεοῦ κρίσις μένει.
597 Ἐν τούτῳ προδεδήλωκε τὴν κρίσιν τοῖς ἀνθρώποις. ‘ἀκούσατε‘ καὶ γάρ φησι ‘ταῦτα, πάντα τὰ ἔθνη καὶ γηγενεῖς ἁπαξαπλῶς καὶ παῖδες τῶν ἀνθρώπων‘

54

(600)

(τοὺς δ’ ἀγραμμάτους γηγενεῖς ἐκάλεσεν ὁ λόγος, ἀνθρώπων δ’ εἴρηκεν υἱοὺς τοὺς κεκτημένους λόγον),
‘ὡς ἐν ἡμέρᾳ πονηρᾷ‘, τοῦτ’ ἔστιν ἐν τῇ κρίσει, ‘ἄνθρωπος οὐ λυτρώσεται τῆς δίκης τὸν πλησίον, οὐδ’ ἀδελφὸς γὰρ δύναται τὸν ἀδελφὸν λυτρῶσαι.‘
l49,1Εἰς τὸν μθʹ ψαλμόν, ‘θεὸς θεῶν κύριος ἐλάλησε καὶ ἐκάλεσε τὴν
l49,2γῆν‘
l49,3Θυσίας νόμου ἐκβάλλει
l49,4τὰ τῆς καινῆς ἀντεισάγων.
605 Ἀνατροπὴν τῶν θυσιῶν τοῦ νόμου καταγγέλλων εἰσαγωγήν τε τῆς καινῆς καὶ νέας διαθήκης, καὶ τοῦτον εἶπε τὸν ψαλμὸν ὁ κάλλιστος προφήτης. φησὶ γάρ, ‘εἶπεν ὁ θεὸς πρὸς τοὺς Ἰσραηλίτας, οὐ δέξομαι τοῦ οἴκου σου μόσχους οὐδὲ χιμάρους·
610ἐμὰ γάρ ἐστι ξύμπαντα τὰ τοῦ ἀγροῦ θηρία. θυσίαν θῦσον τῷ θεῷ αἰνέσεως τελείας εὐχάς τε πρὸς τὸν ὕψιστον πέμψον ἀντὶ θυσίας.‘
l50,1Εἰς τὸν νʹ ψαλμόν, ‘ἐλέησόν με, ὁ θεός, κατὰ τὸ μέγα σου‘
l50,2Διδασκαλία, κυρίῳ
l50,3πῶς δεῖ ἐξομολογεῖσθαι.
613 Ὁ δὲ πεντηκοστὸς ψαλμὸς δῆλος ἐξ ἱστορίας. βραχὺ γὰρ ῥαθυμήσαντος τοῦ θαυμαστοῦ προφήτου
615καὶ φθείραντος Βηρσαβεέ, γυναῖκα τοῦ Οὐρίου, καὶ τὸν Οὐρίαν κτείναντος καὶ μόνῃ τῇ κελεύσει, εἰσῆλθε Νάθαν πρὸς αὐτὸν ἐλέγχων ὡς προφήτης. κἀκεῖνος εἰς ἀνάμνησιν ἐλθὼν τῆς ἁμαρτίας ἔγραψε τοῦτον τὸν ψαλμὸν ἐν ἐξομολογήσει
620πρὸς τὸν δεσπότην τοῦ παντὸς λέγων ‘ἐλέησόν με κατὰ τὸ μέγα ἔλεος τῆς σῆς φιλανθρωπίασ‘. οἶκτον δὲ μέγαν ἐκζητεῖ μεγάλως ἁμαρτήσας· τῷ φόνῳ γὰρ ἐκέρασεν ἐκεῖνος τὴν μοιχείαν, ὅθεν ἀνόμημα καλεῖ ταύτην τὴν ἁμαρτίαν.
625ὡς ‘ἐπὶ πλεῖον πλῦνόν με‘ φησὶ ‘τῆς ἁμαρτίας, ὅτι τὴν ἀνομίαν μου, σῶτερ, ἐγὼ γινώσκω‘ δυσέκπλυτον ὑπάρχουσαν καὶ πλήρη δυσωδίας, ‘ὅπως ἐν κρίσει, δέσποτα, νικήσῃς κατὰ κράτοσ‘. ἂν γὰρ εἰς κρίσιν μετ’ ἐμοῦ θέλων εἰσέλθῃς, λόγε,
630ἐγὼ μὲν ἡττηθήσομαι κατακριθεὶς μεγάλως ὡς ἁμαρτήσας μέγιστα, σὺ δὲ νικήσεις, σῶτερ, ὡς φιλανθρωπευσάμενος ἐμοὶ τῷ κατακρίτῳ. ‘μὴ ἀπορρίψῃς με‘ φησὶν ‘ἀπὸ τοῦ σοῦ προσώπου μηδ’ ἀντανέλῃς ἀπ’ ἐμοῦ τὸ πνεῦμά σου τὸ θεῖον‘,
635τῆς προφητείας τῆς σεπτῆς τὴν χάριν δηλονότι, ‘ὅπως διδάξω ξύμπαντας ἀνόμους τὰς ὁδούς σου‘, ἤγουν ἀρχέτυπος φανῶ στήλη τῆς μετανοίας τοῖς ἐπιστρέφειν θέλουσιν ἐκ παρανόμου βίου. ἀλλ’ αὖθις αἰνιττόμενος τὴν νέαν διαθήκην
640καὶ προδηλῶν ἀνατροπὴν τῶν θυσιῶν τοῦ νόμου, ‘ὁλοκαυτώματα‘ φησὶν ‘οὐκ εὐδοκήσεις, λόγε· θυσία γάρ σοι τῷ θεῷ πνεῦμα συντετριμμένον‘.
l51,1Εἰς τὸν ναʹ ψαλμόν, ‘τί ἐγκαυχᾷ ἐν κακίᾳ, ὁ δυνατός;‘
l51,2Πονηρῶν τρόπον ἐλέγχει
l51,3καὶ {τὴν} τελευτὴν τούτων λέγει.
643 Ἐπιτηρήσας τὸν Δαυὶδ Δωὴκ ὁ Ἰδουμαῖος φεύγοντα πάλαι ἀκρατῶς καὶ πρὸς τὸν Ἀβιμέλεχ
645ἐλθόντα καὶ κρυπτόμενον ψυχαγωγίας χάριν, ἀνήγγειλε τὸ γεγονὸς πρὸς τὸν Σαοὺλ αὐτίκα· εὐθὺς δὲ πέμψας ὁ Σαοὺλ ξιφήρεις στρατιώτας τῶν ἱερέων ἔφθειρε τὴν πόλιν παρανόμως. μεμαθηκὼς γοῦν ὁ Δαυὶδ ταύτην τὴν ἀνομίαν

54

(650)

τοῦτον ἐξεῖπε τὸν ψαλμὸν κατὰ Δωὴκ ἀξίως.
‘τί‘ γάρ φησιν, ‘ὁ δυνατός, καυχᾷ τῇ σῇ κακίᾳ;‘ καὶ καθεξῆς τὰ ῥήματα τὰ τοῦ ψαλμοῦ προλέγει. τοῦτον δὲ λέγει δυνατὸν ὡς τῷ Σαοὺλ οἰκεῖον.
l52,1Εἰς τὸν νβʹ ψαλμόν, ‘εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ‘
l52,2Ἐμφάνεια τοῦ σωτῆρος,
l52,3ἀπαλλαγὴ δ’ ἀθεΐας.
654Πρὸς Ἐζεκίαν τὸν ψαλμὸν καὶ τοῦτον ἀναφέρει
655ὡς παρ’ ἐκείνου μέλλοντα δῆθεν ἐκφωνηθῆναι ὑπὲρ ἁπάσης δηλαδὴ χορείας τῶν Ἑβραίων, εἶτα δηλοῖ καὶ τὴν σφαγὴν τῶν Ἀσσυρίων, λέγων ‘ἐκεῖ γὰρ ἐφοβήθησαν, οὗπερ οὐκ ἦν τις φόβοσ‘.
l53,1Εἰς τὸν νγʹ ψαλμόν, ‘ὁ θεός, ἐν τῷ ὀνόματί σου σῶσόν με‘
l53,2Προσεύχεται ὁ ἀγῶνα
l53,3κατὰ θεὸν διανύων.
659Ὁ δὲ πεντηκοστότριτος ἱστορεῖ τι συντόμως·
660φυγόντα γάρ ποτε Δαυὶδ εἰς πόλιν τῶν Ζιφαίων καὶ παρ’ αὐτοῖς κρυπτόμενον ὡς φαινομένοις φίλοις, τοῦτον οἱ πονηρότατοι τῷ Σαοὺλ προδιδοῦσι. καὶ πάντως ἂν ἐθήρασεν ἐκεῖνος τὸν προφήτην, εἰ μή τις ἄνωθεν ῥοπὴ κατὰ Σαοὺλ πεμφθεῖσα
665ἐχθροὺς ἐξήγειρεν αὐτῷ βαρβάρους ἀλλοφύλους, πρὸς οὓς παραταξάμενος ὡς ἐπιτιθεμένους τὸν πόλεμον ἠρνήσατο τὸν κατὰ τοῦ προφήτου, ὅθεν φησὶ πρὸς τὸν θεὸν ὁ θαυμαστὸς προφήτης· ‘τοὺς φαινομένους ἔξωθεν φίλους καὶ ψευδομένους
670ἐξολοθρεύσειας, Χριστέ, τῇ σῇ νῦν ἀληθείᾳ.‘
l54,1Εἰς τὸν νδʹ ψαλμόν, ‘ἐνώτισαι, ὁ θεός, τὴν προσευχήν μου‘
l54,2Τὰ τολμηθέντα διδάσκει
l54,3τοῖς παρανόμοις Ἑβραίοις.
671Καὶ τοῦτον διωκόμενος παρὰ Σαοὺλ ἐξεῖπε·
φυγὼν γὰρ οὗτος καὶ δραμὼν εἰς πόλιν ἀλλοφύλων αὖθις ἐκεῖθεν ἔφυγε πρὸς τὰς ἐρήμους μόνος μὴ φέρων βλέπειν τῶν ἐχθρῶν τὴν δεισιδαιμονίαν.
675ὅθεν φησίν, ‘ἐμάκρυνα, δέσποτα, φυγαδεύων, ηὐλίσθην ἐν ἐρήμῳ δὲ‘ φυγὼν τοὺς ἀλλοφύλους, ἔχει δ’ ἐμφάσεις καί τινας Χριστοῦ τῆς προδοσίας.
l55,1Εἰς τὸν νεʹ ψαλμόν, ‘ἐλέησόν με, ὁ θεός, ὅτι κατεπάτησέ με‘
l55,2Τελείου εὐχαριστία
l55,3ἐχθρῶν αὐτοῦ λυτρωθέντος.
678 Τοῦτον ἐθρηνογράφησεν ὁ θαυμαστὸς προφήτης ὁπόταν ἔφυγεν εἰς Γέθ, τὴν πόλιν ἀλλοφύλων,
680καὶ τοῦτον ἐπαγίδευσαν κατακεκρατηκότες. ‘ἐλέησόν με‘ γάρ φησιν, ‘ὁ θεός, φιλανθρώπως, ὅτι με κατεπάτησεν ἄνθρωπος ἐν τῷ βίῳ‘, τοῦτ’ ἔστιν, ἅπας ἄνθρωπος ἐξεπολέμησάν με καὶ νίκην εὗρον κατ’ ἐμοῦ, κατετροπώσαντό με,
685εἶτά φησιν ἀπολυθείς, εὐχαριστῶν ἐκεῖθεν· ‘σὺ τὴν ψυχήν μου τὸ λοιπὸν ἐρρύσω τοῦ θανάτου, τοὺς ὀφθαλμούς μου πάλιν δέ, σωτήρ, ἀπὸ δακρύων.‘ καὶ γὰρ σχηματισάμενος νοσεῖν ἐπιληψίαν ἐκεῖθεν ἠλευθέρωτο τῆς χώρας τῶν βαρβάρων.
l56,1Εἰς τὸν νϛʹ ψαλμόν, ‘ἐλέησόν με, ὁ θεός, ἐλέησόν με, ὅτι ἐπὶ σοὶ
l56,2πέποιθεν ἡ ψυχή μου‘
l56,3Εὐχαριστεῖ καὶ προλέγει
l56,4τὴν τῶν ἐθνῶν σωτηρίαν.
690 Φεύγων τὸν κάκιστον Σαοὺλ ὁ κάλλιστος προφήτης ὑπό τι σπήλαιον βαθὺ κρύπτεται λανθανόντως, μέσας δὲ νύκτας ἐξελθὼν αὖθις ἐκ τοῦ σπηλαίου εὗρεν ὑπνοῦντα τὸν στρατὸν τὸν τοῦ Σαοὺλ ἐκεῖσε.
εἶτα σκοπήσας ἀκριβῶς καὶ κατιχνηλατήσας
695εἰς τὸν κοιτῶνα τοῦ Σαοὺλ ἀγνώστως ἐπεισῆλθεν· ἔνθα δυνάμενος αὐτὸν φονεῦσαι καθυπνοῦντα τοῦτο μὲν οὐκ ἐτέλεσεν ὁ θαυμαστὸς προφήτης, μονονουχὶ πρὸς ἑαυτὸν λέγων ‘μὴ διαφθείρῃς τὴν ἀρετὴν τὴν θαυμαστήν, τὴν ἀμνησικακίαν‘,

54

(700)

ἀλλὰ πρὸς πίστιν ἐντελῆ τῆς ἀμνησικακίας τὸ κράσπεδον ἐξέκοψεν ἐκείνου τῶν δεμνίων καὶ πάλιν λάθρᾳ πέφευγεν ἐκεῖθεν ὁ προφήτης.
l57,1Εἰς τὸν νζʹ ψαλμόν, ‘εἰ ἀληθῶς ἄρα δικαιοσύνην λαλεῖτε;‘
l57,2Διδασκαλία τοῖς πᾶσι
l57,3θεοῦ δικαιοκρισίας.
703 Δὶς τὸν Σαοὺλ αἰχμάλωτον κρατήσας ὁ προφήτης πάλιν ἀπέλυσεν αὐτὸν μεγάλως νουθετήσας
705καὶ δείξας καὶ τὸ κράσπεδον ἐκείνου τῶν δεμνίων καὶ πείσας ὅτι δυνατὸς ἦν τοῦτον ἀποκτεῖναι· κἀκεῖνος ὑποσχόμενος ὅρκοις φρικωδεστάτοις εἰρήνην ἔχειν μετ’ αὐτοῦ, τοῦτ’ ἔστι τοῦ προφήτου, τοὺς ὅρκους, φεῦ, παρέβαινε καὶ τοῦτον ἐπολέμει,
710ὡς γοῦν ἐκράτησεν αὐτὸν αἰχμάλωτον καὶ πάλιν, φησὶ πρὸς τοῦτον ὁ Δαυίδ, μὴ θέλων τοῦτον κτεῖναι· ‘εἰ ἀληθῶς λελάληκας ποτὲ δικαιοσύνην‘, τοῦτ’ ἔστιν, ἂν οὐδέποτε παρέβης σου τοὺς ὅρκους, ‘αὐτός, Σαούλ, ἀπάγγειλον καὶ δίκασον καὶ κρῖνον.‘
l58,1Εἰς τὸν νηʹ ψαλμόν, ‘ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, ὁ θεόσ‘
l58,2Κλῆσιν ἐθνῶν, Ἰουδαίων
l58,3ἀποβολὴν προφητεύει.
715Φθόνῳ τυρεύων ὁ Σαοὺλ τὸν φόνον τοῦ προφήτου,
ἐπείπερ τοῦτον σύνδειπνον εἶχεν αὐτὸς πολλάκις, καὶ τότε μᾶλλον κατ’ ἀρχὰς τῆς τούτων συγγενείας (ἡ γὰρ θυγάτηρ τοῦ Σαούλ, Μελχὸλ ἡ καλουμένη, σύνευνος ἦν τοῦ θαυμαστοῦ Δαυὶδ τοῦ ψαλμογράφου),
720ἔν τινι δείπνῳ κατ’ αὐτοῦ τὸ ξίφος εὐτρεπίσας ἔσπευδε τοῦτον ἀνελεῖν, ὢ τόλμης ἀπανθρώπου. ὁ γοῦν Δαυὶδ ὡς ᾔσθετο τῶν ἐπιβουλευμάτων, εὐθὺς ἐξέφυγε δραμὼν πρὸς τὸν οἰκεῖον οἶκον, ἀλλ’ ὁ Σαοὺλ ἐξέπεμψεν ἐκεῖσε στρατιώτας
725πέριξ τὸν οἶκον καθορᾶν, μή πως ἐκεῖθεν φύγῃ· ὅμως δ’ ἀπεδραπέτευσεν ἐκεῖθεν ὁ προφήτης, τοῦτον οὖν τότε γέγραφεν εὐχαριστῶν καὶ λέγων ‘ἐκ τῶν ἐχθρῶν μου, ὁ θεός, καὶ πάλιν ἐξελοῦ με‘.
l59,1Εἰς τὸν νθʹ ψαλμόν, ‘ὁ θεός, ἀπώσω ἡμᾶς καὶ καθεῖλες ἡμᾶσ‘
l59,2Ὕμνος ἱκέσιος ἅμα
l59,3εὐχαριστίᾳ κυρίῳ.
729Τοῦτον δὲ γέγραφε, φησίν, ὁ μέγιστος προφήτης,
730ὁπόταν ἐνεπύρισε τὴν Μεσοποταμίαν καὶ τὴν Συρίαν τοῦ Σωβάλ, καὶ τὸν Ἐδὼμ ἀνεῖλε διὰ χειρὸς τοῦ Ἰωβάβ, δώδεκα χιλιάδας. οὐδὲν δὲ τούτων γέγραπται τοῖς Τετραβασιλείοις, ἀλλ’ οὐδὲ πάλιν ὁ ψαλμὸς ἔμφασιν ἔχει τούτων,
735μόνης δὲ μέμνηται ἀεὶ τῆς πρὶν αἰχμαλωσίας, ἥνπερ ᾐχμαλωτίσθησαν οἱ παῖδες τῶν Ἑβραίων. ἄκουσον καὶ γὰρ τί φησιν, ὡς ἐκ τῶν αἰχμαλώτων ἐπιθυμούντων κατιδεῖν τὴν πόλιν τὴν ἁγίαν· ‘καὶ τίς ἀπάξει με‘ φησὶ ‘περιοχῆς εἰς πόλιν;
740ἢ τίς καθοδηγήσει με μέχρι τῆς Ἰδουμαίας;
οὐ πάντως σύ, Χριστέ, θεός, ὁ ἀπωσάμενός με;‘
l60,1Εἰς τὸν ξʹ ψαλμόν, ‘εἰσάκουσον, ὁ θεός, τῆς δεήσεώς μου‘
l60,2Κλῆσιν ἐθνῶν, Ἰουδαίων
l60,3ἀποβολὴν προφητεύει.
742 Ἐνθάδε προδεδήλωκε καὶ τὴν αἰχμαλωσίαν καὶ τὴν δοθεῖσαν πρὸς αὐτοὺς αὖθις ἐλευθερίαν παρὰ τοῦ βασιλεύσαντος τῷ τότε Ζοροβάβελ.
745αὐτὸς γὰρ ἐπεστράτευσε κατὰ Βαβυλωνίων κἀκεῖθεν ἐλυτρώσατο τοὺς αἰχμαλωτισθέντας. ‘ἡμέραν ἐφ’ ἡμέραν‘ γάρ φησι ‘τοῦ βασιλέως τὰ ἔτη μέχρι γενεᾶς καὶ γενεᾶς αὐξήσεισ‘· εὐχὴ δὲ τοῦτο πέφυκε τῶν ἐλευθερωθέντων.
l61,1Εἰς τὸν ξαʹ ψαλμόν, ‘οὐχὶ τῷ θεῷ ὑποταγήσεται ἡ ψυχή μου;‘
l61,2Διδασκαλία, ᾗ πᾶς τις
l61,3λύπας ψυχῆς θεραπεύει.

54

(750)

Τῆς ἀρετῆς μιμνήσκεται τῶν θείων Μακκαβαίων καὶ τῆς πρὸς τὸν Ἀντίοχον ἐνστάσεως ἐκείνων. ἀναγκαζόμενοι καὶ γὰρ εἰδώλοις προσκυνῆσαι, ταῦτα, φησί, πρὸς ἑαυτοὺς ἠρέμα προσελάλουν· ‘οὐχ ἡ ψυχή μου τῷ θεῷ ὑποταγῆναι μέλλει;
755καὶ γὰρ αὐτὸς καθέστηκε θεός μου καὶ σωτήρ μου.‘
l62,1Εἰς τὸν ξβʹ, ‘ὁ θεός, ὁ θεός μου, πρὸς σὲ ὀρθρίζω‘
l62,2Ὕμνον εὐχάριστον ᾄδει
l62,3ὁ ζῶν ἐν νόμῳ κυρίου.
756 Φυγὼν καὶ πάλιν ὁ Δαυὶδ Σαοὺλ τὸν τολμητίαν εἰς τὰς ἐρήμους ἔμαθε τὸν θάνατον ἐκείνου. ἔνθα καὶ τοῦτον τὸν ψαλμὸν εὐχαριστῶν ἐξεῖπε· ‘τὰ χείλη μου‘ καὶ γάρ φησι ‘νῦν ἐπαινέσουσί σε,
760ἐμοῦ γὰρ ἀντελάβετο, σῶτερ, ἡ δεξιά σου· αὐτοὶ δ’ ἐζήτησαν λαβεῖν εἰς μάτην τὴν ψυχήν μου,
ἀλλ’ εἰσελεύσονται πρὸς γῆς τὰ κατωτέρω μέρη.‘
l63,1Εἰς τὸν ξγʹ ψαλμόν, ‘εἰσάκουσον, ὁ θεός, φωνῆς μου‘
l63,2Διδάσκει πῶς δεῖ βιώσκειν
l63,3τὸν ἀθλητὴν· {τῆς} εὐσεβείας.
763 Τὸν τοῦ Σαοὺλ μεμαθηκὼς θάνατον ὁ προφήτης καὶ μνημονεύσας τῶν πολλῶν ἐπιβουλῶν ἐκείνου,
765ἐπεύχεται μηδέποτε περιπεσεῖν ὁμοίῳ. φησὶ γὰρ οὕτω πρὸς θεὸν ἐξ ὅλης τῆς καρδίας· ‘ἐκ συστροφῆς με σκέπασον τῶν πονηρευομένων, οἵτινες ἐξηκόνησαν τὰς γλώσσας ὡς ῥομαίαν, τόξον αὐτῶν ἐνέτειναν πρᾶγμα πικρόν, τὸ ψεῦδος,
770κατατοξεῦσαι θέλοντες ἄμωμον ἀποκρύφως.‘
l64,1Εἰς τὸν ξδʹ ψαλμόν, ‘σοὶ πρέπει ὕμνος, ὁ θεός, ἐν Σιών‘
l64,2Ἔθνη καλεῖ πρὸς τὴν πίστιν
l64,3{ὁ} προφήτης βλέπων τὸ μέλλον.
771 Τοῦτον προσώπῳ γέγραφε τῶν αἰχμαλωτισθέντων, ποθούντων θύειν τῷ θεῷ, μὴ δυναμένων δ’ ὅμως· ἐν Παλαιστίνῃ γὰρ ἐξῆν ἐκείνοις τότε θύειν. ὅθεν φασὶ πρὸς τὸν θεὸν ἐκ τῆς αἰχμαλωσίας·
775‘σοὶ πρέπει ὕμνος, ὁ θεός, ἐν τῇ Σιὼν ὡς ἔθος, εὐχὴ δ’ ἐν Ἱερουσαλὴμ ἀποδοθήσεταί σοι.‘
l65,1Εἰς τὸν ξεʹ ψαλμόν, ‘ἀλαλάξατε τῷ κυρίῳ πᾶσα ἡ γῆ‘
l65,2Κλῆσις ἐθνῶν πρὸς τὴν πίστιν,
l65,3προμαρτυρία κηρύκων.
777 Ἐνταῦθα τὴν ἀνάστασιν προλέγει τοῦ σωτῆρος (φησὶ γάρ, ‘ἀλαλάξατε, γῆ πᾶσα, τῷ κυρίῳ‘), μέμνηται δὲ μετὰ μικρὸν καὶ τῆς ἐλευθερίας,
780τῶν Ἰουδαίων λέγω δή, τῆς ἀπὸ Βαβυλῶνος. ἐνταῦθα γὰρ ὡς ἀληθῶς ἐκείνους σχηματίζει θαρρούντως ὑποστρέφοντας ἐκ τῆς αἰχμαλωσίας
καὶ τῷ δεσπότῃ τοῦ παντὸς ὑπερευχαριστοῦντας ὅτι λελύτρωκεν αὐτοὺς ἐξ εἰδωλολατρίας.
785‘εἰσήγαγεσ‘ καὶ γάρ φησιν ‘ἡμᾶς εἰς τὴν παγίδα καὶ θλίψεις ἔθου συνεχεῖς ἡμῶν ἐπὶ τὸν νῶτον· διὰ πυρὸς καὶ ὕδατος διήλθομεν ἀθλοῦντες, σὺ δ’ ἀλλ’ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχὴν πᾶσαν.‘ ταῦτα δὲ πάντως εἴρηκε προσώπῳ τῶν ἁγίων
790τῶν τοῖς Ἑβραίοις τοῖς λοιποῖς συναιχμαλωτισθέντων.
l66,1Εἰς τὸν ξϛʹ ψαλμόν, ‘ὁ θεὸς οἰκτειρήσαι ἡμᾶσ‘
l66,2Κλῆσις ἐθνῶν κήρυγμά τε
l66,3κηρύκων σῷζον ἐκ πάντων.
791 Τὴν τοῦ δεσπότου σάρκωσιν ἐνθάδε προσημαίνει τὴν κλῆσίν τε τὴν τῶν ἐθνῶν ἡμῶν τῶν ἀπωσμένων. ‘ὁ‘ γὰρ ‘θεὸσ‘ φησὶν ‘ἡμᾶς εἰς τέλος οἰκτειρήσαις καὶ ἐφ’ ἡμᾶς τὸ πρόσωπον ἐνθέως ἐπιφάναις,
795ὡς ἐν τῇ γῇ γνωσθῆναί σου τὴν τρίβον τοῖς ἀνθρώποις καὶ πᾶσιν ἔθνεσι τὸ σὸν σωτήριον δοθῆναι.‘
l67,1Εἰς τὸν ξζʹ ψαλμόν, ‘ἀναστήτω ὁ θεός, καὶ διασκορπισθήτωσαν‘
l67,2Ἐνανθρωπῆσαι σωτῆρα
l67,3καὶ ἔθνη σῶσαι προλέγει.
797 Τὴν ἴσην ἔχει δύναμιν οὗτος τῷ προρρηθέντι, προλέγει γὰρ τὴν σάρκωσιν τοῦ λόγου καὶ δεσπότου. τὸ δ’ ‘ἀναστήτω ὁ θεὸσ‘ συμμαρτυρεῖ τῷ λόγῳ.
l68,1Εἰς τὸν ξηʹ ψαλμόν, ‘σῶσόν με, ὁ θεόσ‘
l68,2Πάθη Χριστοῦ, θεοκτόνων
l68,3ἀποβολὴ Ἰουδαίων.

54

(800)

Ἐνθάδε πάθη τὰ σεπτὰ προλέγει τοῦ σωτῆρος καὶ τῶν Ἑβραίων ἔκπτωσιν τῶν καταρατοτάτων. ‘εἰσ‘ γὰρ ‘τὴν δίψαν μου‘ φησὶν ‘ἐπότισάν με ὄξος,
εἰς δὲ τὸ βρῶμά μου χολὴν ἀντιδεδώκασί μοι.‘
l69,1Εἰς τὸν ξθʹ ψαλμόν, ‘ὁ θεός, εἰς τὴν βοήθειάν μου πρόσσχεσ‘
l69,2Ἱκετηρία δικαίου
l69,3ἢ καὶ Χριστοῦ τοῦ σωτῆρος.
804Καὶ τοῦτον ὑπ’ Ἀβεσαλὼμ δεδιωγμένος εἶπεν·
805ὅθεν τῆς ἄνωθεν ῥοπῆς τυχεῖν ἐπικαλεῖται. φησὶ γὰρ ‘πρόσσχες, ὁ θεός, εἰς τὴν βοήθειάν μου‘. ἐγράφη δ’ ‘εἰς ἀνάμνησιν τοῦ σῶσόν με, Χριστέ μου‘, καθ’ ὅσον ὧδε μέμνηται πάλιν τῆς ἁμαρτίας· φησὶ γὰρ ‘ἔγωγε πτωχὸς καὶ πένης εἰμί, λόγε‘,
810ἤγουν οὐδ’ ὅλως κέκτημαι τῆς ἀρετῆς τὸν πλοῦτον.
l70,1Εἰς τὸν οʹ ψαλμόν, ‘ἐπὶ σοί, κύριε, ἤλπισα‘
l70,2Πάθη Χριστοῦ καὶ θανάτου
l70,3τὴν ἐξανάστασιν λέγει.
811 Ὁ δὲ Ἰωναδὰβ υἱὸς ἐστί τις χοραψάλτης, ὃς δὴ τὸν ἑβδομηκοστὸν ᾖσε ψαλμὸν τῷ λόγῳ, ‘ὑπὲρ τῶν πρώτωσ‘ δέ φησιν ‘ἐξαιχμαλωτισθέντων‘. ὁ Ναβουχοδονόσορ γὰρ ὁ τῆς Περσίδος ἄναξ
815τρισσάκις ᾐχμαλώτευσε τὴν χώραν Ἰουδαίας· ἐνταῦθα γοῦν προϊστορεῖ τὴν ἅλωσιν τὴν πρώτην.
l71,1Εἰς τὸν οαʹ, ‘ὁ θεός, τὸ κρῖμά σου τῷ βασιλεῖ δόσ‘
l71,2Ὅτι Χριστὸς βασιλεύει
l71,3καὶ προσκαλεῖται τὰ ἔθνη.
817 Τὸν νῦν παρόντα γέγραφεν ὑπὲρ τοῦ Σολομῶντος, οἶμαι τοῦ καθ’ ἡμᾶς, Χριστοῦ τοῦ εἰρηνικωτάτου. εἰρηνικὸς γὰρ λέγεται πᾶς Σολομῶν ἀξίως,
820καὶ τίς εἰρηνικώτερος τοῦ θεανθρώπου λόγου τοῦ πᾶν ἐκ γῆς ἐξάραντος δάκρυον φιλανθρώπως;
φησὶ γάρ, ‘καταβήσεται ὡς ὑετὸς εἰς πόκον‘.
l72,1Εἰς τὸν οβʹ ψαλμόν, ‘ὡς ἀγαθὸς ὁ θεὸς τῷ Ἰσραήλ‘
l72,2Ἐπ’ ἀσεβῶν εὐπραγίᾳ,
l72,3μακροθυμίᾳ δεσπότου,
l72,4νοῦς ἀσθενῶν ταῦτα λέγει.
823 Τοὺς προγραφέντας τῶν ψαλμῶν ᾖσε Δαυὶδ ὁ θεῖος ψάλλων οἰκείῳ στόματι τὰ γεγραμμένα μέλη·
825ὅσους δ’ ἐκ τούτων γέγραφε ψαλμοὺς εἰς ὑποθέσεις, τοῖς χοροψάλταις μελῳδεῖν ἐδίδου κατὰ τάξιν. τὸν γοῦν παρόντα δέδωκε ψαλμὸν Ἀσὰφ ἐξᾴδειν, προσώπῳ μέντοι γέγραπται τῶν αἰχμαλωτισθέντων, ἀπολυθέντων τῆς πικρᾶς ὄντως αἰχμαλωσίας
830καὶ τοὺς ἐκεῖσε λέγοντας συλλογισμοὺς ἐκείνων. ‘ὡς ἀγαθὸσ‘ γὰρ ‘ὁ θεὸς τῷ Ἰσραὴλ τυγχάνει‘ ἐλευθερώσας τῆς πικρᾶς ἡμᾶς αἰχμαλωσίας· ‘ἐμοῦ γὰρ ἐσαλεύθησαν παρὰ μικρὸν οἱ πόδεσ‘, τοῦτ’ ἔστιν, ἐκινδύνευον παρὰ μικρὸν ἐκεῖσε
835ὀλιγωρῆσαι καὶ πεσεῖν ἐλπίδος τοῦ δεσπότου.
l73,1Εἰς τὸν ογʹ ψαλμόν, ‘ἵνα τί, ὁ θεός, ἀπώσω εἰς τέλος;‘
l73,2Πολιορκίαν ἐσχάτην
l73,3τὴν ἐκ Ῥωμαίων προλέγει.
836 Καὶ τοῦτον ᾖσεν ὁ Δαυὶδ Ἀσὰφ χειρὶ προφήτου. ἐν τούτῳ δὲ δεδήλωκεν ὁ θαυμαστὸς προφήτης τὴν τελευταίαν καὶ μακρὰν ὄντως αἰχμαλωσίαν τῆς πονηρᾶς συναγωγῆς τοῦ γένους τῶν Ἑβραίων,
840ἥνπερ ᾐχμαλωτίσθησαν ὕστερον ὑπὸ Τίτου, τοῦ τῶν Ῥωμαίων ἄνακτος τοῦ στρατηγικωτάτου. αὐτὸς γὰρ ἐπεστράτευσε τότε κατ’ Ἰουδαίων καὶ πάσας ἐξεπόρθησε τὰς πόλεις Ἰουδαίας
καὶ τὴν μητρόπολιν αὐτῶν ἠφάνισεν εἰς τέλος
845καὶ πάντας ᾐχμαλώτισε πάμπαν τοὺς Ἰουδαίους ἡμέραν ἄγοντας λαμπρὰν τῆς ἑορτῆς τοῦ πάσχα. ‘ἵνα τί‘ γάρ φησιν ‘ἡμᾶς ἀπώσω μέχρι τέλους;‘ (οὐκέτι γὰρ ἀνάκλησιν ἐλπίζομεν εὑρέσθαι) ‘καὶ μνήσθητι συναγωγῆς ἧς ἀπ’ ἀρχῆς ἐκτήσω,

54

(850)

ἔπαρον δὲ τὰς χεῖράς σου κατὰ τῶν ἐναντίων· ἐνεκαυχήσαντο καὶ γὰρ μέσον τῆς ἑορτῆς σου, καὶ τῆς Σιὼν ἐξέκοψαν τὰς πύλας ἐν ἀξίναις, ταύτην δ’ εἰς γῆν κατέρραξαν ἐν τοῖς λαξευτηρίοις.‘
l74,1Εἰς τὸν οδʹ ψαλμόν, ‘ἐξομολογησόμεθά σοι, ὁ θεόσ‘
l74,2Θεολογία καὶ μνήμη
l74,3τοῦ θείου δικαστηρίου.
854Καὶ τοῦτον ᾖσε τὸν ψαλμὸν Ἀσὰφ χειρὶ προφήτου.
855πλὴν ἐπειδὴ μιμνήσκεται τοῦ θείου κριτηρίου (‘ποτήριον‘ καὶ γάρ φησιν ‘ἐν τῇ χειρὶ κυρίου‘), μονονουχὶ πρὸς τοὺς χρηστοὺς καὶ τοὺς ἀμνησικάκους μὴ διαφθείρειν νουθετεῖ τὴν ἀρετὴν εἰς τέλος, ‘ὅτι ποτήριόν ἐστιν ἐν τῇ χειρὶ κυρίου‘,
860τοῦτ’ ἔστι κρίσις ἀκριβὴς πάντων τῶν πεπραγμένων, ‘οἴνου δ’ ἀκράτου πέφυκε πληρέστατον ἐκεῖνο‘, ἤγουν μεστὸν καθέστηκεν ἐνδίκου τιμωρίας. ‘ἀλλὰ κἂν ἔκλινε‘ φησὶν ‘ἐκ τούτου νῦν εἰς τοῦτο, πλὴν ὁ τρυγίας οὐδαμῶς ἐξεκενώθη τούτου.‘
865ἂν ἐν τῷ κόσμῳ γάρ, φησίν, οὐ πάντοτε κολάζῃ τοὺς ἁμαρτάνοντας βροτοὺς ὁ λόγος καὶ δεσπότης, ἀλλὰ ποτὲ μὲν ἐλεεῖ διὰ φιλανθρωπίαν, ποτὲ δὲ πάλιν τιμωρεῖ διὰ τὴν ἁμαρτίαν, ἀλλ’ ὅμως ὕστερον ἐλθὼν εἰς κρίσιν μετ’ ἀγγέλων
870τοὺς μὴ μετανοήσαντας ποτίσει τὸν τρυγίαν.
l75,1Εἰς τὸν οεʹ ψαλμόν, ‘γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ θεόσ‘
l75,2Κρίσις θεοῦ ἀσεβοῦντας
l75,3τιμωρουμένη ἐνδίκως.
871 Καὶ τοῦτον ᾖσε τὸν ψαλμὸν Ἀσὰφ χειρὶ προφήτου· πλὴν προθεσπίζει τὴν πληγὴν καὶ τὴν σφαγὴν ἐκείνην τὴν ἐνεχθεῖσαν ἐν νυκτὶ πάλαι τοῖς Ἀσουρίοις. ‘ὁ‘ γὰρ ‘θεὸς γνωστός ἐστι‘ φησὶν ‘ἐν Ἰουδαίᾳ,
875ἐκεῖ καὶ γὰρ συνέτριψε τὰ κράτη τὰ τῶν τόξων, ὅπλον καὶ πόλεμον ὁμοῦ καὶ στίλβουσαν ῥομφαίαν· ὕπνωσαν ὕπνον ἑαυτῶν, οὐδὲν δὲ πάντως εὗρον.‘ ὕπνον δὲ λέγει νουνεχῶς τὸν θάνατον ἐκείνων.
l76,1Εἰς τὸν οϛʹ, ‘φωνῇ μου πρὸς κύριον ἐκέκραξα, φωνῇ μου πρὸς τὸν
l76,2θεόν, καὶ προσέσχε μοι‘
l76,3Θεὸν μακρόθυμον ᾄδει
l76,4καὶ θαυμαστὰ αὐτοῦ ἔργα.
879Καὶ τοῦτον ἐμελῴδησεν Ἀσὰφ χειρὶ προφήτου,
880προσώπῳ μέντοι γέγραπται τῶν αἰχμαλωτισθέντων, ἀπολυθέντων τῆς πικρᾶς αὐτῶν αἰχμαλωσίας καὶ τῶν ἐκεῖ συλλογισμῶν αὐτῶν μιμνησκομένων. ‘ἀπηνηνάμην‘ γάρ φησιν ‘ἐκεῖ παρακληθῆναι· νυκτὸς ἐν τῇ καρδίᾳ μου κείμενος ἠδολέσχουν,
885μήποτε, λέγων, κύριος ἀπώσεται εἰς τέλος καὶ οὐ προσθήσει ἐφ’ ἡμᾶς τοῦ εὐδοκῆσαι ἔτι;‘ καὶ πῶς τοῦτο γενήσεται παρὰ τοῦ φιλανθρώπου; ‘ῥῆμα γὰρ συνετέλεσεν ἐκ γενεῶν ἀρχαίων‘ καὶ τοῖς πατράσιν εἴρηκεν ἡμῶν μὴ χωρισθῆναι·
890‘μὴ ἐπιλήσεται θεὸς τοῦ οἰκτειρῆσαι ἔτι;‘
l77,1Εἰς τὸν οζʹ ψαλμόν, ‘προσέχετε, λαός μου, τῷ νόμῳ μου‘
l77,2Θεοῦ μεσίτης καὶ βροτῶν χρηματίσας
l77,3μέσον τε λύσας φραγμὸν ἔχθρας τῆς πάλαι
l77,4καὶ γηγενῶν γῆς ἐν μέσῳ σωτηρίαν
l77,5θεουργικοῖς πάθεσιν ἐξειργασμένος,
l77,6ἤδη μέσον με τῆς βίβλου, θεοῦ λόγε,
l77,7τῇ σῇ χάριτι προφρόνως ἐφθακότα
l77,8καταξίωσον καὶ τὸ λοιπὸν εὐτόνως
l77,9ἐπιέναι μάλιστα τῇ προθυμίᾳ,
l77,10τῆς σῆς πανάγνου μητρὸς ἱκετηρίαις
l77,11ἀσωμάτων θείων τε καὶ τῶν ἁγίων.
891 Τοῖς προλαβοῦσι τῶν ψαλμῶν τὰ μέλλοντα δηλώσας ἐν τούτῳ λέγει τῷ ψαλμῷ καὶ τὰ προγεγονότα· τὴν πρὸς Ἑβραίους τοῦ θεοῦ πολλὴν κηδεμονίαν, ὅπως ἐξήγαγεν αὐτοὺς ἐκ γῆς Αἰγύπτου πάλαι
895καὶ τούτους διεβίβασε τὴν θάλασσαν ἀβρόχως καὶ μάννα δέδωκεν αὐτοῖς φαγεῖν ἐν τῇ ἐρήμῳ· κἀκείνων τὴν ἀχάριστον αὖ στηλιτεύει γνώμην, δι’ ἣν αἰώνιον αὐτοῖς ὄνειδος ἐδεδώκει καὶ τούτων πάσας τὰς φυλὰς εἰς τέλος ἀπεστράφη

54

(900)

καὶ ἐξελέξατο φυλὴν τὴν τοῦ Ἰούδα μόνην καὶ ἐξελέξατο Δαυὶδ τὸν δοῦλον τὸν οἰκεῖον κἀκ τῶν ποιμνίων ἔλαβε καὶ τῶν προβάτων τοῦτον, ὥστε ποιμαίνειν Ἰακὼβ καὶ Ἰσραὴλ ἀκάκως.
l78,1Εἰς τὸν οηʹ ψαλμόν, ‘ὁ θεός, ἤλθοσαν ἔθνη εἰς τὴν κληρονομίαν‘
l78,2Τὰ Ἰουδαίοις συμβάντα
l78,3ἐν Ἀντιόχου πολέμῳ.
904Ὡς ἐκ προσώπου γέγραπται τοῦ δήμου τῶν Ἑβραίων
905πολεμουμένων μανικῶς τρίτον ὑπ’ Ἀντιόχου· ‘ἔθνη‘ γὰρ ‘ἤλθοσαν‘ φησὶν ‘εἰς σὴν κληρονομίαν, ἐμίαναν, ὦ δέσποτα, τὸν ἅγιον ναόν σου.‘
l79,1Εἰς τὸν οθʹ ψαλμόν, ‘ὁ ποιμαίνων τὸν Ἰσραήλ, πρόσσχεσ‘
l79,2Τὰ Ἀσσυρίων προλέγει
l79,3Χριστὸν φανῆναί τε δεῖται.
908 Ἐνταῦθα προδεδήλωκεν ἄλλην αἰχμαλωσίαν τῶν Ἰουδαίων, λέγω δὴ παρὰ τῶν Ἀσσυρίων.
910λέγουσι γὰρ πρὸς τὸν θεὸν δῆθεν οἱ Ἰουδαῖοι· ‘ἐπίβλεψον ἐξ οὐρανοῦ καὶ ἴδε τὸν λαόν σου· κατάρτισαι τὴν ἄμπελον ἥνπερ ἐκ γῆς Αἰγύπτου μετάρας κατεφύτευσας ἐν τῇ Σιών, ὡς οἶδας. ἰδοὺ γὰρ ἐλυμήνατο ταύτην ὗς ἐκ δρυμῶνος
915καὶ μονιὸς ὡς ἄγριος ὁ Ναβουχοδονόσορ κατενεμήσατο αὐτήν, εἰς τέλος ἀφανίσας.‘
l80,1Εἰς τὸν πʹ ψαλμόν, ‘ἀγαλλιᾶσθε τῷ θεῷ τῷ βοηθῷ ἡμῶν‘
l80,2Τοὺς τῶν ἀρχόντων ἐλέγχους
l80,3τῶν Ἰουδαίων ἐκφαίνει.
917 Προσώπῳ δ’ οὗτος γέγραπται τοῦ Χριστωνύμου δήμου τοῦ λυτρωθέντος τῆς πικρᾶς αἰχμαλωσίας ᾅδου, προτρεπομένων δήπουθεν ἀλλήλους τοῦ δοξάζειν
920τὸν λυτρωσάμενον αὐτοὺς ἐκ τῆς αἰχμαλωσίας, μᾶλλον δ’ ἐξαγοράσαντα τοῦ νόμου τῆς κατάρας. ἔχει δ’ ἐμφάσεις καί τινας τῆς θείας ἐκκλησίας· ληνοὶ γὰρ θεοπάτητοι πάντως αἱ ἐκκλησίαι, τὸ γλεῦκος ἀποστάζουσαι τὸ τῶν εὐαγγελίων.
l81,1Εἰς τὸν παʹ ψαλμόν, ‘ὁ θεὸς ἔστη ἐν συναγωγῇ θεῶν‘
l81,2Τοὺς τῶν ἀρχόντων ἐλέγχους
l81,3τῶν Ἰουδαίων ἐκφαίνει.
925 Οὗτος δ’ ἐλέγχει τοὺς κριτὰς τοὺς παρανομωτάτους, οὓς καὶ θεοὺς ἐκάλεσεν ὁ μέγιστος προφήτης. φησὶ γὰρ οὕτω πρὸς αὐτοὺς προσώπῳ τοῦ δεσπότου· ‘μέχρι καὶ τίνος θέλετε τὴν ἀδικίαν κρίνειν
καὶ πρόσωπα λαμβάνετε βροτῶν ἡμαρτηκότων;‘
l82,1Εἰς τὸν πβʹ ψαλμόν, ‘ὁ θεός, τίς ὁμοιωθήσεταί σοι;‘
l82,2Ὑπὲρ λαοῦ κακωθέντος
l82,3εὐχὴ καὶ πρόρρησις ἅμα.
930 Μετὰ τὴν ἀπολύτρωσιν τὴν τῆς αἰχμαλωσίας καὶ τὴν ἐπάνοδον, φημὶ τὴν ἀπὸ Βαβυλῶνος, οἱ ἀστυγείτονες αὐτῶν τῷ φθόνῳ βεβλημένοι, βαρβάρους συναθροίσαντες ποικίλους ἀλλοφύλους εἰς πόλεμον ἐχώρησαν κατὰ τῶν Ἰουδαίων·
935ἀλλ’ ὅμως κατῃσχύνθησαν μεγάλως ἡττηθέντες. τὸν γοῦν ψαλμὸν προγέγραφεν ὁ κάλλιστος προφήτης προσώπῳ τῆς συναγωγῆς ἁπάσης τῶν Ἑβραίων.
l83,1Εἰς τὸν πγʹ ψαλμόν, ‘ὡς ἀγαπητὰ τὰ σκηνώματά σου‘
l83,2Τὴν ἐναθρώπησιν λέγει
l83,3Χριστοῦ καὶ τὰς ἐκκλησίας.
938 Ἐν τούτῳ προτεθέσπικε θεοῦ τὰς ἐκκλησίας· ληνοὶ γὰρ θεοπάτητοι πάντως αἱ ἐκκλησίαι.
l84,1Εἰς τὸν πδʹ ψαλμόν, ‘εὐδόκησας, κύριε, τὴν γῆν σου‘
l84,2Εἰς τὸν Χριστὸν ταῦτα τείνει
l84,3καὶ δι’ αὐτοῦ τοὺς σωθέντας.
940 Ἐνθάδε προδεδήλωκεν ὁ μέγιστος προφήτης καὶ διαθήκης παλαιᾶς καὶ νέας τὰς ἐκβάσεις. ἐλευθερίαν λέγει γὰρ τοῦ γένους τῶν Ἑβραίων καὶ σωτηρίαν τῶν ἐθνῶν, ἡμῶν τῶν ἀπωσμένων.
l85,1Εἰς τὸν πεʹ ψαλμόν, ‘κλῖνον, κύριε, τὸ οὗς σου‘
l85,2Ἔθνη καλεῖται πρὸς πίστιν
l85,3φιλανθρωπίᾳ σωτῆρος.
944Μνησθεὶς καὶ πάλιν ὁ Δαυὶδ τῆς πρώτης ἁμαρτίας
945τόνδε προφέρει τὸν ψαλμὸν εἰς προσευχὴν καὶ λέγει· ‘κλῖνον τὸ οὖς σου, κύριε, καὶ νῦν ἐπάκουσόν μου· πτωχὸς γὰρ ἔγωγε πολλῷ καὶ πένης εἰμί, λόγε‘,
μηδ’ ὅλως ἔχων δήπουθεν τῆς ἀρετῆς τὸν πλοῦτον.
l86,1Εἰς τὸν πϛʹ, ‘οἱ θεμέλιοι αὐτοῦ‘
l86,2Χριστὸν μορφὴν βροτησίαν
l86,3φορέσαι λέγει προφήτης.
949Ἐνθάδε προδεδήλωκεν ἐθνῶν τὴν σωτηρίαν·

54

(950)

‘μνησθήσομαι‘ καὶ γάρ φησι ‘Ῥαὰβ καὶ Βαβυλῶνοσ‘. πόρνη δὲ πάντως ἡ Ῥαὰβ ἐστὶν ἡ Χαναναία, ἡ Βαβυλὼν δ’ αἰνίττεται τοὺς ἀσεβεῖς ἐκείνους οἵπερ σωθῆναι μέλλουσι Χριστῷ πεπιστευκότες, ὥσπερ Κανδάκης πρότερον ἐκ τῆς Αἰθιοπίας.
l87,1Εἰς τὸν πζʹ ψαλμόν, ‘κύριε, ὁ θεὸς τῆς σωτηρίας μου‘
l87,2Χριστοῦ τὸν θάνατον οὗτος
l87,3τὸν ζωηφόρον προλέγει.
955 Τοῦτον ἐξεῖπεν ὁ Δαυὶδ ἐν λύπαις ὢν ποικίλαις, ἀλλ’ ἐμελῴδησαν αὐτὸν οἱ τοῦ Κορὲ πρεπόντως. ‘ἐπλήσθη‘ γὰρ ‘κακῶν‘ φησιν ‘ἀρτίως ἡ ψυχή μου καὶ ἡ ζωή μου ξύμπασα προσήγγισεν εἰς ᾅδην.‘
l88,1Εἰς τὸν πηʹ ψαλμόν, ‘τὰ ἐλέη σου, κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι‘
l88,2Χριστοῦ φησι βασιλείαν
l88,3τοῦ ἐκ Δαυὶδ πεφυκότος.
959Αἰνίττεται τὴν σάρκωσιν ἐνθάδε τοῦ σωτῆρος
960τὴν ἀπὸ σπέρματος Δαυὶδ καὶ τῆς φυλῆς Ἰούδα. ‘ὤμοσα‘ γάρ φησι ‘Δαυὶδ τῷ δούλῳ μου λαλήσας εἰς γενεὰν καὶ γενεὰν τὸν τούτου μένειν θρόνον.‘ ὢ Ἰουδαίων ἄνοια καὶ σιδηρᾶ καρδία· οὐ ταῦτα τὰ γνωρίσματα μόνου Χριστοῦ τυγχάνει;
l89,1Εἰς τὸν πθʹ ψαλμόν, ‘κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ‘
l89,2Ἐκβέβληνται Ἰουδαῖοι,
l89,3ὡς ὁ ψαλμὸς προφητεύει.
965 Καὶ τοῦτον γέγραφε Δαυὶδ προσώπῳ Μωυσέως, δηλῶν ἐν τούτῳ τὴν φθορὰν τοῦ τῶν ἀνθρώπων βίου· ‘τὰ ἔτη‘ γάρ φησιν ‘ἡμῶν ὥσπερ ἱστὸς ἀράχνης.‘
l90,1Εἰς τὸν ϙʹ ψαλμόν, ‘ὁ κατοικῶν ἐν βοηθείᾳ‘
l90,2Νίκη Χριστοῦ κατ’ αὐτόν τε
l90,3παντὸς τοῦ τελειωμένου.
968 Μέλλων διδάσκειν ὁ Δαυὶδ τὴν πρὸς θεὸν ἐλπίδα, ὁποδαπή τις πέφυκεν, οὖσα πανσθενεστάτη,
970τοῦτον ἐξεῖπε τὸν ψαλμόν, ἅπαντας διεγείρων πάσας ἐλπίδας εἰς θεὸν ἀνατιθέναι μόνον. ‘τὸν ὕψιστον‘ καὶ γάρ φησιν ‘ἔθου καταφυγήν σου, λοιπὸν οὐ προσελεύσεται πρὸς σὲ κακὰ τῷ βίῳ.‘
l91,1Εἰς τὸν ϙαʹ ψαλμόν, ‘ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ κυρίῳ‘
l91,2Ἀνάπαυσιν ψαλμὸς λέγει
l91,3κατὰ θεὸν τοῖς ἀξίοις.
974Ἐν τούτῳ προτεθέσπικε τὸν μέλλοντα αἰῶνα.
975καθάπερ γὰρ τὰ σάββατα τῶν πόνων εἰσὶ παῦλαι, οὕτως αἰὼν ὁ ὄγδοος σαββάτου λόγον ἔχει, ἐν τούτῳ γὰρ παυθήσονται πάντες ἀπὸ τῶν ἔργων.
l92,1Εἰς τὸν ϙβʹ ψαλμόν, ‘ὁ κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο‘
l92,2Ἄιδει Χριστοῦ βασιλείαν
l92,3πρώτης αὐτοῦ παρουσίας.
978 Ἐν τούτῳ προδεδήλωκε τὴν πρώτην παρουσίαν τοῦ παντοκράτορος Χριστοῦ καὶ θεανθρώπου λόγου·
980φησὶ γὰρ ‘ἐβασίλευσεν ὁ κύριος ἁπάντων‘.
l93,1Εἰς τὸν ϙγʹ ψαλμόν, ‘θεὸς ἐκδικήσεων κύριοσ‘
l93,2Ἐπαναστάσεις προλέγει
l93,3καὶ ἐκκλησίας διώξεις.
981Προφητικοῖς ἐν ὄμμασι προβλέπων ὁ προφήτης
τοὺς διωγμοὺς τοὺς φθάσαντας κατὰ τῆς ἐκκλησίας καὶ τὴν ἀποκατάστασιν αὖθις καὶ τὴν εἰρήνην, ἣν ὁ δεσπότης τοῦ παντὸς ἐβράβευσεν ἐξ ὕψους,
985τοῦτον εἰρήκει τὸν ψαλμὸν ὑπὲρ τῆς ἐκκλησίας. ‘τετράδα‘ γὰρ ὠνόμασε ‘σαββάτου‘ τὴν ἡμέραν τῆς ἀποκαταστάσεως ἅμα καὶ τῆς γαλήνης.
l94,1Εἰς τὸν ϙδʹ, ‘δεῦτε ἀγαλλιασώμεθα τῷ κυρίῳ‘
l94,2Κλῆσις λαοῦ Ἰουδαίων,
l94,3ἅμα δ’ ἀπόγνωσις τούτου.
988 Μετὰ τὸ πάθος τὸ σεπτὸν ὁ λόγος καὶ δεσπότης τοὺς ἀποστόλους πεπομφὼς εἰς πᾶσαν οἰκουμένην,
990ὥστε κηρύττειν ἅπασι τῆς πίστεως τὸν λόγον, πρῶτον ἀπέστειλεν αὐτοὺς εἰς Ἰουδαίαν λέγων· ‘πορεύεσθε, κηρύξατε τὸν ἀληθείας λόγον πρὸς τὰ τοῦ οἴκου Ἰσραὴλ πρόβατα πλανηθέντα.‘ ὁ γοῦν προφήτης ἐπιγνοὺς ταύτην αὐτῶν τὴν κλῆσιν
995τοῦτον ἐξεῖπε τὸν ψαλμὸν πρὸς Ἰουδαίους λέγων· ‘δεῦτε καὶ κλαύσωμεν θερμῶς ἀπέναντι κυρίου καὶ μὴ σκληρύνητε καὶ νῦν καρδίας ὑμετέρας, ὡς ἐν ἐρήμῳ πρότερον τοῦ πειρασμοῦ τῷ χρόνῳ.‘
l95,1Εἰς τὸν ϙεʹ ψαλμόν, ‘ᾄσατε τῷ κυρίῳ ᾆσμα καινόν‘
l95,2Κλῆσιν ἐθνῶν προφητεύει
l95,3καὶ τὴν Χριστοῦ παρουσίαν.
999Τὴν νοητὴν δεδήλωκεν αἰχμαλωσίαν ὧδε,

54

(1000)

ἣν ᾐχμαλώτιστο τὸ πρὶν τὸ τῶν ἀνθρώπων γένος, μάλιστα δὲ τὴν σάρκωσιν τοῦ λόγου καὶ σωτῆρος, δι’ ἧς ἀπελυτρώθημεν τῆς νῦν αἰχμαλωσίας. φησὶ γὰρ ‘ἀναγγείλατε τοῖς ἔθνεσι τὴν δόξαν‘
τοῦ παντοκράτορος θεοῦ τοῦ λόγου καὶ σωτῆρος.
l96,1Εἰς τὸν ϙϛʹ, ‘ὁ κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ‘
l96,2Ὕμνος τοῦ κράτους κυρίου
l96,3ἐν {τῇ} παρουσίᾳ τῇ πρώτῃ.
1005 Οὗτος δηλοῖ τὴν τοῦ Χριστοῦ δευτέραν παρουσίαν καὶ τὴν ἐκ γῆς ἀνάστασιν τοῦ γένους τῶν ἀνθρώπων· ἡ γὰρ ἀποκατάστασις τῆς γῆς αὐτὸ σημαίνει. φησὶ γάρ, ‘προπορεύσεται πῦρ ἐναντίον τούτου καὶ κύκλῳ πάντας τοὺς ἐχθροὺς αὐτοῦ καταφλογίσει‘·
1010τὸν ποταμὸν δὲ τοῦ πυρὸς αἰνίττεται τῷ λόγῳ.
l97,1Εἰς τὸν ϙζʹ ψαλμόν, ‘ᾄσατε τῷ κυρίῳ ᾆσμα καινόν, ὅτι θαυμαστά‘
l97,2Κλῆσιν ἐθνῶν προφητεύει
l97,3καὶ τὴν Χριστοῦ παρουσίαν.
1011 Ἐν τούτῳ προτεθέσπικε τὰς δύο παρουσίας τοῦ παντοκράτορος Χριστοῦ, τοῦ θεανθρώπου λόγου. ‘ᾄσατε‘ γάρ φησι ‘καινὸν ᾆσμά τι τῷ κυρίῳ‘, ὅπερ ἐστὶν ἐπάξιον τῆς πρώτης παρουσίας·
1015καὶ πάλιν ‘ἀλαλάξατε‘, φησίν, ‘ἄνθρωπον γένος, καὶ σαλευθήτω θάλασσα καὶ γῆ τῆς οἰκουμένης· ἔρχεται κρῖναι γὰρ αὐτὴν ὁ βασιλεὺς τῆς δόξης.‘
l98,1Εἰς τὸν ϙηʹ ψαλμόν, ‘ὁ κύριος ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοί‘
l98,2Χριστὸς ὑμνεῖται ἐνταῦθα,
l98,3ὁ βασιλεὺς τῶν ἁπάντων.
1018 Τὴν σταύρωσιν αἰνίττεται τοῦ λόγου καὶ σωτῆρος· ‘ὑψοῦτε‘ γάρ φησι, ‘λαοί, τὸν κύριον τῆς δόξης
1020καὶ προσκυνεῖτε τῷ σεπτῷ ὑποποδίῳ τούτου.‘
l99,1Εἰς τὸν ϙθʹ ψαλμόν, ‘ἀλαλάξατε τῷ θεῷ, πᾶσα ἡ γῆ‘
l99,2Καλεῖ τὰ ἔθνη προτρέπων
l99,3θεῷ ἐξομολογεῖσθαι.
1021 Πᾶσιν ἀνθρώποις παραινεῖ δοξάζειν τὸν δεσπότην· φησὶ γὰρ ‘ἀλαλάξατε, γῆ πᾶσα, τῷ κυρίῳ‘.
l100,1Εἰς τὸν ρʹ ψαλμόν, ‘ἔλεον καὶ κρίσιν ᾄσομαί σοι, κύριε‘
l100,2Ὑμνεῖ ὃς ἔργοις ὁσίοις
l100,3κατὰ θεὸν τελειοῦται.
1023 Τοῦτον προσώπῳ γέγραφε τοῦ θείου Ἰωσίου τοῦ πᾶσαν τὴν ἀσέβειαν ἀπορραπισαμένου
1025καὶ τῶν εἰδώλων τοὺς βωμοὺς εἰς γῆν καταβαλόντος καὶ τὰς μεγίστας ἀρετὰς ἐν πόνῳ κτησαμένου. ὑπάρχει δὲ καὶ πρόσφορος ἀνθρώποις ἐναρέτοις· ‘ἐπορευόμην‘ γάρ φησι ‘καρδίας ἀκακίᾳ, σκαμβὴ δ’ οὐκ ἐκολλήθη μοι καὶ δύστροπος καρδία.‘
l101,1Εἰς τὸν ραʹ ψαλμόν, ‘κύριε, ἄκουσον τῆς προσευχῆς μου καὶ ἡ
l101,2κραυγή μου πρὸς σὲ ἐλθέτω‘
l101,3Τοὺς ἐξωσμένους θρηνήσας
l101,4κλῆσιν ἐθνῶν καὶ νῦν λέγει.
1030 Προσώπῳ τοῦτον γέγραφε τῶν ᾐχμαλωτισμένων, θρηνολογούντων πρὸς θεὸν ἐν ἀκηδίᾳ τάδε· ‘εἰσακουσόν μου, κύριε, τῆς προσευχῆς ἀρτίως· ὡς γὰρ καπνὸς ἐξέλιπον ἡμέραι τῆς ζωῆς μου καὶ πάντα συνεφρύγησαν ἐν λύπῃ τὰ ὀστᾶ μου·
1035σὺ δ’ ἀναστὰς οἰκτείρησον Σιὼν ὡς ἐλεήμων, ὅτι καιρὸς ἐφέστηκε τοῦ ἐλεῆσαι ταύτην.‘
l102,1Εἰς τὸν ρβʹ ψαλμόν, ‘εὐλόγει, ἡ ψυχή μου, τὸν κύριον, καὶ πάντα
l102,2τὰ ἐντός μου‘
l102,3Διδάσκει πῶς δεῖ κυρίῳ
l102,4εὐχαριστεῖν ὑπὲρ πάντων.
1037Ἐν τούτῳ πάλιν παραινεῖ γεραίρειν τὸν δεσπότην.
καὶ γὰρ τὸ ‘ἀλληλούια‘ τοῦτο σημαίνειν θέλει· τὸ μὲν γὰρ ‘ἴα‘ τὸν θεὸν Ἑβραϊκῶς σημαίνει,
1040τὸ δ’ ‘ἀλληλοὺ‘ τὴν αἴνεσιν δηλοῖ τὴν τοῦ κυρίου, τοῦτ’ ἔστι, δεῖ τὴν αἴνεσιν προσάγειν τῷ κυρίῳ. {ὅπως δὲ δεῖ τὴν αἴνεσιν προσάγειν τῷ κυρίῳ} κἀν τούτῳ νῦν προτρέπεται δοξάζειν τὸν δεσπότην· ‘τὸν κύριον‘ καὶ γάρ φησιν ‘εὐλόγει, ἡ ψυχή μου,
1045καὶ τὰ ἐντός μου ξύμπαντα‘, φησίν, ‘ἐπευλογεῖτε‘, τοῦτ’ ἔστιν ἧπαρ καὶ νεφροὶ καὶ πνεύμων καὶ καρδία. χρὴ γὰρ δοξάζειν τὸν θεὸν ἐξ ὅλης τῆς καρδίας.
l103,1Εἰς τὸν ργʹ ψαλμόν, ‘εὐλόγει, ἡ ψυχή μου, τὸν κύριον. κύριε ὁ
l103,2θεός μου‘
l103,3Διδασκαλία, κυρίῳ
l103,4πῶς δεῖ ἐξομολογεῖσθαι.
1047 Οὗτος τὴν ἴσην δύναμιν τῷ προρρηθέντι φέρει· ‘τὸν κύριον‘ καὶ γάρ φησιν ‘εὐλόγει, ἡ ψυχή μου.‘
l104,1Εἰς τὸν ρδʹ ψαλμόν, ‘ἐξομολογεῖσθε τῷ κυρίῳ καὶ ἐπικαλεῖσθε τῷ
l104,2ὀνόματι‘
l104,3Ἔθνη διδάσκει τὰ πρώτῳ
l104,4λαῷ θεοῦ εἰργασμένα.

54

(1050)

Κἀν τούτῳ μὲν προτρέπεται δοξάζειν τὸν δεσπότην καὶ ἀναγγέλλειν τὰς αὐτοῦ πολλὰς εὐεργεσίας, ἃς εὐηργέτησε τὸ πρὶν τὸ γένος τῶν Ἑβραίων, καὶ πῶς ἐξήγαγεν αὐτοὺς ἐκ γῆς Αἰγύπτου πάλαι, ἀφῆκε δὲ δεκάπληγον κατὰ τῶν Αἰγυπτίων.
1055φησὶ γὰρ ‘ἐξαπέστειλεν εἰς Αἰγυπτίους σκότος, εἰς αἷμα δὲ μετέστρεψε τοὺς ποταμοὺς ἐκείνων καὶ τοὺς αὐτῶν ἀπέκτεινεν ἰχθύας παραδόξως·
καὶ πάλιν ἐξαπέστειλε κατὰ τῶν Αἰγυπτίων βάτραχον καὶ κυνόμυιαν ἀκρίδας τε καὶ σκνῖπας,
1060πῦρ, χάλαζαν καὶ βροῦχόν τε, τῶν πρωτοτόκων φόνον‘, καὶ τούτους ἠλευθέρωσε δουλείας Αἰγυπτίων.
l105,1Εἰς τὸν ρεʹ, ‘ἐξομολογεῖσθε τῷ κυρίῳ, ὅτι χρηστόσ‘
l105,2Διδασκαλία καὶ οὗτος
l105,3πρὸς δυσσεβεῖς Ἰουδαίους.
1062 Τοῦτον προσώπῳ γέγραφεν Ἑβραίων σεβασμίων καὶ φοβουμένων τὸν θεόν, καὶ Δανιὴλ προφήτου, κατηγορούντων δήπουθεν πατέρων τῶν ἰδίων
1065ἐνδειξαμένων πρὸς θεὸν πολλὴν ἀχαριστίαν ἐφ’ οἷς εὐηργετήθησαν πολλάκις παρ’ ἐκείνου. ‘ἡμάρτομεν‘ καὶ γάρ φησι ‘μετὰ καὶ τῶν πατέρων τῶν τὰ θαυμάσια τὰ σὰ μηδ’ ὅλως συνιέντων, ὅπως ἐξήγαγες αὐτοὺς δουλείας Αἰγυπτίων,
1070αὐτοὶ δὲ παρεπίκραναν τὴν σὴν φιλανθρωπίαν καὶ μόσχῳ προσεκύνησαν ἐν τῷ Χωρὴβ ἐλθόντες, καὶ πάλιν ἔφαγον νεκρῶν εἰδώλων τὰς θυσίας, καὶ πᾶν δεινὸν πεπράχασιν, ἔθνεσι μεμιγμένοι· ἀλλ’ ἔστη μόνος Φινεὲς καὶ ἐξιλάσατό σε.‘
1075οὗτος γάρ, οὗτος κατιδὼν Ζαμβρεὶ τὸν Ἰουδαῖον μιγέντα Μωαβίτιδι γυναικὶ παρανόμως. τῷ δόρατι χρησάμενος ἀνεῖλε καὶ τοὺς δύο· ‘ὅθεν‘ φησὶ ‘λελόγισται τούτῳ δικαιοσύνη.‘
l106,1Εἰς τὸν ρϛʹ ψαλμόν, ‘ἐξομολογεῖσθε τῷ κυρίῳ, ὅτι χρηστός, ὅτι
l106,2εἰς τὸν αἰῶνα τό‘
l106,3Καλεῖ τὰ ἔθνη καὶ λόγου
l106,4βροτοῖς ἐπίλαμψιν φαίνει.
1079Τοῖς ἐξ ἐθνῶν προτρέπεται δοξάζειν τὸν δεσπότην.
1080‘εἰπάτωσαν‘ καὶ γάρ φησιν ‘ὅτι χρηστὸς τυγχάνει
ὁ λυτρωσάμενος αὐτοὺς ἐξ ᾅδου κατωτάτου· καὶ γὰρ συνέτριψε χαλκᾶς ἡδραιωμένας πύλας καὶ σιδηροῦς συνέθλασε μοχλοὺς τοὺς τοῦ θανάτου.‘
l107,1Εἰς τὸν ρζʹ ψαλμόν, ‘ἑτοίμη ἡ καρδία μου, ὁ θεόσ‘
l107,2Καλεῖ τὰ ἔθνη καὶ οὗτος
l107,3πρὸς πίστιν καὶ σωτηρίαν.
1084Τοῦτον προσώπῳ γέγραφε τῶν αἰχμαλωτισθέντων,
1085ἐπιποθούντων κατιδεῖν τὴν πόλιν τὴν ἁγίαν. ‘τίσ‘ γὰρ ‘ἀπάξει με‘ φησὶ ‘περιοχῆς εἰς πόλιν; ἢ τίς καθοδηγήσει με μέχρι τῆς Ἰδουμαίας; οὐχὶ σὺ πάντως, ὁ θεός, ὁ ἀπωσάμενός με;‘
l108,1Εἰς τὸν ρηʹ ψαλμόν, ‘ὁ θεός, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃσ‘
l108,2Χριστοῦ σωτῆρος 〈τὰ〉 πάθη
l108,3προρρήσεις τε τῶν μελλόντων.
1089Προσώπῳ τοῦτον γέγραφε τοῦ θεανθρώπου λόγου
1090πρὸς τὸν πατέρα λέγοντος ἅπερ ὑπέστη πάθη. ἔχει δὲ καί τινας ἀρὰς ὡς κατὰ τοῦ προδότου· ‘κατάστησον‘ καὶ γάρ φησιν ‘ἁμαρτωλὸν εἰς τοῦτον, ἐξέλθοι δ’ ἐν τῷ κρίνεσθαι καταδεδικασμένος, ἡ προσευχὴ γενέσθω δὲ τούτου πρὸς ἁμαρτίαν
1095καὶ τὴν ἐπισκοπὴν αὐτοῦ τὶς ἕτερος προσλάβοι‘, βαθμὸν τὸν ἀποστολικόν, ὃν ἔλαβε Ματθίας.
l109,1Εἰς τὸν ρθʹ ψαλμόν, ‘εἶπεν ὁ κύριος τῷ κυρίῳ μου‘
l109,2Νίκη Χριστοῦ δεξιά τε
l109,3πατρὸς αὐτοῦ καὶ καθέδρα.
1097 Ἐν τούτῳ τὴν ἀνάληψιν καὶ δόξαν προθεσπίζει τοῦ σαρκωθέντος δι’ ἡμᾶς ἐκ τῆς ἁγνῆς παρθένου. ‘τῷ‘ γὰρ ‘κυρίῳ μου‘ φησὶν ‘ὁ κύριος ἐξεῖπεν,

54

(1100)

ἐκ δεξιῶν μου κάθισον τοῦ θρόνου καὶ τῆς δόξης,
ἕως ἂν θῶ σου τοὺς ἐχθροὺς ὡς ὑποπόδιόν σου.‘
l110,1Εἰς τὸν ριʹ, ‘ἐξομολογήσομαί σοι, κύριε, ἐν ὅλῃ καρδίᾳ ἐν βουλῇ
l110,2εὐθέων‘
l110,3Χριστοῦ εὐχάριστον ᾆσμα
l110,4ψαλμοῦ τὰ ῥήματα 〈λέγει〉.
1102 Τοῦτον προσώπῳ γέγραφεν Ἰωσαφὰτ προφήτου τοῦ βασιλεύοντός ποτε φυλῆς τῆς τοῦ Ἰούδα, ἐντελλομένου τοῖς λαοῖς τὸν κύριον δοξάζειν,
1105ὅτι κατετροπώσατο τοὺς ἀντιπάλους τούτου, τοὺς Μωαβίτας λέγω δή, πρὸς δὲ τοὺς Ἀμανίτας, οἵτινες ἐξηγέρθησαν κατὰ φυλῆς Ἰούδα· οὓς καὶ κατέσφαξεν εὐθὺς Ἰωσαφὰτ ἐκεῖνος.
l111,1Εἰς τὸν ριαʹ, ‘μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν κύριον‘
l111,2Χριστὸς διδάσκει· ζωῆς οὖν
l111,3λόγον πᾶς τις ἀρυέσθω.
1109Οὗτος δὲ στήλη πέφυκε τοῦ θεαρέστου βίου·
1110‘ὁ‘ γὰρ ‘φοβούμενοσ‘ φησὶ ‘τὸν κύριον τῆς δόξης, οὗτος μακάριός ἐστι καὶ μέγιστος ἐν πᾶσιν.‘
l112,1Εἰς τὸν ριβʹ, ‘αἰνεῖτε, παῖδες, κύριον‘
l112,2Νέος λαὸς προσκαλεῖται
l112,3καὶ οἰκειοῦται 〈κυρίῳ〉.
1112Οὗτος δὲ πέφυκεν εἰκὼν Χριστοῦ δεξολογίας.
l113,1Εἰς τὸν ριγʹ, ‘ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου‘
l113,2Διδασκαλία τῷ νέῳ
l113,3λαῷ σωτήριος ταῦτα.
1113 Τὴν βάπτισιν αἰνίττεται τοῦ θεανθρώπου λόγου· ‘ἡ θάλασσα‘ γὰρ ‘ἔφυγε‘ φησὶ ‘σὲ κατιδοῦσα
1115καὶ Ἰορδάνης φοβηθεὶς ἐστράφη εἰς τοὐπίσω.‘
l114,1Εἰς τὸν ριδʹ, ‘ἠγάπησα, ὅτι εἰσακούσεται κύριοσ‘
l114,2Νέου λαοῦ ἄρτι θείαν
l114,3προβιβασθέντος εἰς νέαν.
1116 Οὗτος προσώπῳ γέγραπται τῶν αἰχμαλωτισθέντων καὶ λυτρωθέντων τῆς πικρᾶς δουλείας Ἀντιόχου, εὐχαριστούντων ἐκ ψυχῆς ἁπάσης τῷ κυρίῳ ὅτι πεφύλακεν αὐτοὺς ἐξ εἰδωλολατρίας.
1120‘ἠγάπησα‘ καὶ γάρ φησι ‘τὸν κύριον τῆς δόξης, τῆς γὰρ ἐμῆς ἐπήκουσε φωνῆς ὡς εὐεργέτης καὶ τὴν ἐμὴν ἐξείλατο ψυχὴν ἀπὸ θανάτου, ἀπὸ δακρύων δὲ πολλῶν ὄντως τοὺς ὀφθαλμούς μου.‘
l115,1Εἰς τὸν ριεʹ ψαλμόν, ‘ἐπίστευσα, διὸ ἐλάλησα‘
l115,2Νέου λαοῦ καλοῖς ἔργοις
l115,3τελειωθέντος τὸ ᾆσμα.
1124Οὗτος προσώπῳ γέγραπται τοῦ Χριστωνύμου δήμου
1125τοῦ λυτρωθέντος τῆς πικρᾶς αἰχμαλωσίας ᾅδου. ‘τί γὰρ ἀνταποδώσομεν ἀξίως τῷ κυρίῳ ὧν ἀνταπέδωκεν ἡμῖν, λυτρώσας τοῦ θανάτου;‘
l116,1Εἰς τὸν ριϛʹ, ‘αἰνεῖτε τὸν κύριον, πάντα τὰ ἔθνη‘
l116,2Προσκέκληται καὶ τὰ ἔθνη
l116,3ᾆσμα εὐχάριστον ᾄδει.
1128 Εὔδηλον οὗτος ὁ ψαλμὸς τὴν ἑρμηνείαν φέρει· τοῖς ἐξ ἐθνῶν γὰρ παραινεῖ δοξάζειν τὸν σωτῆρα.
l117,1Εἰς τὸν ριζʹ, ‘ἐξομολογεῖσθε τῷ κυρίῳ, ὅτι ἀγαθόσ‘
l117,2Ἀγωνισταῖς ἐν κυρίῳ
l117,3νίκη Χριστοῦ πρόρρησίς τε.
1130 Ψαλμὸς εὐχαριστήριος τῶν ἐλευθερωθέντων ἀνδρῶν μεγάλων προφητῶν συναιχμαλωτισθέντων,
νενικηκότων σὺν θεῷ τοὺς ἐπιτιθεμένους καὶ τούτους ἀναγκάζοντας εἰδώλοις προσκυνῆσαι. ‘ἐκύκλωσάν με‘ γάρ φησιν ‘ὡς μέλισσαι κηρίον,
1135καὶ πάλιν ἐξεκαύθησαν ὡς πῦρ ἐν ταῖς ἀκάνθαις, ἀλλ’ ἐν ὀνόματι θεοῦ ξύμπαντας ἠμυνάμην.‘
l118,1Εἰς τὸν ριηʹ, ‘μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ‘
l118,2Τοῖς ἀρετῆς ἀρχομένοις
l118,3στοιχείωσις μέλος τόδε.
1137 Βουλόμενος ὁ μέγιστος Δαυὶδ ὁ ψαλμογράφος διδάξαι πᾶσι τοῖς βροτοῖς τύπον ἀρίστου βίου, ἤγουν ἐλπίζειν εἰς θεόν, καταφρονεῖν τοῦ βίου
1140πολλοὺς πολλάκις φέροντος κινδύνους τε καὶ θλίψεις, τοῦτον ἐψαλμογράφησεν ἐν πάσῃ κατανύξει, μνησθεὶς ἐν τούτῳ τῷ ψαλμῷ πάντων ὡς ἐν συνόψει ὧνπερ ἐν βίῳ πέπραχε καλῶς τε καὶ κακίστως.
l119,1Εἰς τὸν ριθʹ ψαλμόν, ‘πρὸς κύριον ἐν τῷ θλίβεσθαί με‘
l119,2Σύμμικτος θρῆνος δεήσει
l119,3τῶν κακουμένων ἐν ξένῃ.
1144Προφητικοῖς ἐν ὄμμασι προβλέπων ὁ προφήτης
1145τὴν τῶν Ἑβραίων φθάσασαν αἰχμαλωσίαν πᾶσαν καὶ τὴν ἐπάνοδον αὐτῶν τὴν ἀπὸ Βαβυλῶνος (αὐτοὺς γὰρ ἠλευθέρωσεν ὁ Κῦρος βασιλεύσας), καὶ τούτους συνεγράψατο ψαλμοὺς τοὺς προκειμένους, οὕσπερ καὶ κατωνόμασεν ἀναβαθμοὺς εἰκότως.

54

(1150)

τὴν ἄνοδον ἐπέχοντας τῶν αἰχμαλωτισθέντων. πλὴν ἀλλ’ οὐκ ἔχουσι σκοπὸν οἱ ψαλμοὶ πάντες ἕνα· ἄλλος γὰρ ἄλλο τῶν ψαλμῶν τουτωνὶ προθεσπίζει, ὁ μὲν τὰς θλίψεις τὰς πολλὰς αὐτῶν ἐν Βαβυλῶνι, ὁ δὲ τὰ εὐαγγέλια τὰ τῆς ἐλευθερίας,
1155ὁ δὲ τὴν κατὰ τὴν ὁδὸν ἐκείνων εὐφροσύνην, ὁ δὲ τὴν κτίσιν τοῦ ναοῦ τὴν παρὰ Ζοροβάβελ,
ὁ δὲ τὸν πόλεμον αὐτῶν καὶ τῶν ἀστυγειτόνων. ἕκαστος μέντοι τῶν ψαλμῶν τῶν ἀναβαθμωνύμων ὥσπερ ἀπό τινος χοροῦ τῶν ἐναρέτων δῆθεν
1160καλλίστως ἐσχημάτισται καὶ μεμελῴδηταί πως. πολλοὶ γὰρ συνηρπάγησαν εἰς τὴν αἰχμαλωσίαν ἄνδρες προφῆται θαυμαστοὶ καὶ μέγιστοι τοῖς τρόποις· ἀφ’ ὧν ἐστι καὶ Δανιήλ, ὁ λάκκῳ βληθεὶς πάλαι, οἱ τρεῖς τε παῖδες σὺν αὐτῷ οἱ περὶ Ἀζαρίαν,
1165καὶ Ζαχαρίας ὁ κλεινὸς καὶ Ἰωὴλ ὁ θεῖος. προσώπῳ τοίνυν οἱ ψαλμοὶ τῶν αἰχμαλωτισθέντων καλῶς ἐχηματίσθησαν παρά γε τοῦ προφήτου. εἰ δ’ ἀναγωγικώτερον ἐξερευνήσῃς τούτους, μᾶλλον ἡμῖν ἁρμόζουσι τοῖς ἐξ ἐθνῶν ἀνθρώποις,
1170οὕσπερ ἐξῃχμαλώτισε τῆς σκέπης τοῦ δεσπότου ὁ νοητὸς Ναβουζαρδάν, τοῦ σκότους ὁ προστάτης, ἀλλ’ ἠλευθέρωσε Χριστός, ὁ κύριος τῆς δόξης. Ὁ πρῶτος μέντοι τῶν ψαλμῶν τὰς θλίψεις τούτων φέρει καὶ τὴν ἀντίληψιν αὐτῶν τὴν παρὰ τοῦ κυρίου·
1175‘ἐν τῷ‘ γὰρ ‘θλίβεσθαι‘ φησὶν ‘εἰς τὰς αἰχμαλωσίας πρὸς κύριον ἐκέκραξα, καὶ γὰρ εἰσήκουσέ μου.‘
l120,1Εἰς τὸν ρκʹ ψαλμόν, ‘ἦρα τοὺς ὀφθαλμούς μου‘
l120,2Ἐπάνοδον Βαβυλῶνος
l120,3διασπορᾶς ψαλμὸς ᾄδει.
1177 Τοῖς ἔτι διατρίβουσιν εἰς τὴν αἰχμαλωσίαν πρόσφορος οὗτος ὁ ψαλμός· φησὶ γὰρ ‘εἰς τὰ ὄρη ἐπῇρά μου τοὺς ὀφθαλμοὺς ὡς χρῄζων βοηθείασ‘.
l121,1Εἰς τὸν ρκαʹ, ‘εὐφράνθην ἐπὶ τοῖς εἰρηκόσι μοι‘
l121,2Ἐπάνοδος αἰχμαλώτοις
l121,3ἀγγέλλεται πρὸς πατρίδα.
1180 Πρόσφορος δ’ οὗτος πέφυκε τοῖς ἐλευθερωθεῖσιν· ‘εὐφράνθημεν‘ καὶ γάρ φησιν ‘ἐπὶ τοῖς εἰρηκόσιν· εἰς οἶκον πορευσόμεθα τὸν τοῦ κυρίου ἅμα.‘
l122,1Εἰς τὸν ρκβʹ ψαλμόν, ‘πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου‘
l122,2Λαὸν εὐχὴν τῷ κυρίῳ
l122,3προσφέροντα ψαλμὸς λέγει.
1183 Οὗτος δὲ πάλιν πρόσφορος αὐτοῖς τοῖς αἰχμαλώτοις· ‘τοὺς ὀφθαλμούς μου‘ γάρ φησιν ‘ἦρα πρὸς σέ, Χριστέ μου,
1185τὸν κατοικοῦντα ὡς θεὸν εἰς οὐρανοὺς ἁγίους.‘
l123,1Εἰς τὸν ρκγʹ, ‘εἰ μὴ ὅτι κύριος ἦν ἐν ἡμῖν‘
l123,2Λαὸν εὐχάριστον ᾆσμα
l123,3Χριστῷ προσφέροντα λέγει.
1186 Οὗτος ἁρμόζει τοῖς αὐτοῖς ὡς ἐλευθερωθεῖσι καὶ τοὺς ἐχθροὺς νικήσασιν αὐτῶν ὡς κατὰ κράτος τοὺς μετὰ τὴν ἐπάνοδον ἐκείνους πολεμοῦντας. φησὶ γάρ, ‘εἰ μὴ κύριος ἦν μεθ’ ἡμῶν ἀρτίως,
1190ἄρα κατέπιον ἡμᾶς ζῶντας οἱ πολεμοῦντεσ‘.
l124,1Εἰς τὸν ρκδʹ, ‘οἱ πεποιθότες ἐπὶ κύριον‘
l124,2Ἀπεκατέστη καὶ ψάλλει
l124,3λαὸς εὐχάριστον ᾆσμα.
1191 Οὗτος τὴν ἴσην δύναμιν ἔχει τῷ προρρηθέντι· αὐτοὶ καὶ γὰρ νικήσαντες τοὺς ἀντιτεταγμένους ᾄδουσι νικητήρια λέγοντες πρὸς ἀλλήλους· ‘οἱ πεποιθότες εἰς θεὸν καθάπερ Σιὼν ὄρος
1195οὐ σαλευθήσονταί ποτε παρὰ τῶν ἐναντίων.‘
l125,1Εἰς τὸν ρκεʹ ψαλμόν, ‘ἐν τῷ ἐπιστρέψαι κύριον τὴν αἰχμαλωσίαν‘
l125,2Ἄνευ παθῶν ᾄδει ταύτην
l125,3τῇ τῶν μελλόντων ἐλπίδι.
1196 Οὗτος προσώπῳ γέγραπται τῶν ἐλευθερωθέντων· φησὶ γὰρ ‘ἐγενήθημεν ὡς παρακεκλημένοι κυρίου ἐπιστρέψαντος Σιὼν αἰχμαλωσίαν‘. ἐπεὶ δὲ καί τινες αὐτῶν ἐλείφθησαν ἐκεῖσε,

54

(1200)

ἐκδυσωποῦσι τὸν θεὸν ὑπὲρ ἐκείνων δῆθεν· φησὶ γὰρ ‘τὴν ἐπίλοιπον ἡμῶν αἰχμαλωσίαν ἐπίστρεψον, ὦ κύριε, χειμάρρου τινὸς δίκην‘. ὥσπερ γὰρ χείμαρρος, φησίν, ἀκολουθεῖ χειμάρρῳ, οὕτως ἀκολουθήσομεν ἡμεῖς σοὶ πλανηθέντες.
l126,1Εἰς τὸν ρκϛʹ, ‘ἐὰν μὴ κύριος οἰκοδομήσῃ οἶκον‘
l126,2Οἰκοδομὴν ἐκκλησίας
l126,3ψαλμὸς ἐμφαίνει καὶ πόνον.
1205 Οὗτος δὲ πάλιν λέλεκται προσώπῳ Ζοροβάβελ. μετὰ γὰρ τὴν ἐπάνοδον τὴν τῆς αἰχμαλωσίας οἰκοδομεῖν βουλόμενοι ναὸν τὸν τοῦ κυρίου συχνῶς ἐπεκωλύοντο παρὰ τῶν γειτονούντων ὡς καθ’ ἑκάστην πόλεμον ἐκείνοις συναπτόντων.
1210φησὶ γάρ, ‘εἰ μὴ κύριος οἰκοδομήσει οἶκον, εἰς μάτην ἐκοπίασαν πάντες οἰκοδομοῦντεσ‘. τότε καὶ γὰρ κτισθήσεται ναὸς ὁ τοῦ κυρίου, ‘ὁπόταν τοῖς ἀγαπητοῖς ὕπνον ἐκεῖνος δώσῃ‘.
l127,1Εἰς τὸν ρκζʹ, ‘μακάριοι πάντες οἱ φοβούμενοι τὸν κύριον‘
l127,2Εὐδαιμονίαν προλέγει
l127,3ἐθνῶν κληθέντων εἰς πίστιν.
1214Οὗτος δὲ πάλιν πρόσφορος αὐτοῖς ὡς πεφθακόσιν
1215ἐγγὺς τῆς Ἱερουσαλὴμ ἐκ τῆς αἰχμαλωσίας· ἀλλήλοις γὰρ ἐπεύχονται τυχεῖν τῶν ποθουμένων.
φησὶ γὰρ ‘εὐλογήσαι σε κύριος παντοκράτωρ καὶ ἴδοις Ἱερουσαλὴμ τὰ ἀγαθὰ καὶ φάγοις καὶ τῶν υἱῶν σου τοὺς υἱοὺς τεκνοποιοῦντας ἴδοισ‘.
l128,1Εἰς τὸν ρκηʹ, ‘πλεονάκις ἐπολέμησάν με‘
l128,2Τῆς στρατιᾶς τοῦ κυρίου
l128,3τὴν κατ’ ἐχθρῶν λέγει νίκην.
1220 Πρόσφορος δ’ οὗτος πέφυκεν αὐτοῖς πολεμουμένοις, ὥσπερ πολλάκις εἴπομεν, παρὰ τῶν γειτονούντων· φησὶ γὰρ ‘ἐκ νεότητος ἐξεπολέμησάν με‘.
l129,1Εἰς τὸν ρκθʹ ψαλμόν, ‘ἐκ βαθέων ἐκέκραξά σοι, κύριε· κύριε,
l129,2εἰσάκουσον‘
l129,3Εὐχὴ μαρτύρων ἁγίων
l129,4πρὸς τὸν θεὸν ἐκ καρδίας.
1223 Καὶ πάλιν οὗτος πρόσφορος αὐτοῖς ὡς αἰχμαλώτοις, ἐκδυσωποῦσι τὸν θεὸν τυχεῖν ἐλευθερίας·
1225‘ἐκέκραξά σοι, κύριε‘, φησὶ γὰρ ‘ἐκ βαθέων‘, τουτέστιν ἀπὸ μέσης μου ψυχῆς τε καὶ καρδίας· ‘τοίνυν εἰσάκουσον φωνῆς ἐμῆς ὡς εὐεργέτης.‘
l130,1Εἰς τὸν ρλʹ ψαλμόν, ‘κύριε, οὐχ ὑψώθη ἡ καρδία‘
l130,2Ταπεινοφρόνων οἱ λόγοι
l130,3Δαυὶδ καρδίαν δηλοῦσι.
1228 Προσώπῳ δ’ οὗτος γέγραπται χοροῦ τῶν ἐναρέτων τὴν ἑαυτῶν ταπείνωσιν καλῶς ἐξερχομένων
1230καὶ τύπον ταπεινώσεως ἡμῖν παρεχομένων. ‘ἡ‘ γὰρ ‘καρδία μου‘, φησίν, ‘οὐδ’ ὅλως ἀνυψώθη.‘
l131,1Εἰς τὸν ρλαʹ, ‘μνήσθητι, κύριε, τοῦ Δαυίδ‘
l131,2Δαυὶδ προσευχὴ καὶ θεοῦ παρουσία.
1232 Τοῖς αἰχμαλώτοις πρόσφορος οὗτος τυγχάνει πᾶσιν, ἐκδυσωποῦσι τὸν θεὸν τυχεῖν τινος συγγνώμης καὶ λιπαροῦσι πάντοτε πρὸς ἔργον ἀποβῆναι
1235τὰς τοῦ θεοῦ πρὸς τὸν Δαυὶδ ἀρχαίας ὑποσσχέσεις. ἔχει δ’ ἐμφάσεις καί τινας σταυροῦ τοῦ σεβασμίου· φησὶ γὰρ ‘προσκυνήσωμεν εἰς τόπον σωτηρίας, οὗπερ οἱ πόδες ἔστησαν τοῦ λόγου καὶ σωτῆροσ‘.
l132,1Εἰς τὸν ρλβʹ ψαλμόν, ‘ἰδοὺ δὴ τί καλόν‘
l132,2Λαοῦ τελείαν τὴν πίστιν
l132,3ἐνδεδυμένου οἱ λόγοι.
1239Ἐπὶ τοῖς χρόνοις Ῥοβοὰμ πρὸ τῆς αἰχμαλωσίας
1240αἱ πᾶσαι διῃρέθησαν φυλαὶ τῶν Ἰουδαίων· ἀλλ’ αἱ μὲν δύο τῶν φυλῶν τῷ Ῥοβοὰμ ἐτέλουν, αἱ δέκα δ’ Ἱεροβοὰμ εἵλοντο βασιλέα. μετὰ γοῦν τὴν ἐπάνοδον τὴν τῆς αἰχμαλωσίας πάλιν συνήλθοσαν ὁμοῦ εἰς μίαν βασιλείαν,
1245ὅθεν, φησίν, ἐφθέγγοντο καὶ πρὸς ἀλλήλους τάδε· ‘ἰδοὺ δὴ τί καλόν ἐστιν ἢ τί τερπνὸν ἐν βίῳ ἀλλ’ ἢ τὸ κατοικεῖν ἡμᾶς ἅμα τοὺς αὐταδέλφου;‘
l133,1Εἰς τὸν ρλγʹ ψαλμόν, ‘ἰδοὺ δὴ εὐλογεῖτε τὸν κύριον‘
l133,2Τὸν ἀφιξόμενον λέγει
l133,3λαὸν εἰς πίστιν κυρίου.
1248 Πρόσφορος δ’ οὗτος πέφυκε τοῖς ἐλευθερωθεῖσιν· ‘οἱ‘ γὰρ ‘ἑστῶτεσ‘ δή φησιν ‘ἐν οἴκῳ τοῦ κυρίου,

54

(1250)

ἐπευλογεῖτε κύριον ὡς δοῦλοι τοῦ κυρίου.‘
l134,1Εἰς τὸν ρλδʹ ψαλμόν, ‘αἰνεῖτε τὸ ὄνομα κυρίου, αἰνεῖτε, δοῦλοι,
l134,2κύριον‘
l134,3Διδασκαλία πρὸς πίστιν
l134,4λαὸν εἰσάγουσα νέον.
1551 Οὗτος τὴν ἴσην δύναμιν ἔχει τῷ προρρηθέντι, ἁρμόδιος καὶ γάρ ἐστι τοῖς ἐλευθερωθεῖσιν.
l135,1Εἰς τὸν ρλεʹ, ‘ἐξομολογεῖσθε τῷ κυρίῳ, ὅτι ἀγαθόσ‘
l135,2Εὐχαριστία κυρίῳ
l135,3λευτρωμένων ἐκ πλάνης.
1253 Ἐπείπερ ἀπηλλάγησαν ἐκ τῆς αἰχμαλωσίας, ἀλλήλους διεγείρουσι πρὸς δόξαν τοῦ κυρίου,
1255τὰς ἐν Αἰγύπτῳ λέγοντες πολλὰς εὐεργεσίας. φησὶ γάρ· ‘πάντες τῷ θεῷ νῦν ἐξομολογεῖσθε τῷ μέγιστα θαυμάσια τετελεκότι μόνῳ, Αἴγυπτον μὲν πατάξαντι μετὰ τῶν πρωτοτόκων, τὸν δὲ λαὸν τὸν ἴδιον ταύτης ἐξαγαγόντι.‘
l136,1Εἰς τὸν ρλϛʹ ψαλμόν, ‘ἐπὶ τῶν ποταμῶν Βαβυλῶνοσ‘
l136,2Φωναὶ ἁγίων βοώντων
l136,3αἰχμαλωσίᾳ τοιαῦτα.
1260 Τὰς θλίψεις ἀπαγγέλλουσι τὰς τῆς αἰχμαλωσίας· ἅπερ γὰρ εἶχον ὄργανα, τύμπανα καὶ κιθάρας, δι’ ὧν ἀνύμνουν τὸν θεὸν ἐν τῇ Σιὼν παρόντες, ἐλθόντες εἰς τὸν ποταμὸν τῆς χώρας Βαβυλῶνος ὡς ἄχρηστα παρήρτησαν ἐν ταῖς ἰτέαις ταῦτα
1265καὶ μεμνημένοι τῆς Σιὼν ἐθρήνουν ἀνενδότως.
l137,1Εἰς τὸν ρλζʹ ψαλμόν, ‘ἐξομολογήσομαί σοι‘
l137,2Εὐχαριστεῖ τῷ κυρίῳ
l137,3καὶ προφητεύει τὸ μέλλον.
1266 Προσώπῳ τοῦτον γέγραφε τοῦ θείου Ζαχαρίου, εὐφραινομένου δήπουθεν ὡς ἐλευθερωθέντος καὶ τῷ δεσπότῃ τοῦ παντὸς ὑπερευχαριστοῦντος.
l138,1Εἰς τὸν ρληʹ, ‘κύριε, ἐδοκίμασάς με‘
l138,2Ἔντευξις 〈θεῷ〉 δικαίου
l138,3συνάμα θεολογίᾳ.
1269Τοῦτον προσώπῳ γέγραφεν ἄνακτος Ἰωσίου,
1270ὃς ἀπὸ γνώμης δυσσεβοῦς καλῶς ἀνθυποστρέψας τοὺς ἱερεῖς κατέσφαξεν ἅπαντας τῶν εἰδώλων. ‘ἐμίσησα‘ γάρ, ‘κύριε‘, φησί, ‘τοὺς σὲ μισοῦντας· σὺ δ’ ἀλλ’ ὡς ἐδοκίμασας ἐμὲ τὸν σὸν οἰκέτην, ἔγνως καὶ τὴν καθέδραν μου σὺ καὶ τὴν ἔγερσίν μου,‘
1275τοῦτ’ ἔστι τὴν ἀσέβειαν καὶ τὴν εὐσέβειάν μου.
l139,1Εἰς τὸν ρλθʹ ψαλμόν, ‘ἐξελοῦ με, κύριε, ἐξ ἀνθρώπου‘
l139,2Κατὰ θεὸν ὃς ἀγῶνας
l139,3ἀνύει ταῦτα κραυγάζει.
1276 Τοῦτον δὲ πολεμούμενος ὑπὸ Σαοὺλ ἐξεῖπε· φησὶ γάρ, ‘ῥῦσαί με, Χριστέ, τῶν πονηρῶν ἀνθρώπων, οἵτινες παρατάσσονται πολέμους καθ’ ἡμέραν‘.
l140,1Εἰς τὸν ρμʹ, ‘κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου‘
l140,2Ἡ προσευχὴ τοῦ τελείως
l140,3αὑτὸν ἐκδόντος κυρίῳ.
1279Τοῦτον προσώπῳ γέγραφε τῶν θείων αἰχμαλώτων,
1280Ἀγγαίου Ζαχαρίου τε τῶν προφητικωτάτων ἐπευχομένων δηλαδὴ πρὸς τὸν δεσπότην ὅλων· ὅντινα γέγραφε ψαλμὸν καὶ προσευχῆς εἰς τύπον.
l141,1Εἰς τὸν ρμαʹ ψαλμόν, ‘φωνῇ μου πρὸς κύριον ἐκέκραξα‘
l141,2Τοῦ ἐξομολογουμένου
l141,3ἡ προσευχὴ τῷ κυρίῳ.
1283 Καὶ τοῦτον διωκόμενος ὑπὸ Σαοὺλ ἐξεῖπε· φησὶ γάρ, ‘ῥῦσαί με, Χριστέ, χειρὸς φονικωτάτης
1285τῶν καταδιωκόντων με καὶ κατασυντριβόντων‘.
ὁ παῖς δὲ τοῦτον ἔθλιβεν Ἀβεσαλὼμ τὸ πλέον.
l142,1Εἰς τὸν ρμβʹ ψαλμόν, ‘κύριε, εἰσάκουσον τῆς προσευχῆς μου‘
l142,2Κατὰ θεὸν ὃς πολέμοις
l142,3ἐμβέβληται ταῦτα λέγει.
1287 Καὶ τοῦτον ὑπ’ Ἀβεσαλὼμ δεδιωγμένος εἶπεν· ἀλλ’ ἐξομολογήσεως μέγιστον τύπον φέρει.
l143,1Εἰς τὸν ρμγʹ, ‘εὐλογητὸς κύριος ὁ θεός μου‘
l143,2Εὐχαριστεῖ λαβὼν νίκην
l143,3κατὰ ἐχθρῶν πολεμούτων.
1289Προσώπῳ τοῦτον γέγραφε τοῦ Χριστωνύμου δήμου
1290εὐχαριστούντων ἐκ ψυχῆς τῷ θεανθρώπῳ λόγῳ τῷ δόντι δύναμιν αὐτοῖς κατὰ τοῦ διαβόλου καὶ μάχαιραν τετράστομον τὸ τοῦ σταυροῦ σημεῖον, οὗ τῇ δυνάμει πλήττουσι τὰ στίφη τῶν δαιμόνων τῶν πολεμούντων ἀφειδῶς πάντοτε τοὺς ἀνθρώπους.
1295‘εὐλογητὸσ‘ καὶ γάρ φησι ‘κύριος ὁ θεός μου, ὁ πρὸς παράταξιν ἐχθρῶν διδάσκων μου τὰς χεῖρας, εἰς πόλεμον δὲ τοὺς ἐμοὺς δακτύλους ἀπευθύνων.‘
l144,1Εἰς τὸν ρμδʹ ψαλμόν, ‘ὑψώσω σε, ὁ θεός μου, ὁ βασιλεύς μου‘
l144,2Ὑμνεῖ θεὸν καὶ μεθ’ ὕμνου
l144,3θεολογεῖ ὁ προφήτης.
1298Τοῦτον εἰς ὕμνον ἄπαυστον γέγραφε τῷ κυρίῳ.
l145,1Εἰς τὸν ρμεʹ ψαλμόν, ‘αἴνει, ἡ ψυχή μου, τὸν κύριον‘
l145,2Ὑμνεῖ θεὸν καὶ σὺν ὕμνῳ
l145,3θεολογεῖ ὁ προφήτης.
1299Ἐν τούτῳ δὲ προτρέπεται δοξάζειν τὸν δεσπότην

54

(1300)

καὶ μὴ θαρρεῖν ἐπί τινι πλὴν μόνῳ τῷ κυρίῳ.
l146,1Εἰς τὸν ρμϛʹ ψαλμόν, ‘αἰνεῖτε τὸν κύριον, ὅτι ἀγαθὸν ψαλμόσ‘
l146,2Ὑμνεῖ θεὸν καὶ συνάμα
l146,3θεολογεῖ ὁ προφήτης.
1301 Ἐν τούτῳ προτεθέσπικεν ὁ μέγιστος προφήτης τὴν κτίσιν ὄντως τοῦ ναοῦ τὴν παρὰ Ζοροβάβελ καὶ τὴν ἐπάνοδον ὁμοῦ τῶν αἰχμαλωτισθέντων. φησὶ γὰρ ‘Ἱερουσαλὴμ οἰκοδομῶν ὁ λόγος
1305συνάξει τὰς διασπορὰς τοῦ Ἰσραὴλ ἁπάσασ‘.
l147,1Εἰς τὸν ρμζʹ, ‘ἐπαίνει, Ἱεροσυαλήμ, τὸν κύριον, αἴνει τὸν θεόν‘
l147,2Ὕμνος θεῷ, καὶ ὁ ὕμνος
l147,3θεολογία προφήτου.
1306 Τοῦτον προσώπῳ γέγραφεν Ἀγγαίου τοῦ προφήτου τὴν κτίσιν Ἱερουσαλὴμ μέλλοντος προφητεῦσαι.
l148,1Εἰς τὸν ρμηʹ, ‘αἰνεῖτε τὸν κύριον ἐκ τῶν οὐρανῶν‘
l148,2Ὕμνος θεοῦ, καὶ ὁ ὕμνος
l148,3θεολογίᾳ συνάμα.
1308 Ἐν τούτῳ δὲ προτρέπεται δοξάζειν τὸν δεσπότην ἅπασαν κτίσιν ὁ Δαυὶδ ὡς ποιητὴν τῶν ὅλων.
l149,1Εἰς τὸν ρμθʹ, ‘ᾄσατε τῷ κυρίῳ ᾆσμα καινόν‘
l149,2Ἐωθινὴν ὑμνῳδίαν
l149,3ἣν ᾖδε προφήτης λέγει.
1310 Τοῖς Χριστωνύμοις παραινεῖ γεραίρειν τὸν δεσπότην· φησὶ γὰρ ‘ᾄσατε καινὸν ᾆσμά τι τῷ κυρίῳ, οἱ ταῖς χερσὶ κατέχοντες τὴν δίστομον ῥομφαίαν‘, τοῦτ’ ἔστι τὸν πανσέβαστον σταυρὸν τὸν τοῦ κυρίου, ‘ὥστε ποιεῖν ἐκδίκησιν ἐν ἔθνεσιν ἀγρίοισ‘
1315καὶ κατασφάττειν δαίμονας καὶ καταπλήττειν τούτους.
l150,1Εἰς τὸν ρνʹ ψαλμόν, ‘αἰνεῖτε τὸν θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ‘
l150,2Κελεύει πᾶσι προφήτης
l150,3ὑμνεῖν θεὸν ἀνενδότως.
1316Πᾶσαν πνοὴν καὶ δύναμιν καὶ φύσιν ὁ προφήτης
εἰς αἴνεσιν ἀσίγητον ὀτρύνει τοῦ κυρίου.
l151,1Εἰς τὸν ἰδιόγραφον ψαλμὸν τῷ Δαυίδ, ‘μικρὸς ἤμην ἐν τοῖς
l151,2ἀδελφοῖς μου‘
1318 Καρατομεῖς ἆρα δὲ τὸν ξιφηφόρον, κτείνεις δὲ τὸν μέγιστον, ὦ βραχὺ δέμας,
1320καὶ τὸν τοσοῦτον ὄντα πρὸς ξιφουλκίαν σφάττειν, προφῆτα σφενδονηφόρε, σθένεις; ναί, τοῦ θεοῦ θέλοντος, οὐ γὰρ εἰς μάτην ἐκ τριάδος πέπομφα τριττὺν τῶν λίθων.
l151,3Οὗτος ὁ ψαλμὸς ἰδιόγραφός ἐστι τῷ Δαυὶδ καὶ ἔξωθεν τοῦ ἀριθμοῦ τῶν ρνʹ ψαλμῶν, ὅτε
l151,4ἐμονομάχησε πρὸς τὸν Γολιάθ.

55

(1t)

Στίχοι ἐν ἐπιτομῇ περὶ τῆς ἑξαημέρου καὶ εἰς τὴν γέννησιν τοῦ Ἀδὰμ
2tκαὶ εἰς τὴν ἐξορίαν αὐτοῦ καὶ τὴν τοῦ θεοῦ πρὸς αὐτὸν κηδεμονίαν
3tκαὶ περὶ τοῦ Ἀντιχρίστου. ποίημα Μιχαὴλ Ψελλοῦ Κωνσταντινουπό‐
4tλεως
1 Τριὰς ἁγία, δόξα σοι, πατὴρ ὁ παντοκράτωρ καὶ υἱὸς σὺν τῷ πνεύματι, δόξα σοι εἰς αἰῶνας. Πάντων ἄναξ καὶ κύριε καὶ κτίστα τῶν ἁπάντων, ἐξ οὐκ ὄντων παρήγαγες εἰς τὸ εἶναι τὰ πάντα.
5πρῶτον ἐδημιούργησας τὰς τάξεις τῶν ἀγγέλων, ἀγγέλους ἀρχαγγέλους τε, ἀρχὰς καὶ ἐξουσίας, θρόνους καὶ κυριότητας καὶ τὰς θείας δυνάμεις, τὰ χερουβὶμ καὶ σεραφίμ, τὰ τετράμορφα ζῷα, τοῦ ὑμνεῖν καὶ δοξάζειν σε ἐν φωναῖς ἀσιγήτοις.
10ὁ δέκατος δὲ ἀριθμὸς ὁ σατανᾶς ὑπῆρχεν, ἀλλ’ ἔπεσεν ὡς ἀστραπή, ὡς κατὰ σοῦ ἀνταίρας, καὶ ὅλος σκότος γέγονεν σὺν τῇ αὐτοῦ στρατείᾳ· θρόνων ἐδόκει ἔχεσθαι αὐτὸς ἐν ταῖς νεφέλαις, ἀλλ’ ἔπεσεν ὡς ἀστραπὴ ἐκ τῶν ἐπουρανίων
15καὶ ἔλαχεν τὴν οἴκησιν ἔχειν ἐν τῇ ἀβύσσῳ. ἀντ’ αὐτοῦ δὲ πεποίηκας τὴν φύσιν τῶν ἀνθρώπων· κἂν ἀκραιφνῶς φυλάξωσι θεοῦ τὸ κατ’ εἰκόνα καὶ εἰς ἀγγέλων φθάσοιεν ἔχειν τὴν πολιτείαν, οὗτοι ἀναπληρώσουσιν τὸ τάγμα τῷ πεσόντι.
20 Κατ’ ἀρχὰς ἐστερέωσας οὐρανοὺς ἐν συνέσει καὶ τούτους κατεκάλλυνας τὸ ἀνέκφραστον κάλλος. ἔνδον δ’ αὐτοῦ ὑπάρχουσιν αἱ τάξεις τῶν ἀγγέλων· φῶτα γὰρ ὄντες δεύτερα τῆς σῆς φωτοχυσίας ἀκαταπαύστως ᾄδουσι τὸν τρισάγιον ὕμνον,
25μόνος [γὰρ] σκότος γέγονεν ὁ πεσὼν Ἑωσφόρος. Τὴν γῆν ἐθεμελίωσας ἐπ’ οὐδενὸς ἑδράσας· οὐχ ὑπὸ στύλων ἥδρασται, ἀλλ’ ἐν τῇ σῇ παλάμῃ, στῦλ[ος] αὐτῆς γὰρ πέφυκεν ἡ ἄπειρος ἰσχύς σου. καὶ ταύτην κατεκύκλωσας τὴν φύσιν τῶν ὑδάτων·
30Ὠκεανὸς γὰρ ποταμὸς ταύτην περικυκλεύει, καὶ ἔνδοθεν τοῦ ποταμοῦ τὰ ἄπειρα πελάγη, χειμάρροι ἀναρίθμητοι καὶ ἀένναοι κρῆναι· μέση τοῦ πόλου κρ[έ]μαται ὥσπερ στιγμὴ βραχεῖα. Τὸν δεύτερον δὲ οὐρανὸν τῷ λόγῳ στερεώσας
35καὶ τοῦτον ἐστερέωσας ἐν μέσῳ τῶν ὑδάτων, τοῦ χωρίζειν τὰ ὕδατα τὰ ἄνω καὶ τὰ κάτω, οὐκ ἐξ ἡλίου ὕδατος, ἀλλὰ τῇ σῇ σοφίᾳ. ἐπάνω δ’ αὐτοῦ τέθεικας τὸ πλῆθος τῶν ὑδάτων, ἵνα μή π[ως] καταφλέχθῃ τῇ φλογὶ τοῦ ἡλίου.
40 Τὴν γῆν δὲ ἀπεκάλυψας τὴν πρὶν κεκαλυμμένην καὶ ταύτην κατεποίκιλας τῶν βοτανῶν τὰ γένη, ῥόδα καὶ κρίνα πάμπολλα, βασιλικὰ καὶ κρόκους, καὶ ἄλλα ἀναρίθμητα πρὸς χρῆσιν τῶν ἀνθρώπων, δένδρη τὰ εὐωδέστατα, κυπάρισσον καὶ πεύκην,
45καὶ δέν[................] ἐν ᾧ σωτὴρ ὑψώθη, καὶ ἄλ[λα ...........] εἰς ἅπασαν τὴν κτίσιν. Τὸν οὐ[ρανὸ]ν ἐκόσμησας [τῷ] πλήθει τῶν ἀστέρων τοῦ διαλύειν τῆς νυκτὸς τὴν ζοφώδη ὁμίχλην· οὐσία γὰρ οὐ πέφυκεν, ὡς φαίνεται, τοῦ σκότους,

55

(50)

ἀλλὰ στέρησις τοῦ φωτός, ἡλίου κρυπτομένου. τὸν ἥλιον δὲ τέθεικας εἰς ἀρχὴν τῆς ἡμέρας· τῷ λόγῳ σου γὰρ γέ[γονεν] ἐκ τοῦ φωσφόρου φ[αῦ]σις κατα[φωτίζειν] ἅπαντα τὸν ἐγκύκλιον πόλον, ὄρη, βουνούς, κοιλάδας αὖ, ὁμοῦ καὶ πεδιάδας,
55ἀκτάς, λιμένας νήσους τε καὶ ἄπειρα πελάγη. ἐπὶ γῆν γὰρ χρονίζοντος θερμαίνεται τὸ ὕδωρ, καὶ ὑπὸ γῆν χρονίζοντος ἐν τῷ ἡμισφαιρίῳ τὴν γῆν καταθερμαίνοντος ψυχραίνεται τὸ ὕδωρ· ταῦτα δὲ οὕτως γένωνται χειμῶνι καὶ τῷ θέρει.
60ὑπερέχει δὲ ἅπασαν τὴν γῆν ἐν τῷ μεγέθει· κωνοειδὴς ἡ χθόνα γάρ, ὡς ἔοικεν, ὑπάρχει. τὴν σελήνην δὲ τέθεικας τοῦ φωτίζειν τὴν νύκτα· λήγουσα καὶ αὐξάνουσα [ἀ]νάστασιν μηνύει. εἰς χρόνους ὄντως καὶ καιροὺς ἔταξας τοὺς φωστῆρας,
65καὶ ταῦτα παρελεύσονται τῇ ἐσχάτῃ ἡμέρᾳ. Ἰχθύας δὲ καὶ πετεινὰ ἐξήγαγε τὸ ὕδωρ,
καθαρὰ καὶ ἀκάθαρτα, ἕκαστον κατὰ γένος, ὅσα εἰσὶ λεπιδωτά, καθαρὰ πρὸς διαίταν, καὶ ὅσα τὰ ἀλέπιδα, ἀκάθαρτα τὰ πάντα.
70τὰ πετεινὰ δὲ πέτανται πάντα ἐν τῷ ἀέρι, καθαρὰ καὶ ἀκάθαρτα, ἕκαστον κατὰ γένος· στραβώνυχα, ὀξύστομα, ἀκάθαρτα τὰ πάντα, τὰ δὲ ἰσοχειλεύοντα καθαρὰ πρὸς διαίταν. τετράποδα παντοῖα δὲ ἡ ἤπειρος ἐκφύει,
75καθαρὰ καὶ ἀκάθαρτα, ἕκαστον κατὰ γένος. τὰ διχηλοῦντα τοῖς ποσὶ μηρυκισμὸν ἀνάγει, ταῦτά εἰσι τὰ καθαρὰ καὶ καλὰ πρὸς διαίταν, τὰ δὲ δασυποδεύοντα ἀκάθαρτα τὰ πάντα. ἵπποι, ὄνοι καὶ κάμηλοι πρὸς τὴν ὑπηρεσίαν,
80ἐλέφας καὶ μονόκερως πρὸς τέρψιν τῶν ἀνθρώπων, ὕαινα καὶ κορκόδειλος, λεόπαρδος καὶ λέων, ὁ ἄρκος καὶ ὁ λύκος δέ, θηρία αἱμοβόρα, οὐδὲν τούτων ηὐλίζετο ἔνδον τοῦ παραδείσου, εἰ μὴ μόνος ὁ ἄνθρωπος, χειρῶν θεοῦ τὸ ἔργον.
85 Ἀδὰμ ὁ πρῶτος ἄνθρωπος χ[ειρὶ] θεοῦ ἐπλάσθη· ἐκ γῆς ἀφθάρτου πέπλασται βουλῇ τοῦ παντεπόπτου, τὸ σῶμα δὲ σὺν τῇ ψυχῇ αὖθις ἀναλαμβάνει, οὐχὶ τὸ σῶμα πρότερον καὶ ὕστερον τὸ πνεῦμα, καθὼς ληρεῖ ὁ δυσσεβὴς καὶ ἄφρων Ὠριγένης,
90ἀλλ’ ἅμα τὰ ἀμφότερα· καὶ γέγονε τὸ ζῷον λογικὸν ὄντως καὶ θνητὸν κατὰ τὸ γεγραμμένον. καὶ ἡ γυνὴ ἐκ τῶν πλευρῶν αὐτοῦ ἀνεγεννήθη, αὐτὸς γὰρ ἐπροφήτευσε περὶ αὐτῆς καὶ εἶπεν· ‘ὀστοῦν ἐκ τῶν ὀστέων μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου·
95αὕτη οὖν ἐστί μοι γυνή, ἐξ ἐμοῦ γὰρ ἐλήφθη.‘ Ἐν παραδείσῳ τέθειται δεσπόζειν τῶν κτισμάτων, ἑνὸς δὲ ξύλου μὴ φαγεῖν, ἐξ οὗ γεννᾶται μόρος. αὐτοῦ δὲ παρακούσαντος ἐγεύσατο τοῦ ξύλου·
τῇ τοῦ ὄφεως συμβουλῇ, γυναικὸς ἐπηρείᾳ,

55

(100)

ἐξηπατήθη βεβρωκὼς τὴν ἐνήδονον βρῶσιν· ἰσοθεΐαν φαντασθεὶς ἐκπίπτει τῆς ἐλπίδος καὶ ἐγυμνώθη τῆς τρυφῆς τοῦ ζωηροῦ χωρίου, ῥάψας δὲ φύλλα τῆς συκῆς τὴν γύμνωσιν καλύπτει. Πρωῒ δὲ ἔνδον εἰσελθὼν ὥρᾳ ἕκτῃ ἐξῆλθεν
105καὶ ἐξεβλήθη τῆς τρυφῆς τοῦ ζωηροῦ χωρίου. ἀπέναντι ἐκάθισεν εἰς τόπον τοῦ κλαυθμῶνος. ἐκεῖ γὰρ μέλλει ὁ θεὸς κρῖναι τὴν οἰκουμένην· ὁ ποταμὸς δὲ τοῦ πυρὸς πρὸ τοῦ βήματος ἕλκει τοῦ καταφλέξαι ἅπασαν τὴν ὕλην τῆς ἠπείρου,
110ἐν ᾧ δοκιμασθήσεται ἡ τῶν ἀνθρώπων φύσις· ἐκεῖ πάντες ὑφέξομεν δίκην τῶν ἐσφαλμένων, καὶ οἱ μὲν γίνωνται ὡς φῶς, ἄλλοι δὲ ὡς ζοφώδεις. ὁ παράδεισος γάρ, φησίν, εἰς ἀνατολὴν κεῖται, αὐτὸς δὲ τούτου ἐκβληθεὶς ἦλθεν ἐν τῇ κοιλάδι.
115 Δακρυρροῶν δὲ ὁ Ἀδὰμ ἑαυτὸν ἀπεθρήνει· ‘οἴμοι, τί πέπονθα ἐγώ; ἐκδυθεὶς τὸ χιτῶνα, τὴν θεοΰφαντον στολήν, γυμνὸς αἴθριος πέλω, κῴδια περιβέβλημαι ὡς γήινα φρονήσας. οἴμοι, γλυκὺ παράδεισε, πῶς σου ἀπεχωρίσθην;
120οἵας δόξης ἐστέρημαι διὰ τὴν ἀκρασίαν. οὐκέτι ἀπολαύσομαι τῆς τερπνῆς ὡραιότης, οὐδὲ πάλιν ἀκούσομαι τῶν ἀγγέλων τοὺς ὕμνους. ἀκάνθας καὶ τριβόλους μοι ἡ γῆ ἀναβλαστάνει, τῇ δρόσῳ περιρρέομαι παντοδαπῶς τὸ σῶμα,
125τὸ πρόσωπον καταβραχῶ τοῦ ἐσθίειν τὸν ἄρτον. ἀλλὰ καὶ μετὰ θάνατον εἰς τὸν ᾅδην ὑπάγω.‘ Θανὼν δὲ μέσον τέθαπται τῆς γῆς ἐξ ἧς ἐλήφθη. τριάκοντα καὶ ἐννακὸς Ἀδὰμ ἔζησεν ἔτη, καὶ οὕτως ἐτελεύτησεν ταφεὶς ὑπὸ ἀγγέλων·
130μέσον τῆς γῆς ἐτάφη δὲ ἐξ ἧς καὶ προελήφθη, καὶ μετὰ τὸ θανεῖν αὐτὸν εἰς ᾅδην ἀπελείφθη. ἁπλώσας χεῖρας ὁ πικρὸς καὶ ἀκόρεστος Ἅιδης τοῦτον κατέκλεισε φρουραῖς τῆς δεινῆς παννυξίας. τετράσχιλοι καὶ ἐννακὸς τριάκοντα καὶ τρία
135ἔτη αὐτὸν κεκράτηκεν ὡς αὐτοῦ ὑπακούσας. Ἀλλ’ ὁ θεὸς ὁ ἅγιος ἀφάτῳ εὐσπλαγχνίᾳ κατέβη κλίνας οὐρανοὺς τοῦ σῶσαι τὸν γενάρχην, πεντάσχιλοι καὶ πεντακὸς ἔτη παραδραμόντα. γεννᾶται τοίνυν ὁ Χριστὸς ἐκ παρθένου ἁγίας,
140δούλου μορφὴν ἐνδύεται ἐξ ἀπειράνδρου κόρης. παρθένος αὐτὴ ἔτεκε καὶ ἔμεινε παρθένος, ὑπῆρχεν δὲ ἡ ἄμωμος καὶ θεόπαις Μαρία, ἐκ τῆς πατρίδος Ἰεσσαὶ καὶ Δαυὶδ τοῦ προφήτου. Ἰωακεὶμ καὶ Ἄννα δὲ ἔτεκον τὴν παρθένον.
145τρία ἔτη ἐτράφη δὲ ἡ παῖς ἐν τοῖς γονεῦσιν καὶ ἐννέα εἰς τὸν ναὸν ἄρτῳ ἐπουρανίῳ. Καὶ Ἰωσὴφ ὁ δίκαιος ἐμνηστεύσατο ταύτην. διὰ τοῦτο οὖν γέγονεν ὁ τρόπος τῆς μνηστείας, ἵνα λάθῃ τὸν δράκοντα, τὸν ἄρχοντα τοῦ σκότους.

55

(150)

ἀκούσας γὰρ ὁ πονηρὸς τῶν φωνῶν Ἡσαΐου, ὅτι παρθένος τέξεται Ἐμμανουὴλ παιδίον, ἐτήρει, ἐπεσκέπτετο ἁπάσας τὰς παρθένους, καὶ εἰ ἠδύνατο λαβεῖν τὸν τρόπον τῆς λοχείας, ἐξέχεε ἂν τὸν ἰὸν ἐπὶ τῷ γεγονότι·
155ἀλλ’ ἔλαθεν τὸν πονηρὸν ἡ τοῦ θεοῦ σοφία καὶ ἔμεινεν ὁ ἀσεβὴς ὅλως κατῃσχυμμένος. Γαβριὴλ ὁ ἀρχάγγελος ἐστάλη οὐρανόθεν εἰς Ναζαρέτ, ἐπέστη δὲ ὅπου ἦν ἡ παρθένος, καὶ τὸ ‘χαῖρε‘ ἐβόησεν τῇ κεχαριτωμένῃ,
160‘χαῖρε‘, λέγων, ‘θεόνυμφε, χαῖρε, εὐλογημένη· ὁ κύριος ἐλεύσεται ἐν σοὶ τῇ παναγίᾳ.‘
καὶ αὐτίκα συνέλαβε τὸν πρὸ αἰώνων λόγον καὶ ἔτεκεν ἄνευ ἀνδρὸς τὸν κτίστην τῶν ἁπάντων, μὴ ὁμιλήσασα ἀνδρὶ ὕστερον οὔτε πρῶτον.
165 Τριακοστὸς δὲ γεγονὼς ὁ ἄχρονος ὑπάρχων ὡς ἄνθρωπος βαπτίζεται ἐν ῥείθροις Ἰορδάνου. Ἰωάννης ὁ πρόδρομος ἐβάπτισέν τε τοῦτον, Πέτρος καὶ Ἰωάννης δὲ ὁ μέγας θεολόγος τὴν ἁγίαν καὶ ἄμωμον Μαρίαν τὴν παρθένον.
170ἡγίασεν δὲ Χριστὸς τὴν φύσιν τῶν ὑδάτων καὶ τῶν δρακόντων ἔτριψεν τῶν πονηρῶν τὰς κάρας. Τρία ἔτη διέτριψεν μετὰ τῶν ἀποστόλων, τρία ἔτη σὺν μαθηταῖς, ὁμοῦ δὲ καὶ τρεῖς μῆνας. ἄπειρα θαύματα ποιεῖ, εὐθέως ἐσταυρώθη.
175ὕδωρ οἶνον ἐποίησεν ἐν Κανὰ Γαλιλαίας· ἐν θαλάσσῃ ἐβάδισεν ὥσπερ ἐπὶ ἐδάφους· τοῖς ἀνέμοις ἐπέταξε, καὶ γέγονε γαλήνη· πέντε ἄρτους εὐλόγησεν εἰς πέντε χιλιάδας καὶ ἐχόρτασεν ἅπαντας σὺν γυναιξὶ καὶ τέκνοις·
180τοὺς λεπροὺς ἐθεράπευσεν, ἰάσατο αἱμόρρους· παράλυτον συνέσφιγξεν, ἔσωσε δαιμονῶντας, καὶ ἄλλα πλεῖστα θαύματα· εὐθέως ἐσταυρώθη. Ἐν τούτῳ γὰρ καὶ ὁ Ἀδὰμ τὴν ἐντολὴν παρέβη, καὶ τοῦ κόσμου ἡ ἔναρξις ἐν τούτῳ ἐγεγόνει.
185καὶ μαρτυρεῖ τῶν βοτανῶν καὶ τῶν δένδρων τὰ ἄνθη, εὐωδιάζει ἅπας δὲ ὁ περίγειος κόσμος, καὶ κελαδοῦν τὰ πετεινὰ ἐναρμόνιον μέλος, ἡ γῆ δὲ ἀνεβλάστησεν εὐωδέστατα ἄνθη, ἡ τρικυμία παύεται ἡ πολλὴ τῆς θαλάσσης,
190οἱ ἰχθύες ἀγάλλονται καὶ σκιρτῶσι δελφῖνες, κινοῦνται δὲ καὶ τὰ κτήνη πρὸς τὴν τεκνογονίαν, ἀλλὰ μὴν καὶ ὁ ἄνθρωπος γονορροεῖ ἐντεῦθεν, ἰσημερία γίνεται καὶ τοῦ ἡλίου ὧδε, ὅπου ἡ κάρα τοῦ Ἀδάμ, ὁ Χριστὸς ἐσταυρώθη.
195 Τὸ ὄνομα τὸ τοῦ Ἀδὰμ τετράστοιχον ὑπάρχει, περικυκλοῦν, ὡς ἔοικεν, τὴν τετράστοιχον κτίσιν, ἀνατολὴν καὶ δύσιν τε, ἄρκτον καὶ μεσημβρίαν. αὐτοῦ γὰρ ὀλισθήσαντος ποτὲ ἐν παραδείσῳ καὶ τὰς πέντε μολύναντος αἰσθήσεις ἐν τῷ ξύλῳ,

55

(200)

ἀκουστὸν τοῦτο γέγονε πάσῃ τῇ ὑφ’ ἡλίῳ καὶ ᾄδεται ἕως τοῦ νῦν καὶ ἕως συντελείας. θέλων δὲ ὁ γλυκύτατος Ἰησοῦς ὁ σωτήρ μου ἰάσασθαι τὸ ἄλγημα Ἀδὰμ τοῦ πρωτοπλάστου τοῦ ἐξαλεῖψαι τὴν πικρὰν καὶ ἐνήδονον βρῶσιν,
205εἰς ὅπλον [τετρα]κέρατον ἑκουσίως ὑψώ[θη], [ἡ]γία[σεν] δὲ ἅπασαν τὴν τετράστοιχον κτίσιν, ἀνατολὴν καὶ δύσιν τε, ἄρκτον καὶ μεσημβρίαν, ἣν ἀσάλευσεν τοῦ Ἀδὰμ ἡ παράβασις τότε. Αὐτοῦ γὰρ τὸ πανάγιον καὶ σεβάσμιον σκῆπτρον
210μέλλει ἔμπροσθεν ἔρχεσθαι Ἰησοῦ τοῦ σωτῆρος τοῦ ὑψωθέντος ἐν αὐτῷ ἑκουσίᾳ βουλήσει καὶ τὰς χεῖρας ἐκτείναντος, κεφαλὴν καὶ τοὺς πόδας, ὅπερ ἔπρεπεν ὁ Ἀδάμ, ἀσφαλῶς κρεμασθῆναι, τοῦτο πέπονθεν ὁ σωτὴρ διὰ φιλανθρωπίαν.
215ὑπὲρ αὐγὰς ἡλιακὰς τότε μέλλει ἐκλάμψαι τὸ σκῆπτρον τὸ βασιλικόν, σταυρὸς ὁ ζωηφόρος, ἐν τῇ δευτέρᾳ καὶ φρικτῇ ἐλεύσει τοῦ σωτῆρος, καταφωτίζων ἅπασαν τὴν τετράστοιχον κτίσιν καὶ φλογίζων τοὺς δαίμονας καὶ σατὰν τὸν φθορέα,
220τὸν τὸν Ἀδὰμ φθονήσαντα καὶ ποιήσας σφαλῆναι. ἴσως ἀξιωθείημεν τὸν σταυρὸν προσκυνῆσαι καὶ τὸν σωτῆρα Ἰησοῦν τὸν ἐν αὐτῷ παγέντα, αἶνον καὶ δόξαν ᾄδοντες αὐτοῦ εἰς τοὺς αἰῶνας Μέσον γὰρ γῆς εἰργάσατο ὁ κτίστης σωτηρίαν,
225ἡγίασεν δὲ τὸν Ἀδὰμ ἡ τοῦ αἵματος χύσις καὶ τὴν κτίσιν ἐκάθαρε τὴν λίαν ῥυπωθεῖσαν. [.........] κατη[...]το δι’ ἄκραν εὐσπλαγχνίαν [ῥομ]φαίαν ἐγκατέπηξεν εἰς καρδίαν τοῦ [Ἅιδου]. εἰς Ἅιδου τὰ βασίλεια γυμνὸς εἰσεληλύθει,
230ἀλλ’ ἡ θεότης ἔμεινεν ἀχώριστος τῶν δύο. ἐκεῖσε τοίνυν κατελθὼν ψυχῇ τεθεωμένῃ, αἱ τῶν ἀγγέλων στρατιαὶ τοῦτον περιεκύκλουν· ταῖς ἐνδοτέραις ἔλεγον τάξεσι τῶν δαιμόνων, ‘ἄρατε πύλας, ἄρατε, ὁ βασιλεὺς γὰρ ἥκει,
235ὁ βασιλεὺς ἐλήλυθεν, ὁ κύριος τῆς δόξης, τοῦ καταλῦσαι τὰς ὑμῶν ἀρχὰς καὶ ἐξουσίας.‘ ὡς ταῦτα εἶδεν ὁ πικρὸς καὶ ψυχοφθόρος [Ἅι]δ[ης], τὴν βασιλικὴν δύναμιν ἄρ[δην ἀ]πενεκρώθη, οἱ δὲ πονηροὶ δαίμονες τὴν ἰσχὺν τῶν ἀγγέλων
240πεζεύοντες ἐκ τῶν ψυχῶν εἰς φυγὴν ὑπεχώρουν· τὰ ὅπλα ῥίπτοντες αὐτῶν πρηνεῖς ἔπιπτον πάντες. ὁ δὲ παντάναξ κύριος τῇ αὐτοῦ δυναστείᾳ πύλας χαλκᾶς συνέτριψεν, μοχλοὺς σιδηροῦς θλάσας, καὶ τὸν Ἅιδην ἐνέκρωσεν δεσμοῖς τοῖς αἰωνίοις·
245τὸν Ἀδὰμ ἠλευθέρωσεν καὶ πάντας τοὺς [δικαί]ους καὶ τοῦτον ἐπανήγαγεν εἰς τὴν πρῴην [πατρίδα].
[..............................................]

56

(1t)

Τοῦ ὑπερτίμου Μιχαὴλ τοῦ Ψελλοῦ
1 Ἀναγκαῖον καθέστηκε τοῖς ἱερεῦσι πᾶσι τοῦ γνῶναι τὰ μυστήρια τῆς θείας λειτουργίας, πόθεν ἀρχὴν εἰλήφασι καὶ τίς ὁ ταῦτα δείξας καὶ τί τἀποτελούμενον καὶ πῶς καὶ τίνι τρόπῳ
5καὶ τίνα μισθὸν ἔχουσιν οἱ μετέχοντες τούτων. Ἀρχιερεὺς αἰώνιος Μελχισεδὲκ ὁ πρῶτος παρὰ Δαυὶδ εἰσάγεται πρὸς τύπον τοῦ κυρίου· καὶ γὰρ αὐτὸς προσέφερε θεάρεστον θυσίαν, ἄρτον, οἶνον, τὸ πρότερον Ἀβραὰμ ἀπαντήσας.
10 Ὁ κύριος μετέπειτα τοῖς μαθηταῖς δειπνήσας λαβὼν ἄρτον εὐλόγησε καὶ παρέδωκε λέγων, ‘λάβετε τοῦτο, φάγετε, σῶμά μου γὰρ ὑπάρχει.‘ ὁμοίως τὸ ποτήριον εὐχαριστήσας εἶπε, ‘πάντες ἐκ τούτου πίετε, τὸ γὰρ αἷμά μου πέλει‘·
15καὶ πρόσταγμα προσέθηκε τοῖς σοφοῖς ἀποστόλοις, ‘εἰς τὴν ἐμὴν ἀνάμνησιν‘ εἰπὼν ‘τοῦτο ποιεῖτε.‘ ὅθεν ἀκολουθήσαντες ἡμεῖς τοῖς εἰρημένοις καὶ βεβαίως πιστεύσαντες τὸ σῶμα τοῦ κυρίου γενέσθαι κατ’ ἀλήθειαν ἐκ τῶν προειρημένων,
20ὅπερ πάντως καὶ γίνεται καὶ ταὐτὸ τοῦτο πέλει, καθώσπερ παρελάβομεν παρ’ αὐτῶν καὶ κρατοῦμεν. καὶ γὰρ Δαυίδ που ἔφησε, ‘προσφορὰν οὐ θελήσεις,
σῶμα δὲ κατηρτίσω μοι‘, τὸ τοῦ κυρίου πάντως· σαφέστερον ἐδήλωσε τῶν θείων μυστηρίων
25τὴν θείαν ἀποκάλυψιν τὴν μέλλουσαν γενέσθαι. Τὸ δὲ πῶς ἁγιάζεται τοῦτο τὸ σῶμα μάθε. πρῶτον μὲν πάντως ἄνθρωπον ἐν βίῳ δεῖ γενέσθαι, δεύτερον δέ γε γράμματα πρὸς λόγου κοινωνίαν, τρίτον ἄρτον καὶ οἶνόν τε ὕδατι κεκραμένον,
30καθάπερ παρελάβομεν ἐκ πλευρᾶς τῆς ἁγίας, καὶ Μάρκος ὡς ἐδήλωσεν αὐτοῦ τῇ λειτουργίᾳ καὶ πρότερον Ἰάκωβος ὁ ἀδελφὸς κυρίου. ὅπερ πάντως καὶ γίνεται τούτων ἤδη παρόντων· καὶ γὰρ καὶ δι’ ἐντεύξεως, ὡς ὁ Παῦλος διδάσκει,
35καὶ τῆς ἐπιφοιτήσεως τοῦ πνεύματος ἁγίου ξένως μεταπεποίηται εἰς σῶμα τοῦ κυρίου, καὶ καθὼς αὖ προέφησεν ὁ θειότατος λόγος, ὅθ’ ‘ὅσα ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου, ὑμεῖς πάντως καὶ λήψεσθε χωρὶς ἀμφιβολίας.‘
40οὗτινος οἱ μετέχοντες καλῶς καὶ θεαρέστως ἓν δὴ πάντως γενήσονται, ὡς ἓν ἐξ ἀμφοτέρων, ὡς δὴ προεμαρτύρησεν ὁ ψαλμῳδὸς προφήτης. Κἀντεῦθεν οἱ θειότατοι καὶ θαυμαστοὶ πατέρες, εἰς ἓν σῶμα συνάγοντες τὰ τῆς οἰκονομίας,
45τοῖς λαοῖς τοῖς μετέπειτα μέχρι τῆς συντελείας ταύτην ἐγγράφως ἔδωκαν τὴν θείαν λειτουργίαν, μνείαν ποιεῖν παρέδωκαν τῶν θείων μυστηρίων, ἀπ’ αὐτῆς τῆς ἐφίξεως Γαβριὴλ πρὸς παρθένον μέχρι τῆς ἐμφανίσεως τῆς Χριστοῦ παρουσίας·

56

(50)

εἰ καὶ χαλεπὸν πέφυκεν ἕκαστον τῶν τοιούτων ἀναγαγεῖν εἰς ἔνδειξιν καὶ λεπτὴν θεωρίαν. καὶ γὰρ ἓν ἀναφέρεται δυσί, τρισὶ πολλάκις, ὥσθ’ ὁ κατατεμνόμενος τὰ λόγια τὰ θεῖα καὶ τῶν συμβόλων τῶν αὐτῶν ὡς σεσηπός τι μέλος
55καταλιμπάνων ἀπρεπῶς, ὡς περιττὸν νομίσας,
σῶμα μὲν οὐ πεπλήρωκεν οὐδ’ ἱερεὺς ὑπάρχει. Ταῦτα μὲν πρὸς διέγερσιν τοῦ νοῦ πρὸς τὸ νοῆσαι τὰ σοφὰ καὶ δυσνόητα τῶν θείων μυστηρίων· καὶ δὴ συντόμως μάνθανε τὴν ἀλήθειαν ὅλην.
60δεῖ πρῶτον τὸν θεμέλιον ποιεῖν εὐαρμοζόντως, καὶ τότε πρὸς ἐπάνωθεν οἶκον οἰκοδομῆσαι καὶ παντὸς ἄλλου πράγματος ὕλην προϋποστῆσαι, καὶ τότε τὸ προκείμενον εἰς πέρας παρεισάγειν. οὕτω καὶ βεβαιότερον ἐνταῦθα δεῖ γενέσθαι
65πρότερον μὲν τὴν πρόθεσιν, καὶ τότε παρεισάγειν τὰς προσευχὰς καὶ τὰς εὐχὰς τῆς θείας λειτουργίας μέχρι τέλους ἐπάνωθεν τῶν δὴ προτιθεμένων. καὶ γὰρ λέγεται πρόθεσις ἀπὸ τοῦ ‘προτιθέναι‘ καὶ δεικνύειν τὰ μέλλοντα παρ’ αὐτῇ συμπληροῦσθαι.
70 Ἡ προσφορὰ λαμβάνεται πρὸς τύπον τῆς παρθένου, τὸ δέ γε προσφερόμενον ἐξ αὐτῆς μικρὸν μέρος τὸ σῶμα τὸ τρισέντιμον τοῦ θεανθρώπου λόγου τὸ γεννηθὲν παρίστησιν ἐξ αὐτῆς τῆς παρθένου. καὶ κἂν τρεῖς θυσιάζωνται, καὶ πλέον, ὡς ἐδόκει,
75ἁμαρτιῶν εἰς ἄφεσιν ζώντων καὶ τεθνεώτων, ἀλλ’ ὅμως ἁγιάζονται, καθὼς προείπομέν πως, κἀκ τούτων ἓν συγγίνεται σῶμα τὸ τοῦ κυρίου. Ἡ δ’ αὖ ἁγία πρόθεσις τὴν φάτνην προμηνύει ἐν ᾗ Χριστὸς κατέκειτο γεννηθεὶς ἐκ παρθένου.
80 Τὸ θυμίαμα πέφυκε τύπος τῶν ἀρωμάτων ἅπερ αὐτῷ προσέφερον οἱ μάγοι προσκυνοῦντες. Ὁ δὲ πάλιν διάκονος ὁ ταύτην ἑτοιμάσας τοῦ ἀρχαγγέλου Γαβριὴλ εἰκόνα παρεισφέρει τοῦ τῇ παρθένῳ λέξαντος ‘χαῖρε, εὐλογημένη‘·
85ἢ τοῦ προδρόμου δείκνυσιν Ἰωάννου εἰκόνα, ‘μετανοεῖτε‘ λέγοντος, ‘καὶ γὰρ ἡ βασιλεία τοῖς βροτοῖς ὄντω ἤνοικται τῶν οὐρανῶν τοῖς πᾶσιν‘. ὁ δ’ ἱερεὺς ἀρχόμενος τῆς θείας λειτουργίας
ἰσότυπος καθέστηκε τοῦ θεανθρώπου λόγου.
90 Αἱ δ’ αἰτήσεις λεγόμεναι παρὰ τοῦ διακόνου, ἄνωθεν δήπου τὴν ἀρχὴν τῆς εἰρήνης ποιοῦντος, τὸν ἀριθμὸν ἰσάριθμον τῶν θειοτάτων νόων, τῶν χερουβίμ, τῶν σεραφίμ, θρόνων, κυριοτήτων, ἐξουσιῶν, δυνάμεων, ἀρχῶν καὶ ἀρχαγγέλων
95καὶ τῶν ἀγγέλων τῷ χορῷ καὶ τῶν βροτῶν ἁπάντων. Αἱ τρεῖς στάσεις σημαίνουσι τῶν θείων ἀντιφώνων τό γε τριακοντάχρονον τοῦ θεανθρώπου λόγου ἐξ αὐτῆς τῆς γεννήσεως μέχρι τῆς κολυμβήθρας, ἐν τρισὶ διαιρούμενον τελείαις ταῖς δεκάσιν,

56

(100)

ὥσπερ δηλοῖ καὶ τῆς αὐτῶν ἀκολουθίας τρόπος· τὸ γὰρ πρῶτον περαίνεται ‘τῆς μητρὸς ταῖς πρεσβείαισ‘, τὸ δεύτερον ἀνάγεται ‘πρεσβείαις τῶν ἁγίων‘, ὁ δ’ ‘ἐν ἁγίοις θαυμαστὸσ‘ τὸ τρίτον παρεισάγει. Ἡ δ’ εἴσοδος φανέρωσιν δηλοῖ τὴν τοῦ κυρίου,
105Ἰορδάνου δ’ αἰνίττεται καὶ τὴν ἔλευσιν πάντως, ὡς συμφωνοῦσι τῶν ψαλμῶν τῶν ἁγίων οἱ λόγοι. Ὁ δ’ ὕμνος ὁ τρισάγιος δηλοῖ τὰς ὑποστάσεις τοῦ τε πατρὸς καὶ τοῦ υἱοῦ καὶ πνεύματος ἁγίου, κἂν ἐφ’ ἑκάστου τῶν τριῶν ἁρμόζῃ παραδόξως·
110καὶ γὰρ ἕκαστος ἅγιος καὶ ἰσχυρὸς ὑπάρχει καὶ σὺν τούτοις ἀθάνατος καὶ θεὸς καὶ δεσπότης. Κἀντεῦθεν ἡ ἀνάγνωσις τῶν θείων ἀποστόλων, ἥτις δηλοῖ τὴν ἐκλογὴν τῶν θείων ἀποστόλων. Ὁ δ’ ὕμνος ἀλληλούια τὸ τριττὸν περιέχει
115αὐτῶν τῶν ὑποστάσεων τῆς ἁγίας τριάδος. Ἡ δὲ σφραγὶς ἣν εἴωθεν ὁ ἱερεὺς ποιεῖν τε οἱονεὶ κατασφράγισμα προφητικῶν λογίων. Τὸ δὲ πάλιν θυμίαμα τὴν δεδομένην χάριν τοῖς μαθηταῖς τοῦ πνεύματος δηλοῖ παρὰ τοῦ λόγου,
120ὅτε τούτους ἀπέστειλεν ἰᾶσθαι πᾶσαν νόσον· ἑπτάκις δὲ προσφέρεται τῇ θείᾳ λειτουργίᾳ
ὅτι καὶ τὰ χαρίσματα πνεύματος τοῦ ἁγίου, ὥσπερ ἐγγράφως εἴδομεν, ἑπταχῶς διαιροῦνται. Τὸ σεπτὸν εὐαγγέλιον τὸ κήρυγμα δεικνύει
125καὶ τοὺς νόμους οὓς ἔθηκεν ἡμῖν ὁ παντεπόπτης. Αἱ μετὰ τὸ εὐαγγέλιον εὐχαί τε καὶ δεήσεις αἱ μέχρι τοῦ χερουβικοῦ παρεμφαίνουσιν ὕμνου τὴν ἐπὶ χρόνοις τοῖς τρισὶ Χριστοῦ διδασκαλίαν καὶ τὴν τῶν πρὸς τὸ βάπτισμα προσευτρεπιζομένων,
130δι’ ἧς τούτοις κατήχησεν ἡ δύναμις τοῦ λόγου, καὶ θαυμάτων ἐνέργεια συνεφείλκετο τούτοις. Κἀντεῦθεν ἡ μετάθεσις τῶν θείων μυστηρίων πρὸς τὸ θυσιαστήριον τὴν ἀπὸ Βηθανίας τὴν Ἰησοῦ εἰσέλευσιν τὴν εἰς Ἱερουσαλὴμ φέρει
135καὶ σταυροῦ τε τὴν ὕψωσιν καὶ τάφον τοῦ κυρίου. Ὁ δ’ ὕμνος ὁ ψαλλόμενος παρακελεύει πάντας τὸν νοῦν προσεκτικώτερον ἔχειν καὶ μέχρι τέλους ὡς βασιλέα μέλλοντας ὑποδέχεσθαι πάντων. Ἡ δὲ νίψις ἐδήλωσε τοῦ Πιλάτου τὴν νίψιν,
140ὡς ‘ἀθῷός εἰμι‘ φήσαντος ‘ταύτης τῆς κακουργίασ‘. Μετὰ δὲ ταῦτα ἐπεύχεται ὁ ἱερεὺς γενέσθαι τὴν θυσίαν εὐπρόσδεκτον τῷ θεῷ καὶ δεσπότῃ· κἀντεῦθεν ἡ ἐκφώνησις τὸν ἀσπασμὸν κελεύει καὶ πᾶσαν ἐξορίζεσθαι ψυχῆς μνησικακίαν.
145 ‘Τὰς δὲ θύρασ‘ ἐντέλλεται ‘πρόσσχωμεν ἐν σοφίᾳ‘, τουτέστιν, ἂς προσέξωμεν, καὶ γὰρ ὁ παντοκράτωρ τῷ πατρὶ παραδίωσι τὸ θειότατον πνεῦμα. ἡ τῶν θυρῶν δὲ σύγκλεισις οἶμαι δηλοῖ τὸ σκότος τηνικαῦτα γενόμενον δύνοντος τοῦ ἡλίου,

56

(150)

τὸ δέ γε θεῖον σύμβολον τῶν τότε κεκραγότων τὴν θείαν ὁμολόγησιν τοῦ θεανθρώπου λόγου. Κἀντεῦθεν τὴν ἀνάστασιν τὴν θείαν εἰκονίζει
‘στῶμεν καλῶσ‘ ὁ ἄγγελος βοῶν ‘καὶ μετὰ φόβου‘ καὶ κηρύττων τὴν ἔγερσιν διὰ τοῦ διακόνου·
155καὶ τῷ τριττῷ τῆς λέξεως αὐτῆς τῆς τριημέρου ταφῆς προσεπεσήμανε τοῦ θεοῦ καὶ δεσπότου. οἱ δὲ πιστοὶ τὸν ἔλεον καὶ εἰρήνην προσφέρειν θεῷ προσεπαγγέλλονται, αἰνέσεως θυσίαν. ὁ δ’ ἱερεὺς ‘προσέξωμεν‘, ὡς ἔφην ἀνωτέρω,
160καὶ ‘ἡ θεοῦ βοήθεια μετὰ πάντων ὑμῶν ἔσται‘· ὁ δὲ λαὸς ἐπεύχεται, ‘μετὰ τοῦ πνεύματός σου‘. ‘ἐκ τῶν γηΐνων ἄρωμεν ἡμῶν καὶ τὰς αἰσθήσεισ‘, ὅθεν καὶ τὴν ἀπόκρισιν δέχεται περὶ τούτων, ‘ἔχομεν πρὸς τὸν κύριον‘ τῶν πάντων ἐκφωνούντων.
165καὶ πάλιν ‘ἀναπέμψωμεν εὐχαριστίαν‘ λέγει ‘κυρίῳ τῷ θεῷ ἡμῶν‘· ὁ λαὸς ‘πρέπον‘ λέγει. Κἀντεῦθεν προσευχόμενος τῷ τρόμῳ καὶ τῷ φόβῳ καὶ τῷ θεῷ προσομιλῶν μυστικῶς ἀναφέρει τὰ κεκρυμμένα πρότερον, νυνὶ φανερωθέντα
170διὰ τῆς ἐνδημήσεως τοῦ θεανθρώπου λόγου, τῶν χερουβὶμ τῶν σεραφὶμ βοώντων κεκραγότων θεῷ τὸν ἐπινίκιον καὶ τρισάγιον ὕμνον· ὁ δὲ λαὸς εἰς πρόσωπον τούτων βοᾷ καὶ λέγει, ‘εἷς θεὸς ὁ τρισάγιος, ὡσαννὰ ἐν ὑψίστοις,
175σῶσον δὴ ὁ ἐρχόμενος εἰς ὄνομα κυρίου.‘ καὶ γὰρ τὴν ὑπερκόσμιον καὶ νοερὰν τὴν τάξιν μιμοῦνται τὰ ἐπίγεια μυστικῶς, καταλλήλως. Ἐντεῦθεν κατὰ μίμησιν τοῦ θείου διδασκάλου τοῖς παροῦσιν ἐνδείκνυσι τὸν θυόμενον ἄρτον,
180ὁμοίως τὸ ποτήριον, λέγων μεγαλοφώνως, ‘ἐκ τούτου πάντες πίετε, τὸ γὰρ αἷμά μου πέλει‘. Ἔνθεν μνείαν ποιούμεθα τῶν θείων μυστηρίων, ἅπερ ἡμῖν παρέδωκαν οἱ ἅγιοι πατέρες καὶ μᾶλλον οἱ ἀπόστολοι, ταῦτα προσενεχθῆναι
185ἐκ τῶν αὐτῶν καὶ δι’ αὐτῶν, διὰ παντὸς καὶ πάντων. Καὶ πάλιν προσευχόμενος καὶ σφραγίζων τὰ δῶρα εὐδοκίᾳ καὶ χάριτι τοῦ θεοῦ πατρὸς μόνου
καὶ τῇ βουλήσει τοῦ θεοῦ καὶ θεανθρώπου λόγου καὶ τῇ τοῦ θείου πνεύματος αὐτοῦ ἐπιφοιτήσει
190τελειοῖ τὰ προκείμενα θαυμαστῷ τινι τρόπῳ, καὶ ποιεῖ τὴν ἀνάμνηοιν περὶ τριῶν προσώπων· τῶν ἁγίων τὸ πρότερον καὶ πάντων τῶν δικαίων, ‘ὧν ὁ θεὸς ἐπίσκεψαι ἡμᾶς ταῖς ἱκεσίαις, ἐξαιρέτως δὲ μάλιστα τῆς παρθένου Μαρίασ‘,
195καὶ σὺν τούτοις τὸ δεύτερον πάντων κεκοιμημένων ἐλπίδι ἀναστάσεως ζωῆς τῆς αἰωνίου, ἵν’ ὁ θεὸς ἀνάπαυσιν αὐτοῖς παραχωρήσῃ, καὶ τρίτον παντὸς τάγματος ζώντων καὶ διαγόντων τῆς ὀρθοδόξου πίστεως ἐν σεμνῇ πολιτείᾳ.

56

(200)

τῶν εὐχῶν τριῶν αἴτησις ἀποδεικνύει τοῦτο. Καὶ πάλιν προσευχόμενος ἀνυμνεῖν καὶ δοξάζειν μιᾷ ψυχῇ τοὺς ἅπαντας τὴν ἁγίαν τριάδα διακελεύεται τρανῶς, ὅπως ἡ χάρις ἔλθῃ καταξιῶσαι μετασχεῖν τῶν θείων μυστηρίων·
205‘καταξίωσον, δέσποτα‘, βοῶν ‘ἀκατακρίτως τολμᾶν ἐπικαλεῖσθαί σε, τὸν θεὸν καὶ πατέρα‘, ‘πάτερ ἡμῶν μονώτατε‘ λέγειν μεγαλοφώνως. κἀκείνοις μόνον δίκαιον τὸ ‘πάτερ ἡμῶν‘ λέγειν, τοῖς μετὰ τοῦ βαπτίσματος θεῷ ἀκολουθοῦσι·
210‘ἁγιασθήτω τοὔνομα‘ τοῦ θεανθρώπου λόγου, οἱ μὴ διαπραττόμενοι παράνομον ἐν βιῷ· ‘ἐλθέτω ἡ βασιλεία σου‘ οἱ φεύγοντες τὰ κάτω, τὴν τοῦ τυράννου χαρμονὴν καὶ θλῖψιν παθημάτων· καὶ κυρίου ‘τὸ θέλημα‘ παρακαλεῖ ‘γενέσθαι‘
215ὁ διὰ πράξεων καλῶν τοῦτο παραδεικνύων· ‘ἄρτον τὸν ἐπιούσιον‘ αἰτεῖ λαβεῖν αὐτάρκως ὁ μὴ παρέχων ἑαυτὸν ἡδοναῖς ταῖς τοῦ βίου· ‘ἄφες ἡμῖν ὀφείλημα‘ οἱ μὴ μνησικακοῦντες καὶ τοῖς αὐτῶν προσπταίουσι συγγινώσκοντες πάντα·
220‘εἰς πειρασμὸν‘ μὴ ῥίπτεσθαι μηδ’ ὅλως εἰς κινδύνους οἱ μήθ’ αὑτοὺς ἐμβάλλοντες εἰς πειρασμοὺς μήτ’ ἄλλους· ‘ἀπὸ τοῦ πονηροῦ ῥύεσθαι‘ οἱ καταπολεμοῦντες
καὶ πρὸς αὐτὸν ἐγείροντες τὸν σατανᾶν τὴν μάχην· καὶ ‘σοῦ ἐστιν ἡ δύναμις, βασιλεία καὶ δόξα‘
225οἱ πρὸς θεὸν ἐκφεύγοντες ἐξ ὅλης τῆς καρδίας. Καὶ πάλιν προσευχόμενος εὐχαριστίαν ἄγει εἰς καλὸν τὰ προκείμενα πᾶσιν ἐξομαλίσαι οἰκτιρμοῖς τε καὶ χάριτι τοῦ θεανθρώπου λόγου, καὶ κατελθεῖν ἐπάνωθεν ὁ παρὼν ἀοράτως
230μεταδοῦναι τοῦ σώματος αὐτοῦ καὶ τοῖς παροῦσι καὶ τοῦ τιμίου αἵματος παρακαλεῖ καὶ λέγει, ‘τοῖς ἁγίοις τὰ ἅγια‘· δηλοῖ δὲ τοῦ κυρίου τὴν ἁγίαν ἀνάληψιν τὴν τρισέντιμον λίαν. οἱ δὲ παρόντες λέγουσιν ἔνθεν μεγαλοφώνως,
235‘εἷς μόνος καὶ πανάγιος ὁ κύριος τῆς δόξης, Χριστὸς ὁ ὑπεράγαθος, ὁ χωρὶς ἁμαρτίας.‘ Καὶ μετὰ τοῦτο διαιρεῖ τὸ σῶμα τοῦ κυρίου· εὐθέως ὁ διάκονος λέγει πρὸς τοῦτον πάλιν, ‘τὰ δῶρα ταῦτα, δέσποτα, πλήρωσον ὥσπερ θέμισ‘.
240τὸ δ’ ἓν μέρος συμμίγνυται αἵματι τῷ ἁγίῳ, δηλοῖ δ’ ὅτι συνήνωνται τῷ θεανθρώπῳ λόγῳ οἱ δικαίως συζήσαντες ἐν τῷ παρόντι βίῳ· τὸ δ’ αὖ δεύτερον γίνεται μερὶς ὅλου τοῦ κλήρου, δηλοῖ δ’ ὅτι ἐλπίζομεν ἡμεῖς αὐτοῖς συνεῖναι
245καὶ σὺν αὐτοῖς συζήσομεν εἰς πάντας τοὺς αἰῶνας· τὰ δὲ δίσκῳ λειπόμενα, τὸ μὲν προσφέρει τύπον τῶν ἀτελῶν, ὃ τίθεται πάλιν ἐν ποτηρίῳ, δηλοῖ δ’ ὅτι συνέσονται οὗτοι σὺν τοῖς ἁγίοις ἐν ἡμέρᾳ τῆς κρίσεως δι’ εὐχῶν τῶν δικαίων·

56

(250)

τὸ δ’ αὖ τέταρτον πέφυκε τοῦ λαοῦ κοινωνία. Ὅθεν καὶ ὁ διάκονος τούτους πρὸς κοινωνίαν μετὰ φόβου καὶ πίστεως καλεῖται τὰ ἀγάπης τοῦ προσελθεῖν ἐνώπιον τῆς Χριστοῦ βασιλείας. ὁ δ’ ἱερεὺς εὐχόμενος εὐχαριστίαν πέμπει
255τῷ καταξιώσαντι τῶν θείων μυστηρίων τοὺς αὐτοῦ δούλους ἅπαντας, τῷ θεανθρώπῳ λόγῳ. καὶ λαβὼν τὸ ποτήριον ἔνθεν πρεπωδεστέρως στρέφεται πρὸς τὴν πρόθεσιν καὶ τίθησιν ἐπάνω, ὅπερ δηλοῖ τὴν μέλλουσαν τοῦ λόγου παρουσίαν.
260 Καὶ πάλιν προσευχόμενος αἴτησιν παρεισάγει, ‘δέσποτα‘ λέγων ‘ὁ θεὸς ὁ μόνος παντοκράτωρ, τὸν σὸν λαὸν εὐλόγησον, τὴν σὴν κληρονομίαν,
καὶ τὸ πλήρωμα φύλαξον τῆς θείας ἐκκλησίασ‘.

57

(1t)

Στίχοι Κωνσταντίνου καὶ σεβαστοῦ τοῦ Ψελλοῦ κατὰ Λατίνων
1 Ἡμιτέλεστοι Χριστιανοὶ οὖν ὦσι· πλεῖστοι γὰρ αὐτῶν οὐ χρίονται τῷ μύρῳ, ἐπίσκοποι γὰρ τούτων ὡς φίλοι δόξης οὐ παρέχουσι τοῖς πρεσβυτέροις μύρον,
5ὅθεν μένουσιν ἀμύρωτοι οἱ πλείους. Θύται δὲ αὐτῶν οὐδόλως ἀναργύρως μεταδίδωσι τῷ λαῷ κοινωνίαν, πωλοῦντες αὐτὴν ὡς Ἰούδας τὸν λόγον. Ἄνευ διακόνων δὲ καὶ κλήρου ὅλου
10θύουσιν αὐτῶν οἱ θύται τὰς θυσίας, ὑπὲρ νεκρῶν θύοντες οἱ παραθύται, ἃς καὶ καλοῦσι μυστικὰς λειτουργίας, εἴργοντος αὐτοῖς τοῦτο αὐτῶν τοῦ νόμου, καθὼς Ἰωάννης ὁ Δαμάσκου ἔφη·
15καὶ τοῦτο πάντως ἐκ μόνης φειδωλίας, ὡσὰν ἀφ’ ὧν μὲν λαμβάνωσιν οὐδόλως δίδωσί τισιν ἀγνοοῦντες διδόναι, χεῖρας δὲ αὐτῶν ἐκτεταμένας πάντῃ ἔχοντες οἵδε πρὸς τὸ λαμβάνειν μόνον.
20 Χρίουσι γοῦν καὶ ἀρητῆρας ἀνήβους, χρίουσι τοίνυν διγάμους καὶ τριγάμους· Παῦλος δὲ τοῦτο ἀθετεῖ καὶ ἐκτρέπει. Πάντες δέ εἰσιν εὐλογήσεως ἄτερ· θύται γὰρ αὐτῶν ἀντίδωρον οὐδέπω
25νέμουσιν αὐτοῖς ὡς ἑῴας οἱ θύται,
φειδωλίαν ἔχοντες ὑπὲρ ἀνθρώπους. Νοσοῦσι δ’ ὑπὲρ τὸν σατὰν ἀπιστίαν· ὁ μὲν γὰρ ἄρτους ἐκ λίθων τὸν δεσπότην ἔφη δύνασθαι αὐτομάτως ποιῆσαι,
30οὗτοι δὲ Χριστοῦ τὴν δύναμιν ἀρνοῦνται, πόθεν, λέγοντες, ἄρτος αὐτῷ ζυμίτης, ζύμης ἀπούσης τοῦ πάσχα ταῖς ἡμέραις δι’ ἅπερ ἠπείλησε Μωσῆς ἐν νόμῳ; καὶ τὴν ἐνέργειαν δὲ τῆς ἐργασίας
35εἴργει ὁ Μωσῆς σαββάτου ἐν ἡμέρᾳ· ἀλλ’ ὡς θεὸς νόμου τε καὶ τοῦ σαββάτου καὶ Μωσέως δὲ καὶ προφητῶν ἁπάντων ὁ Χριστὸς ἐν σάββασιν αἴρειν προὔτρεπεν βαστάγματα καὶ θαυματουργεῖν εὐδόκει.
40πόθεν δὲ αὐτῶν τῇ ἐγέρσει, εἰπάτω, ὁ ἄρτος ὃν προὔθηκε τοῖς ἀποστόλοις καὶ κηρίον μελισσίων ἢ ἰχθύες, τοῖσιν ἔτι [...] συναναστραφεὶς τότε; ἀλλὰ δύναται πάντα ὡς θεὸς πάντων
45εἰδώς τε ἐξ ὧν βούλεται ἑτοιμάζειν ἐν οἷς τόποις μὲν εὐδοκεῖ καὶ παρέχει. Παρανόμως θύουσι δ’ ὡς Ἰουδαῖοι, τοῦ πνεύματος φήσαντος ἐν Δαυὶδ τότε ἄζυμος ἄρτος ὡς 〈ὁ〉 Μωσῆς συγγράφει.

57

(50)

ἄρτος μὲν ἦν πρῶτον γὰρ ἐκ Μελχισεδέκ, ἀζύμων δ’ ἀρχὴν ἔσχεν ἐκ Λώτ, ὡς λόγος· ὁ οὖν θύων ἄρτον κατὰ Χριστὸν θύει καὶ κατὰ τοῦ Μελχισεδὲκ μάλ’ εἰκότως, ὁ δ’ ἀζύμους θύων μὲν εἰς ἐκκλησίαν
55οὐκ ἔστι τῆς χάριτος, ἀλλὰ ῥανίδος, τοῦ ἁγίου πνεύματος εἰπόντος τότε τάξει θύειν μὲν τοῦ πάλαι Μελχισεδέκ. οὐ γὰρ ἔφησε κατὰ τάξιν τοῦ νόμου,
οὐ Μωσέως δὲ καὶ Ἀαρὼν τῶν πάλαι,
60ἀλλὰ κατὰ Μελχισεδέκ, καθὼς ἔφην. Μελχισεδὲκ τάξιν δὲ ποίαν συγγράφει περιτομῆς οἴεσθαι ἢ χρῖσιν λέγειν; ἄπαγε τούτων, οὐδὲ ἓν γὰρ σημαίνει· τούτοις γὰρ ἐχρήσατο οὗτος οὐδόλως,
65ἀλλ’ ἢ μόνη αὐτῷ ζυμίτη θυσία, ἀκμὴν ἀπόντων ἐν βίῳ τῶν ἀζύμων. Ὁ τοίνυν ἀζύμους θεῷ θύων ἄρτους, καὶ πικρίδας ἔξεστιν αὐτῷ ἐσθίειν, ἄνευ γὰρ αὐτῶν ἀτέλεστος θυσία
70τῶν ἀζύμων πέφυκε κατὰ τὸν νόμον. ὄψα γάρ εἰσι πικρίδες τῶν ἀζύμων, ὡς τῇ ἐγέρσει κηρίον μελισσίων· αἱ μὲν τὸ πικρὸν τυποῦσι γὰρ τοῦ νόμου, ἤγουν τὸ ἀσύγγνωστον αὐτοῦ δηλοῦσι,
75πταίουσι πᾶσιν ἀντιπάθειαν νέμων, τὸ κηρίον δὲ τὸ γλυκὺ τοῦ κυρίου, ὃς οὐ θάνατον, ἀλλὰ τὴν σωτηρίαν θέλει ἁπάντων τῷ θεῷ προσκρουόντων. ὁ οὖν τὸ θύμα προσφέρων ἐξ ἀζύμων
80ὑπὸ σκιὰν πέφυκεν ἀκμὴν καὶ σκότος καὶ ἥλιον μὲν εἶδεν οὐδαμῶς ἔτι τὸν τῆς δικαιότητος, ὡς πᾶς τις φάσκει, γνόφος γὰρ ἠμαύρωσεν αὐτῶν τοῦ νόμου καὶ ἀνανῆψαι οὐκ ἐᾷ τούτους ὅλως.
85ἡ ἀζύμων γὰρ νεκρά ἐστι θυσία, κίνησιν οὐκ ἔχουσα ἐν ζύμῃ ὅλως, νεκρὸν θύμα γὰρ οὐ προσάγεται ὅλως, Παύλου βοῶντος ζῶσαν αὐτὴν προσφέρειν, ζῶσα δέ ἐστιν ἡ κινουμένη ζύμῃ.
90νεκρὸν θύμα γὰρ τυγχάνει τῶν ἀζύμων, τῶν ἀζύμων ἄζωος ἐστὶ γὰρ φύσις ἡ ζυμίτη δὲ ζῶσά {δέ} ἐστι θυσία.
ἐγὼ γάρ εἰμι, φησὶ Χριστὸς τοῖς μύσταις, ὁ ἄρτος ὁ ζῶν καὶ καταβὰς ἐκ πόλου,
95βροντῆς καθώς μοι μαρτυρεῖ θεῖος γόνος. ζῶν ἄρτος ἐστὶν ἡ ζυμίτη θυσία, δηλαδὴ 〈ἡ〉 ζῶσά τε καὶ κινουμένη, ἡ μὴ κινουμένη δὲ μηδόλως φύσις, οἵα πέφυκεν ἡ δυσικὴ θυσία,

57

(100)

πῶς ζωτικὸς κληθήσεται ἄρτος λέγε, ὢν ἀσάλευτος καὶ ἀκίνητος πάντῃ. ὅθεν τυποῖ σίτῳ μὲν ἡμῶν οὐσίαν καὶ τῇ σεμιδάλει δὲ τὴν θείαν φύσιν· τούτων δὲ προσκολλωμένων τῶν φύσεων
105ἓν κατὰ Παῦλον πνεῦμα ὦμεν σὺν θεῷ. αὕτη γάρ ἐστιν ἀντὶ χάριτος χάρις, μικρὰ προσάγειν καὶ μεγάλα λαμβάνειν· οὕτω γὰρ οἶδε Χριστὸς ἡμᾶς ἀμείβειν, ἤγουν λαβεῖν μὲν φθαρτὰ ἀντὶ ἀφθάρτων.
110 Τὴν οὖν ζυμίτην θυσίαν οἱ Λατῖνοι οὐ παρέλαβον ἀγνοοῦντες καὶ μόνον· λέγουσι καὶ γὰρ μὴ ἀγαθὸν σημαίνειν ὅλως ζύμην μὲν ἐν γραφαῖς ταῖς ἐνθέοις, λέγοντος αὐτοῖς τοῦ σοφοῦ Αὐγουστίνου
115εὐαγγέλιον ἐξισοῦσθαι τῇ ζύμῃ, καὶ ἡ χάρις πάλιν δὲ τοῦ Διαλόγου τὴν σύνεσίν τε καὶ γραφῶν δὲ τὴν γνῶσιν ζύμην κέκληκεν, ὡς ἐγὼ δείξω πᾶσιν. αἰνίττεται δ’ ὃ καὶ ὁ σωτὴρ ἐκδήλως,
120σατῶν τριῶν τε καὶ γυναικὸς καὶ ζύμης, ὃ ἄλλο τί πέφυκεν ἢ ἡ θυσία, ἣν προσφέρουσι Χριστιανοὶ κυρίῳ, τὴν ἐκ ζύμης μέν φημι καὶ τῶν ἀζύμων; ἡ μὲν γάρ ἐστιν ἐξ ὑλῶν τῶν τεσσάρων,
125ἡ ἀζύμων δὲ ἐκ τριῶν, ὡς ἐρρέθη. καὶ ἀκροβυστίαν γε δεῖ περιτέμνειν, οὕτω τέλειος τοῖς νομίμοις γὰρ ἔσται. εἰ γὰρ μόνοις χρῶνται τοῖς ἄρτοις ἀζύμοις, λοιπὰ δὲ πάντα παρορῶσι τοῦ νόμου,
130ἡμιτέλεστοι τυγχάνουσιν Ἑβραῖοι καὶ ἡμίχριστοι Χριστιανοὶ ὡσαύτως. Μὴ οὖν λέγωσιν μὴ ὑπάρχειν ζυμίτας ἐν τῷ σεβαστῷ καὶ πανεντίμῳ δείπνῳ δι’ ἅπερ ἠπείλησ〈ε〉 Μωσῆς ἐν νόμῳ,
135καθὼς ἄνω ἔφημεν ἐν προοιμίοις. καὶ πάσχα πάλιν τὴν μετάληψιν λέγειν νόμους φυγεῖν μὲν αὐτῷ ἀντικειμένους, ἱσταμένους μᾶλλον δὲ χρήσασθαι τούτῳ καὶ χεῖρε ῥάβδους κατέχοντας ἐσθίειν,
140ἔτι δὲ καὶ πέδιλα τοῖς ποσὶ τούτων, ὥσπερ προετρέψατο Μωσῆς ἐν νόμῳ. ἀλλ’ οὖν ὁ Χριστὸς ὡς ἁπάντων δεσπότης, καὶ τοῦ νόμου τε καὶ προφητῶν ἁπάντων, ἀλλοδεῶς ἐχρῆτο τῇ ἀνακλίσει
145ἐκεῖ παρόντος τοῦ κακόφρονος τότε καὶ πάντα ἀθροῦντος μὲν εἰς πανουργίαν. Καὶ πωγωνοκουροῦσι δ’ εἰκῇ καὶ μάτην· οἱ γὰρ δοκοῦντες ὑπεραίρειν τοὺς πάντας τῇ τῶν γενείων δηλαδὴ κουρᾷ μόνῃ

57

(150)

καὶ πᾶσιν ἄλλοις τοῖς νομίμοις ἀλόγως νῦν εἰσιν εἰς ὄνειδος αὐτῶν καὶ γέλων, ἀσκοῦντες ἐν σάββασι καὶ τὰς νηστείας, οὐ προσφόρως μὲν ἢ ὅλως καταλλήλως. καὶ γὰρ ὁ σωτὴρ οὐ γενειάδα τότε
155τέτμηκεν οὔτε σάββασιν ἤσκει πάλιν νηστείαν, ὥσπερ ἴσμεν οἱ λόγων πλήρεις, κἂν τοὺς μαθητάς φησι νηστεῦσαι τότε
δι’ ἥνπερ ἔσχον ὑπεράμετρον λύπην. Ἀλλ’ ὁ νόμος πέφυκε τοῖς Χριστωνύμοις
160ἐκ συλλογ〈ισμ〉ῶν παραλαμβάνειν τύπους, στοιχεῖν δὲ μᾶλλον πράξεσι τοῦ κυρίου, οὗ ἡ πολυθαύμαστος ἡμῶν τυγχάνει χάρις προφανῶς εἰς ὑφήλιον πᾶσαν. εἴπερ δέ τισι συλλογισμοῖς ληπτέον,
165[τὰ αἰν]ίγματα καὶ ἄληπτα τῇ φύσει λέξω προφανῶς ἐν τάχει, ἀλλ’ ὡς δέον. Χριστὸς τὸν ἄρτον τοῦτον ὃν προσάγομεν σάρκα μὲν ἰδίαν τε καὶ σῶμα καλεῖ. σὰρξ τυγχάνει δὲ τοῦ τελείου ἀνθρώπου,
170ἐκ τεσσάρων μὲν εἰκότως τῶν στοιχείων, τὸ ἄζυμον δὲ μὴ ὂν ἐκ τῶν τεσσάρων αὐτοὺς ἐλέγχει Χριστομάχους τυγχάνειν, μειοῦντας ὥσπερ Χριστὸν ἐν τοῖς ἀζύμοις, ὡς τὴν τελειότητα τοῦ ἀρνουμένου.
175ὁ μὲν γάρ, ὡς ἔφημεν, ἐκ τῶν τεσσάρων πέφυκεν ὄντως καὶ ὑπάρχει στοιχείων, καθὼς ὁ ἄρτος ἐστὶν ἐξ ἰσαρίθμων, ζύμης, ὕδατος, ἅλατος καὶ ἀλεύρου· ὁ ἄζυμος δὲ οὐσιῶν ὡς ἐκ τριῶν,
180ἢ ἐξ ὕδατος, ἅλατος καὶ ἀλεύρου. πάντα γὰρ ἦσαν ἐλλιπῆ τῶν Ἑβραίων, περιτομή, ἄζυμα, ἀμνὸς καὶ νόμος, ἀνθ’ ὧν ἅπαντα τὴν θεραπείαν τούτων ᾐτοῦντο λαβεῖν ἐκ προνοίας τῆς ἄνω·
185ἡ μὲν τομῆς τε τὴν ἴασιν καὶ ἕλκους, ἅτινα συμβαίνουσιν αὐτῇ ἐκ ξίφους, ζύμη δὲ αὖθις τὴν τελείωσιν ταύτην, ἀμνὸς δὲ θύμα τοῦ ἀναιμάκτου ἀμνοῦ, νόμος δὲ πάλιν σφαλμάτων τὴν συγγνώμην.
190ἅτινα πάντα ἡ θεοῦ παρουσία ἰάσατο κράτιστε ὡς θεὸς πάντων,
δοὺς ἀντὶ 〈τῆσ〉 περιτομῆς τὴν βάπτισιν, ἀντὶ δὲ θύματος τελείου τὴν ζύμην, Μελχισεδὲκ κράτιστε κυρῶν θυσίαν
195εὐγνώμονος δούλου μὲν οἷα δεσπότης. μόνος γὰρ 〈οὗτοσ〉 τῆς καθ’ ἡμᾶς θυσίας πέφυκε πάντα, πρῶτος θύτης ἐν πᾶσι, καὶ ἀντὶ ἀμνοῦ τοῦ νόμου τοῦ Μωσέως τέθυκεν ἀμνὸν ἀμόλυντον ἐν πᾶσι,

57

(200)

τὴν σάρκα πάντως τὴν ἑαυτοῦ τὴν θείαν. καὶ ἀντὶ τοῦ νόμου δὲ τοῦ ἀσυγγνώστου (πᾶσι γὰρ αὐτῶν ἀντιπάθειαν νέμει, συγγνώμην οἷς σφάλλουσιν εἰδὼς οὐδόλως) δέδωκε θείας συμπαθείας τὸν νόμον,
205ἅπαντα πληρῶν ὡς τέλειος ἐν πᾶσι, θείᾳ τέ φημι καὶ βροτείᾳ τῇ φύσει. Ὁ γὰρ ζυμίτας προσφέρων τῷ κυρίῳ, οὗτος μιμεῖται τοῦ θεοῦ τὴν θυσίαν· ὁ ἄζυμον θύων δὲ Χριστῷ θυσίαν
210ὑπὸ σκιὰν πέφυκεν ἀκμὴν καὶ νόμον μὴ ἀνανήψας οὐδαμῶς ἐκ τοῦ γνόφου. ἁπλῆν γὰρ οἰηθέντες αὐτῶν θυσίαν Χριστῷ ὑποκρούουσι, κἂν λεληθότως, ἁπλοῦν φρόνημα τὸν αὐτὸν οὐ [......].
215οἱ συνθέτως δὲ προσκομίζοντες ταύτην, οὗτοι ἀμέμπτως ἀτενίζουσι τούτῳ, διπλοῦν καταγγέλλοντες αὐτὸν ὑπάρχειν καὶ λίθον ἀκρόγωνον αὐτὸν τυγχάνειν οἵα θεόν τε καὶ παλαιᾶς καὶ νέας.
220διπλοῦν δὲ πάσχα ἐκτε[λεῖ] ὁ δεσπότης ἐν τῇ σεβαστῇ ἑσπέρᾳ τῇ τοῦ πάθους, τὸ τοῦ νόμου μέν, καὶ πάλιν τῆς χάριτος. Χριστὸς τέλος νόμου γάρ, ὡς Παῦλος γράφει,
καθὼς ὁ θεῖος χρυσεπώνυμος ῥήτωρ
225καὶ ὁ προεστὼς τῆς Κύπρου μαρτυροῦσιν, ὁ μὲν λόγῳ μὲν τῆς σεβασμίου πέμπτης, ὁ δὲ κράτιστα τῷ μεγάλῳ σαββάτῳ. τὸ μὲν γὰρ οἱ ἀπόστολοι ἡτοίμασαν, καὶ τοῦ χάριν μὲν πυνθάνονται τοῦ λόγου,
230‘ποῦ σοι τὸ πάσχα εὐτρεπίζεσθαι θέλεις;‘ καὶ γὰρ τὸ ἡμῶν αὐτὸς ὑποδεικνύει, ὁ τῆς παλαιᾶς δεσπότης καὶ τῆς νέας, τὸ μὲν καταργῶν ὡς ἀπίθανον τοῦτον καὶ μὴ ἐνεργοῦν πρὸς βροτῶν σωτηρίαν,
235τὸ δὲ κρατύνων ὡς κραταιὸς δεσπότης, εἰ καὶ τὸ πάσχα παρέδραμον Ἑβραῖοι δι’ ἥνπερ ἔπραττον μιαίφονον πρᾶξιν, δῆθεν θέλοντες μὴ μιανθῆναι ταύτῃ, οἱ παμμίαροι τοῖς μιάσμασι πᾶσι.
240Χριστὸς δὲ τοῦτο ἐκτελεῖ κατ’ ἀξίαν ἐν τῇ νομικῇ τῆς ἑορτῆς ἑσπέρᾳ, ὁ πάντα τηρῶν ἐννόμως καὶ δικαίως οἷα θεός τε καὶ παλαιᾶς καὶ νέας. ἀνθ’ ὧνπερ οὐκ ἄζυμος ἄρτος ἦν τότε,
245προὔθηκεν ὅνπερ τοῖς μαθηταῖς ἡ χάρις, ληροῦσιν ὥσπερ 〈Λατῖν〉οί τε καὶ Φράγκοι, ἑορτάσαντες ἡμέρας μετὰ δύο, οἱ Χριστομάχοι καὶ ὅλως μιαιφόνοι μετὰ τὸ Χριστὸν πασχάσαι κατὰ νόμον,

57

(250)

φύλαξ ὑπάρχων καὶ προφητῶν καὶ νόμου, σπεύδοντες ὥσπερ πρὸς τὸν ἄδικον φόνον. παράνομον γάρ ἐστιν ἀζύμοις χρῆσθαι πρὸ τῆς ἑορτῆς τοῦ πάσχα τοῦ Μωσέως ἢ διττὰς ἡμέρας τε ἢ μίαν πάλιν,
255ἀλλ’ ἢ μόνῃ μὲν τοῦ πάσχα τῇ ἑσπέρᾳ καὶ τῆς καθεξῆς μέχρι καὶ τῆς δευτέρας,
καθὼς ὁ Μωσῆς ἀριδήλως συγγράφει. Ὅτι δὲ σαββάτου ὑπῆρχεν ἡμέρα, ὅταν τὸ πάσχα κατέφαγον Ἑβραῖοι,
260δηλοῖ ὁ γράψας ὑπὲρ ἅπαντας μόνος ταύτην μεγάλην ἀποκαλῶν ἡμέραν, καὶ τοῦ χάριν μὲν αὐλείας πραιτωρίου ἔνδον γενέσθαι ἠθέλησαν οὐδόλως, ὅπως μιασμοῖς μὴ μιανθῶσι τότε,
265ἀλλὰ φάγωσι τοῦ πάσχα τὴν θυσίαν. τίς οὖν ὁ ταῦτα μαρτυρῶν καὶ συγγράφων; βροντῆς ὁ υἱὸς ὡς ἀνωτέρω πάντων τῶν ῥητόρων τε καὶ ὅλων συγγραφέων. οὐδ’ ἂν οὖν εἶπεν οὕτως αὐτὴν τυγχάνειν,
270εἰ μὴ προφάσει τοῦ πάσχα τοῦ ἀμώμου, πάντως ἐλέγχων τοὺς Λατίνους καὶ Φράγκους ἄνωθεν αὐτῶν τὴν ἄνοιαν προβλέπων
καὶ ἣν ἔχουσιν ἀφροσύνην ἐν τούτοις.

58

(1t)

Τοῦ σοφωτάτου Ψελλοῦ γεωμετρία διὰ στίχων
1 Μαθεῖν εἰ βούλει ἄριστα μέτρον τῶν χωραφίων, ὀργυίας πρῶτον νόησον, εἶτα καὶ τῶν σχοινίων τοῦ μέτρου τὴν ἀκρίβειαν, πρὸς δὲ καὶ γνωρισμάτων. εἰ δέ γε πάλιν διαγνῷς καὶ σχήματα τὰ τούτων,
5ἔσῃ γεωμέτρης ἄριστος σφάλλων οὐδὲν ἐν μέτρῳ. καὶ δὴ προσεκτικώτερον ἄκουσον καὶ μαθήσῃ. Ἐννέα σπιθαμὰς ἔχει τὸ τῆς ὀργυίας μέτρον σὺν παλαιστῇ, τῆς σπιθαμῆς τὸ τῆς ἑτέρας τρίτον. ὀκτὼ δὲ πρὸς τοῖς εἴκοσι οἱ παλαισταὶ προβάντες,
10σὺν τούτοις δὲ καὶ κόνδυλον, ἤτοι τὸν ἀντιχεῖρα, ἀποτελοῦσιν ἀκριβῶς τὸ τῆς ὀργυίας μέτρον. δι’ ὧν τὴν σχοῖνον ἐκμετρῶν οὐκ ἀστοχήσεις μέτρου, ἥνπερ καὶ δεκαόργυιον ἐξακριβῶσαι δέον. Πολλοὶ δὲ καὶ τὰς δώδεκα μηκύνουσιν ὀργυίας,
15ἀρχῆθεν τοῦτο διδαχθὲν ἐξ ἀφθονίας τούτοις· καὶ τάχα τὸ πολύμετρον τῶν δυτικῶν κτημάτων τὸ ἀκριβὲς ἐφεύρηκεν ἐπὶ ταῖς δέκα μόναις, λήθην ὡς δῆθεν εἰληφὸς ἀρχαίων διδαγμάτων, ὁμοῦ δοκοῦντος μάλιστα μετρᾶν ἀπαρασφάλτως
20τὸν τῷ ἀρχαίῳ χρώμενον γεωμετρίας μέτρῳ. ἔστω δ’ ὡς ἡ συνήθεια παρέλαβε τῶν νέων. Καὶ δὴ μετρᾶν ἀρξάμενος πρὸς τοὺς ἀέρας σκόπει καὶ γράφε τὰ γνωρίσματα πάμπαν ἠκριβωμένως, ἀρχὴν καὶ λῆξιν ἐκδηλῶν καὶ πρὸς ἀέρα κάμψιν·
25ὡς τὸ χωράφιον τόδε τοῦ δεῖνα τοῦ προσώπου ἀρχὴν λαβὸν ἀνατολῆς ἀπέρχεται πρὸς δύσιν, πρὸς μεσημβρίαν κλίνει δὲ ἄχρι τοῦ δεῖνα τόπου καὶ πάλιν εἰς ἀνατολὰς εἰς γνώρισμα τοιόνδε, πρὸς ἄρκτον αὖθις ἀνακλᾷ, ἄπεισι κατ’ εὐθεῖαν,
30καταλαμβάνει γνώρισμα ὅθεν ἀρχὴν εἰλήφει, ἔνθα καὶ δένδρον ἵσταται εἰς γνώρισμα τοιόνδε.
Ἰδοὺ καὶ τέσσαρες πλευραὶ ἰσομετροῦσαι ἄμφω, σχοίνων τὸ μέτρον ἔχουσαι κατ’ ἄμφω ἀνὰ πέντε, ὅπερ ἐστὶ τετράγωνον τὸ σχῆμα γεωμέτραις·
35τὰ πέντε γνῶθι κεφαλήν, τὰ πέντε πόδας πάλιν. τὰ δ’ ἀνὰ πέντε πλάγια τὸν πόδα ἐκδιώκων καὶ τῶν πλαγίων θάτερα ἐρώτα συμψηφίζων, τὰ δὲ περιλειφθέντα σοι πρὸς τὴν ὁμάδα πόσου ἥμισυ ταύτης δίωκε καὶ τὸ ποσὸν εὑρήσεις·
40πεντάκις πέντε γίνονται καὶ γὰρ εἰκοσιπέντε, ἥμισυ τούτων μοδισμὸν δηλοῖ τοῦ μετρουμένου, δώδεκα γὰρ καὶ ἥμισυ ἐστὶ μοδίων τοῦτο. Σχῆμα δ’ εὑρίσκων ἕτερον ἔχον τὸ μέτρον οὕτως, μίαν σχοῖνον πρὸς κεφαλὴν καὶ πέντε πρὸς τὸν πόδα,
45κατ’ ἄμφω δὲ τὰ πλάγια τὰς ἀνὰ δέκα σχοίνους, τὰς τοῦ ποδὸς τῇ κεφαλῇ συμμίγνυέ μοι σχοίνους, τὰς τρεῖς δὲ κράτει κεφαλήν, τὰς τρεῖς ἐκδίωκέ μοι, πρὸς ἓν δὲ ταύτης ἐρωτῶν ἀμφοῖν ἐκ τῶν πλαγίων εὑρήσεις τὸ χωράφιον μοδίων δεκαπέντε.

58

(50)

Τρίγωνον δ’ αὖθις εὑρηκὼς χωράφιον ἢ τόπον ἔχον τὰς σχοίνους ἀνὰ τρεῖς ἐν ταῖς πλευραῖς κατ’ ἄμφω, ἐννέα ταύτας ψήφιζε, καὶ τούτων τὰ ἡμίση ἐκ τοῦ ποδὸς ἐκδίωξε καὶ τοῦ ἑνὸς πλαγίου, ἥμισυ δ’ αὖθις μέσαζε πρὸς κεφαλὴν καὶ πλάγια,
55κἂν εὕροις μέτρον μοδισμοῦ ἡμίσεος καὶ δύο. Εἰ δὲ στενὸν ἐπίμηκες χωράφιον εὑρήσεις ἔχον σχοινία κεφαλὴν καὶ πόδας ἀνὰ δύο, εἰσὶ δ’ ἐπ’ ἄμφω ταῖς πλευραῖς ἀνὰ σχοινίων δέκα, δὶς δέκα μέτρα ψήφιζε, καὶ τοῦτο δέκα εὕρῃς
60οὐκ ἔλαττον τὸ σύνολον τυγχάνον τῶν μοδίων. Στρογγύλον δ’ αὖθις εὑρηκώς, ἅλωνα σχηματίζον, ἀρχὴν καὶ τέλος ἐκμετρῶν πρὸς ἕνα ποιοῦ τόπον· γῦρον δ’ εὑρίσκων ἔχοντα σχοινία δεκαέξι, ἥμισυ τούτων δίωκε, ἥμισυ δ’ ὑποκράτει,
65ἥμισυ δ’ αὖθις ἐκμετρῶν πρὸς κεφαλὴν καὶ πλάτος εὑρήσεις τὸ χωράφιον ὀκτὼ μοδίων εἶναι.
Εὑρίσκων δὲ χωράφιον ὡς ὑπογαμματίζον, ἐκτέμνων τὸ γαμμάτιον εἰς δύο μέτρα τοῦτο, λαβὼν δὲ τὴν διάγνωσιν τῶν δύο τεμαχίων
70εἰς ἓν ἀρίθμει τὸ ποσὸν ὅλα τοῦ γαμματίου· ὡς τὰ λοιπὰ ἐρώτησον σφάλλων οὐδὲν ἐν μέτρῳ. Εὑρὼν δ’ αὖθις χωράφιον ἐν σχήματι τοιῷδε, ἔχον σχοινία κεφαλὴν τέσσαρα σὺν ἡμίσει, πρὸς πόδας δ’ αὖθις δώδεκα καὶ ἥμισυ σχοινίου,
75τὴν κεφαλὴν ὀγδοήκοντα σὺν πέντε ταῖς ὀργυίαις, ἀν’ εἴκοσιν εἰς πλάγια σὺν τέσσαρσιν ὀργυίαις, δυὰς δὲ καὶ τὸ πλάγιον σὺν τέσσαρσιν ὀργυίαις, εὑρήσεις ὀγδοήκοντα μοδίων τὸ τοιοῦτον σὺν ἕξ τε δὲ καὶ ἥμισυ λιτρῶν ὀκτὼ καὶ οὐ πλεῖον.
80 Εἰ δέ γε εὕρῃς σκαληνὸν χωράφιον ἢ τόπον, ἐν ᾧ καὶ καγγελίζουσιν ὑδάτων αἱ γλυφίδες, μὴ ἀπορήσῃς παντελῶς τὸ μέτρον καταλεῖψαι, ἀλλ’ ὡς γεωμέτρης ἄριστος πρὸς ἀμφότερα σκόπει· ἑκάστον τούτων δ’ ἐκμετρῶν καὶ τὸ ποσὸν γνωρίσας
85εὑρήσεις τὴν ποσότητα ὅλου τοῦ περιμέτρου. Τύμβον δ’ εὑρὼν ἐπίμαχον καὶ θέλων τούτου μέτρον κατανοῆσαι καὶ εὑρεῖν, γνωρίσαι δὲ τοῖς πᾶσιν, ἐκμέτρου τοῦτον γύρωθεν καὶ σχοινισμὸν ἀρίθμει, εἶτα τὸν τροῦλον σταύρωσον σχοινίῳ τῷ τῆς 〈.....〉,
90καὶ γνῷς καὶ τὸ περίμετρον ὁπόσον τὸ τοῦ τύμβου. Μικρὸν δ’ εὑρὼν χωράφιον πάμπαν ἐστενωμένον, ὀργυίαν ἔχον κεφαλὴν καὶ πόδα τρεῖς ὀργυίας, κατ’ ἄμφω δὲ τὰ πλάγια τῆς ἀνὰ δέκα σχοίνους {δύο}, ἑκατὸν δὲ τὸ πλάγιον, καὶ οὕτως ἐρωτήσεις.
95δὶς γὰρ ἑκατὸν διακόσια τὸ μέτρον τοῦ μοδίου, ὀργυῖαι γὰρ διακόσιαι τὸ μέτρον τοῦ μοδίου, λίτρας ἐχούσης ἑκάστης ὀργυίας δὲ καὶ πέντε· λιτρῶν γὰρ τεσσαράκοντα τὸ μόδιον τυγχάνει, ἥμισυ τούτων εἴκοσι, τέταρτον λέγε δέκα,

58

(100)

τὸ δ’ ὄγδοον πεντάλιτρον ὑπάρχει τοῦ μοδίου. Σταυρὸν δ’ εὑρὼν χωράφιον ἔκτεμνε τοῦτο πάλιν, καὶ τὰ τεμάχια μετρῶν τὰ τρία κατ’ ἰδίαν εὑρήσεις τὸ περίμετρον τοῦ σταυροτύπου τόπου. ἀλλὰ καὶ ἡμισταύριον ὡς σχηματίζον τόπον
105ὑποτεμνέσθω καὶ αὐτὸ καὶ οὕτως ἐκμετράσθω. Ἐπεὶ δ’ ἐκ μέτρου ἔμαθες τῶν ὀργυιῶν τὰς λίτρας καὶ τούτων αὖθις μοδισμόν, ποσότητα τοῦ τόπου, μάθε καὶ τὸ περίμετρον κτήματος ὁλοκλήρου. ἀπάρξου γράφε καθεξῆς τὰ σύνορα τοιῶσδε.
110ἀρχὴν λαβὼν ἀνατολῆς ἄπεισιν ὡς πρὸς δύσιν, καταλιμπάνον δεξιὰ τὰ δίκαια τοῦ δεῖνα, ἐν οἷς καὶ δένδρον ἵσταται, ἐλαία ἢ μυρσίνη 〈ἢ〉 ἔλατος ἢ πλάτανος, ἢ ποταμὸς ἢ ῥύαξ· ἄχρι δὲ τούτου εὔρηνται σχοινία δεκαπέντε.
115κλίνει δ’ αὖθις, ἀνέρχεται ὡς πρὸς τὴν μεσημβρίαν, καταλιμπάνον δεξιὰ χωράφια τοῦ δεῖνα, καὶ κατ’ εὐθεῖαν ἄπεισιν ἄχρι τοῦ τῇδε τόπου, ἐν ᾧ λαυρᾶτον ἵσταται λίθινον, κεχωσμένον, ἔχον σταυρὸν ἢ γράμματα ἢ γνώρισμα τοιόνδε·
120ἐν ᾧ καὶ τέλος εἴληφε τὰ ἑκατὸν σχοινία. στρέφεται πρὸς ἀνατολάς, κρατεῖ τὸν †δρόμον† δρόμον, τὸν δρόμον τὸν ἐρχόμενον ἀπὸ τοῦ δεῖνα κάστρου. καταλιμπάνει δεξιὰ τὰ δίκαια τοῦ δεῖνα καὶ τοὺς κατ’ ὄρδινον ἐκεῖ πεφυτευμένους δρύας,
125ἐν οἷς καὶ τύπος εὕρηται σχηματισθεὶς εἰς ὥραν, ἄνωθεν τούτου δὲ σταυρὸς εἰς γνώρισμα τοῖς πᾶσι. καὶ κατ’ εὐθεῖαν ἀπιὼν ἄχρι τοῦ δεῖνα τόπου ἀποτελεῖ ποσότητα διακοσίων σχοίνων. εἶτ’ ἀνατολικώτερον ἄπεισι πρὸς ὀλίγον
130καὶ καταντᾷ εἰς ἀγκάλισμα τοῦ ποταμοῦ τοῦ δεῖνα, ἐν ᾧ καὶ μέτρον εὕρηται σχοινίων δεκαπέντε. πρὸς ἄρκτον αὖθις ἀνακλᾷ, ἄπεισι κατ’ εὐθεῖαν, καταλιμπάνει δεξιὰ ἀμπέλιον τοῦ δεῖνα
καὶ καταντᾷ εἰς σύνορα τοῦ δεῖνα χωραφίου,
135ἐν ᾧ χωματοβούνιον παμπάλαιον εὑρέθη, ὅπερ ἀνακαινίζειν δεῖ εἰς γνώρισμα τοῦ τόπου, εἰς ἀληθείας δήλωσιν, εἰς ἄμαχον γειτόνων· σχοῖνοι κἀν τούτῳ εὕρηνται τριάκοντα καὶ πέντε. εἶτ’ αὖθις πρὸς ἀνατολὰς ἄπεισιν ἀκουμβίζον
140εἰς σύνορον καὶ δίκαια τοῦ κτήματος τοῦ δεῖνα, ἐν ᾧ καὶ πέτρα εὕρηται μεγάλη ῥιζιμαία· μέτρον δ’ ἐν τούτοις εὕρηνται σχοινία εἰκοσιπέντε. πρὸς ἄρκτον αὖθις ἄπεισι τὸν δρόμον τοῦ χωρίου τὸν κατερχόμενον εὐθὺ πρὸς τὴν ἀκτὴν θαλάσσης,
145καταλαμβάνει σύνορον ὅθεν ἀρχὴν εἰλήφει· ἐν ᾧ καὶ πάλιν εὕρηνται σχοινία δεκαπέντε. Ταῦτα τὰ μέτρα ἅπαντα 〈τὰ〉 τοῦ γυρομετρίου ἑκατοντάδες τέσσαρις σὺν πέντε τοῖς σχοινίοις, ἐξ ὧν ἀποδεκάτωσις αἱ τέσσαρες δεκάδες

58

(150)

καὶ τὸ τοῦ σχοίνου ἥμισυ ὅλον τοῦ περιμέτρου. λοιπὸν οὖν τριακόσια ἑξήκοντα τυγχάνει καὶ τέσσαρα καὶ ἥμισυ ἡ ἀκριβὴς ποσότης, ἥμισυ τούτων δ’ ἑκατὸν ὀγδοήκοντα δύο, πρὸς τούτῳ δὲ καὶ τέταρτον εἰς ἀριθμὸν τυγχάνον.
155ἅτινα κατὰ κεφαλὴν καὶ πλάγια ἐκτέμνων εὑρήσεις τούτων ἀριθμὸν τεσσάρων χιλιάδων καὶ ἑκατὸν πεντήκοντα σὺν τῷ ἑνὶ μοδίῳ καὶ δεκαπέντε δὲ λιτρῶν τέταρτον καὶ οὐ πλείω. Οἶδας, διέγνως, ἔμαθες τοῦ μοδισμοῦ τὸ μέτρον·
160καὶ πλέθρα ἐκδιδάχθητι, πρὸς δὲ καὶ χιλιάδας, ὅπως μὴ σφάλῃς οὐδαμῶς ἐν ἅπασι τοῖς μέτροις. πλινθίον πλέθρα λέγεται καὶ χιλιὰς ὡσαύτως· ἑκάστῳ δ’ αὖ γε θέματι διαφορὰ τοῦ μέτρου, οὐ μὴν ἐν τῇ σπορίμῳ γῇ, ἀλλ’ ἔν γε ἀμπελῶσιν.
165καὶ 〈..〉 ἑκάστη χιλιὰς τοῦ ἀμπελίου τόπου μοδίων πέντε τόπον γὰρ κατέχει ἐν τῇ δύσει, ἐν δέ γε τῇ ἀνατολῇ ποτὲ μὲν τοῦ μοδίου, ποτὲ δὲ τὸ πεντάλιτρον καλοῦσι χιλιάδα, καὶ μάλιστα οἱ ἔποικοι θέματος Ὀπτιμάτων.
170σὺ δ’ αὖθις τὴν συνήθειαν κράτει τῶν ἐγχωρίων, καὶ ἀκριβῶς ἐξερευνῶν καὶ πόλεσι καὶ χώραις, ὡς εὕρῃς τὴν συνήθειαν, κέχρησο καὶ τῷ μέτρῳ καὶ παρασφάλῃς οὐδαμῶς οὐδὲ σκοποῦ ἐκπέσῃς. Εἰ δέ γε θέλεις ἐκμετρᾶν τόπον λιβαδιαῖον
175καὶ εὕρῃς μῆκος ἔχοντα σχοινία δεκαπέντε, τὸ δ’ αὖ γε πλάτος εἴκοσι τοῖς μέρεσιν ἐπ’ ἄμφω, μὴ πλανηθῇς, ὡς ἔμαθες, ἥμισυ καταλεῖψαι, ἀλλ’ εἰκοσάκις ψήφιζε τὰ δέκα σὺν τοῖς πέντε· τοῦτον δ’ εὑρήσεις, γίνωσκε, μοδίων τριακοσίων.
180οὐ γὰρ τὸ τούτων ἥμισυ ὀφείλεις καταλεῖψαι, ὡς ἄνωθεν δεδίδαξαι κρατεῖν καταλιμπάνειν, ἀλλ’ ἔστω ἀπαράθραυστον τὸ μέτρον τῆς ὁμάδος. Θαλάσσης δ’ αὖ γε δίκαιον μετρᾶν εἰ βούλει πάλιν, μὴ σχοίνῳ τὴν ἐκμέτρησιν εἰς πέλαγος ποιήσῃς·
185βραχεῖσα γὰρ τοῖς ὕδασιν ὑπάρχει βαρυτάτη καὶ πρὸς βυθὸν ἐπιρρεπής, καὶ κατ’ ὀρθὸν οὐδ’ ὅλως ποιήσεις μέτρον ὁπωσοῦν καὶ τὸν σκοπὸν ἐκπέσεις. τὰ δέ γε χόρτα συνδεσμῶν, ἃ λέγονται καὶ βροῦλα, ἔκτεινε ταῦτα ἐκ μακρῶν θαλάττης τοῦ πελάγου,
190κατά γε τὴν ἰσότητα ἴσως ἀκρωτηρίου ἢ νησιδίου τὸ τυχὸν ἢ κάστρου, καστελλίου· ὕστερον δ’ αὖθις ἐκβαλὼν τῇ γῇ τε ἐφελκύσας καὶ τούτων τὴν ποσότητα τῇ σχοίνῳ ἐκμετρήσας, ὅσων δεσπότης τοιγαροῦν τῶν ὀργυιῶν τυγχάνει
195ἢ μονὴ ἢ μετόχιον, πρόσωπον ἢ χωρίον, καὶ οὕτω λύσεις ταραχὴν καὶ μάχην γειτονούντων. Ἐπεὶ δὲ ἔγνως ἀκριβῶς γνωρίσματα σχημάτων ἔτι 〈τε〉 τούτων ἀριθμοὺς καὶ μέτρα κατ’ ἀξίαν, μάθε καὶ ὅσον ηὔξηται τὸ μέτρον τοῦ μοδίου.

58

(200)

πολλοὶ γὰρ τὸ περίμετρον ποιοῦντες τοῦ χωρίου, ὡς ἄνωθεν προείπομεν, δέκα ὀργυίων σχοίνῳ,
φιλοτιμούμενοί τισι τοῖς δώδεκα μετροῦσι καὶ μοδισμὸν ἐλάττονα τοῦ ὄντος ἐκτελοῦσι. καὶ τοῦτο πάντες πράττουσιν, οὐχὶ ἀσυλλογίστως,
205ἀλλ’ ἀφορμὴν τιθέμενοι τὸ ὀρεινὸν τοῦ τόπου ἢ τραχινὸν ἢ δύσβατον ἢ καὶ νομαδιαῖον. ἑτέρων μετρησάντων δὲ δέκα ὀργυίων σχοίνῳ πλείω πάντως εὑρίσκεται τοῦ μετρηθέντος τόπου. εἰ δέ γε μᾶλλον καὶ ψευδὴς ἡ προγραφὴ φανείη,
210τὸ ὀρεινὸν ἢ δύσβατον ἢ τραχινὸν τυγχάνει. ἐκ τούτων πάντων εὕρηται ὁ κεκρυμμένος τόπος. πολλοὶ δὲ μέτρῳ χρώμενοι εὐθεῖ γεωμετρίας ἀποσυλοῦνται σχοινισμὸν ἐκ δόλου τῶν μετρούντων. προσεκτικώτερον καὶ γὰρ τοῦ γεωμέτρου σχόντος,
215πρὸς σύνορα, γνωρίσματα καὶ τῶν λαυράτων θέσεις, οἱ ἐμπονοῦντες τὸ ποσὸν τῶν μετρουμένων σχοίνων ἀποσυλοῦσι σχοινισμὸν ἀμφοῖν ἐκ τῶν ἀέρων· τετράδεκα συλήσαντες ἐκ τῶν σχοινομετρίων ἀποτελοῦσι κτήματος τόπον ἐξ ὁλοκλήρου.
220 Καὶ δὴ προσέχων ἄκουε καὶ τἀληθὲς εὑρήσεις. ὑπόθου ὡς ἐμέτρησας τὸν γῦρον τοῦ χωρίου καὶ εὗρες τοῦτον ἔχοντα σχοίνους ἑξακοσίους· ἥμισυ τούτων δίωκε, ἥμισυ δ’ ὑποκράτει. ὀφείλεις ἐρωτῆσαι δὲ εἰς τὰ τέταρτα ταῦτα,
225εἶτα πολυπλασίασον ταῦτα ἐπ’ ἀμφοτέροις, καὶ ἀποτελοῦσι μοδισμὸν μοδίων δισχιλίων ὀκτακοσίων δώδεκα καὶ ἥμισυ μοδίων. εἰ δὲ προσθήσεις ἐπ’ αὐτοῖς σαράκοντα κλαπέντας. ἥμισυ τούτων δίωκε, ἥμισυ δ’ ὑποκράτει.
230ὁμοίως οὖν ἐρώτησον εἰς τὰ τέταρτα ταῦτα, εἶτα πολυπλασίασον καὶ αὐτὰ ὡς ὁμοίως· εὕρῃς ἐν τῷδε σχοινισμῷ μοδίων τρισχιλίων διακοσίων ἐκ παντὸς ὅλον ἀποτελοῦντα, καὶ γνῷς ἐκ τούτου τὸ ποσὸν τῆς γῆς ἀποκρυβείσης·
235τριακοσίων ὀγδοήκοντα ἑπτὰ ἥμισυ ὑπάρχει,
τυγχάνουσιν ἀμφότεροι μόδιοι οἱ κλαπέντες. Πολλοὶ δὲ σχοίνων τὸ ποσὸν κλέψαι μὴ δυνηθέντες ὡς τοῦ μετροῦντος ἄριστα προσέχοντος τὸ μέτρον, ὑπερπηδῶσι κλέποντες σφραγῖδας τὰς τῶν πάλων
240κἀκ τούτου κλέπτονται μέτρα, γνῶθι, τοῦ μετρημένου, καὶ θαῦμα γίνεται πολλοῖς ὡς ἄξιον θαυμάτων πῶς δὴ τὸ ἅπαξ μετρηθὲν εὑρέθη αὖθις πλέον. πολλοὶ δὲ πάλοις ἐν μακροῖς τὴν σχοῖνον ἐκμετροῦντες ἐν ᾗ τὰ μέτρα πράττουσι τὰ τῆς γεωμετρίας,
245ἐν τούτοις δολιεύονται μετὰ τοῦ μετρημένου, χεῖρα ἐχόντων τῆς κλοπῆς πάντως καὶ τῶν μετρούντων. τοῦ γὰρ κρατοῦντος ἔμπροσθεν προκύπτοντος τὸν πᾶλον καὶ τοῦ ὀπίσω κλίνοντος ὡς ἐξακολουθοῦντος, ζημία γίνεται πολλὴ ἐφ’ ἑκάστῳ σχοινίῳ

58

(250)

κἀκ τούτου μέτρα ηὔξηνται τὰ τοῦ διπλομετροῦντος. Τινὲς δ’ ὀργυίας πλείονας τῶν σχοίνων εὑρηκότες, ὅς’ ἐξ ἀέρος μέλλουσιν ἐκκλῖναι εἰς ἀέρα, ταύτας ἀποδιώκουσιν ὡς δύσκολον τὸ μέτρον, ἔχοντες πάντως ἐν αὐτοῖς, καὶ πάμπαν ἀποκνοῦντες,
255τῶν σχοίνων τὴν ποσότητα ἐκκόψαι εἰς ὀργυίας· τῶν ἐρωτώντων σχοινισμόν, τὴν ἅπασαν ὁμάδα, εὑρήσεις τὸ περίμετρον τῶν κεκρυμμένων τόπων. Καὶ δὴ σὺ τούτοις πρόσεχε καὶ χρῶ δικαίῳ μέτρῳ. καὶ ὅτε μέλλεις ἄρχεσθαι τῶν μέτρων τῶν τοπίων,
260ἑτοίμασον τὴν σχοῖνόν σου καὶ δέσμωσον τοῖς πάλοις· τὸ περιττεῦον βούλλωσον ἐν ἀσφαλεῖ προσέχων, ὡς ἂν μὴ τὸ περίττευμα προσθήσωσι τῷ μέτρῳ καὶ εἰς μακρὸν ἐκτείναντες ἐκκλέψωσι τὸν τόπον, κἀκ τούτου σφάλῃς τοῦ σκοποῦ καὶ πέσῃς καὶ τοῦ μέτρου.
265οἱ πᾶλοι δ’ ἔστωσαν κονδοί, ἐσχάτως δεδεμένοι· τῷ μὲν πρωτίστῳ ἔστω σοι ἀκολουθῶν τζαπόντης, καὶ σφραγιζέτω πλήρωμα καὶ πῆγμα τὸ τοῦ πάλου. ἔστω δ’ αὐτῷ συνοπαδὸς πιστότατός σοι πάνυ, παρατηρῶν τὸν σφραγισμόν, ὑπερπηδήσας μή πως
270ὁ σφραγιστὴς προσάξῃ σοι ζημίαν ἐν τῷ μέτρῳ· τῷ δ’ αὖ ἑτέρῳ ἕπου σὺ καὶ πρόσεχε, μὴ οὗτος ὑπερπηδῶν σφραγίσματος τὸ μέτρον ἀποκλέψει. ἕτερος δ’ ἔστω ὁπαδὸς ὁ τὴν ὀργυῖαν φέρων, μεθ’ ἧς ὀφείλεις ἐκμετρᾶν τὰ περιττὰ τῆς σχοίνου
275τὰ μὴ ποσοῦντα ἱκανοῦν ἐξ ὁλοκλήρου σχοῖνον, ἅπερ εὑρίσκονται τυχὸν πολλάκις ἐν τῷ μέτρῳ. ἐν ταῖς ἀέρων κάμψεσιν γνωρίσματα λαυράτων ἔστω καὶ χαρακάρια τὰς σχοίνους ἐκχαράσσων, ἵνα μὴ ταύτας κλέψωσιν οἱ μέτρα ἐκφωνοῦντες.
280ἔστω δὲ σχοῖνος ἔχουσα ὀργυίας δέκα μόνας· τὰς δέ γε περιττεύοντας ὀργυίας ἐν τῇ σχοίνῳ ἀρίθμει, μέτρα, ψήφιζε ἐν τῷ ποσῷ, τῶν σχοίνων. καὶ ἐρωτῶν ὡς ἔμαθες ὀργυίας πρὸς ὀργυίας εὑρήσεις τὸ περίμετρον τοῦ μετρουμένου τόπου
285καὶ οὕτω τύχῃς τοῦ σκοποῦ καὶ οὐ ἀστοχήσεις μέτρου.

59

(1t)

Περὶ τῶν δώδεκα ἀνέμων διὰ στίχων πολιτικῶν
1 Ἄνεμοι δώδεκά εἰσι, καὶ μάθε τούτων κλήσεις· ἀπηλιώτης εὖρός τε, εὐρόνοτος καὶ νότος, λιβόνοτος, λὶψ ἔπειτα, ζέφυρος καὶ θρασκίας (τινὲς ἀντὶ θρασκίου δὲ λέγουσι τὸν ἀργέστην)
5καὶ ἀπαρκτίας καὶ βορρᾶς καὶ μέσης καὶ καικίας. Ὅθεν δὲ τούτων ἕκαστος πνέει μαθεῖν εἰ χρῄζεις, τοῖς λεγομένοις πρόσεχε, καὶ τοῦ σκοποῦ σου τύχῃς. ἂν στῇς ὡς πρὸς ἀνατολὰς τὰς τοῦ ἡλίου βλέπων,
τὰ δὲ ὀπίσθια τὰ σὰ ὦσί γε πρὸς τὴν δύσιν,
10πνεῖν ἐξ αὐτῆς ἀνατολῆς ἀπηλιώτην νόει κατὰ τὴν χώραν τῶν Ἰνδῶν, καὶ μετ’ αὐτὸν τὸν εὖρον· πρὸς χεῖρα δὲ σὴν δεξιὰν καὶ δεξιὰ Ἰνδίας ἕξεις γε τὸν εὐρόνοτον, ὃς ἐκ Περσίδος πνέει καὶ τῆς θαλάσσης Ἐρυθρᾶς, πρὸς δὲ καὶ Ἀραβίας.
15ὁ νότος δ’ ἐν Αἰθίοψιν αὐτοῖς καὶ Αἰγυπτίοις, τοῖς περὶ ἕω λέγω δέ, τὰς ἐκπνοὰς ποιεῖται· λιβόνοτος Λιβύην δὲ καὶ Αἴγυπτον χωρίζει· ὁ λὶψ δὲ κεῖται μετ’ αὐτόν, πρὸς δύσιν τῆς Λιβύης, τὰ δεξιὰ πεπληρωκὼς γῆς μέρη τὰ πρὸς λίβα.
20ζέφυρος ἐναντίως δὲ ἀπηλιώτῃ πνέει, ἐκ τῶν Γαδείρων τε αὐτῶν καὶ Ἱσπανῶν Ἰβήρων. τὸν ζέφυρον τῆς ὄπισθεν σῆς ῥάχεως ἐπέγνως. νῦν δ’ ἐκ τῶν ὄπισθεν μερῶν καὶ τῶν ἀριστερῶν τε πρὸς τὴν ἑῴαν χώρει μοι πάλιν ἐκ τοῦ θρασκίου·
25θρασκίας πνεῖ τὴν Βρεττανῶν καὶ Τυρσηνίδα χώραν, Ῥωμαίους δὲ καὶ Γερμανοὺς καὶ ἕτερα χωρία. μετὰ θρασκίαν δὲ αὐτὸν ὁδεύοντι πρὸς ἕω περὶ τὴν Θούλην ἄνεμος ὁ ἀπαρκτίας πνέει, συσφίγγοντες ἀμφότεροι Ῥωμαίους Ἰταλούς τε.
30μετ’ ἀπαρκτίαν ὁ βορρᾶς Σκύθαις καὶ τῷ Εὐξείνῳ τοῖς Ὑρκανοῖς δὲ καὶ Κολχοῖς ὁ μέσης περιπνέει, καικίας δὲ τοῖς Ἡμωδοῖς ὄρεσι περιπνέει, ἃ κεῖται τοῖς ἀριστεροῖς μέρεσι τῆς Ἰνδίας. Οὕτως ἡμῖν ἠκρίβωται τὸ τῶν ἀνέμων γένος
35καὶ πρὸς τὸ καθαρώτερον ἐγράφη καὶ σαφές τε, ὅπως εἰδότες ἀκριβῶς τὰς τούτων ἐπικλήσεις καὶ πόθεν τούτων ἕκαστος καὶ ποίας ἐκπνεῖ χώρας γινώσκητέ μοι χάριτας ἀνθ’ ὧν ὑμῖν εὐλήπτως
σαφῶς τε παραδέδωκα τὴν περὶ τούτων γνῶσιν.

60

(1t)

Τοῦ λογιωτάτου Ψελλοῦ περὶ λουτροῦ
1 Πολλῶν τὸ λουτρὸν αἴτιον δωρημάτων· χυμὸν κατασπᾷ, φλέγματος λύει πάχος, χολῆς περιττὸν ἐκκενοῖ τῶν ἐγκάτων, τὰς θελξιπίκρους κνησμονὰς καταστέλλει.
5τὴν βλεπτικὴν αἴσθησιν ὀξύνει πλέον, ὤτων καθαίρει τοὺς πεφραγμένους πόρους, μνήμην φυλάττει, τὴν δὲ λήθην ἐκφέρει, τρανοῖ δὲ τὸν νοῦν πρὸς νοήσεις εὐθέτους. Ὅλον τὸ σῶμα πρὸς κάθαρσιν λαμπρύνει,
10ψυχῆς τὸ κάλλος προξενεῖ πλέον λάμπειν, τοῖς εὐσεβῶς μάλιστα τούτῳ χρωμένοις δι’ ἀσθένειαν σαρκίου πολυνόσου. λούεσθε τοίνυν εὐσεβῶς, καθὼς θέμις
μὴ σπαταλικῶς (καὶ γὰρ ἐγγὺς ἡ κρίσις),
15ἀλλ’ ὡς μοναχῶν φαρμάκῳ κεχρημένοι. οὕτω γὰρ εὗρε Σολομῶν εὐμηχάνως, θυμηδίαν τε καὶ παράκλησιν φέρων σκάφαις βροτοῖς πρὶν ἀφρόνως λελουμένοις.

61

(1t)

Ὀνομασία τῶν μελῶν τοῦ ἀνθρώπου
1 Ὀνόμαζέ μοι ἀετοὺς τὰς φλέβας τῶν κροτάφων, τὰς δ’ ἀρτηρίας ἤριγγας, ἄλλοι πάλιν ἀόρτας. κέβλην τὴν κάραν λέγουσι, κύβιτον τὸν ἀγκῶνα, γλήνην τὴν κόρην ὀφθαλμοῦ· γλοῦτοι κοτύλης σφαῖραι.
5τὸν θώρακα δὲ κίθαρον, κραντῆρας τοὺς ὀδόντας, τὰ ἔντερα χολάδας τε, γαστέραν τὴν κοιλίαν· τοῦ δὲ ἐντέρου τὸ λεπτὸν ὀνόμαζέ μοι δέρτρον. ἴτιδας φλέβας λέγουσι τὰς περὶ τὴν καρδίαν. ἦτριν ὁ περικάρδιος ὀνομάζεται τόπος.
10ἀκώκυα ὀνύχια καὶ φύκρη οἱ δάκτυλοι. κόρση ἐστὶν ἡ κορυφή, τὸ ἁπαλὸν δὲ βρέγμα. οἱ μήνιγγες μὲν κρόταφοι, οἱ ὀφθαλμοὶ δὲ ἴλλοι, μέτωπον ἐπισκύνιον καὶ ἕρκος τε τὰ χείλη, γνάθια κατωσάγουνα, κόρρη ἡ παρειά τε.
15γυῖα τὰ μόριά εἰσιν, ἤγουν τὰ μέλη ὅλα.
ἀσφάραγγος ὁ λάρυγξ τε, ἄσθμα ἡ ὑπερῴα. γύρας τὸ δέρμα λέγεται, καὶ νῶτός τε ἡ ῥᾶχις. κάνθεον τὸ περίυπνον καὶ τῶν βλεφάρων τόπος. καὶ ῥὶς ἡ μύτη λέγεται, δειρός τε ὁ αὐχένας.
20σφόνδυλον τοῦ τραχήλου τε ἀνθερεὼν καλοῦσιν, ἰνίον τὸν ἐγκέφαλον, οὔατά τε τὰ ὦτα, μετάφρενα τὰ μεταξὺ τῆς ῥάχεος καὶ ὤμων. βαλμὸς ὁ ὀφθαλμός ἐστιν, ὁ κενεὼν λαγόνας. ὀσφὺς ἡ ζώνη λέγεται, ἰσχίον τὸ σταυρίον,
25ἐπιγουνίδες οἱ μηροί, ἡμίκωλα ἰξία, ἰγνύα ἀντικνήμια καὶ μήκωνες αἱ ἄντζαι, πρότμησις ὑπομφάλιον, κύστις ὑπογαστέρα. ψυαὶ οἱ περινέφριοι τόποι ἀποκαλοῦνται. ἕδρα ἐστὶν ὁ ἀφεδρών, οἱ κύλινδροι αἰδοῖα,
30πιρίνα τε τὸ μόριον, φαλλοὶ ὁμοῦ τὰ δύο. κώλιπα κόξα λέγεται, ἣν ἄκανθαν καλοῦσιν. αἱ περιπλεύριαι μεραὶ σπλάγχνα ἀποκαλοῦνται. μᾶζα τροφὴ ἡ ἐκ μαζῶν, ἐκχέει τε καὶ τρέφει. μάρη ἡ χείρ, καὶ θέναρ δὲ ἡ τῆς χειρὸς κοιλία.
35σφυροὶ οἱ ἀστραγάλιοι τόποι ἀποκαλοῦνται. κῶλα ὀστᾶ κικλήσκονται, ἄλλοι πάλιν ῥοώδη, ταρσοὺς τὰ κτένια ποδῶν, ἄντυγας τὰς καμάρας,
πέλματα τὰ ἰχνόποδα· ἀπόπατος ἡ δεῖσσα.

62

(1t)

Τοῦ αὐτοῦ ψώραν ἔχοντός ποτε
1Στίχους Μιχαὴλ τῇ καλῇ ψώρᾳ πλέκω. Ἕως πότε ψώρα με συντήκειν ἔχεις, ἕως πότε ξαίνουσα καὶ τρύχουσά με τὸν εὐκτὸν οἰκτρὸν ἐργάσαιό μοι βίον;
5οὕπω παλαμναία σε, λυττῶν θηρίον, ἔχει κόρος τις τῆς καθ’ ἡμῶν πικρίας; οὔπω τις οἶκτος τῆς βλάβης τοῦ σαρκίου; ἀπηγόρευσα, τὰς ἀμυχὰς οὐ φέρω τὰς θελξιπίκρους· ὢ ξένης ὄντως νόσου.
10 Οὐκ ἔστιν οὐδὲν δεινόν, ὧδ’ εἰπεῖν, πάθος χεῖρον, τραγῳδέ, κνησμονῆς ψωραλέας. σύνεστί μοι γὰρ νύκτα καὶ μεθ’ ἡμέραν, θλίβουσα, πιέζουσα, βιβρώσκουσά με. ἂν εἰς πόλον τις χεῖρας ἐκτεῖναι θέλῃ,
15πόνος τις αὐτὰς ἄλλος ἀνθέλκει κάτω· ἂν ἐξαναπτύξειε βιβλίον πάλιν, ἡ χεὶρ ἐνεργός ἐστι τοῖς πεπονθόσι· κάλαμον εἰ λάβοι τις ὡς γράφειν θέλων, ῥίψας παρευθὺ συντόμως κνᾶται μόνον,
20οὐχ ἡδέως μέν, ἡδέως δέ πως ὅμως. πρὸς σιτίοις ὤν, εἴτε κλιθεὶς πρὸς πότον, κνᾶσθαι προτιμᾷ, καὶ πάρεργον ἡ πόσις· φίλοις ὁμιλῶν, ἄλλο τι πράττων μέγα, ἐσθῆτος ἐντὸς λάθρᾳ κνᾷ τοὺς δακτύλους·
25πάρεστιν ἡ νύξ, συμπάρεστιν ἡ φίλη, ὕπνος δ’ ἄπεστι γλυκύθυμος ὀμμάτων. ἔστι δὲ χερσὶ καὶ πρὸς ἀλλήλας τότε ἅμιλλα λαμπρὰ πρὸς τὸ κνᾶν ἐρρωμένως μηρούς, σκέλη, τράχηλον, αὐτὴν κοιλίαν,
30αὐτὰς ἑαυτάς, σώματος σύμπαν μέρος, καὶ μηδ’ ἀπειπεῖν μέχρις αὐτῆς ἡμέρας.
Ἄιδειν προήχθης; εὐπρεπὴς σκῆψις τότε εὔρυθμα κνᾶσθαι πᾶν μέλος σοι σὺν μέλει· καὶ καιρὸς οὐδείς, οὐ τόπος τις, οὐ χρόνος
35τοῖς ψωριῶσιν (ὢ καλῆς φιλεργίας) ἄμοιρός ἐστι κνησμάτων, σπαραγμάτων. Οὕτω δὲ τυγχάνουσα πάγκακον τέρας ἔχει τι καὶ θέλγητρον εἰς βραχὺν χρόνον· ὅταν γὰρ ἐντὸς τοῦ βαλανείου γένῃ,
40ῥίψας ἑαυτὸν εἰς ὕδωρ ὑπερζέον, παπαὶ πόσης ἂν ἡδονῆς αἴσθῃ τότε, ἀντιρρόπου πόσης τε τῆς ἀλγηδόνος ἐκεῖθεν ἐκβάς, εἶτα κνώμενος πάλιν. Πλὴν ἀλλ’ ἰατρὲ Χριστὲ τῶν νοσημάτων,
45δὸς ἐξαναπνεῦσαί με τῆς ἀργαλέας, τῆς προξένου μοι (φεῦ) πόσης ἀηδίας. κἂν οὐκ ἐπαχθές ἐστιν ὃ φράσαι θέλω, κέλευσον αὐτήν, οἷα δαίμονας πάλαι, λιποῦσαν ἡμᾶς τοὺς τεταριχευμένους,

62

(50)

οὓς ἐξέτηξεν ἐκ μακρῶν ἤδη χρόνων, πτῆναι πρὸς αὐτὸν Ἀδριανὸν ὡς τάχος, τὸν ἄγριον σῦν, τὴν μιαιφόνον φύσιν. κόμης τίς ἐστι, τὸν χρόνον κατὰ Κρόνον, ὃς ἐν ναῷ πάλαι με τῶν Ἀποστόλων
55θέλοντα πομπὴν τὴν βασιλέως βλέπειν ἀνηλεῶς ἔτυπτε (φεῦ μοι) τῷ ξύλῳ, ὤμους, κεφαλήν, ὦτα, πλευρὰς καὶ σκέλη παίων ἀφειδῶς, πᾶν μέλος μοι συντρίβων. φεύγειν δ’ ἐμόχθουν καὶ φυγῆς οὐκ ἦν τόπος,
60ὥσπερ ποταμοῦ πλημμυρούντων τῶν ὄχλων, ἕως ἀπειπών, ἡμιθνής, βραχὺ πνέων, οἴκοι στενάζων, λειποθυμῶν ᾠχόμην. καὶ νῦν ἐν ὕπνοις τὸν κορυνήτην βλέπων ὁρμώμενον τύψαι με καὶ διδοὺς δρόμῳ,
65λείπω τὸν ἐχθρὸν καὶ τὸν ὕπνον αὐτίκα.

63

(1t)

Τοῦ Ψελλοῦ εἰς τὴν ψυχήν
1 Πᾶσα κτίσις κλαῦσόν με τὸν παραβάτην. ὡς δάκρυον στάλαξον, οὐρανέ, δρόσον καὶ σπίλον αἰσχρῶν ἔκπλυνον μολυσμάτων· ἥλιε, δυσώπησον ἥλιον μέγαν
5ψυχὴν σκοτεινὴν φωτίσαι καὶ καρδίαν· στήτω σελήνη, καὶ χορὸς τῶν ἀστέρων αἰτεῖτε λύτρον τῶν ἐμῶν ἐγκλημάτων· ἡ γῆ βόησον ἐκ μέσης τῆς καρδίας, ὄρη σταλαγμὸν ἐκβλύσατε δακρύων,
10θάλασσα κλαῦσον κλαυθμὸν ἠλεημένον, ἄβυσσε φωνὴν πέμψον εἰς τὸν δεσπότην. Χοροὶ προφητῶν, πατριαρχῶν, παρθένων, ἀποστόλων, μαρτύρων καὶ διδασκάλων, πάντων δικαίων, ἱερῶν σελασφόρων,
15ἐμὲ κραταιώσατε τῷ θείῳ φόβῳ· σφραγὶς προφητῶν καὶ τέλος θεηγόρων, ἐμοῦ φρόντισον τοῦ κατεσπιλωμένου, κρουνοὺς βράβευσον δακρύων ψυχοτρόφων, θείῳ φόβῳ σῶσόν με καὶ παρ’ ἀξίαν.
20 Θρόνοι, χερουβὶμ καὶ σεραφὶμ καὶ νόοι, κυριότητες, δυνάμεις, ἐξουσίαι, ἀρχῶν ἀρχαγγέλων τε τάξεις ἀγγέλων, ὑμῶν λιταῖς σώσατε τὸν παραβάτην. Ἀγαθοποιὲ Νικόλαε, παρθένε,
25πρεσβεύσατε νῦν ὑπὲρ ἀθλιωτάτου δούλου κακίστου καὶ λίαν παναθλίου. δίδοιτέ μοι χάριν τε καὶ κληρουχίαν φέρειν δέησιν ἐν φόβῳ τε καὶ πόθῳ ἄοκνον, ἀρέμβαστον, ἡγιασμένην,
30στερράν, ἀνεμπόδιστον, οὐρανοδρόμον. Νόος, πτέρυξι καρδίας [........], εἰς οὐρανοὺς ἄνελθε συντομωτάτως, τῶν ἀγγέλων δίελθε τὰς μυριάδας, ἀρχαγγέλων πάρελθε τὰς τριαρχίας,
35θείῳ θρόνῳ πρόσελθε τῷ τῆς τριάδος, ἅψαι φαεινῶν κρασπέδων παρ’ ἀξίαν, καθικέτευσον καὶ τυχεῖν σωτηρίας. Ὦ πάτερ, υἱέ, πνεῦμα, τριὰς ἁγία, ἀγαθὸν ἀκένωτον εἰς πάντας ῥέον,
40κάλλος πολυέραστον οὐκ ἔχον κόρον, σῶσον, κατοικτείρησον, ἱλάσθητί μοι. ἥμαρτον, ἠνόμησα καὶ κατεφθάρην, ἥμαρτον, ἠδίκησα καὶ παρεσφάλην. βρέφος σκοτεινόμορφον ἠμαυρωμένον,
45καὶ παιδίον βέβηλον ἠχρειωμένον, καὶ μειράκιον αἰσχύνης πεπλησμένον, νεανίας κάκιστος ἐβδελυγμένος, ἀνὴρ σκολιὸς καὶ κατερρυπωμένος, μεσαιπόλιος σαπρίᾳ, μιαρίᾳ,

63

(50)

γέρων ἀσελγής, λοιμὸς ἐσπιλωμένος. ἐκ σπαργάνων πνεύματος τὴν θείαν χάριν κατερρυπώθην τῆς ἁμαρτία ῥύπῳ. βάπτισμα θεῖον ἀφρόνως παρωσάμην, κατεζοφώθην τῆς ἀσωτίας ζόφῳ,
55πανάγαθον δώρημα παρεβλεψάμην. ἐβορβορώθην κακίας τῷ βορβόρῳ, ἀπεστερήθην ἀρετῶν ψυχοτρόφων, ἐξωστρακίσθην ἐνθέων χαρισμάτων,
ἀπεξενώθην ἀγαθῶν αἰωνίων.
60στολὴν ἀφῆκα τὴν πανολβιωτάτην, ἄνωθεν ὑφανθεῖσαν, ἡγιασμένην· οὐκ ἠθέλησα τὸν βίον τῶν παρθένων, οὐκ ἠγάπησα τὸν βίον τῶν σωφρόνων· στολὴν μέλαιναν τοὔμπαλιν ἐκτησάμην,
65στολὴν ῥυπαράν, ἱμάτιον κακίας, χιτῶνα σαρκὸς τὸν κατεσπιλωμένον.

64

(1t)

Τοῦ αὐτοῦ στίχοι γραφέντες εἰς τάφον γυναικὸς ὡς ἀπὸ τοῦ ἀνδρὸς
2tαὐτῆς
1 Νῦν πρῶτα πικρὸν ἄλγος εἰσεδεξάμην, νῦν καρδίαν πλήττοντος ᾐσθόμην πόνου· οὐχ ὡς ἄλυπον εὐτυχήσας τὸν βίον (πολλοὺς γὰρ ὑπήνεγκα δεινοὺς κινδύνους,
5πολλαῖς ἐπεθρήνησα νεκροπομπίαις), ἀλλ’ ὡς πεπονθὼς ζημίαν τὴν ἐσχάτην τὰς πρὶν παρεκτρέχουσαν οἰκτράς μοι τύχας. Ὦ φιλτάτη σύζυγε καὶ φωτὸς πλέον, αὐτογλυκασμὲ τῆς ὅλης μου καρδίας,
10Ἄννα πνοή μου, τῶν ἐμῶν φῶς ὀμμάτων, λειμὼν χαρίτων καὶ θέας καὶ τοῦ τρόπου, ἔμελλον ἄρτι καὶ σὲ δοῦναι τῷ τάφῳ καὶ μὴ ῥαγῆναι παντελῶς τὴν καρδίαν, ὡς κἀν τάφῳ λάχοιμι τὴν συνοικίαν
15καὶ μὴ νεκροῦ ζῶ δυστυχέστερον βίον. Ὢ τῆς ταφῆς σου τῆς ἐν ἀκμῇ καὶ δρόσῳ. εἰκοστοτετράριθμος ὁ ζωῆς χρόνος, ὡς πικροποιὸν ἐκθερίζει σε ξίφος ἡλικία ἔαρος ἐν μεσαιτάτῳ,
20τὴν καλλίμορφον ἀρτιβλάστητον χλόην, σὴν ἐκταμὸν πρώτιστα πεντατεκνίαν. Βαβαί, πόσαις φλέγεις με καμίνοις πόνων,
ἰού, πόσαις πλύνεις με ῥείθροις δακρύων ἐν παντὶ καιρῷ, νύκτα καὶ καθ’ ἡμέραν·
25οἷον γὰρ εἰς νοῦν καὶ κατὰ φρένας λάβω τῶν σοὶ προσόντων μυρίων χαρισμάτων, ὡς κέντριον νύττει με πρὸς τὸ δακρύειν. Ἀλλ’ ὦ ξένων ἄβυσσε φρικτῶν κριμάτων, ἕνωσον ἡμᾶς, οὓς διεῖλες ἐν βίῳ,
30εἰς πραέων γῆν, εἰς ἀνώλεθρον βίον.

65

Εὐχὴ διιστᾷ τοὺς βροτοὺς τῶν ἐν βίῳ, εὐχὴ μεθιστᾷ πρὸς θεὸν τοὺς χρωμένους· εὐχὴ πτεροῖ τὸ πνεῦμα πρὸς θεοπτίαν, εὐχὴ σθενοῖ τὸ σῶμα πρὸς χαμευνίαν·
5εὐχὴ τὸ φῶς δίδωσι τῆς θεωρίας· εὐχὴ λογισμῶν ἐμπαθῶν ὁρμὰς τρέπει· εὐχὴ χορηγεῖ δωρεὰς ἀκηράτους· εὐχὴ διώκει ψυχικὴν ῥαθυμίαν, εὐχὴ διωθεῖ τὴν κακὴν ἀκηδίαν,
10εὐχῆς ἄγνοιαν ἀνταναιρεῖ θερμότης· εὐχὴ τὸ θεῖον εὐμενὲς καθιστάνει· εὐχὴ σκεδάζει συμφορῶν καταιγίδας· εὐχὴ βραβεύει μυστικὴν δᾳδουχίαν· εὐχὴ δεόντως συμφερόντως ἐξάγει·
15εὐχὴ τελειοῖ πρακτικὴν εὐκοσμίαν· εὐχὴ μεθέξει τὴν θέωσιν εἰσφέρει· εὐχὴ τὸ κρεῖττον τοῖς ἀύλοις μιγνύει, εὐχὴ τὸ χεῖρον δουλαγωγεῖ σωφρόνως· εὐχὴ λογισμῶν ἁρπαγὴ πρὸς αἰθέρα,
20εὐχὴ πρὸς ἀλλοίωσιν ἔνθεον φέρει, εὐχὴ φρένας δείκνυσιν οὐρανοδρόμους·
εὐχὴ καλῶν πέφυκε πάντων αἰτία.

66

(1t)

Τοῦ αὐτοῦ πρὸς ἑταῖρόν τινα διὰ τὸ νοσεῖν
1 Αἰαῖ, τὰ πάντα λυγρὰ καὶ κατώδυνα, πλήρη στεναγμῶν καὶ σταλαγμῶν δακρύων. Ἑταῖρε, πῶς φύγοιμι τὴν νόσον λέγε· ὡς νῦν ἐγὼ δέδοικα τὸν ταχὺν μόρον,
5ὃν τοὺς βροτοὺς χρὴ πανταχοῦ δεδοικέναι, σύνοικον ἐχθρὸν ὄντα, δυσμενῆ φίλον, κακοῦργον ἡδὺν καὶ πραῢν ὁδοστάτην ἄνευ ξιφῶν σφάττοντα τοὺς ὡρισμένους. πλὴν ἀλλ’ οὐκ ἔστιν ὅστις εὖ διαδράσει,
10ἐγγὺς γὰρ ἡμῶν ὁ σφαγεὺς πορεύεται, τείνων τὸ τόξον, ἐκτινάσσων αὐτίκα βέλη τὰ πικρὰ καὶ πεφαρμακευμένα. Ἀλλ’ ὦ κακῶν γένεθλον, ὦ σπορεῦ φθόνου καὶ παντὸς ἄλλου δυσχεροῦς πάσης λύμης,
15ἀπαγχονίζου, δαῖμον, ἔρρε, συνθλίβου, γῆς δῦθι μυχούς, ἀφανίζου, ῥηγνύου, φθείρου χαμαὶ βάραθρον ἔσχατον φθάσας, οἴκει σκοτεινὸν λάχος, ἄθρει σὸν λάχος, φίλει σιγήν, μὴ κάμνε τῶν βροτῶν χάριν,
20μὴ θλῖβε τοὺς νοσοῦντας οἷς οἶδας τρόποις. παύθητι τῆς σῆς, λυμεών, τεχνουργίας (τὸν σταυρὸν ὅπλον ἀρραγὲς προβάλλομαι) καὶ φεῦγε μακρὰν ἐκ βροτῶν Χριστωνύμων,
ὀλέθριον σύγκυρμα δυσμαίας τύχης.

67

(1t)

Στίχοι τοῦ ὑπερτίμου Ψελλοῦ πρὸς μοναχόν τινα γράψαντα πρὸς αὐτὸν
2tμεθ’ ὑπερηφανίας καὶ δοκοῦντα εἶναί τινα τῶν σοφῶν
1 Ἔδει μὲν ἡμᾶς, ἀδελφέ, τὰ ψυχικὰ φροντίζειν ὡς μοναχούς, ὡς ἀσκητάς, ὡς ἔξωθεν θανάτου, καὶ καθ’ ἑκάστην ὡς εἰπεῖν ἡμέραν ἐπιμόνως θρηνεῖν καὶ κόπτεσθαι πικρῶς καὶ σφοδρῶς ὀλολύζειν
5ἐν ὀφθαλμοῖς λαμβάνοντας ὥραν τὴν τελευταίαν, καθ’ ἣν ἐντεῦθεν μέλλομεν ἀπαίρειν ἐκ τοῦ βίου καὶ πρὸς κριτὴν ἀδέκαστον πορεύεσθαι δικαίως· καὶ συνεχῶς παρακαλεῖν καὶ συνεχῶς προσπίπτειν καὶ συνεχῶς ἱλάσκεσθαι τὸ θεῖον μετὰ πόνου,
10ὅπως χαρίσεται ἡμῖν λύτρον ἀμπλακημάτων καὶ παντελῆ συγχώρησιν πάντων τῶν ἐπταισμένων, πρὶν ἢ ῥαγῆναι τῆς ἡμῶν ὑλικῆς συζυγίας· καὶ πᾶσαν ἔχειν τὴν σχολὴν ἐπὶ τὰ θεῖα μόνα, τὰ δ’ ἄλλα πάντα δεύτερα τούτου σαφῶς ἡγεῖσθαι,
15καὶ συζητεῖν καὶ συμμετρεῖν αὑτοὺς ἁπανταχόθεν καὶ διευθύνειν ἐμμελῶς ὁμοῦ καὶ νενηφότως, τί μὲν ἡμῖν κατώρθωται τῶν ἐποφειλομένων, τί δ’ αὖθις ὑπολείπεται τῶν ἐπενδεχομένων, καὶ ποῖον μὲν ἀτίθασον ἡμερώσαμεν πάθος,
20ποῖον δ’ οὖν ἐναπέμεινεν ἀδάμαστον εἰσέτι· καὶ σπεύδειν ὅση δύναμις πάντων ἐκκαθαρθῆναι σωματικῶν καὶ ψυχικῶν κηλίδων καὶ ῥυτίδων,
†οὐ τὴν ἐκείνου εὔτασας τὸν τούτοις συνεργάτην τὸ μόνον ὑποδείξασα† τῶν ἐντολῶν τὴν τρίβον
25καὶ φήσαντα μὴ δύνασθαι χωρὶς αὐτοῦ ποιεῖν τι, ὅπως καὶ πάλιν ἔχωμεν τοῖς λογισμοῖς ἐμβάλλειν περὶ τῆς γνώσεως Χριστοῦ μὴ καλῶς ἐπηρμένοις, ὥς που τὸ σκεῦος ἔφησε τῆς ἐκλογῆς ὁ Παῦλος, ἐκ τοῦ γινώσκειν ἀκριβῶς ἡμῶν τὰ μέτρα ποῖα,
30τοῦ μήτε παρεκτείνεσθαι μηδ’ ἐξισοῦσθαι θέλειν φρενῶν ὄντας ἐπιδεεῖς φρονίμων καὶ λογίων. Ἐγὼ δὲ τούτου τὴν ἐμὴν ἐντρέπων ἀγροικίαν— πᾶς γὰρ ὁ λογιζόμενος τοῦτον ἀγχίνουν εἶναι καὶ πάντα δύνασθαι καλῶς τὰ θεῖα κατοπτεύειν,
35οὗτος οὐδὲ τὰ πρὸς ποσὶν ἔγνω τυφλὸς ὑπάρχων, ὡς ἱκανοῦ τυγχάνοντος ὁλικῶς ἐμποδίζειν εἰδέναι τι τῶν ἀγαθῶν τοῦ δοκεῖν ἐγνωκέναι. μόνος γὰρ οἶδεν ἀμυδρῶς, οὐ πάνυ δὲ τελείως (ὡς ἐν ἐσόπτρῳ γὰρ ἰδεῖν ἀνέκραγε καὶ Παῦλος)
40ὁ ταπεινὸς καὶ καθαρὸς τῶν νοητῶν τὴν γνῶσιν· τοῖς ταπεινοῖς γὰρ μάλιστα, καθώς τινες ἐξεῖπον, τὸ χάρισμα τῆς γνώσεως Χριστὸς ἀποκαλύπτει. οὐδεὶς δὲ πρὸς τὸ τέλειον ἤρθη τῆς θεωρίας, οὐδεὶς ἔγνω τὸ παντελὲς πρὸ τοῦ μέλλοντος χρόνου,
45οὐδεὶς τὴν πᾶσαν εἴληφεν ἐν τοῖς ἀνθρώποις γνῶσιν· οὐ Μωυσῆς ὁ τὸν γραπτὸν νομοθετήσας νόμον, οὐδ’ Ἀαρών, ὃν ἔχρισεν ἀρχιερεὺς ὁ μέγας, οὐ Σαμουὴλ ὁ γεγονὼς ἐκ τῆς ἀκάρπου στείρας, οὐδ’ ὁ Δαυὶδ ὁ βασιλεὺς καὶ μέγιστος ἐκεῖνος,

67

(50)

οὐχ ὁ Θεσβίτης Ἠλιοῦ καὶ θεατὴς τοῦ λόγου, οὐχ Ἑλισσαῖος ὁ πολὺς ἐν θαύμασι καὶ ξένοις, οὐχ Ἡσαΐας ὁ θεὸν ἰδὼν ἐπὶ τοῦ θρόνου, οὐχ Ἱερεμίας ὁ πολλὰ τὸν Ἰσραὴλ πενθήσας,
οὐχ ὁ τῶν ἄνω θεωρὸς Ἱεζεκιὴλ ὁ μέγας,
55οὐ Δανιὴλ ὁ τῶν θηρῶν τὰ στόματα φιμώσας, οὐχ ὁ λοιπὸς κατάλογος τῶν προφητῶν ἁπάντων· ἀλλ’ οὐδ’ αὐτὸς ὁ τὸν θεὸν σωματικῶς βαπτίσας ἐν Ἰορδάνῃ γάρ ποτε, καθὼς ἀναγινώσκεις, καὶ παλαιᾶς καὶ τῆς καινῆς μεσίτης χρηματίσας
60καὶ μεῖζον πάντων εἰληφὼς τῶν γεννητῶν τὸ κλέος· οὗτος γὰρ μᾶλλον μαρτυρεῖ παρὰ τοὺς ἄλλους πλέον μηδὲ τὸν λόγον εἴσεσθαι τὸν τῆς οἰκονομίας· τὸ γὰρ ἀνάξιον αὑτὸν κρῖναι τοῦ μηδὲ λῦσαι τὸν σφαιρωτῆρα τῶν Χριστοῦ καλῶν ὑποδημάτων
65τὴν ἄγνωστον ἐδήλωσε τοῦ μυστηρίου γνῶσιν τὴν κεκρυμμένην ἀπ’ αὐτοῦ—καὶ τίς λοιπὸν συνήσει; ἀλλ’ οὐδ’ ὁ Πέτρος ὁ τὰς κλεῖς λαβὼν τῆς βασιλείας, Πέτρος τῆς πίστεως βροτοῖς τὰς πύλας ὑπανοίγων, εἰς τὴν ἐπίγνωσιν Χριστοῦ πάντας ἐχειραγώγει.
70εἰ δὲ κἀνταῦθα κατασχεῖν ἐξῆν τὴν ὅλην γνῶσιν, Παῦλος ἂν ταύτην εἴληφεν, ὁ τῶν ἀρρήτων μύστης, μέχρι 〈τοῦ〉 τρίτου οὐρανοῦ ἐπαρθεὶς μεταρσίως κἀντεῦθεν εἰς παράδεισον σωματικῶς φοιτήσας, ὁ τῶν ἀρρήτων γεγονὼς ἀκροατὴς ῥημάτων.
75ἀλλ’ οὗτος ὁ τὸ κήρυγμα πανταχοῦ κατασπείρας, μίαν δὲ πᾶσιν δεδωκὼς ἐπίγνωσιν λατρείας, τὴν ἐν πατρί τε καὶ υἱῷ καὶ πνεύματι τῷ θείῳ, καὶ διδαχαῖς καὶ δόγμασι τὴν ὅλην ἐκκλησίαν καταπλουτίσας ὡς οὐδεὶς τῶν ἀποστόλων ἄλλος,
80τὴν ἐσομένην ἔλλαμψιν καὶ τὴν τῶν ὧδε γνῶσιν συγκρίνειν ὡς οὐκ ἄλλος τις τῶν ἐπὶ γῆς ἁπάντων, σκιὰν τὸν νόμον ἔφησεν τῆς χάριτος τυγχάνειν (τύπου τύπον, ὡς εἶπέ που τὶς ἄλλος θεολόγος), τὴν χάριν δ’ ἀπεικόνισμα τοῦ μέλλοντος αἰῶνος,
85δεικνὺς ὡς δῆθεν ἀδρανῆ τῆς χάριτος τὴν γνῶσιν
πρὸς τὴν ἐκεῖ τελείωσιν τῶν ἤδη καθαρθέντων. εἰ δὲ Παῦλος μαρτύρεται ταῦθ’ οὕτως ὄντως ἔχειν καὶ πάλιν ἀλλαχοῦ τρανῶς ἀναβοᾷ καὶ λέγει, ‘ἐκ μέρους μὲν γινώσκομεν, ἐκ μέρους δὲ λαλοῦμεν,
90ὅταν δ’ ἔλθῃ τὸ τέλειον, οἰχήσεται τὸ μέρος,‘ συναριθμεῖ δὲ τοῖς λοιποῖς ὡς τὰ πολλὰ καὶ τοῦτον, ἐῶ λέγειν ἄλλον †μὴ† τῶν ἐφεξῆς ἁγίων, κἂν γνῶσιν εἴληφε πολλὴν ἐκ θείας ἐπιπνοίας, ἐμὲ δὲ καὶ τοὺς κατὰ σὲ θήσει τις, εἰπέ μοι.
95αἰσχύνομαι καὶ δέδοικα τὴν τόλμαν ταῦτα γράφειν. Ἀλλ’ ἀντιλέγειν ἐγχειρεῖς τοῖς λεγομένοις τούτοις, ζητεῖς δὲ πότε καὶ τὸ ποῦ τῆς γνώσεως τὸ πλῆρες; ἐλθὲ καὶ μάθε πρὸς ἡμῶν ποῦ τε καὶ πότε τοῦτο· ὅταν Χριστὸς φανερωθῇ σὺν πᾶσι τοῖς ἁγίοις

67

(100)

κατὰ δευτέραν τὴν αὐτοῦ μεγάλην παρουσίαν, καθ’ ἣν ἐξαναστήσεται πᾶσα βροτῶν ἡ φύσις. τότε γὰρ οἱ μὲν πονηροὶ καὶ ῥυπαροὶ τοῖς ἔργοις τῷ γνωστικῷ τῆς χάριτος ἀποτμηθέντες λόγῳ εἰς κόλασιν ἀχθήσονται, κἂν τῆς Χριστοῦ μερίδος
105ἐδόκουν εἶναι, τὸ[ν Χριστὸν] ἀρνούμενοι τοῖς τρόποις· οἱ δ’ αὖ γε τοὺς τῆς ἀρετῆς ἀνύσαντες καμάτους καὶ τῆς ψυχῆς φυλάξαντες καλῶς τὸ κατ’ εἰκόνα, οὗτοι καὶ μόνοι λήψονται τῆς νίκης τὰ βραβεῖα καὶ τὰς ὁσίας ἀμοιβὰς καὶ τὴν ἀγήρω λήξειν.
110γνῶσις δὲ ταῦτα πέφυκε τῆς τριλαμποῦς ἑνάδος, ἥνπερ τὴν μόνην ἔφησεν οὐρανῶν βασιλείαν Γρηγόριος ὁ πάνσοφος καὶ μέγας θεολόγος. πλὴν δ’ οὐκ ἐπίσης ἅπαντες εἰσδέξονται τὴν αἴγλην· δεῖ γὰρ καὶ τούτους ἐρευνᾶν, τριάδος προτεθείσης,
115τῆς ἑνιαίας καὶ τριπλῆς πρώτης ἀγαθαρχίας, ἀλλ’ ἕκαστος ἀνέλπιστον δέξηται φωταυγίαν
τῆς ἐν σαρκὶ τηρῶν αὐτοῦ καθάρσεως ἧς ἔσχεν. ἄλλη γὰρ δόξα †ἤγγικεν†, ἡλίου φέγγος δ’ ἄλλη· ‘ἀστὴρ ἀστέροσ‘ γάρ φησιν ‘ἐν δόξῃ διαφέρει.‘
120οὕτω δὲ καὶ μοναὶ πολλαὶ παρὰ θεῷ τελοῦσαι τοῖς πᾶσι μερισθήσονται κατά γε τὴν ἀξίαν. Ταῦτα γοῦν ἔδει καὶ ποιεῖν καὶ μελετᾶν καὶ γράφειν καὶ μὴ πρὸς χρήσιμον οὐδὲν τοὺς λόγους ἀναλίσκειν. ἀλλ’ ἐπειδὴ κινούμενος πόθεν εἰπεῖν οὐκ οἶδα
125ἐπεγγελᾶν καὶ κωμῳδεῖν ἐπιχειρεῖς ἡμᾶς γε, καὶ τοῦτο καὶ μεθ’ ὧν αὐτὸς γραμμάτων γράφειν οἶδας, φέρε λιπόντες ἅπαντα τὰ σεμνὰ τῶν λογίων τοῖς ἴσοις κωμῳδήμασιν ἀνταμειψόμεθά σοι. εἰ δέ τι καὶ πλατύτερον ὁ παρὼν ἕξει λόγος,
130τὰ σὰ περιεργότερον ἐξερευνῶν καὶ λέγων, τῷ λόγῳ χάρις τῷ τὸν νῦν δεδωκότι μοι λόγον. ἀλλ’ οἶδα πῶς ἀτέλεστοι πάντες εἰς θείαν γνῶσιν· ἐπαναλήψομαι καὶ γάρ, ‘παράκλητον ἐκπέμψω‘· ἔμαθες πῶς πεφύλακται πάλιν Παῦλος ὁ θεῖος·
135ἔγνως ὡς πάντες ἄνθρωποι πρῶτοι δεύτεροι τρίτοι· πρὸς γνῶσιν οὖν ἀνάλαβε καὶ γίνωσκε τί γράφω. λοιπὸν οὖν κατανόησον καλῶς ὑπὸ τῶν ἄλλων, καὶ παῦσαι τοῦ γνωσιμαχεῖν καὶ παῦσαι τοῦ διδάσκειν καὶ παῦσαι τοῦ λογογραφεῖν ὡς εἷς τῶν λογογράφων
140καὶ παῦσαι τοῦ κενοδοξεῖν ὥς τις τῶν τεχνογράφων· τούτων ἁπάντων ἄμοιρος καθεστηκώς, ὦ φίλος, μόνον δὲ κάθαραι σαυτὸν ἀπὸ πάσης κακίας ταῖς συνεχέσι καὶ πυκναῖς εὐκτικαῖς λειτουργίαις καὶ τῇ πρὸς τὴν ἀκήρατον οὐσίαν ἀναβάσει·
145καὶ τίμα τὴν ταπείνωσιν καὶ τίμα τὴν ἀγάπην καὶ τίμα τὴν εὐλάβειαν, καὶ σοφὸς ἔσῃ μέγας. Ἀλλ’ ἀντὶ τίνος εἵνεκα λέλεκται τὰ παρόντα,
καὶ τίνος χάριν πρὸς τὴν σὴν ἀγάπην ἐπιστέλλω; οὐ γὰρ ἀλόγως οὐδ’ εἰκῇ ταῦτα κάθημαι πλέκων,

67

(150)

ἐπαναμνήσθητι δὲ νῦν οὗ χάριν ἐπιστέλλω. γράμμα ποτέ μοι πέπομφας ὅλον ἀλαζονείας δεικνύντα σε σοφώτατον καὶ καλὸν στιχοπλόκον, μεμφόμενος καὶ τὴν ἡμῶν ὡς οἶδας ἀγροικίαν· εἶχε δὲ καὶ μικρά τινα ψυχὴν κατακεντοῦντα
155καὶ τὸν ψόγον εἰσάγοντα κεκαθαρμένῳ βίῳ. καὶ ταῦτα πάντα δέδρακας, ὡς ὁ θεὸς γινώσκει, καὶ τὴν ἐμὴν γὰρ δύναμιν ἀκριβῶς ἐξετάζων, μὴ κεκτημένος πρόφασιν οὐδαμοῦ παροινίας. Ἐγὼ δὲ τοῦτ’ ἀνεγνωκὼς καὶ θέλων ἐκδικῆσαι,
160οὐκ ἐμαυτόν (μὴ γένοιτο), τὴν ταπείνωσιν δέ γε, ἧς εἰς γῆν ἀπερρίψαμεν ἅπαντες τὸ φορτίον, στίχους τινὰς συνέπηξα πρὸς τὴν σὴν ἁγιστείαν, ὁμοῦ μὲν πρὸς ταπείνωσιν ἐνάγων σου τὴν γνώμην, ὁμοῦ δὲ καὶ πρὸς ἔρωτα φιλομαθείας ἕλκων,
165ὡς ἐκ τοῦ σκώπτειν καὶ μικρὸν τὴν τέχνην ὑπανοίγων. σὺ δ’ οὐκ ἠνέσχου τὴν ἡμῶν εἰσδέξασθαι παιδείαν ἐκ συμπαθείας καὶ πολλῆς ἀγάπης φερομένην, εἰ καί τι δάκνον εἶχέ που καί τινας εἰρωνείας, τοῦ γράμματος ἀνάλογον οὗπερ ἀπέσταλκάς μοι.
170ἀλλὰ λαλεῖν βουλόμενος, μὴ θέλων δ’ ἐπακούειν, καὶ τότε καὶ πρὸς ἄνθρωπον μηδέν ς’ ἠδικηκότα, πάλιν καθὼς μεμάθηκα παρὰ τινός μου φίλου ἔσπευσας ἐπαμύνασθαι τὰ παρ’ ἐμοὶ γραφέντα, καὶ φοιτᾶν πρὸς γραμματικοὺς καὶ πρὸς τοὺς τεχνογράφους
175καὶ δι’ αὐτῶν τὰ καθ’ ἡμᾶς στιχοπλοκεῖν ἀσέμνως, σκώπτειν κατεπειγόμενος τὸν πτωχόν μου πατέρα καὶ τὴν ἐμὴν ἀνατροφήν, ὁποία ποτ’ {ἂν} οὐκ οἶδες, καὶ τὴν ἐπὶ μαθήμασι γραμμάτων ἀπειρίαν· ὑποκριτὰς ἀποκαλεῖς τὸ γένος τὸ δικό μου
180καὶ πάντα λέγεις καὶ ποιεῖς, οὐ παύεσαι 〈δ’〉 οὐδ’ ὅλως προβάτου μὲν δέρμα φορεῖν, λύκου δὲ γνώμην ἔχειν,
κἀντεῦθεν πάντας ἀπατᾶν ὡς ἀφανὴς τοῦ τρόπου. Ταῦτα τοίνυν ἐγὼ μαθὼν {ὡς} ἀφ’ οὗπερ ἔφην φίλου (οὐ γὰρ ἑώρακα λοιπὸν ἀκμὴν τὰ γράμματά σου)
185πρῶτον μὲν {γὰρ} ὡμολόγησα, καὶ νῦν ὁμολογῶ σοι· οὐκ ἔστι ψεῦδος, ἀδελφέ, τὰ παρὰ σοῦ λεχθέντα, ἀλλ’ ἀληθῆ καὶ φανερὰ καὶ πρόδηλα τυγχάνει καὶ τοῖς ἐγγὺς καὶ τοῖς μακρὰν καὶ κατὰ μέσον Ἄργους, καὶ μοναχοῖς καὶ κοσμικοῖς καὶ γυναιξὶν ὡσαύτως.
190καὶ ταῦτα μὲν τὰ προφανῆ, καθὼς καὶ σὺ γινώσκεις· εἰ δ’ ἔγνως τὰ λανθάνοντα, τί δὴ καὶ λέγειν εἶχες; ἐγὼ γὰρ μόνος, ἀδελφέ, καὶ τὴν ἄλογον φύσιν ἐν πλημμελήμασιν αἰσχροῖς ἀσώτως ὑπερέβην· γνώμης γάρ μου στρεβλότητος, ψυχῆς φιληδονίας,
195οὐ φθάσει μέτρον ἀριθμὸς οὐδὲ θαλάσσης ψάμμος. ὅθεν οὐκ ἔχω λέγειν τι πρὸς ταῦτα τὸ παράπαν οὐδ’ ἀντικρίνειν τοὺς ἐμοὺς φιλαλήθεις ἐλέγχους· ἀλλὰ καὶ χάριν μάλιστα μεγάλην ἔχω τούτοις, καὶ δι’ αὐτῶν τὰ τραύματα γνωρίζω τῆς ψυχῆς μου.

67

(200)

Καὶ τοῦτο κατωνείδισας, τὴν πρώτην μου πενίαν· †οὐδ’ ἄλλωναν† ὠνόμασας καὶ γέννημα πασπάλης καὶ βεριδάριν ἐφεξῆς καὶ τέκτονα καὶ τἄλλα, ὅσα λέγειν ἐοίκασιν κιθαρῳδοὶ καὶ μῖμοι, σαυτόν τινα τῶν εὐγενῶν τρανῶς ἐπιφημίζων.
205τοῦτο τὸ πάθος ἡσυχῇ φέρειν οὐκ ἠδυνήθην οὐδὲ βαθείᾳ παρελθεῖν σιγῇ τὴν ἀτιμίαν οὐδὲ τὸν Ἐνδυμίωνος μακρὸν ὕπνον καθεύδειν. καὶ γὰρ οὐδ’ ἄξιόν ἐστιν οὐδ’ ἀνεκτὸν τοῖς πᾶσι κέρκωπας μὲν εὐδοκιμεῖν, λέοντας δ’ ἡσυχάζειν,
210ἢ τοὺς κηφῆνας λιγυρὸν ἀνακρούεσθαι φθόγγον, τοὺς δὲ τέττιγας παύσασθαι τοῦ τερετίζειν ὅλως. ὅθεν μικρόν τι καταθεὶς τὰ τῆς στρατείας ὅπλα, ἅπερ τῷ Παύλῳ σύνηθες τοὺς μοναχοὺς ὁπλίζειν τοὺς αἴροντας τὸν πόλεμον πρὸς τὰς ἀρχὰς τοῦ σκότους,
215λόγου τέχνην ἀντιλαβὼν ἐννοίας ἀντιθέτου
μικρὸν ἀπολογήσομαι πρὸς τὰ πρὸς σοῦ γραφέντα. τοῦτο γάρ με καὶ Σολομῶν πανευπρεπῶς διδάσκει, ἄφρονα κατὰ τὴν αὐτοῦ μωρίαν ἀπελέγχειν, ἵνα μὴ δόξῃ παρ’ αὐτῷ φρονιμώτατος εἶναι.
220 Ἀλλὰ συγγινωσκέτω μοι πᾶς εὐλαβὴς καὶ σώφρων καὶ πᾶς ἀνὴρ ἐπιεικὴς καὶ συνετὸς τὸν τρόπον καὶ πᾶς ὃς φεύγειν ἔγνωκε τοὺς γελοιώδεις λόγους ὡς παντελῶς ἀνάξια γράφειν ἐπισταμένων βίου καὶ λόγου καὶ ψυχῆς ἀνθρώπων φιλοθέων,
225καὶ πῶς ὁ μὲν τῶν στίχων σου βλέπει πρὸς μεσημβρίαν, ἄλλος δὲ πρὸς ἀνατολάς, ἕτερος δὲ πρὸς ἄρκτον, οὐδὲ πρὸς δύσιν μηδαμῶς σύνταξιν ἐσχηκότες, δεικνύντες σε μηδὲ τὰς τρεῖς μαθεῖν τοῦ Στησιχόρου· καὶ πάλιν ἀποδείξω σε κολοῖον τὸν κολοῖον.
230 Ἀλλ’ ἴθι δεῦρο πρὸς ἡμᾶς, Ἀφθόνιος ὁ ῥήτωρ, ὁ πάσης τῆς ῥητορικῆς εἰσαγωγὴν προτάξας, καὶ λέξον πόθεν ἄμεινον ἀπάρξομαι τοῦ λόγου, καθάπερ πρὶν τὸν Σόλωνος σοφὸν †ὑπαίρει† λόγον ἔδειξας πᾶσιν ἐμφανῶς εἴδη τῶν ἐγκωμίων
235καὶ πόθεν χρὴ κατάρχεσθαι τῶν ἐπιχειρημάτων. ναί, ἔκφρασον καὶ πρὸς ἡμᾶς τὰ τοῦ σαλοῦ, πῶς λέγει, καὶ ‘μὴ σιγήσῃσ‘ ἥκιστα ‘μηδὲ καταπραΰνῃσ‘, ὥς που Δαυὶδ πρὸς τὸν θεὸν ἀνέκραγε μεγάλως. ‘Τί με καλεῖς, ὦ μυλωνᾶ καὶ μοναστὰ τὸν τρόπον,
240εἰς χεῖρας ἔχων τὰ ποτὲ γραφέντα παρ’ ἐμοίγε; τρῖψον ὡς μύλος ἔντομος, ὡς βεριδάρι γλώσσῃ, ἄλεσον δ’ ὥσπερ ἄλευρον, λίκμησον ὡς πασπάλην τὸν καρβουνάρι (προϊὼν ὡς ὁ λόγος δηλώσει), καὶ δὸς αὐτῷ πληρέστατον ἀλλάγιον καὶ σῶον,
245ἵνα μηκέτι παρὰ σὲ μολὼν ἀλήθῃ λόγους. μὴ τοίνυν κάμνῃς, ἄνθρωπε, τοῦτο κἀκεῖνο λέγων· ἄρξου συντόμως ἀπ’ αὐτῶν αὐτοῦ τῶν προπατόρων. τοῦτο γὰρ εἶδος καθαρὸν καὶ τάξις ἐγκωμίου,
τὸ διδάξαι τοὺς ἐφεξῆς πόθεν ἡ τούτου ῥίζα.‘

67

(250)

Ἐγὼ λιπὼν τοὺς δὲ λοιποὺς αὐτῷ καὶ τούτῳ μόνῳ ὡς ἔχει διαλέξομαι σαφῶς τὰ περὶ τούτου. εἴθε γοῦν ἑτεροφυές· καὶ μάθε πόθεν ἔφυς. ἀκήκοά ποτέ τινος τάδε λαλοῦντος πρός με· καὶ γὰρ εἰς τοὺς προπάτορας ἔφασκε λόγους ἔχειν,
255ὅτι τὰς χώρας τῶν Περσῶν σπουδάζοντες ἐκφεύγειν, ἡνίκα τὴν ἀνατολὴν ἀφειδῶς κατεπόρθουν, ἀνόμοις ἄλλοις καὶ φθόροις συνέπιπτον βαρβάροις, Πάρθοις, Οὔννοις, Ἀγαρηνοῖς, Κωμάνοις, Ἀρμενίοις, ὑφ’ ὧν συλλαμβανόμενοι παραυτὰ καθ’ ἑκάστην,
260οἷα φιλοῦσιν βάρβαροι δρᾶν ἐν τοῖς αἰχμαλώτοις, τοῦτο δὴ κἂν τῇ μάμμῃ σου δεδράκασιν ἀθλίως. ὅθεν, ὡς ἔστι συνιδεῖν ἐντεῦθεν ἀδιστάκτως, γένος τὸ σὸν ἐνόθευσεν ἡ θαυμαστή σου μάμμη· καὶ γὰρ καὶ παῖδα τέτοκεν ἐξ αὑτῆς ἡ γενναία,
265τοῖς προλεχθεῖσιν ἔθνεσιν ἀσέμνως συμπλακεῖσα· ἐξ οὗ μετὰ τῶν ἀδελφῶν †κατά τε† τῶν ἰδίων. Ἔνθεν ἐγώ σε Λιβυκὸν ἀποκαλῶ θηρίον, οὐ μήν τινα τῶν εὐγενῶν, ὡς αὐχεῖς, ἐκομπώθης. λέγουσιν οἱ φιλόσοφοι τοιάδε τῶν Ἑλλήνων,
270ὧν εἷς καὶ πρῶτος πέφυκεν Ἀριστοτέλης εἶναι, ὡς ἔστι τόπος ἄνυδρος, ὁ τόπος τῆς Λιβύης, μιᾶς καὶ μόνης ἐν αὐτῇ πηγῆς βραχείας οὔσης, ἐφ’ ᾗ καὶ συναγόμενα τὰ πανταχοῦ θηρία πρὸς τὸ παραμυθήσασθαι τὸν καύσωνα τῆς δίψης
275φύρδην ποιοῦνται τὰς αὐτῶν ἐκεῖσε συνουσίας, ὅταν καιρὸς πρὸς συμπλοκὴν κατάγεται †εἰς αὕτα†. διὸ καὶ τὸ γενόμενον ἐκ τῶν πολλῶν γεννάδων Λιβυκὸν ὡς πολύσπορον ὠνόμασται θηρίον. Ἔξεστι δὲ καὶ γραφικὴν ἐπαγαγεῖν σοι ῥῆσιν,
280ὅπως εἴη τὰ κατὰ σὲ κακῶς κεκυρωμένα,
ὡς Ἀμορραῖός σοι πατήρ, ἡ μήτηρ δὲ Χετταία. οὐδὲν οὖν κατεψεύσατο κἂν ὅστις ἦν ἐκεῖνος, ὁ τὴν ἀφήγησιν εἰπὼν ἐμοὶ τὴν προκειμένην, εἰς ἔργον τὸ λεχθὲν αὐτῷ σοῦ νῦν ἐξενεγκόντος.
285ἔτι γὰρ γλῶσσαν πάτριον καὶ στενὴν κεκτημένος, βαρβάρους ὡς ἂν εἴποι τις ὡς μηδὲ χρὴ λαλῆσαι, καὶ μὴ μαθών, ὡς ἔοικεν, ἀκμὴν τὰ τῆς Ἑλλάδος, τούτου χάριν ἐπιφοιτᾷς πρὸς †γρύκων† τοὺς λογίους, μανθάνων στίχους †τρίκιστους† καὶ πρὸς ἡμᾶς ἐκπέμπων.
290ἀλλὰ καὶ γράμμα τῶν Μουσῶν ἐνηγωνίζου μάτην, ὀλίγα γὰρ προέκοψας ὀψιμαθὴς ἐν βίῳ. Ἀλλ’ αὕτη μὲν τῆς σῆς σειρᾶς ἡ γενεαλογία, Περσῶν, Ἀράβων καὶ Σκυθῶν, Πάρθων καὶ Μήδων γόνε· τὸ δ’ ἐπιτήδευμα οἷον, πλεῖόν τι καὶ ποικίλον.
295ὅμως τὸ πρῶτον εἴπωμεν τοῖς θέλουσιν ἐν πρώτοις. διττὴν τὴν τέχνην εἴρηκεν φιλόσοφος ὁ Πλάτων, πρακτικήν τε καὶ λογικήν, ὄντως γὰρ οὕτως ἔχει. ὧνπερ τὴν μίαν σὺ μαθών, ἀνατραφεὶς εἰς Κρήτην, καταλαβεῖν οὐκ ἴσχυσας οὐδ’ ὅλως τὴν δευτέραν.

67

(300)

ἣν οὐδὲ τέχνην ἔγωγε λελέξω τὸ παράπαν· μὴ νόμιζε τὴν λογικήν, τὴν πρακτικὴν γὰρ λέγω. τίς γὰρ πλινθοποιητικὴν ὀνομάσαιτο τέχνην; ἀλλ’ οὐδὲ ταύτην ἀκριβῶς ἤσκησας, ὡς ἀκούω, ὡς ἀφυής, ὡς ὀκνηρός, ὡς ἀθύρμασι χαίρων,
305ἔτι τελῶν, ἔτι συνὼν μετὰ τῶν πηλοφόρων πρὸ τοῦ τὸ σχῆμα μετελθεῖν τοῦτο τῶν μοναζόντων. καὶ εἴπερ μου τοῖς †λίβασιν† πιστεύειν ἀπαναίνῃ, τὸν ὦμον ἀποκάλυψον, ἄρξου τὸν χιτωνίσκον, καὶ πάντας ὄψει τὰς οὐλὰς τὰς ἐκ τῶν καρδοπίων.
310καθάπερ γὰρ τοὺς Πέλοπος †μόνος ἐδίδου πέλας τὸ παρ’ ἐλέφαντος ὠσὶν ὡρόμενοι ἀγρίοι†, οὕτω καὶ σὲ δηλοῖ κακαῖς αἰκίαις παραπέσειν. Ἀλλ’ ἔδει πάντως, ἔδει σε μιᾷ καὶ μόνῃ τέχνῃ συμβιοτεύειν καὶ συζῆν, καὶ μὴ πολλὰς αἱρεῖσθαι
315καὶ ζημιοῦν τὸν ἀδελφὸν πλεονεξίας τρόπον. ὁ γὰρ θεὸς οἰκονομῶν τὰ καθ’ ἡμᾶς χρησίμως τούτου χάριν πᾶσαν ἡμῖν ἐξεῦρεν ἐπιστήμην, ἵν’ ὁ μὲν ταύτην μετιὼν πορίζοιτο τὴν χρείαν, ὁ δ〈έ γ〉’ ἐκείνην ἐξασκῶν τὸ ζῆν ὡσαύτως ἔχοι.
320σὺ δὲ τὰς πάσας συλλαβὼν σχεδὸν ἐξ ἀπληστίας ἀποστερεῖν τὸν ἀδελφὸν πῶς οὐδὲν ἐλογίσω, τοῦ Παύλου κυριεύοντος νήφειν ἐξ ἀδικίας; καὶ γὰρ ποτὲ μέν, λέγουσιν, ὑπῆρχες πλινθοκόπος, ποτὲ δὲ πάλιν κηπουρὸς εἰς τὸ τζουκανιστήριν,
325ἄλλοτε δὲ θερμοδοτῶν εἰς τοῦ Μακρῆ Κοχάλου, ὅπερ ἐστὶν ἐπίσημον τοῦ κάστρου βαλανεῖον, πολλαῖς μεθαρμοζόμενος τέχναις καὶ μεθοδείαις, ὥσπερ ἐκεῖνος ὁ Πρωτεὺς εἰς σχήματα παντοῖα. Ἐγὼ δ’ ἀναμνησκόμενος τὰς ἐν Αἰγύπτῳ πάλαι
330τοῦ Ἰσραὴλ κακότητας ἐπὶ τὴν πλινθουργίαν καὶ τὴν ἀδάπανον αὐτοῦ τῶν κόπων ἀκαρπίαν, καὶ Δαναοῦ τῶν θυγατρῶν εἰς πίθους ἐπαντλήσεις, καὶ λογισάμενος τὸ πῶς ἤντλησας ἀσκοδαύλας, καὶ τότε πάλιν ἔπραξας τὰ πρὸ μικροῦ λεχθέντα,
335θαυμάζω πῶς ὑπήνεγκας τοῦ ταλαιπώρου βίου τὴν δύστηνον καὶ μοχθηρὰν ζωὴν καὶ παναθλίαν. Καὶ ταῦτα μὲν μικράν τινα παραψυχήν πως φέρει, εἰ καὶ δεινὰ καὶ χαλεπὰ καὶ δυσχερῆ τυγχάνει· τὸ δὲ τίλλειν τοὺς ὄρπηκας καὶ πρὸς γῆν καταφέρειν
340καὶ σχίζειν μὲν ἰθυτενῶς, συγκόπτειν δ’ ἐγκαρσίως, καὶ στοιβάζειν ὡς ἐν βουνῷ καὶ πῦρ αὐτοῖς ἀνάπτειν
καὶ καταψύχειν ἄνθρακας καὶ μεταφέρειν τούτους καὶ πωλεῖν καὶ πορίζεσθαι τὴν ἐδωδὴν ἐντεῦθεν, ποίαν οὐκ ἀποκρύψειεν ὑπερβολὴν πενίας,
345τίνα δ’ οὐκ ἂν ἐκπλήξειαν οἱ κόποι τε καὶ μόχθοι; ὑπερτεροῦσιν οὗτοι γάρ, ὡς οἶμαι, καὶ τῶν πόνων οὓς μοναχὸς γενόμενος ἀνέτλης μετὰ ταῦτα. Ταῦτα λαλεῖν οὐδὲν ἐξῆν ἄλλον ἢ Δημοσθένην τὸν πικροῖς ἐνθυμήμασι βαλόντα τὸν Αἰσχίνην,

67

(350)

ὅταν αὐτῷ διείλεκτο τὰ Περὶ τοῦ στεφάνου· ἐμοὶ δ’ ἡ γλῶσσα καὶ στενὴ καὶ φορτικὸν τὸ γράφειν, ἄλλων τιῶν ἑλκόντων με πρὸς τὴν ἐκείνων πρᾶξιν, ὧν μέλλω δίκην ὑποσχεῖν τὴν ἀμοιβὴν †δοκοῦντα†· ὅθεν μικρᾷ τινι γραφῇ τὸν λόγον καταστέλλω.
355 Ἔγνωσα τοὺς προπάτορας, ἔγνωσα τοὺς τεχνίτας· ἔμαθες ὅτι {ἐκ} τῶν πολλῶν εἷς ὑπάρχων θρασύς τις, ἢ μᾶλλον ἔξω τῶν πολλῶν (ἐθνικὸς γὰρ τῷ γένει), συναριθμητέος καὶ σὺ μεθ’ ἡμῶν τῶν πενήτων. οὐδὲν βλάπτει τὸ πένεσθαι τῆς ἀρετῆς παρούσης·
360σύντροφος πέλει τῆς σεπτῆς ἀρετῆς ἡ πενία. πλεονεξία δέδηχε πτωχούς τε καὶ πλουσίους· αὕτη τὴν ἴσην ἄνισον ἀπειργάσατο φύσιν, αὕτη τὸ γένος εἰς πολλὰς ἐμέρισε μερίδας. δυσκόλως εἰσελεύσεται πλουτῶν εἰς βασιλείαν·
365θεοῦ φωνή, καὶ νόμιζε χαμαὶ ταύτην μὴ πίπτειν, καὶ μὴ φυσᾷς ἀνόνητα μηδὲ κομπάζῃς μάτην, μηδὲ τὸν τράχηλον ὑψοῖς, μὴ τὴν ὀφρῦν ἐπαίρῃς, μὴ τοῖς δακτύλοις τῶν ποδῶν βαίνῃς ἐπὶ τὴν †πίζαν†, μὴ τῷ χιτῶνι τῷ φαιῷ σεμνύνῃ καὶ τῷ βάκτρῳ,
370ὥσπερ ἐπὶ τῶν Κυνικῶν λέγεται φιλοσόφων· μὴ τῷ βάθει τοῦ πώγωνος καὶ τῷ ξανθόθριξ εἶναι καὶ τοῖς τοιούτοις ἅπασιν εὐγενὴς δόκει πλέον, οὐ γὰρ ἐν τούτοις πέφυκεν εὐγενὴς καθορᾶσθαι.
εἰ δὲ κἀν τούτοις, ἄνθρωπε, τὸν εὐγενῆ νομίζεις,
375ὁ τράγος ἐστὶν εὐγενὴς πολλῷ σου καὶ μειζόνως· καὶ γὰρ ἐν τούτοις ἔγνωμεν μεγάλας γενειάδας καὶ σπλαγχνικὰ τὰ σχήματα τὰ τῆς ἀλαζονείας, †ἦν καὶ προπορευόμενων† μεγάλων αἰπολίων. ἐκεῖνον εὐγενέστατον καὶ φρόνει καὶ λογίζου,
380εἰς ὃν ὁ φόβος τοῦ θεοῦ συνεχῶς ἐφιζάνει, ὅστις ἀδούλωτον τηρεῖ τῆς ψυχῆς τὴν ἀξίαν, ὅστις τὰ πάθη τῆ σαρκὸς ἀπονεκρῶσαι σπεύδει, ὅστις κόσμον μεμίσηκε καὶ τὰ τοῦ κόσμου πάντα, ὅστις ἔνοικον ἔλαβεν τὴν τρισήλιον αἴγλην,
385ὅστις ἐκάθηρεν αὑτοῦ τὴν συνείδησιν ὅλην, ὅστις ὥσπερ ἐν οὐρανῷ περιπατεῖ τῇ γαίᾳ, κἂν σκηνογράφου πέρφυκεν οὗτος υἱὸς τυγχάνειν, κἂν ἁλιέως καὶ βοσκοῦ καὶ κηπουροῦ καὶ ῥάπτου, κἂν περάτου καὶ καλιγᾶ καὶ κτενᾶ καὶ ὑφράντου,
390κἂν τέκτονος καὶ μυλωνᾶ καὶ μισθωτοῦ καὶ ναύτου, κἂν μίμου καὶ θυμελικοῦ καὶ μαστροποῦ καὶ μάγου, κἂν συκοφάντου καὶ μοιχοῦ καὶ κλέπτου καὶ φονέως. οὐδένα γὰρ βδελύσσεται τούτων ἡ θεία χάρις οὐδ’ ἀποστρέφεταί ποτε θεὸς τὸ τούτου πλάσμα,
395ὁπόταν νεύσῃ πρὸς τὴν γῆν ἐξετάζων καρδίας· ἀπροσωπόληπτός ἐστιν τοῦ πλάσματος ὁ πλάστης. καὶ πρόσσχες οἷα φθέγγομαι πρὸς τὴν σὴν εὐδοξίαν, ὁ δυστυχὴς καὶ ἄθλιος, ὁ καὶ μεμολυσμένος, ὁ μηδὲν ἕτερον ἰδὼν ἀλεύρου καὶ πασπάλης.

67

(400)

Εἰ δὲ καὶ βούλει κατιδεῖν θεοῦ μεγάλου τρόπους, μάθε πόθεν ἐξήνεγκε τοὺς πρώτους τῶν ἁγίων, μάθε πόθεν ἐκάλεσεν τοὺς κήρυκας τοῦ λόγου, μάθε δι’ ὧν ἐφώτισε τὰ πέρατα τοῦ κόσμου, ὑφ’ ὧν δυνάστας καὶ σοφοὺς καὶ βασιλεῖς καθεῖλε.
405ἐκ τούτων γὰρ τῶν ἀγενῶν καὶ τῶν τῆς κάτω τύχης καὶ τῶν δοκούντων ἀτελῶν καὶ πάνυ πενεστάτων τὸ ἱερὸν ἀνέδειξεν χορὸν τῶν ἀποστόλων,
Πέτρον, Ἀνδρέαν, Φίλιππον, Θωμᾶν, Βαρθολομαῖον, Παῦλον, Ματθαῖον καὶ Λουκᾶν, Ἰάκωβον καὶ Μάρκον,
410καὶ Ἰωάννην τὸν πολὺν καὶ Σίμων καὶ Ματθίαν. κυροῖ δὲ τὰ λεγόμενα Παῦλος ὁ τούων πρῶτος· ‘τὰ δυσγενῆ τοῦ κόσμου‘ γὰρ φησὶ ‘καὶ τὰ μὴ ὄντα ὁ θεὸς ἐξελέξατο‘, καὶ βλέπε τίνος χάριν· ‘ἵνα‘ φησὶ ‘τοὺς ὑψηλοὺς καὶ σοφοὺς καταισχύνῃ.‘
415 Μία γὰρ οὖσα σύμπασα τῶν γηγενῶν ἡ φύσις, ἐκ ψυχῆς τε καὶ σώματος ὁμοῦ συνισταμένη, ἓν γένος ὑποδείκνυσι τὴν βρότειον οὐσίαν. οὐδ’ ἔστι γὰρ εὑρεῖν ψυχῆς ἀνθρώπου φύσιν ἄλλην πλὴν ἐμφυσήματος ἐκτὸς ἔχειν τοῦ θειοτάτου·
420ἀλλ’ ἓν σῶμα πεφύκαμεν ἐκ τοῦ χοὸς ὁρᾶσθαι. εἰ τοίνυν †αὕτης καὶ μικρὰν† βροτῶν ἡ πᾶσα φύσις, ἐκ τῆς πνοῆς τῆς ἄνωθεν καὶ τοῦ χοὸς τοῦ κάτω, οὐκ ἔστιν εὐγενέστερος ἢ δυσγενὴς ἐνταῦθα, οἱ δὲ δοκοῦντες εὐγενεῖς, ἔνδοξοι καὶ μεγάλοι,
425εἰ μὲν τὸν βίον κέκτηνται Χριστῷ κεκαθαρμένον καὶ ζῶσιν εὐαγγελικῶς, ἀμέμπτως καὶ δικαίως, ὄντως πανευγενέστατοι καὶ λαμπροὶ καὶ μεγάλοι· εἰ δέ γε πάθεσιν αἰσχροῖς ἀεὶ προσκυλινδοῦνται καὶ τἀναντία τοῦ Χριστοῦ διδάσκαλον εὑρῶσιν,
430μηδὲν ἑτέρους ἀγενεῖς ζητήσῃς παρὰ τούτους. Ἀλλὰ καὶ τοῦτ’ ἂν ἡδέως ἐροίμην ἔγωγέ σε, ὅπερ προὐβάλετό ποτε Χριστὸς τοῖς Φαρισαίοις, εἰ μὴ πρὸς μῆκος ἔβλεπον ἐκτείνεσθαι τὸν λόγον. ὅμως γοῦν ἐρωτήσω σε, σὺ δ’ ἀποκρίθητί μοι.
435τί σοι δοκεῖ περὶ Χριστοῦ; τίνος υἱὸς τυγχάνει; εἰ μὴ τὰ Νεστορίου γὰρ φρονεῖς, ἐρεῖς μοι πάντως ὅτι τοῦ ζῶντος πέφυκεν θεοῦ υἱὸς καὶ λόγος, τῆς αὐτῆς αὐτῷ τῷ πατρὶ συμπεφυκὼς οὐσίας. ἀλλ’ οὗτος ὁ πανύμνητος, ὁ τῆς φιλευσπλαγχνίας,
440ὑπὸ πολλῆς κινούμενος τότε φιλανθρωπίας, ἐνανθρωπίσαι βουληθεὶς ἁγνῆς ἐξ ἀπειράνδρου
καὶ τὴν ἐμὴν ἀνάπλασιν θέλων ἀνακαινίσαι, τοῖς κάτω συναναστραφεὶς ὁ πάντων ὑπεράνω, τοῦ Ἰωσὴφ τοῦ τέκτονος υἱὸς κατενομίσθη.
445τί φῇς πρὸς τοῦτο, δέσποτα, καὶ τί νῦν ἀποκρίνῃ; μεταβαλεῖς τὴν τοῦ Χριστοῦ κλῆσιν εἰς τὴν Ἑβραίων, πρωτορεμπῆς γενόμενος, Ἁβραχὰς λελεγμένος, καὶ δέχῃ τὴν περιτομὴν καὶ δέχῃ σαββατίζειν, καὶ λοιδορεῖς καὶ σὺ Χριστόν, καθὼς ἐκεῖνοι τότε,

67

(450)

τοῦ Ἰωσὴφ τοῦ τέκτονος υἱὸν κατονομάζων; βαβαί σου τῆς λαμπρότητος, βαβαὶ τῆς εὐγενείας, ὡς ὅτι γε κατὰ Χριστοῦ τρανότερον ἐπήρθης, μηδὲ τὴν αἴγλην αἰδεσθεὶς τὴν ἄφραστον ἐκείνην, ἧσπέρ ποτε πρὸ τοῦ σταυροῦ τὸ κάλλος παρανοίξας
455τοὺς μαθητὰς ἐξέπληξεν ἐν ὄρει Θαβωρίῳ. Πρὸς τούτοις πᾶσι γίνωσκε καὶ τοῦτο περὶ πάντα, ὡς ὅτι πᾶσαν ἀρετὴν ἣν ἄν τις κατορθώσῃ μεθ’ ὑψηλοῦ φρονήματος καὶ θράσους ἐπηρμένου οὐκ ἀρετὴ λογίζεται, κἂν πρώτη, κἂν ἐσχάτη,
460κἂν παρθενίαν, κἂν εὐχήν, κἂν ἐλεημοσύνην, κἂν ἐκ γαστρὸς ἐγκράτειαν, κἂν ποταμοὺς δακρύων, κἂν καταφρόνησιν πολλῶν κτημάτων καὶ χρημάτων τύχῃ τις κατορθούμενος, κἂν ἄλλο τι τοιοῦτον. καὶ πειθέτω τῆς τοῦ Χριστοῦ παραβολῆς ὁ λόγος,
465τὴν Φαρισαίου μὲν ὀφρῦν εἰς γῆν κατεσπακότος, τελώνου δὲ τὸ ταπεινὸν ἐπάραντος εἰς ὕψος.

68

(1t)

Τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν †πολιπιστικαὶ καὶ κονδικοί†
1Χρόνος πολὺς παρέδραμεν ἀφ’ οὗπέρ σου τὸ γράμμα
δεξάμενος ἀντιγραφὴν οὐκ ἀνταπέστειλά σοι. καὶ πάντως εἶχες μέμψασθαι τὴν ἡμῶν ἀγροικίαν, ἢ μᾶλλον φάναι βέλτιον τὴν πολλὴν ῥαθυμίαν
5ὡς καταφρόνησιν καλοῦ τοιούτου δεδρακότας. πλὴν δ’ ὅμως ὡς οὐκ ἄξια λόγου τὰ γράμματά σου, ἐξ ὅτου πέπομφας αὐτὰ σῆς φρενὸς ἐλαφρίᾳ, ἔν τινι παρερρίφθησαν τῆς κέλλης μου γωνίᾳ καὶ λήθῃ παρεδόθησαν ἄχρι καὶ τοῦ παρόντος.
10νῦν δὲ πρὸς ζήτησιν ἐλθὼν πραγμάτων ἀναγκαίων καὶ ψηλαφῶν οὐκ οἶδα πῶς εὗρον τὰ γράμματά σου. ἅπερ λαβών, ὑπαναγνούς, κροτήσας δὲ τὰς χεῖρας μεγάλως κατεγέλασα τὴν σὴν ἀπαιδευσίαν, ἢ μᾶλλον τὴν ὑπερβολὴν τῆς ἄκρας εὐηθείας.
15 Πῶς γὰρ ἐναβρυνόμενος στίχων εἰδέναι τέχνην οὔτε τοὺς τόνους ὤρθωσας οὔτε τἀντίστοιχά σου οὔτ’ ἐκ βραχέων καὶ μακρῶν συνηρμόσω τοὺς πόδας, ὅπερ ἐστὶν ἐπαριθμεῖν τὸν ἴαμβον σπονδεῖον; ὁ γὰρ σπονδεῖος ἐκ μακρῶν συντίθεται τῶν δύο,
20καθάπερ ὁ πυρρίχιος πάλιν ἐκ τῶν βραχέων. ἀλλ’ ἔνθα μὲν οὖν ἥρμοζε γράψαι σε τὴν ὀξεῖαν, τόνους ἑτέρους τέθεικας ἀσυνήθεις καὶ ξένους. βαβαὶ τῆς σῆς, πανάριστε, τῶν στίχων ἐπιστήμης· ὑπερενίκησας σχεδὸν τοὺς πάλαι τεχνογράφους.
25τόνους γὰρ οὕσπερ ἐξ ἀρχῆς γραμματικῶν αἱ βίβλοι καὶ τὴν δασέων καὶ ψιλῶν συναρμογὴν στοιχείων τοῖς ἐφεξῆς οὐκ ἔδωκαν, αὐτὸς εὑρὼν ἐφάνης νέος ἡμῖν γραμματικὸς καὶ ξένος στιχοπλόκος. Ὄντως ἡττᾶται νῦν ἐν σοὶ φιλόσοφος ὁ Πλάτων
30καὶ Διογένης ὁ σοφός, Πλούταρχος, Ἰσοκράτης, Ἀριστοτέλης, Ὅμηρος, Θέογνις, Θουκυδίδης· ἡττᾶται καὶ Πορφύριος, ἡττᾶται καὶ Μοσχίων· Ἀφθόνιος ἐπαπορεῖ, θαυμάζει Δημοκράτης· σοὶ καὶ μόνῳ παραχωρεῖ τῆς τέχνης τὰ πρωτεῖα
35ἡ ξυνωρὶς ἡ θαυμαστὴ τῶν ἀληθῶς ῥητόρων, τὸν Δημοσθένην λέγω δὴ μετὰ τὸν Ἑρμογένην·
λῆρός εἰσι τὰ Φίλωνος καὶ τὰ τοῦ Ἰωσήπου· σὺ ταῦτα καὶ τὴν μουσικὴν καὶ τὴν Ἀκαδημίαν καὶ Στωικὴν †ἐσήμαναν†, εἰς οὐδὲν ἐλογίσω·
40σὺ τοῦ ἀνακαινίσαντος τὴν ἡδυεπῆ κιθάραν καὶ τὴν Θηβαίαν ἔσβεσας τοῦ μελῳδοῦ Πινδάρου καὶ τοῦ βουκόλου σύριγγα τοῦ Θεοκρίτου λύσας πάντων ἐφάνης ὕπερθεν ξένη τις οὖσα φύσις. Ἀλλὰ δεῦρο πρὸς τῆς αὐτῆς τριάδος, ὦ φιλότης,
45φράσον μοι πῶς ἐπλούτησας τὴν γνῶσιν ταύτην ὅλως, εἶπόν μοι πόθεν εἴληφας τὴν εὔροιαν τοῦ λόγου, δίδαξον πόθεν ἔμαθες στιχοπλοκεῖν εὐτέχνως. νὴ τὴν καλήν σου κεφαλήν, ἀδελφὲ φίλτατέ μου, ἐγὼ πολλοὺς ἀνέγνωκα στίχους ἀνδρῶν ῥητόρων,

68

(50)

ἡρωικούς, ἀναπαιστούς, σπονδείους καὶ τροχαίους, ἴωνάς τε καὶ μολοσσούς, πρὸς τούτοις ἐπιτρίτους, ᾠδάριά τε πένθιμα τόνων †ἐν† ἑξαμέτρων· περὶ δὲ τῶν ἰαμβικῶν οὐκ ἔχω τί σοι γράφειν, ἀλλ’ οὔτε τοὺς πολιτικοὺς ἰσχύω καταλέγειν.
55ἐνόμιζον δ’ ὁ μάταιος ὡς μέγα τι κατέχειν καὶ χαίρων ἤμην ἐπ’ αὐτοῖς τερπόμενος τὴν γνῶσιν· ἀφ’ ὅτου δ’ ἧκε πρὸς ἡμᾶς ὁ χάρτης τῆς γραφῆς σου καί γε προσέσχον ἀκριβῶς τοῖς θαυμαστοῖς σου στίχοις, ψόφον ὠτίων ἅπαντας ἡγησάμην οὓς πρώην
60στίχους ἀνέγνων τῶν σοφῶν ἀνδρῶν καὶ θαυμασίων. Ἔπη σιγάτω τὰ χρυσᾶ τοῦ καλοῦ Πυθαγόρου, σιγάτω τὰ λεγόμενα γράμματα τῆν Σιβύλλας, σιγάτω δὲ καὶ Σοφοκλῆς πλέκων τὰ τῆς Ἑκάβης· Ὅμηρε, ῥῖψον νῦν καὶ σὺ τὰς πολλὰς ῥαψῳδίας,
65ἄφες, Ἡσίοδε, λαλεῖν Ἔργα καὶ τὰς ἡμέρας, Φωκυλίδη, κατάκρυψον τοὺς ἠθικούς σου στίχους, βαθεῖαν ἔχε σιωπὴν μὴ λαλῶν, Εὐριπίδη, Θεμιστοκλῆ καὶ Χρύσιππε, Ἱππόλυτε καὶ Σόλων,
ἄφετε τοὺς συλλογισμούς, τοὺς μύθους καὶ τοὺς νόμους.
70ἀλλὰ μηδὲ Γρηγόριος ὁ κληθεὶς θεολόγος, μηδὲ Βασίλειος αὐτὸς ὁ τῶν ἀρρήτων μύστης, μηδὲ λόγων θάλασσα, Χρυσόστομος ὁ πάνυ, οἱ καὶ πάντας τοὺς πρὸ ὑμῶν σοφοὺς νενικηκότες, ὑπὸ Χριστοῦ τυπούμενοι τὸν βίον καὶ τὸν λόγον
75καὶ γνήσιοι τυγχάνοντες μύσται καὶ λάτραι τούτου, ὅλως εἰπεῖν ἀνέχεσθε λαλοῦντος Ἰωάννου. βροντῆς υἱοὺς λέγει μοι τὶς ἢ Πέτρον ἢ τὸ Παῦλον; οὐκ ἔστιν ὅστις δύναται παρισωθῆναι τούτῳ· ἐκεῖνοι γὰρ ἐκ πνεύματος λαλήσαντες ἁγίου,
80οὗτος πνεύματι Πύθωνος καὶ φθέγγεται καὶ γράφει. σὺ δ’ αὖ, ὑπέρτιμε Ψελλέ, Πισίδη, Χριστοφόρε, Λέων καὶ Θεοφύλακτε πρόεδρε Βουλγαρίας, δεινὴν καὶ πάνυ χαλεπὴν ὑπέστητε ζημίαν προμεταστάντες ὑπὸ γῆν καὶ μὴ μεμαθηκότες
85τοὺς στίχους οὕς μοι πέπομφεν μόνος ὁ στιχοπλόκος. Ἀλλ’ ἄχρι τίνος κάθημαι πλέκων τὰς εἰρωνείας καὶ ῥήμασιν ἀπατηλοῖς φρόνημά σου τὸ κοῦφον εἰς ὕψος αἴρων ἀπὸ γῆς; δόξειν γὰρ ἔχεις ἴσως ἐπαληθεύειν ὡς εἰκὸς ταῦτά σοι μαρτυροῦντα.
90παράφρων, ἀμαθέστατε, λῆρε καὶ παραπαίων, τί μὴ λαμβάνεις σύριγγα, πήραν καὶ βακτηρίαν, καὶ πρὸς ἄλση καὶ φάραγγας, γηλόφους καὶ πεδία χοίρους βόσκειν ἀφίκεσο καὶ πρόβατα καὶ βόας, ἀλλὰ καθεύδεις γράφων μοι μετὰ πολλοῦ τοῦ θράσους
95καὶ τῆς συνήθους στυγητῆς ἀμαθοῦς ἀπονοίας ἰάμβους ὧν οὐδέποτε πεῖραν ἔσχηκας ὅλως; Ἄπελθε, κλαῦσον, ἄθλιε, νῦν σου τὴν ἀμουσίαν ἥν τε κακῶς ἐπλούτησας μεγάλην ἀγνωσίαν· ἄπελθε, στέναξον πικρῶς καὶ τύψον εἰς τὸ στῆθος

68

(100)

καὶ μετανόησον θερμῶς ἐξ ὅλης τῆς καρδίας. οἶνον ἐχρῶ καρηβαρῶν ὅτ’ ἦν καιρὸς μελέτης·
βίβλοι γάρ σε παρέδραμον ὧν ἀριθμὸς οὐκ ἔστιν, καὶ σὺ δ’ ἐκτάδην ἔκεισο ῥέγχων ἐπὶ τῆς κλίνης καὶ φανταζόμενος οὐδὲν ἡμέραν τε καὶ νύκτα.
105οἱ γὰρ βουλόμενοι αὐτοὶ καὶ στίχους ἐπιστέλλειν, καὶ τότε πρὸς τοὺς ἔχοντας κειμένους τούσδ’ ἐκτάδην, προσήκει τούτους εὐφυῆ πρὸ πάντων φύσιν ἔχειν, ἔπειτα μέντοι καὶ φωνὰς καὶ γλώσσας καὶ τὰς λέξεις εἰδέναι τῆς γραμματικῆς (πέντε γάρ εἰσιν αὗται,
110Ἰωνική, Δωρίς, Ἀτθίς, Αἰολικὴ κοινή τε), μαθεῖν δὲ καὶ τὴν δύναμιν τῶν λεγομένων χρόνων, παρῳχηκότος, μέλλοντος, ἐνεστῶτος, ὁμοῦ τε τῶν ὀνομάτων ἀκριβῶς καὶ κλίσεις καὶ κανόνας.

69

(1t)

Τοῦ Ψελλοῦ εἰς τὸν χαιρετισμόν
1 Τὸ χαῖρε τὴν σύλληψιν εὐθὺς μηνύει· νάρκωσιν ἡ σύλληψις αὖθις εἰσάγει. τὸ πῦρ δὲ Χριστὸν συλλαβοῦσα παρθένος ἄφλεκτος ὤφθη χρυσοειδεῖ καρδίᾳ.

70

(1t)

Εἰς τὴν γέννησιν
1 Πατὴρ θεός μου καὶ τεκοῦσα παρθένος· θεὸς γάρ εἰμι καὶ βροτὸς κατ’ οὐσίαν. βρέφος γάρ, ἀλλ’ ἄναρχος ὡς θεὸς λόγος·
Χριστὸς μέν, ἀλλ’ ἔνσαρκος ὡς βροτὸς φύσει.

71

(1t)

Εἰς τὴν ὑπαπάντην
1 Ἄνω πατήρ σε καὶ κάτω μήτηρ φέρει, κόλποις ἐκεῖνος, ἀγκάλαις ἡ παρθένος. τὸν τοῦ νόμου λάτριν τε τῆς σαρκὸς λύων ἐλευθεροῖς ἅπασαν ἡμῶν τὴν φύσιν.

72

(1t)

Εἰς τὸ βάπτισμα
1 Ὅλον με σαυτῷ προσλαβὼν κατ’ οὐσίαν πλύνεις με λαμπρῶς ὕδασι ζωηρρύτοις. αὐτὸς γὰρ ὢν φῶς οὐ δέῃ καθαρσίων, ἐμοὶ δὲ πηγὰς ἐκχέεις σωτηρίου.

73

(1t)

Εἰς τὴν μεταμόρφωσιν
1 Ἔσωθεν ἐξέλαμψας ὡς θεὸς φύσει καὶ σαρκὸς ἠλλοίωσας ἀρρήτως φύσιν. τῆς ἀστραπῆς δὲ μὴ φέροντες τὴν φλόγα πίπτουσιν εἰς γῆν οἱ μαθηταί σου, λόγε.

74

(1t)

Εἰς τὰ βάια
1 Τὸ τῶν ἐθνῶν φρύαγμα πῶλος εἰκότως, ἡ τῶν ὁδῶν στρῶσις 〈δὲ〉 κόσμησις βίου. τὰ νήπια φρόνιμα διπλόης ἄνευ. σὺ νῦν βασιλεὺς Ἰσραὴλ νοουμένου.

75

(1t)

Εἰς τὴν σταύρωσιν
1 Ὑψούμενος πτεροῖς με πρὸς πόλον, λόγε, σταυρούμενος νεκροῖς με γνωστικοῖς τρόποις. νεκροῖς με 〈καὶ〉 ζωοῖς με μυστικῷ βίῳ. σταυρούμενος σφίγγεις με πρακτικοῖς τόνοις.

76

(1t)

Εἰς τὴν ἀνάστασιν
1 Τὴν σάρκα θάψας σῇ ταφῇ ζωηφόρῳ καινόν με νῦν ἄνθρωπον ἐκ γῆς δεικνύεις. ῥήξας γὰρ ᾅδου τὴν νοητὴν γαστέρα ἐκ τῆς πλάνης ἤγειρας ὥσπερ ἐκ τάφου.

77

(1t)

Εἰς τὴν ἀνάληψιν
1 Ἐκ τῆς ἑῴας ὡς πρὸς ἑσπέραν φθάσας αὖθις πρὸς αὐγὰς ἀντανῆλθες ἡλίου. εἰς γῆν γὰρ ἐλθὼν συμπαθῶς ὁ δεσπότης εἰς οὐρανοὺς ὕψωσας ἡμῶν τὴν φύσιν.

78

(1t)

Εἰς τὴν πεντηκοστήν
1 Γλῶσσαι τὸ πνεῦμα μηνύουσι πυρφόροι, πιστοῦσι τοῦτο μυριόγλωττοι λόγοι. δῆμος μὲν οὖν μέμηνεν Ἑβραίων πάλιν, ἔθνη δὲ πιστεύουσιν ἀπλάστῳ τρόπῳ.

79

(1t)

Εἰς τὰ ἅγια τῶν ἁγίων
1 Καινὴ προπομπὴ τῆς βασιλίδος κόρης· ἡ λαμπρότης δὲ τῶν ἀνακτόρων ὅση. παστὰς ἀποστίλβουσα πνεύματος χάριν·
ὁ νυμφίος τίς; παῖς θεοῦ θεὸς λόγος.

80

(1t)

Εἰς τὴν κοίμησιν τῆς ὑπεραγίας θεοτόκου
1 Ἀπῆρας ἐκ γῆς ὡς βασιλὶς εἰς πόλιν, τὸν ἀέρα στέφουσι τάξεις ἀγγέλων, ἀρχάγγελοι κοσμοῦσιν οὐρανῶν κύκλους, ὁ παῖς δὲ θεῖον εὐτρεπίζει σοι θρόνον.

81

(1t)

Πέτρος πρὸς τὸν Χριστόν
1 Αἷς ἔπλασας πάλαι με χερσίν, ὦ λόγε, ταύτας προτείνεις δουλικῶς εἰς τοὺς πόδας. οὐ μή με νίψεις δεσπότης τὸν οἰκέτην· τὸ πῦρ φοβεῖ με, πυρπολήσει τοὺς πόδας.

82

(1t)

Ὁ Χριστὸς πρὸς τὸν Πέτρον
1 Εἰ συμμεριστής, εἰ μαθητής μου θέλεις, Πέτρε, καλεῖσθαι καὶ †μαθητὴς† καὶ φίλος πάντως σε νίψω· καὶ πτερωθεὶς ἐν τάχει
βάδιζε καὶ κήρυττε κόσμῳ παντί με.

83

(1t)

Εἰς τὸν χαιρετισμόν
1 Ὁ χαιρετισμὸς ἡ καθάρσιος χάρις· ‘ὁ Χριστὸς ἐν σοί, χαῖρε, μῆτερ τοῦ λόγου.‘ ‘ὡς εἶπας αὐτός, Γαβριήλ, γένοιτό μοι.‘

84

Εἰς ἱμάτιον τῆς θεοτόκου, τίμιον ξύλον καὶ τρίχας τοῦ Προδρόμου Ἐσθής, ξύλον, θρίξ· παρθένου, λύχνου, λόγου.

85

(1t)

Τοῦ αὐτοῦ ἤγουν τοῦ Κερκύρας
1 Ὦ γῆς ἁπάσης καὶ πόλου κρατῶν ἄναξ, ῥύστα, βασιλεῦ τῆς ἐμῆς διαρτίας, ὁ δρακὶ πάντων κατέχων τὰς ἡνίας καὶ τὰς ἀβύσσους χαλινῶν νεύσει μόνῃ,
5χρώμασι τυπῶν τὴν ἀναφῆ σου θέαν πόθῳ ζέοντι καὶ γέμοντι τῆς φρίκης προσέρχομαί σοι τῷ βασιλεῖ τῶν ὅλων, ὅπως λύσιν εὕροιμι τῶν ἐπταισμένων.
Ἀλλ’ ὦ μαθητῶν ἡ λογὰς ἡ κοσμία,
10παρρησίαν ἔχουσα πρὸς τὸν δεσπότην σύναψον αὐτῷ μυστικαῖς ἐντυχίαις ἡμᾶς ποθοῦντας τὴν ὑμῶν προστασίαν, ὦ ἱερὸν σύνταγμα τῆς τετρακτύος.

86

(1t)

Τοῦ Ψελλοῦ
1 Δεινὸν τὸ λυποῦν· ἂν δὲ καὶ λυπῇ φίλος, ἀνδραποδῶδες· ἂν δὲ καὶ δάκνῃ λάθρᾳ, ὡς θηριῶδες· ἂν δὲ καὶ γυνὴ λάλος, δαίμων σύνοικος· ἂν δὲ καὶ δικασπόλος,
5πόνος τετραπλοῦς· ἂν δὲ καὶ θυηπόλος, ἄκουε, Χριστέ, καὶ δίκαζε τὴν δίκην.

87

(1t)

Τοῦ Ψελλοῦ
1 Πόνος πόθος πᾶς· εἰ δὲ καὶ χρηστοῦ νέου, πόνος τετραπλοῦς· εἰ δὲ καὶ φιλουμένου,
πόνος δεκαπλοῦς· εἰ δὲ καὶ φίλου πλέον, πόνος πόσος. ῥάγηθι φιλῶν εἰς δύο
5πόνους δεκαπλοῦς μὴ φέρειν ἐξισχύων. τῷ φιλτάτῳ γέγραφα ταῦτα δακρύων· δάκρυσιν, οὐ μέλανι, ταῦτ’ ἐγεγράφειν.

88

(1t)

Ψελλοῦ εἰς τὸν προφήτην Ἀμοῦν
1Ἀμοῦν τὸ χρησμῴδημα διασαφίζει ἄριστα ὡς ἔνεστι καθ’ ἱστορίαν Κύριλλος ὁ πρόεδρος Ἀλεξανδρείας· εἶθ’ οὕτως αὖθις εἰς θεωρίαν ἄγει
5καὶ διατρανοῖ μυστικῶς καὶ πανσόφως τὸν κεκρυμμένον ἐν τῷ γράμματι νόον.

89

(1t)

Τοῦ αὐτοῦ εἰς τὸν Μιχαίαν
1 Μιχαία τὰ δύσληπτα εὔληπτα φαίνει Κύριλλος ὁ πρόεδρος Ἀλεξανδρέων, οὗπερ τὸ κῦδος πᾶσαν μὲν γῆν κατέχει
διὰ τὴν εἰς ἄκραν δὲ ἁγιστίαν.

90

(1t)

Στίχοι τοῦ Ψελλοῦ εἰς τοὺς ιβʹ ἀποστόλους, περιέχει δὲ εἷς ἕκαστος
2tαὐτῶν τὸ τέλος, τὸ ὄνομα, τὸν φονεύσαντα καὶ τὸν τόπον
1 Σταυροῖ Πέτρον κύμβαχον ἐν Ῥώμῃ Νέρων. Ῥώμη ξίφει θνῄσκοντα τὸν Παῦλον βλέπει. εἰρηνικῷ τέθνηκε Λουκᾶς ἐν τέλει. ζωῆς ὕπνον πρύτανιν ὑπνοῖ Ματθαῖος.
5Μάρκον θανατοῖ δῆμος Ἀλεξανδρέων. καὶ μὴ θανὼν ζῇ καὶ θανὼν Ἰωάννης. σταυροῦσι Πατρεῖς ἄνδρες ὠμῶς Ἀνδρέαν. νεκροῦσι λόγχαι τὸν Θωμᾶν ἐν Ἰνδίᾳ. Βαρθολομαῖος σταυρικῷ θνῄσκει πάθει.
10καὶ τὸν Σίμωνα σταῦρος ἐξάγει βίου. μάχαιρα τέμνει τοὺς Ἰακώβου δρόμους. ἴσον Πέτρῳ δίδωσι Φίλιππος μόρον.

91

(1t)

Εἰς τὸν στίχον
1 Τέχνη τίς ἐστι τὸ στιχίζειν ἐντέχνως, τέχνη καλλίστη, μουσικωτάτη τέχνη, θέλγουσα καὶ τέρπουσα καὶ νοῦν καὶ φρένας καὶ τὴν ἄτεχνον ἡδύνουσα καρδίαν.
5 Ἔχει κολάβους ἐκ λόγων ἠσκημένους, ἔχει δὲ χορδὰς εὐφυῶς κεκλωσμένας, ἔχει δὲ ῥυθμοὺς οὐκ ἀναβεβλημένους, οὐδ’ αὖ χαλαρούς, ἀλλὰ συντεταγμένους, οὐ πρὸς μάχην κινοῦντας, ἀλλὰ πρὸς χάριν,
10πρὸς ἡδονὴν μάλιστα καὶ θυμηδίαν, ἔχει δὲ πῆχυν προσφυῶς ἐξεσμένον καὶ μαγάδα σάλπιγγος ἠχοῦσαν πλέον. Ὁ γοῦν μελουργὸς καὶ δίχα μελῳδίας σύμπασαν ἐκπλήξειε τὴν οἰκουμένην.
15ταύτην μετελθὼν Ὀρφικὴν κτήσῃ λύραν
κηλοῦσαν ἡδύτητι καὶ λίθων φύσιν.

92

Φυγὼν Ὀδυσσεὺς τὸν μαχησμὸν Ἰλίου, πλῆθος δόλους τε Λωτοφάγων, Κικόνων, Κύκλωπος δεινὸν ὄμμα τοῦ βροτοκτόνου, τὴν Λαιστρυγόνων ὠμότητα καὶ Κίρκης
5τρόπους ἀδήλους καὶ μεμηχανημένους, ᾅδην τε φρικτὸν καὶ τῶν Σειρήνων φθόγγον, πέτρας τε πλαγκτὰς καὶ Χαρύβδεως στόμα, Σκύλλης τὸ δεινὸν καὶ βίαιον, ὡς ἔφη,
υἱοῦ χεροῖν τέθνηκεν ἐν τῇ πατρίδι.