TLG 2702 012 :: Michael PSELLUS :: Theologica

Michael PSELLUS Polyhist., vel Constantinus Psellus vel Constantius Psellus vel Michael Psellus Minor
(Constantinopolitanus: A.D. 11)

Theologica

Source: Gautier, P. (ed.), Michaelis Pselli theologica, vol. 1. Leipzig: Teubner, 1989: 1–447.

Opuscula 1–114

Citation: Opusculum — (line)

1

(1t)

Λόγος κβʹ. Τοῦ αὐτοῦ εἰς τὸ ‘ἀκολουθήσατε αὐτῷ καὶ τῷ οἰκοδεσπότῃ
2tεἴπατε‘
3 Πολλοῖς πολλάκις ἐζήτηται τὸ τοῦ ‘οἰκοδεσπότου‘ ὄνομα, ἐφ’ ὃν ὁ Χριστὸς δύο τῶν μαθητῶν αὐτοῦ ἰέναι παρεκελεύσατο· Πέτρος ἦσαν
5οὗτοι καὶ Ἰωάννης. οἱ δὲ πλείους καὶ καταγεγηράκασι διερευνώμενοι, τίς μὲν ὁ τὸ ‘κεράμιον‘ ἐπὶ τῶν ὤμων ἀχθοφορῶν, τίς δὲ ἡ ‘ἀπέναντι κώμη‘, ἔνθα δὴ οὗτος εὕρηται τὴν τοιαύτην ὑπηρεσίαν ποιούμενος. ὅθεν καὶ καταμαντευόμενοι τῶν ὀνομάτων, κώμην μὲν τὴν Ναζαρὲτ τίθενται, εἰς ἣν πολλάκις ὁ Χριστὸς ἀναχωρῶν φαίνεται, οἱ δὲ καὶ τὴν Γαλιλαίαν
10ὁρίζονται· κωμύδριον γὰρ καὶ αὕτη βραχύ. τὸν δὲ τὸ κεραμεοῦν ἄγγος τοῖς ὤμοις ἐπιφερόμενον Σίμωνά φασιν εἶναι, ὃν δὴ καὶ πρὸ τοῦ τὴν
λέπραν ἐξηνθηκότα ἰάσατο ὁ Χριστός· φέρεται γὰρ καὶ τοῦτο ἐν ταῖς ἀγράφοις περὶ ὧν ἐθαυματούργησε πίστεσι. τὸν δὲ ‘οἰκοδεσπότην‘ τὸν Ναθαναὴλ εἶναί φασιν, οἱ δὲ τὸν Ζακχαῖον ὁρίζονται, περὶ ὧν οὐ πολὺς1
15λόγος, διαμφισβητοῦντες ἀλλήλοις καὶ ἀντερίζοντες. Τοιοῦτόν τι πεπόνθασι καὶ φιλόσοφοι Ἕλληνες. τοῦ γὰρ Πλάτωνος εἰρηκότος ἐν οἷς ‘ἐπεχείρησε Τιμαιογραφεῖν‘ ‘εἷς, δύο, τρεῖς, ὁ δὲ τέταρτος ποῦ;‘ πάντες σχεδὸν οἱ τὴν λογικὴν συνουσίαν ταύτην ἐξηγησάμενοι περὶ τοῦ ὀνόματος τούτου πρὸς ἀλλήλους διηνέχθησαν· οἱ μὲν γάρ φασι τὸν
20Κριτίαν εἶναι, οἱ δὲ Κέβητα τὸν Θηβαῖον, οἱ δὲ Ἀπολλόδωρον τὸν Σωκρατι‐ κόν, οἱ δὲ τὸν Ἐλεάτην ξένον, οἷς καλῶς Πρόκλος ὁ φιλόσοφος ἐπετίμησεν, ἀφεμένοις μὲν τῶν κρειττόνων θεωρημάτων, περὶ δὲ τὰ μηδὲν ὀνήσοντα καταναλίσκουσι τὴν σπουδήν. τοιοῦτοι καὶ νῦν φοιτῶσι λογοποιοί, οὓς φθάσειεν ἂν ἡ σκιὰ τῶν δεόντων τι φθεγξαμένη, οἱ δὲ καὶ μεγαληγοροῦσιν,
25ἐπειδάν τι περὶ τῶν σεσιγημένων πολυπραγμονῶσιν. ἐρωτῶσι γάρ, ἐπειδὴ καὶ τούτων ἐνίοις αὐτὸς ἐντετύχηκα, πόθεν ἡ Μωσαϊκὴ ἀπετμήθη ῥάβδος, καὶ πότερον τὸ ἐξηνθηκὸς ξύλον καρύινον ἢ σφινδάμνινον ἦν, περί τε τοῦ ἐν τῷ μέσῳ τοῦ παραδείσου φυτοῦ, οὗ προσαψάμενος ἀπεγυ‐ μνώθη ὁ Ἀδάμ, μυρία πρὸς ἀλλήλους ἀδολεσχοῦσιν· οἱ μὲν γὰρ αὐτὸ
30συκῆν τίθενται, οἱ δὲ πιότατον ἐλαιόφυτον, ὑπὲρ ὧν ἐγὼ λίαν αἰσχυνόμενος φαίνομαι, καὶ μάλιστα εἴ τινες τῶν ὑπὲρ ἡμᾶς τοιαῦτα φθέγγονται, Οἰκουμένιοι καὶ Γεννάδιοι καὶ Ἡσύχιοι. διὰ τί γὰρ ταῦτα, ἐξὸν λέγεσθαι, ἀποσεσιώπηκεν ἡ γραφή; ἀλλ’ οὗτοι τὸ ἐπικαλύπτον ἀναπεταννύοντες ὕφασμα, τερατώδεις τινὰς τελετὰς τοῖς ἀμυήτοις παραδεικνύουσιν·
35ἀλλ’ ἔγωγε τὰ μὲν ἐπικεκαλυμμένα οὐκ ἄν ποτε δημοσιεύσαιμι, τὸ δὲ κρυπτόμενον πνεῦμα τῷ γράμματι, ὡς ἀεὶ ποιεῖν εἴωθα, ἀνακαλύψομαι, τὸ ἐπικάλυμμα ἀφελών. Κώμη μὲν οὖν αἰσθητὴ ἔστω ἣν βούλοιντο οἱ τιθέμενοι, εἴτε Ναζαρὲτ εἴτε Βηθλεὲμ εἴτε τις ἑτέρα κωμηδὸν οἰκουμένη· οὐ διενεχθήσομαι δὲ
40πρὸς αὐτοὺς οὔτε περὶ τοῦ κεραμεοφόρου οὔτε περὶ τοῦ ‘οἰκοδεσπότου‘ τοῦ καταστρώσαντος ‘τὸ ἀνώγεων‘· ἴσως γὰρ ἕκαστος αὐτῶν ὁ μὲν ἀπέτυχεν, ὁ δὲ ἐπέτυχε τοῦ ὀνόματος. οὐ γὰρ καταγνώσομαι πάντων ὁμοίως, ἀλλ’ ἔμοιγε οὐ προὔργου τι λέγειν περὶ αὐτῶν, ὅθεν ἔστω παρ’ ἐνίοις τὰ ἱστορούμενα ἀληθῆ. ἐγὼ δὲ καὶ πάλιν ὑμᾶς ἐξάψω τῶν
45τελετῶν καὶ τῶν τοῦ πνεύματος μυστηρίων ἀπάρξομαι. Ζητητέον οὖν τίνες οἱ πεμπόμενοι μαθηταί, καὶ τίς ἡ ἀπέναντι κώμη, καὶ πῶς πρῶτον μὲν ἐντυγχάνουσι τῷ ὑδροφοροῦντι ἀνδρί, ἔπειτα κλιμακηδὸν ἀνιόντες τῷ οἰκοδεσπότῃ ἐπιξεναγωγοῦνται, καὶ τῷ κατεστρω‐ μένῳ μάλα ἡσθέντες οἰκήματι ἐπὶ τοῦτο ἐπάγονται τὸν διδάσκαλον.2

1

(50)

Ἡ μὲν οὖν ἀπέναντι κώμη ἡ τοῦ καθ’ ἕκαστόν ἐστι ψυχή, πάλαι μὲν πόλις εὐτείχιστος οὖσα καὶ μεγάλη καὶ πίειρα, ἀλλ’ ὕστερον ἀφαιρεθεῖσα τὰς περιβολὰς καὶ πᾶσιν εὐεπίβατος γενομένη· ἀπέναντι δέ, ἢ ὅτι ἐκ διαμέτρου ἀπὸ τῆς κρείττονος μοίρας μετακεχώρηκε πρὸς τὴν χείρονα, ἢ ὅτι κατ’ εὐθεῖάν ἐστι ταῖς τῶν θείων σπερμάτων ὑποδοχαῖς. ἀλλ’ ἐπειδὴ
55μέλει τῷ παρ’ ἡμῖν λόγῳ ἑόρτιον ἐν τῇ τοιαύτῃ ψυχῇ ποιῆσαι τελετήν, ὥστε μὴ διηνεκῶς σκυθρωπάζειν, ἀλλὰ καὶ θυσιῶν ἀπάρχεσθαι καὶ τὰ ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττω διαβατήρια τῷ διαβιβάσαντι λόγῳ θύειν, δύο πρὸς αὐτὴν ἀρετῶν καταπέμπει γένη, τὸ πρακτικόν φημι καὶ τὸ θεωρητικόν, ὧν τοῦ μὲν ὁ Πέτρος ἐστὶ σύμβολον, πέτρα τις οὖσα
60τῆς κατὰ λόγον πίστεως καὶ τῆς ἑδραζομένης ἐκκλησίας θεμέλιος καὶ πρώτη τῆς πνευματικῆς οἰκοδομῆς ἀφορμή, ὁ δέ γε Ἰωάννης τὴν ὑπεροχὴν τῆς θεωρίας αἰνίττεται· ‘βροντῆσ‘ τε γὰρ γόνος ἐστί, καὶ τῇ πρώτῃ τοῦ λόγου πηγῇ τὴν ἑαυτοῦ καρδίαν οἷά τινα σπογγιὰν ἀρρήτως συνάψας, ἐκεῖθεν εἵλκυσε τῆς θεολογίας τὰ νάματα.
65 Αὗται δὴ αἱ ἀρεταὶ καὶ ‘δηνάρια‘ παρὰ τῷ εὐαγγελίῳ κατονομάζονται καὶ ‘τῷ πανδοχεῖ‘ παρὰ τοῦ Σαμαρείτου παρέχονται, ἐφ’ ᾧ τὸν τοῖς ‘λῃσταῖσ‘ περιπεπτωκότα ἰάσασθαι. δηλοῖ δὲ καὶ ἡ τῶν μαθητῶν πρᾶξις τὴν ποιὰν τῶν ἀρετῶν ἰδιότητα· ὁ μὲν γὰρ Πέτρος ‘ἠρνήσατο‘, τῷ δὲ Ἰωάννῃ τοῦτο οὐ μεμαρτύρηται. τοιοῦτο ἅπας ἀνὴρ πρακτικός τε καὶ
70θεωρητικός· ὁ μὲν γὰρ τὴν πρακτικὴν ἀρετὴν μετιὼν τάχ’ ἄν ποτε καὶ ὀλισθήσειε καὶ ‘τρὶσ‘ ἂν ἀρνήσαιτο τὸν Χριστόν, ἢ κατὰ τὸν λόγον αὐτὸν ἀθετῶν ἢ κατὰ τὸν θυμὸν ἢ κατὰ τὴν ἐπιθυμίαν, ἐφ’ οἷς δὴ ὁ ἀλεκτρυὼν ἐπιβοήσας, τουτέστιν ὁ ἐγκατεσπαρμένος τῇ φύσει λόγος καὶ τοῦ θείου φωτὸς αἰσθανόμενος, εἰς αἴσθησιν τοῦτον διεγείρει ὧν ἐπλημμέλησεν· ὁ
75δέ γε μετὰ τὴν πρᾶξιν τῷ τῆς θεολογίας πυρὶ καταφλεχθεὶς τὴν ψυχήν, οὐδέποτ’ ἄν, ἀφεὶς τὴν καθ’ Ἡράκλειτον ‘ἐν βυθῷ‘ κεκρυμμένην ‘ἀλή‐
θειαν‘, πρὸς τὰ χείρω ἐπανακάμψειεν, ἀλλὰ τὰ Παύλου εἰκότως φθέγξαι‐ το, ‘τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ;‘, καὶ τὰ εἴδη τῶν πειρασμῶν ἀπαριθμησάμενος πεπαρρησιασμένως πάντων κατακαυχή‐3
80σαιτο. Ἀλλ’ ἐπειδὴ πεμπομένους τοὺς μαθητὰς εἴδομεν, θεασώμεθα τούτους καὶ τὴν τῆς ψυχῆς εἰσελθόντας περιοχήν. καὶ δὴ ταύτην εἰσεληλύθασι, καὶ πρῶτον μὲν τῷ ἀχθοφοροῦντι ἐντετυχήκασιν, ἔπειτα τῷ οἰκοδεσπότῃ πεπλησιάκασιν, ἀνώγεων δὲ τούτῳ τὸ οἴκημα πλαξὶν ἴσως λείαις κατ‐
85εστρωμένον· πάντα δὲ κατὰ λόγον καὶ κατὰ μηδὲν ταῖς ἀναγωγαῖς ἀντιπίπτοντα. δυνατὸν δὲ μὴ ἄλλον μὲν εἶναι τὸν ὑδροφόρον, ἕτερον δὲ τὸν οἰκοδεσπότην, ἀλλὰ τὸν αὐτὸν ἐπινοίαις διαφόροις διῃρημένον. ἡ γὰρ πρὸς τὸν θεὸν στραφεῖσα ψυχὴ πρῶτα μὲν τὸν ἀχθεινὸν πόνον τῆς πρακτι‐ κῆς μέτεισιν ἀρετῆς, ὅτε δὴ καὶ λάτρις ἐστὶ καὶ διάκονος, ἐγκαρτεροῦσα
90τοῖς μόχθοις τῶν ἀρετῶν καὶ βιαίως πάνυ τοῖς τῆς καρτερίας ὤμοις τὰ τούτων ἄχθη βαστάζουσα· ἔπειτα τὰς σάρκας δαμάσασα καὶ τῷ φόβῳ τοῦ θεοῦ καθηλώσασα, ἀντὶ τοῦ ὑπηρετεῖν καὶ λατρεύειν εἰς οἰκοδεσπότου τάξιν μεθίσταται· οὐκέτι γὰρ φοβεῖται τὸ σῶμα, οὐδὲ οἷά τι θηρίον τιθασεύει τοῦτο καὶ ἐξημεροῖ, ἀλλ’ ὡς χειροήθει χρῆται καὶ ὡς ἀσθενοῦς
95κατακυριεύει θρέμματος. ὑπεράνω δὲ γενομένη τῶν αἰσθητῶν, ὥσπερ ἀνώγεων ἑαυτῇ τὴν τῶν θειοτέρων κατάληψιν ὑποβάλλεται, καὶ θείαν ἀπεργασαμένη καὶ τῷ ὄντι πνευματικὴν οἰκοδομήν, καταποικίλλει ταύτην καὶ καταστρώννυσι λίθοις λείοις καὶ διαφανέσι καὶ θείοις λάμπου‐ σιν ἀμαρύγμασιν, οἵτινές εἰσιν οἱ τῆς θεωρίας κόσμοι, μηδὲν πρόσαντες

1

(100)

μηδὲ ἀντιβαῖνον ἔχοντες μηδ’ ἀμαυρόν, ἀλλὰ πᾶσαν καταφάνειαν, πᾶσαν λαμπρότητα, ἐστιλβωμένοι τῷ κάλλει τῆς θείας λαμπρότητος. τῶν δὲ λίθων ὁ μὲν χλοάζει καὶ ἔστιν οἷον εὐφράτιος, ζωτικήν τινα τὴν αὐγὴν ἀφιείς, ζωῆς γὰρ τουτὶ τὸ χρῶμα σύμβολον· ὁ δὲ λευκός ἐστι καθαρῶς, τῷ κάλλει τῆς ἀπαθείας αὐγάζων· καὶ ἄλλος φέγγει [κατὰ τοὺς] ἄνθρακας
105τῷ θείῳ πυρὶ ἀπαστράπτων (‘αἰθομένου δὲ πυρὸς γεραρώτερος οἶκος ἰδέσθαι‘) καὶ ἔτι λύχνῳ ἔοικεν ἀτεχνῶς, ἐγκόλπιον ἀφιεὶς τὴν ζωήν, ὃς δὴ καὶ τοῖς ποσίν ἐστιν ὁδηγὸς καὶ ταῖς θείαις τρίβοις προαγωγός· καὶ ἄλλος πολυτελής ἐστι σάρδιος, τῇ συμφωνίᾳ τῶν ἀρετῶν ποικιλλόμενος·
καὶ ἕτερος ἄτμητός ἐστι καὶ τῷ ὄντι τὴν φύσιν ἀδαμάντινος, κρατύνων4
110τὴν ψυχὴν καὶ στηρίζων καὶ πάντοθεν ἀδάμαστον ἐργαζόμενος· ὁ δέ τίς ἐστι τοπάζιος, πρὸς μὲν τὴν ἀνατολὴν ἐρυθαινόμενος, ὅτι τοῦ θείου ἐκεῖθεν μετέχει φωτός, πρὸς δὲ τὴν ἑσπέραν στυγνάζων καὶ μελαινόμενος· ἔστι δέ τις ἐν τούτοις καὶ ὑακίνθινος βαφῇ βεβαμμένος τῷ χρώματι καὶ τὴν ὁρῶσαν ὄψιν ἐκπλήττων τῷ ἀγχιβαθεῖ βάμματι. ἐπὶ τοῦ τοιούτου
115οἰκοδομήματος ὁ οἰκοδεσπότης νοῦς ἀναπαύεται, ἐφ’ ὃν δὴ καὶ ὁ Χριστὸς εἴσεισι καὶ τελεῖ τὸ πάσχα τὸ μυστικόν. Ἀλλὰ μέχρι τούτων ἡμῖν ἡ τῆς τελετῆς πρόοδος· τὸ δ’ ἐντεῦθεν δέδοικα προσεγγίσαι τῷ παραπετάσματι, μὴ πῦρ ἐκ τῶν ἀδύτων ἀπαντῆ‐ σαν ὡς τοὺς περὶ Ναδὰβ καὶ Ἀβιοὺδ καταφλέξειεν· εἰ γὰρ ὁ Ἰσραηλίτης
120ἐκεῖνος Ὀζάν, τῷ μόσχῳ διολισθήσαντι ἐπειδὴ χεῖρα βοηθὸν ὤρεξε καὶ τῆς θείας ἥψατο κιβωτοῦ, πυρὸς οὐρανίου ἔργον ἐγένετο, ἐγὼ πῶς αὐτὸ εἰσέλθω τὸ ἄδυτον, πῶς δὲ τοῖς χερουβὶμ ἐντρανίσαιμι, ἐφ’ ὧν δὴ μέσος γινώσκεται ὁ θεός; ‘ἐν μέσῳ‘ γάρ φησι ‘δύο ζῴων γνωσθήσῃ‘. ἀλλὰ τοῦτο μὲν εἰσίτωσαν Ἀαρὼν καὶ Σαμουὴλ καὶ Ζαχαρίας ὁ Βαραχίου, ἐγὼ
125δὲ τῷ τρίτῳ ἐμφιλοχωρήσω θυσιαστηρίῳ, ὃ δὴ καὶ ‘κοσμικὸν‘ παρὰ τοῦ Παύλου κατωνόμασται, ὅτι καὶ τοῖς ἐκ τοῦ κόσμου εἰσερχομένοις ἀνέῳκτο. ἀλλὰ δέδοικα μή μοι καὶ τοῦτο κλείσῃ θεός· δεῖ γὰρ ἄψαυστα εἶναι τοῖς ἐναγέσι τὰ παναγέστατα.

2

(1t)

κγʹ. ‘Ὁ πατὴρ οὐσίας ἢ ἐνεργείας ὄνομα;‘
2 Πρὸς ἕτερον αὖθις πρόβλημα τῶν τοῦ Εὐνομίου ὁ πατὴρ διαμάχεται, ὅπερ ὁ δεινὸς ἐκεῖνος ἀνὴρ καὶ τῷ λόγῳ κακουργότατα χρώμενος, ὥσπερ
τινὰ μάχαιραν ἀμφίστομον θήξας καὶ διχόθεν ὑπέρευ, ὡς ἐδόκει, στομώ‐5
5σας, ἀφειδεῖ τῇ γλώττῃ τῇ ἐκκλησίᾳ προσήνεγκεν. ἠρώτα γάρ, οὑτωσί πως κατακρημνίζων τὸν ἀκροατήν, ‘ὁ πατὴρ οὐσίας ἢ ἐνεργείας ὄνομα;‘ ἵν’ ὁπότερον ἂν ἕλοιμεν, τοῦτο χειρώσηται· δύο γὰρ τούτων ἐρωτωμένων, ἀνάγκη θάτερον ἀποκρίνασθαι. ἵν’ οὖν ἑκατέρῳ περιπέσωμεν, ἀμφότερα ὥσπερ τινὰς σκοπέλους ἀπέξεσεν, ἑκατέρωθεν κρημνὸν ἡμῖν τεχνησάμε‐
10νος, ἵνα εἴτ’ ἐπὶ δεξιὰ τραποίμεθα εἴτ’ ἐπ’ ἀριστερά, ἀμφοτέρωθεν τὸν κατὰ τοῦ κρημνοῦ θάνατον εὕρωμεν. πλὴν ταῦτα οὐ τὸ διλήμματον ἔχει τοῦ ἐρωτήματος, ἀλλ’ ἡ ἀμαθὴς περὶ ὃ προὐβάλετο τοῦ προβάλλοντος ὑπόληψις· ἐκεῖνος μὲν γὰρ ἐδόκει τοῖς ἑκατέρωθεν τούτων τῶν ἐρωτη‐ μάτων κρημνοῖς πάροδον μὲν μηδεμίαν δεδωκέναι, ἑκατέρωθεν δὲ τοῖς
15διιοῦσι κατεσκευακέναι τὸν ὄλεθρον. ὁ δὲ μέγας τῷ ὄντι πατήρ, ὁ καὶ τὴν θεολογίαν μετέωρος καὶ τὴν λογικὴν ἔφοδον ἀκριβέστατός τε καὶ τελεώτατος, εὗρεν ὅπῃ διὰ τῶν ἐφ’ ἑκάτερα φαράγγων ἀταρπὸς ἥπλωται τοῖς τῷ λόγῳ βαδίζουσι πλατεῖά τε καὶ ὁμαλή. ἀλλὰ τοῦτο μὲν ὕστερον. Νῦν δ’ ἐπισκεψώμεθα τὴν σοφιστικὴν ἔφοδον τοῦ προβαλόντος τὸ
20ἄμφηκες ἐρώτημα. βουλόμενος γὰρ μὴ εἰς τὴν αὐτὴν οὐσίαν ἀγαγεῖν τῷ πατρὶ τὸν υἱὸν καὶ πολλοῖς τοῦτο λόγοις, ὡς ἐδόκει, κατασκευάζων, μᾶλλον δὲ μηδὲ ὡς ὁμολογουμένοις τοῖς ζητουμένοις χρώμενος, καὶ ἀναπόδεικτον τὸ οἰκεῖον δόγμα προεκτιθέμενος, κακοήθως πάνυ καὶ τῆς τῶν ὀνομάτων σημασίας ἅπτεται νῦν. ὥσπερ γὰρ δύο ταῦτα ἄμεσα
25τίθεται, οὐσίαν τε καὶ ἐνέργειαν, καὶ οἴεται, οὐκ οἶδ’ ὁπόθεν μαθών, πᾶν ὄνομα ἢ οὐσίας εἶναι δηλωτικὸν ἢ ἐνεργείας, καὶ ἐπειδὴ ἡ μόνῳ τούτῳ γνωσθεῖσα, μᾶλλον δὲ ἀναπλασθεῖσα περὶ τὰ ὀνόματα ἔφοδος συμβέβληταί τι πρὸς τὴν κατασκευὴν τῆς αἱρέσεως, ἐρωτᾷ εἰ τὸ τοῦ πατρὸς ὄνομα οὐσίας ἐστὶν ἢ ἐνεργείας σημαντικόν, ἵν’, εἰ μὲν οὐσίαν εἴποιμεν, αὐτόθι
30ἕλοι, ὅτι εἴ τι παρὰ τὸν πατέρα, τοῦτο οὐκ οὐσία (προκατείληπται γὰρ τῷ πατρὶ ἡ οὐσία), ὥστε εἰ ὁ πατὴρ ᾗ πατὴρ οὐσία, ὁ υἱὸς ᾗ υἱὸς οὐκ οὐσία, εἰ δὲ τοῦτο δεδιότες, ἵνα μὴ ἀνούσιον τὸν υἱὸν παρεισάξωμεν, ἐνεργείας εἴποιμεν σημαντικὸν εἶναι τὸ τοῦ πατρὸς ὄνομα, ἔτι μᾶλλον ἀπάγξοι καὶ δελεάσοι πρὸς τὴν τοῦ οἰκείου δόγματος ἔκθεσιν. εἰ γὰρ
35οὐδὲν ἕτερον δηλοῖ τὸ πατρὸς ὄνομα ἢ ἐνέργειαν, δεῖ τι εἶναι τὸ ἐνεργού‐ μενον· ἐνεργουμένου γάρ τινος ἡ ἐνέργεια. τί δ’ ἄλλο τὸ ἐνεργούμενον παρὰ τοῦ πατρικοῦ τούτου ὀνόματος ἢ ὁ υἱός; εἰ γὰρ ὁ πατὴρ υἱοῦ πατήρ, ἐνέργεια δὲ ὁ πατήρ, ἐνεργούμενον ἄρα ὁ υἱός. εἰ τοίνυν ὁ μὲν ἐνεργεῖ, ὁ δὲ ἐνεργεῖται, ἑτεροούσια δὲ ταῦτα ὡς ἐπὶ τῶν τεχνῶν δῆλον καθέστηκεν,
40ἑτέρας ἄρα οὐσίας καὶ ὁ υἱὸς πρὸς τὴν πατρικὴν πέφυκεν, ὥσπερ καὶ τὸ ἀνδρείκελον πρὸς τὴν τοῦ ἀνδριαντοποιοῦ. τί οὖν, φησί, μάτην τῷ ἐμῷ
ἐπηρεάζετε δόγματι, πρώτην μὲν καὶ ἀνωτάτω οὐσίαν τὸν πατέρα τιθέντι, δευτέραν δὲ καὶ μετ’ ἐκεῖνον τὸν υἱὸν καταλέγοντι; πῶς γὰρ ἂν εἰς ἴσον ἀχθείη τῷ πεποιηκότι τὸ ποίημα καὶ τῷ ἐνηργηκότι τὸ ἐνέργημα;6
45 Τοιοῦτον μὲν τὸ τοῦ Εὐνομίου κομψότατον πρόβλημα, ἐμματαιάζοντος τοῖς ματαίοις καὶ βραχείᾳ τινὶ ψάμμῳ πεδοῦντος τὴν θάλασσαν καὶ ὀχυροῦντος οἷς κρηπῖδες οὐχ ὕπεισιν. ὁ δὲ πατὴρ ἔχων πολλὰ πρὸς τοῦτον εἰπεῖν τὸν λόγον καὶ ὅλῳ ῥεύματι τὸν Εὐνόμιον κατακλύσαι, τὰ μὲν λογικῶς ἐπιχειρῶν, τὰ δὲ καὶ φυσικῶς ἀποχρώμενος παραδείγμασιν,

2

(50)

ὥσπερ ἐπὶ τοῖς ἄλλοις, οὕτω κἀνταῦθα πρὸς τὸν χρόνον μετρεῖ τὴν ἐπίλυσιν. οὐ γὰρ εἰς δόξαν αὐτῷ ὁ λόγος ὁρᾷ, οὐδ’ ὅπως ἂν φανείη τοῦ δέοντος περιττότερος, ὥσπερ οἱ σοφισταὶ ποιοῦσι καὶ ὥσπερ ἐγὼ τὸν Σμυρναῖον Ἀριστείδην κατανενόηκα· ἐκεῖνος γάρ, ἐν οἷς ὑπὲρ τῆς τέχνης πρὸς Πλάτωνα διαμάχεται αὐτὸ τοῦτο ἀνῃρηκότα τὸ τέχνην εἶναι καὶ
55φιλοσόφως κατασκευάσαντα, ἐπιχειρήσας ὡς οὐ πᾶν ὃ μὴ τέχνη τοῦτο τέχνης χεῖρον, ἀλλ’ ἔστιν ὃ καὶ κρεῖττον αὐτῆς ἐστιν, ἐξὸν ἑνί τῳ ἐπιχειρή‐ ματι τῷ περὶ τὴν μαντικὴ λόγῳ τὸν οἰκεῖον λόγον πιστώσασθαι, ὁ δὲ πάντα μὲν χρησμὸν συνεφόρησε, πᾶσαν δὲ φωνὴν συνήνεγκε μαντῳδόν, καταλέγων τὸ ἐν Ἄμμωνος χρηστήριον, τὸ Πυθοῖ, τοὺς ὑποδεδυκότας
60θεῷ, τὸ ἐν Δωδώνῃ χαλκεῖον, τἆλλα οἷς ἐγὼ ὁμιλῶν ἐγγύς εἰμι τοῦ ναυτιᾶν. διὰ ταῦτα τὸν ἄνδρα τοῦτον ἐγὼ τῆς συνεχείας τῶν ἐνθυμημάτων ἀγάμενος, ὡς οὐδὲν αὐτῷ ἀμέθοδον πρόεισι, τῆς εὑρεσιλογίας θαυμάζειν οὐκ ἔχω. ἀλλὰ τὰ Λυσίου ἐνταῦθα ἐν πρώτοις τίθεμαι, ὃς ἀρξάμενος καὶ μικρὸν προϊὼν εὐθὺς ἀποσιωπᾷ, γλιχόμενόν με ἔτι καταλιπὼν τοῦ
65πιεῖν· ὁ δ’ Ἀριστείδης, δέον τὴν δίψαν ὑποπιμπλᾶν, ἐπικλύζει τῷ ῥείθρῳ. Ἀλλ’ οὐχ ὁ πατὴρ τοιοῦτος, πολλοῦ γε καὶ δεῖ, ἀλλὰ τὴν Λυσιακὴν χάριτα ἐν τοῖς οἰκείοις λόγοις νενικηκώς, ἀπέριττός ἐστι κατ’ ἐκεῖνον, μετρῶν ἀεὶ τὸν λόγον καὶ οἱονεὶ σταθμίζων πρὸς τὴν ἀκρόασιν. τί γὰρ οὐκ ἂν εἶπε, τὸν Συντακτήριον μελετῶν, ἢ πόσοις οὐκ ἂν τοῖς ἐπιχειρήμασιν
70ἀπεχρήσατο, ἁπτόμενος εὐαφόρμως τῆς ὑποθέσεως; ὁ δὲ ὥσπερ αἰσχυνό‐ μενος ἐφ’ οἷς ἴσχυεν, οὐ ῥητορικῶς τὴν ὑπόθεσιν ἐσχημάτισεν οὐδὲ σοφιστικῶς τέθεικε τὰ κεφάλαια, ἀλλ’ ἑτέραν τραπόμενος, φιλοσόφως τὴν ῥητορικὴν ἀντίστασιν ἐμελέτησεν, ἥν γε οὐδὲ ἐς τὸ παντελὲς εἴασεν εἶναι· μὴ γὰρ διδοὺς τὸ ἁμάρτημα, ἀπαριθμεῖται τὰ κατορθώματα.
75‘τοῦτο‘ γάρ φησι ‘τὸ ποίμνιον‘ καὶ ‘ὁρᾶτε τὸν λαὸν τόνδε‘, καὶ ‘οὐ βοῦν παρ’ ὑμῶν εἴληφα‘, καὶ τὰ λοιπὰ εὐεργετημάτων κατάλογος. τὸ δὲ
ἀδίκημα ποῦ, ἀνθ’ οὗ ταῦτα πεποίηκας, ὦ πατέρων ἐμοὶ πάντων σεβα‐ σμιώτατε; ἀλλ’ ἐπεὶ μὴ ἦν, οὐδὲ δέδωκε, καινοτομήσας τὴν τέχνην καὶ ἀκρωτηριάσας σοφῶς τὴν ἀντίστασιν.7
80 Οὕτω δὴ κἀνταῦθα ποιεῖ, καὶ ἐξὸν εἰπεῖν πολλὰ πρὸς τὸ διλήμματον τοῦτο πρόβλημα, συνοπτικῶς αὐτὸ ἀναιρεῖ, ὥσπερ δὴ καταμεμφόμενος τὸν Εὐνόμιον ὡς μὴ δυνάμενον ἐπιχειρεῖν λογικῶς καὶ αἰσχυνόμενος ὅτι τοιούτῳ ἀμαθεστάτῳ ἀνδρὶ κατὰ τοὺς λόγους συμπλέκεται. ἐχρῆν, γάρ φησιν, ὦ Εὐνόμιε, δύο προτείνας ἡμῖν ἐρωτήματα, εἴ γε λογικῶς ἐπεχεί‐
85ρεις, ἄμεσα ταῦτα ποιεῖν, ἵν’ ἑκατέρῳ ἔχῃς ἑαλωκότας, ἔμμεσα δὲ ταῦτα προτείνας οὐχ ἕξεις θάτερον ἀποφυγόντας, ἐν θατέρῳ περιπεπτωκότας· οὐ γὰρ ὥσπερ ἀρετὴ καὶ κακία καὶ περισσὸν καὶ ἄρτιον καὶ ὑγεία καὶ νόσος ἄμεσα πέφυκε κατὰ τὸν σὸν Ἀριστοτέλην, οὕτω δὴ καὶ οὐσία καὶ ἐνέργεια οὐδὲν ἔχετον μέσον. διὰ τοῦτό φημί σοι ὡς ‘ὁ πατὴρ οὔτε οὐσίας
90ὄνομα οὔτε ἐνεργείασ‘, τινὸς ‘δὲ σχέσεως καὶ τοῦ πῶς ἔχει πρὸς τὸν υἱὸν ὁ πατὴρ ἢ ὁ υἱὸς πρὸς τὸν πατέρα‘. οὐχ ὁρᾷς γὰρ ὅτι καὶ ‘παρ’ ἡμῖν‘ ταυτὶ τὰ ὀνόματα τῆς πρὸς ἄλληλα σχέσεως δηλωτικὰ πέφυκεν; ὁ γὰρ εἰρηκὼς πατέρα ἢ υἱὸν οὐ μᾶλλον οὐσίαν ἐγνώρισεν ἢ σχέσεις τὰς πρὸς ἄλληλα καὶ τὴν ἐν ἀμφοτέροις τοῖς προσώποις ὁμοφυΐαν. ἐντεῦθεν γοῦν
95καὶ ἡ θεολογία, βουλομένη τὸ ταὐτὸν τῆς φύσεως ἐν ταύταις δεῖξαι ταῖς ὑποστάσεσι, τούτοις χρῆται τοῖς ὀνόμασι πρὸς δήλωσιν τῆς ὁμοφυΐας· ὁμοφυὴς γὰρ πατὴρ καὶ υἱός. καὶ ὥσπερ πάντα ὅσα ὑπὸ τὸ πρός τι ἀνάγεται, ἃ δὴ καὶ ἐν δέκα συζυγίαις οἱ δεινοὶ περὶ ταῦτα διηριθμήκασι, τῆς πρὸς ἄλληλα σχέσεως σημαντικὰ πέφυκεν, οὕτω δὴ καὶ τὸ πατὴρ καὶ

2

(100)

τὸ υἱός, καὶ ταῦτα μᾶλλον, ὅτι καὶ κατὰ φύσιν τούτοις τὸ πρός τι πῶς
εἶναι πρὸς ἄλληλα.8

3

(1t)

Εἰς τὸ ‘ἐὰν δὲ λεγόντων ἡμῶν‘
2 ‘Ἐὰν δὲ λεγόντων ἡμῶν‘, φησὶν ὁ πατήρ, ‘ὅτι τῷ αἰτίῳ μείζων ὁ πατὴρ τοῦ υἱοῦ, προσλαβόντες τὴν ‘τὸ δὲ αἴτιον φύσει‘ πρότασιν, ἔπειτα τὸ ‘μεῖζον τῇ φύσει‘ συνάγωσιν, οὐκ οἶδα πότερον ἑαυτοὺς παραλογίζονται
5ἢ τοὺς πρὸς οὓς ὁ λόγος. οὐ γὰρ ἁπλῶς, ὅσα κατά τινος λέγεται, ταῦτα καὶ κατὰ τοῦ ὑποκειμένου τούτῳ ῥηθήσεται· ἀλλὰ δῆλον κατὰ τίνος καὶ τίνα.‘ Ὁ μὲν τοῦ θεολόγου λόγος οὗτος· ὁ δέ γε ἡμέτερος ἀσθενὴς μὲν ἢ ὅσον ἐξηγήσασθαι τὸ λογικὸν τοῦτο θεώρημα, κατάλληλος δὲ ταῖς ἡμετέραις
10ἐννοίαις φανήσεται· οὐ γὰρ πρὸς τὸν ἄνδρα παραμιλλώμεθα, ἀλλὰ πρὸς ὑμᾶς ἑαυτοὺς παραβάλλομεν. ἔστι δὲ τὸ ἐνταῦθα λεγόμενον σόφισμα παραλογιστικόν, ὃ δὴ οἱ τῆς τοῦ Ἀνομοίου προστάντες αἱρέσεως κακοήθως πάνυ τῇ ἐκκλησίᾳ προσφέρουσι. τοῦ γὰρ κυρίου ἐν εὐαγγελίοις εἰρηκότος ὅτι ‘ὁ πατὴρ μείζων μού ἐστιν‘, ἡ μὲν ἐκκλησία τὸ μεῖζον ἐπὶ τοῦ αἰτίου
15μόνον ἐδέξατο. εἰ γὰρ καὶ ὁμοτιμίαν κηρύττομεν ἐν ταῖς τρισὶν ὑποστάσεσι καὶ τὴν αὐτὴν δόξαν τε καὶ λαμπρότητα, ἀλλὰ κατ’ ἄλλον πάλιν λόγον μείζονά φαμεν τὸν πατέρα αὐτοῦ τε τοῦ υἱοῦ καὶ τοῦ πνεύματος, ὅτι ὁ μὲν οὐχ ὑφ’ ἑτέραν ἀρχὴν ἄνεισιν, ἀλλ’ αὐτὸς πρώτη τῶν πάντων ἀρχή, τὰ δὲ ἐκεῖθέν τε πρόεισιν ὡς ἐξ αἰτίου καὶ παρὰ τούτῳ μένει καὶ πρὸς
20αὐτὸν ἄνεισι. μείζων οὖν ὁ πατὴρ ὅτι αἴτιος ἀμφοῖν, τῷ μὲν υἱῷ τῆς γεννήσεως, τῷ δὲ πνεύματι τῆς ἐκπορεύσεως. Ἡ μὲν οὖν ἐκκλησία, ὡς εἴρηται, οὕτως τὸ μεῖζον ἐδέξατο, ἀλλ’ ὅ γε Εὐνόμιος καὶ τἆλλα ταράττων καὶ ξυγκυκῶν καὶ τούτῳ δὴ τῷ ποτίμῳ νάματι τοὺς ἁλμυροὺς αὐτοῦ λόγους προσέμιξε. πρότασιν γὰρ θέμενος τὸ
25‘ὁ πατὴρ μείζων τοῦ υἱοῦ τῷ αἰτίῳ‘ ἑτέραν προσήρμοσεν, ὅτι ‘τὸ αἴτιον φύσει‘, ἔπειτα συνελογίσατο οὕτως· ὁ πατὴρ μείζων τοῦ υἱοῦ τῷ αἰτίῳ, τὸ αἴτιον φύσει, καὶ συνεπέρανεν· ὁ πατὴρ μείζων τοῦ υἱοῦ τῇ φύσει, διδοὺς τὸ μεῖζον ἐντεῦθεν οὐ τῷ αἰτίῳ, ὡς ὁ ὀρθὸς λόγος βούλεται, ἀλλὰ τῇ τοῦ πατρὸς φύσει, ἵν’ ἐντεῦθεν αὐτῷ ὁ τῆς αἱρέσεως κατασκευ‐
30ασθῇ λόγος. βούλεται γὰρ αὐτῷ τὸ δόγμα πρώτην μὲν οὐσίαν τὸν πατέρα ποιεῖν, δευτέραν δὲ τὸν υἱὸν καὶ τρίτην τὸ πνεῦμα. ‘οὐκ οἶδα‘ γοῦν φησιν ὁ πατήρ ‘πότερον ἑαυτοὺς παραλογίζονται ἢ τοὺς περὶ οὓς ὁ λόγος· οὐ γὰρ ἁπλῶς, ὅσα κατά τινος λέγεται, καὶ κατὰ τοῦ ὑποκειμένου τούτῳ ῥηθήσεται, ἀλλὰ δῆλον κατὰ τίνος καὶ τίνα.‘9
35 Πῶς μὲν οὖν παρελογίσατο ὁ Εὐνόμιος, καὶ τίνι εἴδει τῶν σοφισμάτων χρησάμενος τὸν παραλογισμὸν ἐποιήσατο, προϊόντες ἐροῦμεν, ἔνθα δὴ καὶ αὐτὸς ὁ πατὴρ ἐλέγχει τὸ σόφισμα· πρὸς δὲ τὴν τοῦ λόγου συνέχειαν τέως τὸν ἡμέτερον λόγον προσάψωμεν. ἀκηκοὼς ὁ Ἀνόμοιος τοῦ Ἀριστοτέ‐ λους ἐν Κατηγορίαις εἰρηκότος ὅτι ‘ὅσα κατά‘ τινος ‘λέγεται‘, ταῦτα
40‘καὶ κατὰ τοῦ ὑποκειμένου‘ τούτῳ ‘ῥηθήσεται‘, ἀβασανίστως τὸν λόγον ἐδέξατο καὶ τὴν ‘ὅσα‘ φωνὴν ἐπὶ πάντων ἤκουσεν· ὅθεν τοῦ φιλοσόφου ἐπὶ τῶν οὐσιωδῶς κατηγορουμένων προσχρησαμένου τῷ ῥήματι, οὗτος καὶ ἐπὶ τῶν κατὰ συμβεβηκὸς ἀδιαστόλως ἐνόησε καὶ ἐπὶ πάντων ἁπαξαπλῶς τῶν ὁπωσδήποτε κατηγορουμένων. ἀλλ’ ὦ Εὐνόμιε, πρὸς
45αὐτὸν ἂν φαίην ἐγώ, ἀπὸ τῆς θεολογικῆς πηγῆς ἀρυσάμενος, ὅτι πῶς, τοῦ ζῴου κατηγορουμένου κατὰ τοῦ εἴδους ἤτοι κατὰ τοῦ ἀνθρώπου, μὴ καὶ τὸ γένος αὐτοῦ κατηγορεῖται; καίτοι γε εὐθὺς ἡ τῶν προτάσεων σύνθεσις· τὸ γὰρ γένος παντὶ ζῴῳ, τὸ δὲ ζῷον παντὶ εἴδει, ἀλλὰ μὴν οὐ γένος τὸ εἶδος. οὐ τοίνυν, ὅσα κατά τινος λέγεται, ταῦτα καὶ κατὰ τοῦ ὑποκειμένου

3

(50)

τούτῳ ῥηθήσεται· ὑπόκειται γὰρ τῷ ζῴῳ ὁ ἄνθρωπος, ἀλλ’ οὐχ ὅσα κατὰ τοῦ ζῴου λέγομεν, ταῦτα καὶ κατὰ τοῦ ἀνθρώπου εἴποιμεν ἄν, ἀλλὰ δῆλον κατὰ τίνος ἂν ταῦτα λεχθείη καὶ τίνα τὰ κατηγορούμενα. τὸ μὲν γὰρ ἔμψυχον καὶ τὸ αἰσθητικὸν διὰ μέσου τοῦ ζῴου καὶ τῷ ἀνθρώπῳ διαπορθμευθήσεται· οὐσιώδεις γὰρ αὗται διαφοραί, δι’ ὧν τὸ ζῷον·
55συνίσταται· τὸ δὲ γένος, ἐπειδὴ λογικόν ἐστιν ὄνομα καὶ οὐκ εἰς οὐσίαν τῷ ζῴῳ συμβάλλεται, οὐ διαβιβασθήσεται πρὸς τὸν ἄνθρωπον. Ὅρα οὖν μήποτε καὶ ὁ σὸς παραλογισμός, παρὰ τὸν συλλογιστικὸν κανόνα τεθείς, τὴν ἀτοπίαν ἐποίησε· τρία γὰρ καὶ σὺ ὀνόματα τέθεικας, μεῖζον καὶ αἴτιον καὶ φύσιν. κατηγορήσας οὖν τὸ μεῖζον τοῦ αἰτίου καὶ τὸ
60αἴτιον τοῦ φύσει, ἐντεῦθεν ᾠήθης καὶ τὸ μεῖζον κατὰ τοῦ φύσει λέγεσθαι, ἐν πρώτῳ συμπεραινόμενον σχήματι. ἀλλ’ ὦ μακάριε σύ, εἴ γε μακάριος, ἀλλὰ μὴ πάντων ἀνθρώπων ἀθλιώτερος πέφυκας, οὐ πάντα, ὅσα κατά τινος λέγεται, καὶ κατὰ τοῦ ὑποκειμένου τούτῳ ῥηθήσεται· ἀλλ’ εἰ μὲν οὐσιώδη, ῥηθεῖεν ἂν καὶ διαβιβασθεῖεν· εἰ δ’ ἐπείσακτα καὶ ἄλλως
65λεγόμενα, οὐ μεθέξει τούτων τὰ ὑποκείμενα. ἐπεὶ οὖν καὶ τὸ μεῖζον οὐκ εἰς τὸ εἶναι τῷ αἰτίῳ συμβάλλεται, ἀλλὰ φωνή τίς ἐστιν ἐξ ἐπινοίας αὐτῷ
συναπτομένη, διὰ ταῦτα οὐ πρὸς τὸ φύσει μετενεχθήσεται. ‘Ἐπεὶ τί κωλύει‘ φησὶν ὁ πατήρ ‘κἀμὲ ταύτην πρότασιν ποιησάμενον, ‘τὸ φύσει δὲ οὐ πάντως μεῖζον, οὐδὲ πατήρ‘, ἐντεῦθεν συναγαγεῖν ‘τὸ10
70μεῖζον οὐ πάντως μεῖζον‘ ἢ ‘ὁ πατὴρ οὐ πάντως πατήρ‘; εἰ βούλει οὕτως· ‘ὁ θεὸς οὐσία· ἡ οὐσία δὲ οὐ πάντως θεόσ‘· τὸ ἑξῆς αὐτὸς σύναγε· ‘ὁ θεὸς οὐ πάντως θεόσ‘. ἀλλ’ οἶμαι, παρὰ τὸ πῇ καὶ ἁπλῶς ὁ παραλογισμὸς οὗτος. ἡμῶν τὸ μεῖζον τῇ τοῦ αἰτίου φύσει διδόντων, αὐτοὶ τὸ τῇ φύσει μεῖζον ἐπάγουσιν· ὥσπερ γὰρ εἰ καὶ λεγόντων ἡμῶν, ὅτι ὁ δεῖνα νεκρός,
75ἁπλῶς ἐπῆγον τὸν ἄνθρωπον αὐτοί.‘ βρενθυομένου γάρ, ὡς εἰκός, τοῦ Εὐνομίου ἐπὶ τοιαύτῃ εὑρέσει τοῦ παραλογισμοῦ καὶ οἰομένου ἐντεῦθεν χειροῦσθαι τὸν ἅγιον, πολλὰ τοιαῦτα ἐξ ὑπογύου ἀντισοφίζεται πρὸς αὐτὸν ὁ πατήρ, ἀντιπαίζων ἐν τοῖς ἐκείνου παικτοῖς. κἀγώ, γάρ φησιν, ὦ Εὐνόμιε, σοφίσματά σοι τοιαῦτα ποιήσομαι, οἷον ‘ὁ πατὴρ μείζων τῇ
80φύσει‘ κατὰ τὸν σὸν λόγον, ‘τὸ φύσει δὲ οὐ πάντως μεῖζον‘, κἀντεῦθεν συναγαγεῖν ὅτι ‘τὸ μεῖζον οὐ πάντως μεῖζον‘, ἢ πάλιν ‘ὁ πατὴρ μείζων τῇ φύσει‘, ὡς αὐτὸς εἴρηκας, ‘τὸ μεῖζον οὐ πάντως πατήρ‘, καὶ συμπερά‐ νασθαι ὅτι ‘ὁ πατὴρ οὐ πάντως πατήρ‘. καὶ αὖθις ‘ὁ θεὸς οὐσία· ἡ οὐσία οὐ πάντως θεός· ὁ θεὸς οὐ πάντως θεόσ‘. εἰ γὰρ καὶ δοίημεν ἀληθεύουσαν
85τὴν σὴν πρότασιν, ὅτι ὁ πατὴρ μείζων τῇ φύσει, συναληθεύσει καὶ ‘τὸ τῇ φύσει δὲ οὐ πάντως μεῖζον‘· οὐ γὰρ πᾶν, εἴ τι φύσει, τοῦτο καὶ μεῖζον· φύσει γὰρ ὁ υἱὸς πρὸς τὸν πατέρα καὶ ὁ υἱωνὸς πρὸς τὸν πάππον καὶ ὁ ἀνεψιαδὸς πρὸς τὸν θεῖον, ἀλλ’ οὐ δήπου καὶ μείζους πρὸς οὓς ἂν οὕτως λέγωνται. εἰ οὖν ὁ πατὴρ μείζων τῇ φύσει, ὡς σὺ φῄς, τὸ δὲ φύσει οὐ
90πάντως μεῖζον, συμβήσεται τὸ μεῖζον μὴ πάντως εἶναι μεῖζον, καὶ τἆλλα δὲ σοφίσματα οὕτως ἑρμηνευθήσεται. Ἐφ’ οἷς ἐπάγει· ‘ἀλλ’ οἶμαι, παρὰ τὸ πῇ καὶ ἁπλῶς ὁ παραλογισμὸς οὗτοσ‘. ἰστέον τοίνυν ὅτι δεκατρεῖς ἡμῖν παραλογισμοὺς ἐν τοῖς ἐπιγραφο‐ μένοις Σοφιστικοῖς ἐλέγχοις ὁ φιλόσοφος παραδέδωκεν, ὧν οἱ μὲν ἓξ
95παρὰ τὴν λέξιν εἰσί· πρῶτος ὁ κατὰ ὁμωνυμίαν, δεύτερος ὁ κατὰ ἀμφιβο‐ λίαν, τρίτος ὁ κατὰ συνθήκην, τέταρτος ὁ κατὰ διαίρεσιν, πέμπτος ὁ κατὰ προσῳδίαν καὶ ἕκτος ὁ κατὰ σχῆμα τῆς λέξεως· οἱ δὲ ἑπτὰ παρὰ τὴν ἔννοιαν, ὧν, ἵνα μὴ τοὺς ἄλλους ἀπαριθμῶμεν, εἷς ἐστιν ὁ παρὰ τὸ πῇ καὶ ἁπλῶς, τουτέστι παρὰ τὸ μερικόν, ὅπερ ἐστὶ τὸ πῇ, καὶ παρὰ τὸ

3

(100)

καθόλου, ὅπερ ἐστὶ τὸ ἁπλῶς. ὅθεν τὰ μὲν πῇ συνημμένως ἐκφέρεται, τὰ γὰρ συντιθέμενα μερικῶς γίνεται· τὰ δὲ ἁπλῶς ἀπολύτως. εἴ τις γοῦν
τὰ πῇ ἢ ποτὲ λεγόμενα ἁπλῶς καὶ ἀπολύτως εἴπῃ, παραλογίζεται, ὥς πού τις οἴεται τὸ μὴ ὂν εἶναι. ἐνταῦθα εἰρηκότος γὰρ τοῦ Πλάτωνος ὅτι τὸ μὴ ὂν δοξαστόν ἐστι (δοξάζομεν γὰρ περὶ αὐτοῦ οὐχ ὡς ὄντος,11
105ἀλλ’ ὡς μὴ ὄντος) ᾠήθησάν τινες ἐντεῦθεν τὸ μὴ ὂν εἶναι. εἰ τὸ ἔστι, φησί, κατηγορεῖται τοῦ δοξαστοῦ (φαμὲν γάρ, δοξαστόν ἐστι), τὸ δὲ δοξαστὸν τοῦ μὴ ὄντος, κατηγορηθήσεται καὶ τὸ ἔστι τοῦ μὴ ὄντος, ὡς ἐντεῦθεν εἶναι τὸ μὴ ὄν. ἀλλ’ ὅρα ὅπως παρελογίσαντο παρὰ τὸ πῇ καὶ ἁπλῶς· τὸ μὲν γὰρ μὴ ὂν δοξαστὸν εἶναι πῇ ἐστι, τὸ δὲ εἶναι ἁπλῶς. οὐ τοίνυν ἐστὶ
110τὸ μὴ ὂν εἶναι, ἐπειδὴ δοξαστόν ἐστι. σαφέστερον δὲ ὃ λέγω οὕτως γενήσε‐ ται. ὁ Αἰθίοψ λευκός ἐστι τοὺς ὀδόντας· τοῦτο πῇ ἐστιν, ἐπὶ μέρους γὰρ λελεύκωται· εἰ οὖν τις ἐντεῦθεν 〈εἴποι ἁ〉πλῶς ὅτι καὶ λευκός ἐστι, παρὰ τὸ πῇ καὶ ἁπλῶς παρελογίσατο. Δείξομεν δὲ καὶ ἐφ’ ἑνὸς ἐνταῦθα τοῦτο τῶν σοφισμάτων, οἷον ‘θεὸς
115οὐσία‘· ἀληθὴς ὁ λόγος, ὅτι πῇ εἴρηται· ‘ἡ οὐσία δὲ οὐ πάντως θεόσ‘· καὶ οὗτος ἀληθής, ὅτι ἁπλῶς εἴρηται, οὐ γὰρ πᾶσα οὐσία θεός· τὸ δ’ ὅλον συντιθέμενον παραλογισμὸς ἀπὸ τοῦ πῇ καὶ ἁπλῶς συντεθειμένος. τοιοῦτόν φησιν ὁ πατὴρ τὸν τοῦ Εὐνομίου λόγον εἶναι. τῶν γὰρ ὀρθοδόξων λεγόντων ὅτι ‘μείζων ὁ πατὴρ τοῦ υἱοῦ τῇ τοῦ αἰτίου φύσει‘, ὅπερ ἐστὶ
120πῇ (συνημμένον γάρ ἐστι καὶ μερικόν), ἐκεῖνοι ἀποδιελόντες τὸ αἴτιον τὸ μεῖζον τῇ φύσει συνάγουσι, τὸ πῇ ποιοῦντες ἁπλῶς. ‘ὥσπερ‘ φησίν ‘εἰ καὶ λεγόντων ἡμῶν ὅτι ὁ δεῖνα νεκρὸς ἄνθρωπος, ἁπλῶς ἐπῆγον αὐτοὶ τὸν ἄνθρωπον‘. οἷον ὁ μερικὸς ἄνθρωπος οὐκ ἀναπνεῖ, ὅπερ ἐστὶ πῇ καὶ μερικόν· εἰ γοῦν οὕτως σου λέγοντος ἀποδιέλῃ τις τὸν νεκρὸν [καὶ]
125εἴπῃ τὸν ἄνθρωπον μὴ ἀναπνεῖν, τὸ πῇ ἁπλῶς ἐποίησεν· ὥσπερ εἴ τινος εἰρηκότος ‘ἡ χαλκῆ ναῦς οὐ πλεῖ‘, ἄλλος συνάξει ‘ἡ ναῦς οὐ πλεῖ‘, ὅπερ ἐστὶ παρὰ τὸ πῇ καὶ ἁπλῶς. καὶ αὖθις, εἴπερ εἰρηκότος ἐμοῦ ὅτι ‘ἡ κίβδηλος δραχμὴ οὐ καταλλάττεται‘, σὺ τὴν δραχμὴν ἁπλῶς ἐπάξεις μὴ καταλλάττεσθαι, παρὰ τὸ πῇ παρελογίσω με καὶ ἁπλῶς. τοιοῦτοι γοῦν
130οἱ Στωϊκοὶ παραλογισμοί· ὁ σωρείτης, ὁ κερατίνης, ὁ κυριεύων καὶ ἕτεροι πάμπολλοι, ἰδίας ὀνομασίας παρ’ ἐκείνων τυχόντες· ἐπειδὴ γὰρ κέρασιν ἐχρήσατο ὁ σοφισάμενος ἐν ταῖς προτάσεσιν, ‘εἰ κέρατα ἔχεις, καὶ καλὰ ἔχεις κέρατα‘, καὶ πάλιν, ‘εἰ κυριεύσει Δίων, κυριεύσει Δίων‘, ἐντεῦθεν ὁ μὲν κερατίνης διὰ τὰ κέρατα, ὁ δὲ κυριεύων διὰ τὸ οὕτως
135ἐσχηματίσθαι τὴν πρότασιν ὠνομάσθη. ὁ δὲ σωρείτης ἰδιαίτερον οὕτως
ὠνόμασται, ἐπεὶ κατὰ τὴν προχείρισιν πολυώνυμός ἐστι. καὶ γὰρ κομήτης καὶ φαλακρίτης καὶ δρομίτης καὶ νεωλκίτης καὶ ποριστὴς καὶ πενέστης καὶ τὰ τοιαῦτα κατονομάζεται. ἀλλ’ ἐπειδὴ εἰς τὴν σωρείαν τὰ πλείω συνάγεται, διὰ ταῦτα σωρείτης κεκλῆσθαι κεκράτηκεν. ἔστι δὲ ἡ ἀγωγὴ12
140τοῦ σωρείτου τοιαύτη· ἐρωτᾷ γὰρ ὁ σοφιζόμενος, ‘ἆρά γε πληρωθήσεται μέδιμνος παρὰ κόκκον ἕνα, καὶ κομήσει τις παρὰ τρίχα μίαν, ἢ πλουτήσει τις παρὰ μίαν δραχμήν, ἢ νεωλκηθήσεται ναῦς παρ’ ἕνα ἕλκοντα, ἢ προσπελάσει τῷ καμπτῆρι παρὰ βῆμα ἕν, ἢ φαλακρωθήσεται παρὰ ἀφαίρεσιν μιᾶς τριχός;‘ εἰ τοίνυν μία θρὶξ κρανίῳ προσφῦσα γυμνῷ
145κόμην ἢ βόστρυχον οὐ ποιεῖ, οὐδ’ ἄλλως κομήσει παρὰ μίαν ὁ ἐψιλωμένος, ἀλλ’ ἀπειράκις μιᾶς προσφυομένης τριχὸς ἐπὶ ταῖς προηγησαμέναις κόμη γενήσεται, καὶ οὐ παρ’ ἕνα μὲν κόκκον ὁ μέδιμνος πληρωθήσεται, ἀλλὰ τούτου ἀεί ποτε γιγνομένου ποτὲ πλησθήσεται, καὶ οὐ παρὰ μίαν τριχὸς ἀφαίρεσιν ψιλωθήσεται τὸ κρανίον, ἀλλ’ εἰ πολλάκις τοῦτο ποιεῖς, ἡ

3

(150)

ψίλωσις ἐπιγενήσεται—ἐπεὶ οὖν τὰ πλείω κατὰ σωρείαν γίνεται, οἷον κόμη, θημωνιὰ ἅλωνος, σωρείτης ὁ παραλογισμὸς ὠνόμασται. Τοῦτο τὸ σόφισμά τινες μὲν τῶν φιλοσόφων τῆς ἀπόρου ὕλης νενο‐ μίκασιν, ὅθεν οὐδ’ ἐπεχείρησαν λῦσαι. ὁ δ’ Ἀφροδισιεὺς Ἀλέξανδρος διελύσατο εὐφυῶς, εἰπὼν ὅτι τὸ ἐν πλάτει γινόμενον στενῶς ἠρώτηκεν ὁ
155παραλογιζόμενος· οὐ γὰρ ἁπλῶς ὁ εἷς κόκκος πληροῖ τὸν μέδιμνον, ἀλλὰ τοῖς λοιποῖς συναριθμηθείς· οὐδὲ ἡ μία θρὶξ κομᾶν ποιεῖ, ἀλλὰ μετὰ τῶν λοιπῶν τὴν κόμην ἐργάζεται· οὐδ’ ἁπλῶς τὸ τελευταῖον ἓν βῆμα τοῦ δρομέως τὴν νίκην ποιεῖ, ἀλλὰ τοῖς λοιποῖς συναριθμούμενον βήμασι. τοῦτο δὲ τὸ σόφισμα καὶ εἰρωνείαν οἱ τὰ τῆς νομικῆς φασιν ἐπιστήμονες,
160κἀντεῦθεν οὐδ’ Ἑλληνικὸν τὸ ὄνομα οἴονται, ἀλλὰ Σύριον ἢ Αἰγύπτιον, ὅσοι δὲ καὶ ὡς Ἑλληνικῷ προσεχρήσαντο, βαβαὶ τῆς ἀμουσίας καὶ ὅσα καταφλυαροῦσι τοῦ ῥήματος· εἰ γὰρ καὶ προσχρῶνται ὥσπερ ἡμεῖς τῇ ἐπὶ τῆς ἅλωνος σωρείᾳ, ἀλλ’ οὐκ ἴσασιν ὅ φασιν. ἐγὼ δέ, εἰ μήπω περιττό‐ τερός εἰμι τοῦ δέοντος, καὶ νομικοῖς θέμασι τὸ σόφισμα προσαρμόσαιμι
165καὶ ὅπως εἰρωνεία παρ’ ἐκείνοις ἐστὶ δηλώσαιμι. ἔστι τις παρ’ αὐτοῖς ἐπὶ χρεωστήμασιν εὐθυνόμενος, ὃν ἀπογυμνώσας τῶν προσόντων ὁ
δικαστὴς οὐκ ἐδέδοτο πάντα τῷ δανειστῇ, ἀλλὰ τὸ λοιπὸν τοῦ χρέους, ἔστ’ ἂν ἐκεῖνος αὖθις εὐπορήσῃ, ἐταμιεύσατο. ἐπεὶ οὖν οὐ παρὰ δραχμήν τις μίαν εὔπορος γίνεται, οὐδέποτ’ ἂν ὁ χρεώστης οὗτος τῷ δανειστῇ13
170εὐθυνθήσεται. εὐπόρησε γὰρ δραχμήν· ἀλλ’ ἐπεὶ μὴ παρὰ δραχμὴν εὔπορος, μετὰ τῶν ἀπόρων ταχθήσεται· εἶτ’ αὖθις ἄλλην καὶ πάλιν ἄλλην καὶ ἄλλην· ἐν οὐδεμιᾷ γοῦν εὔπορος, ὅτι μὴ παρὰ μίαν δραχμὴν τὸ εὐπορεῖν. ὁ μὲν οὖν ἀεὶ τῆς μιᾶς προστιθεμένης τὰ Κόδρου κτήσεται κτήματα, ὁ δὲ δανειστὴς ‘λύκοσ‘ ἔσται ‘μάτην χανών‘, ἐπιστομιζόμενος
175τῷ ‘παρὰ μίαν δραχμὴν οὐδεὶς εὔποροσ‘. εἰρωνεία γοῦν ἐστι τὸ πᾶν ἐξαπατῶντος τὸν δικαστὴν καὶ χλευάζοντος τοῦ συνηγοροῦντος τῷ εὐποροῦντι. Ἀλλ’ οὐχ ὁ ἡμεδαπὸς ἐπὶ τούτοις δρουγγάριος ἐξαπατηθήσεται, ἀλλὰ μετὰ Σωκρατικῆς ἐπιστήμης τὴν Ἰταλῶν σοφίαν μεμαθηκώς, μάλα
180φιλοσόφως ἐρεῖ, ὡς οὐχ ἡ μία σε δραχμή, ὦ τᾶν, πεποίηκε πλούσιον, ἐπεὶ οὐδὲ παρὰ μίαν εὔπορος, ἀλλ’ αἱ πολλαὶ μετὰ τῆς μιᾶς, αἳ δὴ καὶ τὴν ἐσχάτην προσλαβοῦσαι πλείω σοι τὰ προσόντα πεποιήκασιν.

4

(1t)

Λόγος κεʹ. Εἰς τὸ ‘γινώσκοντες καλῶς τὸν ποιμένα καὶ γινωσκόμενοι‘
2 Τὴν ἐργασίαν ἐνταῦθα τοῦ παραδείγματος κατὰ τὸ εὐαγγελικὸν ῥητὸν πρὸς ὃ ἐβούλετο ὁ μέγας οὗτος τροπολογήσας πατὴρ ταῖς τῶν αἱρέσεων εὐφυῶς προσῆψε διαφοραῖς. ποιμένα γὰρ ἅπαξ ἑαυτὸν ἐγκαταστήσας,
5ἐπέμεινε τῇ τροπῇ θρέμματά τε τὸν ὑφ’ αὑτὸν λαὸν ὀνομάζων καὶ λύκους
τοὺς ἐκεῖθέν τι συλαγωγοῦντας· εἶτα ἐπιγαννύμενος ἐπὶ τῇ ἰδίᾳ ποιμαν‐ τικῇ, ἐπιμαρτυρεῖ τῇ ποίμνῃ τό τε συνηγμένον καὶ τὸ ἐς ταὐτὸ συμ‐ μανδρεύεσθαι καὶ τὸ ξυνιέναι τῆς τοῦ ποιμένος φωνῆς καὶ μὴ ἐθέλειν ἀλλοτρίοις συρίγμασιν ἕπεσθαι. ‘τὰ πρόβατα‘ γάρ φησι ‘τὰ ἐμὰ τῆς14
10φωνῆς μου ἀκούει‘· φωνῆς οὔτε τῆς προϊούσης ἀνάρθρως κατὰ ποιόν τινα ἦχον, ᾧ δὴ τὰ πρόβατα συνήθως ἕπεσθαι εἰώθει, οὔτε μὴν πάσης τῆς ἐν ἄρθροις καὶ συλλαβαῖς, ἀλλὰ τῆς καταγγελλούσης τὸν λόγον τὸν ἐκ τοῦ πατρὸς προϊόντα καὶ γνωριζούσης τὸ πνεῦμα, τὴν μίαν συμφυΐαν τε καὶ θεότητα.
15 ‘Ἀλλοτρίῳ δέ‘ φησίν ‘οὐ μὴ ἀκολουθήσουσιν‘. ἀλλότριος δὲ πᾶς ἐμοὶ ὁ ‘ἀπὸ μήτρας ἠλλοτριωμένοσ‘ τοῦ πλάσαντος κατὰ τοὺς προγνωστικοὺς αὐτοῦ λόγους, ὃς δὴ γνώμης ὑπεροψίᾳ μὴ ὑποθέμενος ἑαυτὸν τῷ ἁπλῷ τῆς διδασκαλίας κηρύγματι μηδὲ κατακολουθήσας τῷ εὐαγγελίῳ τῆς πίστεως μήτε μὴν τοῖς αὐτόπταις τοῦ μυστηρίου καὶ κήρυξιν, ὅσοι τε
20μετὰ ταῦτα ‘ἐν‘ κοινῷ ‘συνεδρίῳ‘ τὰ τῆς πίστεως ἐκράτυναν δόγματα, ‘ἠλλοτρίωται‘ τοῦ δι’ αὐτὸν γεννηθέντος λόγου ἐν αὐτῇ τῇ παλιγγενεσίᾳ τοῦ θείου βαπτίσματος τῆς θείας ζωῆς ἀποστερηθείς, ὃ δὴ ‘μήτραν‘ συμβολικῶς ὁ λόγος ὠνόμασε. διὰ γοῦν ταῦτα, φησί, ‘φεύξονται ἀπ’ αὐτοῦ, ὅτι διαγνωστικὴν ἕξιν ἔχουσιν ἤδη φωνῆς οἰκείας καὶ ἀλλοτρίασ‘. τῆς
25δὲ τοιαύτης ἕξεως ἔνδον εἰσί πως καὶ τὰ ἄλογα θρέμματα· πλὴν ὅσον ἐκείνοις μὲν αἱ τῶν διαγνώσεων ἕξεις ἀπὸ μόνης τῆς φύσεως ἀνατέλ‐ λουσιν, ἡμῖν δὲ τοῖς λογικῶς ἐπαΐουσι τῶν τοῦ ποιμένος φωνῶν τὸ μέν τι τούτων καὶ ἡ φύσις συγκατορθοῖ, τὸ δέ τι καὶ ἡ ἐπιστημονικὴ γνῶσις ἔξωθεν ἐπεισιοῦσα καὶ διεγείρουσα μὲν τὴν φύσιν, μετ’ ἐκείνης δὲ τὴν
30ἕξιν ἡμῖν ἐργαζομένη τῆς γνώσεως. αἱ δὴ τοιαῦται ἕξεις, πρὶν ἢ τέλειον ἐφ’ ἡμῖν κρατυνθῆναι, ἀπὸ τοῦ ἔχεσθαι τὴν παρονομασίαν εἰλήχασι· κεκράτηνται γὰρ παρ’ ἡμῶν ὥστε μὴ διαδρᾶναι· ἐπειδὰν δὲ τῷ διαγνω‐ στικῷ μέρει τῆς ψυχῆς ἀσφαλέστερον ἐνιδρυνθῶσιν, ἀπὸ τοῦ ἔχειν καὶ ἐνεργεῖν μᾶλλον κατονομάζονται ἢ τοῦ παθαίνεσθαι.
35 ‘Φεύξονται‘ τοίνυν τὰ οὕτως ἔχοντα θρέμματα λογικὰ ὥσπερ ἀλλοτρίαν καὶ ἀσυνήθη φωνὴν ‘Οὐαλεντίνου τὴν τοῦ ἑνὸς εἰς δύο κατατομήν‘. οὗτος γὰρ ὁ Οὐαλεντῖνος καινῆς αἱρέσεως γενόμενος ἀρχηγὸς στασιάζουσαν καὶ οὐχ ὁμονοητικὴν τὴν τοῦ πατρὸς ἀρχὴν ἐδογμάτισεν· εἰς δύο γὰρ διεῖλε τὴν ἐφεστηκυῖαν τοῖς ὅλοις φύσιν, μᾶλλον δὲ δύο ἐφιστάνειν
40πεποίηκε τῷ παντί, ὧν τὸν μὲν δημιουργόν, τὸν δὲ ἀγαθὸν ἐπωνόμασεν,
ἀλλὰ τὸν μὲν ἀγαθὸν καὶ πρεσβείῳ καὶ κάλλει καὶ τῷ ὑπερέχοντι τῆς γνώσεως ὑπερανεστηκότα τοῦ δημιουργοῦ, τὸν δὲ τούτοις μὲν ἅπασιν ἠλαττωμένον, δημιουργικὴν δὲ δύναμιν ἔχοντα καὶ κατὰ ταύτην ‘ἐξογ‐ κοῦντα‘ τὰ ‘ἑπτά‘ φησι ‘στερεώματα‘. περὶ δὲ τῆς τοιαύτης δόξης15
45πολλοῖς μὲν ἐγὼ βιβλίοις ἐντετύχηκα Πλατωνικοῖς τε καὶ Ὀρφικοῖς καὶ μάλιστα τοῖς λεγομένοις Χαλδαϊκοῖς, Οὐαλεντίνου δὲ οὐδέπω λογικῷ προσέσχον σπουδάσματι, πλὴν ὅσον ἀπὸ τῶν τὰς αἱρέσεις ἀναγραφομένων τῆς ἐκείνου διανοίας ξυνίημι· ὅθεν ἀγνοῶ εἰ κατὰ τὴν προηγησαμένην δόξαν τῶν Πλατωνικῶν τε καὶ Χαλδαϊκῶν δογμάτων τὸ οἰκεῖον αὐτὸς

4

(50)

δόγμα ἐκράτυνε. τά γε μὴν ἐκείνου παλαιότερα ὡς ἐν κεφαλαίῳ περιλαβεῖν, ὁ ἀγαθὸς ἦν καὶ αἱ ἰδέαι καὶ ὁ δημιουργός, ὁ μὲν ἀγεννήτως πρὸ τῶν ὅλων ἑστώς, αἱ δὲ γεννητῶς μέν, ἀμέσως δὲ ἐκείνου ἐκπεφασμέναι, ἔννοιαι οὖσαι θεῖαι ἁπάντων τῶν δημιουργημάτων, ὁ δὲ τρίτος μὲν ἀπὸ τοῦ ἀγαθοῦ ὤν, πρῶτος δὲ τῆς δημιουργίας ἡμμένος. τὸν γὰρ κυρίως καὶ
55πρώτως θεὸν μολύνειν ὁ Πλάτων οἴεται κατάγων τῇ δημιουργίᾳ τῶν αἰσθητῶν· ὅθεν τὸν μὲν ἐπ’ ἀκροπόλεως ἀρρήτου ἱστᾷ, τοὺς δ’ ἐξ ἐκείνου γεγενημένους ἄλλον ἄλλοις δημιουργήμασι συνιστᾷ, τοῦ μὲν πρώτου δημιουργοῦ πάντα ποιοῦντος, τῶν δὲ μερικωτέρων ἄλλα ἄλλοις ἀποτε‐ λούντων, ὧν ἁπάντων ἡ Ἑκάτη μέση ἐφεστηκυῖα ὡσπερεὶ κέντρον τῶν
60ὅλων δημιουργῶν αὐτή τε τῆς τῶν ψυχῶν κατάρχει γεννήσεως καὶ τά τε νοητὰ ἐκφαίνει καὶ τὰ αἰσθητὰ ἐξογκοῖ. Εἰ μὲν οὖν οὕτως καὶ ὁ Οὐαλεντῖνος τὴν ἰδίαν δόξαν ἐξέθετο, ἐξ ἑτέρων πηγῶν τὰ θολερὰ ταῦτα ἠρύσατο νάματα· εἰ δὲ ἄλλο τι παρὰ ταύτην ἐφθέγξατο, αὐτὸς ἂν εἰδείη καὶ οἱ τοῖς ἐκείνου συγγράμμασιν ὁμιλήσαντες.
65οὐ μόνον δὲ ταῦτα οὕτως, ἀλλὰ τὸν δημιουργὸν ἀποδιελόμενος τἀγαθοῦ καὶ ‘βυθὸν καὶ σιγὴν καὶ μυθικοὺς αἰῶνασ‘ ἐπρέσβευε κατὰ τοὺς Στωϊκούς, ἑτέροις ὀνόμασι τὰ τῶν Ἑλλήνων φθεγγόμενος. ὃ γὰρ Ἕλληνες ὕλην ὠνομάκασι, βυθὸν οὗτός φησι καὶ σιγήν, βυθὸν μὲν ὅτι ἀδιεξίτητος ἡ ὕλη καὶ ἀκατόπτευτος, σιγὴν δὲ ὅτι ἄρρητος πάντῃ καὶ ἀκατονόμαστος·
70οὔτε γὰρ κίνησις, οὐ στάσις, οὐκ ἀριθμός, οὐ ποιότης, ἀλλὰ ‘κένωμα καὶ οὐδέν‘, ὥσπερ δή τις τὴν Ἑβραΐδα γλῶτταν μεταβάλλων ἡρμήνευκεν. οὕτως οὖν ἐγὼ δέχομαι τὸν βυθὸν καὶ τὴν σιωπήν· οἱ δὲ τὰ Ἑλληνικὰ μὴ ἠκριβωκότες οἰήσονται τὸν Οὐαλεντῖνον οἴεσθαι τὸν μὲν βυθὸν πλῆθος
ὕδατος, τὴν δὲ σιγὴν τὸ μηδὲν ἐνεργείᾳ εἶναι, ἀλλ’ ὅλως μὴ εἶναι· ἡ δὲ16
75τοιαύτη δόξα πάντως ἀνόητος. πόθεν γὰρ ἡ τῶν ὑδάτων φύσις, μηδέν τι δημιουργήσαντος τοῦ δημιουργοῦ; σιγὴ δὲ πῶς ἂν ἐνῆν τῷ ὕδατι ῥέοντι φυσικῶς καὶ ἦχον ἀποτελοῦντι τῷ ῥεύματι; ἀνενεργησία δὲ πῶς, εἰδοπε‐ ποιημένου τούτου τυγχάνοντος; ἐκείνως οὖν ἑρμηνευτέον τὸν βυθὸν καὶ τὴν σιγήν, ἀλλ’ οὐχ οὕτως· τὴν γὰρ ὕλην ἐβούλετο διὰ τούτων δηλοῦν.
80αἰὼν δὲ ὅτι μὲν θεοῦ πρῶτον δημιούργημα, πολλάκις εἰρήκαμεν, καὶ ὡς εἷς μὲν οὗτος βεβηκὼς ἑαυτῷ καὶ ἑστώς, καὶ μήτε χρονικῇ παρατάσει μήτε μὴν φυσικῇ μηκυνόμενος, καὶ τὸ μὲν ἐνηργηκώς, τὸ δ’ ἐνεργῶν, πρὸς δὲ τὸ παρεσκευασμένος ὡς ἐνεργήσων. ἀλλ’ ἡ θεία γραφὴ καὶ πληθυντικῶς ὀνομάζει αἰῶνας, τὸ οἶμαι ἄπειρον τούτου καὶ ἀδιεξίτητον
85τῇ πληθυντικῇ σημασίᾳ ἐμφαίνουσα, ἢ καὶ τὰ χρονικὰ διαστήματα κατατέμνουσα αἰῶνας ταῦτα καταχρωμένη φησίν. οὗτος δὲ ἀνοήτως πάνυ ὡρισμένῳ μέτρῳ ἀριθμεῖ τοὺς αἰῶνας, οὓς δὴ καὶ μεταξὺ τοῦ δημιουργοῦ καὶ τοῦ ἀγαθοῦ τίθησι. Τοιαῦτα μὲν οὗτός φησιν. ὁ δέ γε τῶν ἐκείνου σπάσας ναμάτων
90Μαρκίων ‘θεόν‘ τινα καινὸν ἀναπλάττει ‘ἐκ στοιχείων καὶ ἀριθμῶν‘, τῶν τοῦ Πλάτωνος καὶ οὗτος παρακούων δογμάτων. ἐκεῖνος γὰρ ἓν λέγων τὸ πρῶτον ἀγαθὸν καὶ πρὸ πάντων ἔλεγεν ἓν καὶ ἐκ πάντων, τὸ μὲν ὅτι μηδὲν τῶν ὄντων, τὸ δὲ ὅτι πάντων αὐτὸς ἀρχὴ καὶ ζωή· εἰ γὰρ καὶ ὁ μετ’ ἐκεῖνον δημιουργὸς τὸ πᾶν ἐτεκτήνατο, ἀλλ’ ἐκεῖθεν τὴν δύναμιν
95εἴληφε. κἀν τῇ ψυχογονίᾳ δὲ τοὺς λόγους πάντων τῇ ψυχῇ καταβάλλεται, εἰς κύκλους τε ταύτην συγκάμπτων καὶ εἰς ἀριθμοὺς λογιζόμενος καὶ λόγοις συνάπτων ἁρμονικοῖς. ὁ δὲ Μαρκίων, ἐπειδὴ τὸ ἐκ πάντων ἓν ὁ θεὸς παρὰ τοῖς Ἕλλησι δογματίζεται, ἐκ στοιχείων αὐτὸ πλάττει καὶ ἀριθμῶν, καὶ ποικίλον αὐτὸν ἀντὶ ἁπλοῦ ἀγάλματος ποιεῖ.

4

(100)

Μοντανὸς ἄτοπος πάντῃ καὶ φλύαρος· γυναικὶ γάρ τινι τῶν ἑταιρουσῶν ἅπαντα τὸν βίον συνὼν καὶ συνακολασταίνων, πνεῦμα ταύτην ἐκάλει θεοῦ. διὰ ταῦτα προσπαίζων φησί, φεύξονται καὶ ‘Μοντανοῦ τὸ πονηρὸν πνεῦμα καὶ γυναικεῖον‘· περὶ οὗ τί ἂν λέγοιμι ἢ τί ἂν ἀλληγοροίην, ἀτόπου πάντῃ τοῦ φαινομένου τυγχάνοντος;
105 Ὁ δὲ Μάνης ‘τὴν ὕλην μετὰ τοῦ σκότουσ‘ ἀρχὰς τῶν ὄντων ὑπέθετο· ἴσως οὗτος Ἑλληνικώτερος καὶ ταῖς φωναῖς. πλὴν εἰ μὲν τὸν σκότον τὸ ἀνείδεον τῆς ὕλης οἴεται, οὐ πάντῃ ἄτοπος ὅσον πρὸς τὰς Ἑλληνικὰς
δόξας· εἰ δ’ ἕτερόν τι παρὰ τὴν ὕλην, φλυαρήσει πειρώμενος ἀποδεικνύειν, εἰ μή γέ τις τὸ Ἡσιόδειον αὐτῷ συμμαχοῦν συμβαλεῖται· ὁ γὰρ Ἀσκραῖος17
110τὰς θεογονίας τοῖς Ἕλλησι παραδιδούς, ‘ἐν ἀρχῇ‘ φησίν ‘ἦν ἔρεβος καὶ χάοσ‘, οὐχ ὅτι σκότος καὶ βυθὸς ὑδάτων, ὥς τις ἡρμήνευκεν, ἀλλ’ ὅτι ὕλη· διώνυμον γὰρ αὐτὴν ἐνταῦθα εἰσήγαγε, σκότον καὶ κένωμα, ὅτι τὸ εἶδος ἐστέρητο καὶ ὅτι ἄπειρος καὶ ἀόριστος ἦν. Φεύξονται, φησί, καὶ ‘Φωτινοῦ τὸν κάτω Χριστὸν καὶ ἀπὸ Μαρίας
115ἀρχόμενον‘. ὁ σκοτεινὸς γὰρ οὗτος Φωτινός, ἵνα τι προσπαίξω τῇ κλήσει, πρὸς πᾶσαν γραφικὴν μαρτυρίαν τυφλώττων καὶ πρὸς αὐτὸ τὸ ἀίδιον φῶς καὶ μακάριον, τὸ τῆς οἰκονομίας μυστήριον οὐ προσίετο, οὐδὲ τὴν τοῦ ‘ὑψίστου δύναμιν ἐπισκιάσασαν‘ τῇ νηδύι τῆς παρθένου ἐπρέσβευεν, οὐδὲ τὸ Χριστὸς ὄνομα ὡς ἔδει ἡρμήνευε, τὸ διπλοῦν ὑποσημαῖνον τῆς
120φύσεως μετὰ τοῦ ἑνὸς προσώπου τῆς ὑποστάσεως· κέχριστο γὰρ ἡ ἀνθρωπότης τῷ θείῳ μύρῳ, φημὶ τῇ θεότητι, εἷς δὲ καὶ ὁ αὐτὸς ἦν ὁ χρίων τε καὶ χριόμενος, καὶ τῷ μὲν προσλήμματι ἀπὸ τῆς παρθένου ἐγένετο ἡ ἀρχή, ὁ δὲ τὴν κτίσιν προσειληφὼς ἄκτιστος καὶ συναΐδιος τῷ πατρί. ἀλλ’ ὁ Φωτινὸς οὗτος κατὰ τοὺς χριομένους τηνικαῦτα τῷ νομικῷ
125κέρατι βασιλεῖς τε καὶ ἱερεῖς τὸν Χριστὸν ἐξελάμβανε, κάτω Χριστὸν τοῦτον ὀνομάζων ὡς μηδὲν ἄνωθεν ἔχοντα, ἀλλὰ τὸ ὅλον παθητὸν καὶ μεταβλητὸν καὶ ἀπὸ Μαρίας ἀρχόμενον. Οὗτοι δὴ πάντες ἀλλοτρία φωνὴ καὶ ὑμῖν εἶεν, οὓς δὴ οὐκ ἂν πρόβατα φήσαιμι, ἀλλ’ ὦ τῶν τῆς ἐμῆς ψυχῆς ὠδίνων γεννήματα, ἧς δὴ καὶ τοὺς
130λόγους ἐπίστασθε καὶ τῆς φωνῆς ἐκ πολλοῦ ξυνίετε. ταύτῃ γοῦν κατακο‐ λουθοίητε καὶ πρό γε ταύτης τοῖς τῆς φιλοσοφίας δόγμασιν ἕποισθε. εἰ δ’ ἔστιν οὗ τῶν πράξεων πρὸς τὴν γλῶτταν ἀντιφθεγγόμεθα, ἀλλ’ ὑμεῖς
γε τὸ ἐν ἐμοὶ λαιὸν ἐκκλίνοντες, τοῦ δεξιοῦ περιδράττεσθε.18

5

(1t)

Κϛʹ. Εἰς τὸ ἀποστολικὸν ῥητὸν τὸ ‘πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος
2tἐκτὸς τοῦ σώματός ἐστι‘
3 Καὶ μὴν καὶ τἆλλα τῶν ἁμαρτημάτων σώματος δεῖται ὥστε προχωρῆσαι τὴν δύναμιν αὐτῶν εἰς ἐνέργειαν. πῶς οὖν φησιν ὁ μέγας οὗτος ὅτι πᾶσα
5ἁμαρτία ἐκτὸς τοῦ σώματός ἐστι, μόνον δὲ τὸ πορνεύειν σώματί τε καὶ διὰ σώματος ἐγγίνεται; καὶ ὁ μὴ συνιέναι δυνάμενος ἀθρόον τοῦ λόγου, εἰ καὶ μάλιστα τύχῃ ἀπὸ τῆς Ἑλληνικῆς παιδείας ὡρμημένος, γενναιοτέρας ἀπορίας τῷ λόγῳ προσοίσεται· τῶν γὰρ παθῶν (ἔστω δὲ τὸ πάθος ἐνταῦθα κοινὸν ἀρετῆς καὶ κακίας) ἃ μὲν τῇ ψυχῇ, ἃ δὲ δώσει τῷ σώματι,
10ἃ δὲ τῷ συναμφοτέρῳ ἤτοι τῷ μίγματι, καὶ ταῦτα ψυχῇ χρωμένῃ σώματι, ἐκεῖνα τῷ σώματι χρωμένῳ ψυχῇ, καὶ εὑρήσει τὰ πλείονα τῶν τε κακιῶν καὶ τῶν ἀρετῶν διὰ τοῦ σώματος ἐνεργούμενα. ὥσπερ γὰρ ἡ σωφροσύνη σώματος δεῖται πρὸς τὴν ἐνέργειαν, οὕτως ἡ ἀκολασία διὰ τοῦ σώματος ἔχει τὴν ὕπαρξιν· καὶ ὥσπερ ἡ μεγαλοπρέπεια ψυχῆς ἐστιν ἐλευθερία μὴ
15σμικρολογουμένη τῷ σώματι, οὕτως ἡ σμικρολογία ψυχῆς πάθος ἐστὶ καταχρωμένης τῷ σώματι, καὶ κοινὸς λόγος οὗτός ἐστι πάσαις τῶν ἀρετῶν ταῖς μεσότησι. ποία γοῦν τῶν ἁμαρτιῶν ἐκτὸς τοῦ σώματος πέφυκεν; εἰ μή τις εἴπῃ τὴν διεστραμμένην δόξαν περὶ τοῦ κρείττονος· ταύτην γὰρ καὶ μόνην τῶν τῆς ἡμετέρας αὐλῆς τινες ψυχῆς μόνης κακίαν
20ᾠήθησαν, ὥσπερ τὴν καθαρὰν ἡδονὴν ὁ Πλωτῖνος ταύτῃ μόνῃ προσ‐ εμαρτύρησε. Πῶς οὖν, πάντων τῶν ἁμαρτημάτων ἐνεργουμένων διὰ τοῦ σώματος, μόνον τὸν πορνεύοντα εἰς σῶμα ἁμαρτάνειν ἀπεφήνατο ὁ ἀπόστολος; ἀλλ’ ὁ τὰ εἰρημένα τῷ λόγῳ προσδιαπορούμενος ἢ ἐξαπατῶν ἑαυτόν
25ἐστι ταῖς ὑπολήψεσι πρὸς τὴν ἀλήθειαν διαμαχόμενος ἢ ἄλλον παραλογιζό‐ μενος, ὥσπερ οἱ σοφισταὶ ποιοῦσιν ἐξεπίτηδες ἐμπαροινοῦντες ταῖς
διαλέξεσιν, ὁποῖος δὴ ἐπ’ ἐνίοις τῶν διαλόγων ὁ Σωκράτης καταμωκώ‐ μενος τῶν θρασυνομένων κάλλιστα φαίνεται· ἐντεῦθεν γὰρ καὶ τὸν Θρασύμαχον ἐπέσχε πολλῷ ῥέοντα καὶ τὸν Θεαίτητον εἰς φρέαρ ἀποριῶν19
30ἐμβέβληκεν, ὁπότε τὸν τῆς ἐπιστήμης λόγον ὡς ἐβούλετο διεπέττευσεν. ἐπεί, εἴ γέ τις ἐβούλετο κατὰ τὸν ἁπλοῦν τῆς πίστεως λόγον τὴν τοῦ ἀποστόλου διερμηνεῦσαι φωνήν, οὐδὲν ἂν εὕρῃ τὸ ταῖς ἀληθέσιν ἐννοίαις ἀντιπῖπτον. οὗτος γὰρ ὁ μέγας ἀνὴρ καὶ τῶν ἄλλων μὲν κατατρέχει παθῶν, μάλιστα δὲ τῆς πορνείας ἐν πάσαις σχεδὸν καθάπτεται ταῖς
35ἰδίαις ἐπιστολαῖς, ἀντεισάγει δὲ τοῖς καθαιρομένοις ὑπ’ αὐτοῦ τὸν ‘ἁγια‐ σμόν‘, ὅστις ἐστὶν ἀντίθετος ἀρετὴ τῆς ζῳώδους ταύτης καὶ σωματικῆς μίξεως, καὶ δίχα τούτου μηδένα τὸν κύριον ὄψεσθαι ἀποφαίνεται. Εἶτα βουλόμενος συστῆσαι ὅπως τοῦτο μάλιστα τὸ πάθος καὶ τοῦ θεοῦ τὸν χρώμενον διιστᾷ καὶ τῶν ἄλλων κακῶν ἐστι τὸ κορυφαιότατον,
40βραχυσυλλάβῳ μέν, πολυδυνάμῳ δὲ ἐπιχειρήματι, ὡς προϊόντες δείξομεν, κατεσκεύασεν. ἐκ ψυχῆς γὰρ καὶ σώματος συγκειμένων ἡμῶν, τὰ μὲν ἄλλα σχεδὸν τῶν ἁμαρτημάτων καὶ ταῖς ἐννοίαις μόναις διαμαρτάνεται, μόνον δὲ τοῦτο τὸ πάθος καὶ σώματος δεῖται, ὡς ἀνωτέρω ἐρρήθη, πρὸς τὴν ἐνέργειαν. οὐ τοῦτο δέ φημι, ὡς ἐκείνων μὴ δεομένων ὥστε ἐνεργηθῆ‐
45ναι τῆς σωματικῆς ταύτης συστάσεως, ἀλλ’ ὡς μὴ καταχρωμένων περὶ τὴν πρᾶξιν αὐτῷ τῷ σώματι. οἷόν τί φημι, λέγει τίς που τῶν προφητῶν, ‘πρόσεχε σεαυτῷ‘, ἵνα ‘μὴ γένηται ἐν τῇ καρδίᾳ σου‘ ἁμάρτημα, ‘κρυπτὸν ἀνόμημα‘. τοιοῦτος δὲ ἅπας ἀνὴρ ἀλαζών· τετύφωται τὴν ψυχήν· οἴεται τὰ πάντων κεκτῆσθαι πλεονεκτήματα· πολλαπλάσια ὧν ἔχει ἑαυτῷ

5

(50)

περιβάλλεται. οὗτος τρόπον τινὰ ἐκτὸς τοῦ σώματος ἥμαρτεν· ἡ γὰρ οἴησις καὶ τὸ κατεψεῦσθαι ἑαυτοῦ σωματικῆς οὐκ ἐδεήθη πράξεως. τοιοῦτός ἐστιν ὁ τῷ φθόνῳ κατὰ τοῦ πλησίον τηκόμενος, τοιοῦτος ὁ μνησικακῶν τῷ διηλλαγμένῳ, ὁ σμικρολόγος, ὁ μὴ ἐλεύθερος τὴν ψυχήν· ἀλλ’ οὐχὶ τοιοῦτος ὁ τὸ πορνεύειν ἑλόμενος, ἀλλὰ μετὰ τὴν τοῦ
55πάθους ἀνατύπωσιν καὶ τὸ ῥιψόφθαλμον πρὸς σῶμα γενέσθαι καλὸν συμπέπλεκταί τε τούτῳ καὶ τὸ ἑαυτοῦ σῶμα, τὸ τῆς καλλίστης ψυχῆς ἐνδιαίτημα, ἀκολασίας δείκνυσιν ἐργαστήριον. ὁπότε γοῦν τὰ μὲν ἄλλα πάθη μέχρι τοῦ καταμολύνειν τὴν ψυχὴν ἵσταται, τοῦτο δ’ ἐκείνην μὲν οὐδὲν ἧττον καταρρυπαίνει ταῖς τοῦ πάθους ἀνατυπώσεσι, μάλιστα δὲ τὸ
60σῶμα καταμιαίνει τῷ οἴστρῳ τῆς ἀκολασίας, πῶς οὐχὶ τῶν τὸ ἓν ἀδικούν‐ των ἡ τὰ δύο καταβλάπτουσα κακίων τῶν ἄλλων καὶ διὰ ταῦτα καὶ μίσους ἀξία πλείονος; Αὕτη μὲν μία ἐπίλυσις τῆς ἀπορουμένης ταύτης τοῦ ἀποστόλου φωνῆς, σκιαγραφηθεῖσα μὲν καὶ παρὰ τῶν πρὸ ἡμῶν (οὐ γὰρ ἀγνοῶ ὅτι τινὲς20
65ταύτης τῆς ἐννοίας ἀτελῶς ἥψαντο), παρ’ ἡμῶν δὲ τελέως χρωσθεῖσά τε καὶ ἐπεξεργασθεῖσα. φασὶ δέ τινες ὅτι ἰδιαιτέρως ὁ ἀπόστολος σῶμα ἐνταῦθα τὴν γυναῖκα ὠνόμασε, καί, ἐπεὶ μετὰ τὴν συζυγίαν ἓν σῶμα τυγχάνει τὰ συνημμένα (‘ἔσονται‘ γάρ φησιν ‘εἰς σάρκα μίαν‘, Μωσέως αὕτη φωνή), αὐτὴν ἀδικεῖ τὴν γυναῖκα, ἥτις ἴδιόν ἐστι μέλος καὶ μέρος τοῦ
70σώματος καὶ σῶμα ἄντικρυς, ὁ τῇ πεπορνευμένῃ γυναικὶ προσκολλώμενος. διὰ μόνης γὰρ τῆς συναφείας σὰρξ μία τὰ διεστῶτα γέγονε σώματα· διὰ ταύτης οὖν καὶ μόνης ἀθετουμένης ἡ συνέχεια διασπᾶται καὶ τὸ συνεστη‐ κὸς ἐξ ἀμφοτέρων ἀπόλλυταί τε καὶ διαφθείρεται. γλαφυρὰ μὲν καὶ αὕτη ἡ ἐπεξήγησις, σεσοφισμένη δὲ καὶ οὐκ ἀληθής, ὥς γέ μοι φαίνεται· ἣν δὲ
75αὐτὸς νενόηκα νῦν παρὰ τοὺς ἄλλους περὶ τοῦ ῥητοῦ τούτου ἐπεξηγησα‐ μένους, κοινώσομαι καὶ ὑμῖν, ἣν δὴ πρὸς τὰς εἰρημένας παραβαλόμενοι, ὅπως ἂν βούλησθε περὶ ταύτης ψηφίσασθε. Δοκεῖ μοι ὁ μέγας ἀπόστολος πλήττειν εἰς βάθος κεκαρωμένον τῷ πάθει τὸν ἀσελγαίνοντα, ὅτι τὰ τῶν μαινομένων δρᾷ καὶ λανθάνειν τοὺς
80πολλοὺς οἴεται. ὃ γὰρ ἐκεῖνοι κατατέμνοντες ἑαυτοὺς καὶ διασπῶντες τῷ ἑαυτῶν σώματι προσεργάζονται, καταδαπανῶντες τοῦτο καὶ τοῦ τόνου ἐκλύοντες, τοῦτο δὴ καὶ ὁ πορνεύων ποιεῖ· ὑφαιρῶν γὰρ ἀεί τι τοῦ σώματος καὶ τὸν ὄγκον καταλεπτύνων, τήν τε σύμπηξιν τούτου τῷ συνεχεῖ τῆς ἀπορροῆς διαλύων, εἰς τὸ ἴδιον ἁμαρτάνει σῶμα, τουτέστι
85τὸ οἰκεῖον ἀδικεῖ σῶμα, διαλύων καὶ φθείρων αὐτό. τρόπον γοῦν τινα πρὸς τὸν πορνεύοντα ταυτὶ ἐπιφθέγγεται ὁ ἀπόστολος, ὡς, εἰ μήτε τὴν δίκην φοβῇ μήτε τὰ τοῦ θεοῦ σε θράττει δικαιωτήρια, μᾶλλον δὲ κολα‐ στήρια, ὅσα δὴ καὶ οἷα τοῖς πορνεύουσι διηπείληται (πολλὴ γάρ, φασί, θλῖψις γίνεται τοῖς πόρνοις ἐκεῖ), ἀλλὰ σύ γε σύνες ὡς σαυτὸν ἀδικεῖς
90καὶ περὶ τὸ σὸν σῶμα διαμαρτάνεις, ὥσπερ τινὰ θεμέλιον διασείων αὐτὸ ὁσημέραι καὶ τῷ συνεχεῖ τῆς ἀσελγείας διασαλεύων τὸν τόνον αὐτοῦ καὶ κλόνον ἐντεῦθεν καὶ τρόμον ἐκείνῳ προσεπιτρίβων. Ταῦτα μὲν ὁ ἀπόστολος, προσμαρτυρεῖ δὲ καὶ ἡ φύσις. ἡ γὰρ γονή,
περίττωμα τυγχάνουσα αἵματος, ἐπινεφρίδιον τὴν οἴκησιν ἔλαχεν· ὑμὴν21
95γάρ ἐστι περὶ τοὺς νεφροὺς εἰς πολλὰ κατατεταμένος, ἐν ᾧ δὴ τὸ σπέρμα, ἀφ’ αἵματος εἰς ἣν ἔχει χροιὰν ὑπὸ τῆς φύσεως ἀλλοιούμενον, κατατίθεται· εἶτα δὴ τῷ πάθει θερμαινόμενόν τε καὶ ἑαυτοῦ γινόμενον πολλαπλάσιον, ἐκεῖθέν τε ἀποσπᾶται καὶ διὰ τοῦ φυσικοῦ αὐλῶνος ῥυΐσκεται. ἢν γοῦν τις τοῖς ἀφροδισίοις ἀσελγῶς καταχρήσηται, διατινάσσει τε τὰ περὶ τοὺ

5

(100)

νεφροὺς μέρη καὶ ὥσπερ τινὰ ἀστραβῆ κίονα διασαλεύει τὸ σῶμα. οὐ γὰρ ὥσπερ ἀπραγματεύτως κυΐσκεται ἡ γονή, οὕτω δὴ καὶ ἀταλαιπώρως ῥυΐσκεται· τῆς δὲ ἀλλοιώσεως κατὰ μέρος γινομένης ἀπὸ τοῦ αἵματος, τὸ μέν τι τῆς γονῆς ἀκριβῶς ἐστι λευκότατον καὶ ῥυτὸν ἄγαν τὴν σύστασιν, τὸ δέ τι οὐ καθαρῶς σῴζει τὸ χρῶμα, τὸ δὲ πρὸς τῷ ἄνω μέρει ἡμιβαφές
105ἐστιν ἢ καὶ καθαρῶς αἷμα ἀναλλοίωτον. οἱ γοῦν μὴ μέτρον ἐπιτιθέμενοι ταῖς μίξεσιν, ἀλλ’ ἀκολάστως τοῖς ἀφροδισίοις καταχρώμενοι, αἷμα ἀπὸ τῶν νεφρῶν ἀποσπάσαντες, τὴν φύσιν πᾶσαν διέσεισαν καὶ ἀσθενὲς ἄγαν τὸ σῶμα εἰργάσαντο. τὰ μὲν οὖν ἄλλα τῶν παθῶν οὐχ οὕτω κλονεῖ τὸ σῶμα, τοῦτο δὲ μόνον τὸ πάθος τὴν ὅθεν ἀπεγεννήθη φύσιν διολλύει
110καὶ ἀναιρεῖ.

6

(1t)

Κζʹ. Εἰς τὸ ῥητὸν τῆς πρώτης ὁμιλίας τῆς Ἑξαημέρου τοῦ μεγάλου
2tΒασιλείου τὸ λέγον· ‘διὰ τοῦτο οἱ μὲν ἐπὶ τὰς ὑλικὰς ὑποθέσεις κατέφυγον,
3tτοῖς τοῦ κόσμου στοιχείοις τὴν αἰτίαν τοῦ παντὸς ἀναθέντες· οἱ δὲ
4tἄτομα καὶ ἀμερῆ σώματα καὶ ὄγκους καὶ πόρους συνέχειν τὴν φύσιν τῶν
5tὁρατῶν ἐφαντάσθησαν‘
6 Ἱκανῶς ἐννεάσας τοῖς ἐκ τοῦ Περιπάτου δόγμασιν ὁ μέγας Βασίλειος, καὶ τὰ μὲν αὐτῶν ὡς τῷ ὀρθῷ λόγῳ στοιχοῦντα προσηκάμενος, τῶν δὲ
πολλὴν καταγνοὺς τὴν ἀτοπίαν, ἐπειδήπερ ἅπαξ αὑτὸν ἐς τὸν λόγον τῆς τοῦ παντὸς δημιουργίας καθῆκε, τοῖς μὲν ὀρθῶς ἔχουσι κατὰ τὸ λεληθὸς22
10συναποχρῆται ἐν τοῖς περὶ τῆς κτίσεως λόγοις, ὅσα δὲ μὴ καλῶς ἔχει ἐκ παρόδου ἀπορραπίζει καὶ τῆς ἀληθοῦς ἀποκρίνει φιλοσοφίας. Εἰσὶ δὲ οἱ ἁψάμενοι τῶν τοῦ κόσμου ἀρχῶν πολλοὶ μὲν καὶ ἐκ διαφόρων αἱρέσεων, Πυθαγόρειοι γὰρ καὶ Πλατωνικοὶ καὶ οἱ τὰς τοῦ Ἀριστοτέλους τέχνας ἀκριβωσάμενοι, οἵ τε ἀπὸ τοῦ Περιπάτου καὶ ὅσοι ἐπλήρουν τὴν
15Στοάν, μεθ’ ὧν καὶ ἕτεροι συχνοί· οἱ δὲ μάλιστα τούτων μνημονευόμενοι καὶ ὧν θαμὰ καὶ ὁ φιλόσοφος Ἀριστοτέλης καθάπτεται ἔν τε τοῖς φυσικοῖς λόγοις καὶ τούτοις ἐν πᾶσι τοῖς μέρεσιν, οὐχ ἥκιστα δὲ κἀν τῇ πρώτῃ φιλοσοφίᾳ, Μέλισσός ἐστι καὶ Παρμενίδης, Ἐμπεδοκλῆς τε ὁ Ἀκραγαν‐ τῖνος καὶ Ἀναξαγόρας ὁ Κλαζομένιος, Λεύκιππός τε καὶ Δημόκριτος,
20Ἵππων τε καὶ Κριτίας καὶ Ἀναξιμένης. ἀλλὰ περὶ μὲν Μελίσσου καὶ Παρμενίδου ἀπολογήσαιτ’ ἄν τις εἰκότως ὅτι τὼ ἄνδρε τούτω οὐ φυσικὼ μόνον ἤστην, ἀλλὰ καὶ φιλοσόφω· ὅθεν οὐ καλῶς τῷ Ἀριστοτέλει διαβεβλήκατον· οἱ μὲν γὰρ ἰδίᾳ μὲν πρὸς ἀλήθειαν, ἰδίᾳ δὲ πρὸς δόξαν τὰ ὄντα διηρμηνεύκασιν, ὁ δὲ φιλόσοφος θεολογούντων αὐτῶν καθάπτεται
25φυσικῶς· τοῦτο δὲ ἄντικρυς παρανομοῦντός ἐστι. διὰ ταῦτα τούτους μὲν τέως ἀφήσομεν, τὰς δὲ τῶν ἑτέρων δόξας διαιρετέον ἡμῖν. Πρὸ δὲ τῆς τῶν καθ’ ἕκαστα διαιρέσεως τοῦτο χρὴ πάντας εἰδέναι ὑμᾶς, ὅτι, διαφόρων ὄντων αἰτίων δι’ ἃ τὰ καθ’ ἕκαστα γίνεται σύμπαντα, ποιητικοῦ, εἰδικοῦ, ὑλικοῦ, τελικοῦ, προσθήσω δὲ διὰ Πλάτωνα ὀργανι‐
30κοῦ, παραδειγματικοῦ, οἱ μὲν τῶν φιλοσόφων ἐν οἷς τὴν φύσιν τῶν ὄντων ἀπηκριβοῦντο τῷ ποιητικῷ αἰτίῳ ἐπιδεδώκασι, θεὸν ἢ νοῦν τῇ δημιουργίᾳ τῶν ὄντων ἐπιστησάμενοι, οἱ δὲ τοῦτο μὲν οὐ συνεῖδον, τῆς δὲ ὑλικῆς ἀρχῆς ἥψαντο, αἰθέρας ἢ ἀέρας ἢ ἀτμίδας τῶν ὄντων αἰτιασάμενοι, οἱ δὲ πρὸς ἀμφότερα μύσαντες, τοῦ τελικοῦ αἰτίου τὰ πάντα ἀνήρτησαν,
35τἀγαθοῦ τὸ σύμπαν ἐφίεσθαι λέγοντες, οἱ δὲ τὸ εἶδος ἐπέστησαν τοῖς οὖσιν ἀρχηγικώτερον. Πλάτων δὲ ἰδίᾳ παρὰ τοὺς ἄλλους τὰς ἰδέας παρήνεγκε, τὸ παραδειγματικὸν αἴτιον αἰνιττόμενος καί τινα δημιουργὸν
δεύτερον μετὰ τὸν πρῶτον θεόν, ὀργάνου δίκην τὰς ὕλας τεκταινόμενον. τῶν μὲν οὖν ἄλλων ἔλαττον ὁ πολὺς τὰ θεῖα Βασίλειος καθαπτόμενος23
40φαίνεται· τοὺς δὲ τὴν τῶν πάντων αἰτίαν τὴν ὕλην ὑποτοπάσαντας καὶ μάλα διασύρει τῷ λόγῳ, ὅτι πρὸς τὸν θεὸν μηδόλως ἀναβλέψαι βουληθέν‐ τες ἢ δυνηθέντες ‘ἐπὶ τὰς ὑλικὰς ὑποθέσεις κατέφυγον‘. ὑπόθεσιν γὰρ ἐνταῦθα τὴν αἰτίαν καὶ τὴν ἀρχὴν νοητέον, μετενήνεκται δὲ τὸ ὄνομα ἀπὸ τῶν ῥητορικῶν ἀφορμῶν, ὥσπερ ἡμεῖς πού φαμεν ὑπόθεσιν εἶναι τῷ
45λόγῳ τὴν Περικλέους κατηγορίαν ἢ τὴν Δημοσθένους Περὶ τοῦ στεφάνου ἀπολογίαν· ὥσπερ γὰρ αἱ τοιαίδε τῶν ὑποθέσεων ἀρχαὶ τῶν ῥητορικῶν λόγων καθεστᾶσιν, οὕτω δὴ καὶ τὰ στοιχεῖα ὑλικὰς ἀρχὰς τῷ παντὶ οἱ πλεῖστοι τῶν φιλοσόφων ᾠήθησαν· ‘οἱ μέν‘ γάρ φησιν ‘ἐπὶ τὰς ὑλικὰς ὑποθέσεις κατέφυγον, τοῖς τοῦ κόσμου στοιχείοις τὴν ὕπαρξιν τοῦ παντὸς

6

(50)

ἀναθέντεσ‘. Τὸ δὲ τοῦ ‘κόσμου‘ ὄνομα μὴ παρέλθωμεν· ὑποσυγκεχυμένως γάρ πως εἰρῆσθαι δοκεῖ τοῖς πολλοῖς. αὐτίκα δ’ ὁ φιλόσοφος Ἀριστοτέλης νῦν μὲν ἰδίᾳ τὸν οὐρανὸν κόσμον ὠνόμασε, νῦν δὲ τὸ ἐκ τῶν στοιχείων σύστημά τε καὶ σύγκριμα. οἱ πλεῖστοι δὲ τῶν φιλοσόφων τῷ εἴδει μόνῳ τὸν κόσμον
55ἀπέδοσαν, οἱ δὲ καὶ τὴν ὕλην κόσμον κεκλήκασιν, οἱ δὲ τὸν νοῦν καὶ ξύμπαν τὸ νοητὸν τῷ ὀνόματι τοῦ κόσμου, ἵν’ οὕτως εἴπω, καθύβρισαν. ἐμοὶ δὲ κόσμος οὔτε ἡ ὕλη δοκεῖ, τὸ ἄμορφον εἶδος, τὸ ἀδιατύπωτον αἶσχος, οὔτε τὸ εἶδος (οὐ γὰρ πεποίκιλται τοῦτο οὐδὲ κεκόσμηται), ἀλλὰ τὸ συναμφότερον ἤτοι τὸ ἐξ ὕλης καὶ εἴδους συνεστηκός. τὸ γὰρ τοῦ
60κόσμου ὄνομα ἀποτέλεσμα οἷόν ἐστι δυεῖν, κοσμοῦντος καὶ κοσμουμένου· κοσμεῖ μὲν γὰρ τὸ εἶδος, κοσμεῖται δὲ ἡ ὕλη· κόσμος δὲ οὐδέτερον, ἀλλὰ τὸ συναμφότερον. κατ’ ἀμφότερα οὖν ὁ φιλόσοφος κατορθοῖ, καὶ τὸν οὐρανὸν κόσμον λέγων καὶ τὸ ἀπὸ τῶν στοιχείων σύγκριμα· ἄμφω γὰρ ἐξ ὑποκειμένου καὶ εἴδους συνεστήκατον. κόσμον δέ τις ὀνομάζων τὸν
65νοῦν ἢ σύμπαν τὸ νοητόν, εἰ μὲν καταχρώμενος λέγει διὰ τὸ κοσμεῖν τἆλλα, οὐκ ἂν ἁμαρτάνοι· εἰ δ’, ὡς ἡμεῖς ἠκριβώσαμεν, καὶ μάλιστα τοῖς ἀπὸ τῆς φιλοσοφίας βληθείη ὀνείδεσι μεθ’ ὕλης βλέπων τὰ νοητά, ἃ δὴ μόνως ἐστὶν ἀυλότατα. Ἀλλὰ τίνες ‘οἱ καταφυγόντες ἐπὶ τὰς ὑλικὰς ὑποθέσεισ‘; οἱ μὲν καθ’ ἓν
70τῶν στοιχείων· Θαλῆς μὲν γὰρ τὸ ὕδωρ τοῦ παντὸς ᾐτιάσατο, τὸ δὲ πῦρ Ἀναξίμανδρος, τὴν δὲ γῆν Ἵππων· Ἐμπεδοκλῆς δὲ μόνα τὰ τέσσαρα στοιχεῖα ὁμοῦ ἀρχὰς ἐπέστησε τῷ παντί, μεθ’ ὧν τὸν παρ’ ἐκείνου
Σφαῖρον ὀνομασθέντα καὶ τὸ νεῖκος καὶ τὴν φιλίαν, περὶ ὧν εἰ ἀρξόμεθα λέγειν, πολὺν ἂν λόγον καταναλώσωμεν· συμβολικὰ γὰρ ταῦτα πάντα καὶ24
75Πυθαγόρεια. ‘Ἀναξαγόρασ‘ δὲ ‘ὁ ἀπὸ τοῦ Μίμαντοσ‘ τὰς ὁμοιομερείας ἀρχὰς ἡγήσατο τοῦ παντός· ὁ μὲν γὰρ Ἐμπεδοκλῆς, ἁπλᾶ τὰ στοιχεῖα ἡγούμενος, ἀπὸ τούτων ἀπεγέννα καὶ ξύλα καὶ λίθους, σάρκας τε καὶ νεῦρα καὶ αἷμα καὶ τἆλλα τῶν ὁμοιομερῶν· ὁ δ’ Ἀναξαγόρας τὰς ὁμοιο‐ μερείας μᾶλλον τῶν ὄντων τιθέμενος ἀρχάς, ἀπὸ τούτων ἔλεγε τὰ στοιχεῖα
80συνίστασθαι, ὡς συμβαίνειν τὸν μὲν Ἐμπεδοκλέα ἁπλᾶ ἡγεῖσθαι τὰ στοιχεῖα, σύνθετα δὲ τὰ ὁμοιομερῆ, τὸν δὲ Ἀναξαγόραν ἁπλᾶ μὲν τὰ ὁμοιομερῆ, σύνθετα δὲ τὰ στοιχεῖα. ὅπως δ’ ἂν αἱ δόξαι αὐτοῖς ἔχωσιν, ὑλικαὶ πάντως εἰσίν. ἐνιαχοῦ δὲ Ἀναξαγόρας νοῦν ἐφιστάνει τῷ παντὶ καὶ ὑπὸ νοῦ λέγει κεκοσμῆσθαι τὸ πᾶν· ἀλλὰ βραχὺ κατιών, ἐπιλανθάνεται
85τῶν δογμάτων καὶ πάλιν ἐπὶ τὰς ὁμοιομερείας τὸν λόγον ἐγκαθορμίζει. ‘Οἱ δὲ ἄτομα καὶ ἀμερῆ σώματα καὶ ὄγκους καὶ πόρους συνέχειν τὴν φύσιν τῶν ὁρατῶν ἐφαντάσθησαν‘. τίνες οὗτοι; Λεύκιππος καὶ Δημόκρι‐ τος· οὗτοι γὰρ τὴν ἐναντίαν ταῖς ὅλαις φιλοσοφίαις ἐβάδισαν· φασὶ γὰρ ὅτι, κενοῦ τοῦ παντὸς ὄντος, γέγονέ ποτε ὁ κόσμος πρότερον μὴ ὤν, εἶτα
90εἰπεῖν βουληθέντες καὶ ὅντινα τρόπον ἐγένετο, ἀφέντες τὴν ῥᾴστην ὁδόν, ὥστε τὸν δημιουργὸν τοῦ σύμπαντος αἰτιάσασθαι, ἀνέπλασαν ἑαυτοῖς σωμάτιά τινα ἀμερῆ οὐκ οἶδ’ ὅπως καὶ ἀπαθέστατα, ‘θέσει καὶ τάξει καὶ σχήματι‘ διεστηκότα· ταῦτα δέ, φασί, φερόμενα τῷ κενῷ, νῦν μὲν συγκυρεῖν ἀλλήλοις καὶ συνεπιπλέκεσθαι, νῦν δὲ ἀσυνάρμοστα εἶναι πρὸς
95ἄλληλα καὶ ἀσύγκλωστα. τὰ μὲν οὖν ἀσυνάρμοστα τὰς ἀταξίας γεννᾶν, ὅτι μὴ κατὰ λόγον ἐκράθη, τῶν δὲ συνηρμοσμένων ὅσα μὲν ἀλλήλοις ἰσχυρό‐ τερον ἀντεπλάκησαν, ὥσπερ ἐπὶ τῶν δακτύλων ἑκατέρας χειρὸς ὁρᾶται ἡ ἀντεμπλοκὴ νῦν μὲν ἑδραία καὶ ἀντερείδουσα, νῦν δὲ χαύνη καὶ διαρ‐ ρέουσα. εἰ μὲν οὖν οὕτως ἀντεπλάκη τὰ ἄτομα, ὥστε ἰσχυρὰν γενέσθαι

6

(100)

τὴν ἀντεμπλοκήν, ἀρραγὲς ἔφασκον καὶ τὸ ἀποτελούμενον εἶναι ἤ, τό γε μετριώτερον εἰπεῖν, δυσδιάρρηκτον· εἰ δὲ ἀσθενέστερον ἀντεπλάκησαν, καὶ τὸ ἀπ’ ἐκείνων γεγονὸς ἀσθενὲς καὶ εὐδιάλυτον γέγονεν. ἀμερῆ γοῦν σώματα καὶ ἄτομα τὰ συμπλέκοντα καὶ συμπλεκόμενα κατωνόμαζον· ὄγκους δὲ καὶ πώρους τὰ ἐκ τῶν συμπλοκῶν γινόμενα ἔφασκον· ἐκ παραλ‐
105λήλου γὰρ τὰ ὀνόματα ταυτὶ κεῖται. ἀλλ’ ὁ μὲν ὄγκος πάσης ἐστὶ συμπλο‐
κῆς ἀποτέλεσμα· ὄγκος γὰρ καὶ τὸ βούτομον καὶ ἡ πάπυρος καὶ ὁ ἀδάμας· ἕκαστα γὰρ ὤγκωται· πῶρος δὲ τὰ ἐκ τῆς ἀρραγεστέρας τῶν ἀτόμων ἀντεμπλοκῆς, ὥσπερ τῶν γεηρῶν τὰ μάλιστα δύστμητα. ὁ μὲν οὖν πῶρος καὶ ὄγκος ἂν κληθείη, οὐ πᾶς δὲ ὄγκος καὶ πῶρος. ἐξώγκωται μὲν γὰρ ὁ25
110ἀήρ, οὐ πεπώρωται δέ· πεπώρωται δὲ ὁ σίδηρος, οὗτος δὲ καὶ ἐξώγκωται. ‘Νῦν μέν‘ γάρ φησι ‘συνιόντων ἀλλήλοις τῶν ἀμερῶν σωμάτων, νυνὶ δὲ μετασυγκρινομένων τὰς γενέσεις καὶ τὰς φθορὰς ἐπιγίνεσθαι, καὶ ἐπὶ τῶν διαρκεστέρων σωμάτων τὴν ἰσχυροτέραν τῶν ἀτόμων ἀντεμπλοκὴν τῆς διαμονῆς τὴν αἰτίαν παρέχειν‘. δύο γὰρ ταῦτα οἱ περὶ Λεύκιππον
115εἰπεῖν ἔθεντο, ἓν μὲν ὅπως αἱ γενέσεις καὶ αἱ φθοραὶ γίνοντο, ἕτερον δὲ ὅπως τῶν συνεστηκότων μεγεθῶν τὰ μὲν ἐπὶ πολὺ διαρκεῖ, τὰ δὲ ταχὺ πίπτει τε καὶ ἀπόλλυται. διὰ τί γὰρ νάρθηκι μέν, ἵν’ οὕτως εἴπω, βραχὺς ὁ βίος, πολυαρκὴς δὲ ἡ ἔβενος πέφυκε, καὶ τῷ Νεβρὼδ μὲν ἀδαμάντινον τὸ σαρκίον, ἐμοὶ δὲ χαῦνον καὶ διερρυηκός, καὶ τῷ μὲν οὐρανῷ ἀδιάπτωτον
120τὸ σῶμα, ἀὴρ δὲ ὅσαι ὧραι ῥεῖ τε καὶ μεταβάλλεται; πρὸς ταύτας οὖν ἐνεχθέντες τὰς ἀπορίας τούτω τὼ φιλοσόφω ἐλεγέτην, ὡς αἱ μὲν γενέσεις συμπλεκομένων ὁπωσδήποτε τῶν ἀτόμων γίνονται, αἱ δὲ φθίσεις μετα‐ συγκρινομένων, τουτέστι διαλυομένων. ὡς γὰρ σύγκρισις ἡ συμπλοκή, μετασύγκρισίς ἐστιν ἡ διάλυσις· ἡ γὰρ μετὰ πρόθεσις οὐ μόνον τὸ συν‐
125εῖναι τούτῳ τοῦτο δηλοῖ, ἀλλὰ καὶ τὸ κατὰ τάξιν μετὰ τὸ πρῶτον εἶναι τὸ δεύτερον. ἐνταῦθα οὖν ἡ μετασύγκρισις τὴν μετὰ τὴν σύγκρισιν δηλοῖ διάλυσιν. ὥσπερ γάρ, φασί, τῶν ἀτόμων συμπλακέντων ἐγένετό τι, οὕτω δὴ διαλυθέντων διερρύη τὸ γεγονός, καὶ ὥσπερ κατὰ μέρος καὶ κατ’ ὀλίγον ἡ συμπλοκή, οὕτω δὴ κατὰ τὸ ἀνάλογον καὶ ἡ διάλυσις. οὐ γὰρ εὐθὺς
130ἀποθνῃσκόντων ἡμῶν ὁ ὄγκος τοῦ σώματος συνδιαλύεται, ἀλλὰ κατ’ ὀλί‐ γον τῶν ἀτόμων ἀποσπωμένων καὶ οἷον χαυνουμένων καὶ ἀπορρεόντων ὁ ὄγκος συναφανίζεται, ὥσπερ δὴ καὶ συνιόντων ἀλλήλοις κατὰ βραχὺ τὸ γινόμενον μεγεθύνεται. γενέσεις μὲν αὐτοῖς καὶ φθίσεις ἐντεῦθεν ᾐτιο‐ λόγηνται· ὅπως δὲ τὰ μὲν τῷ πολλῷ χρόνῳ διαρκεῖ, τὰ δὲ τῷ βραχεῖ
135διαπίπτει καὶ ἀφανίζεται, ἐντεῦθεν αὐτοῖς ἔγνωστο. ἀντιπλεκόμενα γάρ, ἔφασκον, τὰ ἄτομα ἢ ἀντερείδει πρὸς ἄλληλα καὶ ἰσχυρότερον ἀντιβαίνει, ἢ ἀκροθιγῶς ἀλλήλων ἅπτεται. ὅσαις μὲν οὖν τῶν ἀντεμπλοκῶν ἀντερεί‐ σεις καὶ ἀντιβάσεις ἐγένοντο, ἐκεῖναι δὴ καὶ σώματα ἀπεγέννησαν ἰσχυρότερα καὶ τῷ βραχεῖ χρόνῳ ἥκιστα δαπανώμενα· ὅσα δὲ πλαδαρῶς
140ἀλλήλοις συνηρμόσθη, ταῦτα δὴ χαῦνα καὶ τὰ γινόμενα πεποιήκασι. διὰ ταῦτα τοῖς μὲν ἕπεται τὸ πρὸς τὸν χρόνον ἀντέχειν, τὰ δὲ καὶ καθ’ ἑαυτὰ τῇ φύσει φθείρεται καὶ οὐκ ἀντέχει πρὸς τὰ προσβάλλοντα. Ἡ μὲν οὖν δόξα τῶν περὶ Λεύκιππον τοιαύτη, ἣν δὴ καὶ μᾶλλον ὡς ἀνυπόστατον καὶ κενὴν καὶ ὁ μέγας διαπτύει Βασίλειος. ἀλλ’ οὗτος μὲν26
145διαπτύσας οὐκ ἤλεγξεν, ἐπεὶ μηδὲ σκοπὸς αὐτῷ διελέγξαι τοὺς οὕτω φιλοσοφήσαντας· Ἀριστοτέλης δὲ ὁ φιλόσοφος ὅλην αὐτοῖς τὴν δόξαν κατέσεισεν, ἀποδείξεσιν ἀρραγέσι κατὰ ταύτης χρησάμενος. ἡμῖν δὲ οὐ νῦν περὶ τούτων, ἀλλὰ περὶ τῆς τῶν ῥητῶν ἐξηγήσεως, ἣν δὴ καὶ ὡς ἐνῆν ὑμῖν παραθέμενοι, τὸν περὶ τῶν δογμάτων ἔλεγχον ἐς καιρὸν ἄλλον

6

(150)

ἀναβεβλήμεθα.

7

(1t)

κηʹ. Εἰς τὸ παροιμιακὸν ῥητὸν τὸ ‘ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον καὶ
2tὑπήρεισε στύλοις ἑπτά‘
3 Ἔγραψε μὲν ὁ Σολομῶν κατὰ τὴν ἐν τοῖς Βασιλείοις εὑρισκομένην ῥῆσιν ‘ἀπὸ τῆς κέδρου‘ φησίν, ἀρξάμενος ‘μέχρι τῆς ὑσσώπου τῆς
5ἐξερχομένης ἐκ τοῦ τοίχου‘, τοσοῦτον τοῖς φυσικοῖς προσεταλαιπώρησε δόγμασιν· ἃ δ’ αὐτῷ καταλέλειπται βιβλία τέσσαρα τυγχάνει τὸν ἀριθμόν, ὧν τὸ μὲν Ἐκκλησιαστής, τὸ δὲ Σοφία, τὸ δὲ Παροιμίαι, τὸ δὲ Ἆισμα ᾀσμάτων ἐπιγραφὴν ἔχουσι· τοῖς γὰρ ἄλλοις αὐτοῦ συγγράμμασι προσ‐ ομιλήσας Ἐζεκίας ὁ βασιλεύς, ἐπεὶ τὴν φύσιν εἶδεν ὑπερφωνήσαντα καὶ27
10μέχρι τῶν ἀρρήτων προενηνεγμένα, ἐκεῖνα πυρὶ καταναλώσας, ταῦτα δὴ τοῖς ἐπιγενομένοις κατέλιπε. Τὸ μὲν οὖν τῆς Σοφίας βιβλίον ἀπὸ τῆς ὑποθέσεως τὴν ἐπιγραφὴν ἑρμηνεύει· αὐτὸς γάρ ἐστιν ὁ διασαφῶν ὅπως αὐτῷ παρὰ τοῦ θεοῦ ἡ τῆς σοφίας ἐπωχετεύθη πηγή. τὸ δὲ τοῦ Ἐκκλησιαστοῦ καὶ τὸ τῶν Παροιμιῶν
15καὶ τὸ τοῦ Ἄισματος τῶν ᾀσμάτων πολὺ τὸ κεκρυμμένον ἔχει καὶ δυσερ‐ μήνευτον. ὅσον δ’ οὖν πρὸς τὸν παρόντα λόγον ἀρκεῖ, ὁ μὲν Ἐκκλησιαστὴς μεσότης ἐστὶ δύο λαῶν, τοῦ τε ἀπὸ τῆς περιτομῆς φημι καὶ τοῦ ἐξ ἐθνῶν, οἷς ὁ ἐν σκιαῖς Σολομῶν, ‘ὁ ἀκρογωνιαῖος λίθοσ‘, ὁ τὰ διεστῶτα συναγαγών, μίαν ἐργασάμενος ἐκκλησίαν, αὐτὸς δὴ πρῶτος ἀνέστηκεν
20ἐκκλησιάζων καὶ τὰ εἰκότα τοῖς ἐκκλησιασθεῖσιν ὑποτιθείς. τὸ δέ γε Ἆισμα τῶν ᾀσμάτων ἡ τελευταία τοῖς ἀνιοῦσι πρὸς θεὸν πέφυκε βαθμίς, ἐν ᾗ τῷ τοῦ ἐραστοῦ κάλλει καὶ ἐρωμένου ἡ ποθοῦσα καὶ ποθουμένη καταστραφθεῖσα ψυχὴ τὸν νοητὸν ᾄδει παιᾶνα, ἢ μᾶλλον ὡς ἐν γαμηλίῳ διασκευῇ τὸν θεῖον ἐπιθαλάμιον, ὃς δὴ κατὰ τὴν παρ’ ἡμῖν φιλοσοφίαν
25καὶ ‘τέχνη τεχνῶν‘ ἐστι ‘καὶ ἐπιστήμη ἐπιστημῶν‘, καὶ μᾶλλόν γε ᾆσμα ᾀσμάτων, οὐχ ὡς μόνον ὑπερεκπῖπτον τὰ τῇδε ᾄσματα, ἀλλ’ ὡς καὶ ταῖς λοιπαῖς θείαις ᾠδαῖς τὸ προσῆκον μέλος παρέχον καὶ τὸν ῥυθμόν. αἱ δὲ Παροιμίαι λόγοι τινές εἰσιν ἠθικοὶ τὴν ψυχὴν ἀρρενοῦντες καὶ σωφρονίζον‐ τες, τοσοῦτον τῆς Στωϊκῆς μεγαληγορίας παραλλάττοντες ὅσον ἐκεῖνοι
30μὲν σαφῶς δὴ καὶ ἀσυμβόλως τὰ τῶν παραινέσεων διετίθουν συγγράμ‐ ματα, αἱ δὲ Παροιμίαι, τῷ πλαγίῳ τῶν λέξεων καὶ ταῖς ἐμφαντικαῖς φάσεσι τὴν ὠφελοῦσαν διάνοιαν ὑποκρύπτοντες, ἅμα τε τὰ τῶν ἀκρο‐ ωμένων ἤθη ἐς τὸ σωφρονέστερον καταστέλλουσι καὶ τοὺς δοκιμωτέρους ὁμιλητὰς πρὸς τὸ τῆς ἀσαφείας βάθος διερεθίζουσιν. ἐντεῦθεν γὰρ καὶ
35Παροιμίαι κατωνομάσθησαν, οἷον παρὰ τὸν προκείμενον οἶμον διεξοδεύ‐ σεις, ὅπερ ἐστὶ λόγος αἰνίγματι ὅμοιος καὶ πλήρης ἐμφάσεως, πλαγίως
καὶ ἐκ περιόδου ὑποδεικνὺς τὴν ἀλήθειαν. Ἡ μὲν οὖν διαίρεσις τῶν συγγραμμάτων τοῦ Σολομῶντος ἥδε· διελό‐ μενος δὲ οὕτως ταῦτα ἀπὸ μὲν τοῦ πλείστου, ἐν μὲν τῷ Ἄισματι θεολόγος28
40ἐστίν, ἐν δὲ τῷ Ἐκκλησιαστῇ φυσιολόγος καὶ ἐν ταῖς Παροιμίαις παιδαγω‐ γὸς ἀτεχνῶς ἐστι σωφρονιστής, τὸν δὲ ‘ἐν ἡμῖν παῖδα‘, ἤτοι τὴν ἄλογον καὶ νηπιώδη ψυχήν, τῇ τοῦ νοῦ ἡγεμονίᾳ ὑποτιθεὶς καὶ σωφρονίζων τούτου τὸ ἄτακτον. ἔστι δὲ ὅπῃ τῇ μὲν φυσιολογίᾳ θεολογικὰ ἐγκατα‐ μίγνυσι δόγματα, τῇ δὲ θεολογίᾳ φυσικὰ θεωρήματα, ὣς δὲ καὶ ταῖς
45Παροιμίαις νῦν μὲν φυσικῶς, νῦν δὲ πρόσεισι θεολογικῶς, ὅτι καὶ ‘πάντα ἐν πᾶσι‘ κατὰ τὴν θεολογικὴν τοῦ Πρόκλου Στοιχείωσιν, ἀλλ’ ὅπου μὲν παραδειγματικῶς, ὅπου δὲ εἰκονικῶς, ὅπου δὲ καθ’ ὕπαρξιν. Τοιοῦτόν ἐστι καὶ ὃ τὴν τήμερον προβεβλήκατε ἀποδιελόντες τῶν Παροιμιῶν· ‘ἡ σοφία‘ γάρ φατε ‘ᾠκοδόμησεν ἑαυτῇ οἶκον‘ καὶ τὰ ἑξῆς,

7

(50)

ὃ δὴ καὶ ἠθικῶς ἄν τις ἐφερμηνεύσειε καὶ φυσικῶς καὶ δογματικῶς. ἀλλ’ εἰ μέν τις εἰς τὸ ἦθος ἀναβιβάσει τὸν νοῦν, σοφίαν ἐνταῦθα τὴν ἐπιστημονικὴν ἕξιν οἰήσεται, ἥτις δὴ τὴν ὑποδεξαμένην περιλαβοῦσα ψυχήν, ὥσπερ τινὰ οἶκον ἑπτὰ στύλοις ἐπερειδόμενον ἀπειργάσατο· ἔοικε γὰρ πᾶσα ψυχὴ παιδεύσεως ἄμοιρος φρουρίῳ τινὶ ἑκατέρωθεν ἐκβολὰς
55ἔχοντι καὶ ταῖς τῶν πολεμίων ἐφόδοις ἀναπεπταμένῳ, παιδαγωγηθεῖσα δὲ καὶ τῷ τῆς σοφίας κάλλει καταστραφθεῖσα οἴκῳ τινὶ κατακλείστῳ οὐ ‘ῥιπισταῖς θυρίσι διεσταλμένῳ‘ κατὰ τὴν θείαν φάναι γραφήν, ἀλλὰ πάντοθεν καταφράκτῳ καὶ πολλοῖς διεζωσμένῳ περιβόλοις καὶ τείχεσι καὶ στύλοις ἐπερειδομένῳ ἑπτά. ‘ἡ σοφία‘ γάρ φησιν ‘ᾠκοδόμησεν
60ἑαυτῇ οἶκον‘· οἶκος δὲ τῆς σοφίας ἐστὶν ἡ ψυχή, ἥτις ἀπὸ τῶν θεωρη‐ μάτων τῶν ἀπὸ τοῦ νοῦ διεξοδευομένων συλλεγεῖσα τῇ κτησαμένῃ ὁμοῦ τε ἐκείνην φρούριον ἀνάλωτον ἀπειργάσατο καὶ αὐτὴ δὴ ἐν μέσῳ φρουρὸς ἄγρυπνος κάθηται, τούς τε λοχίζοντας ἀφανῶς καὶ τοὺς φανερῶς ἐμβάλ‐ λοντας ἀποκρουομένη. ἀλλὰ δέος μή που καταπέσῃ ὑπολισθῆσαν τὸ
65φρούριον; ἀλλ’ ἑπτὰ στύλοις διείληπται, στῦλος δὲ τῆς σοφίας ἡ διάφορος τῶν τεχνῶν καὶ ἐπιστημῶν γνῶσις· οἳ δὴ πολλῷ διατεταμένοι τῷ μήκει κατὰ βάθος οἷον ἐρρίζωνται καὶ ὑψοῦ τὸν οἶκον ἀνέχουσιν. ἑπτὰ δέ εἰσιν οἱ στῦλοι οὐχ ὡς ἀριθμῷ ὡρισμένῳ ποσούμενοι, ἀλλ’ ὡς ἀπείρῳ
μέτρῳ ὑπερεκτεινόμενοι· ὃ γὰρ ἡμῖν τὰ πολλά, τοῦτο τοῖς Ἑβραίοις ὁ29
70ἑπτὰ ἀριθμός· οὐ γὰρ ἑπτάδα ἐνταῦθα νοητέον τὴν ὑπερκειμένην τὴν ἑξάδα, ἀλλὰ τὸν ἄπειρον ἀριθμόν. πολλῶν γὰρ ὄντων τῶν ἀριθμῶν, ἃ δὴ νῦν στῦλοι λέγεται τροπικῶς, εἰ τοῖς ἑπτὰ μόνοις ὁ τῆς σοφίας οἶκος ἐπήρεισται, τῷ πλείονι μέρει ὑποσεσάθρωται, διὰ τοῦτο τοῖς ὅλοις ἐφέστηκε στύλοις, ἵνα μὴ διολισθαίνῃ ἐν μηδενί.
75 Οὕτως μὲν ἄν τις ἠθικῶς ἀποδοίη τὸν περὶ τοῦ οἴκου τῆς σοφίας λόγον. εἰ δὲ καὶ βούλοιτο φυσικῶς αὐτὸν κατιδεῖν, σοφίαν ἐνταῦθα τὴν ὑποστατι‐ κὴν ‘τοῦ ἐπὶ πάντων θεοῦ‘ καὶ πατρὸς λογιζέσθω δύναμιν, αὐτόν φημι ‘τὸν μονογενῆ‘ ἐκείνου ‘υἱόν‘, ὃς δὴ καὶ ‘λόγοσ‘ καὶ ‘σοφία‘ καὶ ‘βραχίων‘ καὶ ‘δύναμισ‘ τοῦ πατρὸς λέγεται κατὰ διαφόρους θεωρημάτων ἐπιβολάς.
80αὕτη τοιγαροῦν ἡ σοφία οἶκον ἑαυτῇ ᾠκοδόμησε, τὸν σύμπαντά φημι κόσμον, ὅσος δὴ νοητός ἐστι καὶ ὅσος αἰσθητός. ἀλλὰ νῦν μηδέν τι περὶ τοῦ νοητοῦ διαλάβωμεν, προκείσθω δὲ ἡμῖν ὁ αἰσθητὸς εἰς ἐξέτασιν, ὃν δὴ ἑαυτῇ ὥσπερ τινὰ οἶκον ἡ σοφία ἐπῳκοδόμησεν, οὐχ ἵνα τούτῳ ἐπιστηρίζοιτο ἢ ἐπαναπαύοιτο· πῶς γὰρ ἂν χωρηθῇ τῷ περιγεγραμμένῳ
85ὁ ἀχώρητος, ἢ τίς ἕδρα τῷ ὑπὲρ πάντα καὶ ἐφ’ οὗ δὴ τἆλλα ἥδρασται; ἀλλ’ οὐ τοιοῦτον ἐνταῦθα τῆς ἀντωνυμίας τὸ σημαινόμενον, ἀλλὰ τὸ ἑαυτῇ τὸ ἀφ’ ἑαυτῆς δηλοῦν ἐστιν, ὡς μήτε ὕλης δεηθείσης μήτε τινὸς εἰς τὰ ἔξω συννεύσεως ἢ ἐπικλίσεως εἰς τὴν τοῦ σύμπαντος κόσμου οἰκοδομήν.
90 Περὶ δὲ τῶν ἑπτὰ στύλων Ἕλληνες ὅ τι βούλοιντο φυσιολογείτωσαν, ‘ἀχαλινώτοισ‘, ὅ φασι, ‘στόμασι‘ τοὺς πλάνητας ἐπεισκυκλοῦντες τῷ λόγῳ, οἷς δὴ ὡσανεὶ στύλοις ἑπτὰ τὰ τῇδε σύμπαντα ὑπεστήρικται· τούτοις γὰρ δὴ καὶ τὴν διοίκησιν ἐπιτιθέασι τοῦ παντὸς καὶ ταῖς ἀνατολαῖς αὐτῶν καὶ ταῖς φαύσεσι, δύσεσί τε καὶ κρύψεσι καὶ πρός τε τὸν ἥλιον καὶ
95τὴν σελήνην καὶ πρὸς ἀλλήλους, πρὸς αὐτήν τε τὴν γῆν σχηματισμοῖς τὰ τῇδε πάντα διοικεῖσθαι καὶ φέρεσθαι. ἀλλ’ ἐγὼ οὐδέποτ’ ἂν ἐκείνοις περὶ τούτου συμφήσαιμι, μὴ οὕτως ἐμαυτοῦ ἐκσταίην, ἀλλ’ ὁ σοφώτατος οὗτος Σολομῶν, τῆς Ἑβραΐδος σοφίας καὶ διαλέκτου οἷον ἀπάνθισμα ὤν, ὥσπερ παρ’ ἡμῖν εἰσί τινες τὴν γλῶτταν πλουτοῦντες καὶ Ἀττικίζοντες, τοῖς

7

(100)

τῶν πατρίων ἰδιώμασι χαίρει· τροπολογία δὲ τῆς κατ’ ἐκείνους γλώττης τὸ ἰδιαίτατον. ἰδὼν γοῦν τὸν μὲν σύμπαντα οὐρανὸν ἐπὶ τῆς αὐτῆς ἑστηκότα οὐσίας ἀμετάβλητόν τε καὶ ἀναλλοίωτον, τόν τε ὑπὸ σελήνην κόσμον ταῖς διαδοχαῖς τε καὶ μεταβολαῖς τὸ ἀθάνατον ἔχοντα, καὶ θαυμάσας μὲν τὸ ἐν τῇ θνητῇ οὐσίᾳ οἷον ἀθάνατον, κυριολεκτῆσαι δὲ τοῦτο μὴ δυνηθείς,30
105τὸ ἑστὼς αὐτοῦ καὶ μόνιμον δι’ ὑποστηρίξεως ἑπτὰ στύλων ἐτροπολόγη‐ σεν. Τοιοῦτος μὲν καὶ ὁ φυσικὸς λόγος· ὁ δέ γε θεολογικὸς πολλῆς μὲν δεῖται τῆς περιόδου, ἀλλ’ ἡμεῖς γε καὶ τοῦτον συστείλαντες ἐν βραχεῖ παραδώσομεν. ἡ γὰρ πρώτη καὶ θεία σοφία, ‘ὁ τοῦ πατρὸσ‘ ἐνυπόστατος
110‘ὅρος καὶ λόγοσ‘, ὁ μεσιτεύσας θεῷ καὶ ἀνθρώποις καὶ χρηματίσας λίθος ἀκρόγωνος, ὁ ἀποδεδοκιμασμένος ποτέ, ἐπ’ ἐσχάτων τῶν αἰώνων, ὅτε τὸ πλήρωμα τοῦ τῆς κατ’ αὐτὸν εὐδοκήσεως χρόνου ἐλήλυθεν, ὥσπερ [τινὰ] οἶκον τῇ ἑαυτοῦ ὑποστάσει ἐκ τῶν ἀχράντων τῆς θεοτόκου αἱμάτων τὴν ἀνθρωπίνην φύσιν ἀτομώσας, ᾠκοδόμησέ τε καὶ συνεστήσατο καὶ
115ὑπήρεισε τοῦτον στύλοις ἑπτά, οἵτινές εἰσιν αἱ τῶν ἀρετῶν γενικώταται, ἃς δὴ ὁ μὲν Σολομῶν στύλους ὀνομάζει, ὁ δὲ μετ’ ἐκεῖνον γενόμενος Ἡσαΐας πνεύματα. οὐ γὰρ ὥσπερ ἡμῖν τὰ σώματα πρὸς κακίαν εὐόλισθα πέφυκε καὶ ταῖς ἐφ’ ἑκάτερα τῶν γνωμῶν μετακλίσεσι τῇδε ἢ τῇδε συννεύοντα ἢ ἀποκλίνοντα, οὕτω δὴ καὶ τὸ κυριακὸν πρόσλημμα αὐτῷ τῷ
120πλάσαντι ᾠκοδομήθη θεῷ, ἀλλ’ ἑστὼς ἀμετά[κλ]ιτον ἐπὶ τῆς τοῦ οἰκοδομήσαντος δόξης τε καὶ δυνάμεως, ταῖς τῶν ἀρετῶν χάρισιν οἷα δή τισι στύλοις [ἐ]πεστηριγμένον ἑπτά· σοφόν τε γὰρ ἦν καὶ ἰσχυρὸν καὶ συνετὸν καὶ τἆλλα οἷς ἡ θεία γραφὴ τοῦτο ἐμπε[δοῖ· ‘οὐ γὰ]ρ ἐποίησεν ἁμαρτίαν‘ ὁ [..] ‘οὐδ’ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ‘. καὶ ‘ὁ ἄρχων‘
125δὲ ‘τοῦ κόσμου‘ προσβαλὼν ‘[οὐκ ἔχει] ἐν αὐτῷ οὐδέν‘. ἡμῖν μὲν γὰρ διὰ τὴν ἁμαρτίαν ἡ γένεσ[ις, ἐκείν]ῳ δὲ διὰ τὴν ἡμῶν ἐκ [τῶν ἁμαρτημά]των σωτηρίαν ἡ κάθοδος. Ἔδει μὲν καὶ τὴν σφαγὴν τῶν θυμάτων ἀλληγορῆσαι καὶ τὸν τῆς ἀμβροσίας κρατῆρα, ὃν αὑτὸν αὐτὸς θύσας συνεκέρασε, τί τε τὸ ὑψηλὸν
130κήρυγμα καὶ τίς ἡ π[ρὸς] τοὺς ἄφρονας κλῆσις καὶ ἔκκλισις. ἀλλ’ ἵνα μὴ ἡ πλείων τοῦ λόγου τροφὴ καταβαρύνῃ τὸν ὑμέτερον ν[οῦν], νῦν μὲν ἐνταῦθα ὁ λόγος κατακεκλείσθω, ἐσαῦθις γοῦν καὶ τὸ λειπόμενον μέρος
τοῦ λόγου μικρόν τι ἀν[α]πνεύσασιν ἀποδώσομεν.31

8

(1t)

Τὰ λειπόμενα τῆς προηγησαμένης ἐξηγήσεως
2 Κατὰ τὴν τοῦ Σολομῶντος ἐν Παροιμίαις παραίνεσιν αὐτὰ δὴ τὰ τοῦ Σολομῶντος ῥητὰ ὡς ἐνῆν ἡμῖν ἑρμηνεύσαντες, ἐν τριτταῖς διανοίαις ταῦτα ὑμῖν ἀνεπτύξαμεν. ἐπειδὴ γὰρ τὸ μέν ἐστι σωματικὸν ἡμῶν, τὸ
5δὲ ψυχικόν, τὸ δὲ νοερόν, κατὰ ταῦτα δεῖ καὶ τοὺς θείους ἀπαγγέλλειν χρησμούς, νοερῶς φημι, ψυχι[κῶς] καὶ σωματικῶς. ἐπεὶ οὖν καὶ ἡμεῖς οὕτω τὸν τῆς σοφίας οἶκον καὶ τοὺς ἑπτὰ στύλους ἀποδεδώκαμεν, φέρε δὴ καὶ τὰ θύματα κατὰ τὰς ἀναπεπταμένας ἐννοίας ὑφηγησώμεθα. Καὶ πρότερον τῇ προτέρᾳ ἐννοίᾳ κατὰ τὸν λόγον αὐτὰ προσαρμοσώμεθα.
10ἐλέγομεν οὖν ἐκεῖσε, κατὰ πρώτην ἐπιβολὴν τὸν ἠθικὸν ὑφηγούμενοι λόγον, σοφίαν ἡγεῖσθαι τὴν ἐπιστημονικὴν ἕξιν, ἥτις ἐκ διαφόρων τοῦ νοῦ συλλεγεῖσα θεωρημάτων ἐφίδρυται τῇ ψυχῇ. αὕτη τοιγαροῦν ἡ σοφία τὴν κτησαμένην φύσιν ὡς οἶκον οἰκοδομήσασα, ἵνα μὴ διολισθήσῃ τὸ οἰκο‐ δόμημα, ἑπτὰ κύκλωσε στύλοις ὑπήρεισεν. εἶτα τί; ‘ἔσφαξε τὰ ἑαυ[τῆς]
15θύματα, καὶ ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον‘, καὶ ὥσπερ εἰς μεσαιτάτην στᾶσα περιωπήν, [.....] καὶ ‘ὑψηλῷ‘ ἐβόησε τῷ ‘κηρύγματι· ὅς ἐστιν ἄφρων ἐκκλινάτω πρός με, καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπεν· ἔλθετε, φάγετε τὸν ἐμὸν ἄρτον καὶ πίετε οἶνον, ὃν κεκέρακα ὑμῖν‘.
θύμα[τα] ...................................................32

8a

...................................................
1bisκαὶ περὶ τοῦ ἀκουσίου καὶ ἑκουσίου φιλοσοφῶν, καὶ ὡς ἑτέρα μὲν παρὰ
2τὴν βούλησιν ἡ προαίρεσις, καὶ ὡς ἡ διάνοια μᾶλλον τῆς προαιρέσεως. ἐν οἷς εὐθὺς ἀρχόμενος καὶ τὸν Σωκράτην καταιτιᾶται καὶ τὸν Πλάτωνα καταμέμφεται, ἑαυτῷ δὲ προσμαρτυρεῖ τοῦ ἀκριβοῦς τὴν κατάληψιν,
5μεσότητας τὰς τοιαύτας τιθέμενος ἀρετὰς ἡδονῆς τε καὶ λύπης μεταίχμια. Ὁ μὲν οὖν ὀστώδη τοῖς ὁμιλοῦσιν αὐτῷ τοῖς συγγράμμασι τὰ θύματα σφαγιάζει τῶν ἀρετῶν· ἐν οἷς δὴ σφαττόμενα ὁρῶμεν τὰ προσαγόμενα, τῶν δὲ κρεῶν οὐ μετέχομεν. ἡ δὲ ἐν τῇ ψυχῇ ἐπιστήμη ὁμοῦ τε σφαγιάζει τὰς ἀρετὰς καὶ τῶν θυμάτων αὐτῇ μεταδίδωσι. τὴν γὰρ φρόνησιν ἐπιδει‐
10κνῦσα καὶ τὴν μεγαλοψυχίαν καὶ τὴν ἐλευθεριότητα τήν τε σωφροσύνην καὶ τὴν ἀλήθειαν καὶ τἆλλα ὅσα ἐν μέσῳ κείμενα τὰς ἑκατέρωθεν πλεον‐ εξίας καὶ μειονεξίας ἐκκλίνει, ἐν μετοχῇ τούτων εὐθὺς καθιστᾷ. ἔγνω τε γὰρ ὁμοῦ τὴν ἀλήθειαν καὶ ἠλήθευσε, καὶ τὴν μεγαλοψυχίαν καὶ μεγαλοψύχως τῶν ὄντων ὑπερορᾷ, ἐλευθεριότητί τε χρᾶται καὶ σωφρο‐
15σύνην ἀσπάζεται, καὶ τἆλλα δὴ οὕτως ὁμοῦ τ’ ἐνόησε καὶ ἐκτήσατο. οὕτω ‘τὰ ἑαυτῆς θύματα‘ ἡ τοιαύτη σοφία ἐσφαγίασέ τε καὶ προσήνεκται τῇ ψυχῇ. θύματά τε αὐτὴ προσάγει τρυγόνας καὶ περιστερὰς ὄιν τε καὶ χίμαρον καὶ τἆλλα ἃ δὴ ὑποσκιάζων ὁ νόμος τοῖς ὑπὸ νόμον ἐντέλλεται. Ἀλλ’ ἐπεὶ καὶ σπονδεῖα τῇ ἀδύτῳ ψυχῇ ἐγκαταπέπηκται, διὰ ταῦτα
20δὴ καὶ ‘οἶνον αὐτῆς ἐγκεράννυσιν‘. οἶνος δὲ τῇ τοιαύτῃ ψυχῇ παρὰ τῆς σοφίας ἐγκεραννύμενος οἱ θειότεροι τῶν ἀρετῶν λόγοι· ὧν δὴ μεταλαμ‐ βάνει ψυχὴ τῶν θυμάτων ἀποστᾶσα καὶ πρὸς ἀμείνονα μεταμειβομένη ζωήν. ἀναλογεῖ γὰρ τὸ μὲν σαρκῶδες τοῦ θύματος τῇ πράξει τῶν ἀρετῶν, ὁ αἱματόρρυτος δὲ κρουνὸς τῇ θεωρίᾳ τῶν ὄντων, ὑφ’ ἧς δὴ καὶ ἡ ψυχὴ
25χρωσθεῖσα αἱματοῦται καὶ πορφύρεται καὶ τῷ βασιλεῖ τῶν ὅλων πρόσεισι μετὰ τοῦ βασιλικοῦ χρώματος. καὶ ὁ τρόπος δὲ τῆς χρήσεως τῶν τε σαρκίων καὶ τοῦ αἵματος δῆλος πρὸς τὴν ἀναλογίαν· τὰ μὲν γὰρ σκληρό‐ τερά πως δοκεῖ καὶ πρός τε τὴν μάσησιν δυσκατέργαστα καὶ πρὸς τὴν ἀνάδοσιν χρονιώτερα, τὸ δὲ ῥᾷόν τε ἐπιχεῖται τῷ στόματι καὶ οἷον διά33
30τινος ἀμάρης τοῦ οἰσοφάγου ἐποχετεύεται τῇ γαστρί, καὶ πρὸς τὴν ἀνάδοσιν ἑτοιμότερον καὶ ταῖς φλεψὶν εὐθὺς κρουνηδὸν εἰσβάλλον παντὶ διαχεῖται τῷ σώματι. τοῦτο γοῦν εἰδὼς καὶ Ἱπποκράτης, οὐχ ὁ Χῖος ὁ ‘διὰ τῶν μηνίσκων τετραγωνίζειν τὸν κύκλον‘ οἰόμενος, ἀλλ’ ὁ Κῷος, ‘ῥᾷόν‘ φησι ‘πληροῦσθαι ποτοῦ ἢ σιτίων‘. ἆρ’ οὖν οὐχὶ κατὰ τὸν αὐτὸν
35λόγον αἱ μὲν πρακτικαὶ ἀρεταί, σαρξὶ προσεικασμέναι θυμάτων, δυσκατέρ‐ γαστοί τε καὶ δυσανάδοτοι τῇ ψυχῇ, τοῦ σώματος ἐνεργοῦντος ὁμοῦ καὶ πονοῦντος, αἱ δὲ θεωρητικαὶ ἀρύοντος δίκην αἵματος, μόνης τῆς ψυχῆς ἐνεργούσης τῆς ἀταλαιπώρου καὶ ἀκαμάτου; συντελεῖ δέ μοι πρὸς τὴν τοιαύτην διάνοιαν καὶ ὁ ἐν ταῖς σκηναῖς νόμος, ὃς δὴ ‘τὸ‘ τῶν θυμάτων
40‘αἷμα‘ τοῖς ἱερεῦσιν ἐκέλευε ‘τῇ βάσει ἐπιχεῖν τοῦ θυσιαστηρίου‘, ὡς δέον τὰ κρυφιώτερα τῶν νοημάτων καὶ ἀπορρητότερα τῇ πίστει μόνῃ καταπι‐ στεύειν καὶ μὴ ἐξετάζειν τοῖς λογισμοῖς· τοῦτο καί μοι δοκεῖ ἡ τοῦ θυσιαστηρίου βάσις δηλοῦσθαι. ἐκέρασε δὲ τὸν οἶνον τοῦτον ἡ σοφία, διότι τῆς θεωρίας ὁ λόγος ἄκρατος ὢν ἀσύμμετρος τῇ ἐπικήρῳ πέφυκε
45φύσει· διὰ τοῦτο τοῦτον κεράννυσιν. Εἶτα δὴ ταῦτα ποιήσασα ἡ σοφία, τοῖς ‘ἄφροσιν‘ ἐγκελεύεται ‘ἐκκλίνειν πρὸσ‘ αὐτὴν καὶ τὸν μὲν ‘ἄρτον‘ αὐτῆς ‘ἐσθίειν‘, μεταλαμβάνειν δὲ τοῦ κεράσματος. ‘ἄφρονεσ‘ δ’ ἂν εἶεν καὶ ‘φρενῶν ἐνδεεῖσ‘ οἱ τὴν φρόνησιν τελεώτατοι, οὐ ταύτην φημὶ τὴν πολιτικὴν καὶ ἐν μετοχῇ πραγμάτων

8a

(50)

κειμένην καὶ ἀγχινοίας, ἀλλὰ τὴν ὑπερκειμένην ταύτην, ἥτις δὴ νοῦς ἄκρατος καὶ ἀκήρατος οὖσα καθ’ ὑπέρβασιν τῆς τοιᾶσδε φρονήσεως ἀφροσύνη κατονομάζεται. οὕτω γὰρ οἱ ἀκριβέστατοι τῶν θεολόγων τὰς ὑπερκειμένας ἕξεις κατονομάζουσι. καθ’ ὃν δὴ λόγον καὶ ‘μωρίαν‘ φαμὲν ‘τοῦ κηρύγματοσ‘, καὶ ὅτι ‘τὸ μωρὸν τοῦ θεοῦ φρονιμώτερον τῶν
55ἀνθρώπων ἐστίν‘· τὸν γὰρ ὑπερκείμενον τῆς οἰκονομίας νοῦν ἀπὸ τῶν στερήσεων τῆς κάτω φρονήσεως ὁ θεῖος ἑρμηνεύει ἀπόστολος. οὕτω γὰρ ὁ μέγας Διονύσιος ἐν ἐπιστολῇ τὸν τόπον ἡρμήνευκεν, καὶ αὐτὸς δὲ ὁ
Σολομῶν ἀλλαχοῦ, ‘ἀφρονέστατός εἰμι πάντων ἀνθρώπων καὶ φρόνησις ἀνθρώπου οὐκ ἔστιν ἐν ἐμοί‘, συνῳδὰ φθεγγόμενος τῷ πατρί· ‘ἡ γλῶσσά34
60μου‘ γάρ φησι ‘κάλαμος γραμματέως ὀξυγράφου‘. ὥσπερ γὰρ ὁ κάλαμος ἰδίας ἐστερημένος κινήσεως τῇ χειρὶ τοῦ κινοῦντος πρὸς τὸ ἐκείνου μετάγεται βούλημα, οὕτω δὴ καὶ ἡ τοῦ Δαυὶδ γλῶττά τε καὶ ψυχὴ ὑπὸ τῆς θείας μόνης ἐνεργουμένη χάριτος ἐκινεῖτό τε καὶ ἐφθέγγετο, ὥστε δι’ ὃ ἦν πάντων ἀνδρῶν ἀφρονέστατος, διὰ τοῦτο πάντων ἦν συνετώτατος.
65 Ἐπεὶ οὖν τῇ ἐπιστημονικῇ ἕξει τὰ θύματα προσηρμόσαμεν, φέρε δὴ καὶ τῇ κρείττονι, μᾶλλον δὲ τῇ ὑπερτελεῖ καὶ πρώτῃ σοφίᾳ καταλλήλως αὐτὰ συμβιβάσωμεν. ἐπεὶ γὰρ ὁ ἐνυπόστατος τοῦ πατρὸς λόγος τὸν τῇδε κόσμον ὡς οἶκον ἐδημιούργησεν, καὶ τὸν μὲν οὐρανὸν ἀτελεύτητον ὥσπερ κατὰ τὴν οὐσίαν εἰργάσατο, τὰ δ’ ἄλλα ταῖς τῶν ἐπιγινομένων διαδοχαῖς,
70‘ἔσφαξε τὰ ἑαυτῆς θύματα‘ μετὰ ταῦτα καὶ ‘ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον‘. σφαγὴ δὲ τῶν θυμάτων ἡ τῶν δημιουργημάτων ἐπίγνωσις καὶ ἡ τῶν ὁρωμένων τούτων λόγων κατάληψις, δι’ ὧν, ἄν τις βούλοιτο, ἐπιγνοίη τὸν κύριον. τὸ γὰρ τῆς θείας γνώσεως κρύφιον διὰ τῶν προκει‐ μένων καταλαμβάνομεν. συλλογιστικῇ γὰρ μεθόδῳ ἔοικεν ἡ διὰ τῶν
75δημιουργημάτων πρὸς τὸν ποιητὴν ἄνοδος, συμπεραινομένη ἡμῖν ὥσπερ διὰ προτάσεων. ὥσπερ οὖν σφάξας τὸν σύμπαντα κόσμον ἀνέπτυξέ σοι τοὺς ἐν αὐτῷ λόγους, ὅτι διαστατὸς ὁ οὐρανός, ὅτι κινητός, ὅτι σῶμα πέφυκε στερεόν, ἵνα διὰ μὲν τοῦ διαστατοῦ τὸ ἀδιάστατον καὶ ἀμερὲς τοῦ θεοῦ γνοίης, διὰ δὲ τοῦ κινητοῦ τὸ ἀκίνητον, καὶ διὰ τοῦ σχήματος τὸ
80ἀσχημάτιστον. οὐ φθείρεται δὲ ὁ οὐρανός, ὥσπερ τὰ ὑπὸ τὴν σελήνην, ὅτι τῶν σωματικῶν πρῶτον πέφυκε δημιούργημα· ‘κύκλῳ‘ δὲ ‘κινεῖται, ὅτι‘ τὸν πλάσαντα ‘νοῦν μιμεῖται‘, τὰ γὰρ μετὰ σελήνην οὐ τοιάδε, ἀλλὰ καὶ ῥευστὰ καὶ εὐθυπορούμενα. ἐσφαγίασέ σοι καὶ τὸν ὁρώμενον ἥλιον, ἵνα γνοίης ὅτι ὅπερ αὐτὸς ἐν τοῖς αἰσθητοῖς, τοῦτο ἐν τοῖς νοητοῖς ‘ὁ τῆς
85δικαιοσύνησ‘ πέφυκεν ‘ἥλιοσ‘, πλὴν ὅσον ὁ μὲν ἐπὶ τὰ κέντρα κινούμενος τοῖς μὲν μᾶλλον ἐπιλάμπει, τοὺς δὲ καὶ παντάπασι τῶν ἀκτίνων ἀποστερεῖ, ὁ δὲ ἀκίνητος μένων ‘οὐδαμοῦ τε καὶ πανταχῇ‘ πᾶσιν ἐπιχέει τὰς τῆς προνοίας πηγάς. ἔθυσέ σοι καὶ τὴν σελήνην, μᾶλλον δὲ θύει διηνεκῶς, αὐξάνων αὐτὴν καὶ μειῶν, καὶ νῦν μὲν ἀφώτιστον, νῦν δὲ δεικνύων
90πανσέληνον· τὸ μὲν γὰρ ὅσον αὐτῆς ὁ ἥλιος ἐφορᾷ πεφώτισται, τὸ δ’ ἄλλο ἐσκίασται, ἵνα τι μάθοις ἐντεῦθεν, ἐπιστρέφων πρὸς τὸν θεὸν καὶ ταῖς ἐκεῖθεν αὐγαῖς καταλάμπεσθαι. ἐπὶ δὲ τῶν τοιούτων θεωρημάτων
καὶ ἀναπτύξεων τὰ μὲν ὑπερβέβηκε, τὰ δὲ ὑποβέβηκε, τὰ μὲν ὑπερβεβη‐ κότα αἵματι προσεικάσας κατὰ τὸν ἀποδεδομένον λόγον, τὰ δ’ ὑποβεβη‐35
95κότα σαρξίν. Οὕτω γοῦν ‘τὰ ἑαυτῆς θύματα‘ ἡ σοφία τοῦ θεοῦ ‘σφαγιάσασα‘, ‘τοὺς ἄφρονασ‘ προσκαλεῖται πρὸς ἑαυτήν, ἵνα καὶ τῶν θυμάτων ἅψωνται καὶ τοῦ αἵματος πίωσιν. ‘ἄφρονεσ‘ δ’ ἂν εἶεν ἐνταῦθα 〈οὐχ〉 οἱ μὴ ταῖς Πλατωνικαῖς ἐφόδοις καὶ ταῖς Ἀριστοτελικαῖς τεχνολογίαις πειθόμενοι,

8a

(100)

οἷς δὴ ἐξόχως Ἑλλήνων παῖδες προσμαρτυροῦσι τὴν ἐπιστημονικὴν φρόνησιν, ἀλλὰ τῇ ἁπλότητι τῆς πίστεως τὰ βάθη τῶν θεωρημάτων καταλαμβάνοντες. οὗτοι γὰρ καὶ τῶν θυμάτων μετειλήχασιν ὅσον εἰκὸς καὶ τοῦ θείου πεπώκασιν αἵματος. Τρίτη τις ἡμῖν ἐκεῖσε ἐξέτασις τοῦ τῆς σοφίας οἴκου ἡ περὶ τῆς θείας
105οἰκονομίας ὑψηλὴ θεωρία. ἡ οὖν τοῦ θείου σοφία, ὁ θεῖος αὐτοῦ λόγος καὶ ἐνυπόστατος, ‘οἶκον‘ ἑαυτῇ δειμαμένη ἐν τῇ τῆς θεοτόκου νηδύι διὰ τῶν ταύτης ἀχράντων αἱμάτων τὴν ἡμετέραν φύσιν ἐν τῷ προσλήμματι, καὶ οἷόν τισι ‘στύλοις ἑπτὰ‘ ὑποστηρίξασα χαρίσμασιν, ‘ἔθυσε τὰ ἑαυτῆς θύματα‘ καὶ ‘ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον‘, ἀναπτύξασά σοι
110τὴν ἕνωσιν τῶν συνεληλυθυιῶν φύσεων καὶ διδάξασα ὡς ὁμοῦ τε ἥνωτο ἡ σὰρξ καὶ τεθέωτο, μεμένηκε δ’ αὖθις ἐπὶ τῆς ἰδίας φύσεως παθητὴ καὶ μεταβλητή. ἔθυσέ σοι τῶν φύσεων τὸ ἀσύγχυτον τῷ τρόπῳ τῆς ἀντιδό‐ σεως, τὴν σὴν πρὸς τὸν πατέρα προσαγωγήν, τὴν πρὸς τὰ ἔθνη μετάκλη‐ σιν, τὴν τελείωσιν τῶν ἐν νόμῳ σκιῶν. ἐσφαγίασέ σοι τὸν λόγον τῆς
115περιτομῆς, τὴν ἐν τῷ ναῷ προσαγωγήν, πᾶσαν ἁπλῶς τὴν σκιάν. ἐπειδή σοι ταῦτα παρέδειξε, τέλος καὶ αὐτὸς ‘ὁ σιτευτὸς μόσχοσ‘ σοι σφαγιάζεται, ἵνα σὺ ὁ ἀπολακτίσας υἱὸς καὶ τὴν πατρῴαν κατεδηδοκὼς κληρονομίαν αὖθις ἐπανέλθῃς καὶ τοῦ θείου μεταλάβῃς ἀμνοῦ. καὶ ὁ ἅπαξ τυθεὶς καὶ τὸν πατέρα σοι ἱλασάμενος διὰ φιλανθρωπίαν ἄρρητον καθ’ ἡμέραν σοι
120σφαγιάζεται καὶ σοὶ τῷ τῆς ἐθνικῆς μερίδος τυγχάνοντι καὶ διὰ ταῦτα πεφυκότι ἀσυνέτῳ καὶ ἄφρονι ἐπεμβοᾷ ἐκκλῖναι πρὸς αὐτόν, καὶ φαγεῖν μὲν τὸν ἄρτον, τὸ δὲ αἷμα πιεῖν. αὐτὸς γάρ ἐστιν ‘ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάσ‘, κἂν ὁ σκληροτράχηλος Ἰουδαῖος τῷ λόγῳ ἐπιχολᾷ, ὃς δὴ τῷ τούτου σώματι ‘ἄρτῳ‘ λεγομένῳ καὶ νοουμένῳ ‘ξύλον ἐμβέβληκεν‘, ὡς
125Ἡσαΐας φησί, τὸν σταυρὸν αἰνιττόμενος. Ἀλλ’ ἡμεῖς γε μὴ σταυρώσωμεν ἑαυτοῖς τὸν κύριον, ἀλλ’ ἑαυτοὺς τῷ κυρίῳ σταυρώσωμεν, ἵν’ οὕτω καθαρῶς καὶ τοῦ σώματος φάγωμεν καὶ
τοῦ αἵματος πίωμεν.36

9

... ἐσχάρας, καὶ τάδε ἐπὶ τῆς ἑστίας δειροτομούντων, καὶ ταῦτα μὲν αὖ τοὺς αὐχένας ἐρύοντες, ταῦτα δὲ ἐπικάμπτοντες, ταῦτα δὲ πλαγιάζοντες. ποιείτωσαν δὲ καὶ τὰ δυοκαίδεκα αὐτοῖς βοθρία τῆς ἑστιούχου θεοῦ, καὶ τὸ μὲν σησάμου πληρούτωσαν, τὸ δ’ ἐρεβίνθου, τὸ δ’ ἀγρίας καπάρεως,
5τὸ δ’ ἑτέρου τινός, ἵν’ ἡ θεός, ὡς δὲ ἐγώ φημι, δαίμων ἐξιλασθῇ. ποῖ γὰρ ταῦτα κεχώρηκε, ποίαν δὲ τὴν ὄνησιν ἐνεργούμενα δέδωκεν; αἰσχύνομαι περὶ Ἰαμβλίχου καὶ Πρόκλου, οἳ δή, τῶν ἄλλων ἐπὶ φιλοσοφίᾳ διαφέροντες, σφᾶς ἑαυτοὺς ταῖς Χαλδαϊκαῖς φλυαρίαις ἐκδεδώκασι φέροντες. ἀλλὰ τούτων μὲν ἅλις. ὑ[μεῖς δὲ] καὶ θύοιτέ μο[ι] ἑαυτοῖς ‘τὸν μόσχον τὸν
10σιτευτὸν‘ καὶ θυομένῳ παρ’ ἑαυτοῦ προσσχοίητε καὶ μετα[λάβοιτε τῆς
σαρκὸς καὶ] τοῦ αἵματος.37

10

Εἰς τὸ ‘κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ‘ Σολομῶν μὲν ὁ σοφώτατος τὸ ‘κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα α[ὐτοῦ‘ ....................] εἰπὼν ἀπηλλάγη. οἱ δὲ τουτὶ τὸ χωρίον ἐξηγησάμενοι εἰς διαφόρους ἐννοίας [....................
5ἀσυμ]φώνους καὶ μαχομένας ἀλλήλους τὰς ἐξηγήσεις δεδώκασι· περὶ ὧν νῦν οὐ σχολὴ λ[έγειν. .................... α]ὐτοῖς ἐγένετο ἐννοιῶν τὸ παροιμιῶδες καὶ κεκρυμμένον τοῦ λόγου καὶ κατὰ τὴν διάνοιαν [.........................] βάθος τὸ βούλημα τῆς γραφῆς ἀνιχνεύοντες, δυσὶ ταύταις ἐστοιχήσαμεν ἐξηγήσε[σιν, ἃς] ἐν μέρει νῦν
10ἀποδώσομεν. Ἐπεὶ γὰρ περὶ τῆς σοφίας ὁ λόγος τῷ Σολομῶντι, ἢ τὴν ἐπιστημονικὴν σύνεσιν ταύτην οἰητέον καθ’ ἣν ‘ἐν σοφίᾳ τὰ πάντα‘ ἐδημιούργησεν ὁ θεὸς καὶ ‘ἐν συνέσει ἐτάνυσεν οὐρανούσ‘, ἢ τὴν πρώτην καὶ μόνην σοφίαν, τοῦ πατρὸς τὸν ἐνυπόστατον λόγον, τὸν ‘ἀκήρατον νοῦν‘, τὴν
15‘πηγὴν τῆς ζωῆσ‘ καὶ τῆς ἀθανασίας. ἀλλ’ εἰ μέν τις κατὰ τὴν δευτέραν ἔννοιαν ἀκριβολογοίη τὴν παροιμίαν, ‘πολλὰσ‘ μὲν εὕρῃ τὰς ‘ἀντιλαβ[ὰς καὶ‘ τὰς] ‘ὑποψίασ‘, γενναίων δὲ οὐκ ἀπορήσει λύσεων ὅ γε διαβατικώτα‐ τος νοῦς, περὶ ὧν καὶ [...............] λέξομεν· εἰ δὲ σοφίαν τὴν τοῦ θεοῦ ἐπιστήμην οἰήσεται, ἥτις καθ’ ἕνα δὴ καὶ τὸν α[ὐ]τ[ὸν .........
20......] φύσει τοῦ ἐπιστήμονος ἕστηκεν, οὔτε πράγματα ἕξει πρὸς τὴν ἐξήγησιν, οὔτε τις αὐτῷ λίθος ἔσται ‘προσκόμματος ἢ πέτρα σκανδάλου‘. ἐπειδὴ γὰρ οὐδὲν τῶν ὄντων ἀγέννητον ἄνευ τῆς θεαρχικῆς καὶ τρισυποστάτου τριάδος, μετὰ τῶν ἄλλων καὶ ἡ σοφία πρὸ τῆς τῶν κατὰ μέρος δημιουργίας κτίζεται τῷ θεῷ, ἥτις δὴ ὥσπερ ἐν δράματι τὰ
25καθ’ ἑαυτὴν ὑποκρινομένη, μᾶλλον δὲ αὐτοπρόσωπος μικρόν τι τῆς σκηνῆς προϊοῦσα, ‘κύριοσ‘ φησίν ‘ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ‘· πρὸ γὰρ τῆς τῶν πάντων δημιουργίας, τῶν τε ἐν νοήσει καὶ αἰσθήσει φημὶ καὶ αὐτῶν δὴ τῶν αἰώνων, ἡ σοφία ὥσπερ τις θεμέλιος τοῖς ὅλοις προκαταβάλλεται τῷ θεῷ.
30 Διὰ σοφίας τοίνυν τὰ μὲν νοητὰ πρῶτα, τὰ δὲ αἰσθητὰ δεύτερα πεποίη‐ κεν ὁ θεός, ὅτι τὰ μὲν σύνθετα, τὰ δὲ ἁπλᾶ· δευτέρα δὲ ἡ σύνθεσις τῆς ἁπλότητος. διὰ τοῦτο γοῦν τὰ ἁπλούστερα τῶν συνθετωτέρων προῆλθε. πολὺ δὲ βάθος κἀν ταῖς ἁπλότησι κἀν ταῖς συνθέσεσιν· ὅθεν οὔτε τὰ
ἁπλᾶ πάντα ὁμότιμα οὔτε τὰ σύνθετα, ἀλλ’ ὅσα ἐγγίζει θεῷ τῶν ἁπλῶν,38
35ἐκεῖνα τῶν ἀπωτέρω οὐσιωδέστερα καὶ κρείττονα· ὅσα δ’ αὖθις τῶν αἰσθητῶν πλησιάζει τοῖς νοητοῖς, ἐκεῖνα τῶν κατωτέρω λεπτομερέστατά τε καὶ καθαρώτερα, ὥσπερ δὴ οὐρανὸς μὲν τοῦ ὑπὸ σελήνην πυρός, ἐκεῖνο δὲ τοῦ μετ’ αὐτὸ ἀέρος καὶ ἀὴρ ὕδατος καὶ τὸ ὕδωρ τῆς γῆς· αὕτη γὰρ τῶν ἄλλων στοιχείων παχυτέρα καὶ δυσμετάβλητος καὶ μᾶλλον
40ἀναπεπλησμένη τῆς ὕλης. ἐρῶ δὲ ὑμῖν καὶ λόγον τῶν κεκρυμμένων, ὃν Ἕλλην ἀνὴρ σοφὸς τὴν θεολογίαν ἐν ἀπορρήτοις ἐξέφηνεν, Ἑρμῆν φημι τὸν οὕτω παρ’ Ἕλλησι Τρισμέγιστον κατονομαζόμενον. οὗτος γὰρ ἔν τινι τῶν αὐτοῦ λόγων, ὃν ἐπέγραψεν Ἀκήρατον Νοῦν, μετὰ θεὸν τοὺς αἰῶνάς φησιν, εἶτα τὸν νοῦν, μεθ’ ὃν δὴ τὴν ψυχήν, καὶ αὖθις οὐρανόν,
45μεθ’ οὗ φύσιν καὶ χρόνον καὶ γένεσιν. τίθησι δὲ ὑπεξῃρημένα τινὰ ἑκάστῳ τούτων, τῷ μὲν θεῷ τὸ ἀγαθόν, τῷ δ’ αἰῶνι τὸ ταὐτόν, τῷ δὲ νῷ τὴν νοερὰν κίνησιν, τῇ δὲ ψυχῇ τὴν ζωήν, τῷ δὲ οὐρανῷ τὴν ἀποκατάστασιν καὶ ἀνταποκατάστασιν, τῷ δὲ χρόνῳ τὴν κίνησιν καὶ μεταβολήν, τῇ δὲ φύσει τὸ εὐμετάβλητόν τε καὶ ῥευστόν, τῇ δὲ γενέσει τὴν ζωὴν καὶ τὸν

10

(50)

θάνατον· τὰ μὲν ταὐτὰ συμφιλοσοφῶν τοῖς Ὀρφικοῖς καὶ [τοῖς Χαλδαϊ‐ κ]οῖς, τὰ δὲ οἴκοθεν ἐπεμβάλλων. Ὡς καλῶς γοῦν ἡ σοφία τὸ ‘κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ [εἰς ἔργα αὐτοῦ]‘. ἐμὲ δὲ θορυβεῖ λίαν καὶ ἡ δοκοῦσα ταὐτότης τῶν ἐννοιῶν, καὶ ζητῶ τίνες μὲν αἱ ὁδοὶ τοῦ θεοῦ, τί[να δὲ αὖ] τὰ ἔργα ὧν ἡ σοφία
55προκαθηγήσατο. πλὴν οὐκ ἐκεῖνο φήσαιμι τὸ Πλατωνικόν, ὅτι πρὸ τῆς τῶν ἔργων τελειότητος ἰδέαι τινὲς τῆς τῶν κατὰ μέρος ὑποστάσεως ὑπέστησαν τῷ θεῷ· οὐ γὰρ δὴ μεσιτεύειν τινὰ χρόνον δώσομεν ταῖς ἐννοίαις τοῦ θεοῦ καὶ ταῖς τῶν ὄντων τελειότησιν· ᾧ δὴ τὸ βούλημα μόνον ἔργον ἐστὶ συντετμημένον τε καὶ συντετελεσμένον. ἔργα μὲν τοῦ
60θεοῦ αὐτὰ δὴ τὰ δημιουργήματα, οἷς δεῖ προνοίας εἰς σύστασιν· σοφὸν δὲ οὐ μόνον τὸ κατὰ λόγον τεκταίνεσθαί τι, ἀλλὰ καὶ τὸ προνοεῖσθαι καὶ τῶν δεδημιουργημένων· ὅπερ δὴ ὁδόν φησιν ὁ προφήτης· ἀρχηγόν, φησὶν ἡ σοφία, ἐμὲ τὴν σοφίαν ‘τῶν εἰς τὰ ἔργα αὐτοῦ ὁδῶν‘, ἤτοι προνοητικῶν λόγων, ἐδημιούργησεν ὁ θεός.
65 ‘Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με‘. αἰὼν δέ ἐστιν, εἴ τις κυριολεκτεῖν βού[λεται, ............]τυπον, ὑπέρκοσμός τις κατάστασις, ταῖς νοεραῖς δυνάμεσι τὴν φύσιν κατάλληλος, ἑστὼς [............]ι, ἀεὶ ὢν καὶ διὰ τοῦτο αἰὼν κατωνομασμένος. καὶ τούτου γοῦν τοῦ θαυμαστοῦ
χρήματος τ[ὴν ἀρχὴν] τῆς γενέσεως ἡ σοφία εἴληχεν. ἐπεὶ δὲ ὁ αἰὼν τοῖς39
70πολλοῖς ἀγνώριστος τέως ἦν, ἐπὶ τὰ σαφέστερα [........]α, ‘ἐν ἀρχῇ‘ φησί ‘πρὸ τοῦ τὴν γῆν ποιῆσαι‘, ὁποτέραν βούλει, εἴτε τὴν τῶν πραέων, ἥτις δὴ καὶ τοὺς οὐρανοὺς [ὑπερβέβ]ηκεν, εἴ[τε τα]ύτην, ἣν οἰκοῦμεν οἱ ἄνθρωποι. ἡ γὰρ παρὰ τῷ Ὠριγένει μυθολογουμένη, ἥτις εὐθύς, ὥς φησιν, ὑ̣[πὸ τὴν ἀ]πλανῆ πέφυκε, μετὰ τῶν μύθων κείσθω. ‘καὶ πρὸ τοῦ
75τὰς ἀβύσσους ποιῆσαι‘. ἔστι δὲ ἄβυσσος πλῆθος ὑδάτων, ὥστε τὸν ὀφθαλμὸν δύνειν κατὰ τῆς ὑποκειμένης αὐτῷ γῆς μὴ δύνασθαι. νοήσεις δὲ ἀβύσσους ἢ τὰ πλήθη τῶν θαλαττίων ὑδάτων ἢ τὰς τῶν ποταμῶν ἀρχὰς καὶ πηγὰς ἢ τὰ ὑπὲρ τὸ στερέωμα ὕδατα ἢ κοινῶς ὕδατα· διὰ γὰρ τοῦτο καὶ πληθυντικῶς ἐσημάνθη. ‘πρὸ τοῦ ὄρη ἑδρασθῆναι‘. τοῦτο δὲ
80τὸ ῥητόν, ὥσπερ δὴ καὶ τὸ μετ’ αὐτό, δοκεῖ μὲν ἐκ περιττοῦ κεῖσθαι, καὶ τὰ ὄρη γὰρ καὶ οἱ βουνοὶ μέρος γῆς. ἔχει δέ τινα καὶ ἰδίαν ἔννοιαν ἡ περὶ τῶν ὀρῶν ἕδρασις καὶ τῶν βουνῶν γέννησις· οἶμαι γὰρ μὴ ἀνωμάλως εὐθὺς γενέ[σθαι τὴν] γῆν εἰς γηλόφους ἀνισταμένην καὶ καθειμένην εἰς γήπεδα, ἀλλὰ λείαν τινὰ καὶ ἴσην. ἐπεὶ δὲ ἔδει ὑποδοχῶν [καὶ] οἱονεὶ
85δεξαμενῶν τοῖς ὕδασιν, ἃ δὴ μετὰ τὴν τοῦ στερεώματος ποίησιν ἔμελλεν ἔν τισι καταχωρηθῆναι κοιλότησιν, ὡς καὶ τῷ μεγάλῳ Βασιλείῳ δοκεῖ, διὰ ταῦτα ῥήγνυται μὲν τὸ βάθος τῆς γῆς, χωρεῖ δὲ παρὰ τὰς κοιλάδας τὸ ὕδωρ, καὶ τὸ μὲν ὅσον ἐβαθύνθη πεδιὰς ὠνομάσθη, τὸ δ’ ὅσον τὴν ῥαγεῖσαν περιέστη γῆν ὄρη τε καὶ βουνοί· ἃ δὴ κατὰ μὲν τὸ ὑπερανεστη‐
90κέναι τῆς γῆς τὴν κοινωνίαν, καθ’ ὅσον δὲ τὸ μὲν ἐψίλωται, τὸ δὲ σύμφυτόν ἐστι καὶ κατάδενδρον, ἐκεῖνο μὲν βουνός, τὸ δὲ ὄρος κατωνομάσθη· ὧν ἡ σοφία προγεγενῆσθαί φησιν. Οὕτως μὲν οὖν ἄν τις ἐφερμηνεύσειεν ἃ περὶ αὐτῆς ἡ σοφία φησίν, εἴ τις σοφίαν τὴν ἐπιστήμην ἐνταῦθα βούλοιτο καλεῖν τοῦ θεοῦ· εἰ δὲ σοφίαν
95νοήσομεν αὐτὸν δὴ ‘τὸν τοῦ πατρὸς ὅρον καὶ λόγον‘, τὸν υἱόν φημι τοῦ θεοῦ, ὃς δὴ μετὰ τῶν ἄλλων καὶ ταύτῃ χαίρει τῇ προσηγορίᾳ καλούμενος, εὐθὺς ἡμῖν ἀπαντήσεται ἡ τοῦ ἐκτίσθαι φωνή, καὶ μετὰ συνηγόρων τοιούτων καθ’ ἡμῶν λυττήσει ὁ Ἄρειος. ‘κύριοσ‘ γάρ φησιν ὁ υἱὸς τοῦ θεοῦ, ἡ ὄντως σοφία, ‘ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ‘. εἰ δὲ ἔκτισεν,

10

(100)

ἔκτισται, καὶ εἰ ἔκτισται, ‘ἦν ὅτε οὐκ ἦν‘. Πρὸς τοῦτον οὖν τὸν λόγον τρία ἂν εἴποιμι ταῦτα· ὧν πρῶτον ὅτι τὸ εἶδος τῆς παροιμιακῆς ἐννοίας πολλὰ τῆς ἀκριβοῦς ὑπερβαίνει θεολογίας διὰ τὸ μὴ καθαρῶς, ἀλλ’ ἐμφαντικῶς πλαγιάζειν τοῖς ἀκροαταῖς τὰ
νοήματα· τοιοῦτόν ἐστι καὶ τὸ ‘ἀφορίζειν τὸν θρόνον αὐτοῦ ἐπ’ ἀνέμων‘40
105καὶ ‘τὸ καθ’ ἡμέραν εὐφραίνεσθαι αὐτὸν ἐν προσώπῳ αὐτοῦ‘. ποῖον γὰρ θεοῦ θρόνον ἐπ’ ἀνέμων ἀφοριζόμενος, ἢ ποῖον τὸ τοῦ πατρὸς πρόσωπον ἐφ’ ᾧ ‘καθ’ ἡμέραν ἡ σοφία εὐφραίνοιτο‘; ὥσπερ οὖν κατὰ παροιμιακὸν εἶδος ταῦτα προσιέμεθα, οὕτως δεῖ καὶ τὴν κτίσιν μὴ πικρῶς ἐξετάζειν, ἀλλὰ παραλαμβάνειν ἀντὶ τῆς γεννήσεως.
110 Δεύτερον δὲ ἐκεῖνο ἂν εἴποιμι, ὅτι οἱ μεταμείβοντες πρὸς τὸν Ἑλληνισμὸν τὴν Ἑβραΐδα διάλεκτον, ἐκεῖνοι γεγόνασιν αἴτιοι τῆς τοιαύτης φωνῆς· ὁ γὰρ Ἑβραῖος, εἴ γε βούλοιτο τὴν ἑαυτοῦ λέξιν Ἑλληνικώτερον ἐπει[.....]‐ εῖν, ‘ἐκτίσατο‘ ἂν εἴπῃ ἢ ‘ἔκτισεν‘· οὕτως γὰρ οἱ μεταγενέστεροι τὴν λέξιν μετωνομάκασι· ‘κύριος γὰρ [ἐκτί]σατό με ἀρχὴν ὁδῶν αὐτοῦ‘·
115ὥσπερ δὴ ἔχει καὶ τὸ ‘ἐκτισάμην ἄνθρωπον διὰ τοῦ θεοῦ‘. οὐκ ἐμέλησε [δὲ τοῖς] πρώην τῆς ἀκριβείας, ὅτι μηδὲ ᾠήθησαν τοιοῦτόν τι τοὺς πολλοὺς ὑπολήψεσθαι· ὅθεν ἡ περὶ τὴν [λέξιν πο]λυπραγμοσύνη τὴν τοῦ ἐξελληνισμοῦ εὗρεν ἀκρίβειαν. Τρίτην δὲ καὶ τελευταίαν [..........] ταύτην ἂν εἴποιμεν, ὡς δύο
120τρόπων ἐνταῦθα τῆς περὶ τὴν σοφίαν παραγωγῆς εὐ[........... κτ]ίσεως καὶ γεννήσεως. ‘κύριοσ‘, γάρ φησιν, ‘ἔκτισέ με‘, καὶ αὖθις μετ’ οὐ πολλά, ‘πρὸ δὲ πάντων βουνῶν γεννᾷ με‘. τῇ μὲν κτίσει τὸ διὰ τί ἔκτισται πρόσκειται· ‘ἔκτισε γάρ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ‘· ἡ δὲ γέννησις ἀπρόσθετός ἐστι καὶ ἀναίτιος. τί οὖν ἐστι τὸ ἐντεῦθεν
125καταλαμβανόμενον; ὡς ὁ υἱὸς τοῦ θεοῦ γεννᾶται παρὰ τοῦ πατρὸς ὑπὲρ αἰτίαν καὶ λόγον, κτίζεται δὲ ἐπ’ ἐσχάτων τῶν αἰώνων, ‘τὴν τοῦ δούλου μορφὴν‘ ὑποδὺς διὰ τὴν ἐμὴν σωτηρίαν. τῷ μὲν οὖν ‘κύριος ἔκτισέ με‘ τὴν δευτέραν προσαρμόσεις γέννησιν· τῷ δὲ ‘πρὸ πάντων βουνῶν γεννᾷ με‘ τὴν πρώτην τε καὶ ἀναίτιον. τέθεικε δὲ τὴν δευτέραν ἐν πρώτοις ὁ
130Σολομῶν, ὅτι μὴ ἱστορικὸς ὁ λόγος, ἀλλὰ προφητικός. ‘κύριοσ‘ οὖν φησιν ἡ μετὰ τοῦ προσλήμματος σοφία ‘ἔκτισέ με‘ διὰ τὴν τῆς σαρκὸς πρόσληψιν· ‘ἀρχὴν‘ δὲ ‘τῶν ὁδῶν αὐτοῦ‘ ἤτοι τῶν περὶ τὸν ἄνθρωπον οἰκονομιῶν· ‘εἰς ἔργα αὐτοῦ‘, τουτέστιν εἰς τὰ δημιουργήματα, καὶ μάλιστα τὰ λογικὰ καὶ θνητά, δι’ ἃ δὴ καὶ τῶν κρειττόνων οἰκονομιῶν
135προκατήρξατο, καὶ ἐμὲ τούτων ἀρχὴν τέθεικεν. Ἀλλὰ πῶς τὰ μετὰ ταῦτα σώσομεν; ‘πρὸ γὰρ τοῦ αἰῶνοσ‘ φησίν ‘ἐθεμε‐ λίωσέ με‘, οὐ δήπου δὲ πρὸ τοῦ αἰῶνος τὸ τῆς οἰκονομίας ἐτελέσθη μυστήριον. ἢ ὅτι, ἐπειδὴ διπλῆ τις ἦν ἡ σοφία, ὅτε ταῦτα ἐφθέγγετο, θεὸς
γὰρ καὶ ἄνθρωπος, ἵνα μὴ διὰ τὸ ‘ἔκτισε‘ καὶ αὐτὴν δὴ τὴν ὑπόστασιν,41
140ἥτις ἦν ὁ θεὸς αὐτός, ὑπολήψῃ θνητήν, διὰ τοῦτο τὸν λόγον ἐπανορθού‐ μενος, ‘πρὸ τοῦ αἰῶνοσ‘ φησίν ‘ἐθεμελίωσέ με‘· ὃν γὰρ σύ, φησίν, ὁρᾷς ἄνθρωπον ἀπὸ Μαρίας τὴν ἀρχὴν ἐσχηκότα, ἐγὼ πρὸ τοῦ αἰῶνος γεγεν‐ νημένος ἦν τῷ πατρί. ἢ οὖν διὰ ταῦτα ἐπαναλαβὼν εἴρηκεν, ἢ τἆλλα δὴ ἀλληγορώτερον αὐτὸς ἄκουσον. ‘πρὸ τοῦ αἰῶνοσ‘ φησίν ‘ἐθεμελίωσέ με‘·
145αἰῶνα γὰρ ἐνταῦθα τὴν βασιλείαν νόησον τοῦ θεοῦ, πρὸς ἣν διὰ τῆς τοῦ υἱοῦ σαρκώσεως ἀνερχόμεθα· οὐ γὰρ πρὸς τὸν παράδεισον ὃν ἀπωλέσαμεν ἐπαναστρέφομεν, οὐδὲ πρὸς τὴν προτέραν ζωήν, ἀλλὰ πρὸς ἀμείνονα καὶ θειοτέραν κατάστασιν. ‘ἐγώ‘ γάρ φησιν ‘ἦλθον ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ἔχωσιν‘. ἀρχὴ δὲ τῆς τοιαύτης διαγωγῆς ἐγένετο σαρκωθεὶς ὁ

10

(150)

υἱός. Ἀλλὰ καὶ ‘πρὸ τοῦ τὴν γῆν ποιῆσαι‘. πάλιν γὰρ ἐνταῦθα γῆν, ἣν ‘πατοῦσι πόδες πραέων‘, νοήσεις ‘τὴν ἄνω Ἱερουσαλήμ‘, ἥτις δὴ ἀρχηγὸν ἔσχε τῆς οἰκείας δημιουργίας τὸν σαρκωθέντα θεοῦ [λόγον]. ‘καὶ πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι‘· ἦν μὲν γὰρ ἀεὶ φιλανθρωπίας ἄβυσσος ὁ πατήρ,
155μᾶλλον δὲ γέγονεν ὅτε δὴ ὁ υἱὸς ‘ἱλαστήριον‘ ὑπὲρ ἡμῶν πρὸς τὸν πατέρα γέγονε· ‘δι’ αὐτοῦ‘ γὰρ τὴν προσαγωγὴν ἐσχήκαμεν‘. ‘Καὶ πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων‘. ὕδατα δὲ ἐνταῦθα τροπικῶς νοήσεις πάντα τὸν ἐν σκιαῖς νόμον ἐν εἰκόνι προτυποῦντα τὰ μέλλοντα, ὃς εἶχε μὲν τὰς ποτίμους πηγὰς κεκρυμμένας ἐν ἑαυτῷ, ἀφῆκε
160δὲ ταύτας σαρκωθέντος τοῦ λόγου· μετὰ γὰρ τὴν οἰκονομίαν τὰς ἐκβάσεις ἐγνώκαμεν τῶν ἐμφάσεων. Ἀλλὰ καὶ ‘πρὸ τοῦ ὄρη ἑδρασθῆναι‘· ὀρῶν δὲ ἕδρα ἡ ἀκριβὴς τῶν νοημάτων περὶ τὴν θεολογίαν κατάστασις, ὧν πάντων ἡ σοφία τὸ καθ’ ἡμᾶς προσλαβοῦσα αἰτία καὶ ἀρχὴ γέγονεν.
165 Οὕτω μὲν οὖν αὐτὸς τὸ χωρίον ἐπεξηγοῦμαι, ὁ δὲ μελῳδὸς ἐκεῖνος Κοσμᾶς εὐθὺς τὴν παροιμίαν κατατεμών, τὸ μὲν ‘εἰς ἔργα αὐτοῦ‘ τῷ τῆς οἰκονομίας μυστηρίῳ προσῆψε, τὸ δὲ ‘ἀρχὴν ὁδῶν αὐτοῦ‘ τῇ πρώτῃ καὶ θείᾳ γεννήσει· εἴτε δὲ ἐκεῖνος καλῶς εἴρηκεν εἴτε αὐτὸς ἐγὼ κάλλιον,
ὑμεῖς ἂν αὐτοὶ γνοίητε.42

11

(1t)

κθʹ. Εἰς τὸ τροπάριον τοῦ κανόνος τῆς Μεταμορφώσεως ἐκ τῆς πέμπτης
2tᾠδῆς
3 ‘Τὸ ἀρχέτυπόν σου‘, φησὶ τὸ τῆς Δαμασκοῦ κάλλιστον θρέμμα, Ἰωάννης ὁ μελῳδός, ὡς πρὸς τὸν θεὸν τοὺς λόγους ποιούμενος, ‘ἐν τῷ
5πλάσματι κάλλος ὑπέδειξασ‘, καὶ προστίθησιν· ‘οὐχ ὡς ἐν εἰκόνι, ἀλλ’ ὡς αὐτὸς ὢν κατ’ οὐσίαν‘, καὶ τὸ τοῦ μέλους ἀκροτελεύτιον· ‘ὁ θεὸς χρηματίσας καὶ ἄνθρωποσ‘. καὶ ζητεῖται εἰκότως τί τὸ ἀρχέτυπον κάλλος, ὅπως δὲ τοῦτο ἐμφαίνεται ἐν τοῖς πλάσμασι, νῦν μὲν εἰκονιζόμενον, νῦν δὲ κατ’ οὐσίαν δεικνύμενον, καὶ πῶς ἐνταῦθα ἐν τῇ εἰκόνι γενόμενον τὸ
10παράδειγμα οὐ κατὰ τὴν τῆς εἰκόνος ἐμφαίνεται ὕπαρξιν, ἀλλὰ κατὰ τὴν τῆς οἰκείας φύσεως ἰδιότητα δείκνυται. Καὶ ἵνα μὴ ἀμελῶς τοῦ λόγου ἁψώμεθα, τὰ σοφὰ δὲ σοφῶς ἑρμηνεύσω‐ μεν, ἐπὶ τοὺς τῆς φιλοσοφίας κανόνας ἀνακτέον τὸν λόγον κἀκεῖθεν τοῖς ζητήμασι τὴν λύσιν ἐρανιστέον· φιλοσοφίας δέ φημι οὐ ταύτης δὴ τῆς
15περὶ τὴν φύσιν εἱλουμένης, ᾗ δὴ τόπος καὶ χρόνος καὶ σῶμα καὶ κίνησις παρ‐ υφίσταται, οὔτε αὖ ἐκείνης, ἥτις ἀκίνητα μὲν ἔχει τὰ εἴδη, ἐν ἐπινοίᾳ δὲ κείμενα, ἣν δὴ μαθηματικὴν ὀνομάζουσιν, ἀλλὰ τῆς ὑπερκειμένης ταύτην, τῆς ἀρχοειδοῦς καὶ ἀνυποθέτου, τῆς ἐν καθαροῖς εἴδεσι καὶ ἀκινήτοις καὶ ἀδιαστάτοις· πρὸς ἣν δεῖ γεωμετρήσαντας ἡμᾶς ἰέναι κατὰ τὸ θεῖον
20γράμμα τοῦ Πλάτωνος. ἀλλ’ οὗτος μὲν διὰ τῶν μαθημάτων ἐπὶ ταύτην παραπέμπει τὸν θεολογήσοντα, ὁ δέ γε τὰ ἐκείνου διαδεξάμενος Πρόκλος καὶ αὐτὴν τὴν μαθηματικὴν ὑπερβάς, ἑτέραν Στοιχείωσιν πρὸς θεολογίαν συντίθησι. λέγει γοῦν που τῶν κεφαλαίων αὐτοῦ ὡς καὶ τὰ ὑπέρτερα ἔνεισι τοῖς ὑφειμένοις καὶ τὰ ὑφειμένα τοῖς ὑπερτέροις· ἀλλὰ πάλιν ἐν
25οἷς Χαλδαΐζει ἄλλον τρόπον φησί, περὶ τῶν αὐτῶν λέγων, ὡς τὰ μὲν
οὐράνια ἐν γῇ χθονίως εἰσί, τὰ [δὲ] ὑψηλότερα παραδειγματικῶς ἐν τοῖς καταδεεστέροις, τὰ δὲ ταπεινότερα εἰκονικῶς ἐν τοῖς ὑπ[ερτέροις, τὰ δὲ] χθόνια ἐν οὐρανῷ οὐρανίως. τούτοις γοῦν τοῖς δυσὶ κανόσιν ἑπόμενοι δείξομεν ὅπως τὰ παραδείγματα ἐν ταῖς εἰκόσι γινόμενα πῇ μὲν πρὸς τὴν43
30ἐκείνων φύσιν τὰς ἐμφάσεις ἑαυτῶν δεικνύουσι, πῇ δὲ κατὰ τὴν ἰδίαν οὐσίαν ὑφίστανται. Ὁ θεός, ἀγαθὸς ὢν καὶ φθόνου παντὸς ὑψηλότερος, ἅπαντα δὴ τὰ δημιουργήματα τῆς ἰδίας ἀγαθότητος πεποίηκε μέτοχα· οὐδὲν γάρ ἐστι τῶν ὄντων ὃ μὴ μετέχει θεοῦ· θεὸς δὲ καὶ τὸ ἀγαθὸν ταὐτόν. κἂν γοῦν
35αὐτὴν εἴπῃς τὴν ὕλην, οὐδ’ αὕτη τοῦ ἀγαθοῦ ἀπεστέρηται, οὐσιωμένη ἐν τῷ ἐπιτηδείως ἔχειν πρὸς τὴν καταδοχὴν τῶν εἰδῶν. ἐπεὶ οὖν τὰ πάντα ἐπιτηδείως ἔχει πρὸς τὴν παραδοχὴν τῶν θείων ἐμφάσεων, οὐκ ἐπίσης τὴν ἐπιτηδειότητα κέκτηται· ἀλλ’ ὅσα μὲν ἐγγίζει τῷ θεῷ, ταῦτα δὴ καὶ καθαρωτέρας τοῦ θείου τὰς ἐμφάσεις ἐμφαίνει, ὥσπερ δὴ τὰ καθ’ ἡμᾶς
40χερουβὶμ καὶ ἡ σύμπασα τῶν ἀγγέλων τάξις, ὅσα δὲ ἀπῴκισται, ἐν τούτοις ἀμυδροτέροις εἴδεσι τὸ θεῖον ἐξεικονίζεται. αἱ γὰρ ἀπὸ τοῦ ἑνὸς ἐλλάμψεις πεμπόμεναι, εἰκόνες τῆς ἐκείνου οὐσίας τυγχάνουσαι, ἄλλως μὲν ταῖς ὑπερτέραις {οὐσίαις} ἰνδάλλονται τάξεσιν, ἄλλως δὲ ταῖς ὑφειμέναις. ἐν πάσαις γοῦν ταύταις οὐ κατ’ οὐσίαν ὁρᾶται τὸ θεῖον,
45ἀλλ’ ἐν εἰκόσι τισὶ καὶ ἐν [......]μασι καὶ λεπτοτάτοις καὶ ἀμυδροῖς ἴχνεσιν, ἐπεὶ μηδ’ ἔστι τις γεννητὴ φύσις οὐσίαν χωρῆσαι δυναμένη θεοῦ. διὰ ταῦτα πρὸς τὴν ἐπιτηδειότητα τοῦ δεχομένου καὶ ἡ ἔλλαμψις γίνεται. ἄγγελοι μὲν οὖν θεοῦ φαντασίαν ἐνοπτριζόμενοι κατὰ τὸ ὑπερβε‐ βηκὸς τῆς φύσεως φαντασίαν ὑποδέχονται, φῶτα ἴσως δεχόμενοι καθαρὰ

11

(50)

καὶ ἀρρήτους αἴγλας καὶ ἀκηράτους λαμπρότητας· ἄνθρωποι δὲ τὴν φύσιν ὑπερβάντες ἄλλοι ἄλλως περὶ ἑαυτοὺς τὰς θεοφανείας κατεκερμάτι‐ σαν, ὅθεν οἱ μὲν ἐν εἰκόνι τροχοῦ τὸν θεὸν ἑωράκασιν, οἱ δ’ ὡς ἠλέκτρινον αὐτὸν τεθέανται, οἱ δὲ ‘ὡς εἶδος τοῦ βεζέκ‘, τουτέστι τῆς ἀστραπῆς, καὶ ἄλλοι ὡς γνόφον καὶ θύελλαν, ἕτεροι δὲ κατόπιν αὐτοῦ παρερχομένου
55γεγονότες τοῖς ὀπισθίοις μόνοις ἐνητένισαν. Τί οὖν; εἴπωμεν ὅτι ἠλέκτρινος τὴν οὐσίαν ὁ θεὸς ἢ κεραύνιος τὴν φύσιν ἐστίν, ἢ κατὰ τὸν γνόφον οὐσίωται, ἢ πολυμερής ἐστι τὴν ὑπόστα‐ σιν, ὡς ἐμπροσθίοις καὶ ὀπισθίοις οὐσιοῦσθαι τοῖς μέρεσιν; ἄπαγε τοῦ λόγου. ἀλλ’ ἐπειδήπερ ἡ τῶν θεωμένων φύσις χωρεῖν τοῦ θείου τὴν
60οὐσίαν ἀδύνατος ἦν, ἐν ἐκείνοις τοῖς εἴδεσιν αὐτοῖς ἐμφαντάζεται ἃ δὴ καὶ ἰδεῖν δεδύνηνται· οὐ γὰρ παρὰ τὴν τοῦ θείου φύσιν ἡ τῶν εἰκόνων ἐλάττωσις, ἀλλὰ παρὰ τὴν τῶν ὁρώντων ἀσθένειαν. ὁρᾷ δὲ ἄλλος ἄλλως καὶ ὡς ἕκαστος ἔλαχεν ἢ φύσεως ἢ ἐπιτηδείας ἕξεως. ὥσπερ γὰρ ὁ ἐμφανὴς οὗτος ἥλιος, ὁ αὐτὸς ἐν πᾶσιν ὢν ἀναλλοίωτος καὶ πᾶσιν ὁμοτίμως44
65τὰς ἀκτῖνας ἐπαφιείς, παρ’ ἄλλοις ἄλλως ὁρᾶται φαινόμενος, καὶ ἴ γε καθ’ ὑπόθεσιν ἀγχοῦ που τῆς ἐκείνου σφαίρας γῆν ὑποθείημεν, εἶτ’ αὖθις ὑπὸ ταύτην ἑτέραν καὶ αὖθις ἄλλην καὶ ἄλλην ἄχρι τῆς καθ’ ἡμᾶς οἰκουμένης, ἀναλογίαν ἐν τῇ ὑφέσει τῶν διαστάσεων σῳζουσῶν, οἱ μὲν ἐν τῇ πρώτῃ γῇ ἀπειροπλασίῳ μεγέθει τοῦτον ἂν ἐθεῶντο τὴν γῆν
70ὑπερβάλλοντα, οἱ δ’ ἐν τῇ δευτέρᾳ καὶ τρίτῃ καὶ ἐφεξῆς ταῖς λοιπαῖς ἐν ἐλάττονι τῶν ὑπερτέρων, ἡμεῖς δὲ τοῦτον καὶ πολλῷ τῆς γῆς ἐλάττονα θεώμεθα, τὸ δ’ αἴτιον ἡ ἀπόστασις, ὁρῶμεν δὲ καὶ ἀμυδροτέροις τοῖς φέγγεσι λάμποντα, ὁπότε δὴ νεφέλη περικαλύπτει τὸν οὐρανόν· ταῦτα δὲ πάντα γίνεται οὔτε τοῦ ἡλίου σμικρυνομένου ταῖς ἀποστάσεσιν οὔτε τῶν
75φώτων αὐτοῦ ἠλαττωμένων τῇ τῆς ἀχλύος ὑποδρομῇ, ἀλλ’ ἡμῶν ἀσθε‐ νούντων ἢ ὅλον αὐτοῦ χωρῆσαι τὸ σῶμα ἢ καθαρὰς τὰς ἀκτῖνας ἰδεῖν— ἐπεὶ οὖν μὴ ὡς ἔχει φύσεως ὁρῶμεν, ἐν εἰκόνι τοῦτον καὶ σκιαῖς φανταζό‐ μεθα· τὸν δὲ θεὸν καὶ μᾶλλον εἰκονιζόμεθα, ὅτι μὴ σεσωμάτωται, ἵν’ ὅλοις τοῖς ὀφθαλμοῖς ἡμῶν ὑποπέσῃ, ἀλλ’ ὅλος ἐστὶν ἀπερίληπτος καὶ
80ἀόρατος. Ἀλλὰ πάλαι μὲν ἐν εἰκόσιν ἡμῖν ἐδείκνυτο ὁ θεός, ‘ὅτε δ’ ἦλθε τοῦ χρόνου τὸ πλήρωμα‘ καὶ ‘εἰς τὰ τέλη τῶν αἰώνων κατηντήκαμεν‘ κατὰ τὸν ἀπόστολον, τότε δὴ αὐτὸς ‘ὁ τοῦ πατρὸς ὅρος καὶ λόγοσ‘, ἡ μία ὑπόστασις τῆς τριαδικῆς ἐλλάμψεως, ἐπὶ τὴν ἰδίαν εἰκόνα οὐσιωδῶς
85κεχώρηκεν, οὐκ ἐλλάμψας ἡμῖν τὴν αὐτοῦ θεοφάνειαν, ἀλλὰ τῷ ἑαυτοῦ προσώπῳ οὐσιωδῶς τὴν ἡμετέραν φύσιν ὑποστησάμενος. τέως μὲν οὖν ἐκρύπτετο τὸ ἀκήρατον κάλλος ὑπὸ τὸ πρόσλημμα, ἐπεὶ δὲ ἔδει ποτὲ οἷον ἀπό τινος δίσκου ἐναυγάσαι τοῦτο τῷ πλάσματι, ὄρος μὲν αὐτῷ πρὸς τοῦτο ἡτοίμαστο τὸ Θαβώριον, ἐξελέγησάν τε καὶ τῶν μαθητῶν οἱ
90μᾶλλον ἔκκριτοι, οἳ δὴ καὶ τῷ Ἰησοῦ συνανέβησαν. εἶτα τί; Μωυσῆς αὐτῷ καὶ Ἠλίας ἐμ[φ]αίνονται, οἱ μᾶλλον τῶν προφητῶν δοκιμώτεροι καὶ τὴν τούτου κάθοδον εἰκονικῶς προτυπώσαντες, ἵν’ ὃν ἐν σκιαῖς [εἶδον], τοῦτον καὶ ἀληθῶς θεάσωνται λάμποντα· μετὰ ταῦτα δὲ ἀλλοίωσις τῆς μορφῆς καὶ αἴγλη περὶ τὸ πρόσωπον [.......]τος λαμπρότητες
95ἀποστίλβουσαι.
Ἐπὶ τούτοις γοῦν τὸ μέλος συντέθειται καὶ θαυμασίως τεθεολόγηται. [..........] οἰηθῇ ἐξ ἡλιακῆς τοῦτον περιλαμφθῆναι φαιδρότητος, ‘τὸ ἀρχέτυπόν σου‘ φησίν ‘ἐν τῷ πλάσματι κάλλος ὑπέδειξασ‘. ἀρχέτυπον δὲ κάλλος ἡ τῆς τοῦ υἱοῦ ὑποστάσεως ἀκήρατος τῷ ὄντι μαρμαρυγή. εἶτα,45

11

(100)

ἐπειδὴ καὶ πολλοῖς ἄλλοις θεῖαι λαμπρότητες ἐνεφάνησαν, ὥσπερ δὴ καὶ Μωυσῆς ὁμοῦ τε ‘εἶδε‘ τὴν ‘θείαν λαμπρότητα καὶ πεπόνθει‘ ταύτην κατὰ τὸ πρόσωπον, οὐχ οὕτω, φησί, κατήστραψας ἣν προσείληφας φύσιν, ὡς εἰκονικὴν καὶ ἀμυδρὰν εἶναι τὴν ἔλλαμψιν, ‘ἀλλ’ ὡς αὐτὸς ὢν‘ ὁ ἐλλάμψας καὶ ἐλλαμφθείς· μία γὰρ ὑπόστασις καὶ αὖθις μεμένηκας, ὁ
105ἀεὶ ὢν καὶ ἀιδίως συνὼν τῷ πατρί, ὁ αὐτὸ ‘χρηματίσας καὶ ἄνθρωποσ‘. Σὺ δέ μοι ὅρα τοῦ Ἰησοῦ τὸ φιλάνθρωπον καὶ τὴν ἄπειρον συγκατάβασιν, ὅτι δεῆσαν κατιέναι οὐκ ἐξ ὑπογύου ταῖς ὑπερτέραις συνῆπται δυνάμεσιν, ‘οὐ γὰρ ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραάμ‘, φησί, καὶ ‘ἐκένωσεν ἑαυτὸν ἄχρι δούλου μορφῆσ‘. καὶ ἀγγέλοις μὲν εἰκόνας τινὰς
110καὶ σκιὰς τῆς ἑαυτοῦ δίδωσιν ὑποστάσεως, καὶ ἡμῖν ὅλον ἑαυτὸν ἐμπαρ‐ έσχε, καὶ οὐδὲ τὴν ἐσχατιὰν τοῦ σώματος ἡμῶν ἀπηξίωσεν, ἀλλὰ διὰ μέσης ψυχῆς ὅλος ὅλῳ μοι συνήφθη, ‘ὅλην τῇ θεότητι μίξας τὴν ἀνθρω‐ πότητα‘. αἱ μὲν γὰρ ὑποστάσεις μεμερισμέναι πεφύκασι τῆς τριαδικῆς ἐλλάμψεως, καὶ ἑκάστη μετὰ τῆς συμφύτου γνωρίζεται ἰδιότητος·
115πατὴρ γὰρ καὶ υἱὸς καὶ πνεῦμα, καὶ αἱ ἰδιότητες ἀγεννησία καὶ γέννησις καὶ ἐκπόρευσις, ἡ δὲ θεότης μία· ἥ τε γὰρ ἐν τῷ πατρί, αὕτη καὶ ἐν 〈τῷ〉 υἱῷ καὶ ἐν τῷ πνεύματι, καὶ ἡ ἐν τῷ υἱῷ αὖθις καὶ ἐν τοῖς δυσί, καὶ ἡ ἐν τῷ πνεύματι ἡ αὐτὴ ἥτις καὶ ἐν τῷ πατρὶ καὶ ἐν τῷ υἱῷ. ὅλην γοῦν ἔχων τὴν θεότητα τὴν ἐν τῷ πατρὶ καὶ ἐν τῷ πνεύματι κατελήλυθεν ὁ
120υἱός, καὶ τῇ αὐτοῦ ὑποστάσει τῇ υἱικῇ ὅλην τὴν ἡμετέραν φύσιν διὰ τοῦ κυριακοῦ ὑποστησάμενος σώματος, κατέμιξε τῇ θεότητι καὶ συνῆψε τὰ διεστῶτα, ἀνθρωπότητά φημι καὶ θεότητα, διὰ τῆς μιᾶς αὐτοῦ ὑποστά‐ σεως. ἐπεὶ γὰρ μία τυγχάνων ὑπόστασις ὁ υἱός, ἀμερίστως ἐν ταύτῃ τήν τε πατρικὴν εἶχε θεότητα καὶ τὴν τοῦ πνεύματος, ἥνωσε δὲ καὶ τῇ ἑαυτοῦ
125ὑποστάσει τὸν ἄνθρωπον, οὐ τόνδε ἢ τόνδε, ἀλλὰ τὴν ὅλην φύσιν, πάντως δήπου καὶ τῇ θεότητι τοῦτον συνήνωσε. Δυνατὸν μὲν οὖν καὶ οὕτως τὸ μέλος ἀναγινώσκεσθαι. ἔστι δὲ καὶ οὕτως εἰπεῖν, ὅτι ὅλῃ τῇ θεότητι τὴν ἀνθρωπότητα ἥνωσε. κάλλιον δὲ τοῦτο δὴ τὸ τῆς ὁλότητος ὄνομα κατ’ αἰτιατικὴν πτῶσιν ἀναγινώσκεσθαι· τὸ γὰρ
130ὅλον τοῦ συνεχοῦς τυγχάνον ποσοῦ, ὥσπερ τὸ πᾶν ἐκ διῃρημένου, ἐκ μερῶν τήν τε προσηγορίαν καὶ τὴν ὕπαρξιν ἐκληρώσατο. διὰ τοῦτο οὐδὲ
ὅλον φαμὲν τὸν ἄνθρωπον τὸν παρ’ ἕνα τυγχάνοντα δάκτυλον. ἐπεὶ οὖν τὸ ὅλον μερῶν ἐστιν ὅλον, κατ’ αὐτὸν φάναι τὸν Πορφύριον, τοῖς μεριστοῖς δήπου ἁρμόσει τὸ ὄνομα, ἀμερίστῳ δὲ οὐδ’ ᾡτινιοῦν προσάψεις. δύο46
135τοίνυν φύσεων ἐν τῇ τοῦ Χριστοῦ συνελθουσῶν ὑποστάσει, ἡ μὲν ἀμέριστος ἦν, φημὶ δὴ τὴν θεότητα, ἡ δὲ μεριστή, ἥτις ἡ ἀνθρωπότης ἐστί. διὰ τοῦτο καὶ ὁ μελῳδὸς τὸ τῆς ὁλότητος ὄνομα τῇ ἀνθρωπότητι συνήρμοσεν, ἥτις δὴ καὶ ὅλον ἐστίν, ὅτι ἐκ μερῶν· ὁ δὲ θεὸς οὐχ ὅλον, ἀλλ’ ἁπλῶς θεός. πλὴν ταῦτά φημι, οὐκ ἀγνοῶν ὅτι καὶ τῷ τοῦ ὅλου ὀνόματι ἐπὶ θεοῦ
140τινες κατεχρήσαντο (‘ὅλοσ‘ γάρ φησι ‘θεὸς καὶ ὅλος ἄνθρωποσ‘), ἀλλ’ ὅτι ταῦτα μὲν κυριολεκτούντων, ἐκεῖνα δὲ καταχρωμένων.

12

(1t)

λʹ. Εἰς τὸ ‘ὡς ἄνθρωπος ὑπάρχω οὐσίᾳ, οὐ φαντασίᾳ, οὕτω θεὸς τῷ
2tτρόπῳ τῆς ἀντιδόσεως ἡ φύσις ἡ ἑνωθεῖσά μοι· Χριστὸν ἕνα διό με
3tγνῶτε, τὰ ἐξ ὧν ἐν οἷς ἅπερ πέφυκα σῴζοντα‘
4Πρὸ τῆς κατὰ μέρος τοῦ ‘ὡς ἄνθρωπος ὑπάρχω‘ ζητήσεώς τε καὶ
5ἐξηγήσεως τοῦτο διερευνήσασθαι χρή, τίς ἐστιν ὁ τοῦτο φθεγγόμενος, ὃν δὴ ὁ μελῳδὸς ὑποκρίνεται. ἆρά γε ὁ κυριακὸς ἄνθρωπος, τουτέστι τὸ πρόσλημμα, ἢ ὁ τὴν ἡμετέραν μορφὴν ὑποδύς, τὸ υἱικὸν τῆς μακαρίας τριάδος πρόσωπον, ἢ ἡ ἐξ ἀμφοτέρων τῶν δύο φύσεων ὑπόστασις καὶ ἐν ἀμφοτέραις ταῖς φύσεσιν; ἔμοιγε γὰρ δοκεῖ ὅτι ἐπίσης ἁμαρτάνουσιν οἵ
10τε τῷ ψιλῷ ἀνθρώπῳ τοὺς λόγους περιτιθέμενοι καὶ οἱ τῷ ἀσωμάτῳ θεῷ. πῶς γὰρ ἂν εἴπῃ σαρκίνη φύσις ‘ὡς ἄνθρωπος ὑπάρχω οὐσίᾳ, οὐ φαντασίᾳ‘, ἢ πῶς ἡ θεία φύσις τὸ αὐτὸ τοῦτο φθέγξεται; δῆλον οὖν ὡς τῆς συνθέτου ὑποστάσεώς ἐστιν ἡ φωνή. ἓν γὰρ καὶ μετὰ τὴν ἕνωσιν μεμένηκε πρόσωπον, σῷζον τὰς συνεληλυθυίας φύσεις καθαρὰς καὶ47
15ἀσυγχύτους ἐν τοῖς ἰδίοις ἰδιώμασιν. οὐδὲ γὰρ ἐκ δύο μὲν φύσεων ἡ τοῦ θεοῦ σάρκωσις, μία δὲ μετὰ τὴν ἕνωσιν γέγονε κατὰ τὴν Νεστοριακὴν λύτταν, ἀλλ’ αἱ διάφοροι συνεληλυθυῖαι φύσεις καὶ μίαν ὑπόστασιν ἐργασάμεναι οὐ συνεχύθησαν ἐν τῇ πρὸς ἀλλήλας ἀνακράσει, οὐδέ τι ἕτερον κοινὸν ἐκ τοῦ μίγματος γέγονε. τὰ μὲν γὰρ σώματα, ἐκ τῶν
20τεσσάρων στοιχείων εἰληχότα τὴν κρᾶσιν, ἄλλο τι παρ’ ἐκεῖνα τυγχάνει· οὔτε γὰρ ὁ λίθος οὔθ’ ὁ σίδηρος οὔτε τὸ ἡμέτερον σῶμα ἢ πῦρ ἐστι καθαρῶς ἢ ἀὴρ ἤ τι τῶν ἄλλων στοιχείων, ἀλλ’ ἐξ ἐκείνων μὲν συνεκράθη, ἄλλο δέ τι μετὰ τὴν σύγκρασιν γέγονε. τῆς θείας δὲ μορφῆς ἤτοι φύσεως ἐν μιᾷ τῶν αὐτῆς ὑποστάσεων τῇ ἀνθρωπίνῃ οὐσίᾳ ἀτομωθείσῃ συνελη‐
25λυθυίας, οὐκ ἄλλο τι γέγονεν ἀπὸ τῆς ἀρρήτου ταύτης μίξεώς τε καὶ κράσεως, ἀλλὰ καὶ μετὰ τὴν ἕνωσιν αἱ φύσεις τὸ ἀσύγχυτον ἔχουσιν. Ἵνα δὲ καὶ πρὸς παράδειγμα βλέπωμεν, ὁ καθ’ ἕκαστον ὑποκείσθω ἄνθρωπος, εἰς οὗτινος ὑπόστασιν σῶμα συνελήλυθε καὶ ψυχή, ἀλλ’ οὐκ ἄλλο τι παρὰ ταῦτα ὁ μερικὸς ἄνθρωπος. πλὴν μέχρι τούτου στήτω
30ἡμῖν τὸ παράδειγμα· προσωτέρω γὰρ χωρῶν πολλὴν εὑρήσεις διαφοράν. ἐπὶ μὲν γὰρ τοῦ μερικοῦ ἀνθρώπου ἰδιαζόντως τὸ σῶμα καὶ ἡ ψυχὴ λέγεται, καὶ οὔτε ἡ ψυχὴ σῶμα ἂν κληθείη ποτὲ οὔτε τὸ σῶμα ψυχὴ προσαγορευθείη· ἐπὶ δὲ τῆς τοῦ θεοῦ καθ’ ἡμᾶς ὑποστάσεως καὶ τὸν θεὸν θαρρούντως ἂν εἴπῃ τις ἄνθρωπον καὶ τὸν ἄνθρωπον θεόν, μεταχω‐
35ρούντων ἀλλήλοις τῶν ὀνομάτων καὶ ἀντιδιδομένων κατὰ τὴν ἄρρητον συμφυΐαν καὶ σύγκρασιν. καὶ τῶν μὲν μερικῶν ἀνθρώπων ἔστι τι κοινὸν εἶδος, διὸ ἀπαράλλακτα κατὰ τοῦτο τὰ μερικὰ λέγονται· οἱ γὰρ κατὰ μέρος ἄνθρωποι τοῖς χαρακτῆρσι διεστηκότες τὴν ἀπαραλλαξίαν κατὰ τὸ εἶδος ἔχουσι. τῆς δὲ θείας ἐκείνης τῶν φύσεων ὑποστάσεως οὐκ ἔστι τι κοινὸν
40ὄνομα Χριστὸς ὀνομαζόμενον, ὥσπερ ἐφ’ ἡμῶν ἄνθρωπος, ὅτι μηδὲ πολλοὶ οὕτως Χριστοί, ἀλλ’ εἷς, ‘ὁ τοῦ πατρὸς ὅρος καὶ λόγοσ‘, τῇ θεότητι
μίξας τὴν ἀνθρωπότητα. Εἰ δέ τις τὰ τοῦ Νεστορίου φρονῶν ἀπαντήσει πρὸς ἡμᾶς ὡς, εἰ ἐκ δύο φύσεων ὁ ἄνθρωπος σύγκειται, τοῦτον δὲ ὁ θεὸς προσελάβετο, ἑτέρα48
45παρὰ τοῦτον φύσις τυγχάνων, διὰ τί μὴ ἐκ τριῶν φύσεων δοξάζετε τὸν Χριστόν, δύο μὲν τῶν τοῦ ἀνθρώπου, ψυχῆς φημι καὶ σώματος, μιᾶς δὲ τῆς οἰκείας; ἐκεῖνο πρὸς αὐτὸν λέγετε· ὦ λῷστε, τὰ ἑνούμενα ἐκ τῶν προσεχῶν ἑνοῦσθαι λέγεται, ἀλλ’ οὐχὶ τῶν πόρρω. διὰ τί γὰρ καὶ αὐτὸς μὴ τὸν ἄνθρωπον ἐκ πέντε λέγεις συγκεῖσθαι καί, τό γε ἀληθέστερον, ἐξ

12

(50)

ἑπτά, μιᾶς μὲν τῆς ψυχῆς, τεσσάρων δὲ τῶν στοιχείων τοῦ σώματος, καὶ ἔτι ὕλης καὶ εἴδους τῶν πορρωτέρω; καὶ ἡμεῖς μὲν τὸν Χριστὸν ἐκ δύο φύσεων δογματίζοντες, ὡς μίαν φύσιν τὸν ἄνθρωπον προσλαμβάνομεν, πρὸς τὸ προσεχὲς ἀφορῶντες καὶ οὐ πρὸς τὰς φύσεις, ἐξ ὧν ἐκεῖνος συνέστηκεν. εἰ δὲ καὶ πρὸς ταύτην λυττᾷ τὴν ἐπίλυσιν, καὶ ἑτέραν προσ‐
55θείη, ὡς ὁ ἄνθρωπος ἢ μερικός ἐστιν ἢ καθόλου, ἡμεῖς δέ φαμεν τὸν καθόλου ἄνθρωπον ἀνειληφέναι τὸν κύριον, ὃς δὴ καὶ ἀσύνθετός ἐστι καὶ διὰ τοῦτο μία φύσις λεγόμενος. Ἐπεὶ οὖν ἄρρητος ἡ ἕνωσις γέγονε καὶ ἀρρητοτέρα ἡ τῶν φύσεων μεταχώρησις, τὴν τοιαύτην ἀπορρήτως μετάβασιν ἀντίδοσιν ὁ μελῳδὸς
60ὀνομάσας, ὡς ἐκ προσώπου τοῦ καθ’ ἡμᾶς ὑποστάντος θεοῦ, τοῦ ἑνὸς προσώπου φημί, τὴν θαυμασίαν ταύτην ᾠδὴν ἀναβάλλεται, ‘ὡς ἄνθρωπος ὑπάρχω οὐσίᾳ, οὐ φαντασίᾳ, οὕτω θεὸς τῷ τρόπῳ τῆς ἀντιδόσεως ἡ φύσις ἡ ἑνωθεῖσά μοι‘, τὰς Νεστορίου καὶ Εὐτυχοῦς δόξας εὐθὺς ἀναιρῶν. ὁ μὲν γὰρ Νεστόριος, τὴν ὑπόστασιν δεχόμενος τῆς σαρκός, φαντασιοῦσθαι
65ἐν αὐτῇ τὸν θεὸν ἔλεγεν· Εὐτυχὴς δέ, τὸν θεὸν φάσκων ἀληθῶς γεγενῆ‐ σθαι, φαντάσαι τὴν σάρκα δυσσεβῶς ἐδογμάτιζεν. Ἀλλ’ ἐπειδὴ πάντῃ ἄτοπος ἡ τοῦ Εὐτυχοῦς αἵρεσις (πῶς γὰρ σῶμα παχυμερές τε καὶ διεστηκός, ὕπνῳ τε δουλεῦον καὶ πάθεσι τοῖς ἀδιαβλή‐ τοις, ἱδρῶτί τε ῥαινόμενον καὶ ποτὲ μὲν ἐμβριμώμενον, ποτὲ δὲ εἰς
70ἱλαρότητα διαχεόμενον, ἐν φαντασίᾳ ἂν λογισθείη καὶ οὐκ ἀληθείᾳ καὶ ὑποστάσει;), ἐντεῦθεν ὁ μελῳδὸς τὸν ὕμνον ποιούμενος, φησίν, αὐτῷ δὴ τῷ θεῷ τοὺς λόγους περιτιθέμενος, ὅτι ὥσπερ δὴ θεὸς ὢν κατ’ οὐσίαν
ἄνθρωπος γέγονα τέλειος ‘οὐσίᾳ, οὐ φαντασίᾳ‘, τουτέστιν ὑπάρξει (οὕτω γὰρ ἐνταῦθα τὴν οὐσίαν ἀκουστέον καὶ οὐ κατὰ ψιλὴν ἔλλαμψιν, ἵνα μὴ49
75σχετικὴ νομισθείη ἡ ἕνωσις), οὕτω δὴ καὶ ἡ ἑνωθεῖσά μοι σὰρξ θεὸς γέγονε τέλειος κατὰ τὸν τρόπον τῆς ἀντιδόσεως. ἀντίδοσις δέ ἐστιν ἡ τῶν φύσεων πρὸς ἀλλήλας ἀντιπεριχώρησις καί, ὡς ἄν τις εἴπῃ, ἀμοιβή τις καὶ μετάδοσις· ὥσπερ γὰρ ἄνθρωπος, φησί, γέγονα τέλειος, μείνας θεὸς ὅπερ ἦν, οὕτω δὴ καὶ ἡ ἑνωθεῖσά μοι φύσις θεὸς γέγονε τέλειος, μείνασα
80σὰρξ ὅπερ ἦν. τοιοῦτον γὰρ τὸ καθ’ ἡμᾶς δόγμα· αὐτόν τε γὰρ τὸν θεὸν θαρρούντως ἄνθρωπον ὀνομάζομεν καὶ τὸν ἄνθρωπον θεόν. διὰ τοῦτο κἀν τοῖς πράγμασιν ὡς βουλόμεθα χρώμεθα τοῖς ὀνόμασι, καὶ τὸν μὲν θεὸς διατετρῆσθαι λέγομεν ἐπὶ τοῦ σταυροῦ, τὸν δὲ ἄνθρωπον ἀναστῆσαι τὸν Λάζαρον· καίτοι γε ἐκεῖ μὲν ἄνθρωπος ἦν ὁ διατρηθείς, ἐνταῦθα δὲ
85θεὸς ὁ τὴν θαυματουργίαν πεποιηκώς. ἐπειδὴ γὰρ γέγονεν ἡ τῶν φύσεων ἀντιπεριχώρησις ἀκριβὴς καὶ τελεία, διὰ τοῦτο καὶ τοῖς ὀνόμασιν ἀντιπερι‐ κεχωρηκότως χρώμεθα, τουτέστιν ἀντιτετυπωμένως. ‘Χριστὸν‘ γοῦν ‘ἕνα διό με γνῶτε, τὰ ἐξ ὧν ἐν οἷς ἅπερ πέφυκα σῴζοντα‘· ἐπεὶ γὰρ τὸ τοῦ Χριστοῦ ὄνομα τὸ συναμφότερον δηλοῖ τῶν φύσεων, κἄν
90τινες ἄλλως παραβιάζωνται, διὰ τὸ ‘Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε‘ ἐπὶ γυμνοῦ τοῦ θεοῦ τοῦτο κατηγοροῦντες, ἓν δὲ πρόσωπον καὶ μετὰ τὴν ἕνωσιν γέγονεν ὁ θεός, ὃ δὴ καὶ θεός ἐστι καὶ ἄνθρωπος τέλειος διὰ τὴν θαυμασίαν ταύτην ἀντίδοσιν, ‘Χριστὸν ἕνα‘ φησί ‘διό με γνῶτε‘. διὰ γὰρ τὸ ἀντίδοσιν γενέσθαι τῶν φύσεων ἕνα με γνῶτε Χριστόν, οὐ τὰς φύσεις
95παραχαράξαντα, ἀλλὰ ‘τὰ ἐξ ὧν ἐν οἷς ἅπερ πέφυκα σῴζοντα‘· ἔκ τε γὰρ δύο ὑφέστηκα φύσεων καὶ ἐν ταύταις ταῖς φύσεσι πέφυκα, μᾶλλον δὲ οὐδὲν ἕτερον παρὰ ταύτας τὰς φύσεις εἰμί, ἀλλὰ τοῦτο αὐτό εἰμι, δύο φύσεις, θεὸς τέλειος καὶ ἄνθρωπος τέλειος. οὐ γὰρ εἴ τι ἐξ ὧν ἐστι, τοῦτο δὴ αὐτὰ ἐκεῖνα τυγχάνει τὰ ἐξ ὧν· ‘ἐκ πυρὸσ‘ γὰρ ‘καὶ γῆσ‘ ὁ οὐρανὸς κατὰ

12

(100)

Πλάτωνα, ἀλλ’ οὐχ ἅπερ ἐκεῖνα ὁ οὐρανὸς πέφυκεν. ὁ δὲ Χριστὸς ἐξ ὧν πέφυκεν ἢ συνέστηκεν ἐκεῖνα τυγχάνει, οὐκ ἄλλο τι ποιησάσης τῆς μίξεως. ἐκ δύο γοῦν φύσεων ὁ Χριστὸς καὶ ἐν ταύταις ταῖς φύσεσιν. ἀλλ’ ἐπειδὴ τὸ ἔν τινι ἄλλο τι πέφυκε παρὰ τὸ ἐν ᾧ ἐστιν (οὕτω γὰρ ἐν τῇ
τοῦ ἔν τινι ἑνδεκαχῇ ὁμωνυμίᾳ μεμαθήκατε), ἵνα μή τις οἰηθείη ὡς, εἰ ἐν50
105ταῖς φύσεσιν ὁ Χριστὸς ἐξ ὧν συνέστηκεν, ὡς συμβεβηκός ἐστιν ἐν ἐκείναις καὶ ἄλλο τι παρὰ ταύτας, τὸ ‘ἅπερ πέφυκα‘ προσῆψεν ὁ μελῳδός, ἐξ ἑτέρου θεολόγου τὴν τοιαύτην θεηγορίαν ἐρανισάμενος, μᾶλλον δὲ συνημμένως ὅλην λαβὼν τὴν περίοδον, ὡς ἴστε, καὶ μεταλλάξας μικρὸν τὰ ὀνόματα διὰ τὴν πρὸς τὴν ἁρμονίαν ἠχώ.
110 Καὶ ταῦτα μὲν ἐκεῖνος συντετμημένως, ἐγὼ δὲ τὴν τῆς ᾠδῆς θεωρίαν ἀναπτυξάμενος, ἅπερ ἐκεῖνος συνεσπειραμένως εἴρηκεν ἀποτάδην διηρμή‐ νευκα. δεδόσθω γοῦν ἐκείνῳ μὲν ὁ νοερὸς χαρακτήρ, ἐμοὶ δὲ ἡ τῆς διανοίας διέξοδος· ὁ μὲν γὰρ νοῦς εἰς ἑαυτὸν ἀνελιττόμενος βραχύς ἐστι τὴν προφοράν, ἡ δὲ διάνοια τὸν νοῦν ὑποβᾶσα διεξοδικωτέρα ἐστί. καὶ
115ἀφάνταστα μὲν ἄμφω κατὰ τὸν μέγαν Πορφύριον καὶ πρὸ αὐτοῦ τὸν Ἀρίστωνος, ἀλλ’ ὁ μὲν νοῦς ἀκινήτως οἶδεν ὅπερ ἐπίσταται, ἡ δὲ διάνοια, κατ’ αὐτὸ δὴ τὸ ὄνομα ὁδὸν διά τι διανύουσα, ἐν κινήσει τὴν τῶν πραγ‐ μάτων ἔχει ἀντίληψιν.

13

(1t)

λαʹ. Τοῦ αὐτοῦ εἰς τὸ ‘κύριε, ἐλέησον‘
2 Δοκεῖ τισιν ἁπλοῦν εἶναι καὶ ταῖς προχείροις ἡμῶν ἐννοίαις τὸ ‘κύριε ἐλέησον‘ ἐγκείμενον, ὅτι δὴ καὶ καθωμίληται καὶ πάντες ἐξ αὐτομάτου γλώττης τὸ τοιοῦτον ῥητὸν ἀναπνέουσιν· ἐμοὶ δὲ καὶ λίαν δυσκατανόητον
5φαίνεται καὶ ἀμφίβολός εἰμι τοῖς λογισμοῖς. πρῶτον μὲν διὰ τί, πολλῶν προσαρμοζουσῶν προσηγοριῶν τῷ κρείττονι, ἡ τοῦ ‘κύριοσ‘ φωνὴ ἐνταῦθα προκέκριται; ἔπειτα δέ, πολλῶν αὐτῷ οὐσῶν τῶν δυνάμεων, δικαιοσύνης, φημί, ἀνεξικακίας καὶ φιλανθρωπίας, διὰ τί ἡ τοῦ ἐλεεῖν προσηγορία συνῆπται τῷ ‘κύριε‘; ζητῶ δὲ καὶ τί ἑκάτερα51
10δύναται, καὶ πότερον ‘τῷ ἐπὶ πάντων θεῷ‘, τῷ πατρὶ ‘τοῦ μονογενοῦς υἱοῦ‘, κυριολογεῖται τὸ ‘κύριε‘ ἢ τῷ υἱῷ ἢ τῷ συντεταγμένῳ τούτοις πνεύματι. πρὸς τίνα δὲ ἡμεῖς ποτνιώμενοι τοῦτο προσάγομεν τὸ ῥητόν; ἆρα ἑνὶ τῶν τριῶν προσώπων, ἢ τῷ κοινῷ ὀνόματι τῆς θεότητος; καὶ εἰ ἑνί, πάντως ἀφωρισμένῳ τινί, καὶ διὰ τί τούτῳ μέν, ἐκείνῳ δ’ οὔ; εἰ δὲ
15τῷ κοινῷ, ζητῶ ποῖα μὲν τῶν ὀνομάτων δεικνύει τὴν ἕνωσιν, ποῖα δὲ τὴν διάκρισιν. αὐτὸ δὲ τὸ ‘ἐλέησον‘ τίνα ἔχει τὴν δύναμιν; ἆρα τὴν αὐτὴν τῷ ‘δικαίωσον‘; καὶ μὴν πρὸς τοῦτο αὐτομάτως ἀνάγεται. ἀλλ’ ἄλλο τι παρὰ τοῦτο; πᾶν δὲ τὸ μὴ τῷ τοῦ δικαίου κανόνι στοιχοῦν, τοῦτο διεφθαρμένον καὶ παρατεθραυσμένον ἐστίν. ἆρα γοῦν ὁ ἱεροσυλῶν, ἐν ᾧ δὴ τὰ τῶν
20κρειττόνων συλᾷ, ἐπιβοώμενος τὸ ‘κύριε, ἐλέησον‘ ἐξιλεώσεται ἑαυτὸν τῷ θεῷ; εἰ δὲ μετὰ τὸ κακοποιῆσαι τὸν τῆς μεταμελείας στεναγμὸν ἀναπέμπων ἐξιλεοῖ ἑαυτῷ τὸν θεόν, οὐκ ἐλεοῦντα τοῦτον, ἀλλὰ δικαιοῦντα προσάγεται. ὁ γὰρ κατὰ λόγον τῶν τε ἡμαρτημένων τῶν τε μετεγνωκότων ἐπάγων ἢ τὰς τιμωρίας ἢ τὰς ἀφέσεις δικαιοῖ δήπουθεν, ἀλλ’ οὐκ ἐλεεῖ.
25οὐκ ἀφίησι δὲ ἡμῖν ὁ θεὸς τὰ παραπτώματα μὴ ἑτέροις ἀφεικόσιν αὐτά· ὥστε οὐκ ἐλεεῖ, ἀλλὰ δικαιοῖ. πῶς οὖν φαμεν ‘κύριε, ἐλέησον‘; Τὰ μὲν οὖν ἠπορημένα ταῦτα καὶ τούτων πλείω, εἴ γε βούλοιτό τις κατὰ λεπτὸν τὰς ἐγκειμένας δυνάμεις τῶν λέξεων πολυπραγμονεῖν· ἐγὼ δὲ πρὸς τὸ πρῶτον ἄνειμι. καὶ πρῶτόν γε δεῖ τοῦτο πάντας ἡμᾶς ἐπίστασθαι,
30ὅτι μηδεμία τις λέξις αὐτῆς. ἅπτεται τῆς θείας οὐσίας, ἀλλ’ ὥσπερ οὐδεμίαν καταληπτικὴν ἔννοιαν ἔχομεν τοῦ πρώτου ἀγαθοῦ, οὕτως οὐδ’ ἐκφωνούμενόν τινα λόγον τοῦ κρείττονος παραστατικόν. ἀλλ’ ἐπειδὴ τὸ θεῖον πάντα ἴσμεν ὂν τὰ ὅσα πεποίηκε κατὰ τὴν οἰκείαν ἑνιαίαν δύναμιν καὶ πάσας ἀύλως καὶ ἀσωμάτως ἐν ἑαυτῷ περιέχον τὰς εἰς τὰ
35προνοούμενα προχεομένας δυνάμεις, διὰ τοῦτο, ἀφ’ ὧν ἡμῶν προνοεῖ, τούτοις κατονομάζομεν. καὶ ὅτε μὲν τὴν κατὰ πάντων ἀρχὴν αὐτῷ
προσμαρτυρῆσαι βουλόμεθα, τῷ τοῦ κυρίου τιμῶμεν ὀνόματι· ὅτε δὲ τὸ δημιουργικὸν ἐμφῆναι βουλόμεθα, ποιητὴν αὐτὸν τῶν ὄντων ἀποκαλοῦμεν, καὶ τὰ λοιπὰ τῶν ὀνομάτων ὡσαύτως αὐτῷ ἀπομεριζόμεθα. τούτων δὲ52
40τὰ μὲν κοινὰ τοῖς τρισὶ προσώποις, τὰ δὲ ἑκάστῳ μεμερισμένως προσ‐ αφορίζεται. ἀλλ’ ἴδια μὲν ἑκάστῳ, τῷ μὲν ἡ πατρότης καὶ τὸ ἀγέννητον καὶ τὸ μὴ ἐξ αἰτίου, τῷ δὲ τὸ υἱῷ εἶναι καὶ γεγεννῆσθαι καὶ ἐξ αἰτίου προεληλυθέναι, τῷ δὲ πνεύματι τὸ αἴτιον ἔχειν τὸν πατέρα καὶ τὸ ἐκπε‐ πορεῦσθαι. τὰ δ’ ἄλλα πάντα κοινά· ἀγαθὸν γὰρ εἰπόντες τὸν θεὸν ἢ
45σοφὸν ἢ προνοητικὸν ἢ κύριον, τοῖς τρισὶν ὁμοτίμως ταῦτα προσάπτομεν. ὁ γοῦν τὸ ‘κύριε, ἐλέησον‘ λέγων οὐκ ἰδικῶς πρὸς ἕνα τὸν λόγον ποιεῖται, ἀλλὰ πρὸς πᾶσαν ἁπλῶς τὴν τριαδικὴν ἕνωσιν· κοινὸν γὰρ πᾶσιν ὥσπερ τὸ δικαιοῦν, οὕτω καὶ τὸ ἐλεεῖν. Δύναμιν δὲ ἔχει τὸ ‘κύριε‘ τὴν ἀρχικὴν ἀοράτου καὶ ὁρατῆς κτίσεως· τὸ

13

(50)

δ’ ἄρχειν οὐ τοῦτό ἐστι, τὸ ἁπλῶς προκαθῆσθαί τινων, ἀλλὰ καὶ τὸ μεταποιεῖν ὡς ἂν ἐθέλῃ ταῦτα, ὧν δὴ καὶ προΐσταται. κύριος οὖν ἡλίου, ὅτι μὴ μόνον κατάρχει τῆς τούτου κινήσεως, ἀλλὰ καὶ ἀναλύει ταύτην, ὅταν βούληται. διὸ δὴ καὶ φαίνεται πολλάκις τοῦτο πεποιηκώς· ‘τήν‘ τε γὰρ ‘σελήνην‘ ἅπαξ ποτὲ ‘ἔστησε κατὰ φάραγγα‘, καὶ ‘τὸν ἥλιον‘ ἐπέδησέ
55τε ‘κατὰ Γαβαώθ‘, καὶ αὖθις ἀνέλυσεν. οὐ μάτην δέ μοι ταῦτα προσείλη‐ πται, ἀλλὰ διὰ τὸ ‘ἐλέησον‘ δοκεῖ γὰρ ὁ ἐλεῶν ὑπερβαίνειν τὸ δίκαιον. διὰ τοῦτο οὖν τὸ ‘ἐλέησον‘ προσῆπται τῷ ‘κύριε‘· καινοτομοῦντος γάρ ἐστιν ὁ ἔλεος, κυρίου δὲ τὸ καινοτομεῖν διὰ τοῦτο ὡς πάντα δυνάμενον τὸν θεὸν ἐνεργεῖν ἐλεῆσαι καταδυσωποῦμεν ἡμᾶς, ‘κύριε‘, φάσκοντες,
60‘ἐλέησον‘, τουτέστιν, οὐ νόμοις ἀκολουθεῖς, ὦ δέσποτα, οὐδ’ ἔστι σοι ἀνάγκη τις ἀπαραίτητος, ἣν οὐχ ὑπερβήσῃ ἐλεεῖν ἐθέλων. ἀλλ’ ἐπειδὴ ὡς ἂν ἐθέλῃς τὰ σὰ διακυβερνᾷς ποιήματα, εἰ καὶ πολλάκις αὐτὸς μετενόησα, καὶ κατὰ τὸν Μανασσῆν ἐπὶ πεντήκοντα ἔτεσι τὴν παρανομίαν ἐξέτεινα, καὶ οὐκ ἀνάλογος τοῖς πλημμελήμασιν ἡ μετάνοια, ἀλλὰ σύ, ὡς κύριος
65καὶ δυνάμενος ὅσα βούλει ποιεῖν καὶ νόμῳ μὴ ὑποκείμενος, τὴν δικαιοσύνην ἐλέῳ μοι κατακέρασον καὶ ἐλέησον, ‘κύριε, ἐλέησον‘. Ἔστι τις καὶ ἄλλη φύσις ἐλέους, ἥτις δὴ ἐπιγίνεται ἐλεεινολογουμέναις
φωναῖς καὶ σχήμασι ταπεινοῖς· ἀτεχνῶς γὰρ καὶ θηριώδεις ψυχαὶ τῷ ἐλέῳ καταμαλάττονται, ὅταν τις διαρρήξῃ μὲν τὴν ἐσθῆτα, κόνιν δὲ53
70καταχέῃ τῆς κεφαλῆς καὶ ἐλεεινὰ μέλη σοφίσηται, τὸ μὲν ἐκτραγῳδῶν τὰς ἑαυτοῦ συμφοράς, τὸ δὲ διεστραμμένα δεικνὺς τὰ μέρη τοῦ σώματος. ὥσπερ οὖν οὗτοι καὶ τὴν λίθου σκληροτέραν ψυχὴν πρὸς ἔλεον ἐπισπῶνται, οὕτως ἐπικάμπτομεν πρὸς ἡμᾶς τὸν θεόν, θρηνώδεις καὶ αὐτοὶ φωνὰς ἀναπέμποντες καὶ γοερῶς ἐφ’ οἷς ἡμάρτομεν ἀπολοφυρόμενοι, ‘κύριε,
75ἐλέησον‘, οὐχὶ δικαίως, οὐδὲ κατὰ τὰ πεπραγμένα καὶ τὴν κρίσιν ἐπάγαγε. κἂν γάρ τις ἀπὸ σπαργάνων αὐτῶν μέχρι τελευταίας ἀναπνοῆς τὸν ἀσκητικὸν ἑλόμενος βίον ζήσῃ κατὰ θεόν, οὐδ’ οὗτος ‘ἀπὸ ῥύπου‘ πέφυκε ‘καθαρόσ‘, ἀλλ’ οὐδὲ πρὸς ἃ εὐηργέτηταί τις παρὰ τοῦ θεοῦ κατ’ ἰσομοι‐ ρίαν ἀνταπέδωκεν. ὡς οὖν ἐλλείπων ἔτι πρὸς ἀντισήκωσιν, εἰκότως βοᾷ·
80‘κύριε, ἐλέησον‘. Ἔστι τις καὶ ἑτέρα βαθυτέρα καὶ μείζων ἔννοια. οὐδὲν ἀφ’ ἑαυτοῦ προσάγει τῷ κρείττονι ἄνθρωπος, οὐδὲ γὰρ ὃ οὐκ ἔλαβε. κἂν γοῦν πάσας κατορθώσῃ τὰς ἰδέας τῶν ἀρετῶν, αὐτὰ δὴ προσάγει θεῷ, ὧν ἐκεῖθεν ἔσχε τὰς ἀφορμάς. ἐπεὶ οὖν οὐδὲν ἀποδιδοῦμεν τῷ θεῷ, ἀλλὰ τὸ πολλα‐
85πλάσιον ὧν εἰλήφαμεν ἀποδιδόαμεν, ὑπὲρ τοῦ ἐλλελειμμένου βοῶμεν· ‘κύριε, ἐλέησον‘, ὅτι μὴ τὸ χρέος σοι πᾶν ἀποδεδώκαμεν, μὴ πᾶσαν τὴν ψυχὴν ἀπεκαθήραμεν, μὴ τὸν νοῦν οἷον εἰλήφαμεν προσηγάγομεν· ‘κύριε, ἐλέησον‘. Ὢ πόσων δογμάτων τουτὶ πεπλήρωται τὸ ῥητόν. ‘ἐὰν γὰρ ἀνομίας
90παρατηρήσῃς, κύριε, τίς ὑποστήσεται;‘ εἰ λογισμῷ λογισμὸν πλήξεις, εἰ πράξει πρᾶξιν εὐθύνῃς, τίς τὴν μέλαιναν ὑπερπηδήσει ἀπόφασιν; διὰ τοῦτο ‘κύριε, ἐλέησον‘, τουτέστι καὶ τῷ κολαζομένῳ ὕφελέ τι τοῦ μέτρου τῆς τιμωρίας, καὶ τῷ τιμωμένῳ πολλαπλασίασον τὴν τιμήν. οὕτω γὰρ πείθομαι, φησὶν ὁ μέγας πατήρ, κολάζειν θεόν, ὥστε κἀνταῦθα κἀν τῷ
95μέλλοντι αἰῶνι ἐλέους αὐτῷ ἡ τιμωρία πεπλήρωται. ‘κύριε, ἐλέησον‘, τουτέστι καὶ τιμωρεῖν μέλλων μὴ κατὰ τὸ μέτρον τῆς ἀδικίας καὶ τὰς κολάσεις ἐπάγαγε, καὶ ἀγαθῦναι σπεύδων μὴ πρὸς τὸ τῆς καθάρσεως εἶδος
τὴν ἀγαθότητα πάρασχε, ἀλλ’ ἐπίτεινον ταύτην κατὰ τὴν ἀναλογίαν τῆς σῆς εὐεργέτιδος φύσεως. καὶ ἵνα τὰ πολλὰ συνελὼν εἴπω, οὐκ ἔστιν ὃ54

13

(100)

ποιεῖ θεὸς μὴ ἐλεῶν, ἀλλὰ καὶ καταπιμπρῶν καὶ καταθραύων καρδίαν καὶ σφακέλους ἐπάγων περὶ τὴν μήνιγγα καὶ τἆλλα πάντα ποιῶν ἐλεῶν δρᾷ· οὐ γὰρ ἵνα κακώσῃ, ἀλλ’ ἵνα σώσῃ καὶ ὑγιάσῃ, ὥσπερ δή τις ἰατρὸς τῷ καθαρτηρίῳ φαρμάκῳ, καὶ καστόριον ἐπιβάλλει καὶ ‘πόλιον, ἃ δὴ ῥίγιστον ὄδωδε‘.
105 Τὰ μὲν οὖν ἄλλα τῶν ὀνομάτων μεμερισμένως καὶ ἰδικῶς προσάγεται τῷ θεῷ, ἡ δὲ τοῦ ἐλέους προσηγορία συλληπτική ἐστι πασῶν αὐτοῦ τῶν δυνάμεων· διὰ τοῦτο ἀντὶ τῶν ἄλλων φωνῶν τοῦτο ἐξείλεκται καὶ κοινῷ στόματι παρὰ πάντων τῷ θεῷ ἀναπέμπεται.

14

(1t)

λβʹ. Τοῦ αὐτοῦ εἰς τὸ ‘σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου
2tἐποίησα‘
3 ‘Σοί‘ φησὶν ὁ Δαυίδ ‘μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα‘, πρὸς τὸν θεὸν τοὺς ἱλαστηρίους λόγους ποιούμενος, ‘ὅπως ἂν
5δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε‘. ζητεῖ δὲ ὁ λόγος πῶς μόνῳ προσκέκρουκε τῷ θεῷ, καὶ πῶς ἐνώπιον αὐτοῦ τὴν
πονηρίαν εἰργάσατο ὁ λάθρα ταύτην διαπραξάμενος καὶ τὸν Ἰσραηλίτην ἀδικήσας Οὐρίαν, οὗ τῇ γυναικὶ πεπλησίακεν. ἔτι δὲ βαθυτέρων θεω‐ ρημάτων ἁπτόμενος καὶ τὸν λόγον τῆς αἰτίας ζητεῖ. ἆρα γὰρ διὰ τοῦτο55
10θεὸς δεδικαίωται, ἐφ’ οἷς ἐκεῖνος ἐξήμαρτεν, εἰ δὲ τὸ παρανομῆσαι τοῦτον αἰτιάσεταί τις τοῦ δεδικαιῶσθαι τὸν κύριον, πρὶν παρανομῆσαι ἆρα οὐ δεδικαίωτο; ποία δὲ καὶ δικαίωσις τοῦ θεοῦ ἐφ’ οἷς ὁ Δαυὶδ ἐξημάρτηκεν, ἢ τίνες οἱ λόγοι ἐφ’ οἷς τὴν νικῶσαν ψῆφον ἀπείληφε· τίς δὲ καὶ ὁ δικαιο‐ δοτήσας καὶ πρὸ τούτου διαιτήσας θεῷ καὶ τῷ προφήτῃ, καὶ τὸν μὲν
15κατακρίνας, τὸν δὲ δικαιώσας; πῶς δ’ ἂν καὶ κριθείη θεός, τίνος κατηγο‐ ροῦντος ἢ ἀντιλέγοντος, ὁ πᾶσιν ἀνάλωτος καὶ αὐτοῦ δὴ τοῦ δεδικαιῶσθαι ὑψηλότερος καὶ σεμνότερος; Τοιαύτας μὲν ‘ἀντιλαβὰς καὶ ὑποψίασ‘ ὁ λόγος ἐμβαθύνων εὑρίσκει· ἡμεῖς δὲ κατὰ τὴν τάξιν τῶν διαπορηθέντων τὰς λύσεις ἐπενεγκεῖν
20πειρασόμεθα. καὶ πρῶτόν γε περὶ τοῦ πρώτου· τὸ δὲ ἦν, πῶς δὴ θεῷ μόνῳ ἡμάρτηκεν ὁ καὶ τὸν Ἰσραηλίτην Οὐρίαν ἀπεκτονώς. φημὶ οὖν ὅτι τῶν ἁμαρτανομένων τὰ μὲν αὐτόθεν πρὸς τὸν θεὸν ἔχει τὴν ἀναφοράν, τὰ δὲ δι’ ἑτέρων ἐκείνῳ λογίζεται. ὁ μὲν γὰρ περὶ τὴν δόξαν διαμαρτάνων τοῦ θείου, ἢ ὁ τὴν πρώτην ἀθεότητα ὑφιστάνων, ἢ ὁ συνιστῶν τὴν
25δευτέραν, ἢ ὁ τὴν τρίτην κρατύνων, ὃς δὴ καὶ δεισιδαίμων ἰδίως ὠνόμα‐ σται, ἀμέσως προσκρούει θεῷ, μόνῳ ἐκείνῳ διαμαρτάνων, οὗ δὴ τὴν ἀληθῆ δόξαν καταλύων τὴν πεπλανημένην ὑφίστησιν. ὁ δὲ καταψευδό‐ μενός τινος, ἢ ὁ τῷ πρὸς τὸν πλησίον φθόνῳ τηκόμενος, καὶ ὁ γάμους ἀλλοτρίους ὑπορύττων, καὶ ὁ τὴν δεξιὰν χραίνων φονικοῖς αἵμασιν ἢ εἴ τι
30ἄλλο τοιουτότροπον ἐργαζόμενος, προσεχῶς μὲν πρὸς αὐτοὺς ἐξαμαρτάνει, οὓς παρανομῶν ἀδικεῖ, διὰ μέσων δὲ τούτων πρὸς αὐτὸν διακυρίττεται τὸν θεόν, τῇ κεφαλῇ μὲν ἀτεχνῶς προσαράσσων τὸν οὐρανόν (πῶς γὰρ ἂν ἀδικηθείη θεός;), ἀλλ’ ἡ τῆς προαιρέσεως πονηρία κατὰ τοῦ πρώτου αἰτίου τολμᾷ. ἐπεὶ οὖν πᾶσα πονηρὰ πρᾶξις καὶ πᾶσα προαίρεσις ὑπεύθυ‐
35νος πέφυκε μόνῳ τῷ θεῷ, τούτῳ δὴ καὶ μόνῳ ἐξαμαρτάνει, παρ’ ᾧ δὴ καὶ τὴν ἀπολογίαν τῶν πεπραγμένων πεποίηται. διὰ ταῦτά φησιν ὁ Δαυίδ, ὅτι ‘σοὶ μόνῳ ἥμαρτον‘· μία γὰρ ἡ τῶν ὄντων αἰτία, ἀφ’ ἧς τὰ χρηστὰ πᾶσι καθήκει καὶ δι’ ἧς αἱ τῶν ἁμαρτανομένων τίσεις γεγένηνται ἢ γενήσονται. εἰ γὰρ καὶ ἠδίκησα τὸν Οὐρίαν, φησί, τήν τε γυναῖκα ἀφελό‐
40μενος κἀκεῖνον ἀπεκτονώς, ἀλλὰ δι’ ἐκείνου μέσου πρὸς σὲ τὴν ἁμαρτίαν ἐξειργασάμην. ὁ μὲν γάρ, εἰ καὶ ἠδίκηται παρ’ ἐμοῦ, ἀλλ’ ἐφ’ ἑτέραις ἴσως δίκαις ἁμαρτημάτων τὴν τοῦ θανάτου ψῆφον ἀπείληφεν, ὅθεν τρόπον τινὰ οὐ πρὸς τοῦτον ἡμάρτηκα· ᾧ γὰρ ὁ θάνατος κατὰ τίσιν ἁμαρτημάτων προσῆκται, πῶς ἂν ἀδικοῖτο οὗτος, ὄφλων ἃ κεχρεώστηται;56
45σοὶ γοῦν μόνῳ ἥμαρτον, ᾧ δὴ καὶ τὸ πονηρὸν ἐναντίον πεποίηκα. τὸν μὲν γὰρ διέλαθον καὶ τῷ γάμῳ ἐπιβουλεύσας καὶ τὴν τοῦ θανάτου ψῆφον ἐπενεγκών· οὔτε γὰρ τὴν μοιχείαν διέγνωκε, καὶ τὸ τοῦ θανάτου κόνδυ ἀθρόως καὶ ἀπροσδοκήτως ἐκπέπωκε· σὲ δὲ τὸν ἀλάθητον ὀφθαλμὸν οὐκ ἠδυνήθην λαθεῖν. ἀλλ’ εἰ καὶ ἐν νυκτὶ εἴργαστό μοι τὸ παρανόμημα, εἰ καὶ

14

(50)

σκότον εἶχον τῆς ἁμαρτίας φύλακα καὶ συμπράκτορα, ἀλλ’ ὥσπερ ὑπὸ τοῖς σοῖς ὀφθαλμοῖς δρῶν τὸ ἁμάρτημα, ἐνώπιόν σου ἐδόκουν τοῦτο ποιεῖν. ‘Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε‘. ἀλλὰ πρὶν ἢ τὸν λόγον τῆς αἰτίας ἐπενεγκεῖν καὶ τὸ τῆς γραφῆς
55διερμηνεῦσαι ἰδίωμα, ζητητέον ἡμῖν τοὺς λόγους ἐφ’ οἷς ὁ θεὸς δεδικαίω‐ ται. εἰσὶ δ’ οὗτοι οὓς ἐν τῷ παραδείσῳ πρὸς τὸν Ἀδὰμ εἰρήκει παραβάντα τὴν ἐντολήν· ‘γῆ‘ γὰρ ‘εἶ‘, φησί, ‘καὶ εἰς γῆν ἀπελεύσῃ‘. οὗτοι δὲ κατὰ μὲν τὴν πρόχειρον ἔννοιαν τὴν τοῦ θανάτου καταδίκην ὑποσημαίνουσι, κατὰ δὲ τὴν ὑψηλοτέραν καὶ κρείττονα τὴν πρὸς ‘τὰ πάθη τῆς ἀτιμίασ‘
60ῥοπήν· οὐρανία μὲν γὰρ ἡ ἀρετή, γεώδης δὲ ἡ κακία. ἐπεὶ οὖν ἐξὸν ἐκείνης ἔχεσθαι, ἀπωλίσθησε γῆ γεγονώς, ἤτοι σὰρξ ἀτεχνῶς πρὸς τὰ τῆς σαρκὸς πάθη κατενεχθείς, ‘ἥμαρτον‘, γοῦν φησιν ὁ Δαυίδ, ‘ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου‘. δικαίωσις δὲ θεοῦ ἡ ὧν προειρήκει ἔκβασις καὶ τελείωσις.
65 Ἡ δὲ αἰτία τοῦ τῆς γραφῆς πέφυκεν ἰδιώματος· οὐ γὰρ ἵνα δικαιωθῇ θεός, ἡμάρτηκεν ὁ Δαυίδ, ἀλλ’ αὐτὸ δὴ τὸ ἐκβεβηκὸς αἰτιολογικῶς εἴωθε λέγεσθαι κατά τι τῆς τῶν Ἑβραίων διαλέκτου ἰδίωμα. καὶ ὁ Παῦλος δὲ ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ πολλαχοῦ τοῦτο φαίνεται ποιῶν· ‘διὰ τοῦτο‘ γάρ φησι ‘παρέδωκεν αὐτοὺς εἰς πάθη ἀτιμίας ποιεῖν τὰ μὴ
70καθήκοντα‘. ὁρᾷς ὅπως ἐν αἰτίας λόγῳ αὐτὸ τὸ ἐκβεβηκὸς τέθεικε; κατὰ τὸν τοιοῦτον δὲ χαρακτῆρα καὶ ὁ Δαυὶδ τὴν αἰτίαν ἐνταῦθα προσήνεγκε, τρόπον τινὰ καὶ τὸ ἀσθενὲς τῆς ἀνθρωπίνης ἐπιδεικνύμενος φύσεως, καὶ ὡς ἀρχῆθεν αὐτῇ συνεζύγη ἡ πρὸς τὰ κάτω ῥοπή, καὶ ὁμοῦ τῇ παραβάσει
τῆς ἐντολῆς αἱ τῶν ἁμαρτημάτων ἀφορμαὶ συνεσπάρησαν, ἀφ’ ὧν δὴ57
75‘ἀκάνθας καὶ τριβόλουσ‘, ἅστινας δὴ ταῦτα ὑποληπτέον, οἶμαι δὲ τὰς τῶν παθῶν ἀκμὰς καὶ ὀξύτητας καὶ τοὺς περισκελεῖς περὶ τῆς τοῦ θείου ὑπολήψεως λογισμούς, ἡ τῆς σαρκὸς αὐτῶν ἀνεβλάστησε γῆ· ἥτις δὴ εὐθὺς καταραθεῖσα παρὰ τοῦ θεοῦ, τὴν μὲν τῶν κρειττόνων βλάστην ἀπετμήθη, τὰ δὲ χείρονα ἐξανθεῖ, μόγις που πρὸς τὴν τῶν ἀρετῶν
80διανισταμένη καρπογονίαν. τί οὖν φησιν; ἡμάρτηκα, ὁπότε σὺ ἐντεῦθεν δεδικαίωσαι, τὰς ἐκβάσεις ὧν προειρήκεις διδούς. Εἰ μὲν οὖν πρὸς τὸ ‘ἥμαρτον‘ τὴν τοιαύτην ἀντιλογίαν ἀνοίσεις, ταύτην δώσεις τὴν ἐξήγησιν· εἰ δὲ πρὸς τὸ προσεχές, ἤτοι τὸ κατέναντι τοῦ θεοῦ τὸν προφήτην ἡμαρτηκέναι, ἑτέραν λύσιν ἐπιζητήσεις. ‘ἐνώπιόν
85σου‘ γὰρ τὴν ἁμαρτίαν ἐξειργασάμην, ‘ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου‘. λόγους γὰρ ἐνταῦθα νοητέον οὓς πολλαχοῦ Μωυσῆς ἐν τοῖς ἰδίοις βιβλίοις γεγράφηκε, τὸν πάντ’ ἐφορῶντα θεὸν καὶ πάντων περιδρασσό‐ μενον ἀνυμνῶν, ἔστι δὲ οὗ καὶ αὐτὸν ἐπάγων ὥσπερ ἐν δραματουργίᾳ τοῖς νομοθετουμένοις περὶ ἑαυτοῦ λέγοντα, καὶ παρὰ προφήτῃ δὲ ἑτέρῳ,
90‘οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ;‘ οὗ δὲ τῆς οὐσίας ὁ οὐρανὸς πεπλήρωται καὶ ἡ γῆ, πῶς ἂν διαλάθῃ τῶν ἐνταῦθά τι ἢ ἐν οὐρανῷ πραττομένων; δεδικαίωται οὖν ὁ θεὸς ἐφ’ οἷς οὐδὲ ὁ Δαυὶδ ἁμαρτήσας λάθρα διέλαθεν. Ἀλλὰ ‘καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε‘. τοῦτο δὲ πρῶτον μὲν εἰς τὸ
95πρῶτον ἀνακτέον, ἔπειτα δὲ καὶ τῷ δευτέρῳ προσαρμοστέον. ὁ δὲ λόγος τῆς κρίσεως διττὰς δέχεται τὰς ἐννοίας· καὶ εἰ βούλεσθε, καὶ βῆμα συγκροτήσω ὑμῖν καὶ τοὺς δικαζομένους εἰσοίσω καὶ δείξω τίς μὲν ὁ δικαιούμενος, τίς δὲ ὁ κατακρινόμενος. τὸ μὲν οὖν βῆμα ὁ τῆς Ἐδὲμ ἔστω χῶρος, οἱ δὲ δικαζόμενοι ἄνθρωπος καὶ θεός, τὸν δὲ δικαστὴν

14

(100)

ἔξωθεν ταῖς ἐννοίαις ληψόμεθα· τίς γὰρ ἂν δικάσοι θεῷ; ἀλλ’ ὁ λόγος ὡς ἐν ὑποθέσει σχηματιζέσθω. κατήγορον δὲ θετέον ἡμῖν ὃν βουλόμεθα, καὶ ἵνα γε ἐκ περιουσίας φανείη νικῶν ὁ θεός, πρωτολογείσθω ὁ ἄνθρωπος, τοιαῦτα πρὸς τὸν οὐκ ὄντα φθεγγόμενος δικαστὴν καὶ τὴν ἐξούλης γραφόμενος τῷ θεῷ.
105 Ἐγὼ γοῦν, φησίν, ὦ δικαστά, τὸν τῇδε χῶρον κατὰ κλῆρον λαβὼν καὶ βασιλεύειν λαχὼν ὧν ὁρᾷς ζῴων, οἷς δὴ καὶ ὀνόματα τέθεικα, ἀπελήλαμαι
νῦν, ἐφ’ ᾧ δὴ βραχέος ἀκροδρύου γευσάμενος τὴν φύσιν παρεμυθησάμην. πῶς γὰρ ἂν ἀπεσχόμην, ἃ δὴ καὶ φυτεύειν καὶ γεωργεῖν ἔλαχον; διὰ τί δὲ λέοντες μὲν καὶ παρδάλεις καὶ βόες καὶ κάμηλοι, αἶγές τε καὶ ὄις καὶ τὸ58
110‘μηκάζον αἰπόλιον‘, οἱ μὲν τὴν πόαν νέμονται, οἱ δὲ τὴν τοῦ ληΐου καλάμην ἐσθίουσιν, οἱ δὲ τὸν τοῦ δένδρου φλοιόν, ἃ δὲ καὶ τὰ φύλλα διαμασᾶται, τινὰ δὲ καὶ τῶν καρπῶν ἀπογεύονται, ἐγὼ δὲ τούτου τοῦ δένδρου στερήσο‐ μαι, ὃ δὴ πρὸς ἐξουσίαν τοῖς λόγου μὴ μετασχοῦσιν ἀνεῖται ζῴοις; ἠδικῆσθαι γοῦν φημι, τῆς λαχούσης οὐσίας ἀπελαθεὶς καὶ τῶν πατρῴων
115ἀκριβῶς ἐκκοπείς. Τοιαύτη μὲν ἡ τοῦ διώκοντος πρωτολογία· σκόπει δὲ οἷα καὶ θεὸς ἀντιτίθησιν. οὔτε πατρῴας ἀπηλάθη γῆς, ὦ δικαστά, ὁ νῦν μου τὴν γραφὴν ταύτην γραφόμενος, οὔτ’ εἰ καὶ τοῦτο πέπονθεν, οὐ κατὰ ψῆφον καὶ κρίσιν ὑπέμεινε· μόνος γὰρ οὗτος οὐχ ἕξει πατέρα εἰπεῖν, πρῶτος
120ὑποστὰς ἀπὸ γῆς. ὁρᾷς ταύτας τὰς χεῖρας; αὗται τοῦτον ‘διέπλασαν‘ καὶ ἐμόρφωσαν, ‘χοῦν‘ εἰληφυῖαι λεπτόν, καὶ σώματος τούτῳ ὑπέστησαν γένεσιν, καὶ σχῆμα ὄρθιον ἐτεκτήναντο, ἵνα ἄνω νεύοι πρὸς οὐρανὸν καὶ μὴ πρὸς γῆν φέροιτο μηδὲ κάτω ὁρῴη, ἄνω βλέπειν δεδημιουργημένος. ἐπεὶ δὲ καὶ ἔπλασα καὶ ἐμόρφωσα, καὶ ψυχὴν ἐμπνεύσας τῷ σώματι τούτῳ
125θαυμασίως συνήρμοσα, οὐ τὴν ἄλογον ταύτην καὶ χαμερπῆ οὐδὲ τὴν ὀρεκτικὴν καὶ ζῳώδη, ἀλλὰ τὴν θείαν καὶ νοεράν, εὐθὺς οὖν κίνησίς τε αὐτῷ προσεγένετο καὶ ἡδονὴ ἄρρητος καὶ πρὸς τὸν πλάσαντα καὶ ψυχώ‐ σαντα σύννευσις. ἐπὶ τούτοις καὶ κλῆρον αὐτῷ τὸν εὐώδη τόπον τῆς Ἐδὲμ δέδωκα, καὶ τὰ ζῷα πάντα προσαγαγών, βασιλεύειν τούτων ἐνο‐
130μοθέτησα, εἶτα δὴ καὶ τῶν φυτῶν ἐξουσίαν ἐχαρισάμην καὶ ἀπολαύειν τούτων προέτρεψα. ἵνα δὲ μὴ ἄνετος αὐτῷ καὶ ἀδέσποτος ἡ ἐξουσία τυγχάνῃ, ἑνὶ μόνῳ φυτῷ τὴν τούτου δεσποτείαν ἠκρωτηρίασα. βουλόμενος δὲ ἐν πλείονι τοῦτον διάγειν τῇ εὐθυμίᾳ, καὶ ἕτερον αὐτῷ ὁμοειδὲς ζῷον ἐδημιούργησα θαυμαστόν τινα τρόπον· ὑπνοῦντος γὰρ ‘μίαν τῶν πλευρῶν‘
135ἀφελόμενος, ταύτην μὲν εἰς ἀνθρώπου φύσιν μετεσχημάτισα, τὸ δὲ ἀνεῳγὸς μέρος ἀντεπεισαγωγῇ πλευρᾶς ἑτέρας ἀπέφραξα, ἵν’ ἐκ τῶν πλευρῶν τούτου τὸ γενόμενον ὂν ὁμοῦ τε στέργοι καὶ στέργοιτο. δέον οὖν ἐν ἀπαθεῖ βίῳ διάγειν καὶ ζῆν τὴν μακαρίαν ζωὴν καὶ ἀκήρατον, ‘τοῦ τῆς ζωῆς ξύλου‘ μεταλαβόντα, ὃ δὴ ‘ἐν μέσῳ τῷ‘ χώρῳ πεφύτευτο, ὁ δὲ
140τοῦ ἀπηγορευμένου προσήψατο φυτοῦ ἀναιδῶς. διττὰς οὖν ἐντεῦθεν τὰς αἰτίας ἐσχηκώς, τῇ ψυχῇ μονοειδὴς κατ’ ἀρχὰς γεγονώς, ὅτι καὶ τοιαύτης τὸ ξύλον ἔλαχε φύσεως (γνῶσις γὰρ ἐν αὐτῷ χείρονος καὶ βελτίονος ἐμπεφύτευτο), ἐξῴκισται τοῦ παραδείσου, οὔτε πατρῴου τυγχάνοντος οὔτ’ ἄλλως αὐτῷ κατὰ νόμους προσήκοντος, ἀλλὰ διὰ τοῦτον μὲν δημιουρ‐59
145γηθέντος, τῆς δ’ ἐμῆς σοφίας τυγχάνοντος ποίημα. ἐξῴκισται δέ, ἵνα μὴ τοῦ τῆς ζωῆς ξύλου γευσάμενος ἀθάνατον ἔχῃ τὴν πονηρίαν· ἔτι γὰρ τοῦ ἐμοῦ ἔχομαι πλάσματος, καὶ ὃν ὡς ἐχθρὸν τῆς θαυμασίας ἀπήλασα ταύτης διαγωγῆς, τοῦτον ὡς φίλον καὶ ἀπελαθέντα ποθῶ, ὃν δὴ καὶ ἀγαγεῖν βούλομαι, ὁπότε μοι τῆς οἰκονομίας ὁ χρόνος καθήκει καὶ πρὸς

14

(150)

τὸ πρῶτον ἐπαναδραμεῖν ἔδαφος. ἆρ’ οὐ νικᾷ παρὰ πολὺ κρινόμενος ὁ θεὸς καὶ τὴν λευκὴν ἀποφέρεται ψῆφον; Αὕτη μὲν ἡ πρώτη τῆς κρίσεως ἔννοια. δευτέρα δὲ ἡ καὶ προσήκουσα τῷ Δαυίδ, ὅτι μηδ’ ἐκεῖνος μηδ’ ἄλλος ἔχῃ ὧν ἐξαμαρτάνει ποιῶν ἀπολο‐ γίαν εὐπρόσωπον· εἰ γὰρ καὶ κατακεκρίμεθα παρὰ θεοῦ καὶ κατήραται
155ἡμῶν ἡ γῆ ‘ἀκάνθας καὶ τριβόλους ἐξανατέλλειν‘, ἀλλ’ ἔτι τὰς εἰς τὸ καλὸν ἀφορμὰς ἔχομεν, καὶ βουλομένοις ἀγαθοῖς εἶναι οὐδὲν εἴη ἐμποδών. νικᾷ γοῦν πάλιν κἀν τούτῳ κρινόμενος ὁ θεός, νικᾷ δὲ καὶ αὖθις κρινόμενος ἐφ’ οἷς τὸ ‘πάντ’ ἐφορᾶν καὶ πάντ’ ἐπακούειν‘, ἃ δὴ πολλάκις διὰ τοῦ προφήτου εἰρήκει, ἐξ αὐτῶν τῶν ἔργων συνίστησι· ‘δράττεται‘ γὰρ ‘τῶν
160σοφῶν ἐν τῇ πανουργίᾳ αὐτῶν‘, καὶ τὸν ἐν μυχοῖς κρυπτόμενον γῆς ἐπίσταται, καὶ οὐδεὶς ἂν διαλάθῃ ‘τὸν ἐπὶ πάντων θεόν‘, οὔτε ἐντὸς τοῦ παντὸς πλανώμενος καὶ περιφερόμενος οὔτ’ ἔξω γενόμενος. ὡς οὖν ἁπανταχοῦ τυγχάνοντος τοῦ θεοῦ, ‘εὐσχημόνως περιπατήσωμεν‘ αὐτοί, καὶ σῶμα σεμνύνοντες καὶ ψυχήν, ἵν’ ὁ πάντα βλέπων θεὸς ἐν πᾶσιν
165ἡμᾶς στεφανώσειεν.60

15

(1t)

[λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· ‘Μαρία· στραφεῖσα ἐκείνη λέγει
2tαὐτῷ‘
3 Ὅπερ τοῖς ἀποστόλοις ἦν ὁ Θωμᾶς, ἀμφιρρεπὴς τὴν διάνοιαν καὶ κατὰ τοῦτο μᾶλλον ‘δίδυμοσ‘ καὶ ὢν καὶ καλούμενος, τοῦτο δὴ ταῖς περὶ τὴν
5θεοτόκον γυναιξὶν ἡ Μαγδαληνὴ Μαρία ἐτύγχανεν. οὐ γὰρ ἁπλῶς τοῖς λεγομένοις ἢ γινομένοις ἐπίστευεν, ἀλλ’ ἐναργεῖς ἐζήτει τὰς ἀποδείξεις καὶ καθαρὰς τὰς ἐκβάσεις· τά τε γὰρ ἄλλα καὶ περὶ τὴν ἐκ νεκρῶν τοῦ κυρίου ἀνάστασιν πολυπράγμων εὑρίσκεται. Αὕτη γοῦν καὶ τὸν τῆς ἐγέρσεως καιρὸν τοῖς εὐαγγελισταῖς συνέχεεν,
10οὐ μεῖον ἢ τετράκις κατὰ διαφόρους καιροὺς πρὸς τὸν τοῦ κυρίου τάφον ἀπαντήσασα· ‘ὄρθρου‘ τε γὰρ ‘βαθέοσ‘ καὶ ‘ἡμέρας ἐπιφωσκούσησ‘ καὶ ‘ἡλίου παρανατείλαντοσ‘ καὶ ὀψίας νυκτὸς παλιμπόρευτος παρεγίνετο τῇ σορῷ. ἐντεῦθεν γὰρ καί τινες διηπορήκασιν ὅπως ποτὲ οἱ εὐαγγελισταὶ περὶ τοῦ καιροῦ τῆς ἀναστάσεως ἀλλήλοις ἠναντιώθησαν, οὐ {σιωπῶντες,
15μᾶλλον δὲ} συνιέντες ὡς οὐχὶ τὸν καιρὸν τῆς ἐγέρσεως διαφόρως ἀποδεδώ‐ κασιν, ἀλλὰ τὰς προσελεύσεις τῶν ἀφικνουμένων τῇ σορῷ γυναικῶν· ὧν δὴ πασῶν ἡ Μαγδαληνὴ μετέχει Μαρία, ἀπιοῦσα, ἐπαπιοῦσα, ὑποστρέ‐ φουσά τε καὶ αὖθις ἐπενδοιάζουσα, καὶ γινομένη παλίμπους καὶ ταῖς ἑτέραις Μαρίαις ἐπισυνάπτουσα ἑαυτήν. τὸν μὲν γὰρ τάφον ἑώρακε καὶ
20τὸν ἐπιτεθέντα λίθον ἀποκεκυλισμένον τοῦ μνήματος· ἠμφισβήτει δὲ μή πώς τις ἄρα τὸν κύριον ἐκεῖθεν ἀπῆγε κεκλοφώς, εὐμεταχειρίστως μετακυλίσας τὸν λίθον, καὶ τὸ ὑπνώττειν δὲ τοὺς στρατιώτας εἰς ὑποψίαν ἐλάμβανεν, ὡς ἐντεῦθεν εὐκόλου τῆς ἐπιχειρήσεως γενομένης. ἀλλὰ καὶ ἀγγέλων ὀπτασίᾳ ἐντετυχηκυῖα, διαποροῦσα καὶ αὖθις περὶ τοῦ ἀναστάν‐
25τος ἦν. τοῖς ὀφθαλμοῖς γὰρ μόνοις τὸ θαῦμα ἐταμιεύετο· οὔπω γὰρ ἦν καθαρῶς πιστεύσασα ὅτι θεὸς ἦν ὁ κατατεθεὶς ἐν τῷ μνήματι, ὃς δὴ τὸν τοῦ σώματος ναὸν τῷ θανάτῳ καταλύσας τῆς φύσεως καινότερον ὁμοῦ καὶ ἀρραγέστερον ἔδειξέ τε καὶ ᾠκονόμησε. διὰ ταῦτα ἀμφίβολος ἦν τοῖς λογισμοῖς καὶ τὴν ψυχὴν διχογνώμων καὶ ὥσπερ ἐπὶ ζυγοῦ ἄνω καὶ κάτω
30τοῖς ἐνθυμήμασι φερομένη. οὐκ ἔπεισε γὰρ αὐτὴν οὔτε ἥλιος σκοτιζόμενος
οὔτε ῥηγνύμενον καταπέτασμα οὔτ’ ἄλλο τι τῶν ἐπὶ τοῦ σταυροῦ θαυμα‐ τουργηθέντων, ὅτι θεὸς ἦν ὁ τῷ ξύλῳ προσηλωθείς· ἐζήτει γὰρ πρὸς τὸν πατέρα τοῦτον ὀφθαλμοῖς ἀνιόντα ἰδεῖν καὶ οὕτω δὴ προσμαρτυρῆσαι τούτῳ τὴν φύσιν τὴν κρείττονα.61
35 Ἐπεὶ οὖν ὥσπερ ἐν κύμασι τοῖς λογισμοῖς καταβαπτίζεσθαι ἔμελλε, διὰ ταῦτα δὴ ὁ κύριος ὀπτάνεται αὐτῇ, οὐ χεῖρα διδοὺς ὥσπερ πάλαι τῷ Πέτρῳ κυμαινομένῳ, ἀλλὰ γνωρίζων αὐτῇ τὴν μορφὴν καὶ ἐνάγων πρὸς τὴν πίστιν διὰ τοῦ σχήματος. γνωσόμεθα δὲ ὅπως δὴ καὶ ἐθεάθη τὰ πρῶτα τῇ γυναικί, ἑτεροῖος τὸ εἶδος ἢ τὸ πρότερον· ἤδη γὰρ τοῦ προσ‐
40λήμματος αὐτῷ μεταβληθέντος εἰς τὸ ἀθάνατον, καινοτέραν γενέσθαι καὶ τὴν μορφήν, οὐ μεταποιηθέντων τῶν χαρακτήρων, ἀλλὰ κάλλους αὐτοῖς ἀμιμήτου προσγενομένου. πρὸς ὃ δὴ ἀτενίσαι ἡ ἀμφίβολος γυνὴ αὕτη μὴ ἐξισχύσασα, ἀνθρώπειον δὲ αὐτὸ ὅμως τὸ εἶδος κατανοοῦσα, ἐπειδὴ ἐγγὺς εἶδε τοῦ μνήματος, παρ’ ᾧ δὴ κῆπος πεφύτευται, τὸν
45ἐκεῖσε προσμένοντα τῷ κήπῳ εἶναι ᾠήθη. διὰ ταῦτα δὴ δακρύοις τοὺς ὀφθαλμοὺς ἐπιτέγξασα, ὡς περὶ νεκροῦ αὖθις τοῦ Ἰησοῦ τὸν ὀφθέντα ἤρετο· ‘κύριε‘, γάρ φησι, ‘εἰ σὺ ἐβάστασας αὐτόν, εἰπέ μοι ποῦ τέθεικας, ἵνα τοῦτον ἀρῶ‘. σφοδρὸς μὲν ὁ πόθος τῆς γυναικός, καὶ ὁ πρὸς τὸν θεὸν ἔρως διάπυρος, ἀτελὴς δὲ ἡ γνώμη, καὶ ἡ ψυχὴ θήλεια ὄντως· οὐ γὰρ

15

(50)

ἀρρενωπότερον ἢ ἀνδρικώτερον περὶ τοῦ Ἰησοῦ ἐφαντάζετο, ἀλλ’ ἐζήτει νεκρὸν βαστάσαι ταῖς ἰδίαις χερσίν, ᾧ ζῶντι πολλὰ καὶ πολλάκις ὡμίλησε. ‘ποῦ‘ φησί ‘τέθεικας αὐτόν;‘ ἢ τίς ἄρα τὸν ἀχώρητον τόπος κεχώρηκε; ποίῳ δὲ βραχεῖ γῆς μορίῳ ὁ ἀπερίληπτος περιγέγραπται; ζητῶ δὲ μήποτε καὶ ὁ τόπος ἐναγὴς καὶ ἀνίερος, ἐν ᾧ δὴ ‘ὁ ἅγιος τοῦ Ἰσραὴλ‘ κατατέθειται.
55διὰ ταῦτά φημι· ‘ποῦ‘ τέθειται, ‘ἵνα αὐτὸν ἀρῶ;‘ οὐ γὰρ φέρω τὸν ἥλιον ὁρᾶν ὑπὸ γῆν κεκρυμμένον, τῷ πηλῷ περιειλημμένον τὸν μαργαρίτην, τὸν λύχνον τῷ μοδίῳ συγκαλυπτόμενον. οἱ μὲν οὖν λόγοι θερμότητος πλήρεις, ἡ δὲ ψυχὴ περὶ τὴν τῆς ἀναστάσεως πίστιν διολισθαίνουσα. Ἀλλ’ ἡ μὲν ταῦτα δὴ καὶ τοιαῦτα πρὸς τὸν ὀφθέντα ἀπωλοφύρετο· ὁ
60δὲ τῷ ὄντι τῆς ζωῆς ἡμῶν φυτουργός, ὁ τοὺς λογισμοὺς ἡμῶν ἀνακαθαίρων συγκεχυμένους τοῖς πάθεσιν, ὁ τὸν Ἰσραὴλ μὲν φυτεύσας, τὸν δὲ ἐξ ἐθνῶν λαὸν ἐν αὐτῷ ἐγκεντρίσας καὶ δένδρον ἓν ἀπεργασάμενος σύνθετον, ‘Μαρία‘ φησίν. ἡ δὲ στραφεῖσα τὴν τῷ κυρίῳ πρέπουσαν φωνὴν ἀντ‐ απέδωκεν· ἐγένετο γὰρ αὐτῇ ὁ λόγος οἷα δὴ ἥλιος τὴν τῶν ὀφθαλμῶν
65ἀχλὺν ἀφελὼν καὶ πρὸς τὸ τοῦ θεοῦ εἶδος τὰς τῶν ὀμμάτων βολὰς ἀνα‐ τείνων. τὸ δὲ ‘στραφεῖσα‘ διττάς μοι δίδωσι τὰς ἐννοίας, σωματικὰς ὁμοῦ τε καὶ ψυχικάς· ἢ γὰρ ὅτι, ἐπειδὴ φθεγξαμένου τοῦ ὀφθέντος
ἤκουσεν, ἐγνώρισέ τε ὅστις ἦν καί, τὸ ἐνδοιάζειν ἀφεῖσα περὶ τῆς ἐκ νεκρῶν αὐτοῦ ἀναστάσεως, ἐστράφη τε πρὸς ἑαυτὴν καὶ ἀπλανῶς αὐτῷ τὸ62
70‘διδάσκαλε‘ ἀνταπέδωκεν, ὡς νοεῖσθαι τὴν στροφὴν ἐνταῦθα μετάμειψιν τῶν ἀμφιρρεπῶν λογισμῶν πρὸς μίαν εὐθύτητα· ἢ ὅτι ὁμοῦ τῷ γνωρίσαι αὐτὸν ταύτῃ τὸν κύριον καὶ ἡ ἀγγελικὴ δορυφορία καταφανὴς γέγονε, πρὸς ἣν δὴ ἀρρήτως ἀστράψασαν ἡ Μαρία ἐπιστραφεῖσα καὶ γνοῦσα ὅτι θεὸς ἦν αὐτῇ ὁ προσδιαλεγόμενος, τὸ ‘διδάσκαλε‘ ἐπεφθέγξατο. ἐπειδὴ
75γὰρ πολλάκις ταῖς περὶ αὐτὸν γυναιξὶν ὁ κύριος πρὸ τοῦ πάθους διαλεγό‐ μενος τὰς προφητικὰς φωνὰς διηρμήνευεν, ἐν αἷς δὴ ‘ἐσταυρῶσθαι τὸν τῆς δόξησ‘ ἐδηλοῦτο ‘κύριον‘ καὶ αὖθις ἐκ τῶν νεκρῶν ἐγη‐ γέρθαι, ὥσπερ μαρτυρίαν ἀψευδῆ ὧν ἤκουσε δεξαμένη τὴν θέαν, ‘διδάσκαλε‘ φησίν. ὁμοῦ τε, γάρ φησιν, ἐγνώρισε τὸν ὀφθέντα, καὶ τῇ
80ἀναστάσει πεπίστευκε, καὶ τὴν ψυχὴν ἔστησε πλανωμένην, καὶ πρὸς τὴν ὧν ἤκουσε διδασκαλίαν ἀναπεμφθεῖσα, ἀφ’ ὧν δὴ ἐπιστώθη, τὸν διδάξαν‐ τα κύριον ὕμνησεν. ἀλλὰ τὴν μὲν γνώμην ἡδράσθη ἀβέβαιον οὖσαν, ἔτι δὲ γυνὴ ἦν οὐδὲν ἐννοουμένη θειότερον. εὐθὺς γὰρ τὰς χεῖρας ἁπλώσασα ἔμελλε δὴ τῷ θείῳ ἐκείνῳ προσεγγίσαι σώματι καί που δὴ καὶ τὸ πρόσ‐
85ωπον τῷ τραχήλῳ περιθεῖναι καὶ δάκρυα κατασπείσασθαι, οἷα δὴ πολλὰ πρὸ τοῦ πάθους ἐποίει. ὁ δὲ ἀσύμμετρον εἰδὼς τὴν ἐπαφὴν τῆς χειρὸς πρὸς τὴν φύσιν τοῦ ἀνεστηκότος σώματος, ‘μή μου‘ φησίν ‘ἅπτου‘· οὐ γὰρ τοιοῦτον, φησί, μοι τὸ σῶμα ὁποῖον τὸ πρότερον, ἀλλὰ καὶ τὴν φύσιν τετήρηκε, καὶ πρὸς τὸ ἀθάνατον μετηλλοίωται· ἑνὸς τούτου μόνου, τῆς
90θείας ἐνέδει φύσεως, τῆς ἀθανασίας, τἆλλα τυγχάνον ὁμόθεον. ἐπεὶ δὲ καὶ ἀπηθανάτισται καὶ θεῖον πῦρ ἀτεχνῶς γέγονεν, ὥρα σοι τὴν χεῖρα ἐπέχειν, μή πως προσαψαμένη κατακαυθῇ. Ἐγὼ δὲ πρὸς τὸ ἐφεξῆς ῥητὸν ἑτέραν προσαρμόζω τῷ ῥήματι ἔννοιαν· ‘μή μου‘ γάρ φησιν ‘ἅπτου, ὅτι μὴ πρὸς τὸν πατέρα μου ἀναβέβηκα‘.
95ἆρα δὲ ἀναβάντος ἅψεται; καὶ πῶς; ἢ καὶ πότε; ὅσον οὖν πρὸς τὴν προτέραν ἀπόδειξιν ἄλογος ἡ κατασκευή. τί οὖν ἐστιν ὅπερ αὐτὸς κατα‐ νενόηκα; ἐπονειδίζει τῇ γυναικὶ τὴν ἀπιστίαν ὁ κύριος· οὐ γὰρ ἦν ἠκριβω‐ μένη τὴν πίστιν τῆς ἀναστάσεως, ἀλλ’ οὐδὲ διὰ τῶν θαυμάτων τὴν φύσιν τοῦ θαυματουργοῦντος ἐγνώρισεν, οὐδὲ τὴν ἐκ τῶν οὐρανῶν κένωσιν

15

(100)

ἐτρανοῦτο δι’ ὧν ἐπεδείκνυτο, ἀλλὰ τὴν ἄνοδον ἐπεζήτει καὶ τὴν πρὸς τὸν πατέρα ἄφιξιν, ἵνα διὰ ταύτης καὶ τὴν κάθοδον πιστωθείη καὶ ὅτι εἴη θεός. διὰ ταῦτά φησιν ὁ κύριος· ‘μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα μου‘. τῇ μὲν γὰρ ἀναστάσει, φησίν, ἐξ ὧν τεθέασαι
πεπίστευκας· ἀμφίβολος δὲ ἔτι περὶ τῆς ἐξ οὐρανοῦ μοι καθόδου τυγχάνεις,63
105ὅτι μήπω πρὸς τὸν πατέρα ἀναβέβηκα· ὅθεν οὐκ ἀσπάζομαί σου τὴν ἐπαφήν, οὐδὲ τὴν τῆς χειρός σου δέχομαι πρόσψαυσιν· κατὰ γὰρ τὴν σὴν ὑπόνοιαν οὐκέτι σοι πεπίστευμαι ὡς ἐξ οὐρανοῦ καταβέβηκα, διότι μὴ πρὸς τὸν πατέρα ἀναβέβηκα. ἔστιν οὖν ὁ λόγος οἷον ὀνειδιστικὸς καὶ εἰρωνικός, καταμεμφομένου τοῦ κυρίου τὴν ἀνέδραστον γνώμην τῆς
110γυναικός. Εἰ μὲν οὖν καὶ ἄλλος λόγος βαθύτερος εἴη τοῦ ῥήματος, παρ’ ἑτέρων πεύσεσθε σοφωτέρων ἀνδρῶν ἐμοῦ· ὃν δ’ ἐγὼ κατείληφα, τοιοῦτός ἐστιν.

16

(1t)

λδʹ. Εἰς τὸ θεολογικὸν τὸ ‘ταῦτα τοῖς αἰνιγματισταῖς παρ’ ἡμῶν‘
2 Λύσας ἱκανῶς ὁ μέγας οὗτος πατὴρ τὰς τῶν ἐριστικῶν ἀντιθέσεις, ἃς κατὰ τῆς ἐκκλησίας μεμελετήκασι, ‘ταῦτα‘ φησί ‘τοῖς αἰνιγματισταῖς παρ’ ἡμῶν‘, αἰνιγματιστὰς μὲν προσεχῶς τοὺς περὶ τὸν Εὐνόμιον λέγων,
5καθόλου δὲ πᾶσαν σοφιστικὴν φύσιν καὶ ἀντίθετον· οἱ γὰρ περὶ τὰς ἔριδας διατρίβοντες, ὧν δήπου καὶ Ἰσοκράτης ὁ ῥήτωρ καταγινώσκει, ἑτέραν τῆς εὐθείας τραπόμενοι, πεπλανημένους καὶ σκολιοὺς λόγους συμπλέκοντες κατὰ τῶν προσδιαλεγομένων τεχνάζονται. ὁποῖος δὴ καὶ ὁ Εὐνόμιος ἦν, μικρῷ λόγῳ τὰ μεγάλα σταθμώμενος, καὶ τὴν ἄρρητον
10θεολογίαν λόγοις ἐκ γῆς ἐκφωνουμένοις ἐκτραγῳδῶν, καὶ τὸ τοῦ λόγου καθαρὸν καὶ ἀκίβδηλον ἐννοίαις ἀσαφέσι καταχωννύμενος καὶ καπηλεύων κομψείᾳ λέξεων. ‘Ταῦτα‘ φησί ‘τοῖς αἰνιγματισταῖς παρ’ ἡμῶν‘. εἶ[τα] δεικνὺς ὡς παρὰ προαίρεσιν τούτου ἡ πρὸς αὐτοὺς συμπλοκὴ καὶ ὡς οὐκ ἦν βουλομένῳ
15τοιαῦτα λύειν ἐγκλή[ματα] καὶ αἰνίγματα, ἐπήγαγεν ‘οὐχ ἑκόντων μέν‘.
διὰ τί; ὅτι ‘μὴ ἡδὺ τοῖς πιστοῖς ἀδολεσχία καὶ λόγων ἀντί[θεσισ]‘· οἷς γὰρ ὁ συντετελεσμένος καὶ συντετμημένος λόγος σπουδάζεται, τούτοις ὁ περιττὸς καὶ κομψὸς ἀπὸ γνώμης ἐστί. σοφισταὶ μὲν γὰρ λόγους ἐκ λόγων συνείροντες ἑαυτούς τε διαχέουσι καὶ διατιθέασιν ἐν ἡδονῇ τὰ μειράκια, οἱ64
20δὲ τῆς ἐκκλησίας τρόφιμοι βραχέσι λέξεσι πλείστας ἐννοίας συγκλείσαντες τάς τε ψυχὰς τῶν παιδαγωγουμένων ὤνησαν καὶ τὸ ἄριστον μέτρον τῷ λόγῳ τεθείκασι. διὰ τοῦτο ‘οὐχ ἡδὺ τοῖς πιστοῖσ‘ τὸ ἀδολεσχεῖν, ‘ἀδο‐ λεσχία‘ δέ ἐστι τὸ πολλάκις περὶ 〈τῶν〉 αὐτῶν λέγειν καί, ὡς ἂν εἴπῃ τις, ἡ παλιλλογία. ἣν σοφισταὶ μὲν διαφερόντως τετιμήκασι· βραχεῖαν γὰρ
25παραλαβόντες ἔννοιαν διαφόροις πλατύνουσι λέξεσιν· ‘ἑστώσ‘ γάρ φησιν ὁ Πηλοπλάτων ‘καὶ τὸ ὕδωρ νοσεῖ‘, καὶ αὖθις μεταβαλλόμενος τὸ αὐτὸ ἑτέρως ἡρμήνευσε, φήσας· ‘καὶ ὑδάτων ἡδίω τὰ πλανώμενα‘. ἀνὴρ δὲ σπουδάζων οὐχ ὅ τι πολλάκις εἴποι φροντίζει, ἀλλ’ ὅπως αὐτὸ σὺν ἐλάττοσι λέξεσιν ἐξαγγείλειεν. ‘οὐχ ἡδὺ‘ τοίνυν ‘τοῖς πιστοῖς ἀδολεσχία
30καὶ λόγων ἀντίθεσισ‘, ὥσπερ οὐδὲ τοῖς εὐθυποροῦσιν ὁδοὶ πλάνοι καὶ παρεγκλίσεις καὶ καμπαὶ μυριόστροφοι εἰς τὸ αὐτὸ στρέφουσαι, κἂν παρὰ τὸν Ἰλισσὸν ἐξάγωνται, ἔνθα τὸ παραρρέον ὑδάτιον καὶ ‘τὸ πάγκαλον {καὶ} τοῦ ἄγνου σύσκιον‘, κἂν παρὰ ‘τὴν χρυσῆν πλάτανον‘. ‘Ἀρκεῖ γάρ‘ φησί ‘καὶ εἷς ἀντικείμενοσ‘, ἀντικείμενον τὸν αἰνισσόμενον
35αἰνιξάμενος, οὐκ, οἶμαι, παρὰ τὸν λόγον τῆς ἀντιθέσεως, ἀλλὰ παρὰ τὸ τοῦ ἀντικειμένου σύνηθες· ἀντικείμενον γὰρ ἡ γραφὴ τὸν ἀποστάτην καλεῖ ἀπολύτως. κατηγόρησε δὲ εὐφυῶς τουτὶ τὸ ὄνομα ὁ πατὴρ τοῦ ἀντιθέτως πρὸς τὸν ὀρθὸν λόγον ἔχοντος· ‘ἀρκεῖ‘ τοίνυν, φησί, ‘τοῖς πιστοῖς καὶ εἷς ἀντικείμενοσ‘. ἐγὼ δὲ καὶ ἕτερόν τι νοῶ, κομψότερον μέν,
40οὐ πάνυ δὲ τῆς ἀληθείας ἐκτός. τί γὰρ δεῖ, φησί, τοῖς πιστοῖς πολλῶν αἰνιγματιστῶν ἀντιβαινόντων τῷ λόγῳ τῆς πίστεως; ἀρκεῖ γὰρ αὐτοῖς εἰς ἀντίθεσιν καὶ εἰς ἀντίστασιν ὁ πρώτως καὶ κυρίως, ὡς ἂν εἴπῃ τις, ἀντικείμενος. τοῦτο δὲ ἐγγύς που τείνει τοῦ ‘ἀρκετὸν γὰρ τῷ σώματι ἡ κακία, τί δὲ δεῖ τῇ φλογὶ πλείονος τῆς ὕλης;‘
45 ‘Ταῦτα‘ φησί ‘τοῖς αἰνιγματισταῖς παρ’ ἡμῶν, οὐχ ἑκόντων μέν‘. καὶ τίς ὁ τυραννήσας; οἱ ἐμπίπτοντες. φησὶ γάρ· ‘πλὴν ἀναγκαίως διὰ τοὺς ἐμπίπτοντασ‘. τοῦτο δὲ οἶμαι ἀπὸ τῶν παρὰ Ῥωμαίοις νόμων εἰληφέ‐ ναι τὸν ἅγιον, εἰ καὶ τοὺς πολλοὺς λανθάνει λογοειδῶς κείμενον· ἐν γὰρ τοῖς κυρίοις ἡμῶν νόμοις καὶ οὗτος ἀναγέγραπται, τὸν ἐπιόντα

16

(50)

διαχρησόμενόν τινα ἀπωθεῖν καὶ ἀντιβιάζεσθαι. ἔστ’ ἂν μὲν γὰρ τὴν γλῶτταν θήγῃ καθ’ οὗ τὴν ὕβριν ἐπάγει, οὐ δεῖ τὸν ὑβριζόμενον τὴν ὕβριν ἐπάγειν· εἰ δὲ ῥοπάλῳ ἢ καὶ ξίφει κατ’ αὐτοῦ χρήσαιτο καὶ κατὰ τοὺς μαινομένους ἄφνω ἐμπέσοι, ἀναγκαῖον τὸ ἀντιβιάζεσθαι καὶ ὅλῃ τῇ δυνάμει ἀποτροπιάζεσθαι τὸν ἐμπεπαικότα. τοῦτο γοῦν αὐτό φησι,65
55‘πλὴν ἀναγκαίως διὰ τοὺς ἐμπίπτοντασ‘· οὐκ ἐβουλόμην, γάρ φησιν, ἀντιτιθέναι καὶ ἀδολεσχεῖν καὶ λύειν τοῖς αἰνιγματισταῖς τὰ ὀνείρατα, ἐπεὶ δὲ ἄφνω μοι ἐμπεπτώκασιν οἷα δὴ φρενόληπτοι καὶ παρακεκινημένοι τὸν νοῦν, ἀναγκαίως ἀντεπεξῆλθον καὶ διηγωνισάμην ὡς ἐνῆν πρὸς αὐτούς, ‘ἵν’ εἰδῶσι μὴ πάντα ὄντες σοφοὶ μηδὲ ἀήττητοι τὰ περιττὰ καὶ
60κενοῦντα τὸ εὐαγγέλιον‘. διὰ τοῦτο, φησίν, ἀντεπεξηνέχθην αὐτοῖς, καὶ τὰ μὲν ἔλυσα τῶν προβαλλομένων, τὰ δὲ προὐβαλλόμην, ὡς τὸ πότερον ‘ὁ χρόνος ἐν χρόνῳ ἢ οὐκ ἐν χρόνῳ;‘ τἆλλά τε καὶ τὰ παρὰ τὸ πῇ καὶ ἁπλῶς σοφίσματα, ‘ἵνα‘ γνῶσι ‘μὴ πάντα ὄντες σοφοί‘, διαλυομένων αὐτοῖς ῥᾷστα τῶν προβλημάτων, ‘μηδὲ ἀήττητοι τὰ περιττὰ καὶ κενοῦντα
65τὸ εὐαγγέλιον‘· τῶν γὰρ ἀπορουμένων αὐτοῖς διαλυομένων, πῶς ἂν οὗτοι λογισθεῖεν ἀήττητοι; ‘Κενοῦντα‘ δέ φησι ‘τὸ εὐαγγέλιον‘ πάντα σοφιστικὰ καὶ προχωροῦντα πάντα ταῖς λογικαῖς ἀποδείξεσι. κεῖται δὲ ἡ λέξις αὕτη παρὰ τῷ ἀποστόλῳ ἰδιαζόντως· κένωσιν γὰρ ἐκεῖνος εὐαγγελίου τὴν διὰ τῶν ἐπιχειρημάτων
70μέθοδόν φησιν. ὥσπερ γὰρ εἴ τις, ἡλίου μεσημβρινὰ λάμποντος, ἐπιχειροίη δεικνύειν ὅτι ταῖς ἀκτῖσι καταφωτίζει τὴν γῆν, ὅτι τὸ χρῶμα λαμπρός, ὅτι διὰ τοῦ ἀέρος ἡμῖν τοῦ φωτὸς ἡ μετάδοσις γίνεται, κενοῖ τρόπον τινὰ τὴν ἡλιακὴν φρυκτωρίαν, τὸ ἀμέσως ὁρώμενον ἀποδείξεσι βιαζόμενος, οὕτως ὁ περὶ τὸ ἱερὸν κήρυγμα σοφιζόμενος ‘κενοῖ‘ τὸν λόγον τῆς ‘πί‐
75στεωσ‘, τὸ δι’ οὗ τἆλλα φωτίζεται λογικαῖς ἐννοίαις καταφωτίζειν ἐπιχειρῶν. κενοῦται δὲ καὶ ἄλλως τὸ εὐαγγέλιον, ὅταν συλλογιστικαῖς ἐφόδοις τοῦτο πιστώμεθα, ἐπειδὴ δοκεῖ τοῖς πολλοῖς ὕποπτος ἡ ἀλήθεια διὰ τὴν τοῦ λέγοντος δύναμιν. ‘Ὅταν γὰρ τὸ τοῦ λόγου δυνατὸν προβαλλώμεθα, τὸ πιστεύειν ἀφέντες,
80καὶ τὸ τοῦ πνεύματος ἀξιόπιστον ταῖς ζητήσεσι λύσωμεν, εἶτα ἡττηθῇ τοῦ μεγέθους τῶν πραγμάτων ὁ λόγος, ἡττηθήσεται δὲ πάντως, ἀπὸ ἀσθενοῦς ὀργάνου τῆς ἡμετέρας διανοίας ὁρμώμενος, τί γίνεται; τὸ ἀσθενὲς τοῦ λόγου τοῦ μυστηρίου φαίνεται. καὶ οὕτω κένωσις τοῦ σταυροῦ τὸ τοῦ λόγου κομψὸν ἀναδείκνυται, ὡς καὶ Παύλῳ δοκεῖ· ἡ γὰρ πίστις τοῦ
85καθ’ ἡμᾶς λόγου πλήρωσις.‘ ὢ τί πρῶτον τοῦ ἀνδρὸς τούτου θαυμάσομαι; τὴν συντομίαν τῆς φράσεως, τὴν συνθήκην τῆς λέξεως, τῆς ἀπαγγελίας τὴν χάριν, τὸ κάλλος τῆς ἀρχαίας Ἀτθίδος, τὸ κατεστιλβωμένον καὶ λεῖον τῆς ἑρμηνείας, τοὺς σεμνοτάτους ῥυθμούς, τὴν ἐν πνεύματι περίοδον, τὴν ἀρίστην τοῦ προτεθέντος κατασκευήν; πάντα γάρ μοι ἐν κύκλοις φαίνεται,66
90καὶ ἕτερον ἀφ’ ἑτέρου καλεῖ. ὅθεν μὴ ἔχων τίνι τὰ πρωτεῖα χαρίσαιμι διὰ τὴν πρὸς πάντα τιμήν, τὴν ἐν ἅπασιν ὁμοτιμίαν ἐνδείκνυμαι. ἐμοὶ δὲ ὁ λόγος πρὸς τὴν ἐξ ἀρχῆς ἀκολουθίαν ἴτω. Εἰπὼν ἀνωτέρω ὁ ἅγιος, ‘ἵν’ εἰδῶσι μὴ πάντα ὄντες σοφοί, μηδὲ ἀήττητοι τὰ περιττὰ καὶ κενοῦντα τὸ εὐαγγέλιον‘, ἐντρεχῶς πάνυ
95κατασκευάζει πῶς εἴωθε κενοῦν ταῦτα τὸ εὐαγγέλιον. φησὶ γοῦν ὅτι ἀρκεῖ πρὸς ἀπόδειξιν τοῦ ἡμετέρου κηρύγματος ἡ διὰ τῶν ἔργων πληρο‐ φορία, ἀφ’ ἧς ἡ ἀπερίεργος πίστις καὶ ἀπλανὴς πρόεισιν· ‘ἐν ὀνόματι‘ φησίν ‘Ἰησοῦ τοῦ Ναζωραίου ἔγειραι καὶ περιπάτει‘, καὶ τῷ λόγῳ τὸ ἔργον κατηκολούθησε. τί ταύτης τῆς ἀποδείξεως δυνατώτερον; τίς

16

(100)

οὕτω λόγος περιττῶς συντεθεὶς καὶ δυνάμει λόγου κατασκευασθεὶς τὸν ἐσταυρωμένον ἀποδεῖξαι ἂν ἠδυνήθη υἱὸν τοῦ θεοῦ, ὡς ὁ τέως παρειμένος καὶ τὴν φύσιν ἐξηρθρωμένος τῇ ἐπικλήσει τοῦ Ναζωραίου Ἰησοῦ ἄφνω τὰ ὀστᾶ συμπαγεὶς καὶ ῥωσθεὶς πρὸς τὴν κίνησιν; εἰ γοῦν ‘ἀφέντες τὸ‘ διὰ τῶν ἔργων ‘πιστόν‘, δυνάμει λόγου θαρρήσομεν καὶ πρὸς ἀποδείξεις
105χωρήσομεν ἢ τῆς πρώτης θεολογίας ἢ τῆς δευτέρας οἰκονομίας, καὶ τὸ τοῦ πνεύματος ἀξιόπιστον ταῖς ζητήσεσι διαλύσομεν· αὐτόθεν γὰρ τὸ πνεῦμα ἑαυτῷ μαρτυρούμενον ἀξιόπιστόν ἐστιν εἰς τὴν οἰκείαν ἀπόδειξιν. συλλογιστικῶς δὲ ἐπιχειροῦντες αὐτὸ συστῆσαι, ἀφανίζομεν αὐτοῦ τὸ ἀξιόπιστον· τοῦτο γάρ ἐστι τὸ ‘λύομεν‘.
110 Ὅταν οὖν διὰ τῶν λογικῶν μεθόδων ὁ λόγος ἡμῶν προχωρῇ, εἶτα ἡττηθῇ τοῦ μεγέθους τῶν πραγμάτων—οἷον βουλόμενοι δεῖξαι πῶς τρία καὶ ἓν τὸ σέβας ἡμῶν, εἰς εἰκόνα λαμπάδων τριῶν ἐρχώμεθα εἰς ταὐτὸ συνιουσῶν καὶ ἓν φῶς ἀποτελουσῶν· ἀλλ’ ὁρᾷς ὅτι οὐ πάντῃ ἔοικε τὸ παράδειγμα τῷ πρωτοτύπῳ· κἂν ὀφθαλμὸν εἴπῃς κἂν ποταμὸν κἂν ἀκτῖνα
115κραδαινομένην κἂν εἴ τι ἄλλο τῷ λόγῳ προσμαρτυρήσῃς, οὐδὲν εἴρηκας ὅσον ἄξιον, ἡττᾶται γὰρ τοῦ μεγέθους τῶν πραγμάτων ὁ λόγος ἀπὸ ἀσθενοῦς ὀργάνου ὁρμώμενος, ὅπερ ἐστὶν ἡ ἡμετέρα διάνοια—ὅταν οὖν ἐντεῦθεν εἰς τὴν ἀπόδειξιν τῆς ἡμετέρας χωρήσωμεν πίστεως, τί γίνεται; τὸ ἀσθενὲς τοῦ λόγου ἀσθένεια τοῦ μυστηρίου φαίνεται, ὥς που δὴ πολλοὶ
120τῶν καθ’ ἡμᾶς φιλοσόφων τὴν τριαδικὴν θεολογίαν τῷ καθ’ ἡμᾶς νῷ καὶ
λόγῳ καὶ πνεύματι ἐξεικόνισαν. τῶν παρ’ ἡμῖν γὰρ ὁ μὲν νοῦς τὸν λόγον γεννᾷ, τῷ δὲ λόγῳ τὸ πνεῦμα ἕπεται, ἀλλ’ ὅ τε παρ’ ἡμῖν {ὁ} λόγος ἐκφωνηθεὶς τῷ ἀέρι συνδιαλύεται, καὶ τὸ πνεῦμα τῷ ἐκφωνουμένῳ σὺν τῷ λόγῳ, ἐκεῖ δὲ καὶ ὁ λόγος καὶ τὸ πνεῦμα ὑποστάσεις εἰσὶν ἀκριβεῖς.67
125οἴονται οὖν τινες ἐντεῦθεν μὴ τοῦ λόγου εἶναι τοῦτο ἀσθένειαν, μὴ δυναμένου τὰ ἄρρητά τε καὶ ὑπερούσια τρανοῦν καὶ παραδειγματίζειν τοῖς ἀνθρωπικοῖς παραδείγμασιν, ἀλλ’ ὅτι τοιοῦτόν ἐστιν ἡμῶν καὶ τὸ μυστήριον, καὶ γίνεται τὸ τοῦ λόγου κομψὸν ‘κένωσις τοῦ σταυροῦ‘, τουτέστι ταπείνωσις τοῦ κηρύγματος. ‘ἡ γὰρ πίστις τοῦ καθ’ ἡμᾶς λόγου
130πλήρωσισ‘, τουτέστιν οὐδὲν ἕτερον συμπληροῖ τὸν τοῦ κηρύγματος ἡμῶν λόγον ὡς τὸ πιστεύειν ἁπλῶς. ‘Ὁ δὲ ἀναγγέλλων συνδέσμους καὶ λύων κρατούμενα‘. ταῦτα δὲ προσ‐ μαρτύρεται τῷ Δανιήλ· οὗτος γὰρ καὶ ‘τὰ κρατούμενα ἔλυε καὶ τοὺς συνδέσμους ἀνήγγελλε‘. σύνδεσμοι δέ εἰσι καὶ κρατούμενα λόγοι συνε‐
135στραμμένοι καὶ χρησμοῖς ἐοικότες καὶ οἷον συνδέοντες τὴν ἀλήθειαν καὶ κρατοῦντες ἐν ἑαυτοῖς καὶ συσφίγγοντες τὴν τοῦ λόγου διάνοιαν. συνδέ‐ σμοις ἐοίκασι τὰ τοῦ Ναβουχοδονόσορ ὀνείρατα, αἱ τέσσαρες βασιλεῖαι διὰ τῶν τεσσάρων ζῴων δηλούμεναι καὶ διὰ τοῦ ποικίλου τῆς εἰκόνος ὑπαινισσόμεναι· σύνδεσμοι, ἅπερ παρὰ τὸν τοῖχον ἡ ἀπὸ τοῦ ἀστραγάλου
140χεὶρ ἐπὶ τοῦ Βαλτάσαρ κατέγραψεν. ἀλλ’ ὁ Δανιὴλ ταῦτα ἀνήγγειλε καὶ διελύσατο τὰ κρατούμενα. Εἰς δέον δὲ τούτων ἐμνημόνευσεν ὁ πατήρ, εὐχῇ κατακλείσας τὸν λόγον, ὅτι ‘ὁ ἀναγγέλλων συνδέσμους καὶ λύων κρατούμενα, ὁ καὶ ἡμῖν ἐπὶ νοῦν ἀγαγὼν διαλῦσαι στραγγαλιὰς βιαίων δογμάτων‘—ἵνα γὰρ μή τις
145εἴπῃ ὅτι ἀνθρωπικώτερον ἐπελύσω τὰ τῶν ἐριζόντων προβλήματα, ἃ δὴ ‘συνδέσμουσ‘ καλεῖ καὶ ‘κρατούμενα‘, ἐπάγει ὅτι μὴ παρ’ ἡμῶν ἡ ἐπίλυσις, ἀλλὰ παρὰ τοῦ θεοῦ, ἐκεῖνος γὰρ ἐπὶ νοῦν ἡμῶν ἤγαγε διαλῦσαι στραγ‐ γαλιὰς βιαίων δογμάτων—ὁ γοῦν τοῦτο ποιήσας ‘καὶ τούτους μεταβαλὼν ποιήσειε πιστοὺς ἀντὶ τεχνολόγων καὶ Χριστιανοὺς ἀνθ’ ὧν νῦν ὀνομάζον‐

16

(150)

ται‘. ὅρα μετὰ τῆς ἐπιεικείας καὶ τὴν τέχνην τούτου τοῦ μεγάλου καὶ φιλοσόφου καὶ ῥήτορος. τὸ μὲν γὰρ τὸ τοῦ τεχνολόγου ὄνομα ὡς ἀδιάβλη‐ τον τέθεικε, τὸ δὲ τῆς ἀπιστίας καὶ τῆς αἱρέσεως ἀφῆκεν ἄρρητον (ποιήσειε, γάρ φησι, Χριστιανοὺς ἀνθ’ ὧν νῦν ὀνομάζονται), δύο ταῦτα τεχνιτευ[όμεν]ος· ἐκείνων τε φεισάμενος τῇ τῶν λόγων αἰδοῖ καὶ τὴν
155ἑαυτοῦ γλῶτταν οἷον μὴ καταμιάνα[ς τοῖς ἀ]τοπωτάτοις ὀνόμασιν.68

17

(1t)

λϛʹ
2 Τρία ταῦτα εἰώθασιν ὁ πολὺς ὅμιλος ἐρωτᾶν· τίς ὁ ‘ἐπενδύτησ‘, ὃν ὁ κορυφαῖος περιζωσάμενος Πέτρος ‘ἔρριψεν ἑαυτὸν εἰς τὴν θάλασσαν‘, καὶ τίνες αἱ ‘ἀκρίδεσ‘ καὶ τὸ ‘ἄγριον μέλι‘, ὅπερ ἡ πρόδρομος τοῦ λόγου
5φωνή, ὁ τῆς ἐρημίας μετάρσιος ἄνθρωπος, ἀποχρῶσαν ἐκέκτητο δίαιταν, καὶ τίς ‘ὁ ἐπικείμενος ἄρτος τῇ ἀνθρακιᾷ‘· ἄλογον γὰρ τοῦτο οἴονται. Περὶ δὲ τούτων πυνθάνονται οὐ μαθεῖν τι τῶν δεόντων προῃρημένοι, ἀλλ’ ἢ μόνον τοὺς διδάσκειν τεταγμένους ἐπαπορεῖν, καί τινων ἐγὼ πολλάκις ἀμαθεστάτων ἀνθρώπων ἠκροασάμην, ὡς ταῦτα δὴ μόνα
10ἀπορώτατα τῶν γραφικῶν ζητημάτων ἐστίν. εἶτα δὴ πολλὰ περὶ τούτων αὐτοῖς εἰρηκὼς καὶ τὰ μὲν ἱστορήσας, τὰ δὲ θεωρήσας, μεταβαλεῖν αὐτοῖς τὸ τῆς ἀμαθίας εἶδος οὐ πάνυ τι προσευπόρησα. τοὺς μὲν οὖν ἀφῆκα ‘παίζειν ἐν οὐ παικτοῖσ‘, σοῦ δ’ ἂν εἰκότως καθαψαίμην τῆς ἱερᾶς κεφαλῆς, εἰ ἐξὸν καὶ ἱστορικώτερον ταῦτα καὶ θεωρητικώτερον
15δέχεσθαι, ἔπειτα τῷ πολλῷ ἐγκαταμέμιξαι συρφετῷ. Ὅ τε γὰρ ἐπενδύτης, ὃν ὁ Πέτρος περιεζώσατο, σύνηθές ἐστι θέαμα τοῖς περὶ τὴν τῶν ἰχθύων ἄγραν ἐσπουδακόσι· καὶ τὸ τούτοις χιτώνιον ἄχρι γονάτων καθειμένον καὶ ἐς ὤμους ἀναβεβλημένον ζώνης ἄτερ ἀμπίσχεται, ὅπως ἂν εὔλυτοι εἶεν τοῖν ποδοῖν ἅμα καὶ ταῖν χεροῖν· κᾆτα
20δέον εἰς θάλασσαν καταβῆναι ἀπὸ τῆς νεὼς περιζώννυνται τοῦτο, ἵν’ εὐκό‐ λως πρὸς τοὺς αἰγιαλοὺς ἀπονήχωνται, μὴ χωροῦντος ἐν τοῖς κόλποις τοῦ
ὕδατος διὰ τὴν τῆς ζώνης περιβολήν. τοῦτον οὖν τὸν ἐπενδύτην καὶ ὁ Πέτρος ἁλιεύων ἠμφιεσμένος, ἐπειδὴ ἔδει διὰ τῆς θαλάσσης πρὸς τὸν Ἰησοῦν ἀνανήξασθαι, ‘περιζωσάμενος ἔρριψεν ἑαυτὸν εἰς τὴν θάλασσαν‘.69
25 Καὶ τὸν Ἰωάννην οὐδὲν ἀπεικὸς ‘ἀκρίδασ‘ ἐσθίειν ‘καὶ μέλι ἄγριον‘, οὐκ ἀπηγορευμένου τοῦ ζῴου εἰς βρῶσιν τοῖς ἐκ περιτομῆς Ἰουδαίοις. τί γάρ, εἰ νῦν τὸ πτηνὸν βδελυττόμεθα, τηνικαῦτα συνηριθμημένον τοῖς καθαροῖς; ὁ δὲ αὐτὸς καὶ μέλιτος ἀγρίου κατὰ τὸ ἀκόλουθον ἀπεγεύετο, μελισσῶν μὲν μὴ διαιτωμένων τῇ ἐρημίᾳ, κηφήνων δὲ ταῖς κοιλότησιν
30ἐμπετομένων τῶν δένδρων καὶ τοὺς σίμβλους ἐργαζομένων τοῦ μέλιτος. Καὶ ὁ ἄρτος δὲ εἰ διαιρετέος σοι τῇ στιγμῇ γένοιτο, οὐκ ἂν ἀπορίαν σοι παρέξοι, πῶς μὴ σὺν τῷ ὀψαρίῳ τῷ πυρὶ κατεφλέγετο. τὸ μὲν γὰρ ὄψον ἐπέκειτο τῇ ἀνθρακιᾷ, ὁ δέ γε ἄρτος ἰδιαζόντως ἐτίθετο. Καὶ ἡ ἀναγωγὴ δὲ τούτων πρὸς τὴν ἱστορίαν εὐσύντακτος· ὁ γὰρ πρὸς
35τὸν Χριστὸν ἀφικνεῖσθαι μέλλων διὰ τῆς πικρᾶς ἅλμης τοῦ ὕδατος, φημὶ δὴ τῶν ἐν τῷ βίῳ πραγμάτων, οὐκ ἂν ἄλλως πρὸς τοὺς τῆς ἀναπαύσεως αἰγιαλοὺς ἀπονήξηται μὴ διὰ τῆς πρακτικῆς ἀρετῆς περιζωσάμενος τὴν ὀσφύν. καὶ ὁ τοῦ λόγου δὲ πρόδρομος μέσος ἑστηκὼς τῶν δύο διαθηκῶν χαμαιπετέσι νοήμασι τὴν ψυχὴν ἔτρεφεν, ὁποῖόν ἐστιν ἡ ἀκρίς, σκέλεσι
40μετεωριζόμενον ὄρνεον καὶ πρόσγεια πτερυσσόμενον. καὶ μέλιτος μὲν ἀπεγεύετο, φημὶ δὴ τοῦ νομικοῦ γλυκασμοῦ, ἀγρίου δὲ διὰ τὸ μήπω κεκηρῦχθαι τὸ εὐαγγέλιον μηδὲ τὴν χάριν ἕδραν λαβεῖν. καὶ οἱ πρὸς τὰς ἀκτὰς δὲ τῆς θείας ἀποκολυμβήσαντες ἀναπαύσεως ἕτοιμον μὲν εὑρίσκουσι τὴν ἀνθρακιὰν ἤτοι τὸ θεῖον τῶν θεωριῶν πῦρ καὶ τὸ ἱερὸν ὄψον τὸ
45τρέφον τὸν νοῦν ἐπικείμενον τῷ πυρί, ‘τὸν‘ δὲ ‘τῆς ζωῆς ἄρτον‘ οὐκ ἐν τῇ ἀνθρακιᾷ ὁρῶσι κείμενον, ἀλλ’ ἰδίᾳ καὶ κεχωρισμένον· ὑπέρκειται γὰρ πάσης θεωρίας τε καὶ ἐλλάμψεως ‘ὁ ἐπὶ πάντων θεόσ‘. Ἡ δὲ διπλῆ τῶν ῥητῶν τούτων ἐξήγησις αὐτάρκης ἐστὶν ἐν διῃρημένοις σκοποῖς, ἰδιώταις τε καὶ σοφοῖς, ὧν ὅποι τις ἑαυτὸν τάξει, κατάλληλον

17

(50)

εὑρήσει τῷ συντάγματι τὴν ἐξήγησιν. οὐδὲν δὲ ἀπεικός, εἰ καὶ παντάπασιν ὁ Πέτρος γυμνὸς ἐπὶ τῆς νεὼς ἐκάθητο. ἀλλ’ εἰ μὲν βούλει, εἰς τὴν συνήθειαν τοῦτο τῆς ἁλιευτικῆς τέχνης δεξάμενος τῆς ἀναισχύντου περὶ τὸν Πέτρον ὑπολήψεως πέπαυσο· εἰ δ’ οὔ, εἰς ὑπερβάλλον ἐγκώμιον καὶ τοῦτο τοῦ κορυφαίου τῶν μαθητῶν δέδεξο, ὅτι τοσοῦτον αὐτῷ τὸ περιὸν
55τῆς καθάρσεως, ὅτι μηδὲ τῆς τοῦ σώματος γυμνώσεως διῃσθάνετο,
ἀλλ’ εἰκόνιζε τῷ καθ’ ἑαυτὸν ὑποδείγματι τὴν τῶν προπατόρων ζωήν· κἀκεῖνοι γὰρ ἐν τῷ παραδείσῳ γυμνοὶ διαιτώμενοι τὸ ἐκ τῆς γυμνώσεως οὐκ ἀπηνέγκαντο ὄνειδος, καὶ ἡμῖν δὲ οὕτως ἔσται εἰς τὴν αἰωνίαν ἀποκαταστᾶσι ζωήν· τὰ γάρ τοι ἄμφια τοῦ μετὰ τὴν ἁμαρτίαν βίου70
60καλύμματα.

18

(1t)

λζʹ. Εἰς τὸ ‘ἐπλήγη ὡσεὶ χόρτος, καὶ ἐξηράνθη ἡ καρδία μου‘
2 Εἴ φαμεν τρέφεσθαι τὴν ψυχὴν καὶ αὐξάνειν καὶ θεωριῶν κρειττόνων ἐμπίπλασθαι, ἄρτος ἐστὶ δήπου πάντως ὁ στηρίζων τὴν ταύτης οὐσίαν καὶ τῆς πνευματικῆς ἀξιῶν ἡλικίας. ὁ μὲν οὖν τὸν τοιοῦτον ἄρτον ζητῶν,
5ὅς ἐστιν ‘ὁ ἐκ τοῦ οὐρανοῦ καταβάσ‘, ὃς δὴ καὶ τοῖς ἀγγέλοις τὴν ἀνάλογον τροφὴν πορίζεται κατὰ τὸ εἰρημένον λόγιον, ὅτι ‘ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωποσ‘, καὶ διηνεκῶς τῇ φύσει τῆς ψυχῆς τοῦτον ἐπεισάγων, οὗτος δήπου τὴν ἀνάλογον τῇ ψυχῇ τροφὴν ἔχει πρὸς σύστασιν καὶ πιότητα. καὶ θάλλει μὲν αὐτῷ ἡ πνευματικὴ καρδία ὥσπερ χόρτος ἀγροῦ καὶ ταῖς τοῦ
10πνεύματος αὔραις τὸ τῆς ψυχῆς αὐτῷ κυμαίνει λήιον· ὁ δὲ ‘ἐπιλαθόμενοσ‘ κατὰ τὸν τοῦ Δαυὶδ λόγον ‘τοῦ φαγεῖν τὸν‘ τοιοῦτον ‘ἄρτον‘ ἀσθενὴς ὡς εἰκός ἐστι καὶ λεπτός, καὶ ἡ χλοάζουσα αὐτῷ τῆς ψυχῆς πόα οὔτε πληγὴν ψύχους ὑφίσταται οὔτε καύσωνος, ἀλλὰ τοῦ πυρώδους ἡλίου, ὅστις ποτὲ οὗτός ἐστι, προσβαλόντος αὐτῇ πλήττεταί τε ὁμοῦ καὶ ξηραίνεται.
15 Ὁποῖον δὴ καὶ ἡ ἐν τῷ Ἄισματι ἐπεπόνθει νύμφη· κἀκείνη γάρ, λευκὴ τὸ πρότερον οὖσα καὶ διαυγής, ἐπειδὴ ὁ καύσων ταύτην παρέβλεψεν ἥλιος, ‘μέλαινά‘ τε εὐθὺς ἐγεγόνει, καὶ τὸ πρότερον κάλλος ἀφῄρηται. ‘μὴ βλέψητε γάρ με‘, φησίν, ‘ὅτι εἰμὶ μεμελανωμένη‘, καὶ τὴν αἰτίαν εὐθὺς τῆς μελανώσεως τίθησιν, ‘ὅτι παρέβλεψέ με ὁ ἥλιοσ‘. ἐπεὶ δὲ οὐχ
20ὁ ἀρχέκακος μόνον δαίμων τὴν κοινὴν φύσιν λυμαίνεται, ἀλλὰ καὶ αἱ συναποστατήσασαι τούτῳ δυνάμεις καὶ τῆς ἀγγελικῆς ἐκπεπτωκυῖαι ἀξίας καὶ τάξεως, ‘υἱοί‘, φησί, ‘μητρός μου ἐμαχέσαντό με‘· μία γάρ ἐστιν ἡ δημιουργικὴ πάντων δύναμις, ἥτις δὴ καὶ μητρὸς λόγον ἐπέχει πρὸς τὰ γεννήματα, καὶ οἱ ἐκεῖθεν ἀποτεχθέντες ἀδελφοὶ πρὸς ἀλλήλους71
25ἐσμέν, εἰ καὶ ἡ γνώμη τὴν φύσιν διέσχισε, καὶ τὸ τῶν δαιμόνων γένος εἰς τὴν ἀντίπαλον ἡμῖν μοῖραν ἀπέκλινεν. Ἡ μὲν οὖν ἁπλῆ τῶν τοῦ Δαυὶδ ῥημάτων ἐξήγησις αὕτη. εἰ δὲ ζητοίης ἀναλογίαν καρδίας πνευματικῆς καὶ πληγὴν νοητὴν καὶ λήθην ἐκ προ‐ αιρέσεως, δογμάτων ἀπαιτοίης κατάλογον, μᾶλλον δὲ θεωρημάτων
30ἀκριβεστέραν ἀνάπτυξιν, ὧν ἕκαστον ποικίλως ἀνερευνώμενον εἰς ἄπειρον προχωρήσει ὑψηλοτέρων νοημάτων βυθόν.

19

(1t)

ληʹ. Εἰς τὸ θεολογικὸν ῥητὸν τὸ ‘δέον τὰ ἐναντία τῷ ἐναντίῳ καρ[ποῦσθαι]‘
2 Κἀμὲ πολλάκις ἐτάραττε τὸ θεολογικὸν τοῦτο ῥητόν, περὶ οὗ συνετῶς ἠρ[ώτη]σας, ὅ[...... ‘καὶ λιμώξεις] ἐν τοσούτῳ πλούτῳ τῆς ἀγαθότη‐ τος, δέον τὰ ἐναντία τῷ ἐναντίῳ [καρποῦ]σθαι, τ[ῷ ἀόκνῳ τὸν ἀμητὸν
5καὶ] τῇ πηγῇ τὴν ἀνάψυξιν‘. πάνυ γάρ μοι ἐδόκει τὴν πρώτην [...30...] ἔννοιαν· τῷ γὰρ ὁμοίῳ, φασὶν ἐπιστημονικοὶ λόγοι, κ[...35...]κείμενον. πῶς γὰρ ἄν τις καταλάβοι σώματι μὲν [τὸ ἀσώματον ἢ] λόγῳ τὸ ἄλ[ογον .....]; πῶς δ’ ἄν τις γνοίη τῷ μέλανι μὲν τὸ λε[υκόν, ...30...; ἐντεῦ‐ θεν] γὰρ καὶ Πλάτων ὁρμηθεὶς τὴν ὕλην ἀ[...25... ‘λο]γισμῷ‘·72
10[...15...] τοιοῦτον, οἷον ἐκείνη ἐστίν, ἵνα ἐν τούτῳ ἐκείνην γνοίημεν· εἰδοπεποιημένῃ γὰρ οὐσίᾳ πῶς ἀνείδεον αἶσχος καθοραθείη; ‘νόθῳ‘ δὲ καταλαμβάνεται ‘λογισμῷ‘, ὅτι δι’ ὧν ἔχει τὸ ἀντικείμενον αὐτῇ εἶδος, ἃ μὴ ἐκείνη ἔχοι συντεκμαιρόμεθα. πῶς οὖν ὁ μέγας οὗτος πατήρ φησιν ὡς δύναιτό τις ‘καρποῦσθαι τῷ ἐναντίῳ τὰ ἐναντία‘; παραδειγματίζων
15δὲ καὶ τὸν οἰκεῖον λόγον πάνυ ἀνοικείως εἰκόνισε· ποῦ γὰρ ἐναντίον τὸ ἄοκνον καὶ ὁ ἀμητός, πηγὴ καὶ ἀνάψυξις; τοσοῦτον γὰρ ἀπέχει τοῦ ἐναντία τυγχάνειν, ὅτι καὶ ‘φίλα‘ πέφυκε ‘καὶ προσήγορα‘. τὰ μὲν γὰρ ἐναντία ἀλλήλων τῇ φύσει κατὰ διάμετρον διεστήκατον· πηγὴ δὲ καὶ ἀνάψυξις οὐ μόνον οὐ διέσχισται ἀπ’ ἀλλήλων, ἀλλὰ καὶ ἐν ταὐτῷ σύνεισι.
20 Τούτοις ἐγὼ πρότερον τοῖς λογισμοῖς ὠβέλιζον τὸ ῥητόν, ὁ δὲ ὄβελος σύμβολόν ἐστιν ἀθετήσεως, πλαγίᾳ γραμμῇ χαρακτηριζόμενος. εἶθ’ ὕστε‐ ρον τοῖς ἀντιγράφοις πεισθεὶς ὁμοίως ἔχουσιν, ἐζήτουν ὅπῃ ποτὲ τῷ μεγάλῳ πατρὶ τουτὶ τὸ ῥητὸν ἐσχεδίασται. καὶ κατὰ μικρὸν ἐμαυτὸν προσβιβάζων τῷ τῆς ἐννοίας εἴδει, εὗρον τὸ κλέμμα τῆς διανοίας· οὐ γὰρ
25φιλοσόφως, ἀλλὰ ῥητορικῶς ἄγαν τὰ μὲν περικέκρικε τῶν ῥητῶν, τὰ δὲ τέθεικεν· ἀλλ’ ἡ μὲν σύμφρασις τεχνική, ὁ δὲ νοῦς ἐπιστημονικὸς καὶ φιλόσοφος. ‘καὶ λιμώξεισ‘ φησίν ‘ἐν τοσούτῳ πλούτῳ τῆς ἀγαθότητος, δέον τῷ ἐναντίῳ τὰ ἐναντία καρποῦσθαι, τῷ ἀόκνῳ τὸν ἀμητὸν καὶ τῇ πηγῇ τὴν ἀνάψυξιν‘. συμβαίνει γὰρ κατὰ λόγον αὐτῷ τὸ νόημα. αὐτὰ μὲν
30γὰρ τὰ ἐναντία, ᾗ τε διεστήκατον καὶ ἐξ ἀλλήλων γεννῷτο, ἤ, κυριώτερον εἰπεῖν, μετ’ ἄλληλα, τοῦ ἐναντία εἶναι οὐκ ἀποβέβηκεν, ᾗ δὲ προφέρεται, τῶν πρός τι τυγχάνει· τὸ γὰρ ἐναντίον ἐναντίῳ ἐναντίον ἐστίν. εἰπὼν οὖν ὁ πατὴρ ὅτι ‘δέον τῷ ἐναντίῳ τὰ ἐναντία καρποῦσθαι‘, τὴν κατὰ τὸ πρός τι ἐναντίωσιν παρῃνίξατο, οἷον ὡς ἐπὶ παραδείγματος ἀρετὴ κακίᾳ
35ἐναντίον καὶ αὖθις κόλασις καὶ ἀπόλαυσις. τῇ μὲν οὖν ἀρετῇ ἐναντίᾳ οὔσῃ τῇ κακίᾳ καρπούμεθα τὴν ἀπόλαυσιν, ἐναντίαν οὖσαν τῇ κολάσει· ὥσπερ δὴ καὶ τῷ ἀόκνῳ, ἐναντίῳ τῷ ὄκνῳ τυγχάνοντι, καρπούμεθα τὸν ἀμητόν, ᾧ ἐναντία ἡ ἀκαρπία, καὶ τῇ πηγῇ, ἐναντιουμένῃ πρὸς τὴν ξηρότητα, καρπούμεθα τὴν ἀνάψυξιν, ᾗ τὸ ἀποκαμεῖν ἐναντίον.
40 Ὁ δὲ λόγος οὐκ ἀκριβολογεῖται νῦν περὶ τὴν φύσιν τῶν ἐναντίων, διορίζων ὅπως τῶν λοιπῶν κεχώρισται ἀντιθέσεων ἀκριβῶς (πολὺς γὰρ οὗτος καὶ μεγάλης πραγματείας δεόμενος), ἀλλ’ ὅσον βοηθεῖν οἴεται τὸ παράδειγμα προσλαμβάνων, ἐν ἄλλοις ἀναβάλλεται τὴν ἀκρίβειαν. αὐτίκα γὰρ οὐκ ἠγνόηκα ὅτι τὴν κακίαν στέρησιν οἱ πλεῖστοι τιθέασιν, ἀνυπαρξίαν73
45ταύτης καταγινώσκοντες. ἀλλὰ καὶ Πλάτων καὶ Ἀριστοτέλης, οἱ τοῦθ’ οὕτως ἔχειν διοριζόμενοι, ἐν μοίρᾳ τῇ τῶν ἐναντίων πολλάκις ταύτην παραλαμβάνουσι. καὶ τὸ μὴ ‘λιμῶξαι‘ δὲ παρεγγυᾶν ‘ἐν τοσούτῳ πλούτῳ τῆς ἀγαθότητοσ‘ τῆς τοιαύτης ἐννοίας ἐμφαντικὸν πέφυκεν. ὁρᾶτε οἷος πλοῦτος τοῖς βραχέσι τούτοις ῥητοῖς ἐντεθησαύριστο; τοιοῦτός

19

(50)

ἐστιν ὁ μέγας οὗτος ἀνήρ· τῶν γὰρ ἄλλων ἢ φιλοσόφως γραψάντων, οὐ μέντοι γε δὲ μετὰ χάριτος, ἢ τεχνικοὺς λόγους συνθέντων, φιλοσόφου δὲ ἄτερ ἐννοίας, οὗτος οὕτω θαυμασίως ἀμφότερα συνεκέρασεν, ὡς μὴ θάτερον λυμαίνεσθαι παρὰ θάτερον, ἀλλ’ ἑκάτερον παρ’ ἑκατέρου τὴν ἐνοῦσαν ἑκάστῳ ἔχειν ὠφέλειαν· τῷ μὲν γὰρ ἡδεῖ τῆς φράσεως ἡ βαθύτης
55[γλυ]καίνεται τοῦ νοήματος, τῷ δὲ μεγαλοπρεπεῖ τῶν ἐνθυμημάτων τὸ κομμωτικὸν κοσμεῖται τῆς [λέξε]ως. ἔοικεν οὖν ὁ λόγος αὐτῷ οὐ τῇ Καλάμιδος ἀγαλματοποιίᾳ, ἀλλὰ τῇ Δαιδάλου καὶ Πολυκλείτου· [ὁ μὲν] γὰρ ταῖς ἐπιτυχούσαις ὕλαις τὴν τέχνην ἐναπεμάττετο, οἱ δὲ οὐκ ἠξίουν ἐν ἄλλῳ γένει [.......] ἤπερ ἐξ Ἀθηνῶν τὸ ἀκριβὲς τῶν μορφῶν
60ἐπιδείκνυσθαι. τοιοῦτον οὖν καὶ τὸ τοῦ πατρὸς ἄγαλμα· [ἥ] τε γὰρ ὕλη μάλα λαμπρὰ καὶ διαφανὴς καὶ τῆς Ἀττικῆς στιλπνότητος ἀποστίλβουσα, ἁβραί τε γὰρ λέξεις καὶ ἀξιωματικὴ σεμνολογία· καὶ πάντα ἡρωικά, τό τε εἶδος, ὅπερ ἐστὶν ὁ φιλόσοφος νοῦς, ὅτῳ προσηνῶς τῇ ὕλῃ προσήρμοσται, καὶ οὕτως τὴν ἐμψυχίαν ἐμπνεῖ, ὡς ἐοικέναι ζῆν αὐτὸ καὶ μιμεῖσθαι τό,
65ἵν’ οὕτως εἴπω, θεοείκελον ἄγαλμα. μᾶλλον δὲ τὰ μὲν τοῦ Δαιδάλου ἐδόκει κινεῖσθαι, ὁ [δὲ] μᾶλλον τὸν Δία οὐ συμβεβηκότα τὼ πόδε εἰργά‐ σατο, ἀλλὰ θατέρῳ ποδὶ παραλλάσσοντα, αἱ δὲ τοῦ πατρὸς εἰκόνες τῶν λόγων αὐταὶ μὲν οὐ κεκίνηνται, τὸν δὲ θεωρὸν κινεῖσθαι καταναγ‐ κάζουσιν.
70 Ἔγωγ’ οὖν αὐτὸς πολλάκις ἢ μεγέθει νοήματος ἐντυγχάνων ἢ κάλλει λέξεως ἢ συνθήκῃ ἀρίστῃ τῶν τοῦ λόγου μορίων ἢ τῷ ῥυθμῷ καὶ τῷ πρέποντι ἢ ὥρᾳ μὲν καὶ χάριτι μετὰ τοῦ ἀκριβοῦς, ἀξιώματι δὲ μετὰ τοῦ σαφοῦς, ἐνθουσιῶ κατὰ τοὺς κατόχους καὶ ἐμπίπλαμαι θεοφορήτου
κινήσεως. ἢν δέ μοί τις τότε πλησιάζων τύχοι, ὥσπερ ‘μαντικοῦ πιὼν74
75πνεύματοσ‘ καὶ χρησμοὺς ἀναπνέω καὶ θεσπιῳδεῖν ἄρχομαι ἐκ τοῦ θεολογικοῦ τούτου τρίποδος. καὶ ‘ἡ‘ μὲν ‘προφῆτις τῷ στομίῳ περικαθί‐ σασα‘ καί τινος ἐξ ἀφανοῦς πλησθεῖσα πνεύματος ἢ τοὺς ὀφθαλμοὺς ἐδίνευεν ἢ τοὺς βοστρύχους ἐσόβει ἢ μετεκίνει τὴν κεφαλήν, ἐγὼ δὲ τῆς αἰθερώδους καὶ καθαρᾶς ἐννοίας ἐκείνου ὑποπιμπλάμενος, τὴν θείαν
80ἀλλοιοῦμαι ἀλλοίωσιν, καὶ ἀνθ’ οὗ νῦν εἰμι, καλλίων τὴν φύσιν γίγνομαι. Καὶ ἤν μοι μέτρον ταμιευθείη ζωῆς καὶ τὴν ῥητορικὴν ὡς βούλομαι ἐξεργάσωμαι, οὔπω κατ’ ἐμὴν γνώμην τελεωθεῖσαν, τὸν Ἑρμογένην ἐν τούτῳ μόνῳ μιμήσομαι, τῷ πρὸς παράδειγμα ἓν τὴν τῆς τέχνης συμβι‐ βάζειν δύναμιν· Πλάτωνος δὲ καὶ Δημοσθένους ἀφέμενος δι’ ἑνὸς τούτου
85τὴν τέχνην ἐξακριβώσομαι, δεικνὺς ὡς ὁ μὲν Δημοσθένης τοὺς πολιτικοὺς μόνους λόγους ἠκρίβωσε, καὶ οὐδὲ τούτους εἰς ἄκρον (ἀπολέλειπται γὰρ τοῦ πανηγυρικοῦ τοσοῦτον, ὅσον τοῖς ἄλλοις προβέβηκεν εἴδεσι), Πλάτων δὲ περὶ τοὺς διαλόγους πραγματευσάμενος καὶ τούτους κατορθώσας εἰς δύναμιν, ὑπόψυχρός ἐστιν, οὐ φιλοσοφῶν μόνον, ἀλλὰ καὶ ῥητορικῶς
90ἐφοδεύων τὸ νόημα. ὁ δὲ μέγας οὗτος πατὴρ τῷ μὲν πολιτικῷ τὸν Δημο‐ σθένην, τῷ δὲ φιλοσόφῳ τὸν Πλάτωνα, μᾶλλον δὲ ταῖς μὲν ἐννοίαις τὸν Δημοσθένην, τῇ δὲ λέξει τὸν Πλάτωνα ὑπερβεβηκώς, ἐν οἷς ἄμφω
κεκράτηκε τὰ κατὰ πάντων ἀπηνέγκατο νικητήρια.75

20

(1t)

λθʹ. Ἐκ τοῦ Περὶ υἱοῦ
2 Οὐκ ἀποκρύψομαι πρὸς ὑμᾶς, ὦ φίλτατοι παῖδες, οὓς διὰ τῆς φιλοσο‐ φίας ὠδίνησα, ὅ τι ποτὲ πέπονθα τῷ πατρὶ περὶ τουτὶ τὸ ῥητὸν τὸ ‘διὰ τοῦτο μονὰς ἀπ’ ἀρχῆς εἰς δυάδα κινηθεῖσα μέχρι τριάδος ἔστη‘. οὐκ
5ἐπῄνεσα τοῦτον ἐν ἀρχῇ τῆς ἐνταῦθα θεολογίας, οὐδὲ συνᾷδον ἐφάνη μοι τὸ δόγμα τοῖς ἀληθέσι περὶ θεοῦ δόγμασι. πρῶτα μὲν γὰρ ἡ αἰτιολογία ἐπὶ τῆς τριαδικῆς κειμένη ὑπάρξεως ἄτοπός μοι ἔδοξεν εἶναι· εἰ μὲν γὰρ ποιητική, καὶ προκείσεται τῆς ὁλοτελοῦς θεότητος, εἰ δὲ τελική, διὰ ταύτην εἴη ὑποστᾶσα ἡ τριαδικὴ φύσις. ἀλλ’ οὐδὲ τὸ ‘ἀπ’ ἀρχῆσ‘ ἀρέσκον
10μοι λίαν ἐφαίνετο, χρονικὴν εἰσάγον τὴν ἔμφασιν καὶ πρὸς ἄλλο λεγόμενον· ἡ γὰρ ἀρχὴ οὐκ ἀπόλυτον ὄνομα, ἀλλὰ τῶν πρὸς ἄλλο πως ἐχόντων ἐστί, τοῦτο δ’ ἔστι τὸ ἀρχόμενον· τὰ δὲ πρός τι ἅμα τῇ φύσει, ὥσθ’ ἅμα ἀρχή τε καὶ τὰ ἀρχόμενα, ὡς ἐντεῦθεν συλλογίσαιτ’ ἄν τις συναΐδια τῷ θεῷ τὰ ποιήματα. τὸ δὲ ‘κινηθεῖσα‘ καὶ τὸ ‘εἰς δυάδα‘, εἶτα ‘εἰς τριάδα‘ καὶ
15τὸ ‘ἔστη‘ κατὰ πάντα μοι ἐφάνη τῇ θείᾳ φύσει ἐναντιούμενα. τὸ γὰρ κινηθὲν πάντως δήπου καὶ κεκίνηται, τὸ δὲ κινούμενον ἀτελές· πᾶσα γὰρ κίνησις ἀτελής, ὣς δὲ καὶ τὸ κατὰ ταύτην κινούμενον· τό τε γὰρ γεννώ‐ μενον ἀτελές, ὅτι μὴ καὶ γεγέννηται, καὶ τὸ φθειρόμενον, ὅτι μὴ ἔφθαρται, καὶ τὸ ἀλλοιούμενον, ὅτι μὴ καὶ ἠλλοίωται, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως.
20εἰ δ’ ἐκινεῖτο θεός, ἵνα κινηθῇ, πρὸ τοῦ κινηθῆναι κινούμενον ὁμοῦ καὶ ἀτελὲς ἦν. εἰς δὲ δυάδα πῶς ἐκινήθη; ἵνα ἐπ’ αὐτῇ σταίη, ἢ ὑπερβήσεσθαι ἔμελλεν, ἵνα ἔλθοι πρὸς τὴν τριάδα; εἰ μὲν οὖν ἵνα σταίη, τί μὴ καὶ ἔστη; εἰ δ’ ἵν’ ὑπερβῇ, διὰ τί διὰ ταύτης ἐκινήθη πρὸς ὃ ἐβούλετο; καὶ ἵνα τὸ πᾶν τῶν ἀπορηθέντων ἐμοὶ συγκεφαλαιώσωμαι, πόσῳ κάλλιον, ἔφασκον,
25οὕτως εἰπεῖν τὸν πατέρα, ὅτι θεὸς ἀεὶ ἑνὰς ἦν καὶ τριάς, ἢ οὕτως ὡς
αὐτὸς ἐξεφώνησεν. Ὅτε γοῦν ταῦτα διηπόρουν πρὸς ἐμαυτόν, ἐῴκειν, ὡς ὕστερον ἔγνωκα, τοῖς πόρρωθεν ὁρῶσι τὸν ἥλιον καὶ τὸ πολλαπλάσιον τῆς γῆς μέγεθος ποδιαῖον ὑπολαμβάνουσιν· οὕτω γὰρ καὶ αὐτὸς διὰ χθαμαλότητα φύσεως76
30πολὺ ἀφεστηκὼς ἦν τῆς μεγάλης ἐννοίας τοῦ θεολόγου τοῦδε ἀνδρός. ὡς γὰρ φιλοσοφίᾳ ἐμαυτὸν ἐνεβίβασα καὶ διὰ τῶν ἐλαττόνων κλιμακηδὸν ἀνῄειν εἰς τὰ μετέωρα, ὑπερβὰς τὸν ἀέρα καὶ οἷον ἐπὶ τῆς σεληνιακῆς σφαίρας γενόμενος, οὐδὲ τότε μὲν εἶδον ὁπόσος ὁ ἥλιος, μετρίως γοῦν ἔγνων καὶ εἴκασα τὸ ἀπολειπόμενον. ἀλλ’ οὐδ’ ὅσον νενόηκα ἀσυνάρτητόν
35ἐστι πρὸς τὴν τοῦ πατρὸς ἔννοιαν· ἔχει γὰρ οὕτως. οὐδὲ ὄνομα οὐδ’ ἁπλῶς φωνή τις τῆς θείας περιδράσσεται φύσεως· ἀνώνυμον γὰρ πάντῃ τὸ θεῖον, πολυώνυμον δὲ γίνεται διὰ τὴν ἡμετέραν συναίσθησιν. ἀλλὰ κἂν τέσσαρές τινες γραμμαὶ ἐν ἱερατικοῖς πετάλοις ἀναγεγράφαται, ἐν συμβόλοις τὸ τοῦ θεοῦ παραδεικνύουσαι ὄνομα, καὶ αὗται ἐκ τῶν ὑστέρων τὴν δύναμιν
40ἐρανίζονται. ἀμέλει καὶ ὁ θεῖος οὗτος ἀνὴρ περὶ αὐτῆς τῆς θεότητος ποιούμενος τὸν διάλογον, ἐπεὶ μὴ ὡς αὐτή ἐστι δύναμιν εἶχε τὴν φύσιν αὐτῆς παραστῆσαι, ἀλλ’ ὡς ἡμεῖς ἐννοούμεθα, τὰς λέξεις ταύτας ἁρμοδίως συνύφανε, ‘τὴν μονάδα‘ φήσας ‘ἀπ’ ἀρχῆς εἰς δυάδα κινηθεῖσαν ἄχρι τριάδος στῆναι‘. πρὶν ἢ δὲ διαλευκᾶναι τὸ νόημα, τοῦτο διασταλτέον
45ἡμῖν, ὅτι μονάδα ἐνταῦθα ὁ πατὴρ οὐ τὸ πατρικὸν πρόσωπον ἢ τὸ υἱικὸν ἢ τὸ τοῦ πνεύματος, ὥς τινες ᾠήθησαν, ἐξελάβετο, ἵν’ ᾖ ὅτι ὁ πατὴρ οἷα δή τις στιγμὴ ῥυεὶς καὶ διὰ τοῦ υἱοῦ ὁδεύσας οἷα δυάδος εἰς τὸ πνεῦμα ἀπετελεύτησεν, ἀλλ’ ἐνταῦθα μονάδα τὴν τῶν τριῶν ὑπείληφεν ἕνωσιν, ἀντὶ τῆς ἑνάδος ἐνταῦθα παραληφθεῖσαν. ὃ γοῦν ἐν ἄλλοις ἓν καὶ ἑνάδα

20

(50)

φησί, μονάδα ἐνταῦθα ὠνόμασεν. ἑνώσεως δὲ καὶ μονάδος καὶ ἑνάδος καὶ ἑνὸς κρεῖττον τὸ ἕν· ἥ τε γὰρ ἑνὰς μετέχει τοῦ ἑνός, τὸ δὲ μετέχον χεῖρον οὗ μετέχει· ἥ τε ἕνωσις ἑνάδων ἐστὶ σύνοδος· τὸ δ’ ἐξ ἑνάδων συγκείμενον οὐ καθαρῶς ἕν, ἀλλὰ καὶ πλῆθος· ἀρχικώτερον δὲ τοῦ πλήθους τὸ ἕν. ἡ δὲ μονάς, εἴ τις βούλοιτο κυριολογεῖν, οὐκ αὐτό ἐστι τὸ ἕν, ἀλλὰ πάθος
55τι ἢ ἕξις τοῦ ἑνός· τοῦτο γὰρ δηλοῖ, μονήν τινα τοῦ ἑνὸς καὶ ἀπαραλλαξίαν·
μόνον γὰρ τὸ ἓν πολυπλασιαζόμενον ἓν πάλιν ἐστί. διὰ τοῦτο γὰρ μονὰς τὸ ἕν, ὅτι μένει ὅπερ ἐστί, μὴ ἐξαλλαττόμενον τοῖς πολλαπλασιασμοῖς, ἀλλὰ κἂν ἐπ’ ἄλλων ἀριθμῶν γένηται, συντηρεῖ κἀκεῖνα καὶ μένειν ποιεῖ ἅπερ εἰσίν.77
60 Ἐπεὶ δὲ ἱκανῶς περὶ τούτων διεστείλαμέν τε καὶ διειλέχθημεν, ἐπ‐ ανακτέον τὸν λόγον πρὸς τὸ ἐξ ἀρχῆς, καὶ ῥητέον ὅπως τῷ πατρὶ ἐπὶ τῆς θείας φύσεως ἐνοήθη ἡ κίνησις. τοῦτο δὲ τοιοῦτόν ἐστι. τοῖς πλέουσι δοκεῖ πως κινεῖσθαι τὰ ὁρατά, καὶ κινεῖσθαί πώς φαμεν ταῦτα, οὐ κἀκείνων σαλευομένων, ἀλλ’ ἡμῶν περιτρεπομένων· καὶ τοῖς ἀμβλυώτ‐
65τουσιν ἀμαυραί πως αἱ ἡλιακαὶ δοκοῦσιν ἀκτῖνες, καὶ τὰ ἡμέτερα πάθη ἑτέρων μὴ πασχόντων κατηγορεῖται. ἡ μὲν οὖν ἁγία καὶ μακαρία τῷ ὄντι τριάς, μᾶλλον δὲ ὑπὲρ πᾶσαν ἁγιότητα καὶ μακαριότητα, ἐξ ἀρχῆς τελεία (τί γὰρ ἄλλο τέλειον, εἰ μὴ ἐκείνη;) καὶ ὁμοῦ πατὴρ καὶ υἱὸς καὶ πνεῦμα ἅγιον, ἅμα τε καὶ τριὰς καὶ ἑνάς. καὶ οὐδέποτε ἀτελὴς ἡ θεότης,
70οὐδ’ ἐδέησε τῷ πατρὶ σοφίας, ἵν’ ὑποσταίη ὁ υἱός, οὐδὲ ὑποστατικοῦ πνεύματος, ἵνα παραχθείη τὸ πνεῦμα. πότε γὰρ ἄλογος ἢ ἄσοφος ὁ πατήρ, ἵν’ ὁ λόγος αὐτῷ γένοιτο; πότε δὲ τῷ λόγῳ τὸ πνεῦμα μὴ ἐξεπο‐ ρεύετο, ἵνα μετὰ ταῦτα δημιουργηθῇ τῷ πατρί; ἀλλ’ ὁ ἡμέτερος νοῦς οὐχ οὕτω ταῦτα νοεῖ, ἀλλ’ ἐν ταῖς ἀπαριθμήσεσι τῶν ὑποστάσεων διαστα‐
75τικὴν καὶ διεξοδικὴν ποιεῖται τὴν κίνησιν, ἓν καὶ δύο καὶ τρία ἀπαριθμού‐ μενος, καὶ οὐκ ἂν ἔλθοιμεν πρὸς τὰ τρία, πρὶν ἂν πρὸς τὰ δύο παρα‐ γενοίμεθα, οὐδ’ ἁπλῶς εἰς πάντα τὸν ἐφεξῆς ἀριθμόν, πρὶν ἂν πρὸς τὸν κατόπιν φοιτήσωμεν. ὃ γοῦν ἡμεῖς ἐννοοῦμεν, κινούμενοι εἰς δυάδα, ἵνα τῇ τριάδι περατωθείημεν, τοῦτο, ὥσπερ ἐκείνη προσῆψε τῇ φύσει, τὸ
80ἡμέτερον πάθος τῇ ἀπαθεῖ καὶ αὐτοτελεῖ τῆς θεότητος ὑπάρξει ἐνσημαίνο‐ μεν. οὐ γὰρ δυνατόν ἐστι τὸν μετὰ σώματος νοῦν ἄνευ τοῦ διεξοδεύειν καὶ διίστασθαι τοῖς ἀριθμοῖς συλλαμβάνειν τὰ ἀριθμούμενα, ἀλλ’ ἕκαστον τῶν ἀριθμῶν ποτὲ μὲν ὡς μονάδα νοεῖ, ποτὲ δὲ ὡς πλῆθος. τὴν μὲν οὖν μονάδα συνῃρημένην ἔχει οἷον τὴν δεκάδα καὶ ἀδιεξόδευτον, τὸ δὲ πλῆθος
85διῃρημένως νοεῖ· ἀδυνατεῖ δὲ ἐν ταὐτῷ ἐν ᾧ τὸ ἓν ἔχει τὰ δύο ἔχειν, ἢ ἐν ᾧ ταῦτα, τὰ τρία καὶ τοὺς ἐφεξῆς ἀριθμούς, ἀλλά τι πρῶτον καί τι δεύτερον ἀριθμεῖται· τοῦτο δὲ ἡ κίνησις. ἐν ἡμῖν οὖν τὸ τῆς ἀτελείας πάθος, ὃ δὴ
τῇ κινήσει παρομαρτεῖ· λέγεται δὲ ἐπὶ τῆς θείας φύσεως, ἐπεὶ μὴ ἄλλως ἡμᾶς ἢ ὡς ἔχομεν φύσεως δυνατὸν ἐκείνην νοεῖν· ὥσπερ γὰρ ἐκείνη τὰ78
90ἐν ἡμῖν ἀόριστα ὡρισμένως ἐπίσταται καὶ ἀναγκαίως τὰ ἐνδεχόμενα καὶ οὐ τῇδε ἢ ἐκεῖσε ῥέπει καὶ ταλαντεύεται, οὕτω δὴ καὶ ἡμεῖς τὸ ἀδιάστατον ἐκείνης καὶ ὡρισμένον καὶ τέλειον κατὰ διάστασιν καὶ ἀοριστίαν καὶ κατὰ τὸ ἀτελὲς ἐκδεχόμεθα. Εἰ δὲ βούλοιτό τις καὶ ἐπ’ αὐτῆς νοεῖν τὸ λεγόμενον τῆς τελείας
95ὑπάρξεως, οὕτως ἄν τις εἰκότως συντάξαιτο, ὑπερβαίνων τὰ μέσα καὶ συνάπτων τὰ ἄκρα· οἷον, ‘διὰ τοῦτο μονὰς ἀπ’ ἀρχῆς ἔστη‘, εἶτα τἆλλα μετὰ ταῦτα συννοοῦντες, ‘εἰς δυάδα μέχρι τριάδος κινηθεῖσα‘. καὶ γὰρ οὕτως ἔχει· ἡ μονάς, ἤτοι αὐτὴ ἡ θεότης καὶ ἡ τῶν τριῶν ὑποστάσεων φύσις, πρὸ παντὸς αἰῶνος καὶ σημείου τινὸς χρονικοῦ ἕστηκέ πως καὶ

20

(100)

ἐφ’ ἑαυτῇ ἥδρασται, οὐχ ἑνὶ προσωπικῷ χαρακτῆρι τὴν στάσιμον καὶ ἀμετακίνητον ἕδραν ἔχουσα, ἀλλὰ μορφῇ μὲν μιᾷ, τρισὶ δὲ ὑποστάσεσι, τῶν δὲ τριῶν πρῶτα τὰ δύο. ἐκινήθη γοῦν πρὸς τὰ δύο, ἀλλ’ ἔστη ἐν τῇ τριάδι· οὐ γὰρ πατὴρ καὶ υἱός, ἀλλὰ καὶ πνεῦμα ἅγιον. Ἀρχὴν δὲ ταύτην μὴ τὴν σχετικὴν νοήσῃς καὶ πρὸς τὰ δεύτερα, ἀλλὰ
105τὴν ἄφετον καὶ ἀπόλυτον καὶ τῶν ἄλλων ὑπεριδρυμένην· ὁμώνυμον γὰρ τὸ τῆς ἀρχῆς ὄνομα, ποτὲ μὲν τὸ μετὰ ταῦτα δηλοῦν, ποτὲ δὲ τὸ ὑπὲρ πάντα. τὸ μὲν οὖν ‘ἀρχὴ ὁδοῦ ἀγαθῆς τὸ ποιεῖν τὰ δίκαια‘, καὶ ‘ἀρχὴ σοφίας φόβος κυρίου‘ καὶ ‘ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸσ‘ τάδε καὶ τάδε, καὶ ‘ἀρχὴ γραμμῆς ἡ στιγμή‘ καὶ τὰ τοιαῦτα τῶν πρός τι τυγχάνει ἀρχῶν, ἃ δὴ καὶ
110τὴν χρονικὴν οὐκ ἐκπέφευγε κίνησιν. τὸ δ’ ἀρχὴν εἰρῆσθαι τὸν θεὸν καὶ ἀπ’ ἀρχῆς εἶναι αὐτὸν οὔτε τὸ χρονικὸν σημεῖον δηλοῖ οὔτε τὸ ἀπὸ προ‐ τέρου αἴτιον, ἀλλὰ τὸ πρὸ πάντων καὶ ὑπὲρ τοῦτο, καὶ εἰ μὴ τὸ ὄνομα οὐ πάντῃ καθαρεύει τῆς χρονικῆς ὑπονοίας. τὸ δὲ ‘διὰ τοῦτο‘ ἐνταῦθα οὐκ αἰτιολογικῶς εἴρηται τῷ πατρί, ἀλλ’ οὔτε μὴν ἐκ περιττοῦ, ὡς ἂν εἴπῃ
115τις· ῥητορικώτερον δὲ εἴρηται, καὶ Ἀριστείδου καὶ Θουκυδίδου καὶ Πλάτωνος ταῖς τοιαύταις περιττότησι τῶν προθέσεων χαιρόντων ὡς μάλιστα, καί, εἴ γε ἐμμελέστερον τῷ Θουκυδίδῃ προσομιλοίητε, πολλὰς
ἐκεῖ καὶ προθέσεις καὶ συνδέσμους καὶ ὀνομάτων συζυγίας ἐκ περιττοῦ τῷ δοκεῖν κειμένας εὑρήσετε· ὃν δὴ καὶ ὁ μέγας ζηλώσας τῷ ἀμυθήτῳ79
120κάλλει ὑπερεβάλετο. οὐ δι’ αἰτίαν γοῦν τινα τοιαύτη ἡ τριάς ἐστιν, ἀλλ’ ὅτι οὕτως τοιαύτη· οὐ γὰρ ἄλλο τι δύναμαι προσειπεῖν. Ὃ μὲν οὖν πέπονθα κατ’ ἀρχὰς περὶ τὰς θεολόγους ταύτας φωνὰς καὶ ὅπως διελυσάμην ἐς ὕστερον, ἔφθασα διομολογησάμενος πρὸς ὑμᾶς· εἰ δὲ οὔτε ἀνοήτως ἠπόρηκα οὔτε ἀκόμψως διελυσάμην, ὑμῖν δίδωμι ἐννοεῖν.

21

(1t)

μʹ. Ἐκ τοῦ αὐτοῦ λόγου
2 Ἴσως ὁ μὲν Πλάτων [ἀ]συκοφάντητος ἰδίαις ἐννοίαις ἁρμόζων τὸν περὶ τῆς ὑπερχύσεως λόγον, ‘ἐν οἷς περὶ πρώτου αἰτίου καὶ δευτέρου‘ θεολο‐ γεῖ· ἀλλ’ ὁ πατὴρ ἰδίοις κανόσι κρινόμενος καὶ κρίνων τὰς θεολόγους
5φωνὰς καὶ τοῦτον εὐθύνει τὸν λόγον ὡς ἀφιλόσοφον. εἰ δὲ μὴ μέγα ἐμοὶ ἀνδράσι τηλικούτοις διαιτᾶν καὶ κρίνειν ὅπῃ τε ἠναντιώθησαν καὶ ὅπῃ συμβεβήκασι, τὰς ἐννοίας ἀμφοτέρων ἀντεξετάσας, τὴν κρείττονα παρα‐ δείξω ὑμῖν. Καὶ πρῶτον δὴ τὴν τοῦ Πλάτωνος ἐξετάσωμεν. ὁ ἀνὴρ οὗτος τρεῖς
10ταύτας φωνὰς διαιρεῖ· ἔνδειαν, αὐτάρκειαν καὶ ὑπέρχυσιν. λέγει δὲ τῶν τριῶν τούτων φωνῶν μίαν ἁρμόζειν τῇ θείᾳ φύσει, φημὶ δὴ τὴν ὑπέρχυσιν· τὸ γὰρ δεόμενόν τινος αὐτῷ τούτῳ ᾧ δεῖται ἔλαττον τοῦ πληροῦντος, τὸ δὲ θεῖον οὐχ οὕτως. τὸ δ’ αὔταρκες ἑτέρου μὲν οὐ χρῄζει οὔτε πρὸς ἕξιν οὔτε πρὸς ὕπαρξιν· ἀρκεῖ γὰρ ἑαυτῷ, ἑτέροις δὲ οὐκ ἔστι μεταδοτικὸν
15τῶν ἑαυτοῦ ἀγαθῶν. τὸ δὲ θεῖον πλῆρές τέ ἐστι καὶ μεταδιδὸν ἑτέροις τῶν ἐν τῷ πλήρει καλῶν· διὰ τοῦτο αὐτῷ φησιν ὁ Πλάτων τὴν ὑπέρχυσιν ἁρμόζειν, ἀλλὰ μὴ τὴν αὐτάρκειαν. καὶ ἵνα μᾶλλον ὁ λόγος λευκότερος γένηται, ὑποδείγματί τινι τῶν ἀνθρωπικῶν τὸν λόγον σαφέστερον παραστήσομαι. καί μοι τῷ λόγῳ κρατῆρες ἔστωσαν τρεῖς, καὶ ἐν αὐτοῖς80
20ὕδωρ ἀναβλυζέτω, ἀλλὰ τὸ μὲν τὴν μέσην πληρούτω χώραν, τὸ δὲ ἔστω ὑπερχειλές, τὸ δ’ ὑπερβλυζέσθω καὶ περιχείσθω. ποῖος δὴ τούτων μᾶλλον τῷ θείῳ πέφυκεν ἁρμοδιώτατος; οὐ πρόδηλον ὡς ὁ περιχεόμενος καὶ ὑπερπλή[ρης] τυγχάνων; ὁ γὰρ ἐπιχειλὴς ἑαυτῷ ἀρκῶν τοῖς ἄλλοις οὐκ ἐπιρρεῖ.
25 Τοιαύτη μὲν ἡ τοῦ Πλάτωνος περὶ τὴν ὑπέρχυσιν ἔννοια, ἡ δὲ τοῦ πατρὸς οἵα; τὴν μὲν προαιρετικὴν οἶδεν οὗτος μετάδοσιν, τὴν δ’ ἀπροαίρε‐ τον ὡς ἑτεροκίνητον. αὐτίκα τοιγαροῦν τὸ ἐπὶ τῶν κρατήρων ὑπόδειγμα τὴν ἀβούλητον τῆς ὑπερχύσεως ἔννοιαν παριστᾷ· ὑπερχέων γὰρ ὁ κρατὴρ οὐκ αὐτὸ τοῦτο ὃ βούλεται δρᾷ, ἀλλ’ ἡ φύσις τοῦ περισσοῦ ὕδατος τὴν
30ὑπέρχυσιν ἀπειργάσατο. ἐπεὶ δὲ καὶ ταῖς τοῦ Πλάτωνος περὶ τῶν φωστή‐ ρων φυσιολογίαις καθόλου ἀποταττόμεθα, παρεισήχθω ἡμῖν ἄψυχος τῷ λόγῳ ὁ ἥλιος· ἐκεῖνος γὰρ ὑπὸ νοῦ τοῦτον κινεῖσθαί φησιν. οὗτος οὔτε φωτός ἐστιν ἐνδεὴς οὔτε μόνῳ τῷ ἡλιακῷ ἀρκεῖ σώματι, ἀλλὰ καὶ τοῖς ἄλλοις μεταδίδωσι τῶν μαρμαρυγῶν. εἰ μὲν οὖν ὡς βουλόμενος καὶ
35αὐτοκίνητος μεταδίδωσι, μετάδοσις τοῦτο, ἀλλ’ οὐχ ὑπέρχυσις· εἰ δ’ αὐτὸ τὸ ἐν αὐτῷ φῶς πλουσιώτατον ὂν ἐπιρρεῖ τῷ ἀέρι παντί, οὐ μετάδοσις, ἀλλ’ ὑπέρχυσις. τὴν τοιαύτην οὖν ἐπηρεάζων φωνὴν ὁ πατήρ, δι’ ἣν πολλάκις ἀνεκυκλήσαμεν ἔννοιαν, ‘οὐχ ὑπέρχυσιν‘ φησί ‘φήσομεν ἀγαθότητος, ὃ δή τις τῶν παρ’ Ἕλλησιν‘ εὐδοκιμησάντων ‘εἰπεῖν τετόλ‐
40μηκε‘, τὸν Πλάτωνα αἰνιττόμενος ἐν οἷς τὰ ‘πρῶτα καὶ δεύτερα αἴτια‘ διαιρεῖ. οὐ τοίνυν ὡς τῆς ὑπερχύσεως τὴν αὐτάρκειαν ἀ[ντα]λλαττόμενος ἐν τῷ θεῷ, ἐκείνην μὲν ἀναιρεῖ, ταύτην δὲ προσίεται ὁ πατήρ, ἀλλ’ ὡς τῆς ὑπερχύσεως τὴν μετάδοσιν. Πλὴν π[αρὰ τῶν] γραφῶν τὸ αὔταρκες μεμαρτύρηται τῷ θεῷ, καὶ εἴ
45τις τοῦτο πρὸς τὸ πλῆρες ὡς ὑπερδύναμον μεταμείψειεν (ἀντιστρέφει γὰρ ἑκάτερα τὰ ὀνόματα), εὑρήσει ‘τὸν ἐπὶ πάντων θεὸν‘ παρὰ τῷ Ἡσαΐᾳ τὰς μὲν μικρὰς θυσίας παραιτούμενον καὶ τῶν παρ’ ἐκείνοις ἀπαργμάτων μηδόλως δεόμενον. διὰ τί; ὅτι ‘πλήρης εἰμί‘. πλήρης γάρ ἐστι τῷ ὄντι σοφίας, πλήρης γνώσεως, πλήρης φιλανθρωπίας καὶ ἀγαθότη‐

21

(50)

τος, οὐχ ὡς, τούτων ἑτέρων ὄντων, αὐτὸς ἄλλο τι ὤν, ἀλλ’ ὡς αὐτὰ ὢν οὐσιωδῶς ὧν πλήρης εἶναι λέγεται. καὶ ὁ τῆς θειοτάτης δὲ τοῦ θείου ἐλεύσεως πρόδρομος, ‘τῆς βροντῆς ὁ υἱόσ‘, ‘ἐκ τοῦ πληρώματος αὐτοῦ‘ φησι ‘πάντας ἡμᾶς εἰληφέναι‘. ὁρᾷς ὅπως τὸ αὔταρκες τῷ θείῳ διὰ τοῦ πλήρους παρὰ ταῖς θείαις προσμαρτυρεῖται γραφαῖς; ἀλλ’ οὐχ ὅτι81
55πλήρης οὐ μεταδίδωσιν, ἀλλ’ ὅτι μᾶλλον τοιοῦτός ἐστι· τὸ γὰρ εἰπεῖν ‘ἐκ τοῦ πληρώματος αὐτοῦ‘ τοὺς ἄλλους λαβεῖν τοῦτο ἐνέφηνεν, ὅτι δι’ αὐτὸ τὸ πλήρης εἶναι ἄνωθεν εἰς ἡμᾶς καταπέμπει τὰ θεῖα δωρήματα. Ὑποπτεύει οὖν τὴν φωνὴν τῆς ὑπερχύσεως ὁ πατήρ, ‘ἵνα μὴ ἀκούσιον τὴν γέννησιν‘ φησίν ‘εἰσαγάγωμεν καὶ οἷον περίττωμά τι φυσικὸν καὶ
60δυσκάθεκτον‘, ὑψηλότερόν τι λέγων διὰ τὸ ὄνομα τῆς γεννήσεως. γεννᾷ γὰρ καὶ παρ’ Ἕλλησιν ὁ ἐκείνων θεός, καὶ υἱοὺς ἑαυτῷ εἰσποιεῖται καὶ υἱωνούς, οἷον τὸ μὲν ἓν τὴν ἑνάδα, ἡ δὲ ἑνὰς τὸ ὄν, τὸ δὲ ὂν τὸν νοῦν, ἐκεῖνος δὲ τὴν ψυχήν· αἴτια δὲ ταῦτα πάντα τῆς ἑτέρων πέφυκεν ὑποστά‐ σεως, ἀλλὰ τὸ μὲν ἓν πρῶτον αἴτιον καὶ πρῶτον τῶν ὄντων πέφυκεν
65ὑποστατικόν, τὰ δ’ ἕτερα κατὰ πρώτους καὶ δευτέρους λόγους ταῖς ὑποστάσεσι συμμερίζονται. τὸ γοῦν εἰπεῖν τὸν πατέρα, ‘ἐν οἷς περὶ πρώτου αἰτίου καὶ δευτέρου φυσιολογεῖ‘, οὐχ ὡς δύο τῶν αἰτίων παρὰ τοῦ Πλάτωνος ὁμολογουμένων τοῦτό φησιν (πολλὰ γὰρ παρ’ ἐκείνῳ τὰ αἴτια), ἀλλὰ τῷ ‘πρῶτον‘ εἰπεῖν καὶ ‘δεύτερον‘ ἐπενεγκεῖν τὰ πρῶτα καὶ
70ὕστερα αἴτια παρῃνίξατο. Οὐκ ὀλίγοι δὲ καὶ τῶν τῆς ἡμετέρας δοκούντων αὐλῆς εἰς τὰς Πλατωνι‐ κὰς ἐμφάσεις παρήχθησαν, Ἄρειόν φημι καὶ Μακεδόνιον καὶ Εὐνόμιον· τούτων γὰρ ἕκαστος προτερεύειν φησὶ ‘τὸν ἐπὶ πάντων θεόν‘, κατὰ δέ τινας περιόδους τὰς λοιπὰς ὑποστάσεις παρεισενηνέχθαι αὐτῷ. διὰ
75τοῦτο τὸ μὲν αὐτοῖς πρώτως ποιεῖ ὁ πατήρ, τὸ δ’ αὐτὸ τοῦτο δευτέρως ὁ υἱός, καὶ κατὰ τρίτην τάξιν τὸ πνεῦμα τὸ ἅγιον. ἀλλ’ οὗτοι μὲν καὶ ἀλλήλας τὰς ὑποστάσεις διείργουσι χρονικοῖς διαστήμασιν, ὁ δὲ φιλολογώ‐ τατος Ὠριγένης, οὗ πολὺς λόγος, ἐν τοῖς συγγράμμασι δυσφορωτάτην ἔχει τὴν αἵρεσιν· παρῆχθαι γὰρ ἐκ τοῦ μὴ ὄντος τὸν υἱὸν καὶ τὸ πνεῦμα
80φάσκων, ὁμοῦ τῷ εἶναι τὸν πατέρα τὸ παρῆχθαι ἐκεῖνά φησι, κομψῷ τινι προσωπείῳ πρὸς τὰς ἡμετέρας θεολογίας παραδυόμενος. ναὶ μὴν καὶ ἐν τῇ κοσμογενείᾳ τὸ εἰπεῖν τὸν Μωσέα· ‘καὶ εἶπεν ὁ θεός, γενηθήτω‘ τάδε ἢ τάδε, καὶ ἐπαγαγεῖν ὅτι ‘καὶ ἐποίησεν ὁ θεὸσ‘ ταῦτα, οὕτω νοεῖ· ὁ μὲν
εἰπὼν ὁ πατὴρ ἦν, ποιήσας δὲ ὁ υἱός. εἰσάγει γὰρ τὸν μὲν προστάττοντα,82
85τὸν δὲ ἐξυπηρετούμενον· αἱ δὲ γενέσεις αὐτῷ τῶν αἰτίων καθ’ ὑπέρχυσιν τοῦ πρώτου πρὸς τὰ δεύτερα. Γεννᾷ δὲ καὶ παρ’ ἡμῖν ὁ τοῦ ὄντος θεός, ἀλλ’ οὐχ ὡς ἄπλετος τὴν οὐσίαν καὶ ἀπειροδύναμος τὴν γονιμότητα καὶ διὰ τοῦτο κατέχειν τὴν ὠδῖνα μὴ στέγων· ὁ γὰρ οὕτως γεννῶν τὴν Πλατωνικὴν ποιεῖται ὑπέρχυ‐
90σιν, τὸ τῆς φύσεως περίττωμα προβαλλόμενος. οἱ γὰρ οὕτω λέγοντες, ἵνα δὴ περὶ τῶν παικτῶν παίξωμεν, διὰ τί μὴ καὶ Εἰλείθυιαν τῷ γεννῶντι προσαναπλάττουσι καὶ πόνους κυήσεως καὶ κινδύνους ἀμβλώσεως καὶ τὴν ἐπὶ τῇ μαιείᾳ δύναμιν, ἵν’ ἐρεθίσῃ τὴν ἐγκυμόνησιν, καὶ τὰ ἐπὶ ταύτῃ μαίωτρα; οὐ καθ’ ὑπέρχυσιν οὖν ὁ πατὴρ τὸν υἱὸν γεννᾷ παρ’ ἡμῖν,
95ἀλλ’ οὐδ’ ἄλλο τι ὧν ἡμῖν μεταδίδωσι. ‘πρῶτον‘ δὲ ‘καὶ δεύτερον αἴτιον‘ ὁ ἡμέτερος λόγος οὐκ οἶδεν· ὃ γὰρ ποιεῖ ὁ πατήρ, τοῦτο καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα ἐργάζονται· καὶ τὸ ἐν τοῖς τρισὶν ἕν, αὐτὸ δὴ τοῦτο τῶν ἄλλων ἐστὶν ὡς αἴτιον. Εἰ μὲν οὖν δικαίως καὶ εὐθυβόλως διῃτήσαμεν τὰς ἐννοίας τῶν φιλο‐

21

(100)

σόφων καὶ τὴν κρείττονα κεκρίκαμέν τε καὶ παραδεδώκαμεν, ἔχετε ἐντεῦθεν τὴν ἀρίστην διάκρισιν· εἰ δ’ ἄλλος μὲν τοῖς φιλοσόφοις ὁ νοῦς, ἐγὼ δὲ καταδεεστέρως ἡρμήνευκα, ζητεῖτε τὸν ὑπερκείμενον.

22

(1t)

μαʹ. Ἐκ τοῦ αὐτοῦ λόγου· ‘πῶς οὐ συνάναρχα εἰ συναΐδια;‘
2 Πῶς οὖν, εἰ συνάναρχα, οὐ συναΐδια; ἤρετό τις ὑμῶν· καίτοι γε καὶ ὁ πρώτως ὑποκρινάμενος τὴν ἐρώτησιν εὐθὺς τὴν λύσιν ἐπήνεγκεν, ‘ἐκεῖθεν‘
εἰπών ‘εἰ καὶ μὴ μετ’ ἐκεῖνον‘. ἀλλ’ ὑμεῖς καὶ πρὸς αὐτὴν διαπορεῖτε, ὥς83
5γέ μοι δοκεῖ, τὴν ἐπίλυσιν, μᾶλλον δὲ καὶ πρὸ ταύτης πρὸς τὴν ἀντίθεσιν· ζητεῖτε γὰρ εἰκότως τί ποτε μὲν τὸ ἄναρχον, τί δὲ τὸ συνάναρχον πέφυκε, καὶ πῇ αὐτῶν διέστηκε τὸ ἀίδιον. ἐγὼ δὲ ἐπενέγκοιμι καὶ τίνα πρὸς τοῦτο τὸ ἀθάνατον ἔχει διαφοράν· ἆρα γὰρ ταὐτὸν ἀθάνατον καὶ ἀίδιον, ἢ διαφ[έρε]τον; καὶ πότερον ὡς ἀντιδιῃρημένα ἢ ὡς γένος καὶ εἶδος,
10τοῦτο δέ ἐστιν ἐπὶ πλέον καὶ ἔλαττον; εἰ [δὲ] διαφέρετον, πῇ κοινωνεῖτον; Φαίνεται γοῦν τὸ ἄναρχον μὴ καθ’ ἕν πως λεγόμενον, ἀλλ’ ὁμωνύμως καὶ πολλαχῶς· ὅ τε γὰρ κύκλος ἄναρχος καὶ τὸ πρῶτον αἴτιον, ἀλλὰ τοῦτο μὲν ὅτι μὴ ὑπερκειμένην ἔχει ἑτέραν αἰτίαν, ἐκεῖνος δὲ ὅτι τῇ προχείρῳ ἡμῶν αἰσθήσει οὐκ εὔληπτος ἡ τούτου ἀρχή, ἀλλὰ πάντως ὁ τοῦτον
15περιαγαγὼν κέντρῳ καὶ διαστήματι περιέγραψεν. ἑκατέρωθεν οὖν ὁ κύκλος οὐκ ἄναρχος· ἀρχὴ γὰρ αὐτοῦ καὶ τὸ κέντρον καὶ ἡ ἀμερὴς στιγμή, ἥτις εἰς κύκλον ῥυεῖσα περὶ τὸ μέσον πεποίηκε τὴν γραμμήν. ἔστι τι καὶ ἄναρχον ἕτερον, ὃ τῷ μὲν τῆς ὑποστάσεως λόγῳ τοῦ πεποιη‐ κότος οὐ δεῖται, τῷ δὲ τῆς αἰτίας εἰς ἑτέραν ἀνήκει ἀρχήν· τοῦτο δὲ
20χρόνου μὲν καὶ αἰῶνος ἐκπέφευγεν ἔννοιαν, ὅμως γε μὴν ὑπ’ αἰτίαν ἐστίν, οὐκ ἀχώριστα δὲ ταῦτα μέσῳ τινὶ διαστήματι, ἀλλὰ τοσοῦτον μόνον οὐκ ἄναρχα ὅτι ἀπ’ ἐκείνης ἔχει τὴν πρόοδον. τὸ μὲν οὖν ἄναρχον, ὅπερ πάντων τῶν αἰώνων πρεσβύτερόν ἐστι, τῇ ὅλῃ ἐπευφημεῖται θεότητι, πρὸς δὲ καὶ τῇ μιᾷ ὑποστάσει, τῇ τοῦ πατρός. τὸ δ’ ὅσον αἰῶνας μὲν ὑπερπέπτω‐
25κεν, οὐ μέντοι δ’ ἐστὶ καὶ ἀναίτιον, ταῖς ἑτέραις ὑποστάσεσιν, υἱῷ καὶ πνεύματι, προσαρμόζεται· ἀπὸ γὰρ τοῦ πατρὸς ὁ μὲν γεννᾶται, τὸ δὲ ἐκπορεύεται. κατὰ μὲν οὖν τὴν ἀπὸ χρόνου ἀρχὴν ἄναρχα συναμφότερα, κατὰ δὲ τὴν ἀπὸ αἰτίου πρόοδον καὶ οὐκ ἄναρχα. οὐχ οὕτω δ’ οὐκ ἄναρχα, ὅτι ἦν ὅτε οὐκ ἤστην (ὁμοῦ γὰρ πατὴρ καὶ υἱὸς καὶ πνεῦμα
30ἅγιον) ἀλλ’ ὅτι ἐκ τοῦ πατρὸς ὥσπερ ἐκ φωτὸς ἡ τούτου λαμπάς· οὐκ ἦν δὲ τὸ φῶς ὅτε ἀλαμπὲς ἦν, ἀλλ’ ἦν ἡ λαμπὰς ἐκεῖθεν ὡς ἐξ αἰτίου, διαστήματος οὐ μεσεύοντος. κατὰ πάντας τοίνυν τοὺς τοῦ ἀνάρχου λόγους ἄναρχος ὁ πατήρ, οὐ κατὰ πάντας δὲ τὰ ἕτερα πρόσωπα. Ζητεῖ οὖν ὁ λόγος ἀπὸ τοῦ πέρατος περὶ τῆς ἀρχῆς ἀπορῶν, διὰ τί ‘μὴ
35συνάναρχα, εἰ συναΐδια‘. ἀλλὰ πρὶν ἢ γυμνῶσαι τὸ ἀπορούμενον, περὶ αὐτῆς φυσιολογητέον τῆς ἀιδιότητος, καὶ ὅπως μὲν Ἕλληνες ταύτην ἐδόξασαν, οἷα δὲ ὁ ‘πότιμος λόγοσ‘ τὴν ‘ἁλμυρὰν ἀποκλυσάμενοσ‘ θάλασ‐ σαν ἔβλυσεν ἡμῖν νάματα. οἱ τοίνυν θεολογικώτατοι τῶν Ἑλλήνων, ὧν δὴ Πρόκλος κατὰ τὴν ἐμὴν ψῆφον τὸ κεφάλαιον, εἰς δύο τέμνουσι τὸ ἀίδιον,
40τὸ μὲν ταὐτὸν τιθέντες τῷ αἰωνίῳ, ὡς ὁμοῦ πᾶν εἶναι, παρατάσει χρονικῇ μὴ μετρούμενον. ἐν γοῦν τούτῳ τῷ μέρει τοῦ ἀιδίου τιθέασι καὶ τὸν νοῦν· εἰσὶ δὲ οἳ καὶ τὴν ψυχήν, κατά τε γὰρ οὐσίαν καὶ ἐνέργειαν ἄμφω ἀίδια· οὐ γὰρ τὸ μὲν αὐτοῖν τῆς οὐσίας γέγονε, τὸ δὲ γίνεται, τὸ δὲ γενήσεται, οὐδ’ ἐλλέλειπταί τι τῆς ἐνεργείας, ἀλλ’ ἄμφω ἀνελλιπῆ84
45κατ’ ἄμφω τυγχάνει. δεῖ οὖν τὴν πρόοδον δι’ ὁμοιότητος καὶ ἀνομοιότητος γίνεσθαι. τί οὖν; ἀπὸ τοῦ κατ’ ἄμφω ἀιδίου, κατά τε οὐσίαν φημὶ καὶ ἐνέργειαν, εἰς τὸ κατ’ ἄμφω μὴ ἀίδιον ὁ λόγος χωρήσει, οἷον εἰς τὸ γεννητὸν καὶ ῥευστόν, ὁποῖα τυγχάνει τὰ καθ’ ἡμᾶς ἄτομα; ἡμεῖς γὰρ οὔτε τὴν οὐσίαν ἀίδιοι οὔτε τὴν ἐνέργειαν, κατὰ μέρος αὐξάνοντες, καὶ τὰ

22

(50)

μὲν νῦν ποιοῦντες, τὰ δὲ πάλαι διενεργήσαντες, τὰ δὲ ὡς αὖθις ποιήσοντες παρεσκευασμένοι. ἀλλὰ τοῦτο οὐ τάξις ἐστὶν οὐδὲ πρόοδος χωροῦσα δι’ ὁμοιότητος. δεῖ οὖν μεταξὺ τῶν πάντῃ ἀιδίων καὶ τῶν πάντῃ φθαρτῶν φύσεις εἶναί τινας, τὴν μὲν οὐσίαν ἐχούσας ἀίδιον, μὴ μέντοι πόρρω καὶ τοῦ κατὰ χρόνον ἐνεργεῖν. οὕτω γοῦν τὸν λόγον προβιβάσαντες μεταξυλο‐
55γοῦσι τὸν οὐρανὸν καὶ τὸν αἰθέριον σύμπαντα κόσμον, ὃν δὴ ἀίδιον μέν φασι κατὰ τὴν οὐσίαν, ὅτι τὸ πᾶν ἀπειληφὼς μένει ἀθάνατος, οὐ μὴν δὲ καὶ τὴν κατ’ ἐνέργειαν ἀιδιότητα προσμαρτυροῦσιν αὐτῷ· οὐ γὰρ ὁμοῦ τὴν πᾶσαν ἑαυτῷ συνεκεφαλαιώσατο κίνησιν, ἀλλ’ ἐς τὸν ἅπαντα χρόνον συγκινηθήσεται. οὕτω γοῦν περὶ τοῦ ἀιδίου πεφιλοσοφήκασιν Ἕλληνες.
60 Ὁ δὲ μέγας οὗτος πατὴρ ὡς μύθων τούτων ἀφέμενος, ἐπεὶ παρὰ τῆς γραφῆς ἅπαξ μεμάθηκε ‘τὰ μὲν ἄστρα πεσεῖσθαι, τὸν δὲ οὐρανὸν εἱλιγή‐ σεσθαι‘, ἄναρχον μέν φησιν ὃ μὴ πρεσβυτέραν ἀρχὴν εἴληχεν, ἀίδιον δὲ ὃ δὴ προεληλυθὸς ἀπ’ αἰτίου οὐ κατακλείεται πέρατι. ἐντεῦθεν ‘ὃ μὲν ἄναρχον‘, τοῦτο δήπουθεν ‘καὶ ἀίδιον‘. τὸ γὰρ μὴ ἀπὸ αἰτίου πῶς
65τεθνήξεται ἢ ὅλως ἀπολεῖται; τὸ γὰρ ἀπολλύμενον αἰτίαν ἔχει τὴν τοῦ αἰτίου ἀπόστασιν, ὥσπερ τὸ ὑφ’ ἑτέρου κινούμενον ἵσταται τῆς κινήσεως, ὅτε τὸ κινοῦν παύσεται τοῦ κινεῖν. τὸ δὲ ἀναίτιον καὶ πάντῃ ἄναρχον πῶς ἀπολεῖται; οὐ γὰρ δήπουθεν ἑαυτῷ ἐπιλίποι, ἵν’ ἀποστὰν ἑαυτοῦ αἴτιον ἑαυτῷ ἀπωλείας γένηται. διὰ τοῦτο ‘τὸ ἄναρχον‘ πάντως που ‘καὶ ἀίδιον‘,
70οὐκ εἴ τι δὲ ἀίδιον, τοῦτο καὶ ἄναρχον· ψυχὴ γὰρ καὶ νοῦς ἀίδια μέν, ὅτι καὶ ἀείζωα, οὐκ ἄναρχα δέ· πάντα γὰρ ἀπὸ τοῦ πρώτου παρήχθη αἰτίου. Ἀλλ’ ὁ ἐρωτῶν κατάλληλον ἀπαιτεῖ τῇ τελευτῇ τὴν ἀρχήν· εἰ γὰρ συναΐδια, φησίν, υἱὸς καὶ πνεῦμα τῷ πατρί, καὶ κοινῶς ἀείζωά τε καὶ
75ἀτελεύτητα, διὰ τί μὴ καὶ συνάναρχα; ἔδει γάρ, φησίν, ὥσπερ ἐλλείπουσί τι κατὰ τὴν ἀρχήν, ἐλλείπειν καὶ κατὰ τὸ τέλος. τοῦτον δὴ τὸν λόγον ἐπιλυόμενος ὁ πατὴρ συντόμως καὶ σαφῶς ἀπεκρίνατο. ζητεῖς, φησί, διὰ τί μὴ συνάναρχα; ὅτι μὴ ἄναρχα μηδὲ εἰς τρεῖς διῃρημένα ἀρχάς, ἀλλ’ ἀπὸ τοῦ πατρὸς ἔχει τὸν πρόοδον, ‘καὶ εἰ μὴ μετ’ ἐκεῖνον‘ τῷ85
80χρόνῳ ἐστίν· οὐδὲ γάρ, ἐπειδὴ ὡς ἀπ’ αἰτίου τοῦ πατρὸς προελήλυθεν, ἤδη που καὶ χρόνου μεσιτείαν ἐν αὐτοῖς ἐννοεῖν δεδυνήμεθα. διὰ τοῦτο συναείζωα μὲν πάντως καὶ μή τινι περατούμενα διαστήματι, συνάναρχα δὲ οὔ, ἀλλὰ τούτων ὁ μὲν πατὴρ ἄναρχος, τὰ δὲ ἀπὸ τῆς ἀρχῆς, αὐτοῦ φη[μὶ] τοῦ πατρός, χρόνου μὴ μεσιτεύοντος. ἀίδιον δὲ καὶ ἀθάνατον ἐν
85τούτῳ διενηνόχατον, ὅτι τὸ μὲν γενικώτερόν ἐστι, τὸ ἀίδιον, τὸ δὲ εἰδικώτερον, τὸ ἀείζωον. καθ’ Ἑλληνικὴν δὲ δόξαν διαφορὰ παραχθήσεται, ἐπεὶ κατά γε τὴν ἡμετέραν ταὐτόν ἐστι τῷ ἀιδίῳ τὸ ἀείζωον, ἀλλ’ οἵ γε Ἕλληνες, ἐφ’ ὧν μὲν τὸ ἀείζωον λέγουσι, καὶ τὸ ἀίδιον τάττουσιν, οὐ μὴν ἐπὶ πάντων τῶν ἀιδίων καὶ τὸ ἀθάνατον προστιθέασιν. ἀθάνατα μὲν γάρ
90φασιν ὅσα πέφυκε ζῆν, οἷον ψυχήν, νοῦν καὶ τὰς εὐθὺς μετὰ θεὸν φύσεις, τὸν δὲ οὐρανὸν ἀτελεύτητον λέγοντες, οὔ φασιν ἀθάνατον, ἀλλ’ ἀίδιον· ὁ γὰρ θάνατος ζωῆς στέρησις, ἃ δὲ μὴ εἴληχε ζῆν πῶς θάνοι; διὰ τοῦτο τὰ μὲν ἀθάνατα καὶ ἀίδια, φασίν, οὐ μὴν καὶ ἀθάνατα τὰ ἀίδια. Ἐμοὶ γοῦν ἱκανῶς τὸ διαπόρημα καὶ ἐζήτηται καὶ ἐπιλέλυται. εἰ δέ τι
95πλέον ὁ ὑμέτερος ἐπιζητεῖ νοῦς, τὸν κρείττονα τῆς ἐμῆς γλώττης ἐπιζη‐ τεῖτε, μᾶλλον δὲ διανοίας· τὰ γὰρ εἰρημένα συμμέτρως μοι καὶ διηπόρηται
καὶ ἐπιλέλυται.86

23

(1t)

μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ ‘τρεῖς αἱ ἀνωτάτω
2tδόξαι περὶ θεοῦ‘
3 ‘Τρεῖς τὰς ἀνωτάτω δόξας περὶ θεοῦ‘ φάμενος ὁ πατήρ, οὐχ ὡρισμένως πρὸς τὸν ὄντα θεὸν τὸν ἡμέτερον ἀνήγαγε νοῦν· οὐδὲ γάρ, τούτου ἐν
5μονάδι φύσεως καὶ τριάδι ὑποστάσεων ὁμολογουμένου, οἱ μὲν ‘ἀναρχίαν‘ αὐτῷ προσῆπτον, οἱ δὲ ‘πολυαρχίαν‘, οἱ δὲ ‘μοναρχίαν‘· ἀλλ’ ἡ τοῦ θεοῦ ἐνθάδε φωνὴ τὴν ἐν διαφόροις δόξαις φαντασθεῖσαν ὑποσημαίνει ἀρχήν. μονονουχὶ γὰρ τοῦτό φησιν ἐνταῦθα ὁ μέγας οὗτος ἀνήρ, ὅτι περὶ τῆς τῶν πάντων ἀρχῆς δόξαις ἑτερογνώμοσιν οἱ καθ’ ἕκαστα ἐμερίσθησαν. οἱ
10μὲν γὰρ αὐτομάτως ᾠήθησαν τὸν πάντα κόσμον συνεστηκέναι, τῶν ἀτόμων σωμάτων εἰς ταὐτὸ συνελθόντων, εἶτα δὴ συνθλιβομένων, κἀν‐ τεῦθεν ὑφιζῆσαι μὲν τὰ βαρύτατα, ὕδωρ καὶ γῆν, ἐπιπολάσαι δὲ τὰ κουφό[τατα], ἀέρα καὶ πῦρ· εἶτα κύκλωθεν τῶν μετεωρισμῶν γιγνο‐ μένων, τὸ περικεκλασμένον σχῆμα συμπαγῆναι τοῦ οὐρανοῦ· χορηγου‐
15μένης δὲ ἔτι τῆς ὕλης τῶν ἀναθυμιάσεων, τὰ κατ’ οὐρανὸν ἄστρα δεδη‐ μιουργῆσθαι. Ἐπικούρειος αὕτη δόξα ἐστίν, ἧς τὰς ἀρχὰς διαδεξάμενος ὁ Δημόκριτος τὸ κίβδηλον τῶν σπερμάτων ἐν τοῖς φυομένοις ἀνέδειξεν. οἱ γοῦν περὶ τὸν Ἐπίκουρον ἀναρχίαν τῷ παντὶ παρεισφέρουσιν, οὔτε νοῦν παριστάνοντες τοῖς δημιουργήμασιν οὔθ’ ὅλως ποιητικὸν αἴτιον.
20μόνος δ’ Ἀναξαγόρας, ὥσπερ τῶν ἄλλων ὑπνούντων καὶ τοῖς ὑλικοῖς αἰτίοις βεβαπτισμένων, ‘ἦν ὁμοῦ‘ φησί ‘πάντα χρήματα, νοῦς δὲ ταῦτα διέκρινεν‘. ἀλλ’ οὐδ’ οὗτος μέχρι παντὸς τὸν νοῦν ἐπεισάγει τοῖς πράγμα‐ σιν, ἀλλ’ ὥσπερ μεταμελόμενος ἐφ’ οἷς ἅπαξ ἀπεμνημόνευσεν, ὧν ἴστε ἀτόπων ἔχεται διακρίσεων.
25 Μία μὲν οὖν αὕτη δόξα τῶν κακῶς ὑπειλημμένων περὶ τοῦ πρώτου αἰτίου. ἕτεροι δὲ ταύτην ὡς ἄτοπον καὶ ἀνόητον παραγκωνισάμενοι, ἐφιστῶσι δυνάμεις τῷ κόσμῳ τινάς· ἡ δὲ ὑπόληψις αὕτη πολυμερὴς καὶ τῷ ὄντι πολύαρχος· τοῦτο γὰρ εὖ ἴστε, ὅτι μὴ μία τις κεκράτηκεν ἐπὶ πάντων Ἑλληνικὴ δόξα, ἀλλὰ τοῖς σφῶν ἡγεμόσι διεμερίσθησαν, καὶ οἱ
30μὲν τοῖς Πυθαγόρου, οἱ δὲ τοῖς Πλάτωνος, οἱ δὲ τοῖς Ἀριστοτέλους προστίθενται· καὶ ἄλλοι τὴν Ἰωνικὴν ἀσπάζονται αἵρεσιν, εἰσὶ δὲ οὗτοι οἱ
ἀπὸ Θαλοῦ· Ἴων γὰρ οὗτος ὢν τὴν οἰκείαν δόξαν Ἰωνικὴν ἐπωνόμασε. Περὶ δὲ Αἰγυπτίων καὶ τῶν ἐπὶ τούτοις πρεσβυτέρων Χαλδαίων τί ἂν καὶ λέγοιμι; σύμπαντες γὰρ οὗτοι, τὴν πολυαρχίαν δοξάσαντες, διαφόρους87
35ὑφιστῶσι δυνάμεις καὶ τοῖς ὀνόμασι καὶ τοῖς πράγμασιν. αὐτίκα, ἵν’ ἐπὶ κεφαλαίῳ περὶ πάντων εἴποιμι, Χαλδαῖοι ἕν φασι τὸ πρῶτον αἴτιον, ὃ δὴ καὶ ἀφθεγκτότατον λέγουσι· μεθ’ ὃ πατρικόν τινα βυθὸν ἀναπλάτ‐ τουσι, καὶ τοῦτον ἐκ τριῶν συνιστῶσι τριάδων· μεθ’ ἃς ἴυγγάς τινας παρεισάγουσιν, εἶτα τὸν ἅπαξ ἐπέκεινα καὶ τὴν Ἑκατικὴν δύναμιν καὶ
40τὸν 〈δὶς ἐπέκεινα〉. ὅσα δὲ τῇ Ἑκάτῃ διδόασι καὶ οἷα περὶ ταύτης λογο‐ ποιοῦσι, γνώσεσθε τοῖς ἐκείνων προσομιλοῦντες συγγράμμασι. μετὰ δὲ τὰς τοιαύτας δυνάμεις κοσμαγοὺς λέγουσι δέκα, εἶτα τελετάρχας καὶ συνοχεῖς· ἐν δὲ τοῖς κοσμαγοῖς καὶ ἀμείλικτόν τινα ὀνομάζουσι, καὶ ἕτερον ὑπεζωκότα. μεθ’ ἃ τὸ δαιμόνιον φῦλον τῷ λόγῳ δημιουργοῦσι,
45πλὴν οὐκ αὐτεξουσιάζουσι τούτοις, ἀλλ’ ἐν ἅπασιν ἀποδείξεσι χρώμενοι. τῶν δὲ τοιούτων ὀνομάτων τε καὶ δοξῶν ὁ ἐπὶ Μάρκου Ἰουλιανὸς καθηγή‐ σατο, ἐν ἔπεσιν αὐτὰ συγγραψάμενος, ἃ δὴ καὶ ὡς λόγια ἐφυμνεῖται παρὰ τῶν μετὰ ταῦτα. τούτοις δὲ ἐντυχόντες καὶ οἱ καθ’ ἡμᾶς Ἕλληνες οὕτω δὴ ἐσεβάσθησαν καὶ ἠγάπησαν, ὡς ἀφεμένους εὐθὺς τῶν Ἑλληνικῶν

23

(50)

πρὸς ταῦτα δραμεῖν, καὶ μάλιστα Ἰάμβλιχος καὶ ὁ θεῖος τῷ ὄντι Πρόκλος ἀνήρ· ὁμοῦ τε γὰρ τούτοις συνεγένοντο, καὶ καταιγίδας τὰς Ἑλληνικὰς μεθόδους περὶ τὸν συλλογισμὸν ὠνομάκασι. τοιαύτη μὲν οὖν ἡ τῶν Χαλδαίων πολυαρχία· ἣν δή, ‘ἵνα μικρόν τι κἀγὼ καυχήσωμαι‘, μόνος ἐπὶ τῶν καθ’ ἡμᾶς χρόνων αὐτὴν ἠκρίβωσα. ‘οὐ κατὰ κύριον‘ μὲν οὖν,
55λελάληκα δὲ ὅμως, καὶ ὁ ἀπιστῶν εὐθυνέτω. Τὰ δὲ τῶν Αἰγυπτίων οὐ πάνυ σαφῆ (οὐδὲ γὰρ οὐδὲ τούτων ἀπεσπού‐ δασα), ἀλλὰ πάντα συμβολικά· σφίγγες γὰρ ἐν αὐτοῖς καὶ ἴβιδες καί τινα περιφερῆ σχήματα ἐν ταμείοις ἀποκρυπτόμενα, καὶ ἄλλ’ ἄττα, ὧν τὸ μὲν
φαινόμενον οὐχ ὑπερβαίνει τὴν αἴσθησιν, ἐκεῖνοι δέ φασι διὰ τούτων88
60εἰκονίζειν τὰ νοητά. ἦσαν δὲ οὗτοι ἀμαθεῖς τὰ πρῶτα τοῦ δαιμονίου, καὶ ἐστασίαζον πρὸς ἀλλήλους· ἐπολιτεύοντο γὰρ κατὰ δήμους. Ὠάνης δέ τις ἀνήρ, τὴν ἀμαθίαν αὐτῶν κατιδών, καταδραμὼν τοῦ ἐκείνων ἤθους ἐβασίλευσεν εὐφυῶς· περὶ γὰρ τὰς παρατηρήσεις ἐσχολακὼς τῶν ἐκλεί‐ ψεων, ἐπειδὴ ἔγνω τὸν καιρὸν εἶναι τοῦ ἐκλελοιπέναι τὸν ἥλιον, δορὰν
65ἰχθύος ἀμφιασάμενος φοιτᾷ πρὸς αὐτούς, παρὰ Ἑρμοῦ φήσας ἀπεστάλθαι τοῦ ἐκείνου πατρός· οἱ δ’ ἰδόντες τὸ ἀλλόκοτον τῆς περιβολῆς ἔφριξαν. ὁ δέ ‘ἥκω‘ φησί ‘τῆς ἐφ’ ὑμᾶς τοῦ θεοῦ μήνιδος μηνυτής· χολᾷ γὰρ ὑμῖν τὸ δαιμόνιον ὅτι μὴ ὑφ’ ἡγεμόνι τέταχθε, κἂν μὴ μετασταίητε καὶ βασιλέα σφίσιν αὐτοῖς καταδέξησθε, ὁ μέγας ὑμῖν ἐπιλείψει φωστήρ‘. οἱ
70δ’ ἀπιστήσαντες δεσμοῦσι τὸν ἄνδρα, ὡς, ἢν μὲν ὁ χόλος ἐπιγένηται, βασιλέα καταδεξόμενοι, ἢν δὲ μή, ἀποκτενοῦσιν εὐθύς. ἐπεὶ δὲ ὑπέδραμεν ἡ σελήνη τὸν ἥλιον καὶ τῶν ἀκτίνων ἀπεστερήθησαν, λύουσι μὲν αὐτίκα τῶν δεσμῶν τὸν Ὠάνην, λιπαροῦσι δὲ ἐξευμενίσασθαι αὐτοῖς τὸ δαιμόνιον. ὁ δέ, τερατευσάμενος τὴν ἱλέωσιν καὶ πιέσας τὰ χείλη ὥσπερ οἱ κάτοχοι,
75ὑπ’ ὀδόντα δέ τινα θρυλλισμὸν ἠχήσας, αὐτὸ δὴ τοῦτο ἐβράβευσεν, ὅπερ ἡ σελήνη παραδραμοῦσα τὸν ἥλιον ἐδωρήσατο. οὗτος αὐτοῖς καὶ τοὺς ἀστέρας ἐθεοποίησε καὶ τὸν οὐράνιον κόσμον, καί τινας φύσει ἡλιακὰς καλουμένας καὶ σεληναίας ὑπέστησε. Δευτέρα αὕτη πολυαρχία. καὶ ἵνα μὴ τἆλλα ἀπαριθμῶμαι καθεξῆς,
80Πυθαγόρας καὶ Πλάτων καὶ οἱ ἀπ’ ἐκείνων δραμόντες ῥύακες βούλονται μὲν τὸ ἓν τῶν πάντων ἡγεῖσθαι· ὅθεν καὶ πολλαχοῦ τῶν οἰκείων δογμάτων τὸ ἓν αὐτοῖς ὡς ἡγεμονεῦον τῶν ὅλων εἰσάγεται. εἶτα διὰ τὸ ἐξαίρειν τῶν δημιουργημάτων καὶ ἀμέθεκτον τοῦτο ἑνάδα καλεῖν, καὶ ἑτέρους ταύτῃ ὑφιστῶσι θεούς, καί φασι πάντα μὲν παρῆχθαι παρὰ τοῦ πρώτου
85ἑνός, οὐ μὴν δὲ εὐθὺς ἐκδεδόσθαι, ἀλλ’ αἱ ὑφειμέναι δυνάμεις ὥσπερ τινὲς χεῖρες ἐξ ἀλλήλων τὸ δεδημιουργημένον παραδεχόμεναι εἰς τὸ εἶναι παράγουσι. πολύαρχος οὖν καὶ τούτοις ἡ περὶ τοῦ θεοῦ δόξα· μάλιστα δὲ ταύτην παρίστησιν ὁ ἐποποιὸς Ὅμηρος, τριτημόρια τοῦ παντὸς ἑκάστῳ διδοὺς τῶν θεῶν καὶ ἄλλον ἄλλης κατάρχειν δημιουργίας·
90οἱ γοῦν παρ’ ἐκείνοις θεοὶ καὶ ἀλλήλοις πολέμιοι. Ἀλλ’ αὗται μὲν αἱ δόξαι, φησὶν ὁ πατήρ, ‘παισὶν Ἑλλήνων ἐπαίχθησαν καὶ παιζέσθωσαν‘ (ὄντως γὰρ δράμασι τραγικοῖς καὶ τοῖς ἐπὶ τῆς ὀρχήστρας μίμοις αἱ τοιαῦται δόξαι ἐοίκασιν), ‘ἡμῖν δὲ μοναρχία τὸ τιμώμενον‘. ἀλλ’ ἐπειδὴ καὶ ταύτην ἐπίσταται πολλοῖς τῶν Ἑλλήνων89
95τετιμημένην, διαστέλλει τὴν ὁμωνυμίαν σαφῶς, καὶ δείκνυσι τί μὲν παρ’ ἐκείνοις τὸ μόναρχον, τί δὲ παρ’ ἡμῖν. ἐκεῖνοι γὰρ ὥσπερ ἕν τι πρόσωπον καὶ μίαν ὑπόστασιν τῆς τοιαύτης ἀρχῆς παρεισάγουσιν, ἀφ’ ἧς δὴ τὰ ἄλλα συμπλάττουσιν, ἡμῖν δὲ ἡ μοναρχία ἄρρητον ἔχει τὴν δύναμιν, μονάδι καὶ τριάδι ἑνιζομένην· οὔτε γὰρ ἁπλῶς ἐστιν ἑνὰς ὡς μὴ

23

(100)

διαιρεῖσθαι, οὔτε μὴν ἕνωσις ὡς συγκεχύσθαι· οὐ γὰρ ἕν τι παρ’ ἡμῖν πρόσωπον ὁ θεός, ἀλλὰ φύσις μὲν μία καὶ δύναμις μία, ὑποστάσεις δὲ καὶ χαρακτῆρες καὶ πρόσωπα τρία. πῶς οὖν μοναρχία, εἰ τρία; ὅτι καὶ τῇ φύσει ὁμότιμα καὶ τῇ γνώμῃ σύμπνοα· οὐ γὰρ ὁ μὲν πατὴρ ὁμολογεῖ τῷ υἱῷ, τὸ δὲ πνεῦμα διέστηκεν, οὐδ’ αὖθις τῷ πνεύματι ὁ υἱὸς ὁμογνωμονεῖ,
105ἀμφοτέρων δὲ διχονοεῖ ὁ πατήρ, ἀλλ’ ὅσα καὶ ἃ βούλεται καὶ δύναται ἕκαστος, ταῦτα κοινὰ τῶν τριῶν ἐστι. διεστήκασιν οὖν ἡνωμένως, καὶ ἥνωνται διῃρημένως· ἀλλ’ ᾧ μὲν διεστήκασιν, ἀριθμός ἐστι καὶ ὑπόστασις· ᾧ δὲ ἥνωνται, θεότης καὶ δύναμις καὶ μορφή, ἅπερ ἀδύνατον ἐπὶ τῆς γεννητῆς ὀφθῆναι φύσεως.
110 Τοιοῦτον, ὦ φίλτατοι παῖδες, τὸ παρ’ ἡμῖν πέφυκε μόναρχον· ἓν καὶ τρία, οὐ τὸ μὲν πρώτως, τὸ δὲ μετὰ ταῦτα, ἀλλὰ τὸ αὐτὸ ἄμφω· ἓν μὲν γάρ, ὅτι θεότης, τρία δέ, ὅτι πρόσωπα· ἃ δὴ καὶ διῄρηται οὐ τῇ φύσει (ἡ αὐτὴ γὰρ ἐν ἅπασι καὶ ὁμότιμος), ἀλλὰ μόναις ταῖς ἰδιότησιν. ὁ μὲν γάρ ἐστιν ἄναρχος καὶ ἀγέννητος, ὅτι μὴ ὑπὸ ἀρχὴν μηδ’ ἕτερον ἔχει γεννήτορα,
115ἀλλὰ μόνον πατὴρ καὶ κυρίως, ὅτι μὴ καὶ υἱός· ὁ δὲ υἱὸς μόνως, ὅτι μὴ καὶ πατήρ, ὑπ’ ἀρχὴν δὲ ἀναφερόμενος τὸν πατέρα· τὸ δὲ πνεῦμα ἐκ τοῦ πατρὸς καὶ αὐτό, οὐ γεννώμενον, ἀλλὰ προβαλλόμενον· ὁ γὰρ πατὴρ τοῦ μὲν υἱοῦ γεννήτωρ ἐστίν, τοῦ δὲ πνεύματος προβολεύς· διὰ τοῦτο οὐδὲ τοῦ υἱοῦ ἐκπεπόρευται, ἀλλὰ τοῦ πατρός, ἵνα μὴ πρώτους καὶ δευτέρους
120θεοὺς ποιήσωμεν, ὃ πεποιήκασιν οἱ παρ’ Ἕλλησι θεολόγοι, ἵνα ὁ μὲν υἱὸς ἐκ πατρὸς γεννῷτο, τὸ δὲ πνεῦμα τοῦ υἱοῦ ἐκπορεύοιτο· ἀμφοῖν γὰρ
δεσμὸς εἷς ‘ὁ πατήρ, πρὸς ὃν ἀνάγεται τὰ ἑξῆσ‘, ἐν ἄλλοις φησὶν ὁ πατήρ, ἑξῆς λέγων τὸ πνεῦμα καὶ τὸν υἱόν· μετὰ γὰρ τὸν πατέρα ὡς αἴτιον, πρὸς ὃν καὶ ἀνάγεται· μένουσί τε γὰρ ἐν τῷ πατρὶ ὡς ἐν αἰτίῳ, καὶ προΐασιν90
125ὡς ἐκεῖθεν διακριθέντα καὶ ἐπιστρέφουσι· φύσει γὰρ τὸ ἀπό τινος πρὸς ἐκεῖνο ἐπεστράφθαι. εἰ μὲν γὰρ ἐν ἐκείνῳ μόνως μένει τὰ ἐξ ἐκείνου, οὐδαμοῦ διακρίσεις τῶν ὑποστάσεων· εἰ δὲ μόνως προΐασι, λέλυται ἡ ἀναφορά· ἐπιστρέψουσι δὲ πῶς, μὴ προαχθέντα ἀπὸ αἰτίου; μείζων οὖν ὁ πατὴρ τοῦ υἱοῦ καὶ οὐ μείζων· τῷ μὲν γὰρ αἰτίῳ τὸ μεῖζον ἔχει, τῇ δὲ
130φύσει καὶ τῇ ἐξουσίᾳ τὸ ἴσον. σοφῶς γοῦν φησι καθ’ ἡμᾶς γενόμενος ὁ υἱός, ὅτι ‘ὁ πατήρ μου μείζων μού ἐστιν‘. Ἀλλ’ ἐπιστρέψωμεν καὶ ἡμεῖς πρὸς τὴν οὕτως ὑποδειχθεῖσαν ἡμῖν μοναρχίαν, εἴπερ τῶν μεγίστων ἢ τοῦ μεγίστου ἢ ὑπὲρ τὸ μέγα ἐφίεσθε, τῶν μὲν μεγίστων διὰ τὰς ὑποστάσεις, τοῦ δὲ μεγίστου διὰ τὴν μίαν
135θεότητα. ἀλλ’ οὐδ’ οὕτως ἐγνώκατε τὸν θεόν, εἰ ὡς περὶ μεγίστων ἢ μεγίστου διαλέγεσθε καὶ ἐφίεσθε, γνώσεσθε δὲ ὁπηνίκα, κάτω πᾶσαν ποσότητα θέμενοι, ἐφίεσθε τούτων ἢ τούτου, οὐχ ὡς μεγίστων ἢ μεγίστου, ἀλλ’ ὑπὲρ τὸ μέγα. Ὑμεῖς μὲν θαυμάζετε ὅτι τοιούτους ὑμῖν ἐξ αὐτοσχεδίου γλώττης
140λόγους ἀνέπνευσα, ἐγὼ δὲ καὶ λίαν ὀδύρομαι ὅτι τῆς μεγάλης ταύτης τοῦ θείου πατρὸς ἐγγύτατά μοι παρακειμένης πηγῆς οὐδ’ ὅσον νοτισθῆναι μετέσχον τῆς ἐκεῖσε λιβάδος, ἀλλὰ καὶ ὑμῖν διψῶσι τοῦ νάματος οὐ μετέδωκα ὅσον εἰκὸς ἦν, ἀλλ’ ὅσον ἐμοὶ ἀρύσασθαι δυνατόν. ἢν δέ μου ἀκούειν ἐθέλητε, αὐτῇ προσελθόντες τῇ θείᾳ πηγῇ, καθαρώτερον τοῦ
145ῥεύματος ἐμπλησθείητε.

23a

Αὐτίκα, ἵν’ ἐπὶ κεφαλαίῳ περὶ πάντων λάβοιμι, Χαλδαῖοι μὲν ἑπτά φασι σωματικοὺς κόσμους, ἐμπύριον ἕνα καὶ πρῶτον, καὶ τρεῖς μετ’ αὐτὸν
αἰθερίους, ἔπειτα τρεῖς ὑλαίους, ὧν ὁ ἔσχατος χθόνιος εἴρηται καὶ μεσοφαής, ὅστις ἐστὶν ὁ ὑπὸ σελήνην τόπος, ἔχων ἐν αὐτῷ καὶ τὴν ὕλην,91
5ἣν καλοῦσι βυθόν. Μίαν δὲ ἀρχὴν τῶν πάντων δοξάζουσι καὶ ἓν αὐτῇ ἀγαθὸν ἀπογυμνοῦσι. τοῦτο δὴ τὸ πρῶτον αἴτιον καὶ ἀφθεγκτότατον λέγουσιν· εἶτα πατρικόν τινα βυθὸν ἀναπλάττουσιν ἐκ τριῶν τριαδικῶν ποιοτήτων συγκείμενον, ἑκάστῃ δὲ τριάδι πατέρα τίθενται, δύναμιν καὶ νοῦν. μεθ’ οὓς ἴυγγάς τινας
10παρεισάγουσιν, εἶτα συνοχεῖς, ἐμπύριον, αἰθέριον καὶ ὑλαῖον, μετὰ δὲ τοὺς συνοχεῖς τελετάρχας. μετὰ δὲ τούτους πηγαίους πατέρας ἑπτά, τοὺς καὶ κοσμαγοὺς καλουμένους, ὧν ὁ πρῶτος ὁ ἅπαξ ἐπέκεινα λεγόμενος, μεθ’ ὃν ἡ Ἑκάτη, εἶτα ὁ δὶς ἐπέκεινα· μεθ’ οὓς τρεῖς ἀμείλικτοι, καὶ τελευταῖος ὁ ὑπεζωκώς.
15 Σέβονται δὲ καὶ πηγαίαν τριάδα πίστεως καὶ ἀληθείας καὶ ἔρωτος· φασὶ δὲ καὶ ἀρχικὸν ἥλιον ἀπὸ τῆς ἡλιακῆς πηγῆς καὶ ἀρχαγγελικόν· καὶ πηγὴν αἰσθήσεως, καὶ πηγαίαν κρίσιν, καὶ κεραύνιον πηγήν, καὶ πηγὴν διόπτρων, καὶ χαρακτήρων πηγὴν ἐπιβατεύουσαν τοῖς ἀγνώστοις συνθή‐ μασι· καὶ πηγαίας ἀκρότητας Ἀπόλλωνος, Ὀσίριδος, Ἑρμοῦ. καὶ ὑλικὰς
20τὰς πηγὰς λέγουσιν εἶναι κέντρων καὶ στοιχείων· καὶ ὀνείρων ζώνην· καὶ πηγαίαν ψυχήν. Μετὰ δὲ τὰς πηγὰς λέγουσιν εἶναι ἀρχάς· αἱ γὰρ πηγαὶ ἀρχικώτεραι τῶν ἀρχῶν. τῶν δὲ ζωογόνων ἀρχῶν ἡ μὲν ἀκρότης Ἑκάτη καλεῖται, ἡ δὲ μεσότης ψυχὴ ἀρχική. εἰσὶ δὲ παρ’ αὐτοῖς καὶ ἄζωνοι Ἑκάται, ὡς ἡ
25τριεκδότις ἡ Χαλδαϊκή, καὶ ἡ κωμάς, καὶ ἡ ἐκκλησία. ἄζωνοι δὲ παρ’ αὐ‐ τοῖς θεοὶ ὁ Σάραπις καὶ ὁ Διόνυσος καὶ ἡ τοῦ Ὀσίριδος σειρὰ καὶ ἡ τοῦ Ἀπόλλωνος. ἄζωνοι δὲ καλοῦνται οἱ εὐλύτως ἐνεξουσιάζοντες ταῖς ζώναις καὶ ὑπεριδρυμένοι τῶν ἐμφανῶν θεῶν· ζωναῖοι δὲ οἱ τὰς ἐν οὐρανῷ ζώνας ἀπολύτως περιελίττοντες καὶ τὰ τῇδε διοικοῦντες. θεῖον
30γὰρ γένος ἐστὶ παρ’ αὐτοῖς ζωναῖον, τὸ κατανειμάμενον τὰς τοῦ αἰσθητοῦ κόσμου μερίδας καὶ ζωσάμενον τὰς περὶ τῶν ὑλαίων τόπων διακληρώσεις. Μετὰ δὲ τὰς ζώνας ἐστὶν ὁ ἀπλανὴς κύκλος περιέχων τὰς ἑπτὰ σφαίρας
ἐν αἷς τὰ ἄστρα. καὶ ἄλλος μὲν παρ’ αὐτοῖς ὁ ἡλιακὸς κόσμος τῷ αἰθερίῳ βάθει δουλεύων, ἄλλος δὲ ὁ ζωναῖος, εἷς ὢν τῶν ἑπτά. μεθ’ οὓς τὸ92
35δαιμόνων φῦλον δημιουργοῦσι· καὶ τινὰς μὲν τῶν δαιμόνων ἀγαθούς, τινὰς δὲ κακοὺς τίθενται, ἐκ προαιρετικῶν ἀποπτωμάτων τὴν κακίαν ἀνταλλαξαμένους τῆς ἀγαθότητος. Τῶν δὲ ἀνθρωπίνων ψυχῶν αἴτια διττὰ πηγαῖα τίθενται, τόν τε πατρικὸν νοῦν καὶ τὴν πηγαίαν ψυχήν. καὶ προέρχεται μὲν αὐτοῖς ἡ μερικὴ ψυχὴ
40ἀπὸ τῆς πηγαίας κατὰ βούλησιν τοῦ πατρός, ἔχει δὲ καὶ αὐτόγονον οὐσίαν καὶ αὐτόζωον. οὐ γάρ ἐστιν ὡς ἑτεροκίνητος· ἡ γὰρ ψυχὴ κατὰ τὸ λόγιον μοῖρα τοῦ θείου πυρός ἐστι καὶ πῦρ φαεινὸν καὶ νόημα πατρικόν, εἶδος οἷον ἄυλον καὶ αὐθυπόστατον. τοιοῦτον γὰρ πᾶν τὸ θεῖον, οὗ μέρος ἡ ψυχή. καὶ πάντα φασὶν εἶναι ἐν ἑκάστῃ ψυχῇ, καθ’ ἑκάστην δὲ ἰδιότητα
45ἄγνωστον ῥητοῦ καὶ ἀρρήτου συνθήματος. καταβιβάζουσι δὲ πολλάκις ἐν τῷ κόσμῳ τὴν ψυχὴν δι’ αἰτίας πολλάς· ἢ διὰ πτερορρύησιν ἢ διὰ βούλησιν πατρικήν. Δοξάζουσι δὲ τὸν κόσμον ἀίδιον καὶ τὰς τῶν ἀστέρων περιόδους. τὸν δὲ ᾅδην πολλαχῶς καταμερίζουσι, καὶ νῦν μὲν αὐτὸν θεὸν ὀνομάζουσιν

23a

(50)

ἀρχηγὸν τῆς περιγείου λήξεως, νῦν δὲ τὸν ὑπὸ σελήνην τόπον ᾅδην φασίν, νῦν δὲ τὴν μεσότητα τοῦ αἰθερίου κόσμου καὶ τοῦ ὑλαίου, νῦν δὲ τὴν ἄλογον ψυχήν, καὶ τιθέασιν ἐν αὐτῇ τὴν λογικήν, οὐκ οὐσιωδῶς, ἀλλὰ σχετικῶς, ὅταν συμπαθῶς ἔχει πρὸς αὐτὴν καὶ προβάλλει τὸν μερικὸν λόγον. ἰδέας δὲ νομίζουσι νῦν μὲν τὰς τοῦ πατρὸς ἐννοίας, νῦν δὲ
55τοὺς καθόλου λόγους, φυσικοὺς καὶ ψυχικοὺς καὶ νοητούς, νῦν δὲ τὰς ἐξῃρημένας τῶν ὄντων ὑπάρξεις. τοὺς δὲ περὶ μαγειῶν λόγους συνιστῶσιν ἀπό τε μακροτάτων τινῶν δυνάμεων ἀπό τε περιγείων ὑλῶν· συμπαθεῖν δὲ τὰ ἄνω τοῖς κάτω φασί, καὶ μάλιστα τὰ ὑπὸ σελήνην. ἀποκαθιστῶσι δὲ τὰς ψυχὰς μετὰ τὸν λεγόμενον θάνατον κατὰ τὰ μέτρα τῶν οἰκείων
60καθάρσεων ὅλοις τοῖς τοῦ κόσμου μέρεσι, τινὰς δὲ καὶ ὑπὲρ τὸν κόσμον ἀναβιβάζουσι· καὶ μέσας αὐτὰς διορίζονται τῶν τε ἀμερίστων καὶ
μεριστῶν φύσεων.93

24

(1t)

μγʹ. Εἰ τὸ ‘ἀλλ’ εἰ ταὐτὸν τῷ πατρὶ ὁ υἱὸς κατ’ οὐσίαν, ἀγέννητος δὲ ὁ
2tπατήρ, ἔσται τοῦτο καὶ ὁ υἱόσ‘
3 ‘Ἀλλ’ εἰ ταὐτὸν τῷ πατρὶ ὁ υἱόσ‘ φησί ‘κατ’ οὐσίαν, ἀγέννητος δὲ ὁ πατήρ, ἔσται τοῦτο καὶ ὁ υἱός.‘ τοῦτον τὸν λόγον προσάγει μὲν ὁ τοῦ
5Ἀνομοίου προϊστάμενος, δέχεται δὲ τὴν ταὐτότητα τῶν προσώπων οὐ δογματικῶς, ἀλλ’ ὑποθετικῶς, ἵν’ ἐντεῦθεν, ὡς ἄτοπόν τι συλλογισά‐ μενος, ἀπελάσῃ μὲν τὸ ταὐτόν, εἰσαγάγῃ δὲ τὸ διάφορον, ἤ, ὡς αὐτός φησι, τὸ ἀνόμοιον. ἡμῶν γὰρ φασκόντων ταὐτὸν εἶναι τῷ πατρὶ τὸν υἱὸν κατ’ οὐσίαν, ἀριθμῷ δὲ διεστηκέναι, πάνυ κακοήθως ἐπιλαμβάνεται, ὡς,
10εἰ ταὐτὸν ὁ υἱὸς τῷ πατρὶ κατ’ οὐσίαν, πάντα ἕξει τὰ τοῦ πατρός· τοῦτο γὰρ αὐτῷ ἡ ταὐτότης βούλεται· εἰ δὲ πάντων κοινωνήσει τῷ πατρί, δηλονότι καὶ τῆς ἀγεννησίας, ἵνα κατὰ πάντα σωθῇ τῷ υἱῷ ἡ ταὐτότης, ἀγέννητος ἄρα ἔσται καὶ ὁ υἱός, εἴπερ καὶ ὁ πατήρ. Ἐγὼ δέ, πρὶν ἢ τὰς λύσεις ἐπαγαγεῖν τοῦ μεγάλου πατρός, αἷς δὴ
15μεγαλοφυῶς τῷ κακοδόξῳ ἐκεῖνος ἀνθυπαντᾷ, τοῦτο προσδιορίζομαι πρὸς ὑμᾶς, ὅτι διαλεκτικῶς οἰόμενος ἐρωτᾶν ὁ Ἀνόμοιος πολύ μοι δοκεῖ τῆς διαλεκτικῆς ἐπιστήμης ἀπέχειν· ἠπάτηται γὰρ τῷ ὀνόματι τῆς ταὐτότητος καὶ δοκεῖ τὰ ταὐτὰ πάντῃ εἶναι ταὐτά. ἔστι δὲ τὸ ταὐτόν, ‘ὡς ἐν τύπῳ εἰπεῖν, ἢ ἀριθμῷ ἢ εἴδει ἢ γένει‘, ἤ, ὡς ἐν ἄλλοις ὁ φιλόσοφος
20εἴρηκε, καὶ ‘ἀναλογίᾳ‘. ἀριθμῷ μὲν οὖν εἰσι ταὐτά, ὅσα δὴ περὶ ἓν ὑποκείμενον λέγεται, ὥς πού φαμεν τὰ πολυώνυμα· ξίφος γὰρ καὶ σπάθη καὶ φάσγανον ταὐτὰ τῷ ἀριθμῷ, ὅτι ἐν αὐτοῖς τὸ ὑποκείμενον πέφυκεν αὐτὸ ἑαυτῷ ἀδιάφορον καὶ μὴ ποικιλλόμενον τοῖς ὀνόμασιν· εἴδει δὲ ταὐτά, ὅσα ὑφ’ ἓν μὲν εἶδος τάττεται, διίσταται δὲ ἀπ’ ἀλλήλων
25τῷ ἀριθμῷ καὶ ταῖς ὑποστάσεσιν ἑαυτῶν τεμνόμενα κατὰ τὸ εἶδος οὐ διεστήκασιν. αὖθις δὲ τὰ ἑτεροειδῆ ἀριθμῷ μὲν καὶ εἴδει τὴν πρὸς ἄλληλα εἰλήχασι διαφοράν, κοινὸς δὲ ἐπ’ αὐτοῖς ὁ τοῦ γένους λόγος. εἰ δέ πού φαμεν ἐν ἀναλογίᾳ ταὐτότητα, τοιαύτη ἐστὶν ὡς ἐν παραδείγματι σῶμά
πού φαμεν καὶ ψυχήν, εἶτα τινὰ μέρη σωμάτων καὶ μέρη ψυχῶν, τὰ μὲν94
30μείζονα, τὰ δὲ ἐλάττονα. ὅταν οὖν ἀναλογίαν ἀμφοτέροις δείξω τοῖς μέρεσι, ταὐτότητα τρόπον τινὰ εἰσάγω· ἐπεὶ γὰρ κάλλιστον μὲν μέρος τοῦ σώματος ὁ ὀφθαλμός, ἐξαίρετον δὲ μέρος ὁ νοῦς τῆς ψυχῆς, ὅν φημι λόγον ἔχει ὁ ὀφθαλμὸς ἐν σώματι, τοῦτον νοῦς ἐν ψυχῇ. ὁρᾷς ὡς τἆλλα μὲν διάφορα, σῶμα καὶ ψυχή, καὶ ὀφθαλμὸς καὶ νοῦς, ἡ δὲ ταὐτότης κατὰ
35μόνην τὴν ἀναλογίαν εὑρίσκεται; ἐπεὶ τοίνυν τοσαυταχῶς τουτὶ τὸ ὄνομα λέγεται, οὐκ ὀφείλει τις ἐξακούειν τῆς ταὐτότητος κατὰ πᾶσαν ἀδιαφορίαν, εἴ γε λογικαῖς μεθόδοις ὡμιληκέναι βρενθύεται, ἀλλ’ οὐδ’ ἀπολύτως τιθέναι τὸ ταὐτόν, προστιθέναι δὲ ἢ τὸν ἀριθμὸν ἢ τὸ εἶδος ἢ τὸ γένος ἢ τὴν ἀναλογίαν. ὁ δ’ Ἀνόμοιος, πρὸς τὴν τοσαύτην μύων τεχνολογίαν ἢ
40ἀμαθῶς ἔχων τῆς λογικῆς ἐντρεχείας, ‘εἰ ταὐτόν‘ φησίν ‘ὁ υἱὸς τῷ πατρὶ κατ’ οὐσίαν, ἔσται‘ ἢ οὗτος ἀγέννητος, ἐπειδὴ κἀκεῖνος, ἢ καὶ ὁ πατὴρ γεννητός, ἐπειδὴ καὶ ὁ υἱός, ἵν’ ᾖ ὁ μὲν πατὴρ ἀγεννητογέννητος, ὁ δὲ υἱὸς ‘γεννητοαγέννητοσ‘. Τὰ μὲν παρ’ ἡμῶν ταυτί, ἀκούσωμεν δὲ καὶ τῆς θείας τοῦ πατρὸς
45σάλπιγγος. πρὸς γὰρ τὸν ἠρωτηκότα, ‘καλῶσ‘, φησίν, ‘εἴπερ οὐσία θεοῦ τὸ ἀγέννητον‘· τοῦτο δὲ ἀνοησίαν τῷ Ἀνομοίῳ προστρίβεται σὺ γάρ, φησίν, αὐτὸς κατὰ σαυτοῦ ψῆφον ἐξήνεγκας· ὅρα γὰρ ὅπως ἠρώτηκας. εἰ ταὐτὸν ὁ υἱὸς τῷ πατρὶ κατ’ οὐσίαν, μέχρι τούτου καλῶς· εἶτα πῶς φῄς; εἰ οὕτως ἔχει, ἔσται ἀγέννητος; εἰ μὲν γὰρ οὐσία πατρὸς τὸ ἀγέννη‐

24

(50)

τον, ταὐτὸν ὢν ὁ υἱὸς τῷ πατρὶ κατὰ τὴν οὐσίαν, ἔσται κἀκεῖνος ἀγέννη‐ τος. εἰ δ’ ἄλλο τι παρὰ τὴν οὐσίαν ἡ ἀγεννησία, πῶς ἄλλο ἠρωτηκώς, ἕτερον συνεπέρανας; εἰ μὲν γὰρ αὐτὸ τοῦτο ἦν ὁ πατὴρ κατὰ τὴν φύσιν, ἀγεννησία, τὰ δ’ ἄλλα ἦν περὶ τὴν ἀγεννησίαν, εἰκός, ταὐτὸν ὄντα τὸν υἱὸν τῷ πατρὶ κατὰ τὴν οὐσίαν, ἀγεννησίαν εἶναι κἀκεῖνον· ἐπεὶ δὲ ἄλλο
55τι παρὰ τὴν ἀγεννησίαν ἡ τοῦ πατρὸς οὐσία, περὶ ἣν καὶ τὸ ἀγέννητον θεωρεῖται, κατὰ μὲν τὴν τοῦ πατρὸς οὐσίαν ταὐτὸν ὁ υἱός, κατὰ δὲ τὴν ἀγεννησίαν, ἐπειδὴ μὴ οὐσία, οὐ ταὐτόν. ἡ μὲν οὖν οὐσία πατρὶ καὶ υἱῷ ταὐτὴ καὶ ἀπαράλλακτος, αἱ διαφοραὶ δὲ τῶν περὶ τὴν οὐσίαν. εἰ οὖν διαφέρει ὁ υἱὸς τοῦ πατρὸς κατά τι τῶν περὶ οὐσίαν, καινὸν οὐδέν· ἡ γὰρ
60ταὐτότης, ὡς καὶ αὐτὸς φαίνῃ προδιορισάμενος, κατὰ τὴν οὐσίαν οὐ παρατέθραυσται. Ἢ καὶ σὺ πατὴρ τοῦ πατρός, ἵνα μηδὲν λείπῃ τοῦ σοῦ πατρός, ἐπειδὴ ταὐτὸν εἶ κατ’ οὐσίαν;‘ τοῦτο δὲ καὶ προσπαίζοντός ἐστι καὶ ἐλέγχοντος. εἰ γὰρ ἐφ’ ὧν, φησίν, ἡ τῆς οὐσίας ταὐτότης ἐστίν, ἐπὶ τούτων καὶ τὰ
65περὶ τὴν οὐσίαν ἀδιάφορα, ταὐτὸν δὲ καὶ σὺ τῷ πατρὶ κατ’ οὐσίαν,
λέγεται δὲ περὶ μὲν ἐκεῖνον ἡ πατρότης, περὶ δὲ σὲ ἡ υἱότης, ἕλκεις δὲ τὸ ταὐτὸν ἐν πᾶσιν, οὐκ ἐπὶ τῆς οὐσίας μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν περὶ οὐσίαν, σὺ μὲν εἶ τοῦ πατρὸς πατήρ, υἱὸς δὲ ἐκεῖνος σοῦ τοῦ υἱοῦ· οὗ τί ἂν εἴη γελοιωδέστερον;95
70 ‘Ἢ δῆλον ὅτι, τῆς ἰδιότητος ἀκινήτου μενούσης, ζητήσομεν‘ φησίν ‘οὐσίαν θεοῦ, ἥτις ποτέ ἐστιν, εἴπερ ζητήσομεν‘. ἐπειδὴ δὲ ὁ λογολέσχης Ἀνόμοιος μετεκύβευσεν, ὡς ἠβούλετο, τὰ ὀνόματα σοφιστευόμενος περὶ τὰ θεῖα καὶ ὑπὲρ ἔννοιαν, καὶ νῦν μὲν γεννητὸν ἐδείκνυ τὸ ἀγέννητον, νῦν δὲ ἀγέννητον τὸ γεννητόν, ‘παίζων ἐν οὐ παικτοῖσ‘, ὁ μέγας πατὴρ
75ἀκίνητα τὰ ὀνόματα φυλάττων ταυτὶ ὡς ἰδιότητας τῶν προσώπων, περὶ τῆς οὐσίας, φησί, ‘ζητήσωμεν‘ τῆς ἐν ἀμφοῖν, ‘ἥτις ποτέ ἐστι‘. μονονουχὶ γὰρ τοῦτό φησιν ὁ πατήρ· εἰ τὸ ταὐτόν, ὦ ἑτερόδοξε, ἐπὶ τῆς οὐσίας τιθεῖς, εὑρέθη δὲ τὸ ἀγέννητον μὴ ὂν οὐσία θεοῦ, ἀλλ’ ἰδιότης περὶ τὴν οὐσίαν θεωρουμένη, ἢ ταύτην τὴν ἰδιότητα ἀμαθῶς ὅπῃ βούλει μετακίνει
80καὶ μετατίθεσο, ἤ, δηλονότι ἀκινήτου ταύτης μενούσης, ἵνα καὶ ἰδιότης ᾖ τὴν δύναμιν τοῦ ἑαυτῆς ὀνόματος σῴζουσα, αὐτὴν ζητήσωμεν τὴν οὐσίαν τοῦ θεοῦ, ἵν’ ἐν ταύτῃ τὸ ταὐτὸν εὑρηκότες μὴ μετακινῶμεν τὰς ἰδιότητας. Ἐπάγει δὲ τὸ ‘εἴπερ ζητήσομεν‘. καὶ πῶς οὐκ ἐναντιοφωνεῖ αὐτὸς ἑαυτῷ ὁ πατήρ; ἀποφηνάμενος γὰρ ὅπως ‘ζητήσομεν οὐσίαν θεοῦ‘,
85ἔπειτα ἐνδοιάζων λέγει, ‘εἴπερ ζητήσομεν‘. ἢ τὸ μὲν πρῶτον ὡς ἀκόλουθον τῇ ὑποθέσει τέθεικεν· εἰ γὰρ τὸ ταὐτὸν περὶ τὴν οὐσίαν, τὸ δὲ ἀγέννητον περὶ τὴν οὐκ οὐσίαν, τὸ λειπόμενόν ἐστι ζητεῖν τίς ἡ οὐσία. τοῦτο μὲν οὖν ὡς ὀφειλόμενον τῷ λόγῳ τέθεικε· τὸ δ’ ‘εἴπερ ζητήσομεν‘ ἐπιλαμβανο‐ μένου ἐστὶν ἑαυτοῦ· οὐ γάρ, εἰ καὶ τῷ λόγῳ λείπεται τὸ ζητεῖν περὶ τῆς
90οὐσίας, ἤδη καὶ ζητητέον ἡμῖν περὶ ταύτης· ἐπειδὴ γὰρ τρόπον τινὰ πρὸς χάριν τῷ Εὐνομίῳ εἴρηκε τὸ ‘ζητήσομεν περὶ τῆς οὐσίασ‘, ‘εἴπερ‘ φησί ‘καὶ ζητήσομεν‘. οὐ γὰρ δὴ καὶ ζητήσομεν, εἰ καὶ ζητητέαν ταύτην ὁ λόγος ἔχει τὴν ὑπόθεσιν· οὐ γὰρ κενολογεῖν βουλόμεθα ὥσπερ δὴ καὶ κενοδρομεῖν πρὸς οὐρανὸν πτερυσσόμενοι.
95 Καὶ ταῦτα μὲν οὕτως. ἐπεὶ δὲ ὁ Εὐνόμιος τοῦτο αὐτὸ τίθεται τὸν πατέρα, ἀγέννητον, ᾧ δὴ καὶ κυριολογεῖ τὸ θεός, καὶ ταὐτὸν οἴεται ἀγέννητον καὶ θεόν, πολλαῖς ὁ πατὴρ ἀποδείξεσι τὴν τῶν ὀνομάτων δεικνύει διαφοράν. καὶ πρότερον ἀπὸ τῆς πρὸς ἕτερον σχέσεως· εἰ γὰρ οὐ διενηνόχατον θεὸς καὶ ἀγέννητον, τὴν αὐτὴν ἔχετον σχέσιν πρὸς τὰ ἐκτός.

24

(100)

ἀλλ’ ὅρα εἰ τὸ μὲν σχετικόν ἐστι, τὸ δὲ ἄσχετον· ὁ μὲν γὰρ θεὸς ἑτέρων λέγεται (‘θεόσ‘ γάρ φησι ‘θεῶν‘ ἡ γραφή) καὶ αὖθις τῶν κατὰ μέρος καὶ
τῶν προνοουμένων· τὸ δὲ ἀγέννητον οὐδενῶν, τίνων γάρ; οὔτε γὰρ ἀνθρώπων οὔτε ἀγγέλων οὔτε ὅλως κτισμάτων. ‘ἢ ἐπεὶ μηδενὸς τὸ ἀγέννητον, μηδὲ τὸν θεὸν εἶναι τινῶν. ἀλλὰ μὴν τινῶν‘ ὁ θεός. ὅθεν οὐ96
105‘ταὐτὸν θεὸς καὶ ἀγέννητον‘. ‘τὰ γὰρ πάντῃ ταὐτὰ‘ ὁμοίαν ἔχει τὴν προφοράν· βροτός, μέροψ, ἀπόλυτον τῶν ὀνομάτων ἑκάτερον· πρόνοια, κηδεμονία, ἄμφω σχετικά. εἰ δὲ καὶ τὸ ἀγέννητον κατὰ σχέσιν ἐκφέρεσθαι φῄς, δεῖξον τίνων ἐστὶ τὸ ἀγέννητον. ἀπαιτεῖς δέ με τίνων ὁ θεός, καὶ ἐρῶ σοι ὅτι ‘πάντων‘. πῶς οὖν ἂν εἴη ταὐτὸν θεὸς καὶ ἀγέννητον, εἰ τὸ
110μὲν τῶν ὀνομάτων πρὸς ἄλλο, {τὸ} τὸ δ’ ἐφ’ ἑαυτοῦ περιγράφεται; ‘Καὶ πάλιν, ἐπειδὴ τὸ ἀγέννητον καὶ τὸ γεννητὸν ἀντίκεινται ἀλλήλοις ὡς ἕξις καὶ στέρησις, ἀνάγκη καὶ οὐσίας εἰσαχθῆναι ἀντικειμένας ἀλλή‐ λαις, ὅπερ οὐ δέδοται‘. αὕτη ἡ λύσις ἑτέρα παρὰ τὴν πρώτην ἐστίν· οὐ γὰρ βούλεται δεικνύειν, ὅτι οὐ τοὐτόν ἐστι θεὸς καὶ ἀγέννητον, ἀλλ’ ὅτι,
115εἰ ὡς οὐσίας ταῦτα δεξόμεθα, ἀντικείσονται ἀλλήλοις ὁ πατὴρ καὶ ὁ υἱός, ὅπερ οὐ δογματίζειν βούλεται ὁ Ἀνόμοιος· ὑποτετάχθαι γὰρ βούλεται τῷ πατρὶ τὸν υἱόν, οὐκ ἀντικεῖσθαι. εἰ δὲ προστέθεικε τὸ ‘καὶ πάλιν‘, οὐ διὰ τὴν ταὐτότητα τῶν λύσεων τοῦτο πεποίηκεν, ἀλλ’ ὅτι καὶ ἑτέρως ἔστιν ἐξελέγχειν τὰ τῶν αἱρετικῶν δόγματα. ὑμεῖς δὲ ἀναμνήσθητε ὡς εἰς
120τέσσαρας διεῖλεν ὁ φιλόσοφος τὴν ἀντίθεσιν, εἰς τὰ ἐναντία, εἰς τὰ καθ’ ἕξιν καὶ στέρησιν, εἰς τὰ κατὰ πρός τι καὶ εἰς τὰ κατὰ ἀντίφασιν λεγόμενα. καὶ τῆς μὲν ἀντιφάσεως παράδειγμα τὸ εἶναί τι καὶ τὸ μὴ εἶναι· τῶν δὲ πρός τι τὸ διπλάσιον καὶ τὸ ἥμισυ· τῶν δὲ καθ’ ἕξιν καὶ στέρησιν ἡ ἀκοὴ καὶ ἡ κώφευσις· τῶν δὲ ἐναντίων τὸ λευκὸν καὶ τὸ
125μέλαν. σκεπτέον οὖν τίνι τῶν ἀντικειμένων ὑπαχθείη τὸ ἀγέννητον καὶ τὸ γεννητόν. πότερον τοῖς ἐναντίοις; ἀλλ’ ἐκεῖνα ἐξ ἀλλήλων ἤ, κυριώτερον εἰπεῖν, μετ’ ἄλληλα· ἀπὸ γὰρ τοῦ λευκοῦ τὸ μέλαν, ἢ μᾶλλον μετὰ τὸ λευκόν· ταῦτα δὲ οὐκ ἐξ ἀλλήλων· οὐ γὰρ ἐξ ἀγεννησίας γέννησις, οὐδὲ ἐκ γεννήσεως ἀγεννησία. ἀλλ’ ἄρα συναριθμηθείη τοῖς πρός τι; ἀλλ’ ἐκεῖνα
130πρὸς ἕτερα λέγεται, ὥσπερ πρὸς τὸ ἥμισυ τὸ διπλάσιον καὶ ἀνάπαλιν. μήτοι γε ἀντιφάσει ὡμοίωται; ἀλλὰ ταῦτα ὀνόματα μόνον, οὔτε κατάφασιν ὑποδεικνύντα οὔτε ἀπόφασιν. λείπεται οὖν κατὰ στέρησιν καὶ ἕξιν ἀντικεῖσθαι ἀλλήλοις, ὡς εἶναι τὸ μὲν γεννητὸν ἕξιν ὥσπερ τὴν ὅρασιν, τὸ δὲ ἀγέννητον στέρησιν ὥσπερ τὴν τύφλωσιν. εἰ δὲ ἀντίκεινται ταῦτα, ὡς
135ὁ λόγος ἔδειξεν, οὐσίας δὲ σὺ ταῦτα φῄς, ὁ Ἀνόμοιος, ἔσονται οὐσίαι ἀντικείμεναι ἀλλήλαις, ὅπερ οὐ δέδοται· τῇ γὰρ οὐσίᾳ, φησὶν ὁ φιλόσοφος,
οὐδέν ἐστιν ἐναντίον. Ἐπεὶ δὲ ὅλως ἐβιάσατο ὁ πατὴρ ἐπὶ τὴν ἀντίθεσιν τῶν ἕξεων καὶ στερήσεων τὸ ἀγέννητον καὶ τὸ γεννητὸν ὑπαγαγεῖν, ‘ἐπειδή‘ φησίν ‘αἱ97
140ἕξεις τῶν στερήσεων πρότεραι‘ (δεῖ γὰρ ὅρασιν εἶναι πρότερον, καὶ οὕτως στέρησιν τῆς ὁράσεως, καὶ ἀκοήν, εἶθ’ οὕτως τὴν ταύτης ἀποβολήν), ἔοικε δὲ τὸ μὲν γεννητὸν ἕξει, τὸ δὲ ἀγέννητον στερήσει, λέγεις δὲ σύ, ὁ Ἀνόμοιος, οὐσίαν εἶναι τὸ γεννητὸν τοῦ υἱοῦ καὶ τὸ ἀγέννητον τοῦ πατρός, πρῶτος ἄρα κατὰ τὸν σὸν λόγον ὁ υἱὸς τοῦ πατρός, ὡς ἕξις στερήσεως.
145ὅρα δέ σοι καὶ ἕτερον κῦμα προσεπαγόμενον· αἱ στερήσεις δεύτεραι οὖσαι τῶν ἕξεων ἀναιροῦσιν ἐκείνας· οὕτω τοιγαροῦν ἡ μὲν ἀβλεψία τὴν ὅρασιν, ἡ δὲ κώφευσις τὴν ἀκοὴν ἀνειρεῖ. τί οὖν ἐντεῦθεν τὸ συναγόμενον; τὸ ἀναιρεῖσθαι τὸν υἱὸν ὡς ἕξιν παρὰ τοῦ πατρὸς ὡς στερήσεως. Εἰ μὲν οὖν ἐβούλετο ὁ πατήρ, καὶ πολλοῖς ἂν ἑτέροις τόποις πρὸς τὸν

24

(150)

Ἀνόμοιον ἐπεχείρησεν. ἐπεὶ δὲ μετρεῖν οἶδε τῶν λόγων τὴν δύναμιν καὶ τοῖς καιροῖς καὶ ταῖς ὑποθέσεσι, διὰ τοῦτο ἐνταῦθα τὰς περὶ τούτου τοῦ προβλήματος περιγράψας λύσεις, ἐφ’ ἕτερα τὸν λόγον διαβιβάζει.

25

(1t)

μδʹ. Εἰς τὸ ‘τρισσὴν γέννησιν οἶδεν ὁ λόγοσ‘
2 Οὐδὲν καινὸν εἰ διαποροῦσιν ἡμῖν συμβέβηκε περὶ τοῦ θεολογικοῦ ῥητοῦ, ὃ δὴ προέκθεσιν μὲν τριττῆς ἔχει γεννήσεως, ἐν οἷς δὲ ἕκαστον τῶν ἀπηριθμημένων ἐπεξεργάζεται, καὶ τὴν τετάρτην προστίθησι, καὶ
5οὐδὲ ταύτην διῃρημένως, ἀλλ’ ἀσαφῶς καὶ ὑποσυγκεχυμένως. εἰρηκὼς
γὰρ ἄνω ὁ μέγας οὗτος πατὴρ ὅτι ‘τρισσὴν γέννησιν οἶδεν ὁ λόγος, τὴν ἐκ σωμάτων, τὴν ἐκ βαπτίσματος καὶ τὴν ἐξ ἀναστάσεωσ‘, καὶ ὅτι ταύτας τετίμηκε παρ’ ἑαυτῷ ὁ σαρκωθεὶς λόγος, προϊόντος αὐτῷ τοῦ λόγου, οὐ κατὰ λόγον προφέρει τὰς ἀποδόσεις, ἀλλὰ ‘τὴν μὲν‘ ἐκ σωμάτων ‘τῷ98
10ἐμφυσήματι τετιμῆσθαι τῷ πρώτῳ καὶ ζωτικῷ, τὴν δὲ‘ ἐκ βαπτίσματος ‘τῇ σαρκώσει καὶ τῷ βαπτίσματι‘, προστιθεὶς ‘ὅπερ αὐτὸς ἐβαπτίσατο‘, ‘τὴν δὲ‘ ἐξ ἀναστάσεως ‘τῇ ἀναστάσει, ἧς αὐτὸς ἀπήρξατο‘. ἐξὸν γὰρ οὕτως εἰπεῖν, ὅτι τὴν μὲν ἐκ σωμάτων τῇ σαρκώσει τετίμηκε, τὴν ἐκ βαπτίσματος δὲ τῷ ἐμφυσήματι, τὴν τάξιν μετήλλαξε, καὶ τῇ μὲν ἀπὸ
15σωμάτων γεννήσει τὴν ἀπὸ τοῦ ζωτικοῦ ἐμφυσήματος τιμὴν μετατέθεικε, τῇ δὲ ἐκ τοῦ βαπτίσματος δύο ταῦτα ἀπεκλήρωσε, σάρκωσιν καὶ τὸ κατ’ ἐκείνην γενόμενον βάπτισμα. Ἀπὸ μὲν οὖν τῆς κατὰ τὴν ἀνάστασιν γεννήσεως οὐδεμία τις ἀντίρρησις προχωρεῖ, τηρησάσης τῆς ἀποδόσεως τὴν τάξιν τῆς προαριθμήσεως
20ἀμετάθετον. ὁ δὲ πᾶς λόγος περὶ τῶν πρώτων ἐστὶ δύο γεννήσεων, ὅτου χάριν δύο μέν εἰσιν αἱ γεννήσεις ἐν τῇ κατ’ ἄθροισιν ἀπαριθμήσει, τρεῖς δὲ ἐν ταῖς ἀποδείξεσιν αὗται γεγόνασιν. ὁ μὲν οὖν τῆς ῥητορικῆς λόγος τέως ἀναβεβλήσθω· οὐ γὰρ τοῦτο πολυπραγμονήσομεν, ὅτι τὴν εὐκρίνειαν τῆς δεινότητος διεστηκυῖαν συνῆψεν ὁ πατὴρ ἐνταῦθα μουσικῶς ἄγαν καὶ
25συνεκέρασεν, οὐδ’ ὅτι πρὸς τὸν Δημοσθενικὸν ζῆλον ὑπαχθεὶς μακρῷ τοῦτον ὑπερβέβληκεν, οὐδ’ ὅτι τὸ μὲν εὐτελὲς τῆς εὐκρινείας τῷ τῆς περιβολῆς μεγέθει διῆρε καὶ ὕψωσε, τὸν δὲ ἐκ τῆς περιβολῆς ὄγκον καὶ τὸ ἀξίωμα τῷ τῆς εὐκρινείας ἀπεβουκόλησε. ταῦτα γὰρ παρήσειν μοι δοκῶ νῦν καὶ ὅτι κρᾶμα ξυμπασῶν τῶν ἰδεῶν τὸ παρὸν τουτὶ χωρίον
30καθέστηκεν, ἐν ᾧ δὴ τῇ μὲν περιβολῇ μετὰ τῆς εὐκρινείας καὶ ἡ τῆς δεινότητος μέθοδος ἀποφέρουσα τὸ ἐξαίρετον, ἡ δὲ καθαρότης καὶ ἡ γοργότης, ἥ τε λαμπρότης καὶ ἡ ἀκμὴ καὶ ἡ λοιπὴ τοῦ λόγου ἰδέα οἷα δὴ δεσμοὶ τούτων πεφύκασιν. ἔοικε γὰρ κατὰ τοῦτο ὁ τοῦ πατρὸς ἐνταῦθα λόγος τῷ Πλατωνικῷ οὐρανῷ· ἐκεῖνος γάρ, ἐκ πυρὸς καὶ γῆς ὑποθέμενος,
35δεσμοὺς τὰ λοιπὰ στοιχεῖα τούτῳ συντίθησι, δύο μεσότητας γεωμετρικὰς ἄγαν τῷ στερεῷ ἀποκληρωσάμενος σώματι. ἀναβάλλομαι δὲ νῦν τὸν περὶ τούτου λόγον, ὅτι μὴ κατὰ τοὺς πολλοὺς βούλομαι τὰ τοῦ μεγάλου τούτου πατρὸς συγγράμματα θεωρεῖν· οἱ μὲν γὰρ τὴν ἐπὶ τῶν ἰδεῶν πραγ‐ ματείαν ἐνταῦθα καταναλίσκοντες φαίνονται· εἶτα δῆτ’ ‘ὀγκοῦνται‘ κατὰ
40τὸν τραγικόν, εἰ τὸ μὲν αὐτῷ τοῦ λόγου τῆς σεμνῆς μετέχον ἰδέας δείξουσι,
τὸ δὲ τῆς ἠθικῆς καὶ ἄλλο τῆς σαφοῦς. ἐμοὶ δὲ τοῦτο μὲν ἥττονος λόγου δοκεῖ, ἐπειδὴ κἀν τοῖς ἀρητορεύτοις λόγοις, οὓς δὴ πολλοὺς Ἡγησίας τε καὶ Θρασύμαχος εἰς δεῖγμα ἀπαιδευσίας ἐξενηνόχασι, μίξιν ἄν τις εὕροι τῶν ἰδεῶν· ἀλλ’ οὐ διὰ τοῦτο οἱ ἄνδρες ἐπαινετέοι, ἀλλ’ ὅτι ἀμούσως99
45ἐκέρασαν τὰ μέρη καὶ ἀτέχνως συνῆψαν, καὶ μάλα ψεκτέοι. ἡ δὲ μουσικὴ συρραφὴ λόγος τίς ἐστι τῆς ἀρίστης κράσεως· ὁ δὲ λόγος αἰτία τοῦ τοιῶσδε κιρνᾶσθαι τὰ συγκιρνώμενα, ὁ γοῦν ἀποδιδοὺς ἐν ῥητορικοῖς λόγοις τὰ μέρη τῶν ἰδεῶν, καὶ διότι οὕτως ταῦτα ὀφείλει ἀποδιδόναι, ἵνα μὴ μάτην αἱ μίξεις γίνωνται, ἀλλὰ μετὰ τοῦ ἁρμονικοῦ λόγου καὶ τῆς λογικῆς

25

(50)

μουσουργίας. διὰ ταῦτα γοῦν μοι ὁ περὶ τούτου λόγος εἰς ἕτερον ἀνακείσθω καιρόν· τὴν δὲ φιλοσοφίαν ἴδωμεν τοῦ ἀνδρὸς ὁπόση περὶ τὰς γεννήσεις ταύτας ἐστί. ‘Τρισσήν‘ γάρ φησι ‘γέννησιν οἶδεν ὁ λόγος, τὴν ἀπὸ σώματοσ‘, ἥν τε τὸ βάπτισμα καὶ ἣν τὸ τῆς ἀναστάσεως παρεμφαίνει μυστήριον, αἷς δὴ
55πάσαις ὁ καθ’ ἡμᾶς γενόμενος ὑποκύψας λόγος οὐ ταύταις ἑαυτὸν τετίμηκεν, ἀλλ’ ἑαυτῷ ταύτας. ‘τὴν μὲν‘ γὰρ ἀπὸ σωμάτων ‘τῷ ἐμφυσή‐ ματι τῷ πρώτῳ καὶ ζωτικῷ‘· ἡμεῖς μὲν γὰρ κατὰ σῶμα γεννώμενοι οὐχ οὕτως ψυχούμεθα ὡς ὁ πρῶτος ἄνθρωπος καθαρὰν πάντῃ καὶ ἀμόλυντον τὴν τῆς ψυχῆς οὐσίαν δεξάμενος, ἀλλ’ ἐπειδὴ οὐ τοῦ ἀναμαρτήτου Ἀδάμ,
60ἀλλὰ τοῦ ὑπὸ τὴν ἁμαρτίαν πεσόντος ἀπεβλαστήσαμεν, τὸ τοῦ σπέρματος κίβδηλον ἐν ταῖς ἡμετέραις βλάσταις δεικνύομεν· τῆς γὰρ ψυχῆς αὐτοῦ κιβδηλευθείσης τῷ παραπτώματι, ἐν ἁμαρτίαις καὶ ἡμεῖς συλλαμβανόμεθά τε καὶ γεννώμεθα· ἀλλ’ οὐχ ὁ Χριστὸς σαρκούμενος τοιαύτην εἴληφε τὴν ψυχήν, ἀλλ’ οἵαν αὐτὴν ἐνεφύσησε τῷ γενάρχῃ πλαστουργηθέντι. ὁρᾷς
65ὅπως τετίμηκε παρ’ ἑαυτῷ τὴν ἀπὸ σωμάτων γέννησιν τῷ πρώτῳ καὶ ζωτικῷ ἐμφυσήματι; τῷ γὰρ ‘πρῶτον‘ εἰπεῖν τὴν πρὸ τῆς ἁμαρτίας ἐνεδείξατο ψύχωσιν· ἐψύχωτο γὰρ καὶ ὁ Σὴθ καὶ ὁ δέκατος ἀπὸ τοῦ Ἀδὰμ Νῶε, ἀλλ’ οὐ τῷ καθαρῷ ἐκείνῳ καὶ θεοειδεῖ ἐμφυσήματι· ‘ἐν ἁμαρτίαισ‘ γάρ φησιν ὁ Δαυίδ ‘ἐκίσσησέ με ἡ μήτηρ μου‘. ὁ δὲ καθ’ ἡμᾶς
70γενόμενος λόγος τὴν μήτραν ὑποδὺς τὴν παρθενικὴν καὶ τοῖς ἀχράντοις ἐκείνης αἵμασιν εἰς σωματικὸν ἀποχρησάμενος σκήνωμα, νοερῶς ὁμοῦ καὶ καθαρῶς ἐψύχωτο.
Ἀλλὰ τοῦτο μὲν οὕτως. διὰ τί δέ, ὑπαντῶν τις περὶ τὴν δευτέραν γέννησιν φήσει, τὴν ἐκ τοῦ βαπτίσματος οὐ τῷ θείῳ ἐκείνῳ βαπτίσματι,100
75ἀλλὰ καὶ τῇ σαρκώσει τετίμηκεν; εἰς δύο γὰρ διῃρημένης τῆς ἀπὸ τῶν σωμάτων γεννήσεως, εἴς τε ἐμψύχωσιν καὶ σωμάτωσιν, ἐχρῆν φάναι ὅτι ἀμφοτέρας ταύτας τετίμηκε τῇ τε σωματώσει καὶ τῷ ἐμφυσήματι. διὰ τί οὖν θάτερον μέρος ἀποδιελόμενος μετὰ τοῦ βαπτίσματος τέθεικε; τὸν μὲν ἀληθῆ περὶ τούτου λόγον αὐτὸς ἂν εἰδείη ὁ τοῦ λόγου πατήρ, καὶ εἴ τις
80κατ’ ἐκεῖνον τὰ θεῖα ἐσοφίσθη μυστήρια· οἶμαι γὰρ αὐτὸν ἀπὸ τοῦ ὑπερκειμένου ἀνθρώπου ταύτην εἰληφέναι τὴν ἔννοιαν, ἥντινα δὴ καὶ ἀπορρήτως ἐν ἀπορρήτοις ἐφύλαξεν, ἐξαγγείλας μὲν ὡς δοκεῖ, οὐδὲν δὲ μεῖον ἐμπερικαλύψας· ὃ 〈δὲ〉 νῦν ἐμοὶ πάρεστι, τοῦτο καὶ πρὸς ὑμᾶς ποιήσομαι ἐκφανές. ὑμεῖς δὲ συγγνοίητέ μοι, εἰ μὴ ἀνεξέλεγκτος, ἀλλὰ καὶ
85δυσεξέλεγκτος ὁ λόγος φανήσεται, εἰδότες ‘ὡς ἐγώ τε ὁ λέγων καὶ ὑμεῖς οἱ ἀκούοντες φύσιν ἀνθρωπίνην ἔχομεν‘. ὁ δὲ πρῶτος εἰπὼν οὐδέν τι τῆς γεννήσεως ἐπεσύρετο· διὰ τοῦτο καταμαντευόμεθά πως τῆς ἐκείνου ἐννοίας, ἀνεπιλήπτοις κατά γε δύναμιν ἐννοίαις τοῖς ἐκείνου θεωρήμασιν ἐμβατεύοντες.
90 Τί ποτ’ οὖν ἐστιν ὃ κατανενόηκεν ἐνταυθοῖ; ἐδόκει τῷ πατρὶ ζητήσεως ἄξιον ὁποιῳδήποτε τρόπῳ τῆς διὰ τοῦ βαπτίσματος καθάρσεως ἐδέησε τῷ θεῷ. ἡμεῖς μὲν γὰρ εἰκότως προτελούμεθά τε καὶ καθαιρόμεθα, τὸ σῶμα τῷ ὕδατι ἀπορρύπτοντες, τῷ πνεύματι δὲ τὴν ψυχήν. ἐκείνῳ δὲ διὰ τί ποτε ἐδέησε τῆς ἐνταῦθα ῥύψεως; μήποτ’ οὖν εἴχε τι τοῦτο τὸ
95πρόσλημμα τοῦ ἀπὸ τῆς γεννήσεως μολύσματός τε καὶ ῥυπάσματος; τὴν γοῦν ‘ὑποψίαν τε καὶ λαβὴν‘ ἀνακρουόμενος ὁ πατὴρ οὐκ ἀπὸ τοῦ βαπτί‐ σματος τοῦτον εἰσάγει ἢ τὸ σῶμα ἢ τὴν ψυχὴν καθαιρόμενον, μᾶλλον μὲν οὖν τετιμηκότα τὸ βάπτισμα τῇ ὑπερφυεῖ σαρκώσει καὶ τῷ ἀπορρήτῳ βαπτίσματι· ‘τετίμηκε‘ γὰρ τὸ βάπτισμα παρ’ ἑαυτῷ ‘τῇ σαρκώσει καὶ

25

(100)

τῷ βαπτίσματι ὅπερ αὐτὸς ἐβαπτίσατο‘. σάρκωσις δέ ἐστιν, ὡς ἐμὲ φάναι, ἡ τῆς σαρκὸς ‘ἐν τῷ τῆς φύσεως ἐργαστηρίῳ σύστασίσ‘ τε καὶ σύμπηξις· σὰρξ δὲ αὐτὸ τὸ ὑποκείμενον καὶ γινόμενον. Σκοπήσωμεν οὖν ὅπως μὲν ἡμῖν σαρκοῦται τὸ σῶμα, ὅπως δὲ τῷ θεῷ. ἡμεῖς μὲν γὰρ ἐκ συνδυασμοῦ καὶ σπερμάτων καταβολῆς σήψεώς τε καὶ
105ἀλλοιώσεως καὶ ἐξαιματώσεως συμπηγνύμεθα καὶ σωματουργούμεθα. ὁ δὲ ὑπερούσιος λόγος τῇ ἡμετέρᾳ φύσει καθ’ ἡμᾶς προσωμιληκώς, ἀσυνδυάστως, καταβολῆς ἄτερ σπορᾶς, αὐτῆς τῆς παρθενικῆς μήτρας
μὴ ἀνοιγείσης, ὑπόστασις ἐγένετο τῷ προσλήμματι· ἐν ᾧ δὴ τὴν ἀνθρω‐ πίνην φύσιν ἀτομώσας μετὰ πασῶν αὐτῆς τῶν φυσικῶν ἰδιοτήτων, μία101
110προελήλυθεν ὑπόστασις φύσεσι δυσὶ συνθετή, ἃς δὴ καὶ μεταχωρήσας καὶ ἀντιπεριστήσας ἀσυγχύτως ἐν ἑαυτῷ τετήρηκε διῃρημένας οὐχ ὑποστάσει, ἀλλὰ τῷ λόγῳ τῆς διαφορᾶς, καὶ ἡνωμένας οὔσας οὐ κατὰ σύγχυσιν, ἀλλὰ τῷ τρόπῳ τῆς ὑποστάσεως. ὁ γοῦν οὕτως ἀμολύντως καὶ ὑπὲρ λόγον τὸν ἄνθρωπον προσλαβόμενος οὐ τετίμηκε τῇ τοιαύτῃ σαρκώσει τὸ βάπτισμα
115βαπτισάμενος; ὁ μὲν γὰρ ῥυπανθεὶς μάργαρος εἰς ὕδωρ ἐμβεβλημένος, εἶτα δῆτα ἐκεῖθεν ῥυπτόμενός τε καὶ καθαιρόμενος, οὐ τὸ ὕδωρ ἑαυτῷ τετίμη‐ κεν, ἀλλὰ τῷ ὕδατι ἑαυτόν· ὁ δὲ πάντῃ καθαρός τε καὶ ἄσπιλος καὶ λευκανθίζουσαν ἀποστίλβων χροιὰν λαμπρότερον ποιεῖ τὸ ὕδωρ τὸ καθ’ ἑαυτὸν καὶ διαφανές, ἐν τούτῳ βληθείς. οἱ μὲν οὖν σπιλωθέντες
120μαργαρῖται ἡμεῖς πάντως πεφύκαμεν, οὓς δὴ καὶ καθαίρει τὸ βάπτισμα καὶ τιμᾷ παρ’ ἑαυτῷ· ὁ δὲ ἄσπιλος καὶ ἀμόλυντος ὁ ὑπερούσιος λόγος ἐστίν, ‘ὃσ‘ δὴ ‘οὔτε ἁμαρτίαν πεποίηκεν οὔτε εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ‘. οὗτος τοιγαροῦν τῷ ἀπαστράπτοντι τῆς καθαρᾶς αὐτοῦ φύσεως τὴν τοῦ βαπτίσματος χρείαν τετίμηκε. διὰ τοῦτον οὖν οἶμαι τὸν λόγον τὸν
125μέγαν πατέρα φάναι τετιμηκέναι τὸν λόγον τὸ βάπτισμα τῆς σαρκώσεως, ἀλλ’ οὐ ταύτην μόνον, ἀλλὰ καὶ τὸ βάπτισμα ὅπερ αὐτὸς ἐβαπτίσατο. ποῦ γὰρ ἡμῖν βαπτιζομένοις θείου πνεύματος ἐμφαίνεται κάθοδος ἢ μαρτυρία πατρός; εἰ γὰρ καὶ αὐτοὶ μεταλαμβάνομεν πνεύματος, ἀλλ’ οὐκ αὐτὸ δὴ τὸ οὐσιῶδες ἐφ’ ἡμᾶς κάτεισιν οὐδὲ ἐν εἴδει περιστερᾶς, ἀλλ’ ἐνέρ‐
130γειά τις· τὸ δὲ πνεῦμα τῷ ὁμοίῳ προσέδραμε. τούτων οὖν ἁπάντων ἐστὶν ἐμφαντικὸν τὸ ἀντωνυμικὸν μέρος, ὃ δὴ δεινῶς γοῦν καὶ [φι]λοσόφως
τέθεικεν ὁ πατήρ, εἰπὼν ‘ὅπερ αὐτὸς ἐβαπτίσατο‘.102

26

(1t)

Εἰς τὸ ‘ὄψει τὰ ὀπίσθια‘
2 Ἐγὼ δὲ οἶμαι μὴ Μωυσῆν μόνον ἢ τὸν δεῖνα στρατηγὸν ἢ τὸν δεῖνα δημαγωγὸν ὁρᾶν θεοῦ τὰ ὀπίσθια, ἀλλ’ ἁπαξαπλῶς τὸν σύμπαντα ἄνθρωπον τοῖς τοῦ θεοῦ ὀπισθίοις περιγράφειν τὴν ὅρασιν· σύμπαντα δὲ
5ἄνθρωπον ἀκουστέον τὸν κατὰ Μωυσέα ἢ καὶ ὑπὲρ ἐκεῖνον ἢ μικρῷ ἐλάττονα χρηματίσαντα. τίς γὰρ ἂν ἴδῃ θεοῦ πρόσωπα ἢ τὰ ἐμπρόσθια, ἢ τίς ἔμπροσθεν αὐτοῦ γενόμενος ἀνακεκαλυμμένως τῇ τῆς ψυχῆς θεωρίᾳ τὸ θεῖον κάλλος ἐνοπτρισθείη; πᾶς τις οὖν ὁρᾶν ἠξιωμένος θεὸν μόνα θεωρεῖ τὰ ὀπίσθια, ἀλλ’ οὐδὲ ταῦτα τρανῶς οὐδὲ ἀπολύτῳ τῇ θέᾳ οὐδὲ
10ὀφθαλμοῖς ἐλευθέροις, ἀλλὰ ‘πέτρᾳ‘ τινὶ καλυπτόμενος καὶ οἷον δι’ ‘ὀπῆσ‘ τινος συμμέτρου τὴν θεοφάνειαν αὐγαζόμενος, ὀπισοθακῶν, ἀλλ’ οὐ τῶν ἐμπροσθίων κατατολμῶν. Ὁ δὲ λόγος ζητεῖ τίνα δήποτε τυγχάνει θεοῦ τὰ ὀπίσθια· ἀντίκειται δὲ τούτοις τὰ ἐμπρόσθια, ἐφ’ οἷς δὴ ἀντιμετρεῖται τὰ πλάγια· μέρη δὲ
15ταῦτα τοῦ ὅλου, ὥστε πολυμερὲς τὸ θεῖον, καὶ ὃ δὴ τούτου ἀτοπώτερον, καὶ προσχρώμενον σώματι, τὰ γὰρ ἀσώματα ἀμερῆ καὶ ἀσύνθετα. ἀνθρωπίνου μὲν οὖν σώματος ἐμπρόσθια σχεδὸν καὶ τῶν ἄλλων ζῴων βρέγμα καὶ μέτωπον καὶ ὀφρύες διῃρημέναι, ὀφθαλμοί τε ὑποκαθήμενοι καὶ ῥὶς ἀμφοτέρους διχάζουσα, γένυς τε καὶ χείλη, μεθ’ ἃ δὴ καὶ ὁ τοῦ
20πνεύμονος αὐλὸς καὶ ὁ ἐπὶ τούτῳ θώραξ, ὑφ’ ὃν δὴ ὀμφαλὸς καὶ τὰ ἐφεξῆς μέρη ἄχρι ποδῶν ὑποβαίνοντα· ὀπίσθια δὲ ὦμοι καὶ ῥάχεις καὶ πλευραὶ ἑκατέρωθεν παρακείμεναι, τά τε ἐπὶ τούτοις σφαιρώματα καὶ ἡ ὑποκνημίς, καὶ ὅσα δὴ ἐς σκέλη καὶ τὰ ὑπὸ ταῦτα κάτεισι. ταῦτα μὲν τὰ τῶν ζῴων ἐμπρόσθια καὶ ὀπίσθια, θεοῦ δὲ τί ποτε μὲν τὸ ἔμπροσθεν,
25τί ποτε δὲ τὸ ὄπισθεν; εἴτε γὰρ ὡς φῶς ὁρᾶται τοῖς τῆς θεοφανείας ἀξιωθεῖσιν εἴτε ὡς δίσκος ἡλιακὸς εἴτε ὡς νέφος ἢ θύελλα, ἐκ τοῦ μέρους καὶ τὸ ὅλον καταλαμβάνεται. ὁμοιομερῶν γὰρ τυγχανόντων καὶ τῶν ὁμοιωμάτων, ὁ τὸ μέρος κατειληφὼς τὸ ὅλον ἔσται συνειληχώς, ὥστε μάτην ἄρα τῷ Μωυσῇ τὰ ἐμπρόσθια τοῦ θεοῦ ἀποκεκρύφαται· ἐγνώκει
30γὰρ ἂν αὐτόν, τῶν ὀπισθίων ἐσχηκὼς τὴν κατάληψιν. Τοιαύτας μὲν ὁ λόγος ἀπορίας καὶ ἀντιλαβὰς ἔχει. εἰ δέ τις θέλει πρὸς νοῦν ἀνελθεῖν ἀπὸ τῶν αἰσθήσεων, τάχ’ ἂν οὗτος εὑρήσει τὴν τοῦ ζητου‐ μένου ἐπίλυσιν καὶ γνώσεται τοῦ θεοῦ τὰ ὀπίσθια. τοῖς μὲν γὰρ ἄλλοις εἴδεσι σωματικοῖς ἢ ἀσωμάτοις τὰ μὲν ἔμπροσθεν τυγχάνει, τὰ δὲ103
35ὀπίσθια· ὥσπερ δὴ τοῦ στερεώματος ἔμπροσθεν μὲν ὁ πρῶτος οὐρανός, ὄπισθεν δὲ ὁ δίσκος ὁ ἡλιακός, καὶ τοῦ ξύμπαντος κόσμου, ὃν δὴ κατὰ περιοχὴν οἱ πάλαι σοφοὶ οὐρανὸν ὠνομάκασιν, ἔμπροσθεν μὲν ὁ νοητὸς τυγχάνει διάκοσμος, ὄπισθεν δὲ ὁ τελευταῖος δημιουργηθεὶς ἄνθρωπος. καὶ τῆς νοητῆς δὲ οὐσίας εἴ τις τὰ μέρη ἐκλάβοι, εὑρήσει καθ’ ἕκαστον τὸ
40μέν τι ἔμπροσθεν, τὸ δὲ ὄπισθεν. τὸ γοῦν αὐτοκίνητον ἔμπροσθεν μὲν τοῦ ἑτεροκινήτου, ὄπισθεν δὲ τοῦ αὐθυποστάτου, ἤτοι τοῦ ὄντος, καὶ τοῦτο τοῦ ἑνός, ἤτοι τοῦ ἀγαθοῦ, τοῦτο δὲ μόνον ἀγέννητον καὶ πρῶτον τὸ ἔμπροσθεν. ὅσοι γοῦν τοῦτο τεθέανται οὐκ ἀμέσως αὐτοπτῆσαι ἴσχυσαν, ἀλλ’ οὐδὲ τῆς οὐσίας αὐτοῦ καθαρῶς ἐπαφήσεσθαι, ἀλλὰ διὰ τῶν ὄπισθεν
45καὶ τῶν ὑστέρων τεθέανται. ἀφανὴς γὰρ ὢν ὁ πάντων δημιουργὸς καὶ ‘τῆς οἰκείας ἐνδότητοσ‘ κατὰ τὸν μέγαν Διονύσιον μηδέποτε ἐξιστάμενος, φανερὸς γίνεται τοῖς μετ’ ἐκεῖνον ἐκείνου γνωρίσμασιν. ἐπεὶ δὲ βάθος ἔχει ἡ μετ’ ἐκεῖνον ξύμπασα οὐσία, καὶ ἡ μέν τις ἐγγύτατα τυγχάνει τῆς θείας ἑνότητος, ἡ δέ τις ὑποβέβηκε, καὶ αὖθις ἑτέρα ἀφέστηκε, καὶ ἡ

26

(50)

πρόοδος ἄχρι τῆς ὕλης κατιοῦσα οὐ παύεται (αὕτη γὰρ τελευταῖον ἀπήχημα τοῦ θεοῦ), ὁ μέν τις ἀπὸ τῶν ἐσχάτων ἔγνωκε τὸν θεόν, αὐτῆς φημι τῆς ἀνειδέου ὕλης καὶ ἀδιατυπώτου, ὁ δέ τις ἀπὸ τῶν εἰδοποιηθέντων σωμά‐ των, ὁ δὲ ἀπὸ τῆς πρὸς ἄλληλα τούτων ἁρμονίας καὶ τάξεως πόρρω προβαίνων ἀπὸ τῆς οὐρανίου περιφορᾶς καὶ τῆς ἀπαύστου κινήσεως τὴν
55ἀκίνητον φύσιν διέγνωκεν, ἄλλος δὲ χρόνον ἐπαναβεβηκὼς καὶ φύσιν τῷ αἰῶνι συνετεκμήρατο τὸν θεόν. Καὶ ἵνα μὴ τὸ πᾶν βάθος ἀναλέγωμαι νῦν, πάντες ἐκ τῶν ὀπισθίων ἐγνώκασι τὸν θεόν, ἀλλ’ ὁ μὲν τῶν ἐγγύς, ὁ δὲ τῶν μᾶλλον διεστηκότων. καὶ Μωσῆς δὲ ὁ μαρτυρηθεὶς ‘ἀστεῖοσ‘ εἶναι παρὰ ‘θεῷ‘, ὁ τεσσαράκοντα
60ὅλοις ἔτεσι τῇ θεωρίᾳ τῶν ὄντων ἀποσχολάσας, ὁ ‘στόμα κατὰ στόμα
λαλήσασ‘ θεῷ ‘ἐν εἴδει καὶ οὐ δι’ αἰνιγμάτων‘, διὰ τῶν ἐσχάτων καὶ οἷον ὀπισθίων τὴν μόνην ἐμπρόσθιον καὶ ἀγέννητον φύσιν ἐγνώ‐ ρισεν. ‘Ἐν ἀρχῇ‘ γάρ φησιν ‘ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν‘. τί104
65λέγεις, ὦ θεοπτικώτατε, ὁ παντὸς προφήτου σεμνότερος, ὁ τὴν γῆν ὑπεραναβάς, τουτέστι πᾶσαν τὴν αἴσθησιν, καὶ οἷον ἐν ὄρει τῇ τῶν ἀρετῶν ἀκρωρείᾳ γενόμενος κἀντεῦθεν τῷ φαεινοτάτῳ γνόφῳ συλληφθεὶς καὶ ἑωρακὼς τὸν θεόν, οὐ γνωρίζεις τοῦτον ἡμῖν, ἀφ’ ὧν ἀμέσως ἑώρακας, οὐχ ὑπογράφεις τὸ εἶδος, οὐ παριστᾷς τὴν οὐσίαν, οὐ τὰς χεῖρας ἡμῖν
70ὑποδεικνύεις, ἀφ’ ὧν δὴ τὰς πλάκας ὑποδεξάμενος ἐνομοθέτησας τῷ λαῷ, ἀλλὰ δέον ἐν βραχυτάτῳ τὸ θεῖον ἡμῖν συγκεφαλαιώσασθαι, ἀνήνυτον περιτρέχεις ὁδόν, καὶ διὰ τῶν κτισμάτων ἀνάγεις πρὸς τὸν ποιήσαντα; ὅτι, φησί, μὴ ἃ τεθέαμαι τυγχάνει θεὸς ταῦτα. ἐγὼ μὲν γὰρ ‘γνόφῳ‘ καὶ φωτὶ προσωμίλησα, ὥσπερ τῶν μετ’ ἐμὲ προφητῶν ὁ μὲν ‘ἠλέκτρῳ‘, ὁ δὲ
75‘ἀστραπῇ‘, ὁ δὲ θρόνῳ πυρίνῳ καὶ ἕτερος φλογίνῳ ὀχήματι. ὁ δὲ θεὸς ἕτερος παρὰ ταῦτα, κρείττων εἴδους, οὐσίας ὑπέρτερος, τῷ ἑνὶ μόνῳ χαρακτηριζόμενος, καὶ τούτῳ λίαν ἀμυδρῶς· ἓν γὰρ μόνον ὁ θεός, ἀλλ’ οὐχ ὑλαῖον, τοῦτο γὰρ χεῖρον τοῦ συνθέτου· οὐδὲ ἄτομον, καὶ τοῦτο γὰρ ἔσχατος μερισμός· οὐδὲ ὡς γένος ἕν, καὶ τοῦτο γὰρ προσείληφε τὴν
80τῶν εἰδῶν διαφορὰν καὶ τρόπον τινὰ συντέθειται· οὐδ’ ὡς εἶδος ἕν, οὐ γὰρ ψυχή, οὐ νοῦς, οὐκ ὄν, οὐδ’ ἄλλο τι τῶν ὑπὲρ ταῦτα, ἀλλ’ ὂν μὲν ὅτι ὑφέστηκεν, οὐκ ὂν δὲ ὅτι παρὰ τὴν τῶν ὄντων ὑπόστασιν. ἐπεὶ τοίνυν ὥσπερ ἡ σκιὰ τὴν ἐμὴν ἐκφεύγει κατάληψιν καὶ οὐκ ἔχω τίσι χαρακτηρίσω τὸ ἀθέατον κάλλος, ἐκ τῶν φαινομένων αὐτὸ φυσιογνωμονῶ, καὶ τῇ τῶν
85ὄντων τάξει ἁρμονίᾳ τε καὶ ἀναλογίᾳ ἐκεῖνο τεκμαίρομαι κατὰ τοὺς ἐρωτικούς, οἳ δὴ ἀπὸ τοῦ αἰσθητοῦ κάλλους τὸ πρῶτον καὶ ἀειδὲς κάλλος φαντάζονται. θεασάμενος τοίνυν τὴν ἐν οὐρανῷ τάξιν, ἔγνωκα τὸν θεόν. τίς γὰρ ὁ τοῦτον συστησάμενος, τίς ὁ περιαγαγὼν καὶ συνδεσμήσας αὐτόν, τίς ὁ κινήσας καὶ φυλάττων αὐτῷ τὴν κίνησιν ἀδιάλυτον, τίς οἷα
90δὴ νυμφίον τοῖς ἄστρασι κατεκόσμησεν αὐτόν, τοὺς μὲν τῇ κεφαλῇ περιθέμενος, τοὺς δὲ περὶ τὸ στῆθος, οἷα δή τινας συνδέσμους ‘συμπορ‐
πησάμενοσ‘, καὶ ἄλλους μὲν ὡς μαργαρίτας ἀπαιωρήσας, ἑτέρους δὲ ὡς λίθους ‘ἐγκολαψάμενοσ‘, ἵν’ οἱ μὲν αὐτῶν κινοῖντο καὶ συμπεριάγοιντο, οἱ δὲ εἶεν ἐνδεδεμένοι καὶ ἀμετάστατοι; τίς ὁ ὑφαπλώσας ἀέρα καὶ ὑπο‐105
95στρώσας γῆν καὶ θάλασσαν ἐποχετεύσας καὶ ἀναστομώσας πηγὰς καὶ ποταμοὺς ἑλκύσας; ἆρα δὴ τὸ αὐτόματον κατὰ τοὺς λήρους τῶν οὕτω φιλοσοφησάντων; ἀλλὰ τυχαία τις καὶ ἄτακτος κίνησις; καὶ πόθεν ἡ τάξις, ἡ στάσις τῶν ὄντων, ἡ μονιμότης, ἡ ἀραρότως πεπηγυῖα τῶν οὐρανίων περιφορῶν κίνησις; εἰ δὲ τὰ ὑπὸ σελήνην ἑτεροούσια καὶ ἄλλως

26

(100)

ἄλλοτε ἔχοντα, θαυμάζειν οὐ χρή· ἡ γὰρ ἀπὸ τῶν ὄντων πρόοδος εἰς τὰ τελευταῖα προϊοῦσα ἀμυδροῦται καὶ μεταβάλλεται· εὕροι δ’ ἄν τις κἀνταῦθα τὸ κάλλος καὶ τὴν τάξιν κρυπτόμενα, ἐπεὶ καὶ τὰ τῶν σωμάτων ὡραῖα καὶ χρωμάτων ἑτερότησι καὶ ὄγκων ὑφέσεσι καὶ ἐπαναστάσεσι τὸ κάλλος συνερανίζονται.
105 Ταῦτά σοί φησι Μωυσῆς, ὁ τὴν τοῦ κόσμου ἐξηγησάμενος σύστασιν καὶ τοῦ θεοῦ ἐγνωκὼς τὰ ὀπίσθια. ἐκαλύφθη δὲ τῇ πέτρᾳ, ἥντινα δὴ ταύτην ὑποληπτέον, οἶμαι δὲ τὸν Χριστόν, ὅτι, εἰ μή τις τῷ θείῳ χειραγωγούμενος πνεύματι θεάσασθαι βούλοιτο θεοῦ τὰ ὀπίσθια, οὐ μόνον οὐ κεκέρδακέ τι ἀπὸ τῆς τοιαύτης ἐπιβολῆς, ἀλλὰ καὶ εἰς τὸν νοῦν ἐζημίωται. ἐναπομένει
110γὰρ τοῖς αἰσθητοῖς καὶ τοῖς ἐπέκεινα οὐ προσβάλλει τὸν νοῦν, ὃ δὴ πεπόνθασιν οἵ τε κατ’ Αἴγυπτον φιλοσοφήσαντες καὶ ὁ τῶν Ἀσσυρίων μυσταγωγός. Ἀλλὰ ταῦτα μὲν οἱ μὴ τῇ πέτρᾳ σκεπόμενοι. ἡμεῖς δέ, εἴτε τοῖς αἰσθη‐ τοῖς ἐνατενίζοιμεν εἴτε τοῖς τοῦ νοῦ κάλλεσιν, αὐτῷ δὴ τῷ Χριστῷ, τῇ
115νοητῇ πέτρᾳ, ἐφ’ ᾗ δὴ ἡ ἐκκλησία ἐστήρικται, καλυπτόμενοι, πρὸς τὴν
τῶν ὄντων θεωρίαν ἀκριβῶς ἀναγοίμεθα.106

27

(1t)

μεʹ. Εἰς τὸ ‘εἶδον ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων‘
2 Τὴν μὲν οἰκονομίαν, δι’ ἣν ὁ μακάριος Παῦλος τῆς οἰκείας ἀποκαλύ‐ ψεως τὸ μυστήριον Κορινθίοις ἀπεκάλυψεν, ἡ περὶ τούτων ἱστορία ἀριδηλότερον παριστᾷ. ἐπεὶ γὰρ ἐκεῖνοι τῷ λόγῳ τῆς διδασκαλίας οὐ
5προσεῖχον, ἀλλὰ σημείοις καὶ τέρασιν, ὑφ’ ὧν δὴ πρὸς τὴν μαθητείαν ἤγοντο, καὶ διὰ τοῦτο πολλὰ παρ’ αὐτοῖς ἴσχυον οἱ τὰ τέρατα ἐπιδεικνύ‐ μενοι καὶ δρῶντες τὰ θαύματα, ὧν ἔνια κατὰ φαντασίαν ἐγίνετο, διὰ τοῦτο καὶ ὁ θεῖος ἀπόστολος, θύραν ἑαυτῷ ὑπανοίγων πρὸς τὴν τῶν Κορινθίων διδασκαλίαν, ἃ τέως ἐν μυστηρίῳ ἀπορρήτως τεθέαται
10δηλοῦν πρὸς αὐτοὺς ἄρχεται, ὡς ἂν ἐντεῦθεν μέγας παρ’ ἐκείνοις δόξῃ καὶ τοῦ εἰς μαθητείαν ἄγειν ἐκείνους ἐπάξιος. πλὴν ἀλλ’ οὐδ’ οὕτως προηγουμένως τὰς ἀποκαλύψεις ἑαυτῷ ἀνατίθησιν, ἀλλ’ ὡς περὶ ἑτέρων διαλεγόμενος τὸν λόγον ποιεῖται, διὰ πλαγίας ἐμφάσεως ὅπερ ἐβούλετο παριστῶν. οὐδὲ γὰρ ἂν ὁ ἐπὶ τοσούτοις ἔτεσιν ἀποσιωπήσας τὴν ἀποκάλυ‐
15ψιν καὶ μηδενὶ παραγυμνώσας τὴν ἄρρητον θέαν αὐτομάτως νῦν ἐπὶ τὴν ἐξαγγελίαν ταύτης ἧκεν, εἰ μή τι ἦν τὸ καταναγκάζον καὶ βιαζόμενον. Ὅτι μὲν οὖν ἡ τῶν Κορινθίων ψυχή, ἁπαλή τε οὖσα καὶ διαρρέουσα καὶ μὴ ἄλλως παραδεχομένη τὸν τῆς πίστεως λόγον, εἰ μή τις αὐτοῖς μετὰ θαύματος τοῦτον παρίστα, τὸν ἀπόστολον κατηνάγκασε τὰς οἰκείας
20ἀποκαλύψεις ἐκδιηγήσασθαι, ὁ λόγος παρέστησεν. ἃ δὲ εἶδεν ὁ μέγας
οὗτος ἀνὴρ καὶ ὧν ‘ἤκουσεν ἀρρήτων ῥημάτων‘, ὅπως τε ἀπεκαλύφθη αὐτῷ τὰ ἀθέατα, αὐτὸς σαφέστερον ἐρεῖ πρὸς ἡμᾶς. ‘εἶδον‘ γάρ φησιν ‘ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων, εἴτε ἐν σώματι οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ θεὸς οἶδεν, ἁρπαγέντα ἕως τρίτου107
25οὐρανοῦ, καὶ εἶδον τὸν τοιοῦτον ἄνθρωπον, εἴτε ἐν σώματι οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ θεὸς οἶδεν, ὅτι ἡρπάγη εἰς τὸν παράδεισον, καὶ ἤκουσεν ἄρρητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι‘. εὐθὺς οὖν τὸ ‘ἐν Χριστῷ‘ εἴτε τῷ ‘ἄνδρα‘ προσάξεις εἴτε τοῖς ἑπομένοις, ἀμφοτέρω‐ θεν εὑρήσεις τὴν θείαν σῳζομένην ἔννοιαν· ἔστι γάρ τις ἄνθρωπος ἐν
30Χριστῷ, μετεωρίζεταί τις καὶ ἐν Χριστῷ πρὸς οὐρανόν. ἐν Χριστῷ ἐστιν ὁ τὴν θείαν ἀρχετυπίαν ἐν τῇ εἰκόνι τῆς ψυχῆς διατηρῶν. τριττὴν γάρ μοι ἡ τοῦ ‘ἀνθρώπου‘ φωνὴ ὑποβάλλει τὴν ἔννοιαν. ὁ μὲν γάρ τίς ἐστι σωματικὸς καὶ ταῖς τῆς σαρκὸς ἐπιθυμίαις εἰς ἡδυπαθείας ἀποχρώμενος, καθ’ ἣν δὴ σημασίαν καὶ τῷ Δαυὶδ εἴρηται· ‘πᾶς ἄνθρωπος ψεύστησ‘·
35οὗτος γὰρ ὁ ἄνθρωπος ‘ἐν τῷ πονηρῷ κεῖται‘. ἕτερος δέ ἐστιν ὁ συνθέτως ζῶν καὶ μήπω τοῦ σώματος τὴν τῆς ψυχῆς ἐλευθερώσας εὐπρέπειαν, ἀλλὰ τῇ μὲν ταῖς ψυχικαῖς ἀρεταῖς, τῇ δὲ ταῖς τοῦ σώματος ἡδοναῖς ἀποχρώμενος· ἔστι δὲ οὗτος ὁ τὴν πρακτικὴν ἀρετὴν μετιών, ἥτις δὴ καὶ μέτρον ταῖς ἐπιθυμίαις ὁρίζουσα τῆς μὲν ὕλης οὐκ ἀπέστη, κοσμεῖ δὲ
40ταύτην εἰς δύναμιν καὶ μετριοπάθειαν ἑαυτῷ ἐμποιεῖ· ὃς δὴ καὶ ‘ψυχικὸς ἄνθρωποσ‘ λέγεται καὶ ‘τὰς τοῦ πνεύματοσ‘ ἐλλάμψεις ‘οὐ δέχεται‘. ἕτερος δέ ἐστιν ὁ ‘κατὰ τὸν ἔσω‘ γεννώμενον ζῶν ‘ἄνθρωπον‘, καὶ εἰδὼς ὡς τοῦτό ἐστιν ἄνθρωπος, ψυχὴ καθαρὰ καὶ τελεία, τὴν μὲν φύσιν τοῦ σώματος ἀτιμάζουσα, πρὸς δὲ τὴν νοερὰν ἰδιότητα ἑαυτὴν ἐπανάγουσα·
45οὗτος οὖν ἐστιν ὁ ἐν Χριστῷ ἄνθρωπος. τοιοῦτος καὶ Παῦλος ἦν· διὰ τοῦτό φησιν, ‘οἶδα ἄνθρωπον ἐν Χριστῷ‘, τάδε καὶ τάδε παθόντα ἢ ἐνεργήσαντα. Εἰ δὲ τῇ μέσῃ στιγμῇ εἰς τὸν ‘ἄνθρωπον‘ χρήσῃ, τὸ δὲ ‘ἐν Χριστῷ‘
προσαρμόσεις τῇ ἁρπαγῇ, ἐννοίας σοι θείας παρέξεται· οὐ γὰρ ἅπας108

27

(50)

μετεωρισμὸς ἀγαθὸν οὐδὲ πᾶσα νοῦ ἁρπαγή τε καὶ ἄνοδος. ἀλλ’ εἰ μέν τις ἐν Χριστῷ μετεωρίζοιτο, τοῦτο καλόν· εἰ δέ τις ἐν τῷ πονηρῷ ταύτην ὑποσταίη τὴν πλάνην, τοῦτο καὶ λίαν κακόν (ἐπαίρουσι γὰρ καὶ πονηροὶ δαίμονες τὴν τῶν ἀνθρώπων διάνοιαν, καί τινα δοκοῦντα ὑποδεικνύουσιν ἀγαθά, οἳ δὴ οὐδ’ ἐν Χριστῷ λέγοιντ’ ἂν μετεωρίζεσθαι)· εἰ δέ τις ἐν
55τούτῳ ἀναβαίη πρὸς οὐρανόν, οὗτος ἢ Παῦλος ἢ κατὰ Παῦλόν ἐστιν. ὅπως μὲν οὖν ὁ Παῦλος ἡρπάγη, εἴτε κατὰ μόνον τὸν νοῦν ἐκλυθέντα τοῦ σώματος, εἴτε δὲ σὺν αὐτῇ τῇ σαρκί, ἐπειδὴ αὐτὸς ἀγνοεῖ, οὐδὲ ἡμεῖς ἑρμηνεῦσαι τολμήσομεν, ὅπως δὲ νοῦς ἐν σώματι ὢν ἄνευ τούτου ἀνάγεται πρὸς οὐρανόν, ἢ καὶ αὐτὸ τὸ σῶμα μετὰ τοῦ νοῦ ἐπικουφιζόμενον ἄνεισιν,
60ἀπὸ τῶν τῆς φιλοσοφίας λόγων σαφέστατα ὑμῖν παραστήσομαι. Ψυχὴ θεῖόν τι χρῆμά ἐστι καὶ εἰκὼν πρωτοτύπου καλοῦ, πᾶσα δὲ εἰκὼν ὁμοίωσιν ἔχει πρὸς τὸ ἀρχέτυπον, τὸ δὲ ἀρχέτυπον ὁ θεός· ὃς δὴ καὶ ἐν πᾶσίν ἐστι, καὶ τὴν τῶν πάντων ἕδραν ἐκπέφευγε, καὶ ὑπὲρ τὸ πᾶν ὢν τῇ τῆς φύσεως αὐτοῦ ἀμερείᾳ τῇ τοῦ κόσμου πολυμερείᾳ ἀμερῶς
65πάρεστι, μήτε ὁρίοις περικλειόμενος μήτε τόπῳ περιγραφόμενος. τοίνυν καὶ ἡ εἰκών, μέχρις ἄν τι τῆς πρὸς τὸ ἀρχέτυπον ὁμοιότητος διασῴζοι, ὁμοῦ τέ ἐστιν ἐν σώματι καὶ μὴ ἀπολείπουσα τοῦτο πρὸς οὐρανὸν ἀνα‐ φέρεται. ἡ μὲν γὰρ τῇ γενέσει δουλεύουσα καὶ βαπτισθεῖσα τῇ ὕλῃ, οἷά τινι ποδοκάκῃ παρὰ τοῦ ταύτης δεσμηθεῖσα δεσμοῦ, ἀμετάτρεπτος
70ἐκεῖθέν ἐστι, ταύτην σεβομένη, ταύτην πρεσβεύουσα, ταύτην οἰομένη τὸ κυρίως καλόν. ἡ δὲ τὴν ἐλευθερίαν ἑαυτῆς εἰδυῖα καὶ τὴν ἀρχικὴν ἀξίαν καὶ ὅθεν γεγένηται καὶ ὅπῃ ἄπεισι τοῖς τοῦ σώματος δεσμοῖς οὐχ ἁλίσκε‐ ται, ἀλλ’ ὁμοῦ τε μετὰ τούτου ζῇ καὶ ‘τὸν ὅλον περιπολεῖ οὐρανόν‘. τοιοῦτος καὶ Παῦλος ἦν, καὶ οὐδὲν καινὸν εἰ μετὰ σαρκὸς ἔτι πολιτευόμε‐
75νος εἰς οὐρανὸν ἀνελήλυθεν. εἰ δὲ καὶ μετὰ σώματός τις μετεωρίζεται καὶ σὺν αὐτῷ βλέπει τε τὰ θεῖα καὶ τῶν ἀρρήτων ἀκούει, οὐδὲν καινόν· σῶμα γὰρ διὰ φιλοσοφίας τοῦ πάθους λυθὲν καὶ τῆς ὕλης ἀφεστηκὸς ὅσον δυνατόν, ῥᾳδίως τῷ τῆς ψυχῆς πτερῷ συνάγεται καὶ συμπεριθεῖ ταύτῃ εἰς δύναμιν. εἰ γὰρ ἡ τούτου τραχύτης κατὰ τῆς ἐκείνου πολλάκις ἰσχύει
80λεπτότητος καὶ πρὸς τὸν περίγειον ταύτην καθέλκει χῶρον, πόσῳ γε μᾶλλον ἐκείνη, ἀπολεπτύνουσα τοῦτο καὶ αἰθερῶδες καὶ κοῦφον ἀπο‐ δείξασα, πρὸς οὐρανὸν ἀνασπάσειεν. ἐπεὶ οὖν ἀμφότερα κατὰ λόγον ἐστί, διὰ ταῦτα ἀμφιγνοεῖ ὁ ἀπόστολος πότερον τοῦτο ἢ ἐκεῖνο γεγένητο, ὅτε μετεωρίσθη πρὸς οὐρανόν.109
85 Τέως γοῦν εἶδεν ἁρπαγέντα ἐν Χριστῷ ἄνθρωπον ἕως τρίτου οὐρανοῦ. ἐπιζητήσει δὲ ὁ λόγος τίς ἐστιν ὁ τρίτος οὐρανός, τῆς κοσμοποιίας ἕνα παραστησάσης ἡμῖν· ‘ἐν ἀρχῇ‘ γάρ φησιν ‘ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν‘. καὶ Ἑλλήνων οἱ θεολογήσαντες ἕνα συμφώνως φασὶν οὐρανόν· τί γὰρ ἔδει τοῦ δευτέρου, ἀρκοῦντος τοῦ ἑνός; οὗτος δὲ καινὸν
90ἡμῖν καὶ πρόσφατον οὐρανὸν τῷ λόγῳ παραδεικνύει, ὃν δὴ καὶ τρίτον ὠνόμασε, καίτοι μήπω τοῦ δευτέρου γνωσθέντος. Ἕλληνες μὲν οὖν καὶ τὰ Ἑλλήνων σιγάσθω τὰ νῦν· οὐ γὰρ πρὸς ἐκείνους ἡμῖν ὁ ἀγών. τὸν δὲ τρίτον τοῦτον οὐρανὸν οὐ πρῶτος καινοτομεῖ ὁ ἀπόστολος, ἀλλὰ τοῖς τῆς γραφῆς ἀποχρώμενος ῥήμασι καὶ τρίτον φησὶν οὐρανόν. ἡ γραφὴ γὰρ ἕνα
95μὲν οἶδε τὸν κυρίως κληθέντα οὐρανόν, ἑτέρους δὲ δύο καταχρηστικῶς τῷ τοῦ οὐρανοῦ καλλυνομένους ὀνόματι, ἕνα μὲν τὸν ἐν τῇ δευτέρᾳ ἡμέρᾳ δημιουργηθέντα, ὃς δὴ κυρίως μὲν ‘στερέωμά‘ ἐστι, καταχρηστικῶς δὲ οὐρανὸς προσηγόρευται· ‘ἐκάλεσε‘ γάρ φησιν ‘ὁ θεὸς τὸ στερέωμα οὐρανόν‘. οὗτος γὰρ ἕτερός ἐστι παρὰ τὸν ἐν τῇ πρώτῃ ἡμέρᾳ δημιουργη‐

27

(100)

θέντα, εἴτε ἐξ ὑδάτων συμπαγεὶς καὶ διὰ τοῦτο στερέωμα προσαγορευθεὶς εἴτε πρὸς ἀντιδιαστολὴν τῶν ὑπερκειμένων καὶ προσεχῶς ὑποκειμένων σωμάτων ταύτην τὴν προσηγορίαν λαχών. λεπτῶν γὰρ ἐκείνων ὄντων καὶ διαφανῶν, οὗτος παχὺς καὶ σωματικὸς ἀκριβῶς ὢν προσηγορεύθη στερέωμα· στερεὸν γὰρ τοῖς γεωμέτραις φίλον καλεῖν τὸ σῶμα, ὅτι
105τριχῇ τε διέστη καὶ οὐχ ὑπορρεῖ τῇ ἁφῇ, ἀλλὰ περιδράττεται ταύτῃ. ὥσπερ δὲ τουτὶ τὸ στερέωμα τὴν τοῦ πρώτου οὐρανοῦ χρείαν πληροῦν οὐρανὸς προσηγόρευται, οὕτω δὴ καὶ τὸ μετ’ ἐκεῖνον στοιχεῖον, τὸν ἀέρα φημί, ἐπειδὴ προσεχῶς ἡμῖν ὑπέρκειται καὶ πρῶτον αὐτὸν ἀνανεύοντες ὁρῶμεν, καταχρηστικώτερον οὐρανὸς προσηγόρευται. ‘ἔστω‘ γάρ σοί
110φησιν ἡ γραφή ‘ὁ οὐρανὸς χαλκοῦς ὑπὲρ κεφαλῆσ‘· ὑπὲρ κεφαλῆς δὲ οὐρανὸς ὁ ἀήρ ἐστιν, ὃν δὴ χαλκοῦν ἐπαρᾶται γενέσθαι πρὸς οὓς τὸν λόγον ποιεῖται, τουτέστι στεγανὸν καὶ ἀνέφελον. καὶ ‘τὰ πετεινά‘ φησι ‘τοῦ οὐρανοῦ‘· οὐδὲν δὲ πετεινὸν περιπέταται τὸν οὐρανόν, ἀλλὰ τῷ ῥοίζῳ τῶν πτερῶν τῷ τοῦ ἀέρος ἐπισύρεται σώματι. εἰκὸς οὖν τὸν110
115Παῦλον τῆς θείας ἁρπαγῆς ἀξιωθέντα διαπερᾶσαι μὲν τὸν ἀέρα, διελθεῖν δὲ τὸ στερέωμα, καὶ ἐν αὐτῷ δὴ τῷ πρώτῳ καὶ τρίτῳ οὐρανῷ προσορμῆ‐ σαι. Εἶτά φησιν ὅτι εἶδον ‘τὸν τοιοῦτον ἄνθρωπον‘ μετὰ τῆς ὁμοίας ἀμφιβο‐ λίας ‘ἁρπαγέντα εἰς τὸν παράδεισον‘. ἐντυχὼν δὲ αὐτὸς τοῖς ἐξηγησαμέ‐
120νοις τὸ εἶδος τῆς ἀποκαλύψεως, εὗρον ὅτι ὁμοῦ τῇ πρώτῃ καὶ τῆς δευτέρας ἁρπαγῆς ἠξίωται ὁ ἀπόστολος, τῇ τε πρὸς οὐρανὸν καὶ τῆς εἰς τὸν παράδεισον, καὶ ὅτι ἐν τῷ οὐρανῷ μὲν οὐδενὸς ἀρρήτου ἠκροάσατο ῥήματος, ἐν τῷ παραδείσῳ δὲ τῶν θείων ἤκουσε φωνῶν—αἰτίαν δὲ οὐ δέδωκεν ὁ ἐξηγητής, δι’ ἣν πρώτως μὲν εἰς τὸν οὐρανὸν ἥρπαστο, εἶτα εἰς
125τὸν παράδεισον, οὐδὲ διότι ἐκεῖθεν μὲν οὐδὲν ἀκούσας καταβέβηκεν, ἐν δὲ τῷ παραδείσῳ τῶν ἀρρήτων τετύχηκεν—ὅθεν αὐτός, καίτοι γε μὴ συντιθέμενος ὅτι κατὰ ταὐτὸν εἴς τε τὸν οὐρανὸν ἀναβέβηκε καὶ ἡρπάγη εἰς τὸν παράδεισον, τὰς αἰτίας ὑμῖν ἐρῶ, δι’ ἃς ἐκεῖθεν πρώτως, ἐνταῦθα δὲ δευτέρως ἐπαναβέβηκε, καὶ διὰ τί ἐκεῖ μὲν οὐδενὸς ἤκουσεν, ἐνταῦθα
130δὲ κατεβροντήθη τὴν ἀκοήν. φημὶ τοιγαροῦν ὡς ὁ οὐρανὸς οὗτος ὁ τρίτος καὶ ὁ παράδεισος, ταυτὶ τὰ δύο χωρία, σωματικῶς μὲν ἐκλαμβανόμενα, ὁ μὲν κυκλοτερής ἐστι καὶ τὸ ἄνω καὶ κάτω ἐκπέφευγε (κύκλου γὰρ οὐ τὸ μὲν ἄνω, τὸ δὲ κάτω, ἀλλὰ πάντα τὰ μέρη πέριξ), ὁ δὲ παράδεισος, καὶ αὐτὸς κατ’ αἴσθησιν ἐκλαμβανόμενος, χῶρός ἐστιν ἀποτετμημένος τῆς
135κοιλοτέρας γῆς καὶ ἐφ’ ὑψηλοῦ κείμενος πρὸς βορρᾶν, οἶμαι, ἄνεμον ὑπὸ τὰς ἄρκτους αὐτάς. ἔδει μὲν οὖν πρῶτον τὸν μέγαν τοῦτον θεατὴν καὶ μετέωρον ἄνθρωπον τῶν θειοτέρων τυχόντα καὶ ὑψηλοτέρων θεοφα‐
νειῶν, ἐφ’ αἷς δὴ νοῦς ἐνεργεῖ κατὰ κύκλον κινούμενος, ὥσπερ ἐκ πελάγους τῆς τῶν ἀθεάτων θέας τῷ τοῦ παραδείσου λιμένι ἐγκαθορμίσασθαι·111
140θείοις γὰρ ἀθρόον κάλλεσι καταπλαγεῖσα διάνοια, εἰ μὴ πρὸς χαμαιζηλο‐ τέρας αὐτοψίας καταβαίη, ὀφθαλμιῶσαν ἕξει τὴν αἴσθησιν, τῷ τοῦ θεαθέντος ἀρρήτῳ φωτὶ ἀφαιρεθεῖσα τὴν ὅρασιν. διὰ τοῦτο μετὰ τὴν εἰς οὐρανὸν ἁρπαγὴν ἡρπάγη εἰς τὸν παράδεισον· ἀλλ’ ἡ μὲν πρώτη ἁρπαγὴ κυρίως καλεῖται (χαμόθεν γὰρ ὁ μετεωρισμὸς πρὸς τὰ ὑπερκείμενα), ἡ δὲ
145δευτέρα μουσικώτερον ἐκλέληπται. οἱ γὰρ μουσικοὶ τοὺς ἀπὸ τοῦ συντόνου φθόγγου ἐπὶ τὸ χαλαρὸν μεταβάντας ἡρπάσθαι φασίν, ἐπεὶ καὶ Ἑρμογένης τοῦτο ἐν τῷ περὶ σεμνότητος λόγῳ σαφέστατα δηλοῖ. Ὁ δὲ λόγος τοῦ μηδὲν μὲν ἐν τῷ οὐρανῷ ἀκοῦσαι, ἐν δὲ τῷ παραδείσῳ τῶν ἀρρήτων ἠξιῶσθαι οὗτός ἐστι. πᾶσα ἀκοή, μᾶλλον δὲ πᾶσα αἴσθησις,

27

(150)

σωματική τε καὶ ψυχική, κατὰ λόγον τῆς συμμετρίας προβαίνουσα, τὰς οἰκείας δυνάμεις ἐνεργεῖ· εἰ δὲ ἀσύμμετρον εἴη τό τε ἀκοῦον πρὸς τὸ ἀκουόμενον τό τε ὁρῶν πρὸς τὸ ὁρώμενον τό τε νοοῦν πρὸς τὸ νοούμενον καὶ ἁπλῶς τὸ αἰσθανόμενον πρὸς ὃ αἰσθάνεται, οὔτε ἀκούει οὔτε ὁρᾷ οὔτε νοεῖ οὔτε αἰσθάνεται. εἰ μὲν γὰρ ἀτενίσειέ τις τῷ ἡλίῳ πλαγίως καὶ
155κεκρυμμένως καὶ ἄρτι τοῦ ὁρίζοντος ἀνιόντι, εἶδέ τε ὅσον ἠβούλετο καὶ τὴν αἴσθησιν οὐκ ἀπώλεσεν· εἰ δὲ ἀθρόον καὶ κατὰ μεσημβρίαν ἑστῶτι, ἤμβλυνέ τε τὰς κόρας καὶ ἀπῆλθε μηδὲν ὅλως θεασάμενος. οὕτω δὲ καὶ τὴν ἀκοήν τινες ἀφῃρέθησαν τοῖς περὶ τὸν Νεῖλον καταρράκταις ἀθρόον αὐτὴν παραθέμενοι. εἰκὸς οὖν καὶ τὸν μέγαν τοῦτον ἀπόστολον, ταῖς
160μεγάλαις ἐκείναις καὶ ἀνυπερβλήτοις περὶ τὸν οὐρανὸν φωναῖς ἀθρόον ἐντετυχηκότα, τὴν τῆς αἰσθήσεως ἀφαιρεθῆναι ἐνέργειαν. ποία δὲ συμμετρηθείη ψυχὴ πρὸς τὰς θείας ἐκείνας φωνάς, ἃς ᾄδουσι μὲν σεραφίμ, μέλπουσι δὲ χερουβίμ, ἀκούει δὲ μόνος ἀξίως ὁ θεός; ὁ γὰρ Ἰεζεκιήλ, ὡς ἐχώρει, τῆς τρισαγίου φωνῆς ἤκουσεν. ἐπεὶ δὲ πρὸς κατωτέρας φωνὰς
165ἐχώρει, ἃς δὴ συμβολικῶς ἡμῖν διὰ τοῦ παραδείσου ᾐνίξατο, ἐκεῖθεν δὴ σύμμετρον ἔχων τὴν δύναμιν τῆς ψυχῆς, τῶν ἀρρήτων ἐκείνων αὐτήκοος γέγονεν.
Οὕτως μὲν οὖν ἐγὼ τὴν ἀλλοτρίαν ἐπεξηγοῦμαι διάνοιαν· ἐμοὶ δὲ οὐ φαίνεται ἅπαξ μετεωρισθῆναι πρὸς οὐρανὸν καὶ ἐκεῖθεν εἰς τὸν παράδεισον,112
170ἀλλὰ δὶς ἢ καὶ πολλάκις τοῦτο παθεῖν, ὡς πρὶν μὲν τῆς εἰς οὐρανὸν ἀνόδου τυχεῖν, αὖθις δὲ τῆς εἰς τὸν παράδεισον. εἰπὼν γὰρ ὅτι ‘ἐλεύσομαι εἰς ἀποκαλύψεις καὶ ὀπτασίασ‘, καὶ διὰ τῶν πληθυντικῶν τούτων φωνῶν τὸ πλῆθος τῶν μετεωρισμῶν ἡμῖν παραστήσας, ἐπάγει· ‘εἶδον ἄνθρωπον ἁρπαγέντα εἰς οὐρανόν‘, καὶ αὖθις· ‘εἶδον τοῦτον ἁρπαγέντα εἰς τὸν
175παράδεισον‘, ἐν ἄλλῳ χρόνῳ καὶ ἄλλῳ. ἀποκληρωτικῶς γὰρ τὸ ἅπαξ τῆς ἀνόδου τυχεῖν· ἐπεὶ γὰρ ἑαυτὸν τοιοῦτον κατέστησεν, ὡς δύνασθαι πτεροῦσθαι πρὸς τὰ μετέωρα, διὰ τί μὴ πολλάκις ἐπτέρωτο πρὸς αὐτά; τὸ δὲ ‘ἤκουσεν ἄρρητα ῥήματα‘ κοινῶς ἀποδέδοται αὐτῷ τε οὐρανῷ καὶ τῷ παραδείσῳ· ἁρπαγεὶς γὰρ πρῶτον εἰς οὐρανόν, καὶ αὖθις ἐφ’ ἑαυτοῦ
180γεγονώς, εἶτα εἰς τὸν παράδεισον μετεωρισθείς, ἤκουσεν ἐν ἀμφοτέροις ἀρρήτων ῥημάτων, ‘ἅ‘ φησίν ‘οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι‘, ἐπεὶ μηδέ, ὅτε ἤκουσε, διὰ γλώττης τρανούσης αὐτὰ ἠκροάσατο, ἀλλ’ οὕτως τῷ ἡγεμονικῷ τῆς ψυχῆς ἀλαλήτως ταῦτα ἐνετυπώθη. θεὸς γὰρ οἷς καθαρῶς ὁμιλεῖ οὐ διὰ φωνῶν παριστᾷ τὰ ἀπόρρητα, ἀλλὰ τῇ τῆς ψυχῆς αὐτῶν
185φύσει ταῦτα ἐναπομάττεται, ἃ δὴ οὐδὲ γλώττῃ τρανωθῆναι δύναται, τῆς συνθετικῆς ταύτης φύσεως τὴν τῶν νοημάτων ἁπλότητα ἑρμηνεῦσαι μὴ δυναμένης. Ἐβουλόμην οὖν πρὸς ὑμᾶς διαλαβεῖν τίς τε ἡ αὐτοψία ἐστὶ καὶ τίς ἡ θεαγωγία, καὶ πῶς ποτὲ μὲν ὁ νοῦς ὁρᾷ τὰ ἀθέατα, ποτὲ δὲ τὸ φανταστικὸν
190τῆς ψυχῆς, τίς τε ἡ τοῦ θεοῦ πρὸς τὸν ἄνθρωπον ἀναγωγή τε καὶ κάθοδος, καὶ πότε μὲν ὁ νοῦς παρακολουθεῖν δύναται, ὡς δύνασθαι νοεῖν ὅτι τοῖς ὑπὲρ φύσιν προσομιλεῖ, πότε δὲ ὅλον τὸ τῆς ψυχῆς ὄχημα, ὁ ἄνθρωπος, ἐκπυρούμενος πάντῃ ἑαυτοῦ ἐπιλέλησται· ἐπεὶ δὲ βυθὸς οὗτος ἕτερος νοημάτων καὶ πολὺς ὁ περὶ τούτου λόγος, εἰς ἕτερον ἀναμεινάτω καιρὸν ἡ
195ὑπόθεσις.113

28

(1t)

[μϛʹ.] εἰς τὸ ‘ἀπ’ ἄρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα καὶ τοὺς ἀγγέλους
2tτοῦ θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντασ‘
3 Πρὸς τὸν Ναθαναὴλ τεθαυμακότα ὅτιπερ αὐτὸν ἑωράκει ὁ κύριος ‘ὑπὸ τὴν συκῆν ἑστῶτα‘ εἰρηκὼς τὸ καὶ ‘μείζονα τούτων ὄψει‘, ἐπιμαρτυ‐
5ρόμενος τῷ λόγῳ τὸ ἀληθές, φησίν, ‘ἀπ’ ἄρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα καὶ τοὺς ἀγγέλους τοῦ θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου‘. ζητεῖται δέ, οἷα εἰκός, τί μὲν τὸ ἀνεῳγέναι τὸν οὐρανόν, τί δὲ ἡ τῶν ἀγγέλων ἄνοδός τε καὶ κάθοδος, καὶ διὰ τί τὸ ἀνιέναι τοῦ κατιέναι προτέθειται· δέον γὰρ αὐτοὺς ἐν οὐρανῷ ἢ ὑπὲρ τὸν
10οὐρανὸν ὄντας, δεῆσαν κατὰ βάθος κινεῖσθαι, κατιέναι πρῶτον ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου, εἶτ’ αὖθις ἀνιέναι. πρὸ δὲ τούτων καὶ τοῦτο ζητήσεως ἔχεται· πῶς μὴ καταβάντος τοῦ κυρίου εὐθὺς ὁ οὐρανὸς ἀνέῳγεν, ἀλλ’ ‘ἀπ’ ἄρτι‘ φησίν ‘ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα‘; Προχειρισάμενοι γοῦν τὸ τελευταῖον ἐρώτημα, πρῶτον ποιήσωμεν ἐν
15ταῖς λύσεσιν. ἁμαρτήσασι πάλαι ἡμῖν ἀπετειχίσθη ὥσπερ τῷ οὐρανῷ ὁ διὰ τοῦ υἱοῦ ποιήσας ἡμᾶς πατήρ. τοῦτο γοῦν ἐστιν ὁ παρὰ τῇ γραφῇ ὠνομασμένος ‘φραγμὸσ‘ καὶ τὸ θρυλλούμενον ἐν ταύτῃ ‘μεσότοιχον‘· δι’ ὅλου γοῦν ἡμῖν ὁ τοῖχος ἐμπέφρακται, καὶ οὐδεμία τις ἦν ἡμῖν διὰ τούτου πρὸς τὸν πατέρα εἴσοδός τε καὶ ἄνοδος. ἀνελεῖν οὖν ‘ὁ τοῦ πατρὸς
20ὅρος καὶ λόγοσ‘, ὁ τῆς ἡμετέρας φύσεως δημιουργός, τὴν καθ’ ἡμῶν τοῦ πατρὸς βουληθεὶς ἀπέχθειαν καὶ τὸ διατείχισμα ἀφελεῖν, ‘κλίνας τοὺς
οὐρανοὺς καταβέβηκε‘, καὶ τὴν ἡμετέραν φύσιν προσειληφώς, εὐθὺς μὲν ἀπεθέωσεν, οὐ μὴν καὶ τῆς ἀθανασίας μετέδωκεν. ἔδει γὰρ τὴν μὲν θέωσιν διὰ τῆς ἑνώσεως, τὴν δὲ ἀθανασίαν διὰ τῆς ἀναστάσεως παρασχεῖν,114
25ὥστε τρόπον τινὰ οὐκ εὐθὺς κατηλλάγημεν τῷ πατρὶ διὰ τοῦ μεσιτεύσαν‐ τος ἐκείνῳ τε καὶ ἡμῖν· ἔδει δὲ τῆς τελείας καταλλαγῆς τεύξασθαι, ἐπειδὰν πρὸς τῷ θανεῖν ὁ κύριος γεγονὼς τὴν ὑπὲρ ἡμῶν ἱκετηρίαν τῷ γεννήτορι προσαγάγοι, ἵνα ὅπου ἐκεῖνος ᾖ καὶ ἡμεῖς ὦμεν· τὸ τηνικαῦτα γὰρ τῆς ἔχθρας ἀναιρεθείσης καὶ τῆς καταλλαγῆς ἀντεισαχθείσης,
30ἀνοιχθήσεται μὲν ὁ οὐρανός, ἀναβήσονται δὲ καὶ καταβήσονται οἱ ἄγγελοι ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου. ἐπεὶ οὖν, ὅτε τῷ Ναθαναὴλ ὡμίλει ὁ κύριος, ἐγγὺς ἦν ὁ τοῦ θανάτου καιρός. ‘ἀπ’ ἄρτι‘ φησίν ‘ὄψεσθε τοὺς οὐρανοὺς ἀνεῳγότασ‘· οὔπω γὰρ τελείας καταλλαγῆς τετυχήκατε, ἤδη δέ που προσελαύνει καιρός, καθ’ ὃν ἐγὼ μὲν ἀπαιωρηθήσομαι τῷ σταυρῷ,
35ἀφαιρεθήσεται δὲ τὸ μεσότοιχον, καὶ διανοιγήσονται μὲν οἱ οὐρανοί, ἀναβήσονται δὲ καὶ καταβήσονται οἱ ἄγγελοι τοῦ θεοῦ ἐπ’ ἐμέ. Αὕτη μὲν πρώτη λύσις τοῦ τελευταίου διαπορήματος. ζητεῖται οὖν καὶ τίς τῶν οὐρανῶν πέφυκεν ἡ διάνοιξις. οὐ γάρ που ῥαγῆναι τὴν τούτων σύμπτυξιν ὁ λόγος κατεπαγγέλλεται, οὐδὲ εἰς τμήματα κύκλων γενέσθαι
40τὴν τῆς σφαίρας ὁλότητα, ἀλλ’ ἐπειδὴ κατὰ τὴν τῶν πολλῶν ὑπόληψιν ὑπὲρ κεφαλῆς μὲν ἡμῖν ὁ οὐρανὸς δοκεῖ, τούτου δὲ ἐπέκεινα ὁ θεός, οὐκ ἔστι δὲ ἄλλως ἐκεῖσε διαβῆναι, μὴ διαιρεθέντος τοῦ οὐρανοῦ (πῶς γὰρ ἂν διὰ στεγανοῦ διελευσώμεθα σώματος;), τοῦτον τὸν λόγον ἐπήνεγκεν, ἐπεί τοί γε κατὰ τὸν ἀληθῆ λόγον διάνοιξιν οὐρανοῦ οἰητέον τὴν ἀνεμπόδι‐
45στον πρὸς θεὸν ἄνοδον, ἣν δὴ ὁ καταλλάξας ἡμᾶς τῷ θεῷ πάλαι καθαι‐ ρεθεῖσαν ἀνεκαίνισεν. αὕτη δευτέρα λύσις τῆς τῶν οὐρανῶν διανοίξεως. Διὰ τί δὲ ἀναβήσονται καὶ καταβήσονται οἱ τοῦ θεοῦ ἄγγελοι ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου, ὡς τὸν πρὸ τοῦ σταυροῦ χρόνον ἠρεμοῦντες, μήτε ἀνιόντες μήτε μὴν κατιόντες, ἀλλ’ ἢ ἐπὶ τῆς γῆς ἑστηκότες ἢ ἐπὶ τοῦ

28

(50)

οὐρανοῦ βεβηκότες; φημὶ γοῦν ὡς, ἀφ’ οὗ δὴ καιροῦ τὸ καθ’ ἡμᾶς προσελάβετο ὁ θεός, δι’ ἀγγέλων τὸ τῆς οἰκονομίας ἐδηλοῦτο μυστήριον, ἐπί τε τῆς γεννήσεως ἄγγελος τοῖς ποιμέσι τὸν θεῖον τόκον εὐηγγελίσατο, βαπτιζομένῳ τε ἄγγελοι συμπαρῆσαν, καὶ ὁπότε ‘ἐπὶ τὸ πτερύγιον‘ τοῦ
ναοῦ ἀνιὼν παρὰ τοῦ ἀντικειμένου τῷ θείῳ φωτὶ ἐπειράζετο δαίμονος,115
55ἄγγελοι ὤφθησαν αὐτῷ ἐνισχύοντες. ταῦτα δὲ πάντα προτελέσματα καὶ οἷον προοίμια τῶν τελεωτέρων ἀνόδων καὶ καθόδων ἦν· ὥσπερ γάρ τινες ἀλεῖπται τῷ φαινομένῳ ἐφιστάμενοι διήγειράν τε καὶ παρεθάρρυνον καί, ὅ φησιν ὁ εὐαγγελιστής, ‘ἐνίσχυον‘. ἐπεὶ δέ, φησί, πρὸς αὐτῷ τῷ τέλει τῆς οἰκονομίας ἐγένετο, καθ’ ὃ δὴ τὸ τοῦ μυστηρίου στάδιον
60ἤνυσεν, ἠθλοθέτει δὲ ὁ πατὴρ καὶ τοὺς ἐπὶ τῷ ἀγῶνι στεφάνους ἐβρά‐ βευεν, ἀρίδηλος πᾶσιν ἡ τῶν ἀγγέλων ἄνοδός τε καὶ κάθοδος διεδείκνυτο. οὗτοι γὰρ τρόπον τινὰ ἀμφοῖν διακονοῦντες ἐτύγχανον, τῷ τε πατρὶ καὶ τῷ υἱῷ, καὶ τοὺς στεφάνους ἐκεῖθεν τῷ νικητῇ τοῦ θανάτου διακομίζοντες, οὐχ ὅτι στεφάνων ἐδεῖτο θεὸς οὐδ’ ὅτι διακονίας ἀγγελικῆς, ἀλλ’ ἵν’ ἡμῖν
65τὸ τοῦ τροπαίου μέγεθος διάδηλον γένηται. ὅθεν οὐδ’ ὡς γενησόμενον τὸ μέλλον προαγγέλλει ὁ κύριος, ἀλλ’ ὡς ὀφθησόμενον. ‘ἀπ’ ἄρτι‘ γάρ φησιν ‘ὄψεσθε‘, ὡς μὴ ὁρῶντες τὰ πρότερα· ἐκεῖνα μὲν γὰρ ἐν ἀπορρή‐ τοις ἐγίνετο, ταῦτα δὲ ἐκφαντικῶς ἐτελεῖτο. Ἀλλὰ διὰ τί φησιν ἀναβήσονται, εἶθ’ οὕτως καταβήσονται; ὅτι σὺν
70τῷ υἱῷ καταβεβηκότι κατά τινα λόγον ἄρρητον καὶ αὐτοὶ καταβεβήκασιν. οὐ πᾶσι δὲ ἡ γνῶσις τοῦ μυστηρίου ἐγένετο, ἀλλὰ μέρεσι τούτων ὀλίγοις ἡ τῆς οἰκονομίας ἄνωθεν ἐδόθη τελείωσις. τοὺς γοῦν ὕστερον μετὰ τοῦ Ἰησοῦ εἰς οὐρανοὺς ἀναβεβηκότας καὶ τὰς ‘πύλας ἐπαίρειν‘ ταῖς ὑπερ‐ κοσμίοις ἐγκελευομένους τάξεσιν, ἵνα ‘ὁ βασιλεὺς τῆς δόξησ‘ εἰσέλθῃ,
75ἐρωτῶσιν ἐκεῖναι ‘τίς ἐστιν οὗτοσ‘, καὶ πόθεν ἥκει ὁ ‘τοὺς πατρῴους κόλπουσ‘ μὴ μεθεικώς. οἷς μὲν οὖν συγκαταβέβηκέ τε καὶ συναναβέβηκεν ἔγνωσται τὸ μυστήριον, τοῖς δὲ ἄλλοις ἀπερινόητον ἦν· διὰ τοῦτο ἐρωτῶν‐ τας ἐκείνους οὗτοι διδάσκουσιν. ἐπεὶ οὖν μέρος τι τῆς ἀγγελικῆς τάξεως συγκαταβεβήκει τῷ Ἰησοῦ διακονοῦν αὐτῷ καὶ τἆλλα ὑπηρετούμενον, διὰ
80ταῦτά φησιν ἀναβήσεσθαι τούτους καὶ καταβήσεσθαι. Ἡ μὲν οὖν φαινομένη ἐπίλυσις αὕτη· ἔστι δέ τις καὶ ‘λόγοσ‘ ἄλλος ‘ἐν ἀπορρήτοις λεγόμενοσ‘. ὁ δὲ τοῦ λόγου πατὴρ τέως μὲν ὑμῖν ἔστω ἄδηλος· τὸ δὲ ἀπόρρητον, ὅτι πρὸ τῆς οἰκονομίας ἐν ὕψει τινὶ καὶ ἀπορρήτῳ περιωπῇ ἡ ζωαρχικὴ ἐτέλει τριάς· πρὸς ὃ δὴ ὕψος οἱ τοῦ θεοῦ ἀνῄεσαν ἄγγελοι,
85πρὸς τὸ ἄναντες ἀνατεινόμενοι καὶ ἄλλαις ἐπ’ ἄλλαις θεωρίαις ἐλλαμπό‐ μενοι, τοῦ δὲ τέλους μὴ ἐφικνούμενοι· ἀφ’ οὗ δὲ Χριστὸς ‘κενώσας
ἑαυτὸν‘ εἰς γῆν καταβέβηκε καὶ τὴν ἡμετέραν ἐσχατιὰν προσήνωσεν ἑαυτῷ καὶ πλοῦτον σοφίας ἄρρητον καὶ ἀκατανόητον ἔδειξεν, οὐκ εἰς ὕψος μόνον ἀνάγονται τῆς θείας περιωπῆς, ἀλλὰ καὶ εἰς βάθος ἀνθυποφέ‐116
90ρονται τῆς ἀρρήτου σαρκώσεως. καὶ τοῦτό ἐστιν ὅ φησιν ἐν ἄλλοις ἡ γραφή· ‘αἴτησαι σαυτῷ σημεῖον εἰς ὕψος ἢ εἰς βάθοσ‘, καὶ ὁ ἀπόστολος δὲ τοῦτο αὐτὸ ἐμφαίνων ἐπάγει· ‘ὢ βάθος πλούτου καὶ σοφίας θεοῦ‘. ‘ἀπ’ ἄρτι‘, γοῦν φησιν, ‘ὄψεσθε τοὺς οὐρανοὺς ἀνεῳγότας καὶ τοὺς ἀγγέλους τοῦ θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ
95ἀνθρώπου‘. ἐπειδὰν γάρ τις ἀγγελικὴ τάξις ἢ ἀρχαγγελικὴ καταστρα‐ φθεῖσα τὴν φύσιν ταῖς ἄνωθεν θεωρίαις συνεπεκτανθῇ μέχρι πολλοῦ πρὸς τὸ ὕψος τῆς ἀκροτάτης περιωπῆς, αὐτῆς φημι τῆς τριαδικῆς ἑνώσεως καὶ μιᾶς ἀρχῆς, τότε δὴ τὸν υἱὸν θεασαμένη τὸ ἡμέτερον περικείμενον καὶ τὴν κάτω φύσιν ὑπὲρ αὐτοὺς θέμενον καὶ προσθήκην μὴ δόντα ταῖς

28

(100)

ὑποστάσεσιν, ἀλλὰ τὸ ἓν καὶ αὖθις τηρήσαντα πρόσωπον, πρὸς τὸ βάθος ἀνθυποστρέφει τῆς ἀρρήτου φιλανθρωπίας, καὶ ἰλίγγου καὶ ἀμηχανίας πλησθεῖσα, ταὐτὰ ἴσως τῷ Παύλῳ ἀναβοᾷ ‘ὢ βάθος πλούτου καὶ σοφίασ‘ καὶ χάριτος ‘θεοῦ‘. Εἰ δὲ ἀγγέλους καὶ τοὺς ἀγγελικὴν πολιτείαν ἐπανῃρημένους ἀνθρώπους
105νοήσεις, οὐ πόρρω σκοποῦ καὶ τούτους ἀνιέναι μὲν εἰς τὸ ὕψος τῆς θείας ἁπλότητος, κατιέναι δὲ εἰς τὸ βάθος τῆς ἀκαταλήπτου ἑνώσεως, θαυ‐
μάζοντας τὸ μέγα τῷ ὄντι τῆς οἰκονομίας μυστήριον.117

29

(1t)

μζʹ. Εἰς τὸ ‘οἱ μὲν ἄνθρωποι τρεπτοί, οἱ δὲ δαίμονες ἄτρεπτοι‘
2 Τοῖς μεγάλοις καὶ τοῦτο συνηρίθμηται ζητήμασί τε καὶ δόγμασι, διότι ποτὲ τῶν μὲν ἀνθρώπων ἕκαστος ἀποπίπτων [.........] τοῦ ἀγαθοῦ καὶ παρὰ τὸν ὀρθὸν λόγον κινούμενος, αὖθις, εἴ γε ἐθέλει, πρὸς τὴν
5προτέραν ἕξιν ἀποκαθίσταται, οἷα τῆς προαιρετικῆς αὐτῶν παντάπασι μὴ ἀποσβεσθείσης δυνάμεως, μόνη δὲ ἡ διολισθήσασα μοῖρα τῆς ἀγγε[λικῆς] τάξεως σὺν τῷ ἀρχεκάκῳ δαίμονι, ὥσπερ τινῶν Ἀδραστείων δεσμῶν αὐτὴν κατεχόντων, ἐπὶ τοῦ ὀλισθήματος μεμένηκεν εἰσαεί. καὶ ὁ ἀπορῶν δριμύτερον ἐντεῦθεν ἐπιχειρήσειεν ὅτι, εἰ ἡ λογικὴ φύσις χρωμένη σώματι
10καὶ ἐν τῷ τῆς ὕλης πεσοῦσα βυθῷ ἀνανήχεταί τε αὖθις καὶ πρὸς οὐρανὸν ἄνεισι, διὰ τί ποτε αὐτὴ ἡ ἀσώματος τοῦ καλοῦ προαιρέσει ἀπολισθήσασα οὐκ αὖθις ἐν τῷ καλῷ γίνεται. οὐ γὰρ ἀπάντησίς γε ἀρκοῦσα πρὸς τὴν τοιαύτην ἀπορίαν τὸ καὶ τῶν ἀνθρώπων ἐνίους ἀδιορθώτους μέχρι τοῦ παντὸς μένειν ἐν ἕξει τοῦ κακοῦ γεγονότας καὶ ὡσανεὶ τοῦτο ἑαυτοῖς
15φυσιώσαντας· οὐ γὰρ σύμπαν τὸ γένος οὕτως ἔχει, ἀλλ’ οἱ μὲν ἐπανάγον‐ ται, οἱ δὲ τῇ κακίᾳ συναπολήγουσι· τῶν δὲ διολισθησάντων ἀγγέλων οὐ‐ δείς, ἀφ’ οὗ κατερράγη, ἐπανελήλυθεν. εἰκότως δὲ καὶ τοῦτο ὁ λόγος ζητεῖ, πότερον προαιρέσει πεπτώκασιν ἢ ἀπροαίρετος αὐτοῖς ἡ πτῶσις ἐγένετο. ἀλλ’ εἰ μὲν ἀπροαίρετος, μάτην ἂν αὐτοὺς κακίζοιμεν, οὐκ ἀφ’ ἑαυτῶν,
20ἀλλ’ ἀφ’ ἑτέρων αἰτίων μετακινηθέντας τοῦ ἀγαθοῦ· εἰ δὲ δι’ ἣν ἀν‐ ήγοντο πρὸς τὸ κρεῖττον προαίρεσιν, διὰ ταύτην αὖθις καὶ κατηνέχθησαν, πῶς δὴ σὺν τῇ πτώσει τὴν ἐφ’ ἑκάτερα κίνησιν ἀπολωλέκασι; Πρὸς δὴ τὰς τοιαύτας ἀπορίας τῶν ἐν ἡμῖν ἀπορρήτων ὠδῖνας τῶν λογικῶν ἀποδείξεων ἀνακινήσαντες ἐκεῖνο ἂν εἴποιμεν, ὡς τοῖς μὲν
25συνθέτοις κατὰ λόγον ἡ ἐπάνοδος πέφυκε πρὸς τὸ ἀγαθὸν ἐκεῖθεν ἀπολισθήσασι, ταῖς δέ γε ἁπλαῖς φύσεσιν ἅπαξ τοῦτο πεπονθυίαις ἡ ἐπανάγουσα πεπέδηται δύναμις, μετὰ δὲ τῆς δυνάμεως καὶ τὸ μέρος ἄπεστι τῆς βουλήσεως, ὥστε οὔτε βούλονται οὔτε δύνανταί γε ἐπανελθεῖν πρὸς τὸ ἀγαθόν. λέγομεν δὲ οὕτως ἀρξάμενοι. ἐν παντὶ συνθέτῳ τὸ μέν τι
30χεῖρόν ἐστι, τὸ δὲ κρεῖττον· ὃ μὲν οὖν χείριστόν ἐστιν, ὥσπερ ὕλη ὑπό‐ κειται, ὃ δὲ κρεῖττον, φύσεως ἐπέχει λόγον εἰδοποιοῦ. τοιοῦτόν τι ἐν ἡμῖν ἐστι, τὸ μὲν σῶμα, τὸ δὲ ψυχή, τὸ μὲν ὡς ὑλικὸν αἴτιον ὑποκεί‐ μενον, ἡ δὲ ὡς εἰδοποιὸν συμπεραίνουσα τοῦτο καὶ [..ω]ρισμένα μέτρα τῇ ἀοριστίᾳ τῆς φύσεως τούτου καθυποβάλλουσα. εἶδος δέ μοι ἐν‐
35ταῦθα νόει οὐ τὴν παρὰ τῷ Ἀριστοτέλει καλουμένην ἐντελέχειαν, ἥτις δὴ ὡς ὄργανον τὸ σῶμα εἰδοποιεῖ, ἀλλὰ τὴν κεχωρισμένην ἐνέργειαν, ἥτις ὥσπερ ὁ πλωτὴρ τὴν ναῦν πηδαλιουχεῖ. ἐπεὶ οὖν σύνοδος ἐνταῦθα ὥσπερ τῶν ἐναντίων ἐγένετο, ἑκάτερον τῶν 〈τοῦ〉 ἑτέρου παραπολαύει, ψυχὴ μὲν τῶν ἀπὸ τοῦ σώματος παθημάτων, καθὸ δὴ λέγεται ὀρέγεσθαι118
40ταύτην καὶ ἀλογεῖν καὶ δοξάζειν καὶ μνημονεύειν καὶ διανοεῖσθαι, σῶμα δὲ τῶν ἐκείνης πλεονεκτημάτων, καθὸ δή φαμεν τοῦτο καὶ ζῆν καὶ κινεῖσθαι. Ἐπεὶ οὖν ἅπαξ ἡ ψυχὴ τῷ βυθῷ κατεποντίσθη τοῦ σώματος, οὐ παντά‐ πασι συνηλλοιώθη τούτῳ ὥσπερ ἀποσαρκωθεῖσα καὶ παχυνθεῖσα,
45ἀλλ’ ἐπειδὴ μὴ δι’ ἑαυτήν, ἀλλὰ διὰ τὴν πρὸς τὸ σῶμα συνάφειαν ἐν τῷ κακῷ γέγονεν, οὐ παντάπασιν ἀπεσβεσμένην ἔχει τὴν πρὸς τὸ ἀγαθὸν ἐπανακτικὴν δύναμιν, ἀλλὰ τῆς ἐφ’ ἑκάτερα μετέχει κινήσεως. ὅθεν, εἰ μὲν ἐπιγνοίη τὸ ἑαυτῆς ἀξίωμα καὶ ὡς ἐν φρουρᾷ τῷ σώματι πέφυκε, πειρᾶταί πως ἐκεῖθεν ἑαυτὴν ὑπεκλύειν καὶ πρὸς τὴν φυσικὴν ἐλευθερίαν

29

(50)

καὶ εὐγένειαν ἐπανέρχεσθαι· εἰ δ’ ἀγνοεῖ ὅτι ἐν τῷ τῆς κακίας ‘πίθῳ‘ ἐστίν, ἐφ’ ᾧ δὴ τῶν παθημάτων αἱ ‘κῆρεσ‘ ἐμφιλοχωροῦσιν, ὑπ’ αὐτῶν τε κατέχεται κἀκείνοις παρὰ φύσιν ὑπείκει δουλεύουσα. πλὴν οὔτε πρὸς τὸ καλὸν ἀναχθεῖσα τὴν ἐπὶ τὸ κάταντες ἀφῃρέθη προαίρεσιν οὔτε ἐν τῷ ἐσχάτῳ κακῷ γενομένη τὴν ἐπὶ τὸ ἄναντες ἀπώλεσε κίνησιν· ἐντεῦθεν
55μὲν γὰρ ἀνάγεται διὰ τὴν ἑαυτῆς δύναμιν, ἐκεῖθεν δὲ κατάγεται διὰ τὴν τοῦ συμπεπλεγμένου βαρύτητα σώματος. ψυχὴ μὲν οὖν χρωμένη σώματι τοιοῦτον μεταθεῖ δίαυλον, ὥσπερ ἐν παλιρροίαις ἄνω καὶ κάτω κινουμένη καὶ μεταπίπτουσα· καὶ οὔτε πάντῃ κακὴ γίνεται, ἵνα μείνῃ πάντῃ ἀκίνητος πρὸς τὸ ἀγαθόν, οὔτε αὖθις ἐν τῷ ἀκροτάτῳ τῆς ἀγαθότητος, ὥστε πρὸς
60τὴν τῆς κακίας ἕξιν μὴ διολισθῆσαι. Ἁπλῆ δὲ φύσις ἀποπεσοῦσα τοῦ ἀγαθοῦ οὐ πίπτει μὲν ἐν τῷ τῆς ὕλης βυθῷ, μένει δὲ καὶ αὖθις τὴν ἑαυτῆς ὑπόστασιν διασῴζουσα, ἀλλὰ πτῶσίς ἐστιν αὐτῇ ἡ μεταβολὴ τῆς ἕξεως, τουτέστιν ἡ ἀπὸ τοῦ ἀγαθοῦ πρὸς τὸ παντελὲς κακὸν κίνησις, οἷον ἐξ ἀρετῆς εἰς κακίαν καὶ εἰς σκότος ἐκ τοῦ
65φωτός. ὥσπερ οὖν ἡ κακία οὐκ ἄν ποτε ἀρετὴ γένοιτο καὶ τὸ ἀποτετειχι‐ σμένον πρὸς τὸν ἥλιον σκότος οὐκ ἄν ποτε φωτισθείη, οὕτως οὐδὲ ἀσώμα‐ τος φύσις κατὰ τὸ ἁπλοῦν τῆς ζωῆς βιοτεύουσα ἐκ τοῦ ἀγαθοῦ κινηθεῖσα μεταβάλοι ἂν πρὸς τοῦτο, ἀφ’ οὗ δὴ καὶ κεκίνηται· ὥσπερ γὰρ ἡ ἐν‐ αποσβεσθεῖσα θρυαλλὶς ἄχρι τοῦ μηδὲ ἀτμίζειν οὐκ ἄν ποτε ὑφ’ ἑαυτῆς
70ἀναφθείη ἀφῃρημένη τὴν ἐξάπτουσαν δύναμιν, οὕτως οὐδὲ ἁπλῆ φύσις μεταπεσοῦσα εἰς τὴν ἑαυτῇ ἐναντίαν ἕξιν πρὸς τὴν [.........] μετα‐
κινηθείη· οἷς μὲν γὰρ μετὰ τῆς οἰκείας προαιρέσεως ἔστι τι καὶ ἐκτὸς τὸ πρὸς τὴν κακί[αν .........] τούτοις ἐστὶ καὶ τὸ ἀποκαθίστασθαι, ὥσπερ δὴ ψυχῇ προαιρετικῶς κινουμένῃ καὶ τὸ σῶμα [........]ν119
75συμβέβληται πρὸς τὴν κακίαν κινοῦν· οἷς δὲ ἀφ’ ἑαυτῶν μόνων ἡ πρὸς κακίαν ἐστὶ κίνησις, [τούτοις] πρὸς τὸ ἀγαθὸν οὐ καταλέλειπται ἐπάνοδος· οὐ γὰρ ὥσπερ εἰς ὁδὸν βαδίζουσι τὴν κακίαν, ἵν’ αὖθις ἐπανακάμψωσιν, ἀλλ’ εὐθὺς πρὸς τὸ τέλος ἐγένοντο, οὗ δὴ γενομένοις ἀπέσβη μὲν ἡ τῆς προαιρέσεως δύναμις, συναπέληξε δὲ καὶ ἡ βούλησις. ψυχὴ μὲν γὰρ
80σώματι χρωμένη οὐκ ἄν ποτε πρὸς αὐτὸ δὴ τὸ ἔσχατον τῆς κακίας ἀφίκηται, καὶ ἡ τοῦ καλοῦ ἐναποκειμένη ταύτῃ οὐκ ἀφῃρέθη σπορά, δι’ οὗ δή γε, εἴ γε βουληθείη, ἐπαναλύει πάλιν ἀπὸ τῆς πρὸς κακίαν ὁδοῦ καὶ πρὸς τὸ πρῶτον εἶδος ἐπάνεισι τῆς ζωῆς. ἀσώματος δὲ οὐσία, εἴ γέ τι παρολισθήσει τοῦ ἀγαθοῦ, εὐθὺς πρὸς τὴν ἐναντίαν μετεβλήθη
85ποιότητα, ἀφ’ οὗ δὴ οὐκ ἄν ποτε πρὸς τὴν πρώτην καὶ γενέθλιον ἐπανα‐ κάμψει ζωήν· οὐ γὰρ παρὰ μέρος αὐτῇ τὸ [ἀγα]θόν, ἵνα καὶ παρὰ μέρος τὸ κακὸν γένηται, ἀλλ’ ὥσπερ ὅλη ἐν τῷ ἀγαθῷ ἐστιν, οὕτως ὅλη ἐν τῷ κακῷ γί[νεται]. καὶ ὥσπερ ἐπὶ τοῦ ἡλίου καὶ τῶν ὀφθαλμῶν ἔχει· ἂν μὲν γάρ τις ὀφθαλμίᾳ προσπαλαίσῃ δεινῇ, ἧττον μὲν [ὑ]πὸ τῶν τοῦ ἡλίου
90αὐγῶν καταλάμπεται, χρόνῳ δὲ πάλιν ἀποκαθίσταται, εἰ δέ τις αὐτὴν τὴν ὁρατικὴν ἀφαιρεθείη τῶν ὀμμάτων δύναμιν, ἢ χυμῶν τοῖς πόροις ἐπιβλη‐ θέντων ἢ δημίων τούτους ἐκχεάντων, οὐκ ἄν ποτε ἀποκατασταίη ὁ τούτους ἀφαιρεθείς· οὕτω δὴ καὶ ἐπὶ τῶν συνθέτων καὶ τῶν ἁπλῶν ἔχει φύσεων. τοῖς μὲν γὰρ ἡ κακία ὀφθαλμίᾳ παρείκασται, ἥτις οὐ παντελής
95ἐστιν ὄψεως στέρησις, τοῖς δὲ ὀμμάτων ἀποβολή· διὰ ταῦτα οἱ μὲν ἐπανακάμπτουσι πρὸς τὸ φῶς, οἱ δὲ ἐσκότωνται ἐς τὸ παντελές. Ἀλλὰ διὰ τί, φασί, μὴ δι’ ἣν μετεκινήθησαν προαίρεσιν, διὰ ταύτην καὶ ἐπανέρχονται; πῶς δὲ ἀπὸ μὲν τοῦ φωτὸς ἐν τῷ σκότῳ γεγένηνται, ἀπὸ δὲ τοῦ σκότους οὐκ ἐπανέρχονται πρὸς τὸ φῶς; διότι ἔλαττον τὸ σκότος

29

(100)

παρὰ τὸ φῶς πέφυκε καὶ παρὰ τὴν ἀρετὴν ἡ κακία. ἔλαττον δέ φημι κατὰ τὴν ἰδίαν οὐσ[ίαν] ἕκαστα κρίνων· οὐ γὰρ ὅση τῆς ἀρετῆς ἡ ὑπεροχὴ ἢ ἡ τοῦ καλοῦ τελειότης καὶ ἡ τοῦ φωτὸς αὐγή, το[σαύτ]η καὶ ἡ τοῦ σκότους στέρησις καὶ ἡ τοῦ καλοῦ ἔλλειψις καὶ ἡ τῆς κακίας ἀνυπαρξία. διὰ τοῦτο αἱ ἁπλαῖ φύσεις μετέχουσαι τοῦ ἀγαθοῦ οὐ πάντῃ καὶ ἀγαθύνονται, ὥστε
105μὴ ἔχειν καὶ ἑτεροκλινῆ κίνησιν· ἐν δὲ τῷ κακῷ γενόμεναι προσηρμόσθη‐ σάν τε ἐκείνῳ καὶ τὴν ἐπὶ τὸ ἀγαθὸν κίνησιν ἀφῃρέθησαν. διὰ τοῦτο ἀπὸ μὲν τοῦ ἀγαθοῦ ἔρρευσαν πρὸς τὸ κακόν, ἀπὸ δὲ τοῦ κακοῦ οὐ μετακινοῦν‐ ται πρὸς τὸ καλόν· ἀρετὴ γὰρ ταῖς τοιαύταις φύσεσι καὶ τὸ καλαῖς εἶναι τὸ μετέχειν τοῦ ἀγαθοῦ· ἑκοντὶ δὲ μύσασαι καὶ μηκέτι δυνάμεναι ἀντ‐
110ωπεῖν, οὐκ ἂν πρὸς αὐτὸ ἐπανέλθοιεν. Εἰ δὲ καὶ ἡμῖν τοῦτ’ ἔστιν ἀρετή, τὸ μετέχειν τῆς πρώτης ἀγαθότητος, ἀλλ’ οὐχὶ μύσαντες πρὸς τὸ φῶς ἐκείνης διατειχιζόμεθα, ἀλλ’ ἀναβλέπειν αὖθις δυνάμεθα. καὶ ἡμεῖς μὲν ἀπὸ τοῦ δυνάμει καλοῦ εἰς τὸ ἐνεργείᾳ προχωροῦμεν· κἂν ἀποπέσωμεν τοῦ κατ’ ἐνέργειαν ἀγαθοῦ, πάλιν εἰς120
115τὴν δύναμιν ἀντιπεριαγόμεθα, ἀφ’ ἧς αὖθις ἡ ἐπάνοδος γίνεται· ἡ γὰρ δύναμις ὁδός ἐστι πρὸς ἐνέργειαν. ἄγγελος δέ, εἶδος ὢν τὸ καθαρώτατον καὶ αὐτοδύναμος ἐνέργεια, μᾶλλον δὲ ἐνέργεια ἄχραντος, οὐκ ἄν ποτε μετακινηθεὶς τοῦ ἀγαθοῦ πρὸς τὴν δύναμιν διολισθήσοι, ἀλλὰ πρὸς τὴν ἐναντίαν τῇ ἐνεργείᾳ ἕξιν μεταλλαγείη. καὶ ἡμεῖς μὲν οὐκ εὐθὺς ἀγαθοὶ
120γινόμεθα, οὔτε ἐν σπαργάνοις ὄντες οὔτε ἡβῶντες, ἀλλ’ ὅταν ὁ λόγος ἐν ἡμῖν πληρωθείη καὶ ἐπὶ τῆς φρονούσης ἡλικίας γενώμεθα. διὰ τοῦτο καὶ ἀπὸ τοῦ καλοῦ πίπτοντες κατὰ μικρὸν πρὸς τὴν τῆς κακίας ὕλην ἀνθυπαγό‐ μεθα· ἄγγελος δὲ ὁμοῦ τε γεγένητο καὶ ἀγαθὸς ἦν, ὥστε δὴ καὶ τὸ κακὸν αὐτὸν γενέσθαι ἄμεσόν ἐστι, τοῦ τέλους τῇ ἀρχῇ συνημμένου.
125 Τοιγαροῦν δόγμα τοῦτό ἐστι πολλάκις βασανισθὲν καὶ κριθὲν παρὰ τῆς ἡμετέρας αὐλῆς, ὡς οὐδενὶ τῶν δαιμόνων βούλησίς τις ἢ προαίρεσίς τις ἢ δύναμις ἐγκαταλέλειπται πρὸς τὴν τοῦ ἀγαθοῦ ἀποκατάστασιν. εἰ δ’ ὁ χρυσοῦς τὴν γλῶτταν Ἰωάννης πρὸς τὸν ἄρρητον βυθὸν τῆς τοῦ θεοῦ φιλανθρωπίας ἀφορῶν ἐπιχειροίη ὡς καὶ τοὺς ἀποπεσόντας ἀγγέλους
130ἐπαναγομένους πρὸς τὸ καλὸν οὐδαμῶς ἂν ἀπώσατο ὁ θεός, οὐ δογμα‐ τίζων λέγοι, ἀλλ’ ‘οἰκονομῶν τοὺς λόγους ἐν κρίσει‘, ὥστε μηδένα ἀπογινώσκειν, κἂν πᾶσαν διεξέλθοι κακίαν κἂν τὴν πᾶσαν αὐτοῦ ζωὴν
ταῖς ἀρρήτοις καταναλώσειε πράξεσιν.121

30

(1t)

Ἑρμηνεία εἰς τὸ ῥητὸν τῆς Κλίμακος
2 Ὃ μεμάθηκα, ἀλλ’ οὐχ ὃ πέπονθα ἐπηγγειλάμην διδάσκειν ὑμᾶς· ὑμεῖς δὲ τῆς ὑποσχέσεως ὥσπερ ἐπιλαθόμενοι, καὶ πρὸς ἃ δὴ παθεῖν ἀνάγκη τὸν θεωρὸν ἡμᾶς καταναγκάζοντες ἕλκετε. ἐγὼ δέ, εἰ μέν τοι δι’ ἀποδείξεως
5ἢ διαλεκτικῆς ἐξετάσεως μαθεῖν τι βούλεσθε, ἕτοιμος εἰς διδασκαλίαν· εἰ δὲ ταῖς ἀμέσοις τοῦ νοῦ θεωρίαις ἱμείρεσθε τὸν ὑμέτερον νοῦν προσάξαι τῷ νοητῷ, οὔτε βουλοίμην εἰπεῖν, οὔτ’ εἰ βουλοίμην, δυναίμην ἄν. εἰς δύο γὰρ ταῦτα πᾶσα γραφὴ διῄρηται, ἥ τε θεόπνευστος καὶ τὸ λοιπὸν μέρος τῆς θύραθεν, εἴς τε τὸ διδακτικὸν καὶ τὸ τελεστικόν. τὸ μὲν οὖν πρῶτον
10ἀκοῇ τοῖς ἀνθρώποις παραγίνεται, τὸ δὲ δεύτερον, αὐτοῦ παθόντος τοῦ νοῦ τὴν ἔλλαμψιν, ὃ δὴ καὶ μυστηριῶδες Ἀριστοτέλης ὠνόμασε καὶ ἐοικὸς ταῖς Ἐλευσινίαις· ἐν ἐκείναις γὰρ τυπούμενος ὁ τελούμενος τὰς θεωρίας ἦν, ἀλλ’ οὐ διδασκόμενος. ὅστις μὲν οὖν διὰ τοῦ αὐτοκινήτου τὴν τῆς ψυχῆς ἀθανασίαν ἐδέξατο, οὗτος διδασκαλικὴν ἔσχε τὴν μάθησιν, ἀλλ’ οὐ
15τελεστικήν· εἰ δέ τις αὐτοπτήσας τῷ νῷ εἶδεν αὐτὴν τὴν ψυχήν, ἢ καὶ μὴ θεασάμενος ἀμέσως τῷ νῷ τὴν ἀθανασίαν ταύτης ἐδέξατο, οὗτος πε‐ πονθώς ἐστι καὶ τελούμενος, οὐχ ὅτι καὶ μανθάνων οὐ πέπονθε (πάθος γὰρ καὶ ἡ μάθησις), ἀλλ’ ὅτι ἐκεῖσε μὲν καὶ πεποίηκέ τι συνεισαγαγὼν τῇ σπουδῇ καὶ ξυντείνας τὸν νοῦν, ἐνταῦθα δὲ ἄρρητος ἡ θέα, ἀναισθήτων
20τῶν αἰσθητηρίων μενόντων, καθ’ ἣν καὶ Παῦλος εἶδέ τε καὶ ἤκουσε τὰ ἀθέατα καὶ τὰ ἀπόρρητα καὶ Μωυσῆς τῷ θεῷ προσωμίλησε καὶ Ἰεζεκιὴλ καὶ ὁ θειότατος Ἡσαΐας τάδε ἢ τάδε τεθέανται. τοιοῦτός ἐστι καὶ ὁ μέγας οὗτος πατήρ, ὅν, διότι βαθμίσιν ἀπεικάζει τὰς ἀρετὰς καὶ κλιμακηδὸν εἰς αὐτὰς ἀναβιβάζει τὸν προσφοιτῶντα, ἐπὶ τῆς κλίμακος ὠνομάκαμεν.
25οὗτος τοίνυν ὁ τελεστικώτατος τῷ ὄντι ἀνήρ, τὴν θείαν φιλοσοφίαν οὐ
μεμαθηκώς, ἀλλὰ πεπονθώς, αὐτὸ δὴ τὸ πάθος καὶ τὰς ἐπὶ διαφόροις καιροῖς τοῦ πάθους ἐξαλλαγὰς ἐν γραφαῖς ἀπορρήτως ἐξέθετο· ὁποῖον δὴ καὶ τοῦτο τυγχάνει τὸ παρὰ πολλῶν μὲν ἀπορούμενον, μηδέπω δὲ τυχὸν ἐπικρίσεως. ὁ γὰρ τῆς Κύρου ποιμὴν Θεοδώρητος ἀπεριμερίμνως ἥψατο122
30τοῦ ῥητοῦ· οὐ θαυμαστὸν δὲ εἰ πλέον τι ἐκείνου ἡμεῖς εἰπεῖν ἔχομεν, ἑτέρωθεν λαβόντες τὰς ἀφορμάς. ἀλλ’ οὐδ’ ἐκεῖνο καινόν, εἰ τὸ ἑτέρου πάθος οἱ μηδὲν πεπονθότες διατρανοῦμεν ἡμεῖς· οὐ γὰρ ὅπως πέπονθεν, ἀλλ’ ὅπως εἴρηκε διασαφῆσαι πειρώμεθα. Ἀλλὰ πρῶτον αὐτὸ τὸ ῥητὸν παραθήσομεν, εἶθ’ οὕτως ἐξηγησόμεθα
35κατὰ δύναμιν. ‘μετερχόμενοσ‘ φησί ‘τὸ μέσον ἐν‘ τοῖς ‘μέσοις γέγονα, καὶ ἐφώτιζε διψῶντα· καὶ ἰδοὺ πάλιν ἦν ἐν ἐκείνοις· τί μὲν ἦν πρὸ τῆς ὁρατῆς αὐτῷ μορφῆς διδάσκειν οὐκ ἠδύνατο· οὐδὲ γὰρ ἠφίετο ὁ ἄρχων. πῶς δὲ νῦν πέλει ἠρώτων λέγειν· ἐν τοῖς ἰδίοις μέν, ἔλεγεν, ἀλλ’ οὐκ ἐν τούτοις. ἐγὼ δέ· τίς ἡ δεξιὰ στάσις καὶ καθέδρα ἐπὶ τοῦ αἰτίου; ἀδύνατον
40ἔφη ἀκοῇ μυσταγωγεῖσθαι ταῦτα. πρὸς ὃ δέ μοι ὁ πόθος εἷλκε προσ‐ αγαγεῖν τῷ καιρῷ ἐκείνῳ ἠρώτων· οὔπω ἔφραζεν ἥκειν τὴν ὥραν δι’ ἔλ‐ λειψιν πυρὸς ἀφθαρσίας. ταῦτα εἴτε σὺν τῷ χοῒ οὐκ οἶδα, εἴτε τούτου χωρὶς λέγειν εἰσάπαν οὐκ ἔχω‘. Αὕτη μὲν οὖν ὥσπερ ἐν ἀντωμοσίαις ἡ τοῦ χωρίου ὑφή· δεῖ δέ, ὥσπερ
45ἐπηγγειλάμεθα, κατὰ μέρος διελόντας, εἰκαστικῶς ἀπαγγεῖλαι τὸ δυσθεώρητον. ‘διερχόμενοσ‘ φησί ‘τὸ μέσον ἐν μέσοις γέγονα‘. χρὴ τοίνυν εἰδέναι ὑμᾶς ὅτι, ὥσπερ τῆς ἀνόδου τῶν ἀρετῶν τὰ μέν εἰσιν ἔσχατά τε καὶ πρόσγεια, τὰ δὲ ὑψηλὰ καὶ μετέωρα, τὰ δὲ μέσα καὶ μέτρια, οὕτω δὴ καὶ τῶν ἐν θεωρίᾳ νοήσεων ἡ μέν τις αὐτῷ τῷ πρώτῳ

30

(50)

ἐγγίζει αἰτίῳ, ἡ δὲ ὑποβέβηκε καὶ διῄρηται, ἡ δὲ ἐγγύτατα τοῦ κάτω πέφυκε θεατοῦ. μετρούμεθα δὲ κατὰ τὸ μέτρον τῶν ἀρετῶν πρὸς τὰς ἀνόδους τῶν γνώσεων· καὶ ὥσπερ ἐπὶ τῶν πτερυσσομένων νεοττῶν {καὶ} πρὸς τὸ τῆς πτερώσεως μέτρον καὶ ἡ πρὸς τὸν ἀέρα πέφυκεν ἄνοδος, οὕτω δὴ καὶ ἐπὶ τῆς λογικῆς ταύτης πτερουφυΐας ἐστίν. καὶ ἵνα ὑμῖν
55πλατύτερον τὸ νόημα ἐξαπλώσωμεν, ἔστωσαν ἡμῖν τέσσαρες τῶν ἀρετῶν βαθμοί, καὶ ὁ μέν τις ἔστω τῶν πολιτικῶν, ὧν τέλος ἡ μετριοπάθεια, ὁ δὲ τῶν καθαρτικῶν τε καὶ θεωρητικῶν, ὧν τέλος ἡ ἀποχὴ τοῦ σώματος καὶ τὸ πρὸς τὰ πάθη ἀνένδοτον, ὅστις δὴ βαθμὸς καὶ συμβέβηκε τῇ ψυχῇ, ὁ δέ τις ἔστω νοερός, μεθ’ ὃν ὁ παραδειγματικός. πρὸς γοῦν τὰ
60τέσσαρα ταῦτα μέρη καὶ αἱ γνώσεις τῶν ὄντων διῃρήσθωσαν. ἔστωσαν
γὰρ καὶ αὗται πρακτικαὶ καὶ θεωρητικαὶ καὶ νοεραὶ καὶ παραδειγματικαί, καὶ ὥσπερ ἐπὶ τῶν ἀρετῶν μέσους βαθμοὺς εὕρομεν τὴν κάθαρσιν καὶ τὴν νοερωτάτην ἀνέλιξιν, οὕτω δὴ κἀπὶ τῶν γνώσεων μέσα τυγχάνει τὰ θεωρητὰ καὶ νοερά. ‘διερχόμενοσ‘ οὖν φησί ‘τὸ μέσον ἐν μέσοις γέγονα‘,123
65τουτέστιν ὑπερβὰς τὴν πολιτικὴν ἀρετήν, ἣν δὴ πρακτικὴν ἡ θεία κατονο‐ μάζει γραφή, καὶ ἀπὸ τοῦ σώματος καθαιρόμενος καὶ πόρρω γινόμενος, ἐν ταῖς μέσαις γέγονα γνώσεσιν, ἐπεὶ καὶ οὕτω συμβαίνει κατὰ τὸν λόγον τὸν τὰς μέσας ἀρετὰς μετερχόμενον τῶν μέσων ἔχεσθαι θεωριῶν. ‘Καὶ ἐφώτιζε‘ φησί ‘διψῶντα, καὶ ἰδοὺ πάλιν ἦν ἐν ἐκείνοισ‘. τοῦτο δὲ
70τὸ ‘ἐφώτιζεν‘ οὐκ ἐπὶ τῶν μέσων ἀκουστέον, ἵν’ ᾖ Ἀττικὴ ἡ σύνταξις, ὡς εἴ τις εἴποι ‘καὶ ἐφώτιζέ με τὰ μέσα διψῶντα‘, ἀλλ’ ἐπὶ προσώπου νοητέον ὃ δὴ τέως παρῆκεν ἄρρητον. ἐφ’ ἑκάσταις γὰρ ταῖς νοήσεσι δυνάμεις ἐφεστήκασι μυσταγωγοῦσαι τὸν θεωρὸν καὶ τὸ νοητὸν πλάτος διοίγουσαι. ἐφώτιζεν οὖν με διψῶντα, τουτέστιν ἀπλήστως ἔχοντα τῶν
75θεωριῶν ἐκάθαιρεν ἡ ἐφισταμένη τούτοις δύναμις, καὶ οἷον ἐνεπίμπλα, καὶ τὴν ἀχλὺν ἀποδιώκουσα τῆς ψυχῆς φαεσφόρους μοι τὰς πρὸς τὰ νοητὰ εἰργάζετο ἐμβολάς. ἐγὼ γοῦν ἀκορέστως διψῶν καὶ περὶ τῶν ὑψηλοτέρων ἱμειρόμην μαθεῖν· διψῶντι γὰρ ἀτεχνῶς ἐῴκειν. ‘καὶ ἰδοὺ πάλιν ἦν ἐν ἐκείνοισ‘· ὁ μὲν γὰρ πόθος πολύς, τὸ δὲ μέτρον τῆς μέσης
80ἀρετῆς πρὸς τὴν μέσην γνῶσιν ἀνθεῖλκέ με, καὶ πάλιν ἦν ἐν ἐκείνοις. ‘τί μὲν‘ οὖν ‘ἦν‘ φησί ‘πρὸ τῆς ὁρατῆς αὐτῷ μορφῆς διδάσκειν οὐκ ἠδύνατο· οὐ γὰρ ἠφίετο ὁ ἄρχων‘. ἐπειδὴ γάρ, φησί, τὴν μέσην διερχό‐ μενος ἀρετὴν ἐν μέσοις γέγονα, οὐκ αὐτὸς καθαρῶς ἑώρων τὸν θεόν, ἀλλ’ ἐν συμβόλοις τισὶ καὶ ἰνδάλμασι· ποτὲ γάρ μοι ἡλιῶσα ὄψις ἐφαίνετο
85καὶ αὖθις ἀέριος καὶ πάλιν αἰθέριος, καὶ νῦν μὲν ἠλεκτρώδης καὶ ἐπὶ φλογίνου ὀχήματος, νῦν δὲ ὡς εἶδος τοῦ βεζέκ, τουτέστι τῆς ἀστραπῆς, καὶ νῦν μὲν γὲλ ἐῴκει, τουτέστι τροχῷ, νῦν δὲ δὶς τοῦτο, ἤτοι κύκλοις ἐπιπεπλεγμένοις. τὰ μὲν οὖν ὁρώμενα τοιαῦτα ἦν ὡς εἰκός· ἐμοῦ δὲ ζητοῦντος αὐτὸν τὸν θεὸν ὅστις ἐστὶν ἰδεῖν ἔξω τῆς ὁρωμένης ταύτης
90μορφῆς τυγχάνοντα, διδάσκειν ὁ ἐφεστηκὼς οὐκ ἠδύνατο, οὐχ ὅτι μὴ δύναμις ἦν αὐτῷ δεῖξαί μοι τὸ ζητούμενον, ἀλλ’ ὅτι καταμετρήσας τὴν θεωρίαν πρὸς τὴν ἐμὴν τῶν ἀρετῶν δύναμιν διὰ τῆς ἑαυτοῦ ἀδυναμίας τὴν ἐμὴν ἔλλειψιν ὑπῃνίττετο. ‘οὐ γὰρ ἠφίετο ὁ ἄρχων‘. ὁ γὰρ ἐφεστηκώς, φησί, καὶ διασαφῶν μοι τὴν ὅρασιν ταῖς ἐμαῖς ἐλλείψεσιν ὥσπερ ἐμποδιζό‐
95μενος οὐκ ἠφίετο ἔξω συμβόλων μοι ὑποδεικνύειν τὰ νοητά. ‘Πῶς δέ‘ φησί ‘νῦν πέλει ἠρώτων· ἐν τοῖς ἰδίοις, ἔλεγεν, ἀλλ’ οὐκ ἐν τούτοισ‘. ἀπεγνωκώς, φησί, τῆς ὑψηλοτέρας θέας, τοιοῦτον τῷ ἐφεστῶτι προσῆγον ἐρώτημα· πῶς ὁ ἀσώματος καὶ ἀναφὴς καὶ ἀθέατος ἠλέκτρινός μοι νῦν καὶ ἡλιώδης ὁρᾶται, καὶ νῦν μὲν ἑστηκώς, νῦν δὲ καθήμενος124

30

(100)

καὶ ἐπ’ ὀχήματος ἵππους ἡνιοχῶν; ὁ δέ φησιν, ‘ἐν τοῖς ἰδίοις, ἀλλ’ οὐκ ἐν τούτοισ‘, τουτέστι πρὸς τὴν σὴν δύναμιν ταῦτα διατυποῦται τὰ σύμβολα, καὶ πρὸς τὸ σὸν μέτρον καὶ ὁ τροχὸς πέπλασται καὶ ὁ διαφανὴς ἤλεκτρος καὶ τἆλλα δὴ τὰ σωματικά. ἐκεῖνος δὲ ‘ἐν τοῖς ἰδίοις, ἀλλ’ οὐκ ἐν τούτοισ‘· ὥσπερ γὰρ ‘οὐκ ἐν χειροποιήτοις κατοικεῖ‘ κύριος, οὕτως οὐδὲ ἐν διατυπώ‐
105σεσί τισι καὶ πλάσμασι. προβέβληνται δὲ ταῦτα ἀποτειχίζοντα τὴν ἐκκεκιβδηλευμένην ψυχὴν καί, ἵνα τὸ μετριώτερον εἴπω, τὴν μὴ δυναμένην καθαρῶς ἐνατενίσαι πρὸς τὴν ἀλήθειαν, ἀλλ’ ἔτι τοῦ ‘ἐσόπτρου‘ ἐχομένην καὶ τοῦ ‘αἰνίγματοσ‘. Εἶτα καὶ δεύτερον ἐπῆγον ἐρώτημα· ‘τίς ἡ δεξιὰ στάσις καὶ καθέδρα
110ἐπὶ τοῦ αἰτίου;‘ ὁ δὲ ‘ἔφη ἀδύνατον ἀκοῇ μυσταγωγεῖσθαι ταῦτα‘. ἐπειδὴ γὰρ τὸ ὁρώμενόν μοι ἐν δεξιᾷ κατεφαίνετο, νῦν μὲν ἑστηκός, νῦν δὲ καθήμενον, περὶ αὐτοῦ τούτου διεπυνθανόμην πῶς δὴ ὁ πάντων αἴτιος θεὸς καὶ τῶν ὅλων ἀσχέτως ἐπιδεδραγμένος, καὶ ἐν τῷ παντὶ ὢν καὶ ὑπὲρ τὸ πᾶν, μᾶλλον δὲ καὶ ὑπὲρ τοῦτο, ὥσπερ ἔν τινι κόσμου μέρει
115χωρούμενος ἐν δεξιᾷ μοι φαίνεται, νῦν μὲν ἐπὶ γόνυ καθήμενος, νῦν δὲ ἱστά‐ μενος ἀκλινῶς. ὁ δὲ ἀδύνατον ἔφη ἀκοῇ μυσταγωγεῖσθαι ταῦτα· ἐπειδὴ γὰρ οὐκ αὐτόθεν ἐχώρησας τὴν τῆς καθέδρας δύναμιν καὶ τῆς στάσεως οὐδὲ νοεραῖς ἀντιβλέψεσι τὴν διαφορὰν τούτων ἔσχηκας, πῶς ἂν ἐξ ἀκοῆς διδαχθήσῃ τὰ μηδὲ γυμνῷ τῷ νῷ χωρητά;
120 ‘Πρὸς ὃ δέ μοι ὁ πόθος εἷλκε τῷ καιρῷ ἐκείνῳ ἠρώτων· οὔπω ἔφραζεν ἥκειν τὴν ὥραν δι’ ἔλλειψιν πυρὸς ἀφθαρσίασ‘. ἐν ᾧ γάρ, φησί, διελεγόμην πρὸς τὴν ἐφεστηκυῖαν δύναμιν, ἐπειδὴ ταῖς ἐμοὶ συμμέτροις κατελαμπόμην αὐγαῖς, πάλιν ἐγλιχόμην ἰδεῖν καὶ τὰς κρείττονας, καὶ κατελιπάρουν τὸν τῆς θεωρίας ἄρχοντα κατὰ τὸν καιρὸν ἐκεῖνον προσαγαγεῖν μοι ταῖς
125ὑπερτέραις θέαις, ἐφ’ ἃς δή με ὁ τῆς ψυχῆς ἔρως ἠρέθιζεν. ὁ δὲ ‘οὔπω ἔφραζεν ἥκειν τὴν ὥραν δι’ ἔλλειψιν πυρὸς ἀφθαρσίασ‘. τοῦτο δὲ τοιοῦτόν ἐστιν· ἡ ἡμετέρα ψυχὴ θεία πέφυκε καὶ ἀθάνατος, εἰς δὲ γένεσιν ἐληλυθυῖα
καὶ πρὸς τὴν ὕλην πεσοῦσα, ἀπὸ μὲν τῆς ἀθανασίας οὐ μετεβάλετο οὐδὲ φθαρτὴ γέγονε, σωματοειδὴς δὲ καὶ οἷον θνητοειδής, ἀλλοιουμένη καὶ125
130ἐπιλανθανομένη καὶ πρὸς μυρίας τρεπομένη μεταβολάς. ἀλλ’ οὕτως ἔχουσα καὶ ‘συμπεφυρμένη‘ τῷ σώματι καὶ ‘τῆς αὐτοῦ ἀναπεπλησμένη φύσεωσ‘, οὔτε ἐν τοῖς ἐσχάτοις οὔτε ἐν τοῖς πρώτοις οὔτε ἐν τοῖς μέσοις γενήσεται. εἰ δὲ ἐπιγνοίη μὲν αὑτῆς τὸ ἀξίωμα, ὅτι ἄφθαρτος καὶ ἀίδιος, πειρᾶται δὲ διαιρεῖν αὑτὴν καὶ διαστέλλειν ἀπὸ τοῦ σώματος καὶ ὥσπερ
135ἐπανάγειν αὑτὴν ἀπὸ βυθοῦ καὶ πρὸς τὴν προτέραν ἀφθαρσίαν ἀποκαθ‐ ίστασθαι, καὶ τὴν ἐμπύριον αὑτῆς οὐσίαν ἀμιγῆ πρὸς τὸ σῶμα ποιεῖν (ἐμπύριον δέ φημι, οὐχ ὅτι πῦρ ἐστιν, ἀλλ’ ὅτι λεπτομερὴς καὶ αἰθέριος καὶ πυρὶ κατὰ τοῦτο ἐοικυῖα), τηνικαῦτα πρὸς τὸ μέτρον τῆς ἀπὸ τοῦ σώματος ἀποστάσεως τὴν πρὸς τὸν θεὸν προσλαμβάνει ἀπόστασιν ἢ ἐγγύτητα.
140ἐπεὶ οὖν ὁ θεῖος οὗτος πατὴρ ἀπὸ τῆς ὕλης τὴν ψυχὴν συλλεξάμενος ἐν ταῖς μέσαις ἔστησεν ἀρεταῖς καὶ οὔπω τὸ πᾶν τῆς ἀφθαρσίας συνήθροισε πῦρ, διὰ ταῦτά φησιν εἰρηκέναι αὐτῷ τὸν ἐφεστηκότα μὴ ἥκειν τὴν ὥραν καθ’ ἣν τοὺς τύπους μὲν ὑπερβήσεται, ἄπλαστον δὲ καὶ ἀδιατύπωτον γνώσεται τὸν θεόν, δι’ ἔλλειψιν πυρὸς ἀφθαρσίας. σαυτὸν γάρ, φησίν, αἰτιῶ ὅτι
145μὴ περαιτέρω χωρεῖς· ἀκμὴν γὰρ κατέχῃ τῷ σώματι καὶ οὐχ ὅλον σοι τὸ τῆς ἀφθαρσίας συνήθροισται πῦρ. Εἶτα ἐπάγει ταῦτα· ‘εἴτε σὺν τῷ χοῒ οὐκ οἶδα, εἴτε τούτου χωρὶς λέγειν εἰσάπαν οὐκ ἔχω‘, συνῳδὰ τῷ Παύλῳ φθεγγόμενος. τὴν μὲν γὰρ ὅρασιν ὡς εἶχεν ἀπήγγειλεν· εἴτε δὲ κατ’ ἔκστασιν νοῦ εἴτε κατὰ κάθοδον τοῦ

30

(150)

νοητοῦ εἴτε ὀφθαλμοῖς αὐτοῖς καὶ ὠσὶ τὰ μὲν ἑώρα, τῶν δὲ ἤκουε, λέγειν οὐκ ἔχω, φησίν. Ἀλλ’ ἐπειδὴ πλείων ἐντεῦθεν τῆς ἀπορίας ὁ λόγος, δεῖται δὲ καὶ ἡ ἐπίλυσις τούτου θεολογικωτέρας διδασκαλίας, ὥστε εἰδέναι ἡμᾶς πῶς μὲν αὐτοψίαι γίνονται, πῶς δὲ ἐποπτεῖαι, καὶ πῶς τὰ μὲν κατ’ αὐτο‐
155φάνειαν, τὰ δὲ διὰ μέσων ἡμῖν ὁρᾶται, ἐνταῦθα καταπαύσω τὸν λόγον, τοσοῦτον εἰπὼν ὅτι καὶ τοῖς θεωροῦσιν ὁμοῦ καὶ τοῖς περὶ ὧν ἐκεῖνοι τεθεωρήκασι λέγουσιν ἐξ εἰκασμάτων αἱ ἀφορμαὶ καὶ τῶν ὄψεων καὶ τῶν
ἐπιλύσεων.126

31

(1t)

[μ]ηʹ. Εἰς τὸ ‘ὅσοι ἀνόμως ἥμαρτον ἀνόμως καὶ ἀπολοῦνται‘
2 ‘Ὅσοι‘ φησίν ‘ἀνόμως ἥμαρτον ἀνόμως καὶ ἀπολοῦνται, καὶ ὅσοι ἐννόμως ἥμαρτον διὰ νόμου κριθήσονται‘. εἶτα ζητεῖτε τί ποτέ ἐστι τὸ τοῦ ἀνόμως σημαινόμενον, καὶ διὰ τί τοῖς μὲν ἀνόμως ἁμαρτήσασιν
5ἀπώλεια, τοῖς δὲ διὰ νόμου κρίσις ἀποκεκλήρωται. ἐγὼ δὲ καὶ τοῦτο ζητῶ, ἐν ποίᾳ τῶν ζωῶν ταῦτα γενήσεται, ἆρα ἐν ᾗ βιοτεύομεν νῦν, ἢ πρὸς ἣν παραπεμφθησόμεθα, ἥτις ‘ἐν Χριστῷ‘ κατ’ αὐτὸν τὸν ἀπόστολον ‘κέκρυπται‘; ἀλλὰ πρὸς τὴν πρώτην ἀπορίαν θετέον καὶ τὴν ἐπίλυσιν. Ἰστέον τοίνυν ὅτι τοῦ ἀνόμως ἀπολωλέναι τινὰ δύο τὰ σημαινόμενα· ἓν
10μὲν τὸ χωρὶς νόμων διαταγῆς, ἕτερον δὲ τὸ παρὰ τὸν νόμον τῆς φύσεως· τί δὲ τοῦτό ἐστι προϊὼν ὁ λόγος ἐρεῖ. δεῖ δὲ πρὸ πάντων μὲν εἰδέναι ὡς ὁ ἐν γράμμασι νόμος πρῶτον μὲν ἐπὶ Μωυσέως καὶ παρὰ Μωυσέως ἐδόθη, εἶθ’ ὕστερον ὑπ’ αὐτοῦ τοῦ Χριστοῦ, τοῦ καταλύσαντος μὲν τὸν ἐν σκιᾷ νόμον, ἐπεισαγαγόντος δὲ τὸν τῆς χάριτος. ἀφ’ οὗ δὲ γεγόναμεν
15ἄνθρωποι, μόνοις κατηυθυνόμεθα τοῖς νόμοις τῆς φύσεως, νόμος δὲ φύσεως ἡ ἀδίδακτος τῶν καλῶν αἵρεσις καὶ φυγὴ τῶν κακῶν, καὶ τῆς μὲν ἀληθείας ἐπίγνωσις, τῆς δὲ πλάνης ἀπόδρασις· ὁ γὰρ γενεσιουργὸς τῶν ἡμετέρων ψυχῶν πάσας τὰς ἀφορμὰς τῶν τε καθ’ αἵρεσιν καὶ φυγὴν καὶ τῶν κατὰ διάγνωσιν ἅμα τῷ ποιῆσαι εὐθὺς κατεντίθησι.
20 Ταύτην δὲ τὴν φύσιν οὐκ ἀνθρώποις μόνοις συνέκλεισεν, ἀλλὰ καὶ πᾶσι τοῖς ζῴοις ὑφήπλωσεν, ἀφ’ ἧς ἴδοι τις τὸν ἀράχνην αὐτομάτως διαρτῶντα τοὺς μίτους, καὶ τοὺς μὲν εἰς κύκλους ἀπακριβοῦντα, τοὺς δὲ οἷόν τινας
στυλίσκους ὑποτιθέντα. κατὰ ταύτην καὶ μύρμηξ ὥρᾳ θέρους τὸν σῖτον ἐν μυχοῖς ἀποτίθησι γῆς καὶ χειμῶνος ἐξάγων ὑπὸ θερμῇ ὑφαπλοῖ τῇ127
25ἀκτῖνι, καὶ ἡ χελιδὼν τὴν καλιὰν πήγνυσι, καὶ ἡ μέλισσα τὰ ἐν τοῖς σίμβλοις πλάττει ἑξάγωνα καὶ ἑκάστην πλευρὰν παρ’ ἑκάστην τίθησι. διὰ ταύτην καὶ ὄφις τμηθείς, εἶτα τῷ μαράθρῳ διαλείψας τὰ τμήματα συγκολλᾷ, καὶ ἡ χελιδόνιος δὲ βοτάνη ἀπὸ τοῦ περὶ τὴν χελιδόνα πάθους τὴν κλῆσιν εἴληχε· ταύτην γὰρ προστριβομένη ἡ χελιδὼν ἀμβλυώττουσι
30τοῖς ὀφθαλμοῖς ὑπανοίγνυσιν. εἰ τοίνυν ἐν τοῖς ἀλόγοις τῶν ζῴων φυσικῶς ταῦτα ἐνέσπαρται, πόσῳ γε μᾶλλον ἡμῖν τοῖς τοῦ λόγου μετειληφόσι καὶ νοερᾶς ἕξεως. Ἀλλὰ μέχρι μὲν τῶν χρόνων Μωυσέως ὁ τῆς φύσεως ἐν ἡμῖν ἐνήργει θεσμός, καὶ διὰ τοῦτον Ἄβελ μὲν ἐδικαιοῦτο παρὰ τῷ θεῷ, Κάιν δὲ
35κατεκρίνετο· καὶ Νῶε μὲν τῆς παρὰ τοῦ κρείττονος εὐφημίας ἠξιοῦτο καὶ ἐν τῇ κιβωτῷ διεσῴζετο, ὁ δὲ περὶ τὰ Σόδομα ἐναυάγει λαός, καὶ Ἰακὼβ μὲν εὐλογίας τυγχάνει πατρικῆς, ἀπὸ δὲ μήτρας Ἡσαῦ ἀφορίζεται· καὶ Ῥουβεὶμ μὲν ὡς ἐπιβὰς τῆς πατρικῆς εὐνῆς κατακρίνεται, ὣς δὲ καὶ Λευῒ καὶ Συμεών, ὅτι πανούργῳ τρόπῳ κατὰ τῶν ἀλλοφύλων χρησάμενοι
40παρανομίαν εἰργάσαντο· Ἰούδας δὲ τῶν ἀδελφῶν χωρίζεται, καὶ ὁ πολλο‐ στὸς λαμβάνει τὰ πρωτοτόκια. Οὗτοι τοιγαροῦν ἅπαντες (καὶ τοὺς πλείους ὁ λόγος παρῆκε) κατὰ τὸ πρῶτον σημαινόμενον τοῦ ‘ἀνόμωσ‘, χωρὶς νόμων ἀπὸ γραφῆς, παρὰ τὸν νόμον τῆς φύσεως πλημμελήσαντες ᾤχοντο. οἱ δ’ ἐπὶ Μωυσέως καὶ
45μετ’ ἐκεῖνον πρὸς τῷ τῆς φύσεως νόμῳ καὶ τὸν ἐν δέλτοις δεξάμενοι, εἶτ’ ἐναντία τούτοις διαπραττόμενοι, διὰ νόμου τὴν κατάκρισιν ἔχουσιν. οἵ τε γὰρ τὰ σάββατα μὴ τηροῦντες καὶ οἱ τὴν περιτομὴν ἀθετοῦντες καὶ οἱ νεκροῦ μὲν ἁπτόμενοι σώματος, ἔπειτα τοῖς ἱεροῖς προσιόντες καὶ μὴ ἁγνιζόμενοι, καὶ οἱ μὴ τῷ ἀσβέστῳ πυρὶ χρώμενοι, καὶ οἱ ἄλλο τι τῶν

31

(50)

ἐν τοῖς νόμοις ἀναγεγραμμένων παραβαίνειν τολμῶντες διὰ τῆς τοῦ νόμου δυνάμεως κατακρίνονται. οὐχ ἡ αὐτὴ δὲ παρ’ ἀμφοτέροις τῶν ἐπιτιμίων δύναμις, ἀλλὰ τοῖς μετὰ τὸν ἀναγεγραμμένον νόμον ἁμαρτήσασι
καὶ τὸ δικαστήριον φρικωδέστερον καὶ ἡ ἀπόφασις βαρυτέρα. οἱ μὲν γὰρ ὑπὸ τὸν τῆς φύσεως τελοῦντες μόνον θεσμὸν αὐτὸν μόνον ἐφεστηκότα τοῖς128
55πράγμασι καὶ κατήγορον ἢ συνήγορον ἔχουσιν· οἱ δὲ μετὰ τούτου καὶ τὸν ἐν γράμμασι νόμον δεξάμενοι, διπλῆν ἔχοντες τὴν ὁδηγοῦσαν πρὸς τὸ καλὸν δύναμιν καὶ τῶν χειρόνων ἀπάγουσαν, μείζονος τυγχάνουσι καὶ κολάσεως. οἱ μὲν οὖν φυσικοὶ μόνον (οὕτω γὰρ κλητέον τοὺς κυβερνωμέ‐ νους ὑπὸ τῆς φύσεως) ἀφ’ ἑαυτῶν μόνων ἀπόλλυνται, οὐδενὸς αὐτοῖς τὸν
60ἐν τοῖς γράμμασι νόμον ὑπαναγινώσκοντος, καθ’ ὃν δέον βιοτεύειν, τοῦτον παραβεβήκασι· τοῖς δὲ νομικοῖς (οὕτω γὰρ τὴν ἑτέραν μοῖραν κλητέον) ἥ τε φύσις ἔνδοθεν κατηγοροῦσα ἐφίσταται καὶ ὁ γραμματεὺς ἔξωθεν ὑπαναγινώσκει τὸ βιβλίον καὶ διαιρῶν ἐν κεφαλαίοις τὸν νόμον δείκνυσι, τίνες μὲν αἱ παρὰ τούτῳ διατάξεις, τίνα δὲ οὗτοι παρὰ ταύτας
65εἰργάσαντο. πολλὴ οὖν ἡ διαφορὰ τοῖς ὑπὸ νόμοις δυσὶ κρινομένοις πρὸς τοὺς ὑφ’ ἑνί· ὅθεν οἱ μὲν καὶ ἀνόμως ἀπολοῦνται, οὐδὲ γὰρ ἔχουσι τὸν ἐν γράμμασι νόμον κατήγορον, ἀπολοῦνται δ’ οὖν· τοῖς δὲ σὺν τῷ φυσικῷ καὶ ὁ γραπτὸς ἐπανίσταται νόμος τὰ κατ’ ἐκείνων ἐπαυξάνων ἐγκλήματα.
70 Ἀλλὰ ζητεῖτε διὰ τί τοῖς μὲν ἔλαττον ἡμαρτηκόσι τὸ τέλος ἀπώλεια, τοῖς δὲ τὸ πλέον παρανομήσασι τὸ διὰ νόμου κεκρίσθαι ἀποκεκλήρωται, ὅπερ καταδεέστερον τῆς ἀπωλείας δοκεῖ· διὰ τί γὰρ ὁ μὲν ἀπόλλυται, ὁ δὲ κρίνεται, δέον τὸν μὲν νομικὸν ἀπολλύναι, τὸν δὲ φυσικὸν κρίνεσθαι; πρὸς δὲ τὴν τοιαύτην ἀντίρρησιν ἐκεῖνο ἂν εἴποιμι, ὅτι αἱ τῶν ὀνομάτων
75σημασίαι τὴν ἀμφιβολίαν ταύτην ἡμῖν ἐμπεποιήκασιν, ἐπεί, εἴ γέ τις ἐθέλοι σκοπεῖν αὐτὴν τὴν ἀλήθειαν, μείζων ἐνταῦθα τῆς ἀπωλείας ἡ κρίσις· κρίσιν γὰρ οὐ τὴν ἁπλῶς ἐξέτασιν ἐν τῷ λόγῳ νοητέον, ἀλλὰ τὴν μετὰ τὴν ἐξέτασιν κατάκρισιν, τὸ δὲ κατακεκρίσθαι παρὰ τοῦ θεοῦ βαρύτερον τοῦ ἀπολωλέναι. ἀπόλλυται γὰρ ὁ φυσικῶς ἁμαρτάνων, οὐκ
80ἀφανιζόμενος ἢ εἰς τὸ μὴ ὂν χωρῶν κατὰ τὴν δοκοῦσαν σημασίαν τῆς ἀπωλείας, ἀλλὰ τῆς σωτηρίας μὴ τυγχάνων τῆς κρείττονος· ὁ δὲ τὸν νόμον παραβὰς μετὰ τοῦ μὴ τυγχάνειν καὶ κατακέκριται. ὥστε ὁ μὲν οὐ τεύξεται τῶν ἀγαθῶν, ὅπερ ἐστὶ τὸ ἀπολωλέναι, οὐδὲ τῆς σῳζομένης μερί‐
δος γενήσεται, ὁ δὲ καὶ μετὰ ‘τῶν ἐρίφων‘ στήσεται καὶ πικρῶς ἐφ’ οἷς129
85πεποίηκεν ἐξετασθήσεται καὶ ἀναγινωσκομένῳ τῷ νόμῳ αἰσχυνθήσεταί τε καὶ ἐντραπήσεται καὶ τέλος ‘τῷ πυρὶ τῷ αἰωνίῳ‘ παραπεμφθήσεται, ὅπερ ἐστὶ τὸ ‘κριθήσεται‘. Οὕτω μὲν οὖν κατὰ τὸ πρῶτον σημαινόμενον τοῦ ‘ἀνόμωσ‘ ἐξωμαλίσα‐ μεν, τὴν ἀπώλειαν ἐλάττονα τῆς κατακρίσεως δείξαντες· εἰ δὲ κατὰ τὸ
90ἕτερον τὸ ‘ἀνόμωσ‘ διερμηνεύσομεν, οὐκέτι πρὸς τὴν καινοτομίαν τῆς λέξεως βιασθείημεν, ἀλλ’ αὐτὴν ἐφ’ ἑαυτῆς θήσομεν. ἰστέον οὖν ὅτι εἰσί τινες ἁμαρτίαι τῆς φύσεως, ἃς ὁ κατὰ ταύτην θεσμὸς οὐκ ἐπίσταται· τὸ γοῦν ‘ἀλλάττειν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν‘, ὅπερ ἐπὶ τῶν θηλειῶν ἐζήτησεν ὁ ἀπόστολος, καὶ τὸ ἄρρεν τῷ ἄρρενι ἐπιθόρνυσθαι
95παρὰ τὸν ἐν τῇ φύσει νόμον ἐστίν. ὅσοι γοῦν πρὸς τὴν τοιαύτην ἀνομίαν τοῖς παρὰ φύσιν πάθεσι συνηλάθησαν ‘ἀνόμως ἀπολοῦνται‘, τουτέστιν οὐχ ὑπ’ αὐτῆς τῆς φύσεως συγκατηγορούμενοι, ἀλλὰ παρά τινος ἑτέρας χείρονος καὶ βαρυτέρας δυνάμεως. τρία οὖν ὁ λόγος ὑποτίθησι δικαστήρια, ἓν μὲν τοῖς μὴ κατὰ τὸν γραπτὸν νόμον βιώσασι, καὶ ἄλλο τοῖς μὴ τῷ

31

(100)

νόμῳ πεισθεῖσι τῆς φύσεως, καὶ τρίτον τὸ φρικωδέστερον τοῖς παραλ‐ λάξασι τὴν φύσιν καὶ ‘ὑπὲρ τὰ ἐσκαμμένα πηδήσασιν‘, οἳ δὴ ἐλάχιστα τῆς ἐν τῷ δικαστηρίῳ ἀξιωθήσονται κρίσεως· εὐθὺς γὰρ ἀπολοῦνται τῷ βαθυτέρῳ σκότῳ παραπεμπόμενοι, ὡς μηδὲ αὐγῆς βραχείας τυγχάνειν τοῦ ἀγαθοῦ, εἰ μὴ μετανοίᾳ τὴν ἑαυτῶν ζωὴν διορθώσονται. οὐκ ‘ἐν τῷ
105μέλλοντι‘ δὲ μόνον ταῦτα ‘αἰῶνι‘ γενήσονται, ἀλλὰ κἀνταῦθα πολλοὶ καὶ κατακρίνονται καὶ ἀπόλλυνται. τὴν διττὴν ταύτην ἀπώλειαν κατεκρίθη Μανασσῆς, τὸν ἐν γράμμασι νόμον παραβάς, ἀλλ’ αὖθις σωτηρίας τετύχηκε καὶ πρὸς τὸν κρείττονα βίον ἐπανελήλυθεν. ἀπώλετο Κάιν τὸν ἐν τῇ φύσει νόμον παραβάς, ἀλλ’ οὐκ εὐθὺς ἐξ ἀνθρώπων ἠφάνισται,
110μετρίας δὲ τετύχηκε τῆς παιδεύσεως. ἡ δὲ ἐν Σοδόμοις πόλις, ἀνόμως ἐξαμαρτήσασα καὶ τὴν φύσιν ὑπερπηδήσασα ἐπὶ τὸ χεῖρον, αὔτανδρος τῷ θείῳ κατηναλώθη πυρί. Οὕτως ἐγὼ τὴν ἀποστολικὴν ἔννοιαν ἐφ’ ἑκατέρους ἕλκω τοὺς χρόνους· οὐδὲν γὰρ τῷ τῆς ἀληθείας λυμανεῖται λόγῳ, εἴ τι παρὰ τὴν κειμένην
115ἔννοιαν ἀκριβέστερον ὁ ἡμέτερος λόγος προσεξευρίσκει.130

32

(1t)

μθʹ. Εἰς τὸ ῥητὸν τοῦ Ἰὼβ τὸ ὅτι ‘καὶ ὁ διάβολος παρέστη ἐνώπιον τοῦ
2tκυρίου‘ σὺν τοῖς ἀγγέλοις
3 Οὐκ ἐβουλόμην τοῦτο μόνον διαλύσασθαι τὸ ἀπόρημα, διότι φάραγγες αὐτῷ ἑκατέρωθεν περιερρώγασι καὶ κρημνοί, μία δέ τις ἀταρπὸς πρὸς
5αὐτὸ φέρουσα στενωτάτη ἄγαν ‘καὶ ἀμφιτάλαντοσ‘ καὶ ‘τῶν ὁδευόντων τὸν νοῦν συνάγουσα πρὸς ἀσφάλειαν‘· ἐκ θατέρου δὲ μέρους καὶ ἑτέρα τις ὁδὸς ὁμαλωτάτη καὶ συνήθης αὐτῷ κατεσκεύασται, ἣν ὑμεῖς βαδίσαι οὐκ ἂν ἀνέξεσθε, εἰθισμένοι πάλαι τῶν μὲν λεωφόρων ἐκτρέπεσθαι, κατὰ δὲ τὰς αἶγας, εἰ μή μοι μέμφοισθε, ‘ἅλμασιν ἀκρωνύχοις ἀποξέειν τὰς
10πέτρασ‘ καὶ τῆς Ἀόρνου πέτρας κατατολμᾶν, ἣν Ἀλέξανδρος μὲν ὁ βασιλεὺς ἰδεῖν ἐπεθύμησεν, οὐκ ἐτόλμησε δέ, τὸν ὑπὲρ ταύτης ἀέρα φοβούμενος. ἀλλὰ τίς ἡ πλατεῖα αὕτη τρίβος καὶ ὁμαλή; ἡ τῆς Ἑβραΐδος διαλέκτου συνήθεια, ἣ δή, ἔλαττον τῶν δογμάτων φροντίζουσα, ἐν ταῖς διηγήσεσι τῷ καινῷ τῶν ὑπολήψεων καὶ ταῖς περὶ ἕκαστον τῶν διηγουμένων
15ἐμφάσεσι δεινῶς κατασείει τὸν ἀκροατήν. οὕτω τοιγαροῦν καὶ ὁ Ἰεζεκιὴλ καὶ ὁ Δανιὴλ καὶ ὁ τοῦ Ἀμὼς Ἡσαΐας καὶ ὁ συμπαθέστατος Ἱερεμίας καὶ
ἁπλῶς οἱ προφῆται σύμπαντες τὰς ὑποκειμένας αὐτοῖς ὑποθέσεις λέξεσι τροπικαῖς καὶ διηγήμασι πολὺ τὸ ἐμφατικὸν ἔχουσιν ἐξώγκωσαν. αὐτίκα Ἰεζεκιὴλ ‘ἐξαίροντι πνεύματι‘ ἀπεικάζει τὸν Βαβυλώνιον ‘ἀπὸ βορέα‘131
20ἐρχόμενον πτέρυγάς τε αὐτῷ περιτίθησι καὶ συριγμὸν ἐν ταῖς πτέρυξι καὶ ῥοῖζόν τινα περὶ τὴν κίνησιν φοβερώτατον, καὶ Ἡσαΐας δὲ αὐτὸν τοῦτον γίγαντι ἀπεικάζει καὶ τοὺς καταχθονίους πάντας ἐκπεπλῆχθαι, ὅτε πρὸς αὐτοὺς ἧκε τῷ θανάτῳ λυθείς, ὅτι μετὰ τούτων ἐγένετο κατενε‐ χθεὶς τῆς ἐπάρσεως. οὕτω τοιγαροῦν σύμπασαν εὑρήσεις τὴν Ἑβραΐδα
25διάλεκτον οὐκ ἐστενοχωρημένην τοῖς ῥήμασιν, ἀλλὰ καὶ μάλα διαχεομένην καὶ κατὰ πλουσίαν πλατυνομένην ταῖς ὑποκειμέναις τῶν ὑποθέσεων. Καὶ μάλιστά γε οἱ ταύτην ἐξακριβώσαντες πλείονα τὸν ὄγκον τοῖς συντάγμασιν ἑαυτῶν συνεισήνεγκαν. ὧν δὴ τὰ πρῶτα τὸν ἐκ Δαυὶδ Σολομῶντα αὐτὸς τίθημι· εἰ γὰρ καὶ μὴ ἠκρίβωσα τὴν διάλεκτον,
30ἀλλ’ ἀπό γε τῶν Ἑξαπλῶν καί τινων ῥηματίων ἑτέρων Ἑβραϊκῶς συγκει‐ μένων ἔγνων ὅπως τὰ Σολομῶντος τῶν λοιπῶν ὑπερέχει. τούτου δή φημι καὶ τὸν παρὰ τῷ Ἰὼβ διάλογον ἀξιοσπούδαστον εἶναι πόνημα. ὥσπερ γὰρ τὰ κάλλιστα τῶν ἀγαλμάτων καὶ ὁπόσα δὴ εἰς ἦθος ἐρρύθμισται τὴν τοῦ Φειδίου χεῖρα ἢ Πολυκλείτου τέχνην κατηγορεῖ, οὕτω δὴ καὶ τῶν
35συγγραμμάτων τὰ ἀνθηρότατα τὴν Σολομώντειον εὐθὺς παρεισάγει τέχνην καὶ δύναμιν. καὶ ὥσπερ οὐκ ἄν με διαλάθοι λόγος Λυσιακός, ἀλλ’ ἡ χάρις καὶ ἡ σαφήνεια πρὸς τὴν γνῶσιν ἐνέγκοι τοῦ ῥήτορος, οὕτω δή με οὐ διαφεύξεται Σολομῶντος μελέτημα, ἀλλ’ ἡ τῶν λόγων ἠχὼ καὶ ὁ τροπικὸς χαρακτήρ, τό τε τῶν διηγημάτων οἷον κρημνῶδές τε καὶ
40ἀπότομον ἐπ’ αὐτὸν ἄν με κάλλιον ὁδηγήσοι ἢ τὸν Ἡρακλῆν ὁ Ἑρμῆς ἐπὶ τὴν τυραννικὴν κορυφήν. καὶ γὰρ ὡς ἀληθῶς κρημνὸς ἀχανὴς καὶ πέτρα τις ἀπορρὼξ τὸ οἴεσθαι τὸν διάβολον ἑστάναι μετὰ τῶν ἀπτώτων ἀγγέλων ἐνώπιον τοῦ θεοῦ, καὶ αὖθις ‘τὸν εἰδότα πάντα πρὶν γενέσεως αὐτῶν‘ τῶν μὲν λοιπῶν μὴ πυνθάνεσθαι, ἐκεῖνον δὲ ἐρωτᾶν ‘πόθεν πάρει;‘
45κἀκεῖνον αὖθις μετὰ θράσους ἀποκρίνασθαι ὡς πᾶσαν ‘ἐμπεριπατήσας τὴν ὑπ’ οὐρανὸν‘ καὶ μηδὲν ἄβατον ἑαυτῷ καταλιπών, ἀθρόον αὖθις παρ‐ έστηκα. Ἡ μὲν οὖν πλατεῖα ὁδὸς αὕτη καὶ ἀληθεστάτη τοῦ ῥητοῦ καὶ συντο‐ μωτάτη ἐξήγησις. ἀλλ’ ὑμεῖς γε, εὖ οἶδα, οὐ βούλεσθε διὰ τῶν φανερῶν

32

(50)

δρόμων ἰέναι οὐδὲ τοῖς ἁπαλωτέροις τῶν κισσῶν 〈.........〉 οὐδὲ κατατρυφᾶν τῶν ὡρῶν ἐν καιρῷ, ἀλλὰ ζητεῖτε καὶ ἐν χειμῶνι τὸ ῥόδον,
καὶ δέον μετὰ κρείττονος εἶναι φύσεως καὶ τῶν ἀναδενδράδων ἀπολαύειν καὶ τῶν ἠρτημένων βοτρύων, ὑμεῖς δέ, εἰ μὴ καὶ τὸν συνήθη καὶ φίλον καπνὸν θεάσεσθε, ‘ἀβίωτον‘ τὸν ‘βίον‘ ἡγεῖσθε· διὰ τοῦτο καταίρετε132
55πρὸς τὴν θάλασσαν, καὶ αὖθις τὰ πείσματα λύετε καὶ πρὸς ἀναγωγήν ἐστε εὐχερεῖς, ἀλλὰ τῷ Αἰόλῳ μόνῳ περὶ τὸν ἄπειρον πλοῦν πιστεύοντες, καὶ ταῦτα οὐδὲ ἀνέμους δεδεκότι ἐν ποδεῶσιν ἀσκῶν. προλέγω γοῦν ὑμῖν ὅτι καὶ Κύκλωψί τισιν ἐντεύξοισθε καὶ Σκύλλα τις ἀθρόον ἐπεισπηδή‐ σασα διαταράξοι καὶ Σειρήνων ᾠδαὶ καταθέλξουσι καὶ τἆλλα πείσεσθε τὰ
60δεινότατα. ἀλλ’ ἐπειδή γε τὴν ὑμετέραν ὁρμὴν κατέχειν οὐκ ἔστι, σὺν θεῷ θαρρητέον τῷ πλῷ· ἐγὼ δὲ ὑμῖν πηδαλιουχήσω τὸν νοῦν, καὶ ὡς ἐνὸν ἀπὸ τῶν σκοπέλων καὶ τῶν ὑφάλων πετρῶν πρὸς τὸν λιμένα διασωσά‐ μενος ὑμῖν φανήσομαι. ‘Ἐγένετο‘ φησίν ‘ὡς ἡ ἡμέρα αὕτη, καὶ ἦλθον οἱ ἄγγελοι τοῦ θεοῦ
65παραστῆναι ἐνώπιον τοῦ κυρίου, καὶ ὁ διάβολος σὺν αὐτοῖς. καὶ εἶπεν ὁ κύριος τῷ διαβόλῳ· πόθεν παραγέγονας; ὁ δὲ διάβολος τῷ κυρίῳ εἶπεν· διελθὼν τὴν γῆν καὶ ἐμπεριπατήσας τὴν ὑπ’ οὐρανὸν πάρειμι‘. ὁ μὲν πλοῦς οὗτος· ὅπως δὲ δεῖ τοῦτον διαπλεῦσαι, θεὸς ἡμῖν ὑποθείη. ‘Ἐγένετο‘ φησίν ‘ὡς ἡ ἡμέρα αὕτη‘. παρ’ ἡμῖν γὰρ ἡμέραι καὶ νύκτες
70τὸν ἐνιαυτὸν πληροῦσι καὶ διορίζουσιν, ἐπὶ δὲ τῆς ἄνω καὶ πρώτης ἀρχῆς ἡμέρα τὸ ξύμπαν. ‘ἐγένετο‘ δέ φησιν, οὐχ ὅτι μὴ ἦν, γέγονε δέ, ἀλλ’ ὅτι βουλόμενος παραδειγματίσαι ὁ Σολομῶν τὴν ἀγέννητον ἐκείνην καὶ τῷ ὄντι ἀνέσπερον πρὸς τὴν γενητὴν ταύτην ἡμέραν καὶ ὁριζομένην νυκτί, τὸ ‘ἐγένετο‘ προστέθεικε· διὸ καὶ ἐπήγαγεν ‘ὡς ἡ ἡμέρα αὕτη‘. ἢ καὶ ἄλλο
75τι ὁ λόγος παραδεικνύει βαθύτερον· ἐπειδὴ γὰρ μέλλει ὁ πονηρὸς τοῖς ἀγγέλοις συναναμίγνυσθαι καὶ τὸ καθαρὸν ἐκεῖνο φῶς συνεπιθολοῦν, διὰ τοῦτό φησιν· ‘ἐγένετο ὡς ἡ ἡμέρα αὕτη‘, τουτέστιν, ὁποία ἡ κατὰ γένεσιν καὶ παρ’ ἡμῖν δεικνῦσα τὸν ἥλιον· ὁ γὰρ τοῦ δαίμονος ζόφος ὥσπερ ἐπεσκότησε τῷ φωτί, καὶ γέγονεν ἡ ἡμέρα ἐκείνη τῇ ἐνταῦθα
80παρεικασμένη. ‘Καὶ οἱ ἄγγελοι‘ φησί ‘τοῦ θεοῦ παρέστησαν ἐνώπιον τοῦ κυρίου‘. τί οὖν; πρὸ τούτου δὲ οὐ παρίσταντο; τί γοῦν τὸ τῆς παραστάσεως ταύτης μυστήριον; πρὸ δὲ τῆς ἀνακαλύψεως τοῦ ἐννοουμένου τοσοῦτον ὑμῖν προειπεῖν βούλομαι, ὅτι ἐννέα τετηρημένως ἀπηριθμημένων τάξεων παρὰ
85τῇ θείᾳ γραφῇ, αἳ δὴ περὶ τὸν θεόν εἰσι καὶ τὰ πρῶτα ἐκεῖθεν ἐλλάμπονται,
ἐσχάτη τέτακται ἡ ἀγγελική, ἣ δὴ πρώτη τοῖς ἀνιοῦσίν ἐστι καὶ πηγὴ λέγεται τῶν περὶ τοῖς κόσμοις ὀχετῶν. ἀλλ’ αἱ μὲν ἄλλαι περὶ θεὸν ἑστᾶσιν ἀεί, ἡ δὲ τῶν ἀγγέλων μόνη κοσμοπομπὸς οἷον καὶ κοσμαγὸς πέφυκε, καὶ ‘εἰσὶν‘ οὗτοι ‘λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλό‐133
90μενα‘ κατὰ τὸν ἀπόστολον ‘διὰ τοὺς μέλλοντας κληρονομεῖν‘ βασιλείας. ἄρχουσι δὲ οἱ μὲν ὁλοκλήρων ἐθνῶν, οἱ δὲ καὶ τῶν κατὰ μέρος ἀνθρώπων· ἐπιστατεῖ δὲ οὐχ εἷς ἑνί, ἀλλ’ ἕκαστος πολλοῖς. ἐπεὶ οὖν τοῦτο ἐγνώκειτε, αὐτὸ δὴ τὸ ῥητὸν ἀναπτύξωμεν· ‘ἦλθον‘ φησίν ‘οἱ ἄγγελοι τοῦ θεοῦ παραστῆναι ἐνώπιον τοῦ κυρίου‘. ἦλθον πόθεν; ἀπὸ τῶν προνοουμένων
95ἐθνῶν, ἀπὸ τῶν κατὰ μέρος ἀνθρώπων, ἀπὸ τῶν τοῦ τῇδε βίου προνοιῶν τε καὶ διοικήσεων. ὥσπερ γὰρ διὰ μέσου τοῦ ἀέρος αἱ τοῦ ἡλιακοῦ φωτὸς ἡμῖν ἀπόρροιαι παραγίνονται, οὕτω δὴ καὶ διὰ μέσων ἀγγέλων καὶ νόμων διαταγαὶ καὶ θείων χαρίτων μηνύματα καὶ πολέμων ἐπαναστάσεις καὶ τὰ ἐπὶ τούτοις τρόπαιά τε καὶ κατορθώματα. ἐπειδὴ οὖν αἱ δυνάμεις

32

(100)

αὗται τὰ προστεταγμένα τελέσωσιν, αὖθις ὁμοῦ συναθροίζονται καὶ τῷ θείῳ παρίστανται βήματι. σὺ δέ μοι καὶ τὴν ἀποστολὴν καὶ τὸν συναθροι‐ σμὸν ὡς προσῆκον ἀγγέλοις νόει, καὶ ἀποστολῇ μὲν προσεικάσαις τὴν περὶ τὰ τῇδε τούτων ῥοπήν τε καὶ διοίκησιν, συναθροισμῷ δὲ αὖθις καὶ τῇ ἐπὶ τοῦ βήματος παραστάσει τὴν πρὸς τὸ θεῖον ἀνάνευσιν καὶ ἀπὸ τῶν
105μεριστῶν πρὸς τὸ ἓν σύννευσιν καὶ συναγωγήν. πῶς δὲ καὶ ἔστησαν ἐνώπιον θεοῦ, [......] τάγμασιν ὅλοις ὀκτὼ διατειχιζόμενοι; ὅτι μὴ πρὸς αὐτοὺς τὸ ‘ἔστησαν‘ εἴρηται, ἀλλὰ πρὸς τὴν ‘πάντα ἐφορῶσαν‘ δύναμιν τοῦ θεοῦ. ὥσπερ γὰρ λέγεται ‘ἐγγὺς κύριος πᾶσι τοῖς συντετριμμένοισ‘ καὶ ὅτι κάμνουσα ψυχὴ ἐγγίζει θεῷ, αἱ δὲ ἐγγύτητες αὗται οὐ κατὰ
110τοπικὴν συνέλευσιν γίνονται, οὕτω δή φαμεν καὶ τὸν [ἄγγελον] ἐνώπιον ἵστασθαι τοῦ θεοῦ, ὅτι ἀπερίγραπτος ὁ θεὸς ὢν πανταχῇ πάρεστιν, οὐ διαστατῶς, ἀλλ’ ἀμερῶς· διὰ τοῦτο ἔστησαν οἱ ἄγγελοι ἐνώπιον τοῦ θεοῦ. σὺ δέ μοι νόει καὶ τὴν τῶν προσώπων προαναφώνησιν· ‘οἱ ἄγγελοι‘ γάρ φησι ‘τοῦ θεοῦ ἔστησαν ἐνώπιον τοῦ κυρίου‘, ὥσπερ καὶ ὁ Δαυίδ φησιν·
115‘ἔβρεξε κύριος πῦρ παρὰ κυρίου‘. καὶ εἴ γέ τις μὴ τυφλώττειν ἐθέλοι, εὑρήσει τὸ τῆς τριάδος μυστήριον καὶ παρὰ τῇ παλαιᾷ προκεκηρυγμένον. ἀλλ’ ὁ λόγος ἐχέσθω τοῦ σκοποῦ. ‘Καὶ ὁ διάβολοσ‘ φησί ‘μετ’ αὐτῶν‘. ἀλλὰ τίς οὗτος ὁ λόγος ὁ βαθὺς καὶ ἀπόρρητος; φήσουσιν ἡμῖν ἴσως Ἕλληνες ὅτι ‘πᾶν μὲν σῶμα ἐν τόπῳ,
120οὐδὲν δὲ τῶν καθ’ αὑτὰ ἀσωμάτων, καθὸ τοιοῦτον, ἐστὶν ἐν τόπῳ‘, καὶ ὅτι τὰ ‘καθ’ αὑτὰ ἀσώματα πανταχῇ‘ πεφύκασιν εἶναι, τόπῳ μὴ περιγρα‐ φόμενα. κἀντεῦθεν καὶ συλλογίσονται ὡς, ἐπεὶ καὶ ὁ διάβολος ἀσώματος πάντῃ, καὶ ἀπερίγραπτος· εἰ δὲ καὶ ἀπερίγραπτος, καὶ πανταχῇ· εἰ δὲ πανταχῇ, σταίη ἂν καὶ ἐνώπιον τοῦ θεοῦ. ληρώδης οὗτος ὁ λόγος καὶ τῆς134
125Πορφυρίου πλάνης ἀμβλωθρίδιον ἀπογέννημα. ἀλλὰ τίς ὁ ἡμέτερος; ‘καὶ ὁ διάβολοσ‘ φησί ‘μετ’ αὐτῶν‘, ὅ γε ἀπωσμένος καὶ τοῖς καταχθονίοις καταδεσμηθεὶς μέρεσιν. ἀλλὰ τοῦτο μὲν ὕστερον. πῶς δὲ ὅλως ὁ τῆς ἀγγελικῆς ἀποπεσὼν τάξεως μετὰ τῶν ἀγγέλων συνάγεται τοῦ θεοῦ; φημὶ τοίνυν ἐγὼ ὡς αἱ κακοποιοὶ δυνάμεις αὗται δημίων λόγον ἐπέχουσι
130παρὰ τῷ θεῷ· τῆς μὲν γὰρ τῶν ἀγγέλων τούτους ἀπεστέρησε τάξεως, δύναμιν δέ τινα ταῖς οὐσίαις τούτων ἐτήρησε σύμμετρον τοῖς παιδευομέ‐ νοις, καὶ εἰσὶν οἷον ποιναὶ καὶ φύσεις τιμωροὶ κολάζουσαι τοὺς ἀξίους κολάσεως. χρῶνται δὲ οὐκ ἐφ’ οὓς ἂν ἐθέλωσι τῇ κακωτικῇ δυνάμει, ἀλλ’ ἐφ’ οὓς ἂν αὐτοῖς ἡ πρόνοια χρήσαιτο. οὐ γὰρ ἂν ἄγγελος κατασκάψειε
135πόλιν ἢ ἀντὶ πυρὸς γένοιτο τοῖς ἀξίοις τῆς καύσεως· σωστικὸς γάρ, οὐκ ἀφανιστικὸς ὁ ἄγγελος. ὁ δὲ ποιναῖος οὗτος δαίμων πάσαις ἐπεξέρχεται ταῖς κακώσεσι, καὶ δηλοῖ τοῦτο ὁ προφητικὸς λόγος, ὃς ἀλληγορικώτερον περὶ τοῦ Ναβουχοδονόσορ λέγει, ὅτι ὃς μὲν ἂν ὑποταγῆ, φησὶν ὁ θεός, Ναβουχοδονόσορ τῷ δούλῳ μου, τάδε καὶ τάδε τῶν ἀγαθῶν πείσεται (οὐ
140γὰρ ἀπομνημονεύω τῶν λέξεων), τοῖς δὲ ἀνθισταμένοις αὐτῷ μαστίγωσίς τ’ ἐπενεχθήσεται κλοιοί τε σιδηροῖ καὶ πέδαι καὶ κύφωνες. εἴληπται γὰρ ὁ Ναβουχοδονόσορ ἐνταῦθα ἀντὶ τοῦ πονηροῦ δαίμονος· δοῦλος δὲ προσείρηται τοῦ θεοῦ, ὅτι ὑπηρετεῖ τοῖς θείοις βουλήμασι καὶ ποιναῖς αἰκίζει τὸν ἄνθρωπον. ἀλλ’ ὅστις μὲν ἡμέρως τὰς τιμωρίας προσδέξαιτο
145καὶ πρὸς σωφρονισμὸν ταῖς κακώσεσι χρήσαιτο, οὗτος ἀγαθυνθήσεται παρὰ τῷ θεῷ· εἰ δὲ τοῖς ἀκουσίοις πειρασμοῖς ἀντιπέσοι, τὰ ἔσχατα πείσεται τῶν δεινῶν. οὗτος καὶ ἐχθρός ἐστι καὶ ἐκδικητής· ὡς ὑπὲρ θεοῦ γὰρ ἀμυνόμενος τὰς τιμωρίας ἐπάγει, οὐ μὴν οὕτως ἔχει, ἀλλ’ ἀπο‐ χρῆται τῇ πονηρᾷ φύσει καὶ ἐχθρὸς τοῦ τῶν ἀνθρώπων πλάσματος

32

(150)

πέφυκεν. ἐπεὶ οὖν ἐγκελεύεται τούσδε ἢ τούσδε τιμωρήσασθαι πυρῶσαί τέ τινας καὶ δοκιμάσαι, ἵνα φανεῖεν ὡς ἀπὸ χωνευτηρίου λαμπρότεροι, διὰ τοῦτο τὴν θείαν πρόσταξιν ἐκπληρῶν καὶ τῇ κολαστικῇ δυνάμει ἀποχρησάμενος, αὖθις ἵσταται μετὰ τῶν ἀγγέλων ἐπὶ θεοῦ· ὥς που δὴ καὶ οἱ παρ’ ἡμῖν δήμιοι σατράπαις ἔστιν ὅτε καὶ δυνάμεσι συνίστανται
155κρείττοσι, καὶ ἐμφαίνονται τῷ βασιλεῖ ἀπαγγέλλοντες ὅτι ‘τοῖσδε μὲν τοὺς ὀφθαλμοὺς διωρύξαμεν, καὶ τῶνδε τὰς ῥῖνας κεκόφαμεν, κἀκείνων
τὰς γλώττας ἐξείλομεν, καὶ τούτων μὲν τὸν νῶτον ἐμαστιγώσαμεν, ἐκείνων δὲ ταῖς ἀγκύλαις ὑφήψαμεν πῦρ‘. ἀλλ’ οὐχ ὁ σατράπης τοιαῦτα, ἀλλὰ ‘τήνδε μὲν τὴν πόλιν σέσωκα, ἐκείνην δὲ διπλῷ ἐπύργωσα περιζώ‐135
160σματι, καὶ τάδε ἢ τάδε τῶν κρειττόνων πεποίηκα‘. Κατὰ τοῦτον οὖν τὸν λόγον καὶ ὁ διάβολος ἔστη μετὰ τῶν ἀγγέλων ἐνώπιον τοῦ θεοῦ. ἀλλὰ διὰ τί ἐρωτᾷ ὁ θεός· ‘πόθεν σὺ πάρει;‘ ὅτι μὴ ὃ ἐβούλετο, τοῦτο πεποίηκεν, ἀλλ’ ὃ οὐκ ἐβούλετο. προηγουμένως γὰρ σεσῶσθαι τὸν ἄνθρωπον ὁ θεὸς βούλεται καὶ μήτε πυρὶ ἠφανίσθαι μήτε
165διαρρυῆναι κατακλυσμῷ· ἐπεὶ δὲ οὐκ ἔξεστιν ἄλλως παιδαγωγηθῆναι πρὸς ἀρετήν, διὰ τοῦτο ταύταις κέχρηται ταῖς κολάσεσι. τρόπον γοῦν τινα μὴ βουλόμενος ἐπάγει τὴν τιμωρίαν. ὅθεν ἀγνοοῦντι ἔοικεν ὃ μὴ βούλεται· ‘ἔγνω‘ γὰρ ‘κύριοσ‘ πάσας τὰς ‘ὁδοὺσ‘ τῶν ‘δικαίων‘, πρὸς δὲ τοὺς κατακεκριμένους φησίν· ‘οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ‘. διὰ τοῦτο
170κἀνταῦθα ὡς ἀγνοῶν ἐρωτᾷ· ‘πόθεν πάρει;‘ Ὁ δὲ οἷα φθέγγεται; ‘περιελθὼν τὴν γῆν καὶ ἐμπεριπατήσας τὴν ὑπ’ οὐρανὸν πάρειμι‘. ἀλλ’ ‘ἐπιτιμήσαι σοι κύριοσ‘, πρὸς αὐτὸν ἂν φαίην ἐγώ, ἢ καὶ θαρρούντως ἐγκελευσαίμην διὰ τὸ τῆς παλιγγενεσίας λουτρόν· ‘σιώπα, πεφίμωσο‘. τὴν μὲν γὰρ γῆν εἰκὸς ἐμπεριπατῆσαί σε, πρὸς
175ταύτην ἀπὸ τῶν οὐρανῶν ῥυέντα, πῶς δὲ καὶ τὴν ὑπ’ οὐρανὸν πᾶσαν ἐβάδισας; τί γάρ σοι καὶ τοῖς ἄστροις ἢ τῷ ἡλιακῷ φωτὶ ἢ ταῖς ἄλλαις ἐνταῦθα δυνάμεσι, μόλις που τῶν ἐσχάτων ἀνηγμένος τοῦ ἀέρος δι’ ἣν πέπονθας πτερορρύησιν, τὰ δ’ ἄλλα πεζὸς καὶ σεσυρμένος ὑπάρχων καὶ τοῖς ἐπὶ γῆς ἀνθρώποις ἐπιβουλεύων; περιελθών, φησί, τὴν γῆν καὶ
180τούσδε ἢ τούσδε κακώσας, ὅσους τε ἡ ἐν τῷ βορρᾷ βόσκει γῆ καὶ ὅσους τὸ νότιον κλίμα συμπεριείληφε, καὶ τοὺς μὲν καταναλώσας πυρί, τοῖς δὲ ὕδωρ ἐπικλύσας ἀθρόον, καὶ ἄλλοις ἀναρρήξας τὴν ἄβυσσον, τοῖς δὲ καὶ θῆρας ἐπαφιείς, καὶ τὰς σὰς ἀρρήτους οἰκονομίας πεπληρωκώς, πάρειμι.
185 Ἀλλὰ μὴ ἡμεῖς οὕτως παρασταίημεν τῷ θεῷ, ἀλλ’ ὡς φῶτα τέλεια τῷ καθαρωτάτῳ καὶ πρώτῳ φωτί· γενοίμεθα δὲ καὶ τὴν ἰσχὺν ἀπρόσιτοι καὶ ἀήττητοι, ὡς θαρρούντως ἐπιβαίνειν αὐτῷ καὶ ἢ τὴν ‘κεφαλὴν‘ τούτου ‘συνθλᾶν‘, τὰς πρώτας πρὸς τὴν ἡμετέραν ψυχὴν εἰσβολάς, ὁπότε δὴ ὡς ὄφις τοῖς ἡμετέροις βουλήμασιν ‘ἐνσκολιεύεται‘, ἢ ‘καταπατεῖν‘, ἡνίκα
190πρὸς ‘λέοντοσ‘ ἑαυτὸν μετασκηνώσει μορφὴν καὶ ‘δράκων‘ γένηται τὸ οὐ‐ ραῖον ἐπανατείνας· εἰ δὲ καὶ πρὸς ‘λύκον Ἀραβικὸν‘ μεταμορφωθείη καὶ
‘ἀλώπεκα ἀμπελῶνας βραχεῖς διαθρύπτουσαν‘, τότε καὶ μᾶλλον αὐτῷ ἀντισταίημεν, μὴ χερσὶν ἄγχοντες ἢ ποσὶν ἀποφυγγάνοντες, ἀλλὰ ταῖς πρακτικαῖς αὐτὸν τῶν ἀρετῶν ἀποπνίγοντες καὶ ταῖς θεωρητικαῖς136
195ὑπερπτερυσσόμενοι.

33

(1t)

νʹ. Εἰς τὸ ‘καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐν ἡμῖν καὶ τὸ
2tἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον‘
3 Πεφιλοσόφηται τοῦτο θαυμασίως τῷ θείῳ Δαυίδ, νῦν μὲν πληθυντικῶς εἰρηκότι τὸ αὐτὸ ὄνομα, νῦν δὲ εἰς ἑνικὴν σημασίαν συναγαγόντι. ὥσπερ
5γὰρ τῆς γεωργικῆς ἐπιστήμης πολλά τε ἅμα τὰ ἔργα καὶ ἕν, καὶ πολλὰ μὲν ἂν εἶεν ὁπόσα πρὸ τοῦ σπεῖραι τῷ γεωργικῷ συντετέλεσται καὶ ὁπόσα ἐν τῷ σπέρματι συνεισῆκται, ἓν δὲ ἔργον ἐστὶν ἐφ’ ᾧ τὰ ἄλλα προήγηται, ὁ πολλοστῷ μηνὶ τῆς γεωργίας ἀναδεδομένος καρπός (τοῦτο γάρ ἐστι δι’ ὃ τὰ ἄλλα προείληπται καὶ τούτου ἕνεκα ἐκεῖνα προεισενή‐
10νεκται), οὕτω τῆς κατ’ ἀρετὴν τελειότητος ἐν δυσὶ τούτοις ὡς εἰς ἐλάχιστα τεμεῖν διῃρημένης, πράξει καὶ θεωρίᾳ, διττὰ τὰ τῆς πρακτικῆς ἔργα. τὰ μὲν πολλά· ἐπιθυμίαν τε γὰρ δεῖ συστεῖλαι καὶ παιδαγωγῆσαι θυμόν, καὶ ὥσπερ δὴ πώλοις ἐπιβαλεῖν τούτοις τὸν λόγον ἡνίοχον, πιστεῦσαί τε καὶ φοβηθῆναι τὸν πρῶτον φόβον καὶ ἀτελέστερον, συντονίαν τε καὶ κακο‐
15πάθειαν ἐπιδείξασθαι, ἐλπίσαι τε καὶ ἀγαπῆσαι θεόν. ἓν δὲ τὸ μετὰ ταῦτα καὶ πρὸς ὃ μάλιστα ὁ πρακτικὸς ἐπείγεται νοῦς, ἡ θεωρία τῶν ὄντων καὶ ἡ γνῶσις τοῦ κρείττονος. Ἱκετηρίαν οὖν ὁ προφήτης πρὸς θεὸν ποιεῖται τά τε ἔργα τῶν χειρῶν κατευθῦναι καὶ τὸ ἔργον τῶν χειρῶν εὔοδον ποιῆσαι καὶ ἀπλανές· εἰ γὰρ
20καὶ ἐφ’ ἡμῖν ἡ φέρουσα πρὸς θεὸν ὁδὸς καὶ ἐν ταῖς τῆς ψυχῆς τοῦτο κεῖται αἱρέσεσί τε καὶ προαιρέσεσιν, ἀλλὰ δεῖ πάντως ἡμῖν καὶ τῆς ἀπὸ τοῦ κρείττονος συντελείας· οὐδὲ γὰρ οὐδ’ αὐτὸ τοῦτο ἴσμεν οἷ πεπορεύμεθα, μὴ θεοῦ πάντως εὐοδοῦντος καὶ κατευθύνοντος. αἰτεῖται οὖν τὸν θεὸν ὁ προφήτης εὐθῦναι μὲν αὐτῷ καὶ τὰ ἔργα τῆς πρακτικῆς ἀρετῆς, μάλιστα137
25δὲ τὸ σκοπιμώτατον αὐτῆς ἔργον, τὴν θεωρίαν· οὗ γὰρ ἀναχθῆναι χρὴ καὶ ὁπόσον καὶ πηνίκα, θείας ἔργον ἐπιστασίας τε καὶ τελειώσεως· πολλοὶ γὰρ οἱ ἀντικείμενοι καὶ τὴν ἀνάβασιν παρεκκλίνοντες καὶ τὸ τῆς ἀληθείας ὑποκρινόμενοι φῶς. δυοῖν οὖν ὁδοῖν, κρείττονός τε καὶ χείρονος, ἐπί τε πράξει καὶ θεωρίᾳ προκειμένοιν, ἐφ’ ἑκατέρας ἑστᾶσι δυνάμεις· αἱ μὲν
30ὁδοιποροῦντας ἡμᾶς ἐπὶ θεὸν κατευθύνουσαι, αἱ δὲ ὥσπερ ἀτραποῦ θείας ἐκτρέπουσαι καὶ πρὸς τὴν ἑτέραν τῶν ὁδῶν παρατρέπουσαι· ἐπὶ ταύτῃ γοῦν τῇ πορείᾳ καὶ τὸ τῆς διακρίσεως ἐνεργεῖ χάρισμα, καὶ ὁ μὲν τοῦτο κτησάμενος κατ’ εὐθὺ πρόεισιν, ὁ δ’ ἑτέρως ἔχων ἄλλοσέ πῃ παρατέτρα‐ πται, ἢ ὥσπερ ἐν τριόδῳ ἀπειλημμένος οὐκ ἔχει οἷ βαδιεῖται.
35 Ὅρα δὲ καὶ τὸ ἀκριβὲς τοῦ ῥητοῦ καὶ φιλόσοφον· ἐν μὲν γὰρ τῇ πρακτικῇ ἀρετῇ, ἧς πολλὰ τὰ ἔργα, προσκείμενον ἐστὶ τὸ ἐν ἡμῖν, οὐκέτι δὲ καὶ ἐν τῇ θεωρίᾳ τοῦτο προστέθειται· ἡ μὲν γὰρ πρᾶξις μεμέρισται θεῷ καὶ ἡμῖν, τῷ μὲν ὡς παρασχόντι τὰ σπέρματα, ἡμῖν δὲ ὡς προελομένοις τὴν ἀρίστην ὁδόν, τῆς δὲ θεωρίας τὸ ἔργον μόνης ἐστὶ τῆς τοῦ θεοῦ χάριτος·
40τὸ γὰρ ἀναχθῆναι νοῦν εἰς θεὸν καὶ ἀναπτῆναι εἰς οὐρανόν, εἶτα μετα‐ τεθῆναι ‘εἰς τὸν παράδεισον‘ καὶ φωνῶν ‘ἀρρήτων ἀκοῦσαι‘ οὐχὶ καὶ τῆς ἡμετέρας ἐστὶ προαιρέσεως, ἀλλὰ μόνης τῆς κρείττονος ἀντιλήψεως. ἐν μὲν γὰρ τῇ πρακτικῇ ἀρετῇ ποιῆσαί τι δεῖ καὶ ἡμᾶς, ἐν δὲ τῇ θεωρητικῇ μόνως παθεῖν. ναυπηγητέον οὖν ὥσπερ ἡμῖν ἐπὶ τῶν πράξεων τὸ πρὸς θεὸν
45ὄχημα καὶ ξύλα συμφορητέον παντοδαπὰ ὑλοτομήσασί τε καὶ πρίσασι νήια καὶ ἀγκύλια, εἶτα δὴ τῷ θείῳ κυβερνήτῃ παραχωρητέον τῆς κυβερνή‐ σεως καὶ εὐθύτητος· οὕτω δὴ καὶ τὸ ὄχημα πήγνυσι μὲν ἕτερος, ἐλαύνει δὲ ὁ ἡνίοχος. ἔστι γοῦν καὶ ἐν ἡμῖν ὅ τε ‘τοῦ ταὐτοῦ‘ κύκλος καὶ ὁ ‘τοῦ θατέρου‘ καὶ ‘ξυνωρὶσ‘ ἵππων, τοῦ μὲν κατευθύνοντος, τοῦ δὲ ἀντιπίπτον‐

33

(50)

τος, οὓς ὁ ἱερὸς συνεξομοιοῖ λόγος καὶ ἀνάγει πρὸς οὐρανόν. εἰ γὰρ καὶ τῆς θύραθεν σοφίας ὁ περὶ τῶν τοιούτων λόγος, ἀλλ’ ἐγὼ εἴ τι καὶ παρὰ τοῖς ἔξω σοφοῖς συντελοῦν πρὸς τὴν ἡμετέραν φιλοσοφίαν εὑρίσκω, καὶ τοῦτο δὴ τοῖς ἱεροῖς λόγοις συνερανίζομαι, ἐφ’ ἑτέροις ἑρμηνεύων τὸ
‘ἐλαίῳ ἁμαρτωλοῦ μὴ‘ ἐθέλειν ‘λιπαίνειν τὴν κεφαλήν‘.138
55 Χειρῶν οὖν ἔργα καὶ τὰ προηγούμενα τῆς θεωρίας τῶν πράξεων κατορθώματα, χειρῶν δὲ ἔργον καὶ ἡ ‘γνῶσις τῶν ὄντων ᾗ ὄντα ἐστὶ‘ καὶ ἡ θεωρία τοῦ κρείττονος, ἀλλὰ τὰ μὲν ὕλης ἔχει λόγον καὶ δῆτα καὶ προϋπόκεινται, τὸ δὲ εἴδους συμπεφυκότος μὲν τῇ ὕλῃ, ἀλλ’ ὅμως χωριστοῦ. δοκεῖ μὲν γὰρ τοῖς πρακτικοῖς συναρμόζεσθαι ἔργοις, ἔστι δὲ
60ἄνωθεν ἐνδιδόμενον, καὶ ἀπὸ θεοῦ μὲν προϊόν, ἐφ’ ἑαυτοῦ δὲ μένον, καὶ τήν τε ὕλην κοσμοῦν καὶ ἑαυτοῦ μὴ ἀπολειπόμενον. ἐπεὶ δὲ πᾶσα πρᾶξις χειρῶν δεῖται πρὸς τὴν ἐνέργειαν, διὰ ταῦτα ὁ προφήτης χεῖρας τὰ τῆς πρακτικῆς ἀρετῆς ἔργα ὠνόμασε. πεπορίσμεθα γοῦν ἐντεῦθεν καὶ τὸ μηδένα δύνασθαι θείας ἄνευ εὐθύτητος ἢ νεώσασθαι τὴν ἑαυτῶν γῆν ἢ
65ἀροτριᾶσαι ἢ τὸν προσήκοντα θερίσαι καρπόν· εἰ γὰρ οὐδὲ τῶν βαναύσων τεχνῶν οὔτε τὸ γινόμενον οὔτε τὸ γεγονὸς τῆς θειοτέρας ἄνευ δυνάμεως συντετέλεσται, ἀλλὰ καὶ ὁ χαλκεύων σὺν θεῷ χαλκεύει καὶ σὺν ἐκείνῳ τὸ τῆς χαλκευτικῆς ἐργάζεται ἀποτέλεσμα, καὶ ὁ οἰκοδόμος οὕτω καὶ ὁ σκυτοτόμος καὶ πᾶς ὁστισοῦν τέχνην τινὰ μετιών, πόσῳ γε μᾶλλον ὁ
70μετ’ ἐπιστήμης τὰς ἀρετὰς κατορθῶσαι βουλόμενος ἐφ’ ἑαυτοῦ ἂν ἢ πράττοι μόνος ἢ ἔχοι τὸ ἀποτέλεσμα. διὰ ταῦτα γοῦν ὁ προφητικὸς λόγος καὶ τὰ πολλὰ τῆς ἀρετῆς εἴρηκε καὶ τὸ ἓν ἐπήνεγκε καὶ τὸν θεὸν ἐφ’ ἑκα‐ τέροις προσκέκληται σύμμαχον.

34

(1t)

ναʹ. Εἰς τὸ ‘ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρξει καὶ οὐκ ἐπιγνώ‐
2tσεται ἔτι τὸν τόπον αὐτοῦ‘
3 Εἴτε πνεῦμα βούλοιτό τις τὴν ψυχὴν ὀνομάζειν εἴτε τὸ ἐξ ἀέρος εἰσπνεό‐ μενόν τε ἡμῖν καὶ ἐκπνεόμενον, τὸ ἄπταιστον κατ’ ἀμφότερα ὁ προφητικὸς
5ἔχει λόγος, ὁμοῦ τε τὴν ἀθανασίαν τῇ ψυχῇ περισῴζων καὶ τὸ τῆς ἡμετέρας φύσεως ἐμφαίνων ἐπίκηρον. ἐπειδὴ γὰρ ἡ ψυχὴ κατὰ τὸν ἀκριβῆ λόγον ἀδιάστατός ἐστι τὴν φύσιν καὶ ἀμερής, ἐν ἡμῖν δὲ γενομένη μεμέρισται, οὐκ αὐτὴ διαστᾶσα καὶ μερισθεῖσα, ἀλλὰ τοῦ ὑποδεξαμένου αὐτὴν σώματος κατὰ τὴν οἰκείαν φύσιν μεριστῶς ἐκείνην λαβόντος, διὰ139
10ταῦτά φησιν ὁ προφήτης ‘ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ‘. ἔστι δὲ τοῦτο κατασκευαστικὸν τοῦ προάγοντος· εἴρηκε γὰρ ‘ὡσεὶ χόρτος τοῦ ἀγροῦ οὕτως ἐξανθήσει‘. κατασκευάζει δὲ τοῦτο ἐπενεγκών, ‘ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ‘, τουτέστιν ὅτι ἐπίκτητος τῷ ἀνθρώπῳ ἡ ἀθανασία, καὶ θνητὸς μέν ἐστι τῇ φύσει, τοῖς δὲ ἀθανάτοις συντάσσεται διὰ ψυχῆς
15παρουσίαν. χόρτῳ γοῦν παρείκασται, ὅτι μὴ αὐτόθεν τῶν αἰωνίων ἐστίν, ἀλλ’ ὅτι τὸ εἰσοικιζόμενον αὐτῷ πνεῦμα παρέχει τὴν ὕπαρξιν, ὅπερ, ἕως ἂν παρῇ τῇ φύσει τοῦ σώματος, συντελεῖ τι τῷ ζῴῳ πρὸς ὕπαρξιν· ἀποπτάντος δὲ τοῦ ἐλλάμψαντος ἐν αὐτῷ διαπίπτει ἐκεῖνο καὶ ἀφανίζεται. Τὸ δὲ ‘διῆλθεν ἐν αὐτῷ‘ ἠκρίβωται μάλα τῷ ψαλμῳδῷ· ψυχῆς γὰρ
20φύσις ἄνευ μὲν σώματος ἑαυτῆς ἐστιν οὐσία τελεία καὶ ἀδιάστατος, σώματος δὲ ἐπιβᾶσα ὥσπερ ὀχήματος, ἐπειδὴ τὸ πᾶν δεῖ ζωοποιῆσαι καὶ οἷον συμπεριγραφῆναι τοῖς ὄγκοις αὐτοῦ, δίεισιν ἐν αὐτῷ, τουτέστι διίσταται καὶ παντὸς ἐφικνεῖται μέρους, αὐτό τε τὸ βάθος μετὰ τῆς ἐπιφανείας ψυχοῦσα, καὶ ἑαυτῇ μὲν ἐκεῖνο συμπεριγράφουσα, ἐκείνῳ δὲ
25συμπεριορίζουσα ἑαυτήν. διὰ ταῦτα γοῦν ‘οὐχ ὑπάρξει, οὐδὲ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ‘. εἴρηται δὲ ταῦτα οὐ περὶ τοῦ πνεύματος, ἀλλὰ περὶ τοῦ ἀνθρώπου· οὗτος γὰρ οὐχ ὑπάρξει, ἐπίκτητον λαβὼν τὴν ζωήν, καὶ οὗτος οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ. εἰ γὰρ τὸ σύνθετον ὁ ἄνθρωπός ἐστι τὸ ἐκ ψυχῆς συντεθειμένον καὶ σώματος, διαλύεται δὲ ἐν τῷ θανάτῳ
30θάτερον μέρος, φημὶ δὴ τὸ σῶμα, πῶς ἂν ἐπιγνοίη τὸν τόπον αὐτοῦ ὁ ἄνθρωπος, θατέρου μέρους διερρυηκότος; ἡ μὲν γὰρ ψυχὴ καὶ ὑπάρξει καὶ ἐπιγνώσεται τὸν τόπον αὐτῆς· εἰ μὲν γὰρ κατὰ μνήμην, τὸν σωματικόν, εἰ δὲ κατὰ γνῶσιν, τὸν ἀσώματον, ἢ ὅστις δήποτέ ἐστιν ὁ κλῆρος αὐτῇ. κἂν τὸ ‘διῆλθε‘ ταὐτόν τις φαίη τῷ παρεληλυθέναι, οἷον ὅτι παρελήλυθε
35τὸ πνεῦμα ἐν τῷ ἀνθρώπῳ, τουτέστιν οὐκ εἰς τὸ πᾶν ἐφέστηκεν αὐτῷ, ἀλλὰ διέπτη τε καὶ παρῴχηκεν, ἔτι μᾶλλον οὐχ ὑπάρξει ὁ ἄνθρωπος, τοῦ ψυχικοῦ πνεύματος διαπτάντος ἐν αὐτῷ καὶ παρῳχηκότος. Οὕτω μὲν οὖν τις βιάσαιτο τὴν ἐξήγησιν, εἴ γε πνεῦμα ὑπόθοιτο τὴν ψυχήν· εἰ δὲ τἀληθὲς ἐρεῖν βούλοιτο καὶ πνεῦμα ἐνταῦθα φήσειε τὴν
40ἀναπνοήν, ἥτις κατὰ δύο ταῦτα διῄρηται, κατά τε εἰσπνοήν τε καὶ
ἐκπνοήν, ἔτι μᾶλλον τὸν προφητικὸν λόγον ἐξακριβώσαιτο, καὶ ἐπ’ αὐτοῦ ἂν θαρρῶν εἴποι τὸ ‘οὐχ ὑπάρξει καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ‘. πῶς γὰρ ἂν ὑπάρξῃ τὸ ῥέον καὶ διασκιδνάμενον; πῶς δ’ ἂν γνοίη τὸ ἄψυχον καὶ ἀναίσθητον; ἐπίγνωσιν δὲ ἐνταῦθα οὐδὲ τὴν συναίσθησιν140
45ὁ λόγος δηλοῖ, ἀλλὰ κατὰ κοινοῦ τὴν ἐπιρροὴν καὶ ἀπορροήν· τεθνηκότι γὰρ τῷ ἀνθρώπῳ οὔτε ἐπιρρεύσει τουτὶ τὸ πνεῦμα οὔτε ἀπορρεύσει οὔτε περιθάλψει τὸ σῶμα, ὃ δὴ πρὸ τοῦ ἐποίει, διὰ τῶν αὐτῶν πόρων ἑλκόμενόν τε καὶ ἀναρρέον. τόπος γοῦν τοῦδε τοῦ πνεύματος ὡς μὲν ὅλου μέρος ὁ σύμπας ἀὴρ ἢ ὁ τελευταῖος ἀφ’ οὗ εἵλκυστο, ὡς δὲ εἰσρέων τε καὶ ἀπορ‐

34

(50)

ρέων τὰ ἡμεδαπὰ σώματα· ἐν γάρ τοι τῇ παλινζωίᾳ ἢ οὐδαμῶς αὐτοῦ δεηθησόμεθα, ‘τοῦ θεοῦ τὰ πάντα ἐν πᾶσιν ὄντοσ‘ κατὰ τὸν θεῖον ἀπόστολον, ἢ διάφορον ἂν εἴη κατ’ ἀριθμὸν τὸ πνεῦμα τοῖς πρὸ τοῦ πνεύμασιν. ἀλλ’ οὐδὲ ἡ ψυχὴ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτῆς· εἰ γὰρ καὶ τὸ αὐτὸ ἀναστήσεται αὐτῇ σῶμα καὶ οὐδὲν διάφορον τῷ πρὸ τοῦ,
55ἀλλ’ οὐκέτι περὶ αὐτὸ ἐκείνη στραφήσεται, οὔτε μὴν ἐπιγνώσεται τὴν πρώτην γνῶσιν καὶ ἀδιάκοπον ἔχουσα. εἰ γὰρ κἀνταῦθα ἐνθεαστικῶς ἐνεργοῦσα, οὗ αἱ γινόμεναι γνώσεις σύμβολα καὶ αἰνίγματα τῆς τελεω‐ τέρας εἰσίν, ἀγνοεῖ τὸ σῶμα παντάπασι, πῶς ἂν ἐκεῖ γνοίη, θεοειδὴς ἄντικρυς γενομένη; κἂν εἰ τὸ ‘οὐχ ὑπάρξει‘ δὲ ἐπὶ ταύτης θεάσαιτό τις,
60οὐδὲν τῷ λόγῳ λυμαίνεται· οὐ γὰρ τοῖς τάφοις ἐνδιατρίψεται οὐδὲ τῷ διερρυηκότι σώματι ἀνεπιγνώστῳ γεγονότι παντάπασι διὰ τὴν τῶν χαρακτήρων διαφορὰν καὶ τὴν εἰς τὰ ὅλα τῶν ἐν μέρει στοιχείων ἀνάλυσιν. τὴν γάρ τοι ἀθανασίαν τῶν ψυχῶν καὶ τὴν τῶν σωμάτων ἀνάστασιν καὶ ὁ πρὸ τῆς χάριτος νόμος ἠπίστατο, καὶ πολλὰ τούτου καὶ ἐν πολλοῖς τὰ
65μαρτύρια. οὔκουν θάνατον τῶν ψυχῶν ὁ τοῦ Δαυὶδ λόγος κατηγοροίη οὐδὲ τὴν τῶν σωμάτων ἀπογινώσκει ἀνέγερσιν, ἀλλ’ ἢ οὐ περὶ τῆς ψυχῆς ἐνταῦθα διαλέγεται οὐδὲ πνεῦμα ταύτην ἐπονομάζει, ἤ, εἰ καὶ τοῦτο δοίημεν, ἀλλὰ τόν γε εἰρημένον τρόπον τὸ ἀντίξουν τοῖς πολλοῖς ἐξωμάλι‐
σται.141

35

(1t)

νβʹ. Ἐξήγησις σύντομος κατὰ ἀλληγορίαν τοῦ νθʹ ψαλμοῦ
2 Εὐεπιχείρητος πρὸς ἀλληγορίαν ἣν ἐζήτησας ἐπιγραφὴν τοῦ πεντη‐ κοστοῦ ἐνάτου ψαλμοῦ, καὶ αὐτὸς δὲ ὁ ψαλμὸς ποριστικώτατος εἰς τοὺς ἀναγωγικοὺς τρόπους καθέστηκεν. ἔχει δὲ τὰ τῆς ἐπιγραφῆς οὕτως· ‘εἰς
5τέλος, τοῖς ἀλλοιωθησομένοις, εἰς στηλογραφίαν τῷ Δαυίδ, εἰς διδαχήν, ὁπότε ἐνεπύρισε τὴν Μεσοποταμίαν καὶ Συρίαν Σωβὰλ καὶ ἐπέστρεψεν Ἰωὰβ καὶ ἐπάταξε τὴν φάραγγα τῶν ἁλῶν, δώδεκα χιλιάδασ‘. ἃ γὰρ μέλλει, μᾶλλον δὲ ἅπερ ἔμελλε συμβήσεσθαι ἐν τῷ τέλει τοῦ κατὰ Χριστὸν μυστηρίου ‘τοῖς ἀλλοιωθησομένοισ‘ ἀπὸ κακίας εἰς ἀρετὴν προαγγέλλει
10‘εἰς στηλογραφίαν τῷ Δαυίδ‘. δίκην γὰρ στήλης οὐχ ἑνὶ τόπῳ ἱσταμένης, ἀλλὰ πανταχῇ διαβαινούσης, ἡ τοῦ λόγου τῷ παντὶ ἀνέστηκε σάρκωσις· αὐτὸς γάρ ἐστιν ὁ ‘ἐξουδενωμένοσ‘ Δαυὶδ καὶ ‘ἀποδεδοκιμασμένος λίθοσ‘, ὁ ‘εἰς κεφαλὴν γωνίασ‘ γενόμενος. ‘εἰς στηλογραφίαν‘ μὲν ἦν ἐκείνῳ ἡ οἰκονομία, ‘εἰς διδαχὴν‘ δὲ σωτήριον ἐγεγόνει ἡμῖν. αὐτὸς γοῦν
15ἐστιν ὁ ‘τὴν Μεσοποταμίαν ἐμπυρίσασ‘, τουτέστι τὴν ἐπικλυζομένην ψυχὴν τοῖς σωματικοῖς πάθεσι, καὶ τὴν ‘Συρίαν Σωβάλ‘· ἑπτὰ δὲ ἡ Σωβὰλ ἑρμηνεύεται λέξις, ἤτοι τὴν ἠπατημένην τῷ αἰῶνι τούτῳ διάθεσιν. καὶ πᾶς δὲ ὁ τῷ νοητῷ βασιλεῖ Δαυὶδ ὑποτεταγμένος, ὁποῖος ἐκεῖνος ‘ὁ Ἰωάβ, πατάσσει δώδεκα χιλιάδας ἐν τῇ φάραγγι τῶν ἁλῶν‘· φάραγξ δὲ
20ἁλῶν τί ἂν ἄλλο εἴη ἢ τὸ σῶμα τῆς ἀτιμίας, ἕτοιμον ὂν εἰς ὑποδοχὴν τῶν ῥευμάτων τῆς πονηρίας, ἐν ᾧ ἡ πενταδικὴ αἴσθησις καὶ ἡ ἑβδοματικὴ τοῦ χρόνου κίνησις τὰ τῶν οἰκείων ἐπιδείκνυνται ἐνεργειῶν; ἀλλ’ ὅ γε ὑποστράτηγος τοῦ νοητοῦ Δαυὶδ πατάσσει τὸ σῶμα, ἤτοι τὴν ‘φάραγγα τῶν ἁλῶν‘, ἤγουν τὰς ‘δώδεκα χιλιάδασ‘· τὸ γὰρ αὐτό ἐστι καὶ σῶμα καὶ
25φάραγξ τῆς ἁλμυρᾶς ἐπικλύσεως καὶ μίγμα αἰσθήσεώς τε καὶ χρονικῆς ὑποστάσεως. Καὶ τὰ μὲν τῆς ἐπιγραφῆς οὕτω σοι ἠλληγόρηται· συναλληγορήσομεν δέ σοι καὶ ὁπόσα τοῦ ψαλμοῦ οὐ πρόχειρα πρὸς τὴν νόησιν. ‘ὁ θεόσ‘ γάρ φησιν ‘ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ· ἀγαλλιάσομαι καὶ διαμεριῶ Σίκιμα
30καὶ τὴν κοιλάδα τῶν σκηνῶν διαμετρήσω‘. ἐλάλησε γὰρ τῷ ὄντι ‘ὁ ἐπὶ πάντων θεόσ‘, ὁ πατὴρ τοῦ μονογενοῦς υἱοῦ, ἐν τῷ σαρκωθέντι αὐτοῦ λόγῳ τὸν θεῖον αὐτοῦ σκοπὸν τὸν πρὸ πάντων ‘αἰώνων ἀποκεκρυμμένον‘, ἐν ᾧ καὶ ἠγαλλιάσατο καὶ τὰ Σίκιμα διεμέρισεν. ἑρμηνεύεται δὲ Σίκιμα ὠμίασις, ὁ δὲ ὦμος σύμβολον πράξεως. διεμέρισε γοῦν τὴν πρακτικὴν142
35ἀρετὴν τοῖς τὴν θείαν δεξαμένοις ἀλλοίωσιν, καὶ διεμέτρησε τὴν τῶν σκηνῶν κοιλάδα, ἤτοι τοὺς προσφόρους ἑκάστῳ τῶν ὄντων κατὰ τὴν φυσικὴν θεωρίαν λόγους. Ἐφ’ οἷς ‘ἐμόσ‘ φησίν ‘ἐστὶ Γαλαάδ, καὶ ἐμός ἐστι Μανασσῆς, καὶ Ἐφραὶμ κραταίωσις τῆς κεφαλῆς μου‘. ἑρμηνεύεται δὲ Γαλαὰδ μὲν
40ἀποκάλυψις, Μανασσῆς δὲ λήθη, Ἐφραὶμ δὲ πλατυσμός. ἀποκάλυψις δὲ καὶ λήθη προσγίνεται τῷ δικαίῳ λαμβάνοντι μὲν διὰ θεωρίας τῶν ἀπορρήτων τὴν μύησιν, τῶν δὲ κατὰ τὴν ἀρετὴν πόνων τὴν λήθην διὰ τὴν διαδεχομένην τοὺς πόνους τῶν ἀρετῶν εὐφροσύνην τῆς πνευματικῆς θεωρίας. ὁ δὲ Ἐφραίμ, φησί, κραταίωσις τῆς κεφαλῆς μου· ἑρμηνεύκαμεν
45δὲ τὸν Ἐφραὶμ πλατυσμόν, ὅστις ἐστὶ κατὰ τὴν πίστιν ἐπὶ τοῖς μέλλουσιν ἀγαθοῖς ἄπτωτος ἐλπίς, ἥτις ἐστὶν ‘ἀντίληψις τῆς κεφαλῆσ‘ τοῦ δικαίου, τουτέστι τῆς πίστεως· παντὸς γὰρ δικαίου κεφαλὴ ἡ πίστις ἐστίν. ‘Ἰούδας βασιλεύς μου, Μωὰβ λέβης τῆς ἐλπίδος μου‘. ἑρμηνεύεται δὲ Ἰούδας μὲν ἐξομολόγησις, Μωὰβ δὲ ἕτερον πατρός. ἄρχει γοῦν ἡ

35

(50)

δι’ εὐχῶν ἐξομολόγησις ἐν τοῖς ἁγίοις παντὸς ἀγαθοῦ. καὶ Μωὰβ δέ, ὅπερ ἐστὶν ἕτερον πατρός—δηλοῦται δὲ διὰ τούτου τὸ ἡμέτερον σῶμα, ὅπερ οὐχ ὁμοούσιόν ἐστι τῇ ψυχῇ, ἀλλ’ ἕτερον τοῦ γεννήσαντος ἐκείνην πατρός—καὶ τοῦτο γοῦν κατὰ τὴν πρακτικὴν φιλοσοφίαν, λουτροῦ δίκην, ὅπερ δηλοῖ σαφῶς ὁ λέβης, καθαίρεται τῶν ἁμαρτημάτων·
55κάθαρσις γάρ ἐστιν ὁ λέβης τῆς ἐλπίδος, τουτέστιν ἡ διὰ βίου κατὰ τὴν κάθαρσιν πρὸς κληρονομίαν τῶν κατ’ ‘ἐλπίδας ἀποκειμένων‘ ἡμῖν ἀγαθῶν ἑτοιμότης· ἢ λέβης ἐλπίδος ἐστὶν ὁ νοῦς ὁ δεκτικὸς τῶν κατ’ ἐπαγ‐ γελίαν διδομένων ἡμῖν νοητῶν ἀγαθῶν. ‘Ἐπὶ τὴν Ἰδουμαίαν‘ φησίν ‘ἐκτενῶ τὸ ὑπόδημά μου‘. ὑπόδημα δὲ
60Χριστοῦ ἡ σὰρξ αὐτοῦ, δι’ ἧς ἐπέβη ὡς ὑποδήματος τῷ παρόντι βίῳ· Ἰδουμαία γὰρ αἱματώδης πηλὸς ἑρμηνεύεται.
Εἶτά φησιν· ‘ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν‘. ἀλλόφυλον δὲ γένος ἡμῖν τί ἂν εἴη ἢ ἡ τῶν δαιμόνων πληθύς, οἳ καθ’ ἡμῶν διηνεκῶς ἐπαιρόμενοι ὑπετάγησαν τῷ σαρκωθέντι δι’ ἡμᾶς θεῷ;143
65 Εἶτά φησιν ὁ προφήτης· ‘τίς ἀπάξει με εἰς πόλιν περιοχῆς;‘ ἀνατυπού‐ μενος γὰρ τὰς ταπεινοτέρας καὶ ὑψηλοτέρας θεωρίας τῶν ὄντων, πρῶτον μὲν ἐρᾷ τῆς περιεκτικωτέρας τῶν ἄλλων γνώσεως, φημὶ δὴ τῆς θεουργικῆς καὶ ὑπὲρ νόησιν· πόλιν δὲ ταύτην καλεῖ ὡς συνῳκοδομημένην πολλοῖς κάλλεσιν ἀρετῶν. ‘τίσ‘ οὖν, φησίν, ‘ἀπαγάγῃ με εἰσ‘ ταύτην τὴν μεγάλην
70‘περιοχήν;‘ ἐπεὶ δὲ κατάστασίς ἐστι μερικωτέρα τῇ χαμαιζηλοτέρᾳ ψυχῇ καὶ ἡ τῶν κτισμάτων κατανόησις, ἢ ‘τίς ὁδηγήσει με‘ φησίν ‘ἕως τῆς Ἰδουμαίας;‘ Ἰδουμαία γάρ ἐστιν ἡ πάντων τῶν ὑπὸ αἴσθησιν κτισμά‐ των σύστασις, περὶ ἣν ἡ ἐν πνεύματι φυσικὴ θεωρία συνίστασθαι πέφυκεν. εἰ γοῦν ἀπογνωστέα μοι ἡ πόλις τῆς περιοχῆς, τίς κἂν ἕως τῆς Ἰδουμαίας
75καθοδηγήσῃ με; εἶτα δὴ εἰδὼς ὡς οὐκ ἄγγελος, οὐκ ἄνθρωπος, ἀλλ’ αὐτὸς ὁ κύριος ἔσωσεν ἡμᾶς, ‘οὐχὶ σύ‘, φησίν, ‘ὁ θεός, ὁ ἀπωσάμενος ἡμᾶς;‘ οὐχὶ γὰρ σύ, φησί, καὶ ἕως τῆς περιοχῆς ἀναβιβάσεις ἡμᾶς καὶ ἕως τῆς Ἰδουμαίας καθοδηγήσεις, ὁ διὰ τὴν ἁμαρτίαν τὸ κατ’ ἀρχὰς ἀπωσάμενος; ‘Καὶ οὐκ ἐξελεύσῃ‘, φησίν, ‘ὁ θεός, ἐν ταῖς δυνάμεσιν ἡμῶν‘. ἐπειδὴ
80γὰρ ὁ καθοδηγῶν καὶ ἀπάγων εἰς πόλεών τινων οἰκοδομάς τε καὶ κατα‐ στάσεις πρόεισιν ἐκεῖθεν καὶ ὁδηγὸς τοῖς ἑπομένοις αὐτῷ εἰς τὰς τοιαύτας κατασκηνώσεις γίνεται, ‘οὐκ ἐξελεύσῃ‘, φησίν, ‘ὁ θεός, ἐν ταῖς δυνάμεσιν ἡμῶν‘. δυνάμεις δέ εἰσιν ἡμῶν αἱ δοθεῖσαι τῇ ψυχῇ πρὸς τὴν τοῦ καλοῦ κτῆσιν συντέλειαι· ἀλλ’ ἐπειδήπερ ἠλλοιώσαμεν ταύτας καὶ μετηνέγκαμεν
85ἐπὶ τὰς τῶν χειρόνων προσκτήσεις, οὐκ ἐπὶ ταῖς δυνάμεσιν ἡμῶν, φησίν, ἐξελεύσῃ. ‘Ἐν τῷ θεῷ‘ γοῦν φησί ‘ποιήσομεν δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς θλίβοντας ἡμᾶσ‘. ἐπειδὴ γάρ, φησίν, ἣν παρελάβομεν δύναμιν ἐπὶ τοῖς χειρίστοις κατηναλώσαμεν, καινὴν ἄλλην ‘ἐν τῷ θεῷ ποιήσομεν
90δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς θλίβοντας ἡμᾶσ‘. ‘Δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως, καὶ ματαία σωτηρία ἀνθρώπου‘. τοῦτο δὲ τοιοῦτόν ἐστι· σωτηρίαν οἴεται ὁ πολὺς ἄνθρωπος τὴν βιωτικὴν εὐημερίαν· διδομένης δὲ ἄνωθεν ἡμῖν βοηθείας καὶ ἀναγομένων ἡμῶν εἰς
τὰ οὐράνια ἀγαθά, ματαία ἡ σωτηρία αὕτη λογίζεται.144

36

(1t)

νγʹ. Εἰς τὰ ζητούμενα τοῦ ἑξηκοστοῦ ἑβδόμου ψαλμοῦ
2 Τί μοι τάδε ἢ τάδε τοῦ παρόντος ψαλμοῦ; ξύμπας οὗτος οὐδέν τι τῶν αἰνιγμάτων ἀπέοικε, τήν τε φράσιν ἔχει κεκαινοτομημένην καὶ τὰ πολλὰ μεταπίπτουσαν ταῖς ὑπαλλαγαῖς τῶν προσώπων, ἔστι δὲ καὶ πολύστιχος
5καὶ μὴ ἀρκῶν μέτρῳ ἐπιστολῆς. ἀλλ’ ἡμεῖς σοι τὸν δυνατὸν τρόπον οὐ πλατύτερον ἑρμηνεύοντες, ἀλλ’ οἷον μεταφράζοντες ἐπὶ τὸ σαφέστερον, καὶ τὰ μὲν ἀλληγοροῦντες, τὰ δὲ ἱστορικώτερον λέγοντες, ἀκόλουθον ἑαυτῇ τὴν τοῦ ψαλμοῦ φυλάξομεν ἔννοιαν. Τὰ μὲν οὖν πρῶτα τῆς ᾠδῆς τοῦ ψαλμοῦ καὶ τὴν τούτου ἐπιγραφὴν
10ἐατέον ἡμῖν, σαφῆ πᾶσιν ὄντα καὶ γνώριμα· ἀρξώμεθα δ’ ἐντεῦθεν. ‘ὁ θεὸς ἐν τόπῳ ἁγίῳ αὐτοῦ, ὁ θεὸς κατοικίζει μονοτρόπους ἐν οἴκῳ, ἐξάγων πεπεδημένους ἐν ἀνδρείᾳ, ὁμοίως τοὺς παραπικραίνοντας, τοὺς κατοικοῦντας ἐν τάφοισ‘. σκοπὸς γὰρ ἐνταῦθα τῷ προφήτῃ περὶ πολλῶν μὲν καὶ ἄλλων διαλαβεῖν, μάλιστα δὲ τῆς τοῦ κυρίου σαρκώσεως, καὶ ὡς
15διὰ ταύτης οἱ παραπικραίνοντες τοῦτον καὶ τὸν θάνατον ἀναταλλαξάμενοι τῆς ζωῆς τῆς τε σωτηρίας καὶ τῆς ἀθανασίας κατηξιώθησαν. οὐ γὰρ ἐπειδή, φησί, μέλλει τῇ καθ’ ἡμᾶς ἑνωθῆναι φύσει, ἀπέωσται τῆς προτέ‐ ρας αὐτοῦ ἁγιότητός τε καὶ καθαρότητος, ἀλλ’ αὐτός τέ ἐστιν ἐν τόπῳ ἁγίῳ αὐτοῦ, καὶ τοὺς μονοτρόπους, ἤτοι πρὸς μόνον αὐτὸν ἐσχηκότας τοῦ
20θελήματος τὴν ῥοπήν, ἐν οὐρανῷ κατοικίζει (οὗτος γὰρ οἶκος τοῦ κυρίου δοκεῖ) ἐξάγει τε τοὺς πεπεδημένους, κατὰ τοῦ θανάτου ἰσχύσας, οὐ μόνον τοὺς τὸν νόμον αὐτοῦ φυλάξαντας, ἀλλὰ καὶ τοὺς παραπικράναντας καὶ τοὺς παντάπασι στερηθέντας τῆς πρὸς τὰ κρείττω ζωῆς. Ὅτι δὲ προαναφώνησις ταῦτα τῆς οἰκονομίας, δηλοῖ τὸ ἐπαγόμενον.
25‘ὁ θεόσ‘ γάρ φησιν ‘ἐν τῷ πορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ σου‘, ἤτοι ἐν τῷ ἐμφανῆ σαυτὸν καθιστᾶν τοῖς τε ἐκ περιτομῆς καὶ πᾶσιν ἔθνεσι, καὶ
‘ἐν τῷ διαβαίνειν σε ἐν τῇ ἐρήμῳ‘, ἤτοι τῇ καθ’ ἡμᾶς φύσει ἐρημωθείσῃ παντάπασι τῆς σῆς προστασίας καὶ ἀντιλήψεως, ‘γῆ ἐσείσθη, καὶ γὰρ οἱ οὐρανοὶ ἔσταξαν ἀπὸ προσώπου τοῦ θεοῦ τοῦ Σινᾶ, ἀπὸ προσώπου τοῦ145
30θεοῦ Ἰσραήλ‘. ἡ μὲν γὰρ γῆ, ὥσπερ δὴ μὴ χωρήσασα τὸν ἀχώρητον ἢ ὑπενεγκαμένη τὸν ἄστεκτον, σέσεισται· οἱ δὲ οὐρανοί, ἐμπεφραγμένοι τέως τυγχάνοντες, ζωήρρυτον δρόσον ἐστάλαξαν, οὐκ ἀφ’ ἑαυτῶν τοῦτο πεποιηκότες, ἀλλ’ ἀπὸ προσώπου τοῦ θεοῦ τοῦ Σινᾶ, ἀπὸ προσώπου τοῦ θεοῦ Ἰσραήλ.
35 Εἶτα δὴ αἰνιττόμενος ὁ προφήτης τὸ τῆς οἰκονομίας μυστήριον καὶ ὡς ὁ εὐαγγελικὸς λόγος προηγούμενος ἦν νόμος αὐτῷ, ὁ δὲ Μωσαϊκὸς προχάραγμα μόνον τοῦ ἐσομένου ἐτύγχανεν ὤν, ‘βροχήν‘ φησίν ‘ἑκούσιον ἀφοριεῖς, ὁ θεός, τῇ κληρονομίᾳ σου‘, οἷον ἐπιρροὴν σωτηριώδη τοῦ παντὸς αἰῶνος προεγνωσμένην σοι. ταύτην οὖν ἀφοριεῖς τῇ κληρονομίᾳ
40σου, ἥτις ‘ἠσθένησε‘ μὲν τοῖς φυσικοῖς τε καὶ παρὰ φύσιν ἐνσχεθεῖσα πάθεσι, ‘σὺ δὲ κατηρτίσω αὐτήν‘. ‘τὰ γὰρ ζῷά σου κατοικοῦσιν ἐν αὐτῇ‘, ἅπερ εἰσὶ τὰ τετράμορφα χερουβὶμ καὶ τὰ θεῖα καὶ ἀγγελικὰ ὀχήματα, ἑτοιμάζοντα τὴν τοῦ θεοῦ κληρονομίαν εἰς ὑποδοχὴν τῆς θείας κατα‐ σκηνώσεως. ‘ἡτοίμασασ‘ γὰρ ‘ἐν τῇ χρηστότητί σου τῷ πτωχῷ, ὁ
45θεόσ‘· διὰ γὰρ τὴν ὑπερβάλλουσάν σου φιλανθρωπίαν τε καὶ χρηστότητα ἐν τῷ καθ’ ἡμᾶς γένει τὴν σὴν ἐπιδημίαν ἡτοίμασας. καὶ ἐπειδὴ τὸ τῆς οἰκονομίας ἀπόρρητον δυσπαράδεκτον τοῖς πολλοῖς ἐτύγχανεν ὄν, ὁ τοῦ μονογενοῦς, φησί, πατὴρ ‘δώσει τοῖς εὐαγγελιζομένοισ‘ τὴν τοῦ υἱοῦ αὐτοῦ παρουσίαν προφητικὴν ῥῆσιν καὶ σύνεσιν δυνάμεως πλήρη

36

(50)

πολλῆς. Τίς δ’ οὗτος; ὁ κύριος, ‘ὁ βασιλεύσ‘ φησί ‘τῶν δυνάμεων τοῦ ἀγαπητοῦ‘· τῶν γὰρ ἐξυπηρετουσῶν τῷ υἱῷ θείων δυνάμεων ἀναντίρρητος οὗτος δεσπότης καὶ βασιλεύς. ‘δώσει‘ γοῦν ‘ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ‘, ὥστε τῇ ‘ὡραιότητι τοῦ οἴκου διελέσθαι σκῦλα‘. οἴκου δὲ
55ὡραιότης τὸ κυριακὸν σκήνωμα, ὃ κατεσκήνωσε προσλαβὼν ὁ λόγος, ὃς καὶ ‘ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων‘ νενόμισται, δι’ οὗ καὶ ὁ δεινὸς καταπεπολέμηται τύραννος καὶ λαφύρων διανέμησις ἐκεῖθεν ἡμῖν προσεγένετο. ‘ἐὰν‘ γοῦν, φησί, ‘κοιμηθῆτε ἀνὰ μέσον τῶν κλήρων‘, ἤτοι τῶν δύο τοῦ Χριστοῦ διαθηκῶν, ὥστε τὰς μὲν ἐμφάσεις ἀπὸ τῆς
60πρώτης ἔχειν νομοθεσίας, τὰς δὲ ἐκβάσεις ἀπὸ τῆς δευτέρας λαμβάνειν, ‘πτέρυγες περιστερᾶς περιηργυρωμέναι‘, εἴρηται δὲ κατ’ ἔλλειψιν τοῦ
‘κυκλώσουσιν ἡμᾶσ‘· τοῖς γὰρ ἀπὸ τοῦ γράμματος ἐπὶ τὸ πνεῦμα διαβαίνουσιν αἱ δυνάμεις τοῦ θείου συνεργοῦσι πνεύματος· τοῦτο γὰρ ἡ περιστερά, ἧς ‘τὰ μετάφρενα χλωρότης χρυσίου‘. μετάφρενα δ’ ἂν146
65νοοῖντο τῆς θείας περιστερᾶς οἱ Μωσαϊκοὶ νόμοι, ὅθεν οὐδὲ καθαρὸς παρ’ αὐτοῖς ὁ χρυσός· ὁ γὰρ εὔρυζος ἐν τοῖς ἐμπροσθίοις τεταμίευται μέρεσι, φημὶ δὴ τοῖς εὐαγγελικοῖς καὶ τῆς θείας οἰκονομίας. ‘ἐν‘ γοῦν ‘τῷ διαστέλλειν‘ φησί ‘τὸν ἐπουράνιον βασιλεῖς ἐπ’ αὐτῆς, χιονωθήσονται ἐν Σελμών‘. ὁπηνίκα, γάρ φησιν, ὁ ἐπουράνιος κύριος διορίζει τοὺς
70ἱεροὺς ἀποστόλους ὥσπερ τινὰς δυνάστας καὶ βασιλεῖς ἐπ’ αὐτῆς τῆς θείας περιστερᾶς, φημὶ δὲ τῆς ὑψηλῆς τοῦ πνεύματος χάριτος, λαμπρότη‐ τος ἀπορρήτου πλησθήσονται οἱ τὴν τοῦ ἁγίου πνεύματος δεξάμενοι κάθοδον ἐν Ἱερουσαλήμ. Καὶ ἵνα τὰ σαφέστερα τοῦ ψαλμοῦ ἐάσω, ‘ἀνέβησ‘ φησίν ‘εἰς ὕψος,
75ᾐχμαλώτευσας αἰχμαλωσίαν‘, ὅπερ ἐστίν, ὑψώθης ἐν τῷ σταυρῷ καὶ τὴν αἰχμαλωτισθεῖσαν ἡμῶν φύσιν παρὰ τοῦ δεινοῦ τυράννου ἀντῃχ‐ μαλώτευσας. ‘ἔλαβες δόματα ἐν ἀνθρώποις, καὶ γὰρ ἀπειθοῦντας τοῦ κατασκηνῶσαι‘· ἀπὸ γὰρ τῶν σεσωσμένων, φησί, παρὰ σοῦ ὥσπερ μισθοὺς τῆς σωτηρίας αὐτοῖς ἀπείληφας. τίνας τούτους; ὥστε ἀπειθεῖς
80αὐτοὺς ὄντας τὸ πρότερον δέξασθαι τὴν σὴν παρουσίαν καὶ κατασκήνω‐ σιν. ‘Τοῦ‘ γὰρ ‘κυρίου‘ φησίν ‘αἱ διέξοδοι τοῦ θανάτου‘· συγκεκλεισμένας γὰρ οὔσας τὰς τοῦ θανάτου πύλας ὁ θεὸς ἀνέῳξε καὶ διέξοδον τοῖς ἐγκεκλεισμένοις παρέσχετο. εἰ δὲ καὶ ἔτι σπαίρουσιν αἱ τῶν πονηρῶν
85δρακόντων σπεῖραι, ἀλλ’ ‘ὁ θεὸς συνθλάσει τὰς κεφαλὰσ‘ αὐτῶν, ‘κορυ‐ φὴν τριχὸς διαπορευομένων ἐν πλημμελείαις αὐτῶν‘, τουτέστι καὶ τὰ λεπτότατα τῶν ἡμετέρων ἁμαρτημάτων διακριβούντων κατὰ τὰς οἰκείας κακοηθείας. ‘κύριοσ‘ γὰρ ‘εἶπεν· ἐκ Βασὰν ἐπιστρέψω‘, τουτέστιν ἀπὸ τῆς προτέρας αἰσχύνης ἐπιστρέφω πρὸς ἐμαυτὸν τὴν ὀλισθήσασαν φύσιν,
90καὶ ἐπιστρέφω σε, φησὶ πρὸς τὸν πεπτωκότα ἄνθρωπον, ἐν τοῖς πνευματι‐ κοῖς ὕδασιν, ‘ὅπως ἂν‘ ἡ πᾶσά σου τῆς ζωῆς βάσις ‘βαφῇ‘ τῷ ἐμῷ ‘αἵματι‘. ‘Ἡ γλῶσσα τῶν κυνῶν σου ἐξ ἐχθρῶν παρ’ αὐτοῦ‘· τοῦτο δὲ ὡς ἐξ ἑτέρου προσώπου εἰρημένον ἐστὶ πρὸς τὸν σῳζόμενον ἄνθρωπον, ὅτι, κἂν
95μετὰ τὴν ἐπάνοδον γλῶσσαί σε περιλιχμάζωσι κύνειαι, ὥσπερ ἐξ ἐχθρῶν τινων διερεθιζόμεναι, παρὰ θεοῦ ἔχουσι τὸ τῆς τιμωρίας ἐνδόσιμον, ὥστε
δοκίμιον κἀνταῦθα φανῆναί σοι τῆς πρὸς τὰ δεινὰ γενναιότητος.147

37

(1t)

[νδʹ.] Ἑτέρα ἐπίλυσις ψαλμικῆς ῥήσεως
2 Ὃ δοκεῖς ἀκατάλληλον καὶ ἀνακόλουθον εἶναι παρὰ τῷ ἑβδομηκοστῷ ψαλμῷ ῥητὸν κείμενον, καὶ λίαν ἐστὶ κατάλληλον καὶ ἀκόλουθον· εἰρηκὼς γὰρ ὁ Δαυίδ, ‘τὸ στόμα μου ἀναγγελεῖ τὴν δικαιοσύνην σου, ὅλην τὴν
5ἡμέραν τὴν σωτηρίαν σου‘, εὐθὺς ἐπήγαγεν, ‘ὅτι οὐκ ἔγνων γραμματείας, εἰσελεύσομαι ἐν δυναστείᾳ κυρίου‘. ἐπαγγειλάμενος γὰρ μέγα τι πρᾶγμα καὶ δυσκατόρθωτον, ἀ[ναγγελ]εῖν τὴν τοῦ θεοῦ δικαιοσύνην καὶ τὴν σωτηρίαν αὐτοῦ—‘τίσ‘ γὰρ ‘ἔγνω νοῦν κυρίου‘, τίς ‘εἰς τὰ ἔσχατα‘ αὐτοῦ ‘[ἀφί]κετο‘, τίς δὲ καὶ ἐτόλμησέ ποτε διηγήσασθαι ‘τὴν ἄβυσσον
10τῶν κριμάτων‘ αὐτοῦ καὶ τὴν ἰσορροπίαν τῆς θείας δικαιοσύνης ἐν τοῖς φαινομένοις ἀνίσοις ζυγοῖς, ἐκ ποίων δέ τις καὶ ἀφορμῶν ἐπὶ τὴν ἐκπλήρω‐ σιν τῆς τοιαύτης ὁρμηθείη ἐπαγγελίας; —ὡς οὖν οὐ χωρούσης τῆς ἡμετέρας φύσεως τὰ τῆς ‘δικαιοσύνησ‘ αὐτοῦ ‘στάθμια‘ ἐξακριβώσασθαι, οὐδὲ βιβλίοις τισὶν ἐντυχούσης, τὸ μέτρον τῶν δικαιωμάτων αὐτοῦ
15ἀναγγέλλουσι, διὰ ταῦτά φησιν, ‘ὅτι οὐκ ἔγνων γραμματείας, εἰσελεύσομαι ἐν δυναστείᾳ κυρίου‘, μονονουχὶ τοῦτο λέγων, ὡς, ἐπειδὴ οὐκ ἐντετύχηκα γράμμασιν ἱεροῖς τὴν τοῦ θεοῦ μοι δικαιοσύνην ἀνακαλύπτουσιν, οἰκείοις μὲν οὐ θαρρήσω λογισμοῖς οὐδὲ πρὸς τὸν τηλικοῦτον ἀγῶνα ἀπὸ τῆς κατ’ ἐμὲ γνώσεως ἀποδύσομαι, ἀλλὰ θαρρήσω τῆς ἐπαγγελίας τὸ στάδιον,
20τὴν δυναστείαν τοῦ κυρίου προσειληφώς. οὐκ οἶδα εἴ τι ἀκολουθότερον ἕτερον ἐν τοῖς λεγομένοις ἐστίν. Τὸ δὲ ‘τιθεὶς ἐν θησαυροῖς ἀβύσσουσ‘ τοῦτό ἐστιν ὡς οἱ λόγοι τῆς ἀβύσσου ἐν τοῖς θησαυροῖς εἰσι τοῦ θεοῦ. ‘Κιθάρασ‘ δὲ καὶ ‘ψαλτηρίου‘ κατὰ ἀναγωγὴν ἡ διαφορὰ αὕτη· κιθάρα
25μὲν γάρ ἐστι ψυχὴ πρακτικὴ ὑπὸ τῶν ἐντολῶν κινουμένη, ψαλτήριον δὲ νοῦς καθαρὸς ὑπὸ πνευματικῆς ἐξακριβούμενος γνώσεως. ‘Ἔργα‘ δὲ ‘κυρίου‘ εἴποις ἂν ἐπιβάλλων εὐστόχως τὰς ἀρετάς, ‘ἔργα‘. δὲ ‘χειρῶν αὐτοῦ‘ τοὺς λόγους τῶν γεγονότων· ἢ ἔργα μὲν κυρίου εἶεν ἂν
τὰ νοητά, ἔργα δὲ χειρῶν αὐτοῦ τὰ αἰσθητά.148
30 Τὸ δὲ ‘ἔστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοί, διέρρηξας τὸν σάκκον μου καὶ περιέζωσάς με εὐφροσύνην‘ τὴν πρακτικὴν ἀρετὴν καὶ τὴν θείαν γνῶσιν αἰνίττονται· τῷ γὰρ τελείῳ βίῳ προγυμνάζεται ὁ κοπετὸς κατὰ τὰς πρακτικὰς ἀρετάς, διαδέχεται δὲ τοῦτον ἡ τῆς γνώσεως ἀγαλλίασις. αὐτὸς γοῦν ὁ πρακτικὸς βίος καὶ ῥηγνύμενος σάκκος ἐστίν· ἡ δὲ εὐφροσύνη,
35ᾗ περιζώννυται ὁ σαρκοφόρος ἀνήρ, ἡ πρὸς τὸν νοῦν διαβαίνουσα ἔλλαμψίς ἐστι τοῦ θεοῦ. ‘Ὀστᾶ δὲ φυλασσόμενα‘ παρὰ κυρίου ‘καὶ μὴ καθ’ ἓν συντριβόμενα‘ αἱ τῆς ψυχῆς εἰσι δυνάμεις, ἢ τὰ ἀληθῆ δόγματα τὰ συνέχοντα τὴν ζωὴν τῆς ψυχῆς.
40 Τὸ δὲ ‘καὶ ζητήσεις τὸν τόπον αὐτοῦ‘ περὶ τοῦ ἁμαρτωλοῦ λεγόμενον ‘καὶ οὐ μὴ εὕρῃσ‘ τὴν κακίαν αἰνίττεται. τόπος γὰρ ἁμαρτωλοῦ ἡ κακία· ἔσται δὲ ὅτε οὐκ ἔσται κακία, ὥσπερ ἦν ὅτε οὐκ ἦν· οὐκ ἔσται δὲ ὅτε οὐκ ἔσται τὸ ἀγαθόν, ὥσπερ οὐκ ἦν ὅτε οὐκ ἦν. Τὸ μέντοι γε ‘ἐκκλῖναι ἀπὸ κακοῦ‘ ὁ τοῦ κυρίου φόβος παρέχει, τὸ δὲ
45‘ποιῆσαι ἀγαθὸν‘ ἡ ἀγάπη. ‘Οἱ‘ δὲ ‘φίλοι καὶ οἱ πλησίον καὶ οἱ ἀπὸ μακρόθεν ἑστηκότεσ‘ τοῦ πειραζομένου δυνάμεις εἰσὶν ἀγγελικαί, ὑποχωροῦσαι ἐν καιρῷ πειρασμοῦ
πρὸς δοκιμασίαν τοῦ πειραζομένου ἢ πρὸς τιμωρίαν.149

38

(1t)

[νεʹ.] Λύσις προφητικοῦ λόγου ἐκ τοῦ Ἡσαΐου
2 Ἐκ μέρους ἠρώτηκας τὸν τῆς προφητείας χρησμόν· δεῖ δὲ ὅλην εἰπεῖν τὴν περικοπὴν καὶ οὕτω τὴν λύσιν ἐπενεγκεῖν. ‘καὶ ἐγένετο ἐν ταῖς ἡμέραις Ἄχαζ τοῦ Ἰωάθαμ τοῦ υἱοῦ Ὀζίου, βασιλέως Ἰούδα, ἀνέβη
5Ῥασὶμ βασιλεὺς Ἀράμ, καὶ Φακεὲ υἱὸς Ῥωμελίου, βασιλεὺς Ἰσραήλ, ἐπὶ Ἱερουσαλὴμ πολιορκῆσαι αὐτήν, καὶ οὐκ ἠδυνήθησαν πολιορκῆσαι αὐτήν. καὶ ἀνηγγέλη εἰς τὸν οἶκον Δαυὶδ λεγόντων· συνεφώνησεν Ἀρὰμ πρὸς τὸν Ἐφραίμ. καὶ ἐξέστη ἡ ψυχὴ αὐτοῦ καὶ ἡ ψυχὴ τοῦ λαοῦ αὐτοῦ, ὃν τρόπον ἐν δρυμῷ ξύλον ὑπὸ πνεύματος σαλευθῇ. καὶ εἶπε κύριος πρὸς Ἡσαΐαν·
10ἔξελθε εἰς συνάντησιν Ἄχαζ, σὺ καὶ ὁ καταλειφθεὶς Ἰασοὺν ὁ υἱός σου, πρὸς τὴν κολυμβήθραν τῆς ἄνω ὁδοῦ τοῦ ἀγροῦ τοῦ κναφέως, καὶ ἐρεῖς αὐτῷ· φύλαξαι τοῦ ἡσυχάσαι καὶ μὴ φοβοῦ, μηδὲ ἡ ψυχή σου ἀσθενείτω ἀπὸ τῶν δύο ξύλων τῶν δαλῶν τῶν καπνιζόντων τούτων· ὅταν γὰρ ἡ ὀργὴ τοῦ θυμοῦ μου γένηται, πάλιν ἰάσομαι. καὶ ὁ υἱὸς τοῦ Ἀρὰμ καὶ ὁ
15υἱὸς τοῦ Ῥωμελίου, ὅτι ἐβουλεύσαντο βουλὴν πονηρὰν Ἐφραὶμ καὶ ὁ υἱὸς τοῦ Ῥωμελίου περὶ σοῦ λέγοντες· ἀναβησόμεθα εἰς τὴν Ἰουδαίαν καὶ συλλαλήσαντες αὐτοῖς ἐπιστρέψομεν αὐτοὺς πρὸς ἡμᾶς καὶ βασιλεύσομεν αὐτῆς τὸν υἱὸν Ταβελίου, τάδε λέγει κύριος σαβαώθ· οὐ μὴ μείνῃ αὕτη ἡ βουλὴ οὐδὲ ἔσται, ἀλλ’ ἡ κεφαλὴ Ἀρὰμ Δαμασκός, καὶ ἡ κεφαλὴ Δαμα‐
20σκοῦ Ῥαασίμ. ἀλλ’ ἔτι ἑξήκοντα καὶ πέντε ἔτη καὶ ἐκλείψει 〈ἡ〉 βασιλεία Ἐφραὶμ ἀπὸ λαοῦ καὶ ἡ κεφαλὴ Ἐφραὶμ Σομόρων [καὶ ἡ κεφαλὴ] Σομόρων υἱὸς τοῦ Ῥωμελίου· καὶ ἐὰν 〈μὴ〉 πιστεύσητε, οὐδὲ μὴ συνῆτε‘. Οὗτος μὲν οὖν ὁ τῆς προ[φητείας] χρησμός· εἰωθότων δὲ τῶν τὰς τοιαύτας ἀσαφείας διευκρινούντων ἐξηγητῶν καὶ ἀναχωννύν[των κεκρυμ]‐
25μένην ἐν ἑαυτοῖς τὴν ἀλήθειαν, εἰς ὑπονοίας εὐθὺς τρέπεσθαι καὶ τὰς λεγομένας ἀλληγορίας, μ[ικρὸν] δέ τι τῆς ἱστορίας ἐπισημαίνεσθαι, ἐγὼ οὐκ εἰς ἀναγωγὰς εὐθὺς τρέψομαι, ἀλλὰ τὴν παρὰ τὸν καιρὸν ἱστορίαν γνωρίσας τὴν πρώτην, οὕτω δὴ ἀναγωγικώτερον θεωρήσω τὰ εἰρημένα. Τῶν ἀπὸ τοῦ Ἰακὼβ δώδεκα διαιρεθεισῶν φυλῶν ἐπὶ τῶν χρόνων
30Ῥοβοὰμ τοῦ υἱοῦ Σολομῶντος, αἱ μὲν δέκα φυλαὶ τῷ δούλῳ καὶ ἀποστάτῃ προσεχώρησαν Ἱεροβοάμ, ὃς δὴ μητρόπολιν τῆς κατ’ αὐτὸν ἡγεμονίας ἔθετο τὴν Σαμάρειαν, τῆς δὲ τοῦ Ἐφραὶμ φυλῆς ὤν, ἐπώνυμον τῆς οἰκείας ῥίζης τὰς συναποστάσας αὐτῷ δέκα φυλὰς ἐξωνόμασεν. Ἐφραὶμ γοῦν ἐκαλοῦντο αἱ ξύμπασαι καὶ Ἰσραήλ, Ἐφραὶμ μὲν διὰ τὴν τοῦ βασι‐
35λεύοντος ἐν αὐτοῖς ἐξ οὗπερ ὥρμητο γένους προσηγορίαν, Ἰσραὴλ δὲ διὰ τὴν πρώτην ἀρχήν· ὁ γὰρ ἀρχηγὸς τοῦ γένους αὐτῶν Ἰακώβ, θείας ὀπτασίας ἀξιωθείς, Ἰσραὴλ παρὰ θεοῦ μετωνόμαστο, νοῦς ἄντικρυς ὁρῶν θεὸν προσαγορευθείς. οὕτω μὲν οὖν καὶ διὰ ταύτας τὰς αἰτίας αἱ συν‐ αποστατήσασαι τῷ Ἱεροβοὰμ δέκα φυλαὶ ὠνομάσθησαν, αἱ δὲ ἐπὶ τοῦ150
40πατρῴου καὶ σχήματος καὶ ἀξιώματος μείνασαι δύο φυλαί, ἥ τε τοῦ Ἰούδα καὶ ἡ τοῦ Βενιαμείν, τὸν Ἱεροβοὰμ ὡς ἀποστάτην ἀποστυγήσασαι, τὴν τοῦ Ῥοβοὰμ τοῦ Σολομῶντος βασιλείαν ἠσπάσαντο, ὠνομάζετο δὲ ὁ τῶν δύο φυλῶν οὗτος λαὸς Ἰούδας ἀπὸ τῆς κρείττονος φυλῆς. ἦν δὲ καὶ τῶν γενῶν τούτων ἡ πληθὺς ἀποχρῶσα ταῖς τῶν βασιλέων διαδοχαῖς καὶ
45ἀξιόμαχος βαρβάροις τε ἐπιοῦσι καὶ ἀλλοφύλοις πολεμοῦσι καὶ ταῖς δέκα φυλαῖς ἐπιβουλευούσαις αὐτοῖς· οἱ γὰρ δὴ τοῦ γένους ἀποστατήσαντες ἐβούλοντο καὶ τὰς δύο ταύτας φυλὰς εἰς ἑαυτοὺς μεταστῆσαι, ὥστε μὴ κατὰ τὰς διαδοχὰς τῶν τοῦ Ἰούδα γενῶν βασιλεύεσθαι, ἀλλ’ ἀπὸ τῆς τοῦ Ἐφραὶμ ἡγεμονεύεσθαι βασιλείας καὶ διαδόχους τῆς ἀρχῆς ἔχειν τοὺς

38

(50)

ἀπὸ τῆς τοῦ Ἱεροβοὰμ καταγομένους ὀσφύος. καὶ αὐτοὶ γὰρ οἱ βασι‐ λεύοντες ἐν αὐταῖς ἐμεμήνεσαν τῷ Ἰούδᾳ καὶ τὴν ἀπὸ τῶν ἐθνῶν συμ‐ μαχίαν ἐπ’ ἐκείνους ἐπήγοντο· ὥσπερ δὴ καὶ Φακεέ, ὁ υἱὸς Ῥωμελίου, βασιλεὺς τοῦ Ἰσραὴλ ἐκ πατρῴας διαδοχῆς γεγονώς, τὸν Δαμασκοῦ βασιλέα Ῥαασίν, υἱὸν τοῦ Ἀράμ, πρὸς τὸν κατὰ τῶν δύο φυλῶν συνείληφε
55πόλεμον. ‘Καὶ ἀνηγγέλη‘ φησίν ‘εἰς τὸν οἶκον Δαυὶδ λεγόντων· συνεφώνησεν Ἀρὰμ πρὸς τὸν Ἐφραίμ‘. οἶκον δὲ Δαυὶδ ἢ αὐτὰς τὰς δύο φυλὰς εἴρηκεν ὁ προφήτης, ἐξονομάσας ἀπὸ τοῦ κρείττονος—ὁ γάρ τοι Δαυὶδ τῆς τοῦ Ἰούδα ῥίζης ἐξέφυ, ὃς δὴ πέμπτος τῶν τοῦ Ἰακὼβ παίδων ἠρίθμηται—ἢ
60τοίνυν τοῦτο ἢ οἶκον Δαυὶδ τὴν Ἱερουσαλὴμ ὁ λόγος φησίν· ταύτην γὰρ Ἰεβουσαίων κατοικούντων πολιορκήσας καὶ ἐξελὼν ὁ Δαυίδ, Ἱερουσαλήμ τε ὠνόμασε καὶ πόλιν ἑαυτοῦ πεποίηται. τὸ δὲ ‘συνεφώνησεν Ἀρὰμ πρὸς τὸν Ἐφραίμ‘ τοῦτό ἐστιν ὅτι ὁ τῆς Δαμασκοῦ βασιλεὺς Ῥαασίμ, ὁ υἱὸς τοῦ Ἀράμ, ὡμονόησε τῷ Φακεέ, υἱῷ Ῥωμελίου, πρὸς τὸν κατὰ τοῦ
65Ἰούδα πόλεμον. ὃν μὲν γὰρ ἄνω Ῥαασὶμ εἴρηκε, τοῦτον νῦν Ἀρὰμ ὀνομάζει, ἐκεῖ μὲν ἐκ τῆς οἰκείας προσηγορίας γνωρίσας, νῦν δὲ ἐκ τοῦ πατρῴου ὀνόματος, πατὴρ γὰρ τοῦ Ῥαασὶμ ὁ Ἀράμ· ὃν δὲ Φακεέ, υἱὸν Ῥωμελίου ἐκάλεσε, τοῦτον νῦν Ἐφραὶμ προσηγόρευσεν, εἴρηται γάρ μοι ὡς ὁ πρῶτος τῆς ἀποστασίας ἄρξας καὶ βασιλεύσας Ἱεροβοὰμ τῆς τοῦ Ἐφραὶμ
70ἐγεγόνει φυλῆς. ἐντεῦθεν οὖν καὶ αἱ δέκα φυλαὶ Ἐφραὶμ ἐκαλοῦντο, καὶ
οἱ βασιλεύοντες τούτων, ὡς ἐκεῖθεν γενεαλογούμενοι, Ἐφραὶμ ὠνομάζοντο. Ταύτης οὖν τῆς ἀγγελίας διαχεθείσης εἰς Ἰσραήλ, ὅ τε Ἄχαζ τῶν οἰκείων ἐπιλέληστο λογισμῶν, καὶ ὁ ὑπ’ αὐτὸν λαὸς οὐδὲν ἧττον ἐπάγη τῷ δέει καὶ μικροῦ δεῖν ἐτεθνήκει· οἷς γὰρ καθ’ ἑαυτοὺς οὖσιν οὐχ οἷοί151
75τε ἦσαν ἀντιτάξασθαι, πῶς ἂν τούτους ἐθάρρησαν, Ῥαασὶμ τὸν βασιλέα Δαμασκοῦ, τὸν υἱὸν Ἀράμ, ἐπικαλεσαμένους εἰς συμμαχίαν; εἰκάζει γοῦν καὶ τὴν πτοίαν τοῦ λαοῦ ὁ προφήτης ‘ξύλῳ‘ τινὶ ‘ἐν δρυμῷ‘ μὲν ἑστηκότι, ‘σαλευομένῳ δὲ ὑπὸ πνεύματοσ‘. ἀλλ’ ὅ γε θεὸς ἐπισκήπτει τῷ Ἄχαζ διὰ τοῦ προφήτου ‘ἡσυχάζειν‘ καὶ μὴ ταράττεσθαι ‘μηδὲ ἐξασθενεῖν τὴν
80ψυχὴν ἀπὸ τῶν δύο ξύλων τῶν δαλῶν τῶν καπνιζομένων τούτων‘. ‘ὅταν γάρ‘ φησίν ‘ὀργὴ τοῦ θυμοῦ μου γένηται, πάλιν ἰάσομαι‘. εἰ γὰρ καὶ μεγάλη, φησίν, ἡ τῆς Δαμασκοῦ δύναμις καὶ ὁ ἐπικαλεσάμενος ταύτην λαὸς πολλαπλασίους τῶν δύο φυλῶν τυγχάνουσιν ὄντες, ἀλλ’ ἐμοῦ βουλομένου οὐδὲν ἀπεοίκασι δύο δαλῶν, καπνῷ μὲν ὑποτυφομένων, οὐ
85μέντοι γε καὶ πῦρ ἀποσπινθηριζόντων. εἰ γὰρ καὶ ὀργισθεὶς ὑμῖν ἐπὶ τὸν καθ’ ὑμῶν τούτους ἐξήνεγκα πόλεμον, ἀλλ’ αὖθις ἰάσομαι συντριβέντας καὶ ἀνακτήσομαι. εἰ γὰρ καὶ ‘ἐβουλεύσαντο βουλὴν πονηρὰν Ἐφραὶμ καὶ ὁ υἱὸς τοῦ Ῥωμελίου περὶ σοῦ λέγοντε‘, τάδε καὶ τάδε ποιήσομεν (τί γὰρ δεῖ παλιλλογεῖν;) ‘καὶ βασιλεύσομεν‘ τῆς Ἱερουσαλὴμ ‘τὸν υἱὸν
90Ταβεήλ‘, ἀλλ’ ‘οὐ 〈μὴ〉 μείνῃ αὕτη ἡ βουλὴ οὐδὲ ἔσται‘. Ἐφραὶμ οὖν ἐνταῦθα καὶ υἱὸν τοῦ Ῥωμελίου τὰς δέκα φυλὰς ὀνομάζει καὶ τὸν ἐν αὐταῖς βασιλεύοντα. Τὸ δὲ ‘ἀλλ’ ἡ κεφαλὴ Ἀρὰμ Δαμασκός, ἡ κεφαλὴ Δαμασκοῦ Ῥαασίμ‘ ἀσαφὲς μὲν πάντῃ καθέστηκε, τοῦτο δέ μοι δοκεῖ ὑπ[αινίτ]τεσθαι, ὡς
95οὐκ ἄρξει ποτὲ ὁ τῆς Δαμασκοῦ βασιλεὺς τῆς Ἱερουσαλήμ, ἀλλ’ ἐφ’ ἑαυτῶν ἔσονται καὶ οἱ βασιλεῖς [τοῦ] ἔθνους καὶ ὁ λαός· καὶ ἀντικατηγορηθήσεται ἀλλήλοις τῷ τε ἔθνει καὶ τοῖς βασιλεῦσι τὸ τῆς Δ[αμασκοῦ] ὄνομα, καὶ τοῦ μὲν Ἀράμ, τοῦ πατρὸς Ῥαασίμ, ἀρχὴ ἔσται τὸ ἔθνος ὡς ὅλον μέρους καὶ περιεκτικὸν περιεχομένου, αὖθις δὲ τῆς Δαμασκοῦ κεφαλὴ ἔσται ὁ

38

(100)

Ῥαασὶμ ὡς βασιλεὺς βασιλευομένου λαοῦ. Καὶ τὰ μὲν κατὰ τὴν Δαμασκὸν οὕτως, τὰ δὲ κατὰ τὸν Ἐφραίμ· ‘ἔτι ἑξήκοντα καὶ πέντε ἔτη καὶ ἐκλείψει ἡ βασιλεία Ἐφραὶμ ἀπὸ λαοῦ‘, καὶ αὐτὰ δὴ τὰ βασίλεια τῶν Σομόρων τοῦ Ἐφραίμ, ἤτοι ἡ μητρόπολις αὐτῶν Σαμάρεια, συνεκλείψει δὲ τούτους καὶ αὐτὸς ὁ τῶν ‘Σομόρων‘ βασιλεύς,
105‘ὁ υἱὸς τοῦ Ῥωμελίου‘. ‘καὶ ἐὰν μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε‘. εἰ γὰρ μὴ πίστις, φησί, προηγήσεται τῶν παρ’ ἐμοῦ λεγομένων, οὐδὲ σύνεσις περὶ τῶν προφητευομένων ἐπακολουθήσει· δεῖ γὰρ πιστεῦσαι καὶ οὕτως
συνιέναι. Ὁ δὲ τοῦ Ταβεὴλ υἱός, ὃν ἐβούλοντο αἱ δέκα φυλαὶ καὶ ὁ τοῦ Ῥωμελίου152
110υἱὸς βασιλέα ταῖς δυσὶ φυλαῖς ἐπιστῆσαι, εἷς ἦν τῶν ἀπὸ τῆς φυλῆς τοῦ Ἐφραίμ. οὕτω μὲν οὖν τὰ φερόμενα ἐν τῇ προφητείᾳ ὀνόματα οἰκείως ἀλλήλοις καὶ κατὰ τὴν ἱστορίαν διαιρεῖται καὶ συμβιβάζεται· ὅτι δὲ ἄμφω τὼ ἔθνη τούτω, ὅ τε Ἐφραὶμ καὶ ἡ Δαμασκός, πανωλεθρίαν ὑπομεμενήκατον, ἐκ τῆς κατ’ αὐτοὺς ἱστορίας μεμαθήκαμεν. ὁ μὲν γὰρ
115Θαγλαχθφασὰρ τὴν Δαμασκόν, ὁ δὲ Σαλμανάσαρ τὸν Ἐφραὶμ ἐξηνδραπο‐ δίσαντο· ὃς καὶ τὴν Σαμάρειαν εἷλε πολιορκήσας. καὶ ὁ τῶν ἑξήκοντα δὲ καὶ πέντε ἐτῶν ἀριθμός, ἀπὸ τοῦ πέμπτου καὶ εἰκοστοῦ ἔτους τῆς τοῦ Ὀζίου βασιλείας ἀρξάμενος, εἰς τὸν τελευταῖον βασιλεύσαντα τῶν φυλῶν, φημὶ δὴ τὸν Ὠσηέ, καταλήγει.
120 Καὶ ἡ μὲν καθ’ ἱστορίαν τοῦ ῥητοῦ ἐξήγησις αὕτη· ἀφορμὰς δὲ ἀλλη‐ γοριῶν λάβοις μὲν καὶ ἀπὸ τῶν σημασιῶν τῶν ἐν τοῖς ῥητοῖς ὀνομάτων. Ἀρὰμ γὰρ ἑρμηνεύεται ὅρασις ἢ φῶς ἢ λόγος· Δαμασκὸς αἵματος φίλημα ἢ αἵματος ποτισμός· Ταβεὴλ ἀγαθὰ θεοῦ ταῦτα· Ῥαασὶν ὅρασις ὕψους· Ἱερουσαλὴμ ὅρασις εἰρήνης· Ἱεροβοὰμ δικασμὸς λαοῦ· Ἰούδας ἐξομολόγη‐
125σις· Ὀζίας ἀδελφὸς ἢ ἐπιφανὴς ἢ ἰσχὺς κυρίου· Ἄχαζ ἰσχύς. λήψεται μὲν οὖν τις κἀντεῦθεν ἀρχὰς τοῦ ἀλληγορεῖν καὶ μετάγειν τὴν κατὰ τόπον ἱστορίαν ἐπὶ τὴν κατὰ νοῦν θεωρίαν, ἐγὼ δὲ οὐκ εἴωθα τὰ πολλὰ ταῖς τῶν Ἑβραϊκῶν ὀνομάτων ἕπεσθαι σημασίαις, ἐπειδὴ πολλάκις ἐναντιοῦται τοῖς ἀλληγορουμένοις τὰ σημαινόμενα καὶ οὐ πάνυ τι κατάλληλος ἀπὸ
130τούτων ὁ τῆς θεωρίας λόγος φαίνεται. τῷ μέντοι Μαξίμῳ τῷ φιλοσόφῳ οὐκ ἄλλοθεν αἱ τῆς ἀλληγορίας ἀρχαὶ ἢ ἐντεῦθεν· ὅπῃ δὲ αὐτῷ ἀντιπίπτει τὸ σημαινόμενον τοῦ ὀνόματος, βιάζεται καὶ τὴν καλλίστην σημασίαν ἐπὶ τὸ χεῖρον ἐξερμηνεῦσαι καὶ τὴν πονηρὰν τοῦ ὀνόματος δύναμιν εἰς κρείττω τάξιν μεταποιῆσαι.
135 Ὁ μὲν οὖν τὸν Ἀρὰμ ὅρασιν ἢ φῶς ἢ λόγος ἑρμηνευόμενον, ἐπειδὴ πρὸς κακοῦ τὸ ὄνομα τοῦτο κεῖται τῷ προφήτῃ, ἐξεβιάσατο ἂν τὴν σημασίαν ἐπὶ τὴν χειρίστην μεταστῆσαι ὑπόνοιαν· ἐγὼ δὲ οὐ πάνυ τι φροντίζων τῆς σημασίας τῶν ὀνομάτων, ἁπλῶς οὕτως τὴν ἐνταῦθα θηρῶμαι ἀλληγορίαν, ὅτι ἐπειδὴ ὁ Ἄχαζ οὐκ ἀγαθὸς ἦν τοῦ ἔθνους βασιλεὺς οὐδὲ κατὰ τοὺς
140εὐσεβεστέρους νόμους ἐξηγεῖται τὴν Ἱερουσαλήμ, εἰκότως ἂν εἰς τὸν ἐν τῇ ψυχῇ λόγον ἀλληγορηθείη, μὴ καταλλάττοντα τὸν ἐν γράμματι νόμον τῷ πνεύματι, μηδὲ [......] συμβιβάζοντα τὴν ὑπόνοιαν πρὸς τὴν
ἀλήθειαν. διὰ γοῦν τὴν παράνομον ἐπιστασίαν τοῦ λόγου ἀνέβη ἐπὶ τὴν Ἱερουσαλὴμ καὶ ὁ υἱὸς Ἀρὰμ Ῥαασίν, ὁ βασιλεὺς Δαμασκοῦ, καὶ ὁ υἱὸς153
145Ῥωμελίου Φακεέ, ὁ βασιλεὺς Ἰσραήλ. σύμβολον δὲ ὁ μὲν τῆς Δαμασκοῦ βασιλεὺς τῆς θυμικῆς ἐπὶ τὸν λόγον κινήσεως, ὁ δὲ υἱὸς τοῦ Ῥωμελίου Φακεὲ τῆς κατὰ τὴν ἄλογον ἐπιθυμίαν ὁρμῆς. ὑπὸ μὲν γὰρ τὴν ἀκριβῆ ἐπιστασίαν τοῦ λόγου ὥσπερ ὑφ’ ἡνίοχον τεχνικὸν ἠρεμοῦσι τὼ ἵππω τούτω καὶ ὑπὸ τὸ ἅρμα τετάχατον· ἐπὰν δὲ διάστροφος ὁ λόγος γένηται

38

(150)

καὶ καταφρονήσῃ τῆς Ἱερουσαλήμ, ἀναβαίνουσιν ἐπὶ ταύτην αἱ δυνάμεις αἱ ἄλογοι, καὶ πολεμεῖν μὲν ἐπιχειροῦσι, πολιορκεῖν δὲ ταύτην οὐ δεδύνην‐ ται. ἀπαγορεύοντος δὲ τοῦ λόγου πρὸς τὴν τούτου ἰσχὺν καὶ τῶν τούτου δυνάμεων, ἀντίμαχος τούτοις εὑρίσκεται ὁ θεός, καὶ τὸν μὲν θυμὸν αὐτὸν ὑφ’ ἑαυτοῦ φησι καταναλωθήσεσθαι, τὴν δὲ βασιλείαν Ἐφραὶμ μετὰ
155πέντε καὶ ἑξήκοντα ἔτη ἐκλείψειν ἀπὸ λαοῦ. ἔστι δὲ ὁ μὲν ἑξήκοντα ἀριθμὸς τῆς κατὰ τὴν πρακτικὴν ἀρετὴν τελείας ἐργασίας ὑπόθεσις, ὁ δὲ τῶν πέντε τῆς κατ’ αἴσθησιν ἐντελοῦς ἐνεργείας οἰκειότατον σύμβολον, μεθ’ ἃ ἡ κατὰ τὴν ἄλογον ἐπιθυμίαν ἐξοικίζεται δύναμις. Κἀγὼ μὲν οὕτως· ὁ δέ γε πολὺς τὰ θεῖα Βασίλειος τὸν μὲν Ῥαασὶμ τῇ
160διαλεκτικῇ ἀπεικάζει φιλοσοφίᾳ καὶ τῇ περὶ τὰ μετέωρα πραγματείᾳ, τὸν δὲ Ἐφραὶμ ταῖς ἐνδιαστρόφοις τῶν πιστευσάντων περὶ τὸ θεῖον ὑπολήψεσι, καὶ ταῦτά φησι πολλάκις ὁμονοεῖν ἐπὶ τὸν βασιλεύοντα νοῦν τῆς Ἱερουσαλήμ. εἰ μὲν οὖν ἄμφω σοι ἀρέσκει τὰ τὴν ἀλληγορίαν ὑφάναντα, οὐδὲν ἄν σε τῆς ψυχῆς ἐξελοίμην· εἰ δ’ ἀπορεῖς ποτέρῳ πρόσθοιο, μηδὲν
165ἐνδοιάσας ἢ διακρίνας τὴν τοῦ μεγάλου προελοῦ Βασιλείου ἐξήγησιν. ὁ γὰρ σοφὸς οὗτος ἀνὴρ καὶ θεοφάντωρ ὡς ἀληθῶς καὶ πάσαις μὲν εὐδοκιμεῖ ταῖς τῶν θείων γραφῶν ἐξηγήσεσι, μάλιστα δὲ ἐν τοῖς εἰς τὸν Ἡσαΐαν ἐξηγητικοῖς αὐτοῦ λόγοις τῶν τε ἄλλων ἁπάντων κρατεῖ καὶ καθ’ ἑαυτοῦ τὰ πρωτεῖα ἠνέγκατο. διὰ ταῦτα δὴ κἀγὼ ᾐδέσθην πολλὰς ἐπενεγκεῖν
170τῷ λόγῳ ἀλληγορίας· τί γάρ σοι δεῖ τῶν ἄλλων ἀστέρων, τοῦ φανοτάτου ἡλίου τὸν λόγον ἀποσαφοῦντός τε καὶ φωτίζοντος; Βασίλειον γὰρ ἢ τῶν
πάντων οὐδεὶς ἤ, εἴ γέ τις νικῴη, ὁ ἑταῖρος Γρηγόριος.154

39

(1t)

Ἑτέρα λύσις προφητικῆς ῥήσεως
2 Ἀσαφέστατον μὲν καὶ τοῦτο παντάπασιν, ὅπερ ἠρώτησας τοῦ προφήτου Ἡσαΐου ῥητὸν καὶ χρησμῷ ἐοικὸς ἄντικρυς· δεῖ δὲ πρῶτον θεῖναι τὴν ῥῆσιν ψιλήν, εἶθ’ οὕτω τὴν λύσιν ἐπαγαγεῖν.
5 ‘Οὐαὶ γῆς πλοίων πτέρυγες ἐπέκεινα ποταμῶν Αἰθιοπίας, ὁ ἀποστέλ‐ λων ἐν θαλάσσῃ ὅμηρα καὶ ἐπιστολὰς βιβλίνας ἐπάνω τοῦ ὕδατοσ‘. ἄχρι τούτου τὰ τοῦ χρησμοῦ. τοσοῦτον δὲ ἴσθι, ὡς τοῖς πρὸ ἐμοῦ τὸ ῥητὸν ἑρμηνεύσασι κατὰ τῆς Ἰουδαίων συναγωγῆς ἔδοξεν ἐξηγήσασθαι τοῦτο καὶ τούτοις ἐπενεγκεῖν τὸ οὐαί, ὡς ἐμπορικωτάτοις καὶ λημμάτων ἥττοσι
10καὶ μὴ μέχρις Αἰθιοπίας τὰ φορτηγὰ πλοῖα ἐκπέμπουσι καὶ τὰ ἐκεῖθεν ἀντικομιζομένοις ἀγώγιμα, ἀλλὰ καὶ περαιτέρω τὴν λιχνείαν ἐκτείνουσι καὶ μέχρι Βύβλου τὴν ἐμπορίαν ποιουμένοις καὶ τοῖς ἐκεῖσε διὰ θαλάσσης ὅμηρα ἐπιστέλλουσιν, ἵνα τι τῶν ἐκείνοις παρακερδήσωσι. τινὲς δὲ τῶν τὸν προφήτην ἑρμηνευσάντων καὶ μύθου Ἑλληνικοῦ ἥψαντο καὶ τῷ τῆς
15ἐξηγήσεως λόγῳ τὸν Ἄδωνιν παρεισηγηόχασι· περὶ οὗ δή, ὡς πρὶν μὲν ἀπολωλότος, ὕστερον δὲ ζητηθέντος καὶ εὑρεθέντος, οἱ κατὰ τὴν Ἰουδαίαν ἐπὶ τῇ εὑρέσει τούτου πανηγυρίζοντες ταῖς ἐν Βύβλῳ γυναιξὶν ‘ὅμηρα καὶ ἐπιστολὰσ‘ διὰ θαλάσσης ἐξέπεμπον, τῇ ὑγρᾷ ταῦτα πιστεύοντες καὶ ἐπῳδαῖς τισι περὶ τῆς ἀποκομιδῆς τούτων τεθαρρηκότες.
20 Οὕτω μὲν οὖν οἱ πρὸ ἐμοῦ τὸ ῥητὸν ἀναπτύσσοντες· ἐμοὶ δὲ εὐεπιχειρη‐ τότερον μᾶλλον κατὰ τοῦ Βαβυλωνίου δοκεῖ. οὗτος γὰρ πάσης κατάρξαι γῆς ἱμειρόμενος, νῦν μὲν εἰς Αἰθιοπίαν, νῦν δὲ καὶ ἐπέκεινα τῶν ταύτης ποταμῶν τὰς συνήθεις ἐποιεῖτο ἀπειλὰς καὶ ἐπιστολάς, πτεροῖς ὥσπερ ἀπὸ τῆς γῆς κουφίζων τὰ πλοῖα καὶ διὰ θαλάσσης ἀφιείς. ‘οὐαί‘ οὖν
25φησι ‘γῆς πλοίων πτέρυγεσ‘. αὐτῶν γὰρ ὥσπερ τῶν πλοίων κατολοφύρεται τῶν ἀπὸ γῆς πτερυσσομένων ἐπέκεινα ποταμῶν Αἰθιοπίας, ἤτοι εἰς τὴν Ἰνδικὴν εἰσβαλλόντων, βαθύτερον γὰρ τῆς Αἰθιοπίας ὡς πρὸς ἀνατολὰς ἡ τῶν Ἰνδῶν χώρα ἐξήπλωται. εἶτα δὴ τὴν Περσικὴν ἀπληστίαν ἐμφαίνων ὁ λόγος, μᾶλλον δὲ τὴν τῶν Περσῶν στηλιτεύων ἄνοιαν ἀπὸ κοινοῦ
30κατοιμώζεται καὶ ‘τὸν ἀποστέλλοντα ἐν θαλάσσῃ ὅμηρα καὶ ἐπιστολὰς βυβλίνας ἐπάνω τοῦ ὕδατοσ‘. εἰώθεσαν γὰρ οἱ τῶν Περσῶν αὐτοκράτορες, ἐπειδὰν ἔμελλεν αὐτοῖς διὰ θαλάσσης τὸ στράτευμα διαπεραιώσασθαι, ἐκεῖνο δὴ τὸ πέλαγος ἐξιλεοῦν ἑαυτοῖς καὶ ὅμηρά τινα πέμπειν, ἤτοι
χρυσᾶς ταινίας καὶ περιδέραια τοῦ βυθοῦ καθιέναι, ἵν’ ὅμηρα αὐτῷ εἴη155
35τῆς τοῦ στρατεύματος περαιώσεως, ἐπεστέλλετό τε τῷ πελάγει καὶ γράμματα βίβλινα, ἢ εἰ βούλοιτό τις ἐρεῖν καὶ βύβλινα· τὸ γὰρ εἶδος τοῦ βιβλίου ἐκ τῆς ἐν Βύβλῳ ὕλης ἐσκεύαστο. Δαρεῖος γοῦν, ὁ μετὰ ταῦτα τὴν Περσικὴν βασιλείαν ἀναδησάμενος, καὶ ὁ μετ’ ἐκεῖνον Ξέρξης, ἐπειδὴ τοῖς Ἀθηναίοις, ὁ μὲν κατὰ γῆν, ὁ δὲ κατὰ θάλασσαν, συμβεβλη‐
40κότες ἡττήθησαν, τῶν ἐν τέλει τοὺς κρείττους ἐπὶ τὴν θάλασσαν ἐκπεπόμ‐ φασι μαστιγοῦν τε ταύτην καὶ κατῃκίσθαι ἐπὶ πολλοῖς δώροις ἀγνω‐ μονήσασαν. Οὕτω μὲν οὖν ἡ τοῦ ῥητοῦ λύσις κατὰ τὴν λέξιν ἐμοὶ σαφηνίζεται· εἰ δὲ κἀνταῦθα θεωρίαν ζητοίης, ἔστω σοι ἀντὶ τοῦ Βαβυλωνίου ‘ὁ νοῦς ὁ
45μέγας, ὁ Ἀσσύριοσ‘, τὸν ἀντικείμενόν φημι δαίμονα, οὗ τὰ κοῦφα πλοῖα ἀπὸ γῆς πτερυσσόμενα πέμπεται ἐπέκεινα ποταμῶν Αἰθιοπίας. πλοῖα δὲ πτερωτὰ νοοῖντ’ ἂν αἱ γεώδεις ἐπιθυμίαι, βαρεῖαι μὲν οὖσαι τῇ φύσει, τῷ δὲ τῆς ἡδονῆς ἡδεῖ κοῦφαι δοκοῦσαι καὶ εὐπετεῖς, οὐ τῷ τὴν πρακτικὴν ἀρετὴν ἐπιτηδεύοντι διενοχλοῦσαι, οὗ σύμβολον ἡ Αἰθιοπία, καυσουμένῳ

39

(50)

καὶ μελαινομένῳ δεινῶς διὰ τὸν ὑπὲρ κεφαλῆς φλογίζοντα ἥλιον, ἀλλὰ καὶ τῷ ἐπέκεινα γῆς Αἰθιοπίας ὁδεύοντι καὶ εἰς τὴν τῆς θεωρίας προϊόντι ἀνατολήν. ‘Οὐαὶ‘ δὲ καὶ ‘ὁ ἀποστέλλων ἐν θαλάσσῃ ὅμηρα καὶ ἐπιστολὰς βιβλίνας ἐπάνω τοῦ ὕδατοσ‘. θάλασσα δὲ τί ἂν ἄλλο νοοῖτο ἢ ὁ κυμαινόμενος βίος
55τοῖς πονηροῖς πνεύμασιν; ἐπειδὴ γὰρ οἶδεν ὁ πονηρὸς οὗτος δαίμων, ὡς ἀποχρῶσα πρὸς ἀποφυγὴν τοῦ κακοῦ αὐτὴ δὴ ἡ τοῦ βίου τροπικῶς ἐρεῖν θάλασσα, ‘ὅμηρα‘ ἐπὶ ταύτην ἐκπέμπει, φημὶ δὴ τὰς ἐμπαθεῖς ἡδονάς, ἵν’ ἀντὶ πάσης ταλαιπωρίας ταύτας καρπούμενοι, ἁλώσιμοι ὦμεν τοῖς κύμασιν. ἐκπέμπει δὲ καὶ ‘ἐπιστολὰς βιβλίνας ἐπάνω τοῦ
60ὕδατοσ‘. ἐπιστολαὶ δὲ βίβλιναι ἂν εἶεν οἱ ἐπιστελλόμενοι παρ’ ἐκείνου καὶ ἀποστελλόμενοι δαίμονες, κατείδωλος γὰρ ἡ Βύβλος. ‘ἐπάνω‘ δὲ ‘τοῦ ὕδατοσ‘ οὗτοι γίνονται ὡς ἐμπαθέστεροι καὶ γεωδέστεροι, καὶ οὐκ ἐξ ἀέρος πρὸς ἡμᾶς ἐπιτοξάζονται, ἀλλὰ προσεχῶς τῆς θαλάσσης ἁπτόμενοι, ἤτοι τοῦ βιωτικοῦ κλύδωνος, κἀντεῦθεν ἡμᾶς διακυμαίνοντες
65καὶ ταράσσοντες. Ταῦτα δὴ καὶ τὰ παρ’ ἡμῶν ἐπὶ τῇ τοῦ χρησμοῦ λύσει. σὺ δέ, εἰ μὲν βούλει τὴν ἐπιτομωτέραν ἐπιέναι ὁδόν, ἔχε τὴν προλαβοῦσαν ἐξήγησιν, ἢ εἴ τι ἕτερος διηρμήνευκεν· εἰ δέ σοι ἀρέσκει, καὶ εἴ τις καινότερον ἐπιλύεται τὰ θεοπαράδοτα λόγια, ἔχε καὶ τὴν παρ’ ἡμῶν ἐπίλυσιν,
70ἀποχρῶσαν νεανικῷ φρονήματι πρὸς τὰς νεωτέρας ἐπιλύσεις τῶν ζητη‐
μάτων.156

40

(1t)

νζʹ. Εἰς τὸ θεολογικὸν ῥητὸν τὸ ὥσπερ ‘στέφανος δόξησ‘, οὕτω καὶ
2t‘στέφανος ὕβρεωσ‘
3 Οὐκ ἔστι τῆς τοῦ θεολόγου Γρηγορίου γλώττης πρώτης ὅπερ ἠρώτησας, ἀλλὰ τῆς τοῦ Ἡσαΐου φωνῆς· γέγραπται γὰρ οὕτως ἐπὶ τοῖς προφητευο‐
5μένοις αὐτῷ· ‘οὐαὶ τῷ στεφάνῳ τῆς ὕβρεως, οἱ μισθωτοὶ Ἐφραίμ, τὸ ἄνθος τὸ ἐκπεσὸν τῆς δόξης ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους τοῦ παχέοσ‘. καὶ αὖθις· ‘ταῖς χερσὶ καὶ τοῖς ποσὶ καταπατηθήσεται ὁ στέφανος τῆς ὕβρεως, οἱ μισθωτοὶ Ἐφραίμ‘. καὶ πάλιν· ‘τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται κύριος σαβαὼθ ὁ στέφανος τῆς ἐλπίδος, ὁ πλακεὶς τῆς δόξης τῷ καταλειφθέντι
10λαῷ‘. Τὰ μὲν οὖν ῥητὰ τῆς προφητείας ταῦτα· λέγεται δὲ ὥσπερ ‘στέφανος δόξησ‘, οὕτω καὶ ‘στέφανος ὕβρεωσ‘· τὰ γὰρ ἐξαίρετα τῶν κρειττόνων καὶ τῶν χειρόνων στεφάνοις εἰκάζεται. στέφανος δὲ ὕβρεως παρὰ τοῖς Ἰουδαίοις ἡ τῶν Φαρισαίων συναγωγή· οὗτοι γὰρ ἦσαν οἱ πρώτως τὸν
15νόμον ὑβρίζοντες καὶ ἀθετοῦντες τὰ ἅγια, ἡ περιεκτικὴ τῶν ἀσυνετωτέρων κακία καὶ ὁ κόσμος τῆς πονηρίας, οἱ τοῖς ἀτίμοις ἐπικαυχώμενοι καὶ ταῖς κακίσταις πράξεσι στεφανούμενοι. Κατολοφύρεται δὲ ὁ προφήτης καὶ ‘τοὺς μισθωτοὺς Ἐφραὶμ‘ ὡς ἀδικωτάτους καὶ πονηροτάτους παρὰ πάντας τοὺς κατοικοῦντας τὴν γῆν·
20μισθωτοὺς δὲ Ἐφραὶμ ἢ συμπάσας ὀνομάζει τὰς δέκα φυλὰς ἀπὸ τῆς βασιλικωτέρας, φημὶ δὴ τοῦ Ἐφραίμ, ταύτας προσαγορεύων, ἢ τὴν τοῦ Ἐφραὶμ φυλήν, ἐξ ἧς Ἱεροβοάμ, ὃν ὁ τοῦ Ναβὰτ υἱὸς διασύρει εἰς ἀναν‐ δρείαν· τοὺς γὰρ μὴ ἐξαρκοῦντας ἑαυτοῖς στρατιώτας ‘μισθωτοὺσ‘ εἰώθαμεν ὀνομάζειν, ὡς ἐν μὲν προσθήκης μέρει τῷ παντὶ λυσιτελοῦντας,
25ἑαυτοῖς δὲ μὴ ἰσχύοντας. ‘Ἄνθοσ‘ δὲ τὴν φυλὴν Ἐφραὶμ ὀνομάζει ‘ἐκπεσὸν ἐκ τῆς δόξης ἐκ τῆς κορυφῆς τοῦ ὄρους τοῦ παχέοσ‘ διὰ τὴν τοῦ γένους εὐγένειαν καὶ τὴν ἀρχαίαν ἀνθοφοράν, μεταστᾶσαν εἰς μισθοφοράν· ἐκπέπτωκε γὰρ ἀτεχνῶς τῆς προτέρας δόξης ἡ τοιαύτη φυλὴ ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους157
30τοῦ παχέος. ἔστι δὲ ‘παχὺ‘ μὲν ‘ὄροσ‘ ὁ ἀντικείμενος δαίμων· παχὺ μὲν ὅτι τὸν γεώδη περιβέβληται φορυτόν, ὑψηλὸν δὲ ὡς ἐπαιρόμενον κατὰ τῆς δόξης τοῦ θεοῦ καὶ κατὰ τῆς ὑπερουσίου δυνάμεως ἀλαζονευόμενον· κορυφὴ δὲ τοῦ τοιούτου ὄρους τὸ τῆς πονηρίας ἀκρότατον, ἐφ’ οὗ κατα‐ πέπτωκε τοῦ Ἐφραὶμ ἡ φυλή.
35 Καὶ πᾶς δὲ τοῖς αἰσχίστοις ἔργοις καλλωπιζόμενος ‘στέφανον ὕβρεωσ‘ ἀναδέχεται καὶ ‘μισθωτὸσ‘ ἀντὶ τοῦ υἱὸς καλεῖσθαι θεοῦ ὀνομάζεται, μισθωτὸς δὲ οὐ τοῦ θεοῦ, ἀλλὰ τοῦ πονηροῦ δαίμονος, ὃς οὐδένας τῶν προσκεχωρηκότων αὐτῷ υἱοποιεῖν δύναται, ἀλλὰ μισθωτοὺς ἔχει διακο‐ νουμένους αὐτοῦ τοῖς θελήμασι.
40 Καὶ ὁ μὲν ‘τῆς ὕβρεως στέφανος καὶ οἱ μισθωτοὶ τοῦ Ἐφραὶμ καὶ χερσὶ καὶ ποσὶ καταπατηθήσονται· ἔσται δὲ κύριος σαβαὼθ ὁ στέφανος τῆς ἐλπίδος, ὁ πλακεὶς τῷ καταλειφθέντι τοῦ λαοῦ‘. ὁ μὲν γὰρ πρότερος στέφανος ἐκ τῆς ἀδοξίας ἐδέξατο πλοκήν, ὁ δέ γε τῶν ἀγαθῶν στέφανος θεός, ὁ περιεκτικὸς τῶν ἀρετῶν σύνδεσμος, ἐκ τῆς ὑψηλοτέρας δόξης
45συνδέδεταί τε καὶ πέπλεκται.

41

(1t)

νηʹ. Εἰς τὸ ‘δρέπανον‘ ὃ τεθέαται Ζαχαρίας ‘πετόμενον‘
2 Τὸ ‘δρέπανον‘, ὃ τεθέαται Ζαχαρίας ‘πετόμενον‘, τὸ δεκάπηχυ μὲν τὸ πλάτος, τὸ δὲ μῆκος οἷον εἰκοσάπηχυ καὶ διακόπτον ‘τὸν κλέπτην‘ καὶ ‘τὸν ἐπίορκον‘ καὶ ‘καταλῦον‘ μὲν ‘εἰς τὸν οἶκον αὐτοῦ‘, διαφθεῖρον δὲ
5τὴν τούτου πᾶσαν οἰκοδομὴν ἐκ ‘ξύλων‘ συντεθειμένην καὶ ‘λίθων‘, ὁ μονογενής ἐστι τοῦ θεοῦ λόγος, ὁ παντάπασιν ἀνώνυμος κατὰ τὴν θείαν ὑπόστασιν καὶ οὐδὲν ἔλαττον πολυώνυμος κατὰ τὴν πρὸς ἡμᾶς προνο‐ ητικὴν δύναμιν. ὡς μὲν γὰρ ἐκθερίζων τὴν ἐν ἡμῖν τῆς κακίας ἕξιν καὶ τὰς τῆς φύσεως ἡμῶν παραφυάδας ἐκτέμνων, ‘δρέπανον‘ κατωνόμασται·158
10ὡς δὲ ὑπερφυῶς ὁμιλήσας ἡμῖν καὶ σὰρξ μὲν γενόμενος, ἀνάλωτος δὲ τοῖς ἀπὸ τῆς σαρκὸς παθήμασι γεγονώς, ‘πετόμενον‘, ὅπερ ὦπται τῷ προφήτῃ, προσηγόρευται. Ἐπεὶ δὲ τοῖν δυοῖν νόμοιν ὁ αὐτός ἐστι κύριος, τοῦ τε παλαιοῦ φημι καὶ τοῦ νέου, ὧν ὁ μὲν τὴν προβεβλημένην εἶχε δεκάλογον, ὁ δέ γε τοῦ
15εὐαγγελίου καὶ τὴν ἑκάστου τούτων μυστικωτάτην ἔκβασιν, ὡς εἶναι τὴν νέαν διαθήκην τῆς παλαιᾶς διπλασίονα, διὰ ταῦτα τὸ θεῖον ἐκεῖνο δρέπα‐ νον δεκάπηχυ τὸ πλάτος καὶ εἰκοσάπηχυ τὸ μῆκος ἐθεωρήθη τῷ βλέποντι. Ὁ δὲ ‘ἐπίορκοσ‘ καὶ ‘κλέπτησ‘, ὃν τὸ δρέπανον ‘συνετέλεσεν‘, ὁ ἀρχέκα‐ κός ἐστι δαίμων καὶ τῷ γένει ἡμῶν ἀεὶ ἀντικείμενος· κλέπτης μὲν γάρ
20ἐστιν ὡς ἀποσυλήσας τὸν ἄνθρωπον τοῦ θεοῦ, ἐπίορκος δὲ ὡς ἀθανασίαν μὲν αὐτῷ ὑποσχόμενος, ψευσάμενος δὲ τὴν ὑπόσχεσιν. οἶκος δὲ τοῦ τοιούτου κλέπτου τὸ τοῦ ᾅδου πικρὸν δεσμωτήριον, οὗ καταλύσας ὁ λόγος αὐτήν τε τὴν πονηρὰν στέγην τοῦ παμπονήρου κατέστρεψε καὶ τὰς ἐξαπτικὰς δυνάμεις τῶν ἐν ἡμῖν ἐπιθυμιῶν τάς τε πωρωτικὰς τῶν ἐν
25ἡμῖν θείων γνώσεων, ἅπερ εἰσὶν οἱ λίθοι καὶ τὰ ξύλα, ἠφάνισεν.

42

(1t)

Περί τινων γραφικῶν ῥήσεων ἐναντίως ἔχειν ὑπειλημμένων
2 Οὐ χρή σε θαυμάζειν, εἰ τὸ αὐτὸ διαφόροις καὶ ἐναντίοις δηλοῦται ὀνόμασιν· ἡ γὰρ κατ’ ἀρετὴν καὶ γνῶσιν προκοπή τε καὶ αὔξησις ἐναλ‐
λάττει τὸ ὑποκείμενον. οἷον ὡς ἐν παραδείγματι πρεσβεύει ὁ Μωσαϊκὸς159
5νόμος τὸ σάββατον, ‘ἵνα ἀναπαύσηται‘ φησί ‘τὸ ὑποζύγιόν σου‘ καὶ ‘ὁ παῖς σου‘. δύο ταῦτα ὀνόματα, ὑποζύγιον καὶ παῖς, λέγεται δὲ κατὰ τοῦ αὐτοῦ ὑποκειμένου, φημὶ δὴ τοῦ σώματος, ἢ μᾶλλον αὐτὸ τὸ σῶμα πρὸς τὴν διάφορον προκοπὴν ἢ ὑποζύγιον ἢ παῖς ὀνομάζεται. τῷ μὲν γὰρ πρακτικῷ, ἔτι ἀτελεστέρῳ τυγχάνοντι καὶ τὸ ἐν ἡμῖν δουλαγωγοῦντι
10ἄλογον καὶ καταστέλλοντι τοῖς κόσμοις τῶν ἀρετῶν, ὑποζύγιον τὸ σῶμά ἐστιν ἀχθοφοροῦν κατὰ τὴν πρᾶξιν τοῖς τρόποις τῶν ἀρετῶν· εἶτα μεθαρμοσθέν τε καὶ τελειωθὲν καὶ πρὸς ὑπακοὴν λόγου καταρτηθέν, ὡς παῖς ὑπόκειται τῷ θεωρητικῷ, τοῖς γνωστικοῖς ἐπιτάγμασιν ὑπηρετού‐ μενος τοῦ νοός, ὥσπερ δὴ καὶ ὁ αὐτὸς λόγος τοῖς μὲν ἔτι σωματικώτερον
15τὴν ἀρετὴν μετιοῦσιν ἄχυρον ἂν καὶ χόρτος ὀνομασθείη, διατρέφων τὸ παθητικὸν τῆς ψυχῆς μέρος αὐτοῖς πρὸς ὑπηρεσίαν τῶν ἀρετῶν· εἰ δέ τις ἀναχθείη πρὸς τὴν τῶν ὄντων γνῶσιν καὶ τὴν τῶν τελεωτέρων κατάληψιν, ἄρτος αὐτῷ γίνεται, ὑποτρέφων τὸ νοερὸν αὐτοῦ τῆς ψυχῆς πρὸς θεοειδῆ τελειότητα. κατὰ γοῦν τὴν τοιαύτην τῶν ὀνομάτων ἐπιβολήν τε καὶ
20θεωρίαν αὐτὸς ὁ θεὸς καὶ ‘δρόσοσ‘ λέγεται καὶ ‘ὕδωρ‘ καὶ ‘πηγὴ‘ καὶ ‘ποταμὸσ‘ καὶ ‘ὁδὸσ‘ καὶ ‘θύρα‘ καὶ ‘φῶσ‘ καὶ ὁπόσα ἄλλα τῶν τοιούτων ὀνομάτων ἐστίν. Οὐ διαφόρως δὲ πρὸς ἀλλήλους περὶ τοῦ αὐτοῦ πράγματος ἐδόξασαν, ὥσπερ ᾠήθης, ὅ τε εὐαγγελιστὴς Ἰωάννης καὶ Παῦλος, ἡ σάλπιγξ τῆς
25ἐκκλησίας, εἰ ὁ μὲν εἰρήκει θεάσασθαι τὴν τοῦ λόγου ‘δόξαν ὡς μονογενοῦς παρὰ πατρὸς πλήρη χάριτος καὶ ἀληθείασ‘, ὁ δέ γε Παῦλος τὴν τοῦ αὐτοῦ γνῶσιν ‘ἐκ μέρουσ‘ ἔφη ‘γινώσκειν‘. ὁ μὲν γὰρ εὐαγγελιστής, τέλειον ὡς ἐν ἀνθρώποις τὸν τῆς ἐνανθρωπήσεως τοῦ λόγου μυηθεὶς λόγον, τὸν σκοπὸν καθ’ ὃν ὁ θεὸς γέγονεν ἄνθρωπος πλήρη χάριτος καὶ
30ἀληθείας ἔφη θεάσασθαι, ὁ δὲ Παῦλος τὴν ὡς θεοῦ λόγου γνῶσιν ἐκ μέρους ἔφη γινώσκειν, ‘γινώσκεται‘ δὲ ὁ θεὸς ‘κρίματα ποιῶν‘. οὐ τοίνυν ἐκ τῆς κατ’ οὐσίαν ὑπάρξεως, ἀλλ’ ἐκ τῶν ἐνεργειῶν ὡς ἀπὸ μέρους γινώσκειν ὁ Παῦλός φησι τὸν θεόν. Ἡ μέντοι γε ‘ἀπὸ δυνάμεως εἰς δύναμιν‘ καὶ ‘ἀπὸ δόξης εἰς δόξαν‘
35προκοπὴ ὥσπερ διάφορός ἐστι τοῖς ὀνόμασιν, οὕτω δὴ καὶ τοῖς πράγμασιν. ‘ἀπὸ‘ μὲν γὰρ ‘δυνάμεως εἰς δύναμιν‘ πρόεισί τις ἀναβαίνων τὴν τῶν ἀρετῶν κλίμακα· ‘ἀπὸ‘ δὲ ‘δόξης εἰς δόξαν‘ ἀνίπταται τὰς διαφόρους ἐλλάμψεις ἀμείβων τῆς ζωαρχικῆς τελειότητος.
‘Σκηνῆσ‘ μέντοι ‘θαυμαστῆς τόποσ‘ ἡ τῶν ἀρετῶν ἐστιν ἕξις· ‘οἶκοσ‘160
40δὲ ‘τοῦ θεοῦ‘ ἡ ἐκ πολλῶν καὶ διαφόρων συγκειμένη θεωρημάτων γνῶσις. ἡ δὲ ‘φωνὴ τῆς ἀγαλλιώσεωσ‘ ὁ ἦχος τοῦ σκιρτήματος τῆς ψυχῆς γινομένου ἐπὶ τῷ πλούτῳ τῶν ἀρετῶν· ἡ δὲ τῆς ‘ἐξομολογήσεωσ‘ ἡ ἐπὶ τῇ δόξῃ τῆς κατὰ τὴν σοφίαν εὐωχίας ἐστὶν εὐχαριστία. ‘Καρδία‘ δέ ἐστι ‘καθαρὰ‘ ἡ μὴ μορφουμένη τοῖς τῶν γνώσεων
45ποικίλοις νοήμασι μηδὲ τυπουμένη τοῖς εἴδεσι τῶν ἐλλάμψεων, ἀλλὰ πᾶν εἶδος καὶ ἀρετῶν καὶ γνώσεως ὑπερβᾶσα καὶ παντάπασιν ἀνείδεον ἑαυτὴν τῷ θεῷ παραστήσασα. ‘Χριστοῦ‘ μέντοι γε ‘νοῦσ‘, ὣς δὲ καὶ ‘σῶμα‘, ἃ λαμβάνουσι καὶ γίνονται οἱ κατ’ ἀρετὴν καὶ γνῶσιν προκόπτοντες, ὁ τῇ οἰκείᾳ ποιότητι

42

(50)

τὴν τοῦ ἡμετέρου νοὸς λαμπρύνων ἐστὶ δύναμιν καὶ τὸ καθ’ ὁμοιότητα τῆς τοῦ λόγου σαρκὸς τὴν φθορὰν ἀποικονομοῦν τῆς ἐν τῷ ἡμετέρῳ σώματι ἁμαρτίας. Εἰ δὲ ὁ αὐτὸς ἄνθρωπος ‘κιθάρα‘ καὶ ‘αὐλὸσ‘ καὶ ‘ναὸς θεοῦ‘ λέγεται, μὴ θαυμάσῃς· οὐ γὰρ κατὰ τὸν αὐτὸν τρόπον ἢ τὸν τύπον τῆς ἀρετῆς,
55ἀλλὰ ‘κιθάρα‘ μὲν λέγεται ὡς ἁρμοσάμενος ἑαυτῷ τὰς συντονίας τῶν ἀρετῶν, ‘αὐλὸσ‘ δὲ ὡς διὰ τῆς γνώσεως τὰς τοῦ πνεύματος ἄνωθεν ἐλλάμψεις δεχόμενος, ‘ναὸσ‘ δὲ ὡς διὰ τὴν τοῦ νοῦ καθαρότητα θεοῦ γενόμενος οἰκητήριον. Ὁ δέ γε τοῦ θεοῦ λόγος διττὸν τρόπον λέγεται σάρξ, τὸν μὲν ὅτι
60σεσάρκωται, τὸν δὲ ὡς μὴ δυναμένων ἡμῶν γυμνὴν αὐτοῦ τὴν θεότητα χωρῆσαι, διὰ τῆς τῶν ἱστοριῶν καὶ ‘αἰνιγμάτων‘ καὶ ‘παραβολῶν‘ καὶ ‘σκοτεινῶν λόγων‘ ποικιλίας συντιθέμενος. ‘Κηπουρὸν‘ δὲ οἴεται τὸν ἀναστάντα λόγον ὁ μὴ πρεσβεύων καὶ τῆς νοητῆς καὶ νοερᾶς φύσεως δημιουργὸν αὐτὸν γεγενῆσθαι, ἀλλ’ ἢ μόνον τῆς
65ἐν γενέσει τε καὶ φθορᾷ κατὰ καιροὺς φυτευομένης καὶ αὖθις ἀπολλυο‐ μένης. Εἰ δέ γε παρὰ τῷ ἀποστόλῳ Παύλῳ οὔπω ὑποτέτακται ὁ μονογενὴς υἱὸς καὶ θεὸς τῷ μεγάλῳ πατρί, ‘ὑποταγήσεται‘ δέ ποτε κατὰ ‘τοὺς ἐπερχομένους αἰῶνασ‘, μὴ οὕτως οἰηθῇς, ὡς αὐτός ἐστι κατ’ οὐσίαν ὁ νῦν
70μὲν μὴ ὑπείκων τῷ γεννήτορι, αὖθις δὲ δεξόμενος τὴν ὑποταγήν, ἀλλὰ τὸ κατ’ ἐμὲ ἀτελές τε καὶ τέλειον ἑαυτῷ προσοικειοῦται θεός. ὅσον γὰρ ἐγώ
εἰμι ἀτελής τε καὶ ἀνυπότακτος, μὴ ὑπακούων τοῦ θεοῦ διὰ τῆς ἐργασίας τῶν ἐντολῶν μήτε κατὰ τὴν γνῶσιν γινόμενος τέλειος, ἀτελὴς καὶ ἀνυπό‐ τακτος τὸ κατ’ ἐμὲ καὶ Χριστὸς νομίζεται δι’ ἐμέ.161
75 ‘Ἱμάτια‘ δὲ τοῦ Χριστοῦ κατὰ τὴν μεταμόρφωσιν αὐτοῦ ‘λευκαινόμενα‘ τὰ ῥήματά εἰσι τῆς ἁγίας τῶν εὐαγγελίων γραφῆς. ὅταν γοῦν ὁ θεὸς ἐναπαστράψῃ τῇ ἡμετέρᾳ ψυχῇ, τότε δὴ καὶ τὰ θεοπαράδοτα λόγια σαφῆ καὶ ἀσύγχυτα γίνεται συμμεταβάλλοντα τῇ ἐκείνου μορφῇ καὶ τῆς καθαρᾶς κατὰ τὴν ἔννοιαν λευκότητος ἀποστίλβοντα· τηνικαῦτα γὰρ καὶ
80Μωυσῆς καὶ Ἠλίας μετ’ αὐτοῦ παραγίνονται, τουτέστιν οἱ πνευματικώ‐ τεροι λόγοι τῆς Μωσαϊκῆς νομοθεσίας καὶ τῆς προφητικῆς χάριτος. Ἐρωτᾷς δὲ καὶ τίς ἐστιν ‘ὁ ἄνθρωπος, ὃν οὐκ ἔχει‘ ὁ παρειμένος τῷ σώματι, ‘ἵνα βάλῃ‘ αὐτὸν ‘εἰς τὴν‘ τοῦ Σιλωὰμ ‘κολυμβήθραν‘, ὅταν ταράσσηται· ὁ ἔμφρων λογισμός, ὁ ταῖς ἀρεταῖς τελειούμενος. κολυμβήθρα
85δέ ἐστι τοῦ τοιούτου ἡ δεκτικὴ τῆς γνώσεως ἀρετή· ‘αἴρειν‘ δὲ οὗτος ‘τὸν κράββατον‘ παρὰ τοῦ κυρίου προστέτακται, συμβολικώτερον ἆραι τὸ σῶμα τοῖς ὤμοις τῶν ἀρετῶν προσταττόμενος καὶ εἰς τὸν ἴδιον ἀπελθεῖν οἶκον, ἤτοι τὸν οὐρανόν. Τέσσαρας δὲ ἴσθι γενικοὺς τρόπους ἐγκαταλείψεως, τὸν οἰκονομικόν,
90τὸν κατὰ δοκιμασίαν, τὸν κατὰ παίδευσιν πατρικήν, τὸν κατὰ ἀποστροφήν.

43

(1t)

Τῶν εἰς τὸ ἅγιον πάσχα ἀλληγορουμένων κρυφίως τῷ θεολόγῳ Γρηγορίῳ
2tἐξήγησις
3 Ὁ μὲν μέγας πατὴρ Γρηγόριος, ὁ τῆς θεολογίας φωστήρ, τοῖς εὐαγ‐ γελικοῖς ἑπόμενος ῥήμασι καὶ τὴν ἱστορίαν εἰς ἀλληγορίαν τιθείς, οὐδέν
5τι πλέον τοῦ πνευματικῶς ἡμῖν ἐντεῦθεν προτρέπεσθαι τὰ ἱστορούμενα περὶ τὴν ὑψηλολογίαν τῶν ἀπορρήτων ἐπραγματεύετο· ἐγὼ δέ σοι ἐκεῖθεν ὥσπερ ἐκ πηγῆς βρυούσης τὰς ἀφορμὰς λαβὼν τοῦ ἀλληγορεῖν καὶ αὐτό σοι τὸ εἶδος ἐν τοῖς κατὰ μέρος μορφώσομαι τῆς ἀναγωγῆς. ‘Τὴν Ἰωάννου‘. τοίνυν ‘ζώνην μιμούμεθα τοῦ ἐρημικοῦ καὶ προδρόμου‘,162
10τὸ γόνιμον τῆς ψυχῆς διὰ γνώσεως πρακτικῆς ἐπισφίγγοντες. Ὁ δὲ ‘πεμπόμενος ἐπὶ τὸ εὐαγγέλιον μαθητὴς φιλοσόφως καὶ ἀπερίττως, ὃν δεῖ πρὸς τῷ ἀχάλκῳ καὶ ἀράβδῳ καὶ μονοχίτωνι ἔτι καὶ γυμνοποδεῖν‘ ὁ τοῖς τρόποις ἐστὶ παντελῶς τὴν πρὸς τὸν κόσμον τοῦτον ἐπιδεικνύμενος ἀλλοτρίωσιν τῷ ἀφιλαργύρῳ καὶ ἀοργήτῳ, πρὸς δὲ καὶ ἁπλοϊκῷ τρόπῳ
15μηδὲ νεκρότητος σύμβολον τῷ ἴχνει τῆς ψυχῆς ὥσπερ ὑπόδημα ἐναφείς. ‘Ῥαχὴλ‘ δέ ἐστιν ἢ ‘Λεία ψυχὴ πατριαρχικὴ καὶ μεγάλη, τὰ εἴδωλα κλέπτουσα τοῦ πατρός, ἅπερ ἂν εὕρῃ, ἵνα ἀφανίσῃ‘ πᾶσα ψυχὴ θεωρητικὴ τοῖς κατὰ πρᾶξιν θεσμοῖς τὰ πάθη τῆς σαρκὸς τῷ γονίμῳ τῆς ψυχῆς ὑποτάσσουσα· εἴδωλα δὲ πατρὸς τὰ γεώδη φαντάσματα τοῦ νοὸς ἢ τὰ
20τοπικὰ σύμβολα τῶν κρυφίων, ἃ δεῖ βλέπειν ἐκεῖθεν καὶ ἀφανίζειν τὴν πρακτικὴν καὶ θεωρητικὴν ψυχήν. ‘Εἰ δὲ Ἰσραηλίτης εἶ‘ φησί ‘σοφός, πρὸς τὴν γῆν τῆς ἐπαγγελίας μετένεγκε‘. Ἰσραηλίτης δέ ἐστι σοφὸς νοῦς θεωρητικός, τὰ τοῦ αἰῶνος τούτου νοήματα πρὸς τὴν χώραν τῆς γνώσεως μεταβιβάζων, κατὰ τὸν
25μέγαν ἐκεῖνον Ἰακὼβ τὸν πάντα τὰ τοῦ Λάβαν πρὸς τὴν γῆν τῶν πατέρων μετακομίσαντα. ‘Σίμων‘ δέ ἐστι ‘Κυρηναῖος τὸν σταυρὸν αἴρων καὶ ἀκολουθῶν‘ πᾶς ἕτοιμος πρὸς ὑπακοὴν τοῦ εὐαγγελίου καὶ πρόθυμος διὰ νεκρώσεως τῶν ἐπὶ γῆς μελῶν τὴν ὑπὲρ ἀρετῆς κατὰ τὴν πρακτικὴν φιλοσοφίαν ὑπερχό‐
30μενος κάκωσιν· Σίμων μὲν γὰρ ὑπακοή, Κυρηναῖος δὲ ἑτοιμότης εἰς τὴν Ἑλλάδα ἑρμηνεύεται γλῶτταν. ‘Λῃστὴσ‘ δέ ἐστιν ‘εὐγνώμων‘ ὁ διὰ βίου μὲν παντὸς πᾶσαν πονηρίαν ἐπιδειξάμενος, ἐν τῷ τέλει δὲ τῆς ζωῆς αἰσθόμενος ὧν ἐξειργάσατο καὶ αἰτῶν συγγνώμην εἰλικρινῶς ἐκ βάθους ψυχῆς ὧν ἡμάρτηκεν.
35 ‘Ἰωσὴφ‘ δέ ἐστιν ‘ὁ ἀπὸ Ἀριματθίας, αἰτῶν τὸ σῶμα‘ τοῦ Ἰησοῦ ‘ἀπὸ τοῦ σταυροῦντοσ‘ πᾶς ἄνθρωπος προσθήκην πίστεως ἔχων καὶ γνώσεως καὶ τοῖς κατ’ ἀρετὴν ηὐξημένος τρόποις καὶ πᾶσαν ἀπάτην τῶν ὑλικῶν
ἑαυτοῦ περιελόμενος· Ἰωσὴφ μὲν γὰρ ἑρμηνεύεται πρόσθεσις, Ἀριματθία δὲ ἆρον ἐκεῖνο. οὗτος τοιγαροῦν τὸ σῶμα τοῦ Χριστοῦ λαβὼν ἐντίθησι163
40τῇ ἐκ πίστεως λελατομημένῃ καρδίᾳ· σῶμα δὲ Χριστοῦ ἐστι κατὰ τὸν φιλόσοφον Μάξιμον ἢ ἡ ψυχὴ ἢ αἱ ταύτης δυνάμεις ἢ αἱ αἰσθήσεις ἢ αἱ ἐντολαὶ ἢ αἱ ἀρεταὶ ἢ οἱ λόγοι τῶν γεγονότων· σταυροῖ δὲ ταῦτα πάντα ὁ διάβολος, οὐκ ἐῶν αὐτὰ ἐν τοῖς παραδεξαμένοις αὐτὸν κατὰ φύσιν ἐνεργεῖσθαι.
45 ‘Νικόδημοσ‘ δέ ἐστι ‘νυκτερινὸς θεοσεβὴς μύροις ἐνταφιάζων‘ τὸν κύριον ὁ κατὰ διάνοιαν μὲν ἐρρωμένος εἰς τὴν ἐπίγνωσιν τοῦ Χριστοῦ, τὴν δὲ τῆς πράξεως τῶν ἐντολῶν φιλοτιμίαν φειδοῖ τῆς σαρκὸς παραιτού‐ μενος. οὗτος γοῦν τῇ εὐωδίᾳ καὶ μόνῃ τῆς κατὰ πίστιν ζωῆς ἐνταφιάζειν λέγεται τὸν θεόν.

43

(50)

‘Μαρία‘ δέ τις γίνεται Μαγδαληνή, καὶ αὖθις ἑτέρα ‘Μαρία καὶ Σαλώμη καὶ Ἰωάννα‘ ἢ πρακτικὴ ψυχὴ ἀφῃρημένη ‘ἑπτὰ δαιμόνια‘, ἤτοι ἀπολυθεῖσα τοῦ ἑβδοματικοῦ τούτου αἰῶνος, ἢ θεωρητικὴ διὰ γνώσεως ἀληθοῦς τὴν πρὸς τὸν λόγον κατὰ χάριν κτησαμένη συγγένειαν. Σαλώμη δέ ἐστιν, ἥτις ἑρμηνεύεται εἰρήνη, ἡ τὸ φρόνημα τῆς σαρκὸς
55ὑποτάξασα τῷ νόμῳ τοῦ πνεύματος. Ἰωάννα δέ ἐστιν, ἥτις ἑρμηνεύεται περιστερά, ψυχὴ διὰ πραότητος ἀποθεμένη τὸ ἐμπαθὲς καὶ τὴν ἐν γνώσει πολυγονίαν τοῦ πνεύματος διάπυρον ἔχουσα. αὗται δὲ ‘δακρύουσιν ὄρθρια‘· ὄρθριον δέ ἐστι δάκρυον ἡ ἐπίπονος κατὰ θεωρίαν τῆς ἀληθείας τῶν ὄντων ζήτησις. καὶ ὁρῶσι ‘τὸν λίθον‘ ἐκ τῆς θύρας ‘ἠρμένον‘ τοῦ μνημείου,
60τουτέστι τὴν ἐπικειμένην τῇ καρδίᾳ τῆς ἀσαφείας τοῦ λόγου πώρωσιν· εἶτα ‘τοὺς ἀγγέλουσ‘ τοὺς ἐν πνεύματι τῶν ὄντων φυσικοὺς λόγους ἢ τῆς ἁγίας γραφῆς τῶν περὶ θεολογίας καὶ οἰκονομίας τρόπων τρανοτέραν αὐταῖς παρεχομένους τὴν ἔννοιαν· ‘ἕνα‘ γάρ φησιν αὐτὰς ὁ λόγος ἑωρακέ‐ ναι ‘πρὸς τῇ κεφαλῇ καὶ ἕνα πρὸς τοῖς ποσί‘.
65 ‘Πέτροσ‘ δὲ γίνεταί τις ‘ἢ Ἰωάννης καὶ ἐπὶ τὸν τάφον ἐπείγεται, ἀντιτρέχων, συντρέχων, τὴν καλὴν ἅμιλλαν ἁμιλλώμενοσ‘· Πέτρος μὲν ὁ τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως κατὰ τὴν ἀναστροφὴν τοῦ βίου κτησάμενος, Ἰωάννης δὲ ὁ διὰ τῆς ‘εἰς τὸ στῆθοσ‘ τοῦ λόγου ἐμπτώσεως τοὺς ἀπορρήτους ἐκεῖθεν λόγους σπα[σάμεν]ος. καὶ συντρέχουσι μὲν
70οὗτοι κατὰ πρόθεσιν ἀλλήλοις, ἑκάτερος κατὰ τὸ ἴσον περὶ τὸ οἰκεῖον ἀγαθὸν εὐοδούμενος· ἀντιτρέχουσι δέ, ὁ μὲν κατὰ τὴν ἐνάρετον πρᾶξιν τὴν τοῦ ἑτέρου θεωρίαν νικῆσαι φιλονεικῶν, ὁ δὲ κατὰ τὴν γνωστικὴν
θεωρίαν τὴν πρᾶξιν τοῦ ἄλλου παραδραμεῖν ἐπειγόμενος. ‘Θωμᾶσ‘ γίνεταί τις τοῖς ἥλοις τῶν τύπων πιστούμενος τὴν ἀνάστασιν,164
75ὅντινα αἱ μνῆμαι τῶν προγεγενημένων ἁμαρτημάτων, ἀπαθῶς τυπούμεναι κατὰ διάνοιαν, πείθουσι τοῦ ἐν αὐτῷ θείου λόγου δέξασθαι τὴν ἀνάστασιν. ‘Εἰς ᾅδου‘ δέ τις καταβαίνει τῷ λόγῳ ‘καὶ γινώσκει τὰ ἐκεῖ τοῦ θεοῦ μυστήρια‘ καὶ ‘τὸν λόγον τῆς διπλῆς καταβάσεωσ‘ ὁ πανταχοῦ γινώσκων ὑπάρχειν τὸν τοῦ θεοῦ λόγον καὶ ἑπόμενος διὰ θεωρίας αὐτῷ καὶ τῆς
80ἐπὶ πάντα προνοίας μετὰ συνέσεως τὴν ἐπιστήμην δρεπόμενος. λόγος δέ ἐστι ‘τῆς διπλῆς καταβάσεωσ‘ τὸ καὶ μετὰ σωμάτων ψυχὰς σῴζειν διὰ πίστεως καὶ ἀγωγῆς βίου καθαρωτέρας καὶ χωρὶς σωμάτων εἰς τὸν ᾅδην κατελθόντα τὸν λόγον τὰς ἐκεῖσε τῶν προτετελευτηκότων ψυχὰς διὰ μόνης περιποιεῖσθαι τῆς πίστεως δύνασθαι.
85 ‘Συνανέρχεται‘ δέ τις αὐτῷ ἀναλαμβανομένῳ ‘εἰς οὐρανοὺσ‘ καὶ γίνεται ‘μετὰ τῶν παραπεμπόντων ἀγγέλων ἢ τῶν δεχομένων‘ καὶ ‘Ἀρθῆναι ταῖς πύλαις διακελεύεται‘ ὁ διὰ πολλὴν περιουσίαν γνώσεως καὶ τὴν τοῦ ἁγίου πνεύματος πλουσίαν μετοχὴν τὸν περὶ προνοίας ἀρκούντως περαιώσας λόγον καὶ εἰς τὴν οὐράνιον ἢ ὑπερουράνιον ζωὴν καταπαῦσαι
90βουλόμενος, ἀπὸ τῶν παραπεμπόντων ἀγγέλων, ὥσπερ τινῶν τῶν ἐν τοῖς οὖσι τῆς προνοίας λόγων, ἐπὶ τὴν τῶν ὑποδεχομένων ἀρρήτων τῆς θεολο‐ γίας μυστηρίων χώραν ἀναγόμενος καὶ ταῖς κατὰ μέρος ἀναβάσεσιν ὑψηλοτέρας ποιῶν πρὸς ὑποδοχὴν τοῦ θεαρχικωτάτου λόγου τὰς νοερὰς τῆς ψυχῆς πύλας.
95 Τοιαύτη σοι κατ’ ἐπιδρομὴν ἡ τῶν τοῦ θεολόγου πατρὸς ῥημάτων ἐξήγησις. συνεχρησάμην πρὸς τὸν λόγον καὶ ταῖς ἑτέρων ἀλληγορίαις, οὐχ ὡς οὐκ ἀρκῶν ἐμαυτῷ, εἰ μή τί μοι μέμφοιο τοιαύτας ὑπονοίας ἀνακινεῖν, ἀλλ’ ἵν’ εἴ τις αἰτιῷτο τὸ περινενοημένον τῆς ἀλληγορίας, ἔχοιμι παραίτησιν εὐπρεπῆ καὶ ἀναχώρησιν ἕτοιμον τῶν ἑρμηνευσάντων

43

(100)

ταῦτα πατέρων τὸ ἀπαραλόγιστον.165

44

(1t)

Ἐκ τοῦ περὶ υἱοῦ λόγου, τὸ ‘καὶ πολλούς, ὃ φρίττω λέγων, Χριστοὺς
2tἀνθ’ ἑνὸσ‘ ἡ μετὰ θάρσους θερμότης πεποίηκεν
3 Κατατρέχων οὗτος ὁ μέγας πατὴρ τῆς θερμῆς μετὰ θράσους φύσεως καὶ τὸν τοῦ λόγου χαλινὸν διαπτυούσης καὶ μέχρι πολλοῦ τὸν λόγον
5προενεγκὼν καὶ ἐπιχειρήματα ἄλλα ἄλλοις ἐπαγαγών, ὅτι ἐντεῦθεν αἱ διαιρέσεις καὶ αἱ κατατομαὶ τῶν γνωμῶν, ἄλλων ἄλλα προαιρουμένων, ἐπ’ αὐτὸ δὴ τῆς ἀταξίας καταντᾷ τὸ κεφάλαιον· τὸ δέ ἐστιν ἡ περὶ τῶν τοῦ Χριστοῦ δοξῶν κατατομὴ καὶ διαίρεσις. πολλὰ γὰρ ἐπισυνείρας μετὰ τὴν τοῦ κεφαλαίου εἰσαγωγήν, ‘καὶ εἴθε‘ φησί ‘τοσοῦτον εἶχον εἰπεῖν,
10ἀλλὰ καὶ πολλούς, ὃ φρίττω λέγων, Χριστοὺς ἀνθ’ ἑνὸσ‘ ἡ μετὰ θράσους θερμότης πεποίηκε, ‘τὸν γεννώμενον καὶ τὸν κτιζόμενον καὶ τὸν ἀπὸ Μαρίας ἀρχόμενον καὶ τὸν ἀναλύοντα, ὅθεν εἰς τὸ εἶναι προῆλθε, καὶ τὸν ἄνουν ἄνθρωπον καὶ τὸν ὄντα καὶ τὸν φαινόμενον‘. σχεδὸν γὰρ ἐν τούτοις τὰς περὶ τῆς οἰκονομίας αἱρέσεις ἁπάσας κατηριθμήσατο, ὧν τῆς μὲν
15Ἀπολινάριος προστάτης ἐγένετο, τῆς δὲ Νεστόριος, τῆς δὲ Εὐτυχὴς καὶ ἄλλος ἄλλης. ἡμεῖς δὲ ἀπὸ τῆς ἐσχάτης ἀρξάμενοι ἐπὶ τὴν πρώτην βαδίσομεν, οὐ πάντων τῶν αἱρεσιαρχῶν καταλέγοντες τὰ ὀνόματα, ἀλλ’ ὧν δὴ καὶ μεμνήμεθα, ἐπεὶ μηδ’ ἀπαιτεῖται σχέδιος γλῶττα μετὰ τῶν ἐννοιῶν καὶ τὰ τῶν εἰρηκότων ὀνόματα παριστᾶν.
20 Πρῶτος γοῦν φαντασίᾳ τὸ σῶμα περιβεβλῆσθαι τὸν Ἰησοῦν Εὐτυχὴς ἐδογμάτισεν. οὗτος γὰρ ἰλιγγιάσας τὴν τῶν ἐναντίων σύνοδον καὶ μὴ ἀποθαρρήσας πρὸς τὴν συνάφειαν, προεληλυθέναι μὲν τὸν λόγον ἀπὸ γεννήσεως ἐδογμάτισε, μὴ μέντοι γε ἐν ἀληθείᾳ σῶμα ἐνδεδύσθαι, ἀλλὰ δόξαι τοῦτο πεφορηκέναι φαντάσαντα τὴν οἰκονομίαν, ὡς ἐντεῦθεν
25πλασματώδη πάντα τὰ σωματικὰ ἐλέγχεσθαι τοῦ Χριστοῦ· ὁ γὰρ μὴ κυρίως μηδὲ ἀληθῶς τὸ ἡμέτερον προσλαβόμενος μηδὲ τὴν τοῦ ἀνθρώπου φύσιν ἑαυτῷ προσενώσας, ἤτοι τῇ καθ’ ἑαυτὸν ὑποστάσει, τῇ θείᾳ καὶ ἀκηράτῳ μακαριότητι, πεπλασμένως τε τῆς μητρικῆς γαστρὸς προ‐ ελήλυθε καὶ τὴν σπαργάνωσιν ὑπεκρίνατο καὶ ὥσπερ ἐν ὑποβολιμαίῳ166
30προσωπείῳ τὴν ὅλην τῆς οἰκονομίας περίοδον ἐξωρχήσατο. τούτου δὲ τί ἂν γένοιτο ἀσεβέστερον ἢ ἀνοητότερον; ὁ γὰρ μὴ τὴν ἡμαρτηκυῖαν φύσιν ἑαυτῷ προσενώσας, ἀλλὰ σκιὰν ταύτης καὶ εἴδωλον, ἐξαπατήσας δὲ τοὺς τῶν ὁρώντων ὀφθαλμούς, ὡς αὐτὸ τὸ διολισθῆσαν προσειληφώς, οὔτε τὸ νενοσηκὸς ἐθεράπευσε καὶ ταῖς τῶν ἀπατώντων αἰτίαις ἁλίσκεται. πῶς
35δ’ ἂν καὶ διαβαίη ὁ τῆς θεραπείας τρόπος πρὸς τὸν παρεθέντα ἄνθρωπον, ἑτέρου τοῦ ἰατρευομένου τυγχάνοντος; τοῦτο γὰρ δή τι ταὐτόν ἐστιν, ὥσπερ ἂν εἴ τις ἰατρός, ἐμψύχου πυρέττοντος σώματος, τὴν σκιὰν καταψύχει τοῖς ἐναντίοις. ἀλλ’ οὔτε ἐκεῖθεν πρὸς τὴν ἠρρωστηκυῖαν φύσιν μετασταίη ἡ θεραπεία οὔτ’ ἐντεῦθεν, ἀπὸ τοῦ φαινομένου φημὶ καὶ
40μὴ ἀληθῶς ὄντος προσλήμματος, πρὸς τὸν διολισθήσαντα ἄνθρωπον γενήσεται ἡ ἀνόρθωσις. Ἡ μὲν οὖν περὶ ‘τοῦ φαινομένου‘ δόξα τοιαύτη, καὶ ὁ ταύτης προστὰς δῆλος διὰ τοῦ ὀνόματος γέγονε. τὴν δὲ ‘τοῦ ὄντοσ‘ Νεστόριος πρὸ τοῦ Εὐτυχοῦς εἰσήνεγκεν ὥσπερ ἀπὸ μηχανῆς. οὗτος γὰρ τὴν μὲν τοῦ σώματος
45ἀλήθειαν παραδέχεται καὶ οὐσιώδη τούτου κηρύττει τὴν γέννησιν, ἑνωθῆναι δὲ τὸν λόγον οὐ κατ’ οὐσίαν, ἀλλὰ κατὰ σχέσιν, ὥσπερ δὴ ἂν εἴ τις ἑταιρίας τρόποις καὶ διαθέσεως τῷ φιλουμένῳ συνενωθείη. κακῶς γὰρ ὁ Νεστόριος τῇ φιλοσοφίᾳ προσβὰς ἀκοινώνητον τοῖς σωματικοῖς τὸ θεῖον ἐδόξασεν, ἀγνοήσας ὡς πάντα θεὸς βουλόμενος δύναται, καὶ ὅτι τὸ

44

(50)

ἀσώματον, μήτε μέγα μήτε μικρὸν τυγχάνον κατὰ τὸ μέγεθος, ὑπ’ οὐδενὸς μὲν περιγράφεται, τῇ δὲ αὐτοῦ ἀμερείᾳ ἔν τε τοῖς μεγάλοις καὶ τοῖς μικροῖς εὑρίσκεται σώμασιν. ἀλλ’ ἐκεῖνος, δεδοικὼς μὴ ‘ὥσπερ ἐν ζωγρείῳ‘ τῷ σώματι ὁ ἀπερίληπτος λόγος ‘κατακλεισθείη‘, ἐκεῖνον μὲν ἐν τοῖς ἀσωμάτοις τετήρηκε, σχέσεις δέ τινας καὶ διαθέσεις ἀπ’ αὐτοῦ
55πρὸς τὸ τεχθὲν ἀπὸ Μαρίας σῶμα κατέπεμψεν. ἐτυφλώθη γὰρ ‘ἡ ἀσύνετος αὐτοῦ καρδία καὶ φάσκων εἶναι σοφὸς ἐμωράνθη‘ κατὰ τὸν θεῖον φάναι ἀπόστολον. ἡμεῖς γὰρ αὐτὸν τὸν λόγον ἑνωθῆναι τῇ καθ’ ἡμᾶς φύσει
πρεσβεύομεν, μήτε ‘τοὺς τοῦ πατρὸς κόλπουσ‘ ἀπολελοιπότα καὶ πρὸς τὴν τοῦ σώματος ἡμῶν ἐσχατιὰν καταπεφοιτηκότα. ἀλλ’ ἐκεῖνος μὲν167
60οὐσιωδῶς προεληλυθέναι τὸν ἄνθρωπον ἔλεγε, σχετικῶς δὲ τούτῳ ἡνῶσθαι τὸν κύριον· τοιαύτη καὶ ἡ τοῦ Νεστορίου δόξα, ἀντίρροπος τῇ τοῦ Εὐτυχοῦς πεφυκυῖα. Ἀπολινάριος δὲ ὁ τὰ τοῦ Πορφυρίου ὕστερον ἀνελὼν κατὰ τῆς ἀληθείας συγγράμματα καὶ μέχρι τούτου φιλοσοφήσας καλῶς, ἑτέραν αἱρέσεως
65βαδίσας ὁδόν, ἐναντίως μὲν ταῖς προειρημέναις δόξαις ἐχώρησε, μηδε‐ τέραν παραδεξάμενος, ‘ἄνουν‘ δὲ τὴν προσειλημμένην φύσιν παρὰ τοῦ κυρίου ἐπρέσβευε. τί γὰρ ἔδει, φησί, τῷ σώματι νοῦ ὡς οὐκ ἀρκοῦντος τοῦ λόγου; ἵνα οὖν μὴ δύο νόες συνέλθοιεν μιᾷ φύσει ὑποκειμένῃ, τὸν μὲν τοῦ ἀνθρώπου παρεγράψατο, τὸν δὲ κύριον αὐτὸν ἀντὶ ψυχῆς καὶ νοῦ
70ἀρκέσαι τῷ σώματι ἐδογμάτισε. τοῦτο δὲ οὔτε φιλοσόφων δογμάτων ἐχόμενόν ἐστιν οὔτ’ ἀνδρὸς ὅλως τὸν τῆς οἰκονομίας λόγον σκοπήσαντος. φιλόσοφον μὲν γὰρ οὐκ ἔστιν, ἐπεὶ τί κωλύει πολλὰς ἀσωμάτους φύσεις ἑνὶ συγκραθῆναι σώματι; οὐ γὰρ στενοχωρηθήσονται, ὄγκοις μὴ διειλημ‐ μέναι· καὶ οἱ κατὰ μέρος δὲ ἄνθρωποι οὐκ ἐκ ψυχῆς καὶ νοερᾶς συνεστήκα‐
75σιν ἰδιότητος, ὡς ἄλλου τοῦ νοῦ τυγχάνοντος παρὰ τὴν ψυχήν. οὕτω μὲν οὖν οὐκ ἔστι τὸ δόγμα φιλόσοφον· ἀνόητον δέ, ὅτι μὴ τὸ πρῶτον ἐπταικὸς τῷ ἀνακαλοῦντι συνήνωσεν, ἀλλὰ τὸ ὑπουργῆσαν ἐκείνῳ τὴν ἁμαρτίαν. πρῶτον γάρ τις ἀνατυπωσάμενος τὸ εἶδος τοῦ παραπτώματος, πρὸς αὐτὴν ἔρχεται τὴν ἐνέργειαν, τὸ δὲ ἀνατυποῦν ψυχῆς ἴδιον χρωμένης
80σώματι. ἐπεὶ οὖν δύο τὰ διημαρτηκότα τοῦ Ἀδάμ, ψυχή τε καὶ σῶμα, ἡ μὲν δεξαμένη τῆς Εὔας τὴν συμβουλὴν καὶ πρώτως ἐναπομορξαμένη τὸ εἶδος τῆς ἁμαρτίας, τὸ δὲ ὑπουργῆσαν πρὸς τὴν συμπλήρωσιν, ὁ δὲ Χριστὸς τὸ ὑπηρετῆσαν σῶμα προσείληφε, τοῦτο μὲν κατὰ τὸν Ἀπολινά‐ ριον τεθεράπευκε, τὸ δὲ πρώτως παρολισθῆσαν ἀφῆκεν ἀνίατον. πέρας
85ἐχέτω καὶ ἡ τοῦ Ἀπολιναρίου δόξα. Ἀλλὰ καὶ ‘τὸν ἀναλύοντα‘ φησίν ‘ὅθεν εἰς τὸ εἶναι προῆλθε‘. τῆς δὲ τοιαύτης δόξης τὸν μὲν καθηγησάμενον ἀγνοῶ, τὸν δὲ τρόπον σαφέστατα δηλώσω ὑμῖν. Χριστοὺς ἡ παλαιὰ τοὺς ἱερεῖς ἐκάλει καὶ βασιλεῖς· ἔδει γὰρ τοὺς εἰς ἱερατείαν ἢ βασιλείαν προβαίνοντας μύρῳ κεχρῖσθαι σκευαστῷ·
90ἀπὸ γοῦν τοῦ τοὺς χριομένους χρίεσθαι ἡ τοῦ χριστοῦ προῆλθε προσηγορία. ἀλλ’ ὁ κύριος ἡμῶν οὐκ ἐντεῦθεν τὴν τοῦ ὀνόματος ἐκτήσατο δύναμιν, ἀλλ’ ἐπειδὴ τὴν ῥυπωθεῖσαν φύσιν ἡμῶν τῷ μύρῳ τῆς θείας φύσεως εὐωδίασεν, εἷς δὲ ὁ αὐτὸς ἦν τὴν ὑπόστασιν χρίων τε καὶ χριόμενος, Χριστὸς ἐντεῦθεν προσηγορεύθη. ὁ δὲ πατὴρ τῆς ἀναλυούσης ταύτης168
95αἱρέσεως ἐπὶ πλέον καὶ τῆς τοῦ Εὐτυχοῦς ληρωδίας καὶ τῆς Νεστοριακῆς λύττης καὶ τῆς τοῦ Ἀπολιναρίου βαδίσας ἀνοησίας, ἁπλῶς ἄνθρωπον ἀπὸ Μαρίας γεγενῆσθαι ἐδογμάτισεν, καὶ μήτε οὐσιωδῶς ἐν αὐτῷ τὸν θεὸν μήτε ἐκ διαθέσεως εὑρίσκεσθαι, ἀλλὰ κρείττονα μὲν τοῖς τρόποις τῶν ἄλλων καὶ οἷον ἱερέως ἢ βασιλέως τάξιν ἐπέχοντα, καὶ διὰ τοῦτο τὴν τοῦ

44

(100)

Χριστοῦ κλῆσιν ἰδιωσάμενον, μὴ μέντοι γε τὴν φύσιν ἐκπεφυκότα τοῦ σώματος, ἀλλὰ τὸ μὲν σῶμα αὐτοῦ ἐκ τῶν τεσσάρων στοιχείων συμπε‐ πῆχθαι, ὥσπερ δὴ καὶ τὸ τοῦ Χριστοῦ πρόσλημμα, μὴ μέντοι γε προσ‐ ειλῆφθαι τοῦτο τῷ κρείττονι ἢ οὐσιωδῶς ἢ σχετικῶς, ἀλλὰ τὸ ὅλον ψιλὸν ἄνθρωπον εἶναι τὸ προεληλυθός, διὰ τοῦτο δὴ καὶ φυσικῶς ‘ἀνα‐
105λύεσθαι ὅθεν εἰς τὸ εἶναι προῆλθε‘· κοινῶς γὰρ ἀμφότερα ἀπὸ Μαρίας ἤρξαντο τῆς γενέσεως. πλὴν ἐκεῖνο μὲν ὁ τῆς αἱρέσεως προστάτης συνθεὶς αὖθις ἀνέλυσε καὶ τοῖς στοιχείοις κατεμερίσατο, σύνοδον δὲ ἔτι τῶν διαμερισθέντων οὐκ ἔδωκε· τοῦτον δέ, ‘τὸν ἀπὸ Μαρίας ἀρχόμενόν‘ φημι, ὁ τῆς περὶ τούτων δόξης καθηγητής, θαυμάσας τῆς γνώμης καὶ τῆς
110περὶ τὰς ἀρετὰς κατορθώσεως, ὁμοῦ τε ἀνέλυσε καὶ αὖθις συνήγαγε, καὶ τῷ καταπέμψαντι τοῦτον θεῷ ὥσπερ τινὰ φύσιν ἐξαίρετον ᾠκειώσατο, οὐχὶ συναΐδιον, ἀλλ’ ἀπὸ Μαρίας ἐσχηκότα τὴν γένεσιν. ‘Καὶ τὸν κτιζόμενον‘ φησί ‘καὶ τὸν γεννώμενον‘. τούτων δὲ οἱ τρόποι τῶν αἱρέσεων οἵδε. τῶν περὶ τὸν υἱὸν ἡμαρτηκότων καὶ διαμαρτανόντων
115ὁ μέν τις ἐξ οὐκ ὄντων φησὶ τοῦτον παρῆχθαι κἀντεῦθεν κτίσμα σαφῶς ὁμολογεῖ, ὁ δέ τις γεννᾶσθαι παρὰ τοῦ πατρὸς ἐσαεὶ καὶ ἐντεῦθεν ἀτελῆ τὴν γέννησιν εἶναι· οὔτε γὰρ τὸ κτιζόμενον ἔκτισται οὔτε γεγέννηται τὸ γεννώμενον, ἀλλ’ ἐπειδὴ κινήσεις ταῦτα, τὸ γεννᾶσθαι καὶ τὸ κτίζεσθαι, αἱ δὲ κινήσεις ἀτελεῖς (οὔπω γὰρ ἔφθασαν πρὸς ὃ τὴν κίνησιν ἔχουσι),
120διὰ τοῦτο καὶ ὁ γεννώμενος παρ’ αὐτοῖς καὶ ὁ κτιζόμενος ἀτελής· οὔτε γὰρ οὗτος ἀπεγεννήθη οὔτε ἐκεῖνος ἐκτίσθη. ἐπεὶ οὖν ἑκάτερος τῶν
προϊσταμένων τῶν τοιούτων δοξῶν ἐνηνθρωπηκέναι λέγει τὸν κύριον, ὁ μὲν ‘τὸν γεννώμενον‘, ὁ δὲ ‘τὸν κτιζόμενον‘ τὴν οἰκονομίαν πληροῦν οἴεται.169
125 Τούτων γοῦν τῶν αἱρέσεων αἱ μὲν δὴ ἔχονταί τινος λόγου, εἰ καὶ μὴ ἀληθοῦς, αἱ δὲ οὐδέν τι τῶν μύθων ἀπέχουσι. διὰ τοῦτο τὰς μὲν ὁμοῦ τε παρεδηλώσαμεν καὶ ἀνῃρήκαμεν, τὰς δὲ εἰάσαμεν ὑπὸ τοῦ οἰκείου σαθροῦ περιτρέπεσθαι· εἰ γὰρ καὶ ταύταις ἀντιρρητικῶς προσηνέχθημεν, δεδώκαμεν ἂν τοῖς πολλοῖς δόξαν ὅτι τοῦ φαινομένου βαθύτερον ἔχουσιν.
130ὅθεν καὶ ὁ μέγας οὗτος πατὴρ ταύτας τε καὶ τὰς ἑτέρας ὡς αὐτελέγκτους παραδραμών, ἐπὶ τὴν περαίωσιν τοῦ προεκτεθέντος αὐτῷ κεφαλαίου ἐπιχειρηματικῶς καὶ ἐπεξεργαστικῶς ἅμα ἐχώρησεν.

45

(1t)

[ξ]αʹ. Εἰς τὸ θεολογικὸν ῥητὸν τὸ ‘ὁ μὲν χαλκοῦς ὄφισ‘
2 Δοκεῖ πως ὁ μέγας οὗτος πατὴρ ἐναντία τῷ νόμῳ καὶ τῷ Μωυσῇ φθέγγεσθαι, ἐν οἷς φθέγγεται ὅτι ‘ὁ‘ ἀπῃωρημένος ‘χαλκοῦς ὄφις οὐ τύποσ‘ ἦν τοῦ ἀναρτηθέντος ἐν τῷ σταυρῷ υἱοῦ τοῦ θεοῦ, ‘ἀλλὰ ἀντίτυ‐
5ποσ‘· ὁ μὲν γὰρ Μωυσῆς ‘κατὰ τὸν τύπον τὸν ἐν τῷ ὄρει δειχθέντα‘ πάντα πεποιηκέναι φησί, καὶ ‘ὁ‘ πᾶς δὲ ‘νόμος σκιὰ τῶν μελλόντων‘ ἦν, ὥς φησιν ὁ ἀπόστολος. ὅσα τε γὰρ περὶ θυσιῶν νενομοθέτητο, ὅσα περὶ
τρόπου τῶν ὁλοκαυτώσεων, ὅσα περὶ δημιουργίας τοῦ θείου νεώ, τύποι τῶν μελλόντων ἐτύγχανον καὶ αἰνίγματα, καὶ ‘ἡ βάτοσ‘ δὲ καὶ τὸ ἐν170
10αὐτῇ ἀναφλεγόμενον ‘πῦρ‘, καὶ ἡ διχῇ τμηθεῖσα ‘θάλασσα‘, ἢ κατὰ τὰς τῶν φυλῶν ‘διαιρέσεισ‘, ὡς ὁ Δαυὶδ ὑπαινίττεται, ‘ὅ τε τοῦ πυρὸς στῦλος καὶ ἡ ἐπισκιάζουσα νεφέλη‘, ὅ τε καταποντιζόμενος Φαραὼ καὶ ὁ σῳζό‐ μενος Ἰσραὴλ τῶν ἀληθῶν πραγμάτων ὑπῆρχον σαφῆ προχαράγματα. ἀλλ’ ὁ θεῖος οὗτος ἀνὴρ ἕνα τῶν τύπων προχειριζόμενος, φημὶ δὴ τὸ περὶ
15τοῦ χαλκοῦ ὄφεως θαῦμα, ‘οὐ τύποσ‘ ἦν, φησίν, οὗτος ‘τοῦ ὑπὲρ ἡμῶν παθόντος, ἀλλ’ ἀντίτυποσ‘. Τίς μὲν οὖν ὁ τύπος καὶ τί τὸ ἀντίτυπον, προϊόντος τοῦ λόγου ἐροῦμεν σαφέστατα. πρὶν ἢ δὲ τὸν περὶ τοῦ λόγου λόγον διερευνήσασθαι, ἐκεῖνο πρὸς ὑμᾶς εἰπεῖν βούλομαι, ὅτι οὐδέν ἐστιν ἀδύνατον τὸ αὐτὸ καὶ τύπον
20εἰπεῖν καὶ ἀντίτυπον, ὥστε μὴ τοὺς θεολόγους ἄνδρας ἐναντία δοκεῖν πρὸς ἀλλήλους φθέγγεσθαι· ἐκείνων γὰρ ὁ μέν τις τύπον εἴρηκε τὸν ὄφιν Χριστοῦ, ὁ δὲ ἀντίτυπον. εἰ μὲν γάρ τις ἁπλῶς ἀποβλέψει πρὸς τὴν ἱστορίαν καὶ μὴ κατὰ μέρος διέλῃ μηδ’ ὅπῃ τὸ γράμμα πρὸς τὸ πνεῦμα ἐναντιοῦται ἐρευνήσῃ, τύπον εὑρήσει τοῦ μέλλοντος τὸ γινόμενον· ξύλον
25τε γὰρ ἐκεῖσε ἐν ᾧ ὁ ὄφις ἐκρέματο, κἀνταῦθα ἐν ᾧ ἀπῃωρήθη Χριστός· θάνατός τε ἐκεῖ καὶ ζωή, κἀνταῦθα ὁμοίως. εἰ μὲν οὖν ἁπλῶς τις οὕτως ἴδοι τὸ γεγονός, τύπον ἐρεῖ τοῦ Χριστοῦ· εἰ δὲ κατὰ μέρος διαλαβὼν ἓν πρὸς ἓν παραβάλῃ καὶ ἴδῃ τίς μὲν ὁ ἐν τῷ νόμῳ λεγόμενος ἀπαιωρηθῆναι ὄφις, τίς δ’ ὁ τῷ σταυρῷ προσπαγείς, καὶ τίνες μὲν οἱ ἐνταῦθα ζωογονού‐
30μενοί τε καὶ θανατούμενοι, τίνες δὲ οἱ ὑπὸ τοῦ ὄφεως τοῦτο πάσχοντες, σαφῶς ἀντίτυπον ἐρεῖ τὸ περὶ τὸν ὄφιν θαῦμα τοῦ ὑπὲρ ἡμῶν θανόντος Χριστοῦ. Ὁ μὲν γὰρ τύπος πρὸς οὐδὲν ὀφείλει ἐναντιοῦσθαι ᾧ δὴ τύπος ἐστίν, ὁ δὲ ἀντίτυπος ἐναντίωσιν ἔχει πρὸς τὸ ἐσόμενον πρόδηλον. οἷόν τί φημι,
35τύπος τοῦ ὑπὲρ ἡμῶν ταφέντος καὶ ἀναστάντος Χριστοῦ ὁ Ἰωνᾶς γέγονεν· ἐνταῦθα γοῦν οὐδεμία τις ἐναντίωσις τοῦ τύπου καὶ τῆς ἀληθείας, πλὴν ὅσον τὸ μὲν σκιῶδές ἐστι, τὸ δὲ τετρανωμένον καὶ ἀληθές. ἐκεῖ μὲν γὰρ ἄνθρωπος ψιλός, ἐνταῦθα δὲ θεὸς καὶ ἄνθρωπος· κἀκεῖ μὲν θάλασσα καὶ κῆτος, ἐνταῦθα δὲ τάφος κενός· κἀκεῖ μὲν τοῦ Ἰωνᾶ ἀπὸ τοῦ θηρὸς
40ἔξοδος, ἐνταῦθα δὲ Χριστοῦ ἐκ τοῦ τάφου ἀνάστασις. ἐκεῖνα τυπικά, ταῦτα ἀληθινά, κἀκεῖνα μὲν ἐμφάσεις, ταῦτα δὲ ἐκβάσεις, οὐδὲν δὲ
οὐδενὶ ἐναντίον. Ἐπὶ δὲ τοῦ χαλκοῦ ὄφεως καὶ τοῦ προσπαγέντος ἐν τῷ ξύλῳ Χριστοῦ σαφὴς μετὰ τῆς διαφορᾶς ἡ ἐναντίωσις. ἐκεῖ μὲν γὰρ οὐκ ὄφις ἀληθινός,171
45ἀλλ’ εἶδος ὄφεως ἐκ χαλκοῦ κατεσκευασμένον τοῦ ξύλου ἐκρέματο, ἐνταῦθα δὲ οὐ φαντασίᾳ ἄνθρωπος οὐδ’ ἀνθρώπου σχῆμα οὐσίας ἐστερη‐ μένον, ἀλλ’ ἄνθρωπος τέλειος καὶ θεὸς ὁμοῦ τέλειος τῷ σταυρῷ προσ‐ ήλωτο· κἀκεῖ μὲν ζωὴ τοῖς ἀνομοειδέσι, θάνατος δὲ οἷς ἀπαράλλακτον τὸ εἶδος ἦν (οἱ μὲν γὰρ ὄφεις ἐθανατοῦντο κατὰ τὴν ἱστορίαν, ὁμοειδεῖς

45

(50)

τῷ ἀπῃωρημένῳ τυγχάνοντες, οἱ δὲ πληττόμενοι ἄνθρωποι, ἕτεροι ὄντες τὸ εἶδος παρὰ τὸν ὄφιν, τῆς σωτηρίας ἐτύγχανον), ἐπὶ δὲ τῆς ἀληθείας τὸ ἀνάπαλιν γίνεται, οἱ μὲν γὰρ πλήττοντες ἡμᾶς δαίμονες, ἀνόμοιοι τυγχά‐ νοντες τῷ ἀναρτηθέντι κυριακῷ σώματι, νεκροῦνταί τε καὶ ἀπόλλυνται, οἱ δὲ πληττόμενοι ἄνθρωποι, ὅμοιοι πεφυκότες τὴν φύσιν τῷ δι’ ἡμᾶς
55ἐπενδυσαμένῳ τὴν ἡμετέραν φύσιν, τῶν θανατηφόρων ἀπαλλαττόμενοι πληγῶν πρὸς ζωὴν ἐπανάγονται· κἀκεῖ μὲν οὐκ ἐπιστεύετο ὁ ὄφις μετέχειν ζωῆς, ἐνταῦθα δὲ ζωὴ ἦν αὐτὸς ὁ κρεμάμενος· κἀκεῖ μὲν οὐχ ὁ ὄφις ἦν ὁ ἐνεργῶν τὴν ζωὴν ἢ τὸν θάνατον, ἀλλ’ ὁ διὰ τοῦ ὄφεως ἀμφότερα δρῶν, ἐνταῦθα δὲ αὐτὸς ὁ ἀνηρτημένος θεὸς τοῖς μὲν τὴν
60ζωήν, τοῖς δὲ ἐνήργει τὸν θάνατον· κἀκεῖ μὲν ὁ χαλκοῦς ὄφις ἐπὶ τοῦ ξύλου ἐστηλιτεύετο καὶ οὐδεμία τις δόξα τούτῳ ὑψουμένῳ προσῆν (τίς γὰρ δόξα εἴδει ὄφεως, ἀλλ’ οὐκ οὐσίᾳ καὶ πράγματι;), ἐνταῦθα δὲ ἡ ἐπὶ τὸν σταυρὸν ἄνοδος τοῦ Χριστοῦ δόξα καὶ νῖκος ἐτύγχανε, δόξα γὰρ Χριστοῦ κατὰ τὸν ἀπόστολον ὁ σταυρός.
65 Ὁρᾶτε ὅπως διὰ πάντων τῶν τε τῆς σκιᾶς μερῶν καὶ τῶν τῆς ἀληθείας ἐναντίωσις προχωρεῖ; ὥστε ὅπου μὲν ὁμοίωσις, ἐνταῦθα καὶ τύπος ἐστίν, ὅπου δὲ ἀνομοίως ἔχει τὰ πράγματα, ἀντιτυπία τὸ ὅλον πέφυκεν. ἡ δὲ ἀντιτυπία ποτὲ μὲν τὴν ἰσοτυπίαν δηλοῖ καὶ τὴν ἀδιάφορον τῶν πραγμάτων ὕπαρξιν, ποτὲ δὲ τὴν διαφορὰν καὶ τὴν ἐναντίωσιν κατὰ τὴν διπλῆν τῆς
70προθέσεως σημασίαν· ἀλλ’ ἐνταῦθα ἡ ἀντιτυπία τὴν ἐναντίωσιν βούλεται, ἣν ὁ λόγος σαφῶς μάλα ἀπέδειξεν. Ὁ δὲ μέγας οὗτος ἀνὴρ οὐχ οὕτως τὰ μέρη διεῖλεν οὐδὲ ὃ ἐβούλετο σαφῶς διηρμήνευσεν· οὐ γὰρ ἐπὶ τούτῳ τὸν λόγον ἐνεστήσατο, ἀλλὰ κατὰ τὴν ἄρρητον αὐτοῦ ἐπιστήμην καὶ λογικὴν δύναμιν τὰς ἐναντιώσεις
75συμπλέξας ἐξήνεγκε. τὸ μὲν γὰρ ‘οὐχ ὅτι ζῇ πιστευόμενοσ‘ τὴν ἐναντίωσιν δηλοῖ τοῦ τε ἀψύχου καὶ νεκροῦ ὄφεως καὶ τοῦ ζῶντος Χριστοῦ· τὸ δὲ ‘ὅτι νενέκρωται καὶ συννεκροῖ τὰς ὑπ’ αὐτὸν δυνάμεισ‘ ἀριδηλότατα παρ‐ ιστᾷ, ὡς ὁ μὲν ὄφις ἐπὶ σωτηρίᾳ μὲν τῶν ἀνομοιοειδῶν, ὀλέθρῳ δὲ τῶν ὁμοφυῶν ἐκρέματο ὄφεων, ὁ δὲ Χριστὸς ἐπὶ ζωῇ μὲν τῶν ὁμοφυῶν ἀνθρώ‐172
80πων, θανάτῳ δὲ τῶν ἀντικειμένων δαιμόνων τε καὶ παθῶν ἀπῃώρητο. Τὸ δὲ ‘εἰ καὶ τὸ σχῆμα σῴζεις ὄφεωσ‘, πρὸς τὸν ὄφιν ῥηθέν, τοῦτο δηλοῖ, ὅτι ἐκεῖ μὲν οὐκ ὄφις τὸ ἀναρτηθὲν ἦν, ἀλλὰ σχῆμα χαλκουργηθὲν ὄφεως, ἐνταῦθα δὲ οὐκ κατὰ σχῆμα ἄνθρωπος ὁ ἀναρτηθεὶς θεός, ἀλλ’ ἀλη‐ θείᾳ καὶ πράγματι. οὐ γὰρ ἐφάντασε τὴν οἰκονομίαν κατὰ τὴν Διοσκόρου
85δόξαν, ἀλλ’ αὐτὸν ὃν ἔπλασε προσείληφεν ἄνθρωπον. Τὸ δὲ ‘ἐν ὕψει στηλιτευόμενοσ‘ τὴν διαφορὰν ὑπαινίττεται καὶ ‘τὴν ἀνόμοιον ὁμοιότητα‘ τοῦ κρεμαμένου ὄφεως καὶ τοῦ ἀναρτηθέντος Χριστοῦ, ὅτι ὁ μὲν οὐκ ἐπὶ δόξῃ ἢ φιλοτιμίᾳ τῷ ὕψει ἐχρήσατο, ὁ δὲ ‘ἀναβὰς εἰς ὕψοσ‘ καὶ οἷον δυναμωθεὶς τῇ ἐπάρσει ‘ᾐχμαλώτευσεν
90αἰχμαλωσίαν‘, ἤγουν τοὺς αἰχμαλωτευθέντας ἡμᾶς ὑπὸ τοῦ πονηροῦ δαίμονος σοφῶς πάνυ καὶ εὐμηχάνως ἀντῃχμαλώτευσέ τε καὶ ἐρρύσατο. Πλὴν εἴ γε ἐβούλετο ὁ μακάριος οὗτος ἀνήρ, ἠδύνατο καὶ τυπικῶς ἑρμηνεῦσαι τὸν ὄφιν καὶ φυγεῖν τὸ ἀντίτυπον· ἀπαιτεῖ δὲ ὁ λόγος, ὅ τι δήποτε, ἐν οὐδεμιᾷ τῶν σκιῶν τοῦτο πεποιηκώς, ἀλλὰ καὶ τὴν τοῦ ἀμνοῦ
95θυσίαν καὶ τἆλλα ὡς τύπους διηρμηνευκώς, πρὸς τὴν ἀντιτυπίαν ἀπέβλεψε. τὴν μὲν οὖν ἀληθῆ αἰτίαν αὐτὸς ἂν εἰδείη καὶ εἴ τις κατ’ ἐκεῖνον τῷ πνεύματι· ἐμοὶ γοῦν δοκεῖ ὅτι τὸν ὄφιν εἰδὼς θηρίον ἀρχέκακον ἐξ ἀρχῆς καὶ προσωπεῖον τοῦ δαίμονος—διὰ τούτου γὰρ τῇ Εὔᾳ τὴν ἀπάτην προσήνεγκε—τῷ βούλεσθαι μὴ τὸν δι’ οὗ τὸ ἡμέτερον γένος ἀπώλετο

45

(100)

τύπον ποιῆσαι τοῦ θεοῦ λόγου, δι’ οὗ ἀπὸ τοῦ θανάτου πρὸς τὴν ἀφθαρσίαν μετήχθημεν, διὰ ταῦτα τοιγαροῦν ὡς ἐξ ἀρχῆς καὶ τῇ ἡμετέρᾳ φύσει πολέμιον καὶ ταῖς τοῦ θεοῦ ἀντικείμενον προστάξεσιν οὐ τύπον, ἀλλ’ ἀν‐ τίτυπον ἀπεδείξατο. ὁ μὲν γὰρ ὄφις, ὡς ἀρχῆθεν τὸ γένος ἀπολωλεκώς, πάντῃ καὶ μισάνθρωπος καὶ μισόθεος· ὁ δὲ Χριστὸς φιλανθρωπίας πηγὴ
105καὶ θεὸς τέλειος. πῶς οὖν ἂν εἴη τὸ πονηρὸν τύπος καὶ σκιὰ τοῦ καλοῦ; διὰ τοῦτο τοιγαροῦν οἶμαι τὸν λόγον εἰς τὴν ἀντιτυπίαν ἑλεῖν τὸν σοφὸν τὰ θεῖα Γρηγόριον. εἰ μὲν οὖν καὶ ἕτερός τις λόγος τῆς τοιαύτης διαγνώσεως, ἀλλ’ ἔμοιγε ἐς τὴν τήμερον ἀκατάληπτος· ὃν δὲ αὐτὸς ἐφεῦρον καὶ πρὸς ὑμᾶς ἀνεκοινωσάμην.173

46

(1t)

Εἰς τὸ ‘τὰ μὲν δὴ σωματικὰ τοῦ Χριστοῦ ἤδη πέρας ἔχει‘
2 Εἰπὼν ὁ μέγας οὗτος ἀνὴρ ὅτι ‘τὰ μὲν δὴ σωματικὰ τοῦ Χριστοῦ τέλος ἔχει‘, εἰκότως διστάσας ἐπήνεγκε· ‘μᾶλλον δὲ τὰ τῆς σωματικῆς ἐνδημίασ‘. ἐδίστασε δὲ οὐ διὰ τὴν λέξιν, ἀλλὰ διὰ τὴν τῶν ἀκουόντων ἀσθένειαν· οὐ
5γὰρ ὅτι κακῶς εἶπε τῷ τῆς διορθώσεως ἐχρήσατο σχήματι, ἀλλ’ ὅτι ἐνδοιάσονται οἱ ἀκροασόμενοι, διὰ τοῦτο τὸν λόγον πρὸς τὴν καθαρὰν ἑρμηνείαν ἐπήνεγκε, καὶ εὐθὺς ἐξέφηνεν ὃ ἐβούλετο· ‘ὀκνῶ γάρ‘ φησίν ‘εἰπεῖν τὰ τοῦ σώματοσ‘. Ἡ μὲν οὖν ἀγωγὴ τοῦ λόγου τοιαύτη καὶ ἡ διόρθωσις διὰ ταῦτα, ἡ δὲ
10τῶν λόγων ὑπόθεσις δογματικὴ καὶ πολλῆς δεομένη τῆς ἀκριβείας. τῶν γὰρ ἄλλων μέχρι τῆς εἰς οὐρανοὺς ἀνόδου τὸ καθ’ ἡμᾶς μυστήριον οἰκονο‐ μῆσαι τὸν Χριστὸν φιλοσοφησάντων, οὗτος πέρας τῆς μυστηριώδους ταύτης οἰκονομίας ὁρίζεται τὴν ἀνάστασιν, τὰ δὲ μετ’ αὐτὴν οὐκ ἀνθρω‐ πικά, ἀλλὰ θειότερα καὶ τῆς κρείττονος ἐνδεικτικὰ φύσεως. τὰ μὲν γὰρ
15πρὸ τῆς ἀναστάσεως ἱδρῶτες καὶ προσευχαὶ καὶ πόνοι σώματος καὶ πνεύ‐ ματος ἐμβριμήσεις, ἐπέχουσαι τὴν τῆς σαρκὸς φύσιν καταφερομένην πρὸς οἶκτον, ἀκηδία τε καὶ λῦπαι καὶ ἀποστροφαὶ καὶ τἆλλα δι’ ὧν φύσις χαρα‐
κτηρίζεται σώματος, τὰ δὲ μετὰ τὴν ἐκ νεκρῶν ἔγερσιν παράδοξά τε καὶ τέλεια· ‘μή μου‘ γὰρ ‘ἅπτου‘, φησὶ τῇ Μαγδαληνῇ· ἐπειδὴ γὰρ ἐκείνη174
20οὕτως ἁπλῶς προσήρχετο καὶ περιπλέκειν ἔμελλε τὸν τὴν τοῦ σώματος ἐκπεφευγότα παχύτητα, ἀναστέλλει ταύτην τῆς ὁρμῆς, ὡς δὴ πρὸς τὸ κρεῖττον τὴν φύσιν μεταβαλών· ‘καὶ τῶν θυρῶν κεκλεισμένων‘ ἔνδον ὀπτάνεται παραδόξως τοῖς μαθηταῖς· εἰ δὲ καὶ τροφῆς ἥψατο καί τι τῶν ἀνθρωπικῶν καὶ αὖθις ἐποιήσατο, τὴν φύσιν ἐπιστοῦτο τοῦ ἀναστάντος
25σώματος. τί γὰρ ἔδει καὶ πάλιν οἰκονομίας αὐτῷ τὸ καθ’ ἡμᾶς μυστήριον ἀπαρτίσαντι καὶ θεώσαντι μὲν ἐξ αὐτῆς κοινωνίας τὸν ἄνθρωπον, ἀπαθανατίσαντι δὲ μετὰ τὴν ἔγερσιν καὶ τῷ πατρὶ οἰκειώσαντι τὸν τέως ἀπωσμένον καὶ ἀπεχθῆ; διὰ ταῦτά φησιν ὁ μέγας οὗτος πατήρ, ‘τὰ μὲν δὴ σωματικὰ τοῦ Χριστοῦ τέλος ἔχει‘. πότε; ἀφ’ οὗ συνθάψας τῷ
30θανάτῳ τὸν θάνατον ‘ἐκ τῶν νεκρῶν‘ ἀνέστη ‘πρωτότοκοσ‘. Ἀλλ’ ἐπειδὴ τῷ ‘τὰ σωματικὰ‘ εἰπεῖν κοινῶς ἀνεδείκνυτο καὶ τὰ τοῦ σώματος καὶ τὰ τῆς σωματικῆς ἐνδημίας, μᾶλλον δὲ ἡμεῖς οὕτως ὑπελαμ‐ βάνομεν (σωματικὰ γὰρ ἴσως ἑκάτερα), διὰ τοῦτο διαστέλλων ἐπάγει· ‘μᾶλλον δὲ τὰ τῆς σωματικῆς ἐνδημίασ‘. πολλοὶ γὰρ τῶν τὰ τοῦ κυρίου
35δογματισάντων ἐς τοιαύτην ὑπηνέχθησαν ἔννοιαν, ὅτι τοῖς τῆς σωματικῆς ἐνδημίας συναπεπεράνθη καὶ τὰ τοῦ σώματος ἰδιώματα, ὡς μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν μήτε βάρους αὐτὸν μετέχειν μήτε πηλικότητος μήτε μὴν διαστάσεως· μεταποιηθείσης γὰρ τῆς τοῦ σώματος φύσεως εἰς τὸ ἀκήρατόν τε καὶ ἄφθαρτον, λόγον ἔχει, φασί, καὶ ταῦτα μεταπεποιῆσθαι
40καὶ μέχρις ὀνόματος μόνου τὸ σῶμα διαμεμενηκέναι. ἀλλ’ ὁ θεῖος οὗτος ἀνὴρ εἶπεν ὅτι συμπεραίνουσι μὲν τὰ τῆς σωματικῆς ἐπιδημίας ἄχρι τῆς ἀναστάσεως ὁμογνωμονεῖ τε καὶ πείθεται, ἀφαιροῦσι δὲ τοῦ σώματος τὰς ἰδιότητας οὐ συντίθεται· ‘ὀκνῶ γάρ‘ φησίν ‘εἰπεῖν τὰ τοῦ σώματοσ‘. οὐ λαμπρὸς ὁ λόγος τοῦ δόγματος; ἐπεὶ μηδὲ οἱ ἀντιδοξάζοντες πάντῃ
45ἀπίθανοι, ἀλλ’ οὗτος ἐφ’ ἑκάτερα ῥέπων ταῖς τῶν ἀντιδοξαζόντων γνώμαις τε μετὰ τῆς κρείττονος πλάστιγγος γίνεται, οὐκ ἀφαιρῶν τὸ κυριακὸν σῶμα τὰ τῆς οἰκείας φύσεως ἴδια. Ἀλλ’ οὗτος μὲν ὀκνεῖν φησιν ἐν τοῖς λόγοις δοῦναι πέρας τοῖς σωματικοῖς ἰδιώμασιν· ἐγὼ δὲ θαρρούντως ἀποφαίνομαι ὅτι θειότερον μὲν τὸ σῶμα

46

(50)

γέγονεν, ἀθανασίας τετυχηκός, οὐ μέντοι γε δὲ καὶ τῆς οἰκείας ἀποβέβηκε φύσεως. ἢ λεγέτωσαν πρὸς ἡμᾶς οἱ τὸ τοιοῦτον δόγμα παρεισάγοντες, πότερον ὅλα φασὶ τὰ ἴδια μετηλλάχθαι τοῦ σώματος ἢ τὰ μέν, τὰ δ’ οὔ. εἰ μὲν οὖν ἐξ ἡμισείας ἐπάγουσιν, ὡς ἀποκληροῦντες ἃ βούλονται, οὐ
προσιέμεθα. διὰ τί γὰρ τῶνδε μὲν τῶν ἰδιωμάτων ἀπαλλάττουσι τὸ175
55σῶμα, ὥσπερ ἐλευθεριάζοντες τοῦτο καὶ ἐπελαφρίζοντες, τάδε δὲ συμφορτίζουσιν; εἰ δὲ τελείαν τὴν μεταποίησιν λέγουσι, μέχρι τούτου φιλοσοφοῦσιν, ἀπταίστως ἀποκρινόμενοι, ἐλέγχονται δὲ οἷς ὁρῶσι περὶ ὧν λέγουσιν· οὐ γὰρ ἡ πηλικότης ἢ τὸ βάρος ἢ τὸ μέγεθος ἢ τὸ σύνθετον ἴδια μόνα πέφυκε τοῦ σώματος, ἀλλὰ καὶ τὸ χρῶμα καὶ τὸ διίστασθαι καὶ
60τὸ εἶναί που. πότερον γοῦν ἀόρατον τὸν Χριστὸν μετὰ τὴν ἀνάστασιν δογματίζουσιν ἢ ἀντιληπτὸν τῇ ὁράσει; εἰ δὲ ἐκεῖνο παρὰ τὴν ἱστορίαν, ἆρα οὐκ ἐλέγξουσι τοῦτο καὶ γυναῖκες τὸν θεὸν θεασάμεναι, καὶ αὖθις οἱ μαθηταί, καὶ εἶτα οἱ πεντακόσιοι, ἐφ’ οἷς ἅπαξ ὡράθη προσκαθήμενος κατὰ τὴν 〈τοῦ〉 ἀποστόλου φωνήν; τοῖς δὲ τόποις οὐκ ἐγνωρίζετο, νῦν
65μὲν ἐν τῇ Γαλιλαίᾳ ποιούμενος τὰς διατριβάς, νῦν δὲ τοῖς περὶ τὸν Κλεόπαν περὶ τὴν κώμην Ἐμμαοῦς γνωριζόμενος; ἐν τόπῳ δὲ οὐκ ἦν, τῷ τοῦ περιέχοντος περικλειόμενος σώματι; Πῶς οὖν τέλος εἶχε τοῦ σώματος; εἰ γὰρ τοῦτο δώσομεν, φαντάσαι πάντα μετὰ τὴν ἔγερσιν τὸν Χριστὸν δογματίσομεν. ἀλλ’ ὥσπερ πρὸ τῆς
70ἀναστάσεως, ἐξ αὐτῆς προσλήψεως μεταποιήσας τὸ πρόσλημμα καὶ ἀποθεώσας τὸν ἄνθρωπον, τῶν ἰδιωμάτων ὧν προσελάβετο οὐκ ἀπήλ‐ λαξεν, ἀλλ’ ὁμοῦ τῶν ὑπὸ γένεσιν ἦν καὶ θεὸς τέλειος διὰ τὸν προσλα‐ βόντα, ὥσπερ δὴ ἐκεῖνος ἄνθρωπος τέλειος διὰ τὸ προσληφθέν, δι’ ἑνὸς δὲ ἀμφότερα ἦν, οὕτω δὴ καὶ μετὰ τὴν ἀνάστασιν ἀθάνατον μὲν τὸ
75πρόσλημμα ἀπειργάσατο, τῶν μέντοι γε τῆς φύσεως ἰδίων οὐκ ἀπεστέρη‐ σεν. Ἀλλὰ [τὸ μ]ὲν ἡμέτερον αὔθαδες καὶ ἡ ἀπόφασις οὐ διδάσκουσα, ἀλλὰ πλήττουσα· ὁ δὲ πατὴρ μετριάζει τὴν ἔνστασιν καὶ ‘ὀκνεῖν‘ τὸν λόγον φησί, ‘μέχρις ἂν μηδεὶς πείθῃ λόγοσ‘ αὐτὸν ‘ὅτι κάλλιον ἀπεσκευάσθαι
80τῷ σώματι‘, ἤγουν ὅτι κάλλιόν ἐστι τῷ σώματι (οὕτω συντάξεις) ἀπ‐ εσκευάσθαι τὰ ἴδια. καὶ τοῦτο δὲ φιλοσόφου καὶ μεγάλης ἐννοίας ἐχόμενον· ἑκάστῳ γάρ, φασὶν οἱ φιλόσοφοι, ἐν τῷ μηδενὸς τῶν ἰδίων ἀπολελεῖφθαι ἡ τελείωσις. εἰ οὖν καὶ τοῦ σώματος αὕτη τελείωσις, τὸ διεστάναι, τὸ πεποιῶσθαι, διὰ τί τὸ σῶμα τῶν ἰδίων ἀλλοτριώσομεν, ἐφ’ οἷς τὴν
85τελείωσιν ἔχει; εἰ μὲν γὰρ οὐκ ἦν ἄλλως ἀποθεοῦσθαι ἢ διὰ τῆς μετα‐ ποιήσεως, μᾶλλον δὲ ἐναλλαγῆς καὶ ἐκστάσεως, εἶχεν ἂν αὐτοῖς λόγον ὁ λόγος· ἐπεὶ δὲ καὶ σώματι καὶ τῶν ἰδίων ὅρων ἐντὸς πεφυκότι θειοτέρας ἐστὶ τυχεῖν φύσεως, διὰ τί μὴ τοῦτο δώσουσιν, ἀλλ’ ἐκεῖνο νομοθετήσουσι;
τί δέ φησιν ὁ μέγας οὗτος πατήρ; ὅτι οὐ συνθήσομαι τῷ δόγματι, ‘ἕως176
90ἂν μηδεὶς πείσῃ με λόγος ὅτι κάλλιον τῷ σώματι‘ ταῦτα ‘ἀπεσκευάσθαι‘. ἆρα οὖν, εἴ τις εὑρεθῇ πείθων, μετατεθήσεται, ὡς εἴη γε τέως τὸ δόγμα ἀμφίβολον, μέχρις ἂν ὁ ἀνέλεγκτος εὑρεθῇ λόγος; ἀλλὰ τοῦτο θεολογίας καὶ δογματικῆς ἀκριβείας, ἐνδοιαστικῶς λέγειν καὶ ἀμφιβόλως ταῖς περὶ θεοῦ δόξαις συντίθεσθαι; οὐ τοῦτο γοῦν λέγει, οὐδ’ ὡς μεταβληθησό‐
95μενος τὸν λόγον ποιεῖται, ἀλλ’ ὥσπερ ὑποθετικῶς εἰσάγει τὸν λόγον, ὡς μήτε τινὸς εὑρεθησομένου τοῦ πείσοντος μήτ’ αὐτοῦ μεταβληθησομένου. Μανιχαῖοι δὲ μανικώτερόν τι δοξάζουσι περὶ τοῦ σώματος· ἀπαμφιά‐ ζουσι γὰρ αὐτὸ τοῦ προσλαβόντος θεοῦ καὶ τῷ ἡλίῳ ἐναποτιθέασι, τὴν τοῦ Δαυὶδ πρὸς τοῦτο αἰχμαλωτίζοντες φωνήν (‘ἐν τῷ ἡλίῳ‘ γάρ φησιν

46

(100)

‘ἔθετο τὸ σκήνωμα αὐτοῦ‘), τὸ σῶμα σκήνωμα ὀνομάζοντες. ὁ δὲ Δαυὶδ φυσικώτερον περὶ τοῦ ἡλίου διαλαμβάνων τοῦτό φησιν, ἥλιον μὲν τὴν σφαῖραν αὐτὴν ὀνομάζων, ἥτις δὴ μετὰ τὴν τοῦ φωτὸς δημιουργίαν ἐγένετο, σκήνωμα δὲ αὐτὸ τὸ φῶς τὸ ἀνήλιον, ὃ κατὰ τὴν πρώτην ἡμέραν ὁ πλάστης δημιουργήσας, μετὰ τὴν τῶν σφαιρῶν ποίησιν κατατεμών,
105ἡλίῳ καὶ σελήνῃ καὶ τοῖς λοιποῖς ἄστρασι κατεμέρισεν. ‘ἐν τῷ ἡλίῳ‘ γοῦν ‘ἔθετο τὸ σκήνωμα αὐτοῦ‘, ἤγουν ἐν αὐτῷ τῷ ἡλιακῷ σώματι τὸ φῶς ἐναπέθετο. ἐχρῆν δὲ ἄλλως εἰπεῖν, ὅτι ἐν τῷ σκηνώματι τὸν ἥλιον τέθεικεν· ὁ δὲ θαυμαστικῶς μᾶλλον ἐπήγαγεν, ὅτι τὸ πρώτως δημιουργηθὲν φῶς καὶ σκηνώματος λόγον ἐπέχον, τοῦτο ἐν τῷ ἡλίῳ ἔθετο. εἰ δὲ καὶ πρὸς τὸ
110θειότερον ὁ προφήτης τὸν λόγον ποιούμενος φαίνεται, ἄλλως δεῖ διερμη‐ νεύειν τὸν λόγον, ὅτι ἐν τῇ παρθένῳ ὡς ἐν ἡλίῳ τὸ πρόσλημμα ἔθετο, οὐκ ἀλλαχοῦ πλάσας κἀκεῖσε θέμενος, ἀλλ’ ἐξ αὐτῆς ἐκείνης τῆς παρθενικῆς νηδύος τοῦτο συμπήξας καὶ ἑαυτῷ μὲν περιθέμενος, ἐκείνῃ δὲ θέμενος. Ἔδει μὲν οὖν αὐτὸν μόνον τὸν μέγαν τοῦτον καὶ τὰς οἰκείας διερμη‐
115νεύειν φωνὰς καὶ τὴν οἰκείαν ἐπεξηγεῖσθαι θεολογίαν· μόνος γὰρ οὗτος ἀποχρῶν πρὸς τὴν τῶν οἰκείων νοημάτων ἐξήγησιν. ἐπεὶ δὲ πρὸς τὴν πηγὴν ἐκεῖθεν ῥυεὶς ἀναχυθεὶς ποταμὸς βραχείας τινὰς ἡμῖν λιβάδας τῶν λόγων κατέλιπε, δεῖ με ταύτας ἀπαξιοῦν οὐδ’ ὁπωσοῦν, ἀλλὰ καὶ τοῦ
μικροῦ σπᾶν νάματος, ἐπειδὴ τοῦ πλείονος ἐστερήμεθα.177

47

‘Τί φήσω‘ φησὶν ὁ μέγας ‘πρὸς τοὺς τὴν Ἀστάρτην προσκυνοῦντας ἢ τὸ Χαμώς, βδέλυγμα Σιδωνίων, αὐτὸς ἢ μὴ προσκυνῶν τὰ τρία, εἰς ἃ συμβεβάπτισμαι, ἢ προσκυνῶν τὰ ὁμόδουλα;‘ εἴτε γάρ, φησί, μὴ ἐθέλοιμι προσκυνεῖν εἴτε ὡς ὁμοδούλοις τὸ σέβας προσάγοιμι, ἀμφοτέρωθεν
5ἐπεστόμισμαι καὶ οὐκ ἔχω πῶς ἂν διαπαίξω ‘ἢ τὴν Ἀστάρτην ἢ τὸ Χαμὼς βδέλυγμα ἢ τοῦ ἄστρου τὸν τύπον‘ ἢ εἴ τι ἄλλο δῆμος ἄσοφος ἐπρέσβευε καὶ ἀνόητος. ἀκούσαιμι γὰρ παρ’ αὐτῶν ὡς καὶ αὐτὸς περὶ τὴν κτίσιν στρέφομαι, καὶ διὰ τοῦτο ἢ ἀπαίνομαι τὴν προσκύνησιν ἢ προσάγων ἀνοηταίνω. ἐβούλοντο γάρ τινες τῶν τῆς Ἀρείου δόξης προ‐
10εστηκότων διῃρῆσθαι τὸ σέβας παρὰ τὰ πρόσωπα, καὶ ἄλλο μὲν ἀπο‐ δεδόσθαι τῷ μόνῳ δεσπότῃ καὶ ἀγεννήτῳ πατρί, ἕτερον δὲ καὶ ὑφειμένον τῷ υἱῷ ὡς ἐκεῖθεν παρηγμένῳ καὶ διὰ τοῦτο κτιστῷ, προσέτι δὲ τῷ πνεύματι ἠλαττῶσθαι τοῦτο ὡς τρίτῳ μετὰ τὸν πατέρα καὶ τοῖς ἐν χρόνῳ μᾶλλον προσήκοντι. οἱ δέ τινες καὶ ἀπηγόρευον τοῖς διὰ τοῦ
15λουτροῦ καθαιρομένοις τοῖς δυσὶ προσώποις προσάγειν προσκύνησιν, τῷ υἱῷ φημι καὶ τῷ πνεύματι· οἷς ὁ Λίβυς Σαβέλλιος τὴν τοιαύτην δόξαν ἐξ οἰκείων κατήνεγκεν ὑποθέσεων. τούτοις δὴ ἦν καὶ ταῦτα δοξάζειν καὶ τὰ τῶν ἐθνῶν σεβάσματα ἀναιρεῖν· ὅ τε γὰρ Ἀρειανιστὴς καὶ ὁ Σαβελλίζων ἑκάτερος τοῦ οἰκείου προϊστάμενος δόγματος, καὶ ὁ μὲν μόνῳ τῷ ἀγεννήτῳ
20τὴν θεότητα περιγράφων, ὁ δὲ κατατέμνων ταύτην εἰς ἀνισότητας, ὅμως μέντοι γε καὶ τὸ Χαμὼς διέπαιζον βδέλυγμα καὶ τὸν τύπον τοῦ ἄστρου καὶ αὐτὴν δὴ τὴν Ἀστάρτην, ὡς ἀπὸ γνώμης αὐτοθελοῦς τῶν εἰδωλο‐
ποιούντων τὴν σύστασιν ἔχοντα. Ἀλλ’ ὁ μέγας οὗτος πατὴρ αὐτῶν ἐκείνων καταμωκώμενος τῶν ἑτέρους178
25μὲν διαπεπαιχότων, τῆς δὲ σφῶν ἀγνοίας συνιέναι μὴ ἐθελόντων, τί φήσω, φησί, πρὸς τὴν τῶν ἐθνῶν ἄγνοιαν, ἢ πῶς τὸ ἐκείνων ἀνέλω σέβας εἰς τὴν αὐτὴν ἐκείνοις ἀπάτην διὰ τὴν οἰκείαν παρελαυνόμενος ἄγνοιαν; δεῖ γὰρ ὡς ἀληθῶς μὴ κεκράκτην εἶναι καὶ ἀτεχνῶς μεγαλόφωνον τὸν ἑτέροις διαλοιδορούμενον καὶ κωμῳδεῖν τὰ ἐκείνων ἐπιχειροῦντα, ἀλλὰ
30τῶν ἐκείνων παθημάτων ἀπηλλαγμένον καὶ μὴ ἐπὶ τοῖς ἴσοις διευθυνό‐ μενον. ὥσπερ γὰρ εἴ τις φαλακρὸς ὢν ἕτερον ἐπὶ τῇ ψιλώσει τῶν τριχῶν καταμέμφοιτο, τῶν αὐτῶν λοιδοριῶν ἀντακούσεται, οὕτως εἴ τις προσκυ‐ νεῖν ἀπατηθεὶς τὰ ὁμόδουλα, ἑτέροις τοῦτο προστρίβει ὡς ἔγκλημα, τοῖς αὐτοῖς ἐκείνοις ἐπιτιμίοις ὑπεύθυνον ἑαυτὸν καθιστᾷ.
35 Ἀλλὰ φέρε τῷ λόγῳ σαφηνίσωμεν τὸ λεγόμενον. πρόσοικα ἔθνη τὴν μητρόπολιν ἐκύκλουν Ἱερουσαλήμ· οὐ γὰρ δὴ πάντα ὁ τοῦ Ναυῆ ἠνδραπο‐ δίσατο Ἰησοῦς, ἀλλ’ ἦσαν ἃ καταλέλειπτο. Μωαβῖται γὰρ καὶ Ἀμμανῖται, Αἰγύπτιοί τε καὶ Βαβυλώνιοι καὶ Σιδώνιοι πέριξ τὴν πόλιν περιθέοντες ἐληίζοντο, ἣν δὴ καὶ πρῶτος ὁ βάρβαρος Σουσακεὶμ πεποίηκεν δορυάλω‐
40τον. ταῦτα δὴ τὰ ἔθνη οἰκείοις ἀνέκαθεν ἑπόμενα δόγμασιν, οἱ μὲν τάδε, οἱ δὲ τάδε τῶν ὁρωμένων ἐπρέσβευον, εἴδωλά τε ἐχάλκευον ἢ καὶ ἄλλως ἀνίστων τὰ μὲν ἀνθρώποις ἐοικότα, τὰ δὲ κτήνεσι, τὰ δὲ ἡλίῳ καὶ ἄστρασι. Πρόκλος δὲ ὁ φιλόσοφος ἱστορεῖ ὅτι καί τινα τῶν τοιούτων ἀγαλμάτων ἐτύγχανον διοπετῆ, ἄνω που περὶ τὸν ἀέρα πηγνυμένης ὕλης ἀρρήτου καὶ
45αὖθις καταπεμπομένης εἰς γῆν, οἷα δὴ περὶ τὴν Φοινίκην κατηνέχθησαν τὰ βαιτύλια. ὀνόματά τε τοῖς εἰδώλοις ἐτίθεσαν οἱ ταῦτα πρεσβεύοντες, οἱ μὲν ἀπὸ τῆς Ἑλληνικῆς ἀρχαιολογίας, φυλάττοντες μὲν τὰς ἐννοίας, τὰς δὲ λέξεις καὶ τὴν γλῶσσαν ἀμείβοντες, οἱ δὲ καὶ αὐτόθεν ὀνοματοθε‐ τοῦντες. πάντα δὲ ὕλης γεννήματα ἦν, αὐτά τε καὶ ὧν δὴ τύποι γεγένηντο·

47

(50)

τό τε γὰρ χρυσοῦν ἄστρον ὑλαῖον καὶ γεηρόν, καὶ αὐτὸς δὴ ὁ ἕσπερος ἢ ἑῷος, ᾧ δὴ ὁ ‘τύποσ‘ προσείκαστο, ἐκ πυρὸς ἔσχε τὴν γένεσιν κατὰ Πλάτωνα τὸν φιλόσοφον, ἥ τε Ἀστάρτη, εἴτε χαλκοῦ πεποίητο εἴτε λίθος ἦν ἀπεικονισμένος, γεώδης πάντως ἦν καὶ τῆς πάντῃ προσύλου καὶ ῥευστῆς φύσεως.
55Φησὶν οὖν ὁ μέγας οὗτος πατὴρ ὅτι πῶς ἂν τῶν τοιούτων σεβασμάτων
καταγελάσω καὶ διαπαίξω τοὺς σεβομένους αὐτὰ ὡς κτίσει καὶ ὕλῃ τὸ σέβας προσάγοντας, αὐτὸς προσκυνῶν τὰ ὁμόδουλα καὶ οὐδὲν ἢ βραχὺ τῶν παρ’ ἐκείνοις θεῶν παραλλάττοντα; εἰ γὰρ καὶ μέγα φρονεῖ Ἄρειος ἐπὶ τῷ παρ’ ἐκείνῳ γεννήματί τε καὶ κτίσματι ὡς τῶν ἄλλων ὑπερανεστη‐179
60κότι κτισμάτων, ἀλλ’ ἴστω ὡς τὰ ποιούμενα χρόνῳ μὲν τὰ ἕτερα τῶν ἑτέρων καὶ μεγέθει καὶ φύσεως κάλλει τὸ πρεσβεῖον ἀπείληφεν, οὐ μέντοι γε κατ’ αὐτὸ τὸ ἐκτίσθαι τῶν ἄλλων διήνεγκεν. ἐπεὶ καὶ ὁ Ἀδὰμ τοῦ μετ’ αὐτὸν δεκάτου Νῶε πολύ τι τοῦ χρόνου προείληφεν, ἴσως δ’ ἂν ἦν καὶ τὴν μορφὴν ὡραιότερος, ἀλλ’ οὐ δήπου διὰ ταῦτα τὴν κτίσιν ὑπερανα‐
65βέβηκεν, οὐδ’ ὁ μὲν ἧττον, ὁ δὲ μᾶλλον ἔκτιστο. μάτην οὖν Ἄρειος ἀποσεμνύνει τῷ υἱῷ τὸ πρώτως ἐκτίσθαι παρὰ τοῦ πατρός· οὐδὲν γὰρ ἐντεῦθεν σεμνότερον ἔσχηκε τῶν ἄλλων κτισμάτων ἐπίσης ἐκείνῳ παραχθέντων εἰς γένεσιν. Ὁ μὲν δὴ λόγος, ὡς ἐν κεφαλαίῳ εἰπεῖν, τοιοῦτος. ὑμεῖς δὲ ἐντεῦθεν καὶ
70λογικὰ καὶ ἠθικὰ ἀποίσεσθε παραγγέλματα· μηδεὶς γὰρ ὑμῶν ἕτερον ἀνατρέπειν ἐπιχειρῶν τοῖς αὐτοῖς ἐκείνῳ λογισμοῖς ὑποκείσθω, ἀλλὰ χρὴ πρότερον τὴν οἰκείαν δόξαν διερευνήσαντας καὶ πρὸς τὸν εὐθῆ κανόνα ὀρθοτομήσαντας οὕτως ἐλέγχειν, εἴ τι παρὰ τοῖς ἀντιδόξοις διάστροφον ἦν. πολλοὶ γὰρ τῶν φιλοσόφων περιττολογήσαντες, εἶτα δὴ ἀπερισκέπτως
75προσενεχθέντες τοῖς ἑτεροδοξοῦσι τὰ σφῶν ἐν ἐκείνοις ἀνῃρήκασι. τοῦτο δὲ καὶ Ἀριστοτέλης ὑπὸ τῆς ἄγαν φιλοτιμίας πεπονθὼς φαίνεται· τοῖς γὰρ Πλάτωνος πρώτως ἑαυτὸν ὑποθεὶς δόγμασιν, εἶτα ἀνελεῖν ἐπιχειρήσας τὰ οἰκεῖα ἀνῄρηκε δόγματα. ἐῶ γὰρ τοὺς μετ’ ἐκεῖνον φιλοσοφήσαντας, οἵπερ δὴ πρὸς ἀλλήλους ὑποσυγκέχυνται καί, οἷς αὐτοὶ ἑαλώκασιν,
80ἑτέρους ἁλίσκειν ἐπιχειροῦσιν. εὑρίσκω δὲ καὶ τοὺς καθ’ ἡμᾶς ῥήτορας, καὶ μάλιστα τὸν Σικελιώτην φιλόσοφον (τοῦτο μὲν γὰρ ἐπεγράφετο, τὸ δὲ σοφιστεύειν ἐβούλετο), πρὶν ἢ τὸ τόξον ἐντεῖναι τοξεύοντα, καὶ νῦν μὲν τὸν Γεωμέτρην Ἰωάννην βάλλοντα, νῦν δὲ τὸν Μελιτηνῆς Θεοδόσιον καὶ αὖθις ἄλλους· ἐφ’ οἷς ἐγὼ ἧττον ἀπαλγήσας, ὡς δ’ ἤδη που καὶ κατὰ τοῦ
85Συνεσίου τὸν σοφιστὴν τοῦτον εἶδον διατοξεύοντα κατά τε Προκοπίου καὶ Λιβανίου τῶν σοφιστῶν, οὐδὲ καρτερεῖν ἔτι οἷός τε ἦν. πῶς γὰρ ἂν
διακαρτερήσαιμι ὁρῶν ἄνδρα χαμόθεν τοῖς οὐρανίοις διαιτῶντα καὶ καταψηφιζόμενον ὧν ἐφικνεῖσθαι οὐχ οἷός τε ἦν, ἀλλὰ καὶ τὸν περὶ ὀνειράτων λόγον Συνεσίου διεκωμῴδησεν;180
90 Εὖγε, ὦ βέλτιστε, ὅς γε, ἵνα μηδὲν ἄλλο εἴπω, ἐπεχείρησας τὸν εἰς τοὺς Μακκαβαίους λόγον τῆς ἐν θεολογίᾳ ἀκρότητος, Γρηγορίου τοῦ πάνυ φημί, ἐξ ὁμολογίας κοινῆς τὸ προοίμιον ἔχειν, ὡς μηδενὸς ἀντικει‐ μένου τοῖς μάρτυσι. καὶ διὰ τί δῆτα εὐθὺς κατεσκεύασεν, εἰ ὡμολόγητο, καὶ ἐπιχειρήσας ἐπεξειργάσατο; ἀλλὰ σύ γε ἔφης ὅτι κατασκευάζει μὲν
95αὐτὸ ἐνταῦθα ἡ πρότασις, ἡ δὲ ὑποκάθηται, οὕτως σοι πάντα συγκέχυται καὶ ἀνῄρηται. καὶ δεινὴ μὲν ἡ γλῶττα (ἀλλὰ μηδὲν ἐνθάδε σεμνύνου λέξεις συνθεῖναι), ὁ δὲ νοῦς ἀπῃώρηται. οὐ λέληθας δὲ οὐδὲ ἐν τῷ Περὶ ἰδεῶν συντάγματί σου ὡς, τὰ Παύλου καὶ Συριανοῦ συλλεξάμενος, τινὰ δὲ καὶ τούτοις προσθείς, ὧν σαφὴς ἡ προσθήκη διὰ τὴν τοῦ χαλκοῦ πρὸς χρυσὸν

47

(100)

ἀντεξέτασιν, ἐντεῦθεν τὰ μειράκια καταπλήττειν δοκεῖς. περὶ δὲ τοῦ Γεωμέτρου καὶ αὐτὸς ἂν εἴποιμι ὡς τῇ φύσει τὴν τέχνην παρεβιάζετο ὥσπερ δὴ λευκῷ γραμμὴν προσκολλῶν, καὶ διὰ τοῦτο πολυσχήματος μέν, φορτικὸς δὲ ἄγαν καὶ πλημμελής, ἀλλὰ τῆς γε σῆς γνώμης πολλῷ καὶ ὀξύτερος καὶ σοφώτερος. Θεοδοσίου δὲ τί καταβοᾷ, ὅς γε οὔτε ἐν φιλοσό‐
105φοις οὔτε ἐν σοφισταῖς ἀπηρίθμηται; Ἀλλ’ ὑμῖν πρὸς ἤθους ῥυθμὸν ὁ πρῶτος λόγος ἀπεικονίσθω, καὶ μηδεὶς ἑτέρῳ ἀσωτίαν ἐπεγκαλέσειεν αὐτὸς ἀνελεύθερος ὤν, μηδὲ ἀκολασίαν αὐτὸς τυγχάνων ἠλίθιος, μηδ’ ὁ τετυφωμένος τὸν μεγαλοπρεπῆ λοιδο‐ ρείτω, μηδ’ ἁπλῶς ὁ πάθει τινὶ δεδουλωμένος ἑτέρῳ τοῦτο ἐπεγκαλέσῃ,
110ἐπεὶ τὸ ‘ἑταῖρε, ἰῶ τὰ σὰ‘ ἀντακούσεται.181

48

(1t)

ξγʹ
2 Ὑμεῖς μὲν τὸ ‘πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖσ‘ ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει τοὔνομα πολυπραγμονοῦντες. ἐγὼ δὲ καὶ τὰς ἑτέρας τοῦ τοιούτου ὀνόματος σημασίας διερευνῶμαι· εὑρίσκω γὰρ τὴν θείαν γραφὴν
5τετράκις τὴν τοῦ πρωτοτόκου περιπολοῦσαν φωνήν· ‘πρωτότοκον‘ γὰρ ‘κτίσεωσ‘ καὶ ‘πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖσ‘ καὶ αὖθις ‘πρωτότοκον ἐκ νεκρῶν‘ καὶ ἁπλῶς οὕτως ‘πρωτότοκον‘, ἄνευ τῆς πρὸς ἄλλον σχέσεως, καταγγέλλει τὸν κύριον. ἀλλὰ τἆλλα μὲν ἔλαττον τὸν ἀκούοντα θράττει, τὸ δὲ ‘πρωτότοκον‘ εἶναι ‘πάσης τῆς κτίσεωσ‘ τὸν δημιουργὸν καὶ
10ὑπερβεβηκότα καὶ χρόνου καὶ φύσεως καὶ αἰῶνος, τοῦτό ἐστι τὸ μάλιστα τὸν πολυπράγμονα νοῦν ἐκπλῆττον· εἰ γὰρ πρωτότοκος οὐρανοῦ καὶ γῆς καὶ τὸ ὑπὲρ ταῦτα ἢ ἐν τούτοις, ἀπό τινος ἄρα καὶ οὗτος χρονικοῦ σημείου τὴν ἀρχὴν τῆς ὑποστάσεως εἴληφεν. καὶ ἡ τοῦ δημιουργοῦ δὲ πρὸς τὰ κτίσματα σύγκρισις· πῶς γὰρ ἂν παραμετρηθείη τὸ γεγονὸς τῷ ἀφ’ οὗ
15γεγένηται; ἀλλ’ οὐδὲ τὸ σεμνὸν ἐντεῦθεν τῷ θεῷ περισῴζεται· οὐ γὰρ ἐπειδὴ πρεσβύτερος ἡλίου τὴν γένεσιν, παρὰ τοῦτο ἤδη καὶ δημιουργὸς καὶ θεός. ἀλλ’ ὥσπερ πρεσβύτερος ἡλίου τυγχάνων ὁ οὐρανός, οὐ δήπου διὰ τοῦτο τὴν οὐσίαν πέφυκε τελεώτερος οὐδὲ τὸ μὴ ἐκ τοῦ μὴ ὄντος εἶναι ἐκπέφευγεν, οὕτω δὴ καὶ οὐρανοῦ πρωτότοκος ὢν ὁ κύριος καὶ
20ξυμπάσης οὖν τῆς κτίσεως, ἥτις ἐκ τῆς πρώτης καὶ μιᾶς αἰτίας τὴν γένεσιν ἔσχηκεν, οὐ διὰ ταῦτα ὑπερούσιος καὶ ὑπεραιώνιος. Ζητητέον οὖν ἡμῖν ὅ τι ποτὲ ἡ θεία γραφὴ τὸ ‘πρωτότοκον‘ εἶναι ‘πάσης κτίσεωσ‘ προσεμαρτύρησε τῷ θεῷ. ἐγὼ γοῦν φημι ὡς ὁ τῆς ὅλης δημιουργὸς κτίσεως, τὸ ὑπὲρ ἡμῶν ἐκτελέσας μυστήριον καὶ νέος Ἀδὰμ
25γεγονώς, πᾶσαν ἐν ἑαυτῷ τὴν συντριβεῖσαν ὑπὸ τῆς ἁμαρτίας φύσιν ἀνέπλασεν· ἐν γὰρ τῷ προσλήμματι τὸν ἄνθρωπον συγκεφαλαιωσάμενος καὶ μεταδοὺς αὐτῷ τῶν θείων χαρίτων, δι’ αὐτοῦ μέσου τὴν διαρραγεῖσαν ἡμῶν φύσιν καὶ οἷον παλαιωθεῖσαν καὶ ἀφανισθεῖσαν ἀνεκτίσατο·
κτίσιν γὰρ ἐνταῦθα τὴν ἀνάκτισιν οἰητέον, ἤγουν δευτέραν ἀναγέννησιν182
30καὶ ἀνάπλασιν, ἥτις δὴ διά τε τοῦ θείου βαπτίσματος διά τε τῆς τῶν ἀρετῶν κατορθώσεως ἔχει τὴν σύστασιν. Ταύτης τοιγαροῦν τῆς θειοτέρας ἀναγεννήσεως καὶ ἀνακαινίσεως καθηγητὴς ὁ θεὸς γεγονὼς καὶ οἷον ἀρχέτυπον τῆς διὰ τῶν ἀρετῶν ἀγαλματοποιίας ἡμῶν καὶ μορφώσεως, πρωτότοκος ὠνομάσθη τῆς
35κτίσεως, ἤτοι ἀρχηγὸς καὶ καθηγεμὼν τῆς δευτέρας ἡμῶν ἀναπλάσεως. πρώτη μὲν γὰρ ἡ ἡμετέρα γένεσις ἐν τῷ παραδείσῳ γέγονεν, ἥτις πρόοδος ἐκ τοῦ μὴ εἶναι εἰς τὸ εἶναι καθέστηκεν· δευτέρα δὲ ἡ ἐν τῷ Χριστῷ τῆς φύσεως ἡμῶν ἀναγέννησις, ἥτις οὐ τῆς εἰς τὸ εἶναι προόδου πέφυκεν ἀρχη‐ γός, ἀλλὰ τῆς εἰς τὸ εὖ εἶναι· ῥεύσαντας γὰρ ἡμᾶς ἀπὸ τούτου διὰ κακίαν
40πρὸς ἑαυτὸν αὖθις διὰ τῆς θείας οἰκονομίας ἐπανήγαγε. τόκος οὖν τίς ἐστιν ἀτεχνῶς ἡ πρὸς τὴν προτέραν ἕξιν τῆς ψυχῆς ἐπάνοδος, ἡ διὰ τῶν ἀρετῶν ἀναγέννησις, οὗ δὴ πρῶτος ὁ Χριστὸς καταρξάμενος πρωτότοκος ἐπωνόμασται. Οὕτω μὲν οὖν ‘πρωτότοκος πάσης κτίσεωσ‘ ὁ κύριος ἡμῶν παρὰ τῆς
45θείας καλεῖται γραφῆς· ἀλλὰ πῶς δὴ καὶ ‘πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖσ‘; τὸ γὰρ ‘ἐν πολλοῖς ἀδελφοῖσ‘ παρ’ ἔνια μέρη τῆς ‘πάσησ‘ πέφυκε ‘κτίσεωσ‘· οἱ γὰρ ‘πολλοὶ‘ ὡς πρὸς τὴν ὅλην συνάθροισιν τῆς ἀναγεννηθείσης κτίσεως παρ’ ἐνίους εἰσὶ τοὺς καταλειφθέντας. πῶς οὖν καὶ ‘πρωτότοκος πάσης κτίσεωσ‘ καὶ ‘πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖσ‘;

48

(50)

παρὰ γὰρ τὴν ἐκείνου φιλανθρωπίαν καὶ τὴν ἡμετέραν προαίρεσιν ἡ τοῦ ὀνόματος διαφορὰ γέγονεν. ὁ μὲν γὰρ ἐπὶ τούτῳ ‘κλίνας τοὺς οὐρανοὺς καταβέβηκεν‘, ἐφ’ ᾧ τὴν πᾶσαν ἀναγαγεῖν φύσιν καὶ καταξιῶσαι τῶν θειοτέρων· ἡμεῖς δέ, μᾶλλον δὲ ἡμῶν ἔνιοι, μηδέν τι τοῦ μυστηρίου συνιέντες, οὐ συνανεληλύθασι τῷ κυρίῳ συγκαταβάντι, ἀλλ’ ἐπὶ τῆς
55προτέρας ἕξεως μεμενήκασιν. ἀλλ’ ἐπεὶ οὖν μὴ πάντες τῷ πρωτοτόκῳ συναπεγεννήθημεν κατὰ τὴν θείαν ταύτην ἀπογέννησιν, ἀλλ’ εἰσὶν οἱ τῇ παλαιότητι τῇ μετὰ τὴν παράβασιν ἐναπομένοντες, διὰ τοῦτο ‘πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖσ‘ ὠνόμασται. τίσι; τοῖς γενομένοις ‘συμφύτοις τῷ ὁμοιώματι‘ τῆς εἰκόνος αὐτοῦ, τοῖς γνοῦσι τοῦ μυστηρίου τὴν δύναμιν καὶ
60συναναβᾶσι τῷ δι’ αὐτοὺς κατελθόντι πρὸς οὐρανούς. ἢ καὶ οὕτως ἂν εἴπῃς, ὅτι τῆς κατὰ πρᾶξιν καὶ θεωρίαν ἀρετῆς καθηγεμὼν ὁ κύριος
γεγονώς, κατὰ μὲν τὴν πρακτικὴν ἀρετήν, ὡς ἅτε ταπεινοτέραν καὶ πᾶσιν ἐκκειμένην, πρωτότοκος τῆς πάσης ἐγένετο κτίσεως, κατὰ δὲ τὴν κυριωτέραν καὶ ὑψηλοτέραν πρωτότοκος τισὶ τῶν ἀδελφῶν, οἳ δὴ καὶ πρὸς183
65τὴν τοιαύτην ἕξιν τὴν ἐαυτῶν ψυχὴν ἀνεπαίδευσαν. Ἀλλὰ καὶ ‘πρωτότοκος ἐκ νεκρῶν‘· γέννησις γάρ τις καὶ ἡ ἐκ τούτων ἀνέγερσις ‘φοβερωτέρα καὶ συντομωτέρα‘ κατὰ τὴν θεολόγον φωνήν, ὃς δὴ ἐν τρισὶ τάξεσι τὴν ἡμετέραν ἀπαριθμησάμενος γέννησιν μετὰ τῶν ἄλλων καὶ ταύτην ἀπηριθμήσατο. ἐπεὶ οὖν δεῖ πάντας ἡμᾶς πρὸς τὸν ἐκεῖ
70βίον διὰ τῆς παλινζωίας δραμεῖν καὶ πρῶτος δεδραμήκει ὁ κύριος ἐκ τῶν νεκρῶν ἀναστάς, διὰ ταῦτα πρωτότοκος ἐκ τῶν νεκρῶν λέγεται. οὐ γὰρ εἴ τις καὶ πρὸ τοῦ κυρίου πρὸς τὸν τῇδε βίον ἐπανελήλυθε, τὴν νέκρωσιν ἀποθέμενος, πρωτότοκος οὗτος τῆς ἀναστάσεως ἡμῶν νομισθήσεται, ἐπεὶ μὴ πρὸς τὴν ζωὴν ἀναστὰς ἐν ταύτῃ διαμεμενήκει· ὁ δὲ ‘Χριστός, ὃ
75μὲν ἀπέθανε, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφ’ ἅπαξ, ὃ δὲ ζῇ, ζῇ τῷ θεῷ‘ κατὰ τὸν μέγαν ἀπόστολον. Οὕτω μὲν οὖν ταῦτα, καὶ ἡ τοῦ πρωτοτόκου φωνὴ οὐκ ἀπόλυτος, ἀλλὰ μετὰ τῆς πρὸς ἕτερον σχέσεως. ἐγὼ δὲ παρατηρήσας εὗρον τὸν ἀπόστολον Ἰουδαίοις ἐπιστέλλοντα καὶ ἀζυγὲς τοῦτο δὴ ἐξενεγκόντα τὸ ὄνομα·
80‘ὅταν‘ γάρ φησιν ‘εἰσαγάγῃ πάλιν τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει‘· ἐνταῦθα γὰρ οὔτε τὸ ‘ἐν πολλοῖς ἀδελφοῖσ‘ πρόσκειται οὔτε τὸ ‘πάσης κτίσεωσ‘ οὔτε τὸ ‘ἐκ τῶν νεκρῶν‘ τῷ τοῦ πρωτοτόκου ὀνόματι, ἀλλ’ ἁπλῶς οὕτω καὶ ἀπολύτως ἐξήνεγκε. τί ποτ’ οὖν ἐν ἄλλοις μὲν συντίθησι τοὔνομα, ἐνταῦθα δὲ ἁπλούστερον ἐξεφώνησεν; ἢ ὅτι βουλό‐
85μενος διὰ τῆς ἁπλῆς ταύτης φωνῆς τὰς πάσας σημασίας τοῦ ὀνόματος συναγαγεῖν ἤ, ᾧπερ αὐτὸς τίθεμαι, ἐν μὲν τῷ παρόντι βίῳ τὸν κύριον ὁ ἀπόστολος θεωρῶν μετὰ σχέσεων τοῦτον ὁμοῦ τε καὶ νοεῖ καὶ φωνεῖ· τοιαύτη γὰρ ἡ ἐνταῦθα ζωή, σχετικὴ καὶ πρὸς ἄλλο συνηρτημένη· ἐπὶ δὲ τῆς θειοτέρας ζωῆς, πρὸς ἣν ἡ τελευταία ἡμῶν ἀποκατάστασις πέφυκεν,
90ἐπειδὴ κρείττων ἐκείνη καὶ ἄσχετος, κρειττόνως καὶ τοῦτον καὶ ἀσχέτως κἀν τοῖς νοήμασι θεωρεῖ κἀν τοῖς ῥήμασιν ἐκφωνεῖ. Τίς δὲ καὶ ἡ τοῦ ‘πάλιν‘ προσθήκη; ‘ὅταν‘ γάρ φησι ‘πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην‘. ὅτι καὶ πάλαι τοῦτον εἰσήγαγεν ὁ πατήρ, τὸ ὑπὲρ ἡμῶν οἰκονομήσας μυστήριον· ἀλλὰ τότε μὲν τὴν ἡμετέραν
95σωτηρίαν αὐτουργῶν εἰσενήνεκται, ὅταν δὲ πάλιν εἰς τὴν οἰκουμένην παρὰ τοῦ πατρὸς εἰσαχθῇ, ὡς κριτὴς ἀδέκαστος εἰσαχθήσεται κατὰ τὸν προφήτην Δανιήλ, παρ’ ᾧ δὴ τὰ φρικώδη ἐκεῖνα τῆς κρίσεως καὶ φοβερὰ ἐξαγγέλλεται. Ἐπεὶ οὖν πρὸς ἄλλην ζωὴν μετασκευαζόμεθα καὶ οὐ συγκαταλήγομεν184

48

(100)

τῷ τοῦ βίου πέρατι, ἀλλά τις ἕτερος αἰὼν ἡμᾶς διαδέχεται μεθισταμένους, δεῖ ἐντεῦθεν ἐκεῖσε ἀπιόντας προετοιμασθῆναι, ὥστε μὴ τεταράχθαι, καὶ πρὸς ἀπολογίαν ὧν ἐνταῦθα διῳκήκαμεν παρασκευάζεσθαι, οὐ τὴν γλῶτταν ἀκονοῦντας πρὸς ῥητορείαν, ἀλλὰ τὴν ψυχὴν διευθύνοντας καὶ τὸ συνειδὸς ἐκκαθαίροντας, ὥστε αὐτόθεν τὸν δικαστὴν πρὸς τὴν λευκὴν
105ψῆφον ἐφελκύσασθαι. ἂν οὕτω μεταρρυθμίσωμεν ἑαυτοὺς καὶ οὕτω τὸν δικαστὴν ἐξιλεωσώμεθα, ἀπολοφυρόμενοι μὲν ἐφ’ οἷς τῶν πρώτων καὶ ἀφθόνων διημαρτήκαμεν ἀγαθῶν, σπεύδοντες δὲ διὰ τῆς ἐνταῦθα καθάρ‐ σεως πρὸς τὸν πατρῷον χῶρον ὅθεν ἀπωλισθήσαμεν, εὖ οἶδα ὅτι, φιλ‐ άνθρωπος ὤν, οὐ μόνον συγγνώσεται ἡμῖν πεσοῦσιν ἐξ οὐρανοῦ διὰ τὸ
110ἁμαρτάνειν, ἀλλὰ καὶ ‘τῆσ‘ ἐν οὐρανῷ ‘βασιλείασ‘ αὐτοῦ ‘κληρονόμουσ‘ ἐργάσεται.

49

(1t)

ξδʹ. Ἐκ τοῦ περὶ θεολογίας δευτέρου λόγου, εἰς τὸ ‘τί ποτέ‘ ἐστι ‘τὸ θεῖον‘
2 Ἡ διαλεκτικὴ οὐχ ὡρισμένα τινὰ ἔχει ὥσπερ αἱ λοιπαὶ ἐπιστῆμαι, ἀλλὰ πάσαις ἐπιστατεύουσα ταῖς ἐπιστήμαις ἐξ οἰκείων ἐπιχειρημάτων
πάσας ἀνασκευάζει τε καὶ κατασκευάζει. τόποι δὲ ὀνομάζονται αἱ185
5εἰρημέναι ἀρχαί, ἀφ’ ὧν ὁρμώμενος ὁ διαλεκτικὸς πάντα τὰ προβληθέντα ἀνασκευάζει τε καὶ κατασκευάζει. Πρὸς τοὺς οἰομένους κατειληφέναι τὸ θεῖον ἀπὸ λογικῆς ἐντρεχείας τὸν λόγον ἀντεπεξάγων φησὶν ὁ πατήρ· ‘τί ποτε ὑπολήψῃ τὸ θεῖον‘, ὦ διαλεκτικὲ σύ, ‘εἴπερ ὅλως ταῖς λογικαῖς πιστεύεις ἐφόδοις;‘ λογικὴν δὲ
10ἔφοδον οἰητέον τὴν ἀποδεικτικὴν ἢ διαλεκτικὴν ἐπιχείρησιν· ἄκριτον γὰρ ἔστω τοῦτο τέως, μέχρις ἂν καὶ περὶ αὐτῶν τὸ ἀκριβὲς ἐπικρίνωμεν. λογικὴν δὲ τὴν τοιαύτην νομίζομεν πραγματείαν, ὅτι σκοπὸν καὶ τέλος προβάλλεται τὸν συλλογισμόν. τούτου γὰρ ἕνεκα καὶ τὰς ἁπλᾶς ὁ φιλόσο‐ φος παραλαμβάνει φωνὰς καὶ τὰς ἐξ ἐκείνων συγκειμένας προτάσεις,
15ἀφ’ ὧν δὴ συντίθεται ὁ συλλογισμός. ὃν καὶ λόγον σύνθετον οἱ ἀπὸ τῆς Ἀκαδημαϊκῆς ἐπωνομακότες αἱρέσεως, τὴν πᾶσαν ἐντεῦθεν πραγματείαν παρονομάσαντες ἐκάλεσαν λογικήν, ἥτις νοῦς ὥσπερ ἐστὶ τοῖς ἄλλοις μέρεσι τῆς φιλοσοφίας. ταύτῃ γὰρ καὶ ὁ φυσικὸς καὶ ὁ μαθηματικὸς χρώμενος, εἰπεῖν δὲ καὶ ὁ θεολογικός, ἀνερευνᾷ τε τὰ ὑποκείμενα καὶ
20πιστὰ καὶ ἀληθῆ οἴεται. αὕτη τοιγαροῦν ὃ προθήσει διερευνήσασθαι διαιρετικῶς μὲν πρῶτον, ὁριστικῶς δὲ ἔπειτα καὶ ἀποδεικτικῶς μετὰ ταῦτα καὶ τέλος ἀναλυτικῶς πειρᾶται θηρεύειν. Ἐπεὶ οὖν ἐντεῦθεν καὶ τὴν θείαν ἐπεχείρουν φύσιν καταλαβεῖν τῶν φιλοσόφων ἔνιοι, ἥτις πάσης ὑπέρκειται ἕξεώς τε καὶ φύσεως καὶ πρὸς
25ἣν πᾶσα περατοῦται γνῶσις καὶ δύναμις, τί ποτε, φησὶν ὁ πατήρ, τὸ θεῖον ὑπολαμβάνετε; ἐπεὶ γὰρ ἡ τομὴ τῶν ὄντων τὰ μὲν εὗρε σώματα, τὰ δὲ ἀσώματα, πότερον μετὰ τῶν σωμάτων τιθεῖς τὸ θεῖον ἢ τοῖς ἀσωμάτοις καταριθμεῖς; καὶ τὸν μὲν περὶ τοῦ ἀσωμάτου λόγον ἐν τοῖς ἐφεξῆς ὑπερτίθεται, γυμνάζει δὲ τὸν τοῦ σώματος. ἆρα, γάρ φησι, σῶμα οἰήσῃ;
30οὐδὲν γάρ ἐστι μεταξύ, ἀντιφάσει γὰρ ἔοικεν, εἰ καὶ κατάφασις ἄμφω λέγεται. καὶ πῶς, φησί, τὸ ἄπειρον καὶ ἀόριστον καὶ ἀσχημάτιστον; ὡς γὰρ ὁμολογουμένων τούτων περὶ τὸ θεῖον, περὶ τοῦ καὶ ταῦτα οἴεσθαι τοὺς φιλοσόφους καὶ ὅτι καὶ σῶμα ἐπαπορεῖ. συμπεσεῖται δέ, λέγει, ἕκαστος αὐτῶν ἐφ’ ἑαυτούς, συνάπτοντες ὧν τὴν συνάφειαν οὐκ οἶδεν ὁ
35λόγος. πᾶς γὰρ σῶμα πεπερασμένον κατ’ αὐτόν, φησί, τὸν ὑμέτερον διδάσκαλον καὶ φιλόσοφον, διότι ὑπὸ φύσεως οἰκονομεῖται τὰ τοῦ σώματος, τὸ δὲ οἰκονομούμενον τῷ οἰκονομοῦντι πεπέρασται. καὶ αὐτὸ γὰρ τὸ κυκλοφορικὸν τοῦ οὐρανοῦ σῶμα πρὸς τὸ ἑαυτοῦ συννεῦον κέντρον
κεκύρτωται καὶ πεπέρασται· οὗ τὸ ἐκτὸς οὐδὲν μὲν κατὰ τὸν Ἀριστοτέλην,186
40κενὸν δὲ κατὰ τὸν Κλεομήδην. εἰ δὲ τὸ συνεκτικὸν τῶν ἄλλων σωμάτων πεπερασμένης ἔτυχε φύσεως, σχολῇ τὰ ἄλλα ἐν ἀπείρῳ θήσομαι. πῶς οὖν ἄπειρον ὑμεῖς τὸ θεῖον οἰόμενοι σώματος αὐτῷ ἴχνος προσάπτετε; τὰ δὲ λοιπὰ τοῦ ἀπείρου σημαινόμενα, ἃ δὴ ἐν ταῖς Φυσικαῖς πραγματείαις ἀπηριθμήσατο ὁ φιλόσοφος, νῦν οὐ καιρὸς λέγειν. ἀλλὰ πῶς, φησί, τὸ
45θεῖον καὶ ‘σῶμα‘ καὶ ‘ἄπειρον‘; τὸ μὲν γὰρ ἐκ τῆς κοινῆς ὁμολογίας ἔχετε, τὸ δὲ ἀπὸ τῆς λογικῆς ἐφόδου εἰλήφατε. Πῶς δὲ σῶμα καὶ ‘ἀόριστον‘; ἔστω γὰρ νῦν ταὐτὸν τῷ ἀορίστῳ τὸ ἄπειρον. ‘ἀναφὲσ‘ δὲ πῶς μετὰ τοῦ σώματος; τὸ γὰρ ὑποπῖπτον ἁφῇ ἀντερείσεως ἔχεται καὶ σκληρότητος· ἀντέρεισιν δὲ οὐδὲν ἄλλο ποιεῖν

49

(50)

τῶν στοιχείων εἴωθεν ἢ γεώδης παρεσπαρμένη οὐσία, τῶν δὲ σωμάτων πάντα μὲν κοινῶς ταῖς αἰσθήσεσιν ὑποπίπτει, ἰδίως δὲ τῇ ἁφῇ τὰ γεηρά. Πῶς δέ, φησί, καὶ ‘ἀσχημάτιστον‘; περὶ δὲ τῶν σχηματιζομένων σωμάτων πολὺς τοῖς φιλοσόφοις κατανάλωται λόγος. τὰ μὲν γάρ, φασίν, αὐτόθι ἐσχημάτισται, οἷον ξύλα καὶ λίθοι καὶ ὅσα στερέμνια πέφυκε· τὰ
55δὲ πρὸς τὸ περιέχον αὐτὰ σχηματίζεται, τὸ γὰρ ὑγρὸν καὶ ὁ ἀὴρ καὶ τὸ πῦρ τῇ φύσει διαρρέοντα τοῖς περιέχουσι σχηματίζεται. ὁποῖον γὰρ ἂν ᾖ τὸ ἄγγος ἐν ᾧ ἕκαστον τῶν ἀπηριθμημένων στοιχείων ἐμβέβληται, τοιοῦτο κἀκεῖνο τῷ σχήματι γίνεται. Πλάτων οὖν νῦν μὲν ἀρχὰς τοῖς στοιχείοις ὕλην καὶ εἶδος δίδωσι, νῦν δὲ τῇ μὲν γῇ τὸν κύβον, τῷ ἀέρι δὲ τὸ
60ὀκτάεδρον καὶ τῇ θαλάσσῃ τὸ εἰκοσάεδρον καὶ τῷ αἰθέρι τὴν πυραμίδα καὶ τῷ οὐρανῷ ἀφορίζει τὸ δωδεκάεδρον. εἰ δὲ τὰ ἁπλᾶ στοιχεῖα, ἃ καὶ λεπτότατα πέφυκε σώματα, εἴδεσι καὶ σώμασιν ὑποβέβληται, πῶς οὐχὶ τὰ ἐκ τούτων σύνθετα ὑποπεσεῖται τοῖς αὐτοῖς; Ἀλλὰ πῶς, φησίν, ἀσχημάτιστον τὸ θεῖον οἰόμενοι μετὰ τῶν σωμάτων
65ἀπαριθμήσεσθε; ‘ἢ καὶ ταῦτα σώματα;‘ βαρύτατος ὁ λόγος καὶ εἰρωνείας μέτοχος. εἶτα τὸ ἐνδιάθετον καὶ παθητικόν· ‘τῆς ἐξουσίασ‘. αἱ γὰρ παθητικαὶ αὗται ἀναφωνήσεις καὶ οἱ σχετλιασμοί, ἡ ἀπροσδόκητος ἔκπληξις, τὸ ἀληθινὸν ἦθος κατηγορεῖ καὶ τὴν ἐκ διαθέσεως ἐπιφώνησιν· τὸ γὰρ οἴεσθαι ταῦτα (ποῖα; τὸ ἄπειρον καὶ ἀόριστον καὶ ἀναφὲς καὶ
70ἀσχημάτιστον) σώματα ἠλιθιότητος ἄντικρυς. ὅπερ δὴ βουλόμενος ὁ πατὴρ φειδοῖ τοῦ ἀντιπίπτοντος ‘τῆς ἐξουσίασ‘ ἐπήνεγκε· τὸ γὰρ μὴ ἐθέλειν τοῖς φιλοσοφήσασι περὶ τούτων ἕπεσθαι, ἀλλὰ τῇ ἑαυτοῦ διανοίᾳ ἀναπλάττειν τὰ μὴ ὄντα καὶ λέγειν ὁπόσα ἡ ἀβασάνιστος καὶ αὐτοθελὴς
ὁρμὴ ὑποβάλλει, ἀναισθησίας ἢ ἐξουσίας ἐστίν.187
75 ‘Ἢ σῶμα, οὐχὶ ταῦτα δέ;‘ φησίν· οὕτω γὰρ κάλλιον ἀναγινώσκειν καὶ ὑποστίζειν εἰς τὸν σύνδεσμον, οἱ γὰρ ἄλλως ἀναγινώσκοντες καὶ ὑποστίζον‐ τες τῷ ‘οὐχὶ‘ πράγματα ἕξουσιν. ἐπεὶ γὰρ τοῖς ἀντιφατικοῖς λόγοις αὐτοὺς περιέτρεψεν ὁ πατήρ, ὑπὲρ αὐτῶν ὥσπερ αἰσχυνόμενος, μή ποτε ἄρα, φησίν, ἐκτρεπόμενοι τὴν ἀντίφασιν, σῶμα μὲν οἴεσθε τὸ θεῖον,
80οὐχὶ ταῦτα δέ, ἤγουν ‘ἄπειρον‘ καὶ ‘ἀναφὲσ‘ καὶ ‘ἀσχημάτιστον‘ καὶ ‘ἀόριστον‘, ἀλλὰ σῶμα πεπερασμένον, ὅροις ὑποβεβλημένον, ἁφῇ ὑπο‐ πῖπτον, σχήματι διειλημμένον; Εἶτ’ αὖθις πρὸς τὴν ἀμαθίαν τῶν οὕτω ὑπειληφότων ἰλιγγιάσας καὶ ὥσπερ αὐτόθεν κινηθείς, ‘τῆς παχύτητοσ‘ φησί· παχέων γὰρ ἄντικρυς
85καὶ γεηρῶν λογισμῶν πεπερασμένον τὸ θεῖον οἴεσθαι καὶ ἐσχηματισμένον καὶ τῶν σωμάτων πλέον ἔχον μηδέν. ἀντίκειται γὰρ τῷ παχεῖ τὸ λεπτόν, ὥσπερ τῷ ὀξεῖ τὸ βαρύ· καὶ ὥσπερ τὸ λεπτὸν κοῦφον καὶ διαέριον ἵπταται καὶ τὴν ἄνω διώκει φοράν, οὕτω δὴ τὸ παχύ, ναστὸν καὶ πλῆρες καὶ συμπεπιλημένον τυγχάνον, μολίβδου παντὸς τυγχάνει περιβριθέστερον.
90ὅσοι μὲν οὖν τὸ θεῖον ἓν καὶ ἀγαθόν, ταῦτα δὴ τὰ μυριόλεκτα, καὶ ἀσώματον οἴονται, λεπτοὶ τυγχάνουσι καὶ οὐράνιοι· ὅσοι δὲ σῶμα πεπερασμένον καὶ ἐσχηματισμένον, γεώδεις τε καὶ παχεῖς καὶ μηδὲν ἐν ἑαυτοῖς μετέωρον ἔχοντες. οἷς δὲ τρόποις θολοῦται ψυχὴ καὶ παχύνεται καὶ αὖθις αἰθεροῦται καὶ ἀπειλικρινεῖται, τῆς ἀπορρήτου φιλοσοφίας
95πυνθάνου, ἀφ’ ἧς δὴ καὶ παρασκευὰς ἕξεις τῆς τοιαύτης λεπτότητος. Ἐπεὶ οὖν ἱκανῶς ὁ πατὴρ ἐσχετλίασε καὶ ἄνω μὲν αὐτονόμους αὐτοὺς διὰ τῆς ἐξουσίας ὠνόμασεν, ἀναισθήτους δὲ κάτω διὰ τῆς παχύτητος, ‘πῶσ‘ φησί ‘σεπτόν‘, ὦ οὗτοι, τὸ θεῖον οἰήσεσθε, νενομικότες περι‐ γραπτόν‘; τὸ γὰρ περιγραπτοῦ τυχὸν σώματος πεπερασμένην ἕξει καὶ

49

(100)

δόσιν· ὃ δὲ πεπερασμένης δυνάμεως πέφυκεν οὐχ ἕξει δοῦναι πάντα ἃ αἰτοῦμεν σεβόμενοι. μάτην οὖν τοῦτο οἱ πρὸ ἡμῶν ἐσεβάσθησαν καὶ ἱλάσαντο καὶ εὐμενοῦς τυχεῖν ἤλπισαν, ὁπότε περιγραπτὸν ὂν περιγέγρα‐ πται καὶ ταῖς δόσεσιν. Ἀλλὰ τοῦτο μὲν ἧττον δεινόν· ‘πῶσ‘ δὲ ‘φεύξεται τὸ ἐκ στοιχείων
105συγκεῖσθαι;‘ πᾶν γὰρ σῶμα ἐξ ἐκείνων ἔχει τὴν γένεσιν. τὸ δὲ καὶ τούτου ἀτοπώτερον, εἰ πᾶν ὃ σύγκειται εἰς ἐκεῖνα ‘ἀναλυθήσεται‘, ἀφ’ ὧν ἔσχε τὴν σύνθεσιν, ἀερωθήσεται ἄρα καθ’ ὑμᾶς ἡ πολυτίμητος φύσις καὶ
γεωθήσεται, καὶ χυθήσεται μὲν ὡς ὑγρόν, κουφισθήσεται δὲ ὡς πῦρ, καὶ τό γε δεινότερον, καὶ ‘λυθήσεται‘. τέθεικε δὲ ὁ πατὴρ τὴν ἀνάλυσιν καὶ188
110τὴν λύσιν διὰ τοὺς ἑκάτερα οἰομένους φιλοσόφους. ὅσοι μὲν γὰρ ἐξ ὄντων τὴν γένεσιν λέγουσιν, ἀνάλυσιν δογματίζουσιν· ὅσοι δὲ ἐξ οὐκ ὄντων, λύσιν· ‘σύνθεσιν‘ γάρ φησιν ‘ἀρχὴν μάχης, μάχην δὲ διαστάσεως, τὴν δὲ λύσεως, ἀλλότριον δὲ τὴν λύσιν θεοῦ καὶ τῆς πρώτης φύσεωσ‘. οὐ γὰρ αὐτὸ ἑαυτῷ μάχεται, ἀλλὰ πρὸς ἕτερον ἔχει τὴν ἀντίστασιν· διὰ τοῦτο τὰ
115ἁπλᾶ οὐ μάχεται· οὐδὲν γὰρ ἑαυτοῦ φθαρτικὸν καὶ λυτικὸν πέφυκεν. ἡ τοίνυν σύνθεσις ἀρχὴ μάχης· εἰ γὰρ δεῖ λυθῆναι τὸ συντεθειμένον, δεῖ διχονοῆσαι τὴν σύνθεσιν καὶ λυθῆναι μὲν τὴν συμμετρίαν, πλεονεξίαν δὲ γενέσθαι ἢ ξηρότητος καθ’ ὑγρότητος καὶ θερμότητος κατὰ ψυχρότητος ἢ τὸ ἀνάπαλιν. οὕτω μὲν πρῶτον διχονοοῦσι τὰ μεμιγμένα, εἶτ’ ἀπ’ ἀλλήλων
120διίστανται, εἶτα λύεται. εἰ τοίνυν φοβῇ λύσιν δοῦναι τῷ θεῷ, μὴ δώσεις τὴν σύνθεσιν, οὐ δώσεις δὲ μὴ οἰηθεὶς αὐτὸν σῶμα. Εἶτα ἐπάγει· ‘οὐ‘ τοίνυν ‘διάστασις, ἵνα μὴ λύσις· οὐδὲ μάχη, ἵνα μὴ διάστασις· οὐδὲ σύνθεσις, ἵνα μὴ μάχη· διὰ τοῦτο οὐδὲ σῶμα, ἵνα μὴ σύνθεσισ‘. καὶ προστίθησιν· ‘ἐκ τῶν τελευταίων ἐπὶ τὰ πρῶτα ὁ λόγος
125ἀνιὼν οὕτως ἵσταται‘. ἄνω γὰρ συνθεὶς τὰ σώματα ἐκ τῶν ἁπλῶν ὁ πατὴρ καὶ συνθετικὸς φιλόσοφος γεγονώς, νῦν ἀναλυτικὸς γίνεται, λύσας αὐτὰ εἰς τὰς ἁπλότητας. πλὴν οὖν ὁ λόγος αὐτῷ οὐ συνθεῖναι ἢ λῦσαι σώματα, ἀλλὰ τὴν ἀτοπίαν ἐλέγξαι, ὅπως συντιθεμένη μὲν εἰς σώματα καταντᾷ, ἀναλυομένη δὲ εἰς λύσιν. πλὴν ἀναλύων οὐκέτι κατὰ τάξιν
130ἐχρήσατο ταῖς φωναῖς· ἐκεῖ μὲν γὰρ εἶπεν, ὡς ἡ σύνθεσις ἀρχὴ μάχης καὶ ἡ διάστασις λύσεως, ἐνταῦθα δέ φησιν, ‘οὔκουν ἡ διάστασις, ἵνα μὴ λύσισ‘, καὶ τοῦτο λίαν καλῶς· τὰ γὰρ πέρατα τῆς συνθέσεως ἀρχαὶ τῆς λύσεως. εἰ τοίνυν ἡ διάστασις ἀρχὴ λύσεως, φοβῇ δὲ τὴν λύσιν προσάψαι θεῷ, ἄνελε τὴν διάστασιν· εἰ δὲ καὶ ἡ διάστασις τῶν ἀτόπων, τὴν μάχην
135ἀθέτησον· εἰ δὲ καὶ ἡ μάχη ἀλλοτρία θεοῦ, διάγραψον καὶ τὴν σύνθεσιν, ἀναιρεθείσης γὰρ ταύτης συναναιρεθήσεται καὶ τὸ σῶμα εἶναι τὸν θεόν. Μικρὸν δὲ ἐνταῦθα ἀνιεὶς ἑαυτὸν τῶν λογικῶν ἐφόδων, ἐπιχειρεῖ καὶ πνευματικῶς· ‘πῶσ‘ γάρ φησιν ‘σωθήσεται τὸ διὰ πάντων διήκειν καὶ πληροῦν τὰ πάντα θεόν, εἰ τὰ μὲν περιγράφει, τοῖς δὲ περιγράφοιτο;‘
140καὶ πῶς τοῦτο; εἰ γὰρ ‘τὸν οὐρανὸν καὶ τὴν γῆν πληροῖ‘ κατὰ τὴν τοῦ προφήτου φωνὴν καὶ οὐδείς ἐστι ‘τόπος τῆς καταπαύσεωσ‘ αὐτοῦ, ἀλλὰ πανταχοῦ τέως ἐστὶ καὶ ὑπὲρ τὸ πᾶν ἐφέστηκε—φησὶ γοῦν καὶ ὁ
ὑμέτερος φιλόσοφος ἐν οἷς Ἀφορμὰς τῶν νοητῶν τίθεται· ‘ὁ θεὸς παντα‐ χοῦ καὶ οὐδαμοῦ‘ τῶν μετ’ αὐτόν, ‘ὁ δὲ νοῦς πανταχοῦ‘ μὲν ‘καὶ οὐδαμοῦ‘189
145τῶν μετ’ αὐτόν, ἐν τῷ θεῷ δέ· τὰ γὰρ ἄλλα παρίημι ὡς 〈οὐ〉 πάντως τῷ λόγῳ προσήκοντα—πῶς καὶ τὰς τοιαύτας ἐννοίας περὶ τοῦ θεοῦ σώσομεν καὶ σῶμα εἶναι αὐτὸν δογματίσομεν; εἰ γὰρ σῶμα, οὐ πανταχοῦ βήσεται οὐδὲ διὰ πάσης χωρήσει τῆς κτίσεως, ἀλλ’ εἰ μὲν ἐκτὸς οὐρανοῦ, αὐτῇ δὴ τῇ ἐξωτάτῃ ἐπιφανείᾳ τοῦ σφαιρικοῦ περιγραφήσεται σώματος, καὶ τὸ

49

(150)

μὲν περιγράψει, ἤτοι ὁ οὐρανός, τὸ δέ, ἤτοι τὸ θεῖον, περιγραφήσεται, πῶς γὰρ σῶμα ὂν σκληρὸν καὶ ἀντίτυπον διαΐξει τοῦ οὐρανίου σώματος; εἰ δὲ ἐντὸς τοῦτο τοῦ οὐρανοῦ δώσομεν, ἑκατέρωθεν ἡ περιγραφή· πρὸς γὰρ αὐτὸν τὸν οὐρανὸν περιορισθήσεται καὶ τὸ πῦρ. Εἶτά φησιν· ‘εἰ γὰρ διὰ κενοῦ χωρήσει τοῦ παντός, καὶ πάντα οἰχήσεται
155ἡμῖν, ἵνα μερισθῇ θεός, καὶ σῶμα γενόμενος καὶ οὐκ ἔχων ὅσα πεποίηκε‘. τοῦτο δὲ οὐκ ἂν ἄλλως νοήσῃς, εἰ μὴ τὰς ἀκριβεῖς περὶ θεοῦ δόξας μαθήσῃ. οἱ γὰρ πρὸ ἡμῶν θεῖοι φιλόσοφοι πρὸς τὴν περὶ τοῦ θεοῦ ἰλιγγιάσαντες ἔννοιαν, αὐτόν φασι ‘τὰ πάντα καὶ αὐτὸν τὸ πρὸ τῶν πάντων‘, οἷόν τινα, φησὶν ὁ Δαψάμιος, ‘ἁπλότητα τὰ πάντα καταπιοῦσαν‘.
160 Ἐλθὲ γοῦν ἐπὶ τὸ προκείμενον, ὅ φασιν οἱ νομικοί. εἰ γὰρ ‘ὁ θεὸς τὰ πάντα‘ καὶ αὐτὸς ‘ἐν πᾶσι‘, σὺ ὁ τιθεὶς τοῦτον σῶμα ἢ τοῖς πᾶσιν συν‐ απλοῖς σώμασιν, ὡς εἶναι ἰσόμετρον οὐρανῷ καὶ γῇ καὶ τῷ ἐν μέσῳ συγκρίματι, ἢ ὥσπερ τινὰ ἄνεμον τοῦτον ὑπολαμβάνεις ἀφ’ ἑτέρου σώματος εἰς ἕτερον μεταχωρεῖν, ὡς ἐν οὐρανῷ μὲν ὄντα ἀπηλλάχθαι τῆς
165γῆς, εἰς γῆν δὲ κατιόντα ἀπεῖναι τοῦ οὐρανοῦ. ἀλλὰ τὴν μὲν πρώτην δόξαν ὕστερον ἐξετάσομεν, τὴν περὶ τῆς ἰσομέτρου ἐκτάσεως, ἡ δὲ δευτέρα νῦν ἐκτεινέσθω. χωρῶν οὖν ὁ θεὸς ἀπ’ οὐρανοῦ πρὸς γῆν διὰ κενώματός τινος χωρεῖ πρὸς τὸ κάταντες ἢ διὰ μέσων σωμάτων. σαφέστε‐ ρος δὲ ὁ λόγος γινέσθω οὕτω πολυπραγμονούμενος. εἰ περιγέγραπται τὸ
170θεῖον ἐφ’ ἑαυτοῦ καὶ περιδράττεται τῶν κτισμάτων, οὐχ ὡς προσήκει θεῷ, ἀλλ’ οἷα δή τις βασιλεύς, νῦν μὲν εἰς Πέρσας φοιτῶν, νῦν δὲ ζεύξας τὸν Ἑλλήσποντον καὶ κατὰ τῆς Ἑλλάδος διαβαίνων, ὡς ἀετὸς νῦν μὲν τὸν ὑπερβόρειον ἀέρα ὑπεριπτάμενος καὶ αὖθις τὸν ἰσημερινὸν καὶ πάλιν τὸν νότιον, διὰ μέσου τινὸς τὰς μεταβάσεις ποιεῖται.
175 Τούτῳ τοίνυν τῷ μέσῳ κενῷ ἐντύχῃς σώματι ἢ τότε πεπληρωμένῳ. ἀλλ’ εἰ κενῷ, οἰχήσεται τὰ πάντα· εἰ γὰρ ἀπὸ τῆς ἔξω περιφερείας τοῦ
οὐρανοῦ διὰ κενοῦ εἰς τὴν ἔνδον χωρήσει, ἀνῄρηται ὁ οὐρανός· καὶ 〈εἰ〉 διὰ τοῦ πυρὸς εἰς τὸν ἀέρα μεταβήσεται, ἔσβεσται καὶ τὸ πῦρ· καὶ εἰ διὰ τοῦ ἀέρος εἰς γῆν καὶ τὴν θάλασσαν, ὄνομα κενὸν ἡμῖν ὁ ἀήρ· δεῖ γὰρ190
180πάντα κενὰ εἶναι ἀφ’ ὧν χωρήσει πρὸς ἅ. καὶ διπλῇ ὑβρίζεται ὁ θεός, καὶ σῶμα γενόμενος καὶ οὐκ ἔχων ὅσα πεποίηκε· κενωθείσης γὰρ τῆς κτίσεως, ἵνα μεταβαίη θεός, ἀνῄρηται πάντα καὶ συνηφάνισται. Ἀλλ’ οὐ διὰ κενοῦ χωρήσει τοῦ παντός, διὰ δὲ τῶν μέσων σωμάτων. ἐντεῦθεν οὖν πολλὰ τὰ ἄτοπα· ‘εἰ γὰρ σῶμα ἐν σώματι ἔσται, ὅπερ
185ἀδύνατον‘—ἀγγεῖον, γάρ φησι, μεδιμνιαῖον οὐ χωρήσει μέδιμνον, οὐ γὰρ δύο καθέξει σώματα τόπος· οὔτε γὰρ ἄγγος πεπληρωμένον ἀέρος εἰσδέξεται ὑγρόν, εἰ μὴ διὰ τρήματός τινος ἐκεῖνος ἐκκρουσθῇ, οὔτ’ ἄλλο τι τῶν ὄντων ἐν ταὐτῷ κατὰ ταὐτὸν δύο δέξεται σώματα—‘εἰ‘ οὖν ‘σῶμα ἐν σώματι ἔσται, ὅπερ ἀδύνατον, ἢ πλακήσεται καὶ ἀντιπαρατεθή‐
190σεται, καὶ ὥσπερ ὅσα τῶν ὑγρῶν 〈μίγνυται〉, τὸ μὲν τέμνει, ὑπὸ δὲ τοῦ τμηθήσεται‘. ἔστι δὲ ἡ πλοκὴ μίξις σώματος τῶν ἐπιφανειῶν μόνων ἀλλήλαις συμμιγνυμένων, τοιαῦτα γὰρ τὰ πλεκόμενα· οὐ γὰρ διὰ τοῦ βάθους καὶ τῶν οὐσιῶν ἀλλήλοις ταῦτα ἀντιπαραχωρεῖ, ἀλλ’ ἐπιπολαίως μόνον συνάπτεται. ἢ οὖν οὕτω θεὸς τοῖς σώμασιν ἐμπλακήσεται ἢ διὰ
195βάθους χωρήσας ‘ἀντιπαρατεθήσεται‘. ἡ δὲ ἀντιπαράθεσις ἔοικεν ἀξίνης τομῇ· ὥσπερ γὰρ ἐκείνης τὸ ξύλον τεμνούσης τὸ μέν τι τοῦ σιδήρου διὰ τῆς τεμνομένης ὕλης βέβηκε, τὸ δέ τι τῆς ὕλης διὰ τοῦ σιδήρου, καὶ ἴσον ἐστὶ τὸ μέτρον τῆς ἀντιβάσεως, οὕτω δὴ καὶ θεὸς τέμνων τὸν ἀέρα διὰ τοῦ ἀέρος τμηθήσεται, καὶ ὡς ὅσον ἐκεῖνος βάθος

49

(200)

ἐχώρησε, τοσοῦτον ὁ ἀὴρ ὕψος ἀντιβέβηκε. τὸ μὲν οὖν τεμεῖ, τὸ δὲ τμηθήσεται ὁ θεός, ‘ὥσπερ ὅσα τῶν ὑγρῶν μίγνυται‘. τοῦτο γὰρ ἐγὼ πολλάκις κατανενόηκα· ἐλαίου γὰρ μιγνυμένου καὶ οἴνου καὶ ὕδατος οὐ καθαρὰ ἡ κρᾶσις γίνεται· σώματα γὰρ τὰ κιρνώμενα, καὶ δεῖ τὴν κρᾶσιν κατὰ μικρὸν γίνεσθαι· νῦν μὲν γὰρ τὸ ἔλαιον διὰ τοῦ οἴνου χωρεῖ, νῦν δὲ
205ὁ οἶνος τέμνει τὸ ἔλαιον. εἰ οὖν τοιαύτη ἡ τῶν σωμάτων ἀντιπαράθεσις γίνεται, δράσει καὶ ὁ θεὸς καὶ πείσεται τοῖς σώμασι συμμιγνύμενος. ‘Ὃ καὶ τῶν Ἐπικουρείων ἀτόμων ἀτοπώτερόν τε καὶ γραωδέστερον‘. ὁ γὰρ Ἐπίκουρος νοῦν καὶ θεὸν ἀναιρῶν οἴεται τὸν κόσμον αὐτομάτως ἐξ ἀμερῶν συστῆναι σωμάτων· λέγει γὰρ ὄγκους τινὰς ἀμερεῖς τε καὶ
210ἀπαθεῖς, ‘οἷα τὰ ἐν ταῖς ἀκτῖσι διὰ τῶν θυρίδων ξύσματα φαίνεται‘, εἰς ἑαυτοὺς συμπλακέντας τὸ ξύμπαν ἀπογεννῆσαι. τὴν γοῦν ἀντιπαράθεσιν
ὁ μέγας οὗτος καὶ τῆς τοιαύτης φληνάφου δόξης ἀτοπωτέραν οἴεται· τὸ γὰρ ἀσεβῶς περὶ τὸ θεῖον δοξάζειν τοῦ μηδόλως δοξάζειν πολὺ ἀτοπώτε‐ ρον. διὰ ταῦτα τοίνυν καὶ ὁ φιλόσοφος Πλούταρχος τὴν ἀθεΐαν τῆς191
215δεισιδαιμονίας ἀσεβεστέραν ὑπολαμβάνει· ὁ μὲν γὰρ ἀντίθεος οὐκ οἴεται θεὸν ἐφεστάναι τῷ παντί, ὁ δὲ δεισιδαίμων τοῦτο ὑπολαμβάνων πονηρὸν τοῦτον δοξάζει καὶ φθορᾶς τοῖς ἀνθρώποις παραίτιον. Διὰ γοῦν τὰς τοιαύτας ἀτοπίας καὶ ὁ περὶ τοῦ σώματος διαπεσεῖται λόγος καὶ σῶμα οὐχ ἕξει οὐδὲ πήξει· πᾶν γὰρ τὸ πηγνύμενον κατὰ σῶμα
220πήγνυται. διὰ ταῦτα τῆς περὶ τοῦ σώματος δόξης ἀναιρεθείσης οὐχ ἕξει ὁ τοιοῦτος λόγος σῶμα, ἤγουν σύμπηξιν στερεάν, ἀλλ’ εἰς τὸ μὴ ὂν πάντῃ φθαρήσεται.

50

(1t)

ξεʹ. Ἐκ τοῦ αὐτοῦ λόγου, εἰς τὸ ‘εἰ δὲ ἄυλον φήσομεν‘
2 Καὶ πάλιν ὁ μὲν περὶ τοῦ ἀσωμάτου λόγος ἀναμεινάτω, περὶ δὲ τοῦ σώματος ὃ προσάπτει τις ἐκ τῆς διαλεκτικῆς ἐπιστήμης τῷ θεῷ καὶ αὖθις συνεξετάσωμεν. τὸ μὲν οὖν ὅτι σῶμα καὶ ὑλικὸν ἱκανῶς ἡμῖν ἐλήλεγκται
5καὶ ἀνῄρηται· εἰ δὲ ἄυλον φήσομεν, πάλιν ὑποδιελεῖν ἀναγκαῖον κατὰ τὰς διαφόρους τῶν φιλοσοφησάντων δόξας. ἢ γὰρ τὸ πέμπτον ἢ ἄλλο τι παρὰ τοῦτο· καὶ εἰ ἄλλο, ἢ τὸ ἀγγελικὸν ἢ τὸ ὑπὲρ τοῦτο, πολυμερὲς καὶ τοῦτο τυγχάνον καὶ πολυδύναμον, καθὰ δὴ οἱ δοκοῦντες τῶν Ἑλλήνων θεολογεῖν πεφλυαρήκασι καὶ μάλιστα οἱ ἀπὸ τῆς Στοᾶς.
10Ἡ μὲν ξύμπασα τοῦ ἀύλου τομὴ αὕτη, ὡς ὁ μέγας οὗτος ἀνὴρ ὑπέθετο·
θεωρητέον δὲ καὶ καθ’ ἕκαστον αὐτὰ τὰ τμήματα καὶ ὅπως τῷ τεχνίτῃ λόγῳ ἐπεξειργάσθησαν. καὶ πρῶτόν γε τὸ ‘πέμπτον‘ τοῦτο ὅ τι ποτέ ἐστιν ἀκριβωσώμεθα. ἰστέον τοιγαροῦν ὡς ὁ Ἀριστοτέλης καινήν τινα παρὰ πάντας τοὺς φιλοσοφήσαντας περὶ τῆς τοῦ οὐρανοῦ φύσεως τὴν192
15ὁδὸν ἐτράπετο, ἣν οὔτε ἡ Ἀκαδημία ἐβάδισεν οὔτε οἱ ἐκ τοῦ Περιπάτου ἔγνωσαν, ἀλλ’ οὐδ’ ὁ καθηγεμὼν τῆς ἐπιστήμης ἐν οὐδενὶ τῶν διαλόγων ἐφυσιολόγησεν, οὔτε θεολογῶν ἐν τῷ Παρμενίδῃ οὔτε ἐν τῷ Τιμαίῳ φυσιολογῶν. λέγει γοῦν ὁ δαιμόνιος οὗτος ἀνὴρ ὅτι ἄλλο τι παρὰ τὰ στοιχεῖα τοῦτο τυγχάνει ὄν. καὶ ἵνα τὰ ἐν πολλοῖς αὐτῷ εἰρημένα κεφα‐
20λαιώσωμαι, ἀρχαὶ τῆς ὑποθέσεως αὐτῷ ταύτης αἱ φυσικώταται τοῖς σώμασι κινήσεις ἐλήφθησαν. δύο γὰρ αὐτῷ κινήσεις γενικαὶ καὶ κατὰ τόπον λαμβάνονται, ἥ τε κυκλοφορία καὶ ἡ εὐθυφορία· ὧν τὴν εὐθυφορίαν δίχα διελόμενος τὸ μὲν ἥμισυ ταύτης κάτωθεν ἄνω προϊέναι λέγει, τὸ δὲ λοιπὸν ἄνωθεν πρὸς τὸ κάταντες. ἀλλ’ ἐγὼ μὲν οὕτως ὠνόμασα, ἐκεῖνος
25δὲ οὐχ οὕτω φησίν, ἀλλὰ τῶν ὑπὸ τὴν ποῦ κατηγορίαν κινήσεων ‘τὴν μὲν περὶ τὸ μέσον‘ λέγει, ‘τὴν δὲ ἀπὸ τοῦ μέσου, τὴν δὲ ἐπὶ τὸ μέσον‘. μέσον γὰρ τῷ λόγῳ τοῦ παντὸς στήσας τὴν γῆν ὥσπερ τι κέντρον κύκλου, τὸν μὲν οὐρανὸν περὶ τὸ μέσον φησὶ στρέφεσθαι, τουτέστι κύκλῳ περὶ τὴν γῆν, τῶν δὲ τεσσάρων στοιχείων τὰ μὲν κουφότατα, ἀέρα καὶ πῦρ, ἀπὸ
30τοῦ μέσου, τὰ δὲ βαρύτατα, ὕδωρ καὶ γῆν, ἐπὶ τὸ μέσον. συλλογίζεται οὖν, ὡς ὅ τι ἂν εἴη πυρῶδες ἢ ἀερῶδες κατ’ εὐθυφορίαν ἐπὶ τὸ ἄναντες κουφισθήσεται, ὅ τι δὲ γεῶδες ἢ ὑδατῶδες ἐπὶ τὸ κάταντες βαρηθήσεται· τεσσάρων δὲ ὄντων τῶν πολυθρυλλήτων τούτων στοιχείων καὶ ὑπηλλαγ‐ μένας τὰς κινήσεις κατ’ εἶδος ἐχόντων, ὃ ἂν εὑρεθείη μήτε κάτω μήτε
35ἄνω κινούμενον, ἀλλὰ κύκλῳ καὶ πέριξ, τοῦτο πέμπτον ἐστὶ σῶμα, ἄλλο τι παρὰ τὰ τέσσαρα ὄν. εἰ μὲν γὰρ γεηρὸν ἦν, ἐπὶ τὸ μέσον ἂν εἶχε τὴν κίνησιν, εἰ δὲ πυρῶδες, ἀπὸ τοῦ μέσου· ἀλλὰ μὴν κυκλικῶς ὁρᾶται κινούμενον· ἄλλο ἄρα παρὰ τὰ στοιχεῖα καὶ πέμπτον ἐκείνοις συναριθμού‐ μενον. τοῦτο δὲ τὸ δόγμα ὁ μὲν ἀπὸ τῆς Ἀφροδισιάδος Ἀλέξανδρος καὶ ὁ
40παραφράσας τὰ τοῦ φιλοσόφου Θεμίστιος, ναὶ μὴν καὶ ὕστερον ὁ Σιμπλί‐ κιος θαυμάζουσί τε καὶ περιέπουσι καὶ τοῖς ἄλλως φιλοσοφήσασιν ἀντιφέρονται. Πρόκλος δέ, ὁ μᾶλλον τῶν ἄλλων τὴν φύσιν καλῶς ἐπιγνούς, πολλαῖς βάλλει καὶ πυκναῖς ταῖς ἀπὸ τῶν λόγων νιφάσι, κατατρέχει δὲ
τούτου καὶ ὁ φιλοπονώτατος Ἰωάννης καὶ ὁ μέγας Ἀμμώνιος ἐν πολλοῖς·193
45Πλωτῖνος δὲ καὶ Ἰάμβλιχος αἰδοῖ τοῦ φιλοσόφου οὐ πάνυ τι τοῦ δόγματος τούτου καθάπτονται, ἀλλὰ παραχωροῦντες αὐτῷ τοῦ γεννήματος τὰ οἰκεῖα μόνα κρατύνουσι. Τὸ μὲν οὖν ὅπως τοῦτο κρατύνεται καὶ ὅπως ἀνῄρηται ὡς πολλῶν λόγων δεόμενον ὑπερτίθεται· ἑκάτεροι γὰρ τῶν τε παραδεξαμένων καὶ

50

(50)

τῶν ἀθετησάντων τὸ φιλοσόφημα τὰς οἰκείας ἐνστάσεις ἐν πολλοῖς βιβλίοις ἐξήνεγκαν· ἐγὼ δὲ ἐπιστήσας τοῖς τε τοῦ Σιμπλικίου καὶ τοῦ Φιλοπόνου, παρὰ πολὺ νικῶντα ἔγνωκα τὸν Φιλόπονον, καίτοι θατέρῳ τῶν φιλοσόφων ὑστέρῳ γενομένῳ πλείων ἀπὸ τοῦ χρόνου κατὰ τοῦ προλαβόντος προσεπορίζετο δύναμις.
55 Τοῦτο γοῦν τὸ σῶμα καὶ ἄυλον ὑπετίθετο ὁ φιλόσοφος· οὐκ οἶδα μὲν ὅπῃ καὶ ὅπως, ἕπομαι δὲ λέγοντι τῷ πατρί, ὃς οὕτω φησίν· ‘εἰ δὲ καὶ ἄυλον φήσομεν‘ (ὃ δὴ τῷ θείῳ σῶμα προσάπτεται), ‘εἰ μὲν τὸ πέμπτον, ὥς τισιν ἔδοξε, καὶ τὴν κύκλῳ φορὰν φερόμενον, ἔστω μοι ἄυλόν τι καὶ πέμπτον σῶμα· εἰ βούλονται δέ, καὶ ἀσώματον, κατὰ τὴν αὐτόνομον
60τούτων τοῦ λόγου φορὰν καὶ ἀνάπλασιν‘. σὺ δέ μοι κατὰ πάρεργον καὶ τὸν μέγαν τοῦτον σοφὸν ὅρα τὴν Ἀριστοτελικὴν δόξαν μὴ προσιέμενον· ‘ἀνάπλασιν‘ γὰρ ἡγεῖται τὸ νομισθὲν καὶ ‘φορὰν ἄλογον‘, ὅθεν φησὶ τῶν αὐτῶν εἶναι πέμπτον ἀναπλάσαι σῶμα καὶ σῶμα ἀσώματον· ‘οὐδέν‘ γάρ φησι ‘περὶ τούτου νῦν διοίσομαι‘. οὐδὲ γάρ, ἵνα ἀνέλῃ τὴν δόξαν, ἐμνήσθη
65τοῦ δόγματος, ἀλλ’ ἵνα εἰς τὸ ἄτοπον ἀγάγῃ τοὺς τοιοῦτον σῶμα προσ‐ αναπλάττοντας τῷ θεῷ. Εἰ μὲν οὖν, φησί, τὸ πέμπτον οἴονται, ἔστω, φησί, κατ’ ἐκείνους ἄυλόν τε καὶ πέμπτον· ‘κατὰ τί δὲ τῶν κινουμένων ἔσται καὶ φερομένων;‘ ὁ γὰρ Ἀριστοτέλης πέμπτον σῶμα καὶ αἰθέριον οὐ τὴν ἀπλανῆ μόνον σφαῖραν
70ἐτίθετο, ἀλλ’ αὐτόν τε τὸν ξύμπαντα οὐρανὸν καὶ τοὺς ἐν αὐτῷ ἀστέρας τούς τε ἐνδεδεμένους καὶ τοὺς κινουμένους τούς τε ἀπλανεῖς καὶ τοὺς πλάνητας, ὡς εἶναι τέλος αὐτῷ τοῦ πέμπτου σώματος τὴν κοίλην ἐπιφά‐ νειαν τῆς σεληνιακῆς σφαίρας. πρὸς τοῦτο γοῦν φησιν ὁ πατήρ, ὅτι ‘κατὰ τί τῶν κινουμένων ἔσται καὶ φερομένων;‘ τουτέστι τίνι μέρει τοῦ
75πέμπτου σώματος προσωμοίωται; ἆρα γὰρ ὥσπερ ὁ ἥλιος τὸν ζωηφόρον μόνον κινηθήσεται ἢ ὥσπερ ἡ σελήνη νῦν μὲν τὸ βόρειον πέρας περιελίξει, νῦν δὲ περὶ τὸν ἑαυτῆς κύκλον ἐνεχθήσεται; καὶ πότερον ὥσπερ τις ἀπλανὴς ἀστὴρ τῇ οὐρανίᾳ περιφορᾷ συμπεριενεχθήσεται ἅπαξ ποτὲ καὶ ἐν ἑκατὸν ἔτεσι μίαν μοῖραν κινούμενος, ἢ ὥσπερ οἱ πλάνητες νῦν μὲν ἐπὶ
80τὰ προηγούμενα, νῦν δὲ ἐπὶ τὰ ἑπόμενα κινηθήσεται, καὶ νῦν μὲν στηρίξει, νῦν δὲ προσθέτης ἢ ἀφαιρέτης φανήσεται; ‘κατὰ τί‘ γάρ φησι ‘τῶν κινουμένων ἔσται; ἵνα μὴ λέγω τὴν ὕβριν, εἰ τὰ αὐτὰ τοῖς πεποιημένοις ὁ πεποιηκὼς κινηθήσεται καὶ τοῖς φερομένοις ὁ φέρων‘. ὕβρις γὰρ ἄντικρυς, εἰ ἄνθρωπος μὲν πλάσας ἀνδρείκελον ἄγαλμα χεῖρον τῆς οἰκείας οὐσίας194
85τοῦτο ποιεῖ, ὁ δὲ θεὸς ἐκ τοῦ μὴ ὄντος τὰ πάντα πεποιηκὼς τῆς αὐτῆς ἔσται ἐκείνοις οὐσίας καὶ φύσεως, καὶ κύκλῳ μὲν ὡς ὁ οὐρανὸς κινηθήσε‐ ται, ἄνω δὲ καὶ κάτω ὡς αἱ τῶν λοιπῶν στοιχείων ἰδιότητες. Ἐπεὶ δὲ πολλοὺς ᾔδει τῶν φιλοσόφων μηδὲν ὑπὲρ τὸ φαινόμενον περὶ τοῦ θείου δοξάσαντας, ἀλλ’ αὐτὸν τὸν οὐρανὸν οἰηθέντας θεὸν ἄναρχόν
90τε καὶ ἀτελεύτητον, εἰπὼν ὡς ‘ὕβρις, εἰ ταὐτὰ τοῖς κινουμένοις ὁ κινῶν κινηθήσεται καὶ τοῖς φερομένοις ὁ φέρων‘, ἐπήγαγεν, ‘εἴ γε καὶ τοῦτο δώσουσι‘. ποῖον; τὸ ἄλλον οἴεσθαι τὸν κινοῦντα θεὸν παρὰ τὰ κατ’ οὐρανὸν κινούμενα. ὡς γὰρ εἴρηκα, πολλοὶ τῶν φιλοσοφησάντων αὐτὴν τὴν κύκλῳ φορὰν ἥγηνται τὸν θεόν. εἶτα καὶ ὡς ἀφιλοσόφους ἐλέγχει τοὺς
95ἄνδρας ὅτι ὅλως κινεῖσθαι οἴονται τὸν θεόν, ὃς δὴ μόνον τῶν ὄντων ἀκίνητόν ἐστι καὶ ἀρχὴ τοῖς ἄλλοις κινήσεως· ἐλέγχει δὲ πῶς; ἐξ αὐτῆς τῆς κινήσεως. εἰ γὰρ καθ’ ὑμᾶς πᾶν τὸ κινούμενον ὑφ’ ἑτέρου κινοῦντος κινεῖται, εἰ καὶ τὸ κινοῦν κινεῖται, ὑφ’ ἑτέρου κινοῦντος καὶ τοῦτο κινηθή‐ σεται, καὶ ἐπὶ πάντων ὡσαύτως, ὥστε ‘εἰς ἄπειρον‘ ὑμῶν βαδιεῖται ἡ

50

(100)

ἔννοια, ἀπὸ κινούντων καὶ κινουμένων χωρούντων εἰς ὅμοια. εἰ δὲ δεῖ που στῆναι, πάντως εἰς ἀκίνητον· τοῦτο δὲ τί ἐστιν ἄλλο ἢ θεός; οὐκ ἄρα
πέμπτον σῶμα ὁ θεός, εἴ γε τὸ μὲν κινεῖται, ὁ δὲ ἀκίνητος ἕστηκεν.195

51

(1t)

ξϛʹ. Ἐκ τοῦ αὐτοῦ λόγου, εἰς τὸ ‘πῶς δὲ οὐκ ἐν τόπῳ πάντωσ‘ φησί
2 ‘Πῶς δὲ οὐκ ἐν τόπῳ‘, φησίν, ‘εἴ γε φερόμενον;‘ οὐκ οἶδα μὲν ὡς τί τοῦτο εἰρηκὼς ὁ πατήρ, εἴρηκε δέ· οὐ γὰρ τὸ μὴ κινούμενον οὐκ ἐν τόπῳ. ἰδοὺ γὰρ καὶ τὸ κέντρον τοῦ παντὸς ἡ γῆ οὐ κινεῖται μέν, οὐ μὴν οὐκ ἐν
5τόπῳ· ὁ δὲ οὐρανὸς κινούμενος κατὰ τὰς Ἀριστοτελικὰς ὑποθέσεις οὐκ ἐν τόπῳ, ἀλλὰ καὶ ἐν τόπῳ κατὰ τοὺς λοιποὺς φιλοσόφους, ὅτι πανταχοῦ. ἀλλὰ τὸ λεχθὲν οὕτως, οἶμαι, συνελογίσατο· εἰ τὰ ἑστηκότα σώματα ἐν τόπῳ, πολλῷ μᾶλλον τὰ φερόμενα, τὸ γὰρ κινούμενον ἔκ τινων εἴς τι ἀγόμενον ἢ δινούμενον ἐν δυσὶ τοὐλάχιστον τόποις νοεῖται, ἀφ’ οὗ τε
10κινεῖται καὶ πρὸς ὃν φέρεται. Ἀλλ’ ἐνταῦθα πληρώσας τὸν περὶ τοῦ πέμπτου σώματος λόγον ὁ πατήρ, ‘εἰ δὲ ἄλλο τι παρὰ τὸ πέμπτον‘ φησί ‘φήσουσιν, εἰ μὲν ἀγγελικόν, πόθεν ὅτι ἄγγελοι σώματα; καὶ τίνα ταῦτα; καὶ πόσον ὑπὲρ ἄγγελον εἴη θεός, οὗ λειτουργὸς ἄγγελος; εἰ δὲ ὑπὲρ ταῦτα, πάλιν εἰσήχθη σωμάτων
15ἑσμὸς ἀλόγιστος καὶ φλυαρίας βυθὸς οὐδαμοῦ στῆναι δυνάμενοσ‘. ἦσαν γάρ τινες τηνικαῦτα, οἳ καὶ τοῖς ἀγγέλοις ἐδίδοσαν σώματα, λεπτομερῆ δὲ καὶ κοῦφα καὶ ἀέρια, δι’ ἃ δὴ πολλοῖς τε ὀπτάνονται καὶ μορφὰς τούτοις καὶ σχήματα παραδεικνύουσιν. ὅπως μὲν οὖν ὁρᾶται ἄγγελος, καὶ τίς ὁ τρόπος τῶν διαφόρων σχημάτων, καὶ διὰ τί οὕτως ἡμῖν ἐμφανίζονται,
20ἔστω τέως ἀπόρρητον, ἕως ἂν ἀκριβέστερον περὶ αὐτῶν ἐπισκέψωμαι. οὐ γάρ μοι ἀρέσκει τὰ λόγια, οὔτε ἡ τοῦ Πρόκλου περὶ τούτων ἐξήγησις οὔθ’ ὁ Πορφύριος σωματικὰ τοῖς ἀγγέλοις διδοὺς ὀχήματα. ἀύλους δὲ πάντως αὐτοὺς πᾶς τις εἴποι, εἰ δὲ ἄυλοι, καὶ ἀσώματοι· ὕλη γὰρ σώματι ὑποβέβληται, καὶ νοεῖται μὲν καθ’ ἑαυτήν, ἀεὶ δὲ εἰδοπεποιημένη ἡμῖν
25καθορᾶται· ὕλη δὲ εἰδοποιηθεῖσα σῶμα πάντως ἐστὶν ἢ φυσικὸν ἢ μαθηματικόν, φυσικὸν μὲν ὅτι σύνθετον καὶ μέρος οὐσίας, μαθηματικὸν δὲ ὅτι τριχῇ διέστηκε καὶ ὑπὸ τὸ ποσὸν ἀναφέρεται. πόθεν οὖν ἡ καινὴ σοφία μεμάθηκεν ὅτι ἄγγελοι σώματα; τίνα δὲ ταῦτα δώσουσι, πύρεια ἢ ἀέρια καὶ ῥέοντα ἢ στερέμνια; σχήμασι δὲ τίσιν ὑποβαλοῦσι, περι‐
30φερέσιν ἢ προμήκεσι, τετραγώνοις ἢ ἑτερομήκεσι, κυκλικοῖς ἢ εὐθυφορι‐ κοῖς; καὶ γὰρ καὶ τὸ εὐθυφορούμενον ἐσχημάτισται, καὶ ἄλλο τι παρὰ τὸν κύκλον ἐστί. Τοιαῦτα γὰρ Ἕλληνες περὶ δαιμόνων ἀναγράψαντες μεμυθολογήκασι,
τοῖς μὲν γὰρ νοεροῖς περιφερῆ δεδώκασι σώματα, γεγωνιωμένα δὲ τοῖς196
35ψυχικοῖς καὶ τοῖς μετὰ ταῦτα εὐθυφορικά. εἶτα δὴ τὸν λόγον συμπεραιού‐ μενοι, τοὺς μὲν ὑπὸ τὸν ἥλιον αἰλουροπροσώπους καὶ ἀλεκτρυονώδεις φασί, τοὺς δὲ ὑπὸ τὴν σελήνην λεοντοφανεῖς. καὶ ἡ ἀπόδειξις ὡς καινή. διὰ τί, γάρ φησιν ὁ Πρόκλος, ὁ λέων τὸν ἀλεκτρυόνα ὑπέσταλται; εἶτα ἐπάγει, ὅτι κρείττονα ἐν ἐκείνῳ τὰ συνθήματα ἢ ἐν τῷ λέοντι, ὁ μὲν γὰρ
40ἡλιακός ἐστιν, ὁ δὲ σεληνιακός. ἀλλὰ καὶ δαίμονες, φησί, μετασχηματι‐ σθέντες εἰς λέοντα καὶ ἐν μέσαις νυξὶ φανέντες, ἐπειδὴ ἀλεκτρυόνος ᾄδοντος ἤκουσαν, ἠφανίσθησαν. ληρώδη πάντα καὶ φλήναφα· ἐγὼ δὲ ἀγνοεῖν ὑμᾶς καὶ τὴν τοιαύτην παιδιὰν οὐκ ἐδικαίωσα. διὰ τοῦτο παρενείρω ταῦτα τοῖς ἐμοῖς συγγράμμασιν, ἵν’ εἰδῆτε καὶ τὰ τῶν Ἑλλήνων ἀπόρρητα,
45ἐπεὶ καὶ ἰατρὸς οὐ τὸ ἁβρότονον μόνον ἐπίσταται, τό τε ἄρρεν φημὶ καὶ τὸ θῆλυ, οὐδὲ τὸν ἄγνον καὶ τὴν ἄγρωστιν ἢ τὰς τέσσαρας ἀγχούσας, ἀλλὰ καὶ τὸ κώνειον καὶ τὸν ἑλλέβορον, ἵν’ ἐκεῖνα μὲν φύγοι, ταῦτα δὲ ἕλοιτο. Ἀλλ’ ἐπὶ τὸν σκοπὸν ὁ λόγος ἐπαναγέσθω. ‘πόθεν‘, φησὶν ὁ πατήρ, ‘ὅτι ἄγγελοι σώματα;‘ τὸ δὲ ‘πόθεν‘ ἀφορμή ἐστιν ἀποδείξεως. τίνες οὖν

51

(50)

οἱ λόγοι οἱ καταναγκάζοντες ἡμᾶς σωματικοὺς τοὺς ἀγγέλους οἴεσθαι; εἰ δὲ καὶ ὅλως καθ’ ὑπόθεσιν τοῦτο δεξαίμεθα, τίσι σχήμασι ταῦτα μορφώσετε; εἰ δ’ ὑποθοῖτό τις αὐτοὺς καὶ σώματα καὶ τοιάδε, διὰ τὶ οὕτως ὁ ‘θεός, οὗ λειτουργὸς ἄγγελοσ‘; εἰ δὲ καὶ πάλιν φιλοσώματοι ὄντες τῆς μὲν περὶ τὸ θεῖον οὐκ ἀπαλλάττεσθε παχύτητος, κρεῖττον δὲ
55αὐτῷ σῶμα προσάπτετε ἢ ἄγγελος ἔχει, βαβαὶ τοῦ τῆς ‘φλυαρίας βυθοῦ‘. ὁ δὲ λόγος ζητεῖ τίς ὁ ἐντεῦθεν λῆρος καὶ πόθεν βυθὸν τοῦτον ὠνόμασεν ὁ πατήρ· ἐξηγηθήσεται δὲ τὸ χωρίον καὶ καθ’ ἡμᾶς καὶ καθ’ Ἕλληνας, καὶ πρῶτον ἔσται τὸ καθ’ ἡμᾶς. Ἐννέα τὰς πάσας μεμαθήκαμεν τάξεις μετά γε θεὸν τεταγμένας, περὶ
60ὧν δὴ ὁ μὲν μέγας ἀπόστολος ὑποτυπωτικῶς ἐδίδαξε καὶ εἰκονικῶς, ὁ δὲ πολὺς τὰ θεῖα Διονύσιος ἐν ἀπορρήτοις ἐκεῖθεν τὰ πρὸ τούτων παραλαβὼν διαιρεῖ κατὰ λόγον, κατά τε μῆκος καὶ κατὰ βάθος· καὶ τρεῖς μὲν τάξεις ἀμέσως περὶ τὸ θεῖον ἱστᾷ, χερουβικὰς καὶ σεραφικὰς καὶ τὰς ἐν αἷς ἐπαναπαύεται ὁ θεός, θρόνους ἰδιοτρόπως ὠνομασμένας· μεθ’ ἃς ἑτέρας
65τοσαύτας ὑποβεβηκυίας, ἀρχὰς καὶ ἐξουσίας καὶ κυριότητας· ὑφ’ ἃς δυνάμεις, φησίν, ἀρχάγγελοί τε καὶ ἄγγελοι συμπτερύσσονται. οὕτω μὲν
οὖν ἑκάστῃ τάξει κατάλληλον ἀποδίδωσιν ὄνομα· τὴν δὲ τοῦ ἀγγέλου προσηγορίαν νῦν μὲν τῆς τελευταίας κατηγορεῖ τάξεως, νῦν δὲ ὁμωνύμως πάσαις ὁμοῦ ταῖς ἀσωμάτοις ταύτην δίδωσι φύσεσι, διότι ἕτερος ἑτέρῳ197
70ἐξαγγελεὺς γίνεται ὧν παρὰ τῆς ὑπερτέρας δυνάμεως ἤκουσεν. καὶ ὁ μέγας δὲ οὗτος πατὴρ ἐν τῷ Γενεθλιακῷ ὑποσυγκεχυμένως ἀγγέλους τὰς δυνάμεις πάσας ὠνόμασε· ‘πρῶτα‘ γάρ φησιν ‘ἐννοεῖ τὰς ἀγγελικὰς δυνάμεις καὶ οὐρανίουσ‘. ἐν δὲ τῷ μεγάλῳ τούτῳ Θεολογικῷ τὸν περὶ τοῦ σώματος λόγον ἐξετάζων, ὃ δὴ οἱ ἀπὸ τῶν αἱρέσεων τῷ ὑπὲρ φύσιν
75προσῆγον θεῷ, καὶ διελόμενος ὡς, εἰ μὲν ἀγγελικόν, τάδε συμβήσεται τὰ ἄτοπα, εἰ δὲ ὑπὲρ τοῦτο, ‘βυθὸς φλυαρίασ‘ ἀναφανήσεται, οὐ συμπάσας τὰς τάξεις διὰ τοῦ ἀγγελικοῦ ἐσήμανε συνεκδοχικῶς, ἀλλὰ τὴν ἐσχάτην καὶ τελευταίαν, ὡς, εἴ γε μὴ ἀγγελικὸν τὸ θεῖον σῶμα οἴονται οἱ τῷ λόγῳ τῆς ἀληθείας ἐναντιούμενοι, ἀρχαγγελικὸν πάντως οἰήσονται ἢ
80τούτου λεπτότερον ἢ δυναμικόν, ἢ ὑπερκείμενον ἔτι καὶ κυριωτικὸν ἢ ἀρχικὸν ἢ ἐξουσιαστικόν, ἢ πάντῃ αἰθέριον καὶ θρονικὸν ἢ χερουβικὸν ἢ σεραφικόν. τὴν οὖν τοιαύτην τῶν σωμάτων ἐπανάβασιν κατὰ τὸ ὕψος τῶν τάξεων ‘βυθὸν φλυαρίασ‘ ὠνόμασεν ὁ πατήρ. Ὁ μὲν οὖν καθ’ ἡμᾶς λόγος τοιοῦτος· ὁ δὲ καθ’ Ἕλληνας—οὗτοι γὰρ
85τὰς μὲν ἄλλας προσηγορίας τῶν τάξεων ἀγνοοῦσιν· ἀγγέλους δὲ τίθενται μόνους τοῖς κάτω σώμασι προσεχεῖς ὑφιστάνοντες καὶ τούτους ὀχήματά τινα γεηρά. ὑπὲρ δὲ τούτους ἀμειλίκτους τινὰς ἀναπλάττουσι, καὶ ὑπὲρ ἐκείνους κοσμαγούς, εἶτα τὸν δὶς καὶ τὴν Ἑκάτην καὶ τὸν ἅπαξ, καὶ αὖθις τοὺς τελετάρχας καὶ τοὺς φρουρούς, μεθ’ οὓς τὰς τρεῖς ἴυγγας, εἶτα τὸν
90νοῦν καὶ τὴν δύναμιν καὶ τὸν πατρικὸν βυθόν, μεθ’ ὃν τὸ ἄρρητον ἕν. οὕτω γάρ πως ἀρχόμενοι τῆς θεολογίας φασίν, ὅτι μετὰ τὸ ἓν ὁ πατρικός ἐστι βυθὸς ἐκ τριῶν τριάδων συγκείμενος, ἑκάστη δὲ τριὰς ἔχει πατέρα καὶ δύναμιν καὶ νοῦν, ἀλλ’ ἡ μὲν πρώτη πατρικῶς, ἡ δὲ δευτέρα κατὰ τὴν δύναμιν, ἡ δὲ τρίτη κατὰ τὸν νοῦν, ἥτις καὶ πρώτη τοῖς ἀνιοῦσίν ἐστι καὶ
95πηγὴ λέγεται πηγῶν τῶν παρὰ τοῖς κόσμοις διῃρημένων. ταῦτα μὲν ἐκεῖνοι ληροῦσιν. ὁ δὲ μέγας οὗτός φησιν ὡς, εἰ μὴ δεξαίμεθα τὸ ἀγγελικὸν σῶμα, δώσουσι πάντως τὸ τῶν ἀμειλίκτων ἢ τὸ τῶν κοσμαγῶν, καὶ εἰς βυθὸν ἀπέραντον καταποντίσουσι τὴν γνώμην ἡμῶν. Ἡ μὲν οὖν ἐξήγησις αὕτη. ἐγὼ δὲ οὐκ ἀγνοῶ ὅτι ἐκ περιττοῦ πολλὰ τοῖς

51

(100)

θεολογικοῖς ἐπεισκυκλῶ ῥητοῖς, ἀλλ’ οὔτε φανητιῶν τοῦτο ποιῶ οὐδὲ
πολυμαθείας δόξαν θηρώμενος, ἀλλ’ ἵν’ ὑμεῖς, ὧν τοῖς βιβλίοις μὴ ἐντυγχάνετε, τούτους ἐνταῦθα γινώσκοιτε οἵτινές τέ εἰσι καὶ ἃ ξυγγε‐ γράφασι· βούλομαι γὰρ τελέους ὑμᾶς ἐκ τελέων εἶναι καὶ μὴ τοῖς καιριωτά‐ τοις ἐλλείποντας μέρεσιν.198

52

(1t)

ξζʹ. Ἐκ τοῦ αὐτοῦ λόγου, εἰς τὸ ἐπεὶ γάρ, φησίν, ‘οὐ σῶμα ὁ θεόσ‘
2 Πρὸς τὸν αὐχοῦντα διαλεκτικαῖς μεθόδοις τὸν θεὸν κατειληφέναι οἴεσθαι ὁ μέγας θεολόγος τὸν λόγον ποιούμενος, εἶτα τοῦτον βουλόμενος ἐλέγξαι ἀπὸ τῆς τοιαύτης ἐπιχειρήσεως διαλεκτικῶς κατὰ, τὴν τοῦ
5προσδιαλεγομένου ἐπιστήμην, διχῇ τὴν περὶ τὸ θεῖον δόξαν διεῖλεν, εἴς τε σῶμα καὶ ἀσώματον, ὡς ἑνί γε τούτων πάντως εὑρεθησομένου τοῦ κρείττονος· εἶτα θάτερον τῶν τμημάτων θείς, τὸ σῶμά φημι, καὶ ἐλέγξας, ὡς οἷόν τε, καὶ δείξας ὡς ὑπὲρ τὰ σώματα ὁ θεός, ἐπὶ τὸ ἕτερον, τὸ ἀσώματον, μεταβέβηκεν, ὃ δὴ νῦν ἡμῖν εἰς θεωρίαν προτέθειται.
10ἐπεὶ δὲ πλείονας ἐνταῦθα τοὺς λόγους ὁ πατὴρ τίθησιν, ἵνα μὴ καὶ ἡμεῖς, ἐπεξηγούμενοι τὰ ῥητὰ καὶ ὥσπερ ἐκ κύκλου ἔξωθεν ἐπεμβάλλοντες, ἀσάφειαν τῷ πλήθει ποιήσωμεν, ἐπιτετμημένως ἅμα καὶ πληρεστάτως, ὡς οἷοί τέ ἐσμεν, τὸν λόγον συμπερανοῦμεν· ἵνα δὲ εἰδῆτε καθ’ ὅ τι τῶν ῥητῶν ποιούμεθα τὴν ἐξήγησιν, αὐτὰ δὴ ταῦτα κατὰ μέρη προθήσομεν
15ὥσπερ ἀντωμοσίαν ἀναγινώσκοντες. Ἐπεὶ γάρ, φησίν, ‘οὐ σῶμα ὁ θεός, λείπεται δὴ ἀσώματον ὑπολαμβά‐ νειν‘, ἀντιφάσει γὰρ ἔοικε ταῦτα, τὸ σῶμα καὶ τὸ ἀσώματον, ὧν μέσον
οὐδέν, ὥστε εἴ τι μὴ σῶμα, τοῦτο ἀσώματον ὑπολαμβάνειν χρεών, ἀλλ’ ἐπὶ μὲν τῶν γεννητῶν ἔχει χώραν ὁ δεύτερος λόγος, ἐπὶ δὲ θεοῦ199
20κενοφωνία τίς ἐστιν ἡ ἀντίφασις· ἐπειδὴ γὰρ μὴ σῶμα ὁ θεός, οὐ λείπεται νοεῖν ὅτι ἀσώματος, οὐδ’ ἐπειδὴ μὴ ἀσώματος, σῶμα τοῦτον οἰητέον· οὐδὲν γὰρ τῶν ὄντων θεός, αὐτὸς ὢν τῶν ὄντων δημιουργὸς καὶ παρηλ‐ λαγμένην ἔχων τὴν οὐσίαν πρὸς τὰ ποιήματα. προσμαρτυροῦμεν δ’ αὐτῷ ἐν πᾶσι τοῖς περὶ αὐτοῦ λόγοις τὸ ἀσώματον, καθάπερ καὶ τἆλλα τῶν
25ὀνομάτων τὰ κάλλιστα, οὐσίαν καὶ ζωὴν καὶ νοῦν· ἀλλ’ ὥσπερ οὐδὲν τούτων ἐστὶ καὶ πολυώνυμος ἀπὸ τούτων γίνεται, οὕτω δὴ καὶ ὑπὲρ τὸ ἀσώματον ὤν, ἐντεῦθεν μάλιστα ὡς ἀπὸ κρείττονος ὀνόματος χαρακτη‐ ρίζεται ἢ ἀπὸ τοῦ ἐναντίου τούτου τοῦ σώματος. Ταῦτα μὲν ἡμεῖς ἔξωθεν· ὁ δὲ πατὴρ ἑτέρως ἐλέγχει τὸν λόγον, τῶν
30μὲν ὑψηλοτέρων ἀφέμενος θεωριῶν, συγκαταβαίνων δὲ τῇ τοῦ προσδιαλε‐ γομένου παχύτητι καὶ εἰς ἀτόπους ἐννοίας ἀπὸ τῆς ἐκείνου οἰήσεως ἐλαύνων τὸν λόγον. ‘εἰ‘ γὰρ ‘ἀσώματον‘, φησίν, ‘οὔπω μὲν οὐδὲ τοῦτο τῆς οὐσίας παραστατικὸν καὶ περιεκτικόν, ὥσπερ οὐδὲ τὸ ἀγέννητον καὶ τὸ ἄναρχον καὶ τὸ ἀναλλοίωτον καὶ τὸ ἄφθαρτον καὶ ὅσα περὶ θεοῦ ἢ περὶ
35θεὸν εἶναι λέγεται· τί γὰρ ὄντι αὐτῷ κατὰ τὴν φύσιν καὶ τὴν ὑπόστασιν ὑπάρχει τὸ μὴ ἀρχὴν ἔχειν μηδ’ ἐξίστασθαι μηδὲ περατοῦσθαι, ἀλλ’ ὅλον τὸ εἶναι παραλαμβάνειν, λείπεται προσφιλοσοφεῖν τε καὶ προσεξετάζειν τῷ γε νοῦν θεοῦ ἀληθῶς ἔχοντι καὶ τελεωτέρῳ τὴν θεωρίαν‘. ταῦτα μὲν ἐπὶ λέξεως φησὶν ὁ πατήρ· ἡ δὲ τῶν εἰρημένων ἐξήγησις αὕτη. ἀσώματον
40ὁ διαλεκτικὸς οἰόμενος εὑρεῖν τὸν θεόν, ἐπειδὴ τὸ σῶμα ἀνεῖλεν, ἀπ’ αὐτῆς τῆς διαλεκτικῆς ἐπιστήμης ἐλέγχεται. ὁ γὰρ εὑρηκώς τι τῶν ὄντων σῶμα εἶναι ἢ ἀσώματον οὐκ ἤδη καὶ τὴν φύσιν τοῦ ὑποκειμένου κατέλαβε· τὸ γὰρ ἀσώματον καὶ τὸ σῶμα ὀνόματά εἰσι φύσεων ὑποκειμένων κατηγορού‐ μενα· οὐ γὰρ αὐτὰ φύσις. τοῦτο γὰρ οὐδὲ τῶν Ἑλληνικῶν φιλοσόφων
45εἰπεῖν τις ἐτόλμησεν, ὡς ἔστι σῶμα ἢ ἀσώματον μὴ φύσιν ὑποκειμένην ἔχοντα, ἀλλ’ αὐτὰ ταῦτα φύσις ὄντα ᾗ σῶμα καὶ ᾗ ἀσώματον. ὁ γοῦν εἰρηκὼς τὸν θεὸν ὅτι ἀσώματον, οὐκ ἤδη καὶ τὴν φύσιν αὐτοῦ κατενόησεν· οὐ γὰρ φύσις τῷ θεῷ τὸ ἀσώματον, ἀλλὰ περὶ τὴν ἄρρητον αὐτοῦ φύσιν τοῦτο νενόηται· τὸ γὰρ ἀσώματον οὐδὲν ἕτερον δηλοῖ ἢ στέρησιν σώματος,

52

(50)

οὐκ ἔστι δὲ φύσις θεῷ τὸ ἐστερῆσθαι σώματος, ἀλλ’ ὥσπερ οὐκ ἀρκεῖ τῷ εὑρηκότι τὸν ἄνθρωπον ὅτι σύνθετος πρὸς τὸ καὶ τὴν οὐσίαν αὐτοῦ εἰδέναι, ἀλλὰ δεῖ καὶ τὰ ἐξ ὧν συνετέθη καταλαβεῖν, ὅτι ψυχὴ καὶ σῶμα, οὕτως οὐδὲ τὸ ἀσώματον ἢ τὸ ἁπλοῦν ἀρκεῖ πρὸς κατάληψιν τῆς τοῦ θεοῦ
φύσεως. δεῖ γάρ τι εἶναι τὸν θεὸν καὶ τοῦτο ὅ ἐστι δοξάζειν ἁπλοῦν καὶ200
55ἀσώματον. οὔτε οὖν τὸ ἀσώματον παραστατικόν ἐστι τῆς τοῦ θεοῦ φύσεως (δεῖ γάρ τι εἶναι τὸν θεόν) οὔτ’ ἄλλο τι τῶν περὶ ἐκεῖνον λεγο‐ μένων. οἷον τὸ ‘ἀγέννητον‘ ἐπιφημίζομεν τῷ θεῷ, οὐκ αὐτὸ οὐσίαν τιθέντες, ὡς ἀλογώτατα ὁ Εὐνόμιος ᾤετο, ἀλλ’ ὁμολογοῦντες αὐτῷ τὸ μόνον τῶν ὄντων ἀρχὴν μὴ ἔχειν· καὶ ‘ἀναλλοίωτον‘ δὲ τὸν θεὸν ὀνομά‐
60ζοντες οὐ φύσιν αὐτῷ τοῦτο διδόαμεν, ἀλλὰ δεικνύομεν τὸ μηδέποτε τῆς οἰκείας ἐξίστασθαι φύσεως, ὅπερ ἐστὶ τὸ ἠλλοιῶσθαι· τῆς αὐτῆς δ’ ἐννοίας καὶ τὸ ‘ἄφθαρτον‘ ἔχεται, οὐ γὰρ οὖν περατοῦται θεός, οὐδέ (ἀλλ’ ἱλήκοι τῷ λόγῳ) ὁ πάντα ζωογονῶν φθείρεται. Ὁ μὲν οὖν μάταιος τῶν λεγομένων ἀκροατὴς αὐτὰ δὴ ταῦτα τὰ ὀνόματα
65φύσιν ὑπολαμβάνει τοῦ κρείττονος· ὁ δὲ τὸν θεῖον νοῦν ἔχων ‘προσφιλοσο‐ φεῖ καὶ προσεξετάζει‘ ὅτι ἄλλη τίς ἐστιν ἡ τοῦ θεοῦ παρὰ ταῦτα φύσις, περὶ ἣν καὶ τὸ ἀσώματον καὶ τὸ ἀγέννητον καὶ τὸ ἀναλλοίωτον λέγεται. εἰ οὖν πρὸς τὸν ἐρωτήσαντα τί ἐστιν ἄνθρωπος ἀπόκρισιν δοίης ὅτι σύνθετος, ἆρ’ οἴει τὸν ὅρον τοῦ περὶ ὃ ἡ ἐρώτησις ἀποδεδωκέναι, ἢ ὁ
70ἀκούσας ἠρεμήσει καὶ οὐ δευτέραν προσάξει ἐρώτησιν, ὅτι, ὦ βέλτιστε, τί ὤν ἐστι σύνθετος; εἰ οὖν ταῦθ’ οὕτως ἐφ’ ἡμῶν ἔχει, μηδὲ περὶ τοῦ θεοῦ ἄλλως οἴου, ἀλλ’ ἐπειδὴ ἐρωτήσαντί μοι, τί ἐστι θεός, ἀπεκρίνου ὅτι ἀσώματον, φιλοπόνως προσερωτῶ· τί δὲ ὤν, ὦ διαλεκτικώτατε, ἀσώματος πέφυκεν; εἰ μὲν οὖν δώσεις, ἔχω τὸ ζητούμενον· εἰ δ’ ἀπαρνηθεὶς γένῃ,
75οὐκ ἀνήσω προσκείμενος καὶ ἐπερωτῶν μέχρις ἂν καὶ αὐτὸς ὁμολογήσῃς ὡς ἡ τοῦ θεοῦ φύσις πάσαις φύσεσιν ἀκατάληπτος. Πόθεν δὲ σὺ καὶ τοὺς ὅρους τῶν πραγμάτων κατὰ στέρησιν εἴληφας; οἱ γὰρ ὅροι, ὡς ἐκ τῆς ἀποδεικτικῆς μεμάθηκας, ἀλλὰ καὶ συμπάσης διαλεκτικῆς, θέσιν, ἀλλ’ οὐκ ἀναίρεσιν ἐπεισάγουσιν· ὁ γὰρ τὸν ἄνθρωπον
80ὁριζόμενος οὐχὶ βοῦν φησιν οὐδὲ ἵππον οὐδὲ ἐλέφαντα, ἀλλὰ τόδε διαφοραῖς τοιαῖσδε εἰδοπεποιημένον. πῶς οὖν καὶ αὐτὸς τὸν θεὸν ὁριζόμενος οὐχ ὅ ἐστι λέγεις, ἀλλ’ ὃ μή ἐστι; τὸ γὰρ ἀσώματον καὶ τὸ ἀγέννητον στερήσεις εἰσὶ σώματός τε καὶ γεννήσεως. ἐχρῆν οὖν ὅ ἐστι θεῖναι, ἀλλ’ οὐχὶ ὃ μή ἐστιν. εἰ δ’ ὁ τῆς σῆς φιλοσοφίας καθηγεμών, τὸν Ἀριστοτέλην φημί, τὸ
85συμβεβηκὸς ὁριζόμενος ἐν ταῖς διαλεκτικαῖς τέχναις οὕτως εἴρηκε, ‘συμβεβηκός ἐστιν ὃ μήτε γένος ἐστὶ‘ μήτε διαφορὰ ‘μήτε ἴδιον‘, καὶ διὰ τοῦτο καὶ σὺ τὰς ἀφορμὰς ἐπορίσω τῶν κατὰ ἀπόφασιν ὁρισμῶν, ἀλλ’ ἴσθι
ὅτι φορτικῶς καὶ πλημμελῶς ἄγαν τῷ φιλοσόφῳ ὡμίληκας. τέσσαρα γὰρ ἐκεῖνος τὰ προβλήματα θέμενος καὶ περὶ τῶν τριῶν διῃρημένως ἀκριβωσά‐201
90μενος, ἀπὸ τῆς τούτων ἀναιρέσεως παρέστησε καὶ τὸ τέταρτον. εἰ μὲν οὖν καὶ αὐτὸς ἐν ἀριθμῷ τὰ ὄντα θέμενος, τούτοις καὶ τὸν θεὸν συνέταξας, εἶτα δὴ τἆλλα τοῖς οἰκείοις καθυποβάλλων ὁρισμοῖς, τέλος καὶ τὸν θεὸν ὁριζόμενος, ‘ὃ μηδὲν τούτων ἐστὶν‘ εἴρηκας, εὔλογος ἄν σοι ὁ κατὰ ἀπόφασιν ὁρισμός. ἐπεὶ δὲ καὶ τὰ ὄντα ἀπερίληπτα διὰ τὸ ἄπειρον πέφυκε
95καὶ αὐτὸς ταύτην οὐ προεστήσω τὴν μέθοδον, παρήκουσας ἄρα τοῦ σοῦ διδασκάλου καὶ ἀπὸ διεφθαρμένης διαλεκτικῆς καθ’ ἡμῶν ὥρμηκας. εἶτα οὐκ οἶσθα ὡς καὶ αὐτὸς ὁ Ἀριστοτέλης ἐπὶ τῷ τοιούτῳ ὁρισμῷ ὥσπερ ἐπερυθριάσας, ἕτερον τέθεικε θετικόν, καὶ τοῦτον μᾶλλον ἐπικρίνας ἐξύμνησεν;

52

(100)

Ἀλλ’ ἔγωγε, φησὶν ὁ πατήρ, οὑτωσὶ λέγων μονονουχὶ οὐ λίαν σοι διαφέρομαι, ἀλλ’ ‘ἐπεὶ ἀσώματόν ἐστι τὸ θεῖον, μικρόν τι προσεξετάσωμεν. πότερόν ἐστί που ἢ οὐδαμοῦ;‘ ἀλλ’ ‘εἰ μὲν οὐδαμοῦ, πῶς ἂν εἴη;‘ σκόπει γὰρ τὰς σὰς τέχνας καὶ τὴν ἄφυκτόν σοι σὺν ἀντιθέσει ἀντιστροφήν· εἰ τὸ μὴ ὂν οὐδαμοῦ, τὸ μηδαμοῦ οὐδὲ ὄν. οὕτω γὰρ ὀφείλομεν λέγειν, τὸν
105μὲν ἐν τῇ πρώτῃ προτάσει προκείμενον ὅρον ἐν τῇ δευτέρᾳ προτάσει ποιοῦντες ἑπόμενον καὶ τὸν ἐν ἐκείνῃ ἑπόμενον ἐνταῦθα ἡγούμενον, ἐναλλάττοντες καὶ τὰς ποιότητας, καὶ ὃ μὲν ἐκεῖσε καταφατικῶς εἴρηται, ἐνταῦθα ἀποφατικῶς λέγει, ὃ δὲ ἀποφατικῶς ἐκεῖ, ἐνταῦθα καταφατικῶς. ἀλλ’ εὐλαβούμενος τοῦτο, ἐρεῖς ὅτι οὐχὶ οὐδαμοῦ ὁ θεός, ἀλλὰ ποῦ. καὶ
110σὺ μὲν οἴει ἐκπεφευγέναι, μᾶλλον δὲ γέγονας ἐν τῷ λαβυρίνθῳ. προσερήσο‐ μαι γάρ σε· ἐπεὶ τὸ ποῦ τόπου δηλωτικόν, τόποι δὲ δύο, τό τε πᾶν καὶ τὸ ὑπὲρ τὸ πᾶν, ἐν τίνι τούτων ἔσται θεός, ἐν τῷ παντὶ ἢ ἐν τῷ ὑπὲρ τὸ πᾶν; εἰ μὲν οὖν ἐρεῖς, ἐν τῷ παντί, αὖθις ἄν σου ἡδέως πυθοίμην (παρὰ σοῦ γὰρ ἔχω ταῦτα πολυπραγμονεῖν), ἆρα ἐν ὅλῳ τῷ παντὶ ἔσται ἢ ἐν
115μέρει τοῦ παντός; εἰ μὲν οὖν ἐν μέρει, ὑπὸ βραχυτάτου ὁ ἀπερίληπτος περιγέγραπται, οὗ τί ἂν γένοιτο ἀθλιώτερον; ‘εἰ δὲ πανταχοῦ, ὑπὸ πλείονος ἡ περιγραφὴ καὶ ἄλλου πολλοῦ‘, φησὶν ὁ πατήρ. τί δὲ τοῦτό ἐστι τὸ πλεῖον, ὃ δὴ ἐγγύτατα πέφυκε; συγκριτικόν ἐστιν ὄνομα, ὑπεροχήν τινα πρὸς ἄλλο δηλοῦν, τὸ δὲ πᾶν ἄσχετόν ἐστι καὶ ἀπόλυτον. διὰ τοῦτό
120φησιν ὅτι, εἰ ἐν τῷ παντὶ περιγέγραπται, καὶ ὑπὸ πλείονος περιγέγραπται, ὅσον πρὸς τὴν ἐκ μέρους περιοχὴν καὶ ὑπὸ ἄλλου πολλοῦ, ὅσον πρὸς τὴν τοῦ παντὸς φύσιν ὑποκειμένου καὶ αὐτοῦ τοῦ πλείονος. ‘Ταῦτα μὲν εἰ ἐν τῷ παντί‘. ἀλλ’ ἐπειδὴ τοῦτο γενητὸν καὶ ἀρχὴν ἔσχε
τοῦ εἶναι, ἀγένητος δὲ ὁ θεός, ‘ποῦ‘ ἦν ‘πρὸ τοῦ γενέσθαι τὸ πᾶν;‘ εἰ δὲ202
125φεύγων τὸ ἐντεῦθεν ἄτοπον ὑπὲρ τὸ πᾶν τιθῇς τὸν θεόν, ἐγώ σε οὐδὲν ἧττον πάλιν ἐν τοῖς ἀτόποις ζωγρήσω, καὶ δείξω ὡς φεύγων τὴν ἐν τοῖς σώμασιν ἵδρυσιν πάλιν ἐν τούτοις καθίζεις τὸν θεόν. ἐρήσομαι γάρ σε· τὸ ὑπὲρ τὸ πᾶν οὐ διῄρηται τοῦ παντός; οἶδα οὖν ὅτι θήσεις· ἀλλὰ μὴ ἀναδύου τὰ ὡμολογημένα, ἀλλὰ τὰς προτάσεις τιθείς, πρὸς τὰ συμπερά‐
130σματα μὴ δυσχέραινε. εἰ δὲ διῄρηται ἆρα οὐ χωρίῳ τινὶ καὶ οἷον διατειχί‐ σματι ἀμφότερα περατοῦντι, τό τε πᾶν καὶ τὸ ὑπὲρ τὸ πᾶν; καὶ εἰ μὴ οὕτως, ‘πῶσ‘ ἂν ‘ἐνοήθη τὸ ὑπεραῖρον καὶ τὸ ὑπεραιρόμενον;‘ ὥσπερ γάρ, ἵν’ ἐπὶ παραδείγματι τὸν λόγον γυμνάσω, ἡ κεφαλὴ ὑπερκειμένη τοῦ σώματος μέσῳ τινὶ τῷ αὐχένι ἐκεῖθεν ὑπεραίρεται, οὕτω δὴ καὶ πᾶν ὃ
135ἄν τινος ὑπερτέταται, πέρασί τισι καὶ μέσοις ὁρίοις τὴν ὑπεροχὴν πρὸς τὸ ὑποπεπτωκὸς ἔχει. οὕτω δὴ καὶ τὸ ὑπὲρ τὸ πᾶν, ὑπερέχον τοῦ παντός, μέσῳ τινὶ ὑπερέχει σώματι, τὸ μὲν πᾶν ἀπαρτίζοντι, τῷ δὲ ὑπὲρ τὸ πᾶν διδοῦντι τὴν ὕπαρξιν, ὥστε τόπος ἐστὶ τὸ ὑπὲρ τὸ πᾶν. καθίζων οὖν τὸν θεὸν ὑπὲρ τὸ πᾶν, αὖθις ἐν τόπῳ καθίζεις, ὅνπερ ἄνω ἐφύγομεν. ἵνα δὲ
140καὶ τοὺς σωματικοὺς τόπους ἐάσω, αὐτὸ τὸ οἴεσθαί σε κατειληφέναι τὸ θεῖον οὐκ εἶδος περιγραφῆς ἐστιν; σὺ δὲ οὐ μέρος ἐλάχιστον τῆς ἐκείνου δημιουργίας; εἶτα οὐκ ἐρυθριᾷς τὸν ἀχώρητον τῷ παντὶ κατειληφέναι
οἰόμενος;203

53

(1t)

ξηʹ. Ἐκ τοῦ περὶ υἱοῦ πρώτου λόγου εἰς τὸ ‘ὁ χρόνος ἐν χρόνῳ ἢ οὐκ ἐν
2tχρόνῳ;‘
3 Θρυλλούμενόν ἐστιν ἀνὰ τὰς ἁπάντων γλώσσας τουτὶ τὸ ἐρώτημα, τὸ ‘ὁ χρόνος ἐν χρόνῳ ἢ οὐκ ἐν χρόνῳ;‘ ὃ δὴ καὶ τῷ θείῳ τούτῳ πατρὶ
5〈πρὸ〉 τοὺς πάντα λύειν οἰομένους προβέβληται καὶ μηδὲν διαπεφευγέναι τὴν ἀντίφασιν. οὐ πρώτως δὲ παρὰ τοῦ πατρὸς πέπλασται, εἰρημένῳ γὰρ αὐτῷ κατεχρήσατο· οἴονται δὲ αὐτὸ οἱ πλασάμενοι κατ’ ἀρχὰς ἑκατέρωθεν ἄπορον, ἔχει δὲ ῥᾴστην τὴν ἐπίλυσιν. καὶ ὁ μέγας οὗτος ἀνὴρ οὐχ ὡς ἄπορον, οἶμαι, τοῦτο προὐβάλετο (πῶς γάρ, ὅ γε τὴν λύσιν αὐτοῦ ἀκριβῶς
10ἐπιστάμενος;) ἀλλ’ ἔστιν αὐτῷ γυμνασία ἀπὸ τοῦ ἥττονος. εἰ γὰρ αἱ περὶ τῶν τοιούτων δοκοῦσαι ἀπορίαι, ὧν οὐ πάνυ κρύφιος ἡ διάληψις, τοῖς διαλύειν ἐπιχειροῦσι προσίστανται, πόσῳ γε μᾶλλον αἱ περὶ τῶν μεγάλων διαπορήσεις ἀσυμφανῆ τέως ἕξουσι τὴν διάλυσιν. ἐπεὶ δὲ ὁ τοῦ ἐναντίου λόγου προϊστάμενος ἐν διλημμάτῳ λόγῳ τὴν ἀπορίαν προηνέγκατο—
15‘ὄντα‘, γάρ φησιν, ὁ πατὴρ τὸν υἱὸν ‘γεγέννηκεν ἢ οὐκ ὄντα;‘ εἶτα πρὸς ἑκατέραν τῶν ἐρωτήσεων προσεφευρίσκει τὸ ἄπορον· εἰ μὲν γὰρ ὄντα, πῶς γεγέννηκε; φησίν· εἰ δὲ μὴ ὄντα, ἦν ὅτε οὐκ ἦν ὁ υἱός—διὰ ταῦτα τοιγαροῦν καὶ ὁ θεῖος οὗτος ἀνὴρ τὸ αὐτὸ σχηματίζει πρὸς τὸν ἠρωτηκότα διλήμματον, εἰρηκὼς ἄνω ὅτι ‘μὴ τὸ ἄπορον ἔχει ἡ ἀπάντησις, ἀλλὰ τὸ
20ἄτοπον ἡ ἐρώτησισ‘, καὶ δεικνὺς ὡς οὐ πάντα λυτέον τὰ ἀπορήματα, κἂν ἀντιφατικῶς προσάγηται, καὶ μάλιστα εἰ τὰ θεῖα καὶ ὑπὲρ φύσιν κατὰ τοὺς γυμναστικοὺς ἀγῶνας προφέρονται καὶ διαλεκτικῆς ὅροις γυμνάζον‐ ται. δι’ ἃ μὲν οὕτως ἠρώτησε, ταῦτα, ὃ δὲ ἐρωτᾷ, τοιοῦτον· μᾶλλον δὲ δεῖ τι πρὸ τῆς κατὰ μέρος ἐξηγήσεως προειπεῖν, ἵν’ ἡμῖν ἐκεῖθεν γνωσθείη
25τὸ ἀπορούμενον. Ὁ δαιμόνιος Ἀριστοτέλης, πρὸς τὴν πρεσβυτέραν Ἀκαδημίαν ἀντιταττό‐ μενος καὶ αὐτῷ διαμαχόμενος Πλάτωνι, ἀίδιον τὸν χρόνον διαταττόμενος φαίνεται καὶ ἄπειρον ἐφ’ ἑκάτερα. ὁ μὲν γὰρ Πλάτων, αὐτῆς τῆς ἀληθείας ἁψάμενος, καὶ τὸν οὐρανὸν γεγενῆσθαί φησι καὶ ἀπό τινος χρονικοῦ
30σημείου τῆς περιφορᾶς ἄρξασθαι, μετ’ αὐτοῦ δὲ καὶ τὸν χρόνον καὶ τὴν φύσιν συνυποστῆναι· ὁ δὲ φιλόσοφος οὗτος ἀγέννητον καὶ τὸν οὐρανὸν καὶ τὴν κίνησιν καὶ τὸν χρόνον τίθεται. ὃ γοῦν ἐκεῖνος περὶ τοῦ χρόνου διὰ
πολλῶν ἀπορεῖ τε καὶ συλλογίζεται, δι’ ὀλίγων ἐνταῦθα ἠρώτηκεν ὁ πατήρ. ‘ὁ χρόνοσ‘ γάρ φησιν ‘ἐν χρόνῳ ἢ οὐκ ἐν χρόνῳ;‘ τὸ δὲ ‘ἐν‘,204
35ἑνδεκαχῶς σημαινόμενον, ἐνταῦθα περὶ τῆς ἀμεροῦς ἢ χρονικῆς παρατά‐ σεως σημαίνειν δοκεῖ. τοῦτο γοῦν ἐστιν ὅπερ ἐρωτᾷ· ὁ σύμπας χρόνος διὰ χρόνου τὴν δημιουργίαν εἴληχεν ἢ ἀχρόνως παρυπέστη τῷ παντί; εἰ μὲν γὰρ διὰ χρόνου, οὐ σύμπας οὗτος· εὕρηται γὰρ καὶ χρόνος ἕτερος, δι’ οὗ δὴ χρόνου ὁ χρόνος ἐγένετο. ἀλλ’ ἐγώ, φησὶν ὁ πατήρ, περὶ τοῦ παντὸς
40ἐρωτῶ· εἰ μὲν οὖν ὁ πᾶς χρόνος ἐν χρόνῳ, οὐκ ἔστι πᾶς, εἴ γέ τι χρόνου μόριον αὐτῷ λέλειπται. ἀλλὰ τοῦτο φεύγων ἐρεῖς ὅτι οὐκ ἐν χρόνῳ; ἀλλ’ ὅρα ὡς περιττὸς εἶ τὴν σοφίαν, ἄχρονον εἰσάγων τὸν χρόνον καὶ αὐτὸ τοὔνομα τοῦ χρόνου καταψευδόμενος· εἰ γὰρ ὁ χρόνος ἄχρονος, σχολῇ γ’ ἂν ἄλλο τι ὑπὸ χρόνον εἴη.
45 Οὕτως μὲν ὁ πατήρ, ὁ δέ γε Ἀριστοτέλης ἐντεῦθεν τὸ ἀγέννητον αὐτοῦ συλλογίζεται. ἐρωτᾷ γὰρ ὅτι ὁ χρόνος ἢ ἐν χρόνῳ ἢ ἄχρονος· ἀλλ’ εἰ μὲν ἄχρονος, ἔχω, φησί, τὸ ζητούμενον· εἰ δὲ ἐν χρόνῳ, καὶ περὶ ἐκείνου αὖθις ἐρωτῶ, πότερον οὗτος ἄχρονος ἢ ἐν χρόνῳ. καὶ εἰ μὲν ἄχρονος, φησί, καὶ πάλιν νενίκηκα· εἰ δὲ ἐν χρόνῳ, καὶ περὶ ἐκείνου ἡ αὐτὴ ἐρώτησις

53

(50)

γίνεται, καὶ οὔθ’ ἡμεῖς ἀποκάμοιμεν χρόνου χρόνον ἐπανευρίσκοντες, οὔτ’ ἐκεῖνος ἐκλίποι εἰς τὸ ἄπειρον προϊών. εἴτε γοῦν οὕτως εἴτ’ ἐκείνως ἐθέλοι τις ζητεῖν, ὁ χρόνος ἄχρονος καὶ ἀγέννητος. Οὕτω μὲν οὖν ὁ Ἀριστοτέλης. ὁ δέ γε πατὴρ τὴν πολλὴν περὶ τούτου περιεργίαν ἀφείς, τοσοῦτον περὶ τούτου προέτεινεν, ὁπόσον πρὸς τὸν
55σκοπὸν συμφέρον ἑαυτῷ ἔγνωκεν· οὐ γὰρ περὶ χρόνου διαλαβεῖν προτίθε‐ ται νῦν, ἀλλ’ ὅτι πολλὰ τῶν προβαλλομένων κατὰ τὴν τῆς ἀντιφάσεως δύναμιν ἄπορα ἑκατέρωθεν ἔχει, καὶ οὔτε ὁ φὰς περὶ αὐτῶν ἀληθεύσειεν οὔτε ὁ ἀποφάς. ἀλλ’ εἰ μὲν πρὸς Πλάτωνα ἢ Ἀριστοτέλην ὁ διάλογος ἦν αὐτῷ, ἠρώτηκεν ἀντίφασιν ἀδιάλυτον· ἐπεὶ δὲ πρὸς τοὺς Ἀνομοίους ὁ
60λόγος αὐτῷ, ὧν προὐστάτει μὲν ὁ Σύρος Ἀέτιος, ἀντείχετο δὲ ὁ Γαλάτης Εὐνόμιος, ἀνὴρ χθές που καὶ πρώην ἀπὸ τῶν ἐργαστηρίων ἐπὶ τὴν δογματικὴν ἀπήνην ἁλλόμενος καὶ κατατολμήσας τοῦ θεολογικοῦ ἄξονος, ὁ πρὸ μικροῦ τὰς τῶν λεβήτων βάσεις ἰώμενος, διὰ ταῦτα ὡς ἀπαιδεύτῳ καὶ πόρρω τῆς θείας σοφίας προσπαίζων τὰ ἄπορα τῶν ἐρωτημάτων ὡς
65ἀπερίδρακτα πάντῃ προβάλλεται. Ὅτι δὲ οὐ τῶν ἀπόρων τὸ πρόβλημα αὐτόθεν ἄν τις φωράσειεν, ὡς ὁ χρόνος οὔτε ἐν χρόνῳ οὔτε μὴν ἄχρονος. ὥσπερ γὰρ οὐκ εἴ τι μὴ ἐν χρονικῇ παρατάσει γίγνοιτο, ἤδη καὶ παρὰ τοῦτο ἄχρονον πέφυκεν, οὕτως οὔτε ὁ χρόνος αὐτός, μὴ διὰ παρατάσεως τὸ εἶναι λαβών, ἀλλ’ ἀθρόως ὑπὸ
70τοῦ δημιουργήσαντος ὑποστάς, ἤδη παρὰ τοῦτο ἄπειρος ἂν εἴη καὶ ἄκτιστος, ἀλλὰ διότι μὲν μὴ ὢν πρότερον ὕστερον γέγονεν, οὐκ ἄχρονος οὐδὲ ἄκτιστος, διότι δὲ οὐ διὰ παρατάσεως εἰς τὸ εἶναι ἐλήλυθεν, ἄχρονος ἂν κατὰ τοῦτο λέγοιτο. ἐπεὶ καὶ τἆλλα, οὐρανόν, γῆν, ἥλιον, σελήνην, τοὺς λοιποὺς ἀστέρας, ἄκτιστα ἂν εἴποι τις, διότι μὴ διὰ χρονικῆς γέγονε205
75παρατάσεως. ἡμεῖς μὲν γὰρ τῶν ὄντων ἀποτυποῦντες ἰνδάλματα, οἷον σφαῖραν χαλκῆν πρὸς τὸ τοῦ παντὸς ἀποτετορευμένην μίμημα ἢ διόπτρας καὶ ἀστρολάβους ἢ δι’ ὧν τἆλλα εἰκάζομεν, οὐκ ἀμερῶς καὶ ἀχρόνως τὰς τούτων ποιοῦμεν ὁλότητας, ἀλλὰ δεῖ τὸν χαλκοτύπον πρῶτα μὲν ἐργά‐ σασθαι τὸν χαλκόν, αὖθις δὲ ἀποξῦσαί τε καὶ λεᾶναι, εἶτα κοιλᾶναι καὶ
80κάμψαι, νῦν μὲν τόνδε τὸν πόλον ποιοῦντα, νῦν δὲ ἐκεῖνον, καὶ αὖθις περιαγαγεῖν τὰς περιφερείας, καὶ οὕτω κατὰ βραχὺ προχωρῶν τὸ τῆς τοῦ παντὸς σφαίρας δημιουργεῖ ὁμοίωμα· ὁ δὲ θεὸς οὐχ οὕτως, ἀλλ’ ὁμοῦ τε ἐβουλήθη ὑποστῆναι τὸν οὐρανὸν καὶ ἡ βούλησις ἔργον γέγονε καὶ ἀχρόνως ὑπέστη τὸ πᾶν· ἀλλ’ οὐ διὰ τοῦτο καὶ ἄχρονον, ἐπειδὴ μὴ
85πρότερον ὂν ὕστερον γέγονε. Τῇ γοῦν ὁμωνυμίᾳ τοῦ οὐκ ἐν χρόνῳ παραλογίζεται ὁ τὴν ἐρώτησιν προ‐ βαλλόμενος. διττὸν γὰρ τὸ οὐκ ἐν χρόνῳ, ἢ τὸ ἀεὶ εἶναι ἢ τὸ μὴ διὰ χρονι‐ κῆς παρατάσεως γεγενῆσθαι ἅπαξ. ὥστε κατ’ ἄλλο μὲν ἐν χρόνῳ, ὅτι μὴ ἀεὶ ἦν, κατ’ ἄλλο δὲ οὐκ ἐν χρόνῳ, ὅτι μὴ χρόνου τῷ δημιουργῷ πρὸς
90τὴν τούτου ἐδέησε γένεσιν. εἰσὶ δὲ καί τινα τῶν ἐν ἡμῖν, ἅπερ ἀχρόνως πέφυκε γίνεσθαι, ὥσπερ ἡ τοῦ γάλακτος πῆξις καὶ ἡ τῆς ἐπιφανείας τῶν ὑδάτων ἀποκρυστάλλωσις· οὐ γὰρ κατὰ μόρια τούτοις τὸ συμπεπηγέναι, ἀλλ’ ἀθρόον καὶ ᾗπερ οὐκ εἰώθαμεν ἡμεῖς ποιεῖν. καὶ αὐτὸ δὲ τὸ περὶ τοῦ χρόνου ἐρωτᾶν, ‘εἰ ἐν χρόνῳ ἢ οὐκ ἐν χρόνῳ‘, εἰ μὴ πρὸς τὸν λῆρον
95Εὐνόμιον λέγοιτο, καὶ λίαν ἄτοπον. οὐ γὰρ τῶν ὑπαρχόντων ὁ χρόνος, ἀλλὰ τῶν συμβεβηκότων· ὥσπερ γὰρ ἐπὶ τῶν σωμάτων ἡ κίνησις λέγεται, οὕτως ὁ χρόνος ἐπὶ τῆς κινήσεως. ἔστι γὰρ ἡ μὲν κίνησις ἀχώριστος ἐνέργεια τοῦ κινητοῦ σώματος, ὁ δὲ χρόνος μέτρον ἐστὶ τῆς κινήσεως. ὁ μὲν γὰρ ἥλιος τὸ κινούμενον σῶμα, ἡ δὲ τούτου κίνησις, ἡ ἀχώριστος

53

(100)

ἐνέργεια τοῦ τοιουδὶ σώματος, ὁ δὲ χρόνος τὸ μέτρον αὐτὸ τῆς κινήσεως. ὥστ’ οὐκ ἔστι τῶν ἐν ὑποστάσει ὁ χρόνος, ἀλλὰ τῶν ἐφεπομένων. διὰ τοῦτο ὁ βουλόμενος ἐρωτᾶν πότερον ‘ἐν χρόνῳ ἢ οὐκ ἐν χρόνῳ‘ περί τινος, ἀφεὶς τὸν χρόνον καὶ τὴν κίνησιν ὡς μὴ αὐθέδραστον ἢ αὐθυπόστα‐ τον, εὐλόγως ἂν ἐρωτῴη περὶ τοῦ κινουμένου σώματος· ὅπως γὰρ ἂν ἔχῃ
105τοῦτο, οὕτω {καὶ} κἀκεῖνος ἔχειν νομισθήσεται. Ἀλλ’ ἐπειδὴ τὸ περὶ τοῦ χρόνου καὶ αἰῶνος ζήτημα περιφερόμενον ἐν πολλοῖς δοκεῖ, ἀδιάκριτον μέντοι γε μέχρι τοῦ νῦν καὶ οὐδέ πω τυχὸν τῆς ἀρίστης διασκέψεως, ἔγωγέ τοι ὑποτυπωτικῶς νῦν περὶ αὐτῶν διαλήψο‐ μαι· ἄρξομαι δ’ ἀπὸ τοῦ αἰῶνος, ἵν’ ὡς ἀπὸ τοῦ παραδείγματος καὶ ἡ206
110‘Εἰκὼν‘ ἐκείνου, ἥτις ἐστὶν ὁ χρόνος, σαφῶς διερμηνευθήσεται. Ἔστι τοίνυν ὁ αἰὼν οὐχ ὁ νοητὸς κόσμος, ὥς τινες οἴονται· αἰώνιος γὰρ οὗτος, τὸ δ’ αἰώνιον κατὰ μετοχὴν αἰῶνος αἰώνιον λέγεται, ὥστε ἄλλο ἐκεῖνος παρὰ τὸν αἰῶνα. ἀλλ’ οὐδὲ ἡ τούτου στάσις καὶ ἔμμονος διαγωγὴ αἰών, κατὰ γὰρ τὸν αἰῶνα ἡ στάσις, οὐκ αὐτὴ αἰών. τί ποτ’ οὖν ὁ αἰών;
115ἀλλ’ οὐ δύναμαι οὕτως εἰπεῖν ἐξ ὀνόματος· ἀνάσχοισθε δέ μου βραχύ τι τὸν λόγον πλατύνοντος, ἵν’ ἐκεῖθεν ὑμῖν τὸ ποθούμενον γνωρισθείη. ὁ νοητὸς κόσμος ἐστὶ καὶ ἓν καὶ πολλά, ἀλλ’ ἓν μὲν κατὰ τὴν ἑαυτοῦ φύσιν, πολλὰ δὲ κατὰ τὴν ἡμετέραν νόησιν, ἀμερὴς γάρ ἐστι καὶ πολυδύναμος. εἴ τις οὖν αὐτὸν ἐννοήσειεν ὡς οὐσίαν τινὰ ἔχουσαν ζωὴν καὶ ταὐτότητα,
120κίνησίν τε καὶ στάσιν, τὴν μὲν κατὰ τὸ ζωτικὸν εἶδος, τὴν δὲ κατὰ τὸ ἀνεξάλλακτον τοῦ ταὐτοῦ, ταὐτότητά τε καὶ ἑτερότητα, τὴν μὲν κατὰ τὴν οἰκείαν ὁμοιομέρειαν, τὴν δὲ κατὰ τὸ μηδενὶ ἑτέρῳ προσεοικέναι, εἶτα τὰ πολλὰ ταῦτα συστείλας καὶ τὰς δυνάμεις εἰς τὴν οὐσίαν συγκλείσας, ὡς ἓν πάντα ἐθεάσατο, αἰῶνα εἶδεν. ἔστι γὰρ αἰών, ὡς ἐν τύπῳ ὁρίσασθαι, ἡ
125ἐλλαμπομένη ἀπὸ τοῦ νοητοῦ κόσμου ἀμερὴς ταὐτότης καὶ ἀμετάβλητος, ἧς οὐδὲν οὔτε παρῳχηκός ἐστιν οὔτε μέλλον, ἀλλ’ ἐν τῷ νῦν συνουσιωμένον αὐτῇ τὸ πᾶν πέφυκεν. ὃ γοῦν μήτε παρῴχηκε μήτε ἔσται, ἀλλ’ ἔστιν ἀεί, τοῦτο αἰών, ἀπὸ τοῦ ἀεὶ ἐν τῷ ὂν εἶναι λαβὼν τοὔνομα. Τοιαῦτα μὲν οὖν τὰ μέχρις οὐρανοῦ, αἰώνιοι γὰρ αὐτῶν καὶ αἱ οὐσίαι
130καὶ αἱ ἐνέργειαι· ἀλλ’ οὐκ ἔδει τὰ κρείττονα τῶν γενῶν ἔσχατα εἶναι. διὰ ταῦτα τὰ ὑπὸ σελήνην παρήχθη, αἰθέρες, ἀστέρες, γῆ, θάλασσα, ζῷά τε καὶ φυτά· τούτων γὰρ ἁπάντων οὔτε ἡ οὐσία τὸ ταὐτὸν ἔχει οὔθ’ ἡ ἐνέργεια, ὑπὸ γένεσιν γὰρ σύμπαντα καὶ μεταβολήν. καὶ ὥσπερ τοῖς ἀκινήτοις ὁ αἰὼν συνυφίσταται, οὕτω τοῖς κινουμένοις ὁ χρόνος, ῥέων
135ἀεὶ καὶ τούτοις συμπερικινούμενος καὶ μετρῶν ἀεὶ τὴν τούτων κίνησιν, ὃς δὴ ὥσπερ τοῦ αἰῶνος ἐφιέμενος τρέχει μέν, ἵνα πρὸς ἐκεῖνον φθάσῃ καὶ σταίη κινηθείς, ἀνήνυτον δὲ μόχθον μοχθεῖ· τούτου τὸ μὲν παρῴχηκε, τὸ δὲ μέλλει, τὸ δὲ ἑστὼς οὐδαμοῦ. ἀλλ’ ἐπειδὴ δύο τινῶν ἐμνημονεύσαμεν, ἑστώτων κατὰ οὐσίαν καὶ ἐνέργειαν, ὁποῖα δὴ τυγχάνει τὰ νοητά, καὶ
140κινουμένων κατ’ αὐτὰ ταῦτα, οὐδὲν δὲ τῶν ὄντων κενόν, ἀλλ’ ἐν πᾶσι τοῖς
ἐναντίοις συνδέσεις εἰσὶ καὶ μεσότητες, τίνα δὴ τούτων μέσα πέφυκεν, ἵνα τὸ μὲν αὐτῶν αἰώνιον εἴη, τὸ δὲ ἔγχρονον; ἔστι τοίνυν οὐρανὸς καὶ τὰ μέχρι σελήνης· τούτων γὰρ ἡ μὲν οὐσία αἰώνιος (οὔτε γὰρ φθίνει οὔτ’ αὐξά‐ νει οὔτ’ ἀλλοιοῦται ἢ μεταβάλλεται)· χρονικὴ δὲ ἡ ἐνέργεια, κινουμένου207
145γὰρ τοῦ σύμπαντος κόσμου τὸ μέν τι αὐτοῦ ὑπερκύπτει τοῦ ὁρίζοντος, τὸ δὲ μεσουρανεῖ καὶ ἄλλο πρὸς δυσμὰς ἥκει καὶ ἕτερον ὑπὸ γῆν φέρεται. Τοιοῦτόν ἐστι καὶ ἡ ἐν σώματι ψυχή· καὶ γὰρ καὶ ταύτης ἡ μὲν οὐσία ἀίδιος, ἡ δὲ ἐνέργεια χρόνῳ μετρεῖται· οὐ γὰρ ἀθρόως ὁρᾷ τὰ ζητούμενα, ἀλλὰ τέλος προτίθεται καὶ ἀρχὰς προβάλλεται καὶ ἀπὸ τούτων ἐπ’ ἐκεῖνο

53

(150)

χωρεῖ. περὶ δὲ τῆς ἀπολυομένης ἀπὸ τοῦ σώματος οὐδὲν τέως ἂν εἴποιμι, μέχρις ἂν τὰ τοῦ Χαλκιδέως Ἰαμβλίχου πρὸς τὰ τοῦ Διονυσίου συναγαγὼν καὶ πρὸς τὴν λοιπὴν ἱερολογίαν ἀντεξετάσας, εὕροιμι εἰ καλῶς διατετύπω‐ ται. εἰ μὲν οὖν ἕτερός τις ἔχοι τι κρεῖττον ὑμῖν τούτων εἰπεῖν ὧν αὐτὸς εἴρηκα, ἐκείνῳ προσθήσεσθε. ἕως δ’ ἂν οὗτος ἐν τῷ ἀφανεῖ πέφυκε καὶ
155τὸ τῆς ἰσημερίας περιέχῃ κλίμα, ὥσπερ που πάλαι τὸν Ὠάνην, ὃς δὴ ἐκεῖθεν εἰς Αἴγυπτον παρεγένετο, ἰχθύος ἠμφιεσμένος δοράν, τούτοις ἐμμένετε.

54

(1t)

Ἐκ τοῦ αὐτοῦ λόγου, εἰς τὸ ‘τοῦ δέ, νῦν ἐγὼ ψεύδομαι, δὸς τὸ ἕτερον‘
2Πρὸς τὸν εἰρηκότα τὸ διλήμματον ἐκεῖνο, μᾶλλον δὲ ἀσεβές τι πρόβλημα,
τὸ ‘ὄντα γεγέννηκεν ὁ πατὴρ τὸν υἱὸν ἢ μὴ ὄντα;‘ διαγωνιζόμενος ὁ μέγας οὗτος πατὴρ μετὰ τὴν περὶ τοῦ χρόνου ἀντίθεσιν, ἣν ἡμεῖς ἐν208
5ἑτέρῳ λόγῳ διεξωδεύσαμεν ὡς ἱκανὸν ἦν καὶ ἐξωμαλίσαμεν, καὶ ταύτην προτείνει τὴν πρότασιν, ἥτις ἐφ’ ἑκάτερα ψεύδους καὶ ἀληθείας κειμένη, ἀληθεύει μὲν ἐν οἷς ψεύδεται, ψεύδεται δὲ ἐν οἷς ἀληθεύειν δοκεῖ. τίθησι δὲ ταύτην οὕτως ἡ θεολόγος γλῶσσα· ‘τοῦ δέ, νῦν ἐγὼ ψεύδομαι, δὸς τὸ ἕτερον, ἢ ἀληθεύεσθαι μόνον ἢ ψεύδεσθαι· οὐ γὰρ ἀμφότερα δώσομεν.
10ἀλλ’ οὐκ ἐνδέχεται· ἢ γὰρ ψευδόμενος ἀληθεύσει, ἢ ἀληθεύων ψεύσεται· πᾶσα ἀνάγκη‘. εἶτα, ὥσπερ ἑλὼν τὸν ἀντίδοξον, ἐπάγει ταῦτα· ‘τί οὖν θαυμαστόν, ὥσπερ ἐνταῦθα συμβαίνει τὰ ἐναντία, οὕτως ἐκεῖσε τὰ ἀμφότερα ψεύδεσθαι; καὶ οὕτω σοι τὸ σοφὸν ἠλίθιον ἀναφανήσεται‘. Ἀλλὰ πρὶν ἢ τὴν δοκοῦσαν ἐνταῦθα διερμηνεῦσαι ἀντίφασιν, αὐτὴν τὴν
15αἰτίαν ἀνακαλύψωμεν, δι’ ἣν καὶ τὸ περὶ τοῦ χρόνου ζήτημα καὶ τὸ περὶ τοῦ ‘νῦν ἐγὼ ψεύδομαι‘ προσεξευρέθησαν τῷ πατρὶ καὶ μετὰ λογικῆς ἐντρεχείας τῷ ἀντιδοξοῦντι προσήχθησαν. ἀξιώματά τινα λεγόμενα παρ’ ἑκάσταις ἐπιστήμαις εἰσί, τὰ δὲ καὶ κοινὰ πάσαις εὑρίσκεται. τὸ μὲν γὰρ εἶναι ‘τὰ ἐναντία τῶν ἐναντίων ἰάματα‘ ἰατρικὸν ἀξίωμα πέφυκε· τὸ
20δὲ ‘μηδὲν ἐκ τοῦ μηδενὸς γίνεσθαι‘ φυσικόν· τὸ δὲ ‘πάντα τοῦ ἑνὸς ἠρτῆσθαι‘ λογικόν· τὸ δὲ ‘τὰς ἀπὸ τοῦ κέντρου εὐθείας ἴσας εἶναι‘ γεωμετρικόν· τὸ δ’ ‘ἐπὶ παντὸς πράγματος ἢ τὴν κατάφασιν ἀληθεύειν ἢ τὴν ἀπόφασιν‘ ἔστι μὲν ὡς ἐγγὺς εἰπεῖν διαλεκτικόν, τείνει δὲ κατὰ πάσης ἐπιστήμης καὶ τέχνης. ἔστι δὲ ἡ τῶν τοιούτων μάχη προτάσεων, καταφά‐
25σεών φημι καὶ ἀποφάσεων, ἀντίφασις ὠνομασμένη παρὰ τῷ φιλοσόφῳ, ἣν δὴ ἐκεῖνος ἐν τῷ Περὶ ἑρμηνείας συντάγματι πολλοῖς καὶ καλοῖς κανόσι καὶ προσδιορισμοῖς κατεποίκιλε. δεῖ γὰρ εἶναι ἐν ἑκατέρᾳ τῶν προτάσεων τὸν αὐτὸν κατηγορούμενον καὶ τὸν αὐτὸν ὑποκείμενον, συνώνυμά τε πάντα ἐν ἑκατέραις, ἀλλὰ μὴ ὁμώνυμα. ἀξιώματα δὲ ταῦτα
30ἐλέχθησαν ὡς ἀφ’ ἑαυτῶν ἀληθῆ καὶ πιστὰ καὶ οὐκ ἐπιδεᾶ ἑτέρας κατασκευῆς. οὕτω γοῦν καὶ ἡμεῖς τοὺς ἐντίμους ἄνδρας καὶ μεγαλοπρεπεῖς ἀξιωματικοὺς λέγομεν, καὶ ἡ τραγῳδία δὲ ταύτην τὴν κλῆσιν ἐπίσταται· ‘τὸ‘ γὰρ ‘ἀξίωμα‘ φησί ‘τὸ σόν, κἂν κακῶς λέγῃ, πείσει‘. τοιούτου τοίνυν ὄντος τοῦ λεγομένου ἀξιώματος, Ἀρειανίζων τις ἀνὴρ ἢ τὰ Εὐνομίου
35φρονῶν, τὴν ἀντίφασιν ταύτην ὡς ἀξίωμα ἑαυτῷ προβαλλόμενος, ᾤετο ἐντεῦθεν τὴν τοῦ υἱοῦ ἀθετεῖν γέννησιν, καὶ [ἐν] προβλήματος εἴδει ἑκατέρας τὰς προτάσεις συμπλέξας, τήν τε καταφατικὴν καὶ τὴν ἀπο‐
φατικήν, ἠρώτα ὅπως γεγέννηκεν ὁ πατὴρ τὸν υἱόν, ἵνα, εἰ μὲν ὄντα τις φαίη, καταγελῷτο ἀτόπῳ περιπεσών, εἰ δὲ μὴ ὄντα, αὐτόθεν ἐλέγχοιτο·209
40τὸ γὰρ μὴ ὄν, διὰ δὲ γεννήσεως τοῦ εἶναι μετεσχηκός, μετ’ αἰῶνα ἢ χρόνον ἐγένετο, ὡς ἐντεῦθεν συνάγεσθαι—ἀλλὰ μὴ ἐγὼ φαίην τὸ βλάσφημον—μὴ εἶναι ποτὲ τὸν υἱόν. Ὁ τοίνυν πατήρ, καίτοι δυνάμενος τὴν ἑτέραν εἰπεῖν τῶν προτάσεων καὶ ὁμολογῆσαι τὸ ‘ὄντα γεγέννηκεν‘ καὶ φυσικῶς τοῦτο καὶ θεολογικῶς
45συστῆσαι, τοῦτο μὲν τέως οὐ ποιεῖ, καταστέλλει δὲ ταῖς λογικαῖς μεθόδοις ἐπαιρόμενον τὸν ἀντίδοξον καὶ δείκνυσι σαθρὸν τῆς ἀντιφάσεως τὸ ἀξίωμα· καὶ ἀντιπλέκει πρὸς τοῦτον προβλήματα, ἐν οἷς τὰ ἐναντία συμβαίνειν δοκεῖ. ταῦτα δὲ οὐκ αὐτὸς πρῶτος ἐπλάσατο, ἀλλ’ ὁ τῆς Ἀφροδισιάδος Ἀλέξανδρος, οὐκ οἶδα μὲν εἰ κἀκεῖνος ἑτέρωθεν εἰληφώς,

54

(50)

τέως δὲ πολλὰ τοιαῦτα ἐν τοῖς λογικοῖς ζητήμασι συμφορήσας, διαλύειν πειρᾶται· ἐν οἷς ἐστι καὶ ὁ σωρείτης παρασυλλογισμὸς καὶ ὁ κερατίνης καὶ ἕτερα ἄττα ἄτοπα τοῖς ὀνόμασιν, ὁποῖόν ἐστι καὶ τοῦτο τὸ ἄπορον, μονονουχὶ οὕτω λέγοντος τοῦ πατρός, ὡς, εἴ γε πάντα, ὦ διαλεκτικὲ σύ, ὑπὸ τὴν σὴν κατακλείεις ἀντίφασιν καὶ περὶ τὴν ἑτέραν τῶν προτάσεων
55τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ὁρᾷς, καὶ εἰ μὲν ἡ κατάφασις ψεύδοιτο, ἀληθίζε‐ σθαι φῂς τὴν ἀπόφασιν, εἰ δ’ ἐκείνη φωραθείη τὸ ψεῦδος ἔχουσα, ταύτην ἀληθεύειν κατὰ πᾶσαν ἀνάγκην—εἰ οὕτως οἴει καὶ οὐδέν ἐστι τὸ διελέγχον τὴν ἀντιφατικὴν δύναμιν ὡς ἀξιωματικὴν καὶ αὐτόπιστον, τοῦ ‘νῦν ἐγὼ ψεύδομαι‘ ὡς προτάσεως λογιζομένου, εἰ δύνῃ δὸς τὸ ἕτερον ἢ
60ἀληθεύεσθαι ἢ ψεύδεσθαι. ὡς γὰρ αὐτὸς ἂν φαίης καὶ ἡ σὴ διαλεκτική, ἧς παρακούων ἀκούειν δοκεῖς, οὐκ ἀμφότερα δώσομεν, ὥστε τὰς δύο προτάσεις, τήν τε καταφατικὴν καὶ τὴν ἀποφατικήν, ἢ ἀληθεύεσθαι κατὰ ταὐτὸ ἢ ψεύδεσθαι. ἀλλ’ ὅρα ἐπὶ τοῦ προκειμένου προβλήματος, ὡς οὐκ ἐνδέχεται τὴν μὲν ἑτέραν ἀληθεύειν πρότασιν, τὴν δὲ ἑτέραν ψεύδεσθαι,
65ἀλλὰ κἀκείνην καὶ ταύτην ἀληθῆ κατὰ ταὐτὸ τυγχάνειν καὶ ψευδῆ. ἔστι δὲ τὸ νόημα δυσπόριστον τῇ ἐννοίᾳ· ὡς γὰρ μὴ ὄντος ἐν αὐτῷ ἐρείσματος διολισθαίνει πως ἡ διάνοια, ἀλλ’ ἡμεῖς τῇ τοῦ λόγου καταδιελόντες τομῇ τὰ ἀντίθετα ταῦτα τμήματα, εὐξύμβλητα πρὸς τὸν ἡμέτερον ποιήσομεν νοῦν.
70 Θῶμεν γὰρ εἰρηκέναι τινὰ οὕτως· ‘ἐγὼ νῦν ψεύδομαι‘, οὐκ ἐφ’ ἑτέρῳ λόγῳ προηγησαμένῳ τοῦτο ἐπενεγκόντα, ἀλλ’ αὐτὸ πρῶτον εἰρηκότα, ‘ἐγὼ νῦν ψεύδομαι‘. σκοπήσωμεν οὖν εἰ χώραν ἐνταῦθα ἔχει τῆς ἀντιφά‐ σεως τὸ ἀξίωμα. ἆρα γὰρ μόνως ἠλήθευσεν ἢ μόνως ἐψεύσατο; εἰ μὲν γὰρ οὕτως εὑρεθείη, ἀδιάπτωτος ἡ ἀντίφασις· εἰ δὲ ἐν ταὐτῷ τὰ ἐναντία,
75πῶς οὐ διαπεσεῖται; ‘νῦν‘ φησίν ‘ἐγὼ ψεύδομαι‘· πότερον ἀληθής ἐστιν
ὁ λόγος ἢ ψευδής; ἀλλ’ εἰ μὲν εἴπῃς ὅτι ἀληθής, ἕπεται ὅτι καὶ ψευδής· αὐτὸς γὰρ ἑαυτῷ τίθεται ὅτι ψεύδεται. ἀλλὰ φήσεις ὅτι ψευδής; ἀλλὰ μὴν καὶ ἀληθεύων φαίνεται, αὐτὸ γὰρ τὸ ψεῦδος ὁμολογῶν ὅτι ψεῦδός ἐστιν ἀληθεύει. καὶ κατὰ πᾶσαν ἀνάγκην τῷ μὲν ψευδεῖ τὸ ἀληθὲς210
80ἕπεται, τῷ δὲ ἀληθεῖ τὸ ψευδές· οἷον γὰρ ἂν μέρος λάβῃς τῆς ἀντιφάσεως, προσείληφας καὶ τὸ ἕτερον. ψεύδεται, φησίν, εἰρηκὼς ὅτι ψεύδομαι, τοῦτο ἡ κατάφασις· ἀλλὰ καὶ οὐ ψεύδεται εἰπὼν ὅτι ψεύδομαι, τοῦτο ἡ ἀπόφασις. καὶ αὖθις οὐ ψεύδεται, φησί, τὸ ψεῦδος ὁμολογήσας, τοῦτο ἡ ἀπόφασις, ἀλλὰ καὶ ψεύδεται εἰρηκὼς ὅτι ψεύδομαι, τοῦτο ἡ κατάφασις.
85ὁρᾷς ὅπως κατὰ ταὐτὸ τὰ ἐναντία συμπέπτωκεν; Ἐπεὶ οὖν ὁ κατασκευάζων πρὸς τὸν ἀνασκευάζοντα, καὶ τοῖς ἄλλοις διαφέρων, τούτῳ καὶ μάλιστα διενήνοχεν, ὅτι ὁ μὲν κατασκευάζων διὰ πάσης ὀφείλει ἰέναι τῆς ἀποδείξεως, καὶ μάλιστα εἰ λέγοι ἐπακτικῶς τε καὶ παραδειγματικῶς—κἂν γὰρ ἐν χιλίοις τὸν λόγον πιστώσῃ παραδείγ‐
90μασι, παρὰ δὲ μόνον ἓν ἀτυχήσειεν, οὐκ ἔχει αὐτῷ ὁ λόγος ἕδραν ἢ ὑποστήριγμα—, τῷ δὲ ἀνασκευάζοντι ἓν ἀρκεῖ πρὸς ἀνασκευήν, δεικνύον μὴ οὕτως ἔχειν ὡς ὁ κατασκευάζων φησίν—ἐπεὶ οὖν ὁ μὲν Ἀρειανὸς ἢ Εὐνομιανὸς κατασκευάζοντος ἔχει λόγον, ὅτι κατὰ παντὸς ἢ ἡ κατάφασις ἀληθεύει ἢ ἡ ἀπόφασις, ὁ δὲ πατὴρ ἀνασκευάζοντος τὸ αὐτὸ τοῦτο, κἂν
95οἱ μὲν διὰ πολλῶν παραδειγμάτων τὸν λόγον δοκῶσι πιστοῦσθαι, ὁ δὲ ἑνί τῳ διαπεπτωκότα πεφώρακε, κατ’ ἐκείνων οὗτος τὰ νικητήρια λήψεται. ὅθεν ὡς καὶ εἰληφὼς ταῦτα ἐπάγει ὅτι ‘τί θαυμαστὸν εἰ, ὥσπερ ἐνταῦθα τὰ ἐναντία συμβέβηκεν‘, ὡς εὑρίσκεσθαι ἀμφοτέρας τὰς προτάσεις ἐν μέρει ψευδεῖς καὶ ἐν μέρει ἀληθεῖς, ‘οὕτω‘ δὴ καὶ ἐπὶ τοῦ σοῦ προβλήματος

54

(100)

‘ἀμφότερα‘ τὰ διῃρημένα ‘ψεύδεσθαι‘; ἠρώτηκας εἰ ὄντα τὸν υἱὸν ὁ πατὴρ γεγέννηκεν ἢ οὐκ ὄντα, ἐγὼ δὲ ἀποκρινοῦμαί σοι ὅτι οὔτε ὄντα γεγέννηκεν οὔτε οὐκ ὄντα. καὶ οὐκ, ἐπειδὴ εἶπον ὅτι οὐκ ὄντα γεγέννηκε, τὸ ὄντα σὺ λήψῃ ὡς ὁμολογούμενον· ἀμφότεραι γὰρ αἱ προτάσεις ψευδεῖς, ὡς ἐπὶ τοῖς ῥηθεῖσι παραδείγμασι συμβαίνει ἑκάτερα τὰ ἠρωτημένα
105ἐνιαχοῦ μὲν συναληθεύειν, ἐνιαχοῦ δὲ συμψεύδεσθαι, ὥσπερ ἐνταῦθα, ἐπ’ ἐνίων δὲ καὶ συναληθεύειν καὶ συμψεύδεσθαι. Ἐγὼ δὲ ἄγαμαι τοῦτον τὸν ἄνδρα οὐκ ἐφ’ οἷς οὕτω διέλυσε τὴν ἀτοπίαν τοῦ ἐρωτήματος, ἀλλ’ ὅπως ἀπέριττός ἐστι τὴν σοφίαν καὶ οὐ πάντα πᾶσι συμφύρει, ἀλλὰ φυσικῶς μὲν πρὸς τὸν φυσικὸν ἀπαντᾷ, διαλεκτικῶς δὲ
110πρὸς τὸν διαλεκτικὸν καὶ πρὸς τὸν θεολογοῦντα θεολογικῶς· καὶ ἐξὸν τὸ αὐτὸ πρόβλημα, λογικὸν ἴσως τυγχάνον, καὶ διαλεκτικῶς ἀνασκευάσαι
καὶ φυσικῶς καὶ θεολογικῶς καὶ κατὰ τὰς ἄλλας ἐπιστήμας, ὁ δὲ ἀπὸ τῆς διαλεκτικῆς καὶ μόνης ὁρμᾷ καὶ οὐχ ‘ὑπερβάθμιον τείνει πόδα‘, ἀλλ’ ἐν ᾗ μᾶλλον ὁ ἀντιδοξῶν ἰσχύει, ἀπὸ ταύτης τοῦτον κατὰ κράτος αἱρεῖ. τοῦτο211
115καὶ Ἀριστοτέλης ποιῶν φαίνεται, καὶ πρὸς τοὺς λέγοντας φυσικοὺς ἓν τὸ ὂν καὶ ἀκίνητον οὐκ ἀποκρίνεται τέως· ἀναιροῦσι, γάρ φησι, κίνησιν, ὅθεν οὐδὲ φυσικοί. δεῖ γὰρ τὸν μὲν γεωμετρικὸν γεωμετρικῶς ἑλεῖν, ἀλλ’ οὐκ ἀριθμητικῶς, καὶ τὸν μουσικὸν μουσικῶς, ἀλλὰ μὴ ὀπτικῶς· ἐν οἷς δὲ δεῖ ἐπεξηγεῖσθαι ῥῆσίν τινα προκειμένην, πειρᾶσθαι καὶ ἠθικὰς
120ἐπάγειν πίστεις καὶ φυσικὰς καὶ θεολογικάς. οὕτω καὶ Πρόκλος ποιεῖ τὸν Τίμαιον ἐξηγούμενος· ὁ μὲν γὰρ Πορφύριος εἰς τὰ ἠθικὰ μόνα καθήκοντα τὸν λόγον ἐλᾷ, Ἰάμβλιχος δὲ θεολογικῶς μόνον ἐφερμηνεύει τὸ προτεθέν, ἀλλ’ ὁ μὲν Πρόκλος παντοδαπὸς ταῖς ἐξηγήσεσι γίνεται. Ἐφ’ ᾧ δὲ ταῦτα τὰ πολλὰ συναγήοχα; ὅτι δυνατὸν καὶ ὄντα εἰπεῖν
125γεγεννηκέναι τὸν πατέρα τὸν υἱόν, καὶ νενικηκέναι. ὁ ἥλιος τὴν ἀκτῖνα γεννᾷ κἀκείνη τὴν λαμπηδόνα· ἆρ’ οὖν μὴ οὖσαν γεννᾷ ἢ οὗτος ταύτην ἢ αὕτη ἐκείνην; καὶ τίς τῶν πώποτε ἀκτίνων ἄτερ εἶδε τὸν ἥλιον ἢ τὴν ἀκτῖνα μαρμαρυγῆς; ὁρᾷς ὅτι γεννῶσι καὶ ὄντα γεννῶσιν. οὐ γὰρ ὥσπερ ἐπὶ τῶν σωματικῶν, οὕτως ἔχει καὶ ἐπὶ τῶν [θειο]τέρων. ἡμεῖς μὲν γὰρ
130οὐκ ὄντες εἶτα δὴ γεγεννήμεθα· εἰ οὖν ἐπὶ τῶν σωματικῶν οὕτως, λείπεται ἐπὶ τῶν ἀσωμάτων ἑτέρως εἶναι· εἰ δὲ ἐπὶ τῶν σωματικῶν μέν, θειοτέρων δέ, αὐτὸ τοῦτο εὑρίσκεται, πολλῷ μᾶλλον ἐπὶ τῶν ἀσωμάτων, ἐν οἷς τὰ αἰτιατὰ καὶ πρόεισιν ἀπὸ τῶν αἰτίων καὶ ἐν αὐτοῖς εἰσι καὶ ἐπιστρέφει πρὸς αὐτά. ἆρ’ οὖν οὐ δοκεῖ ἐναντίον τὸ εἶναι τῷ ἐπιστρέφειν; ἀλλ’ ὅμως
135καὶ προΐασι καὶ ἐπιστρέφουσι καὶ τοῦ παρ’ ἐκείνοις εἶναι οὐκ ἀπολιμπάνον‐ ται, καὶ τὰς ἀποδείξεις ὁ Πρόκλος σαφεῖς δέδωκε. καθολικῷ δὲ λόγῳ οὐκ ἀπὸ τῶν αἰτίων τὰ αἰτιατὰ γίγνονται. εἴ τις οὖν ἔροιτό με· πρὸς θεοῦ, ὦ βέλτιστε, τὰ αἴτια ὄντα γεννῶσι τὰ αἰτιατὰ ἢ οὐκ ὄντα; οὐ φοβηθήσομαι τὸ ἄτοπον, ἀλλ’ ἀποκρινοῦμαι ὅτι ὄντα. κἂν ἐκεῖνος ‘ἐπικαγχάσῃ μάλα
140σαρδόνιον‘, αὐτὸς νεμεσήσω καὶ ἀντιμυκτηρίσομαι, ὡς δὲ φιλόσοφος προσβιβάσω αὐτὸν τῷ λόγῳ ὡς ἀληθεῖ, εἰπών· ὦ ’γαθέ, τὸ αἴτιον αὐτὸ τοῦτο ὃ λέγεται πρὸς ἄλλο λέγεται, αἰτιατοῦ γὰρ αἴτιον· τὰ δὲ πρὸς ἄλλο λεγόμενα ἄσχιστα ἀπ’ ἀλλήλων εἰσίν. εἰ οὖν μὴ ὂν τὸ αἰτιατὸν γεγέννηκε τὸ αἴτιον, ἦν αἴτιον ἄνευ αἰτιατοῦ. ὁρᾷς ὡς αὐτὸς ἀτόπῳ μᾶλλον περιπέ‐
145πτωκας ἢ ἐγώ; ἴσθι οὖν ὡς τὸ γεννᾶν τὸ ὂν παρὰ τοῖς θείοις οὐκ ἀπηγό‐
ρευται. Ἐμὰ ἴσως ταῦτα ληρήματα, ὁ δὲ πατὴρ οὐχ οὕτως, ἀλλ’ ἑτέρως καὶ ὡς εἴρηκα. οὐ τὸ εἰρημένον τοίνυν παρ’ ἐκείνῳ, ἀλλὰ καὶ τὸ σεσιωπη‐ μένον τῆς ἐμῆς περιττολογίας κρεῖττον καθέστηκεν.212

55

(1t)

[οʹ.] Ἐκ τοῦ αὐτοῦ λόγου, εἰς τὸ ‘ἓν ἔτι μοι λῦσον τῶν αἰνιγμάτων‘
2 Οὕτω μέν φησι πρὸς τὸν ἀντίδοξον ὁ πατήρ· σὺ δὲ αἰνίγματα οἴου τὰ τοιουτότροπα τῶν προβλημάτων, ὁποῖα δὴ περὶ τοῦ χρόνου τοῖς παλαιοῖς εἴρηται καὶ τῆς τοῦ ‘ἐγὼ νῦν ψεύδομαι‘ προτάσεως, καὶ ὁπόσα ἑκατέρωθεν
5δοκεῖ ἔχειν τὸ ἄπορον· τοιαῦτα γὰρ ἐχρησμῴδει καὶ ὁ Πυθοῖ χρησμῳδὸς λοξὰ πάντα καὶ ἀσαφῆ, ἀφ’ οὗ δὴ καὶ τὴν τοῦ Λοξίου ἔσχε προσωνυμίαν. ὁποῖον δὲ τοῦτο τὸ αἴνιγμα; ‘σεαυτῷ δέ‘ φησί ‘γεννωμένῳ παρῆς; πάρει δὲ νῦν; ἢ οὐδέτερον;‘ ἀλλὰ πρὶν ἢ καὶ τὸ πρόβλημα διασαφῆσαι καὶ τοῦ ἀπόρου διατρανῶσαι τὴν δύναμιν, ἐροῦμεν πρὸς ποῖον δὴ τοῦ ἀντιδοξάζον‐
10τος ἀπόρημα τοῦτο ἀντηπορήθη τὸ πρόβλημα. Φημὶ τοίνυν ὡς ἀθετῶν ὁ Ἄρειος ἢ καὶ Εὐνόμιος τὸ συναΐδιον εἶναι τῷ πατρὶ τὸν υἱὸν ἐν σχήματι διαπορήσεως τοιοῦτον προσῆγε πρόβλημα· ὁ υἱὸς ἑαυτῷ γεννωμένῳ παρῆν ἢ οὐ παρῆν; κρημνοὶ γὰρ ἑκατέρωθεν τῷ διλημμάτῳ τούτῳ διερρώγασιν. εἰ μὲν γὰρ ἐροῦμεν ὅτι παρῆν, ὁμοῦ τε
15πολλαπλασιάζομεν τὴν ἐκείνου ἁπλότητα καὶ παρεισάγομεν εἶναί τε τὸν αὐτὸν ἅμα καὶ γεγεννῆσθαι. εἰ δὲ φῶμεν μὴ παρεῖναι, οὐδὲν μὲν ἧττον καὶ τὸ ἀσύνθετον τούτου νοθεύομεν, ἔτι δὲ μᾶλλον καὶ ἐξ οὐκ ὄντων τοῦτον παράγομεν· ὁ γὰρ μὴ ἑαυτῷ παρὼν γεννωμένῳ οὐδαμῇ ἐστιν οὐδαμοῦ, τὸ δὲ μηδαμῇ μηδαμῶς οὐκ ὄν· ὃ δὲ μὴ ὂν πρὶν ὕστερον γέγονεν ἐξ οὐκ
20ὄντων τὴν γέννησιν εἴληφεν· ἦν ἄρα ὅτε οὐκ ἦν ὁ υἱός. Πρὸς γοῦν τὴν τοιαύτην διαπόρησιν ἀντερωτῶν ὁ πατὴρ πρὸς τὸν
διαπορησάμενον ἀποφαίνεται ὅτι ἄτοπος ἡ ἐρώτησις καὶ οὐκ ἄπορος ἡ ἀπάντησις. ἀμφότεραι γὰρ αἱ προτάσεις ψευδεῖς, καὶ οὐκ ἄτοπον ἀεὶ τὴν ἀντίφασιν παρὰ μέρος ἀληθεύειν καὶ ψεύδεσθαι, ἀλλ’ ἔστιν οὗ ἢ συμψεύ‐213
25δονται αἱ προτάσεις ἢ ἀληθεύουσι, παρ’ αἷς καὶ κενολογεῖται τὸ τῆς ἀντιφάσεως ὄνομα· ἀντίφασις γάρ ἐστι κατὰ τὸν φιλόσοφον μάχη ψεύδους καὶ ἀληθείας. διὰ τοῦτο τὸ αἰνίγματι ἐοικὸς τουτὶ πρόβλημα τῷ πατρὶ προσεπλάσθη ἑκατέρωθεν συμψευδόμενον· ‘σεαυτῷ‘ γάρ φησι ‘γεννωμένῳ παρῆς; πάρει δὲ νῦν; ἢ οὐδέτερον;‘ τὸ γὰρ σόν, φησίν,
30ἐρώτημα μονονουχὶ λέγων τῇ σῇ προσάπτω γενέσει. ἅμα γὰρ ὁπότε τῶν μητρικῶν ἀπελύου ὠδίνων παρῆς σαυτῷ ἐκεῖθεν ἐξολισθαίνοντι; πάρει δὲ καὶ νῦν ἡβῶντι ἢ γενειάσκοντι; ἢ οὐδέτερον, τουτέστι, μήτε παρῆς γεννωμένῳ μήτε νῦν πάρει ἀνθοῦντι τὸν ἴουλον; σὺ δέ μοι διὰ τοῦ ‘παρῆσ‘ καὶ ‘πάρει‘ ἢ ‘οὐδέτερον‘ τὰς τῶν προτάσεων νόει ποιότητας. τὰ μὲν γὰρ
35πρῶτα ἀντὶ καταφάσεων εἴληπται, τὸ δὲ ‘οὐδέτερον‘ ὡς δύο ἀποφάσεις νοούμενον· πρὸς μὲν γὰρ τὸ ‘παρῆσ‘ τὸ οὐ παρῆς ἀντιθήσεις, πρὸς δὲ τὸ ‘πάρει‘ τὸ οὐ πάρει. εἰ μὲν οὖν δυνατόν, μιᾶς ἐλεγχομένης προτάσεως ὡς ψευδοῦς, τὴν ἑτέραν εὑρίσκεσθαι ἀληθῆ, ταὐτὸ δὴ ἀξιώσεις καὶ ἐπὶ τοῦ προβλήματος, ὃ δὴ ὁ ἀντιδοξῶν κατὰ τῆς ἀιδιότητος προτείνει τοῦ υἱοῦ.
40εἰ δ’ ἀμφότερα τὰ μέρη ψευδῆ ἐλεγχθήσεται, τί κωλύει καὶ τὰ τοῦ ἑτέρου προβλήματα ψευδῆ οἴεσθαι; Γυμνάσωμεν δὲ εἰ δοκεῖ ὅπως ἀμφότερα τὰ μέρη τοῦ προβλήματος ψεύδεται. εἰ μὲν γὰρ ἐρεῖς ὅτι καὶ παρῆς σεαυτῷ γεννωμένῳ καὶ πάρει νῦν ὄντι καὶ καλουμένῳ, ἐρωτηθήσῃ πῶς καὶ τότε παρῆς καὶ νῦν πάρει· ὡς
45ἕτερος ἑτέρῳ ἢ ὡς αὐτὸς ἑαυτῷ; εἰ μὲν τὸ δεύτερον ἐρεῖς, ἄτοπος ἡ ἀπόκρισις· ‘πῶσ‘ γὰρ ‘ὁ εἷς ἄμφω γεγόνατε;‘ εἰ δὲ τὸ πρῶτον, πῶς τὰ δύο ἓν τυγχάνετε; ἀλλ’ ἐφ’ ἑκατέρου ψευδὴς ἡ κατάφασις, ψεύδεται καὶ τὸ παρεῖναι τότε σεαυτῷ καὶ τὸ νῦν; οἴει γοῦν ἀληθεύειν ἐντεῦθεν τὴν ἀπόφασιν, ὅτι οὔτε παρῆς οὔτε νῦν πάρει, διὰ τὸ εἶναί σε ἁπλοῦν καὶ

55

(50)

ἑνιαῖον τὴν φύσιν καὶ μοναδικόν; καὶ πῶς ἁπλοῦς ὁ διαιρούμενος τὴν οὐσίαν καὶ τοῦ σώματος ἢ τῆς ψυχῆς χωριζόμενος; ἐρήσομαι δέ σε καὶ ‘τὴν αἰτίαν τῆσ‘ τοιαύτης ‘διαζεύξεωσ‘. διὰ τί γὰρ ἡ συναφὴ γέγονεν, εἴ γε ἡ διάζευξις ἐπακολουθεῖν ἔμελλεν; εἰ μὲν γὰρ κακὸν τὸ μὴ καθ’ αὑτὰ εἶναι τὰ συνελθόντα, διὰ τί συνελήλυθεν; εἰ δὲ ἀγαθὸν ἡ συνάφεια, διὰ τί
55γέγονεν ἡ διαίρεσις; Ἀλλὰ τοῦτο μὲν ἔξω τοῦ λόγου, ἐπὶ δὲ τὸ πρῶτον ἄνιμεν, ὡς ἔστιν
ἐπ’ ἐνίων τῶν προβλημάτων ἀμφοτέρας τὰς προτάσεις συμψεύδεσθαι. εἰ δὲ ἴσως ἐρεῖς, ὅτι ‘ἀπαιδεύτωσ‘ ἠρωτήκαμεν περὶ τοῦ ἑνὸς προβαλλόμενοι, ‘εἰ πάρεστιν ἑαυτῷ ἢ οὐ‘ πάρεστιν, ἀντεροῦμεν ὡς ‘ἀπαιδευτότερον‘ τὸ214
60σὸν ἐρώτημα καὶ τὸ ὅλως ἐξετάζειν περὶ ‘τοῦ ἀπ’ ἀρχῆς γεγεννημένου εἰ ἦν πρὸ τῆς γεννήσεως ἢ οὐκ ἦν‘. τὸ γὰρ εἰ ἦν πρότερον ἢ γέγονεν ὕστερον τοῖς ὑπὸ χρόνου μετρουμένοις ἁρμόζει· μέρη γὰρ χρόνου τὸ πρότερον καὶ τὸ ὕστερον· ὧν δὲ ὁ χρόνος οὐκ ἐφικνεῖται (εἴποιμι δὲ ὅτι οὐδὲ αἰών, ὃς δὴ τὴν τριτομερῆ οὐκ οἷδε διάστασιν), τούτοις πῶς τὰ
65χρόνου προσάψαις τμήματα; ἀλλὰ ταῦτα μὲν κοινὰ πρός τε τὸν Ἄρειον καὶ τὸν Εὐνόμιον· ἐπεὶ δὲ ἅτερος αὐτῶν ἀποκεχώρηκεν ᾐσχυμμένος καὶ ἡττημένος, μόνος δὲ ὑπολέλειπται ὁ Ἀνόμοιος, ἴδωμεν ὅ τι καὶ φήσειεν ἰδιάζων ἐν τῷ καθ’ ἑαυτὸν δόγματι. ‘Οὐ ταὐτόν, φησί, τὸ ἀγέννητον τῷ γεννητῷ‘, ὥστε οὐδὲ αἱ κατὰ τὰ
70ὀνόματα οὐσίαι λεγόμεναι· ‘οὐ ταὐτὸν ἦν ὁ υἱὸς τῷ πατρί‘, εἴ γε ὁ μὲν γεννητός, ὁ δὲ ἀγέννητος· ὧν γάρ, φησί, τὰ ὀνόματα ἕτερα, τούτων καὶ αἱ φύσεις παρηλλαγμέναι. τοῦτο δὲ περὶ τῶν ὀνομάτων ἀποκληρωτικὸν δόγμα Ἀέτιος παρεισήνεγκεν ὁ Σύρος, ὃς δὴ πρῶτος τὴν τοῦ Ἀνομοίου δόξαν ἐκαινοτόμησεν. ἐλέγχεται δὲ ἀπὸ τῆς Ἀριστοτελικῆς διαιρέσεως·
75τὰ γὰρ πολυώνυμα πολλοῖς μὲν ὀνόμασι λέγεται, οὐ μὴν πρὸς τὴν τῶν ὀνομάτων διῄρηται ἑτερότητα. ἀλλὰ περὶ τούτων οὐ νῦν ὁ λόγος τῷ πατρί, ἀλλ’ αὐτόθεν ἐλέγχει τὴν ἀτοπίαν τῆς δοκούσης ὁμοιώσεως, κατατρέχει δὲ τοῦ λόγου ὡς φανερῶς ‘ἐκβάλλοντος ἢ τὸν πατέρα ἢ τὸν υἱὸν τῆς θεότητος. εἰ‘ μὲν ‘γὰρ τὸ ἀγέννητον οὐσία λεχθείη θεοῦ, τὸ γεννητὸν‘ ὡς
80ἀντικείμενον τῷ ἀγεννήτῳ ‘οὐκ οὐσία‘, καὶ ἀπελήλαται ὁ υἱὸς τῆς θεότη‐ τος. εἰ δὲ τὸ γεννητὸν δώσομεν οὐσίαν θεοῦ, τὸ ἀγέννητον φήσομεν οὐκ οὐσίαν, καὶ πάλιν ἐκβέβληται ὁ πατήρ. ‘ἑλοῦ τοίνυν τῶν ἀσεβειῶν ὁποτέραν βούλει, ὦ καινὲ θεολόγε, εἴπερ ἀσεβεῖν πάντως ἐσπούδακασ‘. ἢ γὰρ τὸ ἀγέννητον οὐσίαν ὁμολογήσας θεοῦ, τὸ γεννητὸν ταύτης ἀπέλασον·
85ἢ τῷ γεννητῷ προσθέμενος, διάγραψαι τὸ ἀγέννητον. οὐ γὰρ διοίσομαι ταύτην ἢ ἐκείνην τῶν ἀσεβειῶν ἑλομένους, ἣν οὐδεὶς τῶν πατέρων ἐκαινοτόμησεν, ἀλλὰ σὺ πρῶτος ἀνέπλασας καὶ καινὸς ἡμῖν θεολόγος κατὰ τοῦτο ἐχρημάτισας. Ἐρωτήσω δέ σε μικρόν· κατὰ τίνα λόγον ‘οὐ ταὐτὸν λέγεις τὸ ἀγέννητον
90τῷ γεννητῷ‘; ὁμώνυμοι γὰρ αἱ φωναί. ἔστι γὰρ ἀγένητον καὶ τὸ ἄκτιστον, καὶ ἀγέννητον τὸ μὴ γεννηθέν, ὣς δὲ καὶ γεννητὸν τὸ γεννηθὲν καὶ γενητὸν τὸ ἐκτισμένον· ὣς δὲ λέγεται ἀγέννητον καὶ ἡ ἀγεννησία καὶ τὸ μὴ γεγεννημένον, ὣς δ[ὲ] καὶ γεννητὸν ἡ γέννησις καὶ τὸ γεγεννημένον, ὥσπερ δὴ καὶ λευκὸν ἡ λευκότης καὶ τὸ λελευκωμένον. τριῶν οὖν ὄντων215
95τῶν σημαινομένων ὑπό τε τοῦ ἀγεννήτου καὶ τοῦ γεννητοῦ, εἰ μὲν ἐπὶ τοῦ ἀκτίστου καὶ κτιστοῦ θεωρεῖς τὰ ὀνόματα, κἀγώ σοι σύμφημι ὡς οὐ ταὐτὸν τὸ ἀγένητον τῷ γενητῷ, τουτέστι τὸ ἄκτιστον τῷ κτιστῷ· εἰ δὲ ἐπὶ τοῦ γεγεννηκότος καὶ γεγεννημένου, ‘οὐκ ὀρθῶσ‘ ἀναιρεῖς τὴν ταὐτότητα· ‘αὕτη‘ γὰρ ‘φύσις γεννήματοσ‘, ὅμοιον εἶναι ἀπαραλλάκτως

55

(100)

‘τῷ γεγεννηκότι‘ τὸ γέννημα. πάλιν, ‘εἰ μὲν‘ τὸ ἀγένητον καὶ τὸ γενητὸν ἐπὶ ‘τῆς ἀγεννησίασ‘ τάττεις ‘καὶ τῆς γεννήσεως, οὐ ταὐτόν‘· εἰ δὲ ἐπὶ τῆς οὐσίας καὶ τῆς φύσεως, ἐν αἷς ἐνθεωροῦνται ἥ τε ἀγεννησία καὶ ἡ γέννησις, ‘πῶς οὐ ταὐτόν;‘ ὅρα γὰρ ἑτέρωθεν τὸν λόγον σου ἐλεγχόμενον· ‘σοφόν‘ τί φαμεν ‘καὶ ἄσοφον‘· τὰ δὴ τοιαῦτα ὀνόματα ‘ἀλλήλοις μὲν οὐ
105ταὐτά‘ (ποῦ γὰρ ἂν εἴη ταὐτὸν τὸ ἄσοφον τῷ σοφῷ;), ‘περὶ τὸν αὐτὸν δὲ‘ θεωροῦνται ‘ἄνθρωπον, καὶ οὐκ οὐσίας τέμνει, περὶ δὲ οὐσίαν τέμνεται‘, τουτέστιν οὐχὶ τὸ μὲν ἄσοφον ἄλλην παρεισάγει οὐσίαν, τὸ δὲ σοφὸν ἑτέραν, ὥσπερ τὸ θεὸς καὶ τὸ ἄνθρωπος. ταῦτα μὲν γὰρ οὐσίαν τέμνουσι, τουτέστι φύσεις ἑτέρας διαιροῦσι καὶ παρεισάγουσι, τὸ δὲ σοφὸν καὶ τὸ
110ἄσοφον αὐτὰ μὲν οὐ τέμνει οὐσίας, περὶ δὲ τὴν αὐτὴν οὐσίαν διαιρεῖται καὶ τέμνεται. Διὰ τί δὲ μόνον τὸ ἀγέννητον ‘οὐσίαν‘ λέγεις ‘θεοῦ‘, μὴ λέγεις δὲ ‘καὶ τὸ ἀθάνατον καὶ τὸ ἄκακον καὶ τὸ ἀναλλοίωτον‘; καὶ ταῦτα γὰρ κατὰ τὸ αὐτὸ σχῆμα τῆς προφορᾶς ἐπὶ τοῦ θεοῦ λέγεται. εἰ δὲ πρὸς ἅπαντα
115ἀπηναισχύντηκας, ὥστε καὶ ταῦτα τὰ ὀνόματα οὐσίας ποιεῖν θεοῦ, ‘πολλαὶ οὐσίαι θεοῦ καὶ οὐ μία‘. εἰ δὲ ἑνοῖς πάντα, τερατώδη καὶ σύνθετον μυθολογεῖς τὸν θεὸν ἡμῖν· ‘οὐδὲ γὰρ‘ δυνατὸν ‘ἀσυνθέτως ταῦτα‘ ἑνωθῆναι· αἱ γὰρ τῶν οὐσιῶν ἑνώσεις συνθεταί. ‘ταῦτα μὲν οὖν οὔ φασι‘, τουτέστι τὸ ἀθάνατον καὶ τὸ ἄκακον καὶ τὸ ἀναλλοίωτον· οὐ γάρ φασι
120ταῦτα οὐσίας θεοῦ. διὰ τί; ὅτι καὶ κατ’ ἄλλων κατηγορεῖται, κατ’ ἀγγέλων φημὶ καὶ νόων καὶ ψυχῶν, τὸ δὲ ἀγέννητον μόνου θεοῦ. ‘ὃ‘ τοίνυν ‘μόνου θεοῦ καὶ ἴδιον, τοῦτο οὐσία‘ θεοῦ. ἀλλὰ πῶς φατε κατὰ μόνου θεοῦ τὸ ἀγέννητον; οὐ γὰρ πεισθείη Ἀριστοτέλης ὑμῖν οὐδὲ Πλάτων οὐδ’ ὕστερον
ὁ μανεὶς Μάνης. ὁ μὲν γὰρ Ἀριστοτέλης καὶ τῆς ὕλης κατηγορεῖ τὸ216
125ἀγέννητον· ὁ δὲ Πλάτων ἀγεννήτους τὰς ἰδέας φησίν· ὁ δὲ Μάνης δύο παρεισάγει ἀρχάς, τὴν μὲν ἀγαθήν, τὴν δὲ κακήν, καὶ τὴν μὲν φῶς οὖσαν, τὴν δὲ σκότος, καὶ ἀπὸ μὲν τῆς ἀγαθῆς τὰς τῶν ἀγαθῶν ῥυῆναι πηγάς, ἀπὸ δὲ τῆς ἑτέρας τοὺς τῶν κακῶν ὀχετούς. πῶς οὖν τοιούτων ἀνδρῶν καὶ καθ’ ἑτέρων κατηγορούντων τὸ ἀγέννητον, κατὰ τούτου
130μόνου κατηγορεῖσθαί φατε; Ταῦτα δέ φησιν ὁ μέγας, οὐχ ὡς ἀναιρῶν μὴ προσαρμόζεσθαι τῷ πατρὶ τὸ ἀγέννητον, ἀλλ’ ὡς διαπαίζων τὰς δόξας αὐτῶν. ἐπεὶ γὰρ ᾤοντο παρὰ πάντων κοινῶς δεδόσθαι τῶν Ἑλλήνων καθ’ ἑνὸς μόνου τὸ ἀγέννητον λέγεσθαι, διὰ τοῦτο τὰς δόξας αὐτῶν ἀπηρίθμηκεν. ὑμῖν δὲ τοῦτο ἔστω
135δῆλον, ὅτι λογικῶς ἐπιχειρῶν ὁ πατὴρ ἐντὸς τῶν τῆς λογικῆς ὅρων ἵσταται, ὀλίγα μὲν φυσιολογῶν, ἐλάχιστα δὲ θεολογῶν· ἐπεὶ γὰρ ἐπὶ τῇ διαλεκτικῇ οἱ τηνικαῦτα ἐκόμπαζον, διαλεκτικῶς τούτοις συμπλέκεται, οἷς μάλιστα ἐθάρρουν κατ’ αὐτῶν χρώμενος.

56

(1t)

ο[α]ʹ. Ἐκ τοῦ αὐτοῦ λόγου, εἰς τὸ ‘τίς οὐσία θεοῦ;‘
2 Ταῖς λογικαῖς τοῦ μεγάλου πατρὸς λύσεσιν, ἃς δὴ πρὸς τὰς ἐπαγωγὰς τῶν διαπορήσεων ἐποιήσατο, ἐξαπορηθεὶς ὁ ἀντιδοξῶν καὶ θαυμάσας ὥσπερ τὴν τοῦ θεολόγου μεγαλοφυΐαν καὶ τὸ πρὸς τὰ ἄπορα πόριμον,
5ἐπ’ αὐτὸ τὸ μέγα καὶ ἄλυτον κατήντησε διαπόρημα· ‘τίσ‘ γάρ φησιν ‘οὐσία θεοῦ;‘ τὸ δὲ τίς καὶ τὸ τί προσρήματα ὅρων καθέστηκεν, ὥσπερ δὴ καὶ Λογγῖνος ὁ φιλολογώτατος τὸ ‘τί τὸ ὂν ἀεί, γένεσιν δὲ οὐκ ἔχον‘
παρὰ τῷ Τιμαίῳ κείμενον, ὅρου, φησίν, ἔχει δύναμιν, εἰ καὶ Πρόκλος ὕστερον ὁ φιλόσοφος τὴν ἐξήγησιν οὐκ ἐδέξατο. ἀλλὰ τὸ μὲν Πλατωνικὸν217
10τουτὶ ‘τί‘ ἔστω τέως ἀμφήριστον· ἐνταῦθα δὲ τὸ ‘τίς οὐσία θεοῦ‘ ὁρικόν ἐστι καὶ προδήλως εἰς ὅρον ὑπάγει τὸ κρεῖττον· μονονουχὶ γὰρ οὑτωσί πως πρὸς τὸν μέγαν τοῦτον πατέρα ὁ ἀντιδοξῶν φθέγγεται ὅτι· ὦ λῷστε, ὁρῶ σε τὴν φύσιν ὑπερπηδήσαντα καὶ πᾶν μὲν λογικὸν ἅμμα εὐχερῶς διαλύοντα, πᾶσαν δὲ φιλοσοφίαν καὶ θεολογίαν εἰδότα καὶ ὥσπερ ἐξ
15οὐρανοῦ προσομιλοῦντα ἡμῖν καὶ ‘ὡς ἡμίθεον ἀναστρεφόμενον ἐν ἡμι‐ όνοισ‘. τάχα γοῦν ἂν εἰδείης καὶ ‘τίς οὐσία θεοῦ‘. πρὸς ὃ δὴ διαπόρημα εὐθύτατα ὁ πατὴρ ἀπαντῶν, ‘τῆς σῆσ‘ φησίν ‘ἀνοίας τοῦτο λέγειν, ὃς πολυπραγμονεῖς καὶ τὴν γέννησιν‘. τὸ δὲ ‘τοῦτο λέγειν‘ τοῦτο λέγει ἀριδηλότατα, ὅτι τὸ ἐρωτᾶν τίς οὐσία θεοῦ οὐ νοῦ πέφυκε γνώρισμα, τῆς
20σῆς δὲ ἀνοίας καθέστηκεν ἀποτέλεσμα· οὐ γὰρ τὸ ‘τοῦτο λέγειν‘ δηλοῖ τὸ ὁρίζεσθαι, ἀλλὰ τὸ τολμᾶν περὶ τοῦ ὅρου ἐπερωτᾶν. τίς, φησίν, οὐσία θεοῦ; ὢ τῆς ἀνοίας· τὴν δὲ σήν, ὦ τᾶν, ἐπίστασαι; ἀλλὰ τὴν τοῦ μύρμηκος ἢ τὴν τοῦ κώνωπος; ἔπειτα οὐκ αἰσχύνῃ, τῶν ‘χαμαὶ ἐρχομένων‘ καὶ σμικροτάτων τὰς φύσεις ἀγνοῶν, περὶ τῆς ἀκροτάτης ἐπερωτᾶν φύσεως
25καὶ ζητεῖν τίς οὐσία θεοῦ; Ἐγὼ δέ σε ἐγγυτέρω ἐρήσομαι· δύο τῶν ὄντων ἔσχατα θεὸς καὶ ὕλη, ἀλλ’ ὁ μὲν κατὰ τὴν ἄνοδον, ἡ δὲ κατὰ τὴν κάθοδον, καὶ μετὰ τὴν ὕλην οὐδέν. τίς οὖν οὐσία ὕλης; πότερον δὲ ὄν ἐστιν αὕτη ἢ τῶν οὐκ ὄντων; εἰ μὲν γὰρ ὄν, πῶς ἀνείδεος; γνώρισμα γὰρ τῶν ὄντων τὸ εἶδος. εἰ δὲ οὐκ
30ὄν, πῶς ὡς ὂν παρὰ τοῖς φιλοσόφοις ὁρίζεται; ἀζώαν γὰρ ταύτην καὶ ἀσώματόν φασι καὶ φάντασμα ὑποστάσεως, καὶ μηδὲν μὲν οὖσαν, πάντα δὲ ὑποκρινομένην, παίγνιον ὑπάρξεως, εἴδωλον καὶ σκιὰν φεύγουσαν ἀεὶ καὶ εἰς τὸ μὴ ὂν ἀνατρέχουσαν. δός μοι τῆς ὕλης τὸν λόγον, καὶ τότε σοι κἀγὼ ἀντιδώσω τῆς θείας οὐσίας τὸν ὁρισμόν. εἰ δὲ τῶν ὄντων τὸ
35ἔσχατον ἀγνοεῖς, πῶς τὸ πρῶτον ἐπειράθης καταλαβεῖν; ἀλλ’ ἐατέον τὴν ὕλην. τίς δὲ λόγος στερήσεως; τὸ δὲ εἶδος ὁποῖον; πῶς δὲ ἐξ ὕλης καὶ εἴδους φύσεων ἀσωμάτων σῶμα συνιστᾷς; πῶς δὲ πρὸς ἄλληλα συνάπτε‐ ται; τίς ὁ λόγος τῆς συναφῆς; κατὰ ποίους λόγους ἁρμονικοὺς συνελήλυθε; λῦσον ταυτὶ τὰ προβλήματα, καὶ τότε πειρῶ τὴν θείαν οὐσίαν καταλαβεῖν.
40καίτοι γε πολλὰ μετὰ ταῦτα, στοιχειώδη σώματα, ὁμοιομέρειαι, ἀν‐ ομοιομέρειαι, ὀργανικαὶ φύσεις, ἄλογοι παρυποστάσεις, δυνάμεις φυσικαί, ζωτικαί, ψυχικαί, ψυχαί, νοῖ, ἑνάδες, ὧν δὴ πάντων ὑπερανέστηκεν ὁ
θεός. εἴ γε ἐπεχείρησας πρὸς οὐρανόν, ὦ λῷστε, πτερύξασθαι (οὐ γὰρ ἀπογνωστέον σοι καὶ τοῦτο), ἆρ’ ἂν ἀμέσως τῇ περιφερείᾳ προσήγγισας;218
45οὐκ ἔδει σε πρῶτον τεμεῖν τὸν ἀέρα, εἶθ’ οὕτως τῷ παρ’ ἡμῖν ἐκπυρώματι προσελθεῖν, εἶτ’ ἐναλλάξαι τὰς σφαίρας, καὶ οὕτως τῇ περιωπῇ προσεγ‐ γίσαι; πῶς οὖν οὐκ ἐνταῦθα τὴν τάξιν τετήρηκας, ἀλλ’ εὐθὺς περὶ τῆς θείας φύσεως ἐρωτᾷς; Ὡς λίαν ἀνόητος εἶ καὶ ἀμαθὴς τὰ μεγάλα καὶ τῆς σῆς λογικῆς ἐντρε‐

56

(50)

χείας ἀμέτοχος. ὅρον θεοῦ ἐρωτᾷς, εἶτ’ οὐκ οἶδας ὡς φύσις ὅρου ὁρίζειν τὸ ὁριζόμενον, τὸ δὲ ὁρίζον· οὐκ ἐπαναβέβηκε τὸ ὁριστόν; τί οὖν ἐντεῦθεν συνάγεται; αὐτὸς καὶ τοῦτο τόλμησον· ὅτι κατώτερος ὁ θεὸς ἑτέρων ὁριζόντων ἐστίν. ἀλλὰ μὴν αὐτὸς ὅρος καὶ περιοχὴ τῶν πάντων, μᾶλλον δέ, εἰ βούλει τὴν ἀκριβῆ θεολογίαν μαθεῖν, οὔτε πᾶν ὁ θεὸς οὔτε ὑπὲρ τὸ
55πᾶν, οὔτε ὅρος οὔτε περιοχή, οὐ φῶς, οὐ ζωή, οὐ νοῦς, οὐκ ὄν, οὐχ ἕν, ἀλλ’ οὐδ’ ὑπὲρ τὸ ἕν· τὰ γὰρ τοιαῦτα ὀνόματα ἡμέτερά εἰσι παθήματα καὶ τῆς ἡμετέρας ψυχῆς ὠδῖνες· ἐκῖνο δὲ ἄρρητον καὶ ὑπεράρρητον, καὶ οὐ μόνον ὅ τι ἐστὶν οὐκ ἐπιστάμεθα, ἀλλ’ οὐδὲ τὴν τούτου ἀκριβοῦμεν ἄγνοιαν, καὶ γὰρ καὶ τὸ ἄγνωστον αὐτοῦ ἀκατάληπτον. εἶτα σὺ ἐπὶ
60τούτοις ἐρωτᾷς τίς οὐσία θεοῦ; ἐῶ τὴν ἐμὴν φιλοσοφίαν καὶ ὑψηλήν, ἀπὸ δὲ τῶν σῶν προσδιαλέξομαί σοι. οὐκ ἀκούεις Ἀριστοτέλους λέγοντος ὡς ‘τῷ ὁμοίῳ τὸ ὅμοιον‘ καταλαμβάνεται, καὶ ὅτι δεῖ τὸ γινῶσκον πρὸς τὸ γνωστὸν ἔχειν τινὰ ἰδέαν καὶ ὁμοιότητα; καὶ μάλα γε καλῶς φησιν ὁ φιλόσοφος ἄχρι τούτου· ‘γαίᾳ γὰρ γαῖαν‘ κατὰ τὸν Ἐμπεδοκλέα ‘ὀπώπα‐
65μεν, ὕδατι δὲ ὕδωρ‘ καὶ ‘αἰθέρι αἰθέρα‘, προσθείην δ’ ἂν αὐτός, καὶ ψυχῇ φύσιν ψυχῆς καὶ τῷ ὄντι τὸ ὂν καὶ τὸν νοῦν τῷ νοῒ καὶ φύσει φύσιν καὶ ὕλῃ ὕλην καὶ εἶδος εἴδει καὶ τὸ ἓν τῷ ἑνί. πάντα γὰρ ἐν ἡμῖν ταῦτα, ὕλη, εἶδος, σῶμα, φύσις, ψυχή, νοῦς, ἕν· ἓν γὰρ καὶ ἡμεῖς, ἀλλ’ οὐ κυρίως, τῇ γὰρ ἑνώσει ἕνες λεγόμεθα. διὰ τοῦτο καὶ ὕλην ὁρίζομεν καὶ γινώσκομεν
70καὶ εἶδος, οἵ γε φιλοσοφώτεροι, καὶ σῶμα. καὶ τἆλλα καὶ τὸ ἕν. πάντα γὰρ ὄντες ταῦτα ἕκαστον ἑκάστῳ καταλλήλως προσβάλλοντες ἐπιστάμεθα· ὑπὲρ δὲ τὸ ἓν οὐκ ἐσμέν· πῶς οὖν τὸν θεὸν ὑπὲρ τοῦτο γνωσόμεθα; Ἀλλὰ τί καινὸν εἰ τοιαῦτα προσάγεις ἡμῖν ἐρωτήματα, ὃς δὴ καὶ ‘γέννησιν‘ ἀκούων θεοῦ ‘πολυπραγμονεῖσ‘ περὶ ταύτης καὶ ἀπὸ τῶν
75κάτω γεννήσεων τὴν ἀκήρατον εἰκάζεις καὶ ἄφθορον; ‘ἡμῖν δὲ μέγα, κἂν εἴ ποτε καὶ ἐς ὕστερον τοῦτο μάθοιμεν, λυθέντος ἡμῖν τοῦ ζόφου καὶ
τῆς παχύτητος, ὡς ἡ τοῦ ἀψευδοῦς ὑπόσχεσισ‘. ὅρα τὸν μέγαν τοῦτον πατέρα οἷα ἐν ὀλίγοις φιλοσοφεῖ λέξεσι, καὶ οἵων ἀπορρήτων μυστηρίων θύραν ἡμῖν ὑπανοίγνυσιν· ἐπαγγέλλεται γὰρ εἰς τὸν ἔπειτα βίον τῆς τοῦ219
80θεοῦ γεννήσεως καὶ οὐσίας τὴν εἴδησιν. ἔστι γάρ τις παρ’ ἡμῖν ὄψις ἡλιῶσα καὶ μέγας φωστήρ, ἀλλὰ τὸ νέφος ἐπιπροσθοῦν, ἡ τῶν παθημάτων ἀχλύς, οἷά τις ‘ζόφοσ‘, καὶ ἡ ‘παχύτησ‘ τοῦ σώματος παρεμποδίζει ταῖς ἀκτῖσι καὶ ζοφοῖ τὴν μαρμαρυγήν. τούτων δ’ ἀφαιρουμένων αὐγάσει μὲν ὁ παρ’ ἡμῖν ἥλιος, γνωσθήσεται δὲ τοῖς ἀξίοις ‘τῆς δικαιοσύνης ὁ ἥλιοσ‘.
85τότε καὶ τὴν φύσιν ἐπιγνωσόμεθα τῆς γεννήσεως καὶ τὸν τρόπον τῆς νοερᾶς ἀποτέξεως· τότε καὶ οὐσίαν θεοῦ γνωρίσομεν, καὶ ὕπαρξιν καταλάβοιμεν, καὶ τὴν νοουμένην ἐν τῇ τριάδι ἑνότητα μαθησόμεθα. τοῦτο καὶ θεοῦ βασιλείαν αὐτὸς ὁρίζομαι, πρὸς ἥν με ‘ἡ τοῦ ἀψευδοῦσ‘ ἄγει ‘ὑπόσχεσισ‘.
90 Ἀλλὰ μὴ ἐπὶ πλέον ἐπιτεινέσθω ἡμῶν ἡ διάνοια, ἀλλ’ ἐνταῦθα τῷ λόγῳ σταίημεν, ἔνθα καὶ τὸ πέρας τῆς ἡμετέρας ζωῆς καταντήσει ποτέ.

57

(1t)

οβʹ. Ἐκ τοῦ αὐτοῦ λόγου, εἰς τὸ ‘τίς ἔτι λόγος αὐτοῖς τῶν ἀφύκτων;‘
2 Ὁ μέγας πατὴρ τοῦτο προτείνεται, προστιθείς, ‘τάχα δ’ ἂν ἐπ’ ἐκεῖνο καταφύγοιεν τελευταῖον‘· εἶτα καὶ τὴν ὑποφορὰν τίθησιν, ‘ὡς, εἰ μὲν οὐ
πέπαυται τοῦ γεννᾶν ὁ θεός, ἀτελὴς ἡ γέννησις καί ποτε παύσεται· εἰ220
5πέπαυται δέ, πάντως καὶ ἤρξατο‘. οὗτος μὲν οὖν καὶ ὁ παρὰ τοῦ ἐχθροῦ λόγος· ἡμεῖς δὲ πρὶν ἢ τὴν ἀντιπρότασιν εἰπεῖν καὶ τὴν ἀνθυποφοράν, τὰ προηγορευμένα συνεξετάσωμεν· ‘τίς ἔτι λόγος αὐτοῖσ‘ φησί ‘τῶν ἀφύκτων;‘ ἡ θεολόγος φωνή. τοῦτο δὲ διττὴν ἔχει τὴν ἔννοιαν, ἢ ὅτι, ἐπειδὴ τὰ δοκοῦντα τέως αὐτοῖς ἄφυκτα παιδαριώδη τοῖς ἀκούουσιν
10ἔδειξε λύσεις ἐπιδεξάμενα πλείονας, καὶ διὰ τοῦτο οὐ φροντιστέον ἔτι τοῦτο, ἢ ὅτι παραλέλειπταί τι, δοκοῦν αὐτοῖς ἀρέσκον καὶ ἄφυκτον, καὶ δεῖ καὶ τοῦτο προβαλεῖν, ἵν’ εἰδῶμεν εἴ τινα ἰσχὺν κέκτηται. ‘τίς ἔτι λόγος αὐτοῖς τῶν ἀφύκτων;‘ τουτέστιν, ἵνα κατὰ τὴν δευτέραν ἔννοιαν θεωρήσω τὸν λόγον, ἐπειδὴ λόγους πολλοὺς ἀφύκτους τῷ δοκεῖν προβεβλήκασιν
15οἱ τῶν αἱρέσεων πρόμαχοι καὶ πάντες λογικῶς τοῖς θεολογικοῖς ἀνετρά‐ πησαν, τίς ἕτερος ἔτι λόγος αὐτοῖς ἄφυκτος καταλέλειπται; ἔστι δὲ ἡ τοιαύτη πρότασις εἰρωνικὴ μετὰ βαρύτητος· οὐ γὰρ δὴ καὶ ἄφυκτα τὰ παρ’ ἐκείνων προβληθέντα τῷ πατρί, ἀλλ’ ὡς ἂν αὐτὸς οὗτος εἴπῃ, ‘δε‐ δεσμημένα ἅμμασιν οὐκ ἰσχυροῖς, ἀλλὰ καὶ λίαν σαθροῖσ‘.
20 Τὸ δὲ ‘τάχ’ ἂν ἐπ’ ἐκεῖνο καταφύγοιεν τελευταῖον‘ δύο ταῦτα συμβαίνειν βούλεται· ἢ γὰρ τὸ μάλιστα δυνατώτερον τελευταῖον αὐτοῖς τετηρήκασιν, ἢ τοῖς ὅλοις ἐξαπορούμενοι καταφυγήν τινα ἑαυτοῖς καὶ σκέπην ἐπιζητοῦ‐ σιν. Ὁ δὲ τῆς αἱρέσεως λόγος ἐσχημάτισται μὲν κατὰ διλήμματον, δύναμιν
25δ’ ἔχει τοιαύτην· δύο ταῦτα ὁ ἐναντίος προτείνει τοῖς προϊσταμένοις τῆς ἀληθείας ἡμῖν. ἐρωτᾷ γὰρ οὑτωσί πως· εἰ γεννᾷ τὸν υἱὸν ὁ πατὴρ κατὰ τὰ ἡμέτερα δόγματα, ἢ ἀεὶ γεννᾷ ἢ ἐπαύσατο τοῦ γεννᾶν, ἵνα, εἰ μὲν εἴποιμεν ὅτι ἀεὶ γεννᾷ, ἀντεπενέγκωσιν ὅτι ἀτελὴς ἡ γέννησις, εἰ δὲ ὅτι ἐπαύσατο τοῦ γεννᾶν, ἀνθυποφέρωσιν ὅτι καὶ ἤρξατο. τὸ γὰρ ὁριζόμενον
30τέλει ὁρίζεται καὶ ἀρχῇ· ὥσπερ γὰρ τὸ ἀγέννητον ἀίδιον, οὕτως τὸ μὴ ἀίδιον γεννητόν. Πρὸς ταύτην τὴν διλήμματον ἐρώτησιν ἀνθυποφέρων ὁ πατήρ, ‘πάλιν‘ φησίν ‘οἱ σωματικοὶ τὰ σωματικά‘. τοῦτο δὲ τί ἐστιν; ὅτι μηδὲν ὑπὲρ τὸ σῶμα φαντασθῆ[ναι δυ]νάμενοι, τὰ τῶν σωμάτων ἐχόμενα καὶ κατὰ τῶν
35ἀσωμάτων καταναγκάζουσιν· ὁρῶντες γὰρ ἐπὶ τῶν φυσικῶν ὅτι πᾶσα [κί]νησις ἀτελής, μεταξὺ οὖσα ἀφ’ οὗ κεκίνηται καὶ πρὸς ὃ παύσεται, ὥσπερ δὴ καὶ τὸ γεννᾶν κίνησίς τις εἶναι δοκεῖ, τέλος ἔχουσα τὸ γεννῆσαι, πᾶν δὲ τὸ ἀτελὲς ἀτιμάζεται ὡς μὴ τοῦ οἰκείου τέλους τυχόν, οἴονται καὶ
ἐπὶ τοῖς ὑπὲρ φύσιν οὖσιν ἀτελεῖς τὰς κινήσεις εἶναι. διὰ ταῦτά φησι·221
40‘πάλιν οἱ σωματικοὶ τὰ σωματικά‘. ἐχρῆν γὰρ αὐτούς, εἰ λογικῶς ἐπιχει‐ ροῖεν, τοῦτο συνδιασκέψασθαι, ὅτι διττοῖς ἐναντίοις ὑποκειμένοις ἐναν‐ τίας καὶ τὰς δυνάμεις ἀποδοτέον. ὑποκείσθω γὰρ ἡμῖν τῷ λόγῳ σῶμα καὶ ἀσώματον, ἐναντία ταῦτα κατὰ τὴν ἀπὸ τῆς οὐσίας διαίρεσιν. εἰ οὖν τὸ σῶμα πολυμερές, ἀμερὲς τὸ ἀσώματον· καὶ εἰ ἀδιάστατον ἐκεῖνο, τοῦτο
45διέστηκε· καὶ εἰ τὸ σῶμα κέχρωσται, τὸ ἀσώματον ἀχρωμάτιστον. τοῦτο γοῦν καὶ ἐπὶ τῶν κινήσεων καὶ ἐπὶ τῶν γεννήσεων· εἰ ἀτελὲς τὸ γεννᾶν τοῖς σώμασι, τέλειον τοῦτο ἐπὶ τῶν ἀσωμάτων ληπτέον. ἐγὼ δέ, προϊόντος τοῦ λόγου, καὶ ἐπί τινων τῶν σωμάτων τελειωτικὴν δείξω τὴν κίνησιν. Ἴδωμεν δὲ πρῶτον ὅ τι ποτὲ ὁ πατὴρ πρὸς τοὺς ἠρωτηκότας ἐφθέγξατο.

57

(50)

‘ἐγώ‘, γάρ φησιν, ‘εἰ ἀίδιον αὐτῷ τὸ γεννᾶσθαι ἢ μή, οὔπω λέγω, ἕως ἂν τὸ ‘πρὸ πάντων βουνῶν γεννᾷ με’ ἀκριβῶς ἐπισκέψωμαι‘. δυοῖν γὰρ ὄντοιν ἐν τῷ προβλήματι τῶν ἠρωτημένων, τοῦ μὲν τὴν λύσιν σοφῶς ὑπερτίθεται, πρὸς δὲ τὸ λοιπὸν ἀπαντήσεται. ἀλλὰ διὰ τί μὴ καὶ τὸ πρῶ‐ τον ὡς καὶ τὸ δεύτερον διελύσατο; ὅτι μὴ φιλοτιμεῖται περὶ τὰς λύσεις
55τῶν πεύσεων μηδὲ βούλεται τοῖς θείοις θρασέως ἐπιπηδᾶν, ἀλλ’ ἐθέλει δοκεῖν εὐλαβὴς ἀμαθὴς ἢ πολυμαθὴς ἰταμός. εἰ μὲν γὰρ ἀεὶ παρὰ τῇ θείᾳ γραφῇ τὸ ‘γεννᾷ‘ ἔκειτο, ὑπερηγωνίσατο ἂν τοῦ λόγου καὶ οὐδεμιᾶς ἐφείσατο φιλοσόφου ἐπιχειρήσεως· ἐπεὶ δὲ καὶ τὸ ‘ἐγέννησε‘ πολλαχοῦ τῶν ἱερῶν δέλτων ἀναγέγραπται, διὰ τοῦτο εὐλαβεῖται διαιτῶν δύο φωναῖς
60ἀντιφασκούσαις ἀλλήλαις. ‘εἰ‘ γὰρ ‘ἀίδιον αὐτῷ τὸ γεννᾶσθαι‘ φησίν ‘ἢ μή, οὔπω λέγω, ἕως ἂν τὸ ‘πρὸ πάντων βουνῶν γεννᾷ με‘ ἀκριβῶς ἐπισκέψωμαι‘, μονονουχὶ τοῦτο λέγων, ὅτι σὺ μὲν ὁ τῆς αἱρέσεως πρό‐ μαχος, ῥητὰ μιγνύων καὶ ἄρρητα, καὶ ταράσσων πάντα φύρδην καὶ ξυγκυ‐ κῶν, ῥᾳδίως τοῖς λεγομένοις ἐπιπηδᾷς, καὶ ἀνεξετάστως ἀίδιον ἀποφαίνῃ
65τὴν γέννησιν· ἐγὼ δὲ νῦν τέως οὐδεμιᾷ τίθεμαι τῶν φωνῶν, ἢ ὅτι μόνως γεγέννηκεν ἢ ὅτι μόνως γεννᾷ. ἀκούω γὰρ ἀμφοτέρων τῶν φωνῶν κειμέ‐ νων παρὰ τῇ γραφῇ. ‘ἐγέννησέ‘ τε γὰρ ὁ πατὴρ τὸν υἱόν, καὶ ὁ αὐτὸς οὗτός φησι γεννᾶσθαι παρὰ τοῦ πατρὸς πρὸ πάντων βουνῶν. οὐδὲν οὖν σοι περὶ τούτου ἀποφανοῦμαι τὰ νῦν, ‘ἕως ἂν τὸ ‘πρὸ πάντων βουνῶν γεν‐
70νᾷ με‘ ἐπισκέψωμαι ἀκριβῶσ‘, ὃ δὴ τῷ Σολομῶντι παροιμιάζοντι εἴρηται. Ἀλλὰ τί ἐπισκέψῃ, θεολογικώτατε, ἢ τί πολυπραγμονήσεις περὶ τῆς λέξεως; αὐτόθεν γὰρ ἡ φωνὴ τοῦ ‘γεννᾷ με‘ παρατατική πώς ἐστι καὶ ἐνέστηκεν, ὥστε καὶ ἀίδιος. ἀλλὰ πρὸς τοῦτο, εἴ γε παρῆν, ἀπελογήσατο ἂν μεγαλοφυῶς, ὅτι ἀμφίβολος ἡ φωνή· καθὸ μὲν γὰρ παρατέταται,
75ἀιδίου δόξαν εἰσάγει, καθὸ δὲ ‘πρὸ πάντων βουνῶν‘ λέγεται, περιώρισται τῇ ποιήσει τῶν βουνῶν καὶ τετελείωται. ὁ οὖν ἐντεῦθεν ἀίδιον τὴν γέννη‐ σιν τιθέμενος τὴν τοῦ πεπαροιμιασμένου λόγου ἠγνόησε δύναμιν. σὺ δὲ ὅρα ὅτι τολμηρὸν τέως φαίνεται τῷ πατρὶ καὶ τὸ μόνως λέγειν γεννᾶσθαι καὶ τὸ μόνως γεγεννῆσθαι· ἀμφότερα γὰρ προσαρμόζειν δεῖ τῷ λόγῳ222
80ὑπερφυῶς καὶ ὡς οὐκ ἄν τις ἐπιχειρήσειεν· ἡμεῖς μὲν γὰρ τικτόμενοι οὐ τετέγμεθα, τεχθέντες δὲ οὐ τικτόμεθα, καὶ κινούμενοι μὲν οὐ κεκινήμεθα, κινηθέντες δὲ οὐ κινούμεθα, καὶ ποιοῦντες μὲν οὐκ ἐποιήσαμεν, ποιήσαν‐ τες δὲ οὐ ποιοῦμεν. ‘ὁ‘ δὲ ‘ἐπὶ πάντων θεὸσ‘ καὶ γεννᾷ καὶ γεγέννηκεν, ὣς δὲ καὶ ὁ υἱὸς καὶ ἐγεννήθη καὶ γεννᾶται, καὶ ἀμφοτέραις ταῖς φωναῖς
85τὰ ἱερὰ κέχρηται λόγια. Ὁ μὲν οὖν μέγας οὗτος πατὴρ πάνυ εὐλαβῶς τῶν θείων ἁπτόμενος οὕτω διαιτᾷ ταῖς φωναῖς· ἡμεῖς δὲ οὐδὲν ἧττον τῆς αὐτῆς εὐλαβείας ἐχόμενοι, ἐπιστομίσωμεν κἀνταῦθα τὸν προήγορον τῆς αἱρέσεως, ἵνα μὴ τὸ μὲν αὐτῷ τῶν ἐρωτημάτων λελυμένον εἴη, τὸ δὲ ὡς ἄπορον ἄλυτον. ‘εἰ μὴ
90πέπαυται τοῦ γεννᾶν‘ φησίν ‘ὁ θεός, ἀτελὴς ἡ γέννησισ‘. οὔκ, ὦ λῷστε, ἀλλὰ διὰ τοῦτο τελεία, ὅτι μὴ πέπαυται· ἐπεὶ μηδ’ ὁ νοῦς πέπαυται τὸν λόγον γεννῶν, καὶ οὐ διὰ τοῦτο ἀτελὴς ἡ τοῦ νοῦ γέννησις, γεννᾷ δὲ καὶ ἡ ζωὴ τὸ ἀείζωον, καὶ οὐκ ἔστιν ὅτε παύσεται τοῦ γεννᾶν, ἵνα μὴ τὸ ἀείζωον κενῶς ᾖ {τὸ} λεγόμενον, ἄζωον ποτὲ καταλειφθέν. καθόλου δὲ τὰ
95αἴτια οὐδέποτε ἀφίησι τὰ ἐξ αὐτῶν γινόμενα, ἀλλὰ καὶ τὰ αἰτιατὰ καὶ ἐν τοῖς αἰτίοις εἰσὶ καὶ ἀπ’ ἐκείνων πρόεισι καὶ πρὸς αὐτὰ ἐπανέρχεται. οὔκουν ἀτελὴς ἡ γέννησις τοῦ υἱοῦ γεννωμένου· τοῦτο γὰρ αὐτὸ βούλεται ὁ πατήρ, γεννᾶν τὸν υἱόν, ἵνα συνημμένον ᾖ τὸ αἴτιον τῷ αἰτιατῷ. Βούλει μαθεῖν ἐφ’ ὧν ἐστιν ἡ κίνησις ἀτελής; ἐπὶ τῶν περατουμένων,

57

(100)

ἐπὶ τῶν περιοριζομένων, ἐφ’ ὧν αὕτη πρὸς τὸ τέλος ἀφορᾷ. οἷόν τί φημι, ἡ ἀπὸ τῶν ἄνω πρὸς τὸ κάτω τῆς βώλου κίνησις ἀτελής, ὅτι δεῖ πρὸς τὸ κέντρον, τὴν γῆν, ταύτην ἀκινητίσαι καταντήσασαν· κἂν εἴ τι κάτωθεν ἄνω κινοῖτο, καὶ τούτῳ ἀτελὴς ἡ κίνησις, δεῖ γὰρ τὸ τοῦ πυρὸς μέρος ἢ τὸ τοῦ ἀέρος εἰς τὰς ἑαυτῶν ὁλότητας ἀποπαύσασθαι. ἔνθα δὲ ἡ κίνησις
105οὐ πρός τι τέλος ἀποπαύεται, ἀλλ’ αὐτὴ μάλιστα τελειοῖ τὸ κινούμενον, οὐκ ἀτελὴς αὕτη ῥηθήσεται. ἀτελὴς ἡ ἐμὴ καὶ σὴ γέννησις, ὅτι δεῖ τὸ κυόμενον τῶν μητρικῶν ἀπορραγῆναι δεσμῶν καὶ τοῦ γεννᾶσθαι παυθῆ‐ ναι· οὐκ ἀτελὴς δὲ ἡ τοῦ θεοῦ λόγου, ὅτι μὴ τέλει τινὶ περιγράφεται. καὶ ἵνα τὰ σὰ τοῖς σοῖς παραθήσομαι, οὐδ’ Ἀριστοτέλης ἀξιοῖ τὴν οὐρανίαν
110περιφορὰν μετὰ τῶν ἀτελῶν κατατάττειν κινήσεων, ἀλλὰ ταῖς μὲν τῶν
στοιχείων κινήσεσι τὸ ἀτελὲς δέδωκε, τὴν δὲ οὐρανοῦ κίνησιν τελειωτικὴν μᾶλλον τοῦ ἑαυτῆς σώματος ἀπεφήνατο. διὰ τί; ὅτι τὸν μὲν λίθον κινού‐ μενον δεῖ πρὸς τὴν γῆν καταντῆσαι καὶ τὸν ἐν τοῖς κοίλοις χωρίοις ἀέρα πρὸς τὴν ἰδίαν κουφισθῆναι ὁλότητα· ὁ δ’ οὐρανὸς ποῖ σταίη καταπαύσας223
115τὴν κίνησιν; εἰ δ’ ἐπ’ ἐνίων σωμάτων οὐκ ἀτελεῖς αἱ κινήσεις, ἐπ’ αὐτῶν τῶν θείων οὐσιῶν ἐντεῦθεν χαρακτηρίζεις τὸ ἀτελές; ὡς ἄρα σωματικὸς καὶ στοιχειώδης εἶ καὶ μηδὲ τῶν οὐρανῶν ὑπερκύψαι δυνάμενος. Ταῦτα μὲν οὖν ἐγὼ παρεκβατικώτερον εἴρηκα· ὑμῖν δὲ μᾶλλον ἡ τοῦ πατρὸς ἀφωνία τῆς ἐμῆς προτετιμήσθω πολυφωνίας. ἴδωμεν δὲ ὅ τι ποτὲ
120πρὸς τὸ δεύτερον τῶν ἠπορημένων ὁ σοφὸς ἀπεκρίνατο. τί ποτε δ’ ἦν τὸ ἀπόρημα; εἰ πέπαυται, φησί, τοῦ γεννᾶσθαι, ‘πάντως καὶ ἤρξατο‘· εἰ δ’ ἤρξατο ἀπό τινος χρονικοῦ σημείου ἢ ῥύσεώς τινος αἰωνίας, ἦν ὅτε οὐ γεγέννηται· εἰ δὲ τοῦτο, οὐκ ἀεὶ υἱὸς ὁ υἱός. ἀλλ’ ὅρα ὅπως αὐτὸν τὸν λό‐ γον λογικῶς ἐπιχειρήσας ἐλέγχει διὰ τῆς σὺν ἀντιθέσει ἀντιστροφῆς. ἡ
125δ’ ἀντιστροφὴ αὕτη τοιαύτην ἔχει τὴν δύναμιν· ἐν ἑκάστῃ προτάσει τὸ μέν τι ὑπόκειται, τὸ δὲ κατηγορεῖται, καὶ τὸ μὲν προηγεῖται, τὸ δ’ ἕπεται. ὑπόκεινται μὲν γὰρ τὰ ὀνόματα, κατηγορεῖται δὲ ὡς ἁπλῶς εἰπεῖν τὰ ῥήματα· καὶ προηγεῖται μὲν τὰ μερικά, ἕπεται δὲ τὰ καθόλου. ὁ γοῦν σὺν ἀντιθέσει ἀντιστρέψαι βουλόμενος τὸ καταφατικῶς εἰρημένον παρά
130τινος ὁμοῦ τε τὴν κατάφασιν εἰς τὴν ἀπόφασιν μεταμείβει καὶ ταῖς τῶν ὅρων ἀντιστροφαῖς ἐναντίως χρῆται· τοῦ γὰρ προτείναντος ἀπὸ τοῦ ὑποκειμένου προηγουμένως τῆς προτάσεως ἀρξαμένου, ἐκεῖνος ἀπὸ τοῦ ἀντικειμένου τῷ ἑπομένῳ εἰς τὸ ἀντίθετον τοῦ προηγησαμένου κατα‐ λήγει.
135 Ἀχλύι ἀσαφείας ἴσως ὁ λόγος καλύπτεται, ἀλλ’ ἡμεῖς αὐτὸν λευκανοῦ‐ μεν τῷ παραδείγματι. εἴρηκέ τις ὅτι ὁ ἄνθρωπος ζῷον· ἐν ταύτῃ τῇ προτάσει ὁ μὲν ἄνθρωπος ὑποκείμενον, τὸ δὲ ζῷον κατηγορούμενον, καὶ προηγούμενον μὲν ὁ ἄνθρωπος, πρῶτος γὰρ λέγεται ἐν τῇ προτάσει, ἑπόμενον δὲ τὸ ζῷον. ὁ οὖν θέλων τὴν τοιαύτην πρότασιν ἀντιστρέψαι
140σὺν ἀντιθέσει, ὥστε καὶ ταύτην κἀκείνην ἀληθεύειν, οὕτω φησί· τὸ μὴ ζῷον οὐκ ἄνθρωπος. ὁρᾷς ὅπως ἀντέθηκε τῷ μὲν ζῷον τὸ μὴ ζῷον, τῷ δὲ ἄνθρωπος τὸ οὐκ ἄνθρωπος; τῆς πρώτης προτάσεως ἀπὸ τοῦ ὑποκει‐ μένου ἀρξαμένης τοῦ ἄνθρωπος, ἡ δευτέρα ἀπὸ τοῦ κατηγορουμένου ἀφῆκεν ἤτοι ἀπεκίνησεν.
145 Ἡ μὲν οὖν σὺν ἀντιθέσει ἀντιστροφὴ τοιαύτη· ὅρα δὲ ὅπως ταύτῃ ὁ μὲν πατὴρ ἐπὶ τὸν τῆς αἱρέσεως λόγον ἀπεχρήσατο. ‘εἰ ἦρκται κατ’ αὐτούσ‘
φησί ‘τὸ παυσόμενον, τὸ μὴ παυσόμενον‘ ἀνάγκη ‘μὴ ἦρχθαι‘, μονονουχὶ τοῦτο λέγων, ὅτι μάτην ἐπὶ τῷ λόγῳ τούτῳ βρενθύεσθε, ὡς ἅπαν ὃ παύσεταί ποτε, τοῦτο καὶ ἀρχὴν ἔσχηκεν· εἰ γὰρ ἀληθὴς ἡ πρότασις224

57

(150)

αὕτη, ἀνταληθεύσει καὶ ἡ σὺν ἀντιθέσει ἀντιστρέφουσα πρὸς αὐτήν. ποία δ’ αὕτη; τὸ μὴ ἦρχθαι πάντως τὸ μὴ παυσόμενον. ‘τί τοίνυν ἀποφανοῦν‐ ται περὶ ψυχῆς ἢ τῆς ἀγγελικῆς φύσεως;‘ ὅρα ὡς, ‘εἰ μὲν ἦρκται, καὶ παύσεται· εἰ δ’ οὐ παύσεται, δηλονότι κατ’ αὐτοὺς οὐδ’ ἦρκται· ἀλλὰ μὴν καὶ ἦρκται καὶ οὐ παύσεται, οὐκ ἄρα ἦρκται κατ’ αὐτοὺς τὸ παυ‐
155σόμενον‘. Ἡ μὲν οὖν ἀγωγὴ τοῦ λόγου τοιαύτη· ἡμεῖς δὲ μεμαθήκαμεν ἀπὸ τῶν θείων γραφῶν ὅτι τῶν ὄντων ἁπάντων μόνον τὸ θεῖον ἀγέννητον, τὰ δ’ ἄλλα ἐκεῖθεν γεγέννηνται. τούτων δὲ τὰ μὲν ἀεὶ μετέχει ὧν μετέσχηκε, τὰ δέ ποτε καὶ ἀμείβεται, οἷον τοῦ θεοῦ ὄντος λεγομένου καὶ ζωῆς καὶ
160νοῦ καὶ ψυχῆς· ταῦτα γὰρ ἀεί τε ἔστι καὶ ζῇ καὶ νοεῖ, τὰ δὲ ποτέ, ὡς τὰ κατὰ μέρος ὑπὸ διάφορα εἴδη ἄτομα. εἰ οὖν τὸ τοῦ εἶναι ἀρξάμενον, ὡς ἡ ψυχὴ καὶ ὁ νοῦς, οὐ παύσεται τοῦ εἶναί ποτε, οὐδὲ πᾶν τὸ παυσόμενον ἤρξατο, ἵνα σωθῇ ὁ τῆς ἀντιστροφῆς λόγος. ἐγὼ δὲ θαυμάζω τὸν θεῖον τοῦτον ἄνδρα ὅτι, ὃ πολλάκις εἴρηκα, δυνάμενος καὶ ἀπὸ τῶν ἑτέρων τῆς
165φιλοσοφίας μερῶν ἐπιστομίσασθαι τοὺς ἀντιλέγοντας, φιλοσόφως μὲν ἐπιχειρούντων φιλοσόφως ἀντεπιχειρεῖ, καὶ ἀποδεικτικῶς οἰομένων τοὺς λόγους ποιεῖν ἀνταποδείκνυσι, λογικῶς δὲ ζητούντων λογικὰς τὰς λύσεις ἐπάγει, ἵνα τούτοις αὐτοῖς τοῖς σαθροῖς 〈οἷσ〉 δυναμούμενοι ἥκουσιν ἀσθε‐ νεῖς ἀποδείξῃ καί, ἵν’ οὕτως εἴπω, ἑτοιμοβελεῖς. πόσους γὰρ ἂν ἐνταῦθα,
170εἴ γε ἐβούλετο, λόγους ἐκίνησεν· ἀλλ’ οὐχ ἑαυτῷ τὸ μέ〈τρον〉, ἀλλὰ τῷ
τοῦ διαλόγου κανόνι ὁρίζεται.225

58

(1t)

οδʹ. Ἐκ τοῦ αὐτοῦ λόγου, εἰς τὸ ‘ἔστω δὲ ὑμῶν χάριν καὶ οὐσία τις ὁ πατήρ‘
2 Φιλοσόφως ἄγαν ὁ μέγας οὗτος πατὴρ τὴν ἀμφίβολον τοῦ Εὐνομίου ἀνασκευάσας ἐρώτησιν καὶ ἑκάτερον τῶν προβεβλημένων ὡς ἄτοπον ἀνελών, ὡς ‘οὔτε οὐσίας ὁ πατὴρ οὔτ’ ἐνεργείας ὄνομα, σχέσεως δὲ καὶ
5τοῦ πῶς ἔχειν πρὸς τὸν υἱόν‘, πρὸς ὃν καὶ ὠνόμασται, εἶτα ὥσπερ τις γεννάδας στρατιώτης οἷς εἶχεν ἑλὼν τὸν πολέμιον, αὖθις ἀφίησι, καὶ τὸ ξίφος τῶν χειρῶν ἀπωσάμενος, τῷ ἐκείνου δόρατι ἐπ’ αὐτὸν χρῆται, ὥσπερ δήπου ἀναγράφεται πεποιηκὼς ὁ Δαυίδ, ‘ὁ πυρράκης μετὰ κάλ‐ λους ὀφθαλμῶν‘, τουτέστιν ὁ πρακτικὸς καὶ θεωρητικός. τὸ μὲν γὰρ
10πεφοινίχθαι τῆς κατὰ πρᾶξιν συντονίας ἐστὶ σύμβολον ἀψευδέστατον, τὸ δὲ τοὺς ὀφθαλμοὺς ὡραΐσθαι τῆς κατὰ νοῦν θεωρίας τεκμήριον ἐναργέ‐ στατον. οὗτος γάρ, ἐπειδὴ τὸν Γολιὰθ σφενδονήσας καθεῖλε, τὸ ἐκείνου ξίφος ἀνασπάσας τοῦ κουλεοῦ, τούτῳ δὴ τὴν τυραννικὴν ἐκείνην ἀπέτεμε κεφαλήν.
15 Ἀλλὰ ταῦτα μὲν τοῖς σπουδαιοτέροις τῶν λόγων ἐγκρινέσθωσαν· ὅσα δὲ καὶ ἐς ῥητορικὴν ἀναφέροντες εἰπεῖν ἔχομεν, καὶ ταῦτα τῷ λόγῳ προσκείσθωσαν. δύο γὰρ ταῦτα εἰδὼς ὁ θεῖος οὗτος ἀνὴρ ὄργανα τῇ τέχνῃ πρὸς ἀναίρεσιν εὔθηκτα, ἔνστασιν καὶ ἀντιπαράστασιν, πῇ μὲν θατέρῳ, πῇ δ’ ἑκατέροις ἀποχρᾶται κατὰ καιρόν, ἑκάτερον δ’ ἑκατέρου
20παρὰ τὰ συμβαίνοντα προτίθησι πράγματα. ὡς δὴ νῦν ἐνστὰς πρῶτον εἶτα ἐπήνεγκε τὴν ἀντιπαράστασιν· τὸ μὲν γὰρ ἀμφότερα ἀναιρεῖν, οἷς ὁ δεινὸς ἐκεῖνος ἀνὴρ τὸν ἀγῶνα μέγα φρονῶν εἰσελήλυθεν, ἐνστάσεως ἄν τις θεῖτο· τὸ δ’ ἀμφότερα δέξασθαι καὶ κατὰ τοὺς εὐτέχνους τῶν παλαι‐ στῶν οἷς ἔδοξεν ὑποκατακλίνεσθαι ῥιπτεῖν τὸν ὑπερκείμενον ἀντιπαρά‐
25στασις ἐναργής. Τὰς μὲν οὖν θεωρίας, δι’ ἃς τοὺς λόγους οἰκονομῶν, ἃ νῦν προτίθησιν, ἐν ἑτέροις δεύτερα τίθησιν, ἐροῦμεν ὁπότε τοὺς λόγους αὐτοῦ θεωροίημεν· νῦν δὲ ἐπ’ αὐτὸ τὸ ζητούμενον ἴωμεν. ‘ἔστω δέ‘ φησίν ‘ὑμῶν χάριν καὶ οὐσία τις ὁ πατήρ· συνεισάξει τὸν υἱόν, οὐκ ἀλλοτριώσει, κατὰ τὰς κοινὰς
30ταύτας ἐννοίας καὶ τὴν τῶν κλήσεων τούτων δύναμιν‘. ‘ἔστω‘ φησίν ‘ὑμῶν χάριν‘. ὅρα τὸν ἔντεχνον παλαιστήν· ἐπειδὴ γὰρ κατεπάλαισε τὸν ἀντιπλακέντα τούτῳ πρὸς λόγους, ἑκατέρας αὐτοῦ τὰς χεῖρας ἀποφυγών, ἃς δὴ ὑποληπτέον τὰ ἐν τῷ διλημμάτῳ προβλήματα, κατὰ δὲ τὸ μέσον
ἑλών, ὅπερ δὴ ἡ σχέσις ἐστίν, ἥνπερ ἐξεῦρε μέσον τῶν ὀνομάτων, καὶ226
35ἄλλην παρ’ ἐκεῖνα αὖθις ἀφῆκε, καὶ ταῖς ἐκείνου χερσὶ κατὰ τῆς ἐκείνου ἐχρήσατο κεφαλῆς. ‘ἔστω‘ γοῦν φησι ‘ὑμῶν χάριν καὶ οὐσία τις ὁ πατήρ‘. οὐ φεύγω, φησίν, ὑμῶν τὰ ὀνόματα· οὐκ ἀντιτίθημι ὅπερ ὑμεῖς ἠγνοήκατε, ἀλλὰ καταχαρίζομαι ὑμῖν τὰ ὑμέτερα. ‘ἔστω‘ γοῦν ‘οὐσίας ὁ πατὴρ ὄνομα· συνάξει‘ τοίνυν ‘τὸν υἱόν, οὐκ ἀλλοτριώσει‘. οὐ γάρ, ἐπειδὴ οὐσίαν τὸ
40πατρὸς ὄνομα δηλοῖ, παρὰ τοῦτο ἀνούσιος ὁ υἱός, ἐπεὶ μηδ’ ἐναντία πατὴρ καὶ υἱός, ὥσπερ λευκὸν καὶ μέλαν, ἵνα, εἰ ἐν τούτῳ εὑρεθείη τὸ οὐσιῶδες, παρ’ ἐκείνῳ γνωσθείη τὸ ἀνούσιον, ἀλλὰ τῆς κατὰ σχέσιν ἀντιθέσεως· αὕ[τη] δὴ μᾶλλον ἐν τῷ συνεῖναι οὐσίωται ἢ ἐν τῷ ἀπεῖναι τὰ ἐναντία. Ἀλλὰ ταῦτα μὲν ἐγὼ παραφθέγγομαι, ὁ δὲ πατὴρ οὐχ οὕτως· ἀπὸ γὰρ
45τῶν κοινῶν ὑπολήψεων πιστῶσαι τὸν λόγον βούλεται· κοινὰς δὲ ὑπολήψεις φησὶν ὁ φιλόσοφος τὰς πᾶσιν ἀνθρώποις γνωστάς, ὡς τὸ ἀγαθὸν εἶναι τὸ θεῖον, καὶ τὸν ἄνθρωπον ζῆν, καὶ τὸν ἰχθῦν νήχεσθαι, καὶ τὸν βοῦν τέμνειν τὴν αὔλακα. ὁ μὲν οὖν Εὐνόμιος ἀπαλλοτριοῦν βουλόμενος τοῦ πατρὸς τὸν υἱόν, καὶ οἰόμενος διαφόρων οὐσιῶν τούτους εἶναι, διότι καὶ

58

(50)

τὰ ὀνόματα τούτοις διάφορα, ἄλλην μὲν οὐσίαν τῷ ὀνόματι προσήρμοττε τοῦ πατρός, μᾶλλον δὲ ἐπὶ διαφόρων οὐσιῶν καὶ τὰ διαφέροντα ἐτίθει ὀνόματα, κακῶς ἀκούσας τῶν ἐν φιλοσοφίαις λεγομένων· οὐρανός, γάρ φησι, καὶ γῆ, ταῖς τῶν κλήσεων διαφοραῖς καὶ αἱ οὐσίαι διῄρηνται. κατὰ ταὐτὰ τοίνυν πατὴρ καὶ υἱός· ὧν γὰρ τὰ ὀνόματα διάφορα, τούτων καὶ αἱ
55οὐσίαι παρηλλαγμέναι. ἀλλ’ ὁ πατήρ, ἐπεί, φησίν, ὦ Εὐνόμιε, περὶ τὰ μεγάλα φῶτα τυφλώττεις, ἀνάβλεψον περὶ τὰ βραχύτατα καὶ ταῖς κοιναῖς ὑπολήψεσι πείσθητι, ὅτι πᾶν τὸ γεννώμενον ὁμοούσιόν ἐστι τῷ πατρί· ἄνθρωπος γὰρ ἐξ ἀνθρώπου καὶ ἵππος ἐξ ἵππου καὶ δελφὶς δελφῖνα γεννᾷ, καὶ ἀλλήλοις ἅπαντα ὁμοούσια. ὥσπερ γοῦν ἐπὶ τούτων οὐκ ἠλλοτρίωται
60τὸ γέννημα τοῦ γεννήσαντος, ἀλλὰ συνῆπται μᾶλλον καὶ συνῳκείωται, οὕτω δή, κἂν οὐσίαν θήσεις δηλοῦν τὸ πατρὸς ὄνομα, συνάξεις καὶ τὸν υἱὸν καὶ οὐσιώσεις, ἐπειδὴ τοῦ οὐσιώδους πατρὸς πέφυκε γέννημα, ‘κατά‘ τε ‘τοίνυν τὰς κοινὰς ὑπολήψεις καὶ τὴν τῶν κλήσεων τούτων δύναμιν‘ συνῆκται τῷ πατρί, οὐκ ἠλλοτρίωται ὁ υἱός.
65 Ἔστι δὲ ἡ τῶν κλήσεων δύναμις οὐκ ἄλλη μέν τις, ὥς τισιν ἔδοξε, παρὰ τὴν κοινὴν ὑπόληψιν· ἐγὼ δὲ πλέον τι ἐνταῦθα κατανοῶ. τὸ γὰρ εἰδέναι δυνάμεις κλήσεων οὐ τῶν κοινῶν ἐστιν ὑπολήψεων, διὰ τοῦτο ἄλλο τι τοῦτο παρὰ τὰς κοινὰς ὑπολήψεις τίθεμαι· οἶμαι γὰρ τὸ μὴ προηγεῖσθαι κατὰ χρόνον τὰ αἴτια τῶν αἰτιατῶν ἐνταῦθα δηλοῦν, ἀλλὰ συνάμα εἶναι
70τὰ πρός τι. ὡς μὲν γὰρ ἄνθρωπος ἀνθρώπου πρότερος ὁ γεννήσας τοῦ
γεννηθέντος, ὡς δὲ πατὴρ καὶ υἱὸς ἅμα ἀμφότεροι. ἀλλ’ ἡμεῖς μὲν ἀπὸ τοῦ μὴ πατέρες εἶναι τοῦτο γεγόναμεν ὕστερον, διὰ τοῦτο ὡς μὲν ἄνθρωποι τὸ πρεσβεῖον τῆς γενέσεως ἔχομεν κατὰ τῶν υἱέων, ὡς δὲ πατέρες ὁμο‐ φυεῖς ἐκείνοις ἐσμὲν καὶ ὁμόχρονοι· ‘ὁ δὲ ἐπὶ πάντων θεόσ‘, ἐξ ἀρχῆς ὤν,227
75ἄχρονον εἶχε τὸν υἱὸν καὶ ἀίδιον, ὅθεν κατὰ τὴν τῶν κλήσεων τούτων δύ‐ ναμιν οὐδέποτε ἠλλοτρίωται τοῦ πατρὸς ὁ υἱός, οὔτε κατὰ τὴν οὐσίαν οὔτε κατὰ τὴν συνύπαρξιν. ‘Ἔστω καὶ ἐνεργείας, εἰ τοῦτο δοκεῖ‘. ἀλλ’ ὑμεῖς μὲν ἴσως ἀπεδέξασθε τὴν συγχώρησιν ὡς αὐτόθεν αἱρήσοντες· ἡμεῖς δὲ καὶ οὕτως ὑμᾶς ἀπο‐
80φευξόμεθα. ἀλλὰ πυνθάνεσθε· τί δὲ ἐνήργησεν ἐνέργεια ὢν ὁ πατήρ, ὥσπερ ἡ παρὰ τῷ τέκτονι καὶ τῷ λιθοξόῳ καὶ τῷ ἀνδριαντοποιῷ καὶ τῷ ἑρμογλύφῳ; αὐτὸ τοῦτο, φημί, τὸ ὁμοούσιον· εἰ γὰρ ὁ πατὴρ υἱοῦ πατήρ, καὶ ὁ μὲν αἴτιον, ὁ δὲ αἰτιατόν, ὁμοφυεῖς δὲ ἄμφω καὶ ὁμοούσιοι, ‘αὐτὸ τοῦτο ἐνήργησεν ὁ πατήρ‘, τὴν ὁμοουσιότητα, ‘εἰ καὶ ἄτοπος ἄλλως ἡ
85τῆς περὶ τοῦτο ἐνεργείας ὑπόληψισ‘. ἐπειδὴ γὰρ παρακεκινδυνευμένοις ὀνόμασι καὶ δυσχρήστοις περὶ τὴν θεολογίαν ἐχρήσατο, διατάττεται ἐκ μέρους λυσιτελεῖν τοῖς θεωρήμασι τὰς περὶ τούτων ἐννοίας. τρία γὰρ ταῦτα δοκεῖ ἐφεξῆς ἀλλήλοις κεῖσθαι, οὐσία καὶ ἐνέργεια καὶ ἐνεργούμε‐ νον. ἔστι δὲ τῆς ἐνεργείας τὸ μὲν σύνδρομον τῇ οὐσίᾳ, τὸ δὲ ὕστερον
90ἐπικτώμενον· ὧν μὲν οὖν αἱ ἐνέργειαι οὐσιῶν σύνδρομοι, τούτων καὶ τὰ ἐνεργήματα ἀδιαίρετα· ὧν δὲ μετὰ ταῦτα, τούτων καὶ τὰ ἐνεργήματα ὕστερα. οἷον οὐσία μὲν ὁ ἄνθρωπος, ἐνέργεια δὲ τὸ ἀναπνεῖν καὶ τὸ οἰκοδομεῖν· τούτων τὸ μὲν ἀναπνεῖν σύνδρομον, τὸ δὲ οἰκοδομεῖν ὕστερον καὶ ἐπίκτητον. διὰ ταῦτα καὶ τῆς μὲν συνδρόμου τῇ οὐσίᾳ ἐνεργείας σύν‐
95δρομον καὶ τὸ ἐνεργούμενον, ὅπερ ἐστὶ τὸ καταψύχεσθαι τὴν καρδίαν τῷ πνεύματι (ὁμοῦ γοῦν τις ἀνέπνευσεν εἰσπνεύσας τὸν ἐκτὸς ἀέρα, καὶ τὸ σομφῶδες σῶμα τοῦ πνεύμονος πλησθὲν εἰλικρινοῦς πνεύματος περιέθαλψε τὴν καρδίαν καὶ καταπεπνῖχθαι οὐκ εἴασε τῇ θερμότητι), τὸ δὲ οἰκοδομεῖν, ἐπειδὴ ὕστερον ἐγεγόνει, διαιρετὸν ἔχει καὶ τὸ ἐνέργημα. διὰ τοῦτο γοῦν

58

(100)

φησιν ὁ πατήρ, ὅτι σύμφημί σοι, Εὐνόμιε, ἐνεργείας ὄνομα τὸν πατέρα τιθέντι. ‘ἐνήργησεν‘ οὖν ‘τὸ ὁμοούσιον, εἰ καὶ ἄτοπος ἄλλως ἡ τῆς περὶ τοῦτο ἐνεργείας ὑπόληψισ‘. ἐπ’ ἐκείνης μὲν γὰρ τῆς ἐνεργείας ὕστερον τὸ ἐνέργημα· δεῖ γὰρ εἶναι τὴν οἰκοδομικὴν καὶ οὕτως τὸ οἰκοδόμημα, καὶ κεχωρίσθαι ἀλλήλων τόν τε οἰκοδόμον καὶ ὅπερ ᾠκοδομήσατο. ἐφ’ ἧς
105δὲ νῦν θεωροῦμεν ἐνεργείας οὐ τοιοῦτον τὸ ἐνέργημα· οὐδὲ γὰρ ἦν πρὶν ὁ πατήρ, εἶθ’ ὕστερον ἀπετέλεσε τὸ ὁμούσιον, οὐδ’ ἀποτελέσας ἠλλο‐ τριώθη, ἀλλ’ ὁμοῦ τῷ εἶναι τὸν πατέρα τὸ γεγεννῆσθαι τὸν υἱὸν καὶ
ἄμφω ὁμοουσίους εἶναι. Ἐγὼ μὲν οὖν ὅσα μοι τὴν μνήμην ὑποτρέχει, ἐν οἷς κινδυνεύω τοὺς228
110αὐτοσχεδίους τούτους λόγους ἀναρριπτεῖν, ταῦτα δὴ ταῖς ὑμετέραις ἀκοαῖς παραδίδωμι· ὑμεῖς δὲ ἴσως κατὰ σχολὴν τὰ χρησιμώτερα τούτων συλ‐ λέγοντες, τοῖς ἡμετέροις ὡς τῶν καιρίων ἐλλείπουσι μάλα φιλοσόφως προσθείητε.

59

(1t)

οεʹ. Ἐκ τοῦ αὐτοῦ λόγου, εἰς τὸ ‘οὗτος ὁ νῦν καταφρονούμενος ἦν ὅτε καὶ
2tὑπὲρ σὲ ἦν‘
3 Ἐπειδὴ ὡς περὶ ψιλοῦ ἀνθρώπου ὁ Εὐνόμιος διελέγετο τοῦ Χριστοῦ, καὶ διὰ τοῦτο οὔτε θεοπρεπῶν ῥημάτων ἐφρόντιζεν οὔτε τινὸς αἰδοῦς
5ἢ σεβάσματος, ὁ πατὴρ μάλα σεμνῶς καὶ ἀστείως ἐπιτωθάζων αὐτῷ, ταυτὶ τὰ ῥήματα ἀντεπήνεγκεν· ‘οὗτος ὁ νῦν σοι καταφρονούμενος ἦν ὅτε καὶ ὑπὲρ σὲ ἦν‘. τοῦτο δὲ ἁπλῶς μὲν οὕτως νοούμενον χαριεντισμός ἐστιν ἄντικρυς, ἐν μέρει δὲ καὶ μωκία τωθαστική. ‘ἦν‘ γάρ φησιν ‘ὅτε καὶ ὑπὲρ σὲ ἦν‘, τὸν Εὐνόμιον ὁ θεός· ἐφ’ ᾧ τίς οὐκ ἂν ἡδέως τοῦ ἀνδρὸς
10ἐκείνου καταγελάσειεν, οἰομένου μηδὲν αὐτοῦ διαφέρειν τὸν μετὰ σώματος λόγον; ἀλλ’ ὁ πατήρ, ὥσπερ συγχωρῶν αὐτοῦ ταῖς παιδαριώδεσιν
ὑπολήψεσι καὶ οἷον ἐπικερτομῶν, φησίν· ἀλλ’ ὦ Εὐνόμιε, ἔδει γοῦν σε αἰδοῦς τι δεικνύειν πρὸς τὸν σωματωθέντα θεόν, ὅτι πάλαι κρείττων ἦν ἢ κατὰ σέ. οὕτω μὲν οὖν ἡ ἁπλῆ τῆς ἐννοίας προχείρισις δεικνύει τὸν229
15τωθασμόν· εἰ δὲ βούλοιτό τις σπουδάζοντα διηνεκῶς ὁρᾶν τὸν μέγαν τοῦ‐ τον πατέρα, εὑρήσει κἀνταῦθα πολύ τι τοῦ προβεβλημένου σεμνότερον. Ἀλλὰ πρότερόν γε διοριστέον περὶ τῆς τοῦ ‘ὑπὲρ σὲ‘ ἀντωνυμίας. εἰ μὲν γὰρ τῷ τοῦ Εὐνομίου προσώπῳ τὸ μέρος τοῦτο τοῦ λόγου συμπερι‐ γράψομεν, τοιαύτην ἔχει τὴν ἔννοιαν, ὅτι ὁ νῦν σοι ληπτὸς ταῖς λογικαῖς
20ἐφόδοις καὶ τοῖς σοῖς περὶ τὸ θεῖον πονηροῖς σπουδάσμασιν, ὡς αὐτὸς οἴει, ἦν ὅτε ὑπὲρ σὲ ἦν, τουτέστι κρείττων τῆς σῆς σοφίας καὶ ὑψηλότητος ἢ ὥστε φυσιολογεῖσθαι παρὰ σοῦ. μετὰ γὰρ τὸ προσλαβεῖν τὸν ἄνθρωπον ταυτί σοι τὰ πολλὰ φλυαρεῖται, ὅτι κατὰ σχέσιν καὶ οὐ καθ’ ἕνωσιν οὐσιώδη ἡ πρὸς τὸν ἄνθρωπον συνάφεια τοῦ θεοῦ, ὁπότε δὲ ἁπλοῦς ἦν
25καὶ ἀσώματος τῶν τοιούτων δογμάτων ὑπέρτερος ἦν. ἔδει γοῦν σε, διότι καὶ πάλαι τὴν σὴν ὑπεραναβέβηκε φύσιν, αὖθις αὐτῷ τηρῆσαι τὸ ὑπερφυὲς καὶ μὴ κατασμικρῦναι διὰ τὴν τοῦ σώματος πρόσληψιν. εἰ μὲν οὖν, ὅπερ εἰρήκαμεν, τὴν ἀντωνυμίαν περικλείσεις εἰς τὸν Εὐνόμιον, τοιαύτην ἐν‐ τεῦθεν κομίσῃ τὴν ἔννοιαν. εἰ δὲ πρὸς τὴν πᾶσαν φύσιν διὰ τοῦ μερικοῦ
30προσώπου ὁ λόγος χωρεῖ, ἑτέραν εὑρήσεις διάνοιαν, ὅτι ὁ νῦν κατ’ οὐσίαν ὅμοιος ἡμῖν γενόμενος λόγος ἦν ὅτε ὑπὲρ ἡμᾶς ἦν. οὐ γὰρ κάτωθεν αὐτῷ ἡ ὕπαρξις μετὰ τοῦ σώματος ἐσχεδίασται, ἵνα μηδὲν πλέον ἔχῃ ἡμῶν, ἀλλ’ ὑπάρχων σὺν τῷ πατρί, ὕστερον τὸ ἡμέτερον ἐμορφώσατο, καὶ μηδέν τι τῆς ὑπερφυοῦς αὐτῷ ἐλαττώσας φύσεως, διὰ τῆς ἀρρήτου πρὸς ἡμᾶς
35ἑνώσεως ἑαυτῷ τὴν προσληφθεῖσαν φύσιν ἐθέωσεν. ‘ὃ μὲν‘ γὰρ ‘ἦν‘ φησί ‘διέμεινεν, ὃ δὲ οὐκ ἦν προσέλαβεν‘. ἦν ἀθάνατος, ἀναλλοίωτος, ἄτρεπτος, ἀίδιος, ἄναρχος, ταῦτα διέμεινε καὶ γενόμενος ἄνθρωπος· οὐκ ἦν διαστα‐ τός, μεριστός, ὑπὸ χρόνον, καὶ ὅσα τοῦ σώματος, ταῦτα γέγονεν ἐμὲ προσλαβόμενος.
40 ‘Ἐν ἀρχῇ‘ φησίν ‘ἦν ἀναιτίως· τίς γὰρ αἰτία θεοῦ;‘ πῶς τοῦτο φῄς, ὦ θεολόγων ἀκρότης καὶ φιλοσόφων ὁ τελεώτατος; ἀναίτιος ὁ υἱός; καὶ πῶς ἀναχθήσεται πρὸς τὸν πατέρα, ὃς δὴ αἴτιος αὐτῷ τῆς γεννήσεως, ὅπερ δὴ καὶ αὐτὸς ἐν πολλοῖς λόγοις φιλοσοφεῖς, ἄναρχον μὲν διδοὺς τὸν πατέρα, οὐκ ἄναρχον δὲ τὸν υἱόν, ὅτι ἀρχὴν τὸν φύσαντα ἔσχηκε; πῶς οὖν
45ἐν ἀρχῇ ἦν ἀναιτίως; ἀλλὰ καὶ ἐπηρώτησεν, ὡς μὴ ἔχων ἀπόκρισιν, ‘τίς γὰρ αἰτία θεοῦ‘· ἐγὼ δὲ θαρρούντως εἴποιμι ἄν σοι ὅτι ὁ πατήρ. σὺ μὲν οὖν θεολογικώτατα ἂν ἀπεκρίθης τοῖς ἐρωτήσασιν· ἐγὼ δέ, ὅπερ παρὰ
τῆς σῆς ὑψηγορίας προσείληφα, τοῦτο δὴ καὶ ἀποκρινοῦμαι, ὅτι τὸ ‘ἀναιτίωσ‘ ἐνταῦθα τὸν τρόπον ἢ τὸν λόγον δηλοῖ, καθ’ ὃν ἄν τις οἰηθῇ230

59

(50)

γεγεννῆσθαι τὸν υἱὸν παρὰ τοῦ πατρός. οὔτε γὰρ ἀναίτιος ὁ υἱός, ὅτι πρὸς τὸν πατέρα ὡς αἰτίαν τῆς γεννήσεως ἀναφέρεται, καὶ ἀναιτίως δὲ γεγέν‐ νηται, ὅτι μή τις εὑρίσκοιτο λόγος δι’ ὃν αὐτὸν ἐγέννησεν ἢ γεννᾷ ὁ πα‐ τήρ. ἐν οἷς μὲν οὖν ὑπὲρ αἰτίαν φαμὲν τὸν υἱόν, τὸν λόγον παραδείκνυμεν τῆς γεννήσεως ὡς οὐκ ὄντα, ἐν οἷς δὲ ὑπ’ αἰτίαν τίθεμεν, τὸν πατέρα
55ἐπισημαινόμεθα. ὁ γὰρ λόγος καθ’ ὃν γίνεταί τι τοῦ γινομένου πρεσβύ‐ τερος, τοῦ δὲ λόγου τίς λόγος ἀνώτερος; εἰ γὰρ εὑρίσκοιτο, ὃ μηδεὶς ἂν μανείη, τρίτος ἀπὸ τοῦ πατρὸς ὁ υἱός, τοῦ λόγου μεσάζοντος. ἀναιτίως μὲν οὖν κατὰ τὴν ἄνω γεγέννητο γέννησιν, τῆς δὲ μετὰ σώματος γεννή‐ σεως πρεσβύτερος λόγος ἐστί· ποῖος; ‘τὸ σέ‘ φημι ‘σωθῆναι τὸν ὑβρι‐
60στήν‘. κἀνταῦθα γὰρ πάλιν ἡ ἀντωνυμία τὴν φύσιν συμπεριείληφεν· ὑβρίσαμεν γὰρ ἄντικρυς κορεσθέντες τῶν ἀγαθῶν καὶ κατὰ τὸν ἀγνώμονα Ἰσραὴλ ‘παχυνθέντεσ‘ καὶ ‘λιπανθέντες ἀπελακτίσαμεν‘ καὶ γεγόναμεν τοῦ πλάσαντος ὑβρισταί, ‘τοῦ ὀνόματοσ‘ ἐκείνου ‘δι’ ἡμᾶς δυσφημουμένου τοῖς ἔθνεσιν‘. ἵν’ οὖν μὴ εἰς τέλος ὑβρίζοιμεν μηδὲ στόμασιν ἀχαλινώτοις
65ὥσπερ ἵπποι ἀκάθεκτοι τραποίμεθα ὅπῃ δὴ καὶ βουλόμεθα, τὴν φύσιν ἡμῶν ἑαυτῷ προσηνέγκατο καὶ γέγονε δι’ ἡμᾶς ἄνθρωπος ὁ τῆς ἡμετέρας φύσεως δημιουργός. τοῦτο γοῦν τὸ σεσῶσθαι ἡμᾶς αἰτία πρεσβυτέρα τοῦ σεσωματῶσθαι τὸν κύριον. ‘Ὅσ‘ φησί ‘διὰ τοῦτο περιφρονεῖς θεότητα, ὅτι τὴν σὴν παχύτη〈τα
70κατεδέξατο〉‘. καὶ τοῦτο θαυμαστικὸν καὶ βαρύτητος γέμον ἄντικρυς, οὐχ ἧττον δὲ καὶ ἐνδιάθετον, ἐγκαρδίου γὰρ πάθους δηλωετικὸν καὶ προφανὴς ἀγανάκτησις· ἐλαύνεται δὲ μάλιστα πρὸς τὴν ἀληθινὴν ἰδέαν ἀπροσδοκήτως ἐπενεχθέν. ἔστι δὲ καὶ κατ’ ἐνίους τῶν τεχνογράφων ἐν παραγραφικῇ μοίρᾳ· τοῦτο δὲ γίνεται ὅταν τις ἐφ’ οἷς προσεδόκει στε‐
75φάνων ἀξιωθήσεσθαι, τοὐναντίον ὑπ’ εὐθύνην καὶ ἐπιτίμησιν ἄγοιτο, ὡς ὁ στρατηγὸς τοῖς παισὶ κατασκόποις χρησάμενος καὶ διὰ τοῦτο τυραν‐ νίδος κρινόμενος. τοιοῦτον γοῦν καὶ τὸ ἐνταῦθα εἰρημένον, ὡς ἔδει γοῦν μᾶλλον ὑμνεῖσθαι τὸν θεόν, διότι σου τὴν παχύτητα κατεδέξατο· σὺ δὲ καὶ μᾶλλον ἀφορμὴν τοῦτο ὕβρεως εὕρηκας, ὥσπερ φρενίτης ἄρρωστος
80τὸν θεραπευτὴν καταιτιώμενος ἢ καὶ μαστίζων, ὅτι χειρίζεται τὰς πλη‐ γὰς καὶ τοῖς δακτύλοις πιέζει τὸ ἐξοιδοῦν καὶ τὸ νοσοποιοῦν πόρρω τίθησιν αἴτιον.
Τὸ δὲ ‘περιφρονεῖσ‘ διττὴν ἔχον τὴν σημασίαν· κεῖται γὰρ ἐπί τε τῆς ἀθετήσεως καὶ τῆς ἀμυδρᾶς τοῦ νοουμένου φαντασίας καὶ περιδράξεως,231
85ταὐτὸ δηλοῦν τῷ περινοεῖν, ὥς που καὶ ὁ κωμικὸς ἐπὶ τῶν Νεφελῶν ἐχρήσατο τῷ ὀνόματι· ‘περιφρονεῖ‘ γάρ φησι ‘τὸν ἥλιον‘, ἀντὶ τοῦ λεπτῶς καὶ ἀμυδρῶς νοεῖ. οὐδὲν οὖν ἄτοπον κἀνταῦθα ἐπὶ τῆς τοιαύτης σημασίας τὴν περιφρόνησιν ἐννοῆσαι, ὡς, δέον θαυμάσαι τὸν πλοῦτον τῆς τοῦ θεοῦ ἀγαθότητος, ὅτι ‘κλίνας οὐρανοὺς καταβέβηκε‘ δι’ ἡμᾶς, καὶ μέχρι τοῦ
90θαύματος στῆναι καὶ τῆς ἐκπλήξεως, σὺ δ’ ὥσπερ τινὰ ὕφεσιν πεποιηκότος τοῦ σώματος ὡσανεὶ περιφρονεῖν ἄρχῃ ἐντεῦθεν τὴν τούτου θεότητα καὶ εἰκασίαν τινὰ λαμβάνειν λεπτήν, ὥσπερ οἱ ὀφθαλμιῶντες, ἔπειτα καθ’ ὑδά‐ των ὁρῶντες τὸν ἥλιον. ‘Διὰ τοῦτο‘ φησί ‘περιφρονεῖς θεότητα, ὅτι τὴν σὴν παχύτητα κατ‐
95εδέξατο, διὰ μέσου νοὸς ὁμιλήσας σαρκί, καὶ γενόμενος ἄνθρωπος ὁ κάτω θεός, ἐπειδὴ συνανεκράθη θεῷ, καὶ γέγονεν εἷς, τοῦ κρείττονος ἐκνική‐ σαντος, ἵνα γένωμαι τοσοῦτον θεὸς ὅσον ἐκεῖνος ἄνθρωποσ‘. ὡμίλησε γὰρ ἡμῖν ὁ θεὸς πῇ μὲν ἀμέσως, πῇ δὲ διὰ μέσου τινός. εἰ μὲν γὰρ τὸ ἡμῖν ἐφ’ ὅλης ἡμῶν λήψῃ τῆς ὑποστάσεως, σώματός φημι καὶ ψυχῆς, ἀμέσως

59

(100)

ὡμίλησεν· εἰ δὲ ἐπὶ μόνου τοῦ σώματος, διὰ μέσης ψυχῆς ἢ νοῦ. τοῦτο δὲ τὸ δόγμα Ἑλλήνων παῖδες πρῶτοι ἐφευρήκασι, γενικῶς αὐτῷ ἐπὶ πά‐ σης συναφῆς τῶν ἑτεροφυῶν προσχρώμενοι, οὐκ ἐπὶ σωμάτων μόνον καὶ ἀσωμάτων, ἀλλὰ καὶ ἐπὶ σωμάτων μόνων καὶ ἐπὶ ἀσωμάτων ἁπλῶς. οἷόν τί φημι, συνῆφθαί φαμεν τὰ στοιχεῖα τοῦ κόσμου πρὸς ἄλληλα·
105σωματικὰ δὲ πάντα, ἐπεὶ καὶ διαστατά, ἀλλὰ τὸ μὲν πῦρ θερμὸν καὶ ξη‐ ρόν, τὸ δὲ ὕδωρ ψυχρὸν καὶ ὑγρόν, ἐναντίαι δ’ αὗται ποιότητες, τὰ δ’ ἐναντία τοῖς ἐναντίοις ἄμικτα. πῶς οὖν, τῶν ἐν τοῖς στοιχείοις ποιοτή‐ των ἐναντιουμένων, ἡ πρὸς ἄλληλα τούτων μίξις ἐγένετο; διὰ τοῦτο μέσον αὐτοῖν τὸν ἀέρα τιθέασι, θερμὸν τυγχάνοντα καὶ ὑγρόν, καὶ τῇ μὲν
110ὑγρότητι τὸ ὕδωρ οἰκειούμενον, τῇ δὲ θερμότητι τῷ πυρὶ συγκεραννύμε‐ νον, καὶ οὕτως διὰ μέσου τούτων ἡ τῶν διεστώτων συνάφεια γίνεται. Οὕτω μὲν οὖν ἐπὶ τῶν σωμάτων ἡ μεσότης εὑρίσκεται· ἀλλὰ καὶ ἐπὶ τῶν ἀσωμάτων. καὶ ἵνα τοὺς Ἑλλήνων παρῶμεν λόγους (μὴ γὰρ δὴ δεη‐ θείη τούτων ἡ ἐκκλησία εἰς σύστασιν τῶν οἰκείων δογμάτων), ἐκ τῶν
115Διονυσίῳ τῷ πάνυ θεολογουμένων τὰς πίστεις ληψόμεθα. τὰς γὰρ τῶν
ἀσωμάτων τάξεις διελόμενος ὁ μέγας οὗτος ἀνὴρ ἀπὸ τῶν σεραφὶμ ἄχρι τῆς ἀγγελικῆς ὑποστάσεως, τοὺς μὲν περὶ θεὸν ἀεὶ τίθεται εἶναι, τὰς δὲ καὶ ἡμῖν ὁμιλεῖν, καταπεμπομένας παρὰ θεοῦ ‘διὰ τοὺς μέλλοντας κληρονομεῖν βασιλείαν‘. ἀλλ’ οἱ μὲν σεραφὶμ ἀμέσως παρὰ θεοῦ τὰς232
120ἐλλάμψεις δέχονται, ἄγγελοι δὲ προσεχῶς μὲν παρὰ τῶν ἀρχαγγέλων, ὑπερκειμένως δὲ παρὰ τῶν σεραφίμ, καὶ ἔτι πορρωτάτω παρὰ τοῦ θεοῦ, καὶ οὕτως τὰ διεστῶτα συνάπτεται τῇ πρὸς ἄμφω τοῦ μεσιτεύοντος οἰκειότητι. εἰ δὲ ἐπὶ σωμάτων μόνων καὶ ἀσωμάτων ἁπλῶς μεσότητες, πόσῳ γε μᾶλλον ἐπὶ συναφῆς σωμάτων καὶ ἀσωμάτων. διὰ ταῦτα καὶ ὁ
125πρῶτος λόγος, ὁ ἁπλοῦς, ὁ ἀσύνθετος, οὐκ ἀμέσως τῷ παχεῖ ἡμῶν ὡμίλησε σώματι (πῶς γὰρ ἂν συναφθείη τὰ πάντῃ διεστηκότα;), ἀλλ’ ἐπειδὴ ὁ ἡμέτερος νοῦς μέσος ἐστὶ σώματος καὶ θεοῦ, τοῦ μὲν λεπτότερος, ἐκείνου δὲ πῶς ἂν παχύτερος εἴποιμι συγκριτικῶς, ὁ τὸ ἡμέτερον προσλαβόμενος διὰ μέσου τοῦ νοῦ τὴν ἡμετέραν σάρκα προσείληφεν, οὕτως ‘ὁμιλήσασ‘
130ἡμῖν, ‘καὶ γενόμενος ἄνθρωπος ὁ κάτω θεός, ἐπειδὴ συνανεκράθη θεῷ‘. τοῦτο δὲ τῶν λίαν ἀπορουμένων ἐστὶ καὶ σχεδὸν ἀλύτων· ὅθεν τινὲς τὸ ῥητὸν μὴ νοήσαντες ὑποστίζουσιν εἰς τὸ κάτω καὶ ἀναγινώσκουσιν οὕτως· ‘καὶ γενόμενος ἄνθρωπος ὁ κάτω, θεόσ‘, ὡς ὄντος καὶ ἄνω ἀνθρώπου ἑτέρου. τοῦτο δὲ πολλοῖς λόγοις ἐλέγχεται. εἰ μὲν γὰρ περὶ τοῦ κοινοῦ
135ἀνθρώπου, σοῦ φημι καὶ ἐμοῦ, ὁ λόγος αὐτοῖς, ἀλλ’ οὐ περὶ τούτου ἡ θεολόγος φωνὴ διέξεισιν· εἰ δὲ περὶ τοῦ κυριακοῦ σώματος, ἀλλ’ οὐκ ἦν ὅτε οὐκ ἦν τοῦτο θεός· ὅθεν πῶς ἐγένετο ὅπερ ἦν; Ἀλλ’ ἐατέον νῦν τοὺς πολλοὺς ἐλέγχους καὶ λυτέον αὐτὸ τὸ θεώρημα ὅπως ἔχει. ὁμιλήσας γὰρ ἡμῖν ὁ θεὸς γέγονεν ἄνθρωπος, μᾶλλον δὲ
140ἐπ’ αὐτῆς τῆς θεολογικῆς λέξεως τὴν ἔννοιαν σαφηνίσωμεν, ‘διὰ μέσου νοὸς ὁμιλήσας σαρκί‘· καί, ἐπειδὴ οὐδὲν ἕτερόν ἐστιν ὁ ἄνθρωπος εἰ μὴ νοῦς καὶ σάρξ, ἐπήγαγε ‘καὶ γενόμενος ἄνθρωποσ‘. εἶτα, ἐπειδὴ οὗτος ὁ προσληφθεὶς ἄνθρωπος ἅμα τῇ προσλήψει θεὸς ἐγένετο τέλειος, οὐκ ἄνω, ἀλλὰ κάτω τὸ τῆς θεότητος ἐσχηκὼς ὄνομα, ἵνα μή, ἀκούσαντες τὸ
145ἄνθρωπος, οἰηθῶμεν ψιλὸν αὐτὸν εἶναι καὶ μηδὲν ἔχοντα πλέον ἡμῶν, ἐπήνεγκεν ‘ὁ κάτω θεόσ‘· κάτω γὰρ θεὸς ὃν προσείληφεν ἄνθρωπον ὁ ἀπ’ ἀρχῆς θεός. εἶτα, ἵνα μή τις εἴπῃ· καὶ πῶς ἔχει λόγον τὸν ἄνθρωπον γενέσθαι θεόν; ἐπήγαγεν ‘ἐπειδὴ συνανεκράθη θεῷ‘. ὅθεν οὐδὲ διῃρημέ‐ νως ὀφείλομεν ἀναγινώσκειν, ἀλλὰ συνημμένως ‘ὁ κάτω θεός, ἐπειδὴ

59

(150)

συνανεκράθη θεῷ‘. ἵνα μὴ δὲ ὁ λόγος δύο θεοὺς ἡμῖν σχεδιάσῃ καὶ διὰ τοῦτο δύο ὑποστάσεις δοξάσωμεν, ἐπήγαγε ‘καὶ γέγονεν εἷσ‘· οὐ γὰρ
ἐπειδὴ θεὸς ὁ προσλαβόμενος καὶ θεὸς αὖθις τὸ πρόσλημμα, δύο παρὰ τοῦτο θεοὶ καὶ δύο ὑποστάσεις, ἀλλ’ ἡ μία τοῦ λόγου ὑπόστασις 〈ἐν〉 ἑαυτῇ καὶ τὴν ἀνθρωπότητα ὑπεστήσατο καὶ γέγονεν ἐξ ἀμφοῖν εἷς θεός.233
155εἶτα, ἵνα μή τις εἴποι· καὶ πῶς οὐ γέγονεν εἷς ἄνθρωπος; ἐπήγαγε ‘τοῦ κρείττονος ἐκνικήσαντοσ‘· δύο γὰρ ὡσανεὶ μαχομένων, θεότητος καὶ ἀνθρωπότητος, τῆς μὲν ὅπως ἂν ἐξανθρωπίσῃ τὸν θεόν, τῆς δὲ ὅπως θεώσῃ τὸν ἄνθρωπον, ἐνίκησεν ὡς εἰκὸς τὸ κρεῖττον, καὶ γέγονεν εἷς θεός.
160 ‘Ἵνα γένωμαι τοσοῦτον θεὸς ὅσον ἐκεῖνος ἄνθρωποσ‘. τούτου δὲ ἐν ἑτέροις μὲν λόγοις ἑτέραν ἑρμηνείαν ἐκδεδώκαμεν, ἔνθα, εἴ γε μέμνησθε, 〈τὸ〉 ‘τοσοῦτον διὰ σὲ ἄνθρωπος ὅσον σὺ δι’ ἐκεῖνον γίνῃ θεὸσ‘ ἐξητάζο‐ μεν· ἐνταῦθα δὲ ὡς ἑτέρως αὐτὸ ἀποδώσομεν. τὸ ‘γίνομαι‘ ἐπὶ τούτων τῶν ῥητῶν οὐ τὸν καθ’ ἕνα δηλοῖ ἄνθρωπον, ἐπεὶ μηδὲ δυνατὸν ἄνθρωπόν
165τινα δυνηθῆναι γενέσθαι τοσοῦτον θεὸν ὅσον ὁ θεὸς ἄνθρωπος ἐγένετο δι’ ἡμᾶς· ὁ μὲν γὰρ φύσει καὶ οὐσίᾳ κατὰ πάντα ἄνθρωπος γέγονεν, ἄν‐ θρωπος δέ, κἂν εἰς αὐτὸ τῆς ἀρετῆς φθάσῃ τὸ ἀκρότατον, θέσει μόνῃ χρηματίζει θεός. ὅθεν καὶ θαυμάζω ὅπως ποτὲ Μάξιμος ὁ φιλόσοφος τοῦτον τὸν λόγον ἐρωτηθείς, ἀπεριμερίμνως πρὸς τὸν εἰρηκότα ἀπεκρί‐
170νατο, αὐτὸ τοῦτο φήσας, ὅπερ ἡμεῖς νῦν εὐθύναντες ἐξηλέγξαμεν. Τίς οὖν ὁ ἐμὸς λόγος; εἰρηκὼς ὁ πατὴρ ὅτι ‘γέγονεν εἷς, τοῦ κρείττονος ἐκνικήσαντοσ‘, ᾠήθη ὑπολαβεῖν τοὺς πολλοὺς καταδεδαπανῆσθαι τὸν ἄνθρωπον τῷ πυρὶ τῆς θεότητος. εἰ γὰρ γέγονεν εἷς καὶ οὗτος θεὸς διὰ τὸ τοῦ κρείττονος ἐκνίκημα, ὁ ἄνθρωπος ποῦ; τοῦτο γοῦν αὐτὸ τὸ ὑπο‐
175τρέχον διορθούμενός φησιν· ‘ἵνα γένωμαι τοσοῦτον θεόσ‘, οὐ περὶ ἑαυτοῦ τὸ ‘ἵνα γένωμαι‘ λέγων, ἀλλὰ τοῦ προσλήμματος· συγκεφαλαίωσις γὰρ ἐκεῖνο τῆς ἡμετέρας φύσεως καὶ οὐδὲν παρ’ ἡμᾶς. διὰ τοῦτο γοῦν γέγονεν εἷς ὁ θεός, τοῦ κρείττονος τὸ χεῖρον νικήσαντος, ἵνα, ὅσον ὁ θεὸς ἄνθρωπος γέγονε, τοσοῦτον ὁ ἄνθρωπος θεὸς γένηται. ἴσος γὰρ ὁ τρόπος τῆς ἀντι‐
180δόσεως· εἰ γὰρ ὁ θεὸς ἄνθρωπος τέλειος μὴ φαντάσας τὴν σάρκα, καὶ ὁ ἄνθρωπος ὁ προσληφθεὶς θεὸς τέλειος, ἀλλ’ οὔτε ὁ θεὸς ἄνθρωπος γενό‐ μενος τέλειος μετηλλάγη τὴν φύσιν τῆς οἰκείας θεότητος, ἀλλ’ ἔμεινεν ὅπερ ἦν γενόμενος ὅπερ οὐκ ἦν, οὔτε ὁ προσληφθεὶς ἄνθρωπος θεὸς γενό‐ μενος τέλειος τῆς οἰκείας οὐσίας ἐστέρηται, ἀλλὰ κἀκεῖνος ἔμεινεν ὅπερ
185ἦν, ἄνθρωπος, γενόμενος ὅπερ οὐκ ἦν, θεός, καὶ γέγονε τῶν φύσεων ἀντι‐ παραχώρησις ἄρρητος. καὶ μάρτυς τῷ λόγῳ ὁ τῆς Νύσσης φωστὴρ Γρηγόριος· περὶ γὰρ τοῦ κυριακοῦ σώματος λέγων ἐπάγει ταυτί· σῶμα
τὸ τριχῇ διαστατὸν ἐν περιγραφῇ πέφυκεν, εἰ καὶ τῇ πρὸς τὸ θεῖον ἑνώσει τὸ ὑπερφυὲς κατεπλούτησε, τῆς φυσικῆς ἀπολέσαν μηδὲν ἰδιότητος. τοῦτο234
190δὲ ὁ τῆς Κρήτης Ἀνδρέας κεκλοφὼς ὡς οἰκεῖον ἐν τῷ περὶ Λαζάρου λόγῳ ἐξεφώνησεν. ὅθεν καὶ πρῶτον ἐγὼ ἐκεῖσε τὸ ῥητὸν ἀναγνούς, ἐθαύμασα ὅπως πρὸς τὸν ἄλλον αὐτοῦ χαρακτῆρα μετήλλακται, καὶ ἐμοὶ ἔμπνους ἐκεῖσε γενέσθαι ἔδοξεν· ὡς δ’ ὕστερον εὗρον τοῦ λόγου τὸν πατέρα, ἐκεῖ‐ νον μὲν οὐ πάνυ τι ᾐτιασάμην χρυσοῦν κεκλοφότα ἱμάτιον, ἑαυτὸν δὲ
195ἀπεδεξάμην, τὸν Σκύθην ἐγνωκότα μετὰ τοῦ κάνδυος.

60

(1t)

οϛʹ. Ἐκ τοῦ τῆς Πεντηκοστῆς λόγου, εἰς τὸ ‘ἔστι διαφορὰ χαρισμάτων‘
2 Ἠρωτήκατε τίς ἡ τῶν ‘χαρισμάτων διαφορά‘, καὶ πῶς τὰ μὲν ἑτέρων ‘δεῖται πρὸς διάκρισιν τοῦ βελτίονοσ‘ κατὰ τὸν μέγαν ἀπόστολον, τὰ δὲ ἐντελῆ τυγχάνει καὶ ἀπροσδεᾶ καὶ καθ’ ἑαυτὰ ἰσχύοντα· ᾧ δὴ ἀκόλουθόν
5ἐστι γνῶναι ἡμᾶς ὅπως τὰ τῶν ‘προφητῶν πνεύματα προφήταις ὑποτάσ‐ σεται‘, τίς τε ὁ τῆς προφητείας λόγος, καὶ τίνας μὲν κυρίως προφήτας ὀνομάζει ἡ θεία γραφή, τίνες δὲ καταχρηστικῶς τούτου τοῦ ὀνόματος
τετυχήκασι. Δεῖ οὖν τῷ ὑστέρῳ τῶν ἀπορηθέντων τὴν λύσιν πρῶτον ἐπενεγκεῖν.235
10ὅτι μὲν γὰρ πᾶσα τοῦ μέλλοντος πρόρρησις προφητεία ἐστίν, αὐτό, φασί, τὸ ὄνομα δηλοῖ. ὁπόθεν γοῦν τις ὁρμώμενος, ἢ τῆς καθ’ ὕπνον μαντικῆς ἢ τῆς ἀπὸ τῶν χειρῶν διαγνώσεως, ἣν δὴ χειροσκοπικὴν οἱ πάλαι σοφοὶ ὠνομάκασιν, ἢ δι’ ὧν ὄρνις ἐγείρεται καὶ κλάζει ἢ ἄλλο τι δρᾷ, προλέγοι τὰ μέλλοντα, προφήτης οὗτός ἐστιν. ἀλλ’ ἡ θεία γραφή, τὸ ὄνομα τοῦτο
15εἰ πολλὰ διεσπαρμένον καὶ διῃρημένον συναγαγοῦσα πρὸς ἑαυτό, τοῖς τὴν ἐπιδημίαν τοῦ κυρίου προκαταγγείλασιν, ἣν διὰ σαρκὸς ἐνεδείξατο, φέρουσα ἐδωρήσατο. ὥσπερ δὴ καὶ Πυθαγόρας πεποίηκε· κἀκεῖνος γὰρ τὴν τῆς σοφίας προσηγορίαν, πολλῶν κατηγορουμένην ἐπιστημῶν, τῇ πρώτῃ φιλοσοφίᾳ προσήρμοσεν. ὥσπερ οὖν σοφὸς ὁ τὰς τῶν ἐπιστημῶν
20ἀρχὰς ἐπιστάμενος, αἳ δὴ ἀπὸ νοῦ τὸ προϊέναι εἰλήχασιν, οὕτω δὴ καὶ προφήτης ὁ τῆς τοῦ Χριστοῦ διὰ σαρκὸς παρουσίας κῆρυξ γενόμενος. ἀλλ’ οὗτος ἂν κυρίως μὲν προφήτης καλοῖτο, κληθείη δ’ ἂν καὶ ἄλλος τις, μετὰ Χριστὸν χαρίσματος ἠξιωμένος προφητικοῦ καὶ προλέγων τὰ μέλ‐ λοντα· οὐ γὰρ μέχρι τῆς τοῦ κυρίου ἐπιδημίας τὸ θεῖον πνεῦμα ἐπὶ τῶν
25καθαρῶν ἐνήργει ψυχῶν, ἀλλ’ ἐπειδὴ κἀκεῖνος πρὸς οὐρανοὺς ἀναβέβηκεν, ὁ παράκλητος αὖθις ἐπεφοίτα καί, ἐνιδρυμένος τῷ νῷ ὥσπερ ἐν ἀκροπόλει, φανερὰς αὐτοῦ τὰς ἐνεργείας ἐποίει. πλεῖστοι γοῦν ἐπὶ τῶν τοῦ Παύλου χρόνων, ἀθρόως τὴν γνώμην πρὸς τὸ κρεῖττον μεταποιούμενοι, προὔλε‐ γόν τε τὰ μέλλοντα, θεοληπτούμενοι ἀφανῶς, κἀντεῦθεν προφῆται κατ‐
30ωνομάζοντο. ἀλλ’ ἐπειδὴ τοῦτο διαπορήσαντες διηρθρώκαμεν, φέρε δὴ καὶ περὶ τῶν χαρισμάτων ‘βραχέα φιλοσοφήσωμεν‘. Τὸ πνεῦμα τὸ ἅγιον, ἓν ὂν κυρίως κατὰ τὴν ἀκριβῆ τοῦ ἑνὸς ἔννοιαν, αὐτῷ δὴ τῷ ἑνὶ πάντων ἅπτεται, πάντων δράττεται, οὐ πολλαπλασιαζό‐ μενον ἢ μεριζόμενον κατὰ τὸν μαινόμενον Νουμήνιον, ἀλλ’ ἐφ’ ἑαυτοῦ
35ἱδρυμένον καὶ πανταχοῦ προϊὸν καὶ τοῦ ἑνὸς μὴ ἐξιστάμενον, καὶ τοῖς πολλοῖς μετεχόμενον. μερίζεται δὲ ταῖς τῶν δεχομένων διαφόροις γνώ‐ μαις καὶ προαιρέσεσιν· ὅθεν τῷ μὲν εἰς ἀντίληψιν γίνεται, τῷ δὲ εἰς κυ‐ βέρνησιν, τῷ δὲ τὰς διαλέκτους ἐπὶ τὴν γλῶτταν προχέει καὶ ἄλλῳ τὴν ἑρμηνείαν τῶν λεγομένων χαρίζεται. πρὸς ὃ γάρ τις ἐπιτηδείαν τὴν ἑαυτοῦ
40παράσχῃ ψυχήν, ἐκείνου δὴ καὶ δεκτικὸς γίνεται τοῦ χαρίσματος. ἀλλὰ
τὸ μὲν ἀντιλαμβάνεσθαι τῶν παιδαγωγουμένων ψυχῶν ἢ κυβερνᾶν ταύ‐ τας καὶ διιθύνειν καὶ ἀπὸ πελάγους πρὸς τὸν θεῖον ἀνάγειν πυρσόν, τἆλλά τε ὅσα δὴ ὁ μέγας ἀπόστολος ἀπαριθμησάμενος φαίνεται, αὐτοτελῆ τυγχάνει καὶ ἀπροσδεᾶ τῆς παρ’ ἑτέρων συστάσεως· τὸ δὲ γλώσσαις236
45λέγειν, τουτέστιν ἀθρόως μεταβεβλῆσθαι πρὸς τὰς τῶν προσιόντων φω‐ νάς, ὡς νῦν μὲν Βαβυλώνιον, νῦν δὲ Περσίδα, νῦν δὲ Ἀσσύριον ἀφιέναι φωνήν, τοῦτο καθ’ ἑαυτὸ μὲν ἔλαττον ἰσχύει, συστὰν δὲ παρὰ τοῦ τῆς ἑρμηνείας χαρίσματος μεγαλωφελὲς τοῖς προσιοῦσιν ἐγένετο. τί γὰρ δὴ ὁ φοιτῶν παρὰ τοὺς προφήτας ὠφέλητο Ἄραψ ὤν, ἐκείνων ὑπεραττικι‐

60

(50)

ζόντων ταῖς λέξεσιν, ἢ τὴν Ἀτθίδα γλῶτταν εἰδώς, ἐκείνων τὴν τῶν Φοινίκων διαλεγομένων; εἰ δ’ ὁ τοῦ τῆς ἑρμηνείας ἠξιωμένος χαρίσματος ἐφερμηνεύσειε τὰ λεγόμενα καὶ μεταβάλοι πρὸς ἃ γνοίη ὁ ἀκροώμενος, οὐ καινὸν δὴ τὸ τῶν γλωττῶν ἀπειργάσατο χάρισμα; τοῦτο γοῦν αὐτό φησιν ὅ τε μέγας ἀπόστολος καὶ ἡ θεολόγος φωνή, ὅτι ‘ἔστι διαφορὰ χαρισμά‐
55των, ἄλλου δεομένη χαρίσματος πρὸς διάκρισιν τοῦ βελτίονοσ‘, ὥσπερ ἡ τῶν γλωσσῶν τοῦ ταύτας διερμηνεύοντος. Καὶ ἐπειδὴ οἱ μὲν ἄλλοι τῶν ἀξιουμένων τῆς χάριτος ἀντιλαμβανόμενοι τῶν ψυχῶν ἢ κυβερνῶντες ἢ διερμηνεύοντες ἔλαττον ἐφρόνουν ἐπὶ τοῖς χαρίσμασιν, οἱ δὲ διαφόρους διαλέκτους φθεγγόμενοι, ὡς ἐπίδηλον ἐπὶ
60τῆς γλώσσης τοῦ πνεύματος τὴν ἐπίπνοιαν ἔχοντες, ἐκόμπαζον ἐπὶ τῷ χαρίσματι καὶ προκεκρίσθαι τῶν ἄλλων κατὰ πνευματικὴν ἀξίωσιν ᾤοντο, καταστέλλει τούτους ὁ μέγας ἀπόστολος ὡς ἔλαττον τῇ ἐκκλη‐ σίᾳ λυσιτελοῦντας· ὃ δὴ καὶ ὁ μέγας παρεμφαίνων πατήρ, ἐμοί, φησί, πέντε γένοιτο λόγους ἐν ἐκκλησίᾳ λαλῆσαι μετὰ συνέσεως ἢ μυρίους ἐν
65φωνῇ σάλπιγγος ἀσήμῳ. ἄμφω γὰρ δείκνυσι τὰ χαρίσματα, διὰ μὲν τῶν πέντε φωνῶν τοὺς αὐτόθεν διδάσκοντας καὶ μὴ διαφόροις γλώσσαις προσ‐ ομιλοῦντας, διὰ δὲ τῶν μυρίων καὶ ἀσήμων λόγων τοὺς κατὰ πᾶσαν μὲν γλῶτταν φθεγγομένους, τὸν δὲ θεῖον ὁπλίτην πρὸς τὸν πνευματικὸν πόλε‐ μον οὐκ ἐγείροντας. ὅθεν καὶ παρεγγυᾶται ὁ ἀπόστολος τούτοις δή,
70ἵν’ οὕτως εἴπω, τοῖς γλωττηματικοῖς μὴ πᾶσαν ἐνδιδόναι ἡνίαν τῇ φορᾷ τῶν γλωσσῶν, μηδέ, ἐπειδὰν ἄρξωνται λέγειν, εἰς μακρὸν κατατείνειν λόγον, μέχρις ἂν τὰς πάσας φωνὰς διεξέλθωσιν, ἀλλὰ φθέγγεσθαι μὲν γλώσσαις, ὁπόταν δὴ τὸ πνεῦμα βούλοιτο, ἑτέρου δὲ διερμηνεύειν κινη‐
θέντος ὑπὸ τοῦ πνεύματος, ὥσπερ ‘σχασαμένους ἱππικὴν‘ ἵστασθαι.237
75 Ἵνα δὲ μή τις εἴπῃ τῶν οὕτω κατεγλωττισμένων ὡς ἐφ’ ἑτέρῳ ἡ τοῦ λέγειν ἡνία καὶ οὐ παρ’ ἐμοὶ τὸ ἀνασειράζειν ῥυτῆρσι τοῦ λόγου τὸν δρό‐ μον, ἐπάγει ὅτι ‘τὰ τῶν προφητῶν πνεύματα τοῖς προφήταις ὑποτάσσε‐ ται‘. οὐ γὰρ παραλλάττει σοι τὴν διάνοιαν τὸ προφητικόν, φησί, χάρισμα οὐδὲ τὸν νοῦν ἐξιστᾷ, οὐδ’ ὥσπερ οἴστρῳ βάλλον κορυβαντιᾶν καὶ μεμη‐
80νέναι ποιεῖ, εἰς μανιώδη μετάγον κατάστασιν, ὥσπερ τὴν μυθευομένην Ἰνώ, ἣν οὐδὲν ἵστα τοῦ δρόμου, οὐ κοῖλον, οὐκ ὄρθιον, οὐ φάραγξ βαθεῖα καὶ ὕλη συνηρεφής. οὐχ οὕτω τὸ θεῖον πνεῦμα κινεῖ τὴν ψυχήν, ἀλλὰ μεταποιεῖ μὲν ταύτην ἐπὶ τὸ βέλτιον, ἐᾷ δὲ τὴν διάνοιαν, μᾶλλον δὲ ἐφ‐ ιστάνει τῇ γλώττῃ ὥσπερ ἡνίοχον, ἵν’, ὅτε μὲν βούλοιτο, πρὸς τὸν δρόμον
85μυωπίζῃ, ὅταν δ’ αὖ ἐθέλοι, ἐπέχῃ τὴν ἡνίαν καὶ τοῦ δρόμου ταύτην ἱστᾷ. ὑποτάσσεται τοιγαροῦν τοῖς προφήταις τὰ πνεύματα, πρὸς τὴν ἐκείνων διάνοιαν καταστελλόμενα ἢ ἐγειρόμενα. τρέχει σοι ἡ γλῶττα ἐκ πρώτης ἀφετηρίας πρὸς τὴν τῶν διαλέκτων νύσσαν; ἀλλ’ ἔπεχε ταύτην, ἑτέρου διερμηνεύοντος, ὑποτάττεται γάρ σοι τὸ χάρισμα· ἔπεχε δὲ ἢ καὶ πρὶν
90ἄρξασθαι, ἢ καὶ βραχύ τι προβάς, ἀλλὰ καὶ ἀκμάζων καὶ πρὸς τῷ καμ‐ πτῆρι τυγχάνων, ἑτέρου διερμηνεύειν λαχόντος, ἀναστέλλου σὺ τῆς φο‐ ρᾶς. Τοῦτο μὴ ἐξήγησιν μόνον τῶν διαπορηθέντων, ἀλλὰ καὶ ἡμετέραν παιδ‐ αγωγίαν ἡγώμεθα. ἔστωσαν τοιγαροῦν ὑμῖν ὅροι τῶν διαλόγων, καὶ ὁ
95μέν τις ῥητορευέτω, ὁ δὲ φιλοσοφείτω καὶ ἄλλος περὶ σχημάτων ἀποδει‐ κνύτω, καὶ οὗτος μὲν ὅπως τὰ ἄστρα στηρίζοιντο διερμηνευέτω καὶ τὴν κατὰ μῆκος ἐποχὴν τοῦ ἡλίου τρανούτω καὶ τὴν ἐντεῦθεν ἀναφαινομένην διαίρεσιν τῶν ὡρῶν, ἐκεῖνος δὲ περὶ μουσικῆς τι διδασκέτω καὶ ὅπως τὰ διάφορα τῶν μελῶν εἰς μίαν ἁρμονίαν κιρνάμενα μονοειδῶς ἐμπίπτει ταῖς

60

(100)

ἀκοαῖς· φθέγγεσθε δὲ ταῦτα μὴ συγκεχυμένως μηδὲ κατὰ θροῦν ἄσημον, ἀλλ’ ἑτέρου φιλοσοφοῦντος ὁ ῥητορεύων ὑποχωρείτω, κἀντεῦθεν τούτου περὶ κάλλους ὀνομάτων διδάσκοντος ὁ περὶ τὸν νοῦν σιγάτω. ἂν οὕτω ποιῆτε, τήν τε πηγήν, ἵνα μὴ λέγω ἐμέ, ὁπόθεν ὑμῖν τὸ ῥεῦμα τῆς γλώττης ἐρρύη, ἥτις ἐστὶ τὴν φύσιν, σαφῶς παραστήσετε, τόν τε ὑμέτερον ποτα‐
105μόν, ὁμαλῶς τοῖς ὀχετοῖς μεριζόμενον, ἀλυπότατον καὶ προσηνέστατον
τοῖς ῥεύμασι δείξετε.238

61

(1t)

οζʹ. Ἐκ τοῦ ‘Ἔμελλεν ἄρα‘, εἰς τὸ ‘καὶ εἰ τὸ πάντα ἐν πᾶσι κεῖσθαι‘
2 Εἰ καὶ πόρρω τοῦ καιροῦ τὸ ἐρώτημα καὶ μὴ μετὰ τῆς ἀκριβείας τοῦ δόγματος καὶ τὸ εὔκαιρον ἔχον, ἀλλ’ ἡμεῖς γε οὐδέτερον διὰ θάτερον ἀθετήσομεν, ἀλλ’ ἕνεκά γε τοῦ κρείττονος παραιτησόμεθα τὸ ἀξύμφορον.
5τὸ μὲν οὖν πρόβλημα τῶν πολλάκις θρυλλουμένων ἐστίν, ἐπιστάσεως δέ, ὡς ἔμοιγε δοκεῖ, ἐς τὴν τήμερον οὔπω τετύχηκεν ἀκριβοῦς, ἀλλ’ οἱ διερ‐ μηνεύειν τὸ δόγμα πειρώμενοι ταῖς Ἐμπεδοκλέους δόξαις ἐς τὴν διάσκε‐ ψιν καταχρώμενοι ἥκιστά μοι δοκοῦσι τὰς Ἀναξαγορείους εἰδέναι, ἃς δὴ καὶ μᾶλλον ἀπίστους ἡγεῖται ὁ μέγας πατήρ, ἢ αὐτὸ τοῦτο ὅπερ ἐνδείκνυ‐
10ται, ἀμφιβόλους καὶ ἐφ’ ἑκάτερα ῥεπούσας ταῖς ὑπολήψεσι. ‘Καὶ εἰ τὸ πάντα‘ γάρ φησιν ‘ἐν πᾶσι κεῖσθαι μὴ πειστέον τοῖς λέγουσιν, ἀλλ’ ἡμῖν γε πειστέον ὡς ἐν ἀλλήλοις καὶ παρ’ ἀλλήλοις ἐκείμεθα‘. συν‐ εστραμμένον τὸ νόημα, συνεστραμμένη τε ἡ σύνθεσις καὶ μάλα περιοδικὴ ἤ, τό γε ἀληθέστερον εἰπεῖν, περίοδος ἀκριβής. δεῖ οὖν ἡμᾶς, ὥσπερ τι
15βιβλίον συνεπτυγμένον, ἀναπτύσσειν καὶ ἀνελίττειν οὐ μεῖον ἢ ὁ ἥλιος τὰ τοῦ λωτοῦ φύλλα· τουτὶ γὰρ τὸ φυτὸν συνεπτυγμένον τυγχάνει πρὸ τῶν ἡλιακῶν αὐγῶν, ὁμοῦ τε ἐκεῖνος ἀπὸ τοῦ ἀνατολικοῦ ὁρίζοντος μετεωρί‐
ζεται καὶ τοῦτο ἀρρήτῳ τινὶ λόγῳ ἀναπλοῦται καὶ ἀναπτύσσεται. ‘καὶ εἰ τὸ πάντα‘ φησίν ‘ἐν πᾶσι κεῖσθαι μὴ πειστέον‘. Ἐμπεδοκλῆς ὁ Ἀκραγαν‐239
20τῖνος φιλόσοφος ἀρχὰς ὑλικὰς τοῖς συγκρίμασι τὰ τέσσαρα στοιχεῖα ὑπέθετο, τόν τε παρ’ ἐκείνῳ λεγόμενον Σφαῖρον καὶ τὸ Νεῖκος καὶ τὴν Φιλίαν, ἃ δὴ καὶ διωρισμένα καθ’ ἑαυτὰ ἔφασκε καὶ ἐν ἀλλήλοις ὄντα τε καὶ εὑρισκόμενα· τῷ μὲν γὰρ πυρὶ τὸν μετὰ τὸν αἰθέρα τόπον ὑπετίθει, τῷ δ’ ἀέρι τὸν μετ’ ἐκεῖνον, μεθ’ ὃν τὸ ὕδωρ καὶ αὖθις τὴν γῆν. οὕτω
25μὲν οὖν διώριζεν, ἀνεκίρνα δὲ καὶ ἀνεμίγνυεν, ὅτι μηδὲν τῶν στοιχείων τούτων ἀμιγὲς θατέρου ἑώρα, ἀλλὰ καὶ τὴν γένεσιν ἐξ ἀλλήλων τυγχάνου‐ σαν καὶ τὴν ὑπόστασιν ἐκ πάντων μεμίχθαι· τὰ γὰρ σβεννύμενα τοῦ πυρὸς μόρια εἰς τὴν τοῦ ἀέρος οὐσίαν μεθίστασθαι, τὸν δ’ ἀέρα πηγνύμε‐ νον εἰς ὕδωρ μεταβάλλεσθαι, τοῦτο δὲ αὖθις συμπιλούμενον πάγον πε‐
30τραῖον γίνεσθαι, ὅστις ἐστὶν ὁ κρύσταλλος, καὶ αὖθις τοῦτον μὲν εἰς ὕδωρ ἀναλύεσθαι, τὸ δὲ ὕδωρ ἐξατμιζόμενον ἀέρα γίνεσθαι, τὸν δ’ ἀέρα πυρούμενον εἰς πῦρ μεταβάλλεσθαι. οὐ μόνον δὲ οὕτω γεννᾶσθαι ταῦτα, ἀλλὰ καὶ ὑφίστασθαι. ἰδοὺ γὰρ ἐκ λίθου πῦρ ἐξάλλεται καὶ νοτὶς ἀπορρεῖ, νοτερᾶς γενομένης τῆς τοῦ περιέχοντος καταστάσεως, ἀλλὰ καὶ ἀτμὶς
35ἀναδίδοται. αὐτός τε ὁ ἀὴρ σύγκρατος ἐκ πάντων ἐστίν, ᾧ μὲν γὰρ κέχρωσται πυρὸς μετέσχηκε, πυρὸς γὰρ εἴδη τὰ χρώματα· ᾧ δὲ πήγνυται χαλαζῶν ἢ συννεφούμενος στερέμνιός τε καὶ λιθώδης ἐστίν· ᾧ δὲ τῆς δια‐ φανοῦς καὶ διόσμου μετέχει δυνάμεως ἀήρ ἐστι καθαρός· ἐπεὶ δὲ καὶ ψεκάζει καὶ ὑετίζει, οὐδὲ τοῦ ὑγρὸς εἶναι ἀπήλλακται. καὶ ὁ περιέχων
40δὲ ταῦτα κόσμος, ὃν δὴ οὐρανὸν ἡ Ἑλληνικὴ οἶδε καλεῖν συνήθεια, ἐκ τῶν τεσσάρων τούτων στοιχείων συγκέκραται· γῆς μὲν γὰρ μετέχει διὰ τὴν στερρότητα καὶ τὸ μὴ συμπίπτειν, εἴ γε πειστέον Πλάτωνι λέγοντι, πυρὸς δὲ διὰ τὴν ἀφάνειαν καὶ τὸ κεχρῶσθαι, ἀέρι δὲ καὶ ὕδατι συνδέσμοις κέχρηται· στερεὸς γὰρ ὢν καὶ τριχῇ διαστατὸς ἔδει καὶ μεσότησι δεσμεῖ‐
45σθαι δυσίν. Εἰ τοίνυν κατὰ τὴν Ἐμπεδοκλέους δόξαν ὁ λόγος προηνέχθη τῷ με‐ γάλῳ πατρί, τίς ἡ ἀμφιβολία, τί δὲ ἔδει προθεῖναι τοῦ λόγου, ‘εἰ καὶ πάντα ἐν πᾶσι κεῖσθαι μὴ πειστέον τοῖς λέγουσι‘; πῶς γὰρ οὐ δεῖ πιστεύειν τοῖς ὀρθῶς δογματίζουσιν, οἷς καὶ τὰ πράγματα μαρτυρεῖ, οὐ πρὸς χάριν

61

(50)

φωνὴν ἀφιέντα, ἀλλ’ ἀντὶ γλώττης τῇ φύσει χρώμενα; τί δέ; οἴεσθαι δεῖ
ὡς ὁ πολὺς οὗτος τὰ θεῖα ἠγνόησε τὰ τῆς φύσεως, ὡσανεὶ μὴ διὰ μέσης ταύτης εἰς τὸ θεολογεῖν ἀναβάς; οὐδαμῶς, ἀλλὰ τοῖς Ἀριστοτέλους λό‐ γοις ὡμιληκὼς περὶ φύσεως τὴν Ἀναξαγόρου δόξαν ἐκεῖσε διαθρυλλου‐ μένην ἐνταῦθα διαμασᾶται.240
55 Οὗτος γὰρ ὁ ἀνὴρ φανερῶς ὦπται διαμαρτάνων γένεσιν ἀναιρῶν καὶ εἰσάγων διάκρισιν· ἐπειδὴ γὰρ εὗρε φυσικὸν δόγμα λέγον μηδὲν ἐκ τοῦ μηδενὸς γίνεσθαι, ἀλλὰ πάντα ἐκ τινος, ἀγνοήσας ὁσαχῶς τὸ μὴ ὂν λέγε‐ ται καὶ ὅτι τὸ μὲν δυνάμει, τὸ δὲ ἐνεργείᾳ, ὑπερβὰς τὴν ὕλην ἀφ’ ἧς οἱ φυσικοὶ πάντα γεννῶσι καὶ εἰς ἣν ἀναλύουσιν, ἐδογμάτιζε ‘πάντα ἐν πᾶσι
60μεμίχθαι‘, καινόν τινα λόγον εἰσάγων. ἐν γὰρ τῇ αὐτῇ γονῇ καὶ τρίχας ἔλεγεν εἶναι καὶ ὄνυχας καὶ φλέβας καὶ ἀρτηρίας καὶ συνδέσμους καὶ τἆλλα πάντα τοῦ σώματος, ἀφανῆ δὲ διὰ μικρομέρειαν, αὐξάνειν δὲ κατὰ μικρὸν καὶ ἀπ’ ἀλλήλων διακρίνεσθαι. πῶς γὰρ ἄν, φησίν, ἐκ μὴ τριχὸς θρὶξ γένοιτο ἢ σὰρξ ἐκ μὴ σαρκός; ἀλλ’ εἶναι καὶ σαρκία βραχύτατα καὶ
65νεῦρα καὶ ὀστᾶ καὶ τἆλλα πάντα ἐν ἀλλήλοις συγκείμενα, βραχύτατά γε μὴν ὥστε μὴ ὁρᾶσθαι, αὐξάνεσθαι δ’ ὕστερον καὶ διακρίνεσθαι ἀπ’ ἀλλή‐ λων καὶ διαφανῆ γίνεσθαι. οὐ τῶν σωμάτων δὲ μόνον κατηγόρει τὴν τοιαύτην σύγκρασιν, ἀλλὰ καὶ τῶν χρωμάτων· εἶναι γὰρ ἔφασκε λευκὸν ἐν τῷ μέλανι καὶ μέλαν ἐν τῷ λευκῷ. τοῦτο δὲ καὶ κατὰ τῶν ῥοπῶν
70ἐτίθει· ἐν γὰρ τῷ βαρεῖ τὸ κοῦφον ἐμίγνυε καὶ ἐν τῷ κούφῳ τὸ βαρύ, ἃ δὴ πάντα ὁ Σταγειρίτης φιλόσοφος φιλοσόφοις λόγοις ἐξήλεγξε. Ταύτῃ γοῦν τῇ δόξῃ καὶ ὁ μέγας διαμαχόμενος Γρηγόριος, εἰ καὶ μὴ δεῖν φησιν ἕπεσθαι ταῖς Ἀναξαγορείοις δόξαις μηδὲ πιστεύειν τοῖς λέ‐ γουσι πάντα ἐν πᾶσι κεῖσθαι (πῶς γὰρ ἂν τὰ ἐναντία ἐν τοῖς ἐναντίοις
75εὑρεθείη;), ‘ἀλλ’ ἡμῖν γε‘ φησίν ‘πειστέον ὡς ἐν ἀλλήλοις καὶ παρ’ ἀλλή‐ λοις ἐκείμεθα‘. τὸ γὰρ ἀδύνατον, φησί, τῆς ἐκεῖσε δόξης δυνατὸν ἐν τοῖς ἡμετέροις εὑρίσκεσθαι ἤθεσιν· ἐν ἀλλήλοις γὰρ καὶ παρ’ ἀλλήλοις ἐκεί‐ μεθα. διακριβωτέον δὲ καὶ τὴν τῶν τοιούτων λέξεων δύναμιν· καὶ πρῶτόν γε ἐπὶ τῶν στοιχείων ἐξεταστέον, ἵνα σαφὴς ἡ διερμήνευσις γένηται.
80διωρισμένοις ὄγκοις, ὡς ἔφαμεν, ἀλλήλων τὰ στοιχεῖα διῄρηνται· ἡ γὰρ τοῦ πυρὸς ὁλότης τῆς τοῦ ἀέρος ὁλότητος ὅλῳ τῷ ὄγκῳ διῄρηται· θιγγάνει μέντοι γε ταῦτα ἀλλήλων, εὐθὺς γὰρ μετὰ τὸ πῦρ, κενοῦ τινος μέσον μὴ παρεμπίπτοντος, πέφυκεν ὁ ἀὴρ καὶ μετὰ τὸν ἀέρα τὸ ὕδωρ καὶ ἐφεξῆς ἡ γῆ. πάλιν δὲ κατὰ μέρος ἐν ἀλλήλοις εὑρίσκονται· ἐπὶ μὲν γὰρ τοῦ
85στερεοῦ σώματος ἡ διακεχυμένη φύσις εὑρίσκεται καὶ ἐπὶ τοῦ πυρώδους ἡ τοῦ ἀέρος. κατὰ μὲν τοὺς ὅλους ἑαυτῶν ὄγκους παρ’ ἀλλήλοις κεῖνται τὰ στοιχεῖα τοῖς ἄκροις θιγγάνοντα· κατὰ δὲ τὰ μερικὰ ἀποσπάσματα ἐν ἀλλήλοις εὑρίσκεται. Τοῦτο τοιγαροῦν τὸ παράδειγμα καὶ ἐπὶ τοῦ τῶν ἁγίων ἤθους νοεῖν241
90δυνατόν· παρ’ ἀλλήλοις τε γὰρ ἦσαν καὶ ἐν ἀλλήλοις, τοῖς μὲν σώμασι καὶ ταῖς ἰδίαις περιγραφαῖς ἀπ’ ἀλλήλων διῃρημένοι καὶ ταῖς ἐπιφανείαις μόνον εἰ τύχοι θιγγάνοντες, τῇ δὲ τῶν ἠθῶν ὁμοιότητι καὶ τῷ ταὐτὰ βού‐ λεσθαι καὶ κατ’ ἴσον δοξάζειν καὶ μηδέν τι διεστηκέναι ἢ τοῖς δόγμασιν ἢ τοῖς ἤθεσιν ἢ ταῖς περὶ τὰ πράγματα ὑπολήψεσιν ἐν ἀλλήλοις ὄντες καὶ
95εὑρισκόμενοι. ἄμφω γὰρ τοῦ λόγου εἴχοντο καὶ τῆς παιδεύσεως ἐπεμε‐ λοῦντο καὶ πρὸς τὰ θεῖα μετερρυθμίζοντο καὶ τῶν μὲν κοινῶν ἀπεσπού‐ δαζον, μονώτατοι δ’ ἐγίγνοντο τῷ θεῷ· οὕτω γοῦν καὶ παρ’ ἀλλήλοις καὶ ἐν ἀλλήλοις ἔκειντο. Ὑμεῖς μὲν ἴσως οἰήσεσθε πολλά με εἰρηκέναι περὶ βραχυτάτου πράγμα‐

61

(100)

τος καὶ ἀπειροκαλίαν μου καταγνώσεσθε· ἐγὼ δὲ καὶ πάνυ ἐμαυτῷ βραχυλογίαν ἐνταῦθα προσάπτω, ὅτι δέον εἰπεῖν τὴν πᾶσαν τοῦ Ἀναξα‐ γόρου δόξαν καὶ ὅπως ταύτην ἐκράτυνεν, οἵαις τε ἀποδείξεσιν Ἀριστοτέ‐ λης πρὸς τὸν ταύτης ἔλεγχον ἀπεδύσατο, προσθεῖναί τε ποίοις λόγοις ἡ τῶν ἠθῶν σύγκρασις γίνεται, καὶ πῶς αἱ ψυχαὶ πρὸς ἀλλήλας ἀναχεόμεναι
105ὁμοῦ τε μίγνυνται καὶ ἀσύγχυτοι μένουσι, τίς τε ἡ τῶν ψυχῶν ἕνωσις, καὶ πῶς δι’ ἀλλήλων διήκουσαι οὔτε τέμνουσιν ἀλλήλας οὔτε συγχέουσιν, οὐδέν τι τούτων ἐξήπλωσα, τὸ μέν τι πρὸς τὸν καιρὸν τοὺς λόγους παρα‐ μετρῶν, τὸ δέ τι καὶ τῆς ὑμῶν δυνάμεως στοχαζόμενος, ἐπεὶ καὶ ὁ αἰσθη‐ τὸς οὗτος ἥλιος εἴ γε λογισμῷ τὰς ἀκτῖνας ἐξήπλου, οὐκ ἂν ταῖς ἀσθενέσι
110κόραις ὅλην ἐπαφιεὶς τὴν ἀκτῖνα σκότους μᾶλλον ἢ διαυγείας παραίτιος ἦν.242

62

(1t)

οηʹ. Εἰς τὸ ‘ἢ βούλεται μοῖραν ἡμᾶς ὄντας θεοῦ‘
2 Ἀλλὰ πῶς ‘ἡμεῖς μοῖρα θεοῦ‘; ἤρετό τις τῶν συνειλεγμένων ἐνταῦθα, τὸ θεολογικὸν ῥητὸν προβαλλόμενος, ὃ δὴ τὸν Περὶ φιλοπτωχίας λόγον ὁ μέγας ἐκεῖνος διεξοδεύων πατὴρ κεκρυμμένως ἄγαν καὶ σοφῶς τέθεικεν.
5ἐπαπορήσειε γὰρ ἄν τις ὡς ἅπαν δὴ μόριον ἀπομεμέρισται οὗ ἀποτέτμη‐ ται, τὸ δὲ μερίζεσθαι σωμάτων πέφυκεν ἴδιον· ἀκρωτηριασμὸν γὰρ ἄντικρυς ἐμφαίνει τὸ ὄνομα. ἆρα οὖν τὸ καθ’ ἡμᾶς ἀπὸ σώματος ὥσπερ ὄντος τοῦ θείου ἀπομεμέρισται; εἰ δὲ ἡμεῖς μὲν ἐκ σώματος συνεστήκαμεν καὶ ψυχῆς, ἄλλο δὲ παρὰ ταῦτα τὸ θεῖον, πῶς μοῖρα τοῦ θείου τυγχάνο‐
10μεν; Οἱ μὲν οὖν ἀπὸ τῆς Στοᾶς, καινήν τινα ὁδὸν τῆς φιλοσοφίας τεμόμενοι καὶ πάντα εἰκῇ πρὸς ἄλληλα συγχέοντες καὶ συμφύροντες, οὐκ ἠρυθρίασαν σῶμα λεπτὸν τὸν θεὸν προσειπεῖν· ‘ἔνθερμον‘ γὰρ ‘πνεῦμα‘ ἐν τοῖς οἰκείοις δόγμασι τοῦτον ὠνόμασαν, ἀφ’ οὗ δή φασι τἆλλα συνεστηκέναι
15σώματα, λεπτότερα μὲν ὅσαπερ ἐκείνου τυγχάνει ἔγγιον, ἀναλόγως δὲ τῆς λεπτότητος ὑφιέμενα τὰ πορρώτερον κείμενα. πρὸς οὓς ἄν τις τοῦτο δὴ μετριάσειεν ὅτι· ὦ λῷστοι, αἱ δὲ ψυχαὶ καὶ ἡ λοιπὴ ἀσώματος φύσις πρὸς τίνος δεδημιούργηται; τὸ γὰρ χείρονα δημιουργεῖν τὰ κρείττονα οὐκ ἂν δοίητε. ἀλλ’ οὗτοι μὲν ἐάσθων. οἱ δ’ ἀπὸ τῆς Ἀκαδημίας τῆς τε πρεσ‐
20βυτέρας καὶ τῆς νέας ἀσώματον διαρρήδην τὸ θεῖον, ὅ τι ποτέ ἐστιν,
ὡμολόγησαν, σωμάτων καὶ ψυχῶν καὶ νόων δημιουργόν. τούτοις δὴ καὶ ἡ καθ’ ἡμᾶς φιλοσοφία συνεπομένη αὐτά τε σαφῶς διατάττεται καὶ ὅτι οὐδὲν τῶν ὄντων ἐκείνῳ προσείκασται. πῶς οὖν οὗτος ὁ μέγας περὶ ἀνθρώπων διαλεγόμενος ἀπόμοιραν τούτους εἶπε τοῦ κρείττονος;243
25 Ὁ μὲν οὖν λόγος οὕτως ἐργώδης καὶ πολλὰς ἔχων τὰς ἀντιλαβάς· εἰ δέ τις αὐτῷ φιλοσόφως προσέλθοι διαιρέσει τῇ Πλάτωνος χρώμενος, εὕροι ὅπῃ τὸ ἀληθὲς κέκρυπται. ὅτι μὲν οὖν οὐδὲν τῶν ὄντων ἕν ἐστι καθαρῶς, φιλόσοφοι καὶ γενναῖοι ἄνδρες ξυνωμολόγησαν· ἥ τε γὰρ ὕλη εὐθὺς ἄπειρος. διὸ καὶ κατὰ ταύτην ἐστὶν ἡ εἰς τὸ ἄπειρον τομή, τό τε εἶδος τῇ
30ὕλῃ συνδυαστὸν καὶ παντοπαθὲς διὰ ταύτην γενόμενον τῆς τοῦ ἓν εἶναι προσηγορίας ἀπήλλακται. ἀλλὰ δὴ καὶ ψυχή, ὑπὲρ τὴν ὕλην ἑαυτὴν στήσασα, πολυμιγὴς καὶ πολυδύναμος πέφυκεν, ἀλλ’ οὐδὲ αὐτὴ ἀπήλ‐ λακται διαστάσεως· ὅθεν οὐδ’ ἔχει τὰ εἴδη τῶν ὄντων συνεσπειραμένως, ἀλλ’ ἀνελίττει ταῦτα, ἀπὸ τῶν προτάσεων χωροῦσα ἐπὶ τὸ συμπέρασμα.
35ὁ δὲ νοῦς ἔχει μέν τινα τοῦ ἑνὸς ἔμφασιν, ὡς καὶ ἡ ἀρχαία φιλοσοφία φησίν, οὐ διιστάμενος, οὐδὲ δι’ ἄλλου μέσου ὁρῶν ἕτερον, ἀλλὰ συνεπτυγ‐ μένως τὰ τῶν ὄντων εἴδη ἐν ἑαυτῷ συλλαβών. πλὴν ἀλλὰ καὶ οὗτος πολλά· αὐτὰ γὰρ τὰ ὄντα ὁ νοῦς, ἃ δὴ πολλά εἰσιν, ἀλλ’ οὗτος ἑαυτὸν νοεῖ, ἑαυτὸν δὲ νοῶν τὰ ὄντα νοεῖ, τὰ δὲ ὄντα πολλά· καὶ ὁ νοῦς ἄρα πολλά.
40εἰ δ’ οὗτος πολλά, τί ἂν ἄλλο ὑπερβαίη ὥστε μὴ εἶναι πολλά; ναί, φησίν, ἀλλὰ τὸ ὂν τὸν νοῦν ὑπερπέπτωκεν· ἐφ’ ἃ μὲν γὰρ ὁ νοῦς, καὶ τὸ ὄν, ἀλλ’ οὐκ ἐφ’ ἃ τὸ ὄν, καὶ ὁ νοῦς· ὅσα μὲν γὰρ νόες εἰσὶν ἢ νοῦν ἔχει, καὶ ὄντα εἰσίν· ὅσα δὲ ὄντα τυγχάνει, οὐ δήπου πάντα καὶ νοεῖ. ἀλλ’ αὐτόθεν ὁ λόγος ἔρχεται· εἰ γὰρ τὸ ὂν ἐπὶ πολλὰ ἔχει τὴν δύναμιν, οὐ δήπου ἕν
45ἐστι καθαρῶς, ἀλλὰ καὶ ὑπὲρ τούτων ἕνωσις, ἡ δ’ ἕνωσις ἢ ἑνάδων ἢ συνθέτων συναθροισμός, ὥστε καὶ αὕτη πολλά. τί δ’ ἂν εἴποι τις περὶ τῶν ἑνάδων; ἆρα γὰρ οὐδὲ τούτων ἑκάστη ἕν; πῶς οὖν ἑνάς; ἀλλὰ διὰ τοῦτο, ὦ λῷστε, οὐχ ἕν, διότι ἑνάς· ὑπερβέβηκε γὰρ τὸ ἕν· ὃ δὲ ὑπερβέβηκέ τι, οὐ καθαρῶς ἐκεῖνό ἐστιν οὗ ὑφεῖται.

62

(50)

Ἐπεὶ οὖν τὸ θεῖον ἄλλο παρὰ τὰ ὄντα, ἕν ἐστι μόνως κατὰ δευτέρους καὶ τρίτους λόγους καὶ ὂν καὶ νοῦς καλούμενος. ἀλλ’ ἐκεῖνο μέν, αὐτὸ δὴ ὅπερ λέγεται, ἀμιγῶς ἔχει πρὸς τὸ ἀντίθετον· εἰλικρινῶς τε γάρ ἐστιν ἓν καὶ κυρίως ὂν καὶ νοῦς ἀκήρατος καὶ μακάριος, τῶν δ’ ἄλλων εἴ τι οὕτως λέγεται, κατὰ μετοχὴν ἐκείνου ἔστι τε καὶ ὀνομάζεται. ἣν οὖν οἱ
55τῆς ἔξω φιλοσοφίας μετάδοσιν καὶ μετοχὴν κατωνόμασαν, μοῖραν ἐν‐ ταῦθα ὁ μέγας πατὴρ προσηγόρευσε. τοῖς μὲν γὰρ πολλοῖς ἐκ ψυχῆς
μόνης καὶ σώματος ὁ ἄνθρωπος δοκεῖ τὴν σύστασιν ἔχειν· ἔννουν δὲ αὐτόν φασιν εἶναι, ὡς τοῦ νοῦ μέρους τοῦ κυριωτάτου τῆς ψυχῆς τυγχάνοντος. ἐμοὶ δὲ καὶ τοῖς κυρίως φιλοσοφήσασιν ἄλλο τι παρὰ τὴν ψυχὴν ὁ νοῦς244
60ἔστι καὶ λέγεται. καὶ ὥσπερ τὸ σῶμα ψυχῆς μετουσίᾳ ζῇ τε καὶ κινεῖται, οὕτως καὶ ἡ ψυχὴ νοῦ παρουσίᾳ νοεῖ· ὅπου δὲ νοῦς, ἐκεῖ καὶ τὸ ὄν· ἔνθα δὲ τὸ ὄν, ἐκεῖ καὶ τὸ ἕν. ὥστ’ εἰ καὶ τοῦ ἑνὸς ἐν μετοχῇ καθέσταμεν, ἀλλ’ ἓν κυρίως ὡμολόγηται ὁ θεός, ὥστε καὶ τοῦ θεοῦ εἰκόνας ἐν ἑαυτοῖς καὶ ἐμφάσεις κεκτήμεθα, δι’ ἃ δὴ καὶ μοῖρα τυγχάνομεν τοῦ θεοῦ.
65 Ἀλλ’ ἦμεν ποτὲ ἓν οὐ τὴν φύσιν, ἀλλὰ τὴν ταὐτότητα τῆς γνώμης καὶ τῶν κινήσεων· ὡμολόγει γὰρ τὸ ἐν ἡμῖν ἓν τῷ καθ’ ἡμᾶς ὄντι, καὶ τοῦτο τῷ νῷ, καὶ οὗτος τῇ ψυχῇ, καὶ αὕτη τῷ σώματι· μᾶλλον δέ, ἵνα τἀκρι‐ βέστερον εἴπω, τὸ μὲν σῶμα τῇ ψυχῇ εἵπετο, ἐκείνη δὲ τοῖς ὑπερβεβηκόσι καὶ αὐτῷ τῷ ἑνί, διὰ δὲ μέσης ψυχῆς καὶ νοῦ καὶ ὄντος καὶ τὸ σῶμα πρὸς
70τὸ ἓν ἀναγόμενον καὶ αὐτὸ ἓν ἦν κατὰ μετοχήν. ταῦτα μὲν πρότερον· ἀφ’ οὗ δὲ τὸ κατ’ εἰκόνα κάλλος ἡ ψυχὴ ἀπεβάλετο, κατὰ νώτου ἑαυτῆς τὸ θεῖον ποιησαμένη παράγγελμα, διεσπάσθη ἡ θεία αὕτη σειρά, καὶ τῶν μεταδόσεων μὴ διαδιδομένων κατ’ ἀναλογίαν τῆς ὑποστάσεως, διεσπάσθη τὰ μέρη καὶ γέγονεν ἡ μὲν ὁλότης μέρος, ἡ δὲ κοινότης πολυπλήθεια. διὰ
75τοῦτο Χριστὸς ‘ἀκρογωνιαῖος λίθοσ‘ ὠνόμασται καὶ ἡνώθη διὰ μέσης ψυχῆς, ἵνα τὰ ἄκρα συνάψῃ ἓν καὶ σῶμα καὶ γενώμεθα πνεῦμα καὶ νοῦς καὶ θεός, ‘καταποθέντος ὑπὸ τῆς ζωῆς τοῦ θνητοῦ‘ τε καὶ ῥέοντος. Σὺ δέ μοι ὅρα τὸ ‘καὶ ἄνωθεν ῥεύσαντασ‘ ὅσην ἔχει τὴν δύναμιν· τὸ γὰρ ἓν ἐνταῦθα αἰνίττεται, ὃ δὴ ὁ λόγος ἀνωτέρω τοῦ ἐν ἡμῖν νοῦ καὶ τοῦ
80ὄντος ἀπέδειξεν· ἄνωθεν γοῦν ἀληθῆ ὑπέστημεν τὴν ῥοήν. ὥσπερ γὰρ ἐπὶ τῶν Ἡρακλείων δεσμῶν, οὓς δὴ νόμος τοὺς γόητας παραλαμβάνειν ἐπὶ τῶν συλληπτικῶν μαγειῶν, ἢν τὴν ἀρχὴν τοῦ δεσμοῦ διαλύσῃς, τὸ πᾶν ἔσῃ διαλυσάμενος, οὕτω δὴ καὶ ἐπὶ τῆς καθ’ ἡμᾶς σειρᾶς, ἢν τὸ ἓν ἀποσπάσῃς τοῦ δεσμοῦ, εὐθὺς καὶ τὸ ὂν καὶ ὁ νοῦς καὶ ἡ ψυχὴ καὶ τὸ
85σῶμα, ἡ θεία αὕτη σειρὰ συνδιασπᾶται καὶ συνδιαλύεται. δεῖ οὖν ἡμᾶς, εἰ μὲν ζῶμεν σώματι μόνῳ, πρὸς ψυχὴν ἐπαναδραμεῖν καὶ τὸν δεσμὸν εὑρεῖν παρὰ φιλοσοφίας ὅτῳ τὴν ὕλην εἰς τὴν ψυχὴν συνδήσομέν τε καὶ ἀναλύσομεν· εἰ δὲ ‘ψυχικοί‘ ἐσμεν ‘ἄνθρωποι‘, σωμάτων μὲν ὑπερκεί‐ μενοι, τὴν δὲ ἀνθρώπῳ προσήκουσαν ζῶντες ζωήν, ὥστε ‘μὴ‘ δύνασθαι
90‘δέξασθαι τὰ τοῦ πνεύματοσ‘, ἐπανελθεῖν πρὸς τὸν νοῦν· ἀλλ’ οὐδὲ οὗτος τὸ κυρίως ὄν, ἀπὸ γοῦν τούτου καὶ τῷ ὄντι προσεικασθῆναι ἡμᾶς χρεών, εἶτα πρὸς αὐτὸ τὸ κεφάλαιον τοῦ καθ’ ἡμᾶς δεσμοῦ τὸ ἓν ἐπαναδραμεῖν, καθ’ ὃ δὴ μόνον μοῖρα τυγχάνομεν τοῦ θεοῦ. ὁ γὰρ θεὸς κυρίως μὲν ἕν,
οὐ κυρίως δὲ νοῦς· ὁ γὰρ νοῦς εἰδῶν ἐστιν ὑποστάτης, εἶδος αὐτὸς τυγχά‐245
95νων τὸ ἀμιγές, οὐ μὴν δὲ καὶ τῶν στερήσεων. εἰ δὲ νοῦς κυρίως ὁ θεός, αἱ στερήσεις πόθεν; εἰ μή που τὸν δημιουργὸν καὶ ὄντα νοήσομεν. ἀλλ’ αἱ στερήσεις πολλαί, δεῖ οὖν πρὸ τῶν ἄλλων τὰς ἑνώσεις εἶναι καὶ τὰς ἑνά‐ δας· διὸ δὴ πρὸ πάντων τὸ ἕν. Τὸ μὲν οὖν ‘μοῖραν εἶναι ἡμᾶς τοῦ θεοῦ‘ παρὰ τοῦ μεγάλου σοφῶς πάνυ

62

(100)

ῥηθὲν ἀρκούντως πρὸς τὴν ἡμετέραν διεξωδεύθη δύναμιν, μᾶλλον δὲ συνεπτύχθη ἀνελιχθέν. ὁ δὲ τὰ πάντα χρυσοῦς ἐμοὶ λιβελλίσιος οὐ κατὰ τοὺς τραγικοὺς δαίμονας ἀπὸ μηχανῆς παρεισήχθη τῷ λόγῳ, ἀλλὰ κατὰ τὰ κρείττονα τῶν θείων πνευμάτων, προμηθείᾳ ὄντως τοῦ μόνως κρείτ‐ τονος, κάλλιστον τῷ λόγῳ γέγονεν ἐπεισόδιον. οὗτος γὰρ τῷ τῆς φιλοσο‐
105φίας γένει τὴν ἑαυτοῦ ἐμβιβάσας ψυχὴν καὶ ἀπὸ τοῦ πολλὰ εἶναι εἰς τὸ ἓν ἀναλύσας, κάλλιστον γέγονε τῷ βίῳ τούτῳ θαῦμά τε καὶ διήγημα. τὴν γοῦν ἑνάδα ταύτην ἐν ἑαυτῷ τε κοινῶς καὶ ἐμοὶ τετήρηκε, δεσμὸν ἀμφοῖν εὑράμενος τὴν φιλίαν, ἥντινα δὴ θεὸς ἕνωσιν τῶν διῃρημένων ὥσπερ μηχανησάμενος εἰς ἓν ἄγει τὰ διεστηκότα καὶ συναιρεῖ τὰ πολλὰ
110καὶ τὸ πλῆθος ποιεῖ ἕν. ταύτῃ δὴ καὶ οὗτος χρησάμενος, πρῶτον μὲν τὰ ἑαυτοῦ μέρη ὁμολογοῦντα ἀλλήλοις πεποίηκεν, εἶτα δὴ ἰσοδύναμον ἐν ἑαυτῷ κἀμοὶ τὸν λόγον εὑράμενος, οὕτω συνέδησε πρὸς ἑαυτὸν καὶ συνέσφιγξεν, ὡς μὴ διῃρῆσθαι δοκεῖν, ἀλλ’ ἔχεσθαι ἀλλήλων καρτερῶς τῇ δυνάμει τοῦ φιλοσόφου δεσμοῦ. διὰ ταῦτα πρὸς τοῦτον ἐγὼ καὶ
115πλεῖστα τῶν ἐμῶν συγγραμμάτων ὑπηγόρευσα, καὶ τὴν γλῶτταν, πρὸς ἄλλους ἐπέχων, πρὸς τοῦτον διελυσάμην καὶ πᾶσαν ἐμαυτοῦ δύναμιν ἀνεκάλυψα. κἀγὼ μὲν κατ’ ἴσον ἐμαυτῷ τὴν τοῦ λόγου παραμετρῶ δύ‐ ναμιν· ὁ δέ μοι καὶ μαθητιᾷ καὶ τοῦ ἐμοῦ γυμνασίου γίνεται καὶ τὸν ἐν ταύτῃ τῇ στοᾷ χορὸν τῷ καθ’ ἑαυτὸν μέρει ἀναπληροῖ, Ἀριστοτέλης
120φοιτῶν παρὰ Πλάτωνα, ὃν ἐγὼ οὐκ ἂν ὡς ἐκεῖνος ‘πῶλον‘ κατονομάσαιμι πρὸς τὸν οἰκεῖον διδάσκαλον καταναιδευόμενον, ‘νοῦν‘ δὲ ‘τοῦ ἀκροατη‐
ρίου‘ καὶ τοῦ Πυθαγορικοῦ τούτου ὁμακοείου αὐτὸ τὸ κεφάλαιον.246

63

(1t)

οθʹ. Εἰς τὸ ‘τοσοῦτον διὰ σὲ ἄνθρωπος, ὅσον γίνῃ σὺ δι’ ἐκεῖνον θεόσ‘
2 Περὶ τῆς θείας ἐνανθρωπήσεως ὁ λόγος· ὅσον γὰρ σὺ ὁ σπουδαῖος θεοῖς σεαυτὸν καὶ ἀναβαίνεις ταῖς ἀρεταῖς καὶ τῇ εἰς θεὸν οἰκειότητι, τοσοῦτον πάλιν συγκαταβαίνεις τῇ ἐνανθρωπήσει τοῦ Χριστοῦ νοητῶς
5καὶ ἐννοεῖς ἀναλόγως τῆς θεώσεως, ἧς ἐκτήσω διὰ σπουδῆς, τὴν ἀνθρω‐ πότητα τοῦ Χριστοῦ, καὶ οὕτως τοσοῦτον γινώσκεις ἐκεῖνον διὰ σὲ ἐνανθρωπήσαντα, ὅσον σὺ γίνῃ θεὸς δι’ ἐκεῖνον, καὶ διὰ βίου σπουδαίου ἄνθρωπος γίνεται σοί, τουτέστιν, ὅσον θεωθῇς, τοσοῦτον ἐν τῇ σῇ γνώσει πίστει καταλαμβάνεται ἡ τοῦ Χριστοῦ ἀνθρωπότης.

64

(1t)

πʹ. Εἰς τὸ ‘θεὸς θεοῖς ἑνούμενός τε καὶ γνωριζόμενοσ‘
2 Ἐπειδὴ καὶ ὁ μέγας οὗτος ἐτόλμησε πατὴρ τῶν ἀνεφίκτων ἐφάψασθαι, ὡς αὐτὸς δήπου τῷ λόγῳ παραδηλοῖ, τολμητέον ἄρα καὶ ἡμῖν τὴν ἐκείνου τόλμαν διερευνῆσαι. κλίμακα γάρ τινα λογικὴν ὑποθέμενος, εἰπεῖν δὲ καὶ
5τεχνικήν, δι’ ἧς ἡμεῖς τε ἄνιμεν πρὸς τὸ θεῖον, κἀκεῖνο πρὸς ἡμᾶς ἐμφαν‐ τάζει τὴν κάθοδον, ἀπὸ τοῦ ἀλήπτου ἀρξάμενος ἐς τὴν ἡμετέραν κατέληξε θέωσιν, μᾶλλον δὲ διὰ τοῦ ἀλήπτου ἡμᾶς πρὸς τὸ θεῖον ἀνήγαγε. τὴν μὲν γὰρ ἀκαταληψίαν τὸ θαῦμα, τοῦτο δὲ ὁ πόθος καὶ τοῦτον ἡ κάθαρσις καὶ ταύτην διαδεξαμένη ἡ θέωσις τὴν ἕνωσιν ἡμῖν τοῦ θεοῦ κατεργάζεται·247
10ἐπεὶ γὰρ ἅπαξ ἐθαυμάσαμεν τὸ ἀνέφικτον τοῦ θεοῦ, εἶτα θαυμάσαντες ἐποθήσαμεν καὶ ποθήσαντες ἐκαθάρθημεν καὶ καθαρθέντες θεοειδεῖς ἐγενόμεθα, ὡς οἰκείοις ἡμῖν ἤδη τὸ ἐντεῦθεν ὁ θεὸς προσωμίλησε, μᾶλλον δὲ καὶ προσομιλεῖ, καὶ συνδιατίθεται οὕτως ἀναγομένοις καὶ θεουμένοις.
15 Ἀλλὰ τὸ μὲν θαυμάσαι τὴν ἀκαταληψίαν τοῦ κτίσαντος, εἶτα ποθῆσαι τὸ ἐραστὸν καὶ τὸ ἀκρότατον ἐφετὸν καὶ διὰ ταῦτα τυχεῖν τῆς καθάρσεως κἀντεῦθεν τὴν εἰκόνα δεῖξαι τῷ πλάσματι τοὺς θείους χαρακτῆρας ἐμ‐ φαίνουσαν, οὔπω μέγα τοσοῦτον· διὰ τοῦτο οὐδὲ τολμηρὰ ταῦτα δοκεῖ τῷ πατρί· τὸ δὲ τὸν θεὸν ὡς θεοῖς ἡμῖν ἑνωθῆναι καὶ γνωρισθῆναι καὶ
20τοσοῦτον ὅσον ἐκεῖνος οἶδε τοὺς ἀξίους τῆς ἐκείνου γνώσεως, τοῦτο δὴ καὶ τόλμα ἄντικρυς λεγόμενον καὶ θαῦμα νοούμενον. τὸ μὲν γὰρ θεοειδῆ γενέσθαι τινὰ οὔπω καινόν· τὸ δὲ θεὸν κατ’ ἴσον τῷ πλάσαντι, τοῦτο δὴ καὶ καταληπτικὴν φαντασίαν ὑπερβέβηκε καὶ πᾶσαν λογικὴν ἔφοδον. ὥσπερ γὰρ τὰ μετέχοντα τοῦ ἑνὸς ἑνοειδῆ ἂν εἰκότως λέγοιτο, ἀλλ’ οὐχ
25ἕν, οὕτω δὴ καὶ τὰ μετέχοντα τοῦ θεοῦ θεῖα μὲν ἄν τις εἰπὼν καὶ θεοειδῆ οὐ διαμάρτοι τοῦ πρέποντος, θεοῦ δὲ προσηγορίας αὐτὰ ἀξιῶν τολμηρὸς ἂν οὗτος δικαίως καλοῖτο, τὴν ἐσχάτην τόλμαν ἀνατεινόμενος ἐπὶ τὸν θεόν· τὸ δὲ καὶ ἑνοῦσθαι τοῦτον τοῖς μετέχουσι τούτου θεοῖς καὶ τοσοῦτον γνωρίζεσθαι ὅσον ἐκεῖνος τούτους ἐπίσταται, τοῦτό μοι καὶ τόλμης
30ἐπέκεινα δοκεῖ καὶ θράσος ἄντικρυς. Τί οὖν; καταψεύδεται ἡμῶν ὁ πατὴρ οὕτω πως λέγων καὶ τὰ μέγιστα τοῖς διδασκομένοις ἐπαγγελλόμενος; ἢ τοῦτο μὲν οὐχί, ἀγνοεῖ δὲ τὸ τοῦ θεοῦ μέγεθος καὶ τὴν ἡμετέραν βραχύτητα; καὶ πῶς, ὅς γε πολλαχοῦ τῶν οἰκείων λόγων τὴν ἡμετέραν εὐτέλειαν ἀποδύρεται, νῦν μὲν τοῖς λο‐
35γίοις προσχρώμενος, νῦν δὲ ἰδίας ἐννοίας ἀνατυπούμενος, κἀντεῦθεν τὸν ἱερέα δεδίττεται καὶ μετὰ φρίκης προσάγει τῷ βήματι; εἰ οὖν ταῦτα ἄτοπα, τίς ὁ λόγος δι’ ὃν καὶ τοσοῦτον ἐτόλμησεν ὁ μακάριος καὶ τὴν τόλμαν εἰπεῖν οὐκ ἀπώκνησε; ‘τολμᾷ‘ γάρ φησι ‘νεανικὸν ὁ λόγοσ‘, καὶ τὴν τόλμαν δεικνὺς λέγει, ‘θεὸς θεοῖς ἑνούμενός τε καὶ γνωριζόμενοσ‘.
40 Ἐμοὶ γοῦν δοκεῖ, μᾶλλον δὲ ἡ δόξα ἀποπεφάνθω, ὡς τὸ τολμᾶν ἐνταῦθα ταὐτόν ἐστι τῷ θαρρεῖν. ὥσπερ γὰρ εἴ τις κλίμακα ἀπὸ γῆς εἰς οὐρανὸν ἀναπλάσειε χιλίοις διαμεμετρημένην βαθμοῖς, εἶτά τινα ταύτῃ προσάγων
καὶ ἀπὸ τῆς κάτω βαθμίδος ἀναβιβάζειν ἀρξάμενος, οὐκ ἂν ἀπὸ ταύτης εἰπεῖν τολμήσειεν ὅτι τῷ οὐρανῷ ἤδη προσήγγισεν ὁ πρὸς τοῦτον κλι‐248
45μακηδὸν ἀνιών, οὔτε μὴν ἀπὸ τῆς μετ’ ἐκείνην εὐθὺς ἢ τῆς μετὰ ταύτην, ἐπειδὰν δὲ τῇ ἐσχάτῃ προσπελάσειεν ὁ τῇ πρὸς τὸν οὐρανὸν ἀνόδῳ χρώ‐ μενος, θαρρῶν ἂν ὁ χειραγωγῶν εἴποι ὅτι ‘τολμήσω τι νεανικῶς εἰπεῖν‘ (ἡ δὲ τοῦ λόγου τόλμα, ὅτι ‘αὐτῷ που προσήγγισας, ὦ λῷστε, τῷ οὐρα‐ νῷ‘), οὕτω δὴ καὶ ὁ τὴν θείαν ἡμῖν ταύτην κλίμακα τεκταινόμενος, ἧς

64

(50)

ἐπὶ μὲν τῆς κορυφῆς ἥδρασται ὁ θεός, ἡμεῖς δὲ κάτω ἐναρξάμενοι πρὸς ἐκεῖνον πορευόμεθα, πρῶτα μὲν τῷ θαύματι ὡς ἐσχάτῃ βαθμίδι προσήγα‐ γεν, εἶτα ἐπὶ τὸν πόθον ἐπανεβίβασε, μεθ’ ὃν ἀναβιβάζων ἠξίωσε τῆς καθάρσεως, εἶτα προσάγων θεοειδεῖς ἀπετέλεσεν· ἐπὶ δὲ τῆς ἄκρας ἡμᾶς ἀναβιβάσας ὑψώσεως, ἐφ’ ἧς θεὸς ἐμφαντάζεται, ἐνταῦθα μόνως
55ἐτόλμησε τὸ νεανικὸν τοῦτο πρόσρημα ἐπειπεῖν τὸ ‘θεὸς θεοῖς ἑνούμενός τε καὶ γνωριζόμενοσ‘. Εἰ μὲν γὰρ ἐπὶ τῆς τοῦ θαύματος βαθμίδος μένοντας ἢ τῆς τοῦ πόθου ἢ τῆς καθάρσεως ἢ τῆς θεοειδείας, ταύτης τῆς προσηγορίας ἠξίωσε, θρασύτητος ἦν ἄντικρυς γέμον τὸ ὄνομα· ἐπεὶ δὲ τῷ θείῳ ἀνακεράσας
60φωτί, θεοὺς διὰ τὴν σύγκρασιν ἀπειργάσατο, ἐνταῦθα, φησί, ‘τολμᾷ τι νεανικὸν ὁ λόγοσ‘. ὁ γὰρ τῆς ἀναγωγῆς λόγος, δι’ οὗ πρὸς θεὸν ἄνιμεν, ἐν μὲν ταῖς κατὰ μικρὸν ἀνόδοις οὐ θαρρεῖ θεοὺς ὀνομάσαι τοὺς ἀνιόντας· ἐπειδὰν δὲ αὐτῷ προσάξῃ τῷ κρείττονι καὶ μηδὲν μέσον ἡμῶν τε κἀκείνου γνῷ διατείχισμα, θεοὺς θαρρούντως ἀποκαλοίη, τοῦτο μὲν ὅτι καὶ τὴν
65γραφὴν οὕτως εὑρίσκει καλοῦσαν τοὺς ἀξίους τοῦ ῥήματος (‘ἐγὼ γὰρ εἶπα‘, φησὶν ἡ ἀλήθεια, ‘θεοί ἐστε‘, καὶ ἀλλαχοῦ, ‘θεούς σου οὐ κακολο‐ γήσεισ‘, καὶ πάλιν, ‘θεὸς θεῶν κύριος ἐλάλησεν‘), τοῦτο δὲ καὶ διὰ τὸ ἀξίωμα τοῦ προσλήμματος, ὃ δὴ θεοὺς κυρίως γενομένους ἡμᾶς δὴ τοὺς ὁμοφυεῖς αὐτῷ, εἴ γε βουλοίμεθα, τοῦ θείου ὀνόματος ἀξιοῖ. ‘τολμᾷ‘ γοῦν
70φησί ‘νεανικὸν ὁ λόγοσ‘, οὐ θρασύ τι καὶ ἐπικίνδυνον (ἔστι γάρ τις καὶ τοιαύτη τοῦ νεανικοῦ σημασία), ἀλλὰ γενναῖον καὶ ὑψηλὸν καὶ ὄντως ἀνδρῶδες καὶ θαρραλέον· τί δὲ τοῦτό ἐστι; ‘θεὸς θεοῖς ἑνούμενός τε καὶ γνωριζόμενοσ‘. Ἀλλὰ τίς ἡ πρὸς ἡμᾶς τοῦ θεοῦ ἕνωσις; πῶς δὲ ὅλως τὸ κρεῖττον ἑνώ‐
75σεως καὶ πρὸς πᾶσαν φύσιν μίξεώς τε καὶ ἀνακράσεως ἡμῖν ἑνοῦται τοῖς κάτω κἀντεῦθεν γνωρίζεται; τὸν μὲν οὖν ἀληθῆ λόγον καὶ πάντῃ ἀνέλεγ‐ κτον αὐτὸς ἂν εἰδείη μόνος θεός· τὸν δὲ ‘δυσελεγκτότατον‘ ἡμεῖς ἀπο‐
δώσομεν, τοῖς τῆς ἀρχαίας φιλοσοφίας λόγοις ἑπόμενοι. θεός, ὅ τι ποτέ ἐστιν, ἁπανταχοῦ ἐστιν, οὐ διαστατῶς, ἀλλ’ ἀμερῶς, καὶ πᾶσι μὲν249
80ἰσοτίμως τὰς ἰδίας ἀστραπὰς ἐπαφίησι, τῶν δὲ μετ’ ἐκεῖνον ἀναλόγως ἕκαστον κατὰ τὴν ἰδίαν φύσιν μᾶλλον ἢ ἧττον ταύτην ἀστράπτεται· ὥσπερ δὲ καὶ ἡλίου ἁπανταχοῦ θέοντος καὶ πᾶσιν ἐλλάμποντος τὰ μὲν ἀμέτοχα πάντῃ τῆς ἐκεῖθεν αἴγλης εἰσί, τὰ δὲ πλεῖον ἢ ἔλαττον καταλάμ‐ πεται, τὰ δὲ καὶ ἀποτομώτερον ἐντρανίσαντα ταῖς ἐκείνου αὐγαῖς καὶ τὸ
85οἰκεῖον φῶς προσαπώλεσαν. οὕτω δὴ καὶ τοῦ θεοῦ πανταχοῦ παρόντος καὶ ὑπὲρ τὸ πᾶν ἑστηκότος, ἃ μὲν τῆς αὐτοῦ παρουσίας αἰσθάνεται καὶ ἐπιστρέφεται πρὸς αὐτόν, ἃ δὲ πρὸς τὴν ὑπερβάλλουσαν αἴγλην τυφλώτ‐ τοντα πρὸς τὸ τῆς ὕλης λεῖον ὥσπερ ὄμμα νοσοῦν ἀπὸ τῶν ἡλιακῶν ἀστραπῶν ἐπέστραπται ἡδέως πρὸς τὴν σκιάν. ὅσοι μὲν οὖν ὑπὲρ τὸ σῶμα
90γενόμενοι ἔγνωσαν ἑαυτοὺς ὅτι νοῦς εἰσι μόνοι σώματι διὰ τὴν γένεσιν προσχρησάμενοι, ἐκάθηράν τε τὸν ἑαυτῶν νοῦν καὶ κατάλληλον πρὸς ὑποδοχὴν τῷ πρώτῳ καὶ δημιουργῷ νῷ ἀπειργάσαντο, τούτοις ἑνοῦται θεός. νοῦς γὰρ ὢν ἀκήρατος τῷ νῷ ἀμέσως προσομιλεῖ καὶ διὰ τούτου ψυχῇ συγγίνεται, ὥσπερ διὰ ταύτης προσπελάζει τῷ σώματι· ἑνοῦται
95δὲ {ὡς} οὐχ ὡς ἐκεῖνός ἐστιν, ἀλλ’ ὡς ἡμεῖς δυνάμεθα χωρεῖν τὴν ἕνωσιν. Οὕτω μὲν ‘ἑνοῦται‘ θεὸς ἀνθρώποις, τῆς οἰκείας μὴ ὑποκαταβὰς ἀξίας, ἀλλὰ μένων ὑπὲρ τὸ πᾶν καὶ τοῖς κεκαθαρμένοις καὶ νοεροῖς ἐν‐ σκηνῶν· ἐντεῦθεν δὲ καὶ ‘γνωρίζεται‘. οὐδὲ γὰρ ἂν ἄλλως δυνηθείη τις γνωρίσαι θεόν, μὴ πρὸς ἐκεῖνον τὴν οἰκείαν ἀναλύσας ψυχὴν καὶ ἐν ταύτῃ

64

(100)

αὐτὸν εἰσδεξάμενος· μὴ γὰρ οὕτως ἔχων μηδ’ οὕτως τῇ πρώτῃ ἐκείνῃ πηγῇ ὥσπερ ἀπ’ ἐκείνου ῥυεὶς ποταμὸς ἐκεῖσε ἐναχθεὶς οὐ γνώσῃ θεόν, κἂν ‘πρὸ πάντων‘ λέγοις κἂν τὸ ἀγέννητον αὐτῷ μαρτυρῇς κἂν δημιουρ‐ γὸν τῶν ὄντων ἀποφαίνῃ. ταῦτα γὰρ ἐξ ἑτέρας γλώσσης μεμαθηκὼς ἐφ‐ υμνεῖς τῷ θεῷ, ὅθεν οὔπω γνωρίζεις θεόν. ἐπεὶ καὶ περὶ τοῦ ἡλίου, ὃς δὴ
105καὶ τοῖς ὄμμασιν ἡμῶν ὑποπίπτει, πολλὰ δήπου φαμέν, ‘νυμφίον ὥσπερ ἐκ παστοῦ πορευόμενον‘, ‘γίγαντα‘ διὰ τὸ μέγεθος, σφαῖραν διὰ τὸ παν‐ ταχόθεν ἐλλάμπειν, ἀπειροπλάσιον κατὰ τὸ μέγεθος τῆς ὑποκειμένης γῆς, ‘πρὸς βορρᾶν καὶ πρὸς νότον‘ κινούμενον, πλείονι διαστήματι τῆς σελήνης ἀπέχοντα ἢ ἐκείνη τῆς γῆς. ἀλλὰ ταῦτα οἱ μὲν εἰκάζοντες ἀπ‐
110εφήναντο, οἱ δ’ ἀποδεικνύντες ἐξ ἀνομολογήτων ἀρχῶν· εἰ δέ τις ὑπὲρ τὴν σελήνην γενόμενος αὐτῷ δὴ τῷ ἀστέρι προσεπέλασεν, τότε δὴ ὅσον μὲν τὸ μέγεθος, οἷον δὲ τὴν φύσιν ἐγνώρισεν. οὕτω δὴ καὶ θεὸς οὐκ ἄλλως ἡμῖν γνώριμος γίνεται ἢ ἑνωθεὶς ὅσον δὴ χωρῆσαι τὴν ἐκείνου δυνάμεθα
ἕνωσιν.250
115 Γνωρίζεται δέ, φησίν, ‘τοσοῦτον ὅσον‘ κἀκεῖνος ‘ἴσως τοὺς γινωσκο‐ μένουσ‘ ἐπίσταται. τοῦτό ἐστιν ἡ ‘σιδηρᾶ πύλη‘ ἣν Πέτρος μὲν διέβη ἀγγέλου χειραγωγοῦντος· ἡμεῖς δὲ πῶς διαβησόμεθα, μηδενὶ χειραγωγῷ χρώμενοι; πάλιν οὖν τόλμα καὶ πάλιν νεανιεύματα. ἔγωγ’ οὖν φημι μὴ κατὰ τὸ ἴσον μέτρον τῆς γνώσεως γινώσκειν τε ἡμᾶς τὸν θεὸν φάναι τὸν
120ἅγιον καὶ ἡμᾶς τὸν θεόν, εἰ καὶ ἡ τοῦ λόγου συνθήκη κατὰ τὴν πρόχειρον τοῦτο ἐμφαίνει διάνοιαν. ὑποδείγματι δὲ πρὸς ὃ λέγειν βουλόμεθα χρησά‐ μενοι, εὐσύνοπτον ὃ νενοήκαμεν παραστήσομεν. θεὸς ἀνέφικτον χρῆμα καὶ ἀκατάληπτον, οὐ τῇ γεννητῇ ταύτῃ φύσει μόνον, ἀλλὰ καὶ ταῖς ὑπερκειμέναις δυνάμεσι, πηγὴ δὲ ὢν ἀγαθότητος βούλεται μετέχειν ἑαυ‐
125τοῦ τὰ δημιουργήματα. ἐπεὶ δὲ ἀθέατα τοῖς ἐναγέσι τὰ παναγέστατα καὶ τοῖς βεβήλοις τὰ θεῖα καὶ ἱερά, πρῶτον μὲν ἀναχωννύει τὸ ἐν ἡμῖν ὄμμα ἐγκεκρυμμένον τῷ τῆς ὕλης ὄγκῳ, εἶτα ἀνακαθαίρει καὶ ἀπορρύπτει τῆς ἰλύος, ὑφ’ ἧς κατείχετο, αὖθίς τε τοῦ οἰκείου τούτῳ μεταδιδοὺς φωτός, ἀνάπτει πρὸς ἑαυτὸν καὶ ἐγγύτατα διατίθησι καὶ οἰκειοῖ τῇ προσψαύσει·
130τὸ δὲ ἀναβλέψαν καὶ πρὸς τὸ ἄπλετον φῶς τὴν οἰκείαν αὐγὴν ὑποθέν, ἀνεκράθη τῷ πρώτῳ φωτὶ καὶ ᾠκειώθη κατὰ τὸ ἐφικτόν. Καθ’ ὅσον γοῦν μέτρον ᾠκείωται, κατὰ τοσοῦτον γινώσκει καὶ τὸν οἰκειωσάμενον τοῦτο θεόν· οὐ γὰρ ὥσπερ θεὸς τὸν θεωθέντα ἄνθρωπον οἶδεν, οὕτω δὴ καὶ ὁ ἄνθρωπος τὸν θεώσαντα αὐτὸν θεόν. τῷ μὲν γὰρ
135ὅλῳ τὸ μερικὸν ἐμπεριλαμβάνεται καὶ τῷ ἀπλέτῳ φωτὶ τὰ περιγεγραμ‐ μένα φῶτα προσεγγίζει· πῶς δ’ ἂν ἐμφαντασθείη τὸ ὅλον τῷ μερικῷ; ἢ πῶς ἂν ἴδοι ὀφθαλμὸς ἐν μικρῷ μέρει τοῦ σώματος συγκλειόμενος τὸ ὅλον σῶμα τοῦ οὐρανοῦ, ἢ ψυχὴ τὸν ὅλον καὶ δημιουργικὸν γνοίη νοῦν; οὐχ ὅσον οὖν θεὸς γνωρίζει ἄνθρωπον, καὶ ἄνθρωπος γνωρίζει θεόν,
140ἀλλ’ ὅσῳ δὴ μέτρῳ ἥνωται πρὸς θεὸν ἄνθρωπος καὶ ᾠκείωται, τοσούτῳ δὴ καὶ θεὸς ἀνθρώπῳ γνωρίζεται· πρὸς γὰρ τὴν τοῦ ἀνθρώπου ἄνοδον καὶ ἡ τοῦ θείου γίνεται κάθοδος. εἰ μὲν γὰρ πῆχυν ὑπὲρ γῆς ἀναβῇς, τοσούτῳ δὴ μέτρῳ καὶ θεὸν καταβαίνοντα ἔγνωκας· εἰ δὲ δὶς τοσοῦτον χρήσῃ τῷ ἅλματι, ἐδιπλασίασέ σοι κἀκεῖνος τὴν κάθοδον· καὶ οὕτω δὴ κα‐
145τὰ λόγον τῆς ἀναβάσεως ἡ τῆς τοῦ θείου γνώσεως κατάβασις γίνεται. καὶ ὅσον οὖν γινώσκει τοὺς γινωσκομένους θεός, τοσοῦτον αὐτοῖς ἐκεῖνος γνωρίζεται. Καὶ τοῦτο μὲν ὡς ἔμοιγε δοκεῖ διήρθρωται ἄριστα· τί δὲ βούλεται τῷ ἁγίῳ τὸ ‘ἴσωσ‘ καὶ τὸ ‘ἤδη‘; ‘καὶ τοσοῦτον‘ γάρ φησιν ‘ἴσως, ὅσον ἤδη

64

(150)

γινώσκει τοὺς γινωσκομένουσ‘. εἰ τοίνυν τοῦ ‘ἤδη‘ τὴν ἔννοιαν γνοίημεν, οὐκ ἂν περὶ τοῦ ‘ἴσωσ‘ διαπορήσαιμεν. ὁ μέγας ἀπόστολος ἐπιμερίζων τὰς ἡμετέρας πρὸς τὸν θεὸν γνώσεις καὶ τοῦ θεοῦ πρὸς ἡμᾶς, τὰς μὲν ἐν τῷ παρόντι βίῳ ‘μερικὰσ‘ λέγει καὶ ‘δι’ ἐσόπτρου‘ καὶ δι’ ‘αἰνίγματοσ‘, τὰς δὲ ἐν τῷ μέλλοντι καθόλου καὶ ἀνακεκαλυμμένας. οἱ γοῦν ἀξιωθέντες251
155διὰ τὴν κάθαρσιν τῆς τοῦ θεοῦ προσηγορίας ἐν ἀμφοῖν τοῖν βίοιν καὶ γνωρίζουσι θεὸν καὶ γνωρίζονται· ἀλλ’ ἐνταῦθα μὲν ἀτελὴς ἥ τε τῶν ἀνθρώπων πρὸς θεὸν οἰκείωσις καὶ ἡ τοῦ θεοῦ πρὸς ἀνθρώπους ἐπίγνωσις (οὐχ ὅτι ἀτελῶς ἐπίσταταί τι θεός, ἀλλ’ ὅτι πρὸς τὸ μέτρον τῆς ἐπιγνώ‐ σεως καὶ ἡ ἀντίδοσις), ἐν δὲ τῷ μέλλοντι ἀρτία μὲν καὶ ἡ πρὸς θεὸν γνῶσις
160ἡμῶν, ‘ἐντελόμισθοσ‘ δὲ καὶ ἡ ἀμοιβή. ὁ δὲ μακάριος οὗτος πατὴρ τὴν τελείαν γνῶσιν καὶ ἐνταῦθα τοῖς ἁγίοις ἀπεμερίσατο· διὰ γὰρ τοῦτο τὸ ‘ἤδη‘ προστέθεικε, δεικνὺς ὅτι πρὸ τῆς ἀποκαταστάσεως ἤδη τοσοῦτον γνωρίζομεν τὸν θεόν, ὅσον παρ’ ἐκείνου ἐγνώσμεθα. διὰ τοῦτο τοιγαρ‐ οῦν καὶ τὸ διστακτικὸν ἄνω προοικονομήσας τέθεικε πρόσρημα, καὶ
165οἶμαί γε διὰ ταύτην τὴν ἔννοιαν τὸν λόγον ἔφη ‘τολμᾶν νεανικώτερον‘, ἵνα δὴ τὴν τόλμαν ἐνταῦθα μὴ εἰς τὸ θάρρος μεταλάβοιμεν, ἀλλ’ ἐπὶ τῆς συνήθους ἐννοίας ἐφήσομεν. Ὁ μὲν οὖν μέγας οὗτος πατὴρ αὐτὸς ὢν ὁ καὶ οἰκειωθεὶς θεῷ καὶ ἑνω‐ θεὶς καὶ τοσοῦτον γνωρίσας ὅσον ἐγνώσθη ὡς εἶχε πάθους ἀρρήτως ἐξήγ‐
170γειλεν. ἐγὼ δὲ πόρρω τοῦ θείου ἑστὼς καὶ μηδ’ ὅσον ‘Ναδὰμ καὶ Ἀβιοὺδ‘ ἐπὶ τὸ τῆς θεοφανείας ὄρος ἀνεληλυθὼς μηδ’ ὅσον ‘οἱ ἑβδομήκοντα πρεσ‐ βύτεροι‘, ἀλλ’ ὑπὸ τὴν ὑπώρειαν τοῦ ὄρους ἑστὼς καὶ ὥσπερ τι ζῷον ἀνίερον πόρρωθεν ‘λιθοβολούμενόσ‘ τε καὶ διωκόμενος, καταμαντευόμε‐ νος μόνον λέγω τοῦ πράγματος. εἰ μὲν οὖν καὶ ὑμῖν συνδοκεῖ καὶ τοῖς
175ἄλλοις, τὸν λόγον κυρώσατε· εἰ δὲ μή, ἀλλ’ ἔγωγε οὐ κατὰ πιθήκους ὥσπερ ἀγάλμασι ἐνατενίζω τοῖς ἐμοῖς γεννήμασιν, οὐδὲ δεκάζω τὰς κρί‐ σεις οὐδὲ προείλημμαι οὐδ’ εὔνους εἰμὶ οἷς ἀπέτεκον λογικῶς. ὅθεν ὡς πιθήκειον τέρας ὁ λόγος, εἴ γε μὴ δόξει καλῶς εἰρῆσθαι, τῶν τεχνικῶν
καὶ ἐπιστημόνως ῥηθέντων ἐκβεβλήσθω λόγων.252

65

(1t)

παʹ. Εἰς τὸ ‘θεὸν σταυρούμενον βλέπειν‘
2 Τοιοῦτόν ἐστιν, ὦ φίλτατοι παῖδες, τὸ μὴ θείοις λόγοις προσομιλεῖν μηδὲ τὰ τῶν ἱερῶν γραφῶν ἐπίστασθαι ἰδιώματα. διὰ τοῦτο ‘λίθος προσ‐ κόμματοσ‘ ὑμῖν δοκεῖ καὶ ‘πέτρα σκανδάλου‘ τὸ ‘θεὸν σταυρούμενον
5βλέπειν μετὰ λῃστῶν‘ ὑπὸ τοῦ μεγάλου πατρὸς εἰρημένον. ζητεῖτε γάρ, οἷα εἰκός, πῶς τῷ θεῷ προσῆψε τὴν σταύρωσιν· ἐχρῆν γὰρ διπλῷ τὴν φύσιν τῷ δι’ ἡμᾶς σταυρωθέντι τυγχάνοντι, τὰ μὲν ἀνθρωπικὰ τῷ προσ‐ λήμματι προσαρμόττειν, τὰ δὲ ὑψηλὰ καὶ θεῖα τῷ τὴν φύσιν ἡμῶν προσ‐ λαβόντι, ὁ δὲ οὐχ οὕτω πεποίηκεν, ἀλλ’ ὥσπερ ἔλαθεν ἑαυτὸν τῇ ἀπαθεῖ
10φύσει πάθος προσάψας. τοιοῦτον μὲν τὸ ὑμέτερον διαπόρημα, καὶ ὁ λόγος ὡς εἰκὸς τὴν λύσιν ἐπιζητεῖ· ἐγὼ δὲ πρότερον ὑμῖν τὸ τῆς γραφῆς διορ‐ θώσας ἰδίωμα καὶ δείξας ὡς ἐντεῦθεν ὁ λόγος τῷ μεγάλῳ διεξηνέχθη πατρί, ἐπὶ τὸ ὑψηλότερον καὶ σοφώτερον μεταβήσομαι. Ἰστέον οὖν ὡς τῶν περὶ τοῦ σαρκωθέντος θεοῦ λεγομένων τὰ μὲν συν‐
15εκδοχικῶς λέγεται, τὰ δὲ κατὰ τὸν τρόπον τῆς ἀντιδόσεως, ἃ δὲ καὶ πρὸς οἰκειότητος λόγον ἐστίν. ὅταν μὲν γὰρ ἀκούσῃς τοῦ τῆς ‘βροντῆς υἱοῦ‘ λέγοντος ὅτι ‘ὁ λόγος σὰρξ ἐγένετο‘, κατὰ συνεκδοχὴν τοῦ ῥήματος ἄκουσον· ἀπὸ γὰρ τῆς τοῦ σώματος φύσεως τὸ σύνθετον ἅπαν δεδήλωκε, καὶ ὥσπερ ἀπὸ τοῦ σώματος μόνου ὅλος δηλοῦται ὁ ἄνθρωπος, οὕτω δὴ
20καὶ ἀπὸ τῆς ψυχῆς ἡ τοῦ συνθέτου φύσις παρίσταται τοῖς ἀκούουσιν. ‘ἐν ἑβδομήκοντα‘ γὰρ ‘ψυχαῖς κατῆλθεν‘ Ἰακὼβ ‘εἰς Αἴγυπτον‘· οὐ γὰρ δήπου ψυχαὶ σωμάτων ἀπολελυμέναι τῷ Ἰακὼβ συγκατέβησαν εἰς
Αἴγυπτον, ἀλλ’ ὥσπερ ἐκεῖ διὰ τῆς σαρκὸς τὸ ἐκ ψυχῆς ἐδηλώθη καὶ σώματος, οὕτως ἐνταῦθα διὰ τῶν ψυχῶν οἱ καταβεβηκότες εἰς Αἴγυπτον253
25μετὰ ψυχῶν καὶ σωμάτων ἡμῖν ἐδηλώθησαν. Ὁ μὲν οὖν τῆς συνεκδοχῆς τρόπος οὗτος. ὁ δὲ τῆς ἀντιδόσεως· ὁ θεὸς ἄνθρωπος γενόμενος τέλειος, μείνας ὅπερ ἦν καὶ τὴν φύσιν μὴ ἀλλοιώσας, τῷ τε προσλήμματι τῶν οἰκείων πλεονεκτημάτων μετέδωκε καὶ αὐτὸς τῶν αὐτοῦ ἰδιωμάτων μετέσχηκε. διὰ ταῦτα ‘θεὸσ‘ μὲν ‘σταυρούμενοσ‘
30λέγεται καὶ ‘ἄνθρωπος ἐξ οὐρανοῦ καταβεβηκώσ‘· ‘οὐδείσ‘ γάρ φησιν ‘ἀνελήλυθεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ υἱὸς τοῦ ἀνθρώπου ὁ ἐκ τοῦ οὐρανοῦ καταβάσ‘. καὶ μὴν οὐχ ὡς ἄνθρωπος ἐκ τοῦ οὐρανοῦ καταβέβηκεν· εἰ γὰρ τοῦτο δώσομεν, ὡς ‘διὰ σωλῆνοσ‘ πρεσβεύσομεν τῆς μητρικῆς ἐξεληλυθέναι νηδύος. ἀλλ’ ὥσπερ ἐνταῦθα, τοῦ σώματος σταυρουμένου
35τῷ λόγῳ τῆς διαστατῆς καὶ παθητῆς φύσεως, ὁ θεὸς ἐσταυρῶσθαι λέγε‐ ται, οὕτως ἐκεῖσε, τοῦ θεοῦ καταβεβηκότος ἐκ τῶν οὐρανῶν, ὁ ἄνθρωπος καταβεβηκέναι πιστεύεται. Δεῖ γοῦν καὶ ἀνενδοιάστως λέγειν καὶ χωρὶς ἀμφιβολίας ἀκούειν ὅτι ὁ θεὸς ἐσταυρώθη καὶ αἱ τοῦ θεοῦ χεῖρες τῷ ξύλῳ προσηλώθησαν, καὶ
40αὖθις ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου τάδε ἢ τάδε πεποίηκε τὰ θαυμάσια. τοιοῦτος γάρ ἐστιν ὁ τῆς ἀντιδόσεως λόγος, μετὰ τῶν ὀνομάτων καὶ τῶν πραγμάτων ἀντιδιδομένων ἀλλήλαις ταῖς φύσεσιν. ὥσπερ γὰρ τὸν θεὸν ἄνθρωπον λέγομεν τέλειον καὶ τὸν ἄνθρωπον θεὸν ὡσαύτως, κατὰ μηδὲν ἐλλειπούσης τῆς φύσεως, ἀλλὰ τελείας γεγονυίας τῆς ἀντιδόσεως, οὕτω
45δὴ τὰ μὲν τοῦ θεοῦ θαύματα τῷ ἀνθρώπῳ προσάπτομεν, τὰ δὲ τοῦ ἀν‐ θρώπου παθήματα τῷ θεῷ προσαρμόττομεν. ‘κεκοπιακέναι‘ γὰρ τὸν θεὸν φαμὲν καὶ προσωμιληκέναι τῇ Σαμαρείτιδι, ‘ἱδρῶτασ‘ ἀπορρεῖν κατὰ τὸν Λουκᾶν ‘ὡσεὶ θρόμβους αἵματοσ‘, διαπορεῖν τε περὶ τοῦ Λαζάρου ὅπῃ τεθαμμένος τυγχάνει, καὶ αὖθις τὸν ἄνθρωπον ἀνιστᾶν τε τὸν ‘τε‐

65

(50)

τραήμερον‘ καὶ τῇ ἀχλύι τὸν ἥλιον καλύπτειν καὶ ‘τὸ τοῦ ἱεροῦ διαρρη‐ γνύειν καταπέτασμα‘. πλὴν οὐ ταῦτα δοξάζοντες μεταβεβηκέναι τὰς φύσεις κηρύττομεν, ὥστε τὸν μὲν θεὸν εἰς τὸν ἄνθρωπον μετηλλάχθαι,
τὸν δὲ ἄνθρωπον εἰς τὸν θεὸν ἠλλοιῶσθαι καὶ τῶν ἰδιωμάτων ἀποβεβη‐ κέναι ὧν ἐξ ἀρχῆς τῇ φύσει ἐσχήκασι (μὴ γὰρ οὕτω μανείημεν), ἀλλὰ254
55τοῦτο πρεσβεύομεν, τοῦτο κηρύττομεν, ὅτι ὁ θεός, μείνας ὅπερ ἦν, γέγο‐ νεν ὅπερ οὐκ ἦν καὶ τὸ πρόσλημμα μηδέν τι παραλλάξαν τῆς φύσεως τὸ θεῖον ἀξίωμα ᾠκειώσατο. σῶμα γάρ, φησί τις θεολόγος ἀνήρ, τριχῇ διαστατὸν πεφυκὸς περιγέγραπται, εἰ καὶ τῇ πρὸς τὸ θεῖον ἑνώσει τὸ ὑπερφυὲς κατεπλούτησε, τῆς φυσικῆς ἀπολέσαν οὐδὲν ἰδιότητος. τοιοῦτος
60ὁ τῆς ἀντιδόσεως λόγος· ὁ δὲ τῆς οἰκειώσεως, ὁπόταν ἀκούωμεν ὅτι ‘ὀλίγαι ῥανίδες αἵματος κόσμον ὅλον ἀποκαθαίρουσιν‘· οἰκειοῦται γὰρ τὴν φύσιν ὁ προσλαβόμενος ταύτην λόγος καὶ βούλεαι διὰ ταύτης τὸ τοῦ κόσμου τελεῖν σωτήριον. Τοίνυν τῆς ἀκριβείας ὁ μέγας πατὴρ οὗτος ἐχόμενος, κατὰ τὸν τῆς
65ἀντιδόσεως λόγον τὸν θεὸν ἐσταυρῶσθαί φησι· ‘τί‘ γάρ φησι ‘τούτου παραδοξότερον; θεὸν σταυρούμενον βλέπειν, καὶ τοῦτον μετὰ λῃστῶν;‘ εἶτα, ἵνα μή τις οἰηθῇ αὐτὴν ἐκείνην τὴν μακαρίαν ἐσταυρῶσθαι φύσιν, ἐπιδιορθούμενος τὸ ῥητὸν ἐπάγει· ‘τὸν ἀνάλωτον καὶ τοῦ παθεῖν ὑψηλό‐ τερον‘. καὶ οὗτος μέν, ἅτε τὴν τελείαν ἐσχηκὼς ἕξιν, παρὰ τὰς θεολογικὰς
70ταύτας φωνὰς οὐδέν τι προστέθεικε τῷ ‘θεὸν σταυρούμενον βλέπειν‘. τὸ δὲ τῆς Δαμασκοῦ ἄγαλμα, Ἰωάννης ὁ μελῳδός, ἐκ τοῦ θεολογικοῦ τούτου στόματος κεκλοφὼς τὸ ῥητόν, μετὰ προσθήκης ἐξήνεγκε, τοῦτο ἐπειπών· ‘θεὸν σταυρούμενον σαρκὶ καθορῶσα ἡ κτίσις διελύετο φόβῳ‘· οὐ γὰρ ᾗ θεὸς ἐσταύρωτο (πῶς γὰρ ἂν πάθοι τὸ ἀπαθές;), ἀλλ’ ᾗ θεὸς σεσωμα‐
75τωμένος. εἰ δὲ καὶ μὴ μετὰ προσθήκης ἐξήνεγκεν, οὐδὲν τῷ λόγῳ διελυμαίνετο. ἀλλ’ ὁ μὲν μέγας πατὴρ ὑψηλότερον ἅτε πρὸς τελείους τὸν λόγον ποιούμενος, ἀκωλύτως τὴν σταύρωσιν τῷ τοῦ θεοῦ ἐχαρίσατο ὀνό‐ ματι· οὗτος δὲ οἰκονομικώτερον πρὸς ἀτελεστέρους ἴσως τῷ ‘θεὸσ‘ προστέθεικε τὸ ‘σαρκί‘. ἢ ὁ μὲν ἄνευ μέλους τὸν οἰκεῖον διαπεραινόμενος
80λόγον ἐφθέγξατο ὡς ἐβούλετο· οὗτος δέ, ἐπειδὴ πρὸς μουσικὴν ᾖδεν ἠχώ, τὸ ἐλλεῖπον τοῦ ῥυθμοῦ διὰ τῆς ‘σαρκὸσ‘ ἀνεπλήρωσεν. Ἡ μὲν οὖν κατὰ τὸ τῆς γραφῆς ἰδίωμα περὶ τοῦ πάσχειν τὸν θεὸν λύσις αὕτη. ἡ δὲ ἀκριβεστέρα καὶ ὑψηλοτέρα ὅτι, ἐπειδήπερ ἡ μία τῆς τριάδος ὑπόστασις ἄνθρωπος γέγονεν, οὐ μέρος ἀνθρώπου προσλαβομένη, ἀλλὰ
85τὴν φύσιν πᾶσαν ἀτομώσασα καὶ ἑαυτῇ προσενώσασα, οὐκ ἦν ἄλλως τοὺς θεολόγους ἢ οὕτως λέγειν, ὅτι θεὸς ἐσταύρωτο καὶ πρὸ τούτου ‘ἐπείνησε‘ καὶ ‘ἐδίψησε‘ καὶ ‘ἐκοπίασε‘, νόμῳ μὲν τοῦ σώματος· οὐ γὰρ ὑποστάσεις δύο πρεσβεύομεν, ἐπεὶ μηδὲ μίξιν ἐνταῦθα δυνατὸν γενέσθαι, ἀλλὰ δύο φύσεων συνδρομὴν ἐν τῇ μιᾷ τοῦ υἱοῦ ὑποστάσει· τὸ γὰρ προσληφθὲν255
90ὑποστατικόν φαμεν, ἀλλ’ οὐχ ὑπόστασιν, κατὰ τὴν ἀκριβῆ θεολογίαν, καὶ ἑτεροϋπόστατον, ἀλλ’ οὐχ ὡς συμβεβηκός, ἀλλ’ ὡς οὐσιῶδες· ἐν γὰρ τῇ τοῦ θεοῦ ὑποστάσει ἥδρασται. ἐπεὶ οὖν εἷς ἐστιν ὁ ‘τὰ διεστῶτα συνάπτων‘ καὶ οὐκ ἀνὰ μέρος πρόσωπα δύο, διὰ τοῦτό φαμεν τὸν θεὸν τάδε καὶ τάδε πεπονθέναι· αὐτὸς γὰρ ἦν ὁ καὶ θεὸς τέλειος καὶ ἄνθρωπος
95τέλειος, ὥστε ὑψηλῶς εἴρηται καὶ μεγαλοπρεπῶς τῷ πατρὶ τὸ ‘ἐσταυρῶ‐ σθαι τῆς δόξης τὸν κύριον‘. οὐ γάρ, ὥς τινες ᾠήθησαν, κατὰ τὴν τοῦ με‐ ρικοῦ ἀνθρώπου ἰδιότητα ἡ τῆς οἰκονομίας ἕνωσις γέγονεν· ἐνταῦθα μὲν γὰρ οὔτε τὸ σῶμα ψυχὴ λέγοιτ’ ἄν ποτε οὔτε ἡ ψυχὴ σῶμα κατονομά‐ ζοιτο, ἐκεῖ δὲ καὶ τὸν θεὸν ἄνθρωπον λέγομεν καὶ τῷ ἀνθρώπῳ τὸ τοῦ

65

(100)

θεοῦ ἀντιδιδόαμεν ὄνομα· κἀνταῦθα μὲν οὐδέτερον ἑτέρου πρεσβύτερον λέγομεν (Ἑλληνικῆς γὰρ δόξης ἡ προΰπαρξις τῆς ψυχῆς, ἡμεῖς δέ φαμεν ὁμοῦ συνεστηκέναι τὰς φύσεις ‘ἐν τῷ ἐργαστηρίῳ τῆς φύσεωσ‘), ἐνταῦθα δὲ οὐκ ἦν ὅτε οὐκ ἦν ὁ σαρκωθεὶς λόγος, τὸ δὲ πρόσλημμα ὕστερον καὶ ‘ἀπὸ Μαρίας ἀρχόμενον‘.
105 Πλείους δὲ καὶ ἕτεραι περὶ τούτων διαφοραί. ἀλλ’ ἐπειδὴ μηδὲν πρὸς τὸν λόγον ὃ προβεβλήκατε πρόβλημα, ἐν παρεκβάσει δὲ τούτων ἐπεμνή‐ σθην, ὁμοῦ τε τοῖς εἰρημένοις ἀρκεσθησόμεθα καὶ τὸν λόγον ἐνταῦθα
προσορμίσομεν.256

66

(1t)

πβʹ. Ἐκ τοῦ ‘Πάλιν Ἰησοῦς ὁ ἐμόσ‘, εἰς τὸ ‘δεινὸν γὰρ ἦν ὡς παιδίον
2tκλαυθμυρίζεσθαι‘
3 Δεινόν ἐστιν ὡς ἀληθῶς καὶ ὑμᾶς παιδίων δίκην πρὸς τὸν διδάσκαλον κλαυθμυρίζεσθαι, ὅτι μὴ τὸ ‘δεινὸν γὰρ ἦν ὡς παιδίον κλαυθμυρίζεσθαι‘
5διεγνώκατε. οὐκ ἠξίουν δέ γε ὑμᾶς ἐγώ, φιλοσόφους ὄντας, μέχρι το‐ σούτου κατενεχθῆναι τὴν γνώμην, ὥστε τοῖς πολλοῖς λόγοις ὑπάγεσθαι καὶ ἄπορον ἡγεῖσθαι τὴν ἐν τούτοις ἔννοιαν. αὐτὸς γάρ, ἵνα παρὰ τὰς τῶν πολλῶν ὑπολήψεις ἐρῶ, οὐδενί πω ἄλλῳ τῶν θεολογικῶν ῥᾴονι καὶ ταπεινοτέρῳ νοήματι ἐντετύχηκα· ἀλλ’ αἱ τῶν πολλῶν ἀκοαί, ἀμελέτητοι
10οὖσαι τῶν ἐν τοῖς λόγοις ῥητορειῶν, βεβυσμέναι πως ἐνταῦθα τυγχά‐ νουσιν, οὐ κηρῷ τοὺς οἰκείους πόρους ἀποφραξάμεναι, ἀλλ’ ἀμαθίᾳ προκατασχοῦσαι, ἵνα μὴ τὰ τῆς θεολογικῆς σειρῆνος δέξωνται θέλγητρα. ὅτι δὲ οὐ μάτην, οἶμαι, οὐδὲ κατὰ τοὺς σοφιστὰς ‘τὰ μὲν κοινὰ καινῶσ‘ ἑρμηνεύω, ‘τὰ δὲ καινὰ κοινῶσ‘, ἡ πεῖρα δώσει τὸν ἔλεγχον.
15 Ὑμεῖς μὲν γὰρ ἐντεῦθεν οἴεσθε τὴν ἀρχὴν τοῦ νοήματος εἶναι καὶ ἀπὸ τοῦ ‘δεινὸν γὰρ ἦν‘ τοῦ νοήματος τεκμαίρεσθαι τὴν δεινότητα, ὁ δὲ τῆς ἀληθείας λόγος μέρος τι τοῦτο τοῦ παντὸς ἡγεῖται νοήματος. καὶ ἵνα καθ’ ὁδὸν ὁ λόγος προΐῃ, ἀναποδίσατέ μοι τοῦ λόγου μικρὸν καὶ τῷ διαπορουμένῳ ῥητῷ ἐκεῖνο συνάψατε, ‘ἵνα θεοῦ κλαίοντος ἠχὴν συγκαλύ‐
20ψωσιν, ὥστε πατέρα λαθεῖν μισότεκνον‘. τοῦτο δὲ πρὸ τῆς καθεξῆς ὑφη‐ γήσεως ὑμᾶς ἐπίστασθαι βούλομαι, ὡς αἱ τῶν λόγων κατασκευαὶ πῇ μὲν πᾶσαν τὴν σύμφρασιν τοῦ προηγουμένου κατασκευάζουσι, πῇ δὲ μέρος τι τῆς ὅλης ἐννοίας ἢ λέξιν τινὰ ἐν μέσῳ περερριμμένην, δι’ ἣν ὁ τῆς κατασκευῆς λόγος προέρχεται. ἀμέλει τοι τὸ ‘οἶμαι γάρ, εἴ τις τῆς
25ἐν λόγοις δυνάμεως πεῖραν ποιούμενοσ‘ καὶ τὰ ἑξῆς οὐ πρὸς τὸ ‘ἔμελλεν ἄρα‘ τὴν ἀναφορὰν ἔχει, ἀλλὰ πρὸς τὸ ‘μεγίστην 〈ὑπόθεσιν〉‘ ἐν μέσῳ
κείμενον τῆς προτάσεως ἀποδέδωκε. τοῦτο γοῦν ποιῶν κἀνταῦθα ὦπται ὁ μέγας πατήρ. ἐπειδὴ γὰρ ‘ἠχὴν‘ ἐπὶ κλαίοντος παιδὸς εἴρηκε, πρὸς τὴν ‘ἠχὴν‘ ἀπαντήσας, ἐπήγαγε τὸ ‘δεινὸν γὰρ ἦν‘. ἐπεὶ γὰρ σάλπιγξι257
30μᾶλλον ἢ παισὶ κατάλληλος ἡ ἠχή, ἵνα μή τις περὶ τοῦτο ἐργολαβοίη καὶ τὸν μέγαν ἐπαιτιῷτο, διότι ποτὲ ‘ἠχὴν‘ ἐπὶ κλαίοντος παιδὸς εἴρηκεν, ἐπήγαγε τὸ ‘δεινὸν γὰρ ἦν ὡς παιδίον κλαυθμυρίζεσθαι‘, προσθεὶς ‘τὸν ὡς λίθον καταποθέντα‘, τὸ ἀμήχανον ὑμῖν τοῦτο καὶ ἄπορον νόημα. Τὸ δὲ τοιοῦτόν ἐστιν. ὁ Κρόνος (ἀλλά μοι τῆς μυθικῆς ἀνάσχοισθε
35διηγήσεως), ἐπειδὴ τὸν λίθον ἐν σπαργάνοις ἀντὶ τοῦ παιδὸς κείμενον πέπωκεν ὑγροῦ δίκην ὑφαρπάσας διὰ τὴν δύναμιν, αὐτῷ τούτῳ ᾧ ἠπατήθη μὴ ἐξηπατῆσθαι ἔδοξε. στερρότητος γὰρ ἐν τῇ καταπόσει αἰσθόμενος, εἰς τὴν θείαν φύσιν τὴν ἀντιτυπίαν ἀνήγαγε, καὶ ᾠήθη δι’ αὐτὸ τοῦτο τὸ αἰσθέσθαι στερρότητος αὐτὸν καταπεπωκέναι τὸν Δία. καὶ ἦν ἐν ταῖς
40Κρονικαῖς ὑπολήψεσιν ὡς λίθος καταποθεὶς ὁ Ζεύς· τῇ μὲν γὰρ ἀληθείᾳ ὡς Ζεὺς ὁ λίθος κατεπόθη, κατὰ δὲ τὴν τοῦ Κρόνου δόξαν ὁ Ζεὺς διὰ τὴν οἰκείαν φύσιν ὡς λίθος στερρός. εἰ μὴ γὰρ λίθον, ἀλλά τινα μαλακὴν φύσιν ἀντὶ τοῦ παιδὸς ἡ μήτηρ τῷ Κρόνῳ ἐν τοῖς σπαργάνοις ὑπέθετο, ἔπειτα ταύτην ὁ πατὴρ κατεβρόχθισεν, οὐκ ἠγνόησεν ἂν τὴν ἐπιβουλήν,
45τῇ μαλακότητι τοῦ καταποθέντος πᾶσαν τὴν σκηνὴν τεκμηράμενος· ἐπεὶ δὲ σοφῶς ἄγαν ἡ Ῥέα λίθον ἀντίτυπον ἐσπαργάνωσεν, ἵν’ ὅμοιος ᾖ τῷ ἀδαμαντίνῳ θεῷ, διὰ τοῦτο μὴ προσσχὼν ὁ Κρόνος τῇ τοῦ λίθου μορφῇ, μηδόλως τὸ κλέμμα φωράσας, ἀλλὰ κατὰ τοὺς ἄγαν διψητικοὺς τοῖς σπαργάνοις ἐμπεσὼν ἀθρόον καὶ τὸν λίθον πολλῷ ἀνελκύσας τῷ

66

(50)

πνεύματι, ἐπειδὴ τῆς στερρότητος ᾔσθετο, τὸν οἰκεῖον παῖδα ᾠήθη ἐν‐ τεῦθεν καταπιεῖν. Πρὸς τοῦτο ἀπαντῶν ὁ μέγας φαίνεται ὥσπερ ἐπεξεργασάμενος τὸ ῥητὸν ἀπὸ τοῦ μείζονος. τί γάρ, φησί, καινὸν ἠχεῖν τὸν κεκλεμμένον Δία ἐν τῷ κλαυθμυρίζεσθαι, ὃς δὴ ὅσον ἐν ταῖς Κρονικαῖς ὑπολήψεσιν ὡς
55λίθος κατεπόθη τῷ πατρί; εἰ γὰρ τῷ πατρὶ ἀπατηθέντι ὡς λίθος ἔδοξεν ὁ μὴ καταποθεὶς τῇ ἀληθείᾳ Ζεύς, τῇ δὲ δοκήσει τοῦτο παθών, τί καινόν ἐστι τὸν ἐν ἀληθείᾳ Δία μὴ κατὰ βρέφος κλαυθμυρίζεσθαι, ἀλλ’ ἀναλό‐ γως τῇ οἰκείᾳ φύσει καὶ θρηνώδη τινὰ ἀναπέμπειν ἠχήν; ἔστι δὲ ὁ ξύμπας
λόγος ἐξ ἀντιθέσεως εἰρημένος· οὐ γὰρ ὡς ταῦτα δοξάζων ὁ πατὴρ258
60τίθεται, ἀλλ’ ὡς τὰς Ἑλληνικὰς δόξας ὑποκρινόμενος. ἐκείναις γὰρ διὰ τοῦτο παρελήφθησαν οἱ Κορύβαντες, ἵνα δὴ ἀντηχοῦντες τῷ θρήνῳ τοῦ παιδὸς μὴ ἐῶσι πρὸς τὸν πατέρα ἀνενεχθῆναι τὸν κλαυθμυρισμόν. ὥσπερ οὖν ἀπὸ τῶν τὰς τοιαύτας περιεπόντων δόξας εἰρημένῳ αὐτῷ τὸ ‘ἵνα θεοῦ κλαίοντος ἠχὴν συγκαλύψωσιν‘, αὖθις ὡς παρ’ ἐκείνων ἐπήγαγε καὶ
65τὸ ‘δεινὸν γὰρ ἦν‘, ὡσανεὶ οὕτω λέγων, ὅτι πρὸς τὴν ἠχὴν τοῦ παιδὸς εἴποιεν ἂν Ἕλληνες ὅτι ἄτοπον ἦν ‘ὡς παιδίον‘ τὸν Δία ‘κλαυθμυρίζεσθαι‘ καὶ λεπτὸν ἀνιέναι θρῆνον ‘τὸν ὡς λίθον καταποθέντα‘, τουτέστι τὸν ὅσον ἐπὶ τῇ ἐξαπάτῃ τοῦ Κρόνου ὑπόληψιν τῷ πατρὶ δόντα ὅτι οὐχὶ λίθος ἦν ὁ καταποθείς, ἀλλ’ αὐτὸς ἐκεῖνος. ὦπται δὲ ὡς λίθος διὰ τὴν στερρό‐
70τητα τῆς φύσεως· τί γοῦν καινόν (καὶ τοῦτο Ἑλληνικόν), τὸν ἐν εἰδώλῳ Δία, στερρὸν δόξαντα τῷ πατρί, ἐπὶ τῆς ἀληθείας νηπιάζειν τοῖς θρήνοις καὶ μή τινα μυκηθμὸν ἢ λεόντειον βρύχημα ἢ βροντῶσαν ἀναπέμπειν φω‐ νήν; τὸ μὲν οὖν ‘δεινὸν ἦν‘ πρὸς τὴν ἠχὴν ἀναφέρεται, τὸ δὲ ‘τὸν ὡς λίθον καταποθέντα‘ πρὸς τὴν τοῦ Κρόνου ὑπόληψιν.
75 Ἀλλ’ ὑμεῖς οὐ βούλεσθε ἴσως πῇ μὲν ταῖς ἀληθείαις, πῇ δὲ ταῖς ὑπο‐ λήψεσι τοὺς λόγους μεταρριπτεῖσθαι. διὰ τοῦτο ἄπορα μὲν ὑμῖν τὰ λίαν εὔπορα, ἀνέφικτα δὲ τὰ τοῖς σοφοῖς ἐφικτά. ὅθεν καὶ πολὺς παρ’ ὑμῖν ὁ λόγος, πῶς ἀνάπαλιν πρὸς τὴν ἱστορίαν τῷ πατρὶ ὁ λόγος παρῆκται καὶ ἀντὶ τοῦ φάναι τὸν λίθον ὡς Δία καταποθῆναι ἀπεριμερίμνως τὸν Δία ὡς
80λίθον εἴρηκεν· ἀλλ’ ὁ Κρόνος, φησίν, οὐχὶ τὸν Δία καταπέπωκεν, ἀλλὰ τὸν λίθον. ναί, φημὶ κἀγώ, ἀλλ’ οὐκ ᾠήθη δεῖν λίθον καταπιεῖν, ἀλλ’ αὐ‐ τὸν τὸν Δία· εἴκασε δὲ τὸν παῖδα καταπεπωκέναι διὰ τὴν τοῦ λίθου στερρότητα. εἰ μὴ γὰρ οὕτως ἔσχεν, οὐκ ἂν ἐφησύχασεν· ἀλλὰ τῇ ἀντι‐ τυπίᾳ τοῦ λίθου τὴν θείαν φύσιν συντεκμαιρόμενος, ἐπηρέμησεν οἷς
85πεποίηκε. πρὸς γοῦν τὴν τοῦ Κρόνου δόξαν ὁ πατὴρ ἀποβλέψας οὕτως εἴρηκε· μᾶλλον δὲ τὴν παρὰ τῶν Ἑλλήνων γνώμην ἐπήνεγκεν, ὅτι ἄτοπον ἦν κλαίειν ὡς ἀρτιγενὲς βρέφος τὸν τοῦ Κρόνου παῖδα, ὃς δὴ καὶ αὐτῷ τῷ Κρόνῳ ἐν οἷς τὸ ἐσπαργανωμένον καταπέπωκε λίθος ᾠήθη στερρός. Ἐμοὶ μὲν οὖν οὕτω τὸ νόημα καὶ ἔγνωσται καὶ σεσαφήνισται καὶ οὐδε‐
90μίαν δοκεῖ περιττότητα ἔχειν. εἰ δ’ ὁ δεῖνα ἢ ὁ δεῖνα τῶν πρὸ ἡμῶν ὡς ἄπορον ἀπέγνωσαν καί τινες δὴ τούτων ἀπόμοιράν τινα τῆς ἰδίας κτήσεως ἀπεμερίσαντο τῷ ἐφευρεῖν δυναμένῳ τὸ κεκρυμμένον, οὐδέν τι πρὸς αὐ‐ τοὺς ἐγὼ διαφέρομαι· ἀλλ’ ὧν μὲν ἐπηγγείλαντο ἑτέροις παραχωρῶ, ἐγὼ δὲ προῖκα τοῖς ζητοῦσιν, εἴ γε δὴ βούλοιντο, τὴν ἐμοὶ φωραθεῖσαν
95τοῦ λόγου δωροῦμαι διάνοιαν.259

67

(1t)

πγʹ. Ἐκ τοῦ ‘Ἥττημαι καὶ τὴν ἧτταν ὁμολογῶ‘ εἰς τὸ ‘μὴ φαινώμεθα τῆς
2tθαυμασίας ἀρετῆς κακοὶ ζωγράφοι‘
3 ‘Κακόσ‘ ἐστι ‘ζωγράφος τῆς ἀρετῆσ‘ ὁ μὴ ἐξεικονίζων ταύτην ἐν τῇ ψυχῇ μετὰ τῶν ἰδίων χρωμάτων τε καὶ σχημάτων, ἀλλὰ μεθ’ ὑποκρίσεως
5καὶ τοῦ τοῖς πολλοῖς ἀρέσκειν ταύτην ἀφομοιούμενος. μὴ οὖν γενώμεθα, φησὶν ὁ μέγας πατήρ, ‘τῆς θαυμασίας ἀρετῆς κακοὶ ζωγράφοι‘. ἐπεὶ δὲ δύο ᾔδει ἐντεῦθεν κακὰ γινόμενα, τὸ μὲν ἔλαττον, τὸ δὲ μεῖζον (ὁ γὰρ οὕτως ἑαυτὸν ζωγραφῶν, εἰ καὶ μάλιστα τύχοι διδασκαλικὸν ἔχων ἀξίωμα, πρῶτον μὲν ἑαυτὸν διαφθείρει, ἔπειτα καὶ τοὺς εἰς αὐτὸν ἀφ‐
10ορῶντας ὡς πρὸς παράδειγμα διαστρόφους ἐργάζεται), διὰ ταῦτα ὁ θαυ‐ μάσιος οὗτος ἀνὴρ ἀπαγορεύει μὲν μὴ κακὸν γίνεσθαι ζωγράφον τῆς ἀρετῆς τὸν διδάσκαλον, τοῦτο μὲν καὶ διὰ τὴν οἰκείαν λώβην τε καὶ φθο‐ ράν, τοῦτο δὲ καὶ διὰ τὴν τῶν πολλῶν πρὸς τὸ τοιοῦτον νόθον ζωγράφημα μίμησιν.
15 ‘Μᾶλλον‘ γάρ φησι ‘ζωγράφων οὐ φαύλων ἴσως, τῶν δὲ πολλῶν φαῦλον ἀρχέτυπον‘, οὕτω πως λέγων, ἵνα τις ἐφερμηνεύοι σαφέστερον τὴν πε‐ ρίοδον, μᾶλλον δὲ μὴ γινώμεθα φαῦλον ἀρχέτυπον τῶν πολλῶν καὶ ἀνοήτων ζωγράφων· τῶν γὰρ μὴ φαύλων ἴσως οὐκ ἂν γενοίμεθα. ᾔδει γὰρ ὁ θεολογικώτατος νοῦς ὡς οἱ ἀκριβέστεροι γραφεῖς τῶν ὑψηλῶν
20ἀρετῶν οὐ πρὸς διεστραμμένα πρωτότυπα βλέποντες, κατὰ δὲ ὅμοιον ζῆλον τὰς οἰκείας ἱστοροῦσι ψυχάς, ἀλλὰ πρὸς αὐτὸν τὸν κανόνα καὶ τὴν εὐθύτητα ἑαυτοὺς ἀποξέουσιν. οἱ δέ γε πολλοὶ τοῖς οἰκείοις διδασκάλοις τὰ οἰκεῖα ἤθη ἐναρμόζειν βούλονται, καὶ ὁποῖοί ποτ’ ἂν ὦσιν ἐκεῖνοι,
οὕτω δὴ καὶ ἑαυτοὺς προῄρηνται ζωγραφεῖν. διὰ ταῦτα, φησὶν ὁ μέγας260
25πατήρ, μὴ γενώμεθα φαῦλον ἀρχέτυπον τῶν πολλῶν ζωγράφων καὶ χαμερπῶν· τῶν γὰρ μὴ φαύλων ἀνδρῶν οὐκ ἂν ἴσως εἰς ἀρχέτυπον κατα‐ σταίημεν. τεχνικώτερον δὲ οἷα δὴ ῥήτωρ συνέκλεισε τὴν περίοδον. Καὶ ἄλλως. μὴ δὴ ζωγραφῶμεν κακῶς τοῖς ὑπὸ χεῖρα τὴν ἀρετήν, διδασκαλίᾳ μὲν ἐπαινετῇ συγκεραννύντες ταύτης τὰ χρώματα, βίῳ δὲ
30ἀπευκτῷ καὶ ἐβδελυγμένῃ πράξει ταύτην συνθολοῦντες. μὴ οὖν ἀρχέτυπον ὦμεν φαῦλον οὐ φαύλων ζωγράφων. τοῦτο ἐπὶ τῆς ἀπταίστου διδασκαλίας νοητέον, τῆς προϊείσης ἀληθῆ καὶ ἀνεπίληπτα ῥήματα, ἔργῳ δὲ χραι‐ νούσης τὰς τῶν ἐντυγχανόντων ψυχάς.

68

(1t)

Εἰς τὸ ‘οὔτε τοῦ πατρὸς ἐκστάντος τῆς ἀγεννησίασ‘
2 Τὰ περὶ τῶν προσώπων ἄριστα θεολογήσας ἡμῖν ὁ μέγας οὗτος πατήρ, ἑκάστῳ τε τὰς προσφυεῖς ἀκριβωσάμενος ἰδιότητας, νῦν περὶ τοῦ ἀμετα‐ πτώτου τούτων δι’ ἀκριβείας φιλοσοφεῖ. ‘οὔτε τοῦ πατρόσ‘ φησίν ‘ἐκστάν‐
5τος τῆς ἀγεννησίας, διότι γεγέννηκεν, οὔτε τοῦ υἱοῦ τῆς γεννήσεως, ὅτι ἐκ τοῦ ἀγεννήτου, οὔτε τοῦ πνεύματος εἰς πατέρα μεταπίπτοντος ἢ εἰς υἱόν, ὅτι ἐκπεπόρευται καὶ ὅτι θεός, κἂν μὴ δοκῇ τοῖς ἀθέοισ‘. Καὶ δοκεῖ μὲν οὗτος ὁ λόγος ἁπλῶς εἰρῆσθαι· ἔστι δὲ οὐ πάνυ εὐσύν‐ οπτος καὶ τοῖς ὀξὺ δυναμένοις ὁρᾶν· ὑποφοραὶ γὰρ ἐν ταὐτῷ καὶ λύσεις
10λανθανόντως ἐσχεδιάσθησαν καὶ δόγματά τινα τῶν ἀποκρύφων καὶ
δόξαι τῶν ἑτέρως οἰομένων περὶ τοῦ θείου ἢ Χριστιανοῖς δοκεῖ. καὶ πρῶ‐ τόν γε περὶ τοῦ πρώτου διαληπτέον. τὸ τοῦ ἀγεννήτου ὄνομα ἐκ μόνων δύο τεθὲν ὡς ἔδοξεν ὑπολήψεων, ἀμφήριστον γέγονεν αὐτοῖς τε Χριστιανοῖς καὶ τοῖς ἑτεροδοξοῦσιν. ἡμεῖς μὲν γὰρ ἐκεῖνό φαμεν ἀγέννητον, τὸ μὴ261
15ἔχον πρεσβυτέραν αἰτίαν τῆς ἑαυτοῦ ὑπάρξεως· τοῖς δ’ αἱρετικοῖς οὐ τοῦτο δοκεῖ, ἀλλ’ ἀγέννητον ἐκεῖνοι οἴονται ὃ μὴ γεγέννηκεν ἕτερον, ὃ δὴ ἄγονον ἡμεῖς καὶ ἄτοκον ὀνομάζομεν. κἂν ᾖ τι, φασί, μὴ γεγεννημένον παρά του, ὕστερον δέ τι γεγέννηκεν, ἐκεῖνό φασι παθεῖν τῆς ἀγεννησίας μετάπτωσιν. ταῦτα γοῦν οὕτως ἑαυτοῖς καινοτομήσαντες καὶ τὴν πρὸς
20τὴν ἀσέβειαν ὁδὸν τοῖς οἰκείοις ἐξομαλίσαντες ἴχνεσιν, οὐ προστιθέασι τῷ πατρὶ τὸ ἀγέννητον, ἀλλ’ εἶναι μὲν αὐτὸν ἀγέννητον οἴονται, ὁπότε μὴ ἐγέννησε, καὶ τοῦτο γὰρ ἀσεβοῦσι, μεταπεσεῖν δὲ αὐτὸν ἀπὸ τοῦ ἀγεννήτου ἐπὶ τὸ γεννητόν, ἀφ’ οὗ δὴ γεγέννηκε τὸν υἱόν. Πρὸς ταύτην γοῦν τὴν δόξαν ἀγχωμάλως ἀπαντῶν ὁ πατήρ, ‘οὔτε τοῦ
25πατρόσ‘ φησίν ‘ἐκστάντος τῆς ἀγεννησίας, ὅτι γεγέννηκεν‘. ἔστι δὲ τοῦτο τὸ κῶλον ἐξ ὑποφορᾶς καὶ λύσεως ὁμοῦ συγκείμενον. ὅ τι δὲ τοῦτό ἐστι, μεμαθήκατε, ὡς ἡ μὲν ὑποφορὰ ἐχθροῦ λόγος ἐστίν, ἡ δὲ λύσις ἀναίρεσις αὐτῆς τῆς ὑποφορᾶς. ὥσπερ γὰρ τοῦ ἐχθροῦ ὑπενεγκόντος ὅτι οὐκ ἀγέν‐ νητος ὁ πατήρ, ἐπειδὴ γεγέννηκεν, ἀγέννητον γὰρ τὸ μὴ γεννῆσαν, προσ‐
30εχῶς ὁ πατὴρ ἐπιλύεται ὅτι ‘μὴ ἐξέστη ὁ πατὴρ τῆς ἀγεννησίας, διότι γεγέννηκεν‘. ἔστι δὲ ὁ λόγος γοργὸς μὲν κατὰ τὴν ταχεῖαν ὑπάντησιν, ἐνδιάθετος δὲ οὐχ ἥκιστα διὰ τὸ ἀπροσδόκητον τῆς ἀμφισβητήσεως, ὀξύς τε μάλιστα καὶ δριμὺς διά τε τὸ ταχὺ τῆς ἀποκρίσεως καὶ τὸ δρι‐ μύττειν ἀποχρώντως τὴν τοῦ ἐχθροῦ αἴσθησιν καὶ οἷον ἀναχαιτίζειν
35αὐτὸν καὶ ἀνασειράζειν τῆς ἐπὶ τὸ πρόσω φορᾶς. μετέχει δὲ καὶ τῆς πρώτης ἐννοίας τοῦ σεμνοῦ λόγου· ποικίλλεται δὲ καὶ εὐκρινείᾳ καὶ καθαρότητι διά τε τὴν τῶν ὀνομάτων κοινότητα καὶ τὴν τῶν ἀποκρύφων ἑρμηνείαν. ἥκιστα δὲ ἀκμάζει, καὶ τοῦτο κατὰ τέχνην, ὅτι μὴ ἀγῶνος καιρός, ἀλλὰ πανηγύρεως· διὰ τοῦτο οὐ μακραὶ αἱ καταφοραὶ καὶ τὸ
40λαμπρὸν ἐνταῦθα καταρρέον ἀνθεῖ τῇ πεποιθήσει τοῦ ῥήτορος. ἔστι δὲ δεινὸς μάλιστα καὶ ἐμμέθοδος, τὰς λύσεις τιθεὶς πρὸ τῶν ἀντιθέσεων. Οὐ θαυμαστὸν δὲ εἰ ταῦτα πάντα τῷ λόγῳ συμβέβηκεν, ἀλλ’ ἐκεῖνο ἄν τις θαυμάσαιτο, πῶς κατὰ τοὺς τεχνικοὺς λόγους τὰς μὲν συνέλεξε τῶν ἰδεῶν, τῶν δ’ οὐκ ἐπεμνήσθη τῷ λόγῳ. ὡς οἵ γε τοὺς λόγους οἰόμενοι
45θεωρεῖν ἀπὸ τοῦ συγκεῖσθαι ἐκ τῶνδε ἢ τῶνδε τῶν ἰδεῶν, λόγους δὲ μὴ προτιθέντες δι’ οὓς οὕτως ὁ ῥήτωρ πεποίηκεν, ἀλλὰ μὴ ἐκείνως, παντά‐ πασί μοι δοκοῦσι διαμαρτάνειν τοῦ πρέποντος. ἐντεῦθεν γὰρ καὶ τὰ σολοικοφανῆ ἄν τις θεωρήσειε καὶ βάρβαρον γλῶσσαν διερμηνεύσειεν·
ἐπεὶ κἀν τοῖς συμπεφυρμένοις τινὰ μὲν περιβέβληται, τινὰ δὲ κατὰ τάξιν262

68

(50)

προῆκται, καὶ τινὰ μὲν μετέχει δεινότητος, τινὰ δὲ εὐκρινείας καὶ καθαρό‐ τητος· ἀλλ’ οὐ διὰ ταῦτα ῥήτορες οἱ οὕτω συγγεγραφότες, οὐδ’ ἀκριβεῖς τῶν λόγων ἐξετασταὶ οἱ τὰς μίξεις μόνον ἐφερμηνεύοντες. ἢ διὰ τί Λυσίας μὲν καὶ Ἰσαῖος καὶ ὁ Ῥαμνούσιος Ἀντιφῶν, Πολέμων τε καὶ Ἡρόδοτος τοῖς ἐγκρίτοις τῶν τεχνικῶν συντάττονται, Χρύσιππος δὲ καὶ Σωτάδης καὶ
55Καρνεάδης καὶ ὅστις ἕτερος ῥήτωρ φορτικὸς τοῖς συγγράμμασι τοῦ καταλόγου πόρρω τῶν τεχνικῶν ἀπελήλανται; οὐχ ὅτι οἱ μὲν κατὰ λόγους ἁρμονικοὺς τοὺς οἰκείους συγγεγράφασι λόγους, οἱ δὲ φύρδην καὶ ξυγκεχυ‐ μένους αὐτοὺς συντεθείκασιν; ὥσπερ οὖν οὐκ ἂν ἅπαντες ἁπλῶς ἐπαινε‐ θεῖεν οἱ ἱστορίαν συνθέντες ἢ πανηγύρει πομπεύσαντες ἢ συμβουλὴν
60γνωμολογησάμενοι ἢ δικανικὴν ἰδέαν μελετήσαντες, εἰ μὴ μόνον οἱ ὡς ἄριστα ταῖς τῶν ἰδεῶν χρησάμενοι κράσεσιν, οὕτως οὐδὲ πᾶς λόγους ῥη‐ τορικοὺς θεωρῶν, κἂν ἐν ἑνὶ κώλῳ πάσας τὰς ἰδέας συνταξάμενος ἀπο‐ μνημονεύσειε, ζηλωτὸς ἐντεῦθεν τῆς συναριθμήσεως πέφυκεν, εἰ μὴ καὶ λόγους θεῖτο τῆς κράσεως καὶ ἐφ’ ἑκάστῳ τῶν εἰρημένων τὸ διὰ τί ἀπο‐
65δοίη· ‘ἐγὼ‘ γάρ φησιν ὁ Πλάτων ‘τέχνην οὐ καλῶ ὃ ἂν ᾖ ἄλογον πρᾶγμα‘. Καὶ ταῦτα διῆλθον, οὐχ ἵνα τοῖς πρὸ ἐμοῦ προσάψαι τι σκώμματος, ἀλλ’ ὅτι οὐ βούλομαι τὸν ἐμὸν χορὸν παιδαριώδη ὑφίστασθαι ἔκπληξιν, ἐπειδὰν τὰ συγγράμματα τῶν περὶ λόγους θεωρησάντων ἀναγινώσκωσι καὶ τοῖς τεχνικοῖς ἐντύχωσιν ὀνόμασιν, ὅτι τόδε μὲν ἐκ τοῦ παρειμένου,
70τόδε δὲ ἐκ τοῦ πεπραγμένου, καὶ τοῦτο μὲν σεμνῶς εἴρηται, ἐνταῦθα δὲ ἀπογεγύμνωκέ τι τοῦ κεκρυμμένου ὁ τοῦ λόγου πατήρ. εἰ μὲν γὰρ ἕκαστα τούτων αἰτίας ἔχει λογικάς, τὰς μὲν πρὸς ἀνάγκην ᾠκονομημένας, τὰς δὲ πρὸς τέχνην μεμελετημένας, κἀγὼ μετὰ τῶν θαυμαζόντων γενήσομαι, εἰ δ’ ἁπλῶς οὕτως ὁ τῆς θεωρίας λόγος ἔρριπται, ἀλλ’ ἐμέ γε ὀνομάτων
75καινότητες οὐκ ἐκπλήξουσιν, ἀλλὰ τὰ καινὰ ταῦτα μετὰ τοῦ ‘λασταυρο‐ κακάβου‘ θήσομαι ‘βρώματοσ‘. τὸ δὲ ὄνομα τοῦτο, ἵνα μικρόν τι προσ‐ παίξω, ‘τρεχέδειπνοι‘ τεθείκασι ‘σοφισταί‘. ἐπειδὴ γὰρ αὐτοῖς βρῶμά τι τῶν ἀήθων κατεσκεύαστο σύμμικτόν τι καὶ πολυμιγὲς παχύτατόν τε καὶ πολύκρεων, ᾠήθησαν χρῆναι καὶ ὄνομα ἐπιθεῖναι τούτῳ γαῦρόν τε
80καὶ πλατύ, ἵν’ ἐμφαίνῃ τοῦ ὀψαρτυθέντος τὴν πολυτέλειαν· ἄλλων οὖν ἄλλο θεμένων ἐκράτησεν ἐπ’ αὐτοῦ ἡ τοῦ ‘λασταυροκακάβου‘ προσηγο‐ ρία. οὐ μὴν ἡτοιμολόγηται, ὥσπερ οὐδὲ ἡ ‘φαινίνδα‘· ἔστι δὲ τοῦτο σφαί‐ ρας κροῦμα γινόμενον κατ’ ἐκτραχηλισμόν, ὅπερ δὴ νῦν, ἐπεὶ διὰ τῆς τοῦ
ἵππου χαίτης ἐπιδεξιὰ γίνεται, ἐπιχαίτιον οἱ σφαιρίζοντες ὀνομάζουσι.263
85 Ταῦτα μὲν οὖν, εἰ καὶ πόρρω τοῦ προειρημένου, ἀλλ’ ὑμῖν οἶδα πολλὴν συνεισοίσοντα τὴν ὠφέλειαν, δεῖ γὰρ τὸν σοφὸν παντοδαπὸν εἶναι καὶ μηδενὸς ἀνήκοον τῶν ἱστορουμένων. ὁ δὲ λόγος ἐχέσθω τοῦ σκοποῦ. διαλυσάμενος γὰρ ὁ πατὴρ τὴν τοῦ Εὐνομίου δόξαν, ὅτι μὴ ἀγέννητος ὁ πατὴρ γεννήσας, ἐπὶ τὸν ἕτερον λόγον κεχώρηκε τὸν περὶ τῆς ἰδιότητος
90τοῦ υἱοῦ. οἱ γὰρ πάντα φύροντες καὶ συνείροντες καὶ ἑαυτοῖς ὅπως ἂν βού‐ λοιντο τὰ ὀνόματα δογματίζοντες καὶ τοῦ υἱοῦ τὴν προσηγορίαν ἐπηρεά‐ κασιν. ὥσπερ γὰρ αὐτοῖς ὁ πατήρ, διότι γεγέννηκε, γεννητὸς ἐλογίσθη, οὕτω καὶ ὁ υἱός, διότι ἐκ τοῦ ἀγεννήτου γέγονεν, ἀγέννητος ἔδοξεν· ὥσπερ ἂν εἴ τις εἴπῃ τὴν μὲν ψυχὴν σῶμα, ὅτι κεκοινώνηκε τούτου, τὸ
95δὲ σῶμα ψυχήν, ὅτι μετέσχηκε ταύτης, καὶ τὸν Ἀδὰμ γεννητόν, ὅτι τὸν Σὴθ ἀπεκύησε, τοῦτον δὲ ἀγέννητον, ὅτι ἐξ ἀγεννήτου τοῦ πρωτοπλάστου γεγέννηται. ἀγέννητος γὰρ ὁ πρωτόπλαστος οὐ τῷ μὴ γεγενῆσθαι, ἔκτι‐ σται γάρ, ἀλλὰ τῷ μὴ κατὰ νόμους προεληλυθέναι γεννήσεως. διὰ τοῦτο ‘οὔτε τοῦ υἱοῦ‘, φησί, κατ’ ἔλλειψιν τοῦ ἐκστάντος, ὅτι ἐκ τοῦ ἀγεννήτου,

68

(100)

ὡς οἱ ἑτεροδοξοῦντες οἴονται· ὁ γὰρ τοῦ ‘ὅτι‘ σύνδεσμος ἐφ’ ἑκατέρου τῶν κώλων οὐκ εἰς κατασκευῆς λόγον παρείληπται, ἀλλ’ εἰς δήλωσιν τῆς ὑποφορᾶς. εἶεν. Περὶ δὲ τοῦ πνεύματος πῶς; ἆρά γε καὶ τούτῳ προσβαλοῦσιν οἱ θεο‐ μάχοι καὶ μάλιστα καὶ καταδραμοῦνται ὡς μὴ θεοῦ; ὅρα δὲ ὅτι διαιροῦν‐
105τες αὐτὸ τοῦ κλήρου τῆς θεότητος ἀπελαύνουσιν. ὥσπερ γὰρ ἀντίφασιν τὸ ἀγέννητον καὶ τὸ γεννητὸν ἐπιδιελόμενοι ἐπάγουσιν, ὡς ἢ πάντως ἀγέννητός ἐστιν ἢ γεγέννηται, εἶτα πρὸς ἡμᾶς φασιν ὡς, εἰ μὲν ἀγέννητος, πάντως πατήρ, υἱὸς δέ, εἰ γεγέννηται. τί δὲ διοίσει ἢ μὴ γεννηθὲν τοῦ πατρὸς ἢ {μὴ} γεννηθὲν τοῦ υἱοῦ; ἀλλ’ ἐπειδὴ μηδέτερον πέπονθεν ἢ
110πεποίηκεν, διὰ ταῦτα ὄνομά ἐστιν ἀνυπόστατον, ἀλλ’ οὐχὶ θεός. ταύτην τὴν δόξαν πολλαχῶς μὲν ἐν ἑτέροις λόγοις ἀνῄρηκεν ὁ πατήρ, ὑπόθεσιν μόνην ταύτην τοῦ λόγου πεποιημένος. διὰ ταῦτα πολυειδῶς κατέδραμε ταύτης κατασκευαῖς ἀρίσταις χρησάμενος· ἐνταῦθα δὲ διὰ τὸ κατηπεῖχθαι αὐτὸν πρὸς τὴν πανήγυριν ἀκροθιγῶς ὥσπερ ἐφάπτεται καὶ διαλυσάμενος
115ὡς ἐν τύπῳ εἰπεῖν περαίνειν ὅπερ προέθετο. Πλὴν τοσοῦτον ὑμῖν ἔστω προεγνωσμένον, ὅτι τὸ ‘ὅτι‘ ἐνταῦθα εἰς κατασκευὴν ἑαυτοῦ προῆκται τῷ πατρὶ καὶ οὐκ ἔστιν ὑποφορά· τοῦτο δὲ πολλοὺς οἶμαι λανθάνειν τῶν μὴ τὰς ἐννοίας ἀκριβωσάντων. λέλυται δὲ αὐτῷ τὸ ἄπορον διὰ τῆς μεσότητος. οὐ γὰρ ἄμεσα ἀγεννησία τε καὶ
120γέννησις, ἵν’ ἐν θατέρῳ τῶν ὀνομάτων τὸ πνεῦμα νομίζοιτο, ἀλλ’ ἔστι μέσον αὐτῶν ἡ ἐκπόρευσις. οὔτε γοῦν ἀγέννητον οὔτε γεννητόν, καὶ διὰ τοῦτο οὔτε πατὴρ οὔθ’ υἱός, ἐκπορευτὸν δέ, καὶ διὰ τοῦτο πρόσωπον ἕτερον παρὰ τὰ δύο, πνεῦμα, καὶ ἐκπορευτὸν παρ’ αὐτῆς τῆς πρώτης σοφίας ἐκπορευθέν, καὶ οὐ κενὴ προσηγορία, ἀλλ’ ἐνύπαρκτος, καὶ264
125πνεῦμα θεῖον, μᾶλλον δὲ θεὸς τέλειος, ἀπὸ τοῦ πατρὸς ἔχον τὴν πρόοδον καὶ πρὸς ἐκεῖνον ἀναφερόμενον. ἡ γὰρ ἰδιότης ἀκίνητος, ἐπεὶ καὶ τοὔνομα αὐτὸ τοῦτο ἐμφαίνει. εἰ δὲ ἡ ἀγεννησία καὶ ἡ γέννησις καὶ ἡ ἐκπόρευσις μεταπίπτουσιν ἀφ’ ὧν λέγεται πρὸς ἕτερα, οὐδὲ ἰδιότητές εἰσι. Τοιαύτη μὲν ὡς ἐν τύπῳ περιλαβεῖν ἡ τῶν τοῦ μεγάλου πατρὸς ῥημάτων
130ἐξήγησις, ἐλάττων μὲν τῆς ἐκείνων μεγαλοφωνίας, οὐ παρὰ πολὺ δὲ δευτέρα τῆς Ὀλυμπιακῆς σάλπιγγος.

69

(1t)

Ἐκ τοῦ αὐτοῦ λόγου, εἰς τὸ ‘καινοτομοῦνται φύσεισ‘
2 Ὑμεῖς τὸ ‘καινοτομοῦνται φύσεισ‘ ἀκούσαντες, τίς ἡ καινοτομία τῶν φύσεων ἠρωτήκατε, ὅτι μάλιστα οἰόμενοι μείζονος τοῦτο θεωρίας δεόμε‐ νον. ἐγὼ δὲ τὸ ἐπαγόμενον συνάψαι τῷ προηγουμένῳ ζητῶν, ἀπορῶ
5ᾧτινι μέσῳ τὴν συναφὴν ποιήσομαι. ‘καινοτομοῦνται‘ γάρ φησι ‘φύσεις
καὶ θεὸς ἄνθρωπος γίνεται‘. εἰ μὲν γὰρ κατὰ κόμμα ἀναπαύειν τὴν ἔν‐ νοιαν δεῖ, ἄλλος οὗτος ὁ λόγος καὶ ῥητορείας ἐχόμενος· εἰ δ’ ὡς ἐχόμενον τὸ ‘καὶ θεὸς ἄνθρωπος γίνεται‘ συνῆπται τῷ ‘καινοτομοῦνται φύσεισ‘, δυσχερὴς ἂν φανείη ἡ τῶν κομμάτων ἐπίζευξις. ἀλλ’ οὐδὲ τοῦτο πόρρω265
10τεχνικῆς ἐπισκέψεως, ὡς προϊὼν ὁ λόγος δηλώσει· προσαπορήσει γάρ τις ὡς, ἐπειδήπερ ἔδει τὸν θεὸν ἄνθρωπον γεγονέναι, διὰ τοῦτο αἱ φύσεις ἐκαινοτομήθησαν, ἢ ἐπειδὴ αὗται τὴν καινοτομίαν πεπόνθασι, διὰ τοῦτο ἄνθρωπος γέγονεν ὁ θεός. ἀμφοτέρωθεν γὰρ ὁ λόγος ἠπόρηται, καὶ αἱ λύσεις δὲ τοῦτο αὐτὸ ἐπιδείξουσιν, ἀμφοτέραις ταῖς διαιρέσεσι τῶν
15ἀποριῶν καταλλήλως προενεχθεῖσαι. ἀλλὰ πρότερον ζητητέον τίς ἐστιν ἡ λεγομένη φύσις καὶ πῶς τοῖς πρώτοις καὶ μακαρίοις φιλοσόφοις δι‐ ώρισται. Τὸ μὲν οὖν τὰς Ἀριστοτέλους καταριθμεῖν δόξας περὶ τῆς φύσεως καὶ ἀκριβῶς ταύταις ἐπεξιέναι, ὡς πολλῆς δεόμενον πραγματείας, ἀναβάλλο‐
20μαι νῦν. ἵνα δὲ μηδ’ ὡς ἐκεῖνος περὶ ταύτης ὑπέλαβεν ἀνήκοοι παντάπασιν ὦμεν, ‘φύσις ἐστὶ‘ μετά γε τὰς πολλὰς ταύτης ὁμωνυμίας ‘ἀρχὴ κινή‐ σεως καὶ ἠρεμίας, ἐν ᾧ πρώτως ἐστὶ καὶ οὐ κατὰ συμβεβηκόσ‘. τοῦτο γάρ ἐστιν ἑκάστῳ τῶν φυσικῶν πραγμάτων, τὸ ἐν ἑαυτῷ ἔχειν τὴν ἀρχὴν τῆς κινήσεως ὡς καὶ τὸ τέλος τῆς ἠρεμίας. αὐξάνει γὰρ τὰ φυτά,
25ἵν’ ἀπὸ τούτων ἄρξωμαι, ἐν ἑαυτοῖς ἔχοντα τὴν ἀρχὴν τῆς κινήσεως, καὶ λήγουσι τῆς αὐξήσεως φυσικῷ τέλει παυόμενα· οὕτω καὶ ἄνθρωπος καὶ ἵππος καὶ βοῦς καὶ σφὶγξ καὶ μύρμηξ καὶ μέλισσα καὶ πᾶν ἁπλῶς ζῷον ἢ συρόμενον ἢ νηχόμενον ἢ πετόμενον. ταύτῃ τοι καὶ τὰ πολυθρύλλητα καὶ πρῶτα σώματα, τὰ τέσσαρα στοιχεῖά φημι, κινεῖται καὶ ἠρεμεῖ· ὅ
30τε γὰρ αἰθὴρ καὶ ἀὴρ ἀφ’ ἑαυτῶν τὴν ἄνω φορὰν κινεῖται καὶ καθ’ ἑαυτὰ τοὺς οἰκείους καταλαβόντα τόπους ἵσταται, ἥ τε γῆ καὶ τὸ ὕδωρ ἐν ἑαυτοῖς τὴν ἀφορμὴν τῆς καταρρόπου κεκτημένα κινήσεως κεντροβαρῆ τέ εἰσι καὶ τὸ μεσαίτατον τοῦ παντὸς κατειληφότα ἐν ἑαυτοῖς ἀτρεμίζουσι. Τοιαύτη μὲν ἡ παρὰ τῷ Ἀριστοτέλει φύσις καὶ ἡ ὁλοσχερὴς ταύτης
35ἐξήγησις, μᾶλλον δὲ τοῦ ἡμίσεος μέρους αὐτῆς· τὸ γὰρ δυσχερέστερον οὐχ ἡρμήνευται. ὡς δέ με οἱ Ὀρφικοὶ λόγοι ἢ οἱ Πλατωνικοὶ διδάσκουσι καὶ ἡ περὶ ταύτης πραγματεία τοῦ Λυκίου φιλοσόφου καὶ πρὸ αὐτοῦ τοῦ Χαλκιδέως Ἰαμβλίχου τοῦ Πυθαγορικοῦ, τέχνη τίς ἐστιν ἡ φύσις θεοῦ. τρεῖς δὲ τὰς πάσας ἔχει· ἀλλ’ ἵλεως ἡμῖν εἴη τεχνολογούμενος ὁ τοσοῦτος
40παρὰ τῶν ὁποιωνοῦν καὶ ἡλίκων. ἡ μὲν οὖν τις αὐτῷ πέφυκε σύμφυτος,
καθ’ ἣν τὰ πάντα δημιουργεῖ καὶ τεκταίνεται, ἣν δὴ ἰδέαν ὁ Πλάτων ὠνόμασεν, ἡμεῖς δὲ νοῦν ἀναίτιον καὶ ἀνερμήνευτον λέγομεν· ἡ δὲ ἐκεῖθεν μὲν τὴν γένεσιν ἔχουσα, οὐ προσπεφυκυῖα δὲ αὐτῷ ἐσαεί, ἀλλ’ ὅτε σχοίη τὴν ἐπαναστροφήν· τρίτη δὲ τέχνη θεοῦ ἡ τῇ ψυχῇ μὲν ὑπαριθμουμένη,266
45τῶν δὲ σωμάτων δεσπόζουσα, καὶ γεννῶσα μὲν ταῦτα καὶ τρέφουσα καὶ αὐξάνουσα καὶ κινοῦσα καὶ τελειοῦσα καὶ ἠρεμίζουσα, ἥτις δὴ λόγους ἐνύλους ἔχουσα ὧν ποιεῖ καὶ ἐπισταμένη τρόπον τινὰ τούτους οὐκ ἐπι‐ δίδωσιν ἑαυτῇ, οὐδ’ ἐπιστρέφει τούτους πρὸς τὴν ἰδίαν οὐσίαν, ἀλλ’ ἀχώ‐ ριστος τῶν σωμάτων ἐστί, δῦσα κατὰ τούτων καὶ μὴ ἀνακάμπτουσα.

69

(50)

αὕτη τοίνυν ἡ τέχνη φύσις παρὰ τοῖς ῥηθεῖσι φιλοσόφοις ὠνόμασται. ταύτην ὁ Πλάτων μετ’ οὐρανοῦ καὶ χρόνου γεννᾷ· οὐ γὰρ ἦν πω πρὶν οὐρανὸν παραχθῆναι. πρῶτον γὰρ οὗτος σῶμα καὶ περιεκτικὸν τῶν λοιπῶν· ὡς ὅτι ὅσα μὲν μετ’ οὐρανὸν γεγένηνται σώματα, μετὰ φύσιν καὶ ὑπὸ φύσεως γέγονε καὶ αὖθις φθειρόμενα φύσει ἐνίσχεται τῇ φθορᾷ,
55οὐρανὸς δ’, εἴ τις βούλοιτο ἄριστα διασκοπεῖσθαι, οὔθ’ ὑπὸ φύσεως γέ‐ γονεν οὔτε φύσει φθαρήσεται. Οἱ μὲν οὖν περὶ τῆς φύσεως λόγοι τοιοῦτοι, ὅσον ἐν κεφαλαιώδει ἐπι‐ τομῇ. πότερον οὖν αἱ καινοτομηθεῖσαι φύσεις ἐπὶ θεοῦ τῶν ῥηθεισῶν εἰσι φύσεων ἢ ἡ μὲν οὕτως, ἡ δ’ ἑτέρως; ἀλλὰ πρὶν ἢ ἀπόκρισιν δῶμεν
60αὐτοῖς ἐρωτήσασι, τίς ἡ ἐν ταῖς φύσεσι καινοτομία τῷ λόγῳ διαλευκάνω‐ μεν, μᾶλλον δὲ τί ποτε αὐτό ἐστι τὸ τῆς καινοτομίας σημαινόμενον. ἔστιν οὖν ἡ καινοτομία, ὡς καὶ αὐτὸ δηλοῖ τοὔνομα, καινή τις ὁδὸς τοῦ ὑποκει‐ μένου πράγματος καὶ παράδοξος· ἐφ’ οὗ γὰρ ἂν ἀλλοίωσις φανείη τῆς φύσεως, καινοτομία τοῦτο ἔστι τε καὶ λέγεται. φυσικῶς γὰρ τῶν ἐν τοῖς
65ζῴοις σπερμάτων τὰ ἔνυλα διαπλαττόντων εἴδη πρὸς τὰς τῶν αἰτίων μορφάς, ἐὰν ἀφ’ ἵππου μὲν γονῆς βόειον ἀποτυπωθῇ εἶδος, ἀπὸ δὲ βοείου ἵππειον, καινότης τοῦτο φύσεων πέφυκε· κἂν ὁ μὲν ἀὴρ ἐνεχθείη κάτω, ἄνω δὲ ἡ βῶλος ἐμμετεωρισθείη, μή τινος βιασαμένου, φύσεων τοῦτο καινοτομία· κἂν ἡ μαγνῆτις τῷ σιδήρῳ ἑλχθείη, ἕλκειν τοῦτον φύσιν
70ἔχουσα, κεκαινοτόμηται, ὣς δὲ κἀκεῖνος τοῦτο πέπονθε. καὶ ἵν’ ἁπλῶς εἴπω, πᾶν σῶμα τὸ παρὰ τὴν φυσικὴν ἰδιότητα κινούμενον ἢ ἱστάμενον ἢ ἄλλο τι ποιοῦν ἢ πάσχον κεκαινοτόμηται. ὅθεν οὐρανὸς μὲν κύκλῳ κινούμενος φυσικὴν ἔχει τὴν κίνησιν· εὐθυφορῶν δέ (δεδόσθω γὰρ τοῦτο
τῷ λόγῳ) ὑπὸ τὴν καινοτομίαν γίνεται.267
75 Ἐπὶ ταύτης τοιγαροῦν τῆς φύσεως τίθει καὶ τὴν πολυθρύλλητον εἱμαρ‐ μένην, οὐδὲν γὰρ ἄλλο τί ἐστιν αὕτη ἢ φυσικὴ σωμάτων διέξοδος. ὅτε γοῦν ἀκούσεις Ἑλλήνων λεγόντων ‘καθ’ εἱμαρμένην τὰ πάντα‘ κινεῖσθαι, ἐπὶ τῶν σωμάτων σύστειλον τὴν παντότητα καὶ τὸν εἱμαρμένον τοῦτον κλωστῆρα τὴν φυσικὴν διέξοδον νόησον. πάντα τοιγαροῦν τὰ σώματα
80κατὰ φύσιν κινούμενα καθ’ εἱμαρμένην κεκίνηται. διὰ τοῦτο ὑγιαίνομεν μὲν καὶ νοσοῦμεν καθ’ εἱμαρμένην· ἀγαθοὶ δὲ καὶ κακοὶ οὐ κατὰ ταύτην γινόμεθα, ὅτι προαιρέσει ταῦτα καὶ ψυχῶν ἀσωμάτων, καθ’ ὧν οὔτε φύσις οὔθ’ εἱμαρμένη λέγεται. Ὅρα γοῦν ἐπὶ τοῦ λόγου· ‘καινοτομοῦνται φύσεισ‘. ἀλλὰ τῶν φύσεων
85τούτων ἡ μέν ἐστιν ἄνθρωπος, ἡ δὲ θεός, καὶ ἡ μὲν σύνθετον, ἡ δ’ ἁπλοῦν, καὶ ἡ μὲν ψυχὴ χρωμένη τῷ σώματι, ἡ δὲ ἄυλον καὶ ἀσώματον. πῶς οὖν ἀμφότεραι φύσεις; ἄνω γὰρ ὁ λόγος τὴν φύσιν ἐπὶ τῶν σωμάτων ἀπέξεσε· τὸ δὲ ἀσώματον κρεῖττον ὂν εἱμαρμένης κρεῖττον καὶ φύσεως πέφυκε καὶ μᾶλλον θεός, ὃς οὐ μόνον τὴν φύσιν ὑπερεφώνησεν, ἀλλὰ καὶ αὐτός
90ἐστι ταύτης δημιουργός. ἴστε τοιγαροῦν ὅτι ἓν τῶν σημαινομένων ὑπὸ τῆς φύσεώς ἐστι καὶ τὸ ὁπωσοῦν τι πεφυκός· κατὰ τοῦτο γὰρ καὶ ψυχῆς φύσιν φαμὲν καὶ νοῦ καὶ θεοῦ, οὐχ ὅτι τοιῶσδ’ ἔχουσιν, ἀλλ’ ὅτι ὅλως πεφύκασιν. ἐπὶ μὲν οὖν τοῦ ἀνθρώπου τὴν φύσιν ἀκουστέον καθ’ ἣν ἀνωτέρω σημασίαν ὁ λόγος εὕρηκεν· ἐπὶ δὲ τοῦ θεοῦ διότι πέφυκεν.
95 Ἀλλὰ τίς ἡ καινοτομία τούτων τῶν ἑτέρων φύσεων; τὸ τὴν μὲν γεώδη καὶ κατωφερῆ τοῦ βάθους ὑπερκύψαι τῆς ὕλης καὶ ὥσπερ ἀθρόον πτερο‐ φυήσασαν πρὸς αἰθέρα ὡσανεὶ ἀνενεχθῆναι, τὴν δὲ πάντων ἐπέκεινα καὶ μηδενὶ ὅρῳ περατουμένην πρὸς τὴν ἡμετέραν ἐληλυθέναι ἐσχατιὰν καὶ διὰ τῆς καινοτομηθείσης ταύτης συγκαταβάσεως τὴν τοῦ ἡμετέρου φυρά‐

69

(100)

ματος πρὸς τὸν θεὸν γενέσθαι συνάφειαν. Εἰ βούλει δέ, καὶ ἑτέρως σκόπησον. ὁ μὲν θεὸς ἄπειρος καὶ ἀόριστος, ὁ δ’ ἄνθρωπος ὡρισμένος καὶ πεπερασμένος καὶ βραχὺ μέρος τῆς φύσεως· ἀλλ’ ἐχωρήθη τῷ πεπερασμένῳ τὸ ἄπειρον καὶ τῷ περιωρισμένῳ τὸ ἀπερι‐ όριστον, ‘καινοτομοῦνται‘ τοιγαροῦν αἱ ‘φύσεισ‘.268
105 Ἢ καὶ ἄλλως· πῦρ μὲν ὁ θεός, ὁ δὲ ἄνθρωπος ὕλη, ἀλλ’ ὑπέστη τὸ πῦρ ἡ ὕλη καὶ συναφθεῖσα οὐ κατεφλέχθη. διὰ ταῦτα ‘καινοτομοῦνται φύσεις καὶ θεὸς ἄνθρωπος γίνεται‘, ἐπεὶ μηδὲ ἄλλως ἐνῆν ἐνηνθρωπηκέναι τὸν κύριον, μὴ καινοτομουμένων τῶν φύσεων. ‘καινοτομοῦνται‘ φησί ‘φύσεισ‘· ὁ μὲν ἄνθρωπος θεὸς γέγονε τέλειος, ὁ δὲ θεὸς ἄνθρωπος τέ‐
110λειος. Ἢ καὶ οὕτως· ‘καινοτομοῦνται φύσεισ‘, ὅτι ἄνευ ἀνδρὸς σύλληψις γέ‐ γονε καί, τῶν ὠδίνων μὴ λυθεισῶν, προῆλθεν ὁ κύριος· ἔδει γὰρ ἐπὶ τῇ κατὰ σάρκα γεννήσει τοῦ Ἐμμανουὴλ μικρόν τι τὴν φύσιν ἀλλοιωθῆναι, ἵν’ ἐνδείξηται τὴν πρὸς τὸν δημιουργὸν εὐλάβειαν. εἰ γὰρ τὰ χερουβὶμ
115‘καλύπτει τὰ πρόσωπα‘, ἀρρήτου τούτοις ἐμπιπτούσης αὐγῆς, οὐκ ἔδει τὴν φύσιν ὑποσταλῆναι, ὅλου πρὸς αὐτὴν κενωθέντος θεοῦ; καὶ εἰ, τοῦ αἰσθητοῦ ἡλίου τὸν ὁρίζοντα ὑπερβαίνοντος, ἐπισημαίνεταί τι τῷ ἀέρι τῆς λαμπηδόνος, πῶς οὐκ ἔδει καὶ τοῦ νοητοῦ ἡλίου ἐπανατέλλοντος ἡμῖν κρείττονα τὴν φύσιν παθεῖν ἀλλοίωσιν; διὰ τοῦτο ‘καινοτομοῦνται φύσεις
120καὶ θεὸς ἄνθρωπος γίνεται‘. Δυνατὸν μὲν γὰρ καὶ κατὰ κόμμα τὴν ἀνάγνωσιν ποιεῖσθαι, ἵν’ ᾖ ‘καινοτομοῦνται φύσεισ‘, καὶ στίζοντας αὖθις ἐπάγειν ‘καὶ θεὸς ἄνθρωπος γίνεται‘. ἐν γὰρ ταῖς πομπικαῖς καὶ λαμπραῖς ὑποθέσεσιν οἱ ἀκριβέστεροι τῶν ῥητόρων, καταφρονοῦντες τῶν ἐπιζεύξεων, ὥσπερ κροτάλοις τισὶ
125τοῖς ῥυθμοῖς χρῶνται τῶν λέξεων, οἱ δὲ κρόταλοι οὐχ ὡς μέρη ἕτερος ἑτέρῳ ἕπεται, ἀλλ’ εἴτε ἐπὶ τῶν χειρῶν τις τούτους ποιεῖ εἴτε κυμβάλῳ εἴτε ταραντινιδίῳ χρῆται, καθ’ ἑαυτοὺς περιγράφει τοὺς κροτάλους. ῥητορικὸν μὲν τοῦτο, ἀλλ’ ὁ λόγος φιλόσοφος καὶ ὁ πατὴρ τούτου φιλο‐ σοφώτατος· διὰ τοῦτο μετὰ τοῦ κρότου φροντίζει καὶ τοῦ σεμνοῦ. ὅθεν
130οὕτως ἀναγνωστέον· ‘καινοτομοῦνται φύσεις καὶ γίνεται τάδε καὶ τάδε‘. Φαίνεται δέ πως ἀνακόλουθον τὸ ἑπόμενον. πρὸς γὰρ τὸ ‘καινοτομοῦν‐ ται‘ ἄλλο τι ἔδει ἐπενεγκεῖν τὸν φιλόσοφον, αὐτὸ τὸ εἶδος τῶν καινοτο‐ μουμένων, ὁ δὲ θατέρου μὲν τὴν καινοτομίαν ἀπέδωκεν εἰρηκὼς ‘καὶ θεὸς ἄνθρωπος γίνεται‘, τὸ δ’ ἕτερον, ὅσον ἐπὶ τῷ λόγῳ, ἀφῆκεν ἀκαινο‐
135τόμητον· οὐδὲ γὰρ εἴρηκε ‘καὶ ἄνθρωπος εἰς θεοῦ ἀξίωμα μεταβέβηκε‘. ῥητορικῶς μὲν οὖν οὕτως ἑρμηνεύσεις τὸ ῥητὸν ἢ τὸν τόπον, ὡς ἐν ταῖς ἐνδιαθέτοις εὐφροσύναις καὶ ἡδοναῖς ὅλος τοῦ πράγματος ὁ ῥήτωρ γενό‐ μενος μιμεῖται τὴν φύσιν ἐν τῇ τέχνῃ, καὶ παρὰ τὴν τέχνην λέγων μᾶλλον τεχνικώτατος γίνεται· οὐδὲ γὰρ ἑαυτοῦ ἐστιν, ἵνα τὴν τάξιν τηρῇ, ἀλλ’ ὑπὸ269
140τῆς ἡδονῆς ἐξαπατηθεὶς ἢ ὑπὸ τοῦ πάθους παρασυρεὶς ἄλλα μὲν προτίθησι, λέγει δὲ καὶ ἕτερα. γλαφυρὰ μὲν καὶ αὕτη ἡ ἐπίλυσις καὶ ῥήτορι ἡδίστη ἀνδρί· ἡ δ’ ἀληθὴς ὅτι καὶ θάτερον ἐνεδείξατο διὰ θατέρου. εἰ γὰρ ὁ θεὸς ἄνθρωπος γέγονε, πολλῷ γε μᾶλλον ὁ ἄνθρωπος θεός, διὰ γὰρ τὸ τὸν ἄνθρωπον ἀποθεωθῆναι ὁ κύριος ἐνηνθρώπηκεν. ἢ ὅτι ‘καινοτομοῦν‐
145ται φύσεισ‘ εἰρηκὼς ἄνω καὶ δηλώσας ὃ ἐβούλετο, τὴν μείζονα καινοτο‐ μίαν ὡς μᾶλλον θαυμαζομένην μόνην ἐξέθετο.

70

(1t)

Ἐκ τοῦ Εἰς τὰ φῶτα δευτέρου λόγου, εἰς τὸ ‘οἶδα καὶ πῦρ οὐ καθαρτήριον,
2tἀλλὰ κολαστήριον‘
3 Ὥσπερ εἰσὶ παρὰ τῷ Σολομῶντι, εἴτε τῷ τοῦ Δαυὶδ προσεχῶς υἱῷ καὶ τοῦ αἰσθητοῦ βασιλεύσαντι Ἰσραὴλ εἴτε τῷ νοητῷ καὶ τῷ ὄντι εἰρηνικῷ,
5‘ᾄσματα ᾀσμάτων‘ καὶ θείων ᾠδῶν ᾠδαὶ ὑψηλότεραι, καθάπερ δὴ καὶ ἐκ τοῦ ἐναντίου ‘ματαιότης ματαιοτήτων‘, οὕτω δὴ καὶ παρὰ τῷ μεγάλῳ τούτῳ καὶ θεολόγῳ πατρὶ μυστήρια μυστηρίων εὑρίσκεται κρείττονα. αἱ μὲν γὰρ αὐτῷ τῶν θεωριῶν προτελείων λόγον ἐπέχουσιν, αἱ δὲ τελειότητός εἰσι καὶ τῶν ἐν ἀδύτοις ἐκφάνσεις ἀπόρρητοι. αἱ μὲν γὰρ Ἑλληνικαὶ τελεταὶ270
10σωματικοῖς συμβόλοις ἐκάθαιρον τὸν τελούμενον, δι’ ὧν ἔδει πρὸς τὸν παρ’ ἐκείνοις Μίθραν τὸν εἰσαγόμενον προσεγγίσαι· ἡ δὲ τοῦ πατρὸς κάθαρσις, ἐν ἀποστάσει τοῦ νοῦ τῆς σωματικῆς γινομένη φύσεως, αὐτὴν ἀνάγει γυμνὴν τὴν ψυχὴν πρὸς τὰς θεωρίας τὰς κρείττονας. ἐκεῖνος μὲν οὖν ὅπως ἔχει φύσεως τό τε ἄυλον φῶς καὶ τὸ ἀσώματον πῦρ κατὰ θεωρίαν
15εἰδώς, συμβολικώτερον τοῖς εἰσαγομένοις τὰς φύσεις τούτων ἡρμήνευσεν· ἐμοὶ δὲ ἀγαπητὸν εἰ καὶ τὰ σύμβολα ὑμῖν ποσῶς ἐξηγήσαιμι. ‘Οἶδα‘ γάρ φησι ‘καὶ πῦρ οὐ καθαρτήριον, ἀλλὰ κολαστήριον‘. ἀλλὰ ποῖον τοῦτο; τὸ μὲν γὰρ ἐνταῦθα πῦρ ἅπαν ἐν κολάσεως λόγῳ παρα‐ λαμβάνεται· ὁμοῦ τε γάρ τις ὡμίλησε τῇ φλογὶ καὶ ἠφάνισται, καὶ ἡ
20κόλασις φθάνει τὴν κάθαρσιν. τὸ δὲ θεῖον πῦρ οὐ τοιοῦτον, ἀλλὰ διττήν, ὡς ἔοικεν, ἔχει τὴν δύναμιν, τὴν μὲν τὸν μολυσμὸν τῆς ψυχῆς ἐκκαθαίρου‐ σαν καὶ καθαρὰν αὐτὴν ἀποφαίνουσαν καὶ χρυσοειδῆ, τὴν δὲ πᾶσαν ἐμ‐ πιπρῶσαν καὶ φλέγουσαν, οὐχ ὥστε καὶ εἰς τὸ μὴ ὂν περιιστᾶν (ἀθάνατος γὰρ ἡ ψυχή), ἀλλ’ ὥστε τὰς ἀφορμὰς αὐτῆς τῶν ἀρετῶν ἀφαιρεῖν καὶ πᾶ‐
25σαν πρακτικὴν καλοῦ δύναμιν ἀργὴν ποιεῖν καὶ ἀνόνητον. Ἀλλ’ ὁποῖον τοῦτο τὸ πῦρ θεωρήσωμεν· πότερον αἰθέριόν τε καὶ οἷον ἄυλον, ἢ ἄλλως καθ’ ἑαυτὸ μὲν μὴ ὑφεστηκός, ὕλαις δέ τισιν ἐξαπτόμε‐ νον; καὶ τούτῳ διχῶς ὁ θεὸς χρῆται, τῷ μὲν καθαίρων, τῷ δὲ καθαιρῶν, καὶ τῷ μὲν λευκαίνων τὴν πυρπολουμένην ψυχήν, τῷ δὲ καὶ τὸ ἐν ἐκείνῃ
30ἀποσβεννύων πῦρ, τὸ τοῦ θείου φωτὸς ἔκγονον; ὅπερ οὖν διηπόρηται, τοιοῦτον ἐκεῖνο τὸ πῦρ, ὃ δὴ εἴς τε τὸ καθαίρειν καὶ τὸ κολάζειν ὁ μέγας διῄρηκεν, ἢ ἄλλο τι παρὰ ταῦτα; ἔστι μὲν οὖν ὡς ἐν τύπῳ εἰπεῖν ἕτερον· οὐ πάνυ δέ μοι τέως ἀνενδοίαστος ἡ ἀπόφασις, ἕως ἂν καὶ τὸ ‘Σοδομιτι‐ κὸν‘ ἐξετάσω πῦρ· ὁρατὸν γὰρ κἀκεῖνο καὶ οἷον ἐξ ὕλης καὶ εἴδους συγκεί‐
35μενον. Ἀλλὰ πρὶν ἢ περὶ τούτων εἰπεῖν, ἰστέον ὡς κἀν τῷ παρόντι αἰῶνι κἀν τῷ μέλλοντι τὰ δύο ταῦτα πυρὰ προβέβληται τῷ θεῶ, πλὴν οὐχ ὁμοίως, ἀλλ’ ὃν λόγον ὁ αἰὼν καθ’ ὃν ζησόμεθα πρὸς τὸν χρόνον καθ’ ὃν βιοῦμεν ἐνταῦθα ἔχει, τὸν αὐτὸν δὴ καὶ ἡ ἐκεῖσε κόλασις πρὸς τὴν ἐνταῦθα καὶ
40πρὸς τὴν χρονικὴν κάθαρσιν ἡ αἰώνιος. ἐξεταστέον δὲ πῶς ἑκατέραιν ταῖν
ζωαῖν ἢ καθαιρόμεθα ἢ κολαζόμεθα καὶ ὁποίῳ πυρί· καὶ πρῶτά γε ἐν τῇ παρούσῃ ζωῇ τὸν ἐξετασμὸν ποιησώμεθα. ἀλλ’ ἐπειδὴ τὸ καθαρτήριον πῦρ μολυσμοῦ τινος πέφυκε κάθαρσις, εὕρωμεν ὅστις ὁ μολυσμός. μο‐ λυσμὸς οὖν ἐνταῦθα σπίλωσις ψυχῆς, ἀπὸ σωματικῶν αὐτῇ προσγινο‐271
45μένη παθῶν· προσχωννυμένη γὰρ τῷ πηλώδει τούτῳ φυράματι, τὸν ἐξ αὐτοῦ μολυσμὸν ἀναμάσσεται καὶ τοῦ θείου κάλλους τὸ αἶσχος τῶν παθῶν ἀνταλλάσσεται καὶ χρυσῆ τις οὖσα καττιτέρῳ καὶ μολίβδῳ νο‐ θεύεται. εἰ μὲν οὖν οὕτως ταῖς τοιαύταις ὕλαις προσανεχώσθη, ὡς μηδ’ ὁτιοῦν αὐτῇ φαίνεσθαι τοῦ χρυσοῦ, τῷ κολαστηρίῳ πυρὶ καταφλέγε‐

70

(50)

ται, ἀλλ’ οὐχὶ τῷ χωνευτηρίῳ καθαίρεται. εἰ δ’ ἐξ ἡμισείας αὐτῇ τὸ εἶδος ἠχρείωται καὶ τὸ κάλλος μεμόλυνται, τῷ πυρὶ χωνευθεῖσα ὃ καθαίρειν οἶδεν, ἀλλ’ οὐ κολάζειν, ἀποβάλλεται μὲν τὴν ἔξω συνθήκην καὶ τὰ πε‐ ριττὰ ἀποτίθεται καὶ τὸ τῆς ὕλης βάρος ἀποφορτίζεται, καθαρὰ δὲ καὶ ἀνεπαχθὴς γίνεται καὶ τὸ οἰκεῖον εἶδος ἀπολαμβάνει.
55 Ἀλλ’ ἐπεὶ τὸν μολυσμὸν ἔγνωμεν καὶ τὴν ἀπὸ τούτου τῆς ψυχῆς κάθαρ‐ σιν, γνῶμεν καὶ οἷον τὸ καθαρτήριον πῦρ. ἔστι δὲ τοῦτο αἱ περιστάσεις τῶν ἀκουσίων καὶ ἑκουσίων παθῶν, αἳ δὴ ὥσπερ τινὰ χέρνιβα ἐξεύρηνται τῷ θεῷ καθαίροντα τὴν ψυχὴν καὶ λευκαίνοντα. ἢ γὰρ ἡ ψυχή, γνοῦσα ὅπως προσηλώθη διὰ τῶν παθημάτων τῷ σώματι, εἰς ἀσκητικοὺς ἑαυτὴν
60ἀγῶνας ὠθεῖ καὶ διὰ τῶν κατὰ βούλησιν τῆς κατεχούσης φύσεως ἀπαλ‐ λάττεται, ἢ ἀσυνέτως βιοῦσαν πειρασμοῖς ἐμβάλλει θεὸς ἢ νόσοις ᾧ χρῆται σώματι καταδαπανῶν, ἢ χερσὶ δημίων ἐκδιδοὺς ἢ ἀποβολῇ φιλ‐ τάτων λυπῶν ἢ καύσεσι κολοβῶν ἢ τομαῖς διαιρῶν ἢ στερήσει τῶν ἀναγκαίων πιέζων. ἐπὶ τούτοις γὰρ ἅπασιν ἀλγυνομένη ψυχὴ οὐκ ἀνέχεται
65τὴν προσεδρείαν τοῦ σώματος, ἀλλὰ μισεῖ τοῦτο καὶ ἀποστρέφεται, ὅτι ἐντεῦθεν αὐτῇ τὰ λυπηρὰ προσγίνεται· ἡ δὲ τοῦ σώματος ἀποστροφὴ ἀρχή τίς ἐστιν αὐτῇ τῇ πρὸς θεὸν ἐπιστροφῇ. Τοιοῦτον τὸ καθαρτήριον πῦρ· τὸ δὲ κολαστήριον οἷον; ἀλλ’ ὥσπερ ἐπὶ τοῦ καθαρτηρίου τὸν μολυσμὸν ἔγνωμεν πρότερον, οὕτως ἐπὶ τοῦ κο‐
70λαστηρίου αὐτὸ δὴ γνῶμεν ὁποῖον τὸ κολαζόμενον καὶ διὰ τί μὴ καὶ τοῦτο καθαίρεται. ἔστι τοίνυν τὸ κολαζόμενον φύσις ψυχῆς, παντελῆ λαβοῦσα τοῦ κ[αλοῦ] ἄγνοιαν καὶ τὰς ἀφορμὰς τῆς τῶν ἀρετῶν πράξεως ἀνῃρη‐ κυῖα ἀφ’ ἑαυτῆς, ἐκτετμημένη τε τὰς τοῦ ἀγαθοῦ ῥίζας καὶ αὖος ἀπο‐ δεδειγμένη. κολαστήριον δὲ πῦρ τῆς τοιαύτης ψυχῆς ὁ βίαιος καὶ παρὰ
75τὴν φύσιν θάνατος, ὃς δὴ τὴν μὲν αὐτῆς φύσιν οὐκ ἀφανίζει, ὥσπερ δὲ δένδρον ῥιζοτομήσας ἀνθεῖν οὐκ ἐᾷ. τὸ μὲν οὖν πρῶτον πῦρ τροπικώτερον
δέδεικται, τὰς γὰρ περιστάσεις ἐντεῦθεν ἐδείκνυμεν· τὸ δὲ κολαστήριον τοῦτο ἔστιν οὗ καὶ πῦρ αὐτόχρημα πέφυκε. τούτῳ καὶ γὰρ ἄλλα τε τῶν ἐθνῶν ἐπυρπολήθησαν καὶ τὸ ἐν Παλαιστίνῃ παρὰ τῷ Νεκρῷ ὕδατι272
80παρ’ αὐτὰ δήπου τὰ Σόδομα, ὃ δὴ ἐκπέφευγε μόνος ὁ Λώτ, τῆς γυναικὸς αὐτῷ στραφείσης καὶ εἰς στήλην παγείσης ἁλός. ἐχρῆν γάρ, τῆς κακίας ἀφανιζομένης, τὸν μὲν νοῦν ἅτε ἄρρενα εἰς τὴν ἀκροτάτην ἀναχθῆναι περιωπήν, τὴν δὲ θήλειαν αἴσθησιν βραχύ τι τῷ νῷ παρακολουθήσασαν πρὸς τὰ συμφυῆ αὐτῇ ἀντιστραφῆναι καὶ αἰσθητὰ καὶ τὴν πρὸς αὐτὰ
85ὑπομεῖναι σύμπηξιν. Ἓν μὲν οὖν εἶδος τοιοῦτον τῶν κολαστηρίων πυρῶν· ἕτερον δὲ ‘τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ‘· ἀλλὰ τοῦτο κολάζειν οἶδε μόνως, ἀλλ’ οὐχὶ καὶ καθαίρειν, ὅτι μηδὲ ἡ τῶν δαιμόνων φύσις καθάρσεως δεκτική. ἀλλὰ ποταπὸν τοῦτο τὸ πῦρ καὶ διὰ τί μὴ καὶ νῦν
90τούτῳ κολάζονται; πῶς δὲ ὅλως φύσις ἀσώματος πυρὶ κολασθήσεται; φημὶ οὖν ὡς ἀνάλογα πάντα παρὰ θεῷ, καὶ τὰ φῶτα καὶ τὰ πυρά, τοῖς φωτιζομένοις ἢ πυρουμένοις· οὔτε γὰρ τῷ αὐτῷ φωτὶ νοῦς καὶ ψυχὴ καὶ σῶμα φωτίζονται, οὔτε τῷ αὐτῷ δαπανῶνται πυρὶ ἄγγελοί τε καὶ ἄν‐ θρωποι, ἀλλὰ κατεμέρισαν ἑαυτοῖς κατὰ τὴν τῆς φύσεως ἐπιτηδειότητα
95τὰς θείας ἐλλάμψεις. διὰ τοῦτο σῶμα μὲν ὑλικῷ καταπίμπραται πυρί, ψυχὴ δὲ ἀύλῳ, καὶ δαίμων κατὰ τὸ ἀνάλογον τῆς οἰκείας φύσεως. Ἀλλ’ οἶδα ὅτι λογικαί τινες ὑμᾶς ὠδῖνες διερεθίζουσι καὶ αὐτὴν γνῶναι τοῦ πυρὸς τὴν οὐσίαν, ᾗ δαίμων κολάζεται. ἔστιν οὖν, ὡς εἰκάσαι, ἡ παν‐ τελὴς τοῦ κακοποιεῖν ἀδυναμία. ὥσπερ γὰρ ἐνταῦθα μοχλοῖς τισι καὶ

70

(100)

πύλαις σιδηροδέτοις τὴν ἀφανιστικὴν αὐτῶν δύναμιν κατεδέσμησεν ὁ θεὸς καὶ μετρίως ἐκόλασεν, οὕτως ἐκεῖθεν τῷ ἐξωτέρῳ παραδώσει πυρί, τουτέστι τῇ παντελεῖ τοῦ κακύνειν ἀδυναμίᾳ. ὥσπερ γὰρ ὁ θεὸς πηγή τέ ἐστιν ἀγαθότητος καὶ ταύτῃ συνουσίωταί τε καὶ τρυφᾷ, εἰ δεῖ οὕτως εἰπεῖν, οὕτω δὴ καὶ ὁ δαίμων ἀρχὴ κακίας ἐστὶ καὶ φύσις αὐτόχρημα
105πονηρά, χαίρει γοῦν ἐφ’ οἷς ἡμᾶς κακύνειν ἐπείγεται. ἀλλ’ ὁ θεὸς κἀν‐ ταῦθα μὲν τούτους ἐκόλασεν, ὥσπερ τινὶ πυρὶ τὰς δυνάμεις αὐτῶν κατα‐ φλέξας καὶ τῶν καιρίων ἀκρωτηριάσας καὶ ὥσπερ τινὰς κύνας λυσσῶντας πεδήσας καὶ μὴ ἐάσας τοῦ ἡμετέρου κορεσθῆναι αἵματος, ἐν δὲ τοῖς ἐπερχομένοις αἰῶσι πᾶσαν αὐτῶν ἀνελεῖται τὴν κακωτικὴν δύναμιν.
110τοιοῦτον καὶ τοῦτο ‘τὸ πῦρ, ὃ τῷ διαβόλῳ καὶ τοῖς πονηροῖς ἀγγέλοις ἡτοίμασται‘. Ὁποῖον δὲ καὶ ὃ ‘πρὸ προσώπων κυρίου πορεύεται καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ‘; εὕρηται δὲ τοῦτο τὸ πῦρ τῷ μεγάλῳ πατρὶ ἀπὸ τῶν
τοῦ Δανιὴλ θεαμάτων, ὁπότε ἐκείνῳ τὰ φρικώδη ταῦτα ὧπται, ‘δικαστή‐273
115ριον‘ καὶ βῆμα καὶ ‘βίβλοι‘ τινὲς ‘ἀνοιγόμεναι‘ καὶ ‘ποταμὸς ἕλκων πυ‐ ρόσ‘, περὶ οὗ καὶ Δαυὶδ προλαβὼν εἴρηκεν. ἀλλὰ πῶς δὴ τοῦτο τὸ πῦρ ‘πορεύεται‘ μὲν ‘πρὸ προσώπου κυρίου‘, οὐκ ἤδη δὲ καὶ φλέγει, ἀλλὰ ‘τοῖς ἐχθροῖς αὐτοῦ‘ τὴν φλόγωσιν ταμιεύεται; οἱ δὲ ἐχθροὶ τοῦ κυρίου τίνες ἢ τίς ὁ ἀντιτασσόμενος τούτῳ; πῶς δὲ καὶ ‘κύκλῳ φλογιεῖ‘; οἶμαι
120γοῦν τοῦτο τὸ πῦρ εἶναι τὸ θεῖον ὕψος καὶ μέγεθος, πρὸς ὃ ἀνιέναι μὴ δυνάμενοι, εἴτε τὸ Ἰουδαίων ἔθνος καὶ θεομάχον διὰ τὴν τοῦ σώματος περιβολὴν ‘τὸν τῆς δόξης ἐσταυρώκασι κύριον‘, εἴτε τις ἕτερος σταυρῶν ἐν ἑαυτῷ νοητῶς τὸν θεὸν καὶ κακῶς τὰ τοῦ Ἰησοῦ ἱμάτια διαιρούμενος τέσσαρα τυγχάνοντα, ἀφ’ οὗ δή τινος ἀριθμοῦ ὁ αἰσθητὸς κόσμος συμ‐
125πέπηκται. διαιρεῖται δὲ ταῦτα ὁ ἀποσπῶν τοῦ θεοῦ καὶ προσανέχων τού‐ τοις ὡς θεοῖς· σταυροῖ δὲ ἐν ἑαυτῷ τὸν θεόν, ἀτιμάζων αὐτοῦ τὴν σάρκα καὶ ψιλὸν λογιζόμενος ἄνθρωπον. τὸ γοῦν θεῖον ὕψος τοῦτο καὶ μέγεθος ἀεὶ μὲν κυκλοῖ ‘τὸν τῆς δόξης κύριον‘ καὶ κατὰ μέρος αὐτοῦ πορεύεται, οὐ μέντοι γε οἷα πῦρ φλογίζει τοὺς ἐχθροὺς αὐτοῦ. αἱ γὰρ ἀνταποδόσεις
130τῶν ἀσεβημάτων τοῖς μέλλουσιν αἰῶσιν ἐταμιεύθησαν· τότε τοιγαροῦν καὶ αὐτὸ ‘φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ‘· φλόγωσιν δὲ ἐνταῦθα οὐ τὴν κατάφλεξιν ὁ πατὴρ ὀνομάζει, ἀλλὰ τὴν τοῦ μεγέθους ἔνδειξιν, ὃ δὴ οἱ τέως ἠτιμακότες τὸν κύριον καὶ τῷ σταυρῷ προσηλώσαντες θεασά‐ μενοι ὥσπερ ὑπὸ πυρὸς βλαβέντες αὖοι γενήσονται.
135 Ἔστι καὶ ἄλλο εἶδος πυρὸς καί, ὥς φησιν οὗτος, ‘τὸ τούτων φοβερώτε‐ ρον, ὃ τῷ ἀκοιμήτῳ σκώληκι συντέτακται, μὴ σβεννύμενον, ἀλλὰ διαιωνί‐ ζον τοῖς πονηροῖσ‘, περὶ οὗ δὴ πᾶσα λύσις ἀργεῖ. πάντοθεν γάρ μοι δο‐ κεῖ ὁ λόγος ἔχειν τὸ ἄπορον, πρῶτα μὲν ὅτι καὶ φοβερώτερον τοῦτο τῶν ἄλλων ὠνόμασε· καὶ μήν, ὁποῖον ἂν εἴη, ἔλαττον ἔσται τοῦ πρὸς ὃ οἱ
140πεσόντες ἀπορριφήσονται ἄγγελοι. ἔπειτα διαποροῦμαι πῶς ἐνταῦθα τὸ ‘μὴ σβεννύμενον‘ τέθεικεν ὁ πατήρ. ἆρα γὰρ τἆλλα μὲν σβεσθήσονται, τοῦτο δὲ μόνον ἄσβεστον διατηρηθήσεται; εἰ δ’ οὔ, τίς ἡ προσθήκη τοῦ ‘μὴ σβεννύμενον‘ ἐνταῦθα; ζητῶ δὲ καὶ τίς ἡ σύνταξις τούτου τοῦ πυρὸς πρὸς ‘τὸν ἀκοίμητον σκώληκα‘. πρὸ δὲ τῆς κατὰ μέρος ἐξετάσεως ἡγώ‐
145μεθα ἀπὸ τῶν προφητικῶν φωνῶν εἰλῆφθαι τῷ πατρὶ τὸ λόγιον· ‘ὁ σκώ‐ ληξ‘ γὰρ ‘αὐτῶν οὐ κοιμηθήσεται καὶ τὸ πῦρ οὐ σβεσθήσεται αὐτῶν‘. ὡς μὲν οὖν ἁπλῶς εἰπεῖν, ὅτι τὸ ‘μὴ σβεννύμενον‘ ἐνταῦθα τέθεικεν ὁ πατὴρ οὐ κατά τινα θεωρίαν ἀπόκρυφον, ἀλλὰ τὴν προφητικὴν φωνὴν ἐν παραποιήσει μικρᾷ ἀφηγούμενος· κατὰ δὲ θεωρίαν, ὅτι τεσσάρων πυρῶν

70

(150)

μνημονεύσας κολαστηρίων, τοῦ ‘Σοδομιτικοῦ‘, τοῦ ‘φλογιοῦντος τοὺς τοῦ θεοῦ ἐχθρούσ‘, τοῦ ‘ἡτοιμασμένου τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ‘, τοῦ ‘συντεταγμένου τῷ ἀκοιμήτῳ σκώληκι‘, τὰ μὲν δύο τοῖς ἁμαρτωλοῖς αὐτόθεν ἀπένειμε, τὸ Σοδομιτικόν φημι καὶ τὸ συντεταγμένον τῷ σκώληκι, τῶν δὲ λοιπῶν ἑκάτερον, τὸ μὲν τοῖς πεσοῦσιν ἀγγέλοις, τὸ274
155δὲ εἰ καὶ τοῖς ἐχθροῖς τοῦ θεοῦ, ἀλλ’ εἰς ἔκπληξιν καὶ τοῦ μεγέθους ἔνδειξιν, οὐκ εἰς κόλασιν, ὡς ὁ λόγος ἐδήλωσε. Συγκρίνων οὖν ὁ μέγας τὸ μετὰ ‘τοῦ σκώληκοσ‘ πῦρ τῷ τε ‘Σοδομιτικῷ‘ καὶ τῷ ‘φλογιοῦντι τοὺς ἐχθροὺς τοῦ θεοῦ‘, εἰκότως τοῦτο ὠνόμασε ‘μὴ σβεννύμενον‘. τό τε γὰρ ‘Σοδομιτικὸν‘ ἔσβεστο, καὶ τὸ ‘φλογιοῦν τοὺς
160ἐχθροὺς τοῦ θεοῦ‘, ἅπαξ ἐκπλῆξαν καὶ τὸ τῆς δυνάμεως παραδεῖξαν μέγεθος, ἐπὶ τοῦτο παραπέμψει τὸ πῦρ. τρόπον γοῦν τινα καὶ τὸ φλογιοῦν ἔσβεσται, οὐχ ὡς τοῦ θείου μεγέθους παρῃρημένου, ἀλλ’ ὡς τῶν ἐχθρῶν τοῦ θεοῦ ἐπὶ τὸ ‘μὴ σβεννύμενον‘ παραπεμφθησομένων πῦρ καὶ τὸ φλο‐ γιοῦν μὴ δυνηθησομένων ἐκπλήττεσθαι. διὰ ταῦτα τοῦτο καὶ ‘φοβερώτε‐
165ρον‘ ὠνόμασεν, ὅτι τῶν ἄλλων σβεννυμένων αὐτὸ μόνον οὐ σβέννυται. Εἰ δέ τις διισχυρίζοιτο ὡς ἐντὸς τούτων συνειλημμένου καὶ τοῦ ‘τοῖς δαίμοσιν ἀποτεταγμένου‘ πυρός, ὃ δὴ μεῖζον οἴεται τοῦ ‘συντεταγμένου τῷ σκώληκι‘, ἐροῦμεν καὶ πρὸς τοῦτο θεωρίαν οὐκ ἄμουσον, ὅτι τὸ τοιοῦτον πῦρ τὸ μετὰ τοῦ σκώληκος καὶ τοῦ τοῖς δαίμοσιν ἡτοιμασ‐
170[μένου] πυρὸς φοβερώτερον τοῖς ἁμαρτωλοῖς. ἀναμνήσθητε δέ μοι μι‐ κρὸν ὁποῖον τὸ ἐκείνων πῦρ ὁ λόγος ἡρμήνευσεν· ἦν δὲ ἡ παντελὴς ἐποχὴ τῆς ἐνεργη[τικῆς] κακώσεως καὶ τῆς κακωτικῆς δυνάμεως ἡ τελεία ἀναίρεσις. τοιοῦτον τὸ παρὰ τοῖς δαίμοσι πῦρ ὁ λόγος ἐδήλωσε· [τοῖς δὲ] ἀνθρώποις καὶ ταῦτα μὲν οὐχ ἥκιστα τρόπον ἕτερον προσγενήσεται,
175προσέσται δὲ καὶ ὁ σκώληξ καταδαπανῶν. ‘τρόπον‘ δὲ εἴρηκα ‘ἕτερον‘, ὅτι ὥσπερ τοῖς δαίμοσιν ἡ δύναμις τοῦ κακύνειν ἀναιρεθήσεται, οὕτω δὴ καὶ τοῖς κολαζομένοις ἀνθρώποις αἱ ἀφορμαὶ τῶν ἀρετῶν ἐκτμηθήσονται (‘ἐργασίασ‘ γάρ φησιν ‘ὁ παρών, ὁ δὲ μέλλων ἀνταποδόσεωσ‘)· καθάπερ γὰρ ὑπὸ πυρὸς τὴν γόνιμον ῥίζαν κατακαυθέντες τῶν ἀρετῶν, οὐκέτι
180θείων καρπῶν γενήσονται οἰστικοί. Οὕτω μὲν ἴση παρ’ ἀμφοτέροις, τοῖς τε δαίμοσι καὶ τοῖς πονηροῖς ἀν‐ θρώποις, τοῦ νοητοῦ πυρὸς ἡ ἐνέργεια, προσέσται δὲ τούτοις κατὰ προσ‐ θήκην καὶ ὁ σκώληξ ὁ δαπανῶν. τίς δὲ οὗτός ἐστιν; ἡ συνείδησις ὧν εἰργάσαντο πράξεων· αὕτη γὰρ καθαπερεί τις σκώληξ ἐγκειμένη αὐτῶν
185ταῖς ψυχαῖς, ὅπως καὶ προφητικῶν φωνῶν ἠλόγησαν καὶ κηρυγμάτων ἀποστολικῶν καὶ αὐτοῦ τοῦ κυρίου καλοῦντος κατωλιγώρησαν, διασπα‐
ράξει αὐτοὺς καὶ ὥσπερ τις ἰὸς ἢ σηπεδὼν τὴν διάνοιαν αὐτῶν διαβο‐ σκηθήσεται. ἐπεὶ τοίνυν τὸ μὲν πῦρ παρ’ ἀμφοῖν ὅμοιον, τῷ δὲ ἁμαρτωλῷ ὁ σκώληξ προστέθειται, βαρυτέρα ἡ πλάστιγξ αὕτη τοῦ ἐπιτιμίου, καὶ275
190διὰ τοῦτο τὸ μετὰ τοῦ σκώληκος πῦρ τῶν ἄλλων πέφυκε φοβερώτερον. Τίς δὲ καὶ ἡ προσθήκη τοῖς ἀπορρήτοις τούτοις ῥητοῖς; ‘εἰ μή τῳ φί‐ λον‘ φησι ‘κἀνταῦθα τοῦτο νοεῖν φιλανθρωπότερον καὶ τοῦ κολάζοντος ἐπαξίωσ‘. τοῦτο δὲ οὐχ, ὥς τινες εἰρήκασι, τὴν Ὠριγένους δόξαν αἰνίττε‐ ται, ἣν ἐκεῖνος ἀπὸ τῶν Ἑλληνικῶν ληρημάτων ὥσπερ ἀπό τινων θολερῶν
195ναμάτων ἠρύσατο. αἰώνιον γάρ τινες τῶν Ἑλλήνων οὐ τὸ ἀίδιον οἴονται, ἀλλὰ τὸ ἀφωρισμένον περιόδοις τισὶ χρονικοῖς, ὥσπερ τὴν χιλιονταετηρίδα ἢ τὴν διπλάσιον ταύτης ἢ τὴν τρὶς τοῦτο ἢ ὁποσάκις βούλει, καί φασι τὰς ψυχὰς εἰς αἰῶνας κολάζεσθαι ἤτοι τὰς ἀφωρισμένας περιόδους ἐν ταῖς κολάσεσι καὶ ἀναλόγους οἷς ἡμαρτήκασι. ταύτην γοῦν τὴν δόξαν ὁ Ὠρι‐

70

(200)

γένης προσειληφώς, οὐκ ἀιδίους τὰς κολάσεις τίθεται ταῖς ψυχαῖς· ἄτοπος, γάρ φησιν, ὁ δικαστὴς τὴν ἐν τοῖς τρισὶν ἔτεσιν ἢ πλέον τούτων ἢ ἔλαττον πλημμελήσασαν ψυχὴν αἰωνίαις ὑποβάλλειν κακώσεσι· δεῖ δὲ ὥσπερ τὸ ῥυπτόμενον ἱμάτιον πρὸς τὸ μέτρον τοῦ μολυσμοῦ ῥύπτεσθαι καὶ λακτίζεσθαι. οὐ ταύτην γοῦν τὴν δόξαν αἰνίττεται ὁ πατήρ· οὐ γὰρ
205ἂν οὕτως εἴρηκε, ‘καὶ τοῦ κολάζοντος ἐπαξίωσ‘. τί οὖν ἐστιν ὅπερ ἐν‐ ταῦθα κεκρυμμένον φησί; τὰς ἐν τῷδε τῷ βίῳ κεκρυμμένας κολάσεις συγκρίνει πρὸς τὰς τοῦ μέλλοντος καὶ οἴεται μή πως, ὥσπερ ἐνταῦθα οὐ πρὸς τὸ μέτρον τῶν ἁμαρτημάτων ἐπάγει τὴν κόλασιν (‘ἐὰν γὰρ ἁμαρτίας παρατηρήσῃς, κύριε, κύριε, τίς ὑποστήσεται;‘), οὕτω δὴ καὶ ἐν τοῖς
210ἐκεῖθεν ἐπιτιμίοις· εἰ καὶ ‘πῦρ ἄσβεστον‘ ἀπειλεῖται καὶ ‘σκώληξ ἀκοίμη‐ τοσ‘ καὶ ‘σκότος ἐξώτερον‘ καὶ ‘ὀδόντων βρυγμόσ‘, οὐ κατ’ ἰσότητα τοῖς πλημμελήμασιν αἱ τιμωρίαι μετροῦνται. Ἀμφιβάλλει δὲ περὶ τούτου, δυσὶ τούτοις ἀντιδιαιρούμενος, τῇ τε φιλαν‐ θρωπίᾳ τοῦ τιμωροῦντος καὶ τῇ δικαιότητι, καὶ ὡς μὲν δίκαιον οἴεται ἐν
215ζυγῷ πάντα θεῖναι, πράξει πρᾶξιν εὐθῦναι καὶ λογισμῷ λογισμὸν πλῆξαι καὶ πρὸς τὸ μέτρον τῆς παρανομίας θεῖναι τὸ μέτρον τῆς τιμωρίας, ὡς δὲ φιλάνθρωπον ἑτερορρεπῆ ποιῆσαι τὴν πλάστιγγα καὶ μετακινῆσαι τὸ ἀκριβὲς τοῦ ζυγοῦ, ὥστε μὴ ἴσα ἴσοις ἀποδοῦναι, [ἀλλ’ ἐλάττονα μείζ]οσιν, ὥσπερ ἐν ταῖς τῶν ἀγαθῶν ἀντιδόσεσιν ἐλάττοσι μείζονα. τοῦτο γοῦν
220οἶμαι τὸ ῥητὸν ἐμφαίνειν τῷ μεγάλῳ πατρί· [τὸ γὰρ .... ‘εἰ μή τῳ] φίλον κἀνταῦθα‘ ταύτης τῆς διανοίας ἐστὶ σημαντικόν, τουτέστιν ὅτι ὥσπερ ἐν τῷ παρόντι βίῳ φιλανθρωπίαν ταῖς τιμωρίαις κατ[αμ]ί[γνυ]σιν, οὕτω κἀν τῷ μέλλοντι παρατεθραυσμένον ἔχει τὸ δίκαιον. ‘Ἀλλ’ ἀναπετάσας τὰς θύρας ἀναπνεῦσαι βούλομαι‘, καὶ ταῦτα οὐ276
225[....]ει λαλῶν, ὥσπερ ὁ ῥήτωρ ἐκεῖνος, οὐδ’ ἐν τῷ πνιγώδει χωρίῳ, ἀλλ’ ἡ τῶν θεωριῶν συνέχεια καὶ τὸ ἀπ’ ἄλλων ἐπ’ ἄλλα ἰέναι καὶ τὸ σχεδιάζειν βούλεσθαι τὰ θαυμαστὰ ταῦτα μυστήρια καὶ ἀπόρρητα καὶ τὴν φωνὴν ἔστησέ μοι καὶ τὴν πνοήν. ἀλλ’ ὑμῶν εἵνεκα βουλοίμην ἂν καὶ αὐτὴν ἐρυγεῖν τὴν ψυχήν.

71

(1t)

πϛʹ. Ἐκ τοῦ αὐτοῦ λόγου, εἰς τὸ ‘θέλω τὸν πατέρα μείζω εἰπεῖν‘
2 Ταῦτα μέν, ἃ βούλεται μὲν εἰπεῖν ὁ μακάριος, ὀκνεῖ δὲ διὰ τὴν τῶν ἀκουόντων ἀσθένειαν. ἡμεῖς δ’, ἐπεὶ δοκεῖ τὰ ῥητὰ καὶ ἀσάφειαν τινὰ ἔχειν διὰ τὴν τῶν νοημάτων συστροφήν, πρὶν ἢ κατὰ μέρος αὐτὰ ἐξηγή‐
5σασθαι καὶ τὰς αἰτίας εἰπεῖν δι’ ἃς ἕκαστον λέγεται, παραφράσομεν, εἰ δοκεῖ, πρὸς τὸ σαφέστερον, ἵνα τέως τὴν ἐπιπόλαιον διάνοιαν τῶν ῥημά‐ των γνόντες, οὕτω δὴ καὶ τοῦ βάθους τῶν νοημάτων ἐπήβολοι γένοισθε.
‘Βούλομαι‘ φησί ‘τὸν πατέρα‘ ὡς αἴτιον υἱοῦ καὶ πνεύματος, καὶ τοῦ μὲν ὄντα γεννήτορα, τοῦ δὲ προβολέα, ‘μείζονα‘ τούτων ‘εἰπεῖν‘, ‘ἀφ’ οὗ‘277
10δὴ πατρός ἐστι ‘τοῖσ‘ δυσὶ τούτοις ‘ἴσοισ‘, υἱῷ φησι καὶ πνεύματι, ‘τὸ εἶναι ἴσοισ‘ (ἐκεῖνος γὰρ αἴτιος τῆς τούτων ἰσότητος, ὁμοῦ καὶ κατὰ ταὐτὸ τὸν μὲν γεννῶν, τὸ δὲ προβαλλόμενος) ‘καὶ‘ αὐτὸ δὲ ‘τὸ εἶναι‘· ὁ γὰρ πατὴρ αἴτιος αὐτοῖς καὶ τῆς ὑποστάσεως καὶ τῆς ἰσότητος, ‘τοῦτο γὰρ παρὰ πάντων δοθήσεται‘. βούλομαι μὲν οὖν τοῦτο εἰπεῖν, τουτέστι μείζονα
15τὸν πατέρα, ‘φοβοῦμαι‘ δὲ ‘μὴ‘ ἐντεῦθεν ‘καθυβρίσω τὴν‘ πατρικὴν ‘ἀρχήν‘, ποιήσας αὐτὴν ἐλαττόνων ἑαυτῆς προσώπων αἰτίαν, καὶ ἐν αὐτῷ τῷ προτιμῆσαι τὸν πατέρα ὕβριν τούτῳ προστρίψωμαι, ὡς μὴ δυνα‐ μένῳ ἑαυτῷ γεννᾶν ἴσα ἢ προβάλλεσθαι, ἀλλ’ ἐλάττονα· ‘οὐ γὰρ δόξα τῷ‘ πατρί, ‘ἐξ οὗ‘ ὁ υἱὸς καὶ τὸ πνεῦμα, ‘ἡ ταπείνωσις τῶν ἐξ αὐτοῦ‘
20προεληλυθότων. ἄλλως τε ‘ὑφορῶμαι τὴν σὴν ἀπληστίαν, μὴ λαβὼν τὸ μείζων‘, φωνὴν οὖσαν ὁμώνυμον, προσαρμόσῃς ‘τῇ φύσει‘ καὶ μίαν οὖσαν ‘διχοτομήσῃσ‘, μείζονα μὲν λέγων τὴν τοῦ πατρός, ἐλάττονα δὲ τὴν τοῦ υἱοῦ καὶ τοῦ πνεύματος. εἰ γὰρ καὶ μείζονα λέγω τὸν πατέρα υἱοῦ καὶ πνεύματος, οὐχ ὅτι μείζων ἐστὶ τῇ φύσει φημί· οὐσία γὰρ οὐσίας οὐδέποτε
25εὑρέθη μείζων ἢ ἐλάττων. ‘οὐ κατὰ τὴν φύσιν‘ οὖν μείζονα τὸν πατέρα λέγω, ἀλλὰ κατὰ ‘τὴν αἰτίαν‘· αἴτιος γὰρ ἀμφοῖν τοῦ γεγεννῆσθαι τὸν υἱὸν καὶ τοῦ ἐκπορεύεσθαι τὸ πνεῦμα ὁ πατήρ, τὸν μὲν γεγεννηκώς, τὸ δὲ προβαλλόμενος. Τοιαύτη μὲν ὡς ἐφικτὸν ἡ τῶν θεολογικῶν τούτων ῥητῶν πρὸς τὸ
30σαφέστερον μεταποίησις· αἱ δὲ καθεξῆς ἐξηγήσεις αἵδε. βουλόμενος ὁ πατὴρ τὴν ἐν τοῖς εὐαγγελίοις τοῦ κυρίου ἑρμηνεῦσαι φωνήν, ἥτις ἐστὶν ὅτι ‘ὁ πατήρ μου μείζων μού ἐστι‘, τὸν περὶ τοῦ μείζονος λόγον τῷ λόγῳ ἐπεισκυκλοῖ καὶ τὸν ἐπίβουλον ἀκροατὴν πρὸ τῆς ἐξηγήσεως ἀναστέλλει. ‘βούλομαι‘ γάρ φησιν ‘εἰπεῖν μείζονα τὸν πατέρα, ἀλλὰ δέδοικα‘ τάδε καὶ
35τάδε, δύο τινὰ κατορθῶν, τό τε τὴν φωνὴν ὡς εὖ ἔχουσαν προσαρμόσαι τῷ λόγῳ καὶ προθεραπεῦσαι τὸν ὑποτρέχοντα. ‘θέλω‘ φησί ‘τὸν πατέρα μείζονα εἰπεῖν, ἐξ οὗ καὶ τὸ ἴσοις εἶναι τοῖς ἴσοις ἐστὶ καὶ τὸ εἶναι‘· τοῦτο διὰ μέσου ἔρριπται ἐπεμβληθὲν τῷ νοήματι· εἶτα ἡ ἐπισύναψις εὐθὺς ἀποδοθεῖσα κατὰ γοργότητα, ‘καὶ δέδοικα τὴν ἀρχὴν μὴ ἐλαττόνων ἀρχὴν
40ποιήσω‘, οὐ διὰ τὸ εἰπεῖν ὅτι ὁ πατὴρ μείζων τῶν ἐξ αὐτοῦ (οὐ γὰρ ἐν‐ τεῦθεν τὸ μεῖζον καὶ τὸ ἔλαττον δίδοται), ἀλλὰ διὰ τὴν τοῦ ἀκούοντος ἄγνοιαν. ὁ γὰρ ἀκροατὴς τὸ ‘μείζων‘ ἀθρόον ἀκούσας οὐ διαστέλλει τὴν ὁμωνυμίαν, ἀλλὰ κατὰ πάντα χρῆται τῇ κλήσει τοῦ μείζονος. Τὸ δὲ ‘ἐξ οὗ καὶ τὸ ἴσοις εἶναι τοῖς ἴσοις ἐστὶ καὶ τὸ εἶναι‘ τοιαύτην278
45ἔχει τὴν ἔννοιαν. ‘ὁ ἐπὶ πάντων θεὸσ‘ καὶ πατὴρ τοῦ μονογενοῦς υἱοῦ πρὸ πάντων αἰώνων ὁμοῦ καὶ κατὰ ταὐτὸ τόν τε υἱὸν γεγέννηκε καὶ τὸ πνεῦμα προὐβάλετο, οὐ προεπινοούμενος τούτων (οὐκ ἦν γὰρ ὅτε οὐκ ἦν πατήρ, ἐξ ἀρχῆς γὰρ πατὴρ καὶ υἱὸς καὶ πνεῦμα ἅγιον), αἴτιος δὲ ἀμφοῖν ὡς ἐξ αὐτοῦ προεληλυθότοιν. ἐπεὶ οὖν διὰ τὴν κατὰ ταὐτὸ πρόοδον ἴσοι τὴν

71

(50)

ἀρχὴν ὅ τε υἱὸς καὶ τὸ ἅγιον πνεῦμα, φησὶν ὁ πατὴρ τὸ ‘ἐξ οὗ καὶ τὸ ἴσοις εἶναι τοῖς ἴσοις ἐστὶ καὶ τὸ εἶναι‘, τουτέστιν ἀφ’ οὗ δὴ πατρὸς ὑπάρχει τοῖς ἴσοις, υἱῷ φημι καὶ πνεύματι, τὸ εἶναι ἴσοις. οὗτος γὰρ κατὰ ταὐτὸ τοὺς ἴσους ὑπεραιωνίως ὑποστησάμενος, τῆς ἀμφοτέρων ἰσότητος γέγο‐ νεν αἴτιος, οὐ μόνον δὲ τῆς ἰσότητος, ἀλλὰ καὶ τῆς ὑπάρξεως· καὶ τοῦτο
55οἱ κοινοὶ δώσουσι λογισμοί. Πλὴν ὅρα ἐνταῦθα τοῦ δόγματος τὸ περισκελές· οὐ γὰρ αἴτιος οὕτως ὁ πατὴρ τῆς ὑπάρξεως υἱοῦ καὶ πνεύματος ὡς τῆς τῶν κτισμάτων ὑπάρ‐ ξεως. ταῦτα μὲν γὰρ ἀπὸ σημείου τινὸς χρονικοῦ τὴν ἀρχὴν ἔσχηκε καὶ ἦν ὅτε οὐκ ἦν· υἱὸς δὲ καὶ πνεῦμα οὐκ ἦν ὅτε οὐκ ἦν, ἀλλ’ ὁμοῦ τῷ εἶναι
60τὸν πατέρα τὸ γεγεννῆσθαι τὸν υἱὸν καὶ τὸ προβεβλῆσθαι τὸ πνεῦμα. ἐπεὶ καὶ ὁ αἰσθητὸς οὗτος ἥλιος αἴτιος τῆς ὑπάρξεως τῶν τε ἀκτίνων καὶ τῆς λαμπηδόνος, ἀλλ’ οὐκ ἦν ὅτε τούτων ἔρημος ἦν, οὐδ’ ἔστι πρῶτον, εἶτ’ ἀκτῖσι καταυγάζει τὴν γῆν, ἀλλ’ ὁμοῦ τε δεδημιούργητο καὶ ταῦτα αὐτῷ συμπαρῆν ἐξ ἐκείνου γεγενημένα. τῷ δὲ παραδείγματι μέχρι τινός
65μοι χρῶ· ἐνταῦθα μὲν γὰρ ἐξ ἡλίου ἀκτὶς καὶ διαύγεια, ἐπὶ δὲ τῆς ἁγίας καὶ μακαρίας τριάδος ὡς ἐξ ἡλίου οἷον τοῦ πατρὸς δύο προεληλύθασιν ἥλιοι. πολλαχόθεν δὲ περισφίγγω τοῦτο τὸ δόγμα, ἵνα μή, ἐπειδὰν ἐντύχητε Ὠριγένει λέγοντι ὡς ὁ πατὴρ τὸν υἱὸν οὐσίωσε καὶ τὸ πνεῦμα, ἀποδέξησθε, εἰ καὶ ἀχρόνως φησὶ καὶ μηδενὸς μέσου διατειχίζοντος. οὐ
70γὰρ οὕτως παρεμβάλλει τὸ δόγμα, ὡς ἡμεῖς λέγομεν, ἀλλὰ τὴν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγωγὴν τῶν προσώπων ἐμφαίνει, ὥς που δὴ καὶ τῶν Ἑλλήνων οἱ θεολογικώτατοι ἀπὸ μὲν τοῦ ἑνὸς τὸ ὂν ὑποστῆναί φασιν, ἀπὸ δὲ τούτου τὸ αὐθυπόστατον καὶ ἀπὸ τούτου τὸ αὐτοκίνητον καὶ
αὖθις τὸ κινητὸν καὶ διαστατόν. ἓν γὰρ ἐκεῖνοι τὸ ὑπὲρ τὸ ὂν ὁριζόμενοι,279
75τἆλλα καθ’ ὑποβάσεις παράγουσιν· ἡμῖν δὲ ἐν τρισὶ προσώποις ὁμο‐ τίμοις καὶ ὁμοδόξοις ἡ καθ’ ἡμᾶς μοναρχία χαρακτηρίζεται, καὶ ἵνα μὲν μὴ διέλωμεν τὴν φύσιν, ὁμοτιμίαν τούτοις διδόαμεν, ἵνα δὲ μὴ πολυαρχίαν τὴν μοναρχίαν ποιήσωμεν, ὑφ’ ἓν αἴτιον, τὸν πατέρα, τὸν υἱὸν καὶ τὸ πνεῦμα ἀνάγομεν.
80 Δέδοικα οὖν, φησὶν ὁ θεολόγος πατήρ, μὴ μείζονα τὸν πατέρα εἰπὼν καθυβρίσω μᾶλλον τοῦτον ἢ τιμήσω διὰ τῆς προτιμήσεως. ἐπεὶ μηδὲ βα‐ σιλεὺς σεμνὸς μείζων ἰδιώτου καλούμενος, ἀλλ’ ὁμοθρόνων καὶ ἴσων· οὕτως οὖν οὐδὲ δόξα τῷ πατρὶ ἐλαττόνων ὄντι ἀρχῇ, οὐ γὰρ σεμνύνεται ἐφ’ οἷς τὰ ἐξ αὐτοῦ πρόσωπα ταπεινὰ καθέστηκε καὶ ὑποδεέστερα. οὐ διὰ
85τοῦτο δὲ φείδομαι τῆς τοῦ μείζονος φωνῆς μόνον, ἀλλ’ ὅτι καὶ σὺ ὁ ἀκροα‐ τὴς ἀμαθὴς εἶ περὶ τὴν τῶν ὀνομάτων προχείρισιν καὶ μίαν φωνὴν λαβὼν πᾶσιν ὁμοίως ἐφαρμόττεις πράγμασι. δέδοικα γοῦν μὴ τὸ μεῖζον ἀκούσας τὴν μίαν εὐθὺς φύσιν καταδιέλῃς, ἢ τὸ ἐν χρόνῳ μεῖζον ἢ τὸ ἐν τόπῳ ἢ τὸ ἐν ἀξιώματι διδοὺς τῷ πατρί, τὰ δ’ ἄλλα τοῖς κοιλοτέροις ἐγκαθιδρύοις
90καὶ ὑπὸ χρόνον ποιήσῃς καὶ ἧττον ἀξιωματικά. φοβοῦμαι μὴ καὶ ἀμαθίᾳ τὸν μὲν πατέρα μείζονα ποιήσῃς κατὰ τὴν φύσιν, ἐκεῖνα δὲ κατὰ ταύτην ἐλάττονα. Διὰ ταῦτα πάντα ὀκνῶ τοῦ μείζονος τὴν φωνήν, σὲ μᾶλλον ἢ τὸν λόγον οἰκονομῶν. ὁ μὲν γὰρ λόγος ἀσφαλής, πάντῃ τῷ ὑπερέχοντι τοῦ αἰτίου
95περιφρουρούμενος· σὺ δὲ εὐπολιόρκητος καὶ εὐάλωτος, Σπαρτιάτης ἀτεχ‐ νῶς τὴν ἀμαθίαν τυγχάνων καὶ οὐδ’ ἀσπίδι τὸ σῶμα φρουρῶν, ἀλλὰ σο‐ βαρὸν τὸ ἦθος τοῖς ἐναντίοις ἐπιδεικνύς. πῶς γὰρ οὐκ ἀμαθής, διχοτομῶν ἢ τέμνων τὰ ὁμοούσια, τὴν μίαν διαιρῶν φύσιν τῷ μᾶλλον καὶ τῷ ἧττον; εἰπὲ γάρ, πρὸς τῆς τριάδος αὐτῆς, ἣν πρεσβεύειν δοκεῖς· τίνος τῶν

71

(100)

πάντων φιλοσόφων ἀκήκοας ὅτι ἔστιν οὐσία μείζων οὐσίας κατ’ αὐτὸ τὸ εἶναι; μὴ γάρ μοι ἐνταῦθα τὰς τῶν χρωμάτων προσαρμόσῃς διαφορὰς ἢ τὰς ἄλλας ποιότητας, ἀλλὰ γυμνὴν αὐτὴν τὴν οὐσίαν τῶν οὐσιωδῶν καὶ ἐπουσιωδῶν ἀποκαλύψας παράστησον. ἆρ’ οὖν ἔχεις εἰπεῖν ὅτι τοιαύτης οὐσίας τὸ μὲν ἔστι μᾶλλον κατὰ τὸ εἶναι, τὸ δὲ ἔλαττον, καὶ
105διαφέρει τοῦτο ἐκείνου κατὰ τὴν ὕπαρξιν; ὡς φορτικῶς ἄγαν σὺ ταῖς Κατηγορίαις ὡμίλησας, μᾶλλον δὲ ὡς ἀμαθῶς τοῖς τῶν φιλοσόφων ἐντυγχάνεις συντάγμασι. καὶ οὔ μοι σκοπὸς ἐντεῦθεν ἑλεῖν σε, ἀλλο‐
τρίας μὴ δεομένῳ τῆς συμμαχίας (‘μὴ‘ γὰρ ‘πιάνοι τὴν‘ ἐμὴν ‘κεφαλὴν ἁμαρτωλῶν ἔλαιον‘), ἀλλ’ ἐνδείξασθαι ὅτι καὶ τῆς κατὰ σὲ φιλοσοφίας280
110τυγχάνεις ἀνήκοος. Ἀλλὰ ταῦτα μὲν παρεκβατικώτερον ὁ λόγος ἐνεανιεύσατο· ὑμῖν δὲ αὐτάρκως πρὸς τὴν διαπόρησιν ἔχει ἡ ἐπίλυσις.

72

(1t)

πζʹ. Εἰς τὸ ‘περιεπάτει ὁ θεὸς τὸ δειλινὸν ἐν τῷ παραδείσῳ‘
2 Εἰκός τί μοι πεποιηκέναι δοκεῖ καὶ ὁ τὴν γλῶτταν χρυσοῦς Ἰωάννης μὴ δημοσιεύων εἰς ἰδιώτιδας ἀκοὰς τὰ ἀνέκφορα, κἀγώ τι προὔργου ποιῶν οὐχ ἁλωτὸς μεμψιμοίρων λαβαῖς, ὅτι πρὸς φιλοσόφους μοι ὁ διάλογος,
5φιλοσόφων δὲ οὐδὲν οὕτως ἰδιαίτατον ὡς τὸ ‘αἰχμαλωτίζειν πᾶν νόημα‘ εἰς θεόν. ἐντεῦθεν ὁ μὲν μέγας ἐκεῖνος ἀνὴρ τὴν ἐν τῷ δειλινῷ τοῦ κυρίου ἐπὶ τοῦ παραδείσου κίνησιν ἐπαγγειλάμενος εἰπεῖν καὶ κατὰ νοῦν ἐξηγή‐ σεσθαι ἀνεβάλετο (οὐ γὰρ ἂν ἴσχυσεν ὁ πολὺς ἀκροατὴς ἀσωμάτους κινή‐ σεις δέξασθαι καὶ πραγμάτων προσκαίρους ἀναλογίας), ἐγὼ δὲ θαρρούν‐
10τως ὑμῖν τῆς ἀναγωγῆς τὸν νοῦν ἀναπτύξαιμι. ὡς μέρος δὲ τοῦτο τῆς ὅλης ἀλληγορίας ἀφορισάμενος ἐρῶ· ποῦ γὰρ ἂν ἐν ὀλίγῳ καιρῷ τὴν πᾶσαν σειρὰν τῆς ἀναγωγῆς ἐξηγησαίμην, ἐν ᾗ παράδεισος φυτευόμενος, καὶ οὗτος κατὰ ἀνατολάς, Ἀδάμ τε ἀλλαχόθι πλαττόμενος καὶ ἐκεῖσε μετατι‐ θέμενος, ἔνθα δὴ καὶ τοῖς θηρίοις τὰ ὀνόματα τίθησι; πῶς δ’ ἂν οὕτω
15κεφαλαιώσωμαι τὴν τῶν φυτῶν φύσιν, ὅπως τὰ μὲν ἀνεῖντο αὐτῷ πρὸς τροφήν, τὰ δ’ ἀπεκέκλειστο, πολλὰ μὲν ἐκεῖνα, δύο δὲ ταῦτα, καὶ τούτων ἑκάτερον ἐν τῷ μέσῳ τοῦ παραδείσου; Διὰ ταῦτα τὸν πολὺν τοῦτον βυθὸν ὥσπερ ὑπερνηξάμενος, μιᾷ τινι κυμάτων ἐπιφορᾷ ἀντιθήσομαι, ἥτις ἐστὶν ἡ κατὰ ‘τὸ δειλινὸν ἐν τῷ281
20παραδείσῳ‘ τοῦ κυρίου βάδισις. διὰ τί γὰρ μὴ μεσημβρίας ἢ τοῦ ἡλίου παρανατείλαντος ἐπὶ τῆς Ἐδὲμ ὁ κύριος ἐπορεύετο; τίς δὲ καὶ ὅλως θεοῦ κίνησις τοῦ ‘πάντα πληροῦντοσ‘ καὶ ὑπὲρ τὸ πᾶν ὄντος καὶ πάντων ἀσχέτως περιδεδραγμένου; τί δὲ καὶ αὐτὸ τὸ τοῦ δειλινοῦ βούλεται ὄνομα; ἐφ’ ἑκάτερα γὰρ τῶν καιρῶν συντεταγμένην τὴν ὀνομασίαν ἀκούω· δείλης
25γάρ φασιν αἱ συγγραφαὶ πρωΐας καὶ δείλης ὀψίας. τί οὖν τὸ ἐφ’ ἑκάτερον δειλινόν; δύο τοίνυν ταῦτα ὀνόματα ἐπὶ τοῦ ἡμερησίου πέφυκε διαστήμα‐ τος, ὄρθρος καὶ ἑσπέρα· ὁ μὲν γὰρ τὸν ἑῷον ὁρίζοντα ὑπερτέλλοντος τοῦ ἡλίου λέγεται, ἡ δὲ τὸν ἑσπέριον καταδύνοντος. δηλοῖ γὰρ καὶ τοὔνομα τῆς ἑσπέρας· οἱονεὶ γὰρ πέρας ἐστὶ τοῦτο τὸ μέρος τοῦ ἡμερινοῦ κατα‐
30στήματος. ὅταν τοίνυν ἀκούῃς δείλην ἑῴαν, τὸ μετὰ τὴν ἀνατολὴν τοῦ ἡλίου κατάστημα τῆς ἡμέρας ὀφείλεις νοεῖν, καὶ κατὰ τὸ ἀνάλογον ἑσπέ‐ ριον δειλινόν, τὸ μετὰ τὴν τοῦ ἡλίου κατάδυσιν, ὑπόλειμμα γάρ τι τὸ δει‐ λινὸν ἐπί τε πρωΐας καὶ ἑσπέρας λέγεται. Τὸ μὲν οὖν σημαινόμενον τοῦ ὀνόματος οὕτως. πῶς δὲ κατὰ τοῦτο τῆς
35ἡμέρας τὸ μέρος, εἴτε τὸ ἑῷον εἴτε καὶ τὸ ἑσπέριον, τῷ πλάσματι ὁ πλάσας ἐπὶ τῆς Ἐδὲμ συνεγίνετο; ἀλλὰ περὶ μὲν τοῦ παραδείσου, ὅστις οὗτός ἐστι, μὴ νῦν λόγους ἀπαιτηθείημεν· ‘μέγα‘ γὰρ τὸ περὶ τούτου μυστήριον ‘καὶ οὐ ῥᾴδιον διιδεῖν‘. ὅθεν οὐκ ἂν ἑτοίμως ἀποφηναίμην ὅτι τῆς γῆς ἐν μετεώρῳ πεφύτευτο, ὥσπερ τινὲς ἀνεξετάστως ἀποδεδώκασιν, οὐδ’ ὡς
40ἄλλο τι βούλεται ἡ γραφὴ παρὰ τὴν ἁπλῆν προφοράν. ἀλλὰ τοῦτο μὲν κείσθω τέως ἀδιάκριτον, σῳζέσθω δὲ ἡμῖν καὶ ἡ ἱστορία καὶ ἡ ταύτης ἀναγωγή. οὕτω γὰρ ἐγὼ πάσης τῆς Μωσαϊκῆς βίβλου ἀκούω· οὔτε γὰρ τὸ σωματικὸν ἀθετῶ καὶ ζητῶ τὸ πνευματικόν. δέχομαι τὴν σκηνὴν καὶ ἐρευνῶμαι πρὸς τί κατεσκεύασται. οὐκ ἀμφιβάλλω περὶ τῆς κιβωτοῦ,
45ἀλλὰ τὴν ἀχειροποίητον θηρῶμαι καταμαθεῖν. οὐ καταψεύδομαι τῶν θυσιῶν, ἀλλὰ τοὺς λόγους πολυπραγμονῶ καθ’ οὓς ἐτύθησαν. οὕτω τοιγαροῦν μηδέν τι περὶ τοῦ παραδείσου τέως προετάζων, ἀλληγορῶ τὸν
κύκλον αὐτοῦ καὶ τὴν τῶν δύο φυτῶν διακριβοῦμαι μεσότητα. ἔστω γοῦν καὶ ἡ ἱστορία ἀμετακίνητος καὶ ἡ ἀλληγορία πρὸς ταύτην ἀνάλογος.282

72

(50)

ἀλλ’ οὕτω μὲν ταῦτα. Ὁ δὲ κύριος ἐκινεῖτο τὸ δειλινὸν ἤ, τό γε ἀληθέστερον εἰπεῖν, ἐκινήθη· πρὸ μὲν γὰρ τῆς τοῦ Ἀδὰμ παραβάσεως ἑῷος ὁ αὐτὸς ἦν καὶ μεσημβρινὸς καὶ ἑσπέριος. ἀλλὰ τί μὴ πᾶσαν ὑμῖν ἀνακαλύπτω τὴν ἔννοιαν; μόνον τῶν πάντων πέρας κινήσεως ὁ θεός· πρὸς γὰρ αὐτὸν πᾶσα περιορίζεται κί‐
55νησις, αὐτὸς δὲ τὰ πάντα κινῶν ἀκίνητος παρὰ ταῦτα καθέστηκεν. εἰ γὰρ κινοῖτο, πᾶν δὲ τὸ κινούμενον ὑφ’ ἑτέρου τὴν ἀρχὴν ἔσχηκε τῆς κινή‐ σεως, προηγουμένην αἰτίαν ποιήσομεν τοῦ θεοῦ. πάντα δὲ τῷ ἀκινήτῳ κινῶν, τὰ μὲν νοητῶς, τὰ δὲ νοερῶς, ἄλλα δὲ ζωϊκῶς καὶ ἄλλα ψυχικῶς, καὶ τὰ μὲν κυκλικῶς, τὰ δὲ εὐθυφορικῶς, τὰ δὲ ἑδράζων μέν, ὥστε τῆς
60κατὰ τόπον ἐστερῆσθαι κινήσεως, αὐξήσεως δὲ καὶ φθίσεως καὶ ἀλλοιώ‐ σεως καί, τὸ ὅλον εἰπεῖν, γενέσεως μὴ ἄμοιρα καθιστῶν—ἀλλ’ ἐπὶ μὲν τῆς οἰκείας μένων ‘περιωπῆσ‘ ἀραρότως ἤδρασται καὶ ἀκινήτως μεμόνω‐ ται· εἰς νόησιν δὲ τοῖς ὑπ’ ἐκεῖνον ἐρχόμενος καὶ κινεῖσθαι καὶ μεταπίπτειν δοκεῖ.
65 Ἀλλ’ ἄπαγε τοῦ λόγου ὅτι ἐκεῖνος κεκίνηται· ἀλλ’ ἡ μετ’ ἐκεῖνον οὐσία πᾶσα μὴ δυναμένη δίχα κινήσεως αὐτῷ προσβαλεῖν, ὅπερ αὐτὴ πάσχει ἐκείνου κατηγορεῖν εἴωθε. ποῦ γὰρ ἂν ἐκεῖνος κινηθείη ἢ ποῖος ἔσται τόπος ἔρημος τῆς ἀπεριλήπτου καὶ θείας ἐκείνης φύσεως; εἰ γὰρ καὶ παν‐ ταχοῦ λέγεται εἶναι, ἀλλὰ καὶ ὑπὲρ τὸ πᾶν αὐτὸν τὰ θεῖα τιθέασι λόγια·
70καὶ πανταχοῦ μέν ἐστιν, ὅτι πάντα ἐκείνου μετέχει, διότι καὶ ἐκεῖθεν παρῆκται, ὑπὲρ τὸ πᾶν δέ, ὅτι πάσῃ γενητῇ φύσει ἀπερίληπτος ὁ θεός. ἔστιν οὖν καὶ ἐν φυτοῖς καὶ ἐν λίθοις καὶ ἐν ἀλόγοις ζωαῖς καὶ ἐν εἰδωλικαῖς φύσεσι καὶ ἐν ψυχαῖς, ἔν τε νοήσεσι καὶ ἑνώσεσι καὶ ἑνάσιν· ἀλλ’ ὅπου μὲν φυτικῶς, ὅπου δὲ σπερματικῶς, κἀνταῦθα μὲν ψυχικῶς, ἀλλαχοῦ δὲ
75νοερῶς, ἐν δὲ τοῖς ἐπέκεινα ἀνεννοήτως τε καὶ ὑπερουσίως. ὅσα μὲν γὰρ ἁπλῶς εἰσι, κατ’ αὐτὸ τὸ εἶναι μετέχει θεοῦ, ὅσα δὲ καὶ ζῇ, κατ’ ἄμφω, ὅσα δὲ καὶ νοεῖ, ἐπὶ μᾶλλον. εἴποιμι δ’ ἂν αὐτὸς μηδὲ τὰς στερήσεις ἀμοί‐ ρους εἶναι θεοῦ, καὶ τούτων γὰρ ὑποστάτης θεός, ὅτι καὶ πάντων, ἵνα μὴ ὑπεκδράμῃ τὸν νοῦν· ὁ γὰρ νοῦς εἰδῶν ποιητής, ἀλλ’ οὐ στερήσεων. ἐπεὶ
80οὖν πάντα ὑποβέβηκε τὸν θεόν, δεῖ δὲ ἐν πᾶσι τοῦτον εἶναι, ἀνάγκη κίνησιν
ἐπιφέρειν μεταξὺ θεοῦ καὶ ἡμῶν, ἥτις ἀφ’ ἡμῶν, οὐκ ἀπ’ ἐκείνου. ἡμεῖς γὰρ ἐστράμμεθα πρὸς αὐτόν, ἵν’ ἐκεῖνον ἴδωμεν πανταχοῦ παρόντα· ἀλλὰ τοῖς μὲν ἑῷος κινεῖται, ὅσοι τὸν νοῦν ἔχουσι διαυγάζοντα, τοῖς δὲ μεσημβρινὴν τὴν κίνησιν δίδωσιν, ὅσοι κατὰ τὴν διάνοιαν διαλάμπουσιν,283
85ἐπὶ δὲ τῶν βαδίζει ὡς ἕσπερος, ὅσοι κατὰ τὴν ψυχὴν ἡγνισμένοι τυγχά‐ νουσιν· οἷς δὲ τὸ νοερὸν ἠμαυρώθη φῶς καὶ ὁ τῆς ἀρετῆς ἐν αὐτῷ ἔσβεσται ἥλιος, δειλινὴν παρέχει τὴν κίνησιν, τουτέστιν οὐ διαστράπτουσαν, οὐ φωτοβόλοις ἀκτῖσι τὸν νοῦν καταλάμπουσαν, ἀλλὰ λοξήν τε καὶ παρεγκε‐ κλιμένην, καὶ τῆς τε ἑῴας ἀνατολῆς τῆς τε μεσημβρινῆς φωτοφανείας
90ἀπέχουσαν. Πρῶτον μὲν οὖν τῷ Ἀδὰμ οὐκ ἐκ διαστήματος συνεγίνετο οὐδὲ ποτὲ μὲν παρῆν, ποτὲ δὲ ἀπῆν, ἀλλὰ καὶ πρωΐας καὶ μεσημβρίας καὶ δύ‐ σεως, τουτέστι καὶ νοερῶς καὶ διανοητικῶς καὶ ψυχικῶς, συμπαρῆν καὶ συνωμίλει τῷ πλάσματι· ἀφ’ οὗ δὲ ἐκεῖνος μύσας τὰ αἰσθητήρια ἀπ‐
95έκλεισεν ἑαυτῷ τοῦ θείου φωτὸς τὴν ἀκτῖνα, τηνικαῦτα ὁ μὲν ἑαυτὸν διέστησε τοῦ θεοῦ, ὁ δὲ τῷ πανταχοῦ παρεῖναι μηδενὸς ἀπολιμπανόμενος ὥσπερ ἐκ διαστήματος ἐδόκει συγγίνεσθαι καὶ συνομιλεῖν. ‘ἤκουσε‘ γάρ φησιν ἡ γραφή ‘τῆς φωνῆς κυρίου περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινὸν‘ καὶ ‘ἐκρύβη ὅτι γυμνὸς ἦν‘. πρότερον μὲν γὰρ οὐ τοῖς ὠσὶ τὸν

72

(100)

ψόφον ᾐσθάνετο, ἀλλὰ τοὺς ὀφθαλμοὺς τῷ φωτὶ κατελάμπετο· ἐπεὶ δὲ ἀπετυφλώθη τὸν νοῦν καὶ πόρρω γέγονε τῆς θείας αὐγῆς, διὰ τῶν ψόφων τὴν τοῦ κυρίου παρουσίαν ἐχαρακτήριζεν. Ἀλλ’ ὁ λόγος ζητεῖ καὶ τοῦ ψόφου τὴν ἰδιότητα. οἶμαι τοίνυν ἐγὼ ὡς ἅπασα κεκαθαρμένη ψυχή, μᾶλλον δὲ ὅστις ἂν ᾖ νοῦς θεοπτικός τε καὶ
105διαβατικώτατος ταῖς συγγενέσι πρὸς τὸ θεῖον ἐλλάμψεσι, τὰ περὶ θεοῦ μυεῖται μυστήρια, τὰς αἰσθήσεις ἀφεὶς κάτω μετὰ τῶν κτισμάτων καὶ μήτε τύποις μήτε σχήμασι μήτε τισὶν ἄλλοις πρὸς κατανόησιν τοῦ θεοῦ χρώμενος, ἀλλὰ νοεραῖς ἀντιβλέψεσι πρὸς αὐτὸν ἀμέσως ἐντρανίζων τὸν ἥλιον· ὁπότε δὴ καὶ τὸν θεὸν ὁρᾷ ἀψόφῳ ποδὶ βαίνοντα καὶ μὴ σκηνο‐
110βατοῦντα τὴν κίνησιν. εἰ δὲ μὴ οὕτω τις ἐμμετεωρισθείη, ὡς ὑπεραναβῆναι καὶ χρόνον καὶ φύσιν καὶ πρώτην κίνησιν, ἵν’ οὕτως ἴδῃ θεὸν καθαρῶς, ἀπὸ τῶν ψόφων αἰσθάνεται τοῦ θεοῦ· κέκραγε γὰρ τρόπον τινὰ καὶ οὐρανὸς καὶ γῆ τὸν ποιήσαντα καὶ ‘ἀλαλήτοις φωναῖσ‘ ἡ κτίσις ὑπερηχεῖ τὸν θεόν. Τοιοῦτος γέγονε καὶ Ἀδάμ, πρῶτον μὲν αὐτὸν ὁρῶν τὸν θεὸν καὶ μὴ
115ἀπὸ τῶν κτισμάτων τοῦτον συλλογιζόμενος, ἀλλ’ αὐτοφανῶς καταθεώ‐ μενος τὸν γενεσιουργόν. ἐπεὶ δὲ ἀπέσβη αὐτῷ τὸ τοιοῦτον ὄμμα καὶ τῆς πρωΐας ἐκπέπτωκε καὶ τῆς καθαρᾶς τοῦ ἡλίου ἀνατολῆς ἐν αὐτῇ τῇ μεταπτώσει, ἥτις δειλινὸν τροπικῶς κατωνόμασται, ἀπὸ τῶν ἐκτὸς ψόφων ᾐσθάνετο τοῦ θεοῦ. ἐνενόει γάρ, ὡς εἰκός, ὅτι· πόθεν οὕτως τὸ καλὸν284
120τοῦτο χωρίον ἐπὶ τῆς γῆς ἵδρυται; τίς ὁ θριγγίοις τοῦτο περιβαλὼν καὶ τοῖς φυτοῖς περιζώσας καὶ κυκλώσας εὐφυῶς καὶ τὰ μακρὰ ταῦτα ῥιζώσας δένδρα καὶ αὐτομάτως εἰς καρπῶν διαρρήξας γονάς; πόθεν δὲ ἥλιος μὲν αὐγάζει καὶ ἀμείωτον ἔχει τὸ φῶς, ὁ δὲ ἐλάττων ἀστὴρ ἡ σελήνη ὅτε μὲν αὐτῷ συνοδεύει, ἀποπεφώτισται τὸ κάτωθεν ἡμισφαίριον, ὅταν δὲ κατὰ
125διάμετρον γένηται, πλησιφαής ἐστι καὶ πανσέληνος; πῶς δὲ τὰ μὲν ἐνδέδεται τῶν ἄστρων καὶ τῷ παντὶ περιφέρεται, τὰ δὲ προποδισμοῖς καὶ ἀναποδισμοῖς πρός τε τὰ ἡγούμενα καὶ τὰ ἑπόμενα τὴν ἐν τῷ οὐρανῷ χορεύει χορείαν, καὶ δύο μὲν αὐτῶν ἧττον ἀφεστήκατον τοῦ ἡλίου, τὰ δ’ ἄλλα ἄνωθεν κάτεισι κάτω ἀπὸ τῆς πρώτης βαθμίδος εἰς τὴν τετάρτην
130καὶ κάτωθεν ἄνω ἀπὸ τῆς τετάρτης εἰς τὴν πρώτην, καὶ ἄνωθεν μὲν κάτω κινούμενα ὑποποδίζει καὶ ἐλλείπει, εἶτα στηρίζει, κάτωθεν δὲ ἄνω προ‐ ποδίζει καὶ προλαμβάνει; ἆρά γε αὐτόματος τούτων ἡ κίνησις; ἀλλ’ ἡ τάξις πόθεν; ἀλλ’ αὐτὰ τοῖς πᾶσιν ἐφέστηκε; καὶ ἡ κίνησις διὰ τί; δεῖται γὰρ τὸ κινούμενον τοῦ κινοῦντος. ἄλλη τις ἄφατος φύσις ἡ ταῦτα δημιουρ‐
135γήσασα, ἥτις δὴ καὶ πρὸ τῶν πάντων ἐστὶ καὶ τοῖς πᾶσιν ἐφέστηκε καὶ ‘καρδίασ‘ ὁρᾶ ‘καὶ νεφροὺς ἐξετάζει‘ καὶ τὴν ἐμὴν πλημμέλειαν οὐκ ἠγ‐ νόησεν. ὁρᾷς ὅπως ἀπὸ τῶν περὶ τὴν κτίσιν ψόφων τῆς τοῦ θεοῦ παρουσίας ᾐσθάνετο; Ἀλλ’ ἐπειδὴ κἀκεῖνος ἐκρύβη ἀπὸ τοῦ θεοῦ, μηδὲ ἡμεῖς προσωτέρω
140τοῦ λόγου βαδίσωμεν· οὐ γάρ ἐσμεν σεμνότεροι τοῦ προπάτορος· εἰ γὰρ ἐκεῖνος συμβολικὴν ἐπιστασίαν οὐκ ἤνεγκε τοῦ θεοῦ, πῶς ἡμεῖς ὑπενέγκοι‐ μεν τὴν ἐν τῷ λόγῳ διακαθαιρομένην κίνησιν τοῦ θεοῦ; διὰ ταῦτα ἐν‐ ταῦθα τοῦ λόγου γενόμενοι, ἐς νέωτα τὴν τῶν ἐπιλοίπων ἐξήγησιν σα‐
φηνίσομεν.285

73

(1t)

[Εἰ]ς τὰ ὑποκείμενα ῥητὰ τοῦ ἑπτακαιδεκάτου ψαλμοῦ
2 ‘Ἀνέβη‘ φησί ‘καπνὸς ἐν ὀργῇ αὐτοῦ, καὶ πῦρ ἀπὸ προσώπου αὐτοῦ καταφλεχθήσεται. ἄνθρακες ἀνήφθησαν ἀπ’ αὐτοῦ, καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη, καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ, καὶ ἐπέβη ἐπὶ χερουβεὶμ
5καὶ ἐπετάσθη, ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων, καὶ ἔθετο σκότος ἀπο‐ κρυφὴν αὐτοῦ. κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ, σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων. ἀπὸ τῆς τηλαυγήσεως ἐνώπιον αὐτοῦ αἱ νεφέλαι διῆλθον.‘ Ἃ μὲν ἠρωτήκατε ταῦτα· ἔστι δὲ ταυτὶ τοῦ κατὰ τὴν οἰκονομίαν μυ‐ στηρίου συγκεφαλαίωσις, οὐ μόνον δέ, ἀλλὰ καὶ αἰτία σαφής, δι’ ἣν
10καθ’ ἡμᾶς ὁ κύριος γέγονε, τῶν τε δύο διαθηκῶν διασάφησις ἀκριβὴς καὶ ὅπως ἡ δευτέρα τὴν πρώτην δ[ιηγ]κωνίσατο. δεῖ δὲ ὑμᾶς ἐφιστάνειν καὶ τῷ ὕφει τῆς ἀναγνώσεως· τὰ μὲν γὰρ κατὰ σύνδυο ἀναγνωστέον ἡμῖν κόμματα, τὰ δὲ κατὰ πλείονα. οὕτω γοῦν ἀναγινωσκέσθωσαν οἱ χρησμοί, ταυτὶ μὲν συνάμα, ‘ἀνέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ, καὶ πῦρ ἀπὸ προσώπου
15αὐτοῦ καταφλεγήσεται‘· αὖθίς τε ἀπ’ ἄλλης ἀρχῆς, ‘ἄνθρακες ἀνήφθη‐ σαν ἀπ’ αὐτοῦ, καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη‘. τὰ δὲ ἄλλα οὐχ οὕτως, ἀλλ’ ἢ καθ’ ἓν ἢ συμπεπλεγμένως· οὐ γὰρ δεῖται θάτερον θατέρου. ἀλλὰ τὸ μὲν ‘ἀνέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ‘, ἵν’ ἐν βραχεῖ τὸ πᾶν δηλώ‐ σαιμι, τὴν αἰτίαν ἡμῖν παριστᾷ τῆς τοῦ κυρίου ἐνανθρωπήσεως· τὸ δὲ
20‘ἔκλινεν οὐρανοὺς καὶ κατέβη‘ αὐτὸ δηλοῖ τὸ μυστήριον· τὸ δὲ ‘ἐπὶ χερουβεὶμ ἐπετάσθη καὶ ἐπὶ πτερύγων ἀνέμων‘ τὴν εἰς οὐρανοὺς αὐτοῦ μετὰ τὴν ἀνάστασιν διασαφεῖ ἄνοδον· τὸ δὲ διεληλυθέναι ‘τὰς νεφέλας ἀπὸ τῆς τηλαυγήσεως αὐτοῦ‘ τήν τε τῶν σκιῶν δηλοῖ παραδρομὴν καὶ τὴν τῆς ἀληθείας φανέρωσιν.
25 Ἀλλ’ ἐπὶ τὴν ἀρχὴν τοῦ λόγου ἐπανιτέον ἡμᾶς. ‘ἀνέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ‘· δικαστής ἐστιν ὁ θεός, καὶ δικαστῶν ἁπάντων ὁ δικαιότατος· δίκη γὰρ αὐτόχρημα καὶ θέμις ἐστὶ καὶ δικαιοσύνης ὑπεροχή. δικαστοῦ δὲ οὐ τὰς ἀμφισβητήσεις μόνον διαλύειν, ἀλλὰ καὶ τῷ δικαίῳ χρῆσθαι
κατὰ τῶν ἠδικηκότων θυμῷ καὶ οἷον πῦρ ἀποσπινθηρίζειν ἐν οἷς κατὰ286
30τῶν παρανομούντων ἀποφαίνεται. ἀλλ’ εἴωθε φυσικῶς πρὸ τοῦ πυρὸς καπνός τις ἐπεγείρεσθαι, ἀφ’ οὗ δὴ τὴν φλόγα σημαινόμεθα. ἐπεὶ οὖν ἠδικήθημεν ἡμεῖς τῆς πατρῴας ἀπελαθέντες γῆς, φημὶ δὴ τῆς Ἐδέμ, ἠδίκησε δὲ ὁ ἀρχέκακος ὄφις, μᾶλλον δὲ ὁ ἐν τούτῳ συστησάμενος τὴν καθ’ ἡμῶν μηχανήν, ἀμφοῖν δὲ κρινομένοιν ὁ τῆς ‘δικαιοσύνησ‘ ἐδίκαζεν
35‘ἥλιοσ‘, ὁ ἀπαραλόγιστος δικαστὴς ὠργίσθη δικαίῳ θυμῷ κατὰ τοῦ ἠδικηκότος ἡμᾶς, ἀντέχεται γὰρ καὶ μετὰ τὴν καταδίκην τοῦ πλάσματος. ὀργιζομένῳ δὲ καὶ οἷον ἤδη πυρακτουμένῳ κατὰ τοῦ πονηροῦ, ‘καπνὸς ἀνέβη ἐν ὀργῇ αὐτοῦ‘. τίς δὲ ὁ καπνός; ἡ τοῦ πονηροῦ ἐπίσχεσις δαίμονος. τὸ μὴ ἐᾶν αὐτὸν ὅλῃ καθ’ ἡμῶν τῇ δυνάμει χρῆσθαι. ‘ἀνέβη‘ οὖν ὁ ‘κα‐
40πνὸς ἐν ὀργῇ αὐτοῦ‘· καπνὸν νοήσεις καὶ τὴν τοῦ μυστηρίου πρὸ τῶν αἰώνων ἀφόρισιν, καὶ τὴν τοῦ Μωσαϊκοῦ νόμου παράδοσιν, καὶ ὅσα δέ‐ δοκτο τῷ θεῷ ἐπὶ σωτηρίᾳ μὲν ἡμῶν, ἀπωλείᾳ δὲ τοῦ πονηροῦ δαίμονος. τοῦτο μὲν ὡς ἤδη γεγονὸς ἐγνωκὼς ὁ προφήτης ἐπὶ παρῳχηκότος χρόνου ἐσχηματίσατο· ἐπεὶ δὲ ταῦτα μὲν οἷον καπνός, ἡ δὲ μέλλουσα τηνικαῦτα
45συγκατάβασις ἀποτελεύτησις τοῦ καπνοῦ καὶ οἷον πῦρ, οὔπω δὲ ἐγεγόνει ἐν τοῖς χρόνοις Δαυίδ, ἔμελλε δὲ γίνεσθαι, προφητικώτατα πάντῃ τὸ μέλ‐ λον ἀπεχρησμῴδησεν ὁ Δαυίδ. ‘Καὶ πῦρ‘ γάρ φησιν ‘ἀπὸ προσώπου αὐτοῦ καταφλεγήσεται‘. ὁρᾷς ὡς τὰ μὲν προηγησάμενα ὡς ἤδη γεγονότα ἀπήγγειλε, τὰ δὲ ἐπακολουθή‐

73

(50)

σαντα ὡς μέλλοντα ἐταμιεύσατο; εἰ γὰρ ἀνέβη καπνός, ἕψεται καὶ τὸ πῦρ· εἰ δὲ καπνὸς ἡ μετρία τοῦ δαίμονος ἐποχὴ καὶ ἡ σύμμετρος ἡμῖν σωτηρία, πῦρ πάντως ἡ παντελὴς ἐκείνου διαφθορὰ καὶ ἡ τελεία πύρωσις ἡμῶν καὶ κάθαρσις. ἀλλ’ ὅρα ὅπως καὶ τοῦτο σαφέστατα εἴρηκε· ‘πῦρ‘ γάρ φησιν ‘ἀπὸ προσώπου αὐτοῦ καταφλεγήσεται‘. ἓν γὰρ πρόσωπον
55καὶ μετὰ τὴν σάρκωσιν ὁ υἱὸς τοῦ θεοῦ, ὁ εἷς τῶν τριῶν ὑποστάσεων, ὃς δὴ καθ’ ὑπόστασιν ἡμᾶς ἑαυτῷ ἑνώσας, πρόσωπον ἓν καὶ μετὰ τὴν ἄρρητον ταύτην ἕνωσιν ἔγνωσται· ἀπὸ τοῦ προσώπου αὐτοῦ πῦρ καταφλε‐ γήσεται, τουτέστιν ἀπὸ τῆς μιᾶς αὐτοῦ ὑποστάσεως, ἣν δὴ ἀναλλοίωτον ἐν τῇ τῆς σαρκὸς ἑνώσει τετήρηκε. καὶ ἡ ἱστορία σαφὲς τὸ πρᾶγμα δηλοῖ·
60‘τί‘ γὰρ ‘ἡμῖν καὶ σοί‘, φασίν, ‘υἱὲ τοῦ θεοῦ; ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς;‘ καὶ αὖθις, ‘κέλευσον ἡμῖν ἀπελθεῖν εἰς τὴν ἀγέλην τῶν χορίων‘. ὥσπερ ὑπὸ πυρὸς διωκόμενος ἢ οὕτως εἰπεῖν καταπιμπράμενος, οὐκέτι ὦπτο τῷ τέως πειραζόμενος θεῷ· πειρασθεὶς γὰρ τῆς ἀπὸ τοῦ προσώπου αὐτοῦ πεμπομένης φλογός, οὐκέτι δευτέραν πεῖραν προσήνεγκε. καταπέ‐
65φλεκται δὲ καὶ ἐν ἡμῖν τῶν ἀντικειμένων δαιμόνων ἡ σύμπασα δύναμις καὶ
βραχεῖά τίς ἐστιν αὐτοῖς ἡ καθ’ ἡμῶν κίνησις. ἐοίκασι γὰρ ὄφει τὴν μὲν κεφαλὴν συντριβέντι καὶ τὴν πολλὴν ἀποβεβληκότι δύναμιν, σπαίροντι δὲ τῷ οὐραίῳ καὶ δεδιττομένῳ τὸν νηπιάζοντα· ὡς εἴ γε ἡμεῖς ἀνδρεῖον ἔχοιμεν φρόνημα καὶ κατὰ τὸ θεανδρικὸν τοῦ κυρίου πολιτευόμεθα εὐαγ‐287
70γέλιον, παιδιὰ τοῦτο δόξει καὶ οἷον ἀληθείας ὑπόκρισις. ἐπειδὰν γὰρ πᾶσαν τὴν κτίσιν κινήσωσιν ἐφ’ ἡμᾶς καὶ ὄρεσιν ἑαυτοὺς ἀπεικάσωσιν ἢ ἀκρω‐ τηρίοις μεγάλοις, ‘θάλασσά τε ἠχήεσσα‘ δόξωσιν ἢ σύες ὁμόσε χωροῦντες ἢ βρυχόμενοι λέοντες ἢ συρίττοντες δράκοντες, εὐθύς τε τὸ τοῦ σταυροῦ σημεῖον τεθέανται καὶ ὡς ὑπό τινος ἀφανοῦς δυνάμεως ἀπελαυνόμενοι,
75οἱ τέως ὑπέρογκοι καὶ τοῖς μεγάλοις σώμασιν ἀπεικασμένοι ταπεινοὶ καὶ εὐμετάπτωτοι γίνονται. σὺ δὲ βούλει μαθεῖν ἀνθ’ ὅτου μὴ πάντῃ κατηνθρακώθησαν; ἵνα μὴ ἄφετος μείνῃς καὶ πάντῃ ἐλευθεριάζων τῷ βίῳ, ἵνα στεφανίτης ἀναδειχθῇς πρὸς πολεμίους μαχόμενος, ἵνα σοι τὸ διπλοῦν φανεῖται τῆς προαιρέσεως, ἵνα μὴ τῇ μορφῇ τοῦ κυρίου μόνῃ,
80ἀλλὰ καὶ τῇ σῇ ψυχῇ, τὴν ἰδέαν ἐκείνου εἰκαζούσῃ, καταπολεμηθῇ ὁ πολέμιος. ‘Ἄνθρακες ἀνήφθησαν ἀπ’ αὐτοῦ, ἔκλινεν οὐρανοὺς καὶ κατέβη‘. ὅρα τὴν ἀκολουθίαν τῶν λέξεων· ‘καπνὸσ‘ προηγήσατο, ἐπηκολούθησε μετὰ ταῦτα τὸ ‘πῦρ‘, εἶτ’ ‘ἀνήφθησαν ἄνθρακεσ‘ καὶ ‘ἔκλινεν οὐρανοὺς καὶ
85κατέβη‘. ἀλλὰ τίς ἡ τῶν δύο τούτων πρὸς τὰ ἠγορευμένα διαφορά; ἐγώ φημι ὅτι τὸ μὲν ἀναβεβηκέναι τὸν καπνὸν καὶ τὸ ἀναφθῆναι τοὺς ἄνθρακας ἀμφότερα τῆς πρώτης τοῦ κυρίου παρουσίας προοίμια, τὸ δὲ ἀναφλεγῆναι τὸ πῦρ καὶ τὸ καταβεβηκέναι τὸν λόγον τοὺς οὐρανοὺς κλίναντα αὐτῆς δὴ τῆς κατὰ σάρκα θεοφανείας αὐτοῦ ἐναργέστατα μηνύματα πέφυκε· πλὴν
90ὅσον ὁ μὲν καπνὸς πορρώτερον αἴτιον τῆς τοῦ κυρίου συγκαταβάσεως, τὸ δὲ ἀναφθῆναι τοὺς ἄνθρακας ἐγγύτερον καὶ προσεχέστερον. ὥσπερ γὰρ ἐπὶ τῆς κάτω φλογώσεως δεῖ πρῶτον καπνὸν ἀναβῆναι τῆς ἐμπιπραμένης ὕλης, τοῦ πυρὸς τὸ ἐγκείμενον τῆς ὕλης ὑγρὸν εἰς ἀτμοὺς διαλύοντος, εἶτα μεταποιηθῆναι τὴν ὕλην εἰς ἰδέαν πυρός, καὶ τότε ἐξαφθῆναι τὴν φλόγωσιν,
95οὕτω δὴ καὶ ἐπὶ τῆς τοῦ κυρίου κατὰ τοῦ πονηροῦ δαίμονος ὀργίλου κινή‐ σεως τὸ μέν τι αὐτοῦ καπνῷ εἴκασται, ἡ πορρωτάτη τοῦ μυστηρίου προπαρασκευή, τὸ δέ τι ἄνθραξιν ἀνημμένοις, ὅπερ ἐστὶν ἡ προσεχὴς αὐτοῦ πρὸς τὸ μυστήριον πάροδος· ἀλλ’ ὁμοῦ τε ἀνήφθη τῷ ὑπὲρ ἡμῶν πυρὶ θερμανθεὶς οἷον τὴν φύσιν, καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη.

73

(100)

ἀλλ’ ἄνω μὲν ‘πῦρ καταφλεγήσεται‘, ἐνταῦθα δὲ οὔ φησι ‘κλινεῖν‘ αὐτὸν ‘τοὺς οὐρανοὺς καὶ καταβῆναι‘, ἀλλὰ θεοπτικώτατος ὁ προφήτης γενό‐ μενος, ὡς γεγονὸς εἶδε τὸ μέλλον. ὅθεν οὐδὲ συμβολικῶς αὐτὸ τῷ
[...40...]κεν, ἀλλ’ ἀριδήλως τε καὶ σαφῶς. Τί δὲ ἔδει αὐτὸν ‘καταβαίνοντα κλῖναι [...38...] αὐτῶν οἷον κοιλαν‐288
105θείσης, καὶ πῶς ἐντεῦθεν διαβέβηκε πρὸς ἡμᾶς; οὐδὲν γὰρ [...34...] μὴ καταβέβηκεν, ἐκείνων μεινάντων ἐπὶ τοῦ σχήματος. οἶμαι οὖν ἄλλο τι δηλοῦ[...32...] φησὶ κατεληλυθέναι τὸν κύριον πρὸς ἡμᾶς, ὥστε λαθεῖν ‘τὰς ἀρχὰς καὶ τὰς ἐξουσίασ‘ [...30...] ὠνόμασεν ‘οὐρανῶν‘. οὐ γὰρ ἔδει αὐτὸν μετὰ νεφῶν καὶ βροντῶν ἐκεῖθεν συρραγῆναι πρ[...28...]
110καὶ προσουδίσαι τῇ γῇ, ἵνα λάθῃ τὴν κένωσιν, ἥ τι ἀδιαστάτως καὶ ἀχρόνως πρὸς τὴν κ[...25...], οὐ διὰ μέσου ἀέρος χωρήσας, ἵνα κατὰ κενοῦ δράμῃ τοῦ παντός, ἀλλ[...23...]μη τῷ βουλήματι τὸ θεῖον τῆς οἰκονομίας μυστήριον. ἢ ‘οὐρανοὺσ‘ ἐνταῦθα οἰητέον κ[...20...]στον τῆς ὑποστάσεως τὸ ἄρρητον καὶ ὑπεράρρητον, ἃ δὴ πάντα ὥσπερ οὐρα‐
115νοὺς κλίνας [...20...] οὐκ ἀπηνήνατο ἐσχατιάν. ‘Καὶ γνόφοσ‘ φησίν ‘ὑπὸ τοὺς πόδας αὐτοῦ‘. οὐ γὰρ ἐπειδὴ [...15...]‐ κεν, ἤδη καὶ γνωστὸς ἡμῖν παντάπασι γέγονεν. ἀλλ’ ὅτι μὲν τὴν ἡμετέραν φύσιν ἐνεδύσατο καὶ ἄνθρωπος ἐχρημά[τισε] τέλειος, ἐξ αὐτῶν τε τῶν πραγμάτων καὶ τῶν προφητικῶν ἐγνώκαμεν ῥήσεων, ὅπως δὲ τὸ κυρίως
120ὂν συνήφθη τοῖς μὴ οὖσιν ἡμῖν καὶ ἡ ὑπὲρ τὸ πᾶν φύσις ἐν μικροῖς ἐχωρήθη μέρεσιν, ὅπως τε καὶ σύμπασα θεότης ἐν τῷ ἑνὶ [καὶ ἡ ὅ]λη ἀνθρωπότης συνήνωνται, οὔπω ἐγνώκαμεν, ἀλλ’ οὐδὲ γνωσόμεθα, ἕως τούτῳ τῷ παχεῖ καλυπτόμεθα σώματι. εἰ [γὰρ Παῦ]λος ἐν ‘ἐσόπτροισ‘ ἔτι βλέπει καὶ ‘ἐν αἰνίγμασι‘ καὶ τὴν ἐκ μέρους γνῶσιν εἴληφεν, οὔπω δὲ τὸ τέλειον
125ἔσχε, Παῦ[λος ἐκεῖ]νος ὁ τῶν ἀθεάτων θεατὴς καὶ τῶν ἀρρήτων ἀκροατής, ὁ παροικῶν τῇ σαρκὶ διὰ τὴν τῶν καταρτιζομένων ὠφέλειαν, [πῶς] ἡμεῖς, οἱ μηδὲν ὑπὲρ τὸ σῶμα φαντασθῆναι δυνάμενοι, γνωσόμεθα τοῦ μυστηρίου τὴν δύναμιν; ‘Ἔθετο σκό[τος] ἀποκρυφὴν αὐτοῦ‘. οἷον ἀχλύν τινα κατέχεε τῶν
130ἡμετέρων ὀφθαλμῶν ἀποκρύπτουσαν τοῦτον καὶ συγκαλύπτουσαν. ‘καὶ γνόφος ὑπὸ πόδας αὐτοῦ‘. μή σε παρέλθῃ ὁ σύνδεσμος τοῦ λόγου προτεθειμένος· οὐ γὰρ μόνον ἀθέατος καὶ ἀκ[ατα]νόητος πρὶν ἢ τὴν ἡμετέραν φύσιν ἑαυτῷ συνενῶσαι, ἀλλὰ ‘καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ‘, τουτέστι καὶ ἐν αὐτῇ τῇ κενώσει, [ἣν] δὴ τροπικῶς ὁ προφήτης
135πόδας ὠνόμασε, γνόφος ἄπειρος κέχυται. ἀλλ’ ἡμῖν μόνοις; οὐμενοῦν, ἀλλὰ καὶ αὐταῖς ταῖς σεραφικαῖς τάξεσιν. οὐχ ὁρᾷς ὅπως ταύτας Ἰεζεκιὴλ τεθέαται ὁ μακάριος ‘ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβάρ‘; ἓξ αὐτῷ πτέρυγες αἱ τῶν σεραφεὶμ φύσεις διατετυπωμέναι ὤφθησαν, ἀλλ’ ‘ταῖς δυσὶ‘ μό‐ ναις ‘ἐπέταντο‘· αἱ δ’ ἄλλαι τί; ‘αἱ‘ μὲν ‘δύο τὰ πρόσωπα‘ αὐτοῖς ‘κατ‐289
140εκάλυπτον, αἱ δὲ δύο τοὺς πόδασ‘ περιεπτύσσοντο, τί ἐντεῦθεν δηλοῦντος τοῦ λόγου; διὰ μὲν τοῦ προσώπου τὴν τριαδικὴν θεολογίαν, διὰ δὲ τῶν ποδῶν τὴν θεανδρικὴν τοῦ θεοῦ λόγου ἐπιφάνειαν, ἃ δὴ καὶ τοῖς σερα‐ φεὶμ συγκαλύπτεται. ‘Καὶ ἐπέβη ἐπὶ χερουβεὶμ καὶ ἐπετάσθη, ἐπετάσθη ἐπὶ πτερύγων ἀν[έ‐
145μων.]‘ τὰ δὲ χερουβεὶμ ταῦτα ἡ Ἑλληνικὴ ἀπαγγελία ἐξέτεινεν, ἐπεὶ ὁ Ἑβραῖος χερουβὶμ αὐτὰ ὀνομάζει. δύναται δὲ ὁ λόγος τὸν ἐμπρησμόν· ἐμπρηστὰς γοῦν αὐτοὺς οἱ λογιώτεροι τῶν Ἰσραηλιτῶν ἔτι κατονομά‐ ζουσιν, οἷον ἐμπιπραμένους ὑπὸ τῆς θείας φλογώσεως καὶ ὅλον τὸ ἐκεῖθεν ὑποδεχομένους πῦρ καὶ ἀκάθεκτον τὴν πρὸς τὰ ἄνω φορὰν ἔχοντας·

73

(150)

τούτοις γοῦν πρώτοις τὸ θεῖον ἐνορᾶται φῶς, ἐφ’ ὧν δὲ καὶ ὁ θεῖος λόγος ἐποχηθεὶς μετὰ τὴν τοῦ μυστηρίου συμπλήρωσιν πρὸς τὸν πατέρα ἐπ‐ ανελήλυθεν, ὁ μηδέποτε τοὺς ἐκείνου κόλπους ἀφείς. ‘ἐπέβη‘ οὖν ‘ἐπὶ χερουβεὶμ καὶ ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων‘. ἀλλὰ πῶς ἐπ’ ἐκείνων μὲν ἐπέβη, ἐπὶ τούτων δὲ ἐπετάσθη; ὅτι ἐκεῖνο μὲν ἦν, τοῦτο δὲ ἐδείκνυτο·
155οὐ γὰρ δὴ καὶ τεθέατο τοῖς ἀποστόλοις τοῖς χερουβεὶμ ἐποχούμενος, ἀλλὰ διὰ μέσου τοῦ ἀέρος φερόμενος καὶ οἷόν τις κούφη φύσις πτέρυξιν ἀνέμων ἐπὶ τὸ ἄναντες κουφιζόμενος. ‘Καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ‘. οὐ γὰρ ἔτι μετὰ σαρκὸς ὡμίλησε τοῖς ἀνθρώποις· ἀλλ’ ἣν μὲν προσελάβετο φύσιν οὐκ ἀπέθετο οὐδ’ ἀπο‐
160θήσεται πώποτε (οὐ γὰρ ἐντεῦθεν προσθήκη τις τῇ τριάδι προσεγένετο), οὐ μέντοι γε μετὰ τὴν εἰς οὐρανοὺς ἄνοδον πάλιν ἐπὶ γῆς διατριβὰς ἐποιήσατο, ἀλλ’ εἰς ἑαυτὸν οἷον ἀποκαταστάς, ἀφανῆ πεποίηκεν, οὐκέτι τοῖς πολλοῖς ὁρώμενός τε καὶ γνωριζόμενος. τὴν γοῦν τοιαύτην ἀορασίαν ἀποκρυφὴν καὶ σκότος ὁ προφήτης ὠνόμασε.
165 ‘Σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων, κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ‘. σκηνὴν ἐνταῦθα αὐτὴν τὴν προσειλημμένην φύσιν νοήσεις, ἐν ᾗ ὥσπερ ἐν οἰκίσκῳ τινὶ κατῴκησεν ὁ θεός. ταύτην οὖν φησι κύκλῳ αὐτοῦ εἶναι, τουτέστι τοῖς μὲν ἄλλοις ἀθέατον, περὶ αὐτὸν δὲ μόνον φαίνεσθαι, οὐχ ὡς ἔξω αὐτοῦ, ἀλλ’ ὡς προσπεφυκυῖαν αὐτῷ. ‘κύκλῳ αὐτοῦ ἡ σκηνὴ
170αὐτοῦ‘. τὸ κατὰ κύκλον προσειλημμένον ὑπό τινος οὐ τὸ μὲν αὐτοῦ πε‐
ριέχεται, τὸ δὲ ἐκτὸς τοῦ κύκλου μεμένηκεν, ἀλλ’ ὅλον ἐνδότατον πέφυ‐ κεν. ἵν’ οὖν ὁ λόγος ἐνδείξηται ὡς ὅλος ἡμῖν ἡνώθη ὁ θεὸς λόγος καὶ τὸ βραχὺ τῆς φύσεως ἡμῶν μόριον τὴν ἀμερῆ καὶ ἀπερίληπτον οὐσίαν αὐτοῦ συμπεριείληφε, κατὰ κύκλον φησὶν αὐτῷ ἑστάναι τὴν σκηνὴν αὐτοῦ.290
175 ‘Σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων‘. τοῦτο οἷον οὐ πάνυ σπουδάζοντός ἐστι τοῦ προφήτου, ἀλλ’ ἡμῶν καταπαίζοντος. ἐπεὶ γὰρ ἔφησεν ἀνεληλυ‐ θέναι μὲν τὸν κύριον πρὸς οὐρανούς, οὓς δὴ καὶ καταβέβηκε κλίνας, μη‐ κέτι μέντοι γε θεατὸν μετὰ τὴν ἄνοδον εἶναι, ὥς τινος διαποροῦντος, ‘καὶ πῶς οὐ θεαθήσεται, φανοτάτου τοῦ ἀέρος τυγχάνοντος, ᾧ δὴ καὶ τἆλλα
180ὁρῶμεν καὶ γινώσκομεν;‘ ἐπήνεγκε, ‘σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων‘, ὅτι μὴ οἴου πάντα τὸν ἀέρα τυγχάνειν διαφανῆ. εἰ γὰρ καὶ τὴν φύσιν τοιοῦτός ἐστιν, ἀλλ’ ἐν ταῖς νεφέλαις, καθ’ ἃς δὴ πρὸς ἑαυτὸν συνθλιβό‐ μενός τε καὶ συμπνιγόμενος τὸν ὑετὸν ἡμῖν ἀποστάζει, πυκνός ἐστι καὶ σκοτεινός, τοῦτο μὲν διὰ τὴν τῶν μερῶν αὐτοῦ πρὸς ἄλληλα σύνθλιψιν
185καὶ τὴν τοῦ ἐν αὐτῷ νέφους παχύτητα, τοῦτο δὲ διὰ τὸ μὴ διικνεῖσθαι δι’ αὐτοῦ πρὸς ἡμᾶς τὸ τοῦ ἡλίου φῶς. Εἰ δέ τις τοῦτο οὐκ ἀποδέχοιτο ὡς γλαφυρὸν μέν, βεβιασμένον δέ, ἐροῦμεν τὸν ἀληθέστατον λόγον. ἐπεὶ γὰρ εἰρήκει ἄνω ὅτι ἀποκέκρυπται ἡμῖν ὁ θεὸς παντάπασι καὶ οὐκ ἔστιν ἴχνος οὐδὲ βραχὺ τῆς αὐτοῦ καταλή‐
190ψεως, πολλοὶ δὲ τοῖς προφητικοῖς λόγοις προσομιλοῦντες ᾤοντο ἐντεῦθεν κατειληφέναι τὸν κύριον, πρὸς τούτους ἐμβριθῶς διατείνεται ὅτι ‘σκοτει‐ νὸν ὕδωρ ἐν νεφέλαις ἀέρων‘. νεφέλαις μὲν γὰρ ἐν ἀέρι τοὺς προφήτας ἀπείκασεν, ὕδατι δὲ τὴν αὐτῶν περὶ τοῦ κυρίου προκήρυξιν· ἀλλ’ οὐ διαφανὲς τὸ ὕδωρ τοῦτο, ἀλλὰ σκοτεινὸν καὶ δύσοπτον καὶ τὸ ὅλον
195δυσκατανόητον. ‘ἐκδικήσω‘ γάρ φησιν ὁ προφήτης Ὠσηέ ‘τὸ αἷμα τοῦ Ἰεσράελ ἐν τῇ κοιλάδι‘. τοῦτο δὲ τὴν κατὰ τῶν σταυρωσάντων τὸν κύριον ὑπαινίττεται κόλασιν· Ἰεσράελ γὰρ κατὰ τὴν Ἑβραΐδα διάλεκτον ‘σπορὰ θεοῦ‘ ἑρμηνεύεται. ὁρᾷς ὅπως σκοτεινὸν τὸ ὕδωρ ἐν ταῖς τῶν ἀέρων νεφέλαις; ‘ψαλμόσ‘ φησὶν ὁ Δαυίδ ‘τῷ Δαυὶδ ὑπὲρ τῶν κρυ[φίων τοῦ

73

(200)

υἱοῦ‘. ... 25 ...], τῆς ἀπορρήτου φιλοσοφίας πυνθάνου. ‘Ἀπὸ τῆς τηλαυ[γήσεως ἐνώπιον αὐτοῦ αἱ νεφέλαι διῆλθον‘]. ὅτε
ἤκμαζεν ἡ σκιὰ καὶ τὸ σκοτεινὸν ὑπερίσχυε γράμμα τὸ ἀπο[...35...]σ̣ίαι ἐπὶ τῆς θείας σπονδίας καὶ ζῳοθυσίαι τῷ ζωοποιῷ λόγῳ [...30... ‘στηθύ]νιον‘ μὲν ὁ ἱερεὺς καὶ ‘λοβὸν‘ ἐλάμβανεν ‘ἥπατοσ‘, τὰ δ’ ἄλλα291
205πυρὶ ‘κατε[καίετο‘, τὸ δ’ αἷμα τῇ τοῦ θυσιαστηρ]ίου προσεχεῖτο φλιᾷ. ἀφ’ οὗ δὲ Χριστὸς κατελήλυθεν, ‘ἐνώπιον αὐτοῦ [αἱ νεφέλαι‘ ...20...] τοῦ σκοτεινοῦ παρεληλύθεισαν γράμματος, ὥσπερ τινὸς ἡλίου φανότερον [...28...]όμενος τὴν μὲν σκιὰν ἔπαυσε, τὴν δὲ ἀλήθειαν ἀντεισήνεγκε, καὶ τὴν μὲν σάρ[κα ...25...] περιττὰ τῆς ψυχῆς· καὶ ζύμῃ ἐπὶ τῆς τῶν
210ἄρτων ὀπτήσεως χρώμενοι ‘ἐν ἀζύ[μοισ‘ ...20...] προσαγόμεθα· πνοῆς δὲ μηδὲ ἓν ἀποστεροῦντες τῶν ζῴων ὅσον ἐπὶ ταῖς θυ[σίαις ...15... τῷ κρ]είττονι. πέπαυται δὲ καὶ τὸ ἱερατικὸν ‘ἀφαίρεμα, ὁ λοβόσ‘, καὶ τὸ ἐπὶ τοῦ στήθους μέρος [...24...] τῆς προήγορος τήν τε καρδίαν καὶ τὴν ἐπιθυμίαν· ταῦτα γὰρ παραδηλοῖ ὅ τε τοῦ ‘ἥπατος [λοβὸσ‘ ...16...]
215ἀμώμητα. προσχέομεν δὲ καὶ τὸ αἷμα τῇ τοῦ θυσιαστηρίου φλιᾷ, τουτέστι τῇ βάσει τῆς πίστεως τὰ ἀκατανόητα τῶν μυστηρίων καταπιστεύοντες·
καὶ ὡς ἀληθῶς ‘ἀπὸ τῆς τηλαυγήσεως ἐνώπιον αὐτοῦ αἱ νεφέλαι διῆλθον‘.292

74

(1t)

Εἰς τὸ ‘ἐπλήσθησαν οἱ ἀπόστολοι πνεύματος ἁγίου καὶ ἤρξαντο λαλεῖν
2tἑτέραις γλώσσαις, καθὼς τὸ πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι‘
3 Πολλοὶ τὸ ἐναντίον, οὗ περὶ τῶν πυρίνων γλωσσῶν ἡ θεολόγος φωνὴ διηρμήνευκε, θαυμάσιον ἥγηνται· καὶ πῶς γάρ, φασίν, οὐ παράδοξον,
5εἰ ἀπὸ μιᾶς καὶ τῆς αὐτῆς φωνῆς πολλαὶ διάλεκτοι ἀνεβλάστανον; ὥσπερ γὰρ ἀπὸ μιᾶς καλάμης τοῦ στάχυος ἀνθέρικές τε καὶ ἀκίδες καὶ θῆκαι καὶ λέμματα. τὸ δὲ μεταλλάττειν τὰς διαλέκτους πρὸς τὴν τῶν ἀκουόντων οἰκείαν φωνήν, τοῦτο καὶ ἀνὴρ πολλαῖς ἐπιπλανηθεὶς πόλεσι καὶ πλείσταις γλώσσαις ἐνωμιληκὼς ποιήσειε. καὶ ἡμεῖς δὲ τεθεάμεθα πολλοὺς τῶν
10καθ’ ἡμᾶς νῦν μὲν Ἀράβιον ἀφιέντας φωνήν, νῦν δὲ κατὰ Φοίνικας ἢ Αἰγυπτίους διαλεγομένους, οἱ δ’ αὐτοὶ καὶ Πέρσαις καὶ Ἴβηρσι καὶ Γαλάταις καὶ Ἀσσυρίοις τὴν γλῶτταν διαμερίζουσιν, οὓς δὴ τῆς μὲν εὐγλωττίας, ὡς ἄν τις εἴπῃ, θαυμάζομεν, οὐ μὴν δὲ τὴν πολλὴν ταύτην φωνὴν σημεῖον θεοφανείας ποιούμεθα. εἰ δέ τις τὴν μίαν διάλεκτον πολ‐
15λαῖς γλώσσαις διαμερίζοι, ὡς καὶ τὸν Φοίνικα ταύτης συνιέναι καὶ τὸν Ἀσσύριον καὶ τὸν Σκύθην καὶ τὸν Αἰθίοπα, τοῦτον ἂν εἰκότως ἐν μετου‐ σίᾳ λογισώμεθα. Ἀλλ’ ὁ μέγας πατὴρ τὸ ἐναντίον τούτου τεθαύμακε, καὶ πάσας ὁμοῦ τὰς διαλέκτους αὐτομάτως τοῖς ἀποστόλοις ἐπιμαρτυρήσας ἄριστα καὶ
20τὴν αἰτίαν προσθείς. εἰ μὲν γὰρ ἐκεῖνοι μιᾷ διελέγοντο γλώττῃ, πολυμε‐ ρῶς δὲ ταύτης οἱ παρόντες ἀντελαμβάνοντο, ἐκείνων ἂν εἰκότως τὸ θαῦμα τῆς ἀντιλήψεως δόξειε, περισπώντων εἰς ἑαυτοὺς τὴν μίαν διάλεκτον κατὰ τὴν οἰκείαν γλῶτταν· εἰ δ’ ὁ πρὸ μικροῦ Ἰουδαῖος μόνον καὶ τὴν Ἰουδαίων μεμαθηκὼς μόνην φωνὴν αὖθις Ἀσσυρίοις τε ὁμιλεῖ κατὰ τὴν
25ἐκείνων γλῶτταν καὶ πάλιν Μήδοις καὶ μετὰ ταῦτα Βαβυλωνίοις, ὧν οὐδὲ τὰ ὀνόματα πάνυ σαφῶς ἠπίστατο, τούτῳ ἂν εἰκότως μόνῳ ἡ θεία προσμαρτυρηθείη ἐπίπνοια, ὡς πολυειδεῖ ἀθρόον ἀναφανέντι καὶ ἀπὸ μιᾶς πηγῆς πολλοὺς διαμεριζομένῳ τοὺς ὀχετούς. διὰ ταῦτα ὁ μέγας οὗτος ἀνὴρ τοῦτο μᾶλλον ἢ ἐκεῖνο θεοφανείας ἠξίωσε.
30 Πῶς δὲ καὶ ἦν μίαν μὲν αὐτοὺς ἀφιέναι φωνήν, πολυειδῶς δὲ ἠκροᾶσθαι τοὺς ἐντυγχάνοντας; εἰ μὲν γὰρ ὕλη τις ἦν αὕτη τοῦ λεκτικοῦ εἴδους, ψοφώδης τις ἦν καὶ μόνον ἐκφύσησις, ἀπὸ μὲν τοῦ πνεύμονος πηγάζουσα κάτωθεν, διὰ δὲ τῆς ἀρτηρίας ἐπὶ τὴν γλῶτταν ἀναπεμπομένη, ὥστε οὐδὲ
κατὰ διάλεκτον ἡ φωνὴ τοῖς ἀποστόλοις ἐπέμπετο, ἀλλ’ ἔδει μόνον ὑπ‐293
35ανοίγειν τὰ χείλη καὶ περιχαίνειν τὸ στόμα, ὥσπερ δὴ πολλάκις ἐγὼ τε‐ θέαμαι τὰς ὀμφαλοτόμους περὶ τὰ τῶν βρεφῶν ποιούσας ἀρτίτοκα ἢ καὶ περὶ αὐτὴν τὴν λεχώ. ἐκεῖναι γάρ, ἐπειδὰν ἡ γεννησαμένη ἢ καὶ τὰ ἄρτι τῆς μήτρας διολισθήσαντα λειποθυμίαις περισχεθῶσιν, ἁπλῶς οὕτω τὰς χεῖρας περὶ τοὺς κροτάφους τιθέασιν, εἶτα δὴ ἐμφυσῶσαι πνευματίῳ
40βραχεῖ οἴονται τὰς δυνάμεις ἀνακαλεῖσθαι. Εἰ μὲν οὖν κατὰ τὴν τοιαύτην τῆς φωνῆς ὕλην ἐφθέγγοντο οἱ ἀπόστολοι, οὐδέν τι διέφερον τῶν φληναφῶν τούτων γραῶν· εἰ δὲ μετὰ τοῦ εἴδους τοῦ λεκτικοῦ ἐποιοῦντο τὴν ὁμιλίαν, ὁποῖον τοῦτο ἦν; εἰ μὲν ὅπερ ἐξ ἀρχῆς ἀπὸ τῆς πυργοποιίας εἰλήφασιν ἤ, εἰ δεῖ πιστεύειν τοῖς λέγουσιν,
45ὃ δὴ καὶ ὁ Ἀδὰμ ἐν παραδείσῳ πρῶτος παρὰ θεοῦ εἴληφε, τί καινὸν τὸν Ἰουδαῖον κατὰ τὴν οἰκείαν διάλεκτον φθέγγεσθαι, ἢ τί πλέον αὐτοῖς ἡ τοῦ πυρὸς γλῶσσα πεποίηκεν; εἰ δὲ πρὸς ἑτέραν μετεποιήθη ἡ γλῶσσα τούτων φωνήν, Ἰβηρικὴν ἢ Ἀσσύριον, διὰ τί τὸ ἐφ’ ἑνὶ θαυμαζόμενον οὐκ ἂν μᾶλ‐ λον κρεῖττον φανείη καὶ ὑψηλότερον ἐπὶ πολλὰς γλώσσας διαμερισθέν;

74

(50)

καὶ ἡμεῖς μέν, εἴ τις ἐπὶ βραχεῖ χρόνῳ Αἰγυπτίαν ἐκμάθοι φωνὴν καὶ ἐθισθείη ἐπ’ ἐνίοις τῶν ἐν ἐκείνοις γραμμάτων ἄνευ γλώττης τῷ πνεύματι μόνῳ προσομιλεῖν, τῆς εὐγλωττίας θαυμάζομεν καὶ τῆς πρὸς τὴν ἄσκησιν ἐπιτηδειότητος· καίτοι τί καινὸν τὸν μαθήσει μέσῃ χρησάμενον εἰδέναι πρὸς ὃ αὕτη φέρει; ἀλλ’ ὅμως ἡμεῖς ἀγάμεθά τε τὸν τῆς ἀλλοτρίας γλώτ‐
55της ἐπήβολον καὶ μετὰ τῶν κρειττόνων ἄγομεν, ὅτι ταχέως μεμάθηκεν. Εἰ δὲ τοῦτο καινόν, ὁ μίαν γλῶτταν εἰδώς, εἶτ’ ἀθρόον ταῖς πάσαις πᾶσι προσφθέγγοιτο, οὔτε προμαθὼν οὔτ’ ἐπιμαθών, οὐ ζηλωτὸς οὗτος ἀνὴρ καὶ μακάριος καὶ κρατὴρ ὄντως ἀκήρατος τῶν μετεώρων ἐπιπνοιῶν; οὐ ‘κάλαμοσ‘ οὗτος ‘γραμματέως ὀξυγράφου‘, πρὸς ὅπερ ὁ γραμματεὺς
60βούλοιτο καὶ τῇ ἐκείνου μόνῃ ῥοπῇ ἀγόμενος καὶ φερόμενος; εἰ γὰρ καὶ ἡ γλῶττα ἐρρύθμισται πρὸς πᾶσαν διάλεκτον, ἀλλ’ οὐκ ἂν οὐδὲ κατὰ μίαν φθέγξοιτο ἄνευ ἀσκήσεως· τοῖς δ’ ἀποστόλοις αὐθωρὸν αἱ πᾶσαι διά‐ λεκτοι ποταμοῦ δίκην διὰ τῆς ψυχῆς ἐπεισρεύσασαι, κρουνηδὸν τῇ γλώττῃ ἀνεστομώθησαν. τίς οὖν ὁ τὴν γλῶσσαν τούτων κινῶν, τίς ὁ μεταβάλλων
65πρὸς τὴν ἑκάστου διάλεκτον; ἡ τῶν φωνῶν ἐπιστήμη; ἀλλ’ οὐδαμοῦ ταύ‐ την μεμαθήκασιν. ἀλλ’ ἡ τῆς ψυχῆς φύσις; καὶ ἔδει γε κατὰ ταύτην πάν‐ τας ἀθρόον τὰ πάντων προσομιλεῖν. ἀλλ’ ὁ νοῦς; ἀλλὰ τούτῳ ἡ φύσις νοε‐ ρῶς ἀντιλαμβάνεσθαι τῶν εἰδῶν, ἀλλ’ οὐχὶ καὶ πρὸς ὁμιλίαν τὰς γλώττας κινεῖν. οὐ τοίνυν δῆλον ὅτι θεία τις ἐνέπνευσε τοῖς περὶ τὸν Πέτρον ἐπί‐
70πνοια, ἣ δὴ ἐν τῇ τῆς ψυχῆς ἀκροπόλει προκαθημένη, ὥσπερ δή τις βασι‐ λίς, πρὸς τὸ ἑαυτῆς βουλητὸν τὴν ὑποκειμένην γλῶτταν μετῆγε καὶ
μετερρύθμιζε; Τοῦτο μὲν οὖν καὶ διηπορήθη καλῶς τῷ πατρὶ καὶ τῆς πρεπούσης τετύχηκε λύσεως. ἐγὼ δὲ ἐκεῖνο προσαπορήσαιμι· ἆρά γε ταῖς τῶν294
75ἐντυγχανόντων διαλέκτοις τὴν γλώσσαν καταλλήλως μετάγοντες οἱ ἀπόστολοι ᾔδεσαν ὅ τι καὶ φθέγγοιντο, ἢ τὴν μὲν τοιάνδε φωνὴν ἔπεμπον, ἀνεπαίσθητοι δὲ ποίου τῶν ἐθνῶν εἴη ἐτύγχανον; ἐπεὶ καὶ ‘ἡ‘ τοῦ Ἀπόλλωνος ‘προφῆτις, τῷ στομίῳ‘ ὡς ὁ λόγος ‘περικαθίσασα‘ περὶ τὸν ‘τριποδικὸν λέβητα‘, ἔχρα μὲν καὶ Πέρσαις, ἔχρα δὲ καὶ Ἀσσυρίοις καὶ
80Φοίνιξι, καὶ πάντα ἐς μέτρα τε καὶ ῥυθμούς, οὓς οὐκ ᾔδει, μετὰ καλλι‐ επείας, ἣν οὐ μεμάθηκεν. ἆρ’ οὖν ἀνεπιστήμονες ἐτύγχανον καὶ οἱ τοῦ Χριστοῦ μαθηταὶ ὧν δὴ προσωμίλουν καὶ διελέγοντο; οὐδαμῶς· τοῦτο γὰρ ἄντικρυς μαινομένων ἐστὶ καὶ τῆς οἰκείας διανοίας ὑποστάντων παράλλαξιν, ὥσπερ δὴ καὶ οἱ μεμηνότες, οὓς δὴ φοιβολήπτους οἱ πάλαι
85ὠνόμαζον, οὔθ’ ὧν ἐθεώρουν οὔτε μὴν ὧν διελέγοντο ἐτύγχανον ἐπιστή‐ μονες, ἀλλ’ ἡ κατ’ ἐκείνους θεοληψία αὐτομάτως αὐτοῖς καὶ τὰς φωνὰς ἀνεδίδου καὶ τὰ ὁρώμενα ἔπλαττεν. οἱ δέ γε περὶ τὸν Πέτρον οὔτε τοῦ οἰκείου ἐξίσταντο λογισμοῦ καὶ μετεῖχον τοῦ κρείττονος, παρ’ οὗ δὴ καὶ ἐπεστομοῦντο πρὸς τὴν νοερὰν ταύτην ἐνέργειαν. ᾔδει τοιγαροῦν ὁ καθ’ ἕνα
90τῶν μαθητῶν ὅτι Πέρσης ὁ προσιὼν αὐτῷ καὶ ὅτι δεῖ τὴν Περσίδα τούτῳ ἀφεῖναι φωνήν, ὅτι τε Μῆδος καὶ ὅτι δεῖ κατὰ Μήδους φθέγγεσθαι. τὸ μὲν οὖν ἀπὸ τῶν σχημάτων διαγινώσκειν τοὺς ἐντυγχάνοντας τῆς οἰκείας ἦν γνώμης τε καὶ συνέσεως, τὸ δὲ καὶ τοὺς μεταμπισχομένους ἀλλοτρίαις στολαῖς ἐπίστασθαι καὶ φθέγγεσθαι, ἣν εἰδεῖεν ἐκεῖνοι φωνήν, τῆς
95ὑψηλοτέρας καὶ κρείττονος καὶ ἦς δὴ τὸ τηνικαῦτα κατηξιώθησαν. Ἀπορῶ δὲ καὶ περὶ τῶν γλωσσῶν, ὅπως δὴ καὶ τεθέανται· καὶ ἵνα πρὸς τὸ καθόλου τὸν λόγον ἀναβιβάσω, φιλοπονώτερον τῇ θεωρίᾳ πρόσειμι, καὶ διαποροῦμαι ὅπως δήποτε σωματικῶς ὁρᾶται τὰ θεῖα, καὶ τίνες αἱ τούτων προβολαί, καὶ τί τὸ ὑπεστρωμένον αὐτοῖς φῶς. ἐπεὶ δὲ δόξαι διτ‐

74

(100)

ταὶ περὶ ταῦτα, αἱ μὲν ἡμέτεραι, αἱ δὲ τῶν ἄκρων Ἑλληνικῶν, δεῖ με ἀμφο‐ τέρας εἰπεῖν πρὸς ὑμᾶς. αἱ μὲν οὖν ἡμέτεραι αὗται. τὸ θεῖον, ὅ τι ποτέ ἐστιν, ἀσώματον ὄν, πρὸς τὰς τῶν ὑποδεχομένων δυνάμεις τὰς οἰκείας θεοφανείας ἀδρανεστέρας ἢ τρανεστέρας ποιεῖ, καὶ τοῖς μὲν ἐν αἰσθήσει φαίνεται, τοῖς δὲ ὑπὲρ τὴν αἴσθησιν ἐμφανίζεται· μᾶλλον δέ, ἵνα τὸ
105ἀκριβέστερον εἴπω, ἐκεῖνο μὲν ἀμετάβλητον μένει καὶ ἀναλλοίωτον, ἡμεῖς δὲ περὶ ἐκεῖνο μεταποιούμεθα καὶ μεταβαλλόμεθα. ὥσπερ γὰρ μιᾶς ἀπηχηθείσης ἐν ὑπαίθρῳ φωνῆς ὁ μέν τις ἡμῶν ἤκουσεν, ὁ δὲ οὐκ
ἤκουσε, καὶ τῶν ἀκουσάντων ὁ μέν τις τρανέστερον, ὁ δὲ ἀδρανέστερον ἀντελάβετο κατὰ τὴν ἀναλογίαν τῆς διαστάσεως καὶ τῆς εἰλικρινοῦς295
110ἀκοῆς, τῶν δὲ μὴ ἀκουσάντων ὁ μὲν διὰ τὸ πολὺ διεστάναι οὐκ ἀντελάβετο, ὁ δὲ διὰ τὸ ἐμπεφράχθαι αὐτῷ τὸν τῆς ἀκοῆς πόρον, ἐμψυγέντος κατ’ ἐκεῖ‐ νο τὸ μέρος τοῦ φλέγματος, ὁ δὲ διὰ τὸ πρὸς ἑτέροις εἶναι, καὶ ἡ πολυ‐ μερὴς αὕτη ἀλλοίωσις οὐ κατὰ τὴν ἀπηχηθεῖσαν φωνὴν ἐγένετο, ἀλλὰ κατὰ τὴν ἐνηχηθεῖσαν ἀκοήν, οὕτω δὴ καὶ τοῦ θείου μὴ μεταβαλλομένου
115ἡμεῖς περὶ ἐκεῖνο μεταβεβλήμεθα καὶ τοιοίδε ἢ τοιοίδε γινόμεθα· ὥσπερ δὴ καὶ τοῦ ἡλίου ἑστῶτος ἐν μεσημβρίᾳ πάρνοπες καὶ νυκτάλωπες ἀμυ‐ δρόν τι τοῦ φέγγους εἰσδέχονται, ἄνθρωποι δὲ καὶ ἐλέφαντες κατὰ τὴν προσοῦσαν ἑκάστῳ διάθεσιν μᾶλλον ἢ ἧττον ἐνοπτρίζονται. διὰ ταῦτα τοιγαροῦν καὶ οἱ περὶ τὸν Πέτρον καὶ οἱ τότε παρατυχόντες τὰς πυρίνους
120γλώσσας ἐκείνας ἐθεάσαντο, οὐχ ὅτι κατὰ γλῶσσαν τὸ θεῖον διεσχημά‐ τισται, ἀλλ’ ὅτι περὶ τὴν γλῶσσαν ἔμελλεν ἡ τοῦ πνεύματος ἐνέργεια γίνεσθαι. ἀλλ’ οἱ μὲν ἀπόστολοι κατὰ τὴν τῆς ψυχῆς ἀξίαν [ἐθε]ῶντο τὴν θεοφάνειαν, οἱ δ’ ἄλλοι, ἵνα δὴ μάρτυρες εἶεν τοῦ μεγάλου θεάματος. Ταῦτα δὴ τὰ τῆς ἡμετέρας αὐλῆς. Ἑλλήνων δὲ παῖδες, ὧν δὴ τελευταῖος
125δᾳδοῦχος καὶ ἱεροφάντης ὁ Πρόκλος ἐγένετο, εἰς τρία δὴ ταῦτα τὴν θεα‐ γωγίαν καταμερίζουσι, καὶ τὸ μὲν αὐτῆς αὐτοπτικόν φασι, τὸ δὲ ἐποπτι‐ κόν, τὸ δὲ ἐνθεατικόν, ὡς εἶναι καὶ τοὺς ὁρῶντας αὐτόπτας καὶ ἐπόπτας καὶ ἐνθεαστάς. εἰ μὲν οὖν τις τῷ νοερῷ τῆς ψυχῆς καὶ αὐγοειδεῖ καὶ αἰθριώδει ὡς ἔχει φύσεως τὸ θεῖον ὁρᾷ, αὐτὸς ὢν καὶ κλήτωρ καὶ θεατής,
130αὐτόπτης οὗτός ἐστιν· ὅστις δὲ τῷ φανταστικῷ τῆς ψυχῆς ὀχήματι τὰ θεῖα φαντάζοιτο, ὑφ’ ἑτέρου θεολόγου κατ’ ἐκείνους πρὸς τοῦτο ἀνακι‐ νούμενος, ἐπόπτης ἂν οὗτος καλοῖτο· εἰ δὲ μήτε κατὰ νοῦν θεωροίη μήτε κατὰ φαντασίαν, αὐτοῖς δὲ μόνοις τοῖς ὄμμασι θείας τινὰς ὁράσεις τῷ ἀέρι ἐμφερομένας, ἐνθεάζει τε οὗτος περὶ αὐτάς, καὶ ἐνθεαστὴς
135ὀνομάζοιτο. φασὶ γὰρ καὶ φῶς σωματικὸν ὑπεστρῶσθαι τοῖς θείοις, οὗ δὴ ἀντιλαμβάνονται, οἱ μὲν ἀπραγματεύτως τοιαύτης τυχόντες ὀμμάτων φύσεως, οἷος δὴ καὶ Σωκράτης καὶ Πλωτῖνος ἐγένοντο, οἱ δὲ κατά τινας περιόδους τῷ σεληναίῳ ἴσως φωτὶ τρεπόμενοι τὴν διάνοιαν· Αἰγύπτιοι δὲ τοὺς ὀφθαλμούς, ὥς φασι, χρίοντες ἢ τῷ καλουμένῳ τάρρῳ ἢ τῷ τῆς λι‐
140βάνου ὀπῷ ἢ τῷ βδελλίῳ, αὐθωρὸν πρὸς τὰς ὀπτασίας ἀνέβλεψαν· Ἀσσύ‐ ριοι δὲ χαίρειν εἰπόντες πόαις τε καὶ ὀποῖς καὶ ἐγχρίσμασι, συνθήκαις
τισὶ καὶ ὀνόμασιν ἀρρήτοις καὶ γράμμασιν ἀπορρήτοις ἐν ἱερατικοῖς πετάλοις ἑαυτοὺς καθαγιάζοντες, τὸ ὑπεστρωμένον φῶς ταῖς ἀσωμάτοις δυνάμεσιν ἐθεάσαντο.296
145 Ταῦτα δὴ Πορφύριος καὶ Ἰάμβλιχος καὶ ὁ τερατολόγος Πρόκλος ἐλή‐ ρησαν· ἐμοὶ γὰρ ἀποπεφάνθω μηδὲν τούτων τυγχάνειν ἀληθές. ἀλλ’ ἡμεῖς γε οὐ τὰς θεραπευούσας μόνον βοτάνας, ἀλλὰ καὶ τὰς φαρμακώδεις εἰδέ‐ ναι ὀφείλομεν, ὡς ἂν ταύταις μὲν ὑγιαζοίμεθα, ἐκείνων δὲ πόρρω γιγνοί‐ μεθα καὶ μὴ ὡς οἰκείοις τοῖς ἀλλοτρίοις περιπίπτοιμεν.

75

(1t)

Εἰς τὸ ‘ἐν ἀρχῇ ἦν ὁ λόγοσ‘
2 Ἔδει μὲν αὐτὸν ἐκεῖνον τὸν πρόδρομον τῆς θειοτέρας Χριστοῦ παρουσίας, τὸν τῆς ‘βροντῆς υἱὸν‘ κατὰ τὸν ἕτερον θεολόγον, τὴν οἰκείαν θεολογίαν διερμηνεύειν τοῖς ἐπαΐειν δυναμένοις φωνῶν θεολογικῶν. ἐπεὶ δὲ ἐκεῖνος
5ᾤχετο ἀποπτάς, ‘εἴτε ἐν σώματι οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ θεὸς οἶδεν‘, ἣν δὲ μεγαλοφωνίαν ἐβρόντησε περὶ θεολογία οὐκ ὀλίγοι τῶν πρὸ ἡμῶν διανοίαις ἑτερογνώμοσι διασπάσαντες οὐδέν τι σαφὲς περὶ ταύτης ἀπήγγειλαν, ἀναγκαῖόν ἐστιν ἡμᾶς, οἷς τὸ τῆς φιλοσο‐ φίας ὄνομα κέκληται, φιλοσόφως τῷ λόγῳ προσβῆναι καὶ τὸν ἐγκεκρυμμέ‐
10νον τῇ θεολογίᾳ διερευνήσασθαι νοῦν. φιλοσοφίας γὰρ κορυφαιότατον ἡ θεολογία μέρος, ἥτις πᾶν τὸ αἰσθητὸν ἀτιμάσασα, ἐν ᾧ δὴ φύσις εἱλεῖται, ὣς δὲ καὶ τὸ ἐν ἐπινοίαις ἀσώματον, ὑπερπηδήσασα δὲ καὶ τὰς τῶν οὐσιῶν ἐπιφανείας καὶ αὐτὰ δὴ τὰ σχήματα γυμνοῖς αὐτοῖς προσβάλλει τοῖς νοεροῖς, ὧν μόνος ὁ νοῦς τὴν ἀντίληψιν ἴσχει. νοῦς δὲ τοῦ σώματος297
15ὑπεξῄρηται· διὸ οὐδὲ ὡς ὀργάνῳ τούτῳ χρᾶται καθάπερ ψυχή, ἀλλ’ ἄλη‐ πτος ὢν παντὶ ὄγκῳ σωματικῷ, ἀσωμάτως τῶν ἀσωμάτων κατατρυφᾷ. καὶ ταῦτα μὲν ἐν παρέργῳ τοῦ προοιμίου ἐς ὑμετέραν ὠφέλειαν παρερ‐ ρίφθω· τὸν δὲ λόγον ἀκτέον ἐπὶ τὸ προτεθὲν πρόβλημα. ‘Ἐν ἀρχῇ‘ φησίν ‘ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς
20ἦν ὁ λόγοσ‘. καὶ πρῶτον ἐκεῖνο ζητητέον ἡμῖν καὶ διαιτητέον, πῶς ἐν ἀρχῇ ὁ λόγος ἦν, καὶ τίς ἡ ἀρχή, ἐν ᾗ οὗτος ᾐνίξατο· ἆρά γε οὐσία ὑφεστῶσα ἢ πέρας οὐσίας ἤ τι τῶν ἄλλως συμβεβηκότων; ἀλλ’ εἰ μὲν οὐσία, πῶς ἐν ταύτῃ ὁ ὑπερούσιος λόγος ἦν; εἰ δὲ οὐσίας ἀποτελεύτησις, πῶς δὴ ὁ ἄπειρος λόγος ἐκείνῃ συνεπεραίνετο; εἰ δὲ συμβεβηκός, πῶς ὁ
25τοὺς οὐσιώδεις ὅρους ὑπερπηδήσας ἕδραν ἑαυτῷ τὸ συμβεβηκὸς ὑπεβά‐ λετο; εἰ δὲ πάντα ὁ λόγος ὡς ἄτοπα διελέγχει, πῶς ‘ἐν ἀρχῇ ἦν ὁ λόγοσ‘; Πρὸς ταῦτα οὕτως ἀπαντητέον, ὅτι δυνατὸν κατὰ δύο τρόπους τὸ ‘ἐν ἀρχῇ ἦν ὁ λόγοσ‘ διερμηνεῦσαι. ἢ ὅτι ἐν τῷ πατρὶ ἦν ὡς ἀρχῇ καὶ αἰτίῳ· δεῖ γὰρ τὰ ἐξ ὧν πρὸς ἐκεῖνα καὶ εἶναι καὶ ἀναφέρεσθαι. ἐν ἀρχῇ τοιγαροῦν
30ὁ λόγος, ἤγουν ἐν τῷ πατρί, ἵνα καὶ τὸ πρός τι τηρήσωμεν καὶ φυλάξωμεν τὸ συναΐδιον· ἥ τε γὰρ ἀρχὴ τῶν πρός τι, καὶ τὰ πρός τι ἅμα, ὥστε καὶ ἀρχὴ τοῦ λόγου ὁ πατὴρ καὶ ἅμα ἄμφω καὶ συναΐδια. ἢ συμπεφρασμένως δεῖ ἐκλαμβάνειν τὸ κόμμα· ἀντὶ γὰρ τοῦ εἰπεῖν ὅτι ‘οὐκ ἦν ὅτε οὐκ ἦν‘ ὁ λόγος οὐδέ τι πρεσβύτερον αἰῶνος τῆς τοῦ λόγου οὐσίας διάστημα ὑπέρ‐
35κειται, ‘ἐν ἀρχῇ‘ φησίν ‘ἦν ὁ λόγοσ‘, τουτέστιν ἀιδίως, καὶ ὅτι μηδέν ἐστι τούτου πρεσβύτερον. ἐπεὶ δὲ ἑνδεκαχῶς τὴν τοῦ ‘ἐν‘ προφορὰν ἐν ταῖς Κατηγορίαις ἐσημειούμεθα, εἰ μὲν κατὰ τὴν προτέραν ἔννοιαν τὴν τοῦ ‘ἐν σημασίαν ζητήσομεν, ὡς ἐν αἰτίῳ αἰτιατὸν εὑρήσομεν, ὥς πού φα‐
μεν ἐν ψυχῇ μὲν ὂν τὸ σῶμα, ἐν νῷ δὲ τὴν ψυχήν, ἐν θεῷ δὲ τὸν νοῦν·298
40ταῦτα δὲ πρὸς τὰ οἰκεῖα ἀντέστραπται αἴτια. αἴτιον δὲ καὶ τοῦ υἱοῦ ὁ πατήρ· ὡς οὖν ἐν αἰτίῳ τῷ πατρὶ ὁ ἐξ ἐκείνου φὺς ὑπῆρχεν υἱός. εἰ δὲ κατὰ τὴν δευτέραν ἀπόδοσιν τὸ ‘ἐν‘ διερευνησόμεθα, οὐδεμιᾷ τῶν ἕνδεκα σημασιῶν τοῦτο προσαρμόσαι ἰσχύσομεν· τὸ γὰρ σύνθετον ἁπλῶς ἑρμη‐ νεύοντες, ἤτοι τὸ ἐν ἀρχῇ ἀντὶ τοῦ ‘κατ’ ἀρχάσ‘, πῶς ἂν ἐπὶ τὸ ‘ἐν‘ ἀνάξω‐
45μεν; ‘Ἐν ἀρχῇ‘ φησίν ‘ἦν ὁ λόγοσ‘. καὶ διὰ τί, ὦ θεολόγων ἀκρότης, μὴ καὶ τῷ πνεύματι ταύτην προσμαρτυρεῖς τὴν φωνήν; ἐν ἀρχῇ γὰρ ἦν καὶ τὸ πνεῦμα, ὅθεν προβέβληται. ἐγὼ δέ φημι ὅτι καὶ ὁ πατὴρ ἐν ἀρχῇ ἦν, εἴτε ἐν τῷ υἱῷ ἢ ὅτι ἐξ ἀιδίου· ἐγώ, γάρ φησιν ἡ σοφία, ἐν τῷ πατρὶ καὶ

75

(50)

ὁ πατὴρ ἐν ἐμοί· εἰ δὲ ὁ πατὴρ ἐν τῷ υἱῷ, ἀρχὴ δὲ ὁ υἱός, ἐν τῷ υἱῷ ἐστι καὶ ὁ πατήρ. ὅθεν οὐκ ἀκόμψως τινὲς τὸ ‘ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν‘ ‘ἐν τῷ υἱῷ‘ διηρμηνεύκασιν· ‘ἐν αὐτῷ‘ γὰρ ‘ἔκτισται τὰ πάντα‘ φησὶν ὁ ἀπόστολος ‘εἴτε ὁρατά, εἴτε ἀόρατα‘. ἀλλὰ τοῦ μὲν πνεύματος οὐκ ἐπεμνήσθη προηγουμένως ὁ θεῖος οὗτος ἀπόστολος, ὅτι
55περὶ τῆς θείας οἰκονομίας θεολογεῖν εἵλετο, ἧς δὴ κεφάλαιον ὁ ὑπὲρ ἡμῶν τὴν καθ’ ἡμᾶς φύσιν ἀμφιασάμενος· τὰ δὲ περὶ τοῦ πνεύματος ἐν τῷ τέως ἀποσιωπᾷ, μέχρις ἂν δείξῃ τὸν σαρκωθέντα θεὸν πρὸς ἐκεῖνον ἔχοντα τὴν ἀναφοράν, εἶθ’ οὕτως καὶ περὶ ἐκείνου λαμπροφωνήσει. ‘Ἐν ἀρχῇ ἦν ὁ λόγοσ‘. μὴ γάρ, ὅτι, φησίν, ἀπὸ χρόνου τὴν καθ’ ἡμᾶς
60οἰκονομίαν πεποίηκεν, ἐπὶ τῆς Καίσαρος βασιλείας ταύτην ἐπιδειξάμενος, νεώτερον οἰηθῶμεν τοῦ χρονικοῦ διαστήματος καὶ θεὸν πρόσφατον· οὗτος γὰρ ὁ ἀπὸ Μαρίας τὴν γέννησιν ἐσχηκὼς καὶ ἐν βραχεῖ χρόνου μο‐ ρίῳ τὴν καθ’ ἡμᾶς οἰκονομίαν περιγραψάμενος, ἐν ἀρχῇ ἦν, οὐ χθὲς καὶ πρώην ἀρχὴν τῆς οὐσίας ἐσχηκώς, ἀλλ’ ἐν ἀρχῇ ὤν, ὡς ἀρχὴ πάντων καὶ
65τῆς τῶν ὅλων φύσεως δημιουργός. ‘ἐν ἀρχῇ ἦν ὁ λόγοσ‘, οὐ τῇ χρονικῇ ἢ σωματικῇ· ἀρχὴ μὲν γὰρ σώματος ἡ στιγμή, χρόνου δὲ τὸ νῦν, ἀλλ’ ἐν οὐδεμιᾷ τούτων τῶν ἀρχῶν ἡ τῶν ὅλων ἀρχὴ ἦν· οὔτε γὰρ ἐν πέρασι σω‐ μάτων, οὔτε μὴν ἐν ἀποτελευτήσεσι χρόνων ἡ εἰδοποιὸς τῶν ὅλων ἀρχὴ
ἦν, ἀλλ’ ἐν ἀρχῇ ἦν τῇ ὑπὲρ χρόνον, τῇ ἀιδίῳ, ἣν οὐ καταλαμβάνει αἴσθη‐299
70σις, ἧς οὐκ ἐφικνεῖται ὁ νοῦς, πρὸς ἣν ἀνελίττουσα ἡ διάνοια, καὶ δι’ ἑτέρου ἀναγομένη πρὸς ἕτερον, οὐδεμίαν ἕξει ποτὲ τῆς φαντασίας ταύτης ἀπο‐ τελεύτησιν. ‘ἐν ἀρχῇ ἦν ὁ λόγοσ‘, ὁ σεσωματωμένος οὗτος, ἀλλ’ οὐχὶ καὶ τὸ πρόσλημμα ἐν ἀρχῇ· τοῦτο γὰρ ἐν μέτρῳ τινὶ χρόνου τῇ ἀκηράτῳ φύσει ἀπὸ τῶν ἀχράντων αἱμάτων συνεξυφάνθη τῆς θεομήτορος. αὐτὸς
75δὲ ὁ λόγος, ἓν καὶ μετὰ τὴν πρόσληψιν τοῦ κυριακοῦ σώματος χρηματίσας πρόσωπον, ἐξ ἀιδίου συνῆν τῷ πατρί· οὐδὲ γὰρ προσθήκη ταῖς τρισὶν ὑποστάσεσιν ἡ προσληφθεῖσα φύσις ἐγένετο, ἀλλὰ τὸν ἀριθμὸν καὶ μετὰ τὴν ἕνωσιν τῆς μιᾶς τετηρήκασι. ‘Καὶ ὁ λόγοσ‘ φησίν ‘ἦν πρὸς τὸν θεόν‘. λαμπρὰ θεολογία τῶν ὑπο‐
80στάσεων. ἐπεὶ γὰρ οὐ μοναρχίαν προσώπων ἡμεῖς δογματίζομεν, ἀλλ’ ἐν τῇ τῆς φύσεως ὁμοτιμίᾳ ταύτην φυλάττομεν, ‘καὶ ὁ λόγοσ‘ φησίν ‘ἦν πρὸς τὸν θεόν‘· ἐπεὶ μηδὲ αὐτὸς ἦν μόνος τῶν ἄλλων ἀρχή, ἀλλὰ μετὰ τοῦ πατρὸς ἐξ ἀιδίου θεὸς ἦν καὶ πάντων ἀρχή. ‘καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν‘. θεὸν ἐνταῦθα ὡρισμένως ἀκουστέον τὸν πατέρα, πρὸς ὃν ἦν ὁ
85υἱός, οὐχ ὥσπερ ἡμεῖς νενευκότες πρὸς ἐκεῖνον ταῖς προαιρέσεσιν, ἀλλ’ ὡς αἰτιατὸν πρὸς αἴτιον ὤν· τὰ γὰρ αἰτιατὰ κατὰ τὴν πρεσβυτέραν φιλοσο‐ φίαν καὶ διῄρηνται τῶν αἰτίων καὶ σύνεισιν ἐκείνοις καὶ ἀναφέρεται πρὸς ἐκεῖνα, οὐκ ἀνὰ μέρος, ἀλλ’ ὁμοῦ πάντα· ἐξ οὗ γὰρ ἔστι τι, καὶ ἐκεῖθεν πρόεισι καὶ ἐν αὐτῷ ἐστι καὶ πρὸς ἐκεῖνο τὴν ἀναφορὰν ἔχει. ἥ τε γὰρ
90ψυχὴ ὁμοῦ ἀπὸ νοῦ τε διῄρηται {καὶ ἀπὸ τοῦ νοῦ ἵδρυται} καὶ ἐν τῷ νῷ τὴν ἕδραν ἴσχει καὶ πρὸς ἐκεῖνον ἀνάγεται· καὶ ὁ υἱὸς ἐκ τοῦ πατρός τε πρόεισι καὶ ἐν τῷ πατρί ἐστι καὶ πρὸς τὸν πατέρα ποιεῖται τὴν ἄνοδον. τὰ δὲ τοιαῦτα νοήματα τῇ τῆς μιᾶς προθέσεως φύσει παραδηλοῦται· ‘ὁ λόγοσ‘ γὰρ ‘ἦν πρὸς τὸν θεόν‘· εἰ δὲ πρὸς τὸν θεὸν ἦν, ἐπέστραπται πρὸς ἐκεῖνον·
95εἰ δὲ ἐπέστραπται πρὸς ἐκεῖνον, καὶ ἐκεῖθεν ἀπογεγέννηται· ὃ δὲ ἐπέ‐ στραπται, πρὸς ὃ ἐπέστραπται, ἐν ἐκείνῳ ἐστί. ‘καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν‘· οὐ γὰρ ἐπειδὴ ‘κλίνας τοὺς οὐρανοὺσ‘ μεθ’ ἡμῶν γέγονεν, ἡμῖν μὲν ἐπεξενώθη, τῆς δὲ πατρικῆς συναφείας ἀπεξενώθη, ἀλλὰ καὶ
μεθ’ ἡμῶν ἦν καὶ τοῦ πατρὸς οὐκ ἀπέστη, οὐ διαστάσης αὐτοῦ τῆς φύ‐300

75

(100)

σεως οὐδὲ μῆκος εἰληφυίας καὶ πλάτος, ἀλλ’ ἀμερίστως πανταχοῦ παρούσης καὶ πάντων περιδεδραγμένης καὶ ἐν οὐδενὶ χωρουμένης. ‘Καὶ θεὸς ἦν ὁ λόγοσ‘· μὴ γὰρ λόγον ἀκούσας, φησίν, ἀνυπόστατόν τινα οὐσίαν οἰήσῃ καὶ διὰ γλώσσης τὴν γένεσιν ἔχουσαν, ἀλλὰ μηδὲ σεμνολογῶν ὡς ἐνδιάθετον τοῦτον φύσεως ὑποκειμένης φαντασθῇς,
105ὥσπερ ἕξιν τινὰ τυγχάνοντα, δι’ ἧς τὸ ὑποκείμενον ὅλον οὐσιωδῶς πε‐ ποίωται. ἐντεῦθεν γὰρ καὶ ὁ λῆρος Πορφύριος τὸ θεῖον ἡμῖν κατατεχνο‐ λογεῖ. εἰ γὰρ λόγος, φησίν, ἢ προφορικὸς ἢ ἐνδιάθετος· ἀλλ’ εἰ μὲν προφορικός, οὐκ οὐσιώδης, ὁμοῦ γὰρ ἐξαγγέλλεταί τε καὶ οἴχεται· εἰ δὲ ἐνδιάθετος, ἀχώριστος τῆς τοῦ πατρὸς φύσεως· πῶς δὲ κεχώρισται
110καὶ πῶς ἐκεῖθεν εἰς τὸν βίον καταπεφοίτηκε; τούτων γὰρ τῶν λήρων ἱερεὺς ἐκεῖνος ὁ ἀνήρ. διὰ τοῦτο, φησί, λέγω ὅτι ‘θεὸς ἦν ὁ λόγοσ‘, οὔτε γλώσσῃ ἐξαγγελλόμενος οὔτε ὡς ἕξις τις ὢν παρὰ τῷ πατρί, ἀλλὰ καὶ οὗτος θεὸς κατὰ τὸν πατέρα, τῷ αἰτιατῷ καὶ μόνῳ παραλλάττων ἐκείνου· ‘θεὸσ‘ γὰρ ‘ἦν ὁ λόγοσ‘, ὅ τε πρὸ τῆς σαρκώσεως μετὰ τοῦ πατρὸς ὢν
115καὶ ὁ μετὰ τὴν σάρκωσιν μήτε τῶν ἐκείνου κόλπων ἀποφοιτήσας καὶ θεώσας τὸ πρόσλημμα. Λογγῖνος μὲν οὖν ὁ κριτικός, τὸν τοῦ Πλάτωνος ἐξηγούμενος Τίμαιον καὶ βουλόμενος μηδὲ τῶν ῥητορικῶν χαρίτων ἄμοιρον αὐτὸν ἀποδεῖξαι, σοφιστικῶς τὴν τοῦ προοιμίου διερμηνεύει περίοδον, ἐν ᾗ τρία ταυτὶ
120κόμματά εἰσιν, ‘εἷς, δύο, τρεῖσ‘, εἶτα ‘ὁ δὲ δὴ τέταρτος ποῦ‘, καὶ αὖθις ‘τῶν χθὲς μὲν δαιτυμόνων, τὰ νῦν δὲ ἑστιατόρων;‘. τὸ μὲν οὖν πρῶτον κόμμα λελύσθαι φησὶ κατὰ τὴν ἑρμηνείαν καὶ τοῖς ἀριθμοῖς μόνοις περι‐ λαμβάνεσθαι, τὸ δὲ δεύτερον τῇ παραλλαγῇ τοῦ τετάρτου καὶ τῇ και‐ νότητι ἐμμέλειάν τινα καὶ ῥυθμὸν ἐμπεποιηκέναι τῇ ἀκοῇ, τὸ δὲ τρίτον
125μακρότερόν τε τυγχάνειν τῶν πρώτων φησὶ καὶ ταῖς τῶν ὀνομάτων χά‐ ρισι τὸ τῆς ψυχῆς ἀχλυῶδες προσαφαιρεῖσθαι. ἐγὼ δὲ τῇ θεολογικῇ ταύτῃ προσγινόμενος χάριτι, οὐκ οἶδ’ ὅ τι σοφίσομαι ἢ τί πρῶτον εἴπω τοῦ κάλλους καὶ τοῦ ῥυθμοῦ καὶ τῆς εὐαρμόστου συνθήκης καὶ τῆς ἐν τῷ ἀφελεῖ συνεστραμμένης καλλιλογίας, ἣν οὐδὲ τῶν ἄγαν ῥητορευσάν‐
130των οἱ πλείους ἐν τοῖς οἰκείοις θεῖναι συγγράμμασιν ἀπηξίωσαν. πρὸς ἃ ἐξὸν πολλὰ εἰπεῖν καὶ πᾶν μὲν εἶδος λόγου συνερανίσασθαι, ἰδέαν δὲ πᾶσαν
συγκεράσασθαι καὶ δεῖξαι ὡς πᾶσαν τέχνην ὑπερεβάλετο τὰ τρία ταυτὶ τοῦ θεολογικοῦ στόματος κόμματα, ταῦτα μόνα ἐκπληκτικώτατα ἂν εἴποιμι· ὢ κάλλους, ὢ συνθήκης, ὢ ἁρμονίας, ὢ λέξεων χάριτος, ὢ νοῦ301
135μετεώρου, ὢ φράσεως καταμελιτούσης τὴν ἀκοήν, ὢ τέχνης ἀρρήτου, ὢ ἁρμονίας ἀμιμήτου, ὢ εὐγλωττίας, ὢ πάσης ἐνταῦθα ἀκηράτου καὶ ἡδυεποῦς ἡδονῆς.

76

(1t)

Εἰς τὸ εὐαγγελικὸν ῥητόν· ‘πνεῦμα ὁ θεός, καὶ τοὺς προσκυνοῦντας
1uαὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν‘
3 Ἰδοὺ καὶ αὖθις ἐπὶ τὰς εὐαγγελικὰς ἡμᾶς μετακαλεῖται φωνὰς ὁ ὑμῶν σύλλογος, πρὸς ἃς ἀποκναίειν δέον διὰ τοῦ ἐπιχειρήματος τὸ δυσέφικτον,
5τῷ πρὸς ὑμᾶς ἔρωτι τὸν λόγον βιάζομαι. τὸ γὰρ περὶ τούτου σιγᾶν ἐγὼ μὲν τοῦ παντὸς ἂν ἐτιμησάμην· ὑμῖν δὲ σύμβολον φανείη τοῦ μὴ ἐθέλειν καὶ τὰς ὑπερτέρας ‘πύλασ‘ τῷ ὑμετέρῳ νῷ ἀνιόντι ‘ἐπαίρειν‘ καὶ εἰς τὰ ἅγια τῶν ἁγίων παρακύπτειν ἐᾶν. διὰ τοῦτο ἐρευνᾶν ἐπιχειρῶμεν τί ποτε δηλοῖ τὸ ‘πνεῦμα ὁ θεόσ‘, πρὸς τὴν Σαμαρείτιδα εἰρημένον παρὰ τοῦ
10σαρκωθέντος θεοῦ, ὁπότε ἐκείνη ὕδωρ ἀντλῆσαι ἄψυχον ἑλομένη τὰ τῆς ζωηρρύτου πηγῆς ἀπηρύσατο νάματα. ἐπεὶ δὲ Ἀριστοτελικοὶ πάντες ὑμεῖς τὴν παιδείαν, ἀλλ’ οὐ τὴν λατρείαν, τούτῳ δὲ ἴδιον ἀπορεῖν πρῶτον
περὶ τῶν προκειμένων, εἶθ’ οὕτως ἐπάγειν τὰς λύσεις, μιμήσασθαι δεῖ καὶ ἡμᾶς τὸν διδάσκαλον καὶ ἀπορῆσαι πρῶτον μὲν περὶ αὐτῆς τῆς τοῦ302
15πνεύματος φύσεως, μᾶλλον δὲ διαστεῖλαι τοῦ ὀνόματος τὰς ὁμωνυμίας, καὶ δεῖξαι κατὰ ποῖον τῶν σημαινομένων πνεῦμα προσειρῆσθαι δεῖ τὸν θεόν, καὶ διὰ τί ὅλως πνεύματι σημαίνεται τὸ ἀσώματον. Τῷ γοῦν ὀνόματι τοῦ πνεύματος σημαίνεται καὶ ὁ ἄνεμος καὶ ὁ ἀὴρ καὶ ἡ ψυχὴ καὶ ὁ ἄγγελος καὶ ὁ δαίμων καὶ ὁ πρεσβύτερος τῆς ψυχῆς νοῦς.
20τούτων τὰ μὲν δύο σωματικά τε καὶ ὑλικά, ὧν ὁ μὲν ἄνεμος ἀπὸ τῶν ἐκ τῆς γῆς ἀναδιδομένων ξηροτέρων ἀτμῶν τὴν γένεσιν ἔσχηκεν, ὁ δὲ ἀὴρ ἐκ θερμοῦ καὶ ὑγροῦ συνεστὼς στοιχεῖον τοῦ σώματος πέφυκεν, ἀὴρ μὲν κυρίως καλούμενος, διὰ δὲ τὴν εὐκινησίαν καὶ τὸ ταχὺ μεταφέρεσθαι πνεῦμα προσαγορευόμενος. τὰ δὲ λοιπὰ τῶν ἀπηριθμημένων τῆς ἀσω‐
25μάτου τετύχηκε φύσεως, καὶ πνεύματα λέγεται, οὐ διὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ ψυχὴ μὲν πνεῦμα λέγεται διὰ τὸ πανταχοῦ τοῖς τοῦ σώματος δια‐ σπείρεσθαι μέρεσιν, ὁ δὲ νοῦς διὰ τὸ τῇ ψυχῇ ἐποχεῖσθαι, ὁ δὲ δαίμων διὰ τὴν εἰδωλικὴν φαντασίαν, ἐπεὶ καὶ τὸ πνεῦμα τρόπον τινὰ ὁρατόν ἐστιν, εἰδωλικῶς ἡμῖν φανταζόμενον, τουτέστιν ἀμυδρῶς καὶ λεπτῶς, ὁ δὲ
30ἄγγελος διὰ τὸ ὑψηλὸν τῆς φύσεως καὶ μετέωρον. Ἐν τούτοις οὖν τοῦ πνεύματος λεγομένου, τῶν σημαινομένων ποῖον ἁρμόσει τῇ ἀκηράτῳ φύσει; πότερον ὁ ἄνεμος; ἀλλ’ ὁ μὲν ἀναθυμιάσεως ἀπογέννημα καὶ πρὸς διάφορα μέρη τῶν κλιμάτων, ἀφ’ ὧν δὴ καὶ πνεῖ, ἀναδεχόμενος τὰς ποιότητας. προσέτι δὲ καὶ τῆς ὕλης οὐκ ἀποβέβηκεν,
35ὁ δὲ θεὸς ἄυλός τε καὶ ἀγέννητος καὶ μηδέπω τῆς οἰκείας φύσεως ἐξ‐ ιστάμενος. ἀλλ’ ἆρα ἀήρ; ἀλλ’ ὁ μὲν στοιχεῖόν ἐστι σώματος καὶ ὑλικὸν αἴτιον, μᾶλλον δὲ συναίτιον, καὶ φύσις ἁπαλή τε καὶ διαρρέουσα, ὁ δὲ θεὸς ποιητικὸν αἴτιον καὶ οὐσία στάσιμος καὶ ἀκίνητος. μή ποτε οὖν ἡ ψυχή; ἀλλ’ ἡ μὲν τὸ μέσον κέντρον τῶν τε πάντῃ διαστατῶν καὶ τῶν
40ἀδιαστάτων ἐπήξατο, πολυειδής τε τὴν κίνησιν καὶ ῥέπουσα πρὸς ἀμφό‐ τερα, οὐσίαν φημι καὶ γένεσιν, καὶ προσέτι γεννητὴ καὶ πρεσβύτερα ἔχουσα τῆς ὑπάρξεως αἴτια, ὁ δὲ θεὸς ἀγέννητος φύσις, ἀκίνητος, ἀρχὴ τῶν ὑποβεβηκυιῶν ἀρχῶν, ὁρίζων πάντα, τινὶ δὲ μὴ ὁριζόμενος, οὐσία μονοειδὴς καὶ ἁπλῆ. τί δ’ ἂν εἴποιμι περὶ τοῦ νοῦ; ἴσως γὰρ τούτῳ παρ‐
45όμοιος ὁ θεός. ἀλλὰ καὶ ταύτην ὁ λόγος ἐλέγξει τὴν ἔννοιαν· ὁ γὰρ νοῦς
κύκλον τινὰ μιμούμενος πρὸς ἑαυτὸν στρέφεται καὶ ἐπάνεισι, τρίτος τέ ἐστιν ἀπὸ τοῦ ὄντος, καὶ τῆς ζωῆς δὲ τὰ δευτερεῖα εἴληχεν. [θεὸς δὲ καὶ τὸ ἀ]κίνητον ὑπερβέβηκε, πηγή τέ ἐστι τῆς ζωῆς καὶ τοῦ ὄντος ὑπόστα‐ σις. καὶ ὁ μὲν δαίμων, ὅστις ποτ’ ἂν [ᾖ, καλῆς μὲν εἴλ]ηχε τῆς ἰδίας ὑπάρ‐303

76

(50)

ξεως, μονοειδὴς δὲ μὴ ὢν τὴν πρὸς τὰ καλὰ κίνησιν, ἀλλὰ ῥοπῇ διοικού‐ μενος [πονηρᾷ] ἐκλίθη τε πρὸς τὸ μὴ ὂν καὶ τοῦ ὄντος ἀπώλισθε· καὶ νῦν ὁ μέν τίς ἐστιν ἐν αἰθέρι, ὁ δὲ ἐν ἀέρι, [...12...] ὑποχθόνιος· πρὸς γὰρ τὴν ἀναλογίαν τοῦ πλημμελήματος τὸν τῆς ἀποπτώσεως μεμέτρηται ὄλισθον· ὁ δὲ θεὸς ἀπροαίρετος φύσις, οὐσία τις ἀγαθότητος, οὐ ταλαν‐
55τευόμενος ἐφ’ ἑκάτερα, οὐ τόπῳ χωρούμενος, οὐχ ὁρίοις περικλειόμενος. αὖθις δὲ ἄγγελος μὲν βαθμός ἐστι τάξεως, ἐξαγγελεύς τε καὶ εἰσαγγελεὺς τῆς τε ἄνωθεν ἐκφαντορίας καὶ τῶν παρ’ ἡμῖν πράξεων, μεμενηκὼς μὲν ἐν τῷ καλῷ διὰ τὴν πληρεστάτην τοῦ ἀγαθοῦ μετουσίαν, τὴν δὲ φύσιν ἔχων ἀμφιρρεπῆ· ὁ δὲ θεὸς πληρῶν, οὐ πληρούμενος, ἀγαθύνων, οὐκ
60ἀγαθυνόμενος, ἑνίζων, οὐχ ἑνιζόμενος, οὐκ ἔξω προβαίνων καὶ εἴσω χωρῶν, αὐτάγγελος τῶν οἰκείων δωρεῶν, αὐτήκοος τῶν παρ’ ἡμῖν λόγων καὶ αὐτόπτης τῶν πράξεων. Ἐπεὶ οὖν τῶν λεγομένων πνευμάτων οὐδενὶ τὸ θεῖον ἀπείκασται, πῶς αὐτὸς ὁ θεὸς τὸ πνεῦμα ἑαυτῷ προσμαρτυρεῖ; πρὸς τοῦτο ἐκεῖνο ἐπάγειν
65δεῖ, ὅτι ἡ μακαρία φύσις, ἡ τριαδικῶς ὑμνουμένη καὶ ἑνικῶς, ἥτις ποτέ ἐστι τὴν οὐσίαν, ἄρρητος καὶ ἀκατονόμαστος πέφυκεν· ὄνομά τε γάρ ἐστι τὸ ὑπὲρ πᾶν ὄνομα, καὶ νοῦς ἀνόητος, καὶ λόγος ἄρρητος, ἀνοησία τε καὶ ἀλογία, καὶ γνόφος καὶ σκότος βαθύ, οὐσία τε ἀνούσιος καὶ ὕπαρξις ἴχνος οὐκ ἔχουσα γνώσεως, ἑνὰς ἑνοποιὸς ἑνάδων, καὶ ἀγαθὸν ἀμέθεκτόν
70τε ὁμοῦ καὶ κοινωνοῦν πᾶσι τῆς ἀγαθότητος. ὅ τι γοῦν ἡμεῖς περὶ ἐκείνου φαινόμεθα λέγοντες, εἰκάζοντες λέγομεν καὶ ἐκ τῶν ὑστέρων ἐρανιζό‐ μενοι· καὶ τὰ μὲν τῶν ὀνομάτων ἀπεμφαινόντως, τὰ δὲ εἰκότως προσάγο‐ μεν, καὶ τὰ μὲν αὐτῷ καταφατικῶς διδόαμεν, τὰ δὲ ἀποφαινόμενοι. γνόφον μὲν γὰρ λέγομεν ἀπεοικότως καὶ φῶς προσεοικότως, νοῦν τε
75αὐτοῦ καταφάσκομεν καὶ νοῦν μὴ εἶναι ἀποφαινόμεθα, τὰ μὲν τιμῶντες καὶ σεβαζόμενοι, τὰ δὲ δεικνύντες τὸ ὑπερούσιον, καὶ ὅ τι δ’ ἂν αὐτὸ ὀνομάσωμεν, τοῖς τῆς ἐπινοίας λόγοις τὰ ὀνόματα συντιθέαμεν. ‘θύραν‘
τε γάρ φαμεν τὸν υἱὸν καὶ ‘μαργαρίτην‘, ἐκεῖνο μὲν ὅτι δι’ αὐτοῦ τὴν πρὸς τὸν πατέρα προσαγωγὴν ἐσχήκαμεν, τοῦτο δὲ ὅτι καθαρὸς τὴν φύσιν304
80ἐστὶ καὶ συνεστραμμένος πρὸς ἑαυτὸν διὰ τὴν νοερὰν ἰδιότητα. κοινῶς τε νοῦν μὲν τὴν τριάδα προσαγορεύομεν καὶ ζωὴν καὶ οὐσίαν καὶ ὄν, οὐχ ὅτι νοῦς ἐστιν, οὐδ’ ὅτι κυρίως ὄν, ἀλλ’ ὅτι μηδὲν ἔχομεν τούτων παρ’ ἡμῖν τιμιώτερον, ἵν’ ἐκεῖνο τὴν αὐτοῦ φύσιν κατονομάσωμεν. οὕτω καὶ πνεῦμα προσαγορεύομεν καὶ ζωὴν διὰ τὸ λεπτὸν καὶ διὰ τὸ ἐγγὺς ἀσωμάτου διὰ
85τὸ πανταχοῦ εἶναί τε καὶ φέρεσθαι. ‘πνεῦμα‘ γοῦν φησὶν ‘ὁ θεὸσ‘ περὶ ἑαυτοῦ, ὅτι μὴ σῶμα παχὺ καὶ γεῶδες, μηδὲ ὁρατὸν ἢ ψηλαφητόν, μηδὲ συμπτύξει δακτύλων κρατούμενον, ἀλλὰ ‘πνεῦμα ὁ θεόσ‘, ἀπερίληπτος ὕπαρξις, ἀκατανόητος ὑπόστασις, ἁπανταχοῦ καὶ ὢν καὶ κινούμενος. Σημειωτέον δὲ καὶ ὡς οὐ περὶ τῆς μιᾶς ὑποστάσεως, τοῦ θείου πνεύ‐
90ματός φημι, τὸ πνεῦμα ἐνταῦθα παρῆκται, ἀλλὰ κοινόν ἐστι τῆς μιᾶς θεότητος πρὸς ὃ καὶ ‘ὁ βλασφημήσας οὐκ ἀφεθήσεται‘· τῷ μὲν γὰρ προσπταίοντι τῷ προσλήμματι καὶ μὴ οἰομένῳ τοῦτο θεὸν συγγνώμη πάντως, τῷ δὲ τὴν θεότητα ἀθετοῦντι, ἣν ὅλην εἶχεν ἐν ἑαυτῷ ὁ σαρκωθεὶς λόγος, παραιτουμένῳ μὲν τὰ θαύματα, τοῖς δὲ σημείοις μὴ ἐναγομένῳ
95πρὸς τὴν τελείωσιν τῆς πίστεως, ἀλλ’ ‘ἐν τῷ ἄρχοντι τῶν δαιμόνων‘ οἰομένῳ ‘ἀπελαύνειν τὰ δαιμόνια‘, ἡ βλασφημία ἀσύγγνωστος. ἐν οὖν τῇ τῆς κρίσεως ἡμέρᾳ συγγνωσθήσεται μὲν ἴσως τοῖς περὶ τὸ κυριακὸν σῶμα διημαρτηκόσιν, ἐφ’ οἷς δὲ πρὸς αὐτὴν τὴν θείαν φύσιν πεπαρῳνήκασιν οὐκ ἀφεθήσεται τοῦ τολμήματος.

76

(100)

Ἀλλὰ ταῦτα μὲν ἐν παρέργῳ τῶν λόγων. πῶς δὲ χρὴ τὸ ‘καὶ τοὺς προσ‐ κυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν‘ παραλαμβά‐ νειν; πρὸς τοῦτο οὐχ οὕτως ἀπαντᾶν δεῖ, ὅτι ‘οὐδεὶς λέγει κύριον, εἰ μὴ ἐν πνεύματι ἁγίῳ‘; ναί, καὶ πάνυ· τὸ γὰρ πνεῦμα ἐλθὸν ἐνάγει τὸν ἡμέ‐ τερον νοῦν καὶ διδάσκει πῶς δεῖ προσκυνεῖν τὸν θεόν. ὅσοι γοῦν ἄλλως
105σεβάζονται, ὑποδιαιροῦντες καὶ τέμνοντες, οὐκ ἐν πνεύματι προσκυνοῦ‐ σιν οὐδὲ λατρεύουσι. πῶς γὰρ ἐν πνεύματι προσκυνήσειεν ὁ Ἄρειος, ὁ
ὑποβεβλῆσθαι τὸν υἱὸν δογματίζων τῷ πατρί; πῶς δὲ Εὐνόμιος, ὁ ἀπο‐ σχίζων καὶ ἀποξενῶν τῆς τοῦ πατρὸς φύσεως τὸν υἱὸν καὶ ἀνόμοιον φά‐ σκων τῷ γεγεννηκότι τὴν οὐσίαν ἔχειν; πῶς δὲ Ὠριγένης, ὁ λανθανόντως305
110ὑποστῆναι τὸν υἱὸν παρὰ τοῦ πατρὸς φάσκων καὶ ἐκεῖθεν εἰληφέναι τὴν ὕπαρξιν; πῶς δὲ Μακεδόνιος, ὁ κτίσιν εἰσάγων τοῦ πνεύματος, ἢ Ἀπο‐ λινάριος, ὁ τὸν νοῦν ἀφαιρῶν τῆς ψυχῆς καὶ ἄνουν τὸ σῶμα προσειληφέναι δογματίζων τὸν κύριον; πῶς δὲ Νεστόριος, ὁ φαντάζων τὴν θεότητα, ἢ Εὐτυχής, ὁ τῷ ἀνθρώπῳ τοῦτο προσμαρτυρῶν; πῶς δὲ οἱ δύο τιθέμενοι
115ἀρχάς, ἀγαθοῦ καὶ κακοῦ, Οὐαλεντίνους φημὶ καὶ Μαρκίωνας, ὧν ἀνά‐ γραπτα τὰ ὀνόματα ὡς δοκίμων φανέντων ἐν ταῖς αἱρέσεσιν; ὁ γοῦν ὀφείλων ἀληθῶς ‘προσκυνεῖν‘ τὸν θεὸν ‘ἐν‘ θείῳ προσκυνήσει ‘πνεύματι καὶ ἀληθείᾳ‘· ὁ γὰρ νοῦς τῷ ἀπλανεῖ ὁδηγούμενος πνεύματι καὶ ὑπ’ ἐκεί‐ νου πρὸς τὴν προσκύνησιν μεταγόμενος ἐν ἀληθείᾳ προσκυνήσει τὸν θεόν.
120 Ἔστι δὲ καὶ κατ’ ἄλλην ἐπιβολὴν ἑτέραν ἑρμηνείαν ἐπαγαγεῖν. εὑρίσκω γὰρ τὸν θεῖον ἀπόστολον τριμερῆ πολλάκις ποιοῦντα τὸν ἄνθρωπον, καὶ τὸ μὲν αὐτοῦ σῶμα κατονομάζοντα, τὸ δὲ ψυχήν, τὸ δὲ πνεῦμα· καὶ σῶμα μὲν ‘ὁ χοϊκὸς ἄνθρωποσ‘, ψυχὴ ἡ τὸ σῶμα ὑπερβεβηκυῖα, μηκέτι δὲ νοερῶς ἐνοπτριζομένη τὸν κύριον, πνεῦμα δὲ ὁ νοῦς, περὶ οὗ φησιν·
125‘ὁ δὲ πνευματικὸς πάντα ἀνακρίνει πνευματικῶσ‘, καὶ ὅτι ‘ψυχικὸς ἄν‐ θρωπος οὐ δέχεται τὰ τοῦ πνεύματοσ‘. οὔτε γοῦν ὁ τοῖς ἀπὸ τῆς σαρκὸς λογισμοῖς οὔτε ὁ τοῖς ἀπὸ τῆς ψυχῆς προσκυνῶν τὸ θεῖον ἐν ἀληθείᾳ προσκυνεῖ, ἀλλ’ ὁ τοῖς ἀπὸ τοῦ πνεύματος, ἤγουν ὁ κατὰ τὸν νοῦν δεχό‐ μενος τὰς θείας ἐμφάσεις καὶ πρὸς ἐκεῖνα μεταποιούμενος. ἀλλὰ καὶ ὁ
130νόμος, ‘ἀγαπήσεισ‘ φάσκων ‘τὸν κύριον ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου καὶ ἐξ ὅλης τῆς διανοίας σου‘, τὴν τοιαύτην μοι δοκεῖ τριμέρειαν ὑπαινίττεσθαι. διὰ μὲν γὰρ ‘τῆς καρδίασ‘ τὸ σῶμα ὑπεμφαίνεται, διὰ δὲ ‘τῆς ἰσχύοσ‘ ἡ ψυχὴ καὶ διὰ ‘τῆς διανοίασ‘ ὁ νοῦς. ὅλοις οὖν τοῖς μέρεσιν ὁ νόμος ἐντέλλεται ἀγαπᾶν τὸν θεόν, ὡς καὶ τῷ
135Νυσσαεῖ Γρηγορίῳ δοκεῖ. ‘ἐν πνεύματι‘ γοῦν ‘δεῖ προσκυνεῖν τοὺς προσ‐ κυνοῦντασ‘ θεόν· τῷ γὰρ ὁμοίῳ τὸ ὅμοιον γινώσκεται, καὶ νοῦς κατα‐ λαμβάνεται νῷ.
Τὸ δὲ προσθεῖναι τῷ πνεύματι ‘καὶ ἀληθείᾳ‘ τοιοῦτόν μοι ὑποβάλλει τὸν νοῦν. δύο ταύτας εὑρίσκω ἐν τοῖς οὖσι γενικωτάτας ἀρετάς, πρᾶξιν306
140καὶ κάθαρσιν ἤτοι θεωρίαν, περὶ ὧν δὴ λόγος πολύς, καὶ εἰς ἄλλον καιρὸν ἡ περὶ τούτων ἀναβεβλήσθω ἐξέτασις. ἀποτελευτᾷ δὲ ἡ μὲν πρᾶξις πρὸς τὸ ἀγαθόν, ἡ δὲ θεωρία πρὸς τὸ ἀληθές· τέλος γὰρ θεωρίας ἡ ἀληθεστάτη τοῦ ὄντος κατάληψις. πολλάκις δὲ καὶ τὰς ἀρχὰς ἀπὸ τῶν τελῶν ὀνομά‐ ζουσιν οἱ φιλόσοφοι καὶ τὰ τέλη ἀπὸ τῶν ἀρχῶν. ἐνταῦθα γὰρ ἀντὶ τοῦ
145εἰπεῖν ‘ἐν πνεύματι καὶ θεωρίᾳ δεῖ προσκυνεῖν τὸν θεὸν‘ ἀπὸ τοῦ τέλους τὸν λόγον παρεσχεδίασεν. οὔτε γὰρ ὁ πρακτικὸς ἀνὴρ ἀληθῶς προσκυνεῖ τὸν θεόν, ὅτι μήπω πρὸς τὰς ἐλλάμψεις ἀπέκλινεν, οὔτε ὁ θεωρητικός, εἰ μὴ πρὸς τῷ τέλει γένηται, τότε γὰρ αὐτῷ τὸ φῶς ἐξαπλοῦται καὶ ἀληθῶς προσκυνεῖ τὸν θεόν. διὰ τοῦτο καὶ ὁ νόμος παρακελεύεται ‘ἐν

76

(150)

ἀληθείᾳ τὴν ὀσφὺν περιζώννυσθαι‘, περὶ οὗ καὶ ὁ πολὺς τὰ θεῖα Γρηγό‐ ριος διαπορῶν φαίνεται· ‘ζητῶ‘ γάρ φησι ‘τί κοινὸν ὀσφύι καὶ ἀληθείᾳ‘. ἀλλ’ ἡ μὲν ὀσφὺς τῆς τῶν παθῶν κινήσεως σύμβολον πέφυκεν· ἐν ταύτῃ γὰρ τὰ νεφριτικὰ μόρια καὶ τὸ τῶν ἡδονῶν ἀποτεθησαύρισται πῦρ, καὶ δεῖ ταύτην περιστέλλειν τῇ ἀληθείᾳ ἤτοι τῷ τέλει τῆς θεωρητικῆς ἀρετῆς·
155ὁ γὰρ πρακτικὸς μέτρον τοῖς πάθεσιν, ἀλλ’ οὐ συστολὴν τίθησιν, ὁ δὲ ὑπὲρ τὸ σῶμα γενόμενος καὶ πρὸς τὸν θεὸν ὅλοις ἱστίοις ἀπάρας ὥσπερ δεσμοῖς ἀρρήκτοις καὶ ζωστῆρι περιεκύκλωσε τὴν ὀσφὺν καὶ τῇ τοῦ πνεύματος δρόσῳ τὸ πῦρ κατέσβεσε τῶν παθῶν. Ὁρᾶτε εἰς οἷόν με βυθὸν νοημάτων κατηγάγετε καὶ οἵῳ πελάγει δογμά‐
160των, ὥσπερ τὸν Ἰωνᾶν, μηδὲν ἡμαρτηκότα ἀπερρίψατε, ὡς μικροῦ δεῖν καὶ κήτους συλληφθῆναι γαστρί; ὅθεν ζητῶ μὲν ἀνανήξασθαι, οὐκ ἔχω δὲ ὅπως τὴν ἐπικειμένην ἀπώσομαι θάλασσαν ἢ τίσι ‘λιμέσι‘ προσορμίσω ‘εὐδίοισ‘· ἅπαντα γάρ μοι ἀλίμενα καταφαίνεται καὶ πανταχοῦ ‘πέτραι προβλήτιδεσ‘, τινὲς δὲ καὶ ὕφαλοι βραχεῖ καλυπτόμεναι ὕδατι. καὶ ὑμεῖς
165μέν, ἐπειδή με ἅπαξ ἐκρημνίσατε κατὰ τοῦ βυθοῦ, τὸ ἱστίον πετάσαντες ἐπὶ λειοκυμονούσης πλεῖτε θαλάσσης· ἐγὼ δὲ ἤδη καὶ ‘σχισμαῖς ὀρῶν‘ προσέρριμμαι καὶ ποταμοῖς ἀεννάοις μεμέρισμαι καὶ ‘μοχλοῖς αἰωνίοισ‘ καταδεδέσμημαι· ὧν δὴ ῥυσθῆναι ἐπεύχομαι μέν, οὐκ οἶδα δὲ εἰ κἀμὲ τὸ θηρίον ἐξαγάγοι καὶ ἀπαλλάξει τοῦ κλύδωνος, οὐ κλήρῳ βληθέντα εἰς
170θάλασσαν, ἀλλὰ τῷ δι’ ὑμᾶς ἔρωτι.307

77

(1t)

Εἰς τὸ ‘πῦρ ἦλθον βαλεῖν ἐπὶ τῆς γῆσ‘
2 ‘Πῦρ‘ φησίν ‘ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν‘, περὶ ἑαυτοῦ λέγων ὁ σαρκω‐ θεὶς λόγος, ‘καὶ τί θέλω εἰ ἤδη ἀνήφθη‘. καὶ μὴν οὗτός ἐστιν ὁ τὴν κάμινον τοῖς τρισὶ δροσίσας παισὶ καὶ τὸ πῦρ ἀποσβεννὺς τῶν παθῶν
5καὶ συνιστῶν τὴν φύσιν καὶ διασῴζων τὴν τῶν γεγενημένων ὁλότητα καὶ ἐπὶ τούτῳ εἰς γῆν κατεληλυθώς, ἵν’ εἴ τι τὸ πονηρὸν πῦρ ἐλυμήνατο, τοῦτο ἀναπληρώσῃ καὶ ἀποδώσει τοῖς ὅλοις τὴν τελειότητα. πῶς οὖν φησιν ὅτι ‘πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν‘; ὅτι φυτουργός ἐστι τῆς ἡμετέ‐ ρας ζωῆς καὶ τῶν ἀνθρωπίνων ψυχῶν γεωργὸς ἐμπειρότατος. τέχνη δέ
10ἐστιν ἀρίστη τοῖς γεωργοῖς, ἐφ’ ἣν ἐργάζονται γῆν, οὐκ εὐθὺς καταβάλ‐ λουσι ταύτῃ τὰ σπέρματα, ἀλλὰ πρῶτον μὲν ἀνακαθαίρουσιν ἅπαν τὸ ὑποκείμενον, διαιροῦσί τε τὸ πάχος τῆς γῆς καὶ ἀναχωννύουσιν, ἐκτέ‐ μνουσί τε τὰς φαρμακώδεις βοτάνας καὶ εἴ τι ἄλλο ἄχρηστον ἀναβλαστά‐ νει τῆς γῆς· ἔπειτα καὶ σπείρουσι καὶ φυτεύουσι τὰ λυσιτελοῦντα τῇ
15ἡμετέρᾳ ζωῇ, φυτουργικῇ τέχνῃ κηπεύοντες. εἰ μὲν οὖν βραχὺ εἴη τὸ μὴ εὔχρηστον μηδὲ ἐδώδιμον, τῇ ἀπὸ τοῦ σιδήρου χρῶνται τομῇ· εἰ δὲ λόχμην δασεῖαν θεάσαιντο, τότε δὴ πῦρ ἐπαφέντες ἐμπιπρῶσι τὴν ὕλην, καὶ εὔθετον εἰς γεωργίαν ἢ φυτουργίαν τὴν γῆν ἀπεργάζονται. τούτῳ δὴ τῷ τρόπῳ καὶ ὁ τὴν ἡμετέραν φύσιν ἐργαζόμενος κύριος, ἀκανθηφόρον
20φανεῖσαν καὶ πάντῃ ὑλομανήσασαν, πῦρ ἦλθε βαλεῖν ἐπ’ αὐτήν. ἕως μὲν γὰρ μετὰ τοῦ χρησίμου καὶ τὸ ἄχρηστον παρεβλάστανεν, οἷόν τις ἔνυλος νοῦς τῷ ἀύλῳ παραδυόμενος, ἠρέμα τοῦτον ἐκάθαιρε καὶ ἀπέσπα γε τοῦ
κρείττονος, μετρίᾳ χρώμενος τῇ τομῇ, ἵνα μὴ καὶ τὸ κρεῖττον συνανέλῃ τῷ χείρονι· ἐπεὶ δὲ καθάπαξ τὸ ἐν ἡμῖν θεῖον σπέρμα, συμπνιγὲν ταῖς308
25ἀκάνθαις, τὴν τοῦ φυτοῦ δύναμιν ἀπεβάλετο καὶ τὸ κώνειον κατὰ τῆς ἡμετέρας ψυχῆς ἴσχυσε, τηνικαῦτα τὸ ἐκ μέρους τέμνειν ἀφείς, πῦρ ἦλθε βαλεῖν ἐφ’ ἡμᾶς, ὃ τὰς πονηρὰς ἕξεις ἀπαναλίσκον τὴν φύσιν ἀδια‐ λώβητον συντηρεῖ. Ἢ τὸ δραστήριον τοῦ πρὸς αὐτὸν ἔρωτος βουλόμενος παρενδείξασθαι,
30πῦρ τοῦτο τροπικώτερον κατωνόμασεν. εἰ γὰρ καὶ πρὸ τῆς ἐκείνου ἐπι‐ δημίας πλεῖστοι δὴ τῶν πατέρων ἔφεσιν ἔσχον τοῦ κρείττονος, ἀλλ’ οὐχ οὕτω πρὸς τὸν θεῖον πόθον παρεθερμαίνοντο, οὐδ’ ὅλῳ τῷ τῆς ψυχῆς τόνῳ πρὸς τὸν πρὸς ἐκεῖνον δρόμον ἐκέχρηντο, ἐπεὶ μηδ’ οὗτος καθαρῶς τού‐ τοις ὠπτάνετο μηδὲ τὸ ἑαυτοῦ παρεδείκνυ γυμνότερον κάλλος καὶ
35μέγεθος, ἀλλ’ ἐν συμβόλοις ἰνδάλλετο. διὰ τοῦτο ἧττον ἢ ἔδει πρὸς τὸ φαινόμενον ἔθεον· ἐπεὶ δὲ ὅλος ἡμῖν ἐπεδήμησε καὶ τὸ κάλλος τῆς οἰκείας παρέδειξε φύσεως, πυρὶ ἐπιθυμίας ἀρρήτου τὴν ἡμετέραν ὑψηγόρως ὑπ‐ ανῆψε ψυχήν. ἀλλ’ ὁ μὲν οἷά τις ἥλιος ἐξ αὐτῆς τῆς κυοφορίας τὰς ἀκτῖνας ἐπαφῆκεν ἡμῖν, ἵνα εὐθὺς καὶ τῆς αὐγῆς ἐμπλησθῶμεν καὶ τῆς θερμό‐
40τητος· ἡμεῖς δὲ ἅτε τῷ τῶν παθημάτων χειμῶνι καταψυγέντες καὶ μόνον οὐκ ἀποκρυσταλλωθέντες, οὐκ εὐθὺς τὴν δύναμιν ἐδεξάμεθα τοῦ πυρός. Διὰ τοῦτο αὐτῷ καὶ τοῦ πολλοῦ χρόνου ἐμέλησε τῆς μεθ’ ἡμῶν συν‐ διαγωγῆς, καὶ πρὸς ἑαυτὸν οὐκ ἐπανελήλυθεν, εἰ μὴ ἐκπυρωθέντας ἡμᾶς εἶδε. ‘τί‘ γὰρ ‘θέλω‘, φησίν, ‘εἰ ἤδη ἀνήφθη‘. ὀνειδιστικὸς ὁ λόγος καὶ
45καιρίαν ἐπιφέρων τοῖς ἀναισθήτοις πληγήν· εἰ γάρ, ἐφ’ ᾧ παραγέγονα, τοῦτο γεγένητο, καὶ τὸ θεῖον πῦρ ἐν ταῖς ψυχαῖς εἰσεδέξασθε, τί ἔτι τῷ μεθ’ ὑμῶν ἐμφιλοχωρῶ βίῳ, ἁφθέντος ἐφ’ ὑμῖν τοῦ θείου πυρός; ἐγὼ γάρ, φησί, μονονουχὶ τοῦτο λέγων, ἐπὶ τούτῳ τῆς ὑμετέρας μετέλαβον φύσεως, ἵνα μεταδώσω τῆς κρείττονος, τῆς ἐμῆς, καὶ γένησθε πῦρ

77

(50)

καθαρὸν καὶ πρὸς τὴν θείαν φύσιν μεταβληθείητε. εἰ οὖν ἤδη ἀνήφθητε καὶ οἷά τις σίδηρος ἐγχρονίσας πυρὶ ἐκπεπυρωμένοι τυγχάνετε τὴν ψυχὴν καὶ τέλος ἡ πρὸς ὑμᾶς ἐπιδημία μου εἴληφεν, εἰς μάτην ἄρα μοι ὁ μεθ’ ὑμῶν χρόνος καταναλίσκεται. ἀλλ’ οὔτε ἀνήφθητε, ψυχροὶ τὴν φύσιν τυγχάνον‐ τες, κἀγὼ συμβιοτεύω ὑμῖν μέχρις ἂν τοῦ νοητοῦ πυρὸς αἴσθησθε.
55‘Βάπτισμα δὲ ἔχω βαπτισθῆναι, καί πως συνέχομαι ἕως οὗ τελεσθῇ‘.
πληρώσας τὸν περὶ τοῦ πυρὸς λόγον, τὸν περὶ τοῦ ἰδίου γυμνάζει βαπτί‐ σματος, ὃ δὴ οὐχ ἑαυτῷ μᾶλλον ἢ ἡμῖν ἐβαπτίσατο· οὐ γὰρ αὐτὸς ἐδεῖτο καθάρσεως ‘ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου‘, ἀλλ’ ἡμεῖς, δι’ οὓς ἅπαντα ἐκείνῳ συνετετέλεστο. δεῖ δὲ οὕτως ἀναγινώσκειν τὸ δεύτερον309
60κόμμα· ‘καί πως συνέχομαι ἕως οὗ τελεσθῇ‘, ἵνα κατ’ ἔγκλισιν ᾖ ὀξυ‐ τονούμενον. ἐπειδὴ γὰρ ἔμελλε γενέσθαι ἐπὶ τοῦ ὕδατος, ἵν’ ἐκεῖσε ‘συνθλάσῃ τὰς κεφαλὰς τῶν δρακόντων‘, οὐκ εὐθὺς ἐπιτρέχει τῷ τοιούτῳ τελέσματι, ἀλλὰ δεῖται τοῦ προτελέσματος, ἵνα μετὰ ταῦτα πρὸς τὸ λουτρὸν παραγένηται. ἡγιάζετο γὰρ πρῶτον τὸ ὕδωρ ἐπικλήσεσί τισι καὶ
65θεοφανείαις καί τισιν ἄλλοις συμβόλοις θεοκλυτοῦντος τοῦ βαπτιστοῦ, εἶθ’ οὕτως ἀπογυμνούμενος ὁ τελεσθησόμενος ἐπὶ τὸ ὕδωρ κατήρχετο. τοῦτο γοῦν αὐτός φησιν ὁ σωτήρ, ὅτι καὶ καθαρὸς ὢν τὴν φύσιν καὶ τοῦ βαπτίσματος δεόμενος ἥκιστα, ὣς δὲ καὶ τῶν προτελουμένων ἐν αὐτῷ (αὐτὸς γάρ εἰμι ὁ καὶ τὰ ὕδατα καθαίρων καὶ ἐν αὐτοῖς ἐμφαινόμενος)
70ὅμως κἀν τούτῳ τὸ τῆς οἰκονομίας μυστήριον ἐκπληρῶν, ἐπέχομαί πως, ἀναδύομαι τὴν ἐν αὐτοῖς βάπτισιν, μέχρις ἂν τὰ τελεστικῶς ἐν τῷ λουτρῷ γινόμενα τελεσθῇ. ὅθεν καὶ ἡ ἀμφίβολος αὕτη συνθήκη χώραν ἔσχε. ‘καί πωσ‘ γάρ φησι ‘συνέχομαι‘. ὅσον γὰρ ἐπὶ τῇ ἐμῇ φύσει οὐδόλως ἐπισχεῖν ἔδει οὐδὲ δεηθῆναι τῆς προκαθάρσεως οὔτε μὴν τῆς μετὰ
75ταῦτα τελειώσεως, ἐπεὶ δὲ ὑμῶν ἕνεκα βαπτίζομαι, διὰ ταῦτα συνέχομαι, ἵνα, τοῦ προτελεσμοῦ γενομένου, οὕτω δι’ ὑμᾶς τύχω τῆς τελειώσεως. ‘Δοκεῖτε‘ δέ, φησίν, ‘ὅτι παρεγενόμην εἰρήνην δοῦναι ἐν τῇ γῇ; οὐχί‘, φησίν, ‘ἀλλὰ διαμερισμόν‘. καίτοι γε ‘αὐτός ἐστιν ἡ εἰρήνη‘, ὁ ‘τὸ μεσό‐ τοιχον‘ ἀναιρῶν καὶ ἀποσκευασάμενος ‘τὸν φραγμὸν‘ καὶ καταλλάξας
80ἡμᾶς τῷ πατρὶ καὶ συνάξας εἰς μίαν μάνδραν τὰ διεσπαρμένα καὶ πολλαῖς ἀνακλήσεσι καὶ θείοις συρίγμασι συγκαλέσας τὰ ὀρειάλωτα. πῶς οὖν φησιν ὅτι διαμερίσαι ἡμᾶς ἐλήλυθεν, ἀλλ’ οὐκ εἰρηνοποιῆσαι; ὅτι μὴ πάντες τοῦ μυστηρίου συνῄσθοντο μηδὲ τῆς τοῦ ποιμαίνοντος φωνῆς ἤκουσαν, ἀλλὰ τὰ μὲν εὐθὺς ἰδόντα ἢ ἐνηχηθέντα τὴν τῆς σύριγγος φωνὴν
85ἔδραμε, τὰ δὲ μεμένηκε πλανώμενα κατὰ τῶν πετρῶν. ἤκουσε Πέτρος καὶ συνέδραμον οἱ Ζεβεδαίου παῖδες, ἀλλ’ ὁ Ἄννας οὐκ ᾔσθετο καὶ ὁ ἐκείνου κηδεστὴς ἀκούσας παρήκουσεν· ἤκουσε Παῦλος καὶ εὐθὺς εἰσε‐
πήδησε, τῶν ὀρῶν καὶ τῶν κρημνῶν καθαλλόμενος, ἀλλ’ ὁ ἐντὸς τῆς μάν‐ δρας Ἰούδας ἐκτὸς τῆς συμμανδρεύσεως γέγονε, καὶ διεμερίσθη μετὰ310
90τῶν δώδεκα ὁ τεταγμένος καὶ διέστη τῶν μαθητῶν. ὁρᾷς ὅπως ὁ θεῖος λόγος διαμερισμὸν ἦλθε βαλεῖν, ἀλλ’ οὐκ εἰρήνην; σὺ δέ μοι νόει καὶ τοὺς προσερχομένους μετὰ ταῦτα τῷ λόγῳ τῆς πίστεως· οἱ μὲν γὰρ πατέρων ὠλιγώρουν, οἱ δὲ τῆς τῶν παίδων οὐκ ἐφρόντιζον φύσεως, ἀλλὰ τὸ τῆς συγγενείας σῶμα ἀπ’ ἀλλήλων διεσπᾶτο καὶ διεμερίζετο. ὁ μὲν γὰρ θεὸς
95προηγουμένως εἰρήνην ἦλθε βαλεῖν, ὥστε τὸ πᾶν γένος ὥς γε ἑνὶ ἑαυτῷ συσφίγξαι ‘ἀκρογωνιαίῳ λίθῳ‘· ἐπεὶ δὲ ταῖς προαιρέσεσι διῃρέθημεν καὶ οἱ μὲν αὐτῷ συνῳκοδομήθημεν, οἱ δὲ ἀπερράγημεν, διαμερισμὸν λέγε‐ ται ἐμβαλεῖν. ‘ἔσονται γὰρ ἀπὸ τοῦ νῦν πέντε ἐν οἴκῳ ἑνὶ διαμεμερισμένοι, τρεῖς ἐπὶ δυσὶ καὶ δύο ἐπὶ τρισί.‘

77

(100)

Καὶ ἁπλῶς μὲν οὕτως ὁ λόγος νοούμενος οὐδεμιᾶς δεῖται τῆς ἐξηγήσεως· διεμερίζοντο γὰρ ἐπὶ τῆς αὐτῆς οἰκίας διαφόροις προαιρέσεσιν οἱ ὁμέστιοι, καὶ οἱ μὲν παρεκάθηντο τῇ τοῦ νόμου σκιᾷ, οἱ δὲ πρὸς τὸ τοῦ μυστηρίου ἀνέβλεπον φῶς, ἐκείνων δύο τυγχανόντων, οὗτοι τρεῖς ἀριθμούμενοι, ἢ ἐκείνων τριῶν πεφυκότων, οὗτοι δύο γινόμενοι. κατὰ δὲ τὸν ὑψηλότερον
105λόγον καὶ ἐφ’ ἑνὸς ἄν τις ἀνδρὸς εὕροι τὸν διαμερισμόν· ὁ γὰρ καθ’ ἕνα ἡμῶν πέντε τυγχάνει διὰ τὴν αἴσθησιν, ὃς δὴ καὶ οἶκος τροπικῶς λέγεται ὡς ὑποδοχεὺς τῶν αἰσθήσεων. εἰ μὲν οὖν ἁπάσας δοίη τὰς αἰσθήσεις θεῷ, εἰρήνης ἐκεῖνον ἐπὶ τῶν ἔργων πεποίηκε φυτουργόν· εἰ δὲ ὁρᾷ μὲν ὥστε μὴ ἐπιθυμεῖν, λόγων τε κατακούει θείων, ὀσφραίνοιτο δὲ τῶν
110μυρεψουμένων ἡδέων καὶ γεύοιτο τῆς ἡδύτητος τῶν χυμῶν καὶ τῶν μαλακῶν ἅπτοιτο, δύο τοῖς τρισὶ διεμέρισεν, ὀφθαλμὸν μὲν καὶ οὖς δοὺς τῷ θεῷ, τὰ δὲ τρία τῷ κόσμῳ καὶ τῇ σκηνῇ. εἰ δὲ ‘γυναικὶ‘ μὲν ‘ἐνέβλε‐ ψεν‘ ὥστε ‘ἐπιθυμῆσαι αὐτῆσ‘ καὶ προσέθετο τοῖς ἐν τῷ θεάτρῳ κρότοις καὶ ταῖς ᾠδαῖς, ὠσφράνθη δὲ τῆς παρὰ τῷ κυρίῳ εὐωδίας καὶ ‘τῷ λάρυγ‐
115γι‘ τούτου ‘γλυκέα τὰ‘ τοῦ θεοῦ γέγονε ‘λόγια‘, αἵ τε χεῖρες αὐτοῦ ἀπετάξαντο ταῖς λειότησι καὶ ταῖς ἁπαλότησι, τὰ τρία ταῖς δυσὶ διεμέ‐ ρισε. ‘Διαμερισθήσεται δέ‘ φησί ‘καὶ ἐφ’ υἱῷ πατήρ‘. πολλοῖς μὲν γὰρ ὁ νοῦς, ὁ τὸν ἐν ἡμῖν λόγον γεννῶν, ἄνω τέταται πρὸς τὸν θεόν, ὁ δὲ λόγος
120ἐπὶ τῆς γλώττης ὀχούμενος κοσμικώτερος μᾶλλον ἢ νοερώτερος γίνεται·
ἄλλοι δὲ τὴν μὲν τῆς γλώττης περιβολὴν ἐπὶ τὸ σεμνὸν μετασχηματίζουσι, τὸν δὲ νοῦν αἰσχρῶν καταπληροῦσιν ἐπιθυμιῶν. ἀλλὰ καὶ ‘μήτηρ ἐπὶ θυγατρί‘. μήτηρ δ’ ἂν ἐν ἡμῖν εἴη ἡ πίστις καὶ ἡ εὐσέβεια, θυγάτηρ δὲ ἡ ἀρετή. οἱ μὲν οὖν τὴν πίστιν παραδεχόμενοι τὴν θυγατέρα ταύτης δια‐311
125μερίζουσιν, ἄσχολοι πάντῃ τῆς τῶν ἀρετῶν τυγχάνοντες πράξεως· τοῖς δὲ ἡ μὲν περὶ τὰς ἀρετὰς ἐνέργεια σεμνὴ καὶ σπουδαία, ἡ δὲ μήτηρ ταύτης ἀπηλλοτρίωται, μὴ δεξαμένη τὸ κήρυγμα. ‘διαμερισθήσεται δέ‘ φησί ‘καὶ πενθερὰ ἐπὶ νύμφῃ καὶ νύμφη ἐπὶ πενθερᾷ‘. τὰ δὲ δύο ταῦτα γένη, φημὶ τὴν νύμφην καὶ τὴν πενθεράν, ἀλλοτρίοις διῃρημένα τοῖς γένεσι,
130διὰ τοῦ τῆς πενθερᾶς παιδὸς ἀγχιστεύουσιν. ἔστιν οὖν ἐν ἡμῖν δύναμίς τις, μητρὸς ἔχουσα λόγον, οἷον ἀποτίκτουσα υἱόν, ᾧ ἑτέρα τις δύναμις συν‐ δυάζεται, νύμφης λόγον ἐπέχουσα· καὶ ποτὲ μὲν ὁμονοοῦσιν ἀλλήλαις ἥ τε νύμφη καὶ ἡ πενθερά, ποτὲ δὲ παρὰ μέρος ἀπ’ ἀλλήλων ἀλλοτριοῦνται. ἔστιν οὖν ἡ κατ’ εὐσέβειαν ἕξις, γεννῶσα υἱόν τινα, τὸν καθαρώτατον
135λογισμόν, ᾧ οἷά τις νύμφη ἔξωθεν ἡ θεωρητικὴ δύναμις συνδυάζεται. ὅσοις μὲν οὖν ἡ θεωρία τῇ εὐσεβείᾳ συνομολογεῖ καὶ τῇ θεωρίᾳ αὖθις ἡ εὐσέβεια διὰ μέσου τοῦ καθαροῦ λογισμοῦ, ὃς ἐκείνης μὲν ἀποτίκτεται, ταύτῃ δὲ συνάπτεται, τούτοις εἰρήνη ἐστὶν ὁ θεός· εἰ δ’ εὐσεβοῦντες πρὸς τὰς τῶν ὄντων θεωρίας ἀποτυφλούμεθα, διεμερίσαμεν ἀπὸ τῆς νύμφης
140τὴν πενθεράν, ὥσπερ, εἰ ταῖς θεωρίαις ἑαυτοὺς συντείναντες τὴν κατ’ εὐ‐ σέβειαν ἕξιν οὐκ ἐκτησάμεθα, συνδιειλόμεθα τὴν νύμφην ἀπὸ τῆς πεν‐ θερᾶς. ἐπεὶ οὖν πολυμερής ἐστιν ἡ οὐσία ἡμῶν καὶ συνῴκισεν ὁ θεὸς εἰς ἑνὸς ζῴου σύστασιν ὄχλον οὐκ ὀλίγων δυνάμεων, τὴν μὲν ὀχλοκρατίαν καταλύσωμεν, τὸν δὲ νοῦν ἡγεμόνα ἐπιστήσαντες καὶ τούτῳ τὰς ἄλλας
145δυνάμεις ὑποθέμενοι, βασιλείαν ἀντὶ τυραννίδος τῇ ἡμετέρᾳ ψυχῇ ἐγκα‐
ταστησώμεθα.312

78

(1t)

Ἐκ τοῦ εἰς τὴν Πεντηκοστὴν θεολογικοῦ λόγου· ‘οἶδε μὲν τρέφειν καὶ
2tπέντε ἄρτοισ‘
3 ‘Οἶδε μὲν τρέφειν καὶ πέντε ἄρτοις πεντακισχιλίους, οἶδε δὲ καὶ ἑπτὰ τετρακισχιλίους· καὶ τὰ τοῦ κόρου λείψανα, ἐκεῖ μὲν κόφινοι δώδεκα,
5ὧδε δὲ σπυρίδες ἑπτά‘. ὑμεῖς μὲν τῶν θεολογικῶν ῥητῶν τοῦτό μοι ζητεῖν ἐοίκατε, διὰ τί ἐκεῖ μὲν πέντε ἄρτοις πεντακισχιλίου εἱστίασεν ὁ Χριστός, ἰσάριθμον τοῖς δαιτυμόσιν ὁ ἑστιάτωρ ἀποδοὺς τὴν τροφήν, ἐπὶ δὲ τῆς δευτέρας εὐωχίας τοὺς λόγους διήλλαξεν, ἐλάττονας πλείοσιν ἑστιῶν, καὶ ἐπὶ μὲν τῆς πρώτης θοίνης ἐς δώδεκα κοφίνους τὸ περίττευμα γίνεται,
10ἐπὶ δὲ τῆς δευτέρας εἰς σπυρίδας ἑπτά. Ἐγὼ δὲ καὶ τοῦτο μὲν τῶν μεγίστων ἂν θεωριῶν ἀξιώσαιμι, οὐκ ἐλάχι‐ στον δέ μοι εἰς ἀπορίαν καταφαίνεται καὶ τὸ περὶ τοῦ μεγάλου τούτου πατρός. τὸν γὰρ ἑπτὰ τιμῆσαι βουλόμενος τοῖς ἀπὸ τῶν διαθηκῶν παραδείγμασιν, ἐν μὲν τοῖς ἄλλοις ῥητοῖς αὐτὸν τὸν ἀριθμὸν παρατίθησιν,
15ἐνταῦθα δὲ προτετάχαται τούτῳ οἵ τε πεντακισχίλιοι καὶ οἱ τούτους ἐκθρέψαντες πέντε ἄρτοι, εἶθ’ ὕστερον τὸ περίττευμα τῆς πανδαισίας λογιζόμενοι δώδεκά τινες παρεισηνέχθησαν κόφινοι. ἐχρῆν δὲ ἴσως ἀφέμενον αὐτὸν τούτων τῶν ἀριθμῶν τὴν δευτέραν παρεισαγαγεῖν ἑστίασιν ἐν ᾗ δὶς ὁ ἑπτὰ παρείληπται. ἐμοὶ γοῦν οὐκ ἐλάχιστον τοῦ προτέρου τοῦτο
20διηπόρηται, οὐ μὴν καὶ προτέρας ἀξιοῦται λύσεως, ἀλλὰ δεῖ τὴν παρ’ ὑμῶν προβληθεῖσαν ἀπορίαν ἐπιλυσαμένους οὕτως εἰς ταύτην ἐλθεῖν· ἀπὸ ταύ‐ της γὰρ εὐεπήβολος αὐτοῦ ἡ λύσις ὀφθήσεται. ἐπεὶ δὲ ἅπαξ εἰς τὴν τού‐ των ἐξέτασιν ἐμαυτὸν καθῆκα, ἐκεῖνο δεῖ πρὸς ὑμᾶς εἰπεῖν, ὡς ὁ μέγας οὗτος πατὴρ ‘τὰ πνευματικὰ‘ πάντα ‘πνευματικῶς ἀνακρίνων‘ περὶ μὲν
25τὸ γράμμα ἐλάχιστα φιλοπονεῖ, πειρᾶται δὲ τοῦτο διαιρεῖν, ὥσπερ τὸ καταπέτασμα ἐπὶ σταυροῦ ὁ Χριστός, καὶ τὰ ἐγκείμενα ἐποπτεύειν μυστή‐ ρια. εἰ γὰρ καὶ πᾶσα ἡ κατὰ τὸ εὐαγγέλιον πολιτεία τῶν τύπων καὶ τῶν αἰνιγμάτων ἀπήλλακται, τῷ δὲ τῆς ἀληθείας χαίρει φωτί, ἀλλ’ ἐπειδὴ καὶ αὕτη εἰς κρείττονα φέρει ἀποκατάστασιν, τοῦ μὲν Μωσαϊκοῦ γράμμα‐
30τος ἀποπλήρωσις πέφυκε, διδοῦσα τὰς ἐκβάσεις καθαρῶς τῶν ἐμφάσεων,
τῆς δὲ ‘ἐν Χριστῷ κεκρυμμένης ζωῆσ‘, κατὰ τὸν θεῖον φάναι ἀπόστολον, οὐκ ἂν ὀκνήσαιμι καὶ ταύτην τύπον εἰπεῖν, ἐπεὶ μηδὲ Παῦλος, ὁ μέγας τῆς ἀληθείας κῆρυξ, τῆς τοιαύτης φωνῆς καὶ ἐννοίας ἀπέσχετο· ‘τὸ γὰρ νομικόν‘ φησί ‘πάσχα, τολμῶ καὶ λέγω, τύπου τύπος ἦν ἀμυδρότεροσ‘.313
35πάντα γοῦν ὅσα ποιῶν ἢ λέγων ἱστόρηται ὁ Χριστὸς εἰς θεωρίαν ἀνάγεται. Περὶ μὲν οὖν τῶν ἄλλων ἐν ἄλλοις καιροῖς κατὰ μέρος διερμηνεύσομεν· ὃ δὲ τὴν τήμερον προβεβλήκατε προκείσθω πρὸς τὴν ἐξέτασιν. ἱστόρηται γοῦν ὅτι πέντε ἄρτοις πεντακισχιλίους ἐκθρέψας ὁ κύριος δώδεκα κο‐ φίνους περιττεῦσαι πεποίηκεν. οἶμαι γοῦν ὡς, ἐπεὶ ὁ πενταδικὸς ἐν ἀμ‐
40φοτέροις φαίνεται ἀριθμός, τὴν ἐκ τῶν φυσικῶν ἐννοιῶν καταλλήλως ταῖς αἰσθήσεσιν ὑπεμφαίνειν διδασκαλίαν τὸν ἑστιάτορα· οἱ γὰρ μὴ πρὸς τὸν νοῦν ἀναβάντες μηδὲ τῆς θείας ἀξιωθέντες ἑνώσεως, ἀλλὰ τῷ πλήθει διαχεόμενοι τῶν αἰσθήσεων, πεντακισχίλιοι ἂν εἰκότως κληθεῖεν, δι’ ὧν δὴ ὁρῷέν τε καὶ ἀκούοιεν ὀσφραίνοιντό τε καὶ γεύοιντο καὶ ἅπτοιντο τὸν
45γενεσιουργὸν ἀναλόγως κατανοοῦντες. χιλιοῦνται δὲ τὴν πενταδικὴν αἴσθησιν, ὅτι τριττὴν ποιοῦνται τὴν διὰ τῶν αἰσθητῶν κατανόησιν· ‘ἀπόγραψαι‘ γὰρ ‘αὐτά‘ φησίν ‘ἐν τῇ καρδίᾳ σου τρισσῶσ‘. διὰ τοῦτο λοιπὸν οὔτε πεντήκοντα οὔτε πεντακόσιοι, ἀλλὰ πεντακισχίλιοι διὰ τῆς ὑψηλοτέρας θεωρίας τῶν ὁρωμένων καταμετρούμενοι· οἱ δὲ τοιοῦτοι καὶ

78

(50)

πέντε ἄρτοις κατὰ λόγον ἐκτρέφονται· ἑκάστῃ γὰρ τῶν αἰσθήσεων κατάλληλος ἡ διὰ τοῦ λόγου τροφή. Τί δὲ κορεσθέντες ἐσχήκασιν ὥστε ἔχειν περίττευμα; κοφίνους δώδεκα, οἳ δὴ εἰς τὸν ἑπτὰ καὶ τὸν πέντε διαιρούμενοι τόν τε χρόνον ὑποσημαίνουσι καὶ τὴν αἴσθησιν, διὰ μὲν τοῦ ἑπτὰ τὸν χρόνον ἑβδοματικῶς κυκλούμενον
55καὶ ἀνελιττόμενον, διὰ δὲ τῶν πέντε τὴν αἴσθησιν. οἱ γὰρ διὰ τῶν αἰσθή‐ σεων πρὸς τὸν θεὸν ἀναβαίνειν πειρώμενοι οὔτε τὸν χρόνον ὑπερπεπηδή‐ κασιν οὔτε τὴν αἴσθησιν ὑπερβεβήκασιν, ἐπεὶ πῶς ἄνθρωποι πολυμερῶς περὶ τὸ θεῖον κινούμενοι καθαρῶς ἂν γνοῖεν τὸν νοῦν καὶ τὴν τοῦ αἰῶνος ἀμέρειαν; διὰ ταῦτα καὶ κορεσθέντες τῶν ἀπὸ τῆς αἰσθήσεως λόγων, εἰς
60τὰς χρονικὰς ἀποπερατοῦνται ἐννοίας καὶ τὸ πολυμερὲς τῆς αἰσθήσεως. Τοιαύτη μὲν ἡ πρώτη νοουμένη ἑστίασις· ἡ δὲ δευτέρα πολὺ κρείττων καὶ ὑψηλοτέρα. ἑπτὰ μὲν γὰρ οἱ ἄρτοι, τετρακισχίλιοι δὲ οἱ ἐσθίοντες, καὶ τὸ μετὰ τὸν κόρον περίττευμα σπυρίδες ἑπτά. οἱ μὲν γὰρ τετρακισχί‐
λιοι τὸν ἀκριβῆ τῆς θεολογίας ἀποσῴζουσι χαρακτῆρα, ἥτις τρία τυγχάνει314
65καὶ ἕν, διὰ ταῦτα τοιγαροῦν καὶ ἑπτὰ παρατεθειμένους ἔχουσιν ἄρτους. οὗτος δὲ ὁ ἀριθμὸς παρθενίας ἐστὶ σύμβολον· πολλάκις γὰρ ἡμῖν τεθεώ‐ ρηται· τῶν ἄλλων γὰρ ἐντὸς τῆς δεκάδος ἢ γεννώντων ἢ γεννωμένων ἢ ἀμφότερα δρώντων τε καὶ πασχόντων, οὗτος μόνος τὸ γίνεσθαι καὶ τὸ γεννᾶν διαπέφευγεν. ἁρμόζει γοῦν τῇ θεολογικῇ καθαρότητι τὸ τῆς τροφῆς
70καθαρὸν καὶ ἀκήρατον. ἑπτὰς γοῦν αὕτη, κατ’ ἔλλειψιν τοῦ σίγμα λεγο‐ μένη, ἐπεὶ σεπτὰς ὡς ἀληθῶς ἐστιν, οἷον σεβασμία τις οὖσα καὶ τῷ φωτὶ κοσμουμένη τῆς καθαρότητος. διὰ ταῦτα ἰσάριθμον ταύτῃ καὶ τὸ περίτ‐ τευμα, τί γὰρ ἂν ἐπέκεινα τῆς καθαρᾶς τελειότητος γένοιτο; ἐπὶ μὲν γὰρ τῆς πρώτης εὐωχίας πλεῖον τὸ περιττεῦσαν ὧν οἱ πεντακισχίλιοι βεβρώ‐
75κασιν, ἐπειδὴ καὶ πλεῖστα τὴν αἴσθησιν ὑπερβεβήκασιν· ἐνταῦθα δὲ τοῖς εἰς τὸ ἀκρότατον τῆς θεολογίας φθάσασι πῶς ἂν πλείων τροφὴ περιτ‐ τεύσειεν; ἀλλ’ οὐδὲ ἐλάττων, ὅτι μὴ καθ’ ὑπόβασιν ἡ τελείωσις· ἴση τοιγαροῦν, ὅτι τοῦ τελείου οὐδὲν πέφυκε τελειότερον. Ἐπεὶ οὖν τὸ ὑμέτερον λέλυκα πρόβλημα, λύσων ἔρχομαι καὶ ὃ αὐτὸς
80διηπόρηκα. ἦν δέ, εἴ γε μέμνησθε, τί δήποτε ὁ οὐρανογνώμων οὗτος ἀνὴρ ἑτέρων ἀριθμῶν πρὸ τοῦ κατεπείγοντος ἐμνημόνευσεν, ἵνα διὰ τῆς συγκρίσεως, ὡς ἔγωγέ φημι, τοῦ ἑπτὰ δείξῃ τὴν τελειότητα. δὶς γὰρ εὑρηκὼς τὸν Χριστὸν ἐν τοῖς εὐαγγελίοις ἑστιῶντα τοὺς ὄχλους, οὐχ ἁπλῶς οὕτως τὴν διπλῆν ταύτην ἑστίασιν παρέδραμεν, ἀλλὰ τὴν μὲν πρώτην
85ἀτελεστέραν ἐνόησε καὶ τῇ διὰ τῆς φύσεως ἀνόδῳ κατάλληλον, τὴν δὲ δευτέραν ὑψηλοτέραν μακρῷ καὶ θεολογικωτέραν, ὅτι δεῖ τὸν πρὸς τὸν θεὸν ἀνιέναι πειρώμενον πρῶτον μὲν διὰ τῶν στοιχείων ποιεῖσθαι τὴν ἄνοδον, ὥσπερ τινῶν κατωτέρων βαθμίδων αὐτῶν ἐπιβαίνοντα, εἶτ’ ἐνοπ‐ τρίζειν τὴν φαντασίαν καὶ διὰ μέσου ταύτης τὰς τοῦ θείου ἀπορροίας
90αὐγάζεσθαι, εἶτα πρὸς τὸν νοῦν ἐπανάγεσθαι καὶ θεοφάντορα ὁμοῦ καὶ θεολόγον ἀκρότατον γίνεσθαι. τοιοῦτον δὲ τὸ μυστήριον τῆς διπλῆς τοῦ Χριστοῦ κλήσεως καὶ πανδιασίας, καὶ διὰ ταῦτα περὶ μὲν τὴν πρώτην ἑστίασιν οὐδαμοῦ ὁ ἑπτὰ παρεμφαίνεται (πῶς γὰρ ἂν δοθείη τοῖς ἀτελέσι τὰ τέλεια;), ἀλλ’ ὁ πενταδικὸς θρύπτεται ἄρτος· ἐν δὲ τῇ δευτέρᾳ ἀφθο‐
95νώτατά τε τοῖς δαιτυμόσι παρέχεται καὶ εἰς ἴσον καταλήγει περίττευμα. Διὰ τί δέ (τοῦτο γάρ μοι νῦν ὁ νοῦς ὑποβάλλεται) ἐλάττων τῶν πρώην
ὁ τῶν δαιτυμόνων ἀριθμός; ἐκεῖ μὲν γὰρ πεντακισχίλιοι, ἐνταῦθα δὲ τετρακισχίλιοι. ὅτι ὥσπερ ὁ ἀπὸ τῆς ἑνάδος κατιὼν εἰς πλῆθος πρόεισιν, οὕτως ὁ ἀπὸ τοῦ πλήθους εἰς τὴν ἑνάδα ἀνιὼν ὑφαιρεῖ τοῦ ἀριθμοῦ καὶ315

78

(100)

συστέλλεται, ἵνα καθαρῶς ἑνισθείη καὶ σύστοιχος γένηται τῷ ἑνί. διὰ ταῦτ’ ἄρα καὶ Πλάτων ‘Τιμαιογραφεῖν ἐπιχειρῶν‘ κατὰ τὸν σιλλογράφον περὶ μὲν τὴν πρώτην συνουσίαν εἰς πλῆθος τοὺς διαλεγομένους ἐξήπλωσεν, εἶτα δευτέραν καὶ τρίτην ποιούμενος, συστέλλει τὸν ἀριθμόν, καὶ πρὸ τῆς τελευταίας τέσσαρας τούτους εἰσαγαγών, ἐν ᾧ δὴ τὸ διὰ λόγων συμ‐
105περαιοῦται, εἰς τὴν τριάδα τούτους κατέκλεισεν. ‘εἷσ‘, γάρ φησιν, ‘δύο, τρεῖς· ὁ δὲ δὴ τέταρτος ποῦ τῶν χθὲς μὲν δαιτυμόνων, τὰ νῦν δὲ ἑστιατό‐ ρων;‘ ὁρᾷς Πλάτωνα οὐ πολὺ τῆς ἀληθείας ἀπῳκισμένον; τοιοῦτος γὰρ ὁ ἀνήρ, ἐν ἀλλοτρίῳ σχήματι ἀπορρήτως θεολογῶν τὰ ἡμέτερα καὶ οὐ πολλοστόν τι τῆς ἀληθείας καταλαμβάνων. ἀλλὰ Πλάτωνος μὲν ἅλις·
110ὑμεῖς δὲ μηδὲν ἀλόγω ἢ ἀναξίως τῶν τοῦ πνεύματος δέχεσθε, κατὰ τὴν θεολόγον φωνήν, ἀλλὰ πάντα πρὸς τὸ πνεῦμα μεταβιβάζοντες ‘αἰχμαλωτίζοιτε πᾶν νόημα εἰς Χριστόν‘. Οὐκ ἀγνοῶ δὲ οἷα Μάξιμος ὁ φιλόσοφος περὶ τοὺς ἀριθμοὺς τούτους ἐπραγματεύσατο καὶ ὡς ἄλλα ἐπ’ ἄλλοις ἐπάγων ἀποκναίειν ποιεῖ τὸν
115ἀκροατήν· ἀλλ’ ἡμεῖς γε τὴν ἀκριβεστέραν θεωρίαν ἐκ πασῶν τῶν ἀν‐ αγωγῶν συλλεξάμενοι ὁμοῦ τε τῷ χρόνῳ καὶ τῷ μέτρῳ τῆς ὑμετέρας ψυ‐
χῆς συνεμετρήσαμεν τὴν ἐξήγησιν.316

79

(1t)

Εἰς τὸ ‘ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι‘
2 Πῶς, φασί, τῆς κατὰ τὴν γένεσιν βίβλου ἓξ ἡμέραις περιγραψαμένης τὴν τοῦ παντὸς ἐργασίαν (ἐν ταύταις γὰρ ‘συνετέλεσεν ὁ θεὸς ἀπὸ τῶν ἔργων ὧν ἐποίησεν‘) ὁ τοῦ κηρύγματος λόγος, μᾶλλον δὲ αὐτὸς ὁ θειότα‐
5τος λόγος καὶ ὑπερούσιος, ἐν ἔργοις εἶναι καὶ τὸν πατέρα καὶ ἑαυτὸν ἀποφαίνεται; τί δ’ ἂν ἔτι καὶ ἐργάσαιτο ὁ πατὴρ ἢ συνεργάσαιτο ὁ υἱός, ἀγγέλων γεγενημένων καὶ πάσης τῆς ἄνω διακοσμήσεως καὶ τοῦδε τοῦ παντὸς συμπαγέντος καὶ ἀπὸ τῶν πρωτίστων γενῶν μέχρι τῆς ὕλης τῆς δημιουργίας διαδραμούσης; δυοῖν γὰρ θάτερον ἐπισυμβήσεται ἄτοπον,
10ἢ τὸ μὴ δύνασθαι τὸν θεὸν ἐν βραχεῖ τὴν τῶν πάντων δημιουργίαν συγκε‐ φαλαιώσασθαι, ἀλλ’ ὥσπερ τῇ παρατάσει τοῦ χρόνου καὶ τὴν δημιουργι‐ κὴν ἐγχρονίζειν ἐνέργειαν, ἢ τοῦ παντὸς κόσμου συμπληρωθέντος, ὡς μὴ κατά τι τῶν μερῶν ἐλλείπειν, κενοπαθεῖν τὴν δραστικὴν δύναμιν τοῦ θεοῦ.
15 Ταύτην δὲ τὴν ἀπορίαν ἐν πολλαῖς βίβλοις ἀναγεγραμμένην οἱ μὲν οὐκ ᾠήθησαν δεῖν λύειν, ὥσπερ ἐξαποροῦντες ὅ τι καὶ εἴποιεν, οἱ δὲ ἐπιχειρή‐ σαντες ἐπαγωγικώτερον ἐπελύσαντο, ὑποθέσεις τινὰς ἑαυτοῖς πρὸς τὴν ἀπορίαν ἀντιβαινούσας ἀναπλασάμενοι. ἐτόλμησαν δέ τινες καὶ τῶν καθ’ ἡμᾶς ἀπορῆσαι ψυχρῶς καὶ ψυχρότερον διαλύσασθαι· ὧν τὰ περὶ
20τούτων συγγράμματα ἐνίους εἶδον ἐγὼ ὥσπερ τινὰς στήλας ἀσπαζομένους θεοειδεῖς. οἱ γὰρ μὴ λαβόντες ἀξιολόγους περὶ φιλοσοφίας τριβάς, ἔπειτα ἐντυχόντες μεθόδοις τισὶ συλλογιστικαῖς, ὁρισμοῖς καὶ διαιρέσεσι, δόγμασί τε φυσικοῖς καὶ νοήμασι θεολογικοῖς, ὥσπερ ὑπ’ ἀστραπῆς τοῦ λόγου καταπλαγέντες, οὐχ ὅπως διεῖλον ἢ ὡρίσαντο ἢ ἀποδεδείχασιν οἱ θεωρή‐
25σαντες διηρεύνησαν, ἀλλ’ ὅτι τοιαύταις μεθόδοις ἐχρήσαντο ἄγανται καὶ τεθήπασιν. Ἀριστοτέλης δὲ πολλὰ τῶν Πλατωνικῶν διαγράφει, κἀκεῖνος τῶν Πυθαγορείων ἔνια ἀθετεῖ· Πλωτῖνος δὲ καὶ διαιτᾷ τοῖς φιλοσόφοις
καὶ τῷ Πλάτωνι τὴν νικῶσαν ἐπιψηφίζεται· ὅ τε Φοῖνιξ Πορφύριος οὐ πάνυ τι τὸν φιλόσοφον αἰδεῖται, ἀλλὰ καὶ περὶ τῆς ὕλης πρὸς αὐτὸν ἀμ‐317
30φιβάλλει καὶ τὰ τοῦ πέμπτου σώματος ἀθετεῖ· Ἰάμβλιχος δὲ ὡς ἐνδεῶς ἔχουσαν τὴν περὶ ψυχῆς πραγματείαν ἀναπληροῖ οἷς προστίθησιν ὡς ἐλλείπουσι· καὶ Πρόκλος δὲ ὁ φιλόσοφος τὸν ἄνδρα τοῦτον ὑπερθαυμάζων, ἐν οἷς τὰς ἀρχὰς τῶν ἐπιστημῶν διερευνᾶται, οὐ πᾶσι συντίθεται. οἱ δέ γε πολλοί, ‘τῆς ῥινὸσ‘ ὥσπερ ‘ἑλκόμενοι‘, οἴκοθεν μὲν οὐδέν τι προσπραγ‐
35ματεύονται, ἀλλ’ ὡς ἄπειροι νεοττοί, ὅ τι δ’ ἂν αὐτοῖς προσενέγκωσιν οἱ συγγράφοντες, τοῦτο δὴ προσλαμβάνουσι, μηδέν τι προβασανίσαντες, εἰ δηλητηριῶδες ἢ τρόφιμον· ὅθεν οὐ μᾶλλον διατρέφουσι σφᾶς αὐτούς, ἀλλ’ οὐδὲν ἧττον προσδιαφθείρουσί τε καὶ ἀπολλύουσι. Τὰς μὲν τοῦ ἀπορήματος λύσεις, ὅσας ἐπήνεγκαν οἱ πολλοί, οὐκ ἂν τῷ
40λόγῳ διαμνημονεύσαιμι· ὅσαι δέ μοι ἐγκεκρυμμέναι τῇ φιλοσοφίᾳ ἐφάνη‐ σαν, ταύτας δὴ διελὼν παραθήσομαι. οὐ γάρ, φασίν, ἐναντίον τῷ ‘συν‐ τετελεκέναι τὸν θεὸν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ‘ τὸ ἔτι ἐν ἔργοις εἶναι καὶ τὸν πατέρα καὶ τὸν υἱόν· ἐκεῖ μὲν γὰρ ἡ συντέλεια νοοῖτο ἐπὶ τῆς ἀπὸ τοῦ μὴ εἶναι εἰς τὸ εἶναι γενέσεως, ἐνταῦθα δὲ τὸ ἐργάζεσθαι ἐπὶ τῆς τῶν
45γεγενημένων συντηρήσεως ἐκλαμβάνοιτο. εἰργάσατο μὲν γὰρ ἅπαξ τὸν οὐρανὸν ὁ θεός, συμπαραγαγὼν τὴν ὕλην μετὰ τοῦ σχήματος· ἐργάζεται δὲ καὶ ἀεί, τὴν φύσιν αὐτοῦ συντηρῶν καὶ ἐν τῷ προκυλινδεῖσθαι τὸ ὅλον κύτος ἀδιάπτωτον ταῖς κινήσεσιν ἐργαζόμενος. οὕτω δὴ καὶ τὸν ἀέρα καὶ τὴν θάλασσαν καὶ τὴν ξηρὰν εἰργάσατο ἅπαξ ἐπενεγκών, καὶ

79

(50)

ἐργάζεται, τῇ μὲν ψάμμον ‘περιτιθεὶς ὅριον‘, ὥστε ‘μὴ ὑπερβαίνειν‘ καὶ ἐπικλύζειν τὴν γῆν, τὴν δὲ ἐπὶ τοῦ μέσου τηρῶν ἀμετάθετον, τὸν δὲ ἀέρα συνέχων ὥστε μὴ διαρρεῖν τῇ τῆς φύσεως μαλθακότητι. κατὰ τοῦτον τὸν λόγον καὶ τὰς ὑπερκοσμίους δυνάμεις καὶ εἰργάσατο καὶ ἐργάζεται· ἐκεῖνο μέν, ἀπὸ τοῦ μὴ ὄντος ταύτας παραγαγών, τοῦτο δέ, γεγενημένας
55εἰς ἑαυτὸν ἀναφέρων καὶ τῇ πρὸς τὸ αἴτιον ἐπιστροφῇ τοῖς αἰτιατοῖς τὸ μὴ διεφθάρθαι διδούς. Μία μὲν οὖν αὕτη λύσις, αὐτὴ καθ’ ἑαυτὴν εὖ ἔχουσα, τῇ δὲ κατὰ τὸ μερικὸν ἐπιχειρήσει οὐ πάνυ τι τῷ λόγῳ συμβαίνουσα. ἑτέρα δέ, ὅτι τὰ πάντα πεποιηκὼς ὁ θεὸς τοῖς μὲν ἀγήρω τὴν φύσιν καὶ διαιωνίζουσαν
60ὥσπερ ἐποίησε, τοῖς δὲ χρόνον ὥρισε τῆς ὑπάρξεως· ἵνα δὲ μὴ τὸ γενό‐ μενον διαφθείρηται, διαδοχῶν αὐτοῖς ἀφορμὰς ἐγκατέσπειρε. ταῦτα οὖν καὶ εἰργάσατο καὶ ἐργάζεται. εἰργάσατο μὲν γὰρ τῶν γενῶν τὰς ὁλότη‐ τας, ἐργάζεται δὲ τὰς τῶν ἀτόμων ἐπιγεννήσεις, δι’ ὧν ὥσπερ τινῶν μερῶν τὸ ὅλον συμπληρούμενον ἕστηκε. τὸν μὲν γὰρ Ἀδὰμ καὶ τὰ ἐν τῷ318
65παραδείσῳ φυτὰ ἅπαξ εἰργάσατο, ἐργάζεται δὲ τὰς τῶν πρώτων γενῶν ἐν τοῖς ἐπιγεννωμένοις διαδοχάς· τὸ μὲν γὰρ γηρᾶσαν ἢ ἄλλως ἀπορρυὲν ᾤχετο, τὸ δ’ ἐκεῖθεν φυὲν τὸ ἀπορρεῦσαν ἀνύφανε, καὶ πάλιν ἡ φύσις διὰ τῶν γινομένων ἀδιάφθορος ἕστηκεν. ἐξαμβλοῦται καὶ φθίνει τὰ φυτά, ἀλλ’ ἔαρος ἐπιλάμψαντος ἀνηβᾷ τε αὖθις καὶ ζῇ, καὶ αὖον τέως τὸ στέλεχος
70ὂν τῇ τῆς ἰκμάδος ὁλκῇ ἀναθάλλει καὶ ἐξυγραίνεται, καὶ κλάδοις κομᾷ, καὶ πετάλοις τρυφᾷ, καὶ πεπείρῳ βρίθει καρπῷ, καὶ τῷ ζεφύρῳ ὡς ἥδιστα γελᾷ. δευτέρα λύσις αὕτη τοῦ διαπορηθέντος προβλήματος. Μάξιμος δὲ ὁ φιλόσοφος, βιαιότερον τοῦ λόγου ἁπτόμενος, συντέλειαν μὲν ἔργων λέγει τῶν εἰδῶν τὰς ὑπάρξεις, ἐργασίαν δὲ τὴν τῶν ἀτόμων
75πρὸς ἐκεῖνα ὁμοίωσιν. ἔστι δὲ ὁ λόγος ἀσαφὴς μὲν καὶ δυσείκαστος, ὁποῖος ἐκεῖνος κατ’ ἰδιότητα χαρακτῆρος, δεινὸς μὲν καὶ βαθέως ἐπιχειρῶν, ἀγλευκῆ δὲ καὶ ἀτερπῆ τὴν συνθήκην τοῦ λόγου ποιούμενος· ἔστι δὲ ὅ φησι τοιοῦτον. πρὸ τῶν ἀτόμων εἴδη τινὰ τίθησιν, οὐ πάνυ τι ἐνταῦθα τοῖς ἔξω φιλοσόφοις ἀντικείμενος· ἕκαστον δὲ τῶν εἰδῶν ἁπλοῦν τε δίδωσι
80καὶ ἑαυτῷ ὅμοιον, ὁποῖόν ἐστι καὶ τὸ εἶδος τὸ ἀνθρώπινον, πρὸ τῶν κατὰ μέρος ἀνθρώπων νοούμενον καὶ ἐν ἁπλότητι γνωριζόμενον· τὰ δὲ καθ’ ἕκα‐ στον ἄτομα, πολλά τε ἅμα καὶ σύνθετα, ἢ διχοστατοῦντα πρὸς ἑαυτὰ καὶ κατ’ οὐδὲν τὸ εἶδος μιμούμενα. τὸ μὲν οὖν εἶδος ἅπαξ εἰργάσατο ὁ θεός· βουλόμενος δὲ καὶ τὰ ὑπ’ ἐκεῖνο ἄτομα κατ’ οὐδὲν ἀποδεῖν τῆς οἰκείας
85ὁλότητος, ἐργάζεται ἐσαεί, τῷ μεγαλομερεῖ τῆς προνοίας λόγῳ τὴν διάφο‐ ρον ἡμῶν γνώμην καὶ ἐξαλλάττουσαν πρὸς τὴν παγίαν ἕξιν τῆς ἀρετῆς ἐφελκόμενος, καὶ ἁπλοῦν μὲν τὸ σύνθετον, διάφορον δὲ καὶ ὅμοιον ποιούμενος τὸ πολύτροπον, ἵν’ ὥσπερ τὸ εἶδος ἓν ᾖ, οὕτω καὶ τῶν πάντων πρὸς τὸ ἀγαθὸν ἡ γνώμη μία καὶ ἡ αὐτὴ γένηται.
90 Ἔστι δὲ λύσις ἑτέρα πρὸς τὸ ἀπόρημα, ἣν εἴποιμι μὲν πρὸς ὑμᾶς, οὐκ ἐπικρίναιμι δέ· ἐργώδης γὰρ ὁ περὶ τούτου λόγος καὶ δυσεξέλικτος καὶ πολλὰς ἑκατέρωθεν ἔχων ἀντιλαβάς. φασὶ γοῦν οἱ ἐπιλυόμενοι τούτων ἕνεκα εἰρῆσθαι παρὰ τοῦ κυρίου τὸ ‘ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι‘· ὅσον γὰρ ἐπὶ τῷ τούτων μέρει οὐδέπω πέπαυται θεὸς
95τοῦ ἐκ μὴ ὄντων δημιουργεῖν· ταῖς μὲν γὰρ ἀγγελικαῖς τάξεσι μετὰ τοῦ εἴδους καὶ ὁ τῶν ἀτόμων ἀριθμὸς ἐπὶ τῆς πρώτης παραγωγῆς συμπε‐ πλήρωτο, ὁ δὲ τῶν ψυχῶν ἀριθμὸς παρῆκτο μὲν τῷ δημιουργῷ λόγῳ, ᾧ μηδὲν μέλλον μηδὲ ἐσόμενον, ἀλλὰ πάντα ἐν τῷ φανερῷ ἑστηκότα τῆς φύσεως, οὐ μὴν δὲ καὶ τῷ παντὶ συνηνέχθησαν, ἀλλὰ τοῖς τῶν γιγνομένων319

79

(100)

σώμασιν ἀπὸ τῆς κοσμογονίας εἰσέτι καὶ νῦν ἐκ τοῦ μὴ ὄντος δημιουργού‐ μεναι ἐπεισκρίνονται. τὴν γοῦν τῶν ψυχῶν γένεσιν ἐργάζεται μὲν ὁ πατήρ, συνεργάζεται δὲ ὡς εἰκὸς ὁ υἱός. Πᾶσαι μὲν οὖν αἱ λύσεις καλαί, ἀλλ’ οὐ λίαν καλαί, ἀλλ’ ἐοικυῖαι ταῖς τῶν στοιχείων ὁλότησι. κἀκεῖνα γὰρ καλὰ μὲν καθ’ ἑαυτὰ ὁρώμενα καὶ
105νοούμενα, ‘καλὰ‘ δὲ ‘λίαν‘ πρὸς ἄλληλα συγκρινόμενα, ἐξ ὧν ὁ κόσμος ἔχει τὴν σύστασιν. ἐμοὶ γὰρ τὸ ἐργάζεσθαι μὲν τὸν πατέρα, συνεργάζεσθαι δὲ τὸν υἱὸν οὐ διὰ τάδε ἢ τάδε ἀληθῶς ἔχειν δοκεῖ, ἀλλὰ διὰ πάντα καὶ τούτων πλείονα. ὁ γὰρ θεὸς ἐν δυσὶ ταύταις δυνάμεσι γνωριζόμενος, ταῖς τε θεωρίαις καὶ ταῖς ποιήσεσιν, οὐ νῦν μὲν θεωρεῖ, αὖθις δὲ τοῦ θεωρεῖν
110πέπαυται, οὐδὲ ἐν τῷδε μὲν τῷ μέρει τοῦ χρόνου ποιεῖ, αὖθις δὲ λήγοι μεταβαλλόμενος, ἀλλ’ ἀεὶ ἐπὶ τῶν τοιούτων δυνάμεων ἑστηκώς, τὰς τῶν ὄντων γενέσεις ἐργάζεται. καὶ μή τις ἐπιφυέσθω ἐριστικῶς, ὅτι οὗτος ὁ λόγος συναΐδια τῷ θεῷ ποιεῖ τὰ ποιήματα· ἐγὼ γὰρ καὶ τούτοις οὐκ χρόνου τὴν γένεσιν δίδωμι, οἷς δὴ τὸν αἰῶνα συντάττω, κἀκείνου δὲ
115οὐκ ἀφαιροῦμαι τὸ θεωρεῖν· ἃ δὲ πρὸ τῆς τοῦ παντὸς ὑπάρξεως ἐθεώρη‐ σεν, αὐτῷ ἂν ᾖ δῆλα τῷ μόνῳ θεῷ. ἐνάγει δέ με πρὸς τὸν λόγον καὶ ὁ μέγας Βασίλειος, ‘πρεσβυτέραν τινὰ κατάστασιν‘ τοῦ παρόντος κόσμου ἀποφαινόμενος, ἐν ᾗ δεδημιουργῆσθαι τὰς ὑπερκειμένας τάξεις θεολογεῖ. κἂν τοῦτον δέ τις ἀναιροίη τὸν λόγον, ἀλλὰ τό γε τοὺς λόγους ἔχειν τῶν
120μελλόντων συστῆναι ‘τὸν ἐπὶ πάντων θεὸν‘ οὐκ ἄν τις ἀντείποι νοῦν ἔχων, τοῦτο δ’ ἄντικρύς ἐστι τὸ θεωρεῖν· οὐ γὰρ ὥσπερ ἡ φύσις τοὺς λόγους ἔχει τῶν γινομένων ἀνεπαισθήτως, οὕτω δὴ καὶ θεὸς ἀνεννόητος τῶν ἐσομένων ἐστίν, ἀλλὰ προθεωρῶν πάντα ἀρρήτως καὶ ὑπερουσίως, οἶδεν ἐν τίνι μέρει χρόνου τάδε ἢ τάδε γενήσεται. πολὺ γοῦν κάλλιον ἀπὸ
125τοῦ καθόλου τὸν λόγον κατασκευάζειν ἢ ἀπὸ τῶν μερικῶν παραδειγμάτων πιστοῦσθαι τὸ πρόβλημα. Ἀλλ’ ἐγὼ μὲν ἴσως οὐκ ἀδέκαστος δικαστὴς τὰ ἑαυτοῦ θεωρῶν, ὁ κατὰ τὸν εἰρηκότα τοῖς ἐμοῖς ‘ἀμβλωθριδίοις γεννήμασιν‘ ὡς χρυσοῖς ἐνατενί‐
ζων ἀγάλμασιν. ἐφ’ ἑτέροις οὖν δικασταῖς εὐθυνέσθω τὸ κύημα· κἂν μὲν320
130ὡραῖον φανῇ, μετὰ τῶν ‘σφυρηλάτων ἐν Ὀλυμπίᾳ σταθήσεται‘ καὶ ταῖς Φειδίου τέχναις εὐφυῶς ἀντιστήσεται· εἰ δὲ μὴ καλὸν μηδὲ ἄρτιον, ὑπὸ τὰς ‘Αἰγυπτίων‘ κρυβήσεται ‘σύριγγασ‘ βαθεῖ σκότῳ ἐπηλυγαζόμενον.

80

(1t)

Εἰς τὸ εὐαγγελικὸν ῥητὸν τὸ ‘ἀπ’ ἄρτι ἐγὼ οὐ μὴ πίω ἀπὸ τοῦ γεννήματος
2tτῆς ἀμπέλου‘
3 Ἐπειδὴ πρὸς τῷ πέρατι γέγονε τῆς μετὰ τοῦ σώματος ἐν τῷ βίῳ διαγω‐ γῆς, συμπεραίνεται ἑαυτῷ καὶ ξύμπασαν τοῦ σώματος τὴν διοίκησιν καὶ
5τὴν σωματικὴν ἑαυτῷ ἀπαγορεύει τροφήν, καὶ ‘ἀπ’ ἄρτι‘ μέν φησι ‘μη‐ κέτι πιεῖν ἀπὸ τοῦ γεννήματος τῆς ἀμπέλου‘ ταύτης, ὕστερον δέ ποτε σπάσαι τοῦ νάματος καινοτέρῳ πόσεως τρόπῳ καὶ συμπιεῖν τοῦτο τοῖς μαθηταῖς. πρὸ δὲ τῆς κατὰ μέρος τούτου τοῦ λογίου συνεξετάσεως ὁ λόγος καὶ τοῦτο ζητεῖ· διὰ τί νῦν τὸ μὲν τῆς ἀμπέλου γέννημα νῦν μὲν
10ἑαυτῷ ἀπαγορεύει, εἰς ἄλλην δὲ ζωὴν ἀποτίθεται, οὐδὲν δὲ τοιοῦτο περὶ τοῦ ἄρτου φησίν, ἄμφω δὲ κοινὰ πρὸς ὑπόστασιν τῷ ῥέοντι σώματι; Τοῦτο γοῦν πρῶτον λύσαντες, οὕτω δὴ καὶ πρὸς τὰ λοιπὰ βαδιούμεθα ἄπορα. ἔστι δὲ λύσιν ἐπενεγκεῖν τῷ λόγῳ τὴν μὲν ἱστορικωτέραν, τὴν δὲ θεολογικωτέραν καὶ κρείττονα. ἱστόρηται γὰρ ὁ κύριος μετὰ τὴν ἐκ νεκρῶν
15ἀνάστασιν μέρος τι ἀπολαβὼν τοῦ μελισσείου κηρίου ἐδηδοκέναι, μὴ μέντοι γε καὶ πόματι χρήσασθαι· δι’ ὃν μέν τινα λόγον τοῦτο πεποίηκε, κατιόντες ἐροῦμεν, ὅτι δ’ οὕτως ἐγένετο, ἡ ἱστορία διασαφεῖ. ὡς οὖν μέλλων αὖθις μὲν φαγεῖν, μὴ μέντοι πιεῖν, τούτου μὲν τοῦ μέρους οὐκ ἐμνημόνευσε, τὸν δὲ οἶνον μόνον ἐς ἄλλην ζωὴν τεταμίευται νῦν ἀποθέμενος.
20 Ἡ δὲ μυστικωτέρα λύσις αὕτη, ὡς αἱ τοῦ σώματος αὗται τροφαί τε καὶ πόσεις ἀναλογίαν ἔχουσι πρὸς τὰς ἐν ψυχῇ, δεῖ γὰρ καὶ ταύτην τὸ μέν τι φαγεῖν νοητῶς, τὸ δὲ καὶ πιεῖν. καὶ ὥσπερ τῶν προσφερομένων τῷ σώματι τὰ μὲν γεωδέστερα πέφυκε καὶ παχύτερα, τὰ δὲ εὐροώτερα καὶ λεπτότερα, οὕτω δὴ καὶ τῶν ὑποστηριζόντων τὴν τῆς ψυχῆς οὐσίαν
25νοητῶν θεαμάτων τὰ μὲν εὔχυτά πώς εἰσι καὶ λεπτά, δι’ ὁλῆς αὐτῆς εὐθὺς ἀκαμάτως διαφοιτῶντα, τὰ δὲ ταπεινότερα καὶ οὐκ εὐθὺς τρέφοντα. ἐπεὶ δὲ ἐν ἀπορρήτοις αὐτοῖς ὁ κύριος τῶν θείων μετεδίδου νοήσεων, νῦν μὲν ἀμυδρῶς πως καὶ παχυτέρως, νῦν δὲ ὑψηλῶς καὶ θεωρητικῶς, ἡ δὲ τοιαύτη μετάδοσις κοινή πως ἀμφοῖν ἦν, τῷ τε κυρίῳ καὶ τοῖς μαθηταῖς
30(οὐδὲν γὰρ ἧττον κἀκεῖνος ἐτρέφετο τῶν μαθητῶν τρεφομένων καὶ στηριζομένων τῷ λόγῳ), περὶ μὲν τῆς παχυτέρας τροφῆς οὐδένα λόγον ποιεῖται, ὡς μηδεμίαν χώραν ἐχούσης ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ (ἐκεῖσε γὰρ ἡμῖν γενομένοις ἡ λεπτοτέρα ἐπιχεῖται καὶ κρείττων), περὶ δὲ τῆς αἰθεριώ‐ δους καὶ μείζονος μνημονεύων φησί· ‘ἀπ’ ἄρτι οὐ μὴ πίω ἀπὸ τοῦ γεννή‐
35ματος τῆς ἀμπέλου ταύτησ‘, τουτέστι οὐκέτι παραδώσω ὑμῖν τὰ θεῖα μυστήρια ἐν αἰνίγμασιν, ἀλλὰ ‘συμπιοῦμαι ὑμῖν‘ ταῦτα ‘καινῶς ἐν τῇ βασιλείᾳ τοῦ πατρός μου‘. Τοῦτο μὲν οὖν τοῦ λόγου τὸ πάρεργον· αὐτῆς δὲ ἤδη ἁψώμεθα τῆς ὑποθέσεως. ἰστέον τοίνυν ὅτι πολυσήμαντός ἐστιν ἡ τοῦ θεοῦ βασιλεία
40παρὰ τῇ θείᾳ γραφῇ· νῦν μὲν γὰρ αὐτὸν δηλοῖ τὸν ἐνυπόστατον λόγον ὡς τῶν πάντων ἀρχήν, νῦν δὲ τὴν διδασκαλικὴν τοῦ πνεύματος ὑφήγησιν, καὶ αὖθις τὴν εἰς οὐρανοὺς ἄνοδον, καὶ πάλιν τὴν ἐκ νεκρῶν ἀνάστασιν, ἐκφαντικώτερον δὲ τὸν νοητὸν διάκοσμον ξύμπαντα καὶ τὴν ἐκεῖσε διαγωγήν. τὰ μὲν οὖν ἄλλα τῆς βασιλείας σημαινόμενα οὐκ ἔχει χώραν
45ἐν τῷ παρόντι· δύο δὲ ταῦτα οἰκεῖα τῷ λόγῳ ἐστίν, ἥ τ’ ἐκ τῶν νεκρῶν τοῦ κυρίου ἀποκατάστασις ἐν τῇ γῇ καὶ ἡ αἰωνίζουσα τῶν ἁγίων μετὰ τῶν ἄλλων ἀγγέλων διαγωγή. πρὸς ἃ δεῖ καὶ διττὴν τὴν ἀπάντησιν ποιήσα‐ σθαι. εἰ μὲν γὰρ βασιλείαν τὴν μετὰ τὴν ἀνάστασιν ἐν τῇ γῇ ὑπολήψῃ συναναστροφήν, οὕτω νοήσεις τὸ λόγιον, ὡς ἡ μὲν φύσις αὐτῷ τοῦ σώματος

80

(50)

οὐ μετήλλακται μετὰ τὴν ἐμψύχωσιν, πάθεσι δὲ οὐδὲ τοῖς ἀδιαβλήτοις ὑπέκειτο· οὔτε γὰρ τῆς ἔξωθεν λιβάδος ἦν ἐνδεὴς οὔθ’ ἑτέρας τροφῆς ὑποστηριζούσης. ὀστέοις μὲν γὰρ καὶ νεύροις συνηρήρειστο καὶ μέλεσι συνετέθειτο καὶ ἄρθροις συνήρμοστο, πλῆρες δὲ ἦν ἑαυτῷ καὶ αὔταρκες, οὐκέθ’ ὑπορρέον οὐδὲ χρῇζον ἀναπληρώσεως. ἐπεὶ δὲ οὕτως ἔχον ὑπετό‐
55παζον ἴσως τινὲς ὡς ἄλλο ἀντ’ ἄλλου ἐγήγερτο, τὴν τοιαύτην ἀπορραπίζων
ὁ κύριος ἔννοιαν, νῦν μὲν τὰς παλάμας δίδωσι τῷ διδύμῳ Θωμᾷ, ἵνα τοὺς τύπους γνωρίσῃ τῶν τρήσεων, νῦν δ’ ἀπογυμνοῖ τούτῳ τὴν διανυγεῖσαν πλευρὰν πρὸς τὴν λόγχην ἐσχηματισμένην τὴν νύξασαν· αὖθις δὲ τροφὰς τοὺς μαθητὰς ἐξαιτεῖ καὶ γεύεται τούτων καὶ τὴν φύσιν πιστοῦται τοῦ321
60σώματος, οὐδὲ γὰρ εἰς προσθήκην αὐτῷ τὸ γεγενημένον ἐγένετο, ἀλλ’ εἰς σημεῖον μόνης τῆς φύσεως. καινῶς οὖν μετὰ τὴν ἀνάστασιν συνδιαιτᾶται τοῖς μαθηταῖς. εἰ δὲ ἴσως ἐν ἀπορρήτοις καὶ πέπωκε, ‘καινὸν‘ αὐτῷ τὸ ξυμπόσιον γέγονεν· οὐ γὰρ διὰ τῶν φλεβῶν εἰς ἅπαν τὸ σῶμα μετωχε‐ τεύθη οὐδὲ πρὸς τὴν ἀπορροὴν ἀντεπέρρευσεν, ἀλλὰ τὴν φύσιν καὶ μόνην
65τοῦ ἀναστάντος ἐπιστώσατο σώματος. Οὕτω μὲν οὖν, εἰ βασιλείαν νοήσεις τὴν ἐν τῷ κόσμῳ μετὰ τὴν ἐκ νε‐ κρῶν ἔγερσιν συνδιαγωγήν· ‘ἐδόθη μοι‘ γάρ φησιν ‘ἐξουσία πᾶσα ἐν οὐρανῷ καὶ ἐπὶ γῆσ‘. εἰ δὲ τὸ τῆς βασιλείας σημαινόμενον ἐπὶ τῆς νοητῆς ἑλκύσεις τοῦ κυρίου μετὰ τῶν ἀποστόλων συναναστροφῆς καί, ἵν’ οὕτως
70εἴποιμι, συμβιώσεως, ἣν ‘κεκρυμμένην ζωήν‘ φησιν ὁ ἀπόστολος, καινὴν ἐκεῖσε πόσιν ἢ καὶ συνεστίασιν ὑπολήψῃ τὴν θειοτέραν τοῦ κυριακοῦ σώματος κατανόησιν· συμπεπώκασι μὲν γὰρ κἀνταῦθα τῷ διδασκάλῳ οἱ μαθηταὶ τοὺς λόγους τοῦ σώματος καὶ τὸ μέτρον ὅσον ἐφικτὸν ἔγνωσαν τῆς συγκαταβάσεως, καὶ πρὸς τὸ πάσχα πρὸς αὐτοῦ τοῦ τελετάρχου
75τελούμενοι καὶ τὸν ἀμνὸν βεβρώκασι καὶ τὸ ἐκεῖθεν ἐκχυθὲν αἷμα πεπώ‐ κασιν, οὐ μέντοι οὕτως τῷ μεγάλῳ ἱερείῳ προσεληλύθασιν οὐδὲ τῶν θυμάτων ἐγεύσαντο, ὡς ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ τούτων ἐμφορηθήσονται. ἐνταῦθα μὲν γὰρ μετὰ σώματος οὖσι ῥευστοῦ καὶ οἱ λόγοι σωματικώτεροι καὶ αἱ τροφαὶ ταπεινότεραι· ἐκεῖσε δὲ γενομένοις καὶ συναπαθανατισθέν‐
80τος τοῦ σώματος ταῖς ψυχαῖς αὐτῶν καὶ τοῦ χείρονος καταποθέντος ὑπὸ τοῦ κρείττονος, οὐ διὰ γεννήματος ἀμπέλου τὸ συμπόσιον τελεσθήσεται οὐδὲ ἄρτος τμηθήσεται καὶ δοθήσεται. ἀλλ’ οὐδὲ οἱ τούτων λόγοι οὐ πάντῃ μετέωροι ἔσονται, ἀλλὰ καὶ ‘τοὺς οὐρανοὺς ὄψονται ἔργα τῶν δακτύλων αὐτοῦ‘, ὡς τότε μὴ καταλαβόντες ὅσον ἐστὶ τὸ ὁρώμενον.
85μεταλήψονται δὲ καὶ ἄρτου οὐ σωματικοῦ τε καὶ ῥέοντος, ὣς δὲ καὶ οἴνου οὐκ ἐξ ἀμπέλου πηγάζοντος, ἀλλ’ αὐτοῦ τοῦ θείου σώματος νοηταῖς καὶ θείαις ἐδωδαῖς ἐς τὸ ἀεὶ κορεννύμενοι, καινῶς μετὰ τοῦ θείου ἑστιά‐ τορος τῷ συμποσίῳ συνευφρανθήσονται. Εἰ δ’ ὅτι ἀνωτέρω τοῦ λόγου εἴρηκα συμφαγεῖν μὲν τὸν κύριον ἱστο‐
90ρεῖσθαι τοῖς μαθηταῖς μετὰ τὴν ἀνάστασιν, μὴ μέντοι γε συμπιεῖν, διὰ τοῦτο τὸ ἐν ταῖς Πράξεσι τοὺς πολλοὺς θράττει ῥητόν, ὃ δὴ δημηγορῶν
ὁ Πέτρος φησὶν ὅτι ‘συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ‘, ἴστωσαν ὡς πρὸς δύο ταῦτα τοὺς πολλοὺς τότε ταράττοντα ἀπήντησαν οἱ ἀπόστολοι. οἱ μὲν γὰρ μὴ ἀνεστηκέναι τὸν κύριον ᾤοντο, οἱ δὲ τοῦτο μὲν προσίεντο,322
95μεθ’ ἑτέρου δὲ σώματος ἀυλοτέρου καὶ κρείττονος. πρὸς μὲν οὖν τὸ πρῶτον ὁ Πέτρος ἀπαντᾷ, ὅτι καὶ ‘συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ‘· οὐ γὰρ ψιλῶς ἡμῖν ἐφαντάσθη ἀναστὰς ἐν σκιαῖς τισι καὶ εἰδώλοις, ἵνα τοῖς ὀφθαλμοῖς ἀπιστήσωμεν, οὐδὲ προσιοῦσιν ὑπέρρει τε καὶ ὑπέτρεχεν, ὥσπερ δή φασι τὰ τῶν ‘καμόντων εἴδωλα‘ ἁφὴν ἀνθρωπίνην μὴ ὑφιστά‐

80

(100)

μενα, ἀλλὰ ξυμπίνουσιν ἡμῖν καὶ συνεσθίουσι παρεγένετο, οὐκ αὐτὸς ἐσαεὶ συμπίνων ἐκείνοις καὶ συνεσθίων (τοῦτο γὰρ ἅπαξ ποτὲ πεποίηκε, τὸ σῶμα πιστούμενος), ἀλλ’ ὅτι ἐκείνοις συνεστιωμένοις συνῆν. ἡ γὰρ πρόθεσις ἐνταῦθα τῆς τῶν μαθητῶν συνεστιάσεως τυγχάνει δηλωτικόν, οὐ μέντοι γε συμπεριληπτικὸν καὶ τοῦ κυρίου αὐτοῦ ὅσον εἰς τὴν τῶν τρο‐
105φῶν μετάληψιν. ὁ δέ γε εὐαγγελιστής, πρὸς τοὺς οἰομένους ἄλλο ἐγηγέρ‐ θαι σῶμα ἀπαντῶν, τὸν κύριον εἰσάγει καὶ μετὰ τὴν ἐκ τῶν νεκρῶν ἔγερσιν εἰς πίστωσιν τοῦ ἀναστάντος σώματος τροφῆς ἁψάμενον. πλὴν εἰ καὶ τὸ ἕτερον πεποίηκε, θάτερον δὲ παρῆκεν, οὐδὲν τῷ λόγῳ λυμαίνεται τῆς ἀληθείας· κἂν ἄμφω δὲ ἐπ’ ὄψεσι τῶν μαθητῶν προσηνέγκατο, δε‐
110δόσθω τὸ μὲν διῃρημένως τὸν εὐαγγελιστὴν εἰσαγαγεῖν, τὸ δὲ συνῃρημέ‐ νως τὸν Πέτρον. ἀλλ’ ἡμῖν ὁ λόγος προέβη εἰς τὸ λεπτότερον τὴν ἐξ ἀρχῆς συνιστῶσιν ἐπίλυσιν, ἥν, διότι τὴν πόσιν ἑαυτῷ μόνον ἀπηγόρευσεν ὁ κύριος, ἀλλ’ οὐχὶ καὶ τὴν ἑστίασιν, ἐπηγάγομεν.

81

(1t)

[..] Εἰς τὸ ‘προέκοπτεν ὥσπερ ἡλικίᾳ, οὕτω δὴ καὶ σοφίᾳ καὶ χάριτι‘
2Καὶ τοῦτο τῶν δυσκαταμαθήτων καὶ λίαν ἐργώδη κεκτημένων τὴν
νόησιν, πῶς ὁ καθ’ ἡμᾶς γεγονὼς λόγος ‘προέκοπτεν ἡλικίᾳ καὶ χάριτι‘. ζητεῖ γὰρ ὁ λόγος τίς ἡ τοῦ τελείου προκοπή, καὶ πῶς μετὰ τῆς ἡλικίας323
5καὶ ἡ χάρις αὐτῷ ἐλάμβανε τὴν ἐπαύξησιν. ἐφ’ ἡμῶν γὰρ ἀτελῶν ὄντων τὸ μέν τι εἰσαγωγή ἐστι, τὸ δὲ προκοπή, τὸ δὲ φωτισμός, τὸ δὲ τελείωσις· δεῖ γάρ τινα προσαχθῆναι τῇ ἀρετῇ, εἶτα κατὰ ταύτην τὴν προκοπὴν ἔχειν, καὶ μετὰ ταῦτα τῷ φωτὶ λαμπρυνθῆναι τῆς γνώσεως, καὶ τέλος τῆς ἀκροτάτης τυχεῖν τελειώσεως· οὕτω γὰρ καὶ τῷ θείῳ Διονυσίῳ διατετύ‐
10πωται ταῦτα καὶ προεξήτασται. ὁ δὲ θεὸς κατά τε τὴν θεότητα καὶ τὴν ἀνθρωπότητα τέλειος ὤν, ποίᾳ προέκοπτε χάριτι; πᾶσα γὰρ προκοπὴ ἐκκοπὴ μέν ἐστι τοῦ ἀτελοῦς, πρόσληψις δὲ τοῦ τελειοτέρου· ἐφ’ οὗ δὲ ἡ τελειότης εὐθύς, οὐκ ἔχει χώραν ἡ προκοπή. ἀλλ’ ὁ εὐαγγελιστὴς προκόπτειν αὐτὸν ἡλικίᾳ καὶ χάριτι ἀκριβῶς πάνυ διισχυρίζεται· ζητη‐
15τέον οὖν ἡμῖν τὸ τῆς προκοπῆς ἐνταῦθα μυστήριον, ὃ δὴ τοιοῦτόν ἐστιν. Ὁ θεῖος λόγος τὴν ἡμετέραν φύσιν ἀναλαβὼν καὶ μέχρι τούτου συγκατα‐ βὰς ἡμῖν ἐν δυσὶ φύσεσι μία ὑπόστασις ἦν· πρόσωπον γὰρ ὢν ἓν τῆς ὅλης θεότητος, τὸ αὐτὸ δὴ τοῦτο καὶ τῆς ὅλης ἐχρημάτισεν ἀνθρωπότητος καὶ γέγονεν ἐκ δυοῖν φύσεων ἕν. οὐ μέντοι γε ἐν τῇ καθ’ ὑπόστασιν ἑνώσει
20τὰς συνεληλυθυίας φύσεις διέχεεν, ἀλλὰ καίτοι γε λαμπρᾶς οὕτω τῆς ἀντιδόσεως γενομένης, τὸ ἀσύγχυτον διεσώθη ταῖς φύσεσιν, οὔτε τῆς θεότητος ἀποσαρκωθείσης, ὥστε τῆς οἰκείας ἐκστῆναι φύσεως, οὔτε τῆς ἀνθρωπότητος οὕτως ἀποθεωθείσης, ὡς ἐκστῆναι τῆς ἰδιότητος. ἀλλ’ ὅ τε λόγος ‘σὰρξ γενόμενοσ‘ ἀτρέπτως ‘ἐσκήνωσεν ἐν ἡμῖν‘, τό τε πρόσλημ‐
25μα θεωθὲν κἀντεῦθεν καταπλουτῆσαν τὸ ὑπερφυές, τῆς φυσικῆς ἀπώ‐ λεσεν οὐδὲν ἰδιότητος. οὕτως οὖν ὁ τέλειος θεὸς καὶ ἄνθρωπος τὴν καθ’ ἡμᾶς φύσιν ἀμφιασάμενος καὶ ἐν τῇ ἐσχατιᾷ ταύτῃ γενόμενος, οὐκ ἐν τῇ προσλήψει μόνον τοῦ σώματος τῆς ἀρρήτου συγκαταβάσεως ἐνεδεί‐ ξατο τὸ μυστήριον, ἀλλὰ καὶ τῷ ταῖς σωματικαῖς αὐξήσεσιν ἕπεσθαι καὶ
30κατὰ τὸ ἀνάλογον τῆς ἐντεῦθεν προκοπῆς τε καὶ ἐπιδόσεως τὰς θείας ἐμφαίνειν μαρμαρυγάς. Ὥσπερ γὰρ ἡ ψυχὴ ἀτελὲς οὐδὲν ἔχουσα, ἑνωθεῖσα τῷ σώματι καὶ βαρηθεῖσα τῇ ὕλῃ οὐκ εὐθὺς ἐμφαίνει τὴν τελειότητα, ἀλλὰ κατὰ τὴν ἄρρητον πρὸς ἐκεῖνο συμπάθειαν συναυξάνει τούτῳ καὶ συνεπιδίδωσιν
35(ὅθεν ἄλλως μὲν ἐν τοῖς σπαργάνοις φαντασιοῦται ὁ ἄνθρωπος, ἄλλως δὲ
παῖς ἢ ἀντίπαις γενόμενος, καὶ ἄλλως εἰς τὴν ἔφηβον ἡλικίαν τελῶν, ἀνδρὶ δὲ γεγονότι ἀθρόον ὑπολάμπει ὁ νοῦς, καὶ στερροτέρα μὲν ἡ διά‐ νοια, αἱ δὲ ὁρμαὶ δυνατώτεραι καὶ αἱ περί τι δόξαι δυναμικώτεραι), οὕτω δὴ καὶ ὁ τὴν ἡμετέραν σάρκα θεὸς ἐνδυσάμενος, ἅπαξ αἵματι προσθέμενος324
40καὶ σαρκί, οὐκ εὐθὺς τὰς θείας ἐνεδείκνυτο χάριτας οὐδ’ ἀπὸ σπαργάνων ἐθαυματούργει οὐδ’ ἀντίπαις γενόμενος τοῖς τυφλοῖς τὰς κόρας ἀποκατ‐ έστησεν, ἀλλὰ κατὰ τὴν τῆς ἡλικίας προκοπὴν καὶ ἐπίδοσιν ἀναλόγως καὶ τὴν θείαν παρεδείκνυε δύναμιν. ὅθεν νῦν μὲν ἐν τῷ ναῷ διῆγε καὶ τὰς Μωσαϊκὰς γραφὰς διηρμήνευε, νῦν δὲ τὴν τῶν σαββάτων κατέλυε δύνα‐
45μιν, τῶν δὲ θαυματουργιῶν οὐκ εὐθὺς ἥψατο, ἀλλ’ ὁπότε δὴ τὴν τῆς ἡλικίας τελείωσιν ὁ χρόνος ἐλάμβανε. καὶ τὰ τῶν Σαδδουκαίων δὲ διέλυεν ἐρωτήματα, ὁπότε δὴ τὸν κατὰ τῆς ἀναστάσεως ἐκεῖνοι λόγον ἐγύμναζον, ὁπηνίκα πρὸς τῇ τελειώσει τῆς ἡλικίας ἦν, τὰς δὲ ἰάσεις πρὸς αὐτῷ δὴ τῷ πάθει πεποίηκε, τότε γὰρ καὶ τὴν αἱμόρρουν ἰάσατο καὶ τὴν συγ‐

81

(50)

κεκυφυῖαν ἀνήγειρε καὶ τὴν Ἰαείρου θυγατέρα ἤγειρε καὶ τῇ τοῦ ἑκατον‐ τάρχου τὴν ζωὴν ἐχαρίσατο. τὸν δὲ φίλον Λάζαρον πότε τῶν μνημάτων ἀνέστησεν; οὐχ ὅτε ὁ Ἰουδαίων ὄχλος ἐμεμήνει ἐπὶ τῷ θαύματι καὶ τὴν δεξιὰν καὶ πάλαι φονῶσαν ἐπ’ ἐκεῖνον καθώπλισε; τὴν δὲ ἀπειρόκακον ἡλικίαν πότε δὴ πρὸς τοὺς θείους ὕμνους διήγειρεν; οὐ μεθ’ ὃ τὸ περὶ τὸν
55Λάζαρον θαῦμα πεποίηκεν; ὅρα γοῦν ὡς οὐκ εὐθὺς τὴν θείαν χάριν ἐδεί‐ κνυεν οὐδ’ ἅπαξ θαυματουργεῖν ἐναρξάμενος τὰ κρείττω τῶν θαυμάτων εἰργάσατο, ἀλλὰ τῇ τῆς ἡλικίας ἀνόδῳ καὶ προκοπῇ καὶ τῇ περὶ τὸν χρόνον αὐξήσει τὴν ἄρρητον τῆς θεότητος ἀπηύγαζε πᾶσι λαμπρότητα. Χρήσομαι δὲ πρὸς τοῦτο καὶ ἑτέρᾳ εἰκόνι τῶν αἰσθητῶν. ὁ λαμπρὸς
60οὑτοσὶ καὶ μέγιστος ἥλιος, εὐθὺς ἑῷος φανείς, ἀπηρτισμένῳ τῷ κύκλῳ καὶ ἀμειώτῳ φωτὶ καταλάμπει τὰ σύμπαντα, ἀλλ’ οὐκ εὐθὺς καὶ τοῖς τὴν ἰσημερίαν οἰκοῦσι θερμὸς οὕτως ἐστὶ καὶ λευκότατος, ὥσπερ ὅταν κατὰ κορυφὴν αὐτῶν γένηται, ἀλλὰ θερμαίνει μὲν καὶ ἀνατέλλων εὐθύς, ἀνιὼν δὲ κατὰ μικρὸν καὶ πρὸς τὴν μεσημβρίαν προκόπτων θερμοτέρας
65τε ἀκτῖνας ἐκείνοις ἐφίησι, καὶ τῶν ἀπὸ τῆς γῆς ἀτμῶν ὑπεράνω γενό‐ μενος οὐκ ἀνθρακώδης τὴν χροιάν, ἀλλὰ καθαρῶς ὁρᾶται λευκός· ὅτε δὲ ἐπὶ τοῦ μεσημβρινοῦ σημείου στήσει τὸ τέθριππον, ὁπότε καὶ ἀναπε‐ παῦσθαι δοκεῖ, τηνικαῦτα λαμπρὸς ἄκρως καὶ διαυγάζων τῷ ὑποκειμένῳ γίνεται κλίματι. ἔστι δὲ κἀν τούτῳ γέννησις μὲν ἡ ἀπὸ τοῦ ὁρίζοντος ἄνο‐325
70δος, ὁπότε δὴ ὥσπερ ἀπό τινων ὠδίνων λυθεὶς πρὸς τὴν καθ’ ἡμᾶς οἰκουμένην διολισθαίνει· σπαργάνωσις δὲ ἡ τῶν ἀπὸ τῆς γῆς ἀναθυμιά‐ σεων περιβολή τε καὶ ἐπικάλυψις· ἀπόλυσις δὲ τῶν ἐντεῦθεν δεσμῶν ἡ πρὸς τὸ μετέωρον ἄνοδος· προκοπὴ δὲ ἡλικίας ἡ κατὰ μικρὸν πρὸς τὸ τῆς μεσημβρίας τέλος ἐπίδοσις καὶ ἐπαύξησις· τελείωσις δὲ τῆς πάσης αὐξή‐
75σεως, ὅταν πρὸς αὐτὴν τὴν ἀκροτάτην ἁψῖδα γενόμενος, λανθανόντως κάτεισι καὶ πρὸς ἑσπέραν χωρῇ. Τοιαύτη τις ἦν καὶ ἡ τοῦ νοητοῦ ἡλίου κατὰ τὴν τοῦ σώματος αὔξησιν τῆς χάριτος προκοπή. ἀλλ’ ὁ μὲν αἰσθητὸς ἥλιος κάτωθεν ἄνω ἴσχει τὴν γέννησιν, ὁ δὲ νοητὸς ἄνωθεν κάτω ἔσχηκεν, ἵνα καὶ αὐτὴν τὴν ὕλην ἐπὶ
80τῆς οἰκείας ἐπιφορτισάμενος φύσεως αἰθερώδη καὶ κούφην ἐργάσηται· καὶ ὥσπερ ὁ αἰσθητὸς ἥλιος οὐκ εὐθὺς τὸ λευκὸν παρεμφαίνει τοῦ χρώ‐ ματος οὐδὲ τὸ ἰσχυρὸν τῆς θερμότητος, ἀλλὰ πρὸς τὰς ἀνόδους καὶ ταῦτα παραγυμνοῖ, οὕτω δὴ καὶ ὁ νοητὸς ἥλιος ἀνθρακώδης μὲν οἷον εὐθὺς γενόμενος ἦν, πολλοῦ πλήθων τοῦ αἵματος καὶ τὴν πρὸς τὴν σάρκα δεικνὺς
85οἰκείωσιν διὰ τὸ τῆς φύσεως ἀτελές, ἔπειτα οἷον ὑπεράνω τοῦ σώματος καθιστάμενος, τὸ λευκὸν ἐπεδείκνυ τῆς θείας αὐγῆς καὶ θερμοτέραις ἡμᾶς ταῖς ἀκτῖσιν ὑπέθαλπε, καὶ συνέσφιγγε μὲν τὸν πηλόν, τὴν θνητὴν καὶ ῥέουσαν φύσιν τῇ καθ’ ἑαυτὸν δυνάμει διακρατῶν, διέχεε δὲ τὸ σκληρόν, τὴν ἐν ἡμῖν λιβάδα κάτωθεν ἀνέλκων καὶ τὸ ἀντίτυπον καταμαλάττων τῆς
90φύσεως· τῆς δὲ μεσημβρίας πλησίον γενόμενος, τῆς τοῦ χρόνου φημὶ τελειώσεως, τὰ παραδοξότατα δὴ τότε λαμπρῶς ἐξειργάζετο. Ἀλλ’ ὁ μὲν αἰσθητὸς ἥλιος, ἐπὶ τῆς μεσημβρίας γενόμενος, κάτεισί τε τῆς ἀνωτάτω ἁψῖδος καὶ πρὸς δυσμὰς ἥκων ὑφαιρεῖ τι ὡς πρὸς τὴν πρὸς ἡμᾶς σχέσιν τῆς λαμπρότητός τε καὶ τῆς φαιδρότητος· ὁ δὲ νοητὸς ἥλιος,
95ὁπότε δὴ μᾶλλον ἔμελλε πρὸς δυσμὰς ἥκειν, τότε δὴ ἡλιοειδέστερος καὶ διαυγέστερος ἐπεδείκνυτο. τηνικαῦτα γὰρ καὶ τὸ καταπέτασμα ῥήγνυσι,
τὴν πρὸς τὰ θεῖα ὑπεμφαίνων ἀκώλυτον εἴσοδον, διαρραγέντος οἷον καταπετάσματος τοῦ ἐπιπολάζοντος τῷ πνεύματι γράμματος· καὶ τὰς πέτρας διέσχισε, τὰς ἀντιτύπους καρδίας καὶ ἀτεράμονας διαρραγήσεσθαι326

81

(100)

οἷον ὑπαινιττόμενος τῷ ἀρότρῳ τῆς χάριτος καὶ πρὸς καρπογονίαν ἐπι‐ τηδείας γενήσεσθαι· τόν τε μέγαν τοῦτον φωστῆρα ἀχλύι κατακαλύψας τὸ πᾶν πεποίηκεν ἀλαμπές, ἀπόρρητόν τι ἐντεῦθεν παραδεικνὺς καὶ τοῦ μέλλοντος βίου τὴν εἰκόνα διατυπούμενος, ὁπότε δὴ οὔτ’ ἀέρος δεόμεθα εἰς ἀναπνοὴν οὔθ’ ἡλίου πρὸς θάλψιν τε καὶ θερμότητα οὔτε τινὸς
105ἄλλης αἰθερώδους ἐνεργείας καὶ φύσεως, ‘ἵνα ᾖ ὁ θεὸς τὰ πάντα ἐν πᾶσι‘ κατὰ τὸν θεῖον ἀπόστολον. καὶ ὁ μὲν ὁρατὸς οὗτος ἥλιος, κατὰ τοῦ δυτι‐ κοῦ ὁρίζοντος δύς, ἀλαμπῆ τὸν καθ’ ἡμᾶς ἀέρα ποιεῖ, καὶ τοὺς μὲν ὄφεις ἠρεμοῦντας ἐξάγει τῶν φωλεῶν, τὰ δὲ τῶν ἀνθρώπων ἐγρηγορότα κοι‐ μίζει σώματα· ὁ δὲ νοητὸς ἥλιος καὶ τοῦ αἰσθητοῦ ἀπ’ ἐναντίας τῷ τοῦ
110θανάτου ὁρίζοντι καλυφθείς, ‘τὰσ‘ μὲν ‘κεφαλὰς τῶν δρακόντων συνέθλα‐ σε‘ καὶ ἐγρηγορυῖαν τὴν τούτων ἐνέργειαν ἐδαμάσατο, ‘πολλὰ δὲ σώματα τῶν κεκοιμημένων ἁγίων‘ ἀνέστησε καὶ πᾶσαν ἡμῶν τὴν ζωὴν τῷ θα‐ νάτῳ κατασχεθεῖσαν ἐψύχωσε καὶ ἐζώωσε καὶ ὑποχθονίους ἡμᾶς ὄντας τέως οὐρανοδρόμους εἰργάσατο.
115 Τῷ μὲν οὖν μεγάλῳ καὶ θεολόγῳ πατρὶ διὰ βραχέων ὁ περὶ τῆς προ‐ κοπῆς καὶ τῆς χάριτος λόγος ἐν τῷ τοῦ ἑταίρου ἐπιταφίῳ ἐξειργάσθη, οὐδὲν τῆς βραχύτητος ὑποτεμνούσης τῆς τελειώσεως· ἐγὼ δὲ πλείους καταναλώσας ἐνταῦθα λόγους περὶ τοῦ αὐτοῦ θεωρήματος, ὅσον προσ‐ εθέμην ταῖς λέξεσιν, ὑφῄρηκα τοῦ νοήματος. τοιοῦτόν ἐστι νοῦς γενέσει
120δουλαγωγούμενος καὶ κατ’ ὀλίγον ἀναφέρων τοῦ βάρους καὶ μὴ δυνάμενος εὐθέως τὴν τῆς γνώσεως αὐγὴν ἐπιδείξασθαι. τοιοῦτον δέ ἐστι καὶ τὸ μὴ πρὸς ὕδωρ ἡμᾶς λαλεῖν, μηδὲ διαμετρεῖν τὸν καιρὸν πρὸς ἀσχολίαν δικαστικήν, ἀλλ’ ἑαυτοὺς ἔχειν μέτρον ὧν τε ἀποτείνομεν λόγων καὶ ὧν συστέλλομεν· φιλόσοφος γάρ εἰμι καὶ ἐμαυτῷ μετρῶ τὸν καιρόν, πολλὰ
125καταγελῶν τῶν ἐπὶ τοῦ βήματος, οἳ δὴ πρὸς τοὺς ἐπὶ τοῦ σκίμποδος τοὺς ἑαυτῶν λόγους μεταμορφοῦσιν· ἐγὼ δὲ ἢν μὲν ἐθέλω, μηκύνω τὸν λόγον, συστέλλω δὲ πάλιν ὁπόταν βούλωμαι, καὶ οὐδείς μοι ἐνέγκῃ γραφήν,
οὔτε συστολῆς οὔτε μὴν ἀποτάσεως.327

82

(1t)

Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ ‘ἐν ὁμοιώματι ἀνθρώπων γενόμενοσ‘
2 Τρεῖς ἐμφαίνει τὰς ἀτοπίας τὸ ἀποστολικὸν τοῦτο ῥητόν· ‘ἐν ὁμοιώματι‘ γάρ φησιν ‘ἀνθρώπου γενόμενοσ‘ περὶ τοῦ ἐνανθρωπήσαντος λόγου, ‘καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωποσ‘. τὸ γὰρ ὁμοίωμα καὶ τὸ σχῆμα καὶ τὸ
5ἀμφίβολον τοῦ ἐπιρρήματος τῷ τῆς ἐνανθρωπήσεως λόγῳ δοκοῦσι λυ‐ μαίνεσθαι· οὐ γὰρ ὅμοιος ἀνθρώπῳ ὁ κύριος γέγονεν, ἀλλ’ ἄνθρωπος τέλειος, οὐχ ὥσπερ ἐν σκηνῇ δραματουργήσας τὸ σῶμα καὶ ὑποκριθεὶς τὴν οἰκονομίαν καὶ ὑποβολιμαῖον προσωπεῖον τὸν ἄνθρωπον περιβαλόμε‐ νος ἔξωθεν, ἀλλ’ οὐσιώσας ἑαυτῷ τὴν φύσιν καὶ τηρήσας αὐτὴν ἐν τῇ πρὸς
10τὸ θεῖον ἀνακράσει ἀσύγχυτόν τε καὶ ἀναλλοίωτον. οὔτε οὖν ὅμοιος ἀν‐ θρώπῳ ὁ διὰ τὸν ἄνθρωπον ἄνθρωπος γεγονώς, οὔθ’ ὥσπερ αἱ κατὰ τὸν τοῖχον διὰ χρωμάτων σκιαὶ τὸ σχῆμα μόνον καὶ τὰ τοῦ ἀνθρώπου προσ‐ ειληφὼς πέρατα, ὡς μὴ κυρίως εἶναι ἄνθρωπος, ἀλλ’ ὡς ἄνθρωπος. Ταῦτα μὲν οὖν ἡ ἐπιπόλαιος τοῦ ἀποστολικοῦ λόγου ἐπιβολὴ ἐμφαίνει
15τοῖς μὴ περὶ τὸ βάθος ἐγκύπτουσιν. εἰ δέ τις θεωρητικῶς διαιρεῖν βού‐ λοιτο τὰ ῥητά, ἄφατον εὑρήσει τῆς σοφίας τὸν πλοῦτον καὶ πολὺν ἐν τῷ βάθει τὸν νοῦν· τοιοῦτος γὰρ ὁ θεῖος οὗτος ἀνήρ, οὐκ ἐν τῇ συνηθείᾳ τῶν λόγων τὴν τῆς ἐννοίας ἔχων δεινότητα, ἀλλ’ ἐν τῷ βάθει τῆς θεωρίας καὶ τῷ πλούτῳ τῶν πνευματικῶν νοημάτων, ἃ δὴ καὶ πολλάκις κοιναῖς περι‐
20στέλλει ταῖς λέξεσιν, ἵν’ ὁ μὲν ἰδιώτης καὶ πολὺς ὄχλος τῷ ἀσαφεῖ τῶν ῥημάτων ἐπαναπαύοιτο, ὁ δὲ θεωρητικὸς ἄνθρωπος τοῦ κάλλους τῶν θεωρημάτων τρυφᾷ. ἀλλὰ πρὶν ἢ τῆς τῶν διηπορημένων λύσεως ἅψασθαι, ἐξεταστέον ἡμῖν ὅ τι ποτέ ἐστιν ὁμοίωσις καὶ τίνα δὴ τὴν ἔννοιαν ἡ φιλο‐ σοφία τῷ ὀνόματι προσαρμόττειν βούλεται. ἔστιν οὖν ἡ λέξις τῶν ἀναγομέ‐328
25νων εἰς τὴν ποιότητα, οὐ μὴν δὲ ἀλλὰ καὶ τῶν πρός τί τινες αὐτὴν εἶναί φασιν. οὐ θαυμαστὸν δὲ εἰ τὸ αὐτὸ ὄνομα πολλαῖς κατηγορίαις διῄρηται· κατὰ γὰρ τὰς διαφόρους τῶν ἐννοιῶν σημασίας ὑπὸ τήνδε ἢ τήνδε τῶν γενικῶν φωνῶν ἀναφέρεται. καὶ τὸ ὅμοιον τοίνυν, καθὸ μὲν πεποίωται καὶ ἡμᾶς τοὺς μετειληχότας τούτου ποιοῖ, ὑπὸ τὸ ποιὸν ἀνῆκται· καθὸ δὲ
30ἑτέρῳ προσήρτηται, ᾧ δὴ ὡμοίωται ὁ λεγόμενος εἶναι ὅμοιος, τῶν πρός τι τυγχάνει. ἀλλ’ ἡ μὲν ποιότης οὐ σκοπεῖ τὸ συνεζευγμένον, ἀλλ’ αὐτὴν δὴ ἐξετάζει τὴν ὁμοιότητα καὶ εὑρίσκει ὅτι πεποίωται, εἶτα δὴ τὸ μᾶλλον καὶ τὸ ἧττον τῷ ὀνόματι δίδωσι. τῶν γὰρ ὁμοιουμένων τινὶ τὸ μέν τι μᾶλλον ὡμοίωται, τὸ δὲ ἧττον· ἐπεὶ γὰρ μὴ ταὐτότης, ἀλλ’ ὁμοιότης,
35καὶ τὸ κατά τι παρηλλαγμένον ἐμφαίνεται, πρὸς ὃ τὸ ὁμοιούμενον ἀφω‐ μοίωται. τὸ μὲν οὖν κατὰ τὸ ποιὸν ὅμοιον τοιοῦτον, τὸ δὲ κατὰ τὸ πρός τι ὁμοιοειδὲς καὶ ἀπαράλλακτον πέφυκεν· εἰ γὰρ τὸ ὅμοιον ὁμοίῳ ὅμοιον, κἀκεῖνο αὖθις τούτῳ κατὰ τὴν ἴσην ἀνταπόδοσιν ὅμοιον. Κατὰ τὴν τοιαύτην γοῦν σχέσιν ὅμοιος ἡμῖν τὴν φύσιν ἐγένετο ὁ θεός·
40οὐ γὰρ ὥσπερ εἰκὼν ἀφωμοιώθη ἡμῖν καθαπερεὶ πρωτοτύποις, ἵνα μᾶλλον ἡμῶν ἢ ἧττον ἐπιτυγχάνῃ, ἀλλ’ αὐτὴν ἡμῶν τὴν οὐσίαν ἀναδεξάμενος ὅμοιος ἡμῖν τὴν φύσιν ἐγένετο. οἱ μὲν οὖν ἄλλοι τῶν φιλοσόφων ἀπερι‐ μερίμνως τὴν τοῦ ὀνόματος ἔννοιαν ἐξητάκασι· ποιώδη γὰρ ταύτην θέμε‐ νοι τῷ μᾶλλον καὶ ἧττον προστίθενται. διὸ καὶ τῶν ἡμετέρων τινὲς ἄγαν
45τὴν προσηγορίαν ταύτην ἀπεδειλίασαν, ὡς ἔχουσάν τι παραλλαγῆς. ἐντεῦθεν γὰρ καὶ τὸ τοῦ ὁμοιοουσίου ὄνομα τῷ Ἀετίῳ ἐπινενόηται, ᾧ δὴ Εὐνόμιος κατηκολουθηκὼς ὁμοιοούσιον τὸν υἱὸν τῷ πατρὶ ἀπεφήνατο· καὶ ἡ τοῦ Ἀνομοίου αἵρεσις ἀπὸ τῆς τοιαύτης ἐβλάστησεν ὁμοιότητος. ἔνθεν τοι καὶ ὁ μέγας Βασίλειος τῇ προσθήκῃ τοῦ ἀπαραλλάκτου πρὸς

82

(50)

μίαν ἔννοιαν ἀπευθύνει τὸ ἐπαμφότερον τοῦ ὀνόματος.
Οἱ μὲν οὖν ἄλλοι φιλόσοφοι οὕτως· ὁ δὲ Πλωτῖνος ἐν τῷ Περὶ ἀρετῶν λόγῳ διπλῆν τινα λέγει τὴν ὁμοιότητα, τὴν μὲν τὸ παρηλλαγμένον ἔχουσαν, τὴν δὲ κατὰ τὸ αὐτὸ ἱσταμένην· τὰς γὰρ ἀπὸ τοῦ πρωτοτύπου προελθού‐ σας εἰκόνας πρός τε ἀλλήλας ὁμοίας εἶναί φησι καὶ πρὸς τὸ πρωτότυπον,329
55ἀλλὰ πρὸς μὲν τὸ πρωτότυπον παρηλλαγμένας, ἵνα δὴ καὶ ὁ τοῦ ἀρχετύπου λόγος καὶ ὁ τῆς εἰκόνος σωθείη, πρὸς δὲ ἀλλήλας ἀπαραλλάκτους, ἵνα δὴ καὶ εἰκόνες ἑνὸς μένοιεν πρωτοτύπου. Ἀλλ’ οὗτοι μὲν ἀφείσθωσαν· ὁ δέ γε θεῖος ἀπόστολος ὅμοιόν φησι τῷ ἀνθρώπῳ τὸν θεὸν κατὰ τὸ τῆς οὐσίας ἀπαράλλακτον. ἀλλὰ καὶ ‘σχήματί‘
60φησιν ‘εὑρεθῆναι‘ αὐτὸν ‘ὡς ἄνθρωπον‘· τὸ δὲ σχῆμα διττὴν ἔχει τὴν ἔννοιαν, ὑποκριτικὴν καὶ ἀληθινήν. ὄρθιον γὰρ εἶναί φαμεν τοῦ ἀνθρώπου τὸ σχῆμα, τοῦτο ἀληθινόν· ἀλλὰ καὶ σχῆμα λαβεῖν τόνδε τὸν ὑποκριτὴν Ἀνακρέοντος, τοῦτο πεπλασμένον τε καὶ ψευδές. ἀλλ’ ἐνταῦθα τὸ σχῆμα τὴν ἀλήθειαν δείκνυσι· σχήματι γοῦν εὑρέθη ὁ κύριος ἄνθρωπος, τουτ‐
65έστιν αὐτῇ τῇ τοιῶσδε ἐσχηματισμένῃ οὐσίᾳ. ἀλλ’ ἐπειδὴ αἱ μορφαὶ καὶ τὰ σχήματα πέρατα τυγχάνει τῶν οὐσιῶν, εἴποιμι ἂν ὅτι βουλόμενος ὁ ἀπόστολος τὸ ἀπαράλλακτον τοῦ θεοῦ ἐμφῆναι πρὸς τὸ ἀνθρώπινον, διὰ μὲν τῆς ὁμοιότητος τὸ ταὐτὸν τῆς οὐσίας ἐδήλωσε, διὰ δὲ τοῦ σχήματος καὶ τὸ ἀπαράλλακτον τῶν περάτων. οὐ γὰρ τὴν μὲν οὐσίαν τοῦ ἀνθρώπου
70ἀπαραλλάκτως ἐν τῇ οἰκείᾳ ὑποστάσει οὐσίωσεν, ἀλλοῖον δὲ σχῆμα προσ‐ επλάσατο ἑαυτῷ, ὥστε μὴ ὄρθιον εἶναι μηδὲ προμήκη μηδὲ τὴν κεφαλὴν ἐπὶ τῶν σπονδύλων ἀνέχειν, ἀλλὰ στρογγύλον ἢ τετράγωνον κἀπὶ τοῦ ὀμφαλοῦ ἔχειν τὸ κρανίον προσηρμοσμένον. ‘σχήματι‘ γοῦν ‘εὑρέθη ὡς ἄνθρωποσ‘. ὅτι δὲ τὸ ἐπίρρημα τοῦτο τριακονταδύο τὰς σημασίας ἔχει,
75οὐδὲ ὑμᾶς ἀγνοεῖν οἶμαι, ὧν καὶ τὸ ἀφομοιωτικόν ἐστι καὶ τὸ βεβαιωτικόν. οὐ τοίνυν τὸ κατ’ ἀμφιβολίαν ἐνταῦθα παραληπτέον, ἀλλὰ τὸ κατὰ ἀφ‐ ομοίωσιν καὶ βεβαίωσιν· εἰπὼν γὰρ εὑρεθῆναι τὸν θεὸν ἐσχηματισμένον τὸν ἀσχημάτιστον καὶ ἀσώματον, ἐπήνεγκε τὸ ‘ὡς ἄνθρωποσ‘, ἵν’ ὁμοῦ τε δείξῃ τὸ ἐσχηματίσθαι τὸν κύριον καὶ τὸ τοῦ ἀνθρώπου σχῆμα λαβεῖν·
80ἐσχηματίσθη γὰρ ὡς ἄνθρωπος, τουτέστι καθάπερ ὁ ἄνθρωπος. Τοιαύτας μὲν ἐγὼ τὰς ἐννοίας τῶν ἀποστολικῶν δέχομαι ῥητῶν. εἰσὶ δὲ οἳ καὶ τολμηρότερον ἅπτονται τῶν διηπορημένων, καὶ τηροῦντες τὴν
ὁμοιότητα καὶ τὸ σχῆμα καὶ τὸ ἐπίρρημα ἐπὶ τῶν παρηλλαγμένων ἐν‐ νοιῶν, πειρῶνται λέγειν ὡς καὶ τὸ ταὐτὸν ἔχει πρὸς ἡμᾶς ὁ σαρκωθεὶς330
85θεὸς καὶ τὸ παρηλλαγμένον, καὶ ὅτι διὰ τὴν παράλλαξιν καὶ τὰ τοιαῦτα ὀνόματα σοφῶς τέθεικεν ὁ ἀπόστολος. ταὐτὸν μὲν οὖν ἡμῖν καὶ τῷ θεῷ ἡ φύσις καὶ ἡ οὐσία, παρηλλάγμεθα δέ, ὅτι ἐκείνῳ ἄνευ ἀνδρὸς ἡ σύλληψις καὶ ἄνευ ὠδίνων ὁ τοκετὸς καὶ ‘χωρὶς ἁμαρτίασ‘ ἡ ἐν τῷ βίῳ τούτῳ διαγωγή, ἡμῖν δὲ ἀπὸ συζυγίας τε τὸ κυΐσκεσθαι καὶ τὸ γεννᾶσθαι οὐκ
90ἄνευ μητρικῶν ὠδίνων, ‘ἐν ἀνομίαις τε συλλαμβανόμεθα καὶ ἐν ἁμαρτίαισ‘ τῶν μητρικῶν νηδύων διολισθαίνομεν, εἶτα δὴ καὶ τοῖς πάθεσιν ὥσπερ τισὶν ἀκάνθαις ἐνισχόμεθα καὶ πολυπαθεῖς τὴν φύσιν ἐσμέν. ἐπεὶ οὖν τρία ταῦτά εἰσι, δι’ ἃ πρὸς ἡμᾶς τὸ θεῖον παρήλλακται, ἡ σύλληψις, ὁ τοκετός, ὁ μετὰ τοῦ σώματος βίος, ἵνα μὲν τὸ τῆς συλλήψεως ἐμφήνῃ
95διάφορον, τὴν ὁμοιότητά φασι τεθεικέναι τὸν ἀπόστολον· ἵνα δὲ τὸ παρηλ‐ λαγμένον τοῦ τοκετοῦ, τὸ σχῆμα προσεπαγαγεῖν· ἵνα δὲ ἐνδείξηται ὡς ἡμεῖς μὲν ‘τῷ νόμῳ τῆς ἁμαρτίασ‘ πειθόμεθα ‘τῷ ὄντι ἐν τοῖς μέλεσιν‘ ἡμῶν, τῷ δὲ ‘οὐχ εὑρέθη δόλος ἐν τῷ στόματι‘ ἢ κακία ἐν τῷ σώματι, τὸ ἀμφίβολον ἐπίρρημα προσειπεῖν.

82

(100)

Ταῦτα μὲν οὖν ἃ καί τινες τῶν ἡμετέρων, καὶ μάλιστα τῶν ἄγαν φιλο‐ σοφησάντων, περὶ τῶν τοῦ ἀποστόλου ῥητῶν νενοήκασιν· ἃ δὴ καὶ ὁ Γεωμέτρης Ἰωάννης συνερανισάμενος (οὐ γὰρ φθόνος οὕτω τὸν ἄνδρα καλεῖν) ὡς οἰκεῖα ἐν τῷ τόπῳ ἐκδέδωκε, καθάπερ ἀπὸ μαντικοῦ στήθους αὐτὰ χρησμῳδῶν ἐμοί. καὶ ῥᾴδιον μὲν αὐτὰ ἀνελεῖν· φειδοῖ δὲ οὐ τούτου
105τοῦ ἀνδρός, ἀλλὰ τῶν προκαταρξάντων, τῶν περὶ αὐτὰ ἐλέγχων φείδομαι· οὐ γὰρ δὴ σμικρολογήσομαι περὶ ἅ τινες ἀπὸ εὐσεβοῦς γνώμης οὐ πάνυ
εὐσεβῶς καταγίνονται.331

83

(1t)

Πρὸς τοὺς λέγοντας ὅτι ἀνακόλουθον τὸ ‘μή μου ἅπτου‘ πρὸς τὸ ‘οὔπω
2tἀναβέβηκα πρὸς τὸν πατέρα μου‘
3 Προπετὲς ἄλλως εἴ τις ἀποροίη πρός τινα γραφικὴν ῥῆσιν ἢ ἔννοιαν, εἶτα τοῦ ἀπόρου ἄτοπόν τι καταψηφίζοιτο, δέον ἢ διὰ ζητήσεως εὑρεῖν
5τὸ κρυπτόμενον ἢ διὰ διδασκαλίας μαθεῖν τὸ μὴ πρόχειρον τέως εἰς κατανόησιν. ἀλλὰ τοῦτο μὲν κοινὸν πρὸς πᾶσαν διδασκαλίαν ἐστὶ καὶ μάθησιν· ἐπὶ δέ γε τῆς τῶν θείων γραφῶν ἀναγνώσεώς τε καὶ γνώσεως ἰδιαίτερον ὁμολογεῖσθαι χρεών, ὡς ὅπερ μήτε πρὸς ἱστορίαν ἀπαντᾷ μήτε πρὸς ἀκολουθίαν νοήματος, τοῦτο ἀναγωγικώτερον εἴρηται καὶ πνευ‐
10ματικωτέραν ἔχει διάνοιαν. Ὥσπερ δὴ κἀνταῦθα πρὸς τὸ ‘μή μου ἅπτου‘ τὸ ‘οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα μου‘ ἀντιτέθειται. δεῖ γὰρ προϋποκεῖσθαι, ὡς τῶν περὶ τοῦ κυρίου ἐν εὐαγγελίοις προφερομένων τὰ μὲν αὐτός ἐστι κατ’ οὐσίαν, τὰ δὲ κατὰ σχέσιν ἑτέροις λέγεται· οἷόν ἐστι κἀνταῦθα τὸ ‘οὔπω γὰρ
15ἀναβέβηκα πρὸς τὸν πατέρα μου‘. οὐκ ἀναβαίνει γὰρ ἐκείνοις τοῖς μὴ δυναμένοις ὑψηλότερον νοεῖν τὴν ἐκείνου κατάβασιν, ἀλλὰ βουλομένοις ἀεὶ σωματικώτερον αὐτὸν φαίνεσθαι καὶ μετὰ τῆς αὐτῆς ὕλης τε καὶ παχύτητος. δεῖ μὲν γὰρ καὶ σωματωθέντα τὸν λόγον ὁμολογεῖν καὶ μέχρι παντὸς τὴν ἡμετέραν φύσιν ἠμφιεσμένον· δεῖ δὲ καὶ ἀλλοιότερον τοῦτον
20μετὰ τὴν ἀνάστασιν δέχεσθαι. εἰ δέ τις αὐτὸν οἴεται μὴ πρὸς τὸ θεοειδέ‐ στερον ἀλλοιῶσαι τὸ πρόσλημμα μετὰ τὸ ἐγηγέρθαι, τούτῳ ἀπείρηται δι‐ καίως ἡ ἐπαφή, οὔπω γὰρ ὑψηλοτέρας ἐννοίας σχόντι οὐδὲ ἀναβάντι πρὸς τὸν πατέρα, πρὸς ὃν αὐτὸς λέγεται μὴ ἀναβεβηκέναι, ἴδιον ποιούμενος τὸ ἡμέτερον.
25 Ἀλλ’ ἥ γε Μαγδαληνὴ Μαρία ταπεινοτέραις ἔτι ταῖς ἐννοίαις ἅπτεσθαι προῃρεῖτο τοῦ Χριστοῦ· διὰ ταῦτα ἀπαγορεύει αὐτῇ τὴν ἐπαφὴν ὁ λόγος, ὡς μὴ ἀλλοιωθείσῃ ἀλλοιωθέντι αὐτῷ πρὸς τὸ κρεῖττον καὶ ὑψηλότερον. ‘οὔπω‘ γάρ φησιν ‘ἀναβέβηκα πρὸς τὸν πατέρα μου‘· καὶ καθ’ ἑαυτὸν μὲν ‘οὔπω ἀναβέβηκεν‘, εἰ καὶ μὴ τῶν ‘πατρῴων κόλπων‘ κεχώρισται,
30ταῖς δὲ τῶν προσιόντων καὶ ἐφάπτεσθαι ζητούντων αὐτὸν κρείττοσιν ἐν‐ νοίαις ἢ χείροσι καὶ ἀναβέβηκε καὶ οὐκ ἀναβέβηκε. τῇ γοῦν Μαγδαληνῇ Μαρίᾳ οὔπω πρὸς τὴν πατρῴαν ἀνελήλυθε δόξαν, σωματικωτέραν οἰομένῃ τὴν μετὰ τὴν ἀνάστασιν τοῦ λόγου ὁμιλίαν τε καὶ δεξίωσιν. ἀπείργει γοῦν
αὐτὴν τῆς τοιαύτης περὶ αὐτοῦ ὑπολήψεως, καὶ οὐ δίδωσιν αὐτῷ προσ‐332
35εγγίσαι ὥσπερ εἰώθει, μέχρις ἂν θεοειδεστέραν περὶ αὐτοῦ λάβῃ διάνοιαν καὶ γνῶσιν ὡς ἐπανελήλυθε πρὸς τὸ ἀρχαῖον ἀξίωμα καὶ πρὸς τὸν πα‐ τέρα λαμπρῶς ἀναβέβηκε· τότε γὰρ αὐτῇ ἡ θειοτέρα συγχωρηθήσεται ἐπαφή.

84

(1t)

Εἰς τὸ ‘ὅστις ἐρεῖ λόγον κατὰ τοῦ υἱοῦ τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ,
2tτῷ δὲ εἰς τὸ ἅγιον πνεῦμα βλασφημήσαντι οὐκ ἀφεθήσεται‘
3 Ἔστι μὲν κἀν τοῖς Μωσαϊκοῖς διδάγμασιν ὁ λόγος ἀπόρρητος, οὐδὲν δὲ ἧττον κἀν τοῖς εὐαγγελίοις τοῦτο καθέστηκε, πῇ μὲν παρρησιαζομένου
5τοῦ πρώτου λόγου, πῇ δὲ παροιμιαζομένου. ἐπεὶ γὰρ σύμμικτός τις αὐτῷ ὄχλος παρειστήκει, διαφόροις ἐννοίαις καὶ ψυχῆς κινήσεσι μεριζόμενος, καὶ τὸ μὲν τοῦ πλήθους θεωρητικώτατον τοῖς ὑψηλοῖς ἐνθυμήμασι καθέστηκε, τὸ δὲ ταπεινότερον τοῖς γεωδεστέροις κινήμασι τῆς ψυχῆς, διὰ τοῦτο τοῖς μὲν πρώτοις παρρησιάζεται, τοῖς δὲ δευτέροις παροιμιάζε‐
10ται. Τὰ μὲν οὖν τῆς παρρησίας πολλὰ καὶ δῆλα καὶ τοῖς πρὸς τὸ φαινόμενον ἀποβλέπουσι, καὶ τὰ ἐν τοῖς μακαρισμοῖς μᾶλλον ἀνάγραπτα· τὰ δὲ τῆς παροιμίας οὐκ ὀλίγα μὲν καὶ τἆλλα, τοῦτο δὲ καὶ μᾶλλον τῶν ἄλλων, ὃ
νῦν ἡμῖν ἐν ἐρωτήσεως εἴδει προβέβληκας, παροιμιωδέστερον καθέστηκε333
15καὶ κρυπτότερον, πῶς τἆλλα μὲν τῷ ἁμαρτάνοντι ἀφεθήσεται, εἰ δέ τις πρὸς αὐτὸ τὸ πνεῦμα διημάρτηκε, τοῦτο ἀνεξάλειπτον τῷ παντὶ φυλαχθή‐ σεται. εἰ γάρ τις αὐτῷ γυμνῷ τοῖς ἑτέροις θείοις προσκρούσει διδάγμασιν, εὑρήσει ὅπῃ ἀπεσκληκότως καὶ ἐναντίως πρὸς ἐκεῖνα ἔχειν δοκεῖ. πῶς γὰρ οὐ μεγίστη διαφορά τε καὶ ἐναντίωσις, τῶν μὲν παλαιὰν ἐκκοπὴν
20ἁμαρτίας τῇ μετανοίᾳ διδόντων, τούτου δὲ μόνου τοῦ θείου χρησμοῦ ἓν τῶν πάντων τῇ μετανοίᾳ μὴ παραχωρεῖν φοιβάζοντος; Ἔχει δέ τι καὶ ἡ ὁμωνυμία τοῦ πνεύματος ἀπόρρητόν τινα καὶ κεκρυμ‐ μένην διάνοιαν. καὶ ἵνα τὸν ἀέρα ἀφῶμεν καὶ τὰ ἐκ τῶν τροπῶν καὶ τῆς ἰσημερίας πνεύματα πολλαχῶς καὶ κινούμενα καὶ λεγόμενα, παρατετηρή‐
25καμεν ἐν τοῖς θείοις γράμμασι ποτὲ μὲν τὸ πνεῦμα ἀσυνδύαστον ἐκφερό‐ μενον, ὥσπερ ἐνταῦθα γέγραπται, ποτὲ δὲ μετὰ τοῦ θείου συγκείμενον, ὥσπερ ‘πνεῦμα θεῖον τὸ ποιῆσάν με‘ καὶ ‘πνεῦμα θεοῦ ἐν τοῖς ὕδασιν ἐπεφέρετο‘. τί ποτ’ οὖν ἐν ἀμφοτέροις τὸ διάφορον; ἔγωγ’ οὖν φημι, οὐ δογματίζων, ἀλλὰ θείοις ἀκριβέστερον ἑπόμενος δόγμασιν, ὡς ἔνθα μὲν
30τὸ θεῖον τῷ πνεύματι πρόσκειται, αὐτὸ δὴ τὸ ἓν τῆς τριαδικῆς θεολογίας δηλοῦται πρόσωπον, πνεῦμα παρὰ τοῖς θεολόγοις ἰδιοτρόπως καλούμενον, πατρὶ συντασσόμενον καὶ υἱῷ· ἔνθα δὲ τὸ πνεῦμα χωρὶς τοῦ θείου προ‐ φέρεται, τῶν τριῶν ὥσπερ προσώπων τυγχάνει κατηγορούμενον· ‘πνεῦμα γὰρ ὁ θεόσ‘, φησί, ‘καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ
35ἀληθείᾳ‘ τελειοῖ· τοῦ ἐνανθρωπήσαντος λόγου ἡ φωνὴ αὕτη, περιταυτο‐ λογοῦντος καὶ ἑαυτῷ τὸ πνεῦμα προσμαρτυροῦντος. ἐπεὶ γὰρ ἥτις ἐστὶ τῶν τριῶν ἡ φύσις ὑπὲρ πᾶσαν πέφυκε καὶ ψυχὴν καὶ διάνοιαν, καὶ οὔτε τῇ καταληπτικῇ φαντασίᾳ αὕτη μερίζεται οὔτε τοῖς νοεροῖς περιδεδραγμένη τυγχάνει κινήμασιν (ὑπὲρ γὰρ πᾶσαν καὶ ζωὴν καὶ νοῦν τὸ πρώτως ὄν),
40διὰ τοῦτο ἔτι δ’ ἂν περὶ αὐτοῦ λέγωμεν, ἐν αἰνίγμασι καὶ συμβόλοις προ‐ φέρομεν. καὶ ὥσπερ ‘πῦρ‘ αὐτὸ πολλάκις ἡ θεία γραφὴ ἀποφαίνεται, τὸ ἀναιρετικὸν τῆς ὕλης ὑποσημαίνουσα καὶ τὸ παμφαὲς καὶ λαμπρὸν καὶ τῶν στοιχείων ὑπερκείμενον, οὕτω δὴ καὶ πνεῦμα ἐν πολλοῖς τοῦτο κατονομάζει, τὴν εὐκινησίαν δηλοῦσα καὶ τὴν λεπτότητα καὶ τὴν ζωογόνον
45φύσιν καὶ ἀναψύχουσαν τὴν ψυχὴν ὁμοῦ καὶ τὰ σώματα. Ἐπεὶ γοῦν ταῦτα προϋπεθέμεθα, φέρε δὴ καὶ αὐτῷ τῷ προβλήματι κατ‐ αλλήλως ἐντεῦθεν τὴν ἑρμηνείαν προσαρμοσώμεθα καὶ τό τε ὑποτρέχον ἀσφαλισώμεθα καὶ διαλυσώμεθα τὸ ἀμφίβολον. ‘πᾶσα‘ φησίν ‘ἁμαρτία
ἀφεθήσεται τῷ ἀνθρώπῳ, τῷ δὲ εἰς τὸ πνεῦμα ἁμαρτήσαντι οὐκ ἀφεθήσε‐334

84

(50)

ται‘. ἁπλοῦς ὢν ὁ κύριος ἡμῶν, σύνθετος τῷ προσλήμματι γέγονε καὶ διὰ μέσης σαρκὸς ὥσπερ παραπετάσματος ἡμῖν καθωμίλησε. μέσος γοῦν δύο φύσεων γεγονώς, οἷά τις ‘ἀκρογωνιαῖος λίθοσ‘ τὰ διεστῶτα σφίγγων, πρὸς ἑκάτερα τῶν ἀντικειμένων δεξιῶς ἥρμοσται· νῦν μὲν γὰρ δάκρυα τῶν ὀφθαλμῶν καταρρεῖ καὶ συγχυθείσῃ τῇ σαρκὶ ἐπιτιμᾷ ἐμβριμώμενος,
55νῦν δὲ ἀνακαλεῖται τῷ τεθνεῶτι τὴν ἀπελθοῦσαν ψυχήν, καὶ νῦν μὲν ἄλλο‐ θεν αἰτεῖται τὴν ἔγερσιν, νῦν δὲ αὐτὸς τὸν ὀδωδότα ἐξανιστᾷ. εἰκὸς οὖν τοὺς ἀμφότερα τεθεαμένους, ὅσα τε τῆς θείας ἔχεται φύσεως καὶ ὅσα κατὰ τὴν κάτω φύσιν ἀνθρωποπρεπῶς πράττεται, νῦν μὲν πρὸς τὰ κρείτ‐ τονα διεγείρεσθαι καὶ θεὸν γινώσκειν τὸν ἐνεργοῦντα, νῦν δὲ πρὸς τὰ
60χθαμαλώτερα καταφέρεσθαι καὶ ἄνθρωπον ὑπολαμβάνειν τὸν τὴν φύσιν τοῖς ἔργοις ἐπισφραγίζοντα. Τῷ μὲν οὖν ἐπεμβαίνοντι τῷ λόγῳ ἐξανθρωπιζομένῳ καὶ τοῖς τῆς σαρ‐ κὸς νόμοις συγκαταβαίνοντι ἀφεθήσεται τὸ ἁμάρτημα καὶ συγγνώμων αὐτῷ ὁ θεὸς ἔσται, πρὸς τὸ φαινόμενον καταπίπτοντι καὶ διὰ τὴν σάρκα τοῖς
65τῆς σαρκὸς παθήμασιν ἐνολισθαίνοντι· εἰ δέ τις πρὸς τὰ θεῖα τεράστια καὶ ἃ παραδόξως ἐνήργει ὁ κύριος ἐπιμύων μέχρι τέλους τυγχάνοι τοὺς ὀφθαλμοὺς καὶ πρὸς τὴν θείαν φύσιν ἀντιπίπτοι, ἥτις δὴ τὸ πνεῦμά ἐστιν, ὡς προγέγραπται, τούτῳ πῶς συγχωρηθήσεται τὸ ἀτόπημα; περιπίπτεις, φησί, τῇ σαρκί, ἀλλὰ τῷ πνεύματι διεγέρθητι· ἄνθρωπον ὑπολαμβάνεις
70ψιλόν, ὅτε συγκέχυται καὶ ξύλῳ ᾐώρηται καὶ ‘θρόμβους αἱμάτων‘ καταρ‐ ρεῖ, ὡς δοκεῖ τῷ Λουκᾷ, ἀλλ’ ὡς θεὸν κήρυξον ὅτι πεζεύει πέλαγος καὶ τῇ αἱμορρούσῃ τὸ πάθος ἱστᾷ καὶ κίνησιν ζωτικὴν τῇ ἀπεψυγμένῃ χειρὶ δίδωσιν. ὅσα μὲν οὖν ἥμαρτες τῇ σαρκὶ προσκόψας διὰ τῆς σῆς σαρκὸς τὴν παχύτητα, ἀφεθήσεταί σοι καὶ οὐ περιεργασθήσεται τὸ ἀγνόημα·
75ἐφ’ οἷς δὲ οὐκ ἐπείσθης τῷ πνεύματι οὐδὲ διὰ τῶν τεραστίων τὸν τῶν θαυμασίων ἐδέξω ποιητήν τε καὶ πρύτανιν, ἀσυμπαθῆ τὴν δίκην εὑρήσεις καὶ τὸ πνεῦμα αὐτό, πρὸς ὃ δὴ ἐξ ἀγνωμοσύνης ἡμάρτανες, τοὺς τῆς κολάσεως ἀνάπτον ἄνθρακας. ὁ δὲ λόγος περὶ τῶν οὕτως τὴν ζωὴν ἐκλι‐ πόντων· εἰ δέ τις καὶ μετὰ ταύτην τὴν τηλικαύτην ἁμαρτίαν καὶ ἄγνοιαν
80δι’ ἐπιγνώσεως τὸν κύριον γνῷ καὶ ὅτι αὐτός ἐστι τὸ ζωογονοῦν καὶ τὸ δι’ ἡμᾶς τὸ ἡμέτερον προσλαβόμενον, καὶ τῶν ἐνταῦθα ἀγνοημάτων τὴν ἄφεσιν λήψεται.
Οὕτω σοι πάντα εὐκρινῶς διαλέλυται καὶ ἡ ἐναντίωσις εἰς ὁμόνοιαν ἦλθε πνευματικήν. σὺ γοῦν ἐντεῦθεν ὁρμώμενος ὥσπερ ἐκ πρωτοτύπου335
85λόγου, καὶ τἆλλα ὅσα δὴ ἀσυμβιβάστως ἔχειν δοκεῖ συναρμόσεις καὶ ἐξεικονίσεις ὡς κάλλιστα.

85

(1t)

Εἰς τὸ ‘ἄπειρον οὖν τὸ θεῖον καὶ δυσθεώρητον‘
2 Τρία ταῦτα προσμαρτυρεῖ ὁ μέγας πατὴρ τῷ θεῷ, τὸ πάντῃ ἄληπτον καὶ τὸ ἐκ διαμέτρου τούτῳ νοούμενον ληπτὸν καὶ ὃ μέσον τούτων ἐστί· ἰδιαζόντως δὲ καὶ τοῦτο κέκληκε δυσθεώρητον. ὅ τι μὲν οὖν ἐστι τοῦτο τὸ
5ἄπειρον καὶ ὅπως περὶ αὐτοῦ οὐχ ὡμογνωμονήκασιν οἱ πλεῖστοι τῶν φιλο‐ σόφων, οἱ μὲν κατά τινος κατηγορήσαντες, οἱ δ’ ὅπερ αὐτό ἐστιν ἐννοήσαν‐ τες, ἀφείσθω τὰ νῦν. τοσοῦτον δὲ εἰρήσθω ὅτι μὴ περὶ τούτου τοῦ ἀπείρου ὁ λόγος τῷ θεολόγῳ, ἀλλὰ περὶ οὗ τοῦτο λέγεται· θεῷ δὲ μόνῳ τὴν φωνὴν ταύτην ὁ μέγας ἀποκληροῖ. ἐκεῖνα γὰρ πεπερατωμένα φαμὲν ἢ καθ’ ἓν
10ἢ καθ’ ἑκάτερον, οἷς ἡ ἀρχὴ μὲν ληπτή, τὸ δὲ τέλος ἄληπτον, ἢ ὧν ἄμφω τὰ πέρατα ληπτά· ᾧ δὲ ἀφ’ ἑκατέρου μέρους τὸ ἄληπτον, τούτῳ καὶ τὸ ἄπειρον εἰκότως συννενόηται. τῶν οὖν ἁπλῶν μετὰ θεὸν ὄντων τε καὶ
λεγομένων ἢ ἀφ’ ἑκατέρου ληπτῶν ὄντων πέρατος ἢ πάντως γε θατέρου, μόνον τὸ θεῖον ἄπειρον ἑκατέρωθεν· ‘τὴν‘ γὰρ ‘γενεὰν αὐτοῦ‘ φησὶν ὁ336
15προφητικὸς λόγος ‘τίς διηγήσεται;‘ καὶ αὐτός ἐστιν, ὡς ἐν τῇ Ἀποκα‐ λύψει προσμαρτυρεῖ Ἰωάννης, τὸ πρῶτον στοιχεῖον καὶ τὸ ἔσχατον. εἰ δὲ δεῖ καὶ ταῖς Ἀριστοτελικαῖς ἐφόδοις πείθεσθαι, τῶν αἰτίων αὐτὸς τὸ πρῶτον αἴτιον· ὃ δὲ πρῶτον αἴτιον, τοῦτο οὐκ ἐξ αἰτίου τινός· τὸ δὲ μὴ ἐξ αἰτίου πάντως ἀεὶ ὄν, τούτῳ δὲ συμβαίνει τὸ ἄπειρον.
20 Ἄπειρον οὖν τὸ θεῖον, μήτε πέρασι διειλημμένον μήτε γνώσεσι καταλαμ‐ βανόμενον ὅσον ἐστί, μὴ τόπῳ περιγραφόμενον, μὴ σωματικῶς διιστά‐ μενον, ἀλλ’ ὑπὲρ τὸ πᾶν ὂν καὶ ἐν τῷ παντί, ἐκεῖνο μὲν διὰ τὴν φύσιν, τοῦτο δὲ διὰ τὴν πρόνοιαν. τίνι γὰρ χωρηθείη θεός, πρὸ τῶν πάντων ὢν καὶ μετὰ τὸν κόσμον τῆς ἐκείνου ἕδρας μὴ προσδεόμενος; οὔτε γοῦν πρὸ τῆς
25τοῦ κόσμου παραγωγῆς ἐπλατύνετο, κενοῦ τινος τυγχάνοντος διαστήματος, οὔθ’ ἡ παραγωγὴ τοῦτον ἐστενοχώρησε· μεμένηκε γὰρ ὅπερ ἦν. κἂν γοῦν μυρίους αὐτῷ προσενέγκῃς κόσμους, οὐ συνέστειλας οὐδ’ ἐστενοχώρησας· κἂν ὑπεξέλῃς τὸν ὄντα, οὐδεμίαν τῇ φύσει εὐρυχωρίαν δέδωκας. ᾧ οὖν οὐ περιγράφεται, τούτῳ οὐδὲ πεπέρασται. ἄπειρον οὖν πάντῃ τὸ θεῖον·
30οὐχ ὡς ἀριθμός, ἵν’ ἔξωθέν τι τοῦ νοουμένου προσλάβωμεν κατὰ τὴν τοῦ Σταγειρίτου δεινολογίαν, οὔθ’ ὡς μέγεθος εἰς διαιρετὰ τεμνόμενον μόρια· ἐννοηματικὰ ταῦτα τὰ ἄπειρα καὶ ἀφ’ ἑνὸς τὴν κλῆσιν ψευδόμενα. τὸ δὲ θεῖον οὐχ οὕτως, πολλοῦ γε καὶ δεῖ, ἀλλ’ ἄπειρον καὶ τὴν φύσιν καὶ τὴν ἐνέργειαν καὶ τὴν δύναμιν· ἐφ’ οὗ καὶ μόνου ἢ μάλιστα οὐκ ἄλλο τι παρὰ
35τὴν οὐσίαν ἡ δύναμις, ἵνα καθαρῶς ἁπλότης ᾖ. Φήσει γοῦν τις· εἰ δὲ ἄπειρον, πῶς ‘δυσθεώρητον‘; τὸ γὰρ ‘δυσ‘ τοῦτο μόριον τῷ θεωρεῖν προσκείμενον οὐ ῥᾳδίαν μὲν δίδωσι τὴν κατάληψιν· καταληπτὸν δ’ ὅμως εἰσηγεῖται τὸ δυσθεώρητον. ὃ δὲ ἄπειρον πάντῃ καὶ ἀθεώρητον, πῶς δυσθεώρητον; πεπερασμένην γὰρ γραμμήν, πολλοῦ δὲ
40περιδεδραγμένην τοῦ διαστήματος, εἰκότως ἄν τις φήσῃ δυσθεώρητον, ὡς μὴ τῶν ὀφθαλμῶν ῥᾳδίως ἐφικνουμένων τοῦ διαστήματος. εἰ δέ τις ἄπειρος εἴη, πῶς ἂν γένοιτο δυσθεώρητος; αἰνίγματι γάρ ἐστιν ὅμοιον. τί γοῦν φαμεν; ἠγνοηκέναι τὸν μέγαν τόσον ἀγνόημα καὶ ῥᾳδίως τῶν οἰκείων ἐπιλελῆσθαι φωνῶν, ὡς τὸ αὐτὸ ἄπειρόν τε ὁμοῦ καὶ πεπερασμένον φῆσαι;
45τὸ γὰρ δυσθεώρητον θεωρητὸν πάντως· τοῦτο δὲ ὅμοιον ὡς πεπερασμένῳ. πῶς οὖν ἄν τις προσαχθείη θεραπεία τῷ λόγῳ, ἢ πῶς ἡμεῖς τὸ ἐγκεκρυμ‐ μένον ἀναπτύξομεν βούλημα τοῦ πατρός; ἔμοιγ’ οὖν δοκεῖ τὸ δυσθεώρη‐ τον μὴ ἐπὶ πάσης εἰλῆφθαι τῷ θεολόγῳ τῆς θείας φύσεως, ἀλλ’ ἐπί τινος
μέτρου ἐφικτοῦ τοῖς ἐπιτηδείως ἔχουσι πρὸς κατάληψιν.337

85

(50)

Ὑποδείγματος δὲ ἕνεκα ἐκκείσθωσαν οἱ πρῶτοι νόες, οὓς χερουβὶμ καὶ σεραφὶμ καὶ θρόνους ὁ παλαιὸς λόγος ὠνόμασεν, ἀμέσως παρὰ τοῦ κρείτ‐ τονος ἐλλαμπόμενοι. ἡδέως ἂν περὶ τούτων ἐροίμην τὸν ἀνθιστάμενον· πότερον, ὦ βέλτιστε, τὸ πᾶν τούτοις καταληπτὸν τῆς θείας οὐσίας καὶ τῶν ἐκείνῃ ἐμφαινομένων πλεονεκτημάτων, ἢ οὐδὲ βραχὺ κατειλήφασιν
55ἢ τὸ μὲν ἐδέξαντο ὅπερ ἐχώρουν, τὸ δὲ οὐ προσήκαντο διὰ τὴν ἀμετρίαν τῆς λάμψεως; εἰ δὲ τὰ πέριξ ἄτοπα, θεωρεῖν μὲν αὐτοὺς φήσομεν, οὐ πᾶσαν δὲ τὴν λαμπρότητα τοῦ θεοῦ, ἀλλ’ ὅπῃ χωρητὴ ἐκείνοις καθέστηκε. τὸ μὲν οὖν ‘ἄπειρον‘ ὡς πρὸς τὴν θεοῦ οὐσίαν αὐτὴν καθ’ ἑαυτὴν νοουμέ‐ νην καὶ ἄσχετον ὁ θεολόγος τῷ λόγῳ οἰκείως ἠνέγκατο· τὸ δὲ ‘δυσθεώρη‐
60τον‘ πρὸς τὰς σχέσεις τῶν ἐλλαμπομένων προσήρμοσεν εὐφυῶς, ὅτι μηδ’ εἴ τίς ἐστιν ἐξῃρημένη ἱεραρχία κατὰ τὸν μέγαν τὰ θεῖα Διονύσιον, οὐδ’ αὕτη ἐνεξουσιάζει ταῖς θεωρίαις, ἀφέτοις καὶ ἀπολύτοις νοήμασι περιδραττομένη τοῦ κρείττονος, ἀλλὰ κἀκείνοις φιλοπονία τίς ἐστι περὶ τὴν θεωρίαν καὶ ἀναγωγή, ἵνα τολμήσας εἴπω, προαιρετική. εἰ γὰρ μὴ
65προαίρεσιν καὶ ταύταις δοίημεν ταῖς δυνάμεσι, πῶς ἂν σωθείη τὸ ἐκ προ‐ αιρέσεως κατενηνέχθαι τὸν ἀντικείμενον; ἐπεὶ μηδ’ ἀγαθοὶ κυρίως, ἀλλ’ ἀγαθοειδεῖς, τοῦ πρώτου μετεσχηκότες ἀγαθοῦ καὶ ὃ μηδὲν ἄλλο ἐστὶν ἢ τἀγαθόν. ἔστιν οὖν κἀκείνοις τὸ τῆς τροπῆς πάθημα, καὶ εἰ μὴ τοιοῦτον οἷον ἡμῖν διὰ τὴν πλεονεξίαν τῆς ὕλης κατεξανισταμένης τοῦ
70εἴδους καὶ συμφθειρούσης ἑαυτῇ τὰ νοήματα. ‘εἰ‘ γὰρ ‘κατὰ παίδων αὐτοῦ οὐ πιστεύει‘, φησὶν ἡ γραφή, ‘κατὰ δὲ ἀγγέλων σκολιόν τι ἐπ‐ ενόησε‘, σκολιὸν τὸ πρὸς τὴν ῥοπὴν τῆς τροπῆς ἐπιτήδειον τοῦ λόγου κατονομάσαντος, ἵνα μὴ μόνον ‘μὴ σάρξ‘, ἀλλ’ οὐδεμία φύσις ‘καυχή‐ σαιτο‘ καὶ μόνῳ τηρηθείῃ θεῷ τὸ ἀσάλευτον.
75 Ἀλλὰ καὶ ‘πάντ[ῃ]‘ τὸ θεῖον, ὁ θεολόγος φησί, ‘καταληπτόν‘. πῶς ἂν καὶ τοῦτο ἐκφύγῃ τὰς τῶν ἀντιλεγομένων λαβάς; ἀλλ’ οὐ τὸ θεῖον, ὦ λῷστε, τὴν δὲ ‘ἀπειρίαν‘ αὐτοῦ, ἥτις περὶ ἐκεῖνον νοεῖται, ληπτὴν κατωνόμασεν. ἀλλ’ ἄτοπον καὶ τοῦτο· πῶς γὰρ πάντῃ ληπτὸν τὸ ἄπειρον τοῦ θεοῦ; ὁπό[τε] καὶ τοῦτο τοῖς τῆς φιλοσοφίας ἐς ἀντιλογίας ἔρριπται
80πρόφασιν, καὶ οἱ μὲν περὶ Μέλισσον ἄπειρον, οἱ δὲ περὶ Παρμενίδην πεπερασμένον διαφερόντως ἐδόξασαν, πῶς πάντῃ ληπτὸν τὸ ἄπειρον τοῦ
θεοῦ; ἆρα γὰρ οὐχὶ πρὸς τοῦτο ταῖς νενομισμέναις ἐφόδοις χρησαίμεθα πρὸς κατάληψιν καὶ τὸ μὴ ὁμολογούμενον ταῖς κοιναῖς καὶ πρώταις ἐν‐ νοίαις συνάψαντες συμπερανοῦμεν διὰ προτάσεων; πῶς οὖν πάντῃ ληπτὸν338
85τὸ ἄπειρον τοῦ θεοῦ, ὁπότε συλλογιστικῶς εἴληπται; εἰ δὲ τοῦ συλλογί‐ ζεσθαι ὀλίγοι τυγχάνουσι μέτοχοι, τοῖς δὲ πλείστοις προσμαρτυρεῖται τὸ ἀσυλλόγιστον, οἷς μὲν ὁ συλλογισμός, ἐκείνοις τὸ ἄπειρον κατείληπται τοῦ θεοῦ, οἱ δὲ μὴ συλλογιζόμενοι πῶς ἂν καταλαβεῖν λέγοιντο; ἀλλὰ σοφισματώδης πᾶσα ἡ ἀπορία· οὐ γὰρ ὅπως ἄπειρον τῷ θεολόγῳ παρ‐
90είληπται, ἀλλ’ ὅτι ταῖς κοιναῖς ἐννοίαις ἀπειροδύναμον τὸν θεὸν ἐχούσαις πάντῃ καταληπτὸν αὐταῖς προσμαρτυρεῖται τὸ ἄπειρον· ὁπότε γὰρ μήτε τις τῶν θείων δυνάμεων ὅλον ὅσον ἐστὶ τὸ θεῖον κεχώρηκε, μήτε φύσις ἑτέρα, οὐ κοινῶς πᾶσι συγκεχώρηται ὅτι μηδὲν ἄλλο τοῦ θείου κατειλή‐ φασιν ἢ ὅτι μηδενὶ πεπεράτωται;
95 Ἔχετε οὖν, ὦ παῖδες, τὴν τῶν ἀμφιβαλλομένων ἐπίλυσιν. καὶ οἶδα μὲν ὅτι πρὸς τὸ ἐφεξῆς τοῦ λόγου σφαδᾴζοντες, ὥσπερ ἵπποι δυσήνιοι ὅλῳ ποδὶ πρὸς ἐκεῖνο φερόμενοι, δυσχερῶς ἀνακόπτεσθε. ἀλλ’ ἐγώ, οἷόν τινι χαλινῷ τῇ σιωπῇ τὸ πρόθυμον ὑμῶν καταρτύων καὶ μὴ πάντῃ σφυγμοὺς καὶ κινήσεις ἀτόπους περὶ τὰ ὀρεκτὰ βουλόμενος ὑμᾶς ἔχειν, ἀλλ’ ἀφαι‐

85

(100)

ρεῖν ἐθέλων τῆς ψυχῆς τὴν περὶ τοὺς λόγους λιχνείαν, σήμερον μὲν τὴν περὶ ἐκεῖνο θοίνην ὑμῶν ἀφαιρήσομαι, αὔριον δέ, εἴ γε θεὸς ἐθέλει, τὴν περὶ ἐκεῖνο λογικὴν τράπεζαν παραθήσομαι, οὐ καρυκείας γέμουσαν οὐδ’ Ἀττικῶν γλωττισμάτων οὐδὲ κατατέχνων καὶ σοφιστικῶν νοημάτων, ἀλλ’ ἐννοιῶν θείων καὶ θεολογιῶν ἀκρότητος, ἧς μόνος οὗτος, ὡς ἔμοιγε
105δοκεῖ, ὁ μέγας πατὴρ ἐπεβάτευσεν.339

86

(1t)

Εἰς τὸ ‘κἄν τις οἴηται τῷ ἁπλῆς εἶναι φύσεως ἢ τελέως ἄληπτον‘
2 Τὸ ‘κἄν τις οἴηται τῷ ἁπλῆς εἶναι φύσεως ἢ τελέως ἄληπτον ἢ τελέως ληπτὸν‘ οὐ πρὸς τὸ προσεχές μοι δοκεῖ ἀναφέρεσθαι, τὸ μόνην εἶναι τὴν ἀπειρίαν τοῦ θείου καταληπτήν, ἀλλὰ πρὸς τὸ δυσθεώρητον προσαρμό‐
5ζεσθαι. ἐπειδὴ γὰρ ἀντέκειτό τις αὐτῷ λόγος ἐκ τῆς Ἑλληνικῆς φιλοσο‐ φίας, ἀντιτίθησί τε τοῦτο καὶ μάλα εὐγενῶς ἐπιλύεται. φασὶ γὰρ οἱ ἀπὸ Πλάτωνος μάλιστα μὴ δεῖν τῶν ἁπλῶν τὸ μέν τι κατειλῆφθαι, τὸ δὲ δο‐ κεῖν ἀκατάληπτον, ἀλλ’ εἴτε σῶμα τοῦτο εἴη ὁμοιομερῆ ἔχον τὴν ὕπαρξιν, εἴτε ἀσώματον, ὁ μέρος τούτων κατειληφὼς τὸ πᾶν ἔχει διεγνωκώς· ὁ
10γοῦν τὴν ψυχικὴν οὐσίαν ἢ νοερὰν ἀπὸ μέρους εἰδὼς τὴν πᾶσαν τούτων γνῶσιν συνείληφεν. ἐπὶ γὰρ τῶν συνθέτων καὶ ἀνομοίων οὐχ ὁ τὸ μέρος τῶν συντεθειμένων εἰδὼς ἤδη καὶ τὴν ὅλην ἔσχεν ἐν γνώσει οὐσίωσιν· οὐδὲ γὰρ ὁ τὸν ὀφθαλμὸν ἐπιστάμενος, ὅτι τοιοῖσδε μὲν ὑγροῖς, τόσοις δὲ χιτῶσι διείληπται, ἤδη που καὶ τὴν ὅλην κεφαλὴν κατείληφεν, ὅτι μὴ
15τὸ πᾶν αὕτη ὀφθαλμός, ἀλλ’ οὗτος μεθ’ ἑτέρων αὐτὴν συνιστᾷ· ὁ δὲ τὸ πνεῦμα ἢ τὸ αἷμα ἢ τὴν ἀρτηρίαν ἢ τὴν φλέβα ἐν ἐλαχίστῳ μέρει διαγνούς, ἐπειδὴ μηδὲν τὸ ὅλον παρὰ τοῦτο, τὴν ὅλην οὐσίαν διὰ τοῦ μέρους σαφέ‐ στατα ἔγνωκε. κἀπὶ τῶν ἀσωμάτων δὲ ὁ αὐτὸς λόγος· ἐπεὶ γὰρ καὶ ποσά τινα κατὰ τρόπον ἄλλον, οὗ δὴ καὶ Πορφύριος ἐν ταῖς πρὸς τὰ νοητὰ
20μέμνηται Ἀφορμαῖς, προσάπτομεν τῇ ψυχῇ, ἐν μέρει τὴν ὅλην συνείληφε καὶ ἐν ὅλῃ τὸ μέρος ἐπίσταται, ἐν ὅλῃ τε τὴν ὅλην κἀν τῷ μέρει τὸ μέρος ὁ φιλοσόφως αὐτῇ προσβαλών· πᾶν γὰρ ὃ λάβοις αὐτοτελὴς ὑπάρχει ψυχή, καὶ τὸ πᾶν διὰ τοῦ μέρους ἐθήρασας. οὕτω δὲ θηράσαις ἂν καὶ τὸν ‘νοῦν‘ καὶ τὴν παρὰ τοῖς λογίοις ‘δύναμιν‘ καὶ τὸν ὑπὲρ ἐκείνην ‘πατέρα‘
25καὶ τὸ ἀφθεγκτότατον ἕν, εἴ τῳ ταῦτα πιστά· ἐμοὶ γὰρ οὐ καιρὸς νῦν περὶ τῆς ὑποστάσεως τούτων περιεργάζεσθαι. Εἰ γοῦν οὕτω ταῦτα, καὶ τοῦ θείου καθαρῶς ἀσωμάτου τυγχάνοντος καὶ πάντῃ ἑαυτῷ ὁμοίου καὶ ἀμεροῦς, πῶς χώραν ἔχει τὸ δυσθεώρητον; ἢ γὰρ ἄν, ἀνεκφοίτητον πάντῃ τῆς οἰκείας τυγχάνον φύσεως, ἀθεώρητον
30τοῖς θηρῶσιν ᾖ, ἤ, εἰ ἐκ μέρους κατείληπται, ὅλον διέγνωσται, καὶ πῶς δυσθεώρητον; ταύτην οὖν ὅλην τὴν ἀντίθεσιν ὁ πατὴρ ἐν ὀλίγαις συγκεφα‐ λαιωσάμενος συλλαβαῖς, ‘κἄν τις οἴηται‘ φησί ‘τῷ ἁπλῆς εἶναι φύσεως
ἢ τελέως ἄληπτον ἢ τελέως ληπτόν‘. εἰ γὰρ ἁπλοῦν τὸ θεῖόν ἐστιν, ἀλλ’ οὐχὶ καὶ φύσις αὐτῷ ἡ ἁπλότης καθέστηκεν, ἀλλὰ περὶ τὴν φύσιν,340
35ἥτις ποτέ ἐστιν· ὥσπερ γὰρ οὐ φύσις ἡμῶν τὸ συντεθεῖσθαι, ἀλλὰ τοῦ κράματος κατηγορία, οὕτως οὐδὲ ἐκείνῳ οὐσία ἡ ἁπλότης ἐστίν, ἀλλὰ περὶ τὴν οὐσίαν θεώρημα. ἄλλο γάρ τι ὂν ἁπλοῦν ἐστιν, ὥσπερ ἄλλο τι ὄντες ἡμεῖς σύνθετοι· ἁπλοῦν γὰρ καὶ τὸ αἰθέριον πῦρ, ἀλλ’ οὐ δὴ αὐτῷ ὕπαρξις ἡ ἁπλότης, ἀλλ’ ὄντι πυρὶ αὕτη συμβέβηκεν. ὁ γοῦν οἰόμενος
40Ἕλλην ὡς περὶ ἁπλότητος τῆς τοῦ θείου ὑπάρξεως οὐ καλῶς οἴεται· γεν‐ νήσεις γὰρ καὶ ἀγεννησίαι, καταλήψεις τε καὶ ἀκαταληψίαι, συνθέσεις τε καὶ ἁπλότητες, ἄλλο τι παρὰ τὴν φύσιν εἰσί, καὶ τὰ μὲν ἡμέτερα τυγχάνει παθήματα, τὰ δὲ ἐκείνων οἷς καὶ συμβέβηκε. διὰ τοῦτο ὑπαντῶν ὁ μέγας τὸ ἄπορον ἐπιλύεται, ὅτι μὴ χρὴ διὰ τῆς ἁπλότητος ἢ τελέως ἄληπτον
45οἴεσθαι τὸν θεὸν ἢ τελέως ληπτόν. εἰ μὲν γὰρ οὐδὲν ἄλλο εἴη θεὸς ἢ ἁπλότης, ἐχρῆν τοῦτον τὸν λόγον ἐπαληθεύειν· ἐπεὶ δὲ ἄλλο τι ὄντι ἐπι‐ τεθεώρηται τὸ ἁπλοῦν, κενόσπουδος ὁ καταναγκάζων τὰ τοῖς κατηγορου‐ μένοις ἐπιθεωρούμενα καὶ τοῖς ὑποκειμένοις συνεπιθεωρεῖσθαι ἀεί. καὶ σὺ μὲν βούλει μὴ δυσθεώρητόν με λέγειν τὸ θεῖον, ἀλλ’ ἢ ἀθεώρητον

86

(50)

πάντῃ ἢ τελέως θεωρητόν, ὅτι τὴν φύσιν ἁπλότης ἐστίν, ἐγὼ δὲ τὴν ἁπλότητα φύσει μὲν εἶναί τισι δώσω, φύσιν δὲ οὐκ ἂν συγχωρήσαιμι· τὴν δὲ τοῦ φύσει καὶ φύσεως διαφορὰν σαφέστατα ἡ Ἀριστοτέλους τρανοῖ Φυσική. ἐπεὶ οὖν ἀποδεικτικῶς ἡ ἁπλότης ἀνῄρηταί σοι ὡς οὐ φύσις ἐστὶ τοῦ θεοῦ, συνανῄρηται καὶ τὸ περὶ ταύτην θεώρημα τὸ ἐκ μέρους ἔχειν
55τὸ πᾶν· ἰσχύει δ’ ἐντεῦθεν μάλα τὸ δυσθεώρητον. Τί δὲ κωλύει καὶ λόγον ἄλλον, τὸ μὲν κατειλῆφθαι τοῦ θείου, τὸ δ’ ἀκατάληπτον εἶναι; εἰ μὲν γὰρ μή τινες ἦσαν χαρακτῆρες ταῖς μετ’ ἐκεί‐ νην ἁπλαῖς φύσεσιν ἢ καὶ συνθέτοις, τοῖς θείοις ἰδιώμασι καλλυνόμενοι, δι’ ὧν τὸ συγγενὲς ἐλλαμπόμεθα, εἶχεν ἄν σοι λόγον ἡ ἀπορία. ἐπεὶ δὲ
60νόες πρῶτοι καὶ δεύτεροι καὶ φύσεις ἄλλαι μετ’ ἐκείνας, ἄνθρωποί τε καὶ τὰ λοιπὰ εἴδη, εἰκόνας τινὰς ἔχει τῆς πρώτης ἀρχετυπίας, δι’ ὧν οἱ μὲν μᾶλλον, οἱ δὲ ἧττον τὴν γνῶσιν ἐκείνης θηρεύουσι, διὰ τί μὴ τοῦ θείου τὰ μὲν κατειλῆφθαι, τὰ δ’ ἐν ἀπορρήτοις κεῖσθαι θαρρούντως δι‐ ισχυρισαίμην; ἐγὼ δέ φημι καὶ τὴν ὕλην, τὴν πάντῃ ἀπῳκισμένην θεοῦ,
65τὸ ἄκρατον αἶσχος, τὸ ἐν τοῖς οὖσι μὴ ὂν καὶ ἐν τοῖς μὴ οὖσιν ὄν, τῆς θείας ἔχειν ἀπηχήματα φύσεως· οὐδὲ γὰρ αὕτη ἀπηλλοτρίωται τοῦ ἐπιτηδείως ἔχειν πρὸς τὴν ὑποδοχὴν τῶν εἰδῶν. εἰ δὲ τὰ μὲν ἐγγίζει
θεῷ, οὐ τοπικοῖς διαστήμασιν, ἀλλὰ νοεραῖς ἰδιότησι, τὰ δ’ ἧττον ἀφ‐ έστηκε, τὰ δὲ μᾶλλον, λόγον ἔχει δήπου τὰ μὲν ἐγγυτέρω τὸ πλέον ἔχειν,341
70τὰ δ’ ἀπωτέρω τὸ ἔλαττον κατὰ τὴν ἀναλογίαν τῆς διαστάσεως, ὅσον τοῖς μὲν τόσον κατείληπται, τόσον δὲ κέκρυπται, τοῖς δὲ πλέον τοῦ κατειλημμένου τὸ κεκρυμμένον, τοῖς δ’ ἐπὶ μᾶλλον, ὅσοις ἡ ὕλη πλείων ἢ ἐλάττων ἐστίν. οὐ τοίνυν διὰ τὴν ἁπλότητα πάντῃ καταληπτὴ ἢ τέλεον ἀκατάληπτος, ἀλλὰ διὰ τὸ ἄλλο εἶναί τι παρὰ τὴν ἁπλότητα καὶ τὴν τῶν
75ὑποδεχομένων ἐπιτηδειότητα μείζονα καὶ ἐλάττονα τὸ μέν τι τοῦ θείου ἀγαθοδότως φοιτᾷ πρὸς ἡμᾶς, τὸ δ’ ἐν τοῖς ἄνω μένει βυθοῖς.

87

(1t)

Εἰς τὸ ‘τὸ γὰρ ἦν καὶ ἔσται τοῦ καθ’ ἡμᾶς χρόνου τμήματα καὶ τῆς
2tῥευστῆς φύσεωσ‘
3 Δοκεῖ μὲν οὕτως κατὰ τὸ τυχὸν προσερρῖφθαι τῷ μεγάλῳ πατρί, ὅτι ‘τὸ‘ μὲν ‘ἦν καὶ ἔσται τμήματα‘ τυγχάνει ‘χρόνου τοῦ καθ’ ἡμᾶσ‘, τὸ
5δὲ εἶναι οὐ τῇ ἡμετέρᾳ προσήκει φύσει μᾶλλον ἢ τῇ τοῦ θεοῦ. ὅθεν καὶ πολλοὶ τῶν ἐξηγησαμένων τουτὶ τὸ χωρίον, μήτε φυσικῶς μήτε θεολο‐ γικῶς προστεταλαιπωρηκότες τῷ δόγματι, ἀπεριμερίμνως παρέδραμον· ἐμοὶ δὲ μετὰ τῶν ἀπόρων δοκεῖ καὶ οἷς ἡ λύσις ἀμήχανος. πῶς γάρ, ἑκατέρων τῶν περάτων ἁρμοζόντων ἡμῖν, τοῦ παρῳχηκότος χρόνου καὶ
10τοῦ μέλλοντος, οἷς ὁ ἐνεστὼς διείληπται ἑκατέρωθεν, αὐτὸ τὸ εἶναι τῆς ἡμῶν ἀφῄρηται φύσεως; πήδημα γὰρ τοῦτο διόδου καὶ οὐκ ἐφεξῆς κίνησις ἀρχομένων μὲν ἀπὸ τοῦ παρῳχηκότος, ἐπὶ δὲ τὸν μέλλοντα καταντώντων, μὴ διὰ τοῦ ἐνεστῶτος πορευομένων. αἰνίγματι γάρ ἐστιν ὅμοιον τουτὶ τὸ
νόημα, ὥσπερ εἰ λέγοι τις ἀπὸ γῆς ἐξεῖναί τινα πρὸς οὐρανὸν πεπορεῦσθαι,342
15τὸ μεταξὺ μὴ διαβάντα διάστημα· οὐδὲ γὰρ οὐδ’ ὁ Παῦλος ἐπὶ ‘τρίτον οὐρανὸν‘ ἀναβεβηκὼς τὸν ἀέριον δρόμον οὐκ ἤνυσεν. ἢ τί γέγονε τὸ με‐ ταξύ, ἵνα μάτην οὕτως ᾖ, μὴ διαβαινόντων ἡμῶν πρὸς τὰ πέρατα; εἰ δὲ καὶ κατὰ τὸ ἐνεστὼς ἡ ἡμετέρα ζωή, καὶ οὔτε τῷ παρῳχηκότι ζῶμεν οὔτε τῷ μέλλοντι, ὡς καὶ τῷ μεγάλῳ δοκεῖ Βασιλείῳ, πῶς ὃ μὲν ζῶμεν,
20τοῦτο μὴ ζῆν παρὰ τοῦ θεολόγου ἐληλέγμεθα, ὃ δὲ μὴ ζῶμεν, τοὔμπαλιν ζῆν; ἐχρῆν γὰρ μάλιστα κατὰ τὸν ἐνεστῶτα χαρακτηρίζειν ἡμᾶς, καθ’ ὃν καὶ πεφύκαμεν, ἢ κατὰ τοὺς ἑκατέρωθεν χρόνους, ὧν [τὸν] μὲν εἴχομεν, τὸν δὲ μέλλομεν· ἄδηλον δὲ καὶ εἰ πρὸς τοῦτον μεταβαίημεν. Οὕτω μὲν οὖν ἄπορος ἡ λύσις τοῦ ζητουμένου, καὶ οἱ πολλοὶ μεγαλο‐
25ψύχως, ἵνα μὴ λέγω ἀφιλοσόφως, τὸν τοῦ γεγραμμένου ὑπερπεπηδήκασι νοῦν. ἀλλ’ οὐκ ἀπογνωστέον, ὦ παῖδες, χάριν ὑμετέραν τὸ καὶ λύσιν εὑρεῖν τοῦ δοκοῦντος ἀπόρου· ἦ γὰρ ἂν μάτην τὸ τῆς φιλοσοφίας αὐχοῦμεν ἀξίωμα, ἐπιπολαίως τοῖς ζητουμένοις ἐνατενίζοντες, ἀλλὰ μὴ τῷ βάθει ἐγκύπτοντες τοῦ θεωρήματος. τί ποτ’ οὖν οὕτως ἔδοξε τῷ πατρί, καὶ
30ἡμῖν μὲν τὸ παρῳχηκὸς καὶ τὸ μέλλον ἀπένειμε, τῷ δὲ ‘ἐπὶ πάντων θεῷ‘ τὸ ἐνεστὼς ἀπεκλήρωσε; δύο λογικὰ μέτρα τῶν πάντων οὗτος ἐπίσταται, αἰῶνα καὶ χρόνον· ὧν τὸν μὲν οἶδεν ἐν διαστάσει, προσμαρτυρεῖ δὲ τῷ αἰῶνι τὸ ἀδιάστατον. εἰ γὰρ ἀκίνητα τὰ θεῖα, ὁμογνωμονούντων εἰς τοῦτο πάντων τῶν φιλοσόφων ὁμοῦ, ἐν κινήσει τὰ μὴ τοιαῦτα· εἰ δ’
35οὕτως ταῦτα, τοῖς μὲν αἰωνίοις τὸν αἰῶνα ἀπονεμητέον, οὐκ ἐν κινήσει οὐδὲ διαστατὸν λαμβανόμενον, τοῖς δὲ ἐγχρόνοις τὸν χρόνον, κινούμενον ἀεὶ καὶ παροδικῶς διαρρέοντα. καταλλήλως δὲ πάνυ τῷ πρώτῳ δημιουργῷ τοῖς ὑποκειμένοις ταῦτα οὕτως ἀπομεμέρισται· οἷς μὲν γὰρ ἡ φύσις οὐκ ἔμμονος, τούτοις τὸν χρόνον ἀποδέδωκε ῥέοντα διηνεκῶς καὶ κινούμενον·
40οἷς δὲ τὸ εἶναι ἐν ἀκινησίᾳ καὶ παντελεῖ στάσει, τὸν αἰῶνα τούτοις ἀπένει‐ μεν ἐν τῷ ἀεὶ εἶναι, καὶ μὴ τὸ μὲν εἶναι, τὸ δὲ μὴ εἶναι χαρακτηριζόμενον. Τῷ μὲν οὖν θεῷ, ἅτε ‘πρὸ πάντων‘ ὄντι καὶ τὰ πάντα ὄντι, ὡς δημιουρ‐ γικῷ νῷ καὶ ἁπλῶς τὰ πάντα νοοῦντι καὶ οὐ καθ’ ἓν ὡς οἱ μερικοὶ νόες, καὶ οὐδὲν ἔξωθεν τῆς οἰκείας ἔχοντι φύσεως τὸ εἶναι ἀπομεμέρισται. τοῦτο
45δὲ τὸ εἶναι οὐ τὸ μέσον τοῦ παντὸς τμήματος δηλοῖ· ἄλογον γὰρ εἰ τὸ μὲν ἐνεστὼς ἔχει θεός, τοῦ δὲ παρῳχηκότος ἐστέρηται καὶ τοῦ μέλλοντος· ἀλλ’ ὁ τὸ εἶναι δοὺς τῷ θεῷ λόγος, πᾶν τὸ παρῳχηκὸς καὶ τὸ μέλλον ἐν τῷ ἐνεστῶτι συνάψας ἀδιαστάτως, σοφῶς πάνυ καὶ παγκάλως ἀπένειμε. μᾶλλον δὲ δεῖ καὶ ὑπὲρ ταῦτα τὸν θεὸν οἴεσθαι· οὐ γάρ μοι δοκεῖ τὸ

87

(50)

αἰώνιον καταλλήλως τῇ θείᾳ φύσει προσάγεσθαι, εἰ {δὲ} καὶ ὁ μέγας οὗτος πατὴρ τῷ ῥήματι κατεχρήσατο. τὸ μὲν γὰρ αἰώνιον μετέχον αἰῶνός ἐστι, τὸ δὲ μετέχον ὕστερον δήπου πέφυκε τοῦ μετεχομένου· εἰ γοῦν αἰώνιος ὁ θεός, μετὰ τὸν αἰῶνα λελόγισται. εἴπερ οὖν ταῖς κυρίαις σημα‐ σίαις τῶν πραγμάτων χρησόμεθα, οὔτε αἰώνιον τὸν θεὸν οὔτε αἰῶνα343
55κατονομάσομεν, ἀλλ’ ὑπεραιώνιον, ἵνα τρίτον τὸ αἰώνιον μετ’ ἐκεῖνον ποιήσωμεν. Οὕτω μὲν οὖν τὸ εἶναι ἀποτέτακται τῷ θεῷ· οὐκ ἀποκεκλήρωται δὲ τοῦτο ἡμῖν, ἀλλὰ τὰ πέριξ τμήματα, ὅτι ἐν κινήσει πᾶσα ἡ ἡμετέρα ζωὴ καὶ φύσις καθέστηκε, τῆς δὲ κινήσεως οὐδέν ἐστι σταθηρόν τε καὶ μόνι‐
60μον, ἀλλὰ τὸ μὲν οἴχεται, τὸ δὲ μέλλει, τὸ δὲ ἐνεστὼς πάντῃ ἀθήρατον. νῦν γάρ ἐστιν ὡς στιγμὴ μεγέθους, τοῦτο δὲ ἀμερές τε καὶ ἀπερίληπτον, καὶ πρὶν ἢ τοῦτο γνῶμεν, οἴχεται ἀποπτάν. διὰ ταῦτα οὐκ ἐν τῷ εἶναι ἡμεῖς, ἀλλ’ ἐν τῷ παροίχεσθαι ἢ μέλλειν. τὸ δ’ εἶναι πανταχόθεν ἀφαιρε‐ τέον ἡμῶν· ἐν χρόνῳ γάρ, οὐκ ἐν αἰῶνι καθέσταμεν, τοῦ δὲ χρόνου οὐδέν
65τι εἰς στάσιν ληπτόν· πόσα γὰρ διαδραμοῦνται ἄτομα νῦν ἐφεστάναι βουληθέντι τῷ ἐνεστῶτι; ἀλλὰ σοὶ μὲν δοκεῖ τὸ εἶναί σοι παρεῖναι, λαν‐ θάνει δέ σε ἡ πάροδος· κἄν τε γὰρ τὴν προαίρεσιν εἴπῃς, μεταστατὸν πᾶσα καὶ κινητόν, κἂν τὰς μεταβάσεις τῶν ἡλικιῶν, οὐδ’ αὗται τὸ στάσι‐ μον ἔχουσι. τὸ μὲν οὖν θεῖον ἔστιν· ἡμεῖς δὲ τί; γιγνόμεθα, ποιούμεθα,
70ἀλλοιούμεθα, ταῖς χρόαις τρεπόμεθα, ταῖς δόξαις συμμεταπίπτομεν, ταῖς προαιρέσεσι μεταβαλλόμεθα, ἄνιμεν ταῖς ἡλικίαις καὶ κάτιμεν, τοῦτο μὲν αὐξανόμενοι, τοῦτο δὲ φθίνοντες, δοξάζομεν, ἀντιδοξάζομεν. οἷς μὲν ἡδόμεθα νῦν, τούτοις αὖθις ἀνιώμεθα, ὥσπερ ‘ὀστράκου μεταπεσόντοσ‘· οἷς δὲ βαρυθυμοῦμεν, θυμήρως τούτων μετὰ μικρὸν ἔχομεν. τί γοῦν
75ἐστιν ἐν ἡμῖν τὸ στάσιμον; οὐδέν. ὁ δὲ βίος; βαβαὶ τῶν τούτου μεταβολῶν· εὐδαιμονοῦμεν, κακοδαιμονοῦμεν, νῦν μὲν ὑψούμεθα, νῦν δὲ ταπεινούμεθα· καὶ νῦν μὲν βασίλειος ἡμᾶς ἔχει αὐλή, νῦν δὲ ἐν δεσμωτηρίῳ καθεῖρξαν τὼ πόδε τὸ ξύλον κατασφαλίζεται· καὶ νῦν μὲν δορυφορούμεθα καὶ προπομπευόμεθα, καὶ πολλοὶ μὲν οἱ σωματοφυλακοῦντες, πλείους δὲ οἱ
80τὰς θοίνας παρασκευάζοντες, αὖθις δὲ τὸν σταυρὸν ἐπὶ τῶν ὤμων ἔχοντες ἀναγόμεθα. Ἀλλὰ περὶ μὲν τούτων μακρὸς ἂν εἴη καιρὸς λέγειν· τί δ’ οἱ φιλοσοφοῦν‐ τες ὑμεῖς; οὐ νῦν μὲν ἐρρωμένως τῶν μαθημάτων ἀντιλαμβάνεσθε, οἱ δ’ αὐτοὶ πάλιν ‘ὄνος πρὸς λύραν‘ ἐστέ, οὐδ’ ὅσον θυραυλοῦντας τοὺς λό‐
85γους ταῖς ἀκοαῖς παραδεχόμενοι; ἀλλ’ ἐγὼ μὲν θυροκοπῶν ἵσταμαι, ἡ δὲ πυλωρὸς αἴσθησις οὐκ ἀναγγέλλει τῷ δεσπότῃ νῷ τὰ νοήματα, ἀλλ’ ὥσπερ παρηβηκυῖα γραῦς καὶ τὴν τῆς ἀκοῆς αἴσθησιν ὑπὸ τοῦ χρόνου ἀφῃρημένη, τῶν ἐμῶν ψόφων οὐκ ἐπαισθάνεται. διὰ ταῦτα οὐδὲ πάροδός μοι πρὸς τὸν ὑμέτερον γίνεται νοῦν, ἀλλὰ ψοφεῖται μὲν ἡ αὔλειος,344
90ἐκεῖνος δὲ ἔνδον κάθηται οἰκουρῶν, τῶν ἔξωθεν οὐκ ἐπαισθανόμενος. Εἰ δέ τις ἀντιφωνεῖν οἴεται τὸν μέγαν Βασίλειον, ἐν τῷ Περὶ τοῦ τε‐ λέσματος λόγῳ λαμπρῶς εἰρηκότα ὡς ‘κατὰ τὸ παρὸν ζῶμεν οἱ ἄνθρω‐ ποι‘, ἐκεῖνο πρὸς αὐτόν ἐστιν εἰπεῖν, ὅτι τὸ ἐνεστώς, ὦ μακάριε, ὅτε μὲν ἀκριβολογούμεθα καὶ φιλοσόφως αὐτῷ προσερχόμεθα, κατὰ τὸ νῦν
95λαμβάνεται καὶ τὴν ἀκαριαίαν στιγμήν· ὁπότε δὲ μή, ἐν πλάτει νοεῖσθαι πέφυκεν· ὃ δὴ πλάτος ἐν παρῳχηκότι καὶ μέλλοντι λαμβανόμενον, λέληθε κατὰ τὸ ἐνεστὼς μόνον λαμβάνεσθαι. ὁ μὲν οὖν μέγας οὗτος πατὴρ τὸ νῦν μὴ προσμαρτυρήσας ἡμῖν φιλοσόφως τὸ τμῆμα τουτὶ τῇ ἡμετέρᾳ φύσει οὐ προσήκατο· ὁ δὲ πολὺς τῷ λόγῳ Βασίλειος καταχρηστικώτερον

87

(100)

ὡς ἐπὶ τοῦ πλάτους τῷ ἐνεστῶτι ἐχρήσατο.

88

(1t)

Εἰς τὸ ‘αἰὼν γὰρ οὔτε χρόνος οὔτε χρόνου τι μέροσ‘
2 Παντάπασί μοι δοκεῖ ὁ μέγας οὗτος πατὴρ ἐν τῷ περὶ τοῦ καὶ χρόνου τοῖς πρὸ αὐτοῦ ἠναντιῶσθαι σοφοῖς, οὐχ ὡς μὴ ὡμιληκὼς τοῖς ἐκείνων συγγράμμασιν, ἀλλ’ ὡς μὴ τοῖς δόγμασιν αὐτῶν ἀρεσκόμε‐
5νος. τίς γὰρ οὕτως ἄλλος τὰ Πορφυρίου ἀνέγνωκε καὶ διέπτυσεν, ὧν καὶ
πολλαχοῦ τῶν αὐτοῦ λόγων μνημονεύων δῆλός ἐστιν; τίς δ’ οὕτως τοῖς Ἀριστοτέλους καὶ Πλάτωνος λόγοις διῄτησε καὶ τὴν δέουσαν ἑκάστῳ ψῆφον ἐπήνεγκεν; ἀλλ’ οὐ τὸ τῶν πολλῶν πέπονθεν, οἳ μὴ ἔχοντες ἴδιον κριτήριον τῆς οἰκείας ψυχῆς μηδὲ τὰ τῶν ἄλλων δοκιμάζειν ἰσχύοντες,345
10γεννᾶν τε καὶ ἀφ’ ἑαυτῶν εἴ πῃ δύναιντο, ἀλογίστως ἅμα καὶ ἀμαθῶς τοῖς προηγησαμένοις ἕπονται. Αὐτίκα τοίνυν ὁ μὲν Ἀριστοτέλης ἀγέννητον εἶναι τὸν χρόνον ἐν τοῖς Φυσικοῖς ἀποδείκνυσι, τοῖς χρονικοῖς ἐπιρρήμασι τὸ ἀίδιον αὐτοῦ τεκμαι‐ ρόμενος καὶ φληνάφοις τισὶν ἀναλύσεσιν, οὐσίαν τε αὐτῷ δίδωσι ‘τὸ πρῶ‐
15τον καὶ τὸ ὕστερον‘· τοῦτο τάχα οὐ κακῶς. Πλάτων δὲ καλῶς γε ποιῶν ‘μετὰ‘ τοῦ ‘οὐρανοῦ‘ τοῦτον γεννᾷ· δεῖ γὰρ μετὰ κινήσεως εἶναι· κίνησις δὲ οὐκ ἦν μεγέθους μὴ ὄντος· ἀκινήτων δὲ τῶν εἰδῶν ὄντων πῶς ἂν εἴη ὁ χρόνος; δεῖ οὖν τῇ μὲν κινήσει τὸν χρόνον παραμετρεῖν, τῷ ἀκινήτῳ δὲ τὸν αἰῶνα. πλὴν τοσοῦτον καὶ περὶ τούτων διασταλτέον, ὡς τοῖς πάλαι
20φιλοσόφοις ἔδοξεν ὅτι μόνῃ τῇ κύκλῳ κινήσει ἡ τοῦ αἰῶνος ἀπομεμέρισται ἔννοια· τελεία γὰρ καὶ οὐ γιγνομένη, τοιοῦτος δὲ καὶ ὁ αἰών. ὁ δὲ Φοῖνιξ Πορφύριος καὶ ὁ πρὸ ἐκείνου τῇ φιλοσοφίᾳ ἐμπρέψας Πλωτῖνος καινότα‐ τόν τινα λόγον περὶ αἰῶνος ἀποδεδώκασιν· ἀκινήτοις γὰρ καὶ ἀδιαστάτοις τοῦτον παρεσχηκότες εἴδεσιν, ἀκίνητον πάντῃ καὶ ἀδιάστατον ἀποδεδώ‐
25κασιν, ‘ἀπὸ τοῦ ἀεὶ εἶναι‘ εὐσήμως ἐτυμολογήσαντες. ὥσπερ γάρ, φασί, τὸ παρῳχηκὸς καὶ τὸ μέλλον ἀφῄρηται τῶν ὑπὲρ τὴν ὕλην εἰδῶν, οὕτω δὴ καὶ τὸ μέτρον τούτων ὁ αἰὼν ἐπίσης τούτων ἀφέστηκε· μένει δὲ ὅπερ ἐστίν, ἐνεστώς. Τοῦτον οὖν τὸν λόγον οὐδ’ ὁπωστιοῦν ὁ μέγας οὗτος ἀνὴρ ἀποδέχεται·
30εἰ γὰρ τοιοῦτον ὁ αἰών, ὡς μὴ πάντῃ μετρούμενος μηδέ τινα ἔχων διά‐ στασιν, ἀμερὴς δήπου πάντως ἐστί. λείπεται οὖν ἐν σημείῳ τὰ αἰώνια συγκεκλεῖσθαι πάντα· τοιοῦτον γὰρ τὸ ἀμερές. καὶ τοῦτο μὲν τὸ περὶ τοῦ αἰῶνος νόημα ὡς ὀνειροκριτικὸν καὶ ἀνυπόστατον πάντ[ῃ] παραιτησάμε‐ νος, αὐτὸς οἰκείαν εἰσάγει περὶ χρόνου καὶ αἰῶνος διάνοιαν. καὶ ‘χρόνον‘
35μέν φησι πᾶν τὸ ‘μετρούμενον ἡλίῳ‘ καὶ ἄστροις διάστημα (τοῦτο γοῦν καὶ ἡμεῖς φαμεν, ὡριαῖον χρόνον καὶ ἡμερήσιον, τῷ τοῦ ἡλίου δρόμῳ ἢ τῷ τῶν ἄλλων ἀστέρων τοῦτο συντεκμαιρόμενοι), αἰῶνα δὲ τὸν διεστηκότα μέν, μὴ μέντοι γε ἑτέρων σωμάτων κινήσεσι συμμετρούμενον, ἀλλ’ αὐτο‐ διάστατον ὄντα καὶ αὐτοκίνητον καὶ ταῖς ἀιδίαις φύσεσι σύμμετρον·
40ᾧ γὰρ οὐχ ἡλίου κίνησις ἀπομερίζει τὸ εἶναι οὐδὲ σελήνης περίοδος οὐδὲ ἄστρου τοῦδε ἢ τοῦδε φορά, οὗτος πῶς ἂν ἢ χρόνος ὁ σύμπας εἴη ἢ χρόνου τι τὸ βραχύτατον; εἰ γὰρ ὅ τε πᾶς χρόνος καὶ τὰ μέρη τούτου, ἡμέραι φημὶ καὶ νύκτες, αἵ τε περιεκτικαὶ τῶν ὡρῶν καὶ αἱ τοῖς τμήμασι τούτων περιεχόμεναι, δρόμοις φωστήρων ἀναμετροῦνται, αἰὼν δὲ τὸ δίχα τούτων346
45ἐστί, πῶς οὐκ ἂν οὗτος ὅλος ἐξηλλαγμένος εἴη καὶ χρόνου καὶ τῶν τούτου μερῶν; ‘Αἰὼν‘ οὖν φησιν ‘οὔτε χρόνος οὔτε χρόνου τι μέροσ‘. πῶς γὰρ ἂν τοῖς ὑπὲρ ἥλιον καὶ σωματικὴν πᾶσαν περίοδον ἡ περὶ χρόνου προσαρμόσῃ ἔννοια, ὃς δὴ ταῖς τῶν ἀστέρων ὑπέστη κινήσεσιν; οὐ νὺξ παρ’ ἐκείνοις,

88

(50)

οὐχ ἡμέρα, ἐπεὶ μηδ’ ἐντὸς τῆς σφαίρας εἰσίν· οἵ γε κἂν ἦσαν, ἀλλ’ οὐδὲ πάλιν παρεμετροῦντο τοῖς τοῦ ἡλίου κινήμασι, τὴν οἰκείαν ζῶντες ζωήν· οὐδὲ ὥρα ἐαρινὴ οὐδ’ ἡ μετὰ τὴν ὁπώραν οὐδὲ αἱ ἐφεξῆς τούτων τροπαί, οὐ γὰρ πρόσεισι τούτοις ὁ ἥλιος ἢ ἀφίσταται, ἐπεὶ μηδὲ οἰκοῦσι τὰ τῆς γῆς κλίματα, οὐδ’ ὁ μὲν τὴν βόρειον ἔλαχεν οἴκησιν, ὁ δὲ τὴν ἰσημερινὴν
55ζώνην οἰκεῖ, ὁ δὲ τοὺς πόλους κατείληφεν, οὐδὲ τοῖς μὲν ἐξῆρται τόσον ὁ βόρειος, τοῖς δὲ ἐς τὸ ἴσον μέτρον ὁ νότιος καταδέδυκεν, οὐδ’ οὗτοι μὲν ὑπὲρ κεφαλῆς ἀκριβῶς τὸν πόλον εἰλήχασιν, ἵν’ ἑξάμηνος αὐτοῖς ἡ νὺξ εἴη, οἱ δὲ ‘ἑτερόσκιοι‘ τυγχάνουσιν ἢ ‘ἀμφίσκιοι‘ ἢ ‘περίσκιοι‘· περὶ ἡμᾶς γὰρ ταῦτα, οἳ τῷ χρόνῳ μετρούμεθα, διὰ τῶν ἡλιακῶν κινήσεων τὴν
60ὕπαρξιν ἔχοντες. Ἀλλ’ εἰ μὴ ταῦτα μηδὲ τοιοῦτος ὁ αἰών, τί ποτ’ ἂν εἴη; οὐ σημεῖον ἀμερές, ὁ μέγας δοκεῖ, ὡς τῷ Πορφυρίῳ δοκεῖ· οὐδ’ ἀδιάστατος πάντῃ, ἀλλ’ ‘οἷόν τι χρονικόν‘ φησί ‘κίνημα καὶ διάστημα‘. τούτου δὲ τοῦ αἰῶνος τὴν ἔννοιαν οὐ σαφῆ πάνυ ἡμεῖς κεκτήμεθα, ὅτι μηδὲ οὕτως ἐζήσαμεν
65πώποτε μηδὲ τὴν χρονικὴν φύσιν ὑπερεφωνήσαμεν. διὰ τοῦτο καὶ ἰλίγγου καὶ δίνης περὶ τὴν περίληψιν τούτου πεπλήσμεθα, ζητοῦντες ὅ τι ποτὲ τοῦτο εἴη. ὁ δὲ μέγας ὑπερβὰς τὴν ὕλην καὶ ἐν θεωρίᾳ τοῦ ἀρρήτου γενό‐ μενος καὶ τὴν ‘ἐν Χριστῷ κεκρυμμένην‘ κατὰ τὸν ἀπόστολον ζήσας ‘ζωήν‘, ἐμυήθη κατ’ αὐτὸν τοῦτον τὸ ἀπόρρητον τοῦτο μυστήριον καὶ
70τοῖς ἄλλοις κεκρυμμένως μετέδωκε, κἀν τούτῳ τοῦτον ζηλῶν. πολλαχοῦ γὰρ καὶ οὗτος τῶν αὐτοῦ φησιν ἐπιστολῶν· ‘μυστήριον‘ οὖν ‘ὑμῖν ἐρῶ‘. τοῦτο δέ τι μέρος τῶν ἄνω πηγῶν ἦν, ἃς δὴ ἐκεῖνος ἐξαντλήσας εἰς δύνα‐ μιν, βραχείας ἡμῖν ῥανίδας ἐπιρρεῖ.
‘Οἷόν τι χρονικόν‘ φησι ‘κίνημα καὶ διάστημα‘. μιμητὴς ἐγένετο καὶ347
75τοῦ Πλάτωνος· κἀκεῖνος γὰρ ἐν τῷ Φαίδρῳ, ψυχῆς πέρι μέλλων διαλα‐ βεῖν, ἥτις μὲν αὕτη, φησίν, ἐν ἀπορρήτῳ κείσθω· ἔοικε δὲ ἅρματι ὑφ’ ὃ ἵπποι ὑπεζεύχθησαν δύο, οὐ ταύταις μὲν οὕτω φήσας ταῖς λέξεσι, τὴν αὐτὴν δὲ ἔννοιαν ὑπειπών. ἵνα δὲ μὴ πάντῃ κωφοὶ ὦμεν τοῦ θείου τούτου νοήματος, δεδόσθω κατ’ ἐξουσίαν ἡμῖν αἰῶνα δημιουργῆσαι τῷ πλάσματι,
80ὃν ἐκεῖνος ἔγνω τῷ πράγματι. ἀνῃρήσθω γοῦν ἡμῖν καὶ οὐρανὸς καὶ φωστῆρες καὶ πᾶσα τῶν ἀστέρων ἡ κίνησις, ἡμεῖς δέ που οἰκῶμεν τῷ πλάσματι. ἆρ’ οὖν οὐ πάλιν διαστατὴν ἔχομεν τὴν ζωήν; εἰ δὲ διαστατήν, πάντως καὶ μετρητήν. ἀλλὰ τίνι μετρούμεθα; ἡλίῳ; ἀλλ’ οὗτος τῷ λόγῳ ἀνῄρηται. σελήνῃ; ἀλλὰ καὶ αὕτη ἀποπτᾶσα τῷ λόγῳ ἡμᾶς ᾤχετο.
85ἑτέρων ἀστέρων δρομήμασιν; ἀλλὰ ποῦ τούτων πεπηγότων ἢ κινουμένων; ἐν οὐρανῷ; ἀλλὰ καὶ τοῦτον ὁ πλάστης λόγος ἀποσφαιρίσας εἰς τὸ μὴ ὂν ἀναλέλυκεν. ἡ γοῦν τοιαύτη κίνησις ἡμῶν καὶ ζωὴ οὔτε χρόνος ἐστὶν οὔτε χρόνου μέρος, τῶν ποιούντων ταῦτα ἀνῃρημένων· ἀλλ’ ἡμεῖς γε ἐν κινήσει καὶ διαστάσει τυγχάνομεν· τοῦτο γοῦν ἐστιν ‘οἷόν τι χρονικὸν
90κίνημα καὶ διάστημα‘. Εἰ μὲν οὖν ἱκανῶς, ὦ παῖδες ἐμοί, οὓς λογικῶς ὠδίνησα καὶ ἀπέτεκον, τὸν περὶ τοῦ αἰῶνος λόγον ὑμῖν ἀποδεδώκαμεν, τῷ αἰωνίῳ χάρις θεῷ, παρ’ οὗ τὰ ‘τέλεια δωρήματα‘ πέφυκε φοιτᾶν πρὸς ἡμᾶς. εἰ δὲ μὴ εἰς τὸ ἀκριβὲς μηδ’ εἰς ἄκρον αὐτὸν ἀπεξέσαμεν, συγγνώμην δοίητε· ἐν σώματι
95γὰρ ζῶντες καὶ μὴ κατὰ τὸν μέγαν τοῦτον τὴν φύσιν ὑπερβάντες τῆς ὕλης, ἀδύνατοί πώς ἐσμεν ἀύλων ἐπιβατεύειν εἰλικρινῶς ἐννοιῶν. εἰ δὲ μετρίως, καὶ οὕτως χάρις ἡμῖν μέρος τι τῶν ἀσωμάτων σωματικοῖς λόγοις ὑμῖν
ὑπογράψασιν.348

89

(1t)

Εἰς τὸ ‘ἐπεὶ δὲ οὐκ ἤρκει τῇ ἀγαθότητι τὸ κινεῖσθαι‘
2 Ἄγαμαι ὑμῶν, ὦ παῖδες, οὐ τὸ ἁπλῶς ἐρωτᾶν, ἀλλ’ ὃ λόγου δεῖται σοφοῦ πρὸς ἐπίλυσιν καὶ ᾧ ὀλίγοι τῶν πρὸ ἡμῶν προσταλαιπωρεῖν ᾑρετίσαντο. ὁποῖον δῆτά ἐστι καὶ τὸ θεολογικὸν τουτὶ ῥητὸν τὸ ‘ἐπεὶ δὲ οὐκ ἤρκει τῇ
5ἀγαθότητι τὸ κινεῖσθαι μόνον τῇ ἑαυτῆς θεωρίᾳ‘, καὶ τἆλλα ἐφ’ οἷς ἡ ἀπόδοσις· ἔχει γὰρ ὁ λόγος οὐκ ὀλίγας ἀντιλαβάς, εἴ τις πρὸς τὴν πρεσβυ‐ τέραν φιλοσοφίαν τὴν ἐνταῦθα παραβάλοι διάνοιαν. Πρῶτον μὲν γὰρ ἄν τις ἐξετάσοι δικαίως ἀνθ’ ὅτου τοῦ θεὸν εἰπεῖν ‘τὴν ἀγαθότητα‘ προτετίμηκε, τίς τε ἡ ἀγαθότης αὕτη. ἆρ’ ἄλλο τι παρὰ
10τὴν θείαν οὐσίαν; σύνθετος ἄρα ‘ὁ ἐπὶ πάντων θεόσ‘. ἀλλὰ ταὐτὸν ἀγαθότης τε καὶ θεός; εἰ δὲ οὐδὲν ἕτερον ὁ θεὸς ἢ ἀγαθότης, τὸ δ’ ἀγαθὸν ἕξις, ἕξιν ἄν τις τὸν θεὸν συλλογίσαιτο. ἔπειτα καὶ τἆλλα προσαπορήσει· πῶς ‘κινοῖτο‘ τὸ ἀγαθόν; πῶς δ’ ἂν ὅλως συμβαίνοι τῷ θεῷ κίνησις; πῶς δ’ οὕτω τῷ μεγάλῳ πατρί, φιλοσόφῳ γε ὄντι καὶ τὰ τοῦ Πλάτωνος ἀκρι‐
15βώσαντι, ἀποπέφανται περὶ θεοῦ ἀνυποστόλως ἡ κίνησις; εἰ γάρ τις φήσει, τοῦ λόγου δῆθεν ὑπεραπολογούμενος, ὡς ἐκ τῶν Ἀριστοτέλους δογμάτων ὁ λόγος αὐτῷ προσεπορίσθη, οὐδ’ οὕτως ἂν ἡ πρὸς τοῦτον σωθείη αἰδώς. ὁ μὲν γὰρ Ἀριστοτέλης μέχρι τῶν οὐρανίων σωμάτων ἀπεδίδου τὴν κίνη‐ σιν, ἀπὸ τῶν ἀτελεστέρων ἀρχόμενος· τὴν δὲ ψυχὴν ἀκίνητον ἀπεφαίνετο
20καὶ πρὸ ταύτης τὸν νοῦν καὶ πρὸ ἐκείνου τὸν δημιουργικὸν νοῦν. Πλάτων δὲ τῷ μὲν θεῷ πάντῃ προσμαρτυρεῖ τὸ ἀκίνητον· τῇ δὲ ψυχῇ ὑποβάσῃ τοῦτον τὸ αὐτοκίνητον δίδωσι. δηλοῖ δὲ καὶ ἡ τοῦ αὐτοκινήτου λέξις τὴν μεσότητα τῶν φύσεων ἑκατέρων· τοῦ γὰρ πάντῃ κινητοῦ καὶ τοῦ ἀκινή‐ του ἡ ψυχὴ μέση τυγχάνουσα τῷ μὲν ‘αὐτῷ‘ τῷ ἀκινήτῳ κεκοινώνηκε,
25τῷ δὲ ‘κινητῷ‘ τῷ πάντῃ κινητῷ προσωμοίωται· Πλατωνικὸν γὰρ πρόσ‐ ρημα τὸ ‘αὐτὸ‘ καὶ ‘ὡσαύτως ἔχον‘ ἐπὶ τοῦ θείου λεγόμενα. εἴτε γοῦν
Πλατωνικῶς τις ἐθέλοι τὸ θεολογικὸν ἐξετάζειν χωρίον εἴτε μὴν Ἀριστο‐ τελικῶς, ἑκατέρωθεν τὸ θεῖον ἀκίνητον. περὶ γὰρ ψυχῆς ἀνομοίως δοξά‐ σαντες οἱ φιλόσοφοι, ὁ μὲν γὰρ κινητήν, ὁ δ’ ἀκίνητον (ὁ Ἀριστοτέλης349
30δηλονότι ἀκίνητον εἴρηκε), περὶ τοῦ θείου ὡμογνωμονήκασι, κοινῶς αὐτῷ ἀπονείμαντες τὸ ἀκίνητον· ὁ δὲ μέγας πατὴρ τὴν ἑτέραν τραπόμενος κινεῖσθαι τοῦτον ὑψηλότερον ἐκείνων ἀποφαινόμενος φαίνεται. Αἱ μὲν οὖν ἀπορίαι τόσαι καὶ τοῖαι, αἱ δ’ ἐπιλύσεις καταλλήλως προσ‐ αρμοσθήσονται. καὶ πρῶτόν γε τὸ περὶ τῆς ἀγαθότητος ὑμῖν ἐπιλυτέον
35θεώρημα. οἱ παλαιοὶ καὶ πρῶτοι φιλόσοφοι ἀποροῦντες ὃ δὴ τῷ θεῷ προσαρμόσουσιν ὄνομα, τὰ μὲν ἄλλα καταδεέστερα τῆς τούτου ἐφεύρισκον φύσεως, τὸ δ’ ἀγαθόν, ὡς τελικὸν αἴτιον καὶ δι’ ὃ τἆλλά ἐστιν, οἰκεῖον ἐνόμιζον τῷ θεῷ. μᾶλλον δέ, ἵν’ ἀκριβέστερον περὶ τούτου διαλάβοιμι, θεὸν καὶ ἓν καὶ ἀγαθόν, τὰ τρία ταῦτα τῆς ἀκηράτου οὐσίας παρῆγον
40ὀνόματα, οὐδὲν εἶναι φάσκοντες ἐκείνην ἢ θεόν, τοῦτο δὲ οὐδὲν ἢ τἀγαθόν, καὶ τούτῳ ταὐτὸν τὸ ἕν. ἀγαθὸν γὰρ τὸ θεῖον, ὅτι ‘ἄγαν‘ ἡμεῖς ‘θέομεν‘ πρὸς αὐτό· τὸ δ’ αὐτὸ καὶ ἕν, ὡς συναγωγὸν τῶν θεόντων καὶ τοῦ ἑνὸς αὐτῷ κοινωνούντων· τὸ δὲ θεὸς ἐμφαντικόν ἐστι τοῦ πάντα τῆς οἰκείας οὐσίας πληροῦν, ἀπὸ τοῦ ‘θεῖν‘ πανταχοῦ διερμηνευόμενον. οὐχ ἕξις οὖν ἡ
45ἀγαθότης τοῦ θεοῦ, ἵνα μὴ σύνθεσις ἐπὶ τοῦ ἁπλοῦ νομισθῇ καὶ χώραν σχῇ ὁ συλλογισμός, ἀλλ’ αὐτὸ τοῦτο θεὸς καὶ ἕν· τί γὰρ ἄλλο θεὸς ἢ τἀγαθόν, τὸ πρῶτον αἴτιον καὶ δι’ οὗ τὰ λοιπὰ ἀγαθύνονται; Ζητεῖ δ’ ὁ λόγος καὶ διὰ τί μὴ τὸ θεός, ἀλλὰ τὸ ἀγαθὸν ἐνταῦθα παρεί‐ ληπται. πρὸς τοῦτο δὴ ἐκεῖνό φημι, ὡς ταῖς διαφόροις ἐπινοίαις τῇ πρώτῃ

89

(50)

φύσει μεταλλάσσεται τὰ ὀνόματα. καὶ ὁπόταν μὲν οἱ θεολογοῦντες τὸ πανταχοῦ τοῦτον παρεῖναι βουληθῶσι δεῖξαι, τὸ θεὸς παρεισάγουσιν· ὁπόταν δὲ τὴν συναγωγὸν αὐτοῦ δύναμιν παριστάνωσι, τὸ ἓν παρεισφέ‐ ρουσιν· εἰ δὲ περὶ τῆς δημιουργοῦ καὶ εὐεργέτιδος διαλαβεῖν βούλοιντο, τὸ ἀγαθὸν ἀποφαίνονται. φύσις γὰρ τοιαύτη τοῦ ἀγαθοῦ, ἀγαθύνειν πάντα
55αὐτῇ τε τῇ παραγωγῇ τῇ ἐκ μὴ ὄντων καὶ τῷ μέτοχα ποιεῖν τοῦ οἰκείου καλοῦ. διὰ ταῦτα τὸ ἀγαθὸν ἐνταῦθα ἀντεισῆκται τῷ πατρὶ τοῦ θεοῦ καὶ ἑνός. Περὶ δὲ τῆς κινήσεως ἐκεῖνο ἂν εἴποιμι, ὡς οὐδὲ τῷ μεγάλῳ τούτῳ θεολόγῳ ἠγνόηται ὡς ἀσύμβατος ἡ κίνησις τῷ θεῷ. οὔτε γὰρ γίνεται οὔτε
60φθείρεται· ἀλλ’ οὔτε κατὰ τόπον χωρεῖ ὡς οὐδενὸς ὄντος κενοῦ· ἀλ‐ λοιωθείη δὲ πῶς ἂν ὁ θεός, μὴ ἐμφαινομένων αὐτῷ ποιοτήτων, ἐφ’ αἷς
ἡ ἀλλοίωσις; ἀχθείη δὲ ποῦ, τίνος κινοῦντος, αὐτὸς ὢν ὁ πάντα κινῶν; πάσης δ’ ἐν αὐτῷ ἀναιρουμένης κινήσεως, πῶς ἂν λόγον ἔχοι κινεῖσθαι; τί ποτ’ οὖν ἐστι τὸ ἀπόρρητον; τῶν ὄντων τὰ μὲν ἁπλᾶ ἐστι, τὰ δὲ σύν‐350
65θετα· τὰ μὲν σώματα, τὰ δὲ ἀσώματα. τῶν οὖν συνθέτων καὶ σωματικῶν οὐδέν τι πρὸς ἑαυτὸ ἐπιστρέφειν λέγεται· πῶς γὰρ ἂν ἐπιστραφείη τὸ σῶμα πρὸς ἑαυτό, μὴ ἔχον ἁπλότητα; ἀλλ’ οὐδ’ εἴ τι ἀσώματον, τοῦτο εὐθὺς καὶ ἐπιστρεπτικὸν πρὸς ἑαυτό· αἱ γὰρ ποιότητες πῶς ἂν ἐπιστραφεῖεν πρὸς ἑαυτάς, ἰδίαν οὐσίαν μὴ ἔχουσαι, ἢ αἱ ἄλογοι δυνάμεις ἢ αἱ φύσεις,
70ἅς φησιν Ἀριστοτέλης ἐντελεχείας; ἐπιστρέφεται γοῦν τὰ καθ’ αὑτὰ ἀσώματα· ἀλλὰ καὶ τούτων τὰ μὲν πρὸς ἑαυτὰ ἐπιστρέφει, τὰ δὲ πρὸς ἑαυτὰ καὶ πρὸς ἄλλο. πρὸς μὲν ἑαυτὰ καὶ πρὸς ἄλλο ψυχή, πρός τε γὰρ ἑαυτὴν ἐπιστρέφει καὶ πρὸς τὸν νοῦν· καὶ νοῦς πρός τε αὑτὸν καὶ πρὸς θεὸν ἐπανάγει· θεὸς δέ, ἐπεὶ μηδέν τι ἄλλο ἔχει πρεσβύτερον ἢ ὑπέρτερον,
75ὡς ἁπλοῦν καὶ πάντων αἴτιον, πρὸς ἑαυτὸν μόνον τὴν ἐπιστροφὴν ποιεῖται. Τοῦτο γοῦν ὁ μέγας ὑμῖν μὲν παρῃνίξατο τῷ συρφετῷ τῶν ῥημάτων, τοῖς δὲ τελείοις ἐν ἀπορρήτῳ σαφέστατα μάλα ἐκήρυξε. τὴν γὰρ πρὸς ἑαυτὸν νοερὰν ἐπιστροφὴν κίνησιν ὀνομάσας, ‘οὐκ ἤρκει‘ φησί ‘τῇ ἀγα‐ θότητι τὸ κινεῖσθαι μόνον τῇ ἑαυτῆς θεωρίᾳ‘ τουτέστι τὸ ἐπιστρέφειν
80πρὸς ἑαυτήν, ὡς μηδενὸς ὑπερκειμένου, ἵνα καὶ πρὸς ἐκεῖνο ἀναχθείη, ὡς ψυχὴ μὲν πρὸς τὸν νοῦν, νοῦς δὲ πρὸς τὸν θεόν. ἵν’ οὖν μὴ πρὸς ἑαυτὸν ἐπιστρέφῃ μόνον, ἀλλὰ καὶ τοῖς ἄλλοις τῶν ἀπορρήτων ἀγαθῶν μεταδῷ, ‘τὰς ἀγγελικὰς πρῶτον δυνάμεις καὶ οὐρανίας ἐννοεῖ‘. Καὶ οἶδα μ[ὲν] ὅτι τῇ πολλῇ ταύτῃ θεωρίᾳ ὁ ὑμέτερος καταθεὶς νοῦς
85ἀμβλύτερόν πως ταῖς ἐντεῦθεν ἐνατενίζει λάμψεσιν, ἀλλ’ ὅμως χρή γε ὑμᾶς, φιλοσόφους ὄντας καὶ κατὰ τὴν ἀρίστην θεωρίαν τὴν τῆς ζωῆς ἔχοντας τελειότητα, ἐπὶ τοῦ ἐπαναβεβηκότος τῆς φύσεως ἡμῶν ἵστασθαι. δεῆσαν δὲ καταβῆναι, αἱ ῥητορικαὶ ὑμᾶς ὑποδεχέσθωσαν χάριτες, ἵνα τὸν κάλλιστον τοῦτον διανύοντες δίαυλον πῇ μὲν ἐν λειμῶσι ἐπαναπαύησθε,
90πῇ δὲ τὴν φιλοσοφίας περιωπὴν διαβαίνοιτε.351

90

(1t)

Εἰς τὸ ‘νοῦς μὲν οὖν ἤδη καὶ αἴσθησισ‘
2 Ἐοίκασί μοι τῶν ἐξηγητῶν ἔνιοι μὴ πάνυ ἐφιστάνειν τοῖς τοῦ θεολόγου τούτου ῥητοῖς μηδὲ μετὰ Σωκρατικῆς ἐπιστήμης τὸν ἐγκείμενον τούτοις ἀναχωννύειν νοῦν· ὅθεν ἐπιπολαιότατα ἐγκύψαντες τοῖς ζητήμασιν,
5οὔτ’ ἐπιστημόνως διηπορήκασιν οὔτ’ ἀκριβῶς πάνυ τὰ ἠπορημένα δια‐ λελύκασιν· ᾠήθησαν γάρ, οἶμαι, μὴ βαθυτέρας ἔχεσθαι ταῦτα θεωρίας, ἀλλὰ κατὰ τὸ φαινόμενον εἶναι τοῦ γράμματος. ἐμοὶ δὲ καὶ τἆλλα μὲν σεμνὰ δοκεῖ καὶ τὴν γνῶσιν περιττὰ καὶ τὸν θεολογικὸν ὑπαινιττόμενα νοῦν, τὸ δὲ ‘νοῦς ἤδη καὶ αἴσθησισ‘ καὶ τὰ ἑξῆς τῆς περιόδου καὶ μάλα
10ἐπιστημονικωτάτης δεῖσθαι ψυχῆς καὶ τῷ ὄντι νοερᾶς τε καὶ ὑψηλῆς. ‘Νοῦς μὲν οὖν ἤδη καὶ αἴσθησισ‘. τί οὖν πρῶτον ἐνταῦθα θαυμάσαιμι, τὴν χάριν τῶν λέξεων, τῆς συνθήκης τὸ ἐναρμόνιον, τὸ ἐν τῷ ὑψηλῷ μέτριον, ὃ δὴ καὶ Ἰάμβλιχος ὁ σοφὸς ἐν τοῖς ῥητορικοῖς λόγοις παρεισ‐ ήνεγκε καὶ τεθαύμακεν, ἢ τὸ τῆς σοφίας ἀπόρρητον καὶ τὸ κεκρυμμένον
15τῆς γνώσεως; ‘νοῦσ‘ γάρ φησι ‘καὶ αἴσθησις οὕτως ἀπ’ ἀλλήλων διακρι‐ θέντα τῶν ἰδίων ὅρων ἐντὸς εἱστήκεσαν‘. εἰ ἀπ’ ἀλλήλων διεκρίθη, ἔστιν ὅτε καὶ συνήνωτο. πότε δὲ καὶ πῇ ἡ ἕνωσις, ὁ λόγος ἐπιζητεῖ, διὰ τί δὲ καὶ διεκρίθη ἡνωμένα τυγχάνοντα. εἰ μὲν γὰρ καλὸν ἡ ἕνωσις, τίνος ἕνεκεν ἐπηκολούθησεν ἡ διάκρισις; εἰ δὲ χείρων τῆς διακρίσεως, διὰ τί
20μὴ τὸ βέλτιον πρῶτον ἐγένετο; ἐπὶ τίνι δὲ ἡνώθη πρῶτον, εἶτα διεκρίθη καὶ αὖθις ἡνώθη; τί γὰρ ἔδει τῆς μετὰ διάκρισιν ἑνώσεως, τῆς πρώτης ἀρκούσης; ὁρᾶτε ὡς ἀδιεξίτητον τὸ βάθος τοῦ θεωρήματος, μᾶλλον δὲ μηδὲ ἴχνος ὑποδεχόμενον βάσεως, ὥσπερ δὴ τὰ ἀπόκρημνα τῶν ὀρῶν
εὐθὺς ἀπότομα τῇ πρώτῃ εἰσόδῳ τυγχάνοντα;352
25 Ἀλλ’ ἐπανακάμψωμεν ἐπὶ τὸ πρῶτον τῶν διαπορηθέντων κεφαλαίων· πῶς ἀπ’ ἀλλήλων διεκρίθη τὰ ἐναντία, μᾶλλον δὲ πῶς ἐν ἀλλήλοις ἦν πρὸ τῆς διακρίσεως; ἡγώμεθα οὖν τὸν τοῦ παντὸς ποιητὴν ἐξῃρημένον ὑπάρχειν νοῦν καὶ πρῶτον, μᾶλλον δὲ θεὸν καὶ τἀγαθὸν καὶ ἕν, καὶ πάντα τὰ ὄντα καὶ μηδὲν τῶν ὄντων καὶ ὑπὲρ τὰ ὄντα καὶ ἐν τοῖς οὖσιν. ἐν τῷ
30ἑνὶ γοῦν τούτῳ τὰ πάντα ἐνῆν, τά τε νοερὰ καὶ τὰ αἰσθητά, οὔτε μεμερι‐ σμένως οὔτε συγκεχυμένως· οὐ γὰρ ὡς ἐκεῖνα, ἀλλ’ ὡς ἐκεῖνο ἡ ἕνωσις. ὁμοῦ γοῦν τὰ πάντα ἐν τῷ πρὸ τῶν πάντων ἑνὶ τυγχάνοντα ὕστερον προ‐ ώδευσάν τε καὶ διεκρίθη· ἡ γὰρ ἀπὸ τοῦ ἑνὸς πρόοδος διάκρισίς τέ ἐστι τῶν ἐν τῷ ἑνὶ τυγχανόντων ὁμοῦ. τοῦτο γοῦν ἐστιν ὅ φησιν ὁ μέγας οὗτος ἀνήρ,
35ὅτι ‘νοῦς καὶ αἴσθησις οὕτως ἀπ’ ἀλλήλων διακριθέντα τῶν οἰκείων ὅρων ἐντὸς εἱστήκεσαν‘· ἡνωμένα γὰρ ὄντα παρὰ τῷ δημιουργῷ πρῶτον τὴν διάκρισιν εἴληχεν ὕστερον. ‘Νοῦς μὲν οὖν ἤδη καὶ αἴσθησισ‘. οὐκ οἶδ’ ὅ τι φῶ, ἢ τί πρῶτον εἰπὼν ἐν δευτέρῳ τἆλλα λογίσομαι· ἅπαντα γάρ μοι ὥσπερ ἐν κύκλῳ προϊόντα
40πρῶτα καὶ κάλλιστα φαίνεται, καὶ θαυμάζω τὸν ἄνδρα τοῦτον ὅτι, νοῦν ἄπειρον ἐξελίττων τῶν θεωριῶν, ἐν βραχέσι ῥήμασι κατακλείειν εἴωθε, κἀν τούτῳ ζηλωτὴς τυγχάνων τοῦ Πλάτωνος. ἀλλ’ ἐκεῖνος μὲν αὐτῶν ἔστιν οὗ ἀποπίπτων τῶν θεωριῶν ὑπόψυχρος γίνεται τοῖς εἰκάσμασιν· οὗτος δὲ οὐκ ἐν ταῖς εἰκόσιν, ἀλλ’ ἐν τοῖς ἀρχετύποις τὰς θεωρίας λο‐
45γοειδῶς ἐκτιθέμενος, ἡδονὴν μὲν τῇ συνθήκῃ, νοῦν δὲ δυσφώρατον τοῖς πολλοῖς τοῖς εἰς βάθος αὐτὸν ὁρῶσιν ἐργάζεται. ‘Νοῦς μὲν οὖν ἤδη καὶ αἴσθησισ‘. τὸ τοῦ νοῦ ὄνομα ποτὲ μὲν καὶ ψυχῆς αὐτῆς κατηγορεῖται καὶ τῶν ὑπὲρ ταύτην νοερῶν, ποτὲ δὲ ἰδιοτρό‐ πως ἐπὶ τῆς ἀμερίστου μόνης λέγεται φύσεως. ἐνταῦθα γοῦν μοι χώραν

90

(50)

ἔχει τὸ ἰδιότροπον. οὔπω γὰρ ψυχή, ὅτι μηδὲ ἄνθρωπος· ἐάσθωσαν γὰρ αἱ φυτικαί τε αὗται καὶ θρεπτικαί, αἳ δὴ καταχρηστικῶς τὸ τῆς ψυχῆς εἰλήχασιν ὄνομα· ἡ γὰρ ψυχὴ δύναμις ὀργανικοῦ πέφυκε σώματος, τὰ δὲ φυτὰ οὐκ ὀργανικά, ἀλλὰ φυσικὰ μόνως. καθάπτεσθαι δέ μοι δοκεῖ ἐν‐ ταῦθα καὶ τῶν Πλατωνικῶν ψευδολογιῶν καὶ ὅσα δὴ Ἰάμβλιχός τε καὶ
55Πρόκλος καὶ Πορφύριος περὶ τῶν οὐρανίων σφαιρῶν διεξιόντες πεφιλο‐ σοφήκασιν· ἔμψυχα γὰρ πάντα τὰ μέχρι σελήνης ἀπεφήναντο· ὧν ὁ μέγας τὴν δόξαν ἀποβαλλόμενος, οὔπω ψυχὴν γεγενῆσθαί φησι, τῶν σφαιρῶν ἤδη δημιουργηθεισῶν. οὐχ ὥς τινες δὲ τῶν ἐξηγητῶν βούλονται, νοῦν μὲν ἀντὶ τῶν νοητῶν εἶπεν, αἴσθησιν δὲ ἀντὶ τῶν αἰσθητῶν, ἀλλὰ κυριολογῶν
60καὶ ἄλλο τι σημῆναι βουλόμενος οὕτως ἀπεφήνατο· τὸν γὰρ πάντα νοῦν καὶ τὴν πᾶσαν αἴσθησιν δεδημιουργῆσθαι παρὰ τοῦ πρώτου νοῦ βουλό‐ μενος ἀποδεῖξαι, ‘νοῦσ‘ φησι ‘καὶ αἴσθησισ‘, τουτέστιν οὐκ ἔστιν ὅ τι τοῦ νοῦ ἢ τῆς αἰσθήσεως ἐν τῇ δημιουργίᾳ τούτων παρελείφθη, ἀλλ’ ὅ τε ξύμπας νοῦς καὶ ἡ ξύμπασα αἴσθησις κατὰ τὴν πρόοδον διακριθέντα353
65ἀπ’ ἀλλήλων τῇ φύσει διεκέκριτο. Ὁ δὲ τρόπος τῆς δημιουργίας οὗτος ἄλλος ἐστὶ παρ’ ὃν οἱ τῶν Ἑλλήνων φιλόσοφοι ἐπεισάγουσιν· ἐκεῖνοι γὰρ οὐδέν τι βούλονται ποιεῖν ἀμέσως τὸν θεὸν ἢ τὴν φύσιν· ὅθεν οὐδ’ εὐθὺς μετὰ τὸν νοῦν ἀπογεννῶσι τὴν αἴσθησιν, ἀλλὰ πρῶτα μὲν τὸν θεοειδῆ νοῦν, εἶτα τὸν μερικὸν καὶ μὴ τοῦ
70θείου μετέχοντα, μεθ’ ὃν τὴν ἔννουν ψυχήν, εἶθ’ ἁπλῶς τὴν ψυχήν, μεθ’ ἣν τὴν φύσιν, καὶ οὕτως τὴν αἴσθησιν. ὁ δὲ μέγας οὗτος πατὴρ τὰ ἄκρα φησὶν ὑποστησάμενον τὸν θεόν, οὕτως τὰ μέσα παραγαγεῖν, σοφώτερόν τι λέγων ἢ ἐκεῖνοι ἐβούλοντο. ὡς μὲν γὰρ ἐκεῖνοι ποιοῦσιν, ἀκολουθίᾳ δουλεύει φύσεως ὁ θεός· ὡς δὲ οὗτος δογματίζει, ὑπὲρ τὴν φύσιν αὐτῷ
75τὸ δημιουργεῖν πέφυκεν. οὕτω γοῦν καὶ ἐν τῇ κοσμογονίᾳ ἔστιν οὗ τὴν φύσιν ὑπερφωνεῖ ὁ θεός· μετὰ γὰρ τὴν τοῦ φωτὸς ὕπαρξιν τοὺς φωστῆρας πεποίηκε, τὸ εἶδος πρὸ τῆς ὕλης ἐπενεγκών, ἡ δὲ φύσις τὴν ὕλην ὑφίστησι πρῶτον, εἶτα εἰδοποιεῖ. κἀνταῦθα γοῦν τὸν νοῦν παραγαγών, οὐκ εὐθὺς ἐδημιούργησε τὴν ψυχήν, ἀλλ’ ἀπογεννήσας τὴν αἴσθησιν, οὕτω παρήγαγε
80τὴν ψυχήν, τρίτην ἀπὸ τοῦ νοῦ ταύτην ἐργασάμενος. ἐπειδὴ γὰρ ὁ μὲν νοῦς ἔμελλε κεχωρισμένος εἶναι τῆς αἰσθήσεως, ἡ δὲ ψυχὴ μετὰ ταύτης λαβεῖν τὸ εἶναι, διὰ τοῦτο δημιουργήσας τὴν αἴσθησιν, ὕστερον παρήγαγε τὴν ψυχήν. τούτῳ γοῦν τῷ τρόπῳ τῆς δημιουργίας ὁ μέγας πατὴρ ἐπιρ‐ ραπίζει καὶ τοὺς τὴν προΰπαρξιν τῆς ψυχῆς δογματίζοντας. καὶ οὐ τοῦτό
85φημι, ὅτι ἀχώριστος τοῦ σώματος ἡ ψυχή (μὴ γὰρ οὕτω μανείην), ἀλλ’ ὅτι ἐν τῇ πρώτῃ ἀπογεννήσει μετὰ τοῦ σώματος ἔχει τὴν σύστασιν· εἶθ’ οὕτως ἐκείνου διαλυθέντος τὴν χωριστὴν αὕτη διαβιοῖ ζωήν. Τοιοῦτόν ἐστιν, ὦ παῖδες, τὸ μετὰ τῆς ἐπιστήμης τοῖς θεολογικοῖς προσιέναι ῥητοῖς. καὶ Πλάτωνα γὰρ τὸν σοφὸν οὕτω πολλαχοῦ ποιοῦντα
90εὑρίσκομεν· τὸν γὰρ τοῦ Θεαιτήτου περὶ τῆς ἐπιστήμης ὁρισμὸν ἀνιχνεύων ἐκεῖνος, καίτοι βραχύτατον ὄντα (αἴσθησιν γὰρ τὴν ἐπιστήμην ὡρίζετο), τοσαύταις δόξαις κατέτεμε καὶ τοσαύτας θεωρίας ἐπὶ τούτῳ ὠδίνησε καὶ ἀπέτεκεν, ὅσας οὐκ ἄν τις εἰπεῖν ἔχοι. ἐγὼ μὲν οὖν τοῦ τοιούτου πρότερος ὥσπερ τις ἀρχέτυπος εἰκὼν ἵσταμαι· δεῖ οὖν καὶ ὑμᾶς πρὸς τὴν κατ’ ἐμὲ
95ἀρχετυπίαν ἐνατενίζοντας τοὺς οἰκείους λόγους ἀπαραλλάκτως μορφοῦν.354

91

(1t)

Εἰς τὸ ‘τὸ μέν, ἵνα μένῃ καὶ δοξάζῃ τὸν εὐεργέτην‘
2 Οὐ τοσοῦτον ἐπὶ τοῖς μεγάλοις ζητήμασι τῆς εὐπαιδευσίας ὑμᾶς ἄγαμαι, ὦ φιλοσοφώτατοι παῖδες, ὅσον ἐπὶ τοῖς γυμνοῖς τούτοις καὶ προκειμέ‐ νοις· ἐοίκατε γάρ μοι πάντα τὰ τοῦ θεολόγου ὑποπτεύειν ῥητὰ καὶ μηδὲν
5ἀνεξέταστον δέχεσθαι. εἰ γοῦν οὕτω καὶ ὁ Ἰσραὴλ προσεῖχε τῷ γράμματι, οὐκ ἂν ὁ ὑποκαθήμενος αὐτῷ τοῦ πνεύματος νοῦς ὑπεξέφυγεν. ἀλλ’ ἐκεῖνοι μὲν μέχρι τῶν φαινομένων ἱστάμενοι θυσιῶν τοῦ μεγάλου διήμαρτον καὶ ἀρχιερέως καὶ θύματος· ὑμεῖς δέ, προσφιλοπονοῦντες τῷ γράμματι, τὸν ἐγκεκρυμμένον τοῦ πνεύματος νοῦν ἀνορύττετε.
10 Τοιοῦτον γοῦν ἐστι καὶ τὸ παρ’ ὑμῶν σήμερον προβληθέν, τὸ ‘τὸ μέν, ἵνα μένῃ καὶ δοξάζῃ τὸν εὐεργέτην, τὸ δέ, ἵνα πάσχῃ καὶ πάσχων ὑπομι‐ μνήσκηται καὶ παιδεύηται τῷ μεγέθει φιλοτιμούμενοσ‘. αὐτίκα γοῦν τις προσαπορήσειε τί ποτε βούλεται τῷ θεολόγῳ τὸ μένειν καὶ τὸ δοξάζειν ἐπὶ ψυχῆς συλληφθέντα, τί δὲ τὸ πάσχειν κἀντεῦθεν ὑπομιμνήσκεσθαι
15καὶ παιδεύεσθαι ἐπὶ τοῦ σώματος εἰρημένον, τὸ δὲ τῷ μεγέθει φιλοτι‐ μούμενον τίνι προσαπτέον, τῇ ψυχῇ ἢ τῷ σώματι ἢ τῷ ἐξ ἀμφοτέρων, καὶ τούτων τῷ μίγματι ἢ ἄλλῳ τῳ παρὰ τὸ μίγμα, πῶς δὲ καὶ πάσχειν ἔμελλε τὸ σῶμα, ἀθανάτου πεφασμένου τοῦ πρώτου ἀνθρώπου· εἰ γὰρ τὴν ἀθανασίαν ἐπὶ τῆς ψυχῆς ἐκδεξόμεθα, οὐδὲν ἧττον ὁ αὐτὸς καὶ μετὰ τὸν
20θάνατον ἐτηρήθη ἀθάνατος. ταῦτα δὴ καὶ τὰ τοιαῦτα προσαπορήσει ὁ ἀληθὴς τοῦ πράγματος ἐξεταστής, ὁ ἐρευνῶν Μωσέα κατὰ τὴν τοῦ κυρίου φωνὴν διὰ τὸ εὑρηκέναι τὸν κύριον περὶ οὗ ἐκεῖνος ἐν ἀπορρήτῳ
ἱστόρηκεν. Ἀλλὰ πρὸς τὴν πρώτην ἀπορίαν ἀπαντητέον· ἡ δὲ ἦν, τί τὸ ‘μένῃ‘ τῷ355
25θεολόγῳ νενόηται ἀποδοθὲν τῇ ψυχῇ. ἔστι δὲ τοῦτο ταὐτότης ἀνεξάλ‐ λακτος, ἧς ἡ μετέχουσα φύσις τροπῆς ἐστιν ἀπαράδεκτος. ἐπεὶ οὖν σύν‐ θετος ὁ ἄνθρωπος γέγονε καὶ τὸ μὲν αὐτοῦ τῶν συνθέτων ψυχή, τὸ δὲ σῶμα, ἐν μονῇ μὲν ἡ ψυχὴ δεδημιούργηται καὶ ταὐτότητι, ἐν τροπῇ δὲ καὶ ἀλλοιώσει τὸ σῶμα, καὶ τὸ μέν, ἵνα καθολικώτερον εἴπω, πάθεσι
30τοῖς ἀδιαβλήτοις τέως ὑπέκειτο, ἡ δὲ καὶ τῶν τοιούτων ἀπαράδεκτος ἦν παθημάτων. τὸ μὲν γὰρ τὴν τοῦ πεινῆν καὶ διψῆν ἐμφύτως κεκτημένον δύναμιν πληροῦσθαί τε καὶ κενοῦσθαι ὤφειλεν· ὅθεν οὐδὲ ἐν ταὐτότητι ἦν καὶ μονῇ, ὅσαι ὧραι ἀλλοιούμενον καὶ μεταβαλλόμενον, ἡ δὲ ἔμενε καὶ τὸν εὐεργέτην ἐδόξαζεν, οὐχ ὡς τοῦ σώματος μὴ δοξάζοντος (ἐκεῖνο γὰρ
35ἔμελλε τὴν κρείττονα δοξολογίαν προσενεγκεῖν, ὅτι χεῖρον ὂν συνήφθη τῷ κρείττονι), ἀλλ’ ὡς μὴ δύναμιν τοῦ δοξολογεῖν ἔχοντος· σῶμα γὰρ ψυχῆς ἄνευ νοούμενον πῶς ἂν δοξολογήσῃ τὸν κτίσαντα; Ἡ ψυχὴ οὖν, καὶ διὰ τὸ δύναμιν τῆς δοξολογίας ἔχειν καὶ διὰ τὸ ἀπαρά‐ δεκτον τῆς ἐπὶ τὰ χείρω τροπῆς τε καὶ ἀλλοιώσεως, ἔμενέ τε ὁμοῦ ἀναλ‐
40λοίωτος καὶ τὸν εὐεργέτην ἐδόξαζε. πρώτη γὰρ τῆς εὐεργεσίας ᾐσθάνετο, ἀμέσως παρὰ τοῦ θεοῦ γενομένη καὶ μὴ δι’ ἄλλου τινὸς ἀναγομένη πρὸς τὸν ποιήσαντα. ὅθεν ὁρῶσα τοὺς θείους ἐν αὐτῇ χαρακτῆρας καὶ ὥσπερ ἐν εἰκόνι τὴν ἀρχετυπίαν τοῦ πλάσαντος, ἐδόξαζε τὸν ποιήσαντα. τοῦτο δὲ τὸ ‘ἐδόξαζεν‘ ἡ μὲν συνήθης ὁμιλία καὶ τετριμμένη ἐπὶ τοῦ ὑμνολογεῖν
45καὶ εὐχαριστεῖν εἴληφεν, ἡ δ’ ἀκριβὴς κυριολεξία καὶ πρεσβυτέρα ἐπὶ τῷ δόξαν ἔχειν τινὸς καὶ ὑπόληψιν πέφυκε. κατὰ μὲν οὖν τὴν προτέραν συνήθειαν ἀπεδόθη τὸ νόημα, κατὰ δὲ τὴν ὑστέραν τῷ λόγῳ, πρεσβυτέραν δὲ τῷ χρόνῳ τοιαύτην τινὰ τεθηράκαμεν ἔννοιαν, ὅτι ἐν αὐτῷ τῷ μένειν καὶ μὴ ἀλλοιοῦσθαι τὴν ἀληθῆ δόξαν εἴληφε περὶ τοῦ πλάσαντος. πῶς

91

(50)

γὰρ ἂν ἀληθῶς ὑποληφθείη θεὸς ἀπὸ τρεπτῆς καὶ ἀλλοιωτῆς φύσεως; χρὴ γὰρ καὶ τὰς εἰκόνας ἐμφάσεις ἐκμεμάχθαι τῶν παραδειγμάτων, ἵνα καὶ εἰκόνες λέγοιντο ἀπεικονισμέναι πρὸς τὸ πρωτότυπον. τὴν μὲν οὖν ὅτι ἔστι θεὸς ὑπόληψιν καὶ ἀπὸ τοῦ τυχόντος λαμβάνεις κτίσματος· καὶ ἡ ἄμορφος γὰρ ὕλη τὸν θεὸν ὅτι ἔστι παριστᾷ. τὰς δὲ τοῦ τί ἐστιν ἐμφάσεις
55ἀπὸ τῶν κρειττόνων δημιουργημάτων λαμβάνομεν· οὐ γὰρ ἐπειδὴ τριχῇ διαστατὸν τὸ σῶμα καὶ τὸ τῆς ὕλης αἶσχος ἀδιατύπωτον, διὰ ταῦτα καὶ θεὸς οὕτως ἐστίν, ἀλλὰ διὰ ταῦτα μὲν ἔστιν, διότι δὲ ἡ ψυχὴ ἀναφής τε καὶ ἀσώματος, ἄτρεπτός τε καὶ ἀναλλοίωτος, διὰ τοῦτο καὶ θεὸς ταῦτα κρειττόνως ἐστίν. οὐδὲ γὰρ ὡς ἐν τῇ εἰκόνι, οὕτως καὶ ἐν τῷ ἀρχετύπῳ,
60ἀλλ’ ἐνταῦθα μὲν ἐμφαντικόν, ἐκεῖθεν δὲ καθαρώτατον καὶ λεπτότατον.
εἰς τοῦτό μοι δοκεῖ τείνειν τὸ ‘ἵνα μένῃ καὶ δοξάζῃ τὸν εὐεργέτην‘, τουτ‐ έστιν, ἵνα διὰ τῆς οἰκείας μονῆς καὶ ἀμεταβλήτου ταὐτότητος, ὅτι καὶ τὸ θεῖον τοιοῦτον, ἢ καὶ μάλιστα, δόξαν ἔχει τὴν ἀληθεστάτην. Ἀλλὰ τοῦτο μὲν εἴποιτε ἂν ἄριστα λελύσθαι καὶ φιλοτιμότερον ἐπεξειρ‐356
65γάσθαι· τὸ δὲ καὶ πάσχειν τὸ σῶμα πρὶν ἢ τεθανατῶσθαι τὸν ἄνθρωπον τίνι λόγῳ παραμυθητέον; πᾶν γὰρ πάθος ὁδὸς εἰς φθοράν. εἰ δὲ καὶ πρὸ τῆς παραβάσεως ἔφθαρται ἢ πρὸς τὸ ἐφθάρθαι ἤγετο, τί πλέον μετὰ τὸ παραβεβηκέναι πέπονθε; πρὸς τοῦτό φημι ὅτι οὐ παντελῶς τὸ σῶμα ἀπα‐ θὲς πέπλαστο οὔτε μὴν πάθεσιν ὑπέκειτο τοῖς μετέπειτα, ἀλλὰ τῶν μὲν
70ἀδιαβλήτων μετεῖχε παθῶν, ὅσα δὴ φυσικῶς τοῖς σώμασι πρόσεστιν, ἐφ’ ὧν δὲ μέμψις ἐστὶν οὐδ’ ὁπωστιοῦν. ὕστερον γὰρ αἱ κῆρες αὐτῷ τῶν παθημάτων ἐναπεμόρχθησαν, τῆς ψυχῆς ἐνδούσης πρὸς τὴν πάλην, κἀ‐ κείνου κατ’ αὐτῆς εἰληφότος τὴν ἐξουσίαν. διὰ ταῦτα ἐξ ἀναγκαίου ἦν καὶ ἱδροῦν τὸν πρῶτον ἄνθρωπον καὶ τὸν χρῶτα τρέπεσθαι καὶ τόπον
75ἀμείβειν καὶ πεινῆν ὁμοῦ καὶ διψῆν. ταῦτα οὖν ἔπασχε, καὶ πάσχων ὑπεμι‐ μνήσκετο τῷ μεγέθει φιλοτιμούμενος. εἰ δὲ πᾶν πάθος ὁδὸς εἰς φθοράν, ἔπασχε δ’ ὅμως ἐνταῦθα, οὐδὲν καινόν, εἰ καὶ ἔφθαρται, εἰ μὴ φθοράν τις ἐνταῦθα ὑπολάβοι τὸν θάνατον, ἥτις ἁπλῶς ἐστι φθορά, ἀλλὰ τὴν τινὰ φθοράν, ἣν καὶ ἡμεῖς πάσχομεν νῦν, καὶ φθειρόμενοι κατὰ μέρος ταῖς τῶν
80βρωμάτων καὶ πομάτων ἀλλοιώσεσι καὶ μεταβολαῖς καὶ εἰς τὸ μὴ ὂν καταλήξεσιν, οὐδὲν ἧττον ‘ζῶμέν τε καὶ κινούμεθα καὶ ἐσμέν‘. εἰ μὲν οὖν ἐξ ἀμφοτέρων τῶν μερῶν, ψυχῆς λέγω καὶ σώματος, ἀναλλοίωτος ἐδημιουργήθη ὁ ἄνθρωπος καὶ ἀθάνατος, τάχα ἂν καὶ κατὰ τοῦ πλάσαν‐ τος ἠλαζονεύθη θεοῦ· ὃ δὴ καὶ ὁ ‘Ἑωσφόροσ‘ παθὼν τῆς ἄνωθεν ἀπερ‐
85ράγη τάξεώς τε καὶ φύσεως. εἰ δὲ ἐξ ἀμφοτέρων μετεβέβλητο καὶ ἠλ‐ λοίωτο, οὐδεμίαν ἂν ἔννοιαν εἶχε θεοῦ, ἅπαξ ἐνδεθεὶς ταῖς πρὸς τὸ χεῖρον κινήσεσι. διὰ ταῦτα οὖν ἐξ ἐναντίων πλάττεται φύσεων, ἀτρέπτου καὶ τρεπτῆς, ἀναλλοιώτου καὶ ἀλλοιωτῆς, ἀθανάτου καί, ἵν’ οὕτως εἴπω, θνη‐ τῆς, ἵν’ ὥσπερ ἐπὶ ζυγοῦ ἰσορρόπως ταλαντεύηται, καὶ ῥέπων ἐπὶ τὸ
90κάτω διὰ τὸ σῶμα φέρηται ἄνω διὰ τὸ πνεῦμα, κἀντεῦθεν διὰ τὴν ψυχὴν μετεωριζόμενος διὰ τὴν ἀντίπαλον φύσιν πρὸς θάτερον μέρος μεταχωρῇ καὶ μένῃ ἐν αὐτῷ τὰ ζυγὰ ἰσομερῆ καὶ ἰσόρροπα. Ὅτε γοῦν πρὸς τὸ τῆς ψυχῆς ἑώρα ἀξίωμα, καὶ ὅτι ἐν εἰκόνι ἐδημιουρ‐ γήθη τοῦ πλάσαντος καὶ θείου μετείληχεν ἐμφυσήματος καὶ πᾶσα τούτῳ
95κτίσις ὑπέκειτο καὶ δι’ αὐτὸν οὐρανὸς μὲν ἐκινεῖτο, ἥλιος δὲ τῶν ἀκτίνων ἀπέστιλβεν, ἑῷος δὲ καὶ ἕσπερος, ὁ μὲν νυκτὸς ἔλαμπεν, ὁ δὲ ὄρθρου
ἀπηύγαζεν, ἀήρ τε εἰς τὴν τῆς ἀναπνοῆς ἐξουσίαν προέκειτο καὶ αἰθὴρ τὴν τούτου φύσιν ὑπέθαλπε, γῆ δὲ ἀρραγῶς ὑπὸ τοὺς πόδας ἐστήρικτο καὶ ποταμοὶ ἀένναα ῥέοντες τὸ λεῖπον αὐτῷ ἀπεπλήρουν τῆς χρείας, καὶ357

91

(100)

λέων βρυχώμενος πόρρωθεν καὶ τὴν ὕλην κλονῶν, ἀσπίδες τε καὶ ὄφεις συρίττουσαι, ἐπειδὰν πλησίον ἐγίνοντο, ὁ μὲν τοῦ βρυχήματος, οἱ δὲ ἀφέμενοι τοῦ συριγμοῦ, ταῖς ἐκείνου χερσὶν ὑπέκειντο τιθασά—ὁπότε δὴ τὴν τοιαύτην ἐν ἑαυτῷ κατενόει δύναμίν τε καὶ σύνεσιν, ἐπ’ ἄκρων ὡς εἰκὸς ἐβάδιζε τῶν ποδῶν, καὶ μέγα τι περὶ ἑαυτοῦ ἐφαντάζετο, ἴσως καὶ
105πρὸς τὴν τῆς ἰσοθεΐας νόσον ἠλαύνετο. ἀλλ’ ἐπειδὰν πολλῷ μετεωρίσθη τῷ κύκλῳ καὶ πλησιέστατα τῶν οὐρανίων σφαιρῶν ἦν, τὸ σῶμα ἐκεῖθεν ἀντιβαροῦν καὶ τοῖς ἰδίοις πάθεσιν ἐφελκόμενον, ἀνθεῖλκέ τε κάτω κἀπὸ τῶν οὐρανίων ἁψίδων πρὸς τὸν οἰκεῖον ὤθει κρημνὸν τὴν ψυχήν. κᾆτα μετακλιθεὶς ἐνταῦθα ὁ ἄνθρωπος καὶ ἐπὶ πλέον βαρούμενος καὶ πρὸς
110αὐτὸ νεύων τὸ κέντρον τῆς ὕλης, τῷ τῆς ψυχῆς πτερῷ αὖθις ὑπεκουφίζετο. ὁπότε δὴ καὶ ἐγίνωσκεν ὅτι μὴ ἀφ’ ἑαυτοῦ τὸ τῆς ψυχῆς ἀξίωμα ἔσχεν, ἀλλὰ φιλοτιμίᾳ εἴληφε τοῦ ποιήσαντος, ἐν αὐτῷ γοῦν τῷ μετεωρίζεσθαι ὑπεμιμνήσκετο παρὰ τῶν τοῦ σώματος παθημάτων ὡς ‘τῷ μεγέθει φιλοτιμεῖται‘, τουτέστιν ὅτι τὸ τῆς ψυχῆς μέγεθος κατὰ φιλοτιμίαν εἴληφε
115τοῦ ποιήσαντος. διὰ τοῦτο καὶ τῷ κοινῷ ἀνθρώπῳ τῷ ἐκ ψυχῆς καὶ σώματος προσαπτέον τὸ ‘τῷ μεγέθει φιλοτιμούμενον‘· τοῦτο γὰρ ἐν τοῖς ἀπορήμασι μίγμα προσηγορεύκαμεν. Ἐβουλόμην, ὦ φίλτατοι παῖδες, καὶ περὶ τοῦ μίγματος εἰπεῖν ὅ τι ποτὲ τοῦτο καὶ τί τὸ παρὰ τοῦτο τὸ ἐκ τούτου. ὁρῶν δὲ ὑμᾶς καὶ περὶ τὸ γρά‐
120φειν ἀπαγορεύσαντας καὶ περὶ τὰς θεωρίας ἀποκαμόντας, δεῖν ᾠήθην ἐνταῦθα στῆσαι τὸν λόγον. καὶ σῶμα γὰρ ὅτι πλεῖστον φόρτον ἐπωμισά‐ μενον ὀκλάζει τῷ βάρει καὶ πρὸς τὸν φόρτον ἀπαγορεύει· καὶ ψυχὴ δὲ εἰς θεωρίας αὑτὴν πλείστας συντείνουσα, εἶτα μὴ φέρουσα τὴν τάσιν, διασπᾶται καὶ ῥήγνυται. ἵν’ οὖν μὴ τοῦτο πάθητε, ἐνταῦθα τοῦ λόγου
125σταίημεν.358

92

(1t)

Εἰς τὸ ‘ζῷον ἐνταῦθα οἰκονομούμενον καὶ ἀλλαχοῦ μεθιστάμενον‘
2 Δείκνυσι καὶ φυτὸν τῆς ῥίζης τὴν δύναμιν καὶ καλάμη σίτου τοῦ σπέρ‐ ματος τὴν καταβολὴν καὶ λογικὸν ζήτημα τὴν ὠδινήσασαν τοῦτο ψυχήν· ὥσπερ δὴ καὶ τὸ παρ’ ὑμῶν σήμερον προβληθὲν τὴν δύναμιν τῆς ὑμετέρας
5χαρακτηρίζει ψυχῆς. οὐ γὰρ ὥσπερ ἕτεροι τὰ φαῦλα τῶν ζητημάτων ἐκλέγετε, ἀλλ’ ὅσα δὴ πλεῖστον ὅσον ἐντεθησαυρισμένον ἔχει τὸν θεολο‐ γικὸν νοῦν. Τί ποτε, φατέ, ἐστὶ τὸ ‘ζῷον ἐνταῦθα οἰκονομούμενον καὶ ἀλλαχοῦ μεθιστάμενον‘; καὶ γὰρ ‘πολλὰς ἔχει τὰς ἀντιλαβὰς καὶ ὑποψίασ‘ ὁ λόγος·
10καὶ γὰρ ἄν τις εἰκότως διαπορήσειε, πότερον περὶ τοῦ Ἀδὰμ τοῦτο εἰρῆ‐ σθαι δοκεῖ ἢ πάντων τῶν ὑπὸ τὸ εἶδος ἀτόμων. ἀλλ’ εἰ μὲν περὶ τοῦ Ἀδάμ, πῶς τοῦτον ἐνταῦθα οἰκονομεῖσθαι ἔδει καὶ ἀλλαχοῦ μεταστῆναι; οὔπω γὰρ τοῦ δηλητηριώδους φαρμάκου πέπωκεν οὐδὲ τῆς ἀθανασίας τὰς τοῦ θανάτου κῆρας ἠλλάξατο, δι’ ἃς ἐδεῖτο τῆς μεταστάσεως. εἰ δὲ
15περὶ τῶν ἀτόμων πάντων, ἀλλ’ οὔπω ταῦτα παρήχθη· οὔπω γὰρ τὴν γένεσιν ὁ Ἀδὰμ κατεκέκριτο, οὔπω ἡ Εὔα πέπλαστο οὐδὲ διὰ τοῦ ὄφεως ὁ πονηρὸς ἐμπεφύσηκεν ἐκείνῃ τὸν τῆς πικρίας ἰόν, οὔπω γεῦσις, οὐ γύ‐ μνωσις οὐδ’ ἡ ἐπὶ ταύτην ψῆφος καὶ τὸ ἐπὶ τούτοις ἐξ ἀλλήλων γίγνε‐ σθαι. ἑκατέρωθεν οὖν ἄπορος σχεδὸν ἡ ἐπίλυσις.
20 Τί οὖν πρὸς ταῦτα φαίημεν ἂν ἡμεῖς; ὅτι τῷ τῆς γνώσεως λόγῳ καὶ τὰ μήπω γεγονότα ἐν μέρει τῶν γιγνομένων ἢ γεγονότων ἐτύγχανε τῷ θεῷ. τοίνυν οὐκ ἐπὶ τοῦ Ἀδὰμ μόνου εἴρηται τῷ πατρὶ τὸ ‘ζῷον ἐνταῦθα οἰκονομούμενον καὶ ἀλλαχοῦ μεθιστάμενον‘, ἀλλ’ ἐπὶ πάντων ἁπλῶς τῶν μετεσχηκότων τῆς τοῦ Ἀδὰμ φύσεως. πάντες γὰρ ἄνθρωποι τῷ περιεκτι‐
25κῷ λόγῳ ζῷόν εἰσιν οἰκονομούμενον μὲν ἐνταῦθα, ἀλλαχοῦ δὲ μεθιστά‐ μενον· οὔτε γὰρ τὰ κρείττονα μεθίσταται ἄλλοσέ πῃ, μένοντα ἐφ’ ἧς ἐδημιουργήθησαν τάξεως, οὔτε τὰ χείρονα οἰκονομεῖται ἢ πρὸς ἄλλον χῶρον μετασκηνοῖ· οὐ γὰρ ψυχαὶ αὐτοῖς λογικαί, ἀλλὰ φύσεις μόναι κινητικαὶ καί, ὡς ἂν εἴπῃ τις, ἐντελέχειαι. μόνον οὖν τὸ μέσον τουτὶ ζῷον
30ὁ ἄνθρωπος καὶ οἰκονομεῖσθαι πέφυκε καὶ μεθίστασθαι. οὐ γὰρ οὕτω θεὸς τὴν φύσιν τῶν πραγμάτων ἐπίσταται, ἵν’ ὅταν ἐκεῖνα γίγνηται, τὴν γνῶσιν ἔχοι τοῦ ῥεύματος, ἀλλ’ ὡς ἤδη ὑπ’ ὄψιν κείμενα τὰ ἐσόμενα γινώσκει κατὰ τὸ εἶδος τῆς ἑνιαίας αὐτοῦ καὶ ἁπλῆς φύσεως καὶ πάντων περιδεδραγμένης ὁμοῦ. ὡς πρὸς τὴν πρόνοιαν οὖν εἴρηται τῷ πατρὶ τὸ359
35πρὸ τοῦ ὀλισθήματος οἰκονομεῖσθαί τε τὸν ἄνθρωπον ἐνταῦθα καὶ μεθίστασθαι ἀλλαχοῦ, ἐπεὶ καὶ παρὰ τῇ γραφῇ ὁ τοιοῦτος τῆς ἀπαγγε‐ λίας τύπος πεφύλακται πανταχοῦ· τὰ γοῦν μέλλοντα ὁ προφητικὸς λόγος διατυποῖ πολλάκις ὡς ἤδη γιγνόμενα, καὶ περιττὸν ἂν εἴη τῶν παραδει‐ γμάτων μεμνῆσθαι.
40 Ἀλλὰ τίς ἡ οἰκονομία καὶ ἡ ἐπὶ ταύτῃ μετάστασις; τὸν μὲν οὖν τελεώ‐ τερον περὶ ταύτης λόγον τηνικαῦτα ὑμῖν ἀποδώσομεν, ὁπότε πρὸς τὴν εὐδοκίαν καὶ τὴν παραχώρησιν ταύτην ἀντεξετάσομεν. πολλοῖς ἡ τοιαύτη σύγκρισις ἐζήτηται καὶ διάκρισις, ἐπεὶ καὶ δυσδιάκριτος ἡ διαφορά, ἐπικοινωνούντων ἀλλήλοις τῶν ὀνομάτων τοῖς πράγμασι. τὸ δ’ ὅσον τῷ
45καιρῷ χρήσιμον, οἰκονομία ἐστίν, ὡς ἄν τις ὅρῳ περιλαβεῖν ἐθελήσειε, ποικίλη τοῦ οἰκονομουμένου διεξαγωγὴ ἐπὶ συμφέροντι τούτου γιγνομένη παρὰ τοῦ οἰκονομοῦντος. οὕτω τοιγαροῦν καὶ ἡμεῖς παρὰ τοῦ πλάσαντος διεξαγόμεθα καὶ οἰκονομούμεθα, διὰ τῶν δεξιῶν καὶ ἀριστερῶν εὐθυνό‐ μενοι. ἐπεὶ γὰρ πλεονεξίαι καὶ μειονεξίαι καὶ αἱ τούτων μεσότητες τὸν

92

(50)

παρόντα χῶρον περιστοιχίζονται, διὰ τοῦτο καὶ ἡμεῖς νῦν μὲν πλεονε‐ κτοῦμεν, νῦν δὲ μειαγωγούμεθα, νῦν δ’ ἐπὶ τοῦ μέσου ἑστήκαμεν. οὐ γάρ ἐστιν ἰδεῖν ἐφ’ ὅτῳ τῶν ἀνθρώπων ὅτι μὴ τὰ ἐναντία συμπεπτώκασι· διοικούμεθα γὰρ λύπαις καὶ ἡδοναῖς, ἐπάρσεσι τύχης καὶ ταπεινότησι, φόβοις καὶ θάρσεσι, πενίᾳ καὶ πλούτῳ, ἀλύπῳ καταστάσει ψυχῆς καὶ
55περιδεεῖ· δεῖ γὰρ ἡμῖν καὶ ἡνίας καὶ κέντρου, τάσεως καὶ ἀνέσεως, τὰ μὲν διὰ τὴν φύσιν ἀσθενῶς ἔχουσαν, τὰ δὲ διὰ τὸν κόρον ὑβρίζοντα. τει‐ νόμεθα οὖν καὶ χαλώμεθα ὥσπερ ἐν μέλεσιν, ἵν’ εὔρυθμος ἡμῖν ἡ πρὸς ἀρετὴν ἐμμέλεια γένηται. πάντα δὲ ἀφορμαὶ πρὸς τὴν ἀρίστην εὐδαιμονίαν ἐπάγονται· κάμνουσά τε γὰρ ψυχὴ ἐγγύς ἐστι θεοῦ, καὶ σκιρτῶσα εὐχα‐
60ριστεῖ τῷ δοτῆρι τῆς εὐθυμίας· πενία τε συστέλλει πρὸς ἑαυτὴν τὴν ψυχὴν καὶ τῶν αἰσθήσεων ἀντισπᾷ, πλοῦτος δὲ διαθέει καὶ πρὸς ἀρετῆς ἐργασίαν ἐγείρει. Τούτοις γοῦν οἰκονομούμεθα, ποικίλως διεξαγόμενοι· εἶτα πρὸς ἑτέραν μετασκηνοῦμεν ζωήν. ἐρρέτωσαν γὰρ οἱ μὴ χωριστὴν σωμάτων τιθέμενοι
65τὴν ψυχήν, ἀλλὰ συναπορρέουσαν τῷ σώματι δογματίζοντες· ληρούντων δὲ καὶ οἱ λέγοντες μεταβιβάζεσθαι αὖθις εἰς σώματα καὶ πολλὰς φύσεις
ἀμείβειν, μέχρις ἀναπλήσει τὸ Τιτανικὸν ‘δεσμωτήριον‘· ἀμφοτέρους γὰρ δεξιῶς βάλλει τὸ ἀλλαχόθι μεθίστασθαι τὴν ψυχὴν καὶ τὸ μηκέτι οἰκο‐ νομεῖσθαι μεταστᾶσαν ἐκεῖσε. ὡς γὰρ ἐκεῖνοί φασι, κἀνταῦθα κἀκεῖσε360
70μεταστᾶσα οἰκονομεῖται, ἀλλ’ ὁ μέγας οὗτος πατὴρ ἐνταῦθα τὴν οἰκονο‐ μίαν ἀπέκλεισεν, ἐκεῖσε δὲ ταύτῃ οὐ δέδωκε πάροδον. ὡς γὰρ ἂν ἀπαλλαγῇ ψυχὴ τοῦ σώματος, οὕτως ἐν τῷ αἰῶνι γενομένη πέφυκεν· οὐ γὰρ καθάρ‐ σεις ἐκεῖσε τῶν μολυσμάτων οὐδ’ ἀπομόργματα τῶν ψυχικῶν κηλίδων ταῖς τιμωρίαις ἐπιγιγνόμενα οὐδὲ ῥοπαὶ πρὸς τὰ σώματα· ‘συνέκλεισε
75γὰρ ὁ θεόσ‘, ἵν’ ἄλλον τρόπον αὐτὸς εἴποιμι παρ’ ὃν ᾐνίξατο ὁ ἐν τῷ Ἰὼβ λόγος, ἐνταῦθα μὲν δοκιμασίαν καὶ πύρωσιν, ἐκεῖσε δὲ τὴν τῶν πεπραγμέ‐ νων ἀντίδοσιν. Τοῦτον δὴ τὸν λόγον ἀσφαλῆ καὶ ἡμεῖς ἔχοντες ἄγκυραν, ἐνταῦθα μὲν καλῶς ἀπευθυνώμεθα τῇ παρὰ τοῦ πλάσαντος οἰκονομίᾳ καὶ ταῖς θείαις
80ἄριστα διοικήσεσιν ἐξαγώμεθα, μήτε πρὸς τὴν πενίαν ἀποδυσπετοῦντες μήτε διὰ τὸν πλοῦτον ὑβρίζοντες· ἐκεῖσε δὲ γενόμενοι τύχοιτε τῆς αἰωνίου καὶ ἀμεταπτώτου ζωῆς.

93

(1t)

Εἰς τὸ ‘πέρας τοῦ μυστηρίου, τῇ πρὸς θεὸν νεύσει θεούμενον‘
2 Οὔτε πηγὴ ἐλευθέρα καὶ προκειμένη καὶ ἄφετος, οὔτε μὴν λειμὼν πρό‐ χειρος ὢν εἰς τὸ δρέπεσθαι τὰς ἐφέσεις ἀκριβῶς τῶν ἐρώντων δοκιμάζειν εἰώθασι· τὸ γὰρ ῥᾴδιον πρὸς καταφρόνησιν ἕτοιμον. διὰ τοῦτο οὐδ’ ἡμεῖς
5τὴν τοῦ λόγου πηγὴν καὶ τὸν τῆς ἐννοίας λειμῶνα ἀνεῳγμένα καὶ χύδην προτιθέαμεν, ἀλλ’ ὡς οἷόν τε τὸ μέν τι δίδομεν πιεῖν ἢ δρέπεσθαι, τὸ δ’ ἄλλο ἐπέχομεν, τὴν ὑμετέραν διάνοιαν βασανίζοντες, εἰ μὴ μᾶλλον τῷ προειλημμένῳ χαίρει ἢ δάκνεται τῷ μὴ δεδομένῳ. ἐπεὶ τοιγαροῦν οὐκ ἐψεύσθημεν τῆς δοκιμασίας, ἀλλὰ τοιούτους ὑμᾶς εὑρήκαμεν, πειρατέον361
10τὸ λειπόμενον τῆς θεολογικῆς ἐννοίας ἀναπτύξαι τὴν σήμερον καὶ ὁλό‐ κληρον ἀποδοῦναι τὸν ἐγκείμενον τοῖς ῥήμασι νοῦν. Ἔστι δὲ τὸ ἐλλελειμμένον τὸ ‘καὶ πέρας τοῦ μυστηρίου, τῇ πρὸς θεὸν νεύσει θεούμενον‘. καὶ πρῶτόν γε ἀπορητέον τί ποτε τῷ πατρὶ ἐνταῦθα νενόηται τὸ μυστήριον· δύο δὲ ἄνω προτεθειμένων αὐτῷ κώλων, τῆς τε
15‘ἐνταῦθα οἰκονομίασ‘ καὶ τῆς ‘ἀλλαχόσε μεταστάσεωσ‘, πρὸς τί τούτων ἐπαχθείη τὸ πέρας. ἆρα γὰρ πέρας τῆς ἐνταῦθα οἰκονομίας τὸ νεύειν πρὸς θεὸν καὶ θεοῦσθαι ἢ τῆς ἐν ἄλλοις μεταθέσεως; ζητητέον δὲ καὶ εἰ ἐν ἀμφοτέροις τοῖς βίοις νεύειν δυνάμεθα πρὸς θεὸν καὶ πάσχειν τὴν παρ’ ἐκείνου θέωσιν. ἔμοιγ’ οὖν δοκεῖ πρὸς ἀμφότερα τὸ πέρας ἐπαχθῆναι
20τῷ θεολόγῳ, καὶ μυστήριον ἄμφω καλεῖν, τήν τε ἐνταῦθα οἰκονομίαν καὶ τὴν ἐν ἄλλῳ βίῳ μετάθεσιν. οὐδὲ γὰρ μάτην τὸ διεσπουδασμένον τῷ θεῷ ζῷον, ὁ ἄνθρωπος, μυρίαις διοικήσεσι καὶ λόγοις ἀρρήτοις κἀνταῦθα οἰκονομεῖται καὶ ἀλλαχοῦ μεθίσταται, ἀλλὰ πρός τί που πάντως ἡ μυρία περὶ τοῦτον ἀφορᾷ πρόνοια, πρὸς ὃ δεῖ καταντῆσαι ἡμᾶς οἰκονομουμένους
25καὶ μετατιθεμένους. ‘Καὶ πέρασ‘, γοῦν φησιν ὁ μέγας, ‘τῇ πρὸς θεὸν νεύσει θεούμενον‘, τουτέστι, τὸ δὲ κεφάλαιον τῆς πάσης περὶ αὐτὸν οἰκονομίας καὶ μεταθέ‐ σεως τοῦτό ἐστι, νεύειν πρὸς θεὸν καὶ θεῖον ἢ θεὸν γίνεσθαι. ἀλλὰ τὸ μὲν νεύειν τῇ ἐνταῦθα οἰκονομίᾳ δοτέον, τὸ δὲ ‘θεοῦσθαι‘ τῇ ἑτέρᾳ δι‐
30αγωγῇ ἐφ’ ἣν μετατίθεται· οὔτε γὰρ ἐκεῖσε γεγονότες νεύειν δυνάμεθα οὔτ’ ἐνταῦθα τυγχάνοντες καθαρῶς θεοῦσθαι. ἡ μὲν γὰρ νεῦσις φιλο‐ πονίας ἔργον καὶ ἀρετῶν ἐργασίας, ἡ δὲ θέωσις πάσης πράξεως καὶ θεωρίας συμπέρασμα. πῶς οὖν δυνατὸν ἢ ἐνταῦθα θεοῦσθαι ἡμᾶς, πόρρω κειμένους τοῦ συμπεράσματος, ἢ ἐκεῖσε νεύειν πρὸς θεόν, ἐργάζεσθαι τὴν
35ἀρετὴν μὴ δυναμένους; ἔχει δέ τινα καὶ βαθυτέραν τὸ ‘νεύειν‘ ἔννοιαν· ὥσπερ γὰρ ἐν μεθορίῳ τῆς ὕλης καὶ τοῦ θεοῦ κείμενοι νεύειν λεγόμεθα, εἰ πρὸς ἓν τούτων ἀπίδωμεν. καὶ ὥσπερ ὁ πρὸς τὴν ὕλην νεύσας ὁμοῦ τῇ νεύσει ὑλαῖος ἐγένετο, τὸ αἶσχος ἐκείνης ἀναμαξάμενος, οὕτως ὁ πρὸς θεὸν μετακλίνας καὶ οἷον ‘πρύμναν κρουσάμενοσ‘ καὶ ἑτεροκλινὴς γεγο‐
40νώς, ὁμοῦ τῇ μετακλίσει καὶ τὸ τῆς θεώσεως ἔσχεν ἀξίωμα. ἀλλ’ οὐχ ἁπλοῦν τὸ νεύειν ἢ πρὸς τὴν ὕλην ἢ πρὸς τ[ὸν] θεόν· ἦ γὰρ ἂν ῥᾳδίως ἀπε‐ θεούμεθα, νεύοντες ὁσάκις ἂν ἡμῖν ἦν βουλητόν. Δεῖ οὖν γνῶναι ὁπόσα μεταξὺ ἡμῶν καὶ θεοῦ· πρῶτον μὲν ὁ ἄδυτος ‘γνόφοσ‘, ὃν μόλις πού ποτε τῶν λογικῶν τινες ὑπερέβησαν· ἔπειτα αἱ362
45μετὰ τὸν γνόφον δυνάμεις, ἀφ’ ἑνὸς προϊοῦσαι καὶ ἑνάδες καλούμεναι· μετὰ δὲ ταύτας ὁ ἑνιαῖος νοῦς, ἐφ’ ὃν ἐκεῖναι συμπερατοῦνται· εἶτα μερι‐ κοί τινες νόες· ὑφ’ οὓς αἱ ψυχαί· εἶτα φύσεις καὶ σώματα καὶ ὕλη τὸ τε‐ λευταῖον. δεῖ γοῦν τὸν θεωθησόμενον πρῶτον μὲν πρὸς ψυχὴν στραφῆναι, εἶτα δι’ ἐκείνης πρὸς νοῦν καὶ διὰ τοῦ νοῦ πρὸς τὰ ὑπερκείμενα καὶ τέλος

93

(50)

δι’ ἐκείνων πρὸς θεόν. ἀλλ’ οὔτε ὁ πρὸς ψυχὴν στραφεὶς τεθέωται οὔτε ὁ πρὸς νοῦν· ἀλλ’ ἐκεῖσε μὲν ‘ψυχικὸς ἄνθρωποσ‘ γίνεται καὶ ‘οὐ δέχεται τὰ τοῦ πνεύματοσ‘, ἐνταῦθα δὲ νοερὸς καὶ οὔπω θεός. εἰ δὲ δι’ ἐκείνου ἐντὸς τοῦ ἀδύτου γνόφου γενόμενος ὁμιλήσει θεῷ, τότε καὶ νεύειν λέγεται πρὸς θεὸν καὶ θεοῦσθαι καὶ βλέπειν ‘θεοῦ λαμπρότητα‘ καὶ κατὰ ταύτην
55ἐξεικονίζεσθαι. Οὕτως ὁ μέγας νένευκε Μωυσῆς πρὸς θεόν, ὑπερβὰς τὸ ὄρος καὶ ἀφεὶς κάτω μετὰ τῆς πεδιάδος· ἀλλ’ ἡ μὲν πεδιὰς τὴν πρακτικὴν ὑπαινιττέτω σοι ἀρετήν, τὸ δὲ ὄρος τῆς θεωρίας τὸ ὕψωμα. τί οὖν; ἅμα τε ἐπὶ τοῦ γηλόφου ἔστη καὶ τεθέακε τὸν θεόν; πολλοῦ γε καὶ δεῖ. πρὸ γὰρ τῶν
60ὀφθαλμῶν κεχυμένη ἡ ‘θύελλα‘ καὶ ὁ ‘γνόφοσ‘ συνεστηκὼς οὐ συνεχώρουν καθαρῶς ἐνατενίζειν τὸν προφήτην τῷ λαμπροτάτῳ φωτί· ἐπεὶ δὲ καὶ ταῦτα διασχὼν καὶ παντελῶς ὑπερβὰς τὸ σῶμα, ὃ δὴ ‘ἀποκρυφὴν ἑαυτῷ τέθεικεν‘ ὁ θεός, ἔνδον τῆς ἀνεκφοιτήτου κρυφιότητος γέγονεν, εἶδέ τε τὴν ‘λαμπρότητα‘ τοῦ ‘θεοῦ καὶ πέπονθε‘ ταύτην.
65 Τὸ μὲν οὖν ὅπως εἶεν, ἢ τίνα ἃ ἐθεάσατο, καὶ παρὰ τοῦ τὰς πλάκας ἐδέξατο, αὐτὸς ἂν εἰδείη καὶ οἱ κατ’ ἐκεῖνον σοφοὶ καὶ ὄντως ‘ἀγχίσποροι τοῦ θεοῦ‘. ἣν δὲ λαμπρότητα πέπονθεν, ὥσπερ τὸν καθ’ ὑδάτων ἥλιον, εἶδόν τε πολλοὶ καὶ τεθαυμάκασιν. ἀστραπὴ γὰρ ἄρρητος τοῦ προσώπου Μωσέως ἀπέστιλβε· πρὸς ἣν Ἀαρὼν μὲν ἐνετράνιζε καὶ εἴ τις ἐκείνου οὐ
70λίαν μακράν, ὁ δὲ πολὺς ὅμιλος ἐδεῖτο καλύμματος, οὗ ἐπικειμένου τῷ προσώπῳ Μωσέως πρὸς ἐκεῖνον ἐποιοῦντο τοὺς διαλόγους· ἐπὰν δὲ ὑπεξεῖλε τὸ κάλυμμα, ὥσπερ ὑπ’ ἀστραπῆς βαλλόμενοι ἔπιπτον. τοῦτο
δὲ καὶ λόγον τινὰ ἔχει ἀπόρρητον· οἱ γὰρ λόγοι Μωσέως τὸ μὲν λαμπρὸν ὅπερ ἐκεῖνος ἰδὼν τὸν θεὸν πέπονθεν ὑποκείμενον ἔχουσι, τὸ δὲ πρόχειρον363
75γράμμα οἷον κάλυμμα ἐπικείμενον. κατὰ μὲν οὖν τὸ γράμμα τὰ Μωσέως ἀναγινώσκοντες οὐκ ἀμβλυώττειν δοκοῦσιν, ἐπὰν δέ τις ἀνὴρ πνευματικὸς ἀφανίσῃ τούτοις τὴν ἐπικειμένην ἀχλύν, εὐθὺς ὑποφαινομένου τοῦ φω‐ στῆρος σκαρδαμύττουσί πως κατὰ τοὺς νόθους ἀετιδεῖς. τήν τε γὰρ ‘πέτραν‘ καὶ τὰ ἐκεῖθεν ῥεύσαντα ὕδατα καὶ τὴν ἀνημμένην ‘βάτον‘ καὶ τὴν
80τομὴν τοῦ ἀμνοῦ καὶ τὴν ‘τοῦ αἵματοσ‘ πρὸς ‘τῇ φλιᾷ‘ πρόσχυσιν σωματι‐ κῶς ἐκλαμβάνουσι καὶ βλέπειν ἐνταῦθα δοκοῦσιν ὀξυωπέστατα· εἰ δέ τις αὐτοῖς εἰς Χριστὸν ἀλληγορήσει τὰ ἱστορούμενα, εὐθύς, ὥσπερ ὑπὸ πρηστῆ‐ ρος βαλλόμενοι, οὐ μόνον οὐκ ἀτενίζουσιν, ἀλλὰ καὶ ἀναλίσκονται τῇ φλογί. Τοιοῦτόν ἐστι τὸ ‘ἰδεῖν λαμπρότητα θεοῦ καὶ παθεῖν‘. καὶ τάχα μὲν
85ἔδοξα τὸ πᾶν εἰπεῖν τῆς θεολογικῆς ἐννοίας· ὅθεν καὶ ἐνίους ὁρῶ ἐπὶ ταύτῃ τῇ εὑρεσιλογίᾳ θαυμάζοντας. οὔπω δὲ τὸ τοῦ πάθους ἀπόρρητον ἀπεκάλυψα, εἰς τὴν ἑξῆς τοῦτο ταμιευσάμενος. ἣν γὰρ εἶδε Μωυσῆς λαμ‐ πρότητα καὶ ἰδὼν πέπονθε, σωματικὴ καὶ σωματικῶς· ὀφθαλμοῖς τε γὰρ εἶδε καὶ τῷ προσώπῳ ἀπήστραπτε. πῶς δ’ ἂν ψυχὴ ἴδοι θεόν, καὶ
90πῶς ἰδοῦσα πάθοι τὴν ἐκείνου λαμπρότητα, τίς τε ἡ ταύτης τοῖς ὁρῶσι παράδειξις, τῇ ἑξῆς μαθησόμεθα.

94

(1t)

Εἰς τὸ λεῖπον τοῦ ‘λαμπρότητα θεοῦ καὶ ἰδεῖν καὶ παθεῖν‘
2Χθές που μετὰ Μωυσέως τῷ τῆς θεωρίας ὄρει προσπελάσαι τολμή‐
σαντες, ‘σάλπιγξι‘ καὶ ‘θυέλλῃ‘ καὶ ‘γνόφῳ‘ καὶ αὐτῶν τῶν προπόδων ἀπώσθημεν· ὅθεν οὐδὲ τοῖς ‘ἑβδομήκοντα πρεσβυτέροισ‘ συνηριθμήθη‐364
5μεν οὐδὲ ‘τῇ γερουσίᾳ‘ συγκατελέγημεν, ἀλλὰ πόρρω που μετὰ τοῦ πλή‐ θους ἵστασθαι κατεκρίθημεν. καίτοι τί μέγα ἦν πεδιὰς καὶ ὄρος καὶ σκο‐ πιὰ καὶ καπνιζόμενον γήλοφον καὶ λαίλαπες καὶ γνόφοι καὶ σάλπιγγες, σωματικὰ πάντα καὶ σωματικῶς ὁρώμενά τε καὶ ἀκουόμενα; εἰ δ’ οὐδὲ τούτων ψαῦσαι συνεχωρήθημεν οὐδὲ τὴν λαμπρότητα κυρίου ἐν συμβό‐
10λοις παραδεικνυμένην ἰδεῖν ἐπετράπημεν, ἀλλ’ οὐδὲ πρὸς τὸ Μωσέως πρόσωπον τῇ θείᾳ ὁράσει καταστραφθὲν ἐνατενίζειν κατετολμήσαμεν, τί ἂν πάθοιμεν τήμερον, τῷ ἀβάτῳ τῶν θείων ἐννοιῶν ὄρει παρὰ τοῦ λόγου προσιέναι προτρεπόμενοι καὶ οἷον ἐφ’ ὑψηλοῦ νοῦ αὐτὸν τὸν πρῶτον καὶ θειότατον νοῦν ἰδεῖν κελευόμενοι καὶ τῇ ἐκείνου νοητῶς
15ἐνατενίσαι λαμπρότητι, ἥτις ποτὲ αὕτη, καὶ παθεῖν ταύτην κατὰ τὴν δύναμιν. Γίνομαι τοίνυν κἀγὼ σήμερον, εἰ καὶ τολμηρὸν εἰπεῖν, Μωυσῆς, καὶ πᾶσι παρακελεύομαι οἷόν τινα ἱμάτια τὰς περιβολὰς τοῦ νοῦ ἀποπλύνασθαι καὶ παντὸς μὲν ἁγνεῦσαι μιάσματος, πάσης δὲ ἀποσχέσθαι πράξεως ἐμ‐
20ποδιζούσης ταῖς ἀκτῖσι τοῦ νοῦ. ἔοικα δὲ ἐναντίαν ὁδὸν τῷ θεόπτῃ τεμεῖν· ἐκεῖνος μὲν γὰρ ‘εἶδε‘ τὴν ‘λαμπρότητα καὶ πέπονθε‘ ταύτην, οὐχ ἡρμή‐ νευκε δὲ οὔτε πρὸ τῆς ἀνόδου οὔτε μετὰ τὴν ἄνοδον· ἐγὼ δὲ ἀνιέναι μὲν τὸ ὄρος οὐκ ἂν τολμήσαιμι, ὅ τι δέ ἐστι τοῦτο καὶ ἥτις ἡ τούτου ἀκρώρεια, ὅπως δ’ ἂν ἐπὶ ταύτης γενοίμεθα καὶ θείαις λαμπρότησιν ἀστραφθείημεν,
25καὶ πάνυ σαφῶς ὑφηγήσομαι. Ὄρος γοῦν ἐστιν οἷον ἐπίκρημνον καὶ ἀπότομον, ἐφ’ οὗ θεὸς τοῖς θε‐ οπτίας ἠξιωμένοις φαντάζεται, ἡ ἀπὸ τῶν ὑλικῶν ἐπὶ τὰ νοερὰ ἄνοδος τῆς ψυχῆς· ἐμβαπτισθεῖσα γὰρ ψυχὴ τῷ τῆς ὕλης πελάγει οὐκ ἂν ἰδεῖν δυ‐ νηθείη τῆς ‘δικαιοσύνης τὸν ἥλιον‘. δεῖ γοῦν τοῦ βάθους μὲν ἀνανήξασθαι,
30ἐπὶ δὲ τὴν ἄκραν ἀνελθεῖν ἐπιφάνειαν, εἶτα τῷ τῆς ὑγρᾶς ἐπινηχόμενον σώματι λιμέσιν εὐδίοις προσορμισθῆναι, εἶτα διὰ τῆς πεδιάδος δραμεῖν καὶ αὖθις τοῖς τοῦ ὄρους προσελθεῖν πρόποσι, καὶ οὕτω τῆς ἀνόδου κατατολμῆσαι, ἃ πάντα σημαίνεται τῷ ἀπὸ τῆς ὕλης ἐπανελθεῖν πρὸς τὸν νοῦν. τοῦτο ἄβατον ὄρος, τοῦτο ἀκατάληπτος σκοπιά, τοῦτο τῆς ἡμετέρας
35φύσεως ὑψηλότατον ἐπανάστημα. ἐν τούτῳ τῷ ὄρει, μᾶλλον δὲ τῷ τούτου τέλει ἐν ᾧ νοῦς ἵδρυται, θεὸς ἐμφαντάζεται, ἰνδάλματά τινα τῆς οἰκείας
διδοὺς φύσεως τοῖς νοερῶς πρὸς αὐτὸν ἐντρανίζουσιν. ἐν ὕλῃ μὲν γὰρ τυγχάνων οὐ μόνον οὐκ ἰδεῖν θεὸν δυνήσεται, ἀλλ’ οὐδὲ λεπτά τινα ἀπηχήματα τῶν περὶ ἐκεῖνον ἱκανὸς δέξασθαι, πόρρω δὲ ταύτης γενό‐365
40μενος καὶ ‘ψυχικὸς ἄνθρωποσ‘ γεγονὼς ἐναργεστέραν μὲν ἂν ἴδοι θεωρίαν, οὐ μὴν δὲ αὐτὴν τὴν τοῦ κυρίου λαμπρότητα· εἰ δ’ ἐπὶ νοῦν ἀναβαίη, τηνικαῦτα καὶ βλέπει τὸ φῶς καὶ τρανότερον καταλάμπεται. Τὸ μὲν οὖν ‘ἰδεῖν‘ νοητῶς τὴν τοῦ κυρίου λαμπρότητα οὐ πάνυ μοι δο‐ κεῖ τῶν παγχαλέπων εἶναι πρὸς εὕρεσιν· ἀκήρατος γὰρ ὢν νοῦς ὁ θεὸς
45τῷ ὁμοίῳ γινώσκεται. ἐν τῷ θεῷ γὰρ ὁ νοῦς, ὥς που ἐν τούτῳ ψυχή, καὶ ὁ ἐν τούτῳ γεγονὼς γέγονεν ἐν τῷ θεῷ· ὁρᾷ δὲ οὐδὲ τότε αὐτὸν τὸν θεόν, ἀλλὰ τὴν ἐκείνου λαμπρότητα. τὸ δὲ ‘παθεῖν‘ αὐτὸ ὃ τεθέακε, τοῦτό μοι σχεδὸν μετὰ τῶν ἀπόρων ἐστίν· ἔχει γάρ τινα νοῦν ἐν βάθει μὲν θεωριῶν κείμενον. ἢν δὲ τῷ τῆς φιλοσοφίας καλάμῳ ὥσπερ τινὰ

94

(50)

ἰχθῦν ἐπὶ γῆς ἀνασπάσωμεν, τὸν ἐγκεκρυμμένον ‘στατῆρα‘ εὑρήσομεν· ὃν φορολόγοις μὲν οὐκ ἀποδώσομεν οὐδ’ ἐπὶ τούτοις σπουδάσομεν, τῷ δὲ θεῷ συνεισενέγκωμεν ὥσπερ τι χρέος ἀπαραίτητον καὶ ὄφλημα δικαιό‐ τατον. ἔγωγ’ οὖν φημι τὰς μὲν ἀρετὰς καὶ τὴν ἐπὶ ταύταις ἐργασίαν ἐνερ‐ γητικῶς ἡμῖν κατὰ τὸν παρόντα βίον ἐπικλεῖσαι τὸν κύριον, τὴν δὲ τού‐
55των ἀντίδοσιν παθητικῶς τῷ μέλλοντι ταμιεύσασθαι. ἐνταῦθα γὰρ τὰς ἀρετὰς ἐργαζόμεθα, συντόνως αὐτὰς φιλοπονοῦντες καὶ ἐγκατεσπαρμένας τῇ φύσει ἐπεξεργαζόμενοι, τὸ δὲ μετὰ ταῦτα ἐλλάμπεσθαι καὶ θεοῦσθαι οὐκ ἐνεργοῦμεν, ἀλλὰ παρὰ τοῦ κρείττονος πάσχομεν. Καί μοι συγχωρήσατε μεθ’ ὑποδειγμάτων παραστῆσαι τὸν λόγον. ἔστω
60γάρ μοί τις ἀνιέναι μέλλων πρὸς ἥλιον καὶ ταῖς ἐκεῖθεν αἴγλαις καταστρα‐ φθῆναι λαμπρότερον· οὗτος ἐνεργήσει μὲν τὴν ἄνοδον ἢ ὠκύπτερα ταῖς πλευραῖς περιθέμενος ἢ ἄλλως ὅπως ἂν μηχανήσαιτο, πηδῶν καὶ ἁλλό‐ μενος. μέχρι μὲν οὖν αὐτοῦ τοῦ φωστῆρος αὐτά τε τὰ πτερὰ κινήσει καὶ συγκινηθήσεται· εἶθ’ ὑποβὰς τὸν ἥλιον παλαιστιαίῳ τῷ διαστήματι,
65ἆρ’ ἐνεργήσει καὶ τότε τὸ παρ’ ἐκείνου καταστραφθῆναι, ἢ τῆς μὲν ἐνερ‐ γείας στήσεται, τοῦ πάσχειν δὲ λάβοι ἀρχήν; πάντως ἂν οὕτως εἴποιτε. οὕτω δὴ καὶ ἡμεῖς τοῦ μὲν τὰς ἀρετὰς φιλοπονεῖν ἐνεργητικὴν ἔχομεν δύναμιν, τοῦ δὲ πάσχειν τὴν θέωσιν παθητικήν. διὰ τοῦτο καὶ ὃ μὲν ἡμεῖς ἐνεργοῦμεν τέλει περιλαμβάνεται (οὐ γὰρ ἀπειροδύναμος ἡ ἐπίκηρος
70ἐνέργεια πέφυκεν)· ὃ δὲ πάσχομεν ἐνεργοῦντος τοῦ κρείττονος, τοῦτο ἀόριστον. οὐ γάρ, ὥσπερ ὁ τῆς δικαιοσύνης ἢ ὁ τῆς ὁσιότητος λόγος περι‐ ληπτός ἐστιν, οὕτω δὴ καὶ ὁ τῆς θεώσεως, ἀλλὰ τὸν ἅπαντα αἰῶνα τὰς
θεωρίας ἀμείβοντες καὶ θεούμενοι, οὐκ ἄν ποτε σταίημεν οὔτε τῆς ἀναβάσεως οὔτε τῆς θεώσεως. θεὸς γάρ ἐστιν ὁ τὴν θέωσιν ἡμῖν ἐνερ‐366
75γῶν, ὧν δὲ τὸ εἶναι ἄπειρον, καὶ τὸ ἐνεργεῖν ἀπερίληπτον. ἡμεῖς δὲ παθητικῶς πρὸς τὸ ἐκείνου μεταμορφούμενοι φῶς, οὐκ ἔστιν ὁπότε λήξαι‐ μεν τῆς τοιαύτης ἀρρήτου μεταμορφώσεως. οὕτω γοῦν μοι δοκεῖ νενοῆσθαι τῷ πατρὶ ‘τὸ ἰδεῖν λαμπρότητα θεοῦ καὶ‘ ταύτην ‘παθεῖν‘. ἀλλ’ ἐνταῦθα μέν τις ἡλίου λαμπρότητα θεασάμενος οὐ δήπου καὶ ἡλιῶσαν τὴν ὄψιν
80ἔσχηκε· μᾶλλον μὲν οὖν μελάντερος γίνεται τὴν χροιάν, σωματικὰ γὰρ ἄμφω, καὶ τὸ πάσχον σῶμα, ἀντιτυπὲς ὂν πρὸς τὸ δρῶν, οὐ δι’ ὅλου ποιοῦται πρὸς τὴν ἐκείνου μορφήν. ἐπὶ δὲ νοῦ καὶ θεοῦ οὐχ οὕτως, ἀλλὰ νοῦς τὸ θεῖον πρόσωπον θεασάμενος εὐθὺς τῆς ἀπορρήτου αἴγλης πεπλή‐ ρωται, ποιωθεὶς ἀπ’ ἐκείνου καὶ τὴν τοῦ θεωμένου μορφὴν ὑποδύς. καὶ
85θεὸς μὲν οἷος τὸ λάμπον οὐ γίνεται, θεοειδὴς δὲ καὶ θείας ἀποστίλβων μαρμαρυγάς. Ἡμεῖς μὲν οὖν τὸ χρέος ἀποδεδώκαμεν ὥσπερ ἐπηγγειλάμεθα· ὑμεῖς δέ, εἰ καὶ μὴ πρὸ τῆς ἀνόδου διὰ καθάρσεως τῷ θεοῦντι καὶ ἐνεργοῦντι τὴν θέωσιν ἡτοιμάσθητε, ἀλλὰ νῦν γε γνόντες τὸ ὄρος τῆς θεωρίας καὶ
90οἷος ὁ ἐν τούτῳ ἐμφανταζόμενος νοῦς, τῆς ὕλης ἀφέμενοι, πρῶτον μὲν πρὸς ψυχήν, ἔπειτα δὲ καὶ πρὸς τὸν μεθεκτὸν ἐπιστραφείητε νοῦν, εἶτα προσπελάσαντες τῷ πρώτῳ καὶ ἀμεθέκτῳ ταῖς ἐκείνου ἀστραπαῖς ἀγλαΐ‐
ζοισθε.367

95

(1t)

Εἰς τὸ ‘θεωρία γὰρ ἦν τὸ φυτόν, ὡς ἡ ἐμὴ θεωρία‘
2 Ἑώρων ὑμᾶς καὶ πάλαι περὶ τοῦτο λιχνευομένους τὸ ζήτημα καὶ μαθεῖν ᾑρημένους ὅ τι ποτέ ἐστι. διὰ τοῦτο ἀνήρτουν τὰς γνώμας ὑμῶν καὶ οὐκ εὐθὺς ἐδίδουν τοὺς λόγους τῆς λύσεως, τὴν ἔφεσιν ὑμῶν δοκιμάζων, εἰ
5μὴ ταχὺ τοῦ περὶ τὰ τοιαῦτα ταλαιπωρεῖν ἀποτρέχετε· ἐπεὶ δὲ ἱκανῶς ἐβασάνισα καὶ τοιούτους εὗρον οἵους δὴ ὁ λόγος ἐβούλετο, τὸ τοῖς πολλοῖς κεκρυμμένον καὶ ἀξυμφανῶς διερμηνευόμενον ἐκκαλύψω τὴν τήμερον. πολλῶν δὲ τῶν ζητημάτων κατὰ τὸν τόπον ὄντων, τῶν μὲν ἀντιθετικῶς μνημονεύσω, τὰ δὲ τῷ τῆς ἑρμηνείας ὕφει συναναμίξω, ἵνα μὴ πολυσχιδὴς
10καὶ πολυμερὴς ὁ λόγος γιγνόμενος δυσχερὴς ὑμῖν καὶ δυσάντητος φανῇ. Ἔστιν οὖν πρῶτον τῶν ἀπορουμένων, πῶς ἄμφω τὰ ξύλα, τό τε τῆς γνώ‐ σεως καὶ τὸ τῆς ζωῆς, ‘ἐπὶ μέσου τοῦ παραδείσου‘ τὴν φυτείαν εἰλήχασιν. εἰ γὰρ τὸ ἀκριβὲς μέσον ὥσπερ ἐπὶ κύκλου τὸ κέντρον ἐστί, καὶ ἀδύνατόν ἐστι δύο εὑρεθῆναι μέσα ἐπὶ ἐπιπέδου γραμμῆς κυκλικῆς, πῶς ἐνταῦθα
15μέσα τοῦ παραδείσου ἡ γραφὴ καταπεφυτεῦσθαι λέγει τό τε ξύλον τῆς γνώσεως καὶ τὸ ξύλον τῆς ζωῆς; δεύτερον δέ, εἰ τὸ τῆς σοφίας ξύλον οὐδὲν ἕτερόν ἐστιν ἢ διάκρισις ἀγαθοῦ καὶ κακοῦ, πῶς καὶ τὸ ξύλον τῆς γνώσεως, κρίσιν ἔχον χείρονος καὶ βελτίονος, τῇ χείρονι μοίρᾳ κατα‐ δεδίκασται; τίς τε ἡ διαφορὰ τῶν ἄλλων ξύλων, ὧν τὴν ἀπόλαυσιν
20ἐπ’ ἐξουσίας ἔλαβεν ὁ Ἀδάμ, πρὸς τὸ ξύλον τῆς γνώσεως; τοῦτο δὲ τὸ ξύλον, ὅ τι ποτὲ τὴν φύσιν ἐστίν, ἀγαθὸν ἢ φαῦλον; καὶ εἰ μὲν ἀγαθόν, διὰ τί μὴ καὶ τοῦτο μετὰ τῶν ἄλλων ἀνείθη πρὸς βρῶσιν τῷ πρωτοπλά‐ στῳ; εἰ δὲ πονηρόν, διὰ τί ἐξ ἀρχῆς καταπεφύτευτο; τίς τε ἡ προσθήκη ἐν τῷ ‘θανάτῳ ἀποθανεῖσθε‘; ἆρα ἄλλο τι τοῦτο παρὰ τὸ ‘ἀποθανεῖσθε‘
25ἢ ταὐτόν, ὥσπερ καὶ τὸ ‘ζωῇ ζήσεσθε‘ καὶ ἁπλῶς ‘ζήσεσθε‘; παρεσημειω‐ σάμην δὲ καὶ τοῦτο τῇ κοσμογενείᾳ προσκείμενον· εἰπὼν γὰρ ὁ θεὸς
‘ἀπὸ τοῦ ξύλου τῆς γνώσεως οὐ φαγῇ‘, πρὸς τὸν Ἀδὰμ λέγων, πληθυντι‐ κῶς ἐξήνεγκεν, ‘ᾗ δ’ ἂν ἡμέρᾳ φάγησθε, θανάτῳ ἀποθανεῖσθε‘, οὔπω τῆς Εὔας πλαστουργηθείσης. καὶ ἵνα τἆλλα ἐάσω, σωματικῶς ταῦτα368
30ἐκλαμβάνειν χρεὼν ἢ ἀσωμάτως καὶ νοερῶς; Ἔγωγ’ οὖν πολλοῖς οὐ τῶν ἀλλοτρίων, ἀλλὰ τῶν τῆς ἡμετέρας αὐλῆς περὶ τούτου γράφουσι προσωμίλησα, οἳ ἁπλῶς ἐκδεχόμενοι τὸ ῥῆμα τῆς γραφῆς καὶ τὴν γνῶσιν ἀποδενδροῦσι καὶ αὐτὴν τὴν θείαν ἀπορριζοῦσι ζωήν, δένδρα ταῦτα κατὰ γῆς ἐρριζωμένα σὺν φλοιοῖς καὶ ἀκρέμοσι καὶ
35μόσχοις καὶ καρποῖς παραδεχόμενοι. ὧν ἐγὼ πλατὺ τῆς ἀμαθίας κατα‐ γελάσας, τῷ θείῳ τούτῳ ξυνεγενόμην ἀνδρὶ περὶ τούτου διδάσκοντι, καί μοι λίαν ἤρεσεν ἀσωμάτως αὐτὰ ἐκλαμβάνων καὶ μὴ τυφλώττων τῷ γράμ‐ ματι, ἀλλὰ πρὸς τὸν ἐγκεκρυμμένον ἀναβλέπων νοῦν. ‘θεωρία γάρ‘ φησί ‘τὸ φυτόν, ὡς ἡ ἐμὴ θεωρία‘. εἰ γὰρ καὶ πολλοῖς ἐπιδιστάζοντι ἔοικεν
40ὁ πατήρ, τὸ μέτρον τῆς οἰκείας γνώσεως προβαλλόμενος, ἀλλ’ ἀξιωματι‐ κώτερον ἡμᾶς δεῖ νοεῖν τὸ λεγόμενον, ὅτι ἡ συλλεγεῖσά μοι γνῶσις, ἐξ ὧν πολλάκις ἐθεώρησα καὶ κατείληφα, εἰς τοῦτό με ἄγει, μὴ ξύλα θρε‐ πτικῆς μετειληφότα δυνάμεως καὶ κατὰ γῆς πεφυτευμένα τὸ τῆς γνώσεως ξύλον καὶ τὸ τῆς ζωῆς ἐννοεῖν, ἀλλὰ θεωρίας τινὰς ὑψηλοτάτας νοερῶς
45δρεπομένας καὶ τὴν γνῶσιν τῷ ἐπιτηδείῳ τοῦ καιροῦ ἐργαζομένας ζωο‐ ποιόν τε καὶ τρόφιμον. ‘Θεωρία γὰρ ἦν τὸ φυτόν, ὡς ἡ ἐμὴ θεωρία‘. δεῖ γοῦν ἡμᾶς ἐννοεῖν κατὰ τοὺς τῆς ἀναγωγῆς λόγους ἐν τῇ τοῦ πρωτοπλάστου ψυχῇ ὥσπερ ἔν τινι θειοτάτῳ παραδείσῳ πάντα καταπεφυτεῦσθαι τὰ εἴδη τῆς γνώσεως,

95

(50)

ὧν τὰ μὲν πέριξ οἱονεὶ ἱστάμενα, δύο δὲ μόνα ἐν αὐτῷ τῷ μεσαιτάτῳ τῆς ψυχῆς μέρει τὴν φυτείαν λαβόντα. τὰ μὲν οὖν ἐπὶ τοῦ κύκλου ὁ ἐδώδιμος τῶν ἀρετῶν ἦν καρπός, οὗ ἔδει τὸν Ἀδὰμ μεταλαμβάνειν καὶ καταγλυ‐ καίνεσθαι τὰ τῆς κτίσεως αἰσθητήρια· τὰ δ’ ἐπὶ τοῦ μέσου ἱστάμενα, τὸ μὲν ἦν ἡ περὶ τῆς κτίσεως θεωρία, ‘γνωστὸν καλοῦ καὶ πονηροῦ‘ ὠνομα‐
55σμένον, τὸ δὲ ἡ αὐτοῦ τοῦ ὄντος κατάληψις, ‘ξύλον‘ προσηγορευμένον ‘ζωῆσ‘. ἔδει γοῦν τὸν Ἀδὰμ μὴ εὐθὺς προσβαλεῖν τῷ ξύλῳ τῆς γνώσεως, μηδὲ ζητῆσαι τοὺς λόγους τῆς κτίσεως μηδὲ τοῖς περὶ κτίσεως καὶ
οἰκονομίας περισκελέσιν εὐθὺς προσελθεῖν λογισμοῖς· ‘θεωρία γὰρ ἀχα‐ λίνωτοσ‘ ἐν ἄλλοις πού φησιν ὁ πατήρ ‘τάχα ἂν καὶ κατὰ κρημνῶν369
60ὤσειεν‘· ὅπου δὲ κρημνός, ἐκεῖ πάντως καὶ θάνατος. ἔδει γοῦν αὐτὸν πρῶτον μὲν τὴν αἴσθησιν ἀνακαθήρασθαι καὶ τῷ πρακτικῷ φιλοπονῆσαι μέρει τῶν ἀρετῶν καὶ φαγεῖν ἀπὸ τῶν ἔξω καὶ ἐπιπολαίων φυτῶν· ἐπειδὰν δὲ ἐγυμνάσθη τὰ αἰσθητήρια καὶ δύναμιν ἔλαχε χείρονος καὶ βελ‐ τίονος, τηνικαῦτα προσελθεῖν τοῖς ὑψηλοτέροις περὶ τῶν κτισμάτων
65νοήμασι καὶ διαγνῶναι πρῶτον μὲν ὁπόθεν ἔσχε ταῦτα τὴν σύστασιν, ἔπειτα μὴ τοῖς σχήμασι τούτων ἐγκαταμεῖναι καὶ πέρασιν, ἀλλ’ ἔνδον εἰς τοὺς λόγους χωρεῖν καὶ μαθεῖν διὰ τί τὰ μὲν κινεῖται, τὰ δὲ διαμένει ἀκίνητα, καὶ τίνος ἕνεκα τὰ μὲν εὐθὺ φέρεται, τὰ δὲ κύκλῳ περιθεῖ, καὶ μετὰ τὸ ταῦτα ἀκριβῶς καταμαθεῖν καὶ θεωρητικῶς οἷον διαμασήσασθαι
70καὶ τοῦ τῆς ζωῆς ἀπογεύσασθαι ξύλου καὶ αὐτῷ καθαρῶς προσομιλεῖν τῷ θεῷ. διὰ τοῦτο γὰρ ἀμφότερα ἐπὶ μέσου τοῦ παραδείσου πεφυτευμένα ἐτύγχανον, ὅτι τῇ ἀκριβεῖ κατανοήσει τῆς κτίσεως εὐθὺς ἐπανατέλλει ἡ τῆς ζωῆς θεωρία, οὐ κατὰ γῆς ὥσπερ τὸ ξύλον ἐκεῖνο πεφυτευμένη, ἀλλ’ ἐπὶ τοῦ ἄκρου τούτου ἐρριζωμένη· τῇ γὰρ ἀκριβείᾳ τῆς ἐν τῇ κτίσει
75γνώσεως καὶ τῷ τῆς καταλήψεως αὐτῆς πέρατι ἡ τῆς ζωῆς ἀναφαίνεται κατανόησις. ὁ δὲ οὐχ οὕτως πεποίηκεν, ἀλλ’ ἢ μηδόλως ἢ ἀκροθιγῶς τῶν ἄκρων ξύλων ἁψάμενος, πρὶν ἢ ταῖς ἀρεταῖς ἐνιδρῶσαι, πρὶν ἢ γυμνα‐ σθῆναι τὰ αἰσθητήρια, πρὶν ἢ τὴν ψυχὴν τῆς ὕλης ἀπολαβεῖν, θεωρήμασιν ἑαυτὸν ἐπέδωκεν ὑψηλοτέροις ἢ κατὰ τὴν ἑαυτοῦ δύναμιν, γνῶσιν ἔχουσι
80χείρονος καὶ βελτίονος. τοιαῦτα γὰρ τὰ περὶ τῆς κτίσεως θεωρήματα. ἀλλ’ εἰ μὲν διὰ τῆς καλλονῆς τούτων καὶ τῆς εὐτάκτου κινήσεως καὶ τῶν κατεσπαρμένων ἐν αὐτῇ λόγων τὸν δημιουργὸν ἐννοήσειας, τῆς κρείττονος ἀπεγεύσω τροφῆς· εἰ δὲ μηδὲν πλέον ἐντεῦθεν ἐνενόησας, ἀλλὰ συναρ‐ πασθεὶς τοῖς σχήμασι τούτων καὶ εἴδεσιν, οὐδὲν πλέον ἐφαντάσθης τῶν
85ὁρωμένων, τὸ δηλητηριῶδες τοῦ ζωοποιοῦντος προέκρινας, καὶ τῶν περὶ τῆς ζωῆς θεωρημάτων ἀποκλεισθεὶς ἐντὸς τοῦ ὀλεθρίου θανάτου γέγο‐ νας. Ἀπηγορεύθη δὲ τὸ τοιοῦτον ξύλον κατ’ ἀρχὰς τῷ Ἀδάμ, οὐ φθονήσαν‐
τος τοῦ θεοῦ (ἀπαθὲς γὰρ τὸ θεῖον), ἀλλ’ ὡς μὴ αὐτίκα τὴν ἐξουσίαν370
90δεδωκότος τῆς θεώσεως, ἵνα μὴ ἀσθενεῖ φύσει καὶ συμπεπτωκότι θώρακι ἁδρὸς ὄγκος γνώσεως ἐμπεσὼν παραθλίψῃ τε τὰς ἀρτηρίας καί, διαρρήξας τὰς φλέβας, πρὸς ὀχετηγίαν ἀναστομώσῃ τοῦ αἵματος, κἀντεῦθεν φθόῃ περιπεσὼν ὁ πρωτόπλαστος κατὰ βραχὺ διαφθαρῇ συντακείς. ἐπεὶ καὶ τὰς τελεωτέρας ἐξ ἡμῶν ἀποκρύπτει γνώσεις θεός, ἵν’ ἐν καιρῷ ταύτας
95ἐμφήνῃ· μετρεῖ γὰρ τῇ τῆς ὁράσεως δυνάμει τὰς θείας ἀκτῖνας, καὶ τοῖς μὲν τῶν ὀφθαλμῶν ὅλος, εἰ οἷόν τε τοῦτο εἰπεῖν, ἐμφαίνεται, τοῖς δὲ ἐκ μέρους γινώσκεται καὶ ἐκ μέρους καταλαμβάνεται. οὐ φθόνου δὲ πάθος τοῦτο, ἀλλ’ οἰκονομίας ἀρίστης καὶ παιδαγωγίας, κατὰ μικρὸν ἀναγούσης τὸν ἐμβαπτισθέντα τῇ ὕλῃ νοῦν, καὶ πρὸς τὸ τῆς ἀναγωγῆς εἶδος συμ‐

95

(100)

μετροῦντος τὴν ἔλλαμψιν. Τοῦτον δὴ τὸν θάνατον οὐχ ὁ Ἀδὰμ μόνον, ἀλλὰ καὶ πολλοὶ τῶν φιλο‐ σόφων τεθνήκασι, Δημόκριτος τὸ ὕδωρ θεοποιήσας, Ἀναξιμένης τὸν ἀέρα πρώτην ὑποστησάμενος ἀρχήν· Ἵππων γὰρ ὁ ἄθλιος μηδὲ μνημο‐ νευέσθω τῷ λόγῳ· Ἀναξαγόρας τὰς ὁμοιομερείας παραλαβών, καὶ ἄλλος
105μέσον τι ἀέρος καὶ ὕδατος, καὶ ἕτερος τῷ οὐρανῷ τὴν οἰκονομίαν θέμενος τοῦ παντός. εἰ γοῦν καὶ οὗτοι μετὰ τὴν τῶν ἀρετῶν ἐργασίαν τῷ γνωστῷ τοῦ καλοῦ καὶ πονηροῦ ξύλῳ προσέβαλον, ἤτοι τῇ διαφόρῳ γνώσει τῆς κτίσεως, οὐκ ἂν τὸν ὀλέθριον ὑπέστησαν θάνατον. διὰ τοῦτο ἐπίσης τε αὐτοῖς καὶ τῷ Ἀδὰμ τὸ ξύλον ἐπετειχίσθη τῆς ζωῆς. εἰ δ’ ἐν ἀμφοτέροις
110τοῖς ξύλοις διάκρισις ἐγκατέσπαρται, καινὸν οὐδέν· οὐδὲ γὰρ ἡ αὐτὴ ἐν τοῖς δυσὶ ξύλοις, ἀλλ’ ἡ μὲν τοῦ τῆς ζωῆς τελεωτέρα καὶ μείζων, ἡ δὲ ἑτέρα πολὺ τῆς προτέρας ταπεινοτέρα. Τὸ δὲ ‘θανάτῳ ἀποθανεῖσθε‘ τοῦ ἁπλῶς ‘ἀποθανεῖσθε‘ ἐν τούτῳ μοι διαφέρειν δοκεῖ, ὅτι θανάτῳ μὲν ἀποθνῄσκει ὁ τοῖς ὀλεθρίοις νοήμασιν
115οἷον ἀπονεκρούμενος, ἁπλῶς δὲ ἀποθνῄσκει ὁ τῇ φύσει λειτουργῶν τὸ
χρεών, καὶ ζωῇ μὲν ζῇ ὁ κατὰ μετοχὴν τῆς ἀκηράτου ζωῆς ζωογονού‐ μενος, ἁπλῶς δὲ ζῇ ὁ διεξαγόμενος ζωτικῶς. θανάτῳ γοῦν τέθνηκεν ὁ Ἀδάμ, ὀλεθρίως ἀποθανὼν καὶ τοῦ τῆς ζωῆς ξύλου, ἥτις ἐστὶν ὁ θεός, στερηθείς. ἁπλῆς μὲν οὖν ζωῆς καὶ ἁπλοῦ θανάτου οὐδέν τι μέσον ἐστί,371
120μακαρίας δὲ ζωῆς καὶ ὀλεθρίου θανάτου πολὺ μεταξὺ τὸ διάφορον. Τὸ δὲ ἑνικῶς μὲν ἀπαγορεῦσαι τὸν θεόν, πληθυντικῶς δὲ ἐπαγαγεῖν τὴν ἐκ τῆς παρακοῆς ἀπειλήν, τοῦτό ἐστιν, ὅτι, ἕως μὲν ἂν ὦμεν ἐν τῷ καλῷ, σῴζομεν τὸ ἐν ἡμῖν ἕν, τῷ ἑνὶ προσῳκειωμένοι θεῷ· ἐπειδὰν δὲ ἐν τῷ κακῷ γενώμεθα, πόρρω τε τοῦ θεοῦ γιγνόμεθα καὶ πολλοὶ ἀνθ’ ἑνός
125ἐσμεν. διὰ τοῦτο καὶ ὁ Ἀδὰμ εἷς μὲν πρὸ τῆς παρακοῆς, μετὰ δὲ τὴν παρ‐ ακοὴν ἐμερίσθη εἰς πλῆθος αὐτῷ τὸ ἕν. Ἐβουλόμην καὶ πλείονα τούτων εἰπεῖν καὶ τὸ βάθος ἀνοῖξαι τῶν πνευ‐ ματικῶν θεωριῶν, ἀλλ’ ἐπειδήπερ ὁρῶ ὑμᾶς καὶ πρὸς τὸ γράφειν ἀπαγο‐ ρεύοντας καὶ πρὸς τὸ νοεῖν ἀποκναίοντας, ἐνταῦθα τοῦ λόγου στήσομαι.

96

(1t)

Εἰς τὸ ‘διὰ πασῶν ὅδευσον τῶν ἡλικιῶν Χριστοῦ καὶ δυνάμεων‘
2 Κινεῖ μὲν ἡμᾶς πρὸς τὴν ἐπίλυσιν τοῦ νῦν προβληθέντος ῥητοῦ τὸ ὑμέ‐ τερον πρόθυμον· ἀντισπᾷ δὲ εἰς τοσοῦτον τὸ ἀντικείμενον, ὁ ἐν αὐτῷ ἐγκείμενος δυσκατάληπτος νοῦς, ὃν ὀλίγαις μὲν συλλαβαῖς ὁ μέγας οὗτος
5πατὴρ ἐθησαύρισεν, ἡμῖν δὲ οὐχ οἷόν τέ ἐστιν εὑρεῖν, εἰ μὴ διὰ μακροῦ τὰ νοήματα ἐφοδεύσομεν. ‘Διὰ πασῶν‘ γάρ φησιν ‘ὅδευσον τῶν ἡλικιῶν Χριστοῦ καὶ δυνάμεων‘.
τοῦτο δὲ πῶς ἐστι γενέσθαι πάντως ἀμήχανον· πῶς γὰρ οἷόν τέ ἐστιν ἕκαστον ἡμῶν τὰς κατὰ μέρος ὑπελθεῖν τοῦ κυριακοῦ σώματος αὐξήσεις372
10καὶ τὰς σεπτὰς δυνάμεις ἀποτελέσαι; πῶς γὰρ ἂν ἐξισχύσαιμεν ἐκ παρ‐ θένου τε ἀπογεννηθῆναι μητρός, καὶ ταῦτα ἄνευ ὠδίνων, εἶτα ἐν ‘φάτνῃ‘ τεθῆναι καὶ ‘ὑπὸ μάγων προσκυνηθῆναι‘ καὶ πρὸς τὸν ναὸν ἀνελθεῖν, ἵνα δὴ καὶ ‘περιτμηθείημεν ὀκταήμεροι‘, εἶτα διὰ τὸν μανέντα Ἡρώδην εἰς Αἴγυπτον ἀποδρᾶναι κἀκεῖθεν αὖθις ἐπανελθεῖν καὶ ‘αὐξάνειν‘ κατ’ ἐκεῖ‐
15νον σωματικῶς, καὶ πῇ μὲν ‘ἐν τοῖς τοῦ πατρὸς εἶναι‘ κατὰ τὴν ἐκείνου φωνήν, πῇ δὲ πατρὶ καὶ μητρὶ ὑποτάσσεσθαι, δυνάμεις τε ποιεῖν καὶ θαύ‐ ματα, ὅσα δὴ καὶ οἷα ἐκεῖνος ποιεῖν παραδέδοται; πῶς δὲ καὶ ‘φραγελίῳ πλεκτῷ‘ τοὺς κολυβιστὰς τοῦ ναοῦ ἀπελάσομεν, ἢ πῶς Λάζαρον ἐγεροῦ‐ μεν ὀδωδότα καὶ τετραήμερον; πῶς δὲ ἐπὶ ‘ὄνου‘ καθιζησόμεθα καὶ
20‘παισὶ‘ προπεμφθείημεν καὶ δορυφορηθείημεν τὸ ‘ὠσαννὰ κράζουσι‘; πῶς δὲ πάντα, ἵνα μὴ καθ’ ἕκαστον λέγω, πεισόμεθά τε καὶ ἐνεργήσομεν, τὰ μὲν σταυρούμενοί τε καὶ προσηλούμενοι, τὰ δὲ ῥηγνύντες τὸ ‘καταπέ‐ τασμα‘ καὶ τοὺς φωστῆρας ἐκλείπειν καταναγκάζοντες καὶ τῶν λῃστῶν τῷ μὲν συγγνωμονοῦντες, τῷ δ’ ἀποκλείοντες τὸν παράδεισον; ἆρ’ οὐ
25παντάπασι κενὴ καὶ μάταιος ἡ τοιαύτη τοῦ πατρὸς προτροπὴ καὶ κατήχη‐ σις; Ἢ δοκεῖ μέν, οὐκ ἔστι δέ, ἤν τις νοητῶς ἐθέλοι ἐκλαμβάνειν πάντα καὶ πρὸς τὸ ἐκείνου ἀλληγορεῖν βούλημα. ἔστι γὰρ καὶ παρ’ ἡμῖν λόγος, πατρικῶς μὲν ὡς ἀπὸ τοῦ νοῦ γεννώμενος, μητρικῶς δὲ παρὰ τῆς ψυχῆς
30κυούμενός τε καὶ ὠδινούμενος. ἀπαθὴς δὲ ἡ τοιαύτη ἀπότεξις πέφυκεν, ὁπότε ἡ συλλαβοῦσα τοῦτον νοερῶς καὶ ἀποτεκοῦσα ψυχὴ μὴ πρὸς πάθος ὁρᾷ μηδὲ οἷον κατὰ προβολὴν ἀποτίκτει σωματικήν, ἀλλὰ καθαρῶς καὶ ἀύλως ἀπογεννᾷ. εἶτα τί; ἐπὶ φάτνῃ ἐπαναπαύει. ἔστι δὲ ἡ φάτνη οἷόν τι δοχεῖον τῆς ἀλόγου τροφῆς, δι’ οὗ δὴ ὁ λόγος προβάλλεται καὶ προτίθε‐
35ται, ἵνα πάσας τὰς ἐν ἡμῖν ἀλόγους ὀρέξεις ἀπονεκρώσας λογικὸν ἡμᾶς ἐργάστηται ἐνδιαίτημα. ἐφ’ οἷς πᾶσα δύναμις, εἱμαρμένην καὶ ἄστρων προβαλλομένη φορὰν καὶ τὴν θείαν ἀναιροῦσα πρόνοιαν, τοῖς ἐντεῦθεν νοήμασι καταγοητεύουσα τὴν ψυχὴν καὶ οἷον καταμαγεύουσα, ὑπείκει καὶ ὑποτάσσεται, δορυφοροῦσα τῷ οὕτως ἐξ ἡμῶν γεννηθέντι λόγῳ
40‘χρυσὸν καὶ σμύρναν καὶ λίβανον‘, τήν τε δοκοῦσαν λαμπρὰν ὕλην καὶ τὸν δοκοῦντα εὐωδιάζειν τὴν ἐν ἡμῖν ἀναίσθητον καὶ νεκρωτικὴν δύναμιν καὶ τὸν μὴ πνευματικῶς τὰς νοερὰς ὀσφρήσεις ἡδύνοντα· ἐν τούτοις γὰρ θαρροῦσα ἡ γοητικὴ πέφυκε δύναμις, καὶ διὰ ταῦτα παραχωρεῖ τούτων τῷ λόγῳ ὡς ὑψηλοτέρῳ καὶ κρείττονι. ἐπὶ τούτοις δέον καὶ πρὸς τὸν373
45ναὸν ἀνελθεῖν, ἵν’ εἴ τι περιττὸν ἐν τῷ λόγῳ ᾖ, ἀποτεμώμεθα καὶ νοητοὶ γενώμεθα ἐμπερίτομοι. ὁρᾷς ὅπως κατὰ μέρος διὰ τῶν ὑλικῶν τοῦ λόγου χωροῦμεν, συγγεννώμενοι ἀπαθῶς, συσπαργανούμενοι, ὑπὸ μάγων συμ‐ προσκυνούμενοι, συνανιόντες καὶ συντεμνόμενοι; Τί οὖν; οὐκ οἴει ἐπὶ τούτοις τὸν καθ’ ἡμᾶς Ἡρώδην μανῆναι καὶ

96

(50)

ἐπαναστῆναι σφοδρῶς, εἴ πως εὕρῃ τὸν γεννηθέντα λόγον καὶ ἀποκτείνῃ; Ἡρώδην δὲ ὑποληπτέον ἢ τὴν φύσιν αὐτῆς τῆς σαρκός, ἢ τὸν διὰ ταύτης ἡμῖν ἀντικείμενον, ὃς δὴ καὶ βασιλεύων ἡμῶν διὰ τῶν πονηρῶν πράξεων, ἐπειδὴ τὸν λόγον ᾔσθετο τὸ κράτος τούτου διαδεξόμενον, λυττήσας ἀνοί‐ στρησε καὶ πειρᾶται μαχαίρᾳ τεμεῖν τὸν σιδήρου καὶ πυρὸς ἰσχυρότερον,
55ἤν γε ‘ἀλκὴν δύσηται‘· ἀλλὰ πρὸ τούτου δέος μὴ κατάσχοι καὶ ἀναί‐ μακτον ἐργάσηται τὴν ἀναίμακτον. διὰ ταῦτα φυγῇ φευκτέον, ἀλλ’ οὐ διὰ τῶν ποδῶν, ἀλλὰ διὰ τῶν χειρῶν, ὦ βέλτιστοι, οὐ προσκνυζώμενοι καὶ τῇ γῇ καλινδούμενοι, ἀλλὰ τὰς ἀρετὰς ἐργαζόμενοι. φευκτέον δὲ ποῦ, ἢ πρὸς ποῖον κλίμα τῆς γῆς χωρήσομεν; εἰ μὲν οὖν εἰς βορρᾶν ἀνέλθωμεν,
60φοβοῦμαι μὴ ἐκεῖσε εὑρήσομεν τὸν διώκοντα· ‘βορρᾶσ‘, γάρ φησιν ἡ γραφή, ‘σκληρὸς ἄνεμος, ὀνόματι δὲ ἐπιδέξιος καλεῖται‘. οἷός ἐστιν ὁ πονηρὸς δαίμων, ἀντίτυπος μὲν πᾶσι τοῖς σπουδαίοις τυγχάνων καὶ σκλη‐ ρός, ‘φωτὸσ‘ δὲ ὀνομαζόμενος ‘ἄγγελοσ‘. ἀλλ’ ἐπὶ τὸν νότον βαδιοῦμεν; ἀλλὰ καὶ τούτῳ πολὺ τὸ ὑπὸ γῆν μέρος. τί οὖν; φύγωμεν εἰς Αἴγυπτον,
65οὐ τὴν ἔρημον διερχόμενοι οὐδὲ τὴν ἐκεῖσε Λιβύην, ἐν ᾗ θηρίων ποικίλων μορφαὶ καὶ θαλάσσης κόλπος ἀμμώδης καὶ τενάγη καὶ διθάλαττα ἐπί‐ κρημνος, ἀλλὰ δι’ ἑτέρας εἴ τι δυναίμεθα γῆς ὁρμᾶσθαι καὶ διαθέσεως. Αἴγυπτος δὲ χωρίον πάλαι ‘κακώσεωσ‘, ἐν ᾗ ὁ Ἰσραὴλ γεγονὼς ἀπηγόρευσε ‘τῇ πλινθείᾳ‘ ταλαιπωρούμενος, ἀλλὰ διὰ ταύτης πρὸς ‘τὴν τῆς ἐπαγγε‐
70λίασ‘ ἐπανῆλθε ‘γῆν‘. δεῖ οὖν καὶ ἡμᾶς τῷ πρακτικῷ μέρει τῆς ἀρετῆς οἷά τινι Αἰγύπτῳ ἐνιδρῶσαι καὶ ταλαιπωρῆσαι, ἵνα νεκρωθέντος τοῦ σώματος πρὸς τὴν ἀφ’ ἧς πεφεύγαμεν διάθεσιν ἐπανέλθωμεν. ἰδοὺ μετὰ Χριστοῦ καὶ εἰς Αἴγυπτον συμπεφεύγαμεν καὶ ἐξ Αἰγύπτου ἀνακεκλή‐
μεθα.374
75 Ἀλλ’ ὁ μὲν Ἡρώδης νεκρὸς ἤδη γενόμενος κατατέθαπται, ἄρχει δὲ ὁ ‘Ἀρχέλαοσ‘, ὃν ἔλαττον μὲν φοβηθησόμεθα, ὅτι μὴ τὴν πᾶσαν περιβέβλη‐ ται δύναμιν· τετράρχης δὲ καὶ οὗτος καὶ τῶν ἐν ἡμῖν στοιχείων κρατῶν καί, ἵν’ εἴπω, ‘κοσμοκράτωρ‘ ἐστί. δεῖ οὖν, μέχρις ἂν καὶ οὗτος τεθναίη, μὴ πάντα παρρησιάζεσθαι. μετὰ δὲ ταῦτα τῶν νόμων ἀφηγησόμεθα,
80ἐφερμηνεύοντες τὰς σκιὰς καὶ πρὸς τὴν ἀλήθειαν συμβιβάζοντες, ἐν τοῖς τοῦ πατρὸς μυστηρίοις τυγχάνοντες, μὴ γεννήσει προσκείμενοι, ἀλλὰ τοῖς θείοις λόγοις ἐνασχολούμενοι, τηροῦντες δὲ καὶ τὸ ἐν ἡμῖν ἱερὸν ἄβατον· κἂν ἐν τούτῳ κολυβιστήν τινα εὕρωμεν ἢ πωλοῦντα περιστεράς (ἔστι δὲ ὁ μὲν κολυβιστὴς ὁ τὰς ὁλότητας κατακερματίζων καὶ κατα‐
85τέμνων τὴν ἡμετέραν ψυχὴν εἰς διαφόρους δόξας καὶ φαντασίας, ὁ δὲ τὰς περιστερὰς ἀπεμπολῶν ὁ τὰς ἐν ἡμῖν πνευματικὰς θεωρίας τοῖς ἐναντίοις ἀποδιδούς) εἰ γοῦν τινα τούτων ἐν τῷ ἱερῷ καταλάβωμεν, τῇ πλοκῇ τῶν ἀρετῶν ἀπελάσωμεν. πεφύκασι γὰρ τῷ δι’ ἀλλήλων κάλλει σεμνότεραι. καὶ μιᾷ μὲν ἴσως ἀντιβαίη ὁ πονηρός· ἢν δὲ πλοκὴν εὕρῃ τῶν ὅλων δυνά‐
90μεων, οὐ προσβαλεῖν οὐδ’ ἀποτεμεῖν δυνήσεται· τὸ γὰρ ‘σπαρτίον τὸ ἔντριτον‘, ὥς φησι Σολομῶν, ‘οὐ ῥᾳδίως ἀπορραγήσεται‘. Ἐπεὶ οὖν μετὰ Ἡρώδην καὶ ὁ Ἀρχέλαος τέθνηκε καὶ ὁ νοῦς καθαρῶς βεβασίλευκε, ‘μαθητὰσ‘ προσκτησώμεθα, οὓς εἰς ‘δώδεκα‘ καὶ ‘ἑβδο‐ μήκοντα‘ διαιρήσομεν, ἵν’ ὑποτάξωμεν καὶ χρόνον ἡμῖν καὶ αἰσθητικὴν
95κίνησιν· ἐπεὶ γὰρ ὁ δώδεκα ἐκ πέντε σύγκειται καὶ ἑπτά, τῆς μὲν αἰσθή‐ σεως ὁ πέντε σύμβολον, τῆς δὲ χρονικῆς κινήσεως ὁ ἑπτά, εἴ γε ἑβδοματι‐ κῶς ἀνακυκλούμεθα. ἀλλ’ οὗτος ἢ ἁπλοῦς ἐστι καὶ ἑπτὰ μόνως ἐστίν, ἢ τῷ αἰῶνι οἷά τινι δεκάδι ὡς τελείῳ συντίθεται καὶ ἑβδομήκοντα γίνεται. δεῖ οὖν ἡμῖν ὑποτετάχθαι καὶ αἰῶνα καὶ χρόνον καὶ αἴσθησιν, ἵν’ ὑπὸ

96

(100)

θεοῦ μόνου βασιλευθείημεν. ἐπὶ τούτοις πεζεύσομεν καὶ τὸ πέλαγος τοῦ παρόντος βίου ἄκροις θιγγάνοντες τοῖς ποσίν, ἀλλὰ μὴ τῷ κλύδωνι βαπτι‐ ζόμενοι, εἰ μὴ καὶ μᾶλλον, ἤν πού τις ἐν ἡμῖν λογισμός, Πέτρος μὲν ὀνο‐ μαζόμενος διὰ τὴν στερρότητα, μὴ πάντῃ δὲ τῆς ὕλης ἔξω γενόμενος ναυαγῇ, ἐπανάγωμεν τε τῆς τρικυμίας καὶ πρὸς τὴν ἄνω μετάγωμεν γῆν,
105ἠρέμα δὴ ἐπιπλήττοντες· ‘εἰς τί ἐδίστασας, ὀλιγόπιστε;‘ ἀνοίξωμεν καὶ κόρας τυφλῶν, ἀφωτίστῳ νοῒ τὴν θείαν ἀκτῖνα παραδεικνύντες. ἐμφρά‐ ξωμεν καὶ τὴν ‘αἱμορροοῦσαν‘ πηγὴν ‘τῷ κρασπέδῳ τοῦ ἱματίου‘, τουτ‐ έστι τοῖς ἄκροις περιβολαίοις τῶν ἀρετῶν τὴν πηγὴν τῶν πονηρῶν ἀπο‐
ξηράναντες πράξεων.375
110 Καὶ ἵνα τἆλλα παρῶ, ἀναστήσομεν καὶ τὸν φίλτατον Λάζαρον, ὅστις ἐστὶ τὸ ἡμέτερον σῶμα τοῖς τέτρασι στοιχείοις ἀπονεκρωθὲν καὶ τῆς λογικῆς χωρὶς διακρίσεως μένον ἀκίνητον. καὶ συλλιπαρούσας τὰς ἀδελφὰς μὴ ἀποπεμψώμεθα· ἐλπὶς αὗται καὶ ἀγάπη τυγχάνουσι. καὶ οἶδα ὅτι ‘ἐφ’ ἑαυτοὺς κινήσομεν τὸν ἀνάγυρον‘· ἐπιμανεῖται γὰρ ἡμῖν ὁ
115δημώδης ὄχλος, καὶ οἱ Ἰουδαῖοι τὸν φθόνον μὴ στέξαντες τῷ σταυρῷ προσηλώσουσιν. ἀλλ’ ὁ ἀγαπῶν, φησί, θεὸν ἢ βασιλέα θανάτῳ τελευτάτω· ἐπεὶ καὶ ἡμεῖς ὡμολογήσαμεν τὸν θεὸν ἀγαπᾶν, τῇ περὶ τὸν θάνατον προθυμίᾳ τὴν ἀγάπην ἐπιδειξώμεθα. ἀλλ’ ἐμπανηγυρίσωμεν ἐφ’ οἷς πεποιήκαμεν, καὶ ὅτι τὸ σῶμα συνανεστήσαμεν τῇ ψυχῇ, τρόπαιον
120στήσωμεν καὶ κατάξωμεν θρίαμβον· ὁ δὲ θρίαμβος, ἐπ’ ὄνου καθιζησό‐ μεθα, παῖδες ἡμᾶς ὑποδέξονται, ‘βαΐοις φοινίκων‘ κοσμοῦντες τὴν προ‐ πομπήν. οὐ γὰρ ὅτι τὸ σῶμα, οἷα δὴ τὸν Λάζαρον, ἐκ μνημάτων ἠγείρα‐ μεν, δεῖ κατ’ ἴσον ποιεῖν τῇ ψυχῇ, ἀλλ’ ὥσπερ ἐπ’ ὄνου προκαθῆσθαι αὐ‐ τοῦ καὶ οἷόν τινι χαλινῷ ἀνακρούειν τῷ λογισμῷ· ἐφ’ οἷς οἱ καθαροὶ καὶ
125ἄκακοι λογισμοί, καθαπερεὶ παῖδες τοῦ θριάμβου προάγοντες, ἐπευφημή‐ σουσί τε καὶ φοίνιξι καταστέψουσι, τουτέστι ταῖς ὑψοῦ τὴν κόμην ἐχού‐ σαις ἀρεταῖς. Τί οὖν; πάντων ἡγεμονεύσωμεν, ὥστε μηδένα καθ’ ἡμῶν μανῆναι δύνασθαι; οὐδαμῶς. μαίνεται γὰρ ἐν ἡμῖν ἄτεγκτός τις λογισμός, ὃς δὴ
130καὶ προδοῦναι τοῖς ἐναντίοις πειρᾶται· ἀλλ’ ἡμεῖς γε μὴ προηγουμένως ἐνδώσομεν αὐτῷ τὴν ἀπόγνωσιν, ἀλλὰ καὶ τούτου τοὺς πόδας μετὰ τῶν λοιπῶν καταψήσωμεν, καὶ τοῦ μυστικοῦ δείπνου συγκοινωνήσωμεν. κἂν μὲν ἀναβλέψῃ πρὸς τὰς τῆς ἀληθείας αὐγάς, εἰσδεξώμεθα· εἰ δὲ μή, ἐάσωμεν δρᾶν ὅτι καὶ βούλοιτο, ὃς δὴ καὶ τοῖς ἐπιβουλεύουσι προσκεχώ‐
135ρηκε καὶ τὸν καθ’ ἡμῶν μνηστεύεται θάνατον. ὁ δὲ λόγος πρὸς τὴν διὰ μαρτυρίου σφαγὴν ἡμᾶς παρορμᾷ· τοῦτο γὰρ τέλος τῆς ἀγάπης θεοῦ, πρὸς ὃ δὴ ὁ μὲν πονηρὸς συνωθεῖ, οἰόμενος ἐντεῦθεν ὑποκλασθῆναι ἡμᾶς. ἡμεῖς δὲ κἀνταῦθα στερροὶ φανείημεν καὶ ἀνένδοτοι, ἵν’ ἡμῖν σταυρουμέ‐ νοις πᾶσαι μὲν ὧραι, πᾶσαι δὲ χάριτες πρὸς τὴν ἐξ ἡμῶν πεμπομένην
140ὑποκλιθῶσιν ἀστραπήν. τῶν δ’ ἐν ἡμῖν ψυχικῶν δυνάμεων, λογικῶν καὶ ἀλόγων φημί, οἷα δὴ συσταυρουμένων λῃστῶν, πρὸς μὲν τὴν ἄλογον καὶ γογγύζουσαν καὶ δυσχεραίνουσαν τὸν σταυρὸν τὰ πλείω μηδ’ ἀποκρι‐
θείημεν, εὑρήσει γὰρ παρὰ τῆς λογικῆς τὴν ἀπόκρισιν· τῇ δὲ λογικῇ εὐγνωμονούσῃ θαρρούντως ἐπαγγειλώμεθα τὴν ἐν τῷ παραδείσῳ δι‐376
145αγωγήν. καὶ γὰρ οὕτω πως ἔχει· αἱ μὲν ἄλογοι δυνάμεις ἡμῶν, ζωτικαὶ δὴ καὶ ὀρεκτικαὶ καὶ φυτικαί, τοῖς σώμασιν ἡμῶν ἐν τῷ θανάτῳ συναπολή‐ γουσιν· αἱ δὲ νοεραί τε καὶ λογικαὶ σύνεισί τε τῇ ψυχῇ καὶ ἐν τοῖς ἄνω χοροῖς συναυλίζονται. Τοιοῦτόν ἐστιν, ὦ ἱερώτατοι παῖδες, τὸ ‘διὰ πασῶν ὁδεῦσαι τῶν ἡλικιῶν

96

(150)

Χριστοῦ καὶ δυνάμεων‘.

97

(1t)

Εἰς τὸ τί ἐστιν ‘ὁ τοῦ πατρὸς ὅρος καὶ λόγοσ‘;
2 Ζητεῖτε τί ποτέ ἐστιν ‘ὁ τοῦ πατρὸς ὅρος καὶ λόγοσ‘ παρὰ τῷ πατρὶ ῥηθὲν περὶ τοῦ υἱοῦ, καὶ οἶμαι τοῦτο τῶν λίαν δυσκατανοήτων εἶναι, καίτοι τοῖς ἐξηγησαμένοις τὸ χωρίον οὐχ οὕτως ἔδοξεν, ὅτι μὴ ἀποδει‐
5κτικαῖς μεθόδοις προσωμιλήκασιν· ἦ γὰρ ἂν οὐκ ἀταλαιπώρως τὴν ἔν‐ νοιαν παρεδέξαντο. ἐγὼ δέ, ἐντυγχάνων Ἀριστοτέλει ἐν τῷ δευτέρῳ τῆς Ἀποδεικτικῆς τμήματι, ἁπανταχοῦ μέν, πρὸς αὐτῷ δὲ μάλιστα τῷ τοῦ βιβλίου τέλει, εὑρίσκω τοὺς μέσους ὅρους ὡς αἰτίους ὅρους καὶ λόγους τῶν κατηγορουμένων, οἷς κατηγοροῦνται, οἷον ‘τὴν πῆξιν τοῦ ὀποῦ‘
10ἢ ‘τὸ πλατύφυλλον‘ ὅρον καὶ λόγον ‘τῇ ἀμπέλῳ τοῦ φυλλορροεῖν‘, καὶ ὅλως ὁ δαιμόνιος οὗτος ἀνὴρ τὰ αἴτιά φησι λόγους εἶναι καὶ ὅρους τῶν αἰτιατῶν. ἐπὶ δὲ τοῦ θεολογικοῦ τούτου ῥητοῦ τὸ ἀνάπαλιν εὕρηται· τὸν γὰρ υἱόν, ὃς δὴ ἀπ’ αἰτίου γεγέννηται τοῦ πατρός, ὅρον φησὶ καὶ λόγον ἐκείνου, ὑφ’ οὗ καὶ γεγέννηται. τοῦτο μὲν οὖν πρῶτον ἄπορον, οὐκ ἔλαττον377
15δὲ πῶς ὅρος τοῦ πατρὸς ὁ υἱός· εἰ γὰρ ὅρος, καὶ πεπεράτωται ἐκείνῳ πρὸς ὃ δὴ καὶ ὥρισται· εἰ δ’ ἄπειρος ὁ πατήρ, πῶς ὥρισται τῷ υἱῷ; ζητῶ δὲ καὶ τίς ἡ διαφορὰ ὅρου καὶ λόγου. Εἰ δὲ καιρὸν εἶχον τοῦ λύειν τὰ ἄπορα, καὶ τὴν Πορφυρίου ἂν παρεῖχον ἀντίθεσιν, ἣν δὴ κομψῶς πάνυ προσάγει ἐν οἷς δὴ κατ’ αὐτοῦ τοῦ υἱοῦ
20λυττᾷ. ἤ, γάρ φησι, προφορικὸς ἢ ἐνδιάθετος· καὶ εἰ μὲν προφορικός, ἅμα τε λέγεται καὶ οὐκ ἔστιν· εἰ δὲ ἐνδιάθετος τῷ πατρί, πῶς ἀπ’ ἐκείνου κεχώρισται; τοιαύταις γὰρ ἐκεῖνος διαιρέσεσι κατατεχνολογεῖ τὸ θεῖον. ἀλλὰ πρὸς ἐκεῖνον μὲν ὁ πολὺς τὰς ἐκ τῶν λογίων χρήσεις Ἀπολινάριος σοφῶς πάνυ ἀπήντησεν· ἡμῖν δὲ λυτέον ὅπερ δὴ καὶ προὐθέμεθα.
25 Ὁ θεῖος οὗτος πατὴρ πάσαις ταῖς Ἀριστοτελικαῖς καὶ Πλατωνικαῖς πραγματείαις ὡμιληκώς, νῦν μὲν οὕτως, νῦν δὲ ἄλλως περὶ τῶν αὐτῶν διατάττεται· ἐπειδὴ γὰρ ἐκεῖνοι νῦν μὲν τὸ αἴτιον λόγον φασὶ τοῦ αἰτιατοῦ, νῦν δὲ τὸ αἰτιατὸν τοῦ αἰτίου, πρὸς ὃ βούλεται καὶ καταλλήλως ἔχει τῷ λόγῳ τὸ νόημα, ταῖς ἐκείνων ἀποχρῆται φιλοσοφίαις. αὐτίκα καὶ Πλάτων
30καὶ Ἀριστοτέλης καὶ ὁ μέγας Ἰάμβλιχος λόγον φασὶν εἶναι τὸ αὐτοκίνητον τῆς ψυχῆς καὶ οὐ δήπου τὸ αὐτοκίνητον ψυχῆς αἴτιον, ἀλλὰ τοῦ αὐτοκινή‐ του ψυχή· αἴτιον δὲ οὐχ ὡς κεχωρισμένον, ἀλλ’ ὡς συνυπάρχον. νοῦς μὲν γὰρ ἀκίνητος, σῶμα δὲ ἑτεροκίνητον· ἔδει δέ τι μέσον τῶν ἐναντίων εἶναι. τοῦτο γοῦν ἐστιν ἡ ψυχή, καὶ λόγος αὐτῆς τὸ αὐτοκίνητον πέφυκεν.
35ἐν οἷς μὲν οὖν ὁ λόγος αἰτίαν σημαίνει, ἐκείνοις αἴτιόν τέ ἐστι καὶ λόγος ὧν αἴτιόν ἐστιν· ὥσπερ τὸ μὴ ἔχειν χολὴν αἴτιόν ἐστι τῇ ἐλάφῳ μακρο‐ βιώσεως, καὶ τῷ ἀετῷ ἡ ξηρότης, ἃ δὴ καὶ λόγοι τῶν κατηγορουμένων εἰσί, τουτέστιν αἰτίαι. διὰ τί γὰρ ἡ ἔλαφος μακροβιωτάτη; ὅτι μὴ ἔχει
χολήν. καὶ ὁ ἀετὸς ὁμοίως, ὅτι ξηρός. διὰ τοῦτο τὰ τοιαῦτα αἴτια λόγοι378
40λέγονται κατ’ αὐτὸ δὴ τοῦτο τὸ αἴτια εἶναι. ἐν οἷς δὲ ὁ λόγος οὐκ αἰτίαν δη‐ λοῖ, ἀλλὰ συμφυΐαν, οὗ δὴ λόγος ἐστίν, ἐν τούτοις οὗτος μὲν αἰτιατόν ἐστιν, ἐκεῖνο δὲ ᾧ σύνεστιν ἀναίτιον. διὰ τοῦτο λόγος τοῦ πατρὸς ὁ υἱός, οὐχ ὡς αἴτιος ἐκείνου, ἀλλ’ ὡς συμφυὴς τῷ πατρί. Οὕτω μὲν οὖν τὸ πρῶτον ἀπόρημα λέλυται. διαφορὰ δὲ ὅρου πρὸς τὸν
45λόγον ἐστίν, ὅτι ὁ μὲν ὅρος τὸ ὁριζόμενον περατοῖ, καὶ οὐκ ἔστιν ὑπερ‐ βῆναι τὸν ὅρον τὸν τούτῳ συμπερατούμενον· ὁ δὲ λόγος συμφυΐας, ἀλλ’ οὐ περατώσεως σύμβολον. τί οὖν; πεπεράτωται τῷ υἱῷ ὁ πατήρ, εἴ γε ὅρος αὐτοῦ ἐστιν, ὡς συγκεκλεῖσθαι τὴν πατρικὴν φύσιν τῇ τοῦ υἱοῦ; ναί, εἴ γέ τις φιλοσόφως ὁμοῦ καὶ εὐγνωμόνως κατακούειν αἱροῖτο τοῦ βουλήμα‐

97

(50)

τος τοῦ ῥητοῦ. τῆς μὲν γὰρ πατρικῆς οὐσίας οὐδέν τι πέρας ἐστίν, ὥσπερ δὴ καὶ τῶν ἑτέρων δύο ὑποστάσεων, τῆς δὲ τοῦ πατρὸς προσηγορίας πέρας ἐστὶν ὁ υἱός· ἐπεὶ γὰρ τὰ ὀνόματα ταῦτα τῶν πρός τι, τὰ δὲ πρός τι ἀλλή‐ λοις συμπερατοῦνται, διὰ τοῦτο καὶ τῷ πατρὶ πέρας ἐστὶν ὁ υἱός. υἱοῦ γὰρ πατὴρ ὁ πατήρ, καὶ ὁ τοῦ πατρικοῦ ἀκούσας ὀνόματος τὴν τοῦ υἱοῦ
55συμπαρέλαβεν ἔννοιαν, καὶ τὴν πρὸς τὸν υἱὸν τοῦ πατρὸς σχέσιν τῷ υἱῷ συναπήρτισεν. οὐ μὴν ὁ ἐπὶ τῶν ἀποδείξεων λόγος μοι ταύτην ὑποβάλλει τὴν ἔννοιαν, ἀλλ’ ὥσπερ παρηλλαγμένος ὁ ἐν ἐκείναις λόγος πρὸς τὸν ἐνταῦθα λόγον, οὕτω καὶ οἱ ὅροι διάφοροι. ἐκεῖ γὰρ ὅρος λέγεται τὸ αἴτιον τοῦ αἰτιατοῦ, ὅτι ὁ τὸ αἰτιατὸν ὁρίσασθαι μέλλων εὐθὺς εἰς τὸν ὁρισμὸν
60τούτου παραλαμβάνει τὸ αἴτιον· ἐπεὶ γὰρ ἀποδείκνυται πάντα ἐκεῖσε, ἀρχὴ δὲ ὅρος τῆς ἀποδείξεως, διὰ τοῦτο τὰ αἴτια ὅροι πεφύκασι τῶν αἰτιατῶν. Ἐβουλόμην μὲν οὖν καὶ πρὸς τὴν τοῦ Πορφυρίου ἀντίθεσιν ἀποδύσασθαι, καὶ πλέον τι, ἴσως δὲ καὶ κρεῖττον εἰπεῖν ὧν Ἀπολινάριος εἴρηκεν. ἵνα δὲ
65μὴ δόξωμεν κατευμεγεθεῖν τοῦ ἀνδρὸς καὶ ταῖς δυσὶ τύπτειν τὸν ἀντι‐ καθιστάμενον τῷ λόγῳ τοῦ εὐαγγελίου, ἀρκούσης αὐτῷ καὶ τῆς μιᾶς ἐκεῖθεν πληγῆς, ἐνταῦθα τὸν λόγον στήσομαι, ἵνα μὴ δώσομεν τῷ
Πορφυρίῳ χώραν εἰπεῖν ὅτι ‘πρὸς δύο οὐδ’ Ἡρακλῆσ‘.379

98

(1t)

Εἰς τὸ ‘ὧν γὰρ τοὺς ἐπαίνους οἶδα, τούτων σαφῶς καὶ τὰς ἐπιδόσεισ‘
2 Οὐδὲν ἀπεικὸς φιλοσόφους ὄντας ὑμᾶς καὶ τὸ σαφὲς εἰδότας τῆς φρά‐ σεως ταῖς ῥητορικαῖς περιόδοις ὥσπερ ἐνίσχεσθαι· καθάπερ γὰρ τοῖς ῥήτορσιν ἄβατα τυγχάνει τὰ τῆς φιλοσοφίας νοήματα, οὕτω δὴ καὶ τοῖς
5φιλοσόφοις ἀπρόσιτοί πώς εἰσιν αἱ ῥητορικαὶ στροφαὶ καὶ κομψότητες. ἐβουλόμην μὲν οὖν ὑμᾶς ἀμφοτέρας τὰς δυνάμεις ἐπίστασθαι, ὥστε τὸν φιλόσοφον νοῦν λέξει ἀμπίσχεσθαι ῥητορικῇ, ἵν’ ὅλον ὑμῖν τὸ τοῦ λόγου
εἶδος ὡραῖον ἦν κατά τε τὸ φαινόμενον κάλλος καὶ τὸ νοούμενον. ἐπεὶ δὲ ἡ τῶν ὄντων ὑμᾶς κατάληψις θέλξασα περί τε φύσεως εὕρεσιν καὶ θεο‐380
10λογίας ἀκρίβειαν τῆς σοφιστικῆς τέχνης ἀπέστησεν, ἀναγκαῖον οὖν ἐστιν ἐμὲ τὸν ἑκατέρᾳ μερίδι προσομιλήσαντα καὶ μουσικῶς ἄμφω συγκερασά‐ μενον, ὥστε φιλοσόφως μὲν ῥητορεύειν, φιλοσοφεῖν δὲ τεχνικῶς, καὶ τὰς ῥητορικὰς ὑμῖν ἀναπτύσσειν τέχνας καὶ διερμηνεύειν ὅπως οἱ εἰς ἄκρον τῆς τέχνης ταύτης ἐληλακότες τὰ μὲν ἐλλείπουσι τοῖς οἰκείοις λόγοις, τὰ
15δὲ καὶ περιττῶς προστιθέασιν. οὐ γὰρ τοὺς περὶ Γοργίαν καὶ Πῶλον ἐζήλωκα, οὐδὲ τὴν τοῦ Πολέμωνος γλῶσσαν ἠγάπησα μετὰ ‘ῥοίζου‘ φθεγγομένην τῶν λέξεων, ἦθος δὲ οὐκ ἐπιδεικνυμένην φιλόσοφον, οὐδὲ τὴν Ἡρώδου γλυκύτητα τῷ φιλοσόφῳ ὕψει ἁρμόζουσαν· μετὰ δὲ Δίωνος καὶ Φαβωρίνου καὶ τοῦ Βυζαντίου κατείλεγμαι Λέοντος, ὧν ἥντινα ἂν
20λάβῃς ὑπόθεσιν, φιλόσοφός ἐστι λαμυρῶς ἀπηγγελμένη, τουτέστι δεξιῶς καὶ μετ’ ὀνομάτων καλῶν. Βούλομαι μὲν οὖν καὶ πρὸς τὴν Πλάτωνος τέχνην τοὺς ἐμοὺς παρελαύ‐ νειν λόγους καὶ ζηλοῦν τὴν ἐν ἐκείνῳ ῥητορικήν· ἀτεχνῶς δὲ τὸν τῆς χελώνης μῦθον ἀλήθειαν ἐμαυτῷ δείκνυμι, ‘ἵππῳ‘ καλῷ καὶ γενναίῳ καὶ
25ὑπερήλικι καὶ ἀτεχνῶς ποιητικῷ καὶ κατὰ ‘πεδίων κροαίνοντι‘ παραβαλ‐ λόμενος καὶ παραμιλλώμενος. ἐρρέτωσαν γὰρ Ἀριστεῖδαι καὶ Διονύσιοι καὶ εἴ τις ἕτερος κακῶς εἶπε τὸν ἄνδρα περὶ τὴν τῶν ὀνομάτων ἐπιλογήν. οὗτος γάρ, ὥς γέ μοι δοκεῖ, μόνος τῶν ἐξ αἰῶνος ἀνθρώπων τὰ τῆς φιλο‐ σοφίας ἄκρα καὶ ῥητορικῆς πατεῖ καὶ οὔτε πρὸς ἕτερον ἑαυτὸν παρήλασε
30ῥήτορα οὔθ’ ἑτέρῳ τοῦτον μιμήσασθαι δέδωκε. πλατὺν δὲ καὶ τοῦ Λογ‐ γίνου καταχέομαι γέλωτα, ὁπότε πρὸς τὴν ἐρωτικὴν τοῦ Λυσίου ἐπιστο‐ λὴν τὰς τούτου τέχνας περὶ τοῦ αὐτοῦ ἀντιθεὶς πράγματος, αἰσχύνεσθαί φησι περὶ τοῦ ἀνδρὸς ὅτι δὴ ἐλάττων ὤφθη τοῦ ῥήτορος. σὺ δ’, ὦ βέλτιστε, πρὸς αὐτὸν ἂν ἔγωγε φαίην, ἀπὸ ποίας ἐπιστήμης ἢ ἕξεως τὰς Πλάτωνος
35κανονίζεις τέχνας ἢ τίνα δύναμιν ἔσχηκας κρείττονα τῆς ἐκείνου, ὥστε κατανοεῖν δύνασθαι, ὅπῃ μὲν ὁ ἀνὴρ ἐνδεής, ὅπῃ δὲ πλούσιος; οὐκ ἀκούεις Πρόκλου τοῦ μεγάλου ὄντως φιλοσόφου διαρρήδην βοῶντος ὡς εἴ γε ἐβούλοντο οἱ κατ’ ἐκείνους θεοὶ συγγράμματα συντιθέναι ἢ λόγους ῥητορικούς, κατὰ τὴν Πλάτωνος ἁρμονίαν τε καὶ συνθήκην ταῦτα ἂν381
40συνετίθεντο; Ἀλλὰ σὺ μὲν καὶ Ἀριστείδης καὶ ὁ ἐξ Ἁλικαρνασσοῦ Διονύσιος εἰς ἕτερόν με καιρὸν ἀναμείνατε· λογικὴν γὰρ ἀναθέμενος τὴν σκευὴν ἐμαυτῷ, τὸν ὑπὲρ Πλάτωνος πρὸς ὑμᾶς αἱρήσομαι πόλεμον. ἐγὼ δὲ τοῦτ’ ἂν φαίην διατεινόμενος, ὡς οὐδεὶς ἂν τῶν πάντων ἀνθρώπων διαμιλλήσαιτο Πλά‐
45τωνι ἢ ὁ μέγας ἐν θεολογίᾳ Γρηγόριος, οὗ τὴν τήμερον εἰς ἐπίσκεψιν ἔθεσθε τὸ ‘ἐπ’ οὐδενὸς οὖν τῶν ἁπάντων, οὐκ ἔστιν ἐφ’ ὅτῳ οὐχὶ τῶν ἁπάντων‘. πρὸς οὓς ἂν εἴποιμι ὅτι κακουργεῖτε περὶ τοὺς λόγους, καὶ ταῦτα τρόφιμοι φιλοσοφίας τυγχάνοντες, οὐ μόνον τὰς ἐννοίας συγχέοντες, ἀλλὰ καὶ τὰς λέξεις αὐτὰς τῆς συμφράσεως διατέμνοντες. εἶτά γε οὐ

98

(50)

δεδοίκατε μὴ γράψηται ὑμᾶς Ἀθηναῖος ἀνὴρ πονηρίας, ἐς τὸν Ἄρειον πάγον ἀναγαγών; Τί δ’ ἔστιν ὅ φημι; ὅτι οὐκ ἐντεῦθεν τὸ ζήτημα ὀφείλετε προβαλεῖν, ἀλλ’ ἀπὸ τοῦ ‘ὧν γὰρ τοὺς ἐπαίνους οἶδα, τούτων σαφῶς καὶ τὰς ἐπιδό‐ σεισ‘· τὸ γὰρ ‘ἐπ’ οὐδενὸς οὖν τῶν ἁπάντων, οὐκ ἔστιν ἐφ’ ὅτῳ οὐχὶ τῶν
55ἁπάντων‘ μέρος ἐστὶν ἐκείνης τῆς περιόδου, τὸ καθόλου διὰ τῶν κατὰ μέρος ἐλέγχον. ἐπειδὴ γὰρ ὁ μέγας οὗτος ἀνὴρ διευκρινησάμενος ἄνωθεν, ὥσπερ ἐν προκατασκευῆς λόγῳ, τρία τινὰ προέθηκεν, ‘ἑαυτόν, τοὺς τῆς ἀρετῆς ἐπαινέτας, τοὺς λόγους αὐτούσ‘, δι’ ἃ ἀναγκαῖον ἑαυτῷ πεποίηκε τὸ πρὸς τὸν ἑταῖρον ἐγκώμιον, ἓν ἕκαστον τῶν ἀπηριθμημένων παραλαμ‐
60βάνων ἐφοδεύει ῥητορικῶς καὶ ἐπεξεργάζεται. διεξελθὼν δὲ τὰ περὶ τοῦ οἰκείου προσώπου καὶ τὸ πρῶτον πρώτως ἀκριβώσας κεφάλαιον, ἐπὶ τὸ δεύτερον ἦλθε, τοῦτο δὲ ἦν ἡ ‘πρὸς ἀρετὴν‘ τῶν ἀκουόντων ‘παράκλησισ‘· ‘ἐγκωμιζομένου‘ γὰρ ‘δικαίου‘ κατὰ τὸν εἰρηκότα ‘εὐφρανθήσονται λαοί‘, τὴν θείαν δηλονότι εὐφροσύνην καὶ ἡδονήν, ἣν διὰ τῶν ἔργων
65ἀποπληροῦντες πρὸς τὸν ἐγκωμιαζόμενον ἑαυτοὺς παρελαύνουσιν. εἶτα
ταύτην τὴν μερικὴν πιστούμενος πρότασιν, σεμνῶς καὶ καθόλου καὶ ἀποφαντικῶς τὴν περίοδον ταύτην ἐξήγαγεν· ‘ὧν γὰρ τοὺς ἐπαίνους οἶδα, τούτων σαφῶς καὶ τὰς ἐπιδόσεισ‘. Τὸ δὲ τοιαύτην ἔχει τὴν δύναμιν. ἀρεταὶ καὶ κακίαι, τέχναι τε καὶ382
70ἀτεχνίαι, δυνάμεις τε καὶ ἀδυναμίαι, αὐταὶ μὲν καθ’ ἑαυτὰς ὅπως ποτὲ ἔχουσιν, οὔτε αὔξησιν οὔτε ἐλάττωσιν δέχονται. δικαιοσύνη τε γὰρ καὶ ὁσιότης, ἀδικία τε καὶ ἀνοσιουργία, φιλόσοφός τε δύναμις καὶ ἀφιλόσοφος, ἵν’ οὕτως εἴπω, ἀδυναμία, ἐφ’ ἑαυτῶν ἑστᾶσιν ἀεί, τοῖς δὲ τῶν περὶ ἑκάτερα σπουδαζόντων βίοις ηὐξῆσθαι ταῦτα καὶ ἠλαττῶσθαί φαμεν,
75ὥσπερ ἐπὶ τοῦ χρυσοῦ καθ’ Ἡσίοδον γένους ἡ ἀρετὴ ηὔξηται, ἐπὶ δὲ τοῦ ἀργυροῦ κατ’ ἐκεῖνον ἠλάττωται, καὶ ἔτι νῦν μᾶλλον ἐπὶ τοῦ σιδηροῦ· τῆς δὲ ἑτέρας αὐξανούσης ἢ ἐλαττουμένης, ἡ ἑτέρα πάντως ὥσπερ ἐπὶ ζυγοῦ ἀναφέρεται ἢ καταφέρεται. τῆς δὲ τοιαύτης αὐξήσεως ἢ ἐλαττώ‐ σεως Ἕλληνες μὲν ἀστέρων πλοκὰς αἰτιῶνται καὶ εἱμαρμένην, ἡμεῖς δὲ
80τὸ τῆς προαιρέσεως αὐτοκίνητον καὶ κύριον τῆς ἐπ’ ἄμφω ῥοπῆς· ὃ δὴ μάλιστα ῥώννυται, τούτων ἢ ἐκείνων ἐπαινουμένων. ἀρετῆς μὲν γὰρ εὐφημουμένης πᾶς τις πρὸς ἐκείνην ῥέπει καὶ κατατείνεται· κακίας δὲ ἐπαινουμένης πολὺς αὖθις ὁ πρὸς ἐκείνην δρόμος ἐστί. καὶ ῥητορικῆς μὲν τιμωμένης σοφισταὶ πάντες καὶ ῥήτορες· φιλοσοφίας δὲ ἐγκρινομένης
85ἀποδείξουσι πάντες καὶ συλλογίσονται. καὶ Σικελιῶται μὲν πάντες τυραν‐ νικοὶ καὶ πρὸ πάντων ὁ Φίλιστος, ἐπειδὴ ἑκάτερος τῶν Διονυσίων τυραν‐ νεῖν μᾶλλον ἢ βασιλεύειν ἠγάπησεν· αὖθις δὲ γεωμέτραι καὶ σχημάτων καταγραφεῖς καὶ κονιορτοῦ μεστὰ τὰ βασίλεια, ἐπειδὴ Πλάτων τὸν νεώτερον Διονύσιον τοῦ τυραννεῖν ἀπάγων ἐς φιλοσοφίαν μετῆγεν·
90ἀλλ’ αὖθις ἀγεωμέτρητοι πάντες Διονυσίου μεταβαλόντος καὶ πρὸς τὸν Πλάτωνα δυσμεναίνοντος, καὶ πάντες εὐθὺς ἐπαινέται τῆς τυραννίδος καὶ τοῦ τυράννου θεραπευταί. ‘Ὧν οὖν‘ φησὶν ὁ μέγας ‘τοὺς ἐπαίνους οἶδα, τούτων σαφῶς καὶ τὰς ἐπιδόσεισ‘, τουτέστιν, ἐκεῖνα δὴ τὰ πράγματα ἐπιδιδόασιν, ὅσα δὴ καὶ
95τοῖς ἐγκωμίοις καταστέφεται. τὸ δὲ ‘σαφῶσ‘ ἐπὶ τοῦ δευτέρου κώλου οὐ παρέλκον ἐστίν, εἴρηται δὲ τῷ μεγάλῳ, ἵν’ ὑγιὴς αὐτῷ ἡ ἁρμονία τοῦ λόγου γένηται· οὐ γὰρ ἔδει τὸν ῥήτορα περιττοσυλλαβεῖν ἐν τῷ ἐφεξῆς
τῆς περιόδου κόμματι. οὕτω γοῦν σεμνῶς ἀποφηνάμενος τὴν περίοδον, ἐπαγωγικῶς αὖθις ταύτην πιστοῦται, οὐ τοὺς κατὰ μέρος ὀνομαστὶ383

98

(100)

δεικνύς, ἀλλὰ διὰ τοῦ ‘ἐπ’ οὐδενὸς τῶν ἁπάντων‘ τοῦτο βουλόμενος. οὕτω, γάρ φησι, δυνατόν ἐστιν ὅπερ εἴρηκα, ὅτι πᾶν ἐπαινούμενον ἐπίδοσιν λαμβάνει καὶ αὔξησιν, ὡς καὶ ἐν ἑνὶ τῶν πάντων ἀνθρώπων τοῦτο δείκνυ‐ σθαι, ὡς εἶναι τὸν αὐτὸν νῦν μὲν ἐργάτην ἀρετῆς, ταύτης ἐπαινουμένης, νῦν δὲ κακίας, ἐκείνης ἐξυμνουμένης, καὶ νῦν μὲν φιλοσοφίας, νῦν δὲ
105ῥητορικῆς· ἐπ’ οὐδενός, γάρ φησιν, ἀνθρώπου τῶν ἁπάντων οὐκ ἔστιν ἐφ’ ᾧτινι τοῦτο τῶν ἁπάντων πραγμάτων οὐχ εὑρεθήσεται, αὔξησις καὶ ἐπίδοσις ἐπαινουμένων καὶ σεβομένων. τὸ μὲν γὰρ ‘ἁπάντων‘ τὸ πρότερον ἐπὶ προσώπων εἴρηται, ἐπὶ πραγμάτων δὲ τὸ ἐφεξῆς. Ἔστι δὲ ἡ ἔννοια αὐτοτελὴς μὲν τῇ δυνάμει καὶ τῷ ῥητορικῷ ζήλῳ καὶ
110τὸ ὅλον συνεστραμμένη καὶ Ἀριστείδειος, ἐλλείπουσα δὲ ταῖς λέξεσι, καὶ διὰ τοῦτο συγκεχύσθαι δοκοῦσα, μᾶλλον δὲ συγκεκόφθαι καὶ ἡμίτο‐ μος φαίνεσθαι. τὰ δὲ τοιαῦτα νοερὰ μᾶλλον κατὰ φιλοσόφους εἰσὶ καὶ ἄγαν Πλατωνικὰ διὰ τὴν τῶν νοημάτων συναίρεσιν, ὥσπερ σωματικὰ καὶ διαστατὰ ἐν οἷς πολλὴ ἡ ἀνάπτυξις· διὸ καὶ Πλάτων ἐν μὲν τῷ Γορ‐
115γίᾳ πλατύς ἐστι καὶ διεξωδευμένος, ἐν δὲ τῷ Παρμενίδῃ στρυφνὸς ἄγαν καὶ συνεστραμμένος πρὸς ἑαυτόν. τοιοῦτός ἐστι καὶ Πλωτῖνος καὶ Πρό‐ κλος ὁ μέγας τὸν θεολόγον ἄνδρα προστοιχειούμενος, καὶ πρὸ τούτων Ἀριστοτέλης, ἐν μὲν ταῖς νοεραῖς τῶν ψυχῶν συμπτύξεσιν ἀμφιλαφής τε ἄγαν καὶ πεπυκνωμένος ἐς στενὸν τοῖς νοήμασιν, ἐν δὲ ταῖς περὶ ζῴων
120φυσιολογίαις ἡδὺς ἄγαν καὶ ἀνεπτυγμένος καὶ τῷ κάλλει τῶν λόγων περι‐ λεσχήνευτος. πρὸς τοῦτον δὴ τὸν ἄνδρα οἶμαι καὶ Δημοσθένην καὶ Ἀρι‐ στείδην τοὺς ῥητορικοὺς λόγους ἐργάζεσθαι. ἀλλ’ ὁ μὲν Ἀριστείδης τὴν πάμφωνον ἁρμονίαν τῆς τέχνης ἠθέτησε· διὰ τοῦτο μονοειδής τέ ἐστι καὶ προσκορὴς καὶ τὴν λέξιν τὰ πολλὰ ἀσαφής. ὁ δὲ Δημοσθένης Παράσιος
125μὲν περὶ τὸν Ἑρμῆν, Μύρων δὲ περὶ τὴν τοκάδα· πρὸς γὰρ πᾶσαν τέχνην ἕξιν τε τῶν ἀκουόντων καὶ δύναμιν ἑαυτὸν συναρμόσας, νῦν μὲν καλλιεπής ἐστι καὶ ἠχῶν ἄγαν τῷ κρότῳ τῶν λέξεων, νῦν δὲ συνεσπακὼς τὰς τῶν λόγων ὀφρῦς καὶ σκυθρωπάζων τὰ πολλὰ κατὰ τὸν Ἡράκλειτον, καὶ νῦν μὲν ἄγονος καὶ στρυφνός, νῦν δὲ πότιμος καὶ τρυφῶν, καὶ νῦν μὲν λελυμέ‐
130νος τὴν φράσιν, νῦν δὲ συνεστοιβασμένος τῷ ποικίλῳ τῆς ἐκφωνήσεως.
οὓς δὴ πάντας ὁ μέγας ἐν θεολογίᾳ Γρηγόριος ὥσπερ δὴ ἀετὸς κολοιοὺς ἀφῆκεν ὑπερπτερυξάμενος. καὶ νῦν μὲν ἀναποδείκτως φημί· ἐν δὲ καιροῖς τοῖς καθήκουσιν, ἀσινῆ με φυλάττοντος τοῦ θεοῦ, καὶ σαφῆ δώσω τὸν ἔλεγχον.384

99

(1t)

Εἰς τὸ ‘καὶ ἡμῖν μὲν βρωθήσεται ὁ ἀμνός, οἱ δὲ θρηνείτωσαν‘
2 Τῷ κατὰ τὴν ἱστορίαν τοῦ ἀμνοῦ πράγματι προσαρμόζων ὁ μέγας πα‐ τὴρ τὸν τῆς ἀναγωγῆς λόγον, εὐκρινῶς ἅμα καὶ ὑψηλῶς διαιρεῖ τίνα τε τοῦ ἀμοῦ βρωτέα τοῖς ἐσθίουσι νοερῶς καὶ τίνα μή, καὶ τὸ τοῦ Μωυσέως
5ὑποδὺς πρόσωπον, μᾶλλον δὲ μεῖζον καὶ θεοειδέστερον ἑαυτῷ περιθέμε‐ νος, ὅτι καὶ κρειττόνως τὸ κρεῖττον ἑώρακε, παρακελεύεται τοῖς ἀπὸ τῆς αἰσθήσεως διαβαίνειν ἢ ἀναβαίνειν ἐπὶ τὸν νοῦν αἱρουμένοις τὸν θεῖον ἐσθίειν ἀμνὸν ἐν ὑποτυπώσει μυστικῆς θεωρίας, ὥσπερ δὴ καὶ ἡ ἱστορία τὴν αἰσθητὴν βρῶσιν ὑποδεικνύει. ὁ τοίνυν σωματικὸς ἐκεῖνος ἀμνός,
10κατὰ τὴν τοῦ γένους φύσιν μεμορφωμένος καὶ τριπλεκὲς ἔχων τὸ σωμά‐ τιον ἐκ στερεῶν καὶ ὑγρῶν καὶ πνευμάτων συγκείμενον, καθάπερ δὴ φύσις ἐστὶ τοῖς ἐμψύχοις σώμασι, τῶν γοῦν ὀστέων ἐξαιρουμένων εἰς βρῶσιν ὑπέκειτο τοῖς ἐν Αἰγύπτῳ τελοῦσι τὸ πάσχα αἰσθητήν, καὶ κατεσθίετο οὐχ ὅλος, ἀλλ’ αἱ μὲν σάρκες καὶ τὰ ἐντόσθια, ἥ τε κεφαλὴ
15καὶ οἱ πόδες καὶ τὸ πιμελῶδες καὶ τὸ χονδρῶδες τοῦ σώματος εἰς ἐξουσίαν τροφῆς διεμερίζοντο τοῖς ἐσθίουσιν, ἄβρωτα δὲ διὰ τὴν στερρότητα κατ‐ ελιμπάνοντο τὰ ὀστᾶ. Ἐπιτάττει τοίνυν καὶ ἡμῖν ὁ μέγας οὗτος πατὴρ ἐσθίειν τὸ πάσχα τὸ μυστικόν, καὶ τὰ μὲν τοῦ ἀμνοῦ τοῦ θείου τῷ διαιρετικῷ λόγῳ καταμα‐
20σᾶσθαι, εἶθ’ οὕτως καταλεαίνειν καὶ προσοικειοῦν τῇ ψυχῇ, τὰ δὲ ὡς
ἡμῖν δυσκατέργαστα διὰ τὴν νοερὰν στερρότητα καὶ τῇ ἐπικήρῳ φύσει δυσανάλωτα ταῖς κρείττοσι παρεᾶν φύσεσιν. ἀλλ’ ἐπειδὴ καὶ αὐτός, μετὰ τὸν μέγαν πατέρα γεγονώς, ἐπιτάττειν ὑμῖν ἐπιτέτραμμαι ὅπως δεῖ τὸν λόγον ἐσθίειν, λεπτοτέραν ἤπερ ἐκεῖνος ποιήσομαι τὴν διαίρεσιν, τῶν κατὰ385
25μέρος μερῶν τοῦ ἀμνοῦ μεμνημένος καὶ πρὸς τὴν πνευματικὴν θεωρίαν τὴν πλάσιν μεταβιβάζων τοῦ σώματος. κεφαλὴ τοίνυν προτέτακται τοῦ ἀμνοῦ, εἶτα δὴ τένων τοῖς σπονδύλοις διειλημμένος ἰθυτενῶς τοῖς ὤμοις ἐναπολήγει, ἀφ’ ὧν δὴ οἱ ἐμπρόσθιοι πόδες τὴν δημιουργίαν εἰλήχασι. μεθ’ οὓς ἄνω μὲν ὁ νῶτος καὶ τὸ τῆς ῥάχεως ὀστοῦν διατέταται, κάτω
30δὲ τὸ κοῖλον τῆς γαστρὸς πέπλασται· μεθ’ ἃ δὴ καὶ οἱ ὀπίσθιοι πόδες συναναπλασθέντες εἰς οὐρὰν ἀπολήγουσι. τούτων δὲ τῶν μερῶν ὑψηλο‐ τέρα μὲν ἡ κεφαλή, ἢ μᾶλλον εἰπεῖν προβεβλημένη· τὸ γὰρ ὑψηλὸν ἐπὶ τῆς τοῦ ἀνθρώπου διαμορφώσεως καὶ Ἀριστοτέλης ἐν τῷ Περὶ τῶν τοῦ ζῴου μορίων βιβλίῳ διηρμήνευσεν. οἱ δὲ πόδες κάτω που περὶ τὴν γῆν
35τὴν βάσιν ἐρείδουσι. τοιοῦτος τοίνυν καὶ ὁ θεῖος ἀμνὸς πέφυκεν, ‘ὁ τοῦ πατρὸς ὅρος καὶ λόγοσ‘, ἐκ κεφαλῆς συγκείμενος καὶ ποδῶν, θεότητος λέγω καὶ ἀνθρωπότητος· καὶ δεῖ ἄμφω ἐσθίειν αὐτοῦ νοερῶς, ἀφ’ ἑκα‐ τέρων διατρεφομένους, ὅτι θεὸς ὢν τέλειος ἄνθρωπος ἐγένετο τέλειος, καὶ τῶν ‘πατρῴων κόλπων‘ μὴ ἀποστὰς ἐπὶ τὴν ἡμετέραν ἐσχατιὰν κατ‐
40εληλύθει, καὶ ὅλον μὲν τὸν ἄνθρωπον ὑποδὺς τὸν ἐν ἐμοὶ ῥύπον τῷ καθαρῷ τῆς φύσεως κατηνάλωσε, καὶ ὡς ἐτηρήθησαν αἱ φύσεις εἰς ταὐτὸ συνελη‐ λυθυῖαι, ὅτι τε μία καὶ μετὰ τὴν ἕνωσιν ὑπόστασις πέφυκεν (οὐ γὰρ τὸν μερικὸν ἀνέλαβεν ἄνθρωπον, ἵνα ἐκ δύο ὑποστάσεων ἡ ἕνωσις γένηται), ἀλλ’ αὐτὸς δή, ἡ μία τῆς τριάδος ὑπόστασις, καὶ τῇ σαρκὶ γεγονώς, ἓν
45αὖθις καθέστηκε πρόσωπον σύνθετον δυσὶ συγκείμενον φύσεσιν. οὕτω μὲν οὖν τὰ μέρη τοῦ θείου ἀμνοῦ τοῖς διαιροῦσι λόγοις καὶ αὖθις ἑνοῦσι τὸ σύγκραμα, τὸ μὲν διαιρῶν κατὰ μόνην ἐπίνοιαν, τὸ δὲ συνενῶν καὶ διαμασώμενος, προσφυῶς δὲ τῇ ὑποδοχῇ, παράπεμπε τῇ ψυχῇ. ὑποδοχὴ δὲ ψυχῆς ἡ δεκτικὴ δύναμις τῶν πνευματικῶν ἐστι θεωριῶν, ἥτις δὴ

99

(50)

εὐδιαίρετα λαβοῦσα τὰ δόγματα, τῇ ζέσει τοῦ πνεύματος διαθερμάνασά τε καὶ πνευματικώτερον ἀλλοιώσασα, ἀναδώσει πρὸς πέψιν καὶ τῇ πάσῃ ἑαυτὴν προσοικειώσῃ οὐσίᾳ. Ἀλλ’ ἐπειδὴ ἡ τῶν κεφαλῶν ὑπόστασις κορυφήν τε ἔχει, ἐν ᾗ δὴ ἡ τῶν τριχῶν συνελίττεται λίσσωσις, ὦτά τε τοῖς κροτάφοις παρακείμενα, ζητη‐
55τέον τίς ἡ κορυφὴ τῆς θεότητος, τίνα τὰ ὦτα, πῶς δεῖ ἐκλαμβάνειν τοὺς ὀφθαλμούς, πῶς τὰς ὑπερκειμένας ὀφρῦς, τί αἱ παρειαὶ ὑπαινίττονται, τί τὸ στόμα, πῶς δεῖ καὶ τὰ λοιπὰ νοεῖν μόρια. Κορυφὴ τοίνυν τῆς θείας ἡμῶν κεφαλῆς, τοῦ θείου φημὶ λόγου, ὁ ἐκεῖνον γεννήσας ἀσωμάτως καὶ ὑπὲρ λόγον πέφυκε πατήρ. δεῖ γοῦν καὶ τὴν386
60κορυφὴν ἐσθίειν, τουτέστιν ἐννοεῖν ὡς οὐ κατὰ προβολὴν ἡ γέννησις σώματος, καὶ ὡς ἐκεῖθεν μὲν ὁ λόγος, οὐ μετ’ ἐκεῖνον δέ, καὶ ὡς τῷ αἰτίῳ μόνῳ ‘μείζων ὁ πατὴρ‘ τοῦ υἱοῦ. Ἐπεὶ δὲ καὶ τρίχες τὴν κεφαλὴν περισκέπουσιν, αἵτινες δὴ ὁ ἀθεώρητός ἐστι γνόφος, ὁ τὴν πατρικὴν περικαλύπτων ὑπόστασιν, διαιρετέον καθό‐
65σον δεῖ ταύτας, καὶ οὕτως ἐπιβλητέον τὴν ἐφάπτουσαν δύναμιν τῆς ψυχῆς τὴν ὑπὲρ λόγον καὶ ἔννοιαν. Ἁψώμεθα οὖν τῶν ὤτων τοῦ θείου ἀμνοῦ, πνευματικῶς ἀκούοντες τὸ σεσαρκῶσθαι καὶ τὸ ‘ὁ λόγος σὰρξ ἐγένετο‘· οὐ γὰρ δὴ ἀποσαρκωθῆναι τὸν λόγον κηρύττομεν, οὐδὲ εἰς σάρκωσιν παγῆναι τὴν ἀσώματον τούτου
70ὑπόστασιν, ἀλλὰ μεμενηκέναι μὲν ὅπερ ἦν, προσλαβεῖν δὲ ὅπερ οὐκ ἦν. Φάγωμεν καὶ τοὺς ὀφθαλμούς, πνευματικῶς ὁρῶντες καὶ μὴ τοῖς τῶν ὁρωμένων ἀποτειχιζόμενοι σώμασιν, ἀλλὰ νοερῶς ἐμβαθύνοντες ταῖς θείαις ἐλλάμψεσι. Μηδὲ τὸ τῶν ὀρφύων μέρος ἐάσωμεν ἄβρωτον, περισκέποντες τὸ
75διορατικὸν τῆς ψυχῆς, ἵνα μὴ ἄνωθέν ποθεν τῶν ἐν ἀέρι πνευμάτων ἁλ‐ μυρὰ ἐπιχυθεῖσα ῥοὴ ἐπ’ αὐτὸν ἔλθῃ τὸν ὀφθαλμόν. Τί δὲ οὐχὶ καὶ τῆς ῥινὸς ἐφαψόμεθα, εὐωδιαζόμενοι τῷ θείῳ μύρῳ, ὃ δὴ αὐτὸς ἠλείψατο πρὸ τοῦ πάθους ὁ κύριος; ‘εὐωδία‘ γάρ ἐσμεν πνευ‐ ματικὴ κατὰ τὸν ἀπόστολον. ὅσον μὲν οὖν τῶν θεωριῶν καθαρὸν ἑλκτέον
80οἷα διά τινος ῥινὸς τῆς ἑλκτικῆς δυνάμεως τῆς ψυχῆς· ὅσον δὲ ἀχλυῶδες καὶ ζοφερὸν ἔξω που ἐατέον ἐπέχουσιν ἑαυτοὺς καὶ τὸ ἀχλυῶδες μὴ ἕλ‐ κουσι. Μὴ φεισώμεθα δὲ μηδὲ τοῦ στόματος, ὃ δή ἐστι ‘πηγὴ‘ τῆς ‘ζωῆσ‘ καὶ τῆς ἀθανασίας, ᾧ δὴ ὁ προσπελάσας τὰ θεῖα ἀρύεται νάματα. ἀλλὰ μὴ
85ἀθρόον τῷ νάματι ἐπεισπηδήσωμεν, ἀλλὰ διελόντες τὰ χείλη, ἵν’ οὕτως ἐμφανὴς ἡ πηγὴ γένηται· ἐπεὶ μηδὲ τῆς κάλυκος τοῦ ῥόδου ἁπλῶς οὕτως ὀσφραινόμεθα, πλὴν ἢ τὰ πέταλα διελεῖν καὶ οὕτως εὐωδίας καταπολαῦσαι. Τοὺς δὲ ὀδόντας θεασώμεθα μέν, μὴ συντρίψωμεν δέ, ἐπεὶ μηδὲ δυνα‐
τὸν ἡμᾶς οὕτως τὸν σωτῆρα διαιρεῖν καὶ νοεῖν ὡς οὗτος ὁ θεῖος ἀμνός·387
90διὰ ταῦτα γὰρ καὶ ἀφανεῖς καθεστήκασι, ταῖς τε παρειαῖς καὶ τοῖς χείλεσι καλυπτόμενοι. τῶν μὲν οὖν καλυμμάτων μετρίως ἁψώμεθα· ἃ δὲ ταῦτα συγκαλύπτουσι, τοῖς ἄνω θησαυροῖς ἀδιερμήνευτα καταλείψωμεν. Γενώμεθα καὶ τοῦ αὐχένος ἐν μεταλήψει, ἕλκοντες τὸν θεῖον ‘ζυγόν‘, ὃν δὴ ὁ μὲν Ἐφραὶμ ἀπαυχενίσας διέρριψεν, ἡμεῖς δὲ ὡς ‘ἐλαφρότατον
95φορτίον‘ ἑαυτοῖς περιθήσομεν. Ἁψώμεθα καὶ τῶν ὤμων, εἰς τοὺς περὶ καρτερίας λόγους ἐμβάλλοντες ἑαυτούς, καὶ τὰ μὲν δυσβάστακτα τοῦ σκιώδους νόμου ἀπορριπτοῦντες παραγγέλματα, τὰ δὲ τοῦ κυρίου διατάγματα ἐλαφρῶς περιφέροντες. Βρωτέον ἡμῖν καὶ τὸ χονδρῶδες τῆς ἀρτηρίας, ἥτις δὴ κατὰ τὸ ἐμπρό‐

99

(100)

σθιον μέρος κειμένη τοῦ πνεύματός ἐστιν ἀγωγός· αὕτη δὲ ἡ πνευματικὴ πέφυκεν ἄνοδος, δι’ ἧς τοῦ πνεύματος σπῶντες διαρριπίζομέν τε καὶ οἷον περιθάλπομεν τὸ βάθος τῆς ψυχῆς. Ἁψώμεθα καὶ τοῦ στήθους καὶ παντὸς τοῦ θώρακος· τοῦτο γὰρ μά‐ λιστα τὴν ζωτικὴν περικαλύπτει καρδίαν, τουτέστι πᾶσαν τὴν πνευματι‐
105κὴν θεωρίαν, ἥτις δὴ καὶ μάλιστα τὴν νοητὴν διαθερμαίνει τροφὴν καὶ μεταβάλλει πρὸς εὐκινητοτάτην ῥοὴν καὶ εὐάγωγον ποιεῖ τοῖς θείοις αὐλῶσι, δι’ ὧν ἡ ἀρδεία τοῦ πνεύματος τοῖς τῆς ψυχῆς παραπέμπεται μέρεσι. Μὴ φεισώμεθα μηδὲ τῶν ἐνδοσθίων αὐτῷ, ἀλλὰ πρῶτα μὲν
110δίας ἁψώμεθα, ‘συντρίβοντεσ‘ τὴν ἡμετέραν εἰς δύναμιν καὶ ‘ταπεινοῦν‐ τεσ‘ διὰ τὸν ὑπὲρ ἡμῶν ‘ἑαυτὸν ταπεινώσαντα‘, ἵνα ‘μὴ ἐξουδενωθείημεν τῷ θεῷ‘, τό τε ἡγεμονικὸν διακαθαίροντες καὶ μὴ προσδεχόμενοι τοὺς ἀπὸ τῆς γῆς ‘εἰς τὴν καρδίαν διαλογισμοὺς ἀναβαίνοντασ‘. Ἐπεὶ δὲ οὐκ αὐτάρκης αὕτη πρὸς ζωὴν πολλῷ τῷ πυρὶ ὑπερβλύζουσα,
115εἰ μὴ ῥιπισθείη τῷ πνεύμονι, ὃ δὴ σῶμα σομφῶδες καὶ εὐανάλωτον πέ‐ φυκε, μεταλάβωμεν καὶ τοῦ πνεύμονος τῶν διατηρούντων λογισμῶν τὴν ἡμετέραν ψυχὴν ἀδιάφθορον καὶ ἀλώβητον. Ἁψώμεθα καὶ τῆς γαστρός, οὐ μόνως ταύτης, ἀλλὰ καὶ τῶν ἐντέρων ἐσθίοντες, ἀπέριττον ταύτην διαφυλάττοντες καὶ μὴ τοῖς βρώμασι βαρυ‐
120νόμενοι, ἀφ’ ὧν δὴ αἰθαλώδης ἀναθυμίασις περὶ τὸν ἐγκέφαλον ἄνεισι καὶ πληροῖ ἀχλύος τὴν μήνιγγα, ἀφ’ ἧς δὴ καὶ τὰ ἔγκατα πληρούμενα ὀγκοῖ τὸν ἡμέτερον νοῦν καὶ διαφυσᾷ καὶ μάλιστα δὴ τὸ τυφλὸν ἔντερον, ὃ δὴ πονηρός ἐστι λογισμός, δεκτικὸς ἐντεῦθεν ἀκαθαρσίας γενόμενος
καὶ καχεκτικὴν τὴν ψυχὴν ἐργαζόμενος.388
125 Τὸ δὲ ἧπαρ μετὰ τῶν σιμῶν καὶ κυρτῶν φάγωμεν μερῶν, τὴν ἐπιθυ‐ μίαν ἐπεκτείνοντες, ποτὲ μὲν περὶ τὰ ὑπερφυῆ καὶ μετέωρα, ποτὲ δὲ ἐπὶ τὰ ἐλάττονα τὴν γνῶσιν ἔχοντα, ἃ δὴ αἱ πρῶται καὶ δεύτεραι φύσεις τυγχάνουσιν. Ἠρέμα δὲ καὶ τοῦ σπληνὸς ἐφαψώμεθα, τὴν ἄλογον διακαθαίροντες
130δύναμιν, ἐν ᾧ δή, οἷόν τις μέλας χυμός, ὁ πονηρὸς δαίμων ἐγκάθηται καὶ ταῖς πονηραῖς ὑποσποραῖς μολύνει τὸ τῆς ψυχῆς καθαρόν· ἀλλ’ ἡμεῖς ἐπιπειθὲς καὶ τὸ ἄλογον μέρος τῷ λόγῳ ποιήσωμεν, ἵνα μηδὲ ὁ σπλὴν ἡμῖν ἄβρωτος γένηται. Τούτων μὲν οὖν ὡς ἐφικτὸν ἡμῖν τῷ λόγῳ ἁψάμενοι, τὴν οἰκείαν
135ψυχὴν διαθρέψωμεν· τοῖς δὲ ὀστοῖς δέος τὸν ὀδόντα ἐπιβαλεῖν, δυσκατέρ‐ γαστα γὰρ ταῦτα καὶ ἄβρωτα, οὐ διὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ διὰ τὴν ἡμετέραν ἀσθένειαν. ὀστᾶ δὲ τοῦ λόγου οἱ ἀπόρρητοι περὶ θεότητος λόγοι, αἱ ἀνέκφραστοι περὶ οἰκονομίας αἰτίαι· ὀστοῦν γὰρ ὡς ἀληθῶς τὸ ζητεῖν πῶς ὁ πατὴρ γεγέννηκε τὸν υἱόν, πῶς τὸ πνεῦμα προβάλλεται, τίς διαφορὰ
140προβολῆς καὶ γεννήσεως· ὀστοῦν αὖθις ἄβρωτόν τε καὶ ἀδιαίρετον τὸ διερευνᾶσθαι πῶς ἀνεκράθη σαρκὶ ὁ θεός, τίς ὁ λόγος τῆς κράσεως. ταῦτα γὰρ τὰ ὀστᾶ εἰ διαθλάσαι θελήσειας, οὔτε τι ἐξ αὐτῶν βρώσεις, καὶ βλάψεις τὴν δύναμιν πρὸς τὴν πέψιν οὐκ ἀρκοῦσαν οὐδ’ ἀποχρῶσαν. τὰ μὲν οὖν ἐνδόσθια φάγε, τὰ κεκρυμμένα τοῦ λόγου μυστήρια, ἐπεὶ καὶ
145ταῦτα περικαλύπτεται, ἐπεὶ καὶ ὑπείκει τοῖς ὀδοῦσι καὶ διαμασώμενα συμπιέζεται· μὴ ἅψῃ δὲ τῶν ὀστῶν, ταῦτα γὰρ μόλις καὶ δυνάμεις ἀγ‐ γελικαὶ διαθλάσουσιν. Οἶδα ὅτι πέρα τοῦ μετρίου τὸν λόγον ἐξήνεγκα, καί γε ὑμῶν ἐνίους ὁρῶ καὶ πρὸς τὸ τοῦ λόγου μῆκος ἀπαυδῶντας καὶ πρὸς τὸ λεπτὸν τῶν θεω‐

99

(150)

ριῶν δυσχεραίνοντας. διὰ ταῦτα καὶ αὐτός, τῶν ἀκριβεστέρων θεωριῶν ὥσπερ δὴ ὀστῶν ἀπεχόμενος, ἐς τὰς παχυτέρας σάρκας ὥσπερ δὴ εἰς
σάρκας εὐδιαιρέτους τὸν λόγον ἐπαναπαύω.389

100

(1t)

Εἰς τὸ ‘ἔστι τοίνυν ἐξετάσαι πρᾶγμα καὶ δόγμα‘
2 Ἔδει μέν, ὦ φίλτατοι παῖδες, μὴ πολυπραγμονεῖν τὴν τοῦ μεγάλου πατρὸς λύσιν, ἣν ἐποιήσατο περὶ τῆς προσαγωγῆς τοῦ αἵματος, ὃ δὴ ὑπὲρ ἡμῶν ὁ καθ’ ἡμᾶς γενόμενος θεὸς ἔχεε, μηδ’ ἑτέρας ἀξιοῦν λύσεως,
5ἀποχρώσης τῆς πρώτης πρὸς πάσης ἀντιλογίας ἄλυτον ἔνστασιν. ἐπεὶ δὲ ἐνίους ὑμῶν ὁρῶ περὶ τοῦτο τὸ ζήτημα στρεφομένους καὶ τὴν μὲν ἀπο‐ ρίαν ἄγαν ἀποδεχομένους ὡς γενναίαν, τὴν δὲ λύσιν καὶ μάλιστα δυσχε‐ ραίνοντας, ὅτι μὴ οὕτως ἀπήντησεν ὡς ἠπόρησε, τήν τε διαφορὰν ζητοῦν‐ τας τοῦ πράγματος καὶ τοῦ δόγματος, διὰ ταῦτα ἐμαυτὸν εἰς τὴν τοιαύτην
10καθῆκα ἐξέτασιν, ἅμα μὲν ἀναχωννύων καὶ τὸν τοῦ μεγάλου πατρὸς νοῦν, ὃν τῇ λέξει κατακρυψάμενος φαίνεται, ὁμοῦ δὲ καὶ τὸ δόγμα πρὸς τὸ πρᾶγμα παρεξετάζων καὶ διδοὺς ὑμῖν ὅπως δεῖ νοεῖν τὴν τούτων δια‐ φοράν. Πρᾶγμα τοίνυν ἐστὶ μόνως ὃ δὴ πραττόμενον οὐδεμίαν ἀντιλογίαν τοῖς
15ὁρῶσι δίδωσι. τὸ γοῦν τὸν βοῦν τὴν αὔλακα τέμνειν καὶ τὸν δελφῖνα τῶν ὑδάτων διολισθαίνειν καὶ τὸν ἀετὸν πέτεσθαι, ὁπότε ταῦτα γίνηται, πράγματά εἰσιν ἀδογμάτιστα· οὐ γὰρ τοῖς μὲν νήχεσθαι δοκεῖ ὁ δελφίν, τοῖς δὲ οὔ· καὶ τὸν ἀετὸν δ’ ἐπίσης πάντες ὁρῶμεν τῷ ἀέρι περιποτώμε‐ νον, ὁπότε δὴ πέταται. ὃ δὲ πράττεται μέν, δόξαις δ’ ἑτερογνώμοσι ταῖς
20τῶν ὁρώντων ἢ νοούντων καταμερίζεται, τοῦτο μετὰ τοῦ πράττεσθαι καὶ δογματίζεται· τὸ γὰρ δόγμα ἀπὸ τοῦ δοξάζειν παρῆκται, ὃ δὴ πάλιν ἀπὸ
τῆς δόξης μετωνόμασται, δόξα δέ ἐστι πράγματος ἀμφιβόλου μετὰ πολυπραγμοσύνην ἀπόφασις, ὥς που φαμὲν τὴν ψυχὴν τὸν Πλάτωνα δοξάζειν ἀθάνατον· ἀφ’ οὗ δὴ καὶ δόγμα Πλατωνικὸν τὸ ἀθάνατον εἶναι390
25τὴν ψυχήν. ἐπεὶ γὰρ οἱ περὶ Σιμμίαν καὶ Κέβητα ἄλλως περὶ ταύτης ἐδόξαζον, ἁρμονίαν τινὰ θέμενοι καὶ τοῖς σώμασιν ἀπολιμπάνοντες, οὗτος δὲ τὸν τῆς ἁρμονίας λόγον ἐξήλεγξε, κἀντεῦθεν εὕρατο τὴν τῆς ψυχῆς ἀθανασίαν, διὰ τοῦτο τὸ μετὰ μυρίαν πολυπραγμοσύνην αὐτῷ εὑρεθὲν καὶ ἀποφανθὲν δόγμα ὠνόμασται ἀπὸ τοῦ δοξάζειν οὕτως ἔχειν
30ὥσπερ ἀποδεικτικῶς συνελογίσατο. Ἀλλὰ τὸ μὲν δόγμα πάντως καὶ πρᾶγμα ὑποκείμενον ἔχει, πρὸς ὃ ἡ τοῦ δοξάζοντος δόξα προσφέρεται, οὐ πᾶν δὲ πρᾶγμα καὶ τὸν λόγον τοῦ δόγματος ἐπιδέχεται· τῶν γὰρ πραγμάτων ὅσα πρόδηλα καθεστήκει καὶ ἐμφανῆ ἀδογμάτιστα πέφυκε. διὰ τοῦτο δὴ καὶ τὰ περὶ τὴν θεολο‐
35γίαν ἀπόρρητα καὶ τὰ περὶ τὴν οἰκονομίαν μυστήρια δόγματα προσηγό‐ ρευται· τῶν γὰρ ἄλλων ἢ πολυαρχίαν ἢ μοναρχίαν πρεσβευόντων προσωπι‐ κήν, ἡμεῖς ἑκάτερα πεφευγότες, καὶ τὸ μόναρχον ἐν τῇ τῆς φύσεως ὁμοτι‐ μίᾳ συστησάμενοι, τὴν ἐν τρισὶ προσώποις ἐδογματίσαμεν ἐξουσίαν καὶ δύναμιν. ὁ αὐτὸς δὲ λόγος καὶ ἐπὶ τῆς οἰκονομίας· Νεστορίου γὰρ καὶ
40Εὐτυχοῦς, τοῦ μὲν τὴν σάρκα φαντάσαντος, τοῦ δὲ τὴν θεότητα, ἡμεῖς οὐδεμίαν κατὰ φαντασίαν τῶν συνεληλυθυιῶν φύσεων εἰσδεξάμενοι, τὸν κύριον ἡμῶν ἐδογματίσαμεν θεὸν τέλειον καὶ ἄνθρωπον τέλειον. Ἐπεὶ οὖν τοιαύτη τις ἡ διαφορὰ τοῦ δόγματος καὶ τοῦ πράγματος, ἀμ‐ φότερα δὲ ἐπὶ τοῦ χεθέντος αἵματος συνελήλυθε, περὶ ὧν ἀπορήσας
45ἐπελύσατο ὁ μακάριος, διὰ ταῦτά φησιν· ‘ἔξεστι τοίνυν ἐξετάσαι πρᾶγμα καὶ δόγμα‘. πρᾶγμα μὲν γάρ ἐστιν ὅτι ἀληθῶς ὑπὲρ ἡμῶν ἐξέχεε τὸ ἴδιον αἷμα ὁ τὴν ἡμετέραν φύσιν ἑαυτῷ προσλαβών, καὶ δι’ ἡμᾶς ἐπὶ τοῦ ξύλου παγεὶς καὶ τὰς παλάμας διατρηθεὶς ῥανίδα ἀπεστάλαξεν αἵματος, καὶ οὐδεὶς περὶ τούτου ἀμφιβόλως ἔχει τοῖς λογισμοῖς. οἵ τε γὰρ τότε

100

(50)

τὸν σταυρὸν ἑωρακότες καὶ τὴν ἐνταῦθα τοῦ κυρίου ἀνάρτησιν πρὸς οὐδεμίαν διαφορὰν δόξης ἠνέχθησαν, οἵ θ’ ὕστερον τὴν τοῦ πράγματος ἱστορίαν ἀκηκοότες ἰσοτίμως τὸν περὶ τοῦ σταυροῦ λόγον ἐδέξαντο. καὶ οὕτω μὲν τὸν πραγματικὸν τύπον ἔσχεν ὁ λόγος· πρόσεστι δὲ τούτῳ ὁ δογματικός, ὅτι, τοῦ αἵματος χεθέντος, ἄλλοι ἄλλως περὶ τῆς προσαγωγῆς
55τούτου ἐδόξασαν· εἰ δὲ καὶ μὴ ἔφθασαν ἴσως εἰς τὴν περὶ τούτου ἐξήγησιν
ἑαυτοὺς καθεικέναι, ἀλλ’ εἰκός ἐστιν ἀμφισβητῆσαι ‘τίνι‘ προσηνέχθη ‘καὶ περὶ τίνοσ‘ ἡ χύσις τοῦ αἵματος τοῦ κυριακοῦ σώματος. τὸ μὲν γὰρ πρᾶγμα ἄλλως ἔχει· ὃ δὲ εἰκὸς δοξάσαι τὸν θεωρητικὸν ἄνθρωπον οὐ πρὸς τὸ πρᾶγμα ἔχει τὴν ἀφομοίωσιν.391
60 Καὶ πρῶτόν γε θεωρητέον τὸ πρᾶγμα. πλασθεὶς παρὰ θεοῦ ὁ ἄνθρωπος κατ’ ἀρχὰς νεύειν πρὸς ἐκεῖνον ἐπετράπη καὶ ἐπεστράφθαι πρὸς τὸν πλάσαντα, ὥσπερ δὴ στρατιώτην πρὸς στρατηγόν. πολεμίου γὰρ ὑποκει‐ μένου τοῦ πονηροῦ δαίμονος καὶ δὴ καὶ τοῖς τοῦ παραδείσου τείχεσι πλησιάσαντος καὶ τὸ τῆς Ἐδὲμ χωρίον πολιορκεῖν μέλλοντος, ὁ τῆς ἡμε‐
65τέρας παρατάξεως στρατηγός, θείοις ὅπλοις κατακαλύψας τὸν ἄνθρωπον καὶ σιδηροῦν ὅλον ποιήσας καὶ ἄτρωτον, ἐντὸς τῶν περιβόλων μένειν προσέταξεν, ἵν’ ὁμοῦ καὶ τοῖς θείοις ὅπλοις καταφραττόμενος καὶ τοῖς ἀπορθήτοις τοῦ παραδείσου τείχεσι περιτειχιζόμενος ἀπρόσμαχός τε ᾖ καὶ ἀπρόσιτος τῷ ἐχθρῷ. ἀλλ’ οὗτος, ὥσπερ δὴ οἱ προδοσίαν κατὰ τῆς
70ἑαυτῶν μελετῶντες πόλεως, πρῶτα μὲν πυλίδα τινὰ τῷ τείχει λεληθότως ἀνέῳξε καὶ πάροδον ἐκεῖθεν ἐφ’ ἑαυτὸν δέδωκε τῷ ἐχθρῷ· ἔπειτα ἐπεισ‐ ελθόντι τῷ πολεμίῳ τῆς φύσεως ἑαυτὸν ἐνεχείρισεν ἄγειν τε ὅπῃ βού‐ λοιτο καὶ ἔχειν ὅπως ἐθέλοι. ὃς δὴ καὶ τὸν ἀντίμαχον στρατιώτην παραλα‐ βὼν ἢ μᾶλλον εἰπεῖν συλλαβών, πάσῃ τῇ τῆς φύσεως κακίᾳ ἐπ’ ἐκεῖνον
75ἐχρήσατο. πρῶτα μὲν γὰρ τῶν ὅπλων αὐτὸν ἀπεγύμνωσεν· ἔπειτα εἴς τι κοῖλον χωρίον ἀπαγαγών, ὅπερ δὴ τῶν παθημάτων ἐστὶν ἡ κοιλάς, τὼ χεῖρέ τε δήσας καὶ τὼ πόδε, εἰπεῖν δὲ καὶ τὸν νοῦν, ὡς μήτε πρακτικῶς ἐνεργεῖν μήτε θεωρητικῶς δύνασθαι, ἄπρακτον καὶ ἀνενέργητον πρὸς πᾶσαν πεποίηκεν ἀρετήν. ἐπεὶ δὲ τὴν τῆς ψυχῆς τούτου ἐνέργειαν ἐδέ‐
80σμησεν ἀσφαλῶς, ὥστε καὶ λελυμένον μὴ δύνασθαί τι ποιεῖν τῶν πρὸς ἀρετὴν ἡκόντων, καὶ ‘χοίρους βόσκειν‘ ἐπέτρεψεν, ὥσπερ δὴ ἐν τοῖς εὐαγγελίοις ἠκούσατε. Ἡ μὲν οὖν τοῦ στρατιώτου ἀπαγωγὴ καὶ αἰχμαλωσία τοιαύτη· τί δὲ ἐπὶ τούτοις ὁ πλάστης ὁμοῦ καὶ στρατηγὸς κύριος; οὐ παράταξιν ἐξέπεμ‐
85ψεν ἐπὶ τὸν πολέμιον οὐδέ τινα τὸν ὑπὲρ τοῦ αἰχμαλώτου ἀγωνιούμενον, ἀλλ’ αὐτὸς δὴ ὁ τῶν οὐρανίων δυνάμεων παραγωγεὺς καὶ πρωτοστράτη‐ γος, πάσας τὰς ἀνωτάτω τάξεις καταλιπών, ἐπ’ αὐτὸν τὸν τόπον ἀφίκετο, οὗ δὴ ἐγκρατὴς ὁ πολέμιος ἦν καὶ ἐφ’ οὗ καταδεσμήσας εἶχε τὸν ἄνθρω‐ πον, ἑαυτὸν ἀντὶ τοῦ αἰχμαλωτευθέντος ὥσπερ δὴ ζωάγρια προσαγαγὼν
90τῷ αἰχμαλωτίσαντι. διὸ δὴ καὶ σταυρῷ ἀνηρτήθη καὶ τὴν πλευρὰν διετρήθη καὶ τὴν ψυχὴν ἀφῆκε, καὶ νεκρὸς διὰ τὸν νεκρωθέντα γενόμενος, ὁμοῦ τε οὗτος ‘πρωτότοκος ἐκ νεκρῶν‘ ἐγένετο κἀκεῖνον ἑαυτῷ συνανέ‐
στησεν. Ἡ μὲν οὖν τοῦ πράγματος αὕτη ὑπόθεσις· ζητεῖ δὲ ἐντεῦθεν ὁ μέγας392
95οὗτος πατὴρ ὑψηλῶς καὶ δογματικῶς τίνι τὸ κενωθὲν προσηνέχθη αἷμα. ἡ μέντοι τοῦ πράγματος ἱστορία ἀπαιτεῖ τῷ αἰχμαλωτεύσαντι· ὑφ’ οὗ γὰρ ‘κατέχεταί‘ τις, ἐκείνῳ προσάγεται τὸ ζωάγριον. ὁ δὲ πνευ‐ ματικὸς λόγος οὐ προσίεται τὴν πρὸς ἐκεῖνον προσαγωγὴν τοῦ ἐκχυθέντος αἵματος· ‘ὕβρισ‘ γὰρ τοῦτο ἄντικρυς τοῦ μεγάλου θεοῦ καὶ θύματος, καὶ

100

(100)

κατακαυχήσεται ἡμῶν ὁ πονηρός, εἰ τὸν ἄνθρωπον ὃν ᾐχμαλώτευσεν αἰχμαλωτευθείς, τὸν θεὸν ἀντ’ ἐκείνου πρὸς αἰχμαλωσίαν εἴληφεν, ἤ, εἰ μὴ τοῦτο, ἀλλά γε τὸ αἷμα αὐτοῦ, ὃ δὴ ‘πολλῶν ἀντάξιον ἄλλων‘. ἀλλ’ ἐπεὶ ὁ ἀκριβὴς τῆς θεωρίας λόγος τὴν πρὸς τὸν πονηρὸν τοῦ αἵματος προσαγωγὴν οὐ προσίεται, τίνι δὴ καὶ προσήνεκται; λείπεται γὰρ ἢ μη‐
105δενὶ ἢ τῷ πατρί. ἀλλ’ εἰ μηδενί, πῶς ‘ἀντίλυτρον‘ τοῦτο ἡμῶν λέγεται; ‘εἰ δὲ τῷ πατρί, πρῶτον μὲν‘ καὶ παρὰ τὸν πραγματικὸν λόγον ἐστίν· ‘οὐ γὰρ ὑπ’ ἐκείνου‘ φησίν ‘ἐκρατούμεθα· δεύτερον δὲ τίς ὁ λόγος, μο‐ νογενοῦς αἷμα τέρπειν πατέρα, ὃς οὐδὲ τὸν Ἰσαὰκ ἐδέξατο παρὰ τοῦ πατρὸς προσφερόμενον;‘ εἰ δὲ καὶ τὸ πρῶτον ἄτοπον καὶ ὕβρις ἄντικρυς καὶ τὸ
110δεύτερον ἄλογον καὶ τὸ τρίτον ἀνάξιον τῆς εὐμενοῦς καὶ ἵλεω τοῦ πατρὸς φύσεως, ἄλλος δὲ ἄλλο δοξάζει, καὶ οὐδέπω δόγμα κεκράτηκεν ὑπερβεβη‐ κὸς τὰς ἄλλας δόξας καὶ νικῆσαν διὰ τὴν ὑπεροχὴν τοῦ κρείττονος, ἐξετάζει καὶ δογματικῶς τὸν λόγον ὁ μέγας οὗτος πατήρ. Καὶ τὴν μὲν πρώτην δόξαν, ἥτις οἴεται τῷ πονηρῷ τὸ αἷμα προσηνέχθαι
115τοῦ ἀνθρώπου ἀντίλυτρον, ὡς ὑβριστικὴν ἀποδοκιμάζει, περὶ δὲ τῆς δευτέρας, ὡς ἀλόγου τινός, οὐδὲ λόγον ποιούμενος φαίνεται. τῆς δὲ τρίτης τὸ μέν τι προσίεται, τὸ δὲ ἀποπέμπεται. τὸ μὲν γὰρ ἀφεθῆναι τῷ πατρὶ τὴν ψυχήν (‘πάτερ‘, γάρ φησιν, ‘εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου‘) κἀκείνῳ προσενεχθῆναι τὸ αἷμα προσίεται ὡς εὐσεβές τε καὶ εὔλογον.
120τὸ δ’ ἐπιτέρπεσθαι τὸν πατέρα ἐπὶ τῇ ἐκχύσει τοῦ υἱικοῦ αἵματος, ἢ αἰτῆσαι τούτῳ τὴν τούτου προσαγωγήν, καὶ δεηθῆναι τούτου ὡσανεὶ τοῦ υἱοῦ ἀνελθεῖν ἐπὶ τὸν σταυρὸν καὶ τὰς χεῖρας διαπερονηθῆναι, εἶθ’ ὕστε‐ ρον τῇ λόγχῃ τὴν πλευρὰν κεντηθῆναι, ὡς ἀσεβὲς καὶ ἀνόσιον ἀποπέμ‐ πεται.
125 Εἰ δὲ μήτε ἐδεήθη πρὸς ταῦτα ὁ πατὴρ τοῦ υἱοῦ μήτε ἠξίωσε μήτε μήτε, ὅπερ ἀτοπώτερον, ἐβιάσατο, πῶς ὁ υἱὸς ἐπὶ τὸν σταυρὸν ἀνελήλυθεν; ἆρα μὴ βουλομένου τοῦ πατρός; ἢ ἔλαθε τὴν ἐξ οὐρανοῦ κάθοδον; ἀλλ’ οὐδὲ
ταῦτα, φησί· ταὐτότης γὰρ ἐν ἀμφοτέροις γνώμης τε καὶ κινήσεως. ἀλλ’ οἰκονομία τις τὸ ὅλον ἀπόρρητος ἦν καὶ βούλησις ἄρρητος, ἧς393
130αὐτάγγελος ἐγένετο ὁ υἱός· ὅτι δὲ ‘οἰκονομία‘ ἦν ‘ἁγιασθῆναι τῷ ἀν‐ θρωπίνῳ τοῦ θεοῦ τὸν ἄνθρωπον‘. ἀνθρώπινον δὲ τοῦ θεοῦ ἢ τὸ κυριακὸν εἴποις σῶμα, ὃ δὴ ἀπαρχή τίς ἐστι τοῦ ὅλου ἀνθρωπίνου φυράματος, ᾧ δὴ ὥσπερ τινὶ ζύμῃ ἀνακραθέντες, τῆς τε θείας μετασχόντες ποιότητος, ὁμοφυεῖς ἐκείνῳ γεγονότες καθηγιάσθημεν. ἢ ἀνθρώπινον νοήσεις θεοῦ
135τὸ τοπικῶς ὁμοῦ καὶ χρονικῶς πρὸς τὴν ἡμετέραν ἀνεληλυθέναι φύσιν καὶ διὰ τῶν αὐτῶν ἡμῖν ἰδιωμάτων τὸν ὅλον οἰκειώσασθαι ἄνθρωπον. ‘διὰ‘ γὰρ ‘τὴν οἰκονομίαν‘ φησί ‘καὶ τὸ χρῆναι ἁγιασθῆναι 〈τῷ ἀνθρωπίνῳ〉 τοῦ θεοῦ τὸν ἄνθρωπον, ἵνα αὐτὸς ἐξέληται τοῦ τυράννου, βίᾳ κρατήσασ‘. τοῦτο δὲ βαθύτερόν τινα λόγον καὶ ἀπορρητότερον ἔχει. ἀλλὰ τοῖς λεγο‐
140μένοις προσέχετε· ἐνταῦθα γὰρ ὁ πατὴρ τῷ μεγάλῳ πατρὶ καὶ θεῷ τὸ κατὰ τοῦ ἐχθροῦ νῖκος δίδωσιν· ‘ἵνα‘ γὰρ ‘αὐτόσ‘ φησίν ‘ἡμᾶς ἐξέληται τοῦ τυράννου, βίᾳ κρατήσασ‘. ἀλλὰ πῶς, ὦ θεολόγων ἀκρότης; ὁ γὰρ πρὸς τὸν ἐχθρὸν τὴν μάχην ἀναδεξάμενος ὁ υἱός ἐστιν, ἀλλ’ οὐχ ὁ πατήρ. πῶς οὖν τῷ πατρὶ δίδως τὸ τοῦ τυράννου ἡμᾶς ἐξελέσθαι καὶ βίᾳ κρατῆ‐
145σαι; ναί, φησίν, ὅτι ἀδιαίρετος ἡ τῶν προσώπων θεότης καὶ μία ἐν τοῖς τρισίν. ἐπεὶ οὖν τῷ τῆς θεότητος κράτει ὁ υἱὸς νενίκηκε τὸν ἐχθρόν, ἡ αὐτὴ δὲ καὶ τοῦ πατρὸς ἦν, ἐκεῖνός ἐστιν ὁ τὸν πολέμιον τροπωσάμενος καὶ ἡμᾶς ἐκεῖθεν ῥυσάμενος. Ἀλλὰ τοῦτο μέν, γενναιότατε πάτερ, εἴποι τις ἂν πρὸς αὐτόν, τὸ ἄπορον

100

(150)

λέλυκας. εἰ δὲ ἐν ἀμφοῖν ἡ αὐτὴ θεότης, πῶς μὴ μᾶλλον τῷ υἱῷ δίδως τὴν νίκην τῷ τὴν μάχην ἀναδεξαμένῳ; ὅτι, φησί, καὶ τὸν υἱὸν πάντα ὁρῶ τῶν οἰκείων κατορθωμάτων παραχωροῦντα τῷ πατρί. ‘πάτερ‘, γάρ φησι, ‘δόξασόν σου τὸν υἱόν‘, καὶ ἀλλαχοῦ· ‘θεέ μου, θεέ μου, ἵνα τί με ἐγκατέλιπες;‘ καὶ ἐν ἄλλοις· ‘εἰ μὲν δυνατόν, παρελθέτω ἀπ’ ἐμοῦ τὸ
155ποτήριον τοῦτο, εἰ δὲ μή, γενηθήτω τὸ θέλημά σου‘· καὶ ὅτε δὲ τὸν τε‐ τραήμερον ἀνιστᾶν ἔμελλε Λάζαρον, τῆς ἐπὶ τούτῳ δόξης τῷ πατρὶ παρεχώρησεν. εἰ οὖν τὰς ἐπὶ μέρους νίκας τῷ γεννήτορι παρεᾷ, πῶς οὐχὶ καὶ τῆς τελευταίας καὶ πάντα περιειληφυίας τὰ τρόπαια ἐκείνῳ συμπαρα‐ χωρήσει; ‘ἵνα‘ γὰρ ‘αὐτόσ‘ φησί ‘ἡμᾶς ἐξέληται τοῦ τυράννου, βίᾳ κρα‐
160τήσας, καὶ πρὸς ἑαυτὸν ἐπαναγάγῃ διὰ τοῦ υἱοῦ μεσιτεύσαντος καὶ πρὸς τιμὴν τοῦ πατρὸς τοῦτο οἰκονομήσαντος, ᾧ τὰ πάντα παραχωρῶν φαίνε‐ ται‘. ἴσως μὲν οὖν ἔχει τι βαθύτερον ἡ ἐπίλυσις τοῦ πατρός, ἀλλ’ ἡμεῖς
ἣν κατελάβομεν διηρμηνεύκαμεν πρὸς ὑμᾶς.394

101

(1t)

Εἰς τὸ εὐαγγελικὸν ῥητὸν τὸ ‘γρηγορεῖτε, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ
2tκύριος ἔρχεται‘ καὶ τὰ ἑξῆς
3 ‘Γρηγορεῖτε‘ ὡς ἀληθῶς, μᾶλλον δὲ γρηγορήσωμεν, ‘ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ κύριος ἔρχεται‘. καὶ ‘ἐὰν εἴπῃ ὁ κακὸς δοῦλος, χρονίζει ὁ
5κύριός μου ἐλθεῖν, καὶ ἄρξηται τύπτειν τοὺς συνδούλους αὐτοῦ, ἐσθίῃ δὲ καὶ πίνῃ μετὰ τῶν μεθυόντων, ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει, καὶ διχοτομήσει αὐτόν, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ὑποκριτῶν θήσει· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων‘.
10 Τοιοῦτον μὲν τὸ εὐαγγελικὸν τουτὶ λόγιον· ἔσται δὲ καὶ ὁ περὶ τούτου λόγος σαφής, εἴ τις ἄχρι τοῦ φαινομένου θέλει ὁρᾶν, καὶ βαθὺς οὐχ ἥκιστα, οἷς ἡ τῶν νοερῶν ὀμμάτων ἀκτὶς διικνεῖται πρὸς τὸ κρυπτόμενον, ἀκτῖνι θείᾳ καταλαμπομένη. καὶ ὁ μὲν σαφὴς οὗτος. ἐγρηγορέναι ὀφείλο‐ μεν τὸν ἅπαντα χρόνον καὶ ἀνεῳγόσι τοῖς ὄμμασι τὴν τοῦ κυρίου παρουσίαν
15προσδέχεσθαι, φημὶ δὴ τὴν δευτέραν, ἐν ᾗ καθιεῖται ἐπὶ δικαστικοῦ βήματος δικάσων τοῖς ὅσοι πάλαι τεθνήκασι καὶ τοῖς ἐναλλαγεῖσι, κατὰ τὴν τοῦ ἀποστόλου φωνήν, ἐν τῇ ἀχρόνῳ τῆς παρουσίας στιγμῇ. ‘πάντεσ‘ γάρ φησιν ‘οὐ κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγησόμεθα‘, οἱ γὰρ τηνι‐ καῦτα βιοῦντες τὸν θάνατον ὡς ἐναλλαγὴν ὑποστήσονται· οὐ γὰρ πεσοῦν‐
20ται οὐδὲ φθαρήσονται, καὶ τοῦτό ἐστι τὸ ‘κρῖναι ζῶντας καὶ νεκροὺσ‘ παρὰ τῷ θείῳ κείμενον δόγματι. ‘οὐκ‘ οἴδαμεν γὰρ οὔτε ‘τὴν ὥραν οὔτε τὴν ἡμέραν‘ τῆς τοῦ κυρίου παρουσίας, καὶ διὰ ταῦτα γρηγορήσωμεν, ἵνα μὴ ῥαθυμοῦσιν ἡμῖν ἐπιστὰς ὀνειδίσῃ τὸν ὕπνον. καὶ ἐὰν εἴπῃ ὁ κακὸς δοῦλος, ὅτι οὐ νῦν ἐλεύσεται ὁ κύριός μου, ἢ ὅτι, ἐπεὶ χρονίζει, οὐδὲ395
25ἐλεύσεται, καὶ διὰ ταῦτα, ὡς μηδενὸς αὐτὸν δικάσοντος, παίει μὲν τοὺς ὁμοδούλους αὐτοῦ, μετὰ δὲ τῶν μεθυόντων ἑαυτὸν κατατάττει, ἥξει ὁ κύριος αὐτοῦ ἀπροσδοκήτως καὶ ὅλῳ χρώμενος τῷ θυμῷ μέσον διατεμεῖ, καὶ ἀπώσεται μὲν τῆς ἑαυτοῦ δεσποτείας, συναριθμήσει δὲ τοῖς ὑποκρι‐ ταῖς, τοῖς ἐπαγγειλαμένοις μὲν τὴν πρὸς αὐτὸν ὑποταγήν, πράξασι δὲ
30ὅσα τοῖς ἀνυποτάκτοις τὸ βούλημα ὑποτίθησιν· ἐφ’ ᾧ καὶ κλαύσεται καὶ τοὺς ὀδόντας βρύξει, ἀνονήτως μεταμελούμενος. Οὗτος μὲν ὁ σαφὴς τοῦ εὐαγγελικοῦ χρησμοῦ λόγος· ὁ δὲ ὑποβεβλημέ‐ νος καὶ οἷον ἐν τῷ βάθει κείμενος πρῶτον μὲν περὶ τῆς γρηγορήσεως ἀπορεῖ, τίς ἐστιν αὕτη καὶ πῶς ἂν γρηγοροίημεν· ζητεῖ δὲ καὶ περὶ τῆς
35τοῦ κυρίου παρουσίας, πότερον τὴν διὰ σαρκὸς αὐτοῦ παρουσίαν αἰνίττε‐ ται, ἢ καθ’ ἣν ἀναστήσας τοὺς ἀπ’ αἰῶνος κεκοιμημένους ἥξει τὴν ‘τῶν προβάτων ἀπὸ τῶν ἐρίφων‘ διαίρεσιν ποιησόμενος, ἢ παρουσίαν κυρίου τὸν καθ’ ἕκαστον θάνατον ἀκουσόμεθα. οὐ μικρὸν δὲ τὸ περὶ τοῦ δούλου καὶ τῶν ὁμοδούλων ζήτημα, καὶ πῶς τοὺς μὲν παίει ὁ πονηρός, τοῖς δὲ
40συσσίτια ὥσπερ ἐπαγγελλόμενος συμποσιάζει ὑποβεβρεγμένος τῷ οἴνῳ, καὶ ὅ με μᾶλλον θράττει τῶν ζητημάτων, ἡ ‘διχοτομία‘ καὶ ‘τὸ μέροσ‘ τοῦ διχοτομηθέντος καὶ ‘οἱ ὑποκριταί‘. ζητήσωμεν δὲ καὶ τίς ‘ὁ κλαυθ‐ μὸσ‘ καὶ πῶς εἰκός ἐστι ‘βρύχειν τοὺς ὀδόντασ‘ τοὺς συναριθμουμένους τοῖς ὑποκριταῖς.
45 Τὰ μὲν οὖν ἀπορήματα ταῦτα. ἐγὼ δέ φημι ὅτι καὶ τῷ θανάτῳ καὶ τῇ συντελείᾳ ὁ περὶ τῆς παρουσίας τοῦ κυρίου λόγος ἁρμόζει· εἰ δὲ προφητι‐ κὸς ἦν, τάχα ἂν καὶ τῇ πρώτῃ τούτου θεοφανείᾳ ἐφηρμοσάμεθα. ἔστι μὲν οὖν διττὴ ἡ ἐγρήγορσις, ὡς καὶ τὸ μὴ ἐγρηγορέναι. σώματος μὲν οὖν ἐμψύχου ἐγρήγορσις ἡ πρὸς τὴν φύσιν ἀντίστασις· γρηγορεῖ γάρ τις σω‐

101

(50)

ματικῶς, μὴ ἐφιεὶς τοῖς τοῦ ὕπνου ὁλκοῖς, ἀλλὰ διεγειρόμενος πρὸς αὐτοὺς
καὶ ἀντιμαχόμενος. ψυχῆς δὲ ἐγρήγορσις ἡ πρὸς τὰ κακύνοντα πάθη καὶ τὸ νοερὸν αὐτῆς ὄμμα θολοῦντά τε καὶ καταβαπτίζοντα ἀκμαιοτάτη ἀντιπερίστασις· γρηγορεῖ γὰρ ψυχή, ὁπότε ὁ νοῦς αὐτῆς, τοῦ θείου φωτὸς τὰς ἀκτῖνας δεχόμενος, ‘τοῖσ‘ σκοτεινοῖς καὶ ‘ἀναρμόστοις καὶ πλανητοῖσ‘396
55μὴ συμπεριφέρηται ‘πάθεσιν‘. ἐπεὶ οὖν δούλοις ἡμῖν οὖσιν ἐπαγγέλλεται ἥξειν ὁ κύριος, γρηγορήσωμεν μέχρις ἂν ἡμῖν ὀφθείη ἐλθών. Καὶ πρῶτόν γε τὴν διὰ τοῦ θανάτου παρουσίαν τοῦ δεσπόζοντος ἐξετά‐ σωμεν· ἥκειν γὰρ ὁ κύριος δοκεῖ τοῖς ἐντεῦθεν ἀφισταμένοις. πῶς; ὅτι ζῶντες μὲν τῷ σώματι πρὸς ἐκεῖνον διατετειχίσμεθα, διὰ τοῦτο ἐκεῖνος
60μὲν ἐν τοῖς νοητοῖς προηγουμένως οἰκεῖ, ἡμεῖς δὲ ἐν τῷ ἐσχάτῳ τούτῳ βαθμῷ· ἀπελθούσαις δὲ ταῖς ψυχαῖς ἡμῶν ἀπὸ τοῦ σώματος ἐμφανίζεταί πως, ὅτι τὸ ἐοικὸς τῷ ἐοικότι καταλαμβάνεται. ἐπεὶ οὖν προσδόκιμός ἐστιν ὀφθήσεσθαι ἡμῖν διὰ τοῦ θανάτου ὁ κύριος, γρηγορήσωμεν, ἐπεί, εἰ τῷ τῆς ἀμελείας περιπέσοιμεν νυσταγμῷ, οὐδὲ ἀπελθούσαις ὀφθήσεται
65(οὐ γὰρ πᾶσα ψυχὴ τοῦ σώματος ἀπελθοῦσα τὸ τοῦ δεσπότου ὀπτάνεται φῶς), ἀλλὰ τῇ ἀχράντῳ καὶ καθαρᾷ καὶ μηδέποτε τοῖς τῶν παθημάτων κατανυσταξάσῃ ἀτμοῖς. εἰ μὲν γὰρ ὁ τοῦ θανάτου χρόνος δῆλος ἡμῖν, καὶ τοῖς μὲν ἀφώριστο τὸ θανεῖν ἡλίου παρανατείλαντος, τοῖς δὲ μεσημ‐ βρίας, τῷ δὲ καταδύσεως, τῷ δὲ μέσων νυκτῶν, ἕκαστος πρὸς τὸν ἀφ‐
70ορισθέντα διηγρυπνηκότες καιρόν, ἐγρηγορήσαντες ἂν ἐφάνημεν τῷ δε‐ σπότῃ διὰ τοῦ θανάτου φοιτήσαντι. ἐπεὶ δὲ ὁ μὲν θάνατος ἀφώρισται, τὸν δὲ καιρὸν τῆς ἐξόδου οὐδεὶς ἐπίσταται, δι’ ὅλου τοῦ βίου ἀνεῳγόσι τοῖς ὄμμασι τὸν κύριον περιμείνωμεν. κἂν μειράκιον ᾖς, γρηγόρησον· κἂν ἐγγὺς τῆς ἥβης γέγονας κἂν εἰς ἀνδρὸς ἡλικίαν ἐλήλυθας, ἀνύστακτον
75ἔχε τὸν τῆς ψυχῆς ὀφθαλμόν· ἔτι δὲ μᾶλλον, εἰ πολιά σοι θρὶξ ἐξανθεῖ καὶ πρὸς ἑσπέραν σοι ὁ βίος ὁρᾷ, ἐπεὶ οὐκ οἶδας ποίᾳ ὥρᾳ ὁ κύριος ἔρχεται. Ἔοικε γὰρ ὁ ἀφωρισμένος ἑκάστῳ βίος ἡμερησίῳ διαστήματι, ἐν δώδεκα ὥραις περαινομένῳ. καὶ πρώτη μὲν ὥρα ὁ ἐν τοῖς νηπίοις βίος ἐστί, δεῖ γὰρ κἀν τούτῳ ἐγρηγορέναι ὅσον ὁ λόγος ἀπαιτεῖ· δευτέρα δέ, ὅταν παι‐
80δία γινώμεθα· καὶ τρίτη, ὅτε μειράκια· τετάρτη, ὅτε πρώθηβοι· πέμπτη, ὅταν ἡβῶντες τυγχάνωμεν· ἕκτη, ὅτε ἄνδρες γενοίμεθα· ἑβδόμη, ὅταν τὴν τοιαύτην παραλλάξαντες ἡλικίαν τὴν τῆς πολιᾶς ἄνθην βλαστάνωμεν·
ὀγδόη, ὅταν μήπω πέπειρος ἡμῖν ὁ βλαστὸς τῆς λευκῆς τριχός, καθ’ ἣν δὴ καὶ ὠμογέροντες ὀνομαζόμεθα· ἐνάτη ἡ τοῦ τοιούτου καρποῦ πέπαν‐397
85σις· καὶ δεκάτη μὲν ἡ τελείωσις τῆς καθ’ ἡμᾶς ἡλικίας· ἑνδεκάτη καὶ δωδεκάτη, οἷς πολλάκις ὁ τῆς ζωῆς χρόνος καὶ παρὰ τὴν φύσιν ἤρκεσεν. Εἰ δὲ βούλεσθε, τὸ δωδεκάωρον τῆς ἡμετέρας ζωῆς ἐτῶν δεκάσι κατ‐ αριθμήσωμεν, ἵνα ἑκάστῃ τῶν ὡρῶν χρόνων δεκαετία περαινομένη εἰς ἑκατὸν καὶ εἴκοσιν ἔτη τὴν πᾶσαν ἡμῶν περικλείσῃ ζωήν. ‘ἔσονται‘,
90γάρ φησιν ὁ κύριος μετὰ τὴν ἐκχυθεῖσαν κακίαν, ‘ἑκατὸν εἴκοσιν ἔτη ἡ ζωὴ αὐτῶν‘. διὸ δὴ καὶ πολλοὶ καὶ μετὰ τὴν ἀπόφασιν τῷ τόνῳ τῆς φύ‐ σεως μεχρὶ πολλοῦ ἐξαρκέσαντες, τὸν ἀφωρισμένον τοῦ κυρίου οὐχ ὑπερβεβήκασιν ἀριθμόν. ἢ καὶ ἄλλως νόησον ‘τὴν ὥραν καὶ τὴν ἡμέραν‘· οὔτε γὰρ τὴν ἡμέραν ᾗ ἐπιστήσεται ὁ κύριος ἐπιστάμεθα, οὔτε τὴν ὥραν
95γινώσκομεν. ἔστι δὲ ἡ μὲν ἡμέρα δωδεκαπλασίων τῆς ὥρας, ἡ δὲ ὥρα τὸ δωδεκατημόριον τῆς ἡμέρας. οὐ μόνον οὖν τὴν ὥραν ἀγνοοῦμεν, καθ’ ἣν ἂν τὴν ἐσχάτην ἡμῶν ἀναπνοὴν ἀποπνεύσωμεν, ἀλλ’ οὐδὲ τὴν ἡμέραν, ἥτις πλατυτέρα τυγχάνουσα τὴν ἀπὸ τοῦ νοσήματος ἄχρι τοῦ θανάτου διάστασίν πως αἰνίττεται.

101

(100)

‘Καὶ ἐὰν εἴπῃ ὁ κακὸς δοῦλος, χρονίζει ὁ κύριός μου ἐλθεῖν, καὶ ἄρξηται τύπτειν τοὺς συνδούλους αὐτοῦ, ἐσθίῃ δὲ καὶ πίνῃ μετὰ τῶν μεθυόντων, ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου καὶ διχοτομήσει αὐτόν‘. πολλοὶ γὰρ τῶν ἀνθρώπων ἐς τοσοῦτον ἀναισθησίας ἐληλάκασιν, ὡς ἐν τῷ γήρᾳ μᾶλλον ἀπογινώσκειν τὸν θάνατον· καὶ δέον τηνικαῦτα πρὸς τὸν θάνατον ἐγρη‐
105γορέναι καὶ πάντα προετοιμάζειν οἷς ὁ δεσπότης ἐλθὼν ἐφησθήσεται, οἱ δὲ καὶ μᾶλλον καταφρονοῦσι καὶ τῶν ὁμοδούλων κατάρχειν ἐθέλουσιν. ‘ἐὰν οὖν εἴπῃ ὁ κακὸς δοῦλος, χρονίζει ὁ κύριός μου ἐλθεῖν‘. ‘εἶπε‘, γάρ φησιν, ‘ἄφρων ἐν καρδίᾳ αὐτοῦ, οὐκ ἔστι θεόσ‘· λέγει δὲ τοῦτο οὐ γλώττῃ χρώμενος, ἀλλ’ οἷς πράττει, ἐνασχημονῶν ταῖς πράξεσι καὶ τοῖς ὁμοδούλοις
110ἐμπαροινῶν. διὰ ταῦτα καὶ ‘κακὸς δοῦλοσ‘ ὠνόμασται, ὅτι μὴ ὑποτέτακται τῷ δεσπότῃ, ἀλλὰ τύραννός ἐστιν ἄντικρυς, ἀπόστασιν ὁμοῦ καὶ ἐπανά‐ στασιν κατὰ τοῦ δεσπότου μεμελετηκώς. ‘Τύπτει‘ δὲ ὁ τοιοῦτος ‘τοὺς συνδούλους αὐτοῦ‘, τοῦτο μὲν καὶ ἀφειδεῖ χειρὶ κατὰ τῶν ἐλαττόνων χρώμενος, τοῦτο δὲ καὶ τοῖς τοῦ σώματος πά‐
115θεσι μαστίζων τὴν ψυχὴν καὶ τὸν νοῦν. ἔστι γὰρ οὐχ ἓν ὁ ἄνθρωπος, ἀλλὰ
πολλά, σῶμα καὶ ψυχή, αἴσθησις καὶ φαντασία καὶ δόξα καὶ διάνοια καὶ νοῦς· σύνδουλα δὲ πάντα τῷ πρώτῳ δεσπότῃ καὶ κυρίῳ τῆς κτίσεως. ὁ μὲν οὖν ἀγαθὸς δοῦλος, ψυχὴ γενόμενος ἄντικρυς, εἰκότως ταύτῃ μαστίζει τὸ σῶμα, δικάζων δικαίως τῷ κράματι καὶ ἐπανιστῶν τὸ κρεῖττον τῷ398
120χείρονι· ὁ δὲ πονηρὸς δοῦλος, σὰρξ γεγονώς, τοῖς ἀπὸ τοῦ σώματος πάθεσι παίει τὸν σύνδουλον νοῦν. ‘ἐσθίει καὶ πίνει μετὰ τῶν μεθυόντων‘. μεθύοντα δὲ ἐν ἡμῖν εἰσιν ἥ τε αἴσθησις καὶ ἡ φαντασία. ὥσπερ γὰρ ὁ λό‐ γος ἀφῄρηται τοῦ μεθύοντος, οὕτω δὴ καὶ αἱ δυνάμεις αὗται μεθύουσαι ἀτεχνῶς τοὺς λόγους τῶν ὁρωμένων καὶ φανταζομένων οὐκ ἔχουσιν.
125 Ἀλλ’ οὕτως ἔχοντι τῷ πονηρῷ δούλῳ ἐπιστήσεταί ποτε καὶ ὁ κύριος καὶ ‘διχοτομήσει αὐτόν‘. τοῦτο δέ ἐστι· πολλάκις ὁ τῆς ἡμετέρας ζωῆς κηδεμών, ἐπὰν ἴδῃ ταῖς ἀρεταῖς ἡμᾶς προκόπτοντας, προστίθησιν ἐπὶ τῇ ἡμετέρᾳ ζωῇ· εἰ δ’ ἀμελοῦντας ἴδοι, ῥιζόθεν ἐκτέμνει ὡς ‘καταργοῦντας τὸν τόπον‘. τοιοῦτον οὖν καὶ τὸν πονηρὸν δοῦλον εὑρηκώς, θάνατον αὐτοῦ
130καταψηφιεῖται, ὅπερ ἄντικρυς διχοτομία ἐστί· τὸ γὰρ ἰδίᾳ μὲν τὴν ψυχὴν γενέσθαι, ἰδίᾳ δὲ τὸ σῶμα, τί ἄλλο ἢ τοῦ ὅλου τομὴ καὶ διαίρεσις; οὕτω γοῦν τοῦτον διχοτομήσας, ‘τὸ μέρος αὐτοῦ μετὰ τῶν ὑποκριτῶν θήσει‘. τὸ μὲν γὰρ σῶμα φθορᾷ παραδώσει, μέχρις ἂν ὁ τῆς ἀναστάσεως ἔλθοι καιρός, θάτερον δὲ τῶν διχοτομημάτων, φημὶ τὴν ψυχήν, συγκαταριθ‐
135μήσει (ἀλλὰ πῶς ἂν εἴποιμι;) τοῖς πονηροῖς δαίμοσιν. οὗτοι γάρ εἰσιν ὑποκριταί· φῶτα μὲν γὰρ ὑποκρίνονται, οὗτοι δὲ ‘σκιαὶ ἀίσσουσιν‘. ‘Ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων‘. καὶ μὴν γυμνὰς τὰς ψυχὰς τῶν σωμάτων ἔτι ὁ λόγος δείκνυσι. πῶς οὖν κλαύσονται; πῶς δὲ καὶ τοὺς ὀδόντας βρύξουσι; δέον οὖν ταῦτα τὰ πάθη πρὸς τὴν ἀναλο‐
140γίαν λαμβάνειν τῶν φύσεων. κλαυθμὸς μὲν γὰρ ἐμψύχου σώματος θρη‐ νώδης οἰμωγή, ψυχῆς δὲ σύντηξις τῶν ἑαυτῆς μερῶν καὶ οἷον γοώδης συμ‐ φώνησις. καὶ βρυγμὸς μὲν ὀδόντων σωματικὸς τῶν τοιούτων μερῶν συντριβέντων ἀλλήλοις καὶ λεοντώδη ἀναπεμπόντων ἠχώ, κάτωθεν μὲν πολλοῦ τοῦ πνεύματος ἀναφερομένου, τῶν δὲ σιαγόνων συγκεκλεισμένων,
145ὥστε μὴ ἀνεποδίστως διὰ τοῦ στόματος τὸ ἀναπεμφθὲν ὑπεκρέειν πνεῦμα, ἐντὸς δὲ τοῦ ἐν τοῖς ὀδοῦσι κενώματος ἐφ’ ἑκάτερα μέρη δι‐ αμειβομένου καὶ τοῖς λεπτοῖς τῶν ὀδόντων ἀραιώμασι βρυχηδὸν δια‐ χεομένου. ἐπὶ δὲ ψυχῆς βρυγμὸς ὀδόντων ἡ ἀνεκφώνητος αὐτῆς ὀδύνη καὶ
στενοχώρησις καὶ ἡ ἄνευ λαλιᾶς παρὰ φύσιν συνήχησις καὶ συμβόησις.399

101

(150)

Οὕτω μὲν οὖν τὴν διχοτομίαν νοήσεις· εἰ δὲ βούλει, καθ’ ἕτερον λόγον τὴν τῆς διαιρέσεως ταύτης ὑπολήψῃ δύναμιν. οὐκ ἔστιν ὁπότε, ἕως ἂν μετὰ τοῦ σώματος ἐνδημῶμεν τῷ βίῳ, ἡ τῶν ἀγαθῶν ἔργων ἀφορμὴ ἀφῄρηται ἀφ’ ἡμῶν, ἀλλὰ κἂν εἰς αὐτὴν τὴν ἀκρότητα τῆς κακίας ἐλάσω‐ μεν, ὅμως ἔχομεν ὅθεν ἀφορμηθέντες ἐπὶ τὸν κρείττονα βίον μεταμει‐
155φθείημεν. ἀποθανοῦσι δὲ τοῦτο οὐ προσέσται τὸ ἀγαθόν· ἀφαιρεῖται γὰρ ‘τὸ τάλαντον‘ ἀφ’ ἡμῶν, καὶ οὐκ ἔσται ἐν τῷ μέλλοντι βίῳ ὁ ἐργαζόμενος. τοῦτο γοῦν αὐτό φησιν, ὅτι ‘διχοτομήσει‘ τὸν δοῦλον, τουτέστιν ἀφαι‐ ρεῖται αὐτοῦ τὰς τῶν ἀρετῶν ἀφορμάς, καὶ τότε τὸ καταλειφθὲν αὐτοῦ μέρος θήσει μετὰ τῶν ὑποκριτῶν, οἳ δὴ τὸ ‘κατ’ εἰκόνα‘ γεγονέναι
160‘θεοῦ‘ οὐ διὰ τῶν πράξεων ἐβεβαιώσαντο, ἀλλ’ ἢ μόνον ὑπεκρίναντο τὴν μορφήν. Ταῦτα δὲ πάντα, ὁπόσα ὁ λόγος ἐπὶ τοῦ θανάτου διηκριβώσατο, δεῖ καὶ ἐπὶ τῆς συντελείας νοεῖν. καὶ ἐπειδὴ διομολογουμένην μὲν ἔχομεν τὴν μέλλουσαν ἔλευσιν τοῦ δεσπότου, ‘τὴν δὲ ἡμέραν οὐδὲ ὁ υἱὸς οἶδεν,
165εἰ μὴ ὁ πατήρ‘ (τουτέστιν, εἰ μὴ ὁ πατὴρ ἠπίστατο, οὐκ ἂν οὐδὲ ὁ υἱὸς ἐγίνωσκε), χρὴ ἐγρηγορέναι ἀεί, ἵνα μὴ ἐλθὼν ὁ κύριος ‘κρῖναι ζῶντας καὶ νεκρούσ‘, κατὰ τὸν ἀποδοθέντα λόγον διαιρήσῃ τὸν κακὸν δοῦλον ἀπὸ τοῦ ἀγαθοῦ. τοιοῦτον γὰρ ἐνταῦθα ἡ διχοτομία. πάντων γὰρ ἡμῶν ὡς ἑνὸς σώματος ὁ κύριος κήδεται, διότι φύσις μία καὶ ἰσοτιμία τῆς φύσεως,
170ἀλλ’ ἡμεῖς τοῖς μέρεσιν ἀλλήλων ἠναντιώθημεν. διὰ τοῦτο διχοτομηθήσεται τὸ τῆς ὁλότητος σῶμα, καὶ ὁ πονηρὸς δοῦλος τετάξεται τοῖς ὑποκριταῖς. οὐκ ἔστι γὰρ ἐκφυγεῖν ἡμᾶς τὴν κρίσιν, ‘ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν‘. ἀλλὰ ‘κἂν ἐν τῷ βάθει τῆς θαλάσσησ‘ γενοίμεθα, ‘ἐκεῖ ἐντελεῖται τῷ δράκοντι‘ τῷ μεγάλῳ, ‘καὶ δήξεται‘ ἡμᾶς κατὰ τὴν τοῦ προφήτου φωνήν.
175ὁ δράκων δὲ οὗτος πῇ μὲν ἐν βυθοῖς ὑδάτων οἰκεῖ, πῇ δὲ ἐν ποταμοῖς τούτῳ φωλεός· πολλαχοῦ δὲ τῆς γραφῆς καὶ ἐν τοῖς ἀοικήτοις μέρεσι τῆς θαλάττης οἰκεῖ. ‘αὕτη‘ γάρ φησιν ‘ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετά, ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων, καὶ πλοῖα διαπορεύονται, δράκων οὗτος ὃν ἔπλασας ἐμπαίζειν αὐτό‘.
180 Περὶ δὲ τούτου τοῦ δράκοντος πολλοὶ μὲν καταβέβληνται λόγοι· ἐγὼ δὲ βραχύτατά τινα ὡς ἐνῆν ἐρῶ. ἢ ‘τὸ μέγα κῆτοσ‘ τῆς θαλάσσης ἐστὶν
ἢ πονηρὸς δαίμων καὶ ‘ἀποστάτησ‘. καὶ εἰ μὲν ἁπλῶς δράκοντα τὸ θηρίον νοήσομεν, ὡς ἀκούομεν, οὐδέν τι τῶν λεγομένων ἀλληγορήσομεν, ἀλλὰ καὶ τὴν θάλασσαν καὶ τὰ πλοῖα καὶ τὰ ἑρπετὰ νοήσομεν, ὡς ἀκούομεν.400
185ἔστι δὲ καὶ δράκων τὸ μέγα τῆς θαλάττης κῆτος, ὑπέρογκον ὂν τῷ σώ‐ ματι καὶ μεγάλα δυνάμενον, οὐδεμίαν δὲ τῶν καθ’ ἡμᾶς θαλασσῶν παρα‐ πλέον, ἀλλὰ πόρρω τῆς ἡμετέρας οἰκήσεως καὶ τῶν ὀνομαζομένων κόλπων λαχὸν τὴν διοίκησιν, καὶ μηδένα μὲν λωβώμενον, ‘ἑαυτὸ‘ δὲ ‘ἐμπαῖζον‘, τουτέστι καθ’ ἑαυτοῦ τῇ δυνάμει χρώμενον. τοῦτο δὲ ἑρμηνεύσεις οὕτως,
190δασύνων τὴν ἀντωνυμίαν. εἰ δὲ ἀπὸ τοῦ ἀρσενικοῦ κατέληξεν εἰς τὸ οὐδέτερον ἡ γραφή, μὴ θαυμάσῃς· Ἑλληνικὸν γὰρ τοῦτο τὸ ἔθος καὶ μά‐ λιστα φιλόσοφον, ἐπὶ τὸ γένος ἀνατρέχον ἀπὸ τῶν εἰδῶν ἢ τῶν ἀτόμων. εἰ γὰρ ψιλὸν θείης τὸ πνεῦμα, ἑρμηνεύσεις ὡς ὁ δράκων οὗτος, τὸ ἄπλετον τῆς θαλάσσης φορτίον, τὸ μέγιστον μέρος τοῦ κοσμικοῦ κτίσματος,
195ὥσπερ ἐμπαίζειν τὸν κόσμον δοκεῖ, ἐπεὶ μήτε πνευμάτων μετακινεῖται σφοδρότησι μήτε ἀστραπῶν ἐκπυρηνισμοῖς βάλλεται μήθ’ ὅλως τὴν τῆς θαλάσσης δέδοικε ταραχήν· ‘ἐμπαίζειν αὐτό‘, τουτέστι παίγνιον ἡγεῖται τὴν θάλασσαν.

102

(1t)

Ἐξήγησις γλαφυρὰ εἰς τὸν τῷ μεγάλῳ πατρὶ Γρηγορίῳ τῷ θεολόγῳ
2tσχεδιασθέντα λόγον τῇ μεγάλῃ καὶ λαμπρᾷ ἡμέρᾳ τῆς τοῦ Χριστοῦ καὶ
3tθεοῦ ἡμῶν ἀναστάσεως
4Πολλοὶ τῶν καταστησαμένων τὰς θεολογικὰς τέχνας (οὐ γὰρ θεολόγος
5μόνον ὁ μέγας οὗτος Γρηγόριος, ἀλλὰ καὶ ῥήτωρ εἰ καί τις ἄλλος ἀκρι‐
βέστατός τε καὶ δοκιμώτατος) τὸν ‘Εἰς τὴν βραδυτῆτα‘ λόγον καὶ ‘Εἰς τὸ σεβάσμιον πάσχα‘ ἐπέγραψαν, ἐξ αὐτοῦ τοῦ προοιμίου εἰς τὴν τοιαύτην ἐνεχθέντες ἐπιγραφήν· ‘ἀναστάσεωσ‘ γάρ φησιν ‘ἡμέρα‘ καὶ ‘εἴ τί μοι μέμφοισθε τῆς βραδυτῆτοσ‘. διὰ μὲν γὰρ ἐκεῖνο ‘Εἰς τὸ πάσχα‘ ἐπέγραψαν,401
10διὰ δὲ τοῦτο τὴν ἑτέραν προσθήκην τῆς ἐπιγραφῆς πεποιήκασι, καὶ δύο τὰς ὑποθέσεις τῷ τοιούτῳ λόγῳ ἐπέθεντο. εἶτα μερίζουσιν ἐφ’ ἑκατέρας τὸν ἅγιον, καὶ τὰς μὲν τῶν ἐννοιῶν ἀποκληροῦσι τῇ ἀναστάσει, τὰς δὲ ἀποδιδόασι τῇ βραδυτῆτι, καὶ τὴν μὲν τῆς πανηγυρικῆς ἰδέας ἐχομένην τίθενται, τὴν δὲ τῆς δικανικῆς, ἀντιστατικῶς τὰς λύσεις ἐφερμηνεύοντες,
15ὡς παρὰ μέρος ἐν τῷ αὐτῷ λόγῳ τὸν μέγαν τοῦτον ἄνδρα πανηγυρίζειν τε καὶ δικάζεσθαι. αἷς ἐξηγήσεσιν ἐγὼ ἐντυχών, τὸ μέν τί μοι τῶν λεγο‐ μένων ἤρεσε, τῷ δ’ οὐκ ἐθέμην, ἑτέραν δὲ αὐτὸς ἐτραπόμην τήν, ὡς οἶμαι, βελτίονα. μία γὰρ ἐνταῦθα ἡ ὑπόθεσις τῷ λόγῳ πέφυκεν ἡ ‘εἰς τὴν βρα‐ δυτῆτα‘, περὶ ἧς δι’ ὅλου τοῦ λόγου ἐπαγωνίζεται. μεγαλοφυὴς δὲ καὶ
20τῷ ὄντι οὐρανογνώμων ὁ μέγας οὗτος ὑπάρχων πατὴρ μυστηρικῶς καὶ κεκρυμμένως καὶ τὸ ὅλον τελεστικῶς καὶ ἐμφαντικῶς τὴν ἀπολογίαν προΐσταται, εἰ καὶ ὁ Σικελιώτης διδάσκαλος ὑφαιρεῖται τοῦτον τὴν ἔμ‐ φασιν. Ἐπεὶ γὰρ συμβὰν οὕτω ἐν τῇ τῆς ἀναστάσεως ἡμέρᾳ τὴν ὑπὲρ τῆς
25βραδυτῆτος ἀπολογίαν ἐνεστήσατο, ἑορταστικῶς τε καὶ οἷον πλαγίως πρὸς τοὺς δόξαντας κατηγορεῖν ἀπολελόγηται. ὧν δὴ ὥσπερ ἀπογνόντων τοῦ μεγάλου πατρὸς καὶ διὰ τὴν ἐποχὴν τῆς γλώττης ὡς νεκροῦ τούτου καταψηφιζομένων, ‘ἀναστάσεωσ‘ φησίν ‘ἡμέρα‘. ἰδοὺ γάρ, φησίν, ὁ μετὰ τῶν καταβάντων εἰς ᾅδου λελογισμένος ὑμῖν ἐζώωμαι τὴν τήμερον καὶ
30ἀνέστηκα. ‘καὶ ἡ ἀρχὴ δεξιά‘· ἀρχὴ δὲ οὐχ ἡ τοῦ προοιμίου, ἀλλ’ ἡ τοῦ περὶ τῆς βραδυτῆτος ἀπολόγου· δεξιὸν γὰρ τῷ ὄντι τὸ ἀναστάντα τινὰ καὶ οἷον ἐπὶ σταθηροῦ καὶ βεβηκότος φρονήματος πρὸς τοὺς κατηγοροῦν‐ τας ἀπολογεῖσθαι. ‘καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει‘· οὐ γὰρ δεῖ τὸ ἐντεῦθεν κατηφιᾶν ὥσπερ πρὸ τοῦ, ὅτι νενέκρωμαι, ἀλλ’ ἐλλάμπεσθαι,
35ὅτι μέσος ὑμῶν ‘Ἀαρὼν‘ ἀνέστηκα, ὃ δὴ καὶ λαμπροτάτη πανήγυρις πέφυκε. ‘καὶ ἀλλήλους περιπτυξώμεθα‘. τοῦτο δὲ καὶ μᾶλλον ἐμφαίνει τὴν ἔμφασιν· τί γὰρ ἔδει περιπτύσσεσθαι ἀλλήλους ἀναστάντος Χριστοῦ;
ἀλλήλους οὖν περιπτυξώμεθα οἱ τέως διεστηκότες· μισούντων γὰρ ἀδελφῶν τὸ ἀπ’ ἀλλήλων διίστασθαι, ἀποκαταστάντων δὲ καὶ τὴν φύσιν402
40ἐπεγνωκότων τὸ περιπτύσσεσθαι. ‘Εἴπωμεν ‘ἀδελφοὶ‘ καὶ τοῖς μισοῦσιν ἡμᾶς, μὴ ὅτι τοῖς δι’ ἀγάπην τι πεποιηκόσιν ἢ πεπονθόσι‘. δεῖ, γάρ φησιν, ἐπὶ τῇ ἐμῇ ἀναστάσει καὶ λαμπρᾷ πανηγύρει σκιρτᾶν καὶ γεγηθέναι ἡμᾶς καὶ προσαγορεύειν ἀδελφικῶς μὴ τοὺς εὔνους μόνον, ἀλλὰ καὶ τοὺς ἀπεχθανομένους ἡμῖν.
45ἐγὼ γὰρ οὐ τῶν μισούντων, ἀλλὰ καὶ τῶν λίαν εὐνοούντων ὑμῖν, ὅτι μὴ κατὰ μῖσος τὴν ἀφ’ ὑμῶν διάστασιν πεποίηκα, ἀλλὰ δι’ ἄκραν φιλίαν ταύτην πέπονθα· οὐδὲν γὰρ ἧττον ὑμῶν ἠνιώμην πόρρωθεν ὑμῶν αὐλιζό‐ μενος, ὥστε οὐ πεποίηκα ταύτην, ἀλλὰ μᾶλλον πέπονθα. τὸ δὲ ‘εἴπωμεν ἀδελφοὶ‘ ἀμαθῶς πάνυ τινὲς καὶ ἀνοήτως οὕτω συντάττουσιν, ‘εἴπωμεν

102

(50)

τοῖς μισοῦσιν ἡμᾶς τοῦτο αὐτό, ἀδελφοί‘, τὴν τοῦ εἰπεῖν ἀγνοοῦντες ὁμω‐ νυμίαν. τὸ γὰρ ῥῆμα τοῦτο ποτὲ μὲν ὁμιλίας ἐστὶ σημαντικόν, ποτὲ δὲ φιλικῆς προσφωνήσεως· ἐνταῦθα γοῦν δηλοῖ τὴν προσφώνησιν, ὥστε κλητική ἐστι τὸ ‘ἀδελφοί‘ καὶ οὐ κατ’ εὐθεῖαν πτῶσιν κείμενον. ‘Δῶμεν συγγνώμην ἀλλήλοισ‘. ὁρᾶτε ὅπως ἀφῃρέθη τὸ κάλυμμα τοῦ
55αἰνίγματος καὶ ὥσπερ ἐπὶ τοῦ στάχυος τῶν ἐλύτρων διαρραγέντων ὁ σῖτος ἐφάνη καθαρός; ‘δῶμεν συγγνώμην ἀλλήλοισ‘. ἐπὶ τίσιν, ὦ θεολόγων ἀκρότης; ἐφ’ οἷς ἀνέστη Χριστός; καὶ τί δεῖ συγγνώμης τῷ πράγματι; ἀλλ’ ἐφ’ οἷς διέστητε ἀπ’ ἀλλήλων; καὶ διὰ τί πρὸς τοῦτο τὸν τῆς ἀνα‐ στάσεως λόγον κεκίνηκας, καὶ τὴν μακρὰν περὶ τούτου περιττολογίαν
60προτέθεικας; ἀλλὰ σὺ μὲν εὖ οἶδ’ ὅτι οὐκ ἐπιστραφήσῃ τῶν χαμαιζήλων ἡμῶν, ὅλος ἐπεστραμμένος πρὸς τὴν τριαδικὴν ἔλλαμψιν, ἧς καὶ πρώην ἐξήρτησο· ἐγὼ δέ σοι τῆς τέχνης τίνων θρεπτήρια, ἣν δὴ παρὰ τῶν σῶν λόγων μεμύημαι, τῆς ἀπορίας τὴν λύσιν προτέθεικα, κατ’ ἔμφασιν ἐφερ‐ μηνεύσας τὴν ἑορταστικήν σου ἅπασαν σύμφρασιν. ‘δῶμεν συγγνώμην
65ἀλλήλοις, ἐγώ τε ὁ τυραννηθεὶς τὴν καλὴν τυραννίδα καὶ ὑμεῖς οἱ καλῶς τυραννήσαντεσ‘. ἀμφότεροι γὰρ ὥσπερ πρὸς τὸν λόγον διημαρτάνομεν, ἐγώ τε ἐπὶ μακρὸν σιωπῶν καὶ οἷον ᾄττων πρὸς τοὺς λόγους ὑπὸ τῆς δεούσης ἡνίας ἀνακρουόμενός τε καὶ τυραννούμενος, καὶ ὑμεῖς αὖθις τῆς φίλης σχολῆς ἀφελκύσαντες καὶ πρὸς τοὺς ἐνταῦθα λόγους μετακινήσαν‐
70τες. οὕτω γὰρ δεῖ νοεῖν ἀμφοτέρας τὰς τυραννίδας· οἱ δὲ τὴν πρώτην τυραννίδα ἐπὶ τὴν τῶν τυραννησάντων βίαν μετάγοντες οὐχ ἑτέραν τὴν δευτέραν ἐπάγουσιν, ἀλλὰ τὴν αὐτὴν εἰς δύο καταμερίζουσι. καλῶς οὖν
καὶ αὐτὸς τετυράννημαι, ‘φυλακὴν τοῖς χείλεσι θείσ‘, καὶ ὑμεῖς οὕτως τετυραννήκατε· διὰ τοῦτο δῶμεν συγγνώμην ἀλλήλοις. καὶ ἵνα μὴ περὶ τὰς403
75λεπτὰς ὑποθέσεις τῶν λέξεων ἐμφιλοχωροῦντες μηκύνωμεν τὴν ἐξήγησιν, τῶν μειζόνων ἑξόμεθα. ‘Χθέσ‘ φησίν ‘ἐσφάζετο ὁ ἀμνός, καὶ ἐχρίοντο αἱ φλιαί, καὶ ἐθρήνησεν Αἴγυπτος τὰ πρωτότοκα· σήμερον καθαρῶς ἐφύγομεν Αἴγυπτον‘ καὶ τὰ ἐφεξῆς, ἃ δὴ ἐν τῇ θεωρίᾳ δηλώσομεν. ταῦτα δὲ καὶ τὸν δοκιμώτατον
80ὑφαρπάζει νοῦν, ὅτι περὶ τοῦ πάσχα ὁ λόγος καὶ ὅτι λαμπρῶς εἰς ἐξήγησιν ἑαυτὸν ὁ πατὴρ καθῆκε τῆς τυπικῆς τοῦ ἀμνοῦ θυσίας, ὃς δὴ πρὸ ἡμέρας τυθεὶς τῇ ἐφεξῆς εἰς βρῶσιν τοῖς τελοῦσι καὶ τελουμένοις ἐγένετο· ἐμοὶ δὲ μᾶλλον δοκεῖ ὁ μέγας οὗτος ἀνὴρ περὶ τῶν Ὑπερβορέων λέγειν ἢ περὶ τῆς τοιαύτης θυσίας. τί οὖν ἐστι τὸ κεκρυμμένον τῷ γράμματι; ἀπολογία
85λαμπρά, διότι δὴ μὴ πάλαι, ἀλλὰ νῦν ἑαυτὸν εἰς τὸν λόγον ἐπέδωκε· δεῖ γὰρ τὸν ὡς ἀληθῶς φιλόσοφον ἄνδρα μυηθῆναι καὶ οὕτως μυῆσαι, κα‐ θαρθῆναι καὶ οὕτως καθᾶραι, μεταποιηθῆναι τῷ πνεύματι καὶ οὕτως τὰ τοῦ πνεύματος φθέγγεσθαι, τυθῆναι Χριστῷ καὶ οὕτως σφαγιάσαι πνευ‐ ματικῶς τὸν μυσταγωγούμενον καὶ θῦσαι θεῷ. ‘χθέσ‘ φησίν ‘ἐσφάττετο
90ὁ ἀμνός, καὶ ἐχρίοντο αἱ φλιαί‘, τουτέστιν ἐμαυτὸν ἐσφαγίασα ὅλον καρ‐ ποφορήσας θεῷ, καὶ τῷ θείῳ αἵματι τοῦ ὑπὲρ ἐμοῦ σφαγιασθέντος τὰς τοῦ νοῦ κατέχρισα φλιάς, πρᾶξιν καὶ θεωρίαν φημί. ἐφ’ οἷς ‘ἐθρήνησεν Αἴγυπτος τὰ πρωτότοκα‘· τῶν γὰρ πρωτοσπόρων μοι ἐννοιῶν τυθεισῶν τῷ θεῷ, ὡς μὴ διὰ τούτων τὸν ἀντικείμενον τῇ ψυχῇ εὑρεῖν πάροδον,
95ἡ σύμπασα τῆς πονηρίας ζοφερὰ δύναμις ἐπεθρήνησε. ‘καὶ ἡμᾶς παρῆλθεν ὁ ὀλοθρεύων‘· τετειχισμένῳ γάρ μοι ταῖς ἀρεταῖς ἐντυχὼν καὶ μηδεμίαν εὑρηκὼς πάροδον ὁ τῶν ψυχῶν παρέδραμεν ὀλοθρευτής. τοιαῦτα μὲν τὰ πρὸ τοῦ· ἀλλ’ οὔπω τὴν χθὲς πάντῃ τὴν Αἰγυπτιακὴν κακίαν πεφεύγαμεν. ὁ γὰρ πρακτικῶς τὰς ἀρετὰς ἐργαζόμενος οὔπω τῆς ὕλης ἀπῆρεν, ἀλλ’ ἔτι

102

(100)

μένει· προσδόκιμος δὲ τῆς ἀποδημίας ἐστίν, ἐπεὶ καὶ ἐν ταῖς τυπικαῖς ἱστορίαις ἡ Αἴγυπτος ἔτι εἶχε τοὺς τὸν ἀμνὸν σφαγιάσαντας καὶ τὰς φλιὰς χρίσαντας. ‘Σήμερον δὲ καθαρῶς Αἴγυπτον‘ πέφευγα, ὅλον ἐμαυτὸν δοὺς τῷ πνεύ‐ ματι καὶ μηδέν τι ἐπισυρόμενος τῆς γενέσεως (τούτου γὰρ ἔμφασις τὸ
105‘καθαρῶσ‘), ‘καὶ Φαραὼ τὸν πικρὸν δεσπότην καὶ τοὺς βαρεῖς ἐπιστά‐ τασ‘, τουτέστιν αὐτὴν τὴν ὕλην τοῦ σώματος, ἥτις δεσπότου δίκην ἐπί‐ κειται βαρύνουσα τὴν ψυχήν, καὶ τοὺς ἐκ ταύτης ἀναφυομένους πονηροὺς λογισμούς. ‘καὶ τοῦ πηλοῦ καὶ τῆς πλινθείας ἠλευθερώμεθα‘· τῆς γὰρ ὕλης τὴν δεσποτείαν εἰληφυίας τῆς ψυχῆς, καὶ τῶν πονηρῶν λογισμῶν οἷα404
110δὴ ἐργοδοτῶν τινων ἐπικειμένων καὶ καταναγκαζόντων τὸν ἄνθρωπον μὴ θεῖα οἰκοδομεῖν ὀχυρώματα, δι’ ὧν ὁ νοῦς πρὸς οὐρανὸν ἄνεισι, πηλῷ ἐμφερῆ τὰ δοκοῦντα ὀχυρώματα πέφυκε πλίνθοις εἰργασμένα ὀπταῖς, ἥτις διάρρυτος μὲν πάντῃ πέφυκεν, ἀσθενέσι δὲ συγκεκράτηται λογισμοῖς οἷα δὴ ἀχύροις λεπτοῖς. ‘καὶ οὐδείς ἐστιν ὁ κωλύσων ἡμᾶς ἑορτάζειν κυ‐
115ρίῳ τῷ θεῷ ἡμῶν ἑορτὴν τὴν ἐξόδιον‘. ἐπειδὴ γὰρ ἐμαυτὸν τέθυκα τῷ θεῷ καὶ πρὸς μυσταγωγίαν γέγονα ἐπιτήδειος, οὐδεὶς ὁ κωλύσων με ἑόρτιον εὐχαριστίαν ἀποδιδόναι τῷ κρείττονι καὶ τοὺς τῆς μυσταγωγίας λόγους δημοσιεῦσαι, οἷς δὴ τοὺς μύστας ὑμᾶς ἀνάξω πρὸς τὸν θεόν. ‘οὐκ ἐν ζύμῃ παλαιᾷ κακίας καὶ πονηρίας, ἀλλ’ ἐν ἀζύμοις εἰλικρινείας καὶ
120ἀληθείας, μηδὲν ἐπιφερομένους Αἰγυπτιακοῦ καὶ ἀθέου φυράματοσ‘. ὁ μὲν γὰρ πρακτικὸς ἔτι καὶ τὸν ἔξω κατακοσμῶν ἄνθρωπον οὐ τὴν ἄζυ‐ μον καθαρότητα προσάγει θεῷ· ἀκμὴν γὰρ ἐπίμικτός ἐστι τῇ κακίᾳ, μὴ διεσπασμένος ἀπὸ τοῦ σώματος. ὁ δὲ πρὸς τὴν θεωρίαν μεταβιβάσας τὸν νοῦν, οὐδέν τι τοῦ σώματος ἐπιστρεφόμενος, καθαρὰν καὶ εἰλικρινῆ
125καὶ τοῦ ἀθέου φυράματος ἀνεπίμικτον προσάγει θεῷ τὴν διάνοιαν. Ταῦτά μοι ὀλίγα ἐκ πολλῶν ἐσχεδίασται πρὸς ὑμᾶς. ὁ δὲ λόγος, διότι οὕτως ἐσχηματίσθη ὁ ἅγιος, οὗτός ἐστιν· οὐκ ἐβούλετο τὸ τῆς ἀναστάσεως εἶδος ὑψηλολογῆσαι καὶ καθαρῶς εἰπεῖν, ἵνα μὴ κόμπου καὶ ἀλαζονείας γραφῇ· διὰ τοῦτο τῷ τῆς ἱστορίας ὕφει θεολογικῶς τὸν λόγον κατακρύψας,
130ὁμοῦ τε ὅπερ ἐβούλετο κατώρθωσε καὶ τὰς τῶν ἀντιλεγόντων λαβὰς ἐκπέφευγεν. ὑμεῖς δὲ τοιαῦτα παρ’ ἐμοῦ λαβόντες συνθήματα, δύνασθε καὶ τὸν πάντα λόγον κατὰ τὴν μυστηριώδη ταύτην θεωρίαν ἐφοδεῦσαι
καὶ θεωρῆσαι.405

103

(1t)

Ἐξήγησις εἰς τὸν θεολογικὸν δεύτερον λόγον, οὗ ἡ ἀρχὴ ‘ἐπὶ τῆς φυλακῆς
2tμου στήσομαι‘
3 Οἱ τῷ μεγάλῳ θεολόγῳ τὴν περὶ τοῦ πάσχα ὀπτασίαν ὡς ἀληθῆ χαρι‐ ζόμενοι κόλακές μοι δοκοῦσιν εἶναι τοῦ θείου τοῦδε πατρός, καὶ εἰδέναι
5μὲν ὡς οὐδὲν τοιοῦτον τεθέαται ὁ μακάριος, καταχαρίζεσθαι δὲ αὐτῷ ὡς οὐ πεπλασμένην τὴν τοιαύτην ἐμφάνειαν. ἐγὼ δὲ τοῦτο μὲν οὐκ ἂν προσμαρτυρήσαιμι τῷ ἀνδρί, τὰ δὲ πολλῷ τούτου κρείττονά τε καὶ ὑψηλότερα· οὐδὲ γὰρ δι’ ἐμφάσεων καί, ὅ φησιν αὐτός, χαρακτήρων πεπλανημένων τὰ θεῖα ἐθεᾶτο μυστήρια, οὐδὲ ἀγγέλῳ τοιῶσδε ἢ τοιῶσδε
10πεπλασμένῳ καὶ πρὸς τριχώδη πτεροφυΐαν διατετυπωμένῳ προσομιλῶν ἐκεῖθεν ἐλάμβανε τῶν ἀπορρήτων τὴν μύησιν, ἀλλ’ ἀπαστράπτοντι καὶ αὐγοειδεῖ νῷ ἄνευ τινῶν παραπετασμάτων γυμνῶν αὐτῶν ἐπεβάτευσε τῶν ἀρρήτων, αὐτόπτης τῶν ἀθεάτων γενόμενος. ὃ δὲ τὸ τῆς αὐτοψίας δύναται ὄνομα, Πρόκλῳ τῷ πάνυ μαθήσεσθε ἐντυγχάνοντες. ὅθεν οἱ
15καταχαριζόμενοι τῷ ἁγίῳ τὴν θεοειδῆ ταύτην ὀπτασίαν καὶ κρείττονα ἐλαττοῦν μοι δοκοῦσι τὸν ἄνδρα τῇ θεωρίᾳ καὶ ἐνδείκνυσθαι ὡς ἔτι ὁ νοῦς αὐτῷ σαρκὶ συνδεδεμένος καὶ αἵματι σωματικοῖς ὡμίλει θεάμασι. Τί ποτ’ οὖν ἐστιν ὅ φησι, καὶ τίς ὁ λόγος τῆς πλάσεως; διὰ τί δὲ τῶν μειζόνων ἠξιωμένος πρὸς τὰ ἐλάττονα ταῦτα κατέπιπτεν; ἐνεξουσιάζει
20τοῖς λόγοις, καὶ τὴν ῥητορικὴν τέχνην ἐκμελετήσας ὡς ἄριστα εἴς τε τὸ ἄκρον τῆς φιλοσοφίας ἀναχθεὶς καὶ διὰ ταῦτα μηδένα ἔχων τὸν ἐλέγχειν δυνάμενον, διὰ μὲν τῆς τέχνης τὰ τῆς προσωποποιίας ἡμῖν ἀνακαλύπτει μυστήρια, διὰ δὲ τῆς φιλοσοφίας ἑαυτῷ τὰ κεκρυμμένα προσμαρτυρεῖ. καὶ ἐπεὶ οὐδὲν ἧττον σεμνότερος Ἀμβακούμ, ὅσον ὁ μὲν τῶν ἐσομένων
25ἐμυήθη τὴν πρόγνωσιν, ὁ δὲ αὐτὴν τῶν προμηνυθέντων τὴν ἔκβασιν ἐθεάσατο, μείζονος ἢ κατὰ προφήτην ἑαυτὸν ἀξιοῖ χάριτος, καὶ στῆναί φησιν ‘ἐπὶ τῆσ‘ ἰδίας ‘φυλακῆσ‘, κατὰ τὴν προφητικὴν ὁμοιότητα, καὶ
ἰδεῖν κρείττω καὶ ὑψηλότερα ὧν ἐκεῖνος τεθέαται. Ὁ μὲν γὰρ προφήτης αὐτὰ τὰ μέλλοντα μυστήρια προτυπούμενος ἐν406
30συμβόλοις ταῦτα καὶ αἰνίγμασιν ἐθεάσατο, ἐπὶ τῆς ἑαυτοῦ στὰς φυλακῆς· φυλακὴ δέ ἐστι τὸ μέτρον τῆς ἑκάστου ψυχῆς, καθ’ ὃ δὴ ἀνάλογον τὰς θείας τις ὀπτασίας δέχεται· εἰ μὴ γὰρ κατὰ τὸ μέτρον τῆς νοερᾶς διακρί‐ σεως τοῖς θείοις ἐπιβάλλει τις, ἀλλ’ ἐπὶ τὸ μεῖζον ἐπεκταθείη τῇ θεωρίᾳ, πεπλάνηται καὶ σκότος τοῦ φωτὸς ἀνταλλάττεται. ἐπεὶ τοιγαροῦν ὁ θεῖος
35ἐκεῖνος προφήτης, ἐπὶ τοῦ μέτρου τῆς οἰκείας στὰς γνώσεως ὥσπερ τινὸς φυλακῆς περιτετειχισμένης καὶ θριγκίοις ἀρρήκτοις περιβεβλημένης, τῶν ἀπορρήτων εἶδε τὴν μύησιν, οὐκ ἠνέσχετο ὁ πολὺς οὗτος τὰ θεῖα πατήρ, τῶν εἰκόνων ἐκείνων τὰ ἀποτελέσματα θεασάμενος, μὴ κρείττονα ἑαυτῷ ἀναπλάσαι τὴν ὀπτασίαν καὶ σεμνότερα τῶν προφητικῶν φθέγξασθαι.
40τῷ τε γὰρ ἀξιώματι τοῦ λόγου καὶ τῇ τῆς ψυχῆς καθαρότητι καὶ τῇ περὶ τὰ θεῖα ἀκλινεῖ πίστει καὶ ἀψευδεῖ ἀνεξέλεγκτον εἶχε τῶν εἰρημένων τὴν δήλωσιν, ἐπὶ τῆς οἰκείας καὶ οὗτος φυλακῆς στάς, ‘τῆς δεδομένησ‘ αὐτῷ ‘παρὰ τοῦ πνεύματος ἐξουσίας καὶ θεωρίασ‘. ἐξουσίας μέν, ὅτι πᾶσα ψυχὴ ἀναχθεῖσα πρὸς τὴν θείαν ἁπλότητα, αὐτοῖς ἀμέσως προσομιλοῦσα
45τοῖς θείοις θεάμασιν, ἐνεξουσιάζει τοῖς θείοις ὁράμασι, καὶ πρὸς τὴν τῶν ἀκουόντων ἀναλογίαν συγκαταβαίνουσα τυποῖ τε τὰ ἀτύπωτα καὶ πλάττει τὰ ἄπλαστα· θεωρίας δέ, ὅτι μὴ τὸ βούλημα μέτρον τῶν ὀπτασιῶν κεκλήρωται, ἀλλὰ τὴν γνωστικὴν δύναμιν καὶ τὸ μέτρον αὐτῆς τῆς καθάρσεως.

103

(50)

Ἐζήλου δὲ καὶ τὴν προφητικὴν χάριν ὁ μέγας οὗτος ἀνήρ, καὶ ἐπειδὴ τὰ παρὰ τοῦ προφήτου εἰρημένα καινὴν ἔχει καὶ τὴν ἐξαγγελίαν τῆς λέ‐ ξεως καὶ τῆς διανοίας τὴν δύναμιν, παράδοξον δὲ καὶ τὴν πίστιν καὶ αὐτό‐ ματον πρὸς τὴν συγκατάθεσιν (οὐ γὰρ λογικῶς ἐφοδεύει ὁ τῶν ἀπορρήτων μύστης, οὐδὲ συλλογιστικῶς ἢ ἀποδεικτικῶς ποιεῖται τὴν ὑφήγησιν, ἀλλὰ
55τελεστικῶς καὶ μετὰ κρείττονος ἀναγωγῆς καὶ θειοτέρας ἐξαγγελίας), διὰ ταῦτα καὶ ὁ μέγας οὗτος ἀνήρ, βουλόμενος τὸν περὶ τῆς ἀναστάσεως λόγον μήτε λογικαῖς ὑποβαλεῖν ἀποδείξεσι μήτε τεχνικαῖς πίστεσι μήθ’ ὅλως μεθόδοις ἐπιστημονικαῖς, ἀλλὰ θεοειδέστερον αὐτὰ ἐξαγγεῖλαι, ὡς ἂν μή τις ἀντιλέγειν ἔχοι ὡς λογικῶς εἰρημένοις, ἐπὶ τὴν θείαν ταύτην
60τῆς προφητείας ἐκφαντορίαν τὸν οἰκεῖον λόγον ἀνήγαγε, καὶ κατὰ ζῆλον προφητικὸν πλασάμενος τὴν ὑφήγησιν, τήν τε ὑποτρέχουσαν ταῖς λογι‐
καῖς πραγματείαις ὑπόνοιαν ἐκπέφευγε καὶ τὰ θεῖα θείως ἐξήγγειλεν, ἑρμηνεύσας σεμνῶς τὰ σεμνά. εἰ δὲ οὕτως ἀτυπώτως τὰ θεῖα θεώμενος ἐν τύποις ἡμῖν καὶ συμβόλοις ἐξήγγειλε, θαυμάζειν οὐ χρή· πρὸς γὰρ407
65τὴν δύναμιν τῆς ἡμετέρας ὑποδοχῆς τὴν τοιαύτην ὑφήγησιν ἐτεκτήνατο. Ἡ μὲν οὖν αἰτία τῆς πλάσεως αὕτη. οἱ λόγοι δὲ τῶν κατὰ μέρος ὀπτα‐ σιῶν οἵδε· ‘ἔστην‘ φησί ‘καὶ ἀπεσκόπευσα‘. τὸ μὲν οὖν ‘ἔστην‘ τῆς κατὰ ψυχὴν σταθηρότητος σύμβολον καὶ τῆς ἀκλινοῦς καὶ ἀμετακινήτου πρὸς τὰ χείρονα στάσεως, τὸ δ’ ‘ἀπεσκόπευσα‘ τῆς ἀκριβοῦς θεωρίας καὶ καταλ‐
70λήλου τῆς γνώσεως πρὸς τὰ γνωστὰ φορᾶς δηλωτικόν. καὶ γὰρ καὶ οἱ σωματικοῖς ὀφθαλμοῖς βουλόμενοί τι τῶν μακρόθεν ἰδεῖν πρῶτον μὲν ἀκλινῶς τὼ πόδε κατὰ γῆς ἐρείδουσιν, ἔπειτα τῶν ὀφθαλμῶν τὴν χεῖρα ὑπερκοιλάναντες καὶ τὰς ἀκτῖνας τῶν ὀμμάτων ἰθυτενῶς πρὸς τὸ ὁρώμε‐ νον ἀπευθύναντες, ἀκριβῶς ὁρῶσιν ὅπερ ἰδεῖν σπεύδουσιν. ἀναλόγως οὖν
75τῇ τοιαύτῃ στάσει καὶ ἀποσκοπεύσει καὶ ὁ μακάριος τῷ νοῒ στὰς ἀραρότως καὶ ἀκλινῶς, εἶτα οἷον ἀπολεπτύνας καὶ τὴν τούτου ἀκτῖνα ὥσπερ τόξου βέλος πρὸς τὸν σκοπὸν ἀφείς, εἶδεν ἅπερ αὐτὸς κατιὼν ἐρεῖ· ‘ἀπεσκό‐ πευσα‘, γάρ φησι, καὶ εἶδον. δεῖ γάρ τινα πρῶτον μὲν στῆναι ἐν τῇ ἀκλινεῖ στάσει τῆς ψυχῆς, εἶτα τεῖναι τὸν νοῦν πρὸς τὸ ἄναντες, εἶθ’ οὕτως ἰδεῖν·
80οὐ γὰρ ὁ ὁπωσοῦν στὰς καὶ ἀποσκοπεύσας πάντως καὶ εἶδεν, ἀλλ’ ὁ τὴν ψυχὴν μὲν πρῶτα σταθηρὰν ἐργασάμενος καὶ τὴν πρὸς τὰ χείρω ῥοπὴν ἀμετάκλιτον, εἶθ’ οὕτως κατὰ σκοπὸν βαλὼν τὸν νοῦν καὶ ἁρμόσας τὸν ἐν τῇ ψυχῇ νοῦν τῷ πρώτῳ καὶ ἁπλουστάτῳ νοΐ. ὥσπερ γὰρ ὁ κεκυφὼς ἐπὶ γῆν οὐκ εὐθὺς εἰς οὐρανὸν ἀνανεύει, ἀλλὰ δεῖται πρῶτον ἀπὸ γῆς
85ἀνανεῦσαι καὶ κατ’ ἴσον τοῖς ὤμοις ποιεῖν τὴν κεφαλήν, εἶθ’ οὕτως πρὸς τὸ ἄναντες ποιεῖν τὸ πρόσωπον, οὕτως ὁ ἀπὸ τῆς ὕλης ἀνανεύων πρῶτα μὲν τὴν μέσην διεξάγει ζωήν, ἣν δὴ ψυχικὴν ὁ λόγος οἶδε καλεῖν, ἔπειτα τὴν ὑψηλοτέραν, ἣν δὴ πνευματικὴν ἀποφαίνεται. τὸ μὲν οὖν ‘στῆναι‘ τὴν ψυχικὴν πολιτείαν κατηγορεῖ, τὸ δ’ ‘ἀποσκοπεῦσαι‘ τὴν τελεωτέραν καὶ
90τῷ ὄντι πνευματικήν· δεῖ γοῦν τινα πρῶτον στῆναι καὶ οὕτως ἀποσκο‐ πεῦσαι. ‘Καὶ ἰδού‘ φησίν ‘ἀνὴρ ἐπιβεβηκὼς ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ‘. οὐ γὰρ μετὰ τὴν στάσιν, φησί, καὶ μετὰ τὴν ἀποσκόπευσιν κενόν μοι ἐγένετο τὸ τῆς ψυχῆς ἔκταμα, ἀλλ’ ἐπειδὴ ψυχικῶς ἔστην καὶ πνευματικῶς
95ἀπεσκόπευσα, οὐδέν τι τῷ νῷ κενοδρόμημα γέγονεν, ἀλλ’ ὁμοῦ τε εἶδον ‘καὶ ἰδοὺ ἀνὴρ ἐπιβεβηκὼς ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ‘. ‘ἀνὴρ‘ μέν, ὅτι οὐδέν τι τῶν θείων θῆλυ καὶ μαλακόν, οὐδ’ ἀγεννές τε καὶ ἄνανδρον, μηδ’ ἐκλελυμένον καὶ ἄτονον. ‘ἐπιβεβηκὼσ‘ δέ, ὅτι μηδὲν ἐν ἐκείνοις σεσυρμένον τε καὶ πεζόν. ‘ἐπὶ‘ δὲ ‘τῶν νεφελῶν‘, ὅτι πᾶσα γονιμότης408

103

(100)

περὶ τὰ κρείττονα καὶ θείων ὑδάτων ἐπιρροή· τὰ γὰρ τῇδε αὐχμοῦ ἔμπλεα καὶ ξηρότητος, ἐκεῖ δὲ σταγόνες ψεκάζουσαι καὶ νεφέλαι ἀποθλίβουσαι ‘ὑετὸν πρώιμόν τε καὶ ὄψιμον‘. ἡ δὲ ‘τοῦ οὐρανοῦ‘ προσθήκη τοῦτό μοι δηλοῦν φαίνεται, ὅτι μηδὲ εἶχεν ἡ ὀπτασία περιπέζιόν τι καὶ πρόσγειον· ἐπειδὴ γὰρ αἱ νεφέλαι τὰς τῶν ὑψηλοτάτων ὀρῶν οὐχ ὑπερβάλλουσι κορυ‐
105φάς, καὶ μάρτυς ἐν τοῖς Μετεώροις Ἀριστοτέλης ἱστορῶν ἀκρωρείας ἐνίων ὀρῶν, αἳ μὴ ὑετοῖς καταβρέχονται μήτε χαλάζαις κατακροτοῦνται, οἷον δὴ καὶ τὸν Ὄλυμπον Ὅμηρος ὑπαινίττεται, διὰ ταῦτα ὁ μακάριος οὗτος προστέθεικεν εἰρηκὼς ‘ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ‘. νεφέλαι δὲ οὐρανοῦ τυγχάνουσι νοητῶς θεῖαι δυνάμεις καὶ ὑψηλαὶ καὶ μετέωροι,
110ἐφ’ ὧν ἕτεραι δυνάμεις ἐποχούμεναι τάδε ἢ τάδε τοῖς ἀξίοις τοῦ θεάματος ἀπαγγέλλουσιν. Ἀλλ’ ἐπειδὴ πολὺ πέλαγος ὁρῶ τῆς θεωρίας ὑπανοιγόμενον, ὡς μήτε τὴν ἐμὴν γλῶτταν πρὸς τὴν κατὰ μέρος ἀναγωγὴν ἐν βραχεῖ ἐξαρκεῖν μήτε τὴν ὑμετέραν χεῖρα πρὸς τὴν τῶν ὑπηγορευμένων γραφήν, ἐνταῦθα
115στῆσαι τὸν λόγον βέλτιον. ἴσως γὰρ ὑμεῖς προσθείητε τὰ λοιπά, ὥσπερ ἐπὶ κύκλου ἐμοῦ τὸ κέντρον δεδωκότος καὶ τὸ διάστημα· θᾶττον γὰρ
ὑμεῖς τὴν τῆς γραμμῆς περιάγοιτε περιφέρειαν.409

104

(1t)

Ἐκ τοῦ εἰς τὸν μέγαν Ἀθανάσιον, εἰς τὸ ‘ᾧτινι μὲν οὖν ἐξεγένετο‘
2 Τῆς θείας ὁ πατὴρ μακαριότητος ἀξιοῖ τοὺς ‘διὰ λόγου καὶ θεωρίας διασχόντας τὴν ὕλην καὶ‘ ὑπὲρ ‘τὸ σαρκικὸν‘ γενομένους ‘εἴτε νέφος εἴτε προκάλυμμα‘ καὶ τοῦτον τὸν τρόπον ‘θεῷ‘ πλησιάσαντας, ἐν βραχεῖ
5λόγῳ τῆς θείας ἀνόδου τὸ πᾶν συγκεφαλαιωσάμενος. ἀλλ’ ὅτι μὲν ‘μα‐ κάριοι‘ οἱ οὕτω τῷ πρώτῳ ‘συγκραθέντες φωτὶ‘ καὶ αὐτοὶ ἴσμεν τε καὶ πεπείσμεθα. ἐπαποροῦμεν δὲ τί ποτέ ἐστι τὸ ‘διασχεῖν‘ μὲν ‘τὴν ὕλην‘ καὶ ‘τοῦ σαρκικοῦ νέφουσ‘ ὑψηλοτέρους γενέσθαι, πῶς δὲ λόγῳ καὶ θεωρίᾳ τῷ ἀθεωρήτῳ καὶ ὑπὲρ λόγον δεῖ προσβαλεῖν, τίς δὲ ἡ ὕλη παρὰ
10τὸ σαρκικὸν νέφος, καὶ τίνι λόγῳ ὁ μέγας οὗτος πατὴρ ἐπαμφοτερίζει περὶ τούτου ταῖς ἐννοίαις ἐπαπορῶν ‘εἴτε νέφοσ‘ χρὴ τὴν σάρκα καλεῖν ‘εἴτε προκάλυμμα‘, καὶ τίς ἡ διαφορὰ νέφους καὶ προκαλύμματος. Περὶ τούτων γὰρ τῶν ἀποριῶν καὶ πρότερον παρὰ πολλῶν ἀξιωθεὶς ἐπιλύσασθαι, εἰς τόδε καιροῦ τὸν λόγον ἀνεβαλόμην, ὑμῖν πρώτοις ἀπο‐
15δοῦναι βουλόμενος τὴν ἐπίλυσιν. λυτέον δὲ ἡμῖν τῶν ἀπορουμένων πρῶ‐ τον τὸ περὶ τοῦ ‘λόγου‘ καὶ τῆς ‘θεωρίασ‘, ὅπως ποτὲ διὰ τούτων ἡμῖν ἡ πρὸς τὸ θεῖον ἄνοδος γίνηται· τῶν γὰρ πλησιαζόντων θεῷ οἱ μὲν μετ’ ἐπιστήμης τὴν πρὸς ἐκεῖνον πλουτοῦσιν ἐγγύτητα, οἱ δ’ ἁπλῶς οὕτως ἀσκητικαῖς ἀγωγαῖς καὶ μεθόδοις πρὸς ἐκεῖνον ποιοῦνται τὴν ἄνοδον, οἱ
20δὲ καὶ φύσεως πλεονεξίᾳ ἐξ αὐτῆς εὐθὺς τῆς γεννήσεως παρθενεύειν λαχόντες διὰ τῆς φυσικῆς καθαρότητος πεπλησιάκασι τῷ θεῷ. μακάριος μὲν οὖν ὁ ὅπως ποτὲ ἐγγίσας τῷ πάσης ὑπερκειμένῳ τῆς φύσεως, μα‐ καριώτερος δὲ τοῦ διὰ τὴν φύσιν ὁ διὰ τὴν ἄσκησιν, καὶ τούτων ἔτι εὐδαιμονέστερος ‘ὁ λόγῳ καὶ θεωρίᾳ‘ τῷ θείῳ λόγῳ καὶ τῷ εἴδει πλη‐
25σιάσας τοῦ ἀειδοῦς. Ἐπεὶ δὲ ὁ περὶ τούτου λόγος δυσείκαστος ἡμῖν καὶ δυσερμήνευτος πέφυκε, παραδείγματί τινι τῶν σωματικῶν τὸ κεκρυμμένον τούτου ἀνα‐ πτυξόμεθα. ἔστω γάρ τινα τῶν τὴν γραφικὴν ἐπιστήμην μετιόντων μελε‐ τᾶν, ὅπως ἂν τὸ ἐν τῷ παραδείγματι κάλλος τῷ ἐν τῷ μορφουμένῳ
30παρ’ αὐτοῦ μεταμορφώσειεν ὁμοιώματι. τὸν μὲν οὖν λόγον τῆς γραφικῆς ἐπιστήμης οὗτος παραλαβὼν τῇ ψυχῇ, οὐκ ἀξιόχρεων ἥγηται πρὸς τὴν μίμησιν, εἰ· μὴ καὶ πρὸς τὸ παράδειγμα βλέψειε· τῷ δὲ παραδείγματι
ἐνατενίζων, εἰ μὴ καὶ τῷ τῆς γραφικῆς λόγῳ χρήσαιτο, ἐξ ἀνάγκης διαμαρτήσαιτο τοῦ σκοποῦ· λόγῳ δὲ καὶ θεωρίᾳ εἰκονογραφῶν τὸ410
35ὁμοίωμα, τοῦ ἐν τῷ παραδείγματι κάλλους οὐκ ἀποτεύξεται. ἐπεὶ οὖν ζωγράφοι τυγχάνομεν τῶν ἐν τῇ ψυχῇ ἀρετῶν, δεῖ ἡμᾶς καὶ λόγον ἔχειν τῆς ἐπιστήμης καὶ πρὸς τὸ παράδειγμα βλέπειν καὶ κατὰ τὴν ἐκείνου ἰδέαν ἀφομοιοῦν ἑαυτούς. ὁ μὲν οὖν πίναξ ἡ ἡμετέρα πέφυκε ψυχή· χρώ‐ ματα δὲ αἱ ἀρεταί· ἡ δὲ τῶν χρωμάτων κρᾶσις ἡ τῆς γραφικῆς ἐπιστή‐
40μης δύναμις· τὸ δὲ παράδειγμα ὁ θεός· ἡ δὲ πρὸς τοῦτο ὅρασις τὸ ἀεὶ πρὸς τὸν θεὸν νεύοντας, οὕτως τὰς ἑαυτῶν καταχρῴζειν ψυχάς· ἡ δὲ τῆς εἰκόνος πρὸς τὸ πρῶτον κάλλος ἐμφέρεια τὸ τῆς ἐπιστήμης τυγχάνει κεφάλαιον. Ἐκεῖνος τοίνυν μακάριος ὁ μετ’ ἐπιστήμης τὰς ἀρετὰς μετιὼν καὶ πρὸς
45τὸ θεῖον ἀποβλέπων εἶδος ὡς πρὸς παράδειγμα καὶ οὕτως ἐμφερῆ πρὸς ἐκείνην τὴν ἰδέαν τὴν ἑαυτοῦ ψυχὴν ἐργαζόμενος. παράδειγμα γὰρ ἑαυτὸν ὁ θεὸς τῷ κόσμῳ παντὶ ἐδωρήσατο, τοῦτο μὲν καὶ ἐν τῷ πρώτῳ κάλλει ἑστώς, τοῦτο δὲ καὶ τῇ μιᾷ τῶν ὑποστάσεων σαρκωθείσῃ χειραγωγήσας ἡμᾶς πρὸς τὴν μίμησιν (τοῦ σαρκωθέντος γὰρ υἱοῦ ἡ φωνή) πρὸς αὐτὸν

104

(50)

ἀφορᾶν τοὺς μαθητευομένους ἐκείνῳ καὶ τὴν αὐτοῦ πολιτείαν ζηλοῦν. Ὁ μὲν οὖν ‘λόγοσ‘, ὥσπερ εἰρήκαμεν, τὴν τῆς ἀρετῆς ἐπιστήμην αἰνίττεται, ἡ δὲ ‘θεωρία‘ τὸ εἶδος τοῦ παραδείγματος. δι’ ἀμφοῖν οὖν μακάριος ὁ ἐγγίζων θεῷ, εἰ δὲ θατέρου στερίσκοιτο, χωλὴν ὄντως καὶ κολοβὴν ἀποδώσει τὴν ἀρετὴν τῷ ἀρτίῳ θεῷ. ἐντεῦθεν γὰρ καὶ ‘διασχεῖν
55τὴν ὕλην‘ δυνήσεται· τῇ γὰρ ἐπιστημονικῇ τῶν ἀρετῶν ἐργασίᾳ καὶ τῇ ἀτενίσει τῇ πρὸς τὸ πρῶτον παράδειγμα διαποικιλλομένη ἡ ψυχὴ καὶ μορφουμένη ὁμοῦ τε τῆς ἀειδοῦς ὕλης πόρρω γίνεται καὶ πρὸς θεὸν ἄν‐ εισιν, ἐσχηματισμένη ὡς ἐφικτὸν πρὸς τὸ ἀσχημάτιστον ἐκείνου κάλλος καὶ τὸ ἀνείδεον εἶδος καὶ ἀμόρφωτον. τὸ δὲ ἐπαγαγεῖν τὸν μέγαν τοῦτον
60πατέρα μετὰ τὸ ‘διασχεῖν τὴν ὕλην‘ τὸ ‘καὶ ὑπεράνω τοῦ σωματικοῦ νέφους ἡμᾶς γενέσθαι‘ τοῦτό μοι αἰνίττεσθαι δοκεῖ, ὡς ἡ μὲν ὕλη ἀρχή τίς ἐστι τοῦ σώματος καὶ οἷον ὑποβάθρα αὐτῷ καὶ κρηπίς, τὸ δὲ σῶμα τὸ ἐντεῦθεν μετὰ τοῦ εἴδους μορφωθέν. ἡ μὲν οὖν ὕλη εὐμισητότατον πέφυκεν· ἄμορφος γὰρ πάντῃ οὖσα καὶ ἀνείδεος ὡς αἶσχος ταῖς ἀνθρω‐
65πίναις μισεῖται ψυχαῖς· τὸ δὲ σῶμα εἰδοποιηθὲν κάλλους τε φαντασίαν παρέχει καὶ συμμετρίαν ἀρίστην, καὶ διὰ τοῦτο περιέπεται παρ’ ἡμῶν καὶ ἀσπάζεται. ἀλλ’ ὁ πρὸς θεὸν ἀνιὼν διὰ τῆς τῶν ἀρετῶν ἐπιστήμης
καὶ τῆς πρὸς ἐκεῖνον ἐνατενίσεως οὐ τὴν ὕλην μόνον ἀποδιοπομπεῖται, ἀλλὰ καὶ αὐτὸ δὴ τὸ μεμορφωμένον σῶμα διὰ τὴν τοῦ πρώτου κάλλους411
70ἰδέαν ἄμορφον ἡγεῖται καὶ ἀδιατύπωτον. Οὐκ ἀλόγως δὲ ἐπαμφοτερίζει ‘εἴτε‘ χρὴ ‘νέφοσ‘ λέγειν τὴν σάρκα ‘εἴτε προκάλυμμα‘· ἀμφότερα γὰρ τῷ ἀκριβεῖ λόγῳ ἐπιμαρτύρεται. ἀλλὰ πρότερον εἴπωμεν, τί τὸ νέφος δηλοῖ καὶ τί τὸ προκάλυμμα, ἵν’ ἐντεῦθεν γνοίημεν ὅπως τοῖς μὲν νέφος ἡ σάρξ, τοῖς δὲ προκάλυμμα πέφυκε. τὸ
75μὲν οὖν ‘προκάλυμμα‘, ὡς καὶ αὐτὸ δηλοῖ τοὔνομα, τὸ προκείμενόν τινος πέφυκε καὶ καλύπτον ἐκεῖνο, ὥστε μὴ φανερὰν τὴν οὐσίαν ἐκείνου τοῖς ὁρῶσι καθίστασθαι, ὥσπερ ὁ βυθὸς τοῦ ὑποκειμένου τούτῳ ὀστράκου προκάλυμμα καὶ τοῦ σώματος ὁ χιτών, καὶ ἁπλῶς πᾶν ὅσον πρόκειται τοῦ ὑποκειμένου τυγχάνει προκάλυμμα. τὸ δὲ ‘νέφοσ‘, ἔστι μὲν καὶ τοῦτο
80οἷον προκάλυμμα τοῦ ἡλίου προβεβλημένον καὶ οὐκ ἐῶν τὴν ἐκείνου διικνεῖσθαι αὐγήν· τοσοῦτον δὲ διαφέρει τοῦ προκαλύμματος, ὅτι τὸ μὲν τάχιστα διαλύεται, τὸ δὲ προκάλυμμα τῷ στερεμνίῳ τῆς φύσεως μονιμω‐ τέραν ἔχει τὴν σύστασιν. καὶ ἡ σὰρξ τοιγαροῦν τοῖς μὲν νέφους ἐπέχει λόγον, τοῖς δὲ προκαλύμματος· ὅσοι μὲν γὰρ τῇ τοῦ ζήλου θερμότητι καὶ
85τῷ τῆς πίστεως ζέοντι ἀντείχοντο τῶν ἀρετῶν καὶ τὴν πρὸς θεὸν ὠδίνησαν ἄνοδον, τούτοις οἷόν τι νέφος ἡ σὰρξ διαλύεται, ἧττον ταῖς ψυχικαῖς ἐνεργείαις παρεμποδίζουσα· ὅσοι δὲ ἀμβλύτερον ἢ ῥαθυμότερον τῆς ἀρετῆς ἥψαντο, τούτοις ἡ σὰρξ προκάλυμμα πέφυκεν, ἐπικειμένη ἀεὶ τῇ ψυχῇ καὶ μὴ ἐῶσα ταύτην πρὸς τὸν θεὸν ποιεῖσθαι τὴν ἄνοδον. ὥσπερ γὰρ
90δι’ ὁμιχλώδους ἀέρος δύο ἀφεθέντων βελῶν, ὃ μὲν ἀφείθη ῥωμαλεώτερον οὐδ’ ὁπωστιοῦν τῇ ὁμίχλῃ ἐνίσχεται, ὃ δὲ ἀσθενῶν χειρῶν διωλίσθησε τῷ παχεῖ ἀέρι διὰ μέσου ἀνακρουόμενον ἵσταται (καὶ τούτου μαρτύριον ὁ Ἀντιόχου πρὸς Ῥωμαίους πόλεμος), οὕτω δὴ καὶ ψυχῶν ἀναγομένων πρὸς τὸν θεὸν ἡ μὲν ὀξυτάταις πρὸς ἐκεῖνον χρωμένη ταῖς ὁρμαῖς ἀκατά‐
95σχετός ἐστι τῇ παχυμερείᾳ τοῦ σώματος, ἡ δὲ ῥαθύμως τῶν συνδέσμων τούτων διολισθαίνουσα ἐνίσχεται τούτῳ καὶ πρὸς τὸν δρόμον παρεμπο‐ δίζεται. καὶ τῇ μὲν πρώτῃ νέφος ἐστὶν ἡ σάρξ, τῷ αὐγοειδεῖ τῆς ψυχῆς διαλυόμενον τάχιστα· τῇ δὲ δευτέρᾳ προκάλυμμα, σῶμα παχὺ καὶ γεῶδες,
ἀντιβαῖνον αὐτῇ πρὸς τὸν δρόμον καὶ ἀντικείμενον.412

105

(1t)

Ἐκ τοῦ ‘πάλιν Ἰησοῦς ὁ ἐμόσ‘, εἰς τὸ ‘πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχοσ‘
2 Ἑλλήνων μὲν οἱ φιλοσοφώτατοι περὶ τὴν παρ’ ἐκείνων θρυλλουμένην μοναρχίαν πολλὰ δὴ καὶ πολλάκις πραγματευσάμενοι οὐ μόνον πρὸς ἀλλήλους ἠναντιώθησαν, ἀλλὰ καὶ σφίσιν αὐτοῖς οἱ καθ’ ἕνα ἀσυμφώνους
5λόγους ἀποδεδώκασιν. ὁ δέ γε θεῖος οὗτος πατὴρ καὶ θεολόγος τῷ ὄντι τὴν τριαδικὴν πολλάκις θεότητα ἀνυμνῶν καὶ θεωρῶν ἥτις ἐστί, κατά γε δύναμιν ὅμοιος ἑαυτῷ ἐν πᾶσι τοῖς λόγοις ἐστίν, ἁπανταχοῦ τὰς μὲν ὑποστάσεις διαιρῶν, συνάπτων δὲ τὴν οὐσίαν. διαιρεῖ δὲ σαφέστατα ταῖς περὶ ἕκαστον πρόσωπον ἰδιότησιν. ἵνα γὰρ μὴ διὰ τὴν οὐσίαν μίαν οὖσαν
10τὰς ὑποστάσεις συγχέωμεν, ὅπερ δὴ πέπονθεν ἢ πεποίηκεν ὁ Λίβυς Σα‐ βέλλιος, τῷ ἀγεννήτῳ καὶ τῷ γεννητῷ καὶ τῷ ἐκπορευτῷ ἀπ’ ἀλλήλων τὰ πρόσωπα διιστᾷ, τὸ μὲν τῷ πατρὶ διδούς, τὸ δὲ τῷ υἱῷ, τὸ δὲ τῷ πνεύ‐ ματι. ἵνα δὲ μὴ ταῖς τῶν προσώπων ἰδιότησι καὶ τὴν θεότητα κατατέμνω‐ μεν, ἧς δὴ δόξης Ἄρειος ἔχεται, ταὐτότητα τούτοις οὐσίας καὶ ἀρχῆς
15ἀποδίδωσιν. Ἵνα δὲ ἐν κεφαλαίοις τὴν πίστιν ἡμῶν εἰδείητε, ἴστε ὡς μοναρχία μὲν τὸ σεβόμενον παρ’ ἡμῖν, οὐχ ὑποστάσει συναιρουμένη μιᾷ, ἀλλὰ προσώποις διαιρουμένη τρισί. καὶ τὸ μὲν ἓν θεότης λέγεται καὶ οὐσία καὶ φύσις καὶ ἀρχὴ καὶ μορφή, τὰ δὲ τρία πρόσωπα καὶ ὑποστάσεις καὶ χαρακτῆρες
20καὶ ἄτομα· αἱ γὰρ ἰδιότητες παρὰ τὰς ὑποστάσεις, ἀλλ’ οὐχ ὑποστάσεις εἰσίν. ἡ δὲ τριαδικὴ αὕτη ἀρχὴ ὡς ἓν μὲν θεωρουμένη ἄναρχος καὶ ἀίδιος καὶ τὸ ξύμπαν αἰώνιος, ὡς δὲ κατὰ πρόσωπα διαιρουμένη, τὸ μὲν αὐτῆς ἄναρχον, τὸ δὲ καὶ ἄναρχον καὶ οὐκ ἄναρχον. εἰ μὲν γὰρ πρὸς τὸ πρῶτον αἴτιον ἀνάγοις, οὐκ ἄναρχον (ἐκεῖθεν γάρ, ἀλλ’ οὐ μετ’ ἐκεῖνον)· εἰ δὲ
25πρὸς τὰ τῇδε συγκρίνεις, χρόνους φημὶ καὶ αἰῶνας καὶ πᾶσαν τὴν νοερὰν ἰδιότητα, ἄναρχα καὶ ἀγέννητα. τῶν τριῶν τοίνυν ὑποστάσεων τούτων
ἡ μὲν τὸ ὅλον ἄναρχον καλεῖται πατήρ, τῶν δὲ λοιπῶν δύο ἡ μὲν υἱός, ἡ δὲ πνεῦμα, ἄμφω ἀπὸ τοῦ πατρὸς ὑφεστηκότα, ἀλλ’ οὐ κατὰ τὸν ὅμοιον τρόπον· ὁ μὲν γὰρ υἱὸς ἐγεννήθη, τὸ δὲ πνεῦμα ἐξεπορεύθη, μᾶλλον δὲ ὁ413
30μὲν γεννᾶται, τὸ δὲ ἐκπορεύεται. οὐ γὰρ ὥσπερ ἀπὸ τοῦ πατρὸς ὁ υἱὸς προεληλύθει γεννητῶς, οὕτω δὴ τὸ πνεῦμα ἀπὸ τοῦ υἱοῦ ἐκπορεύεται, ἵνα τὸ μὲν πρῶτον θῶμεν, τὸ δὲ δεύτερον, τὸ δὲ τρίτον. ἄπαγε ταύτης τῆς βλασφημίας καὶ πολυθεΐας Ἑλληνικῆς, παρ’ οἷς ὁ Οὐρανὸς καὶ Κρόνος καὶ Ζεὺς πατέρες καὶ υἱοὶ καὶ υἱωνοί· εἷς γὰρ παρ’ ἡμῖν ἀμφοῖν τοῖν
35προσώποιν σύνδεσμος ὁ πατήρ, πρὸς ὃν ἀνάγεται ἢ ἔχεται τὰ ἐξ αὐτοῦ. Τοιαύτη μέν, ὡς ἐν ἐπιτομῇ ἐρεῖν, ἡ ἡμετέρα θεολογία, ἣν δὴ διεξ‐ οδεύων πλατύτερον ὁ μέγας οὗτος πατὴρ καὶ διδάσκαλος ‘πατήρ‘ φησίν ‘ὁ πατήρ‘ καὶ τὰ ἑξῆς. καὶ πρῶτόν γε τοῦτο ἀπορητέον, τίς ἡ τῶν ὀνο‐ μάτων ἐπαναδίπλωσις· οὐ γὰρ ἀκαίρως οἶμαι πολυλογεῖν τὸν σοφὸν τοῦτον
40ἄνδρα τὸν πᾶν τὸ ἐν τούτοις τοῖς λόγοις ἀτιμάζοντα περιττὸν καὶ περίερ‐ γον. ‘πατήρ‘ γάρ φησιν ‘ὁ πατήρ‘ καὶ ‘υἱὸς ὁ υἱόσ‘ καὶ ‘πνεῦμα ἅγιον ἀληθῶς τὸ πνεῦμα τὸ ἅγιον‘. ἆρα γὰρ οὐχ οὕτως ἦν εἰπεῖν, ὡς ὁ μὲν πατὴρ τόδε, ὁ δὲ υἱὸς οὕτως, καὶ τὸ πνεῦμα ἐκείνως; πρὸς δὲ τούτοις καὶ τοῦτο θεωρητέον, πῶς ἐν τῇ παλιλλογίᾳ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ οὐδέν τι προσ‐
45τέθεικε (‘πατήρ‘ γάρ φησιν ‘ὁ πατήρ‘ καὶ ‘υἱὸς ὁ υἱόσ‘, ταὐτὰ λέγων ἐν ἀμφοτέροις), τὸ δὲ πνεῦμα παλιλλογῶν οὐχ οὕτως εἴρηκεν, ὅτι πνεῦμα τὸ πνεῦμα, ἀλλὰ προστέθεικε τὸ ‘ἅγιον‘ καὶ τὸ ‘ἀληθῶσ‘. οὐ γὰρ μάτην τοῦτο πεποίηκεν, οὐδ’ ὥσπερ οἱ ποιηταὶ ἀκαίρως τοῖς ὀνόμασι χρῆται, ἵνα συνάψῃ τὸ κεχηνὸς τοῦ ῥυθμοῦ, οὐδ’ ὥσπερ οἱ ῥήτορες, ἵνα περιβολὴν

105

(50)

διὰ τῆς ταὐτότητος τῶν ὀνομάτων ποιήσηται. Ἔπειτα καὶ περὶ τῶν ἄλλων προσαπορεῖν δεῖ· ἀλλ’ ἵνα μὴ πάντῃ καταδεσμήσαντες ὑμᾶς τοῖς ἀπὸ τῶν λόγων ἅμμασιν οὐδὲν ἧττον καὶ καταναγκάζωμεν ἐν ταῖς λύσεσι, πρῶτόν γε λυτέον ἃ ἠπορήκαμεν. ‘πατήρ‘ φησίν ‘ὁ πατήρ‘. ἐπειδὴ γάρ τινες ἄλλως ᾤοντο περικεῖσθαι τὸ
55τοῦ πατρὸς ὄνομα τῷ πρώτῳ αἰτίῳ καὶ κατὰ μόνην τὴν δημιουργίαν νοού‐ μενον, οὐ μέντοι γε κατὰ τὴν πρὸς τὸν υἱὸν σχέσιν προηγουμένως, ὥσπερ δήπου φαμὲν καὶ λόγων πατέρας τινὰς καὶ ἐπιστημῶν καὶ παιδεύσεων, ὥς που δὴ καὶ Πλάτων φησί, ‘ὁ μὲν πατὴρ τοῦδε τοῦ παντόσ‘. ἐπειδὴ τοιγαρ‐ οῦν οὕτως συγκεχυμένως τὸ τοῦ πατρὸς ὄνομα [...12...], οὗτος ὁ
60μέγας ἀνὴρ ἐπὶ τοῦ υἱοῦ ἰδιοτρόπως ἀφορίζων, ‘πατήρ‘ φησίν ‘ὁ πατήρ‘, τουτέστιν ὁ παρὰ πάντων πατὴρ ὀνομαζό[μενος] κυρίως ἂν πατὴρ λέγοιτο, οὐχ ὡς τὴν κτίσιν παραγαγών, ἀλλ’ ὡς υἱὸν γεγεννηκώς· ὥς που δὴ καὶ
υἱὸς ἂν κυρίως λέγο[ιτο], οὐχ ὡς ἀπ’ ἐκείνου ἁπλῶς παρηγμένος, ὥσπερ δὴ τὸ ξύμπαν γέννημά φαμεν τοῦ πατρός, ἀλλ’ ὡς υἱεῖ πρέποι γεννωμένῳ414
65παρὰ πατρός. κατὰ ταὐτὸν δὴ καὶ πνεῦμα τὸ πνεῦμα. ἀλλ’ ἐπειδὴ πολυ‐ ώνυμον δοκεῖ τὸ τοῦ πνεύματος ὄνομα, ν[ῦν] μὲν κατὰ ψυχῆς φερόμενον, νῦν δὲ κατὰ τοῦ ἀέρος καὶ αὖθις καθ’ ἑτέρου τινός, ὧν οὐδέν ἐστιν ἅγιον, διὰ ταῦτα ἐνταῦθα τρανῶς τὴν προσθήκην πεποίηται (‘πνεῦμα‘ γάρ φησιν ‘ἅγιον‘), καὶ πρὸς τῇ πρώτῃ προσθήκῃ καὶ ἑτέραν τέθεικε, τὸ
70‘ἀληθῶσ‘. ἐπειδὴ γὰρ καὶ ἕτερα πολλὰ ἅγια κέκληται, ὡς ‘ἅγιον κρέασ‘ τὸ καὶ ἐς θυσίαν ἀφωρισμένον θεῷ καὶ ‘ἀνάθημα ἅγιον‘ καὶ Ἰσραὴλ ἅγιος, ὧν οὐδέν ἐστιν ἀληθῶς ἅγιον, ἀλλὰ κατὰ μετοχήν, διὰ τοῦτο προστέθεικε τὸ ‘ἀληθῶσ‘, ἵνα δείξῃ τὴν καθαρὰν τοῦ πνεύματος ἁγιότητα. ἐπεὶ τοίνυν τὰς ῥηθείσας ἀπορίας λελύκαμεν, ἴδωμεν καὶ τἆλλα.
75 ‘Πατήρ‘ φησίν ‘ὁ πατὴρ καὶ ἄναρχος· οὐ γὰρ ἔκ τινοσ‘. διττὴ γὰρ ἡ τοῦ ἀνάρχου σημασία, ἡ μὲν ἐπὶ τοῦ ἀτέκτου φερομένη, ἡ δὲ ἐπὶ τοῦ ἀγεννή‐ του. ἀγέννητον δέ ἐστι καὶ κατὰ τοὺς ἔξω φιλοσόφους καὶ καθ’ ἡμᾶς τὸ μὴ ἔχον πρεσβυτέραν ὑπόστασιν τῆς ἰδίας ὑπάρξεως· οὕτω γὰρ ὁ φιλό‐ σοφος Σιμπλίκιος τὴν Περὶ οὐρανοῦ πραγματείαν ἐξηγούμενος τοῦ
80Ἀριστοτέλους ὡρίσατο τὸ ἀγέννητον. οὐδὲν οὖν τῶν ὄντων ἀγέννητον, εἰ μὴ παρ’ ἐκείνοις τὸ ὂν καὶ παρ’ Ἰουδαίοις θεὸς καὶ παρ’ ἡμῖν κοινῶς μὲν ἡ τριαδικὴ ὑπόστασις, ἰδίως δὲ ὁ πατήρ. τῶν γὰρ ἄλλων τὰ μὲν ἐξ ἀλλήλων γεννᾶται, τὰ δὲ ἐκ τοῦ πρώτου αἰτίου· οὕτω γοῦν Ἕλληνες ψυχὴν μὲν ἀπὸ νοῦ γεννῶσι, νοῦν δὲ ἀπὸ τοῦ ὄντος, τὸ δὲ ὂν ἀπὸ τοῦ ἑνός.
85 Τὸ γοῦν παρ’ ἐκείνοις {ἓν} λεγόμενον, ὃ τέως οὐκ ἔτυχε διακρίσεως, τὸ ‘πᾶν τὸ γεννῶν χεῖρον τῇ ἑαυτοῦ οὐσίᾳ γεννᾷ‘, ἐντεῦθεν ἔχει τὴν σύστα‐ σιν. γεννῶν γὰρ τὸ ἓν τὸ ὄν, καὶ τὸ ὂν τὸν νοῦν, καὶ ὁ νοῦς τὴν ψυχήν, χείρονα ἑαυτῶν γεγεννήκασι. καὶ ὁ φιλοσοφώτατος δὲ Πρόκλος κατὰ διαίρεσιν οὕτως τοῦτο συνιστᾷ· ἤ, γάρ φησιν, ὅμοια γεννήσει τὰ γεννῶντα
90ἑαυτοῖς ἢ χείρονα ἢ κρείττονα. ἀλλ’ εἰ μὲν ὅμοια, ἔσται πάντα ταὐτά, καὶ διαφορὰ ἐν τοῖς οὖσιν οὐδεμία, ὅπερ ἄτοπον. εἰ δὲ κρείττονα, ‘ἄνω ποτα‐ μῶν αἱ πηγαί‘· τοῦτο γὰρ καὶ τῶν Ἐπικουρείων ἀτόμων πολὺ καταγελα‐ στότερον· ἔσται γὰρ ἀπὸ τοῦ ἀτελοῦς ἡ πρόοδος εἰς τὸ τέλειον, καὶ τὰ μὲν ἄνω χείρονα, τὰ δὲ κάτω κρείττονα. λείπεται οὖν χεῖρον ἑαυτοῦ γεν‐
95νᾶν τὸ γεννῶν. ἀλλ’ ἐπὶ τῆς θείας γεννήσεως φλυάρημα τοῦτο τὸ φιλοσό‐ φημα· οὐ γὰρ χείρονα ἑαυτοῦ γεγέννηκεν ὁ πατὴρ τὸν υἱόν, ἀλλ’ ἴσον. εἰ δέ τις θελήσει διαιτῆσαι φιλοσόφως τῷ λόγῳ, εἴποι ἂν ὡς ἐπ’ ἐκείνων
τῶν γεννώντων καὶ γεννωμένων χώραν ἔχει τὸ θεολογικὸν ἐκεῖνο ῥητὸν τῶν Ἑλλήνων, ἐφ’ ὧν τὸ γεννῶν πρεσβύτερον τῷ χρόνῳ τοῦ γεννωμένου415

105

(100)

ἐστί, τῷ δὲ παρ’ ἡμῖν πατρὶ καὶ υἱῷ οὐδεὶς μεσιτεύει αἰών, πολλοῦ γε δεῖ χρόνος, διὰ τοῦτο οὐ χεῖρον τὸ γέννημα τοῦ πατρός. Πλὴν ὅπως ἂν ἔχοι ταῦτα, ὁ μὲν πατὴρ ἀναίτιος, αὐτὸς ὢν τὸ πρῶτον αἴτιον· ὁ δὲ υἱὸς ἐκ τοῦ πατρός, διὰ τοῦτο οὐκ ἄναρχος, ἐπεὶ μηδ’ ἀναίτιος, ἀλλὰ καὶ ἄναρχος, ὅτι καὶ χρόνου καὶ αἰῶνος πρεσβύτερος, μᾶλλον δὲ
105μηδὲ συγκριτικῶς τοῦτον πρὸς ταῦτα λέγοιμεν, ἀλλ’ ἀσχέτως καὶ ἀπολύ‐ τως. ὣς δὲ καὶ τὸ πνεῦμα οὐκ ἄναρχον· πρόεισι γὰρ καὶ τοῦτο ἐκ τοῦ πατρός, ἀλλ’ οὐχ ᾗ πατρός, ἀλλ’ ᾗ αἰτίου· κοινὸν γὰρ ἀμφοῖν τούτοιν τοῖν προσώποιν, υἱῷ καὶ πνεύματι, τὸ ἐκ τοῦ πατρὸς προϊέναι· διάφορον δὲ τὸ τὸν μὲν υἱὸν ‘υἱικῶσ‘ προελθεῖν, τὸ δὲ πνεῦμα ‘ἐκπορευτῶσ‘.
110 Ὅρα τὸν μέγαν τοῦτον ἄνδρα ὅσην περὶ τὰ θεῖα φαίνεται ποιούμενος τὴν εὐλάβειαν. οὐ γὰρ βούλεται ἐν ταῖς θεολογίαις τὰς εὐαγγελικὰς παραλλάτ‐ τειν φωνάς· διὰ τοῦτο, ἐπειδὴ ‘υἱικῶσ‘ εἶπε καὶ ‘ἐκπορευτῶσ‘, τῶν θείων λογίων ‘υἱὸν‘ καὶ ‘γέννησιν‘ καὶ ‘πνεῦμα‘ καὶ ‘ἐκπόρευσιν‘ λεγόντων, καθάπτεται ὡς παρηνομηκότος αὑτοῦ καὶ παρονομάσαντος, ‘υἱικῶσ‘ μὲν
115ἀπὸ τοῦ ‘υἱοῦ‘, ‘ἐκπορευτῶσ‘ δὲ ἀπὸ τῆς ‘ἐκπορεύσεωσ‘, ὅπερ δὴ καὶ ἐπισημαίνων ἔφη· ‘εἰ δεῖ τι καινοτομ[εῖν] περὶ τὰ ὀνόματα σαφηνείας ἕνεκεν‘· οὐ γὰρ προηγουμένως, φησίν, ὀνοματοθετῶ νῦν οὐδὲ τοῦτο βουλόμενος ποιεῖν χρῶμαι ταῖς παρονομασίαις, ἀλλ’ ἵν’ ὑμῖν διασαφήσω διὰ τῶν ὀνομάτων τούτων τὴν τῶν πραγμάτων δύναμιν. δεῖ γοῦν καὶ
120ὑμᾶς εὐλαβῶς τῶν θείων ἅπτεσθαι καὶ μὴ καταχρᾶσθαι τοῖς ὀνόμασιν, ὥς που δὴ ποιῶν καὶ Εὐνόμιος φ[αί]νεται, τὸν μὲν πατέρα ἀνωτάτω καὶ πρώτην ὀνομάζων οὐσίαν, τὸν δὲ υἱὸν δευτέραν καὶ μετ’ ἐκείνην, τὸ δὲ πνεῦμα τρίτην καὶ μηδεμιᾷ τούτων συντεταγμένην· ὧν δὴ καλῶς ὁ τῆς Νύσσης κατατρέχει φωστήρ, περὶ ὧν ἐν ἄλλοις καιροῖς δηλώσομεν.
125 Ἦν μὲν οὖν καὶ πλείονα ὧν εἰρήκαμεν περὶ τῶν προτεθέντων εἰπεῖν, ἀλλ’ ἁρμόζειν δεῖ, φησί, τὸ ὑπόδημα τῷ ποδί. διὰ τοῦτο τὰ εἰρημένα ταῖς
διανοίαις ὑμῶν συμμετρήσαντες, τὰ λοιπὰ τῇ ἐφεξῆς θεωρήσομεν.416

106

(1t)

Ἐκ τοῦ περὶ τοῦ πνεύματος λόγου εἰς τὸ ‘Σαδδουκαῖοι μὲν οὐδ’ εἶναι‘
2 Παρὰ τοῦ πνεύματος ὁ θεολόγος πατὴρ περὶ αὐτοῦ δὴ τούτου τοῦ πνεύ‐ ματος διαλέγεσθαι εἰληφώς, πρὶν ἢ τὸν περὶ τούτου λόγον ἀκριβέστερον πραγματεύσασθαι, ῥητορικώτερον τῆς ὑποθέσεως ἅπτεται, προκατα‐
5σκευαῖς τισι καὶ προκαταστάσεσι τὸν λόγον ὑποτυπούμενος καὶ πᾶν αὐτῷ τὸ μέλλον ῥηθήσεσθαι ἐν προκαταρκτικαῖς αἰτίαις προδιοικο[ύ]με‐ νος. ‘Τὸ πνεῦμα‘ γάρ φησι ‘τὸ ἅγιον Σαδδουκαῖοι μὲν οὐκ εἶναι τὸ παράπαν ἐνόμισαν, οὐδὲ γὰρ ἄγγελον οὐδὲ ἀνάστασιν, οὐκ οἶδ’ ὅθεν τὰς τοσαύτας
10περὶ αὐτοῦ μαρτυρίας διαπτύσαντες ἐν τῇ παλαιᾷ εἰρημένας. Ἑλλήνων δὲ οἱ θεολογικώτεροι καὶ μᾶλλον ἡμῖν προσεγγίσαντες ἐφαντάσθησαν μέν, ὡς ἐμοὶ δοκεῖ· περὶ δὲ τὴν κλῆσιν διηνέχθησαν, νοῦν τοῦ παντὸς καὶ τὸν θύραθεν νοῦν καὶ τὰ τοιαῦτα προσαγορεύσαντες. τῶν δὲ καθ’ ἡμᾶς φιλοσόφων οἱ μὲν ἐνέργειαν τοῦτο ὑπέλαβον, οἱ δὲ κτίσμα, οἱ δὲ θεόν,
15οἱ δὲ οὐκ ἔγνωσαν ὁπότερον τούτων, αἰδοῖ τῆς γραφῆς, ὥς φασιν, οὐδέτε‐ ρον σαφῶς δηλωσάσης, καὶ διὰ τοῦτο οὔτε σέβουσιν οὔτε ἀτιμάζουσι, μέσως πως περὶ αὐτοῦ διακείμενοι, μᾶλλον δὲ καὶ λίαν ἀθλίως. καὶ τῶν θεὸν ὑπειληφότων οἱ μὲν ἄχρι διανοίας εἰσὶν εὐσεβεῖς, οἱ δὲ τολμῶσιν εὐσεβεῖν τοῖς χείλεσιν.‘
20Ἃ μὲν οὖν ἡ θεολόγος γλῶσσά φησι ταῦτα. ἀρκτέον δὲ ἡμῖν ἄνωθεν,
καὶ πρῶτόν γε περὶ τῶν Σαδδουκαίων τούτων ῥητέον, οἳ δὴ ἀπὸ τοῦ αὐτοῦ μὲν γένους τῷ λοιπῷ κατάγονται Ἰσραὴλ καὶ τοῦ κοινοῦ ὀνόματος τετυχή‐ κασιν, ἰδιαίτερον [δὲ] ἀπό τινος αὐτοῖς προπάτορος χρηματίσαντος Σα‐ δοὺκ καλουμένου Σαδδουκαῖοι κατωνομάσθησαν. εἰς ἑπτὰ γὰρ γένη καὶ417
25ἰσάριθμα τούτοις ὀνόματα διῃρημένου τοῦ παντὸς Ἰσραήλ, τὸ μέν τι τούτων ἀπὸ πατρὸς κατωνόμασται, ὥσπερ Σαδδουκαῖοι, τὸ δὲ παρὰ τὸ ἐξαίρετον τοῦ θρησκεύματος, ὡς οἱ Φαρισσαῖοι καλούμενοι (τὸ γὰρ φαρὲς ὁ Ἑβραῖος καθαρὸν εἶναι βούλεται)· εἰσὶ δὲ οἳ καὶ τοῦτο τὸ γένος γενεαλο‐ γοῦσιν ἀπὸ τοῦ τῆς Θάμαρ υἱοῦ, ἥτις δὴ τὸν Φαρὲς καὶ τὸν Ζαρ[ὰν] γεν‐
30νησαμένη, τὸν μὲν εἰς τύπον τῆς Ἰουδαϊκῆς πληθύος, τὸν δὲ εἰς σύμβολον τῆς ἐξ ἐθνῶν ἐκκλησίας, ἐν ἀπορρήτοις λ[όγοις] προβάλλεται. τοῖς δὲ τὰ ὀνόματα ἀπὸ τοῦ ἐπιτηδεύματος τίθενται, ὁποῖοι δὴ πεφυκότες τυγχάνου‐ σιν οἱ γραμματ[εῖς]· οὗτοι γάρ εἰσιν οἱ μάλιστα τῶν ἄλλων τῷ τοῦ νόμου προσανέχοντες γράμματι, καὶ διδάσκαλοι τοῖς ἄλλοις καὶ οἷον ἐξηγητ[αὶ]
35τῶν νενομοθετημένων γινόμενοι. καὶ ἄλλοι ἄλλως καὶ τοῦ ὀνόματος καὶ τῆς θρησκείας τετυχήκασιν. Οἱ μὲν οὖν ἄλλ[οι] βραχέα ἄττα πρὸς ἀλλήλους διαφερόμενοι τοῖς πλείοσιν ἐκοινώνουν τε καὶ ἐσπένδοντο. Σαδδουκ[αῖοι] δὲ οὐ πᾶσαν ἀθε‐ τοῦντες τὴν Μωσέως γραφήν, οὐδὲ ἣν παρεδέχοντο, καθαρῶς περὶ αὐτῆς
40διελέγοντο, [ἀλ]λὰ καὶ ἀγγέλων ἐπιστασίαις ἠπίστουν καὶ πρὸς τὰς τοῦ ἁγίου πνεύματος θεοφανείας ἔμυον ἀτεχνῶς· τῇ δὲ ἀναστάσει [καὶ] μᾶλλον ἐλοιδοροῦντο, καὶ ὡς ταῖς τῶν πολλῶν γλώσσαις διατεθρυλλημένην ἠθέ‐ τουν. λέγω δὲ περὶ τοῦ πνεύματος οὐχ ὡς τῶν ἄλλων Ἰουδαίων τὴν τοῦ ἁγίου πνεύματος παραδεξαμένων ὑπόστασιν, ἀλλ’ ὡς ἐκείνων μὲν πνεῦμά
45τι παραδεχομένων θεοῦ ἅγιον καὶ ἀφιερωμένον αὐτῷ, τῶν δὲ Σαδδουκαίων μηδὲ τοῦτο καταδεχομένων, καίτοι γέ φασι τοῦ γράμματος ἔχε[σθαι]. ἀλλὰ πῶς, ὦ βέλτιστοι, τοῖς μὲν ἄλλοις περὶ ὧν ὁ νόμος φησὶν οὐ πάντῃ διαπιστεῖτε, τῷ δὲ πνεύματι ὥσπερ ἐξεπίτηδες διαμάχεσθε; Ἀλλὰ ποῦ περὶ τούτου τὸ γράμμα φησίν, ἐρωτᾶτε. πολλαχοῦ μὲν καὶ

106

(50)

ἄλλῃ, ἐ[ν] τούτοις δὲ μάλιστα. ‘πνεῦμα θεοῦ‘ φησίν ‘ἐπεφέρετο ἐπάνω τοῦ ὕδατοσ‘. οὐ γὰρ δὴ τὸν βορρᾶν φησιν ἢ τὸν ζέφυρον· τοῦ [δὲ] παντὸς κατειλημμένου τῷ πλήθει τοῦ ὕδατος οὐδὲν ἦν τὸ φαινόμενον ἄνωθεν· ἀλλ’ ἐπειδὴ ἑστὼς ἦν τὸ ῥυτὸν παρὰ τὴν οἰκείαν φύσιν, τούτου τὴν αἰτίαν ὁ συγγραφεὺς ἀποδιδούς, τοῦ πνεύματος τὴν δύναμιν ἐργάσ[ασθαι] τὴν
55τῶν ὑδάτων πῆξίν φησι. φασὶ δὲ καὶ οἱ μάλιστα τὴν Ἑβραΐδα ἠκριβωκότες διάλεκτον ὅτι ἡ τοῦ ‘ἐπεφέρετο‘ δύναμις ἐν τῷ παρ’ ἐκείνοις ὀνόματι τὸ
‘περιθάλπεσθαι καὶ ζωογονεῖσθαι‘ δηλοῖ· τοῦτο γὰρ καὶ ‘Σύ[ρος] ἀνήρ‘, οἶμαι τὸν Ἐφραὶμ εἶναι, Βασιλείῳ τῷ πάνυ ἐμμελέστατα διηρμήνευσεν,418
60ὃς δὴ τὸν λόγον δεξά[μενος] ἀσμενέστατα ταῖς περὶ τούτου τοῦ τόπου προσέθετο ἐξηγήσεσι. καὶ ἀλλαχοῦ δὲ προφήτης ἕτερός φησιν· ‘ἐκχεῶ ἀ[πὸ] τοῦ πνεύματός μου‘, περὶ τοῦ πατρὸς λέγων, ‘ἐπὶ πᾶσαν σάρκα‘. καὶ αὖθις ἕτερος· ‘πνεῦμα ἅγιον τὸ ποιῆσάν με, πνοὴ [δὲ] παντοκράτορος ἡ διδάσκουσά με‘. καὶ ὁ θεοπάτωρ δὲ Δαυίδ ‘τὸ πνεῦμά σου‘ φησί ‘τὸ
65ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐ[μοῦ‘. ὁ] δ’ αὐτὸς καὶ τὸ τρισσὸν ἐν ἄλλοις τῶν ὑποστάσεων δεικνύς, ‘τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ [στόματος αὐ]τοῦ πᾶσα ἡ δύναμις αὐτοῦ‘. καὶ τί ἂν λέγοιμεν περί τε Βεσελεὴλ καὶ Ζοροβάβελ καὶ τῶν κατ’ ἄνδρα εὐ[δοκι]μησάντων, οἳ πνεύματι θείῳ περὶ τάδε ἢ τάδε διεγηγέρθαι μεμαρτύρηνται; τὸ δὲ
70‘ἀποστελεῖς τὸ πνεῦμά [σου καὶ κ]τισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσ‐ ωπον τῆς γῆσ‘ πῶς παρεγράψασθε, ὁμοῦ κατ’ αὐτὸ καὶ τὸ πνεῦμα ἠθε‐ τ[ηκότες καὶ] τὴν ἀνάστασιν; Διὰ τοῦτό φησιν ὁ πατὴρ ὅτι ‘οὐκ ἐνόμισαν τὸ πνεῦμα τὸ ἅγιον, οὐκ οἶδ’ ὅπως τὰς τοσαύτας περὶ αὐτ[οῦ μαρ]τυρίας ἐν τῇ παλαιᾷ διαπτύσαν‐
75τεσ‘, ἀφ’ ὧν ἡμεῖς ὀλίγα τινὰ παρεθέμεθα καὶ ὧν τὴν μνήμην [οὐκ] ἐξίτηλον εἴχομεν. παλαιὰν δὲ οἰητέον μὴ μόνον τὴν Μωσαϊκὴν συγγραφήν, ἥτις ἐν πέντε τεύχεσιν ἀ[πη]ρίθμηται, ἀλλὰ καὶ τὴν τοῦ Ναυῆ καὶ τὴν περὶ τῶν Κριτῶν καὶ τὴν τῆς Ῥοὺθ βίβλον καὶ τὰς τέσσαρας τῶν Βασι‐ λειῶν καὶ [τὰς] δύο τῶν Παραλειπομένων καὶ τὰς ἰσαρίθμους τοῦ Ἔσδρα
80καὶ τὴν τῆς Ἐσθὴρ καὶ τὴν τῆς Ἰουδὴθ καὶ τὴν τοῦ Τω[βί]α καὶ τὰ Μακ‐ καβαϊκά, τὰ τῶν ἑξκαίδεκα προφητῶν καὶ τὰ τοῦ Σολομῶντος ἐν τέσσαρ‐ σιν ὅροις ἀνα[γεγ]ραμμένα· οὐδὲ γὰρ τὴν Σοφίαν ἀποδοκιμαστέον, ἀλλὰ καὶ ταύτην ἐγκριτέον τοῖς γνησίοις τοῦ γράμματος· [ἡ] περὶ τοῦ Ἰὼβ δὲ συγγραφὴ οὐκ ἐλάχιστον μέρος τοῦ γράμματος. προσκείσθω τούτοις
85καὶ ἡ τοῦ Σιρὰχ βίβλος. περὶ γάρ τοι τῆς Λεπτῆς καλουμένης γενέσεως καὶ τοῦ κατὰ τὸν Ἀδὰμ βίου διαφέρομαι πρὸς τοὺς δεξαμένους· μύθοις γὰρ ἄντικρυς ἔοικε περὶ ὧν ἐκεῖνά φασιν· ὁ δὲ Ὠριγένης καὶ τούτοις ἀποχρῆται ἐν οἷς κατασκευάζειν βούλεται. ἡμῖν δὲ ἔστω εἰς δύο πρὸς τοῖς εἴκοσιν συγκεφαλαιούμενα ταῦτα δὴ τὰ συγγράμματα· ὁπόσα δὴ τοῖς Ἑβραίοις
90στοιχεῖα, τοσαῦται δὴ καὶ βίβλοι ἀπηρίθμηνται. ὅπως δὲ πολλῶν ὄντων εἴκοσιν καὶ δύο τὰ πάντα καθέστηκεν, ἐν ἑτέρᾳ γραφῇ σαφηνίσομεν.
Καὶ περὶ μὲν τούτων ἅλις. ὁ δέ γε πατὴρ τὸν περὶ τῶν Σαδδουκαίων πεπληρωκὼς λόγον τὸν περὶ τῶν Ἑλλήνων γυμνάζει καὶ διαιρεῖ ὅπως καὶ οὗτοι περὶ τοῦ πνεύματος ἐσχήκασιν. ‘Ἑλλήνων‘ γάρ φησιν ‘οἱ θεολογι‐419
95κώτεροι καὶ μᾶλλον ἡμῖν προσεγγίσαντες ἐφαντάσθησαν μέν, ὡς ἐμοὶ δοκεῖ, περὶ δὲ τὴν κλῆσιν διηνέχθησαν, νοῦν τοῦ παντὸς καὶ τὸν θύραθεν νοῦν καὶ τὰ τοιαῦτα προσαγορεύοντεσ‘. ἐγὼ δὲ ὃ περὶ τούτων νενόηκα οὐκ ἐρυθριάσομαι πρὸς ὑμᾶς ἐξαγγεῖλαι· ἔδοξαν γὰρ ἐμοὶ οἱ ἄνδρες μηδόλως περὶ τοῦ θείου οἰηθῆναί τι πνεύματος, ἀλλὰ βουλόμενοι τὰ μερικὰ τῶν

106

(100)

καθόλου ἐξαρτᾶν, ὡς τὰς πολλὰς φύσεις τῆς μιᾶς καὶ τὰς πολλὰς ψυχὰς τῆς μιᾶς καὶ τοὺς πολλοὺς νοῦς τοῦ ἑνός, διὰ τοῦτο νοῦν τοῦ παντὸς τοῖς οἰκείοις λόγοις εἰσάγουσι· καὶ ‘νοῦν‘ δὲ ‘θύραθεν‘ οὐ τὸ πνεῦμα οἴονται, ἀλλὰ τὴν τῶν παρ’ ἐκείνοις λεγομένων θεῶν μαντῳδὸν ἐνέργειαν. ἐγὼ μὲν οὖν ἐξ ὧν ὡμίλησα βίβλων Ὀρφικῶν τε καὶ ἀπορρήτων τοῦτο δὴ καὶ
105εὕρηκα καὶ νενόηκα· ὁ δέ γε πατὴρ οὗτος, ἴσως ἑτέροις καθομιλήσας, οἷς αὐτὸς οὐκ ἐντετύχηκα, τὴν περὶ τοῦ πνεύματος εὕρετο ἔννοιαν. ἵνα δὲ μηδὲ ἐν οἷς ἀνεγνώκαμεν δόξωμεν τοιούτῳ ἀνδρὶ διαφέρεσθαι, πρὸς ὅν γε δὴ συγκρινόμενοι καὶ οἱ πρῶτοι τῶν Ἑλλήνων σοφοὶ κάνθαροι τυγχάνουσι πρὸς ἐλέφαντα, συμβῶμεν αὐτῷ καὶ δώσομεν οὕτως ἔχειν ὡς οἴεται.
110 Ἑλλήνων δέ φησι θεολογικωτέρους τοὺς περὶ Πυθαγόραν καὶ Σωκράτην καὶ Πλάτωνα· οὓς δὴ καὶ Πρόκλος ὁ σοφὸς τῆς Ἀπολλωνιακῆς ἀξιώσας σειρᾶς, τὸν μὲν κεκρυμμένον φησὶν ἥλιον, τὸν Πυθαγόραν, τὸν δὲ ἐμφανῆ, τὸν δὲ μέσως πως ἔχοντα, τὸν Πλάτωνα· οἱ γὰρ περὶ Ἐμπεδοκλέα καὶ Ἀναξαγόραν φυσικοὶ μᾶλλον ἢ θεολόγοι. Ἀριστοτέλης ἐξῃρήσθω τοῦ
115λόγου· οὗτος γὰρ ἀνθρωπικώτερον τὰ πολλὰ τῶν θεολογικῶν δογμάτων ἥπτετο καί, ἵνα τἀληθὲς ἐρῶ περὶ τοῦ ἀνδρός, πολὺ τοῦ Πρωτέως ἐμοὶ πέφυκε ποικιλώτερος· μεταβάλλεται γὰρ θᾶττον ἢ λόγος, καὶ ὁ νῦν ὡς πῦρ ἐξημμένος ὡς θάλασσα χεῖται, καὶ οὔτε θεολογοῦντος γνοίης ὅ φησιν οὔτε φυσιολογοῦντος ὅ τι βούλεται. ὅ τι δὲ Πυθαγόρας καὶ Πλάτων καὶ
120Σωκράτης περὶ τοῦ πνεύματος νενομίκασι, ‘χρῷ‘ φησί ‘δῆλοσ‘ ὁ Φερε‐ κύδης. ἀλλὰ Πυθαγόραν μὲν ἀσύμβολον οὐκ ἂν εὕροις ποτέ, διὰ τοῦτο δυσερμήνευτός ἐστι περὶ ὧν τίθεται· ‘μελανούρων‘ γάρ φησιν ‘ἀπέχου‘, καὶ ‘πρὸς ἥλιον τετραμμένος ὑγρὸν μὴ ἔκχει περίττωμα‘, ‘ζυγὸν μὴ ὑπέρ‐ βαινε, μηδὲ κάθησο ἐπὶ χοίνικοσ‘ καὶ ‘κυάμους μὴ ἔσθιε‘. ὁ δέ γε Πλάτων
125βούλεται μὲν ἐνιαχοῦ τὰ Πυθαγόρου τιμᾶν, ἔστι δ’ οὗ καὶ αὐτὰ τὰ πράγ‐
ματα καθαρῶς δηλοῖ· τὸν γοῦν τοῦ παντὸς νοῦν αὐτός ἐστιν ὁ πρῶτος εἰσηγησάμενος, τὰς ἰδέας στήσας πρῶτα ἐξάλματα τοῦ θεοῦ. ὁ δέ γε Σωκράτης περὶ τοῦ θύραθεν νοῦ βραχέα μὲν διαλέγεται, πλεῖστα δὲ οἷς ποιεῖ δείκνυσιν· ὁμιλεῖν γὰρ αὐτῷ φησι τὸ δαιμόνιον, ὃ δὴ πολλάκις αὐτῷ420
130φαινόμενον ἀπέτρεπε τοῦδε ἢ ἐπὶ τόδε προέτρεπεν. αὐτὸ γὰρ τοῦτο οὗτος ἐν τῷ τῆς ἐπιστήμης λόγῳ φησί, καὶ ὅτε δὲ ἀπῄει εἰς τὸ συμπόσιον τοῦ Ἀγάθωνος, λουσάμενος, ὡς ὁ Πλάτων φησί, ‘καὶ τὰς βλαύτας ὑποδησά‐ μενοσ‘, ἔστη κατὰ μέσην τὴν ὁδὸν ἀθρόον αὐτῷ τοῦ δαιμονίου ὡμιληκότος. καὶ Πλωτῖνος δὲ ὁ φιλόσοφος τοῦτον δὴ τὸν θύραθεν ὑπεδέχετο νοῦν.
135ἀλλὰ καὶ Ἰάμβλιχος τῷ θείῳ τούτῳ νῷ ἐς τὰ πολλὰ χρώμενος συνεγρά‐ ψατο. ὁ δὲ θεολόγος Ἑρμῆς ἐν τοῖς πρὸς Ἀσκληπιὸν λόγοις οὕτω πώς φησι (οὐ γὰρ δὴ τῶν λόγων αὐτῶν μέμνημαι), ὅτι ὁ νοῦς οὐ πᾶσιν ἀνθρώποις ἐνοικίζεται, ἀλλ’ οἵ γε προσαρώσαντες ἑαυτοὺς δεκτικὰς τὰς οἰκείας ψυχὰς ἐκείνου κατεσκευάκασι, καὶ ὅτι τούτοις ἐπὶ κρατῆρος ὁ θεὸς τὸν
140νοῦν ἔχων ἐμβάλλει, δέχου, λέγων, τὸ ἐρασμιώτατον χρῆμα, ἡ κεκαθαρ‐ μένη ψυχή. ὁρᾷς ὅπως ἡμῖν συμβεβήκασιν ἡ κρείττων τῶν Ἑλλήνων μοῖρα περὶ τοῦ ὀνόματος διενεχθέντες; ὃ γὰρ ἡμεῖς πνεῦμα ἅγιον ὀνομάζομεν, ἐκεῖνοι νοῦν ὅλον καὶ θύραθεν νοῦν κικλήσκουσι. Καὶ οἱ μὲν Ἕλληνες οὕτως. τῶν δὲ δοξάντων τῆς ἡμετέρας εἶναι αὐλῆς
145οἱ μὲν περὶ Εὐνόμιον καὶ Ἀέτιον ἐνέργειαν τὸ πνεῦμα ᾠήθησαν, οἱ δὲ περὶ Ἄρειον κτίσμα, τὸ δ’ ὅσ[ον] ἐξαίρετον μέρος τῆς ἐκκλησίας πεπαρρη‐ σιασμένως θεὸν ὠνομάκασιν. οἱ δὲ ἐπιπολαίως ταῖς γραφαῖς ὁμιλήσαν‐ [τες], ἐπεὶ μηδέτερον τελέως κατανενοήκασι, περὶ οὐδετέρου ἐδόξασαν, μέσως μέν, ὡς ἔδοξαν, ἔχοντες τῶν τε ἠ[τι]μακότων τὸ πνεῦμα καὶ τῶν

106

(150)

τετιμηκότων, μήτε ἀτιμάσαντες μήτε τιμήσαντες, πάνυ δὲ ἀθλίως, ὅτι πρὸς [τὸν] ἥλιον μυωπάσαντες, ἐξὸν φρυκτωρίας ἐμπίπλασθαι, τῶν αὐγῶν ἐστερήθησαν. πάλιν δὲ τ[ῶν] ὑπειληφότων τὸ πνεῦμα θεὸν οἱ μὲν ὥσπερ διανοίᾳ τοῦτο ἐγνώκασιν, οὕτω καὶ γλώττῃ ὑμνήκασιν, ὧν αὐτός εἰμί τε καὶ εἴην, ταὐτὸ τοῦτο καὶ περὶ ὑμῶν πάντων εὐχόμενος·
155οἱ δὲ μέχρι διανοίας, ὡς [ἔδο]ξαν, εὐσεβήσαντες πρὸς τὴν διὰ τῆς γλώτ‐ της εὐσέβειαν ἀπενάρκησαν, ἐκ μέρους νοσοῦντε[ς καὶ] ἐκ μέρους ὑγιαίνον‐ τες, ‘ἡμίξηροί‘ τινες ὄντες ἀτεχνῶς ἢ ‘ἡμίτομοι‘· πρὸς οὓς τάδε ἂν ἁρ‐ μόσοι τὰ ἐλεγεῖα, ὅτι, ὦ λῷστοι, ‘ἀμφότερον ἀδικεῖτε, Πλουτέα καὶ
Φαέθοντα, τὸν μὲν ἔτ’ εἰσορόωντες, τοῦ δ’ ἀπολειπόμενοι‘.421

107

(1t)

Εἰς τὸ Σολομώντειον ῥητὸν τὸ ‘ἀνατέλλων αὐτὸς ἐκεῖ πορεύεται καὶ κυ‐
2tκλοῖ πρὸς βορρᾶν‘, καὶ εἰς τὸ θεολογικὸν ῥητὸν τὸ ‘ὁ μὲν ἡμέτερος λόγος,
3tὥσπερ ἵππου καὶ βοὸς καὶ ἀνθρώπου καὶ ἑκάστου τῶν ὑπὸ τὸ αὐτὸ εἶδος,
4tεἷς λόγος ἐστίν‘
5 Οὐ δύο μοι γλῶσσαι, ἵνα κατὰ ταὐτὸν τοῖς ἐρωτήσασιν ὑμῖν χαρίσωμαι· μερίζων δὲ ἣν ἔχω μίαν πρώταις καὶ δευτέραις ἐννοίαις, οὐκ οἶδα τίνι χαριοῦμαι ὑμῶν ἢ τίνα λυπήσας ἀπέλθω· οἷς γὰρ τὴν τοῦ πρώτου πεῦσιν συνεξετάσω, ὁ λοιπὸς ἀνιαθήσεται ἐν τοῖς δευτέροις ταχθείς. ἀλλ’ ὁρᾶτε ὅ τι ποιήσω, καὶ ὑμῖν αἵρεσιν τῆς τάξεως δίδωμι· ὃ μὲν γὰρ ἂν ἕλωμαι
10τῶν ἠρωτημένων πρότερον πολυπραγμονῆσαι, οὐ βασάνῳ παραδώσω πολλῇ, τῷ δὲ δευτέρῳ ὅλον ἐμαυτὸν παραδώσω, ἵν’ ὁ μὲν προτεταγμένος χαίρων ἐπὶ τῇ τάξει ἀνιῷτο ἐπὶ τῇ ἐλλείψει, ὁ δὲ δεύτερος ἀλγῶν ἐπὶ τῷ βαθμῷ εὐφραίνοιτο ἐπὶ τῷ τοῦ λόγου ὀρθῷ. ἐπεὶ οὖν τῷ ἐλλείποντι τὸ ἀντισηκοῦν ἀποδεδώκαμεν καὶ τῷ πλεονάζοντι ὅσον εἰκὸς ἐπεχαλάσαμεν,
15προκείσθω μὲν τὸ Σολομώντειον, ἐπαγέσθω δὲ τὸ τοῦ μεγάλου ῥητόν. ‘Ἀνατέλλων‘ φησίν ‘ἐκεῖ πορεύεται πρὸς νότον καὶ κυκλοῖ πρὸς βορ‐
ρᾶν‘. εἰρηκὼς γὰρ ἄνω τὴν κατὰ μῆκος τοῦ ἡλίου κίνησιν, καὶ ὅπως ἀπὸ τοῦ ὡροσκοποῦντος σημείου ἀρχόμενος καὶ ἐς τὸν δυτικὸν διανύων ὁρί‐ ζοντα καὶ μηδαμοῦ στηρίζων, ἐκεῖθεν αὖθις ὁμαλαῖς ταῖς κινήσεσι πρὸς422
20τὴν ἀνατολὴν καταντᾷ, ἐνταῦθα περὶ τῆς κατὰ πλάτος αὐτοῦ κινήσεως διαλέγεται, ἥτις δὴ καὶ μόνη κίνησίς ἐστιν ἡλιακή. ἡ γὰρ πρώτη, περὶ ἧς πολλὰ διελέχθημεν, φορά τίς ἐστι τοῦ ἡλίου, ἀλλ’ οὐχὶ κίνησις· φέρεται γάρ πως ἐν ἐκείνῃ ὑπὸ τῆς ἀπλανοῦς ὁ τοῦ ἡλίου κύκλος καὶ τὸ ἡμερήσιον ταύτῃ συνδιανύει διάστημα· ἣν δὲ ποιεῖται κίνησιν, ἐν μησὶν ὅλοις πε‐
25ριοδεύει δώδεκα, ἕκαστον τῶν ζῳδίων διερχόμενος· δώδεκα δὲ ταῦτα, ὡς μεμαθήκαμεν, κατὰ κύκλον ἀλλήλοις συντεθειμένα. Ὁ δὲ ζῳδιακὸς οὗτος κύκλος τοῖς μέν ἐστιν ὀρθὸς τῶν κλιμάτων, τοῖς δὲ πλάγιος, ἡμῖν δὲ τοῖς βορείοις λοξός, τέμνων διχῇ τὸν ἰσημερινόν. τῶν μὲν γὰρ τροπικῶν ἑκατέρων καθ’ ἓν σημεῖον ἅπτεται, τὸν δὲ ἰσημερινὸν
30τέμνει κατὰ διάμετρον, ἔαρος μὲν κατὰ τὸν κριόν, μετοπώρου δὲ κατὰ τὸν ζυγόν· ἕβδομον γὰρ ἑκάτερον ἀφ’ ἑκατέρου ζῴδιον. τῶν δὲ λοιπῶν πλανήτων, τῶν μὲν ὑπερκειμένων τοῦ ζῳοφόρου κύκλου, τῶν δὲ τεταγμέ‐ νων κατωτέρω, καὶ πάντων ὡς εἰπεῖν τὰ τούτου παρελαυνόντων ὅρια καὶ μὴ περιοριζομένων τῷ ἐκείνου πλάτει, μόνος ὁ ἥλιος κάτω μὲν τούτων
35τυγχάνων, ἀγχοῦ δὲ τεταγμένος, οὐδὲ πρὸς βραχὺ παρεγκλίνει τοῦ πλά‐ τους· δεκασταδιαῖον δὲ τοῦτο τιθέασιν οἱ τὰς παρόδους ἀκριβωσάμενοι καὶ τὰ πλάτη τῶν κύκλων καταλαβόντες. Ἀλλ’ ἐπειδὰν πρὸς θάτερον τῶν περάτων ἐξαπλώσῃ τὴν κίνησιν, αὖθις ἐκεῖθεν κατὰ σημεῖον ἡμῖν ἀνθυποστρέφει. ἀπωτέρω οὖν ἡμῶν γινόμενος
40μετὰ τὴν πέμπτην καὶ ἡμίσειαν τοῦ καρκίνου μοῖραν πρὸς νότον κάτεισιν· αὖθις δὲ ἐν τῷ ζυγῷ ταπεινούμενος καὶ γιγνόμενος νοτιώτατος, ἐκεῖθεν πρὸς ἡμᾶς ἄνεισι. κατὰ γοῦν τὰς διπλᾶς αὐτοῦ κινήσεις, ὧν τὴν ἑτέραν ὁ λόγος φορὰν ὠνόμασε, τῇ μὲν ὑπόγειος γίνεται, τῇ δὲ λοξὸς καὶ παρεγκε‐ κλιμένος. οἱ γοῦν τῷ ἡλίῳ τὸ μὲν διδόντες, τὸ δ’ ἄλλο μὴ ἐπιμαρτυροῦντες
45ἀμαθέστατόν μοι διαταττόμενοι φαίνονται· οἱ δ’ ἀμφότερα κατὰ τοὺς οἰκείους λόγους προσιέμενοι τῆς ἀκριβείας οὐ διημαρτήκασιν. οὐ γὰρ ἐπειδὴ κατὰ τὴν οἰκείαν λόξωσιν τόν τε βορρᾶν ἄνεισι καὶ πρὸς νότον κάτεισιν, ἤδη που τῆς ὑπογείου πορείας ἐστέρηται, οὐδ’ ἐπειδὴ ὑπόγειος γίνεται, παρὰ τοῦτο τὸ τοῦ ζῳοφόρου πλάτος οὐ περιοδεύει, ἀλλ’ ἑκάστην

107

(50)

κινούμενος τῶν κινήσεων, ἐν ᾧ ταύτην κινεῖται, οὐδὲ τῆς ἑτέρας ἐστέρηται, ἀλλὰ διὰ μὲν τὴν τοῦ παντὸς συμπεριφορὰν μεσημβρινὸς ἐφ’ ἡμέρας γίνε‐ ται καὶ ὑπόγειος, διὰ δὲ τὴν οἰκείαν λόξωσιν βόρειός τε καὶ νότιος. τοῦτο
γοῦν αὐτὸ καὶ ὁ Σολομῶν ὑπαινιττόμενος φαίνεται· ‘κυκλῶν‘ γάρ φησιν ‘αὐτὸς ἐκεῖ πορεύεται πρὸς νότον, καὶ κυκλοῖ πρὸς βορρᾶν‘. τὸ γὰρ ἐπίρ‐423
55ρημα τοῦ ‘ἐκεῖ‘ τοῦτό μοι ἐμφαίνειν δοκεῖ, ὅτι καὶ τὴν κατὰ μῆκος κινού‐ μενος κίνησιν, ἣν ἀνωτέρω ὁ λόγος ἐδήλωσεν, οὐδὲ τὸ πρὸς νότον κατιέναι καὶ αὖθις ἐκεῖθεν πρὸς βορρᾶν ἀνιέναι ἐστέρηται, ἀλλὰ κἀκεῖσε πορεύεται κἀνταῦθα κεκίνηται. Καὶ ‘ὁ τῆς δικαιοσύνησ‘ δὲ ‘ἥλιοσ‘ οὐδὲν ἧττον ἁπανταχοῦ τῆς ἡμετέρας
60φύσεως γίνεται, νῦν μὲν εἰς τὸν καθ’ ἡμᾶς βορρᾶν ἀνιών, νῦν δὲ πρὸς νότον μετακλινόμενος. ἀλλὰ βόρειον μὲν ἡμῖν μέρος πρὸς ὕψος ἠρμένον καὶ πολλαῖς μοίραις τῆς γῆς μετεωριζόμενον ὁ κοσμῶν νοῦς τὴν ψυχήν· νότιον δὲ ἡ μετέχουσα τοῦ νοῦ ψυχή, ὑποβεβηκυῖα μὲν ἐκεῖνον καὶ κάτω ποι τεταγμένη, οὐδ’ αὐτὴ δὲ ἀμοιροῦσα τοῦ θείου φωτός. ἢ βορρᾶς μὲν
65ἡμῖν τὸ σύμπαν νοητόν, ὅσον τε ἐν νῷ καὶ ὅσον ἐν τῇ ψυχῇ, νότος δὲ τὸ συμπεριειλημμένον τῇ ὕλῃ σῶμα, μᾶλλον δὲ τὸ ταύτην συμπεριλαβόν. ἔμελλε γὰρ ἡ καθ’ ἡμᾶς ὕλη ὅσον ἐπὶ τῇ οἰκείᾳ φύσει ἀμέτοχος εἶναι καλοῦ, ἀλλ’ ὁ πορευόμενος πρὸς νότον καὶ κυκλῶν πρὸς βορρᾶν οὐδὲ ταύτην ἀποστερεῖ τῶν οἰκείων μαρμαρυγῶν, οὐ μόνον οἷς ἐπιτηδείαν ἐργάζεται
70πρὸς εἴδους καταδοχήν, οὐδ’ ὅτι ὁμοῦ τε ὑπέστησε καὶ πρὸς τὴν κοσμο‐ ποιίαν ἐχρήσατο, ἀλλ’ ὅτι καὶ τὰ πολλὰ τῶν πρακτικῶν ἀρετῶν διὰ ταύ‐ της κατορθοῦσθαι εἴωθεν, εἴπερ αἱ μὲν δέονται σώματος, τὸ δὲ ὕλης οὐκ ἄτερ. Εἶτα πῶς οὐκ ἐσκότωνται οἱ μὴ τὸν τοῦ πατρὸς λόγον κυρίως θεὸν
75ὀνομάζοντες, δι’ οὗ καὶ τὸ θεοῦσθαι τοῖς θεουμένοις ἐστίν, ἀλλὰ τὴν μὲν γέννησιν ἀπαρνούμενοι, ἵνα μὴ πάθος εἰσαγάγωσι, τὴν δὲ κτίσιν αὐτοὶ ἀναπλάττοντες, ἵν’ ὁμόδουλον ἡμῖν τὸν δημιουργὸν ποιήσωσιν; εἰσὶ δὲ οἳ προσίενται μὲν τὴν γέννησιν, ὥσπερ δὴ καὶ τὴν ἀγεννησίαν, οὐσίας δὲ ταύτας ἀντιδιῃρημένας φασίν, ὥσπερ τὸ σῶμα καὶ τὸ ἀσώματον, καὶ
80θεὸν μὲν ἑκατέραν τῶν οὐσιῶν λέγουσιν, ἀκυρίαν δὲ καὶ ὁμωνυμίαν προσ‐ άπτουσι τοῖς μόνοις κυρίοις καὶ ὑπὲρ πᾶσαν λογικὴν μέθοδον. Πρὸς οὓς ὁ μέγας πατὴρ ἀπαντῶν ‘ὁ μὲν οὖν ἡμέτεροσ‘ φησί ‘λόγος ὥσπερ ἵππου καὶ βοὸς καὶ ἀνθρώπου καὶ ἑκάστου τῶν ὑπὸ τὸ αὐτὸ εἶδος εἷς λόγος ἐστί· καὶ ὃ μὲν ἂν μετέχῃ τοῦ λόγου, τοῦτο καὶ κυρίως λέγεσθαι,
85ὃ δ’ ἂν μὴ μετέχῃ, τοῦτο μὴ λέγεσθαι ἢ μὴ κυρίως λέγεσθαι. οὕτω δὴ καὶ θεοῦ μίαν οὐσίαν εἶναι καὶ φύσιν καὶ κλῆσιν, κἂν ἐπινοίαις τισὶ διαιρουμέ‐
ναις συνδιαιρεῖται καὶ τὰ ὀνόματα· καὶ ὃ μὲν ἂν κυρίως λέγηται, τοῦτο καὶ εἶναι θεόν, ὃ δ’ ἂν ᾖ κατὰ φύσιν, τοῦτο καὶ ἀληθῶς ὀνομάζεσθαι, εἴπερ μὴ ἐν ὀνόμασιν, ἀλλ’ ἐν πράγμασίν ἐστιν ἡμῖν ἡ ἀλήθεια. οἱ δέ,424
90ὥσπερ δεδοικότες μὴ πάντα κινεῖν κατὰ τῆς ἀληθείας, θεὸν μὲν εἶναι τὸν υἱὸν ὁμολογοῦσιν, ὅταν βιασθῶσι τῷ λόγῳ καὶ ταῖς μαρτυρίαις, ὁμώνυμον δὲ καὶ μόνης κοινωνοῦντα τῆς κλήσεως.‘ Ἡ μὲν οὖν θεολογικὴ περίοδος αὕτη, κατὰ κύκλον μὲν περιοδευθεῖσα, πολλαῖς δὲ καταμερισθεῖσα ἐννοίαις, καὶ οἷά τινι ἁπλώσει καὶ περιπτύξει
95χειρός, τῇ ἐμπεριβόλῳ φράσει καὶ τῷ ἀπῃωρημένῳ τῆς εὐκρινείας καὶ τῷ τῶν συνδέσμων οἷον εἰπεῖν χάσματι ἔνδον ἑαυτῆς πάντα συγκατακλεί‐ σασα. νοῦς δὲ τῆς περιόδου ταύτης τοιοῦτος. οὐκ ἀποδέχεται ὁ πατὴρ τοὺς ὁμολογοῦντας μὲν θεὸν τὸν υἱόν, ἑτεροούσιον δὲ τῷ πατρί, καὶ ἐπι‐ πλήττει σφοδρῶς, τοῦτο μὲν ὡς ἀμαθέσι, τοῦτο δὲ ὡς κακεντρεχέσι τοῖς

107

(100)

καθ’ ἡμῶν ὑποδείγμασι. φησὶ γὰρ ὡς ἔστι τις καὶ παρ’ ἡμῖν οὐσία εἶδος ὀνομαζομένη, ἀνθρώπειον δὲ τοῦτο ἢ ἵππειον ἢ βόειον, ἢ ἄλλο τι τοιουτό‐ τροπον ὑπὲρ ταῦτα ἢ παρὰ ταῦτα· ὑφ’ ἕκαστον δὲ τῶν εἰδῶν ἄτομα πολλὰ διηρίθμηνται, ἄνθρωποι, ἵπποι, βόες, κατὰ τὰ παραδείγματα τῶν εἰδῶν, ὁρισμὸς δὲ πᾶσι τοῖς ὑπὸ τὸ εἶδος ἀτόμοις εἷς.
105 Ὅσα μὲν οὖν τοῦ κοινοῦ μετέχει ὁρισμοῦ, ταῦτα καὶ κυρίως λέγεται· ὅσα δὲ ὀνομάζεται μὲν ὡς καὶ τὰ λοιπὰ ἄτομα, ἄμοιρα δὲ τοῦ λόγου ἐστί, ταῦτα οὐ κυρίως εἰσίν· ὃ δὲ μὴ κύριον, τοῦτο ἄκυρον. τὸ δὲ ἄκυρον βούλο‐ μαι μὲν εἰπεῖν κατὰ τὸν Νυσσαέα Γρηγόριον καὶ ἀνύπαρκτον, ἵνα δὲ μὴ περιττὸς δόξω, τῷ γε κυρίῳ πάντως ἀνόμοιον. Σωκράτης μὲν καὶ Πλά‐
110των καὶ Ἀριστοτέλης, καὶ ἁπαξαπλῶς τὰ ὑπὸ τὸ εἶδος ἄτομα, κυρίως ἄνθρωποι, ὅτι τοῦ κατὰ εἶδος λόγου κοινῶς καὶ ἀμερίστως συμμετεσχή‐ κασιν, ἕκαστον γὰρ τούτων ζῷόν τε τυγχάνει καὶ λογικὸν καὶ θνητὸν καὶ ἐπιστήμης καὶ νοῦ δεκτικόν· τὸ δὲ παρὰ τοῦ ἀνδριαντοποιοῦ εἰκονισμένον πρός τινα τῶν ἀνθρώπων ὁμοίωμα ἢ τὸ παρὰ τοῦ ζωγράφου χρωματι‐
115σθὲν ἄνθρωπον μὲν ἄν τις ὀνομάσειεν, ὅτι τῷ σχήματι τὸ εἶδος μεμίμη‐ ται, οὐ κυρίως δέ, ἀλλ’ ὁμωνύμως. διὰ τί; ὅτι μὴ τοῦ ὁρισμοῦ μετέσχηκε τοῦ κατὰ τὸ εἶδος· οὐ γάρ ἐστι τὸ ἀνδρείκελον ζῷον λογικὸν θνητόν. Ὥσπερ οὖν ἡμῖν τοῖς κατὰ μέρος ἀνθρώποις καὶ αὖθις τοῖς κατὰ μέρος
ἀγγέλοις μία τις εἰδικὴ οὐσία συμπέφυκεν, οὕτω δὴ καὶ ἐπὶ τῶν τριῶν425
120ὑποστάσεων, πατρός φημι καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, μία τις οὐσία καὶ φύσις ἐστὶ θεότητος καὶ κλῆσις. καὶ ὅπερ ἐπὶ τῶν πραγμάτων καὶ τῆς ἀληθείας ὁ Ἀριστοτέλης φησίν, ὅτι ἀντιστρέφει τὸ ὂν πρὸς τὴν ἀλήθειαν (εἴτε γὰρ κάθηται Σωκράτης, ἀληθεύει ὁ φάσκων καθῆσθαι Σωκράτην, εἴτε ἐκεῖνος ἀληθεύει, ὁ Σωκράτης κάθηται), τοῦτο καὶ ἐν‐
125ταῦθά φησιν ὁ πατήρ, ὅτι ‘ὃ μὲν ἂν κυρίως λέγηται, τοῦτο καὶ εἶναι θεόν, ὃ δ’ ἂν ᾖ κατὰ φύσιν, τοῦτο καὶ ἀληθῶς ὀνομάζεσθαι‘, τουτέστιν ἡ μὲν κυριολογία τοῦ ὀνόματος τὴν ἀλήθειαν εἰσάγει τοῦ πράγματος, τὸ δὲ κατὰ φύσιν ὄν, τοῦτο τοῦ ὀνόματος τὴν ἀλήθειαν δείκνυσιν, ‘εἴπερ‘ φησί ‘μὴ ἐν ὀνόμασιν, ἀλλ’ ἐν πράγμασίν ἐστιν ἡμῖν ἡ ἀλήθεια‘. οὐ γὰρ περὶ
130τὰ ὀνόματα πραγματευόμεθα, ἀλλ’ ἀπὸ τῶν ὀνομάτων περὶ τὰ πράγματα, οὐδὲ πᾶσαν τὴν θεὸς φωνὴν ἐπὶ τῆς πρώτης τάττομεν φύσεως· οὐκ ἂν γὰρ φθάνοιμεν καὶ ἱερέας θεοποιοῦντες καὶ ‘ἄρχοντας τοῦ λαοῦ‘ καὶ τοὺς διαβεβηκότας ἐν θεωρίαις καὶ τοὺς ‘ἀπὸ γῆς ἀναβαίνοντασ‘ κατὰ τὴν τῆς ἐγγαστριμύθου φωνήν. ἀλλὰ δεῖ σκοπεῖν τὸ λεγόμενον, καὶ εἰ μὲν κατὰ
135φύσιν ᾖ πρὸς τὴν πρώτην οὐσίαν, τοῦτο καὶ κυρίως λέγειν θεόν· εἰ δὲ μή, κατατάττειν μετὰ τῆς κτίσεως. ἡμῖν γὰρ μία θεότης τὸ σεβόμενον, ἣν δὴ καὶ οὐσίαν καὶ φύσιν καὶ μορφὴν οἱ θεῖοι πατέρες κατωνόμασαν, ἄτμητον, ἀμέριστον, ἀδιάστατον, κἂν ἐπινοίαις τισὶ διαιρουμέναις συνδιαιρῆται καὶ τὰ ὀνόματα.
140 Ἀλλὰ τὸ μὲν περὶ τῆς ἐπινοίας εἰς ἕτερον ἀναβεβλήσθω καιρόν· πολυ‐ σήμαντον γὰρ τοῦτο τὸ ὄνομα καὶ πολυμερές, ὡς καὶ Βασιλείῳ τῷ πάνυ δοκεῖ. τὸ δ’ οὖν λεγόμενον ἐνταῦθα, ὅτι μὴ δεῖ διὰ τὴν τῶν προσώπων διαίρεσιν κατατέμνειν καὶ τὴν οὐσίαν, μηδ’ ἐπειδὴ τὸ μὲν ἀγέννητόν φαμεν, τὸ δὲ γεννητόν, τὸ δὲ ἐκπορευτόν, διαιροῦντες αὐτοῖς τὰς διαφόρους ἐπι‐
145νοίας καὶ ταῖς ἐπινοίαις συνδιαιροῦντες καὶ τὰ ὀνόματα, διὰ τοῦτο καὶ τὴν οὐσίαν ἀφ’ ἑαυτῆς διιστᾶν καὶ κατακερματίζειν τὸ μὲν αὐτῆς τῷ ἀγεννήτῳ, τὸ δὲ τῷ γεννητῷ, τὸ δὲ τῷ ἐκπορευτῷ. ἐπεὶ καὶ παρ’ ἡμῖν (ἀλλά μοι μέχρι τινὸς σῷζε τὸ παράδειγμα) οὐκ ἐπειδὴ Γρηγόριος καὶ Βασίλειος Κύριλλός τε καὶ Ἀθανάσιος τῷ ἀριθμῷ ἀπ’ ἀλλήλων διῄρηνται, ἤδη καὶ ὁ τοῦ

107

(150)

εἴδους αὐτοῖς κατετμήθη λόγος· μένει γὰρ ἀμέριστος τῶν ἀτόμων
μεμερισμένων. Ἡμεῖς μὲν οὕτως. ἐκεῖνοι δέ, φησί, ‘θεὸν μὲν ὁμολογοῦσι τὸν υἱόν, ὅταν βιασθῶσι τῷ‘ ἀποδεικτικῷ ‘λόγῳ καὶ ταῖσ‘ γραφικαῖς ‘μαρτυρίαισ‘, μέχρι δὲ τῆς φωνῆς εὐσεβοῦντες καὶ ὥσπερ καταχαριζόμενοι τὸ ὄνομα τῷ426
155υἱῷ ὁμώνυμον τοῦτόν φασι, καὶ τοῦ μὲν ὀνόματος συγκοινωνεῖν τῷ πατρί, μὴ μέντοι γε δὲ καὶ τῆς οὐσίας. Καὶ οἶδα μὲν ὡς οὐ κατὰ τὴν ἐπαγγελίαν ὁ δεύτερος λόγος διηκριβώθη, ἔχει γὰρ ἄφατόν τινα καὶ κεκρυμμένην τὴν δύναμιν· εἰ δέ τις πρὸς τὴν ἡμετέραν ἕξιν τοῦτον παρεξετάσειε, κἂν εἰπεῖν ἔχοι ὡς ἄριστα διῃτήθη.

108

(1t)

Περὶ τοῦ κατὰ τὸν σταυρὸν καὶ τὴν ταφὴν τοῦ Χριστοῦ μυστηρίου
2 Ἡ τοῦ λόγου οἰκονομία μυστήριον μέν ἐστιν οὐσιώδους πρὸς τὴν ἡμε‐ τέραν φύσιν ἑνώσεως· εἰ δέ τις αὐτὴν ὑψηλοτέροις κατανοήσειε λογισμοῖς, τήν τε τῶν φαινομένων καὶ νοουμένων κτισμάτων ἐπιστήμην εἴσεται καὶ
5τοὺς γραφικοὺς τύπους καὶ τὰ αἰνίγματα. δεῖ δὲ διελεῖν τὸν ἀπὸ τῆς ἑνώσεως ἄχρι σταυροῦ καὶ ταφῆς καιρὸν καὶ μετὰ ταῦτα τῆς ἀναστάσεως τὴν ἀπόρρητον δύναμιν. καὶ εἰ μέν τις ἀκριβῶς γνοίη τὸ τοῦ σταυροῦ καὶ τῆς ταφῆς μυστήριον, τὴν ἐπιστήμην τῶν προειρημένων ἐδέξατο· ὁ δὲ τῆς ἀναστάσεως μυηθεὶς τὴν ἀπόρρητον δύναμιν ἔγνω τὸν ἐφ’ ᾧ τὰ πάντα
10προηγουμένως ὁ θεὸς ὑπεστήσατο σκοπόν. Καὶ τοῖς μὲν φαινομένοις ἀφοριστέον τὸν σταυρόν, ὥσπερ ἕξιν τινὰ ἐπέχουσαν τὴν σχέσιν τῶν ἐπ’ αὐτοῖς ἐνεργουμένων κατέστησε, τὴν δὲ ταφὴν ἀπομεριστέον τοῖς νοητοῖς ἤτοι τὴν ὁλικὴν ἀκινησίαν τῶν ἐπ’ αὐτοῖς
κατὰ νοῦν ἐνεργουμένων. τῇ γὰρ σχέσει συναναιρουμένης τῆς περὶ πάντα427
15φυσικῆς ἐνεργείας τε καὶ κινήσεως, κατὰ τὸν σοφώτατον Μάξιμον, γυμνὸς τῶν τοιούτων περιβλημάτων ὁ λόγος ἀνίσταται, ἀφεὶς ἐν τῷ τάφῳ οὐ ‘τὰ ὀθόνια‘ μόνον, ἀλλὰ καὶ αὐτὸ τὸ κεφαλοδέσμιον· τὰ μὲν γὰρ ὀθόνια τύπος ἐστὶ τῆς τῶν φαινομένων κατανοήσεως, ‘τὸ‘ δέ γε ‘σουδάριον‘ σύμβολον τῆς τῶν νοητῶν ἐπιστήμης, οἷς ὁ κύριος συγκατελήλυθε πρὸς
20ἡμᾶς, ἵνα διὰ τῆς κατ’ αὐτὸν ἐνεργείας ἀμφοτέρων τὴν γνῶσιν λάβοιμεν. καὶ δεῖ μὲν ἡμᾶς τοῖς φαινομένοις πρότερον ὡς αἰσθητικωτέροις προσιέναι καὶ τούτων τὴν πνευματικωτέραν γνῶσιν λαβεῖν, εἶτα ἱκανῶς τοῖς προ‐ τελείοις τούτοις προγυμνασθέντας τὰς τῶν νοητῶν καταλήψεις ζητεῖν, ἐπειδὰν δὲ καὶ ταῦτα γνοίημεν, ὥσπερ ἐν τάφῳ πάντα καταλιπεῖν καὶ
25ἀναστῆναι γυμνοὺς παντὸς αἰσθητοῦ καὶ νοητοῦ προκαλύμματος καὶ ἐντὸς τῶν ἀδύτων γενέσθαι καὶ εἰς τὸν θεῖον ἀνιέναι γνόφον, τὴν ἀνείδεον τοῦ θεοῦ γνῶσιν, ὅσον ἡμῖν ἐφικτόν, καὶ τὸν ἐντελῆ ‘σαββατισμὸν‘ δέξασθαι. Τὰ γὰρ ἀπὸ τῆς τῶν φαινομένων γνώσεως ἄχρι τῶν νοουμένων ἀτελῆ
30σάββατα καὶ ‘σάββατα σαββάτων‘ καὶ παροικίαι καὶ κατοικίαι καὶ περι‐ τομαὶ τῶν περιττῶν καὶ αὖθις ἕτεραι αὐτῶν τῶν περιτομῶν καὶ πρῶτοι καὶ δεύτεροι θερισμοί. ἀπάθεια γὰρ ἐν αὐτοῖς ψυχῆς λογικῆς κατὰ τὴν πρακτικήν, καὶ αὖθις ἐλευθερία ψυχῆς λογικῆς διὰ τῆς ἐν πνεύματι φυσι‐ κῆς θεωρίας, καὶ ἠρεμία πνευματικὴ καὶ ἀπόθεσις τῆς περὶ γένεσιν ἐμ‐
35παθοῦς διαθέσεως καὶ ἀποβολὴ τῆς φυσικῆς περὶ ταύτην κινήσεως, καὶ τῶν κατ’ ἀρετὴν καὶ φύσιν τῶν ὄντων πνευματικωτέρων λόγων μετ’ ἐπι‐ στήμης ἐπίγνωσις, καὶ ἡ πᾶσιν ἄβατος περὶ τὴν τῶν νοητῶν μυστικὴν
θεωρίαν περὶ νοῦν ἀγνώστως συνισταμένη τοῦ θεοῦ κατανόησις.428

109

(1t)

Περὶ τῆς κιβωτοῦ τοῦ μαρτυρίου, τοῦ ἱλαστηρίου καὶ τῶν λοιπῶν
2 Ἡ ‘κιβωτὸς τοῦ μαρτυρίου ἐκ ξύλων ἀσήπτων‘ ἐγεγόνει τῷ Μωυσῇ, ὑπήλειφε δὲ ταύτην ‘χρυσὸς καθαρὸς ἔξωθεν‘. ἄνωθεν δὲ ἐπ’ αὐτῇ τὸ ‘ἱλαστήριον‘ ἐπετέθειτο, ἐφ’ οὗ ‘δύο χερουβὶμ χρυσᾶ τορευτὰ‘ κατάντικρυ
5ἀλλήλων πεποίηντο. ἦν δὲ ἡ κιβωτὸς οἷόν τι ταμιεῖον ἄσυλον ὧν ἐμαρτύ‐ ρατο πρὸς Μωυσῆν ὁ θεός. Καὶ ἡ ‘τράπεζα ἐκ χρυσίου καθαροῦ‘ κατεσκεύαστο, ‘οἱ δὲ ἀναφορεῖς αὐτῆς ἐκ ξύλων ἀσήπτων, χρυσίῳ‘ διηλειμμένων ‘καθαρῷ‘, ‘τὰ‘ δὲ ‘τρύ‐ βλια αὐτῆς καὶ αἱ θυΐσκαι καὶ τὰ σπονδεῖα καὶ οἱ κύαθοι‘, πάντα ‘χρυσᾶ‘.
10 Ἥ τε ‘λυχνία τορευτὴ χρυσῆ‘ καὶ ‘ὁ καυλὸς αὐτῆσ‘ χρυσοῦς ‘καὶ οἱ καλαμίσκοι‘ αὐτῆς ‘καὶ οἱ κρατῆρες καὶ οἱ σφαιρωτῆρες καὶ τὰ κρίνα καὶ οἱ ἐκτετυπωμένοι καρυΐσκοι καὶ ὁ ἐπαρυστὴρ καὶ τὰ 〈ὑποθέματα〉 αὐτῆσ‘ σύμπαντα ‘ἐξ ἑνὸς χρυσίου καθαροῦ‘. ‘Ἡ δὲ σκηνὴ δέκα‘ ἦσαν ‘αὐλαί‘, ἑκάστη τὸ ‘μῆκοσ‘ αὐτῆς ‘εἴκοσι καὶ
15ὀκτὼ πήχεων, καὶ τὸ εὖρος τεσσάρων‘· ἦν δὲ ξύμπασα ‘ἐκ βύσσου κεκλωσμένης καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου κεκλωσμένου‘ συνυφασμένη. ὑπήρειδόν τε τὴν σκηνὴν ‘στῦλοι ἐκ ξύλων ἀσήπτων‘ τὸ πλῆθος ‘εἴκοσιν‘, ἔξωθεν ὑπηλειμμένοι χρυσῷ. τὸ δὲ ‘καταπέτασμα‘ τῆς σκηνῆς πεποίητο ‘ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου καὶ βύσσου‘,
20καὶ ἦν ‘ἐπιτεθειμένον ἐπὶ τοὺς στύλουσ‘. Καὶ ‘ἡ κιβωτὸς ἔνδον‘ ἐτέθειτο ‘τοῦ καταπετάσματοσ‘, καὶ ἦν ‘τὸ καταπέτασμα διορίζον ἀνὰ μέσον τοῦ ἁγίου καὶ ἀνὰ μέσον τοῦ ἁγίου τῶν ἁγίων, κατεκάλυπτε‘ δὲ καὶ ‘τὴν κιβωτὸν τοῦ μαρτυρίου‘ ὥστε μὴ φαίνε‐ σθαι. ‘ἡ δὲ τράπεζα ἔξωθεν‘ ἵδρυτο ‘τοῦ καταπετάσματος πρὸς βορρᾶν,
25ἡ δὲ λυχνία ἀπέναντι αὐτῆς πρὸς νότον‘. τὸ δὲ ‘θυσιαστήριον‘ ἦν ‘τετράγω‐ νον ξύλινον, πέντε πήχεων τὸ μῆκος καὶ πέντε πήχεων τὸ εὖρος καὶ τριῶν πήχεων τὸ ὕψοσ‘· ἔξωθεν δὲ ‘χαλκῷ ἐκεκάλυπτο‘, ὥσπερ δὴ καὶ ἡ περι‐ βεβλημένη αὐτῷ ‘στεφάνη‘ καὶ αἱ ‘φιάλαι‘ καὶ τὸ ‘πυρεῖον‘ καὶ αἱ ‘κρεά‐ γραι‘ καὶ ἡ ‘δικτυωτὴ ἐσχάρα‘ καὶ οἱ ‘ἀναφορεῖσ‘. ἡ δὲ ‘αὐλὴ τῆς σκηνῆς
30βύσσινόσ‘ τε ἦν, καὶ ‘πρὸς νότον‘ ἐξήπλωτο ‘ἑκατὸν πήχεων τὸ μῆκος, τὸ δὲ εὖρος τὸ κατὰ θάλασσαν πήχεων πεντήκοντα καὶ τὸ ὕψος πήχεων
δεκαπέντε· τὸ δὲ μῆκος τῆς αὐλῆς ἑκατὸν ἐφ’ ἑκατόν, καὶ τὸ εὖρος πεν‐ τήκοντα ἐπὶ πεντήκοντα, καὶ τὸ ὕψος πέντε πήχεων ἐκ βύσσου κεκλω‐ σμένησ‘.429
35 Τῆς δὲ ἱερατικῆς στολῆς ‘τὸ περιστήθιον καὶ ἡ ἐπωμὶς καὶ ὁ ποδήρης χιτὼν κοσυμβωτόσ‘, ἡ δὲ ‘ἐπωμὶς ἐκ βύσσου κεκλωσμένησ‘ ἐξυφασμένη καὶ ‘τὸ ὕφασμα τῆς ἐπωμίδος ἐκ χρυσίου καὶ ὑακίνθου καὶ πορφύρασ‘· καὶ ‘δύο λίθοι ἐπὶ τὸν ὦμον τῆς ἐπωμίδος σμαράγδινοι, ἐγγεγλυμμένοι τὰ ὀνόματα τῶν υἱῶν Ἰσραήλ‘. τὸ δὲ ‘λογεῖον τῶν κρίσεων ἔργον‘ ἦν
40‘ποικιλτὸν ἐκ χρυσίου καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου καὶ βύσσου τετράγωνον διπλοῦν, σπιθαμῆς τὸ μῆκος καὶ σπιθαμῆς τὸ εὖρος, στίχοισ‘ τέσσαρσι ‘λίθων‘ καταπεποικιλμένον διαφανῶν, ‘σαρδίων‘ καὶ ‘τοπαζίων‘ καὶ ‘σμαράγδων‘ καὶ ‘ἀνθράκων‘ καὶ ‘σαπφείρων‘ καὶ ‘βηρυλλίων‘ καὶ ‘ὀνύχων‘· καὶ ἦν συγκείμενον ἀεὶ τῇ ἐπωμίδι τὸ λογεῖον, οἷον ἐπιστήθιον
45ἱερατικόν, ἐν δὲ ‘τῷ λογείῳ τῆς κρίσεως ἡ δήλωσις ἦν ἐπιτεθειμένη καὶ ἡ ἀλήθεια‘. ὁ δὲ ‘ὑποδύτης ποδήρησ‘ ἦν ‘ὑακίνθινος ὅλοσ‘ καὶ περὶ τὴν πέζαν ‘ῥοΐσκοι‘ αὐτοῦ ἐξεκρέμαντο ‘πορφυροῖ καὶ ὑακίνθινοι καὶ κόκκινοι‘, καὶ ἀναμὶξ ‘χρυσοῖ κώδωνεσ‘. τὸ δὲ ‘χρυσοῦν πέταλον‘, ὃ ἦν ‘ἁγίασμα κυ‐ ρίῳ‘, ‘ἐπὶ τῆς μίτρασ‘ ἐνήρμοστο· ἡ δὲ μίτρα στεφάνη τις ἦν οἷον τὸ τοῦ

109

(50)

ἱερέως περιδέουσα ‘μέτωπον‘. ἡ δὲ ‘κίδαρις βυσσίνη‘, καὶ ἡ ‘ζώνη ἔργον ποικιλτόν‘. καὶ ἦν τὸ μὲν λογεῖον συνημμένον πρὸς τὴν ἐπωμίδα, τὸ δὲ πέταλον ἐνηρμοσμένον τῇ μίτρᾳ, ἡ δὲ μίτρα ἐπιτεθειμένη ἐπὶ τὴν τοῦ ἱερέως κεφαλήν. Ἐπεποίητο δὲ καὶ τὸ ‘θυσιαστήριον‘ τοῦ ‘θυμιάματος ἐκ ξύλων‘
55ὁμοίως ‘ἀσήπτων, τετράγωνον, κατακεχρυσωμένον χρυσίῳ καθαρῷ, κέρασι‘ διειλημμένον ‘χρυσοῖσ‘. καὶ ‘ἐθυμιᾶτο ἐπ’ αὐτοῦ θυμίαμα σύν‐ θετον, λεπτόν, θυμίαμα ἐνδελεχισμοῦ‘. ὁ μέντοι γε ‘λουτὴρ χαλκοῦσ‘ ἐγεγόνει, καὶ ἡ ‘βάσις αὐτῷ χαλκῆ‘, κείμενος ‘ἀνὰ μέσον τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ ἀνὰ μέσον τοῦ θυσιαστηρίου‘. ἦν δὲ τὸ ‘χρῖσμα ἄνθος
60σμύρνης ἐκλεκτῆσ‘ καὶ ‘εὐῶδες κινάμωμον‘ καὶ ‘κάλαμος εὔοσμοσ‘ καὶ ‘ἶρισ‘ καὶ ‘ἔλαιον μύρον μυρεψικόν‘, ‘ἐξ οὗ ἡ σκηνὴ‘ καὶ τὰ περὶ αὐτὴν πάντα ‘ἐχρίετο‘, ‘〈τό τε θυσιαστήριον〉 τοῦ θυμιάματος καὶ τὸ θυσιαστή‐ ριον τῆς ὁλοκαυτώσεωσ‘. τὸ δέ γε ‘θυμίαμα μῖγμα‘ ἦν ‘στακτῆσ‘ καὶ ‘ὄνυχοσ‘ καὶ ‘ἡδυόσμου, χαλβάνης καὶ λιβάνου διαφανοῦσ‘· καὶ ἦν ἐκ
65τούτων ‘συγκεκομμένον λεπτὸν καὶ τεθειμένον ἀπέναντι τῶν μαρτυρίων
ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου‘. ‘Καὶ ἔδωκε Μωυσῇ, ἡνίκα κατέπαυσε λαλῶν αὐτῷ‘ ὁ θεὸς ‘ἐν τῷ ὄρει τῷ Σινᾷ, τὰς δύο πλάκας τοῦ μαρτυρίου, πλάκας λιθίνας γεγραμμένας δακτύλῳ θεοῦ‘.430
70 Προστάσσει δὲ θεὸς καὶ τὴν θυσίαν ποιεῖν κατὰ τὴν ἀναλογίαν τῆς εὐπορίας, μόσχον ἢ ἀρνίον ἢ αἶγα, τοῖς δὲ καὶ ‘δύο τρυγόνας ἢ δύο νεοσ‐ σοὺς περιστερῶν‘, τοῖς δὲ ἔτι πενεστάτοις ‘σεμίδαλιν‘ ὀλίγην ‘ἐλαίῳ‘ ἀναμεμιγμένην. προσεφέροντο δὲ καὶ ὑπὲρ ‘ἁμαρτίασ‘ καὶ ‘πλημμελείασ‘, ἤτοι παρανομίας ἐκ περιστάσεως, καὶ ‘ἀγνοίασ‘ ἱερουργίαι. καὶ τῶν θυ‐
75μάτων τὰ μὲν ὁλοτελῆ κατεκαίετο, τῶν δὲ σμικρά τινα μόρια, ὁ ἐπίπλους, ‘οἱ νεφροί, τὸ‘ ἐπικείμενον ‘στέαρ καὶ ὁ λοβὸς τοῦ ἥπατοσ‘. ἡ δὲ ὑπὲρ ἁμαρτίας θυσία δίχα ‘ἐλαίου‘ καὶ ‘λιβανωτοῦ‘ προσεφέρετο. καὶ τὰ μὲν ‘ὁλοκαυτούμενα ἄρσενα‘ ἦν, τὰ δὲ ‘περὶ ἁμαρτίας θήλεα‘· ὡλοκαυτοῦντο δὲ καί τινα τῶν πτηνῶν, ὁ δὲ ‘πρόλοβοσ‘ τῶν πτηνῶν ‘καὶ τὰ πτῖλα‘ ἔξω
80τῆς παρεμβολῆς ἀπετίθετο. Καὶ τὰ ‘ἀπὸ τηγάνου δὲ λάγανα θυσίαν‘ ὁ νόμος καλεῖ, τοὺς πένητας ψυχαγωγῶν τῷ ὀνόματι. καὶ τὸν μὲν προσφέροντα ζῷον ‘ἄνθρωπον‘ ἡ γραφὴ ὀνομάζει, ‘ψυχὴν‘ δὲ καλεῖ τὸν ‘σεμίδαλιν‘ προσκομίζοντα. ἀπαγο‐ ρεύει δὲ ‘μέλι‘ προσφέρεσθαι τῷ βωμῷ καὶ ‘ζυμίτας ἄρτουσ‘. τὸν δὲ
85‘ἀρχιερέα‘ νόμον τινὰ παραβεβηκότα ‘μόσχον ἄμωμον‘ ἱερεύειν κελεύει· τὸν δὲ ‘ἄρχοντα‘ ἁμαρτήσαντα ἔριφον ἐνιαύσιον προσενεγκεῖν· ἄλλον δέ τινα τῶν τοῦ πλήθους ἁμαρτόντα χίμαρον θύειν προστάττει, εἰ δὲ πένης εἴη, ‘δύο τρυγόνας ἢ δύο νεοττοὺς περιστερῶν‘· εἰ δὲ πενέστατος, ‘σεμί‐ δαλιν‘ δίχα ‘ἐλαίου‘ καὶ ‘λιβανωτοῦ‘. αἵματι δὲ καὶ ἐλαίῳ τήν τε ἀκοὴν
90τοῦ ἱερέως καὶ τὴν δεξιὰν χεῖρα καὶ τὸν πόδα κατέχριε. Καὶ τὸν μὲν ὅλον λεπρὸν γεγονότα καθαρὸν ὀνομάζει, τὸν δὲ ἐκ μέρους ἀκάθαρτον. τηνικαῦτα δὲ ἐν τοῖς ἱματίοις λέπρα ἐγίγνετο. Εἰσῄει δὲ ὁ ἀρχιερεὺς εἰς ‘τὰ ἅγια τῶν ἁγίων‘ κατὰ τὴν ‘δεκάτην τοῦ ἑβδόμου μηνόσ‘, ἐν ‘τῇ τοῦ ἱλασμοῦ ἡμέρᾳ‘.
95 Τὰ δὲ πρωτότοκα τῶν θρεμμάτων μετὰ τὴν ὀγδόην ἡμέραν προσφέρε‐ σθαι διηγόρευε. ‘Ἄλευρον‘ δὲ ‘κρίθινον‘ ὑπὲρ τῆς ὑποπτευομένης μοιχευθῆναι προσ‐
εφέρετο.431

110

(1t)

Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
2 Αὐτίκα ἡ περιτομὴ οὐκ ἔστι τῆς ἐκ θεοῦ κατὰ φύσιν ἀρτιότητος περιαί‐ ρεσις, ἀλλ’ ἐκ τῆς τυπικῆς τοῦ περιτεμνομένου μορίου θέσεως διδασκό‐ μεθα ποιεῖσθαι γνωμικῶς τὴν περιτομὴν τῆς κατὰ ψυχὴν ἐμπαθοῦς
5διαθέσεως. τὸ ‘σάββατον‘ τελεία παθῶν ἐστιν ἀπραξία καὶ στάσις τοῦ νοῦ καθολικὴ τῆς περὶ τὰ πεποιημένα κινήσεως. αἱ ‘νεομηνίαι‘ τοὺς ἐν τῷ δρόμῳ τῶν κατ’ ἀρετὴν καὶ γνῶσιν ἡμερῶν διαφόρους σημαίνουσι φωτι‐ σμούς, οἷς προτροπάδην ἅπαντας ἐνδιαθέοντες τοὺς αἰῶνας τὸν ‘δεκτὸν ἐνιαυτὸν τοῦ κυρίου‘ πληροῦμεν ‘τῷ τῆς χρηστότητος στεφάνῳ‘ κοσμού‐
10μενον· στέφανος δὲ χρηστότητός ἐστι πίστις καθαρά, λίθων τιμίων δίκην ταῖς τῶν δογμάτων ὑψηγορίαις διηνθισμένη καὶ λόγοις πνευματικοῖς καὶ νοήμασι τὸν θεοφιλῆ καθάπερ κεφαλὴν διασφίγγουσα νοῦν. Τῶν δὲ ἑορτῶν ἡ μὲν πρώτη, ἤτοι ἡ τοῦ ‘πάσχα‘, πρακτικῆς ἐστι φιλοσοφίας σύμβολον, πρὸς ἀρετὴν ὡς ἀπ’ Αἰγύπτου τῆς ἁμαρτίας τοὺς
15ὑπ’ αὐτῆς κρατουμένους διαβιβάζουσα· ἡ δὲ δευτέρα, ἤτοι ἡ ‘πεντηκοστή‘, ἡ καλουμένη ‘τῶν νέων‘, τύπος ὑπάρχει τῆς ἐν πνεύματι φυσικῆς θεωρίας, τὴν περὶ τῶν ὄντων ἀψευδῆ δόξαν ὡς ‘ἀπαρχὴν θέρουσ‘ τῷ θεῷ προσκο‐ μίζουσα· ἡ δὲ τρίτη, ἡ ‘τοῦ ἱλασμοῦ‘, ἥτις ἐν τῷ ἑβδόμῳ μηνὶ τελεῖται τῷ Ἰσραήλ, θεολογίας ἐστὶ μυστήριον, τὴν πάντων τῶν ἐν τοῖς γεγονόσι
20πνευματικῶν λόγων γνωστικὴν ἕξιν καὶ τὴν κατ’ οἰκονομίαν τοῦ σαρκω‐ θέντος λόγου παντελῆ διὰ τῆς χάριτος ἀναμαρτησίαν καὶ τὴν ἐπ’ αὐταῖς ἐν τῷ ἀγαθῷ τελείαν καὶ ἀθάνατον ἀτρεψίαν περιέχουσα, ὡς ‘σαλπίγγων‘ καὶ ‘ἱλασμοῦ‘ καὶ ‘σκηνοπηγίασ‘ ποιητική. ἐπὶ πᾶσι δὲ αὐτός ἐστιν ὁ θεὸς ταῦτα πάντα, σάββατον μὲν ὡς τῶν ἐν σαρκὶ τῆς ψυχῆς μόχθων432
25ἀνάπαυσις καὶ τῶν κατὰ δικαιοσύνην πόνων κατάπαυσις, πάσχα δὲ ὡς ἐλευθερωτὴς τῶν τῇ πικρᾷ δουλείᾳ κεκρατημένων τῆς ἁμαρτίας, πεντη‐ κοστὴ δὲ ὡς ἀπαρχὴ καὶ τέλος τῶν ὄντων καὶ λόγος ᾧ τὰ πάντα φύσει συνέστηκεν. εἰ γὰρ μετὰ τὴν εἰς ἑαυτὴν ἑβδοματικὴν τῆς ἑβδομάδος περίοδόν ἐστιν ἡ πεντηκοστή, πενταδικὴ δὲ σαφῶς ὑπάρχει δεκὰς αὕτη,
30προδήλως ἄρα τῶν ὄντων ἡ φύσις, κατὰ τὸν ἑαυτῆς λόγον ὑπάρχουσα πενταδικὴ διὰ τὰς αἰσθήσεις, μετὰ τὴν φυσικὴν τοῦ χρόνου καὶ τῶν αἰώνων διάβασιν ἐν τῷ θεῷ ἔσται, τῷ κατὰ φύσιν ἑνί, μὴ δεχομένη πέρας, ἐν ᾧ παντελῶς οὐκ ἔστι διάστασις. πεντηκοστῆς οὖν ἐστι τὸ μυστήριον ἡ πρὸς τὴν πρόνοιαν ἄμεσος τῶν προνοουμένων ἕνωσις. τῶν δὲ ἐν τῷ
35ἑβδόμῳ μηνὶ τριῶν ἑορτῶν, τῶν ‘σαλπίγγων‘ καὶ τοῦ ‘ἱλασμοῦ‘ καὶ τῆς ‘σκηνοπηγίασ‘, ἡ μὲν σάλπιγξ νόμου καὶ προφητῶν καὶ τῆς ἐξ αὐτῶν κηρυττομένης γνώσεως τύπος ἐστίν, ὁ δὲ ἱλασμὸς σύμβολον τῆς τοῦ θεοῦ πρὸς τὸν ἄνθρωπον διὰ σαρκώσεως καταλλαγῆς, ἡ δὲ σκηνοπηγία προτύπωσίς ἐστι τῆς ἀναστάσεως καὶ τῆς πάντων πρὸς ἀτρεψίαν μετα‐
40ποιήσεως. θυσίας δὲ οἶδεν ὁ λόγος τὴν τῶν παθῶν σφαγὴν καὶ τὴν τῶν φυσικῶν δυνάμεων προσαγωγήν, ὧν τοῦ μὲν λόγου τύπος ἐστὶν ὁ κριός, τοῦ δὲ θυμοῦ φέρει σύμβολον ὁ ταῦρος, τῆς δὲ ἐπιθυμίας ἡ αἲξ ὑπάρχει δήλωσις. ἔστι δὲ ἡ σκηνοπηγία σύμβολον καὶ τῆς ἡμῶν κατὰ θεομίμητον ἕξιν περὶ τὸ καλὸν ἀτρεψίας πῆξις καὶ σύστασις.
45 Καὶ ἵνα δή σοι τὸ σύμπαν σῶμα διασχίσω τοῦ γράμματος εἰς πνευματι‐ κὴν ἀνακάλυψιν, ἡ μὲν διαβαθεῖσα τῷ Μωυσῇ θάλασσα ἡ ὑπὸ αἴσθησιν φύσις ἐστί, καταστρωθεῖσα ἢ διαιρεθεῖσα τῇ στερρᾷ τῆς ῥάβδου πληγῇ, φημὶ δὴ τῷ διαιρετικῷ νῷ τῶν ὄντων ἢ ἐξομαλιστικῷ, καὶ βατὴ γενομένη καὶ εὐπαρόδευτος ταῖς Ἰσραηλιτικαῖς δυνάμεσι. τὸ δὲ ‘ὄροσ‘, εἰς ὃ ‘ἀνα‐

110

(50)

βέβηκε Μωυσῆσ‘, ἡ τῶν ἀρετῶν ἐστιν ἄνοδος. ‘ὁ‘ δὲ ‘γνόφοσ‘, εἰς ὃν
‘εἰσῆλθεν, οὗ ἦν ὁ θεόσ‘, ἡ ἀειδής ἐστι καὶ ἀόρατος τῶν ὑπὲρ φύσιν διατριβή· ἐν ᾧ τὸ ἀρχέτυπον κατὰ μίμησιν ἀποτυποῦται ὁ εἰσεληλυθὼς καὶ κάτεισι τοῦ ὄρους, ἧς μετείληφε δόξης κατὰ πρόσωπον τὴν χάριν ἐπισημαίνων καὶ τοῖς ἄλλοις ἀνθρώποις παραδεικνύς. τὸ δὲ ἄβροχον433
55φύραμα τῶν ἀζύμων ἡ τοῦ ἐν ἡμῖν λόγου δύναμίς ἐστιν, ὀφείλουσα τῆς πρὸς τὰ αἰσθητὰ ἐπιπλοκῆς καθαρὰ φυλάττεσθαι καὶ ἀνέπαφος. Ἡ δὲ μετὰ τὸν Μωσέως θάνατον ἡγεμονία Ἰησοῦ τοῦ Ναυῆ τὸν δι’ αὐτοῦ τυπικῶς μηνυόμενον σωτῆρα λόγον τοῦ θεοῦ παρεδήλου, μετὰ τὴν τελευτὴν τοῦ γράμματος τῶν νομικῶν διατάξεων τὴν ἐν τῷ ὕψει τῶν
60νοημάτων γινομένην τοῦ ἀληθινοῦ Ἰσραὴλ καὶ ὁρῶντος θεὸν {τὴν} ἡγεμο‐ νίαν παραλαμβάνοντα, καὶ παντὸς μὲν ψυχῆς καὶ σώματος μολυσμοῦ τῷ τομωτάτῳ λόγῳ τῆς εἰς αὐτὸν πίστεως οἷον πετρίναις μαχαίραις περιτέ‐ μνοντα, διὰ δὲ τῆς ῥεούσης τοῦ χρόνου φύσεως διαβιβάζοντα πρὸς τὴν τῶν ἀσωμάτων κατάστασιν τοῖς ὤμοις τῶν ἀρετῶν ἐπαιωρουμένην
65ἔχοντας τὴν δεκτικὴν τῶν θείων μυστηρίων γνῶσιν. αἱ δὲ ἑπτὰ περίοδοι κατὰ τῆς ‘Ἱεριχοῦσ‘ πόλεως καὶ τῆς ‘κιβωτοῦ‘ καὶ ‘τῶν σαλπίγγων‘ καὶ τοῦ ‘ἀναθέματοσ‘ ὁ πληρέστατός ἐστι τῶν ἀρετῶν ἀριθμός, ἐν ἰσαρίθμοις σάλπιγξι σὺν ἀλαλαγμῷ μυστικῷ τὴν δυσάλωτον φύσιν τῶν φαινομένων κατασείσας καὶ νικητὴς τοῦ ὁρωμένου κόσμου γενόμενος.
70 Ἐπεὶ δὲ παρεκέλευσας ἐν τῷ γράμματι ἀλληγορηθῆναί σοι καὶ τὰ κατὰ τὸν Ἠλίαν καὶ δύο τινὰ τῆς περὶ τὸν Ἰωνᾶν προφητείας, ἴσθι ὅτι πᾶσα ψυχὴ ‘χηρεύουσα‘ ἀρετῆς καὶ γνώσεως θεοῦ, ἐπειδὰν τὸν διαγνωστικὸν ὑποδέξηται λόγον, εἰς μνήμην τῶν ἑαυτῆς ἁμαρτημάτων ἔρχεται καὶ ἀρε‐ τῶν ἄρτοις τὸν διατρέφοντα τρέφει λόγον καὶ ποτίζει ἀληθείας δόγμασι
75τὴν πηγὴν τῆς ζωῆς καὶ αὐτῆς δὴ τῆς φύσεως τὴν εἰς αὐτὸν προκρίνουσα θεραπείαν, δι’ ἧς ‘ἥ‘ τε ‘ὑδρία‘ σὰρξ τὴν ἐπὶ ταῖς ἀρεταῖς πρακτικὴν συν‐ τονίαν χορηγήσει καὶ ‘ὁ καμψάκησ‘ νοῦς τὴν τὸ φῶς συντηροῦσαν τῆς γνώσεως θεωρίαν πηγάσει διηνεκῶς καὶ ὁ ἔμφυτος λογισμὸς τὴν ἐμπαθῆ ζωὴν ἀποθέμενος τῆς θείας ζωῆς γενήσεται μέτοχος.
80 Οἱ δὲ παρὰ τῷ Ἰωνᾷ ‘πλείους ἢ δώδεκα μυριάδες μὴ γινώσκοντες δεξιὰν αὐτῶν ἢ ἀριστερὰν‘ τὸ πλῆθός ἐστι τῆς ἐξ ἐθνῶν ἐκκλησίας, πλείους ὄντες ἢ δώδεκα μυριάδες, τουτέστιν ἐπέκεινα τῆς ἑβδοματικῆς τοῦ χρόνου ἀνακυκλήσεως καὶ τῆς πενταδικῆς αἰσθήσεως, ἐξ ὧν ἀριθμῶν ὁ δώδεκα σύγκειται· διὰ γὰρ τὴν ἔννομον ἀρετὴν τῶν ἐν σαρκὶ παθῶν
85ὡς ἀριστερῶν πεποίηνται λήθην καὶ διὰ τὴν ἄπταιστον γνῶσιν τὴν ἐπὶ τοῖς κατορθώμασιν οἴησιν ὡς δεξιὰν οὐ προσίενται. καὶ ἡ κατ’ ἐνέργειαν
δὲ ἀληθὴς τῆς τῶν ἀρετῶν αἰτίας ἐπίγνωσις ἄγνοιαν παντελῆ πέφυκε ποιεῖν τῆς ὡς δεξιᾶς καὶ ἀριστερᾶς ἑκατέρωθεν παρακειμένης ‘τῇ μεσό‐ τητι τῶν ἀρετῶν ὑπερβολῆς καὶ ἐλλείψεωσ‘, καὶ ὁ πρὸς τὴν αἰτίαν δὲ τῶν434
90ὄντων ἀσχέτως ἀναταθεὶς νοῦς ἀγνοεῖ καὶ τοὺς τῶν ἀσωμάτων λόγους ὡς δεξιὰν καὶ τοὺς τῶν σωμάτων ὡς ἀριστεράν, ὑπερφυῶς τῷ ὑπὲρ πάντα θεῷ ἑνωθείς.

111

(1t)

Περὶ δογματικῶν ὀνομάτων
2 Σὺ μὲν περὶ τῆς σημασίας τοῦ ἐνυποστάτου ἐζήτησας, ἐν τοῖς δογμα‐ τικοῖς ἡμῶν βιβλίοις εὑρηκὼς τὸ ὄνομα κείμενον· ἐγὼ δέ σοι καὶ τὰ λοιπὰ τῶν ὀνομάτων διερμηνεύσω, ὅσα τε περὶ τὴν καθ’ ἡμᾶς θεολογίαν λέγεται
5καὶ ὅσα περὶ τὴν τοῦ θείου λόγου οἰκονομίαν. Αὐτίκα τὸ ‘ἐνυπόστατον‘, περὶ οὗ ἠρώτησας, τῶν ὁμωνύμων ἐστὶ φωνῶν. λέγεται γὰρ ἐνυπόστατον καὶ τὸ ἁπλῶς ὑφεστηκὸς καὶ μάλιστα τὸ οὐσιῶδες· λέγεται αὖθις ἐνυπόστατον καὶ τὸ συμβεβηκός, ὡς ἐν τῇ ὑποστάσει ἤγουν τῇ ἀτόμῳ οὐσίᾳ ἔχον τὴν ὕπαρξιν· λέγεται ἐνυπόστατον
10καὶ τὸ εἶδος, οὐ τὸ ἄυλον οὐδὲ τὸ χωριστὸν τῶν σωμάτων, ἀλλὰ τὸ ἐν τοῖς ὑπ’ αὐτὸ ἀτόμοις πραγματικῶς ὑφιστάμενον· ἰδιαζόντως δὲ τῷ καθ’ ἡμᾶς δόγματι ἐνυπόστατον λέγεται τὸ ἄλλῳ διαφόρῳ κατὰ τὴν οὐσίαν εἰς ἑνὸς σύστασιν προσώπου καὶ μιᾶς γένεσιν ὑποστάσεως συγκεί‐ μενόν τε καὶ συνυφιστάμενον καὶ οὐδαμῶς καθ’ αὑτὸ γνωριζόμενον.
15 ‘Ὑπόστασισ‘ δέ ἐστι τὸ ἐφ’ ἑαυτοῦ τὴν περιγραφήν, ἀλλ’ οὐκ ἐν πλείοσι τὴν κατηγορίαν φυσικῶς κεκτημένον. ὥστε τὸ κυριακὸν σῶμα ὑπόστασις μὲν οὐκ ἂν λεχθείη (οὐ γὰρ καθ’ ἑαυτὸ χωρὶς τῆς πρὸς τὸν λόγον ἑνώσεως ὑφέστηκέ ποτε), ἐνυπόστατον δέ ἐστιν ὡς τῇ τοῦ λόγου ὑποστάσει συν‐
τελέσαν εἰς γένεσιν μιᾶς ὑποστάσεως, συνθέτου μέντοι γε. καὶ ‘ὑπόστα‐435
20σισ‘ μὲν καὶ ‘πρόσωπον‘ ταὐτόν, ἄμφω γὰρ μερικά τε καὶ ἴδια· ὑπόστασις δὲ καὶ ἐνυπόστατον ἕτερα. αὖθις δὲ ‘οὐσία‘ καὶ ‘φύσισ‘ ταὐτόν· ἄμφω γὰρ κοινὰ καὶ καθόλου, ὡς κατὰ πολλῶν καὶ διαφερόντων τῷ ἀριθμῷ κατ‐ ηγορούμενα. ‘Ἐνούσιον‘ δέ ἐστι τὸ μὴ μόνον ἐνθεωρούμενον ἔχον ἐφ’ ἑαυτοῦ τὸ τῶν
25ἰδιωμάτων ἄθροισμα, καθ’ ὃ ἄλλο ἀπ’ ἄλλου γνωρίζεται, ἀλλὰ καὶ τὸ κοινὸν τῆς οὐσίας πραγματικῶς κεκτημένον. ‘Ὁμοούσιον‘ δέ ἐστι τὸ τῆς αὐτῆς οὐσίας ἄλλῳ τυγχάνον, διάφορον δὲ πρὸς τὸ αὐτὸ κατὰ τὴν ὑπόστασιν. εἴ τι οὖν ἄλλῳ ταὐτὸν ὑπάρχει κατὰ τὴν οὐσίαν, οὐ ταὐτὸν ὑπάρχει τὸ αὐτὸ καὶ κατὰ τὴν ὑπόστασιν, καὶ εἴ
30τι ἓν καὶ ἡνωμένον ἄλλῳ τυγχάνει κατὰ τὴν οὐσίαν, οὐχ ἓν οὔτε ἡνωμένον τῷ αὐτῷ τυγχάνει κατὰ τὴν ὑπόστασιν, καὶ εἴ τι διαφορὰν ἔχει πρὸς ἄλλο κατὰ τὴν ὑπόστασιν, τοῦτο ἕνωσιν ἔχει πρὸς τὸ αὐτὸ κατὰ τὴν οὐσίαν. Ἔστι δὲ ‘οὐσιώδης ἕνωσισ‘ ἡ τὰς διαφόρους κατ’ ἀριθμὸν καὶ πολλὰς ὑποστάσεις εἰς μίαν καὶ τὴν αὐτὴν οὐσίαν συνάγουσα· ‘οὐσιώδησ‘ δὲ
35‘διαφορά‘ ἐστι λόγος καθ’ ὃν ἡ οὐσία ἤγουν φύσις ἀμείωτος καὶ ἀσύγχυ‐ τος διαμένει, τὴν πρὸς ἄλλο κατ’ εἶδος ἕτερον εἰς μίαν ὑπόστασιν ποιουμένη σύνοδον. ‘ὑποστατικὴ‘ μέν ἐστιν ‘ἕνωσισ‘ ἡ τὰς διαφόρους οὐσίας ἤγουν φύσεις εἰς ἓν πρόσωπον καὶ μίαν καὶ τὴν αὐτὴν ὑπόστασιν συνάγουσα καὶ συνδέουσα· ‘ὑποστατικὴ‘ δὲ ‘διαφορὰ‘ τυγχάνει λόγος καθ’ ὃν ἡ
40κατὰ τὸ ἄθροισμα τῶν ἐνθεωρουμένων ἰδιωμάτων τῷ κοινῷ τῆς οὐσίας ἑτερότης, τέμνουσα κατ’ ἀριθμὸν ἄλλον ἀπ’ ἄλλου {δέ}, τὴν τῶν ἀτόμων ποιεῖται πληθύν. καὶ ‘σχετικὴ‘ μὲν ‘ἕνωσίσ‘ ἐστιν ἡ τὰς διαφόρους γνώμας εἰς ἓν συνάγουσα θέλημα, ‘σχετικὴ‘ δὲ ‘διαφορὰ‘ γνώμης ἑτερότης. ‘συγ‐ χυτικὴ‘ δέ ἐστιν ‘ἕνωσισ‘ ἡ ἐξ ὑποστάσεων εἰς ὅλου τινὸς γένεσιν κατὰ σύν‐
45οδον γενομένη σύνθεσις πεφυρμένη καὶ ἄγνωστος. ‘Ἐνουσίου‘ δὲ ἴδιον τὸ πραγματικῶς ὑφίστασθαι καὶ φέρειν ἁπάντων ἐφ’ ἑαυτοῦ τῶν προσωπικῶν ἰδιωμάτων τοὺς ἀληθεῖς χαρακτῆρας. Διττὸν δὲ τὸ ‘θέλημα‘, τὸ μὲν ‘φυσικόν‘, τὸ δὲ ‘γνωμικόν‘· καὶ φυσικὸν μέν ἐστιν οὐσιώδης τῶν κατὰ τὴν φύσιν συστατικῶν ἔφεσις, γνωμικὸν

111

(50)

δὲ ἡ εἰς ἑκάτερα τοῦ λογισμοῦ αὐθαίρετος ὁρμή τε καὶ κίνησις. ‘ἐνέργεια‘ δέ ἐστι δυνάμεως φυσικῆς ἀποτέλεσμα. Ἰστέον δέ σοι καὶ ταῦτα, ὡς ὁ μὲν Ἄρειος τὰς τρεῖς ὑποστάσεις ὁμολογεῖ,
τὴν δὲ μονάδα ἀρνεῖται καὶ οὐ λέγει ὁμοούσιον τὴν ἁγίαν τριάδα, ὁ δὲ Σαβέλλιος τὴν μονάδα ὁμολογεῖ, ἀλλὰ τὴν τριάδα ἀρνεῖται, τὸν γὰρ αὐτὸν436
55λέγει πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα. ἐπὶ δὲ τοῦ ἑνὸς τῆς ἁγίας τριάδος Νεστόριος τὴν φυσικὴν διαφορὰν λέγει, τὴν δὲ ἕνωσιν οὐχ ὁμολογεῖ, οὐ γὰρ λέγει ταύτην καθ’ ὑπόστασιν γεγονέναι, ὁ δὲ Εὐτυχὴς τὴν μὲν ἕνωσιν ὁμολογεῖ, τὴν δὲ κατ’ οὐσίαν διαφορὰν ἀρνεῖται καὶ σύγχυσιν εἰσάγει τῶν φύσεων.
60 Καὶ ἐπὶ μὲν τῆς ἁγίας τριάδος ταὐτότης μέν ἐστιν οὐσίας, ἑτερότης δὲ προσώπων· ἐπὶ δὲ τοῦ ἀνθρώπου ταὐτότης μὲν προσώπου, ἑτερότης δὲ οὐσιῶν. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ δεσπότου Χριστοῦ· ἑνὸς γὰρ ὄντος προσ‐ ώπου ἤτοι ὑποστάσεως, ἑτέρας οὐσίας ἐστὶν ἡ θεότης καὶ ἑτέρας ἡ ἀνθρω‐ πότης. τὴν μέντοι γε καθ’ ὑπόστασιν διαφορὰν ἐπὶ τῆς ἁγίας τριάδος
65καὶ τὴν φυσικὴν διαφορὰν ἐπὶ τοῦ ἑνὸς τῆς ἁγίας τριάδος οὐκ ἐν αἰσθήσει χρὴ λέγειν, ἀλλὰ νοῆσαι τοῖς τῆς διανοίας ὄμμασιν. Ὥσπερ δὲ διὰ τὸ ὁμοούσιον τῆς ἁγίας τριάδος μίαν οὐσίαν κηρύττομεν, οὕτω διὰ τὸ ἑτεροϋπόστατον τρεῖς ὑποστάσεις λέγομεν· καὶ ὥσπερ διὰ τὸ ἑτεροούσιον τοῦ λόγου καὶ τῆς σαρκὸς δύο οὐσίας φαμέν, οὕτω διὰ τὸ
70μὴ ἰδιοϋπόστατον μίαν ὑπόστασιν δογματίζομεν. καὶ ὁ μὴ λέγων ἐπὶ Χριστοῦ διὰ τὴν τῶν φύσεων διαφορὰν τὴν καθ’ ὑπόστασιν ἕνωσιν Νεστοριανός ἐστιν, ὁ δὲ λέγων καὶ διαφορὰν καὶ ἕνωσιν ἐπὶ Χριστοῦ οὔτε τὴν διαφορὰν ἀναιρεῖ οὔτε τὴν ἕνωσιν συγχέει. καὶ ὥσπερ Σαβέλλιον ἀναθεματίζομεν οὐχὶ μὴ κηρύττοντα ἐπὶ τῆς ἁγίας τριάδος τὴν φυσικὴν
75ἕνωσιν, ἀλλὰ μὴ λέγοντα τὴν καθ’ ὑπόστασιν διαφοράν, οὕτως τὸν Εὐτυχῆ ἀναθεματίζομεν τὴν φυσικὴν μὲν διαφορὰν ἐπὶ Χριστοῦ γνωρίζοντα, μὴ λέγοντα δὲ τὴν καθ’ ὑπόστασιν ἕνωσιν. ἡ γὰρ ἐκκλησία ἐπὶ τοῦ σαρκω‐ θέντος λόγου καὶ τὴν καθ’ ὑπόστασιν ἕνωσιν διὰ τὸ ἀδιαίρετον καὶ τὴν κατ’ οὐσίαν διαφορὰν διὰ τὸ ἀσύγχυτον πρεσβεύει, καὶ Κύριλλος δὲ
80ἀναθεματίζει τοὺς διὰ τὴν διαφορὰν ἀναιροῦντας τὴν καθ’ ὑπόστασιν ἕνωσιν καὶ τοὺς διὰ τὴν καθ’ ὑπόστασιν ἕνωσιν τὴν φυσικὴν ἀθετοῦντας διαφορὰν ἐπὶ τοῦ ἑνὸς τῆς ἁγίας τριάδος. Ταῦτά σοι προληπτέον τῆς ὅλης θεολογίας, ἵν’ ἔχοις τὰς τῶν ὀνομάτων σημασίας ἠκριβωμένας καὶ τὴν τῶν ὁμωνύμων διαίρεσιν, καὶ ἑκάστῳ
85τῶν ὀνομάτων ἐν τοῖς δογματικοῖς ἡμῶν ἐντυγχάνων βιβλίοις ἄπταιστον ἔχῃς τοῦ ὑποκειμένου τὴν γνῶσιν, προλαβὼν τὴν ἑκάστου οὐσίαν καὶ
ἰδιότητα.437

112

(1t)

Περὶ τῶν μετὰ θεὸν καὶ περὶ θεὸν τεταγμένων διακόσμων καὶ τάξεων
2 Οὐδὲν προοιμιασάμενος διὰ τὸ πολλὰ δεῖν ἐν ὀλίγοις εἰπεῖν, εὐθὺς αὐτόθεν περὶ ὧν ἠρωτήκεις ἐρῶ. Πάσας ἡ θεολογία τὰς οὐρανίους οὐσίας ἐννέα κέκληκεν, ἃς ὁ θεῖος
5ἱεροτελεστὴς Ἱερόθεος εἰς τρεῖς διακοσμήσεις ἀφορίζει τριαδικάς. καὶ πρώτην μὲν εἶναί φησι καὶ πρὸ τῶν ἄλλων ἀμέσως ἡνωμένην θεῷ τούς τε ἁγιωτάτους θρόνους καὶ τὰ πολυόμματα καὶ πολυπτέρυγα τάγματα, χερουβὶμ Ἑβραίων φωνῇ καὶ σεραφὶμ διωνομασμένα, δευτέραν δέ φησι τὴν τῶν ἐξουσιῶν καὶ κυριοτήτων καὶ δυνάμεων, καὶ τρίτην τὴν τῶν ἀρχῶν
10καὶ ἀρχαγγέλων καὶ ἀγγέλων διακόσμησιν. Ἡ τοίνυν πρώτη σύνταξις τῶν τριῶν τάξεων θερμαίνοντες ὀνομάζονται καὶ θρόνοι καὶ χύσις σοφίας ἐκφαντορικῷ τῶν θεοειδῶν αὐτῶν τάξεων ὀνόματι· καὶ τὸ μὲν τῶν θρόνων ὄνομα συμβολικόν ἐστι τοῦ πρὸς τὰ κάτω καὶ τὰς περιπεζίους ὑφέσεις ὑψηλοῦ αὐτῶν καὶ μετεώρου, ἡ δὲ τῶν σε‐
15ραφὶμ ἐπωνυμία ἐκφαντορικῶς διδάσκει τὴν ἀπερικάλυπτον καὶ ἄσβεστον ὡσαύτως ἔχουσαν φωτοειδῆ καὶ φωτιστικὴν αὐτῶν ἰδιότητα, ἡ δὲ τῶν χερουβὶμ τὸ γνωστικὸν αὐτῶν καὶ θεοπτικὸν καὶ τῆς ὑπερτάτης φωτο‐ δοσίας δεκτικόν. ταῦτα δὲ τὰ τρία τάγματα οὐκ ἐν εἰκόσιν ἱεροπλάστοις μορφωτικῶς ἀποτυποῦσι τὴν θεουργικὴν ὁμοίωσιν, ἀλλ’ ὡς ἀληθῶς τῷ
20θεῷ πλησιάζοντα ἐν πρώτῃ μετουσίᾳ τῆς γνώσεώς εἰσι τῶν θεουργικῶν αὐτοῦ ἐλλάμψεων· αἱ μὲν γὰρ ὑφειμέναι τῶν οὐρανίων οὐσιῶν διακοσμή‐ σεις παρὰ τῶν ὑψηλοτέρων διδάσκονται τὰς θεουργικὰς ἐπιστήμας, αἱ
δὲ πασῶν ὑψηλότεραι ὑπ’ αὐτῆς τῆς θεαρχίας ὡς θεμιτὸν τὰς μυήσεις ἐλλάμπονται. ἡ δὲ τῆς θεαρχικῆς ἐπιστήμης μετάληψις κάθαρσίς ἐστι438
25καὶ φωτισμὸς καὶ τελείωσις. Μετὰ δὲ τὰς εἰρημένας τῶν τριῶν ταγμάτων διακοσμήσεις αἱ κυριότη‐ τές εἰσι καὶ αἱ δυνάμεις καὶ αἱ ἐξουσίαι· δηλοῖ δὲ ἡ μὲν κυριότης τὸ ἐλευθεροπρεπὲς καὶ ἀμείλικτον καὶ ἐξῃρημένον ἀπὸ πάσης ἀνομοιό‐ τητος, ἡ δὲ δύναμις τὸ ἀρρενωπὸν καὶ ἀκατάσειστον καὶ τὸ πρὸς μηδε‐
30μίαν ὑποδοχὴν τῶν ἐνδιδομένων αὐτῇ θεαρχικῶν ἐλλάμψεων ἐξασθενεῖν ἢ ἐξυπτιάζειν, ἀλλ’ ἀρρεπῶς ἀφορᾶν εἰς τὴν ὑπερούσιον καὶ δυναμοποιὸν δύναμιν· ἡ δὲ τῶν ἁγίων ἐξουσιῶν ἐπωνυμία τὸ τεταγμένον δηλοῖ τῆς ὑπερκοσμίου καὶ νοερᾶς ἐξουσιότητος. ταύτας οὖν ἔχουσα τὰς θεοειδεῖς ἰδιότητας ἡ μέση τῶν οὐρανίων νόων διακόσμησις, καθαίρεται καὶ
35φωτίζεται καὶ τελεσιουργεῖται ὑπὸ τῶν θεαρχικῶν ἐλλάμψεων, ἐνδιδομέ‐ νων αὐτῇ δευτέρως διὰ τῆς πρώτης ἱεραρχικῆς διακοσμήσεως καὶ διὰ μέσης ἐκείνης δευτεροφανῶς διαπορθμευομένων. τὴν γοῦν δι’ ἄλλου λεγομένην φοιτᾶν εἰς ἄλλον ἄγγελον ἀκοὴν σύμβολον ποιούμεθα τῆς πόρ‐ ρωθεν ἐπιτελουμένης καὶ διὰ τὴν πρόοδον ἀμυδρουμένης εἰς δευτέρωσιν
40τελειώσεως. Τοιαύτη μὲν οὖν ἐστι καὶ ἡ μέση διάταξις· μεθ’ ἣν αἱ ἀρχαί εἰσι καὶ οἱ ἀρχάγγελοι καὶ οἱ ἄγγελοι. δηλοῖ δὲ τὸ μὲν τῶν ἀρχῶν ὄνομα τὸ θεοειδῶς αὐτῶν ἀρχικὸν καὶ ἡγεμονικὸν μετὰ τάξεως ἱερᾶς. ἡ δὲ τῶν ἁγίων ἀρχαγγέλων τάξις κοινωνικῶς τῇ ἱεραρχικῇ μεσότητι τῶν ἄκρων
45ἀντιλαμβάνεται· ταῖς τε γὰρ ἁγιωτάταις ἀρχαῖς κοινωνεῖ καὶ τοῖς ἁγίοις ἀγγέλοις, ταῖς μὲν ὅτι πρὸς τὴν ὑπερούσιον ἀρχὴν ἀρχικῶς ἐπέστραπται καὶ πρὸς αὐτὴν ὡς ἐφικτὸν ἀποτυποῦται, τοῖς δὲ ὅτι τὰς θεαρχικὰς ἐλ‐ λάμψεις ἀγαθοειδῶς διαγγέλλει αὐτοῖς. οἱ δὲ ἄγγελοι συμπληρωτικῶς ἀποπερατοῦσι τὰς ὅλας τῶν οὐρανίων νόων διακοσμήσεις κατὰ τὸ τε‐

112

(50)

λευταῖον ὡς ἐν οὐρανίαις οὐσίαις, ἔχοντες τὴν ἀγγελικὴν ἰδιότητα καὶ μᾶλλον πρὸς ἡμῶν ἐκφαντορικοὶ ἄγγελοι τῶν προτέρων οἰκειότερον ὀνομαζόμενοι. Ἡ μὲν γὰρ ὑπερτάτη διακόσμησις ὡς τῷ κρυφίῳ πρωτοταγῶς πλησιά‐ ζουσα κρυφιοειδῶς ἱεραρχεῖ τῆς δευτέρας· ἡ δὲ μέση σύνταξις τῆς τῶν
55ἀρχῶν καὶ ἀρχαγγέλων καὶ ἀγγέλων ἱεραρχίας ἡγεῖται, τῆς πρώτης μὲν
ἱεραρχίας ἐμφανέστερον, τῆς δὲ μετ’ αὐτὴν κρυφιοειδέστερον· ἡ δὲ τῶν ἀρχῶν καὶ ἀρχαγγέλων καὶ ἀγγέλων ἐκφαντορικὴ διακόσμησις ταῖς ἀν‐ θρωπίναις ἱεραρχίαις δι’ ἀλλήλων ἐπιστατεῖ, ἵν’ ᾖ κατὰ τάξιν ἡ πρὸς θεὸν ἀναγωγὴ καὶ ἐπιστροφὴ καὶ κοινωνία καὶ ἕνωσις. ἔνθεν ἡ θεολογία439
60τὴν καθ’ ἡμᾶς ἱεραρχίαν ἀγγέλοις ἀπονενέμηκεν, ἄρχοντα τοῦ Ἰουδαίων λαοῦ τὸν Μιχαὴλ ὀνομάζουσα καὶ ἄλλους ἐθνῶν ἑτέρων. Ἁπάσας δὲ τὰς ἀγγελικὰς οὐσίας δυνάμεις οὐρανίους καλεῖν εἰώθαμεν, οὐ σύγχυσίν τινα τῶν ἑκάστης διακοσμήσεως ἰδιοτήτων εἰσάγοντες, ἀλλ’ ἐπειδὴ εἰς τρία διῄρηνται τῷ κατ’ αὐτοὺς ὑπερκοσμίῳ λόγῳ πάντες
65οἱ θεῖοι νόες, εἰς οὐσίαν καὶ δύναμιν καὶ ἐνέργειαν, ὅταν ἅπαντας ἢ τινὰς αὐτῶν ἀπαρατηρήτως οὐρανίας οὐσίας ἢ οὐρανίας δυνάμεις ἀποκαλοῦμεν, αὐτοὺς περιφραστικῶς τοὺς περὶ ὧν ὁ λόγος ἐμφαίνειν ἡμᾶς οἰητέον ἐκ τῆς καθ’ ἕκαστον αὐτῶν οὐσίας ἢ δυνάμεως. Εἰ δὲ ὁ καθ’ ἡμᾶς ἱεράρχης ‘ἄγγελος κυρίου παντοκράτοροσ‘ ὑπὸ τῶν
70λογίων ὠνόμασται, καὶ ἔστι ζητούμενον πῶς τοῦτο λέγεται, εἰ ἀμέθεκτα τῶν ὑπερτέρων ὁλοτήτων εἰσὶ τὰ τελευταῖα, φαμὲν ὅτι τῆς μὲν ὁλικῆς καὶ ὑπερκειμένης τῶν πρεσβυτέρων διακόσμων δυνάμεως ἀποδέουσιν οἱ τελευταῖοι, τῆς δὲ μερικῆς καὶ ἀναλόγου μετέχουσι κατὰ τὴν μίαν ἁπάν‐ των ἐναρμόνιον καὶ συνδετικὴν κοινωνίαν. εὑρήσεις δὲ ὅτι καὶ θεοὺς ἡ
75θεολογία καλεῖ τάς τε οὐρανίας καὶ ὑπὲρ ἡμᾶς οὐσίας καὶ τοὺς παρ’ ἡμῖν φιλοθεωτάτους καὶ ἱεροὺς ἄνδρας. εἰ δὲ ἀπορεῖς διὰ τί μὴ ἄγγελος πρὸς τὸν Ἡσαΐαν, ἀλλὰ σεραφεὶμ ἀποστέλλεται, τοσοῦτον ἐπιλύσομέν σοι τὸ ἀπόρημα, ὡς ὁ τὴν ὅρασιν διαπλάσας ἄγγελος εἰς τὸ μυῆσαι τὰ θεῖα τὸν θεολόγον ἐπὶ τὴν πρωτουργὸν ἱεραρχίαν τὴν τοιαύτην ἀνέθηκε κάθαρσιν·
80ἢ ὅτι, ὥσπερ πᾶσα τάξις, οὕτω καὶ ἕκαστος τῶν ἐπὶ τῆς τάξεως τῷ ὑπερ‐ κειμένῳ καλεῖται πολλάκις ὀνόματι. εἰ δὲ καὶ τῆς ἀγγελικῆς ὀνομασίας τὰς ὅλας δυνάμεις ὁ λόγος ἀξιοῖ, οὐδὲ τοῦτο ἄπορον· πᾶσαι γὰρ ἐξάγγελοί εἰσι τῶν ὑπερκειμένων ἐλλάμψεων. Σὺ δὲ μηδὲ τοῦτο θαυμάσῃς, εἰ ἐνταῦθα μόνον ἐνήλλακταί μοι τοῦ λόγου
85ὁ χαρακτήρ· αὐτὰς γάρ σοι σχεδὸν πάσας τὰς τοῦ Ἀρεοπαγίτου Διονυ‐ σίου συγγραφικὰς ῥήσεις σποράδην συλλεξάμενος παρατέθεικα. μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται
περὶ τὸν θεῖον διάκοσμον.440

113

(1t)

Περὶ τῶν ἀλληνάλλως ἐγκειμένων προθέσεων τῇ ἁγίᾳ τριάδι
2 Πολλοῖς τῶν πρὸ ἡμῶν φιλοσόφων ἐζήτηται, ὅ τι ποτὲ αἱ προθέσεις καθαροῖς ὀνόμασιν ἢ ἀντωνυμικοῖς προσκείμεναι δύνανται, καὶ πῶς νῦν μὲν διῃρημένως καὶ ἀποκεκληρωμένως ταῖς θείαις τῆς τριαδικῆς
5ἑνότητος ὑποστάσεσι παρὰ τῶν θεοκηρύκων πατέρων ἐτάχθησαν, νῦν δὲ συγκεχυμένως καὶ ἀδιαρθρώτως, καὶ πῶς ἡ τῶν Ἑλλήνων φιλοσοφία ταύταις ἐχρήσατο καὶ εἰ ὡμογνωμονήκασι περὶ τὴν χρῆσιν σύμπαντες. Ἐρῶ οὖν ὅπως οἱ περὶ Πλάτωνα καὶ Ἀριστοτέλην περὶ τούτων ζητή‐ σαντες ἀπεφήναντο, ἔπειθ’ ὅπως ἡ καθ’ ἡμᾶς θεολογία περὶ τούτων
10διήρθρωσεν. αὐτίκα Πλάτων ὁ θεῖος ἀνὴρ ἓξ τὰ τῶν ὄντων ἀποφηνάμενος αἴτια, τὸ ποιητικόν, τὸ παραδειγματικόν, τὸ ὀργανικόν, τὸ ὑλικὸν καὶ τὸ εἰδικὸν καὶ τὸ τελικόν, τῷ μὲν ποιητικῷ προστίθησι τὸ ἐξ οὗ, τῷ δὲ παραδειγματικῷ τὸ καθ’ ὅ, τῷ δὲ ὀργανικῷ τὸ δι’ οὗ, τῷ δὲ ὑλικῷ τὸ ἐν ᾧ, τῷ δὲ εἰδικῷ τὸ ὑφ’ οὗ, τῷ δὲ τελικῷ τὸ εἰς ὅ. παραδείγματι δέ τινι
15τῶν αἰσθητῶν τὰ τοιαῦτα διαφωτίσαιμεν· ὑποκείσθω γάρ τις ἀνὴρ ἀγαλ‐ ματοποιὸς πρὸς Σωκράτην ἢ Πλάτωνα διαχαλκεύων ἀνδρείκελον σιδήρῳ τινί, ᾧ δὴ τὸν χαλκὸν ἀποξέων τε καὶ μεταμορφῶν τῷ Σωκράτει τυχὸν
ἢ τῷ Πλάτωνι ἀφωμοίου τὸ ἴνδαλμα. ἐνταῦθα γὰρ τὰ ἓξ αἴτια συνδεδρα‐ μήκασι· ποιητικὸν μὲν γὰρ αὐτὸς ὁ ἀγαλματοποιός, παραδειγματικὸν δὲ441
20ὁ Σωκράτης, ὀργανικὸν δὲ ὁ μεταμορφῶν τὸν χαλκὸν σίδηρος, ὑλικὸν δὲ αὐτὸς ὁ χαλκός, εἰδικὸν δὲ τὸ εἶδος αὐτὸ τοῦ ἀγάλματος, καὶ τελικὸν ἡ πρὸς τὸ ἀρχέτυπον ἀναφορά. διό φαμεν ἐκ τοῦ τέκτονος κατεσκευάσθαι τὸ ἄγαλμα κατὰ τὸ παράδειγμα διὰ τοῦ σιδήρου ὡς ὀργάνου ὑπὸ τῆς ἀνδρεικέλου μορφῆς ἐν τῷ χαλκῷ, ἵνα πρὸς τὸ πρωτότυπον ἀφομοιωθῇ.
25 Ὁρᾷς ὅπως ἅπαντά σοι συντέθεικα κατὰ τὴν Πλατωνικὴν περὶ τούτων ὑφήγησιν; ἀλλ’ ὁ μὲν Πλάτων οὕτως· ὁ δὲ Ἀριστοτέλης ἐλαττώσας τὰ αἴτια εἰς τὸν τέταρτον ἀριθμόν, μικροῦ δεῖν καὶ ταῖς τῶν προθέσεων προσθήκαις ἐναντίως ἤπερ ὁ Πλάτων ἐχρήσατο. τὸ γὰρ παραδειγματικὸν καὶ τὸ ὀργανικὸν ἀθετήσας τέσσαρα παραδέχεται· ἀλλὰ τῷ μὲν ποιητικῷ
30τὸ ὑφ’ οὗ προστίθησι, τῷ δ’ εἰδικῷ τὸ ἐν ᾧ, τῷ δ’ ὑλικῷ τὸ ἐξ οὗ, τῷ δὲ τελικῷ τὸ εἰς ὅ, τοῦτο μόνον κατὰ τὸν Πλάτωνα θέμενος· βούλεται γὰρ ὑπὸ τοῦ ζωγράφου τὴν εἰκόνα διαμεμορφῶσθαι ἐκ τῶν χρωμάτων τὸ εἶναι ἔχουσαν ἐν τῷ εἴδει, οὐ μάτην, ἀλλ’ ἕνεκά του, ὃ δὴ τελικὸν τίθεται καὶ εἰς ὅ. οὕτως μὲν οὖν οἱ τῶν Ἑλλήνων ἐξοχώτατοι καὶ φιλοσοφώτατοι
35περὶ τούτων διαταξάμενοι φαίνονται, παρ’ οἷς ἄλλο μὲν ‘τὸ ἀφθεγκτότατον ἕν‘, ἄλλος δὲ ὁ ‘πατρικὸς βυθὸσ‘ καὶ ἄλλος ὁ δημιουργός, παράδειγμά τε νοητὸν ἀφανῶς ἑστηκὸς οὐδαμοῦ. Οἱ δὲ καθ’ ἡμᾶς θεολόγοι, αὐτόπται τῶν τοιούτων μυστηρίων γεγονό‐ τες καὶ κήρυκες, τὸν αὐτὸν παράγουσι καὶ ποιητικὸν αἴτιον καὶ δημιουργι‐
40κὸν καὶ τελικόν, ποτὲ μὲν τῇ ὕλῃ προσχρώμενον εἰς τὴν τῶν ὄντων ἀπο‐ γέννησιν, ποτὲ δὲ ἐξ οὐκ ὄντων τὰ ὄντα παράγοντα. ἐν μὲν γὰρ τῇ πρώτῃ κοσμογενείᾳ τὴν ὕλην μετὰ τῶν εἰδῶν ἀδιαστάτως παρήγαγε, μετὰ δὲ τὴν τῶν ὄντων ἀποτελεύτησιν ἐκ ταύτης τἆλλα ποιῶν φαίνεται. οὕτω τοιγαροῦν ἐξ ἀνθρώπου ἄνθρωπος ἀποτίκτεται καὶ ἐξ ἡμιόνου ἡμίονος,
45τά τε φυτὰ ἀπὸ γῆς πρόεισι, καὶ ὄμβροι μὲν ἐκ νεφῶν, νέφη δὲ ἐξ ἀτμῶν, ἀτμοὶ δὲ ἐκ πυρώσεως ἡλιακῆς, ἡ δὲ ἐκ παρατρίψεως ἀκτίνων, καὶ αὕτη ἐξ ἡλιακοῦ φωτός, τὸ δὲ ἐκ τοῦ μηδενός· ἀναλύων γὰρ τὰ γινόμενα καὶ ἐφ’ ἕτερον ἐξ ἄλλου ἀναποδίζων, εἰς αὐτὸ καταντήσεις τὸ πρῶτον πλάσμα καὶ δημιούργημα, ὃ δὴ ἐξ οὐκ ὄντων γεγένηται.

113

(50)

Ἐπεὶ δὲ ταῖς τοιαύταις προθέσεσι καὶ ἡ καθ’ ἡμᾶς θεολογία ἐπὶ ταῖς
θείαις ὑποστάσεσι κατεχρήσατο, Πλατωνίζοντές τινες τῶν δοκούντων ἀπὸ τῆς ἡμετέρας τυγχάνειν αὐλῆς, ἐπειδή φασι τὰ θεῖα λόγια ἐκ τοῦ πατρὸς γεγενῆσθαι τὰ ὄντα διὰ τοῦ υἱοῦ, διὰ μὲν τῆς ‘ἐξ‘ προθέσεως προσκειμένης τῷ πατρὶ ποιητικὸν τοῦτον εἰσάγουσιν αἴτιον, διὰ δὲ τῆς442
55‘διὰ‘ προσκειμένης τῷ υἱῷ εἰς ὀργάνου μοῖραν ἀποκληροῦσι τὸν μονογενῆ λόγον, πέλεκύν τινα τοῦτον (ἀλλ’ ἵλεως ἡμῖν εἴης, λόγε θεοῦ) ἢ λαξευτή‐ ριον ἢ ἄλλο τι τῶν χαλκευτικῶν ὀργάνων κατονομάζοντες. εἰσὶ δ’ οἳ καὶ ἀναισχυντότερον βλασφημήσαντες τὸν μὲν πατέρα ὕλην εἰρήκασι διὰ τὴν Ἀριστοτελικὴν περὶ τῆς ‘ἐξ‘ προθέσεως διάταξιν, τῇ ὕλῃ ταύτην ἀπο‐
60κληρώσασαν. Οἱ μὲν οὖν ἔξω θεολόγοι τε καὶ φιλόσοφοι, τὸ πᾶν τῆς θεολογίας ἐν ταῖς λέξεσιν εἶναι τιθέμενοι, οὕτω ταῦτα διεῖλον καὶ διηκρίβωσαν· οἱ δὲ καθ’ ἡμᾶς θεοφόροι πατέρες, ἐν τοῖς πράγμασιν ἔχοντες τὴν ἀκρίβειαν, ἧττον τῶν ὀνομάτων φροντίζουσι. διὰ τοῦτο τὴν ‘ἐξ‘ πρόθεσιν ποτὲ μὲν
65ἐπὶ τῆς ὕλης τιθέασιν, ὡς τὸ ‘ποιήσεις τὴν λυχνίαν ἐκ χρυσίου καθαροῦ‘, καὶ αὖθις τὴν κιβωτὸν πρὸς τὸν Νῶέ φησιν ὁ θεὸς ‘ἐκ ξύλων‘ ἀσήπτων, καὶ ‘ἐκ πηλοῦ διήρτισαι σύ, ὡς κἀγώ‘ ἐν τῷ Ἰώβ ἐστι κείμενον, καὶ ‘ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκόσ‘ (ἁπανταχοῦ γὰρ ἡ πρόθεσις αὕτη τὴν ὕλην δηλοῖ), ποτὲ δὲ τὴν αὐτὴν καὶ ἐπὶ ‘τοῦ ἐπὶ πάντων‘ τιθέασι ‘θεοῦ‘,
70ἐκ τοῦ θεοῦ τὰ πάντα γεγενῆσθαι διαταττόμενοι. εἰ μὲν οὖν αἱ προθέσεις αὗται ἀποκληρωτικῶς ταῖς ὑποστάσεσιν ἔκειντο, οὐδ’ οὕτω μὲν ἂν εἶχεν αὐτοῖς χώραν τὸ καθ’ ἡμῶν δυσσεβές· ἐπεὶ δὲ καὶ αἱ τάξεις ἀμείβονται, ὡς πρῶτον μὲν ἐν τούτῳ κεῖσθαι τὴν ‘διά‘, εἶτα τὴν ‘ἐξ οὗ‘, ἐν ἄλλοις δὲ τὴν ‘ἐξ οὗ‘, εἶτα τὴν ‘διά‘, καὶ αἱ προθέσεις ἐπὶ τῶν προσώπων ἐναλ‐
75λαττόμεναι φαίνονται, πῶς οὗτοι κυριολογοῦντες τὰ διάφορα ὡς ἀλη‐ θεύοντες δεχήσονται παρ’ ἡμῶν; Τὰς μὲν οὖν χρήσεις τῶν τε μεταλήψεων καὶ τῶν ἐναλλαγῶν ἀφθόνως σοι δώσει ὁ μέγας Βασίλειος, εἴ γε ταῖς πρὸς Ἀμφιλόχιον ὁμιλήσαις περὶ τούτων διατυπώσεσιν· ἡμῖν δὲ δεικτέον, ὅπως ἐφ’ ἑνὸς προσώπου αἱ
80διῃρημέναι συνῆλθον προθέσεις. ‘ἐξ αὐτοῦ‘ γάρ φησιν ὁ ἀπόστολος ‘καὶ
δι’ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα‘· πῶς γὰρ τὸ αὐτὸ πρόσωπον καὶ ποιητικὸν δύναται εἶναι κατὰ Πλάτωνα διὰ τὴν ‘ἐξ‘ πρόθεσιν ἢ καὶ ὑλικὸν κατὰ τὸν Ἀριστοτέλην, καὶ ὀργανικὸν διὰ τὴν ‘διά‘, καὶ τελικὸν διὰ τὴν ‘εἰς ὅ‘; ἀλλὰ τοῦτο μᾶλλον ἐνδεικτικόν ἐστι τοῦ ἀπὸ τοῦ θεοῦ443
85τὰ πάντα παρῆχθαι καὶ πρὸς τὸν θεὸν ἔχειν τὴν ἐπιστροφήν· πᾶν γὰρ τὸ γεννώμενον, ὡς ἡ πρεσβυτέρα θεολογία φησίν, ἐκεῖθεν ἐπιστρέφει ὅθεν τὴν γένεσιν ἔσχηκε. τὸ μὲν οὖν ‘ἐξ αὐτοῦ‘ τὴν ἐκ τοῦ θεοῦ σημαίνει τῶν ὅλων ἀπογέννησιν, τὸ δὲ ‘εἰς αὐτὸν‘ τὴν τῶν γεννηθέντων ἐπιστροφήν, τὸ δὲ ‘δι’ αὐτοῦ‘, μέσον κείμενον, τὴν ποιητικὴν τῶν ὄντων δηλοῖ ἐνέρ‐
90γειαν. ἵνα γὰρ μὴ τὴν ὕλην νοήσωμεν διὰ τῆς ‘ἐξ‘ προθέσεως, ἥτις ἀπο‐ γεννᾷ μέν, οὐδὲν δὲ παρὰ τὴν γέννησιν ἐνεργεῖ, διὰ τοῦτό φησιν ὁ ἀπόστο‐ λος, ‘ἐξ αὐτοῦ καὶ δι’ αὐτοῦ καὶ εἰς αὐτόν‘, ὅτι τε, φησίν, ἐξ αὐτοῦ τὸ πᾶν προελήλυθε καὶ διὰ τῆς ἐνεργοῦς αὐτοῦ ποιήσεως ἀποτετέλεσται καὶ εἰς αὐτὸν αὖθις ἐπέστραπται. ‘αὐτῷ ἡ δόξα‘, κατ’ αὐτὸν φάναι τὸν θεῖον
95ἀπόστολον, ‘εἰς τοὺς αἰῶνας, ἀμήν‘.

114

(1t)

Περὶ τῆς κατὰ Χριστὸν γενεαλογίας ἀπὸ Ἀδάμ
2 Δεῖ τὸν φιλόσοφον παντοδαπὸν εἶναι καὶ φιλοτιμεῖσθαι μὴ μόνον ἐπιστήμας καὶ τέχνας εἰδέναι, ἐξ ὧν σοφία καὶ φρόνησις τὸ συναγόμενον πέφυκεν, ἀλλὰ καὶ ἱστορίαν συλλέγειν καὶ γεωγραφίας ἔχεσθαι καὶ τῆς
5ἄλλης μουσικῆς μὴ ἀπείρως ἔχειν· μουσικὴν δέ φημι οὐ τὴν ἐν καθαπτοῖς ὀργάνοις μελοποιίαν καὶ χρῆσιν ἁπλῶς, ἀλλὰ πᾶσαν τὴν ἐκ λόγων συναγο‐ μένην ἱστορίαν τε καὶ παιδείαν καὶ τὴν ἄλλην ἁπλῶς εὐμάθειάν τε καὶ
πολυμάθειαν. διὰ ταῦτα κἀγὼ νῦν μὲν τῶν ἐπιστημῶν τοὺς λόγους ὑμῖν ἀναπτύσσω, νῦν δ’ ἄλλο τι ποιῶν φαίνομαι· ὥσπερ ἐνταῦθα τὴν τοῦ444
10παντὸς αἰῶνος ἀφ’ οὗπερ γεγόνασιν ἄνθρωποι ἱστορίαν ἐν βρ[αχεῖ] σαφηνίσαι προῄρημαι, οὐ διαιρῶν τὸν πάντα χρόνον ἐτῶν περιόδοις ἀφ‐ ωρισμένοις, ὥσπερ τινὲς πεποιήκασιν, οὐδὲ ταῖς λεγομέναις κατατέμνων ἀρχαῖς (πολὺς γὰρ ὁ περὶ τούτων λόγος, καὶ ἡ περὶ τῶν καθ’ ἕκαστα πραγμάτων ἀκρίβεια τῷ αὐτο[σχ]εδ[ίῳ λ]όγῳ παρὰ πολὺ ἠναντίωται)·
15ἀλλά μοι ὁ λόγος ἐστὶ κεφαλαιωδῶς παραδοῦναι τὸ μετὰ τὸν Ἀδὰμ γ[ένος], ὅθεν ὁ κύριος ἡμῶν γενεαλογεῖται κατὰ τὴν ἐξ ἀνθρώπου γένεσιν, κατὰ βραχύ τε τὸν χρόνον διακριβώσασθαι καθ’ ὃ[ν ἐγεγ]έννητό τε καὶ ἀναδέδεικται, ἐπιμνησθῆναί τε κατὰ τὸ πάρεργον καὶ βασιλειῶν τινων ὅσαι τῷ ὑπομνήματι προσαρμόσουσι καὶ καταπαῦσαι τὸν λόγον ἄχρι τῆς
20Ῥωμαϊκῆς βασιλείας, ἀναμνησθέντα καὶ τῶν ἐν ταύτῃ διαλαμψάντων τινῶν. Ἴσ[τε μ]οι γὰρ ὡς ἀφ’ ἑνὸς τῶν υἱῶν Ἀδάμ, φημὶ δὴ τοῦ Σήθ, ὃν τῷ σλʹ ἔτει τῆς αὐτοῦ ἡλικίας ὁ γενάρχης γεννᾷ, τὸ κατὰ Χριστὸν γενεα‐ λογεῖται μυστήριον. ἀπὸ μὲν γὰρ τῆς ὀσφύος Σὴθ Ἐνώς, ἐκ δὲ τούτου Καϊνὰν προελήλυθε· καὶ Καϊνὰν μὲν Μαλελεήλ, Μαλελεὴλ δὲ Ἰάρεδ,
25Ἰάρεδ Ἐνώχ, οὗτος τὸν Λάμεχ, Λάμεχ δὲ γεννᾷ τὸν Νῶε, ἐφ’ οὗ κατακλυ‐ σμῷ τὴν γῆν ἠφάνισεν ὁ θεός. ἀπὸ δὲ Νῶε τριῶν γεγονότων υἱῶν, Σὴμ Χὰμ Ἰάφεθ, μόνος ὁ Σὴμ τὰς ἀρχὰς τῆς κατὰ Χριστὸν γενέσεως εἰς ἑαυτὸν ἀνηρτήσατο. Σὴμ γὰρ τὸν Ἀρφαξάθ, καὶ οὗτος τὸν Καϊνάν, καὶ οὗτος τὸν Σάλαμ, [καὶ ἐ]κεῖνος τὸν Ἔβερ γεννᾷ, ἀφ’ οὗ τινες καὶ παρωνο‐
30μάσθαι τοὺς Ἑβραίους φασίν. ἐκ δὲ Ἔβερ Φάλεκ προελήλυθεν, ἐφ’ οὗ δὴ ὁ τῆς γῆς ἐγένετο μερισμός· καὶ γὰρ καὶ τῇ Ἑβραΐδι φωνῇ τοῦτο δὴ τὸ ὄνομα μερισμὸν σημαίνει. ἀπὸ [δὲ] Φάλεκ Ῥαγάβ, καὶ ἀπὸ τούτου Σερούχ, μεθ’ ὃν Ναχώρ, εἶτα Θάρρα, Θάρρα δὲ γεννᾷ τὸν Ἀβραάμ. καὶ ἵνα τοὺς κα[θ’ ἕ]να τῶν γεννηθέντων χρόνους ἀφῶ, ἀπὸ τῆς τῶν κατὰ μέρος ἀκρι‐
35βοῦς συμψηφίσεως ἀπὸ Ἀδὰμ μέχρις Ἀβραὰμ τέσσαρα καὶ εἴκοσι σὺν τρισχιλίοις καὶ τριακοσίοις ἔτεσιν ὁ σύμπας ἀριθμός. Εἶτα Ἀβραὰμ γεννᾷ τὸν Ἰσαάκ, καὶ οὗτος τὸν Ἰακώβ, μεθ’ ὃν Λεβί, καὶ μετὰ Λεβὶ Κάαθ, καὶ μετὰ τοῦτον Ἄβραμ, οὗτος δὲ γεννᾷ τὸν Μωυσῆν, ὃς παρὰ θεοῦ ἐπὶ δημαγωγίαν τοῦ Ἰσραὴλ προβάλλεται καὶ ἐξάγει τὸ
40ἔθνος ἐξ Αἰγύπτου καὶ ξεναγεῖ ἐπὶ τῆς ἐρήμου ἔτη τεσ[σα]ράκοντα. τούτου τετελευτηκότος ἡγεῖται τοῦ λαοῦ ὁ τοῦ Ναυῆ Ἰησοῦς, μεθ’ ὃν οἱ πρεσβύ‐
τεροι τοῦ λαοῦ, εἶτα ἀλλόφυλοι, μεθ’ [οὓς] ὁ Γοθονιὴλ Ἰουδαῖος, καὶ αὖθις ἀλλόφυλοι, καὶ πάλιν ἕτερος ἐκ τοῦ γένους, μεθ’ ὃν ἔθνος ἀλλότριον, εἶτα Βαρὰκ [καὶ Δε]βόρρα, οὓς Μαδιηναῖοι διαδεξάμενοι παρὰ Γεδεὼν ἀφῃ‐445
45ρέθησαν τὴν ἀρχήν· ἐπὶ τούτου Ἀβιμέλεχ καὶ Θ[ωλὰ] καὶ Ἰαήρ, μεθ’ οὓς Ἀμανῖται, καὶ μετ’ ἐκείνους Ἰεφθάε, Ἐσβών, Αἰγλών, Λαβδών, ἐφ’ οἷς ἀλλόφυλοι, μ[εθ’ οὓς] Σαμψών, εἶτα Ἠλεὶ ὁ ἱερεύς, καὶ τέλος Σαμουὴλ ὁ προφήτης, εἰς ὃν ἡ τῶν κριτῶν ἐξουσία κατέληξεν. Ἐπεὶ δὲ καὶ [ὑπὸ] βασιλεῖ ταχθῆναι ὁ τῶν Ἰουδαίων λαὸς ᾑρετίσατο,

114

(50)

καθίσταται αὐτοῖς πρῶτος βασιλεὺς ὁ Σαοὺλ ἀπὸ φυλῆς Βενιαμίτιδος, εἶθ’ ἑξῆς ὁ περιβόητος Δαυίδ, μεθ’ ὃν ὁ ἐκείνου υἱὸς Σολομῶν, καὶ αὖθις ὁ τούτου υἱὸς Ῥοβοάμ, ἐφ’ [οὗ αἱ] δώδεκα φυλαὶ διῃρέθησαν, καὶ δύο μὲν φυλαὶ τοῖς ἀπὸ Ῥοβοὰμ τὸ γένος ἔχουσι συνετάχθησαν, δέκα [δὲ τῷ] Ἱεροβοάμ. γεννᾷ δὲ Ῥοβοὰμ τὸν Ἀσσά, οὗτος τὸν Ἰωσαφάτ, ἐφ’
55οὗ Μιχαίας καὶ Ἠλίας καὶ Ἐλισσαῖος τῷ τῆς προ[φητείας] φωτὶ κατηυγά‐ ζοντο. Ἰωσαφὰτ γεννᾷ τὸν Ἰωράμ, οὗτος τὸν Ὀχοζίαν, κἀκεῖνος τὸν Ἰωάς, καὶ οὗτος τὸν Ἀμεσ[ίαν, καὶ Ἀ]μεσίας τὸν Ἀζαρίαν καὶ Ἰωσίαν, ὁπηνίκα Ἀμὼς καὶ Ἡσαΐας καὶ Ὠσηέ, Ἰωνᾶς τε καὶ Ἰωὴλ τὰς προφητικὰς [......] σάλπιγγας. Ἰωσίας γεννᾷ τὸν Ἰωάθαμ, καὶ οὗτος τὸν Ἄχατζ, Ἄχατζ τὸν
60Ἐζεκίαν, Ἐζεκίας τὸν Μανασσῆν, Μαν[ασσῆς] τὸν Ἀμώς, Ἀμὼς τὸν Ἰωσίαν, ἐφ’ οὗ προεφήτευον Σοφονίας, Ἱερεμίας τε καὶ Βαρούχ. Ἰωσίας δὲ πάντων βα[σιλέων] ὁσιώτατός τε καὶ δικαιότατος καὶ ἀνὴρ τῷ ὄντι θεσπέσιος, τὸ δ’ ἐξ ἐκείνου γένος αὐτὸ τὸ πονηρόν, Ἐλιακεὶμ γὰρ καὶ Ἰεχ[ονίας], ὁ μὲν υἱός, ὁ δὲ υἱωνός, ἠρχέτην δὲ ἄμφω τοῦ λαοῦ ἀθέσμως
65καὶ πονηρῶς. μεθ’ οὓς Σεδεκίας, ἐφ’ οὗ Ναβουχοδονόσορ στρατεύσας ὁ τῶν Περσῶν βασιλεὺς τήν τε πόλιν καθεῖλε καὶ τὸν λαὸν ἀπήνεγκε δορυάλωτον, καὶ αὐτὸν δὲ [Σεδεκίαν] τῶν ὀφθαλμῶν ἀφελόμενος, τὸ ἔθνος τοῦ βασιλεύεσθαι ἔπαυσε. καὶ ἦν αἰχμάλωτον ἐπὶ Βαβυλῶνα χρό‐ νον [...]μη[...], καὶ οἱ τῶν Βαβυλωνίων βασιλεῖς τούτου τοῦ ἔθνους
70κατεδυνάστευον ἄχρι Κύρου τοῦ Περσῶν καὶ Μήδων [........] Βαβυ‐ λωνίων Φ[οινίκων] καὶ Σύρων καὶ Κιλίκων ἡγεμονεύοντος· παρέπεμψε
δὲ οὗτος τὴν αἰχ[μαλωσίαν] ...............................446