TLG 2702 011 :: Michael PSELLUS :: Opuscula psychologica, theologica, daemonologica Michael PSELLUS Polyhist., vel Constantinus Psellus
vel Constantius Psellus
vel Michael Psellus Minor Opuscula psychologica, theologica, daemonologica Cf. et 2702 010 Citation: Page — (line) | ||
1(1t) | Τοῦ σοφωτάτου Ψελλοῦ περὶ ψυχῆς | |
2 | Στραφεῖσα ψυχὴ πρὸς ἑαυτὴν καὶ τὴν οἰκείαν φύσιν νοήσασα τάς τε οὐσιώδεις ἑαυτῆς ἁρμονίας ἐπίσταται καὶ τοὺς ἐνυποστάτους ἀριθμοὺς καὶ τὰ τοιουτότροπα σχήματα καὶ ὡς εἰκόνας ἀρρήτους ἔχει τῶν οὐρανίων. | |
---|---|---|
5 | ἀνανεύσασα δὲ πρὸς τὸν νοῦν καὶ τὰ νοητὰ ἐνοπτρισαμένη θεάματα τὰς ἐν τῷ παντὶ νοερὰς δυνάμεις κατανοεῖ καὶ θαυμασίαν ἀγάλλεται ἡδονήν, ταῖς τε ἀπολυθείσαις τῶν σωμάτων ψυχαῖς σύνεστι καὶ τὸ θρυλλούμενον τῆς ἀληθείας πεδίον φαντάζεται, ἐπιβάλλει τε νοερῶς τοῖς οὖσι καὶ δια‐ κρίνει τὰ ὄντα καὶ αὖθις συνάπτει ἅ τε πέφυκε διακρίνεσθαι καὶ ἃ συν‐ | |
10 | άπτεσθαι. ἀνενεχθεῖσα δὲ καὶ τῶν νοητῶν εἰδῶν καὶ τῷ ὑπὲρ νοῦν ἑνὶ προσεγγίσασα ἀγνώστως ἔχει τὴν ὑπερνόησιν· ἄπρακτος γὰρ ἐκεῖσε καὶ αἴσθησις καὶ φαντασία καὶ δόξα καὶ νοερὰ κατανόησις καὶ πᾶσα ἁπλῶς ἐπιβολὴ καὶ διάκρισις. ὥσπερ δὲ ἐν πυρὶ πολλῷ καὶ ἀφάτῳ τὴν φύσιν ἡ ἡμετέρα τηνικαῦτα πεσοῦσα ψυχὴ ἐπιλέλησται μὲν ἑαυτῆς, ἀμνημονεῖ δὲ | |
15 | ὧν τε ἑώρακε πρότερον καὶ ὧν ἔγνωμεν ἀκριβῶς, μύσασα δὲ τὰς ἑαυτῆς πάσας δυνάμεις τῷ ἀκηράτῳ φωτὶ ἀγνώστως ἐπαναπαύεται. Μὴ τοίνυν ἀπὸ τῶν ἐσχάτων αὐτῆς δυνάμεων καὶ τῶν κοινῶν τοῦ συν‐ θέτου, αἰσθήσεώς φημι καὶ φαντασίας, τὴν οὐσίαν αὐτῆς χαρακτήριζε, ἀλλ’ ἀπὸ τῶν ὑπερκειμένων καὶ νοερωτέρων ἐξακριβοῦ. καὶ εὑρήσεις που | |
20 | πάντως αὐτὴν οὐ χωριστὴν μόνον τοῦ σώματος, ἀλλὰ καὶ θείαν ζῶσαν ζωήν. ὁπόσα δέ τις ἐν περιστάσει φθέγγεται τὴν οἰκείαν ζωὴν ἀπολοφυ‐ ρόμενος, οὐκ ἐκ τῆς ἀκηράτου ψυχῆς προΐεται τὰς φωνάς, ἀλλ’ ἐκ τῆς | |
καταμιχθείσης τῷ σώματι καὶ οἷον συναλογωθείσης αὐτῷ. | 1 | |
2(1t) | Τοῦ Ψελλοῦ | |
2t | [De anima et mente] | |
3 | Νοῦς ἐστιν ἕξις ψυχῆς ἡ τελειοτάτη, ψυχὴ δὲ αὐτοκίνητος οὐσία εἴτ’ οὖν ἀθάνατος· τοιοῦτον γὰρ πᾶν τὸ αὐτοκίνητον. οὐχ ἕτερον δέ τι νοῦς ἐστιν, | |
5 | ἕτερον δὲ ψυχή. τῆς γὰρ ψυχῆς ἐχούσης δυνάμεις τὰς μὲν λογικὰς τὰς δὲ ἀλόγους, τῶν λογικῶν αἱ μὲν ζωτικαί εἰσι καὶ ὀρεκτικαί, αἱ δὲ λογικαὶ καὶ γνωστικαί. πάλιν αἱ λογικαὶ καὶ γνωστικαὶ διαιροῦνται εἰς δόξαν καὶ διάνοιαν καὶ νοῦν. τῶν δὲ ἀλόγων αἱ μὲν γνωστικαί, αἱ δὲ ζωτικαὶ καὶ ὀρεκτικαί· γνωστικαὶ μὲν φαντασία καὶ αἴσθησις, ζωτικαὶ δὲ καὶ ὀρεκτι‐ | |
10 | καὶ θυμὸς καὶ ἐπιθυμία. εἰσὶ δὲ καὶ φυτικαὶ καλούμεναι τρεῖς, θρεπτικὴ αὐξητικὴ καὶ γεννητική. ὁ τοίνυν νοῦς μέρος τῶν λογικῶν καὶ γνωστικῶν δυνάμεων τὸ τρίτον καὶ ἀνώτατον τῆς ψυχῆς ὢν οὐχ ἕτερόν τι παρ’ αὐτήν ἐστι. πῶς γάρ, ἥτις καὶ κατὰ τοῦτον μάλιστα θειοτάτη ἀίδιός τε καὶ ἀθάνατος λέλεκται, τούτῳ καὶ μόνῳ χωριζομένη σωμάτων ἡ ἐν σώμασι | |
15 | καθάπερ ἐν χώμασί τισι κατακεχωσμένη καὶ πεφυρμένη καὶ ὡσπερεὶ διά τινος ὀφθαλμοῦ καθαρωτάτου θεωροῦσα τὰ θεῖα τῶν τοῦ σώματος ἐνεργειῶν συνεξανισταμένη. τούτου δὲ καὶ ὁ λόγος ὄχημα. οὐκ ἄλλο τι γὰρ ὑπάρχων ὁ ἐνδιάθετος λόγος νοῦς τίς ἐστιν, ὁ δὲ προφορικὸς ὅμως ὄχημα νοῦ· δι’ αὐτοῦ γὰρ ἀδιαστάτως τοῖς θύραθεν προσομιλῶν τῶν ἐντὸς | |
20 | οὐκ ἐξίσταται. | |
21t | Τοῦ Ψελλοῦ περὶ τῶν πέντε δυνάμεων τῆς ψυχῆς | |
22 | Νοῦς μέν ἐστιν ὁ θεόθεν κατὰ φύσιν κινούμενος καὶ πηγάζων τὰ νοήμα‐ τα, ὅς γε καὶ τεχνίτου λόγον ἐπέχει εἴ γε ὡς προσήκει προάγεται· διάνοια | |
δὲ αὐτὴ τοῦ νοὸς ἡ ἐνέργεια δι’ ἧς νοοῦνται τὰ νοούμενα, ὡς ἂν εἴποι τις | 2 | |
3 | τέχνη οὖσα τεχνίτου· δόξα δὲ ἡ τῶν ἀθρόως νοηθέντων τοιῶσδε ἢ τοιῶσδε ἔχουσα ὑπόληψις, καλῶς μὲν εἰ καλῶς νοοῦνται, κακῶς δὲ εἰ τοὔμπαλιν. αἴσθησις δέ ἐστιν ἡ μετὰ τὴν κρίσιν τῶν νοημάτων ἀκριβὴς διάγνωσις ὡς ἂν τύχῃ ὄντα τὰ νοήματα, εἴτε καλῶς εἴτε καὶ ἄλλως ἔχοντα· φαντασία | |
5 | δὲ ἡ τοῦ φανέντος νοήματος ἔνδειξις. οὐ πάντως δὲ τὸ φαινόμενον καὶ ἀληθές· ἀκρίτως γὰρ ἔστιν ὅτε παραπέμπεται τῇ διανοίᾳ τὸ ἀληθὲς ὡς ψευδὲς καὶ τὸ ψεῦδος ὡς ἀληθὲς παραδεχομένῃ δι’ ἔλλειψιν διακρίσεως. αὗται δὲ αἱ διαιρέσεις δυνάμεις εἰσὶ τοῦ νοὸς ἃς κατὰ τὸ αὐτοῦ μέτρον προβάλλεται. | |
10t | Τοῦ αὐτοῦ ἐξήγησις τῆς ἐν τῷ Τιμαίῳ τοῦ Πλάτωνος μαθηματικῆς περὶ | |
11t | ψυχῆς ὑπάρξεως ἢ γεννήσεως | |
12 | Ἐκ μέρους ἠρώτηκάς με τὸ Πλατωνικὸν περὶ τῆς ψυχῆς διάγραμμα, περὶ οὗ δέῃ μαθεῖν τὴν κεκρυμμένην τοῦ φιλοσόφου διάνοιαν. δεῖ δὲ πρῶτον πᾶσαν ἐρεῖν τὴν μαθηματικὴν τοῦ λόγου περιοχήν, εἶθ’ οὕτως | |
15 | σοι τῶν εἰρημένων τὸν νοῦν ἐξηγήσασθαι. λέγει γοῦν περὶ τοῦ δημιουργοῦ ὁ Πλάτων οὑτωσί· ‘μίαν ἀφεῖλεν ἀπὸ παντὸς μοῖραν, μετὰ δὲ ταύτην ἀφῄρει διπλασίαν ταύτης, τὴν δὲ αὖ τρίτην ἡμιολίαν μὲν τῆς δευτέρας, τριπλασίαν δὲ τῆς πρώτης, τετάρτην δὲ τῆς δευτέρας διπλῆν, πέμπτην δὲ τριπλῆν τῆς τρίτης, τὴν δὲ ἕκτην τῆς πρώτης ὀκταπλασίαν, ἑβδόμην | |
20 | δ’ ἑπτακαιεικοσαπλασίαν τῆς πρώτης. μετὰ δὲ ταῦτα συνεπλήρου τά τε διπλάσια καὶ τριπλάσια διαστήματα, μοίρας ἔτι ἐκεῖθεν ἀποτέμνων καὶ τιθεὶς εἰς τὸ μεταξὺ τούτων, ὥστε ἐν ἑκάστῳ διαστήματι δύο εἶναι μεσότητας, τὴν μὲν ταὐτῷ μέρει τῶν ἄκρων αὐτῶν ὑπερέχουσαν καὶ ὑπερεχομένην, τὴν δὲ ἴσῳ μὲν κατ’ ἀριθμὸν ὑπερέχουσαν, ἴσῳ δὲ ὑπερεχο‐ | |
25 | μένην. ἡμιολίων δὲ διαστάσεων καὶ ἐπιτρίτων καὶ ἐπογδόων γενομένων ἐκ τούτων τῶν δεσμῶν ἐν ταῖς πρόσθεν διαστάσεσι, τῷ τοῦ ἐπογδόου | |
διαστήματι τὰ ἐπίτριτα πάντα συνεπληροῦτο, λείπων αὐτῶν ἑκάστου μό‐ | 3 | |
4 | ριον, τῆς δὲ τοῦ μορίου ταύτης διαστάσεως λειφθείσης ἀριθμοῦ πρὸς ἀριθμὸν ἐχούσης τοὺς ὅρους ἓξ καὶ πεντήκοντα καὶ διακοσίων πρὸς τρία καὶ τετταράκοντα καὶ διακόσια. καὶ δὴ τὸ μιχθὲν ἐξ οὗ ταῦτα κατέτεμνεν οὕτως ἤδη πάντα κατανηλώκει.‘ | |
5 | Ἡ μὲν οὖν τοῦ Πλάτωνος ἐπὶ λέξεων ὑποτύπωσις αὕτη. ἵνα οὖν ἐν τάξει προΐωμεν, λάβωμεν πρῶτον ἐν τοῖς ἀπὸ μονάδος ἀριθμοῖς τοὺς λεγομέ‐ νους πρώτους ὑπὸ τοῦ Πλάτωνος λόγους. ἐκκείσθω οὖν μονάς· καὶ ταύ‐ της διπλασία δυάς· εἶτα τριάς, ἡμιολία μὲν τῆς δυάδος, τριπλασία δὲ τῆς μονάδος· εἶτα τετράς, τετραπλασία τῆς μονάδος· εἶτα ἐννεάς, τριπλασία | |
10 | τῆς τριάδος· εἶτα ὀγδοάς, ὀκταπλασία τῆς μονάδος· ἐπὶ πᾶσι δὲ ἑβδόμη {καὶ εἰκοστὴ} μοῖρα ἑπτακαιεικοσαπλασία οὖσα τῆς μονάδος. ἐπειδὴ δὲ παρακελεύεται ἡμῖν ὁ Πλάτων τὰ διπλάσια καὶ τριπλάσια διαστήματα ταῖς ἁρμονικαῖς καὶ ἀριθμητικαῖς μεσότησι συνδεῖν, μονάδος δὲ καὶ δυάδος μεταξὺ ταύτας τὰς μεσότητας εὑρεῖν ἀδύνατον, ληπτέον τινὰ | |
15 | πρῶτον ἀριθμόν, ὃς ἐλάχιστος ὢν ἕξει καὶ ἥμισυ καὶ τρίτον. εἰλήφθω οὖν ὁ ἕξ, καὶ ἔστω οὗτος ἡ ἀφῃρημένη παρὰ τοῦ δημιουργοῦ ἀπὸ παντὸς μοῖρα· μετὰ δὲ τὸν ἓξ ὁ δώδεκα, διπλάσιος ὢν τοῦ ἕξ· εἶτα ὁ ὀκτωκαίδεκα, ἡμιόλιος μὲν τοῦ δώδεκα, τριπλάσιος δὲ τοῦ ἕξ· εἶτα ὁ εἰκοσιτέτταρα, διπλάσιος ὢν τοῦ δευτέρου ὅρου τοῦ δώδεκα· εἶτα ὁ πεντηκοντατέτταρα, | |
20 | τριπλάσιος ὢν τοῦ τρίτου ὅρου, φημὶ δὴ τοῦ ὀκτωκαίδεκα· εἶτα ὁ τεττα‐ ρακονταοκτώ, ὀκταπλάσιος ὢν τοῦ πρώτου ὅρου, φημὶ δὴ τοῦ ἕξ· εἶτα ὁ ἑκατοστὸς ἑξηκοστὸς δεύτερος, ἑπτακαιεικοσαπλάσιος ὢν τοῦ πρώτου ὅρου τοῦ ἕξ. τοιγαροῦν μεταξὺ μὲν τοῦ ἓξ καὶ δώδεκα ἐμπεσοῦνται ἁρμο‐ νικὴ μὲν μεσότης ὁ ὀκτώ, ἀριθμητικὴ δὲ ὁ ἐννέα· μεταξὺ δὲ τοῦ δώδεκα | |
25 | καὶ τοῦ εἰκοστοῦ τετάρτου διπλασίου ἁρμονικὴ μὲν μεσότης ὁ δεκαέξ, ἀριθμητικὴ δὲ ὁ ὀκτωκαίδεκα· μεταξὺ δὲ τοῦ τρίτου διπλασίου τοῦ εἰκοσιτέτταρα καὶ τετταρακονταοκτὼ ἁρμονικὴ μὲν μεσότης ὁ λβ, ἀριθμη‐ τικὴ δὲ ὁ λϛ· ἐν δὲ τοῖς τριπλασίοις μεταξὺ τοῦ ἓξ καὶ ιη ἁρμονικὴ μὲν μεσότης ὁ θ, ἀριθμητικὴ δὲ ὁ ιβ. καὶ κείσθωσαν ἐφεξῆς ὅροι οὗτοι· ϛ, η, | |
30 | θ, ιβ, ιϛ, κδ, λβ, λϛ, μν, νδ, πα, ρη, ρξβ. ἀλλ’ εἰ μὲν ἦν δυνατὸν ἐν | |
5 | τούτοις τοῖς ἐκκειμένοις ἡμῖν ὅροις τοὺς ἐπιτρίτους λόγους εἴς τε τοὺς ἐπογδόους καὶ τὰ λείμματα διελεῖν, μέχρι τούτων ἂν ἔστημεν. νῦν δέ (οὐ γὰρ οἷόν τε) δι’ ἄλλης ἰτέον μεθόδου. Προκείσθω οὖν ἐξ ἀρχῆς καταπυκνῶσαι τὸν διπλάσιον λόγον ταῖς | |
5 | εἰρημέναις μεσότησι καὶ τοῖς ἐπογδόοις. δεήσει ἄρα τὸν ὑπόλογον τοῦ διπλασίου τοιοῦτον λαβεῖν, ὥστε εἶναι αὐτοῦ καὶ δύο ἐπογδόους καὶ ἐπί‐ τριτον ἄλλον. εἰλήφθω οὖν πρῶτον ὁ τρίτος ἀπὸ μονάδος κατὰ τὸν ὀκτα‐ πλάσιον λόγον, ὁ ξδ. ἀπὸ τούτου δύο μὲν ἐπογδόους ἀποστῆσαι δυνατόν· ἅπας γὰρ πολλαπλάσιος τοσούτων ἐπιμορίων ἡγεῖται λόγων ἀντιπαρωνυ‐ | |
10 | μούντων αὐτῷ, ὁπόστος ἐστὶν ἀπὸ μονάδος· ἐπίτριτον δὲ οὐκ ἔστι. τρι‐ πλασιάσας οὖν αὐτὸν ποιῶ τὸν ρϙβ, οὗ ἐπίτριτος μὲν ὁ σνϛ, ἐπόγδοος δὲ ὁ σιϛ, καὶ τούτου ἐπόγδοος ὁ σμγ. ὁ ἄρα τοῦ λείμματός ἐστι λόγος ὁ μετὰ τὴν ἀφαίρεσιν τοῖν δυοῖν ἐπογδόοιν λειπόμενος σμγ πρὸς τὰ σνϛ· ἀπὸ παντὸς γὰρ ἐπιτρίτου δύο ἐπογδόων ἀφαιρεθέντων καταλείπεται ὁ τοῦ | |
15 | λείμματος λόγος. ἀλλὰ τοῦ σνϛ ἐπόγδοος ὁ σπη, ὃς τὴν ἁρμονικὴν σῴζει μεσότητα τεταγμένος μεταξὺ τοῦ ρϙβ καὶ τοῦ τπδ διπλάσιον πρὸς τὸν ρϙβ λόγον ποιοῦντος, πρὸς δὲ τὸν σπη ἐπίτριτον. εἰ μὲν οὖν ἦν δυνατὸν ἀποστῆσαι δύο ἐπογδόους ἀπὸ τοῦ σπη, κατεπυκνώσαμεν ἂν καὶ τοῦτο τὸ ἐπίτριτον τοῖς τε ἐπογδόοις καὶ τῷ λείμματι. νῦν δὲ οὐχ οἷόν τε· ὁ γὰρ | |
20 | ἐπόγδοος αὐτοῦ ὁ τκδ ὄγδοον οὐκ ἔχει· διὸ πρὸς αὐτὸν ἐπόγδοον γενέσθαι λόγον οὐ δυνατὸν τοῖς ἄτμητον τὴν μονάδα φυλάττειν ἀεὶ βουλομένοις· τὸ γὰρ ὄγδοόν ἐστιν αὐτοῦ μ𐅶. διπλασιάσαντες οὖν αὐτόν, ἵνα τὸ ἥμισυ ὅλον ποιήσωμεν, ἕξομεν καὶ αὐτοῦ λαβεῖν ἐπόγδοον. ἀναγκασθησόμεθα δὲ διὰ τούτου καὶ τοὺς πρὸ αὐτοῦ διπλασιάσαι πάντας καὶ τοὺς μετ’ αὐτόν. | |
25 | ἔσται οὖν ἀντὶ μὲν σοῦ ρϙβ ὁ τπδ ἀντὶ τοῦ σιϛ ὁ υλβ, αἀντὶ δὲ του σμγ ὁ υπϛ, ἀντὶ δὲ τοῦ σνϛ ὁ φιβ, ἀντὶ δὲ τοῦ σπη ὁ φοϛ· καὶ τούτου ἐπόγδοος ὁ χμη, καὶ τούτου ἐπόγδοος ὁ ψκθ, ἔπειτα ὁ ψξη διπλάσιος μὲν ὢν τοῦ τπδ, πρὸς δὲ τὸν ψκθ ὁ λόγον ἔχων τὸν τοῦ λείμματος. καὶ οὕτω δὴ συμ‐ πεπλήρωται τὸ διπλάσιον διάστημα τοῖς τε ἡμιολίοις καὶ ἐπιτρίτοις καὶ | |
30 | ἐπογδόοις λόγοις ἐν τοῖσδε τοῖς ἀριθμοῖς· τπδ, υλβ, υπϛ, φιβ, φοϛ, χμη, | |
ψκθ, ψξη. εἰ οὖν ἐθελήσαιμεν ὅλον συμπληρῶσαι τὸ διάγραμμα, ἐκθήσο‐ | 4 | |
6 | μεν κατὰ τὸ ἑξῆς ἀντὶ μὲν τῆς πρώτης μοίρας τὸν τπδ, ἀντὶ δὲ τῆς διπλα‐ σίας ταύτης τὸν ψξη, ἀντὶ δὲ τῆς τριπλασίας μὲν τῆς πρώτης, ἡμιολίας δὲ τῆς δευτέρας τὸν ͵αρνβ, ἀντὶ δὲ τῆς τετραπλασίας τῆς πρώτης τὸν ͵αφλϛ, ἀντὶ δὲ τῆς πέμπτης, ἥ ἐστι τριπλασία τῆς τρίτης, τὸν ͵γυνϛ, ἀντὶ δὲ τῆς | |
5 | ἕκτης, ἥ ἐστιν ὀκταπλασία τῆς πρώτης, τὸν ͵γοβ, ἀντὶ δὲ τῆς ἑβδόμης, ἥ ἐστιν ἑπτακαιεικοσαπλασίων τῆς πρώτης, τὸν ͵ατξη. εἰ δ’ οὖν ἐθελήσαιμεν τούσδε καταπυκνῶσαι ταῖς τε ἁρμονικαῖς καὶ ταῖς ἀριθμητικαῖς μεσότη‐ σιν, αἳ παρεντεθεῖσαι τά τε ἡμιόλια καὶ ἐπίτριτα διαστήματα ποιήσου‐ σιν, ἔσονται, ἵνα μίαν ἐρῶ μεσότητα, μεταξὺ τοῦ τπδ καὶ τοῦ ψξη διπλα‐ | |
10 | σίου ὅ τε φιβ ποιῶν τὴν ἁρμονικὴν μεσότητα καὶ ὁ φοϛ τὴν ἀριθμητικήν. ἴσθι καὶ τοῦτο, ὅτι οὐδεὶς ἐπιμόριος λόγος εἰς ἴσους τέμνεσθαι δύναται· τὸ γοῦν ἡμιτόνιον ἐν ἀριθμοῖς οὐκ ἔστι λαβεῖν, ἀλλ’ ἐν μέσῳ εὑρίσκεται τοῦ ἑπτακαιδεκάτου καὶ τοῦ ἑκκαιδεκάτου λόγου· καί ἐστιν ὁ ἑπτακαιδέ‐ κατος μείζων τοῦ καλουμένου λείμματος, ὃς ἦν ἐλάττων τοῦ ἀκριβῶς | |
15 | ἡμιτονίου. Ἡ μὲν οὖν κρύφιος τῆς Πλατωνικῆς ψυχογονίας ἐξήγησις ἄλλη· ἡ δὲ μαθηματικὴ αὕτη. | |
18t | Ἑτέρας Πλατωνικῆς διανοίας ἐξήγησις ἀπὸ τοῦ Τιμαίου | |
19 | Ἐρᾷς τῆς Πλατωνικῆς ἀκορέστως πηγῆς. ἔτι γὰρ πλήρης ὢν τοῦ νάμα‐ | |
20 | τος καὶ ἐπιχειλὴς τῆς ἐκείνου σοφίας, αὖθις ἀπὸ τῆς αὐτοῦ ὀρέγῃ πιεῖν. ζητεῖς γάρ, τί ποτε καὶ ταῦτά ἐστι· ‘ταύτην οὖν τὴν σύστασιν (περὶ τοῦ δημιουργοῦ λέγων ὁ Πλάτων) διπλῆν κατὰ μῆκος σχίσας, μέσην πρὸς μέ‐ | |
σην ἑκατέραν ἀλλήλαις οἷον χῖ προσβαλὼν κατέκαμψεν εἰς κύκλον, συνάψας | 5 | |
7 | αὐταῖς τε καὶ ἀλλήλαις ἐν τῷ καταντικρὺ τῆς προσβολῆς, καὶ τῇ κατὰ ταὐτὰ καὶ ἐν ταὐτῷ περιαγομένῃ κινήσει πέριξ αὐτὰς ἔλαβε, καὶ τὸν μὲν ἔξω, τὸν δ’ ἐντὸς ἐποιεῖτο τὸν κύκλον. τὴν μὲν οὖν ἔξω φορὰν ἐπεφήμισεν εἶναι τῆς ταὐτοῦ φύσεως, τὴν δ’ ἐντὸς τῆς θατέρου. τὴν μὲν δὴ ταὐτοῦ | |
5 | πλευρὰν ἐπὶ δεξιὰ περιήγαγε, τὴν δὲ θατέρου κατὰ διάμετρον ἐπ’ ἀριστε‐ ρά, κράτος δ’ ἔδωκε τῇ ταὐτοῦ καὶ ὁμοίου περιφορᾷ· μίαν γὰρ αὐτὴν ἄσχι‐ στον εἴασεν, τὴν δ’ ἐντὸς σχίσας ἑξαχῇ ἑπτὰ κύκλους ἀνίσους κατὰ τὴν τοῦ διπλασίου καὶ τριπλασίου διάστασιν ἑκάστην, οὐσῶν ἑκατέρων τριῶν, κατὰ τἀναντία μὲν ἀλλήλοις προσέταξεν ἰέναι τοὺς κύκλους, τάχει δὲ | |
10 | τρεῖς μὲν ὁμοίως, τοὺς δὲ τέτταρας ἀλλήλοις καὶ τοῖς τρισὶν ἀνομοίως, ἐν λόγῳ δὲ φερομένους.‘ Αὕτη μὲν ἡ Πλατωνικὴ λέξις. ἡ δὲ ἐξήγησις· κατακεκάμφθωσαν εὐθεῖαι οὕτως, ὥστε κατὰ τὰ ἄκρα πάλιν συνάπτεσθαι. γίνονται δὴ δύο κύκλοι, καὶ τούτων γεγονέτωσαν ὁ μὲν ἐντός, ὁ δὲ ἐκτός, λοξοὶ πρὸς | |
15 | ἀλλήλους. καλεῖται τοίνυν ὁ μὲν ταὐτοῦ κύκλος, ὁ δὲ θατέρου. καὶ ἔστι περὶ μὲν τὸν ἰσημερινὸν ὁ ταὐτοῦ, περὶ δὲ τὸν ζῳδιακὸν ὁ θατέρου· οὐ γὰρ ἰσημερινὸς πρὸς ὀρθὰς τέμνει τὸν ζῳδιακόν. τὸ μὲν οὖν μαθηματικόν, ὡς συντόμως εἰπεῖν, περὶ τοῦ σχήματος τῆς ψυχῆς τοιοῦτόν ἐστι. Πρὸς δὲ τὴν ψυχικὴν οὐσίαν τὸν λόγον ἐπανάγοντές φαμεν, ὡς πάσας | |
20 | τὰς ἐπιστήμας οὐσιωδῶς ἡ ψυχὴ προείληφε· τὴν γεωμετρίαν κατὰ τὴν ὁλότητα, κατὰ τὸ σχῆμα, κατὰ τὰς γραμμάς· τὴν ἀριθμητικὴν κατὰ τὸ πλῆθος, κατὰ τὰς οὐσιώδεις ἐν αὐτῇ μονάδας· τὴν ἁρμονικὴν κατὰ τοὺς λόγους τῶν ἀριθμῶν· τὴν δὲ σφαιρικὴν κατὰ τὰς διττὰς περιφοράς. ἡ τοίνυν κατὰ μῆκος διαίρεσις τῆς ψυχῆς τὴν ἄνωθεν ἀπὸ τοῦ δημιουργοῦ | |
25 | καθήκουσαν ἐμφαίνει πρόοδον, ἀφ’ οὗ ἀπογεννῶνται ψυχαὶ δύο μετὰ τὴν μίαν, ὧν ἑκατέρα τοὺς αὐτοὺς ἔχει λόγους, καὶ συνάπτονται ἀλλήλαις, καὶ διῄρηνται ἀπ’ ἀλλήλων, καὶ ἥνωνται τοῖς ἑαυτῶν κέντροις. τοῦτο γάρ ἐστι τὸ ‘μέσην πρὸς μέσην‘. καὶ κατέκαμψεν αὐτὰς ὁ δημιουργὸς εἰς κύκλον καὶ τῇ κατὰ ταὐτὰ καὶ ἐν ταὐτῷ κινήσει περιέλαβεν, αὐτάς τε νοερὰς | |
30 | ποιήσας καὶ νοῦ μεταδοὺς αὐταῖς θείου καὶ ἐνθεὶς τὴν δυάδα τῶν ψυχῶν | |
εἰς δυάδα νοερὰν κατ’ οὐσίαν αὐτῶν ὑπερέχουσαν. ἢ ὅτι διττῆς οὔσης τῆς | 6 | |
8 | ψυχικῆς ζωῆς, τῆς μὲν διανοητικῆς, τῆς δὲ δοξαστικῆς, δύο εὐθεῖαι προέρχονται καὶ εἰς δύο κατακάμπτονται κύκλους. τὸ δὲ ‘μέσην πρὸς μέ‐ σην‘ τάχα ὅτι κατὰ τὰ κυρίως μέσα γέγονεν ἡ συναφὴ τῆς ψυχῆς· ἔστι γὰρ τὸ ἔσχατον τοῦ διανοητικοῦ καὶ τὸ ἀκρότατον τοῦ δοξαστικοῦ μέσα | |
5 | πάσης τῆς ψυχικῆς συστάσεως. αὐτὸ δὲ τὸ ἐκ τῆς προσβολῆς γενόμενον σχῆμα, φημὶ δὴ τὸ χῖ, ὡς ὅ γε Πορφύριος ἱστορεῖ, πολλὴν οἰκειότητα ἔχει πρὸς τὴν ψυχήν· ‘ἐτύγχανε γάρ‘ φησί ‘παρὰ τοῖς Αἰγυπτίοις τοιοῦτος χαρακτήρ, σύμβολον φέρων τῆς κοσμικῆς ψυχῆς, κύκλον περιβεβλημένος· ἐσημαίνετο γὰρ διὰ μὲν τῶν εὐθειῶν ἡ δυοειδὴς δύναμις τῆς ψυχῆς, διὰ | |
10 | δὲ τοῦ κύκλου ἡ μονοειδὴς ζωὴ καὶ ἡ κατὰ κύκλον νοερὰ ἐπιστροφή.‘ ἡ δὲ κατὰ ταὐτὰ καὶ ἐν ταὐτῷ περιαγομένη κίνησις ἡ νοερά ἐστι περιφορά· αὕτη γὰρ περιέχει τὴν ψυχήν. καὶ ὁ μὲν μονοειδής ἐστιν, ἡ δὲ δυοειδής. καὶ ὁ μὲν ἔξω τῶν κύκλων ὁ διανοητικός ἐστιν, ὁ δὲ ἐντὸς ὁ δοξαστικός. τὸ δὲ ‘ἐπιφημίσαι‘ φάναι μὴ θέσιν ὀνόματος ψιλὴν ὑπολάβῃς, ἀλλὰ | |
15 | μετάδοσιν δυνάμεως· τῷ μὲν γὰρ διανοητικῷ τὸ ταυτοποιόν, τῷ δὲ δοξαστικῷ τὸ ἑτεροποιὸν ἀπένειμε. καὶ ἐπὶ τούτοις τὰ μὲν κρείττω καὶ θειότερα ταῖς κρείττοσιν ἀπονέμει δυνάμεσιν ὁ δημιουργός, τῇ μὲν ταὐτοῦ τὸ ἐπὶ δεξιά, τῇ δὲ θατέρου τὸ ἐπ’ ἀριστερά, καὶ τῇ μὲν τὸ πλευρικόν, τῇ δὲ τὸ διαμετρικόν. ὁποῖον καὶ ἐν τῷ παντὶ ἡ μὲν ἀπλανὴς τοῦ ὡσαύτως | |
20 | εἶναι πᾶσιν αἰτία, αἱ δὲ πλανώμεναι τοῦ ἄλλοτε ἄλλως. τὸ δὲ δεξιὸν καὶ τὸ ἀριστερὸν ἐπὶ ψυχῆς ἰδιότητές εἰσιν οὐσιώδεις καὶ εἰκόνες ταύτης, τὸ μὲν ἀπλανὲς ἐπὶ δεξιά, τὸ δὲ πλανώμενον ἐπ’ ἀριστερά, ἢ μᾶλλον τὸ μὲν νοῦ, τὸ δὲ ψυχῆς εἰκών. ἐπ’ αὐτῆς δὲ τῆς ψυχῆς τὸ μὲν δεξιόν ἐστι τὸ πρὸς τὰ νοητὰ ἐστραμμένον, τὸ δὲ ἀριστερὸν τὸ πρὸς ἐπιμέλειαν τῶν | |
25 | αἰσθητῶν. περιάγει δὲ ὥσπερ ἐν κόσμῳ τὴν μὲν ἀπλανῆ κατὰ πλευράν, τὴν δὲ πλανωμένην κατὰ διάμετρον, οὕτω δὴ καὶ ἐν τῇ ψυχῇ τὸν μὲν ταὐ‐ τοῦ κύκλον κατὰ πλευράν, τὸν δὲ θατέρου κατὰ διάμετρον. ἰδιώματα δὲ τῆς μὲν διαμέτρου τὸ πεπλαγιασμένον, τὸ ἄλογον, τὸ περιεχόμενον, τὸ διαιρετικὸν τῶν γωνιῶν, τῆς δὲ πλευρᾶς τὸ ἀπλαγίαστον, τὸ ῥητόν, τὸ | |
30 | περιεκτικόν, τὸ συνεκτικόν. εἰκότως ἄρα ὁ μὲν λέγεται περιάγεσθαι κατὰ πλευράν, ὁ κρείττων τῆς ψυχῆς κύκλος, ὁ δὲ κατὰ διάμετρον, ὡς προόδῳ | |
χαίρων καὶ πολλαπλασιασμοῖς. | 7 | |
9 | Τὰ δὲ λοιπὰ τῆς περικοπῆς ἐπὶ μὲν τῶν κατ’ οὐρανὸν φερομένων κύκλων εὐδιάγνωστα καὶ ἐκκείμενα, ἐπὶ δὲ τῶν ψυχικῶν βαθείας δεῖται φρενός· ἔχει γὰρ ἡ ψυχὴ καὶ τὴν μονοειδῆ δύναμιν καὶ τὴν πολυειδῆ, καὶ ὁ ταὐτοῦ κύκλος περιέχει τὰς πάντων αἰτίας, ἀλλ’ ἄσχιστός ἐστι, διότι πᾶν τὸ | |
5 | πλῆθος τῷ δεσμῷ κρατεῖται τῆς ταυτότητος. εἰ δὲ μὴ πάντας τοὺς λόγους μία περιλαμβάνειν ἐπιστολὴ δύναται καὶ ταῦτα βραχεῖα καὶ ἐπιτετμημένη, θαυμάζειν οὐ χρή· οὔτε γὰρ κυάθῳ χωρηθείη ἄν ποτε τὸ Ἀτλαντικὸν πέλαγος οὔτε μέτρῳ ἐπιστολῆς τὰ κρύφια τῆς ἀπλέτου Πλατωνικῆς διανοίας. ἀγαπᾶν οὖν χρή, εἰ καί τι τῶν παρ’ αὐτῷ ἀδύτων κατοπτεῦσαι | |
10 | δεδυνήμεθα. | |
11t | Ἐξήγησις τελεωτέρα περὶ τοῦ λείμματος | |
12 | Τί ποτέ ἐστι τὸ λεῖμμα ἠρώτηκας καὶ πῶς ἔλαττον τοῦ ἡμιτονίου ἐστίν. εἰλήφθω οὖν σοι ἀριθμὸς ὁ ͵αφλϛ· ἐπόγδοος μὲν αὐτοῦ γίνεται ὁ ͵αψκη· τούτου δέ ἐστιν ἐπόγδοος ὁ ͵αϡμδ, ὃς δῆλον ὅτι πρὸς τὸν ͵αφλϛ λόγον | |
15 | ἕξει διτόνου. ἔστι δὲ καὶ ἐπίτριτος τοῦ τῶν ͵αφλϛ ὁ τῶν βμη. τὸ ἄρα λεῖμμα ἐν λόγῳ ἐστὶ τῶν βμη πρὸς τὰ ͵αϡμδ. ἀλλ’ ἐὰν καὶ τοῦ τῶν ͵αϡμδ τὸν ἐπόγδοον λάβωμεν, ἕξομεν ἀριθμὸν τὸν τῶν ͵βρπζ. καί ἐστι μείζων ὁ λόγος ὁ τῶν ͵βρπζ πρὸς τὰ βμη τοῦ τῶν βμη πρὸς τὰ ͵αϡμδ· τὰ μὲν γὰρ ͵βρπζ τῶν βμη μείζονι μὲν ὑπερέχει ἢ τῷ πεντεκαιδεκάτῳ | |
20 | αὐτῶν μέρει, ἐλάττονι δὲ ἢ τῷ τετταρεσκαιδεκάτῳ· τὰ δὲ βμη τῶν ͵αϡμδ μείζονι μὲν ὑπερέχει 〈ἢ〉 τῷ ἐννεακαιδεκάτῳ αὐτῶν μέρει, ἐλάτ‐ τονι δὲ 〈ἢ〉 τῷ ὀκτωκαιδεκάτῳ. τὸ ἔλαττον ἄρα τοῦ τρίτου τόνου τμῆμα ἐντὸς ἀπείληπται τοῦ διὰ τεττάρων πρὸς τῷ διτόνῳ, ὥστε τὸ μὲν τοῦ | |
λείμματος μέγεθος ἔλαττον ἡμιτονίου συνάγεσθαι, τὸ δὲ διὰ τεττάρων | 8 | |
10 | ὅλον ἔλαττον δύο καὶ ἥμισυ τόνων. καὶ ἔστι τῶν βμη πρὸς τὰ ͵αϡμδ λόγος ὁ αὐτὸς τῷ τῶν σνϛ πρὸς τὰ σμγ. εἰς ἴσους δὲ δύο λόγους οὔθ’ ὁ ἐπόγδοος οὔτε ἄλλος τις διαιρεῖται τῶν ἐπιμορίων. ἴσοι δ’ ἔγγιστα ποιοῦσι λόγον τὸν ἐπόγδοον ὅ τε ἐπιεκκαιδέκατος καὶ ὁ ἐπιεπτακαιδέκατος. ὑπάρ‐ | |
5 | χει τοιγαροῦν κατὰ τὸν μεταξύ πως τούτων λόγον τὸ ἡμιτόνιον, τουτέστι τὸν μείζονα μὲν τοῦ 〈ἐπι〉ιζ, ἐλάττονα δὲ τοῦ ἐπιεκκαιδεκάτου. ἔστι δὲ καὶ τῶν σμγ τὰ ιε μεῖζον μὲν μέρος ἢ ἑπτακαιδέκατον, ἔλαττον δὲ ἢ ἑκκαιδέκατον, ὥστε συντεθέντων αὐτῶν τοῦ τε σμγ καὶ τοῦ ιε ἐν λόγῳ γίνεσθαι τὸ ἡμιτόνιον ἔγγιστα τῷ τῶν σνη πρὸς τὰ σμγ. ἐδείχθη δὲ καὶ | |
10 | τοῦ λείμματος ὁ λόγος ὁ τῶν σνϛ πρὸς τὰ σμγ. καὶ τοῦ λείμματος ἄρα τὸ ἡμιτόνιον διοίσει τῷ τῶν σνη λόγῳ πρὸς τὰ σνϛ, ὅς ἐστιν ἐπιεκατοστόγδοος 〈καὶ εἰκοστόσ〉. Ἔχεις οὖν ἐντεῦθεν τί ποτε τὸ λεῖμμα δύναται καὶ πῶς ἔλαττον ἡμιτο‐ νίου ἐστὶ καὶ τίνι διαφέρει αὐτοῦ τοῦ ἡμιτονίου καὶ ὅτι εἰς ἴσους δύο λό‐ | |
15 | γους οὔτε ὁ ἐπόγδοος οὔτε ἄλλος τις διαιρεῖται τῶν ἐπιμορίων. εἰ δέ τί σοι ἐλλελοίπαμεν, ὥσπερ ἐπιστείλας ἡμῖν ὠνείδισας, πρὸς τὴν ἐξήγησιν τῆς Πλατωνικῆς ψυχογονίας, τοῦτο δή σοι νῦν ὥσπερ τι χρέος διαλυόμεθα. τὸ γὰρ ‘κατὰ τὴν τοῦ διπλασίου καὶ τριπλασίου διάστασιν‘ εἰρημένον τῷ Πλάτωνι ‘ἑκάστην τῶν διαστάσεων οὐσῶν ἑκατέρων τριῶν‘ γεγονέναι | |
20 | τὴν σχίσιν τῶν ἑπτὰ τούτων κύκλων ἐστὶ μὲν ὅσον γε κατὰ τὴν λέξιν ὑποδύσκολον, σημαίνει δὲ ὅμως, ὅτι κατὰ ἑκάστην διάστασιν τῶν διπλα‐ σίων καὶ τριπλασίων διαστάσεων, οὐσῶν ἑκατέρων τριῶν (ἐν γὰρ τέτταρ‐ σιν ὅροις αἱ διαστάσεις τρεῖς) ἡ σχίσις γέγονεν, ὅ ἐστι τῷ κατὰ μῆκος ταὐτόν, ἵν’ ἑκάστῳ τῶν ἑπτὰ κύκλων ἐνῶσιν αἱ διαστάσεις πᾶσαι καὶ οἱ | |
25 | λόγοι πάντες· κατὰ γὰρ τὸν ἀριθμὸν τῶν τοῦ διπλασίου καὶ τριπλασίου διαστάσεων ἓξ οὐσῶν ἑξαχῇ τοὺς κύκλους ἔτεμε. τούτων δὲ προειλημμέ‐ νων φαμέν (ὁ δὲ λόγος Ἑλληνικός) τὴν τοῦ παντὸς ψυχὴν λόγους ἔχουσαν πάντων τῶν ἐγκοσμίων ἔχειν πρὸ τούτων καὶ τῶν ὅλων τοῦ κόσμου με‐ ρίδων, αὐτῆς, λέγω, τῆς ἀπλανοῦς καὶ τῆς πλανωμένης, ὅθεν ὁ θατέρου | |
30 | κύκλος τῶν ἑπτὰ κύκλων τὰς πρωτουργοὺς αἰτίας ἐν ἑαυτῷ περιείληφεν. | 9 |
11 | εἰ δὲ μὴ καὶ τῆς οὐσίας ἴδιός τις γέγονε κύκλος ὡς τῆς ταυτότητος καὶ τῆς ἑτερότητος, διαλύσομεν, εἴ τις ἐρωτῴη, ὅτι τούτων μέν ἐστιν ἀντί‐ θεσις, ἡ δὲ οὐσία κοινὴ τῆς πάσης ἐστὶ ψυχῆς. τὴν δὲ εἰς ἓξ διαίρεσιν οἰκειοτάτην εἶναι τῇ ψυχῇ ὁ τῶν Πυθαγορείων λόγος φησίν, ἀνάλογον | |
5 | ταττόντων σημείῳ μὲν μονάδα, γραμμῇ δὲ δυάδα, τῷ δὲ ἐπιπέδῳ τριάδα, τῷ δὲ σώματι τετράδα, τῷ δὲ πεποιωμένῳ τὴν πεντάδα, τῷ δὲ ἐμψυχω‐ μένῳ τὴν ἑξάδα, τῷ δὲ νοερῷ τὴν ἑπτάδα. Τὸ μέντοι γε λεῖμμα ἄνω μὲν τῆς ἐπιστολῆς μαθηματικῶς ἀπεδείχθη σοι. ἔστι δὲ καὶ ἐν τῷ παντὶ τοιοῦτον· ἀφ’ ἑκάστης γὰρ τῶν σφαιρῶν | |
10 | ἀπόρροιαί τινες καθήκουσιν εἰς τὰ ὑπὸ γῆν καὶ αὐτῶν τῶν στοιχείων συμ‐ μιγεῖς τινες ὑποστάθμαι, πολὺ μὲν τὸ ταραχῶδες ἔχουσαι καὶ σκοτεινὸν καὶ ἔνυλον, συντελοῦσαι δὲ ὅμως πρὸς τὴν ὅλην τοῦ κόσμου σύστασιν καὶ ἁρμονίαν. τούτων δὴ τὴν αἰτίαν ἐν τῇ ὅλῃ ψυχῇ τιθεὶς ὁ Πλάτων λεῖμμα κέκληκεν αὐτήν, ὃ δὴ τῆς ἐσχάτης φύσεώς ἐστι σημαντικόν. καὶ ὁ τῶν | |
15 | ψυχῶν δὲ λόγος πρὸς τὰ δαιμόνια ζῷα τὸν τοῦ λείμματος ἐπέχει λόγον, καὶ τὰ ἡρωϊκὰ δὲ πρὸς τὰ δαιμόνια τὸν ἐπόγδοον ἔχει λόγον διὰ τὸ ἄχραν‐ τον τῆς ζωῆς εἶδος, τὰ δὲ τῶν πολλῶν ἔχοι ἂν πρὸς ἐκεῖνα τὸν τοῦ λείμ‐ ματος. ἔστι δὲ καὶ πρώτη ἀρτιοπέριττος ἡ ψυχή· μέση γάρ ἐστι τῶν ἀμε‐ ρῶν καὶ τῶν μεριστῶν, ὧν τοῖς μὲν τὸ περιττὸν οἰκεῖον, τοῖς δὲ τὸ ἄρτιον. | |
20 | τὸ δὲ φάναι, ὅτι τὰ ἐπίτριτα πάντα συνεπληροῦτο τῷ τοῦ ἐπογδόου δια‐ στήματι μετὰ τοῦ λείμματος, ἐμφαίνει, ὅτι τῶν λόγων αἱ ἀποπερατώσεις εἰς μερικωτέρας ὑποστάσεις κατέληξαν. ἑπτὰ δέ εἰσιν ὅροι, διότι μέσην ἔλαχεν ὑπόστασιν ἡ ψυχὴ τῶν τε ἀμερίστων καὶ τῶν μεριστῶν, καὶ ἐκεῖνα μὲν μιμεῖται διὰ τῆς τριάδος τῶν ὅρων, ταῦτα δὲ προείληφε διὰ | |
25 | τῆς τετράδος. ἐπεὶ καὶ ὅλη δι’ ὅλης ἑαυτῆς ἡ ψυχὴ ἑβδομαδική ἐστιν· εἰ γὰρ μονὰς ὁ δημιουργικὸς νοῦς, ἡ δὲ ψυχὴ πρώτως ἀπὸ νοῦ πρόεισιν, ἑβδομάδος ἔχει λόγον πρὸς αὐτόν· πατρικὴ γὰρ καὶ ἀμήτωρ ἡ ἑβδομάς. τῶν δὲ μεσοτήτων τριῶν οὐσῶν ἡ μὲν γεωμετρικὴ τὸ οὐσιῶδες πᾶν συν‐ δεῖ τῶν ψυχῶν, ἡ δὲ ἁρμονικὴ τὴν ταυτότητα, ἡ δὲ ἀριθμητικὴ τὴν ἑτε‐ | |
30 | ρότητα. καὶ ἡ μὲν γεωμετρικὴ εὐνομίας εἰκών, ἡ δὲ ἁρμονικὴ δίκης, ἡ δὲ ἀριθμητικὴ εἰρήνης. ἔχεις οὖν αὐτάρκως παρ’ ἡμῶν, ὦ φιλότης, εἰ μή τις | |
ἂν εἴποι καὶ φιλοτίμως καὶ περιττῶς, τὸν περὶ ὧν ἐζήτησας λόγον. | 10 | |
12(1t) | Ἐξήγησις τῆς Πλατωνικῆς ἐν τῷ Φαίδρῳ διφρείας τῶν ψυχῶν καὶ | |
2t | στρατείας τῶν θεῶν | |
3 | Τὰ Πλατωνικὰ ταῦτα ῥητά ‘ὁ μὲν δὴ μέγας ἡγεμὼν ἐν οὐρανῷ Ζεὺς ἐλαύνων πτηνὸν ἅρμα πρῶτος πορεύεται, διακοσμῶν πάντα καὶ ἐπιμε‐ | |
5 | λούμενος· τῷ δ’ ἕπεται στρατιὰ θεῶν τε καὶ δαιμόνων κατὰ ἕνδεκα μέρη κεκοσμημένη· μένει γὰρ Ἑστία ἐν θεῶν οἴκῳ μόνη‘ καὶ πρότερόν μοι προεβλήθη παρά του τῶν λογίων καὶ ἔτυχε διαίτης καὶ ἐξηγήσεως. καὶ ἔστιν ἐπιστολὴ ἐμὴ ἐν τοῖς ἐμοῖς κειμένη βιβλίοις τὸν ἐν τοῖς ῥητοῖς ἀν‐ ιχνεύσασα νοῦν καὶ ἐξακριβώσασα. οὐδὲν δὲ χεῖρον καὶ αὖθις περὶ τούτων | |
10 | εἰπεῖν καὶ διερμηνεῦσαι, τίς μὲν ὁ Ζεύς, τίνες δὲ οἱ δώδεκα θεοί, τίς δὲ ἡ ἀκίνητος Ἑστία μὴ συνεπομένη τῇ στρατιᾷ τῶν λοιπῶν θεῶν. Περὶ τούτων δὲ οὐ χρὴ τὸν ἐξηγούμενον ἑαυτῷ ἐπιτρέπειν τὰς τῆς ἑρμηνείας ἀρχάς, ἀλλ’ ἀπὸ τῶν Πλατωνικῶν ὑποθέσεων. εὐφυῶς μὲν γάρ τις ἐπιβαλεῖ καὶ ἀπὸ τῶν δώδεκα τοῦ κόσμου σφαιρῶν, τῆς ἀπλανοῦς | |
15 | φημι καὶ τῶν πλανωμένων ἑπτὰ καὶ τῶν τεττάρων στοιχείων, καὶ τὸν μὲν Δία τάξει κατὰ τὴν ἀπλανῆ, ἐπειδὴ πάντα ἄγει, τὴν δὲ Ἑστίαν κατὰ τὴν γῆν διὰ τὸ ἀκίνητον. καὶ αὖθις ἕτερος τὰς τῶν σφαιρῶν τούτων ψυχὰς ἐννοήσει, καὶ ἄλλος τοὺς νοῦς τοὺς ἐπιβεβηκότας ταῖς τοιαύταις ψυχαῖς. καὶ ἐροῦσι μέν τι οἱ οὕτως ἐξηγούμενοι τὰ ῥητά, ἀτὰρ οὐκ εἰς τέλος τοῦ | |
20 | μύθου ἀφίξονται. Ἀλλ’ ἡμεῖς οὐ τὴν ἡμετέραν ἐπιβολὴν γυμνάζοντες νῦν, ἀλλ’ αὐτῷ Πλάτωνι κατακολουθοῦντες καὶ τοῖς παρ’ Ἕλλησι θεολόγοις φαμὲν τὴν ἐκείνων δόξαν ἀνακαλύπτοντες, ὅτι μετὰ τὴν μονάδα τὴν δημιουργικὴν καὶ τὸν ἕνα καὶ ἐξῃρημένον Δία τρεῖς εἰσι παρ’ αὐτοῖς θεοὶ δίιοι, Ζεύς, | |
25 | Ποσειδῶν καὶ Πλούτων ὠνομασμένοι· ὑφ’ ἑκάστῳ δὲ τῶν τριῶν τέττα‐ ρές εἰσιν τεταγμένοι θεοί, ὁ μέν τις τὸ εἶναι παρέχων τοῖς οὖσιν, ὁ δὲ τὸ ζῆν, ὁ δὲ μονὴν ἄτρεπτον, ὁ δὲ ἐπιστροφὴν ἐπὶ τὰς οἰκείας ἀρχάς· ὡς εἶναι τρεῖς μὲν αἰτίους τοῦ εἶναι τοῖς πᾶσι σώμασι καὶ ψυχαῖς καὶ νοῖς, | |
τρεῖς δὲ τοῦ φρουρεῖσθαι καὶ ἄτρεπτα μένειν, τρεῖς δὲ τοῦ ζῆν, τρεῖς δὲ | 11 | |
13 | τοῦ ἐπιστρέφειν ἐπὶ τὰς οἰκείας ἀρχάς· ὡς γίνεσθαι τρὶς τέτταρας δώδεκα. ὧν πρῶτός ἐστιν ὁ Ζεύς· συντεταγμένος γὰρ ὢν τοῖς λοιποῖς δώδεκα ἡγε‐ μονικὴν ἔχει ὡς ἐν συντεταγμένοις τάξιν. εἰσὶ δὲ οὗτοι οἱ δώδεκα παρ’ Ἕλ‐ λησι θεοὶ ἡγεμόνες καὶ θεῶν ἐγκοσμίων καὶ ἀγγέλων καὶ πάντων 〈τῶν〉 | |
5 | λοιπῶν γενῶν. τὸ δὲ ‘ἐν οὐρανῷ‘ εἰρήκει, ὅτι, εἰ καὶ ὅλος ὁ κόσμος αὐτοῦ ἀπολαύει, ἀλλὰ πολλῷ μᾶλλον ὁ οὐρανὸς ἅτε συγγενέστερος ὢν καὶ ἐπιτηδειότερος πρὸς τὸ μετασχεῖν τοῦ θεοῦ. ‘ἅρμα‘ δὲ καὶ ἵππους τῶν θεῶν τὰς δευτέρας αὐτῶν καὶ τρίτας δυνάμεις ἀκουστέον, ἃς αἱ πρῶται κατευθύνουσι, δι’ ὧν ὁ Ζεὺς καὶ ἑαυτὸν συνάγει καὶ πᾶσαν τὴν ὑποβεβλη‐ | |
10 | μένην αὐτῷ στρατιὰν θεῶν καὶ δαιμόνων καὶ πάντα ἁπλῶς τὰ ἐξημμένα αὐτοῦ. εἰ δὲ καὶ ὄχημά τις θέλοι ὑποβάλλειν αὐτῷ, τὸν Ὄλυμπον ἂν αὐτῷ ὑποβάλοι, τουτέστι τὰ ὑπὲρ τὴν ἀπλανῆ στερεώματα, ἃ καὶ τῆς ἀπλανοῦς ἐστι πτηνότερα. δώδεκα δὲ ὄντων ἡγεμόνων καὶ δώδεκα τάξεων, τῆς δὲ Ἑστίας μιᾶς οὔσης τῶν ἡγεμόνων καὶ τῆς στρατείας αὐτῆς ἐν μονῇ | |
15 | καὶ ἀκινησίᾳ λαμβανομένης εἰκότως εἴρηνται αἱ ἕνδεκα τάξεις ‘ἕπεσθαι‘ τῷ Διί. εἰ γὰρ καὶ ἡ Ἑστία ἀνάγεται καὶ οἱ ἄλλοι θεοὶ μένουσι καὶ ἑστίαν ἔχουσι καὶ μονήν, ῥητέον, ὡς ἀμφότερα μέν ἐστιν ἐν ἑκάστῳ τῶν θεῶν, μᾶλλον δὲ τὰ τρία· ἕκαστος γὰρ αὐτῶν καὶ μένει καὶ πρόεισι καὶ ἐπιστρέ‐ φει πρὸς τὰς οἰκείας ἀρχὰς ἀναγόμενος. ἄλλος δὲ κατ’ ἄλλο χαρακτηρίζε‐ | |
20 | ται, καὶ ἔστι τοῦ μὲν πάντως ἀνάγεσθαι αἴτιος ὁ Ζεύς, τοῦ δὲ πάντα ἑδράζεσθαι ἡ Ἑστία, τοῦ δὲ προϊέναι ἡ Ἥρα καὶ αἱ ζωογόνοι θεαί· πάντα γὰρ τὰ ὄντα καὶ μένει ἐν τοῖς ἑαυτῶν αἰτίοις καὶ πρόεισιν ἐξ αὐτῶν καὶ ὑποστρέφει πάλιν εἰς τὰς οἰκείας ἀρχάς, καὶ διὰ μὲν τῆς Ἑστίας τὸ μόνιμον καὶ αἴτιον τῆς ἐνιδρύσεως αὐτῶν λαμβάνει, διὰ δὲ τοῦ Διὸς τὴν αἰτίαν | |
25 | τῆς ὑποστροφῆς καὶ ἀνόδου. καὶ ταῦτα μὲν περὶ τῶν θεῶν ὁ Πλάτων. Πρὸ τούτων δὲ περὶ ἀθανασίας τῆς ἡμετέρας ψυχῆς ἐπιβαλλόμενος ἐρεῖν οὕτω φησί· ‘περὶ δὲ τῆς ἰδέας αὐτῆς οὕτω λεκτέον. οἷον μέν ἐστι, πάντη καὶ πάντως θείας εἶναι καὶ μακρᾶς διηγήσεως, ᾧ δὲ ἔοικεν, ἀνθρω‐ πίνης καὶ ἐλάττονος· ταύτῃ οὖν λέγομεν. ἔοικε δὴ τῷ συμφύτῳ δυνάμει | |
30 | {καὶ} ὑποπτέρου ζεύγους τε καὶ ἡνιόχου. θεῶν μὲν οὖν ἵπποι τε καὶ ἡνίοχοι πάντες αὐτοί τε ἀγαθοὶ καὶ ἐξ ἀγαθῶν, τὸ δὲ τῶν ἄλλων μέ‐ | |
μικται. καὶ πρῶτον μὲν ἡμῶν ὁ ἄρχων συνωρίδος ἡνιοχεῖ· εἶτα τῶν | 12 | |
14 | ἵππων ὁ μὲν αὐτοῦ καλός τε καὶ ἀγαθὸς καὶ ἐκ τοιούτων, ὁ δ’ ἐξ ἐναντίων τε καὶ ἐναντίος.‘ καὶ αὖθις· ‘ψυχὴ πᾶσα παντὸς ἐπιμελεῖται τοῦ ἀψύχου, πάντα δὲ οὐρανὸν περιπολεῖ, ἄλλοτ’ ἐν ἄλλοις εἴδεσι γιγνομένη.‘ τὰ μὲν οὖν Πλατωνικὰ ταῦτα. ἑρμηνευτέον δὲ πρότερον, τίς ἡ τῆς ψυχῆς ἰδέα | |
5 | ἐστίν. λέγομεν οὖν, ὅτι οὐσία μὲν ἑκάστου πράγματός ἐστι τὸ ἓν τὸ ἐν αὐτῷ καὶ τὸ οἷον ἑνικώτατον, τὸ δὲ εἶδος τὸ πλῆθος καὶ τὰ οἱονεὶ στοιχεῖα· ἡ γὰρ ψυχὴ καὶ ἕν ἐστι καὶ πολλά, καὶ ἰδέα ψυχῆς τὸ πλῆθος καὶ τὰ στοιχεῖα. τοῦτο γὰρ βούλονται οἱ ἵπποι καὶ ὁ ἡνίοχος. ἔστι δὲ ἡ μὲν οὐσία τῆς ψυχῆς ἡμῶν ἀκάκωτος, οἱ δὲ ἵπποι ἤτοι αἱ δυνάμεις αὐτῆς δια‐ | |
10 | στρέφονται, ἔστι δ’ ὅτε καὶ ἀργοῦσιν. ἡ μὲν οὖν τῆς οὐσίας δύναμις, τοῦ ἑνὸς τῶν τριῶν γενῶν, ὁ ἡνίοχός ἐστιν· ἡ δὲ ταὐτοῦ δύναμις ὁ κρείττων τῶν ἵππων, ἡ δὲ τοῦ θατέρου ὁ καταδεέστερος. ἐὰν τοίνυν νοήσωμεν δύο ἵππους καὶ ἡνίοχον καὶ συμφύσωμεν αὐτούς, ἡ μία δύναμις ἡ γεννητικὴ τοῦ τε ἡνιόχου καὶ τῶν ἵππων, αὕτη ἐστὶν ἡ ἰδέα τῆς ψυχῆς. δύναμιν δὲ | |
15 | ἀκουστέον κατὰ τοὺς γεωμέτρας, ὡς εἰώθασι λέγειν τὴν εὐθεῖαν δύνασθαι τὸ τετράγωνον. τὸ δὲ ‘ἄλλοτ’ ἐν ἄλλοις εἴδεσι γιγνομένη‘ τοῦτό ἐστιν ἀντὶ τοῦ κατ’ ἄλλους καὶ ἄλλους ἑαυτῆς λόγους ἱσταμένη, οἷον σεληνια‐ κοὺς ἢ ἡλιακούς· ἡ γὰρ μερικὴ ψυχὴ τοσοῦτον ἀμείβει τὸ εἶδος, ὡς καὶ ἀνεπίγνωστος λοιπὸν γίνεσθαι. Πλατωνικῶς τὰ Πλατωνικά· τοῦτο δὲ | |
20 | ταὐτόν ἐστι τῷ τὰ γελοῖα γελοίως. | |
21t | Περὶ αἰσθήσεως καὶ αἰσθητῶν | |
22 | Θαυμάσιόν τι ἠπόρησας ‘εἰ ἑκάστη‘ εἰρηκὼς ‘αἴσθησις ἐξ ἑκάστου τῶν σωματικῶν στοιχείων πεποίηται, πῶς ἐκείνων τεττάρων ὄντων πέντε αἰσθήσεις γεγένηνται; λείπεται γὰρ μία τούτων ἐξ ἄλλου του πεποιῆσθαι. | |
25 | καὶ τί ποτε τοῦτο ἐξ οὗ ἐκείνη τὴν γένεσιν ἔχει;‘ οἶμαι οὖν σε τὴν ἐν τῷ Τιμαίῳ τοῦ Πλάτωνος περὶ τῶν αἰσθήσεων διάταξ〈ιν δέχ〉εσθαι. ἐκεῖσε γὰρ οὗτος ὁ σοφὸς ἀνὴρ πυρὸς μὲν τὴν ὄψιν ποιεῖται, ἀέρος δὲ τὴν ἀκοήν, | |
καὶ τὴν γεῦσιν ὕδατος, τὴν δὲ ἁφὴν γῆς, τὴν δὲ ὄσφρησιν καὶ τὸ τῶν | 13 | |
15 | ὀσμῶν γένος ἡμιγενὲς εἶναι καὶ μικτόν πως. ‘μεταβάλλοντος τοῦ ὕδατος εἰς ἀέρα ἢ ἀέρος εἰς ὕδωρ ἐν τῷ μεταξὺ τούτων‘ φησί ‘γεγόνασι.‘ καὶ εἴη ἂν ἡ ὄσφρησις πέμπτη. Ἀριστοτέλης δὲ οὐ προσίεται [τὴν τοι]αύτην διάταξιν οὐδὲ πυρὸς | |
5 | ποιεῖται τὴν ὄψιν. περὶ δὲ τὸ πῦρ ἐκλάμπειν θλιβομένου τοῦ ὀφθαλμοῦ ἕτερον ποιεῖται αἴτιον. ‘τὰ γὰρ λεῖα‘ φησί ‘πεφύκασιν ἐν τῷ σκότει λάμ‐ πειν.‘ τὸ γοῦν τοῦ ὀφθαλμοῦ μέσον τὸ μέλαν, ὃ κόρην καλοῦμεν, λεῖόν τέ ἐστι καὶ διὰ τὴν λειότητα στίλβον κινουμένου τοῦ ὀφθαλμοῦ συμβαίνει πυρὸς ποιεῖν φαντασίαν. ἀλλ’ οὐδέ φησιν ὁ ἀνὴρ οὗτος τὸ ὁρᾶν εἶναι ἐν | |
10 | τῷ ἐκπέμπειν φῶς. ‘οὐκ ἔδει γὰρ‘ φησί ‘τὰ ἐν τῷ ὕδατι ὄντα ὁρᾶν. πῶς γὰρ οἷόν τε ἐν ὕδατι πῦρ καὶ φῶς τοιοῦτον διαβαίνειν καὶ μὴ σβέννυσθαι;‘ προστίθησι δὲ ὅτι καὶ εἰ ἐν τῷ ἐκπέμπειν φῶς τὸ ὁρᾶν ἐστιν, ἔδει νυκτὸς μᾶλλον ὁρᾶν τὰ ζῷα ἢ μεθ’ ἡμέραν. οὕτω μὲν οὖν τὰς Πλατωνικὰς δόξας διασείειν ὁ Ἀριστοτέλης δοκεῖ. | |
15 | Παρασαλεύει δὲ καὶ Ἐμπεδοκλέα. ὁ γὰρ Ἐμπεδοκλῆς ποτὲ μὲν τὸ ἀπὸ τῆς ὄψεως ἐκπεμπόμενον φῶς αἰτιᾶται τοῦ ὁρᾶν, ποτὲ δὲ τὰς ἀπὸ τῶν ὁρωμένων ἐφαπλουμένας ἀπορροίας. Δημοκρίτου δὲ τοσοῦτον ἀποδέχεται τὴν δόξαν ὅτι ἐξ ὕδατος τὴν ὄψιν γεννᾷ, τὸν δὲ τρόπον καθ’ ὃν γίνεται τὸ ὁρᾶν ἀπαναίνεται. λέγει γὰρ ὁ Δημόκριτος τὸ ὁρᾶν εἶναι τὸ τὴν ἔμφασιν | |
20 | τὴν ἀπὸ τῶν ὁρωμένων δέχεσθαι. ἔστι δὲ ἔμφασις τὸ ἐμφαινόμενον εἶδος ἐν τῇ κόρῃ. ἡγεῖται γὰρ εἴδωλά τινα ἀπορρέοντα, ὁμοιόμορφα τοῖς ἀφ’ ὧν ἀπορρέουσιν, ἐμπίπτειν τοῖς τῶν ὁρώντων ὀφθαλμοῖς καὶ οὕτως τὸ ὁρᾶν γίνεσθαι. ‘ὅτι δὲ‘ φησὶν Ἀριστοτέλης ‘ἐξ ὕδατός ἐστιν ἡ κόρη δι’ ἧς ὁρῶμεν δῆλον ἀπὸ τῶν ὀφθαλμῶν· διαφθειρομένων γὰρ τούτων | |
25 | τὸ ἐκρέον ὕδωρ φαίνεται ὄν‘. Πολλοῖς δὲ ἐπιχειρήμασιν ἀναιρεῖ τὴν τοῦ Πλάτωνος περὶ τοῦ ὀφθαλ‐ μοῦ δόξαν, μὴ βουλόμενος τὴν ὄψιν ἐκ πυρὸς ἔχειν τὴν γένεσιν. παρα‐ λογώτατον δέ φησι καὶ τὸ λέγειν ἐκπέμπεσθαι σῶμα ἔκ τινος τῶν ὁρών‐ των, ὡς ἀποτείνεσθαι αὐτὸ μέχρι τῶν ἄστρων δύνασθαι. βέλτιον δέ, | |
30 | φησίν, ἦν τοῦ λέγειν τῷ ἐκπεμφθέντι ἐκ τῆς ὄψεως φωτὶ ἐκτὸς γενομένῳ | |
τὸ ἐκτὸς φῶς συμφύεσθαι τὸ λέγειν τὸ ἐκτὸς φῶς τῷ ἐντὸς πρὸ τοῦ | 14 | |
16 | ἐκπεμφθῆναι συμφύεσθαι πρὸς τῇ κόρῃ, ὅτι οὐδὲν ἐδεῖτο τῆς ἀπὸ τῆς ὄψεως τοῦ φωτὸς ἀπορροίας, εἰ μὴ ἔμελλεν αὐτὴ περιλήψεσθαι τὸ ὁρατόν. Τίθεται οὖν ὁ Ἀριστοτέλης τὴν μὲν ὄψιν ὕδατος εἶναι, τὴν δὲ ἀκοὴν ἀέρος, τὴν δὲ ὄσφρησιν πυρός. τὴν γὰρ κατ’ ἐνέργειαν ὄσφρησιν ταὐτὸν | |
5 | τίθεται τῷ ὀσφραντῷ. τὸ ὀσφραντὸν καὶ ἡ ὀσμή, ἧς ἡ ὄσφρησις ἀντι‐ λαμβάνεται, ξηρὰ καὶ καπνώδης ἐστὶν ἀναθυμίασις, ἡ δὲ τοιαύτη ἀναθυ‐ μίασις πυρώδης καὶ ἐκ πυρός, ὥστε εἶναι τῶν τεττάρων σωμάτων γῆς μὲν τὰς δύο, ἁφήν τε καὶ γεῦσιν (ἡ γὰρ γεῦσις ἁφῆς τι εἶδος), ὕδατος δὲ τὴν ὄψιν, ἀέρος δὲ τὴν ἀκοήν, πυρὸς δὲ τὴν ὄσφρησιν. | |
10 | Μίαν δὲ καὶ τῷ ἀριθμῷ τὴν αἰσθητικὴν ψυχὴν λέγει, καὶ ταύτην ἐν τῇ καρδίᾳ οἰκίζει, ἀφ’ ἧς ἐπὶ τὸν ἐγκέφαλον ἡ τῆς αἰσθήσεως γίνεται διά‐ δοσις. πόροι γὰρ ἐντεῦθεν ἐπὶ τὸν ἐγκέφαλον διατείνουσι τρεῖς, εἶτα ἀπὸ τοῦ ἐγκεφάλου ὁ μὲν αὐτῶν ἐπὶ τὴν ὄψιν, ὁ δὲ ἐπὶ τὴν ἀκοήν, ὁ δὲ ἐπὶ τὴν ὄσφρησιν καθήκουσιν. οἱ δὲ τῆς ἁφῆς καὶ τῆς γεύσεως ἐπ’ εὐθείας ἀπὸ | |
15 | τῆς καρδίας τέτανται, ἀλλ’ οὐ διὰ τῆς ἐπὶ τὸν ἐγκέφαλον ὁδοῦ. Τὸ δὲ φῶς ἐντελέχειά ἐστι τοῦ διαφανοῦς ᾗ διαφανές, καὶ ὥσπερ χρῶ‐ μα {τῶν}, οὐχ ἁπλῶς, ἀλλὰ κατὰ συμβεβηκός, ὅτι μὴ παθητικῶς ἀνα‐ δέχεται τὸ διαφανὲς τὸ φῶς, ἀλλὰ κατὰ σχέσιν τὴν πρὸς αὐτό. τὸ δὲ χρῶμα οὐ τὸ τοῦ σώματος, φησί, πέρας ἐστίν, ἀλλ’ ἐν τῷ τοῦ σώματος πέρατι, | |
20 | πέρας ὂν οὐχ ὡς σώματος, ἀλλὰ τοῦ διαφανοῦς καθ’ ὃ διαφανές. Δόξα δὲ Ἀριστοτέλους περὶ τῆς αἰσθήσεως παρὰ τὰς τῶν ἄλλων αὕτη ἐστί· πάσχουσα γάρ, φησίν, ἡ ὄψις ὑπὸ τῶν ὁρατῶν αἰσθάνεται, ὥσπερ καὶ ἑκάστη τῶν ἄλλων αἰσθήσεων, ἀλλ’ οὐχὶ ποιοῦσα καὶ ἐκπέμπουσα, πάσχουσα δὲ οὐ τῷ δέχεσθαι ἀπορρέοντά τινα ἀπὸ τῶν αἰσθητῶν, ἀλλὰ | |
25 | τῷ τὸ μεταξὺ τῆς τε ὄψεως καὶ τοῦ ὁρωμένου διαφανές, ὅταν κατ’ ἐνέρ‐ γειαν ᾖ τοιοῦτον (τοιοῦτον δέ ἐστι τὸ πεφωτισμένον), κινεῖσθαι ὑπὸ τῶν ὁρατῶν, τουτέστι τῶν χρωμάτων (κινητικὸν γὰρ τὸ χρῶμα τοῦ κατ’ ἐνέρ‐ γειαν διαφανοῦς). κινούμενον γὰρ καὶ διατιθέμενον τὸ κατ’ ἐνέργειαν δια‐ φανὲς ὑπὸ τῶν ὁρατῶν τὸ εἶδος αὐτοῦ διαδίδωσι τῇ κόρῃ, οὔσῃ καὶ αὐτῇ | |
30 | διαφανεῖ. καὶ οὕτως διὰ ταύτης δεχομένης διὰ τοῦ διαφανοῦς τὸ μεταξὺ | |
εἶδος τοῦ ὁρωμένου καὶ μέχρι τοῦ πρώτου αἰσθητικοῦ διαδιδούσης αὐτὸ | 15 | |
17 | τῷ τὸν μεταξὺ πόρον τοιούτου σώματος εἶναι πλήρη τὸ ὁρᾶν γίνεσθαι· οὐ γὰρ ταῖς ἀπορροίαις, [ὡς ᾤοντο οἱ] πρὸ αὐτοῦ (ἁφὴ γὰρ οὕτω καὶ ἡ ὄψις ἔσται), ἀλλὰ τῇ τοῦ μεταξὺ τῆς ὄψεως καὶ {τῆς} τοῦ ὁρωμένου δια‐ φανοῦς κινήσει ὑπὸ τῶν ὁρατῶν. χυμὸν δὲ ὁρίζεται ὁ φιλόσοφος τὸ ὑπὸ | |
5 | τοῦ ἐν τῇ γῇ ξηροῦ γινόμενον πάθος ἐν τῷ ὑγρῷ τῆς γεύσεως τῆς κατὰ δύναμιν ἀλλοιωτικὸν εἰς ἐνέργειαν. Ἠρώτησας δὲ καὶ τί ἐστι τὸ μόριον τῆς πολιτικῆς. ἔστιν οὖν ἡ περὶ ἑνὸς ἑκάστου τῶν πολιτῶν ἐπιμέλεια, καλεῖται δὲ ἠθική. μόριον δὲ ἕκαστος μὲν τῶν πολιτῶν τῆς πόλεως, ἡ δὲ ἠθικὴ τῆς πολιτικῆς. καὶ ἔνθα | |
10 | μὲν ἔστι τινὰ τέλη παρὰ τὰς πράξεις, οἷον ἐν ταῖς ποιητικαῖς, ἐν ταύταις βελτίω τὰ ἔργα τῶν ἐνεργειῶν, τουτέστι τὰ ποιήματα, ἔνθα δὲ αὐταὶ αἱ ἐνέργειαι, οὐδὲν τῶν ἐνεργειῶν τιμιώτερον. ἐν ἁπάσαις δὲ ταῖς δυνά‐ μεσι τὰ τῶν ἀρχιτεκτονικῶν τεχνῶν τέλη αἱρετώτερα τῶν ὑφ’ ἑαυτά. ἀρχιτεκτονικαὶ δὲ λέγονται αἱ ἄρχουσαι καὶ κρατοῦσαι τῶν ὑφ’ αὑτάς, | |
15 | ὥσπερ ἡ ἀρχιτεκτονικὴ τῆς πηδαλιουργικῆς. | |
16t | Διάφοροι δόξαι Ἑλληνικαὶ περὶ ψυχῆς | |
17 | Τολμῶσιν ἔνιοι τῶν Ἑλλήνων καὶ περὶ τῶν ἡμετέρων ἀπορρήτων σα‐ φῶς διαλέγεσθαι. ὁ γοῦν φιλόσοφος Πρόκλος τὴν ἐντεῦθεν ἀπαλλαγὴν τῆς ψυχῆς ὡς ἔχει φύσεως παριστῶν ‘φερομένη‘ φησί ‘περὶ τὴν ψυχὴν | |
20 | ἀγγέλων μερὶς καὶ περιλάμπουσα αὐτὴν πανταχόθεν καὶ πλήρη ποιοῦσα τοῦ ἀχράντου πυρός, ὃ ἐνδίδωσιν αὐτῇ τάξιν ἄκλιτον καὶ δύναμιν, δι’ ἣν οὐκ ἐκροιζεῖται εἰς τὴν ὑλικὴν ἀταξίαν, ἀλλὰ συνάπτεται τῷ θείῳ φωτί, συνέχει αὐτὴν ἐν οἰκείῳ τόπῳ καὶ ἀμιγῆ ποιεῖ πρὸς τὴν ὕλην τῷ θερμῷ πνεύματι κουφίζουσα καὶ ποιοῦσα μετέωρον διὰ ἀναγωγοῦ ζωῆς.‘ ‘τέλος | |
25 | δὲ‘ φησί ‘τῶν ἀνόδων ἡ μετουσία τῶν θείων καρπῶν καὶ ἡ αὐτοφανὴς τοῦ πυρὸς ἀποπλήρωσις, ἥτις ἐστὶν ἡ τοῦ θεοῦ ὄψις.‘ ὑμνῳδὸς δὲ ἀποτελεῖται | |
τοῦ θεοῦ 〈ἡ ψυχὴ〉 καὶ τὰ συνθήματα τοῦ πατρὸς τὰ ἄρρητα προσβαλλο‐ | 16 | |
18 | μένη. τοιοῦτοι γὰρ οἱ νοεροὶ καὶ ἀφανεῖς ὕμνοι ἀναγομένης ψυχῆς ἀνα‐ κινοῦντες τὴν μνήμην τῶν ἁρμονικῶν 〈λόγων〉, οἳ φέρουσιν ἀπορρήτους εἰκόνας τῶν θείων ἐν αὐτῇ δυνάμεων. Βάθος δὲ ψυχῆς ἐστιν αἱ τριπλαῖ αὐτῆς γνωστικαὶ δυνάμεις, αἱ νοεραί, | |
5 | αἱ 〈δια〉νοητικαί, αἱ δοξαστικαί· ὄμματα δὲ αἱ τριπλαῖ τούτων ἐνέργειαι· τὸ γὰρ ὄμμα γνώσεως σύμβολον, ὥσπερ ἡ ζωὴ ὀρέξεως. Καὶ ῥίζα μὲν τῆς κακίας τὸ σῶμα, τῆς δὲ ἀρετῆς ὁ νοῦς. Καὶ τοῦτο δέ φησιν ὁ φιλόσοφος, ὅτι μηδεὶς εἰς ὀργὴν θεοῦ ἀναφερέτω τὰς αἰτίας τῶν ἐνταῦθα τιμωριῶν, ἀλλ’ οὔσης ἐν τῷ παντὶ κόσμῳ δίκης | |
10 | τε καὶ κρίσεως, ὑφ’ ὧν κατευθύνεται πάντα καὶ μετρεῖται τοῖς προσήκου‐ σιν ὅροις, ἐξ ἀνάγκης ἕπεται τοῖς ἀφισταμένοις τῶν κρειττόνων ἀκόλουθος †πάθη† τιμωρὸς τῶν πλημμελησάντων περὶ τὸ θεῖον ἐπ’ ὠφελείᾳ τῶν τὴν δίκην ὑπεχόντων. Εἶτα καὶ ταῦτα παραγγέλλει τοῖς ἀναγομένοις ἴσως φιλοσοφώτερον· | |
15 | μὴ τὰ πελώρια μέτρα γύης ὑπὸ σὴν φρένα βάλλου μηδὲ μέτρει μέτρον ἠελίου κανόνας συναθροίσας· ἀιδίῳ βουλῇ φέρεται πατρός, οὐχ ἕνεκεν σοῦ. μήνης ῥοῖζον ἔασον· ἀεὶ τρέχει ἔργῳ ἀνάγκης, ἀστέριον προπόρευμα σέθεν χάριν οὐκ ἐλοχεύθη. | |
20 | αἴθριος ὀρνίθων ταρσὸς πλατὺς οὔποτ’ ἀληθής, θυσιῶν σπλάγχνων τε τομαί· τάδ’ ἀθύρματα πάντα, ἐμπορικῆς ἀπάτης στηρίγματα. φεῦγε σὺ ταῦτα μέλλων εὐσεβίης ἱερὸν παράδεισον ἀνοίγειν, ἔνθ’ ἀρετὴ σοφία 〈τε〉 καὶ εὐνομία συνάγονται. | |
25 | Φησὶ δὲ ὁ φιλόσοφος παρακούσας ἴσως τῶν ἡμετέρων λογίων μέχρι | |
τῶν ἀπογόνων διατείνειν τὴν ἀπὸ θεοῦ κόλασιν, αἰτίαν ἐπάγων οὐκ | 17 | |
19 | ἄγνωστον μόνον ἡμῖν, ἀλλὰ καὶ ἀντίθετον. ‘τῶν συγγενικῶν‘ φησὶ γάρ ‘ψυχῶν ὁμοφυής ἐστιν ἡ σύνταξις καὶ αἱ μήπω ἀπολυθεῖσαι τῶν τῆς ψύσεως δεσμῶν ἐν τοῖς τῶν ὁμογενῶν κατέχονται πάθεσιν· ἐναπεμόρξατο γάρ τι καὶ ταύταις δυσέκνιπτον κακὸν ἡ πρὸς τὰς πλημμελεῖς ψυχὰς | |
5 | κοινωνία τῆς ζωῆς.‘ δεῖ οὖν καὶ ταύτας τὸ μέρος τυχεῖν τῆς ὅλης δίκης καὶ ἀναπλησθείσας διὰ τὴν φυσικὴν συγγένειαν τῶν μιασμάτων καθαρθῆ‐ ναι πάλιν δι’ αὐτῶν. ‘Καὶ ἵνα ἔχῃ‘ φησί ‘καὶ ὁ περὶ γῆν τόπος ζῷον θεοσεβέστατον γι‐ νώσκειν τὰ θεῖα καὶ θεραπεύειν δυνατόν, αἱ ψυχαὶ πέμπονται παρὰ τοῦ | |
10 | πατρὸς εἰς τὴν γένεσιν.‘ Τὰς δὲ ἰδέας φησὶ πᾶσαν τὴν τοῦ κόσμου δημιουργίαν συνέχειν, καθ’ ἃς ὁ πατὴρ τὴν ὕλην διεκόσμησε πρὸ τῶν ἀποτελεσμάτων τὰ πρωτουργὰ αἴτια τῶν ὅλων ἐν ἑαυτῷ προστησάμενος. καὶ αἱ μὲν ἔννοιαί εἰσι δη‐ μιουργικαί, αἱ δὲ νοήσεις ποιήσεις. | |
15 | ‘Καὶ τὸν μὲν νοῦν ἀμέριστον‘ φησί ‘παρήγαγεν ὁ θεὸς αἰωνίαν ἔχοντα καὶ τὴν οὐσίαν καὶ τὴν ἐνέργειαν, τὸ δὲ σῶμα μεριστὸν καὶ τὴν ὑπόστασιν καὶ τὴν κίνησιν, τὴν δὲ ψυχὴν μέσην, τὴν μὲν φύσιν ἀμέριστον ἔχουσαν, τὴν δὲ ἐνέργειαν κατὰ χρόνον κινουμένην· καὶ τὸν μὲν ἀκίνητον, τὸ δὲ ἑτεροκίνητον, τὴν δὲ αὐτοκίνητον.‘ | |
20 | Καὶ ὡς αἱ μὲν ἀκρότητες τῶν στοιχείων ἀλύτως συμπληροῦσι τὸν οὐρανόν, αἱ δὲ ὑποστάθμαι τὴν γένεσιν· οὐ γὰρ ἐκ τῶν αὐτῶν πάντα, οὐδὲ ὡσαύτως κεραννύμενα ἀλλήλοις, εἰ καὶ ἐκ τῶν τεττάρων στοιχείων ὅλα τὰ αἰσθητά. Καὶ ὅτι ἱσταμένη ἡ ψυχὴ κατὰ τὸ διανοητικὸν τὸ ἑαυτῆς ἐπιστήμων | |
25 | ἐστὶ τῶν ὄντων· ἐν δὲ τῷ νοερῷ τῆς οἰκείας οὐσίας ἑαυτὴν ἱδρύσασα νοεῖ τὰ ὅλα ταῖς ἁπλαῖς καὶ ἀμερίστοις ἐπιβολαῖς. εἰς δὲ τὸ ἓν ἀναδραμοῦσα καὶ πᾶν τὸ 〈ἐν〉 ἑαυτῇ συμπτύξασα πλῆθος ἐνθεαστικῶς ἐνεργεῖ καὶ | |
συνάπτεται ταῖς ὑπὲρ νοῦν ὑπάρξεσι· τῷ γὰρ ὁμοίῳ πανταχοῦ τὸ ὅμοιον | 18 | |
20 | συνάπτεσθαι πέφυκεν. οὐδὲν γὰρ γνωστὸν δι’ ἐλάττονος γινώσκεται γνώσεως. Ἔστιν γάρ τι νοητόν, ὃ χρή σε νοεῖν νόου ἄνθει. διττὸν δέ φησι τὸ ἐν ἡμῖν ἕν· τὸ μὲν τῆς πρωτίστης ἡμῶν τῶν δυνάμεων οἷον ἄνθος, τὸ δὲ τῆς | |
5 | ὅλης οὐσίας κέντρον καὶ τῶν περὶ αὐτὴν παντοίων δυνάμεων· οὐ γάρ ἐσμεν νοῦς μόνον, ἀλλὰ καὶ προσοχὴ καὶ προαίρεσις καὶ διάνοια καὶ δόξα καὶ πρὸ τῶν δυνάμεων τούτων οὐσία μία καὶ πολλὴ καὶ μεριστὴ καὶ ἀμερής. Καὶ ὂν μέν ἐστιν ὁ νοητὸς νοῦς, ὕπαρξις δὲ τὸ νοητόν. Καὶ ὅτι, φησίν, ἡ ψυχὴ περιέχει πολλῶν κόλπων πληρώματα, τουτέστι | |
10 | ζωοποιοὺς δυνάμεις ἀποπληρωτικὰς πολλῶν ὑποδοχῶν τῶν δυναμένων ζωοποιεῖσθαι παρ’ αὐτῆς. Καὶ ὅτι συνέστηκεν αὕτη ἀπὸ τῶν νοερῶν λόγων καὶ τῶν θείων συμ‐ βόλων. καὶ ὥσπερ πάντων ἐστὶ πλήρωμα τῶν εἰδῶν, κατὰ μίαν δὲ ἰδέαν ὑφέστηκεν, οὕτω καὶ πάντων 〈μὲν〉 μετέχει τῶν συνθημάτων δι’ ὧν συν‐ | |
15 | άπτεται τῷ θεῷ, ἀφώρισται δὲ ἡ ὕπαρξις αὐτῆς ἐν ἑνί. Καὶ ὅτι πᾶσα ψυχὴ πάσης κατ’ εἶδος διέστηκεν. εἰ γὰρ τὸ εἶναι τῆς ψυχῆς λόγος ἐστὶ καὶ εἶδος ἁπλοῦν, ἢ οὐδὲν διοίσει κατ’ οὐσίαν ψυχή τις ἄλλης ψυχῆς ἢ κατ’ εἶδος ἂν διαφέρῃ. Καὶ ἔστιν ἐν ἑκάστῃ πάντα καθ’ ἕν, οἵ τε νοεροὶ λόγοι καὶ τὰ συν‐ | |
20 | θήματα· τὸ γὰρ καθ’ ἓν εἶδος πολλῶν εἶναι ἀτόμων ὑπόστασιν ὁμοειδῶν περί 〈τε〉 τὴν ὕλην ἐστὶ καὶ τὰ σύνθετα τῶν ὄντων, τῆς ὑποκειμένης φύ‐ σεως ποικίλως τοῦ αὐτοῦ μετεχούσης εἴδους. | |
23t | Περὶ νοῦ | |
24 | Ἀνέγνως μὲν ἥδιστα ὡς ἔγραψα τὴν ἐπιστολήν, βούλει δὲ μὴ ἐν ταὐτῷ | |
25 | γράμματι τὰ περὶ νοῦ καὶ ψυχῆς ἔχειν, ἀλλ’ ἐν ἑτέρῳ μὲν τὴν πᾶσαν | |
νοερὰν ἰδιότητα γνωρισθῆναι σοι, ἐν ἑτέρῳ 〈δὲ〉 σύμπασαν τὴν ψυχικήν. | 19 | |
21 | αὕτη τοιγαροῦν ἡ ἐπιστολὴ τὸν νοῦν μόνον ἀπολαβοῦσα τὰ περὶ αὐτοῦ ἐκ τῶν παρ’ Ἕλλησι φιλοσοφησάντων ἐπιτετμημένως κεφαλαιοῖ. Πᾶς τοίνυν νοῦς κατὰ τὰς Ἑλληνικὰς δόξας ἢ ἀμέθεκτός ἐστιν ἢ μεθ‐ εκτός. παντὸς γὰρ τοῦ πλήθους τῶν νόων ὁ ἀμέθεκτος ἡγεῖται, πρωτίστην | |
5 | ἔχων ὕπαρξιν. τῶν δὲ μετεχομένων οἱ μὲν τὴν ὑπερκόσμιον καὶ ἀμέθεκτον ἐλλάμπουσι ψυχήν, οἱ δὲ τὴν ἐγκόσμιον. καὶ ὁ μὲν πρῶτος ἑαυτὸν μόνον νοεῖ, ἕκαστος δὲ τῶν ἐφεξῆς ἑαυτὸν ἅμα καὶ τὰ πρὸ αὐτοῦ. κατ’ ἐνέργειαν δὲ ὡς νοῦς ἑαυτὸν νοεῖ οὐκ ἄλλον ὄντα παρὰ τὰ νοούμενα. καὶ ὁ μὲν ἀμέθεκτος ἁπλῶς πάντα νοεῖ, τῶν δὲ μετ’ ἐκεῖνον ἕκαστος καθ’ ἓν πάντα. | |
10 | καὶ πᾶς νοῦς ἐν αἰῶνι τὴν οὐσίαν ἔχει καὶ τὴν δύναμιν καὶ τὴν ἐνέργειαν. καὶ ἀμέριστός ἐστιν οὐσία καὶ ἀμεγέθης καὶ ἀσώματος καὶ ἀκίνητος. καὶ τὰ μέν ἐστι κατ’ αἰτίαν, ὅσα μετ’ αὐτόν, τὰ δὲ κατὰ μέθεξιν, ὅσα πρὸ αὐτοῦ, νοερὰν δὲ ἔλαχεν οὐσίαν κατὰ τὴν ἑαυτοῦ ὕπαρξιν. καὶ ἀφορίζει πάντα καὶ ἃ κατ’ αἰτίαν ἐστὶ καὶ ἃ κατὰ μέθεξιν. ἀιδίων τέ ἐστι προσεχῶς | |
15 | καὶ ἀμεταβλήτων ὑποστάτης. καὶ τῷ νοεῖν ὑφίστησι τὰ μετ’ αὐτόν, καὶ ἡ ποίησις ἐν τῷ νοεῖν καὶ ἡ νόησις ἐν τῷ ποιεῖν. καὶ ὑπὸ τῶν κατ’ οὐσίαν ἅμα καὶ ἐνέργειαν νοερῶν μετέχεται πρώτως. καὶ πάντα τὰ νοερὰ εἴδη καὶ ἐν ἀλλήλοις εἰσὶ καὶ καθ’ αὑτὸ ἕκαστον. καὶ πᾶς νοῦς πλήρωμα ὢν εἰδῶν, ὁ μὲν ὁλικωτέρων, ὁ δὲ μερικωτέρων ἐστὶ περιεκτικός. καὶ πᾶν | |
20 | νοερὸν εἶδος ἀιδίων ἐστὶν ὑποστατικόν. καὶ πᾶς νοῦς ὅλος ἐστὶν ὡς ἐκ μερῶν ὑποστάς. καὶ πᾶς ὁ μετεχόμενος νοῦς ἢ θεῖός ἐστιν ὡς θεῶν ἐξ‐ ημμένος ἢ νοερὸς μόνον. καὶ ὁ θεῖος νοῦς ὑπὸ ψυχῶν μετέχεται θείων. καὶ ὁ μετεχόμενος νοῦς μετέχεται ὑπὸ ψυχῶν οὔτε θείων οὔτε νοῦ καὶ ἀνοίας ἐν μεταβολῇ γινομένων, ἀλλ’ ὑπὸ τῶν κατ’ οὐσίαν ἀεὶ 〈καὶ〉 | |
25 | κατ’ ἐνέργειαν νοερῶν. καὶ πᾶς ὁ νοερὸς ἀριθμὸς πεπέρασται. καὶ πᾶς νοῦς ὅλος ἐστὶν ὡς ἐκ μερῶν ὑποστάς· ἕκαστος γὰρ καὶ ἥνωται τοῖς ἄλλοις καὶ διακέκριται ἀπ’ αὐτῶν. ἀλλ’ ὁ μὲν ἀμέθεκτος νοῦς ἁπλῶς ὅλος ὡς καὶ τὰ μέρη πάντα ὁλικῶς ἔχων ἐν ἑαυτῷ, τῶν δὲ μερικῶν ἕκαστος ἐν μέρει τὸ ὅλον ἔχει καὶ οὕτως πάντα ἐστὶ μερικῶς· καθ’ ἓν | |
30 | γὰρ πάντα, τὸ δὲ καθ’ ἓν οὐδὲν ἄλλο ἐστὶν ἢ μερικῶς. Ταῦτά ἐστι τὰ τῷ φιλοσόφῳ Πρόκλῳ πεφιλοσοφημένα περὶ νοῦ ἐν | |
τῇ θεολογικῇ αὐτοῦ στοιχειώσει. | 20 | |
22(1t) | Περὶ ψυχῆς | |
2 | Ἰδού σοι καὶ τὰ περὶ ψυχῆς παρατίθημι Ἑλληνικὰ δόγματα, ὧν ἔνια καὶ τοῖς ἡμετέροις λογίοις συνᾴδει, ἀλλὰ πλέον παρ’ αὐτοῖς τοῦ ποτίμου τὸ ἁλμυρόν. φασὶ γοῦν ὡς πᾶσα ψυχὴ ἢ θεία ἐστὶν ἢ μεταβάλλουσα ἀπὸ | |
5 | νοῦ εἰς ἄνοιαν ἢ μεταξὺ τούτων, ἀεὶ μὲν νοοῦσα, καταδεεστέρα δὲ τῶν θείων ψυχῶν. ἀτοπωτάτου δὲ τούτου ὄντος τοῦ δόγματος τὸ μετὰ τοῦτο μυθολογικώτερόν τε καὶ γραωδέστερον. πᾶσαι γάρ, φησίν, αἱ θεῖαι ψυχαὶ θεοί εἰσι ψυχικῶς, πᾶσαι δὲ αἱ τοῦ νοεροῦ μετέχουσαι νοῦ θεῶν ὀπαδοὶ αἰεί, πᾶσαι δὲ αἱ μεταβολῆς δεκτικαὶ θεῶν ὀπαδοί ποτε. καὶ πᾶσα ψυχὴ | |
10 | ἀσώματός ἐστιν οὐσία καὶ χωρὶς σώματος· ἀεὶ γὰρ γινώσκει ἑαυτήν, πᾶν δὲ τὸ ἑαυτὸ γινῶσκον πρὸς ἑαυτὸ ἐπιστρέφεται, τὸ δὲ πρὸς ἑαυτὸ ἐπιστρέφον ἀσώματός ἐστιν οὐσία. καὶ πᾶσα ψυχὴ ἀνώλεθρός ἐστιν καὶ ἄφθαρτος· πᾶν γὰρ τὸ ὁπωσοῦν διαλύεσθαι καὶ ἀπόλλυσθαι δυνάμενον ἢ σωματικόν ἐστιν ἢ σύνθετον ἢ ἐν ὑποκειμένῳ τὴν ὑπόστασιν ἔλαχε. καὶ | |
15 | πᾶσα ψυχὴ ζωή ἐστι καὶ ζῶν καὶ αὐτόζως καὶ ἐπιστρεπτικὴ πρὸς ἑαυτὴν καὶ αὐθυπόστατος, καὶ μέση τῶν ἀμερίστων [καὶ τῶν] περὶ τοῖς σώμασι μεριστῶν. καὶ τὴν μὲν οὐσίαν ἔχει αἰώνιον, τὴν δὲ ἐνέργειαν κατὰ χρόνον. καὶ προσεχῶς [ἀ]πὸ τοῦ νοῦ ὑφέστηκε. καὶ πάντα ἔχει τὰ εἴδη ἃ ὁ νοῦς πρώτως ἔχει. καὶ πάντα ἐστὶ τὰ πράγματα, παραδειγματικῶς μὲν τὰ | |
20 | αἰσθητά, εἰκονικῶς δὲ τὰ νοητά. ταῦτα μὲν οὖν ἴσως τὰ δόγματα οὐ πάνυ τι ἄτοπα, ἀλλ’ [ἄμειν]ον εἰπεῖν ἐπαμφότερα· ἃ δέ φασι μετὰ ταῦτα γε‐ λοιωδέστατα. ἀποφαίνονται γὰρ ὡς πᾶσα ψυχὴ μεθεκτὴ σώματι χρῆται πρώτῳ ἀιδίῳ καὶ ἀγένητον ἔχοντι τὴν ὑπόστασιν· καὶ ἐπειδὴ τὸ χρόνου μετέχον, ἀεὶ δὲ κινούμενον περιόδοις μετρεῖται, καὶ ἡ ἐγκόσμιος ψυχὴ | |
25 | περιόδοις μετρεῖται τῆς οἰκείας ζωῆς καὶ ἀποκαταστάσεσι· χρόνου τε | |
γὰρ μετέχει καὶ ἀεὶ κινεῖται. καὶ ἡ μὲν τῶν ἄλλων ψυχῶν περίοδος τινὶ | 21 | |
23 | χρόνῳ μετρεῖται, ἡ δὲ τῆς πρώτης ὑπὸ χρόνου μετρουμένης τῷ σύμπαντι χρόνῳ. καὶ πᾶσαι αἱ θεῖαι ψυχαὶ τριπλᾶς ἔχουσιν ἐνεργείας, τὰς μὲν ὡς ψυχαί, τὰς δὲ ὡς νοῦν ὑποδεξάμεναι θεῖον, τὰς δὲ ὡς θεῶν ἐξηρτημέναι. καὶ προνοοῦσι μὲν τῶν ὅλων ὡς θεοί, γινώσκουσι δὲ πάντα κατὰ τὴν | |
5 | νοερὰν ζωήν, κινοῦσι δὲ τὰ σώματα κατὰ τὴν αὐτοκίνητον ὕπαρξιν. καὶ πᾶσαι θεῶν ὀπαδοὶ καὶ ἀεὶ ἑπόμεναι θεοῖς καταδεέστεραι μέν εἰσι τῶν θείων, ὑπερήπλωνται δὲ τῶν μερικῶν ψυχῶν. καὶ πᾶσα θεία ψυχὴ πολ‐ λῶν ἡγεῖται ψυχῶν ἀεὶ θεοῖς ἑπομένων, πλειόνων τῶν ποτὲ ταύτην τὴν τάξιν δεχομένων. καὶ πᾶσα ψυχὴ μερικὴ τοῦτον ἔχει τὸν λόγον κατὰ τὴν | |
10 | θείαν ψυχὴν ὑφ’ ἣν τέτακται κατ’ οὐσίαν, ὃν τὸ ὄχημα αὐτῆς κατὰ τὸ ἐκείνης ὄχημα. καὶ πᾶσα ψυχὴ μερικὴ κατιέναι τε εἰς γένεσιν ἐπ’ ἄπειρον καὶ ἀνιέναι δύναται ἀπὸ γενέσεως εἰς τὸ ὄν. καὶ πάσης μερικῆς ψυχῆς τὸ ὄχημα ἄυλον καὶ κάτεισι προσθήκῃ χιτώνων ἐνυλοτέρων. ἀεὶ δὲ τὸ αὐτὸ καὶ σχῆμα καὶ μέγεθος ἔχει. καὶ πᾶσα μερικὴ ψυχὴ κατιοῦσα εἰς γένεσιν | |
15 | ὅλη κάτεισι καὶ οὐ τὸ μὲν αὐτῆς ἄνω μένει, τὸ δὲ κάτεισιν. | |
16t | Ἀπο〈ριῶν〉 λύσις τελεία 〈καὶ〉 ἀναγκαία | |
17 | Πλωτῖνος ἄλλο τὸν νοῦν καὶ ἕτερον τὴν ψυχὴν δογματίζει. τοῦτό φησι καὶ Ἀπολινάριος. ἄλλοι τὸν νοῦν τὸ ἡγεμονικόν φασι τῆς ψυχῆς. Ἀριστοτέ‐ λης τὸν ἐνεργείᾳ νοῦν φέρει ἔξωθεν, οὐ μὴν καὶ τὸν δυνάμει, τὸν θύραθεν | |
20 | οὐδ’ εἰς τὸ εἶναι λέγων συντελεῖν τῷ ἀνθρώπῳ, ἀλλ’ εἰς προκοπὴν τῆς τῶν φυσικῶν γνώσεως. Πλάτων οὐκ ἐκ ψυχῆς καὶ σώματός φησι τὸν ἄνθρωπον, ἀλλὰ ψυχὴν τοιῷδε σώματι χρωμένην. κυριωτέρα ἡ ψυχὴ τοῦ σώματός ἐστιν· ὡς ὄργανον κινεῖται τὸ σῶμα. ὁ ἄνθρωπος ἐν μεθορίῳ νοη‐ τῆς καὶ αἰσθητῆς οὐσίας. ἥνωσεν ὁ θεὸς ἀναίσθητα καὶ αἰσθητικά, σάρκα, | |
25 | πιμελήν, ὀστᾶ, τρίχας, καὶ λογικὸν μέρος καὶ ἄλογον. ἦσαν, μᾶλλον δέ | 22 |
24 | εἰσιν ἔτι καὶ νῦν δυνάμεις ἐν τῷ φυτῷ μέγισται. τότε δ’ ἐν ἀρχῇ ἰσχυρο‐ τάτην εἶχον τὴν ἐνέργειαν ἀκραιφνεῖς οὖσαι. ἦν οὖν καὶ ἀπόγευσίς τινος καρποῦ, γνῶσιν ἐμποιοῦσα τῆς οἰκείας φύσεως. ἕκαστον τῷ οἰκείῳ τρέ‐ φεται, τῷ δ’ ἐναντίῳ θεραπεύεται. τῶν ἄλλων στοιχείων καὶ προσεχῶς | |
5 | καὶ δι’ ἄλλων μεταλαμβάνομεν, τῆς γῆς δὲ μόνον δι’ ἄλλων. ἐξαίρετον ἄνθρωπος ἔχει τὸ συγγνώμης ἐν τῷ μετανοεῖν ἀξιοῦσθαι. Εἰ σῶμα ἡ ψυχὴ κατά τινας τῶν παλαιῶν, τί ἐστὶ τὸ συνέχον αὐτήν; πᾶν σῶμα τριχῇ διαστατόν, οὐ μὴν καὶ ἀνάπαλιν. καὶ γὰρ ὁ τόπος καὶ τὸ ποιὸν ἀσώματα μέν εἰσι καθ’ αὑτά, κατὰ συμβεβηκὸς δ’ ἐν ὄγκῳ | |
10 | ποσοῦται. καὶ ἡ ψυχὴ καθ’ αὑτὴν μὲν ἀδιάστατος, κατὰ τὸ δ’ ἐν ᾧ ἐστι συνθεωρεῖται τριχῇ διαστατή. πᾶν σῶμα ἢ ἔξωθεν κινεῖται, ὡς τὰ ἄψυχα, ἢ ἔνδοθεν, ὡς τὰ ἔμψυχα. εἰ σῶμα ἡ ψυχή, ἢ ἔμψυχόν ἐστιν ἢ ἄψυχον. ἔτι ἡ ψυχὴ λόγοις τρέφεται· οὐδὲν δὲ σῶμα ἀσωμάτῳ τρέφεται. εἰ αἷμα ἡ ψυχή, ὅταν μέρος ἀπορρυῇ τοῦ αἵματος, μέρος ἀπορρεῖ τῆς ψυχῆς. καὶ | |
15 | τὸ ἧπαρ καὶ ὁ ἐγκέφαλος εἰ ἐκλείψουσι τέλος ἐπάγουσι τῷ ζῴῳ· λοιπὸν καὶ ταῦτα ψυχαί. οὐδὲ τὸ ὕδωρ ψυχή· ἀετὸς γὰρ καὶ πέρδιξ καὶ μὴ πίνον‐ τες δύνανται ζῆν. οὐδὲ πνεῦμα· πολλὰ γὰρ οὐκ ἀναπνεῖ καὶ ζῇ, ὡς τὰ μὴ πνεύμονα ἔχοντα. Χρύσιππος ‘οὐκ ἐφάπτεται‘ φησίν ‘ἀσώματον σώματος, καὶ λοιπὸν {οὐ} σῶμα ἡ ψυχή‘. ἡ 〈δὲ〉 γραμμὴ ἀσώματος οὖσα ἐφάπτεται | |
20 | σώματος, ὁμοίως καὶ ἡ λευκότης. Σιμμίας φησὶ τὴν ψυχὴν ἁρμονίαν. ἀλλ’ ἡ ἁρμονία οὐ δέχεται ἁρμονίαν καὶ ἀναρμοστίαν, ἡ δὲ ψυχὴ ἀρετὴν καὶ κακίαν. ἔτι δὲ εἰ ἡ ψυχὴ κρᾶσις, ἐναλλάττονται δὲ αἱ κράσεις, ἐναλ‐ λαγεῖεν μὲν καὶ αἱ ψυχαί. ἄλλο τὸ κρατοῦν καὶ ἄλλο τὸ κρατούμενον, ἄλλο ἄρα κρᾶσις καὶ ἄλλο ψυχή. | |
25 | Πρώτη ἐντελέχεια ὀφθαλμοῦ ἡ {πρώτη} ὄψις, δευτέρα ἡ ἐνέργεια καθ’ ἣν ὁρᾷ. ὡς γοῦν ἡ ὄψις τελειοῖ τὸν ὀφθαλμόν, 〈οὕτωσ〉 καὶ ἡ ψυχὴ τὸ ζῷον. Εἰ ἡ κουφότης καὶ ἡ βαρύτης κίνησις, οὐδέποτ’ ἂν ἵστατο τὰ κοῦφα καὶ τὰ βαρέα. οὐ τὸ κατὰ φύσιν κινούμενον ἤδη καὶ κατὰ φύσιν ἠρεμεῖ. | |
καὶ γὰρ ἥλιος καὶ κόσμος οὐ κατὰ φύσιν ἠρεμεῖ. | 23 | |
25 | Οὐκ ἔστιν ἡ ψυχὴ ἀριθμός. ἡ γὰρ ψυχὴ οὐσία, ὁ δὲ ἀριθμὸς ποσόν. ἔτι ἡ ψυχὴ συνεχής, ὁ δ’ ἀριθμὸς οὐ συνεχής. μίαν φησὶν τοῦ παντὸς ψυχὴν ὁ Πλάτων, τὰς δὲ κατὰ μέρος διαφόρους· κατ’ εἶδος ζῴου καὶ ψυχῆς εἶδος λέγει. 〈εἰ〉 ἡ ψυχὴ οὔτε σῶμα οὔτε συμβεβηκός, λείπει 〈ὅτι〉 ἀσώματός | |
5 | ἐστι καὶ ἄφθαρτος κατὰ τοὺς θείους πατέρας. Ἐπὶ δὲ τῶν νοητῶν ἕνωσις μὲν λέγεται, οὐκ ἀλλοίωσις δέ. ὥσπερ ὁ ἥλιος τὸν ἀέρα εἰς φῶς μεταβάλλει ἀσύγχυτος αὐτὸς μένων, οὕτω καὶ ἡ ψυχὴ ἐν τῷ σώματι· παρὰ τοσοῦτον δὲ τὸ διάφορον, ὅτι ὁ ἥλιος ἐν τόπῳ περι‐ γράφεται. οὐ κρατεῖται ἡ ψυχὴ ὑπὸ τοῦ σώματος, ἀλλὰ μᾶλλον κρατεῖ. | |
10 | καὶ τὸ σῶμα ἐν τῇ ψυχῇ ἐστι· διὰ παντὸς γὰρ σώματος χωροῦσι τὰ νοητὰ ἀκωλύτως. ἡ ψυχὴ ἐν ἑαυτῇ μέν ἐστιν ὅταν λογίζηται, ἐν τῷ νοῒ ὅταν νοῇ, ἐν τῷ σώματι δὲ ὡς ἐν σχέσει καὶ {ἐν} τῷ παρεῖναι, ὡς λέγεται καὶ ὁ θεὸς ἐν ἡμῖν. δεδέσθαι φαμὲν ὑπὸ τοῦ σώματος τὴν ψυχὴν ὡς ὑπὸ τῆς ἐρωμένης τὸν ἐραστήν. οὐ σωματικῶς οὐδὲ τοπικῶς, ἀλλὰ κατὰ σχέσιν | |
15 | δέδεται ἡ ψυχὴ τῷ σώματι· τὸ γὰρ ἀμερὲς οὐκ ἐν τόπῳ. λέγει Εὐνόμιος ὡς αἱ θεῖαι δυνάμεις ἡνώθησαν ταῖς δυνάμεσι τοῦ σώματος ἤγουν ταῖς αἰσθήσεσι, καὶ τοῦτο δοξάζει σάρκωσιν. χρὴ δὲ νοεῖν ὡς κατὰ τὴν οἰκείαν φύσιν τῶν ἀσωμάτων ἀσυγχύτως γίνεται ἡ ἕνωσις τῶν οὐσιῶν, μὴ κατα‐ βλαπτομένης τῆς θειοτέρας ἐκ τῆς ὑποδεεστέρας. ἡ γὰρ καθαρὸς ἀσώμα‐ | |
20 | τος φύσις ἀκωλύτως χωρεῖ διὰ πάντων, δι’ αὐτῆς δ’ οὐδέν. οὐκ εὐδοκία τοίνυν ὁ τρόπος τῆς ἑνώσεως· τὸ γὰρ ἀναλαβεῖν σῶμα εὐδοκίας, τὸ δὲ μὴ σύγχυσιν γενέσθαι φύσεως θείας. Τὰ ἔναιμα ἐκ τῶν 〈τεττάρων〉 χυμῶν, τὰ δ’ ἄναιμα ἐκ τῶν ἄλλων χυμῶν καὶ ἐκ τοῦ ἀναλογοῦντος αἵματι. Ἀριστοτέλης τὰ ζῷα προσεχῶς | |
25 | ἐξ αἵματός φησι γίνεσθαι καὶ τρέφεσθαι καὶ αὔξεσθαι καὶ τὸ σπέρμα ἐξ αἵματος. ὁ δ’ Ἱπποκράτης λέγει ἐκ τῶν τεττάρων, ἵν’ ἐκ τῶν γεωδεστέ‐ ρων τὰ στερεώτερα γίνωνται, ἐκ δὲ τῶν μαλακωτέρων τὰ μαλακά. ποτὲ καὶ οἱ τέτταρες εὑρίσκονται ἐν τῷ αἵματι ἐν ταῖς φλεβοτομίαις, ὅθεν καὶ | |
δοκοῦσιν ἐν τούτῳ συμφωνεῖν. | 24 | |
26 | Αἱ τέτταρες ποιότητες ἐν τοῖς στοιχείοις εἰσὶ καὶ οὐ καθ’ αὑτάς. τὸ στοιχεῖον ἁπλοῦν σῶμά ἐστιν κατ’ ἐνέργειαν ἔχον ἄκρας τὰς ποιότητας. ἕκαστον τῶν στοιχείων ἀποβαλὸν μίαν τῶν ποιοτήτων ἕτερόν τι γίνεται κατὰ σύγκρισιν καὶ διάκρισιν. δύο γένη ἀέρος κατὰ τὸν Ἀριστοτέλην, | |
5 | τὸ ἀτμῶδες τὸ ἐκ τῆς ἀναθυμιάσεως τοῦ ὕδατος καὶ τὸ καπνῶδες τὸ ἐξ ἀποσβέσεως πυρός. τοῦτο θερμόν· ἐκεῖνο τὰ πρῶτα μέν ἐστι θερμόν, ὕστερον δὲ ψύχεται. ἐκ δὲ τῶν τεττάρων στοιχείων τὰ πάντα καὶ εἰς ταῦτα ἀναλύεται. Πλάτων φησὶ τὰ τρία στοιχεῖα μεταβάλλειν εἰς ἄλληλα, οὐ μὴν δὲ καὶ τὴν γῆν. πυραμὶς γὰρ καὶ ὀκτάεδρον καὶ εἰκοσάεδρον ἐκ σκαλη‐ | |
10 | νῶν συγκείμενα δύνανται διαλύεσθαι καὶ αὖθις συνίστασθαι, κύβος δὲ διαλυθεὶς εἰς ἄλλο τι τῶν τριῶν σχημάτων οὐ μεταβάλλει· ἐξ ἰσοπλεύρων γὰρ τριγώνων συνίσταται. τῷ πυρὶ ὀξύτης, μανότης, κίνησις· τῇ γῇ ἀμβλύτης, πυκνότης, στάσις. ἔστιν ὡς ὀξύτης πρὸς ἀμβλύτητα ἀὴρ πρὸς ὕδωρ, ὡς κίνησις πρὸς στά[σιν] ὕδωρ πρὸς γῆν, ὡς ἄρα πῦρ πρὸς ἀέρα | |
15 | ἀὴρ πρὸς ὕδωρ. Αἰσθητήρια μὲν πέντε, αἴσθησις δὲ μία, ἡ ψυχική. ἡ ἁφὴ ἐν τῇ γεώδει φύσει, τῷ αὐγοειδεστάτῳ ἡ ὄψις τῶν αὐγοειδῶν, τῷ ἀερώδει τὰ παθήματα τοῦ ἀέρος. οὐ πρὸς τὰ τέτταρα στοιχεῖα τέτταρες καὶ αἱ αἰσθήσεις, ἀλλὰ πέντε· τὸ γὰρ τῶν ὀσμῶν γένος μέσον ἀέρος καὶ ὕδατος. τῶν ψυχικῶν τὰ | |
20 | μὲν δορυφορικὰ καὶ ἀρχικά, ἤγουν τὸ διανοητικὸν καὶ ἐπιστημονικόν, τὰ δὲ ὑπουργικὰ ὡς τὰ αἰσθητικὰ καὶ ἡ καθ’ ὁρμὴν κίνησις. Ἵππαρχος ἀκτῖνάς φησιν ἀπὸ τῶν ὀφθαλμῶν ἀποτείνεσθαι καὶ καθάπερ χεῖρας ἀντιλαμβάνεσθαι τοῦ ὁρατοῦ. οἱ δὲ γεωμέτραι τὸν μὲν δεξιὸν ὀφθαλμὸν τείνειν φασὶν ἀκτῖνας ἐπὶ τὰ ἀριστερά, τὸν δ’ ἀριστερὸν ἐπὶ | |
25 | τὰ δεξιά, καὶ ἀπὸ τῆς ἐμπτώσεως ἀποτελεῖσθαι κῶνον. οἱ Ἐπικούρειοι εἴδωλα τῶν φαινομένων φασὶ προσπίπτειν τοῖς ὀφθαλμοῖς. ἡ αὐγὴ τοῦ ἡλίου ψαύουσα τοῦ ἄνω πέρατος τοῦ ἀέρος διαδίδωσι δύναμιν. ὁ ἀὴρ | |
ὄργανον τῷ ὀφθαλμῷ πρὸς τὴν τῶν ὁρωμένων διάγνωσιν. ὡς ὁ ἐγκέφαλος | 25 | |
27 | πρὸς τὸ νεῦρον, οὕτως ὀφθαλμὸν πρὸς ἀέρα ἐμψυχωμένον δυνάμει ἡλιακῆς αὐγῆς. Πορφύριός φησιν ὡς ἡ ψυχὴ ἐντυγχάνει τοῖς ὁρατοῖς καὶ ἐπιγινώσκει αὐτὰ ὡς συνέχουσα πάντα. ὁρᾷ ἡ ὄψις κατ’ εὐθείας γραμμάς. αἰσθάνεται | |
5 | χρωμάτων μὲν πρῶτον, εἶτα καὶ ἀριθμῶν καὶ κινήσεων καὶ στάσεων, ἔπειτα ὁμαλὸν ἀνώμαλον, τραχὺ λεῖον, ὀξὺ καὶ ἀμβλύ, κοινὰ ἁφῆς καὶ ὄψεως. Ἁπάντων αἰσθητηρίων [ἕκαστον] δύο. γλῶττα διττή, τοῖς ὄφεσι μόνοις διῃρημένη. διτταὶ αἱ ἐμπρόσθιοι κοιλίαι τοῦ ἐγκεφάλου, ὅθεν διττὰ | |
10 | νεῦρα καταπέμπονται ταῖς αἰσθήσεσιν. ἁφῆς ἀπολλυμένης ἀπόλλυται τὸ ζῷον· διὰ τοῦτο καὶ κοινή, ἵνα φυλάττηται πανταχόθεν. ὡς ἡ ὄψις διὰ μέσου ἀέρος ὁρᾷ, 〈οὕτω〉 καὶ ἡ ἁφὴ διὰ βακτηρίας σκληρῶν καὶ ὑγρῶν αἰσθάνεται. τριχῶν ἀμοιροῦσι χεῖρες, ἵνα μᾶλλον τῶν ἁπτῶν ἀντιλαμ‐ βάνωνται. | |
15 | Ἡ ὄψις κατ’ εὐθείας γραμμὰς ὁρᾷ, ὄσφρησις καὶ ἀκοὴ καὶ τοῦτο καὶ πανταχόθεν· αἱ δ’ ἄλλαι μόνῳ τῷ πλησιασμῷ τῶν ὑποκειμένων ἀντιλαμ‐ βάνονται, 〈τὰ ἐν〉 τῇ ὑπερώᾳ νεῦρα ἀπαγγέλλοντα τῷ ἡγεμονικῷ τὴν ἀντίληψιν. γευστικαὶ ποιότητες γλυκύτης, ὀξύτης, δριμύτης, στρυφνότης, αὐστηρότης, πικρότης, ἁλμυρότης, λιπαρότης· κατὰ ταύτας τὸ ὕδωρ | |
20 | ἄποιον. Τοῦ διανοητικοῦ εἰσὶν αἱ κρίσεις, αἱ συγκαταθέσεις, αἱ ἀποφυγαί, αἱ ὁρμαί, τὸ βουλευτικόν, αἱ νοήσεις καὶ ἀρεταί, αἱ ἐπιστῆμαι. ἡ ψυχὴ διὰ τῶν αἰσθητηρίων τῶν αἰσθητῶν ἀντιλαμβάνεται καὶ γίνεται δόξα, διὰ τοῦ νοῦ τῶν νοητῶν καὶ γίνεται νόησις. ὅταν ταῦτα διασῴζῃ, τότε ἐστὶ μνή‐ | |
25 | μη. τὰ νοητὰ μνημονεύεται κατὰ συμβεβηκός, καθ’ ἑαυτὰ δὲ τὰ αἰσθητά. φυσικὴ ἔννοια ἡ [ἀδιδάκτως πᾶσι προσοῦσα]. τινὲς τῶν φρενιτιζόντων τὰς αἰσθήσεις διασῴζουσι, τῆς διανοίας μόνης βλαβείσης. Τὸ ἄλογον μέρος τῆς ψυχῆς παθητικὸν καλεῖται καὶ ὀρεκτικόν. πάθος | |
ἐστὶ γὰρ κίνησις ἐν ἑτέρῳ ἐξ ἑτέρου. ἐνέργεια ἡ κατὰ φύσιν κίνησις, | 26 | |
28 | πάθος ἡ παρὰ φύσιν· ἐνέργεια ἡ κατὰ τὸν σφυγμὸν κίνησις, πάθος ἡ περὶ τοὺς παλμούς. τὸ πάθος ὀφείλει ἔχειν καὶ σφοδρότητα. Τῶν ἡδονῶν αἱ μὲν ψυχικαὶ, αἱ δὲ σωματικαὶ μετὰ κοινωνίας τῆς ψυχῆς. μόνα σώματος πάθη χωρὶς ψυχῆς τομαί, ῥεύσεις. ἔτι 〈ἐπὶ〉 ταῖς | |
5 | καλαῖς πράξεσιν ἡδοναὶ οὐ πάθη εἰσίν, ἀλλὰ πείσεις κατὰ Πλάτωνα. οὐκ ἔστιν ἡ ἡδονὴ γένεσις· ἡ γὰρ γένεσις οὐκ ὄντων, ἡ ἡδονὴ τῶν ὄντων. καὶ γένεσις ταχεῖα καὶ βραδεῖα, οὐ μὴν καὶ ἡδονή. τῶν ἀγαθῶν τὰ μὲν ἕξεις, τὰ δ’ ἐνέργειαι, τὰ δ’ ὄργανα. ὅσα ἐνεργειῶν εἴδη καλῶν ἢ φαύλων, τόσα καὶ ἡδονῶν ὁμοίως. | |
10 | Ὁ θεωρητικὸς ἀπαθής, ὁ σπουδαῖος μετριοπαθής. Γίνεται δὲ ὁ φόβος κατὰ περίψυξιν, τοῦ θερμοῦ παντὸς σπεύδοντος εἰς τὴν καρδίαν, ἐπὶ τὸ ἀρχικόν, ὡς ὁ δῆμος, ὅταν φοβεῖται, καταφεύγει πρὸς τοὺς ἄρχοντας. Τὸ θρεπτικόν, τὸ γεννητικόν, τὸ σφυγμικὸν οὐ πείθεται λόγῳ, ἀλλὰ τὸ | |
15 | θυμικὸν καὶ ἐπιθυμητικόν. Τὰ νεῦρα ἐκ τοῦ ἐγκεφάλου, ἀρτηρίαι ἐκ τῆς καρδίας, φλέβες ἐκ τοῦ ἥπατος. ὄργανα τοῦ σπέρματος φλέβες καὶ ἀρτηρίαι. τῆς καθ’ ὁρμὴν κινήσεως εἴδη τὸ κινητικὸν τοῦ σώματος, τὸ φωνητικὸν καὶ ἀναπνευστι‐ κόν· ἐν ἡμῖν δὲ ταῦτα. | |
20 | Τῆς κατὰ προαίρεσιν καὶ καθ’ ὁρμὴν κινήσεως ἀρχὴ ὁ ἐγκέφαλος καὶ ὁ νωτιαῖος μυελός, ὄργανα τὰ νεῦρα καὶ μύες. μόνος ἄνθρωπος καθέζεται {χωρὶς} ἄτερ ἐρείσματος. κάμπτει τὰ σκέλη πρὸς δύο ὀρθὰς γωνίας κατά τε ἰσχίον καὶ ἰγνύν. Ἔσω καὶ ἔξω τῶν διδύμων ἡ σὰρξ ἁπαλὴ οὖσα καὶ ὑπὸ τῆς δριμύτητος | |
25 | δακνομένη ἐμμανῆ ποιεῖ τοῦ θοροῦ τὴν ἔκκρισιν. ἐκ δὲ τῶν νεφρῶν ἡ δρι‐ μύτης ἀρύεται περὶ τῶν φλεβῶν. ἡ θρὶξ σκέπη προβάτοις, κόσμος ἀν‐ θρώποις, κόσμος καὶ σκέπη τῷ λεόντι καὶ λοιποῖς τ[ισι] ζῴοις. Ἀκούσιόν ἐστιν οὗ ἡ ἀρχὴ ἔξωθεν μηδὲν συμβαλλομένου κατ’ οἰκείαν | |
ὁρμὴν τοῦ βιασθέντος. διὰ τοῦτο αἱ ἀποβολαὶ τῶν φορτίων ἐν καιρῷ χει‐ | 27 | |
29 | μῶνος ἐκ τῆς νηὸς ἑκούσιοί εἰσι καὶ τὸ ἀποφαγεῖν Ζήνωνα τὴν γλῶτταν, ὡς μὴ εἰπεῖν Διονυσίῳ τὰ ἀπόρρητα. ὅταν τις ἄκων ἐχθρὸν φονεύσῃ καὶ ἐπιχαίρῃ τούτῳ, τοῦτο οὐχ ἑκούσιον, οὐ μὴν καὶ ἀκούσιον. τινὰ τὴν ἀρχὴν ἀκούσιον ἔχει, τὸ τέλος δ’ ἑκούσιον. ἄλλο δι’ ἄγνοιαν ποιεῖν, καὶ ἕτερον | |
5 | τὸ ἀγνοεῖν. ἐὰν γὰρ ἐφ’ ἡμῖν τῆς ἀγνοίας τὸ αἴτιον, οὐ δι’ ἄγνοιαν ποιοῦμεν, ὡς ὁ μεθύων καὶ φαῦλα ποιῶν. Τὸ κατὰ προαίρεσιν ἑκούσιον· οὐ μὴν καὶ ἀνάπαλιν. τὰ παιδία γὰρ καὶ τὰ ἄλογα ἑκουσίως ποιεῖ μόνον. ἡ ὄρεξις διαιρεῖται εἰς ἐπιθυμίαν, θυμὸν καὶ βούλησιν. βούλεται πλουτεῖν καὶ ὑγιαίνειν· οὐ μὴν δὲ λέγεται καὶ | |
10 | προαιρεῖσθαι. ἡ βούλησις τοῦ τέλους ἐστίν, ἡ προαίρεσις τῶν πρὸς τὸ τέλος. ἔτι δόξα ἀληθὴς καὶ ψευδής, οὐ μὴν καὶ προαίρεσις. ἔτι δόξα τῶν καθόλου, προαίρεσις τῶν καθέκαστα. προαίρεσίς ἐστιν τὸ μικτὸν ἐκ βουλῆς, κρίσεως καὶ ὀρέξεως. βούλησις ἐπὶ τοῖς ἔτι ζητουμένοις, προαίρε‐ σις ἐπὶ τοῖς ἤδη προκεκριμένοις. πᾶσα βουλὴ ζήτησις, οὐ μὴν καὶ ἀνάπα‐ | |
15 | λιν· βουλόμεθα περὶ τῶν ἐφ’ ἡμῖν, ζητοῦμεν καὶ περὶ τῶν οὐκ ἐφ’ ἡμῖν. βουλευόμεθα δὲ περὶ τῶν ἐπίσης ἐνδεχομένων. ἔχεται πρᾶξις μὲν δυνά‐ μεως, δύναμις οὐσίας. Αἰγύπτιοί φασιν ἐκμειλίττεσθαι τὴν εἱμαρμένην, καὶ τοὺς ἀστέρας θεραπευέσθαι καὶ μετατρέπεσθαι πρὸς τὸ κρεῖττον. Πλάτων φησὶ | |
20 | κατ’ οὐσίαν εἱμαρμένην τὴν τοῦ παντὸς ψυχήν, κατ’ ἐνέργειαν δὲ νόμον θεῖον ἀπαράβατον. τῶν γινομένων αἴτια ἢ θεὸς ἢ εἱμαρμένη ἢ φύσις ἢ τύχη ἢ αὐτόματον. τύχη ἐστὶ σύμπτωσις καὶ συνδρομὴ δύο αἰτίων ἀπὸ προαιρέσεως τὴν ἀρχὴν ἐχόντων ἄλλο τι παρ’ ὃ πέφυκεν ἀποτελούντων. Ἀριστοτέλης ἐπὶ τῶν ἠθικῶν φησιν ἀρετῶν· ‘ἃ ποιοῦντες μανθάνομεν, | |
25 | ταῦτα μαθόντες ποιοῦμεν· κρατεῖν γὰρ ἡδονῶν μανθάνοντες σώφρονες γινόμεθα, καὶ γενόμενοι σώφρονες κρατοῦμεν ἡδονῶν.‘ ἰστέον ὡς ἐφ’ οἷς αἱ προτροπαὶ καὶ ἀποτροπαί, ταῦτα ἐφ’ ἡμῖν. Ἀρχὴ πράξεως νοῦς ὁ ἡμέτερος. ἐφ’ ἡμῖν αἱ κατὰ τέχνην ἐνέργειαι, ἡ ἀρετὴ καὶ πᾶσα πρᾶξις ψυχικὴ καὶ λογική. ὄντος τοῦ ἐφ’ ἡμῖν καὶ τῆς | |
30 | προνοίας, ἀνάγκη κατ’ ἄμφω τὰ γινόμενα γίνεσθαι. οἱ πολλοὶ τὴν δυσκρα‐ | 28 |
30 | σίαν αἰτίαν τῶν παθῶν προβαλλόμενοι ἀνάγκῃ φασὶ γίνεσθαι τὴν κακίαν καὶ τὴν ἀρετήν. Μία δύναμις τοῦ ψεύδεσθαι καὶ ἀληθεύειν, σωφρονεῖν καὶ ἀκολασταίνειν. οὐ μὴν καὶ ἡ αὐτὴ ἕξις τῶν ἀντικειμένων, οἷον τοῦ ἀκολασταίνειν καὶ | |
5 | σωφρονεῖν, ἀλλὰ τῶν ἐναντίων αἱ ἐναντίαι. ἡ δύναμις φυσική ἐστιν, ἡ δὲ ἕξις ἐπείσακτος καὶ διδακτή. Πρόνοιά ἐστιν ἡ ἐκ θεοῦ εἰς τὰ ὄντα γινομένη ἐπιμέλεια. Ἐπίκουρός φησι· ‘τὸ μακάριον καὶ ἄφθαρτον οὔτ’ αὐτὸ πράγματα ἔχει οὔτ’ ἄλλῳ παρέχει‘. πολλὰ τῶν κατὰ πρόνοιαν οὐκ ἔστι φύσεως ἔργα· μέρος γὰρ | |
10 | προνοίας ἡ φύσις. διὰ τρεῖς αἰτίας οὐκ ἂν εἴη πρόνοια· ἢ ἐν τῷ μὴ γινώ‐ σκειν τὸν θεὸν τί τὸ καλόν, ἢ τῷ μὴ βούλεσθαι, ἢ τῷ μὴ δύνασθαι. καὶ τὰ τρία ἄτοπα. φασίν ‘οὐ βούλεται, οὐ διὰ ῥαθυμίαν, ἀλλὰ δι’ ἕτερον καὶ δεύτερον τρόπον, διὰ τὸ ἀπρεπέσ‘. εἰ οὐ δύναται προνοεῖν, ἢ διὰ τὸ αὐτὸν μὴ πεφυκέναι ἢ διὰ τὸ μὴ τὰ καθέκαστα προνοίας εἶναι δεκτικά. καὶ | |
15 | ἀμφότερα δὲ ἄτοπα. ὅπερ ὁ τεχνίτης πρὸς τὸ τεχνηθέν, οἰκοδόμος πρὸς οἰκίαν καὶ πρὸς τὸ γεννηθὲν ὁ πατήρ. | |
17t | Συλλογαὶ διάφοροι καὶ ποικίλαι | |
18 | Τῶν ψυχικῶν δυνάμεων αἱ μὲν λογικαί, αἱ δὲ ἄλογοι· τῶν λογικῶν αἱ μὲν ζωτικαὶ καὶ ὀρεκτικαί, αἱ δὲ γνωστικαί· ὁμοίως καὶ αἱ ἄλογοι. πάλιν | |
20 | αἱ λογικαὶ καὶ γνωστικαὶ διαιροῦνται εἰς δόξαν, διάνοιαν, νοῦν. ἡ οὖν δόξα καταγίνεται περὶ τὸ καθόλου αἰσθητόν, ὅτι πᾶς ἄνθρωπος δίπους, καὶ τῶν διανοητικῶν ἄνευ λόγου τὰ συμπεράσματα, οἷον ἡ ψυχὴ ἀθάνα‐ τος· τὸ διατί δὲ οὐκ οἶδε· διανοίας γὰρ τοῦτο. κατὰ Πλάτωνα δόξα δια‐ νοίας ἀποτελεύτησις. ἡ γὰρ διάνοια [μεταβαίνει] διὰ προτάσεως εἰς συμ‐ | |
25 | πέρασμα, ὃ οἶδεν ἡ δόξα μόνον. ὁ δὲ νοῦς ἐπέκεινα τῶν κατὰ ἀπόδειξιν | 29 |
31 | οἶδε. γίνεται δὲ τοῦτο τοῖς εἰς ἄκρον καθάρσεως καὶ ἐπιστήμης γεγονόσι. νοῦς ἐστὶ ἕξις τῆς ψυχῆς τελειοτάτη. ὁ νοῦς καταγίνεται περὶ τὰ νοητά, διάνοια περὶ τὰ διανοητά, δόξα περὶ τὰ δοξαστά. Πλωτῖνος· ‘ἀγέσθωσαν οἱ νέοι διὰ τῶν μαθημάτων πρὸς συνεθισμὸν | |
5 | τῆς ἀιδίου φύσεως.‘ Ἀπορία, εἰ μὴ δυνατὸν ἐκ τῶν μερικῶν τὸ καθόλου πιστώσασθαι· οὐ γάρ, ἐπειδὴ ξανθὸς ἢ λευκὸς ὁ ἵππος, καὶ πάντες. ἢ κατὰ διάνοιαν ἢ κατὰ φαντασίαν ἢ αἴσθησιν; πῶς κατὰ δόξαν δυνατὸν τὴν διάνοιαν τὸ ἐν τοῖς αἰσθητοῖς καθόλου συλλογίσασθαι; ὡς Ἀριστοτέλης δείκνυσι διὰ τῆς | |
10 | σελήνης ὅλα τὰ ἄστρα σφαιρικὰ ὡς ὁμοούσια, οὕτω καὶ ἡ δόξα, ὑπὸ τῆς αἰσθητοῖς μαθοῦσα ὅτι ὁ Σωκράτης καὶ Πλάτων δίπους, ἀναμιμνήσκε‐ ται οἷον καὶ πάντα ἄνθρωπον δίπουν δοξάζει. Πρακτικαί, λογικαί, γνωστικαί. βούλησις ἡ τοῦ ἀγαθοῦ μόνου καὶ προαίρεσις ἡ τῶν ἀμφοτέρων. καὶ ἡ μὲν βούλησις τῆς λογικῆς μόνον | |
15 | ψυχῆς, ἡ δὲ τῆς συμπεπλεγμένης τῇ ἀλογίᾳ, ἤγουν μετὰ 〈τὸ〉 ὑπελθεῖν τῷ σώματι. Τῶν ἀλόγων αἱ μὲν ζωτικαὶ καὶ ὀρεκτικαί, αἱ δὲ γνωστικαί. αἴσθησις ἡ περὶ τὰ ἐκτὸς καὶ τὸ παρόν, φαντασία ἡ περὶ τὰ ἐντός, ἣν καὶ νοῦν καλεῖ ὁ Ἀριστοτέλης ὡς ἔνδον ἔχουσαν τὸ γνωστόν, παθητικὸν ὡς οὐκ ἀσχημα‐ | |
20 | τίστως ἀλλὰ μετὰ τύπων ἔχουσαν τὸ γνωστόν. ἡ φαντασία τῶν πέντε αἰσθήσεων δέχεται τοὺς τύπους, ἡ δὲ αἴσθησις ἑκάστη τὸ ἴδιον. τῶν ὀρεκτικῶν θυμὸς καὶ ἐπιθυμία. τί δέ; οὐκ ἐπιθυμεῖ καὶ ὁ θυμούμενος τοῦδε καὶ ὁ λογικὸς σοφίας; ὥσπερ ἡ διάθεσις λέγεται καὶ καθ’ αὑτὴν καὶ ἐπὶ τῆς ἕξεως, οὕτω καὶ ἐπιθυμία καὶ ἐν τοῖς δυσὶ φαίνεται καὶ | |
25 | καθ’ ἑαυτήν. εἰσὶ καὶ αἱ θρεπτικαὶ δυνάμεις θρεπτική, αὐξητική, γεν‐ νητική. Ἡμεῖς οὖν ἔχομεν καὶ τὰς λογικὰς ὡς λογικοί, ὡς ζῷα τὰς ἀλόγους, ὡς ἔμψυχα τὰς φυτικάς. οἱ ἔχοντες τοιγαροῦν τὰς λογικὰς ἔχουσι καὶ τὰς ἀλόγους, οὐ μὴν καὶ ἀνάπαλιν, ὡς οἱ ἔχοντες ὀφθαλμοὺς καὶ ἀκοὴν καὶ | |
30 | τὰς λοιπὰς αἰσθήσεις, οὐ μὴν καὶ ἀνάπαλιν, ὡς οἱ ἀσπάλακες χωρὶς | |
ὄψεως, οἱ σπόγγοι ἁφῆς μόνης 〈μετέχοντεσ〉. | 30 | |
32 | Ἡ φύσις ἐφιεμένη τῆς τοῦ πρώτου ἀιδιότητος τοῦτο ἐσκόπησε, τὸ τῶν φυσικῶν ἕκαστον γεννῆσαι ἄλλο. καὶ ἐπειδὴ ἡ γέννησις ἐν ὡρισμένῳ γίνεται μεγέθει, δεόμεθα αὐξήσεως, ἥτις ἐδεήθη τῆς θρεπτικῆς δυνά‐ μεως. ὅταν ἐνεργοῦμεν ὡς ἄνθρωποι, λογικῶς ἐνεργοῦμεν· ὡς ἄλογοι, | |
5 | ὅταν κατὰ θυμὸν καὶ ἐπιθυμίαν· καὶ ὅταν κατὰ τὰς θρεπτικὰς καὶ αὐξητι‐ κάς, ὡς φυτά. καὶ ὁ Πλωτῖνος ‘ὅσοι‘ φησί ‘κατὰ τὰς θρεπτικὰς δυνάμεις ἐμμανῶς ἐνεργοῦσι κινδυνεύουσιν ἀποδενδρωθῆναι‘. Ἡ ἐπιθυμία διαφέρει τῆς θρεπτικῆς 〈καὶ〉 αὐξητικῆς, ὅτι δι’ αἰσθήσεως ποιεῖ, ὃ ποιεῖ, καὶ ἡδέως· αἱ δὲ τοιαῦται δυνάμεις ἐφίενται ἁπλῶς καὶ | |
10 | ἀνεπαισθήτως. Τί οὖν; τρεῖς ψυχὰς ἔχομεν; λύσις· ὥσπερ ἑνωθεῖσα ἡ ψυχὴ τῷ σώματι δοκεῖ ἕν τι εἶναι, οὕτω καὶ τῇ ἀλόγῳ καὶ τῇ φυτικῇ ἑνωθεῖσα μίαν συν‐ άφειαν ποιεῖ· ἐξῆπται γὰρ τῆς λογικῆς ἡ ἄλογος καὶ ταύτης ἡ φυτική. ἡ μὲν ἄλογος ἀκούει λόγου, ὡς τὸ ‘τέτλαθι κραδίη, ἐπεὶ κύντερον ἄλλο | |
15 | ποτ’ ἔτλησ‘, ἡ δὲ φυτικὴ οὐδαμῶς, καὶ διὰ τοῦτο πορρωτέρω τῆς λογικῆς. εἰ δὲ καὶ τὴν θρεπτικὴν μετριωτέραν ποιοῦμεν ἢ τὴν γεννητικήν, πλὴν οὐκ αὐτὴν 〈τὴν〉 δύναμιν ἀλλὰ τὴν ἐπιθυμίαν. Τὴν ψυχὴν οἱ μέν φασιν ἀσώματον, οἱ δὲ σῶμα, καὶ τούτων οἱ μὲν ἁπλοῦν, οἱ δὲ σύνθετον, καὶ τούτων οἱ μὲν ἐκ συνημμένων, οἱ δὲ ἀσυνάπτων. τῶν | |
20 | δὲ ἁπλοῦν οἱ μὲν αἰθέριον ἤγουν οὐράνιον, ὡς Ἡρακλείδης ὁ Ποντικός, οἱ δὲ πῦρ, ὡς Ἡράκλειτος (ὅθεν καὶ πυρίαν αὐτὴν καλεῖ), οἱ δὲ ἀερίαν, ὡς Ἀναξιμένης καί τινες τῶν Στωικῶν, οἱ δὲ δι’ ὕδατος, ὡς Θαλῆς καὶ Ἵππων ὁ ἄθεος. τῶν δὲ σύνθετον οἱ μὲν ἐξ ἀσυνάπτων, ὡς Δημόκριτος καὶ Λεύκιππος οἱ τὰ ἄτομα εἰσάγοντες (ἐκ γὰρ σφαιρικῶν σχημάτων τεθῆναι | |
25 | ταύτην ἔλεγον), οἱ δὲ 〈ἐκ〉 συναπτῶν, ὡς ὁ εἷς τῶν ἕνδεκα Κριτίας (αἷμα γὰρ ἔλεγεν). τῶν δὲ ἀσώματον οἱ μὲν χωριστὴν τῶν σωμάτων, οἱ δὲ ἀχώ‐ ριστον. καὶ τῶν ἀχώριστον οἱ μὲν τὸν λόγον τῆς κράσεως, οἷον ἐὰν δι‐ πλάσιον πῦρ ἢ ἡμιόλιον μιχθῇ τῷ ὕδατι ποιεῖ ψυχήν· οἱ δὲ ἐντελέχειαν, ἥτις ἐστὶν τελειότης καὶ εἶδος τοῦ ὑποκειμένου τὸ γινόμενον ἐκ τοιᾶσδε | |
30 | συνθέσεως τῶν στοιχείων. τῶν δὲ χωριστὴν οἱ μὲν καὶ τὰς τρεῖς χωριστάς, ὡς Νουμήνιος, 〈ἔ〉φασαν· οἱ δὲ ἀχώριστον καὶ διὰ τοῦτο θνητήν, ὡς καὶ | |
ὁ Ἀλέξανδρος ὁ Ἀφροδισιεύς· οἱ δὲ τὴν μὲν λογικὴν χωριστήν, τὰς δ’ ἄλ‐ | 31 | |
33 | λας ἀχωρίστους· ἄλλοι τὴν φυτικὴν μόνην, τὴν δ’ ἄλογον τούτου μὲν χωρι‐ στήν, ἄλλου δὲ σώματος τοῦ πνευματικοῦ ἀχώριστον· ταύτην τὴν δόξαν Ἀριστοτέλης καὶ Πλάτων ἐπρέσβευσαν. Ὅτι ἡ ψυχὴ οὐ σῶμα, δῆλον ἐντεῦθεν. τὸ σῶμα διαιρετὸν εἰς ἄπειρα καὶ | |
5 | δέεται τοῦ συνέχοντος, ὅ ἐστιν ἡ ψυχή. εἰ γοῦν καὶ αὕτη σῶμα, δεηθείη ἂν ἑτέρου συνέχοντος, καὶ τοῦτο ἐπ’ ἄπειρον. ἀνάγκη ἄρα τὴν συνεκτικὴν δύναμιν ἀσώματον εἶναι. ἔτι εἰ ἡ αἴσθησις ἡ χείρων τῶν γνωστικῶν δυνά‐ μεων ἀσώματος, μᾶλλον αἱ κρείττους. ὅτι δὲ ἡ αἴσθησις ἀσώματος, δῆλον ἐντεῦθεν. οὐδὲν σῶμα κατὰ τὸ αὐτὸ μόριον ἐν τῷ αὐτῷ χρόνῳ τῶν ἐναν‐ | |
10 | τίων ἐστὶν ἀντιληπτικόν, ἡ δὲ αἴσθησις δύναται τοῦτο καὶ ἐν ταὐτῷ δια‐ κρῖναι τὸ λευκὸν καὶ τὸ μέλαν ἀμερῶς· καὶ λοιπὸν ἀσώματος. οὐ γὰρ κατ’ ἄλλο ἂν εἴπῃς καὶ ἄλλο μέρος· τὸ γὰρ κρῖνον ἓν καὶ τὸ αὐτὸ ὀφείλει εἶναι. καὶ ἡ φαντασία ἀσώματος· φυλάττει γὰρ καὶ τοὺς νῦν καὶ τοὺς προτέρους τύπους. εἰ γὰρ ἦν σῶμα, τάχ’ ἂν ἠφάνιζε τοὺς προτέρους ὡς | |
15 | ὁ κηρός. καὶ οἱ φυσικοὶ λόγοι ἀμερεῖς καὶ ἀσώματοι· ἐν ἑκάστῳ γὰρ μορίῳ οἱ αὐτοὶ λόγοι καὶ ἐν τῷ παντὶ σπέρματι, οἱ θρεπτικοὶ καὶ διαπλα‐ στικοί. ὥσπερ δὲ τὸ πᾶν σπέρμα εἰ δεχθῇ 〈ὑπὸ〉 τῆς μήτρας ζῷον ἀπο‐ τελεῖ, οὕτω καὶ τὸ μόριον· ἀμερίστως ἄρα ἐν ἑκάστῳ μορίῳ 〈καὶ〉 ἀσω‐ μάτως. καὶ ὥσπερ ἐν τῷ ὅλῳ δένδρῳ ἡ φυτικὴ δύναμις, οὕτω καὶ ἐν τῷ | |
20 | κλάδῳ. πόθεν οὖν τὰ τέρατα, εἰ μὴ παρὰ τὸ ἐνδεῖν καὶ πλεονάζειν τὸ σπέρ‐ μα; λύσις· ἡ ὕλη ἐστὶν αἰτία ἧς δεῖ κατὰ τὸ ποσὸν καὶ ποιόν. ἁπλῶς οὖν εἰ καὶ αἱ δυνάμεις αὗται ἀσώματοι, δέονται συμμετρίας ποσοῦ καὶ ποιοῦ, ἐπεὶ καὶ ὁ κύκλος ἀσώματος, ἀλλὰ δέεται εἰς σύστασιν ποιοῦ τινος καὶ ποσοῦ· οὐκ ἂν γὰρ συσταίη εἰ μὴ ἐπιλάβοιτο ὑποκειμένου μεγέθει καὶ | |
25 | ποιότητι, ἤγουν οὐκ ἂν συσταίη ἢ ἐν ὑγρῷ ἢ ἐν ἀκαριαίῳ σώματι. εἰ γὰρ ἦσαν σώματα, 〈οὔτε〉 ἐν τῷ ἀποτμηθέντι κλάδῳ ὅλαι ἂν ἦσαν, καὶ τὸ δένδρον κολοβὸν ἂν ἦν. εἰ δέ τις εἴπῃ ὅτι ‘σώματά εἰσι ὁμοιομερῆ δι’ ὅλου ἥκοντα, τῶν δὲ ὁμοιομερῶν τὸ αὐτὸ εἶδος ἐν τῷ μέρει καὶ ἐν τῷ ὅλῳ‘, λύσις· ἀλλὰ σῶμα διὰ σώματος οὐ χωρεῖ. ὅτι δὲ ἡ λογικὴ ἀσώματος, | |
30 | δῆλον. οὐδὲν τῶν σωμάτων αὐτὸ ἑαυτὸ γινώσκει, αὕτη δὲ ἑαυτὴν γινώ‐ σκει, αὕτη εὑρίσκει καὶ εὑρίσκεται. ἔτι αἱ ἐν ὑποκειμένῳ τῷ σώματι | |
αἰσθήσεις τούτου ἀμαυρουμένου καὶ αὐταὶ ἀμαυροῦνται, ἡ ψυχὴ τούτου | 32 | |
34 | μαραινομένου ἀκμάζει. ἔτι πᾶν ἐφίεται φυλάττειν τὸ οἰκεῖον ὑποκείμενον. εἰ ἡ ψυχὴ ἐνσώματος, πῶς θέλει φθείρειν αὐτό; Ἀξίωμα. πᾶσα οὐσία ἔχουσα ἐνέργειαν χωριστὴν σώματος ἐξ ἀνάγκης καὶ αὐτὴ χωριστή. εἰ γὰρ μή, τοῦ κρείττονος τὸ καταδεέστερον κρεῖττον. | |
5 | εἰ τῆς ψυχῆς ἐνέργεια χωριστὴ σώματος, λοιπὸν καὶ αὐτὴ χωριστή. πᾶσα δὲ χωριστὴ σώματος οὐσία ἀίδιος. εἰ δὲ φθαρτή, πρὶν γενέσθαι ἢ ἠδύνατο γενέσθαι ἢ οὐκ ἠδύνατο. εἰ μὴ ἠδύνατο, οὐκ ἂν ἐγένετο. εἰ δὲ ἠδύνατο, ὑλική· τοῦτο γὰρ ἡ δύναμις εἶναι καὶ μὴ εἶναι. εἰ δὲ ἄυλα τὰ χωριστὰ τῆς ὕλης, οὐκ ἔσονται ἐκ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ. διττῶς ἡ φθορά· ἢ σώ‐ | |
10 | ματος τῇ εἰς τὰ στοιχεῖα ἀναλύσει, ἢ τοῦ τῶν ἀσωμάτων ἀποσβεννυμένου εἴδους τῇ ἀναρμοστίᾳ τοῦ ὑποκειμένου ἐν ᾧ τὸ εἶναι ἔχει. ἡ γοῦν ψυχὴ ἀσώματος, καὶ τὸ εἶναι ἔχει οὐκ ἐν ὑποκειμένῳ. καὶ πῶς ἂν φθαρῇ; καὶ ἡ μὲν λογικὴ ψυχὴ οὐκ ἐν σώματι, αἱ δ’ ἄλλαι ἐν σώματι καὶ διὰ σώματος καὶ αἱ ἐνέργειαι αὐτῶν οὐκ ἄνευ σώματος, ἤγουν ἡ θρεπτική, αὐξητική, | |
15 | γεννητική, ἐπιθυμητική, θυμητική. αἱ [δυνάμεις] αὗται μετὰ θάνατον διαμένουσι τῷ σώματι· αὔξονται γὰρ ὄνυχες καὶ τρίχες, εἰ καὶ τῇ ἀληθείᾳ τῇ τήξει καὶ τῇ ἀπογυμνώσει τῶν σαρκῶν δοκοῦσιν αὔξεσθαι. καὶ ἡ ἄλογος δὲ ἐπιδιαμένει τῷ πνευματικῷ σώματι, ὃ ἐκ τῶν τεττάρων μέν ἐστιν, ἐκ τοῦ πλεονάζοντος δὲ ἀέρος καλεῖται πνευματικὸν καὶ γήινον. | |
20 | τοῦτο τὸ σῶμα κατὰ τὴν φλυαρίαν τῶν Ἑλλήνων ἐπιφέρει ἡ ψυχή, καὶ κολαζομένη αἰσθάνεται· οὐ γὰρ ἂν εἶχεν αἰσθάνεσθαι χωρίς τινος σώμα‐ τος. Τί δὲ τὸ σῶμα τὸ ἐναέριον; οὐχὶ καὶ τοῦτο ἀσώματον; λύσις· ἀλλ’ ἐπι‐ φέρεται καὶ τὸν θυμὸν καὶ τὴν ἐπιθυμίαν καὶ μετὰ τὸ καθαρθῆναι ἡ | |
25 | ψυχὴ ἀποβάλλεται καὶ ταύτας καὶ τὸ ἀέριον σῶμα. πάλιν δὲ ἐπιφέρεται ἕτερον σῶμα αὐγοειδὲς ἢ ἀστροειδές. εἰ γὰρ ἀεικίνητός ἐστι, δεῖ ἔχειν ἀιδίως ἐξημμένον τι σῶμα κατὰ τὴν φλυαρίαν τῶν Ἑλλήνων. Αἱ γνωστικαὶ καὶ ζωτικαὶ δυνάμεις ἐν τῷ πνεύματι ἵδρυνται, αἱ ζωτικαὶ δὲ καὶ ἄλογοι φοιτῶσι καὶ εἰς τὸ σῶμα. αἱ αἰσθήσεις δὲ πᾶσαι τῷ ἐγκεφάλῳ | |
30 | ἐλλάμπονται διὰ τῶν νεύρων, καὶ πεπονθότος αὐτοῦ ἀνενέργητοι γίνονται (μῆνιγξ ἐστὶν ὑμήν τις σκέπων τὸν ἐγκέφαλον), καὶ τοῦ νωτιαίου μέρους πεπονθότος τὸ ἀνωτέρω ἀπολαύει αἰσθήσεως, τὰ δὲ κάτω οὔ, διὰ τὸ μὴ | |
χορηγεῖσθαι ἀπὸ τοῦ ἐγκεφάλου τὴν αἰσθητικὴν δύναμιν. | 33 | |
35 | Ἡ θεολογία ῥᾴστη καὶ δύσληπτος· τὸ μὲν διὰ τὴν τῶν ἑστώτων γνῶσιν, τὸ δὲ διὰ τὴν ἡμετέραν ἀσθένειαν. Πλάτων ἀθανάτοις ὁμώνυμον ἐπιφέρει τὴν ψυχήν, ὅτι τὸ κυρίως ἀθά‐ νατον καὶ κατ’ οὐσίαν καὶ ἐνέργειαν ἀμετάβλητον, ἡ δὲ ψυχὴ οὐχὶ καὶ | |
5 | κατ’ ἐνέργειαν· ὡσαύτως καὶ τὰ οὐράνια· μεταβάλλει γὰρ κατὰ τόπον. Ἡ περὶ ψυχῆς πραγματεία λυσιτελεῖ πρὸς τὰ ἠθικά, ὅτι ἀδύνατον κοσμῆσαι ἤθη μὴ ἐπεσκεμμένους τὰς δυνάμεις τῆς ψυχῆς· καὶ πρὸς θεολογίαν, ὅτι ζητοῦμεν περὶ τοῦ νοῦ τοῦ χωριστ{ικ}οῦ καὶ ἐν ἡμῖν· καὶ πρὸς φυσικήν, ὅτι περὶ τῶν ἐν σώματι εἰδῶν καταγίνεται αὐτή, ὧν δὴ | |
10 | κάλλιστον ἡ ψυχή. Ἡ ψυχὴ ὡς ποιητικὸν αἴτιον κινεῖ τὸ ζῷον μόνον βουλήσει· ὡς εἰδικὸν εἰδοποιεῖ, τὰ γὰρ ἔμψυχα κατὰ ψυχὴν εἰδοποιεῖται· τελικόν, ὅτι αὐτῆς ἕνεκα τὸ σῶμα, αὐτὴ δὲ οὗ ἕνεκα. ἡ μὲν ψυχὴ πορρωτέρω ἀρχή, ἡ δὲ φύσις προσεχής. | |
15 | Ἡ νόησις ἴδιον τῆς ψυχῆς, τὸ δὲ αἰσθάνεσθαι, φαντασιοῦσθαι, φοβεῖ‐ σθαι, θυμοῦσθαι, ἐπιθυμεῖν τοῦ συναμφοτέρου. τὸ πάσχειν διττόν· ἢ τὸ φθείρεσθαι, ὡς τὸ ξύλον ὑπὸ τοῦ πυρός, ἢ τὸ τελειοῦσθαι καὶ ἐκ δυνά‐ μεως εἰς ἐνέργειαν ἄγεσθαι, ὡς αἱ αἰσθήσεις ὑπὸ τῶν αἰσθητῶν. Οὐκ εἴ τι καθ’ αὑτό, τοῦτο καὶ πρώτως. καὶ τὸ ζῷον τῷ ἀνθρώπῳ | |
20 | καθ’ αὑτὸ μέν, οὐ μὴν καὶ πρώτως. Τεκμήριόν ἐστιν τὸ ἄλυτον σημεῖον, 〈ὡσ〉 τὸ ἐκ καπνοῦ πῦρ κατανοῆσαι· ἂν δὲ λύηται, σημεῖον, ὡς τὸ ‘ἥδε ὠχρὰ ἐπεὶ τέτοκεν‘. Ἐπὶ τί γένος ἀνάγεται ἡ ψυχὴ δύσκολον. οἱ μὲν γὰρ οὐσίαν λέγουσιν, οἱ δὲ ποσόν, ὡς Ξενοκράτης ἀριθμόν, οἱ δὲ ποιόν, ἤγουν κρᾶσιν ἢ ἐντελέχειαν, | |
25 | ὡς ἰατροί, οἱ δὲ πρός τι, οἱ λόγον διπλάσιον ἢ ἡμιόλιον. Ἡ δύναμις εὑρίσκεται ἐν τῇ οὐσίᾳ ὡς ἐν τῷ σπέρματι ἄνθρωπος, ἐν τῷ ποσῷ ὡς οἱ παῖδες δυνάμει ἄνδρες, ἐν τῷ ποιῷ ὡς οἱ ψυχροὶ θερμοί, ἐν τῇ κατὰ τόπον μεταβολῇ· ἀνατέλλων γὰρ ὁ ἥλιος δυνάμει μεσουρανεῖ, δυνάμει δύνει. ἡ ὕλη μὲν μόνως ἐστὶ δύναμις, ἐνεργείᾳ δὲ οὐδὲ ἕν· τὸ | |
30 | εἶδος μόνον ἐντελέχεια· τὸ ἐξ ὕλης καὶ εἴδους ἐν ἀμφοτέροις. δυνάμει | |
πάντως ἐν τῇ ὕλῃ καὶ ποτὲ μὲν τοῦτο ἔχει δυνάμει, ποτὲ δὲ ἐκεῖνο ἐνερ‐ | 34 | |
36 | γείᾳ· μᾶλλον δὲ ἅμα καὶ τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ, κατ’ ἄλλο καὶ ἄλλο. τὰ θεῖα οὐδέποτε δυνάμει, ὅτι οὐκ ἐν ὕλῃ. Δύνασθαι καὶ πολλὰς ψυχὰς λέγειν τῷ ἀνθρώπῳ καθ’ ὃ διαφέρουσι τῷ εἴδει καὶ μίαν διὰ τὴν συμφυΐαν καὶ συμπάθειαν. καὶ γὰρ αἱ λογικαὶ | |
5 | δυνάμεις διαβαίνουσι μεχρὶ καὶ τῶν φυτικῶν. Οἱ κρᾶσιν λέγοντες τὴν ψυχὴν τὰ αἰτιατὰ κρείττω ποιοῦσι τῶν αἰτίων· τὸ γὰρ ἄψυχον σῶμα ψυχῆς αἴτιον ποιοῦσι καὶ τὸ ἄζων ζωῆς. Οὐκ ἔστιν ἓν γένος τῶν ψυχῶν, ἐπειδὴ 〈ἐν〉 ταύταις τὸ πρότερον καὶ ὕστερον θεωρεῖται· πρότερον γὰρ ἡ λογικὴ καὶ ὅπου αὕτη καὶ αἱ λοιπαί, | |
10 | οὐ μὴν καὶ ἀνάπαλιν. ὡς τὰ ἀφ’ ἑνὸς οὖν καὶ πρὸς ἓν ὁ περὶ ψυχῆς λόγος. Φαίνεται ὁ Ἀριστοτέλης δοξάζων τὰς πρὸ τῶν πολλῶν ἰδέας ἐν τῷ λέ‐ γειν ‘〈ὥσπερ〉 ἡ τάξις ἐν τῷ στρατηγῷ καὶ τοῖς στρατιώταις, ἡ ὑγεία ἐν τῷ νοσοῦντι καὶ τῷ ἰατρῷ, οὕτω καὶ ἡ ἐνταῦθα τάξις 〈ἐν〉 θεῷ καὶ τῷ | |
15 | κόσμῳ‘. οἱ ὁρισμοὶ οὐκ ἐν τοῖς πρὸ τῶν πολλῶν, ἀλλὰ ἐν τοῖς ἐννοηματι‐ κοῖς (τὴν γὰρ ἔννοιαν ἣν ἔχομεν περὶ τῶν πραγμάτων ὁριζόμεθα), ταῦτα δὲ ὑστερογενῆ. Σαφέστερα ἃ ἐνεργοῦσι ἔν τισι τῶν ἐνεργειῶν, ὡς αἰσθητὸν αἰσθήσεως καὶ δοξαστὸν δόξης, ἐκτὸς νοῦ καὶ νοητοῦ· οὗτος γὰρ ἡμέτερος, τὸ δὲ | |
20 | ὑπὲρ ἡμᾶς. ψυχή ἐστιν οὐσία αὐτοκίνητος. Ἀπορία· εἰ διὰ τῶν ὁρισμῶν τὰ οἷον συμβεβηκότα γινώσκομεν καὶ διὰ τούτων τοὺς ὁρισμούς, διάλληλος 〈ἡ〉 δεῖξις. λύσις· ἐκ τῶν ἐναργῶν συμ‐ βεβηκότων γινώσκομεν τοὺς ὅρους, ἐκ δὲ τούτων τὰ ἀφανῆ συμβεβηκότα. ὁ Ἀριστοτέλης μὴ δυνάμενος ὁρίσασθαι τὸν τόπον σαφῶς εὗρε συμβεβη‐ | |
25 | κότα τὸ περιέχειν τὸ ἐν τόπῳ, τὸ ἴσον εἶναι αὐτῷ. τὸ αὐτὸ ποιεῖ καὶ ἐπὶ κενοῦ καὶ ἀπείρου, ὁμοίως καὶ ἐπὶ ψυχῆς λαμβάνει φανταστικόν, κατὰ τόπον κινητικόν, ζωῆς ποιητικὸν καὶ ἕτερα. οὐ πάντα ὀφείλει περιλαμβά‐ νειν ὁ ὅρος, ἀλλ’ ὅσα δύναται διακρίνειν οὐσιωδῶς τὴν φύσιν τοῦ πράγμα‐ τος. | |
30 | Τὸ οὐκ ἄνευ τινὸς τριχῶς· ἢ τὸ μήτε βλάπτον ἢ ὠφελοῦν, ὡς ‘οὐκ ἄνευ σκιᾶς τὸ ἐν φωτὶ σῶμα‘, ἢ τὸ ἐξ ἀνάγκης, ὡς ὄργανον (‘ἠρίστευσεν Ἀχιλλεὺς ἀλλ’ οὐκ ἄνευ μελίασ‘), ἢ τὸ πάθος ἐμποδίζον, ὡς ‘ἐν χειμῶνι | |
πλεύσας ἐσώθη ἀλλ’ οὐκ ἄνευ κινδύνου‘. | 35 | |
37 | Κατὰ τοῦ Ἀριστοτέλους λέγουσι· εἰ ἔστι πάθος ἴδιον ψυχῆς, ἤγουν ἐνέργεια, χωριστὴν ἔχει καὶ τὴν οὐσίαν· ὁ ὀφθαλμὸς ἰδίαν ἔχει ἐνέργειαν, λοιπὸν οὖν καὶ χωριστὴν ἔχει οὐσίαν. τὸ ἴδιον διττόν· ἢ τὸ ὂν μὲν ἔν τινι, δεόμενον 〈δὲ〉 καὶ τοῦ ὅλου, ὡς βάδισις τοῦ ποδός, ἢ τὸ μὴ δεόμενον, ὡς | |
5 | ἡ γλυκύτης ἐν τῷ οἰνομέλιτι τοῦ μέλιτος· ἰδία γὰρ τούτου καὶ χωριστή. καὶ ὁ ὀφθαλμὸς δὲ δέεται ἐγκεφάλου, πνεύματος καὶ τῶν ὀπτικῶν νεύρων. ἑτέρα λύσις· ἡ ὅρασις ἐνέργεια τοῦ ὀφθαλμοῦ οὐχ ὡς οὐσίας, ἀλλ’ ὡς ὀργάνου· τῆς δὲ ψυχῆς ὡς οὐσίας. δεύτερος κανών· ὧν αἱ ἐνέργειαι τοῦ συναμφοτέρου, ἤγουν ἀχώριστοι, τούτων οὐδ’ ἡ οὐσία χωριστή. ἰδοὺ οὖν | |
10 | τοῦ κυβερνήτου ἡ μὲν ἐνέργεια ἀχώριστος τοῦ πλοίου, ἡ δὲ οὐσία χωριστή. λύσις· ὁ κυβερνήτης ἐνεργεῖ καὶ ὡς κυβερνήτης καὶ ὡς ἄνθρωπος. αἱ μὲν οὖν ὡς κυβερνήτου ἐνέργειαι ἀχώριστοι τοῦ πλοίου καὶ οὐκ ἴδιαι τοῦ κυβερνήτου, αἱ δὲ ὡς ἀνθρώπου ἴδιαι. οὐ λέγομεν δὲ ὅτι δεῖ τὴν χωριστὴν οὐσίαν πάσας ἔχειν τὰς ἐνεργείας ἰδίας, ἀλλά τινας, καὶ διὰ ταύτας χω‐ | |
15 | ριστή· ἐπὶ δὲ τῆς ἀχωρίστου πάσας καὶ ἀχωρίστους. ἑτέρα λύσις· ἄλλη συμφυΐα οὐσιῶν καὶ ἄλλη κυβερνήτου πρὸς ναῦν· τί γὰρ ἡ τούτου συμφυΐα πρὸς ἐκείνην; Τριῶν ὄντων ἐν τοῖς φυσικοῖς, εἴδους, ὕλης καὶ αἰτίας, πῶς 〈ἐν〉 τῇ ὕλῃ τὸ εἶδος, φέρονται τούτοις μέθοδοι πέντε· ἡ φυσική, ἥτις διαλέξεται | |
20 | περὶ τοῦ εἴδους, τῆς ὕλης καὶ τῆς αἰτίας, οἷον ‘τῶν οὐρανίων ὕλη οὐ τὰ τέτταρα στοιχεῖα, ἀλλὰ καὶ πέμπτον τι σφαιρικόν, ὡς πολυχωρητότατον ἢ διὰ τὸ πρεπῶδες τοῦ τοιούτου σχήματος, ὃ μήτε ἀρχὴν ἢ τέλος ἔχει· κύκλῳ κινεῖται κατὰ μίμησιν τῶν ὑπὲρ αὐτὸν νόων οἳ εἰς ἑαυτοὺς συν‐ νεύουσι· νοῦς γὰρ τὰ εἴδη ὁρῶν ἑαυτὸν ὁρᾷ καὶ ἀνάπαλιν· καὶ ὅτι ὁ νοῦς | |
25 | πανταχοῦ ἐστί‘. καὶ ταῦτα ὁ φυσικός· ἀποδώσει οὖν διὰ ταῦτα τὸν ὅρον ἐξ ὕλης καὶ εἴδους. ἡ μερικὴ τέχνη, ἤγουν ἰατρικὴ ἢ τεκτονική, ἧς διαφέρει φυσικὴ ὅτι αὐτὴ καὶ ἐκ τῶν πορρωτέρω αἰτίας ἀποδίδωσι. τυχὸν ἰατρὸς μὲν αἰτιᾶται τοὺς τέτταρας χυμοὺς ἢ τὰ τέτταρα στοιχεῖα, ὁ δὲ φυσικὸς καὶ τὴν ὕλην καὶ τὸ εἶδος. ἡ διαλεκτική, ἣ ἀποδώσει τοὺς ὁρισμοὺς | |
30 | ἐκ τῆς αἰτίας, περὶ ταῦτα καταγίνεται, καθὼς ὁρίζεται καὶ τὸν θυμὸν ὄρεξιν ἀντιλυπήσεως. ἡ μαθηματική, ἥτις ἀποδίδωσι τῶν καθ’ αὑτὰ | |
εἰδῶν ἐξ ἀφαιρέσεως τοὺς ὁρισμούς. ἡ πρώτη φιλοσοφία περὶ τῶν πάντῃ | 36 | |
38 | χωριστῶν τῆς ὕλης εἰδῶν διαλέξεται. τί οὖν διαφέρει πρῶτος φιλόσοφος καὶ μαθηματικός; οἱ λόγοι τῶν εἰδῶν τῶν ἐν ὕλῃ εἰσὶ καὶ ἐν τῇ ἡμετέρᾳ ψυχῇ καὶ ἐν τῷ νῷ τῷ δημιουργικῷ. καὶ τῶν ἐν τῇ ψυχῇ οἱ μὲν διαστατοί, οἱ ἐν τῇ φαντασίᾳ, οἱ δὲ ἀμερεῖς καὶ ἀδιάστατοι, ὡς οἱ ἐν τῷ λογιστικῷ. | |
5 | ὁ μὲν οὖν γεωμέτρης περὶ τῶν ἐν φαντασίᾳ διαστατῶν εἰδῶν διαλέξεται· ὡς γὰρ ἀβακίῳ κέχρηται τῇ φαντασίᾳ μεριστῶς ἐνεργῶν καὶ διαστήματα ἀναμετρῶν καὶ τέμνων. ὁ δὲ πρῶτος φιλόσοφος περὶ τῶν εἰδῶν τῶν ἐν τῷ λογικῷ καὶ τῶν ἐν τῷ δημιουργικῷ διαλέξεται. οἱ μὲν οὖν ἐν τῷ λογικῷ εἰκόνες τῶν πρώτων, οἱ δὲ ἐν τῷ δημιουργικῷ νῷ ἀρχέτυποι καὶ ποιητικοί. | |
10 | περὶ ἐκείνων δὲ εἶπέν τις ὡς καθαρτικὸς παθῶν καὶ ἀγνοίας, περὶ δὲ τού‐ των ὡς θεωρητικός. ὁ ἐξ ὕλης καὶ εἴδους ὁρισμὸς τοῦ φυσικοῦ, ὁ ἐξ εἴδους τοῦ διαλεκτικοῦ, ὁ ἐξ ὕλης οὐδεμιᾶς· οὐδεμία γὰρ τέχνη περὶ ὕλην μόνην καταγίνεται. Τριττὸς ὁ θυμός· ὁ χωριστὸς παντὸς σώματος γεώδους ἀερίου, ὁ ἐν τῷ | |
15 | πνεύματι ὁ χωριστὸς μόνον τοῦ γεώδους, καὶ ὁ ἀχώριστος τοῦ σώματος, ἤγουν ἡ ζέσις τοῦ περὶ τὴν καρδίαν αἵματος. Λέγουσί τινες ὅτι οὔτε ἡ βῶλος κάτω κινεῖται κατὰ φύσιν· ἡ γὰρ γῆ τὸ μέσον χώραν ἔχει καὶ οὐ τὴν κάτω, οὔτε τὸ πῦρ τὴν ἄνω, ὅτι τὸ ὅλον τὴν κυκλικήν. λύσις· αἱ τοιαῦται κινήσεις οὐ κατὰ φύσιν, ἀλλ’ ὁδοὶ ἐπὶ | |
20 | τὸ κατὰ φύσιν, ὡς λέγομεν τὴν ὑγίανσιν κατὰ φύσιν, παρὰ φύσιν δὲ τὴν οἷον νόσανσιν, ὅτι ἡ μὲν ἐπὶ τὸ κατὰ φύσιν ἄγει, ἡ δὲ ἐπὶ τὸ παρὰ φύσιν. Τὸ θεῖον ἑστὸς ἀκίνητον τὰ πάντα κινεῖ, τὰ δ’ ἄλλα κινοῦντα κινοῦνται. τὸ κάλλος καὶ ἡ εἰκὼν κινοῦσι μὴ κινούμενα. Ῥυσμὸς κατὰ Ἀβδηρίτους τὸ σχῆμα, τροπὴ ἡ διάθεσις, διαθιγὴ ἡ | |
25 | τάξις. Αὐτοκίνητον λέγει τὴν ψυχὴν ὁ Πλάτων, οὐ διὰ τὴν κατὰ τόπον κίνη‐ σιν, ἀλλὰ τὴν κατὰ βούλησιν καὶ διάνοιαν. Πέντε τὰ γένη κατὰ Πλάτωνα, οὐσία, ταυτότης, ἑτερότης, κίνησις, στάσις, οὐχ ὡς τὰ παρὰ τοῖς φιλοσόφοις ὑπάλληλα, ἀλλ’ ὡς πανταχοῦ | |
30 | διήκοντα. ἐν πᾶσι γὰρ οὐσία διὰ τὴν ὕπαρξιν, ταυτότης διὰ τὴν μίαν | |
ἀρχήν, ἑτερότης ὅτι πλῆθός ἐσμεν, κίνησις (ἀλλ’ οὐχ ἡ ἀτελής, ἀλλ’ ἡ | 37 | |
39 | ἐνέργεια τῶνδέ τινων, τοῦ θερμοῦ τὸ θερμαίνειν, ψυχροῦ τὸ ψύχειν), καὶ ἡ στάσις ἡ ἐν τοῖς οὖσι καὶ τοῖς ἀιδίοις. καὶ γὰρ καὶ ἐν τοῖς ἀεικινήτοις θεωρεῖται στάσις, οὐ διὰ τὸ ἵστασθαι τὸ ὅλον, ἀλλὰ καὶ τὸ ἀεικίνητον οἷον στάσιν ἔχει αὐτὸ τοῦτο. γνωρίζομεν πάντα ἢ ταυτότητι ὡς τὸ λευκὸν | |
5 | παραθέσει λευκοῦ (γνωρίζομεν γὰρ ὡς ὅμοιον), ἢ ἀνομοιότητι ὡς τὸ λευκὸν διὰ τοῦ μέλανος (γνωρίζομεν γὰρ ὡς ἕτερον). Ἔγραφε βιβλίον Ἀριστοτέλης περὶ τοῦ ἀγαθοῦ, εἰς ὃ τὰς ἀγράφους τοῦ Πλάτωνος δόξας κατατάττει. ἐτίμων οἱ Πυθαγορικοὶ μονάδα, δυάδα, τριάδα καὶ τετράδα· τὴν μὲν τετράδα ὅτι τέτταρα εἴδη ζῴων, οὐρανίων, | |
10 | ἀερίων, χθονίων, ἐνύδρων, καὶ ὅτι ἐν τοῖς αἰσθητοῖς σημεῖον, γραμμή, ἐπίπεδον, στερεόν, καὶ ὅτι πάντα ἐκ τῶν τεττάρων, καὶ ὅτι γεννητική ἐστι τοῦ δεκάτου· τὴν μονάδα ὡς ἀμερῆ διὰ τὰ νοητὰ τὰ ἀμερῆ κατ’ οὐσίαν καὶ ἐνέργειαν τὴν ἐν στάσει καὶ ἀκινησίᾳ· τὴν δυάδα ὡς ἐπιστήμην (ἡ γὰρ ἐπιστήμη μετάβασίς ἐστιν ἐξ ὡρισμένων εἰς ὡρισμένα· διὰ τοῦτο καὶ | |
15 | ἐπιστήμη ὡς ἐπὶ στάσιν ἄγουσα τὸν νοῦν καὶ μὴ ἀοριστίαν)· τὴν τριάδα διὰ τὴν δόξαν ἥτις ὁρμᾷ μὲν ἀπό του, φέρεται δὲ οὐκ εἴς τι, ἀλλ’ ἢ ὧδε ἢ ὧδε. φέρει τὰ τέτταρα ταῦτα ἐν τῇ ψυχῇ· μονάδα τὸν νοῦν ὡς ἀμέριστον καὶ διὰ τὰς τῶν νοητῶν ἀντιλήψεις, δυάδα τὴν διάνοιαν ἔχουσαν τὸ ποθέν πῃ, τριάδα τὴν δόξαν ὡς εἴπομεν, τετράδα τὴν αἴσθησιν· τὰ γὰρ | |
20 | αἰσθητὰ ἐκ τεττάρων. καὶ ἡ φαντασία δὲ ἐν τῇ αἰσθήσει. Πλάτων τὴν ψυχὴν ποτὲ ἐκ τοῦ κινητικοῦ ὁρίζεται (ταύτην καὶ λέγει αὐτοκίνητον), ποτὲ ἐκ τοῦ γνωστικοῦ, ὅθεν καὶ Ξενοκράτης ἀριθμόν φησι ταύτην αὐτὸν ἑαυτὸν κινοῦντα, διὰ μὲν τοῦ ἀριθμοῦ τὸ γνωστικὸν δηλώσας (ἀριθμὸν γὰρ οὗτος οὐ τὸν τῶν δακτύλων οἴεται, ἀλλὰ τὰ εἴδη, νοῦν, διά‐ | |
25 | νοιαν, δόξαν, αἴσθησιν), διὰ τῆς κινήσεως τὸ αὐτοκίνητον. οἱ παλαιοὶ κινήσει 〈κατὰ〉 τὴν οἰκείαν δόξαν περὶ τῶν ὄντων καὶ τὴν ψυχὴν ὡρίσαντο, οἱ μὲν πῦρ, οἱ δὲ ἐξ ἀτόμων. Ἀριστοτέλης οὐ μόνον οὐ λέγει τὴν ψυχὴν αὐτοκίνητον, ἀλλ’ οὐδὲ κίνησιν ὅλως αὐτῇ παραχωρεῖ. ‘ὅτι ἡ κίνησις ἐνέργεια‘ φησίν ‘ἐστὶν ἀτελὴς ἀρχομένη μὲν ἀπὸ τοῦ πράττοντος καὶ | |
30 | λήγουσα εἰς τὸν πάσχοντα τὸν καὶ τελειούμενον· λοιπὸν καὶ ἡ ψυχὴ | |
κινεῖται, ὅτι οὐκ ἔχει τὴν ἐνέργειαν ἀθρόαν‘. ἄλλως· ἐν οἷς τὸ πρότερον | 38 | |
40 | καὶ ὕστερον, 〈ἐν〉 τούτοις χρόνος· εἰ χρόνος, κίνησις. εἰ γοῦν ἔστιν ἐν ψυχῇ πρῶτον καὶ ὕστερον (μέτεισι γὰρ ἀπὸ ἀρετῆς εἰς κακίαν καὶ ἀπὸ ἀγνοίας εἰς γνῶσιν), ἄρα καὶ κινεῖται. Ἀριστοτέλης· ‘εἰ μερίσομεν τὰ εἴδη τῆς κινήσεως καὶ κατ’ αὐτὰ εὕρωμεν μὴ κινεῖσθαι τὴν ψυχήν, ἀκί‐ | |
5 | νητός ἐστιν.‘ συμφωνεῖ τούτῳ καὶ Πλάτων· οὐ γὰρ κατὰ μίαν τῶν φυσικῶν κινήσεων λέγει τὴν ψυχὴν αὐτοκίνητον. Ἀριστοτέλης· τῶν κινου‐ μένων τὰ μὲν κατ’ οὐσίαν ἔχει κίνησιν, τὰ δὲ κατὰ συμβεβηκός· καὶ τού‐ των τὰ μὲν ἔχει καὶ ἰδίαν κίνησιν, ὡς πλωτὴρ συγκινούμενος τῇ νηὶ ἔχει καὶ οἰκείαν κίνησιν, τὰ δὲ ἀκίνητα ὄντα καθ’ αὑτὰ κινεῖ κατὰ συμ‐ | |
10 | βεβηκὸς τοῦ σώματος κινουμένου. κατὰ τοῦτο τὸ σημαινόμενον λέγει Ἀριστοτέλης κινεῖν τὴν ψυχὴν τὸ σῶμα, ὡς οἱ ἐρέται συγκινοῦνται τῷ σκάφει. συγκινεῖται οὖν καὶ ἡ ψυχὴ τῷ σώματι, ἀκίνητος καθ’ αὑτὴν οὖσα, ἀλλὰ κατὰ συμβεβηκός. τῶν δὲ καθ’ αὑτὰ κινουμένων τὰ μὲν συν‐ ουσιωμένην ἔχει τὴν κίνησιν καὶ συμπληρωτικὴν τῆς οὐσίας. τὴν δὲ κίνη‐ | |
15 | σιν ἐν τῇ φύσει ἔχουσιν ὡς δύνασθαι μετέχειν αὐτῆς ὥσπερ ἡ βῶλος καὶ τὰ ἕτερα μόρια τῶν στοιχείων. Τὸ σῶμα κυρίως μεριστόν. εἰ δὲ καὶ ἡ γραμμὴ καὶ τὸ ἐπίπεδον καθ’ αὑτὸ μεριστόν, τῷ λόγῳ ἐστίν. εἰ κινεῖται ἡ ψυχὴ καθ’ αὑτήν, καὶ μεριστή ἐστιν καὶ σῶμα. | |
20 | Εἰ πᾶν τὸ κινούμενον ἐν τόπῳ κατὰ Ἀριστοτέλην, πῶς ἡ [ἀ]πλανὴς ὅτι κινεῖται μὲν λέγει, μὴ ἐν τόπῳ 〈δέ〉; ἢ μὴ ὅλη, ἀλλὰ τὰ μέρη αὐτῆς, καὶ ὅτι ἐπέκεινα αὐτῆς σῶμα οὐκ ἔστιν ἵνα καὶ τόπος περικοιλαίνη‐ ται. Εἰ ἀπὸ ἀγνοίας εἰς γνῶσιν καὶ ἀπὸ κακίας εἰς ἀρετὴν μεταβάλλεται | |
25 | ἡ ψυχή, ταῦτα δὲ ἀλλοιώσεις, κινεῖται ἡ ψυχή. οὐκ ἀλλοιώσεις ταῦτα (αἱ γὰρ ἀλλοιώσεις παθητικαὶ καὶ αἰσθηταί), ἀλλ’ ἕξεις καὶ στερήσεις αἵ εἰσιν ἐν γενέσει, αἳ καὶ δρῶσι περὶ τὴν οὐσίαν τοῦ ὑποκειμένου, ὡς γὰρ ἡ νόσος καὶ ἡ ὑγεία. ὁ ἑκτικὸς πυρετὸς εἰ συμβεβηκός, πῶς φθείρει τὸ ὑποκείμενον; οὐκ ἔστιν συμβεβηκὸς οὐδὲ ἀλλοίωσις τοῦ ὑποκειμένου, | |
30 | ἀλλὰ παρὰ φύσιν θερμότης διαλυτικὴ τῆς ἁρμονίας τοῦ ζῴου. | 39 |
41 | Ἀπορία· εἰ πᾶν τὸ κατὰ φύσιν κινούμενον καὶ βίᾳ κινεῖται, τάχ’ ἂν κινηθείη ἡ ψυχὴ καὶ παρὰ φύσιν. λύσις· ἀλλ’ οὐχὶ τὰ κυκλοφορικὰ σώ‐ ματα, καὶ ὅτι τὰ θεῖα κρείττονος δυνάμεως καὶ κινήσεως. φασί τινες ὡς ὁ θυμὸς καὶ ἡ ἐπιθυμία παρὰ φύσιν κινήσεις, καὶ ἴστωσαν ὡς τῷ παρὰ φύ‐ | |
5 | σιν οὐδέποτ’ ἄν τις εἰς τὸ κατὰ φύσιν χρήσαιτο, θυμῷ δὲ καὶ ἐπιθυμίᾳ χρώμεθα εἰς τὸ τῆς ψυχῆς ἀγαθόν. Ἀπορία· εἰ κινεῖται ἡ ψυχή, ἢ ἄνω κινηθήσεται καὶ ἔσται πῦρ ἢ ἀήρ, ἢ κάτω καὶ ἔσται γῆ ἢ ὕδωρ. λύσις· οὐκ ἀνάγκη τοῦτο, καὶ γὰρ καὶ ἡ σὰρξ κάτω κινεῖται καὶ οὐδέν τι τῶν στοιχείων ἐστίν. ἀπορία· ἀλλ’ | |
10 | οὐχὶ ἡ ὕλη, ἤγουν τὸ στοιχεῖον, ψυχή, ἀλλὰ τὸ εἶδος τὸ ἐπιγινόμενον αὐτῷ. Εἰ κινεῖται ἡ ψυχή, ἢ ὡς κινεῖται τὸ σῶμα κινεῖται, ἢ ὡς αὕτη καὶ τὸ σῶμα. λύσις· οὐκ ἔστιν, καὶ γὰρ ἡ ἡμίονος ἕλκει τὸν τροχόν, καὶ ὁ μὲν τροχὸς κύκλῳ, ἡ δὲ ἡμίονος κατ’ εὐθεῖαν κινεῖται. καὶ ὁ τροχὸς κατ’ εὐθὺ | |
15 | κινεῖται, ἀλλὰ τὸ σχῆμα ποιεῖ τὴν κύκλῳ. οὐκ εἶπεν Ἀριστοτέλης, ἣν ἂν κινῆται κίνησιν τὸ κινοῦν κατ’ εἶδος, οἷον εὐθεῖαν ἢ κυκλικήν, ταύτην κινηθήσεται καὶ τὸ κινούμενον, ἀλλὰ κατὰ τὸ γένος· εἰ κατὰ τόπον, καὶ τὸ κινούμενον κατὰ τόπον. τοῦτο μόνον ἐπὶ τῆς κατὰ τόπον κινήσεως, ἐν ταῖς ἄλλαις ψευδές· οὐ γὰρ ὁ μελαίνων μελαίνεται οὐδ’ ὁ αὔξων αὔξε‐ | |
20 | ται. Εἰ κατὰ μοχλείαν κινεῖ τὸ σῶμα ἡ ψυχή, δύναται καὶ ἐξελθοῦσα εἰσελ‐ θεῖν καὶ τάχ’ ἂν ἀναστήσονται καὶ οἱ νεκροί. ἀπορία· ὁ κίων κρατεῖ τὸν τοῖχον, καὶ ἐὰν ἀποσπασθῇ, οὐκέτι καὶ πάλιν κρατεῖν αὐτὸν δύναται. λύ‐ σις· ἐνταῦθα οὐ μόνον μοχλείας καὶ ὤσεως δεῖ, ἀλλὰ καὶ ἐπιτηδειότητος | |
25 | τοῦ ἀνεχομένου. διαλυθείσης δὲ ταύτης οὐκέτι ὁ κίων ὑποδὺς τοῦτον δύναται ἀνασχεῖν. Τὸ κατὰ συμβεβηκὸς κίνησιν ἔχον καὶ ἀφ’ ἑαυτοῦ κινηθήσεται καὶ ἀπ’ ἄλλου, ὡς τὸ πλοῖον καὶ παρὰ τοῦ ἱστίου καὶ ἀφ’ ἑαυτοῦ, τὸ δὲ καθ’ αὑτὸ οὐδέποτε ὑπὸ ἄλλου. ἡ ψυχὴ οὖν φαίνεται ὑπὸ τῶν αἰσθητῶν | |
30 | κινουμένη· λοιπὸν οὐκ αὐτοκίνητος. | 40 |
42 | Ἀπορία· τὸ ζῷον καθ’ αὑτὸ κινεῖται κατὰ τόπον καὶ ὑπ’ ἄλλου κατὰ τόπον, καὶ ὁ λίθος καθ’ αὑτὸν κάτω καὶ παρ’ ἄλλου, καὶ 〈οὐ〉 τὴν αὐτὴν κίνησιν κινεῖται τὸ ζῷον καθ’ αὑτὸ καὶ παρ’ ἄλλου· καθ’ αὑτὸ γάρ ἐστι κίνησις τούτῳ ἡ καθ’ ὁρμὴν διὰ τῶν οἰκείων ὀργάνων, ἣν οὐδέποτε | |
5 | ὑπ’ ἄλλου κατὰ συμβεβηκὸς κινηθείη, ὡσαύτως καὶ τῷ λίθῳ. εἰ οὖν τὸ καθ’ αὑτὸ οὐ κινεῖται ὑπ’ ἄλλου, ἡ δὲ ψυχὴ ὑπ’ ἄλλου κινεῖται (ἐκ γὰρ τῶν καθέκαστα εἰς τὸ καθόλου ἀνέρχεται, καὶ παρὰ τοῦ λυποῦντος κι‐ νεῖται εἰς ὀργήν), λοιπὸν οὐκ αὐτοκίνητός ἐστιν. λύσις· εἰ κινεῖται ὑπὸ τῶν αἰσθητῶν, οὕτως ὥσπερ, εἴ τις ὑπνοῦντα γεωμέτρην ἔξυπνον {τις} | |
10 | ἐποίησε, γρήγορσιν μὲν τούτῳ ἐποίησεν, οὐ μὴν δ’ ἐνέβαλε καὶ τὰ θεωρή‐ ματα τούτῳ. εἰ τὰ αἰσθητὰ κινοῦσι τὴν ψυχὴν εἰς γνῶσιν, πῶς οὐχὶ καὶ τὰ ἄλογα γινώσκει, δραστικωτέρας αὐτὰς ἔχοντες; ἄλλως οἶδε τὰ αἰσθητὰ ἡ ψυχή, ἤγουν ὡς ἔχουσι φύσιν, καὶ ἄλλως αἴσθησις. ἡ γὰρ αἴσθησις πολλάκις τὸ ποδιαῖον εἰς πολὺ μέγεθος ὁρᾷ. ἔτι ἡ ψυχὴ τὴν ἕξιν ἀκριβῶς | |
15 | ἔχει, τὴν δὲ προχείρισιν λαμβάνει ἐκ τῶν αἰσθήσεων. ἡ ἄλογος χωρὶς τῶν αἰσθητῶν οὐδὲν γινώσκει· οὐ ταύτην λέγει Πλάτων αὐτοκίνητον. Ἡ πρώτη ἀντίθεσις ἐκ τοῦ ποιητικοῦ αἰτίου, ἡ δὲ δευτέρα ἐκ τοῦ τελι‐ κοῦ. οἷον καθ’ αὑτὸ ἔχομεν τὸ ὁρᾶν, τὸν δὲ πλοῦτον δι’ ἄλλο. καὶ ἐπὶ τῶν τελικῶν τὴν ἀρετὴν καθ’ αὑτὸ, τὴν δ’ ἰσχὺν δι’ ἄλλο. εἴ τι δι’ αὑτό, καὶ | |
20 | καθ’ αὑτό, οὐ μὴν καὶ ἀνάπαλιν, ὡς τῷ σώματι δι’ αὑτὸ ἡ ὑγεία ἀγαθὸν καὶ καθ’ αὑτό, τῇ ψυχῇ καθ’ αὑτὸ τὸ ὁρᾶν, οὐχὶ δι’ αὑτό, ἀλλὰ διὰ τὸ σῴζεσθαι. καὶ τὸ δι’ ἄλλο καὶ δι’ ἑτέρου· ὁ γὰρ πλοῦτος διὰ τὴν ἐμπορίαν καὶ ἑτέρου ἕνεκα, ἤγουν τῆς ἀρετῆς. τὸ ὁρᾶν ἑτέρου μὲν ἕνεκα, οὐ δι’ ἄλλο δέ, ἀλλὰ καθ’ αὑτό. ἐνδέχεται τὸ καθ’ αὑτὸ καὶ δι’ ἄλλο εἶναι κατὰ συμ‐ | |
25 | βεβηκός· ἡ γὰρ ὑγεία καθ’ αὑτὸ καὶ δι’ ἄλλο, τὸ τὸν ἰατρὸν ὑφελέσθαι τὸ λυμαινόμενον. καὶ ἡ ἀρετὴ δι’ αὑτὸ καὶ κατὰ συμβεβηκὸς ἕνεκεν τῆς εὐκλείας. καὶ ἡ ψυχὴ εἰ καθ’ αὑτὸ κινεῖται, οὐχὶ καὶ δι’ ἄλλο, εἰ μὴ κατὰ συμβεβηκός· εἰ δὲ δι’ ἄλλο, ἤγουν διὰ τὰ αἰσθητά, οὐ καθ’ αὑτό. Εἰ ἡ ψυχὴ αὐτοκίνητός ἐστι καὶ κινεῖ ἑαυτὴν καὶ κινεῖται ἀφ’ ἑαυτῆς, | |
30 | τάχ’ ἂν ἐξίσταται ἐκ τοῦ τόπου ἀφ’ οὗ ἐκινήθη καὶ φθαρήσεται. Ὁ νοῦς τὰ μὲν πρὸ αὐτοῦ οἶδεν εἰκονικῶς, τὰ δὲ μετ’ αὐτὸν παραδειγμα‐ | |
τικῶς. | 41 | |
43 | Πᾶσα ἀπόδειξις ἔχει ἀρχὴν τὰς κοινὰς ἐννοίας, πέρας δὲ τὸ συμπέρασμα, καὶ οἱ ὁρισμοὶ ἀρχὴν τὰ γενικώτατα, τέλος τὰ εἰδικώτατα. εἰ γοῦν ταῦτα πεπερασμένα, καὶ οἱ ὁρισμοὶ οἱ περὶ ταῦτα καταγινόμενοι. Ἡ ἁρμονία προϋποκειμένων τῶν χορδῶν ἐπιγίνεται. οὐκ ἄρα ἡ ψυχὴ | |
5 | ἁρμονία· πρὸ τοῦ σώματος γάρ ἐστιν. ἔτι ἡ ἁρμονία οὐ μάχεται ταῖς χορ‐ δαῖς, ἡ δὲ ψυχὴ μάχεται τῷ σώματι. ἡ ἁρμονία δέχεται τὸ μᾶλλον καὶ ἧττον, ἡ δὲ ψυχὴ οὔ· λοιπὸν οὐχ ἁρμονία. ἡ ἁρμονία ἁρμονίαν καὶ ἀναρ‐ μοστίαν ἐπιδέχεται οὐδαμῶς, ἡ δὲ ψυχὴ ἐπιδέχεται ἁρμονίαν τὴν ἀρετὴν καὶ ἀναρμοστίαν τὴν κακίαν. εἰ ἁρμονία, οὐκ ἂν ἐπιδέξαιτο ἀναρμοστίαν, | |
10 | δέχεται δὲ τὴν κακίαν. δηλονότι τῇ ἁρμονίᾳ ἐναντία ἡ ἀναρμοστία, τῇ ψυχῇ οὐδὲν ἐναντίον· οὐκ ἄρα ἡ ψυχὴ ἁρμονία. ἡ ἁρμονία λόγος καὶ σύν‐ θεσις τῶν μιχθέντων, ἡ ψυχὴ οὐδὲν τούτων· λοιπὸν οὐδὲ ἁρμονία. ἔτι ἡ ἁρμονία οὐ κινεῖ τὰ ἐξ ὧν ἐστιν, ἡ ψυχὴ κινεῖ τὸ σῶμα· οὐκ ἄρα ἁρμο‐ νία. ἔτι τῆς ἁρμονίας τὰ μέρη ἁρμονίαι, ὁ θυμός, ἡ ἐπιθυμία, ἡ αἴσθησις | |
15 | τὰ μέρη τῆς ψυχῆς οὐχ ἁρμονίαι· λοιπὸν ἡ ψυχὴ οὐχ ἁρμονία. οὐ λέγομεν ἁρμονίαν Λύδιον ἢ Φρύγιον, ἀλλὰ σύνθεσιν τοῦ σώματος, ὡς τῶν λίθων ἐν τῇ οἰκίᾳ μὴ δύνασθαι {ἄλλων} ἄλλο ἐμβληθῆναι. φασί τινες· ‘εἰ μὴ ἔστιν ἡ ψυχὴ ἁρμονία, τί δήποτε ἀναιρουμένης τῆς ἁρμονίας τοῦ σώματος ἀναιρεῖται ἡ ψυχή; ἔτι τῆς ψυχῆς ἀπολειπούσης, πῶς ἡ ἁρμονία τοῦ | |
20 | σώματος φθείρεται, εἰ μὴ ἡ ψυχὴ ἦν ἁρμονία;‘ λύσις· οὐ φθείρεται ἡ ψυχή, ἀλλ’ ἡ εἰς τὸ σῶμα αὐτῆς ἐνέργεια, ὥσπερ καὶ τοῦ διαφανοῦς τοῦ ἀέρος ἀναιρεθέντος οὐ τὸ φῶς ἀναιρεῖται, ἀλλ’ ἡ τούτου εἰς τὸ διαφανὲς ἐνέργεια. Ἀπορία· ἡ διάνοια τῆς λογικῆς ἐστιν ψυχῆς καὶ χωριστή. πῶς οὖν λέγει | |
25 | αὐτὴν Ἀριστοτέλης ἐκ τοῦ συναμφοτέρου; ἡ λογικὴ ψυχὴ κεχωρισμένη τοῦ σώματος διανοίᾳ οὐ κέχρηται οὐδὲ ζητεῖ, ἀλλὰ καθαρῶς ἐπιβάλλει τοῖς πράγμασιν. ὅταν δὲ συγγένηται τῷ σώματι, ἄγνοια αὐτῇ ἐπιγίνεται καὶ διαβαίνει ἐκ τῶν τῆς ψυχῆς κινημάτων ἴχνη πρὸς τὸ σῶμα. συμπάθεια γάρ τις τοῦ σώματος ἐπὶ τὴν ψυχήν. τῆς ὄπισθεν γὰρ κοιλίας τοῦ ἐγκεφά‐ | |
30 | λου παθούσης πάσχει τὸ μνημονευτικόν, ἄλλης τὸ λογιστικόν, καὶ τοιῶσδε | |
τὸ φανταστικόν. | 42 | |
44 | Ἡ ἀνάμνησις ἄρχεται ἀπὸ τῆς ψυχῆς καὶ διαβαίνει πρὸς τὸ σῶμα. Ἡ ἐντελέχεια καὶ τὸ εἶδος κατὰ Ἀριστοτέλην διττά, χωριστὰ τῆς ὕλης καὶ ἀχώριστα. ὁ νοῦς οὐ πάσχει ὥστε φθαρτὸς νομισθῆναι. καὶ γὰρ καὶ τοῦ ὄμματος λημῶντος τὸ αἰσθητήριον ἐμπαθὲς ἢ καὶ ἀργὸν καὶ ἡ αἴσθη‐ | |
5 | σις ἀπαθής. ὅθεν οὐδὲ ὁ νοῦς ληροῖ, ἀλλ’ ἡ τοῦ ὀργάνου πρὸς τὸ χεῖρον μεταβολή. Ἀριστοτέλης καὶ τὴν λογικὴν καὶ ἄλογον καὶ φυτικὴν καὶ τὸν νοῦν ψυχὰς ὀνομάζει. Ἡ ψυχὴ διαιρεθεῖσα τοῦ σώματος οὐ μνημονεύει· οὐ γὰρ δέεται μνήμης. | |
10 | Τὸ ποιοῦν πρὸς τὸ πάσχον οὔτε πάντῃ ὅμοιον ὀφείλει εἶναι οὔτε πάντῃ ἀνόμοιον, ἀλλὰ πῶς μέν, πῶς δ’ οὔ. ποιεῖ γὰρ τὸ θερμὸν εἰς τὸ ψυχρόν, δυνάμει μὲν θερμόν, ἐνεργείᾳ δὲ ψυχρόν. κἂν ποιεῖ τὸ ἄγαν θερμὸν εἰς τὸ μετρίως θερμόν, οὐχ ᾗ θερμὸν ποιεῖ ἀλλ’ ᾗ ψυχρόν. Καὶ λέγουσιν ὅτι καὶ τῷ ὁμοίῳ τὸ ὅμοιον γινώσκει ἡ ψυχή, ὡς τὸ ‘γαίῃ | |
15 | μὲν γαῖαν ὀπώπαμεν‘ κατ’ Ἐμπεδοκλέα, ‘ὕδατι δὲ ὕδωρ‘. τοὐναντίον· τρίχες γὰρ καὶ ὀστᾶ καὶ ὄνυχες μετέχοντα τῆς γῆς πάντῃ ἀναίσθητα. καὶ ὁ σφαῖρος, ὃν θεὸν οὗτος ὀνομάζει, συγκειμένων ἐκ τῶν τεττάρων στοι‐ χείων καὶ τοῦ νείκους καὶ τῆς φιλίας, κατὰ μετοχὴν ἀναισθητότερος ἂν εἴη τῶν στοιχείων, ὡς βραχὺ μετέχων αὐτῶν. | |
20 | Θαλῆς ἐν παντὶ σώματί φησιν εἶναι ψυχήν. πῶς οὖν ἐν πυρὶ καὶ ἀέρι τοῖς καθαρωτέροις καὶ λεπτοτέροις οὐκ ἔστιν; Ἡ ἐντελέχεια διττή· τὸ τοῦ σώματος ἀχώριστον εἶδος καὶ τὸ κεχω‐ ρισμένον ὡς ὁ πλωτὴρ τοῦ πλοίου. ὅταν οὖν ἐντελέχειαν λέγει τὴν ἄλογον καὶ φυτικὴν ψυχήν, τὸ ἀχώριστον εἶδος λέγει· ὅταν δὲ τὴν λογικήν, τὸ | |
25 | κεχωρισμένον. Μία οὖσα ἡ ψυχὴ κατ’ οὐσίαν ἔχει τὴν θρεπτικήν, αὐξητικήν, γεννη‐ τικήν, λογιστικὴν καὶ τὰς λοιπὰς δυνάμεις ὡς τὸ πῦρ καυστικήν, ξηραντι‐ κὴν καὶ φωτιστικήν, ἢ μεριστή ἐστι καὶ κατ’ ἄλλο καὶ ἄλλο μόριον ἐνερ‐ γεῖ. δοκεῖ ὡς μία οὖσα ταῦτα ἐνεργεῖ. εἰ γὰρ διῄρηται, ἀνάγκη τὰ μόρια | |
30 | ἢ διακεκριμένα εἶναι ἢ ἡνωμένα. εἰ διακέκριται, πῶς ἔσται τὸ ζῷον ἕν; | 43 |
45 | εἰ δὲ συνεχές ἐστιν, ἀνάγκη καὶ τὰς φυτικὰς δυνάμεις ἡνωμένας εἶναι αὐτῷ. οὐδὲν ἄτοπον τὴν ψυχὴν μίαν οὖσαν διαφόροις κεχρῆσθαι ἐνερ‐ γείαις. Ἀριστοτέλης μίαν οὐσίαν εἶναι βούλεται τῆς ψυχῆς, ἐκ διαφόρων συγκειμένην οὐσιῶν ἡνωμένων. τί δὲ τὸ ἑνοῦν ταύτας; ἐν οἷς τὸ μὲν εἴδους | |
5 | λόγον ἐπέχει, τὸ δὲ ὕλης, οὐ δεῖ ζητεῖν τὸ ἑνῶσον· οἴκοθεν γὰρ ἡ ἕνωσις, ὥσπερ ὁ σίδηρος ἀποξεσθεὶς καὶ ἐπιτήδειος γεγονὼς εἰς σκέπαρνον καὶ πρίονα, οὐ δεῖ ἄλλο τι εἶναι τὸ ἑνοῦν τὸ τοιόνδε σχῆμα τῷ σιδήρῳ, ἀλλ’ αὐτομάτως συμφ[ύεται ταῦτα] ἀλλήλοις· ὕλη γὰρ καὶ εἶδος τῶν πρός τι, τὰ δὲ πρός τι ** ἡ ἄλογος ψυχὴ ὡς ὕλη πρὸς τὴν λογικὴν καὶ ἡ φυτικὴ | |
10 | πρὸς τὴν ἄλογον ὁμοίως. ἀλλὰ καὶ ἑνοῦν τοῦτο ἂν εἴπωμεν, ὅτι ἡ φυτικὴ ψυχὴ ὕλη πρὸς τὴν ἄλογον. κατὰ συμβεβηκὸς εἰς ὁμοιομερῆ διαιρεῖται μέρη ἡ ψυχή (τῷ γὰρ διαιρεῖσθαι 〈τὸ〉 ἐν ᾧ ἐστι σώματι καὶ αὐτὴ συν‐ διαιρεῖται) ὡς ἐπὶ τῶν φυτῶν 〈καὶ τῶν〉 ἐντόμων. ἑκάστη τῶν δυνάμεων τῆς ψυχῆς κεκλήρωται μόριον τοῦ σώματος, οὗ πρώτως ἱδρυμένη ἐνερ‐ | |
15 | γεῖ. Ψυχή ἐστιν ἐντελέχεια σώματος φυσικοῦ ὀργανικοῦ δυνάμει ζωὴν ἔχοντος. ἐπὶ πλέον τῆς ἐνεργείας ἕξις, διότι ἀεὶ καὶ πᾶσι τοῖς ἔχουσι παρακολουθεῖ. καὶ ἔνθα μὲν κατὰ προχείρισιν ἐνέργεια, ἐκεῖ καὶ ἡ ἕξις, οὐ μὴν καὶ ἀνάπαλιν. τινὲς οὐκ ἀποδέχονται τὸν ἀποδοθέντα ὅρον τῆς | |
20 | ψυχῆς, ὅτι οὐκ ἔστι κοινὸν γένος τῆς ψυχῆς, ὡς οὐδὲ τῶν ἀτόμων. ἄλλως τε καὶ ἢ ὁμώνυμος ἡ ἐντελέχεια ἐπὶ τοῦ χωριστοῦ καὶ ἀχωρίστου σώματος λεγομένη. ἡ ἄλογος ψυχὴ καὶ ἡ φυτικὴ χωρὶς τοῦ ὑποκειμένου ἐνεργεῖν οὐ δύναται. ἡ δὲ λογικὴ μόνῃ τῇ ἐνεργείᾳ, ἤγουν τῇ αὐτῆς βουλήσει, κινεῖ τὸ ζῷον, ὡς ὀργάνῳ τῇ ἀλόγῳ χρωμένη. | |
25 | Οὐδεμίαν τῶν κατηγοριῶν ἐφαρμόττει τῇ ψυχῇ Ἀριστοτέλης εἰ μὴ τὴν οὐσίαν, ἣν ὑποδιαιρεῖ 〈εἴς τε τὴν〉 σύνθετον καὶ ἁπλῆν, καὶ τὴν ἁπλῆν εἴς τε τὴν ὕλην διαιρεῖ καὶ τὸ εἶδος. σύνθετα δὲ οὐ τὰ τεχνικὰ λέγει ἀλλὰ τὰ φυσικά, ὧν τὰ μὲν ἔχει ζωὴν καὶ εἰσὶν ἔμψυχα, τὰ δὲ οὐκ ἔχει. Ἐντελέχεια λέγεται παρὰ τὸ ἓν καὶ τὸ τέλειον καὶ τὸ συνέχειν. καὶ γὰρ | |
30 | τὸ εἶδος καὶ τελειοῖ καὶ συνέχει καὶ ἑνοῖ. τὸ δὲ ‘δυνάμει ζωὴν ἔχοντοσ‘ | 44 |
46 | εἶπεν ἀντὶ τοῦ διωργανωμένου, ὃ οὔτε τὸ σπέρμα οὔτε ὁ νεκρός. 〈ζῷον〉 τοῦ ζῆν ἐπὶ πλέον· ζῇ γὰρ καὶ τὰ ἔμβρυα, ζῷα δὲ παρ’ ** ἐν οἷς ἐπιδι‐ στάζεται. ** τὸ εἶδος καὶ ἐντελέχεια· οὐ μὴν καὶ ἀνάπαλιν. ἡ γὰρ ἀπὸ τῆς ἕξεως | |
5 | ἐνέργεια ἐντελέχεια, οὐ μὴν καὶ εἶδος. ἐν τοῖς ἐν γενέσει καὶ φθορᾷ πέφυκε χωρίζεσθαι ἡ ἐνέργεια τῆς ἕξεως, ὡς ἡ ἐνέργεια τοῦ διδασκάλου τῆς τοῦ μαθητοῦ ἕξεως. ἐν δὲ τοῖς θείοις σύνδρομος ἕξις τῇ ἐνεργείᾳ· ἄνευ γὰρ δυνάμεως ἐνέργειαί εἰσιν. Ἔχουσι καὶ τὰ φυτὰ ὄργανα ἁπλᾶ, ἰδίαν ἕκαστον ἐνέργειαν ἔχοντα. ἐπὶ | |
10 | δὲ τῶν ζῴων τὰ ὄργανα πολλὰς καὶ ποικίλας ἔχει, ἐπειδὴ τῶν ζῴων αἱ ψυχαὶ ποικίλαι ταῖς ὁρμαῖς, τῶν δὲ φυτῶν ἁπλαῖ. Καρπός ἐστιν αἱ κεγκραμίδες τοῦ σύκου κυρίως καὶ τῶν ἐλαιῶν οἱ πυρῆνες, περικάρπιον τὸ περικεχυμένον αὐτοῖς ὑγρὸν μετὰ τοῦ δέρματος. Πρώτη δύναμις τῆς φυτικῆς ψυχῆς 〈ἡ〉 γεννητική, τοῦτο γὰρ τέλος | |
15 | τῆς φύσεως τὸ φυλάττειν τὰ ὑποκείμενα· δευτέρα ἡ αὐξητικὴ ὡς τε‐ λειοῦσα καὶ εἰς τὸ κατὰ φύσιν μέτρον ἄγουσα· τρίτη ἡ θρεπτικὴ ἧς ἔργον ἐστὶ τὸ σῴζειν τὸ εἶδος, μέχρι γὰρ 〈τοσούτου〉 σῳζόμεθα ἔστ’ ἂν τρε‐ φώμεθα. Ὡς ὄψις κρείττων ἀκοῆς, καὶ αὕτη ὀσφρήσεως κἀκείνη γεύσεως καὶ | |
20 | ἁφῆς. ἡ ἁφὴ δοκεῖ μηδὲ αἴσθησις εἶ〈ναι〉· αἱ γὰρ ἄλλαι ἔχουσιν ἰδίας ἀντιθέσεις, μέλαν λευκόν, βαρὺ ὀξύ, καὶ τὰ λοιπά, αὕτη δὲ περὶ θερμὸν καὶ μαλακόν, βαρὺ καὶ κοῦφον, μανὸν καὶ πυκνόν, καὶ πολλὰς ἀντιθέσεις. Ἐν τοῖς ἀνθρώποις αἴτιον τῆς κατὰ τόπον κινήσεως νοῦς, ἐν τοῖς ἀλόγοις ἡ αἴσθησις· τῇ ἀληθείᾳ δὲ τὸ ὀρεκτικὸν τῆς κατὰ τόπον κινήσεως αἴτιον. | |
25 | Τὸ ζῆν πολλαχῶς λέγεται· κατὰ νοῦν, κατ’ αἴσθησιν, κατὰ τὰ λοιπά. ὅθεν καὶ τὰ φυτὰ θρεπτικὴν ἔχοντα δύναμιν ζῆν λέγεται. ταῦτα τρέφεσθαι καὶ αὔξεσθαι λέγομεν τὰ κατὰ πᾶν μόριον τρεφόμενα καὶ αὐξόμενα. εἰς δὲ τὰ μὴ κατὰ πᾶν μόριον πρόσθεσις λέγεται, ὡς ἐπὶ τὸν σωρὸν τοῦ σίτου πρόσθεσις ὁ ἕτερος. | |
30 | Ζῷα λέγομεν οὐ τὰ ἁπλῶς ζῶντα, ἀλλ’ ἐν οἷς ἡ ζωὴ τρανέστερον καὶ περιφανέστερον, ὥσπερ δρομέας οὐ τοὺς ἁπλῶς τρέχοντας, ἀλλὰ σφο‐ | |
δρῶς. | 45 | |
47 | Ἐν τῷ φ[υ]τῷ μία μὲν ἡ ψυχή, διαιρεθεῖσα δὲ εἰς πολλοὺς κλάδους καὶ αὔξουσα τὴν οἰκείαν δύναμιν πολλαὶ γίνονται τῷ ἀριθμῷ, τῷ δὲ εἴδει ἐστὶ μία. Ἐκ τοῦ ἐγκεφάλου πρόεισι πᾶσα αἴσθησις καὶ κίνησις. ὅθεν εἰ πάθῃ τι | |
5 | οὗτος, ἀναίσθητον πάντῃ καὶ ἀκίνητον ἀπομένει τὸ ζῷον. Ἀριστοτέλης ἐν τῷ Περὶ ψυχῆς· τὸ ὀρεκτικὸν καὶ φανταστικὸν ἀχώ‐ ριστά εἰσιν, ὁμοίως καὶ τὸ αἰσθητικὸν καὶ τὸ κατὰ τόπον κυκλικόν. Τοῦ νοῦ τὸ μὲν θεωρητικόν, τὸ δὲ πρακτικὸν ὃ σχέσιν ἔχει πρὸς τὸ σῶμα, οὗ ἀπολυθὲν οὐκ ἔστι πρακτικός. ἄμφω τῷ τέλει διαφέρουσιν· | |
10 | ἐκείνῳ γὰρ τέλος ἡ ἀληθείας κατάληψις, τούτῳ δὲ τοῦ ἀγαθοῦ. Ὁ νοῦς γένος ἕτερον δοκεῖ τῆς ψυχῆς καὶ χωριστὴν ἔχων τὴν οὐσίαν, ἡ δὲ πᾶσα ψυχὴ ἀχώριστος. τῆς ψυχῆς μόνον μέρος ὁ νοῦς ἀίδιον. ἡ ψυχὴ ἔχει μὲν καὶ ἐνεργείας ἐκ τῆς σχέσεως τῆς πρὸς τὸ σῶμα, ἃς μετὰ τὴν ἐντεῦθεν ἐλευθερίαν ἀποτίθεται. ἔχει καὶ ἰδίας τὰς περὶ τῶν νοητῶν, εἰς | |
15 | ἃς μᾶλλον ἐμποδίζει τὸ σῶμα. πρόδηλον τοίνυν ὅτι καὶ τὴν οὐσίαν ἕξει χωριστήν, νοῦς τότε οὖσα καὶ λεγομένη, οὐκέτι ψυχὴ μέντοι εἰ μὴ δυνά‐ μει, ὡς καὶ ἐν σώματι οὖσα δυνάμει ἐστὶ νοῦς. Τοῖς τὴν ἁφὴν μόνην ἔχουσιν ἡ κατ’ ἐπιθυμίαν ὑπάρχει ὄρεξις, τοῖς δὲ [αἰσθήσεις] καὶ ἡ κατὰ θυμόν· ἡ δὲ βούλησις μόνου τοῦ λόγου. ἡ ὄρεξις | |
20 | κοινῶς ἐπί τε θυμοῦ καὶ ἐπιθυμίας λέγεται· ὁμώνυμος γάρ ἐστιν ὡς ἡ ἐπι‐ θυμία. Τῇ ἁφῇ χρῶνται καὶ αἱ λοιπαὶ αἰσθήσεις (ἡ ὄψις γὰρ ἁπτομένη τοῦ διαφανοῦς ἀντιλαμβάνεται καὶ ἡ ὄσφρησις τοῦ διακονουμένου τῇ ὀσμῇ), ἀλλὰ κατὰ συμβεβηκός. | |
25 | Ἡ κοινῶς κατηγορουμένη τῶν ἄλλων ψυχὴ ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἓν διῄρηται. Αἱ αἰσθήσεις ἀντιπεπόνθασι τῷ νοΐ· αὗται γὰρ μειζόνων δραττόμεναι ἀπολλύουσι τὸ ἔλαττον, ὡς ἡ ὄψις βλέπουσα τὸν ἥλιον ἀδυνατεῖ πρὸς τὰ γράμματα, ὁ μεγάλων ψόφων ἀκούσας τῶν ἐλαττόνων ἐστὶν ἀνεπαίσθητος, | |
30 | καὶ αἱ ἄλλαι, νοῦς δὲ τῇ τῶν μειζόνων ἀντιλήψει ὀξυδερκέστερον γίνεται. Αἱ δυνάμεις τῷ χρόνῳ μὲν τῶν ἐνεργειῶν πρότεραι, τῷ δὲ λόγῳ δεύτε‐ | |
ραι, αἱ δὲ ἐνέργειαι ἀνάπαλιν, εἰ τὸ τέλος τῷ λόγῳ πρότερον, ἡ δ’ ἐνέργεια | 46 | |
48 | τέλος τῆς δυνάμεώς ἐστι καὶ προτέρα. ἔτι τὸ οὗ ἕνεκα πρότερον τοῦ ἕνεκά του. ὅρασίς ἐστι ἀντίληψις χρωμάτων. τὸ αὐτό ἐστι καὶ ὡς τέλος καὶ ὡς πρός τι, ὡς οἰκοδόμησις πρὸς τὸ οἰκοδομητόν, πρός τι καὶ τέλος, καὶ οὐκ ἔστι ξένη ἡ ἀντίθεσις. καὶ τῆς γεννήσεως τὸ γεννώμενον ὡς μὲν | |
5 | γεννώμενον ἀντικείμενον, ὡς δὲ ἤδη γεγονὸς τέλος. τὸ αὐτὸ καὶ ἐπὶ αὐξή‐ σεως καὶ αὐξητοῦ 〈καὶ〉 ηὐξημένου. Εἰ πάντα τοῦ εἶναι ἐφίεται καὶ διὰ τοῦτό ἐστι τοῖς ζῴοις ἡ γεννητικὴ κατὰ προαίρεσιν δύναμις, ἐν δὲ τοῖς φυτοῖς ἡ αὐτόματος, πῶς οὐ τούτου χάριν τὸ αὐτὸ καὶ ἐν τοῖς ἀψύχοις ἐστὶ καὶ ἐν τούτοις ἡ τοιαύτη δύναμις | |
10 | ὑφειμένη; καὶ γὰρ τὰ μέταλλα φθειρόμενα πάλιν ἀνταποδίδοται, εἰ καὶ μὴ ὅδε ὁ λίθος. καὶ κατὰ τὴν ἐπικράτειαν δὲ τῶν στοιχείων γίνονται καὶ τὰ ἄψυχα εἰς ἐπίδοσιν. Τρία εἰσὶν ἡ θρεπτική, ἤγουν τὸ τρέφον καὶ τὸ τρεφόμενον καὶ ἡ τροφή. τὸ ᾧ τρέφεταί {ὅ} ἐστι διττόν· ἢ ὡς Ὕλῃ ἢ ὡς ὀργάνῳ. καὶ τὸ ὄργανον | |
15 | διττόν· ἢ κινοῦν καὶ κινούμενον, ὡς τὸ ἔμφυτον θερμὸν κινούμενον ἀπὸ τῆς θρεπτικῆς δυνάμεως καὶ κινοῦν ὀδόντας, γαστέρα, φλέβας ἃ μόνον κινεῖται καὶ οὐ κινεῖ, ἢ κινοῦν τὸ θερμόν, κινούμενον ἡ τροφή. Τὸ πάσχον ὑπὸ τοῦ ὁμοίου πάσχει ἢ ὑπὸ τοῦ ἐναντίου. πάσχει κυρίως ὑπὸ τοῦ δυνάμει μὲν ὁμοίου, ἐνεργείᾳ δὲ ἀνομοίου, ὡς ἡ αἴσθησις ὑπὸ τῶν | |
20 | αἰσθητῶν. Εἰ ἡ αἴσθησις ἀντιληπτικὴ τῶν αἰσθητῶν, εἰσὶ δὲ καὶ τὰ αἰσθητήρια αἰσθητά, πῶς οὐκ ἀντιλαμβάνεται καὶ τούτων; ἡ αἴσθησις δύναμίς ἐστι καὶ ἐνεργεῖ διά τινων, ἤγουν τῶν αἰσθητῶν ἔξωθεν φαινομένων. ὁ νοῦς ἔχει τὴν τῶν νοουμένων [γν]ῶσιν ἐντὸς καὶ βλέπει καθ’ ἑαυτόν· ἡ δὲ | |
25 | αἴσθησις τῶν ἔξωθεν δέεται. αἰσθάνεται δὲ αἴσθησις εἰς τὸ καθ’ ἑαυτὴν μᾶλλον τὰ παρὰ φύσιν, ὡς πυρετὸν καὶ οὐ φυσικὴν θερμότητα, καὶ ἰκτε‐ ριώντων ὁ ὀφθαλμὸς ἐν τῷ βλέπειν πάντα κίτρινα, ὃς δὴ ἐν τῷ ὁρᾶν δέεται ἔξωθεν καὶ ἀέρος, οὐχ ἁπλῶς ἀλλὰ φωτεινοῦ. ἔτι ἡ αἴσθησις οὐκ ἀντι‐ λαμβάνεται τῶν αἰσθητηρίων, ὅτι οὐδὲν αὐτὸ ἀφ’ ἑαυτοῦ πάσχει, | |
30 | ἀλλ’ ὑφ’ ἑτέρου ἀνομοίου. ἀντίληψίς ἐστι κρίσις τοῦ πάθους τοῦ ἐγγινο‐ | 47 |
49 | μένου τῷ αἰσθητηρίῳ. αἰσθάνεσθαί ἐστι κρίσις τοῦ πάθους τοῦ ἐγγινομέ‐ νου τῷ αἰσθητικῷ ὑπὸ τῶν αἰσθητῶν. Καθολικωτέρα ἡ ἐνέργεια κινήσεως καὶ αὕτη τοῦ πάσχειν. ἐνέργειά ἐστιν ἡ καθόλου προσβολὴ ἀπὸ τῆς ἕξεως, κίνησις δὲ ἀτελὴς ἐνέργεια καὶ | |
5 | ἡ ἀπὸ τοῦ πρώτου δυνάμει ἐπὶ τὴν ἕξιν ὁδός. διττὴ καὶ ἡ ἐνέργεια ὡς ἡ διάθεσις, καὶ διττὸν τὸ δυνάμει, τό τε καθ’ ἕξιν καὶ ἐπιτηδειότητα. Ἀλλοίωσίς ἐστιν ἐξ εἰδοπεποιημένου εἰς εἰδοπεποιημένον τοῦ αὐτοῦ ὑποκειμένου μένοντος. Ὅταν λέγωμεν γίνεσθαι τὰς αἰσθήσεις ὅπερ τὰ αἰσθητά, οὐχ οὕτω | |
10 | λέγομεν, ὅτι γίνεται ἡ ὅρασις λευκὴ ἢ μέλαινα, ἀλλ’ ὅτι ἀντιλαμβάνεται τοῦ αἰσθητοῦ, ὡς καὶ ὁ κηρὸς δυνάμει δακτύλιος διὰ τὴν σφραγῖδα. Τριχῶς λέγεται τὰ αἰσθητά· τὰ μὲν καθ’ αὑτά, τὰ δὲ κατὰ συμβεβηκός, τῶν καθ’ αὑτὰ τὰ μὲν κοινά, τὰ δὲ ἴδια ἑκάστης, ὡς ὄψει χρώματα, ἀκοῇ ψόφοι καὶ ταῖς λοιπαῖς ἴδια. κοινὰ δὲ αὐτῶν σχῆμα, κίνησις καὶ ὁ ἀριθμός· | |
15 | τὸν αὐτὸν γὰρ πέντε καὶ ἀκούομεν καὶ βλέπομεν καὶ ἁπτόμεθα. Ἀριστο‐ τέλης ἐν τῇ Φυσικῇ λέγει μόνον ἀριθμεῖν τὸν νοῦν, ἐν δὲ τῷ Περὶ αἰσθή‐ σεώς φησι καὶ τὴν αἴσθησιν. ὁ νοῦς τοῦ εἴδους ἐστὶν ἀντιληπτικός, ἡ δὲ αἴσθησις τοῦ τοσοῦδε. καὶ ἡ ὄψις καθ’ αὑτὸ τοῦ χρώματος ἀντιλαμβάνε‐ ται, κατὰ συμβεβηκὸς δὲ καὶ οὐσίας, ἤγουν Σωκράτους, Πλάτωνος. τὰ | |
20 | τῇ ὄψει αἰσθητὰ χρώματα, τῇ ἀκοῇ ψόφοι, τῇ γεύσει χυμοί, ἁφῇ δὲ καὶ ὀσφρήσει οὐκ εἰσὶν ὀνομασίαι· τὰ γὰρ ἁπτὰ ἢ ὀσφραντὰ τῆς σχέσεως αὐ‐ τῶν εἰσιν ὀνομασίαι. οὐδὲ ἡ ἀτμὴ κυρίως τῆς ὀσφρήσεως, ἐπεὶ ἡ ἐξ ὕδατος οὐκ ὀσφραντή. τὰ δὲ τῇ ἁφῇ ὑποκείμενα πάντῃ ἀνώνυμα. αἱ μὲν ἄλλαι αἰσθήσεις ἔχουσιν ἀπάτην εἰς τὰ οἰκεῖα ὑποκείμενα, ἡ δὲ ἁφὴ πλείους | |
25 | μὲν ἔχει διαφοράς, ἀλλ’ οὐκ ἀπατᾶται. ἰστέον ὡς ὑπὸ τῶν κατὰ φύσιν αἰσθητῶν καὶ οὐχ ὑπὸ τῶν κατὰ συμβεβηκὸς πάσχουσιν αἱ αἰσθήσεις. Εἰ ἡ αἴσθησις οὐκ αἰσθάνεταί τινων ὡς οὐσιῶν, πόθεν ὁ κύων γινώσκει τὸν δεσπότην καὶ ὁ ὄνος τὴν φάτνην; οὐχ ᾗ οὐσίαν, ἀλλ’ ᾗ τοιάδε σχήματα φίλων. | |
30 | Διαφανές ἐστι φύσις τις ἐν πλείοσιν ὑπάρχουσα διαπορθμευτικὴ τῶν χρωμάτων, ἥτις φωτὸς μὲν ἀπόντος δυνάμει ἐστὶν 〈δι〉αφανής, ἐνεργείᾳ | |
δὲ τούτου παρόντος. | 48 | |
50 | Πυγολαμπίδες, λεπίδες, ἐχίνων ὄστρακα καὶ τοιαῦθ’ ὅμοια ἐν φωτὶ οὐχ ὁρᾶται, ἀλλ’ ἐν σκότει, ὅτι οὐ χρῶμά ἐστι τὸ ἐν τούτοις πυρῶδες· ἴδιον δὲ χρώματος τὸ ἐν φωτὶ ὁρᾶσθαι. Τὸ φῶς τελειωτικόν ἐστι τοῦ δυνάμει διαφανοῦς. | |
5 | Διαφανὲς δὲ μετὰ τῶν ἄλλων, ἤγουν ἀέρος, ὕδατος, φεγγιτῶν, λίθων, κεράτων, ὑέλου, γύψου, καὶ τὸ χύμα τῶν σφαιρῶν δι’ ὧν καὶ τὰ ἄστρα βλέπομεν. καὶ αὗται μὲν αἱ σφαῖραι διαφανεῖς, οὐκέτι δὲ καὶ τὰ ἄστρα. Ἰστέον ὅτι τὸ ἀπὸ τῆς γῆς ἕως τοῦ οὐρανοῦ διάστημα δύο ζῳδίων ἴσον ἐστὶ διαστήματι. | |
10 | Τὸ φῶς οὐ σῶμά ἐστιν. εἰ γὰρ ἦν σῶμα, πῶς οἷόν τε ἦν ἀθρόαν ἔχειν κίνησιν, ὥστε ἅμα τὸν ἥλιον ὑπὲρ τὸν ὁρίζοντα γενέσθαι, ἐξαίφνης ὅλον τὸ ὑπὲρ γῆν ἡμισφαίριον φωτίζει; ἔτι εἰ ἦν σῶμα, ἢ κατ’ εὐθὺ ἔμελλε φω‐ τίζειν ἢ κατὰ κύκλον. εἰ κατ’ εὐθύ, ἢ ἄνω μόνον ἢ κάτω μόνον· τοῦτο δὲ καὶ δεξιᾷ καὶ ἀριστερᾷ καὶ πανταχοῦ. ὅτι δὲ οὐδὲ κύκλῳ, δῆλον. εἰ γὰρ | |
15 | εἰς ἑτερόμηκες οἴκημα εἰσαγάγω λύχνον, διελεύσεται τὸ φῶς εἰς τὴν ἑτέραν σανίδα. ἔτι εἰ σῶμα τὸ φῶς, χωρεῖ δὲ δι’ ὅλου τοῦ ἀέρος, δίεισι σῶμα διὰ σώματος. ἔτι εἰ ἦν σῶμα, ἐν τῷ ἄνεμον κινεῖσθαι ἂν ἐσκοτίζετο ὁ τόπος ἐξωθουμένου τοῦ φωτὸς ὑπὸ τοῦ ἀέρος. ἔτι εἰ σῶμα τὸ φῶς, ὁ ἀὴρ φωτιζόμενος ἂν ἐπαχύνετο· βλέπομεν δὲ ὅτι φωτιζόμενος λεπτύνε‐ | |
20 | ται. Ὁ ἀὴρ οὐκ ἔχει ἴδιον χρῶμα. εἰ γὰρ εἶχεν, οὐκ ἂν ἦν διαπορθμευτικὸς τῶν χρωμάτων, ἐπεὶ καὶ {εἰ} ὕελος πάντα διαπορθμεύει τὰ χρώματα, ἐὰν δὲ δέξηται πανταχοῦ ἓν χρῶμα εἰς βάθος, ἄλλα οὐ διαπορθμεύει. ἔτι εἰ εἶχεν ὁ ἀὴρ ἴδιον χρῶμα, ἐπείχετο δὲ καὶ ἔξωθεν ἕτερον, σύγχυσις ἐγένετο | |
25 | ἄν· τὸ αὐτὸ γὰρ ὑποκείμενον ἀσυγχύτως δύο χρώματα δέξασθαι οὐ δύνα‐ ται. πῶς ἡ ἐνέργεια τοῦ χρώματος ἀπὸ τοῦ ἰδίου ὑποκειμένου ἀφικνεῖται πρὸς τὴν ὄψιν; ὅτι ἐν ὑποκειμένῳ γίνεται τῷ ἀέρι, καὶ ὥσπερ ἡ τοῦ τέκτο‐ νος ἐνέργεια χωρεῖ διὰ τοῦ σκεπάρνου εἰς τὸ ξύλον, τοῦτο μὲν σχηματί‐ ζουσα, τῷ δὲ σκεπάρνῳ μηδὲν ποιοῦσα. | |
30 | Εἰ δὲ καὶ ἀθρόα γίνεται ἡ ἐνέργεια τοῦ φωτός, οὐ θαυμαστὸν ἀσωμάτου ὄντος· ὅπου γε ἐν τῇ σχοίνῳ διὰ τὴν συνοχὴν τῆς μιᾶς ἄκρας σαλευθείσης | |
ἅπαν σεσάλευται. | 49 | |
51 | Τὰ ἐν τοῖς κατόπτροις εἴδωλα φαίνεται οὐ τῶν ὄψεων τῶν ἡμετέρων ἀνακλωμένων πρὸς τὰ ὁρατά, ἀλλὰ τῶν ἐνεργειῶν ἐκείνων πρὸς ἡμᾶς, κατ’ εὐθεῖαν φερομένων πρὸς τὰς ὄψεις. οὐκ ἄλλως ἢ κατ’ εὐθεῖαν ἐνεχ‐ θήσονται, εἰ μὴ κατὰ πρόσωπον αὐτοῖς γενώμεθα. διὰ τοῦτο οὖν τὰ ὄπι‐ | |
5 | σθεν χρώματα, κἂν ἐκ πλαγίων ἀποβλέψωμεν, οὐχ ὁρῶμεν. Εἰ ἀκτῖνες οὐ σῶμα, παράτριψις οὐκ ἔστιν. ταύτης δὲ μὴ οὔσης, πῶς ἐστι θερμὸς ὁ ἀήρ; ὥσπερ ἡ ψυχὴ θερμὴ οὐκ οὖσα ζωτικὴ ἐνέργεια γίνεται τῷ σώματι, ἐπειδὰν δὲ ἀποστῇ, σβέννυται τὸ ἔμψυχον θερμόν, τοιαύτη καὶ ἐκ τοῦ ἡλίου ζωτικὴ ἐνέργεια γίνεται διὰ τοῦ φ[ωτὸς] ἐν ἀέρι ἐκθερ‐ | |
10 | μαίνουσα τὸ ἔμφυτον αὐτῷ θερμόν. εἰ δὲ καὶ ὁ ἥλιος θερμὸς μὴ ὢν θερ‐ μαίνει, ὁμοίως καὶ ἡ φροντὶς θερμαίνει ἀσώματος οὖσα ψυχῆς ἐνέργεια, οὕτως οὐδὲν ἀπεικὸς καὶ τὸν ἥλιον μὴ ὄντα θερμὸν τῇ ζωτικῇ αὐτοῦ ἐνεργείᾳ, ἤτοι τῷ φωτί, ἐκθερμαίνειν τὴν ἐν ἀέρι θερμότητα. ἐν γοῦν ταῖς ἀνακλάσεσι διπλουμένης τῆς ἐνεργείας θερμότερος γίνεται ὁ ἀήρ. θερ‐ | |
15 | μότερος ὁ ἥλιος ἐν μεσημβρίᾳ, ὅτι ἀνατέλλων καὶ δύνων ἀμβλείας γωνίας ποιεῖ ταῖς ἀκτῖσι καὶ πολὺν ἀέρα ἐντὸς ἀπολαμβάνουσι καὶ ἧττον θερ‐ μαίνουσι. ἄλλως τε ἀνατέλλων καὶ δύνων πολλὴν ἀχλὺν ἡμῖν ἐμβάλλει ὑ[δα]τώδη καὶ διὰ τοῦτο ἧττον θερμαίνει. Πᾶν σῶμα τὴν τοῦ φωτὸς δεχόμενον ἐνέργειαν πέφυκε καὶ αὐτὸ τὴν | |
20 | αὐτὴν ἀντιπέμπειν, ἐξαιρέτως δὲ τὰ λεῖα, ἀρ[γύριον], ἔσοπτρον, ὕδωρ. Τὰς ὀπτικὰς ἐνεργείας λέγομεν ὡς κώνους τινὰς ἐξιέναι τῶν ὀμμάτων ἀπό τινος κέντρου, εἶτα προϊόντας εὐρύνεσθαι. καὶ πάλιν [αἱ] ἐνέργειαι τῶν ὁρατῶν εἰς κενόν τι κέντρον τοῦ κρυσταλλοειδοῦς κρίνονται, ἀπὸ πλατέος μὲν ἀρχόμεναι, λήγουσαι δὲ εἰς στενὸν τὸ ὄμμα. | |
25 | Τὸ φῶς [εἰ ἀ]σώματον, πῶς ποιεῖ ἀμβλείας καὶ ὀξείας γωνίας ὡς εἰσὶ μεγέθους καὶ σώματος; πῶς δὲ πάλιν ἀντανακλᾶται; ὃν τρόπον ἡ σελήνη δέχεται τὰς τοῦ ἡλίου ἐνεργείας καὶ φωτιζομένη ἀντιφωτίζει, καθὰ καὶ ὕελος καὶ ἄργυρος. οὕτως ὅταν λέγωμεν ἀνακλᾶσθαι τὴν ἐνέργειαν ἀπὸ τῶν λείων σωμάτων, οὐδὲν ἄλλο λέγομεν 〈ἢ〉 ὅτι δεχόμενα τὰ τοιαῦτα σώ‐ | |
30 | ματα τὰς τοῦ φωτὸς καὶ τῶν ὁρατῶν ἐνεργείας οὐκ αὐτὰς κατὰ ἀριθμὸν ἃς ἐδέξατο ποιεῖ κλᾶσθαι, ἀλλ’ ὅτι ἐνεργεῖν τοιαύτας ἐνεργείας καὶ αὐτὰ | |
πέφυκε. | 50 | |
52 | Εἰ κατ’ εἰσπομπὴν βλέπομεν τῶν εἰδῶν τῶν ὁρωμένων εἰσερχομένων τῇ ὄψει, τὸ διάστημα τοῦ μεταξὺ ἀέρος πῶς βλέπομεν; λύσις· οὐχὶ ὡς ἐνέργειαι τῶν ὁρωμένων μέχρι καὶ τῶν ὀμμάτων ἔρχονται, ἀλλ’ ὁ ἀὴρ πλη‐ ροῦται τῶν ὁρατῶν. | |
5 | Εἰ τὰ εἴδωλα εἰσέρχεται τῷ ὄμματι, οὐκ ἔρχεται καὶ τὰ πόρρω ὁμοίως; λύσις· ὡς ἀσθενεῖ ὁ ὀφθαλμὸς πολλάκις καὶ οὐ δύναται ἰδεῖν τὰ πόρρω, οὕτως καὶ αἱ τῶν πόρρω ἐνέργειαι ἀδύνατον ἔχουσι φθάσαι εἰς τὸ ὄμμα. Ἡ ἀντίληψις τῶν ὁρατῶν κατὰ μόνου τοῦ μορίου ἐκείνου γίνεται ἐν | |
10 | ᾧ ἡ κόρη συνίσταται. εἰ τέτρηται ὁ ῥαγοει[δής] ** διὰ τοῦτο οὖν τὰ συμ‐ βαίνοντα πάθη τῷ ὀφθαλμῷ οὐχ ὁρῶμεν. ὅθεν εἰ τῇ κόρῃ συμβῇ τι, ἀπόλ‐ λυται ἡ ὄψις. ὥσπερ ἐπὶ τῆς γλώττης, εἰ γίνεταί τι αὐτῇ δραστικώτερον, καὶ τὸ προσαχθησόμενον ἔπειτα τοιούτου {οἶδα} χυμοῦ δοκεῖ, οὕτω καὶ ἡ ὄψις τῷ παρὰ φύσιν ἐγγινομένῳ χρώματι τῶν ἰκτεριώντων κεχρῶσθαι | |
15 | τὰ ἔξω νομίζει, ὥσπερ καὶ τὰ διὰ σφέκλων ὁρώμενα τοιαῦτα δοκεῖ. Ἐὰν οἱ κῶνοι ἴσον ἀφεστηκότες τοῖς αὐτοῖς [σημ]είοις προσβάλλουσιν, εἰκότως ὡς ἓν τοῦ ἑνὸς ἀντιλαμβάνεται. εἰ δὲ παραστραφείη ἡ τῶν ὄψεων θέσις, συμβαίνει εἰς τὸ αὐτὸ αἰσθητὸν ἐξ ἑκατέρου κώνου ὄψεις προσβάλ‐ λειν μὴ ἴσον τῶν ἀξόνων ἀφεσ[τηκυίας, καὶ ἐπεὶ] διάφοροι ἀπὸ τῶν αὐτῶν | |
20 | σημείων τοῦ αἰσθητοῦ αἱ γωνίαι γίνονται, εἰκότως καὶ δύο κρίσεις, καὶ διὰ τοῦτο δύο εἶναι τὸ ἓν αἰσθητὸν δοκεῖ. εἰ αἱ ἐνέργειαι φοιτ[ῶσι] πρὸς τὴν ὄψιν, πῶς οὐ δοκοῦσιν ἡμῖν τὰ πόρρω καὶ ἐγγὺς διαστήματα ἶσα, ἀλλὰ μείζονα καὶ ἐλάττονα; ὥσπερ ἐπὶ ἀκοῆς οὐκ αὐτὸς ὁ πεπληγμένος ἀὴρ προσπελάζει τῇ ἀκοῇ, ἀλλὰ κατὰ τὴν διηχῆ αὐτοῦ δύναμιν ὁ ἀὴρ διαβιβά‐ | |
25 | ζει τοὺς ψόφους, τί θαυμαστὸν εἰ καὶ ἐπὶ τῆς ὄψεως τοῦτο συμβαίνει, τῆς τῶν ὁρατῶν ἐνεργείας προσπιπτούσης ταῖς ὄψεσιν; καὶ ἐν ὕδατι δὲ αἰσθανόμεθα ψόφων, οὐ τοῦ ἀέρος διὰ τοῦ ὕδατος χωροῦντος, ἀλλὰ τῆς ἐν τῷ ὕδατι διηχοῦς δυνάμεως. Εἰ τὸ διαφανὲς παρουσίᾳ τοῦ φωτὸς φῶς γίνεται, λείποντος τούτου | |
30 | σκότος ἐστίν. οὐκ ἀντίκειται τὸ φῶς καὶ σκότος ὡς στέρησις καὶ ἕξις· ἡ γὰρ στέρησις οὐ μεταβάλλει εἰς ἕξιν, ταῦτα δὲ ἀντιμεταβάλλει ἀλλήλοις. | |
φαίνεται δὲ ἐντεῦθεν καὶ τὸ φῶς καὶ σκότος ἀσώματα εἶναι ὡς ἐναντία· | 51 | |
53 | οὐσία γὰρ οὐσίας ἐναντία οὔκ ἐστιν. καὶ τὸ πῦρ δὲ τῷ ὕδατι οὐχ ὡς οὐσίαι ἀντίκεινται, ἀλλ’ ὡς ποιά. Τὸ φῶς εἶδός ἐστιν· ἔχει γὰρ ποιητικὰ αὐτοῦ ἥλιον, πῦρ καὶ λοιπὰ ἕτερα. τοῦ δὲ σκότους οὐδὲν ὁρῶμεν αἴτιον. ἀλλ’ οὐδὲ ποιότης ἐστίν· | |
5 | ἀθρόως γὰρ ἀφανίζεται, ἀρκεῖ δὲ τούτῳ εἰς τὸ εἶναι σκότος ἡ τοῦ φωτὸς ἀπουσία. Εἰ κινήσεως ἐδεῖτο τὸ φῶς ἵνα ἔλθῃ πρὸς ἡμᾶς, καὶ χρόνου πάντως· πᾶσα γὰρ κίνησις ἐν χρόνῳ. νῦν δὲ ἅμα φωτίζεται καὶ τὰ ἐγγὺς καὶ τὰ πόρρω τοῦ φωτίζοντος ὄντα. | |
10 | Τῶν ὁρατῶν τὰ μὲν ἐν ἡμέρᾳ φαίνεται, τὰ δὲ ἐν νυκτί, τὰ δὲ ἀμφοτέροις, τὰ δὲ οὐκ ἀμφοτέροις. τὰ χρώματα μόνως ἐν ἡμέρᾳ, τὰ λαμπρὰ ὡς λεπί‐ δες καὶ πυγολαμπίδες ἐν νυκτί, τὰ δὲ ὑπέρλαμπρα ἐν νυκτὶ καὶ ἡμέρᾳ ὡς σελήνη καί τινα τῶν ἀστέρων. Ὡς ἡ τοῦ ὁρατοῦ ἐνέργεια διαπορθμεύεται διὰ τοῦ μεταξὺ ἐπὶ τὸ | |
15 | αἰσθητήριον, οὕτω καὶ τὸ ὀσφραντὸν καὶ ἀκουστὸν δι’ ὕδατος ἢ ἀέρος. ὅτι δὲ ταῦτα διηχῆ καὶ δίοσμα, δῆλον. οἱ γὰρ ἰχθύες τοὺς ψόφους φεύγον‐ τες τοῖς δελέασιν ἕπονται. ἔχουσι δὲ τὴν ὀσφραντικὴν δύναμιν οἱ ἰχθύες ἀναμφιβόλως· τὰς γὰρ μεγάλας ἔχοντες, ἤγουν ὅρασιν καὶ ἀκοήν, ἀναγ‐ καίως ἔχουσι καὶ τὰς ἀτελεῖς καὶ ὑφειμένας. αἰσθητήριον τῆς ὀσφρήσεως | |
20 | οὐχ ἡ ῥίς, ἀλλ’ ἐντὸς ἡ μαστοειδὴς τοῦ ἐγκεφάλου ἀπόφυσις. Ἡ γῆ οὔτε διηχῆ οὔτε δίοσμον ἔχει δύναμιν. εἰ γάρ τις γεώδει τινὶ κηρῷ ἢ πηλῷ ἀποφράξει ῥῖνας καὶ ὦτα, οὐκ αἰσθήσεται ὀσφρήσεως ἢ ἀκοῆς. τὴν κοινὴν ἀέρος καὶ ὕδατος δύναμιν καθ’ ἣν αἱ ὀσμαὶ διαπορθμεύονται ἀνώνυμον Ἀριστοτέλης φησί. | |
25 | Διττὸς ὁ ψόφος· δυνάμει ἐπὶ τῶν στερεῶν τῶν μὴ ψοφούντων καὶ ἐνεργείᾳ ἐπὶ τῶν ἄλλων [τῶν] ψοφούντων. Ψόφος ἐστὶ πλῆξις ἀέρος τοιῶσδε γινομένη. γίνεται δὲ ψόφος ἐν δύο σώμασι στερεοῖς λείοις σφοδρᾷ συμπτώσει. ἐν τοῖς μαλακοῖς οὐ γίνεται ψόφος, ὅτι θρύπτεται ὁ ἀὴρ ἐν τοῖς πόροις τούτων καὶ διαλύεται ὡς ἐν | |
30 | τοῖς σπόγγοις. ἐν τοῖς μὴ λείοις κ[ατα]κερματίζεται πάλιν ταῖς κοιλότησιν ὁ ἀήρ. δεῖ δὲ τῆς σφοδρᾶς τῶν σκληρῶν συμπτώσεως, ἵνα πολὺς ἀὴρ | |
ἐναπολειφ[θῇ] μεταξύ, ὃς ἐναπολαμβανόμενος καὶ ταχέως ἐξωθούμενος | 52 | |
54 | ποιεῖ ψόφον. ἐν κώδωσι καὶ λοιποῖς κοίλοις ἠχεῖ ἀὴρ ἐπὶ πολύ, ὅτι τε‐ λεῖται περὶ τὸ κοίλωμα καὶ ἐξελθεῖν οὐ δύναται, καὶ ὅτι διὰ χαλκῶν τυπτόμενος ἐντὸς ὁ κώδων ποιεῖ ἐκτεταμένην τὴν ἠχήν, ἐπειδὴ ἐμπίπτει ὁ ἐκτὸς ἀὴρ τῷ ἐντὸς καὶ πλήττει καὶ ἀντιπλήττεται καὶ διηχεῖ. | |
5 | Οὔτε διὰ κενοῦ οὔτε διὰ στερεοῦ γίνεται ἡ κίνησις, ἀλλ’ ἐν ἀέρι ἢ ὕδατι. ἐν ὕδατι ψόφος οὐ γίνεται, ἂν ἐν τούτῳ βῇς καὶ ἄμφω τὰς παλάμας πλήξῃς. εἴπομεν γὰρ ὅτι δεῖ ἀθρόαν τὴν συνδρομὴν γενέσθαι τῶν πλητ‐ τομένων, ἵνα μὴ κατὰ μικρὸν ὁ ἀὴρ θρυφθῇ. Τῇ μάστιγι πλήξαντες τὸν ἀέρα οὐ ποιοῦμεν ψόφον, ὅτι ὁ ἀὴρ τότε δύο | |
10 | χρείας ἀναπληροῖ, καὶ τὴν τοῦ πληττομένου καὶ τὴν τοῦ μεταξύ. ὁ ἀὴρ καὶ τὸ ὕδωρ δεκτικὰ ψόφου, οὐ μὴν ποιητικά, ὡς καὶ τὸ ἄχρουν χρώματος· ποιητικὰ δὲ τὰ στερεά. Ἠχὼ γίνεται ὅταν πληχθεὶς ὁ ἀὴρ ὠθούμενος ἐνεχθῇ ἐπί τι ἀντίτυπον κοιλότητα ἔχον καὶ ἀποστραφῇ κατὰ ἀνάκλασιν, ὡς ἡ ῥιπτουμένη κατὰ | |
15 | τοίχου σφαῖρα καὶ οὕτως χωροῦσα ἐπὶ τὸν πλήξαντα. ἔναρθρος δὲ ἡ ἠχὼ γίνεται, ἐπειδὴ ὁ πρῶτος ὑφ’ ἡμῶν διαλεγομένων πληττόμενος ἀὴρ πρώτως καὶ ἀνακλᾶται φέρων εἰς ἡμᾶς τῆς πρώτης λέξεως τὴν ἠχώ, καὶ ὁ δεύτερος τῆς δευτέρας, καὶ οὕτως ἡ τάξις τῆς διαλέκτου φυλάτ‐ τεται. | |
20 | Εἰ καὶ ὁ ψόφος ἀσώματος, πῶς ἀνακλᾶται; ἀλλ’ οὐ καθ’ αὑτόν, ἀλλὰ μετὰ τοῦ οἰκείου ὑποκειμένου, ἤγουν τοῦ ἀέρος. Αἱ αἰσθήσεις διὰ τοῦ ἐγκεφάλου ἀρχόμεναι ἄχρι τῶν αἰσθητηρίων προΐασι, ἡ ἀκουστικὴ μέχρι τῆς ῥίζης τῶν ὤτων, ἃς καλοῦσι μήνιγγας. νεῦρον ἀπὸ τοῦ ἐγκεφάλου προϊὸν πεποροποιημένον, ἐν ᾧ τὸ ὀπτικὸν πνεῦ‐ | |
25 | μα. ἔστιν {γὰρ} οὖν ἀπειλημμένος 〈τις ἀὴρ〉 ἐν τῷ κοιλώματι τῆς ἀκοῆς συμ‐ φυὴς τῇ μήνιγγι καὶ τῷ ὑμένι. οὗτος δεχόμενος ἐκ τοῦ ἔξωθεν ἀέρος τοὺς ψόφους διαπορθμεύει εἰς τὴν μήνιγγα. πρόεισι δὲ ἀπὸ πλατυτέρου πόρου τοῦ κοιλώματος τοῦ ὠτὸς μέχρι τοῦ πόρου τῆς μήνιγγος τοῦ στενωτέρου στενοῦ ὄντος. | |
30 | Ἔχει δὲ καὶ ὄψις οἷον διαφανὲς τὸ κρυσταλλοειδὲς ὑγρὸν καὶ κερατοειδές, | |
ἃ δέχονται τὴν τοῦ ἔξωθεν διαφανοῦς ἐνέργειαν καὶ διαπορθμεύουσι ταύ‐ | 53 | |
55 | την ἐπὶ τὸ ὀπτικὸν πνεῦμα, ὅ〈περ〉 νεῦρον ἀπὸ τοῦ ἐγκεφάλου ἀρχόμενον καταλήγει μέχρι καὶ τοῦ κρυσταλλοειδοῦς. Ἑλικοειδεῖς οἱ πόροι τῶν ὤτων, ἵνα μὴ ῥᾳδίως εἰσελθόν τι πλήξῃ τὴν μήνιγγα. | |
5 | Διὰ μόνων τῶν ὠτίων ἀκούομεν, ὅτι ἐν μόνοις τούτοις ἐστὶν ὁ ἀὴρ συμφυὴς καὶ συνεχὴς πρὸς τὸν ἔξω ἀέρα καὶ τὸ ἀκουυστικὸν αἰσθητήριον, ὡς δύνασθαι δι’ αὐτοῦ διαδιδόναι τὸ ἐν τῷ ἔξω ἀέρι γινόμενον πάθος. ὡς ἐπὶ τῆς ἀκοῆς προβέβληται ὁ συμφυὴς ἀήρ, τοῦτο καὶ ἐπὶ τῆς κόρης τὸ ὑγρὸν διὰ τὴν ἀντίληψιν τοῦ αἰσθητοῦ. | |
10 | Ὁ ἀὴρ κινεῖται καὶ οἰκείαν κίνησιν, καὶ δῆλον ἐκ τοῦ ἐν ταῖς νηνεμίαις τὰ ξύσματα φαίνεσθαι κινούμενα ἐν τῷ διὰ τῶν θυρίδων ἡλίῳ. Χρεία τοῦ ἔξω ἀέρος δι’ ἀκοήν, ἵνα αὐτὸς παρενέγκῃ τὸν ψόφον· τοῦ γὰρ ἀλλοτρίου ψόφου ἡ ἀκοὴ ἀντιλαμβάνεται, οὐ τοῦ ἰδίου. καὶ ποῖον ψόφον, τὸ τυπτόμενον ἢ τὸ τύπτον; καὶ ἄμφω· ἀδιάκριτος γὰρ ἡ αἰτία, | |
15 | ἐπεὶ καὶ τὸ τυπτόμενον τύπτει καὶ τὸ τύπτον τύπτεται. Τὸ ἀκούειν γίνεται οὐ κατ’ εἴσοδον τοῦ ἐκτὸς ἀέρος, ἀλλὰ κατὰ ἁφὴν τὴν πρὸς ἐγκατῳκοδομημένον ἀέρα ἐν τοῖς ὠσί. τεκμήριον δὲ τοῦ εἶναί τινα ἀέρα συμπεφυκότα τῇ μήνιγγι, ὅτι οὐκ εὐκόλως εἰσέρχεται ὕδωρ εἰς τὸ ὦς ἐξωθούμενον ἐκ τοῦ ἐντὸς ἀέρος. | |
20 | Ἔχομεν γνωρίσαι εἰ ὑγιὲς τὸ ἀκουστικόν, ἐὰν ἐμφράξαντες τὸ ὦς τῷ δακτύλῳ αἰσθανόμεθά τινος βόμβου. ἐξέρχεται ὁ ἐντὸς ἀὴρ λεπτὸς καὶ τύπτει τὸν ἐκτὸς καὶ ποιεῖ βόμβον ὃς διαπορθμεύεται πάλιν ἐπὶ τὴν αἴσθησιν. ἄλλοι λέγουσιν ὡς ὁ γινόμενος μετὰ τὴν ἔμφραξιν τοῖς ὠσὶ ψόφος τοῦ ἔξωθέν ἐστιν ἀέρος συναπειλημμένος εἰσερχόμενος τοῖς ὠσίν. | |
25 | Ὀξὺ λέγομεν ἐν τοῖς μεγέθεσι τὸ κεντεῖν δυνάμενον, ἀμβλὺ τὸ ὠθεῖν. καὶ ὀξὺν ψόφον λέγομεν τὸν ταχέως ἐπὶ τὴν αἴσθησιν παραγενόμενον καὶ ἐπιμένοντα, βαρὺ τὸν ἀνάλογον τῷ ἀμβλεῖ καὶ βραδέως παραγενόμενον | |
καὶ ταχέως ἀποπεμπόμενον. | 54 | |
56 | Φωνή ἐστιν ἐμψύχου ψόφος διὰ τῶν φωνητικῶν γινόμενος ὀργάνων μετὰ φαντασίας. τρία δὲ ταύτῃ θεωρεῖται, ῥυθμός, ἁρμονία, [λέ]ξις. ὁ ῥυθμὸς ἔχει τὸ μακρὸν καὶ τὸ βραχύ, ἐξ οὗ [οἱ παλαιοὶ μακρὰ ὠνόμα‐ σαν τὰ ἐν] πλείονι χρόνῳ, βρα[χέα] τὰ ἐν ἐλάττονι, ὧν ἡ σύνθεσις τὴν | |
5 | εὐρυθμίαν ποιεῖ, ἡ δὲ ἁρμονία [περὶ τὴν τοῦ ὀξέος καὶ βαρέος συμμε]τρίαν ἔχει, ἡ δὲ λέξις τὴν διατύπωσιν τῶν συλλαβῶν. [φαμὲν ὅτι ὁ ῥυθμὸς] γένος ἐστί, τὸ δὲ μέτρον εἶδος. θεωρεῖται δὲ ὁ ῥυθμὸς ἐπὶ τῶν κροτούντων χερσὶ καὶ ποσὶ κατὰ τὴν ταχεῖαν καὶ βραδ[εῖαν τῶν ποδῶν] ἄρσιν καὶ θέσιν, ὅθεν καὶ τὰ μέτρα παρὰ ποιηταῖς πόδες ἐκλήθησαν. ὅθεν ὁ μὲν | |
10 | ἐπὶ τῶν ἄλλων ῥυθμὸς κατὰ τ[ὸ βραδὺ καὶ τὸ ταχὺ] χαρακτηρίζεται, ὁ δὲ ἐπὶ τοῦ λόγου κατὰ τὸ μακρὸν καὶ βραχύ. Οὐδὲν ἔντομον ἢ ἄναιμον ἀναπνεῖ. [ἀλλ’ οὐδὲ πάντα] τὰ ἀμφίβια φωνοῦ‐ σιν ἢ τὰ ὀστρακόδερμα ἢ τὰ μαλακόστρακα. Περὶ τὸν Ἀχελῷον ποταμὸν ἰχθύες φωνεῖν [δοκοῦ]σιν. οὐκ ἔστι δέ, | |
15 | ἀλλ’ ὅτι νηχόμενοι περὶ τοῦ ὕδατος ἐπιφάνειαν μεγάλοι ὄντες καὶ πολὺ ὕδωρ ἐν τοῖς βραγχίοις [ἐναπολαμβάνοντες], εἶτα συστέλλοντες τὰ βράγχια ἐκπέμπουσι τὸ ὕδωρ, καὶ τοῦτο ταραττόμενον ἐναπολαμβάνει ἀέρα ὃς ἐκθλιβόμενος τῇ πληγῇ ἠχεῖ. Οἱ τέττιγες ὑμένα τινὰ ἔχοντες ὑπὸ τὸ στῆθος κατὰ τὴν ἐπιφάνειαν καὶ | |
20 | τοῦτον τύπτοντες ταῖς πτέρυξι καὶ ἐκθλίβοντες τὸν ἐναπειλημμένον ἀέρα ψοφοῦσιν. αἱ μυῖαι τραχεῖα ἔχουσαι τὰ πτερὰ πλήττουσι τὸν ἀέρα καὶ ἠχοῦσι, σταθεῖσαι δὲ οὔ. καὶ οἱ σκάροι φωνεῖν δοκοῦσιν, ὅτι τῷ στόματι ὕδωρ δεχόμενοι ἐξωθοῦσιν αὐτὸ μετὰ ῥοίζων καὶ ἦχον ἀποτελοῦσιν, οὐ μὴν δὲ καὶ ἐν τῷ βάθει. | |
25 | Ἡ φωνὴ γίνεται τοῦ εἰσπνευσθέντος ἀέρος ἐκθλιβομένου τῇ συστολῇ τοῦ θώρακος κατὰ τὴν ἐνυπάρχουσαν αὐτῷ ψυχικὴν δύναμιν καὶ προσ‐ πίπτοντος τῇ τραχείᾳ ἀρτηρίᾳ καὶ τῷ ἐναπειλημμένῳ ἐν αὐτῇ ἀέρι, ὃς τῇ ἀθρόᾳ πληγῇ ἄθρυπτος ἀποπαλλόμενος ἀεὶ τύπτει τὸν προσεχῆ ἀέρα | |
ἕως τῆς ἀκοῆς. ἔστι γὰρ τὸ μὲν ἀχανὲς τοῦ στόματος τὸ μέχρι τῆς ῥίζης | 55 | |
57 | τῆς γλώττης φάρυγξ· ἐκεῖθεν δὲ δύο ἀγγεῖα φέρονται, τὸ μὲν ἐπὶ τὸν θώρακα καὶ καλεῖται ἀρτηρία, τὸ δὲ ἕτερον τὸ πρὸς τῷ τένοντι καὶ κα‐ λεῖται οἰσοφάγος. γίνεται δὲ διὰ τῆς τραχείας ἡ πάροδος τοῦ πνεύματος, ἥ τε κατὰ τὴν εἰσπομπὴν καὶ τὴν ἐκπομπήν, ὅπερ τῷ εἰρημένῳ τρόπῳ | |
5 | ἐκπνεόμενον ποιεῖ ψόφον, ὃς καλεῖται φωνὴ ὅταν μετά τινος σημαντικῆς φαντασίας γένηται. Ἡ φωνὴ τοῦτο ἔχει τέλος τὸ σημᾶναί τινα ψυχικὴν διάθεσιν καὶ ὄρεξιν. διὸ καὶ οἱ τῶν ἀλόγων ψόφοι φωναί. καὶ γὰρ καὶ ὁ κύων ὁπηνίκα φαντα‐ σίαν ἔχει τοῦ ἀλλοτρίου ὑλακτεῖ, ὅταν δὲ τοῦ οἰκείου σαίνει. | |
10 | Τὰ ἄλογα ζῷα οὐ σύμμετρα, ἀλλ’ ἀνειμένα καὶ σεσηρότα τὰ χείλη 〈ἔχουσιν〉, ὅτι οὐ δέονται τούτων εἰς ὑπηρεσίαν διαλέκτου. ὅσα δὲ παρα‐ πλήσια ἔχουσι, ταῦτα ἀνθρώποις μιμοῦνται διάλεκτον, ὡς κίτται καὶ ψιττακοί. Ἡ γλῶττα πρὸς δύο συμβάλλεται, πρὸς γεῦσιν καὶ διάλεκτον. | |
15 | Ὑλικὸν αἴτιον τῆς φωνῆς ὁ ἀήρ, ποιητικὸν ἡ φύσις, ὀργανικὸν ἡ τραχεῖα ἀρτηρία, τελικὸν ἡ διάλεκτος. Φάρυγξ θηλυκῶς λεγόμενον σημαίνει τὴν ἀχάνειαν τὴν μετὰ τὴν τῆς γλώττης ῥίζαν, ἀρρενικῶς τὸν λάρυγγα, ὅς ἐστιν ἔσχατον τῆς τραχείας ἀρτηρίας καὶ ὑπὸ τῶν τριῶν χόνδρων περιέχεται, ἀρυταινοειδοῦς, θυροει‐ | |
20 | δοῦς καὶ τοῦ ἀνωνύμου, οἳ συστελλόμενοι καὶ διαστελλόμενοι διὰ τῶν ἐκεῖ μυῶν τὴν φωνὴν ῥυθμίζουσιν. Ἡ ἀρτηρία καταψύχει τὸ ἐντὸς θερμόν. οἱ γοῦν ἰχθύες ταύτην μὴ ἔχοντες διὰ τῶν βραγχίων καταψύχονται. τὰ ἔχοντα ἀρτηρίαν ἔχουσι καὶ πνεύμονα. οἱ ἰχθύες οὔτε ταῦτα ἔχει οὔτε καρδίαν. | |
25 | Τετραχῶς τὸ ἄγευστον· ἢ τὸ δυνάμενον χυμωθῆναι, ὡς τὸ ὕδωρ ἄποιον ὄν, ἢ τὸ ταῖς ἄλλαις αἰσθήσεσιν ὑποκείμενον, ὡς ψόφος, ἢ τὸ μικρὰν ἔχον γεῦσιν, ὡς τὰ ὑδαρὰ τῶν ῥοφημάτων, ἢ τὰ κακόγευστα, ὡς τὰ δηλη‐ τήρια. καὶ ἐπὶ τῶν ἄλλων δὲ αἰσθήσεων τὰ τέτταρα ταῦτα διαγινώσκεται | |
σημαινόμενα. | 56 | |
58 | Ἀρχαὶ τοῦ γευστοῦ τὸ ποτὸν ὡς τελειωτικὸν καὶ τὸ ἄποτον ὡς φθαρτι‐ κὸν τῆς γεύσεως διὰ μοχθηρὸν χυμόν. Τὸ ὑγρὸν ὡς μὲν ὑγρὸν ἁπτόν, ὡς δὲ τοιόνδε γευστόν. Ἡ γλῶττα ὑπὸ μὲν τῶν ἄλλων χυμῶν ὑγραίνεται, ὑπὸ δὲ τῶν τετα‐ | |
5 | ριχευμένων καὶ λοιπῶν ξηραίνεται, ἐξικμαζόντων τῶν τοιούτων τὴν ὑγρότητα αὐτῆς. Οἱ τὴν γλῶτταν λείαν ἢ ξηρὰν ἢ ὑγρὰν ἔχοντες οὐκ ἀντιλαμβάνονται τῶν γευστῶν, διότι ἡ ἐν αὐτῇ ὑγρότης ἔγχυμος οὖσα αὕτη γίνεται πρώτη γλώττης ἁφή, οὐκ ἐῶσα ἀντιλαμβάνεσθαι τῶν ἔξωθεν. ὡσαύτως καὶ ὁ | |
10 | ἔχων τὴν γλῶτταν ἄγαν ξηρὰν ἧττον αἰσθάνεται· δεῖ γὰρ παθεῖν τι τὸ αἰσθητήριον ὑπὸ τοῦ γευστοῦ ὑγροῦ ὄντος, τὸ δὲ ἄγαν ξηρὸν ἧττον πάσχει ὑπὸ τοῦ ὑγροῦ, ὡς αἱ ἐξηραμέναι τῶν βυρσῶν ἧττον πάσχουσιν ὑπὸ τοῦ ὑγροῦ. Ὥσπερ τῶν χρωμάτων τὰ μὲν ἁπλᾶ, ὡς λευκὸν καὶ μέλαν, τὰ δὲ σύνθετα, | |
15 | καὶ ἐγγυτέρω μὲν τοῦ λευκοῦ τὸ ξανθόν, τοῦ δὲ μέλανος τὸ κυανοῦν, τὰ δὲ μεταξύ, φαιόν, ἐρυθρόν, οὕτω καὶ ἐπὶ τῶν χυμῶν ἁπλᾶ γλυκὺ καὶ πι‐ κρόν, τὰ δ’ ἄλλα μικτά, ἐγγύτερον τοῦ γλυκαίνειν τὸ λιπαρόν, τὸ ἁλμυρὸν τοῦ πικροῦ, τὰ δ’ ἄλλα μεταξύ. ἰστέον δὲ ὡς οὐ τὰ μεταξὺ καὶ μικτά, ἀλλὰ ἀνάπαλιν. μεταξὺ δὲ λέγεται ὡς μηδετέρου τῶν ἄκρων μετέχοντα. | |
20 | οἱ ἅλες ἐκ πικροῦ καὶ γλυκέος, τὸ δριμὺ αὐστηρὸν καὶ ὀξύ. Ἀριστοτέλης ὀκτὼ εἴδη χυμῶν λέγει, γλυκὺ πικρὸν τὰ ἄκρα, ἐγγὺς τοῦ γλυκέος τὸ λιπαρὸν καὶ τοῦ πικροῦ τὸ ἁλμυρόν, ἐν μέσῳ στρυφνόν, αὐστηρόν, δριμύ, ὀξύ. ὁ Γαληνὸς ἄκρους λέγει δριμὺν καὶ ὀξύν, ὡς πρὸς τὰς ἁπτὰς ἰδὼν ποιότητας· ἄκρον γὰρ κατὰ θερμότητα τὸ δριμύ, κατὰ ψῦξιν τὸ ὀξύ. ὁ δ’ ὡς | |
25 | φιλόσοφος πρὸς τὰ γευστὰ ἑώρακε. Πλάτων ἑπτὰ λέγει χυμούς, ὅτι τό γέ τι μετὰ ἡδύτητος γλυκὺ αὐτὸ [ποιεῖ, εἰ] δὲ χωρὶς τούτου, λιπαρόν, καὶ ἄκρα λέγει ὀξύ, δριμύ, πάρακρα πρὸς τὸ ὀξὺ τὸ στρυφνόν, πρὸς τὸ δριμὺ τὸ πικρόν, παράμ[εσα] πρὸς τὸ πικρὸν τὸ ἁλμυρόν, πρὸς τὸ στρυφνὸν τὸ αὐστηρόν, μέσον τὸ γλυκύ. ἀνατίθησιν οὖν τὸ ὀξὺ τῷ Ἑρμῇ, τὸ δριμὺ | |
30 | τῷ Ἄρει, πικρὸν Σελήνῃ, γλυκὺ Ἡλίῳ, ἁλμυρὸν Ἀφροδίτῃ, αὐστηρὸν Διί, στρυφνὸν Κρόνῳ. Ἅπασα αἴσθησις περὶ μίαν ἐναντίωσιν καταγίνεται, ἡ δὲ ἁφὴ περὶ | |
πλείους οὐχ ὑπαλλήλους, θερμόν, ψυχρόν, ξηρόν, ὑγρόν, βαρύ, κοῦφον | 57 | |
59 | καὶ λοιπόν· οὐκ [ἄρα] αἴσθησις μία. ἔτι πᾶσα ἡ αἴσθησις μία περὶ ἓν γένος καταγίνεται, ἡ δὲ ἁφὴ οὐ περὶ ἓν ὠνομασμένον ἢ ἀνώνυμον τῶν οἰκείων αὐτῆς αἰσθητῶν περιεκτικόν. εἰ δὲ λέγομεν λευκὴν καὶ μέλαιναν φωνήν, κατὰ ἀναλογίαν λέγομεν· τὸ γὰρ λευκὸν καὶ μέλαν τῆς ὄψεως. καὶ | |
5 | τὸ μέγα καὶ μικρὸν εἰ καὶ ἐν ἄλλοις λέγεται, ἀλλὰ κυρίως τῆς ἀκουστικῆς, καὶ 〈ὁμοίωσ〉 ἐπὶ τῶν λοιπῶν. ἔτι ἐπὶ μὲν τῶν ἁπτῶν αἱ ἀντιθέσεις πάντῃ εἰσὶ κεχωρισμέναι, ἐν δὲ ταῖς ἄλλαις αἰσθήσεσιν ἴσως ἔχουσί τινα κοινω‐ νίαν. Ἀναιρεῖ τις τὴν τοιαύτην δόξαν λέγων ‘εἰ ἓν αἰσθητήριον τῆς ἁφῆς, ἡ | |
10 | σάρξ, μία καὶ ἡ αἴσθησισ‘. οὐκ ἔστιν· γλῶττα καὶ γὰρ μία, διαφόρους δὲ ἔχει αἰσθήσεις. ἡ σὰρξ αἰσθητήριόν ἐστιν, ἐπειδὴ ἀχρόνως ἅμα τῷ θιγεῖν τῇ σαρκὶ τῶν ἁπτῶν ἀντιλαμβανόμεθα αὐτῶν. εἰ γὰρ μὴ ἦν, ἔδει χρόνου τινὸς εἰς ἀντίληψιν, ὡς ἡ ἀκοὴ μέσον ἔχουσα τὸν ἀέρα δεῖ χρόνου, ὥστε παθεῖν αὐτόν, καὶ ἐν ταῖς λοιπαῖς. ἔτι ἄλλο αἰσθητήριον ἁπτικὸν παρὰ | |
15 | τὴν σάρκα οὐκ ἔχομεν. ἔτι ἐν τοῖς ἄλλοις ἐστί τι μεταξύ, τοῦτο δὲ οὐκ ἔστιν εἰ μὴ ἡ σάρξ ἐστιν ἁπτική. ἀντιθέσεις· οὐ διὰ τὸ ἄχρονον αἰσθητή‐ ριόν ἐστιν ἡ σάρξ (φύσει γὰρ ἔχει τοῦτο), ὅτι καὶ ὑμένος ἐπιτεθέντος ἀλλοτρίου τῇ σαρκὶ οὐδὲν ἧττον ἁπτόμεθα καὶ αἰσθανόμεθα. ὅτι δὲ οὐ πλείονά εἰσι τὰ αἰσθητήρια τῆς ἁφῆς, δῆλον· πᾶν γὰρ αἰσθητήριον καὶ | |
20 | κεχωρισμένον καὶ ἐγνωσμένον. Τὰς αἰσθήσεις καὶ μίαν ἑκάστην λέγει Ἀριστοτέλης καὶ πολλὰς ὡς συμμεριζομένας τῷ ὑποκειμένῳ, ἐπεὶ καὶ ὁ τοῦ σώματος λόγος ἀμερής ἐστιν καὶ ἀσχημάτιστος, σχηματίζεται δὲ τῷ ὑποκειμένῳ. καὶ ἡ ἄλογος ψυχὴ κατ’ οὐσίαν ἀμερής, μεριστὴ δὲ περὶ τὰ σώματα συνδιισταμένη | |
25 | αὐτοῖς. καὶ ἡ λογικὴ ὡς πρὸς τὸν νοῦν μεριστή· κέχρηται γὰρ προτάσεσι, κατασκευαῖς καὶ συμπεράσμασι. Θεμίστιος· οὐκ ἔστιν αἰσθητήριον ἡ σάρξ, ἐπεὶ τὰ μὲν αἰσθητήρια τἄλλα αἰσθάνονται τῶν ἐναντίων, ἡ δὲ ἁφὴ βαρέος μέν, κούφου δ’ οὔ, ὅτι οὐ πάσχει ὑπ’ αὐτοῦ. ὡς ἡ ἀκοὴ ἀντιλαμβάνεται τοῦ ψόφου κατὰ κατάφασιν | |
30 | καὶ τῆς σιγῆς, ἤγουν τοῦ μὴ ψόφου, κατὰ ἀπόφασιν, καὶ ἡ ὄψις τοῦ σκό‐ | |
τους, οὕτω καὶ ἡ ἁφὴ τῆς κουφότητος κατὰ ἀπόφασιν. | 58 | |
60 | Πέντε οὐσῶν τῶν αἰσθήσεων ἡ ὄψις τῶν πορρωτάτω ἀντιλαμβάνεται, ἁφὴ καὶ γεῦσις τῶν ἐγγυτάτω, ἡ ὄσφρησις μέσην εἴληχε τάξιν. ἡ ἁφή, ὡς [ἂν] εἴπῃ τις, ἐμφαίνεται καὶ ταῖς λοιπαῖς αἰσθήσεσιν. οὐ διὰ τοῦτο κληθεῖεν καὶ ἁφαί, ὥσπερ ἔχει ἴδιόν τι· οὐ γὰρ ᾗ τοιαίδε αἰσθήσεις | |
5 | [ἅ]πτονται, ἀλλ’ ᾗ σάρκες τὸ ἁπτὸν ἔχουσαι. ὄψις τὸ κατ’ ἐκπομπὴν ἐνερ‐ γεῖν ** οὕτω καὶ ἡ ἁφὴ τὸ ἔχειν πολλὰς ἀντιθέσεις. Ἐπὶ ἀκοῆς καὶ ὄψεως καὶ ὀσφρήσεως πολὺ τὸ μεταξὺ καὶ οὐ λανθάνει, ἐπὶ δὲ τῆς γεύσεως καὶ ἁφῆς ὀλίγον καὶ λανθάνει. Αἱ ἄλλαι αἰσθήσεις οὐχ ὑπ’ αὐτῶν πρώτως πάσχουσι τῶν αἰσθητῶν, | |
10 | ἀλλὰ διὰ τοῦ μεταξύ. ἐπὶ δὲ τῆς ἁφῆς καὶ τῆς γεύσεως οὐ τὸ μεταξὺ πρῶτον, ἀλλὰ σὺν τῷ μεταξὺ πάσχομεν, ὡς ὑπὸ δόρατος ἐμβληθεὶς σὺν τῇ ἀσπίδι καὶ αὐτὸς τέτρωται. Αἰσθητήριον τῶν ὀσμῶν ἡ μαστοειδὴς ἀπόφυσις τοῦ ἐγκεφάλου. ὁ Ἀρι‐ στοτέλης κατασκευάζει ὅτι οὐκ ἔστιν αἰσθητήριον οὔτε ἡ σὰρξ οὔτε ἡ | |
15 | γλῶττα, ἐπειδὴ ἐπὶ τὰ αἰσθητήρια τὰ αἰσθητὰ ἐπιτιθέμενα οὐ ποιεῖ αἴσθησιν, ἐπὶ δὲ τὴν σάρκα καὶ τὴν γλῶτταν ποιεῖ. Ἄναπτον ἢ τὸ μὴ πεφυκὸς ὑποπίπτειν ἁφῇ ὡς χρῶμα καὶ ψόφος, ἢ τὸ ἀμυδρόν. Διαφέρει τὰ αἰσθανόμενα τῶν πασχόντων καὶ μὴ αἰσθανομένων, ὅτι | |
20 | τὰ μὲν δέχεται καὶ διακρίνει τὸ εἶδος, τὰ δὲ πάσχει καὶ οὐ γνωρίζει, ὡς τὰ κάτοπτρα καὶ τὰ ὅμοια τούτοις. Δύο πάθη πάσχει τὸ αἰσθητήριον, ἓν ὡς ἁπλῶς σῶμα καὶ ἕτερον ὡς αἰσθητήριον. οἷον τὸ ὄμμα ὡς αἰσθητήριον πάσχει συγκρινόμενον ἢ δια‐ κρινόμενον ὑπὸ τῆς τῶν σωμάτων ἐνεργείας, ὡς σῶμα ὑπὸ πυρὸς θερμαι‐ | |
25 | νόμενον, ἡ ἀκοὴ πάσχει ὑπὸ ψόφων ὡς αἰσθητήριον καὶ ὡς σῶμα ὑπὸ σφοδροῦ ἀέρος. Τὰ φυτὰ οὐκ αἰσθάνονται διὰ τὸ μὴ ἔχειν μόριον ἐν μεσότητι ὂν τῶν ἁπτῶν καὶ διὰ τὸ μηδὲ δύναμιν καὶ ἀρχὴν ἔχειν ἐν τούτῳ δεκτικὴν τῶν εἰδῶν ἄνευ τῆς ὕλης. μεσότητες λέγονται τὰ αἰσθητήρια ἢ διὰ τὸ τῆς | |
30 | μεσότητος τῶν αἰσθητῶν ἀντιλαμβάνεσθαι ἢ διὰ τὸ βλάπτεσθαι ὑπὸ τῆς ὑπερβολῆς καὶ ἐνδείας ἢ διὰ τὸ μέσον εἶναι αἰσθητῶν καὶ αἰσθήσεων. αἱ | |
αἰσθήσεις πάσχουσιν ὑπὸ μόνων τῶν εἰδῶν, ὡς ὄψις ὑπὸ χρώματος καὶ | 59 | |
61 | οὐχ ὑπὸ ψιμυθίου ἢ ἐρίου ἢ ὑπό τινος ὑποκειμένου τῷ χρώματι. τὰ ἄψυχα ὑπὸ τῶν αἰσθητῶν πάσχοντα οὐχ ὑπὸ τῶν εἰδῶν πάσχει μόνον, ἀλλ’ ὑπὸ τοῦ συναμφοτέρου, ὡς τῷ ἐγκαταμίγνυσθαί τι τῷ ὕδατι, εἰ τύχῃ {τι}, οὕτω γλυκὺ γίνεται, καὶ ὁ ἀτμὸς τῷ ἱματίῳ προσιζάνων εὐῶδες αὐτὸ | |
5 | ποιεῖ, καὶ ὁ ψόφος ῥηγνύων τὸ ξύλον τῇ ὤσει τοῦ ὑποκειμένου ἀέρος τοῦτο ποιεῖ. Πάσχει ὑπὸ τῶν ἁπτῶν καὶ γευστῶν ποιοτήτων πάντα τὰ σώματα, ἀλλ’ οὐχ ᾗ αἰσθητικά, ἀλλ’ ᾗ σώματα ἁπλῶς· ἀπαθῆ γὰρ εἶναι καὶ ἀναλλοίωτα ἄτοπον. πάσχει οὖν ὑπὸ τῶν χρωμάτων τὸ κατ’ ἐνέργειαν | |
10 | διαφανὲς καὶ ὑπὸ τῶν ὀσμῶν καὶ ψόφων ὁ ἀὴρ οὐχ ᾗ αἰσθητά· οὐ γὰρ ἀρκεῖ πρὸς τὸ αἰσθάνεσθαι τὸ λαβεῖν τὸ εἶδος χωρὶς ὕλης. οὐ γὰρ εἴ τι πάσχει ὑπὸ αἰσθητοῦ, ἤδη καὶ αἰσθάνεται, ἀλλὰ δεῖ καὶ δυνάμεως δυνα‐ μένης διακρίνειν ταῦτα, ὡς ἐν τῷ φυσικῷ ὀργάνῳ, καὶ τοῦτο ἐν μέρει δυ‐ ναμένῳ δέξασθαι τὴν αἴσθησιν. | |
15 | Λέγει Ἀριστοτέλης ἐν τῷ Περὶ ψυχῆς· εἰ ἔλιπεν αἴσθησις, ἔλιπεν ἂν καὶ αἰσθητήριον. ἀλλὰ μὴν τὸ δεύτερον οὐκ ἔστιν οὐδὲ τὸ πρῶτον. ἡ αἴσθη‐ σις καὶ αἰσθητήριον τῶν πρός τι. ἐὰν οὖν λείπῃ αἴσθησις, λείπει καὶ αἰσθητήριον. ἡ αἴσθησις χρώμενον, τὸ αἰσθητήριον ᾧ χρῆται. ἀπόντος οὖν τοῦ χρωμένου ἀπέστη καὶ ᾧ χρᾶται εἰ μὴ μάτην μέλλει εἶναι. | |
20 | Τέτταρά εἰσι τὰ στοιχεῖα καὶ ἓν τὸ οὐράνιον σῶμα. ἐκ τούτου οὖν ἀιδίου ὄντος οὐ γίνεται αἴσθησις· φθαρταὶ γὰρ αἱ αἰσθήσεις. ἐκ τοῦ πυρὸς οὐδέν· φθαρτικὸν γὰρ καὶ τοῦτο. ἐκ τῆς γῆς καθ’ ἑαυτὴν οὐδέν (δυστύπωτος γάρ ἐστι), μετὰ δὲ τῶν ἄλλων ποιεῖ· ἡ ἁφὴ γὰρ καὶ ἡ γεῦσις πλείονος γῆς μετέχει ὡς σαρκωδέστερον. τὸ ὕδωρ ἐποίησε τὸ κρυσταλ‐ | |
25 | λοειδὲς τῆς ὄψεως, ὁ ἀὴρ ἀκοὴν καὶ ὄσφρησιν· ὁ γὰρ ἐγκατῳκοδομημένος τῇ ῥινὶ καὶ τοῖς ὠσὶν ἀὴρ αὐτός ἐστι τὸ αἰσθητήριον ἀκοῆς καὶ ὀσφρήσεως. εἰ πέντε αἰσθήσεις, πῶς τρία τὰ αἰσθητήρια; τῷ ὀνόματι τρία, τῷ δὲ πράγματι πέντε, καὶ γὰρ τῇ γῇ καὶ ἁφὴ καὶ γεῦσις, καὶ τῷ ἀέρι ἀκοὴ καὶ ὄσφρησις, καὶ τῷ ὕδατι ὅρασις. | |
30 | Πῶς μιᾷ αἰσθήσει δύο αἰσθητήρια, ὡς ὀσφρήσεως ἐπὶ πεζῶν καὶ πτη‐ νῶν ὁ ἀήρ, ἐπὶ δὲ ἐνύδρων τὸ ὕδωρ; οὐκ ἐπὶ τοῦ αὐτοῦ ζῴου συμβαίνει | |
τοῦτο, ἀλλ’ ἐπ’ ἄλλου καὶ ἄλλου. | 60 | |
62 | Θεμίστιός φησιν ‘οὐκ ἦν δυνατὸν ψυχὴν ἐπιφοιτῆσαι τὴν λογικήν, εἰ μὴ πρότερον ἐκοσμήθη τὸ ζῷον πάσαις ταῖς τοῦ ἀλόγου δυνάμεσι‘. Καὶ ὁ ἀσπάλαξ τὰ πέντε αἰσθητήρια ἔχει. εἰ γὰρ καὶ ὑμένι καλύπτεται ἡ ὄψις, ὥστε μὴ βλάπτεσθαι αὐτὴν ὑπὸ τῆς γῆς, ἀλλ’ οὖν τὸ αἰσθητήριον | |
5 | σῷον ἔχει. ὡς πέντε τὰ στερεὰ μαθηματικὰ σώματα, οὕτω καὶ αἰσθήσεις. Τίνων αἰσθητὰ μέγεθος, σχῆμα, ἀριθμός, κίνησις, ἠρεμία; μέγεθος καὶ σχῆμα ὄψεως καὶ ἁφῆς, τὰ δὲ λοιπὰ τρία τῶν πέντε. Τὰ κατὰ συμβεβηκὸς αἰσθητὰ οὐ ποιοῦσι πάθος. ἡ ὄψις κρίνει τὸ γλυκὺ ἀπὸ τῆς χροιᾶς. ἐὰν οὖν ἴδωμεν ὑγρόν τι ξανθόν, λέγομεν ὅτι τοῦτο μέλι | |
10 | ἐστί, καὶ λέγεται τοῦτο κατὰ συμβεβηκὸς αἰσθητόν. Τί δήποτε οὐκ ἔχουσι τὴν οἰκείαν ἰδιότητα αἱ αἰσθήσεις, ἀλλ’ ἅπτεται μία ἑτέρας, οἷον οἶδεν ὄψις τὸ μέλι καὶ ἔγνω ξανθόν, ἡ γεῦσις γλυκύ, κατὰ τὴν αὔριον ἔγνω ἡ ὄψις τὸ μέλι καὶ ξανθὸν καὶ γλυκύ; ἡ φαντασία τοῦ γλυκέος αἰτία, ἥτις τὴν χθὲς γεῦσιν ἀναζητεῖ. ἄλλως τε ἡ ὄψις τὸ γλυκὺ | |
15 | τὸ τῆς γεύσεως ἴδιον κατὰ συμβεβηκὸς οἶδεν. ὅθεν καὶ πολλάκις ἀπατᾶται, ὡς ἐπὶ τῆς Κολοφωνίας ἣν ἰδοῦσα ξανθὴν καὶ γλυκεῖαν εἶναι ὑπολαμβάνει. Πλείους αἰσθήσεις ἀντιλαμβάνονται ἑνός, ὡς ὄψις καὶ ἁφὴ μεγέθους, σχήματος, καὶ αἱ πέντε τοῦ ἀριθμοῦ, καί φησιν Ἀριστοτέλης διὰ τοῦτο, ἵνα ὦσι κοινὰ αἰσθητά, σχήματα, κινήσεις, μεγέθη. ἄλλως δὲ οἴδασιν αἱ | |
20 | αἰσθήσεις τὰ ἴδια αἰσθητὰ ἢ τὰ κοινά. Τὸ κατὰ συμβεβηκὸς αἰσθάνεσθαι διττόν· τό τε τῇ ἑτέρᾳ αἰσθήσει ὑποκείμενον ἀντιλαμβάνεσθαι δι’ ἑτέρου, ὡς ἀπὸ τοῦ ξανθοῦ τὸ γλυκύ, καὶ τὸ μὴ αἰσθήσει ὑποκείμενον. ὁ γὰρ Κλέωνος υἱὸς ὁρώμενος οὐχ ὡς οὐσία ὁρᾶται, ἀλλ’ ὡς λευκός. | |
25 | Πῶς πλείους ἔχοντες αἰσθήσεις μὴ μιᾷ τῶν κοινῶν αἰσθητῶν ἀντιλαμ‐ βανόμεθα; λύσις· ἵνα μὴ ἥττω τῶν αἰσθητῶν ἀντιλαμβανώμεθα. ἄλλως τε μία αἴσθησις πῶς εἶχεν ἀντιλαμβάνεσθαι καὶ τὸν κοινὸν καὶ τὸν ἴδιον; καὶ εἰ ἀντελαμβάνετο, οὐκ ἂν διεκρίνετο. Ἀπορία· μήποτε αἱ πέντε αἰσθήσεις δέκα; ἀκούομεν γὰρ καὶ αἰσθανό‐ | |
30 | μεθα, καὶ βλέπομεν καὶ αἰσθανόμεθα, καὶ γευόμεθα καὶ αἰσθανόμεθα, καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως. λύσις· οὐ δυνατὸν ἄλλην μὲν εἶναι αἴσθησιν τὴν ὁρῶσαν καὶ ἄλλην τὴν αἰσθανομένην τῆς ὁρατῆς ἐνεργείας, ἀλλὰ τὴν αὐτήν. εἰ γὰρ ἡ αἰσθανομένη ἑτέρα, ἔχει καὶ ἐκείνη ἄλλην αἴσθησιν αἰσθα‐ | |
νομένην, κἀκείνη ἑτέραν, καὶ τοῦτο ἐπ’ ἄπειρον. | 61 | |
63 | Ἀλέξανδρος λέγει τὰς πέντε αἰσθήσεις αἰσθητῶν εἶναι ἀντιληπτικάς, τὴν δὲ κοινὴν καὶ τῶν ὑποκειμένων καὶ τῶν ἐνεργειῶν αὐτῶν. Πλούταρχος τὴν δόξαν τὸ ἄτιμον μέρος τῆς λογικῆς ψυχῆς συναπτικὸν λέγει τῆς λογικῆς καὶ ἀλόγου. | |
5 | Ταῖς πέντε δυνάμεσι τῆς λογικῆς ψυχῆς προστιθέασί τινες καὶ ἕκτην τὴν προσεκτικήν, οἷον λέγει ἄνθρωπος ‘ἐγὼ ἐνόησα, ἐγὼ διενοήθην, ἐγὼ ἐδόξασα‘. τούτῳ τῷ μέρει προστιθέασι καὶ τὰς ἐνεργείας τῶν αἰσθήσεων. Δεῖ εἰδέναι ὡς οὐδὲν ἄλλο ἐστὶ φαντασία ἢ μικρὰ αἴσθησις, ὡς καὶ ἡ αἴσθησις σφοδρὰ φαντασία. | |
10 | Ὁ νοῦς ὅτε ὀργάνῳ κέχρηται τῷ σώματι, περὶ τὰ κατὰ μέρος ἐνεργεῖ, ὅτε δὲ μή, περὶ τὰ καθόλου ἐνδιατρίβει. Διττὸν τὸ αἰσθητόν· τὸ μὲν δυνάμει, τὸ δὲ ἐνεργείᾳ. διττὴ δὲ ὁμοίως καὶ ἡ αἴσθησις. ἐπὶ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως ἡ σχέσις ἄκουσις λέγεται, ἡ δὲ σχέσις τοῦ κατ’ ἐνέργειαν αἰσθητοῦ ψόφησις. ἐπὶ τῆς ὁράσεως ἡ | |
15 | ἐπὶ τῇ ἐνεργείᾳ σχέσις ὅρασις λέγεται, ἡ δὲ τοῦ ὁρατοῦ ὤφειλε λέγεσθαι χρῶσις καὶ οὐ λέγεται, ὥστε αἱ δύο σχέσεις τοῦ τε αἰσθητηρίου καὶ αἰσθητοῦ μόνον τῇ ἀκοῇ φαίνεται. ἡ ἐνεργείᾳ αἴσθησις ἡ αὐτὴ τῷ ἐνερ‐ γείᾳ αἰσθητῷ, ἡ δὲ δυνάμει οὐκέτι τῷ δυνάμει αἰσθητῷ. Αἱ ἀκρότητες τῶν αἰσθητῶν φθείρουσι τὴν κατ’ ἐνέργειαν αἴσθησιν, | |
20 | ἀλλ’ ἡ μὲν ὑπερβολὴ ἀθρόως φθείρει (ἅμα γὰρ ἀντιλάβοιτο, πάσχει ἢ συγκρινομένη ἢ διακρινομένη καὶ φθείρεται), ἡ δὲ ἔνδεια χρόνῳ βλάπτει· οἱ γὰρ ἐν σπηλαίῳ ὄντες ἂν μὴ ἐπὶ πολὺν χρόνον ἴδωσιν τυφλοῦνται, ὡς καὶ οἱ μὴ ἀκούοντες ὁμοίως. Ὅπου κίνησις, καὶ ποίησις, οὐ μὴν καὶ ἀνάπαλιν· ὁ γὰρ θεὸς ποιεῖ | |
25 | ἀκίνητος ὤν. ἡ αὐτὴ κίνησις πρὸς τὸ ποιοῦν ποίησις, πρὸς δὲ τὸ πάσχον πάθησις. Ἀκοή ἐστιν ἡ ἐνέργεια, ἄκουσις ἡ ἀντίληψις, καὶ ψόφος αὐτὸς ὁ κτύπος, τὸ δὲ ἐκ τούτου πάθος ψόφησις. ὡς λέγομεν ψόφησιν, πῶς οὐχὶ καὶ χρῶ‐ σιν; διότι ἡ χρῶσις οὐδὲν ἄλλο δηλοῖ εἰ μὴ τὸ χρωσθὲν σῶμα ἐκ τοῦ | |
30 | ἔχοντος ἄλλο χρῶμα, ὥστε οὐκ ἐξ αὐτοῦ τοῦ ὑποκειμένου ἐστίν· ἡ δὲ ψόφησις ἐξ αὐτοῦ. πῶς οὐ λέγομεν χύμωσιν ἐκ τοῦ ὑποκειμένου τῇ γεύσει, ὡς λέγομεν γεῦσιν; ἡ χύμωσις μαγειρικόν ἐστιν, διὸ ἐπὶ φυσικῶν οὐκ | |
εἴρηται. | 62 | |
64 | Ἐπεὶ αἱ ὑπερβολαὶ φθείρουσι τὰς αἰσθήσεις, ἥλιος, βροντή, Χαρώνια πνεύματα, δηλητήρια, πῦρ ἢ χιών, ἐπενοήθησαν τέχναι τούτων συνδετικαί, ὄψει ζωγραφία, ἀκοῇ μουσική, ὀσφρήσει μυρεψική, γεύσει μαγειρική, ἁφῇ λουτρὸν καὶ ὑφαντική. | |
5 | Ὅτι ἔστι κοινὴ αἴσθησις, δείκνυσιν οὕτως Ἀριστοτέλης. ἐπεὶ οὐ 〈μόνον〉 ἴσμεν τὰ ὁμοειδῆ ὡς λευκὸν καὶ μέλαν, ἀλλὰ καὶ τὰ ἀνομοιοειδῆ ὡς λευκὸν καὶ γλυκὺ καὶ λευκὸν ἵππον, καὶ δύναται εἶναι 〈τῶν〉 δύο αἰσθήσεων οὔ, ἄλλη τις τῶν πέντε διακεκριμένη οὔ (οὐ γάρ εἰσιν ἓξ αἰσθήσεις), κοινὴ ἄρα. αὕτη δὲ σῶμα οὔ· οὐ γὰρ μεριστῶς ἐνεργεῖ, ἐν ταὐτῷ γὰρ κρίνει | |
10 | λευκὸν καὶ μέλαν. πάλιν πᾶν σῶμα ἁπτόμενον δρᾷ, αὕτη οὐ δρᾷ. ἔτι καὶ οὐκ ἐν χρόνῳ γινώσκει. ἄλλως καὶ ταὐτῷ οἶδε τὴν διαφορὰν γλυκέος λευκοῦ. Ἡ κοινὴ αἴσθησις μία μὲν τῷ ὑποκειμένῳ, πολλαὶ δὲ τῇ σχέσει κατὰ Ἀριστοτέλην· ὡς ἀπὸ κοινῆς γὰρ πηγῆς τῆς κοινῆς αἰσθήσεως προ{σ}έρ‐ | |
15 | χονται ἄλλαι αἰσθήσεις κατὰ μέρος, ὥσπερ τὸ κέντρον τοῦ κύκλου καθ’ αὑτὸ μὲν ἕν, ὅτι δέ ἐστιν ἀρχὴ εὐθειῶν πρὸς τὸν κύκλον ἐκβαλλομένων πρὸς τὸν κύκλον πολλά. ἔτι ὑλικῶς οὐχ ἅμα τὰ ἐναντία ἀντιλαμβάνεται ἡ κοινὴ αἴσθησις, κριτικῶς δὲ ἅμα, ἐπεὶ καὶ αἱ ἐναντίαι δόξαι οὐ περὶ ἐναντίων, ἀλλ’ εἰς τὸ αὐτὸ τὰ ἐναντία δοξάζουσαι, ὡς τὸ λευκὸν διακρίνει καὶ οὐ | |
20 | συγκρίνει. Διαφέρει αἴσθησις διανοίας, ὅτι ὁ νοῦς ἐν μόνῳ τῷ ἀνθρώπῳ, ἡ δὲ αἴσθησις 〈ἐν〉 πᾶσι τοῖς ζῴοις. καὶ ἡ αἴσθησις οὐ ταχέως ἀπατᾶται, ἀλλ’ ἡ διάνοια κατὰ δύο τρόπους, ὅτι ἡ αἴσθησις περὶ φανερὰ καταγίνε‐ ται, ἡ διάνοια περὶ κρυπτά, ἡ αἴσθησις ἀχρόνως προσβάλλει, ἡ διάνοια διὰ | |
25 | μέσων προτάσεων ἐξ ὧν ἀπατᾶται. Ἡ φαντασία διαφέρει τούτων ὅτι μέση ἐστίν, αὗται δὲ παρ’ ἑκάτερα. καὶ ἄρχεται μὲν ἡ φαντασία ἀπὸ αἰσθήσεως, δίδωσι δὲ τῇ διανοίᾳ τὰς ἀρχάς· ἄνευ γὰρ φαντασίας οὐ δύναται ἡ διάνοια ἐνεργῆσαι. τούτῳ δια‐ φέρει αἴσθησις φαντασίας ** ὅτι φαντασθῆναι μὲν ὅτε θέλομεν δυνάμεθα | |
30 | τραγέλαφον, ἱπποκένταυρον καὶ λοιπά, δοξάσαι δὲ οὔ. τὸ δὶς [γὰρ] δύο | 63 |
65 | εἰπεῖν δέκα δυνάμεθα, οὐ μὴν καὶ δοξάσαι, ὥστε ἡ δόξα οὐκ ἐφ’ ἡμῖν. ἀλλ’ οὐδ’ ὅσα θέλομεν φανταζόμεθα· βλέπομεν γὰρ νυκτὸς ἃ οὐ θέλο‐ μεν, ὥστε αὕτη διαφορὰ ὅτι ἡ μ[ὲν δόξα οὐδέποτε ἐφ’] ἡμῖν, ἡ δὲ φαντασία ποτέ. ἕτερον, ὅτι φαντασθέντες πόλεμον οὐ πτοούμεθα, ἀλλὰ δοξάσαντες. | |
5 | ὁ ἵππος οὐ δόξαν ἔχων ἀλλὰ φαντασίαν πῶς πτοεῖται τὴν μάστιγα; κατὰ συμβεβηκὸς τῇ φαντασίᾳ ὁ φόβος. Ἡ γνῶσις ἢ περὶ τὰ ἔξω καὶ ποιεῖ τὴν αἴσθησιν, ἢ ἐντός. καὶ εἴπερ 〈ἐντόσ〉, ἢ καθόλου καὶ ποιεῖ τὸν νοῦν κατ’ ἐνέργειαν νοοῦντα τὰ πράγμα‐ τα, ἢ κατὰ συλλογισμὸν καὶ ποιεῖ διάνοιαν. εἰ δὲ χειρόνως ἢ κατὰ συλ‐ | |
10 | λογισμόν, ποιεῖ δόξαν καὶ ὑπόληψιν. ἡ διάνοια ἢ περὶ τὰ θεωρητικὰ καὶ ποιεῖ ἐπιστήμην, ἢ περὶ τὰ πρακτικά. καὶ μετὰ βουλῆς ποιεῖ φρόνησιν, χωρὶς ταύτης τέχνην· ὁ γὰρ τεχνίτης οὐχ ὡς τεχνίτης, ἀλλ’ ὡς ἄνθρωπος βούλεται. ἢ περὶ τὰ μερικὰ καταγίνεται ἡ γνῶσις καὶ ποιεῖ τὴν φαντασίαν. Ὁ ἐνεργείᾳ νοῦς ἀεὶ ἀληθεύει, ὁ δὲ δυνάμει νοῦς, ἤγουν ἡ φαντασία, | |
15 | ποτὲ μέν, ποτὲ δ’ οὔ. ἡ αἴσθησις ὡς ἐπίπαν ἀληθεύει τῶν αὐτῆς σῳζομέ‐ νων διορισμῶν. οὐ κρεῖττον αἴσθησις διανοίας, ὅτι ἡ διάνοια διὰ τὰς αἰσθήσεις ψεύδεται. Εἰ ταὐτὸν ἡ φαντασία ἦν καὶ ἡ αἴσθησις, ὅταν ὀνειρώττωμεν, τότ’ ἂν αἰσθανοίμεθα. τὰ παιδία κατ’ αἴσθησιν καὶ οὐ φαντασίαν ἐνεργοῦσιν. | |
20 | οἱ σκώληκες καὶ μύρμηκες αἴσθησιν ἔχουσιν, ἀλλ’ οὐ φαντασίαν, ἢ ἀμυ‐ δράν. ἡ φαντασία διττή· ἡ μὲν ἀναμνηστική, ἡ δὲ διδακτή. τὰ τοιαῦτα γοῦν ζῷα τὴν διδακτὴν ἔχουσι. ἔτι ἡ αἴσθησις περὶ τὰ ὄντα, ἡ φαντασία περὶ τὰ μὴ ὄντα. Τὰ ἄλογα οὐκ ἔχει πίστιν καὶ οὐδὲ δόξαν. τῆς δὲ πίστεως ποίησις ἡ | |
25 | πειθώ. ὄφις πείθεται ἀνάγκαις μαγικαῖς, λέων ἔθει. ἡ δὲ πειθὼ γνώσει γίνεται, τὸ δὲ ἔθος καὶ τοῖς ἀλόγοις. Ἔνθα αἴσθησις ἐνεργεῖ, ἐκεῖ καὶ ὁ νοῦς κρειττόνως· οὐ μὴν καὶ ἀνάπα‐ λιν. ὁ νοῦς οἶδε καὶ τὴν οἰκείαν ἐνέργειαν καὶ τὴν τῶν ἄλλων, οὐ μὴν δὲ καὶ αἴσθησις. ὁ νοῦς τῶν καθόλου, ἡ αἴσθησις τῶν μερικῶν. | |
30 | Τῆς φαντασίας ἡ δόξα ποιητικὸν αἴτιον, ἡ δὲ αἴσθησις ὀργανικόν. Ἀριστοτέλης· ἡ αἴσθησις μάχεται τῇ δόξῃ· τὴν γὰρ κώπην κεκλασμένην | |
βλέπει αἴσθησις ἐν ὕδατι, ἡ δὲ δόξα ὀρθήν. πῶς οὖν ἐκ δύο μαχομένων | 64 | |
66 | ἓν ἡ φαντασία; εἰ ἡ φαντασία ἐκ δόξης καὶ αἰσθήσεως, ἆρα καὶ τὰ ἄλογα ἔχουσι δόξαν; ἔτι δόξα καὶ αἴσθησις ἀληθεύουσι, φαντασία ψεύδεται. οὐ καινόν, ἐὰν ἡ σύνθεσις ποιεῖ ἀλλοίωσιν. Μὴ ὂν τὸ μηδαμῇ μηδαμῶς, τὸ καθ’ ἑτερότητα, τὸ ὑπερούσιον, τὸ | |
5 | χεῖρον οὐσίας καὶ μετούσιον, τὸ ψεῦδος. Μόνως κινοῦν τὸ αἰσθητήριον τὴν φαντασίαν, κινοῦν καὶ κινούμενον ἡ αἴσθησις. ἡ φαντασία μόνον κινούμενον ἐπὶ ἀλόγων. φαντασία ἐστὶ δύναμις ἐπιδεκτικὴ διὰ μέσης αἰσθήσεως τῶν αἰσθητῶν εἰδῶν. καὶ ἡ αἴσθησις ταὐτὸν 〈τῇ φαντασίᾳ〉 οὐκ 〈ἔστιν〉· αἴσθησις γὰρ ἀμέσως, δι’ αὐ‐ | |
10 | τῆς δὲ ἡ φαντασία· ὅθεν καὶ οἱ τυφλοὶ περὶ χρωμάτων οὐ φαντάζονται. καὶ {οὐ} φαντασία οὐκ ἐνεργεῖ χωρὶς αἰσθήσεως ἀναπλάττουσα τραγ‐ έλαφον, καὶ τοῦτο ἐκ τῆς αἰσθήσεως ἔχει, ἐπεὶ πρῶτον εἶδέ τις τράγον καὶ ἔλαφον καὶ οὕτως ἐφαντάσθη ἡ σύνθεσις. Λέγει Ἀριστοτέλης ὅτι ἡ φαντασία ψεύδεται. διττὴ ἡ φαντασία· ἥ τε | |
15 | δεχομένη τὰ εἴδη, ἤγουν τοὺς τῶν εἰδῶν λόγους, ἣ καὶ ἀληθής, καὶ ἡ ἀναπλαττομένη τὰ ψευδῆ, ἣ καὶ ἀεί ἐστι ψευδής. Τὸ κατὰ συμβεβηκὸς αἰσθητὸν διττόν· τὸ ἄλλης μὲν ὂν αἰσθήσεως, ἑτέρᾳ δὲ ὑποπῖπτον, ὡς τὸ γλυκὺ τῇ ὄψει, καὶ ὅταν νοῶμέν τι ἐκ τῶν συμβεβηκότων, ὡς τὸν Σωκράτην ἀπὸ τοῦ λευκοῦ. | |
20 | Ἡ φαντασία ἐδόθη τοῖς ἀλόγοις διὰ τὸ πορίζεσθαι ἐκ ταύτης τροφήν, ὡς οἱ μύρμηκες ποιοῦσι, τοῖς δὲ λογικοῖς διὰ τὸ ἐπιτήδειον γίνεσθαι τὸ σῶμα πρὸς ὑποδοχὴν τοῦ κρείττονος. εἰ γὰρ μὴ ταύτην ἐδεχόμεθα, πῶς ἂν ἐδεξάμεθα τὴν λογικὴν ψυχήν; ἔτι ἵνα, ὅταν παραφρονῇ ὁ λόγος, διοικώμεθα δι’ αὐτῆς, ἣν ὁρίζεται Πλούταρχος κίνησιν ὑπὸ τῆς κατ’ ἐνέρ‐ | |
25 | γειαν αἰσθήσεως προσεχῶς διεγειρομένην. Τριττὸς ὁ νοῦς· ὁ δυνάμει ἐπὶ τῶν παίδων, ὁ καθ’ ἕξιν, καὶ 〈ὁ〉 ἐνερ‐ γείᾳ ὡς ὁ κυβερνῶν τὰ πάντα ἢ ὁ θύραθεν εἰσιών. Πᾶσαν ψυχὴν ὁ Πλάτων λέγει τόπον εἰδῶν καὶ ἐνεργείᾳ, ὁ Ἀριστοτέλης ἀγράφῳ γραμματείῳ. διττὴ ἡμῖν ἡ γνῶσις· ἡ ἄλογος ἡ τῆς αἰσθήσεως, | |
30 | καὶ ἡ λογικὴ τοῦ νοῦ ἥτις νοεῖ καὶ τὰ ἔνυλα. πῶς οὖν ὁ νοῦς τὰ τῆς αἰσθή‐ | 65 |
67 | σεως οἶδεν, ἤγουν τὰ μερικά; οὗτος ὅτε καθ’ ἑαυτὸν ἐνεργεῖ εὐθείᾳ μὲν γραμμῇ ἔοικεν, ἐπικαμπτόμενος δὲ πρὸς τὴν αἴσθησιν κεκλασμένῃ. Εἰ ἐνεργεῖ ὁ νοῦς εἰς τὰ ὑλικά, πάντως καὶ πάσχει ἐν τοῖς ὁμοΰλοις καὶ ὁμοτίμοις. | |
5 | Ζητεῖται τοῦτο· ὁ νοῦς οἶδεν ἑαυτὸν καθὸ νοῦς, ἢ κατ’ ἄλλο μὲν νοῦς, κατ’ ἄλλο δὲ νοητός; εἰ κατ’ ἄλλο, σύνθετος. εἰ δὲ καθὸ νοῦς, λοιπὸν πᾶν τὸ νοούμενον νοῦς καὶ τὰ μαθήματα νοητά. λοιπὸν καὶ πᾶν τὸ κυρίως νοητὸν νοῦς, τὰ δ’ ἄλλα οὐ κυρίως κατὰ Ἀριστοτέλην. πρόνοια λέγεται ὡς προϋπάρχουσα τοῦ νοῦ. ἔτι οὐ λέγεται πᾶν τὸ νοητὸν νοῦς, ἀλλὰ τὸ νοοῦν | |
10 | ἑαυτὸ ἢ τὸ ὑφ’ ἑαυτοῦ νοητὸν νοῦς ἐστιν. ἔτι καθὸ νοεῖται νοεῖ ἑαυτὸ καὶ οὐχὶ καθὸ νοεῖ. Πῶς οὐ νοοῦμεν ἑαυτοὺς συχνῶς; ζητοῦμεν τὰ ἐγκόσμια καὶ ὑπερκό‐ σμια, οὐχ ἡμᾶς δὲ διὰ τὴν συνήθειαν. ὁ Πλωτῖνος λέγει· ‘ἔστιν νοῦς ὁ ἀεὶ νοῶν ἑαυτόν, ἤγουν ὁ ἐνεργείᾳ, καὶ ὁ μηδέποτε νοῶν, ἤγουν ὁ ἐν δυνά‐ | |
15 | μει.‘ Ἐπὶ τὸν ἐνεργείᾳ νοῦν δέκα τινὰ ζητεῖται· ὅτι πάντα ποιεῖ, καὶ ὅτι τῇ οὐσίᾳ ἐνεργεῖ οὐ δυνάμει, τὸ ἀεὶ νοεῖν καὶ ἐνεργεῖν, ὅτι ψυχικός ἐστι, ἔτι ἀθάνατος, χωριστός, ἀναλογεῖ φωτί (καὶ ὥσπερ τοῦτο οὐ τὰ χρώματα ποιεῖ ἀλλὰ τὰ εἴδη φανεροῖ, καὶ οὗτος οὐ τὰ πράγματα ποιεῖ ἀλλὰ τὰ εἴδη ἐντυ‐ | |
20 | ποῖ), ὅτι ὁ δυνάμει νοῦς τοῦ ἐνεργείᾳ χρόνῳ διαφέρει, καὶ ὅτι μετὰ φαν‐ τασίας ἐνεργεῖ. Ἀλέξανδρος ἐνεργείᾳ νοῦν τὸν θύραθεν δοξάζει, ἤγουν τὴν πάντων ἀρχήν, Μαρῖνος δαιμόνιόν τινα, Πλωτῖνος τὸν ἀνθρώπινον. Χωριστόν ἐστι τὸ δυνάμενον χωρισθῆναι, κεχωρισμένον δὲ τὸ ἐνεργείᾳ | |
25 | χωρισθέν. Ὁ νοῦς ὁ ἀνθρώπινος ἀεὶ νοεῖ, οὐχ ὁ 〈εἷσ〉 τῷ ἀριθμῷ, ἀλλ’ ὁ ἐν ὅλῳ τῷ κόσμῳ· εἰ γὰρ ἐγὼ μὴ νοῶ, ἄλλος νοεῖ. Ὁ νοῦς οὐκ ἀεὶ ἐνεργεῖ, ὅτι μετὰ φαντασίας ἐνεργεῖ καὶ φθαρείσης ταύ‐ της οὐκ ἐνεργεῖ. ἰστέον ὡς, ὅσα δίχα αἰσθήσεως νοεῖ ὁ νοῦς, καὶ δίχα | |
30 | φαντασίας νοεῖ, ὡς τὰ θεῖα καὶ τὰ καθόλου. | 66 |
68 | Πενταχῶς τὸ ἀδιαίρετον· ὁ ὅρος τῶν προτάσεων, τὸ συνεχὲς μέγεθος κατὰ τὴν ἐνέργειαν, τὸ ἔνυλον εἶδος, τὸ ἄυλον. τὸ συνεχὲς μέγεθος ἔνυ‐ λον εἶδος, τὸ ἐν ποσῷ ἀδιαιρέτῳ ἄυλον. Διττὴ ἡ ἀλήθεια· ἡ μὲν ὑπαρκτική, ἡ δὲ ἀντιδιῃρημένη τῷ ψεύδει. | |
5 | Ὁ ἡμέτερος νοῦς τινὰ οἶδε καταφατικῶς, τινὰ ἀποφατικῶς, ὡς τῇ ἀπο‐ φάσει τοῦ ἀριθμοῦ τὴν [μον]άδ[α] καὶ τοῦ μεγέθους τὴν στιγμήν· ὁ δὲ θεῖος νοῦς [πάντα καταφατικῶς] οἶδε, χωρὶς τοῦ κακοῦ. Τὸ συνεχὲς δυνάμει διαιρετὸν καὶ οὐκ ἐνεργείᾳ, ὡς τὸ μέγεθος, ἐνερ‐ γείᾳ μὲν διαιρετόν, δυνάμει δὲ οὔ, [ὡς] τὸ ὕδωρ. ὁ νοῦς τοίνυν καὶ ἄμφω | |
10 | ἐναντίως δοξάζει. Ὁ νοῦς ἀδιαιρέτως νοεῖ, ἡ δὲ διάνοια διῃρημένως καὶ χωρὶς ἕκαστον. καὶ ἐν χρόνῳ ἀδιαίρετος τῆς [ψυχ]ῆς δύναμις ὁ νοῦς. Ὁ κυρίως νοῦς περὶ τὰ ἁπλᾶ καταγίνεται, ἡ δὲ φαντασία νοῦς περὶ τὰ σύνθετα καταγινόμενος. καὶ ἡ διαφορὰ ὅτι ὁ νοῦς ἀεὶ ἀληθεύει, ἡ δὲ φαν‐ | |
15 | τασία καὶ ψεύδεται. ὁ νοῦς ἔοικεν αἰσθήσει περὶ τὰ οἰκεῖα αἰσθητὰ κατα‐ γινομένῃ, ἡ δὲ διάνοια κατὰ συμβεβηκός. ** [πρῶτον] ὅτι ἐνεργείᾳ ὁ νοῦς αὐτὰ τὰ πράγματα, ὁ δὲ δυνάμει οὐκ ἔστι τὰ πράγματα, εἰ μὴ νοήσῃ αὐτά· δεύτερον ὅτι ὁ δυνάμει ἐν τῷ ἑνὶ χρόνῳ προτερεύει τοῦ ἐνεργείᾳ, ἐν δὲ τῷ ὅλῳ οὔ· ἔστι γὰρ ἀεὶ καὶ ἐνερ‐ | |
20 | γείᾳ καὶ δυνάμει. δεῖ γὰρ εἶναι τὸ ἐνεργείᾳ ἀεί, ἵνα ἄγῃ τὸ δυνάμει εἰς τὸ ἐνεργείᾳ. ἔτι ὁ νοῦς ὁ πρακτικὸς περὶ τὰ μερικά, ὁ θεωρητικὸς περὶ τὰ καθόλου. ὁ πρακτικὸς ἀεὶ φαντασίᾳ κέχρηται, ὁ θεωρητικὸς οὐκ ἀεί. ἐν τῷ θεωρητικῷ τὸ ἀληθὲς καὶ ψεῦδος, ἐν τῷ πρακτικῷ τὸ ἀγαθὸν καὶ κακόν. ὥσπερ οὐχ ἕτερος ὁ δυνάμει νοῦς πρὸς τὸν ἐνεργείᾳ τῷ ὑποκειμένῳ, | |
25 | ἀλλὰ μόνον τῷ χρόνῳ διαφέρει, οὕτω καὶ ὁ θεωρητικὸς πρὸς τὸν πρακτι‐ κόν. ἀναλογεῖ δὲ ὁ θεωρητικὸς ὄψει διακριτικῇ εἰδῶν, ὁ δὲ πρακτικὸς ὄψει μὴ μόνον γινωσκούσῃ τὰ εἴδη, ἀλλὰ καὶ σφετεριζομένῃ τὸ ἡδύ, καὶ οὐ μόνον τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, ἀλλὰ τὸ ἀληθὲς καὶ τὸ κακόν. Διαφορὰ νοῦ πρὸς αἴσθησιν, ἐπεὶ ταύτῃ πολλάκις ἐν τῇ τοῦ θεωρητικοῦ | |
30 | πρὸς τὸν πρακτικὸν διακρίσει συνεχρήσατο. ἔτι ἡ αἴσθησις ἡ ἰδικὴ οἶδε | |
τὸ λευκὸν καὶ τὸ μέλαν, ἡ κοινὴ καὶ τὰ ἐναντία, τὸ λευκὸν καὶ γλυκύ. τὴν | 67 | |
69 | νοερὰν γνῶσιν Πλάτων προσεκτικὴν ἔλεγε, τὴν νοερὰν πρᾶξιν συνειδός. ἐν ταῖς πέντε αἰσθήσεσιν ἄλλη τις ἡ κοινή, ἐπὶ δὲ τῶν νοητῶν 〈οὐκ〉 ἄλλο τὸ γινῶσκον παρὰ τὰ τρία {ἀλλ’ ἕτερον}· ὁ γὰρ νοῦς, μέρος ὢν δόξης διανοίας καὶ νοῦ, αὐτὸς οἶδε διαφορὰν νοητῶν πρὸς τὰ διανοητὰ καὶ τού‐ | |
5 | των πρὸς τὰ δοξαστά. Ὁ θεωρητικὸς νοῦς οὐ περὶ σύνθετον καταγίνεται, ἀλλ’ ἡ διάνοια. Τὸ νοητὸν τριττόν· τὸ ἔνυλον ὡς τὰ φυσικά, τὸ ἄυλον ὡς τὰ θεῖα, καὶ τὸ μέσον ὡς τὰ μαθηματικὰ ἔξω ὕλης. Ἐν τῷ ὁρᾶν ὁ ἀὴρ ἀλλοιοῖ τὴν κόρην, αὕτη τὸ πνεῦμα, τοῦτο τὴν δύνα‐ | |
10 | μιν τὴν ἐν τῷ κρυσταλλοειδεῖ, καὶ οὕτω διεγείρεται καὶ ὁρᾷ. ‘Οὐ δύναται‘ φησὶ Πλάτων ‘ὁ νοῦς ἐν γενέσει ὢν οὐρανοπολίτης εἶναι καὶ καταφρονεῖν τοῦ σώματος.‘ Ἀριστοτέλης· εἰ τὸ νοοῦν ὅμοιον δεῖ εἶναι τῷ γινωσκομένῳ, νοῦς δὲ νοεῖ τὰ ἄυλα, ὅμοιος ἂν εἴη τούτοις ὁ σὸς νοῦς ἐν σώματι ὤν. πῶς ἐν τῇ Μετὰ τὰ φυσικὰ πραγματείᾳ σου ἐζήτησας τὰ | |
15 | πάντῃ ἄυλα; εἰ ὁ νοῦς οὐδέποτε εἰ μὴ μετὰ φαντασίας ἐνεργεῖ, αὕτη δὲ περὶ τὰ ἔνυλα, πῶς νοῦς νοήσει τὰ θεῖα; ἀλλὰ περὶ τὰ μερικὰ νοεῖ μετὰ φαντασίας, οὐ περὶ τὰ καθόλου. τούτῳ {εἰ} διαφέρει φάντασμα καὶ νόημα, ὅτι τὸ μέν ἐστιν ἔνυλον, τὸ δὲ ἄυλον. ταὐτόν ἐστι νοῦς καὶ φαντασία. εἰ οὖν ἡ φαντασία ἀληθεύει καὶ ψεύδεται καὶ ὁ νοῦς, πῶς γνωρίσει τοίνυν | |
20 | τὰ θεῖα; οὐ ταὐτόν ἐστιν. ὁ νοῦς τὰς οὐσίας οἶδεν, ἡ δὲ φαντασία ἅπερ καὶ ἡ αἴσθησις ἡ ἀτυχὴς οὐσίας. Τέτταρά τινά εἰσι καὶ οὐ πλείω. πάντα τὰ ὄντα δυνάμει αἰσθητά, ἐνερ‐ γείᾳ αἰσθητά, δυνάμει ἐπιστητά, ἐνεργείᾳ ἐπιστητά, ὧν καὶ τὰς τέτταρας ἐνεργείας ἔχει ἡ ψυχή. | |
25 | Πλάτων τὴν καθόλου ψυχὴν διαιρεῖ ὡς ὅλον εἰς μέρη, ἤγουν φυτικήν, ἄλογον, λογικήν, τὰς κατὰ μέρος ὡς οὐσίαν εἰς δυνάμεις. λέγει Ἀριστο‐ τέλης· ‘πῶς τὸ θυμικὸν καὶ ἐπιθυμητικὸν μέρη λέγεται τῆς ἀλόγου ψυχῆς;‘ ὡς σὺ τῆς λογικῆς τὸν νοῦν. ὁ λόγος κρατῶν ποιεῖ ἀριστοκρατίαν καὶ βασιλείαν, θυμὸς δημοκρατίαν, ἐπιθυμία κατὰ μὲν τὸ φιλοχρήματον | |
30 | ὀλιγαρχίαν, κατὰ δὲ τὸ φιλήδονον ἐννόμως δημοκρατίαν, ἀνόμως τυ‐ | |
ραννίδα. | 68 | |
70 | Οὐ πᾶσι τοῖς μορίοις ὑπάρχει ἡ ψυχή, κατὰ δὲ τὸ ἐπιτήδειον μόριον φαίνεται λόγος, θυμὸς καὶ ἐπιθυμία. Ὁ νοῦς ἐν γενέσει ὢν πῶς γινώσκει τὰ ἄυλα; ὅτε οὐ κέχρηται ὀργάνῳ τῷ σώματι, ἀλλὰ πάντων ἐστὶν ἀμιγής. | |
5 | Εἰ τὸ νοητὸν καὶ αἰσθητὸν τῶν πρός τι, λοιπὸν καὶ πάντα τὰ ὄντα. κατὰ λόγον μὲν πρός τι, κατὰ δὲ τὴν ὕπαρξιν οὔ. τὸ λευκὸν καὶ τὸ μέλαν ὡς ἐναντία τῶν πρός τι, ἀλλὰ καὶ αὐθύπαρκτα. Ἀριστοτέλης βούλεται τὰς τρεῖς ψυχὰς καὶ μὴ ἓν εἶναι, καὶ οὐχ ἓν κυρίως· τὰ τρία γὰρ ταῦτα μίαν ἐμψυχίαν ποιεῖ. τὰ λογικὰ κινεῖ νοῦς, τὰ δὲ | |
10 | ἄλογα φαντασία, ὡς κρείττονα μέρη ψυχῆς λογικῆς καὶ τῆς ἀλόγου. Σωκράτης ἐν τῇ ἐπὶ Δηλίῳ μάχῃ νυχθήμερον στὰς οὐκ ᾔσθετο διὰ τὸ ἐννοεῖν τι, καὶ Θαλῆς ἔπεσεν εἰς φρέαρ. Τὸ κατὰ τόπον κινούμενον διττόν· ἢ πορευτικὸν καὶ καθόλου, ἢ ἐν μέρει. ὁ κατὰ τὴν ὁλότητα οὐδόλως τόπον ἀμείβει. ἡ ἀναπνοὴ φυσικὴ | |
15 | δοκεῖ εἶναι ὡς μὴ δουλεύουσα προαιρέσει, καὶ ψυχικὴ ὡς ὑπὸ μυῶν γινο‐ μένη. Ὅτι ἡ θρεπτικὴ δύναμις οὐκ ἔστι τὸ κατὰ τόπον κινοῦν, δῆλον· τέλος τῆς θρεπτικῆς τὸ τρέφειν, τῆς κινήσεως ἐν τῇ σπουδῇ μὲν λόγος, ἐν τοῖς ἀφροδισίοις πάθος, ὥστε οὐ ταὐτό. ἐν τῇ κινήσει προηγεῖται φαντασία καὶ | |
20 | ὄρεξις, ἐν τῇ θρεπτικῇ οὐδέν. εἰ ταὐτὸν ἦσαν, ἔδει τὰ φυτὰ κινεῖσθαι. εἰ ταὐτὸν ἦν, ἔδει καὶ τὰ φυτὰ πορευτικὰ ἔχειν ὄργανα. ἔτι ἐν νυκτὶ μᾶλλ[ον ἐν]εργεῖ ἡ θρεπτική, οὐδόλως δὲ ἡ κινητική. ἀπορία· ἡ φυτικὴ ποιεῖ τὴν κατὰ τόπον κίνησιν, τὰ φυτὰ οὐ κινοῦνται ὡς μὴ ἔχοντα ὄργανα ἐπι‐ τήδεια πρὸς τὴν κίνησιν· λοιπὸν μάτην τοῖς φυτοῖς ἡ φυτικὴ δύναμις. εἰ | |
25 | δὲ μὴ μάτην, πῶς οὐκ ἔδωκε τούτοις καὶ ὄργανα; ἁπλῶς ἡ ἄλογος ψυχὴ οὐκ ἔστιν αἰτία κινήσεως· οὐ γὰρ τὰ ζῳόφυτα κινοῦνται. οὐδ’ ἡ αἴσθησις αἰτία κινήσεως, ἐπεὶ καὶ βλέποντες καὶ μή, καὶ [μὴ] ἀκούοντες ἤ τινος μὴ αἰσθανόμενοι κινούμεθα. οὐδ’ ἡ φαντασία· ἔδει γὰρ νυκτὸς ὅτε φαν‐ ταζόμεθα κινεῖσθαι καθ’ ὁρ[μήν]. οὐδ’ ὁ νοῦς, ὁ μὲν θεωρητικὸς ὡς μὴ | |
30 | περὶ πρακτικὰ καταγινόμενος (ἡ κίνησις δὲ πρακτικόν), οὐδ’ ὁ πρακτικός· | |
εἰ {δὲ} γὰρ καὶ προαίρεσιν οὗτος ἔχει δι’ ἧς γίνεται ἡ κατὰ τόπον κίνησις, | 69 | |
71 | ὅμως οὐ κινεῖ. οὗτος γὰρ πρῶτον ἐνεργεῖ, ὅτι ‘ἀπέλθω καὶ ποιήσω τόδε‘, καὶ μετὰ 〈τὸ〉 παῦσαι γίνεται ἡ κίνησις. τὸ κρεῖττον· τὰ ἄλογα μηδέν τι ἔχοντα τοῦ τριττοῦ νοὸς κινεῖται. Ἡ ἐγκρατὴς κίνησις ἐκ τοῦ νοός, ἡ ἀκρατὴς ἐκ τῆς ὀρέξεως. ἁπλῶς | |
5 | οὖν τὸ ὀρεκτικὸν αἰτί[αν λέγ]ουσι [τ]ῆς [τ]οι[αύ]της κινήσεως. Τὰ ἄλογα οὐκ ἔχει συναίσθησιν χρόνου· ὁ γὰρ χρόνος ἀσώματος, ἡ συναίσθησις τοῦ χρόνου [μετὰ] τοῦ λόγου γίνεται ἡμῖν. ὁ χρόνος διττῶς λέγεται, ὁ ὡρισμένος καὶ ἀόριστος· ὡρισμένος ὁ νυκτὶ καὶ ἡμέρᾳ καὶ ὥρᾳ μετρούμενος, ἀόριστος τὸ θέρος, ὁ χειμὼν καὶ τὰ λοιπά. τούτων δὲ | |
10 | αἰσθάνεται ἁπλῶς καὶ τὰ ἄλογα. λέγουσι δέ τινες ὡς ἔχουσι καὶ τοῦ μέλλοντος γνῶσιν τὰ ἄλογα· καὶ γὰρ λέων πληγεὶς ἐν ποίμνῃ ἀπελθὼν εἰς ἑτέραν δεδίττεται. οὐκ ἐκ τοῦ παρελθόντος συνάγει τὸ μέλλον, ἀλλ’ ἐκ τῆς φαντασίας αἰσθάνεται οὗ βλέπει. Πλάτων τὴν λογικὴν ψυχὴν αἰτίαν λέγει κινήσεως γοητευθεῖσαν τῇ | |
15 | ἐπιθυμίᾳ, τοῖς δ’ ἀλόγοις τὴν ἄλογον. οὐ διαφωνεῖ πρὸς Ἀριστοτέλην· Πλάτων γὰρ τὸ ποιητικὸν αἴτιον λέγει, οὗτος τὸ τελικόν. Οἱ ἰατροὶ τὰ ὄργανα λέγουσιν αἴτια κινήσεως, φιλόσοφοι τὸ ἔμφυτον θερ‐ μόν. κινούμεθα τὴν κατὰ τόπον κίνησιν κατὰ ὦσιν καὶ ἕλξιν τῶν ποδῶν, ἤγουν εἴσοδον καὶ ἔξοδον. | |
20 | Εἰ ἡ κίνησις ἐκ τῆς ὀρέξεως, πῶς οὐχὶ καὶ τὰ ζῳόφυτα κινοῦνται; τῆς φαντασίας ἡμῖν 〈ἡ μὲν〉 βουλευτική, ἡ δὲ σύστοιχος τῇ αἰσθήσει· ἡ βου‐ λευτικὴ τῶν ἀνθρώπων, ἡ σύστοιχος ἢ συγκεχυμένη ὡς ἐπὶ τῶν σκωλήκων ἢ ἀσύγχυτος, καὶ εἰ ἀσύγχυτος, ἢ διδακτὴ ὡς ἐπὶ τῶν ψιττακῶν ἢ ἀδί‐ δακτος ὡς ἐπὶ τῶν μυρμήκων. | |
25 | Τρία περὶ τὴν κίνησιν, τὸ κινοῦν, τὸ 〈ᾧ〉 κινεῖται καὶ τὸ κινούμενον. Ἡ ὄρεξις ἄνευ συναισθήσεως ὡς ἐπὶ φυτῶν καὶ ἀψύχων· ὀρέγεται γὰρ καὶ ὁ λίθος τῆς κάτω φορᾶς. ἔστιν ὄρεξις μετὰ τῆς φαντασίας, καὶ ἑτέρα μετὰ τοῦ νοῦ. Τῶν ἐμψύχων τὰ μὲν ἀκίνητα ὡς τὰ φυτά, τὰ δὲ κινεῖται ὡς τὰ ζῷα. | |
30 | καὶ τούτων τὰ μὲν καθόλου, τὰ δὲ μερικῶς. καὶ τὰ μὲν ὑπὸ σελήνην ὡς τὰ ζῳόφυτα, τὰ δὲ ὑπὲρ σελήνην ὡς τὰ οὐράνια. τὰ ζῳόφυτα οὐκ ἔχει τὰς | |
τελειοτέρας αἰσθήσεις, τὰ δὲ πορευτικὰ 〈καὶ ταύτας ἐκτήσατο〉. καὶ γὰρ | 70 | |
72 | ὁ ἀσπάλαξ ἔχει ὄψιν, εἰ καὶ λεπτῷ χιτῶνι καλύπτεται. οἱ σκώληκες, κἂν καὶ μὴ ἔχωσιν ὄψιν, ἀλλ’ οὖν διὰ τῆς μαλακότητος τὴν χρείαν ἡ φύσις ἀνεπλήρωσεν. τὰ πορευτικὰ καὶ φυτικὴν καὶ αἰσθητικὴν ψυχὴν ἔχει, τὰ δὲ οὐράνια μόνην αἰσθητικὴν ἔχει. | |
5 | Λέγουσιν οἱ Ἀριστοτελικοὶ ὅτι οὐκ ἔχουσιν αἴσθησιν τὰ οὐράνια· ἡ γὰρ αἴσθησις περὶ τὰ ἔξω, τῶν οὐρανίων οὐδὲν ἔξω. ἔστιν ἔξω τὸ κέντρον. Πᾶσαι αἱ αἰσθήσεις τοῦ εἴδους μόνου ἀντιλαμβάνονται, τὰ δὲ φυτὰ καὶ τῆς ὕλης, καὶ πάσχουσιν ὑπ’ αὐτῆς καὶ ἀντιδρῶσιν. Ἐν τοῖς κατὰ τόπον κινουμένοις τινὰ μὲν μόνον κινεῖ, οἷον ἡ χεὶρ τὴν | |
10 | ῥάβδον, ἡ ῥάβδος κινεῖ καὶ κινεῖται, ὁ λίθος μόνον κινεῖται. ὁ κηρὸς μέχρι τινὸς τυποῦται, τὸ ὕδωρ πλέον, ὁ ἀὴρ διόλου, ὁ λίθος οὐδόλως. Ἡ ἁφὴ εἰς τὸ εἶναι συντελεῖ, αἱ δὲ ἄλλαι εἰς τὸ εὖ εἶναι· ἀναγκαιοτέρα λοιπῶν ἡ ἁφή. | |
14t | Περὶ ἀρχῶν καὶ περὶ ἑνώσεως ψυχῆς καὶ σώματος | |
15 | Ἠρώτησας πότερον τὰ γένη τῶν πραγμάτων ἀρχὰς δεῖ λέγειν καὶ στοι‐ χεῖα, ἀρχὰς μὲν ὡς αἴτια, στοιχεῖα δὲ ὡς ἁπλούστερα, ἢ μᾶλλον τὰ ἐνυπάρχοντα τῷ πράγματι, εἰς ἃ καὶ διαιρεῖται τὸ πρᾶγμα, ἃ καὶ κυρ[ίως] αὐτοῦ στοιχεῖα προσαγορεύεται. φημὶ οὖν ὡς, εἰ μὲν τὰς ὑλικὰς ἀρχὰς ἐπιζητεῖς νῦν ἢ τὰς εἰδικάς, τὰ ἐνυπάρχοντα τοῖς πράγμασιν ἀρχαί εἰσιν, | |
20 | εἰς ἃ καὶ διαιρεῖται τὸ πρᾶγμα ἢ ἐπινοίαις ψιλαῖς ἢ καὶ ἐνεργείᾳ· εἰ δὲ τὰς ποιητικὰς ἢ τὰς τελικάς, οὔτε τὰ ἐνυπάρχοντα τοῖς πράγμασιν ἀρχαί (τὰ γὰρ ἐκ τῶν ἀρχῶν ἐστὶ ταῦτα), οὔτε τῶν γενῶν ὅσα ἐστὶν ὑστερογενῆ (ταῦτα γὰρ ἐπὶ τοῖς ἀποτελέσμασι), οὔθ’ ὅσα εἰς αὐτὰ τὰ αἰσθητὰ κατα‐ τέτακται· ἔστι γὰρ ἐν Καλλίᾳ καὶ ἄνθρωπος καὶ ζῷον, ἃ πῶς ἂν εἶεν | |
25 | αἱ ποιητικαὶ ἢ τελικαὶ ἀρχαί, μέρος ὄντα τῆς φαινομένης οὐσίας; εἰ δέ | |
τινά ἐστι γένη πρὸ τῶν καθέκαστα τῶν αἰσθητῶν αἴτια ἔν τε τοῖς λόγοις | 71 | |
73 | τῆς τῶν ὅλων φύσεως ἐνορώμενα καὶ ἐν τοῖς ὑπερτέροις εἴδεσι διαλάμ‐ ποντα, ταῦτα φαίην ἂν δικαίως αἴτια τῶν τῇδε πραγμάτων. Ἕλληνες δὲ καὶ πρὸ τούτων καὶ ὑπὲρ ταῦτα τὰς δημιουργικὰς ἰδέας ἀρχὰς τίθενται, αἳ καὶ τῶν καθόλου λόγων ὑπερήπλωνται. ἐὰν μὲν οὖν τὰ κατ’ ἐπίνοιαν | |
5 | ὑστερογενῆ λαμβάνωμεν γένη, τὰ μὲν προσεχέστερα ταῖς πρώταις λεγο‐ μέναις οὐσίαις ἔσονται μᾶλλον οὐσίαι καὶ διὰ τοῦτο μᾶλλον ἀρχαί, τὰ δὲ ἀπωτέρω ἀσάφειαν ἐξιτηλοτέραν τῇ τῶν αἰσθητῶν ἀποστάσει δέχεται. ἐὰν δὲ τὰ κυρίως καθόλου γένη καὶ τοὺς ποιητικοὺς τῶν καθέκαστα λόγους φυσικούς τε καὶ δημιουργικούς, πρόδηλον ὡς τὸ περιληπτικώτερον | |
10 | καὶ διατεῖνον ἐπὶ πλέον θειότερον ἐστὶν αἴτιον καὶ κυριώτερον. τὰ μὲν οὖν κατ’ ἐπίνοιαν λεγόμενα γένη παρὰ τοῖς διαλεκτικοῖς εἰδωλικά εἰσι καὶ οὐ κυρίως ἀρχαὶ οὐδὲ αἴτια, οἱ δὲ φυσικοὶ λόγοι καὶ οἱ δημιουργικοὶ καὶ πρὸ πάντων αἱ τοῦ θείου δυνάμεις κυρίως τὴν τῶν ἀρχῶν καὶ αἰτίων ἀπο‐ φέρονται καὶ ὀνομασίαν καὶ ἔννοιαν. εἰ τοίνυν θείης τὸ κατά τινων λέ‐ | |
15 | γεσθαι ἐπὶ τῷ δημιουργεῖν, μεταβήσῃ ἀπὸ τῶν εἰδώλων ἐπὶ τὰ ἀληθῆ γένη καὶ εἴδη. καὶ τοῦτο μὲν οὕτως σοι λέλυται. Ἠρώτησας δὲ ἐν τῷ αὐτῷ γράμματι ἐκεῖνο δὴ τὸ Πλωτίνειον τὸ φά‐ σκον τὰ πάθη ἢ αἰσθήσεις εἶναι ἢ οὐκ ἄνευ αἰσθήσεως. τοῦτο δὲ πρὸς τὰς διαφόρους δόξας τῶν Ἑλλήνων ὁ Πλωτῖνος εἴρηκεν. ἐχρῶντο γὰρ οἱ | |
20 | μὲν λέγοντες τὰ πάθη μηδὲν διαφέρειν τῶν αἰσθήσεων τοιῷδε λόγῳ· τὰ ἡδέα καὶ λυπηρὰ αἰσθητά ἐστιν, εἰ δὲ ταῦτα αἰσθητά, καὶ αἱ ἡδοναὶ καὶ αἱ λύπαι αἰσθήσεις τινές. οἱ δὲ διακρίνοντες τὰ πάθη τῶν αἰσθήσεων τὰ μὲν ἔλεγον τῆς ἐν ἡμῖν ὀρέξεως εἶναι, τὰ δὲ τῆς κριτικῆς δυνάμεως· ἄλλο δὲ εἶναι τὴν κρίσιν καὶ ἄλλο τὴν ὄρεξιν. | |
25 | Ἠρώτησας καὶ τί διαφέρει τὸ εἰπεῖν ψυχὴν εἶναι τοῦ λέγειν ψυχῇ εἶναι καὶ τὸ ζῷον εἶναι τοῦ ζῴῳ εἶναι. τοῦτο τοιγαροῦν οἱ ἐκ τοῦ Περιπάτου ἄνω καὶ κάτω θρυλεῖν εἰώθασιν, ἐπὶ μὲν τῶν συνθέτων ἄλλο τὸ ἕκαστον καὶ ἄλλο τὸ ἑκάστῳ εἶναι λέγοντες· ἄλλο γὰρ ἄνθρωπος καὶ τὸ ἀνθρώπῳ εἶναι, καὶ τὸ μὲν δηλοῖ τὸ σύνολον καὶ τὸ σύνθετον, τὸ δὲ τὸ εἶδος μόνον, | |
30 | κατὰ γὰρ τὸ εἶδος ἑκάστῳ τῶν συνθέτων τὸ εἶναι· ἐπὶ δὲ τῶν ἁπλῶν | |
ταὐτόν φασι τὸ εἶναι ἕκαστον καὶ τὸ εἶναι ἑκάστῳ. | 72 | |
74 | Ἠρώτησας καὶ τὸ πολυθρύλλητον τοῦτο ἐρώτημα, ὃ δὴ Πλωτῖνος πρῶ‐ τος ὡς οἶμαι ἐτόλμησε. ‘τὸ ζῷον‘ γάρ φησιν ‘ἢ τὸ σῶμα δεῖ λέγειν τὸ τοιόνδε ἢ τὸ κοινὸν ἢ ἕτερόν τι τρίτον ἐξ ἀμφοῖν γεγενημένον‘. ὅταν μὲν οὖν λέγῃ ‘τὸ ζῷον ἢ τὸ σῶμα δεῖ λέγειν τὸ τοιόνδε‘, τὸ φυσικόν φησι καὶ | |
5 | ὀργανικὸν τὸ δυνάμει ζωὴν ἔχον· ὅταν δὲ εἴπῃ ‘τὸ κοινόν‘, τὸ ἐξ αὐτῆς φησι τῆς ψυχῆς καὶ τοῦ σώματος σύνθετον· ὅταν δὲ ‘ἢ ἕτερόν τι τρίτον ἐξ ἀμφοῖν γεγενημένον‘, τοῦτο δὴ τὸ ἄπορον καὶ ἀπόρρητον, τὸ ἐκ τῆς δευτέρας φησὶ ζωῆς καὶ τοῦ σώματος. ὁ γὰρ ἀνὴρ οὗτος οὐκ αὐτὴν ἀμέσως τὴν νοερὰν ψυχὴν τῷ σώματι μίγνυσιν, ἀλλ’ ἐκείνην μὲν ἑαυτῆς εἶναι | |
10 | τίθεται, κἂν ἐν σώματι γένηται, τὴν δὲ ἐξ αὐτῆς προϊοῦσαν ἔλλαμψιν, ἣν καὶ ἴνδαλμα ψυχῆς ὀνομάζει, τῷ σώματι συγκεράννυσθαι. καὶ ὅταν γὰρ λέγῃ ‘ἄλλο ἕτερον ἐκ τοῦ μίγματοσ‘ {ὡς}, τοῦτο αἰνίττεται ὡς μὴ συμπληρούμενον ἀπ’ ἀμφοτέρων τῶν μιχθέντων, ἀλλ’ ἐν τῇ συνόδῳ τῆς ψυχῆς καὶ τοῦ σώματος ἀπεργασθέν, οὐκ αὐτῆς ἐπιδούσης ἑαυτὴν τῷ | |
15 | σώματι τῆς ψυχῆς, ἀλλὰ ζωὴν δευτέραν ὑποστησάσης, ἀφ’ ἧς καὶ τοῦ σώματος λέγεται εἶναι τὸ ἐξ ἀμφοῖν. τῷ τοιούτῳ γοῦν μίγματι καὶ τὰ πάθη προστρίβεται ὁ φιλόσοφος, ὅπερ ὑφέστηκεν ἐκ τῆς δευτέρας ζωῆς καὶ τοῦ σώματος· τοῦτο γὰρ εἶναι καὶ τὸ ζῷον ἐν ᾧ τοῖς πάθεσιν ἡ ὕπαρ‐ ξις. τὸ μὲν οὖν πάσχον τοῦτο, τὸ δὲ συμπάσχον ἡ χρωμένη τῷ σώματι | |
20 | ψυχή. μέλλων γὰρ διακρίνειν τὸ ζῷον καὶ τὸν ἄνθρωπον ἡδονὰς μὲν καὶ λύπας καὶ τὴν σκηνὴν τῶν παθῶν ἐν τῷ ζῴῳ τίθεται, δόξαν δὲ καὶ διά‐ νοιαν καὶ νόησιν ἐν τῷ ἀληθινῷ ἀνθρώπῳ. καὶ τὴν μὲν κυρίως λεγομένην διάνοιαν καὶ δόξαν τῆς ψυχῆς εἶναι ἐνέργειαν, τὴν δὲ περὶ τὰ αἰσθητὰ καταγινομένην καὶ ἐξ αἰσθήσεως συνισταμένην, φαντασίαν οὖσαν, τοῦ πά‐ | |
25 | σχοντος εἶναι. καὶ γὰρ διανοεῖσθαι καὶ δοξάζειν λέγομεν τὸ ζῷον ἕτερον τρόπον ἢ ὅν φαμεν αὐτὴν τὴν ψυχήν. Περὶ δὲ τοῦ ζητοῦντος ἀκριβούμενος, τὸ μὲν δὴ ζητοῦν, φησίν, ἐν ἡμῖν ἡ διάνοια, τὸ δὲ παρακολουθοῦν ὅτι ζητεῖ τὸ προσεκτικὸν μέρος τῆς ψυχῆς ἄνω καὶ κάτω φερόμενον, 〈ὃ〉 καὶ πάσαις συντάττεται ταῖς ἐν | |
30 | ἡμῖν ζωαῖς. | 73 |
75(1t) | Ἔκθεσις τοῦ δόγματος τῶν Ὠριγενιαστῶν περὶ τῆς τῶν σωμάτων | |
2t | ἀναστάσεως καὶ μερικὴ τούτου ἀνατροπή | |
3 | Θαυμάζειν μοι ἔοικας τῶν περὶ Εὐάγριον καὶ Ὠριγένην ἀνάστασιν μὲν τῶν σωμάτων δογματισάντων, μεταμορφούντων δὲ ταῦτα εἰς ἕτερα εἴδη | |
5 | καὶ σχήματα. ἐζήτησας οὖν πότερον αὐτονομίᾳ λόγου χρησάμενοι τὸ τοιοῦτον ἐξήμεσαν δόγμα κατὰ τῆς ἐκκλησίας, ἢ ἀρχάς τινας ἑαυτοῖς ὑποθέμενοι κατὰ τὸ εἶδος τοῦ ἀρχικοῦ πλάσματος τὰ ἑξῆς συνεπέραναν. ἐγὼ γοῦν τοῖς βιβλίοις αὐτῶν ἐντετυχηκὼς τοιαῦτα τοῦ δόγματος αὐτῶν εὗρον τὰ καλούμενα παρ’ αὐτῶν ἀξιώματα. | |
10 | Πρὸς τὰς δυνάμεις φασὶ τῶν ἐνιδρυμένων ψυχῶν ἐν τοῖς σώμασιν ἡ τῶν σωμάτων διοργάνωσις παρὰ τῆς φύσεως πέπλασται. τὰ μὲν γὰρ θυμικὰ τῶν ζῴων ὄνυξι καὶ ὀδοῦσιν ὥσπερ ἀμυντηρίοις ὀργάνοις εἰς ὑπηρεσίαν τοῦ θυμοῦ καθώπλισται· τὰ δ’ αὖ δειλὰ καὶ ἀνάλκι〈δα〉 ταχυτῆτι ποδῶν τῷ τῆς ψυχῆς ἐξυπηρετεῖται παθήματι· μόνος δὲ ὁ ἄνθρωπος εἰς ὑπηρεσίαν | |
15 | τοῦ λόγου τῷ τῶν χειρῶν κεκόσμηται σχήματι. ‘δεῖ γάρ‘ φησὶ καὶ Ἀριστοτέλης ‘τὴν μὲν τέχνην τοῖς ὀργάνοις χρῆσθαι, τὴν δὲ ψυχὴν τῷ σώματι.‘ καὶ οὐ τῷ τυχόντι σώματι ἡ τυχοῦσα ψυχὴ χρήσεται, ἀλλ’ ἀνάγκη πᾶσα πρὸς τὴν ἰδιότητα τῶν τῆς ψυχῆς ἐνεργειῶν καὶ τὸ δεξόμενον τὰς ἐνεργείας αὐτῆς σῶμα διασκευάζεσθαι. εἰ τοίνυν, φασί, καταλλήλως ταῖς | |
20 | ἐνεργείαις τῶν ἐν τῷ κόσμῳ λογικῶν οὐσιῶν ἡ τοῦ κόσμου τοῦδε σύστασις γέγονεν (ἐνεργοῦσι δὲ δηλονότι ταῦτα ὧν καὶ τὴν ὄρεξιν ἔχουσιν), εἴ τις ἄρα ἐπινοηθείη βίος ἕτερος ταῖς ἐνταῦθα νῦν διαιτωμέναις λοξαῖς οὔσαις, τῆς ὀρέξεως αὐτῶν ἐφ’ ἑκάτερα δηλονότι τραπείσης, ἀνάγκη πάντως πρὸς τὴν τῶν ὀρέξεων αὐτῶν καὶ ἐνεργειῶν μετάστασιν καὶ τὴν τὰς | |
25 | ἐνεργείας αὐτῶν δεξαμένην τῶν σωμάτων φύσιν συμμεταβάλλεσθαι. ἀπὸ τῆς τοιαύτης γοῦν ὑποθέσεως ἧς φθάσαντες εἰρήκαμεν τὸ ὅλον ἀσέβη‐ μα συνεπέραναν. Ἔστι δὲ παντάπασιν ἀλόγιστος ἡ τοιαύτη δυσσέβεια. εἰ γὰρ ταῖς διαφό‐ | |
ροις ζωαῖς ἡμῶν δοίημεν τὰ ὄργανα μεταπλάττεσθαι, πῶς ἐν αὐτῷ τῷ | 74 | |
76 | χρόνῳ ᾧ ζῆν παρὰ θεοῦ τετάγμεθα, διαφόρων ἡμῖν γινομένων καταστά‐ σεων τῆς ψυχῆς, οὐ πρὸς ἕκαστον εἶδος καὶ τὸ ὑποβεβλημένον τῇ ψυχῇ σωματικὸν ὄργανον μετηλλοίωται; ἀλλ’ ὁ αὐτὸς φιλόσοφος τῷ αὐτῷ χρῆται σώματι, νῦν μὲν τὰς πρακτικὰς ἀρετὰς μετιών, νῦν δὲ καθαιρόμε‐ | |
5 | νος, νῦν δὲ ἀναβαίνων εἰς θεωρίαν καὶ αὖθις ὑπὲρ νοῦν γεγονὼς καὶ μύσας τὰς αἰσθήσεις, ὥστε ἀγνώστως γνῶναι τὴν ὑπερφυῆ τοῦ ὄντος οὐσίαν. ἐχρῆν γὰρ κατὰ τὰς αὐτῶν δόξας πρακτικὸν μὲν τὸν φιλόσοφον γεγονότα τοιόνδε ἀμπίσχεσθαι σῶμα, καὶ θεωρητικὸν ἕτερον, καὶ θεουργὸν οἷον αὐτοί φασι περιφερὲς καὶ ἀστρῷον. ὥσπερ οὖν ἡ ἐνταῦθα διάφορος τῶν | |
10 | φιλοσοφησάντων κατάστασις τῆς ψυχῆς οὐκ ἠλλοίωσε τὴν φύσιν τοῦ σώματος, οὕτως οὐδὲ ὁ μέλλων αἰὼν ἀλλοιώσει τὸ ὄργανον, οὐδὲ ἡ ψυχὴ ἀκαταλλήλως ἕξει τῷ ἐξ ἀρχῆς οἰκείῳ αὐτῆς πλάσματι καὶ σκηνώματι, ἀλλ’ ἀναλλοιώτως μὲν ἕξει τὸ σῶμα τοῦ σχήματος, προσφυὲς δὲ τῇ ψυχῇ ὄχημα ἔσται πρὸς τὴν τῶν ἀρρητοτάτων κατανόησιν. | |
15t | Τοῦ μακαριωτάτου Μιχαὴλ μοναχοῦ καὶ ὑπερτίμου τοῦ Ψελλοῦ λόγος | |
16t | περὶ ψυχῆς | |
17 | Κατὰ σπουδήν σοι τὸ γράμμα συντίθεται, φιλολογωτάτη ψυχή· ὅθεν ἐξ ὧν ἐν μνήμῃ ἐσμὲν σύντομόν σοι πρὸς τὰ ἠρωτημένα ποιούμεθα τὴν ἀπόκρισιν. ἐζήτησας οὖν τελεία κατ’ οὐσίαν ἡ ψυχὴ τῷ σώματι δίδοται | |
20 | ἢ ἀτελεστέρα μὲν αὐτῷ ἐνοικίζεται, τελειουμένῳ δὲ συντελειοῦται καὶ αὐξανομένῳ συναύξεται. ἑκατέρῳ δὲ τουτωνὶ τῶν τμημάτων οἷον ὑπὸ λίθῳ σκορπίος ἀτοπία τις ὑποκάθηται. εἰ μὲν γὰρ τελείαν σώσομεν τὴν ψυχὴν καὶ τοῖς βρέφεσι, πῶς οὐχὶ καὶ τὰς αὐτὰς τοῖς τελείοις ἐνεργείας ἐνεργοῦσι καὶ τὰ ἀρτίτοκα; εἰ δὲ ἀτελῆ τὴν ψυχὴν ἐν τοῖς μὴ τελείοις | |
25 | φαίημεν σώμασιν, ἀλλ’ αὐτὸ δὴ τοῦτο ἄτοπον εἶναι φῄς, τὸ μὴ οὐ τελείαν ἐγκαταμιγνύναι τῷ σώματι τὴν ψυχήν. ταῦτα, ὠγαθέ, σὺ διαλεκτικῶς ζητήσας καὶ πιθανῶς ἐκέλευσας ἡμᾶς συναγηοχότας τῶν τε τῆς παλαιότη‐ τος φιλοσόφων καὶ τῶν ἡμετέρων ἀνδρῶν τὰς περὶ τοῦ προβλήματος | |
δόξας ὑφηγήσασθαι δι’ ἐπιστολῆς. | 75 | |
77 | Πρὸς ὃ σαφῶς τε ἅμα καὶ ταχέως ἀποκρινόμεθα ὅτι φανερῶς περὶ τού‐ του ὅσα ἐμὲ εἰδέναι οὔτε οἱ τῶν Ἑλλήνων ἐπραγματεύσαντο παιδευταὶ οὔτε οἱ τὴν ἡμετέραν σοφίαν σοφοὶ καὶ φιλόσοφοι. καὶ τὸ αἴτιον, ὅτι χεῖρον ἢ κατὰ ζήτησίν ἐστι τοῦτο φιλοσόφοις ἀνδράσι καὶ τοῦ ἀληθοῦς ἐπιστήμοσι. | |
5 | τὸ μὲν γάρ, πότε εἰσκρίνεται τῷ σώματι ἡ ψυχή, καὶ ἄλλοις τῶν πάλαι πολλοῖς ἐζήτηται καὶ δὴ καὶ Πορφυρίῳ μᾶλλον ἐσπούδασται, τῶν δὲ ἡμετέρων τῷ τε Νυσσαεῖ Γρηγορίῳ καὶ ἑτέροις πολλοῖς καὶ ἄλλα τὰ περὶ ψυχῆς πολλὰ καὶ γενναῖα προβλήματα· τὸ δὲ συναύξειν ἢ μὴ συναύξειν τῷ σώματι τὴν ψυχὴν οὐδείς πω τῶν πάλαι οὐδὲ λόγου βραχέος ἠξίωσεν. | |
10 | ἐπεὶ δὲ καὶ τοῦτο τοῖς νεωτέροις ζητεῖται καὶ μέντοι καὶ προβέβληται νῦν, φέρε τι περὶ τούτου φιλοσοφήσωμεν καὶ ἡμεῖς ἀφ’ ὧν οἵ τε παλαιοὶ καὶ περὶ ψυχῆς ἐδόξασαν καὶ ἐπρέσβευσαν καὶ ὁ ἀληθὴς ὑποτίθησι λόγος. οἶμαι δὲ ἄρα πολλῶν καὶ διαφόρων ὄντων μορίων ψυχῆς ἢ δυνάμεων περὶ τῆς λογικῆς καὶ τοῦτο ψυχῆς ἐζητῆσθαί σοι· περὶ γὰρ τῆς φυτικῆς τε καὶ | |
15 | ζωϊκῆς οὐδεὶς ἂν οἶμαι διαμφισβητήσοι τῶν βρεφῶν ἕνεκα. Τὴν αὔξησιν ὅ τε Ἀριστοτέλης οἵ τε ἄλλοι σοφοὶ καὶ πλεῖστοι καὶ μέ‐ γιστοι κίνησίν τινα λέγουσιν, ὥσπερ καὶ τὴν φθίσιν τὴν πρὸς ταύτην ἀντίθετον. τετραχῶς δὲ τῆς κινήσεως λεγομένης, ἢ μᾶλλον τριχῶς, ὡς ἐκεῖνος ἐν τῇ Φυσικῇ διήρθρωσε τεχνικώτερον, ἣ μὲν τίς ἐστι κατὰ τόπον | |
20 | κίνησις τῶν σωμάτων οὐδεὶς ἀγνοεῖ· τὴν δὲ κατὰ τὸ ποιὸν ἀλλοίωσιν ὀνο‐ μάζουσιν· ἡ δὲ κατὰ τὸ ποσὸν αὔξησίς τε καὶ φθίσις ἐστί. καὶ τοῦτο μὲν οὕτω κείσθω τὰ νῦν· ὁ δὲ αὐτὸς Ἀριστοτέλης ἐν τῇ αὐτῇ Φυσικῇ πᾶν μὲν τὸ κινούμενον σῶμα εἶναι ἀπέδειξεν, οὐδὲν δὲ ἀσώματον οὐδὲ ἀμερὲς πεφυκέναι κινεῖσθαι. καὶ τοῦτο πάντες οἱ μετ’ αὐτὸν προσήκαντο φυσι‐ | |
25 | κοί, Ἀλέξανδρος καὶ Πορφύριος καὶ Ἀμμώνιος, ἔτι δὲ καὶ Δαμάσκιος καὶ Σιμπλίκιος καὶ Πρισκιανός, καὶ μετ’ αὐτοὺς ὁ φιλοπονώτατος Ἰωάννης, πρὸ δὲ τούτων ἁπάντων Θεόφραστος ὁ Ἀριστοτέλους διάδοχος καὶ ὁ λοιπὸς τῶν φυσιολόγων χορός. εἰ δὲ καὶ τὸν θεσπέσιον Πλάτωνα περὶ τῆς φυσικῆς τε καὶ σωματοειδοῦς εἰρῆσθαι τοῦτο τῷ Ἀριστοτέλει κινήσεως | |
30 | ὑπομνήσομεν, τάχ’ ἂν συγγνώσεται καὶ αὐτὸς τῷ αὐτοῦ φοιτητῇ τῆς δο‐ | 76 |
78 | κούσης πρὸς ἐκεῖνον ἐναντιώσεως· καὶ ἥξουσιν ἡμῖν ἐνταῦθα πάλιν μαρτυρήσοντες ἄλλοι, ὁ φιλόσοφος Πρόκλος καὶ ὁ μέγας Συριανός, Πλω‐ τῖνοί τε καὶ Ἰάμβλιχοι, ἄνδρες ὑπὲρ τὰ σώματα καὶ αὐτὸ δὴ τοῦτο νόες γυμνοί, καὶ σύμπαντες οἱ Πλατωνικοί. οὐχ ἧττον δὲ τούτων, εἰ μὴ καὶ | |
5 | μᾶλλον, ἡ ἀλήθεια μαρτυρεῖ. Τούτων οὕτω προωμολογημένων ἡμῖν ἴδωμεν εἰ δυνατὸν αὐξάνειν ἐστὶ τὴν ψυχὴν κατά τε Πλάτωνα καὶ Ἀριστοτέλην κατά τε τὴν τῶν πραγμά‐ των ἀλήθειαν. εἰ γὰρ τὸ αὐξάνον κινεῖται, κινηθήσεται ἡ ψυχή· εἰ δὲ τὸ κινούμενον σῶμα, σῶμα ἔσται καὶ ψυχή· οὗ τί ἂν γένοιτο ἀτοπώτερον; | |
10 | εἰ τοίνυν ἀσώματος ἡ ψυχή, οὐδὲ κινηθήσεται· εἰ δὲ τοῦτο, οὐδὲ αὐξη‐ θήσεται. Ἔτι φησὶν ὁ Ἀριστοτέλης ἐν τῷ πρώτῳ τῶν Περὶ γενέσεως καὶ φθορᾶς οὑτωσὶ κατὰ ῥῆμα· ‘ἡ αὔξησις μεγέθους ἐπίδοσίς ἐστι‘· καὶ εἰκότως, μεταβολὴ γάρ τίς ἐστιν εἰς τὸ μέγα ἐκ τοῦ μικροῦ. εἰ τοίνυν αὔξεται ἡ | |
15 | ψυχή, πάντως που καὶ μέγεθος ἕξει ἢ αὐτὴ ἔσται μέγεθος. ἀλλὰ τοῦτο ἄλλως τε ἄτοπον καὶ αὐτὸς πάλιν οὗτος ἐν τῷ πρώτῳ τῶν Περὶ ψυχῆς λόγων ἤλεγξε κραταιῶς. εἰ ἄρα ἀμεγέθης ἐστὶν ἡ ψυχή, οὐδὲ αὔξεται. Ἀλλ’ εἰ δοκεῖ, καὶ ἄλλως τὸν λόγον περισκοπήσωμεν. εἰ αὔξεται ἡ ψυχή, αὔξεται καὶ τὸ σῶμα δέ, ὡς ἡ αἴσθησις μαρτυρεῖ, ἀνάγκη ἢ καθ’ | |
20 | αὑτὸ τούτων ἑκάτερον αὔξειν καὶ ἀμφότερα δι’ αὑτό (λέγω δὲ καθ’ αὑτό τε καὶ δι’ αὑτὸ τὸ μὴ δεῖσθαι τῆς θατέρου αὐξήσεως, ὡς διὰ τὸ θάτερον αὔξειν αὔξεσθαι καὶ αὐτό, ἀλλ’ οὕτως ἔχειν ὡς εἰ μόνον ηὔξανε τοῦτο τοῦ ἑτέρου ἀναυξοῦς μένοντος)· ἢ ἀμφότερα διὰ τὸ λοιπόν, τουτέστι δι’ ἄλ‐ ληλα, ψυχὴν μὲν διὰ τὸ σῶμα, σῶμα δὲ διὰ τὴν ψυχήν· ἢ ὁμοῦ ἄμφω, καὶ | |
25 | δι’ αὑτὸ καὶ διὰ τὸ ἕτερον· ἢ τὸ μὲν δι’ αὑτό, τὸ δ’ ἄλλο διὰ τὸ ἕτερον. ἀλλ’ εἰ μὲν ἀμφότερα δι’ αὑτά, οὐδὲν τῆς ἀλλήλων αὐξήσεως δεηθήσονται οὐδὲ ἐμποδισθήσονται πάντως ὑπὸ θατέρου θάτερον. εἰ δ’ ἑκάτερον διὰ θάτερον, τὰ αὐτὰ ἔσται αἴτια καὶ αἰτιατά, καὶ κύκλῳ δι’ ἀλλήλων ἀπο‐ δειχθήσονται καίτοι μὴ ταὐτὰ ἀλλήλοις ὄντα μηδ’ ἀντιστρέφοντα, ἀλλὰ | |
30 | κἂν μὴ τὸ λοιπὸν αὔξῃ, τὸ ἕτερον αὐξηθήσεται, τοῦτο δὲ οὐδέτερόν ἐστιν οὐδετέρῳ συναύξεσθαι· οὐκ ἄρα, κἂν εἰ καθ’ αὑτὴν αὔξῃ, τῷ σώματι συναυξηθήσεται ἡ ψυχή· ὅτι δὲ οὐδὲ καθ’ αὑτό, δέδεικται πρότερον. εἰ | |
δὲ καὶ δι’ ἑαυτὰ καὶ δι’ ἄλληλα, πότερον τὴν αὐτὴν καὶ μίαν αὔξησιν καὶ | 77 | |
79 | δι’ ἑαυτὰ καὶ δι’ ἄλληλα, ἢ ἑτέραν δι’ ἑαυτὰ καὶ ἑτέραν δι’ ἄλληλα; εἰ μὲν τὴν αὐτὴν καὶ μίαν, πῶς καθ’ αὑτὸ καὶ δι’ ἕτερον; οὐ δύναται γὰρ τὸ αὐτὸ κατὰ τὸ αὐτὸ τὰς ἀντικειμένας ἀναδέξασθαι σχέσεις· εἰ δὲ ἄλλην καὶ ἄλλην, λεγέτωσαν ἡμῖν οἱ τῷ δόγματι συνιστάμενοι τίς ἡ τῆς αὐξήσεως | |
5 | πρὸς ἀλλήλας διαφορά, καὶ τίς μὲν ἡ καθ’ αὑτό, ποία δὲ ἡ διὰ τὸ ἕτερον· ἐγὼ μὲν γὰρ οὐδὲ πλάσαι δυνατὸν οἶμαι, εἰ δέ τινες ἔχοιεν λέγειν, ἡδέως ἀκούσαιμι. ὁ δέ γε Πλάτων καὶ Ἀριστοτέλης καὶ οἱ λοιποὶ φυσικοὶ οὕτω πάνυ παχεῖς ὡς ἔοικεν ἦσαν καὶ ἀφυεῖς, ὡς διττῆς αὐξήσεως οὔσης μίαν μὲν συνεωρακέναι, μίαν δὲ οὐ συνεγνωκέναι; καὶ οὐ τοῦτο μόνον, ἀλλὰ | |
10 | καὶ τῶν δυεῖν τουτωνὶ περὶ ἑκάτερον θεωρουμένων τῶν ἡμετέρων μερῶν, σώματός τε καὶ ψυχῆς, τὴν μὲν περὶ τὸ σῶμα καὶ οὐδὲ ταύτην ὁλόκληρον συνιδεῖν, τὴν δὲ περὶ τὴν ψυχὴν ἀγνοῆσαι, ἕτερον τρόπον πεπονθότες ταὐτὰ τοῖς μεθύουσιν· οἱ μὲν γὰρ ὡς διπλοῦν ὁρῶσι τὸ ἕν, οἱ δὲ τὸ δι‐ πλοῦν κατεῖδον ὡς ἕν. εἰ μὴ τὸ τῆς μέθης ἴσως οἱ ταῦτα νῦν φυσιολο‐ | |
15 | γοῦντες πεπόνθασιν. εἰ δὲ τὸ μὲν δι’ αὑτό, τὸ δ’ ἄλλο διὰ τὸ ἕτερον, πότερον τὴν ψυχὴν ἐροῦμεν αὔξειν διὰ τὴν τοῦ σώματος αὔξησιν ἢ τὸ σῶμα διὰ τὴν τῆς ψυχῆς; εἰ μὲν γὰρ τὸ πρῶτον, τὸ χεῖρον ἔσται τοῦ κρείττονος αἴτιον καὶ τοῦ ἀσωμάτου τὸ σῶμα καὶ τοῦ ἀμερίστου τὸ με‐ ριστόν. εἰ δὲ τὸ δεύτερον, πῶς τὴν ψυχὴν συναύξεσθαι λέγεις τῷ σώματι, | |
20 | δέον ἔμπαλιν λέγειν τὸ σῶμα τῇ ψυχῇ συναυξάνεσθαι; ὁρᾷς ὅπως πάντο‐ θεν ὁ λόγος οὗτος πληττόμενος κίβδηλόν τι καὶ ἀδόκιμον ὑπηχεῖ; καὶ μὴν εἰ τὸ καθ’ αὑτὸ αὐξανόμενον καὶ φθίνειν πέφυκε, πάντως τῷ ἑτέρῳ συμφυῶς συναυξανόμενον καὶ συμφθίνειν ἀναγκαῖον αὐτῷ· δι’ ὃ γὰρ πάντως αὖξον εἶχε τὴν αὔξησιν, διὰ τοῦτο φθίνον ἕξει τὴν φύσιν ἀκό‐ | |
25 | λουθον· ἀλλὰ μὴν ἐν γήρᾳ τοῦ σώματος φθίνοντος ἡ τῆς ψυχῆς λαμπρο‐ τέρα διαφαίνεται δύναμις, διὸ καὶ τῶν νέων οἱ γέροντες συνετώτεροι. εἰ δὲ καὶ φθίνειν ἢ συμφθίνειν φαῖεν τῷ σώματι τὴν ψυχήν, ἀτόποις ἄτοπα προσυφαίνοντες καὶ ἀεὶ ἀτοπώτερα λέγοντες, ταὐτόν μοι δοκοῦσι τοῖς κρη‐ μνιζομένοις παθεῖν· ὡς γὰρ ἐκεῖνοι ἅπαξ ἀπωσθέντες καὶ ὀλισθήσαντες | |
30 | ἐπὶ τὸ κάτω καὶ τὸ κοιλότερον ἀεὶ καταφέρονται καὶ οὐ δύνανται στῆναι τῆς ἐπὶ τὸ κάτω φορᾶς καὶ κινήσεως, οὕτως οὗτοι τἀληθοῦς ἀποπεπτω‐ κότες ψευδῆ ψευδέσι προσπερονῶσι καὶ ἀδυνάτοις συγγομφοῦσιν ἀδύνατα καὶ ἀεὶ ἀδυνατώτερα τῶν προτέρων κενολογοῦσιν. ὅπερ καὶ νῦν οὐχ ἧττον πεπόνθασι συμφθίνειν τῷ σώματι τὴν ψυχὴν συγχωρήσαντες. πᾶν | |
35 | γὰρ τὸ φθίνον ἢ δι’ ἄλλο ἢ δι’ αὑτὸ ἀνάγκη φθαρῆναί ποτε, οὐκ ἄρα ἄφθαρτος κατ’ αὐτοὺς ἡ ψυχή. ὁρᾷς ᾗ προήχθημεν ἀτοπίας τῷ καλῷ | |
τούτῳ συνεπόμενοι δόγματι; | 78 | |
80 | Ἀλλὰ τοῦτο μὲν μετὰ τοῦ ψεύδους μὴ καὶ καταγέλαστον ᾖ· ὁ μέντοι Νύσσης Γρηγόριος τὸ τῆς αὐξήσεως ῥῆμα λαμβάνων ἐπὶ ψυχῆς τοῖς παρέργως τὰ ἐκείνου σκοποῦσι πρόσκομμα γίνεται. ἵν’ οὖν καὶ τοῦτο διαλύσωμεν, ἴσθι ὅτι ἀντὶ τῆς ἐκφάνσεως τὴν αὔξησιν εἴρηκεν ὁ πατήρ. | |
5 | αὐτός τε γὰρ ἑρμηνεύει τοῦτο σαφῶς ὑποκατιών, εἰ τοῖς λόγοις προσέχοι‐ μεν (συνεκφαίνεσθαι γὰρ τὰς ὑποκεκρυμμένας λέγει τῆς ψυχῆς ἐνεργείας αὐξανομένῳ καὶ τελειουμένῳ τῷ σώματι), καὶ ἡ τῆς αὐξήσεως ἀτοπία τοῦτο δίδωσιν ἐννοεῖν. μὴ τοίνυν δείσῃς, ὦ σοφὲ σύ, ὅτι μὴ τὰ βρέφη τὰ αὐτὰ τοῖς τελείοις ἐνεργεῖν ἔχοιεν· οὐδὲ γὰρ διὰ τὸ τῆς ψυχῆς, ἀλλὰ διὰ | |
10 | τὸ τοῦ σώματος ἀτελές. εἰ γὰρ ἐν νόσοις καὶ μέθαις πολλάκις ἀχρεῖον καὶ μετὰ τὴν τελείωσιν γίνεται τὸ σῶμα καὶ οὐδεὶς ἐπὶ τὴν ψυχὴν μετάγει τότε καὶ μετατίθησι τὸ περὶ τὴν ἐνέργειαν πλημμελές, μηδὲ πρὸ τῆς τελειώσεως τούτου τὴν ψυχὴν αἰτιώμεθα. εἰ δὲ καὶ ὁ θεσπέσιος Πλάτων φησίν ‘οἱ πολὺ γήρως ἀπακμάζουσι καὶ τῷ νῷ‘ καὶ οὐκ ἐᾷ τὸ σῶμα παρ‐ | |
15 | έντας ἡμᾶς ἐκεῖθεν τὸν λῆρον ψηφίζεσθαι, διὰ τίνα λόγον ἐπὶ τῶν νηπιω‐ δῶν σωμάτων αἰτιασόμεθα τὴν ψυχήν; νῦν μὲν γὰρ οὔπω τὸ ὄργανον ἐπιτήδειον· εἰ οὖν νῦν ἐνταῦθα ταύτην χρῆναί τις λέγοι τὴν αἰτίαν ἀπο‐ διδόναι τῆς ἀτελοῦς ἐνεργείας ἢ πλημμελοῦς, λέγω δὴ τὴν ἀτέλειαν τῆς ψυχῆς, τὸν αὐτὸν αἰτιολογείτω καὶ τότε τρόπον καὶ τὴν ψυχὴν εὐθυνέτω | |
20 | τὸ σῶμα παρείς, εἴ τίς που τοιοῦτος εἴη οἷος οὐκ ἀναίτιον μόνον καθ’ Ὅμη‐ ρον αἰτιάσασθαι, ἀλλὰ καὶ ἀπολύειν αἰτίας τὸν αἴτιον· εἰ δὲ μὴ ἐκεῖ τότε, μηδὲ ἐνταῦθα νῦν. ἡμεῖς δὲ ἄρα κἂν εἰ τυφλόν τινα ἢ χωλὸν ἢ ἄλλως ἀκίνητον θεασώμεθα, οὕτως ἔχομεν εὐηθείας ὡς μηδὲ τὴν ὀπτικὴν πε‐ πονθέναι δύναμιν λέγειν ἢ τὴν κινητικήν, ἀλλὰ τὸ αἰσθητήριον καὶ τοὺς | |
25 | πόδας καὶ τὰ αἰσθητικὰ νεῦρα καὶ τὰ κινητικά; οὐδὲ ἐπὶ τῶν φαύλως ὀσμωμένων τὴν ὀσφραντικὴν κακίζομεν δύναμιν, τὴν ῥῖνα καὶ τὸ ἰσθμοει‐ δὲς ὀστοῦν ἀφέντες, εἰ μὴ μεθύομεν. σοὶ δὲ εἴ τις παρειστήκει κιθαρῳδὸς εὖ μάλα τὸ ἔργον καὶ τοὺς νόμους τῆς τέχνης ἠκριβωκώς, κιθάρα δὲ ἐκείνῳ ἢ οὐ παρῆν ἢ οὐκ ἐπιτηδεία παρῆν, ἆρ’ ἂν τὴν ὀργανικὴν κακίαν | |
30 | ἐπὶ τὸν τεχνίτην μετῆγες καὶ τὸν κιθαρῳδόν; ἢ εἴ τις ἱππικῆς μὲν ἄκρως εἰδήμων εἴη, ἔτι δὲ ἁπαλῷ τινὶ πώλῳ καὶ νεάζοντι χρῷτο καὶ μὴ δύναιτο | |
τὴν τοῦ ἱππέως ἐνέργειαν ἐνεργεῖν, ἀλλὰ παρειμένος τὴν ἡλικίαν καὶ τὸν | 79 | |
81 | χρόνον διατρίβοι τὴν ἱππηλασίαν οὐκ ἐνδεικνύμενος, μῶν ὅταν ἴδῃς αὐξη‐ μένου τοῦ πώλου τοῦτον ἱππεύοντα, συναυξηθῆναι φαίης καὶ τὴν ἱππικὴν ἐκείνῳ τέχνην καὶ δύναμιν; οὐκ ἔγωγε οἶμαι. κατὰ τὰ αὐτὰ δὴ ταῦτα ὄργανόν ἐστι τῆς ψυχῆς τὸ σῶμα, κἂν συμπέφυκέ τε καὶ ἀεὶ ταύτης | |
5 | ἐξήρτηται. ὥσπερ οὖν εἴ τις τῷ ἱππεῖ τε καὶ τῷ κιθαρῳδῷ τῷ μὲν τέ‐ λειον ἵππον, τῷ δὲ κιθάραν ἔδωκε φέρων εὖ ἔχουσαν, οὐδὲν ἦν ἔτ’ ἐμποδὼν αὐτοῖς εἰς ἐπίδειξιν, οὕτω καὶ ἡ τῷ νηπιώδει σώματι καὶ ἀτελεστέρῳ ψυχὴ εἴπερ ἐν ἑτέρῳ τελείῳ γένοιτο τελείαν ἂν παραυτίκα καὶ τὴν ἐνέρ‐ γειαν ἐπεδείξατο. ὁπηνίκα γοῦν ἐν τῷ Ἀδὰμ τὸ σῶμα τέλειον διεπέπλα‐ | |
10 | στο, εὐθὺς καὶ αὕτη ἐνεργὸς καὶ δραστήριος ἦν. εἰ δέ τις λέγων ἐνίσταται τότε μὲν καὶ τὴν ψυχὴν τελείαν δεδημιουργῆσθαι εὐθύς, ὅτι καὶ τὸ σῶμα τέλειον τότε καὶ ὁλομελὲς ἅμα, ἀλλ’ οὐ κατὰ βραχὺ διωργάνωτο, νῦν δὲ μὴ οὕτως ἔχειν, μηδὲ γὰρ τὸ σῶμα πάλιν ἄθρουν μηδὲ τέλειον διαπλάτ‐ τεσθαι, τοῖς προτέροις λόγοις αὐτὸν ἐπιστόμισον. | |
15 | Τοῦτο μὲν οὕτως ἡμῖν διηυκρίνηται ὀλίγα ἐκ πολλῶν εἰποῦσι· μακρὸν γὰρ ἂν εἴη καταλέγειν πᾶν εἴ τι ἐντεῦθεν ἀνακύπτει ἄτοπον καὶ ἀδύνατον. δεύτερον δὲ καὶ περὶ τῶν στοιχείων ἐζήτησας, πυρός τε καὶ ὕδατος, ὁπό‐ τερον τούτων ὑφ’ ὁποτέρου λέγομεν ἀναλίσκεσθαι. τὸ οὖν ἀναλίσκεσθαι, εἰ μή τι ἄλλο σοι βούλεται, ἀντὶ τοῦ φθείρεσθαι ἡμεῖς ἐξελάβομεν. λέγο‐ | |
20 | μεν οὖν ὅτι τὸ πῦρ καὶ τὸ ὕδωρ ἐναντία πρὸς ἄλληλα καθεστήκασι καὶ φυσικόν τινα κατ’ ἀλλήλων ᾑρηκότα καὶ ἄσπονδον πόλεμον οὔπω καὶ νῦν τῆς μάχης ἐλώφησαν καὶ τῆς διαστάσεως. τὸ μὲν γὰρ πῦρ θερμὸν καὶ ξηρόν, τὸ δὲ ὕδωρ ψυχρὸν καὶ ὑγρόν· καὶ τὸ μὲν πῦρ διαστατικόν τε καὶ διαιρετικόν, τὸ δὲ ὕδωρ κολλητικόν τε καὶ συνεκτικόν. καὶ ἵνα σοι | |
25 | μεταξύ τι καὶ ἥδυσμα παραθήσομαι, μέγιστόν τι τῶν ἱκετευμάτων παρὰ τοῖς Πέρσαις καὶ ἀπαραίτητον ἦν εἴ τις πῦρ εἰληφὼς καὶ ἐν ποταμῷ βεβηκὼς τὸ πῦρ ἀπειλοίη εἰς τὸ ὕδωρ ἀφήσειν, εἰ μή γε τεύξοιτο. ἐτύγχανε μὲν οὖν, ἐκολάζετο δὲ διὰ τὴν παρανομίαν τῆς ἀπειλῆς, ἐναντία γὰρ καὶ φθαρτικὰ ἀλλήλων τὸ ὕδωρ τε καὶ τὸ πῦρ. ἀλλ’ ἰδοὺ καὶ τὴν λύσιν προ‐ | |
30 | ανεφώνησα καὶ ἔχεις ἤδη ἁρπάσας αὐτήν, εἴ τί σου τῆς ταχυτῆτος καταμαντεύομαι. εἰ γὰρ ἐναντία ταῦτα ἀλλήλοις ἐστὶ καὶ μαχόμενα, παντὶ | |
δὲ τῷ φθειρομένῳ ὑπεναντίον μᾶλλόν ἐστιν ἡ φθορά, καὶ πῦρ ὑπὸ ὕδατος | 80 | |
82 | σβεσθήσεται καὶ ὕδωρ ὑπὸ πυρὸς ἐξαερωθήσεται, εἰ μή τις οὔτε πῦρ ἑωράκει ποτὲ σβεννύμενον ὕδατι οὔτε λέβητας ὅλους ὑδάτων κενωθέντας ὑπὸ πυρός· ὑπ’ ἀμφοτέρων ἄρα καὶ ἄμφω φθαρήσεται καὶ ἀναλωθήσεται. Ταῦτα μὲν οὖν οὕτως εἴρηται πρὸς ἅ σοι ἠπόρηται πρὸς ἡμᾶς· σὺ δὲ ὁ | |
5 | καλὸς Κριτίας ἔχου μοι φιλοσόφων λόγων καὶ φυσικῶν ζητημάτων καὶ λύσεων. | |
7t | Πρὸς τοὺς λέγοντας μὴ εἶναι φύσει χρηστὸν τὸν ἄνθρωπον | |
8t | (ἐλέχθη δὲ ὁ τοιοῦτος λόγος αὐτοσχεδίως) | |
9 | Οὐ μικρὸς ὁ λόγος τῆς ἀπορίας οὐδὲ βραχεῖα ἡ τοῦ προβλήματος | |
10 | ζήτησις. καὶ τοῦτο δῆλον ἐξ ὧν οἱ παλαιότεροι τῶν σοφῶν περὶ τούτου ἠναντιώθησαν. ἀλλὰ μὴν καὶ Πλάτων αὐτὸς ὁ λύχνος τῆς καθ’ ἡμᾶς φιλοσοφίας (ἵνα μὴ λέγω τῆς ὑψηλοτέρας καὶ κρείττονος) ταῖς οἰκείαις φαίνεται προτάσεσιν ἐν τῷ Περὶ ἀρετῆς ἀνταποκρινόμενος, τῷ μὲν φυ‐ σικῷ τὸ ἐπακτὸν ἀντιτιθείς, εἶτ’ αὖθις τὸ ἀσκητὸν καὶ τὸ διδακτόν. καὶ | |
15 | ὥσπερ αὐτὸς ὑπ’ αὐτοῦ σκοτοδινιῶν καὶ διαπορούμενος καὶ οὐκ ἔχων ὅποι τὸν φόρτον τῶν ἀποριῶν προσορμίσειεν, ἀχανεῖ πελάγει κατέδυ καὶ τελευτῶν θείᾳ μοίρᾳ τεταραγμένως ἀπέφηνε τὴν ἀρετὴν τῷ ἀνθρώπῳ ἐπιφοιτᾶν. εἰ οὖν οὕτω δυσθεώρητος ὁ λόγος καὶ δυσκατάληπτος καὶ πολλὴν ἔχων ταραχὴν τοῖς μὴ διαιρεῖν εἰδόσι τὰ λεγόμενα, ἀλλὰ συμφύρ‐ | |
20 | δην πως λύουσι τὰ ζητούμενα, πῶς ἂν αὐτὸς ἀδιακρίτως τὴν λύσιν [αὐτῷ], ἵν’ οὕτως εἴπω, νεμέσαιμι ἢ αἰτιάσομαι τοὺς ἐπιδιστάζοντας; οὐχ οὕτω τετύφωμαι. ἵνα 〈οὖν〉 μὴ δόξω καινοτέραν βαδίζειν ὁδόν, ἢ μᾶλ‐ λον ἀλαζόνα καὶ ποιητικῶς εἰπεῖν ὑπεράνορα ὡς αὐτός τι πλέον ἔχων νοεῖν τῶν ἄλλων, σαφοῦς ὄντος τοῦ θεωρήματος καὶ ἔτι μᾶλλον σαφεστέ‐ | |
25 | ρας τῆς λύσεως, ὡδίπερ τῷ λόγῳ χρήσομαι. Ἐν τίνι τὴν ἀρετὴν ἐμπεφυκέναι φατέ; ἢ αὖθις ἐπιβεβλῆσθαι τῇ ἀειδεῖ φύσει καὶ ἀσωμάτῳ καὶ ἀσυνθέτῳ, ἢ τῇ συγκειμένῃ καὶ σαρκίνῃ καὶ πο‐ λυσχήμονι, ἢ τῷ συναμφοτέρῳ; διαλεγόμενοι γὰρ περὶ τοῦ εἰ φύσει χρη‐ | |
στὸς ὁ ἄνθρωπος ἢ μή, περὶ ψυχῆς ἢ περὶ σώματος διαλέγεσθε ἢ περὶ τοῦ | 81 | |
83 | ἐκ τούτων συνθέτου; καὶ εἰ περὶ ψυχῆς, πότερον αὐτῆς καθ’ αὑτὴν οὔσης ὁποία μετὰ τὴν ἀποβίωσιν ᾖ, ἢ χρωμένης σώματι; εἰ μὲν γὰρ τῆς μετὰ τὴν ἀποβίωσιν, ἄλλος λόγος καὶ οὗτος βαθύτερος. εἰ δὲ τῆς ὡς μέρος τῷ ἀνθρώπῳ οὔσης, πῶς τοῖς μὲν τετήρηται ἀδιάφθορος, οἵα καὶ πεποίηται | |
5 | (ἐῶ γὰρ τὰς ὀρέξεις), ἔνθεν καὶ ὁ φυσικὸς 〈τὸ〉 ἰσχυρὸν ἔχει, τοῖς δὲ διέφθαρται καὶ ἀποσεσάρκωται ἑπομένη τῷ χείρονι, ἔνθεν ἀνακύπτει ὁ θετικός; εἰ γὰρ φύσει τὸ καλὸν ἐκέκτητο, πῶς ἀποβέβληκε προαιρέσει; ἀλλὰ ἀπροαίρετα τὰ τῆς φύσεως καὶ ἀναλλοίωτα, ὡς τῷ ἡλίῳ ἡ λαμπηδών, τὸ ῥέειν τῷ ὕδατι καὶ τῇ βώλῳ ἡ κάτω φορά. εἰ δὲ σώματι ἐντεθεῖσθαι | |
10 | τὴν ἀρετὴν φήσετε, αὐτόθεν ἐλέγχεσθε· ἢ γὰρ ἄψυχον τοῦτο νοήσετε ἢ ἔμψυχον. καὶ εἰ ἄψυχον, ἀνεπίδεκτον εὑρήσετε κακίας καὶ ἀρετῆς, πρὸς τὴν ἐξ ἧς ἐλήφθη ἀναλυόμενον γῆν· εἰ δὲ ἔμψυχον, πρὸς τὸ γεῶδες ῥέπον καὶ σύστοιχον καὶ μαχόμενον τῇ ψυχῇ ἐναντιούμενόν τε τῷ τοῦ νοὸς νόμῳ καὶ ἀντιστρατευόμενον. εἰ δὲ τὸ συναμφότερον, εἰς βάθος ἀποριῶν | |
15 | ἐμπεπτώκαμεν. σύνθετόν τι χρῆμα ὁ ἄνθρωπος, τὰ ἐξ ὧν συντέθειται ἀντικαθιστάμενα καὶ μαχόμενα. πῶς οὖν ἁπλοῦν ὄνομα κατὰ διαφόρων καὶ ἀνομοίων καὶ ἐναντιουμένων ἀλλήλαις κατηγορήσετε φύσεων; πῶς δ’ ἂν μὴ κατηγορήσητε εἰρηνευόντων τῶν ἁπλῶν πολλάκις ἀλλήλοις ἐν τῷ συγκρίματι, ὅταν ἡ τοῦ σώματος λεπτυνθῇ παχυμέρεια καὶ συνανα‐ | |
20 | πτερωθῇ τῇ ψυχῇ, ὡς νοεῖν ἐν τῇ συνθέσει ἁπλότητα; ὁρᾶτε οἷς ἀποριῶν κύμασι ταλαντευόμεθα καὶ τῇδε κἀκεῖσε περιαγόμεθα ταῖς ἑτερορρεπέσι τῶν νοημάτων συμφορούμενοι πλάστιγξι; καὶ οὔπω περὶ φύσεως καὶ θέσεως διηρευνήσαμεν· πολυσήμαντον γὰρ ἑκάτερον καὶ πολλὴ τῶν ση‐ μαινομένων ἡ διαφορά. | |
25 | Ζητῶ δὲ καὶ τί διενηνόχατον φύσις καὶ φύσει, θέσις καὶ θέσει, ἢ μηδέν· καὶ πότερον φύσει καλὸς ὁ ἄνθρωπος ἢ φύσις τἀνθρώπου τὸ καλόν· ἔχει γὰρ καὶ τοῦτο διάσκεψιν πόθεν τε καὶ ποῖ τὰ κακὰ καὶ τίνα, ὅθεν τε ἐλή‐ λυθε καὶ ὅπη ἵδρυται καὶ ὅτῳ συμβέβηκε καὶ εἰ ὅλως ἔστιν ἐν τοῖς οὖσιν. Πλάτων οὖν 〈ἐν〉 τῷ Φαίδρῳ διαλαμβάνων περὶ ψυχῆς ἵππων συνωρίδι | |
30 | ἡνίοχον αὐτὸν ἐνίστησι, τοὺς δὲ ἵππους περὶ τὴν κίνησιν ἑτεροζυγεῖν, ὡς τὸν μὲν ὑπὲρ τὸν νῶτον τοῦ πόλου ἀράσσειν τοῖς ποσί, τὸν δὲ φέρεσθαι πρὸς τὸ κάταντες καὶ συνεφέλκεσθαι καὶ τὸν ἕτερον. τίς οὖν ὁ ἀράσσων ἵππος ἐνταῦθα ὁ αἰθεροκίνητος καὶ οὐράνιος; οὐχ ὁ ἔμφυτος λογισμός, | |
φύσει τε ὢν ἀγαθὸς καὶ τοῦ κυρίως ἀγαθοῦ ἔχων τὴν ἔφεσιν; ὁ δ’ ἕτερος | 82 | |
84 | ὁ περίγειος οὐχ ὁ παρυφιστάμενος καὶ ἀντίθετος κατὰ ταύτης τε καὶ ὢν καὶ τὸν ἡνίοχον συνεφελκόμενος; ἀλλὰ νόει τὸ αἴνιγμα ἀκριβέστερον. ὁ ὑπερνέφελος ἵππος ἐσπαρμένην μὲν ἀγεώργητον δὲ εἶχε τὴν ἀρετήν· ὅθεν καὶ τῷ ἀντιθέτῳ συγκαταπέπτωκεν. ἀλλ’ ὁ κατάξας ταύτην φιλόσοφος | |
5 | τὴν τέως τοῖς δώδεκα θεοῖς συντρέχουσαν ἐν τῷ Περὶ ψυχῆς ἐντεῦθεν ἐκεῖσε ἀνήγαγεν, ἀσκητικὰ ταύτῃ πτερὰ περιθέμενος καὶ τοῦ σώματος ἀπολύσας διὰ τῆς τῶν παθῶν ἀποχῆς. Πλωτῖνος δὲ περὶ τῆς τοῦ ἀγαθοῦ διελόμενος φύσεως, καὶ ἀναμνήσας αὐτὸ ὡς ἔστι δυνατόν, αὐτόν τε τὸν ὑπερκείμενον νοῦν ἐπάγει λέγων· | |
10 | ‘ἡ δὲ ἔξωθεν περὶ τοῦτον χορεύουσα ψυχὴ περὶ αὐτὸν βλέπουσα καὶ τὸ εἴσω αὐτοῦ θεωμένη τὸν θεὸν δι’ αὐτοῦ βλέπει. καὶ οὗτος θεὸς ἀπήμων καὶ μακάριος καὶ τὸ κακὸν οὐδαμοῦ ἐνταῦθα.‘ πόθεν οὖν τῇ ψυχῇ τῆς χορείας ἡ κίνησις; πόθεν ἡ πρὸς τὸ εἴσω τοῦ νοῦ θέα; πόθεν ἡ δι’ αὐτοῦ πρὸς τὸν θεὸν ὅρασις; ἆρ’ οὐκ ἀπὸ τῆς οἰκείας φύσεως (πόθεν γὰρ ἄλλο‐ | |
15 | θεν;) ἥτις ὥσπερ τις σπορά ἐστιν ἐνδιάθετος τοῖς καλοῖς ἀκροδρύοις ἅπερ ἐξέθρεψεν ἡ προαίρεσις; Καὶ Πορφύριος δὲ συνῳδὰ τούτῳ πεφιλοσόφηκε. περὶ γὰρ ψυχῆς δια‐ λαμβάνων φησίν· ‘ὥσπερ οἱ ἀγρυπνητικοὶ αὐτῷ τῷ θέλειν καθεύδειν ἐπι‐ τηροῦντες τὸ καθεύδειν τὸν ὕπνον ἐκκρούουσι καὶ οὐ πρότερόν γε καθεύ‐ | |
20 | δουσι, πρὶν ἐκ τῆς ἀναστροφῆς παντελῆ λήθην τοῦ ἐπιτηρεῖν τὸ καθεύδειν λαμβάνουσιν, οὕτω δὴ τῇ ψυχῇ οὐχ οἷόν τε λύσιν ἀπὸ τοῦ αἰσθητοῦ γε‐ νέσθαι γνωστικῇ οὔσῃ ἐνεργείᾳ, μὴ πρὸς τὸ ὂν αὐτὸ στραφείσῃ κἀκεῖ τὴν προσοχὴν συνεχῶς ἐντεινούσῃ. κατ’ ὀλίγον γὰρ οὗτος ὁ δοξαστικὸς ὁμοῦ καὶ φανταστικὸς δεσμὸς καὶ παθητικὸς αὐτῆς ἐκλύεται.‘ λευκότερον | |
25 | ἡμῖν ὁ Πορφύριος τὸ νόημα διεσάφησεν ἀπὸ Πλατωνικῶν τοῦτο φρεάτων ἐξαντλησάμενος· ὃ γὰρ ἐκεῖνος φρουρὰν καὶ ἧλον ἐκάλεσεν, οὗτος δεσμὸν προσηγόρευσεν, ἐν διαφόροις ὀνόμασι μίαν ἀμφότεροι δηλοῦντες ὁμό‐ νοιαν. Ἀλλ’ ἐπειδήπερ οὐ δυνατὸν ἄλλως ἔννοιαν τοῦ προβλήματος σχεῖν εἰ | |
30 | μή που διαληψόμεθα περὶ φύσεως, ὣς δὲ καὶ περὶ θέσεως, τί αὐτῶν εἴη ἑκάτερον, ἐπὶ τὴν περὶ αὐτῶν κατανόησιν τὸν λόγον ἀφήσομεν. ποικίλως τὸ τῆς φύσεως ὄνομα παρὰ τοῖς φιλοσόφοις διείληπται. οἱ μὲν γὰρ δύνα‐ μίν τινα ταύτην ὁρίζονται ἐνδεδυκυῖαν τῇ ὕλῃ, ἀρχὴν ἠρεμίας καὶ κινήσεως· | |
ἀπὸ γὰρ ταύτης πάντα γεννῶσι καὶ εἰς αὐτὴν ἀναλύουσιν, ἄποιον οὖσαν | 83 | |
85 | τῷ ἑαυτῆς λόγῳ, ἀσχημάτιστόν τε καὶ ἀνείδεον, παντὸς δὲ δεκτικὸν καὶ εἴδους καὶ σχήματος. ἕτεροι δὲ καὶ τὴν οὐσίαν ἢ τὸ ὑλικὸν ὑποκείμενον τούτῳ προσηγόρευσαν τῷ ὀνόματι. τοῖς δὲ φύσις ἔδοξε τὸ τοιῶσδε ἐμπεφυκέναι καὶ οὐχ ᾧ ἐμπέφυκε, περὶ ἧς νῦν ἡμῖν ἅπας ὁ λόγος. οὐδὲ | |
5 | γὰρ αὐτὴν τὴν τοῦ ὑποκειμένου οὐσίαν, τὸ σύνθετόν φημι, τὴν ἐξ ἀνομοίων συνισταμένην, φύσει τι χρῆμα χρηστὸν εἴποιμι, ἀλλ’ ἐμπεφυκέναι ταύτῃ τὸ ἀγαθὸν φυσικῶς. τούτῳ γὰρ φύσις καὶ φύσει διενηνόχατον, ὅτι τὸ μὲν ὑπόκειται, τὸ δ’ ἐμπέφυκεν· ἔμφυτον γὰρ ἡμῖν τὸ ἀγαθὸν ὡς τὸ θερμὸν τῇ καρδίᾳ. οὐ μὴν ὁ ἄνθρωπος φυσικὸν ἀγαθόν, εἰ δὴ καὶ λέγεται κατα‐ | |
10 | χρηστικῶς. Τὸ δὲ κατὰ τῆς θέσεως οὐχ οὕτως ἔχει· οὐδὲ γὰρ ἔμφυτον ᾧ συμβέβη‐ κεν, ἀλλ’ ἐπακτὸν ὡς τῷ σιδήρῳ ἡ ἀποπυράκτωσις. θερμὸν γὰρ ὁμοίως καὶ ὁ ἀποπυρακτωθεὶς σίδηρος καὶ ἡ ἐν τοῖς ζῴοις καρδία, ἀλλὰ τῇ μὲν ὑπαναβλύζει, τῷ δ’ ἐπιρρεῖ (ἵνα τι καθ’ ὑμᾶς καινοπρεπέστερον χρήσομαι | |
15 | τοῖς ὀνόμασι καὶ ξενοπρεπεστέρᾳ τροπῇ), καὶ τὸ μὲν οὐδέποτε λήγει τὸ ἔμφυτον, τὸ δὲ τοῦ αἰτίου ἐπιλείψαντος παύεται. ἀλλὰ δέξασθέ μου μι‐ κρόν τι ἐρώτημα. θέσει φατὲ ἀγαθὸν εἶναι τὸν ἄνθρωπον, ὡς θερμὸν τὸν σίδηρον· ὁ γὰρ σίδηρος πρὶν θερμανθῇ {οὐ} ψυχρός. ἐπεὶ οὖν καὶ ὁ ἄνθρω‐ πος θέσει τὸ ἀγαθὸν κέκτηται, ἦν ὅτε οὐκ ἦν ἀγαθός· πρὸ γοῦν τῆς | |
20 | θέσεως ποίας αὐτὸν ἕξεως εἶναί φατε; τῆς τοῦ ἀγαθοῦ; ἀλλ’ οὐκ ἦν· ὕστερον γὰρ γέγονεν. ἀλλὰ τῆς τοῦ κακοῦ; ἀλλ’ ἀνύπαρκτος αὕτη, ἐξ ἀποπτώσεως τοῦ καλοῦ τῷ ἀνθρώπῳ ἐπισυμβαίνουσα. Ἀλλ’ ἵνα τὰς πολλὰς ἀφῶμεν λεπτολογίας, οἰκειότερον περὶ τοῦ προ‐ βλήματος διαλάβωμεν. ἦν ὅτε ἄμικτον εἶχε τὸ ἀγαθὸν ἡ φύσις ἡμῶν, | |
25 | μονοειδὴς πλασθεῖσα παρὰ τοῦ κτίσαντος. τὸ δὲ ἄτρεπτον καὶ ἀθάνατον ὑπηρετήθη τέως, ἵνα ἐν καιρῷ ἀμφότερον ἐπαχθῇ ὅ τε ἐμφυτευθεὶς ἐν ἡμῖν τοῦ ἀγαθοῦ βλαστὸς καρπὸν ἐνείκῃ παρὰ τῆς ἡμῶν προαιρέσεως. ἐπεὶ δὲ τῷ ὄφει κατεσοφίσθημεν καὶ τοῦ ξύλου τῆς κακίας γεγεύσμεθα, ὥσπερ τις ἄκανθα εὐθὺς ἡ πονηρία τῷ ῥόδῳ ὑπανεφύη. ἐντεῦθεν οὖν ἡ | |
30 | τοῦ ἀγαθοῦ πλάνη καὶ σύγχυσις γέγονε καὶ ἡ διάφορος περὶ τούτων δόξα· τὸ γὰρ ἐναντίαις ἐπιθυμίαις ἡμᾶς διασχίζεσθαι καὶ τῷ τῆς ἡδονῆς ζωγρεῖσθαι δελέατι ἀμφίβολον ἡμῖν τὴν φυσικὴν ἐποίησεν ἀγαθότητα. πῶς γὰρ ἐκ φύσεως ἀγαθός, εἴποι τις ἄν, ὁ τοῦ κυρίως καλοῦ προτετι‐ μηκὼς τὸ φαινόμενον, ὁ τὰς μυρίας κῆρας τῶν παθημάτων τῆς ἀπαθείας | |
35 | ἀνταλλαξάμενος, ὁ τῷ ἐφολκίῳ τοῦ σώματος βαρυνόμενος; καὶ αὖθις | |
προσθήσει· εἰ τὸ φυσικὸν ἀμετάθετον, πῶς οἱ τὴν ἀρετὴν ἑλόμενοι καὶ | 84 | |
86 | πολλῷ τῷ χρόνῳ ταύτην ἐμμελετήσαντες, ὡς δοκεῖν ἀπ’ αὐτῆς πεποιῶ‐ σθαι, ἐν μιᾷ ῥοπῇ ταύτην ἀποβεβλήκασι; Ταῦτ’ ἴσως ἡμῖν ἐρεσχελήσουσιν οἱ τῷ ἐναντίῳ συνιστάμενοι δόγματι. ἱστῷ δὲ ἀράχνης ἡ ἀντίθεσις αὐτῶν ἔοικεν, ἣ καὶ τάχιστα τῇ ἐπαφῇ τοῦ | |
5 | λόγου περιρρυήσεται. ὁμώνυμον, ὦ λῷστε, τὸ τῆς ἀρετῆς ὄνομα· τὸ μὲν ἐνεργούμενον, τὸ δ’ οἷον ὑποκείμενον. οἷόν τι λέγω· φύσει ψυχρὰ ἡ χιὼν καὶ θερμὸν τὸ πῦρ, ἑκάτερόν τε αὐτῶν τὸ μὲν ψύχει, τὸ δὲ θερμαίνει, ἐνεργοῦν ἕκαστον τὴν οἰκείαν δύναμιν. σὺ οὖν ὁ λέγων φύσει ψυχρὰν τὴν χιόνα, ποτέρῳ τὸ φύσει ψυχρὸν διορίζῃ, τῷ συμπεφυκέναι τῷ ταύτης | |
10 | σώματι ἢ τῷ ψύχειν τὸ προσπελάζον; εὔδηλον ὅτι τῷ συμπεφυκέναι· οὐδὲ γὰρ ἐκ τῶν ἐνεργειῶν τὰς φύσεις διοριζόμεθα. ἦ γὰρ ἄν ποτε καί τισι τὸ μὲν πῦρ θερμόν, ψυχρὰ δὲ ἡ χιὼν τῷ θερμαίνειν ἢ ψύχειν τοῖς πάσχειν δυναμένοις τὴν θερμότητα καὶ ψυχρότητα, καὶ ἔσται σοι τὸ πῦρ τῷ μὲν σιδήρῳ θερμόν, τῇ δὲ σαλαμάνδρᾳ ψυχρόν, κατὰ ταὐτὸν ἐν | |
15 | ταὐτῷ τὰς ἐναντίας δεδεγμένον ποιότητας. ἀλλ’ οὐχ οὕτως ἔχει· τῷ γὰρ ἐνυπάρχειν, οὐ τῷ ἐνεργεῖν, τὸ τοιῶσδε εἶναι ἢ τοιῶσδε διοριζόμεθα. εἰ οὖν τοῦθ’ οὕτω διωμολόγηται, μηδὲ τἀγαθὸν τἀνθρώπῳ διορίζου ἀπὸ τῆς πράξεως, ἀλλὰ τῷ συμπεφυκέναι τούτῳ τὴν τοῦ καλοῦ ἀρχὴν ἀδιά‐ πτωτον. εἰπὲ οὖν μοι· πράξας τις τὴν ἀρετήν, εἶτ’ αὖθις ἀποβαλὼν καὶ | |
20 | τὸ σπέρμα τοῦ ἀγαθοῦ ἀποβέβληκε; καὶ εἰ τοῦθ’ οὕτως ἔχει, ἀνῄρηταί σοι ἐν βραχεῖ τῆς πίστεως ἡμῶν τὸ κεφάλαιον καὶ τῆς ἀνθρωπίνης τὸ ἴδιον φύσεως, καὶ μάτην αἱ φιλάνθρωποι τοῦ ἀγαθοῦ ἀγκάλαι ἥπλωνται τὸν ἀπολωλότα ὑποδεχόμεναι ἄσωτον· ᾧ γὰρ ἡ τοῦ ἀγαθοῦ ἀπώλετο κί‐ νησις, τούτῳ αἱ πατρικαὶ χεῖρες εἰς ὑποδοχὴν παρελκόντως ἐκτέτανται. | |
25 | εἰ δ’ οὐκ ἀποβέβληκεν, ἐν τούτῳ δὲ καὶ οὐκ ἐν ταῖς πράξεσι τὸ φυσικὸν ὁριζόμεθα ἀγαθόν, ἀκίνητον πάντως καὶ ἀμετάθετον, μηδέποτε ἐλλεῖπον ἡμᾶς. ἀπόκριναί μοι καὶ αὖθις· οὐ τὸ λογικὸν τῷ λογικῷ ζῴῳ (τἀνθρώπῳ φημί, ἐατέον γὰρ τὰ ὑπὲρ ἡμᾶς) συμπληρωτικὸν τῆς οὐσίας ἐστίν; λόγον δ’ ἐνταῦθα τὸν ἐνδιάθετον λέγομεν. ἆρ’ οὖν ἔστιν ὅτε ἀτρεμεῖν τὸ ζῷον | |
30 | πέφυκεν ἐν ταῖς ψυχικαῖς ἐνθυμήσεσι; τί γοῦν ποτε μὴ φῂς ἐστερῆσθαι τοῦ λόγου ὁ ἀπὸ τῆς ἐνεργείας τὰ ὑποκείμενα ὁριζόμενος; τὸ δὲ θνητὸν οὐ καὶ αὐτὸ {τὸ} μέρος συμπληρωτικὸν ὂν τῆς φύσεως; ἀλλ’ οὐ τῷ θνῄ‐ σκειν ὁπόσαι στιγμαὶ θνητὸν τὸν ἄνθρωπον ὀνομάζομεν, ἀλλὰ τῷ τῇ φύσει ἐγκεῖσθαι καὶ μηδέποτε φύσιν ἔχειν χωρίζεσθαι. καὶ τἀγαθὸν οὕτω | |
35 | πως τῷ ἀνθρώπῳ ἐστὶ συγγιγνόμενον, τούτῳ καὶ ὂν ἀνεξάλειπτον. ἐνῆν καὶ ἑτέρους ἐπάγειν λόγους καὶ μαρτυρίαις τὸν λόγον πιστώσασθαι, | |
ἀλλ’ ἱκανὰ τὰ εἰρημένα πρὸς ἀκοὴν εὐγνώμονα καὶ εὐσύνετον. | 85 | |
87(1t) | Ὅτι οὐκ ἀρκεῖ ἡ φύσις, κἂν γενναία ᾖ, πρὸς τὴν τῶν μαθημάτων ἀνάληψιν | |
2t | ἄνευ παιδεύσεως | |
3 | Ἐγὼ δὲ οὐδὲ τὴν πρώτην συνορᾶν δύναμαι, πῶς ἂν τοῦτο ψυχῇ παραγένοιτο καὶ εἰδείη τὰ θεῖα καὶ τὰ ἀνθρώπινα, γνοίη τε καὶ σύμπαντα | |
5 | τὰ μαθήματα, εἰ μὴ πρότερον πολλὰς μὲν ἀνελίξοι δέλτους, πολλοῖς δὲ σοφοῖς ὁμιλήσειεν. ἢ γὰρ διὰ διδασκαλίας καὶ μαθήσεως ἢ διὰ ζητήσεως καὶ εὑρέσεως γινώσκειν τις ἐπίσταιτο τὰ τοῖς ἄλλοις ἄγνωστα. ταῖς μὲν γὰρ ἔξω τῶν σωμάτων ψυχαῖς πείθομαι τοῖς φιλοσοφοῦσιν αὐτενέργητον εἶναι τὴν γνῶσιν τῶν ὄντων. ταῖς δὲ πιπτούσαις ὑπὸ τὴν γένεσιν πῶς | |
10 | τοῦτο δώσομεν; ἀπολωλέκασι γὰρ ὃ παρὰ τοῦ πατρὸς ἐκληρώσαντο, καὶ δεῖ ἀναχώννυσθαι διὰ λόγων, ἵν’ αὐταῖς ἀναλάμψῃ τὰ ἐνσπαρέντα ἐν τῷ ἀδύτῳ τῆς φύσεως· κἂν εἰ γενναίαν δέ τις ἔχοι τὴν φύσιν, προλαμβάνει μὲν τῶν ἀγενεστέρων, οὐ μὴν οὕτως εἰπεῖν καὶ προσλάβοι τὸ μάθημα καὶ μάλιστα μὴ ζητούμενον. | |
15 | Σίβυλλα δὲ χαιρέτω καὶ εἴ τις ἄλλος ἐκ γενετῆς εὐθὺς ἀφῆκε φωνὴν καὶ τὴν σφαῖραν εἶπεν ἀφ’ ἧς καταβεβήκοι αὐτῷ ἡ ψυχή. ἐγὼ γὰρ καὶ αὐτὸ δὴ τὸ περὶ τούτου τοῖς Ἕλλησι δοξαζόμενον οὐ δόγμα, ἀλλὰ μυθολόγημα ἥγημαι. θειοτέρας μὲν γὰρ εἶναι φύσεως τὰς ψυχὰς πείθομαι, καὶ πολλὰ μὲν νοερὰ γένη ἐν ἑαυταῖς ἔχειν, κάλλιστά τε συνθήματα παρὰ τοῦ πρώτου | |
20 | πατρὸς λαβεῖν, οὔτε δὲ πολλῶν κόλπων αὐτὰς κεκτῆσθαι πληρώματα, οὔτε τῶν σωμάτων προεστηκέναι καὶ πίπτειν ἐνταῦθα ἀτονούσας πρὸς τὴν θέαν τοῦ ὄντος δεξαίμην ἄν. ἔχουσαι δὲ ἅπερ εἰλήφασιν οὐκ ἐμφαίνου‐ σιν εὐθὺς ἐν τοῖς σώμασιν, ἀλλὰ παρὰ μὲν τὴν πρὸς τὸ φθαρτὸν μίξιν γονιμώτεραι ἢ ἀφυέστεραι καθεστήκασιν, οὐ μέντοι καὶ τοὺς λόγους | |
25 | εὐθὺς προκεχειρισμένους ἔχουσιν ὧν πρώτως ἐγνώκεισαν. ἀλλ’ ἀπὸ τῆς παιδεύσεως εἰς μὲν ἀνάμνησιν οὐκ ἐπανίασιν, ἐπεὶ μηδὲ τὸ δόγμα μοι τοῦτο ἀρέσκει, γραμματεῖον δὲ οὖσαι κενὸν πληροῦται τῆς κρείττονος γνώσεως. Οἱ δὲ ὀξεῖς καὶ ἀγχίνοι καὶ μνήμονες λόγου μὲν αὐτοὺς παιδαγωγοῦντος | |
30 | κτήσαιντ’ ἄν τι πλέον τῶν ἄλλων διὰ μαθήσεως, ἀφ’ ἑαυτῶν δὲ πρὸς τὰ | 86 |
88 | ἀνάντη φερόμενοι διολισθήσαιεν ἂν ἢ ὑπερπηδήσαιεν. ὃ γὰρ τῷ θρασεῖ ἵππῳ καὶ ὑπερήλικι ὁ χαλινὸς δύναται, τοῦτο τῇ γονιμωτάτῃ καὶ ὀξείᾳ φύσει ὁ λόγος ἰσχύει. ἐγὼ γοῦν ἑωράκειν πολλοὺς τῶν γενναίων μὲν τὴν φύσιν, ἀτελεστέρων δὲ πρὸς τὴν μάθησιν, οὐ παρὰ τὴν ἀνάληψιν τῶν ὧν | |
5 | μεμαθήκασι γεγονότας βελτίους, ἢ παρὰ τὴν ὀξεῖαν φύσιν αὐτά τε ταῦτα συγχέαντας καὶ περὶ ἃ μὴ ἐπραγματεύσαντο ἀταμιεύτῳ τε τῇ γλώττῃ χρωμένους καὶ ἄνοιαν ὀφλισκάνοντας. οὐ γὰρ πρόχειρον ἡ ἀπόδειξις, οὐδ’ εἴ τι ὑπὲρ ἀπόδειξιν, οὔτε τὸ ἁπλοῦν οὔτε τὸ σύνθετον. διὰ ταῦτα δεῖ τὰ μὲν ἐκ διαιρέσεως ἔχειν μανθάνοντας, τὰ δὲ ἐξ ὁρικῆς ἀποδόσεως, | |
10 | τὰ δὲ ἐξ ἀποδείξεως, τὰ δ’ ἐξ ἀναλύσεως, τὰ δ’ ὑπὲρ ταῦτα ἔχειν ταῖς ἁπλαῖς καὶ ἀδιεξοδεύτοις ἐπιβολαῖς, καὶ τὰ μὲν παρὰ νοῦ, τὰ δὲ παρὰ σοφίας λαμβάνειν, τὰ δὲ καὶ ὑπὲρ τὸν νοῦν ἔχειν, ὅτι μὴ νοῦς τὸ πρῶτον αἴτιον, ἀλλὰ τὸ ἐπέκεινα. | |
14t | Περὶ τοῦ πῶς οἱ μὲν τῶν ἀνθρώπων γίνονται φρόνιμοι, οἱ δὲ μωροί | |
15 | Ὑμεῖς μὲν εὐθὺς ἐγελάσατε εἰρηκότος ἐμοῦ ὑπόθεσιν τῷ λόγῳ τὴν τήμερον τὸν Εὐδόκιμον, ὅπως τῆς αὐτῆς ἡμῖν μετεσχηκὼς φύσεώς τε καὶ κράσεως ἀλλοῖος τὴν ἕξιν τῆς φρονήσεως ἀναπέφηνεν. ἐγὼ δέ, εἰ μὴ δεινῶς ᾐσχυνάμην τὴν τοῦ λόγου μεταβολήν, τάχ’ ἂν ἀπώκνησα τὴν ὑπόθεσιν, εἰδὼς ὅπως δεινή τίς ἐστι καὶ μάλα φιλόσοφος καὶ σκέψεως οὐ | |
20 | τῆς τυχούσης ἐπιδεής. διὰ τί γὰρ οὗτος παρὰ τοὺς πολλοὺς τῆς ἐκείνων κεκοινωνηκὼς φύσεως καὶ τῆς αὐτῆς μετέχων κατ’ εἶδος ψυχῆς τὴν τοῦ φρονεῖν ἕξιν ἠλλοίωται; Ἑλλήνων μὲν οὖν παῖδες περὶ τῆς φαινομένης ἡμῖν φυσιολογοῦντες διαφορᾶς καὶ ὅπως οἱ μὲν τῶν ἀνθρώπων εὐθὺς ἐλεύθεροι τὴν ψυχὴν | |
25 | καθεστᾶσιν, οἱ δὲ δουλοπρεπεῖς καὶ ῥέποντες πρὸς τὰ τῇδε, καὶ οἱ μὲν λεπτοὶ τὴν νόησιν ἀγχίνοι τε καὶ μνήμονες καὶ ὀξεῖς, οἱ δὲ τοὐναντίον ἅπαν καὶ ἐπαρίστεροι ἀμβλεῖς τε καὶ μαλακοὶ καὶ λήθης γέμοντες, καὶ οἱ μὲν τῆς τοῦ ἀγαθοῦ φύσεως ἀπονητὶ ὥσπερ ἀντιλαμβανόμενοι, οἱ δὲ ταῖς κακίαις ἐγκείμενοι καὶ [διὰ] τῶν αἰσθητῶν πρὸς τὰ τῇδε χεόμενοι, | |
30 | ὁποίους δὴ τὸν Ὄσιριν ἱστοροῦσι καὶ τὸν Τυφῶ, καὶ οἱ μὲν βεβηκότες τὸν | |
νοῦν καὶ εὐέδραστοι, οἱ δὲ πρὸς τὸ κινοῦν μεταφερόμενοι τάχιστα εὐαλ‐ | 87 | |
89 | λοίωτοί τε καὶ μεταπίπτοντες, καὶ τὰς ἄλλας ὅσας μυρίας ἐννοοῦντες τῶν ἡμετέρων ψυχῶν διαφοράς, οὐκ ὤκνησαν διττὰς εἰπεῖν τῶν φύσεων τὰς πηγάς, τὴν μὲν ἄνωθεν ἀπὸ τῶν τοῦ οὐρανοῦ νώτων ἐνταῦθα τὰ ῥεύματα πέμπουσαν, τὴν δὲ ἐρριζωμένην κάτω που καὶ ἀπὸ τῶν τῆς γῆς χηραμῶν | |
5 | ἀναβλύζουσαν. τὴν μὲν ἀπὸ τῶν ἄνωθεν ὀχετῶν ἥκουσαν ψυχὴν εὐγενῆ τέ φασι καὶ ἐλευθέραν, εὐφυῆ τε καὶ μεγαλογνώμονα, σταθηράν τε καὶ βεβηκυῖαν καὶ τοῖς ἄλλοις κεκοσμημένην καλοῖς, τὴν δ’ ἀπὸ τῶν τῆς γῆς ἀναθοροῦσαν ζοφερῶν καταδύσεων ἀνελευθέραν τε καὶ ἀγεννῆ, μετακινη‐ τήν τε καὶ μεταπίπτουσαν, ἀνοίας ἐμπεπλησμένην καὶ πολλῷ τῷ τῆς | |
10 | ἀφροσύνης συγκεκαλυμμένην βυθῷ. οὐ μόνον δὲ μέχρι τούτων ἔστησαν οἵ γε φιλοσοφώτεροι τούτων καὶ γενναιότεροι, ἀλλ’ ἑκατέρῳ μέρει τῷ τε ὕψει καὶ τῷ βάθει τῶν ψυχικῶν φύσεων μακρὰν δόντες διάστασιν, τὰς μὲν τῶν ψυχῶν ἀπὸ τῶν ὑπὲρ τὸν οὐρανὸν τόπων κατάγουσιν, ἃς δή φασιν εἶναι τάς τε Σιβυλλείους καὶ τὰς Ὀρφικὰς καὶ καθ’ ἃς οἵ τε Βηρύτειοι | |
15 | Ταῦροι γεγόνασι καὶ Ἀμοῦς ὁ Αἰγύπτιος, Σωκράτεις τε καὶ Πλάτωνες (τούτων γὰρ δὴ τὰς ψυχὰς καὶ τῷ Ἀπόλλωνι συγχορευούσας εἰσάγουσι), τὰς δὲ οὐρανίας φασὶν εἶναι καὶ ἀπλανεῖς, καὶ τὰς μὲν ἀπὸ τῆς πρώτης σφαίρας, τὰς δὲ ἀπὸ τῆς ἑβδόμης ἐνδιδοῦσι τοῖς σώμασι, καὶ τὰς μὲν θείας, τὰς δὲ ἀρχαγγελικάς, τὰς δὲ δαιμονίους, τὰς δὲ ἡρωϊκὰς ὀνομά‐ | |
20 | ζουσι· περὶ ὧν εἰ βουλοίμεθα καθεξῆς λέγειν, εἰς ἀπέραντον ἡμῖν ὁ λόγος χωρήσει. ὥσπερ δὲ μετροῦσι τὸ ὕψος ταῖς τῶν τόπων διαστάσεσι καὶ ταῖς τῶν καθέκαστα διαφοραῖς, οὕτω δὴ καὶ τὸ βάθος διιστᾶσι, καὶ τὰς μὲν ἀγχοῦ τῆς ὕλης ἀνάγουσι, τὰς δὲ σωματικάς φασι, τὰς δὲ ἄλλων ἄλλαις διαφοραῖς ἀποσχίζοντες, εἶναι δὲ πρὸς τὰ μέτρα τῶν διαστάσεων | |
25 | ἀναλόγους καὶ τὰς ἕξεις αὐταῖς. Ταῦτα μὲν οὖν Ἰάμβλιχοι καὶ Πλωτῖνοι καὶ Πρόκλοι καὶ πρό γε πάντων ὁ τὰς ἀφορμὰς τούτοις δοὺς Πλάτων περὶ τούτων ληρούντων. ἐγὼ δὲ περὶ τῶν θείων οὐδέν τι συλλογιζόμενος οὐδὲ μεθόδοις Ἑλληνικαῖς ἑπόμενος, ἀλλὰ τοῖς καθ’ ἡμᾶς λογίοις ὁμιλῶν, οὔτε τῇ ψυχῇ τὰ πρεσβεῖα | |
30 | τῆς γενέσεως κατὰ τοῦ σώματος δίδωμι, οὔτε μετὰ τὴν τούτου μόρφωσιν ἢ τὸν ἐκ τῆς μήτρας ὄλισθον (εἰς ὃ δὴ δόγμα πάντες Ἕλληνες ἐξετραχηλί‐ σθησαν) ἐνδεσμῶ ταύτην τῷ σώματι, ἀλλ’ ὁμοῦ συνυφίστημι, Γρηγορίῳ | |
τε τῷ Νυσσαεῖ κατακολουθῶν καὶ Μαξίμῳ τῷ φιλοσόφῳ· τούτοις γὰρ | 88 | |
90 | μόνοις ἐντετύχηκα ἰδιαίτατα περὶ τῆς τῶν φύσεων τούτων ἁρμονίας συγγεγραφόσιν. ἀλλ’ οὐδ’ ἐξαλλάττω ταύτας κατ’ εἶδος (ὁμοειδεῖς γὰρ ἁπάσας τίθεμαι), ἀλλὰ τὴν ἀπορίαν ἐπέτεινα· περὶ γὰρ ἀνεξαλλάκτων ἁπασῶν κατὰ τὸ εἶδος οὐσῶν αἱ πολλαὶ αὗται διαφοραὶ παρυπέστησαν. | |
5 | τριττὰ οὖν εἴδη τῆς ἐξαλλαγῆς αὐτῶν ἐγὼ θεωρῶ, παιδείαν ἔθος καὶ φύσιν. προσθήσω δὲ καὶ τέταρτον τὰς τῶν νοσημάτων ἐμπτώσεις ἢ τὰς τῶν συμπτωμάτων ἐπιβολάς, ἃ δὴ ὡς περὶ τὴν φύσιν θεωρούμενα εἰς τὴν φύσιν καὶ αὐτὰ ὑπαχθεῖεν. περὶ μὲν οὖν παιδείας καὶ ἔθους περιττὸν ἂν εἴη λέγειν νῦν ταῖς τῶν ἁπάντων ὑπολήψεσιν ἐκκειμένων καὶ πολλοῖς | |
10 | πολλάκις ἐξηυμαρισμένων. ὅπως δὲ τὴν φύσιν τῶν διαφορῶν αἰτιώμεθα λέξομεν. Δύο τοίνυν ἐφ’ ἡμῶν ὁρᾶται ἀφ’ ὧν κεκράμεθα, σῶμα καὶ ψυχή. ἔστι δὲ ἑκάτερον αὐτὸ καθ’ αὑτό. ἡ μὲν ψυχὴ νοερά, τὴν δὲ κατὰ τόπον μετα‐ βολὴν ἀκίνητος, αὐτόθι τοῖς νοητοῖς ἐπιβάλλουσα καὶ γινώσκουσα ὅπως | |
15 | ἔχουσι φύσεως, ἀθάνατος, ἀναλλοίωτος, ἀμετάβλητος, ὑποβᾶσα μὲν τὸν νοῦν, ὑπερκειμένη δὲ ἀλογίας καὶ ἐμψυχίας καὶ τοῦ φανταστικοῦ πνεύμα‐ τος καὶ τῆς περὶ τὰ σώματα φύσεως· τὸ δὲ σῶμα μεταβλητόν, πολυμερές, ἄζων, εὐκίνητον, παντὸς οὑτινοσοῦν ἀνεννόητον. τοιαῦτα μὲν οὖν εἰσι τὰ μέρη διῃρημένα καθ’ ἑαυτά. γενομένης δὲ τῆς τούτων κράσεως ἑκάτερον | |
20 | ἑκατέρου μετέσχηκε, καὶ τὸ μὲν σῶμα διὰ τῆς ψυχῆς μετέσχε ζωῆς καὶ τρόπον τινὰ αὐτοκίνητον διὰ ταύτην ἐγένετο, ἡ δὲ ψυχὴ διὰ τὸ σῶμα διέστη καθ’ ἑαυτὴν καὶ ὥσπερ ἀπεμηκύνθη εἰς πολυμέρειαν. εἴ τις οὖν ἐπὶ ταῖς ψυχαῖς ὁρᾶται διαφορά, τὴν κρᾶσιν αὐτῆς αἰτιώμεθα· ἀπόλυτοι γὰρ οὖσαι οὐκ ἂν φανεῖεν πρὸς ἀλλήλας διηλλαγμέναι. δῦσαι δὲ κατὰ τοῦ | |
25 | σώματος ὥσπερ δὴ κατὰ βυθοῦ, ὅσαι μὲν εἰς τὸ βάθος ἐχώρησαν, ὥστε αὐτῇ προσπεπελακέναι τῇ ὑφάλῳ γῇ, ἐκεῖναι ὥσπερ ἐκπλαγεῖσαι πρὸς τὴν κατάδυσιν ταύτην ἑαυτῶν τε ἐπελήθοντο καὶ σωματικώτεραι γεγόνασιν ἀτεχνῶς· ὅσαι δὲ κατὰ κέντρον ἑκάστου πέρατος ἐπίσης ἀφεστήκασιν, αὗται δικαιόταταί εἰσι 〈διὰ〉 τὴν ἁρμονίαν τῶν δέσεων καὶ ὑπερβολῶν | |
30 | ἐπίσης ἀφεστηκέναι καὶ ἐλλείψεων· ὅσαι δὲ κρείττονος ηὐμοίρησαν συναφῆς, ὥστε ἐποχεῖσθαι τῷ σώματι ὡσανεὶ καὶ ἐλάχιστα ὑπὸ τῶν | |
τούτου δεσμῶν ἔχεσθαι, αὗταί εἰσιν αἱ τὸ σῶμα μισοῦσαι εὐθὺς καὶ | 89 | |
91 | συνεθισμοῦ ἄτερ καὶ παιδείας ὥσπερ θεοφορήτῳ χρησάμεναι τῇ φορᾷ πρὸς ἑαυτάς τε ἐπιστρέφουσι καὶ τοὺς οἰκείους λόγους ἐπίστανται τάς τε ἁρμονίας τῶν δέσεων ὑφ’ ὧν συνεδέθησαν καὶ μετὰ ταῦτα πρὸς τὸν νοῦν ἀνανεύουσαι τῷ θεῷ προσεγγίσουσι. καὶ εἰ μὴ λόγος ἄλλως ὁ περὶ τῆς | |
5 | Σιβύλλης λεγόμενος, ὅτι τὴν μητρικὴν εὐθὺς ὠδῖνα λύσασα ἔγνω τε τὴν μητέρα δακτύλῳ δείξασα, ἔφατό τε ἥτις γενήσεται Ὀρφική τε καὶ μαντῳδός, ἐντεῦθεν ἂν ἔχοι τὰς πίστεις. οὐ γὰρ καθ’ ἓν εἶδος ἁρμονίας ἐνδοῦνται τοῖς σώμασιν αἱ ψυχαί· ἦ γὰρ ἂν ἅπαντες ἀνεξάλλακτοι ἦμεν καὶ ταῖς γνώμαις καὶ τοῖς βουλήμασι, κατὰ μίαν τε ἰδέαν φρονήματος | |
10 | συνεκείμεθα. Νῦν δὲ οὐχ οὕτως ἔχει, ἀλλ’ αἱ διάφοροι τῶν ἑνώσεων ἁρμονίαι τὰς ἐν ταῖς ψυχαῖς διαφορότητας ἀπηργάσαντο. τύραννος γὰρ ὥσπερ τὸ σῶμα τυγχάνον δορυφόροις οὐ τοῖς αὐτοῖς χρώμενον πάντοθεν τυραννεῖ τὴν ψυχὴν καὶ πρὸς τὴν ἐκείνου φύσιν μεθέλκεται. ἀλλ’ οὐδὲ ὁ τύραννος οὗτος | |
15 | ἑαυτῷ ὅμοιος, ἀλλ’ ὁ μὲν βρίθων ἐστὶ καὶ γεώδης, πολλῷ τῷ μέλανι κατακεχρωσμένος χυμῷ. διὰ ταῦτα τοιαύτην καὶ τὴν ψυχὴν ἀπεργάζεται κατηφῆ τε καὶ σύννουν καὶ σκυθρωπὴν καὶ σταθηρὰν μέν, οὐ μὴν ἀγχίνουν καὶ εὐφυῆ, μνήμας τε ταύτῃ τῶν γεγενημένων ἀποτυποῖ καὶ διὰ τὸ τῆς μνημοσύνης εἶδος οὔτε τῶν κακῶν οὔτε τῶν ἀγαθῶν ἐᾷ ταύτην ἀμνήμονα. | |
20 | ἡ τοιαύτη ψυχὴ βραδὺ μὲν ἀνάπτεται πρὸς θυμόν, ἀναφθεῖσα δὲ βραδύτε‐ ρον σβέννυται. ἓν μὲν οὖν εἶδος τοῦτο τοῦ τυραννικοῦ σώματος, καὶ τἆλλα διὰ τὸ πλῆθος ἀπεσιώπησα. τὸ δὲ καθ’ ἕτερον εἶδος τὴν τυραννικὴν φύσιν ὑποκρινόμενον ὑπόθερμόν τέ ἐστι καὶ παρακεκινημένον, εὐέξαπτόν τε καὶ δύσθυμον καὶ πρὸς μανιώδη κατάστασιν ὕποπτον. ὁ δ’ ἕτερος τύραννος | |
25 | λευκός ἐστι τὴν χροιὰν καὶ ἐν μεθορίῳ τῶν ἄλλων τυράννων· τοῦ μὲν γὰρ ὑποβέβηκε τὴν λεπτότητα, τοῦ δὲ ἐπαναβέβηκε τὴν παχύτητα. πεντα‐ | |
μερὴς δὲ καὶ οὗτος καὶ πολλαῖς δυνάμεσι θορυβῶν τὴν ψυχήν. τύραννος | 90 | |
92 | γὰρ ἐγκάθηται μᾶλλον τῇ κεφαλῇ καὶ ταῖς τοῦ ψυχικοῦ πνεύματος ἀμάραις ἐμπίπτων καὶ οἷον ἀποσκιρρώμενος τῇ ψυχρότητι ἐπιθολοῖ τε τὸ πνεῦμα καὶ οὐκ ἐᾷ πηγάζειν ἀθόλωτον. οὗτος καὶ παρὰ τὸν τῆς γαστρὸς πυθμένα ἐφιζάνων πόνον τῇ ἀλλοιωτικῇ δυνάμει πρὸς τὴν τῶν σιτίων | |
5 | ἀποχύλωσιν δίδωσιν. ἔστι δὲ κατὰ τοῦτον τὸν τύραννον ἡ ψυχὴ ἧττον μὲν βεβηκυῖα, οὐ μὴν πάντη ἀνέδραστος, μέση μνήμης καὶ ἀναμνήσεως, βοηθουμένη μὲν τῷ θερμῷ καὶ οἷον ἐκεῖθεν θάλλουσά τε καὶ ἀναζέουσα, πηγνυμένη δὲ τῷ ψυχρῷ, ὡς μηδ’ ὁτιοῦν ἔχειν ὀξύτητος ἢ τῆς τῶν πραγμάτων νοήσεως. ὁ δὲ λοιπὸς τύραννος παχύς ἐστι πάντη καὶ σαρκῶν | |
10 | ἀναπεπλησμένος πολλῶν, βρίθων τῷ αἵματι καὶ κατὰ τὸ χρῶμα ἐοικὼς τοῖς μεθύουσιν, ὁπόσοις δὴ τὸ ἀπὸ τῆς μέθης γάνος ἐπὶ τῶν προσώπων ἐρυθαινόμενον φύεται. κατὰ τοῦτον τὸν τύραννον ἡ ψυχὴ βραγμώδους πεπλήρωται γέλωτος, ἐπί τε παντὶ σκώμματι καὶ παιδιᾷ ἀνακαγχάζειν ἐπείγεται, εὐθυμεῖ τε ἐφ’ οἷς οὐ δέον, καὶ αὖθις οὐδενὸς κινήσαντος ἐπὶ | |
15 | τὴν ἐναντίαν ἕξιν μετέστραπται. τούτοις δὴ τοῖς τέτταρσι τυράννοις ἡ τῆς ψυχῆς οὐσία σπαραττομένη τὰς μεταβολὰς ἴσχει τῶν ἕξεων. Ὅπως δὲ καὶ ἀφραίνει, ἐντεῦθεν ἐρῶ, τοσοῦτον διελὼν ὅτι τοῖς μὲν ἐκ φύσεως ἡ διάπτωσις πέφυκε τῆς φρονήσεως, τοῖς δὲ ἐπισυμβάντος νο‐ σήματος· ἀλλ’ ἡμεῖς τὴν φύσιν σήμερον ἐξετάζομεν. ἢ γὰρ ἐξ αὐτῶν | |
20 | ὠδίνων, μᾶλλον δὲ ἀπ’ αὐτῆς τῆς συλλήψεως, αἱ τῶν χυμῶν περιττότητες τοῖς φρονοῦσιν ἐνέσκηψαν μέρεσιν, ἅπερ δὴ κοιλίαι ἐγκέφαλοί εἰσι, καὶ τὸ δι’ ἐκείνων ὀχετηγούμενον πνεῦμα ἐπισχοῦσαι τὴν ἀφροσύνην εἰργάσαντο, ἢ τὴν φαντασίαν βλάψασαι ἢ τὴν διάνοιαν ἢ τὴν μνήμην αὐτὴν (ὧν ἡ μὲν ἐπὶ τοῦ βρέγματος κάθηται, ἡ δὲ τὴν κορυφὴν κατείληφεν ὡς ἀκρόπολιν, | |
25 | ἡ δὲ περὶ τὸ ἰνίον ὀπίσω θακεῖ). ἢ τὰ μὲν τῶν χυμῶν οὔτε πεπλήθυνται οὔτε μεμείωνται, αἱ δὲ τῶν μεγεθῶν συμμετρίαι ἐπὶ τὸ μᾶλλον ἢ τὸ ἔλαττον ἐκπεσοῦσαι τὸ θῆλυ τῆς φρονήσεως πεποιήκασιν. ἢ οὐχ ὁρᾶτε τὸ χαριέστατον τοῦτο παιδάριον, ὅπως δὴ ὑπερμεγέθη τὴν κεφαλὴν ἐκληρώσατο τῆς τοῦ βοὸς κατ’ οὐδὲν ἐλάττονα, τό τε πρόσωπον μᾶλλον | |
30 | ἢ ἔδει ἐμπρόσθιον ἔχει; τί οὖν οἴεσθε; ἐν τηλικούτῳ μεγέθει σκιδνάμενον ἐντεῦθεν αὐτῷ καὶ τὸ φρόνημα χαῦνον καὶ ἀσθενὲς καὶ θήλεια ἀτεχνῶς ἡ ψυχή. ὥσπερ γὰρ τὸ δι’ εὐρυτέρων ἀναπνοῶν διικνούμενον πνεῦμα ἀδρανές ἐστι καὶ λεπτόν, ὅτι τῷ πλάτει δι’ οὗ ἵπταται τὴν οἰκείαν οὐσίαν ἠμύδρωται, τὸ δὲ διὰ στενοτέρων τῶν πόρων διιὸν γενναιότερον προσβάλ‐ | |
35 | λει τοῖς σώμασιν, οὕτω δὴ καὶ τὸ ἐν τῇ κεφαλῇ πνευματικὸν ὄχημα τῆς | 91 |
93 | ψυχῆς, εἰ μὲν συμμέτρῳ περισφίγγοιτο τῷ κρανίῳ, πεπύκνωται πρὸς ἑαυτὸ καὶ δεδυνάμωται, εἰ δὲ ὀγκώδει καὶ μεμεγεθυσμένῳ, ἀραιότερον γίνεται καὶ χαυνότερον. καὶ οὐ τὴν μεγάλην ἐπαιτιῶμαι κεφαλήν (οἶδα γὰρ τὸν Περγαμηνὸν Ἀσκληπιάδην μάλα ταύτην ἐν τῇ τέχνῃ ἐγκωμιά‐ | |
5 | σαντα), ἀλλ〈ὰ〉 {οὐ} τὴν παρὰ φύσιν, ὁποία δὴ τῷ μειρακίῳ τούτῳ συμπέφυκεν, ἐφ’ οὗ δὴ καὶ τὸ τῶν ὀμμάτων ἄγριον τὸ πεπλανημένον τοῦ πνεύματος δείκνυσιν, ἀτάκτως τοῖς πόροις ἐμπίπτοντος καὶ τὸ καθεστηκὸς ἀφαιροῦντος. ἐπεὶ οὖν ἅπαξ τοῦ ἀνδρώδους ἀπέστη καὶ θαρραλέου, διὰ τοῦτο αὐτῷ διερρυηκότα πάντα καὶ θήλεα. μεμίσηνται γὰρ αὐτῷ ἀνδρῶνές | |
10 | τε καὶ γυμνάσια, κυνηγέσιά τε καὶ ἡβητήρια, καὶ οὔτε συσφαιρίζειν ἐθέλει οὔτε δὴ συγκυβεύειν οὔτε ξηρῶν ἱδρώτων ἀντέχεσθαι. φίλα δὲ αὐτῷ ἱστός τε καὶ ἠλακάτη καὶ ἡ λοιπὴ ταλασιουργία, καὶ τὸ ὅλον περὶ τὴν γυναικωνίτην τὴν πραγματείαν ἔσχηκεν, ἄτρακτόν τε ἑλίττειν ἐθέλει καὶ ὑφαίνειν οὐχ ἥκιστα. δεῆσαν δὲ καὶ πρὸς παιδιὰν τρέπεσθαι, οὔτε | |
15 | ἀστραγάλοις ἐφήδεται οὔτε κοττάβοις προσπαίζει, ἀλλ’ οὐδὲ τηλίαν ἀσπάζεται οὐδ’ ἐπὶ στρόμβοις ἀγάλλεται οὐδὲ τοῖς ἐπιμήκεσι τῶν καρύων κατὰ τοῦ προκειμένου βάλλει σκοποῦ. ἐν εἰδώλοις δὲ καί τισιν ὁμοιώμασιν παστάδα τε πήγνυται καὶ σχηματίζει νυμφίον καὶ νύμφην τούτῳ συγ‐ κατακλίνει, καὶ τὸ τῆς νύμφης εἴδωλον φορυτῷ τινι ἐξογκῶν κατὰ τὴν | |
20 | γαστέρα κύειν αὐτὸ οἴεται, ὠδὶς ἐπὶ τούτοις καὶ λοχεία καὶ μαῖα καὶ μαίωτρα. δεῆσαν δὲ καὶ τῷ τῆς φωνῆς μέλει χαρίσασθαι, οὐ συνασπισμοὺς παλαιῶν ἀνδρῶν τραγῳδεῖ οὐδὲ μάχας καὶ τρόπαια, ἀλλ’ ὡς ἡ θυγάτηρ ἀνακρινομένη παρὰ τῆς μητρός, ἐφ’ ᾧ παρὰ τὴν πηγὴν ἰοῦσα μέλει, ὑπὲρ αὐτῆς φησιν ὡς ἐρώτων μὲν ἐκείνη πέπλησται, ἀκκισμῶν δὲ ἡ λεκανὶς | |
25 | καὶ κολακείας τὸ ἄγγος τοῦ ὕδατος. τοιοῦτόν ἐστι τὸ κάλλιστον τοῦτο μειράκιον καὶ διὰ ταῦτα τοιοῦτον ἐγένετο. | |
27t | Εἰ μνημονεύουσιν αἱ ψυχαὶ τῶν σωμάτων ἀπορραγεῖσαι | |
28 | Πολλοῖς τοῦτο οἶδα ἐρωτηθὲν καὶ τῶν ἐπὶ τῆς ἐμῆς ἡλικίας καὶ οὓς ὁ χρόνος προέλαβεν, εἰ μνημονεύουσιν αἱ ψυχαὶ τῶν σωμάτων ἀπορραγεῖσαι. | |
30 | καὶ ἀπεκρίθησαν τοῖς ἐρωτήσασι, μηδέν τι προδιαστείλαντες, οἱ μὲν ὡς | 92 |
94 | οὐδὲν ὧν ἐνταῦθα ἐθεάσαντο ἴσασιν, ἀλλ’ εὐθὺς ἀπώλετο ταύταις τῆς μνήμης ἡ δύναμις, οἱ δὲ ὡς ἐπίστανταί τε καὶ μνημονεύουσιν. ἐγὼ δὲ ὡς προπετεῖς ἄμφω ἀφεὶς καὶ ἀνεπιστήμονας τεχνικώτατά σοι περὶ τούτου καὶ συντομώτατα διαλήψομαι. | |
5 | Οὐχ εἷς ἐστι κλῆρος πάσαις ταῖς ἐντεῦθεν ἀπελθούσαις ψυχαῖς, ἀλλ’ ἐπειδὴ αἱ μὲν ἀκάθαρτοι πάντη ἐξίασιν, αἱ δὲ βραχύ τι προκαθηρά‐ μεναι, αἱ δὲ τελειοτάταις χρησάμεναι ταῖς καθάρσεσιν, ἄλλαι δὲ καὶ θεῖον ὑποδεξάμεναι νοῦν καὶ πρὸς θεὸν ἀναδραμοῦσαι πρὸ τοῦ ἀφεῖναι τὰ σώματα, διὰ ταῦτα αἱ μὲν ὑπὸ δίκην ἔσονται, αἱ δὲ μετριώτερον | |
10 | ἐλλαμφθήσονται, αἱ δὲ πορρώτερον διαβήσονται, αἱ δὲ κρείττους ὑπὸ τὸ θεῖον γενήσονται πῦρ, ὅλῳ καταλαμπόμεναι τῷ ἀύλῳ φωτί. Ὅρα γοῦν ὅ τι φημί. ἡ τῶν ἐνταῦθα μνήμη μερισμόν τινα τῆς ψυχῆς δείκνυσι καὶ οἷόνπερ ἔκκλισιν ὧν ἐκεῖ τεθέαται ἡ ψυχή. οὐκοῦν ἐκ μέρους τε ἐλλαμφθήσεται καὶ ἐκ μέρους ἐρημωθήσεται τοῦ φωτός. ἀλλ’ ἥ γε ὅλη | |
15 | καταπιμπραμένη τῷ θείῳ πυρὶ οὐκ ἂν τοῦτο πάθῃ ποτέ· ἀμνήμων ἄρα ἔσται ὧν ἐνταῦθα εἶδεν ἢ πέπραχεν, οὐχ ὡς οὐκ ἔχουσα τῆς μνήμης τὴν δύναμιν, ἀλλ’ ὡς ὅλη στραφεῖσα πρὸς τὸν θεὸν καὶ πᾶσαν μὲν ὑπεραναβᾶσα σχέσιν, πάσης δὲ ἄλλης ἐπιλελησμένη θεωρίας καὶ πράξεως. αὕτη μὲν οὖν οὐκ ἄν ποτε τῶν τῇδε τινὸς μνημονεύσειεν. ὅσαι δὲ τῶν ψυχῶν | |
20 | ταπεινοτέραις ἀπεκληρώθησαν λήξεσι καὶ οὐχ ὅλος ὁ νοῦς αὐταῖς ἀφήρπα‐ σται, ἀλλ’ ἐκ μέρους ἡ ἀναγωγὴ γέγονε, ταύταις τὸ μὴ ἐκεῖσε ἀναβεβηκὸς ἐνταῦθα διὰ τῆς συμπαθοῦς διαθέσεως στρέφεται καὶ οὐκ ἀποκέκοπταί γε παντελῶς ἡ σχέσις αὐταῖς. αἱ δὲ μηδόλως ἀναβᾶσαι πρὸς τὸν θεὸν ἅτε μὴ καθαρῶς τῶν σωμάτων ἀπαλλαγεῖσαι, ἀλλ’ οἷον εἰπεῖν τοῖς πάθεσι | |
25 | ποιωθεῖσαι ταῖς σχέσεσιν, οὐδενὸς ἀμνημονοῦσιν ὧν ἐνταῦθα τεθέανται. τὸ δὲ τοιοῦτον πάθημα οὐχ ὅμοιόν ἐστι ταῖς τε μετὰ σωμάτων ψυχαῖς καὶ ταῖς ἀπαλλαγείσαις ἐκείνων, ὥσπερ οὐδ’ ἄλλο τι τῶν περὶ ψυχὴν λεγομένων. ἀκριβέστερα 〈γὰρ〉 σύμπαντα τῇ γυμνωθείσῃ τῶν σωμάτων τῆς ἔτι τῇ πέδῃ προσηλωμένης. | |
30 | Περὶ τῆς ἀνεπιστρόφου πρὸς τὰ ἐνταῦθα διὰ τὸ ἀκριβὲς τῆς καθάρσεως καὶ τὸ ἄμετρον τῆς ἐλλάμψεως καὶ τοῦτο ἴσθι ὡς ἐπιτροπήν ποτε ἡ οὕτως ἔχουσα παρὰ θεοῦ δέχεται τῶν ἐνταῦθα κατεχομένων ψυχῶν, καὶ | |
ἐφιστᾷ ταύτην ἡ πρόνοια ἐθνῶν οἰκονομίαις καὶ πόλεων διοικήσεσιν. | 93 | |
95 | ἀλλὰ θαυμαστός τις αὐτῇ ὁ τρόπος τῆς ἐπιστασίας ἐστίν· οὐ γὰρ οἰκονο‐ μοῦσα τὰ τῇδε ὥσπερ ἄσχολος γίνεται καὶ ἀποτέμνεται τῆς ἐλλάμψεως, ἀλλ’ ἀμέριστος αὐτῇ ἥ τε θεωρία καὶ ἡ προστασία καθίσταται, μήτ’ ἐκεί‐ νης ἐλαττουμένης ταῖς πρὸς τὰ τῇδε νεύσεσι μήτε ταύτης ἀθετουμένης | |
5 | ταῖς ἐκεῖσε ἐνατενίσεσιν. | |
6t | Ὅτι οὐκ ἔστιν ὁ νοῦς ὀφθαλμὸς τῆς ψυχῆς | |
7 | Τοῦτο δὴ τὸ ἐρώτημα νῦν μὲν σὺ πεποίηκας πρόβλημα, οἱ δέ γε πολλοὶ τῶν φιλοσόφων τῶν τε ἡμετέρων καὶ τῶν θύραθεν ὡμολογημένον ἐν τοῖς περὶ ψυχῆς λαμβάνουσι σκέμμασι καὶ τὸν νοῦν ὀφθαλμὸν τῆς ψυχῆς | |
10 | ἀναφανδὸν ἀποφαίνονται. ἐγὼ δὲ πρὸς μὲν ἐκείνους διεταραττόμην ἀεὶ οὕτω πως περὶ τοῦ ἐναντίου τῷ τῆς ἀληθείας λόγῳ ὁμογνωμονοῦντας, πρὸς δὲ τὴν σὴν ἐρώτησιν ταυτὶ λέγω διακριβούμενος ὡς οὐκ ἔστιν ὀφθαλμὸς ὁ νοῦς τῆς ψυχῆς. ὁ μὲν γὰρ ὑπηρετικόν ἐστιν ὄργανον ὑφ’ ἑτέρου κινούμενον καὶ πρὸς αἴσθησιν διεγειρόμενον, ὁ δέ γε νοῦς κατάρχων ἐστὶ | |
15 | τῆς ψυχῆς καὶ ἀνάγων μὲν αὐτὴν πρὸς τὰς θειοτέρας ἐλλάμψεις θείου τε ἄνωθεν φωτὸς ἐμπιπλῶν καὶ τῶν ἀυλοτέρων εἰδῶν πλήρη ποιῶν. ἀλλ’ οὐδὲ δύναμις ἐκείνης ἐστίν· οὐσία γάρ ἐστιν ἀρχικὴ καὶ αἰώνιος καὶ δυνάμει καὶ κάλλει καὶ τοῖς ὅλοις πρεσβείοις ὑπερανέχουσα τῆς ψυχῆς, καὶ οὐκ ἐκείνης οὖσα ἀλλ’ ἑαυτῆς τὴν ψυχὴν ποιουμένη, οὐδ’ ἐπ’ ἐκείνης ἑδραζο‐ | |
20 | μένη ἀλλ’ ἐν αὑτῇ ταύτην ἑδράζουσα. ἀλλ’ οὐδὲ αὖθις ἡ ψυχὴ τῷ νῷ αὑτὴν ἐπερείσασα τῆς οἰκείας αὐτοκινησίας ἐξέστηκεν· οὖσα γὰρ ὅπερ | |
ἐστὶν αὐτοκίνητος ἐπιρρώννυται μᾶλλον ἐκεῖθεν καὶ ἀκριβέστερον | 94 | |
96 | κέχρηται ταῖς δυνάμεσιν. εἰ γὰρ καὶ ἄγραφον γραμματεῖον ὁ Ἀριστοτέλης τὴν ψυχὴν ἀπεφήνατο, ἀλλὰ οὐ τοῦτο οἴεται, μὴ μετέχειν μὲν αὐτὴν τῶν ἀύλων εἰδῶν ἐν τῷ τῆς οὐσίας λόγῳ, ἄνωθεν δὲ αὐτῇ παρὰ τοῦ νοῦ ἐντυποῦσθαι τὰ ἀπόρρητα γράμματα, ἀλλ’ ὡς ἔχουσα ἀσαφῶς τε καὶ | |
5 | ἀμαθῶς διὰ τῆς νοερᾶς ἐπιβολῆς καὶ ἐλλάμψεως καθαρῶς προσβάλλει καὶ διαυγῶς. ἀλλ’ οὐδὲ ὅπερ φὴς ὁ παντέλειος αὐτῇ νοῦς ἀρκεῖ πρὸς τὴν ἀποπλήρωσιν τῶν θειοτέρων εἰδῶν· ἐκεῖνος γὰρ ἀμέθεκτος παντάπασι καὶ ἥτις ἑτέρα κρείττων οὐσία, ὁ δὲ ἐν ψυχῇ νοῦς ὑφειμένος ἐκείνου καὶ μετεχόμενος, προεστηκὼς μὲν τῆς ψυχικῆς οὐσίας καὶ καταλάμπων αὐτήν. | |
10 | Μὴ τοίνυν τούτων οὕτω διωρισμένων ταὐτὸν νοῦν καὶ ψυχὴν ὑπολάμ‐ βανε. ὁ μὲν γὰρ ἀκίνητος, ἡ δὲ αὐτοκίνητος, καὶ ὁ μὲν αἰώνιος καὶ τὴν οὐσίαν καὶ τὴν ἐνέργειαν, ἡ δὲ τῇ μὲν οὐσίᾳ ἕστηκε, μεταβάλλει δὲ ταῖς ἐνεργείαις, καὶ ὁ μὲν ἀεὶ τοῖς κρείττοσι πρόσεστι γένεσιν, ἡ δὲ κατὰ τὴν διπλῆν ἑαυτῆς δύναμιν ἐφ’ ἑκάτερα βλέπει καὶ νῦν μὲν τῷ κρείττονι μέρει, | |
15 | νῦν δὲ θατέρῳ κατάγεται, καὶ ὁ μὲν μὴ κινηθεὶς ἔχει τὸ νοούμενον, ἡ δὲ οὐ‐ δὲν ἂν τῶν ὄντων συμπερανεῖ μὴ κινηθεῖσα διὰ προτάσεων. ἵνα δὲ μὴ παν‐ τάπασιν τὴν τοῦ ὀφθαλμοῦ ἀναλογίαν ἐπὶ τῆς ψυχῆς ἀπωθώμεθα, ὁ μὲν ἀκριβεστέρα τις οὐσία τῆς ψυχῆς ἔστω τε καὶ λεγέσθω· τὴν δὲ ἐκεῖθεν ἐνδιδομένην ἔλλαμψιν τῇ ψυχῇ εἴ τις ὀφθαλμὸν ἐκείνης καλεῖν βούλοιτο, | |
20 | οὐ πάντη μεμψόμεθα. | |
21t | [De colligatione animae cum corpore] | |
22 | Οὐ φυσικοῖς μόνον δεσμοῖς, ὡς ᾠήθης, ἀλλὰ καὶ δημιουργικοῖς λόγοις ἡ ψυχὴ πρὸς τὸ σῶμα συνδέδεται· ὥστε οὐδὲ διαλύεται τὸ σύνθετον ἐξ | |
ἀμφοῖν ἀεὶ τῶν φυσικῶν χαλωμένων δεσμῶν, ἀλλ’ ἀντισχύοντες οἱ | 95 | |
97 | δημιουργικοὶ βιώσιμον ἔτι τὸ ζῷον ἐργάζονται. πολλάκις δὲ καὶ τῆς φύσεως ἀπειρηκυίας ὁ δημιουργικὸς λόγος τὴν παρ’ ἑαυτοῦ ἐπιβληθεῖσαν δέσιν ἀνίησιν, οὐχ ὡς ἑπόμενος ταύτῃ ἀλλ’ ὡς κατάρχων αὐτῆς. ἐπειδὴ γὰρ καὶ φύσις τὰς ἡμετέρας συνδεῖ πρὸς τὸ σῶμα ψυχὰς καὶ πρὸ ταύτης | |
5 | θεός, διὰ ταῦτα ἔχει τινὰ καὶ αὕτη πρός τε τὴν σύνθεσιν καὶ πρὸς τὴν λύσιν συντέλειαν. ἀλλ’ ὁ μὲν ἐκ ταύτης δεσμὸς ὑποπίπτει τοῖς φυσικοῖς, καὶ διαλύονταί γε τὰ ζῷα πῇ μὲν θάλπεσιν ἐξαισίοις, πῇ δὲ ὑπερβολαῖς ψύξεων, καὶ τοῦτο οὐ πάντοτε, ἀλλ’ ἡνίκα ἐπιτάξει θεὸς ὁ καὶ τῆς φύσεως δημιουργός· ὁ δέ γε λόγος καὶ τὴν φύσιν ἀπαγορεύσασαν ἐπιρ‐ | |
10 | ρωννύει πολλάκις καὶ τῶν ἔξωθεν φυσικῶν κατακρατεῖ αἰτιῶν. καὶ οἱ μέν γε φυσικοὶ δεσμοί, εἰ μή τις ἔξωθεν σφοδρότητος ἐπέλθοι αἰτία, κατὰ βραχὺ ἀνεῖνται, καὶ ἐπὶ τούτοις τὸ μὲν ζῷον ψυχορραγεῖ· οἱ δέ γε δημιουρ‐ γικοὶ ‘ἐν ἀτόμῳ ἢ ῥιπῇ ὀφθαλμοῦ‘, ὅ φησιν ὁ θεῖος ἀπόστολος, τὴν λύσιν τῷ ζῴῳ ἐπάγουσιν. ἔστι δέ τις καὶ παρ’ ἡμῖν αἰτία τῆς διαλύσεως, οὐκ | |
15 | ἔξω μὲν οὔτε τῆς φύσεως οὔτε τῆς θειοτέρας δυνάμεως πίπτουσα, ἀλλ’ ὅμως οἰκείαν περιγραφὴν τὴν κατὰ προαίρεσιν ἡμῶν διέξοδον ἔχουσα. οἱ γὰρ ἑαυτοὺς ἀπάγχοντες ἢ κατὰ πελάγους ῥιπτοῦντες καὶ φυσικῶς καὶ οὐ φυσικῶς ἀποθνῄσκουσιν· οὐ φυσικῶς μὲν ὅτι ἰσχύοντος ἔτι τοῦ τῆς φύσεως δεσμοῦ ἑαυτοὺς παρὰ ταύτην χωρίζουσι τῆς ζωῆς, | |
20 | φυσικῶς δὲ ὅτι ἡ στραγγάλη περιλαβοῦσα τὸν τράχηλον καὶ τόν γε αὐλὸν τοῦ πνεύματος συμπιέσασα ἀπέσφιγξέ τε τὸν ἀγχόμενον καὶ ἀπώλεσε. καὶ τριῶν τούτων ἀρχῶν ἐμφανταζομένων ἡμῖν, τῆς τε πρώτης καὶ κρείττονος, τῆς φυσικῆς τε καὶ τῆς ἐν ἡμῖν, οὐκ ἔστι καθαρῶς καὶ ἀπολύτως περὶ ἑκάστης εἰπεῖν· τοῦτο μὲν ὅτι μηδὲ δυνατὸν ἡμῖν διευ‐ | |
25 | κρινῆσαι τὰς τοιαύτας αἰτίας, τοῦτο δὲ ὅτι καὶ διάλληλός ἐστιν ἡ μίξις αὐτῶν. πλὴν ἡ δημιουργικὴ πρωταίτιός ἐστι καὶ οὐχ ὑπάγεται ταῖς ἑτέραις, ἀλλὰ ταύτῃ μὲν βουλομένῃ τόδε τι δρᾶσαι ἡ φύσις ὑπείκει, πρὸς δέ γε ταύτην ἀντίθετος ἐκείνη κατὰ λόγους ἀπορρήτους γίνεται. Οὐδὲν οὖν καινὸν εἰ καὶ φυσικῶς ζῶντες καὶ ταῖς ὥραις τρεπόμενοι καὶ | |
30 | ταῖς ὑπερβολαῖς τούτων τῶν ἐντεῦθεν ἀπολυόμεθα. μὴ θαυμάσῃς δὲ εἰ μὴ καὶ πάοαις βολαῖς ἀπολλύμεθα· ὁ γὰρ τὴν ψυχὴν ἐν τῷ σώματι συνδήσας θεὸς οὐχ ὁμοίως πᾶσι τοῖς μέρεσι τούτους συνέδησεν, ἀλλὰ τοὺς μὲν ζωτικούς, τοὺς δὲ προαιρετικοὺς ἀπειργάσατο, τοὺς δ’ ἄλλως ἐπέθηκεν ἀμφοῖν τοῖν μεροῖν. ὅθεν οἱ μὲν λυόμενοι τὸ ζώπυρον τῆς | |
35 | ἡμετέρας γνώμης ἀποσβεννύουσιν, οἱ δὲ τὸ βιώσιμον τῆς ζωῆς ἀπολλύου‐ | |
σιν, οἱ δ’ οὐδὲν τοιοῦτον ἐργάζονται, ἀλλὰ καὶ τῶν μερῶν ἡμᾶς ἀκρωτη‐ | 96 | |
98 | ριάζοντες οὔτε ταῖς γνώμαις ἐπισκοτοῦσιν οὔτε τὴν ζωὴν ἀφαιροῦνται. μὴ οὖν συγκέχυσο περὶ 〈τὰσ〉 τρεῖς ταύτας αἰτίας περιπλανώμενος, ἀλλὰ διευκρίνει ἑκάστην ὁπόσον δυνατὸν καὶ μετ’ ἀλλ[ήλων] συμπάσας θεώρει. εἰ δὲ μὴ καθόλου τὴν φύσιν νικῴη θεός, καινὸν οὐδέν, ἀλλὰ καὶ μάλιστα | |
5 | εὔλογον· οὓς μὲν γὰρ κατὰ φύσιν συνέστησεν, οὐδὲ τῶν φυσικῶν ἀπολύει δυνάμεων, οἷς δὲ ὑπὲρ φύσιν τὴν ζωὴν ἀπεκλήρωσε, τούτοις νεωτέραν τὴν διεξαγωγὴν ἀποδέδωκεν. | |
8t | Περὶ τοῦ πῶς ἡ ψυχὴ τοῦ σώματος εἰσκρίνεται καὶ πῶς διαλύεται | |
9 | Ὁ τῆς εἰσκρίσεως τῶν ψυχῶν τρόπος, ὣς δὲ καὶ τῆς ἐντεῦθεν τούτων | |
10 | ἀπολύσεως ἢ διαιρέσεως, ἀπορώτατα ἄμφω ἢ δυσδιάλυτα· τῆς τε γὰρ πρώτης συζυγίας τοῦ κράματος ἡμῶν 〈οὐδ〉εὶς τῶν πάντων διασώζει τὴν μνήμην, ἥ τε λύσις ἑκάστου τῶν ζῴων μέλλουσά ἐστι καὶ γινομένη. πῶς οὖν ἄν τις ἀποδοίη λόγον ὧν μήτε μέμνηται μήτε πεπείραται; ἀλλ’ ἐπειδὴ οὐδὲν ἀνάλωτον φιλοσοφίᾳ, ἀλλὰ καὶ τὰ ἄρρητα ταύτῃ ῥητὰ καὶ ἐκκείμενα | |
15 | τὰ ἀπόρρητα, παρ’ αὐτῆς συλληπτέον τῶν ἠπορημένων τὰς ἐπιλύσεις. Καὶ πρῶτόν γε τὴν εἴσκρισιν μὴ σωματοειδῆ ὑπολάμβανε, μηδὲ οἴου τὴν ψυχὴν φερομένην ἄνωθεν ἐξ ἀνάγκης τῷ σώματι συνδυάζεσθαι, μηδὲ διὰ χρονικῆς τούτῳ εἰσπνεομένην κινήσεως μηδὲ κάτωθεν ἑλκομένην ἢ ἀναπνεομένην μηδ’ ἐξ ἀέρος ἁρπαζομένην, ἀλλὰ μηδὲ ὡς διὰ θυρωμάτων | |
20 | τῆς ῥινὸς ἢ τοῦ στόματος πόρων ἢ τῶν ἀδήλων εἰσάγουσαν αὑτήν. οὐδὲ ἡ τοῦ οὐρανοῦ περιδίνησις τὰ ὅμοια τοῖς ὁμοίοις συνάγουσα συνωθεῖ τὴν ψυχὴν εἰς τὰ σώματα, οὐδὲ ῥεῦμα οὐράνιον ἐξ ἀνατολῆς προϊὸν εἰσελαύνει ταύτην ἢ εἰσωθεῖ· οὐ γὰρ ὥσπερ ἐξ ἀποστήματος οὐδὲ διὰ περιόδου οὐδὲ κατὰ βραχὺ κινουμένη τῷ σώματι συνδυάζεται. ἀλλ’ ἵνα σοι παραδείγ‐ | |
25 | ματι χρήσομαι, ὥσπερ ἡ ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι πρόοδος ἀθρόα τίς ἐστι καὶ ἄνευ κινήσεως, καὶ ὥσπερ ἐξ ἡλίου ἀνατείλαντος ἐξαπιναίως πάντα πεφώτισται καὶ μάλιστα ὁ περιέχων ἀήρ, καὶ ὥσπερ αἱ ἡρμοσμέναι | |
χορδαὶ αὐτίκα τῆς ἁρμονίας μετειλήχασιν, καὶ ὥσπερ ὁ νάφθας ἐξάπτεται | 97 | |
99 | τῷ πυρὶ τοῦ μέσου πυρωθέντος ἀέρος, οὕτω δὴ καὶ τὸ σῶμα ἀθρόον ὑπὸ τῆς ψυχῆς ἀνάπτεται καὶ καταλάμπεται καὶ πλῆρες τῶν γνωστικῶν ἐκείνης καὶ γονίμων δυνάμεων γίνεται, οὐ κατὰ βραχὺ διαχεομένης αὐτῆς εἰς τὰ τούτου μέρη, οὐδὲ πρῶτον ἐνιδρυμένης εἰς καρδίαν ἢ εἰς ἧπαρ ἢ | |
5 | εἰς ἐγκέφαλον, εἶτ’ ἐκεῖθεν διαρρεούσης, ἀλλ’ ὁμοῦ τὸ σύμπαν διαλαβούσης καὶ ἀθρόον καταλαμψάσης. ὁ δὲ πρὸς τὸ σῶμα ταύτης δεσμὸς λόγοι ἁρμονικοὶ καὶ εἰδῶν ὑποστάσεις ἀπό τε τῆς ὅλης φύσεως ἀπό τε μερικῆς ἀπό τε τῶν πατρικῶν λόγων καὶ τῶν ἐμψυχιῶν καὶ τῶν ἐντελεχειῶν, τῆς τε συνοχῆς τοῦ εἴδους καὶ τῆς τοῦ σώματος ἐπιτηδειότητος κρείττοσι | |
10 | κατεσκευασμένων δυνάμεσιν. ἐνεργοῦσιν δὲ παρὰ τὴν σύνοδον ἀγγέλων ἐπιστασίαι, ὁμοῦ τε κατατάττουσαι τὴν ψυχὴν καὶ φυλάττουσαι. καὶ ὁ μὲν τῆς εἰσκρίσεως τρόπος οὗτος. Ὁ δέ γε τῆς διαλύσεως· ὁ τὴν φυλακὴν ταύτης ἐμπεπιστευμένος ἄγγελος ἄνωθεν εἰληφὼς τῆς λύσεως τὸ ἐνδόσιμον νοητῷ φωτὶ ἀρρήτως | |
15 | ἐπιλάμψας αὐτῇ, τοῦ σώματος ἤδη ἀνεπιτηδείου γεγονότος πρὸς τὴν ταύτης ὑποδοχήν, ἀποδιαλυθείσης τῆς συμφωνίας καὶ τῶν ἁρμονικῶν λόγων ὑποχωρησάντων, ὁμοῦ τε συνήγαγε καὶ τῷ συγγενεῖ φωτὶ ἐφελ‐ κύσατο ἀπὸ τῆς ὑλικῆς αὐτὴν συνελὼν ἀοριστίας καὶ πρὸς τὴν ὑπέρφωτον ἐκροιζήσας αὐγὴν καὶ πλήρη τοῦ θείου πυρὸς ἐργασάμενος· νῦν γάρ σοι | |
20 | οὐ φιλοκρινῶ τὰς διαφορὰς τῶν ψυχῶν, ἀλλ’ ἐξακριβοῦμαί σοι τὴν ἀρίστην. ὥσπερ οὖν ἀθρόα ἡ σύνοδος γίνεται, οὕτω δὴ καὶ ἡ διάζευξις. καὶ εὐπερίγραφον μὲν οὐκ ἂν θαρρήσας εἴποιμι τὴν ψυχὴν οὐδ’ ἀκίνητον παντάπασιν, ἀμερῆ δὲ καὶ ταχὺ ἐξαλλάττουσαν καὶ πρὸς τὰς ἀνόδους ἢ καθόδους μὴ δεομένην χρονικῆς παρατάσεως. | |
25t | Περὶ ψυχῆς | |
26 | Ἠρώτησας περὶ τῆς ἀπολυομένης ψυχῆς τοῦ σώματος, εἴτε αὐτίκα πρὸς τοὺς οἰκείους κλήρους χωρεῖ εἴτε τισὶν ὁδηγοῖς χρῆται πρὸς τὴν τούτων | |
ἀποκατάστασιν. περὶ γοῦν τούτου θαρρούντως δὴ ἀποκρίνομαί σοι, ὅτι | 98 | |
100 | ὥσπερ δυνάμεις τινὲς κρείττους ἐκείνης {τοῦ σώματος} τῆς μετὰ σώματος αὐτῇ ζωῆς προΐστανται καὶ συναρμοζομένης πρὸς γένεσιν κηδεμόνες παρὰ θεοῦ πέμπονται, οὕτω δὴ καὶ διαιρεθεῖσαν ἕτεραι τῶν προτέρων βελτίους ἀνάγουσι, τῆς τε δημιουργίας ὑπηρέτιδες καὶ διάκονοι τῶν εἰς τὰς οἰκείας | |
5 | ἑκάστῃ λήξεις ἀποκαταστάσεων. οὐχ οὕτω δὲ παρὰ τῶν τοιούτων δυνάμεων ἡ ψυχὴ ἄγεται ὥσπερ ἑτεροκίνητόν τι εἶδος πρὸς ὅ τι τύχοι τοῖς ἄγουσιν ἐφελκόμενον, ἀλλὰ τότε μᾶλλον τῇ ψυχῇ διαλάμπει τὸ αὐτοκίνητον καὶ τοῖς ἡγεμόσι συνεξορμᾷ καὶ ἀπλανῶς συνεφέπεται. Καὶ πᾶσα μὲν πρὸς τὸν ὑπερκόσμιον ἄνεισι χῶρον, εἴτε φαύλως | |
10 | βεβίωκεν εἴτε γενναίως πρὸς τὴν φύσιν ἀντηγωνίσατο. ἀλλ’ ὅσαι μὲν ἀχράντους διασεσώκασιν ἑαυτὰς ἐν τῇ πρὸς τὸ σῶμα ἑνώσει καὶ τοῦ γεννήσαντος πατρὸς οὐδ’ ὁπωστιοῦν ἐπελάθοντο, ἀλλὰ ταῖς πρὸς αὐτὸν μνήμαις ἐν τῇ εἰκόνι διατετηρήκασι τὸ παράδειγμα, ὑπερκοσμίους τὰς λήξεις λαγχάνουσι, καὶ ἔστιν αὐταῖς αὐλὴ καὶ λειμὼν καὶ παράδεισος ἡ | |
15 | ὑπερφυὴς τάξις τῶν ὄντων καὶ ἡ τῶν θείων ἀγαθῶν ἀποκλήρωσις. ὅσαις δὲ παρ’ ἔλαττον τούτων γέγονεν ἡ ζωή, ἢ καὶ παντάπασιν αὗται τοῦ σώματος ἐπεθύμησαν, ταύταις προκάλυμμα γίνεται τὸ περιφερὲς τοῦ οὐρανοῦ σῶμα καὶ περὶ τὰς αἰθερίους μερίδας ἀποκληροῦνται καὶ κατα‐ τάττονται, αἷς ἑαυτὰς ἐνταῦθα δεδώκασι φύσεσι, ταύταις ὑποταττόμεναί | |
20 | τε καὶ φυλαττόμεναι, καὶ τὸ μὲν ἀκριβὲς οὐκ ἔχουσαι οὔτε τῆς τῶν κρειττόνων μετοχῆς οὔτε τῆς τῶν χειρόνων, ἴχνη δέ τινα ἢ τοῦ καλοῦ ἢ τοῦ ἐναντίου φανταζόμεναι καὶ προβλέπουσαι, τοσοῦτον κινούμεναι καί τισιν ἐν ὀνείρασι συγγινόμεναι ὁπόσον οἱ ἡγεμόνες αὐταῖς ἐπιτρέπουσι, κατὰ θείαν τινὰ βούλησιν τοῦτο ποιούμεναι. οὐ πᾶσαι δὲ πάσας ἐπίστανται, | |
25 | ἀλλ’ αἱ τὸν αὐτὸν λαχοῦσαι κλῆρον τὰς ἀλλήλων ἴσασι τάξεις· ὁμιλοῦσι δὲ | |
οὐδαμῶς, ἀλλ’ ἔστιν αὐταῖς διάλογος τὰ ἀλλήλων νοήματα. | 99 | |
101(1t) | [De illuminatione] | |
2 | Ἀπαράδεκτόν σε ἀεὶ τοῦ τοιούτου κατανοῶ θεωρήματος περὶ οὗ καὶ αὖθις ἠπόρησας. τὰς γὰρ οὐσίας τῶν ὄντων δεχόμενος ἐλλάμψεις αὐτῶν καὶ ἰνδάλματα οὐ προσίεσαι. ἀλλ’ ἴσθι ὡς οὐδεμία τῶν οὐσιῶν προσφυὴς | |
5 | ἑτέρᾳ ἂν ἐγεγόνει οὐσίᾳ, εἰ μή τις ἀφ’ ἑκάστης πρόδρομος προϊοῦσα ἔλλαμψις ὑποδοχή τις ὥσπερ τῇ καταπεμψάσῃ φύσει ἐγίνετο. οὔτε οὖν ὁ νοῦς θεόν ποτε ἐδέξατο, εἰ μὴ μετεσχήκει θεότητος, οὔτε τὸν οὐσιώδη νοῦν ἐχώρησεν ἡ ψυχή, εἰ μὴ μετειλήφει νοερᾶς ἰδιότητος, οὔτε τὸ μεριστὸν σῶμα καὶ σκεδαστὸν καὶ γῆς κατὰ τὸ πλεῖστον ἀναπεπλησμένον | |
10 | δεκτικὸν ἂν ἐγεγόνει τῆς ἀύλου καὶ ἀσωμάτου ψυχῆς, εἰ μή τι ἐκείνης ἴνδαλμα εἰς αὐτὸ καταβεβηκὸς ὑπεδέξατο, οὔτε τῆς πρώτης ἑνάδος αἱ δεύτεραι μετ’ ἐκείνην καὶ τρίται τὴν ἄρρητον ἐδέξαντο δύναμιν, εἰ μή τινος ἑνώσεως θειοτέρας κατηξιώθησαν. ἄλλο γοῦν ἐστι τὸ μετασχεῖν τὴν ψυχὴν τοῦ παντελείου καὶ ὑπερουσίου νοῦ καὶ ἄλλο τὸ κοινωνῆσαι | |
15 | νοερᾶς ἰδιότητος· καὶ κατὰ μὲν ταύτην οὐδεμία τῶν λογικῶν ψυχῶν ἄνους ἐστί (πᾶσαι γὰρ ἀπὸ θεοῦ μετὰ νοῦ γεννηθεῖσαι ἐλλάμψεις τινὰς ἐκεῖθεν εἰς ἑαυτὰς νοερὰς κατεδέξαντο), κατὰ δὲ τὸν παντέλειον καὶ ὑπερούσιον νοῦν πολλαὶ τούτων καθεστᾶσιν ἔρημοι νοῦ. ὅ τε γοῦν πᾶσαν ψυχὴν λογικὴν ἔννουν εἰπὼν καὶ ὁ ἀντιθέτως τούτῳ ἄνουν ἀντειρηκὼς | |
20 | ἀληθεύετον ἄμφω, ὁ μὲν περὶ τῆς νοερᾶς ἐλλάμψεως, ὁ δὲ περὶ τῆς οὐσιώδους ἀποφηναμένω νοήσεως. μὴ οὖν ἀμφίβαλλε περὶ τοῦ δόγματος, ἀκολουθίαν ἢ ἀναγκαστικὴν δύναμιν εἰς παραδοχὴν ἔχοντος. | |
23t | Περὶ τοῦ κακοῦ | |
24 | Ἠρώτησας ἐν τίσιν ὑφέστηκε τὸ κακόν. ἄλλος μὲν οὖν εὐθὺς ἂν ἀπε‐ | |
25 | κρίθη σοι ὡς ἐν τοῖς ἀλόγοις ἐν ἡμῖν πάθεσιν, οἷον θυμῷ καὶ ἐπιθυμίᾳ· | |
ἐγὼ δὲ οὐδὲν τέως προχείρως ἐρῶ, πρὶν ἄν σοι τὸ βάθος ἀναπτύξω τῆς | 100 | |
102 | ψυχικῆς οὐσίας ἡμῶν. ἔσται γάρ σοι ἴσως αὐτόθεν σαφὲς ὅπερ ἐρεῖν βούλομαι. εἰ μὲν οὖν βούλει, δύο γένη ψυχῶν ἡμῖν ὁμολόγησον, τὸ μὲν λογικόν, τὸ δὲ ἄλογον. εἰ δ’ ὡς Ἑλληνικὴν ἀποπτύεις τὴν δόξαν, ἀλλὰ τῆς γε καθ’ ἡμᾶς ψυχῆς δώσεις πάντως τὸ μὲν κατὰ λόγον, τὸ δὲ παρὰ | |
5 | λόγον κινούμενον· ὧν οὐδέτερον κακόν. τὸ μὲν γὰρ κατὰ λόγον, αὐτόθεν καὶ ἡ γνῶσις πρόχειρος, τὸ δὲ παρὰ λόγον, ὅτι τοιαύτην ἔλαχε φύσιν· οὔτε γοῦν τῷ θυμικῷ μέρει τῆς ψυχῆς κακὸν τὸ θυμοῦσθαι οὔτε τῷ ἐπιθυμητικῷ τὸ ἐπιθυμεῖν καὶ τῶν γε χειρόνων, ἄλογοι γὰρ ἀπὸ φύσεως αὐτῶν αἱ ὁρμαί. ποῦ τοίνυν τὸ κακὸν τάξομεν; ἐν τῇ πρὸς ἄμφω συγκράσει· | |
10 | καθ’ ἑαυτὰ μὲν γὰρ εἴ τις διέλοι, κακίας ἀμέτοχα, σὺν ἀλλήλοις δὲ οὖσι παρυφίσταται τὸ κακόν, ὁπηνίκα τὸ ἄλογον τῆς ψυχῆς μέρος μὴ ὑπακούῃ τῷ λόγῳ. ἐπεὶ καὶ ἡ νόσος, ὣς δὲ καὶ τὸ αἶσχος, οὔτε ἐν τῇ ὕλῃ οὔτε μὴν ἐν τῷ εἴδει συνίστασθαι πέφυκεν, ἀλλ’ ἐν τῇ πρὸς ἄλληλα μίξει, ὅταν ἀκρατὴς ἡ ὕλη τῷ εἴδει γένηται. οὐ τοίνυν παρὰ τῷ δημιουργῷ ἡ κακία, | |
15 | ἀλλὰ παρὰ τὰς τῆς ψυχῆς ἡμῶν αἱρέσεις τὴν ἀνύπαρκτον, ἵν’ οὕτως εἴποιμι, ὕπαρξιν εἴληχε. | |
17t | Περὶ ψυχῆς | |
18 | Ἠπάτησαι καὶ αὐτὸς μετὰ τῶν πολλῶν οἰόμενος τὴν ψυχὴν ἐν τῇ τοῦ συνθέτου λύσει κατὰ βραχὺ τοῦ σώματος ὑπαναχωρεῖν, μαρτυρόμενος τῷ | |
20 | κατεψῦχθαι τὰ ἄκρα καὶ παντάπασιν ἀναισθητεῖν τῶν μὴ ἐξάπινα τελευ‐ τώντων, ὥσπερ ἀπὸ τῶν περάτων τοῦ σώματος ἀρχομένης αὐτῆς συστέλ‐ λεσθαι καὶ κατὰ μέρος ἑλίττεσθαι, ἵν’ ἐπειδὰν ὅλη πρὸς τὴν καρδίαν συσπειραθῇ καὶ οἷον εἰπεῖν συνουσιωθῇ, ἀθρόον ἀποπνευσθείη. τὸ | |
δ’ οὐχ οὕτως ἔχει· ἀλλ’ ὥσπερ ἀχρόνως ἐπιλάμπει τῷ σώματι δίκην | 101 | |
103 | ἡλίου ἐξάπινα τὸν ἀέρα καταφωτίζοντος, κατὰ τὸν αὐτὸν λόγον ἐκεῖθεν ἀφίπταται. ἀμερὴς δὲ οὖσα καὶ ἀδιάστατος, ἀμερῶς καὶ ἀδιαστάτως καὶ τῷ σώματι σύνεστιν. οὔκουν ἐκτείνεται τούτῳ οὐδὲ διίσταται, ἀλλὰ καὶ ὅλον δι’ ὅλου ψυχοῦσα οὐδὲν ἧττον ἐφ’ ἑαυτῆς ἕστηκε. | |
5 | Τί ποτ’ οὖν τὸ συνεκτεταμένον τῷ σώματι καὶ ζωοῦν αὐτό; ἡ φύσις καὶ ἡ ἄλογος ζωὴ καί, ὥς τισι τῶν φιλοσόφων ἔδοξεν, ἡ τελειότης καὶ συνοχὴ τοῦ σώματος, ἣν ἐμψυχίαν καὶ ἐντελέχειαν οἱ περὶ τὸν Ἀριστοτέλην κατωνομάκασιν. αὗται γὰρ αἱ δεύτεραι καὶ θνηταὶ ζωαὶ καὶ τῷ σώματι διιστάμεναι ἐν τούτῳ κατασπαρεῖσαι, ἀθρόον τὴν ψυχὴν ἐπιλάμψασαν | |
10 | ὑποδέχονται· οὐ γὰρ ἦν εὐπρεπὲς ἄνευ τινὸς προσφυοῦς τοῖς ἄκροις μεσότητος προσομιλῆσαι τῷ παχεῖ σώματι. ἡ τοίνυν φύσις διὰ παντὸς ἐκταθεῖσα τοῦ σώματος, ἐπειδὴ συναπολήγει τῷ ἰδίῳ ὀχήματι, πρὸ τῆς παντελοῦς ἀποπνεύσεως τοῦ συνθέτου τοῖς ἀκρωτηρίοις ἐναποσβέννυται. οὐ γὰρ ἐκεῖθεν ὑποχωρεῖ, ἦν γὰρ ἂν ἀθάνατος ἐπανερχομένη πρὸς ἑαυτήν. | |
15 | ἡ δέ γε ψυχὴ τοῦ μέσου τούτου διαλυθέντος δεσμοῦ ὥσπερ ‘ἐν ἀτόμῳ ἢ ῥιπῇ ὀφθαλμοῦ‘, ὅ φησιν ὁ ἀπόστολος, ἔξεισι τοῦ σώματος. | |
17t | Εἰ ἄρα μετὰ τῶν οἰκείων σωμάτων ἤγουν τῆς αὐτῆς ὕλης ἀναστησόμεθα | |
18 | Ἐπεὶ πᾶσα οὐσία σωματικὴ ἐξ ὕλης [τέ] ἐστι καὶ εἴδους, ὧν τὸ μὲν κρεῖττόν ἐστι, τὸ δὲ χεῖρον, καὶ κρεῖττον μέν ἐστι τὸ εἶδος, χεῖρον δὲ ἡ | |
20 | ὕλη, καὶ ᾧ διαφέρει τῶν ἄλλων τοῦτό ἐστιν αὐτό (οὐδὲ γὰρ ἄνθρωπος ἐκ τῆς ὕλης ἄνθρωπος ὀνομάζεται, οὔτε βοὸς 〈ἢ〉 ἵππου διαφέρει κατὰ τὴν | |
ὕλην), ἀλλὰ καὶ ἡ ὕλη μὴ ὄν τι λέγεται τοῖς πρώτοις φιλοσόφοις, ὃ δὲ μὴ | 102 | |
104 | ὄν ἐστιν ὕλη, ὡς δέδεικται, ὂν δὲ τὸ εἶδός ἐστιν, ἔσται ὁ ἄνθρωπος ἀληθῶς τὸ εἶδος. καὶ τοῦτο μὲν ἐκ τῆς πρώτης γενέσεως μέχρι τῆς παντελοῦς φθορᾶς ἐν ἡμῖν ὑπάρχει ἀμεταβλήτως καὶ ἀμεταθέτως· ἡ δὲ ὕλη οὐκ ἀεί ἐστιν ἐν ἡμῖν ἡ αὐτή, ὥσπερ οὐδὲ ὄνυχες οἱ αὐτοὶ ἢ τρίχες. | |
5 | ἀλλὰ οὐ διὰ τοῦτο οὐκ ἐσμὲν οἱ αὐτοί, ὅτι τὴν πρώτην ἀποβαλλόμεθα ὕλην· ἀεὶ γὰρ ἡ ὕλη φθείρεται, καὶ ἡμεῖς οὐ φθειρόμεθα ὡς μένοντος τοῦ εἴδους μέχρι τινός. ἐπὰν δὲ τούτου γένηται φθορά, τότε καὶ ἡμῶν ἔσται φθορὰ ὡσαύτως· τὸ γὰρ εἶδος ἡμεῖς. Τοῦτό μοι νόει καὶ ἐπὶ τῆς ῥηθείσης ἀπορίας· οὐ γὰρ τὸ ἡμέτερον εἶδος | |
10 | εἰς λέοντα ἢ κύνα μεταβάλλειν δυνατὸν ἢ εἰς ἕτερόν τι τῶν ἄλλων θηρίων, ἀλλ’ ἡ ὕλη ἴσως ἣν οὐκ ὂν ὁ λόγος ἀπέδειξεν. ἀναστήσεται οὖν τὰ ἡμέτερα σώματα καὶ οὐδὲν ἔσται τὸ κωλῦον διὰ τὸ μὴ ὡρισμένην τὴν ἐν αὐτοῖς ὕλην ὑπάρχειν. | |
14t | Τοῦ αὐτοῦ· τίνα τρόπον ὁ Πλάτων οἴεται εἰσοικίζεσθαι τὰς ψυχὰς τοῖς | |
15t | τῶν ἀλόγων ζῴων σώμασι, πρὸς τὸν εὐσεβέστατον βασιλέα κῦρ Ἀνδρόνι‐ | |
16t | κον {τὸν Παλαιολόγον} | |
17 | Τίνες ποτέ εἰσιν οἱ τολμῶντες νῦν ἑρμηνεύειν τὸν Πλάτωνα καὶ τὰς περιόδους αὐτῷ τῶν ψυχῶν ἐξηγεῖσθαι τάς τε καθόδους καὶ τὰς ἀνόδους, | |
καὶ πῇ μὲν τὰς 〈διὰ〉 τοῦ αἰθέρος ἀναγωγάς, πῇ δὲ τὰς διὰ τοῦ ᾅδου | 103 | |
105 | περιαγωγάς, καὶ ὁπόσα ἐκεῖνος διάφορα ἐν τοῖς διαφόροις λόγοις περὶ τῶν ψυχῶν ὑποτίθεται, καὶ μάλιστα ἅπερ ἐν τῷ Τιμαίῳ, ἵν’ οὕτως εἴπω, διαμυθολογεῖ, Κωκυτοὺς καὶ Ἀχέροντας ῥεύματά τε θολερὰ καὶ δύσβατα καὶ ἕτερ’ ἄττα τὰς ψυχὰς τῶν ἀνθρώπων καταδειμαίνοντα ἐν τούτῳ τῷ | |
5 | λόγῳ τερατευόμενος; κἂν αὐτός τι περὶ τἀνδρὸς ἐρῶ, οὐκ ἂν οὐδ’ ἐμαυτὸν συμπείσαιμι ὡς συννενόηκα τὰ ἀπόρρητα τοῦ ἀνδρός, εἰ μὴ ὅτι κατα‐ μαντεύομαι τῶν ἐκείνου δογμάτων. Οὔτε οὖν τὸ στόμιον τοῦ ᾅδου παρ’ αὐτῷ ἀληθεύεται οὔτε ἡ ἐν ᾅδου διατριβὴ τῶν ψυχῶν οὔτε ἄλλο τι τῶν ὅσα σωματικὰ ἐκείνῳ καὶ ἔνυλα | |
10 | περὶ ἀσωμάτου καὶ ἀύλου φύσεως. ἀλλ’ ἐπειδὴ διττὸν παρ’ ἐκείνῳ γένος τῶν ψυχῶν, τὸ μὲν λογικόν τε καὶ νοερόν, τὸ δ’ ὑποτεταγμένον τούτοις, ἑτεροειδὲς δὲ παρὰ τὰς τῶν ἑτέρων ζῴων ψυχάς, καὶ τὸ μὲν ἄνωθεν ἀπὸ τοῦ δημιουργοῦ κάτεισι, τὰ δὲ ἀπὸ τῆς ἀστρῴας τάξεως καὶ δυνάμεως καὶ τῶν ὡς ἐκεῖνός φησι ‘νέων θεῶν‘, σχίζεται περὶ ἄμφω τὼ γένει, καὶ τοὺς | |
15 | μὲν τῷ λόγῳ προσαλλήλους καθαρμόζει τῇ γενναίᾳ ψυχῇ, τοὺς δὲ τῇ ἀπὸ τῶν δευτέρων ὑποστάσει δημιουργῶν. καὶ ἐπειδὴ ἡ μὲν πρώτη ψυχὴ νοερά ἐστι μόνως καὶ λογική, ἡ δὲ ἑτέρα ἐκ τῶν τεττάρων τούτων στοι‐ χείων συνήρτηται, δόξης, φαντασίας, αἰσθήσεως, φύσεως, αἵτινες δὴ τῶν δυνάμεων οὐκ εὐθεῖαν περαίνουσιν, ἀλλὰ κλάσεις τινὰς καὶ στροφὰς | |
20 | ποιοῦνται περὶ αὐτάς, περὶ μὲν τῆς πρώτης οὐδέν τι καινοτομεῖ, τὴν δέ γε δευτέραν ψυχήν, ἅτε δοξαστικῇ χρωμένην τροφῇ καὶ τὸ τῆς φαντασίας εἶδος προβεβλημένην κατὰ τὴν ἐλάττονα πρότασιν καὶ τὰ πολλὰ αἰσθήσεσι χαίρουσαν καὶ οἷον ὑγρὰν καὶ πλαδαρὰν οὖσαν, εἰς τοὺς μυχοὺς κατάγει τῆς γῆς καὶ στομίῳ τινὶ διαπεραιοῦται καὶ διαταράττει ῥεύμασι καὶ | |
25 | δεδίττεται κυμαίνουσι ποταμοῖς καὶ ὁπόσα ἐκεῖνος περὶ αὐτὴν πραγμα‐ τεύεται. ταύτην μέντοι γε τὴν ψυχήν, μὴ συμπορευθεῖσαν τῇ πρώτῃ, ἀλλ’ ἢ φιληδόνως ἢ φιλοχρημάτως ἔχουσαν ἢ ἄλλῳ τῳ τῶν παθῶν καταθελχθεῖσαν, καὶ ἀλόγοις ἐφιστάνει σώμασιν· ἀλογωθεῖσαν γὰρ | |
τρόπον τινὰ ὑπὸ τῶν παθῶν εἰκότως καὶ τῷ ἀλογωτέρῳ συμβεβλῆσθαι | 104 | |
106 | μέρει. ἡ δέ γε λογικὴ κἂν τῇ ἀλόγῳ συνακολουθήσῃ ψυχῇ, ἐπειδὴ οὐ μεθίσταται πρὸς ἐκείνην τὴν φύσιν, πῶς ἂν ἀλόγου προσταίη σώματος; εἰ γὰρ τὸ ὄργανον οἰκεῖον δεῖ εἶναι τῇ ἐφεστηκυίᾳ ψυχῇ, πῶς ἂν τὸ ἄλογον σῶμα τῇ λογικῇ ψυχῇ προσαρμόσειεν; | |
5 | Εἰ δέ τις καταμωκᾶσθαι βούλεται Πλάτωνα, τοῦτον μὲν οὐκ ἂν μεμψαίμην ἐγώ· τί γάρ μοι καὶ Πλάτωνι ἢ ἑτέρῳ φιλοσόφῳ Ἕλληνι τὴν ἀλήθειαν διαψευδομένῳ; τοσοῦτον δὲ ὑπεραγωνισαίμην τἀνδρός, ὅτι καὶ τὴν λογικὴν ψυχὴν τοῖς πάθεσι διαμορφωθεῖσαν ἰδὼν ὁ σοφός, ὡς τὴν μὲν λεοντώδη γενέσθαι διὰ τὸν θυμόν, τὴν δὲ ἄλλῳ τῶν ζῴων οἰκειωθεῖσαν | |
10 | διὰ τὰς ἐμφύτους ἐκείνῳ ἐπιθυμίας, τὴν δὲ διὰ τὴν τῶν κρειττόνων ἀμελετησίαν ἀργὴν καὶ ἄγονον γενομένην καὶ οἷον ἀποδενδρωθεῖσαν, ὥσπερ ἐκεῖνος εἰώθει ἀποκρύπτεσθαι τὰ πολλά, τὴν μὲν εἰς ὄνους κατάγει, τὴν δὲ εἰς ἵππους θυμοειδεῖς, τὴν δὲ εἰς ταύρους ὑβρίζοντας, καὶ ἄλλην εἰς δένδρα κατασπείρει καὶ αὖθις ἑτέραν εἰς θάμνον, πρὸς ὃ ἑκάστη | |
15 | οἰκείως ἔχει ἢ τοῖς πάθεσιν ἢ ταῖς ἀπραξίαις, πρὸς ἐκεῖνο συναρμόττων καὶ συγκολλῶν διὰ τῆς καταλλήλου ἀναλογίας, οὐκ ἐμβιβάζων εἰς οὐδὲν τῶν ζῴων τὴν λογικὴν οὐσίαν καὶ νοεράν· οὐ γὰρ οὗτος ὁ τοῦ Πλάτωνος νοῦς. πῶς γὰρ εἰκός, ἣν ἀπὸ τοῦ πρώτου θεοῦ κατήνεγκε καὶ ὡς ἐκεῖνός φησι ‘τῆς ἀρρητοτάτης ἑνάδοσ‘, καὶ ἣν ἀνακηρύττει ἀφορμὰς ἐκεῖθεν | |
20 | λαβεῖν ἐπιστροφῆς τε καὶ ἀναμνήσεως, ταύτην εἰς τὴν ἐσχάτην φύσιν κατενεγκεῖν καὶ μύρμηκα καὶ θάμνον ποιεῖν τὴν ἀναμαξαμένην τὰς τοῦ πατρὸς δυνάμεις ἁπάσας καὶ μέσην ἱσταμένην τῶν τε ἀμερίστων καὶ μεριστῶν φύσεων καὶ τῶν μὲν οὖσαν εἰκόνα καὶ ἄγαλμα καὶ ἀφομοίωμα, τῶν δὲ παράδειγμα; μάτην γὰρ ἐν αὐτῇ γένοιντο ἢ γεγόνασιν αἱ παρὰ τοῦ | |
25 | πατρὸς ἐμφάσεις, πάντῃ ἀλογωθείσῃ καὶ ἀποδενδρωθείσῃ κατὰ τὸν θαυμάσιον Πλωτῖνον. Οὐ δεῖ οὖν, κάλλιστέ μοι βασιλέων Ἀνδρόνικε, ἀνίπτοις χερσὶν ὅ φασι τὰ Πλάτωνος βιβλία μεταχειρίζεσθαι μηδὲ 〈μὴ〉 πρότερον τοὺς τῆς γλώττης ὀχετοὺς λεάναντας ἀποστοματίζειν τι τῶν ἐκείνου ἢ ἐκ τοῦ | |
30 | παρατυχόντος φθέγγεσθαι. τοῦ γὰρ Ἀριστοτέλους τὴν δεινότητα τῆς | |
οἰκείας φιλοσοφίας προβεβλημένου, οὗτος τὰς ἀλληγορίας καὶ τὰς | 105 | |
107 | ἐμφάσεις προβάλλεται. τῶν γὰρ Μωσαϊκῶν βιβλίων μετεσχηκὼς καὶ ὅσα τῷ Σολομῶντι πεποίηται, ἐκεῖθεν καὶ τὸ ἐμφατικὸν σχῆμα τοῦ λόγου διαμεμελέτηκεν. | |
4t | Τοῦ αὐτοῦ· τίνος χάριν τριμερῆ τὴν ψυχὴν οἱ περὶ Πλάτωνα καὶ Ἀριστο‐ | |
5t | τέλην εἰρήκασι | |
6 | Δύο σοι τὰ ἠπορημένα καὶ ἄμφω γενναῖα καὶ τὸ βάθος τῆς σῆς ψυχῆς ἑρμηνεύοντα. ζητεῖς γὰρ ὅτου χάριν τριμερῆ τὴν ψυχὴν οἱ περὶ Πλάτωνα καὶ Ἀριστοτέλην εἰρήκασιν, ὄντων αὐτῇ καὶ ἑτέρων μερῶν· καὶ εἰ οὕτω καλεῖν βούλονται, διὰ τί μὴ τριδύναμον μᾶλλον αὐτήν, ἀλλὰ τριμερῆ | |
10 | προσηγορεύκασιν· εἰ γὰρ ἀμερὴς αὐτῆς ἡ φύσις, πῶς εἰς μέρη ταύτην οἱ φιλόσοφοι διῃρήκασι; καὶ σὺ μὲν οὕτως ἠπόρηκας, ἡμεῖς δὲ τὸ δεύτερόν σοι τῶν ἐζητημένων πρότερον ὂν καλῶς διηκριβηκότες ὕστερον ἐπὶ τὸ πρότερον ὡς ῥᾷστον ἀναβησόμεθα. Τὴν ψυχὴν οἱ φιλόσοφοι νῦν μὲν ὡς ἀπόλυτον σώματος θεωροῦσι, καὶ | |
15 | ταύτην πολυειδῶς· αὖθις δὲ μετὰ σώματος ἐξετάζουσι, καὶ οὐδὲ οὕτως ἁπλῶς, ἀλλὰ πρὸς τὰ μέτρα τῆς καθόδου καὶ τῆς βαθύτητος, καὶ οὐ τὰς αὐτὰς ἀπολείπουσι δόξας αὐτῇ ἐλευθέρᾳ τε σώματος καὶ μετὰ τῆς τούτου φύσεως ζώσῃ, ἀλλὰ κατὰ τὸν ζωῆς τρόπον συνεξαλλάττουσι ταύτῃ τὰς ἰδιότητας. ἀπόλυτος μὲν οὖν οὖσα τοῦ σώματος συνέστραπταί τε πρὸς | |
20 | ἑαυτὴν ἢ μᾶλλον ἐπέστραπται, καὶ παντάπασίν ἐστιν ἀμέριστος· δῦσα δὲ κατὰ τῆς σωματικῆς παχύτητός τε καὶ διαστάσεως τρόπον τινὰ διέστη καὶ ἐμερίσθη καὶ τὰς δυνάμεις αὐτῆς εἰς μέρη κατέταξε, καὶ ἐφίδρυσεν ἐγκεφάλῳ μὲν τὸ λογικόν, καρδίᾳ δὲ τὸν θυμὸν καὶ ἥπατι τὴν ἐπιθυμίαν. ἀκριβέστερον δὲ εἰπεῖν, τὸ σῶμα μᾶλλον περὶ αὐτὴν πολυμερῶς ἐμερίσθη, | |
25 | μὴ δυνάμενον ἀμερῶς τὴν ἐκείνης φύσιν περιλαβεῖν· ὅθεν ἀφειμένη μὲν τοῦ | |
σώματος τριδύναμός ἐστιν, οὐ περιγραφομένων μέρεσί τισι τῶν δυνάμεων, | 106 | |
108 | ἀλλὰ δι’ ἀλλήλων αὐτῶν ἡκουσῶν, συγκραθεῖσα δὲ σώματι καὶ διαστᾶσα τριμερὴς ὠνομάσθη διὰ τὴν κατάλληλον ἑαυτῆς πρὸς τὰ τοῦ σώματος μέρη κατάταξιν. τούτῳ γὰρ διενήνοχε μέρος δυνάμεως, ὅτι τοῦτο μὲν ποσότητός ἐστι μέτρον καὶ περιγέγραπται, ἐκεῖνο δὲ ποιότητος εἶδος καὶ διὰ τὴν | |
5 | ἀσώματον φύσιν ἀσυγχύτως διὰ τῶν ἑτέρων ἥκει δυνάμεων. οὕτω μὲν οὖν τριμερὴς καὶ οὕτω τριδύναμος παρὰ τοῖς φιλοσόφοις ὠνόμασται· εἰ δὲ μὴ κατὰ τὸ μέτρον ὧν ἔχει μερῶν ἢ δυνάμεων κἀκεῖνοι ταύτην δι‐ ηριθμήσαντο, ἀλλὰ τὸ φανταστικὸν ἀφέντες, τὸ διανοητικόν, τὸ φυτικόν, τὴν προσοχήν, τὴν συνείδησιν, τἄλλα, τῷ λογιστικῷ ταύτην καὶ θυμικῷ | |
10 | καὶ ἐπιθυμητικῷ διῃρήκασι, θαυμάζειν οὐ χρή. οὐ γὰρ αὐτὸ τοῦτο προθέμενοι, τὰς δυνάμεις ταύτης ἀπαριθμήσασθαι, ἔπειτα ἐλλιπεστέραν τὴν ἀπαρίθμησιν πεποιήκασιν, ἀλλὰ βουλόμενοι ἐνδείξασθαι, ὅθεν αἱ ἠθικαὶ ἀρεταὶ τὴν γένεσιν ἔχουσιν, ἐπειδὴ ἀπὸ τῶν τριῶν τούτων μόνων ἀπογεννῶνται δυνάμεων, διὰ ταῦτα τὰς ἄλλας ἀφέντες εἰς ταύτας μόνον | |
15 | τὴν τῆς ψυχῆς οὐσίαν διεῖλον. Εἰ δὲ ἐπιζητεῖς εἰ καὶ ἀπολυθεῖσα ψυχὴ τοῦ σώματος μετὰ τοῦ λόγου ἔχει καὶ τὴν ἐπιθυμίαν καὶ τὸν θυμόν, σμῆνος ἀνεγείρεις λόγων. τὸ δ’ ὅσον εἰς ἀκροτελεύτιον ἐπιστολῆς, εἰ μὲν ἀπολυθείη παντάπασι τῆς ἀλόγου ἡ λογικὴ ψυχή (ἀπολύεται δὲ καθαρεῖσα), μετὰ τοῦ λόγου μόνον | |
20 | καὶ τοῦ περισχόντος αὐτὴν προσεχῶς νοῦ εἰς τὸν παντέλειον ἄνεισι νοῦν· εἰ δὲ μὴ ἀποσκυβαλίσῃ οἷον εἰπεῖν πᾶν τὸ ἀλλότριον, ἀλλὰ συμπεφυρμένη τούτῳ τοῦ σώματος ἀποπτῇ, τριμερής ἐστι καὶ ἀπόλυτος, τῶν τῆς ἀλογίας οὐκ ἀλλοτριωθεῖσα δυνάμεων. | |
24t | [De voluntario et involuntario] | |
25 | Ἠρώτησας καὶ περὶ ἑκουσίου καὶ ἀκουσίου. καὶ ἴσθι ὅτι τοῦ ἀκουσίου τὸ μὲν κατὰ βίαν, τὸ δὲ δι’ ἄγνοιάν ἐστι· καὶ τῶν κατὰ βίαν ἀκουσίων ἡ | |
ποιητικὴ ἀρχὴ ἔξωθέν ἐστι. τὸ δὲ ἑκούσιον ἀμφοτέροις ἀντίκειται· ἔστι | 107 | |
109 | γὰρ τὸ μήτε βίᾳ μήτε δι’ ἄγνοιαν γινόμενον. καὶ πᾶσα μὲν προαίρεσις ἑκούσιος, οὐ πᾶν δὲ τὸ ἑκούσιον ἐκ προαιρέσεως· καὶ γὰρ τὰ παιδία καὶ τὰ ἄλογα ζῷα ἑκουσίως μὲν ποιεῖ, οὐ μὴν προαιρούμενα. ἔστι δὲ ἡ προ‐ αίρεσις μικτόν τι χρῆμα ἐκ βουλῆς καὶ κρίσεως καὶ ὀρέξεως. βουλόμεθα | |
5 | δὲ περὶ τῶν ἐφ’ ἡμῖν καὶ ἄδηλον ἐχόντων τὸ τέλος. | |
6t | Περὶ ἀρετῶν | |
7 | Τὴν πρὸς Ἑρκουλιανὸν ἀνεγνωκὼς ἐπιστολὴν Συνεσίου ἐπιζητεῖς τί ποτέ ἐστι τὸ ἐν ταύτῃ κείμενον ῥησίδιον τὸ βούλεσθαι αὐτὸν ‘μεταθεῖναι τὴν τοῦ σώματος ἰσχὺν ἐπὶ τὴν τῆς ψυχῆς ἀνδρείαν, οὐ τὴν ἐκ τῆς πρώτης | |
10 | καὶ περιγείου τετρακτύος τῶν ἀρετῶν‘. ἐν ταύτῃ μὲν τῇ τετρακτύι, ἢ μᾶλλον, ὥσπερ ἐπὶ κλίμακος, ἐν ταύτῃ μὲν τῇ βαθμίδι, κυρίως ὅπερ εἰσὶ λέγονται· ἐν δέ γε ταῖς ἄλλαις οὐ κυριολεκτοῦνται, ἀλλ’ ἀνάλογον ὀνομάζονται. Ἴσθι τοιγαροῦν ὡς αἱ μὲν τῶν ἀρετῶν πολιτικαὶ τοῖς τῶν Ἑλλήνων | |
15 | σοφοῖς ὠνομάσθησαν, ἃς ἡμεῖς πρακτικὰς φαμέν, ἀπὸ τοῦ συναγελασμοῦ καὶ τῆς κοινωνίας καὶ τῆς ἀβλαβοῦς τῶν πλησίον συναναστροφῆς λαβοῦσαι τὸ ὄνομα, αἱ δὲ θεωρητικαὶ ἐν ἀποστάσει κείμεναι τῶν ἐντεῦθεν· διὸ καὶ καθάρσεσιν αὗται ἐοικυῖαι καθαρτικαὶ ὀνομάζονται, ἐν ἀποχῇ θεωρούμε‐ ναι τῶν μετὰ τοῦ σώματος πράξεων καὶ συμπαθειῶν τῶν πρὸς αὐτό. αἱ | |
20 | μὲν γὰρ πολιτικαὶ τὸν θνητὸν κατακοσμοῦσιν ἄνθρωπον, αἱ δὲ θεωρητικαὶ ἤτοι καθαρτικαὶ τὴν ψυχὴν ἀφιστῶσιν ἀπὸ τοῦ σώματος πρὸς τὸ ὄντως ὄν. ἔστι δὲ καὶ ἄλλο γένος τρίτον ἀρετῶν μετὰ τὰς καθαρτικὰς καὶ πολιτι‐ κὰς αἱ καλούμεναι νοεραί, ἐν αἷς καὶ ἡ ψυχὴ νοερῶς ἐνεργεῖ. τέταρτον δὲ εἶδος ἀρετῶν τὸ τῶν παραδειγματικῶν, κρείττους οὖσαι τῶν ψυχικῶν. αἱ | |
25 | δὲ παραδειγματικαὶ ἀρεταὶ τοῦ νοῦ εἰσί, σύνδρομοι οὖσαι αὐτοῦ τῇ | |
οὐσίᾳ· αἱ δὲ νοεραὶ ψυχῆς πρὸς νοῦν ἐνορώσης ἤδη καὶ πληρουμένης | 108 | |
110 | ἀπ’ αὐτοῦ· αἱ δὲ καθαρτικαὶ ψυχῆς ἀνθρώπου καθαιρομένης τε καὶ καθαρθείσης ἀπὸ σώματος καὶ τῶν ἀλόγων παθῶν· αἱ δὲ πολιτικαὶ ψυχῆς ἀνθρώπου κατακοσμούσης τὸν ἄνθρωπον διὰ τὸ μέτρον τῇ ἀλογίᾳ ἀφορίζειν καὶ μετριοπάθειαν ἐργάζεσθαι. | |
5 | Ὅρα γοῦν· τέτταρας βαθμοὺς τῶν ἀρετῶν ἀπηριθμησάμεθα, ὧν πρῶτος ὡς πρὸς ἡμᾶς ὁ πολιτικός, μετὰ δὲ τοῦτον ἀνιοῦσιν ἡμῖν ὁ θεωρητικὸς ἤτοι καθαρτικός, εἶτ’ ἐφεξῆς ὁ νοερὸς καὶ τέταρτος, πρῶτος δὲ τῷ ἀξιώματι, ὁ παραδειγματικός. ἐν ἑκάστῳ δὲ τῶν τοιούτων βαθμῶν αἱ τέτταρες γενικαὶ ἐμφαίνονται ἀρεταί, ἡ ἀνδρεία, ἡ σωφροσύνη, ἡ | |
10 | φρόνησις καὶ ἡ δικαιοσύνη. αὕτη γοῦν ἔστιν ἡ παρὰ τῷ Συνεσίῳ λεγομένη τῶν ἀρετῶν τετρακτύς. Περίγειος δὲ αὐτῷ ὠνομάσθη ἡ τοῦ πολιτικοῦ βαθμοῦ, διότι ἔσχατος οὗτός ἐστι ὡς εἰρήκαμεν καὶ πρῶτος ἡμῖν ἀναβαίνουσιν. ὁρῶνται δὲ ἐν αὐτῷ αἱ γενικαὶ ἀρεταὶ οὕτως· ἡ μὲν φρόνησις περὶ τὸ λογιζόμενον, ἡ δὲ | |
15 | ἀνδρεία περὶ τὸ θυμούμενον, ἡ δὲ σωφροσύνη ἐν ὁμολογίᾳ καὶ συμφωνίᾳ ἐπιθυμητικοῦ πρὸς λογισμόν, δικαιοσύνη δέ ἐστιν ἡ ἑκάστων τούτων ὁμοῦ οἰκειοπραγία ἀρχῆς πέρι καὶ τοῦ ἄρχεσθαι. καὶ ἡ μὲν περίγειος τετρακτὺς αὕτη τῶν ἀρετῶν, ἡ δὲ ἀνάλογος ἐν τρίταις καὶ τετάρταις ἐστίν, ὅταν τις ταύτας καὶ ἐν τῇ τρίτῃ τάξει θεωροίη τῶν νοερῶν ἀρετῶν | |
20 | καὶ ἐν τῇ τετάρτῃ τῶν παραδειγματικῶν, εἴποι μοι δ’ ἂν αὐτὸς καὶ ἐν τῇ δευτέρᾳ τῶν θεωρητικῶν. τότε γὰρ ἡ τετρακτὺς τῶν τεττάρων γενικῶν ἀρετῶν ἐν ταῖς τρίταις καὶ τετάρταις τάξεσι τοῦ νοεροῦ βαθμοῦ καὶ τοῦ παραδειγματικοῦ κατὰ ἀναλογίαν ἐμφαίνονται. οἷόν τι λέγω· ἀναλογοῦσιν αἱ τέτταρες ἀρεταὶ τοῦ θεωρητικοῦ καὶ αἱ τέτταρες τοῦ παραδειγματικοῦ | |
25 | ταῖς τέτταρσι τοῦ νοεροῦ. παλιλλογῶ γὰρ καὶ πολλάκις τὰ αὐτὰ φθέγγο‐ μαι, ἵνα σοι σαφέστατον παραστήσω τὸ νόημα. φρόνησις οὖν τῶν κα‐ θαρτικῶν ἀρετῶν τὸ μὴ συνδυάζειν τῷ σώματι, σωφροσύνη δὲ τὸ μὴ ὁμοιοπαθεῖν, ἀνδρεία δὲ τὸ μὴ φοβεῖσθαι τὴν ψυχὴν ἀφισταμένην τοῦ σώματος, ἡγουμένου δὲ λόγου καὶ νοῦ καὶ μηδενὸς ἀντιτείνοντος ἡ | |
30 | δικαιοσύνη συνίσταται. πάλιν τοῦ νοεροῦ βαθμοῦ τῶν ἀρετῶν σοφία μὲν καὶ φρόνησις ἡ θεωρία ὧν ὁ νοῦς ἔχει, δικαιοσύνη τὸ πρὸ τοῦ νοῦ ἐνεργεῖν, | |
σωφροσύνη δὲ εἴσω πρὸς νοῦν στροφή, ἀνδρεία δὲ ἀπάθεια καθ’ ὁμοίωσιν | 109 | |
111 | τοῦ πρὸς ὃ βλέπει ἀπαθὲς ὂν τὴν φύσιν. τοῦ δὲ τετάρτου εἴδους τῶν ἀρετῶν τοῦ παραδειγματικοῦ ἡ μὲν φρόνησις ἐπιστήμη ἐστὶ τοῦ ἀγαθοῦ, τὸ δὲ πρὸς αὐτὸ βλέπειν ἡ σωφροσύνη, τὸ δὲ οἰκεῖον ἔργον ἡ δικαιοσύνη, ἡ δὲ ἀνδρεία ἡ ταυτότης καὶ τὸ ἐφ’ ἑαυτοῦ μένειν καθαρὸν διὰ δυνάμεως | |
5 | περιουσίαν. αὗταί εἰσιν αἱ ἀνάλογοι ἀρεταὶ ἐν ταῖς τρίταις καὶ τετάρταις τετρακτύσι. Καὶ ἔργον τῶν μὲν πολιτικῶν ἀρετῶν μέτρον ἐπιθεῖναι τοῖς πάθεσι πρὸς τὰς ἐν τοῖς κατὰ φύσιν ἐνεργείας, τῶν δὲ καθαρτικῶν ἀπόστασις τοῦ θνητοῦ σώματος, τῶν δὲ νοερῶν ἡ πρὸς τὸν θεὸν ἀφομοίωσις, τῶν δὲ | |
10 | παραδειγματικῶν ἡ πρὸς τὸ ἀγαθὸν ἀναδρομή· δεύτερος γὰρ ὁ νοῦς τοῦ ἀγαθοῦ. καὶ τὸν μὲν πολιτικὸν ἄνδρα σπουδαῖον ἡ θύραθεν ὀνομάζει σοφία, τὸν δὲ καθαρτικὸν δαιμόνιον, τὸν δὲ νοερὸν θεόν, τὸν δὲ κατὰ τὰς παραδειγματικὰς ἐνεργοῦντα θεῶν πατέρα. καὶ ἡ μὲν κατὰ τὰς πολιτικὰς ἀρετὰς διάθεσις ἐν μετριοπαθείᾳ θεωρεῖται, τέλος ἔχουσα τὸ ζῆν ὡς | |
15 | ἄνθρωπον κατὰ φύσιν, ἡ δὲ κατὰ τὰς θεωρητικὰς ἐν ἀπαθείᾳ, ἧς τέλος ἡ πρὸς τὸν θεὸν ὁμοίωσις. Ἐπιλέλυται γοῦν σοι τὸ ζήτημα καὶ εἰς δύναμιν ἐμὴν σεσαφήνισται. ἅμα δέ σοι ἀνεπτύχθη καὶ πᾶς ὁ περὶ ἀρετῶν λόγος. ὁ μέντοι γε Ἰάμβλιχος πλείονα κατάλογον ἀρετῶν ποιεῖται· τὰς δὲ πλείους αὐτῶν καὶ ἐν μέρει | |
20 | οὐσιῶν τίθεται, ὅπερ ἐμοὶ ὀνειροκριτικὸν ἐνομίσθη· οὐ γὰρ εἴωθα ταῖς ὑψηλολογίαις ἁλίσκεσθαι. ὁ δέ γε Ἀριστοτέλης ἐν τῇ τῶν ἠθικῶν πραγμα‐ τείᾳ ἑτέρως ταύτας θεωρεῖ καὶ οἰκείως εἰς ἣν ἐνεστήσατο πραγματείαν. | |
23t | Περὶ τῶν ἰδεῶν ἃς ὁ Πλάτων λέγει | |
24 | Αἱ τῶν ὄντων ἰδέαι ἃς ὁ Πλάτων τίθεται, τιμία μοι καὶ τριπόθητε | |
25 | κεφαλή, ἢ παρ’ ἄλλου του ἀκηκοὼς ἢ πρῶτος εὑρηκὼς καὶ ἐπονομάσας, ὁ νοητός ἐστι κόσμος ὃν αὐτὸς αὐτοζῷον καλεῖν εἴωθε. καὶ περὶ τούτου | |
πάντες ἐξαίσιοι σοφοὶ συμφέρονται· τί ποτε δέ ἐστιν οὗτος, ὀλίγοι μοι | 110 | |
112 | δοκοῦσι κατανενοηκέναι. ἐνέτυχον γὰρ ἐγὼ βίβλοις ἀνδρῶν εὐδοκιμη‐ σάντων ἐπὶ σοφίᾳ, οἳ δὴ ἐνθυμήματα τὰς ἰδέας τοῦ δημιουργοῦ ἐτόπασαν εἶναι οἷον νοητάς τινας οὐσίας· ὧν ἐκκειμένων δίκην παραδειγμάτων τὸν σωματικὸν πρὸς αὐτὰς δεδημιουργῆσθαι κόσμον, ὡς εἶναι ταύτας ὥσπερ | |
5 | ἀπὸ κέντρου τοῦ δημιουργοῦ προϊούσας νοητὰς γραμμάς, αἷς ἀφω‐ μοιώσατο καὶ τὸν τῇδε κόσμον ὁ ἐκείνων πατήρ· εἶναι γὰρ {καὶ} παρὰ τῷ θεῷ καὶ τὰ ἐνθυμήματα οὐ τύπους τινὰς ἢ ἀνυποστάτους ἀρχάς, ἀλλ’ ὑπάρξεις καὶ οὐσίας· οὐδὲν γὰρ ἐκεῖ φασι συμβεβηκὸς εἶναι καὶ ἐπεισοδιῶδες. | |
10 | Οἱ οὖν οὕτως λέγοντες ταῦτα πρῶτον μὲν τιθέασι τὸν δημιουργὸν τοῦ παντός, ἔπειτα τὰς ἰδέας, τὰ ἐκείνου πρωτουργὰ ἐνθυμήματα, καὶ μετὰ ταύτας τὸν τῇδε κόσμον, τὸ ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν μέσῳ σύστημά τε καὶ σύγκριμα· ἐκεῖ μὲν γὰρ ἁπλᾶ τὰ ἐκκείμενα καὶ ὄντως ἀρχέτυπα, ἐνταῦθα δὲ σύνθετα καὶ μιμήματα. καὶ λέγουσι μέντοι καὶ οὕτω τὴν | |
15 | Πλατωνικὴν γνώμην ἐφερμηνεύοντες, οὔ μοι δὲ δοκοῦσι κατειληφέναι τῆς ἐκείνου δόξης τὸ ἀκριβές. ἐγὼ δὲ εἴ τι πλέον σοι τῶν εἰρημένων ἐξακριβώσομαι, οὐ 〈τὸ〉 δοκοῦν ἐμοὶ ἐπέξειμί σοι, ἀλλ’ ὥσπερ τῆς ψυχῆς τοῦ πρώτως εἰρηκότος καταμαντευόμενος ἀκριβεστέραν παρὰ τοὺς ἄλλους ποιοῦμαι τὴν ἐπεξήγησιν. | |
20 | Ὁ γάρ τοι Πλάτων τὰς ἐνταῦθα μορφὰς τῶν σωμάτων ἐπικτήτους εἶναι 〈ἔφη〉. τοῦτο καλῶς οἰηθεὶς ἐζήτησε, τίς ὁ παραγαγὼν καὶ τοῖς ὑποκειμένοις ἐντυπωσάμενος. οἷον ὥσπερ ἐπὶ τῶν τεχνητῶν εἰδῶν τὸ τῆς κλίνης εἶδος ἐπίκτητον ἡγησάμενος εὗρεν, ὅτι τὸ μὲν ἡ τέχνη, τὸ δὲ ὁ τεχνίτης τῇ κλίνῃ ἐντέθεικε καὶ ὅτι ἡ τέχνη παρὰ τῆς ψυχῆς τοὺς λόγους | |
25 | εὕρατο, ἡ δὲ ψυχὴ οὐκ ἀφ’ ἑαυτῆς, ἀλλὰ καὶ αὐτὴ παρ’ ἑτέρου τινός, οὕτω δὴ καὶ ἐπὶ τῶν φυσικῶν τὰ μὲν ἡ φύσις προσεχῶς εἰδοποίησε, τὰ δὲ ἡ ψυχὴ τῇ φύσει τοὺς λόγους ἐνδοῦσα, τὰ δὲ ὁ νοῦς τῇ ψυχῇ πρῶτος | |
χορηγήσας τοῦ εἴδους τὰς ἀφορμάς. καὶ οὐ χρὴ περαιτέρω προϊέναι, ἵνα | 111 | |
113 | μὴ ἀρχῶν ἀρχὰς ζητῶμεν ἐπ’ ἄπειρον. τὸ γὰρ ἐπὶ τοῦ σώματος εἶδος οὐχ οἷον αὐτὸ τὸ εἶδος τὸ νοητόν, ἀλλ’ ἐπίκτητον καὶ παρ’ ἄλλου ἐφῆκον τῷ σώματι· ὅθεν καὶ εἰς εὐμορφίαν μεθίσταται καὶ τελευταῖον εἰς τὸ ἀνείδεον. οὔκουν καθαρὸν εἶδος τὸ ἐπὶ τοῦ σώματος· οὐ γὰρ ἂν μετέβαλλεν οὐδ’ εἰς | |
5 | τὸ ἐναντίον μεθίστατο. ἀλλ’ οὐδὲ ἡ ψυχὴ αὐτὸ τοῦτο εἶδος καὶ μηδὲν ἕτερον· ἦν γὰρ ἂν πᾶσα ψυχὴ χρῆμά τι σταθηρὸν καὶ μὴ μεταβαλλόμενον· ὁρῶμεν δ’ ἐνίας εἰς τὸ ἄνουν μεταβαλλομένας. ἄλλο οὖν παρὰ ταύτας τὸ ἀμετάθετον εἶδος καὶ καθαρώτατον. Τί ποτε οὖν τοῦτο ἢ ὁ ἄυλος καὶ δημιουργικὸς νοῦς; διττὸς γὰρ ὁ νοῦς, | |
10 | ὁ μὲν οἷον τὸ τῆς ψυχῆς εἶδος ἐξ ἀιδίου ταύτην εἰδοποιοῦν, ὁ δὲ ὁ παντάπασι χωριστὸς καὶ τῶν ἄλλων νόων ὑπερκείμενος, ὃς ὁμοῦ καὶ τὴν οὐσίαν καὶ τὴν ἐνέργειαν νοῦς ἐστι καθαρός, ἐν προθύροις ἐκκείμενος τἀγαθοῦ καὶ αὐτὸς ὢν τὸ νοητὸν κάλλος. οὗτος τοιγαροῦν καὶ τὰ πρῶτά ἐστι καὶ πρῶτος αὐτὰ ἐνόησεν οὐκ ἄλλος ὢν παρ’ ἐκεῖνα. αἱ οὖν ἰδέαι αἱ πρῶται | |
15 | ἐκείνου ἔννοιαι καὶ ἁπλαῖ τῶν ὄντων ὑπάρξεις. καὶ ἅπερ αὐτός ἐστιν ὁ πρῶτος ἐνθυμηθείς, ταῦτα καὶ τὰ κυρίως ὄντα ἐκεῖνα τὰ ἐνθυμήματα· αὐτὰ γὰρ ἑαυτῶν εἰσι καὶ οὐκ ἄλλων γεγόνασι, τὰ δὲ δεύτερα εἴδη καὶ τρίτα ἐκείνων μορφώματα καὶ τυπώματα. καὶ τρόπον μέν τινα τὸ αὐτό εἰσιν ὄντα καὶ ἰδέαι· ἡ γὰρ ἐκεῖσε ἰδέα αὐτὸ δὴ τὸ πρώτως ὂν καὶ κυρίως | |
20 | καὶ ἀρχέτυπον ὄν, ἰδέα δημιουργική. δοκεῖ δὲ τὰ ὄντα πρῶτα τῶν ἰδεῶν εἶναι. μερίζομεν γὰρ ἡμεῖς ταῦτα καὶ ὡς ἐκκείμενα τῷ νῷ παρὰ τοῦ ἀγαθοῦ ἀναδείκνυμεν διὰ τῆς τοῦ νοητοῦ ποιήσεως· τὰ μὲν γὰρ αἰσθητὰ μεθέξει ἐστίν, ἃ λέγεται τῆς ὑποκειμένης φύσεως μορφὴν ἰσχούσης ἄνωθεν, διὰ εἰδώλου τῆς τέχνης εἰς αὐτὰ εἰσιούσης, τῆς τέχνης αὐτῆς ἔξω | |
25 | ὕλης ἐν ταυτότητι μενούσης καὶ τὸν ἀληθῆ ἀνδριάντα ἐχούσης. ὁ δὲ νοῦς αὐτά ἐστι τὰ ὄντα καὶ πάντα ἐν αὑτῷ οὐχ ὡς ἐν τόπῳ, ἀλλ’ ὡς αὐτὸς ἔχων· καὶ πάντα ὁμοῦ ἐκεῖ καὶ οὐδὲν ἧττον διακεκριμένα καὶ αὖ οὐχ | |
ὁμοῦ, ὅτι ἕκαστον δύναμις ἰδία. εἰκόνα δὲ φέρουσι τοῦ λόγου αἱ τῶν | 112 | |
114 | σπερμάτων δυνάμεις· ἐν γὰρ τῷ ὅλῳ ἀδιάκριτα πάντα καὶ ὥσπερ ἐν ἑνὶ κέντρῳ. καὶ ψυχὴ μὲν ἐπιβάλλει ὡς οὐκ ἔχουσα ἢ ἐπικτᾶται ἢ διεξοδεύει, ὁ δὲ νοῦς ἕστηκεν ἐν ἑαυτῷ ὁμοῦ πάντα ὤν. καὶ ὅλος μὲν ὁ νοῦς πάντα τὰ εἴδη, ἕκαστον δὲ εἶδος νοῦς ἕκαστος, ὡς ἡ ὅλη ἐπιστήμη τὰ πάντα | |
5 | θεωρήματα, ἕκαστον δὲ μέρος τῆς ὅλης, οὐχ ὡς διακεκριμένον τόπῳ, ἔχον δὲ δύναμιν ἕκαστον ἐν τῷ ὅλῳ. προεπινοεῖν δὲ δεῖ τοῦ νοῦ τὸ ὄν, ὅτι δεῖ τίθεσθαι ἐν νῷ νοοῦντι τὰ ὄντα, μία δὲ ἀμφοῖν ἡ ἐνέργεια. ἕτε‐ ρος δὲ ὁ μερίζων νοῦς· ὁ δὲ ἀμέριστος καὶ μὴ μερίζων τὸ ἓν καὶ τὰ πάντα. | |
10 | Ἀναγκαῖον δὲ ἐν τῷ νῷ τὸ ἀρχέτυπον εἶναι, καὶ κόσμον νοητὸν τοῦτον ὑπολαβεῖν τὸν νοῦν παράδειγμα τοῦ ὁρατοῦ. ὡς γὰρ ὄντος λόγου ζῴου τινός, οὔσης δὲ καὶ ὕλης τῆς τὸν λόγον σπερματικὸν δεξαμένης, ἀνάγκη ζῷον γενέσθαι, τὸν αὐτὸν τρόπον καὶ φύσεως νοερᾶς καὶ παντοδυνάμου οὔσης καὶ μηδενὸς διείργοντος ἀναγκαῖον τὸ μὲν κοσμηθῆναι, τὸ δὲ | |
15 | κοσμῆσαι· καὶ τὸ μὲν κοσμηθὲν ἔχει τὸ εἶδος μεμερισμένον, ἀλλαχοῦ ἄνθρωπον καὶ ἀλλαχοῦ ἥλιον, τὸ δὲ ἐν ἑνὶ πάντα. ὅσα μὲν οὖν ὡς εἴδη ἐν τῷ αἰσθητῷ ἐστι, ταῦτα ἐκεῖθεν, ὅσα δὲ μή, οὔ. ἀντὶ δὲ τοῦ ἐνταῦθα χρόνου ὁ αἰὼν ἐκεῖσε, καὶ ὅ τι ἂν τῶν ὄντων λάβῃς, οὐσία· καὶ οὐδὲ κακοῦ λόγος ἐκεῖσε· τὸ γὰρ κακὸν ἐνταῦθα ἐξ ἐνδείας καὶ ἐλλείψεως | |
20 | καὶ στερήσεως. οὐδὲ τῶν μιμητικῶν τεχνῶν ἐκεῖ παραδείγματα. αἱ δὲ ποιητικαί, καθόσον συμμετρίαις προσχρῶνται, ἀρχὰς ἂν ἐκεῖθεν ἔχοιεν, καὶ τῶν καθόλου μόνων ἐκεῖσε τὰ εἴδη, αἱ δὲ διαφοραὶ τῶν καθέκαστα παρὰ τῆς ὕλης. καὶ οὐ πάντα, ὅσα ἐνταῦθα εἴδωλα, χρὴ νομίζειν ἀρχέ‐ τυπα. | |
25 | Τοιαύτη τίς ἐστι καὶ ἡ περὶ τῶν Πλατωνικῶν ἰδεῶν θεωρία, διὰ πολλῶν μὲν ἐκείνῳ ἀκριβολογηθεῖσα, δι’ ὀλίγων δέ σοι παρ’ ἡμῶν καὶ | |
σαφέστερον συνοψισθεῖσα. | 113 | |
115(1t) | Τοῦ αὐτοῦ· περὶ νοητοῦ κάλλους | |
2 | Τὸ πρῶτον καὶ νοητὸν κάλλος ὁ θεῖός ἐστι καὶ πολύτιμος νοῦς, καὶ ψυχὴ μὲν ἐκεῖθεν καλή, φύσις δὲ ἐκ ψυχῆς τοιαύτη, καὶ τέχνη ἀπὸ φύσεως. καὶ τὸ ὁρώμενον καλὸν εἶδος ἢ ἀπὸ τέχνης ἢ ἀπὸ τοῦ ἐννοήσαντος | |
5 | ἢ ἀπὸ τοῦ ἀσωμάτως γεννήσαντος. καὶ ὅλως τὸ ὁρώμενον κάλλος εἶδός ἐστι ἐλθὸν ἐπὶ τὸ γενόμενον ἐκ τοῦ ποιήσαντος. εἰ γὰρ καλὰ τὰ ποιήματα καὶ ὁ ἐπὶ τῆς ὕλης λόγος, ὁ μὴ ἐν ὕλῃ ἀλλ’ ἐν τῷ ποιοῦντι ὁ πρῶτος καὶ ἄυλος οὐ καλλίων; ἔστι δὲ καὶ ἡ φύσις ἡ τὰ καλὰ δημιουργοῦσα τῶν ἐν τῇ ὕλῃ πολὺ πρότερον κρείττων. ἀπὸ μέντοι τοῦ ὁρατοῦ κάλλους ἀνατρέ‐ | |
10 | χειν δεῖ εἰς τὸ ἐν τοῖς μαθήμασι κάλλος καὶ εἰς τὸ ἐν αὐτοῖς ἐπιτήδευμα καὶ ἀπὸ τούτου εἰς τὸ ἐν ταῖς ψυχαῖς. ἔστι γὰρ καὶ ἐν τῇ φύσει λόγος κάλλους ἀρχέτυπον τοῦ ἐν σώματι, τοῦ δὲ ἐν τῇ φύσει ὁ ἐν τῇ ψυχῇ καλλίων, παρ’ οὗ καὶ ὁ ἐν τῇ φύσει· ἐναργέστερός γε μὴν ὁ ἐν τῇ σπουδαίᾳ ψυχῇ καὶ συλλογίζεσθαι ποιεῖ αὐτὸς ὁ ἐν ψυχῇ, οἷός ἐστιν ὁ πρὸ αὐτοῦ ὁ οὐκέτι | |
15 | ἐγγιγνόμενος οὐδὲ ἐν ἄλλῳ ὤν, ἀλλ’ ἐν ἑαυτῷ. διὸ οὐδὲ λόγος οὗτος ἀλλὰ ποιητὴς τοῦ πρώτου λόγου. νοῦς δὲ οὗτος καὶ ἀεὶ νοῦς καὶ οὐ ποτὲ νοῦς ὅτι μὴ ἐπακτὸς αὐτῷ. καὶ εἴ τι δὲ τῶν κρειττόνων ἡμῶν καὶ μετὰ θεὸν εὐθὺς τεταγμένων καλόν ἐστι καὶ ὑπερφυές, νοῦ παρουσίᾳ τοῦ πρώτου καλοῦ καλόν ἐστι καὶ διὰ νοῦ. καὶ οἶδε πάντα καὶ γινώσκει οὐ τὰ ἀνθρώπινα | |
20 | μόνον, ἀλλ’ ὅσα καὶ ὑπὲρ φύσιν, καὶ ὁρᾷ οὐ μόνον οἷς γένεσις, ἀλλὰ καὶ οἷς οὐσία· διαφανῆ γὰρ πάντα καὶ οὐδὲν σκοτεινὸν οὐδὲ ἀντίτυπον ἐκεῖ. καὶ ἔχει πᾶς τῶν κρειττόνων πάντα ἐν αὐτῷ, καὶ αὖ ὁρᾷ ἐν ἄλλῳ πάντα, καὶ ἄπειρος ἡ ἐκείνων αἴγλη. ἔστι δὲ καὶ ἡ κίνησις καθαρὰ καὶ ἡ στάσις οὐ παρακινουμένη. καὶ τὸ καλὸν ἐκεῖνο κυρίως καλόν, ὅτι μὴ ἐν τῷ καλῷ· | |
25 | λέγω δὲ τὸ πρῶτον καλὸν καὶ οἷόν ἐστιν αὐτὸς ὁ νοῦς, ὃς οὐδὲ ἐν τῷ καλῷ ἐστιν, ἀλλ’ αὐτὸς πρῶτος καλός. τῆς δὲ ἐκεῖ θέας καὶ τοῦ ἀφράστου κάλλους καὶ τῆς ἀκηράτου ἡδονῆς οὔτε κάματός ἐστιν οὔτε πλήρωσις. | |
ἀλλ’ οὐδὲ τὸ μὲν ἄλλο, τὸ δὲ ἄλλο, ἵνα ἑτέρῳ τῶν ἐν αὐτῷ τὰ τοῦ ἑτέρου μὴ | 114 | |
116 | ἀρέσκοντα εἴη. ἀλλ’ ἔστι τὸ ἀπλήρωτον τῷ μὴ τὴν πλήρωσιν καταφρονεῖν ποιεῖν τοῦ πεπληρωκότος· ὁρῶν γὰρ μᾶλλον ὁρᾷ καὶ καθορῶν ἄπειρον αὐτὸν καὶ τὰ ὁρώμενα τῇ ἑαυτοῦ συνέπεται φύσει. καὶ ἡ ζωὴ μὲν οὐδενὶ κάματον ἔχει ὅταν ᾖ καθαρά· τὸ δὲ ἄριστα ζῶν πῶς ἂν κάμοι; ἡ δὲ | |
5 | ἐκεῖσε ζωὴ γνῶσίς ἐστιν οὐ ποριζομένη λογισμοῖς· ἀνελλιπὴς γὰρ καὶ οὐ χρῄζει ζητήσεως, ἀλλ’ ἔστιν ἡ πρώτη καὶ οὐκ ἀπ’ ἄλλης. καὶ τὸ ἐκεῖ θέαμα ὑπερευδαιμόνων θεατόν, οὗπερ ἡμεῖς οὔπω εἰς σύνεσιν ἤλθομεν. καὶ οὐ διανόησις ἐκεῖ οὐδὲ βούλησις. Ταῦτα μὲν οὖν Ἕλλησι πρώτως εἴρηται, κἀμοὶ οὐ πάνυ ἀπᾴδοντα, καὶ | |
10 | ὅτι δ’ ἂν ἐν ἐκείνοις σκληρὸν καὶ ἀντίτυπον, διωμάλισται παρ’ ἐμοί. τὰ δὲ ἐντεῦθεν ἐκείνοις μόνοις ἀναθετέον· περὶ γὰρ τῆς τοῦ ὁρωμένου κόσμου δημιουργίας εἰπεῖν προθέμενοι καὶ ἀξιοῦντες εἰκόνα τοῦτον εἶναι τοῦ νοητοῦ κόσμου, φημὶ δὴ τῶν παρ’ αὐτοῖς ἰδεῶν καὶ τοῦ αὐτοζῴου (λέγουσι γὰρ ἀμφότερα κατὰ τοῦ αὐτοῦ), ἄναρχον καὶ τὸν σύνθετον | |
15 | τοῦτον κόσμον κατὰ τὰς ἑαυτῶν ὑποθέσεις ἀναπλάττουσιν. εἶναι γάρ φασι πάντα ἐν ἄλλῳ, ἤτοι τὰ πρωτότυπα παραδείγματα τοῦ ὁρατοῦ κόσμου προεστάναι ἐν τῷ νῷ παρὰ τοῦ πρώτου θεοῦ, ὃν τἀγαθόν τε φημίζουσι καὶ ἐπέκεινα τοῦ ὄντος, ἔστι δ’ ὅτε καὶ τοῦ ἑνός, ἄρρητόν τε καὶ ἀκατονόμα‐ στον. οὐδενὸς δέ φασι μεταξὺ ὄντος ἐξαίφνης ἀναφανῆναι ἴνδαλμα καὶ | |
20 | εἰκόνισμα ἐκείνου. καὶ κατέσχηται πρῶτον μὲν ἡ ὕλη τοῖς τῶν στοιχείων εἴδεσιν, εἶτ’ ἐπὶ εἴδεσιν εἴδη ἄλλα, εἶτα πάλιν ἕτερα· ὅθεν καὶ χαλεπόν ἐστιν εὑρεῖν τὴν ὕλην ὑπὸ πολλοῖς εἴδεσι κρυβεῖσαν, καὶ αὐτὴ γὰρ εἶδός τι ἔσχατον. διὰ τοῦτο γάρ, φησι, καὶ ἄπονος ἡ τοιαύτη δημιουργία. κἀνταῦθα μὲν ἔχει τις αἰτίαν εἰπεῖν δι’ ἣν ἐν μέσῳ ἡ γῆ, καὶ διὰ τί στρογ‐ | |
25 | γύλη, καὶ ὁ λοξὸς διὰ τοῦτο διότι ὡδί· ἐκεῖ δὲ οὐδὲ ὅτι οὕτως ἐχρῆν, διὰ τοῦτο οὕτως βεβούλευται, ἀλλ’ ὅτι οὕτως ἔχει ὡς ἔστι, διὰ τοῦτο καὶ ταῦτα ἔχει καλῶς. εἰ γὰρ τὸ συμπέρασμα πρὸ τῆς αἰτίας τοῦ συλλογισμοῦ ἐστιν, οὐ παρὰ τὰς προτάσεις συμπεπέρανται· οὐ γὰρ ἐξ ἀκολουθίας οὐδὲ ἐξ ἐπινοίας, ἀλλὰ πρὸ ἀκολουθίας καὶ πρὸ ἐπινοίας· ὕστερον γὰρ | |
30 | ταῦτα πάντα, λόγος καὶ ἀπόδειξις καὶ πίστις. | 115 |
117 | Περὶ τοῦ καλοῦ δὲ ‘εἰ μὴ ἐκεῖνο‘ φησίν ‘ἦν τὸ ὑπέρκαλλον κάλλει ἀμηχάνῳ, τί ἂν τούτου τοῦ ὁρωμένου ἦν κάλλιον;‘ οἱ δὲ μεμφόμενοι τοῦτο οὐκ ἐξ ὅλων ὁρῶσι μερῶν, ἀλλ’ οἷον μέρος ζῴου ἀπολαμβάνοντες, τρίχα ἢ ὄνυχα ἢ χολὴν καὶ φλέγμα, καὶ οὐδὲ τοῦτο πρὸς ὃ παρῆκται | |
5 | σκοπήσαντες, ὅπερ τοῦ μέρους δυσχεραίνουσιν ἀποπτύουσι κατὰ τοῦ παντός. εἰ δέ τις ὁμοῦ 〈πάντα〉 λάβῃ τε καὶ συλλάβῃ καὶ γνοίη τάς τε οὐσίας αὐτῶν καὶ δυνάμεις καὶ τὰς ἐνεργείας καὶ τὰς πρὸς ἄλλο κράσεις καὶ μίξεις καὶ σχέσεις καὶ ἔτι τὸ πᾶν ἐννοήσειεν, ἀπατηθείη ἂν ἴσως ἐντεῦθεν, ὅτι αὐτὸ τοῦτο τὸ πρώτως καλόν, δι’ ὃ καὶ τὸ εἶναι ποθεινόν | |
10 | ἐστιν αὐτῷ, ὅτι ὁμοίωμα τοῦ καλοῦ. καὶ τὸ μὲν πρώτως καλόν, ἵνα δὴ πάλιν εἴπωμεν ἀναλύσαντες, ὁ πρῶτος νοῦς καὶ τὰ ἐκείνου πρῶτα νοήματα, ἅπερ αὐτὸς ἐκεῖνός ἐστιν, ἅπερ ἔχει μὲν παρὰ τἀγαθοῦ, ὥσπερ καὶ αὐτὸς ἐκεῖθεν ὑφέστηκεν, ἐκφαίνει δὲ πρῶτος. τὸ δὲ ἐνταῦθα κάλλος ἐπακτὸν καὶ εἴδωλον τοῦ καλοῦ, ἵνα καὶ καλὸν φαίνηται. ἡ δὲ ψυχὴ καλὴ μὲν τὴν | |
15 | φύσιν, καλλίων δὲ ὅταν ἐκεῖ βλέπῃ· εἰ γὰρ αὐτόθεν καλή, ἦν ἂν πᾶσα καλή. ὁ δὲ νοῦς αὐτὸ τοῦτο κάλλος καὶ τὰ μετ’ ἐκεῖνον καλὰ ἢ εὐθὺς μετ’ ἐκεῖνον ἢ πολλοστά. τὰ μὲν οὖν μετ’ ἐκεῖνον πρώτως ἀστράπτει, τὰ δὲ διὰ μέσων μεταλαμβάνονται τοῦ ἐκεῖ κάλλους, ὅσῳ πορρώτερον, τοσούτῳ καὶ ἀμυδρότερον τὸ κάλλος ἴσχουσιν. | |
20 | Εἴρηται μὲν ταῦτα τοῖς περὶ Πλωτῖνον καὶ Ἰάμβλιχον· οὐχ οὕτω δέ, νὴ τὴν ἱεράν σου ψυχήν, ἀλλ’ ἐκεῖ μὲν συμπέφρασται πάντα καὶ συγκέχυται, παρ’ ἡμῖν δὲ εἰς σὴν χάριν ἀνακεκάθαρται. | |
23t | Περὶ θεολογίας καὶ διακρίσεως δογμάτων Ἑλληνικῶν | |
24 | Τοῦ καθ’ ἡμᾶς θεολογικοῦ δόγματος, φημὶ τῆς τριαδικῆς ὁμοουσιότη‐ | |
25 | τος, ὁμολογούμενον παρ’ ἡμῶν τὸ [πᾶν] καὶ οὐ δεῖται πίστεων ἑτέρων οὐδὲ τῆς τῶν ἀλλοτρίων τοῦ λόγου συστάσεως. πλὴν ἔστι τε λόγος καὶ | |
παρὰ τοῖς τῶν Ἑλλήνων σοφοῖς μέγα τι μέρος λυσιτελῶν αὐτοῖς εἰς | 116 | |
118 | θεολογίας ἀπόδειξιν, οὐ βραχεῖάν τινα καὶ τῷ καθ’ ἡμᾶς λόγῳ συνεισφέ‐ ρων μερίδα τῆς τοῦ υἱοῦ πρὸς τὸν πατέρα ἑνώσεώς τε καὶ διακρίσεως, οὔτε τῆς ἑνώσεως ἀφανιζούσης τὴν διάκρισιν οὔτε τῆς διακρίσεως διιστώσης τὴν ἕνωσιν. ‘πᾶν‘ γάρ φησιν ‘αἰτιατὸν καὶ μένει ἐν τῇ αὐτοῦ | |
5 | αἰτίᾳ καὶ πρόεισιν ἀπ’ αὐτῆς καὶ ἐπιστρέφει πρὸς αὐτήν.‘ εἶτα δὴ τὸν τόπον ἐκ διαιρέσεως ἐπεργάζεται. εἰ γὰρ μένοι μόνον, οὐδὲν διοίσει τῆς αἰτίας, ἀδιάκριτον ὄν· ἅμα γὰρ τῇ διακρίσει πρόοδος. εἰ δὲ προΐοι μόνον, ἀσύναπτον πρὸς αὐτὴν καὶ ἀσυμπαθές, μηδαμῇ τῇ αἰτίᾳ κοινωνοῦν. εἰ δὲ ἐπιστρέφοιτο μόνον, πῶς τὸ μὴ τὴν οὐσίαν ἀπ’ αὐτῆς ἔχον κατ’ οὐσίαν | |
10 | ποιεῖται τὴν πρὸς ἀλλότριον ἐπιστροφήν; εἰ δὲ μένοι καὶ πρόεισι, μὴ ἐπιστρέφοιτο δέ, πῶς ἡ κατὰ φύσιν ὄρεξις ἑκάστου πρὸς τὸ ἓν καὶ τὸ ἀγαθόν; εἰ δὲ προΐοι καὶ ἐπιστρέφοι, {εἰ} μὴ μένοι δέ, πῶς τὸ ἀποστὰν μὲν τῆς αἰτίας συνάπτεσθαι σπεύδει πρὸς αὐτήν, ἀσύναπτον δὲ ἦν πρὸ τῆς ἀποστάσεως; εἰ δὲ μένοι καὶ ἐπιστρέφοι, μὴ προέρχοιτο δέ, πῶς τὸ | |
15 | διακριθὲν ἐπιστρέφειν δυνατόν; τὸ γὰρ ἐπιστρέφον πᾶν ἀναλύοντι ἔοικεν εἰς ἐκεῖνο ἀφ’ οὗ διῄρηται κατ’ οὐσίαν. λείπεται ἄρα καὶ μένειν πᾶν ἐν τῷ αἰτίῳ καὶ προϊέναι ἀπ’ αὐτοῦ καὶ ἐπιστρέφειν πρὸς αὐτό. τοῦτο δέ μοι καὶ μόνον τὸ κεφάλαιον τῆς Ἑλληνικῆς θεολογίας φαίνεταί τινα καὶ πρὸς τὸ ἡμέτερον δόγμα ἔχειν συντέλειαν· ὁ γὰρ μονογενὴς λόγος καὶ | |
20 | πρόεισιν ἐκ τοῦ πατρὸς ἀχρόνως καὶ ἀσωμάτως καὶ μένει ἐν τῷ πατρὶ καὶ ἐπιστρέφει πρὸς τὸν γεννήτορα, καὶ οὔτε προϊὼν διακέκριται κατὰ τὸν τῆς θεότητος λόγον οὔτε ἐπιστρέφων διέστη οὔτε μένων συγκέχυται κατὰ τὴν ὑποστατικὴν τελειότητα. Ἐπειδὴ δὲ ἅπαξ ἐπιστροφῆς ἐμνήσθη, οὑτωσὶ δὲ τοῦτο διαιτητέον, ὡς | |
25 | πᾶν τὸ ὂν ἢ οὐσιωδῶς ἐπιστρέφει μόνον ἢ καὶ ζωτικῶς ἢ καὶ γνωστικῶς. ἢ γὰρ τὸ εἶναι μόνον ἀπὸ τῆς αἰτίας κέκτηται, ἢ τὸ ζῆν μετὰ τοῦ εἶναι, ἢ καὶ γνωστικὴν ἐκεῖθεν ὑπεδέξατο δύναμιν. καθὸ μὲν οὖν ἔστι μόνον, οὐσιώδη ποιεῖται τὴν ἐπιστροφήν· καθὸ δὲ καὶ ζῇ, ζωτικήν· καθὸ δὲ καὶ γινώσκει, γνωστικήν. ὡς γὰρ προῆλθεν ἕκαστον, οὕτως ἐπέστραπται, καὶ | |
30 | τὰ μέτρα τῆς ἐπιστροφῆς ὥρισται τοῖς κατὰ τὴν πρόοδον μέτροις. τοῦτο | 117 |
119 | δὲ τὸ κεφάλαιον πρότερον μὲν τῷ Ἀρεοπαγίτῃ Διονυσίῳ πλατύτερον διερμήνευται, ὕστερον δὲ καὶ τῷ Λυκογενεῖ Πρόκλῳ συλλογιστικῇ μεθόδῳ ἠκρίβωται. Τὸ δὲ ‘πᾶν τὸ χωριστῶς μετεχόμενον διά τινος ἀχωρίστου δυνάμεως, | |
5 | ἣν ἐνδίδωσι, τῷ μετέχοντι πάρεστι‘, τῷ αὐτῷ φιλοσόφῳ ἀπεφασμένον, ἔστι μὲν οὗ ἀληθές ἐστι κατὰ τὰς ἡμέτερας δογματικὰς ὑπολήψεις, ἔστι δὲ οὗ ψεύδεται· ὅτι μὲν γὰρ τῆς πρὸς ἡμᾶς τοῦ λόγου ἑνώσεως πρό‐ δρ[ομος] προέρχεται ἔλλαμψις ἑτοιμάζουσα τὴν ψυχὴν εἰς ὑποδοχὴν τοῦ πρώτου φωτός, οὐδὲ ὁ καθ’ ἡμᾶς λόγος ἀγνοεῖ, ψυχῆς δὲ καὶ σώματος | |
10 | οὐκ οἶδε μεσότητας, οὐκ ἀχωρίστους ἐντελεχείας, οὐ φυσικὰς ἐν τοῖς σώμασιν ὑποστάσεις, οὐ δοξαστικὰς ζωάς, οὐκ ὀρεκτικάς, οὐδὲ ἀλόγου ψυχῆς ὑπόστασιν ἰδιάζουσαν. διὰ ταῦτα ἐκ μέρους μὲν δέχομαι τὸ Πρόκλειον τουτὶ κεφάλαιον, ἐκ μέρους δὲ ἀποπέμπομαι. Μεμάντευται δέ μοι καὶ τοῦ κεφαλαίου τούτου ἡ ἔννοια. ‘πάντων‘ γάρ | |
15 | φησι ‘τῶν ἐκ πέρατος καὶ ἀπειρίας ὑποστάντων προϋπάρχει καθ’ αὑτὸ τὸ πρῶτον πέρας καὶ ἡ πρώτη ἀπειρία‘· πεπερασμένας μὲν γὰρ οὔσας καὶ ἀπείρους καὶ ἀπὸ τῶν ἡμετέρων λογίων μεμάθηκα καὶ τὰ πέρατα καὶ τὰς ἀπειρίας ἐν αὐτοῖς τοῖς πεπερασμένοις καὶ ἀπείροις ἔγνωκα, πέρας δὲ καὶ ἀπειρίαν χωριστὰ ὧν ταῦτα λέγεται οὔπω συνείληφα, ἐπεὶ μηδὲ | |
20 | φύσιν ἔχει ὑποστῆναι ταῦτα καθ’ ἑαυτά. Τὸ δὲ πάντα ἐν πᾶσιν, οἰκείως δὲ ἐν ἑκάστῳ (‘καὶ‘ γάρ φησιν ‘ἐν τῷ ὄντι καὶ ἡ ζωὴ καὶ ὁ νοῦς, καὶ ἐν τῇ ζωῇ τὸ εἶναι καὶ τὸ νοεῖν, ἀλλ’ ὅπου μὲν νοερῶς, ὅπου δὲ ζωτικῶς, ὅπου δὲ οὐσιωδῶσ‘) ὡς φιλοσόφου ἐννοίας ἐχόμενον ἀποδέχομαι, ἐπεὶ οὐδὲ τοῖς ἡμετέροις λογίοις οὔτε ψευδῶς οὔτε | |
25 | ἀληθῶς ἔχον λυμαίνεται. Τὸ δὲ ‘πᾶς μερικὸς νοῦς μετέχει τῆς ὑπὲρ νοῦν καὶ πρωτίστης ἑνάδος διά τε τοῦ ὅλου νοῦ καὶ διὰ τῆς ὁμοταγοῦς αὐτῷ μερικῆς ἑνάδος, καὶ πᾶσα μερικὴ ψυχὴ τοῦ ὅλου μετέχει νοῦ διά τε τῆς ὅλης ψυχῆς καὶ τοῦ μερικοῦ νοῦ, καὶ πᾶσα σώματος μερικοῦ φύσις μετέχει τῆς ὅλης ψυχῆς διά τε τῆς | |
30 | ὅλης φύσεως καὶ τῆς μερικῆς ψυχῆσ‘ οὐ προσίεμαι· παρὰ γὰρ τοῖς ἡμετέ‐ | |
ροις λογίοις οὔτε ὅλη ψυχὴ οὔτε τις ὅλη φύσις παρὰ τὰς μερικὰς δεδογμάτι‐ | 118 | |
120 | σται. παραιτοῦμαι γοῦν τουτὶ τὸ κεφάλαιον ὡς Ἑλληνικώτερον ἢ ἀληθέ‐ στερον ἐκφανθέν. Τὸ δὲ ‘πᾶν τὸ γεννῶν τῇ οὐσίᾳ αὐτοῦ χεῖρον ἑαυτοῦ γεννᾷ‘ ἀρχηγὸν ἐγένετο τῷ Ἀρείῳ τῆς ὑποπτώσεως τοῦ μονογενοῦς πρὸς τὸν πατέρα. | |
5 | Τὸ δὲ λεχθὲν περὶ τοῦ ἐπέκεινα τοῦ νοῦ, ὅτι κατὰ μὲν νόησιν πολλὰ λέγεται, θεωρεῖται δὲ ἀνοησίᾳ κρείττονι νοήσεως, γνησιώτατον τοῖς ἡμετέροις ἐστὶ δόγμασι. Καὶ τοῦτο δὲ προσφυὲς ἡμῖν, ὅτι τῷ πεπληθυσμένῳ φύσει καὶ μεμε‐ γεθυσμένῳ τὸ ἀμερὲς καὶ ἀπλήθυντον μεμεγέθυνται καὶ πεπλήθυνται καὶ | |
10 | οὕτως αὐτοῦ ἀπολαύει ὡς αὐτὴ πέφυκεν, οὐχ ὡς ἐκεῖνό ἐστι, τῷ δὲ ἀμερεῖ καὶ ἀπληθύντῳ φύσει ἀμερές ἐστι καὶ ἀπλήθυντον τὸ μεριστὸν καὶ πεπληθυσμένον, καὶ ὅτι τὸ ὄντως ὂν οὔτε μέγα οὔτε μικρόν ἐστι, καὶ ὅτι πολλὰ λέγεται ἑτερότητι ἀύλῳ καὶ ἀόγκῳ καὶ ἀπληθύντῳ κατὰ πλῆθος διῃρημένον. | |
15 | Τὸ δὲ λεγόμενον περὶ τῶν ψυχῶν, ὅτι οὔτε πέρασιν εἰσὶ διειλημμέναι οὔτε πάλιν ἀλλήλαις συγκεχυμέναι, παρὰ μέρος μὲν δέχομαι, παρὰ δὲ θάτερον οὐ προσίεμαι· τὸ μὲν γὰρ μὴ συγκεῖσθαι ταύτας πρέπον οὐσίᾳ ψυχῶν, τὸ δὲ μηδαμῇ διῃρῆσθαι βούλομαι μὲν κατειληφέναι, οὐ πάνυ δὲ δύναμαι. ἐπὶ πᾶσι δὲ πρὸ τούτων τῶν καθ’ ἡμᾶς δογμάτων καὶ μόνων | |
20 | ᾐώρημαι, παρὰ δὲ τοῖς Ἑλληνικοῖς βραχὺ μὲν τὸ λυσιτελοῦν ἐμοί, πλέον δὲ τὸ λυμαίνεσθαι δυνάμενον. | |
22t | Ἑλληνικαὶ διατάξεις περὶ τῆς θείας δημιουργίας καὶ διαφοραὶ ἰδιωμάτων | |
23t | τῶν κρειττόνων γενῶν | |
24 | Νοῦν ποιητὴν τοῦ παντὸς Ἕλληνες τίθενται· διὰ τοῦ τῶν εἰδῶν κόσμου | |
25 | καὶ τῆς ψυχῆς καὶ τοῦ μεμεριμνημένου σοι νοῦ πάντα δημιουργοῦνται· τοῦτον δὲ καὶ ἐνεργείᾳ νοῦν ἀποφαίνονται αὐτὰ τὰ νοητὰ εἴδη ὑπάρχοντα. ὁ δὲ τρόπος τῆς δημιουργίας αὐτῆς διττός, ἀπὸ τῶν ἀύλων εἰδῶν ἐπὶ τὰ ἔνυλα εἴδη διὰ μέσων ἑτέρων εἰδῶν καὶ μέσων δυνάμεων προϊὼν καὶ | |
πάλιν ἐπὶ τὰς ἀύλους ἰδέας ἐπανερχόμενος. καὶ ἔστι παρὰ τοῖς σοφοῖς | 119 | |
121 | τῶν Ἑλλήνων λόγος τοιοῦτος, ὅτι ἥ τε ὄντως οὐσία καὶ ἡ θεία δημιουργία πάντα ἐξεργάζονται, ὅσα τε περὶ τὴν γένεσιν ἐν τῷ κόσμῳ καὶ ὅσα πρὸ τῆς γενέσεως ὑφέστηκεν ἐν τοῖς ἀεὶ κινουμένοις σώμασι. καὶ πάντων μεταδιδόασι τοῖς οὖσι μηδαμοῦ κινούμεναι καὶ πάντα γινώσκουσι καὶ | |
5 | πάντα διοικοῦσι, πᾶσί τε χρῶνται τοῖς οὖσι καὶ πάντων προΐστανται μηδ’ ὁτιοῦν ἀπ’ αὐτῶν πάσχουσαι. καὶ ἐν τῷ δημιουργεῖν τὰ γιγνόμενα οὐκ ἀναπίμπλαται, φασί, τῆς τῶν μεταβαλλομένων ἀσθενείας ἡ ἄυλος αὐτῶν αἰτία, μένουσα δὲ ἀμέριστος καὶ νοερὰ καὶ ἀγέννητος δημιουργεῖ τὰ ὑπεναντίως πρὸς ἑαυτὴν ἔχοντα. οὐκ ἀπόβλητον δέ φασι τὴν φύσιν καὶ | |
10 | τὰς φυσικὰς αἰτίας καὶ κινήσεις ὑπηρετεῖν τῷ δημιουργῷ πρὸς τὰς τῶν αἰσθητῶν ἀπεργασίας, αὐτὰς μὲν αὐτουργίᾳ χρωμένας ὁμοφυεῖ πρὸς τὰ ἀποτελούμενα, τῷ δὲ πάντων αἰτίῳ τὸ μένειν ἐν τοῖς οἰκείοις [ἤ]θεσιν ἀμετακινήτως παρεχομένας. ποιεῖν γὰρ καὶ πάσχειν εἰς ἄλληλα πέφυκε τὰ συγγενῆ καὶ τὰ τῆς αὐτῆς ὄντα φύσεως καὶ περὶ μίαν ὕλην ὑφιστάμενα. | |
15 | ὧν πάντων ἡ τοῦ θεοῦ δημιουργία προέχουσα οὐ παραδέχεταί τινα παρ’ αὐτῶν ποιήματος ἐπιπλοκὴν ἢ παθήματος. ἡνωμένη γὰρ ἡ θεία δημιουργία τυγχάνουσα καὶ διὰ ταυτότητος πάντως δημι[ου]ργοῦσα δι’ εἰδῶν ἀύλων καὶ νοητῶν καὶ διὰ μόνης τῆς νοερᾶς ἐνεργείας ἱκανῶς πάντα παράγει δραστηρίους ἔχουσα καὶ μονίμους τὰς νοήσεις, οὐδὲ | |
20 | ἑτέρου προσδεῖται εἴς τε δημιουργίαν καὶ τῶν ὄντων ὑπόστασιν. καὶ ἠρεμίαν οὖν ἐπ’ αὐτῆς ληπτέον καὶ τὸ ἠρεμοῦν ὅτι διὰ τὸ πλῆρες καὶ τέλειον οὐ δεῖται τοῦ κινεῖσθαι οὐδὲ [τοῦ] ἐξίστασθαι ἀφ’ ἑαυτῆς. διὰ δὲ τῶν ὑποδεχομένων συμμετρίαν καὶ ἐπιτηδειότητα καθ’ ἕκαστον μέρος ἄλλας ἀλλαχοῦ προβάλλει τὰς δημιουργίας, πολλὰς δὲ αἰτίας περιέχουσα | |
25 | ἐν ἑαυτῇ πολὺ πλείονας ἔχει ἐξηρτημένας ἀφ’ ἑαυτῆς δυνάμεις. τὸ μέντοι γε τῆς ζωῆς γένος αὐτὸ καθ’ ἑαυτὸ ἐν τῷ ὄντως ὄντι ἐστί. μετὰ γὰρ τῆς ἐνεργείας πρώτως μὲν ἡ ζωὴ ὑφέστηκεν ὡς ταὐτὸν οὖσα τῇ ἐνεργείᾳ, ἔπειτα καὶ ἡ οὐσία κατ’ αὐτὴν τελειοῦται καὶ ἐν ἀλλήλοις ταῦτα κατὰ μίαν | |
ἕστηκεν ἐνεργείαν. τὴν δημιουργικὴν γὰρ αἰτίαν ἀναιρεῖ ὁ μὴ φρόνησιν | 120 | |
122 | καὶ ζωὴν ἐν τοῖς ἀσωμάτοις τιθέμενος. ἐν γὰρ τῷ ζῆν, φασίν, νοερῶς ἔχει ὁ καθ’ ἑαυτὸν νοῦς τὸ εἶναι· ἄλλο τε εἶδος ζωῆς ἐστιν ἐν τῷ νῷ τὸ κατὰ τὴν πρόοδον ὑφιστάμενον. Πλάτωνος δέ ἐστι λόγος ὡς ἡ καθαρὰ καὶ ἄυλος καὶ ὑπερουράνιος | |
5 | ψυχὴ συμπέφυκε τοῖς νοητοῖς καὶ ἔχει τὰ νοητὰ ἐνιδρυμένα ἐν ἑαυτῇ. κίνησιν δὲ τοῦ νοῦ τὴν ἐνέργειαν λέγουσι. φασὶ δὲ καὶ ψυχὴν ἔχειν τὴν θείαν ποίησιν ὑπηρετοῦσαν αὐτῇ καὶ παραδεχομένην αὐτῆς τὰς ποιήσεις συνηρτημένην τε πρὸς αὐτὴν ὥσπερ ὄργανον σύμφυτον καὶ ἀναπλοῦσαν αὐτῆς τὰ εἴδη καὶ ἀνελίττουσαν καὶ προάγουσαν εἰς τὸ ἐμφανὲς καὶ | |
10 | προδεικνύουσαν πᾶσι λόγοις τε μέσοις καὶ ἀύλοις διαπορεύουσαν ἀπὸ τῶν νοητῶν εἰδῶν ἐπὶ τὰ αἰσθητὰ τὴν ζωήν. κίνησιν δὲ νοοῦσιν ἐν τῷ θεῷ τὴν αἰτίαν πάσης κινήσεως καὶ δι’ ἑτερότητος πρόοδον καὶ τὴν βούλησιν τοῦ πολλὰ γενέσθαι παραπλήσια ἑαυτῷ καὶ τὴν ἐπίδοσιν ἑαυτοῦ τὴν εἰς τὸ πλῆθος καὶ τὴν σύναξιν καὶ τὴν ἔκβασιν τῶν ἔνδον ἐν ἑαυτῷ κρυπτομένων | |
15 | καὶ συνεσπειραμένων ἀγαθῶν. ἑτέραν δὲ εἶναι λέγουσι τῆς οὐσίας τὴν κίνησιν. ἕν τε καὶ πολλά φασι τὰ νοητά, χωρίς τε ταῦτα καὶ ἅμα πάντα. ἐν τούτοις δὲ καὶ τῇ κινήσει ἡ στάσις συνῆπται καὶ ἡ χωριστὴ τούτων πάντων ἰδέα μία ἐστὶ καὶ ἡ δημιουργία ταυτότητι καὶ ἑτερότητι πάντα ἀποτελεῖ καὶ συμπλέκει τὸ ὂν τῷ μὴ ὄντι πως ἐν ταῖς ποιήσεσι. καὶ | |
20 | πρῶτα μὲν ποιεῖται τὰ καθ’ ἑαυτὰ ὄντα, ἔπειτα τὰ ἐν τοῖς εἴδεσιν ἀφωρισμένα. καὶ ἐν τῷ δημιουργεῖν ἡ θεία δημιουργία οὐδ’ ὅλως αἰσθητι‐ κὴν διάγνωσιν δέχεται οὐδὲ τὴν διὰ σώματος ἐχομένην γνῶσιν, ἀλλ’ ἀμέρι‐ στος καὶ ὅλη κατ’ ἐνέργειαν ἕστηκεν ἐν τοῖς ἰδίοις τῆς νοήσεως ἡνωμένοις εἴδεσι. τὸ μέντοι γε ὂν καθ’ ἑαυτό ἐστιν ἀσωμάτως ἀμέριστον καὶ ζῶν | |
25 | καὶ κατὰ τὰς παντοδαπὰς μετουσίας αὐτοῦ ἀπολύτως προϋφεστηκὸς ἐπὶ πᾶσι. τὴν μὲν ἀφανῆ δημιουργίαν ἡ θύραθεν τίθεται, τὴν δὲ ἐμφανῆ, καὶ | |
τῆς ἐμφανοῦς τὴν μὲν τῶν ἀκινήτων οὐσιῶν, τὴν δὲ ἐν οἷς ἐστι γένεσις καὶ | 121 | |
123 | μεταβολή. δυσθήρατα δέ φασι τὰ θεῖα καὶ ἄγνωστα παντάπασι διά τε τὴν τῆς οὐσίας ὑπεροχὴν καὶ τὴν ἡμετέραν τῆς γνώσεως μεμερισμένην περὶ ταῦτα ἐπιβολήν. καὶ ἐν μὲν τῷ νοητῷ οὐδέν ἐστιν ἐν ποιῷ ἀλλὰ πάντα ἐν τῷ εἶναι, ἐν δὲ τοῖς συνθέτοις ἡμῖν πολλὴ ἡ κατὰ ταῦτα πάντα διαίρεσις | |
5 | θεωρεῖται. ταῦτα μὲν οὖν οὕτω δοξάζουσι. Περὶ δὲ ἰδιωμάτων τῶν θείων γενῶν (ἐζήτησας γὰρ καὶ περὶ τούτων) τάδε σοι ἀπὸ τῶν ἀκριβωσάντων γνωρίζομεν, ὡς τὰ μὲν τῶν θειοτέρων φαινόμενα θεάματα μονοειδῆ καὶ κάλλος ἀμήχανον ἔχοντα καὶ θεσπεσίαν τὴν εὐφροσύνην, τὰ δὲ τῶν ἀρχαγγέλων οὐ τοιαῦτα μέν, ὅμοια δέ, βλοσυρὰ | |
10 | γὰρ καὶ ἥμερα, τὰ δὲ τῶν ἀγγέλων πραότερα, τὰ δὲ τῶν δαιμόνων φοβερὰ καὶ δειμαίνοντα, τὰ δὲ τῶν ψυχῶν σκιοειδῆ καταφαίνεται. δαίμονες θολῶδες διαφαίνουσι τὸ πῦρ, καὶ τὸ μὲν τοῦ θεοῦ φῶς ἀπαστράπτον ἐστὶ καὶ σταθερόν, τὸ δὲ τῶν ἀρχαγγέλων ἤρεμον, τὸ δὲ τῶν ἀγγέλων μονίμως κινούμενον, τὸ δὲ τῶν δαιμόνων ἄστατον καὶ ὀξύρροπον. | |
15t | Ἑλληνικαὶ διατάξεις περὶ δαιμόνων | |
16 | Ὁ μὲν καθ’ ἡμᾶς λόγος, ἀδελφὲ λογιώτατε, τῆς ἀγγελικῆς τάξεως τιθεὶς τὰ πρῶτα τοὺς δαίμονας, ὕστερον διολισθῆσαι τούτους τῆς πρὸς θεὸν νεύσεως προαιρετικοῖς ἀποπτώμασιν ἀποφαίνεται καὶ πάντῃ κακὸν τοῦ κρείττονος ἀνταλλάξασθαι. ὁ δέ γε Ἑλληνικὸς λόγος οὔ φησι δαίμονα | |
20 | οὐδένα κακόν, ἀλλὰ διαιρέσεις μὲν αὐτῶν ποιεῖται πολλάς, ἕκαστον δὲ ἐξ ἀιδίου τάττει ἐπὶ τῆς δεδομένης πᾶσι παρὰ τῆς προνοίας ἐξουσίας καὶ τάξεως. καὶ ἔστι παρ’ αὐτοῖς ὁ μὲν δαίμων θεῖος ζῷον ἀπὸ 〈θείασ〉 οὐσίας ἀρχόμενον ἀίδιον τὴν αὐτὴν κατὰ φύσιν ἔχον ζωὴν κατὰ νοῦν ἀφοριζομένην· ὁ δὲ νοερὸς ζῷον ἀίδιον τὴν αὐτὴν κατὰ φύσιν ἔχον ζωὴν | |
25 | κατὰ νοῦν καὶ λόγον ἐνεργουμένην· ὁ δὲ ψυχικὸς κατὰ λόγον ἀφοριζόμενος | 122 |
124 | καὶ ψυχῶν μεριστῶν ἐπιμελούμενος· ὁ δὲ φυσικὸς κατὰ λόγον μὲν ἀφοριζόμενος, προσεχῶς δὲ τῆς φύσεως προϊστάμενος· ὁ δὲ σωματικὸς κατὰ λόγον καὶ ἀλογίαν ἀφοριζόμενος καὶ τῶν φυσικῶν σωμάτων κατάρχων· ὁ δὲ ὑλαῖος ζῷον ἀίδιον τὴν αὐτὴν ἔχων κατὰ φύσιν ζωὴν κατὰ | |
5 | ἀλογίαν ὑφισταμένην. φασὶ δὲ τοὺς δαίμονας ὑπηρετικοὺς εἶναι βουλήσεως τῶν κρειττόνων, χαίροντας δὲ ποικίλαις ἐνεργείαις. καὶ γὰρ 〈τὸ〉 ἀμέ‐ ριστον τῆς θείας οὐσίας μεριζομένους οὔτε θνητούς φασι τοὺς δαίμονας οὔτε ἀθανάτους, ἀλλὰ διορίζουσι τὸ ἀθάνατον εἴς τε τὸ ἄσβεστον ἔχον ζωὴν 〈καὶ〉 εἰς τὸ χορηγοῦν ἑαυτῷ τὴν ἀθανασίαν, ὅπερ δὴ καὶ καλοῦσι | |
10 | κυρίως ἀθανασίαν. ἐφ’ ἧς οὐ τιθέασι τοὺς δαίμονας, ἀλλὰ μόνην ἀπέραντον ἔχειν τὴν ζωὴν διατάττονται. ὣς δὲ οὔτε πάντῃ σωματικὸν τὸ γένος τοῦτό φασιν οὔτε πάντῃ ἀσώματον, ἀλλὰ σωματοειδές, οἷον σώματα προσηρτη‐ μένον σκιοειδῆ καὶ λεπτὰ καὶ ἀνθρωπίνοις ὀφθαλμοῖς ἄληπτα. Αἱ μὲν οὖν ψυχαὶ τῶν δαιμόνων τοιαύτας ἔχουσιν αὐτοῖς διαφοράς, οἵας | |
15 | εἰρήκαμεν, θείας, νοεράς, λογικάς, φυσικάς, σωματικάς, ὑλαίας. ποικίλας δὲ ἔχουσι καὶ τὰς σωματικὰς μορφάς. καὶ τὰ μὲν αὐτῶν (φημὶ δὴ τῶν προσηρτημένων αὐτοῖς σωμάτων) εἶναί φασι σφαιροειδῆ, τοῖς θείοις παραπλήσια σώμασι, λεπτότερα μὲν τῶν γηίνων σωμάτων, ἀμαυρότερα δὲ τῶν οὐρανίων ἐλλάμψεων, τὰ δὲ καὶ εὐθύπορα καὶ πολυειδῆ τοῖς | |
20 | σχήμασι, τὰ δὲ καὶ καθ’ ἕλικα κινούμενα καὶ λοξῶς φερόμενα. Εἶναι δὲ πάντα ἀνεπιδεᾶ τροφῆς· τὰ γὰρ τρεφόμενα τοῖς ἀτμοῖς ψυχῶν λέγουσιν εἶναι δαιμονίων καὶ οὐ τῶν κατ’ οὐσίαν δαιμόνων, ἀλλὰ τῶν κατὰ σχέσιν. εἰσὶ γάρ, φασί, καὶ ψυχῶν ἀγέλαι δαιμονίων μεταταττομένων ἀπὸ ἄλλης φύσεως εἰς ἄλλην καὶ οὐσῶν ἔν τε ἄερι καὶ ὕδατι, ὧν τὰ ὀχήματα | |
25 | δεῖσθαι τροφῆς, ὧν καὶ οἱ θάνατοι τῶν δαιμονίων καὶ αἱ μίξεις πολλάκις αἱ πρὸς τὰ ἀνθρώπινα σώματα καὶ αἱ κοινωνίαι τῶν γεννήσεων. καὶ εἴτε νυμφίοι τινὲς γυναιξὶν εἴτε νύμφαι ἀνδράσιν ὡμίλησαν εἴτε καὶ Νηρηίδες | |
ἀναδῦσαι τῆς θαλάσσης, οὔτε θεῖον τοῦτο τὸ γένος οὔτε ὡς ἀληθῶς | 123 | |
125 | δαιμόνιον, ἀλλὰ δαιμονίων ψυχῶν εἰς γένεσιν ἐρχομένων καὶ τροφῆς ἐπιδεῶν καὶ ὅλως σπορᾶς κοινωνεῖν δυναμένων. Οἱ δὲ φαινόμενοι λεοντοπρόσωποι δαίμονες οὐκ ἐκ σαρκῶν σύγκεινται καὶ ὀστῶν, ἀλλὰ τὸ σῶμα τοῦ δαίμονος ἐσχημάτισται τὸν τρόπον τοῦτον | |
5 | οἷον σκιαγραφίαν λέοντος φέρων διά τινων ἀερίων καὶ πυρίων ὄγκων. Αἱ δὲ λεγόμεναι ἐπικλήσεις τοῖς σωματικοῖς προσάγονται δαίμοσι· προεστήκασι γὰρ οὗτοι ζῴων τε καὶ φυτῶν καὶ τῶν ἐν τούτοις μερῶν οἷον ὀφθαλμοῦ, καρδίας, ἥπατος. ὑλαίους δέ φασι δαίμονας τοὺς πάθεσι μὲν ἔχοντας ὅλην ὑποκειμένην τὴν ζωήν, χαίροντας δὲ τῇ ἀταξίᾳ τῆς ὕλης, | |
10 | ἣν εἶναι δοκεῖ καὶ αὐτὴν τοιαύτην, ὡς ἂν ᾖ μὴ γένεσις μόνον, ἀλλὰ καὶ φθορὰ τῶν γενομένων. οὐ μέντοι τὸ πάθος παρὰ φύσιν ἔχειν αὐτοὺς λέγουσιν ὡς ἡμεῖς, οἷς τὸ εἶναι κατὰ λόγον, ἀλλ’ ὡς τοῖς λέουσιν ὁ θυμὸς κατὰ φύσιν. ἀπὸ δὲ τῶν ψυχικῶν δαιμόνων οἱ κλιματάρχαι δαίμονές εἰσι καὶ οἱ τῶν πόλεων προστάται καὶ οἱ τῶν οἴκων καὶ οἱ τῶν καθέκαστα | |
15 | ψυχῶν, οὓς καλοῦσι τοὺς εἰληχότας ἡμᾶς δαίμονας. τοὺς δὲ φυσικοὺς δαίμονας τὸν δεσμόν φασι συνέχειν τῶν τε θείων φύσεων καὶ τῶν γενε‐ σιουργῶν, οὓς καὶ ἐπικαλεῖσθαι νόμος τοῖς πόας τινὰς ἀναιρουμένοις ἢ ἄλλ’ ἄττα ζῷα καὶ φυτὰ λαμβάνουσι πρὸς θεραπείας τῶν κρειττόνων ἢ σωμάτων ἐπιμελείας. οἱ δὲ τελευταῖοι, φασί, καὶ ὑλαῖοι δαίμονες τὴν τῶν | |
20 | θείων σωμάτων ὕλην καὶ τὴν τῶν χθονίων καὶ γεννητῶν συνδέουσι τὸ ἀσθενὲς αὐτῆς τοῖς ἰνδάλμασι τοῖς τῶν κρειττόνων παραμυθούμενοι· ἀφ’ ὧν εἰσιν οἱ ἐναλλόμενοι ταῖς ψυχαῖς καὶ τὰ πάθη τὰ ἐν αὐταῖς ἀνεγεί‐ ροντες, ἵνα τὴν ὕλην ἀσπάζωνται, καὶ πεσούσας αὐτὰς αἰκιζόμενοι. εἰσὶ δέ, φασί, καὶ ἐν γῇ θεῖοι δαίμονες καὶ ἐν τῷ ἀέρι, προστάται τῶν ἐκεῖ | |
25 | ζῴων, καὶ 〈ἐν〉 ὕδατι, διὰ πάντων τῶν ὑπὸ σελήνην διήκοντες, ἀέριοί τε | |
καὶ χθόνιοι καὶ ἔνυδροι. | 124 | |
126 | Καὶ ὅλως τὴν μεσότητα τῶν δαιμόνων ἀφορίζοντες οἱ παρ’ Ἕλλησι σοφοὶ μεταξύ φασιν εἶναι πᾶν τὸ δαιμόνιον θείου καὶ θνητοῦ. μάλιστα δέ φασι τὴν δύναμιν χαρακτηρίζειν τὴν μεσότητα τὴν δαιμονίαν καὶ ἐκ τούτου δεῖν θηρᾶν τὴν νοητὴν αὐτοῦ αἰτίαν. | |
5 | Εἰσὶ δέ τινες ἀγέλαι δαιμόνων ἐστερημέναι σχεδὸν τῆς ἀγαθοεργίας, οἵτινες λέγονται κακοί, καὶ ἕτεραι ἀγέλαι δαιμόνων ἐστερημέναι τῆς ὄντως γνώσεως, οἵτινες ἄλογοι καὶ θηριώδεις ὀνομάζονται. ἑρμηνεύειν δέ φασι τὸ δαιμόνιον γένος καὶ διαπορθμεύειν θεοῖς τε τὰ παρὰ ἀνθρώπων καὶ ἀνθρώποις τὰ παρὰ θεῶν, τῶν μὲν ἐκφαντορικὸν ὑπάρχον ὡς κεκρυμ‐ | |
10 | μένων καὶ ἀφανῶν, τῶν δὲ ἀναγωγὸν ὡς διαπορθμεύεσθαι πρὸς τὴν μόνιμον τῶν κρειττόνων ἀγαθότητα δεομένων. ταῦτα μὲν οὖν τῆς Ἑλληνικῆς ἀδολεσχίας εἰσίν· ἡμῖν δέ, οἷς λόγος τὸ προσκυνούμενον, λῆρος ἅπαν δοκεῖ τὸ παρὰ τὰς ἡμετέρας καὶ θείας διατάξεις λεγόμενον. | |
14t | Τοῦ Ψελλοῦ ἐξήγησις τῶν Χαλδαϊκῶν ῥητῶν | |
15t | Χαλδαϊκὸν λόγιον. ἔστι καὶ εἰδώλῳ μερὶς εἰς τόπον ἀμφιφάοντα. | |
16 | Ἐξήγησις τοῦ ῥητοῦ. εἴδωλα λέγεται παρὰ τοῖς φιλοσόφοις τὰ συμφυῆ μὲν τοῖς κρείττοσιν, ἐλάττονα δὲ ἐκείνων τυγχάνοντα· οἷον συμφυὴς ὁ νοῦς τῷ θεῷ καὶ τῷ νῷ ἡ λογικὴ ψυχὴ καὶ τῇ λογικῇ ψυχῇ ἡ ἄλογος καὶ τῇ ἀλόγῳ ψυχῇ ἡ φύσις καὶ τῇ φύσει τὸ σῶμα καὶ τῷ σώματι ἡ ὕλη. | |
20 | εἴδωλον οὖν τοῦ μὲν θεοῦ ὁ νοῦς, τοῦ δὲ νοῦ ἡ λογικὴ ψυχή, τῆς δὲ λογικῆς ψυχῆς ἡ ἄλογος, τῆς δὲ ἀλόγου ἡ φύσις, τῆς δὲ φύσεως τὸ σῶμα, τοῦ δὲ σώματος ἡ ὕλη. ἐνταῦθα δὲ τὸ Χαλδαϊκὸν λόγιον εἴδωλόν φησι | |
τὴν ἄλογον ψυχὴν τῆς λογικῆς. συμφυὴς γὰρ αὐτῇ ἐν τῷ ἀνθρώπῳ καὶ | 125 | |
127 | χείρων ἐκείνης. καί φησιν ὅτι καὶ ‘εἰδώλῳ μερίσ‘ ἐστιν ‘εἰς τόπον ἀμφι‐ φάοντα‘· τοῦτ’ ἔστιν· ἡ ἄλογος ψυχή, ἥτις ἐστὶν εἴδωλον τῆς λογικῆς ψυχῆς, καθαρθεῖσα δι’ ἀρετῆς ἐν τῷ βίῳ, ἄνεισιν εἰς τὸν ὑπὲρ σελήνην τόπον μετὰ τὴν διάλυσιν τῆς τοῦ ἀνθρώπου ζωῆς καὶ ἀποκληροῦται εἰς | |
5 | τόπον ἀμφιφαῆ, τοῦτ’ ἔστιν ἀμφοτέρωθεν φαίνοντα καὶ ὁλολαμπῆ. ὁ μὲν γὰρ ὑπὸ σελήνην τόπος ἀμφικνεφής ἐστι, τοῦτ’ ἔστιν ἀμφοτέρωθεν σκοτεινός, ὁ δὲ σεληνιακὸς ἑτεροφαὴς ἢ ἑτεροκνεφής, τοῦτ’ ἔστι τῷ μὲν ἡμίσει μέρει λάμπων, τῷ δὲ ἡμίσει σκότους μεστός. καὶ γὰρ καὶ αὐτὴ ἡ σελήνη τοιαύτη ἐστί, τῷ ἡμίσει μέρει πεφωτισμένη καὶ τῷ ἡμίσει | |
10 | ἀφώτιστος. ὁ δὲ ὑπὲρ τὴν σελήνην τόπος ἀμφιφαής ἐστιν, ἤτοι διόλου πεφωτισμένος. λέγει οὖν τὸ λόγιον, ὅτι οὐ μόνον ἡ λογικὴ ψυχὴ ἀποκλη‐ ροῦται εἰς τὸν ὑπὲρ σελήνην τόπον τὸν ἀμφιφαῆ, ἀλλὰ μερίς ἐστι καὶ τῷ εἰδώλῳ αὐτῆς, ἤτοι τῇ ἀλόγῳ ψυχῇ, εἰς τὸν ἀμφιφαῆ τόπον ἀποκληρωθῆ‐ ναι, ὅταν διαυγὴς καὶ καθαρὰ ἐξέλθοι τοῦ σώματος. ὁ μὲν γὰρ Ἑλληνικὸς | |
15 | λόγος, ἀθάνατον τιθεὶς καὶ τὴν ἄλογον τοῦ ἀνθρώπου ψυχήν, μέχρι τῶν ὑπὸ σελήνην στοιχείων αὐτὴν ἀνάγει· τὸ δὲ Χαλδαϊκὸν λόγιον καθαῖρον αὐτὴν καὶ ὁμόφρονα ποιοῦν τῇ λογικῇ ψυχῇ, εἰς τὸν ἐπέκεινα τῆς σελήνης τόπον τὸν ἀμφιφαῆ ταύτην ἀποκαθιστᾷ. Καὶ τὰ μὲν τῶν Χαλδαίων δόγματα τοιαῦτα. οἱ δὲ τῆς εὐσεβείας | |
20 | ὑφηγηταὶ καὶ τῶν Χριστιανικῶν δογμάτων ὑποφῆται καὶ κήρυκες οὐδαμοῦ τὴν ἄλογον ψυχὴν ἀνάγουσιν, ἀλλὰ θνητὴν διαρρήδην ὁρίζονται, ἄλογον δὲ ψυχὴν τίθενται τὸν θυμὸν καὶ τὴν ἐπιθυμίαν τὴν ὀρεγομένην γενέσεως. οὕτω γοῦν ὁ Νυσσαεὺς Γρηγόριος ἐν τῷ περὶ ψυχῆς λόγῳ διέξεισιν. Χαλδαϊκὸν λόγιον. μηδὲ τὸ τῆς ὕλης σκύβαλον κρημνῷ καταλείψῃς. | |
25 | Ἐξήγησις. ὕλης σκύβαλόν φησι τὸ λόγιον τὸ τοῦ ἀνθρώπου σῶμα τὸ ἐκ τεττάρων στοιχείων συγκείμενον καὶ ὥσπερ ἐν διδασκαλίας λόγῳ καὶ παραινέσεώς φησι πρὸς τὸν διδασκόμενον, ὅτι ‘μὴ μόνον τὴν ψυχήν σου πρὸς τὸν θεὸν μετεώρισον καὶ τῆς βιωτικῆς συγχύσεως ὑπερτέραν ποίησον, ἀλλ’, εἰ δυνατόν, μηδὲ αὐτὸ τὸ σῶμα ὅπερ ἠμφίεσαι καὶ ὅπερ | |
30 | σκύβαλόν ἐστι τῆς ὕλης, τοῦτ’ ἔστι πρᾶγμά τι ἀπερριμμένον καὶ κατα‐ | 126 |
128 | πεφρονημένον καὶ ὕλης παίγνιον, εἰς τὸν περίγειον καταλείψῃς κόσμον‘. κρημνὸν γὰρ τὸν ἐνταῦθα τόπον ὀνομάζει τὸ λόγιον. ὥσπερ γὰρ ἀπὸ μετεώρου τόπου τοῦ οὐρανοῦ ἡ φύσις ἡμῶν ἐνταῦθα κατακρημνίζεται. παραινεῖ οὖν ἵνα καὶ αὐτὸ τὸ σῶμα, ὅπερ φησὶν ‘ὕλης σκύβαλον‘, πυρὶ | |
5 | θείῳ ἐκδαπανήσωμεν ἢ ἀπολεπτύναντες εἰς αἰθέρα κουφίσωμεν ἢ μετεωρι‐ σθῶμεν ὑπὸ θεοῦ εἰς τόπον ἄυλον καὶ ἀσώματον, ἢ ἐνσώματον μὲν αἰθέριον δὲ ἢ οὐράνιον· οὗ δὴ τετύχηκεν ὅ τε Θεσβίτης Ἡλίας καὶ πρὸ τούτου Ἐνώχ, μετατεθέντες ἀπὸ τῆς ἐνταῦθα ζωῆς καὶ εἰς θειοτέραν λῆξιν ἀποκαταστάντες καὶ ‘μηδὲ τὸ τῆς ὕλης σκύβαλον‘, ἤτοι τὸ ἑαυτῶν | |
10 | σῶμα, ‘κρημνῷ‘ καταλείψαντες. κρημνὸς δέ ἐστιν, ὥσπερ εἰρήκαμεν, ὁ περίγειος τόπος. Τὸ δὲ τοιοῦτον δόγμα εἰ καὶ θαυμάσιόν ἐστι καὶ ὑπερφυές, ἀλλ’ οὐκ ἐπὶ τῷ ἡμετέρῳ βουλήματι ἢ δυνάμει ἡ δαπάνη κεῖται τοῦ σώματος καὶ ἡ πρὸς τὸν θειότερον τόπον μετάστασις· μόνης δὲ τῆς θείας ἤρτηται τὸ | |
15 | πρᾶγμα χάριτος τῆς τῷ ἀπορρήτῳ πυρὶ τὴν ὕλην ἐκδαπανώσης τοῦ σώματος καὶ τὴν ἐμβριθῆ καὶ γεώδη φύσιν ὀχήματι πυρίνῳ μετεωριζούσης εἰς οὐρανόν. Χαλδαϊκὸν λόγιον. μὴ ἐξάξῃς, ἵνα μὴ ἐξίῃ ἔχουσά τι. Ἐξήγησις. τοῦτο τὸ λόγιον καὶ Πλωτῖνος ἐν τῷ Περὶ εὐλόγου ἐξαγωγῆς | |
20 | τίθησιν. ἔστι δ’ ὁ λόγος παραίνεσις ὑπερφυής τε καὶ ὑπερήφανος. φησὶ γὰρ μηδέν τι τὸν ἄνθρωπον πραγματεύεσθαι περὶ τὴν ἐξαγωγὴν τῆς ψυχῆς, μηδὲ φροντίζειν πῶς ἂν ἐξέλθοι τοῦ σώματος, ἀλλὰ τῷ φυσικῷ λόγῳ τῆς διαλύσεως παραχωρεῖν. αὐτὸ γὰρ τὸ ἐμμέριμνον εἶναί τινα περὶ τῆς τοῦ σώματος λύσεως καὶ τῆς ἐντεῦθεν ἐξαγωγῆς τῆς ψυχῆς μετάγει | |
25 | τὸν νοῦν ἀπὸ τῶν κρειττόνων καὶ ἀπασχολεῖ περὶ τὴν τοιαύτην φροντίδα, ἔνθεν τοι οὐδὲ καθαίρεται τελεώτατα ἡ ψυχή. ἀσχολουμένοις οὖν ἡμῖν περὶ τὴν διάλυσιν, ἐὰν τηνικαῦτα ὁ θάνατος παραγένηται, οὐκ ἐλευθέρα | |
παντάπασιν ἔξεισιν ἡ ψυχὴ ἀλλ’ ἔχουσά τι τῆς ἐμπαθεστέρας ζωῆς. | 127 | |
129 | πάθος γὰρ ὁρίζεται ὁ Χαλδαῖος τὸ φροντίζειν περὶ τοῦ σώματος τὸν ἄνθρωπον. ‘δεῖ γάρ‘ φησί ‘μηδενὸς ἑτέρου φροντίζειν ἢ τῶν κρειττόνων ἐλλάμψεων, μᾶλλον δὲ μηδὲ περὶ τούτων φροντίζειν, ἀλλ’ ἀφεικότα ἑαυτὸν ταῖς ἀναγούσαις ἡμᾶς ἀγγελικαῖς ἢ θειοτέραις δυνάμεσι καὶ τὰ | |
5 | τοῦ σώματος μύσαντα αἰσθητήρια, εἰπεῖν δὲ καὶ τὰ τῆς ψυχῆς, ἀπολυ‐ πραγμονήτως καὶ ἀνεννοήτως ἕπεσθαι τῷ καλοῦντι θεῷ.‘ Τινὲς δὲ ἁπλούστερον ἐξηγήσαντο τὸ παρὸν λόγιον· ‘μὴ ἐξάξῃσ‘ γάρ φησιν, ‘ἵνα μὴ ἐξίῃ ἔχουσά τι‘· τοῦτ’ ἔστι· μὴ προανέλῃς σαυτὸν τοῦ φυσικοῦ θανάτου, κἂν πάνυ πεφιλοσόφηκας· οὔπω γὰρ τῆς τελεωτάτης | |
10 | καθάρσεως ἔτυχες. ἔνθεν καὶ ἀφιπταμένη ἡ ψυχὴ τοῦ σώματος διὰ τῆς τοιαύτης ἐξαγωγῆς ἔχουσά τι τῆς θνητοειδοῦς ζωῆς ἔξεισιν. εἰ γὰρ καὶ ὡς ἐν φρουρᾷ τῷ σώματί ἐσμεν οἱ ἄνθρωποι, ὥς που δὴ καὶ Πλάτων εἴρηκεν ἐν ἀπορρήτοις λόγοις, τὴν ἄνω δόξαν μεμαθηκώς, ἀλλ’ οὐ δεῖ ‘ἑαυτὸν ἀποκτιννύναι τινὰ πρὶν ἂν ἀνάγκην θεὸς ἐπιπέμψῃ‘. καὶ κρείτ‐ | |
15 | των ἡ ἐξήγησις αὕτη τῆς προτέρας καὶ τῷ Χριστιανικῷ λόγῳ συμβαί‐ νουσα. Χαλδαϊκὸν λόγιον. μὴ τὰ πελώρια μέτρα γύης ὑπὸ σὴν φρένα βάλλου· οὐ γὰρ ἀληθείης φυτὸν ἐν χθονί. | |
20 | μηδὲ μέτρει μέτρον ἠελίου κανόνας συναθροίσας· ἀιδίῳ βουλῇ φέρεται πατρός, οὐχ ἕνεκεν σοῦ. μήνης ῥοῖζον ἔασον· ἀεὶ τρέχει ἔργῳ ἀνάγκης. ἀστέριον προπόρευμα σέθεν χάριν οὐκ ἐλοχεύθη. αἴθριος ὀρνίθων ταρσὸς πλατὺς οὔποτ’ ἀληθής, | |
25 | θυσιῶν σπλάγχνων τε τομαί· τάδ’ ἀθύρματα πάντα, ἐμπορικῆς ἀπάτης στηρίγματα. φεῦγε σὺ ταῦτα, μέλλων εὐσεβίης ἱερὸν παράδεισον ἀνοίγειν, | |
ἔνθ’ ἀρετὴ σοφία τε καὶ εὐνομία συνάγονται. | 128 | |
130 | Ἐξήγησις. ἀπάγει τὸν μαθητευόμενον ὁ Χαλδαῖος πάσης Ἑλληνικῆς σοφίας καὶ μόνῳ προσκολλᾷ, ὡς οἴεται, τῷ θεῷ. ‘μὴ τὰ πελώρια‘ γάρ φησι ‘μέτρα γύης ὑπὸ σὴν φρένα βάλλου· οὐ γὰρ ἀληθείης φυτὸν ἐν χθονί‘· τοῦτ’ ἔστι· μηδὲ τὰ μεγάλα μέτρα τῆς γῆς πολυπραγμόνει τῇ σῇ | |
5 | φρενί, ὥσπερ οἱ γεωγράφοι ποιοῦσι καταμετροῦντες τὴν γῆν· σπέρμα γὰρ ἀληθείας οὐκ ἔστιν ἐν γῇ. ‘μηδὲ μέτρει‘ φησί ‘μέτρον ἠελίου κανόνας συναθροίσας· ἀιδίῳ βουλῇ φέρεται πατρός, οὐχ ἕνεκεν σοῦ‘· τοῦτ’ ἔστι· μὴ ἀσχολοῦ περὶ ἀστρονομίαν μηδὲ καταμέτρει τὸν τοῦ ἡλίου δρόμον κανόσιν ἀστρονομικοῖς· οὐ γὰρ ἕνεκεν τῆς σῆς ζωῆς τὸν δρόμον ποιεῖται, | |
10 | ἀλλ’ ἀχρόνως κινεῖται κατὰ τὸ τοῦ θεοῦ βούλημα. ‘μήνης ῥοῖζον ἔασον· ἀεὶ τρέχει ἔργῳ ἀνάγκησ‘· τοῦτ’ ἔστι· τὸ τῆς σελήνης εὔτροχον κίνημα μὴ πολυπραγμόνει· τρέχει γὰρ αὕτη οὐ διὰ σέ, ἀλλ’ ὑπὸ κρείττονος ἀνάγκης ἀγομένη. ‘ἀστέριον προπόρευμα σέθεν χάριν οὐκ ἐλοχεύθη‘· τοῦτ’ ἔστιν· οἱ προηγούμενοι τῶν ἀπλανῶν ἀστέρων ἢ τῶν πλανωμένων | |
15 | οὐ χάριν σοῦ τὴν ὑπόστασιν ἔλαβον. ‘αἴθριος ὀρνίθων ταρσὸς πλατὺς οὔποτ’ ἀληθήσ‘· τοῦτ’ ἔστιν· ἡ διὰ τῶν πετομένων ὀρνίθων ἐν τῷ ἀερὶ τέχνη, ἣν δὴ καὶ οἰωνιστικὴν ὀνομάζουσιν, οὐκ ἔστιν ἀληθής, περιεργαζο‐ μένη πτήσεις αὐτῶν καὶ κλαγγὰς καὶ καθέδρας. ταρσὸν δὲ πλατὺν τὴν τῶν ποδῶν αὐτῶν λέγει βάσιν πλατεῖαν οὖσαν, διὰ τὴν τῶν δακτύλων | |
20 | ἔκτασιν διειργομένων τῷ μεταξὺ δέρματι. ‘θυσιῶν σπλάγχνων τε τομαί· τάδ’ ἀθύρματα πάντα‘· τοῦτ’ ἔστιν· ἡ θυτικὴ καλουμένη ἐπιστήμη, ἡ διὰ τῶν θυσιῶν τῶν μελλόντων ζητοῦσα τὴν πρόγνωσιν καὶ ἡ διὰ τῆς τομῆς τῶν σπλάγχνων τῶν σφαζομένων ἱερείων, παίγνιά εἰσιν ἄντικρυς. ‘ἐμπορικῆς ἀπάτης στηρίγματα‘· τοῦτ’ ἔστιν· ἀφορμαὶ κέρδους ἀπατηλαί. | |
25 | ‘μὴ τοίνυν‘ φησί ‘ταῦτα πολυπραγμόνει σὺ ὁ μαθητευόμενος ὑπ’ ἐμοῦ, μέλλων εὐσεβίης ἱερὸν παράδεισον ἀνοίγειν‘. ἱερὸς δὲ παράδεισος εὐσεβείας κατὰ Χαλδαίους οὐχ ὃν ἡ τοῦ Μωυσέως βίβλος φησίν, ἀλλ’ ὁ λειμὼν τῶν | |
ὑψηλοτέρων θεωριῶν, ἔνθα τὰ ποικίλα τῶν ἀρετῶν δένδρα καὶ τὸ ξύλον | 129 | |
131 | τὸ γνωστικὸν καλοῦ καὶ πονηροῦ, τοῦτ’ ἔστιν ἡ διακριτικὴ φρόνησις ἡ διαιροῦσα τὸ κρεῖττον ἀπὸ τοῦ χείρονος, καὶ τὸ ξύλον τῆς ζωῆς, τοῦτ’ ἔστι τὸ φυτὸν τῆς θειοτέρας ἐλλάμψεως τῆς καρποφορούσης τῇ ψυχῇ ζωὴν ἱερωτέραν καὶ κρείττονα. ἐν τούτῳ γοῦν τῷ παραδείσῳ καὶ αἱ τέτταρες | |
5 | γενικώταται τῶν ἀρετῶν ἀρχαὶ δίκην ποταμῶν ῥέουσιν· ἐν τούτῳ τῷ παραδείσῳ καὶ ἀρετὴ καὶ σοφία καὶ εὐνομία φέρονται. ἔστι δὲ ἀρετὴ μία μὲν ἡ γενική, πολλαὶ δὲ αἱ κατ’ εἴδη διαιρούμεναι. σοφία δέ ἐστιν ἡ τούτων ἁπάντων περιεκτική, ἣν ὡς μονάδα ἄρρητον ὁ θεῖος προβάλλεται νοῦς. | |
10 | Τῶν δὴ τοιούτων Χαλδαϊκῶν παραινέσεων τὰ μὲν πλείω καὶ ταῖς καθ’ ἡμᾶς εἰσηγήσεσι κατάλληλά πώς εἰσι, τινὰ δὲ καὶ ἠθέτηται. τοῦ γὰρ καθ’ ἡμᾶς δόγματος διαρρήδην φάσκοντος διὰ τὸν ἄνθρωπον τὴν ὁρατὴν γεγενῆσθαι κτίσιν, ὁ Χαλδαῖος τὸν λόγον οὐ παραδέχεται, ἀλλ’ ἀιδίως τίθεται κινεῖσθαι τὰ κατ’ οὐρανὸν ἔργῳ ἀνάγκης καὶ οὐχ ἕνεκεν ἡμῶν. | |
15 | Χαλδαϊκὸν λόγιον. δίζηαι ψυχῆς ὀχετόν, ὅθεν ἢ τίνι τάξει σώματι θητεύσας ** ἐπὶ τάξιν αὖθις ἀναστήσεις, ἱερῷ λόγῳ ἔργον ἑνώσας. Ἐξήγησις. τοῦτ’ ἔστι· ζήτει τὴν ἀρχὴν τῆς ψυχῆς, πόθεν παρήχθη καὶ | |
20 | ἐδούλευσε σώματι καὶ πῶς ἄν τις ταύτην ἄνευ κρίσεως, ἐγείρας διὰ τῶν τελεστικῶν ἔργων, ἐπαναγάγοι ὅθεν ἀφίκετο. ‘ἱερῷ λόγῳ ἔργον ἑνώσασ‘· τοῦτο δὲ τοιοῦτόν ἐστι. ἱερός ἐστιν ἐν ἡμῖν λόγος ἡ νοερωτέρα ζωή, μᾶλλον δὲ ἡ ὑψηλοτέρα δύναμις τῆς ψυχῆς, ἣν ἄνθος νοῦ ἐν ἑτέροις | |
ὀνομάζει τὸ λόγιον. ἀλλ’ οὗτος ὁ ἱερὸς λόγος ἀδυνατεῖ ἀφ’ ἑαυτοῦ πρὸς | 130 | |
132 | τὴν ὑψηλοτέραν ἀναγωγὴν καὶ πρὸς τὴν τοῦ θείου παράληψιν. καὶ ὁ μὲν τῆς εὐσεβείας λόγος χειραγωγεῖ τοῦτον πρὸς θεὸν διὰ τῶν ἐκεῖθεν ἐλλάμψεων, ὁ δὲ Χαλδαῖος διὰ τῆς τελεστικῆς ἐπιστήμης. τελεστικὴ δὲ ἐπιστήμη ἐστὶν ἡ οἷον τελοῦσα τὴν ψυχὴν διὰ τῆς τῶν ἐνταῦθ’ ὑλῶν | |
5 | δυνάμεως. τοῦτο γοῦν φησιν ‘ἱερῷ λόγῳ ἔργον ἑνώσασ‘, τοῦτ’ ἔστι συνάψας τῷ ἱερῷ λόγῳ τῆς ψυχῆς ἤτοι τῇ κρείττονι δυνάμει τὸ τῆς τελετῆς ἔργον. καὶ ὁ μὲν καθ’ ἡμᾶς θεολόγος Γρηγόριος λόγῳ καὶ θεωρίᾳ τὴν ψυχὴν ἀνάγει πρὸς τὰ θειότερα· λόγῳ τῷ καθ’ ἡμᾶς τῷ νοερωτέρῳ καὶ κρείττονι, θεωρίᾳ τῇ ὑπὲρ ἡμᾶς ἐλλάμψει. ὁ δέ γε Πλάτων | |
10 | λόγῳ καὶ νοήσει περιληπτὴν ἡμῖν τὴν ἀγέννητον οὐσίαν τίθεται· ὁ δὲ Χαλδαῖος οὐκ ἄλλως φησὶν ἡμᾶς ἀνάγεσθαι πρὸς θεόν, εἰ μὴ δυναμώσομεν τὸ τῆς ψυχῆς ὄχημα διὰ τῶν ὑλικῶν τελετῶν· οἴεται γὰρ καθαίρεσθαι τὴν ψυχὴν λίθοις καὶ πόαις καὶ ἐπῳδαῖς, ὡς εὔτροχον εἶναι πρὸς τὴν ἀνάβασιν. | |
15 | Χαλδαϊκὸν λόγιον. μηδὲ κάτω νεύσῃς· κρημνὸς κατὰ γῆς ὑπόκειται, ἑπταπόρου σύρων κατὰ βαθμίδος, ὑφ’ ἣν ὁ τῆς ἀνάγκης θρόνος ἐστίν. Ἐξήγησις. τὴν μετὰ θεοῦ οὖσαν ψυχὴν τὸ λόγιον νουθετεῖ ἐκείνῳ μόνῳ | |
20 | προσέχειν τὸν νοῦν καὶ μὴ κάτω τὴν ῥοπὴν ποιεῖσθαι· πολὺς γὰρ ὁ ἀπὸ θεοῦ κατὰ γῆς κρημνός, ‘σύρων‘ τὰς ψυχὰς διὰ τῆς ‘ἑπταπόρου βαθμί‐ δοσ‘. ἑπτάπορος δὲ βαθμὶς αἱ τῶν ἑπτὰ πλανητῶν σφαῖραί εἰσιν. νεύσασα γοῦν ἄνωθεν ἡ ψυχὴ φέρεται ἐπὶ γῆν διὰ τῶν ἑπτὰ τούτων σφαιρῶν. ἡ δὲ ἀπὸ τῶν ἑπτὰ κύκλων ὡς διὰ βαθμίδος κάθοδος ἐπὶ τὸν θρόνον ἄγει τῆς | |
25 | ἀνάγκης· οὗ δὴ γενομένη ἡ ψυχὴ τὸν περίγειον κόσμον ποθεῖν ἀναγκάζεται. Χαλδαϊκὸν λόγιον. ὀνόματα βάρβαρα μήποτ’ ἀλλάξῃς. Ἐξήγησις. τοῦτ’ ἔστιν· εἰσὶν ὀνόματα παρ’ ἑκάστοις ἔθνεσι θεο‐ | |
παράδοτα, δύναμιν ἐν ταῖς τελεταῖς ἄρρητον ἔχοντα· μὴ οὖν μεταλλάξῃς | 131 | |
133 | αὐτὰ εἰς τὴν Ἑλληνικὴν διάλεκτον, οἷον τὸ Σεραφεὶμ καὶ τὸ Χερουβεὶμ καὶ τὸ Μιχαὴλ καὶ τὸ Γαβριήλ. οὕτω μὲν γὰρ λεγόμενα κατὰ τὴν Ἑβραϊκὴν διάλεκτον ἐνέργειαν ἐν ταῖς τελεταῖς ἔχει ἄρρητον· ἀμειφθέντα δὲ ἐν τοῖς Ἑλληνικοῖς ὀνόμασιν ἐξασθενεῖ. ἐγὼ δὲ οὔτε τὰς Χαλδαϊκὰς δέχομαι | |
5 | τελετὰς οὔτε τῷ δόγματι πάνυ προστίθεμαι. ἀνεκάλυψα δέ σοι μόνον τοῦ λόγου τὴν κρυφιότητα. Χαλδαϊκὸν λόγιον. πᾶς ἴσχει κόσμος νοεροὺς ἀνοχῆας ἀκαμπεῖς. Ἐξήγησις. δυνάμεις οἱ Χαλδαῖοι ἐν τῷ κόσμῳ τίθενται καὶ ὀνομάζουσιν αὐτὰς κοσμαγοὺς ὡς τὸν κόσμον ἀγούσας προνοητικαῖς κινήσεσιν. ταύτας | |
10 | οὖν νῦν ‘ἀνοχέασ‘ καλεῖ ὡς τὸν πάντα κόσμον ἀκαμάτως ἀνέχοντας, τῷ μὲν ἀκαμπεῖ τῆς σταθερᾶς αὐτῶν δηλουμένης δυνάμεως, τῷ δὲ ἀνοχικῷ τῆς φρουρητικῆς. ταύτας δὲ τὰς δυνάμεις διαμονῆς τῷ κόσμῳ αἰτίας καὶ ἀκλινοῦς ὁρίζονται τάξεως. εἰσὶ δὲ καὶ ἕτεραι δυνάμεις λεγόμεναι παρ’ αὐτοῖς ἀμείλικτοι, οἷον ἔντονοι καὶ ἀνεπίστροφοι πρὸς τὰ τῇδε, | |
15 | καὶ τὰς ψυχὰς ποιοῦσαι τοῖς θελκτηρίοις μὴ μειλίσσεσθαι πάθεσιν. Χαλδαϊκὸν λόγιον. ἐνέργει περὶ τὸν Ἑκατικὸν στρόφαλον. Ἐξήγησις. ὁ Ἑκατικὸς στρόφαλος σφαῖρά ἐστι χρυσῆ, μέσον σάπφειρον περικλείουσα, διὰ ταυρείου στρεφομένη ἱμάντος, δι’ ὅλης αὐτῆς ἔχουσα χαρακτῆρας· ἣν δὴ στρέφοντες ἐποιοῦντο τὰς ἐπικλήσεις. καὶ τὰ τοιαῦτα | |
20 | καλεῖν εἰώθασιν ἴυγγας, εἴτε σφαιρικὸν ἔχοιεν εἴτε τρίγωνον εἴτε ἄλλο τι σχῆμα. ἃ δὴ δονοῦντες τοὺς ἀσήμους ἢ κτηνώδεις ἐξεφώνουν ἤχους, γελῶντες καὶ τὸν ἀέρα μαστίζοντες. διδάσκει οὖν τὴν τελετὴν ἐνεργεῖν τὴν κίνησιν τοῦ τοιούτου στροφάλου ὡς δύναμιν ἀπόρρητον ἔχουσαν. | |
Ἑκατικὸς δὲ καλεῖται ὡς τῇ Ἑκάτῃ ἀνακείμενος· ἡ δὲ Ἑκάτη θεός ἐστι | 132 | |
134 | παρὰ Χαλδαίοις, ἐν δεξιᾷ μὲν αὐτῆς ἔχουσα τὴν πηγὴν τῶν ἀρετῶν, ἐν δὲ ἀριστερᾷ τῶν ψυχῶν. ἔστι δὲ τὸ πᾶν φλύαρον. Χαλδαϊκὸν λόγιον. πολλάκις ἢ λέξῃς μοι, ἀθρήσεις πάντα λέοντα. | |
5 | οὔτε γὰρ οὐράνιος κυρτὸς τότε φαίνεται ὄγκος, ἀστέρες οὐ λάμπουσι, τὸ μήνης φῶς κεκάλυπται, χθὼν οὐχ ἕστηκεν· βλέπεται δὲ 〈τὰ〉 πάντα κεραυνοῖς. Ἐξήγησις. ἓν τῶν ἐν οὐρανῷ δώδεκα ζῳδίων λεγομένων ἐστὶν ὁ λέων, οἶκος Ἡλίου λεγόμενος, οὗ τὴν πηγήν, ἤτοι τὴν αἰτίαν τῆς λεοντοειδοῦς | |
10 | ἐξ ἀστέρων συνθέσεως, λεοντοῦχον ὁ Χαλδαῖος καλεῖ. ἐν οὖν ταῖς τελεταῖς ἐὰν ἐξ ὀνόματος καλέσῃς τὴν τοιαύτην πηγήν, οὐδὲν ἕτερον ἴδοις ἐν οὐ‐ ρανῷ ἢ φάσμα λεόντειον. οὔτε γὰρ ὁ κυρτὸς αὐτοῦ ὄγκος ἤτοι ὁ περιφερὴς φανεῖταί σοι, οὔτε ἀστέρες αὐγάσουσιν, ἀλλὰ καὶ ἡ σελήνη κεκάλυπται καὶ σεισμοῖς τὰ πάντα δονεῖται. οὐκ ἀναιρεῖ δὲ τὴν οὐσίαν τοῦ οὐρανοῦ | |
15 | καὶ τῶν ἀστέρων ἡ τοιαύτη λεοντοῦχος πηγή, ἀλλὰ τὸ ἡγεμονικὸν τῆς ἰδίας ὑπάρξεως ἀποκρύπτει τὴν θεωρίαν αὐτῶν. Χαλδαϊκὸν λόγιον. πάντοθεν ἀπλάστῳ ψυχῇ πυρὸς ἡνία τεῖνον. Ἐξήγησις. ἄπλαστον ψυχὴν ὀνομάζει τὸ λόγιον τὴν ἀμόρφωτον καὶ ἀδιατύπωτον ἢ τὴν ἁπλουστάτην καὶ καθαρωτάτην· ‘ἡνία‘ δὲ τοῦ | |
20 | ‘πυρὸσ‘ τῆς τοιαύτης ψυχῆς τῆς θεουργικῆς ἐστι ζωῆς ἡ εὔλυτος ἐνέργεια, ἀνατείνουσα τὸν νοῦν τὸν πύρινον εἰς αὐτὸ τὸ θεῖον φῶς. ‘πάντοθεν‘ οὖν τῇ ‘ἀπλάστῳ ψυχῇ‘ τὰ τοῦ ‘πυρὸς ἡνία τεῖνον‘, τοῦτ’ ἔστι, καὶ ἀπὸ τῆς νοερᾶς δυνάμεως καὶ ἀπὸ τῆς διανοητικῆς καὶ ἀπὸ τῆς δοξαστικῆς, ἵνα καταλλήλως ἑκάστη δύναμις τὰς θείας εἰσδέξηται φωταγωγίας. οὐ γὰρ | |
25 | ἀεὶ νοερῶς ἐνεργεῖν δυνάμεθα, ἀλλ’ ἡ φύσις ὀκλάζουσα καὶ κατὰ τὰς δευτέρας ζωὰς ἐνεργεῖ. | |
Χαλδαϊκὸν λόγιον. ὦ τολμηρᾶς φύσεως, ἄνθρωπε, τέχνασμα. | 133 | |
135 | Ἐξήγησις. ‘τέχνασμα‘ μὲν γὰρ ὁ ἄνθρωπος ὡς παρὰ θεοῦ ἀπορρήτῳ τέχνῃ συντεθείς, τολμηρὰν δὲ φύσιν αὐτὸν ὀνομάζει τὸ λόγιον ὡς καὶ τὰ κρείττονα περιεργαζόμενον καὶ δρόμους μὲν ἀστέρων καταμετροῦντα, ὑπερφυῶν δὲ δυνάμεων τάξεις διακριβοῦντα καὶ τὰ ἐξωτάτω τῆς οὐρανίας | |
5 | ἁψῖδος διασκοποῦντα καὶ περὶ θεοῦ τι λέγειν διατεινόμενον. αἱ γὰρ ἐπιβολαὶ αὗται τῶν νοημάτων ‘τολμηρᾶσ‘ ἄντικρυς ‘φύσεωσ‘. οὐ διασύρει δὲ ἐνταῦθα τὴν τόλμαν, ἀλλὰ τὴν ὁρμὴν τῆς φύσεως τέθηπεν. Χαλδαϊκὸν λόγιον. λαιῆς ἐν λαγόσιν Ἑκάτης ἀρετῆς πέλε πηγή, | |
10 | ἔνδον ὅλη μίμνουσα, τὸ παρθένον οὐ προϊεῖσα. Ἐξήγησις. τὴν Ἑκάτην οἱ Χαλδαῖοι θεὸν ὁρίζονται μεσαιτάτην ἔχουσαν τάξιν καὶ οἷον κέντρον τυγχάνουσαν τῶν ὅλων δυνάμεων. καὶ ἐν μὲν τοῖς δεξιοῖς αὐτῆς μέρεσι τιθέασι τὴν πηγὴν τῶν ψυχῶν, ἐν δὲ τοῖς ἀριστεροῖς τὴν πηγὴν τῶν ἀρετῶν. καί φασιν ὅτι ἡ μὲν πηγὴ τῶν ψυχῶν ἕτοιμός | |
15 | ἐστιν εἰς τὰς ἀπογεννήσεις, ἡ δὲ πηγὴ τῶν ἀρετῶν ἐν ὅροις μένει ἔνδον τῆς ἰδίας οὐσίας καὶ οἷον παρθένος ἐστὶ καὶ ἀμιγής, τὸ στάσιμον τοῦτο καὶ ἀκίνητον ἀπὸ τῶν ἀμειλίκτων λαβοῦσα δυνάμεων καὶ ζωστῆρι κοσμηθεῖσα παρθενικῷ. Χαλδαϊκὸν λόγιον. | |
20 | ἡνίκα 〈δὲ〉 βλέψῃς μορφῆς ἄτερ εὐίερον πῦρ λαμπόμενον σκιρτηδὸν ὅλου κατὰ βένθεα κόσμου, κλῦθι πυρὸς φωνήν. Ἐξήγησις. περὶ τοῦ ὁρωμένου πολλοῖς τῶν ἀνθρώπων θείου φωτὸς τὸ λόγιον διέξεισιν, ὡς, εἰ μὲν ἐν σχήματι καὶ μορφῇ θεῷτό τις τὸ τοιοῦτον | |
25 | φῶς, μηκέτι τούτῳ προσέξει τὸν νοῦν μηδὲ τὴν ἐκεῖθεν πεμπομένην | |
φωνὴν ἀληθεστάτην νομίσοι. εἰ δὲ ἴδοι τοῦτο ἀσχημάτιστον καὶ ἀμόρφω‐ | 134 | |
136 | τον, ἀνεξαπάτητος ἔσται· καὶ ὅπερ ἂν ἐκεῖθεν ἐνωτισθείη, ἀληθές ἐστιν ἄντικρυς. εὐίερον δὲ τὸ τοιοῦτον πῦρ ὀνομάζεται ὡς ἐν καλῷ τοῖς ἱερατι‐ κοῖς ἀνδράσιν ὁρώμενον καὶ ‘σκιρτηδὸν‘ προφαινόμενον, ἤτοι ἱλαρῶς καὶ χαριέντως, κατὰ τὰ βάθη τοῦ κόσμου. | |
5 | Χαλδαϊκὸν λόγιον. μὴ φύσεως καλέσῃς αὔτοπτον ἄγαλμα. Ἐξήγησις. αὐτοψία ἐστίν, ὅταν αὐτὸς ὁ τελούμενος τὰ θεῖα φῶτα ὁρᾷ. εἰ δὲ οὗτος μὲν οὐδὲν ὁρῴη, ὁ δὲ τὴν τελετὴν διατιθέμενος αὐτοπτεῖ τὸ φαινόμενον, ἐποπτεία τοῦτο πρὸς τὸν τελούμενον λέγεται. δεῖ δὲ τὸ καλούμενον ἄγαλμα ἐν ταῖς τελεταῖς νοητὸν εἶναι καὶ σώματος παντάπασι | |
10 | χωριστόν. τὸ δὲ τῆς φύσεως μόρφωμα οὐκ ἔστι παντάπασι νοητόν· ἡ γὰρ φύσις σωμάτων ἐστὶν ὡς ἐπὶ τὸ πλεῖστον διοικητικὴ δύναμις· ‘μὴ‘ οὖν ‘καλέσῃσ‘, φησίν, ἐν ταῖς τελεταῖς ‘αὔτοπτον φύσεως ἄγαλμα‘· ἐπενέγκοι γάρ σοι μεθ’ ἑαυτοῦ φυσικῶν δαιμονίων μόνον πληθύν. Χαλδαϊκὸν λόγιον. | |
15 | ἡ φύσις πείθει πιστεύειν εἶναι τοὺς δαίμονας ἁγνούς, καὶ τὰ κακῆς ὕλης βλαστήματα χρηστὰ καὶ ἐσθλά. Ἐξήγησις. οὐχ ὅτι αὐτὴ πείθει τοῦτο, ἀλλ’ ὅτι κληθείσης πρὸ τῆς παρουσίας αὐτῆς πολὺς ἐπιρρεῖ δαιμόνων χορός, καὶ πολυειδεῖς προφέρον‐ ται μορφαὶ δαιμονιώδεις, ἀπὸ πάντων μὲν τῶν στοιχείων ἀνεγειρόμεναι, | |
20 | ἀπὸ πάντων δὲ τῶν μερῶν τοῦ σεληναίου κόσμου συγκείμεναί τε καὶ μεριζόμεναι· καὶ ἱλαραὶ καὶ χαρίεσσαι πολλάκις φαινόμεναι φαντασίαν τινὸς ἀγαθότητος πρὸς τὸν τελούμενον ὑποκρίνονται. Χαλδαϊκὸν λόγιον. ψυχὴ μερόπων θεὸν ἄγξει ἐς αὑτήν, | |
25 | οὐδὲν θνητὸν ἔχουσα ὅλη μεμέθυσται· | |
ἁρμονίαν αὔχει γάρ, ὑφ’ ᾗ πέλε σῶμα βρότειον. | 135 | |
137 | Ἐξήγησις. τὸ θεῖον, φησί, πῦρ ἡ ψυχὴ βιάζεται εἰς ἑαυτὴν (τοῦτο γάρ ἐστι τὸ ‘ἄγχει‘) διὰ τῆς ἀθανασίας καὶ τῆς καθαρότητος. τότε γὰρ ‘ὅλη μεμέθυσται‘, τοῦτ’ ἔστι, πληροῦται κρείττονος ζωῆς καὶ ἐλλάμψεως καὶ οἷον ἐξίσταται ἑαυτῆς. εἶτα πρὸς αὐτὴν ὁ λόγος φησίν ‘ἁρμονίαν αὔχει‘, | |
5 | τοῦτ’ ἔστι, σεμνύνου τῇ ἀφανεῖ καὶ νοητῇ ἁρμονίᾳ ᾗ συνδέδεσαι ἀριθμητι‐ κοῖς λόγοις καὶ μουσικοῖς. ὑπὸ ταύτῃ γὰρ τῇ νοητῇ ἁρμονίᾳ καὶ τὸ βρότειον καὶ σύνθετον συνηρμόσθη σῶμα, ἐκεῖθεν ἐπιχορηγουμένην ἔχον τὴν σύστασιν. Χαλδαϊκὸν λόγιον. | |
10 | οἰγνύσθω ψυχῆς βάθος ἄμβροτον· ὄμματα πάντα ἄρδην ἐκπέτασον ἄνω. Ἐξήγησις. ‘ψυχῆς βάθοσ‘ αἱ τριπλαῖ αὐτῆς δυνάμεις εἰσίν, αἱ νοεραί, αἱ διανοητικαί, αἱ δοξαστικαί, ‘ὄμματα‘ δὲ αἱ τριπλαῖ αὐτῶν γνωστικαὶ ἐνέργειαι. τὸ μὲν γὰρ ὄμμα γνώσεως σύμβολον, ἡ δὲ ζωὴ ὀρέξεως. | |
15 | ἀνοιγέσθω οὖν, φησί, τὸ τῆς ψυχῆς ἀθάνατον βάθος, καὶ τὰς γνωστικάς σοι δυνάμεις ‘ἄρδην ἐκπέτασον ἄνω,‘ καὶ ὅλον σαυτόν, ἵνα τὸ ἡμεδαπὸν ἐρῶ, μετάθες ἐπὶ τὸν κύριον. Χαλδαϊκὸν λόγιον. μὴ πνεῦμα μολύνῃς μηδὲ βαθύνῃς | |
20 | τὸ ἐπίπεδον. Ἐξήγησις. δύο χιτῶνας ἐπενδύουσι τὴν ψυχὴν οἱ Χαλδαῖοι, καὶ τὸν μὲν πνευματικὸν ὀνομάζουσιν, ἀπὸ τοῦ αἰσθητοῦ κόσμου ἐξυφανθέντα αὐτῇ, τὸν δὲ αὐγοειδῆ, λεπτὸν καὶ ἀβαθῆ, ὅπερ ἐπίπεδον ὀνομάζεται. μήτε οὖν, φησί, τὸν πνευματικὸν χιτῶνα τῆς ψυχῆς μολύνῃς ἀκαθαρσίᾳ παθῶν | |
25 | μήτε τὸν ἐπίπεδον αὐτῆς βαθύνῃς προσθήκαις τισὶν ὑλικαῖς· ἀλλὰ τήρησον | |
ἀμφοτέρους ἐπὶ τῆς φύσεως, τὸν μὲν καθαρόν, τὸν δὲ ἀβαθῆ. | 136 | |
138 | Χαλδαϊκὸν λόγιον. ζήτησον παράδεισον. Ἐξήγησις. παράδεισός ἐστι Χαλδαϊκὸς πᾶς ὁ περὶ τὸν πατέρα χορὸς τῶν θείων δυνάμεων καὶ τὰ ἐμπύρια κάλλη τῶν δημιουργικῶν πηγῶν· ἄνοιξις δὲ αὐτοῦ δι’ εὐσεβείας ἡ μετουσία τῶν ἀγαθῶν, φλογίνη δὲ ῥομφαία ἡ | |
5 | ἀμείλικτος τοῖς ἀναξίως προσερχομένοις δύναμις. καὶ τούτοις μὲν κέκλεισται διὰ τὴν ἀνεπιτηδειότητα, τοῖς δὲ εὐσεβέσιν ἀνήπλωται. εἰς ὃν ἀνατείνονται πᾶσαι αἱ θεουργικαὶ ἀρεταί. Χαλδαϊκὸν λόγιον. σὸν ἀγγεῖον θῆρες χθονὸς οἰκήσουσιν. Ἐξήγησις. ‘ἀγγεῖον‘ μέν ἐστι τὸ σύνθετον ἡμῶν κρᾶμα τῆς ζωῆς, | |
10 | ‘θῆρεσ‘ δὲ ‘χθονὸσ‘ οἱ περὶ γῆν καλινδούμενοι δαίμονες. τὴν οὖν ζωὴν ἡμῶν πλήρη γενομένην παθῶν οἱ τοιοῦτοι θῆρες ‘οἰκήσουσιν‘. καὶ γὰρ οὐσίωται ἐν τοῖς πάθεσι τὰ τοιαῦτα γένη καὶ τὴν ἕδραν ἔχει καὶ τὴν τάξιν ὑλικήν· διὸ καὶ οἱ ἐμπαθεῖς πρὸς ταῦτα συγκολλῶνται, τῷ ὁμοίῳ τὸ ὅμοιον ἐφελκόμενοι, κινητικὴν ἔχοντες δύναμιν τῶν παθῶν. | |
15 | Χαλδαϊκὸν λόγιον. ἐκτείνας πύριον νοῦν ἔργον ἐπ’ εὐσεβίης ῥευστὸν καὶ σῶμα σαώσεις. Ἐξήγησις. τοῦτ’ ἔστιν· ἐὰν ἐκτείνῃς τὸν φωτισθέντα σοι νοῦν ἄνωθεν καὶ τοῦ θείου πυρὸς ἔργον γενόμενος εἰς τὰ τῆς εὐσεβείας ἔργα (ἔργα δὲ | |
20 | εὐσεβείας παρὰ Χαλδαίοις αἱ τῶν τελετῶν μέθοδοι), οὐ μόνον τὴν ψυχὴν ἀνάλωτον ποιήσεις τοῖς πάθεσιν, ἀλλὰ καὶ τὸ σῶμά σου ὑγιεινότατον. ἔστι γὰρ καὶ τοῦτο πολλάκις ἔργον τῶν θείων ἐλλάμψεων, ἐκδαπανᾶν τὴν ὕλην τοῦ σώματος καὶ ὑγιᾶ τὴν φύσιν κατασκευάζειν, ὡς μήτε πάθεσιν μήτε νόσοις ἁλίσκεσθαι. | |
25 | Χαλδαϊκὸν λόγιον. ἐκ δ’ ἄρα κόλπων γαίης θρῴσκουσι χθόνιοι κύνες οὔποτ’ ἀληθὲς | |
σῆμα βροτῷ δεικνύντες. | 137 | |
139 | Ἐξήγησις. περὶ δαιμόνων ἐνύλων ὁ λόγος· καὶ κύνας μὲν τούτους καλεῖ ὡς τιμωροὺς τῶν ψυχῶν, χθονίους δὲ ὡς ἐξ οὐρανοῦ πεπτωκότας καὶ καλινδουμένους περὶ τὴν γῆν. οὗτοι γοῦν, φησί, πόρρω τῆς θείας τεταγμέ‐ νοι ζωῆς καὶ τῆς νοερᾶς θεωρίας ἀπολιμπανόμενοι, προσημαίνειν τὸ | |
5 | μέλλον οὐ δύνανται. ὅθεν πᾶν ὃ λέγουσι καὶ δεικνύουσι ψευδές ἐστι καὶ ἀνυπόστατον· μορφωτικῶς γὰρ τὰ ὄντα γινώσκουσιν· τὸ δὲ τῶν μελλόντων ἑνιαίως γνωστικὸν ἀμερίστοις χρῆται καὶ ἀμορφώτοις νοήσεσιν. Χαλδαϊκὸν λόγιον. πάντα γὰρ ἐξετέλεσσε πατὴρ καὶ νῷ παρέδωκε | |
10 | δευτέρῳ, ὃν πρῶτον κληΐζετε πᾶν γένος ἀνδρῶν. Ἐξήγησις. τὴν πᾶσαν κτίσιν δημιουργήσας ὁ τῆς τριαδὸς πρῶτος πατὴρ παρέδωκε ταύτην τῷ νῷ· ὅντινα νοῦν τὸ σύμπαν γένος τῶν ἀνδρῶν, ἀγνοοῦντες τὴν πατρικὴν ὑπεροχήν, θεὸν πρῶτον καλοῦσιν. πλὴν τὸ παρ’ ἡμῖν δόγμα ἐναντίως ἔχει, ὡς αὐτὸς ὁ πρῶτος νοῦς, ὁ υἱὸς τοῦ | |
15 | μεγάλου πατρός, τὴν κτίσιν πᾶσαν ἐδημιούργησεν. ὁ μὲν γὰρ πατὴρ λέγει παρὰ τῇ Μωσαϊκῇ βίβλῳ πρὸς τὸν υἱὸν τὴν ἰδέαν τῆς παραγωγῆς τῶν κτισμάτων, ὁ δὲ υἱὸς αὐτουργὸς τοῦ ποιήματος γίνεται. Χαλδαϊκὸν λόγιον. ποιναὶ μερόπων ἄγκτειραι. Ἐξήγησις. οἱ μὲν γὰρ ἀναγωγοὶ ἄγγελοι ἀνάγουσι τὰς ψυχὰς ἐφ’ ἑαυτοὺς | |
20 | ἐκ τῆς γενέσεως ἐφελκόμενοι, αἱ δὲ ποιναί, ἤτοι αἱ τιμωρητικαὶ τῶν δαιμόνων φύσεις καὶ βάσκανοι τῶν ἀνθρωπίνων ψυχῶν, ἐνδεσμοῦσι ταύτας τοῖς ὑλικοῖς πάθεσι καὶ οἷον ἀπάγχουσι, καὶ οὐ μόνον τοὺς παθῶν πλήρεις αἰκίζονται, ἀλλὰ καὶ τοὺς εἰς τὴν ἄυλον οὐσίαν ἐπεστραμμένους· καὶ γὰρ καὶ οὗτοι εἰς τὴν ὕλην καὶ τὴν γένεσιν ἐλθόντες δέονται τῆς | |
25 | τοιαύτης καθάρσεως. πολλοὺς γὰρ ὁρῶμεν καὶ τῶν ὁσίως καὶ καθαρῶς πολιτευομένων ἀπροσδοκήτοις συμφοραῖς περιπίπτοντας. Χαλδαϊκὸν λόγιον. βίῃ ὅτι σῶμα λιπόντων | |
ἀνθρώπων ψυχαὶ καθαρώταται. | 138 | |
140 | Ἐξήγησις. εἴ τις εὐγνωμόνως ἀκούοι τοῦ ῥητοῦ, οὐκ ἐναντιώσεται τοῖς ἡμετέροις δόγμασιν. καὶ γὰρ καὶ οἱ στεφανῖται μάρτυρες, βιαίοις ἀγῶσι τὸ σῶμα καταλιπόντες, καθαρὰς τὰς ἑαυτῶν ψυχὰς τετελέκασιν. ἀλλ’ οὐ τοῦτό φησιν ὁ Χαλδαῖος, ἀλλὰ πάντα βίαιον θάνατον ἐπαινεῖ· διότι, | |
5 | φησίν, ἡ ψυχή, ἐπιπόνως τὸ σῶμα λιποῦσα, βδελύττεται τὴν ἐνταῦθα ζωὴν καὶ μισεῖ τὴν πρὸς τοῦτο ἐπιστροφὴν καὶ χαίρουσα πρὸς τὰ ἄνω χωρεῖ. αἱ δὲ ἐν νόσοις κατ’ ἔκλυσιν τοῦ ζωτικοῦ πνεύματος ἀπολιποῦ‐ σαι τὸν βίον οὐ μάλα τι δυσχεραίνουσι τὴν πρὸς τοῦτο νεῦσίν τε καὶ ῥοπήν. | |
10 | Χαλδαϊκὸν λόγιον. σύμβολα πατρικὸς νόος ἔσπειρε ταῖς ψυχαῖς. Ἐξήγησις. ὥσπερ ἡ Μωσαϊκὴ βίβλος κατ’ εἰκόνα θεοῦ πλάττει τὸν ἄνθρωπον, οὕτω δὴ καὶ ὁ Χαλδαῖος τὸν ποιητὴν καὶ πατέρα τοῦ κόσμου φησὶ σύμβολά τινα ἐγκατασπεῖραι ταῖς ψυχαῖς τῆς ἑαυτοῦ ἰδιότητος. καὶ γὰρ ἀπὸ τῶν πατρικῶν σπερμάτων οὐχ αἱ ψυχαὶ μόνον, ἀλλὰ καὶ αἱ | |
15 | ὑπερκείμεναι πᾶσαι τάξεις ἐβλάστησαν. καὶ ἄλλα μὲν τὰ ἐν αὐταῖς ταῖς ἀσωμάτοις ὑπάρξεσι συνθήματα, ἀσωμάτως ὄντα καὶ ἑνοειδῶς, ἄλλα δὲ 〈τὰ〉 ἐν τοῖς κόσμοις. συνθήματα δὲ καὶ σύμβολά εἰσιν αἱ ἄρρητοι τοῦ θεοῦ ἰδιότητες αἱ καὶ τῶν ἀρετῶν ὑπερκείμεναι. Χαλδαϊκὸν λόγιον. | |
20 | ὅτι ψυχή, πῦρ οὖσα φαεινὸν δυνάμει πατρός, ἀθάνατός τε μένει καὶ ζωῆς δεσπότις ἐστὶν καὶ ἔχει πολλῶν πληρώματα κόλπων. Ἐξήγησις. ἡ ψυχή, ἄυλον οὖσα καὶ ἀσώματον πῦρ, τῶν συνθέτων ὅλων καὶ τοῦ ὑλικοῦ σκότους ἐξῃρημένον, ἀθάνατός ἐστιν. οὐ γὰρ ἐγκαταμέμι‐ | |
25 | κται ἐν αὐτῇ ὕλη σκοτώδης, οὐδὲ σύνθετός ἐστιν, ἵνα διαλυθῇ εἰς τὰ ἐξ ὧν συνετέθη. ἔστι δὲ καὶ ‘δεσπότις ζωῆσ‘, τοῖς νεκροῖς ζωὴν ἐπιλάμπουσα. | |
ἔχει δὲ καὶ ‘πολλῶν πληρώματα κόλπων‘, τοῦτ’ ἔστιν, ἔχει δυνάμεις | 139 | |
141 | ὑποδεκτικὰς τῆς ὅλης διακοσμήσεως· δύναται γὰρ κατὰ τὰς διαφόρους ἀρετὰς εἰς τὰς διαφόρους ζώνας ἐγκατοικεῖν τοῦ οὐρανοῦ. Χαλδαϊκὸν λόγιον. πατὴρ οὐ φόβον ἐνθρῴσκει, πειθὼ δ’ ἐπιχέει. Ἐξήγησις. τοῦτ’ ἔστιν· τὸ θεῖον οὐκ ἔστι φριμάσσον καὶ ἀγανακτητικόν, | |
5 | ἀλλὰ γλυκὺ καὶ γαληναῖον· ὅθεν οὐ φόβον ἐμποιεῖ ταῖς ὑποκειμέναις φύσεσιν, ἀλλὰ πειθοῖ καὶ χάριτι πάντα ἐφέλκεται. εἰ γὰρ ἦν φοβερὸν καὶ ἀπειλητικόν, διελύθη ἂν ἡ πᾶσα τάξις τῶν ὄντων, μηδενὸς ὑπομεῖναι δυναμένου τὴν ἐκείνου δύναμιν. τοῦτο δὲ τὸ δόγμα ἐκ μέρους ἀληθεύει παρ’ ἡμῖν. ὁ γὰρ θεὸς καὶ φῶς ἐστι καὶ πῦρ καταναλίσκον τοὺς μοχθηρούς, | |
10 | ἀπειλὴ δὲ θεοῦ καὶ φόβος ἡ δι’ οἰκονομίαν ἐπίσχεσις τῆς πρὸς ἡμᾶς αὐτοῦ ἀγαθότητος. Χαλδαϊκὸν λόγιον. ὁ πατὴρ ἑαυτὸν ἥρπασεν, οὐδ’ ἐν ἑῇ δυνάμει νοερᾷ κλείσας ἴδιον πῦρ. | |
15 | Ἐξήγησις. ὁ μὲν νοῦς τοῦ λογίου τοιοῦτος, ὡς ὁ ἐπὶ πάντων θεός, ὃς δὴ καὶ πατὴρ ὠνόμασται, ἀκατάληπτον ἑαυτὸν ποιεῖ καὶ ἀπερίληπτον, οὐ μόνον ταῖς πρώταις καὶ δευτέραις φύσεσι καὶ ταῖς ἡμετέραις ψυχαῖς, ἀλλὰ καὶ αὐτῇ τῇ ἰδίᾳ δυνάμει. δύναμις δὲ τοῦ πατρὸς ὁ υἱός. ‘ἑαυτὸν‘ γάρ φησιν ‘ἥρπασεν ὁ πατὴρ‘ ἀπὸ πάσης φύσεως. οὐκ ἔστι δὲ τὸ δόγμα | |
20 | ὀρθόδοξον. ἐν τῷ υἱῷ γὰρ παρ’ ἡμῖν ὁ πατὴρ δεδογμάτισται, ὥσπερ καὶ ὁ υἱὸς ἐν τῷ πατρί. καὶ ὅρος τοῦ πατρὸς ὁ υἱὸς καὶ θεῖος λόγος ὑπερ‐ φυής. Χαλδαϊκὸν λόγιον. ἔστι τι νοητὸν ὃ χρή σε νοεῖν νόου ἄνθει. Ἐξήγησις. ἡ ψυχὴ ἑκάστῳ νοουμένῳ πράγματι κατάλληλον ἔχει καὶ | |
25 | δύναμιν, τοῖς μὲν αἰσθητοῖς αἴσθησιν, τοῖς δὲ διανοητοῖς διάνοιαν, τοῖς δὲ νοητοῖς νοῦν. φησὶν οὖν ὁ Χαλδαῖος ὅτι, εἰ καὶ νοητόν ἐστιν ὁ θεός, ἀλλ’ οὐ τῷ νῷ ἐστι ληπτόν, ἀλλὰ τῷ ἄνθει τοῦ νοῦ. ἄνθος δὲ τοῦ νοῦ ἡ ἑνιαία τῆς | |
ψυχῆς δύναμις. ἐπεὶ γοῦν ὁ θεὸς κυρίως ἐστὶν ἕν, μὴ πειρῶ καταλαβεῖν | 140 | |
142 | αὐτὸν διὰ τοῦ νοῦ, ἀλλὰ διὰ τῆς ἑνιαίας δυνάμεως. τὸ γὰρ πρώτως ἓν μόνῳ τῷ παρ’ ἡμῖν ἑνὶ ληπτόν πώς ἐστι καὶ οὔτε διανοίᾳ οὔτε νῷ. Χαλδαϊκὸν λόγιον. ψυχῆς ἐξωστῆρες ἀνάπνοοι εὔλυτοί εἰσιν. Ἐξήγησις. ἵνα μή τις λέγῃ ὅτι ‘βούλομαι μὲν ἀπολῦσαι τὴν ψυχὴν τοῦ | |
5 | σώματος, οὐ δύναμαι δέ‘, φησὶ τὸ λόγιον ὅτι αἱ ἐξωθοῦσαι τὴν ψυχὴν δυνάμεις ἀπὸ τῆς σωματικῆς φύσεως καὶ οἷον ἀναπνεῖν αὐτὴν ποιοῦσαι ἀπὸ τοῦ ἐν τῷ σώματι μόχθου καὶ τῆς κακώσεως ‘εὔλυτοί εἰσι‘· τοῦτ’ ἔστι καὶ αὐταὶ ἐλεύθεραι αἱ δυνάμεις, μὴ ὑπό τινος εἰργόμεναι φύσεως, καὶ ἀπολῦσαι καὶ τὴν ψυχὴν τῆς σωματικῆς πέδης γενναίως μάλα δεδύνηνται. | |
10 | Χαλδαϊκὸν λόγιον. χρή σε σπεύδειν πρὸς τὸ φῶς καὶ πρὸς πατρὸς αὐγάς, ἔνθ’ ἐπέμφθη σοι ψυχὴ πολὺν ἑσσαμένη νοῦν. Ἐξήγησις. ἐπειδὴ οὐκ ἀπὸ σπερμάτων ἡ ψυχὴ τὴν ὑπόστασιν ἔλαβεν οὐδὲ ἐν σωματικαῖς ὑφειστήκει κράσεσιν, ἀλλ’ ἄνωθεν ἀπὸ θεοῦ τὴν | |
15 | ὕπαρξιν ἔσχε, πρὸς ἐκεῖνον καὶ ἐπεστράφθω καὶ πρὸς τὸ θεῖον φῶς ποιείτω τὴν ἄνοδον. ‘πολὺν‘ γὰρ ‘ἑσσαμένη νοῦν‘ ἐνταῦθα κατῆλθε· τοῦτ’ ἔστιν· ἐνεδύσατο παρὰ τοῦ ποιητοῦ καὶ πατρὸς ἀναμνήσεις τῶν θειοτέρων λήξεων, ὅτε τὴν ἐνταῦθα ἐλάμβανε κάθοδον. ἔνθεν τοι διὰ τῶν τοιούτων ἀναμνήσεων πάλιν ἐκεῖσε ἐπάνεισιν. | |
20 | Χαλδαϊκὸν λόγιον. εἰσὶν πάντα ἑνὸς πυρὸς ἐκγεγαῶτα. Ἐξήγησις. ἡμέτερον καὶ ἀληθὲς τὸ δόγμα. πάντα γὰρ τὰ ὄντα, τά τε νοητὰ καὶ αἰσθητά, ἀπὸ μόνου θεοῦ τὴν ὑπόστασιν ἔλαβον καὶ πρὸς μόνον θεὸν ἐπέστραπται, τὰ μὲν ὄντα μόνως οὐσιωδῶς, τὰ δὲ ὄντα καὶ ζῶντα οὐσιωδῶς καὶ ζωτικῶς, τὰ δὲ ὄντα καὶ ζῶντα καὶ νοοῦντα οὐσιωδῶς | |
25 | καὶ ζωτικῶς καὶ νοερῶς. ἀφ’ ἑνὸς οὖν πάντα γεγένηται καὶ πρὸς ἓν αὖθις ἡ τούτων ἀναγωγή. ἄπταιστον οὖν τὸ λόγιον καὶ πλῆρες τοῦ ἡμετέρου | |
δόγματος. | 141 | |
143 | Χαλδαϊκὸν λόγιον. ἃ δὴ νοῦς λέγει, τῷ νοεῖν δήπου λέγει. Ἐξήγησις. ὅταν, φησίν, ἀκούσῃς διηρθρωμένης φωνῆς ἄνωθεν βροντώ‐ σης ἐξ οὐρανοῦ, μὴ ὑπολάβῃς ὡς ὁ τὴν φωνὴν ταύτην ἀφιεὶς ἄγγελος ἢ θεὸς προφορικῷ λόγῳ συνήρθρωσεν· ἀλλ’ ἐκεῖνος μὲν κατὰ τὴν ἑαυτοῦ | |
5 | φύσιν ἀμερίστως μόνον ἐνόησε, σὺ δέ, ὡς ἠδύνω, ἤκουσας τοῦ νοήματος συλλαβικῶς καὶ προφορικῶς. ὥσπερ γὰρ ὁ θεὸς τῶν ἡμετέρων φωνῶν ἀφώνως ἀκούει, οὕτω καὶ ὁ ἄνθρωπος τὰς τοῦ θεοῦ ἐννοίας φωνητικῶς δέχεται, ἕκαστος καθὼς ἔχει φύσεως ἐνεργῶν. Χαλδαϊκὸν λόγιον. ἆ ἆ τούσδε χθὼν κατωρύεται ἐς τέκνα μέχρις. | |
10 | Ἐξήγησις. περὶ τῶν ἀθέων ὁ λόγος φησὶν ὅτι μέχρι τῶν ἀπογόνων διατείνει τὴν κόλασιν αὐτοῖς ὁ θεός. τὰς γὰρ ὑποχθονίους κολάσεις ἐνδεικνύμενον τὸ λόγιον ‘χθὼν‘ αὐτούς, φησί, ‘κατωρύεται‘, τοῦτ’ ἔστιν, ἐπιμυκᾶται αὐτοῖς ὁ ὑπὸ γῆν τόπος καὶ οἷον λεοντῶδες ἐπηχεῖ ὤρυγμα. διότι φησὶν ὁ Πρόκλος· ‘τῶν συγγενικῶν ψυχῶν ὁμοφυής ἐστιν ἡ σύνταξις, | |
15 | καὶ αἱ μήπω ἀπολυθεῖσαι τῶν τῆς φύσεως δεσμῶν ἐν τοῖς ὁμογενῶν κατέχονται πάθεσι. δεῖ οὖν καὶ ταύτας τὸ μέρος τυχεῖν τῆς ὅλης δίκης καὶ ἀναπλησθείσας διὰ τὴν φυσικὴν συγγένειαν τῶν μιασμάτων καθαρθῆναι πάλιν ἐξ αὐτῶν.‘ Χαλδαϊκὸν λόγιον. μὴ συναυξήσῃς τὴν εἱμαρμένην. | |
20 | Ἐξήγησις. εἱμαρμένην οἱ σοφώτεροι τῶν Ἑλλήνων τὴν φύσιν κατονο‐ μάζουσι, μᾶλλον δὲ τὸ πλήρωμα τῶν ἐλλάμψεων ὧν ἡ τῶν ὄντων φύσις εἰσδέχεται. ἔστι δὲ πρόνοια μὲν ἡ ἄμεσος ἀπὸ τοῦ θεοῦ εὐεργεσία, εἱμαρ‐ μένη δὲ ἡ διὰ τῆς τοῦ εἱρμοῦ τῶν ὄντων συμπλοκῆς τὰ ἡμέτερα κυβερνῶσα. | |
καὶ ὑπὸ πρόνοιαν μὲν κείμεθα, ὅταν νοερῶς ἐνεργῶμεν, ὑπὸ δὲ εἱμαρμένην, | 142 | |
144 | ὅταν καὶ σωματικῶς. ‘μὴ‘ οὖν, φησίν, ‘αὐξήσῃς τὴν εἱμαρμένην‘ σαυτῷ, ἀλλ’ ὑπὲρ ταύτην γενοῦ καὶ ὑπὸ μόνῳ θεῷ κυβερνήθητι. Χαλδαϊκὸν λόγιον. οὐ γὰρ ἀπαὶ πατρικῆς ἀρχῆς ἀτελές τι τροχάζει. Ἐξήγησις. πάντα, φησίν, ὁ πατὴρ παράγει τέλεια καὶ αὐτάρκη κατὰ | |
5 | τὴν ἑαυτῶν τάξιν. ἡ δὲ τῶν γεννωμένων πολλάκις ἀσθένεια καὶ ὕφεσις παρυφίστησι τὴν ἔνδειαν ἑαυτοῖς καὶ τὸ ἀτελές. ἀλλ’ ὁ πατὴρ πάλιν ἀνακαλεῖται τὴν ἔνδειαν πρὸς τὸ τέλειον καὶ ἐπιστρέφει εἰς τὴν αὐτάρκειαν. τοιοῦτόν ἐστι καὶ τὸ παρὰ τοῦ ἀποστόλου Ἰακώβου τοῦ ἀδελφοῦ τοῦ κυρίου ἐκπεφωνημένον ἐν προοιμίοις τῆς ἐπιστολῆς αὐτοῦ· ‘πᾶν δώρημα | |
10 | τέλειον ἄνωθέν ἐστι καταβαῖνον ἐκ τοῦ πατρὸς τῶν φώτων.‘ οὐδὲν γὰρ ἀτελὲς παρὰ τοῦ τελείου πρόεισι, καὶ μάλιστα ὅταν τύχωμεν τὸ παρ’ αὐτοῦ πρώτως χεόμενον αὐτίκα δέξασθαι. Χαλδαϊκὸν λόγιον. ἀλλ’ οὐκ εἰσδέχεται κείνης τὸ θέλειν πατρικὸς νοῦς, | |
15 | μέχρις ἂν ἐξέλθῃ λήθης καὶ ῥῆμα λαλήσῃ, μνήμην ἐνθεμένη πατρικοῦ συνθήματος ἁγνοῦ. Ἐξήγησις. οὐ παραδέχεται ὁ πατρικὸς νοῦς τῆς ψυχῆς τὰς τῶν θελη‐ μάτων ὁρμάς, μέχρις ἂν αὐτὴ ἐπιλάθηται μὲν τῆς λήθης ὧν πεπλούτηκε παρὰ τοῦ παναγάθου πατρός, ἔλθοι δὲ εἰς ἀνάμνησιν ὧν ἔσχεν ἐξ αὐτοῦ | |
20 | ἱερῶν συνθημάτων, καὶ φωνὴν ἀφήσει εὐγνώμονα, μνήμην ἑαυτῇ ἐνθεμένη τῶν τοῦ γεννήσαντος αὐτὴν πατρὸς συμβόλων. συνέστηκε γὰρ ἡ ψυχὴ ἀπὸ τῶν ἱερῶν λόγων καὶ τῶν θείων συμβόλων· ὧν οἱ μέν εἰσιν ἀπὸ τῶν νοερῶν εἰδῶν, τὰ δὲ ἀπὸ τῶν θείων ἑνάδων. καὶ ἐσμὲν εἰκόνες μὲν τῶν νοερῶν οὐσιῶν, ἀγάλματα δὲ τῶν ἀγνώστων συνθημάτων. δεῖ δὲ καὶ τοῦτο | |
25 | εἰδέναι, ὡς πᾶσα ψυχὴ πάσης ψυχῆς κατ’ εἶδος διέστηκε, καὶ ὡς ὅσαι ψυχαί, τοσαῦτα καὶ τὰ εἴδη τῶν ψυχῶν ἐστιν. Χαλδαϊκὸν λόγιον. ἡνίκα δ’ ἐρχόμενον δαίμονα πρόσγειον ἀθρήσῃς, | |
θῦε λίθον μνούζιριν ἐπαυδῶν. | 143 | |
145 | Ἐξήγησις. ψευδεῖς μὲν τὴν φύσιν οἱ πρόσγειοι δαίμονες ἅτε πόρρω τῆς θείας γνώσεως ὄντες καὶ τῆς ἀφεγγοῦς ὕλης ἀναπεπλησμένοι. εἰ δὲ βούλει παρ’ αὐτοῖς ἀληθῆ τινα δέξασθαι λόγον, παρασκεύαζε θυτήριον καὶ ‘θῦε λίθον μνούζιριν‘. ὁ δὲ λίθος οὗτος δύναμιν ἔχει προκλητικὴν | |
5 | ἑτέρου μείζονος δαίμονος, ὃς δὴ ἀφανῶς τῷ ὑλικῷ δαίμονι προσιὼν προφωνήσει τὴν τῶν ἐρωτωμένων ἀλήθειαν, ἣν ἐκεῖνος ἀποκρινεῖται τῷ ἐρωτῶντι. λέγει δὲ καὶ ὄνομα προκλητικὸν μετὰ τῆς τοῦ λίθου θυσίας. καὶ ὁ μὲν Χαλδαῖός τινας μὲν τῶν δαιμόνων ἀγαθούς, τινὰς δὲ κακοὺς τίθεται· ὁ δὲ ἡμέτερος εὐσεβὴς λόγος πάντας κακοὺς ὁρίζεται, ἐκ προ‐ | |
10 | αιρετικῶν ἀποπτωμάτων τὴν κακίαν ἀνταλλαξαμένους τῆς ἀγαθότητος. Χαλδαϊκὸν λόγιον. μάθε τὸ νοητόν, ἐπεὶ νόου ἔξω ὑπάρχει. Ἐξήγησις. εἰ γὰρ καὶ πάντα τῷ νῷ περιείληπται, ἀλλ’ ὁ θεός, τὸ πρῶτον νοητόν, ‘ἔξω‘ τοῦ ‘νοῦ ὑπάρχει‘· τὸ δὲ ‘ἔξω‘ μὴ διαστηματικῶς νοήσῃς μηδὲ καθ’ ἑτερότητα νοεράν, ἀλλὰ κατὰ μόνην τὴν νοητὴν | |
15 | ὑπερβολὴν καὶ τὴν ἰδιότητα τῆς ὑπάρξεως, νοῦ παντὸς ἐπέκεινα οὖσαν, δι’ οὗ τὸ ὑπερούσιον δείκνυται. ἡ γὰρ οὐσία ἐκείνη ὁ νοῦς ἐστιν ὁ πρῶτος νοητός, οὗ ἐστιν ἔξω τὸ αὐτονόητον· πλὴν ὁ θεὸς καὶ τοῦ νοητοῦ καὶ τοῦ αὐτονοήτου ἐπέκεινα. καὶ μηδ’ ὅτι νοητὸν ἐκεῖνο τὸ θεῖον φῶμεν μηδ’ ὅτι αὐτονόητον. κρεῖττον γὰρ παντὸς καὶ ῥήματος καὶ νοήματος ὡς πάντῃ | |
20 | ἀνεννόητον καὶ ἀνέκφραστον, καὶ σιγῇ μᾶλλον τιμώμενον ἢ θαυμασίαις φωναῖς σεμνυνόμενον. ἔστι γὰρ καὶ τοῦ σεμνύνεσθαι ὑψηλότερον καὶ τοῦ ἐκφωνεῖσθαι καὶ τοῦ ἐννοεῖσθαι. Χαλδαϊκὸν λόγιον. αἳ ἴυγγες νοούμεναι πατρόθεν νοέουσι καὶ αὐταί, | |
25 | βουλαῖς ἀφθέγκτοις κινούμεναι, ὥστε νοῆσαι. Ἐξήγησις. αἱ ἴυγγες δυνάμεις εἰσί τινες μετὰ τὸν πατρικὸν βυθὸν ἐκ τριῶν τριάδων συγκείμεναι· ἃς νοεῖ ὁ πατὴρ κατὰ τὸν πατρικὸν νοῦν τὸν τὴν αἰτίαν αὐτῶν ἑνοειδῶς ἐν ἑαυτῷ προστησάμενον. αἱ δὲ βουλαὶ τοῦ | |
πατρὸς διὰ τὴν νοητὴν ὑπερβολὴν ἄφθεγκτοι. ἀφθεγκταὶ γάρ εἰσιν αἱ | 144 | |
146 | ἐνέργειαι τῶν ὄντων· αὐταὶ δὲ αἱ ὑπάρξεις ἄφθεγκτοι. τὰ δὲ τῶν ἐξῃρη‐ μένων συνθήματα νοερά, κἂν νοῆται ὑπὸ τῶν δευτέρων, ὡς ἄφθεγκτα νοεῖται καὶ ὡς ἐξῃρημένα τῶν νοητῶν προόδων. ὡς γὰρ αἱ τῶν ψυχῶν νοήσεις, κἂν νοῶσι τὰς νοερὰς τάξεις, ὡς ἀμεταβάτους νοοῦσιν, οὕτως αἱ | |
5 | τῶν νοερῶν ἐνέργειαι, τὰ νοερὰ συνθήματα νοοῦσαι, ὡς ἄφθεγκτα νοοῦσιν ἐν ὑπάρξεσιν ὑφεστηκότα ἀγνώστοις. | |
7t | Τοῦ αὐτοῦ ἔκθεσις κεφαλαιώδης καὶ σύντομος τῶν παρὰ Χαλδαίοις | |
8t | δογμάτων | |
9 | Ἑπτά φασι σωματικοὺς κόσμους, ἐμπύριον ἕνα καὶ πρῶτον, καὶ τρεῖς | |
10 | μετ’ αὐτὸν αἰθερίους, ἔπειτα τρεῖς ὑλαίους, ὧν ὁ ἔσχατος χθόνιος εἴρηται καὶ μισοφαής, ὅστις ἐστὶν ὁ ὑπὸ σελήνην τόπος, ἔχων ἐν ἑαυτῷ καὶ τὴν ὕλην ἣν καλοῦσι βυθόν. μίαν ἀρχὴν τῶν πάντων δοξάζουσι, καὶ ἓν αὐτὴν καὶ ἀγαθὸν ἀνυμνοῦσιν. εἶτα πατρικόν τινα βυθὸν σέβονται, ἐκ τριῶν τριάδων συγκείμενον. ἑκάστη δὲ τριὰς ἔχει πατέρα, δύναμιν καὶ νοῦν. | |
15 | εἶτα ἔστιν ἡ νοητὴ ἴυγξ, μετὰ δὲ ταύτην οἱ συνοχεῖς, ὁ ἐμπύριος, ὁ αἰθέριος καὶ ὁ ὑλαῖος. μετὰ δὲ τοὺς συνοχεῖς οἱ τελετάρχαι, μετὰ δὲ τούτους οἱ πηγαῖοι πατέρες οἱ καλούμενοι καὶ κοσμαγοί· ὧν ὁ πρῶτος ὁ ἅπαξ ἐπέκεινα λεγόμενος· μεθ’ ὃν ἡ Ἑκάτη, εἶτα ὁ δὶς ἐπέκεινα, μεθ’ οὓς τρεῖς ἀμείλικτοι, καὶ τελευταῖος ὁ ὑπεζωκώς. σέβονται δὲ καὶ πηγαίαν | |
20 | τριάδα πίστεως καὶ ἀληθείας καὶ ἔρωτος. φασὶ δὲ καὶ ἀρχικὸν ἥλιον ἀπὸ | 145 |
147 | τῆς ἡλιακῆς πηγῆς καὶ ἀρχαγγελικόν, καὶ πηγὴν αἰσθήσεως καὶ πηγαίαν κρίσιν καὶ κεραύνιον πηγὴν καὶ πηγὴν διοπτρῶν καὶ χαρακτήρων πηγὴν ἐπιβατεύουσαν τοῖς ἀγνώστοις συνθήμασι, καὶ πηγαίας ἀκρότητας Ἀπόλλωνος, Ὀσίριδος, Ἑρμοῦ. καὶ ὑλικὰς δὲ πηγάς φασιν, κέντρων καὶ | |
5 | στοιχείων καὶ ὀνείρων ζώνην, καὶ πηγαίαν ψυχήν. μετὰ δὲ τὰς πηγὰς λέγουσιν εἶναι ἀρχάς. αἱ γὰρ πηγαὶ ἀρχικώτεραι τῶν ἀρχῶν· τῶν δὲ ζῳογόνων ἀρχῶν ἡ μὲν ἀκρότης Ἑκάτη καλεῖται, ἡ δὲ μεσότης ψυχὴ ἀρχική, ἡ δὲ περάτωσις ἀρετὴ ἀρχική. εἰσὶ δὲ παρ’ αὐτοῖς καὶ ἄζωνοι Ἑκάται, ὡς ἡ τριοδῖτις ἡ Χαλδαϊκὴ καὶ ἡ κωμὰς καὶ ἡ ἐκκλύστη· ἀζωνικοὶ | |
10 | δὲ παρ’ αὐτοῖς θεοὶ ὁ Σάραπις καὶ ὁ Διόνυσος καὶ ἡ τοῦ Ὀσίριδος σειρὰ καὶ ἡ τοῦ Ἀπόλλωνος. ἄζωνοι δὲ καλοῦνται οἱ εὐλύτως ἐνεξουσιάζοντες ταῖς ζώναις καὶ ὑπεριδρυμένοι τῶν ἐμφανῶν θεῶν, ζωναῖοι δὲ οἱ τὰς ἐν οὐρανῷ ζώνας ἀπολύτως περιελίττοντες καὶ τὰ τῇδε διοικοῦντες. θεῖον γὰρ γένος ἐστὶ παρ’ αὐτοῖς ζωναῖον, τὸ κατανειμάμενον τὰς τοῦ αἰσθητοῦ | |
15 | κόσμου μερίδας καὶ ζωσάμενον τὰς περὶ τὸν ὑλαῖον τόπον διακληρώσεις. μετὰ δὲ τὰς ζώνας ἐστὶν ὁ ἀπλανὴς κύκλος περιέχων τὰς ἑπτὰ σφαί‐ ρας, ἐν αἷς τὰ ἄστρα. καὶ ἄλλος μὲν παρ’ αὐτοῖς ὁ ἡλιακὸς κόσμος τῷ αἰθερίῳ βάθει δουλεύων, ἄλλος δὲ ὁ ζωναῖος, εἷς ὢν τῶν ἑπτά. Τῶν δὲ ἀνθρωπίνων ψυχῶν αἴτια διττὰ πηγαῖα τίθενται, τόν τε πατρικὸν | |
20 | νοῦν καὶ τὴν πηγαίαν ψυχήν. καὶ προέρχεται μὲν αὐτοῖς ἡ μερικὴ ψυχὴ ἀπὸ τῆς πηγαίας κατὰ βούλησιν τοῦ πατρός· ἔχει δὲ καὶ αὐτόγονον οὐσίαν καὶ αὐτόζωον· οὐ γάρ ἐστιν ὡς ἑτεροκίνητος. εἰ γὰρ κατὰ τὸ λόγιον μοῖρα τοῦ θείου πυρός ἐστι καὶ πῦρ φαεινὸν καὶ νόημα πατρικόν, εἶδός ἐστιν ἄυλον καὶ αὐθυπόστατον. τοιοῦτον γὰρ πᾶν τὸ θεῖον, οὗ μέρος | |
25 | ἡ ψυχή· καὶ πάντα φασὶν εἶναι ἐν ἑκάστῃ ψυχῇ, καθ’ ἑκάστην δὲ ἰδιότητα | |
ἄγνωστον ῥητοῦ καὶ ἀρρήτου συνθήματος. καταβιβάζουσι δὲ τὴν ψυχὴν | 146 | |
148 | πολλάκις ἐν τῷ κόσμῳ δι’ αἰτίας πολλάς, ἢ διὰ πτερορρύησιν ἢ διὰ βούλησιν πατρικήν. Δοξάζουσι δὲ τὸν κόσμον ἀίδιον καὶ τὰς τῶν ἄστρων περιόδους. τὸν δὲ ᾅδην πολλαχῶς καταμερίζουσι, καὶ νῦν μὲν αὐτὸν θεὸν ὀνομάζουσιν | |
5 | ἀρχηγὸν τῆς περιγείου λήξεως, νῦν δὲ τὸν ὑπὸ σελήνην τόπον ᾅδην φασί, νῦν δὲ τὴν μεσότητα τοῦ αἰθερίου κόσμου καὶ τοῦ ὑλαίου, νῦν δὲ τὴν ἄλογον ψυχήν, καὶ τιθέασιν ἐν αὐτῇ τὴν λογικήν, οὐκ οὐσιωδῶς, ἀλλὰ σχετικῶς, ὅταν συμπαθῶς ἔχῃ πρὸς αὐτὴν καὶ προβάλλῃ τὸν μερικὸν λόγον. ἰδέας δὲ νομίζουσι νῦν μὲν τὰς τοῦ πατρὸς ἐννοίας, νῦν δὲ τοὺς | |
10 | καθόλου λόγους, φυσικοὺς καὶ ψυχικοὺς καὶ νοητούς, νῦν δὲ τὰς ἐξῃρημέ‐ νας τῶν ὄντων ὑπάρξεις. τοὺς δὲ περὶ μαγειῶν λόγους συνιστῶσιν ἀπό τε ἀκροτάτων τινῶν δυνάμεων ἀπό τε περιγείων ὑλῶν. συμπαθῆ δὲ τὰ ἄνω τοῖς κάτω φασὶ καὶ μάλιστα τὰ ὑπὸ σελήνην. ἀποκαθιστῶσι δὲ τὰς ψυχὰς μετὰ τὸν λεγόμενον θάνατον κατὰ τὰ μέτρα τῶν οἰκείων καθάρσεων ἐν | |
15 | ὅλαις ταῖς τοῦ κόσμου μερίσι· τινὰς δὲ καὶ ὑπὲρ τὸν κόσμον ἀναβιβάζουσι καὶ μέσας αὐτὰς διορίζονται τῶν τε ἀμερίστων καὶ μεριστῶν φύσεων. Τούτων δὲ τῶν δογμάτων τὰ πλείω καὶ Ἀριστοτέλης καὶ Πλάτων ἐδέξαντο, οἱ δὲ περὶ Πλωτῖνον καὶ Ἰάμβλιχον Πορφύριόν τε καὶ Πρόκλον πᾶσι κατηκολούθησαν καὶ ὡς θείας φωνὰς ἀσυλλογίστως ταῦτα ἐδέξαντο. | |
20t | Ψελλοῦ ὑποτύπωσις κεφαλαιώδης τῶν παρὰ Χαλδαίοις ἀρχαίων δογμάτων | |
21 | Σύντομόν σοι τῶν Χαλδαϊκῶν δογμάτων ποιούμενος ἔκθεσιν, περὶ ὧν ἐδεήθης γράψαι σοι, ἀπὸ τοῦ ἀρρήτου κατ’ ἐκείνους ἑνὸς τίθεμαι καὶ | |
αὐτὸς τὴν ἀρχήν. μεθ’ ὃ πατρικόν τινα ληροῦσι βυθὸν ἐκ τριῶν τριάδων | 147 | |
149 | συγκείμενον, ἑκάστης ἐχούσης πατέρα μὲν πρῶτον, δεύτερον δὲ δύναμιν, τρίτον δὲ νοῦν. μετὰ δὲ ταῦτά φασιν εἶναι νοητάς τε καὶ νοεράς, ὧν πρώτην μὲν εἶναι τὴν ἴυγγα, μεθ’ ἣν τρεῖς ἑτέρας πατρικὰς καὶ νοητὰς καὶ ἀφθέγκτους, διαιρούσας τοὺς κόσμους τριχῇ κατὰ τὸ ἐμπύριον καὶ | |
5 | τὸ αἰθέριον καὶ τὸ ὑλαῖον. μετὰ δὲ τὰς ἴυγγας προσεχεῖς, φασίν, οἱ συνοχεῖς· καὶ αἱ μὲν ἴυγγες τὰς ἀφθέγκτους αὐτοῖς ἑνώσεις τῶν πάντων ὑφιστᾶσιν, οἱ δὲ συνοχεῖς τὰς προόδους τοῦ πλήθους τῶν ὄντων ἑνίζουσι μεταξὺ τῶν νοητῶν καὶ τῶν νοερῶν κέντρον τῆς ἀμφοτέρων κοινωνίας ἐν ἑαυτοῖς πηξάμενοι. προσεχεῖς δὲ τοῖς συνοχεῦσι τοὺς τελετάρχας τιθέασι | |
10 | τρεῖς καὶ αὐτοὺς ὄντας· ὧν ὁ μὲν ἐμπύριος, ὁ δὲ αἰθέριος, ὁ δὲ ὑλάρχης. εἰσὶ δὲ αἱ μὲν ἴυγγες μονάδες μόνον, οἱ δὲ συνοχεῖς μονάδες ἤδη προ‐ φαίνουσαι τὸ πλῆθος, οἱ δὲ τελετάρχαι μονάδες διῃρημένον ἔχουσαι τὸ πλῆθος. μετὰ δὲ τούτους τοὺς πηγαίους πατέρας δοξάζουσιν ἤτοι τοὺς κοσμαγούς· ὧν πρῶτος ὁ ἅπαξ λεγόμενος, μεθ’ ὃν 〈ἡ〉 Ἑκάτη δευτέρα | |
15 | καὶ μέση, τρίτος δὲ ὁ δὶς ἐπέκεινα· μεθ’ οὓς τρεῖς ἀμείλικτοι καὶ ἕβδομος ὁ ὑπεζωκώς. ἔστι δὲ ὁ ἅπαξ ἐπέκεινα νοῦς {ὁ} πατρικὸς ὡς πρὸς τὰ νοητά, πατὴρ δὲ τῶν νοερῶν ἁπάντων· ἡ δὲ Ἑκάτη νοεροῦ φωτὸς καὶ ζωῆς πάντα πληροῖ. καλοῦνται δὴ οὗτοι πατέρες καὶ κοσμαγοὶ ὡς προσεχῶς ἐπιβαίνον‐ τες τοῖς κόσμοις. ἔχει δὲ περὶ αὑτὴν ἡ Ἑκάτη πηγὰς διαφόρων φύσεων. | |
20 | τῶν δὲ κατὰ τὸν ζωστῆρα πηγῶν ἡ μὲν φύσις τὸ τέλος συμπεραίνει τῶν τῆς Ἑκάτης νώτων ἀπαιωρουμένη· τῶν δὲ ἐν τῇ λαγόνι πηγῶν ἡ μὲν τῶν ψυχῶν ἐστι δεξιά, ἡ δὲ τῶν ἀρετῶν ἐν λαιοῖς. ὁ δὲ δὶς ἐπέκεινα τάξιν μὲν ἔλαχεν ἐν ταῖς πηγαῖς δημιουργικήν, ὥσπερ ζῳογόνον ἡ Ἑκάτη· αὐτὸς γὰρ προὔθηκε τὸν τῶν ἰδεῶν τύπον τῷ κόσμῳ· καλεῖται δὲ δὶς ἐπέκεινα, ὅτι | |
25 | δυαδικός ἐστι, νῷ μὲν κατέχων τὰ νοητά, αἴσθησιν δὲ ἐπάγων τοῖς κόσμοις· ὁ δὲ ἅπαξ ἐπέκεινα λέγεται, ὅτι ἑνιαῖός ἐστιν· ἡ δὲ Ἑκάτη μόνον ἐπέκεινα. οἱ δὲ ἀμείλικτοι ὑποδεξάμενοι τὴν πρηστήριον τῶν συνοχέων δύναμιν φρουροῦσι τὰς ὑπάρξεις ἄνωθεν τῶν πατέρων καὶ τὰς πηγαίας αὐτῶν ἐνεργείας ἀχράντους φυλάττουσιν· ἡ δὲ τῶν ὑπεζωκότων πηγὴ | |
30 | πρωτουργός ἐστιν αἰτία τῆς νοερᾶς διακρίσεως. ἔστι δὲ καὶ πηγαία τριὰς | 148 |
150 | πίστεως ἀληθείας καὶ ἔρωτος. μεθ’ ἅς εἰσιν αἱ δημιουργικαὶ πηγαί, ὥσπερ ἡ τῶν ἰδεῶν, καθ’ ἣν σχῆμα καὶ ὄγκον ἔχει καὶ εἶδος καὶ ζωὴν ἰδίαν ὁ κόσμος καὶ τὰ ἐν αὐτῷ· καὶ ἡ τοῦ ἡλίου πηγὴ πρὸ τῶν ἡλιακῶν ἀρχῶν ἱδρυμένη· ἔστι γὰρ τῶν μὲν ἡλιακῶν ἀρχῶν ὁ δημιουργὸς αἴτιος, τῶν | |
5 | δὲ ζῳογόνων ἡ Ἑκάτη· ἀπὸ δὲ τῆς ἡλιακῆς πηγῆς 〈ὁ〉 ἀρχικὸς ἥλιος προέρχεται καὶ ὁ ἀρχαγγελικός. εἶναι δέ φασιν ἐν τῷ δημιουργῷ καὶ αἰσθήσεως πηγήν, ἐπειδὴ καὶ αἴσθησιν οὗτος ἐπάγει τοῖς κόσμοις· ἔστι δὲ καὶ καθαρτηρίων πηγὴ καὶ κεραυνῶν καὶ διοπτρῶν καὶ τελετῶν καὶ χαρακτήρων καὶ Εὐμενίδων καὶ τελεταρχῶν. καὶ ἐπὶ μαγειῶν δὲ τρεῖς | |
10 | πατέρες ἀρχικὴν ἔχουσι τάξιν. ἔστι δὲ καὶ ὀνείρου ζώνη ἀπὸ τῆς πηγαίας ψυχῆς τὴν ἀρχὴν ἔχουσα. ὁμολογοῦσι δὲ ταῖς μὲν πρώταις πηγαῖς αἱ πρῶται ἀρχαί, ταῖς δὲ μέσαις αἱ μέσαι καὶ ταῖς μερικαῖς αἱ τελευταῖαι. τῶν δὲ ζῳογόνων ἀρχῶν ἡ μὲν ἀκρότης Ἑκάτη καλεῖται, ἡ δὲ μεσότης ψυχὴ ἀρχική, ἡ δὲ ἀποπεράτωσις ἀρετὴ ἀρχική. μετὰ δὲ τὴν ἀρχικὴν | |
15 | τάξιν ἡ τῶν ἀρχαγγέλων ἐστίν· ἀπὸ δὲ πασῶν τῶν ἀρχῶν ἡγεμόνες ἄγγελοι προέρχονται. μετὰ δὲ τὴν ἀρχαγγελικὴν πρόοδον ταῖς ἀρχαῖς συνηρτημένην ἡ τῶν ἀζώνων ὑφίσταται· ἄζωνοι δὲ καλοῦνται ὡς εὐλύτως ἐνεξουσιάζον‐ τες ταῖς ζώναις καὶ ὑπεριδρυμένοι τῶν ἐμφανῶν θεῶν. μετὰ δὲ τὰς ζώνας ὁ ἀπλανὴς κύκλος περιέχων τὰς ἑπτὰ σφαίρας. τὰ δὲ ὑπὸ σελήνην ἐν τοῖς | |
20 | τέτρασι στοιχείοις ὑφέστηκεν· εἰσὶ δὲ θεῖαι τάξεις καὶ γένη περὶ ἕκαστον τῶν στοιχείων. μεθ’ ἃς οἱ τῶν θεῶν ὀπαδοὶ ἄγγελοι· ἐφ’ οἷς αἱ τῶν δαιμόνων ἀγέλαι, αἱ μὲν ὁλικώτεραι, αἱ δὲ μερικώτεραι μέχρι τῶν ὑλικωτάτων. καὶ μετὰ τούτους οἱ ἥρωες. καὶ ἔστι τοῖς μὲν θεοῖς οἰκειότε‐ ρον τὸ ἀγγελικόν, ὃ δὴ καὶ πρὸς τὰς παρεδρείας σύστοιχον καὶ μέχρι τινὸς | |
25 | ἀνάγον τὰς ψυχάς, ἀλλ’ οὐχ ὑπὲρ τὸν κόσμον, τὸ δὲ τοῖς θνητοῖς συναπτό‐ μενον τὸ ἡρωϊκόν, τὸ δὲ μέσον ἀμφοῖν τὸ δαιμόνιον. οὗ τὸ μὲν δύναμιν ἀγαθοειδῆ κέκτηται συλλαμβάνον ταῖς ἱερατικαῖς ἀνόδοις ἐπὶ τοὺς ἐναντίους ταύταις· τὸ δὲ καθέλκει τὰς ψυχάς, ὃ καὶ θηροπόλον καὶ ἀναιδὲς καλεῖται, τὴν φύσιν ἐπιστρεφόμενον καὶ ταῖς μοιραίαις δόσεσιν | |
30 | ὑπηρετοῦν καὶ θέλγον τὰς ψυχὰς ἢ κολάζον τὰς ἐρήμας ἀπολειφθείσας τοῦ θείου φωτός, ὃ καὶ ἐν τῷ κοιλώματι φέρεται εἰς ἄρρεν καὶ θῆλυ διῃρημένον. Τῶν δὲ ἡμετέρων, φασί, ψυχῶν αἴτια διττὰ πηγαῖα, ὅ τε πατρικὸς νοῦς | |
καὶ ἡ πηγαία ψυχή· τὸν μὲν γὰρ πατέρα ἑλκύσαι αὐτὴν ἀπ’ ἐκείνης καὶ | 149 | |
151 | κελεῦσαι προελθεῖν, τὴν δὲ αὐτὸ τὸ εἶναι καὶ τὸ εἶδος ὑποστῆσαι. τὸν δὲ ἄνθρωπον, καθόσον ἐστὶ σύνθετος καὶ εἴδη πολλὰ καὶ συγγενῆ τοῖς ἀλόγοις ἔχει, τῷ κόσμῳ 〈ἐνέθηκεν〉 ὁ πατήρ· πᾶν γὰρ σύνθετον τοῦ κόσμου μέρος ὂν ὑπὸ τὸν κόσμον τάττεται. τὸ δὲ νοερὸν πῦρ ἄνωθεν | |
5 | ἥκει καὶ μόνης δεῖται τῆς οἰκείας πηγῆς· εἰ δὲ συμπάθοι σώματι, θερα‐ πεύειν ἀνάγκη καὶ ὑπὸ τῇ μοίρᾳ τετάχθαι καὶ ὑπὸ τῆς φύσεως ἄγεσθαι. καὶ προῆλθε μὲν ἀπὸ τῆς πηγαίας κατὰ βούλησιν 〈τοῦ〉 πατρός, ἔχει δὲ καὶ αὐτόγονον οὐσίαν καὶ αὐτόζωον· εἶδος γάρ ἐστιν ἄυλον καὶ αὐθυπόστα‐ τον. καὶ ἡ μὲν ὕλη πατρογενής ἐστι καὶ ὑπέστρωται τῷ σώματι, τὸ δὲ | |
10 | σῶμα καθ’ ἑαυτὸ ἄποιόν ἐστι, δυνάμεις δὲ διαφόρους λαβὸν εἰς 〈τὰ〉 τέτταρα στοιχεῖα διῃρέθη, ἐξ ὧν ὁ σύμπας ἐμορφώθη κόσμος καὶ τὸ ἡμέτερον σῶμα. ἑκάστης δὲ σειρᾶς ἡ ἀκρότης πηγὴ ὀνομάζεται, τὰ δὲ προσεχῆ κρῆναι, τὰ δὲ μετὰ ταῦτα ὀχετοί, τὰ δὲ μετ’ ἐκεῖνα ῥεῖθρα. τοιαύτη ὡς ἐν κεφαλαίοις εἰπεῖν ἡ τῶν Χαλδαίων θεολογία καὶ φιλοσοφία | |
15 | ἐστίν. | |
16t | Τοῦ αὐτοῦ ἔκθεσις κεφαλαιώδης καὶ σύντομος τῶν παρ’ Ἀσσυρίοις | |
17t | δογμάτων | |
18 | Μετὰ τὸ ἓν τὸν πατρικόν φασι βυθὸν ἐκ τριῶν τριάδων πληρούμενον· ἑκάστην δὲ τῶν τριάδων ἔχειν πατέρα πρῶτον, εἶτα δύναμιν μέσην καὶ | |
20 | νοῦν ἐπ’ αὐτοῖς τρίτον συγκλείοντα πρὸς ἑαυτὴν τὴν τριάδα· καλοῦσι δὲ ταύτας καὶ νοητάς. μεθ’ ἃς ἄλλον διάκοσμον τῶν νοητῶν ἅμα καὶ νοερῶν, τριχῇ καὶ τοῦτον διῃρημένον, εἰς ἴυγγας καὶ συνοχέας καὶ τελε‐ τάρχας. μετὰ δὲ τὸν μέσον διάκοσμον ὁ νοερός ἐστι μίαν μὲν ἔχων τριάδα πατρικήν, τὴν τοῦ ἅπαξ ἐπέκεινα καὶ τῆς Ἑκάτης καὶ τοῦ δὶς ἐπέκεινα, | |
25 | ἑτέραν δὲ τὴν τῶν ἀμειλίκτων τριῶν ὄντων, καὶ ἕνα τὸν ὑπεζωκότα. | 150 |
152 | πηγαὶ δὲ αὗται ἑπτά. μετὰ δὲ τὰς πηγὰς ταύτας οἱ ὑπεράρχιοι, εἶτα ἄζωνοι, ἔπειτα ζωναῖοι, μεθ’ οὓς ἄγγελοι, εἶτα δαίμονες, ἥρωες μετ’ αὐ‐ τούς, μεθ’ οὓς ψυχαί. καὶ λοιπὸν ὁ κόσμος ὁ σωματικός. Ἑπτὰ δέ φασι κόσμους σωματικούς· ἐμπύριον ἕνα καὶ πρῶτον, καὶ | |
5 | τρεῖς μετ’ αὐτὸν αἰθερίους· ἔπειτα τρεῖς ὑλαίους, τὸ ἀπλανές, τὸ πλανώμε‐ νον καὶ τὸ ὑπὸ σελήνην. καὶ τὸν μὲν πρῶτον ἀφορίζουσι κατὰ τὸν νοῦν, τοὺς δὲ αἰθερίους κατὰ τὴν ψυχήν, τοὺς δὲ ὑλαίους κατὰ τὴν φύσιν. πηγὴν δὲ ἀγγέλων καὶ δαιμόνων καὶ ψυχῶν καὶ φύσεων τὴν Ἑκάτην εἶναί φασι. Καταβιβάζουσι δὲ πολλάκις τὴν ψυχὴν εἰς τὸν κόσμον δι’ αἰτίας πολλάς, | |
10 | ἢ διὰ πτερορρύησιν ἢ διὰ βούλησιν πατρικὴν εἰς τὸ κοσμῆσαι τὴν περίγειον λῆξιν. δοξάζουσι δὲ καὶ τὸν κόσμον ἀίδιον. λέγουσι δὲ καὶ τὸν ᾅδην πολλαχῶς, καὶ νῦν μὲν αὐτὸν θεὸν ὀνομάζουσιν ἀρχηγὸν τῆς περιγείου λήξεως, νῦν δὲ τὸν ὑπὸ σελήνην τόπον, νῦν δὲ τὴν μεσότητα τοῦ αἰθερίου κόσμου καὶ τοῦ ὑλαίου, νῦν δὲ τὴν ἄλογον ψυχήν, καὶ τιθέασιν ἐν αὐτῇ | |
15 | τὴν λογικήν, οὐκ οὐσιωδῶς, ἀλλὰ σχετικῶς, ὅταν συμπαθῶς ἔχῃ πρὸς αὐτήν. ἰδέας δὲ νομίζουσι νῦν μὲν τὰς τοῦ πατρὸς ἐννοίας, νῦν δὲ τοὺς καθόλου λόγους, νοητοὺς ψυχικοὺς καὶ φυσικούς, οὓς δίδωσι μὲν ὁ νοῦς τῇ ψυχῇ, ἡ δὲ ψυχὴ τῇ φύσει. συμπαθεῖν δὲ τὰ ἄνω τοῖς κάτω φασὶ καὶ μάλιστα τὰ ὑπὸ σελήνην. ἀποκαθιστῶσι δὲ τὰς ψυχὰς κατὰ τὰ μέτρα τῶν | |
20 | οἰκείων καθάρσεων ἐν ὅλαις ταῖς τοῦ κόσμου μερίσι· τινὰς δὲ καὶ ὑπὲρ τὸν κόσμον ἀναβιβάζουσι. Τούτων δὲ τῶν δογμάτων τὰ πλείω καὶ Ἀριστοτέλης καὶ Πλάτων ἐδέξαντο, οἱ δὲ περὶ Πλωτῖνον καὶ Ἰάμβλιχον Πορφύριόν τε καὶ Πρόκλον πᾶσι κατηκολούθησαν καὶ ὡς θείας φωνὰς ταῦτα ἐδέξαντο. | |
25t | Τοῦ αὐτοῦ περὶ θυτικῆς | |
26 | Περὶ τῆς θυτικῆς ἐπιστήμης ἠξίωσας γράψαι σοι ἀφορμάς, ἐλλε‐ λειμμένης παντάπασι τῷ καθ’ ἡμᾶς βίῳ καὶ μηδενὸς τοὺς λόγους αὐτῆς | |
ἐπισταμένου. καὶ εἴη μὲν παντάπασι συγκεκαλυμμένη, καὶ καθαιρεθεῖεν | 151 | |
153 | μὲν ἡμῖν οἱ βωμοί, καθαιρεθεῖεν δὲ καὶ [θυ]τήρια, καὶ κατασιγασθείη ὁπόσ[α] ἡ τῶν Ἑλλήνων δεινὴ ἐτέλει σοφ[ία.] ὃ γοῦν εἰκὸς εἰδέναι σοφὸν ἄνδρα μηδενὸς τῶν ἀρχαίων [ἀμελεῖν] λόγων ἐθέλοντα, τοιαύτη τίς ἐστιν, ὡς ἐν κεφαλαίῳ εἰπεῖν, ἡ ταύτης δύναμις. | |
5 | Εἰς πολλὰ περιέποντες Ἕλληνες τὸ τοῦ θεοῦ ὄνομα, ἃς γὰρ ἡμεῖς φαμεν ἁγίας δυνάμεις ἑστηκυίας περὶ θεὸν καὶ ἃς τῆς θείας ἀποπεπτω‐ κυίας τάξεως καὶ εἰς ἀντίπαλον μοῖραν ἀποκριθείσας, οὐρανόν τε καὶ ἀστέρας πλανωμένους καὶ ἀπλανεῖς, μέτοχα πάντα τῆς τοῦ θεοῦ προσηγο‐ ρίας, οὕτως εἰπεῖν, ἐδογμάτιζον· εἶτα δὴ θύειν τοῖς οὕτω παρ’ αὐτοῖς | |
10 | ὠνομασμένοις θεοῖς ἀξιοῦντες, τοῖς μὲν αἰθερίοις τὰ πυρρὰ ἢ λευκὰ τῶν ζῴων προσῆγον διά τε τὸ αἰθέριον χρῶμα καὶ τὴν καθαρότητα τῆς ἐκείνων φύσεως, τοῖς δέ γε ὑποχθονίοις ἐζωοθύτουν ἀντίχροια, ἀερίοις δὲ ποικίλα προσῆγον καὶ τοῖς χρώμασι σύμμικτα. Εἶτα δὴ καὶ τὸν τῆς θυσίας τρόπον παρήλλαττον ἐν τοῖς θύμασι, τοῖς | |
15 | μὲν ὑπερκοσμίοις ὑψοῦ τὸν ἔριφον ἢ τὸν κριὸν λαιμοτομοῦντες (οὕτω γοῦν καὶ Ὅμηρος θεοθυτοῦντας εἰσάγει τοὺς Ἕλληνας· ‘αὖ ἔρυσαν μὲν πρῶτα‘ φησί ‘καὶ ἔσφαξαν καὶ ἔδειραν‘), τοῖς δὲ τὸν ὑπόγειον λαχοῦσι χῶρον κάτω τὴν κεφαλὴν τοῦ θύματος ἕλκοντες, οὕτω τοὺς αὐχενίους ἀπέκοπτον τένοντας· τοῖς δέ γε μέσοις πλαγιάζοντες τὰ θυόμενα ἀπεδειροτόμουν τὰς | |
20 | κεφαλάς· εἶτα δὴ τὰς γαστέρας αὐτῶν ἀνασχίζοντες, τὴν καρδίαν πρώτην κατέτεμνον, καὶ τὸν μὲν ὑμένα ταύτης θεοῖς [πα]τρίοις ἀπέθυον, τῶν δέ γε κοιλιῶν τὴν μὲν δεξιὰν ἀνατέλλοντι [τῷ] ἡλίῳ κατέθυον, τὴν δὲ εὐώνυμον δύνοντι, τὸν δὲ βόθυνον ἄρτι μεσουρανήσαντι. Οὕτω δὲ καὶ τοῦ ἥπατος ἀποδιελόντες τὸν ὑμένα ἠρέμα, [ὃς ὑπ]ὸ τοῦ | |
25 | περιτοναίου τῷ σπλάγχνῳ ἐπίκειται, τῆς μὲν κεφαλῆς θεοῖς ὑπερκοσμίοις κατήρχοντο, τοὺς δὲ λοβοὺς [τοῖς πέντε] πλάνησιν ἀπεδίδοσαν· τὸ δέ γε | |
νέκρωμα Ἅιδῃ καὶ Περσεφόνῃ κατέθυον. | 152 | |
154 | Εἶτα δὴ τὰ τῶν θυομένων περιειργάζοντο πτώματα, εἰ ἐπὶ δεξιὰ πίπτοιεν ἢ ἐπὶ τὰ λαιά· κἀκεῖθεν μὲν δεξιὰ ἑαυτοῖς ἐμαντεύοντο, οὕτω δὲ ἐπαρίστερα. ἐμέτρουν δὲ καὶ τὸν τοῦ σπαραγμοῦ μετὰ τὴν θυσίαν καιρόν· καὶ εἰ μὲν αὐτίκα τὰ θύματα ἀποπνεύσειε, ταχείας ἑαυτοῖς τὰς τελευτὰς | |
5 | περὶ ὧν προσῄεσαν ἐμαντεύοντο, εἰ δ’ οὖν, ἀποτεταμένας καὶ πράγματα ἐχούσας. Οὐ πᾶσι δὲ πάντα ἐτέλουν, ἀλλὰ τοῖς οἰκείοις τῆς ληφθείσης θυσίας. τά τε δὲ θύματα τούτοις καὶ αἱ βοτάναι, σύμπαντα κατὰ τρόπον ἐγίνοντο, οὐ μὴν ἀλλὰ καὶ αἱ σχίζαι. νηφαλίοις μὲν γὰρ θεοῖς ἐδρυοτόμουν καὶ | |
10 | ἐκεῖθεν ἀνῆπτον πυράς. Βάκχαις δὲ καὶ Διονύσῳ κληματίδες ἀνέκαιον τὴν πυρκαϊάν, καὶ πάντα τούτοις οἰνόσπονδα· ὅ τε λιβανωτὸς καὶ ἡ σμύρνα, ὁ κρόκος τε καὶ ἡ ῥιτίνη διεμερίζοντο τοῖς ἐφ’ ἑκάστης θυσίας θεοῖς. ἐπ’ ἐξουσίας γὰρ τοῖς Ἕλλησι πάντα τὰ πράγματα τοῖς παρ’ αὐτῶν ὀνομασθεῖσι κατεμερίσθη θεοῖς, καὶ ἡ διαίρεσις οὐκ ἄχρι σωμάτων, ἀλλὰ | |
15 | καὶ χρωμάτων αὐτῶν· διάφοροί τε αἱ ἐπικλήσεις καὶ παρηλλαγμένα τά τε ἐπᾴσματα καὶ τὰ ἅμματα, οὕτω δὴ καὶ τὰ θύματα καὶ τὰ ἐπὶ τούτοις τελούμενα· καὶ τόν γε θύτην ἔδει τὰς θυηπολίας ἀκριβῶς εἰδότα, οὕτω τὰς θυσίας ποιεῖν. | |
19t | Τοῦ Ψελλοῦ | |
20t | [Scholium ad Tractatum Hermeticum I 18] | |
21 | Ἔοικεν ὁ γόης οὗτος τῇ θείᾳ γραφῇ οὐ παρέργως ὡμιληκέναι· ὅθεν ἐκ ταύτης ὁρμώμενος τῇ κοσμοποιίᾳ ἐπιχειρεῖ, μηδὲ αὐτὰς ὀκνῶν τὰς Μωσαϊκὰς λέξεις ψιλὰς ἐνίοτε ἀναγράφειν, ὡς καὶ τὸ προκείμενον τοῦτο ῥητὸν ὅλον. τὸ γὰρ ‘καὶ εἶπεν ὁ θεός· αὐξάνεσθε καὶ πληθύνεσθε‘ σαφῶς | |
25 | ἐκ τῆς Μωσαϊκῆς κοσμοποιίας ἐστίν. οὐ μὴν ἐνέμεινε παντελῶς τῇ ἁπλότητι καὶ σαφηνείᾳ καὶ τῷ εὐθεῖ καὶ εἰλικρινεῖ καὶ ὅλως θεοειδεῖ τῆς θείας γραφῆς, ἀλλ’ εἰς τὸ εἰωθὸς ὑπερρύη πάθος τοῖς τῶν Ἑλλήνων σοφοῖς, εἰς ἀλληγορίας καὶ πλάνας καὶ τερατείας ἐκ τῆς εὐθείας ὁδοῦ καὶ | |
ἀπλανοῦς ἐκτραπεὶς ἢ ὑπὸ τοῦ Ποιμάνδρου συνελαθείς. οὐκ ἄδηλον δὲ | 153 | |
155 | ὅστις ἦν ὁ τῶν Ἑλλήνων Ποιμάνδρης, ὁ καὶ παρ’ ἡμῖν ἴσως κοσμοκράτωρ ὀνομαζόμενος, ἢ τῶν ἐκείνου τις. ‘κλέπτησ‘ γάρ φησιν ‘ὁ διάβολος καὶ ἐκφερομυθεῖ τὰ ἡμέτερα‘, οὐχ ἵνα οἱ ἐκείνου μεταμάθωσι τὴν εὐσέβειαν, ἀλλ’ ἵνα τοῖς τῆς ἀληθείας ῥήμασι καὶ νοήμασι τὴν ἑαυτῶν δυσσέβειαν | |
5 | ἐπιχρώσαντες καὶ μορφώσαντες πιθανωτέραν ἐργάσωνται καὶ τοῖς πολλοῖς εὐπαράδεκτον. οὐ γὰρ ἀληθεύει Πλάτων τὰς ἐκ τῶν βαρβάρων φήμας παραλαμβάνοντας κάλλιον ἀπεργάσασθαι τοὺς Ἕλληνας λέγων παιδείᾳ χρωμένους καὶ μαντείαις ταῖς ἐκ Δελφῶν. ἀληθεύουσι δὲ μᾶλλον οἱ λέγοντες ἀταλαίπωρον εἶναι παρὰ τοῖς Ἕλλησι τῆς ἀληθείας τὴν ζήτησιν, | |
10 | μάλιστα δὲ ἐν τῇ περὶ τοῦ θείου δόξῃ πλανᾶσθαι αὐτούς. εἰσὶ δὲ οἱ ταῦτα λέγοντες οὐχ ἡμέτεροι, ἀλλὰ τῶν Ἑλλήνων οἱ δοκιμώτεροι, εἴ τις ἐντε‐ τύχηκε καὶ οἷς ἔγραψεν ὁ Πορφύριος πρὸς Ἀνεβὼ τὸν Αἰγύπτιον· ‘παρ’ ἐκείνου λοιπὸν ἐπιζητῶ μαθεῖν τὴν ἀλήθειαν, ἐπειδὴ παρὰ τῶν Ἑλλήνων ἀπέγνων.‘ εἰ μὲν οὖν τι καὶ ἄλλο βάρβαρον γένος τὸν δημιουργὸν | |
15 | καὶ βασιλέα τοῦδε τοῦ παντὸς πατριώδει δόξῃ καὶ νόμοις ἐθρήσκευεν, εἰπεῖν οὐκ ἔχω· ὅτι δὲ ἡ τῶν Ἑβραίων θεοσέβεια περιβόητος ἦν ἀνὰ πᾶσαν τὴν οἰκουμένην, καὶ ὅτι ἡ νομοθεσία αὐτῶν ἀρχαιοτέρα ἦν καὶ Ἑρμοῦ τούτου καὶ εἴ τις ἄλλος παρ’ Ἕλλησι σοφός, πολλοῖ ἀποδέδεικται. | |
19t | Τοῦ ὑπερτίμου προέδρου καὶ ὑπάτου τῶν φιλοσόφων κυροῦ Μιχαὴλ τοῦ | |
20t | Ψελλοῦ ὅτι οὐκ ἀλλοιοῦται τὰ ἐνδεχόμενα τῇ ὡρισμένῃ τοῦ θεοῦ γνώσει | |
21t | περὶ αὐτά | |
22 | Τοῦτο τὸ θεώρημα τὸ νῦν ὑπὸ σοῦ κινούμενον, ὡς ἐπὶ τῶν καθέκαστα καὶ μελλόντων ἀόριστός ἐστιν ἡ τοῦ γενησομένου ἔκβασις, δοκεῖ μὲν εἶναι λογικόν, κατ’ ἀλήθειαν μέντοι πρὸς πάντα τὰ μόρια τῆς φιλοσοφίας | |
25 | ἐστὶν ἀναγκαῖον. κατά τε γὰρ τὴν ἠθικὴν φιλοσοφίαν ἀνάγκη προσλαμβά‐ νειν, ὡς οὐ πάντα ἐστὶ καὶ γίνεται ἐξ ἀνάγκης, ἀλλ’ ἔστι τινὰ καὶ ἐφ’ ἡμῖν. | |
καὶ μέντοι καὶ πρὸς φυσιολογίαν φαίνεται χρήσιμον· ζητήσει γὰρ καὶ ὁ | 154 | |
156 | φυσιολόγος, εἴτε πάντα ἐξ ἀνάγκης γίνεται τὰ γινόμενα εἴτε καί τινα ἀπὸ τύχης καὶ ἐκ ταὐτομάτου. καὶ πρὸς τὴν λογικὴν μέθοδον ὡσαύτως· αὐτὸ οὖν τοῦτό ἐστι τὸ νῦν ζητούμενον παρὰ σοῦ, εἴτε πᾶσα ἀντίφασις διωρισ‐ μένως διαιρεῖ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος εἴτε ἔστι τις καὶ ἀορίστως ταῦτα | |
5 | διαιροῦσα. ἐκτεινόμενον δὲ τὸ θεώρημα καὶ ἐπὶ τὴν πρώτην φιλοσοφίαν εὑρήσεις· ζητήσει γὰρ καὶ ὁ θεολόγος, κατὰ τίνα τρόπον ὑπὸ τῆς προνοίας διακυβερνᾶται τὰ ἐν τῷ κόσμῳ πράγματα καὶ εἴτε πάντα ὡρισμένως καὶ ἐξ ἀνάγκης γίνεται τὰ γινόμενα, καθάπερ τὰ ἐπὶ τῶν ἀιδίων ὑπάρχοντα, ἢ ἔστι τινὰ καὶ ἐπὶ τῶν ἐνδεχομένων ἐκβαίνοντα, ὧν τὴν γένεσιν ἐπὶ | |
10 | μερικὰς δηλονότι ἄλλοτε ἄλλως ἐχούσας αἰτίας ἀνάγειν ἀνάγκη. Καὶ ἔστιν ὁ ἐνιστάμενος λόγος πραγματειώδης καὶ δυσαντίβλεπτος, ὥστε καὶ πολλοὺς τῶν ἐπιστατικωτέρων εἶναι δοκούντων ἀπάγεσθαι πρὸς τὴν ἀναιροῦσαν τὸ ἐνδεχόμενον δόξαν· πρόεισι δὲ ἐκ διαιρέσεως τοιαύτης. ὁ θεός, φησίν, ἢ ὡρισμένως οἶδε τὴν ἔκβασιν τῶν ἐνδεχομένων ἢ οὐδεμίαν | |
15 | αὐτῶν ἔχει ἔννοιαν ἢ καθάπερ ἡμεῖς ἀόριστον αὐτῶν ἔχει τὴν γνῶσιν. ἀλλ’ ἀγνοεῖν μὲν οὐδὲν τῶν ὄντων αὐτὸν ἐνδέχεται τὰ πάντα παράγοντα καὶ ἀνακοσμοῦντα· οὔτε γὰρ αὐτόματον τῶν ὄντων ἐροῦμεν τὴν φύσιν εἶναι καὶ τάξιν, οὔτε τὸν θεὸν εὔλογον ἢ ἀγνοεῖν ἅπερ παράγει ἢ κατολιγω‐ ρεῖν τῆς γνώσεως αὐτῶν καὶ τῆς διακοσμήσεως. τὸ γὰρ ὑπολαμβάνειν, ὡς | |
20 | ἐργώδη τε καὶ ἄσχολον ποιοῦμεν τὸν θεόν, μὴ συνεωρακότων ἐστὶ τὴν ὑπεροχὴν αὐτοῦ καὶ τὴν δύναμιν. τούτων οὖν κατά τε τὰς κοινὰς καὶ ἀδια‐ στρόφους τῶν ψυχῶν ἐννοίας ὁμολογουμένων ὄντων καὶ ἐναργῶς ἀποδεδειγ‐ μένων, οὔτε ἀγνοεῖν τὰ ἡμέτερα τὸν θεὸν δυνατὸν οὔτε ἀόριστον αὐτῶν γνῶσιν ἔχειν ὥσπερ εἰκάζοντα περὶ τῶν ἐκβησομένων. πῶς γὰρ ἂν ἔχοι λό‐ | |
25 | γον ἀγνοεῖν αὐτὸν τὰ οἰκεῖα γεννήματα; καὶ εἰ ταῦτα ἀδύνατα καὶ ὑπ’ αὐτῆς ἐλεγχόμενα τῆς πείρας, δῆλον ὅτι καὶ διατάττεσθαι ὑπὸ θεοῦ τὰ ἐνδεχό‐ μενα ῥητέον καὶ γινώσκεσθαι αὐτῶν τὴν ἔκβασιν. εἰ δὲ γινώσκει ὁ θεὸς τὰ ἐνδεχόμενα, ὡρισμένως ταῦτα γινώσκει, ἵνα μὴ ἀόιστον αὐτοῦ ποιῶμεν τὴν γνῶσιν, καὶ οὐχ οἷόν τε ταῦτα μὴ ἐκβαίνειν. εἰ δὲ οὐχ οἷόν τε ταῦτα μὴ | |
30 | ἐκβαίνειν, φροῦδον τὸ ἐνδεχόμενον· καὶ εἰ τὰ καθ’ ἡμᾶς ἅπαντα πράγματα τῇ γνώσει καὶ προγνώσει τοῦ θεοῦ ὥρισται, ἐξ ἀνάγκης ἅπαντα γίνεται, καὶ ἔστιν ὅρος ἡμῖν οὐ θανάτου μόνον, ἀλλὰ καὶ τοῦ τοιοῦδε θανάτου καὶ | |
πάσης ἐν ἡμῖν πράξεώς τε καὶ γνώσεως. ἔγνωσται γὰρ ἅπαντα τῷ θεῷ· εἰ | 155 | |
157 | δὲ ἔγνωσται, καὶ προώρισται καὶ ἁπλῶς ὥρισται, καὶ ἀναλλοίωτος ὁ παρὰ θεῷ πάντως ὅρος ἐστίν. εἰ τοίνυν ἔγνωσται παρὰ θεῷ τὸ πονηρόν με γενήσεσθαι καὶ ὡρισμένη ἐστὶν ἡ γνῶσις, ἐξ ἀνάγκης ἐγὼ πονηρὸς γίνομαι. | |
5 | Πρὸς τοῦτον οὖν τὸν λόγον δυσαντίβλεπτον ὄντα καὶ ὑπ’ αὐτῆς δοκοῦντα τῆς ἐναργείας κρατύνεσθαι ἀπαντῶντες ἡμεῖς τὰ διάφορα μέτρα τῶν γνώσεων διαιρεῖν ἀξιώσομεν λέγοντες, ὡς ἡ γνῶσις μέση οὖσα τοῦ τε γινώσκοντος καὶ τοῦ γινωσκομένου, ἐνέργεια οὖσα τοῦ γινώσκοντος περὶ τὸ γινωσκόμενον, ποτὲ μὲν κρειττόνως γινώσκει τὸ γινωσκόμενον τῆς | |
10 | αὐτοῦ τοῦ γνωστοῦ φύσεως, ποτὲ δὲ χειρόνως, ποτὲ δὲ συστοίχως. οἷον ὁ νοῦς ὁ ἡμέτερος τὰς πολιτικὰς πράξεις προχειριζόμενος καὶ τὰ καθ‐ έκαστα γινώσκων, ἀναφέρων εἰς τὸ καθόλου κρειττόνως οἶδε τὴν γνῶσιν τοῦ τοιούτου γνωστοῦ, ἑαυτὸν δὲ θεωρῶν συστοίχως ἐξ ἀνάγκης νοεῖ, τὰς δὲ θείας ἐποπτεύων διακοσμήσεις καὶ τίς ἑκάστης τῶν οὐσιῶν ἡ ἰδιότης | |
15 | πολυπραγμονῶν χείρονα ἐξ ἀνάγκης ἐνταῦθα ἔχει τὴν γνῶσιν τοῦ γινωσκο‐ μένου. καὶ ὁ θεὸς οὖν γινώσκων πάντα μιᾷ καὶ ὡρισμένῃ καὶ ἀμεταβάτῳ γνώσει τὴν ἐπιστήμην τῶν ὄντων ἔχει· διόπερ καὶ τῶν ἐνδεχομένων περιείληφε τὴν εἴδησιν καὶ ὁρᾷ οὐκ αὐτὰς μόνον τὰς οὐσίας, ἀλλὰ καὶ τὰς δυνάμεις αὐτῶν καὶ τὰς ἐνεργείας τάς τε κατὰ φύσιν καὶ τὰς παρὰ φύσιν, | |
20 | ὅπερ παρὰ φύσιν συνῆλθε τῇ ἀναγκαίᾳ τῆς ὑποβάσεως τῶν ὄντων ὑφέσει. γινώσκει μέντοι τὰ ἐνδεχόμενα κρειττόνως τῆς αὐτῶν ἐκείνων φύσεως. διόπερ ταῦτα μὲν ἀόριστον ἔχει τὴν φύσιν δύναταί τε ἐκβαίνειν καὶ μὴ ἐκβαίνειν, ὁ δὲ θεὸς ἅτε κρειττόνως τῆς φύσεως αὐτῶν τὴν γνῶσιν προειληφὼς ὡρισμένως οἶδε καὶ ταῦτα. καὶ γὰρ καὶ τὰ μεριστὰ | |
25 | τῶν πραγμάτων ἀμερίστως οἶδε καὶ τὰ διαστατὰ ἀδιαστάτως καὶ τὰ πεπληθυσμένα ἑνοειδῶς καὶ τὰ ἔγχρονα αἰωνίως καὶ τὰ γενητὰ ἀγενήτως. καὶ οὐ χρὴ νομίζειν ὅτι ἀναγκαίαν ἕξει τὴν ἔκβασιν ἃ λέγομεν ἐνδεχόμενα διὰ τὸ ὑπὸ θεοῦ γινώσκεσθαι αὐτὰ ὡρισμένως· οὐ γὰρ διότι γινώσκει αὐτὰ ὁ θεός, διὰ τοῦτο ἀναγκαίως ἐκβήσεται, ἀλλ’ ἐπειδὴ φύσιν ἔχοντα | |
30 | ἐνδεχομένην καὶ ἀμφίβολον ἕξει πέρας, διὰ τοῦτο καὶ τὸν θεὸν εἰδέναι ἀναγκαῖον ὅπως ἐκβήσεται. καὶ ἔστι τὸ αὐτὸ τῇ μὲν φύσει τῇ ἑαυτοῦ ἐνδεχόμενον, τῇ δὲ γνώσει τοῦ θεοῦ ὡρισμένον. Τοῦ δὲ ἐνδεχομένου εἰς τρία διαιρουμένου τὸ μὲν λέγεται ὡς ἐπὶ τὸ | |
πολύ, οἷον τὸ ἐν γήρᾳ πολιοῦσθαι ἄνθρωπον (σπάνιον γὰρ τὸ μὴ οὕτως | 156 | |
158 | ἔχον), τὸ δὲ ὡς ἐπ’ ἔλαττον, οἷον τὸ σκάπτοντα θησαυρῷ περιτυχεῖν, τὸ δὲ ἐπίσης, οἷον τὸ λούσασθαι καὶ μὴ λούσασθαι καὶ τὰ τοιαῦτα. καὶ περὶ μὲν τὸ ὡς ἐπὶ πολὺ ἐνδεχόμενον δύο τινὰ καταγίνεται αἴτια, ἥ τε φύσις καὶ ἡ τέχνη, περὶ δὲ τὸ ὡς ἐπ’ ἔλαττον ἥ τε τύχη καὶ τὸ αὐτόματον, | |
5 | περὶ δὲ τὸ ἐπίσης ἐνδεχόμενον ἡ προαίρεσις ἔχει μόνη. καὶ τοῦτο μόνον καλεῖται ‘ὁπότερον ἔτυχεν‘, οἷον ὁπότερον ἔτυχε μόριον τῆς ἀντιφάσεως ὁμοίως ἐκβῆναι δυνατόν. | |
8t | Περὶ δαιμόνων | |
9 | Περὶ τῆς τῶν δαιμόνων ἀληθοῦς ἢ ψευδοῦς ἢ ἐπαμφοτεριζούσης | |
10 | προγνώσεως τοιούτων παρ’ ἐνίοις τῶν φιλοσόφων λόγων ἀκήκοα, οὐ τῶν πάντῃ Ἑλληνικῶν, ἀλλὰ καὶ τῶν τὰ ἡμέτερα ἐκ μέρους ἑλομένων πρεσβεύ‐ ειν. διαιροῦσι τοιγαροῦν οὗτοι τὸ γένος ἐν μέτροις τισὶ καὶ βαθμοῖς τῆς ἀπὸ τῶν κρειττόνων πτώσεως· καὶ τοὺς μὲν ἐν τοῖς οὐρανίοις ἀπολείπουσι, τοὺς δὲ ἐν Ταρτάρῳ διάγουσι, καὶ ἄλλους περὶ τὴν γῆν κατασπείρουσιν, | |
15 | ἔστι δὲ οὓς καὶ τῇ ὕλῃ ἀποκληροῦσι καὶ τοῖς ὑλαίοις παθήμασι. τοὺς μὲν οὖν ἐγγύς που περιπολοῦντας τῆς οὐρανίου περιφορᾶς ἀληθεῖς φασὶν ἀναδεδειχέναι χρησμοὺς διὰ τὴν πρὸς τὰ κρείττω ἐγγύτητα· τοὺς δέ γε τῇ ὕλῃ συμπεφυκότας ψευδεῖς καὶ πλάνους παντάπασι διορίζονται καὶ βασκάνους μάλιστα τῶν ἀνθρωπίνων ψυχῶν· τοὺς δέ γε περιγείους | |
20 | ἀμφιρρεπεῖς ἀποφαίνονται καὶ ἀμφιβόλους τὴν πρόρρησιν, ἐπεὶ καὶ πᾶσα μεσότης τοῦ μὲν χείρονος ἄκρου κρείττων, τοῦ δὲ κρείττονος χείρων καθίσταται· τὴν δὲ τῶν ὑποχθονίων μερίδα ὡς αὐτῆς τῆς ὕλης τὸν πυθμένα κατειληφότας ἀλογωτέρους πάντῃ τιθέασιν. εἶναι δέ φασι τοὺς μέσους σοφιστὰς ἀκριβεῖς, καὶ ἵνα μὴ τὴν ἑαυτῶν καταλύσωσι δόξαν | |
25 | ἐπιτηδεύειν φασὶ τὸ τῶν ὀνομάτων διπλοῦν, ἵνα ὁπότερον ἂν ἀποβῇ τῶν | |
προαναπεφωνημένων αὐτοῖς, τοῦτο δόξῃ τὸ προρρηθέν. | 157 | |
159 | Ταῦτα μὲν οὖν οἱ μέσοι διαιροῦσι φιλόσοφοι· ἐμοὶ δὲ ἀρέσκει μᾶλλον τὰ παρὰ τῶν καθαρῶς ἡμετέρων περὶ τῆς τούτων δεδογμένα προρρήσεως, ὅτι τὰ μὲν τῶν γενησομένων ταχύτερον ἡμῶν προλαμβάνοντες ἄνωθεν ἐξεπίστανται, τὰ δὲ παρ’ ἡμῶν στοχαζόμενοι καὶ εἰκάζοντες προμηνύουσιν. | |
5t | Περὶ τοῦ ἐσομένου | |
6 | Εἰ τὸ ἐσόμενον, φῄς, οἶδε θεός, ὅρος ἐστὶν ἀκριβὴς τῆς τούτου ἐκβάσεως ἡ ἐκείνου πρόγνωσις· καὶ συλλογίζῃ ἐντεῦθεν ὡς οὔθ’ ὁ πονηρὸς παρὰ τὴν οἰκείαν προαίρεσιν τὸ τῆς κακίας ἀνεμάξατο αἶσχος, οὔθ’ ὁ ἀγαθὸς ἐντεῦθεν τὴν τῆς ἀγαθότητος ἕξιν ἐκτήσατο. ᾔδει γὰρ καὶ πρὸ γεννήσεως | |
10 | ἀμφοῖν ὁ θεὸς ὡς ὁ μὲν ἀγαθὸς ἔσοιτο, ὁ δὲ ἀποβαίη κακός· ἡ δὲ γνῶσις αὕτη ὅρος ἑκάστῳ τῶν ἐναντίων ἕξεων ἀμετάθετος. Ἀλλ’, ὦ βέλτιστε, οἶδε μὲν πάντα θεός, ἀλλὰ κατὰ τὸ κρεῖττον καὶ τὴν ἑαυτῷ προσήκουσαν ἔννοιαν· οὐ μὴν διότι κρειττόνως οἶδε τὰ ὄντα καὶ τὰ ἐσόμενα, ἐκεῖνα τῆς ἰδίας μεθίσταται φύσεως. οὐ γὰρ ἐπειδὴ τῶν ὄντων | |
15 | τὸ μέν ἐστι σῶμα, τὸ δὲ ἀσώματον, καὶ τὸ μὲν ἔγχρονον, τὸ δὲ αἰώνιον, καὶ τὸ μὲν ἑστώς, τὸ δὲ κινούμενον, σωματικῶς οἶδε τὰ σώματα ἢ χρονι‐ κῶς τὰ ἔγχρονα ἢ κινουμένως τὰ ῥέοντα, ἀλλὰ ἀσωμάτως καὶ ἀιδίως καὶ ἀκινήτως, ὅτιπερ καὶ ἡ γνῶσις οὐ τῷ γινωσκομένῳ ἀλλὰ τῷ γινώσκοντι προσόμοιος. κατὰ τοῦτον δὴ τὸν λόγον καὶ τῶν ἐξ ἀνάγκης καὶ ἐνδεχο‐ | |
20 | μένως γινομένων ἀναγκαίαν μόνον τὴν γνῶσιν ἔσχηκεν ὁ θεός· καὶ ὥσπερ ἀσωμάτως τὸ σῶμα εἰδὼς καὶ ἀχρόνως τὸ ἔγχρονον καὶ ἀμεταθέτως τὸ μεθιστάμενον, οὔτε τὸ σῶμα ποιεῖ ἀσώματον, οὔτε τὸ ἔγχρονον ἄχρονον, ἀλλ’ ἐκείνου κατὰ τὸ κρεῖττον πάντα εἰδότος ταῦτα ἐπὶ τῆς οἰκείας ἵσταται φύσεως, οὕτω δὴ καὶ τὸ οὕτως ἢ ἐκείνως ἐσόμενον ἀναγκαίως | |
25 | εἰδότος τοῦ κρείττονος μένει αὖθις ἀμφιρρεπὲς καὶ οὐ μεταβάλλεται πρὸς | |
τὴν ἀναγκαίαν πρόγνωσιν τοῦ θεοῦ. ὅθεν ἐκεῖνος μὲν οἶδεν ὅτι πονηρὸς | 158 | |
160 | ἢ ἀγαθὸς ἔσομαι, καὶ οἶδεν ἀναγκαίως· ἐγὼ δὲ οὐκ ἀπόλωλα τὴν ἐμὴν φύσιν, ἀλλὰ παρὰ τὴν προαίρεσιν δοκιμάζομαι καὶ τῆς ἐμῆς ἤρτηται γνώμης τῶν ἀρετῶν ἢ τῶν κακιῶν ἡ ἐνέργεια. | |
4t | Τοῦ αὐτοῦ ἀντιγραφὴ πρὸς μοναχὸν ἐρωτήσαντα περὶ ὁρισμοῦ τοῦ | |
5t | θανάτου | |
6 | Οὐχ ὡς ἠπόρηται τὸ προβληθὲν παρὰ σοῦ ζήτημα, λογιώτατε πάτερ, οὕτως ἠρώτησας· ὡς γὰρ δὴ προετείνω, τοῦ ἐρωτηθέντος ἡ λύσις πρό‐ χειρος. οὐδὲν γὰρ ἀόριστον τῷ θεῷ, οὔτε ζωὴ οὔτε θάνατος, οὐ γένεσις, οὐκ οὐσία, οὔτε τῶν ὄντων οὔτε τῶν γινομένων οὐδέν. εἰ γὰρ δὴ τὸ | |
10 | θεῖον ὅρος ἐστὶ τοῦ παντός, πῶς δή τι τῶν πάντων ἐκείνῳ ἀοριστήσειε; καὶ εἰ τὸ πᾶν συνειλήφει τοῦ χρόνου, μᾶλλον δὲ καὶ πρὸ χρόνου καὶ πρὸ αἰῶνος ἐφ’ ἑαυτοῦ ἔστηκε, πῶς τὸ μὲν παρὸν εἰδείη, τῶν δὲ μελλόντων τι ἀγνοήσειε; περὶ ἡμᾶς γὰρ ταῦτα, οἷς ὁ χρόνος καταμεμέρισται, οἳ τὸ μὲν ἐνεστὼς ἴσμεν ὁπόσον ἡμῖν εἰς γνῶσιν ἔλθοι, τὸ δὲ μέλλον παντάπασιν | |
15 | ἠγνοήκαμεν, ὅτι μηδὲ συζῶμεν τῷ ἐπιόντι, ἀλλὰ τοῦ ἐσομένου τῷ κατὰ τὸ ἐνεστὼς ζῆν παντάπασιν ἀπῳκίσμεθα. ῥᾴστη τοιγαροῦν πρὸς ὅπερ ἠρώτησας ἡ ἀπόκρισις. Τὸ δὲ θρυλλούμενον τουτὶ ζήτημα, ἵνα δή σοι κεφαλαιωδῶς καὶ ἐν ἐπιστολῆς σχήματι συνείρω τὸ πᾶν, οὕτω δὴ προβάλλονται οἱ δεινότεροι, | |
20 | οὐ περὶ ὅρου ζωῆς μόνον, ἀλλὰ καὶ περὶ παντὸς ἑτέρου τῶν γινομένων τὸν λόγον προάγοντες. ἐρωτῶσι γὰρ εἰ οἶδε τὸ μέλλον ὁ θεός· εἶτα δὴ συν‐ ομολογήσαντος τοῦ προσδιαλεγομένου (οὐδὲ γὰρ ἦν ἀντιλέγειν πρὸς | |
κοινὴν ἔννοιαν) ἐπάγουσι· πότερον δὲ ὥρισται αὐτῷ ἡ γνῶσις τοῦ μέλλον‐ | 159 | |
161 | τος ἢ ἀορισταίνει ὥσπερ ἡμῖν; δόντων δὲ ἡμῶν ὡρίσθαι αὐτῷ τὴν γνῶσιν (θάτερον γὰρ ἄτοπον) εὐθὺς ὡς ἑπόμενόν τι ἄτοπον ἐπιφέρουσι· φασὶ γὰρ ὡς, εἰ ὡρισμένως εἰδείη τόν τε ἐσόμενον δίκαιον ὁ θεὸς καὶ τὸν ἐσόμενον ἄδικον τόν τε οὕτως ἢ ἐκείνως τεθνηξόμενον, οὔθ’ ὁ δίκαιος | |
5 | παρ’ ἑαυτοῦ δίκαιος οὔθ’ ὁ ἄδικος ἀρχὴν ἀδικίας τὴν προαίρεσιν ἐκληρώ‐ σατο· ἀλλ’ οὐδ’ ὁ φονεὺς ἄδικος, περιώρισται γὰρ τῷ τεθνηκότι ὁ τῆς ζωῆς χρόνος, καὶ εἰδότι θεῷ ὡς οὕτως τεθνήξαιτο ἐπηκολούθησεν ἡ ἀναίρεσις. πῶς γὰρ ἦν εἰδέναι μὲν ὡρισμένως τὸν θεὸν ἐκεῖνον ἀναιρεθή‐ σεσθαι, ἐκφυγεῖν δὲ τοῦτον τὸν τρόπον τῆς ἀναιρέσεως; ὥστε καὶ ὁ | |
10 | φονεὺς προγνώσει θείᾳ ὑπουργηκὼς οὐ μόνον ἀθῷος παντάπασι λογισθή‐ σεται, ἀλλὰ καὶ ἀμοιβῆς ἄξιος ὡς τὸ τοῦ δεσπότου θέλημα ἐκτετελεκώς. Τὸ μὲν οὖν ζήτημα οὕτω δὴ συντιθέασιν οἱ περὶ ταῦτα δεινοί· ἡ δέ γε λύσις οὕτως αὖθις παρὰ τῶν σοφωτέρων ἐπάγεται πρὸς τὸ πρόβλημα, ὡς ἡ γνῶσις μέση οὖσα τοῦ γινωσκομένου καὶ τοῦ γινώσκοντος ὥρμηται | |
15 | μὲν ἀπὸ τοῦ γινώσκοντος, εἰλεῖται δὲ περὶ τὸ γινωσκόμενον καὶ ὡμοίωται τῷ γινώσκοντι. ὁποῖόν τι λέγω· ἄλλη ψυχῆς γνῶσις καὶ ἄλλη νοῦ καὶ ἄλλη θεοῦ· ἡ μὲν οὖν ψυχικῶς οἶδεν, ὁ δὲ νοερῶς, ὁ δὲ ὑπὲρ νοῦν καὶ ἐπέκεινα. οὐκ ἀλλοιοῦσι δὲ αἱ γνώσεις τὰ πράγματα, ἀλλ’ αἱ μὲν κατὰ τὰ γινώσκοντα ἵστανται, τὰ δὲ γινόμενα τῆς οἰκείας οὐκ ἐξίστανται φύσεως. ὁ μὲν οὖν | |
20 | θεὸς ὅρος ὢν ὁ πάντων ἀκρότατος κατὰ τὴν οἰκείαν ἀκρότητα οἶδε τὰ πράγματα, ὡρισμένως μὲν τὰ ἀόριστα, ἀναγκαίως δὲ τὰ ἐνδεχόμενα. οὐ γὰρ συμμεταβάλλεται τοῖς γινομένοις, ἀλλ’ ὡς ἔχει φύσεως τὴν τάξιν οἶδε τῶν ὄντων· τὰ δὲ κατὰ τὴν οἰκείαν φύσιν ῥεῖ τε καὶ φέρεται. Φέρε γὰρ πρὸς θεοῦ· τῶν σωμάτων διεστηκότων πῶς οἶδε ταῦτα θεός, | |
25 | διαστατῶς ἢ ἀδιαστάτως; οὐκ ἀδιαστάτως; οὐ γὰρ ἐρεῖς που θάτερον· οὐ γὰρ διίσταται τοῖς βάθεσι τούτων ἢ τοῖς μήκεσιν ἢ τοῖς πλάτεσιν, ἀλλ’ ἀδιάστατον αὐτῶν τὴν γνῶσιν προέλαβεν. ἆρ’ οὖν τὸ οὕτως εἰδέναι τὰ σώματα τὸν θεὸν τὰς διαστάσεις ἐκείνων μετήμειψε; κατὰ τὸν αὐτὸν | |
λόγον καὶ τὴν φύσιν ὑπὲρ φύσιν εἰδὼς καὶ τὸ ἀόριστον ὡρισμένως οὔτε | 160 | |
162 | τὴν φύσιν μετήλλαξεν οὔτε τὴν ἀοριστίαν τῶν πραγμάτων μετήμειψεν· οὐ γὰρ αἰτία τῶν γινομένων ἡ πρόγνωσις. οὐ τοίνυν, εἰ τῶν μὲν προ‐ έγνωκε τὴν φαυλότητα, τῶν δὲ τὴν δικαιοσύνην προέλαβε, διὰ ταῦτα ἐξ ἀνάγκης οἱ μὲν φαῦλοι, οἱ δὲ γεγένηνται δίκαιοι· ἀλλ’ ἐκεῖνός τε κατὰ | |
5 | τὴν οἰκείαν φύσιν τὴν γνῶσιν ἔσχε τῶν γινομένων, κἀκεῖνα κατὰ τὸν ἴδιον εἰρμὸν φέρεται. καὶ τὸν ἀγχόνῃ τοίνυν χρησάμενον οἶδε μὲν ὡς οὕτω τεθνήξαιτο (μὴ γάρ σε διαλάθῃ τὸ πρότερον ὁμολόγημα, ὡς ἡ γνῶσις ὡμοίωται τῷ γινώσκοντι), οὐ διὰ τὴν γνῶσιν δὲ ἐκεῖνος βιαίως ἐκπέπτω‐ κεν, ἀλλὰ διὰ τὴν προαίρεσιν πονηρῷ χρησαμένην δαίμονι. καὶ τὸ | |
10 | σύμπαν εἰπεῖν, ὥστε σοι ἐπιλελῦσθαι τὸ ζήτημα, τῷ μὲν θεῷ κατὰ τὴν πρόγνωσιν τῆς ἑκάστου ζωῆς τὸ συμπέρασμα ὥρισται, προέλαβε γὰρ ἐκεῖνος τὴν γνῶσιν τοῦ ἐσομένου· ἡμῖν δὲ ἀορισταίνει τὸ συμβησόμενον. ὥστε τρόπον μέν τινα ὥρισται, τρόπον δὲ καὶ οὐχ ὥρισται· ᾧ μὲν γὰρ οἶδε θεὸς ὥρισται, ᾧ δὲ ἡ πρόγνωσις οὐχ ὁρίζει τὸ γενησόμενον οὐχ ὥρισται. | |
15 | ἐπιδιαιτῶ δὲ καὶ τοῖς τῶν πατέρων ἡμῶν λόγοις, ἵν’ εἰ τισὶ μὲν ἐντύχοις ὡς περὶ ὡρισμένου τοῦ συμπεράσματος τῆς ζωῆς ἡμῶν λέγουσι, τισὶ δὲ ὡς περὶ ἀορίστου, μὴ διαφωνεῖν πρὸς ἄλληλα οἰηθείης τὰ δόγματα, ἀλλ’ ἐπικρίνοις, ὡς ταῦτα μὲν κατὰ τοῦτον τὸν τρόπον ἐξενήνεκται, ἐκεῖνα δὲ κατὰ τὸν ἕτερον. | |
20 | Πρὸς δὲ τούτοις εἰδέναι σε βούλομαι, ὡς οὐχ ἁπλῆ τις ἐστὶν ἡ καθ’ ἡμᾶς φύσις, ἀλλὰ πλήρεις ἐσμὲν καὶ τοῦ ὄντος καὶ τῆς γενέσεως, διοικούμεθά τε τὰ μὲν ὑπὸ προνοίας, τὰ δ’ ὑπὸ φύσεως, τὰ δ’ ἐκ προαιρέσεως. καὶ οὐ τοῦτο λέγω, ὡς διέστηκέ τι τῆς προνοίας καὶ τοῦ θεοῦ, ἀλλ’ ὅτι καὶ τἄλλα ἐκεῖθεν τὴν οὐσίαν λαχόντα ἢ φυσικῶς περὶ ἡμᾶς ἐνεργεῖ ἢ προ‐ | |
25 | αιρετικῶς. διὰ ταῦτα τοιγαροῦν καὶ κρυμοὶ καὶ θάλπη ἐκφέρουσιν ἡμᾶς τῆς ζωῆς, ὅτι καὶ φύσεως μετεσχήκαμεν· καὶ αὖθις ἄτοποι γνῶμαι σβεννύουσιν ἡμῶν τὴν ζωὴν παρὰ τὸ μέρος τῆς προαιρέσεως. ἃ πάντα οἶδε μὲν ὡρισμένως ὁ θεός, ἐκεῖνα δὲ κατὰ τὴν ἑαυτῶν φύσιν τὴν ἐνέργειαν ἔχουσιν. | |
30 | Ἔχεις ἰδοὺ τὴν λύσιν ἐπὶ βραχέος οὗπερ ἠρώτησας, πατέρων ἐμοὶ | |
λογιώτατε καὶ σεβασμιώτατε. | 161 | |
163(1t) | [De Babutzicario] | |
2 | Ὁ μέν τοι Βαβουτζικάριος ἐξ Ἑλληνικῆς φλυαρίας παρεισεφθάρη τῷ βίῳ· ἔνεστι γάρ που τοῖς Ὀρφικοῖς ἔπεσι Βαβώ τις ὀνομαζομένη δαίμων νυκτερινή, ἐπιμήκης τὸ σχῆμα καὶ σκιώδης τὴν ὕπαρξιν. ἱστορεῖ δὲ καὶ | |
5 | Πορφύριος ὁ φιλόσοφος περὶ τῶν Τούσκων (ἔθνος δὲ οὗτοι βόρειόν τε καὶ βάρβαρον) πολλοῖς τοιούτοις ἐντετυχηκέναι νυκτερινοῖς φάσμασιν, ἃ δή φασι νυκτὸς μὲν ἐπικαίειν, ἡμέρας δὲ ἐντυγχάνειν τοῖς ἐπικαυθεῖσι λεπτοῖς τισι καὶ ἀμαυροῖς σώμασι, νήμασιν ἀραχνίοις προσεοικόσιν. Ἀπὸ γοῦν τῆς Βαβοῦς ὁ Βαβουτζικάριος παρὰ τοῖς πολλοῖς ἀνεπλάσθη. | |
10 | καὶ ἔστι μὲν οὐδαμοῦ ἐπιχωριάζων τῷ βίῳ, ἀλλ’ οἱ δειλότεροι τῶν ἀνθρώπων εἶναι δὴ τοῦτον τὸν δαίμονα πλάττουσιν. ἦν γάρ τις κἀμοὶ ἀνθρωπίσκος, ἀγενὴς μὲν τὴν ψυχήν, λογοποιὸς δὲ οὐχ ἥκιστα· τούτῳ γοῦν οὐ νυκτὸς μόνον, ἀλλὰ καὶ ἡμέρας τὰ τοιαῦτα παρυφίστατο φάσματα· ἑώρα γοῦν τὸ μὴ ὄν, ὥσπερ ὁ Ὀρέστης τὰς Εὐμενίδας, καὶ ἔπλαττε τὸ | |
15 | ἀνύπαρκτον· νυκτὸς δὲ βραχύ τι προβαίνων, εἶτα δειλιάσας, ἀνέστρεφε καὶ τοῖς πολλοῖς ἀνετύπου τὸν μὴ ὄντα Βαβουτζικάριον. γίνεται δὲ τοῦτο ἐκ κοινοῦ πάθους, σώματός φημι καὶ ψυχῆς· ἡ μὲν γὰρ τῇ ἐμφύτῳ νόσῳ ταράττεται, οἱ δέ γε ὀφθαλμοὶ ἀσθενῶς τηνικαῦτα τῆς ὁρατικῆς δυνάμεως ἔχοντες καὶ μὴ καθαρὸν τὸ φῶς ἀκοντίζοντες, ὃ πάσχουσιν ἔσωθεν, | |
20 | ἔξωθεν δοκοῦσιν ὁρᾶν, καὶ τὸ πάθος τοῦτο δαίμων ἐκείνοις ἐνομίσθη καὶ ὠνομάσθη. Εἰ δὲ μὴ πάντα τὸν χρόνον, ἀλλ’ ἐν αἷς ἡμέραις τὴν τοῦ Χριστοῦ γένναν πανηγυρίζομεν καὶ τὸ θεῖον ἑορτάζομεν βάπτισμα, τοῦτο δὴ τὸ πάθος εἰς δαίμονα ἀναπέπλασται, θαυμάζειν οὐ χρή· τηνικαῦτα γὰρ διὰ | |
25 | τὰς ἀναγκαίας πανηγύρεις νυκτὸς παρ’ ἀλλήλους οἱ ἄνθρωποι ἀφικνού‐ | |
μενοι τό τε πάθος ὑφίστανται καὶ ἡ τοῦ δαίμονος χώραν ἔσχεν ὑπόληψις. | 162 | |
164(1t) | [De Gillo] | |
2 | Ἡ δέ γε Γιλλώ, τοῦτο δὴ τὸ ἀρχαῖον καὶ πολυθρύλλητον ὄνομα, οὔτε δαίμων τίς ἐστιν οὔτε ἄνθρωπος ἀθρόον εἰς ὠμότητα θηρίου μετενεχθείς· ἀπείρηται γὰρ πᾶσι φιλοσόφοις τῶν φύσεων ἡ μετάβασις, καὶ οὔτε | |
5 | θηρίον ποτ’ ἂν ἐξανθρωπισθείη οὔτε μὴν ἄνθρωπος εἰς θῆρα μετενεχθείη, ἀλλ’ οὔτε εἰς δαίμονα οὔτε εἰς ἄγγελον. ὀνόματα δὲ δαιμόνων καὶ δυνάμεις αὐτῶν πολλάς τε καὶ ἐν πολλοῖς γνοὺς οὔτε παρὰ τοῖς λογίοις οὔτε παρὰ ταῖς ἀγυρτικαῖς βίβλοις τοῦ Πορφυρίου τῇ Γιλλῷ ἐντετύχηκα. ἀπόκρυφον δέ μοι βιβλίον Ἑβραϊκὸν τοῦτο τὸ ὄνομα προσέπλασεν. ὁ δὲ τὸ βιβλίον | |
10 | γράψας τὸν Σολομῶντα ποιεῖται ὑπόθεσιν, κἀκεῖνον εἰσάγει ὥσπερ ἐν δράματι τὰ τῶν δαιμόνων ὀνόματα καὶ τὰς πράξεις ἀγγέλλοντα. ἔστι γοῦν παρ’ αὐτῷ ἡ Γιλλὼ δύναμίς τις πρὸς τὰς γενέσεις καὶ τὰς οὐσίας ἀντίθετος. αὕτη γοῦν τά τε κυοφορούμενα, φησίν, ἀναιρεῖ καὶ ὁπόσα τῆς μήτρας διολισθήσοι, καὶ χρόνος αὐτῇ τῆς ἀναιρέσεως ἐνιαύσιος ὥρισται· | |
15 | εἶτα δὴ δεσμεῖ αὐτὴν ἡ Ἀδράστεια. Ἀλλ’ ἥ γε τήμερον ἐπέχουσα δόξα τοῖς γραϊδίοις τὴν δύναμιν ταύτην παρέχεται· πτεροῖ γοῦν τὰς παρηβηκυίας καὶ ἀφανῶς εἰσοικίζει τοῖς βρέφεσιν· εἶτα θηλάζειν ποιεῖ ταύτας καὶ πᾶσαν τὴν ἐν τοῖς βρέφεσιν ἀπορροφᾶν ὥσπερ ὑγρότητα. τὰ γοῦν συντακέντα τῶν νεογνῶν Γιλλόβρωτα | |
20 | αἱ περὶ τὴν λεχὼ ὀνομάζουσιν. ἔστι δὲ καὶ τοῦτο πάθος σώμασιν οἰκεῖον νεογιλλοῖς ὥσπερ καὶ τὸ παρὰ τοῖς πολλοῖς παιδικὸν ὀνομαζόμενον. ἀλλ’ ἐκεῖνο μέν ἐστιν ἐπίληψις ἀκριβὴς διὰ τὴν τῶν μορίων ὑγρότητα πασχούσης τῆς μήνιγγος, τοῦτο δὲ σύντηξις τῶν σπλάγχνων ἀπὸ στερή‐ σεως, ἅτε στερρότητος στερουμένων, ὑφιζανόντων καὶ τοῖς βρέφεσιν | |
25 | ἐμποιούντων τὸν θάνατον. Ὅτι μὲν οὖν πεφανέρωται ταῦτα τῷ βίῳ ἴσασιν οἱ σοφοί· σὺ δέ τι πλέον ἐπίστασο, τὰ μὲν ἀνάγων εἰς ὑψηλοτέρας ἐννοίας, τὰ δὲ ἀπὸ δοξῶν | |
ἀρχαίων εἰς τὰς δημώδεις ὑπολήψεις κατάγων. | 163 |