TLG 2702 009 :: Michael PSELLUS :: Oratoria minora Michael PSELLUS Polyhist., vel Constantinus Psellus
vel Constantius Psellus
vel Michael Psellus Minor Oratoria minora Source: Littlewood, A.R. (ed.), Michaelis Pselli oratoria minora. Leipzig: Teubner, 1985: 1–155.
Citation: Oration — (line) | ||
1(1t) | Σελέντιον ἐκφωνηθὲν ἐπὶ τῶν ἡμερῶν τῆς βασιλίσσης | |
2t | κυρᾶς Θεοδώρας | |
---|---|---|
3 | Ἡ τῶν ἀρετῶν βασιλὶς μετὰ τῆς τῶν ὡρῶν βασιλίδος ἄνωθεν ἡμῖν συνήθως καὶ κατὰ προθεσμίαν ἐφέστηκεν, ὦ σύλλογος ἱερὸς ἐμοὶ καὶ | |
5 | συνειλεγμένος θεῷ. καὶ μὴ θαυμάσητε εἰ κρεῖττόν τι τῆς τοῦ θήλεος φύσεως καὶ ὑψηλότερον φθέγξομαι· ἐκ βασιλείου γάρ, ὡς ἴστε, ἀνθήσασα αἵματος οὐ μᾶλλον τὴν ἁλουργίδα ἢ τὰς τῶν θείων λόγων φωνὰς ὑπερ‐ ηγάπησα καὶ συνήγαγον εἰς ταὐτὸ μαργάρων λαμπρότητας καὶ κανόνων εὐθύτητας, πνευματικὴν βουλὴν καὶ νουθέτησιν καὶ βασιλικὴν στολὴν καὶ | |
10 | συγκόσμησιν. ἐκεῖθεν οὖν μοι συνηράνισται ἃ πρὸς ὑμᾶς διαλέξομαι σήμερον· πλὴν ἀλλὰ κἀμοὶ τὴν ἀκοὴν βραχύ τι χαρίσασθε. Διττὴν οἶδεν ὁ λόγος τροφήν, τὴν μὲν ψυχικήν, τὴν δὲ ἁρμόζουσαν σώματι· ἀλλ’ ἡ μὲν ἄνω φέρει τὸν νοῦν, ἡ δὲ κάτω βαρύνει τὸν χοῦν. σῶμα δὲ ἡμεῖς καὶ ψυχὴ καὶ οἷόν τι μίγμα μεθόριον τῆς κρείττονος καὶ | |
15 | τῆς χείρονος φύσεως. εἰ μὲν οὖν οἷόν τε, μόνῃ ζήσωμεν τῇ ψυχῇ καὶ καθαρῶς γενώμεθα τοῦ θεοῦ· καὶ τῆς θείας ἐμφορηθῶμεν τροφῆς, ἥτις ἐστὶν αὐτὸς ὁ θεός, ὁ τῆς ζωῆς ἄρτος, ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς καὶ τὸ ἡμέτερον προσλαβόμενος, ἵνα τοῦ ὑπὲρ ἡμᾶς ἡμῖν μεταδῷ. εἰ δὲ τοῖς | |
πολλοῖς ὁ λόγος προσάντης, δικάσωμεν δικαίως τῷ πράγματι, δῶμεν τῇ | 1 | |
20 | ψυχῇ μερίδα καὶ τῇ σαρκί, λεπτύνωμεν τὸ σῶμα δι’ ἐγκρατείας, ἵνα συναναχθῇ πρὸς οὐρανὸν τῇ ψυχῇ, λύσωμεν τὸν νοῦν ἀπὸ τοῦ δεσμοῦ, ἵνα μὴ πρὸς γῆν βαρύνηται ἀλλὰ πρὸς οὐρανὸν ἀνάγηται. Πάλιν οὖν ἐντολὴ καὶ βρώσεως ἀποχὴ καὶ ὄφις πειρώμενος τῆς αἰσ‐ θήσεως καὶ ἡ ταύτης μετὰ θελγήτρων πειθώ· ἀλλ’ ἡμῖν μέχρι τῆς | |
25 | πρώτης πείρας ἡ πάλη, μηδὲ δὶς ὑποπέσοιμεν τῷ πειράζοντι. τῷ μὲν γὰρ προπάτορι οὐκ ἔχοντι πρὸς ἕτερον βλέπειν παράδειγμα ἀπολογία πρὸς τὸν ἐγκαλοῦντα ἐπινενόηται· ἡμεῖς δὲ τίνα τῶν πάντων αἰτιασόμεθα, εἰδότες ὡς ψεύδεται μὲν ὁ ἐνεδρεύων ὄφις ἡμῖν, ἡ δὲ θῆλυς αἴσθησις ἀπατᾷ καὶ ὁ νοῦς πάσης κατεξουσιάζει δυνάμεως; νηστεύσωμεν οὖν αὖθις ἀπὸ τοῦ | |
30 | ξύλου τῆς ἐπαμφοτεριζούσης νοήσεως, ἵνα κατατρυφήσωμεν γνώσεως, τὴν λίχνον αἴσθησιν τῷ τῆς νηστείας παιδαγωγήσωμεν χαλινῷ, τὰς ὀσφῦς περιζώσωμεν, τὸν τῆς ψυχῆς λύχνον σταγόσιν ἐλέους ἐκκαύσωμεν, ἵνα συνεισέλθωμεν τῷ λόγῳ εἰς τὸν νυμφῶνα τὸν ἄδυτον. ἐὰν γὰρ παχύνῃς τὸ σῶμα τῇ πολυτελείᾳ τῶν ἐδεσμάτων, ὠχύρωσας τὴν εἰρκτὴν καὶ τὴν | |
35 | ψυχὴν τοῦ φωτὸς ἀπεστέρησας· ἂν δὲ τὴν τούτου παχύτητα οἷον ἐκχοΐσῃς διὰ νηστείας, διῄρηκας τὸν εἰργμόν, ἀνεπέτασας τὴν θύραν τῆς φυλακῆς καὶ δέδωκας ἐλευθερίαν τῷ νῷ πρὸς τὴν ἔξοδον. ὁ δὲ τί ποιεῖ ἐξιών; κουφίζει καὶ τὸ σῶμα μετάρσιον 〈καὶ〉 πρὸς θεὸν μετατίθεται. Ὁρᾶτε ταύτης τῆς ἀρετῆς τὴν ἰσχύν, ὁρᾶτε τῆς ἐγκρατείας τὴν δύναμιν; | |
40 | αὕτη καὶ πυρὸς πείθει κατατολμᾶν καὶ στόματα θηρῶν χαλινοῖ καὶ ὕδατι πῦρ ἐγείρει καὶ νέφεσιν ἐπιτάττει μὴ ὕειν καὶ αὖθις ἀνοίγει τὸν οὐρανὸν καὶ κατάρδει τὴν γῆν καὶ θάλασσαν διιστᾷ καὶ ποταμὸν διαιρεῖ καὶ διπλᾶ δίδωσι τὰ παράδοξα. νηστεία σώματος ἀποχή, πρὸς τὸν θεὸν πτεροῦσα ἐλπίς, πρὸς τὸν ἐχθρὸν φρουροῦσα ἀσπίς, σαρκὸς νέκρωσις, | |
45 | ψυχῆς ζώωσις, δαιμόνων πτῶσις, ἀγγέλων στάσις· νηστεία καὶ πρὸς τὰ κρείττονα ποδηγὸς καὶ πρὸς τὰ πράγματα συνεργός. πᾶσι γὰρ ὁ νοῦς ἀμιγὴς τοῖς ἀτμοῖς ἐφεστηκὼς καὶ ἀθόλωτος καὶ τῷ νομοθέτῃ δίδωσιν εὐκρινῶς, ὅπως ἂν καὶ τίσι νομοθετήσῃ, καὶ τῷ δικαστῇ κατὰ λόγον διαιρεῖ τὰ συμβαίνοντα. ὁ εἰσπράττων ἀγχινούστερος διὰ ταύτην, ὁ περὶ | |
1(50) | λόγους ἀκριβέστερος καὶ λεπτότερος, ὁ τὰς ψήφους τιθεὶς ἀκλινέστερος. προσθήσω δὲ καὶ ταῦτα· ὁ φαλαγγάρχης ἀνδρειότερος, ὁ τοῦ λόχου προηγούμενος στερρότερος, ὁ ὁπλίτης πρὸς τὰς ἐπὶ καιροῦ χρείας | |
ἑτοιμότερος, ὁ ἐπὶ τῆς κούφης ὁπλίσεως ταχύτερός τε καὶ εὐσταλέστερος. Ἀλλὰ πῶς ἂν ἐπαινέσωμαι τὴν νηστείαν, πῶς δὲ ἀπλήστως ταύτης | 2 | |
55 | κατατρυφήσω; οἶδα πολλάκις ἀκούσασα τῶν θείων λογίων ὅτι τροφὴν ἀγγέλων ἔφαγεν ἄνθρωπος. ἀγγέλων δὲ τί ἄλλο ἂν εἴη ἐντρύφημα ἢ τῶν ὄντων καὶ γεγονότων οἱ λόγοι; εἰ γοῦν ταύτης μεταληψόμεθα τῆς τροφῆς, ὁμοδίαιτοι τῶν ἀγγέλων γεγόναμεν. τρυφήσωμεν οὖν τρυφὴν ἀδαπάνητον, τὴν τῶν κτισμάτων μεγαλοπρέπειαν, ἐρᾷς τοῦ ταώ; τρύφησον | |
60 | αὐτοῦ τὸ κάλλος· εἶτα ζήτησον πόθεν αὐτῷ ἡ τῶν χρωμάτων βαφή, τίς ὁ τὸν λειμῶνα φυτεύσας, πῶς ἀμιγὴς ὁμοῦ καὶ πολυμιγὴς ἡ χροιά, τίς ὁ γράψας τοὺς κύκλους ἄνευ κέντρου καὶ διαστήματος· ἀκήκοα γὰρ καὶ τοῦτο λεγόντων τινῶν. τοιαύτην τρυφὴν ἐπί τε ἀερίοις καὶ χερσαίοις καὶ εἰναλίοις ζῴοις τρύφησον. | |
65 | Εἴπω τι καὶ τῶν ἀπορρήτων; διὰ ταύτην ἐγὼ ὅπερ εἰμὶ γέγονα, ἢ μᾶλλον ὅπερ ἐγεγόνειν εἰμί. ἐτέθην μὲν γὰρ ἐξ ἀρχῆς ὑπὸ τοῦ λόγου ἐπὶ τὸν βασίλειον θρόνον, οἷά τις σελήνη πλήρης φωτός, ἀλλ’ ὑποδραμόντα τὰ νέφη μικρὸν τὴν τοῦ κράτους αὐγὴν παρεσκίασαν· τῷ δὲ τῆς δικαιοσύνης δόξαν ἡλίῳ τῷ θεῷ μου καὶ σωτῆρί φημι, ἀπελήλαται μὲν τὰ ἐπιπροσ‐ | |
70 | θοῦντα, ἐγὼ δὲ πλησιφαής, ὡς ὁρᾶτε, καὶ πανσέληνος γέγονα. τὸ δέ μοι φῶς οὐκ ἔξωθεν προσηράνισται, ἀλλὰ κατὰ κλῆρον πατρῷον ἐπιβέβληται. καὶ μόνη ἢ σὺν ὀλίγοις τῶν πάλαι βασιλείαν αὐχῶ ἔννομον, τυραννίδος ἀπηλλαγμένην· οὐ γὰρ ἐβιασάμην τὸ κράτος οὐδ’ ἐκ τριόδων ἐπὶ τὴν βασιλικὴν ἡλλόμην ἀρχήν, ἀλλ’ ἐκ προγόνων μοι ταύτην καταγομένην | |
75 | ἀπείληφα. αὐτουργῶ δὲ τὸ κράτος καὶ τῶν ὅλων προΐσταμαι κἀν ταῖς ψήφοις κἀν ταῖς ἀρχαιρεσίαις κἀν τοῖς δικαστικοῖς βήμασι. βίαιον δὲ ἢ τυραννικὸν οὐδεὶς ἄν μοι ἐπεγκαλέσειεν, ἀλλ’ ἀπὸ τοῦ εὐθέος ἐπάγω τὰς κρίσεις, τὴν δὲ μεταβολὴν τετήρηκα ἀμετάβλητον· οὐ γὰρ τοῦ συνήθους ἀπέστην οὐδὲ τὸ ἦθος ἠλλοίωσα οὐδὲ σκηνὴν τὴν βασιλείαν ἐποιησάμην, | |
80 | προσαγγελέας ταύτης ἀδίκους εἰσάγουσα καὶ πράκτας ἀπηνεῖς τιθεῖσα καὶ ταμίας κερδοσυλλέκτας, ἀλλ’ ἔννομον ἐπιστασίαν ἠγάπησα καὶ μετὰ λογισμοῦ κρίσιν τὸ συνοῖσον τοῖς πράγμασιν ἐπρυτάνευσα. Τοὺς δὲ περὶ ἐμὲ τί ἂν ἔχοι τις καὶ αἰτιάσασθαι; ὡς ὑπερόπτας; ὡς μὴ τῷ δικαίῳ προστετηκότας; ὡς ἀνατετακότας ὀφρύν; ὡς πολυτελεῖς τὴν | |
85 | στολήν; οὐμενοῦν. ταῦτα γὰρ ἐγὼ ἀπαρχὴν ὁμοῦ καὶ δεκάτας τῷ θεῷ ἀποδίδωμι. μιμεῖσθε δὲ καὶ ὑμεῖς τὸν τρόπον δι’ ὃν καὶ βάρβαρος πεφό‐ βηται τὴν ἡμετέραν ἀρχὴν καὶ Σκύθης ἐπτοήται καὶ πολεμίων χεὶρ | |
πέφρικε καὶ τὰ ὑπόσπονδα τῶν ἐχθρῶν ἀγαπᾷ τε καὶ ἐθίζεται. ἐντεῦθεν ἡμῖν καὶ τὸ ἑῷον καὶ τὸ ἑσπέριον ἐξημέρωται καὶ δεδούλωται. ἢ πόθεν | 3 | |
90 | τὰ τῆς οἰκουμένης τμήματα τὴν δούλωσιν συνωμολόγησε καὶ βάρβαρος χεὶρ τὴν εἰρήνην ἠσπάσατο; ποίας αὐτοῖς προσπεσούσης φάλαγγος; τίνος συρραγέντος συνασπισμοῦ; τίνι συνεισβαλόντων ἱππέων; ἀλλ’ ἀρκεῖ πᾶσιν ἀντὶ πάντων τῆς ἡγεμονίας τὸ δίκαιον. Ἀλλὰ τῆς μείζονος ἐπελαθόμην χειρός, τῆς νηστείας φημί. μή ποτε γὰρ | |
95 | αὕτη φλογίνου ἐπιβᾶσα ὀχήματος μετάρσιον τοὺς καθ’ ἡμῶν ὑπὲρ ἡμῶν ἐκφοβεῖ. τιμήσωμεν οὖν αὐτὴν ὡς τροπαιοφόρον, ἀγαπήσωμεν ὡς ἡλικιῶτιν τῆς ἡμετέρας γεννήσεως, σεβασθῶμεν ὡς ἀθλοθέτιν καὶ δράμωμεν τὸν ταύτης δίαυλον, εἰ μὴ τὸν πολυήμερον ἀλλά γε τὸν τεσ‐ σαρακονθήμερον, ἵνα καὶ συννεκρώσαντες τὰ μέλη ἡμῶν τὰ ἐπὶ τῆς γῆς | |
1(100) | καὶ τὸ τῆς ταπεινώσεως σῶμα σταυρώσαντες κοινωνοὶ τῆς ἐκ νεκρῶν τοῦ Χριστοῦ ἀναστάσεως γενέσθαι ἀξιωθείημεν. | |
2(1t) | Σελέντιον ὡς ἀπὸ τοῦ βασιλέως τοῦ Διογένους | |
2 | Εἰρήνης ὁ σύλλογος σύμβολον, ὦ σοφὸν ἐμοὶ καὶ φίλον ἀκροατήριον, καὶ μελλούσης εἰρήνης σὺν θεῷ φάναι χαρακτὴρ ἀκριβέστατος. ἔχει δὲ καὶ πολέμου τινὰ ὑποδείγματα· ὁ γὰρ καιρὸς ἀγῶνα λαμπρὸν ἡμῖν | |
5 | ἀνέῳξε κατὰ τῶν παθῶν. ἐγὼ δέ, ὥσπερ ἐπὶ τῶν αἰσθητῶν δυσμενῶν προκινδυνεύειν ὑμῶν ηὐτρέπισμαι καὶ ἡγεμὼν εἶναι τῆς παρατάξεως, οὕτω δὴ καὶ πρὸς τοὺς νοητοὺς ἐναντίους τῆς καλῆς ἡμῶν κατάρχω | |
συντάξεως καὶ στρατηγὸς ὁμοῦ καὶ δημηγόρος ἐφέστηκα. λαμβάνω δὲ τὰς τῆς δημηγορίας ἀρχὰς ἀπὸ τῆς πολεμικῆς ἀγωνίας· κἀκεῖσε γὰρ εἰ | 4 | |
10 | διαγγελθῇ ἀγὼν ἐς τὴν αὔριον, ὑφαιρούμεθα τῶν συνήθων τροφῶν, οἵ γε πρὸς τοὺς βαρβάρους μέλλοντες παρατάξασθαι, καὶ κοῦφον τὸ σῶμα πρὸς πᾶσαν πρᾶξιν καὶ εὐάγωγον ἐργαζόμεθα. πολλῷ δὲ μᾶλλον χρεὼν οὕτω κατὰ τῶν τῆς πονηρίας πνευμάτων διαγωνίζεσθαι, εἴτε πρωτοστάται τῆς ἀγωνίας ἐσμὲν εἴτε ἡμιλοχῖται εἴτε συμπεφράγμεθα | |
15 | ὥσπερ ἐν συνασπισμῷ εἴτε κατὰ λόχους διῃρήμεθα. οὕτω γὰρ ἂν ῥᾳδίως κατὰ τῶν παθῶν τρόπαιον στήσαιμεν· δεῖ μὲν γὰρ εἰρηνικῶς ἔχειν ἀεὶ πρός τε ἀλλήλους καὶ ἑαυτοὺς καὶ μηδέποτε μάχης ἄρχειν διανοεῖσθαι, ἀλλ’ ἔχειν ὑποκειμένους ἑαυτοῖς τοὺς ἐμπαθεῖς λογισμούς. ἐπεὶ δὲ οὐκ ἔστι τὴν τοῦ σώματος φύσιν μὴ ἀτακτεῖν, διὰ ταῦτα καὶ πολεμητέον ἡμῖν | |
20 | καὶ τὴν ἐκ διαστάσεως ποιητέον ὁμόνοιαν. Ἤκουσα δέ τινος τῶν σοφῶν ὅτι οὐ πάντα τὰ στίφη τῶν νοητῶν πολεμίων καταντικρὺ καὶ ἐξ ἰσοπέδου ἡμῖν προσίασιν· ἀλλ’ οἱ μὲν ἐξ ἀέρος ἐπιτοξάζονται, οἱ δὲ βάλλουσιν ἀπὸ γῆς, οἱ δὲ καὶ ἀναισχυντοῦσι κατ’ ὀφθαλμόν. δεῖ τοιγαροῦν καὶ ἡμᾶς περιεσκεμμένους εἶναι πρὸς τὰς | |
25 | παντοδαπὰς ἀντιθέσεις αὐτῶν καὶ τὸν μὲν ὀφθαλμὸν ἄνω ἔχειν πρὸς τὸν θεόν, ἵνα μὴ λάθωσιν οἱ ἀέριοι, συμπεφράχθαι δὲ τῇ πανοπλίᾳ τοῦ πνεύματος, ἵνα ἄτρωτοι ὦμεν τοῖς βάλλουσιν ἐξ ἰσότητος, ὑποδεδέσθαι δὲ τοὺς πόδας ἐν ἑτοιμασίᾳ τῆς εἰρήνης, ἵνα πατῶμεν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ τὰς τῶν λεόντων καὶ δρακόντων συντρίβωμεν κεφαλάς. | |
30 | ἔστι καὶ ἡμῖν βέλος κατὰ τῶν ἐναντίων εὐστοχώτατον ἐξ ἀέρος εἰς οὐρανοὺς ἀναβαῖνον ἡ προσευχή, καὶ δόρυ μακρὸν ὁ κατὰ τῶν ἐπιθυμιῶν ἔμμονος λογισμός, καὶ ξίφος εὖ τεθηγμένον τῶν θυμικῶν κινήσεων ἡ τομή. Οὕτω τοιγαροῦν ἀνδριζοίμεθα καὶ στεφανοίμεθα καὶ κατὰ τῶν αἰσθητῶν ἐχθρῶν αὖθις ἀντιταττοίμεθα, ἐξ ἀγῶνος εἰς ἀγωνίαν καὶ ἀπὸ νίκης εἰς | |
35 | νίκην καὶ ἐξ εἰρήνης εἰς εἰρήνην παραπεμπόμενοι, ἵνα μὴ δεύτεροι φανῶμεν τῆς κοινῆς ἐλπίδος καὶ μάλιστα τῆς βασιλίδος ἡμῶν καὶ δεσπότιδος. οὐ | |
γὰρ ἐφ’ ἑτέροις ἀλλ’ ἐπὶ τῷ μάχεσθαι νικᾶν τε καὶ εἰρήνην ἐκ πολέμου ποιεῖν ἢ καὶ προπολεμεῖν καὶ προκινδυνεύειν ὑμῶν καὶ τῶν ὅλων ἀντέχεσθαι ἐπὶ τὴν βασιλείαν ἀνήγαγε. καὶ τοῦτο μὲν προηγουμένως ἐσκέψατο· | 5 | |
40 | ἔπειτα, ἵνα καὶ τοῖς χρυσοῖς τούτοις κλάδοις καὶ συμβασιλεῦσι διαφυλάξω τὸ κράτος ἀπαρεγχείρητον. Μήτε γοῦν αὕτη τῶν παρ’ ἡμῖν ἐλπίδων ψευσθείη μήθ’ ἡμεῖς τῶν ἐπαγ‐ γελιῶν ἐλάττους ὀφθείημεν. ὁ μὲν ἀγὼν μέγας (τί γὰρ δεῖ μὴ τἀληθῆ λέγειν;) καὶ οὐ πρὸς ἓν μέρος οὐδ’ ἀφ’ ἑνός (ἀνατολῇ γὰρ καὶ δύσει καὶ | |
45 | ἄρκτῳ καὶ μεσημβρίᾳ μαχόμεθα) καὶ οἱ μὲν ἐφεστήκασι τῶν ἐναντίων, οἱ δὲ μέλλουσιν αὐτίκα, οἱ δὲ ἤδη καὶ πρὸς τὸ πολεμεῖν ἀπηναισχυντήκασιν. ἱππάσασθαι μὲν οὖν πρὸς πάντα τὰ μέρη ἀμήχανον· διὰ ταῦτα τοιγαροῦν κατὰ μὲν τῶν δυνάμεις συντάξας ἐκπέπομφα, πρὸς δὲ τοὺς εἰρηνικοὺς λόγους συντέταχα καὶ ἄλλως ἄλλοις διαμεμηχάνημαι, πρὸς δὲ τοὺς | |
2(50) | μάλιστα ἰσχυροὺς καὶ αὐτὸς παρατέταγμαι, οὐχ ἁλουργίδι τὸ σῶμα κατακοσμήσας ἀλλ’ ὅπλοις περιφράξας πολεμικοῖς, οὐδὲ διαδήματι καταγλαΐσας τὴν κεφαλὴν ἀλλὰ περικεφαλαίᾳ συσφίγξας καὶ θαρρήσας σὺν ὀλίγοις πολλοὺς καὶ τῆς φάλαγγος προϊών, ἵν’ αὐτὸς μὲν βαλλοίμην, ὑμεῖς δ’ εἰρνεύοιτε. | |
55 | Ὁ δὲ καταλλάξας τὰ διεστῶτα θεός, ὁ ἀκρογωνιαῖος λίθος τῶν πάλαι διῃρημένων λαῶν, ὁ τὸ μεσότοιχον ἀνελὼν τοῦ φραγμοῦ, αὐτὸς καὶ νῦν εἰρήνην ποιήσαι τοῖς πράγμασι καὶ τὰς ἀντικειμένας συντρίψαι δυνάμεις καὶ τοῖς ἀπόροις πόρον ἐφεύροι καὶ μηχανήν, ὁ τῇ ἀρρήτῳ αὐτοῦ σοφίᾳ τὰ πάντα διευθύνων καὶ κυβερνῶν καὶ ἐκ τῶν ἐναντίων πάλιν πολλάκις τὰ | |
60 | ἐναντία πανσόφως οἰκονομῶν. | 6 |
3(1t) | Σελέντιον δημηγορηθὲν παρὰ βασιλέως κῦρ Μιχαὴλ τοῦ Δούκα | |
2 | Εἰ καὶ πολλοῖς τῶν βασιλέων ἔθος ἐστὶν ἐξ ὑψηλοτέρου φρονήματος τὰς ὁμιλίας ποιεῖσθαι πρὸς τὸ ὑπήκοον, ὅπως ἂν αὐτοῖς ἐντεῦθεν σῴζοιτο τὸ ἀξίωμα, ἀλλ’ ἐμοὶ τοσοῦτον πρὸς ἐκείνους τὸ διαλλάττον, ὥσθ’ ἑλοίμην | |
5 | ἂν ἡδέως πατρικὴν ἔχειν πρὸς ὑμᾶς εὔνοιαν ἢ βασιλικὴν μεγαλόνοιαν· εἰ δέ μοι πρὸς τὴν τοιαύτην σχέσιν ὁ τῆς ἡλικίας ἀπαντᾷ χρόνος, ἀλλ’ ἐγὼ οὐκ ἂν ὀκνήσαιμι μεταβαλεῖν τὰ ὀνόματα. ἀσμένως οὖν ὡς ὁ υἱὸς πατράσιν ὁμιλήσω καὶ διαλέξομαι. ὦ πατέρες οὖν καὶ παῖδες ἐμοὶ καὶ εἴ τι ἄλλο τῶν ὀνομάτων ὁμοψυχίαν καὶ σύμπνοιαν δεικνύμενον, δέξασθε τὸν | |
10 | παρόντα λόγον, οὐ ῥητορικῶς συγκεκροτημένον ἀλλ’ ἁπλοϊκῶς συντεθει‐ μένον, οὐδὲ μεγαλοπρεπῶς συνεξυφασμένον ἀλλ’ ἀφελῶς ἐκπεφωνημένον καὶ τοῖς ἐπιτυχοῦσιν ὀνόμασι. Τίς δὲ ὁ τοῦ λόγου σκοπὸς οὐκ ἀγνοεῖτε μέν, ἀλλ’ ὅμως εἰδόσιν ἐρῶ· ἀδύτων μυστηρίων παρασκευή. πεπροοιμίασται δὲ ἡμῖν παρὰ τοῦ θεοῦ· τὰ | |
15 | μὲν οὖν ἄδυτα ἡ θεία καὶ μακαρία μετοχὴ τοῦ θείου σώματός τε καὶ αἵματος, ἡ δὲ πρὸς τοῦτο ἑτοιμασία ἡ τῆς ψυχῆς κάθαρσις καὶ ἡ τοῦ σώματος κένωσις. νηστεύσωμεν οὖν, ἵν’ ὑφέλωμέν τι τῆς σαρκὸς καὶ προσθῶμεν τῷ πνεύματι· ἐγκράτειαν ἀσπασώμεθα, ἵνα τὴν τῶν παθῶν συντονίαν χαλάσαντες εὔλυτοι πρὸς τοὺς ἀκλύστους λιμένας κατάρωμεν· | |
20 | λεπτύνωμεν τοῦ σώματος τὸν δεσμόν, ἵν’ ἐλευθερώσωμεν τῆς ψυχῆς τὸ πτερόν· καθάρωμεν ἑαυτούς, ἵνα κοῦφοι καὶ εὐσταλεῖς πρὸς τὴν ἄνω πορείαν γενώμεθα. σκοπὸς ἡμῖν, μᾶλλον δὲ δόγμα θεοῦ, ἀναβῆναι πρὸς οὐρανὸν οὐ ψυχῇ μόνῃ ἀλλὰ καὶ σώματι. πῶς οὖν ἀναβῶμεν τῷ τῆς σαρκὸς ἄχθει βαρυνόμενοί τε καὶ πιεζόμενοι; πῶς ὑψηλοὶ γενοίμεθα καὶ | |
25 | πορρωτέρω νεφῶν τοσοῦτον ἄχθος ἐπισυρόμενοι; λεπτύνωμεν οὖν διὰ νηστείας τὸ πάχος τοῦ σώματος, ὅπως ἂν ὁμόστολον τοῦτο τῇ ψυχῇ ποιησώμεθα καὶ πρὸς τὴν ὑπερνεφῆ πορείαν ὁμόδρομον. εἰ γὰρ ἀντίθετόν τι χρῆμα πρὸς ἀσιτίαν τρυφή, καὶ τὰ ἔργα ἀντίρροπα· εἰ γοῦν βαρύνει ἐκεῖνο, λεπτύνει αὕτη· καὶ εἰ πιέζει τρυφὴ καὶ συναρμόττει τῷ σώματι | |
30 | τὴν ψυχήν, ἐλευθεροῖ νηστεία καὶ θαυμασίαν διάθεσιν ἀπεργάζεται. οὐ γὰρ ζωογονεῖ μὲν ψυχήν, ἀναιρεῖ δὲ σῶμα, ἀλλὰ κἀκείνην συνάγει πρὸς ἑαυτὴν καὶ τοῦτο μᾶλλον ζωοποιεῖ τῶν περιττῶν ἐκκαθαίρουσα καὶ ὑγιὲς αὐταρκείᾳ καὶ λιτότητι διασῴζουσα. Ἦν ὅτε, φίλτατόν μοι ἀκροατήριον, ἀπροσδεεῖς τοιαύτης ἦμεν νηστείας, | 7 |
35 | ἀλλὰ καὶ τρυφᾶν ἐξῆν ἐν τῷ παραδείσῳ καὶ παντοδαπῶν ἀπολαύειν καρπῶν καὶ μὴ δεῖσθαι καθαρσίων. ἀλλὰ τί σοι, γέρον Ἀδὰμ καὶ τοῦ γένους ὅλου πρωταίτιε (ὡς γὰρ ζῶντι καὶ παρόντι σοι διαλέξομαι), τὸ ἀπερίσκεπτον ἐκεῖνο ὅρμημά τε καὶ βούλημα; ἵλεως δὲ ἡμῖν εἴης, ὅποι ποτ’ ἂν εἴης, καὶ μὴ μέμφοιο λέγουσι· τίς ἡ ἕτοιμος τῶν τῆς Εὔας | |
40 | λόγων παραδοχή; πῶς ὁ χερσὶ θεοῦ διαπεπλασμένος καὶ πρῶτος εἰκόνι τετιμημένος τῇ κρείττονι καὶ νομοθεσίαν δεδεγμένος ἴσως ἀπόρρητον οὕτως εὐθὺς μετηλλοίωσαι καὶ τῷ θανατηφόρῳ ξύλῳ τὴν χεῖρα ἐπέ‐ βαλες, δέον φυλάξασθαι καὶ οὕτω τοῦ ζωηφόρου ἐφάψασθαι; ἀλλὰ σὺ μὲν ἴσως ἔχοις ἂν εἴ τι ἀπολογήσῃ, εἰ καὶ μὴ ἀναπόδραστά σοι τὰ τῆς | |
45 | ἐπιτιμήσεως. ἡ γὰρ τῆς γυναικὸς πειθὼ καὶ τὸ φαινόμενον κάλλος τοῦ ἀπηγορευμένου φυτοῦ καὶ ὁ ὑπονοούμενος γλυκασμὸς πρὸς τὴν γεῦσιν ἠπάτησάν σε καὶ ἐφειλκύσαντο. τῷ δὲ πονηρῷ ἐπαρῶμαι ὄφει ἐκείνῳ δι’ οὗ ἡ φθορὰ ταῖς ἡμετέραις εἰσεφθάρη ψυχαῖς. ἀλλ’ οὐδὲ σοὶ τὰ τῆς βασκανίας ἐλεύθερα· ἐπὶ τῷ στήθει γὰρ καὶ τῇ κοιλίᾳ πεπόρευσαι καὶ | |
3(50) | τὸν τῆς γῆς ἀπολιχμάζῃ χοῦν, καὶ τὴν ἡμετέραν πτῶσιν τηρῶν καὶ δάκνων ἐφ’ ὁδοῦ τὴν κεφαλὴν συντέθλασαι καὶ συντέτριψαι. Πλὴν ἔδει μὲν μήτε ταῦτα γίνεσθαι μήτε τὰ πρῶτα γενέσθαι, ἀλλ’ ἔχειν τὴν πρώτην καὶ μακαρίαν ζωὴν καὶ μὴ πραγματείας χρῄζειν καὶ περιόδων πολλῶν. ἐπεὶ δὲ γέγονεν, ὡς οὐκ ὤφελεν, ἀναλύσωμεν τὴν συνθήκην καὶ | |
55 | τὴν ἕνωσιν διέλωμεν καὶ θεοῦ μόνου κατατρυφήσωμεν· εἰ δὲ καὶ τῆς κάτω τρυφῆς ἐρῶμεν, φάγωμεν ἄρτον ἀγγέλων, πίωμεν νάματα ζωῆς. τί ποτε δὲ ταῦτα; αἱ θεωρίαι τῶν ὄντων, ἡ τῆς φύσεως κατάληψις, ἡ τῶν στοιχείων κατανόησις, πῶς ἥνωνται, πῶς διῄρηνται, πῶς παράλληλά τέ εἰσι καὶ συνάλληλα. κατατρυφήσωμεν κινήσεως οὐρανοῦ, χύσεως ἀέρος, | |
60 | στάσεως γῆς, ὑδάτων ῥύσεως. ἀλλὰ χαλεπὰ ταῦτα πρὸς γνῶσιν καὶ ὄντως ὑπερφυῆ; ἔστι τις καὶ μικρολογίας ἀπόλαυσις, τὰ μὲν τὸν ὀφθαλμὸν θέλγουσα, τὰ δὲ τὴν ἀκοὴν καθηδύνουσα. τρύφησον τὸ τοῦ ταὼ κάλλος, τὴν ἐν τῷ στήθει τῶν χρωμάτων μῖξιν, πῶς ἐπάλληλοι καὶ διάλληλοι αἱ βαφαί, τίς ἡ ἐν τῇ κορυφῇ τιάρα εὐδαιμονεστέρα τῆς Περσικῆς, ποταποὶ | |
65 | οἱ ἐν τῷ πτερώματι κύκλοι καὶ πῶς τοῖς ἄστρασι τὸ χθαμαλὸν τοῦτο ζῷον ἠγλάισται. οὐ φθονῶ σοι τῆς τῶν τεττίγων ᾠδῆς οὐδὲ βασκαίνω σοι τῶν τῆς ἀηδόνος τερετισμάτων. ἀλλ’ εἰ μὴ βούλοιο 〈θεοῦ〉 μόνου κατα‐ τρυφᾶν, προκείσθωσάν σοι τὰ παντοδαπὰ ταῦτα γένη τῶν ἀπολαύσεων· ἔστι σοι καὶ μεγέθους τράπεζα καὶ κάλλους ἀπόλαυσις καὶ πανδαισία | 8 |
70 | ἠθῶν ἁπλουστέρων καὶ ποικιλωτέρων, αἱ δὲ τῶν ἀνθῶν χροιαί, αἱ δὲ τῆς γῆς πιότητες, αἱ δὲ τῶν φυτῶν χάριτες, τἆλλα, ἵνα μὴ καθεξῆς λέξω, ποταπόν τι χρῆμα τρυφῶν τε καὶ ἀπολαύσεων. Εἰ δὲ μὴ ταῦτα τοῖς πολλοῖς ἥδιστα εἰς ἀπόλαυσιν, ἀλλὰ δυσχερὴς ὁ λόγος, ἀντιτρυφήσωμεν ἀλλήλους. οὐ γὰρ φθονῶ ὑμῖν τῆς ἐνταῦθα | |
75 | ἰσότητος· ἀρκετὸν γάρ μοι ἡ χρυσοϋφὴς στολὴ καὶ ἡ χρυσόδετος περὶ τὴν κεφαλὴν στεφάνη καὶ ἡ περιπόρφυρος ἐσθὴς καὶ τἆλλα, ὁπόσα τῆς βασιλείας ἐξαίρετα. ἐμοὶ δὲ καὶ τούτων τὰ πρὸς ὑμᾶς καὶ τὰ παρ’ ὑμῶν προτετίμηται. καί, ἵνα πάντῃ τὸ νέφος διάσχωμαι καὶ τὸ τῆς ψυχῆς φῶς ἀνακαλύψω ὑμῖν, πατρῴα μοι πρὸς ὑμᾶς φιλία ἐστὶ καὶ σῴζω ἀκραιφνῆ | |
80 | τὴν διάθεσιν καὶ τὰ τοῦ πατρὸς ἤθη μεμίμημαι· καὶ ὡς φίλοις ὑμῖν πατρικοῖς διαλέγομαι. ἀκούοι θεὸς ἄνωθεν καὶ συμμαρτυροῖεν αἱ περὶ ἐκεῖνον δυνάμεις ὡς, εἰ μή μοι τὸ βασιλικὸν ἀξίωμα ἔπιπτεν, οὐδὲν ἂν ὑμῶν εἶχον πλέον, οὔτε τῆς συνδιαγωγῆς οὔτε τῆς διαλέξεως. οὕτως ἐκδεδαπάνημαι τῷ ἔρωτι πρὸς ὑμᾶς, οὕτως ἀντείλημμαι τῶν ὑμετέρων | |
85 | ψυχῶν. καὶ βουλοίμην μέν, εἴ γε δυναίμην, πᾶσαν μὲν χάριν, πάντα δὲ κόσμον ἑκάστῳ ὑμῶν τῆς κεφαλῆς καταχέαι. ἀλλ’ οἱ καιροί, ἀλλ’ αἱ τῶν πραγμάτων ἐπὶ τὸ ἧττον μεταβολαὶ στενοχωροῦσί μοι τὸ πλατὺ τῆς ψυχῆς καὶ φιλότιμον. οὐ μήν γε τοσοῦτον ἐστενοχώρησαν, ἀλλ’ ὁρᾶτε ὅτι μοι τῶν πηγῶν πανταχοῦ πίδακες ἀναβλύζουσι· ἐπέχω δέ, μὴ ἔκρουν τὸ | |
90 | νᾶμά μοι γένηται καὶ ὄνομά τι κενὸν ἡ πηγὴ καθεστήκοι. Οὕτως ἠρέμα, ἵν’ ἐφ’ ἑτέραν μεταβαίην τροπήν, τῆς βασιλικῆς ἡνι‐ οχήσεως ἅπτομαι· καὶ τὰ μὲν ἀνασειράζω τοὺς ἵππους, τὰ δὲ εὐθυδρομεῖν καὶ ταχυδρομεῖν δίδωμι. δεῖ δὲ μὴ τὸν κυβερνήτην ἐμὲ μόνον, ἀλλὰ καὶ τοὺς πλωτῆρας ὑμᾶς συνιθύνειν τὸ σκάφος καὶ μὴ ἀντιπίπτειν τῷ ἰθυντῆρι | |
95 | μηδὲ ἀντικωπηλατεῖν πρὸς τὸν οἴακα, ἀλλὰ συμπνεῖν καὶ ἰσοζυγεῖν καὶ τὴν μεγάλην τοῦ κράτους περισῴζειν ὁλκάδα. εἰ δὲ νῦν μὲν ἀπαρκτίαι πολλοὶ καὶ βορέαι καὶ Ἑλλησποντίαι λαμπροὶ μέγα κῦμα κυλίνδουσι καὶ τὴν θάλασσαν ἐξοιδαίνουσιν, ἀλλ’ οὐ πολύς ἐστι χρόνος καὶ ἐμπνεύσειαν ἡμῖν νότοι καὶ ζέφυροι καὶ στορεσθήσεται μὲν τὸ κλυδώνιον, λειοκυμονήσει | |
3(100) | δὲ θάλασσα καὶ πράγματα ἡμῖν εἰς εὐφροσύνας καὶ χάριτας καταστήσεται. | |
καὶ εἰ χειμῶνος ἔτι κρατοῦντος περιανθῶ πᾶσιν ὑμῖν καὶ περιανθίζω καὶ οὐδεὶς ὑμῶν κρινωνιᾶς καὶ ῥοδωνιᾶς ἀμέτοχος οὐδὲ τῆς ἄλλης εὐπνοίας, τίνων οὐκ ἂν ἀπολαύσοιτο χαρίτων ἐπιδημήσαντος ἔαρος; Ἀλλ’ ἐπειδὴ τὰ μὲν τῶν τρυφῶν μέλλει, τὰ δὲ τῆς νηστείας ἐφέστηκε, | 9 | |
105 | νῦν μὲν στενώσωμεν τὴν τράπεζαν ἑαυτοῖς καὶ πτερορρυείτω μὲν τὸ σῶμα, ἐπτερώσθω δὲ πρὸς τὸν θεὸν ἡ ψυχή. ὁπηνίκα δὲ ὁ κατὰ προ‐ θεσμίαν ἀπαντήσει χρόνος καὶ ὁ τῆς πανδαισίας ἐπανέλθῃ καιρός, κοινῇ τῆς δημοθοινίας συνεφαψώμεθα καὶ ἀνταπολαύωμεν ἀλλήλων, ὑμεῖς μὲν τῆς ἐμῆς εὐμενείας, ἐγὼ δὲ τῆς ὑμετέρας εὐνοίας κατατρυφῶν. | |
4(1t) | Λόγος τοῦ ὑπερτίμου ὃς ἐπικέκληται σελέντιος | |
2 | Ἐπὶ τὰς τοῦ ἡλίου καὶ πάλιν ἀνατολὰς ὁδῷ βαδίζοντες κατηντήσαμεν, τὰς τηλαυγεῖς τῆς νηστείας ἡμέρας φημί. ὥσπερ γὰρ ἀπὸ δύσεων τῶν ἡδυπαθειῶν τῇ περιόδῳ τοῦ χρόνου κινούμενοι καθ’ ἑκάστην ἔτους | |
5 | περιφορὰν ἐπὶ τὰς ἡλιακὰς ταύτας ἀκτῖνας περιφερόμεθα, ἀφ’ ὧν κατα‐ λάμπεται μὲν ἡμῶν ἡ ψυχή, ὁ δὲ τῶν παθημάτων ζόφος σκεδάννυται καὶ ὁ νοῦς ταῖς φαεσφόροις καταστραπτόμενος τῶν ἀρετῶν ἐμβολαῖς πρὸς τὸν | |
τῆς δικαιοσύνης ἐπιστρέφεται ἥλιον· καὶ αὐτὸ δὲ τὸ σῶμα καθαιρόμενόν τε καὶ λεπτυνόμενον ἐλαφρότατον ὄχημα τῇ ψυχῇ πρὸς τὴν εἰς οὐρανοὺς | 10 | |
10 | ἄνοδον γίνεται. ἀνεῳγόσι τοίνυν τοῖς ὀφθαλμοῖς τὸ τῆς νηστείας ὑποδεξώ‐ μεθα φῶς, ἵνα τὴν θείαν ἰδόντες καὶ παθόντες λαμπρότητα φωτοειδεῖς καὶ αὐτοὶ τοῖς ὁρῶσι φαινοίμεθα. Ἀλλὰ πῶς ἐπαινέσομαι τῶν ἡμερῶν τούτων τὴν δύναμιν; πῶς δὲ κατ’ ἀξίαν θαυμάσομαι; ξυμπάσης γὰρ ἀρετῆς ὅση τε πρακτικὴ καὶ | |
15 | ὅση θεωρητικὴ πέφυκεν ἀρχὴ καὶ τέλος αὕτη καθέστηκεν· ἐπέχει τοῦ σώματος τὰς ὁρμάς, ἐμφαίνει τοῦ πνεύματος τὰς αὐγάς, σβεννύει τὸ πῦρ, ἀνάπτει τὸ φῶς, κατέχει τὸν χοῦν, ἀνάγει τὸν νοῦν, τὴν σάρκα δουλαγωγεῖ, τὴν διάνοιαν ἐλευθεροῖ, δεσμεῖ τὸ σῶμα, πτεροῖ τὸ πνεῦ‐ μα, ἐπιθυμίαν ἔκτοπον ἀναιρεῖ, διάνοιαν ἀλόγιστον ἀθετεῖ, ἀθυμίαν | |
20 | κενοῖ, εὐφροσύνης πληροῖ, ὅρους ταῖς αἰσθήσεσι τίθησιν, ὀφθαλμὸν σω‐ φρονίζει, γλῶτταν ῥυθμίζει, ἀρωμάτων ἀποφοραῖς οὐ θηλύνει τὴν ὄσφρησιν, μελισμάτων κατατομαῖς οὐκ ἐκλύει τὴν ἀκοήν, σωμάτων ἐπαφαῖς οὐκ ἀπα‐ τᾷ τὴν ἁφήν, χρημάτων κατανομαῖς οὐ διαιρεῖ τὴν ψυχήν, πραγμάτων ἐπι‐ φοραῖς οὐ βαπτίζει τὸν νοῦν. εἴπω τὰ μείζω καὶ τὰ τελεώτερα; ἁρπάζει κόσ‐ | |
25 | μου, προσάγει θεῷ, ἐλευθεροῖ τῶν αἰσθήσεων, πρὸς οὐρανὸν ἀνάγει τὸν νοῦν μετὰ τῶν ἀγγέλων ἱστᾷ, πρὸς τὴν προτέραν ζωὴν ἀποκαθιστᾷ, μᾶλλον δὲ τὴν ὑψηλοτέραν καὶ κρείττονα· νηστεία σώματος νέκρωσις, πνεύματος ζώωσις, ἠθῶν κόσμησις, ψυχῆς κάθαρσις, διανοίας ἔπαρσις, νοῦ πτέρωσις· νηστεία τελείωσις ἀρετῶν, πλήρωσις ὀρεκτῶν, μετάδοσις | |
30 | ἐφετῶν· νηστεία τῆς ὕλης ἀπαγωγή, πρὸς τὸ θεῖον μεταγωγή, τῶν ἀγαθῶν ἐπαγωγή· νηστεία φύσεως κόσμος, πράξεως νόμος, γνώσεως ὅρος· νηστεία—ἀλλὰ τί ἂν εἴποιμι; πῶς δὲ καὶ φράσω ὁπόσον καὶ βούλομαι; ὠδίνει μὲν γὰρ ἡ ψυχὴ ἄρρητά τινα νοήματα καὶ ἀπόρρητα, ἡ δὲ γλῶσσα πρὸς τὴν ἔκφρασιν τούτων ἐπαπορεῖ. αὕτη πατρίδα μὲν | |
35 | αὐχεῖ τὸν παράδεισον, νομοθέτην δὲ τὸν θεόν· καὶ κύει μὲν ταύτην ἡ καθαρωτάτη ψυχή, ἀποτίκτεται δὲ ταῖς ὠδῖσι τοῦ πνεύματος· καὶ πρᾶξις μὲν ταύτης ἡ κάθαρσις, ἀποτέλεσμα δὲ ἡ πρὸς θεὸν ἐπιστροφὴ τῆς ψυχῆς. τελεία δὲ οὖσα καὶ γόνιμος τὰς ἀρετὰς πάσας ἀπογεννᾷ· ἀπὸ γὰρ ταύτης ἡ σωφροσύνη καὶ τὸ ἐγκρατὲς πρὸς τὰς ἡδονὰς καὶ ἀήττητον, ἡ | |
40 | κοσμιότης τοῦ ἤθους, ἡ κάθαρσις τῆς ψυχῆς, ἡ πτεροφυΐα τοῦ νοῦ καὶ πρὸς τὸν θεὸν ὕψωσις. Βούλει καὶ γονὰς ἑτέρας ἰδεῖν καὶ ἄλλα γεννήματα; ὅρα μοι τὸν Νῶε, τὸν Μωυσῆ, τὸν Ἐλισσαῖον, ξύμπαντας τοὺς προφήτας, τοὺς ἀποστόλους, τοὺς αὐτόπτας τοῦ λόγου καὶ κήρυκας· τούτων γὰρ ὁ μὲν τάσδε τὰς | |
45 | ἀρετάς, ὁ δὲ τάσδε ἤσκησάν τε καὶ ἐπετήδευσαν, νηστείᾳ δὲ πάντες τὸ σῶμα λεπτύναντες καὶ τὴν ψυχὴν τῶν τῆς φύσεως δεσμῶν ἀπολύσαντες οἱ μὲν καὶ μετὰ τῶν σωμάτων εἰς οὐρανοὺς ἐπτερώθησαν, οἱ δὲ τὸν νοῦν τῆς ὕλης μετεωρήσαντες τὸ τῆς τριάδος εἰσεδέξαντο φῶς. βούλεταί τι καὶ πλέον ὁ λόγος εἰπεῖν καὶ νεανικώτερον φθέγξασθαι. ἐνήστευσε καὶ ὁ | 11 |
4(50) | κύριος ὁ κρείττων τοῦ νηστεύειν καὶ τοῦ καθαίρεσθαι, ὁ τῆς τελειώσεως ὅρος, ὁ τῆς καθάρσεως νόμος· ἀλλ’ ὅμως ἐνήστευσε, τύπους ἡμῖν καὶ κανόνας ὑποδεικνὺς τῆς ὁμοίας καθάρσεως. Ἀλλ’ ὢ πῶς ἂν ἐμαυτὸν ἀποκλαύσωμαι; πῶς δὲ φείσομαι τοῦ προ‐ πάτορος αἰδοῖ τῆς πλάσεως καὶ τοῦ ἐμφυσήματος καὶ τῆς πρὸς θεὸν | |
55 | εὐθὺς οἰκειώσεως; πῶς δὲ μετρήσω τὸν λόγον τῷ ἀρχηγῷ τῆς γενέσεως καὶ γένωμαι δικαστὴς δικαιότατος; τίς ἡ τοῦ φυτοῦ ἐκείνου ὥρα καὶ χάρις, προπάτορ Ἀδάμ; τίς ὁ σφοδρὸς ἔρως τῆς διπλῆς γνώσεως; πῶς τῶν ἄλλων ἀφέμενος τῆς πικρᾶς ἐκείνης εὐθὺς ἀπεγεύσω γλυκύτητος; τίς ἡ παρὰ τῆς γυναικὸς ἀπάτη καὶ ἡ ἔφεσις τῆς θεότητος καὶ ἡ πρὸς τὸν | |
60 | ὄφιν πίστις καὶ συγκατάνευσις; ἀλλὰ σοῦ μὲν ἂν εὐλόγως φεισαίμην κλαπέντος ἰσοθεΐας ἐλπίδι καὶ παραλογισθέντος ὑπὸ τοῦ ὄφεως, τῷ δὲ ἀποστάτῃ σοι καὶ ἀρχεκάκῳ δράκοντι ἐπαρῶμαι δικαιοτάτην ἀράν. ὄλοιο, τῆς κακίας σπορεῦ, καὶ τὴν δυσμενῆ θλάττοιο κεφαλήν· καὶ εἴη μέν σοι ζόφος ἡ ἔπαυλις, οἰκητήριον δ’ ὁ τοῦ ᾅδου κευθμών. καί σου | |
65 | ἐπιβαίην καὶ συμπατήσαιμι δι’ ὃν τῆς ἐν τῷ παραδείσῳ ἀπολισθήσας διαγωγῆς εἰς τὴν κοιλάδα τοῦ κλαυθμῶνος ἐκπέπτωκα καὶ ἀντὶ τῆς ἀπαθεστάτης ζωῆς τὰς μυρίας κῆρας τῶν παθημάτων εἰσεδεξάμην. ὁρᾶτε γὰρ τουτὶ τὸ σῶμα ἡμῶν τὸ παχὺ καὶ ἀντίτυπον, τὸν ἐπιπροσθοῦντα ζόφον τῆς ψυχῆς ταῖς μαρμαρυγαῖς, ὕστερον προσυφανθὲν ταῖς ἡμετέραις | |
70 | ψυχαῖς καὶ προσαρτηθὲν τῇ φύσει, βαρὺ καὶ βρῖθον ἐφόλκιον, ἀφ’ οὗ τοῦ ξύλου τῆς κακίας γευσάμενοι τοῦ ξύλου τῆς ζωῆς ἀπεκλείσθημεν· ἀπ’ ἀρχῆς δὲ λεπτὸν ἦν καὶ ἀέριον καὶ προσφυὲς ἡμῖν ὄργανον καὶ τῆς ψυχῆς ἔνοπτρον τηλαυγέστερον. Ἀλλ’ ὅπερ ἐπάχυνεν ἡ λιχνεία λεπτύνει νῦν ἡ νηστεία· καὶ πάλιν τοῦ | |
75 | νοῦ τὸ πτερὸν πρὸς τὴν πτῆσιν ἐλευθεροῦται. δεσμῶτίς ἐστιν ἡ ἡμετέρα ψυχὴ ὥσπερ τινὶ δεσμωτηρίῳ καθειργμένη τῷ σώματι· περικλείουσι δὲ ταύτην καὶ κλοιοὶ σιδηροῖ, οἱ τῶν παθημάτων δεσμοί. ἢν μὲν οὖν παχύνῃς τὸ σῶμα τῷ πλήθει τῶν ἐδεσμάτων, ἄφυκτον εἰργάσω τὸ δεσμωτήριον | |
καὶ τούς τε ἥλους συνέσφιγξας καὶ τὴν ψυχὴν ἐταπείνωσας· ἂν δὲ τῇ | 12 | |
80 | νηστείᾳ λεπτύνῃς, δίδως ἐλευθερίαν τῷ νῷ, ὁ δὲ ἀπολυθεὶς τῶν δεσμῶν ἐλευθέρῳ πτερῷ ἀναφέρεται πρὸς θεὸν καὶ τῆς θείας ἐν μετοχῇ γίνεται ἀπολαύσεως. Νηστεύσωμεν οὖν, ἵνα τρυφήσωμεν· κενώσωμεν τὸ σῶμα, ἵνα τὸ πνεῦμα πληρώσωμεν. ἔστι καὶ ἄλλη τρυφὴ καὶ πανδαισία πνευματικὴ καὶ | |
85 | τράπεζα πλήρης ἀπορρήτων ὡραίων καὶ φιάλη χρυσῆ ἐν ᾗ ὁ τοῦ νέκταρος ἀπορρὼξ καὶ αἱ τῶν χαρίτων πηγαί. ταύτης ἀπόλαυσον εἰς κόρον τῆς ἑστιάσεως, εἰ μέν τις εἶ τῶν εὐώνων καὶ χαμαὶ ἐρχομένων, τὰς πρακτικὰς καὶ περὶ γῆν ἑρπούσας † καταναλίσκων † τῶν ἀρετῶν, εἰ δὲ τῶν ὑψηλῶν τε καὶ μετεώρων, τὰς μετεωροπορούσας θηρώμενος. εἰ δὲ τούτων μόνων | |
90 | ἐρᾷς ἀφ’ ὧν ἡ κάτω πεπλήρωται τράπεζα, ἐγώ σοι κἀν τούτοις τὴν δέουσαν μετάληψιν ὑποθήσομαι. κορέσθητι τοῦ ταώ, τὸ ἐν ταῖς πτέρυξιν αὐτοῦ κάλλος ἰδὼν καὶ θαυμάσας τὸν πλάσαντα· κατατρύφησον καὶ τοῦ φοίνικος, ὅπως μονώτατον ζῷόν ἐστι καὶ τῷ Μηδικῷ ὄρνιθι παραπλήσιον· ἡδὺ καὶ πέρδιξ φιλοσοφούμενος καὶ πτὼξ φυσιολογούμενος καὶ κύκνος | |
95 | ἁρμονίαις μουσικαῖς γνωριζόμενος. ἀλλ’ (ὅπως πεφεισμένως σοι τὰ γένη προσάγω τῶν ζῴων) ὅλον μοι θαύμαζε τὸ πτηνόν, ξύμπαν τὸ νηκτόν, τὸ βαδίζον, τὸ ἕρπον, τὸ πρόσγειον, τὸ μετέωρον. ὁρᾷς τὸν σύμπαντα κόσμον, τὸ ἐξ οὐρανοῦ καὶ γῆς σύστημα; σὸν ἑστιατόριον πέφυκεν· ὅσα δὲ ἐν αὐτῷ καὶ πτεροῦται καὶ ἕρπει καὶ νήχεται εἰς ἑστίασίν | |
4(100) | σοι παρὰ τοῦ μεγάλου ἡτοίμασται ἑστιάτορος. ὁρᾷς τὸν οὐρανὸν ὡς μέγας, ὡς ἀεικίνητος τὴν περιφοράν, ὡς τὴν φύσιν θαυμάσιος; καὶ τὸν ἥλιον ὡς πηγὴ τοῦ τῇδε φωτός, ὡς ἠρέμα κεράννυται τῷ ἀέρι καὶ προσ‐ ηνῶς ἐμπίπτει τοῖς ὄμμασι; καὶ τὴν σελήνην καὶ τὸν λοιπὸν τῶν ἀστέρων χορόν; εἰς τρυφήν σοι καὶ ταῦτα παρὰ θεοῦ καὶ ἀπόλαυσιν πρόκειται, | |
105 | ἵν’ ὁμοῦ τε τέρποιο τοῖς ἀπείροις τούτων κάλλεσι καὶ μεγέθεσι καὶ τοὺς λόγους αὐτῶν κατανοῶν γνωρίζῃς τὸν κτίσαντα. Ἀλλ’ ὢ τῆς μεγάλης φιλοτιμίας τοῦ ἑστιάτορος. μετὰ γὰρ τὴν παγ‐ κόσμιον ταύτην ἑστίασιν καὶ τρυφὴν καὶ ἑαυτόν σοι προτέθεικεν εἰς ἀπόλαυσιν· ἔσφαξε γὰρ τὰ ἑαυτοῦ θύματα καὶ ἐκέρασεν εἰς κρατῆρα τὸν | |
110 | ἑαυτοῦ οἶνον καὶ μεγάλῳ καὶ ὑψηλῷ τῷ κηρύγματι πρὸς τὴν καινὴν ταύτην μετάληψιν ἡμᾶς συγκαλεῖ. ἡμεῖς δὲ σμικρολόγοι φαινόμεθα | |
δαιτυμόνες πρὸς τοιοῦτον ἄφθονον καὶ πλούσιον ἑστιάτορα τοῖσδε ἢ τοῖσδε τῶν ζῴων προσκείμενοι καὶ τὴν μὲν ψυχὴν λιμώττειν ἐῶντες, πάντα δὲ τῇ ἀκολακεύτῳ γαστρὶ χαριζόμενοι. | 13 | |
115 | Ἀλλὰ μὴ οὕτως ὑμεῖς, τὰ ἐμὰ τέκνα, κορέννυσθε. ἐγὼ γὰρ ὑμᾶς διὰ τοῦ κράτους γνωστικαῖς ὠδῖσιν ἐγεννησάμην καὶ διαφόροις αὐξήσεσιν ἐτελείωσα. οὐ γὰρ ἄγονον τὴν βασιλείαν ἐπεδειξάμην, ἀλλὰ πάντας ὑμᾶς καὶ ὠδίνησα καὶ ἀπέτεκον· καὶ ἣν παρὰ τοῦ θεοῦ πηγὴν εἴληφα εἰς ὀχετοὺς κατεμέρισα, ἀφ’ ὧν δὴ πάντες πεπώκατε, ὁ μὲν μᾶλλον, ὁ δὲ | |
120 | ἧττον κατὰ τὴν ἀναλογίαν τῆς τάξεως· καὶ συνεβίβασα τὸ σῶμα τῆς πολιτείας μείζοσι μέρεσι καὶ ἐλάττοσιν, ἕκαστον δὲ ἑκάστῳ συνέδησα καὶ ταῖς παρ’ ἀλλήλων χρείαις εἰς μίαν ἅπαντας ἁρμονίαν σύμφωνον συνεκέ‐ ρασα· ἀρχὴ δὲ τοῖς πᾶσιν αὐτὸς παρὰ θεοῦ γεγονώς, οἷά τις ὑπερκειμένη τοῦ σωμάτος κεφαλή, ὑμᾶς μὲν ἐμοῦ ἐξαρτῶ, ἐμαυτὸν δὲ τοῦ θεοῦ· καὶ | |
125 | μία σειρὰ καὶ τάξις τοῖς διεστῶσι καθίσταμαι. ὥσπερ γὰρ αὐτὸς τοῖς ἐμοῖς ὑμῖν συνάπτομαι μέλεσιν, οὕτω δὴ καὶ θεὸς (εἰ μὴ μέγα φάναι) ἐμοὶ συνῆπται τὴν ἥν μοι δέδωκεν ἰθύνων ἀρχήν· πρὸς γὰρ ἐκεῖνον ἐπέστραμμαι κἀκεῖνός μοι τοῦ κράτους τὰς ἡνίας μεταχειρίζεται· τἆλλα μὲν γὰρ ἐγὼ γεώδης καὶ ὑλικὸς καὶ πρὸς γῆν νενευκὼς καὶ μηδὲν τοῦ φόρτου τῆς | |
130 | ὕλης ἀποσεισάμενος, ἐπιγνώμων δὲ τοῦ ποιήσαντός με καὶ βασιλεύσαντος. ὅθεν ἐπὶ πάσης καὶ πράξεως καὶ κινήσεως ἐκ θεοῦ τε ἄρχομαι καὶ εἰς θεὸν ἀναπαύομαι. ‘αἱ χεῖρές μου‘, φησὶν ὁ θεῖος Δαυίδ, ‘ἐποίησαν ὄργανον καὶ οἱ δάκτυλοί μοι ἥρμοσαν ψαλτήριον.‘ ἐμοὶ δὲ οὐδὲν τοιοῦτον πε‐ ποίηται· οὐ γάρ εἰμι τηλικοῦτος τὴν ἀρετὴν ὥστε καὶ συναρμόζειν καὶ | |
135 | μουσουργεῖν καὶ τὰς θείας ᾠδὰς μελῳδεῖν. ἀλλ’ ὁ θεὸς πάντα μοι γίνεται τῆς ἐμῆς φύσεως ἀναπληρῶν τὸ ἐλάττωμα. ἐκεῖνός μοι καὶ τὸ κράτος ἰθύνει καὶ τὴν ἀρχὴν βεβαιοῖ καὶ τοῖς πράγμασι τὸ ἀστασίαστον συντηρεῖ· ἐκεῖνος καὶ ἀμφοτέροις τοῖς μέρεσι τοὺς ὅρους ἐπηύξησε καὶ τὰ μὲν μαχιμώτατα τῶν ἐθνῶν πεποίηκεν ἔνσπονδα, τὴν δὲ μοναρχίαν ἡμῖν | |
140 | ἐπαληθεύουσαν ἔδειξε. καὶ τό γε θαυμασιώτατον· οὐκ ἀναιρεῖ μόνον ἡμῖν τὸ πολέμιον, ἀλλ’ ἐξημεροῖ καὶ τὸ βάρβαρον· τὸ γὰρ χθές που καὶ πρῴην καθ’ ἡμῶν ἐντεῖνον τὰ τόξα, τὸ ὑπὲρ τὸν Ἴστρον ἔθνος φημί, νῦν ὑπὲρ ἡμῶν τὸ βέλος ἀφίησι καὶ ἣν ἔκειρε γῆν νῦν ἀσμενέστατα γεωργεῖ καὶ οἷς ἀντεπαρετάττετο νῦν προστέθειται· καὶ γέγονε σύμμαχον | |
145 | τὸ ἀντίμαχον καὶ προκινδυνεύειν ἐθέλει καὶ ἵστασθαι τῆς φάλαγγος | |
κατὰ μέτωπον. Ταῦτα ὁ τῶν θαυμάτων θεός (εἰς ταὐτὸ γάρ μοι καὶ πάλιν ὁ λόγος ἐπαναφέρεται), ὁ συμπολεμῶν ἡμῖν καὶ προπολεμῶν, ὁ σκεδαννὺς τὸ νέφος καὶ δεικνύων τὸν ἥλιον, ὁ τὴν νύκτα μειῶν καὶ τῆς ἡμέρας ἐπάγων | 14 | |
4(150) | τὸ φῶς. ἐγὼ γάρ (ἵνα τι καὶ τῶν ἀπορρήτων ὑμῖν τέως ἀνακαλύψω), ὅτε με πρὸς τὴν μεγάλην ταύτην ἐκάλει ἀρχήν, τὰ τοῦ Μωσέως ἐφθεγγόμην ῥήματα καὶ ἀναβαλλομένῳ ἐῴκειν καὶ ἀποκνοῦντι τὸ τοῦ πράγματος μέγεθος. ἐπεὶ δέ μοι συμπράττειν ἅπαντα ἐπηγγείλατο, ‘ἰδοὺ ἐγώ‘, ἔφησα· ‘κύριε, τί προστάττεις τῷ σῷ οἰκέτῃ;‘ καὶ οὕτω τήν τε προστασίαν | |
155 | ὑπεδεξάμην καὶ τὸ κράτος ἐθάρρησα. ἐντεῦθεν ὑπὲρ ἡμῶν τὰ μεγάλα θαυμάσια γίνεται. καὶ Φαραὼ μὲν σημείοις ἀπείροις ἐτάζεται, Αἴγυπτος δὲ σκότῳ κολάζεται καὶ ὁ νέος ὑμεῖς Ἰσραὴλ τοῦ πηλοῦ καὶ τῆς πλινθείας ἠλευθερώθητε· ἐντεῦθεν καὶ θάλασσα τέμνεται καὶ Φαραωνιτικαὶ δυνάμεις βυθίζονται καὶ Ἀμαλὴκ καταπολεμεῖται καὶ πέτρα πηγάζει | |
160 | νάματα καὶ πικρὸν ὕδωρ γλυκαίνεται καὶ ἄρτος οὐράνιος ὕεται καὶ δυνάμεις ὑποχωροῦσιν ἀντίπαλοι καὶ παράδοξα τελεῖται μυστήρια. ἔχω τι καὶ πλέον τῶν διὰ Μωσέως θαυμάτων εἰπεῖν (ἀλλά μοι μὴ νεμεσῴης ὁ δημαγωγὸς τοῦ παλαιοῦ Ἰσραήλ, πρὸς σὲ γάρ μοι ὁ λόγος εἰρήσεται). ποῦ σοι διπλοῦν ἔαρ ἐν τοῖς σοῖς ἐποίησας ἔτεσι καὶ χειμῶνος τὴν τοῦ ἀέρος | |
165 | ἐπέσχες ἀχλὺν καὶ τὴν σκοτόμαιναν τοῦ περιέχοντος ἔλυσας; παρ’ ἡμῖν δὲ μέσου τοιούτου καιροῦ ὁ ἥλιος διαυγέστερος, εὐπνούστερος ὁ ἀήρ, τὰ ἄνθη πυκάζει τὴν γῆν, ἡ αὖλαξ τὸν στάχυν ὑπαναδίδωσι, τὰ φύλλα τῶν ῥόδων ἀνέῳκται καὶ τῷ ζεφύρῳ τρυφῶσι τὰ πέταλα· δοκοῦσί μοι καὶ τέττιγες ᾄδειν ἁπαλῇ τῇ φωνῇ καὶ χελιδόνες πηγνύειν τὴν καλιάν· ἡ δὲ θάλασσα | |
170 | ὥσπερ ἐπιλαθομένη τῆς φύσεως καὶ τὸν καιρὸν ἀγνοήσασα ἠρέμα λειοκυμονεῖ ταῖς ἀκταῖς καὶ τὴν γείτονα χέρσον προσηνῶς κατασπάζεται. Ἀλλ’ ἐπειδὴ τῶν κατὰ Μωσέα θαυμάτων ἐμνήσθην, καὶ τοῦτο καταλ‐ λήλως τῷ λόγῳ προσθήσω νέος Μωσῆς τῷ ἐμῷ χρηματίζων λαῷ· ὀφθήσεσθαι θεὸς ἡμῖν ἐπαγγέλλεται, οὐκ ἐπ’ ὄρους ὑψηλοῦ καὶ ἀβάτου | |
175 | οὐδὲ μετὰ νεφέλης καὶ λαίλαπος ἀλλ’ ἐν προσηνεστάτῳ καὶ καθαρωτάτῳ φωτί· ἐγγίσωμεν οὖν ἑαυτοὺς καὶ νηστείαν οὐ τριήμερον, ἀλλὰ τεσσαρα‐ κονθήμερον ἕλωμεν. εἰ δὲ ταῖς τεσσαράκοντα καὶ ὀκτὼ προστέθεινται, μὴ θαυμάσητε. αἱ μὲν γὰρ τεσσαράκοντα τῆς τοῦ σώματος τελειώσεώς εἰσι σύμβολον· ἐκ τεσσάρων γὰρ στοιχείων εἰς ἓν συγκείμενον τῷ τελείῳ | |
180 | πολλαπλασιάζεται ἀριθμῷ καὶ γίνεται τέλειον τὴν πνευματικὴν ἡλικίαν καὶ ταῖς προσφόροις ἀκμάζει δυνάμεσιν. αἱ δὲ ὀκτὼ τὸν μέλλοντα ἡμῖν δηλοῦσιν αἰῶνα· ὃς δὴ καὶ ὄγδοός ἐστι καὶ τὴν φύσιν ἑστὼς καὶ αἰώνιος· δεῖ γὰρ ἡμᾶς ἀπὸ τῆς ἑβδοματικῆς ταύτης κακώσεως καὶ κινήσεως εἰς τὴν ὀγδόην καταλῆξαι κατάστασιν τὴν ἑστῶσαν καὶ ἀκατάλυτον. καθάρω‐ | 15 |
185 | μεν οὖν καὶ τὸ σῶμα καὶ τὴν ψυχήν, ἵνα θεὸν θεασώμεθα, ὡς ἀνθρώπῳ ἰδεῖν δυνατόν. καὶ πρὸς τὴν γῆν τῆς ἐπαγγελίας ἐπαναδράμωμεν (οὐ τὴν κάτω φημὶ Ἱερουσαλὴμ ἀλλ’ ἣν πατοῦσι πόδες πραέων, ἐν ᾗ αἱ τοῦ μέλιτος πηγαὶ βλυστάνουσι καὶ τοῦ γάλακτος)· τοῦτο δῶρον θεοῦ καὶ κρεῖττον εὐχῆς. καὶ τύχοιμεν τῆς ἐπαγγελίας ἣν ὤμοσε κύριος ὁ θεὸς τῷ | |
190 | προπάτορι ἡμῶν Ἀβραὰμ καὶ γεννήτορι τῶν ἐθνῶν δοῦναι τῷ σπέρματι αὐτοῦ, ἅπερ ἐσμὲν ἡμεῖς ὁ περιούσιος ἐκείνου λαὸς καὶ ἐπίλεκτος. αἴθε δυναίμην αὐτὸς ὑμᾶς ἐκεῖσε εἰσαγαγεῖν, αἴθε, τέκνα ἀγαπητὰ καὶ τῆς θείας ἐπαγγελίας συγκληρονόμα· εἰ δὲ μή, ἀλλ’ αὐτὸς ἡμᾶς εἰσαγάγοι ὁ κύριος, ὁ μέγας Ἰησοῦς καὶ τῆς μεγάλης βουλῆς τῆς τοῦ πατρὸς ἄγγελος, | |
195 | ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν. | |
5(1t) | Ἐπαναγνωστικὸν ὡς ἀπὸ τοῦ αὐτοκράτορος τοῦ Δούκα | |
2t | κῦρ Κωνσταντίνου | |
3 | Ἀρρήτῳ οἰκονομίᾳ καὶ ἀφάτῳ φιλανθρωπίᾳ ὁ βασιλεὺς τῶν αἰώνων καὶ | |
κύριος ἐπὶ τὴν ὑψηλὴν τῶν Ῥωμαίων καὶ κραταιὰν βασιλείαν 〈ἐμὲ | 16 | |
5 | ἀνήγαγεν〉. ὁ δὲ τρόπος τῆς ἀναγωγῆς ὡς θαυμάσιος· ἐμοῦ γὰρ μηδὲν περὶ τούτου πραγματευσαμένου ποτὲ μηδ’ εἰς νοῦν βαλλομένου τι ἀρχικὸν κράτος, ἀλλὰ τῇ θείᾳ προνοίᾳ πάντως ἀνατιθέντος, ὁ πάντα πρὸς τὸ συμφέρον οἰκονομῶν θεὸς καὶ κηδόμενος τῆς τῶν Ῥωμαίων ἀκρι‐ βέστατα τάξεώς τε καὶ καταστάσεως ἀταράχως καὶ ἀκυμάντως ὥσπερ | |
10 | ἐκεῖνος οἶδεν οἰκονομῶν τῷ βασιλείῳ με κατεκόσμησε στέμματι τῶν ἄλλων προκρίνας καὶ ὑπὲρ πάντων προτιμήσας καὶ ἐκλεξάμενος. Ὁ γὰρ κράτιστος καὶ μέγιστος βασιλεὺς τῶν Ῥωμαίων κῦρ Ἰσαάκιος, νοσήματι ἀθρόον κατασχεθεὶς κίνδυνον ἀπειλοῦντι καὶ προφανῆ ὄλεθρον, ὡς τοῦτο ἔγνω, κρίσει βελτίονι καὶ τῷ ὄντι βασιλικωτάτῃ τὰ περὶ αὐτὸν | |
15 | ἐπέτρεψε, καὶ τοῦ σκέμματος ἀρχηγὸν πεποιηκὼς τὸν θεὸν διεσκοπεῖτο τίνι τῶν πάντων ἐγχειρίσει τὸ κράτος. καὶ πάντας τῷ λογισμῷ ἐξεληλυθὼς στρατιώτας τε καὶ πολίτας συγκλητικούς τε καὶ ἄρχοντας καὶ ὅσοι περιφανὲς ὄνομα ἐν στρατηγίᾳ ἐκτήσαντο, ἐμοὶ τὰ πρωτεῖα τῶν πάντων δέδωκε καὶ ῥοπαῖς ὅλαις βουλεύματος ἐπὶ τὴν ἐμὴν κρίσιν καὶ πρόκρισιν | |
20 | νένευκε καὶ προτετίμηκεν οὐ τῶν ἔξω μόνον, ἀλλὰ καὶ ἀδελφῶν καὶ ἀνεψιῶν καὶ τῶν λοιπῶν αὐτοῦ συγγενῶν καὶ φιλτάτων. Καὶ οὐχ ὁ μὲν θειότατος οὕτως βασιλεύς, 〈***〉 ὁ δὲ κουροπαλάτης κῦρ Θεόδωρος ὁ τούτου ἀνεψιὸς καὶ ὁ τὰ πάντα θαυμάσιος καὶ εὐγενέστατος Δοκειανὸς ἐδυσχέραναν τὴν ἐμὴν προτίμησιν καὶ πρὸς ὀλίγον ἐστύγνασαν· | |
25 | μᾶλλον μὲν οὖν καὶ ἀπεδέξαντο πλέον τῶν ἄλλων καὶ οἰκείαν τιμὴν τὸ ἐμὸν κράτος ἡγήσαντο καὶ εὐφημιῶν ὑπὲρ τούτου τὸν μέγαν βασιλέα ἠξίωσαν. ὃς δή, ἐπειδὴ τὴν περὶ ἐμὲ γνώμην εἶδεν ἐπαινεθεῖσαν παρ’ αὐτῶν καὶ ἀποδεχθεῖσαν, μετακαλεσάμενος παρ’ ἐλπίδα πρῶτον μὲν πυκνὰ περιλαβών 〈με〉 κατεφίλησεν οἷα γνησιώτατον παῖδα [οἰκεῖ]ον, εἶτα τὴν | |
30 | βασιλείαν αὐτὴν ἐγχειρίζει ἐμοί, προσαναθεὶς καὶ τὴν τῶν οἰκείων φροντίδα. [ἐμὲ δὲ οὐ τοσ]οῦτον εὔφρανε τὸ κράτος καὶ τὸ λαμπρὸν τῆς βασιλείας διάδημα, ὅσον [***] ἤλγυνεν [αὐτὸ με]τὰ βραχὺ ἐκδαπανω‐ μένης αὐτῷ ὑπὸ τοῦ νοσήματος τῆς δυνάμεως. Ἐπ̣[εὶ] τοίνυν αὐτὸς ....[***]είαν παρέχων πάντων εὐθὺς ὑποσταλέν‐ | |
35 | των, μᾶλλον δὲ ἀποδεξαμένων τὴν τοῦ κράτους μετάθεσιν καὶ τὴν ἐπιλογὴν ἐπινευσάντων τοῦ βασιλεύοντος, ἐκεῖνος ὥσπερ ἐπαναπαυσάμενος τῷ πράγματι καὶ ἀποχρῶντας ἡμᾶς ἡγησάμενος πρὸς τὴν τῶν πραγμάτων | |
διοίκησιν ἀποδύεται μὲν τὴν χλαμύδα, ἀποτίθεται δὲ τὸ διάδημα καὶ κείρει τὴν τρίχα καὶ γίνεται μοναχὸς τῆς τῶν βασιλικῶν περιβλημάτων | 17 | |
40 | λαμπρότητος ἀνταλλαξάμενος τὸ τριβώνιον. ἐπεὶ δὲ τὸ θεῖον ἐτελέσθη μυστήριον, καὶ θαῦμα περὶ αὐτὸν γίνεται τῶν πώποτε γενομένων θαυμα‐ σιώτερον· διανίσταται γὰρ βραχύ τι καὶ τὸ πολὺ τῆς νόσου ἀνακουφίζεται καὶ γνωρίζει τὸν πλάστην τοῦ νέου καὶ καταφιλεῖ τὰ ἀμφία καὶ προστίθησι τῷ ἀγαθῷ. εὐθὺς γὰρ καταλιπὼν τὰ ἀνάκτορα εἰς τὸν μέγαν τοῦ Προδρό‐ | |
45 | μου ναόν, τὸν τοῦ Στουδίου φημί, εἰς βασιλικὴν ὁλκάδα ἐμβὰς ἀφικνεῖται ἐμοὶ τὸ συγγενὲς αὐτοῦ πᾶν ἀναθέμενος καὶ ἁπλῶς πάντα τὰ φίλτατα. Ἐβούλετο μὲν οὖν καὶ ἡ δέσποινα εὐθὺς ἐκεῖνον μιμήσασθαι καὶ μεταμφιάσασθαι· ἀλλ’ ἐγὼ ἐπεῖχον παρακαλέσας πολλά, εἰ καὶ αὕτη κρείττων ἐστὶ παντὸς ἐγχειρήματος. ὅμως, ἐπειδὴ ἔτι τῷ κόσμῳ περίεστιν, | |
5(50) | αἰδοῖ τῇ τε πρὸς αὐτὴν καὶ τῇ πρὸς τὸν βασιλέα οὐκ ἀποστεροῦμεν τῆς βασιλικῆς εὐφημίας, ἀλλὰ παρακελευόμεθα παντὶ τῷ ὑπό σε θέματι φανερὰν καταστῆσαι τὴν περὶ ἡμᾶς οἰκονομίαν καὶ πρόνοιαν τοῦ θεοῦ συλλέξαι τε περὶ σεαυτὸν τοὺς εὐγενεστέρους καὶ προκρίτους ἐν τῷ θέματι καὶ οὕτω τὴν εὐφημίαν ποιήσασθαι, ‘Αἰκατερίνης μεγάλης βασιλίσ‐ | |
55 | σης καὶ αὐτοκρατορίσσης Ῥωμαίων πολλὰ τὰ ἔτη καὶ Κωνσταντίνου μεγάλου βασιλέως καὶ αὐτοκράτορος Ῥωμαίων τοῦ Δούκα πολλὰ τὰ ἔτη‘. Καὶ τὰ μὲν τῆς εὐφημίας οὕτως. γινωσκέτωσαν δὲ πάντες οἱ τῆς σῆς ἐπαρχίας ὅτι οὐ πρὸς οἰκείαν ἀνάπαυσιν οὔτε μὴν εἰς ἐμὴν ἀπόλαυσιν | |
60 | ἀνεδεξάμην τὸ κράτος τῆς βασιλείας, ἀλλ’ εἰς ἀρίστην οἰκονομίαν τοῦ κοινοῦ καὶ ἀκριβῆ διοίκησιν τῶν πραγμάτων. καὶ μηδεὶς οἰέσθω, μήτε τῶν ἀδικούντων μήτε τῶν ἀδικουμένων, ὡς λήσονται τὴν ἐμὴν ἐπιμέλειαν καὶ ἐντελῆ περὶ τὰ πράγματα διάσκεψιν, ἂν φωραθήσωνται· καὶ ὁ μὲν κατακριθήσεται, ὁ δὲ δικαιωθήσεται καὶ πᾶσα ἐκ μέσου ἀναιρεθήσεται | |
65 | κάκωσις· καὶ οὐδεὶς ἔσται ὁ δακρύων, οὐδεὶς ὁ στενάζων καὶ οὐδεὶς ὁ ἐπι‐ στυγνάζων ἐφ’ οὗ πέπονθεν. καὶ σὺ μὲν πεπληροφόρησο ὡς, εἰ μὲν καλῶς τὴν ἀρχὴν διέπεις, ἐλεήσῃ παρὰ τῆς βασιλείας ἢ καὶ ἀξιωθήσῃ τῆς μεί‐ ζονος· εἰ δὲ ἐπὶ φθορᾷ καὶ λύπῃ τῶν πραγμάτων διατελεῖς καὶ τῶν ὑπο‐ χειρίων καὶ παρατρέπεις τὸ δίκαιον, οὐ μόνον ἔκπτωτος ταύτης ὀφθήσῃ | |
70 | ἀλλὰ καὶ μείζονας κακώσεις ὑπ[ομ]ε̣νεῖς. τέως δ’ οὖν χαῖρε καὶ ἀγαλλία ἐπὶ τῇ ἐμῇ ἀναγορεύσει ἣν ὁ θεὸς λαμπρὰν καὶ περιφανεστάτην ὡς | |
οὐδέποτε ἄλλην ἀπέδειξεν. | 18 | |
6(1t) | Πρὸς τοὺς οἰομένους τὸν φιλόσοφον ἐρᾶν τῆς τῶν πραγμάτων | |
2t | ἀντιλήψεως, ἅμα δὲ καὶ διὰ τοῦτο βασκαίνοντας αὐτῷ | |
3 | Ὥς τι πεποιηκότος ἐμοῦ τοιοῦτον οἷον τὰς τῶν πολλῶν γνώμας κινῆσαι ἔπειτα οἴονταί τινες ἐρᾶν με τῆς τῶν πραγμάτων προστασίας καὶ | |
5 | ἀντιλήψεως. ἐγὼ γὰρ τὴν ἑτέραν ἐτραπόμην μάλιστα, καθ’ ἣν ἂν μέν τις ὑπεροψίας γραφὴν γράψαιτο, καὶ οὔτε ἀπαντῶ τὰ πολλὰ τῇ φορᾷ οὔτε συνεπιδίδωμι τοῖς ἕλκουσιν ἐμαυτόν, ἀλλ’ ἀντιβαίνω καὶ ἀντερείδω καὶ ὑποκρίνομαί τι καὶ τῶν μὴ προσηκόντων ἐμοί, ὥστε τῆς ἐλευθερίας τυχεῖν. πῶς οὖν τἀναντία μοι προστρίβεσθε, δέον ἐκ τῶν ἐναντίων χαρα‐ | |
10 | κτηρίζειν; καὶ ὁ μὲν τοῦ Πηλέως υἱὸς Ἀχιλλεύς, μηνίσας τῷ Ἀγαμέμνονι καὶ ἐπὶ τοῦ οἰκείου ναυστάθμου κατασκηνώσας, ἐβούλετο τὴν Τροίαν τῶν Ἑλλήνων καταγωνίσασθαι, ἵν’ αὖθις τοῦτον ἐπ’ ἐκείνους προσλιπαρή‐ σαιεν. ἐγὼ δὲ τοσοῦτον ἀπέχω τοῦ μὴ τῶν ἀγώνων γενέσθαι, ὡς μηδὲ ἡττᾶσθαί ποτε βούλεσθαι τοὺς ὑποδύντας τὰ πράγματα· καὶ τοῦτο | |
15 | πολλοί μοι καὶ συνίσασι καὶ προσμαρτυρήσουσι. πόθεν οὖν ἐπὶ τὸν μὴ τετρωμένον τὰ πολλὰ τῶν λόγων τοξεύματα; Ὑμεῖς μὲν ἴσως ἐρεῖν οὐ βούλεσθε, αἱ δέ γε σκιαὶ ὑμῶν κἂν συμβοήσω‐ σιν, ὅτι τοσοῦτόν μοι βασκαίνετε ἤ, ἵνα τἀληθέστερον εἴπω, δεδίατε ὅτι καὶ τὰ μὴ ὄντα συμπλάττετε καὶ ὡς παθόντες, ἅπερ παθεῖν οἴεσθε ἐμοῦ | |
20 | ἡττῶντος ὑμᾶς, κεκράγατε· οἴεσθε γάρ. μάντιν δέ με τοῦ πράγματος ποιεῖ τὸ ὑμέτερον κακεντρεχὲς καὶ κακόηθες ὡς, εἰ τῆς φάλαγγος ὑμῶν γένωμαι, εὐθὺς καὶ πρωτοστάτης ὑμῶν ἔσομαι καὶ τοῦ ὅλου στρατοπέδου ἀσύγκριτος ἡγεμών. καὶ ὅτιπερ ὑμῶν ἕκαστος ὁ μὲν τοξεύειν μόνον ἐπίσταται, ὁ δὲ σφενδονᾶν, καὶ ὁ μὲν εὖ τὸ δόρυ μεταχειρίζεσθαι, ὁ δὲ | |
25 | φέρειν ἐλαφρῶς τὴν ἀσπίδα, ἄλλος ἄλλο τι τῶν περὶ τὸν ἀγῶνα εἰδέναι καὶ πράττειν, ἐμοὶ δὲ τὰ πάντων συνείλεκταί τε καὶ ἐπιτετήδευται καὶ οὔτε | |
τὴν γλῶτταν ἀσθενέστερός εἰμι τοῦ Πυλίου γέροντος οὔτε τὴν χεῖρα οὐδενὸς τῶν ἡρώων, ἀλλὰ καὶ λέγοντας ὑμᾶς ὑπερφωνήσω, καὶ διασκέψο‐ μαι μὲν ὑμῶν κάλλιον, γράψω δὲ ἑτοιμότερον, καὶ τό τε μέλλον τοῖς | 19 | |
30 | γιγνομένοις προγνώσομαι τό τε πραττόμενον ἢ ἀσφαλέστερον βεβαιώσομαι ἢ ἀντεπιχειρίσας διαλύσομαι, δίκην τε ἀγωνιοῦμαι κάλλιον ὑμῶν καὶ ἐπέτειον ἄρξω ἀρχὴν προεδρεύσω τε καὶ παρεδρεύσω καὶ ἀρχαιρεσιάσω καὶ χρηματίσω ἡμετέροις τε καὶ τοῖς ἐκ τῶν ἐθνῶν πρέσβεσι. διὰ ταῦτά με πεφόβησθε καί, ὃ μὴ βεβούλημαι, οἴεσθέ με προθυμεῖσθαι καὶ | |
35 | βούλεσθαι. καὶ τοῦτο μὲν οὐκ ἂν ἀπαραιτήτως ὑμῖν ὀνειδίσαιμι, ἐκεῖνο δὲ καὶ λίαν ἐπισκήψω, ὅτι μου τῆς γνώμης διημαρτήκατε καὶ ταῦτα αὐτοί μοι πολλάκις τὴν περὶ πάντας ἐπιείκειαν μαρτυρήσαντες. πρὸς οὐδένα γὰρ οὔτε βαρὺς οὔτε ἐπαχθὴς οὔτε γέγονά ποτε οὔτε γενοίμην, ἀλλὰ καὶ πολλάκις ὑπερείδω τὰς ὑμετέρας γλώσσας διαπιπτούσας καὶ τὰς | |
40 | γνώμας ἠρέμα ἐπανορθοῦμαι, ἐν οἷς δυσστόχαστον τὸ νοούμενον καὶ πάντῃ τὴν ἐναντίαν ἔστιν οὗ τραπέντας ἐπὶ τὴν εὐθεῖαν ἐπέστρεψα, οὐ βίᾳ χαλιναγωγήσας καὶ ἀνακρούσας ἀλλ’ ἠρέμα μετενεγκών. τί ποτ’ οὖν διαθορυβεῖσθε καὶ συνησπίκατε πρὸς οὐ μαχόμενον ἀλλ’ ἀπλάστως οἰκεῖν οἰκίαν ἐθέλοντα κατὰ τὸν δίκαιον Ἰακώβ; | |
45 | Ὥσπερ οὖν πολλὰ τῶν ἀπορρήτων ἐν τοῖς λόγοις μεμαθηκὼς ἀποχρῶν ἡγησάμην τὸ τὰς μεθόδους τῶν τοιούτων εἰδέναι· καὶ οὐδέν τι τῶν τῇ τάξει ἀκινήτων ἐκίνησα, οὔτε τινὰς δυνάμεις ἀρρήτους ἐφειλκυσάμην τοῖς πράγμασιν, οὔτε τοὺς πεπηγότας ὅρους ἐπὶ τοῖς γιγνομένοις ἀλλοιῶσαι ἐσπούδακα. οὕτω δὴ καὶ τὰ μέρη τῆς πολιτικῆς ξυμπάσης ἐξακριβώσας | |
6(50) | δυνάμεως καί τισι τούτων ἐφ’ ἑκάστων χρησάμενος τῶν καιρῶν καὶ δείξας ὅτι μηδὲν τῶν καλῶν ἀπροσποίητον τῇ φιλοσοφίᾳ ἐστί, τῆς ἐπιστήμης αὖθις καθαρῶς γέγονα καὶ φιλοσοφῶ μόνος ἐν ἀφιλοσόφοις καιροῖς. ἐπεὶ δέ μοι οὐ ξύμπαν ὑπερπεπήδηται τὸ θέατρον, οὐδέ μοι τοιαῦται προσπεφύκασι πτέρυγες, ὥστε τῆς οἰκουμένης μετενεγκεῖν, ἵνα | |
55 | μὴ λέγω εἰς οὐρανὸν ἀναγαγεῖν, ἀλλ’ ἐντός εἰμι τῆς μεγάλης περιοχῆς, διὰ ταῦτα σταδιοδρομεῖν μὲν οὐ βεβούλημαι οὐδὲ βαίνειν ἐφ’ ἅρματος, ἐν παραβύστῳ δὲ τοῦ σταδίου καθήμενος ἀφοσιοῦμαι τὴν θέαν. εἰ δέ με ὁ τὴν ἀγωνίαν ποιούμενος βούλοιτό τι ἢ περὶ τῶν ἑλκόντων ἵππων ἐρεῖν ἢ τῆς ξυμπάσης ἡνιοχήσεως, εἰπὼν ἐν βραχεῖ ὅ τι δέοι γίγνεσθαι, εὐθὺς | |
60 | σιωπῶ. ἔδει δέ, ὥσπερ αὐτὸς οὐ βεβούλημαι τὰ κοινὰ πράττειν, οὕτως ὑμᾶς καὶ λίαν βούλεσθαι καὶ μάλιστα τοὺς προῃρημένους τὰ πάντα ἑαυτῶν ἐξαρτᾶν. διατί; ὅτι πολλοὶ μὲν κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί, καὶ | |
πολλαὶ μὲν αἱ φυλαί, ἐκλελοίπασι δὲ οἱ δημαγωγοί. καὶ δέον ζητεῖν εἴ τίς που Μωυσῆς ἢ Σαμουήλ, λείψανα τῆς ἀρχαίας δημαγωγίας, κεκρύφαται, | 20 | |
65 | ὑμεῖς δὲ τούτοις μὲν τὰς ὁδοὺς ἀποφράττετε, τὸν δὲ Ταβεὴλ ἐπὶ τὴν ἀρχὴν προκαλεῖσθε ἢ εἴ τις ἀλλόφυλος. Τοῖς μὲν οὖν πράγμασι πάντοτε δεῖ τῆς ἀρίστης ἡγεμονίας, νῦν δὲ καὶ μάλιστα ὅσῳ χείρω παρὰ τὴν τῶν πολλῶν ἄγνοιαν γέγονε. κἀγὼ μὲν καταβήσεσθαι οὐδέποτ’ ἂν βουληθείην τοῦ ἀξιώματος (τί γὰρ φιλοσοφίας | |
70 | ὑψηλότερον γένοιτ’ ἄν ποτε καὶ τῆς ἐπὶ τοῖς λόγοις ἀρχῆς;), ὑμεῖς δὲ οὐκ οἶδα εἴ ποτε τοῦ πτώματος ἀναστήσεσθε. | |
7(1t) | Πρὸς τὸν λοίδορον ῥίψαντα χάρτην | |
2 | Πρὸς τὴν φλυαρίαν ὁ λόγος, μᾶλλον δὲ πρὸς σὲ τὸν ἀφανῶς ἡμᾶς τοξεύσαντα ἀπὸ σκοπιᾶς ἡ βολή. σὺ μὲν γὰρ οἷα δειλὸς στρατιώτης καὶ ἄναλκις τὴν Ἄιδος, ὅ φασιν, ὑποδὺς κυνέην τὸ βέλος ἀφῆκας, οὔτε | |
5 | φαρμάξας οὔτε μὴν ὡς ὁ Πάνδαρος ἐπιγράψας ἡμῖν τὸν ταρσὸν τοῦ ποδός, ἀλλὰ σκιαμαχήσας ἄντικρυς καὶ οὐδ’ ὅσον ὁ Ἰξίων πρὸς τὸ τῆς | |
Ἥρας ἐληλυθὼς εἴδωλον. οὐ γὰρ ἀλληγορεῖν νῦν τὸν μῦθον προῄρημαι. εἶτα οὐκ ᾔσθησαι ὅτι σὲ καὶ ὁ πολιτικὸς εὐθὺς ἀπελαύνει νόμος; μᾶλλον δέ. εἰ μὲν φωράσει, κολάζει· εἰ δ’ οὖν ὥσπερ οἱ Ἀθηναῖοι τοὺς βλάπτοντας | 21 | |
10 | ἀναιροῦσι τὸν νόμον, οὕτω δὴ καὶ τὰς σὰς γραφὰς ἐμπιπρᾷ. καὶ τό γε μεῖζον ὅτι καὶ ὁ τοῖς σοῖς μυστηρίοις προσεσχηκὼς οὐχ ὡς ἀπὸ τῶν Ἐλευσινίων ἄπεισι λαμπρός τε καὶ γεγηθώς, ἀλλ’ ἀπομόργνυται τοῦ μιάσματος. καὶ ἀποκλείει τούτῳ θύραν παρρησίας ὁ νόμος, ὥσπερ Μωαβίταις καὶ Ἀμμανίταις ὁ παλαιὸς εἰς θεὸν ἀσεβήσασι. τοσοῦτον τῆς | |
15 | νοσερᾶς ἐπεσπάσω ἀτμίδος καὶ τοσαύτης ἀνεπλήσθης τῆς λώβης καὶ τῆς τοῦ σώματος ὕβρεως, ὡς καὶ τοῖς ἐγγίσασιν εὐθὺς τοῦ λοιμώδους μεταδι‐ δόναι νοσήματος. καὶ τοὺς μὲν ἄλλους ὁ νόμος πυρὸς ἀπείργει καὶ ὕδατος, ἤν τι τῶν ἐπιρρήτων φωράσῃ ποιήσαντας, σὺ δὲ ἑαυτὸν καὶ φωτὸς ἀπεστέρησας κολάσας τοῦ ἐνθυμήματος. καὶ ὁ μὲν ὄφις προσ‐ | |
20 | ερπύσας εἶτα δακὼν αὖθις ὑπείσεισι τὴν χειάν, σὺ δὲ οὐδὲ τοσοῦτον τοῦ φωλεοῦ προελήλυθας οὐδ’ ὄπισθεν βαλὼν ἀπελήλυθας, ἀλλ’ ὑπὸ σκότῳ που κατὰ τῆς σκιᾶς ἡμῶν ψηφισάμενος, οὐδὲ ἀνέγνως ὥσπερ οἱ παλαιοὶ ῥήτορες τὴν συγγραφὴν ἐπὶ βήματος, ἀλλ’ ἕτερον τρόπον τὴν τοῦ μύθου Ἔριν μεμίμησαι. ἐκείνη μὲν γὰρ χρυσοῦν ἀφῆκε μῆλον ἀμφίβολον ταῖς | |
25 | καλαῖς ἐπὶ τὸ συσσίτιον τῶν θεῶν, σὺ δὲ ἐναγὲς βιβλίον καὶ λοίδορον, οὐδὲ τοῦ συσσιτίου ἴσως ἀπελαθείς, ἀλλὰ καὶ αὐτὸς συνδειπνήσας τοῖς κρείττοσιν. ἀλλ’ ἡ μὲν ἀπόσιτος ἐκείνη θεὰ οὐκ ἀφανὴς ἦν τὴν τῆς ἔριδος ἀνάψασα πρόφασιν, ἀλλ’ αὐτὸ δὴ τοῦτο πρὸ τῶν ἄλλων προῄρητο γενναῖόν τι ποιοῦσα καὶ τὴν τῆς φύσεως παραδεικνύουσα δύναμιν· σὺ | |
30 | δ’ ὥσπερ δίκας σαυτὸν ἀπαιτήσας τοῦ ἐγχειρήματος τῆς τῶν πολλῶν ἀνήρπασας γνώσεως. Ἡδέως δ’ ἄν σου πυθοίμην πότερον βασκαίνων ἡμῖν τὸν λόγον πεποίησαι ἢ τῆς πολιτείας κηδόμενος ἡμᾶς ἀναιρεῖς ἐντεῦθεν ὡς νοσήματα πόλεως. εἰ μὲν γὰρ τὸ πρῶτον ὁμολογεῖς, αὐτόθεν ἐλήλεγξαι καὶ οὐ δεῖ λόγων πολ‐ | |
35 | λῶν πρὸς σέ· εἰ δὲ τῷ λοιπῷ σεμνύνῃ, τί δὴ τὴν μὲν σεμνοτέραν αἱρῇ τῶν πράξεων, οὐ ποιεῖς δὲ τὸν καθήκοντα τρόπον, οὐδὲ ζηλοῖς τοὺς ἀρχαίους ἐκείνους ῥήτορας, τὸν Περικλέα, τὸν Κίμωνα, τὸν Δημοσθένην καὶ τοὺς | |
ἄλλους ὅσοι τὰς Ἑλληνικὰς πράξεις ἀνῄρηνται, καὶ γράφεις μὲν παρανόμων ἡμᾶς, εἰσάγεις δὲ εἰς τὸ βῆμα ἐνδείξει ἢ προβολῇ χρώμενος; καὶ ὁ | 22 | |
40 | δεινότατος γὰρ ἐκεῖνος Ἄνυτος Σωκράτην ἀσεβείας γραψάμενος τοῖς τῆς δημοκρατίας ἐχρήσατο ἔθεσιν, εἰσαγωγῇ, φάσει, καὶ ἔρρευσεν ἐφ’ ἑκατέ‐ ροις τὸ τῆς πολιτείας ὕδωρ καὶ λαμπρῶς ἑκάτεροι ὁ μὲν κατηγόρησεν, ὁ δὲ ἀπολελόγηται· σὺ δὲ οὐ τυραννίδων καθαίρειν τὰς πόλεις βουλόμενος, ἀλλὰ τοὺς τὰς τυραννίδας ἀναιροῦντας μισῶν κατ’ ἐκείνων πρῶτον | |
45 | πεποίησαι τὴν γραφήν, ἵνα τὴν ἀκρόπολιν χειρωσάμενος εὔκαιρον ἔχῃς κατὰ τῶν λοιπῶν ἀφετήριον. εἶτα δή σοι καὶ τοσαύτη προσπέπτωκε φρενοβλάβεια, καὶ οὕτω σοι ὁ πρὸς τοῦτο ἐλάσας δαίμων τὰς γνώμας ἠλλοίωσεν, ὅτι μὴ καθ’ ἕνα τοὺς ἀρίστους, ἀλλ’ ὁμοῦ συλλαβὼν ὥσπερ τις Ζεὺς ἕτερος ἀνασπάσειν τῆς γῆς ἐπεχείρησας τῆς χρυσῆς ἐξάψας σειρᾶς | |
7(50) | ὥσπερ ἐξεπίτηδες ἀντίθετον σαυτὸν δείξας τοῖς κρείττοσιν ἀστράπτων καὶ βροντῶν ἀπὸ γῆς. καὶ οἱ μὲν τὰς τυραννίδας αἱρούμενοι οὔτε μεγάλῳ παρανομήματι κινοῦσι τὴν πολιτείαν εὐθύς, ἀλλὰ προσχρῶνται καὶ τοῖς κρείττοσι γένεσι· σὺ δὲ διασεῖσαι τὴν πόλιν ἑλόμενος ὥσπερ οἱ ἄτεχνοι τῶν ῥητόρων οὐχ ὁμαλὴν πεποίησαι τοῦ προοιμίου τὴν εἰσβολήν, ἵνα κατὰ | |
55 | βραχὺ τὸν λόγον αὐξήσῃς, οὐδέ τινας μὲν τῶν ἀρίστων τῷ λόγῳ διέσυρας, τοὺς δὲ ἀφῆκας, ἵνα μή σοι ὑπονοηθείη τὸ σύγγραμμα, οὐδ’ ὡς ὁ Δαρεῖος ἤλασας καὶ δι’ ἀμφοτέρων, οὐδ’ ὅσον ἐν νυκτομαχίᾳ τοῖς ἐχθροῖς τοὺς φίλους ἴσως κατέσφαξας, ἀλλ’ ὥσπερ οἱ ἀριθμητικοὶ τὸ ταὐτὸν ἀπὸ τοῦ θατέρου διακρίνειν αἱρούμενοι ἀμιγεῖς τὰς διακρίσεις ποιοῦνται, οὕτω δὴ | |
60 | καὶ σὺ οὐδένα τῶν τῆς ἐναντίας ἡμῖν παρέμιξας ἕξεως, ἀλλ’ ἐξελὼν τῶν ἄλλων κατὰ πάντων ἡμᾶς ἐστεφάνωσας. οὕτω γοῦν καὶ ὁ Σωφρονίσκου πλέον ἔσχεν Ἀντισθένους καὶ Ἐπιγένους καὶ Κέβητος μόνος τὴν γραφὴν ὑποστὰς καὶ τοῦ φαρμάκου πιών. εἶτα δὴ ὥσπερ ἐπὶ ζυγοῦ ἐπὶ τῆς κρείττονος ἡμᾶς πλάστιγγος θεὶς σαυτὸν ἐπὶ τῆς ἑτέρας ἀφῆκας. | |
65 | Ἐρήσομαι δέ σε καὶ αὖθις· πότερον ἐπαινεῖς σαυτὸν τὸ δρᾶμα πεποιηκὼς καὶ σεμνύνῃ τῷ πράγματι ἢ καὶ μετὰ τῶν ἐχθίστων τάττῃ τῆς πόλεως; εἰ μὲν οὖν τὸ πρῶτον, ἐπίδειξαι σαυτὸν τοῖς ὑπὲρ ὧν πεπολίτευσαι, τύχε τῆς ἀναρρήσεως, παρὰ τοῦ δήμου κηρύχθητι· εἰ δὲ πᾶσιν ἔχθιστος εἶ, τοῦτό σοι πρὸ τῶν ἄλλων καλῶς μεμηχάνηται τὸ μηδενὶ τῶν ἁπάντων | |
70 | ἐγνῶσθαι ὥσπερ ἡ ἐμμύθιος ψάμμος. εἰ δὲ μηδὲ τοῦτο ἴσως καθαρῶς ἐπορίσω, ἀλλά τις σὲ Λυγγεὺς ὑψόθεν ἑώρακε, δύο γοῦν σοι τὰ πρῶτα ἡμάρτηται, αὐτό τε τὸ τῆς διαβολῆς εἶδος καὶ ὁ τρόπος τοῦ πονηρεύματος· ἐκεῖνό τε γὰρ ἠσέβηταί σοι καὶ τοῦτο οὐ διηκρίβωται. ἀλλὰ μῶμον ἑτέροις προσεπάγειν ἐπιχειρήσας σαυτῷ βασκανίαν προσετρίψω καὶ | 23 |
75 | ἀτεχνίαν ἡμῖν τε φθονήσας καὶ μηδὲ σαυτῷ τὴν ὁδὸν ἐξομαλίσας τῆς ἐπὶ τὸ χεῖρον κινήσεως. ἀλλὰ τὴν μὲν χεῖρα μεταποιεῖν ἔγνωκας, οὐδὲν δὲ ἧττον καὶ τὴν τῆς γλώττης μεταβάλλειν περιβολήν, ἐφευρεῖν δὲ τὸ δέον, ἵν’ οὕτως εἴπω, τοῦ κακουργήματος παντάπασιν ἀνόητος εἶ. ἀλλά σοι τὸ σοφὸν βούλευμα εἰς τὸ ἄτεχνον περιέστηκε καὶ κατὰ τῶν κρειττόνων τὴν | |
80 | γλῶτταν ἀφεὶς καὶ μηδένα τῶν τῆς ἑτέρας καταμίξας ἡμῖν ἕξεως ὑπὲρ ἡμῶν τὸν λόγον πεποίησαι. ὅθεν καὶ τοὺς λοιπούς, ὅσοι καθ’ ἡμᾶς βεβιώκασιν, ἀμφιβόλους ἀφῆκας. καὶ οὐχ ἡμεῖς ἐξαιρεθῆναί σου τῆς γλώττης ζητοῦμεν ἢ ἐκεῖνοι παρεμβεβλῆσθαι τῇ κωμῳδίᾳ. ἐπεὶ καὶ Σωκράτης ἡδέως ταῖς Ἀριστοφάνους Νεφέλαις ἐνέτυχε καὶ οὐκ ἠγανάκτησε | |
85 | τῷ καλῷ ἐκείνῳ διασυρόμενος δράματι, ἀλλ’ ἐσεμνύνετο ὅτι Ἀριστοφάνης αὐτοῦ κατηγορεῖ ἄνθρωπος πρὸς φιλοσοφίαν ἀντίθετος. ἀλλ’ ἐκεῖ μὲν δρᾶμα λαμπρὸν καὶ περιττὴ ἡ σκηνὴ καὶ ὁ Ἀριστοφάνους λόγος ἐπαγωγὸς καὶ ἡ μίμησις εὔπλαστος καὶ πολὺς ὁ χορὸς καὶ ἡ τοῦ πράγματος ἡδονὴ ἐφελκομένη τὸν γέλωτα καὶ ὁ φιλόσοφος μόνος. ἐνταῦθα δὲ τοὐναντίον | |
90 | ἐπὶ τοῦ σοῦ πλάσματος· σὺ μὲν γὰρ ὁ δραματουργὸς εἷς, οὐδ’ ὅσον ἐν μιμήσεσιν ἐμφανίσας τὸ πρόσωπον καὶ οὔτε σοι χορὸς οὔτε πρόλογος, οὐκ ἐπεισόδιον, οὐδὲ λόγος ὁ τοῦ ἐπαγωγοῦ μόνον ἐστερημένος, ἀλλὰ καὶ ἀηδὴς ταῖς μεταποιήσεσιν. ἡ δὲ τοῦ δράματος ὑπόθεσις τὰ ἐξῃρημένα γένη τῆς πόλεως καὶ ὁ τῆς πολιτείας κόσμος αἵ τε διτταὶ τῶν λόγων ἀρχαὶ | |
95 | καὶ ὅσα ἐγγὺς τῶν ἀρχῶν. καὶ τοῖς μὲν ἄλλοις ὅσοι βασκαίνειν προῄρηνται, τῷ μὲν ἐπὶ τοὺς ἠσκηκότας τὴν εὐστομίαν ὁ φθόνος ὑφέρπει, τῷ δὲ ἐπὶ τοὺς εὐδαιμονούντας τῷ πολιτεύεσθαι· καὶ ἄλλῳ ἐπ’ ἄλλο τι τῶν ἀγαθῶν ἡ ψυχὴ ἀνοιδεῖ. τὸ δὲ σὸν ἦθος μίγμα τῶν ἁπασῶν ἐστι κακιῶν καὶ οὐδέν ἐστι τῶν ἁπάντων, ᾧ μὴ βασκαίνειν προῄρησαι, τῷ μὲν τῆς | |
7(100) | ταινίας, τῷ δὲ τῆς κιδάρεως, ἐμοὶ τοῦ λόγου, ἑτέρῳ τῆς εὐροούσης τύχης. τοιαύτη σοι ἡ ψυχὴ παρὰ τὴν προαίρεσιν γέγονε. | |
Καὶ ἵνα τοὺς ἄλλους ἀφῶ καθ’ ὧν δὴ τὴν γλῶτταν ἀφῆκας, ὑπὲρ ἐμοῦ σοι, ὅσον ἔξεστι, τῷ λόγῳ ἀπολογήσομαι, οὐχ ὡς ἀντερεῖν βουλόμενος ἀλλ’ ἐπιδείξασθαι ὅτι δυοῖν θάτερον ἢ παντάπασιν ἡμᾶς ἠγνόηκας ἢ τῶν | 24 | |
105 | ἄλλων πλέον ἐβάσκηνας. εἰ μὲν οὖν οὐδεμία τίς ἐστι χάρις ἐν ἤθεσιν, ἀλλὰ τὸ σκαιὸν οἶδεν ἡ φύσις μόνον καὶ δύστροπον, μηδ’ αὖθις ἀφέξῃ τῆς καθ’ ἡμῶν λοιδορίας. εἰ δὲ ἄνωθεν ἡ φύσις τάς τε ὥρας τοῖς εἴδεσι καὶ τὰς εὐαρμοστίας τοῖς σώμασι καὶ τὰς κράσεις τοῖς μέλεσι καὶ τὰς χάριτας τοῖς ἤθεσιν ἐπενόησε, μᾶλλον δὲ οὐ πᾶσι καθ’ ἕνα πάντα ἀλλ’ οἷς | |
110 | ἂν δωρῆται θαυμάζεται, τί μοι τὸ ἀστεῖον διασύρεις τῆς φύσεως; εἰ μὲν γὰρ εὐτραπελίαν διέγνωκας, εἴ με ἀκαίρως τεθέασαι στωμυλλόμενον, εἰ ἄλλο τι τοιοῦτον με καθεώρακας, πολλῷ χρῶ καὶ πάλιν τῷ λοιδορήματι εἰ δέ τί μοι ἄνθος ἡ φύσις ἐβλάστησε, τὸ μὲν ἐπὶ γλώττης, τὸ δ’ ἐπὶ τῶν ἠθῶν, αὐτόματον οἷον καὶ ἄτεχνον, καὶ οὔτε λέγων καθέστηκα φορτικὸς | |
115 | οὔτε διαμαρτάνω μιμούμενος, ἀλλ’ ὥσπερ ἔνια τῶν ἀγαλμάτων αὐτό‐ χυτον ἢ σφυρήλατον τὸν γέλωτα ἴσχει οὐδὲν πρὸς τοῦτο μηχανησαμένης τῆς τέχνης, οὕτω δὴ κἀμὲ ἡ πρώτη πλάσις εὔχαρι τὸ ἦθος ἐποίησε, τί μοι διασύρεις τὸ καλὸν τουτὶ βλάστημα καὶ ὃ πολλοὶ ζηλοῦν μὲν ἐθέλουσιν, ἀποτυγχάνουσι δὲ σύμπαντες; ἔστι γὰρ ἐμοὶ τοῦτο ὥσπερ τὸ εὔπνουν τοῖς | |
120 | ῥόδοις. εἰ τοίνυν τὸ τραχὺ τοῦ ἤθους διαβέβληται τοῖς σοφοῖς, τί μὴ τὸ εὐάρμοστον ἐπαινεῖς; ἀλλ’ ἐντεῦθεν κατατρέχεις ἡμῶν, ὥσπερ εἴ τις τῶν ἀτόλμων στρατιωτῶν προπηδήσαντα τῆς φάλαγγος ἕτερον συστρατιώτην ἰδὼν καὶ τῇ τόλμῃ χρησάμενον. εἰ μὲν γὰρ ὥσπερ ἐξεπίτηδες τὸ σεμνὸν ἀφεὶς ἐπὶ τὴν ἑτέραν ἕξιν μεταπεποίημαι, μὴ μόνον βάλλε τοῖς λόγοις, | |
125 | ἀλλ’ εἰ βούλει καὶ βέλεσιν· εἰ δ’ ὥσπερ οἱ τῷ οἴνῳ τὸ ὕδωρ καταμιγνύοντες τὴν μεθύουσαν ἐκείνου δύναμιν ἀφαιροῦνται διὰ τῆς κράσεως, μαινόμενον, ὥς πού τις ἔφησε, θεὸν ἑτέρῳ σωφρονοῦντι κολάζοντες, οὕτω δὴ καὶ αὐτὸς τοῖς αὐστηροῖς καὶ ἐμβριθέσιν ἤθεσι χάριτάς τινας ἐγκαταμιγνύω, ὥστε μήτε τοῖς ἀκροαταῖς δοκεῖν φορτικὸς μήτε πλημμελὴς τοῖς συνοῦσι, | |
130 | τί μὴ θαυμάζεις ἀλλὰ κακίζεις τὸ κρᾶμα, εἴτε γνώμης ἐστὶ σπούδασμα εἴτε φύσεως εὕρημα; ἐγὼ δὲ οἶδα ὅτι μοι τοῦτο μᾶλλον οἱ πλείους ἢ τὴν γλῶτταν ἐζήλωσαν καὶ προὐχώρησεν οὐκ ὀλίγοις ὁ ζῆλος ἐπὶ τὴν μίμησιν. καὶ εἴ τις ἴδοιτο τούτους χαριεντιζομένους ἐν ταῖς μιμήσεσιν, εὐθὺς εἰς | |
ἐμὲ ἀναφέρει τὴν ὁμοιότητα. ἀλλὰ σὺ τὴν ἐν τῷ μύθῳ ἐξεικόνισας | 25 | |
135 | ἀλώπεκα. πεποίηκε γὰρ ταύτην ὁ Αἴσωπος ἐπὶ ἐκκρεμεῖς ὑψοῦ ᾄττουσαν βότρυας· ἐπεὶ δὲ πολλάκις ὑπεραλλομένη τῆς γῆς οὐκ ἐφίκετο τῆς ὀπώρας, ὡς ὀμφακίας ἐλοιδόρησε καὶ ἀπέσχετο. Ὁ Κάτων ἐκεῖνος τὰ μὲν ἄλλα δικαίως εἶχε τῆς φύσεως, δυσξύμβολος δὲ ἦν τὸ ἦθος καὶ διὰ τοῦτο τῇ πολιτείᾳ δυσάρμοστος· τούτου γοῦν ὁ | |
140 | Χαιρωνεὺς ὑπεραπολογούμενος Πλούταρχος οὐ παντάπασι σκαιὸν ἀποδείκνυσι τὸν ἄνδρα καὶ ἄγριον, ἀλλὰ καί τινας αὐτῷ ἐπιμαρτυρεῖ χάριτας καὶ οὐκ αἰσχύνεται τὴν ἐν τοῖς λόγοις γλυκύτητα ἀνδρὶ φιλοσόφῳ προσμαρτυρῶν. Πλάτων δὲ Δίωνι πολλάκις ἐπιμέμφεται τὸ σκυθρωπὸν καὶ ἀμειδὲς τῆς ψυχῆς· αὐτὸς δὲ ὁ φιλόσοφος οὐ χαρίεις; ὃν δὲ ὑποδύεται | |
145 | Σωκράτην οὐ τοιοῦτος; ὅς γε δὴ καὶ μαιεύειν τοὺς νέους χαριεντίζεται καὶ τοιαύτην εἶναι αὐτῷ καὶ τὴν μητέρα τίθεται τὴν βλοσυρὰν Φαιναρέτην. Ἀλλ’ ἀφῶμεν τοὺς Ἕλληνας. οἱ δὲ τοῦ καθ’ ἡμᾶς λόγου προστάντες ξύμπαντες τὸ τοῦ ἤθους χρῶμα τοῖς λόγοις ἐπιδεικνύουσιν· ὅλως γὰρ οὐχ ἁρμονία περιόδων, οὐ μεταβολὴ εὔκαιρος, οὐ λέξις εὐάρμοστος, οὐκ | |
7(150) | ἄλλο τι τῶν κρειττόνων ἄνευ τῆς εὐκαίρου τοῦ ἤθους προέρχεται πλάσεως. ἐντεῦθεν γοῦν ἐμοὶ τά τε ἄλλα καὶ τὸ πρὸς τὰ μαθήματα περιγέγονεν εὐφυές· τορεύεται γάρ μοι ἐφ’ ἑκάστῳ τούτων ἡ ψυχή, ὥσπερ τις κηρὸς εὔπλαστος καὶ εὐάγωγος, καὶ ὁμοῦ τε πρόσειμι ταῖς ἐπιστήμαις καὶ ἐναποτυποῦμαι τὰ τούτων εἴδη καὶ ἡ τοῦ εἴδους προδραμοῦσα χάρις | |
155 | ἐμμελῆ τε καὶ εὐπερίστροφον τὴν τῆς πλάσεως τορείαν εἰργάσατο. Εἰ δέ σοι μάγος ἐγὼ ἥγημαί τε καὶ κατωνόμασμαι, ὅτι δὴ χειροῦμαι καὶ ἰδιώτας καὶ αὐτοκράτορας καὶ πάντες μοι πρὸς τὸν λόγον κεχήνασιν, ἐντεῦθεν ἴσθι μοι τὰς πηγὰς τῶν ἐπῳδῶν· οὐ γὰρ κινῶ τὰ ἀκίνητα, οὐδὲ περὶ δυνάμεις βοτανῶν καὶ λίθων ἐπτόημαι, οὐδὲ συλλέγω πόας, οὐδὲ | |
160 | ὕλας συντίθημι, ἀλλὰ ταῖς φυσικαῖς πρὸς τοῦτο δυνάμεσι κατακέχρημαι, καὶ ὥσπερ οἱ ἐρωτικοὶ αὐτόθεν ἀπὸ τῶν εὐπλάστων σωμάτων ἐξήρτηνται, οὕτω δὴ κἀμοὶ τῆς γλώττης οἱ πλείους ἐκκρέμανται. καὶ ἵνα σοι τὸ πῦρ ἐπαυξήσω τῆς βασκανίας, οὐ τὴν ἀλυσιτελῆ φιλοσοφίαν προειλόμην ἐγώ, οὐδὲ μέχρι συλλογισμῶν προβαίνω καὶ ἀναλύσεων, οὐδὲ τὰς νοητὰς ἰδέας | |
165 | μόνας τῷ νῷ θεωρῶ, ἀλλὰ πρὸς πᾶσαν ἰδέαν περιτέτραμμαι τὴν ψυχὴν καὶ οἶδα ὅσα τε θεῖα καὶ ὅσα ἀνθρώπινα πολιτειῶν τε κόσμους ἐπίσταμαι καὶ τάξεων τρόπους καὶ μεταποιήσεις εὐκαίρους καὶ τἆλλα ὅσα τὰς πόλεις εἴωθε συνιστᾶν. κἂν γνώμην εἰσενεγκεῖν δέοι, τὴν ἀρίστην εἰσηγησαίμην· κἂν δημηγορῆσαι, εὐστρόφῳ χρησαίμην τῇ γλώττῃ καὶ ἀπολαμπρύναιμι | 26 |
170 | τὴν φωνήν· κἂν ψηφίσασθαι, ψηφιοῦμαι κατὰ τοὺς νόμους· κἂν σχεδιάσαι λόγον, οὐκ ἄν με προβαίη ὁ γραμματεύς· κἂν ἐσκεμμένως εἰπεῖν, οὐδεὶς ἄν μοι μέμψοιτο οὔτε τοῦ προβουλεύματος οὔτε τοῦ σκέμματος. εἶτα δὴ ὥσπερ γῇ πολλῇ καὶ βαθείᾳ καὶ ὕδασι καταρδομένῃ πλείοσιν οὐδεμία μοι φαρμακώδης ἐπανατέλλει βοτάνη, ἀλλὰ πᾶσά μοι βλάστησις ἡδεῖα καὶ | |
175 | τρόφιμος· οὐ γὰρ καταχρῶμαι τῇ δυνάμει τῆς φύσεως, οὐδὲ δεινοὺς καὶ ἐντέχνους ποιοῦμαι τοὺς λόγους, οὐδὲ κατὰ τῶν πλειόνων δημηγορῶ, οὐδὲ ψεύδομαι πίστιν, οὐδ’ ἔχει τις εἰπεῖν ἐμοὶ πολίτευμα πονηρὸν καὶ κακόηθες. ἐντεῦθεν τοίνυν ἐγὼ τοὺς πολλοὺς θηρῶμαι καὶ περιμάχητός εἰμι τοῖς κρατοῦσι. καὶ οὐδείς με τῶν ἁπάντων ἀπώσατο, ἀλλ’ ὑπερβάλ‐ | |
180 | λουσι τοὺς πρώτους ἐν ταῖς πρὸς ἐμὲ φιλοτιμίαις οἱ δεύτεροι. Εἰ δὲ φιλοσοφεῖν ἑλόμενος οὔπω τῆς πολιτείας ἀφέστηκα, καὶ τοῦτό μοι τῶν πάντων ἐπιφέρεις ἔγκλημα. πρῶτα μὲν ἁπλοῦν σοι πρὸς τοῦτο ποιοῦμαι τὸν λόγον, ὅτι βουλοίμην ἂν ἀνημέροις θηρσὶ συνοικεῖν ἢ πολιτείαις προσεῖναι καὶ πράγμασιν· ἀλλ’ οὔπω τὰς λαβὰς τῶν κρατούντων | |
185 | ἐκπέφευγα. εἶτα σὺ μὲν οἴει τὴν φιλοσοφίαν δύναμιν εἶναι λόγων καὶ σχολὴν ἀλυσιτελῆ εἰδῶν τε θεωρίαν καὶ φύσεως κατανόησιν· τὸ δὲ οὐχ οὕτως ἔχει, ἀλλ’ ὅπερ τὰ εἴδη ταῖς ὕλαις καὶ τοῖς σώμασιν αἱ ψυχαὶ καὶ αἱ ἁρμονίαι τοῖς μέλεσι, τοῦτο καὶ φιλοσοφία τοῖς πράγμασι πέφυκε, καὶ οὐδὲν ἂν τῶν ὄντων κοσμηθείη ὅ τι μὴ παρ’ ἐκείνης. τοῦτο δὲ τῶν ψυχῶν τὸ | |
190 | γένος ἐπὶ τῇ τῶν πραγμάτων τάξει πλάττει θεὸς καὶ ἐκπέμπει πρὸς γῆν, οὐχ ἵνα γνῶσι μόνον τὴν ἀπλανῆ, οὐδ’ ἵνα περὶ τῶν ἐν τῷ κύκλῳ φιλο‐ σοφήσωσιν εὐθειῶν καὶ τὸ συνημμένον εἰδῶσι καὶ τὴν πρόσληψιν μάθωσιν, ἀλλ’ ὥστε καὶ πολιτείας τάξαι καὶ νόμους εἰσενεγκεῖν καὶ ἐμποιῆσαι κόσμον τοῖς πράγμασι καὶ τὰ μὲν διελεῖν, τὰ δὲ συνάψαι, βασιλείαν | |
195 | εἰσενεγκεῖν, καθελεῖν τυραννίδα καὶ τἄλλα ποιῆσαι δι’ ὧν ἡ δευτέρα ὕλη κοσμεῖταί τε καὶ τάττεται. ταύτην κἀγὼ τὴν φιλοσοφίαν ἐζήλωκα· κἂν | |
μὲν πρὸς τὴν ἑτέραν ἐξετάσῃς, μετὰ Σωκράτους ἀριθμήσεις καὶ Πλάτωνος (προὔστην γὰρ πάσης ἐπιστήμης καὶ πᾶσαν ἰδέαν λόγων ἠκρίβωκα), κἂν δὲ πρὸς τὴν ἑτέραν με παραθεωρήσῃς μερίδα, μετὰ Περικλέους τάξεις | 27 | |
7(200) | καὶ Κίμωνος. πρὸς γὰρ ἀμφοτέρους τοὺς βίους διῄρημαι καὶ θεὸς μὲν οὕτω μοι τὴν φύσιν ἡρμόσατο, ἐγὼ δ’ ἐπεβαλόμην τὴν ἄσκησιν καὶ τῇ γνώμῃ ἀπεχρησάμην πρὸς τὰ βελτίονα. Ὁρᾷς γοῦν μοι τουτονὶ τὸν λόγον; οἶδα γὰρ ὡς ἐντεύξῃ καὶ ἐρυθριάσεις. οὐχὶ φαύλη ζωὴ συνεπορίσατό μοι καὶ συνηρανίσατο, ἀλλ’ εὖ ἠσκημένος | |
205 | βίος καὶ ἡ περὶ τὰ κρείττω σπουδὴ καὶ φιλοπονία ἐπιμελής. ἀστρονομίαν δὲ καὶ τὴν περὶ τὰς γενέσεις τέχνην καὶ τὰ συμβαίνοντα οἶδα μὲν ὑπὲρ τοὺς πολλούς, καὶ οὐδένα τόπον τῶν περὶ τὴν σφαῖραν ἠγνόηκα, οὔτε τῶν κινουμένων οὔτε τῶν ποιούντων ἢ σημαινόντων. ἀλλὰ καὶ τὸν τοῦ οἴκου δεσπότην ἐπίσταμαι ὅστις ἐστὶ καὶ τὴν ἐκεῖθεν διδομένην δύναμιν καὶ | |
210 | τοὺς σχηματισμοὺς καὶ τὰς ἐκεῖθεν πρὸς ἡμᾶς ἀπορροίας, τὰ μὲν ὡς τὸ μάθημα ἐπιστάμενος, τὰ δὲ ὡς πρῶτος φιλόσοφος. εἰς δέον δὲ καὶ τούτῳ ἀπεχρησάμην, ὥστε τὰς φύσεις μόνον εἰδέναι καὶ τοὺς τρόπους τῶν γινομένων καὶ μηδέν τι πλέον περιεργάζεσθαι· χρόνους δὲ τῶν πάντων οὐδενὶ ἐμαντευσάμην ζωῆς, οὐδέ τινας τῶν αὐτοκρατόρων ἐπὶ τούτῳ | |
215 | ἠπάτηκα, οὐδ’ ἐντεῦθέν μοι τὰ τῶν διαθέσεων θήρατρα, ἀλλὰ καὶ παρρησιασάμενος πολλάκις καὶ φορτικὸς πρὸς τὸ παρὸν δόξας, εἶθ’ οὕτως ὕστερον τιμῶν ἠξιώθην καὶ ἀναρρήσεων. εἰ μὲν οὖν τοιοῦτος καὶ αὐτὸς ὤν, οἷος ἐγώ, ἔπειτα καταπεφρόνησαι καὶ διέρριψαι, χρῶ θαρρούντως τῇ βασκανίᾳ καὶ πλάττε λόγους καθ’ ἡμῶν, ὧν τὸν λόγον ἐζηλωκὼς τῆς | |
220 | ὁμοίας τύχης ἀπέτυχες· εἰ δέ τις φλύαρος καὶ ἀγύρτης τυγχάνεις ὢν μηδένα τῶν ἀγαθῶν ἀνδρῶν μιμησάμενος καὶ διὰ ταῦτα οὔτε δημοποίητος γέγονας οὔτε αὐθιγενὴς ὢν τῆς ὁμοίας μετέσχες παρρησίας, σαυτόν, ἀλλὰ μὴ τοὺς πολλοὺς ἡμᾶς, αἰτιῶ, μηδὲ κύκα πάντα καὶ τάραττε τοιούτου μὲν αὐτοκράτορος καθαπτόμενος, οἷον οὐδέπω ὁ μακρὸς ἤνεγκε | |
225 | χρόνος καὶ ὃς εὐθύς τε βεβασίλευκε καὶ ταῖς τῆς δικαιοσύνης ἀπαστράπτει περιβολαῖς, τοιοῦτόν τε ἀρχιερέα ἔργον τῆς σῆς κωμῳδίας ποιούμενος, ὃς δὴ μόνος οὐκ ἀναβέβηκεν εἰς τοῦτο τὸ μετέωρον ἀξίωμα, ἀλλὰ μόνος | |
προσβέβηκε καὶ τὴν ἱερωσύνην δυοῖν μέσην βίοιν ἀπολαβὼν τῷ τε προηγησαμένῳ καὶ τῷ μετ’ ἐκείνην ἑκατέρωθεν θαυμασίως ἐσέμνυνε. σὺ | 28 | |
230 | δὲ οὐδὲ θατέρου τῶν γενῶν ἐφείσω ἐφ’ ἑκάστῳ φιλοτιμηθεὶς φανῆναι κακός. Ἀλλ’ ἐπειδή μοι τὴν τῆς προρρήσεως τέχνην ἐπέσκωψας, ἐπὶ σὲ μόνον καὶ πρῶτον τῇ δυνάμει προσχρήσομαι τοῦ μαθήματος, ἵνα γνῷς ὅτι κἀπὶ τοῖς ἄλλοις τὴν αὐτὴν ἔχων ἰσχὺν οὐ πάνυ τοι προσεποιησάμην τὴν | |
235 | ἐπιστήμην· πρῶτα μὲν οὖν ὑφ’ ἑτέρῳ δραματουργῷ εἰσήχθης εἰς τὴν σκηνὴν καὶ διηκόνησας ἐκείνῳ τὴν γλῶτταν κάλαμος, ὅ φησι τὸ λόγιον, γραμματέως γενόμενος· ἔπειτα τὴν ἐκείνου καθ’ ἡμῶν πικρίαν ἐξέχεες ἢ μᾶλλον ἐκεῖνος διά σου ταύτην ἀπήμεσε. καὶ σὺ μὲν ὑπ’ ἐκείνῳ τελεῖς καὶ τυγχάνεις ὢν τῶν ἔξω τοῦ βήματος· ἐκεῖνος δὲ σοβαρὰν ἕλκει τὴν | |
240 | ὀφρὺν καὶ τοῖς βασιλείοις ἐγκαλινδεῖται καὶ τῶν πρώτων μεταποιεῖται τιμῶν. μῶν ᾐνιξάμην; ἢ καθάπερ ὁ Φινεὲς δι’ ἀμφοτέρων τὸν σειρομάστην διήλασα; ἐξέφρασα δ’ ἂν ὑμῖν καὶ τὰς τῶν σωμάτων μορφάς, ἀλλ’ ἐπ‐ οπτεύσω κάλλιον τοὺς ἀστέρας, ἵν’ ἀκριβέστερον ὑμῖν ἐκεῖθεν γνῶ τὰ ἐπίσημα. | |
8(1t) | Ὅτε παρῃτήσατο τὴν τοῦ πρωτοασηκρῆτις ἀξίαν | |
2 | Ἐδόκει τοῖς ἄνω σοφοῖς, οἷς τὸ σοφοῖς εἶναι τῶν ἄλλων προκέκριτο, τὰ | |
μὲν ἐν ταῖς πολιτείαις πράγματα, ταῖς τε μοναρχουμέναις καὶ ὅσαι εἰς δημοκρατίαν καὶ ἀριστοκρατίαν διῄρηνται, περὶ ἐλάττονος εἶναι σπουδῆς, | 29 | |
5 | ὅτι δέον τὴν ἐντὸς φύσιν κατακοσμεῖν, αἱ δὲ ἐπιπλάστως τὴν ἐκτὸς καλλωπίζουσιν· ὅθεν τὰ μὲν ἄλλα τούτοις, ὅσα σπουδῆς ὁ πολὺς ἀξιοῖ, ἠτίμαστό τε καὶ ἔρριπτο, φιλοσοφίας δὲ μόνης ἀντείχοντο καὶ πάσης, ὡς ἁπλῶς εἰπεῖν, μουσικῆς (μουσικὴν δέ φημι οὔτε τὴν ἐν αὐλοῖς καὶ ῥυθμοῖς οὔτε τὴν ἐν ἁρμονίαις καὶ λόγοις, ἀλλ’ ἣν ἡ περιβολὴ τῆς γλώττης εὖ | |
10 | ἠσκημένη τοῖς λόγοις χορηγεῖ δύναμιν). διῃρημένων γοῦν αὐτοῖς τῶν πάντων ὥσπερ εἰς ὕλην καὶ εἶδος τὰ μὲν ἐν τοῖς πράγμασι μετὰ τῆς ὕλης ἐτίθουν, τὸν δὲ λόγον τῷ εἴδει προσείκαζον· ὅθεν οἱ μὲν ἐπὶ καθαρὸν τὸ εἶδος ἀνῄεσαν ἀφέντες κάτω τὴν ὕλην, οἱ δ’ ἐκεῖθεν ἀρξάμενοι καὶ τὰ τῇδε πράγματα κατεκόσμουν τῷ λόγῳ. οὐ γὰρ ἀπογνωστέον τῷ φιλοσόφῳ | |
15 | τῶν ἐν ταῖς πολιτείαις πραγμάτων, ἀλλὰ μετὰ λόγους πρὸς ταῦτα ἰτέον· σῶμα γάρ εἰσιν ἄντικρυς καὶ δέονται τῆς ὡς ἐν εἴδει ψυχῆς, ἵνα τὸν σκεδασμὸν ἀποβάλοιντο. Ταῦτ’ ἄρα Πυθαγόρας μὲν καὶ Σωκράτης ἀφωσιοῦντο ταῖς πολιτείαις τὴν γνώμην καὶ ὁ μὲν τοὺς Ἰταλικούς, ὁ δὲ τοὺς Ἀττικοὺς νόμους ἐσέβοντο. | |
20 | Πλάτων δὲ καὶ Ἀριστοτέλης, ὁ μὲν δὴ καὶ πολιτείαν τὴν ἀρίστην τῷ λόγῳ συγκατεσκεύακε καὶ τὰς Ἀθήνας πρὸς ὀλίγον ἀφεὶς εἰς Σικελίαν ἔπλευσε διορθωσόμενος Διονύσιον καὶ μὴ τυχὼν αὖθις ἀπέπλευσεν, οὐ μνησικακή‐ σας κατὰ τοῦ παιδὸς τῷ πατρί· ἔνθα δὴ καὶ Δίωνι προσέμιξεν, ἀνδρὶ γενναίῳ καὶ φιλοσοφίας ἐραστῇ, καὶ φίλους ἄλλους συχνοὺς ἐποιήσατο καὶ | |
25 | τοὺς τοῦ τυράννου θησαυροὺς οὐκ ὀλίγοις τῶν Ἀκαδημαϊκῶν καὶ Στωικῶν φιλοσόφων ἐξήντλησε· τὴν δὲ τυραννίδα μεθαρμόσαι μὴ δυνηθεὶς εἰς ἐπιστασίαν ἔννομον αὖθις ἐπανῆλθεν εἰς Ἀττικήν, ὅλον ἑαυτὸν τοῖς λόγοις ἐμπαρασχών. Ἀριστοτέλης δέ, διὰ τὸν τοῦ Φιλίππου Ἀλέξανδρον τῶν Ἀθηνῶν τὴν Μακεδονίαν ἀνταλλαξάμενος, νόμους τε τῷ βασιλεῖ ὑπέθετο, | |
30 | καθ’ οὓς ἐκεῖνον ἐδέησε ζῆν, φιλοσοφίᾳ τε τὸ τῆς ψυχῆς ἦθος διορθωσάμε‐ νος, καὶ μένοντι κατὰ χώραν συνῆν καὶ στρατευομένῳ συναπεδήμησε, νῦν μὲν τὸν Εὐφράτην διαπεραιουμένῳ κατὰ τῶν Πάρθων, νῦν δ’ ἐκεῖθεν τῆς | |
Αἰγύπτου ἐλαύνοντι, ἵνα χειρώσηται τὸν Ἰνδόν. καὶ ὁ Μακεδών, ἐφ’ ἑκά‐ στης ἡμέρας τροπαίων αὐτῷ ἐγειρομένων, τῷ τῷ Ἀριστοτέλει συνεῖναι | 30 | |
35 | μᾶλλον ἢ ἐκείνοις ἐκαλλωπίζετο. κἀκείνοις δὲ συνήδετο ὅτι μετὰ λόγου αὐτῷ προσεγίνετο τὸ νικᾶν· αἱ γὰρ πρὸς τοὺς πολέμους τάξεις καὶ τὰ κατὰ τῶν ἀντιμαχούντων μηχανήματα ἐκ τῶν Ἀριστοτέλους ἐπινοιῶν αὐτῷ συνειλόχατο. οἵ τε οὖν λόχοι αὐτῷ ἐν μέτρῳ καὶ αἱ φάλαγγες νῦν μὲν δίστομοι, νῦν δὲ ἀντίστομοι καὶ αὖθις ἀμφίστομοι τό τε πλῆθος | |
40 | ἄλλοτε μὲν κατὰ τετράγωνον σχῆμα συνείλεκτο καὶ αὖθις δεῆσαν κατὰ πρόμηκες ἢ ἑτερόμηκες· ἀντέστραπτό τε θᾶττον ἢ λόγος ἡ φάλαγξ ᾗπερ ἐβούλετο, ὡς τὸν μὲν οὐραγὸν λοχαγὸν γενέσθαι, τὸν δὲ λοχαγὸν εἰς οὐρὰν ἀπιέναι· τοῦ δὲ λόχου τὸ μὲν ἐζύγει, τὸ δὲ ἐστοίχει, τὸ μὲν πλάτος ἐζύγει, τὸ δὲ βάθος ἐστοίχει. ἐκεῖ μὲν γὰρ πρωτοστάτης παρὰ πρωτο‐ | |
45 | στάτῃ, ἐνταῦθα δὲ πρωτοστάτης παρὰ δευτεροστάτῃ. ἦν δὲ τῶν μὲν ἄλλων κρείττων ὁ λοχαγός, τούτου δὲ ὁ φαλαγγάρχης (ὃν ἡμεῖς τὴν λέξιν μεθαρμοσάμενοι στρατοπεδάρχην κατονομάζομεν), μεθ’ ὃν ὁ οὐραγὸς καὶ αὖθις ὁ δευτεροστάτης, μεθ’ οὓς ὁ ἡμιλοχίτης (ὃν δή τινες ἐνωμοτίαν κικλήσκουσιν)· εἰ γάρ που ἐδέησε διχοτομῆσαι τὸν λόχον καὶ ἀντιστρέψαι | |
8(50) | τὴν διχοτομίαν, ὁ ἡμιλοχίτης τὸν τοῦ λοχαγοῦ τόπον ἀνεπλήρου. ἐπεὶ δὲ ἐβούλετο ὁ τοῦ Φιλίππου νῦν μὲν πολλαπλασίους τοὺς λόχους τοῖς πολεμίοις καταφαίνεσθαι, νῦν δὲ πολλοστημορίους, ἵνα δι’ ἐκεῖνο μὲν φοβήσας ἀποσοβήσειε, διὰ τοῦτο δὲ ἀπατήσας ἐφελκύσειεν, ἐτριγώνιζεν ἐνταῦθα τὸ στράτευμα, καί, εἰ μὲν εἰς πλῆθος φαίνεσθαι, κατὰ τὴν βάσιν | |
55 | ἐτίθει τοὺς λοχαγούς, εἰ δ’ ἐλάττους τῶν ὑπαρχόντων, τὴν κορυφὴν προτιθεὶς τὸ βάθος ὑπέκλεπτεν. ἐντεῦθεν αὐτῷ τὰ μεγάλα ἐκεῖνα | |
προσεγεγόνεισαν κατορθώματα. Ἀριστοτέλης δὲ καὶ τὴν πᾶσαν αὐτοῦ διῄρει δύναμιν εἰς ἱππικήν τε καὶ πεζικήν. καὶ τοῦ πεζοῦ τὸ μὲν ψιλὸν ἐτίθετο λίθοις βάλλον καὶ τοξεύμασι, τῷ δὲ θώρακα καὶ κνημῖδας | 31 | |
60 | ἐνήρμοζε, τῷ δὲ κοῦφα ἐδίδου πελτάρια· ὣς δὲ καὶ τοῦ ἱππικοῦ τὸ μὲν ἀγχέμαχον ἦν ξίφεσι μᾶλλον ἢ δόρασιν ἢ ταῖς ἐκείνου σαρίσσαις (ἡ δὲ σάρισσα Μακεδονικὸν ὅπλον ἐκτεταμένον ἔχον τὸν στύρακα καὶ πρόμηκες τὸ σιδήριον), τὸ δὲ ἠκόντιζεν ἢ ἐτόξευε πόρρωθεν· ἐτόξευε δὲ οὐ κατὰ τὸν Ὁμήρου τοξότην προσάγον τῷ μαζῷ τὴν νευράν, ἀλλὰ κατὰ τὸ μέτωπον | |
65 | ἕλκον πρὸς αὐτὸ τὸ δεξιὸν οὖς, οὐδ’ ὡς ὁ Τεῦκρος ὑπὸ τὴν τοῦ Αἴαντος ἀσπίδα κρυπτόμενος, ἀλλὰ καὶ διῶκον καὶ φεῦγον καὶ βεβηκός. καὶ τί δ’ ἂν τὰ πλείω λέγοιμι ὧν Ἀριστοτέλης μὲν ἐπενόησεν, ἐνεργὰ δὲ δέδειχεν ὁ Ἀλέξανδρος; Ἀλλ’ ἡμῖν ὁ λόγος εἰς τὴν οἰκείαν ἀνίτω ἀρχήν, ὅτι τοῖς ἄνω χρόνοις τὰ | |
70 | πράγματα λόγος ἐκόσμει καὶ σπουδάζουσα περὶ ταῦτα, ἢ παρὰ τούτων σπουδαζομένη, φιλοσοφία· ἔδει γάρ που λόγου τοῖς καθέκαστον βίοις. διὰ τοῦτο, ὅποι τύχοι συγκεραννύμενος, τάξιν ἐτίθει καὶ κόσμον ἐποίει, καὶ πάντα μετεῖχε νοῦ τε καὶ χάριτος. νῦν δὲ ἡ τάξις ἀντέστραπται καὶ τὸ μὲν ἄνω κάτω δοκεῖ, τὸ δὲ κάτω ἄνω τοῖς πολλοῖς ὑποπτεύεται. διὰ τοῦτο | |
75 | φιλοσοφίαν μὲν ἄνω που τῶν οὐρανίων νώτων προκαθημένην καὶ πάντα κοσμοῦσαν καὶ περιέπουσαν μετὰ τῶν ἐσχάτων οἱ πολλοὶ τῆς ὕλης ἀπορριπτοῦσιν, αὐτὰ δὲ τῆς ὕλης τὰ παίγνια, οἷς δὴ κακοδαίμονες ὑπόκειν‐ ται ἄνθρωποι, μᾶλλον δὲ ἀνθρώπι’ ἄττα πονηρὰ καὶ ἀνόητα, τῷ αἰθέρι ἐπελαφρίζουσι. κἂν μέν τις πρὸς αὐτὰ παραγίνηται ἢ καὶ τυγχάνῃ παραγενό‐ | |
80 | μενος ἢ καὶ τοῦ παντὸς τύχῃ παραγεγονώς, ὄλβιόν τε τὸν ἄνδρα καλοῦσι καὶ τοῦ μακαρίζειν ἀφέμενοι ἐπαινοῦσι (τοῦ γὰρ μακαρισμοῦ ταῖς τύχαις προσαρμοζομένου ὁ ἔπαινος ταῖς ἀρεταῖς συνῳκείωται) περιέπουσί τε τοῦτον καὶ δορυφοροῦσιν ὥσπερ τοὺς πάλαι Ῥωμαίων ὑπάτους δωδεκα‐ πελέκεις καὶ ἑξαπελέκεις σωματοφύλακες· ἢν δέ τις ἐπὶ φιλοσοφίαν | |
85 | ὁρμήσειε, τοῦτον εὐθὺς οἰωνίζονται· κἄν τις πρῶτον ἴδοι παρανατειλάσης ἡμέρας, καθαρσίων εὐθὺς δεῖται καὶ καθαγνίζεται, ὥσπερ οἱ τοὺς ἵππους ζευγνύντες, ἢν τριβωνοφόρον ἄνδρα θεάσωνται. τοῦτο δὲ τί ἐστιν ἄλλο ἢ ναυτιᾶν, μᾶλλον δὲ μελαγχολᾶν ἄντικρυς; ὥσπερ γὰρ ἐκείνοις ἐναλλὰξ ὁρῶνται τὰ χρώματα, οὕτω δὴ καὶ τούτοις ἑτεροίως τὰ | 32 |
90 | πράγματα. καὶ ἢν μέν τις αὐτοῖς τὰ περὶ τῶν ὀχημάτων ἀφηγῆται καὶ τὰ ἐν τοῖς θεάτροις γινόμενα καὶ τίνες μὲν ἐπὶ τοῦ βήματος ἐγράψαντο, τίνες δὲ ἑάλωσαν φεύγοντες, καὶ ὅπως τοῖς μὲν ηὐδρόμει ἡ γλῶττα συκοφαν‐ τοῦσι, τοῖς δὲ ἐπεσχέθη ἐμβριμησαμένου τοῦ δικαστοῦ, καὶ ὡς ὁ στρατη‐ γὸς τούσδε ἢ τούσδε τοὺς πολέμους νενίκηκε καὶ ηὔξηνται μὲν οἱ φόροι τῷ | |
95 | βασιλεῖ, κατὰ ῥοῦν δὲ τούτῳ τὰ πράγματα φέροιτο, ὑπερφυής τε δοκεῖ καὶ μετὰ τῶν ἡμιθέων ἠρίθμηται. εἰ δέ τις ἐπὶ νοῦν ἄγοι καὶ πρὸς τὰ τῆς φιλοσοφίας προβιβάζοι ἄδυτα καὶ δεικνύοι τί μὲν φύσις, τί δὲ ψυχή, τί δὲ νοερὰ ἕξις, τί δὲ οὐσιώδης νοῦς, πῶς τε περὶ τοῦτον ἔχοι ψυχὴ καὶ οὗτος περὶ τὸ ἕν, καταφρονοῦσιν ὡς μαινομένου καὶ θᾶττον ἀποπηδῶσιν ἢ τῶν | |
8(100) | βελῶν. γεωμετροῦντα δὲ εἴ ποτε θεάσαιντο καὶ μετροῦντα μὲν οὐρανόν, μετροῦντα δὲ ἥλιον, παραβάλλοντα δὲ σελήνην πρὸς γῆν καὶ τὸ μᾶλλον ἢ ἧττον ἐφ’ ἑκάστῳ εὑρίσκοντα, ἐνταῦθα δὴ τὸ τοῦ Ἀριστοφάνους κατὰ τοῦ Σωκράτους προσεξευρίσκουσιν, ὡς τὴν ψύλλαν ὁ γεωμέτρης λαβών, εἶτα τῷ κηρῷ ἐμβάψας τὼ πόδε, ἐπειδὴ ψυγέντων περιέφυσαν Περσικαί, | |
105 | ταύτας λαβὼν ἀνεμέτρει τὸν οὐρανόν. τοῦτο γὰρ μόνον τῆς ἀρχαίας παραλλάττουσι κωμῳδίας καὶ οὐκ ἴσασιν ὡς, ἣν μὲν ἐκεῖνοι πολιτεύονται πολιτείαν, τὸν τῆς ψυχῆς ὀφθαλμὸν ἐξορύττει, ἣν δὲ οὗτοι μετίασι φιλοσοφίαν, ἀναπλάττει καὶ ἀναζωπυρεῖ καὶ τῶν ἐν οὐρανῷ φώτων ἀνάπτει. οἱ δὲ τούτων σεμνότεροι (καὶ μέχρι τοσούτου συγκαταβαίνοντες, | |
110 | ὥστε τὰς Ἰταλῶν ξυνθήκας καὶ τὰ παρ’ ἐκείνοις νόμιμα ἀξιοῦν πρὸς φιλοσοφίαν συγκρίνειν) ἐκεῖνα μὲν ὅλῳ τῷ πτερῷ ὑπὲρ τὸν αἰθέρα κουφίζουσι, ταύτην δὲ ὥσπερ οἱ μῦθοι τὴν Ἕλλην τῇ θαλάττῃ καταπον‐ τίζουσι· κἀκεῖνα μὲν ὥσπερ αὐτὴν τὴν Ἥραν προσάγουσι τῷ Διί, ταύτην δὲ ὥσπερ εἴδωλον ἀληθείας ἡμῖν διδόασι τοῖς Ἰξίοσιν. ἀλλ’ ὁ μὲν πρὸς | |
115 | ἐκείνους λόγος ἀναβεβλήσθω τανῦν, μᾶλλον δὲ μηδέποτ’ ἂν πρὸς ἐκείνους ἀντικριθείην αὐτός· ἔστων γάρ, ὅπως ἂν βούλοιντο, σοφοὶ τὰ κρείττονα καὶ | |
πρὸς φιλοσοφίαν ἀπότροφοι. ἐγὼ δὲ μικρὰ περὶ ἐμαυτοῦ οὐ πρὸς τοὺς Τελχῖνας ἐκείνους, ἀλλὰ πρὸς ὑμᾶς διαλέξομαι, ὧν δὴ τὰ πλείω καὶ αὐτοί μοι σύνιστε· ‘οὐ γὰρ ἄλλοθί που βεβίωκα ἢ παρ’ ὑμῖν‘, φησὶν ὁ | 33 | |
120 | Παιανιεύς. Ἔγωγ’ οὖν, ὦ φιλοσοφίας τρόφιμοι, δυοῖν ὁδοῖν ἐκ πρώτης ἐμαυτὸν ἐπι‐ στήσας τῆς ἡλικίας, τῇ μὲν ἐπὶ λόγους καὶ φιλοσοφίαν φερούσῃ, τῇ δὲ ἐπὶ πολιτείαν καὶ πράγματα, οὐ τὸ τῶν πολλῶν φιλοσόφων πέπονθα, μᾶλλον δὲ τῶν ἄκρων καὶ ὀλίγων, ὥστε πρὸς μὲν τὴν εὐθὺς ἰέναι, τῆς δὲ παντελῶς | |
125 | ἀποσχέσθαι, ἀλλὰ κατατείνας ἐμαυτὸν ὥσπερ ἐπὶ ζυγοῦ καὶ τὰς ὁδοὺς πρὸς ἀλλήλας ἀντισυγκρίνας προσεθέμην μὲν τῇ καλλίονι, ἀφωσιωσάμην δὲ καὶ τῇ χείρονι. διὰ ταῦτα οὔτε ἐν οἰκίσκῳ καθείρξας ἐμαυτὸν φιλοσο‐ φεῖν μόνον ἐκέλευον, οὔτε παρωσάμενος τὰ βιβλία ταῦτα δὴ τὰ ἐν δικα‐ στηρίοις μόνα ποιεῖν, γράφεσθαί τε καὶ διώκεσθαι καὶ ξυνηγορεῖν τοῖς | |
130 | ἑκάτερα δρῶσιν ἢ πάσχουσιν, ἀλλὰ καὶ ἐν χεροῖν ἔχων ὅσα δὴ ἐς μνήμην τῆς ἑαυτῶν προαιρέσεως ἄνδρες φιλόσοφοι ξυγγεγράφασιν, οὐκ ἠμέλουν τῶν ἐν ταῖς πολιτείαις γινομένων καὶ πολιτεύων δὲ ἐναργῶς ἑωρώμην φιλοσοφῶν· ὅθεν καὶ τοῖς μὲν μόνως πολιτεύουσι καλλίων ἐφαινόμην τὰ πολιτικά, τοῖς δὲ φιλοσοφοῦσιν [***]. | |
135 | Ἐντεῦθεν οὗτοί με ἐμακάριζον καὶ βασιλεῖ γέ τοι τῷ μεγάλῳ ἐντεῦθεν μᾶλλον, ἀλλ’ οὐκ ἀπὸ τῆς φιλοσοφίας κρείττων, ὡς ἐδόκει, ἔδοξα. ἐγὼ δέ τι κἀνταῦθα τῶν φιλοσοφουμένων καταμιγνὺς λόγοις καλλίοσι τὰ ἐκείνου ἐκόσμησα δόγματα καὶ τὰ θεσπιζόμενα ῥητορικώτερον ἐξεφώνησα. πολλά γέ τοι τούτῳ καὶ τῶν κοινῶν συνέπραξα καὶ περὶ πολιτείας | |
140 | ὑπεθέμην ἀρίστης καὶ πᾶσιν οἷς ἐμφαίνεται μοναρχία, ὥς γέ μοι δοκεῖ, συνήρμοσα. ἐπεὶ δὲ ἅπαξ ἐμαυτὸν εἰς τὰ πολιτικὰ φέρων ἐνέθηκα, οὐ τὸ τῶν πολλῶν πέπονθα, οὐδ’ ἐπελαθόμην τῆς μοίρας τῆς κρείττονος, ἀλλὰ καὶ τὴν ἑτέραν ὁδὸν βαδίσαι κατὰ φιλόσοφον γνώμην ᾤμην δεῖν. καὶ ταὐτὸ τοῖς νέφεσι πέπονθα, μᾶλλον δὲ πεποίηκα ἄντικρυς. ἐκεῖνα γὰρ | |
145 | τέως μὲν πηγνύμενα καὶ συναγόμενα ἀπερίοπτα τοῖς πολλοῖς ἐδόκει τυγχάνειν, ὡς ἐς ὕδωρ ἀποθλιβήσεται, ἐπειδὰν δὲ ὕῃ, τότε συνίασιν | |
ὡς ἐπυκνώθη τε πρὶν καὶ τοῦ ὄμβρου ἐνεπέπληστο· καὶ γὰρ αὐτὸς πρὶν οὔπω τοῖς πολλοῖς ἐδόκουν φιλόσοφος οὐδ’ ὅτι πληροῦμαι τοῦ καλλίστου νάματος καὶ συνάγω τὸν νοῦν καὶ αὐτίκα τοῦτον ἀποθλίψω εἰς ὕδωρ. | 34 | |
8(150) | πόρρω γὰρ ἦν τοῦ τῶν θεωμένων με ὀφθαλμοῦ· οἱ μὲν γὰρ ἐπὶ γῆς, ἐγὼ δὲ ἐβεβήκειν ἐπ’ οὐρανοῦ. διὰ ταῦτα στεγανὸν καὶ ἀνέφελον τὸν ἐν ἐμοὶ ἀ̣έρα ὑπώπτευον. ἀλλ’ οὕτως ἔχουσι τὸ ἐπιπροσθοῦν ῥήξας νέφος ἀπείροις, ὡς ἴστε, κατέκλυσα νάμασιν, οὐ μονοειδέσιν οὔτε μὴν ἐπὶ τῆς αὐτῆς ποιότητος καὶ ποσότητος. ἀλλ’ ἵνα τὸ τροπολογεῖν ἐάσω, φιλοσοφίαν ἐν | |
155 | παραβύστῳ κειμένην αὐτὸς μόνος ἐδημοσίευσα καὶ βραχεῖαν δοκοῦσαν καὶ ξυμμεμετρημένην αὐτὸς ὅση τὴν φύσιν ὑπέδειξα· διελόμενος γὰρ ταύτην εἰς μόρια καὶ μοίρας τὰς πρώτας ὅλον ὑμῖν τὸν Ἀριστοτέλους ἀνεκάλυψα νοῦν, ἰδίᾳ μὲν τὰς περὶ φύσεως θεωρίας ὑποδεικνύς, ἰδίᾳ δὲ τὴν περὶ τὰς πρώτας οὐσίας πραγματείαν, καὶ αὖθις τὴν τῶν μαθημάτων | |
160 | διάσκεψιν, νῦν δὲ καὶ ἀναμὶξ πάντα τιθείς, ἐπεὶ ἐν διαφορᾷ γέ τοι μεγάλῃ τυγχάνοντα δέονται τῆς ἐξ ἀλλήλων οἰκειότητος ὡς ἡ ὑπάτη χορδὴ τῆς νήτης. τῶν δὲ περὶ τὸν οὐρανὸν δρόμων μάτην τοῖς ἄλλοις φαινομένων ἐγὼ τὰς αἰτίας ὑμῖν τούτων παρέστησα συνήρμοσά τε τοὺς λόγους ὑμῖν καὶ συνεγεωμέτρησα καὶ συνηρίθμηκα, πῇ μὲν τὰ ἐπίπεδα, ἄλλοτε δὲ τὰ | |
165 | στερεὰ διαιρῶν καὶ ἀναχωννύς. ἀλλὰ καὶ τῶν ἐν κατόπτροις εἰδώλων συχνὰ ὑμῖν παρυπέδειξα ὀπτικῶς τε ὑμῖν τὰ μεγέθη ἐμέτρησα τὰς ἀρχὰς αὐτῶν ἀπὸ τῶν ὑπερτέρων ἐπιστημῶν εἰληφώς. Τὰ δὲ Ἥρωνος καὶ Ἀρχιμήδους, ἐφ’ οἷς αὐτὸς πεποίηκα χαλκεύων ἐτράνωσα ἀπὸ σίφωνός τε καμπύλου τὸ ὕδωρ ᾐώρησα· καὶ τετρημένον | |
170 | ἄγγος ἐπέχον τοῦτο ἐποίησα ἐξ αὐτοῦ τε τοῦ στομίου δύο τῶν ὑγρῶν φύσεων ἀμίκτως ἐξέχεον· καὶ βοῦν ἀθρόον τοῦ νάματος σπῶντα τοῖς πολλοῖς ὑμῖν ἐπ’ ὄψεσι τέθεικα, μελαγκορύφῳ φωνὴν ἐνῆκα καὶ χαλκαῖς πτερύγεσιν ἐχαρισάμην αὐτόματον κίνησιν· κάτοπτρόν τέ μοι ἐξείργαστο ἀφ’ οὗ δὴ πῦρ αὐτομάτως ἐξαλλόμενον τὸ ἐκ διαστήματος παρατιθέμενον | |
175 | παραδόξως τεφροῖ. καὶ οὐ μεγαλαυχούμενος ταῦτά φημι (πῶς γὰρ ἂν | |
μεγαλαυχήσαιτο ἄνθρωπος ἐφ’ οἷς παρὰ πάντων τὸ κατὰ πάντων πρεσβεῖον συγκεχώρηται;), ἀλλὰ τοῖς πολλοῖς ἐνδεῖξαι βουλόμενος ὅτι ἀμφοτέρους τῶν βίων ἑλόμενος ἐν ἑκάστῳ καταλλήλως εὐδοκίμηκα· οὐ γάρ με λανθάνουσιν ἔνιοι ὅτι με τῆς ἐνταῦθα ἐπιστήμης ἀξιοῦντες τῆς ἐν | 35 | |
180 | ταῖς πολιτείαις ἀπάγουσιν. κἄμοιγε ἤρκει στρατηγοῦντι ὡς ἄριστα μὴ δυσχεραίνειν ὅτι μὴ καὶ στρωματοδεσμεῖν ἐπίσταμαι. ἀλλ’ εὖ γέ τοι̣ ἴστων ὅτι καὶ τῶν ἐν δικαστηρίοις θορύβων κρατῶ καὶ κάλλιον ἂν ἐκείνων καὶ δικάσαιμι καὶ ψηφίσαιμι. Ἀλλ’ οὔπω ταῦτα, καὶ ὁ λόγος ἐχέσθω τοῦ σκοποῦ· μάτην γὰρ ἡμᾶς | |
185 | οἰωνίζονται καὶ τοῖς ἀμφὶ Σωκράτην καὶ Πυθαγόραν καταριθμοῦσιν. ἐγὼ γὰρ τοῦ μὲν ἐκείνων οὐκ ἀπολέλειμμαι νοῦ, πρὸς δὲ τὴν Δημοσθενικὴν γλῶτταν ὅλοις ἱστίοις ἀφῆκα, οὔτε ταύτην τὴν γῆν ἀπολιπὼν ἀφ’ ἧς ὥρμησα, οὔτ’ ἐκείνης ἀπῃωρημένος ἐφ’ ἣν πέπλευσμαι, ὥσπερ δὲ ἐν μέσῳ πελάγει ἀμφοτέρας ἐμαυτῷ συνέχων καὶ τῆς ἑτέρας παρὰ τὴν | |
190 | ἑτέραν κρατῶν κάλλιον· ἐγκαταμιγνύω γὰρ Σωκρατικοῖς Δημοσθενικὰ καὶ ὥσπερ ἐφ’ ἑνὶ κρατῆρι τῇ ἐμῇ ψυχῇ φιλοσοφίαν καὶ ῥητορικὴν ὁμοῦ συγκεράννυμι. πολλοῖς δὲ τῶν ἀρχαίων καὶ στασίμων ῥητόρων περιτυχὼν οὐ τὸ τῶν πολλῶν πέπονθα, ἵν’ ὑπ’ αὐτῶν ἀγοίμην ἑλκόμενος ἀπὸ τῆς ῥινός, ἀλλὰ καὶ τῶν περὶ Λογγίνου ἐνίοις προσέθηκα καὶ τὴν Ἀδριανοῦ | |
195 | τέχνην ἐν πολλοῖς διωρθωσάμην· καὶ τὰ Σωπάτρου ᾐτιασάμην σχεδὸν ἅπαντα, τὰ δὲ Ἑρμογένους καὶ αὐτοὶ ἴστε ὅπως ἐπὶ τῇ τῶν αἰτιῶν ἐλλείψει διαγράφομαι. καίτοι γε οὐδέν ἐστιν ὧν εἰρήκει ὁ ἀνὴρ ὃ μὴ παρὰ τῶν ἀρχαίων ῥητόρων προσηράνισται· ὅπερ δὲ καὶ προσέθετο οὐ μέρος ἐστὶν οὐσίας, ἀλλ’ ὥσπερ ἵππου Λυδίου παραγναθίδιον. θεωρῶν δὲ τὰς | |
8(200) | τέχνας οὐκ ἀπέσχον τοῦ μὴ λόγους δημιουργεῖν οὐδὲ πρὸς μίαν ἰδέαν τούτους συνήρμοσα, ἀλλὰ πανηγυρίζων μὲν ὅμοιός εἰμι τοῖς χορεύουσι, μετατιθεὶς δὲ ἐμαυτὸν εἰς τὰ δικανικὰ ἐφίημι τῇ γλώττῃ, συμβουλεύων δὲ συνέσπακα τὰς ὀφρῦς καὶ ὁ λόγος τὸ ἦθος ἀπομιμεῖται. προσῆρα δὲ ἐμαυτὸν καὶ ἱστορίαις καὶ λόγους ἀπὸ διαφόρων ἐνστάσεων γέγραφα καὶ | |
205 | τοὺς ἐν ἑκατέροις ἀρχηγοὺς ἐμιμησάμην ὡς ἄριστα. καὶ ἵνα τὰ μείζω λέγω, τὸ μὲν σῶμα πρὸς τὸ πνεῦμα μετέβαλον, πᾶσαν δὲ σχεδὸν τὴν ἐν σκηναῖς λογοποιίαν εἰς τὴν ἀληθεστάτην μεθερμηνεύσας διάνοιαν, τὰ | |
τῶν Αἰγυπτίων μετὰ τοῦ λόγου τῶν ξυμβόλων ἐξεῦρον ὡς εἰδέναι τί μὲν τὰ ῥύγχη τῶν ἱεράκων δύνανται, τί δὲ τὰ ῥάμφη τῶν ἴβεων, καὶ τὰ Χαλ‐ | 36 | |
210 | δαίων προσηρμήνευκα λόγια, τοῦ Πρόκλου δεηθεὶς ἔλαττον. Ὥσπερ οὖν φασί τινες καταμαντευόμενοι ὡς ψυχὴ ἀποπτᾶσα τοῦ σώματος καὶ ἐν τῷ νοητῷ χώρῳ γενομένη καὶ τὰ ἐκεῖ προσθεασαμένη καλὰ οὐκ ἄν ποτε ἕλοιτο παλίσυρτος ἐνσκηνῶσαι τῷ σώματι, ἀλλ’ ὁμοῦ τε ἴδοι καὶ εἴσω χωρήσοι τοῦ νοῦ, οὕτω δὴ καὶ αὐτὸς βραχύν γέ τινα | |
215 | χρόνον τοῖς πολιτικοῖς ἐμβιώσας ἤθεσι καὶ τῶν ἐντεῦθεν ἀνιαρῶν ἐμπλησθείς, ἐπειδὴ πρὸς τὸ καθαρὸν τῆς φιλοσοφίας ἐπέβλεψα φῶς καὶ ἀπὸ γῆς εἰς οὐρανὸν μετεσκήνωσα, οὐκ ἂν ἑκὼν εἶναι μεταβαίην ἐκεῖθεν οὐδ’ ἂν πολλοί με καταβιάζοιντο, εἰ μή τις ὥσπερ τὴν σελήνην περι‐ μάκτρια καταβιβάσει γραῦς. | |
9(1t) | Πρὸς τοὺς βασκήναντας αὐτῷ τῆς τοῦ ὑπερτίμου τιμῆς | |
2 | Οὔθ’ ὑμῖν βασκανίας περιλελείψεται ἀφορμή, οὔτ’ ἐμοὶ τιμῆς ὑπόθεσις καὶ αὐξήσεως· ἐμοί τε γὰρ οἱ βασιλεῖς εὖνοι, κἀγὼ δὲ ἐκείνοις ἐν καιροῖς λυσιτελής τε καὶ χρήσιμος, ὑμεῖς τέ μοι δύσνοι ἀεί, κἀγὼ πρὸς ὑμᾶς | |
5 | ἀλυσιτελής, οὐ γὰρ ἔσθ’ ὅ τι ποιήσας νοσούσας ὑμῶν ἰάσομαι τὰς ψυχάς. εἴτε γὰρ λόγους δημιουργήσω καλούς, αὐτὸ δὴ τοῦτο βάσκανοι τῶν καλῶν, εἴτε τὸ ἦθος ἐνδείξομαι, ὃ δὴ πρὸς πάντας εἰμὶ εὐμενής τε καὶ ἵλεως, ὅτι τοιοῦτος ἀλλὰ μὴ τοὐναντίον, φθόνου μοι μεστὴν καὶ τὴν | |
ὄψιν καὶ τὴν ψυχὴν δείκνυτε· εἰ δὲ καὶ εὔνοά μοι τὰ παρὰ τῶν βασιλέων | 37 | |
10 | γεγένηται, τοῦτο δὴ τὸ κεφάλαιον τῆς κακοηθείας ὑμῖν. ἡδέως δ’ ἂν πυθοίμην ὑμῶν πότερον μᾶλλον αἱρήσεσθε, εἰ ἀλλοιωθεὶς αὐτὸς τὴν γνώμην ἄχθος ἀρούρης ἐτώσιον ἔσομαι, ἢ ἔχειν μὲν οὕτως τῆς ἕξεως, ἐλάττους δέ μοι οἱ στέφανοι γίγνοιντο. ἀλλ’ εἴτε τοῦτο εἴτ’ ἐκεῖνο κολο‐ βωθείη μοι, δυσμενῶς αὖθις θατέρῳ ἕξετε· ἔστι γὰρ ὅτε παρὰ θάτερον | |
15 | τοῖν μεροῖν γίνομαι, οὐ γὰρ πάντοτε τοῖς ἀριστείοις στεφάνοις ἀναδοῦμαι τῶν λόγων, ὑμεῖς δὲ καὶ τότε τῷ φθόνῳ τηκόμενοι διαρρήγνυσθε. Θαυμάζω δὲ ὑμῶν ὅτι πολλάκις ταῦτα πεποιηκότες ἢ πεπονθότες ἐμοί, καὶ μηδὲν πλέον σχόντες τῆς κακοηθείας ἢ ἀβελτηρίας, οὐ πρὸς τὸ μέλλον ἐσωφρονίσθητε, ἀλλ’ ὥσπερ ἐμὲ ἀναποδίζειν οἰόμενοι ἢ ἐμποδὼν | |
20 | ἵστασθαι, ἀλλ’ οὐ σφᾶς ἑαυτοὺς συμποδίζειν, τοῖς αὐτοῖς ἐπιβάλλετε· οὐκ ἔστι δὲ ὁπότε προσκεκρουκότες ἐμοὶ μὴ πεπόνθατε μᾶλλον ἢ πε‐ ποιήκατε. Κἀγὼ μὲν οὔτε ἀνταγωνίζομαι πρὸς ὑμᾶς οὔτε ἀντιπαλαίειν αἱροῦμαι, ἀλλ’ ἢ ἀτρέμας ἵσταμαι ἢ βαδίζω τὴν τεταγμένην, οὐδετέρωσε ἐπινεύων | |
25 | οὔτε τοῖν ποδοῖν οὔτε τοῖν ὀφθαλμοῖν. ὑμεῖς δὲ κατόπιν ἐμοῦ ἐπιόντες κεκράγατε μὲν ὁπόσα πάγγλωσσοι κόρακες, τὸ τοῦ Πινδάρου φάναι, ἐμοὶ δὲ οὐδὲ τὴν ἀκοὴν βραχὺ κατασείετε ὥσπερ τινὲς ἀρουραῖοι μύες ἀετοῦ καθαπτόμενοι· κἀγὼ μὲν ἐπὶ μεῖζον αἴρομαι καὶ πτερύσσομαι, ὑμῖν δὲ αὖθις αἱ μυωξίαι ἡ συνήθης καταφυγή. ἐστὲ δὲ εὐήθεις οὐδὲν | |
30 | ἧττον ἢ κακοήθεις· δέον γὰρ τοῖς ἰσοπάλοις ἀνταγωνίζεσθαι καὶ τοῖς ἴσοις ὅλως ἀνθαμιλλᾶσθαι, ὑμεῖς ὥσπερ κακοὶ κύνες τὸν μὲν λαγωὸν οὐ μεταδιώκετε, εἰθισμένοι τοῦτο, ἀλλὰ καὶ τῶν ἠθάδων καὶ προσεχῶν ἀπογνόντες, ὧν οὐκ ἐφικνεῖσθε τῇ φύσει, κατὰ τούτων ἐνάλλεσθε. Εἰ μὲν γὰρ οὐ κρίσις καὶ ψῆφος οὐδὲ ἀντίδοσις ἔμμετρος αἱ τιμαί, ἀλλὰ | |
35 | πάντα, ὥσπερ αἱ χάλαζαι, καταρριπτεῖται ἄνωθεν εἰκῇ καὶ ὡς ἔτυχεν, εἶτα δὴ ἐμοὶ κατὰ τύχης ἀλογίαν τὰ κρείττω συνεπεπτώκει, εἶχεν ἂν ὑμῖν λόγον ἡ βασκανία. ἐπεὶ δὲ πάντα τοῖς κρατοῦσιν ἠρίθμηται καὶ ἠκρίβωται καί, ὥσπερ τῷ πρώτῳ ἀνθρώπῳ ἐπὶ τοῖς θηρίοις τὰ ὀνόματα | |
τέθειται κατὰ λόγον τῆς φύσεως, οὕτω δὴ καὶ ἐφ’ ἡμῖν τὰ ἀξιώματα | 38 | |
40 | ῥιπτεῖται κατὰ τὸ μέτρον τῆς ἕξεως, τί μὴ μᾶλλον τὸ εὐδόκιμον τῆς κρίσεως ἀποδέχεσθε, ἀλλὰ τὸ σὺν λόγῳ ὑμεῖς ἀλογίστως κακίζετε; λογίσασθε γάρ· ἦσαν πρὸ τῶν ἀντιδόσεων καὶ πόνοι καὶ κάματοι, τὰ μὲν ἐν λόγοις, τὰ δὲ ἐν πράγμασι. καὶ ἵνα συγκαλύψας ἐρῶ, ἔδει δραμεῖν, ὑμῶν πλέον δεδράμηκα, πυγμὴ προὔκειτο καὶ πυκτικώτερος τῶν ἄλλων | |
45 | ἐγώ, δίσκου βολὴ καὶ ἀνέρριψα ὑμῶν ὑψηλότερον, ἠκόντισα καὶ ἐτόξευσα ὁπόσον οὐδεὶς τῶν πάντων ὑμῶν, τὸν πένταθλον διηγωνισάμην καὶ τὸ παγκράτιον. εἴπω καὶ τὰ λανθάνοντα τοῖς πολλοῖς; προὔστην τῆς φάλαγ‐ γος, ἐξιππασάμην, ἔννομά μοι πάντα καὶ οὐδὲν παρὰ τὸν κανόνα καὶ τὸ εὐθές, ἐχρησάμην καὶ τοῖς οἰκείοις ἐπειδὴ καὶ τούτων καιρός, ἔγραψα ὅ | |
9(50) | φησιν ὁ Παιανιεὺς καὶ ἐπρέσβευσα, καὶ οὐχὶ ταῦτα μέν, ἐκεῖνα δ’ οὔ, ἢ τοῦτο μὲν πλέον, ἧττον δὲ τὸ λοιπόν, ἀλλὰ καὶ ἐδημηγόρησα ὁπόσα εἰκὸς καὶ σεμνότερον τοῦ Πυλίου γέροντος, καὶ προήγγειλα καὶ ἐξήγγειλα οὐδὲν ἔλαττον ἢ εἰ προφήτης ἦν καὶ ἐπὶ τούτῳ τεταγμένος παρὰ θεοῦ. Τῶν δ’ ἄλλων οἱ μὲν ταῦτα, οἱ δ’ ἐκεῖνα ἠρίστευσαν, καὶ οὐδεὶς ξύμ‐ | |
55 | παντα, εἰ δέ τις, ἀλλ’ οὐχ ὡς ἐγώ (καὶ αὐτοὶ φαίητε ἄν), οὐδ’ ἐννόμως καὶ μετὰ τῶν ἀμέμπτων θεσμῶν. εἶτα τί; λῦτο δ’ ἀγὼν ὅσα γε ἐπὶ τῇ ἱππασίᾳ καὶ ταῖς ἡνιοχήσεσι, συνειστήκει δὲ ἔτι τὸ θέατρον, καὶ ὑψοῦ βραβευτὴς ὁ ἀγωνοθέτης μετρῶν ἑκάστῳ τὰ τοῦ καιροῦ καὶ τῆς ἕξεως· ἐνταῦθα τοὺς μὲν ἄλλους ἀπηριθμήσατο καὶ κατὰ συνέχειαν ἔταξεν, ἐμὲ δὲ ὡς | |
60 | κορυθαίολον καὶ τῶν ἐπικούρων καὶ τῶν Τρώων προέκρινε, καὶ τοῖς ἀριστείοις στεφάνοις μᾶλλον τῶν ἄλλων ἐκόσμησε, καὶ ἀσύγκριτον τὴν πρὸς τοὺς ἄλλους τιμὴν οὐ τῷ ὀνόματι μόνον ἀλλὰ καὶ τῷ πράγματι τέθεικε. Κἀμοὶ μὲν οὐδὲν ἧττον καὶ αὖθις τὸ ἦθος ὁποῖον καὶ πρὸ τοῦ, ὑμῖν δὲ | |
65 | τοιοῦτον μέν, οὐ τοσοῦτον δέ, ἀλλὰ πλέον ἢ πρόσθεν 〈καὶ〉 κάκιον. ἕως τίνος οὖν οὐχ ἑαυτῶν γένοισθε οὐδὲ τὴν ἧτταν ἐνέγκοιτε, ἀλλ’ ἑαυτοῖς τε καὶ ἀλλήλοις διαφθαρήσεσθε; ἆρ’ οὖν εἰ ἐπίγρυπος μὲν ἐγὼ τὴν ῥῖνα, ὑμεῖς δὲ σιμοὶ ξύμπαντες, οὐκ ἦν δὲ ὅ τι ἂν πεποιηκότες ἢ πεπραχότες ἐκοινωνήσατέ μοι τοῦ σχήματος, οὐκ ἂν ἡσυχάζειν εἵλεσθε τὴν δημιουργὸν | |
70 | ἴσως φύσιν ἐπαιτιώμενοι; οὕτω τοιγαροῦν τῆς ἐμῆς ἥττους τυγχάνοντες | |
φύσεως, Σπάρταν λαχόντες ταύτην κοσμεῖτε, μᾶλλον δὲ μὴ ἥττους ἐμοῦ τοῖς ὅλοις ὁμολογοῦντες εἶναι ἐπὶ τῇ ἀνισότητι παραβιάζεσθε τὴν ἰσότητα. εἰ μὲν γὰρ οὕτως ἔχοιτε, τοιούτων ἀεὶ λόγων ἀκούσεσθε, εἰ δ’ ἑαυτῶν συνίετε κἀμοὶ τῶν κρειττόνων ἐθελονταὶ παραχωρήσετε, δυοῖν | 39 | |
75 | θάτερον, ἢ ἐμαυτῷ συμμετεωρίσω ὑμᾶς, ἤ, τό γε μετριώτερον, ἑαυτὸν συγκαταβιβάσω ὑμῖν. | |
10(1t) | Πρὸς τοὺς βασκαίνοντας αὐτῷ | |
2 | Ὑμεῖς μὲν οὕτως (λέγω δὲ τοὺς βασκαίνοντας)· ἐγὼ δέ, ὥσπερ παρ’ οὐδενὸς ὑμῶν βασκαινόμενος, ἡδέως τε πᾶσι προσφέρομαι καὶ τὴν αὐτὴν ὁμιλίαν προσάγω ἣν καὶ πρὸ τοῦ, τὴν συνήθη καὶ νενομισμένην. | |
5 | τί ποτ’ οὖν τὸ ποιῆσαν ὑμᾶς μὲν ἐξηλλάχθαι, ἐμὲ δὲ μὴ ἠλλοιῶσθαι; ἀλλὰ τοῦτο μὲν ὡς ὡμολογημένον ἐατέον. ζητῶ δὲ εἰ παρ’ ἐμοῦ τὸ αἴτιον ἢ παρ’ ὑμῶν αὐτῶν. εἰ δὲ ἐγὼ μὴ ἠλλοίωμαι, λείπεται παρ’ ὑμῖν εἶναι τὴν αἰτίαν· καὶ μὴν τὸν πρὸ τοῦ χρόνον ἀνεπίφθονος ἐγὼ παρ’ ὑμῖν, καί μοι τῶν κρειττόνων ἁπάντων παρεχωρεῖτε ἐθελονταὶ καὶ τῶν ἐμῶν ὡς | |
10 | ἥδιστα πηγῶν ἠρύεσθε καὶ ἐπίνετε. πῶς οὖν ἀθρόον μεταβεβλήκατε; ἤ, ὥσπερ καὶ οἱ παρὰ τῷ ποιητῇ ἥρωες εἴποιεν, ἡδέως μὲν ἐξίστασθε τῷ τοῦ Πηλέως υἱῷ ἀνδρείας τε καὶ στρατηγίας καὶ τῆς ἄλλης περὶ τὸν πόλεμον ἐμπειρίας, οὐ μὴν καὶ τῆς περὶ τοὺς λόχους δεινότητος καὶ εἴ τις ἄλλη τέχνη τοῖς παραστρατηγεῖν εἰωθόσιν ὑπονοουμένη; ἀλλ’ ἴσως | |
15 | ἐκεῖνος, ὦ μακάριοι, τάδε μὲν τῆς τέχνης ἠπίστατο, ὑστέρει δὲ τῶν λοιπῶν· ἐγὼ δέ, εἰ πρὸς πάντα εὔθετός εἰμι, αὐτοὶ ἂν εἰδείητε, καὶ οὐ πάνυ τι βούλομαι τῷ πράγματι ἐμφιλοχωρεῖν. διὰ τί οὖν δέον, ὥσπερ | |
φιλοσοφίας ἐμοῦ μεταλαγχάνειν αἱρεῖσθε, οὕτω καὶ τῶν λοιπῶν, ἐκεῖνο μὲν ποιεῖτε καὶ ὑπεξίστασθέ μοι τοῦ κρείττονος, διαμφισβητεῖτε | 40 | |
20 | δέ μοι τοῦ ἥττονος καὶ τῶν τῆς πολιτείας πραγμάτων ἀπρὶξ ἔχεσθε ὥσπερ ἐμοὶ τούτων οὐ μετόν; ἐγὼ δέ, εἴ μοί τις ἐξετάζει τὴν γνώμην, τούτων μὲν καὶ πάνυ κατωλιγώρηκα, οὐ νῦν πρώτως ὅτε παρήκμακα ἀλλ’ ὅτε καὶ ἤκμαζον. οὐ μὴν ὥσπερ τῇ γνώμῃ οὕτω δὴ καὶ τοῖς πράγμασιν ἔχω· ἀλλ’ ὥσπερ οἱ ἑκουσίως τῶν προτέρων ἐθῶν ἀπεχόμενοι ἢ τεχνῶν, | |
25 | οὐχ ὥσπερ τῷ 〈τοιούτῳ〉 τρόπῳ οὐ προσάπτοιντο τούτων, οὕτω δὴ οὐδὲ δύνανται κατὰ ταῦτα ἐνεργεῖν, τὸν αὐτὸν δὴ τρόπον κἀγὼ οὐκ, ἐπειδὴ τῶν πολιτικῶν νομίμων καταπεφρόνηκα, οὐδέν τι περὶ ταῦτα δεδύνημαι. ἀλλ’ ὑμεῖς θορυβεῖσθε ὅτι μὴ μόνον τὰ πρῶτα φιλοσοφίας νομίζομαι, ἀλλ’ ἤδη που καὶ τοῖς πολιτικοῖς πράγμασι κανὼν ὀνομάζομαι· εἰσὶ γὰρ | |
30 | ὅσοι μοι τοῦτο διδόασι τοὔνομα. εἰ μὲν οὖν ἐπιβατεύω τοῦ πράγματος ὥσπερ οὐκ ἐξὸν ἢ ἀτέχνως, αὐτὸ δὴ δείξατε καὶ ἀποβήσομαι τοῦ πολιτικοῦ ἄξονος· εἰ δὲ κἀγὼ ἡνιοχεῖν τε δεδύνημαι καὶ μέ τις εἰς τοῦτο ἀπαραίτητος εἰσβιάζεται δύναμις, τί δήποτε τεθορύβησθε ὅτι φιλοσοφίαν ἀφεὶς πολιτικῆς ἐπιστήμης ἀντιποιοῦμαι; | |
35 | Ἐγὼ δὲ πολλοῦ δέω ταύτην ἀφεῖναι· ὅτι καὶ παρείλημμαι ἐν τοῖς πράγμασι. ταύτῃ γέ τοι καὶ τῶν πολλῶν διαφέρειν δοκῶ· οὐ γὰρ ὥσπερ ὁρίοις διείργεται οὔτε φιλοσοφία πολιτικῆς οὔτε ἡ τῶν πραγμάτων τέχνη τῆς λογικωτέρας φύσεως, ἀλλ’ ὥσπερ τἆλλα τῇ δυνάμει ταύτης ὑποβεβήκασιν, οὕτω δὴ καὶ τὰ πολιτικὰ πράγματα. εἰ δέ μοι καὶ ἡ φύσις | |
40 | πρὸς ἄμφω τὼ μέρη ἀρκεῖ, καὶ οὐχ ὥσπερ ἡ σελήνη ἐκ θατέρου μέρους πεφώτισμαι ἀλλ’ ὥσπερ ὁ ἥλιος ἑκατέρωθεν, τί ποτε ὑμεῖς διὰ τοῦτο ταράττεσθε καὶ τὰ ἄνω κάτω ποιεῖτε, δέον θαυμάζειν μόνον καὶ μιμεῖσθαι εἰς δύναμιν, ἀλλ’ οὐχὶ βασκαίνειν καὶ τὸν ζῆλον ἐᾶν; καὶ τό γε θαυμασιώ‐ τερον ὅτι ἐμοὶ μὲν κατάβασις τὸ πρᾶγμα δοκεῖ καὶ δυσχεραίνω τὰ πολλὰ | |
45 | πρὸς τοὺς ἄγοντας, ὑμεῖς δὲ ἦρθαι οἴεσθέ με γῆθεν εἰς οὐρανόν· καὶ οὐ τοῦτο βασκαίνετε ὅτι βραχύ τι μετατέθειμαι, ἀλλ’ ὅτι μετατεθεὶς ἥρμοσα καὶ τοῖς καιροῖς καὶ τοῖς πράγμασιν, ὡς, εἰ μὴ οὕτως ἔδοξα, οὐκ ἂν ᾐτιᾶσθέ με τῆς μεταθέσεως. Ὑμεῖς μὲν οὖν (ἐστὲ γὰρ περὶ τὰς ἀντιθέσεις δεινοί) ἄλλος ἄλλο τι πρὸς | |
10(50) | τοῦτο ἐρεῖτε, ἐγὼ δὲ τἀληθὲς εἰς μέσον θήσω μηδὲν αἰσχυνθείς. τέως μὲν | |
τὴν ἐπὶ τοῖς λόγοις ἧτταν ἐμοὶ οὐ πάνυ τι ἐδυσχεραίνετε δοκοῦντες τῇ περὶ τὰ πράγματα προέχειν σπουδῇ· ἐπεὶ δὲ καὶ πρὸς τοῦτο ἀγὼν ἐγεγόνει μοι πρὸς ὑμᾶς κἆτα τῶν ὑπολήψεων διεψεύσθητε, ὡς πολλοὶ ἐλάττους ὀφθέντες ἑνός, ἀβίωτον ἑαυτοῖς τὸν βίον λογίζεσθε. ἐχρῆν δὲ | 41 | |
55 | ἐπὶ τοῖς καλλίοσι τὴν ἧτταν ἔχοντας μὴ δυσχεραίνειν ἐπὶ τοῖς χείροσι, μηδὲ οἴεσθαι ἑτέρων μὲν ἀρχῶν ἐκεῖνα ἠρτῆσθαι ἑτέρων δὲ ταῦτα· ἀφ’ ὧν γὰρ ἐκεῖνα κατώρθωκα, ἀπὸ τούτων καὶ τὰ ἐλάττω μοι περιγέγονε. φύσει γὰρ καὶ μελέτῃ εἴς τε τὰ κρείττω προεβιβάσθην καὶ τῶν ἐλαττόνων οὐ διημάρτηκα. οὐδὲ γὰρ τὸν Θουκυδίδειον ἢ Ἀριστείδειον χαρακτῆρα | |
60 | ζηλοῦν ὥσπερ μοι φύσις ἐστίν, ἀλλ’ αὐτὸ δὴ τοῦτο ζῆλος καὶ μίμησις, ἵνα τοῦ πολιτικοῦ πόρρω λογίζωμαι· ἀλλ’ ὥσπερ ἐκεῖνον ἐμιμησάμην ἐμμελετήσας πολλά, οὕτω δὴ καταβὰς ἐπὶ τὸν πολιτικὸν λόγον ἀξιολόγους τὰς καὶ περὶ τοῦτον τριβὰς ἔσχηκα. καὶ φύσει μέν εἰμι ὅπερ εἰμί, γίνομαι δὲ καὶ ὑποκριτὴς ἀλλοτρίας μορφῆς· καὶ τοὺς μὲν ἐπὶ τῆς σκηνῆς οὐκ ἄν | |
65 | τις μέμψαιτο, εἴ τις Σάραμβος ὢν Κρεσφόντην μεμίμηται, ἐμὲ δὲ καταιτιά‐ σαιτο, ἢ μᾶλλον εἰπεῖν φθονήσειεν, ὅτι τὴν χείρω μορφὴν ὑποδύομαι. Ἀλλὰ τί ποτε ἐβούλεσθέ 〈με〉 μὴ οὕτως ἔχειν φύσεως, ἀλλὰ τὸ μὲν σύντονον μέλος εἰδέναι, μὴ μέντοι γε καὶ τὸ ἐναρμόνιον; ἀλλ’ οὔ μοι νόμος βασκάνων ψυχαῖς ἐξακολουθεῖν, προὔλαβε δὲ ἡμᾶς καὶ ἡ δημιουρ‐ | |
70 | γικὴ ἐπιστήμη οὕτως, ὡς ὁρᾶτε, κατασκευάσασα. εἰ μὲν οὖν ἀμφοῖν ταῖν μερίδαιν ἔχων ἐπιδεξίως εἰς ὀφρῦν ἀναφέρω τὸ πρᾶγμα καὶ ἐνίων ὑμῶν κατεπαίρομαι, δικαία παρ’ ὑμῖν ἡ μέμψις ἐμοὶ καὶ αὐτίκα μεταβληθήσο‐ μαι· εἰ δέ μοι τὴν ἄγαν αὐτοὶ προσονειδίζετε ἐπιείκειαν καὶ τὸ πολὺ καταβαίνειν τοῦ ἀξιώματος, τί δήποτε, τοῦτο θαυμάζειν ἀφέντες ὃ δὴ | |
75 | τῆς γνώμης ἐστί, τὴν φύσιν καταιτιᾶσθε; τί δέ μοι μὴ τῶν διττῶν πίθων ἀρύεσθε (τοῦ τε τῆς σεμνότητος καὶ τοῦ τῶν χαρίτων φημί) καί, ὥσπερ κανόνας φιλοσοφίας παρ’ ἐμοῦ λαβόντες ἔχετε, οὕτω καὶ τῆς περὶ τὰ πράγματα δεξιότητος; ἐγὼ δὲ ὁρῶ καὶ ἐνίους ὑμῶν, καθ’ ὃν εἴωθα τύπον ἐγώ, οὕτω καὶ τὰς πολιτικὰς ὑποθέσεις μεταχειριζομένους, κατ’ ἄρθρα | |
80 | μὲν διαιροῦντας καὶ τῶν μερῶν ἕκαστον πρὸς τὸ οἰκεῖον τῆς νομικῆς | |
ἐπιστήμης ἀνάγοντας, ἀλλὰ μὴ ἀναμὶξ πάντα συγχέοντας. εἰ δὲ μὴ τῇ γλώττῃ χρῶνται λαμπρᾷ μηδὲ θαρροῦσιν εὐφραδῶς ἀποφθέγξασθαι τὴν διαίρεσιν, τὴν φύσιν ἑαυτῶν αἰτιάσθωσαν· τὸ γοῦν ὅσον ἐφ’ ἑαυτοῖς τὸν ἐμὸν τρόπον μεμίμηνται. | 42 | |
85 | Ἀναβλέψατε δὲ καὶ πρὸς οὐρανὸν νυκτός, αἰθρίας ἐχούσης τὸ πᾶν, καὶ θεάσασθε ὡς οὐ πάντα τὰ ἄστρα ἀλλήλοις ἰσότιμα καὶ ἰσοφαῆ, ἀλλὰ τὰ μὲν μαρμαίρει καὶ ἀκτίνων ἀποστίλβει λαμπρῶν, τὰ δὲ βέβυσταί πως καὶ εἰκάζεται τὴν λαμπρότητα. ἡ δέ γε σελήνη—ἀλλ’ οὐδὲ ὁ κύκλος αὐτῆς ὁλοφαὴς οὐδ’ ὅμοιον αὐτῇ τὸ σχῆμα τοῦ φωτὸς ἐς ἀεί, καὶ οὔτε οἱ νότιοι | |
90 | τοῖς βορείοις βασκαίνουσιν ὅτι ἐφ’ ὑψηλοτέρου μέρους αὐγάζουσιν οὔτε οἱ ἐφ’ ἡμέρας δύνοντες τοῖς πάντῃ ἀδύτοις ἀντίθετοί εἰσιν—ἡ δέ γε σελήνη ὑπείκει τῷ τοῦ ἡλίου φωτὶ καὶ λαμπροτέρα μᾶλλόν ἐστιν ὁπότε ἐκεῖθεν αὐγάζοιτο· ὑπερέχων δὲ τῶν λοιπῶν ἀστέρων ὁ ἥλιος καὶ τῷ μεγέθει καὶ τῇ λαμπρότητι τὸ μὲν ἐκείνων ἀποκρύπτει φῶς διαυγάζων αὐτός, | |
95 | δυνάμεις δὲ ἐκείνοις παρ’ ἑαυτοῦ τίθησιν, εἴ γε χρὴ τοῖς περὶ ταῦτα δεινοῖς πείθεσθαι, καὶ τάς γε ὥρας τῶν οἰκείων ὠδίνων πληροῦν πᾶσιν ἀνωμολόγηται καὶ βούλοιντ’ ἂν ὑπ’ ἐκείνῳ τετάχθαι καὶ τὰς παρ’ ἐκείνου δυνάμεις ἔχειν καὶ λαμβάνειν τὸ φῶς ἀεὶ ἢ ἀντερίζειν αὐτῷ καὶ περὶ πάντων διαμιλλᾶσθαι. | |
10(100) | Ἐγὼ μὲν οὖν ἔχω τὰ νικητήρια καθ’ ὑμῶν (αὐτοὶ ἂν φαίητε) καὶ βουλομένων καὶ μὴ βουλομένων κρατῶ. αἱροῦμαι δὲ παραχωρεῖν ὑμῖν πάντων ἐπιεικῶς ἔχουσι πρὸς ἐμέ, ἢ τὰ πάντων ἔχειν ἐξαίρετα βασκαι‐ νόντων ὑμῶν· καὶ οὐδὲ ἀπογινώσκω τὴν τῆς γνώμης ὑμῶν μεταβολήν· καὶ περὶ τοὺς λόγους γὰρ τὴν πρώτην διημιλλᾶσθε, εἴθ’ ὑπεξέστητε· οὕτω | |
105 | δή μοι κἀν τοῖς πράγμασι προβιβασθείητε, καὶ συντρέχειν πολλάκις αἱρούμενοι καὶ ἡττώμενοι ἄνω που τοῦ θεάτρου καθήμενοι θεαταὶ τοῦ | |
ἐμοῦ δρόμου ἢ ἀνταγωνισταί μοι γενήσεσθε. | 43 | |
11(1t) | [De servitute a secretis] | |
1 | Ἐγώ, πολλάκις τῶν θείων ἀκούων χρησμῶν τῶν ἐνταῦθα πράξεων, χρηστῶν ἢ φαύλων, ἐς τὸ μέλλον ταμιευομένων τὰς ἀντιδόσεις, ἐκ‐ πλήττομαι μὴ ἐνορῶν ἐν τοῖς λόγοις τὸ ἀληθές. ἔδει γάρ, ἐπείπερ ἡ τῶν ἀντιδόσεων διαφορὰ τῷ μέλλοντι βίῳ πεφύλακται, μὴ κἀνταῦθα ἢ τοὺς | |
5 | πονηροὺς κολάζεσθαι ἢ τιμᾶσθαι τοὺς ἀγαθούς· νῦν δὲ τῶν ἐκεῖθεν Ἠλυσίων πεδίων, ἵνα μὴ λέγω τῆς ἀμβροσίας τε καὶ τοῦ νέκταρος, πολὺ τὰ ἐνταῦθα τίμια ἐκείνων ὑψηλότερά τε καὶ τιμιώτερα, αὖθις δὲ τοῦ Πυριφλεγέθοντος καὶ τοῦ Κωκυτοῦ, καὶ εἴ τίς ἐστιν ἕτερος ποταμὸς βορβόρου ἀνάπλεως, καὶ τοῦ ἐν τῷ στομίῳ χάσματος τὰ ἐνταῦθα δεινὰ | |
10 | βαρύτερά τε καὶ χαλεπώτερα. καὶ οὐ τοῖς ἑτέρων λόγοις ὑπαχθεὶς πρὸς ταύτην γε ἤλυθα τὴν διάνοιαν, οὐδέ τινων τραγῳδίας ἀποδυρομένων μοι ἢ θρήνους, ὧν ὁ παρὼν βίος γεννήτωρ καὶ παροχεύς, ἐς τὸν παρόντα λόγον ἀπηυτομόληκα, ἀλλ’ αὐτὸς πειραθεὶς τῶν δεινῶν καὶ οἴκοθεν ἔχων τὰ παραδείγματα. | |
15 | Ἐπεὶ γὰρ πονηρᾷ τινι μοίρᾳ καὶ κακοδαίμονι, τῇ καὶ γεννησάσῃ καὶ θρεψαμένῃ με, τῷ τῶν ἀσηκρῆτις ἐνηριθμήθην χορῷ καὶ τῆς ἐκ τοῦ δουλεύειν ἀνεπλήσθην κακώσεως, ἔγνων ὅσῳ τὰ θρυλλούμενα κολα‐ στήρια τῶν ἐνταῦθα ἐπιπόνων καταδεέστερα. καὶ μὴ μέ τις οἰηθείη πᾶσαν τὴν ἐνταῦθα κάκωσιν τῶν ἐκεῖθεν ὑπεραίρειν δεινῶν· σφαγαὶ γὰρ | |
20 | ἴσως καὶ ἀνασκολοπισμοὶ καὶ ἀποτυμπανίσεις πρὸς τὰ ἐν ᾅδου συγκρινό‐ μενα δείματα ἀσυγκρίτως ἐκείνων ἔλθοιεν δεύτερα, τῆς δὲ τῶν ἀσηκρῆτις δουλείας οὐκ ἔστιν ὅστις εἰπεῖν ἔχοι τὸν τῆς γεέννης ὑπερκεῖσθαι φλογμόν· τί γὰρ τῆς ἐνταῦθα φλογὸς ἀνιαρότερον ἢ βαρύτερον; Πρῶτον μὲν γὰρ ὑπερπληθὴς ἡ ταλαιπωρία καὶ ἡ πρὸς τὸ γράφειν | |
25 | σύννευσις, ὡς μήτε τὸ οὖς κνᾶσθαι δύνασθαι, τοῦτο δὴ τὸ λεγόμενον, μήτε τὴν κεφαλὴν ὑπερᾶραι, μὴ ποτοῦ κατὰ καιρόν, μὴ βρώσεως γεύ‐ σασθαι, μὴ τὸ σῶμα καθᾶραι λουτροῖς, εἰ μή τις τοῖς ἐκ φύσεως φήσειεν (ἱδρῶσι, φημί, βίᾳ τοῦ μετώπου καὶ τῆς κεφαλῆς καταρρέουσιν). ἔπειτα ὡς μεγάλη ἡ τούτων ἀντίδοσις—ὕβρεις, ἀπειλαί, παροράσεις, καὶ | |
30 | τἆλλα ὧν οἱ τραγικοὶ δαίμονες χορηγοί· ἄφθονα γὰρ πάντα ὥσπερ ἀπό τινος πηγῆς τῶν κακῶν ἀποστάζοντα. οὐκ ἔστιν ἀνάνευσις ἐν ἡμῖν, οὐκ ἀπαλλαγὴ τῶν κακῶν, ἀλλ’ ὁσημέραι προστίθεται ταῦτα καὶ ἐπαυξάνει | |
καὶ πληθύνει τῆς ἀθυμίας ἡ θάλασσα ὥσπερ ποταμῶν εἰσβαλλόντων καὶ πλημμυρούντων αὐτῇ. καὶ μέχρι μέν τινος φορητὸν ἡμῖν ἐδόκει τὸ | 44 | |
35 | πρᾶγμα τῇ τῶν προεστώτων κακίᾳ λογιζομένοις τὸ πᾶν, ὡς μηδὲ τῶν ἄλλων ἀπηλλαγμένοις πάντῃ τῶν συμφορῶν, καί τις ἐλπὶς ὑπέθαλπέ πως ἡμᾶς καὶ ἀνεζωπύρει καὶ τὸ πολὺ τῆς ἀθυμίας βάρος ὑπεκούφιζέ τε καὶ ἀπεκρούετο, νῦν δὲ καὶ τὸ τῆς ἐλπίδος ἀπῆλθε φάρμακον καὶ ἐς τὸ ἄπορον τὰ τῆς συμφορᾶς περιγέγονε, τοῦ κρατοῦντος ἄνακτος ποταμοῦ | |
40 | δίκην πλημμυροῦντος τὰς χάριτας καὶ πᾶσιν ἐπιρρέοντος ἀφθονώ‐ τατα, ἡμῖν δὲ οὐδὲ κατὰ στράγγα ψεκάζοντος. Τί μοι Προμηθεὺς κολαζόμενος ἢ Τάνταλος τὸν ὑπὲρ κεφαλῆς λίθον φοβούμενος ἢ ἐν μέσῃ πηγῇ στερούμενος τοῦ ποτοῦ (τὸ γὰρ ληρῶδες ἐῶ τοῦ Ἰξίονος); ὁ μὲν γάρ, εἰ καὶ τὸ ἧπαρ περιεκείρετο, ἀλλὰ μεταβολὴν | |
45 | ἐλπίζων τοῦ πράγματος ὑπεκουφίζετό πως τῆς συμφορᾶς, καὶ μέντοι καὶ ὧν ἤλπιζεν οὐ διήμαρτε, τῷ Διὶ τὴν πρὸς τὴν Θέτιν ὁρμὴν μαντευσάμενος κἀντεῦθεν τῆς τιμωρίας ἀπολυθείς· ὁ δέ, εἰ καὶ μήτε τοῦ ὕδατος μήτε τῶν ὑπὲρ κεφαλῆς μετεῖχε καρπῶν, ἀλλ’ οὖν ταῖς ὀσφρήσεσι τῆς τούτων εὐωδίας ἀπέλαυε καὶ τὸν ὀφθαλμὸν ἑστιώμενον εἶχεν ἀντὶ τοῦ φάρυγγος· | |
11(50) | εἰ δὲ καὶ τὸν ὑπὲρ κεφαλῆς φήσειας λίθον, ἀλλὰ μέχρι δέους κἀνταῦθα τούτῳ ἡ συμφορά· ἔστι γάρ, εἴπερ καὶ ἀληθὲς δοίημεν, οὐ πείρᾳ ἀλλ’ ὑπο‐ λήψεσι κολαζόμενος. Ἡμεῖς δὲ ὅλῳ τραχεῖ λίθῳ καὶ πάντοθεν ἀκίδας ἔχοντι δεινῶς τιμωρού‐ μεθα, καὶ οὐ καταφερόμενον ἀποφεύγομεν, ἀλλ’ ἐπικείμενον ἀποβαλεῖν | |
55 | οὐ δυνάμεθα. ἐσταυρώμεθα δὲ οὐκ ἐν Καυκάσῳ (ἧττον γὰρ ἂν ἦν τὸ δεινόν) μὴ ἔχοντες θεατήν, ἀλλ’ ἐν πόλει μέσῃ, ἵνα καὶ παρὰ πάντων γελώμεθά τε καὶ ὀνειδιζώμεθα, καὶ ταῦτα οὐδὲν τοιοῦτον δεδρακότες δεινόν, οὐ τὰ τῶν κρειττόνων τοῖς μέροψιν ἐξαγγείλαντες, οὐ τὸ πῦρ ἐν νάρθηκι κλέψαντες, ἵν’ ἐξαπατήσωμεν βελτίονα φύσιν ἡμῶν, ἀλλὰ καὶ | |
60 | Μούσαις ἐντραφέντες καὶ τῷ λογίῳ Ἑρμῇ καθομιλησάμενοι καὶ πολλάκις ἐν τῷ Ἑλικῶνι χορεύσαντες· καὶ οὐδὲ τοῦτο εἰπεῖν ἀποκνήσαιμι ὡς καὶ Καλλιόπη τὸν ἑαυτῆς μαζὸν ὑποθεμένη ἡμῖν τὸ καθαρὸν τῆς γνώσεως ἐχορήγησεν. ἀλλ’ ὥσπερ κακιῶν τινων κολάσεις ἀποτιννύντες βαλλόμεθα πάντοθεν καὶ τιτρωσκόμεθα καὶ ἐν κόποις ἐσμὲν ἀνθρώπων, καί, ἵνα | |
65 | μικρὸν τὸ τοῦ Δαυὶδ μεταλλάξαιμι, καὶ μόνοι τῶν ἄλλων μεμαστιγώμεθα· ὡς γὰρ ἐν εἰρκτῇ συγκλειόμεθα καὶ φύλαξί τισι πάντοθεν φυλαττόμεθα καὶ πολλαῖς κολάσεσι καὶ τιμωρίαις ταλαιπωρούμεθα. αἱ δὲ βασιλικαὶ χάριτες μέχρις ἀκοῆς ἡμᾶς θέλγουσιν, ἢ μᾶλλον ἀνιῶσι βαρύτερον. Εἰ μὲν γὰρ ἰσοτίμως ἅπαντες σὺν ἡμῖν τῶν καλῶν ἀπεστέρηντο, οὐκ | |
70 | ἂν οὕτω κατωδυνώμεθα, τὸ δ’ ἐκείνους μὲν καὶ ὑπὲρ κόρον πλουτεῖν, ἡμᾶς δὲ τῇ καμίνῳ τῶν συμφορῶν καταφλέγεσθαι, τοῦτο πάντων δεινό‐ τερόν τε καὶ ἀνιαρότερον. οὐδὲ γὰρ ἔχει παραμυθίας τοῦτ’ ἀφορμὴν ὅτι, τοῦ ποταμοῦ πλημμυροῦντος καὶ τῆς πηγῆς πηγαζούσης καὶ τῆς θαλάσσης περικλυζούσης τοῖς κύμασιν, ἡμεῖς μόνοι τῶν ἐν αὐτοῖς ῥευμάτων | 45 |
75 | ἀμέθεκτοι. Αἰθίοψ ἀρύεται πόρρωθεν, ἄλλος ἐξ Ἰνδίας ἀπολαύει τῆς χάριτος, τῷ Σκύθῃ καὶ μέχρις αὐτοῦ τοῦ φάρυγγος ὁ τῆς πηγῆς πλοῦτος ἀνήνεκται· ἡμῖν δὲ πρὸς τοῖς χείλεσιν αὐτῶν καθημένοις ἐσπάνισται πάντα, καὶ οὐδ’ ὡς αἱ Δαναΐδες ἐς τετρημένον κἂν ἀντλῆσαι πίθον κατηξιώθημεν, ἵν’ εἴ πως τῆς ἀντλίας κατετρυφήσαμεν. | |
80 | Ἐντεῦθεν ὁρμώμενος δευτέρας κολάσεις οὐ δέχομαι, κἂν ὁ μὲν βασανι‐ στὴν ὑπόθοιτο σκώληκα, ὁ δὲ πυρὸς ῥύακας ἐκ βασιλικοῦ βήματος τὰς ἀρχὰς ἐχούσας τῆς ῥύσεως, ὁ δὲ σκότος βαθύτερον ἤ τι ἄλλο φοβερώτερον καὶ δειματωδέστερον. καὶ φλογὸς γὰρ καὶ σκότους καὶ σκώληκος ἡ τῶν ἀσηκρῆτις ὑπηρεσία βαρύτερόν τι κακὸν καὶ ἀνιαρότερον. ὡς λίαν δὲ | |
85 | θυμῆρες τούτοις καὶ τὸ κλητώριον. ὥσπερ γὰρ ἐν στενῷ τινι χωρίῳ καὶ μή τινα διέξοδον ἔχοντι συγκλειόμενοί πως καὶ συσφιγγόμενοι πιέζουσί πως ἀλλήλους καὶ καταθλίβουσιν ἐπὶ πλευραῖς κείμενοι, ὥστε καὶ τὰ δάκρυα ἀκουσίως τῶν ὀφθαλμῶν ἀκοντίζεσθαι καὶ τὸν σίελον ἐκπίπτειν τοῦ στόματος καί, ἵνα τὸ δυσφημότερον εἴπω, καὶ τῆς πυγῆς τὸ ἀφόδευμα· | |
90 | ἐντεῦθεν ἧπαρ τούτοις συνθλίβεται καὶ σπλὴν συγκέκλασται καὶ ἡ καρδία συμπέπνικται καὶ ἡ κεφαλὴ ἰλίγγου καὶ δίνης πληροῦται καὶ τὸ ἆσθμα ἐπιλεῖπον πνιγηρὰν αὐτοῖς ποιεῖ τὴν ἀναφοράν. ἀλλ’ εὐφραίνουσι τὰ παρατιθέμενα, εἴποι τις ἂν ἴσως· ἀλλὰ βαβαί, μὴ εἴπῃς, μὴ γρύξῃς, μήτε τῶν ἰχώρων τοῦ Ἰὼβ ἀναμνήσῃς, μηδὲ τῶν ἐν ᾅδου νεκρῶν· | |
95 | ἀποπνιγήσομαι γὰρ καὶ μόναις ταῖς ἀναμνήσεσιν. εἰ οὖν οὕτω τὰ πρὸς τέρψιν ἡμῖν μεμηχανημένα βαρύτερα πάσης κολάσεως, τὰ λυπηρὰ ἐν‐ | |
τεῦθεν εἰκάσειας ὁ βουλόμενος. | 46 | |
12(1t) | [De invidia et aemulatione a secretis] | |
1 | Ἔοικεν ἡ περὶ ἑαυτὸν ἑκάστου φιλοτιμία καὶ τὸ φίλαυτον μεγάλων ἀρχὴ κακῶν γίνεσθαι· τοῦτο δὲ πολλοῖς μὲν καὶ ἄλλοις παραδείγμασιν ἱκανῶς ἀποδέδεικται, οὐχ ἥκιστα δὲ ταῖς τῶν ἀσηκρῆτις περὶ ἑαυτοὺς οἰήσεσι καὶ φαντασίαις ἀλόγοις. οὐ γὰρ ὡς πρός τινα κανόνα τὸ δίκαιον | |
5 | ἀποβλέποντες ἐντεῦθεν τὸ διανεμητικὸν ὡρίσαντό τε καὶ ἐτυπώσαντο, ἀλλά, μέγα τι περὶ ἑαυτοὺς φαντασθέντες, οὐκ ἴσῃ φαντασίᾳ, ἀλλ’ ἔκαστος τὸν πλησίον ὑπερβεβηκέναι φιλονεικῶν τῆς πλείονος διανεμήσεως ὡς αὐτῷ ἁρμοζούσης ἀντείχετο· καὶ ὁ μὲν τὴν περὶ τὸ γράφειν ὀξύτητα προβαλλόμενος ἐντεῦθεν τὸ ἰσχυρὸν ἔχειν ᾤετο, ὁ δὲ τὸ περὶ τὴν γνῶσιν | |
10 | ὑπερέχον προτεινόμενος τῷ κατ’ ἄλλό τι κρείττονι τῶν πρωτείων ἀμ‐ φισβητεῖν ἔσπευδε, καὶ ὁ μὲν ῥώμην σώματος καὶ τὸ περὶ πάλην προΐσχετο ἐπιδέξιον, ὁ δὲ τὴν εὐστροφίαν τῆς γλώττης, ὁ δὲ τὸ βωμολοχικόν τε καὶ ἀγοραῖον, οἷος ὁ Σαμοσατεὺς Παῦλος, ὁ δὲ τὸ κατὰ χρόνον πρεσβύτερον (οὐκ εἰδώς, ὁ τάλας, ὡς τὰ ἐν ὕλῃ θηρία πολὺ τῶν ἐκεῖσε μοναζόντων | |
15 | πρεσβύτερα καὶ οὐ διὰ τοῦτο καὶ τιμιώτερα), καὶ ἄλλος ἄλλο ψυχῆς ἢ σώματος προβαλλόμενος πλεονέκτημα ἐντεῦθεν τὸν κατὰ πάντων ἀναδήσασθαι ἐβούλετο στέφανον. πολλοὶ δὲ καὶ προτερημάτων ἀποροῦντες ἀπὸ τῆς ἐναντίας ἕξεως τὸ νῖκος ὑπενοσφίζοντο οἷον πολυπραγμοσύνης πραγμάτων καὶ τῆς περὶ τὴν γλῶτταν λέσχης. | |
20 | Κἀντεῦθεν πῦρ ἔριδος ἀνήφθη πολὺ καὶ μάχη τις ἀδιάκριτος· καὶ ὁ καταλλάττων οὐκ ἦν, οὐχ ὁ Φασουλᾶς γέρων, οὐχ ὁ παλαιότερος Ἀχυρᾶς, οἷς ἐκ χρόνου διαλλακταῖς καὶ μεσίταις εἶναι ἀποκεκλήρωται, ἀλλὰ τὸ τῶν φρενῶν ἐλλεῖπον τὰ ἐκ τοῦ χρόνου πρεσβεῖα ἀνέκοπτε καὶ τοῖς λοιποῖς, καὶ οὗτοι παραπλησίως ἀντήριζον. τί οὖν τὰ ἐντεῦθεν; ὕβρις κατ’ ἀλ‐ | |
25 | λήλων, κρυπτῶν πραγμάτων δημοσίευσις καὶ φανέρωσις· οὐ νεότης, οὐ πολιά, οὐχ ὁ κατὰ σύνεσιν ὑπερέχων, οὐχ ὁ κατὰ γνῶσιν ὑπερβαλλόμενος τῶν ὕβρεων ἀπηλλάττοντο, ἀλλὰ πάντες ἐπίσης ὀνειδισμοῖς καὶ λοιδορίαις ἐπλύνοντο. ὁ μέν τις εἶπε τὸν σύντροφον ἀνόητον γέροντα· λαβὼν ἐκεῖνος τὴν ὕβριν ἐδιπλασίασε καὶ τὸ κακόηθες καὶ πολύπραγμον προσεπηύξησε, | |
30 | κακοηθέστατον καὶ πολυπραγμονέστατον τὸν ὑβρικότα καλέσας· οὗτος τὸν λόγον αἰσχίστοις ἐδεξιώσατο πράγμασι, χεῖρα σιδηροφόρον κατὰ τοῦ | |
φίλου ἀνατείνας ὁ ἄθλιος καὶ πυγμῇ παίσας καὶ λὰξ κατὰ τοῦ κενεῶνος λίαν αὐθαδῶς ἐναλλόμενος. πάντων γὰρ ἐπίσης μανέντων καὶ μηδενὸς φρενήρους εὑρισκομένου, πάντα φύρδην συνεχεῖτο καὶ διεφθείρετο. | 47 | |
35 | Τούτων οὕτω γινομένων ὁ χρηστὸς οὐκ ἦν, ἀλλὰ μάτην ἕκαστος φίλερις καὶ φιλόνεικος ἦν· οὐ γὰρ ἐπ’ ἄθλῳ προκειμένῳ τὴν ἰσχὺν τῶν λόγων ἐδείκνυεν, ἀλλ’ ἐπὶ πράγματι ᾧ ἀπὸ βωμολοχίας καὶ ὕβρεως καρπώσασθαι οὐκ ἦν. οὐκ ᾐσθάνοντο δὲ οἱ ταλαίπωροι ὡς οἱ πλείους αὐτῶν μετὰ τοῦ χρυσίου καὶ τῆς δουλείας στερηθήσεσθαι ἔμελλον, κἂν ὁ Παῦλος οὐ | |
40 | καταδέχεται· ἅπαξ γὰρ τῶν ὤτων τοῦ πρωτοασηκρῆτις καθυλακτήσας ἔδοξεν ἐντεῦθεν μηχανὴν εὑρέσθαι τοῦ μὴ πόρρω ἀπελαθῆναι τῆς τάξεως, ἀλλ’ ἄνθρακας ἀνῆψε καθ’ ἑαυτοῦ. ὀψὲ γὰρ τῆς ὥρας λογικῶς τῷ πρωτοασηκρῆτι ἐγὼ συγγενόμενος καὶ τὴν τούτου διάνοιαν ὅπως ἔχοι περὶ τοὺς ἀσηκρήτας θηρώμενος, ἔγνων λύκον εἶναι κατὰ ἀρνῶν ὡς | |
45 | εὐθέως αὐτοὺς θοινησόμενον. περὶ δὲ τοῦ Παύλου ἐρόμενος εἴ τι οὗτος ἀπὸ τῆς γλωσσαλγίας ἀπώνατο, πῦρ εἶδον ἀπὸ τῆς γλώττης αὐτοῦ κατ’ ἐκείνου πεμπόμενον· ἔφησε γὰρ ὡς ὁ καταρατότατος οὗτος ἄνθρωπος καὶ τὴν γλῶτταν ἀπαίδευτος καὶ τὸν νοῦν ἀσύνετος καὶ τοῦ συλλόγου ταράκτης καὶ τὴν ψυχὴν διεφθαρμένος καὶ οἷον κυκεὼν τῆς τῶν συντρόφων | |
12(50) | ψυχῆς ἢ ἄνεμος ἀπαρκτίας καταρράκτοις ἐμπίπτων κύμασι καὶ τοῦ χρυσίου στερηθήσεται καὶ δημευθεὶς ἀτιμίαν μεγίστην ἀτιμωθήσεται. | |
13(1t) | Πρός τινα κάπηλον μεγάλαυχον καὶ φιλοσοφοῦντα διάκενα | |
2 | Ἀλλὰ ποίας ταῦτα φιλοσοφίας, λογιώτατε ἀδελφέ (εἴ γε δὴ πρὸς φιλόσοφον ἀλλὰ μὴ κάπηλον ἀντιφθέγγομαι, ᾧ καὶ μᾶλλον ξυντίθεμαι, εἰ μή με καταμέμφοιο, οἷα δὴ μὴ φιλόσοφος ἀλλὰ μᾶλλον καὶ κάπηλος); | |
5 | τῆς Χαλδαίων; ἀλλ’ οὐδέν τι τοιοῦτον ἐκείνη φθέγγεται. ἢ τῆς ἑτέρας ἧς σὺ μακρὰν ὑπάρχεις, κἂν προσπελάζῃς ἐνίοτε τῇ γλώττῃ (κἂν μὴ τοῖς πράγμασι), πᾶσαν τέχνην ἐξησκηκέναι μετὰ τῆς ἐπιστήμης μεγαλαυχῶν; νοῦ δὲ ποίου Πλατωνικοῖς κρατῆρσιν ὅλως ἐμβάψαντος; εἰ μὴ κἀνταῦθά τις εἴποι, ‘ἀλλὰ παρείσθωσαν οἱ λέβητες καὶ τὰ μαγείρων μαγγανεύματα | 48 |
10 | καὶ κομψεύματα, οἵ τε δυσὶ κυπέλλοις οὐκ ἐξ ὑέλου ἀλλ’ ἐκ χοὸς ἴσως πεπλασμένοις ἄκροις δακτύλοις εὐφυῶς πως οἰνοχοοῦντες τὸν δῆμον‘, ἥ τε καλοῦσα πάντας φωνὴ καὶ ἡ ἐπανατεινομένη θαμὰ καὶ αὖθις καταγομένη καὶ τοσαυτάκις ἐπιρριπιζομένη καὶ αὖθις ἐπαναλύουσα καὶ τὸν ψόφον ἀποτελοῦσα καὶ τοὺς πολλοὺς συγκαλοῦσα μετὰ ὑψηλοῦ τοῦ κηρύγματος, | |
15 | ὡς ἂν εἴπῃ τις καπηλικὴ μάχαιρα· ὧν σὺ προστάτης καὶ πρόμαχος ὁμοῦ τε ἐχθρὸς καὶ ἐκδικητὴς καὶ νόμων ἴσως συμπονικῶν καὶ θεσμῶν ἐπαρχικῶν, εἴ τις ἄλλος φύλαξ ἀκεραιότατος, ἵνα μή σου τὸ κῶλον σκυτάλῃ μαστιγω‐ θείη· οἷα δὴ καθεκάστην ὁρῶμεν γινόμενα. οὐχὶ Πλάτων ἐρωτηθείς, οὗ σὺ διδάσκαλος δηλαδή, ἓν εἰδέναι μόνον ἀπέφησε, τὸ μηδὲν εἰδέναι, ὦ | |
20 | τρικάπηλε σύ; ἐρεῖς πάντως γε καὶ αὐτός. καὶ πῶς, ὦ θαυμάσιε σύ, πάντων τὴν γνῶσιν ἐσχηκέναι διομολογεῖς, οἷα δή τι γένος ἐξαίρετον, καὶ οὐχ οἷον ἡμεῖς οἱ κατ’ εἰκόνα θεοῦ γεγονότες καὶ καθ’ ὁμοίωσιν; αὐτὸ δὲ τοῦτο φιλοσόφου πόρρω ψυχῆς καὶ διαλεκτικαῖς μεθόδοις καὶ λόγοις γεγυμνασμένης. | |
25 | Ἀλλ’ ὤ, τίνα ποτὲ φθέγξομαι ῥήματα, κρίματα δὲ λαλήσω, θεέ μου, πρὸς σέ; ὅτι διψῶσαν φιλοσοφίαν οὐχ ὕδασιν οὐρανίοις ἐκόρεσας, ἀλλὰ καπηλείοις καὶ μαστροπείοις ἐγκαλινδεῖσθαι πεποίηκας; ‘καὶ τρυγῶσιν αὐτὴν νῦν πάντες οἱ παραπορευόμενοι τὴν ὁδόν.‘ καὶ τὴν μὲν ψυχὴν τῷ σώματι κατοικιζομένην μέλη θεῖα κατάγουσι καὶ μουσικῶν ἢ ἁρμονικῶν | |
30 | λόγων πληροῦσι καταβιβάζοντες, τὴν δέ γε φιλοσοφίαν ὥς τινα θῆτα εἴτε θεράπαιναν προσαῖτιν ἱστῶσι καπηλικαῖς κιγκλίσιν, οἴμοι, καὶ πορνικαῖς. | |
ἀλλὰ τοῦτο δὴ τὸ ῥῆμα, οἷά τινα δαλὸν ἐξημμένον, ἀνὴρ δεξάμενος κάπηλος ὕλην ἑαυτῷ ἀπολογιῶν ἀκαίρων ἴσως ποιήσαιτο. ἀλλ’ ἀκουσάτω γε τὸ ἑξῆς· ‘ἐλυμήνατο αὐτὴν ὗς ἐκ δρυμοῦ καὶ μονιὸς ἄγριος κατενεμή‐ | 49 | |
35 | σατο αὐτήν‘, ὁποῖον πάντες ἐγνώκαμεν σὲ τὸν τοὺς νόμους ταύτης παραχαράττοντα καὶ τῆς ἀληθοῦς σοφίας οὐδ’ ἴχνος κατανοήσαντα. Ἀλλ’ ὦ κάπηλε, μεταβέβλημαί σοι νῦν ἀθρόον καὶ μεταλλάττομαι καὶ φιλόσοφόν σε ὀνομάζω καὶ μὴ βουλόμενος. τουτὶ γὰρ διαγορεύων τὸ ἐπιστόλιον—ἐπιστόλιον γὰρ τοῦτο καὶ γραμμάτιον εἰκότως ἀποκαλῶ, | |
40 | οὐχ ὥσπερ Ἀριστοτέλης οἴεται περὶ τῆς ψυχῆς, ἄγραφον ταύτην γραμμα‐ τεῖον κατονομάζων ἄνωθεν παρὰ τοῦ νοῦ γραφομένην καὶ τὰ εἴδη τῶν ὄντων λαμβάνουσαν, ἀλλ’ ὅτι πρὸς τὰς σὰς ἀκεραιότητας ἀφορῶν τοῦτο δὴ τὰς ἐμὰς ἐπονομάζω γραφάς—παπαδούλιον δὲ ἦν τὸ τοῦτο σχεδιάζειν προτραπὲν παρ’ ἐμοῦ, εἰ καί τις, πάντα σου τὸν βίον ἐξεπιστάμενος. | |
45 | ἐρεῖς διατί; κἀγώ σοι ἀνταποκρίνωμαι. Ὁ τῶν Χριστεμπόρων ἐξάρχων, ὃν δὴ σύμπονον καλεῖν ὑμεῖς ἐπαιδεύ‐ θητε, φίλος μοι πέφυκεν οὐ νῦν πρώτως, ἀλλὰ καὶ πρίν, ὅτε μήπω τούτῳ κατωνομάζετο τῷ ὀνόματι ἀλλ’ ἐκ τοῦ ἤθους καὶ τῆς σεμνότητος καὶ τῶν ἄλλων πάντων τοῖς πᾶσιν ἐγνώριστο. ἧκεν οὖν οὗτος ἐξκουσσείας | |
13(50) | ἡμᾶς ἀπαιτῶν καὶ ἀπαλλαγὴν τῶν ὧν ὑμεῖς ἀκριβῶς ἴστε βαρῶν. ἀλλὰ τί ταῦτα; ἠρίθμει γοῦν μοι καὶ τὰς τραπέζας καὶ ὀνόματα ποτηρίων τοῦ σοῦ πατρὸς ἀνεδίδασκε, τὸ Θηρίκλειον, τὸ δακτυλωτόν, τὸν κώθωνα, τὸν Ἡρακλέα, τὸν ἐλέφαντα (ὀνόματα δὲ ταῦτα μεγίστων ποτηρίων, φιλόσοφε, καὶ οὐ ζῴων, ὡς σύ γε οἴει ὁ μηδὲ ταύτην τὴν ἐπιστήμην ἀκριβωσάμενος, | |
55 | ἀλλ’ ἀμβλὺς πρὸς πάντα γενόμενος), τὸ ἡμίτομον, τὴν ἀμύστιδα, τὴν ἡδυπότιδα, τὸ κισσύβιον, τὴν λεκανίδα, τἆλλα τὰ σοὶ γνώριμα. Ἀπέφραττον γοῦν πρὸς πάντα τὰς ἀκοάς· ὁ δέ μοι τὰς ἀρρήτους δυνάμεις ἐξώμνυε καὶ μὴ ἰδεῖν θεοῦ κατηύχετο πρόσωπον, εἰ μή γε τούτῳ τὰς ἀκοὰς ὑποκλίνοιμι. καὶ Ἀλέξανδρος μὲν ἔλεγεν ὅτι θάτερον τῶν | |
60 | ὤτων ἀπέφραττεν, ὁπότε δή τις καθ’ ἑτέρου τὴν γλῶτταν ἐξώπλιζε· | |
‘σὺ δέ μοι ἀμφοτέρας καὶ μετὰ προσοχῆς πολλῆς πάρασχε, μέλλω γὰρ σοί τι θαυμάσιον διηγήσασθαι καὶ τοῖς πολλοῖς ἴσως οὐ γινωσκόμενον. ἦν τις θεράπαινα τῷ τούτου πατρί, Σοφία παρὰ τῶν γεννητόρων ὠνομασμένη· ταύτην οὗτος ὥς τι χρῆμα θεῖον ἐσέβετο, καὶ πυκνά πως πολλῶν παρόντων | 50 | |
65 | περιεπτύσσετο καὶ οὐκ ᾐδεῖτο τὸν ὄχλον. ἐκ γοῦν τούτου τοῦ δράματος Φιλόσοφον τοῦτον ὠνομάκασιν οἱ πολλοὶ ὡς τὴν Σοφίαν φιλοῦντα, οὔ φημι τὴν ἐν λόγοις ἀλλὰ τὴν ἐν συνουσίαις ἐνηδομένην καὶ πράξεσιν ἀπηγορευμέναις.‘ κἀγὼ σέσηρα, νὴ τὸν κάπηλον σέ, καὶ τὴν κεφαλὴν βραχύ τι κατένευσα καὶ ταῖς ὀφρύσι καὶ τοῖς ὄμμασι τὴν ἀλήθειαν | |
70 | ᾐνιξάμην, κἀν ταῖς τοῦ προσώπου περιστροφαῖς τὴν συγκατάθεσιν ὡμολόγησα. Ἀλλ’ ἄγε δή, ὦ φιλόσοφε, χρησμολόγε δὲ μᾶλλον εἰπεῖν, κάλλιον διαλεξώμεθα πρὸς ἀλλήλους. τὸ τῆς οὐσίας ὄνομα ὑπάρξεώς ἐστι παρα‐ στατικὸν ἢ ἑνώσεως, καὶ ταὐτὸν ὕπαρξις καὶ οὐσία ἢ ἕτερον παρὰ ταύτην; | |
75 | καὶ πῶς ὁ Πλάτων ἐν μὲν Τιμαίῳ ἁρμονίαν εἶναι τίθεται τὴν ψυχήν, ἐν Φαίδωνι δὲ ἐπιρραπίζει τὴν τοιαύτην δόξαν; καὶ ποῦ τὸ κακὸν τακτέον ἡμῖν, καὶ πῶς γεννητή τε ὁμοῦ καὶ ἀγέννητος ἡ ψυχή; ἀλλὰ ταῦτα μὲν πρὸς φιλόσοφον, πρὸς δὲ τὸν χρησμολόγον σὲ τί ποτε ταῦτα τὰ ἐπιδήμια βούλεται, ‘τὰ ἐν ὕπνῳ, ἐνύπνια, κοῖται‘, καὶ ‘ὅ τι ἐν ἑπτὰ κινέεται, τοῦτο | |
80 | ἐν τριπλασίῃσι τελειοῦται, καὶ ὅ τι περ ἐν ἐννέα, τοῦτο ἐν τριπλασίῃσι‘; εἰ δέ τι καὶ ἕτερον βούλει, προθύμως λέξω πρὸς σέ· ἀλλ’ οὐ χρὴ πολλὰ πρὸς κάπηλον φθέγγεσθαι ἀλλ’ ἢ μόνον ὑποδεικνύειν τὸν ὀβολόν, κἀκεῖνος | |
εὐθὺς ἕψεται. | 51 | |
14(1t) | Εἴς τινα κάπηλον γενόμενον νομικόν | |
2 | Εἶτα εἴ σέ τις δικάζειν ἐπιτετραμμένον μεθεῖναι μὲν ἠνάγκασε τὰ βιβλία, προστῆναι δὲ τῆς ἐργασίας ἧς νῦν σεμνῶς ἐπιλέλησαι, ἆρ’ ἂν εὐμενῶς ἐδέξω τὸ πρᾶγμα καί, ὃ δή φασι, χάλκεια ἠλλάξω χρυσείων; ἤ, | |
5 | ὅπερ εἰκὸς ἦν, ἐβόας ἂν καὶ διερρήγνυσο τῶν μὲν νόμων ὥσπερ οἰκείων μελῶν ἀποσπώμενος, ἑτέροις δὲ μέλεσι προσκολλώμενος ὧν οὔτε τὴν ἰδέαν ἠπίστασο οὔτε τὴν χρείαν διεμελέτησας; πῶς οὖν τοῦτο μὴ προῃρη‐ μένος ποιεῖν ἀθρόον τῆς συνήθους ἐκπεπηδηκὼς καπηλείας ἐπὶ τὸν τῶν νόμων ἐπαναβέβηκας ἄξονα; ἀλλ’ ἀπὸ μὲν τοῦ βήματος εἰς ἐργαστήριον | |
10 | κατιὼν εἶχες ὅ τι χρήσαιο τοῖς ὀργάνοις τῆς τέχνης· οὐ γὰρ ἐργῶδες ἔκπωμα κλύσαι ἢ καθαρίσαι ποτήριον καὶ οἶνον κεράσασθαι καὶ δακτύλοις ὀλίγοις εὖ ἀπενεγκεῖν τὸ Θηρίκλειον, οὐδέ τι παγχάλεπον ὑπανάψαι πῦρ καὶ λέβητα πυρακτῶσαι καὶ ὀβελοῖς χρήσασθαι καὶ μεταβαλεῖν ὑπὲρ πυρὸς τὸ ὀπτώμενον. ἐντεῦθεν δὲ ἐπὶ τὸν δικαστικὸν θρόνον καθίσας καὶ | |
15 | τὼ πόδε τοῖς σκίμποσιν ἀπερείσας τί ἂν τῶν σεμνῶν ἐρυγγάνοιο; πῶς δ’ ἂν χρήσαιο ταῖς ῥοπαῖς καὶ ταῖς ἀγωγαῖς; τί δὲ διέλῃς τῶν νόμων; τί δ’ ἀναλύσεις; εἰ δ’ ἐπιτραπείης τὰς τῆς Θέμιδος διαλῦσαι φωνάς, εἰ μὲν αὐτόθεν ἀπαγορεύσεις, αὐτόθεν δὴ καὶ ἐλήλεγξαι· εἰ δὲ τέως ἐρυθριάσας πρὸς τὸν γραμματέα μεταστρέψεις τὸ πρόσωπον εὐθὺς μετακεχειρισμένον | |
20 | τὴν καλαμίδα μετὰ τῆς συνήθους βαφῆς, οὐκ ἰλίγγου καὶ σκοτοδίνης πλησθήσῃ βοῦν ἀφωνίας ἐπὶ τῆς γλώττης ἔχων καθήμενον; καὶ ἡνίοχος μὲν οὐκ ἂν ἐδέξω γενέσθαι οὐδ’ ἐπιστάτης νεώς, ἃ μηδ’ ἄν τις νοῦν ἔχων πρὸς τὴν νομικὴν ἐπιστήμην συγκρίνοι, τῶν δὲ νόμων οὕτω θαρρούν‐ τως ἐπεβάτευσας ὡς χθὲς καὶ πρῴην αὐτῶν ἀπολελειμμένος, εἶτα δὴ | |
25 | ἡδέως ἐπανακάμψας. καίτοι γε ἴσμεν ὅτι τινὲς τῶν ἐκ τῶν τριόδων ἀθρόον ἐπιβεβηκότες τοῦ ἅρματος ἐπεζώσαντό τε τοὺς χαλινοὺς καὶ ἤλασαν τοὺς ἵππους οὐκ ἀφυῶς, ἀλλ’ ὅμως πρῶτα πρὸς τὴν ὀχείαν ἀπώκνησαν· καὶ τὰ πηδάλιά τις ἀπαναγκασθεὶς ἐπὶ τῆς πρύμνης καθίσαι ἐπιδεξίως μετεχει‐ ρίσατο, ἀλλ’ οὖν τὴν πρώτην προσεδρείαν ἐπηρυθρίασε. σὺ δ’ ὥσπερ ἐπὶ | |
30 | τοὺς συνήθεις καθικνούμενος κρατῆρας οὕτω δὴ τοὺς νόμους τεθάρρηκας. Καὶ Αἰγύπτιος μέν τις ἀνὴρ Ἑλληνικὴν ἑρμηνεῦσαι προστεταγμένος φωνὴν ἀπηγόρευσεν ἂν καὶ τῷ προστάγματι σωφρόνως ἀντείρηκε· πῶς | |
γὰρ ἣν οὐκ ἐφθέγξατο πώποτε ἡρμήνευκεν ἄν; σὺ δέ, οὔτε τὴν Ἑλληνίδα γλῶτταν εἰδὼς οὔτε τὴν Αἰγυπτίαν μεμαθηκώς, οὐκ οἶδα εἴτε ἐκ τῶν | 52 | |
35 | παρ’ ἐκείνοις συρίγγων ἐπὶ τὴν Στοὰν θαρρούντως ἐβάδισας εἴτε ἐκ τῶν παρ’ ἡμῖν ἀδύτων ἐπὶ τὸν Νεῖλον πεποιθότως ἐχώρησας. ἡδέως δέ σου πυθοίμην ποτέρα τῶν δυεῖν τούτων τεχνῶν, καπηλείας φημὶ καὶ νομομα‐ θείας (ἀπαριθμείσθω γὰρ καὶ ἡ βαναυσία ταῖς τέχναις), σεμνοτέρα τῆς ἑτέρας καὶ τῇ φωνῇ καὶ τῷ σχήματι. θήσεις που πάντως τὰ πρωτεῖα, εἰ | |
40 | μὴ μεθύεις, τῇ νομικῇ· εἶτα δὴ προσχωρῶν τῇ ἐλάττονι—οἶδα δὲ ἐκ τριχὸς τῇ ἀσχήμονι ἐργασίᾳ καταγηράσαντα—ἆρ’ οὖν, ὁπότε σε ὁ πατὴρ τῷ λέβητι καθιέρωσεν ἢ τοῖς ἐξαγίοις προσήνεγκεν, εὐθὺς δὴ καὶ μεταβαλεῖν οἶνον ἐκέλευσε καὶ τὴν μῖξιν ἐπέτρεψε τῶν ὑγρῶν, ταῦτα δὴ τῆς σεμνῆς ὑμῶν τέχνης τὰ ἱερά τε καὶ ἄδυτα; ἀλλὰ ταῦτα δὴ πῶς ἂν | |
45 | καὶ ἐπεποιήκεις ἐπιτραπείς, πρὸ τῆς ἥβης τε ὢν καὶ οὔπω σοι τῆς ἡλικίας χωρούσης τὰ ὑπερμεγέθη τῶν πράξεων; ὑπανῆψας οὖν πρῶτον τὸν ἰπνολέβητα καὶ συνήνεγκας τοὺς δαυλοὺς καὶ τὸν κυπελλοδόχον διέκλυσας· εἶτ’ οὐκ ἐρυθριᾷς, εἰ κάπηλος μὲν εὐθὺς οὐκ ἐγεγόνεις, ἀλλὰ προὔκαμές τε πολλὰ καὶ ἐν τοῖς προτεμενίσμασι τοῦ βωμοῦ ἐπὶ χαμεύνης | |
14(50) | κατέδαρθες, τὰ δὲ τῶν νόμων ἱερουργεῖν μέλλων αὐτίκα ἐδᾳδούχησας καὶ ἐπὶ τὰ ἄδυτα εὐθυδρόμησας, οὔτε τὴν τῶν νόμων ἀρχαιολογίαν προμυηθεὶς οὔτε τὴν τοῦ Δυοδεκαδέλττου σοφίαν προτελεσθεὶς οὔτε τὰ πραιτώρια προλαβὼν νόμιμα, ἀλλ’ εὐθὺς ἐπὶ τὸν Πανδέκτην ἀναβεβηκὼς καὶ τοὺς Κώδικας, οὐχ ὥστε παρ’ ἑτέρων λαβεῖν ἀλλ’ ὥστε ἑτέροις | |
55 | διανεῖμαι τὸ μέγα τῆς νομικῆς σιτηρέσιον; Καὶ ὁ μὲν σοφὸς Πλάτων οὐ συνεχώρει τοῖς φιλοσοφεῖν ἐθέλουσιν εὐθὺς ἐπὶ τὴν θεολογίαν χωρεῖν, ἀλλὰ πρῶτον τὴν ἠθικὴν τοὺς ὁμιλητὰς ἐξεπαίδευε κἀκεῖθεν ἐπὶ τὴν φυσιολογίαν παρέπεμπεν, εἶτα δὴ τῆς μαθηματικῆς τούτοις τὰς εἰσόδους ἀνεπετάννυε καὶ οὕτω τοῖς διαλεκτικοῖς | |
60 | ἐναρμόσας κανόσιν ἐκεῖθεν ἐπὶ τὴν θεολογίαν ἐπτέρου. σὺ δὲ τὰ τῶν νόμων ὥσπερ ὑπερβὰς τέμπη ἐπὶ τὸ ἄβατον ἄστυ κεχώρηκας ἐκ τῶν τριόδων καὶ τῶν βαράθρων προφήτης ἅμα καὶ ἱεροφάντης γινόμενος. καὶ πρὶν ἢ τὰς χεῖρας ἀποκλύσαι τῷ τοῦ σοῦ λέβητος ὕδατι τῶν ἱερῶν βίβλων ἐτόλμησας ἐπαφήσασθαι. εἶτα δὴ τὰς δέλτους ἐπὶ τῶν γονάτων θέμενος | |
65 | καὶ ἀναπτύσσων σεμνοπρεπῶς τὸ ἐντεῦθεν τὸ τῆς παροιμίας ποιεῖς, ὄνος | |
πρὸς λύραν τὰ ὦτα κινῶν· ἢ μηδὲ τοῦτο, οὐ γὰρ αἰσθάνῃ τοῦ ἱεροῦ μέλους. καὶ παιδαγωγεῖν μὲν οὐκ ἂν ἐτόλμησας μὴ παιδαγωγίας νόμους μεμαθηκὼς οὐδὲ παλαίειν μὴ πρότερον ἀκροχειρίζειν διεγνωκώς, τὸν δὲ πένταθλον οὐ κατώκνησας οὐδ’ ὅ τι ἐστὶ τοὔνομα ἐπιστάμενος οὐδ’ ὅθεν | 53 | |
70 | παρῆκται, εἴτ’ ἀπὸ τῆς δικαιοσύνης εἴθ’ ἑτέρας τινὸς ἕξεως καὶ δυνάμεως. Ἀλλ’ ἡ μὲν φύσις ἐν ταῖς εἰς τὸ ἐναντίον μεταβολαῖς μεσότητάς τινας ἀπειργάσατο, καὶ οὐκ ἄν τι μέλαν γένοιτο λευκὸν ὂν τὸ πρότερον, εἰ μὴ διὰ τῶν μέσων ἔλθοι χρωμάτων, καὶ τἆλλα οὕτως· οἵ τε καιροὶ ἀλλήλοις συγκεράννυνται οἱ κατὰ τὰς ἄκρας ποιότητας διὰ τῶν ἐπαμφοτεριζόντων | |
75 | καὶ θάτερον παρὰ θάτερον ἐχόντων, τοῦ τε ὄντος καὶ τοῦ ἐν τῷ ὄντι τὴν ὑπόστασιν ἔχοντος αἱ οὐσιώδεις μέσον ποιότητες τίθενται. οὕτω δὴ καὶ ἡ φύσις οὔτε οὐσία τίς ἐστι καθαρῶς, ὡς τῷ Ἀσκληπιοδότῳ δοκεῖ, οὔτε μετὰ τῶν συμβεβηκότων ἠρίθμηται. καὶ σὺ δὲ αὐτὸς ὁ θαυμάσιος κάπηλος φείσῃ τοῦ ψυχροῦ ποτηρίου καὶ οὐκ ἄν ποτε θερμὸν ὕδωρ αὐτῷ | |
80 | ἐπιχέοις· διαρραγῇ γὰρ αὐτίκα ἀραιώσαντος τὸ ἔκπωμα τοῦ θερμοῦ καὶ τεκόντος πνεύματα ὑφ’ ὧν δὴ καὶ ψοφεῖ ἄντικρυς. ἀλλὰ τούτου μὲν πολλὴν πεποίησαι πρόνοιαν καὶ φιλοσοφεῖς ἀτεχνῶς ταῖς μέσαις ποιότησι πρὸ τῶν ἐναντίων χρώμενος, σαυτοῦ δὲ παντάπασι κατημέλησας, ἀπὸ καπηλείας εἰς τὴν δικαστικὴν παραγγείλας ἀξίαν, οὐχ ὡς ἡ Ἕλλη εἰς | |
85 | πέλαγος ἀφεὶς ἐξ ἀέρος οὐδ’ ὡς ὁ Ἴκαρος ἀπὸ γῆς εἰς οὐρανὸν πτερυξάμε‐ νος· οὐ γὰρ τοσοῦτον ἀλλήλων τὰ φύσει ἐναντία ἀφέστηκε οὐδ’ ἄλλοις τισὶν ἡ ἐκ διαμέτρου ἥρμοσται ἐναντίωσις ὡς καπηλεία καὶ δικαστικὴ ἐπιστήμη. τὸ μὲν γὰρ λευκὸν εἰ καὶ ἀφέστηκε τοῦ μέλανος παντάπασι, ἀλλὰ τό γε ὑποκείμενον τούτῳ οὐκ ἄδεκτον καὶ θατέρου ἄκρου ἀλλ’ ἐπιτη‐ | |
90 | δείως καὶ πρὸς ἐκεῖνο ὑφέστηκε· κάπηλος δὲ ἄνθρωπος μηδὲ πρόθυρά ποτε νόμων ἰδὼν πῶς ἂν αὐτίκα τὴν τοῦ Μίνωος σχοίη ἀξίαν ἢ Ῥαδαμάν‐ θυος, οὔτε τῷ θεῶν ἐννεάσας 〈***〉 οὔτε ταῖς Διὸς ἐντετυχηκὼς δέλτοις οὔθ’ ὥσπερ αἱ κίσσαι ῥυθμισθεῖσαι τὴν γλῶτταν ἐξ ἀκοῆς εἰς ἀνθρωπείαν διά‐ λεκτον; καὶ δαιτρὸς μὲν οὐκ ἄν ποτε παραθείη κρειῶν πίνακας ἀείρας, εἰ | |
95 | μή γε πρότερον εἰδείη εὐστρόφως τοῖς ὀβελοῖς ταῦτα ὑπὲρ πυρὸς μεταλ‐ λάττειν, εἴτε χοίρεια εἴη εἴτε ἐρίφεια· σὺ δ’ ὥσπερ αὐτοσχέδιος νομικὸς ὁμοῦ τε ἐσπάρης καὶ ἀνεδόθης καὶ κόρυθα νεύεις, οὐκ οἶδα εἴτε τετραφά‐ λαρον ἢ μονόμφαλον, καὶ μετὰ δόρατος ὦψαι καὶ ὥσπερ οἱ Τιτᾶνες | |
ἀποτοξεύεις εἰς θεούς. | 54 | |
14(100) | Καὶ ὁ μὲν Διόνυσος καὶ μετ’ ἐκεῖνον ὁ Ἡρακλῆς οὐκ ἄν ποτε συναρίθμιοι τοῖς Ἑλληνίοις θεοῖς γεγόνασιν, εἰ μὴ ὁ μὲν τὴν γῆν ἅπασαν τῶν μιαρῶν ἀνθρώπων ἐκάθηρεν, ὁ δὲ ἀνίατα πάθη ἠκέσατο· κἀν τούτοις δὲ εἰσὶν ὑφ’ ὧν καταγελῶνται τῆς συναριθμήσεως. σὺ δὲ τὰ ἐναντία ἐκείνοις δεδρακὼς καὶ τὴν μὲν γῆν οὐ μιάνας, τὴν δὲ ὑγρὰν διαφθείρας φύσιν καὶ | |
105 | ῥωμαλεότητα καταβαλὼν σώματος διὰ τῆς τοῦ ἀκράτου φορᾶς, εἶτα βούλει ὥσπερ οἱ παρ’ Ὁμήρῳ θεοὶ πὰρ Ζηνὶ καθίζειν ἐν ἐδάφει χρυσέῳ καὶ δημηγορεῖν ἅττα οὐκ οἶδας, οὐδὲ τὴν χρυσόθρονον Ἥραν δεδιὼς μή που κατείπῃ σου πρὸς τὸν Δία καὶ διαγράψηταί σε τοῦ ἱεροῦ κύκλου. τί δ’ ἂν εἴποις, εἰ προήγορος ἐκείνων γένοιο; ἆρ’ οἶδας οἷστισι τὴν ῥοπὴν | |
110 | δοίης καὶ τὰ τῆς δικαιοσύνης ἐπικλινεῖς τάλαντα καὶ τίνες μᾶλλον ἠδίκηνται τῶν ἐθνῶν, πότερον οἱ Τρῶες τοῦ Ἑλληνικοῦ τούτοις ἐπιβάντος στρατεύματος ἢ οἱ Ἕλληνες τὸ κεφάλαιον ἀφῃρημένοι τῆς Ἑλληνικῆς ὡραιότητος; πῶς δ’ ἂν καὶ Φοίνιξι δικάσαις καὶ Ἕλλησι; καὶ παρὰ τούτοις γὰρ τοιοῦτόν τι συμβεβήκει, καὶ μέμνηταί γε τῆς ἱστορίας | |
115 | ἀρχόμενος εὐθὺς τῆς πρώτης τῶν Μουσῶν ὁ Ἡρόδοτος. εἰ δέ γε τῷ τρίτῳ ἐμβαίης ταῖς τρισὶν ἀντιστρόφοις κεφαλαῖς (προικί, φημί, δημοσίῳ καὶ δανειστῇ), οὐκ ἂν πολλάκις περιαχθείης στρεφόμενος καὶ ἀντι‐ στρεφόμενος καὶ ὥσπερ ὁ Εὐθύφρων ὑπὸ τῶν Σωκρατικῶν λόγων ἀνθελιττόμενος; | |
120 | Πῶς δὲ τῆς μὲν καπηλείας ἡμμένος οὐκ ἄν ποτε μίξειας οὔτε οἶνον οἴνῳ οὔτε οἶνον ὕδατι, εἰ μὴ πρότερον γνοίης ποῖα μᾶλλον εὐκέραστα τῶν ὑγρῶν καὶ ὡς ὁ μὲν μέλας δυσκέραστος τοῖς λεπτοῖς διὰ τὴν παχύ‐ τητα, οἱ δέ γε λεπτοὶ εὐκόλως ἀλλήλοις ἀναχυθεῖεν καὶ ἔστιν αὐτοῖς τό γε μίγνυσθαι καὶ μὴ μίγνυσθαι καὶ παρὰ τὴν χρόαν καὶ παρὰ τὴν ὑπόστασιν | |
125 | καὶ παρὰ τὴν γεννήσασαν ἄμπελον· λέγω δὲ οὐχ ὅτι μὴ φύσιν ἔχει πάντ’ ἀλλήλοις τὰ ὑγρὰ μίγνυσθαι, ἀλλ’ ὡς οὐκ ἂν τὰ τυχόντα καπηλευ‐ θείη, εἰ μή τις αὐτοῖς ἐπισταίη κρίσις τε καὶ διάκρισις. καὶ ταῖς μὲν διαφοραῖς οὕτω προσέχεις τὸν νοῦν, τῆς δὲ ὀρθότητος οὐ πεφρόντικας, ἀλλ’ οὐδὲ τοσοῦτον διέγνωκας, ὅτι τοιοῦτόν ἐστι, νόμον νόμῳ συνενεγκεῖν | |
130 | καὶ τὰ ὁμοειδῆ συνεισαγαγεῖν κεφάλαια καὶ τά γε νεώτερα τοῖς ἀρχαιοτέ‐ ροις συγκαταλλάξαι, ὁποῖον ὁ παρὰ Πλάτωνι δημιουργὸς τὸν οὐρανὸν ποιῶν κάθηται ἐκ τεσσάρων μὲν αὐτὸν στοιχείων δημιουργῶν καὶ | |
στερεὸν ἐργαζόμενος, τούτων δὲ πῦρ μὲν καὶ γῆν οἷον ὑποκείμενα πρῶτα τούτῳ ποιῶν, ἀέρι δὲ καὶ ὕδατι ἀντὶ δεσμῶν χρώμενος καὶ δύο μεσότητας | 55 | |
135 | ποιούμενος διὰ τὴν τοῦ σώματος στερεότητα. Καὶ τοῖς μὲν οἴνοις τὴν φύσιν πολυπραγμονεῖν ἐπίστασαι, ὡς ὁ μὲν μέλας δυναμικώτερος καὶ μένων ἐν ταῖς ἕξεσι τῶν πινόντων ἄχρι πολλοῦ, ὁ δὲ λευκὸς ἀσθενής τε καὶ λεπτός, ὁ δὲ κιρρὸς πέττει μὲν ῥᾷον, ξηραίνει δὲ ἄντικρυς· φιλοσοφῶν δὲ οὕτω μεταξύ τι καὶ παραφθέγγῃ ὥσπερ | |
140 | Θεόπομπος ἐν ἑπτακαιδεκάτῳ Φιλιππικῶν, ‘σὺ δέ, ὦ παῖ, τοῦ μέλανος οἴνου λαβὼν δός μοι πιεῖν καταξήρῳ γενομένῳ διὰ τὴν ὥραν‘. καὶ γενεαλογεῖς δὲ τούτους, ὥσπερ τοὺς ἄνδρας καὶ τοὺς ἵππους οἱ ποιηταί, καὶ τὸν μὲν Φαλερῖνον πότιμον μὲν τιθεῖς, κεφαλαλγῆ δέ, τοῦ δέ γε Ἀλβανοῦ τὸν μὲν γλυκάζοντα λέγεις, τὸν δὲ ὀμφακίαν, τὸν δὲ Ῥηγῖνον λιπαρώτερον | |
145 | μὲν τοῦ Σορεντίνου, χρήσιμον δὲ οὐκ αὐτίκα ἀλλὰ γηράσαντα· καὶ ἀκμάζει μέν σοι τάχιον ὁ Φορμιανός, βραδύτερον δὲ ὁ Τριφολῖνος. καὶ ἵνα μὴ περιττὸς δόξω τὰ σὰ παιδικὰ ὑφαρπάζων, τοὺς μὲν οἴνους οὕτω φυλλοκρινεῖς, τοὺς δὲ νόμους ὥσπερ οἱ Λατῖνοι τοὺς πελάτας καὶ οἱ Ἀθηναῖοι τοὺς θῆτας παρεώρακας, καὶ ταῦτα μετὰ τῶν ἐπωνύμων | |
14(150) | ἀναγεγραμμένους καὶ προεδρείαν ἐν βήμασιν ἔχοντας. Καὶ τῶν μὲν παρ’ Ἕλλησι μυστηρίων οὐδεὶς μετέχειν ἐθάρρει μὴ προτελεσθεὶς τὴν Μιθριακὴν τελετήν· καίτοι γε νόμος τοῖς τελουμένοις τὰ Ἐλευσίνια ἐχεμυθεῖν καὶ μηδεμίαν προϊέναι φωνήν, ὅπερ δὴ ῥᾶστον ἄλλως καὶ οὐδενὶ τῶν πάντων ἀντιπῖπτον. σὺ δὲ φιλοσοφεῖν μὲν μέλλων | |
155 | μετὰ τῶν Μουσῶν, νομοθετεῖν δὲ μετὰ σοφῶν, δικάζειν δὲ μετὰ τῶν κρειττόνων οὕτω πάντα τεθάρρηκας, ὥστε αὐτίκα τὰς χεῖράς τε ἀπο‐ μάξασθαι καὶ τῆς οὐρανίας ἄντυγος ἀντιδράξασθαι· εἶτα τοσοῦτον ἠγνόησας ὡς ἡ τῶν νόμων ἐπιστήμη οὐ μόνον τὰ πολιτικὰ ἠκρίβωσε πράγματα, ἀλλὰ καὶ θεολογίας ἔχει μυστήρια καὶ περὶ φύσεως φθέγγεται | |
160 | καὶ τὴν ῥητορικὴν κατόπιν ἀφίησιν, ὥσπερ τὴν φύσιν ἡ Ἑκάτη, εἴ που τοῖς λογίοις προσέσχηκας. Ἔγωγ’ οὖν τὸ κατὰ σὲ πρᾶγμα τοῖς ἐπὶ σκηνῆς ὑποκριταῖς εἴκασα. | |
Πάταικος γὰρ καὶ Μίθαικος ὡς Κρεσφόνται καὶ Κρέοντες ἀπὸ σκηνῆς ἐξίασιν· ἴσασι γὰρ οὐ τὴν ἐκ ῥακέων τούτων ἐπιγουνίδα ἀλλὰ τὸν ἐξ | 56 | |
165 | ἀλλοτρίων πτερῶν κολοιόν. καὶ ὅσῳ δὴ ἐκεῖνοι τὰς ὀφρῦς ἀνατείνουσι καὶ μετὰ σοβαροῦ προΐασι τοῦ βαδίσματος, τοσούτῳ δὴ μᾶλλον γέλωτα τοῖς θεαταῖς ὀφλισκάνουσιν ὅθεν δὴ καὶ ἀσχημονοῦσιν ἐπὶ τοῖς ἡρωικοῖς συνθήμασι καὶ συρίττεται αὐτοῖς ὁ βίος καὶ κλώζεται. οὕτω δὴ καὶ αὐτὸς ἀπὸ συνήθους ἐργασίας ὥσπερ ἀνθρακεύς τις ἐπὶ τὰ δικαστικὰ | |
170 | παρακύψας ἀνάκτορα ἀσχημονεῖς καὶ συρίττῃ, ἐν θεῶν μὲν οὔδει καθήμε‐ νος, εἰδὼς δὲ οὐδ’ ὅσα ἡμίονοι. δέδοικα δὲ μή ποτέ σού τις τῶν παρεστώτων τοῦ ἱματίου λαβόμενος ‘ἑταῖρε‘, φαίη, ‘πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου;‘ εἶτα δή σε ἀντισπασάμενος ἀπελάσῃ τοῦ συνεδρίου ἢ ὥσπερ τὸν Ἥφαιστον ἀποκρημνίσῃ τεταγὼν ἀπὸ βηλοῦ θεσπεσίοιο. πρὶν | |
175 | οὖν ἐκεῖθεν εἰς γῆν ἀθρόον ἀποδισκευθῆναι καὶ τὸν πόδα ἐξαρθρωθῆναι ἠρέμα τοῦ Ὀλύμπου κατάβηθι ἀντερείδων καὶ ἀντιστηριζόμενος, μέχρι ἂν κατὰ βραχὺ προϊὼν εὐθύ τε τῶν προπόδων γένοιο καὶ εἰς τὸ παρακεί‐ μενον τῶν καπηλείων ἐμβαίης, ἔνθα οὐδείς σε τὴν ἐξούλης γράψεται τῶν πατρῴων ἐχόμενον. | |
15(1t) | Πρὸς αὐτὸν (sc. Πόθον τὸν βεστάρχην) | |
2t | ἐρωτήσαντα ποῖος ἐγκωμίων κρείττων | |
3 | Ἠρώτησας εἴ τις μὲν ἐγκωμίων κρείττων ἐστίν, εἴ τις δὲ χείρων ἢ ὥστε δυσφημίας τυχεῖν. πρὸς τοῦτο γοῦν συντόμως σοι ἀποκρίνομαι, τὸ | |
5 | μὲν τῇ κοινῇ ὑπολήψει διδούς, τὸ δὲ τὸ φανθὲν ἐμοὶ μετὰ καὶ πλειόνων ἑτέρων δοξάζων. ἐγκωμίων μὲν κρείττων μόνος θεός (οὗ γὰρ ἡ τῶν | |
ἀρετῶν οὐκ ἐφάπτεται δύναμις, τούτῳ πῶς ἄν τις προσαγάγῃ ἐγκώμιον ὁ γὰρ ἐγκωμιάζων, ἵνα μὴ τὰ ἐκτὸς λέγω, ἐκ τῶν περὶ τὰς ἀρετὰς ἀφορμῶν τὴν εὐφημίαν συναγείρειν εἴωθεν), ἥττων δὲ ἢ ὥστε ψό‐ | 57 | |
10 | γον λαβεῖν, ἀποφαντικώτατα εἴποιμι, ὁ μητροπολίτης Ταρσοῦ, ἄνθρω‐ πος πάσης μὲν κακίας ὑπερβεβηκὼς μέτρα, πάσης δὲ παρανομίας ἐλάττων γενόμενος. ἡ μὲν οὖν παροιμία θεόν φησι τὴν ἀναίδειαν, ἢ κατ’ εὐφημισμὸν τοῦτο λέγουσα διὰ τὴν τῆς κακίας ὑπερβολήν, ἢ τὸ πάντα τὸν ἀναιδῆ δύνασθαι διὰ τὴν τῆς ἀναισχυντίας ὑπεροχήν. ὁ δέ γε ἀνὴρ οὗτος, καὶ | |
15 | ὑπὲρ αὐτὴν τὴν λεγομένην ἀναίδειαν τὴν οἰκείαν στήσας ψυχήν, οὐδὲ τὴν πρὸς τοὺς δαίμονας δέξαιτ’ ἂν σύγκρισιν, οὓς ὅ τε λόγος καὶ ἡ πεῖρα τοῖς ἀκριβεστέροις ἀναιδεστέρους ἀπέδειξε. Λέγω δὲ ταῦτα οὐκ ἄλλων λεγόντων ἀκηκοώς, ἀλλ’ αὐτὸς ἀκριβέ‐ στερον τούτῳ ἐνατενίσας καὶ τὸν ἐκκείμενον αὐτῷ βασιλίσκον, ἵνα μὴ | |
20 | λέγω ἐγκείμενον, καταμαθών. ὅτι μὲν γὰρ καὶ τὸ ἀπόθετον αὐτῷ κακὸν τοιοῦτόν ἐστιν, οἷον μὴ ἂν ἄλλῃ χορηγηθῆναι ψυχῇ, οὐδεὶς τῶν πεπειρα‐ μένων τοῦ ἀνδρὸς ἀγνοεῖ. τὸ δ’ οὖν φαινόμενον—ἀλλ’ ἐπεὶ μὴ δύναμαι ἐξ ὁμοιότητος τοῦτο ἀκριβώσασθαί τε καὶ παραστῆσαι, ἀντιθέτως ἐρῶ· ὅπερ γάρ ἐστιν ἄστρασιν ἥλιος καὶ τῷ μεγέθει τοῦ κύκλου καὶ τῷ | |
25 | ἀπείρῳ ὑπερβάλλων φωτί, τοῦτο πρὸς τοὺς ἀναιδεῖς δαίμονας ὁ μητροπο‐ λίτης ἐστί· τοσοῦτός ἐστι τὴν κακίαν καὶ οὕτω τῶν χειρόνων τῇ φύσει κεκράτηκε. Τὸ μὲν οὖν λέγειν ὅθεν τε καὶ ἐξ οἵας τύχης τρόπῳ τε οἵῳ εἰσεφθάρη τῇ ἐκκλησίᾳ καὶ προεδρίας ἠξίωται, ὅσα τε αὐτῷ μετὰ ταῦτα τετόλμηται, | |
30 | ὅπως τε ἐξ αὐτῆς, ὅ φασιν, ἑστίας κακουργεῖν ἤρξατο κατὰ τοῦ χειροτονή‐ σαντος τοῦτον λελυττηκὼς ἀνδρός, ὃν ἡ μὲν μεγαλόπολις αὕτη οἷα φωστῆρα προήνεγκεν, ἡ δὲ Ἀντιόχεια τῶν ἀκτίνων ἀπήλαυσε, καὶ ὡς δι’ ἁμίλλης αὐτῷ ἐληλύθει καὶ τὸ πέμπτον, ὅ φασι, μέρος τῶν ψήφων μὴ λαβὼν διακενῆς κατ’ αὐτοῦ μεμελέτηκε, τὰ μὲν ἀνέδην καὶ ἀναιδῶς βλασφημῶν, | |
35 | τὰ δὲ ὥσπερ ἐν σκηνῇ τοὺς κακουργοτάτους τῶν ἀνθρώπων ὑποκρινόμε‐ νος, ἄλλα τε εἰ τούτοις προστίθημι πλείονα, ἐλάττω πάντα τῆς τοῦ ἀνδρὸς κακοηθείας ἐστί· κἂν εἰ πᾶσάν τις ἄλλην κακίαν τούτῳ συνέλοι, ἀσύγκριτος σύμπασα πρὸς τὴν τῆς ἐκείνου μοχθηρίας ὑπερβολήν. αὐτίκα καὶ αὐτόθεν ὁρώμενος ἀκριβὴς εἰκὼν τῆς τοῦ Ἀντιχρίστου | |
40 | παρουσίας ἐστί· τοσοῦτον αὐτῷ καὶ ἡ ὄψις ἀπηναισχύντηκεν, ἡ δὲ γλῶττα, ὥστε (καὶ τοῦτο οὐχ ἅπαξ ἀλλὰ πολλάκις) τολμᾶν φλυαρεῖν καὶ μεγαλ‐ αυχεῖν, τὸ θεῖναι ἐπὶ τῶν νεφελῶν τὸν θρόνον αὐτοῦ καὶ ὅσα τῆς τοιαύτης βλασφημίας ἐστίν. οἶδα μὲν οὖν ὅτι ληροῦσιν Ἕλληνες ἀνθρώπεια σώματα ἐκ δαιμονίων ψυχοῦντες φύσεων, ἀλλ’ οὗτος τὸν λῆρον εἰς ἀλήθειαν | |
45 | ἐκβιάζεται. Μὴ ὁμίλει οὖν τῷ ἀνδρί, μὴ θίγε, μὴ κοινώνει τραπέζης, μήτε ἁλῶν μήτ’ ἄλλων, κἂν εἰ τὸν θεῖον δίσκον μετὰ τοῦ ἱεροῦ ποτηρίου μεταχει‐ ρίζοιτο, ἀλλὰ καὶ ἐκ διαστημάτων ἀφίστασο. λοιμός ἐστιν ἄντικρυς· μὴ διαδόσιμός σοι ὁ μολυσμὸς αὐτῷ γένοιτο. εἰ μὲν οὖν οὔπω τῷ Ἀντιχρίστῳ | 58 |
15(50) | καιρὸς οὐκ οἶδα σαφῶς, ὅτι δὲ οὗτος δαίμων αὐτόχρημα ἀπλανῶς κατα‐ νενόηκα. | |
16(1t) | Πρὸς τὸν ἑαυτοῦ παπᾶν | |
2 | Καὶ ποταπὸς παπᾶς ὁ παπᾶς ὁ ἐμός, μήθ’ εἱρμὸν μήτε πρὸς εἱρμὸν ᾄδειν εἰδὼς μήτε φωνῆς εὖ ἔχων μήτε μέλος ἀναβαλέσθαι δυνάμενος (πολλοῦ γε δεῖ οἴκους καὶ ὑπακοὰς ἐξεπίστασθαι καὶ ἐφ’ ὅτῳ ταῦτα καὶ | |
5 | ὅθεν); οὕτω πόρρω τῆς τῶν Λευϊτῶν διακονίας ἐστίν, ὅσα γε οὐδὲ τὸ σχῆμα δεῖν ἔχειν τὸ ἱερὸν ἡγήσατο· οὔτε γὰρ τὸ χιτώνιον ἀπηκριβώσατο, ἀλλὰ κατὰ τὴν πέζαν διέρρηξε, καὶ τὴν τῆς κεφαλῆς κόρσην κομήσειν ἐξεπίτηδες ἐποιήσατο. ἆρ’ οὖν τῆς μὲν ἐπὶ τοῖς ἱεροῖς διακονίας ἀπέστη καὶ τάξεως, ἑτέραν δὲ ἰδέαν καλλίστου βίου προείλετο; πολλοῦ γε καὶ | |
10 | δεῖ. ἀλλὰ πολλὰ μὲν τῶν σεμνῶν ὀνομάτων κικλήσκεται, γραμματικὸς καὶ νοτάριος, ὥσπερ δὴ καὶ τὸ εἰρημένον ἐπονομάζεται. ἔστι δὲ αὐτῷ ταῦτα, ὥσπερ οἱ ἀργοὶ κύνες παρὰ τῷ ποιητῇ καὶ ἡ πόρνη ἑταίρα παρὰ τοῖς ῥήτορσι σεμνοποιουμένη καὶ ἡ λαιὰ χεὶρ λεγομένη εὐώνυμος καὶ οἱ | |
παρ’ ἡμῖν Αἰθίοπες, τὴν μὲν χρόαν μελάντατοι, ἀργυροῖ δ’ ἐξ ἀντιφράσεως | 59 | |
15 | προσαγορευόμενοι· τοιοῦτον αὐτῷ καὶ τὸ γραμματικὸς ὄνομα καὶ τὸ νοτάριος. παιδίον μὲν γὰρ ὢν ἐς ἀμφοτέρας ἐφοίτησε τὰς διατριβὰς καὶ πολλὰ τῶν γυμνασίων μετήμειψεν, οὐχ ὥστε μαθεῖν ἀλλὰ τοῖς μανθάνουσι συγχέαι τὴν παίδευσιν· ὥστ’ εἴ τις αὐτὸν ἐρωτῴη τί ποτε τὸ ὀρθογραφεῖν ἢ τὸ ἐπιμεριζόμενον ἢ κλίσις ἢ πτῶσις ἢ λόγου σύνταξις, ὁ δὲ ὡς πρὸς | |
20 | βάρβαρά τινα ἐξαπορεῖται τὰ ἐρωτώμενα καὶ εἰπεῖν τι Ἑλληνικώτερον τὸν ἐρωτῶντα καταναγκάζει, στίχον δὲ ἢ ἐκστίχιον ἢ παράθεσιν ἢ κουκούλιον ἢ δημοσίαν γραφήν τε καὶ συγγραφήν, οὐδ’ εἰ ἐν ὀνόμασι τεταγμένα τυγχάνουσιν, οἶδεν. οὕτως πάσης ἀμοιρεῖ καὶ τάξεως καὶ παιδεύσεως. Ἀλλὰ τούτων μὲν ἀπεστέρηται, ἡ δέ γε ἰδέα τῆς κατ’ αὐτὸν ζωῆς | |
25 | εὐσχήμων καὶ οἵαν εὔξαιτ’ ἄν τις τῶν τὰ κρείττω ζηλούντων μιμήσασθαι; οὐμενοῦν· κυβεύει γὰρ ὅσαι ὧραι, οὐ τὴν συνήθη ταύτην κυβείαν καὶ ἣν ἄν τις καὶ τῶν εὖ βιούντων ἐς διάχυσιν ἑστηκυίας γνώμης συμπαίξειεν, ἀλλὰ τὴν ἐκτετραμμένην τε καὶ ἐπίρρητον. πεττοὶ γοῦν αὐτῷ πολυειδεῖς καὶ ποικίλοι, οἱ μὲν πλείω, οἱ δ’ ἐλάττω βάλλοντες καὶ οἱ μὲν ἐς περιττὰ | |
30 | τοὐπίπαν ἀναρριπτούμενοι στίγματα, οἱ δ’ ἐς ἄρτια· προλαμβάνει τε ἀριθμούς τινας καὶ ἀντιδίδωσιν ἑτέρους καὶ τίθησι τούτους ὡσανεὶ σκοποὺς καὶ πρὸς τὰ διωμολογημένα διαπραγματεύεται ἀντεμβάλλει τε καὶ τοῖς πλείοσι καὶ τοῖς ἐλάττοσι, καί τινας δυνάμεις ἐπὶ τούτοις ἀνακι‐ κλήσκεται ὧν αὐτὸς ἂν εἰδείη καὶ τὰς ἐνεργείας καὶ τὰ ὀνόματα. οὕτω | |
35 | πολύς ἐστι τῶν φαύλων τὴν ἐπιστήμην καὶ ἐπιχειρεῖ τοῖς κακοῖς καὶ ἐπεξεργάζεται, ἄλλα ἐπ’ ἄλλοις ἐφευρίσκων τῆς τοιαύτης κακοτεχνίας. διημερεύει τε καὶ παννυχίζει ἐπὶ τοσούτοις κακοῖς καὶ τὴν τηλίαν οὐκ ἀφίησι τῶν γονάτων, ἀλλ’ ὥσπερ τινὰ δέλτον μεταχειρίζεται· ἔστι δ’ ὅτε καὶ μὴ ὄντος τοῦ ἀνταγωνιζομένου αὐτὸς πρὸς ἑαυτὸν ἁμιλλᾶται | |
40 | σκιαμαχῶν ἄντικρυς. Τὰ δ’ ἐν τούτοις διαλείμματα ἆρά γε ὥσπερ τῶν ἐν πυρετοῖς περιόδων ἥσυχά τε καὶ ἀναπαύσιμα; οὐμενοῦν. πότοι γοῦν καὶ καπηλεῖα τὰ προ‐ ηγησάμενα διαδέχεται· καὶ νῦν μὲν ἄκρατον ἀπορροφᾷ τὸν ἀνθοσμίαν, νῦν δὲ κιρνᾷ μέν, ἀλλ’ ὀλίγῳ καταμιγνύων ὕδατι λιαρῷ, ἵνα μὴ τὴν τοῦ | |
45 | ἀκράτου δύναμιν, φησίν, ἐλαττώσαι (οἶδε γὰρ ἐν τοῖς τοιούτοις φιλοσο‐ | |
φεῖν). πολλάκις δ’ αὐτὸ τὸ ἐκ τῶν Μεγαρέων κεράμιον ἀπρὶξ ταῖν χεροῖν λαβόμενος καὶ ἀμφοτέραις μετεωρίσας καὶ τοῖς χείλεσι προσαρμόσας ἀπνευστὶ πίνει καθάπερ οἱ βόες. διηκριβώσατο δὲ ξύμπαντα τὰ καπηλεῖα τῆς πόλεως, πρῶτα δὲ τῶν πάντων τίθεται, ὡς αὐτοῦ πολλάκις ἠκροα‐ | 60 | |
16(50) | σάμην, τὸ τοῦ Σανανοῦ καὶ τὸ τοῦ Μελιτράγου (τὸ γὰρ τοῦ Γοργοπλούτου φησὶν εἰς τὸ κατόπιν ἀναποδίσαι, τοῦ υἱέος ἐκείνου μὴ πάνυ τὴν τέχνην ἐξακριβοῦντος)· οἶδε δὲ παρὰ τίσι μὲν ἄκρατος πωλεῖται ὁ ἄκρατος, τίνες δὲ τοῦτον ἐπινοθεύουσι καὶ ποῦ μὲν ὁ μελάντατος πλείων, ποῦ δὲ ὁ κιρρὸς καὶ λεπτὸς καὶ ὅτι τὰ πρῶτα τούτου ὁ Χῖος (δυναμικώτερος γάρ, φησί, | |
55 | τῶν ἄλλων καὶ θρέψαι φύσιν σώματος αὐταρκέστατος). Ἆρ’ οὖν ταῦτα μὲν τοιοῦτος καὶ τοὺς ἐπὶ τούτοις διαβοήτους ὑπερηκον‐ τικώς, εὐπρεπὴς δὲ τὸ σχῆμα καὶ μέτριος; καὶ πόσα ἄν τις εἰπὼν τὰ διεστραμμένα τούτου ἐξαριθμήσαιτο σχήματα ἢ πῶς ἂν τὴν ποικιλίαν ἐκφράσειεν; ἃ μὲν γὰρ ἐξεπίτηδες παίζων καὶ φλυαρῶν διασχηματίζοιτο, | |
60 | μὴ κείσθω ἐν αἰτιάμασι νῦν, ἀλλ’ ἔστω ταῦτα τῆς παιδιᾶς. οἷα δὲ αὐτῷ τὰ εὐσχήμονα, διαστρέφει τὼ χείλει μηδενὸς ἀναγκάζοντος νῦν μὲν ἐπὶ τὰ δεξιά, νῦν δὲ ἐπὶ τὰ εὐώνυμα ἀθρόον, καὶ τὸ αὐτὸ σχῆμα πολλάκις· σοβεῖ τοὺς ὀφθαλμούς, ὕβριν ἀποπνεῖ τῶν μυκτήρων καὶ περιφρόνησιν, διαλλάτ‐ τει τὴν κεφαλήν, ἀνασηκοῖ τοὺς ὤμους, μετατίθησι τὰς χεῖρας, νῦν μὲν | |
65 | ὑπερωμίσας ἐπεκτείνει κατὰ τῆς ῥάχεως, νῦν δ’ ἀμφοτέραις ἢ τὴν γαστέρα ἀντιθέτως διασπαράττει ἢ τοὺς μηροὺς διαξέεται ἢ ἄλλο τι τῶν ἀτοπωτέρων ποιεῖ. τοὺς πόδας οὐδέποτε συνηρμόσατο οὐδ’ ἐπὶ τῆς αὐτῆς ἔστη βάσεώς τε καὶ τάξεως, ἀλλὰ τὸν ἀριστερὸν κατ’ εὐθεῖαν ἐρείσας τῇ γῇ, ἐπὶ θάτερον νεύσας ἀντιπεριάγει τούτῳ τὸν δεξιόν· κἂν εἴ | |
70 | τις οὕτως ἰδὼν ἐπιπλήξειεν, ὁ δὲ διορθῶσαι τὸ σχῆμα βουλόμενος ἐναλ‐ λάττει τὼ πόδε, καὶ ἔστιν αὐτῷ διόρθωσις ἡ ἀντίθεσις. ἀριστᾶν δὲ ἢ δειπνεῖν προελόμενος ἀνατροπεύς ἐστι τοῦ καθήκοντος, νῦν μὲν διασείων τοῖς συνδείπνοις τὴν τράπεζαν ἐξεπίτηδες καὶ ἀνατρέπων τοὺς πινακίσκους καὶ τὰ τρυβλία, νῦν δὲ ἄμφω τὼ χέρε βάλλων κατὰ τῆς χύτρας καὶ ὁμοῦ | |
75 | τήν τε λοπάδα καὶ τὸ τάγηνον ταῖς χερσὶν ἀμφοτέραις διασπαράττων καὶ ἀπογευόμενος κυνηδόν. Καὶ ἵνα δὴ κακὸς περὶ αὐτὸν καὶ ἄτεχνος ῥήτωρ γένωμαι ὕστερα τὰ πρῶτα τιθείς (οὐδὲ γὰρ δεῖ λόγον τοῖς ἀλόγοις ἐπαγαγεῖν), τοιοῦτος αὐτῷ καὶ ὁ πατὴρ καὶ ἡ μήτηρ καὶ ὁ ἀδελφός. ἀλλὰ τὰ μὲν τοῦ φύσαντος | |
80 | ἑτέροις ἀφίημι λέγειν· ἡ δὲ μήτηρ αὐτῷ, ἣν καὶ τεθέαμαι, μάγος καὶ φαρμακὶς καὶ οἵα ἐλευθέρας φύσεις ἀνδραποδίσασθαι καὶ πόρρω τῆς ἐνεγκούσης ἐξαγαγεῖν, ὁποῖον αὐτὸς περὶ τὰ φίλτατα παρ’ αὐτῆς πέπονθεν· ὁ δὲ ἀδελφός, καὶ ταῦτα οὔπω ἡβήσας, οὐδὲν αὐτῷ ἀπεοικώς ἐστιν. ἵνα συνελὼν εἴπω τὸ πᾶν, τοιοῦτος ὁ παπᾶς ὁ ἐμός, ᾧ τί ἂν ἄλλο ἐπαρασαίμην | 61 |
85 | ἢ ταχὺ θανεῖν, ὥστε μὴ τοιοῦτον ἐν ἑαυτῷ θάλπειν κακόν; | |
17(1t) | Πρὸς τὸν οἰκεῖον γραμματικόν | |
2 | Ὑπὲρ σοῦ πρὸς τοὺς κατὰ σοῦ τὸν λόγον πεποίημαι, λογιώτατέ μοι γραμματικέ. ἐγράψαντο γὰρ καὶ σὲ Ἄνυτοί τινες καὶ Ἀριστοφάνεις καὶ Μέλητοι οὐχ ὅτι καινὰ τῷ βίῳ εἰσφέρεις δαιμόνια, ἀλλ’ ὅτι δαιμονᾷς | |
5 | ἄντικρυς. καίτοι γε οὔτε ἀφρὸν παραπτύεις τοῦ στόματος οὔτε κατὰ γῆς ἔρριψαι πώποτε οὔτε ἄλλο τι δρᾷς ἢ πάσχεις τῶν ὅσα καταλαμβάνει τοὺς ἐνθεάζοντας· ἀλλὰ ἡ κόμη οὕτως ἔχουσα ἀτάκτως καὶ σεσοβημένως καὶ τὸ πεπλανημένον τῶν ὀφθαλμῶν οἵ τε τοιοίδε τοῦ προσώπου σχηματισμοί, νεύοντές τε σὺν οὐδενὶ λόγῳ καὶ ἀνανεύοντες, καὶ τὸ τοῦ γέλωτος πρόχειρον | |
10 | καὶ τἆλλα τὰ τούτοις παρεοικότα τὴν τοιαύτην δόξαν αὐτοῖς ἐμπεποίηκεν. Εἰσὶ δὲ ἄρα οἱ κατηγοροῦντες πολιτικοὶ μὲν τὸν τρόπον, οὐ μὴν δὲ τὴν γνώμην φιλόσοφοι· ὅθεν τῷ καθ’ ἑαυτοὺς βίῳ τὰ πράγματα κρίνουσιν, ἀλλ’ οὐ τῷ τῆς ἀληθείας κανόνι. ἐπειδὴ γὰρ οὗτοι τὸ ἀδιάφορον ἀπεστυγή‐ κασι, ζῶσι δὲ κατὰ τὰς μελίσσας ὑφ’ ἡγεμόνι ταττόμενοι καὶ καιρὸν ἔχον‐ | |
15 | τες προόδου τε καὶ κινήσεως, σμικρολογοῦνται δὲ περί τε ἀναβολὴν καὶ ζώνην καὶ τοὺς ὀφθαλμοὺς ἐς τοὺς θεατὰς συμπεπήγασι καὶ τὸν λόγον με‐ τροῦσι τῷ τε ἤθει χαριεντίζονται καὶ πρὸς τοὺς καιροὺς ὥσπερ ὁ ἀὴρ μεταλλάττονται εὐτράπελοί τε τὴν γλῶττάν εἰσι καὶ τἆλλα ἀστεῖοί τε | |
καὶ χαρίεντες, ἢν μή τις οὕτως ἔχοι, μελαγχολίαν εὐθὺς τούτου καταψηφί‐ | 62 | |
20 | ζονται. καὶ δοκοῦσι μὲν ἐκ τῶν φαινομένων χαρακτηρίζειν τὰ ἄδηλα, ἀπὸ λεπτῶν δὲ συμβόλων ἐς τὴν ψυχὴν παρακύπτουσιν· εἰ γὰρ ἐξ ἐσθῆτος καὶ περιζώματος καὶ τῆς ἠμελημένης κόμης τὸ τῆς ψυχῆς γνωματεύειν ἦθος εἰώθασι, τάχ’ ἂν βραχύ τι μέρος τῆς οἰκουμένης φρονοῦν οἰήσονται, Σκύθας δὲ πάντας καὶ Εὐβοέας Ἄραβάς τε καὶ τοὺς διττοὺς Αἰθίοπας τοῦ | |
25 | τε Ἑλληνικοῦ τὸ πλεῖστον καὶ σχεδὸν ὅλον τὸ βάρβαρον τῇ ὑπόπτῳ μερίδι κατακληρώσουσι. τούτων γὰρ οἱ μὲν οὔτε πεποίηνται ἀγορὰν οὔτ’ ἴσασι, κεκίνηνται δὲ ἔθει μὲν πατρῴῳ, σεσοβημένοι δὲ τὰ πλεῖστα καὶ πολὺ τὸ παραλλάττον αὐτοῖς πρὸς τὰ ἡμέτερα ἤθη· οἱ δὲ ἀγροικότεροί εἰσι τοῦ δέοντος, βραχύ τι τῶν προβατίων διαφέροντες καὶ ὅσον μὴ μηκάζειν | |
30 | δοκεῖν. ἀλλ’ οὐ διὰ ταῦτα τοῖς ἀνοήτοις συγκατατάττονται, ἀλλὰ τοῦ μὲν πολιτικοῦ φρονήματος ἀπεστέρηνται, ὑγιῆ δὲ τὴν ψυχὴν πρὸς τὰ καθή‐ κοντα ἔχουσιν. Ἐῶ τὸ βάρβαρον καὶ ὅσον ἡμῶν ἀπῴκισται καὶ τόπῳ καὶ ἔθει· ἀλλ’ οἱ σοφώτατοι Ἕλληνες (Ἕλληνας δέ φημι τὸ σεμνὸν ὄνομα καὶ πρὸς τὴν | |
35 | ἀντικαθημένην διαστελλόμενον ἤπειρον), οὗτοι γοῦν οὐκ ἂν ἴδοις ἅπαντας ἀναβολῆς ἐπιμελομένους οὐδὲ πολιτικοῖς συζῶντας ἤθεσιν, ἀλλ’ αἱρέσεις τούτοις βίων διάφοροι. καὶ οὐ πάντες τὴν γλῶτταν ἐπέχουσιν οὐδὲ τὰς τρίχας διευθετίζουσιν οὐδὲ μύρων ἀπόζουσιν οὐδὲ νίτροις καὶ ῥύμμασι τὸν χρῶτα καθαίρουσιν· ἀλλ’ ἀδιαφορία τὸ σχῆμα καὶ οἱ μὲν ἐν χρῷ | |
40 | κουριῶσιν, οἱ δὲ τὴν κόμην παντὶ ἀφιᾶσι πνεύματι. ἀλλ’ ὁ Διογένης; ἀλλ’ ὁ Σωκράτης; ὁ μὲν τὴν ἀγορὰν ᾤκει καὶ βίοις ἅπασιν ἀπηρέσκετο καὶ τοῖς ὁμιληταῖς ἀπηχθάνετο καὶ πάσης κατεφιλοσόφει ἕξεώς τε καὶ φύσεως. ὁ δὲ πᾶσι μὲν λόγοις ἀντέλεγε, πρὸς πᾶσαν δὲ ἐρώτησιν εἰρω‐ νεύετο, ἀθρόον δὲ μετεβέβλητο καὶ προϊὼν ἵστατο, συσσιτίοις δὲ καὶ | |
45 | πανηγύρεσιν οὐ πολλάκις παρεγίνετο· ἔφευγε δὲ οὐ γραφὴν ἀνοίας, και‐ νότητος δὲ βίου καὶ ἀποτρόπων δογμάτων τῇ Ἀττικῇ. Οὐ τοίνυν εἴ τις τοῦ πολιτικοῦ καταπεφρόνηκεν ἤθους ἢ ἀποστρόφως πρὸς τοῦτο τὴν ψυχὴν κατεσκεύασται, ἀνόητος παρὰ τοῦτο κριθήσεται· οὐδ’ εἰ μὴ διαιρεῖ τὰς τρίχας καὶ περικλᾷ, διὰ ταῦτα ἀφροσύνης αἰτίαν | |
17(50) | λήψεται, ἀλλ’ εἰ μὴ δεκτικός ἐστι νοῦ καὶ φρονήσεως, εἰ μὴ προσέχει τοῖς πράγμασι, κἂν ἐναντιῶται τοῖς πολιτικοῖς σχήμασιν. ἔστι γάρ τις τῶν βίων ὁ μὲν ἄγροικος, ὁ δὲ πολιτικός, ὁ δὲ φιλόσοφος ἄντικρυς· καὶ τῶν ἀνθρώπων οἱ μὲν πεφιλοσοφήκασι μόνον τὴν ἀγορὰν ἀτιμάσαντες | |
καὶ τοῦ σώματος πάντῃ καταφρονήσαντες, οἱ δὲ τούτου μὲν τοῦ ὕψους οὐ | 63 | |
55 | τετυχήκασιν, ἀλλὰ τὴν ἄνοδον ἀπεγνώκασι, σχήματος δὲ πολιτικοῦ πεφροντίκασι καὶ τὸν δεύτερον τοῦ βίου λόγον ἀκριβῶς τετηρήκασιν, οἱ δὲ παρὰ τὰ πάτρια ζῶσιν, ἅπερ ἂν αὐτὰ τετυχήκασιν ὄντα, ἄγροικά πῃ ἴσως καὶ νομαδικὰ καὶ ἀβέλτερα μὲν πρὸς τὰ ἡμεδαπὰ συγκρινόμενα, τοῖς δὲ πατρῴοις ἐκείνων προσεοικότα ἀκριβῶς ἤθεσιν. ἔστι δὲ οἷς ὁ φιλόσοφος | |
60 | καὶ ὁ πολιτικὸς ἄμφω συνεληλυθέτην οἱ βίοι· Πλάτωνες οὗτοι καὶ Ἀριστοτέλεις καὶ τῶν ἐκείνοις ὁμιλησάντων οἱ πλεῖστοι, πλὴν ὅσον ὁ μὲν Ἀριστοτέλης πολιτικώτερος, ὁ δὲ Πλάτων φιλοσοφώτερος. Ἀλλ’ ὑμεῖς οἱ τοῦτον ἀνοίας γραφόμενοι, ὅτι μὴ πάνυ φροντίζει τοῦ περιβεβλῆσθαι πολιτικῶς, τίσι λόγοις βεβαίαν τὴν γραφὴν ἀποδείξετε; | |
65 | ὅτι παρὰ τὸ ὑμέτερον ἦθος ἡ ἀναβολὴ καὶ τὸ σχῆμα; πότερον ὡς ὑμῖν εὖ τῶν πραγμάτων ἐχόντων ἢ ὡς ἡμῖν ἐναντίων; κοινοῦμαι γὰρ τὴν ἀπολογίαν καὶ οὐ διαφέρομαι, καίτοι μετὰ τῶν γραφόντων ὑμῶν τῷ βίῳ ἱστάμενος. ἀλλ’ ἀντιγραψόμεθα καὶ ἡμεῖς τοὺς διώκοντας. ὥσπερ γὰρ ὑμῖν τὸ εὐπρεπὲς τῆς κόμης ἤρεσεν, οὕτως ἡμῖν τὸ ἀτημέλητον· ὑμεῖς μὲν ἡμᾶς | |
70 | ἀμελείας διώκετε, ἡμεῖς δὲ ὑμᾶς τρυφῆς καὶ καλλωπισμοῦ. παρὰ τίσιν οὖν κριθησόμεθα; παρ’ ὑμῖν; ἀλλ’ ἀντιφωνοῦν μέρος ἐστὲ καὶ ἀντικρινό‐ μενον. ἀλλὰ παρὰ τοῖς Ἑλλανοδίκαις; ἀλλὰ κἀνεῖνοι μέρος τῆς διαφωνίας εἰσίν. ἀλλὰ παρὰ τοῖς ἄλλοις ἀνθρώποις; ἀλλὰ κἀκείνων ὁ βίος διέσχισται καὶ πρὸς ἀλλήλους τοῖς ἅπασι διεστήκασιν. ὕποπτόν σοι πρὸς ἄνοιαν τὸ | |
75 | ἡμᾶς ἑτοίμους εἶναι πρὸς γέλωτα, ἡμεῖς δέ σοι τὸ σκυθρωπὸν τοῦ ἤθους ἀνθυποπτεύσομεν. εὐκινήτων τοῦτο, μελαγχολούντων ἐκεῖνο· ἀλλὰ συνέσεως τὸ ὑμέτερον πρόσχημα, ἁπλότητος τὸ ἡμεδαπὸν σύμβολον. ἀγροικότεροι τὴν κόμην ἡμεῖς ὅτι καὶ φιλοσοφώτεροι· ποικιλώτερον τὸ ὑμέτερον ὅτι καὶ πολιτικώτερον. | |
80 | Τίς οὖν ὁ δικάσων ἀμφοῖν; ἑκάτεροι γὰρ πρὸς ἀλλήλους διαφερόμεθα καὶ δεῖ παρὰ ταῦτα ἑτέρου κριτηρίου καὶ δικαστοῦ κρείττονος. ἡμεῖς ἀλουτοῦμεν, ὑμεῖς δὲ πολλάκις τοῖς καθαρσίοις ὥσπερ οἱ φονῶντες κέχρησθε. παρὰ ταῦτα οὖν ἡμεῖς μὲν ἀνόητοι, ὑμεῖς δὲ ἀκριβέστατοί τε καὶ φρονιμώτατοι; πολλοῦ γε καὶ δεῖ. εἰ μὲν γὰρ βούλεσθε, ἔστω παρ’ ἀμ‐ | |
85 | φοῖν τὸ διάφορον καὶ μήτε ἡττηθῶμεν μήτε νικήσωμεν· ἢ δὲ μή, κρατήσομεν ὑμῶν πολλῷ τῷ περιόντι. ὑμεῖς μὲν γὰρ περὶ τὸν πηλὸν πραγ‐ ματεύεσθε καὶ τὸν ἀνδριάντα ἀποκαθαίρετε, ἡμεῖς δὲ τούτου καταπε‐ φρονηκότες περὶ τὸ ἀπόθετον κάλλος σπουδάζομεν· ἡ δὲ τῶν ὀμμάτων περιφορὰ τῷ αὐτῷ λόγῳ πρὸς τὰ πεπηγότα ὑμῶν ἀνθέστηκε βλέφαρα. | |
90 | καὶ τετυχήκαμεν ἄμφω παρηλλαγμένης κατασκευῆς παρὰ τὴν διάφορον | |
πλάσιν τοῦ σώματος. εἰ τοίνυν τὸ ὑμέτερον σταθηρότητος γνώρισμα, εὐφυΐας τὸ ἡμέτερον κατηγόρημα καὶ δραστηρίου φρονήματος. ἑστᾶσιν ὑμῖν τὰ ὄμματα καὶ διὰ τοῦτο σεμνύνεσθε. Τί τοίνυν πρὸς τοὺς ἀνδριάντας φήσετε; ἀλλὰ τὰ ἡμέτερα ἀστέρων | 64 | |
95 | μιμεῖται χορὸν κινούμενα καὶ περιελιττόμενα καὶ τὴν ψυχὴν ἔνδον δεικνύντα χορεύουσαν. συμβῶμεν οὖν ἀλλήλοις καὶ διαφωνοῦντες τοῖς σχήμασι· καὶ βίου αἱρέσεις ἢ φύσεως ἰδιότητας τὰ τοιάδε τῶν σχημάτων ἡγώμεθα, ἀλλὰ μὴ βίου καλλίονος ἢ χείρονος δείγματα {ἢ} μηδὲ φρονή‐ σεως ἢ ἀφροσύνης γνωρίσματα. | |
17(100) | Τὴν ἑνδεκάτην ὁ ψιλοῦν γραφὴν θέλων νοῦ καὶ φρενῶν πέφυκας ἐψιλωμένος. | |
18(1t) | Εἰς τὸν Λογγίβαρδον Ἰωάννην καταναγκάζοντα | |
2t | αὐτὸν εἰς τὸ ἑρμηνεῦσαι τάχιον τὰ μαθήματα | |
3 | Ἡ περὶ τὰς ἐπιστήμας προθυμία σου πολλοῦ ἂν ἀξία ἦν, εἰ καθάπερ ἐπὶ ζυγοῦ σταθμωμένη πραγμάτων ἐναντίων ὅλῳ βάρει καὶ ὅλαις ῥοπαῖς | |
5 | πρὸς τὸ κρεῖττον ἀπένευεν· ἐπεὶ δὲ μεῖζον τῆς ἀληθείας τὸ ὑπονοούμενόν σοι πεφώραται, καὶ οὐχ ὥσπερ αἱ Λάκαιναι κύνες λαγῶ καὶ λοπάδος προτεθειμένων ἐπὶ τὸ ζῷον ὁρμᾷς, ἀλλ’ ὥσπερ τὰ Μελιταῖα κυνίδια ὅλαις βάσεσι καὶ ὅλαις ὀσφρήσεσι περὶ τὴν λοπάδα λιχνεύῃ, οὐ πάνυ σου τὸ ἐν λόγοις πρόθυμον ἄγαμαι. εὔκολος γὰρ ἡ γλῶττα τὰ κρείττω εἰπεῖν | |
10 | καὶ ῥᾴστη πρὸς ἄμφω τὰ μέρη τῶν λόγων μεταπεσεῖν, ἀλλ’ οἱ καιροὶ ἐλέγχουσι τὰς ἀσυμβάτους φωνὰς πρὸς τὰ πράγματα. καὶ τὸν μὲν στρατιώτην ὁ πόλεμος δείκνυσιν, ἡ δὲ τρικυμία τὸν κυβερνήτην καὶ τὸν γεωμέτρην ὁ τοῦ κύκλου τετραγωνισμὸς καὶ τὸν ἀστρονόμον αἱ διὰ μακρῶν τῶν περιόδων σχημάτων ἀποκαταστάσεις καὶ τὸν φιλόσοφον ὁ | 65 |
15 | ἀποδεικτικὸς λόγος. οὐδεὶς δὲ τεθαύμακέ τινα τῶν θαλαττουργῶν ἐπὶ τῶν ᾐόνων ἑστῶτα καὶ πελάγους καταθαρροῦντα, οὐδὲ παλαιστὴν πρὸ τῶν ἀγώνων τὰς χεῖρας ἐκτείνοντα καὶ τὰς τῆς πάλης τέχνας ἐπιδεικνύον‐ τα, οὐδὲ ἡνίοχον ἐπὶ τοῦ θεάτρου καθήμενον καὶ τοῖς δακτύλοις τοὺς ἐν σκιαῖς ἵππους ζευγνύοντα καὶ μεταζευγνύοντα· ἀλλ’ ἐκεῖ μὲν τὸν ἀνέμων | |
20 | ἀντιπνοίαις μαχόμενον καὶ ταχὺ πρύμναν κρουόμενον καὶ εὐπετῶς τὸ ἱστίον μεταχειριζόμενον πρὸς τὰς διαφόρους κινήσεις τοῦ πνεύματος, ἐνταῦθα δὲ τὸν τὴν προβολὴν ὑπερχόμενον τοῦ παλαίοντος καὶ ἀκροχει‐ ριζόμενον εὐφυῶς καὶ τοῖν ποδοῖν τὼ πόδε λανθάνοντα καὶ τῷ δοκεῖν πίπτειν καταπαλαίοντα, ὥσπερ δὴ καὶ ἡνίοχον τὸν τεχνικῶς ἑστηκότα | |
25 | πρὸς τῇ ἄντυγι καὶ τῶν ἵππων τὸν μὲν ἀνακρουόμενόν τε καὶ ἀνασειράζον‐ τα, τὸν δὲ τῇ μάστιγι πλήττοντα, καὶ τὸν μὲν κατ’ ἰθυτενὲς ἄγοντα, τὸν δὲ πρὸς τὸν καμπτῆρα παρεγκλίνοντά τε καὶ παρεκνεύοντα. εἰ δέ τις ἐπαγ‐ γελλόμενος κυβερνᾶν ἔπειτα ἰχθύος πῃ τῆς θαλάσσης παραφανέντος ἐπὶ τὸ ἄγκιστρον ἀπιδὼν τῇ ἁλιευτικῇ μολυβδαίνῃ κατὰ τοῦ ὕδατος καθήσει τὸν | |
30 | κάλαμον, οὗτος οὐ πάνυ μοι δοκεῖ ἀξίως ἀπὸ τῆς ἐπιστήμης παρονομάζε‐ σθαι· ἀλλ’ οὐδ’ ὁ προασπίζων ἢ παρασπίζων, δέον ἐρρωμένως κατὰ τῶν ἀντιτεταγμένων τὸ δόρυ ὠθεῖν, εἰ τὰ τῶν πεσόντων ἀφαιροῖτο ψέλλια, τοῖς στρατιωτικοῖς καταλόγοις ἐμπρέψειε. κατὰ τὸν αὐτὸν τοίνυν λόγον οὐδ’ εἴ τις γεωμετρεῖν ἢ ἀστρονομεῖν αἱροῖτο, ἔπειτα βασιλείαις αὐλαῖς | |
35 | προσχωρεῖν ἀγαπήσειε καὶ περὶ τοὺς ἐκεῖ θησαυροὺς ῥιψόφθαλμος γένοιτο, οὗτος ἄν ποτε γενναίως τῶν ἐπιστημῶν ἀντιλάβοιτο. Ἀλλ’ ἴσως οὔπω ἔγνωκας ὁποῖον τῶν μαθημάτων τὸ μέγεθος καὶ ἡλίκον τὸ ὕψος καὶ ὅτι οὐ διὰ ῥᾳδίας ἡ πρὸς ἐκεῖνα ἄνοδος, ἀλλὰ δεῖ τὸν ἐν μεταλήψει τούτων γενησόμενον, ὥσπερ ἐν Ἄμμωνος κατιέναι μέλλοντα | |
40 | ἢ ἐς τὰ Μίθρου μυστήρια, πολλοῖς πρότερον προταλαιπωρῆσαι τοῖς λήμμασιν, ὥσπερ ἐκεῖ ταῖς κακώσεσι. σὺ δὲ ἄρα, ὥσπερ τὰς ἐπὶ τῶν αἰγιαλῶν ψηφῖδας ἀναιρήσεσθαι μέλλων, οὕτως ἐπὶ τὴν γεωμετρίαν ἀπεριμερίμνως χωρεῖς, καὶ οὐδὲν πρᾶγμα εἰ καὶ ἄλλοθί ποι βαδίζεις· θελῆσαι γὰρ δεῖ μόνον πρὸς τὴν κατάληψιν, καὶ κατείληπται ἡ ἀπόδειξις. | 66 |
45 | τὸ δὲ Πυθαγορικὸν ἐκεῖνο ἴσως ἠγνόηκας ὅτι σχᾶμα καὶ βᾶμα, ἢ ὅτι δεῖ διὰ τῶν τοιούτων μαθημάτων κλιμακηδὸν ἀνιέναι πρὸς τὰς πάντῃ ἀύλους τῶν οὐσιῶν. εἰ δέ τις διὰ κλίμακος πρός τινα ὀροφὴν τῶν ὑψηλο‐ τάτων ἀνιέναι βουλόμενος μὴ ἀμεταστρεπτὶ ἀναβαίνοι, ἀλλ’ ἀντανελίττει τὸν πόδα καὶ ἀναλύει τῆς ἀνόδου τὰ μέτρα ὥσπερ τινὰ Πηνελόπης ἱστὸν | |
18(50) | ἀνυφαίνων, ἆρ’ οὗτος ἀναβήσεται ἐφ’ ὃ προὔθετο; πολλοῦ γε καὶ δεῖ· ἀλλὰ τοῦτο μὲν ἴσως ἔλαττον ὡς πρὸς τὸ σὸν πρᾶγμα. εἰ δέ τις γνῶναι τὰς ἀσωμάτους οὐσίας θελήσας μὴ προσχωροίη ταῖς ἐγγὺς ἀσωμά‐ των φύσεσιν, ἀλλὰ ταῖς τῶν σωμάτων ἀντιλήψεσι συμπαχύνοι οἷον τὴν ψυχικὴν ἐνέργειαν, ἆρ’ ἂν οὗτος γνοίη ποτὲ φύσιν ἀσώματον; | |
55 | Ἀλλ’ ὦ μακάριε σύ, οὕτω πως τὰ μαθήματα οἴει κατορωρύχθαι, ὥστε μὴ σπεύδειν δι’ ἀέρος ταῦτα ἑλεῖν, ἀλλὰ διὰ ὑπονόμων ὥσπερ οἱ φῶρες ποιεῖν εἰώθασι καὶ οἱ φρεωρυχεῖν ἐπαγγελλόμενοι; ἀλλὰ μὴ τοῦτο οἴου· ἀστρονομία γὰρ καὶ γεωμετρία καὶ μουσικὴ καὶ πολλῷ πρότερον ἀριθμη‐ τικὴ καὶ ὅσαι ἀπὸ τούτων ἐρρύησαν τέχναι, συγκριθέντα πρὸς ἄλληλα | |
60 | καὶ φύσις γεγονότα μία τε καὶ διάφορος, ὑπὲρ νῶτον τοῦ οὐρανοῦ κάθηται. εἶτα οὐ δέδιας μὴ ἐκεῖσε βαδίζων τῷ μέσῳ καταναλωθῇς πυρί, καὶ ταῦτα οὐδέπω παντάρβην κτησάμενος; πῶς δὲ γεωμετρίας ἐρᾷς περὶ γῆν ἰλυσπώμενος καὶ χρηματίσασθαι σπεύδων καὶ τιμὴν τὴν ἐξ ἀνθρώπων ζητῶν; μή πού σε τὸ ὄνομα τῆς ἐπιστήμης παρακρούεται ψευδόμενον | |
65 | πρὸς τὴν σὴν ὑπόνοιαν καὶ ἀποδάσασθαί τι τῆς γῆς αἱρῇ καὶ ἀπομετρῆσαι σαυτῷ, ἵν’ ἐντεῦθεν γεωμέτρης ὀνομασθείης; ἀλλ’ οὐκ ἐντεῦθεν, ὦ βέλτιστε, τῇ γεωμετρίᾳ τὸ ὄνομα· ἢ ἐντεῦθεν μὲν ἴσως, οὐ περὶ τοῦτο δέ. παλαίτερον γὰρ ἀπὸ τοῦ συμβαίνοντος ἐν Αἰγύπτῳ ὠνόμασται· ἐκεῖσε γὰρ κατὰ καιρὸν τοῦ Νείλου ἐπαναβαίνοντος καὶ τὴν χώραν | 67 |
70 | ἐπάρδοντος, εἶτ’ αὖθις ὑπιόντος τε καὶ ἐλλείποντος, ἵνα μὴ τῶν κτήσεων σύγχυσις γένηται, καταγραφαὶ τοὺς ὅρους ἀφώριζον, ἀφ’ ὧν τὰ σχήματα ἐφ’ οἷς ἡ Αἰγυπτίων πραγματεία· ἐντεῦθεν δὲ ἡ γεωμετρία ἀπὸ τῶν σωμάτων τὴν ἀρχὴν λαβοῦσα εἰς νοῦν κατέληξεν, οὐχ οὕτως ἔχουσα τῇ φύσει. οὐ γὰρ ἡ αἴσθησις νοῦν οἶδε γεννᾶν, ἀλλ’ ἐκ τῶν τελείων τὰ | |
75 | ἀτελέστερα πρόεισιν. ἀλλ’ ἐπειδὴ οὐ κατ’ εὐθεῖαν ἡμῖν ἡ κατάληψις του ὄντος, ἀπὸ 〈δὲ〉 τῶν αἰσθητῶν ἀνεγειρόμεθα πρὸς τὰ νοητά, οὐκ ἀξιόχρεως νοῦς πρὸς γεωμετρίαν καταβαίνων τοῖς ὑλικοῖς, καὶ τὸ μὲν θεῖον ἀνάκτορον ἀφείς, πρὸς ἄλλο δὲ χωρῶν τῶν ὀνομαζομένων μὲν τιμίων, ὄντων δὲ ἀτίμων καὶ ἀποβλήτων. πῶς δὲ καὶ νηπενθὴς ἔσῃ, ὅπερ ἡ γεωμετρία | |
80 | κατεπαγγέλλεται, καὶ χορεύσεις ὑφ’ ἡδονῆς καὶ τὸν ἐν τῇ ψυχῇ ᾄσεις παιᾶνα, ἀποστερούμενος ἴσως τῆς κάτω τιμῆς ἐφ’ ἣν μᾶλλον ἢ ἀπλανὴς ἔδραμες; Πλάτων δὲ ἀποδεικνὺς χορεύων πολλάκις κατελαμβάνετο. καὶ ἵνα τι σοὶ γελοῖον εἴπω διήγημα, ῥήτορά τις, τὸν τὰ Ξέρξου καὶ Δαρείου ἐν ταῖς δημηγορίαις ἤθη ὑποκρινόμενον, εὔωνόν τι εὑρηκὼς | |
85 | ὠνούμενον ἔδεσμα ‘πῶσ‘, ἔφη, ‘ὦ βέλτιστε, Ξέρξης καὶ Δαρεῖος γενήσῃ τοιαῦτα σιτούμενος;‘ τὸν αὐτὸν οὖν σοι κἀγὼ λόγον ἐρῶ ὅτι πῶς ἂν χρηματιζόμενος τὸ ὑπερφυὲς θηράσῃς χρῆμα, τὴν γεωμετρίαν φημί; τί δὲ μὴ περὶ τὴν χρηματιστικὴν πραγματεύειν αἱρῇ; ἔστι γὰρ καὶ χρημάτων συλλογιστικὴ ἐπιστήμη καὶ λόγοι κερδαλεώτατοι, ὥσπερ δὴ καὶ | |
90 | παρ’ Ἕλλησιν ὁ Κερδῷος θεός· τὸ γὰρ οὕτως εἰπεῖν ἢ οὕτως καὶ καπηλεῦ‐ σαι τὸν ἀνθοσμίαν καὶ νοθεῦσαι τὸ στάθμιον καὶ τὰ ζυγὰ διαφθεῖραι καὶ καταχαλκεῦσαι τὸν ἄργυρον καὶ τὰς ἀκάνθας τῶν ὑφασμάτων συστεῖλαι λειώσαντα τοῖς κυλίσμασι καὶ τὸν δάκτυλον ὡδὶ παρενεγκεῖν σταθμώμενον καὶ τἆλλα ἀφορμὴ τοῦ κερδαίνειν εἰσί. | |
95 | Τί δὲ σοὶ καὶ τῇ γεωμετρίᾳ, ἀνδρὶ οὔτε τῆς Χαλδαίων ἀφωρμηκότι οὔτε πατρίδα αὐχοῦντι τὴν Αἴγυπτον, παρ’ οἷς γενεθλιαλογίαι καὶ ἀποδείξεις ἄλυτοι; Σπάρταν ἔλαχες, ταύτην κόσμει. Ῥώμην ᾤκηκας (μᾶλλον δὲ ταύτης ἐξέθορες), ἀφ’ ἧς οὐδεὶς ἠστρολόγησεν ἢ ἐγεωμέτρησε πώποτε, ἀλλὰ πάντες Βροῦτοι καὶ Κάτωνες καὶ Κικέρωνες, Λεύκουλοί | 68 |
18(100) | τε καὶ Κάσιοι, ἄνδρες οὐδὲν ἄλλο ἢ θεράποντες Ἄρηος. μὴ καταίσχυνε τὴν πατρίδα μηδὲ τὸ μητρῷον παραχάραττε ἔδαφος. ἀφεὶς τοιγαροῦν τὰς γεωμετρικὰς δέλτους καὶ τὴν ἄλλην ἅπασαν μουσικήν, θυρεῷ τὸ σῶμά σου φράξον καὶ πελτάρια κοῦφα ἑλόμενος πρῶτα μὲν τὴν ἐνόπλιον κινήθητι ὄρχησιν, ἔπειτα λόχοις συναρμοσθεὶς πρὸς Σαβίνους μάχου καὶ | |
105 | Ἀλβανούς, τὰς γὰρ Λατίνων πόλεις ἀπόγνωθι, ἀλλ’ οὐδὲ τὴν Καρχηδονίων αἱρήσεις, ἡ δὲ Σικελία ἤδη καὶ ἀφέστηκε. μὴ πάντα τῷ Ἁλικαρνασεῖ πείθου μηδὲ τῷ Πολυβίῳ· Ῥωμαῖοι γὰρ ὄντες ἐξῃρήκασί τε τὴν πατρίδα τῷ λόγῳ καὶ πόλεις ἀλλοτρίας κατεχαρίσαντο. | |
19(1t) | Ἔπαινος τοῦ Ἰταλοῦ | |
2 | Ὡς εὖ τῷ Ἰταλῷ, εἰ δὲ βούλοιτο Λατίνῳ καὶ Αὔσονι· ἐπικεχείρηκε γὰρ δεξιῶς καὶ ἐπεξειργάσατο ἀκριβῶς καὶ ἀπηκρίβωσεν εὐφυῶς, τοῦτο μόνον τῶν ἄλλων οὐκ ἀνασχόμενος, τὴν τοῦ θεοῦ κἀν τῷ λόγῳ διάστασιν. | |
5 | τἆλλα μὲν γὰρ ἐπιεικῶς ἤνεγκε καὶ τῶν ὕβρεων οὐδεμιᾶς πεφρόντικεν, ἀλλὰ φιλοσόφως τὰς κατηγορίας διήνεγκε, πρὸς δὲ τὴν τῆς διαιρέσεως ὕβριν θυμοῦ τε αὐτίκα πεπλήρωτο καὶ τολμηρότερος ἑαυτοῦ γεγονὼς διὰ | |
τὴν πληγήν, ἐπιστραφεὶς εὐθὺς παίει τὸν τρώσαντα ὥσπερ δόρατι τῷ λόγῳ χρησάμενος. ἐπεχείρησε γὰρ σχῆμα ἕτερον τῆς ὑποθέσεως προ‐ | 69 | |
10 | στησάμενος, ἵν’ ὁμοῦ τε βάλλῃ καὶ μὴ δόξῃ τοῦτο ποιεῖν, ᾧπερ καὶ οἱ δεξιώτατοι τῶν ῥητόρων καὶ ἀκριβέστατοι τῶν φιλοσόφων ἐχρήσαντο, οἱ μὲν εὐμεθόδως ἐκ φαύλης τῆς ὑποθέσεως ἐς τὴν μείζονα τὸν λόγον μεταίροντες, οἱ δὲ τελεστικῶς ὑπὸ παραπετάσματι τὰ ἄρρητα κρύπτοντες. οὕτω καὶ Πλάτων Τιμαιογραφεῖν ἐπιχειρεῖ καὶ ὁ μετ’ ἐκεῖνον τῶν | |
15 | φιλοσόφων ἅπας κατάλογος· ὁ μὲν γάρ τις τὸν ὕπνον προθέμενος περὶ τοῦ φανταστικοῦ διεξελήλυθε πνεύματος, ὁ δὲ ‘περὶ ἀνθρώπου φύσεωσ‘ ἐπιγράφων τῷ λόγῳ τὸν τῆς ψυχώσεως τρόπον διήρθρωσε. τούτους δὴ καὶ ὁ Ἰταλὸς οὗτος ἐζηλωκὼς ἀνὴρ ὃ ἐβούλετο μὴ σφόδρα βούλεσθαι βούλεται, ἀλλὰ τὴν ἀντιλογίαν σκοπὸν τοῦ λόγου προθέμενος ἕτερ’ ἄττα τῆς | |
20 | ὑποθέσεως προεισόδια τέθεικεν, εἶθ’ ὥσπερ ἐξ ἀνάγκης πρὸς τὸ βουλό‐ μενον τὸν λόγον μετέστρεψε. καὶ ἀνθυβρίζειν μὲν οὐδ’ οὕτως προῄρηται τοὺς ὑβρίσαντας, οὔθ’ οἷς ἐκεῖνοι ὑβρίκασιν οὔτε καινοτέραις τῶν ὕβρεων διαμείψεσιν, ἀλλὰ θαυμάσιόν τινα τῆς κατηγορίας ἀπόλογον ποιησάμενος ἐκτίθησί τε τὸ δόγμα καὶ δείκνυσιν ὥσπερ ἐν κατόπτρῳ | |
25 | τῷ λόγῳ τὸ οἰκεῖον πρόσωπον μεμορφωμένον τῷ κάλλει τῆς πίστεως. Καὶ ὥσπερ εἴ τις καλὸς ὢν τὸ εἶδος εἶτα δὴ κρύπτοιτο, εἰ σκωφθείη μὴ οὕτως ἔχων, ἐπιδείξας ἑαυτὸν ἀπηλλάγη τοῦ σκώμματος, οὕτω δὴ καὶ οὗτος τὸ κεκρυμμένον ἀναπτύξας τῆς ψυχῆς εἶδος καὶ τοῖς ὑβρισταῖς δείξας ἐκείνοις τε ὅσον εἰκὸς τὸ τῆς ἀντιλογίας μέρος ἀφωσιώσατο καί, | |
30 | ὡς ἄγαλμα εἴη κάλλους, παρεδειγμάτισεν ἑαυτόν. τὴν δὲ τῶν Ἑλλήνων σοφίαν προθέμενος ἐπαινεῖν ἀπολοφύρεται ὡς εἰκὸς ὅτι, δέον τοὺς γνησίους τοῦ λόγου κληρονομεῖν, τὸ βάρβαρον καὶ ἀλλότριον τὸν πλοῦτον τῆς σοφίας οὐδὲν προσήκοντα διεδέξατο καὶ ἡ μὲν Ἑλλὰς σχεδὸν ἅπασα καὶ ἡ ἄποικος Ἰωνία τῶν πατρῴων ἀκριβῶς ἐξεκόπησαν, ἐς Ἀσσυρίους | |
35 | δὲ καὶ Μήδους καὶ Αἰγυπτίους ὁ κλῆρος μετωχετεύθη καὶ τοσοῦτον ἡ τάξις ἀντέστραπται, ὡς βαρβαρίζειν μὲν τοὺς Ἕλληνας, ἑλληνίζειν δὲ τοὺς βαρβάρους. καὶ Ἕλλην μὲν ἀνήρ, οὕτω συμβάν, ἐς Σοῦσαν ἢ Ἐκβάτανα ἀφικόμενος, τὰ πάλαι τοῦ Δαρείου ἀνάκτορα, καὶ Βαβυλωνίοις συγγενό‐ μενος ἀκούσεται περὶ ὧν ἑλληνίζων οὐκ ἤκουσε, καὶ θαυμάσεται τῶν | |
40 | ἀνδρῶν ἕκαστον καὶ τότε πρῶτον ἴσως γνώσεται ὅτι σοφία τοῦ παντὸς καθηγήσατο· ἀλαζὼν δέ τις εἰς ἡμᾶς παραγενόμενος βάρβαρος καὶ τῶν ἐν τῇ Ἑλλάδι καὶ τῇ καθ’ ἡμᾶς ἁπάσῃ ἠπείρῳ εἰς ὁμιλίαν ἐληλυθὼς οὐδ’ ὡς ἡμιόνοις τοῖς πολλοῖς συγχωρήσειεν, ἀλλ’ ὄνοις ἄντικρυς· οἱ γὰρ πλείους, οὐδ’ ἐξ ἡμισείας, οὔτε τὴν φύσιν οὔτε τὸ ὑπὲρ ταύτην ἐπίστανται, | 70 |
45 | τὸ δὲ λοιπὸν μέρος οἴονται μὲν εἰδέναι τὸ πᾶν, ἴσασι δὲ οὐδὲ τὴν πρὸς τοῦτο ὁδόν. ἀλλ’ οἱ μὲν φιλοσοφεῖν ἐπαγγέλλονται καὶ μαθητιῶσί γε οἱ πλεῖστοι, οἱ δὲ προκάθηνται ἐν σεμνῷ τῷ προσώπῳ καὶ μεγάλῳ τῷ πώγωνι ὠχροί τε καὶ σκυθρωποὶ καὶ κατεσπακότες τὴν ὀφρὺν καὶ πιναροὶ τὴν περιβολήν, ἀνορύττοντες τὸν Ἀριστοτέλην νέρθεν καὶ ἀπὸ | |
19(50) | τῶν τοῦ ᾅδου μυχῶν καὶ γνωματεύειν δοκοῦντες ὁπόσα ἐκεῖνος τῇ ἀχλύι τῆς ἀσαφείας κατέκρυψε. καὶ δέον τὸ βραχὺ τῆς συγχύσεως πολλῷ ἀνακαλύπτειν τῷ λόγῳ, οἱ δὲ τὸ πλῆθος τῆς ἐπικρύψεως βραχέσι μακρολο‐ γοῦσι τοῖς ῥήμασι. παιδιὰν οὖν ἡμᾶς ὁ βάρβαρος ἥγηται καὶ τρυφᾷ ταῖς ἐνδείαις ἡμῶν καὶ ἄπεισιν οὐ πλέον ἢ σοφὸς γεγονώς, ἀλλ’ ἔλαττον ἢ | |
55 | ἀμαθής. Ὅτι μὲν οὖν ἡ τοῦ Λατίνου ἐπιχείρησις ἔντεχνος ἐν ὀλίγοις ὁ λόγος ἔδειξεν. εἰ δὲ μὴ ἀπαστράπτει τῷ τεχνικῷ κάλλει μηδὲ τὴν λέξιν ἐρ‐ ρύθμισται μηδὲ ἡ συνθήκη τὴν ὥραν ἔχει τῆς χάριτος, θαυμάζειν οὐ χρή· πολλαὶ γὰρ αἱ τῶν λόγων ἰδέαι καὶ τὰς ἐξ ἁπασῶν ἀρετὰς βραχεῖς οἱ τοῖς | |
60 | οἰκείοις λόγοις συνειληφότες. ἀλλ’ ὁ μέν τις τὸ σαφὲς καὶ καθαρὸν ἐπετήδευσεν, οὐ μέντοι καὶ τῷ μεγέθει τὸν λόγον ἐπέρρωσεν, ὁ δὲ τῷ μὲν ἀξιώματι μεμεγέθυνται, ὀλλύει δὲ τὴν εὐκρίνειαν μὴ συνδιαιρομένην πρὸς τὸ ἀξίωμα· καὶ τῷ μὲν ὁ λόγος φυσικὴν ἀποστίλβει αὐγήν, ὁ δὲ τὸ ἐπιποίητον κάλλος ἠγάπησε. Λυσίας μὲν γὰρ αὐτόθι καλός, ὁ δὲ Ἰσο‐ | |
65 | κράτης ἐντρίβεται· καὶ Θουκυδίδῃ μὲν ὁ λόγος ἐς ὑπερβάλλοντα ὄγκον, τῷ δὲ Ἡροδότῳ τοῦτο μὲν ἔλαττον, ἡ δὲ χάρις ἀκόρεστος. συγκεχωρήσθω οὖν καὶ τῷ Ἰταλῷ μὴ πάντῃ καλῷ, ἀλλ’ ἡ μὲν τέχνη ἔρρωται τούτῳ, τὸ δὲ κάλλος ἐρρύηκε. Διὰ ταῦτα ἀμελεῖ μὲν ἀκροατῇ πρὸς ἀχθηδόνα ὁ λόγος εὐθύς (ἐκ γὰρ | |
70 | προοιμίων συνεσκεύασται καὶ συμπέφρασται), πεφροντισμένῳ δὲ οὔτε πλημμελὴς οὔτε φορτικός· καὶ χάριτας μὲν οὐκ ἐγχεῖ τῇ ψυχῇ, φροντίζειν δὲ καταναγκάζει καὶ πρὸς τοῖς εἰρημένοις ἔχειν τὸν νοῦν. πείθει δὲ οὐκ ἐκ στωμυλίας καὶ ἡδονῆς (οὐ γὰρ ἔχει χαρίτων θήρατρα) οὐδὲ θέλγει τῷ | |
κάλλει οὐδ’ ἐφέλκεται τῷ ἡδεῖ, τυραννεῖ δὲ ὥσπερ καὶ βιάζεται τοῖς | 71 | |
75 | νοήμασι. καὶ ἶσος μὲν ἑνί τῳ οὐκ ἔστιν, ἀλληλουχεῖται δὲ τοῖς ἐνθυμήμασι καὶ διῆρται ταῖς ἐπιπλοκαῖς καὶ πρὸς ἑαυτὸν ἐπέστραπται. εἰ δὲ οἱ τοιοίδε τῶν χαρακτήρων τοῖς τελείοις ἀπονενέμηνται ῥήτορσιν, ἀλλ’ οὐδ’ Ὅμηρος τοὺς μὲν Αἰακίδας ἐχαρακτήρισεν ἀκριβῶς· εἰ δέ τις ἐν τῷ στρατοπέδῳ ψυχαγωγὸς τοῦτον ἀφῆκεν ἀμόρφωτον, ἐπεὶ καὶ τὸ | |
80 | κάλλος πρῶτον μὲν ἐν τῷ νῷ, ἔπειτα καὶ οἷς ἐκεῖνο παραγεγένηται, ἀλλ’ οὐδὲν ἧττον καὶ τὸ μετέχον καὶ τὸ μετεχόμενον ἐπαινοῦμεν. καὶ ἄλλως μὲν ἐν Πλάτωνι τὸ κάλλος τοῦ λόγου ἐπαινεσόμεθα καὶ τὸ μέγεθος, ἄλλως δὲ ἐν Ξενοκράτει καὶ ἄλλως ἐν Αἰσχίνῃ τῷ Σωκρατικῷ· καὶ οὕτω θαμὰ καταβαίνοντες Σκοπελιανοῖς καὶ Νικήταις αὐτὸ προσαρμόσομεν καὶ | |
85 | πρὸς τὴν ἑκάστου τέχνην καὶ δύναμιν τὰς ἀρετὰς τοῦ λόγου ἀκριβωσόμεθα. Μὴ τοίνυν μηδ’ ὁ Ἰταλὸς ἀπαξιούσθω τῶν χαρακτήρων, ἀλλ’ αὐτός τέ μοι κεχαρακτηρίσθω καὶ πᾶς ὅστις ἄλλος τῶν ὁμιλητῶν. ἀσπάζομαι γὰρ ὑμῶν καὶ τὰ νεογιλὰ τῶν λόγων γεννήματα· παρ’ ἐμοῦ γὰρ ὁ τόκος ὑμῖν. καὶ ὁ προπάτωρ ἐγὼ οὐκ ἀπεχθαίρω τὸ ἔκγονον, ὁποῖον ἂν ᾖ, εἴτε | |
90 | κεφαλὴν συμπεπίεσται, εἴτε διηγκύλωται τὸν ἀγκῶνα, εἴτε τὸ γόνυ ἐξήρθρωται· ὑποδέξομαι γὰρ ἡδέως τὸ ὀλισθῆσαν καὶ τῇ μαιείᾳ τοῦ λόγου ἐπιχειρήσω καὶ πλυνῶ μὲν αὐτίκα διαπλάσομαί τε, πῶς ἂν εἴποιτε τεχνικῶς, καὶ ἀποδώσω τῇ τύχῃ τὸ παρεκνεῦσαν ἀσπάσομαί τε καὶ διεστραμμένως ἔχον. οὐ γάρ εἰμι τῆς Ἀτθίδος ἐκείνης περὶ τὰ ἔκγονα | |
95 | ἀστοργότερος (τοῦ δ’ ὀνόματος ἐπιλέλησμαι). ἐκύει δὲ αὕτη, ὡς ἡ περὶ αὐτὴν ἱστορία, καὶ ὁ πατήρ, δόξαν οὕτως, οὐ συνεχώρει αὐτῇ μητρὶ ἔσεσθαι, ἀλλ’ ἐβούλετο ἐπὶ τῷ τόκῳ τὸ βρέφος τεθνήξεσθαι καὶ πρὸς τοῦτο λεληθότως τὴν μαῖαν κατήπειγεν. ἡ δὲ ἕτερον τρόπον τῷ τοῦ πατρὸς βουλήματι ὑπηρέτησεν· ὄφιν γὰρ ἐγκολπισαμένη, ἐπειδὴ τῶν | |
19(100) | ὠδίνων τὸ βρέφος ὠλίσθησε, τὸ μὲν ὑπεξέθετο, τὸν δὲ ὄφιν ἐπικαθημένη τῇ πρωτοτόκῳ ὑπέθηκε καὶ ‘φεῦ, οἷον‘, φησί, ‘τέρας ἑώρακα, ὄφις γὰρ ἀντὶ βρέφους τὸ κύημα‘. ἡ δὲ λεχὼ συμπαθῶς αὐτίκα ‘ἀλλά μοι, μαμμίδιον, τὸν ὄφιν‘, ἔφη, ‘περίθαλπε, ἔχομαι γὰρ αὐτοῦ ὡς ψυχῆσ‘· καὶ ταῖν χεροῖν λαβοῦσα ἐφίλησεν. Ἀττικὸς δὲ κἀγὼ ἀνὴρ καὶ φιλόπαις καὶ | |
105 | μᾶλλον ἤπερ ἐκείνη· ψυχικαῖς γὰρ ὠδῖσιν ἐγεννησάμην ὑμᾶς καὶ φιλῶ τὰ ὑμέτερα βρέφη τῶν λόγων, ἃ δήποτε καὶ ἀνδρωθεῖεν καὶ βραχίοσιν ἰσχύσαιεν καρτεροῖς. ἀλλά μοι τέως γεννᾶτε· οὐδὲν γὰρ ἀκμάσοι μὴ | |
γεννηθέν. | 72 | |
20(1t) | Εἰς δύο τινὰς τῶν μαθητῶν αὐτοῦ λογογραφήσαντας | |
2t | πρὸς ἀλλήλους | |
3 | Οὐδεὶς παρ’ ὑμῖν, οὔτ’ αἰχμητὴς οὔτε ἀκοντιστὴς καί, ἵνα κατάλογον τῶν στρατιωτικῶν ὀνομάτων ποιήσωμαι, οὔτε πρωτοστάτης οὔτε | |
5 | δευτεροστάτης, ἀλλ’ οὔτε ἐνωμοτίας ἢ διμοιρίτης, οὐδὲ τὸν λόχον τηρεῖν ἐπιστάμενος, οὔτε τάξεις εἰδὼς οὔτε ἐπὶ φάλαγγος οὔτε πρὸς φάλαγγα ἵστασθαι· ἀλλ’ ὥσπερ δὴ τὸ ἔθνος (τοὺς ἐνειμένους φημὶ τὸν κάνδυν), βοηδρομεῖτε ἀσύντακτα καὶ διεσκεδασμένα θέοντες κατ’ ἀλλήλων. καὶ ὁ μὲν Ἑλληνικὸς νόμος καὶ ἡ τῶν φιλοσοφησάντων διάταξις ἡσυχῇ προϊέναι | |
10 | κελεύει τοὺς ἐπὶ τῆς λογικῆς φάλαγγος καὶ ζυγεῖν ἀλλήλοις καὶ στοιχεῖν (τῷ πλάτει φημὶ καὶ τῷ μήκει). ὑμεῖς δὲ τοῖς ὄρνισιν ἐκείνοις ἐοίκατε οἷς ὁ ποιητὴς τὸ Τρωϊκὸν παραβάλλει στρατόπεδον· πλὴν ὅσον ἐκεῖνοι μὲν καὶ κλαγγῇ πετόμενοι, ἀλλὰ τοῖς μικροῖς ἐκείνοις ἀνδράσιν ἀξιόμαχοι πρὸς ἀλκὴν καθεστήκασιν, ὑμᾶς δὲ θᾶττον ἂν καὶ οὗτοι διαχρήσωνται οὐ | |
15 | σὺν τάξει τὴν πτῆσιν ποιουμένους τῶν λόγων, ἀλλ’ εἰς πολλὰ κατατετμη‐ μένους μέρη καὶ διαλελυκότας τὴν λογικὴν σύνταξιν. ὃ γοῦν τὸν Ἡρακλέα οἱ σμικροὶ οὗτοι τὸ μέγεθος πεποιήκασιν ἀφυπνώσαντα, τοῦτο ἂν ὑμᾶς | |
ἐγρηγορότας ποιήσαιεν. Ἄγει γὰρ καὶ πρὸς τούτους ὁ λόγος τὸν ἀθλητὴν καὶ μεσημβρίας | 73 | |
20 | κατακοιμίζει. οἱ δὲ ἄλλος ἀλλαχόθεν τῶν μυωξιῶν καὶ τῶν σπηλύγγων ἐκπεπηδήκασιν, ὁ μέν τις παλαιστιαῖος, ὁ δὲ καὶ παρ’ ἐνίους τῶν δακτύ‐ λων, καὶ ἄλλος βραχεῖ τῳ μείζων. ὁ μὲν οὖν ἆθλον προὔκειτο, οἱ δὲ ἠγωνίζοντο, ἄλλος κατ’ ἄλλο τι διῃρημένος τῆς μάχης. οἱ μὲν οὖν λίθοις ἔπαιον, μᾶλλον δὲ ψηφῖσι λεπταῖς, οἱ δὲ ταῖν χεροῖν ἔτυπτον· μοῖρα δέ τις | |
25 | τούτων ἀποστᾶσα πολυπληθὴς δῆσαι τὸν Ἡρακλέα διενοήθησαν, καὶ δῆτα καλῳδίῳ μακρῷ περιεληφότες αὐτοῦ τὸν βραχίονα ἀνασείειν τε ἐπεχείρουν καὶ ἐπί τι δένδρον ἀποδεσμεῖν. ὁ δὲ ἔτι μᾶλλον ἡδέως ἐφύπνωτ‐ τε, παιδιὰν ἱλαρὰν τὴν ἐκείνων πεποιημένος σπουδήν. ὡς δέ ποτε τὴν τοῦ ὕπνου ἀχλὺν ἀποσκεδάσας διεγήγερτο καὶ τὸν ἀγκῶνα τῇ γῇ προσ‐ | |
30 | ήρεισεν, ὥστε ἐπὶ γόνυ καθίσαι, τὴν πλείονα μερίδα τῆς παρατάξεως τῇ ἀντερείσει τοῦ ἀγκῶνος διώλεσεν· οἱ δὲ καταλελειμμένοι, ὁ μέν τις ὑπὸ θάμνον ἐδύετο, ὁ δὲ ὑπὸ φύλλον κράμβης ἐσκέπετο, καὶ ἄλλος ὑπὸ τὸ τῆς ἀμπέλου γόνυ ἀπέκρυψεν ἑαυτόν, οἱ δὲ πλείους προβολὰς ἑαυτῶν τὴν τῶν ἀσταχύων καλάμην πεποίηντο. | |
35 | Ἀλλ’ ὑμῶν ἕνεκα οὐδεὶς ἐκείνων οὔτε ἀποφεύξεται οὔτε ἐς ὀπὴν πέτρας οἰχήσεται καταδύς· οὕτως ἀπόλεμοι πάντες καὶ τῆς περὶ λόγους Ἐνυοῦς ἀδαεῖς. μετρεῖ δὲ ἕκαστος ἑαυτὸν καὶ ζυγοστατεῖ τοὺς λόγους ἐπὶ τῆς ἰδίας βουλήσεως καὶ προπηδᾷ τε τοῦ λόχου παρὰ καιρόν· καὶ μάχεσθε πρὸς ἀλλήλους, εἰρήνην ἄγειν ἐξόν. οὔτε γὰρ ἡ σάλπιγξ τὸ πολεμικὸν | |
40 | ὑπηχεῖ οὔτε ὁ στρατοκῆρυξ βοῶν περίεισι τὸ στρατόπεδον, τοῦ φαλαγ‐ γάρχου δὲ προκέλευσμα οὐδαμοῦ τὸν Μακεδόνα ἐξέλιξεν· ἀλλ’ ὑμεῖς ἑαυτοὺς ἐπιτάττετε καὶ ἐγκελεύεσθε καὶ οὐκ ἐν καιρῷ διαλύετε τὸν συνασπισμόν, οὔτε τοὺς δεκάρχας ὑμῶν αἰδούμενοι οὔτε τοὺς μοιρηγέτας οὔτε τὸν ἀρχηγέτην τοῦ στρατοπέδου. καὶ τό γε χαλεπώτερον ὅτι μὴ πρὸς | |
45 | τοὺς ἀντιθέτους ὑμῖν ὁ πόλεμος· ἀλλ’ ἐπειδήπερ ἐκεῖνοι πεφρίκασιν ὑμᾶς καὶ κατεπτήχασιν ἐμοῦ στρατηγοῦντος, πρὸς ἀλλήλους διαπολεμεῖτε καὶ τὰ ξίφη τῶν λόγων ἐρρωμένως τοῖς φιλικοῖς ἐμβάλλετε σώμασι. τοῦτο τέλος τῆς πρὸς ὑμᾶς ἐπαγγελίας ἐστί; | |
Καί μοι τῆς μαιείας ἐκείνης προσφυῶς ἀναμνήσθητε δι’ ἣν κατὰ τὸν | 74 | |
20(50) | Σωκρατικὸν τύπον τὰς ὠδῖνας ὑμῖν τῶν λόγων ἔλυον. προὔλεγον γὰρ ὡς τὸ ὀλισθῆσαν βρεφύλλιον ὁλομελὲς μὲν ὂν καὶ ἄρτιον ἀσμενέστατα ἐκθρέψω καὶ τιθηνήσομαι, κολοβὸν δὲ ἄλλως ἢ παρακεκινημένον προσπλάσομαί τε καὶ ἐξιάσομαι. ἐπεὶ τοιγαροῦν οὓς ἀπετέκετε λόγους ἀμφοτέρωθεν κακῶς ἔχουσιν (οἱ μὲν γὰρ κεφαλῆς καὶ αὐχένος ἐστέρηνται, τοῖς δὲ ὁ βραχίων | |
55 | ἐξῆπται τοῦ νωτιαίου, οἱ δὲ ὑπὸ τοῖν μηροῖν ᾐώρηνται τὴν λαιάν, τοῖς δὲ καὶ καρδία καὶ ἧπαρ καὶ σπλὴν ἐπιλέλοιπε), διὰ ταῦτα τὰ μὲν προσπλάτ‐ τειν, τὰ δὲ ἀναπλάττειν, τὰ δὲ μετατιθέναι ἐπικεχείρηκα. εἰ δὲ ταχέως τὰς ὠδῖνας τῶν λόγων ποιεῖτε, ἄλλο ἐπ’ ἄλλῳ γεννῶν ἕκαστος ὥσπερ ὁ λόγος ποιεῖ τὸν λαγωόν, οὐ διὰ τοῦτο θαυμάσομαι· ἐπεὶ μηδὲ τὴν λεχὼ ἡ | |
60 | ὀμφαλοτόμος θαυμάσοι ποτὲ ὅτι ταχὺ μὲν ἀποτίκτοι, κολοβὰ δὲ εἴη τὰ τετεγμένα. οὕτω γοῦν τις τῷ γραφεῖ Τιμοθέῳ εἰκόνα τῶν πονηρῶν γραφέων ἐπέδειξεν (ἡ δὲ εἰκὼν ἄλλως εἶχεν ἢ οἱ γραφικοὶ λόγοι)· ὁ δὲ ταύτην νυκτὸς ἀπειργάσατο, ὁ δὲ Τιμόθεος ‘ἀλλ’ ἐκπέπληγμαι‘, φησίν, | |
65 | ‘ὅτι μὴ πολλὰς τοιαύτας ἐμόρφωσασ‘. Τὸ τοίνυν σχεδιάζειν καὶ οἷον ἀναπνεῖν τοὺς λόγους ἐραστὸν μέν, ἀλλ’ ἀκροσφαλές, καὶ τρεῖς ἢ τέτταρες τῶν ἄκρως σοφιστευσάντων τὴν σπουδὴν κατωρθώκασιν. ὑμεῖς δὲ ἀλλά, κἂν κατὰ τοὺς ἐλέφαντας ἀποτίκτοιτε ἐφ’ ὅλοις χρόνοις δυσὶ καὶ μησὶν ἕξ, ἁδρὸν δὲ εἴη τὸ γέννημα, | |
70 | ἀποδεκτέοι καὶ τῆς ὠδῖνος καὶ τῆς κυήσεως. μόνον προβολὴν ὁ λόγος ἐχέτω καὶ προκαθιστάσθω τὸ μέλλον καὶ προσδιοικείσθω τὸ ἄρθρον τοῦ λόγου καὶ τὴν πᾶσαν προτετυπώσθω τομήν· συνεχῶς δὲ καὶ προσεχῶς συγκεκολλήσθω τοῖς μέρεσι καί, μεταβαίνειν δέον, μὴ οἷον ἅλμα ποιείτω, ἀλλὰ πορείαν τῶν φθασάντων ἐχομένην ἰχνῶν· χρώματι δὲ ἑνί τε ὁμοῦ | |
75 | καὶ ποικίλοις κεχρώσθω, ὁ γὰρ Ἀπόλλων καὶ μεταβάλλων τὰ μέλη τὴν αὐτὴν σῴζει τῆς ἠχοῦς ἰδέαν. ἐπιμελητέον δὲ ὑμῖν καὶ τῆς περὶ τὰς συντάξεις τοῦ λόγου τέχνης· καὶ μὴ ἐπὶ σαθρῷ θεμελίῳ τὸν λόγον οἰκοδομεῖτε. ἐς παιδιὰν δ’ ἑαυτοὺς καθιέντες, ὥστε ἀποσκῶψαι ἀλλήλους, | |
εὐφυῶς καὶ τοῦτο ποιεῖν, ἵνα μὴ ἀνελεύθερος ἡ βωμολοχία ὑμῖν ᾖ· ἀλλὰ | 75 | |
80 | καὶ προσεπισημαίνειν τῷ λόγῳ ὅτι παιδιὰ τὸ σκῶμμα, καὶ διαλυέτω τὴν ἀχλὺν ἡ αἰθρία. δόξαν δὲ πίστεως μηδεὶς θατέρῳ προσονειδιζέτω· κοινὸν γὰρ πᾶσι τὸ ὁμολόγημα καὶ οὐ δεῖ ἀρχὰς τῶν ἀξιωμάτων ζητεῖν. Ἀλλὰ μῶν προσεπλασάμην τὰ λείποντα τῶν μελῶν καὶ τὴν κόρσην ἐπὶ μέσην μετήνεγκα τὴν κεφαλήν; ἢ ἔτι τὰ νεογιλὰ ὑποσκάζει τὼ πόδε καὶ | |
85 | τὴν στάσιν οὐ πάνυ θαρρεῖ; τέως μὲν οὖν διηρθρώσθω ἡ κεφαλή· πάντως γὰρ καὶ τοῖς διεστραμμένοις ἑτέροις μέλεσι τὴν ἴασιν ἀποδώσομεν. | |
21(1t) | Ὅταν ἔβρεξε καὶ οὐκ ἀνῆλθον οἱ μαθηταὶ αὐτοῦ | |
2t | εἰς τὴν σχολήν | |
3 | Ἀλλ’ οὐχὶ θέρους μὲν ἐσθίετε, χειμῶνος δὲ ἐγκρατεύεσθε. τροφὴ δὲ καὶ τῆς ψυχῆς ὁ λόγος ἐστίν, ἣν οὐ χρὴ προσίεσθαι ἢ ἀποστρέφεσθαι κατὰ | |
5 | τὰς τοιάσδε ἢ τοιάσδε τοῦ ἀέρος μεταβολάς. εἰ γὰρ πρὸς τὰς ἔξωθεν αἰτίας τὴν μάθησιν ταλαντεύειν ἐθέλετε, οὐδέποτ’ ἂν ἐπήβολοι σοφίας γένησθε· ἑκάστη γὰρ ποιότης τοῦ περιέχοντος ἥκει τι κακὸν φέρουσα. ἡ μὲν γὰρ ψύξις τὰ σώματα πήγνυσιν, ἡ δὲ θερμότης διαχεῖ ταῦτα καὶ τὴν δύναμιν καθαιρεῖ καὶ ἡ ξηρότης αὐχμὸν ἐργάζεται καὶ ἡ ὑγρότης περιττό‐ | |
10 | τερον τὸ φλέγμα ποιεῖ· καὶ τὰ ἐκ τούτων ἀποτελούμενα πάθη διατίθησί πως ἡμᾶς καὶ ἀλλοιοῖ. ἐκπλήττουσι μὲν γὰρ αἱ βρονταί, ἐκδειματοῦσιν οἱ κεραυνοὶ καὶ οἱ σεισμοὶ ἔτι μάλιστα· παρηλίους δὲ ἢ ἀνθηλίους ἰδόντες ἢ κεχρωσμένας γραμμὰς καινὰ οἰόμεθα βλέπειν δημιουργήματα. εἰ οὖν διὰ τὸν ὑετὸν ἀπωκνήσατε πρὸς τὴν τοῦ λόγου μετάληψιν, τάχ’ ἂν καὶ διὰ | |
15 | τοὺς κεραυνοὺς ἢ τοὺς τῶν ἄστρων ἐκπυρηνισμοὺς ἢ τοὺς διᾴττοντας τῶν | |
ἀστέρων ἢ δι’ ἄλλο τι τῶν μεγίστων ἢ μικροτέρων ἀπολειφθήσεσθε τῆς μαθήσεως· οὐκ ἔστι δὲ ὁπότε μὴ ταῦτα ἐν τῷ παντὶ γίνεται. διὰ πάντα τοιγαροῦν πάσης ἂν ἔρημοι φιλοσοφίας ὀφθείητε. Ἀλλ’ οὐχ οὕτως οἱ γεωργοῦντες ἢ πατρίδος προπολεμοῦντες, οὐδὲ οἱ | 76 | |
20 | τὰς βαναύσους τῶν τεχνῶν μετερχόμενοι. ἀλλ’ ὅ τε χρυσογνώμων δεῆσαν ἑκάστοτε τὸν χρυσὸν παρατρίβει τῇ λίθῳ τῇ γνώμονι, καὶ ὁ χρυσοχόος οὕτω καθαίρει τὴν ὕλην ἐκπυρῶν καὶ ἀπαλλάττων τῶν ἀλλοτρίων· καὶ ἁπαξαπλῶς πᾶς ὁ τέχνης ἐργάτης τινὸς οὐ πρὸς τοὺς καιροὺς ποιεῖται τὴν μεταχείρισιν τῶν ὑλῶν, εἰ μὴ ὅτε καὶ τοῦτο ἔργον | |
25 | τῆς τέχνης ἐστίν, ὥσπερ ὁ γεωργὸς ποιεῖν εἴωθεν (ἐν τῷδε μὲν γὰρ τῷ χρόνῳ φυτεύει καὶ ἐν ἐκείνῳ τὰς ἀποφυάδας ἐντίθησι, καὶ νῦν μὲν ὑλοτομεῖ, αὖθις δὲ δενδροτομεῖ). ἀλλ’ οὐ τοῦτον ὑμεῖς ζηλοῦντες πεποιή‐ κατε ἢ πεπόνθατε τὴν ἀπόλειψιν· ἀλλ’ ἐπειδὴ μαλακῶς ἔχετε τῆς γνώμης πρὸς τὴν τῶν κρειττόνων γνῶσιν, διὰ τοῦτο πᾶν ὁτιοῦν τοῦ καιροῦ | |
30 | αἰτιᾶσθε τῆς τούτων στερήσεως. οὐ γὰρ ἀνηρέθισθε τὴν ψυχήν, οὐδὲ τὸ πῦρ ἡμᾶς τοῦ ζήλου καταβιβρώσκει, ἀλλ’ ὥσπερ τινὸς τῶν ἐν ἀγορᾷ γινομένων, οὕτω δὴ καὶ τοῦ λόγου μεταλαμβάνετε. Τοῖς δέ γε πρὸ ἡμῶν φιλοσόφοις οὐκ ἐξήρκει τὰ ἐν ταῖς πατρίσιν αὐτῶν παιδευτήρια· ἀλλ’ οἱ μὲν ἀπὸ τῆς Ἀσίας ἐπὶ τὴν Εὐρώπην ἐστέλ‐ | |
35 | λοντο, οἱ δέ γε Εὐρωπαῖοι ἐπὶ τὴν ἑτέραν μετεσκευάζοντο ἤπειρον, ὥσπερ οἱ τὴν θάλασσαν ἐργαζόμενοι, τὰ μὲν μετακομίζοντες πρὸς οὓς καταίρειν ἔδοξαν, τὰ δὲ μεταφορτιζόμενοι καὶ ἐπὶ τῆς οἰκείας ἀγώγιμα ἔχοντες. ἐπεῖχε δὲ τούτους οὔτε θάλασσα κυμαινομένη οὔτε τὰ πνεύματα καταιγίζοντα οὐδὲ ὀρῶν ἀκρότητες καὶ λόφων περιωπαὶ δύσβατοι, ἀλλὰ | |
40 | πανταχόσε ὥσπερ πνεῦμα ἀκωλύτῳ ἐφέροντο ῥεύματι. ἐπεὶ γὰρ τὰ τῆς μουσικῆς εἴδη διεμεμέριστο τῷ παντί, ὧδε μὲν τὰ τῆς ῥητορικῆς ἐμυοῦντο μυστήρια, ἐκεῖ δὲ τὴν τῆς γεωμετρίας ἰσότητα ἐδιδάσκοντο, καὶ φιλοσο‐ φεῖν μὲν δεῆσαν ἐπ’ Αἴγυπτον ᾔεσαν, ἀστρονομεῖν δὲ προῃρημένοι τὴν Χαλδαίων διηρευνῶντο· καὶ τῶν πατρίδων ἡ ἀλλοτρία μᾶλλον αὐτοῖς | |
45 | σεμνοτέρα ἐδείκνυτο καὶ πρὸς τὰς τῶν λόγων δυνάμεις ἢ ἀδυναμίας τὰς οἰκειώσεις ἢ ἀλλοτριώσεις ἐτίθεντο. τοῖς δὲ οὐδὲ λόγου εἵνεκα αἱ ἀποδημίαι γεγόνασιν, ἀλλ’ ἵνα τὴν φύσιν θεάσωνται ἀπόρρητόν τι ποιοῦσαν ἢ ἐν Σικελίᾳ ἢ περὶ τὴν Αἴγυπτον, ἐκεῖ μὲν τὸ πῦρ κάτωθεν ἀναφέρουσαν, ἐνταῦθα δὲ τὸν Νεῖλον ὑψοῦσαν καὶ τὴν χώραν κατάρδουσαν. καὶ τῶν | |
21(50) | μὲν συνήθων θεαμάτων ἢ μαθημάτων ἧττον ἐφρόντιζον, τῶν δὲ περιττο‐ τέρων καὶ ἀπορρήτων μᾶλλον ἱμείροντο· ὅθεν οἵ γε τελεώτεροι τῶν ἀποδείξεων ἀμελήσαντες αὐτόπται τῶν συμπεραινομένων γεγονέναι | |
πολλοῖς φροντίσμασιν ἐπεχείρησαν. Ἀλλ’ ἐκείνοις μὲν ἐπὶ τὸν τῆς γῆς ὀμφαλὸν ἀπὸ τῶν ἀκροτάτων μερῶν | 77 | |
55 | τὸ προσιέναι καὶ συνιέναι διεσπουδάζετο, ὑμῖν δὲ τὸ τῆς Βυζαντίδος μεσαίτατον ὥσπερ αἰθήρ τις ἄλλος δοκεῖ πρὸς τὴν ἄνοδον ἀκατάληπτος. διὰ ταῦτα καὶ πύκνωσις ἀέρος ἀπείργει καὶ νέφους ὑποδρομὴ καὶ ἀκτὶς ἡλίου φλογωδεστέρα. τί δὲ μὴ καὶ τοὺς λίθους αἰτιᾶσθε τοὺς ἐν ποσί; καὶ τοὺς μὲν πεζοὺς οἱ ἐπὶ τῶν ἵππων, ἐκεῖνοι δὲ τούτους; ὀχλεῖσθε γὰρ | |
60 | ὑπ’ ἀλλήλων, οἱ μὲν ὅτι συμπατεῖσθε τοῖς ἵπποις, οἱ δὲ ὅτι τῷ πλήθει πιέζεσθε. θαυμάζω δὲ ὅπως οὐχὶ καὶ οἱ ὑπὲρ κεφαλῆς ὑμῶν οὗτοι στρουθοὶ ὄχλον ἐμποιοῦσιν ὑμῖν καὶ τοῦ μανθάνειν ἀπείργουσι, καὶ μάλιστα ὅταν οἱ τὰ μεσημβρινὰ λειτουργοῦντες τέττιγες τὸν ἀέρα περιηχήσωσι καὶ πᾶσαν ἀκοὴν καταυλήσωσι. | |
65 | Πρὸς οἷον δὲ ὑετὸν ἐκπεφόβησθε; ἡνίκα θέρους ἀρχὴ καὶ τὸ κατηφὲς τοῦ ἀέρος τῇ τοῦ φωστῆρος λαμπρότητι διαλύεται καὶ οὐδαμοῦ νεφῶν σύστασις οὐδὲ σύρρηξις, ἀλλὰ τῆς αὐτῆς ὥρας συννεφὴς οὐρανὸς καὶ ἀνέφελος, καὶ μᾶλλον τὸν ὑετὸν ἀσπαζόμεθα διὰ τὴν πρὸς τὸ ἐναντίον συνήθειαν. εἰ δὲ ἐπ’ ἀσπίδος ἑστήκατε, ἆρ’ ἂν διέλυεν ὑμῖν τὸν συν‐ | |
70 | ασπισμὸν μεταβαλὼν ὁ ἀήρ; ‘ἦ τοῦτο ἧττον δεινόν· οὐ γὰρ πόλεμοσ‘, ἐρεῖ τις, ‘ἐνθάδε.‘ πόλεμος μὲν οὐδαμῶς, ὦ λῷστε, ψυχῆς δὲ τελείωσις καὶ ἀναγωγὴ καὶ πρὸς τὸ πρῶτον ἀγαθὸν ἄνοδος ἢ ἐπάνοδος. Ἐγὼ δὲ ᾤμην ὑμᾶς καὶ διὰ μέσου πυρὸς ἀπαντᾶν, εἴ τι δεδύνησθε, πρὸς ἡμᾶς, ὑμεῖς δὲ οὐ λανθάνετε ἄρα ἔλαττον τῶν ἐμῶν λόγων φροντίζοντες. | |
75 | τὸ δὲ αἴτιον ὅτι ἕτοιμός εἰμι πρὸς τὰς ἐρωτήσεις ὑμῶν, καὶ πάσης μὲν τέχνης, πάσης δὲ ἐπιστήμης πύλας ἀνέῳξα, καὶ τὸ πρόχειρον τῆς μαθήσεως ἕτοιμον ὑμῖν εἰς καταφρόνησιν γέγονεν. ἂν δ’ ἐπιζυγώσω τὰς θύρας συρρέουσιν, ἂν ἐφέξω τὰς ἀποκρίσεις, τότε ὑμῖν περισπούδαστος ὁ λόγος γενήσεται. ἀλλ’ οὐδαμῶς ἐγὼ τὴν ὑμετέραν γνώμην μιμήσομαι, | |
80 | οὐδὲ ταλαντεύσω τὸν λόγον πρὸς τὰς ὑμετέρας προθυμίας καὶ ἀμελείας· ἀλλ’ ἐμοὶ μὲν τὸ ῥεῦμα τοῦ λόγου ἴσον ῥεύσει καὶ ἄφθονον, ὑμῶν δὲ οἱ μὴ νῦν ἀρυόμενοι ἐπιλείποντος ἴσως τοῦ χεύματος εἰς τὸν ἅπαντα χρόνον | |
διψήσουσιν. | 78 | |
22(1t) | Ἐμβραδυνάντων τῶν μαθητῶν τῇ τῆς σχολῆς ξυνελεύσει | |
2 | Οὐδὲν καινὸν ποιεῖτε οἵ τε δοκοῦντες ὑμεῖς φιλοσοφεῖν καὶ οἱ πρὸς τὸν τῆς ῥητορείας δρόμον τὴν γλῶτταν ἰθύνοντες, ἀλλὰ τοῖς ἐξ ἀρχῆς κρατή‐ σασιν ἐν ὑμῖν νόμοις στοιχεῖτε· οἷς δὴ καὶ μέχρι παντὸς ἑπόμενοι τοιοῦτοι | |
5 | φαίνεσθε καὶ φανήσεσθε, οἵους ἀποτελεῖν ἐκεῖνοι εἰώθασιν. ἐγὼ δὲ ὁ μάταιος ᾤμην καινοτομήσειν τι παρ’ ὑμᾶς καὶ μεταποιήσειν τι τοῦ κρατήσαντος ἔθους, νῦν μὲν λέξεσί τισι θηρώσαις τοὺς ἀκροατάς, νῦν δὲ ἐννοίαις τὸν νοῦν ὑμῶν ἀναγούσαις καὶ πρὸς θεῖόν τι κάλλος ἐπαναγού‐ σαις· ἀλλ’ ὑμεῖς γε ἄθελκτοι πρὸς ἄμφω τυγχάνετε καὶ ἀνέραστοι. καὶ | |
10 | τὸ τῆς ῥητορείας καὶ τὸ τῆς φιλοσοφίας ὄνομα ὥσπερ τι φώριον ἔχετε, ἄλλοις μὲν προσῆκον, ἐφ’ ἑαυτοὺς δὲ ἐπισπασάμενοι· ὅθεν καὶ ἱεροσυλίας τις ὑμᾶς γράψαιτο τὰ θείοις ἀνδράσιν ἀνατεθειμένα ἀναιδῶς μάλα κλοποφορήσαντας. τοῦτο γὰρ ὑμῶν τὸ γενναιότατον καὶ πλέον τῶν ἱεροσυλούντων ὅτι ἐκεῖνοι μὲν ἐφ’ οἷς ἀφαιροῦνται τῷ λάθρᾳ χρῶνται, | |
15 | ὑμεῖς δὲ τῷ ἐγκλήματι μετὰ τῆς ἀναιδείας ἐχρήσασθε. εἶτα ἐγὼ τοιούτους ὄντας καὶ περιειπόμην καὶ ἔσαινον, καὶ νῦν μὲν παῖδας, νῦν δὲ ἀδελφοὺς ἐπωνόμαζον, νῦν δὲ ἄλλῳ τῳ τῆς συγγενείας ὀνόματι, τῶν τοιούτων κλήσεων τῷ ἡδεῖ ἐπανάγων ὑμᾶς πρὸς τὴν μίμησιν. ὑμεῖς δέ με καὶ πάλαι ἐξ ἀλλοτρίων χρωμάτων μορφούμενοι οὐκ ἐλανθάνετε· ἀλλ’ ἐγὼ | |
20 | καὶ πάλιν τῷ ἤθει ἐχρώμην καὶ ὑπεκρινόμην τὴν ἄγνοιαν, ἵνα μὴ πρὸς τῷ μὴ διορθώσασθαι καὶ προσπλήξω. ἀλλὰ τί; οὕτως ἔσομαι πάντοτε ἐμαυτῷ ὅμοιος, ἀφ’ οὗ μηδεμία ὑμῖν ὄνησις προσγενήσεται; καὶ διὰ τὴν τοῦ ἤθους συντήρησιν τὴν διδασκαλικὴν τάξιν ἀμείψω, ἣ ποικίλη τίς ἐστι καὶ πολλαχῶς τοὺς τελουμένους πρὸς τὸν ὀρθὸν λόγον ἐπανάγει; | |
25 | Ἐπεὶ οὖν πρὸς τὴν μαλακὴν ἁρμονίαν οὐ κατεθέλχθητε, ἀλλὰ τοῦ τῆς ἱστορίας δελφῖνος ἀλογώτεροι ὤφθητε (ὁ μὲν γὰρ τὸν Μηθυμναῖον Ἀρίωνα λιγυρόν τι ἐπᾴσαντα ἐπὶ τὸν νῶτόν τε ἀνεβίβασε καὶ διὰ πολλῶν | |
κυμάτων τοῖς λιμέσιν ἀπέδωκεν, ὑμεῖς δέ με—ἀλλὰ τί χρὴ λέγειν οἷος τὴν φύσιν εἰμί; ἐρυθριῶ γὰρ πάνυ τὴν σύγκρισιν—οὐδὲ ἐπιβαίνοντα | 79 | |
30 | προσεδέξασθε, πολλοῦ γε καὶ δεῖ καὶ διὰ τρικυμίας ἀγαγεῖν καὶ πρὸς ὅρμον ἀπαγαγεῖν), ἐπεὶ τοίνυν οὕτως ὑμεῖς λοξοί τε καὶ πλάγιοι, καὶ μήτε τῷ κανόνι τὰς ἑαυτῶν ψυχὰς προσάγοντες μήτε τῷ πρώτῳ λόγῳ τὸν λόγον ὑμῶν ἰθύνοντες, διὰ τί μὴ καὶ αὐτὸς πλαγιάσω καὶ συστρέψω τὸν πόδα τῷ ὑποδήματι; οὐ γὰρ κρείττων εἰμὶ τῆς πρώτης καὶ ἀκηράτου | |
35 | φύσεως, ἥ γε δὴ καὶ πλαγιάζει καὶ ἀπευθύνεται πλαγιάζουσί τε καὶ ἀπευθύνουσιν. Ὦ κακοὶ τοιγαροῦν παῖδες καὶ φιλόσοφοι ψευδεπίγραφοι, οἷς γε μηδὲ μέχρι χρώματος ἢ γενειάδος ἐστὶν ἡ ὑπόκρισις, ‘ἕως πότε ἀνέξομαι ὑμῶν; ἕως πότε ἔσομαι μεθ’ ὑμῶν;‘ ἕως δὲ τίνος οὐκ ἀντεισενέγκω τὸ | |
40 | σκῦτος τῆς γλώττης, οὐδὲ τῶν φιλημάτων τὰς πληγὰς οὐδὲ τῆς ἡμερότητος τὴν θρασύτητα; εἰ μὲν γὰρ ὑμεῖς εὐηνίους ἑαυτοὺς πρὸς τὸν λόγον παρείχεσθε, ἐχρῆν καὶ ἐμὲ ἠρέμα τὸν χαλινὸν ἀνακρούειν. ἐπεὶ δὲ κατὰ τοὺς ἑτερογνάθους τῶν ἵππων πρὸς πᾶσαν ἐπαφὴν χαλινοῦ καὶ χειρὸς δυσχεραίνετε καὶ οὔτε ἡμέρως καὶ προσηνῶς καταψώμενοι οὔτε πωλοδα‐ | |
45 | μνικῶς βαρυνόμενοι εὐηνιάζειν ἐθέλετε, διὰ τί μὴ τὰ τῆς ἀπογνώσεως ἐν ὑμῖν φθέγξομαι ῥήματα, ὡς οὔτε πομπήν ποτε κατάξετε ἐπινίκιον οὔτε ὑπὸ ζυγὸν ὀχημάτων ἀχθήσεσθε οὔτε πρὸς τὴν ἐν πολέμοις σάλπιγγα τὰ ὦτα ὀρθώσετε οὔτ’ εἴ τις ἐθέλοι ὑμῖν ἀντὶ κέλητος χρῆσθαι τὴν χρείαν ἀποπληρώσετε· οὕτω βραδεῖς ἐστε καὶ νωθεῖς καὶ οὐδὲν ὅ τι μὴ ταῖς | |
22(50) | παχείαις διφθέραις βαρύνοντες μόνον τὰ γόνατα. Ἀλλ’ ἴσως δοκεῖτε ὅτι ἠπάτημαι ταῖς προσκαίροις ὑμῶν ὑποκρίσεσι καὶ ταῖς ἀκαίροις ἐρωτήσεσιν, αἷς ἀκαίρως με κόπτετε ὡς δῆθεν προμελετή‐ σαντες τὰ ἐρωτήματα καὶ πρὸς ταῦτα παρεσκευασμένοι. πάνυ γὰρ ὑμῶν καὶ τὴν φύσιν ἐπίσταμαι καὶ τὴν πρὸς τὰς μαθήσεις ἀμβλύτητα καὶ ἣν | |
55 | ἔχετε ἀκριβεστάτην ἀμέλειαν, καὶ ὅτι μετὰ τὴν τοῦ γυμνασίου πύλην τὰ μαντικὰ ταυτὶ ἐπιγίνεται πνεύματα καὶ ἡ πρὸς τὰς ἐρωτήσεις βακχεία, | |
ἔξω δὲ Μεγαρέων οὐδὲ λόγος οὐδ’ ἀριθμός. ἀλλ’ οἱ μὲν ὑμῶν ὅτι μὴ ὁ βίος ὑμῖν εὖ ἔχει καταστενάζετε, καὶ πλείων ὁ ἐπὶ τούτου λόγος τοῦ περὶ τοὺς λόγους· οἱ δὲ ἐπεντρυφῶντες, οἷς εὖ ἔχει, πρὸς τοῦτο τὸ σπουδαῖον | 80 | |
60 | καταναλίσκετε, τοῖς ἑπτὰ μὲν πᾶν ὁτιοῦν συνεισφέροντες, τοῦ δὲ ἐν τοῖς ἑπτὰ ὀγδόου οὐδὲν φροντίζοντες. Εἴπω καὶ τἆλλα; ἀλλὰ μή με τῆς γλώττης κακίσητε· εἰ δὲ μή, ἀλλ’ ὀλί‐ γος ἐμοὶ λόγος τοῦ παρ’ ὑμῶν ἐπειλῆφθαι. οἱ μὲν τῶν θεάτρων φροντίζετε ἢ τοῖς φροντίζουσι σύνεστε, οἱ δὲ διδόατε ταῖς σκηναῖς, καὶ οἱ μὲν τοὺς | |
65 | περιβλέπτους ἐπὶ πλούτῳ θαυμάζετε, οἱ δὲ τὰς ἐπὶ τῶν δακτύλων σφενδόνας ποθεῖτε καὶ ζηλοῦτε· τὸν δὲ πρὸς τοὺς λόγους λόγον οὕτως ἀποδίδοτε ὥσπερ τι τῶν ἀναγκαίων ὀφλημάτων ἃ δή τινες ἀπαιτοῦνται καὶ μὴ βουλόμενοι. κἂν μὲν εἰς ἄλλο τι βαδίζειν ὑμᾶς δέοι, βαβαὶ τῆς ὀξύτητος τῶν ποδῶν καὶ τοῦ προωθεῖν καὶ ἀντωθεῖσθαι καὶ πολὺ τὸ | |
70 | ‘βραδὺς ὑπὸ γῆν ὁ ἥλιοσ‘ καὶ τὸ ‘λυκόφως οὐκ ἂν ἡμᾶς φθάσῃ κατακειμέ‐ νουσ‘. αἰδεῖσθε δὲ τηνικαῦτα καὶ τὸν ἥλιον ἀνατείλαντα ὥσπερ οἱ Σκύθαι ὅτι μὴ ἔφθασαν προτεθυκότες. ἢν δὲ εἰς μουσεῖα βαδίζειν αἱρῆσθε, ὥσπερ πολύποδος προβεβρωκότες κεφαλήν, οὕτω δὴ βεβάρησθε καὶ τυγχάνετε τεθολωμένοι τὸν λογισμόν· ἐπίκεινται δὲ καὶ αἱ βλεφαρίδες | |
75 | τοῖς ὄμμασιν ὥσπερ τινὲς μηχαναὶ μολύβδιναι, ἃς οὐκ ἄν τις ἑκὼν εἶναι ἀνασπάσαιτο, εἰ μὴ σὺν βίᾳ πολλῇ. εἶτα ὁ μὲν ἥλιος ἑκκαίδεκα ὅλοις σταδίοις ὑπερβέβηκε τὸν ὁρίζοντα, ὑμεῖς δέ, ὡς ἤδη πρὸς ὕπνον κατακλι‐ θέντες, τὴν κεφαλὴν οὕτω προσηλοῦσθε τοῖς στρώμασιν, ἐγὼ δὲ ὡς πρὸς πάλην διεγηγερμένους καὶ περιμένοντας ὀξεῖ βαδίζω ποδί. | |
80 | Εἶτα οἴεσθέ με ἐντεῦθεν χρηστόν τι πρὸς ὑμᾶς εἰπεῖν ἢ ἡμέρως ἀνέξε‐ σθαι; τοῦτο δέ ἐστιν ἄλλο τι ἢ ναυτιᾶν, ὁπόταν ἀμελούντων ὑμῶν ἐπι‐ μέλωμαι καὶ ῥᾳθυμούντων ἀντέχωμαι; διὰ τοῦτο μεθηρμοσάμην τὴν γλῶτταν καὶ τὴν ἁρμονίαν ἀφεὶς εἱλόμην τὸ σύντονον, εἴ πως κἂν οὕτως πρὸς τὸν ὀρθὸν λόγον τὰς ψυχὰς ὑμῶν μεταγάγοιτε· οὗτος γὰρ καὶ | |
85 | μόνος ὁ τρόπος τῆς παιδείας μοι περιλέλειπται, ἐπεὶ τοὺς ἄλλους ἀπέδωκα. | |
εἰ γοῦν καὶ πρὸς τοῦτον φανήσεσθε ἀναλλοίωτοι καὶ πάλιν ἐρραψῳδηκὼς ἔσομαι, πυθόχρηστος ὑμῖν γενήσομαι, μᾶλλον δὲ τρίπους Δελφικὸς αὐτοπύθιος, ὡς μάτην ὑμᾶς καὶ ἠροτρίασα καὶ τὸν σπόρον κατεβαλόμην· οὔτε γὰρ τὸν στάχυν ἀποδώσετε καὶ πολλὴν τὴν λύπην ἐκφύσετε. | 81 | |
23(1t) | Πρὸς τοὺς μαθητὰς ἀπολειφθέντας τῆς ἑρμηνείας τοῦ | |
2t | Περὶ ἑρμηνείας | |
3 | Πρὸς τοὺς ἀπολειφθέντας ὁ λόγος ὑμᾶς, ὧν οὐκ οἶδ’ ὅπως ποτὲ τῷ λόγῳ καθάψομαι· οὓς γὰρ ταῖς λογικαῖς ὠδῖσι φθάσας ἐγεννησάμην, | |
5 | πῶς ἂν τούτους τῷ λόγῳ διατιμάσαιμι; ἀλλ’ ἐπεὶ μήθ’ οἱ τῇ φύσει τεκόντες τῶν παίδων ὑβριζόντων ἀνέχονται, μήθ’ ὁ πρώτως πλάσας ἡμᾶς τῆς ὀρθῆς ἐκτρεπομένους ὁδοῦ ἐᾷ κατὰ βαράθρων φέρεσθαι, ἀλλὰ τῷ τῆς παιδεύσεως ἀνακρούων χαλινῷ πρὸς τὴν ὀρθὴν οἷμον ἀπευθύνει τὸν ἀφηνιάζοντα, οὐδὲ ἐγὼ ἄλλως πως ποιήσω τοιαῦτα ἔχων τὰ παραδείγ‐ | |
10 | ματα. Τίς οὖν ὁ σκοπὸς τῆς βραδυτῆτος ὑμῖν (ἵνα μὴ λυπῶ λέγων πάλιν τῆς ἀπολείψεως); εἰ μὲν γὰρ τὸ γυμνάσιον οἷον μὴ βελτιοῦν λογισμόν, ἢ αὐτὸς μὴ θέλγων ψυχὴν τῷ πολυειδεῖ τῆς ἀπαγγελίας, εἶχεν ἂν ὑμῖν λόγον ἡ βραδυτής· ἐπεὶ δὲ καὶ τὰ μαθήματα τοιαῦτα, ὡς τὸ μὲν ψυχὴν | |
15 | ἐπαῖρον εἰς οὐρανόν, τὸ δὲ γλῶτταν θῆγον πρὸς ῥητορείαν, καὶ αὐτὸς πρὸς ἄμφω δεξιὰν ἔχω τὴν μεταχείρισιν, ὡς ὑμεῖς μοι τοῦτο πολλάκις μεμαρτυ‐ ρήκατε, πολὺν ἂν ὑμῖν τις τὸν κάρον προσεπιτρίψειεν ἕτερος. ἐξὸν δὲ τοῦ νέκταρος ὁσημέραι πληρουμένους ὑμᾶς νήφειν καὶ διεγηγέρθαι, οἱ δὲ ἐκ | |
τῶν τῆς θολερᾶς πηγῆς ναμάτων κατεμεθύσθητε οὕτω σφοδρῶς, ὡς καὶ | 82 | |
20 | τὸν καιρὸν τῆς εἰς τὸ διδασκαλεῖον συνελεύσεως ἀγνοεῖν. ἢ ἐμὲ τοσοῦτον ἀνοηταίνειν οἴεσθε, ὡς τὴν ὑμετέραν ἀμέλειαν ἐπιμελέστερον διδασκαλίᾳ ἀμείψασθαι καὶ οὐχὶ πλαγίοις συμπορεύεσθαι πλάγιον, μᾶλλον μὲν οὖν καὶ τὴν εἰς τὸ πλάγιον ἀπολιπεῖν κίνησιν ἀκινήτων ὑμῶν μενόντων πρὸς τὸ καλόν; τίνος δὲ αὐτὸς ἕνεκα πρωϊαίτατα πρὸς τὸ γυμνάσιον ἀπαντῶ, | |
25 | πόρρωθεν πρὸς τὸν λογικὸν τοῦτον ἀγῶνα παρεσκευασμένος; ἵνα τι παρ’ ὑμῶν ἀπέλθω ἐμπορευσάμενος; ποῖον τοῦτο; εἰ μὲν χρυσὸν εἴποι τις, ἀλλ’ ὑμεῖς μοι τούτῳ τῷ μέρει καὶ μάρτυρες καὶ καυχήσεως στέφανος. ἀλλ’ ὃ ψυχὴ διδόναι εἴωθεν; ἀλλ’ οὐ τῆς ὑμῶν αὐτὸς ἐπιδεής εἰμι γεννή‐ σεως λογικῆς· ἀρκεῖ γάρ μοι εἰς γνωστικὴν ἀποκύησιν ἡ τοῦ Πλάτωνος | |
30 | καὶ Ἀριστοτέλους ὠδίς, ὑφ’ ὧν ἐγὼ καὶ γεννῶμαι καὶ διαπλάττομαι. ὁρᾶτε ὡς πάντοθεν ὑμῖν ὁ λόγος τὸ ἄλογον συνήγαγε καὶ οὐκ ἔχει λόγον ἡ βραδυτής; Ἀλλ’ ἴσως ὑμᾶς ἡ τοῦ εὐαγγελίου πλανήσει παραβολή, ὅτι καὶ οἱ πρὸ τῆς τελευταίας ὥρας συνεληλυθότες τὸν αὐτὸν μισθὸν ἀπειλήφασι τοῖς | |
35 | περὶ τὴν πρώτην πονήσασιν; ἀλλ’ ἐκεῖ, ὦ βέλτιστοι (ἵν’ ὑμῖν καὶ τὸ τῆς παραβολῆς παραγυμνώσω ἀπόρρητον), οἱ διάφοροι τῶν πιστευσάντων καιροὶ μιᾷ ἡμέρᾳ ἀφωμοιώθησαν κατὰ τὴν συνήθειαν τῆς γραφῆς, καὶ τὸν αὐτὸν πόνον εἰσήνεγκε καὶ ὁ ἑνδεκαταῖος ὃν καὶ ὁ πρωϊαίτατα συνεληλυθώς· ἐνταῦθα δὲ ὁ πεμπταῖος καὶ ὁ δωδεκαταῖος τὸ πολλο‐ | |
40 | στημόριον τῆς ἡμέρας ἀπείληφε, καὶ ὃν ἐχρῆν πόνον συνεισενεγκεῖν ἐν παντὶ τῷ ἡμερησίῳ δρομήματι διὰ τῆς κατὰ τὸ δωδεκατημόριον ἀπαντή‐ σεως ἐσμίκρυνε καὶ ἠλάττωσεν. ἀλλ’ οὐδὲ τοιοῦτος ὁ μισθαποδότης ἐγώ, ὥστε τοσοῦτον ἔχειν τοῦ λόγου πλοῦτον, ὡς τὸν αὐτὸν ἐπίσης ἐξαρκεῖν ἅπασιν. ἀδικήσω δὲ καὶ ὅσοι τῷ συντόνῳ τῆς προθυμίας τὸ | |
45 | ἀμελὲς ὑμῶν προλαμβάνοντες ἀπαντῶσιν εἰς τὸ γυμνάσιον. Ἔδει μὲν οὖν νῦν ἐπενεγκεῖν τὴν τομὴν καὶ διελεῖν ἀπὸ τῶν ἐρίφων τὰ πρόβατα, ὥστε τοὺς μὲν εἰσαγαγεῖν ὅποι δὴ φίλον αὐτοῖς, τοὺς δὲ ἀποπέμ‐ ψασθαι· ἐπεὶ δὲ θεῖος ὁ καθ’ ἡμᾶς λόγος, δεῖ καὶ πᾶσι τοῖς θείοις ἀφομοιοῦσθαι. ποῖον οὖν ἐκεῖ τὸ παράδειγμα; οὐκ εὐθὺς ἐντείνει τὸ | |
23(50) | τόξον καὶ πέμπει τὸ βέλος θεός, οὐδὲ γυμνοῖ τὸ ξίφος καὶ παίει, οὐδὲ τοὺς ἄνθρακας ἀνάπτει καὶ καίει· ἀλλὰ κἀκεῖ μὲν τὴν βολὴν ἠπειγμένην | |
παρακρατεῖ, κἀνταῦθα δὲ ἐπανατείνεται μέν, οὐκ ἐπιφέρει δὲ τὴν πληγήν, καὶ τοὺς ἄνθρακας ἀνάπτει μέν, πορρώτατα δὲ τῶν καιομένων τίθησιν, ὥς φησιν ἡ γραφή, ταῖς προθερμάνσεσι πρότερον δεδιττόμενος. ἐπειδὰν | 83 | |
55 | δὲ ὑβρίσωσι καὶ πρὸς τὰς ἀπειλὰς οἱ σωφρονιζόμενοι, τηνικαῦτα τὸ βέλος ἀφίεται καὶ ἡ ἀξίνη τὸ δένδρον ῥιζοτομεῖ καὶ Βαβυλωνία κάμινος οἱ τέως ἀναπτόμενοι ἄνθρακες γίνονται. Ἔστω οὖν ὑμῖν οὗτος ὁ λόγος ὡς τόξον ἑτοιμασθέν, ὡς ξίφος ἀναταθέν, ὡς πῦρ ἀναφθέν· ἐπαφήσομεν δὲ καὶ κατενέγκωμεν, πρὸς δὲ καὶ κατα‐ | |
60 | φλέξομεν, ὅτε καὶ πρὸς τὴν βολὴν καὶ πρὸς τὴν ἀνάτασιν καὶ πρὸς τὴν ἔξαψιν ἀνθυβρίσετε. | |
24(1t) | Ὀνειδίζει τοὺς μαθητὰς ἀμελοῦντας | |
2 | Σιγᾶτε καὶ τὴν τήμερον οὐ προβάλλετε. εἰ μὲν οὖν ὡς ἀποδεικτικοὶ καὶ ἐφ’ ἑαυτῶν ταῖς ἀποδείξεσι χρώμενοι, τοῦτο καὶ βούλομαι πρὸς ὃ δὴ ἐληλυθέναι ὑμᾶς ἐσπούδακα· εἰ δὲ ὡς διαλεκτικοί, δέδοικα μὴ καὶ τὴν | |
5 | ἐπωνυμίαν τῆς ἐπιστήμης οὐδέπω ἑαυτοῖς ἔθεσθε, ἧς ἴδιον διδόναι τε λόγον καὶ λαμβάνειν καὶ πρὸς τὴν τοῦ ἐρωτῶντος δόξαν τὸν συλλογισμὸν ποιεῖσθαι. εἰ δέ, ἐξ ὧν πολλάκις εἴρηκα καὶ πολυμερῶς ἡρμήνευκα πρὸς ὑμᾶς, ἀρχὰς ὥσπερ εἰληφότες κοινὰς ὧν προτίθεσθε ἐρωτᾶν, ταύταις χρῆσθε καὶ περὶ ὧν μηδέποτε ἠρωτήκατε, τοῦτο καὶ τῆς ὑμετέρας | |
10 | πέφυκε πίονος αὔλακος, ἔρχεται δὲ καὶ πρός με εὔκλεια ὅτι τῆς ἀπ’ ἐμοῦ καταβολῆς ἀπολελαυκότες εἰς τάχος οὐκ ἐπέτειον τὸν στάχυν ἀναβλαστά‐ νετε, ἀλλὰ κατὰ τὴν Ἰταλῶν χώραν, ἢ τὰ λεγόμενα Καμπανῶν πεδία τρίκαρπα ἢ πολύκαρπα, τὴν ὑμετέραν πεποιηκότες ψυχήν. Πλάτων μὲν οὖν καὶ Πυθαγόρας καὶ Ἀριστοτέλης καὶ Θεόφραστος, οἳ | |
15 | δὴ φιλοσοφίας προὐκάθηντο, ὀργίλοι τοῖς ὀλιγωροῦσι τῶν μαθημάτων ἐφαίνοντο, μηδὲ τὴν πηγὴν τῶν λόγων οὕτως ἀφθόνως προχέοντες, ἀλλ’ ἀρχάς τινας καὶ σπέρματα τοῖς μαθηταῖς προτιθέμενοι, εἶτα δὴ καὶ ἀπῄτουν ὧν κατεβάλοντο τὸ πολλαπλάσιον· καὶ πλεῖστοι δή τινες τῶν ἀκροατῶν ἀπὸ βραχυτάτων τῶν ὑποθέσεων καὶ τοὺς διδασκάλους | 84 |
20 | ὑπερεβάλοντο. ὑμεῖς δέ (ἀλλὰ μή, ὦ σῶτερ, μηδ’ ὦ ἐλευθέριε) οὐδὲ τὸ πολλοστημόριόν μοι ἀποδιδόατε. Καὶ ἐγὼ μὲν τῶν ἄλλων κατολιγωρῶν φαίνομαι, διατριβὴ δέ μοι καὶ μέλησις τὸ ὑμέτερον· ὅθεν διαγρυπνῶν μέχρι πόρρω νυκτῶν παρανατει‐ λάσης ἡμέρας εὐθὺς περὶ τὰ βιβλία πάλιν, ὥσπερ μοι ἔθος ἐστί, καταγίνο‐ | |
25 | μαι, οὐχ ἵν’ αὐτός τι ἐκεῖθεν πορίσωμαι, ἀλλ’ ὅπως ἂν ὑμῖν τὸν ἐκεῖθεν συνερανίσωμαι νοῦν. τί γὰρ ἐμοὶ καὶ τοῖς μύθοις ἢ ταῖς φωναῖς; ἀλλ’ ὑμῶν χάριν μέχρι τοσούτου συγκαταβαίνω καὶ τὰ χθαμαλὰ ταῦτα καὶ περιπέζια τοῖς ὑπερτέροις κατακιρνῶν μουσικῶς ὑμῖν τὸ τῆς φιλοσοφίας πόμα προσάγω. ὑμεῖς δέ, ὥσπερ αὐτοὶ διαγρυπνοῦντες ἐπὶ τοῖς φροντίσμασι καὶ | |
30 | μηδ’ ὅσον τὴν χεῖρα τῇ γνάθῳ ὑπαγκωνίσαντες, εἶτα ἐρωτᾶν ἕτερος τὸν ἕτερον προωθεῖ καὶ ὁ μὲν ὑμῶν τὸ ἐπιτυχὸν φθέγγεται, ὁ δὲ κατὰ τὰς Ἀναξαγόρου εἰκόνας σκεπτομένῳ ἔοικε. Καὶ Πλάτων μέν, ἐν οἷς δὴ τὴν ἐν τῷ δεσμωτηρίῳ ποιεῖται τοῦ Σωκρά‐ τους δημηγορίαν περὶ ψυχῆς, τοὺς εἰσεληλυθότας ἀπαριθμεῖται, Κρίτωνά | |
35 | τε καὶ Ἀπολλόδωρον καὶ τὸν Μεγαρόθεν Εὐκλείδην καὶ Κέβητα. τὸ δὲ ἐν τούτοις σπουδαζόμενον ἦν ὁ περὶ τῆς ἀθανασίας τῆς ψυχῆς λόγος. Σιμμίας δὲ καὶ Κέβης ὁ Θηβαῖος, οὐχ ὥσπερ ὑμεῖς ἐξ αὐτομάτου τύχης κατὰ τὰ χρηστήρια τὰς ἐρωτήσεις ἀναπνέοντες, ἀλλὰ πάλαι πρὸς ταύτας παρεσκευασμένοι, ὁ μὲν ‘δέδοικα‘, ἔφη, ‘ὦ Σώκρατες, μὴ ἁρμονία τοῦ | |
40 | σώματος ἡ ψυχὴ εἴη, εἶτα τούτου διαρραγέντος καὶ τὸ μέλος ἀφανισθείη, ὥσπερ ἐπὶ τῆς λύρας ἔχει καὶ τῶν χορδῶν‘· ἐφ’ οἷς τοῦ Σωκράτους εἰρηκότος ἄλλα τε καὶ ὅτι ἡ μὲν ἁρμονία ὑστέρα τῆς λύρας, ἡ δὲ ψυχὴ οὐχ οὕτως προωμολόγηται, ἅτερος ὑπέκρουσεν ὅτι ‘κἀγὼ περιδεής εἰμι, ὦ Σώκρατες, μὴ ἡ ψυχὴ πολλὰ μεταμειψαμένη σώματα ὥσπερ ὁ ὑφάντης | |
45 | χιτῶνας πολλοὺς συναπολυθῇ τῷ τελευταίῳ‘· ἐφ’ οἷς ὁ φιλόσοφος τὴν πολλὴν πραγματείαν τῆς φύσεως ἐνεδείξατο, εἶτα πρὸς τὸ ζητούμενον ὁδῷ βαδίζων ἐληλυθὼς ἄριστα τὸ ἀπόρημα διαλέλυκεν. ὑμεῖς δὲ οὐχ | |
οὕτως (πολλοῦ γε καὶ δεῖ)· ζῆτε γὰρ κατὰ τὰς κοινὰς ὑπολήψεις, καὶ οὐ φροντὶς ὑμῖν οὔτε περὶ ὧν ἡ φύσις ποιεῖ οὔτε περὶ ὧν νεανιεύεται τὸ | 85 | |
24(50) | αὐτόματον, ἀλλ’ ἀμελεῖτε καὶ ὧν νοῦς ἐργάτης ἐστί. καὶ ὃς μὲν ὑμῶν ‘τί δέ μοι μέλει‘, φησί, ‘τὰς αἰτίας τῶν περὶ γῆν χασμάτων εἰδέναι;‘ ὁ δὲ ‘τί μέγα, εἰ μάθοιμι ὁπόθεν τὸ θαλάττιον ὕδωρ ἁλμυρὸν πέφυκε;‘ καὶ ‘πῶς ἐκ τούτου τὰ πρὸς ζωὴν συμπορίσαιμι;‘ ἄλλος τὸν θεὸν τῶν σεισμῶν αἰτιᾶται καὶ μέχρι τούτου φιλοσοφεῖ καί, ὥσπερ ἐμοῦ τὴν τύχην | |
55 | καὶ τὸ αὐτόματον λέγοντος, τῆς μέσης οὐκ ἐπαισθάνεται φύσεως. Τί δέ, ὦ βέλτιστε; κάλλιον σὺ ἐμοῦ οἴει ὅτι θεὸς τοῖς πᾶσιν ἐφίσταται καὶ μία πάντων ἀρχή, πάντα τε ἐκεῖθεν πρόεισι καὶ ἐκεῖσε ἄνεισιν; ἀλλὰ καὶ τοῦτο οἰόμενος καὶ τὴν φύσιν μέσον τοῦ δημιουργοῦ καὶ τῶν δημιουρ‐ γημάτων φαντάζομαι, ἥτις ὥσπερ χείρ ἐστι τοῦ πρώτου αἰτίου, καὶ | |
60 | δι’ αὐτῆς ἐφ’ ἑαυτοῦ μένων ἀκίνητος τὰ τῇδε οἰκονομεῖ καὶ τὰς ὥρας συγκεραννύμενος ἄλυπον ἡμῖν τὸν βίον ἐργάζεται. τοσοῦτος γὰρ αὐχμὸς σοφίας ἐπὶ τοῦ καθ’ ἡμᾶς βίου ἐγένετο, καὶ οὕτω πάντες ἐπὶ τὴν τοῦ ἀμαθεστάτου ταύτην ἐπιστήμην κοινῶς συνηλάθησαν, ὥστε τοὺς πολλοὺς οἴεσθαι μὴ καὶ τὸν ὑετὸν ἐκ τῶν νεφῶν καταρρήγνυσθαι, ἀλλὰ | |
65 | κατὰ τὸ Ἐρατοσθένους λεγόμενον κόσκινον διατετρῆσθαι τὸν οὐρανὸν κἀκεῖθεν ταῖς χερσὶν ἀποθλίβοντα τὸ ὕδωρ διηθεῖν. ἀλλὰ διὰ τί, ὦ βέλτιστοι, θέρους οὐχ οὕτω ποιεῖ; ὅτι, φασί, τὸ δόξαν ποιεῖ, ὥσπερ οὐ σοφίαν αὐτῷ διδόντες οὐδ’ ἐπιστήμην τῶν γινομένων, ἀλλ’ ἀλογίαν (ἱλήκοι δὲ ἡμῖν ὁ θεός) καὶ ἀπερίσκεπτον τῶν πραττομένων ὁρμήν. | |
70 | Ἔγωγ’ οὖν ὑμᾶς βούλομαι ἀποτρόφους μὲν εἶναι τῶν κοινῶν ἐθῶν, τροφίμους δὲ ταῖς ἐπιστήμαις, καὶ νῦν μὲν τῶν νοημάτων ἐπιμελεῖσθαι, νῦν δὲ τὴν γλῶτταν ἀνακαθαίρειν καὶ περὶ τὴν περιβολὴν τοῦ λόγου πονεῖν, εἰδέναι τε ὡς ἡ Ἑλληνικὴ σοφία, περὶ τὴν δόξαν τοῦ θείου δι‐ αμαρτάνουσα καὶ τὸ θεολογικὸν μέρος οὐκ ἀναμάρτητον ἔχουσα, τὴν | |
75 | φύσιν οὕτως ἐγνώρισεν ὡς αὐτὸς ὁ πλάστης ἐποίησε. χρὴ οὖν ἡμᾶς ἐκεῖθεν μὲν ἔχειν τὴν περὶ ταῦτα θεωρίαν, ἀπὸ δὲ τῆς ἡμετέρας σοφίας τὸν τύπον γινώσκειν καὶ τὴν ἀλήθειαν, καὶ τὸ μὲν γράμμα ἐπιθραύειν ὥσπερ ἔλυτρον, τὸ δὲ κεκρυμμένον πνεῦμα ὥσπερ μαργαρίτας ἀναχων‐ νύειν· καὶ μήτε τὰ Μωσέως ὡς τέλη τῆς ἀληθείας οἴεσθαι, μήτε τὰς τοῦ | |
80 | κρείττονος διατυπώσεις ὑπολαμβάνειν αὐτοτελεῖς, ἀλλ’ ἐκεῖνα μὲν εἰς | |
ταῦτα φέρειν, τὰ δὲ εἰς ἑτέραν ἀποκατάστασιν· μὴ πάντῃ δὲ καὶ τὰ Ἑλλήνων παραιτεῖσθαι ἐν οἷς θεολογεῖν οἱ ἄνδρες προῄρηνται, ἀλλὰ τὸν μὲν πατρικὸν βυθὸν καὶ τὰς τρεῖς τριάδας καὶ τὰς δέκα κοσμαγωγοὺς καὶ τὸν ὑπεζωκότα καὶ τοὺς λαγόνας τῆς Ἑκάτης καὶ τὰς χαίτας ἄλλα τε | 86 | |
85 | ἕτερα μέρη μετὰ τῶν μύθων συναριθμοῦντες, ἐν οἷς περὶ τῆς τῶν πάντων θεολογοῦσιν ἀρχῆς, καὶ ὅτι ἐκεῖθεν τὰ πάντα συνέστηκε, καὶ ὅτι ὄν ἐστιν αὕτη οὐκ ἔχουσα γένεσιν, καὶ τἆλλα ὡς τοῖς τῆς ἡμετέρας παρεοικότα αὐλῆς, συγκολλᾶν πειρᾶσθαι θείοις λογίοις καὶ κοινὸν ἀμφοῖν κρατῆρα ποιεῖσθαι τὴν ἡμετέραν ψυχήν. τὴν δὲ Ἑρμαϊκὴν μονάδα καὶ τὰ λοιπὰ τοῦ | |
90 | ἀνδρὸς τούτου συγγράμματα ἃ δὴ πρὸς τὸν ἑαυτοῦ παῖδα τὸν Τὰτ ὑπηγόρευσεν, ἐν οἷς μὴ καθαρῶς ταῖς ἀληθέσι δόξαις ἐναντιοῦται, προσίεσθε· κρείττονα γὰρ ἢ κατὰ τὴν Πλάτωνος φιλοσοφίαν καὶ χρησμοῖς ἀκριβῶς ἐοικότα καὶ τὴν ψυχὴν ἐκ τῆς ὕλης ἀνάγοντα. καὶ τὸν Ποιμάνδρην τούτου (οὕτω γὰρ τὸν οἰκεῖον λόγον ἐπέγραφεν) ὡς ὀνειρώττοντα δια‐ | |
95 | πτύετε, ὡς δὲ καὶ τὴν Ἐμπεδοτίμου τοῦ νοῦ ἁρπαγήν, ἣν ἐξαίρει μὲν ὁ Ἰάμβλιχος, Ποσειδώνιος δὲ ἀθετεῖ ὁ φιλόσοφος. ἃ δέ φασιν οὗτοι περὶ τοῦ ἑνὸς καὶ τοῦ ὄντος καὶ τοῦ αὐτοκινήτου καὶ τοῦ διαστατοῦ ἀποδείξεσι διδόντες, εἰ μὲν συμβαίνοντα ταῖς ἐκεῖθεν ἐφόδοις εὕρητε, δέχεσθε· εἰ δ’ ἀπᾴδοντα, διαπτύετε. ἀτιμάζοιτε δέ μοι καὶ τὰς Πλάτωνος τῶν ψυχῶν | |
24(100) | περιόδους καὶ τὴν Ἀριστοτέλους τῶν ψυχῶν ἐντελέχειαν καὶ τὴν ἐν ᾅδου τῶν ψυχῶν ἐν ποταμοῖς τοῖς θολεροῖς βάσανον, τὴν δὲ τοῦ Πρόκλου τερατουργίαν καὶ τερατολογίαν καὶ ἃ δὴ Πλωτῖνος δείκνυσι θεοκλυτῶν· ἀποτρέπεσθε δέ μοι καὶ τὸ τοῦ Σωκράτους δαιμόνιον, ᾧ δὴ ἐκεῖνος θαμὰ ὁμιλῶν κανόνι ἐχρῆτο πρὸς τὴν ἐνέργειαν. | |
105 | Εἰ οὕτω ποιεῖτε, κατὰ τοὺς ναυτιλλομένους ἐξ ἁλμυροῦ πότιμον ὕδωρ ἀρύσεσθε. τί δ’ ἔστιν ὃ οὗτοι δρῶσιν; ἐπειδὰν ἐναποληφθέντες πελάγεσιν ὕδατος γλυκέος μὴ εὐπορῶσι, σπόγγους τῇ θαλάσσῃ ἐπικρεμάσαντες καὶ τὸν ἀτμὸν εἰς ὕδωρ ἐναποθλίψαντες ἀπορροφῶσιν ἡδίστου νάματος. καὶ ὑμεῖς τοιγαροῦν τὴν ὑμετέραν ψυχὴν ἐφ’ ὕψους τῶν Ἑλληνικῶν δογμάτων | |
110 | ὡς ἁλμυρῶν ἀναρτήσαντες, τὴν ἐκεῖθεν φερομένην ἠχὼ βαρεῖαν καὶ γεώδη τυγχάνουσαν εἰς ὀξεῖαν καὶ κούφην μεταβαλόντες, τάχ’ ἂν ὑπὸ | |
τῆς ὑπάτης τῶν χορδῶν λιγυρωτάτου μέλους ἀκούσεσθε. | 87 | |
25(1t) | [Ad discipulos de philosophia et rhetorica] | |
1 | Ἀλλ’ ἐκεῖ μὲν τὰ Μίθρου παίζειν, ἐνταῦθα δὲ τὰ ἐς Ἄμμωνος, τοῦ πνεύματος ὑμᾶς παίζοντος καὶ παρὰ μέρος κορυβαντιῶντος καὶ ὑπτιάζον‐ τος. ἀλλὰ τί παρ’ ὑμᾶς ὁ διδάσκαλος; οὐ γὰρ ἀπὸ τοῦ αὐτοῦ κρατῆρος ἄμφω πεπώκαμεν, ἵν’ ὑπὸ τῷ αὐτῷ ἀγοίμεθα πνεύματι. ὑμεῖς μὲν γὰρ | |
5 | ἴσως μουσόληπτοι καὶ νυμφόληπτοι καὶ Ἑρμῆς ἄγει πρὸς ὃ καὶ βούλοιτο, καὶ διὰ τοῦτο κάμπτεσθέ τε καὶ κλώζεσθε πρὸς ἑαυτοὺς συστρεφόμενοι. ἐγὼ δὲ τοῖς κάτω κανόσι καὶ τεχνικοῖς ἕπομαι καὶ μετὰ τὴν στοιχείωσιν μὲν οἶδα τὴν σύνθεσιν, μετὰ τὰς προτάσεις δὲ ἐπίσταμαι τὸ συμπέρασμα· οἰκείῳ δὲ κινούμενος πνεύματι οὐκ ἂν ἀναλύσαιμι ἀφ’ ὧν εἰς τοῦτο | |
10 | προὐχώρησα, οὐδὲ τὸν Πηνελόπης ἱστὸν ἱστουργήσαιμι, οὐδ’ ἀσφαλισά‐ μενος αὐτὸν ὡς ἐνῆν νῦν αὖθις θείην κρηπῖδας καὶ πρώτην ἀρχὴν τῆς οἰκοδο‐ μῆς καταβάλοιμι. ἀλλ’ ὑμεῖς, εἰ μὴ κἀμὲ συμπαίστορα λάβητε καὶ τῆς ἀνακάμψεως προηγούμενον, μέγα κεκράγατε καὶ ἀδικεῖτε μὴ ἀδικήσαντα· οὕτως ἐστὲ κομψοὶ καὶ σοφιστικοί, μᾶλλον δὲ δυνάσται καὶ τύραννοι, καὶ | |
15 | ἤθους ἐπιεικοῦς κατορχ[εῖσθε]. Ἀλλ’ ὑμεῖς μὲν ἔτι νεάζετε καὶ τὸ σκῶμμα βραχὺ καὶ πρόχε̣ι̣[ρος] ἡ ἀπολογία καὶ τὸ παίζειν μετὰ σπουδῆς (οὐ γὰρ αὕτη μᾶλλον ἐκεῖθεν ἐπαιτιᾶται ἢ ἐκεῖνο ταύτῃ [σε]μνύνεται)· ἐγὼ δὲ προβέβηκά τε καὶ βέβηκα, καὶ τί ἂν πρὸς τοὺς ἐρεσχελοῦντας ἀπολογήσαιμι; ὅτι σύμμικτος | |
20 | ἡ παιδιὰ τῇ σπουδῇ; ἀλλ’ αὐτὸ τοῦτο ἔγκλημα διὰ τὴν ἡλικίαν μὴ συγχωρού‐ | |
μενον. ἀλλ’ ὅτι συμπροθυμοῦμαί γε ὑμῖν; ἀλλὰ τῆς κατηγορίας τοῦτο ὁ κολοφών. ἐχρῆν γὰρ ὑμᾶς ἐμὲ τῷ κανόνι συναπευθύνειν ἢ ὑμῖν διαστρέ‐ φεσθαι· εἰ μὲν γὰρ αἰτιᾶσθέ με τοῦ μὴ πρόσω βαίνειν ὡς τυφλὸν ὁδηγὸν καὶ τοῦ χειραγωγοῦντος δεόμενον, τὸ τοῦ Σωκράτους ἂν εἴποιμι πρὸς | 88 | |
25 | ὑμᾶς ὡς πολλοὺς μὲν ἡ Ἑλλὰς τρέφει σοφούς, πολλοὺς δ’ αἱ καθέκαστα χῶραι καὶ πόλεις (τί γὰρ εἰ μή; οὐχὶ μητρόπολις τὸ Βυζάντιον;), πρὸς οὓς δεῖ καὶ στέλλεσθαι καὶ φοιτᾶν Πρόδικον μὲν καὶ Καλλίαν μισθουμέ‐ νους, τοὺς δ’ ἄλλους προῖκα συνόντας καὶ συνδιάγοντας. οὐδ’ οὐδενὸς ὧν ἐζητήκατε ἠπόρηκά ποτε πρὸς ὑμᾶς, ἀλλὰ καὶ πλείονα τοῦ πεφυκότος | |
30 | προστίθημι. Διὰ τί κακοὶ {κακοὶ} τὴν φύσιν ἐστὲ καὶ οὐχ ὥσπερ οἱ γεωμετροῦντες τὸ πεντάγωνον ἀπὸ τοῦ προηγησαμένου λαμβάνετε λήμματος, ἀλλ’ ἐπὶ τὸ ἰσόπλευρον τρίγωνον ἀναλύετε ἐξ ἀπείρου γραμμῆς πηχυαίαν ἀποτεμόν‐ τες; ὁρᾶτε ὅπως με τὸν διδάσκαλον διεθήκατε ὡς παρὰ τὸ ἦθος ἀναγ‐ | |
35 | κάζεσθαι φθέγγεσθαι καὶ δεινοπαθεῖν φιλοσοφεῖν προελόμενον; καίτοι γε πολλάκις ὑμᾶς ἠνεσχόμην ἀδολεσχοῦντας ἢ αὖθις ἐρραθυμηκότας καὶ νῦν μὲν κυνηδὸν τὰς ἀποκρίσεις ἁρπάζοντας, νῦν δὲ ὡς οὐ δέον ἀποκρίνα‐ σθαι. καὶ πρὸς [οὐ]δὲν τούτων ἐδυσχέρανα ἢ ἀπεδυσπέτησα, ἀλλὰ πρὸς ἕκαστον δεξιῶς μεριζόμενος τὸ τῶν ἐρωτήσεων ἀόριστον περιώριζον. | |
40 | τραχὺ μὲν [οὐ]κ ἐφθεγξάμην ποτέ, εἰ μή γε τὴν φωνὴν ᾐτιάσασθε τραχυνομένην τῷ πνεύματι, οὐδὲ προσέβλεψα δυσμενῶς οὐδ’ ἐσημηνάμην ὅτι ἀπαρεσκοίμην τῷ σχήματι· νῦν δὲ καὶ καθάπτομαι καὶ ἀγρίως πρὸς ὑμᾶς διατίθεμαι ὅτι διασχόντα τὴν ὕλην καὶ ἀναβάντα μέχρι πολλοῦ τοῖς εἴδεσι καθείλετε αὖθις καὶ κατεσπάσατε δεύτερόν μοι γεγονότες ἐφόλκιον | |
45 | πολὺ τοῦ συγκειμένου ἐπιβουλότατον, ἵνα μὴ λέγω βαρύτατον. Κἀγὼ μὲν ᾤμην συνεσπασμένους ἔχειν ὑμᾶς ἐμαυτῷ ὥσπερ ἐπὶ τούτῳ δοθεὶς ὑμῖν, ὥς πού φαμεν τῷ σώματι τὴν ψυχήν· ὑμεῖς δὲ ἄρα που ἦτε τῷ μελαναυγεῖ κατισχημένοι βυθῷ, ὅ φησι τὰ Ἑλληνικὰ λόγια. καὶ οὐ τοῦτό που δεινόν, καίπερ ὂν δεινόν, ἀλλ’ ὅτι καὶ φιλοσοφίας ῥητορικὴν | |
25(50) | ἀνθελόμενοι, ἵνα τὸ τῆς δεινοπαθείας ἀνακαλύψω μυστήριον, καὶ τοῦ ὄντος τὸ φαινόμενον ἀσπασάμενοι ἐς τοὺς τέττιγας καὶ τοὺς μύρμηκας | |
φέροντες ἀπερρίψατε, ἵνα τοῖς μὲν συνᾴσωμεν, τοῖς δὲ καὶ φιλοπονήσωμεν, ἀμφότερα κατὰ φύσιν, οἰηθέντες τάχα ὡς ἑστιάσοντας ὑμᾶς τοῖς μυθεύ‐ μασι καὶ συγγελάσοντας μὲν τῇ ἀλώπεκι ἐμπαιζούσῃ τὸν λέοντα, θαυμά‐ | 89 | |
55 | σοντας δὲ τὸ περὶ τὸν λίθινον λέοντα, τὸ δὲ τοῦ ἑτέρου κόρακος, οἷον καὶ τὸ ἐπ’ αὐτῷ ἀπόφθεγμα μετὰ θαύματος ἀγαπώμενον. ἐχρῆν γὰρ ἐπὶ τὸ κομψὸν ἀπὸ τοῦ ἀληθοῦς ἀναλύοντας τὴν κάλλιστον προαιρεῖσθαι καὶ τεχνικώτατον λόγου δημιουργίαν, ἵνα συνελὼν εἴπω τὸ πᾶν, τὰς κατὰ μέρος τέχνας, οἷς εἰσάγεταί τι, οἷς μερίζεται, ὡς χρὴ προειπεῖν, ὡς | |
60 | ἐπειπεῖν, εἰκοτολογῆσαι, σημειώσασθαι, τὸ κοινὸν τοῦτο τεκμήρασθαι, προκαταγγεῖλαι, μηδὲν προειπεῖν, ἀθρό[ως] εἰσβαλεῖν, προσημᾶναι, δεσμῆσαι, λῦσαι, ἁπλῶς εἰπεῖν, ποιῆσαι κατὰ συμπλοκήν, ἀμφότερα μετὰ τοῦ δεινοῦ ἢ σύμπαντα, ἀ[ρ]χετύπους πλασμάτων ἰδέας εὑρεῖν, π[ερὶ] ῥυθμοῦ εἰπεῖν, περὶ σχημάτων διαλαβεῖν, βελτίστῃ λέξει συντεῖναι | |
65 | τὸ νό[η]μ̣α, νῦν μὲν στρέψαι, νῦν δὲ λῦσαι, καὶ νῦν μὲν στενῶσαι περιόδῳ τὸ πνεῦμα, νῦν δὲ ἀποτεῖναι ταῖς ὁμοίαις ἐπιφοραῖς, περὶ ἀγωγῆς εἰπεῖν τι, περὶ συλλογισμοῦ, ἐνθυμήματος πέρι καὶ παραδείγματος καὶ ἐπιχειρή‐ ματος, καὶ τί ἐπὶ πάντων τὸ σημαινόμενον, τί τε ταῦτα ἐκείνοις ἐοίκατον καὶ τί διαφέρετον τοῖς φιλοσόφοις τὰ τεχνικά, τὰς εἰσαγωγὰς μαθεῖν, τὰς | |
70 | πίστεις, τὰ ἐπὶ ταῖς ἀποδείξεσιν, ὡς ἀναμιμνήσκει, ὡς διερεθίζει, ὡς πραΰνει τὸν δικαστήν, περὶ μνήμης τεχνολογῆσαι, περὶ ἀναμνήσεως, περὶ τῆς μέσης αὐτῶν ὑπομνήσεως· ἐῶ τἆλλα, ἐπεὶ κἀν τούτοις πολὺ τὸ ἀδόλεσχον φιλόσοφος εἴποι ἀνήρ. Ἀλλ’ ἴσως ἔστι τις ἐν ὑμῖν (εἴητε δὲ οὕτω σύμπαντες) ὅς γε οὐκ ἐάσει | |
75 | οὕτως ἐπικειμένους ἡμᾶς καὶ βαρυνομένους καὶ ὑμᾶς γε βαρύνοντας τοῖς ὀνείδεσι καὶ πολλῷ τῷ βαπτίζοντι λόγῳ τὴν ὑμετέραν διάνοιαν ῥέοντας, ἀλλ’ ἐπίσχῃ καὶ ἀναστήσεται καὶ τοιαδὶ φθέγξεται· ‘ὁ δὲ τὸν ψιττακὸν ἐπαινέσας Δίων καὶ τὴν μύαν σοφιστὴς ἕτερος καὶ ἄλλος τὸν κώνωπα καὶ ὁ ταῦτα χαλκευσάμενος Φειδίας ἢ Δαίδαλος ἤ τις ἄλλος ἀγαλματοποιὸς | |
80 | παρ’ ἑτέρων ἐπὶ ταῦτα παρακληθέντες, ἵνα καὶ μᾶλλον τὴν τέχνην ἐπιδείξαιντο, ἆρ’ ἐδυσχέραναν τὴν παράκλησιν καὶ τῶν εἰπόντων καθήψαν‐ το, ἢ δεξάμενοι μᾶλλον οἱ μὲν τὴν γλῶτταν, οἱ δὲ τοὺς δακτύλους εὐδόκιμοι ὤφθησαν; πῶς οὖν αὐτὸς [ἄ]λλο τι παρ’ ἐκείνους διανοῇ καὶ οὐκ ἐξεργάζῃ | |
τὸν τέττιγα καὶ πλάττεις τῷ λόγῳ τὸν μύρμηκα, ἀλλ’ ἐπεμβαίνεις καὶ | 90 | |
85 | ὀνειδίζεις τοῖς ἀξιώμασιν;‘ ὅτι οὐκ ἶσον, ὦ βέλτιστε, ἡ παλαιστὴ τῷ ποδὶ ἢ ὁ χοῖνιξ τῷ κεραμίῳ· ἐκεῖ μὲν γὰρ ὁ ψιττακὸς ἀμφοτέροις οἷος τὴν φύσιν ὑπέκειτο, καὶ διὰ τοῦτο ὁ μὲν τῇ γλώττῃ τοῦτον ἐξύμνησεν, ὁ δὲ τοῖς δακτύλοις ἀπεμιμήσατο. ἐμοὶ δὲ ὁ μύρμηξ ἤδη τῷ λόγῳ πεφι‐ λοπόνηται, ἢ παρείληπται αὐτὸ τοῦτο φιλοπονῶν, καὶ ὁ τέττιξ τὴν ἐπὶ | |
90 | τῷ στήθει μαγάδα περὶ μεσοῦσαν ἡμέραν κινεῖ οὐ μᾶλλον ὑπὸ τῆς ὥρας κινούμενος ἢ τοῦ σοφιστοῦ. πῶς οὖν αὐτὸ τὸ ἤδη τεχνιτευθὲν ἐπιτεχνά‐ σαιμι; οὐ γὰρ ἐλλέλειπταί τι· εἰ δ’ οὐ, ἀλλ’ οὐ βούλομαι περιττὸς εἶναι καὶ τῇ ἀρχαίᾳ Μούσῃ ἀντᾴδειν. ἢ τοίνυν τὰ αὐτὰ φθέγξαιμι ἢ ἕτερα καὶ ἀλαζονεύσαιμι· ἀλλ’ ἀμφότερα πάλαι πεφεύγαμεν (καὶ ὑμεῖς μάρτυρες) | |
95 | καὶ οὐδέτερον ἑκόντες εἶναι δεξαίμεθα. Ἀλλ’ ἐγὼ μὲν οὕτω τὴν ἀντιλογίαν ταύτην ἐθάρρησα δικαίαν οὖσαν καὶ ἀληθῆ, ὑμεῖς δὲ συγκέχυσθε ὡς ἐπί τινι τῶν ἀθέσμων ἑαλωκότες καὶ ἐπανθεῖ τοῖς προσώποις ὑμῶν τὸ ἐρύθημα, τὸ τῆς αἰδοῦς χρῶμα, καὶ ἅτερος τὸν ἕτερον προωθεῖ ἀπολογήσασθαί τι πρὸς τὸν διδάσκαλον οὐ | |
25(100) | μᾶλλόν γε ἢ πρὸς τὸν Σωκράτην φιλοσοφοῦντα περὶ ψυχῆς ἐν τῷ δεσμωτη‐ ρίῳ οἱ τηνικαῦτα ἐπακροώμενοι. οὐ βούλομαι δὲ οὕτω κρατεῖν οὐδὲ καθ’ ὑμῶν ἔχειν τὰ νικητήρια, ἀλλ’ ἑλοίμην ἄν, εἴ γέ μοι αἵρεσις δοθείη, ἔλαττόν τι ἔχειν ὑμῶν ἢ νικᾶν· οὕτως ὑμῶν περιέχομαι μᾶλλον ἢ ἑμαυτὸν ἀγαπῶ. | |
105 | Τί οὖν; πρύμναν ὑμῶν χάριν τῷ λόγῳ κρουσάμενος ἑτεροκλινῆ τὴν νίκην ποιήσομαι, ὡς δεῖ παντὸς μᾶλλον ἀσκεῖν τὴν προπαιδείαν καὶ πολλοὺς χωρεῖν ἐπ’ αὐτὴν καὶ ἀναστρέφειν ἐπὶ τῶν ἀγώνων καὶ πάλιν πρὸς αὐτοὺς ἰέναι, τὸ δὲ πλάσμα τῶν μ[ύθων] καὶ μᾶλλον ἐμὲ μὲν ἐπεξηγεῖσθαι, ὑμᾶς δὲ περὶ πλείονος ἔχειν. εἰ [μὲν γάρ] ἐστιν ἅπαξ | |
110 | στοιχειωθέντα τινὰ τοῖς γυμνάσμασι κεκτῆ[σθαι] ἀ[ν]επίληστον τὴν στοιχείωσιν ὥσπερ οὐσ̣[ι]ωθεῖσαν τοῖς μνημ[ο]νικοῖς τῆς ψυχῆς, περιττὸν τὸ παλινδρομεῖν πρὸς αὐτὴν ἔχο[ν]τ[α] πρὸς ὃ χωροῦσι τοῦ κτήσασθαι· ἐπεὶ δὲ λῆθαι καὶ ἀν[α]μνήσεις καὶ ὅσα τοῖς παλαιοῖς ὀνόματα πεποίηται οὐ μάτην οὕτω συντέθεινται, ἀλλ’ ἐπὶ πραγμάτων ἀπολωλότων ταῖς | |
115 | μνήμαις ἐφεύρηνται καὶ αὖθις ἀναχωννυμένων ὥσπερ ἀπὸ βορβόρου τῆς λήθης, διὰ τί μὴ πολλάκις ἐπὶ τὴν προγυμνασίαν ἐπανακάμψομεν, ἐκεῖθεν τὰ ποιητέα καὶ μὴ τοῖς τεχνικοῖς λόγοις ποριζόμενοι; οὐ γὰρ ἀρχαὶ μόνον τὰ ἐκεῖσε λεγόμενα, ἀλλὰ καὶ οἷον ἔργα τὸ τῶν τεχνῶν πλάτος κεφαλαιούμενα. ὁρῶμεν δὲ καὶ τοὺς σταδιοδρομοῦντας οὐχ ἅπαξ | |
120 | ἑαυτοὺς προγυμνάσαντας, ἀλλ’ ὁσάκις ἂν ἀγωνίζοιντο προελομένους τε καὶ προτρέχοντας καὶ οἷον ἐπελαφρίζοντας ἑαυτοὺς καὶ τοῖς σκέλεσι ἐλευθερίαν μνηστεύοντας· καὶ παλαισταὶ δὲ πολλάκις ἐπὶ τῶν ἀγώνων παλαίσαντες πάλιν γυμνάζονται καὶ δίαυλός τις οἷόν ἐστιν αὐτοῖς τὸ γυμνάσιον· μουσικοὶ δὲ οὐ πρὶν ἢ τὸ διάτονον ἐναρμόσαιεν μέλος καὶ πρὸς | 91 |
125 | τοῦτο συντάξαιεν τὰς χορδὰς προοιμιάζονται πρὸς αὐτὸ καὶ προαναβάλλον‐ ται οὐχ ἅπαξ ἀλλὰ τοσαυτάκις ὁσάκις ἀγωνίζεσθαι βούλοιντο; οἱ δὲ τὸν παιᾶνα ἢ τὴν διθύραμβον μελῳδοῦντες ᾠδὴν οὐ πρὶν ἢ τὴν γλῶσσαν πρὸς τοῦτο κινήσαιεν διευρύνουσί τε τὸ στέρνον καὶ τὸ πνεῦμα οἷόν ἐστι βασανίζουσι; καὶ τί ἂν τὰ καθέκαστον διεξίοιμεν [στ]ρατιώτας τῷ λόγῳ | |
130 | παρακινοῦντες ἐπὶ τῆς εἰκόνος τὸν πόλεμον [π]αίζοντας καὶ τοὺς τὰς πομπὰς διατιθέντας ἐπὶ τοῦ σχήματος προπομπεύοντας; ἵππον δὲ πολεμιστήριον ἢ πομπαῖον ἢ κέλητα οὐ πρὸ τοῦ πολέμου καὶ τοῦ δρόμου καὶ τῆς πομπῆς [πρ]ο̣β̣ι̣[β]ά̣ζομεν; σὺ δέ μοι τὸ πολλάκις σῷζε τῷ λόγῳ. τοὺς δ’ ἐλέφαντας οἱ Αἰθίοπες οὐκ ἀχθοφοροῦσι πρὸ τῶν ἀγώνων, αἱ | |
135 | δὲ παρὰ Διονύσῳ Βάκχαι οὐ πρὶν ἢ τοῖς Ἰνδοῖς προσβαλεῖν ἐνύβριζόν τε καὶ τοὺς θύρσους ἐκίνουν καὶ διὰ τοῦτο καὶ νενικήκασιν; Ἀλλ’ ἐπεὶ εἰς μῦθον ἡμῖν ὁ λόγος κατέληξεν, ἀρχὴν τοῦ περὶ τὸν μῦθον λόγου τὸν λόγον ποιήσομαι. διὰ τί γὰρ ἀτιμαστέος ὁ μῦθος ἡμῖν, ὃς αὐτὸ μὲν τοῦτο ὃ βούλεται τῷ ὀνόματι κέκραγε καὶ τόν γε τοῦ ὑπούλου | |
140 | τρόπον ἐκπέφευγεν, εἰς χάριν δὲ μερίζεται καὶ παραίνεσιν; τὸ μὲν γὰρ οἷον προβέβληται, τὸ δὲ ὑποκάθηται καὶ συναρπάζει τις τῇ ἡδονῇ τὸ ὠφέλιμον. ἡ δὲ τοῦ πιθανοῦ δύναμις οὐκ ἄλλῳ τῳ ὡς τῷ μύθῳ ἐγκέκρυπ‐ ται· τοῦτο γὰρ αὐτὸ καὶ κομψεύσεται καὶ ἔστιν οἷόν τις ἀλαζὼν ῥήτωρ εἰσεληλυθὼς μὲν ὡς πάντως ψευσόμενος, βιαζόμενος δὲ οἷς ψεύσεται τὴν | |
145 | ἀλήθειαν καὶ τὸν λόγον περὶ τὸ πρᾶγμα τυραννῶν ἢ τὸ πρᾶγμα περὶ τὸν λόγον καὶ νικῶν οἷς νικᾶται καὶ νικώμενος οἷς νικᾷ, ἀληθεύειν μὲν δοκῶν ἐν οἷς ὑποκρίνεται, ὑποκρινόμενος δὲ ἐν οἷς ἀληθεύσειν δοκεῖ, πλάττων δὲ καὶ μεταπλάττων ὡς ἂν ἐθέλῃ τὸν νοῦν καὶ τὴν ῥητορικὴν ἐκ προοιμίων δεικνύων ὁπόση, αὐχῶν τε πατέρας ποιητάς τε καὶ ῥήτορας καὶ | |
25(150) | εἰς τοὺς μυθικοὺς ἀναγόμενος χρόνους (ὡς τὴν Ἀσσυρίων φασὶν ἀρχὴν μεθ’ ἣν τὰ Μήδων καὶ Περσῶν ἤκμασεν), ἀνοιγνύς τε οἷόν τινας ἡμῖν κιβωτοῦ θύρας καὶ δεικνὺς τοὺς λέοντας, τοὺς ἐλέφαντας, τὰς μελίσ[σας], τοὺς κώνωπας, τοὺς μὲν τὴν Ἰνδικὴν νεμομένους, τοὺς δὲ τὸ βόρειον κλίμα διώκοντας, καὶ τοὺς μὲν αὐλοῦντας, τοὺς δὲ μελουργοῦντας καὶ | |
155 | ἄλλον ἄλλο τι περὶ τὸ ἦθος διενεργοῦντας· καὶ οἷς μὲν εὐφυῶς πλάττεται | |
ἀπὸ τῶν ῥητορικῆς θαλάμων προέρχεται, οἷς δὲ ἤθη καὶ φύσεις διερευνᾷ τῇ φιλοσόφῳ μερίδι προστίθεται, οἷς δὲ τὰ διάφορα τῆς γῆς ἐρευνᾷ κλίματα τῇ γεωγραφίᾳ σεμνύνεται, ἀγάλλεται δὲ καὶ μουσικῆς ἐν ἀώτῳ, ὅ φησι Πίνδαρος, σύντονα πολυπραγμονῶν μέλη καὶ ἐναρμόνια, οἷς δὲ τὰς | 92 | |
160 | ἀράχνας συντίθησι τῶν τῆς γεωμετρίας ὅρων προκύπτειν ἐοικέναι δοκεῖ, οἷς δὲ τοῖς διαφόροις μερίζεται ἔθνεσιν οὐδὲ τῆς ἱστορικῆς πραγματείας ἀπήλλακται. πῶς οὖν οὐκ ἄν τις τὸν μῦθον ἕλοιτό τε καὶ ἐνστερνίσαιτο τὰ τῶν ἐπιστημῶν καὶ τεχνῶν κράτιστα ἑαυτῷ συμπηξάμενον; ἔγωγ’ οὖν ἑλοίμην μᾶλλον παρὰ ῥητορικῆς τὸν μῦθόν μοι προσαγόμενον ἢ παρὰ | |
165 | Μουσῶν τὸ βρῶμα τῆς γνώσεως, ἀφ’ οὗ δὴ ὁ Ἀσκραῖος τὴν ποιητικὴν ἀνάδοσιν ἐποιήσατο· ἐκεῖνο μὲν γὰρ ἴσως καὶ πέπλασται καὶ θαυμάζω τὸν ποιητὴν ὃς ἐξαπατήσειν ἡμᾶς ᾤετο, τὸ δὲ τοῦ μύθου ἐπ’ αὐτῶν τῶν πραγμάτων ἀληθῶς ἔχον ἐλέγχεται. Τὸ δὲ ὄνομα τίς ἂν τῶν ἁπάντων ἀπαξιώσειε; Σωκράτης μουσικὴν | |
170 | ποιεῖν καὶ ἐργάζεσθαι παρὰ τοῦ ἐνυπνίου κελευόμενος τῇ φιλοσοφίᾳ ἐπέτεινεν ἑαυτόν, ὡς δὲ πολλάκις τὸ αὐτὸ ἐφοίτᾳ ἐνύπνιον, ἔγνω ὃ βούλεται καὶ τοὺς τοῦ Αἰσώπου μύθους ἐντείνας ἀφωσιώσατο· οὕτω μουσικὴ ὁ μῦθος αὐτόχρημα καὶ κρείττω[ν] φιλοσοφίας [π]αρὰ τοῖς κρείττοσι. Πλάτων δὲ περὶ τῶν ἐν ᾅδου φιλοσοφῶν μύθῳ τὴν ἱστορίαν | |
175 | ἐσέμνυνεν οὐ ψευσόμενος, ὥς γέ μοι δοκεῖ (ἢ γὰρ ἂν ἀπατᾶν ἐβούλετο ἑαυτόν), ἀλλὰ τῷ ὀνόματι τιμῶν τὴν διήγ[η]σιν. ἡ δὲ ἐν Παλαιστίνῃ λίμνη καὶ τὸ ἐν Ὀμβρικῷ ὕδωρ οὐκ ὀφθαλμοῖς ὁρώμενα μυθικὰ παρὰ Ἀ̣ρ̣ι̣[σ]τ̣ο̣τέλει ὠνόμασται. Καὶ τί ἂν ποιητὰς καὶ ῥήτορας καταλέγοιμι, οἳ τὰς ἀρχαιογονίας | |
180 | μύθοις ἐπραγματεύσαντο ἐξ αὐτῆς κρηπῖδος τῷ μύθῳ τὸν οἰκεῖον λόγον ἑδράζοντες; πῶς οὖν οὐχὶ καὶ ἡμεῖς τῷ μύθῳ τὸ εἰκὸς συνεισοίσομεν καὶ μεθ’ ὅσης εἰπεῖν τῆς εὐλαβείας τῶν ῥητορικῶν παραπετασμάτων ἄρτι προήκοντα δεξαίμεθα καὶ ὑποδεξαίμεθα, τῷ καλλίστῳ ὧν ἔχομεν τοῦτον δεξιωσάμενοι, ὡς ἐν οἴκῳ μὲν τῇ ψυχῇ ἀναπαύοντες, οἷον δέ τινα στρωμνὴν | |
185 | τούτῳ ὑποτιθέντες τὸν νοῦν πεπυκασμένον πυκνοῖς καὶ καλοῖς θεωρήμα‐ σιν; εἰ γὰρ οὕτως αὐτὸν εἰσοικίσομεν ἑαυτοῖς, ἀντιφιλοτιμήσεται καὶ αὐτὸς ἡμῖν τὰς ἀφορμὰς τῶν πλασμάτων καὶ τῆς πειθοῦς δώσει τὴν | |
τέχνην ὁμοῦ καὶ τὴν δύναμιν. | 93 | |
26(1t) | Πρὸς τὸν μαθητὴν αὐτοῦ Σέργιον εἰπόντα μήποτε | |
2t | δηχθῆναι ὑπὸ ψύλλης | |
3 | Καὶ ὡς ἀληθῶς ἄπορον εἰ, πάντων ὑποκειμένων ταῖς ψύλλαις καὶ ἁλωσίμων καθεστηκότων τοῖς ἐκείνων δήγμασιν, ὁ κάλλιστος ἡμῖν | |
5 | Σέργιος τὰς δήξεις τούτων ἐκπέφευγεν. οἰήσεται οὖν ἐντεῦθεν τὸ κατὰ πάντων κράτος ἀνειληφέναι καὶ θαυμάσεται ἑαυτὸν καὶ μεγάλας ἀποδοίη τῇ φύσει τὰς χάριτας ὅτι παρὰ τὴν κοινὴν φύσιν τοῦτον ἐδημιούργησε, καὶ τέρας νομισθήσεται τοῖς πολλοῖς ὅτι τηλικούτῳ θηρίῳ ἀνάλωτος γέγονεν. εἰ δέ τις αὐτῷ τὴν αἰτίαν ἀνακαλύψει τοῦ πράγματος, μεθήσει τάχα τὸ | |
10 | καθ’ ἡμῶν φρύαγμα καὶ μεταμελήσει αὐτῷ ὅτι μὴ ταῖς τοῦ ζῴου φθοραῖς καθέστηκεν ἁλωτός. Εἰδέναι γὰρ χρεὼν ἅπαντας ὅτι τὰ ἡμέτερα σώματα ἐκ τῶν τεσσάρων στοιχείων συγκέκραται καὶ ἡ ποιὰ τούτων μίξις διαφόρους τὰς κράσεις ποιεῖ, ἀπὸ δὲ τῶν κράσεων κατεσκευάσθησαν οἱ χυμοί, ὁ τοῦ αἵματος, | |
15 | ὁ τοῦ φλέγματος, ὁ τῶν ἑκατέρων χολῶν. ἀλλ’ ἡ μὲν ξανθόχρους τῇ παρακειμένῃ τῷ ἥπατι κύστει μετοχετεύεται, ἡ δὲ μέλαινα τῷ τοῦ σπληνὸς καταρρεῖ σπλάγχνῳ· τὸ δέ γε αἷμα οὐκ ἐν ὀργάνῳ ἑνὶ τεθησαύρι‐ σται, ἀλλὰ διὰ τῶν φλεβῶν κατὰ παντὸς τοῦ σώματος κατασπείρεται καὶ ζωογονεῖ τὴν φύσιν ἡμῶν καὶ συνέχει τὴν σύστασιν. πλὴν καὶ τοῦτο | |
20 | διάφορον εἴληχε τὴν ποιότητα. εἰ μὲν γὰρ ἄριστα κεκραμένον τυγχάνει, γλυκύ πως καὶ εὐῶδές ἐστι, καὶ πρὸς τοῦτο συρρεῖ καὶ ἡ φθεὶρ καὶ ἡ | |
ψύλλα καὶ τὸ λοιπὸν γένος ὃ τροφὴν ἔχει τὰ ἡμέτερα σώματα· εἰ δὲ παρὰ τὴν ἀρίστην κρᾶσιν ἐγχυμωθείη, ἢ ὑδατωδέστερον πέφυκε καὶ ἀνάπλεων φλέγματος καὶ τῆς ἁλμυρᾶς ποιότητος ἀναπέπλησται ἢ τὸ πικρὸν | 94 | |
25 | ἀπηρύσατο τῆς λεκιθώδους χολῆς ἢ ἀπόζει τοῦ μέλανος. ὥσπερ οὖν τῶν ἐκ τῆς γῆς συνανατελλόντων τῷ στάχυϊ οὐ πάντα τυγχάνει ἐδώδιμα, ἀλλ’ ἔστιν ἃ ἡ αἴσθησις τῆς γεύσεως ἀποτρέπεται, οὕτω τῶν συγκεραννυμέ‐ νων χυμῶν ἐν τῷ σώματι οἱ μὲν εὖ κεράννυνται καὶ τὴν τῆς ψύλλης ὄρεξιν ἐκκαλοῦνται, οἱ δ’ ἴσως σεσήπασιν ἢ πικροὶ τὴν γεῦσίν εἰσιν ἢ ἁλμώδους | |
30 | ἀπόζουσι ποιότητος. Καὶ διὰ ταῦτα τὸ χαριέστατον τοῦτο ζῷον τῇ γευστικῇ δυνάμει τὴν ὧν τρέφεται δοκιμάζον ποιότητα, εἰ μὲν συμβαίνει τῇ φύσει, ἕλκει τε τῷ συμφυεῖ πνεύματι καὶ τροφὴν ἑαυτῷ κατεργάζεται· εἰ δ’ ἄλλως ὀδώδοι, ἀποστρέφεταί τε καὶ ἄπεισι. τῶν μὲν γὰρ ἀνθρώπων οἱ ἀπληστότεροι τὴν | |
35 | ἀκρίβειαν ἀφῄρηνται τῆς αἰσθήσεως καὶ πασῶν μὲν σαρκῶν ἅπτονται, παντὸς δὲ κατατολμῶσι χυμοῦ· τὸ δὲ κάλλιστον τοῦτο ζῷον καὶ τῶν λογικῶν ἐνίους ὑπερπαίει τῇ χάριτι τρισίν, ὅ φασι, δακτύλοις καὶ παλαιστῇ. ὥσπερ γὰρ τὸ ἀλκιμώτατον τῶν θηρίων, ὁ λέων, οὐκ ἄν ποτε χθιζῆς τροφῆς ἅψαιτο, τῇ δὲ νεαλεῖ πρόσεισι καὶ λαφύσσει (πῶς ἂν εἴποις;) | |
40 | τάχιστα, οὕτω δὴ καὶ ἡ χαριεστάτη ψύλλα τὰς πηγὰς ἡμῶν τοῦ σώματος ἐρευνᾷ, μᾶλλον δὲ τοὺς τῶν πηγῶν ῥύακας. κρατῆρες δὲ τῶν ἐν ἡμῖν ἐρυθρῶν ναμάτων αἱ φλέβες εἰσί, μᾶλλον δὲ ὀχετοὶ ἢ ἀμάραι τινές, ὀχετηγοῦσαι τῷ σώματι τὴν τροφήν. ἣν μὲν ἂν οὖν εὕροι τῶν πηγῶν διειδεστάτην καὶ πότιμον, εὐθὺς αὐτῇ τὸ στόμα προσβάλλουσα κρίνει τε | |
45 | τὴν ποιότητα καὶ ἀρύεται ὅσον ἐβουλήθη ἡ ὄρεξις· εἰ δὲ διεφθορότα τὸν χυμὸν ἴδοι τοῦ ὕδατος, ταύτην μὲν ἐᾷ τὴν πηγήν, ἐφ’ ἑτέραν δὲ ἄπεισι καὶ τὴν κατάλληλον διερευνᾶται τροφήν. οὕτω μεγαλοπρεπὲς τουτὶ τὸ ζῷόν ἐστιν. ἡμῖν μὲν γὰρ καὶ ὁ Μαρώνειος οἶνος ἡδύ τι δοκεῖ ὅ τε Χῖος καὶ ὁ | |
Λέσβιος. ἀλλὰ τοῦτο μὲν ἥκιστ’ ἄν τις κακίσειεν· οἱ δέ γε πολλοὶ καὶ | 95 | |
26(50) | τὸν ἐν πιθάκναις ἄρτι καθιστάμενον ἀπορροφῶσι γλευκίτην καὶ τὸν διεφθορότα ἀσπάζονται, καὶ κυπέλλοις τοῖς παρατυχοῦσιν εἶδον χρωμένους ἐνίους. ἀλλ’ ἥ γε ψύλλα πίνει μὲν τοῦ ποτίμου, καταφρονεῖ δὲ τοῦ δυσ‐ ώδους· καὶ γέγηθε μὲν τῷ εὐκράτῳ, ἀποστρέφεται δὲ τὸ διεφθορός τε καὶ σεσηπός. καὶ τὸ φλεβῶδες ὁρᾷ κύπελλον· κἂν μὲν ἴδῃ κεκαθαρμένον ὡς | |
55 | κάλλιστα, γέγηθέ τε τῇ ἀγλαΐᾳ καὶ τῇ χάριτι ἐγκαλλύνεται· εἰ δὲ τὸν ἀπὸ τῆς χολῆς καὶ μάλιστα τῆς μελαίνης σκίρρον ἔχει, ἀθετεῖ καὶ καταφρονεῖ, καὶ οὐκ ἄν ποτε πίοι οὐδὲ καθαροῦ αἵματος ἀπὸ διεφθορυίας φλεβός. Ἔγωγ’ οὖν τῶν ἀνθρώπων ἐκείνους ἠγάπησα ὅσοι τὸ μεγαλοπρεπὲς κἀν τοῖς προχόοις κἀν τοῖς κυπέλλοις ἐτήρησαν. οἱ δέ γε χαριέστεροι καὶ | |
60 | φιάλας καὶ ψυκτῆρας ἡτοιμάκασιν ἑαυτοῖς· οἷα δὴ τούτοις καὶ τὰ Θηρί‐ κλεια, ὕελος καθαρὰ τοῦ καλλίστου μετάλλου βαθεῖαν μὲν ἔχουσα τὴν κοιλότητα, προμήκη δὲ τὸν αὐχένα καὶ στενωπόν· ἀφ’ οὗ τὸ πόμα διηθού‐ μενον καθαρώτατον ἐκχεῖται καὶ χαριέστατον καὶ μάλιστα τὴν φιλότιμον ἡδῦνον ψυχήν. ἐν ἡμῖν γὰρ οἱ μὲν οὕτως, οἱ δὲ ἄλλως ἔχουσι· τὸ δὲ γένος | |
65 | τῆς ψύλλης ὅλον εὐγενὲς καὶ φιλότιμον καὶ μεγαλοπρεποῦς ἀνάπλεων χάριτος. καὶ οὔτε τὸν πικρὸν χυμὸν οἶδεν ἀσπάζεσθαι οὔτε τὸν ἁλυκόν, μόνῳ δὲ τῷ γλυκεῖ πρόσεισι· καὶ ἡδύνει τοῦτο ὁ κρατὴρ τοῦ γλυκέος καὶ εὐώδους αἵματος. Ὁρᾷς, ὁ φίλτατός μοι καὶ γνησιώτατος Σέργιος, πῶς τὸ δρᾶμα ἐκ | |
70 | κωμικῆς βωμολοχίας εἰς τραγικόν σοι πέρας συγκατηνέχθη; σὺ μὲν γὰρ ᾤου ὑπὲρ τοὺς πολλοὺς εἶναι ὅτι τὴν ψύλλαν διέφυγες κατὰ περιουσίαν ὥσπερ δυνάμεως τὰς λαβὰς ἀποδρὰς αὐτῆς. ἡ δέ σε οὐκ ἐδειλίασεν, ἀλλ’ ὀσφρανθεῖσά πως ἀπεσείσατο· προσῆλθέ σου τοῖς φρεατίοις τοῦ σώματος, εἶδε μὴ κεκαθαρμένας τὰς κύλικας, εἶδε τὸ νᾶμα διεφθορός, | |
75 | ἔνευσε τοῦ πιεῖν, καὶ ἀπεῖρξε ταύτην ἡ ἐκεῖθεν ἀποφορά. διὰ ταῦτα ἐπέσχε τε ἑαυτὴν καὶ ἀθεράπευτον τὴν οἰκείαν εἴασεν ὄρεξιν. Καὶ πρὸς ἐμὲ τυχὸν μεταβέβηκε καὶ τοῖς κρατῆρσί μου πᾶσι συμπέφυκε, | |
τοῖς περὶ τὸν αὐχένα, τοῖς περὶ τὴν σφαγήν, τοῖς περὶ τὴν ὀσφὺν καὶ τὴν κλεῖδα. ἐναγάλλεται ταῖς νομαῖς, περισκιρτᾷ μου τοῖς νάμασι· πάντα γὰρ | 96 | |
80 | χαρίτων εὑρίσκει μεστὰ καί, ἢν ἀναστομώσῃ μου φλέβα, εὐθὺς ἡδεῖαι ῥυΐσκονται χάριτες. διὰ ταῦτα οὐκ ἔχει πῶς ἂν τῷ πλήθει χρήσηται τῆς χαρᾶς. ἐφάλλεται ταῖς πλευραῖς, εὐθὺς ἐκεῖθεν ἐπὶ τὸν νῶτον μεταπηδᾷ, ἐκμυζᾷ τὴν ἰγνύν, τοῖς περὶ τὴν κερκίδα πόμασιν ἐπιγέγηθεν· οὐ γὰρ ἥδε μὲν αὐτῇ τῶν πηγῶν κατάλληλον τὴν πόσιν ἐκδίδωσιν, ἐκείνη δὲ ἀλλοιότε‐ | |
85 | ρον ἀπορρεῖ νᾶμα, ἀλλ’ ἐκ πασῶν ἡ χάρις ἴση προκέχυται. Τί οὖν; ἐπὶ τούτῳ με ἡ φύσις εὖ συνεκέρασεν, ἵνα γένωμαι τῇ ψύλλῃ κατάβρωμα; οὐκ ἐφίεμαι ταύτης τῆς χάριτος· τὴν τοῦ αἵματος ἡδονὴν ἀποπέμπομαι. διεφθάρθω μοι τοῦτο, καὶ ζήσομαι ἥδιστα· οὐ γάρ, εἴ τίς με κοσμήσας εὐθὺς κακακόψειεν, ἐπισκιρτήσω τῷ κόσμῳ, ἀλλ’ εὐθὺς | |
90 | ἀποστραφήσομαι τὴν περιβολήν. Ὁμολόγησον τῷ θεῷ χάριτας, κάλλιστε Σέργιε, ὅτι σου τὸ σῶμα οὕτως ὠχύρωσεν, ὅτι σε τοῖς λῃστεύειν ἐθέλουσι ζῴοις ἀνάλωτον ἔδειξεν, ὅτι σε ἀρραγεῖ ἑρκίῳ κατησφαλίσατο· καὶ οὔτε ψύλλα πολιορκήσει, οὐ φθεὶρ λυμανεῖται, οὐ κόρεις σοι ἐπιθήσονται, ἀλλὰ πάντα φοβηθήσονταί | |
95 | τε καὶ δειλιάσουσι καὶ ὡς τυράννου πόρρω σου στήσονται. ἀλλὰ μὴ τὰς ὀφρῦς αἶρε· ἑλοίμην γὰρ ἂν πολλάκις ἀναλωθῆναι ὑπὸ ψυλλῶν ἢ τοῦ χρωτὸς ἀπόζειν καὶ δεδίττεσθαι τὸ ἐπίβουλον. εἴπω σοι τἀληθές; ἡ φύσις, ὡς ἄρα πρῶτον ἐβούλετο, τὰς φύσεις ἡμῶν συνεκέρασε καὶ τὴν μὲν σὴν ἴσως ἀποτρόπαιον τῇ ψύλλῃ πεποίηκε, τὴν δὲ ἐμὴν γλυκεῖαν ἐκείνῃ | |
26(100) | καὶ τρόφιμον. | 97 |
27(1t) | Ἐγκώμιον εἰς τὴν ψύλλαν | |
2 | Τὸν κώνωπα φασὶν ὡς ἐλέφαντα. καὶ ἵνα γε καθ’ ὁδὸν ἡμῖν ὁ λόγος προΐῃ, τῇ ψύλλῃ ὡς παρδάλει ἐπιχειρήσωμεν. οὐ γὰρ ἐπειδὴ κατὰ τὸν σωματικὸν ὄγκον ἠλάττωται διὰ ταῦτα καὶ τῆς ἐν τοῖς κρατίστοις | |
5 | δυνάμεως ἀπεστέρηται· ἡ γάρ τοι φύσις ἐναλλάττειν οἶδεν ἐπ’ ἐνίων τοῖς τῶν ζῴων μεγέθεσι τὰς συμφύτους δυνάμεις, καὶ ᾧ μὲν τὸν ὄγκον ἠλάττω‐ σε τὸν τόνον σαφῶς ἐμεγέθυνεν, ᾧ δὲ σαρκῶν περιουσίαν προσέπλασε τὴν ἰσχὺν τούτῳ ἐσμίκρυνε. δηλοῦσι δὲ τοῦτο καὶ οἱ πρῶτοι τῶν μάλιστα φιλοσοφησάντων· τὸ γὰρ εἰς ὄγκον προβὰν ἐλαττοῦσι κατὰ τὴν δύναμιν, | |
10 | ὥσπερ τὸ εἰς ἑαυτὸ συστραφὲν εὐτονώτερον ἀπεργάζονται. οὐ τοίνυν σοφιστικόν τι πρᾶγμα ποιοῦμεν εὐφημίας ὑπόθεσιν τὴν ψύλλαν ποιούμε‐ νοι, ὥσπερ οἱ τοὺς βομβυλίους ἢ τοὺς ἅλας ἐπαινεῖν προελόμενοι, ἀλλὰ ῥητορικόν τε καὶ τεχνικὸν περὶ μεγάλων τε λέγειν προθέμενοι καὶ τοὺς λόγους ταῖς ὑποθέσεσιν ἴσους ποιούμενοι. | |
15 | Τοῦτο τοίνυν πρῶτον περὶ τοῦ ζῴου κάλλιστον εἰπεῖν ἔχομεν ὅτι, ὥσπερ τὰ εὐωδέστερα τῶν φυτῶν (ῥόδα φημὶ καὶ ὑακίνθους καὶ μυρρίνας), συνανατέλλει τῷ ἔαρι, τῶν ὡρῶν τὴν καλλίστην ἀπολεξάμενον. γεννᾶται δὲ οὐκ ἐξ ἑτέρας οὐσίας, ὥσπερ σκνίπες καὶ κηροδύται καὶ κώνωπες καὶ τἆλλα, ὧν τὰ μὲν τῆς ἰλύος, τὰ δὲ τῆς τῶν κεκμηκότων ἀπογεννᾶται | |
20 | σήψεως, ἀλλὰ πρὸς ἑαυτὸ τὸ γένος χωρεῖ καὶ τὸ γεννῆσαν ἐν τούτοις καὶ τὸ γεννώμενον πέφυκε· τὸ μὲν γὰρ ἀπελήλυθε τὸ σπέρμα καταλιπόν, τὸ δ’ ἐκεῖθεν φύεται. εἰσὶ γὰρ καὶ παρὰ τούτοις, ὥσπερ τινὲς ἱστορήκασι, σπερματικοὶ πόροι καὶ φύσις ζωογόνος καὶ δύναμις· καὶ τὴν ὀχείαν ἡ θήλεια φέρει τοῦ ἄρρενος, καὶ σωμάτων ἀποιχομένων οὐ συναπόλωλεν ὁ | |
25 | τῆς γονῆς λόγος, ἀλλὰ τοῖς καθήκουσι μέρεσι τοῦ παντὸς ζῳογονεῖται καὶ | |
φαίνεται. Καὶ ὥσπερ τοῖς ἄλλοις τῶν μεγίστων καὶ θαυμαζομένων οὐσιῶν συμβάλλεταί τι λοξούμενος ὁ ἥλιος καὶ τρεπόμενος, οὕτω δή τι καὶ τὸ γένος τοῦτο οὐσιοῦν εἴωθε πρὸς τὴν ἰσημερίαν εὐθὺς καθιστάμενος. | 98 | |
30 | ὁμοῦ τε γὰρ ἐκεῖνος τοῦ ἰσημερινοῦ σημείου κινούμενος ἥψατο, καὶ τὸ ζῷον κατὰ σύνθημα μορφωθὲν ὁμοῦ καὶ ζωωθὲν ἥλατο, ἐπὶ τῷ δεσπότῃ σκιρτῆσαν ἡλίῳ καὶ τῆς ἑαυτοῦ ζωῆς αἰτίῳ τε καὶ κοσμήτορι· συγχορεύει γοῦν ἀτεχνῶς ἐκείνῳ καὶ οἷον ἐπιγαννύμενον τῷ γεννήτορι σκιρτᾷ τε καὶ ἐφάλλεται, τῇ ὥρᾳ ἐνεαρίζον καὶ λαμπρυνόμενον. ὥσπερ οὖν οἱ πάλαι | |
35 | σοφοὶ τὰ συντρεπόμενα τῶν ζῴων ταῖς τῆς σελήνης αὐξήσεσι καὶ μειώσεσι σεληνιακὰ κατωνόμασαν, οὕτω δὴ καὶ τοῦτο θῶμεν ἡμεῖς ζῷον ἡλιακόν. Μία μὲν γὰρ τῶν πάντων ἀρχή, τὸ ἀπόρρητον ὅ τι ποτέ ἐστιν ἐκεῖνο καὶ ἀνονόμαστον· ἀλλὰ τοῦτο πόρρω καὶ τῆς ἑαυτοῦ ἑνότητος ἀνεκφοίτη‐ τον, ὅσα δὲ μετ’ ἐκεῖνο ὑφέστηκεν ἕτερα ἑτέροις οὐσιῶν καθέστηκεν | |
40 | ἀρχηγά. καὶ τὰ μὲν δι’ ἔτους, τὰ δὲ ταῖς καθέκαστα τῶν ὡρῶν ἀποτίκτε‐ ται, ταῦτα χειμῶνος, ἐκεῖνα θέρους, τοῖς δὲ ἀρχὴ ζωῆς τὸ μετόπωρον· ἡ δὲ τῶν ὡρῶν χαριεστάτη, τὸ ἔαρ, τὴν ψύλλαν γεννᾷ, ἡ δυναμικωτέρα τὸ εὐτονώτερον. κατὰ ταύτην γὰρ ὁ ἥλιος βορειότερός τε καὶ λαμπρότερος γίνεται καὶ ἀντικαθίστησι τὸ μέτρον τῆς ἡμέρας τῷ τῆς νυκτός, καὶ πρὸς | |
45 | ὠδῖνας ἡ γῆ τῶν οἰκείων γεννημάτων χωρεῖ. καὶ τὸ μὲν ῥόδον τῶν οἰκείων καλύκων ὑπανατέλλει, τὸ δὲ κρίνον σχίζεται ταῖς ἀκτῖσι καὶ ὑπεμφαίνει καὶ τὸ φαινόμενον κάλλος καὶ τὸ κρυπτόμενον· ἐφ’ οἷς καὶ ἡ ψύλλα ὥσπερ αὐτόματος ὀπώρα τῆς γῆς καρπογονεῖται καὶ ἀναδίδοται. Ἀλλ’ ἰδεῖν μέν ἐστιν οὐ πάνυ τι χαριέστατον· οὐ γὰρ αἰσθητοῖς κομᾷ | |
27(50) | κάλλεσι καὶ τῶν ὀφθαλμῶν καταφρονοῦν ἀναφέρει τὴν ἰσχὺν πρὸς τὸν νοῦν. καὶ τὸν κύκλον τοῦ ζῳάρχου μεμίμηται, ἐν ὀλίγῳ τῷ εἴδει οὐ μετρίαν ἔχον τὴν δύναμιν. δείκνυσι δὲ καὶ τῷ χρώματι τὸν γεννήτορα· ἀκριβῶς γὰρ μέλας ἐστίν, ὥσπερ ἑῷος Αἰθίοψ ἐξ ἡλιοκαΐας τὴν χρόαν μεταβαλών, καὶ τὸ θερμὸν τῆς γενέσεως εὐθὺς παρεμφαίνει ἐπὶ τοῦ | |
55 | σώματος. τὴν δὲ τοῦ μεγέθους ἐλάττωσιν οὐ κατὰ ἀτονίαν τῆς φύσεως ἐκληρώσατο· ἀλλ’ ἀπορρητότερος μὲν ὁ λόγος αὐτῷ τῆς σμικρότητος, | |
ῥητέος δὲ ὅμως ἡμῖν. Σῶμα καὶ νοῦς, τὸ μὲν εἰς ὄγκον κεχώρηκεν, ὁ δὲ συνέσταλται πρὸς τὴν δύναμιν. ὅσα μὲν οὖν τῶν ὄντων ὀγκοῦται καὶ μεγεθύνεται σωματικω‐ | 99 | |
60 | τέραν τὴν γένεσιν εἴληχε· τῶν δὲ συνεσταλμένων τὰ πλείω εἰς τὴν φαινο‐ μένην βραχύτητα νοερωτέραν τὴν σπορὰν ἐκληρώσατο. καὶ ἴδοις ἂν μελίττας μὲν καὶ κανθάρους καὶ κώνωπας τούς τε ἀράχνας αὐτοὺς καὶ τοὺς μύρμηκας ποικιλώτερα τῶν ἄλλων ζῴων καὶ τεχνικώτερα καὶ τῆς πολιτικωτέρας ζωῆς οὐ πόρρω τυγχάνοντα· ἐντεῦθεν ὁ Πλάτων τὰς | |
65 | κοινοπαθεῖς τῶν ψυχῶν καὶ πολιτικοῖς ἤθεσι κεκοσμημένας μελισσῶν ἐνδεσμεῖ σώμασι. βόες δὲ καὶ ἡμίονοι, ἐς ὄγκον προεληλυθότες σώματος, τῆς κρατίστης δυνάμεως ἀπεστέρηνται. τοιοῦτον γάρ ἐστι καὶ τὸ πρῶτον ἡμῖν τῆς ζωῆς σπέρμα· καὶ σπερματικώτερα μὲν τὰ δυναμικώτερα, σωματικώτερα δὲ τὰ παχύτερα. πλάττει μὲν γὰρ καὶ φύσις, δημιουργεῖ δὲ | |
70 | καὶ νοῦς καὶ ψυχή· ἀλλ’ ἡ μὲν φύσις ὑλικώτερον καὶ πληθυντικώτερον, ἐκεῖνα δὲ πρὸς ἑαυτὰ συνάγει τὰ σώματα καὶ σφίγγει τὸν ὄγκον, ἵνα πλῆρες τὸ πεπλασμένον προέλθῃ δυνάμεως. Ἐκ μὲν οὖν ἔαρος τουτὶ τὸ ζῷον ἄρχεται τῆς γενέσεως, συναυξάνει δὲ τῷ δεσπότῃ καὶ συμμεγεθύνεται καὶ τὴν οἰκείαν ἀπολαμβάνει ἡλικίαν τε | |
75 | καὶ ἀκμήν, ὁπότε δὴ κἀκεῖνος ἐπὶ τῆς πέμπτης μοίρας τῶν Διδύμων σταίη τρόπον τινά, εἶτα δὴ τρεπομένῳ πρὸς νότον καὶ περὶ τὰς χειμερινὰς ἰόντι τροπὰς συναπολήγει τε καὶ μαραίνεται. οὐ γὰρ ἐθέλει ὑφ’ ἑτέραις αἰτίαις ἢ ταῖς ἡλιακαῖς ζῆν, ἐπεὶ μηδ’ ἀγνωμονεῖν οἶδε τῷ τῆς γενέσεως ἡγεμόνι· ἀλλ’ ὥσπερ 〈ὑπὲρ〉 τῆς γῆς ἅλλεται ὑψηλοτέρου φανέντος | |
80 | ἐκείνου, οὕτως εἰς γῆν καταδύεται ὑπογείου, ἵν’ οὕτως εἴπω, τοῦ γενάρχου καθισταμένου. Ἡ μὲν οὖν φύσις οὐ περιέφυσε τούτῳ πτερά· οὐδὲ γὰρ πρὸς τοῦτο ὁ τῆς γενέσεως ἐκινήθη λόγος. τὸ δὲ καὶ τὴν φύσιν βιάζεται καὶ τὸ σῶμα αἴρει τοῖς ἅλμασι καὶ γηγενὲς ὂν τὸν ἀέρα ποθεῖ· οἶδε γὰρ τοῦτον πορθ‐ | |
85 | μεῖον εὐκίνητον πρὸς τὸν ἥλιον καὶ πολλάκις ἐπιχειρεῖ, τῷ φυσικῷ λόγῳ πρὸς τοῦτον κινούμενον. ἀλλ’ ἡ φύσις ἀντιβιάζεται· τὸ δὲ μέσον εὑρίσκεται φυσικῆς τε βίας καὶ γνωμικῆς, εἴποι τις ἂν ἄλλος, ἰσχύος τε καὶ δυνάμεως. πέπλασται δὲ οὐκ ἐντομαῖς τισι διειργόμενον οὐδ’ ἀνίσως ἔχον πρὸς ἑαυτό, ἀλλὰ συμφυῶς τε καὶ καταλλήλως. καὶ συμπέφυκε μὲν εὐφυῶς ἡ | |
90 | κεφαλὴ τῷ λοιπῷ σώματι· τὸ δὲ ἐντεῦθεν ἐπεγειρόμενόν τε καὶ κορυφού‐ μενον, ὥσπερ δὴ τὸν σῦν ἡ φύσις ἐποίησεν, ἐκεῖθεν ταπεινοῦται πρὸς τὸ κατόπιν, καὶ εἴποις ἂν τὸ μεσαίτατον οἷόν τινα νωτιαῖον τῶν μερῶν ἀμφοτέρων ὑπερανέχον. παραβάλλω δὲ τοῦτον τῷ συί, οὐκ ἐκείνῳ τὴν ψύλλαν κοσμῶν, ἀλλ’ ἐντεῦθεν τῷ συὶ χαριζόμενος. | 100 |
95 | Πέπλασται μὲν οὖν κατὰ σῦν, ὁρμᾷ δὲ κατὰ πάρδαλιν, βλέπει δὲ κατὰ λέοντα ἄνευ τοῦ βλοσυροῦ βλέμματος· καὶ τό γε θαυμασιώτερον ὅτι ἐκείνοις μὲν ἡ φύσις πρὸς θηριωδίαν, τῷ μὲν τὸ ἐπισκύνιον, τῷ δὲ τὸ ἅλμα, τῷ δ’ ἄλλο τι συνέπλασε, τῇ δὲ ψύλλῃ πάντα συναγηοχυῖα ἐς ἡμερότητα μετερρύθμισεν. οὐ γάρ τοι φεύγει τὸν ἄνθρωπον, ἀλλ’ οὐδὲ | |
27(100) | τοῖς ἐκείνου ἔργοις λυμαίνεται, ὅπερ ἀκρὶς καὶ ἀττάκις ποιεῖ· ἀλλ’ ἐκείνῳ μόνῳ προσπέφυκε καὶ τροφὴν τὸ αἷμα ποιεῖται σιτούμενον ὅσον βρα‐ χύτατον. καὶ ὁ μὲν ὀδοὺς αὐτῷ κέντρου λόγον ἐπέχει τῷ δήγματι, τὸ δὲ φῦμα ὡς κύκλος εὐθὺς ἐπανέτειλε καὶ ποικίλλει τὸ σῶμα τοῖς ἡλιακοῖς εἴδεσιν· εἶτα δὴ τὸ δῆγμα ὁμοῦ τε εἰς κύκλον ἀπετορεύθη καὶ συναπῆλθε | |
105 | τῷ σχήματι ὥσπερ δὴ τὸ τῆς ἴριδος εἶδος. ὁ μὲν οὖν κώνωψ πόλεμον. ὥσπερ ἡμῖν ἀπειλεῖ καὶ μετὰ παρατάξεως τρόπον τινὰ ὑπὸ σάλπιγγι πρόεισι· τὸ δὲ τὸν τροχίλον μεμίμηται καὶ ὡς ἐφ’ ὡμολογημένην πρὸς ἡμᾶς χωρεῖ τράπεζαν, μήτε βομβοῦν μήτ’ ἄλλως λυποῦν. Δύο γοῦν τῶν ἁπάντων δεσπότας ἑαυτῷ προεστήσατο, τὸν μὲν ἥλιον τῆς | |
110 | γενέσεως, τὸν δὲ ἄνθρωπον τῆς αὐξήσεως· ἐκεῖθεν μὲν γὰρ εἰς τὸ εἶναι ἐλήλυθεν, ἐντεῦθεν δὲ κεχώρηκεν εἰς ἀκμήν. τῶν γὰρ ἄλλων ζῴων τὰ μὲν ἰλὺν νέμεται, τὰ δὲ τῶν σωμάτων τὰ σεσηπότα· ἡ δέ γε ψύλλα κατεψυγμέ‐ νοις μὲν οὐδαμοῦ πρόσεισι σώμασιν οὐδὲ τὸ τεθολωμένον ἀσπάζεται τῶν τροφῶν, ἀλλ’ ὥσπερ αἱ βδέλλαι τὸ ἡμεδαπὸν ἐκμυζᾷ αἷμα καὶ ἄμισθος | |
115 | γίνεται ἰατρός. Γεννᾶται μὲν οὖν, ὥσπερ μοι εἴρηται, μετὰ τῆς συμπάσης ῥοδωνιᾶς, ἀκμάζει δὲ μετὰ τεττίγων καὶ ὅσα θέρους τὸν ἄνθρωπον καταυλεῖ, οἴχεται δὲ χειμῶνος, καὶ πάλιν κατὰ κύκλον συμπρόεισι τῷ παντὶ καὶ συνανατέλλει τῷ ἔαρι καὶ συναυξάνει τῷ τοῦ ἡλίου φωτί· ὅθεν γὰρ ἔχει | |
120 | τὴν γένεσιν, ἐκείνου παροιχομένου φυσικοῖς λόγοις εἰς τὸ μὴ εἶναι αὖθις | |
ἐπαναλύεται. | 101 | |
28(1t) | Ἐγκώμιον εἰς τὴν φθεῖρα | |
2 | Ἀλλ’ ἡ φθεὶρ ἴσως τῇ ψύλλῃ τῆς εὐφημίας ἐπιβασκήνειεν. εἰσὶ μὲν γὰρ ἄμφω τὰ ζῷα διῃρημένα τοῖς γένεσιν, ἡμεῖς δὲ ταῦτα κατὰ συζυγίαν προφέρομεν, τὸ μὲν ἀρρενοῦντες ὥσπερ, τὸ δὲ θηλύνοντες· εἰσὶ δὲ ὅμως | |
5 | τῶν ἐπικοίνων. πολλοὶ μὲν οὖν καὶ μεγάλοι λόγοι ἐπὶ θατέρῳ μέρει ἐλέχθησαν (ἰσημερίας τε γὰρ τόκον τὴν ψύλλαν ἐδείξαμεν καὶ δορυφόρον τῆς ἡλιακῆς αὐξήσεως καὶ θεράπαιναν), οὐδὲν δὲ ἔλαττον καὶ ἐπὶ θατέρῳ μέρει συσκευασόμεθα τὸ ἐγκώμιον· καὶ ἵνα γε καθ’ ὁδὸν ἡμῖν ὁ λόγος χωρήσῃ, τῇ γενέσει ταύτης φιλοχωρήσωμεν. | |
10 | Τὴν μὲν οὖν ψύλλαν ἀλληλοτόκον ἡρμηνεύσαμέν τε καὶ ἀπεδείξαμεν καὶ τὸ εἶδος τῆς οἰκείας μὴ ἀφιεῖσαν γονῆς, καὶ ἔπαινον ἐπὶ τῷ πράγματι συνεθήκαμεν· ἡ δὲ φθεὶρ ἄλλον τε τρόπον γεννᾶται καὶ τοῦ κατὰ τὴν ψύλλαν θαυμασιώτερον, γονῆς γὰρ αὐτῇ μὴ ὑπούσης μηδὲ ὑλικοῦ σπέρματος ἀποκειμένου αὐτόματον ὥσπερ ἔχει τὴν γένεσιν. | |
15 | Θαυμάζομεν δὲ τῶν συνήθων μᾶλλον τὰ σπάνια· κἂν τὰ μὲν μείζονα | |
ᾖ, τὰ δὲ ἐλάττονα, ἐπὶ τοῖς ἐλάττοσιν ἐκπληττόμεθα. ἡλίου μέντοι οὐδὲν θαυμασιώτερον οὐδὲ δημοσιώτερον πέφυκεν, ἀλλὰ τὸν κομήτην ἰδόντες μᾶλλον ἀπεθαυμάσαμεν. οὕτω δή τι καὶ τὴν δρεπανίδα τῆς χελιδόνος μᾶλλον ἀγάμεθα, καὶ τὸν πτερωτὸν μύρμηκα τοῦ ἐλέφαντος. ἔνθεν τοι καὶ | 102 | |
20 | τὸ ἀσύνηθες τῆς γονῆς τοῦ συνήθους θαυμασιώτερον. ἄνθρωπος μὲν γὰρ ἐξ ἀνθρώπου φύεται καὶ τὸ πρᾶγμα οἶδεν ἡ φύσις καὶ οὐκ ἐκπλήττει τὸ γινόμενον τὴν διάνοιαν· φθεὶρ δέ, ὅσον ἐπὶ ταῖς σπερματικαῖς καταβο‐ λαῖς, ἀπὸ τοῦ μηδενὸς φύεται. ὑπερβολὴ δὲ τοῦτο ἐκπλήξεως· τὸ γὰρ ἀπὸ τοῦ μηδενός τι φῦναι, ὡς ἀδύνατον παρὰ τοῖς φυσικοῖς νοούμενόν τε καὶ | |
25 | λεγόμενον, ἡ φθεὶρ τοῦτο τὸ δόγμα καινοτομεῖ, ἐξ οὐδενὸς γένους κυϊσκομένη ἀλλ’ αὐτὴ καθ’ ἑαυτὴν ἀνατέλλουσα. Ἐπειδὴ δὲ πολλαχῶς τό τε ὂν καὶ τὸ μὴ ὂν τοῖς φιλοσόφοις σημαίνεται, οὐ πᾶσαν αὐτῇ ὕλην πρὸς γένεσιν ἀφαιρήσομεν, ἀλλὰ τὸ μέν τι δώσομεν, τὸ δὲ ὑφαιρήσομεν. ὑφῃρήκαμεν οὖν αὐτῇ τὴν ἀλληλοῦχον τῆς ὑποστάσεως | |
30 | γένεσιν, ἑτερογενῆ δὲ ὕλην διδόαμεν ἀφ’ ἧς τὴν ὕπαρξιν εἴληχεν. ὄνοι μὲν οὖν σηπόμενοι κανθάρους ἀπογεννῶσι καὶ ἵπποι σφῆκας καὶ ταῦροι μελίσσας καὶ ὕδωρ διαφθαρὲν κώνωπας· τὴν δέ γε φθεῖρα (ὢ τοῦ καινοῦ λόγου) ζῷον τὸ κάλλιστον οἶδε γεννᾶν, οὐ φθειρόμενον, οὐ σηπόμενον, ἀλλ’ ἔμψυχον ὄν τε καὶ ζώπυρον· τῆς γὰρ τοῦ ἀνθρώπου ἀποφύεται | |
35 | κεφαλῆς. τῶν γάρ τοι τροφῶν ταῖς φυσικαῖς ἡμῶν ἀλλοιουμένων δυνάμεσι τὸ μέν τι τῷ σπληνί, τὸ δὲ ταῖς κύστεσιν ἀποτίθεται, ἕτερον δὲ πρὸς τὰς τοῦ ἥπατος ἄνεισι πύλας, τὸ δ’ ὅσον ἐν τῇ γαστρὶ θερμαινόμενόν τε καὶ ἀλλοιούμενον εἰς ἀτμίδας διαλύεσθαι πέφυκεν. ἡ δὲ ἀποφορὰ αὕτη κούφη τε καὶ ἐλαφροτάτη καθέστηκε καὶ ὡς πρὸς οὐρανὸν τὴν κεφαλὴν ἄνεισιν. | |
40 | ἵνα δὲ μὴ ἐμφιλοχωροῦσα κάρους καὶ ἀποπληξίας ποιῇ εἰς διαφόρους ῥαφὰς τὸ κρανίον ἡ φύσις κατέτεμεν· ἀλλὰ καὶ τὸ ἐκ τῆς ἁρμονίας σύμπαν | |
ὀστοῦν τρηματίοις διεῖλε τισί, δι’ ὧν ἡ ἀτμὶς ὥσπερ διηθουμένη καὶ διαρρέουσα καὶ τῷ περικρανίῳ ὑμένι ἐναπομένουσα τὴν φθεῖρα παραδόξως γεννᾷ. | 103 | |
45 | Γεννᾶται μὲν οὕτως, μαιεύεται δὲ ταῖς ἐν τῇ κεφαλῇ ἀπείροις θριξίν· αὗται γὰρ ὀμφαλητόμων τε λόγον ταύτῃ καὶ δορυφόρων ἐπέχουσιν, ὁμοῦ τε συναρμόζουσαι καὶ τὴν ἔξωθεν βλάβην ἀπείργουσαι. καὶ ἄνθρωπος μέν, τὸ κάλλιστον τῶν ἐπὶ γῆς ζῷον, ἐκ σπερμάτων ἔχει τὴν γένεσιν, ἃ δὴ σήπεταί τε τὰ πρῶτα καὶ μεταβέβληται καὶ πρὸς ὀχετηγίας καὶ | |
28(50) | συρροίας διαμερίζεται καὶ ποικίλην ἔχει τὴν ἀρχὴν τῆς γενέσεως. τῇ δέ γε φθειρὶ οὐ σῆψις σπέρματος τὴν γένεσιν ὑποστρώννυσιν, ἀλλὰ τὸ λεπτότατόν τε καὶ καθαρώτατον τῆς τροφῆς· τί γὰρ ἀτμοῦ κουφότερον ἢ ἐλαφρότερον πέφυκεν; αἱ μὲν οὖν τῆς γῆς ἀναφοραὶ τοὺς διᾴττοντας καὶ τοὺς κομήτας ἀπογεννῶσιν, αἱ δὲ τῆς γαστρὸς ἡμῶν τὴν φθεῖρα. ὥσπερ | |
55 | οὖν τινα λόγον ἡ καθ’ ἡμᾶς ἀτμὶς πρὸς τὴν τῆς γῆς κέκτηται, οὕτω δὴ καὶ πρὸς τὴν τῶν κομητῶν αὐγὴν ἡ φθείρ· ἐν μὲν οὖν τῇ ἄνω σφαίρᾳ τὰ φαινόμενα θαυμάσια τίκτεται, ἐν δὲ τῷ τῆς ἡμετέρας κεφαλῆς κύκλῳ οὐδὲν ἕτερον ἢ τοῦτο τὸ ζῷον. Καί, ὃ μᾶλλον ἄν τις ἐκπλαγείη προσέχων τὸν νοῦν, πολλῶν ὄντων | |
60 | μερῶν καὶ διαφόρων τοῦ σώματος, οὔμενουν ἔχει τις εἰπεῖν ἡλίκων καὶ ὅσων τὰ μὲν ἄλλα ὥσπερ ἀπαξιοῖ τὸ ζῷον, μόνην δὲ τὴν κεφαλὴν ὄργανον γενέσεως τίθεται. ἐκεῖθεν γὰρ καὶ τοῖς λοιποῖς πρόσεισι μέρεσι καὶ αὖθις ἐπάνεισιν, ὥσπερ ἐξ ἑῴας πρὸς δύσιν δραμοῦσα καὶ εἰς τὸ οἰκεῖον σημεῖον ἐπανακάμπτουσα. ὡς δὲ ἐγώ τινος ἤκουσα ἀνδρὸς εὖ μάλα | |
65 | φιλοσοφήσαντος, οὐ μάτην οὕτω τῇ φύσει τὸ τῆς κεφαλῆς ἐξειργάσθη περιφερὲς ἀλλὰ τῆς τοῦ νοῦ ἕνεκα ἐνοικήσεως, ὃς δὴ τὸ σφαιροειδὲς τοῦ κυκλοφορικοῦ σώματος ἀγαπῶν ὡς πρὸς οἰκεῖον καὶ τοῦτο τρέχει καὶ διὰ ταῦτα ἐγκαθίδρυται. ἄμφω οὖν ταῦτα ποθεῖτον τὴν κεφαλήν, νοῦς | |
ἄνωθεν ἐμπνεόμενος καὶ φθεὶρ γεννωμένη κάτωθεν· ἀλλ’ ὁ μὲν ἔσωθέν | 104 | |
70 | τέ ἐστι καὶ τὴν ἀρχὴν ἔχει τοῦ ζῴου ὥσπερ ἐξ ἀκροπόλεως, ἡ δὲ ἔξωθεν αὐτῇ περιφύεται. Βούλεσθε οὖν ὑμῖν ἕτερον περὶ τῆς φθειρὸς ἐξαγγείλω θεώρημά τι ἀπορρητότερον; ἀλλὰ μή με περιττὸν καὶ ἀμέθοδον ὑπολάβητε ὅτι τε περὶ τῶν ἀσπουδάστων σπουδάζειν προῄρημαι καὶ συνάπτειν τὰ ἀσύγκριτα | |
75 | προτεθύμημαι. ἀλλά, πρὸς ὅ με ἡ τῆς ψυχῆς ἐνήγαγε κίνησις, διττὸν ἀκούω παρὰ τοῖς φιλοσόφοις τὸν νοῦν· τὸν μὲν ἐντὸς τῆς σφαίρας, ὅποι δὴ καὶ τὰς ἰδέας ὁ Πλάτων κατέταξε, τὸν δὲ παντὸς ἐπέκεινα σώματος. οὐ τολμήσω τι πλέον εἰπεῖν, ἵνα μή μέ τις ἀπειροκαλίας γραφὴν γράψηται, πλὴν ὅσον τὸ ἐκτὸς τῆς κεφαλῆς ζῷον κρεῖττον συνάγεται τοῦ ἔνδοθεν νοῦ. | |
80 | Τὴν δὲ ἰδέαν οὐ μίαν τουτὶ τὸ ζῷον προβέβληται, ἀλλ’ ἡ μέν τις ἀκριβῶς ἐστι λευκὴ καὶ στίλβει τῷ χρώματι, ἡ δὲ κυαναυγής ἐστι καὶ πόντῳ μέλανι ἴκελος. ὅσον μὲν γὰρ τοῦ γένους αὐτῆς τά τε κροταφιαῖα μέρη καὶ ὅσον ἄτριχον πέφυκε νέμεται, ὑπαφρίζει πως τῇ θέᾳ καὶ ὑπαργυριζούσῃ θαλάττῃ παρεμφερές ἐστι· τὸ δ’ ὅσον βορειότερον τοῦ κρανίου (λεγέσθω | |
85 | γὰρ οὕτως) νέμεται, μελάντερόν τε καὶ ἀλκιμώτερον εἴδεται. Ἔστι μὲν οὖν, ὥσπερ εἴρηται, πᾶν αὐτῇ τὸ σῶμα βάσιμόν τε καὶ ἄμφοδον, ἀλλ’ ἡ μὲν κεφαλὴ οἰκητήριον οἷον αὐτῇ καθέστηκεν ὥσπερ τινὶ βασιλίδι ἀφωρισμένον ἀνάκτορον. αὐχήν τε καὶ θώραξ, νῶτά τε καὶ βραχίονες καὶ τὰ μέχρι ποδῶν γήλοφά τε καὶ πεδιάδες εἰσὶ καὶ ὥσπερ | |
90 | οἰκουμένην τὸ πᾶν νέμεται ζῷον. καὶ νηνεμίας μὲν οὔσης ἔξεισι τὰς θύρας ἀναπετάσασα καὶ ἐνεαρίζει τοῖς οἰκείοις κάλλεσιν· εἰ δέ τι πρὸς ἐπηρείαν αὐτῇ κινηθῇ, ἡ δὲ ἐχεφρόνως πρὸς τὸ ἀρχαῖον αὐτῆς ἐπανέζευξεν οἴκημα καί, τὸ τῆς κεφαλῆς μετέωρον ὥσπερ τις τύραννος καταλαβοῦσα, τειχομαχεῖν ἀφῆκε τὰς χεῖρας, ἡ δὲ πυργηδὸν τῇ τῆς κεφαλῆς φρουρεῖται | |
95 | περιβολῇ. ἔστι δὲ δυσάλωτον ἐνταῦθα τὸ ζῷον· ὥσπερ γὰρ τὸν πυρὸν ἀνάλωτον πάσαις ἐμβολαῖς φυλάττουσιν οἱ ἀνθέρικες, οὕτω δὴ καὶ τῆς φθειρὸς αἱ τρίχες πᾶν τὸ πλημμελὲς ἀποκρούονται. κἂν ἐν χρῷ ἡ θήρα | |
γένηται, ἡ δέ, ὥσπερ τοὺς σπόγγους φασί, τὸν τῆς κεφαλῆς ὅλη ὑποδῦσα ὑμένα τὴν ἄγραν διέφυγεν· ἀπρίξ τε γὰρ ἔχεται τοῖς ποσὶ καὶ οὐδὲ προσθήκη | 105 | |
28(100) | τις τῇ ἐπιφανείᾳ δείκνυται, ἀλλ’ ὅλην ἑαυτὴν τῇ ἐπιδερμίδι ἀπολειώσασα κενὰς ἡ τύραννος τὰς τειχομάχους χεῖρας ἀπέδειξεν. Ἄλλο μὲν οὖν τῶν ζῴων ἄλλο τι τῶν κατὰ γῆν φυομένων νέμεται, ἡ δὲ πάντων τὰ κάλλιστα· ὅσα γὰρ ἀνθρώπῳ προσφέρεται, ταῦτα ἐκείνῃ δευτέραν τίθεται τράπεζαν. ἡμῖν μὲν οὖν ὀψοποιῶν χεῖρες τὰ ὄψα σκευά‐ | |
105 | ζουσι καὶ οἱ τὰ πέμματα ποιοῦντες τὰς ἄλλας τροφάς· ἡμεῖς δὲ τῇ φθειρὶ ἀντὶ μαγείρων καὶ ὀψαρτυτῶν καθεστήκαμεν, μεταβάλλομεν γὰρ αὐτῇ τὰς τροφάς, χυλοποιοῦντες, ἐξαιματοῦντες, ἀτμίζοντες, ἵνα τὸ βρῶμα ταύτῃ κατάλληλον γένηται. κἂν μὲν ἄριστα ταύτῃ ὑπηρετησώμεθα, χρῆται τοῖς παρατεθειμένοις· εἰ δὲ ἀκατέργαστον τὸ βρῶμα προσάξομεν, | |
110 | τὸ μὲν ἀποπέμπεται, ἡμῖν δὲ χρῆται ὡς ἀργυρωνήτοις καὶ μαστιγοῖς, τὰ μὲν τοῖς ποσὶ τὴν κεφαλὴν παραξύουσα, τὰ δὲ τῷ στόματι πλήτ‐ τουσα. Τῶν μὲν οὖν ἄλλων ἡμεῖς ἄρχομεν ζῴων, ἡμῶν δὲ κατάρχει ἡ φθείρ. καὶ τῶν ὀφθαλμῶν πάντα ὁρώντων ἀθέατος αὕτη μόνη καθέστηκεν. καὶ | |
115 | σῶμα μέν ἐστι τὸ φαινόμενον ἀδρανές, μετὰ δὲ τῶν ἀσωμάτων τετίμηται. τελευτᾷ δὲ τεθνηκότων ἡμῶν, ὥσπερ τῆς τραπέζης ἐπιλειπούσης, καὶ τῷ τῆς κεφαλῆς θάπτεται σήματι· καὶ ὅθεν δὴ καὶ γεγένηται, ἐκεῖσε δὴ καὶ ἀποβιοῖ. Ἀλλ’ ὁρᾶτε μήποτε τὸ πᾶν φιλοτιμία τίς ἐστι λόγου, καὶ ἡ τέχνη κἀν | |
120 | τοῖς ἐλαχίστοις τὴν δύναμιν παραδείκνυσιν. οὐ γὰρ ἐγκώμιον φθειρὸς προεθυμήθην καταβαλέσθαι (μὴ οὕτω μανείην), ἀλλ’ ὑμῖν ἐνδείξασθαι ὅσα ὁ λόγος δεδύνηται, ἵν’ ἔχοιτε καὶ τὸ παράδειγμα βλέποντες καὶ πρὸς τὰ εὐτελέστερα τῶν ὑποκειμένων παραξέειν ἑαυτοὺς καὶ προσαρτᾶν | |
πρὸς τὴν μίμησιν. | 106 | |
29(1t) | Ἐγκώμιον εἰς τοὺς κόρεις | |
2 | Οἱ δὲ πολλοὶ τοὺς κόρεις κακίζουσιν ὅτι βαρύ τι ἀπόζουσι τοῦ χρωτός, οὐκ εἰδότες ὅτι ὃ τοῖς ἄλλοις ζῴοις λόφοι καὶ κέντρα καὶ κέρας καὶ χαυλιόδους τοῦτο ἐκείνοις ἡ ἀποφορὰ πέφυκεν αὕτη. φάρμακα γὰρ ἡ | |
5 | φύσις τοῦ μὴ ἁλίσκεσθαι τοῖς ζῴοις τὰ μὲν ἐντίθησι, τὰ δὲ κεράννυσιν· οὐδὲ γὰρ οὐδὲ ταῖς σηπίαις τὸ μέλαν μάτην ἐκκέχυται, ἀλλὰ τούτῳ καὶ φεύγουσι τοὺς ἁλίσκοντας καὶ θηρῶσιν οἷς ἐνεδρεύουσιν. εἰ δέ σοι τὸ δύσοδμον ὑπόθεσις ψόγου καθέστηκε, τάχ’ ἂν τὰ πλείω διαγράφοις τῆς φύσεως ἐξ ὧν τὰ μέγιστα ὠφελήμεθα. οὕτω γάρ τοι καὶ πόλιον καὶ τὸ | |
10 | ἐξ Ἰνδίας φάρμακον, ἢ τἆλλα τῶν χυμῶν τε καὶ τῶν δακρύων ἃ δὴ ἐξάντη πέφυκε τοῖς νοσήμασι, κακίσαις τῷ λόγῳ καὶ εἰς τὴν μερίδα πέμψαις τὴν χείρονα. Ψύλλα μὲν οὖν ἐνεδρευομένη ἅλλεται καὶ φεύγει τὸν λόχον ἢ τὰς χεῖρας τῶν θηρευόντων, καὶ φθεὶρ δὲ τοῖς τοῦ σώματος πόροις ἐνδύεται | |
15 | καὶ μέρος δοκεῖ οὗ κατακρύπτεται· οἱ δέ γε κόρεις ἅλλεσθαι μὲν παρὰ τῆς φύσεως οὐκ ἐκτήσαντο (οὐδ’ οὕτως εἰσὶ δειλοὶ καὶ πρὸς φυγὴν ἕτοιμοι), | |
ἀλλ’ ὥσπερ οἱ πάντοθεν τεθωρακισμένοι τῶν ὁπλιτῶν εἰς μέσην ἑαυτοὺς ὤσαντες τὴν παράταξιν ἀνάλωτοι τοῖς βάλλειν ἐθέλουσι καθεστήκασιν, οὕτω δὴ καὶ τοῦτο τὸ ζῷον τῷ παρὰ τῆς φύσεως ὅπλῳ θαρροῦν τὰς τῶν | 107 | |
20 | πολεμίων χεῖρας οὐ δέδιε. λέοντες μὲν γὰρ ταῖς φυσικαῖς ἐπιθαρροῦσιν ὁρμαῖς καὶ ἐλέφαντες τῷ μεγέθει τοῦ σώματος καὶ τοῖς ὀδοῦσιν οἱ σύες, καὶ εἴ τι ἄλλο ζῷον τῷ ἐκ τῶν ῥινῶν πεμπομένῳ πυρί· οἱ δέ γε κόρεις οὐκ ἐκ μέρους τινὸς τοῦ σώματος τὴν ἰσχὺν ἐκληρώσαντο, ἀλλ’ ὥσπερ οἱ ἀκριβέστεροι τῶν φιλοσοφησάντων περὶ τοῦ φανταστικοῦ φυσιολογοῦντες | |
25 | πνεύματος δι’ ὅλου φασὶν ἑαυτοῦ καὶ ὁρᾶν καὶ ἀκούειν καὶ τὰ ἄλλα αἰσθά‐ νεσθαι, οὕτω δὴ καὶ τουτὶ τὸ ζῷον πᾶσι τοῖς τοῦ σώματος μέρεσι τὴν φυσικὴν εἴληχε δύναμιν. τἆλλα μὲν οὖν τῶν θηρίων κατόπιν ἐνεδρευόμενα εὐάλωτα πέφυκεν, ὅτι ἐν τοῖς ἐμπροσθίοις ἡ δύναμις μέρεσι· τουτὶ δὲ τὸ ζῷον διόλου δυσάντητον πέφυκε· δι’ ὅλων γὰρ τῶν μερῶν τὸ τῆς ὀδμῆς | |
30 | πνεῦμα πεμπόμενον ἀπείργει τὸν ἐνεδρεύοντα. Ἀλλ’ οὐδὲ δεῖ πρὸς ἡμᾶς συγκρίνειν τὰ αἰσθητά· οὐ γὰρ ὅπερ ἡμῖν τοιοῦτον ἐστίν, οὕτω καὶ τῇ φύσει κατεσκευάσθη. πολλὰ γοῦν τῶν ἡμῖν οὕτως ἐχόντων ἄλλως τοῖς ἄλλοις ζῴοις καθέστηκεν. αὐτίκα τοῖς ἡμετέροις σώμασιν ἡ τοῦ κωνείου φύσις ὀλέθριόν τι προσφερομένη, | |
35 | ἀλλ’ οὐ δὴ καὶ τοῖς ὄρτυξιν. ὁ δέ γε φιλόσοφος Ἀριστοτέλης ἱστορεῖ καὶ Ἀττικήν τινα γυναῖκα πρεσβῦτιν ἀβλαβῶς ἐσθίουσαν ὑοσκύαμον· τὸ δὲ οὕτω ψυχρότατον πέφυκεν ὡς αὐτίκα πηγνύειν τὸν βεβρωκότα. ὥσπερ οὖν τὰ χρώματα πρὸς μὲν ἡμῖν ἄλλως κρίνεται, ἑτέρως δὲ πρὸς τῇ φύσει, οὕτω δὴ καὶ τὰς ἀποφορὰς ἄλλως μὲν οὖν ἐφ’ ἡμῶν χρὴ δοκι‐ | |
40 | μάζεσθαι, ἄλλως δὲ πρὸς τοὺς λόγους τῆς φύσεως. αὐτίκα τοι τὸ βρομῶδες τῶν κόρεων αὐτοῖς μὲν ζῳογόνον καθέστηκεν, ἡμεῖς δὲ τὴν ῥῖνα πρὸς τοῦτο ἐμφράττομεν. ὥσπερ οὖν τὰ πυργοβόλα τῶν μηχανημάτων τοῖς μὲν πολιορκουμένοις φευκτὰ καθέστηκεν, αὐτοῖς δὲ τοῖς πολιορκοῦσι λίαν τυγχάνουσι περισπούδαστα, οὕτω δὴ τὸ πνεῦμα τῶν κόρεων ἡμῖν μέν | 108 |
45 | ἐστιν ἀποτρόπαιον, τοῖς δ’ ἔχουσι τοῦτο ζῴοις μέγα τοῦ μὴ ἁλίσκεσθαι βοήθημα πέφυκε. τοῦτο μὲν οὖν πρὸς ἀπολογίαν ἀρκεῖ τοῖς τῷ ζῴῳ βασκαίνουσι καὶ τὸν χρῶτα αὐτοῦ καθυβρίζουσι. Γεννᾶται δὲ τὸ θαυμαστὸν τοῦτο ζῳύφιον οὐκ ἐν ταῖς μεταβολαῖς τῶν ὡρῶν (οὐ γὰρ νῦν μέν ἐστιν, αὖθις δὲ ἀπόλλυται), ἀλλὰ συγγενές ἐστιν | |
29(50) | ἀνθρώπῳ τὴν ζωὴν καὶ πάντα καιρὸν τὴν γένεσιν ἐκληρώσατο. ἀνθεῖ μὲν γὰρ μετὰ τοῦ ἔαρος καὶ συνηβάσκει τῷ θέρει καὶ τὸν χειμῶνα θαρρεῖ καὶ πρὸς τὰς τοῦ μετοπώρου τροπὰς ἄτρεπτον πέφυκεν. οὐ πάνυ δέ ἐστι πρόχειρον οὐδὲ δημοσιεύει τὴν φύσιν, ἀλλ’ ὥσπερ αἱ βασιλίδες τῆς τῶν πολλῶν ὄψεως ἑαυτὰς ἀποκρύπτουσι, καὶ οὐκ ἂν ἐξ ἑτοίμου θεάσῃ τὸ | |
55 | γένος ποτέ. εἰ δέ ποτε καὶ προέλθοι, ἀψόφῳ βαδίζει ποδί, τὸ ἠρεμαῖον τῆς φύσεως ἐνδεικνύμενον. Εἶτα δὴ καὶ τροφὴν ποιεῖται τὰ ἡμέτερα σώματα, πλὴν ὅσον οὐκ ἀψύχοις ἐφάλλεται ἀλλ’ ἐμψύχοις ἡμῖν πρόσεισι, καὶ δίαιταν ἔχει τὸν ἄνθρωπον. ὥσπερ γὰρ ὁ τροχίλος τῷ κροκοδείλῳ ἐφήδεται καὶ ἥδιστα | |
60 | τούτῳ συναναπαύεται καὶ τοῖς περιλείμμασιν ἐντρέφεται τῶν ἐκείνου τροφῶν, οὕτω δὴ καὶ τοῦτο ἡμῖν τὸ ζῷον συμβιοτεύει ὡς ἥδιστα καὶ βραχύ τι τοῦ σώματος ἐφαπτόμενον τροφὴν τὸ ληφθὲν ποιεῖται καὶ γέγηθεν. χάριτας δὲ ὥσπερ ἡμῖν τῆς διαίτης ὁμολογοῦν οὐκ ἀποφοιτᾷ κορεννύμενον, ἀλλὰ θυραυλεῖ καὶ συμπαραμένει καὶ δορυφόρος ἐστὶ καὶ σωματοφυλακεῖ | |
65 | κοιμωμένους καὶ τὴν ζωὴν ἡμῶν ἐμπεπίστευται. αὐτόθι γὰρ ἐπὶ τῆς κλίνης καταβιοῖ ὑπ’ αὐτὸ δὴ τὸ ὑπαγκώνιον μέρος καὶ παρεδρεύει τῇ | |
κεφαλῇ καὶ τὴν ἀντιμισθίαν τῆς τραπέζης ἀντιπρυτανεύει λαμπρῶς. Ἀλλ’ οὐδὲ τὸ εἶδος τοῦ ζῴου κακίσαις· ἔστι γὰρ παρὰ βραχύ τι κύκλῳ ἀκριβεῖ ἐοικός, εἰ δὲ βούλει τοῖς ἴσοις σχήμασιν, ὧν τὰ μήκη οὐ πάνυ τι | 109 | |
70 | τοῖς πλάτεσιν ἀντιβέβηκε· κλέπτει γὰρ τὴν ὄψιν καὶ δοκεῖ ἑκάτερα εἶναι. βαδίζει δὲ μετ’ αἰδοῦς ὥσπερ σχῆμα μεμιμημένος φιλόσοφον· οὐ γὰρ τῇδε κἀκεῖσε περιπλανᾶται οὐδὲ σοβεῖ ταῖς προόδοις, ἀλλά, κἂν κατόπιν ἐπιδιώκῃς, κἂν ἀντιπρόσωπον περιμένῃς, ὁ δὲ τὸν κανόνα τηρεῖ τῆς φύσεως καὶ οὔτε τετάρακται οὔτε ἀθετεῖ τὴν εὐθύτητα. ἐλέφας μὲν | |
75 | οὖν, τὸ μέγα τοῦτο θηρίον, φρίττει ἔστιν ὅτε τὸν ἐπιβάτην καὶ ὑποκλάζει τὼ πόδε κελεύοντι καὶ πρὸς τὴν ἀντιπρόσωπον αἰχμὴν τετάρακται καὶ παλινδρομεῖ· τοῦτο δὲ τὸ γένος ἐλεύθερον ἄγαν ἐστὶ καὶ οὐδὲν ὅ τι δειμαῖνον πέφυκεν. ἂν δ’ ἐπιβάλῃς τὼ χεῖρε, αἰσθήσῃ τοῦ ζέοντος καὶ ἀφήσεις εὐθὺς ὥσπερ τινὰ πεπυρακτωμένον φοβηθεὶς σίδηρον. διὰ ταῦτα | |
80 | καὶ ἐς μακρὸν χρόνον καταβιοῖ καὶ ἀνεπισήμαντον αὐτῷ τὸ γῆρας καθ‐ έστηκεν· ἡ γὰρ τῶν μελῶν πάντοθεν ἰσότης τὸ νεάζον τῇ φύσει χαρίζεται. ἄνθρωποι μὲν γὰρ γηρῶντες, καὶ μάλιστα οἱ χαρίεντες καὶ εὐμήκεις τῷ σώματι, χαλαρᾶς τε ῥυτίδος ἀναπεπλήρωνται καὶ ὁ νωτιαῖος τούτοις συγκέκαμπται καὶ τὸ στίλβον τοῦ χρωτὸς ἀπολείπουσι· τὸ δὲ ἐν παντὶ τῷ | |
85 | βίῳ ὁμόχρουν ἐστι καὶ οὐδέν τι τούτῳ παρακεκίνηται τῶν μελῶν, ἀλλὰ τὴν γῆν ὑπεισέρχεται, ὁποῖον ἐκείνη τὸ ζῷον ἀνέδωκε, καὶ οὐ καινοτομεῖ τὴν ζωήν, ἀλλ’ ἡ τελευτὴ γενέσει τούτῳ παρόμοιος. Οὗτος ὁ λόγος ἐγκώμιον ἅμα καὶ ἐπιτάφιος προήχθη τῷ ζῴῳ, τὴν διπλῆν ἡμῶν τῶν ὑποθέσεων ἐν οὕτω βραχεῖ τῷ ὑποκειμένῳ τέχνην | |
90 | ἑρμηνεύων καὶ δύναμιν. | 110 |
30(1t) | Ἐγκώμιον εἰς τὸν οἶνον | |
2 | Οὐκ οἶδα πότερον ὡς ἀνθοσμίαν ἐπαινέσω τὸν οἶνον ἢ ὡς ἡδύν (ἄριστος γὰρ κατ’ ἀμφότερα), πλὴν ἀλλ’ ἄνωθεν, ὡς ἐγκωμίων νόμος, καὶ καθόλου χρὴ προδιαλαβεῖν καὶ μὴ παρέργως μηδ’ ἐπὶ μέρους μόνον τὸν περὶ | |
5 | τηλικούτων λόγον ἐνστήσασθαι. ἄξιον δὲ προσέχειν τοῖς ὅσοι μὴ ποτοῖς μόνον ἀλλὰ καὶ λόγοις χαίρουσιν, ἵν’ ὡς αὐτῷ τῷ οἴνῳ τὴν γεῦσιν μόνον οὕτω καὶ τοῖς ὑπὲρ αὐτοῦ λόγοις τὴν ἀκοὴν ἑστιάσωσιν· οὕτω γὰρ καὶ ἡμῖν οὐκ εἰς κενὸν ἔσται τὸ σπουδαζόμενον παιζόντων ὠσὶν ἐνηχούμενον, ὃ πᾶσα παθεῖν ἀνάγκη μὴ προσεχόντων τυχοῦσιν ἀκροατῶν. ἐν οἷς γὰρ | |
10 | τὰ παρὰ τῶν ἀκουόντων ἀνθίσταται, Δημοσθένης φησίν, ἡ τοῦ λέγοντος διακόπτεται δύναμις, ὀρθῶς ὁ ῥήτωρ εἰπὼν καὶ τῆς ἑαυτοῦ διανοίας ἀξίως· ἐπὶ γὰρ ἀσυνέτων ἀκροατῶν ἀργεῖν συμβαίνει τὴν τῶν λόγων ἐνέργειαν καὶ τὸν πάνυ δεινὸν εἰπεῖν περιττὸν εἶναι καὶ μάταιον. Ἐγὼ μὲν οὖν οἶμαι μέγιστον ἀνθρώποις εἶναι τῶν πρὸς τροφὴν εὑρημένων | |
15 | τὸ χρειῶδες ὂν μάλιστα, καὶ ὃ μόνοις ἰδίως ἡ φύσις ἡμῖν ἀπεκλήρωσεν (ἢ θεὸς μᾶλλον ὃς καὶ τὴν φύσιν ἐδημιούργησεν). εἰ δέ τι τοῦ οἴνου μεῖζον ἢ χρειωδέστερον μετὰ τὸν ἄρτον ἔσται, θαυμάζοιμ’ ἄν· οὐδὲ γὰρ ἰδιαίτε‐ ρον· ὡς γὰρ τῷ λογικῷ διαφέρομεν τῶν ἀλόγων ζῴων κατὰ ψυχήν, οὕτω καὶ τῷ οἴνῳ κατὰ τὴν δίαιταν. εἰ δὲ καὶ τὸ γενέσει προέχον, ὥς πού τις | |
20 | εἶπεν, αἰδέσιμον, πῶς οὐ σεμνὸν οὗτος καὶ τίμιον χρῆμα καὶ πᾶσιν ἐπαινετόν, μηδενὸς τῶν κατὰ τὴν δευτέραν ἀρχὴν μεταγενέστερος ὤν, ἣν δεῖ καὶ πρώτην διὰ τοῦτον καλεῖν τῶν ὄντων οὐσίωσιν καὶ ἀληθῶς κόσμου γένεσιν; οὐδὲ γὰρ τοῖς πρὸ ταύτης ἐδόθη τουτὶ τὸ δῶρον, ἀναξίοις οὖσιν ὡς πονηροῖς ἐσομένοις καὶ κατακλύζεσθαι μέλλουσι. διὰ τοῦτον | |
25 | Διόνυσος τιμᾶται θεὸς τοῖς Ἕλλησι, καὶ παρ’ ἡμῖν ἀοίδιμος Νῶε δι’ αὐτὸν οὐχ ἧττον ἢ τὸ πιστευθῆναι τὴν κιβωτὸν τοῦ παντὸς γένους σῴζουσαν ζώπυρον, ὃν κἂν τῷ προπάτορι φαίη τις τῶν πρωτείων ἀμφισβητεῖν, ἢ μᾶλλον οὐχὶ παραχωρεῖν· ἀμφότεροι γὰρ ξύλον ἡμῖν ἐφεῦρον, ἀλλ’ ὁ μὲν ἐπιβλαβὲς καὶ θανάσιμον, ὁ δ’ ἐπωφελὲς καὶ φυσίζῳον. | 111 |
30 | Οἶδα μὲν ὡς οὐκ ἀναγκαῖον μακρολογεῖν ἐφ’ οἷς ἡ πεῖρα τὸ πρᾶγμα παρίστησιν· οὐ γὰρ ποικίλων ἑρμηνευμάτων δεῖται τὰ ἔνδικα καὶ σαφῆ, κατὰ τὸν τραγικόν, ἀλλ’ ἐπὶ τῶν αἰσθήσει καταληπτῶν οἱ λόγοι παρέλ‐ κουσιν. ὅπως δ’ ἐκ περιουσίας ὁ λόγος ἔχῃ τὸ πιθανὸν καὶ μὴ πολλῷ τοῦ πράγματος ἀποδέοι, μικρὸν ἐπεξεργασώμεθα. | |
35 | Ὁ οἶνος πάντοτε καὶ πᾶσι καλόν, εὐθυμοῦσι συνεργὸν εἰς εὐφροσύνης ἐπίτασιν, εὐεκτοῦσιν ἀγαθὸν εἰς ὑγείας συντήρησιν, ἀθυμοῦσι παράκλησις, ἀρρωστοῦσιν ἴασις. οὐ γὰρ ἂν ὁ σοφὸς ἐκκλησιαστὴς οἶνον διδόναι τοῖς ἐν λύπαις ἐκέλευσεν, ἵνα μὴ λέγω τὸν Ἡρακλέα τὸν τοῖς ἥρωσι θαυμαστὸν τὴν ἀνδρείαν ἢ τὴν σοφίαν, ὃς ἀχθομένοις παρῄνει τοῖς ἑαυτοῦ πίνειν | |
40 | φίλοις πάσης αὐτοὺς λύπης λέγων μεθορμιεῖν τοῦ σκύφου τὸν πίτυλον. οὐδ’ ἂν Παῦλος ὁ μέγας τὸν μαθητὴν τούτῳ χρῆσθαι προέτρεπε πονήρως ἔχοντα τοῦ στομάχου καὶ ἀσθενοῦντα πυκνῶς· οἴκοθεν γὰρ ἐκεῖνος ἐπιβουλευόμενος ἦν τῶν ἔνδον αὐτῷ στασιαζόντων τῷ μὴ παρεῖναι τὸν ἁρμοστὴν καὶ τῆς ὑγείας ὑπασπιστὴν καὶ τῶν νόσων ἀντίπαλον. | |
45 | Ἐν εἰρήνῃ συντελεῖ, ἐν πολέμοις συμμαχεῖ· οὐδὲν γὰρ τούτου χωρίς, οὐ γάμος οὐκ εἰλαπίνη οὐκ ἔρανος οὐχ ἑορτή τις οὐδὲ πανήγυρις· ὃ γὰρ οἱ ἅλες ἐν βρώμασι τοῦτο οἶνος καὶ αὐτοῖς ἁλσὶ καὶ τοῖς ἄλλοις ἐδέσμασιν. οὗτος εὐφραίνει καρδίαν, οὗτος διεγείρει πρὸς εὐχαριστίαν καὶ πρὸς ὕμνους ἐρεθίζει καὶ κατάνυξιν ἐμποιεῖ καὶ δάκρυον ἐκκαλεῖται τὸ θεῖον | |
30(50) | ἐξιλεούμενον, συμβάλλεται δὲ κἀν τοῖς πολέμοις τὰ καίρια. ὃς γὰρ ἀνὴρ οἴνοιο κορεσσάμενος καὶ ἐδωδῆς, ἡ ποίησίς φησι, πανημέριος πολεμίζει, καταγωνίζεται δηλαδὴ τοὺς ἐχθροὺς καὶ τρόπαιον ἵστησι. τοῦ γὰρ Ἕκτορος καταγελαστέον παραιτουμένου τὸν ἀπαραίτητον καὶ μητρικὴν συμβουλὴν ἀθετοῦντος καὶ ἀγνοοῦντος τὴν ἐμπειρίαν ἔχουσαν ὄντως | |
55 | εἰπεῖν τι τῶν νέων σοφώτερον. διὸ καὶ τῆς ἀπειθείας παρὰ πόδας ἐδρέψατο | |
τὸν καρπὸν καὶ τῆς ἀκαίρου ἐγκρατείας ἀπώνατο· μονομαχίας γὰρ κηρυχθείσης Αἴας μὲν ἐπῄει βλοσυροῖσι προσώποισι μειδιῶν, αὐτῷ δὲ θυμὸς ἐνὶ στήθεσσι πάτασσε, καὶ συμβολῆς γενομένης ἡ μὲν ἀσπὶς κατ‐ άγνυται, ὁ αὐχὴν δὲ τιτρώσκεται καὶ τὰ γόνατα τελευταῖον βληθεὶς ὕπτιος | 112 | |
60 | ἐκτανύεται, ὅπερ οὐκ ἂν καὶ μεθύων ἕτερος ἴσως ἔπαθεν. ἄλλο σαφέστερον δεῖγμα τῆς τοῦ ἀνδρὸς ἀβουλίας· διωκόμενος ὑπ’ Ἀχιλλέως παρὰ τὸ τεῖχος ὡς ὑπὸ σκύμνου νεβρός, ἐξὸν εἰσιέναι πάντων αὐτῷ παραινούντων ἠμέ‐ λησεν, εἴθ’ ὑπὸ δέους καὶ τὸ φρονεῖν συληθείς, εἴτε τὸν πρὸς τὸ μέλλον ἀγῶνα διαφυγεῖν βουληθείς· ἀμέλει καὶ κτείνεται ὁ ἄθλιος οὔθ’ ἑαυτῷ συνε‐ | |
65 | τῶς ἐκεῖνος οὔτε τῇ πατρίδι βουλευσάμενος ἀσφαλῶς, ἣν ἔσωσεν ἂν περι‐ ὼν ἴσως, ἀστρατήγητον ἀπολιπὼν καὶ τοῖς πολιορκοῦσιν ἁλώσιμον. ὁ δὲ Νέστωρ οὐχ οὕτως, οὐδ’ Ὀδυσσεύς, ὧν βουλῇ πόλις ἥλω Πριάμοιο ἄνακτος, ἀλλὰ γὰρ καὶ ἄλλοις παρακελεύονται πίνειν αἴθοπα οἶνον καὶ αὐτοὶ τούτου μετέχουσι, καὶ γηραιὸς ὢν ὁ Πύλιος οὐδὲν ἐκ τούτου τὸν | |
70 | νοῦν παραβλάπτεται· οὐδὲ γὰρ ἡ τῆς μάχης αὐτὸν ἰαχή, κἂν ἔπινεν, ἔλαθεν. Ἐμοὶ μὲν οὕτω περὶ τοῦ οἴνου δοκεῖ καὶ πᾶσι πάντως οἷς λόγου μέτεστιν. εἰ δέ τις ὑδροποτῶν (ταὐτὸν δὲ εἰπεῖν ὑδεριῶν καὶ φρενιτιῶν) ‘ἔξεστι‘, λέγει, ‘καὶ δίχα τούτου βιοῦν‘, οὐδὲν διοισόμεθα πρὸς αὐτὸν οὐδ’ ἀνθυπο‐ | |
75 | φορᾶς δεησόμεθα τοῖς ἐναργέσι μαχόμενον καί, τὸ τοῦ Ἀριστοτέλους, αἰσθήσεως χρῄζοντα καὶ ζῆν ἶσα καὶ κτήνεσι δι’ ἀπειροκαλίαν ἢ κενο‐ δοξίαν αἱρούμενον. οὐδὲ γὰρ διὰ τὴν μέθην, ὡς ἄν τις εἴπῃ, καὶ τὸν οἶνον ἀτιμαστέον. ἦ γὰρ ἂν καὶ τὸ πῦρ, ὅτι δὴ τοὺς ἀμέτρως αὐτῷ πελάζοντας καὶ μὴ κατὰ χρείαν τῆς θερμότητος ἀπολαύοντας ὄλλυσι, καίτοι στοιχείων | |
80 | τὸ κάλλιστον ὄν, εἰς ὃ καὶ ἀναλύεσθαι τὸ πᾶν τοῖς ἀπὸ τῆς Στοᾶς ἐδόκει σοφοῖς, ὡς τῶν ἄλλων ἐπικρατέστερον. οὔκουν τὸν οἶνον παραιτητέον· ἀλλὰ τὴν ἀκρασίαν φευκτέον τὸ πᾶν μέτρον ἄριστον ἐπισταμένοις καὶ κάκιστον ὁμοίως ἐν ἅπασιν ὑπερβολήν τε καὶ ἔλλειψιν. Ἔδει μὲν ἀρκεσθέντας τοῖς εἰρημένοις μὴ πλείω συνείρειν μηδ’ ἐπαίρειν | |
85 | πειρᾶσθαι τῇ πρὸς ἕτερα παραθέσει τὸ ἀπαράμιλλον καὶ ἀσύγκριτον, ἀλλά, τὸ τοῦ σοφοῦ Πλάτωνος, κατὰ καιρὸν εἰπόντας ἀπαλλαγῆναι. τοιοῦτο γὰρ ὄντως ἄλλο παρὰ θεοῦ ἀγαθὸν οὔτε ἧκε τοῖς ἀνθρώποις οὔθ’ ἥξει πώποτε. ἐπεὶ δὲ τῇ τέχνῃ δοκεῖ, κἀκεῖνο προσθήσομεν· τί τῶν ἐκ γῆς ἀναδιδομένων τὸ κάλλιστον ὃ καὶ ἥδιστον ἅμα καὶ κράτιστον πρὸς | 113 |
90 | θεραπείαν ἡμῖν τοῦ σώματος καὶ συγκρότησιν εἴποι τις ἄν; ὅτι δὲ ταῦτα ὁ οἶνος καὶ πάντων ταύτῃ τὸ κάλλιστον, οὐ χαλεπόν ἐστι συνιδεῖν ἐκ τοῦ τῶν ἄλλων μὲν ἕκαστον μιᾷ τῶν αἰσθήσεων λειτουργεῖν (τῶν γὰρ ὀπωρῶν οὐ πολὺς λόγος, ὧν ἡ ἀπόλαυσις πρὸς βραχὺ καὶ τῇ ὥρᾳ σχεδὸν συνεκλεί‐ πουσα), τοῦτον δὲ δύο θεραπεύειν ὁμοῦ, καὶ τὰς ἀναγκαίας καὶ ὅλον | |
95 | δι’ ἐκείνων τὸν ἄνθρωπον. εἰ γὰρ καὶ βασιλίδα φαμὲν τὴν ὄψιν, ἀλλ’ οὐδὲν ἧττον χρειώδεις τὴν ὄσφρησιν εἶναι καὶ τὴν γεῦσιν, ὅτι μὴ καὶ μᾶλλον, ὁμολογήσαιμεν· καὶ τοῦτο δῆλον τῷ καὶ δίχα μὲν ἐκείνης ἐξεῖναι ζῆν καὶ ταῖς ἄλλαις αἰσθήσεσιν εὐεκτεῖν, τὴν δὲ τούτων ἀργίαν νόσον ἀποτίκτειν καὶ θάνατον. | |
30(100) | ‘Ἁγίασόν μοι πᾶν πρωτότοκον‘ τῷ Μωυσεῖ φησιν ὁ θεός, τουτέστιν ἀφιέρωσον εἰς θυσίαν, ἐκ πάντων ἀπόκρινον, οὐ τὸ κατὰ χρόνον πάντως ἐνταῦθα τοῦ πρώτου (τῶν γὰρ ὁμωνύμων ἡ λέξις), ἀλλὰ τὸ κατ’ ἀξίαν σημαίνοντος· οὐ γὰρ ὁ λέγων ἠγνόει τὰ πολλὰ τῶν πρωτογόνων ἀτελῆ ὄντα κυήματα καὶ ἀμβλώματα. καὶ ταῦτα μὲν πάλαι καὶ κατὰ νόμον· | |
105 | μετὰ δὲ ταῦτα τί; πρὸς ἱερουργίαν ἄρτος καὶ οἶνος λαμβάνεται, οὐκ ἄν, εἰ μὴ πρῶτα καὶ μείζω τῶν ἄλλων ἦν προκριθέντα, καὶ ταῦτα μετὰ σκιὰν καὶ τύπον ἐπὶ τῆς ἀληθοῦς λατρείας καὶ τελετῆς προσφερόμενα. τὸ δὲ προσάγεσθαι καὶ ἄρτον οὐδὲν τῷ οἴνῳ φέρει πρὸς ὕφεσιν· ἑκάτερον γὰρ ἐνταῦθα τοῦ ἑτέρου δεῖται, μᾶλλον δὲ καὶ ἐπὶ πάσης ἁπλῶς εἰπεῖν χρείας. | |
110 | εἴ τις τοῦ οἴνου τὸν ἄρτον διέλοι, σῶμα ψυχῆς ἀπεστέρησε. κἂν εἰ καί τισι δόξω καινότερόν τι καὶ σοφιστικώτερον λέγειν, ἔστιν ὅτε καὶ ἄρτου χωρὶς μόνος ὁ οἶνος ἀπόχρη πρὸς τὴν θυσίαν, καὶ ἡ ἀπόδειξις ὅτι τοῖς ἑαυτῶν οἱ ἔξω θεοῖς οἶνον μόνον ἔσπενδον. καὶ ὁ ἡμέτερος δὲ πατριάρχης στήλην ἤλειψε τῷ θεῷ δι’ ἐλαίου, τὴν θυσίαν οἴνου μὴ παρόντος ἀφοσιούμενος. | |
115 | Ὅπως μὲν οὖν τῶν ἄλλων ὅσα χρήσιμα πρὸς τὸ ζῆν ὁ οἶνος ὑπερτερεῖ, | |
καὶ ὅτι πανταχοῦ καὶ παρὰ πᾶσι λυσιτελεῖ, περιφανῶς ὁ λόγος ἀπέδειξεν. εἰ δ’ ὁ παρὰ σοῦ δωρηθεὶς ἡμῖν παντὸς οὑτινοσοῦν κρατεῖ οἴνου, τοῦτο προσεξετάσωμεν. Τῶν οἴνων οἱ μὲν εὐώδεις, οἱ δ’ ἡδεῖς μόνον, οἱ δὲ ἄμφω μὲν ἔχοντες, | 114 | |
120 | μέσως δὲ καὶ πολλῷ τοῦ τελείου λειπόμενοι· ὁ δὲ καὶ ἀμφότερα καὶ οὕτω καθ’ ἑκάτερον ἄκρως ὡς οὐδὲ καθ’ ἕτερον ἄλλος, τοὺς μὲν ἡδεῖς τῷ εὐώδει τῇ δὲ ἡδύτητι τοὺς εὐώδεις νικῶν, καὶ τῶν μετρίως ἀμφοῖν μετ‐ εχόντων τῇ περὶ ἄμφω καθυπερτερῶν τελειότητι, πῶς οὖν οὐ προτιμητέος καὶ ὑπερεπαινετέος τῶν ἄλλων οὗτος καὶ θαυμάζεσθαι μᾶλλον ἄξιος; οὖ | |
125 | δὴ καὶ παρὰ τῇ θείᾳ φύσει τὰς ποιότητας δεκτὰς καὶ οὐκ ἀποβλήτους εὑρίσκομεν· καὶ γὰρ ὀσφραίνεται κύριος ὀσμὴν εὐωδίας κατὰ τὴν γραφήν, καὶ ὁ θεοπάτωρ Δαυὶδ ὡς θυμίαμα δυσωπεῖ κατευθυνθῆναι τὴν προσ‐ ευχήν, ἀλλὰ καὶ ἡδυνθῆναι κυρίῳ τὴν αὐτοῦ πρὸς ἐκεῖνον διαλογὴν καὶ γλυκέα εἶναι αὐτῷ φησὶ τὰ τοῦ θεοῦ λόγια. | |
130 | Τί γάρ μοι νῦν παράγειν καὶ τὰ τῶν θύραθεν (βωμοὺς λέγω θυήεντας καὶ λιβανωτὸν καὶ ἀμβροσίαν καὶ νέκταρ), οἷς τοὺς ἑαυτῶν Ἑλλήνων παῖδες θεοὺς εὐωχοῦσι καὶ θεραπεύουσι; παραλείψειν δοκῶ μοι καὶ τὸν Ὁμήρου λωτόν, οὗ γευσάμενοι μόνον τινὲς δυσαποσπάστως εἶχον ὡς θρέμματα καὶ τῆς πατρίδος ἐπιλαθόμενοι. τί δὲ καὶ τὸ τῶν Ἐπικουρείων | |
135 | οἳ καὶ τέλος τοῦ παντὸς τὴν ἡδονὴν ἐδογμάτισαν, τὸν οἶνον τάχα κἀκεῖνοι παραδηλοῦντες ὡς ὄντα πάντων ἡδύτερόν τε καὶ χαριέστερον; ἓν ἐπὶ πᾶσιν ἐρῶ καὶ μέγιστον καὶ αὐτοῖς ἂν ἐφεκτικοῖς ἀναμφίλεκτον· οὐδὲν οἴνου καθάπαξ οὔτε μεῖζον οὔτ’ ἰσοστάσιον, αἷμα τυποῦντος τὸ θεῖον ἐν ταῖς μυστικαῖς ἱερουργίαις, τὸ τῆς ἁμαρτίας καθάρσιον καὶ παντὸς τοῦ | |
140 | κόσμου σωτήριον. Ταῦτά σοι καὶ περὶ τοῦ οἴνου, τυχὸν μὲν καὶ γυμνασίας χάριν, τὸ πλέον δὲ πρὸς παράστασιν τῆς ἡμετέρας περὶ σὲ διαθέσεως, ὑφ’ ἧς κἀκεῖνον ἐγκωμιάζειν εἰς δόξαν παρωρμήθημεν σήν· οἷς γὰρ τὸ δῶρον ἐπαινετὸν καὶ ὁ διδοὺς ἀξιέπαινος. εἰ δέ σοι μὴ ἐπαχθὴς ὁ λόγος ἀποκναι‐ | |
145 | σθέντι τὴν ἀκοήν, οὐκ ἂν ὀκνήσαιμεν πρὸς τοῖς εἰρημένοις ἔτι μεῖζον εἰπεῖν, ἀστεῖον ὂν καὶ οὐκ ἄχαρι. | |
Ἀνήρ τις τῶν οὐ πάνυ ἀσυνήθων οὔτε τὸν λόγον ἀηδὴς οὔτε πρὸς πότον ἀφυής, ἀλλὰ καὶ τὰ τοῦ Διονύσου τετελεσμένος, εἰ καί τις ἄλλος, ὡς ἔδειξε, χθὲς παρ’ ἡμᾶς ἐφοίτησεν· ἐπεὶ δὲ δειπνοῦντας κατέλαβεν, | 115 | |
30(150) | ‘αὐτόματος δέ οἱ ἦλθε‘ (τὸ ποιητικόν) εἰπών, καὶ ὡς οὐ φαῦλος γνώμων εἴη τῆς ὥρας προσθείς, συνεδείπνει καὶ αὐτὸς καθεσθείς. ὡς δ’ ἐπεδόθη αὐτῷ κύλιξ τοῦ οἴνου τοῦ σοῦ καὶ μόνον ἔπιεν, οὐκ ἦν ἔτι καθεκτός, ἀλλ’ ἀναστὰς ὠρχεῖτο σατυρικῶς τὸ ‘εὐοῖ‘ βακχικῶς ἐκβοῶν καὶ τὸν Διὸς καὶ Σεμέλης ἀνευφημῶν. καὶ ‘πόθεν σοι τοῦτο‘, φησί, ‘τἀγαθόν, ὦ | |
155 | μακάριε; μήπου καὶ σύ, ὥς ποτέ τις, ἐξένισας τὸν θεόν, εἶτά σοι τοῦτο παρέσχε τῆς φιλοφροσύνης ἀντίδοσιν;‘ ‘εὐφήμησον‘, ἔφην, ‘ἄνθρωπε· φίλου μοι καὶ κυρίου τὸ δῶρον ἀνδρὸς εὐγενοῦς καὶ τὴν ἀξίαν περιφανοῦς καὶ μεγαλοπρεποῦς τὴν προαίρεσιν, ὃς δὴ καὶ ἄλλοις χαρίσμασιν δεξιού‐ μενος ἡμᾶς πολλάκις καὶ τοῦτο νῦν ἐδωρήσατο τὸν ὀδόντα θεραπευθεὶς | |
160 | παρ’ ἡμῶν, ὃν ἐξ αὐτοῦ δὴ τούτου μεταξὺ πίνων ὠδυνήθη σφοδρῶς· ὥστε καὶ σοὶ φυλακτέον μὴ πάθῃς τὰ παραπλήσια.‘ ‘ἀλλ’ αἱροίμην ἄν‘, εἶπεν, ‘ἐγὼ καὶ πάντας ὁμοῦ τοὺς ὀδόντας ἀποβαλεῖν καὶ τοιούτου καλοῦ μὴ ἀποτυχεῖν. τί γὰρ καὶ δεῖ ἐνταῦθα ὀδόντων ἐπιπροσθούντων μᾶλλον τῇ χρείᾳ καὶ οὐκ ἐώντων ἀθρόον εἰσοχετευθῆναι τὸν φίλτατον; γένοιτο | |
165 | δ’ οὖν ἐκεῖνον, ὃς ἂν ᾖ, τοὺς ὀδόντας ἀλγῆσαι καὶ πλέον, ὡς ἂν καὶ ἡμεῖς μᾶλλον πιόντες ἡσθείημεν.‘ Ταῦτα μὲν ἐκεῖνος. ‘ἐγὼ δὲ βουλοίμην ἂν οὐκ εἶναι τόδε‘, φησί πού τις, βαρεῖαν ἀποδιοπομπούμενος συμφοράν· οὐ γὰρ ἀγαπῶ φίλων ἀνιωμένων ἡδόμενος. τοῦτο δ’ εἰπεῖν ἔχω μόνον, ὅτι δείξεις αὐτός, καὶ μετὰ τὴν | |
170 | ἀρρωστίαν, εἴτ’ ἐκείνῃ προσήκει λογίζεσθαι τὴν τοῦ οἴνου χάριν εἴτε τῇ | |
προαιρέσει σου. | 116 | |
31(1t) | Περὶ φιλίας πρὸς τοὺς ἀνεψιοὺς τοῦ πατριάρχου κῦρ Μιχαήλ | |
2 | Πολλάκις ἐθαύμασα ὅτι με τῶν ἄλλων ὑμεῖς ὀξύτερον διεγνώκατε καὶ τῶν γε πλείστων καταπεφρονηκότες τῶν ἐμῶν λόγων ἐξήρτησθε, ὥστε οὐ χαμαὶ πεσεῖται ὅτιπερ αὐτὸς ἐξενέγκοιμι· καίτοι γε πολλοὶ καὶ | |
5 | σοφιστεύειν ἐπιχειροῦσι καὶ φιλοσοφεῖν ἐπαγγέλλονται, οἷς ὑμεῖς βραχὺ ἢ οὐδὲν προσνενεύκατε, τοῖς ἡμετέροις συνερρυηκότες συγγράμμασι. καὶ ὅ με μᾶλλον ἐκπλήττει ὅτι, καὶ τοῖς τῶν παλαιῶν ῥητόρων ὁμιλοῦντες σπουδάσμασι καὶ τοῖς τῶν ἄγαν φιλοσοφησάντων ἐν οἷς ηὐδοκίμησαν ὑπομνήμασιν, ὥσπερ κατὰ σύγκρισιν τοὺς ἐμοὺς προτιθέατε λόγους, οὐκ | |
10 | ἔλαττόν γε περὶ οὓς σπουδάζειν εἴωθα φιλοπονοῦντές τε καὶ συλλέγοντες ἢ οὓς αὐτοσχεδιάζειν προῄρημαι. Εἶτα δή μοι θαυμάζοντι ἔννοιά τις ἐγένετο ἐκ φιλοσοφίας μὲν εἰληφυῖα τὴν γένεσιν, ἐν καιρῷ δὲ παρεμπεσοῦσα πρὸς τὸ ἀπόρημα· ἐλογισάμην γὰρ μή ποτε συγγενής εἰμι ταῖς ὑμετέραις ψυχαῖς, καὶ διὰ τοῦτο τοῖς | |
15 | συγγενικοῖς γεννήμασιν ἐπαγάλλεσθε καὶ τὸ ἐμὸν ἀμβλωθρίδιον τῆς παρ’ ἐνίοις γιγαντοφυΐας μᾶλλον ἀσπάζεσθε. εἶτα δὴ ἐθέμην τῷ λογισμῷ καὶ τῷ δόγματι οὕτω διαιτήσας τῷ πράγματι· οὔτε διαφοραῖς αἰτιῶν οὔτε οὐσιῶν ἑτερότησι τὰς ἡμετέρας ἐγὼ διασχίζω ψυχάς, ὡς οἵ γε πλείους τῶν ἐξ Ἑλλάδος σοφῶν εἰπεῖν τετολμήκασι, μίαν δὲ πάσαις τὴν | |
20 | φύσιν ὑποβαλλόμενος τοῖς ἰδιώμασι διαιρῶ, εἶθ’ ὅσας μὲν κοινωνεῖν τῶν αὐτῶν ἔγνων ὑπείληφα συγγενεῖς, ὅσαι δὲ πρὸς ἀλλήλας ἑτερογνωμονοῦσι, ταύτας ἀλλοτρίας τε ἀπεφηνάμην καὶ γένεσιν ἑτέροις ἀπέκρινα. Μή τι κακῶς τὸ ὑμέτερον εἴκασα, μᾶλλον δὲ κοινὸν καὶ ἡμέτερον; ἀντιπέπονθα γὰρ καὶ αὐτὸς τοῖς ὑμετέροις κινήμασι τῶν ψυχῶν καὶ τῷ | 117 |
25 | τε ἤθει συμφύομαι καὶ τῇ ἁρμονίᾳ τῶν λόγων συμβέβλημαι καὶ τῷ χαρακτῆρι τῶν τρόπων συνεξεικόνισμαι. ἐπεὶ οὖν ἶσα τὰ παρ’ ἀλλήλων, καὶ ἀντιπαραλαμβάνομεν ὃ καὶ διδόαμεν, ἐγὼ μὲν καὶ αὖθις τὸν παρόντα δωροφορῶ λόγον ὑμῖν, τὴν συνήθη δεξίωσιν καὶ ὅ μοι τῶν πάντων ἐγκαταλέλειπται, ὑμεῖς δέ μοι προσέχοιτε τὸν νοῦν ὥσπερ εἰώθατε. ὁ δὲ | |
30 | λόγος οὔτε σοφιστείαν τινὰ καὶ περιεργίαν λόγων ὑμῖν ἐπαγγέλλεται οὔτε τῆς περιττῆς σοφίας ἐστὶ μαθημάτων κύκλον ἀνερευνώμενος, ἀλλ’ ἠθικὸς μὲν καὶ τῷ ὄντι φιλόσοφος, οὔτε δὲ πολιτείαν ἁρμόζει οὔτε δήμῳ καὶ οἴκῳ προσήκει, ἀλλ’ (εἴπω ὃ βούλομαι μὲν εἰπεῖν, ἀναβάλλομαι δέ) τὴν ἀδελφικὴν ὑμῖν φιλίαν χαρακτηρίζει, ἵνα ἡ πρὸς ἀλλήλους ὑμῶν κοινωνία | |
35 | μὴ ἐξ ἔθους ἐστὶ καὶ τῆς τῶν πολλῶν ὑπολήψεως, ἀλλ’ ἐπιστήμην ἔχοι τὸν λόγον, καὶ τὸ τῆς φύσεως πεπλανημένον καὶ ἄτακτον τῷ ἐπιστη‐ μονικῷ καὶ ἀμεταθέτῳ λόγῳ ὁρίζοιτο. εἰ γὰρ μόνῃ τῇ φύσει χρώμενοι οὕτως ἀκριβοῦτε τὸ σύμπνουν, τί οὐκ ἂν γένοισθε καὶ τὸν λόγον προσ‐ ειληφότες; ὃ τοίνυν οἱ φυτηκόμοι ποιοῦσι, τοῦτο καὶ αὐτὸς τελεῖν | |
40 | ἔγνωκα· ἐκεῖνοί τε γάρ, ὅσα τῶν φυτῶν τὴν ὥραν ἐνδείκνυται, περὶ ταῦτα καὶ μᾶλλον φιλεργοῦσί τε καὶ διατίθενται. καὶ αὐτὸς δὲ τὴν ὑμετέραν ἀγασθεὶς συμφυΐαν ὁμόθεν ἐκ τῆς αὐτῆς ῥίζης ἀναβλαστήσασαν, ἀλλ’ οὐκ ἐγκεκεντρισμένην οὐδὲ ἐπείσακτον, ἔτι γε μᾶλλον συνάπτειν ἐπιχειρῶ, ὅπως μὴ τὸ στέλεχος μόνον ὑμῶν συνημμένον εἴη ἀλλὰ καὶ τὸ σύμπαν ἐς | |
45 | κορυφήν. Τῆς τοίνυν τῶν ἀδελφῶν συναφῆς ἡ φύσις εὐθὺς ἐκ γενέσεως πολλὰς τὰς ἀφορμὰς παρῃνίξατο· τοῖς γὰρ αὐτοῖς ἐγκολπωσαμένη χωρίοις ἀπὸ τῶν αὐτῶν ὠδίνων ἐξήνεγκε. Σκύθαι μὲν γὰρ νομάδες τοῦ πολιτικοῦ γένους ἀπηλλοτρίωνται, καὶ τοῖς ἠπειρώταις οἱ νησιῶται οὐ πάνυ προσήκουσιν, | |
31(50) | αἵ τε διάφοροι τῶν κλιμάτων οἰκήσεις ἀλλοτρίας τῶν οἰκητόρων τὰς | |
γνώμας ἀποδιδόασιν. ἀπὸ δέ γε τῆς Ἑλλάδος ἢ τῆς ἀποίκου Ἰωνίας ἢ τῶν ἑκασταχοῦ πόλεων οὐ πάνυ τι τὸ παραλλάττον εὑρήσεις ταῖς γνώμαις· ἥ τε γὰρ ταὐτότης τοῦ περιέχοντος καὶ ἡ τῶν πολιτευμάτων κοινότης εἰς βραχεῖαν διαφορὰν τὸ πλῆθος συνέστειλε τῶν ἠθῶν· καὶ κατ’ ὀλίγον | 118 | |
55 | συστέλλων τὰς τῶν ὀνομάτων κοινότητας τὰς μὲν πόλεις εἰς δήμους, τὰς δὲ φυλὰς εἰς συγγένειαν καὶ τἆλλα οὕτως συναιρήσεις καὶ τὰς ψυχάς· εἶτα δὴ κορυφώσας εἰς τὴν ἀρχὴν καὶ τὴν αὐτὴν τῆς γενέσεως ἀφορμὴν ἆρ’ οὐχὶ καὶ τὴν ἰδέαν διασώσεις ἴσην καὶ ἀδιάφορον; ἄτοπον γὰρ τοὺς μὲν Λίβυας πρὸς ἀλλήλους ὁμοφρονεῖν ὅτι μίαν οἴκησιν τὴν Λιβύην | |
60 | εἰλήχασιν, ἀδελφοὺς δὲ ἑτερογνωμονεῖν, ὥσπερ ἔνια τῶν καρπῶν ἐκ τῶν αὐτῶν περικαρπίων τῆς γενέσεως ἀπορρεύσαντα, καὶ τὰ μὲν ἐνοφθαλμιζό‐ μενα τῶν φυτῶν τῆς αὐτῆς τῷ πρωτορρίζῳ μεταλαγχάνειν ποιότητος, τοὺς δὲ τῆς αὐτῆς κεκοινωνηκότας ῥίζης ἑτεροφυεῖς εἶναι καὶ διῃρῆσθαι εὐθύς. | |
65 | Θαυμάζω δὲ ὅπως οἱ πολλοὶ τῶν ἀνθρώπων οὕτως ἔχοντες οὐκ αἰσ‐ χύνονται, καὶ ταῦτα τὴν μὲν ὕλην ὁρῶντες ἐς τὴν αὐτὴν πολλάκις μορ‐ φωθεῖσαν ἰδέαν τοῖς ἀδελφοῖς, τὸ ἄτακτον καὶ ἀόριστον, τὰς δὲ ψυχὰς ἀντιδιῃρημένας καὶ ἑτερογνώμονας ἔχοντες. καὶ ψυχὴ μὲν φύσιν κοσμεῖ, φύσις δὲ σώματα, καὶ τὰ μὲν κοσμούμενα μένει πολλάκις ἀπαράλλακτα, | |
70 | τὸ δὲ πρώτως κοσμοῦν ὥσπερ τοὺς οἰκείους λόγους ἀγνοῆσαν παρήλλακ‐ ται. τοῖς Μολιονίδαις τὸ πλάσμα φιλόσοφος λόγος ἐστὶ τὸ ἀδιαίρετον εἰσηγούμενος τῶν ψυχῶν· τὰ δέ γε διττὰ τῆς τοῦ ἑνὸς φύσεως ὄργανα τῆς τῶν δυεῖν ἢ πλειόνων ἀπαραλλαξίας ἀκριβῆ τυγχάνουσι παραδείγματα, ὀφθαλμοί, ῥῖνες, ὀφρύες, τἆλλα καὶ τὰ ἐπὶ τούτοις χεῖρες καὶ πόδες· τοῖν | |
75 | τε γὰρ ὀφθαλμοῖν ἶσον τὸ μέγεθος καὶ τὸ χρῶμα ὅμοιον, κατὰ ταὐτὸ δὲ καὶ τὰ ὦτα τοῖς κροτάφοις συμπέπλασται καὶ τὰ πτερύγια τῶν ῥινῶν ἀνεῴγασι καὶ οἱ ἀγκῶνες συνήρθρωνται καὶ αἱ βάσεις διῄρηνται, ἵνα, ὅπερ ἡ φύσις τοῖς διττοῖς ἀποδέδωκε σώμασι, τοῦτο ἡ γνώμη ταῖς αὐταῖς ἀποδοίη ψυχαῖς. καὶ μέντοι καὶ γελᾶν εἰώθαμεν ὅταν τῳ τὸν μὲν τῶν | |
80 | ὀφθαλμῶν ἴδωμεν χαροπόν, ὑπόγλαυκον δὲ τὸν ἄλλον ἢ μέλανα· κἂν εἴ τῳ ἡ μὲν τῶν ὀφρύων ἄνω που κάθηται, ἡ δ’ ἐπὶ τὸ βλέφαρον τέταται, μετὰ τῶν τεράτων τοῦτο τιθέαμεν καὶ ἡμιγενεῖς τοὺς οὕτως ἔχοντας ὀνομάζομεν. καὶ τοὺς διεστηκότας δὲ τῶν ἀδελφῶν τί ἂν ἄλλο ἢ τοῦτο καλέσαιμεν; | 119 |
85 | Θεωρήσωμεν δὲ καὶ οὕτως τὸν λόγον· πλάττει μὲν ἀπὸ τῶν σπερμάτων ὁ φυσικὸς λόγος τὰ σώματα, εἰσάγει δὲ τούτοις τὰς ψυχὰς ὁ νοερὸς ἔξωθεν, καὶ ὁ μὲν ὡς ἀπὸ τῆς αὐτῆς ἀφορμῆς τὴν ὁμοίαν διάθεσιν τοῖς πλαττομένοις δημιουργεῖ παραλλάττων κατὰ τὸ σπάνιον, ὁ δὲ οὕτως ἐστὶ τῆς φύσεως ἀμαθέστερος ὅτι δυσὶν ὁμοίοις σώμασιν ἀκαταλλήλους | |
90 | προσήρμοσε τὰς ψυχάς; πολλοῦ γε καὶ δεῖ. ἀλλὰ τὸ μὲν σῶμα οὐκ ἀντιπράττει τῷ σπερματικῷ λόγῳ (διὰ ταῦτα πρὸς ὃ ἐκεῖνος βούλεται πλάττεται), ἡ δὲ τῶν γνωμῶν ἡμῶν αἵρεσις ἀντιδιατιθεμένη τῷ ἁρμοστῇ τῶν ψυχῶν τὴν ἁρμονίαν ἠφάνισεν ὥσπερ τις ἐκμελὴς φθόγγος μὴ συνηχήσας ταῖς τάσεσι τῶν χορδῶν. | |
95 | Εἰ βούλεσθε, βραχύ τι τὴν γένεσιν ὑμῖν φυσιολογήσω τῆς φύσεως, ἵν’ εἰδῆτε ἐκ ποίας ἑνώσεως οἱ πολλοὶ τῶν ἀδελφῶν διεστήκασι. σπέρμα πατρόθεν φερόμενον καὶ παρὰ τῆς πρώτης ἡμῶν καὶ μητρῴας θηλῆς αἱματηρὸς καταχέων χυμὸς ὥσπερ εἴς τι κοῖλον χωρίον τὸ τελευταῖον κύτος τοῦ μητρικοῦ σώματος καὶ ἀλλήλω συμβεβηκότε δημιουργεῖτον | |
31(100) | κοινῇ τὰ γεννώμενα· εἶτα τὸ σύμπαν γονούμενον καὶ θρομβούμενον καὶ οἷον σφαιρούμενον ἀρτήματί τινι, χορίῳ οὕτω λεγομένῳ, τῇ βάσει προσῆπται τοῦ περιέχοντος, ἑτέρῳ δέ τινι ἀγγείῳ ἐκ τῆς ὀμφαλίτιδος διατεινομένῳ μεσότητος ταῖς κοτυληδόσι τῆς μήτρας διαπλάττεται· εἶτα δή, ῥαγέντος τοῦ ἐπιπάγου καὶ τῶν ὀργάνων ὑγρῶς τὰ πρῶτα | |
105 | συμμορφουμένων, δυσὶν ὑμέσι λεπτοῖς ὁρᾶται περιεχόμενον τὸ τικτόμενον, ἵνα τὴν ἁρμονίαν ἡ φύσις φυλάξῃ τοῖς μέλεσι καὶ μὴ διαχυθῇ τὰ ὄργανα ταῖς ὑγρότησιν, ἀλλὰ συμφύηται ταῖς ἑνότησι. τὸ σύμπαν οὖν μυστήριον | |
τῆς ἡμετέρας γενέσεως ἑνότης λόγου ἐστί, γενῶν συνάφεια, γονῶν ἀνάκρασις, διάπλασις σώματος καὶ τὸ παρὰ τοῦ παντὸς γένους ἀπαιτούμε‐ | 120 | |
110 | νον τῆς κοινωνίας καὶ τῆς ὁμοφροσύνης ὄφλημα. 〈Ἃ〉 ἔνιοι τῶν ἀδελφῶν διῃρήκασι καὶ τῆς φύσεως κατεψεύσαντο· ἀλλ’ ὑμεῖς οἱ τῷ λόγῳ μᾶλλον τῶν ἄλλων κοσμούμενοι τὸ διαπεπτωκὸς ἐπανορθοῦτε τῆς φύσεως καὶ μετ’ ἐπιστήμης ἀλλήλων ἐξαρτᾶσθε, ἵνα μείνῃ παρ’ ὑμῖν τὸ συμφυὲς ἀδιάστατον. ἐκ τῆς αὐτῆς αὔλακος τὸν πυρὸν | |
115 | οἱ γεωργήσαντες κομιζόμενοι οὐ θαυμάζουσι τοῦ γένους τὴν ὁμοιότητα· τῆς τε γὰρ καταβολῆς τὸ ἀδιάφορον ἴσασι καὶ τὸ τῆς γεννησαμένης ἀπαράλλακτον γῆς. οἱ δὲ πλείους ἡμῶν ἐκπεπληγμένοις ἐοίκασιν, εἴ τινές εἰσιν ἀδελφοὶ ὁμοίαν ἐσχηκότες διάνοιαν· κἂν μὲν σωμάτων ἴδωσιν ὁμοιότητας, ἐπὶ τὴν φύσιν ἀνάγουσι τὸ φανὲν καὶ τῆς συμπλάσεως τὴν | |
120 | ἀρχὴν ᾐτιάσαντο τῆς γενέσεως, τὰς δὲ ὁμοίας γνώμας τῶν ὁμόθεν γεγεννημένων ὑπερεκπλήττονται· οὕτως εἰσὶν ἀμαθεῖς τῶν νοερωτέρων σπερμάτων τῆς ἀμιγοῦς φύσεως. σώματος μὲν γὰρ σῶμα προσεχὲς αἴτιον, οὐσίας δὲ ἀσωμάτου θεός· σῶμα δὲ καὶ θεός, ἵν’ εἰκάσω τοσοῦτον καταβάς, ὃ τὰ πολλὰ καὶ τὸ ἕν. οὕτω δὲ τῶν αἰτίων διεστηκότων τὰ μὲν | |
125 | πολλὰ ἴσχει πολλάκις τὴν ὁμοιότητα, ἡμεῖς δὲ διαιρούμενοι ταῖς διαφοραῖς τῶν ψυχῶν καταψευδόμεθα τοῦ ἑνός. Αἰγυπτιάσας πάλαι ὁ Ἰσραὴλ ὥσπερ τινὸς Νειλῴου ῥεύματος ἐσπάσατο τῶν ὁμοδιαίτων ἠθῶν, ἀδελφοὶ δὲ ἐκ μιᾶς ἀπορραγέντες πηγῆς εἰς διαφόρους ὀχετοὺς ἐμερίσθησαν, οὔτε τὴν πρώτην αἰδεσθέντες καὶ | |
130 | κοινὴν τράπεζαν οὔτ’ ἄλλο τι διευλαβηθέντες τῆς κοινῆς φύσεως. ἀλλ’ ὑμεῖς (ὥσπερ οἱ τοῦ Νεμέτορος υἱεῖς τὸ γένος μεμαθηκότες, ὅτι βασι‐ λικῆς τυγχάνουσιν ὄντες σπορᾶς, ἐφρόνησάν τι λαμπρότερόν τε καὶ ἀρχι‐ κώτερον, καὶ ἅτερος τούτων τὴν παλαιὰν Ῥώμην ᾤκισε καὶ τὴν προσ‐ ωνυμίαν ἀφῆκε τῇ πόλει) διαγνόντες ὅτι καὶ τὴν καταβολὴν θείου ἐσχή‐ | |
135 | κατε σπέρματος ἐς ὁμοίαν τὴν γένεσιν διὰ τῶν αὐτῶν ἠθῶν πρὸς τὴν αὐτὴν αἰτίαν μοι ἀναδράμοιτε· οὐδὲν γὰρ οὕτω κοινωνίαν ψυχῶν ἀπεργάζε‐ ται ὡς ἡ τῶν αὐτῶν ἐπιτηδευμάτων ἐκ συνθήματος μεταχείρισις. | |
ὥσπερ γὰρ πάλαι διαιρεθεισῶν τῶν κατὰ φιλοσοφίαν αἱρέσεων ἡ μέν τις Ἰωνικὴ ὠνομάζετο παίδευσις, ἡ δὲ Ἀκαδημαϊκή, ἡ δὲ Κυρηναϊκὴ καὶ | 121 | |
140 | ἄλλη Ἐπέχουσα, ἀπὸ τῶν τρόπων ἢ τῶν τόπων ἢ τῶν αἱρεσιαρχούντων τὰς ἐπωνυμίας λαμβάνοντες ἢ ἑτέρωθέν ποι, καὶ ἦν ἑκάστη ὁμόφωνος καὶ ὁμόδοξος ἑαυτῇ, οὕτω δὴ καὶ ὑμῖν τὸ αὐτὸ σπούδασμα τῶν ὁμοίων ἕξεων γενήσεται αἴτιον. Ἔγωγ’ οὖν ὑμῖν ἥδιστ’ ἂν τὸν ἅπαντα χρόνον συγκατεβίωσα τὰ γένη | |
145 | τῶν λόγων παρατιθεὶς καὶ ἐμφορῶν αὐτῶν τῆς γλυκύτητος καὶ μίαν ἀμφοῖν κρᾶσιν ἐργαζόμενος· ὥσπερ γὰρ τὰ ποτιμώτατα τῶν ὑδάτων καὶ οἱ εὐκραεῖς τῶν ἀέρων τὰ σώματα διατιθέασιν εὖ καὶ τὴν ὁμοίαν γεννῶσι διάθεσιν, οὕτω δὴ καὶ τῶν λόγων οἱ διαυγάζοντες τὸ ἰλυῶδες τῶν ψυχῶν ἀποσμήχοντες εἰλικρινῆ αὐταῖς καὶ αἰθέριον τὴν φύσιν ἐργάζονται. εἰ | |
31(150) | γάρ τινες περὶ τῶν μεγίστων ὁμοδοξεῖν ἄρχονται καὶ συμφέρεσθαι, οὗτοι τάχιστ’ ἂν καὶ ἐν τοῖς ἐλάττοσι τὸ διαφέρον ἀνέλοιεν. κοινῇ γοῦν τὸν λόγον ἑλόμενοι ἀσφαλεστάτην κρηπῖδα τῆς ὁμονοίας ποιήσετε, εἰ δὲ ὁ μὲν ὀξύτερον εἶδε τὸ σπουδαζόμενον, ὁ δὲ ἀμβλύτερον, μήθ’ ὁ εὐφυέστε‐ ρος κατεπαιρέσθω θατέρου, μήθ’ ὁ μαλακώτερος βασκαινέτω τῷ | |
155 | ταχυτέρῳ· οὐ γὰρ διῄρησθε, εἰσηγεῖται γὰρ ἡ ἀδελφότης τὴν ἕνωσιν. ἡνωμένων δὲ ἀμιγῶς φύσεων τὰ πάθη κοινά· ἢν δὲ μή, ὁ λόγος καὶ τὸν ἀμβλύτερον παραμυθείσθω καὶ σωφρονιζέτω τὸν ἀγχινούστερον. ὁ μὲν γὰρ ἀπραγματεύτως εὑρηκὼς τὸ ζητούμενον ἀποβαλεῖται τάχιστα ὥσπερ εὕρατο, ὁ δὲ πολλάκις διαιτήσας τοῖς λογισμοῖς τὸ ἀμφιγνοούμε‐ | |
160 | νον, εἶτα δὴ προσκτησάμενος ὥσπερ ἐν πέδαις χαλκαῖς τὸν λόγον κατέ‐ δησε. μή, καθάπερ οἱ πονηρότεροι τῶν προσχώρων ἢ ἀγρογειτόνων ὄρεσιν ἀπ’ ἀλλήλων ἢ ποταμοῖς μέσοις ἀπείργοντες ἑαυτοὺς τῆς παρ’ ἑκα‐ τέρων ὠφελείας ἀμέτοχοι καθεστήκασιν, οὕτω δὴ καὶ ὑμεῖς τὰ ἑαυτῶν περιγράφοντες τῆς κοινῆς καταψεύδεσθε κλήσεως. τὸ γάρ τοι ὁμωρόφιον | |
165 | τοῦτο καὶ ὁμοδίαιτον καὶ τὸ ἀδιάφορον τῆς ἐσθῆτος καὶ τοῦ ὀχήματος καὶ τὸ κοινὸν τῆς δορυφορίας τὰς διαστάσεις ἀναιρεῖ τῶν ἠθῶν· οἱ δέ γε διανενεμημένοι τῶν ὁμογενῶν πρὸς διάφορον θεραπείαν καὶ οἰκειότητα ἀλλοτρίοις τε ἤθεσι προσεκύρησαν καὶ τὰς γνώμας ἀπ’ ἀλλήλων συνδιῃρή‐ κασιν. εὐδαιμονίαν μοι ἐπίστασθε τὴν κτῆσιν τῶν ἀρετῶν· αὗται γὰρ | |
170 | συνάπτουσιν ἡμᾶς τῷ θεῷ, ὃ δὴ τὸ πρῶτον μακαριστὸν πέφυκε. τὴν δὲ λεγομένην τῆς εὐδοξίας μακαριότητα προσοῦσαν μὲν ὅσον εἰκὸς ἀγαπήσατε, ἀπούσης δὲ μὴ μάλα τι δυσχεράνητε· οὐ γὰρ θαρρῶ τι πλέον εἰπεῖν τῆς συγκλήτου βουλῆς γεγονόσι καὶ τῆς λαμπροτέρας ζωῆς. καὶ ὥσπερ ἐπὶ τῶν γυμνικῶν ἀγώνων ἰδιοῦται τὸ τοῦ προλαβόντος εὐδόκιμον ὁ κατόπιν | 122 |
175 | ἐλθὼν καὶ συστεφανοῦται ὁ ἀπολελειμμένος, ἂν οὕτω τύχῃ, τῷ προ‐ δραμόντι, οὕτω δὴ καὶ ὑμῖν τὸ περιττεῦσαν θατέρῳ κέρδος τῷ λοιπῷ καθεστάτω. καὶ τὴν ὁμοιότητα ἐν τοῖς κατὰ προαίρεσιν ἔχοντες μὴ χαλεπαίνητε, εἰ ἐν τοῖς κατὰ περίστασιν παραλλάττοιτε· χρὴ γάρ, εἰ μὲν τὴν ἴσην ἀμφοτέρων τοῖς βίοις τὸ κρεῖττον τηρεῖ, ἀσμενίζειν, εἰ δὲ | |
180 | διαλλάττοι τὰ πράγματα, μὴ τὸ τῶν ἔξω διάφορον βιάζεσθαι κἀπὶ τῶν γνωμῶν. Τὰς διατριβὰς μὴ χωρὶς ἀπ’ ἀλλήλων ποιεῖτε, ἀλλ’ ἥ τε πρόοδος ὑμῖν καὶ ἡ ἔξοδος καὶ τἆλλα κοινὰ ἔστωσαν. θῶπας ἀνθρώπους μὴ παρα‐ δέχεσθε μηδὲ φθάσῃ παρεισφθαρεῖσα κολακεία ταῖς ὑμετέραις ψυχαῖς, | |
185 | ἵνα μὴ τὸ φιλότιμον κατ’ ἀλλήλων αὐξάνοντες ἐν ταῖς ὑπεροχαῖς ἀλλήλοις διαφθονῆτε. εἰ μέν τις τὸν ἕτερον ἐξισοῖ θατέρῳ ἢ ἀληθεύων ἢ πρὸς τοῦτο παρακινῶν καὶ ζῆλον ἐμποιῶν τῆς ἰσότητος, τοῦτον ἡγεῖσθε τὸν μάλιστα πεφιληκότα ὑμᾶς· ὃς δὲ τὸ ὑπερέχον λεληθότως τῷ ἑτέρῳ χαρίζεται, φθορέα τοῦτον ψυχῶν ἡγούμενοι ἀποπέμποισθε. μὴ θᾶττον | |
190 | μεταμορφοῦσθε οἷς ἂν συγγένοισθε ἐκ πρώτης ἐντεύξεως, ἀλλὰ τοὺς ψυχικοὺς χαρακτῆρας παραθεωροῦντες ἑκάστων, οἷς μὲν ἂν ὁμοιότητα συνειδῆτε, τούτοις συνδεῖσθε· τὸ δὲ παραλλάττον, εἰ μὲν κρεῖττον εἴη, μιμεῖσθε, εἰ δὲ χεῖρον, μωμεῖσθε. κοινῇ δὲ ποιεῖτε καὶ τὴν φυγὴν καὶ τὴν πρόσληψιν ἀλλήλοις ἀποτυποῦσθε· καὶ πρόσωπον ἅτερος θατέρῳ | |
195 | γινέσθω καὶ ἔνοπτρον, ἵν’ ἑαυτοῖς ἀντιπεριιστάμενοι τὴν ἑαυτοῦ τις φροντίδα τοῦ ἑτέρου ποιοῖτο καὶ μηδεμία διάστασις ᾖ ἐφ’ ἑκατέρου τῶν βουλευμάτων. εἴ τις ὑμῶν ἀλγοίη τὸ σῶμα, συνοδυνάσθω ἕτερος τῇ ψυχῇ· ἡ γὰρ ὁμοιοπάθεια μέγιστον ὁμοφροσύνης τεκμήριον. ἐγκαλλωπι‐ | |
ζέσθω ἑκάτερος τοῖς ἑτέρου πλεονεκτήμασι καὶ σπουδαζέτω μὲν ἐφικνεῖ‐ | 123 | |
31(200) | σθαι τούτων καὶ μηδὲν παραλλάττειν τοῦ ἀδελφοῦ, ἀποτυγχάνων δὲ σεμνυνέσθω ὅτι κρείττων αὐτοῦ τυγχάνει ὁ ἀδελφός. Ἀγησίλαος τὰ πρῶτα τῶν Λακεδαιμονίων καὶ πρὸ τῆς ἡγεμονίας ἐτύγχανεν ὤν, ἤνδρωτο γὰρ ὡς οὐκ ἄλλος καὶ βουλευμάτων ἦρχε στρα‐ τηγικῶν. πολέμου δὲ κηρυχθέντος ὑπερορίου τοῖς Λάκωσι, δόξαν οὕτω | |
205 | τοῖς τέλεσιν, ἑτέρους στρατηγεῖν εἵλοντο, τοῦ δὲ καταπεφρονήκεσαν· καὶ τῆς ἀρχαιρεσίας λυθείσης σεμνότερος οὗτος τῶν ἄλλων ἐφαίνετο καὶ ἱλαρώτερος τοῖς ἀπαντῶσιν ἐδείκνυτο, καί τινος ἠρωτηκότος τὴν αἰτίαν τῆς διαχύσεως, ‘τῇ ἐνεγκούσῃ‘, φησί, ‘τῆς εὐδαιμονίας συνεπαγάλλομαι· οὔπω γὰρ τηλικοῦτος ὢν μετὰ τριακοσίων λογάδων ἠρίθμημαι‘. τὸν δέ | |
210 | γε Ῥωμύλον φονέα τοῦ ἀδελφοῦ πεποίηκε τὸ φιλότιμον, καὶ μικροῦ δεῖν καὶ αὐτὸς συναπώλετο, εἰ μὴ ταῖς τοῦ μητροπάτορος παρακλήσεσιν ἀνεκαλέσατο τὴν ψυχήν. Καὶ τί δεῖ τῶν ἔξω παραδειγμάτων ὑμῖν; ἀγάλματα γὰρ ὑμῖν ἀνεστᾶσι τῆς ὁμογενοῦς συμφυΐας ἡ θεία καὶ ἱερὰ συζυγία, τὸν πατέρα καὶ τὸν | |
215 | θεῖόν φημι, ὧν ἑκάτερος ζῇ τε ἅμα καὶ τέθνηκεν· ὅ τε γὰρ ἀπελθὼν ἐκεῖσέ τέ ἐστιν οἷ ἀπελήλυθε καὶ ταῖς τοῦ ἀδελφοῦ μνήμαις καὶ πρὸς ἐκεῖνον ἀπαραλλάκτοις ἰσότησιν οὔπω ἀπηλλάχθαι· δοκεῖ· ὅ τε σὺν ἡμῖν οὗτος τῆς ἀρχιερωσύνης ὁ διαυγὴς ἥλιος τό τε λαχὸν τοῦ αἰῶνος μέρος πορεύεται καὶ ταῖς τοῦ ἀδελφοῦ μοναῖς τῷ φαντάσματι συναυλίζεται. | |
220 | οἶδ’ ὅτι μέγα φρονεῖτε τῷ θείῳ· καὶ πῶς γὰρ οὔ, ὃν οἱ πλείους, εἰ καὶ πόρρω θεάσαιντο, εὐτύχημα τοῦτο μέγιστον ἥγηνται; ἀλλὰ πῶς ἂν ὑμᾶς ἀποδύρωμαι ὅτι μὴ τελείῳ τέλειοι συνωμιλήκατε τῷ πατρί; ἔγωγ’ οὖν πολλάκις ἐκείνῳ παραγενόμενος τό τε εἶδος ἐθαύμασα καὶ τὸ ἦθος ὑπερηγάσθην καὶ τὸ ἱλαρὸν ὑπερηγάπησα τῆς ψυχῆς βαθεῖ φρονήματι | |
225 | σεμνυνόμενον. ὁ μὲν γὰρ θεῖος (ἀλλὰ μή μου κατείπητε πρὸς αὐτόν) ἐκ πρώτης ἡλικίας εὐθὺς τοῖς τε πολλοῖς ἀπέξεστο καὶ τοῦ πολιτικοῦ φρονήματος κρείττων ἐτύγχανε καὶ τὸ ἐσόμενον ὑπεσήμαινεν. οὗτος μὲν οὖν ἔσω τὰ ἴχνη τῶν ἠθῶν ἔστρεφεν, ὁ δέ—ἀλλὰ τίς ἐκείνῳ ἢ τὴν σύνεσιν ὅμοιος ἢ τὴν γλῶτταν ῥητορικώτερος; ἔθυε δὲ καὶ Μούσαις καὶ | 124 |
230 | Χάρισιν, εὐπαιδευσίας τε μὴ ἀπολειπόμενος συμπάσης καὶ ταῖς ὁμιλίαις πᾶσαν καταγοητεύων ψυχήν· τὸ δὲ πρόσωπον—ἀλλ’ ὁμοῦ τις ἐκεῖνον εἶδε καὶ χορεύουσαν ἔνδον εἴκασε τὴν ψυχήν. τοὺς ἄλλους οὖν ἄμφω νικῶντες ἑκάτερος ἑκατέρου ἥττητό τε καὶ ἀπεκρέματο, καὶ τοσοῦτον ἦν τὸ ἀδιάστατον ἐπ’ ἀμφοῖν, ὥσθ’ ὅ φησιν ὁ λόγος περὶ Φωκίωνος | |
235 | (Ῥωμαῖος δὲ οὗτος ἦν καὶ ἥρως ἄντικρυς καὶ κρείττων ὡρῶν καὶ φιλό‐ σοφος καθαρῶς)· αἰσχυνόμενος ὅτιπερ ἐν σώματι εἴη, διὰ ταῦτα ὑπὸ τὴν περιβολὴν εἶχε τὰς χεῖρας ἀεί, ὁπότε δέ τι καὶ μέρος οὗτος γυμνώσειεν, ὥσπερ τοὺς κομήτας οἱ ἀστρολόγοι, οὕτω δὴ καὶ οἱ τοῦτο θεασάμενοι σημεῖον ὑπερβολῆς ἐτίθεσαν καύματος. κατὰ ταῦτα δὴ τέρας ἦν ἰδεῖν, εἴ | |
240 | τις τῶν ἀδελφῶν θατέρου βαδίζοι χωρίς, ἑκάτερος δὲ τὸν ἕτερον ἀπεσέμνυ‐ νεν· εἰ δέ τις ἐπαινεῖν εἵλετο τὸν ὁρώμενον, τὰς γνάθους οὗτος εὐθὺς ἠρυθαίνετο, αἰδούμενος ὅτι μὴ συγκοινωνοίη τούτῳ τῆς εὐφημίας ὁ ἀδελφός. Ἄμφω μὲν οὖν ὑπηρετησάτην τῷ πατρί, ἄμφω δὲ τὰς πατρικὰς ἐκληρονο‐ | |
245 | μησάτην εὐχάς, καὶ τῶν μὲν ἄλλων κρείττους ἐγενέσθην, τοῦ δὲ φθόνου ἥττους παρὰ πολύ. οἱ δὲ κοινῇ μὲν καὶ τῆς εὐδοξίας, κοινῇ δὲ καὶ τοῦ συμπεσόντος χειμῶνος συμμετεσχήκασι, καὶ τότε πρῶτον κακῶς διῃρέθησαν ἀπ’ ἀλλήλων οἱ ἀλλήλοις ἐναπομείναντες· ἀλλ’ ἡ ἐπιμανεῖσα τούτοις Ἐριννύς (δότε γάρ μοι παθητιᾶν κἀν τοῖς ῥήμασι) τῷ μὲν ἀθρόον | |
31(250) | ἐπέβαλε θάνατον, τῷ δὲ ἀφωνίαν καὶ ἔκπληξιν. Ἀλλ’ ὑμῖν τὰ πρῶτα ἀπόχρη πρὸς μίμησιν, τὰ δὲ τελευταῖα μὴ ἐπενέγκοι θεός. ὁ μὲν οὖν Ἀχιλλεύς, ἵνα τὴν ὁπλιτικὴν παιδευθῇ, τὸν μιξάνθρωπον ἐκεῖνον Χείρωνα οὐ παρῃτεῖτο παιδευτήν τε ὁμοῦ καὶ σωφρονιστήν· ὑμῖν | |
δὲ ἀρκεῖ τὸ βούλημα πρὸς τὴν καλλίονα τῶν ἠθῶν μεταρρύθμισιν καί, ὃ | 125 | |
255 | τοῖς γραφεῦσιν ὁ ἀρχέτυπος πίναξ καθέστηκε, τοῦτο ὑμῖν τὰ πατρικὰ ἔστωσαν διηγήματα. καὶ ἵνα τὸ πᾶν τῆς ὑποθήκης κεφαλαιώσωμεν, ἀρετῇ καὶ λόγῳ καὶ τοῖς πατρῴοις καλοῖς, τρισὶ τούτοις πρὸς τὰ κάλλιστα χρώμενοι, οὐδενὶ μέρει τῆς ἀειζωίας ἀπολειφθήσεσθε. | |
32(1t) | Πρὸς τὸν βασιλέα τὸν Δούκαν | |
2 | Δέσποτά μου ἅγιε, ἀνεθεώρησα τὴν τοῦ λίθου καὶ γραφὴν καὶ γλυφήν, ὥσπερ ἐκέλευσας. Καὶ ἔστιν ἐκ μὲν τοῦ ἀριστεροῦ μέρους ἄνθρωπος ξίφος ἀνατείνων τῇ | |
5 | δεξιᾷ χειρί, τῇ δὲ ἀριστερᾷ εἶδός τι δεικνύων ἀσυμφανές· ἐκ δὲ τοῦ δεξιοῦ θρόνος ἐγγεγλυμμένος, ἐν ᾧ κάθηταί τι ξενοπρεπὲς εἴδωλον εἰς μίαν εὐθεῖαν συνάγον τοὺς πόδας καὶ ἐπικρύπτον. ἔστι δὲ ὁ μὲν ξιφήρης ἀνὴρ ὁ Ὀδυσσεύς, τὸ δὲ ἀσαφὲς εἴδωλον ἡ Κίρκη. ἔστι δὲ μῦθος Ἑλληνικὸς θεὰν μὲν λέγων τὴν Κίρκην φαρμακίδα, τοὺς μὲν ἄλλους πάντας κατα‐ | |
10 | φαρμακεύουσαν καὶ εἰς μορφὰς θηρίων ἀμείβουσαν, μόνου δὲ ἡττηθεῖσαν τοῦ Ὀδυσσέως· ἐξεδειμάτωσε γὰρ ταύτην ξίφος ἀνατεινάμενος ἐπ’ αὐτήν. λέγει γὰρ αὐτὸς ἐν τῇ τοῦ Ὁμήρου Ὀδυσσείᾳ· ‘ἐγὼ δ’ ἄορ ὀξὺ ἐρυσάμενος παρὰ μηροῦ ἤιξα, ὥς τε κατακτάμεναι μενεαίνων‘. τῇ δὲ ἑτέρᾳ χειρὶ δείκνυσιν αὐτῇ βοτάνην ὀνομαζομένην μῶλυ, ὅπερ δέδωκεν αὐτῷ εἰς | |
15 | βοήθειαν ὁ τῶν Ἑλληνικῶν θεῶν ἄγγελος Ἑρμῆς. λέγει γὰρ καὶ περὶ | |
τούτου ὁ αὐτὸς Ὀδυσσεὺς ἐν τῇ ῥηθείσῃ βίβλῳ τοῦ Ὁμήρου οὕτως· Ὣς ἄρα φωνήσας πόρε φάρμακον Ἀργεϊφόντης, ἐκ γαίης ἐρύσας, καί μοι φύσιν αὐτοῦ ἔδειξε. ῥίζῃ μὲν μέλαν ἔσκε, γάλακτι δὲ ἴκελον ἄνθος· | 126 | |
20 | μῶλυ δέ μιν καλέουσι θεοί· χαλεπὸν δέ τ’ ὀρύττειν. τῇ μὲν οὖν δεξιᾷ, ὡς ἔφην, τὸ ξίφος ἐπανατείνεται ἐπὶ τὴν Κίρκην ὁ Ὀδυσσεύς, τῇ δὲ ἀριστερᾷ τὸ μῶλυ δείκνυσιν, ὥσπερ ὑπέθετο αὐτῷ ὁ Ἑρμῆς. τὸ δὲ τῆς Κίρκης εἶδος οὐκ ἔστι παντελῶς ἀνδρείκελον, ἀλλὰ παρηλλαγμένον καὶ ἑτερόμορφον, ἐνδεικνυμένου τοῦ τὴν λίθον γλύψαντος | |
25 | τὸ ἄρρητον εἶδος τῆς δαίμονος. Τῶν δὲ ἐν τῇ λίθῳ ἐμφαινομένων γραμμάτων ἄνωθεν μὲν ἀμφοτέρων τῶν εἰδώλων τρία εἰσὶ στοιχεῖα, ο, ν καὶ ο, ἐν δὲ τῷ δεξιῷ μέρει πρὸς τῷ τέλει τοῦ λίθου, ἔνθα ἡ Κίρκη γέγραπται, ι, δ καὶ ε, ἐν δὲ τῷ ἀριστερῷ, ἔνθα ὁ Ὀδυσσεύς, μ καὶ ω, ὅπερ ἐστὶν εἰς ἓν συναγόμενα· ἴδε ὄνομα | |
30 | μῶλυ, ὡσανεὶ τοῦ Ὀδυσσέως λέγοντος πρὸς τὴν Κίρκην· ‘ἴδε τὴν βοτάνην καὶ φοβήθητι ἥτις ἔχει ὄνομα μῶλυ‘. Τοιαύτη μέν μοι κατὰ τὴν πρώτην ἐπιβολὴν ἔδοξεν ἡ γραφή· ἑρμηνεύεται δὲ καὶ μαγικώτερον καὶ θαυμάζω πῶς οὐκ ἔγνω τοῦτο ὁ μάγος Βασίλειος. εἰώθεσαν γὰρ οἱ παλαιοί, ὅτε ἐποίουν σπονδὰς εἰρηνικάς, βωμὸν ἀνα‐ | |
35 | καίειν καὶ ἐπ’ αὐτῷ τιθέναι θύματα τῷ ξίφει λαιμοτομοῦντες, εἶτα εἰς μικρὰ κατακόπτοντες. ἔστιν οὖν ὁ φαινόμενος ἐν τῷ λίθῳ θρόνος οἷον βωμός, τὸ δὲ ἐπάνω τοῦ βωμοῦ θῦμα ἀνατετμημένον τὴν κεφαλὴν ὡς φαίνεσθαι μόνον τὸν τράχηλον, ὁ δὲ ἐσπασμένος τὸ ξίφος ὁ σφαγεύς ἐστι, 〈τὰ δὲ γεγραμμένα ἐστὶ〉 σπονδὴ ὁμονοίας, εἰσὶ δὲ τὰ στοιχεῖα | |
40 | Ἑλληνικὰ καὶ οὔτε ἐθνικὰ οὔτε ἱερογλυφικά. Πολλὰ δὲ καὶ ἕτερα τούτων βαθύτερα ἐν τῷ λίθῳ διέγνωκα, τὰ μὲν θειότερα, τὰ δὲ Ἑλληνικώτερα· ἀλλὰ τὰ μᾶλλον ἀρέσαντά μοι ταῦτά ἐστι. συντείνει δὲ τῷ κράτει σου εἰς ἀμφοτέρας τὰς ἐξηγήσεις ἡ γλυφὴ καὶ τὰ γράμματα· ὅ τε γὰρ κρατὴρ τῆς ὁμονοίας εἰρηνικόν ἐστι σύμβολον | |
45 | καὶ ὁ Ὀδυσσεὺς ἥρως ἀνὴρ τὰς ἀντικειμένας φύσεις νικῶν. σὺ δέ μοι εἴης | |
εἰρηνικώτερος μᾶλλον ἢ μαχιμώτερος. | 127 | |
33(1t) | Ἔκφρασις ἢ ἀλληγορία | |
2 | Βούλεται μὲν ἡ Κίρκη καὶ τὸν Ὀδυσσέα μεταμορφοῦν καὶ εἰσελαύνειν εἰς συφεόν· εὐτρέπισται γὰρ αὐτῇ ὁ κυκεὼν καὶ ὅσα ἐς τὴν τῆς μετα‐ ποιήσεως δύναμιν πάντα συγκέκραται. ἀποτυγχάνει δὲ τοῦ βουλήματος, | |
5 | σπασαμένου ἐπ’ αὐτὴν τὸ ξίφος τοῦ ἥρωος, ὅθεν μικροῦ δεῖν καὶ ἀποπε‐ πνεύκει· ἠλλοίωται γάρ, ὡς ὁρᾷς, τὴν μορφήν, ὁ δὲ ἔτι μᾶλλον θαρσεῖ καὶ φοβερῷ βλέπει τῷ βλέμματι. περὶ δὲ τῶν ἑταίρων οὔπω τούτῳ μέλει· ὑπὲρ ἑαυτοῦ γὰρ παρεσκεύασται, οἱ δὲ ἑστᾶσιν. ἀλλὰ βαβαὶ τῶν προσ‐ ώπων· ἐκαλλωπίσατο δὲ ἐπ’ αὐτοῖς ἡ τέχνη. τὸν μὲν γὰρ ἤδη μεταποιη‐ | |
10 | θέντα πεποίηκε, τὸν δὲ ἔτι μεταμορφούμενον, τὸν δὲ μέλλοντα· ὅθεν τούτῳ μὲν ὁ μυκτὴρ ἀπομεμήκυται καὶ ὕειος αὐτῷ ἀτεχνῶς ἡ μορφή, ὁ δὲ τοὺς ὀφθαλμοὺς μὲν διήλλακται καὶ βραχύ τι τοῦ προσώπου κεχάλα‐ σται, οὔπω δὲ ἡ ῥὶς κατέληξεν εἰς ὀξύ, τῷ δὲ ἐξῴδηκεν ἤδη τὸ πρόσωπον καὶ ἦρκται τοῦ μετασχηματισμοῦ. | |
15 | Τί ποτ’ οὖν ὁ κρατὴρ τῶν μὲν κεκράτηκεν, ὁ δὲ ὑπερίσχυσε; φιλόσοφον, ὦ παῖ, λόγον ἀκούσῃ καὶ οὐ πάνυ τὴν περιβολὴν τοῦ μύθου μέμψῃ· ποιητικὸν γὰρ ὑφ’ ἑτέρᾳ μορφῇ τὰ τῆς φιλοσοφίας κρύπτειν ἀπόρρητα. τὴν γάρ τοι Κίρκην ἡδονὴν ἄντικρυς νόησον μεταποιοῦσαν ψυχὰς πρὸς ὃ ἑκάστη πάθος κεκίνητο. ὁ δὲ κυκεὼν σύγκρατόν ἐστι πόμα καὶ ἀτεχνῶς | |
20 | λήθης ποτήριον· ἐπιλανθάνονται γοῦν αἱ ψυχαὶ τῆς οἰκείας ἀξίας πιοῦσαι | |
τοῦ νάματος, ὅθεν τὸν ἔμφυτον ἀλογώσασαι λόγον εἰς τὴν κτηνώδη μετακεκίνηνται μόρφωσιν. δύναται γοῦν κατὰ τῶν τοιούτων ἡ Κίρκη ψυχῶν καὶ δοκεῖ φοβερά τις εἶναι καὶ μετὰ τοῦ κάλλους βλοσυρά τε καὶ σοβαρά. αἱ δὲ ἡμίθεοι τῶν ψυχῶν, ἐν μέσῳ θνητοῦ τε σαλεύουσαι σώματος | 128 | |
25 | καὶ τῆς ἀκηράτου φύσεως, οὐ πάνυ δεδίασι τὴν τῆς Κίρκης μεταβολὴν οὐδὲ ἁλίσκονται τῆς μορφῆς, ἀλλὰ γενναιότερον ἀντιβλέψασαι τὴν μὲν καταδειμαίνουσιν, ἐκεῖναι δὲ τὴν εἰς τὰ πάθη ἀποφυγγάνουσι μετα‐ ποίησιν. | |
34(1t) | Ἔκφρασις εἰς Ἔρωτα ἐγγεγλυμμένον λίθῳ | |
2 | Μὴ θαυμάσῃς, ὦ μειράκιον, ὁρῶν τὸν ἐν τῷ λίθῳ Ἔρωτα πρὸς βαθὺν ὕπνον ἤδη κατενεχθέντα, ὡς ἐπαναπαύεσθαι μὲν αὐτῷ τὰς πτέρυγας, τὴν δὲ γωρυτὸν τῶν βελῶν ἄπρακτον θατέρᾳ παρῃω̣ρ̣ῆ̣σ̣θαι τῶν χειρῶν. | |
5 | ὁ γάρ τοι πλάσας τὸν λίθον καὶ εἰς ἰδέαν τεχνιτεύσας Ἔρωτος [οὔ] μοι δοκεῖ τὴν ὑψηλοτέραν ἠγνοηκέναι φιλοσοφίαν οὐδὲ τὴν διάκρισιν τῶν ψυχῶν καὶ ὡς τι̣ν̣ὲ̣ς̣ μὲν αὐτ[ῶν] ἠ̣κ̣χα... ὑπὸ γένεσιν, αἷς ο̣ὐ̣[κ ἄ]‐ γρυπν[ος] ὁ Ἔρως [desunt fere 10 litt.], τινὲς δὲ ὑπ[ερ]βεβήκασι τὸ ἐκείνου πτερόν, ὑφ’ αἷς ὁ κ̣α̣ὶ̣ θέ̣αν ..τ...´ [..] το[ῦ] δ̣[desunt fere | |
10 | 10 litt.], ὥστε τὴν μέση[ν χ]ώ̣ραν τακτέον ἡμῖν τὸν Ἔρωτα, ἵνα τοῖς μὲν .... ω̣τιφ..γ̣.[desunt fere 11 litt.]. καὶ μὴ πάνυ δειλιῶμεν τὸ τού‐ του πτερὸν μηδὲ φοβώμεθα τὸν ὀιστόν· οὐ γὰρ ἐ[desunt fere 11 litt.] πτερύσσεται οὐδ’ ἐπὶ πᾶσιν εὔσ̣[τοχ]α βάλλει, ἀλλὰ καὶ ὧν ἂν καταστοχῇ [desunt fere 12 litt.]μ̣η̣ται. | |
15 | Εἰ δέ γε τῶν Ἐρώτων τὸν ἥτ[τω] ἐν λίθῳ γλύφειν ὁ πλάστης ἠδύνατο | |
νήφο̣ντ̣[α desunt fere 7 litt.] σπουδάζοντα ἐπὶ ταῖς κρείττοσιν ὑπέδειξε τῶν ψυχῶν. ἐστὶ γάρ τι καὶ γένος ἕτε̣ρ̣[ον] ὑψηλοτέρου κ̣α̣ὶ̣ ἐγρηγορότος ἐσαεὶ Ἔρωτος ὃς οὐ κατάγει ψυχὰς ἐς σωμάτων μορφάς, ἀλλ’ ἀ̣ν̣[ά]γει νοῦς ἐς εἶδος θεοῦ· πλὴν μηδὲ τὸν χθαμαλώτερον ἀποδιοπομπησώμεθα | 129 | |
20 | Ἔρωτα, εἰ δεῖ πεπεῖσθαι τῷ θαυμασίῳ φιλοσόφῳ (φημὶ δὴ τῷ Πλάτωνι). ἑτοιμάζει καὶ οὗτος τὰς ψυχὰς ἀπὸ τοῦ ἐμφανοῦς κάλλους πρὸς τὴν ἀναγωγὸν ἡδονὴν καί, ἐπεὶ μὴ δύναται τὸ νοερὸν καὶ ἀπόθετον κάλλος ἐπὶ τῆς ἰδίας ὑποστήσασθαι φύσεως, ἀπηχήματά τινα καὶ ἐμφάσεις εἰδωλο‐ ποιεῖ ἐν τοῖς σώμασιν, ἅπερ ἰδοῦσα ψυχὴ φιλόκαλος οἰστρεῖ ἀτεχνῶς καὶ | |
25 | ἀνακηκίει θερμῶς, ἐπιγνοῦσα ἐν ταῖς ἐμφάσεσι τὸ ἴχνος τῆς νοερᾶς ἐκείνης ψυχῆς. οὕτω δὲ διατακτέον ὡς εἰ μέν τις ἰδὼν κάλλος ἐν σώματι ἐναπομείνοι τῷ ὑποκειμένῳ καὶ τὸ εἴδωλον μόνον ἐναγκαλίσαιτο, φιλοσώ‐ ματος οὗτος ἀλλ’ οὐ φιλόκαλος· εἰ δ’ ἐκεῖθεν ἐπιστραφείη πρὸς τὸ ἀναγωγὸν εἶδος, οὗτός ἐστιν ὁ Πλατωνικὸς ἐραστὴς οὗ τὸν λόγον οἱ | |
30 | ἀγνοήσαντες βάλλουσι σκώμμασιν. Ἀλλὰ περὶ μὲν τοῦ κρείττονος Ἔρωτος ἕτερος ταμιευέσθω καιρός, τοῦ δὲ γεγλυμμένου τούτου παραπολαυέτω καὶ ὁ πλάστης τῷ λόγῳ· ὅρα γὰρ ὡς πρὸς τὴν φύσιν τὰ μέλη ἐνήρμοσται. μᾶλλον δὲ καὶ ἀπὸ τῆς λίθου τὸν τεχνίτην θαυμάσομαι· οὐ γὰρ τὸν ποικίλον ὑπέθετο τῇ αὐτοῦ τέχνῃ (οὐ | |
35 | τὸν ἐκ Προικονήσου οὐδὲ τὸν ἐκ Πεντέληθεν), ἀλλὰ τὸν ἐς ἄκρον λευκό‐ τατον, ἵνα αὐτόθεν τὸ χρῶμα ἔχῃ τοῦ Ἔρωτος καὶ μὴ παρὰ τῆς τέχνης τοῦτο βιάζοιτο· γάλακτι γοῦν ἀτεχνῶς παγέντι ἔοικεν ἢ χιόνι ἤδη συμφορηθείσῃ καὶ ἀναβαλλομένῃ τὸν κρύσταλλον. ἐπιφρίσσει δὲ αὐτῷ ἡ θρὶξ περὶ τὴν κεφαλὴν οἷον ἐγρηγορός τι καὶ τηλεφανὲς δεικνῦσα τὸ | |
40 | πρόσωπον· ὁ δὲ κ̣ε̣χά̣λασται μὲν εἰς ὕπνον καὶ τὰ βλέφαρα ἐπιμέμυκεν, οὔπω δὲ οὐδ’ οὗτος ἀκρατής ἐστιν οὐδ’ ἀκριβῶς κατεχόμενος· αἱ γὰρ χεῖρες αὐτῷ πράττουσί τι καθεύδοντι, ἡ μὲν τὴν κεφαλὴν ὑπερείδουσα, ἡ δὲ μέρους τινὸς ἐπιδεδραγμένη. ἀνακαλύπτει δὲ αὐτὸν ἡ τέχνη καὶ γυμνοῖ τὸ σῶμα τῆς συνήθους περιβολῆς. ὅρα γοῦν ὡς ὅλος εὐάγκαλόν | |
45 | ἐστι ἄγαλμα· ἔκκειται γάρ σοι θατέρα τῶν πλευρῶν, εἰ δ’ ἐλλιπὴς αὕτη καὶ ἄσαρκος, μὴ θαυμάσῃς, μᾶλλον δὲ θαύμασον τὸ σοφὸν τῆς τέχνης. ὑποχαλάσασα̣ δ̣ὲ̣ κ̣α̣ὶ̣ ἡ γαστὴρ πρὸς τὸ κάταντες μέρος, ἐφ’ ᾧ δὴ ὁ Ἔρως ὑφήπλωται, συνείληφε τὴν ἐπιδερμίδα καὶ ἧττον σαρκώδη πεποίηκε τὴν πλευράν, ὅθεν ὃ μὴ ἠνάγκασται μέρος (σὺν τῷ μηρῷ ὁ γλουτός) δαψι‐ | |
34(50) | λεῖ περικέχυται τῇ σαρκί. τοὺς δὲ πόδας οὐχ ὥσπερ εἰς κανόνα ἐνήρμο[σε ....] γὰρ ἴσασι [.....].τ̣α̣τα οἱ κο[..]ούμενοι, [ἀλλ]ὰ τὸν μ̣[ὲν ἕτ]ερον ὑφ’ ἑτέρῳ πεποίηκεν. τὸ δὲ πτερὸν ὄπισθεν ἀφῆκε με̣τ̣α̣ [desunt fere 11 litt.] ἐ̣πε̣ὶ̣ [γ]ὰρ χρῆ[σ]θ̣αι τούτο̣ι̣ς̣ δεδύνηται, οὗτος μὲν ἀνακεκλίσθω καὶ κε‐ χαλ̣[άσ]θω̣ τῷ εἰς [desunt fere 12 litt.] πρὸς θεὸν ὅ̣μως τετάσθω πρὸς | 130 |
55 | τὴν ἀναγωγὴν ἐσαεί· π[οι]κ̣ίλον γὰρ τὸ ἐρώ[desunt fere 11 litt.] ἄλλην ἄλλοτε δεικνῦον μορφὴν καὶ τὸν πόθον ἀεὶ νεώτ̣α̣τον ἐργαζόμενον. | |
35(1t) | Εἰς τὴν τῆς Ἁγίας Σοφίας σύμπτωσιν | |
2 | Ἦν ἄρα καὶ συμφορὰ συμφορᾶς καὶ πάθος πάθους καὶ λύπη λύπης καὶ οἰμωγῆς οἰμωγὴ καὶ θρῆνος θρήνου μείζων τε καὶ ἀργαλεώτερος. καὶ τὰ μὲν ἄλλα τῶν παθημάτων, ὅσα καὶ βίβλοι καὶ μνῆμαι φέρουσι, πόλεων | |
5 | κατασκαφάς, ναῶν ἐρημώσεις, οἰκιῶν ἐρειπώσεις, ἀγαλμάτων συμπτώ‐ σεις, μεταναστάσεις, ἀπαγωγάς, αἰχμαλωσίας, ἐγνώκαμέν τε καὶ οἴδαμεν· εἴδομεν δὲ ἃ οὐκ ἂν ἠλπίσαμεν, οὐκ ἂν προσεδοκήσαμεν, οὐκ ἄν ποτε εἰς νοῦν ἀνετυπώσαμεν, καὶ οὗ μεῖζον κακὸν οὐκ ἦν ἰδεῖν ἢ ἀκοῦσαι καὶ οὗ προαποθανεῖν πάντως ἂν ηὔξατό τις. τί τοῦτο; τὸν κόσμον ἡμῶν, | |
10 | τὸν οὐρανόν, τὸν ἥλιον, τὴν σκέπην, τὴν καταφυγὴν ἡμῶν, τὴν ἐλπίδα, τὴν μόνην ψυχαγωγίαν, τὴν μόνην ἀντίληψιν, τὸ ἔρεισμα, τὸ ἱλαστήριον, τὸν περικαλλῆ ναόν, τὸν ἀσύγκριτον οἶκον, ὃν ᾠκοδόμησεν ἡ σοφία ἐπὶ τῷ ἑαυτῆς ὀνόματι καὶ οὗ ὑπήρεισε τοὺς ἑπτὰ στύλους ἐκείνους, | |
ὑπὲρ οὗ καὶ τὰ ἑαυτῆς ἔσφαξε θύματα καὶ τὸν κρατῆρα ἐκέρασεν. ὢ τοῦ | 131 | |
15 | πάθους, ὢ τῆς συμφορᾶς, ὢ τοῦ μεγέθους τῶν κακῶν, ὢ τῆς Ἰλιάδος. τίς οὐκ ἂν καὶ τὴν γλῶτταν ἐνδάκοι, ὥστε μὴ εἰπεῖν; τίς οὐκ ἂν καὶ ἑκὼν ἐμπνιγείη πρὶν ἐκλαλῆσαι τοῦτον ἐκεῖνον, ὃν ὁ θεὸς ἐξελέξατο, ᾧ ἐπε‐ φοίτα, ᾧ μᾶλλον εἰπεῖν ἐνεδήμει, ᾧ ἠρέσκετο, ᾧ ἐπετέρπετο, εἰς ὃν ἀπέκειτο τὰ τιμιώτατα, τὸ μύρον, τὸ χρῖσμα (τὸ βασιλικὸν λέγω καὶ | |
20 | ἱερατικόν); εἴπω τὸ παράδοξον, τὸ τοῦ θεοῦ σῶμα καὶ αἷμα ἐν ᾧ ἐθύετο οὗτος; τίς εἰπεῖν τολμήσει τὸ γεγονός; τίς ἐνέγκοι ψυχὴ προενεγκεῖν τὴν φωνήν; οὗτος ὁ διώνυμος, ὁ περιβόητος, ὁ ἄσυλος ἔπεσεν, οἴμοι, ἔπεσε σεισμῷ κλονηθεὶς καὶ βρασμῷ γῆς τιναχθείς. Καὶ ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν οὐκ ᾐδέσθη σε | |
25 | ἄρα; οὐκ ἠλέησε πίπτοντα (πρὸς σὲ γὰρ ὁ λόγος, ναὲ τοῦ θεοῦ); καὶ χῶμα γινόμενον καὶ διαλυόμενον καὶ κονιορτὸν πρὸς αὐτὸν πάλιν αἰρόμενον καὶ ἀναφερόμενον οὐκ ἐπεστράφη; οὐ κατενύγη ἐπὶ σοὶ ὁ εὔσπλαγχνος; ἄθυτος διὰ τοῦτο ἔσται καὶ ἀκαλλιέρητος καὶ διαμενεῖ ἀμελῴδητος καὶ ἄψαλτος καὶ ἀπροσφώνητος καὶ ἀπροσαύδητος, ἀνθ’ ὧν οὐκ ἔπαθέ τι ἐπὶ | |
30 | τῇ συντριβῇ σου, ἀλλ’ ἔθηκε τὸ πρόσωπον αὐτοῦ ὡς στερεὰν πέτραν, ἵν’ εἰδῇ καὶ αὐτός, εἰ καὶ νῦν ὡς ἔοικεν ἐπιλέλησται, ἵν’ ἀνθρωπίνως εἴπω καὶ περιπαθῶς, ὡς ἄνθρωπός τε ἐγένετο καὶ τὰ σωματικὰ ἀνεδέξατο. Ὑμεῖς δέ, οἱ υἱοὶ Σιὼν οἱ τίμιοι, οἱ λειτουργοὶ καὶ ἱερεῖς καὶ θύται τοῦ μεγάλου καὶ καινοῦ θύματος, καὶ εἴ τι ἕτερον ἐν διακόνοις καὶ ὑποδιακό‐ | |
35 | νοις καὶ τοῖς αἴρουσι τὰ σκεύη καὶ καθαίρουσι καὶ μελουργοῖς καὶ ὑμνῳδοῖς καὶ ψάλταις σύστημά τε καὶ πλήρωμα, οἱ, ὡς Ἱερεμίας φησί, τὰς ὑψώσεις τοῦ θεοῦ ἐν τῷ λάρυγγι περιφέροντες, ποῦ νῦν μετετέθητε; ποῦ ἀθροίζεσθε; πῶς ἐτράφη εἰς πένθος ἡ χαρὰ ὑμῶν, πῶς αἱ ἑορ‐ ταὶ εἰς θρῆνον; οὐ καλὸν ἦν ὑμῖν καὶ ὅσιον, ὡς καὶ ἐμοὶ καὶ πᾶσιν ἔδο‐ | |
40 | ξε, προαποθανεῖν ἢ συναποθανεῖν τῷ συμπτώματι; ἐπεὶ δὲ ὁ θεὸς ζῆν ὑμῖν ἔδωκε καὶ ἐγκατάλειμμα ἡμῖν ὑμᾶς ὑπελείπετο, ζητῶ ποῦ τὸ ἱερὸν ὑμῶν κάθηται νῦν ἢ ἵσταται σεμνολόγημα, ποῦ ἡ σύνοδος, ποῦ ἡ συνέλευ‐ σις, ποῦ ἡ συζήτησις τῶν γραφικῶν ῥητῶν, τί περὶ τῆς συμφορᾶς ἐκείνης φιλοσοφεῖτε, περὶ εὐδοκήσεως, περὶ παραχωρήσεως, περὶ οἰκονομίας. | 132 |
45 | περὶ τῶν ἀνεφίκτων κριμάτων. εἴ τις ἐδόθη ὑμῖν ἢ ἀπεκαλύφθη λόγος, εἴπατε καὶ ἡμῖν καὶ μὴ ἐάσητε μόνῳ τῷ ἀποσπάσματι τοῦ ἱεροῦ ὕμνου προσανέχειν, ‘οὐκ ἔστιν ἐν τῷ καιρῷ τούτῳ‘ λέγοντες ‘ἄρχων καὶ προ‐ φήτης καὶ ἡγούμενος, οὐδὲ ὁλοκαύτωσις οὐδὲ θυσία οὐδὲ προσφορὰ οὐδὲ θυμίαμα, οὐ τόπος τοῦ καρπῶσαι ἐνώπιόν σου καὶ εὑρεῖν ἔλεοσ‘. ἀλλ’ ὑμεῖς | |
35(50) | μὲν καὶ σῴζοισθε καὶ ἴδοιτε τὴν νέαν Ἱερουσαλὴμ ἀναγομένην τε εἰς ὕψος καὶ ἀνακαινιζομένην, καὶ ταῖς εὐχαῖς συγκάμοιτε καὶ δοξασθήσοισθε ἐν αὐτῇ καὶ λαμπρυνθήσοισθε. Σὺ δὲ ἥλιε καὶ σελήνη καὶ ἀστέρες ὑμεῖς, ποῦ ποτε ἄρτι φαίνεσθε, ποῦ αὐγάζετε, ποῦ τὰς ἀκτῖνας ἀνίσχοντες πέμπετε; ποῖος ὑμᾶς ἕτερος | |
55 | οἶκος ἀρτίως ἐκδέχεται ἢ ἀποδέχεται; τίνι ἐναβρύνεσθε νῦν; τίνι ἀντιλάμ‐ πετε; ποίῳ ἔργῳ ἐνσεμνύνεσθε; τίς ἰδεῖν ὑμᾶς ἄνω βλέπων ἐθέλοι; τίς οὐχὶ μᾶλλον ἐν σκότει κύπτων διαπορεύεται καὶ φῶς ἀποστρέφεται; οὐκ ἔδει σε περιβαλέσθαι σκότος τὸ πένθιμον ἐκεῖνο τοῦτο ἤδη δεύτερον, ὦ φωστήρων ἄριστε καὶ μέγιστε ἥλιε, οὐχὶ σέ, πανσέληνε, κωνοειδεῖ τινι | |
60 | σκιάσματι ὑποδραμεῖν καὶ ὑποκρυβῆναι ἢ ἐκλεῖψαι; ἀλλ’ οὕτω παρείδετε τὸ γεγονὸς ὡς ἀγένητον. καὶ ποῦ δοξασθήσεσθε; ἔγωγ’ οὖν πολλάκις ὑμᾶς εἶδον ἐν τῷ σελασφόρῳ ἐκείνῳ ναῷ· καὶ ἰδὼν ἐθαύμασα καὶ τὴν αἰτίαν ἠρεύνησα δι’ ἣν τοῦτο ὑπέστητε, καὶ τὸ τοῦ νεὼ κάλλος αἴτιον ἔμαθον τῆς διατριβῆς ἐκείνης. καίτοι δυσέρωτας ὑμᾶς ᾤμην εἶναι καὶ | |
65 | ἀνέρωτας· ποτὲ δέ μοι καὶ δι’ ὅλης ἐφάνης τῆς ἡμέρας, ἥλιε, ἐμφιλοχωρῶν ἐκεῖσε καὶ στρεφόμενος καὶ λάμπων, καὶ ἑκὼν οὐκ ἀφίστασο ἢ μεθίστασο | |
τὴν διάδοχόν σου σελήνην φέρων. καὶ τοῦτο ἐγὼ βλέπων ἐλογιζόμην ὅτι καὶ γίγαντα καὶ νυμφίον ἐκ τοῦ παστοῦ ἐξερχόμενον ὁ μελῳδὸς Δαυίδ σε προανεφώνησε· προεῖδε γάρ σε κἀκεῖνος τοῦ παμφαοῦς ἐκείνου ναοῦ | 133 | |
70 | ἐρῶντα καὶ ἐπῇδέ σοι ταῦτα. καὶ νῦν τοῦτον οὐκ ἐνετράπης πίπτοντα δι’ ὃν ἦς μείζων, δι’ ὃν ἐνδοξότερος, δι’ ὃν φαιδρότερος; ἔσῃ καὶ σὺ πάντως ἀδόξαστος, ταπεινωθήσῃ μικρὸν καὶ στυγνάσεις ἐπὶ τῷ πτώματι, ἵνα μάθῃς ἀλλοιωτὸς καὶ αὐτὸς καὶ τρεπτὸς γεγονὼς καὶ φθορᾷ ὑποκεί‐ μενος. | |
75 | Οὗτος δὲ εἰ μὲν ἀναστήσεται καὶ ὑψωθήσεται καὶ ἑδραιωθήσεται ἢ συντελεσθήσεται καὶ καλλωπισθήσεται οὐκ ἐμὸν εἰδέναι· τὸ δὲ ἐμὸν εἰ ἐπιβιώσω, εἰ εἰσέλθω, εἰ ἴδω, εἰ προσκυνήσω, εἰ θεοκλυτήσω, θεοῦ ἄρα τοῦτο κἀκεῖνο εἰδότος. | |
36(1t) | Τὰ πρὸς Ὄλυμπον | |
2t | (i) | |
3 | Οὐδὲν τῶν ὄντων ὑπὲρ τὸν Ὄλυμπον. καὶ ἵνα τὰ τελευταῖα τοῦ λόγου πρῶτα ποιήσωμαι, πεποίκιλται μὲν οὐρανὸς ἀστράσιν, ἀλλ’ ἄψυχα | |
5 | ταῦτα σώματα καὶ μένοντα ἐφ’ ἧς ἐγένετο τάξεως· ὁ δὲ λογικαῖς κατα‐ | |
κεκόσμηται φύσεσι προκοπτούσαις ἀεὶ καὶ εἰς θεὸν ἀναβαινούσαις διὰ τῆς τῶν ἀρετῶν κλίμακος. χωρίον τρυφηλὸν ἡ Ἐδὲμ καὶ ἐν καλῷ τῆς συμπάσης κείμενον γῆς, ἀλλ’ οὔπω ἀνθρώπους θεῷ καθομοιωθέντας ἐκληρώσατο· ὑπερφυὴς ὁ παράδεισος, ἀλλὰ δυοῖν ποτε οἰκητόρων | 134 | |
10 | ηὐμοίρησεν, οὗτοι δὲ ἅμα τε τῶν ἐκείνου καρπῶν ἐγεύσαντο καὶ τῆς πανευδαίμονος ἐκείνης τρυφῆς ἀπηλάθησαν. τὸ δέ γε θεῖον τοῦτο καὶ πάμφορον ὄρος ἀνάγει μὲν ἀνθρώπους θεῷ, κατάγει δὲ ἀνθρώποις θεόν, καὶ κοινόν ἐστιν οἰκητήριον τῶν τε ὑπερφυῶν τάξεων καὶ τῶν τεταγμένων φύσεων, ὅ τε καρπὸς αὐτῷ ξύμπας τῶν ἀρετῶν οὐκ ἐδώδιμος μόνον, | |
15 | ἀλλὰ καὶ τρόφιμος καὶ πιαίνων τὸν νοῦν τῷ τε γλυκεῖ καὶ ζωηφόρῳ τοῦ πνεύματος. οὐ τὰ κρείττω δέ, ἀλλὰ καὶ τὰ πρὸς αἴσθησιν τούτῳ πάσης ἄλλης ἡδίω τέρψεώς τε καὶ χάριτος—ὑδάτων πηγαὶ καθαραί, πόαι μαλακαί, εὐθαλεῖς δένδρων τρυφαί, ὀρνίθων ᾠδαί, εὔπνους ἀήρ, ἡλίου βολαὶ διαυγεῖς, ὡρῶν συμμετρία, πνεῦμα μὴ λυποῦν. πάντων μέν ἐστιν | |
20 | ὀρῶν ὑπερκείμενος, βάσιμος δὲ μᾶλλον ἢ τῶν πεδίων τὰ ὕπτια, τό τε μετέωρον οὐχ οἷον ἀπότομον καὶ ἡ κάθοδος ἡρέμα ἐπικλινής. εἴπω τὸ ξύμπαν; οὐδὲν αὐτῷ τῶν πάντων πρὸς σύγκρισιν αὔταρκες. | |
23t | (ii) | |
24 | Ὄλυμπε, θεῖον ὄρος αὐτῆς τε τῆς Σιὼν καὶ τοῦ Ἀερμὼν ὑπερκείμενον | |
25 | καὶ πηγὰς ἀρρήτους τὴν ἡδονὴν τῆς νοητῆς Ἱερουσαλὴμ καταχέον, τί ποτέ σοι προσφθέγξομαι; τίνα δέ σοι ἀναθήσομαι χαριστήρια; ἀπὸ ποίων δέ σε τῶν οἰκείων μερῶν ἀναδήσομαι; ὡς παντοδαπὸς εἶ οὐ τὰς θειοτέρας μόνον χάριτας, ἀλλὰ καὶ τὰς ἀνθρωπικὰς καὶ θελγούσας τὴν αἴσθησιν. καί σε κρᾶμα πεποίηκεν ὁ θεὸς τῆς διπλῆς ἀρετῆς, ὅση περὶ | |
30 | τὸν οὐρανὸν καὶ ὅση περὶ τὴν γῆν· οἷον μὲν γάρ σοι τοῦ Δαυὶδ τὸ ψαλτήριον δέκα φθόγγοις ἐντεταμένον καὶ τὰς ἰσαρίθμους αἰσθήσεις τῆς τε ψυχῆς καὶ τοῦ σώματος ἀντὶ χορδῶν προβαλλόμενον καὶ ἕκαστον ἑκάστῳ καὶ πάντα πρὸς ἄλληλα ποιοῦν σύμφωνα· οἵα δὲ ἡ τῆς ἀηδόνος ἠχώ. παντοδα‐ | |
πὸν μέν σοι τὸ ἀμφιλαφὲς τῶν δένδρων καὶ σύσκιον, ὁποῖόν τε τὸ τῶν | 135 | |
35 | ἀρετῶν ὑψίκομον καὶ δασὺ πνεῦμα εἰσάγον τὸ μέτριον καὶ τὸ φλογῶδες ἀποτειχίζον τοῦ καύσωνος, ὅστις ποτὲ οὗτος ἐστί. τὸ δὲ ξύμπαν· ἤρισαν ἐπὶ σοὶ οὐρανός τε καὶ γῆ τίνος ἂν μᾶλλον γένοιο, ὑπερεβάλετο δὲ οὐρανὸς καί σε δικαίως Ὄλυμπον ἐπωνόμακεν ὡς δεύτερον οὐρανόν. | |
39t | (iii) | |
40 | Ὅπῃ σου τῶν μερῶν τρέψω τὸν ὀφθαλμόν, Ὄλυμπε, ἀκήρατοί μοι εὐθὺς προσβάλλουσιν ἡδοναί· λειμῶνες ἐνταῦθα, ἐκεῖσε δένδρων εὐθαλεῖς κόμαι, ἡ αὖλαξ βαθεῖα, ἐρίβωλος καὶ πίων ἡ ἄρουρα, ὁ καρπὸς τεθηλώς· ἀλλ’ ἔαρος ταῦτα δῶρα. ἀλλὰ καὶ τὸ θέρος εὔπνουν καὶ οὐ μάλα σου τῶν μερῶν καταδυναστεύει ὁ ἥλιος· εἰ δέ ποτε τὰ μεσημβρινὰ καταφλέγει, | |
45 | ἀλλ’ αἵ γε τῶν πηγῶν αὖραι ἀντὶ πάσης ἀρκοῦσιν ἀναψυχῆς. χειμῶνος δὲ ἡ μὲν ἄλλη ξύμπασα γῆ μετεσχηματίσθαι δοκεῖ καὶ τὸ ἐαρινὸν κάλλος ἀποκεκάρθαι, σοῦ δὲ οὐδέποτε ἡ καλλίστη τῶν ὡρῶν ἐπιλέλησται· χλοάζεις γὰρ ἁπανταχόσε ὥσπερ αἱ οὕτω τῶν λίθων ἐκ φύσεως ἔχουσαι. περικέχυνται γοῦν σε πάντοθεν καὶ μυρρίναι καὶ σμῖλαξ καὶ κιττός, ἥ τε | |
36(50) | δάφνη σε στεφανοῖ καὶ ἡ πίτυς καταγλαΐζει· οὐδὲ δρῦς ἐπὶ σοὶ γηράσκει οὐδὲ φυλλοβολεῖ ἡ συκῆ, ἀλλ’ ἐπ’ ἀθανάτῳ σοι καὶ ἀγήρῳ ἀθάνατα καὶ ταῦτα φύεται. ἀλλὰ πόθεν σοι οὕτως ἠρμένῳ τῆς γῆς αἱ ἀφανεῖς τῶν ὑδάτων πηγαί; ἦ πάντως ἐπὶ τῶν ἀθανάτων ἐκείνων πηγῶν ἔφυ τὸ ῥίζωμα ἃς Χριστὸς δίδωσι τοῖς διψῶσιν· ὅθεν οἱ τῶν ναμάτων σου | |
55 | ἐμφορούμενοι, εἰ καὶ μὴ ἀθάνατοι πάντῃ, ἀλλά γε καθεστᾶσι μακροβιώ‐ τατοι. | |
57t | (iv) | |
58 | Βασίλειά σοι, Ὄλυμπε, καὶ τὰ ὄρεια. καὶ ὅτι, κἄν τις ἐκεῖθεν ἥκων τὴν | |
ἐπὶ σοὶ δυσχεράνῃ διαγωγήν, ἀλλ’ εἰ βούλοιτο περιδραμεῖν σοι τὰς | 136 | |
60 | ἀφανεῖς οἰκήσεις, ὁπόσα τέ σοι κατὰ πετρῶν ὤρυκται ἢ αὐτομάτως κεκοίλανται, εὑρήσει ὅπῃ τρυφήσειεν. εἰ μὲν γὰρ ὑπέλθοι δένδρου σκιάν, αὐτίκα τοῦτον ἐπιξενώσονται κάτωθεν μὲν γῆς εὐναὶ μαλακαί, ὑπὲρ δὲ κεφαλὴν τὴν ὀπώραν κοσμοῦσιν αἱ Χάριτες, τὸ δέ γε ἀναβλύζον ἢ παραρ‐ ρέον ὑδάτιον ἀντὶ πάσης εὐφροσύνης γενήσεται· κἂν δεήσῃ ἀναβῆναι | |
65 | κλίμακα καὶ ὑπὸ στέγην τρυφῶσαν γενέσθαι, ἐπιλήσεται ταχὺ μάλα τῶν ἐν τοῖς ἄστρασι λαμπροτήτων· παντοδαπὴ γὰρ ἡ λίθος κἀνταῦθα καὶ ποικίλη τοῖς χρώμασιν, αἵ τε κέδρινοι ὀροφαὶ οὐ μάλα 〈τῇ〉 χειρὶ ἀντιπίπ‐ τουσιν, ἀλλ’ ὁμαλῶς διῄρηνται καὶ γεγλύφαται, καὶ ἡ γράφουσα ταύτας χεὶρ ἐπίσημος ὧδε μᾶλλον ἢ ἐν ταῖς πόλεσιν. ἀτυχήσει δὲ οὐδὲ τῶν | |
70 | ἄλλων τινός, ἀλλὰ καὶ γῆ καὶ θάλαττα καὶ ἀήρ, ἡ μὲν βοσκήματα, ὁ δὲ ὄρνις, ἡ δὲ ἰχθύας δωροφορήσουσι. κἂν θηρᾶν αἱροῖτο, ἕτοιμος ὁ λαγὼς καὶ ὁ πέρδιξ τοῦτον ὑποπτερύξεται, ἀκοντιεῖ δὲ καὶ κατὰ κάπρων καὶ ἡ ἄρκτος οὐχ ὑπερδραμεῖται αὐτοῦ τὴν βολήν· ἐπανάγοντα δὲ ἐκ τῆς θήρας πνεῦμά τε ὑποδέξεται εὔπνουν καὶ στιβὰς σχέδιος ἐγγύθι κελαρύζον‐ | |
75 | τος νάματος. | 137 |
37(1t) | Ἐγκώμιον εἰς τὸν μοναχὸν Ἰωάννην τὸν Κρουστουλᾶν ἀναγνόντα ἐν τῇ | |
2t | Ἁγίᾳ Σορῷ | |
3 | 〈Τ〉ί τοῦτο; εὐθὺς γὰρ εἰσδεδυκότα με τὸν νεὼν ἀπορία κατέσχηκε ξένον τι τοῦ συνήθους ἰδόντα καὶ οἷον οὔπω τεθέαμαι. ἐπάγην γὰρ | |
5 | αὐτίκα τὸν νοῦν καὶ πρὸς ἔκπληξιν ἀφικόμενος τοιαῦτα τοὺς παρόντας ἐπανηρόμην, ‘ἡ τῆς Παρθένου‘, λέγων, ‘Σορὸς πλήθους μὲν εὐμοιρεῖ πάντοτε, οὐδέπω δὲ ὡς νῦν τοσοῦτον ἑώρακα· ἡ χάρις μὲν ἄπειρος, ἀλλὰ τὸ πλῆθος ὑπὲρ κατάληψιν· συνήθης μὲν ἡ ἀντίληψις, ἀλλ’ ὁ δῆμος ψάμμῳ παρόμοιος· ἡ δόσις μὲν πολλαπλάσιος, ἀλλ’ ἡ συνέλευσις ὑπὲρ | |
10 | αἴσθησιν, ὁ θροῦς, ἡ βοή, ὁ πρὸς ἀλλήλους ἀντωθισμός, τὰ συντρίμματα, τὰ πιέσματα, τὰ ἐγκλήματα, ἡ τῶν ἑστώτων σύντηξίς τε καὶ σύνθλιψις καὶ φόβου τί μοι σημεῖον παρέχουσι. μήποτέ τι συμβέβηκεν ἄτοπον; μήποτέ τις ἄσεμνα πέπραχε καὶ τὴν συναγωγὴν τοῦ πλήθους εἰς ἐκδίκησιν ἤγαγε; μήποτέ τις ἀντεῖπέ τινι καὶ τὴν τοσαύτην συνδρομὴν ἀπειργάσατο | |
15 | (φιλοῦσι γὰρ ἐν τούτοις τὰ πλήθη συνέρχεσθαι καὶ πολυπραγμονεῖν τὰ ἀλλότρια καὶ δικασταὶ τῶν πραγμάτων καθίστασθαι καὶ τὰ τῶν ξένων ὡς οἰκεῖα μεταχειρίζεσθαι); μὴ βασιλεὺς παραγέγονε, μὴ βασίλισσα, μή τις τῶν ἄλλων καταβεβήκει δι’ ὃν ὁ πλεῖστος ὄχλος συνέδραμε;‘ τοιαῦτα γοῦν με διαποροῦντα τὴν αἰτίαν ἀνεδίδασκον ἕτεροι· ἡ δὲ ἦν οὐδὲν ἕτερον | |
20 | ἀλλ’ ἢ ὡς ὁ μέγας καὶ τὴν κλῆσιν καὶ τὴν πρᾶξιν καὶ τὴν προαίρεσιν Ἰωάννης, ὃν δὴ καὶ χαρτουλάριον ἔλεγον, τὴν ἀνάγνωσιν ὀφείλει ποιήσα‐ σθαι. ‘δι’ αὐτὸν οὖν καὶ τὸ πλῆθος συνέδραμε καὶ ἡ συναγωγὴ τοῦ δήμου γεγένηται καὶ ὁ πλεῖστος ὄχλος ἀφίκετο. σὺ δὲ ἀλλ’ ἀγνοεῖν ἴσως τὸν ἄνδρα ἔοικας ὁποῖος δὴ καὶ τὴν σύνεσιν πέφυκε καὶ τὴν φρόνησιν | |
25 | καὶ τὴν ψυχήν. εἰ δέ γε γνοίης, εἰ δέ γε πρὸς λόγους ἔλθῃς, εἰ πρὸς ὁμιλίαν ἐλεύσῃ, εἰ πρὸς διάλεξιν, εἰ πρὸς μόνην συνάντησιν, τήν γε γεννήσασαν μακαρίσεις καὶ τὸν πατέρα κατεκθειάσεις καὶ τοῦτον αὐτὸν ἐγκωμίων καταξιώσεις· ἐστὶ γάρ, ὡς ἔπος εἰπεῖν, τὸ ἦθος γενναῖος, τὴν ὄψιν ὡραῖος, τὸν λόγον πολύς, τὴν φρόνησιν, τὴν εὐγένειαν, τὴν εὐπρέπειαν, | |
30 | τὴν ψυχὴν εὐθής, τὴν γνώμην σεμνός, τὴν γλῶσσαν χαρίεις, εὐπροσήγορος, εὐσυμπάθητος, εὐμετάδοτος (λεγέσθω γὰρ καὶ τοῦτο μετὰ τῶν ἄλλων τοῦ ἀνδρὸς ἀγαθῶν), τἆλλα πάντα κεκτημένος ὁμοῦ. ἀλλὰ τί‘, φησι, ‘ταῦτα λέγω; μεῖνον μικρὸν καὶ ὄψει τὰ μαρτυρούμενα.‘ | |
Ἐβουλόμην μὲν οὖν, ὦ ἄνδρες, παλινῳδίαν τε ᾆσαι καὶ τοῦ στίφους | 138 | |
35 | ἐκφυγεῖν τὴν συνέλευσιν, ἢ μᾶλλον ὥσπερ τι ῥεῦμα κυκλικῶς ποιοῦν τὴν διέξοδον ἀφ’ οὗ προσῆλθον παλίνορσος ἀπελεύσεσθαι· οὐδὲ γὰρ ἦν που τόπος κενὸς εἰς ὃν ἂν παραγεγονὼς ἴσως ἔστην τοῖς πολλοῖς συνᾴσων καὶ τὴν συνήθη ποιησόμενος εὐαρέστησιν, ἀλλ’ ἦσαν πάντα πάντων μεστά— ἡ πρώτη σκηνή, τὸ ἱλαστήριον, τὸ καταπέτασμα, ὁ ναός, τὰ παρασκήνια, | |
40 | οἱ πρόνεῳ, τὰ ἐκτός, τἆλλα σύμπαντα. πεισθεὶς οὖν μᾶλλον ἢ πείσας αὐτὸς τὴν καλὴν ἐκείνην πειθὼ καὶ σωτήριον, ἣ δή μοι καὶ τὸν ἄνδρα ἐγνώρισε καὶ ἱστόρησε τελεώτερον καὶ εἰς φιλίαν συνέδησεν ἄφατον, ὠθῶν {τὸν ἄνδρα} καὶ παραγκωνιζόμενος εἰσελήλυθα. Ἦν μὲν οὖν δέον καὶ περὶ τῶν ἄλλων εἰπεῖν καὶ κατὰ μέρος ποιήσασθαι | |
45 | τὴν ἀφήγησιν, τά τε λεχθέντα διασημᾶναι, τά τε σύμβαντα παραδηλῶσαι, τὰ προτεθέντα διαναμνῆσαι, τὰ γεγονότα μὴ παραλεῖψαι, τὴν εὐρυθμίαν, τὴν εὐφροσύνην, τὴν χαρμονήν, τὰ σεμνὰ μειδιάματα, εἶθ’ οὕτως τὸν λόγον καὶ πρὸς τὸν ἄνδρα μεταγαγεῖν. ἀλλὰ τὸ φιλοσύντομον ἀσπαζόμενος (τοῦτο γάρ με καὶ ὁ φιλόσοφος Ἀριστοτέλης φιλεῖν ὑποτίθησι) τὰ πλεῖστα | |
37(50) | τῶν συμβάντων ἐῶ, μᾶλλον δὲ τοὺς γεωμέτρας μιμούμενος τὰ μὲν ἐκτὸς καταλιμπάνω, πρὸς μόνον δὲ τοῦ πράγματος τὸν σκοπὸν ἀφορῶ· εἰώθασι γὰρ κἀκεῖνοι †περὶ μόνων προσλαμβάνειν† τῶν συμβαλλομένων αὐτοῖς ἐν τοῖς προκειμένοις βιβλίοις ἢ θεωρήμασι, τῶν δ’ ἄλλων πάντων ὀλιγωρεῖν. Οἱ μὲν οὖν προανεγνωκότες ἀπῄεσαν, περὶ ὧν μοι λόγος οὐδεὶς λόγου | |
55 | μηδὲν ἐν αὐτοῖς κατοπτεύσαντι. ἐπεὶ δὲ οὗτος εἰσεληλύθει μετὰ τοῦ θαυμασίου ἐκείνου βαδίσματος, μετὰ τῆς συνήθους καὶ παγκοσμίου σεμνότητος, μετὰ τοῦ κάτω βλέποντος ὄμματος, βαβαὶ τῆς χάριτος ἐκείνης καὶ τῆς ἁπλότητος, βαβαὶ τοῦ τῆς ὑπογελώσης παρειᾶς μειδιάμα‐ τος, βαβαὶ τῶν ὀμμάτων ἐκείνων τῶν γαληνὸν ὁρώντων καὶ καθαρώτατον, | |
60 | βαβαὶ τῆς ὁράσεως, τῆς προσβλέψεως, τῆς ἐντεύξεως, τῶν ἄλλων ἅπερ λέγειν οὐκ ἔξεστιν. εὐθὺς γὰρ τὸν ἄνδρα καὶ παραυτίκα διέγνωκα καὶ τὸ βραχὺ σημεῖον τὴν ὅλην μοι μαρτυρίαν παρέσχηκεν· οὐδὲ γὰρ τοιοῦτος ἦν ὁποῖος εἰσέδυ τὸν τόπον πατήσας τῆς ἀναγνώσεως, οὐδὲ μετὰ τοῦ σεμνοῦ παρέμενε σχήματος καὶ τοῦ συνεσταλμένου πρὸς πάντα φρονήμα‐ | |
65 | τος, ἀλλὰ θηρὸς ὥσπερ μεταμφιασάμενος γενναιότητα τό τε ῥάκος τῆς χειρὸς ἐπανέστρεψεν, ὃ δὴ συνήθως περιαυχένιον ὀνομάζομεν, καὶ τὸν κηρὸν λαβὼν σταθηρὸς τὴν γνώμην ἐδέδεικτο, μονονουχὶ διὰ τοῦ σχήματος προσφθεγγόμενος καὶ τυπῶν ὁποῖον δεῖ πάντως τὸν ἀναγινώσκειν | |
ὀφείλοντα γίγνεσθαι· οὔπω γὰρ τοῦ λόγου τὴν ἐπιγραφὴν εἴρηκε καὶ τοῦ | 139 | |
70 | παντὸς ἐδεδώκει τὴν δήλωσιν. καὶ ὥσπερ ἡμῖν τὰς τῶν πραγμάτων φύσεις παριστῶσιν οἱ ὁρισμοὶ ἐκ γένους ὄντες καὶ τῶν συστατικῶν διαφορῶν, οὕτω δὴ καὶ οὗτος ἀπ’ αὐτῆς τῆς ἐκφωνήσεως τοῦ προγράμμα‐ τος τὸ πᾶν ἡμῖν παρέστησε καὶ ἐγνώρισε. Τινὲς μὲν οὖν τοῦτο δεῖγμα τῶν ἀναγινωσκόντων ἔχουσι καὶ μαρτύριον | |
75 | ἀψευδές, τἆλλα παρορῶντες ἢ μὴ εἰδότες ἐξ ἀμαθίας ἴσως ἢ ἀναλόγου φρονήματος. ἢν γάρ τις μέγα βοᾶν ἐπίσταται, ὥστε θῆρας μεταδιώκειν ἢ τοὺς καθεύδοντας ἀνιστᾶν, εὐθὺς τὰ πρῶτα τῶν ἀναγινωσκόντων διδόασι καὶ τιμητικῶς ὥσπερ ἔχουσι καὶ κορυφαῖον τῆς χορείας λογίζονται, κακῶς εἰδότες καὶ λίαν ἐπικινδύνως· ὡσπερεὶ τὸ μὲν ὄργανον ἐπαινεῖ τις | |
80 | καὶ τῆς μελῳδίας κατεκθειάζει καὶ τέρπεται τοῖς φορμίσμασι καὶ ἐπαγάλλεται ταῖς ᾠδαῖς, τὸν δὲ κινοῦντα τοῦτο τοῦ μακαρισμοῦ πόρρω τίθησι, δέον πρὸς τοῦτον τὸ πᾶν ἀνάγειν τῆς χάριτος καὶ πάσης ὕπερθεν εὐφημίας λογίζεσθαι. ἀλλ’ αὐτὸς οὐχ οὕτω κρίνω καὶ διακρίνω τὰ πράγματα· οὐδὲ γὰρ κατὰ τοὺς πολλοὺς ἶσός εἰμι, οὐδὲ πρὸς χάριν οἶδα | |
85 | βλέπειν τὰ προτιθέμενα, οὐδ’ αὔραις φέρομαι καὶ ῥιπίζομαι, οὐδὲ πολλὰ μὲν λέγειν ἐπόθησα, ἥττων δὲ τῶν ἔργων εὑρίσκεσθαι, ἀλλὰ καὶ λόγου σύντροφος πέφυκα καὶ τὴν παιδείαν ὡς οὐκ ἄλλο τετίμηκα καὶ λόγοις καθ’ ἡμέραν προστίθεμαι καὶ τούτοις τρέφω τὴν ψυχὴν πρὸ τοῦ σώματος. καὶ μαρτυρήσουσιν ἴσως μοι τῷ σκοπῷ πολλοὶ καὶ ἄλλοι τούτῳ συνᾴδον‐ | |
90 | τες· τοῦτο δέ μοι πάντως ἡ ἐπιμέλεια δείκνυσι καὶ ἡ πρὸς τούτους σχέσις, ἵν’ οὕτως εἴποιμι. Ἢ γὰρ κἀκεῖνον θαυμάσειέ τις τὸν τοῦτο μόνον διαγινώσκοντα ὅτι τοι ζῷον ὁ ἄνθρωπος, τὸ ὁποῖον ἠγνοηκότα καὶ ὅσα τούτῳ πρόσεστιν ἕτερα, ἵνα μὴ πλέον παραδειγματίσω τοὺς ἄφρονας, ἢ καὶ τὸν μὴ κατὰ | |
95 | σκοποῦ τὸ τόξον ἐντείνοντα, ὥσπερ νόμος ἐστὶ τοῖς βάλλουσι, μηδὲ τὸ βέλος πέμπειν πρὸς τοῦτον σπεύδοντα, ἀλλ’ ὧδε κἀκεῖ τὰς ἀφέσεις ποιούμενον καὶ τοῦ εἰκότος διαμαρτάνοντα. ἔγωγ’ οὖν ἐκεῖνον ἀναγινώσκειν εἴποιμι ἂν τὸν καὶ τὰ μέρη τοῦ λόγου διακριβώσαντα καὶ τὸ ὅλον σῶμα λεπτομερῶς ἐπιστάμενον (ἐπεὶ καὶ ζῴῳ τὸν λόγον Πλάτων παρείκασε· | |
37(100) | κεφαλήν τε καὶ χεῖρας τούτῳ προσέθετο καὶ τἆλλα πάντα σοφῶς ἐχαρίσατο. ἃ δὴ προοίμια καὶ διηγήσεις, κατασκευάς τε καὶ βάσεις καὶ ἐπιλόγους, διασκευὰς καὶ οἰκονομίας οἱ λόγου τρόφιμοι συνήθως ἐπονομάζουσιν), ἐκεῖνον τὸν προτροπῆς μὲν εἰδότα καιρόν, τὸν συμβουλῆς, τὸν ἀποτροπῆς, | |
τὸν ἀντιθέσεως, τὸν ἐπιλύσεως, τὸν πανηγυρίσαι μὲν εἰκότως γινώσκοντα, | 140 | |
105 | δικανικῶς δὲ ἀντειπεῖν ἱκανὸν καὶ διαστεῖλαι δεόντως καὶ περιόδους στρέψαι καὶ μακρῦναι τὸ κῶλον καὶ διπλῶσαι τὸ ὄνομα καὶ τὴν περι‐ βολὴν δεῖξαι καὶ τὰς ἐνεργείας τῶν προοιμίων καὶ τὰς ἀναφορὰς δηλῶσαι, τὰ ἰσοκατάληκτά τε τυπῶσαι καὶ τὰ γοργὰ καὶ τὰ κομματικὰ καὶ ἀσύνδετα, ἐκεῖνον τὸν καθ’ ἑαυτὸ στῆσαι τὸ κόμμα γινώσκοντα †διὰ τοῦ | |
110 | λόγου ἴσως ἐλλείμματα† καὶ τὰ ὑπαρκτικὰ ῥήματα καὶ τὰ πολλάκις ἔξωθεν συνεξακουόμενα τὰ τέλη τε τῶν λόγων ἐπαναπαῦσαι καὶ στῆσαι τὰς ὑποκρίσεις δεόντως καὶ προσφόρως ἐπισφραγίσαι τὴν ἔννοιαν. ὁποῖον δὴ τὸν ἄνδρα τοῦτον τεθέαμαι, νῦν μὲν τὴν λέξιν ἐπαίροντα καὶ τὴν ἔννοιαν ἐπανάγοντα, νῦν δὲ τὸν λόγον διερμηνεύοντα καὶ συντιθέντα μὲν | |
115 | τὰ ὀνόματα, τὰς περιόδους δὲ λύοντα καὶ τὰ κῶλα διαναπαύοντα καὶ τὰ λοιπὰ πρεπόντως ποιοῦντα καὶ ἐργαζόμενον, ἐπεὶ καὶ ὁ πολὺς ἄνθρωπος, ὁ παρὰ πᾶσιν ἀγελαῖος ὀνομαζόμενος, εἴρειν μὲν λόγον μακρὸν δεδύνηται, τοῦτον δὲ ἀναλῦσαι εἰς ῥῆμα καὶ ὄνομα καὶ ταῦτα εἰς συλλαβὰς κἀκείνας εἰς στοιχεῖα πάντως ἀδυνατεῖ. | |
120 | Ὡς δ’ οὖν ἐγὼ τὸν ἄνδρα τοῦτον ἀποσκοπεύσας τηνικαῦτα τεθέαμαι, οὐχ ὁ αὐτός μοι πολλάκις, κἂν αὐτός, κατεφαίνετο, ἀλλ’ οἷά τι Λιβυκὸν θηρίον τεχνικῶς μετεμορφοῦτο καὶ διεπλάττετο καὶ τὸ πρόσωπον εἰς ἰδέας ἀνομοίους μετήλλαττεν, ὥσπερ καὶ τὸν Πρωτέα λόγος εἰς εἴδη πολλὰ καὶ παντοδαπὰ διαλλάττεσθαι, κἂν οὐχ ὁμοία τούτοις ἡ μεταμόρ‐ | |
125 | φωσις οὐδὲ τοῦ σχήματος ἡ μετάπλασις καὶ ἡ ἀνομοιότης τοῦ πράγματος· τοῦτο δὲ πάντως ψυχῆς εὐτυπώτου πέφυκεν ἀποτέλεσμα καὶ γνώμης εὐείκτου πρὸς πάντα τὰ κάλλιστα. ὁ γάρ τοι νοῦς (δότε γάρ μοι καὶ φιλοσοφῆσαι μικρόν) θείας οὐσίας μέτοχος ὢν κηρὸς ὥσπερ τις λελειωμέ‐ νος ἐστί, καὶ ὅ γε μὴ τῇ σωματικῇ πέδῃ καταληφθεὶς καὶ ὑπὸ ταύτῃ | |
130 | δεσμευθεὶς ἄφυκτα μηδὲ δοῦλον ἑαυτὸν ποιήσας καὶ ὑποχείριον, ἀλλὰ τὸ δεσποτικὸν τηρήσας ἀξίωμα ὅπερ ἄνωθεν εἴληφε (τὸ ἀναφὲς φημὶ καὶ τὸ ἀπερίγραπτον καὶ τὸ πανταχοῦ καὶ διὰ πάντων διήκειν καὶ ὅσα λόγος φέρει φιλόσοφος), πρὸς πᾶν καλόν ἐστιν ἐπιτήδειος καὶ ἀπομάττειν ὃ βεβούληται δύναται. τοῦτον γοῦν καὶ πηγὴν τροπικῶς ὁ Φίλων ἐπονο‐ | |
135 | μάζει κάτωθεν μὲν ἀναβαίνουσαν καὶ τὸ πρόσωπον ἅπαν τῆς γῆς καταρ‐ | |
δεύουσαν· καὶ φυτὸν οὐράνιον εἶναι λέγει καὶ οἰκήτορα τοῦ παραδείσου καλεῖ καὶ τοῦτον μόνον τῇ ἐμπνεύσει τιμᾷ. εἰ δὲ τοῦτο τῇ ψυχῇ δέδωκα (λέγω δὴ τὸ εὐμίμητον) καὶ ὡς ἐξαιρετόν τι ταύτῃ παρέσχηκα, ἀλλ’ οὐδὲ τοῦτο λόγου χωρίς· ἡ γὰρ ἡμετέρα φύσις τὸ σῶμα μὲν κινεῖ πρώτως, | 141 | |
140 | αὕτη δὲ κεκίνηται παρὰ τῆς ψυχῆς καὶ αὕτη παρὰ τοῦ νοῦ καὶ τοῦτον ἄγει θεός· ἃ γοῦν ὁ νοῦς ἐμελέτησε ταῦτα πλαξὶ κατέγραψε ψυχικαῖς. ὥσπερ δὲ τὸ πρώτως κινοῦν ἀκίνητον λέγουσιν οἱ φιλόσοφοι, οὕτω δὴ καὶ οὗτος (ὁ θαυμαστός φημι καὶ σεβάσμιος ἄνθρωπος) ἀμίμητός ἐστιν ἐν ἅπασι καὶ ἀσύγκριτος. | |
145 | Ἀλλ’ ἐπανιτέον αὖθις ὅθεν ἐξέβημεν· εἰ γὰρ καὶ ἡ τοῦ λόγου ῥύμη ἑτέρωθί που παρήγαγεν, ἀλλ’ ἐπαναστρέφω πάλιν πρὸς τὸ προκείμενον. ἑώρων γοῦν αὐτὸν ἀτενῶς καὶ πάντοθεν λεπτολογούμενος ἀνηρεύνων εἰς τὰς ἐκτάσεις, εἰς τὰς ἀφέσεις, τὰς ὑποκρίσεις, τὰς μεταβάσεις, τὰς ἐκτοπίσεις, καὶ πάντοθέν μοι διέσῳζε τὸ ἀκέραιον. νῦν μὲν γὰρ λεῖος | |
37(150) | ὥσπερ ἐφαίνετο, νῦν δέ τις αὔρα νενόμιστο· πνεῦμά τε γὰρ παρεῖχε τῷ λόγῳ, καὶ ἐποίει τόνους ἐτραχύνετό τε πολλάκις καὶ τὴν φωνὴν ἐπτέρου καὶ τοῖς εὐήχοις ῥυθμοῖς τοὺς παρόντας κατέτερπε· καὶ τὰ μὲν κατὰ συμπλοκήν πως προῆγε, τὰ δὲ κατὰ μονομέρειαν, τὰ δ’ ἄλλα συμβολῆς ἄτερ, τὰς δὲ πτώσεις πάντων τῶν λόγων, ἅσπερ δὴ πέρατα λέξεων ἢ | |
155 | συλλαβῶν ἀναλόγως ὀνομάζουσιν οἱ φιλόσοφοι, κατὰ τοὺς εἰκότας λόγους παρείχετο. Οὐκ ἔστιν οὖν ὅστις ἐκεῖσε παραγενόμενος καὶ τοῦ ἀνδρὸς ἀκούσας οὐκ εὐθὺς τὴν ψυχὴν ἠλλάγη καὶ πρὸς εὐθυμίαν μετεληλύθει, κἂν λίθος ἦν, κἂν πέτρα, κἂν σίδηρος, κἂν θὴρ αἱμοβόρος καὶ ἀκατάσχετος. τοσαύτη | |
160 | γὰρ χάρις τῶν τούτου χειλέων ἀπέσταζε καὶ τοιοῦτος ὑπῆρχε τὴν φωνὴν ἐναρμόνιος καὶ οὕτως κατέθελγε τοὺς ἀκούοντας καὶ κατεκήλει τοὺς εὔφρονας, ὥστε, κἂν εἴ ποτέ τις (δότε γάρ μοι καὶ βραχύ τι καυχήσασθαι περὶ τοῦ ἀνδρός) τὰς τοῦ Ὀδυσσέως εἶχε κακότητας ἀπολαβεῖν, αὐτὰς αὐτίκα καὶ θυμηδίας ἐμπλῆσαι τὴν ψυχὴν ἅπασαν. ὑπερενίκα γὰρ τῇ | |
165 | τῆς φωνῆς εὐμολπίᾳ τὰς καλουμένας ἐκεῖσε οὐπίγγας, ἃς δὴ τῆς Ἀρτέμιδος | |
ὕμνον εἶναι καὶ τοῦ Ἱππολύτου φασί, καὶ τὰ τοῦ Θρᾳκὸς Ὀρφέως ἐμμελῆ κρούματα καὶ τὰς Κολοφωνείους ᾠδὰς καὶ Σειρηναῖα μέλη καὶ κη‐ λητήρια· οἱονεὶ γὰρ φλεγμαινουσῶν ψυχῶν φάρμακα παιώνεια †ἐπίμπλη ὥς τινα καταιονήματα μέλη†. εἰ μὲν οὖν Αἰλιανὸς ἀληθεύει περί τινος | 142 | |
170 | Πολυμνάστου λέγων ὅτι καὶ ἀνέμους σκληρὸν πνέοντας κηλεῖσθαί τε καὶ πραΰνεσθαι τὴν ὁρμὴν τῇ ᾠδῇ θελγομένους ἐποίει καὶ τὴν θάλασσαν πολ‐ λάκις οἰδαίνουσαν καταστρώννυσθαι, ἄδηλον ἴσως ἢ μᾶλλον ἄπιστον· ὃ δ’ οὖν αὐτὸς καθεώρακα καὶ ὃ πολυπραγμονήσας ἀνεύρηκα (οὐδὲ γὰρ ψευ‐ δὴς ἐγὼ τῶν τοιούτων κριτής· μὴ τοῦτό τις οἰηθείη ποτέ), τοῦτο δὴ | |
175 | καὶ τεθαύμακα καὶ τοῖς φιλολόγοις εἰς θαῦμα παρέπεμψα. Ὁ μὲν οὖν λόγος ὅρους καὶ κανόνας τιθεὶς τοῖς ἀναγινώσκουσιν, οἷον αὐτοῖς τὰς τρίβους καταλεαίνων καὶ ποδηγῶν ἢ καθοδηγῶν ἐπὶ προσήκοντα καταλύματα, ‘τὴν μὲν τραγῳδίαν ἡρωικῶσ‘, φησίν, ‘ἀναγνώσεις, τὴν δὲ κωμῳδίαν Βοιωτικῶς, τὰ δὲ ἐλεγεῖα λιγυρῶς, τὸ δὲ ἔπος εὐτόνως, τὴν | |
180 | 〈δὲ〉 λυρικὴν ποίησιν ἐμμελῶς, τοὺς δὲ οἴκτους ὑφειμένως καὶ γοερῶς· τὰ γὰρ μὴ παρὰ τὴν τούτων γινόμενα‘, φησί, ‘παρατήρησιν καὶ τὰς τῶν ποιητῶν ἀρετὰς καταρριπτεῖ καὶ‘ μετὰ τῶν ἄλλων ‘καταγελάστους τὰς ἕξεις τῶν ἀναγινωσκόντων ἐργάζεται.‘ εἰ δὲ τοῦτο παραστατικόν ἐστι τελειότητος καὶ δεῖγμα συνετωτέρων καὶ λογιωτέρων ἀνδρῶν, ὥσπερ | |
185 | ἑτέρωθεν ἀντιπνεύσας αὐτὸς τἀναντία ἐπαναφθέγγομαι. ὁ δὲ ταῦτα πάντα συλλεξάμενος καὶ τηρήσας, ὡς οὐκ ἄλλος ἐν ἅπασι, καὶ τοῖς ἄλλοις ἀγνοοῦσιν ὁσημέραι διεξηγούμενος καὶ τρόπους ἑτέρους εὑρηκὼς λόγου κρείττονας, οὗ καὶ μᾶλλον αἱ παρατροπαὶ περιπόθητοι καὶ τὰ καινὰ τοῦ λόγου παρὰ πᾶσι φιλούμενα καὶ αἱ συμπλοκαὶ τῶν λόγων τῶν | |
190 | ἀσυμπλόκων ἐρασμιώτεραι, τίνος ἂν εἴη καὶ πόσου λόγου κατάξιος; Ἄλλοι μὲν οὖν ἄλλα λεγέτωσαν τοῦ ἀνδρός, κἂν εἰ πάντων λεγόντων ἀδύνατον τὰ ἐκείνου καθαρῶς ἐξειπεῖν καὶ παραστῆσαι τὸ ἀκριβὲς ἀληθέστατον· ἐγὼ δὲ πολλοὺς ἐκεῖσε τηνικαῦτα ὁρῶν ἀκλινὲς πρὸς αὐτὸν βλέποντας ἄνδρας λογίους καὶ τῶν λογάδων ὑπάρχοντας, ὅσους τε | |
195 | σύνοδος ἔχει καὶ ὅσους τῆς γερουσίας κικλήσκουσιν, εἶτα δὴ καὶ τὴν αἰτίαν πυθόμενος καὶ τὸν τρόπον τὸν ἐναγώνιον καὶ ἐπιθυμίαν ἐκείνην τὴν ἄφατον (οἱονεὶ γὰρ ἐξεκρέμαντο τοῦ ἀνδρὸς καὶ ἐπ’ ἐκείνῳ ζῆν ἐνόμιζον ἅπαντες), παρ’ αὐτῶν ἐκείνων τὸ ἀληθὲς ἐπανείληφα. ἔφασαν | |
γὰρ ὡς ‘εἰ τὸ ἀκριβὲς ζητεῖς καὶ τὴν πᾶσαν τοῦ πράγματος ὁμολόγησιν | 143 | |
37(200) | καὶ τὴν ἄμεσον ὄντως ἀλήθειαν καὶ μὴ πλανᾶν εἰδυῖαν τὴν αἴσθησιν, οὐδεὶς ἐνταῦθα διὰ χάριν, εἰ καὶ τολμηρὸν φάναι, τῶν παρόντων ἐλήλυθεν, οὐδὲ καρποὺς δρεψόμενος ψυχικοὺς παραγέγονεν, ἀλλ’ ἢ διὰ τοῦτον ὃν ὁρᾷς ἡδέως ἀναγινώσκοντα· ὥσπερ γάρ τις εἰς λειμῶνα παραγενόμενος πάμφορον καὶ πολλὰ καὶ ποικίλα τὰ ἐκεῖ θεασάμενος τέρπεται μὲν τὴν ψυχήν, | |
205 | σκιρτᾷ δὲ πολλάκις καὶ δρέπεται τούτων ἄττα, οὕτω δὴ καὶ ἡμεῖς ὡς ἐπί τινα παράδεισον λογικὸν τουτονὶ τὸν ἄνδρα παραγιγνόμενοι, οἱ μὲν αὐτοῦ τὴν ἐξήγησιν, οἱ δὲ τὴν καθ’ ὑπόκρισιν μέθοδον, οἱ δὲ τῆς φωνῆς τὴν ὑποστολὴν καὶ ἄλλος τὸ παρὰ δόκησιν καί τις τὴν αὐτομάτησιν, ὁ μὲν τὸ καινόν, ὁ δὲ τὸ ἀσύνηθες, ὁ δὲ τὸ ἦθος καὶ τὴν μεταλλαγὴν τοῦ λόγου | |
210 | ὥσπερ πλοῦτον ἄσυλον λαβὼν ἐπανέρχεται. ὥσπερ γὰρ ἡ μετὰ τὴν φυσικὴν ἐπιστήμη (λέγω δὴ τὴν πρώτην καὶ θεολογικήν) οἷά τις ἡγεμὼν τῶν κατὰ μέρος μεθόδων καὶ ἐπιστημῶν πέφυκε καὶ διανέμει καταλλήλως ἑκάστῃ τὰ προσήκοντα ἀξιώματα (φυσικῇ μὲν τὸ μηδὲν τῶν γινομένων ἐκ τοῦ μὴ ὄντος γίγνεσθαι, ἰατρικῇ δὲ τὸ τῶν ἐναντίων τὰ ἐναντία εἶναι | |
215 | ἰάματα, διαλεκτικῇ δὲ τὸ μὴ δυνατὸν εἶναι τὸ αὐτὸ ἅμα φάναι τε καὶ ἀποφάναι, καὶ ἀριθμητικῇ ἄλλο καὶ γεωμετρίᾳ ἕτερον), δίδωσι δέ ποτε καὶ πάσαις ὁμοῦ κοινὸν ἀξίωμα ἕν, οἷον ὅτι τὸ ἀγαθὸν πᾶσίν ἐστιν ἐφετόν (τούτῳ γὰρ καὶ ὁ γεωμέτρης καὶ ὁ ἀριθμητικὸς καὶ πᾶς ὁστισοῦν τῶν ἁπάντων ἡντιναοῦν ἐξακριβούμενος τῶν ἐπιστημῶν ὡς ἰδίῳ χρήσαιτο | |
220 | ἀξιώματι), οὕτω δὴ καὶ ὁ μονάζων οὗτος ἀνήρ (εἰ δὲ δεῖ καὶ ἀπὸ τῶν ἐπιθέτων σημᾶναι τὸν ἄνδρα, ὁ Ἀγγουριώτης οὕτω λεγόμενος) πᾶσι τοῖς ἐνταῦθα καὶ ἑτέρως διαγινώσκουσιν αὐτὸς καὶ τὰς αἰτίας καὶ τοὺς ῥυθμοὺς τῶν λόγων καὶ τὰς ἐπαναφορὰς τῶν τρόπων καὶ τοὺς κατ’ ἀναλο‐ γίαν ἐκλογισμοὺς καὶ τἆλλα δίδωσι σύμπαντα· φεύγω γὰρ τὸν ὁρμαθὸν | |
225 | τῶν τούτου καλῶν, ἵνα μὴ ὥσπερ ποταμίοις ῥεύμασιν ὑπὸ τούτων κατακλυσθῶ. καὶ καθάπερ τὸ εἶδος συμπληρωτικὸν τῆς ἑκάστου οὐσίας ἐστὶ καὶ τούτου φθαρέντος φθείρεται τὸ ὑποκείμενον, τὸν αὐτὸν λόγον καὶ οὓς ὁρᾷς τούτου μὴ καθηγουμένου τούτοις πρὸς τὸ προκείμενον διολώλασι ξύμπαντες.‘ | |
230 | Πλάτων μὲν οὖν τὴν διαιρετικὴν μέθοδον ἐξυμνεῖ τὴν κατ’ ἀντίφασιν γινομένην καὶ οὐδέν, φησί, τῶν ὄντων καυχήσεται ἐνταῦθα ἐκφυγεῖν αὐτήν. οὐχὶ καὶ τοῦτο διαίρεσις πέφυκεν, ἥ γε καλλίστη τῶν ἄλλων καὶ πρέπουσα, τὸ τὰ μέρη τοῦ λόγου διαχωρίζειν καὶ συνάπτειν πάλιν δεόντως, καὶ τοῦ μὲν δεικνύειν τὸ θράσος, τοῦ δὲ τὴν εὐτολμοτάτην ἀπόκρισιν, καὶ | 144 |
235 | πῇ μὲν τὸ ὑφειμένον, πῇ δὲ τὸ μὴ τοιοῦτον προστίθεσθαι; οὐδὲ τοῦτο φεύξεταί τί ποτε τῶν τοιούτων ἀλογοθέτητον· ἀλλὰ νῦν μὲν τὴν ὕλην τῆς θυμοειδοῦς ἐνεργείας ἀνακινήσει, ἣν δὴ καὶ ζέσιν τοῦ περικαρδίου λέγουσιν αἵματος, καὶ ἀπελέγξει τοὺς τυραννεύσαντας καὶ καταργήσει τὴν ἐκείνων ἰσχὺν καὶ τὴν δύναμιν ἀφανίσει καὶ παραστήσει τὸ ἀσθενὲς καὶ | |
240 | γνωρίσει τὸ ἀναιδὲς καὶ τὴν ἧτταν ἀναδιδάξει καὶ τῶν πιστῶν κατευφρανεῖ τὰς ψυχάς, νῦν δὲ τὰς θανατηφόρους ψήφους ἐνέγκοι καὶ τὸν νενομισμένον τόπον δηλώσει καὶ τὴν τελείωσιν διαγράψει. αὖθίς τε πρὸς τὸ ὄρος τὸν ἀσκούμενον ἐπανάξει καὶ εἰσοικίσει τοῦτον καὶ θρέψει σχεδίως καὶ τὴν πενιχρὰν παραθήσεται τράπεζαν καὶ τὴν τελευταίαν ᾠδὴν μετὰ ταῦτα | |
245 | τέλος ποιήσεται, τάς τε περὶ τοὺς ψόφους ὀξύτητας καὶ βαρύτητας εὐκαίρως ἐπαποδώσει καὶ τὰ ἰσότονα καὶ μὴ ἰσότονα ὑποδείξει καὶ τὰ τῆς ἁρμονίας μέρη διασημανεῖ καὶ τὰ συστήματα καὶ τὰ γένη παραδηλώσει καὶ τὰ διαστήματα τοῖς σχήμασι παραστήσεται. ὥσπερ γὰρ εἴ τις τῶν ἀρχῶν τοῦ λόγου τὰ μὲν εἶναι λέγοι στοιχεῖα, τὰ δὲ συλλαβάς, τὰ δὲ | |
37(250) | λέξεις, τὰ δὲ ὀνόματα, τὰ δὲ ῥήματα, καὶ ὁ φυσικὸς τῶν ἀρχῶν τῶν ἀσυνθέτων σωμάτων τὸ μὲν εἶναι ὕλην, τὸ δὲ εἶδος, τὸ δὲ ἄποιον σῶμα, τὰ δὲ τέσσερα στοιχεῖα, τοῦτον δὴ τὸν τρόπον καὶ οὗτος τὸ μὲν ὡς ἐξήγησιν λέγει, τὸ δὲ ὡς παραποίησιν, καὶ τὸ μὲν ποιεῖ θράσος, τὸ δὲ δείκνυσι μετριότητα, τὸ εὔτολμον, τὴν πραότητα, τὴν ἐπιείκειαν, τὴν | |
255 | ἀπαγόρευσιν, τὴν προσαγόρευσιν, ἰδίᾳ ἕκαστον ἀπομερίζων καὶ διαιρῶν τἆλλα, ἵνα μὴ λέγω καθ’ ἕκαστον. Τίς σου τὴν ἐπὶ τοῦ στήθους μαγάδα διεξηγήσεται καὶ τὰ ἐπὶ τῆς γλώτ‐ της ᾄσματα καὶ τερετίσματα, τὸ μέλος ἐκεῖνο τὸ παναρμόνιον, τὴν ἡδονὴν τὴν κόρον οὐκ ἔχουσαν, τὴν ἄφατον κἀνυπέρβλητον μέθοδον; ἐρρέτωσαν | |
260 | Αἰσχύλοι καὶ Στησίχοροι αὐλοῖς μέν, ὡς λόγος, εἰδότες ἴσως {δὲ} καταθέλγειν τοὺς πλείονας, κακῶς δὲ τὸ ζῆν ἀπολωλεκότες καὶ πάρεργον | |
χειρὸς γενόμενοι λῃστρικῆς, 〈καὶ〉 Καφισίας καὶ Νεοπτόλεμος καὶ Ῥηγῖνος, οὗ ῥαγείσης, ὥς φασι, τῆς χορδῆς τέττιξ ἐπιπτὰς ἐξήχει τὸ μέλος· ἥττονες γὰρ τούτου σύμπαντες τῆς μελῳδίας, τῆς εὐφωνίας, τοῦ | 145 | |
265 | κεχαλασμένου μέλους, τοῦ συντόνου, τοῦ μέσου, τῶν ἄλλων ὁμοῦ (οἶδε γὰρ καὶ ταῦτα σαφῶς ὁ ἀνὴρ καὶ ὡς ὁ τόνος μὲν τόπος ἐστὶ τῆς φωνῆς ἀπαλατής, ἡ δέ γε ὑπάτη ἡ πρώτη καὶ μεγίστη τῶν ἐν τῇ κιθάρᾳ χορδῶν, ἡ μέση δὲ καὶ αὐτὸ τοῦτο μέση· τέταται γὰρ οἱονεὶ κέντρου λόγον ἐπέχουσα ταῖς τε ὑπάταις καὶ ταῖς ὁμωνύμως λεγομέναις μέσαις ταῖς τε νήταις καὶ | |
270 | ταῖς ὑπερβολαῖς αὐταῖς)· πόσον; ὅσῳ καὶ τὰ παρ’ ἑκατέρων φωνούμενα τὰ μὲν θεῖα, τὰ δὲ ἀνθρώπινα, καὶ τὰ μὲν λιγυρά, τὰ δὲ κεκλασμένα, καὶ τὰ μὲν σῶμα, τὰ δὲ ψυχὴν κατευφραίνοντα. Ἆρ’ οὖν οὐ θαῦμα καὶ τοῦτο τῶν ᾀδομένων ἐκείνων παραδοξότερον; τοὺς μὲν γὰρ ἐπὶ τούτοις ἐποίει θρηνεῖν καὶ δεινὰ τῶν ὀφθαλμῶν καταρ‐ | |
275 | ρέειν τὰ δάκρυα, ἃ ψυχῆς μηνύματα λέγουσι καὶ λίαν εἰκότως ἅπαντες, τοὺς δὲ γελᾶν καὶ ἐκκεχύσθαι ταῖς ἡδοναῖς, τοὺς δὲ παντάπασιν ἐδίδου κλαυθμῷ. εἷς δέ τις τούτων, ἁψαμένων αὐτοῦ τῆς ψυχῆς τῶν ῥημάτων, τὸν χιτῶνα ἀποδυσάμενος τῷ πένητι δέδωκεν (οὐδὲ τούτων γὰρ ὁ νεὼς ἠμοίρει) καὶ γυμνιτεύειν προείλετο διὰ Χριστὸν καὶ τὴν ἐκεῖθεν ἀντίδοσιν, | |
280 | ἣ δὴ πολλαπλασίους ἀντιπαρέχει τὰς χάριτας καὶ ζωὴν πρυτανεύει τὴν ἀεὶ διαμένουσαν. καὶ γάρ, ὡς αὐτὸς ὁρῶ, ὀρθὸν μέν τι πρᾶγμα καὶ ὁ ἁπλοῦς λόγος ἐστίν, ἀλλ’ ἧττον τοῦ πλαγίου δεδύνηται, ἐναντίως ἤπερ ἡ διὰ τοῦ δόρατος ἔχει πληγή· ἐκεῖνο γὰρ εὐθὺ μὲν ὠσθὲν ἔπληξε, παρεκκλῖναν δὲ παρέξεσεν, ὁ δέ γε λόγος τέχνῃ μὲν χρωσθεὶς εἰς τὴν | |
285 | καρδίαν αὐτὴν βληθεὶς ἐνεπάγη, ἀτεχνῶς δὲ εἰσχεθεὶς παρὰ τὸ οὖς ἐθυραύλησε. Καὶ ποῖος γὰρ ἂν ἦν ἐκεῖνος ὁ τὰς τυραννικὰς αὐτοῦ κατιδὼν ὑποκρίσεις καὶ τὰς φωνὰς τῶν ἀντιπιπτόντων καὶ τὰ μιμήματα τούτων, ὁ μὴ αὐτίκα προσμειδιάσας ἢ θαυμάσας, εἰπεῖν κάλλιον, καὶ τὸν ἄνδρα τοῦτον κατ‐ | |
290 | εκθειάσας; διαλέκτους δὲ προσμιμούμενον καὶ βαρβαριζόντων γλῶσσαν | |
ὑποδυόμενον καὶ Ἀρμενίους λέξεις συμπλέκοντα καὶ οὕτως ἀντιπαρατιθέ‐ μενον πρὸς τὸν τύραννον εἴ τις ἤκουσεν, οὐ δεῖται τῆς ἀναμνήσεως· οἱ γοῦν μὴ πρὸς πεῖραν ἐληλυθότες ἴστε μεγάλου διαπεπτωκέναι καλοῦ. Ἔγωγ’ οὖν αὐτοῦ μετὰ ταῦτα καὶ μετά τινος λογίου ἀναγινώσκοντος | 146 | |
295 | ἤκουσα προσθήκην μεγάλην ἐπὶ τῷ πράγματι θήσαντος· ἀλλὰ τί κοινὸν βοῒ καὶ δελφῖνι; τί δὲ ἀποφάσει καὶ καταφάσει; τί ἀναιρέσει τε καὶ γενέ‐ σει; τί αἰσθητοῖς καὶ ἐπιστητοῖς; τί σοφίᾳ καὶ σοφιστείᾳ, ἵνα μηδὲ πλέον αἰδοῖ φήσω τῆς λογιότητος; ἴσασιν οἱ παρατυχόντες καὶ ὁ τῆς Παρθένου τῶν Κύρου νεώς. | |
37(300) | Τηνικαῦτά μοι καὶ τὸ σύνηθες τοῦτό τινες ἐπηρώτων καὶ διαπορούμενοι τὴν αἰτίαν ἐζήτουν, ἀλλ’ εὗρον διδάσκαλον ἐκείνοις παρόμοιον. ‘τί ποτε γάρ, φησιν‘, οὗτοι ἔλεγον πρός με, ‘ὁ ἄνθρωπος οὗτός ἐστιν ὁ φωνὴν μὲν ἡδυτέραν κεκτημένος παντός, πᾶσαν δὲ λύραν ὑπερνικῶν καὶ μέλη τεττίγων ὑπερβάλλων πολὺ καὶ ἀηδόνων καὶ χελιδόνων καὶ σαλπίγγων, | |
305 | ἵν’ οὕτως φήσαιμι, ὁ ἦθος εὔπλαστον ἔχων εἰς ἅπαντα καὶ γλῶσσαν εὔμουσον καὶ ὡς ἀληθῶς καλλικέλαδον καὶ τέχνην ἣν εἰπεῖν οὐδεὶς ἱκανός;‘ κἀγὼ δὲ πάλιν τοῦ Πλατωνικοῦ κατὰ καιρὸν ἐμεμνήμην ῥητοῦ· Σωκρά‐ τους γὰρ ἐρωτῶντος τὸν Τίμαιον τί ποτέ ἐστιν ὁ θεὸς λέγει ἐκεῖνος· ‘ὅτι μὲν ἔστιν οἶδα, τί δέ ἐστιν οὐκ οἶδα· ὅτι μὲν γὰρ οὔτε σῶμά ἐστιν | |
310 | οὔτε χρῶμα οὔτε ἄγγελος οὔτε τι τῶν τοιούτων, κρείττων δὲ ἢ κατὰ ταῦτα οἶδα, τί δέ ἐστιν οὐκ ἐπίσταμαι‘. ‘ὅτι μὲν γάρ‘, καὶ αὐτὸς ἔλεγον, ‘ἄνθρωπος οὗτός ἐστι τῷ αὐτῷ πᾶσιν ὑποκείμενος ὁρισμῷ οἶδα πάντως καὐτός, ὁποῖα δὲ τὰ λοιπὰ ἀγνοῶ. σχῆμά τε γὰρ ὁρῶ ἀνθρωπίνης ὕπερθε φύσεως, καὶ βλέμμα πῃ μὲν χερουβικόν, πῃ δὲ λεόντειον, πῃ δὲ πιθήκειον, | |
315 | πῃ δὲ παρόμοιον καὶ ἱέρακι· καί πῃ μὲν ὥσπερ σκιρτᾷ, πῃ δὲ γέγηθε, πῃ δὲ μειδιᾷ, πῃ δὲ καὶ ἀνορχεῖται· φωνὴν εὐτυπωτέραν κηροῦ καὶ τὰς τοῦ Ναυῆ σάλπιγγας καθυπερηχοῦσαν ἐνίοτε. ὅθεν δὲ ταῦτα καὶ ὅπως καὶ παρὰ τίνος ἐπαπορῶ, καὶ ὃ περὶ τῆς μερικῆς ψυχῆς λέγουσιν, ὅτι πεσοῦσα μὲν εἰς γῆν καὶ λήθῃ κατασχεθεῖσα, εἶτα εἰς ἀνάμνησιν τῶν προτέρων | |
320 | ἐπειγομένη, γίνεται ὑποκείμενον ποτὲ μὲν γραμματικῇ, ποτὲ δὲ ἰατρικῇ καὶ ταῖς ἄλλαις τέχναις ὁμοίως (μέσην γὰρ ἔχουσα τάξιν πρός τε τὰ πάντῃ ἔνυλα καὶ τὰ μὴ τοιαῦτα, ὅταν μὲν ἐξῄρηται τῶν σωμάτων οὐκ ἐφαρμόσει αὐτῇ ὁρισμός, ὅταν δὲ πεσοῦσα ἐν ὕλῃ ἐπιλανθάνηται τηνι‐ καῦτα ἐφαρμόσει· καὶ οὐδὲν ἄτοπον), τοῦτο νῦν τολμήσας ἐρῶ καὶ | |
325 | αὐτός. ἕως μὲν γὰρ μεθ’ ἡμῶν ἐστιν οὗτος καὶ συνομιλεῖ τὰ φίλα καὶ τὰ συνήθη προσδιαλέγεται καὶ χαρμοσύνης λόγους κινεῖ καὶ τὰ τῶν ἄλλων ἐπισκώπτει, εἴ ποτέ τινος ληροῦντος ἀκούσειε (καὶ γὰρ μετὰ τῶν ἄλλων καὶ τὸν μισόκαλον ἀποστρέφεται), αὐτὸς ἡμῖν εἶναι δοκεῖ καὶ οὐκ ἄλλος· ὁπηνίκα δὲ εἰς νεὼν εἰσέλθοι καὶ τῇ βίβλῳ προσπλησιάσει καὶ τὸν κηρὸν | 147 |
330 | λαβὼν τῆς θείας ἀπάρξεται διηγήσεως, ἑτέρα τις φύσις δοκεῖ τῆς ἀνθρω‐ πίνης ἀλλότριος· γένη τε γὰρ διηγούμενος καὶ γεννήτορας καταλέγων καὶ πατρίδος θέσιν διεπιγράφων καὶ ἀναστροφὰς τῶν ὁσίως βιοτευσάντων παραβολάς τε τιθεὶς καὶ ἐρωτήσεις ποιῶν καὶ παροιμίας τῷ λόγῳ καὶ μύθους διεφαρμόζων εὐστρόφως τε στωμυλλόμενος καὶ ἀνακαλύπτων τὰ | |
335 | σύμβολα καὶ πολλάκις σαφηνίζων τὰ ἀσαφῆ, οὐκ ἔστιν εἰπεῖν ὁποῖός ἐστιν οὐδ’ ὅ τι καλέσει τις τοῦτον εὑρήσει ποτέ· πᾶν γὰρ ὑπεραίρει καλὸν καὶ συγκρίσεως ἐπέκεινα κατοπτεύεται.‘ Ἔθος δέ μοι τοῖς λογίοις ἀνδράσι συνομιλεῖν καὶ μηδέποτε τῆς τούτων ἀφίστασθαι διαλέξεως· καὶ γὰρ ᾔδεισαν τὰ ἐμὰ κἀκεῖνοι, καθάπερ τὰ | |
340 | ἐκείνων ἐγώ, καὶ πολλάκις μοι προσίενται καὶ περί τινων ἐρωτῶσι καὶ παρ’ ἐμοῦ τὰ ὅμοια δέχονται. ἀνδρὶ 〈δέ〉 τινι ἐντυγχάνω σοφίας πάσης εἰδήμονι· οὐδὲ γὰρ τόδε μὲν ᾔδει καὶ τόδε, τόδε δὲ οὔ, οὐδ’ ὥσπερ ἑνὶ ποδὶ τὴν λογικὴν τρίβον ἐβάδιζεν, ἀλλ’ ἄρτιος ἐν πᾶσι καὶ διὰ πάντων ἐφαίνετο καὶ οἶδε κάλλιον ἅπαντα ἤπερ ἓν οἱ πολλοί· ὁ μὲν γὰρ θάτερον | |
345 | τῶν μερῶν εἰδώς, θάτερον δὲ ἀγνοῶν (ἵνα τι καὶ περιττολογήσω, μᾶλλον δὲ ἀληθεύσω) οὐκ ἂν εἴη πάντως σοφός, ἀλλ’ ὡς φυσικὸς τὴν οὐσίαν μὲν ἴσως τοῦ ὑποκειμένου γνώσεται, ἀγνοήσει δὲ τὸ σχῆμα καὶ τὰς ἀρχὰς τῆς ὑπάρξεως καὶ οὐδ’ ὑπεραναβαίη τὰ σώματα. εἰ δέ τις ἀριθμητικὴν μετίοι τῶν ἄλλων κατολιγωρήσας, οὐ τὴν ἀκριβῆ μεσότητα τῶν ἀνα‐ | |
37(350) | λογιῶν γνώσεται οὐδὲ τοὺς ἀριθμοὺς εἰς ἐπίπεδα καὶ στερεὰ θέμενος ὅποι ταῦτα κυριώνυμα πέφυκε γνοίη ἄν ποτε· οὕτω δὲ καὶ ὁ γεωμέτρης καὶ ὁ μουσικὸς καὶ ὁ περὶ τὰ σχήματα τῶν ἄστρων ἐσπουδακὼς καὶ ὁ τὴν ἠθικὴν φιλοσοφίαν ἐξακριβούμενος· ὁ δέ γε κατοπτρικὸς καὶ μηχανι‐ κός, ἢ ὅστις ἕτερος ὑπὸ τὰ τέσσερα τελοίη μαθήματα, πολλοῦ γε δεήσει | |
355 | γνῶναι τὰ ὑποκείμενα μὴ χρησάμενος εἰς ἀπόδειξιν ταῖς ὑπερκειμέναις ἀρχαῖς. ὁ δὲ ἀνὴρ οὗτος, ἐστὶ δὲ ὁ δεῖνα, διὰ πάσης τρίβου βεβάδικεν, ὡς αὐτὸς ἐξανιχνεύσας τηνικαῦτα τοῦτον διέγνωκα. εὐθὺς γὰρ στωμυλευόμε‐ νον θεασάμενος καὶ κάλλιον μᾶλλον τὰ προστυχόντα διερμηνεύοντα καὶ τὴν λέξιν εἰς ὕψος ἀνάγοντα καὶ μεγεθύνοντα τὰ νοήματα ἢ ταῦτα | |
360 | ξυγγράφοντες ἕτεροι, ἀνέστηκα τῇ ψυχῇ καὶ φιλοσόφους ἐρωτήσεις ἐπῆγον καὶ τῶν ὑψηλοτέρων λεληθότως ἡπτόμην καὶ πάντοθεν κατέτρεχον | |
τοῦ ἀνδρός, ποῖαι, λέγων, αἱ τοῦ ὄντος ἀρχαί, τίνες αἱ τῶν πρώτων προτάσεων καὶ τῶν λεγομένων ἀμέσων ἀξιωμάτων, ποία ἡ τῆς νοητῆς οὐσίας διαίρεσις, καὶ πῶς τὸ μὲν αὐτῆς οὐσιῶδες, τὸ δὲ νοερόν, τὸ δὲ | 148 | |
365 | φανταστόν, τὸ δὲ δοξαστόν, καὶ εἰ ὁρίζεται πάντα, εἰ ἀποδεικνύεται, εἰ διαιρεῖται, εἰ ἀναλύεται, καὶ πῶς τὰ μέρη σύμπαντα τοῦ παντὸς ὁμονοεῖ πρὸς ἄλληλα κατὰ συμπάθειαν ἄρρητον καὶ αὖθις ἀντιπαθεῖ ὡς ἑνὸς ζῴου τοῦ κόσμου τυγχάνοντος, καὶ πῶς ὁ Πλάτων εὐθὺς γραμμικὰ τὰ στοιχεῖα θέμενος καὶ τὴν γῆν κύβῳ εἰκάσας, τὸ δὲ ὕδωρ τῷ εἰκοσαέδρῳ, | |
370 | τὸν δὲ ἀέρα τῷ ὀκταέδρῳ, καὶ τὴν πυραμίδα μὲν τῷ πυρί, τὸ δὲ δωδεκάεδ‐ ρον τῷ αἰθερίῳ κόσμῳ ἤ, ὡς ἔνιοί φασι, τῷ παντί, εἶτα ὥσπερ ἐπιλαθόμενος σφαιρικὰς ξυμπάσας τὰς ὁλότητας αὐτῶν ἀναγράφεται· καὶ ἄλλα τούτων δυσληπτότερα προσεπέφερον. ἀλλ’ ὅ φασιν οἱ πολλοὶ πρὸς ἐνίους διαφερό‐ μενοι καὶ περί τινος ἐγκαυχώμενοι, τοῦτο δὴ καὶ αὐτὸς ἐπ’ αὐτοῦ ἑώρων· | |
375 | κάλλιον γὰρ ἐγίνωσκεν ἅπαντα ἢ τὸ οἰκεῖον ἕκαστος ὄνομα. ἀλλ’ ἀφείσθω ταῦτα. Ἔτι γοῦν συνομιλούντων ἡμῶν ἕτερός τις διακόψας τὸν σύλλογον ἐπὶ τὸν προκείμενον ἄνδρα τὸν σκοπὸν ἐπανέστρεψε, καὶ μετ’ ἐνίους τῶν λόγων ἐπίσκοπός τις διεδέξατο τὸν διάλογον (Ταυρηνὸν τοῦτον ὁ δῆμος | |
380 | οἶδε καλεῖν, τὴν αἰτίαν δὲ σιγῶ νῦν)· ἔνιοι γὰρ τῶν παρεστώτων ἐκεῖ ‘μέγας μέν‘, ἔφασαν, ‘καὶ ὁ μονάζων οὗτος ἀνήρ, ἀλλ’ ἡ τούτου φήμη τὰς πάντων κατέλαβεν ἀκοάσ‘. ἡμεῖς γοῦν πρὸς τοῦτο διεμαχόμεθα καὶ ‘οὐδ’ ἂν ὅστις καὶ εἴη‘, διανιστάμεθα, ‘ὁ τοῦτον ὑπερβαλλόμενος εὑρεθή‐ σεται· ἔστι μὲν γὰρ καὶ τοῦ καλοῦ κάλλιον, ἀλλὰ τούτου τί ποτε κρεῖττον | |
385 | ἀναφανήσεται;‘ ἦν μὲν οὖν ὁ λόγος ἀμφιβαλλόμενος πρότερον καὶ πολλὰς διδοὺς λαβὰς καὶ ἀντιλαβὰς καὶ μηδαμόθεν πῆξιν δεχόμενος· ἐγὼ μὲν γὰρ οὔπω τοῦ ἀνδρὸς ἤμην ἀκηκοώς, ἀλλ’ οἱ πεῖραν εἰληφότες τούτου ἰσχυρῶς ἀπεμάχοντο. τέως γοῦν ἀμφοτέροις τηνικαῦτα τὰ βραβεῖα διεβραβεύθησαν (ἐν τοῖς ἀμφιβόλοις γάρ, φησί, χρὴ νεύειν πρὸς τὸ φιλάν‐ | |
390 | θρωπον), καὶ καλῶς ἡττᾶσθαι μαθόντες οὐδέν τι πλέον ἀντείπομεν ἀλλ’ ἢ ὡς παρόντων τούτων οὐδεὶς ἄλλος γε χώραν λήψεται πρὸς ἀνάγνωσιν. καὶ μεταξὺ μὲν λευκοῦ καὶ μέλανος πολλὰ ἂν παρρησιάσαιντο χρώματα, τὸ φαιόν, τὸ ἐρυθρόν, πάντα τἆλλα, καὶ ὑγείας καὶ νόσου τὸ παρὰ τοῖς ἰατροῖς οὐδέτερον τόπον κτήσαιτο (τὰς γὰρ ἐκ νόσου· ἀναλήψεις οὔτε | |
395 | ὑγείας φασὶν οὗτοι οὔτε τὰ ὑγιαινόντων διενεργούσας), μέσον δὲ τούτων οὐδεὶς τῶν ἄλλων αὐτομολήσειεν οὐδ’ ἆραι στόμα δυνήσεταί ποτε. ἀλλὰ κἀνταῦθα καταλιμπάνω τὰ πλείονα. Τὴν γοῦν ἐπιοῦσαν ἡμέραν (λέγω δὲ τὴν μετὰ ταύτην παρασκευήν) κἀκείνου ἀναγινώσκοντος ἤκουσα· ἔρρει γὰρ ὁ λόγος πρὸς πάντας ὡς | 149 |
37(400) | ὁ ἐπίσκοπος τὴν ἀνάγνωσιν εἴληφε. παραγεγονὼς οὖν τὰς ὑπολήψεις κατῄσχυνα καὶ τῷ παρεστὼς παρεστῶτι τὸ προδραμὸν ἐπανέλυσα. ἄναρθρός τε γὰρ τὴν φωνὴν ὑπῆρχεν ὁ γέρων καὶ κορώνῃ παμφάγῳ παρόμοιος, ἔν τισι δέ (ἀλλὰ μηδείς μοι κἀν τούτῳ μέμψοιτο μὴ λοίδορον ἴσως καλέσοι καὶ φιλοσκώμμονα) οὐδὲ τὸν εἱρμὸν τῶν λόγων διέσῳζεν, | |
405 | ἀλλ’ ἐπλαγίαζε μᾶλλον ἐνιαχοῦ, εἴ τι κάλλιον προσεξεύρισκε· καὶ ἵνα μὴ τὸν ἄνδρα χαρακτηρίζω τὸν κακὸν χαρακτῆρα καὶ ἀτοπώτατον, τοσοῦτον διήλλαττε τοῦ προτέρου ὅσῳ καὶ τὰ καθόλου τῶν μερικῶν καὶ τὰ ἀίδια τῶν φθαρτῶν καὶ ἡ ἐπιστήμη τῆς αἰσθήσεως. εἰ δέ τινες ἀνθίστανται λέγοντες ὡς οὐχ οὕτως ἐστὶ τὰ τῆς κρίσεως οὐδ’ ἀκριβῶς τὸν ἄνδρα | |
410 | ἐγνώκαμεν, ληρείτωσαν ὅσα βούλονται· παρὰ γὰρ τοῖς ἀπαιδεύτοις καὶ τὸ θράσος μὲν δεξιόν, ἡ δειλία δὲ τὴν λαιὰν μερίδα λελάχηκεν· εἰ δ’ ὅτι πρῶτος οὗτος ἀναγνώστης ἐστὶ καὶ πολὺν ἔσχε λόγον παρὰ πολλοῖς, ἀλλὰ καὶ φωτὸς μὴ παρόντος ἡ σκιὰ περιπόθητον· δεδόσθω δ’ ἴσως καὶ τὸ λεγόμενον καὶ παρρησίαν ὁ λόγος ἐχέτω. ἀλλ’ ἤκμασέ ποτε καὶ ἡ Ἑλλάς, | |
415 | ὡς ἀκούομεν, Μακεδόνες δ’ αὐτῆς τὴν πᾶσαν ἰσχὺν ἀφείλαντο· καὶ τὰ Περσῶν εὐτυχῶς εἶχεν, ἀλλὰ μία ἡμέρα τὴν πολλὴν ἐκείνην βασιλείαν καθεῖλεν· ἔπνευσέ ποτε λαμπρὸν ἡ Αἴγυπτος, ἀλλ’ ὡς νέφος αὐτῆς ἡ εὐπραγία παρῆλθε. τί γοῦν θαυμαστὸν εἰ κἀκείνου πρότερον εὐτυχοῦντος νῦν ἄλλος τὴν εὐτυχίαν ἀνέλαβεν; | |
420 | Ἔγωγ’ οὖν κἀκεῖνο θαυμάζω τοῦ ἀνδρὸς μάλιστα ὅτι τοιοῦτος ὢν καὶ τοσαῦτα κεκτημένος τὰ χαρίσματα, ὡς μικροῦ καὶ πάντας ὑπεραίρειν βροτούς, οὐδέποτέ τι κομπαστικὸν ἔφησεν οὐδὲ κατεξανέστη τινὸς οὐδὲ μεγαλαυχοῦντος τὸν ὅλον χρόνον ἀκήκοα, ἀλλ’ ὥσπερ φασὶ τοὺς πολυ‐ μαθεῖς ἀμαθίαν δεινὴν κατηγορεῖν ἑαυτῶν, οὕτω καὶ οὗτος καθ’ ἡμέραν | |
425 | ποιεῖ καὶ τὸ ταπεινὸν ἀσκεῖ μᾶλλον ἢ ἕτεροι τὸ μεγάλαυχον. οὐδὲ γὰρ τὸ Αἰγυπτιακὸν φῦλον μιμεῖται, ἀλλὰ τοῦ πράου Χριστοῦ τὸ ταπεινόν τε καὶ ἥμερον, οὐδὲ τὸ τοῦ Ἀλεξάνδρου καὶ οὗτος ἐφθέγξατό ποτε· φασὶ γὰρ ἐκεῖνον, ἡνίκα Εὐρώπης καὶ Ἀσίας τὸ κράτος ἀνήψατο, ἐν ἐπικαίρῳ στάντα | |
χωρίῳ καὶ πάντα περιαθρήσαντα πρὸς τοὺς παρόντας εἰπεῖν· ‘τὰ τῇδε καὶ | 150 | |
430 | τὰ τῇδε πάντα ἐμά‘. οἶδε γὰρ ὅτι τὸ εἶναι δοκεῖν ἄπρακτόν ἐστι μέγιστον, ἔργοις γὰρ οὗτος οὐ λόγοις ἀπατηλοῖς τοὺς ἀκούοντας πείθει τὰ πάναγρα λίνα τείνων καὶ πάντας κατέχων τοῖς ἐνοῦσι καλοῖς. Ἀλλὰ μηδεὶς ἀπείπῃ τῷ ἀγαθῷ, μηδ’ ὥσπερ ἄπελπις γένηται τοῦ καλοῦ, ὡς οὐκ ἀφίξεται πρὸς μέτρον τοιοῦτον, οἷα τοῦ ἀνδρὸς ὑπερνικήσαν‐ | |
435 | τος ἅπαντας· πόνος ἐστὶν ἀρχὴ παντὸς ἀγαθοῦ, μᾶλλον δὲ ῥίζα τῶν ἀγαθῶν ὁ πόνος ἐστί. μηδεὶς οὖν ἡμῶν καθευδέτω, μηδεὶς ῥαθυμείτω, μηδεὶς ἀμελείτω τοῦ ἀγαθοῦ· κἀγὼ πάροχος καὶ ὀφειλέτης τοῦ πράγματος. τὸ γὰρ γένος ἡμῶν οὐδέποτε τῶν τοῦ θεοῦ καλῶν ἀμοιρεῖ, ἀλλὰ φέρειν ἡμῶν τὴν πολλὴν ῥᾳθυμίαν ἀδυνατῶν πρὸς τὴν τῶν λαμβανόντων ἰσχὺν | |
440 | σταθμᾶται καὶ τὰ διδόμενα. κἂν μὴ πάντες τῶν πρωτείων κατευμοιρή‐ σωμεν, μηδ’ οὕτως ἀσχάλλωμεν· σπάνιον γὰρ τὸ καλόν, τὸ δὲ τῶν ἐναντίων πλῆθος ὑπὲρ κατάληψιν. τριττὸν δὲ καὶ τὸ γένος τῶν ἀνθρώπων ἐστίν· οἱ μὲν γάρ εἰσι γῆς ἄνθρωποι, οἱ δὲ οὐρανοῦ, οἱ δὲ τοῦ θεοῦ· καὶ οἱ μὲν θηρευτικοὶ τῶν σωμάτων εἰσί, οἱ δὲ τεχνῖται καὶ ἐπιστήμονες, οἱ δὲ | |
445 | προφῆται καὶ ἱερεῖς. καὶ τὸ πέρας δὲ τῆς τοῦ Σὴθ ἐπιστήμης οὐ πολλῶν ἀρχὴ γέγονε, ἀλλὰ τοῦ δικαίου Νῶε, τούτου δὲ τὴν τελείωσιν Ἀβραὰμ μόνος παιδεύεται, ἡ δὲ ἀκροτάτη τούτου σοφία Μωσέως ἄσκησις γέγονεν. οὔκουν πολλῶν τὸ καλόν, μᾶλλον δὲ τὸ μὴ καλὸν πολλῶν, εἷς δὲ τυγχάνει τούτου καὶ δυσχερῶς. | |
37(450) | Ἀλλὰ δέον καταπαῦσαι τὸν λόγον πολλὰ καὶ ἄλλα λέγειν βουλόμενον· ὁ γὰρ φίλτατός μοι τῶν φίλων καὶ κάλλιστος, ὁ πάντας ἐν φρονήσει καὶ συνέσει καὶ λόγων ἰσχύι ὑπερβάλλων καὶ ὑπὲρ πάντα μοι περιπόθητος ἕτερον, ὁ δεῖνα, τῆς πρόσω με γραφῆς διεκώλυσε, ἀρκετὰ φάμενος τὰ πάροντα καὶ πρὸς Ἡρακλέας πολλούς. ἐγὼ δὲ χάριτας ἔχω τῇ κεχαριτω‐ | |
455 | μένῃ Μητρὶ καὶ ὕμνους ταύτῃ προσκομίσω καὶ ᾄσματα τὰ εἰκότα ὅτι δυσὶν ἀνδράσι τοιούτοις με συνηρμόσατο. χαῖρέ μοι οὖν, ὦ ὁ δεῖνα, ἡ λογικὴ λύρα, ἡ καλλίφθογγος σάλπιγξ, ὁ κρατὴρ τῶν λόγων, τὸ ἀνεξάντλη‐ τον πέλαγος· χαῖρέ μοι, ὦ μονάζων, καὶ σύ, τὸ πνευματικὸν ὄργανον, ὁ μουσικὸς τέττιξ, ὁ μὴ σιγῶν μέν ποτε, ἀπενιαυτίζων δέ πως τὸ μέλος μοι· | |
460 | χαίρω νυνὶ καὶ αὐτὸς ὅτι χαρᾶς ἑταίρους προξένους εὕρηκα. | 151 |
38(1t) | Εἰς τὸν αὐτοῦ ἔκγονον ἔτι νήπιον ὄντα | |
2 | Οὐκ ὄψομαί σε ἴσως, φίλτατόν μοι βρεφύλλιον καὶ ψυχῆς ἐμῆς ἔκγονον, οὔτε ἡβάσκον, εἴ γε θεὸς βούλοιτο, οὔτε μειρακευόμενον, ἐπειδή μοι τὸ ζῆν ἐπιλείψιμον ἤδη καὶ ὁ χρόνος ἥκει φέρων τὴν τομὴν τοῦ κλωστῆρος. | |
5 | διὰ ταῦτά σοι προλαμβάνω τὸν λόγον καὶ χάριτάς τινας λογικὰς ταῖς σαῖς ἐμφύτοις ἀντιδίδωμι χάρισιν. ἀγνώμων δὲ ἂν εἴην καὶ πάντῃ ἀλόγιστος εἴ, σου ἀτελῶς ἔχοντος καὶ αἰσθήσεως καὶ συνέσεως, ἔπειτά μοι μόνῳ ταῦτα ἀπακριβοῦντος καὶ τῆς ἐμῆς αἰσθανομένου καὶ φωνῆς καὶ στοργῆς προσφυομένου τε περὶ τὸν τράχηλον καὶ τὴν ἐμὴν ὑποδεδυκότος ἀγκάλην | |
10 | καὶ ἀνεχομένου 〈μου〉 διενοχλοῦντός σε τοῖς φιλήμασιν, αὐτός σε τῆς προσ‐ ηκούσης ἐλλείψω ἀντεισφορᾶς πλουτῶν τά τε ἄλλα καὶ τὴν τῶν λόγων φοράν. Διὰ ταῦτά σοι ὥσπερ ἐγκώμιον τουτονὶ τὸν λόγον ποιοῦμαι, ἵν’ ἔχοις ἀναγινώσκων ποτὲ τὴν γραφὴν εἰδέναι ὁποῖόν σοι χρῆμα ὁ πάππος | |
15 | ἐγεγόνει τῷ βίῳ καὶ οἵαν εἶχε τὴν τῆς γλώττης περιβολήν. ἐπαινέσομαι δέ σε οὐκ ἐπάγων ἔξωθεν τὰ ψευδῆ οὐδὲ πλάττων τὴν εὐφημίαν, ἀλλὰ τὸ σὸν ἦθος χαρακτηρίζων, οἷον εἰς ἕτερον οὐχ ἑωράκειν βρεφύλλιον, ἐπεὶ καὶ γνωματεύειν ἐγὼ δεινός, εἴπερ τις ἄλλος, καὶ διὰ τῶν αἰσθήσεων ὥσπερ θυρίδων τινῶν προκύπτειν εἰς τὴν ψυχήν, μᾶλλον δὲ αὐτὴν ὀφρύσι | |
20 | καὶ ὀφθαλμοῖς ἐγκαθημένην κατανοεῖν. Ἀλλ’ ἐπειδὴ εἰς καιρόν γε τουτωνὶ τῶν μερῶν ἐπεμνήσθην τοῦ σώματος, εὔνουν σοι ὡς ἀληθῶς τὸ ὄμμα εὐθὺς γεγονότι τεθέατο, οὔτε γοργὸν καὶ εὐκίνητον οὔτε ἀργὸν καὶ βλακῶδες, ὅπερ ἀμβλυτέρου ἤθους σημεῖον | |
καθέστηκεν, ἀλλ’ ἑστὼς μέν ποτε ὥσπερ ἐν συννοίᾳ, κινούμενον δὲ | 152 | |
25 | ἱλαρῶς αὖθις, ὁπηνίκα ἐπιδραμεῖν ὁ γέλως ἔμελλεν. ἔγωγ’ οὖν ἅπαξ τοῦτο σημειωσάμενος, οὐκ ἐκ τριποδικοῦ λέβητος οὐδ’ ἐκ βακχικῆς συγκινή‐ σεως, ἀλλ’ 〈ἐξ〉 αὐτῆς τῶν σῶν ὀμμάτων εὐμενοῦς διαθέσεως, ὅτι γελάσεις εὐθὺς προεφήτευον· καὶ αὐτίκα βραχύ τι τὸ χεῖλος μετακινήσας ἐρυθήματός τε πεπλήρωσο καὶ παρεῖχες τὸν γέλωτα. ἐν δὲ ταῖς τῶν | |
30 | ὀμμάτων συννοίαις οὐδὲ ἡ ὀφρὺς ἀσυντελὴς ἦν, ἀλλὰ κἀκείνη παρεγύμνου τι τῶν ἀπορρήτων ἠθῶν ἠρέμα συγκαμπτομένη καὶ συνδιδοῦσά τι καὶ συνέσεως. Ἀντίθετος δὲ ὥσπερ πρὸς τὸ δακρύειν γενόμενος, οὐδ’ ὁπότε σοι αἱ τοῦ γάλακτος πηγαὶ ἀπεφράγνυντο καὶ τοῦ συνήθους σε ἡ τήθη ἀπεστέρει | |
35 | πόματος, διερρήγνυσο τοῖς κλαυθμοῖς καὶ ἀπέσπαιρες, ἀλλ’ ὥσπερ ἐῴκεις φιλονεικῶν καὶ γραφόμενος αὐτὴν ἀδικίας καὶ ὕβρεως, ὁπότε σοι μᾶλλον βριμῶδες ἐπεδείκνυ τὸ πρόσωπον· ἵνα δὲ καὶ τὸν θεατὴν ἢ δικαστὴν εἰς τὸ σὸν ἐπισπάσῃ βούλημα, καὶ δάκρυόν τι κατέσπενδες ὁμοῦ καὶ τῇ γλώσσῃ καὶ τοῖς ὀφθαλμοῖς τὰς δικαστικὰς ψήφους ἐπικλινεῖς | |
40 | ἑαυτῷ ποιούμενος. ὥσπερ δέ τις τῶν ἐπιεικῶν, ἐπειδὰν τὸν μαζόν σοι ἡ ἀδικήσασα παρεγύμνωσε, μετεβάλου ταχὺ καὶ ἡμερώτερον ἑώρας τὴν τυραννήσασαν· καὶ προσφὺς τῇ πηγῇ οὐχ ὥσπερ οἱ διψῶντες ἀπλήστως εἴχου τοῦ νάματος, ἀλλὰ πιὼν ὁπόσον μέτριον μισθὸν εὐθὺς ἐδίδους τῇ θρεψαμένῃ εὐμενὲς ὄμμα καὶ γέλωτα. καὶ ἦν σοι τὸ παρὰ προαίρεσιν | |
45 | νόμος αὐθαίρετος καὶ τὸ ἀλόγιστον ἀκολουθία τις ἔλλογος· τοῖς μὲν γὰρ πολλοῖς ἀλογωτέρα ἡ ψυχὴ γενομένοις εὐθὺς διατίθεται, οἷς δὲ ἡ φύσις φιλοτιμοτέρα ἐγκατῳκίσθη παρὰ θεοῦ ἀναλάμπει διὰ ταύτης τὸ πνεῦμα ὥσπερ διὰ λυχνίας ὑψιφαοῦς τηλαυγέστερον παραδεικνῦσα τὸ φῶς. τοιοῦτόν τι κἀμοὶ τῷ πάππῳ περὶ τῆς γειναμένης ἐξήγγελτο· καὶ | |
38(50) | καινὸν οὐδέν, εἰ ἀπὸ τῆς αὐτῆς πηγῆς προεληλυθὸς ὥσπερ ῥευμάτιον μοῖράν τινα τῆς τεκούσης ἀπεσπάσω φύσεως. Διὰ ταῦτά σοι καὶ τὰ ἄλλα οὐ βρεφοφυῆ καθειστήκει, ἀλλὰ τῆς τοιαύτης ἡλικίας πολὺ συνετώτερα· οὔπω γάρ σοι μὴν τέταρτος ἐξῆκε τῆς ἡλικίας καὶ οἱ τῶν περὶ σὲ χαρακτῆρες τῇ σῇ ψυχῇ σαφῶς ἀπεμάττοντο· καὶ | |
55 | ᾔδεις ἕκαστον ἢ ἑκάστην. καὶ ὥσπερ δὴ κατενόεις τίς μὲν κατολιγωροίη σου, τίς δὲ ἐπιμελῶς ἔχοιτο, καὶ ἢ διετίθεσο οἰκειότατα ἢ ἀπέστεργες. ἐμοὶ δὲ μόνῳ τὸν σὸν νόμον †ἀπέστεργες† καὶ εὐμενὲς ἑώρας καὶ ἄσχετον φιλοῦντα καὶ θλίβοντά σου τὸ χεῖλος ταῖς ἐπαφαῖς καὶ ἀγκαλιζόμενον | |
ἀνδρικώτερον, καὶ παίοντι δὲ τὴν δεξιὰν παρεῖχες καὶ τὴν λαιὰν ὥσπερ | 153 | |
60 | τὸν τοῦ κυρίου νόμον πληρῶν· ᾔδεις γὰρ ἴσως ὅτι ἐξ εὐμενείας τὰ τραύματα καὶ ὁ πλήττων οὐχ ἵνα πλήξοι τοῦτο ποιεῖ, ἀλλ’ ὅπως ἂν τῆς σῆς παντοδα‐ πῶς ἀπολαύσῃ φύσεώς τε καὶ χάριτος. κἀγὼ δέ τοι, ἐπειδάν σε συγχυθὲν εἶδον, εὐθὺς ἀπῆγον τὰ σὰ παιδικά, ἐπηλάφριζον ταῖς χερσίν, ἐκούφιζον εἰς ἀέρα, πᾶν σοι θυμηδίας μέτρον ἐπλήρουν. | |
65 | Ἐδυσχέραινες δέ, εἴπερ τι ἄλλο βρέφος, τὸν τῶν σπαργάνων δεσμὸν καί, ἐπειδάν σε ἡ τήθη τῇ κάλπιδι δεξιῶς ἀπελούσατο καὶ δεσμεῖν ἔμελλεν, ἑκατέρας χεῖρας ταῖς πλευραῖς ἐπευθύνουσα καὶ τὼ πόδε συντιθεῖσα καὶ συμβιβάζουσα, εὐθὺς κατηφιῶν ἐσκυθρώπαζες· καὶ οὐδέν σε τῶν ἄλλων ἔθελγεν ὥσπερ οὐ βουλόμενον ἐν δεσμωτηρίῳ τρυφᾶν. ὁπηνίκα δέ σοι ὁ | |
70 | δεσμὸς ἐπελύετο καὶ ἀπεδύου τὸ σπάργανον, οὐκ εἶχες ὅ τι καὶ γένοιο, ἱλαρώτερον μὲν βλέπων, γλυκύτερον δὲ μειδιῶν καὶ παντοίως μὲν τὰς χεῖρας κινῶν, παντοδαπῶς δὲ τοὺς πόδας μετακινῶν καὶ οἷον τῇ προθυμίᾳ πτερούμενον καὶ πρὸς ἀέρα αἰρόμενον. ἐπῃσθάνου δὲ γενναιότερον καὶ τῶν κοσμικῶν ἡδονῶν καί, ὁπότε σοι ἡ μήτηρ τὴν κεφαλὴν διεκόσμησεν ἢ | |
75 | περιβολήν τινα λαμπροτέραν ἐνέδυσε, ῥεμβόμενον ἔσπαιρες ἅμα καὶ βλακευόμενον καὶ καλλυνόμενον τῇ στολῇ. λουτρῶν δὲ χάριτας οὐχ ὥσπερ βρέφος προσίεσο, ἀλλὰ λογικώτερον ἔστεργες. ἔγωγ’ οὖν οὐ μάλα λούεσθαι βουλόμενος, ἵνα τοῦ μὲν λουτροῦ κατατρυφῴης αὐτός, ἐγὼ δὲ τῆς σῆς εὐεξίας καὶ χάριτος, πολλάκις βαλανείοις παρεγινόμην καί σοι | |
80 | συννηπιάζων ἐπὶ τῆς αὐτῆς συνανεκλινόμην σοι κάλπιδος· σὺ δὲ τὸ μέν τι ἡδόμενος, τὸ δέ τι φεύγων τὴν θερμοτέραν δεξαμενὴν παντοδαπῶς με περιειλίττου προσφὺς ὁμοῦ καὶ ἐχόμενος καρτερῶς, χρώμενος μὲν τῇ γλώττῃ πρὸς τὰς σὰς διαλέκτους, λέγων δὲ οὐδέν, ὥστε καὶ συνιέναι σου. Ἦν δὲ καὶ τὸ σωμάτιον (ἀλλὰ μή σε βάλοι ὀφθαλμὸς βασκανίας) | |
85 | εὐάγκαλόν τι χρῆμα καὶ ἐρρυθμισμένον τοῖς μέλεσι καὶ ἱερὸν ὡς ἀληθῶς ἀνάθημα φύσεως· καὶ θρὶξ οὔλη τε καὶ ξανθή, ἡ κεφαλὴ τὸ ἀκριβέστατον τῶν σχημάτων σῴζουσα, ὁ τράχηλος ἄφετος καὶ ἐλεύθερος, τἆλλα (ἵνα μὴ καθεξῆς λέγω) ἄριστα συνηρμοσμένα παρὰ τῆς φύσεως. Εἰ μὲν οὖν εὐτυχής σοι καὶ ὁ σύμπας τῆς ζωῆς γένοιτο χρόνος, ἀλλὰ | |
90 | τοῦτο οὐ πάνυ τι διισχυρισαίμην. τὸ οὖν προοίμιον εὔδαιμον· βασιλεὺς γὰρ καὶ βασιλὶς ἠμφισβήτησάν σοι τῆς ἀναδοχῆς, καὶ νικᾷ τὸ θῆλυ. καὶ τῶν ἀνακτόρων ἐγεγόνεις ἐντός, καί σε θαυμασίως διηγκαλίσατο καὶ τελειώσασα ἐπαυχένιον ἦρε καὶ ὥσπερ ἀχθοφορήσασα ἐπὶ μαλακωτάτης σε καὶ βασιλικῆς στρωμνῆς ἐγκατέθετο· καὶ αὖθις ἀπέδωκε τῇ μητρί, | |
95 | συναποδοῦσα καὶ τὸν κόσμον ᾧ τηνικαῦτα κεκόσμησο. ἐπὶ τούτοις καὶ βασίλειος ἀπεκληρώθη τιμή, τοῦ μὲν γένους ἐλάττων, ἀλλά γε μείζων τῆς ἡλικίας. Τοῦτο μὲν δή σοι τὸ παρὰ τοῦ πάππου ἐγκώμιον, ἀτελὲς ἐπ’ ἀτελεῖ συντεθέν. σὺ δέ μοι ὁ ἔμψυχος μαργαρίτης, τὸ τῆς ἐμῆς ψυχῆς ἐγκαλλώ‐ | 154 |
38(100) | πισμα, ἐπειδὰν τῆς φρονούσης ἅψαιο ἡλικίας καὶ γνοίης οἷος μέν σοι ὁ πάππος, οἷα δέ σοι τῆς ζωῆς τὰ πρωτόλεια, πρὸς τὸ παράδειγμα σαυτὸν ἀπεικόνιζε, ῥυθμίζων τὸ ἦθος πρὸς σωφροσύνην καὶ τιμῶν μὲν γονέας, αἰδούμενος δὲ παιδαγωγούς τε καὶ διδασκάλους καὶ πρὸ πάντων λόγοις τὴν σὴν καλλύνων ψυχήν· ἐντεῦθεν γάρ σοι κἀγὼ καὶ τὴν μητέρα καὶ τὸ | |
105 | γένος ἐκόσμησα. καὶ τύχοις μὲν ὅσων ἐρᾷς, μᾶλλον δὲ παιδείας τε καὶ συνέσεως, ἃ δὴ καὶ μόνα ἐπὶ τὸ οἰκεῖον κάλλος ἀνάγει ψυχὴν καὶ σύνεσιν τῶν ἀρρητοτέρων συντίθησιν. ἐγὼ δέ σοι ταῦτα γεγράφηκα ἐπὶ ταῖς | |
ἀγκάλαις ἔχων καὶ ἀπλήστως κατασπαζόμενος. | 155 |