TLG 2702 006 :: Michael PSELLUS :: Orationes panegyricae Michael PSELLUS Polyhist., vel Constantinus Psellus
vel Constantius Psellus
vel Michael Psellus Minor Orationes panegyricae Source: Dennis, G.T. (ed.), Michaelis Pselli orationes panegyricae. Stuttgart: Teubner, 1994: 1–186. Orat. 1–21 Citation: Oration — (line) | ||
1(1t) | Λόγος εἰς τὸν βασιλέα κῦρ | |
2t | Κωνσταντῖνον τὸν Μονομάχον. | |
---|---|---|
3 | Ὦ βασιλεῦ ἥλιε· καὶ τίς ἄν με καταιτιάσαιτο ταύτην | |
σοι προσφυῶς τὴν κλῆσιν ἁρμόζοντα; ἢ γὰρ οὐχὶ καὶ | 1 | |
5 | αὐτὸς τῷ κύκλῳ τῶν ἀρετῶν καὶ τῇ ἀγχιστρόφῳ κινήσει τοῦ νοῦ, τῷ τε μεγαλείῳ τῆς φύσεως καὶ τοῦ κάλλους τῷ ἀπαστράπτοντι πᾶσαν καταυγάζεις τὴν γῆν; ἀλλὰ συμμέ‐ τρους μοι τὰς ἀκτῖνας ἐπάφες τὴν τήμερον, καὶ γενοῦ μοι κατὰ μεσημβρίαν ἱστάμενος καὶ βραχυτέρῳ τῷ κύκλῳ | |
10 | φαινόμενος, ἀλλὰ μὴ ἑῷος καὶ ἀπρόσιτος ταῖς μαρμαρυ‐ γαῖς, ἵνα μὴ ἐκπλήξῃς τῷ ὑπερβάλλοντι τῆς αὐγῆς. δύνα‐ μιν δέ τινα μᾶλλον θείαν ἐνθήσεις καὶ ἀνακινήσεις θαρρα‐ λεώτερον ἀντωπῆσαί σου τῷ ἀρρήτῳ φωτί. εἰ μὴ γὰρ αὐτός με πρὸς τοὺς περὶ σοῦ λόγους ὁρμῆς θεοφορήτου | |
15 | πληρώσειας, καὶ τὰς κρυφίους τῆς ψυχῆς ὠδῖνας ἀνερεθί‐ σας, θεόληπτον οἷον ποιήσειας, πῶς ἂν ἐπίπνους τῶν σῶν πλεονεκτημάτων γενοίμην, τοῖς μικροῖς τὰ μεγάλα σταθ‐ μώμενος, καὶ λόγῳ βραχεῖ τῷ σῷ ἀπειροπλάστῳ μεγέθει παραμετρούμενος; | |
20 | Σὺ μὲν οὖν ἐν μετεώρῳ τῶν σῶν πλεονεκτημάτων ἱστά‐ μενος καὶ ὑπεραστράπτων λαμπρῶς, ἀνέφικτος καὶ τὸ κάλλος καθέστηκας καὶ τὸ μέγεθος. φιλοσοφία δὲ καὶ νομοθετικὴ καὶ ἡ σοφιστικὴ τέχνη, ἡ μὲν ἐξ οὐρανοῦ, αἳ δ’ ἐκ περιπεζίων σφαιρῶν, ὥσπερ ἀπὸ συνθήματος εἰς | |
25 | ταὐτόν σοι ἥκασι νῦν, οὐχ ὥστε κρίνειν ἢ δοκιμάζειν τὰ σά—τίς γὰρ τοῦ κανόνος εὐθύτερος; —ἀλλ’ ἰδεῖν καὶ θαυμᾶσαι, καὶ τοὺς λόγους δωροφορῆσαι τῷ τούτους ὑψώ‐ σαντι. ἑστήκασι δὲ ὡς ὁρᾷς λίαν ἀγωνιῶσαι καὶ πνευστιῶ‐ σαι, καὶ ἱδρῶτι ῥαινόμεναι, καὶ πρὸ τῶν ἀγώνων ἀπαγ‐ | |
30 | ορεύσασαι καὶ τὴν ἧτταν ἐπιδεικνύμεναι. τὸ μέντοι ἦθος οὐ μετηλλάχασιν, ἀλλ’ ἡ μὲν φιλοσοφία πρὸς τὸ εἴσω κάλλος ὁρᾷ, καὶ νοῦν τοῦ λόγου προβάλλεται· τὸ δὲ τῆς νομοθετικῆς σχῆμα ὑψοῦ, καὶ αὐτὸ ἀνέχει τὴν κεφαλὴν καὶ τὰς τοῦ Διὸς δέλτους αὐχεῖ· ἡ δὲ τέχνη στωμύλη τίς | 2 |
35 | ἐστι καὶ ἐπίχαρις καὶ κεκοσμημένη ἁβρῶς, καὶ πολὺ τὸ ἐπαγωγὸν καὶ αἱμῦλον τοῖς λόγοις ἐπιδεικνύουσα. αὕτη τοιγαροῦν λόγους ἱλαροτάτους συνθήσεται καὶ χαρίεντας, καὶ γενεαλογήσασα ἑκατέρωθεν ἀμφοτέρωθέν σε θαυμάσε‐ ται. συνερανίσεταί σοι καὶ τὸ ἀπὸ τῆς πατρίδος ἐγκώμιον· | |
40 | ἐπαινέσεταί σου τὴν εἰς τὸ εἶναι πρόοδον· τὰ ἐπὶ ταύτῃ ἐκπλαγήσεται θαύματα· ἐρεῖ τι καὶ περὶ τοῦ κάλλους καὶ τῆς ἐπ’ αὐτῷ ἀγλαΐας· ἐφάψεταί σου καὶ τῶν ἀπὸ τοῦ νοῦ πηγῶν καὶ τῶν ἀπὸ τῆς γλώττης ῥευμάτων· ἐπεντρυφήσει σου καὶ τῷ ἤθει καὶ τῷ εὐαρμόστῳ τοῦ σώματος· ἐπιθειά‐ | |
45 | σει σοι καὶ πλοῦτον καὶ τύχης ὄγκον καὶ περιουσίαν δυνά‐ μεως. εἶτα τί; χρηστηριάσει σοι τὰ ἀπόρρητα, οἰωνοὺς αἰ‐ σίους, ὀμφὰς ἀρρήτους, προρρήσεις ἐναργεῖς, ἀπορρήτους ἐπιστασίας δυνάμεων, καὶ τὸ ἐπὶ τούτοις ἐπαγάγῃ κεφά‐ λαιον, τὴν θείαν ταύτην τοῦ κράτους ἀνατολήν. | |
1(50) | Ταῦτα μὲν οὖν ἴσως καὶ πλείω τούτων ἡ τέχνη, εἴ γε μὴ τὴν δύναμιν ψεύδεται, φθέγξεται. φιλοσοφία δὲ τὰ μέν, ὡς ἀλυσιτελῆ πρὸς ἔμψυχον ἀρετῆς ἄγαλμα, ταῖς ἐφόδοις αὐ‐ τῆς οὐ συλλήψεται· τὰ δ’, ὡς πολλάκις εἰποῦσα οὐκ ἂν | |
φανείη παλιλλογοῦσα, οὐδὲ ἀνέξεται ἐν ἄλλῳ νῦν ἢ τῷ τῆς | 3 | |
55 | βασιλείας σε σχήματι καθορᾶν. σὺ γάρ, ὦ θειότατε βασι‐ λεῦ, ὁμοῦ τε τοῦ τῆς ἀρχῆς οἷα δή τις φωστὴρ ἐπιβέβηκας ἅρματος, καὶ πάντες εὐθὺς οἱ δοκοῦντες ἀστέρες ἐκρύβη‐ σαν· καὶ πρὶν ἢ τὴν τῆς διφρείας ἰσχὺν ἐπιδείξασθαι ὥσπερ τις Ὀλυμπιονίκης ταῖς κατὰ πάντων ἐξ ἁπάντων νί‐ | |
60 | καις κατέστεψαι. ὥσπερ γὰρ ἡλίου διφρηλατεῖν ἐξ ἀνατ‐ ολῆς ἐοικότος ἀποβεβηκέναι τῶν ὀχημάτων τοὺς λοιποὺς φωστῆρας εἰκότως ἄν τις εἰκάσειεν, οὕτω δή σοι τὰς τῆς ἀρχῆς περιζωσαμένῳ ἡνίας οὐδεὶς οὔτε συνθέειν οὔτ’ ἀντι‐ θέειν ἐξ ἀντιπάλου μοίρας ἠνέσχετο· ἀλλὰ κατώρθετό σοι | |
65 | ὁ πένταθλος καὶ ἤνυστο τὸ παγκράτιον μηδενός σοι συγ‐ καταβάντος εἰς τὸν ἀγῶνα. Τοῦτό σοι τοῦ κράτους προοίμιον, αὕτη σοι τῆς ἀρχῆς ἡ ἀνάρρησις, οὗτός σοι τῆς βασιλείου τέχνης ὁ πρόλογος. εἶτα θύων τὰ ἐπινίκια, μακρῷ τὸν Ἐμπεδοκλέα τῷ πολυτε‐ | |
70 | λεῖ τῆς θυσίας νενίκηκας. ἐκεῖνος γάρ, ἐπειδὴ Πυθαγ‐ ορικὸς ὢν ἐμψύχων ἀπείχετο, βοῦν ἐξ ἀρωμάτων πλασά‐ μενος, εἶτα τῇ πυρᾷ θέμενος, ἀποφορᾶς Ἰνδικῆς τὴν Ἀττικὴν ἐπλήρωσε γῆν. καὶ νῦν καινὸς θύτης ἐν ταῖς Ἑλλη‐ νικαῖς ᾠδαῖς ὁ φιλόσοφος. αὐτὸς δὲ πᾶσαν εἴσω τῆς πανη‐ | |
75 | γύρεως τὴν οἰκουμένην πεποιηκώς, θεῷ μὲν ἀπαρχὰς τοῦ | |
κράτους τὴν σεαυτοῦ ψυχὴν ἐσφαγίασας, τῷ σιτευτῷ μόσχῳ τῷ καὶ διά σε τυθέντι τὴν ἀναίμακτον σφαγὴν ἀν‐ τεπενεγκών. καὶ δῆτα συμπανηγυρίσας τοῖς εἰσελθοῦσιν ἅττα εἰκός, ἀνοίγεις μὲν τοῖς πᾶσι τὰς τῆς εὐδαιμονίας | 4 | |
80 | πηγάς, καὶ πάσας φλέβας χρυσίτιδας συγκεχωσμένας ἀνα‐ στομοῖς, καὶ ποταμοὺς ὅλους ἡμέροις ἐπικλύζοντας ῥεύ‐ μασι τῶν βασιλείων ἐκφράττεις πηγῶν, τοῖς τε νέφεσιν ἐπιτάξας αὖθις γεννᾶν ὥσπερ τις Ἠλίας τὸν οὐρανὸν κε‐ κλεισμένον ἠνέῳξας, καὶ θάλασσαν νέαν χαρίτων ἀκηρά‐ | |
85 | των δημιουργήσας, οὐκ ἔστιν ὅντινα τοῖς νάμασιν οὐκ ἐκά‐ θηρας. Οὕτω δὲ δὴ τὴν πάνδημον ταύτην τετελεκὼς ἑορτήν, καὶ δευτέρων ἀπήρξω κρατήρων μάλα σεμνοτέρων καὶ πολλοῦ μετεχόντων τοῦ νέκταρος, οὗ δὴ καὶ αὐτὸς εἰς | |
90 | κόρον πέπωκα καὶ μετὰ τῶν μακαρίων ἠρίθμημαι· τὸ δὲ ὁποῖόν ἐστι δηλώσω. Ἐδόκει πάλαι κατὰ κλῆρον προϊέναι ἡ τῆς εὐδαιμονίας καὶ δυσπραξίας πηγή, καὶ παῖδες παρὰ πατέρων τὰ διά‐ φορα τῆς τύχης δεχόμενοι ῥεύματα εἰς υἱωνοὺς μετωχέ‐ | |
95 | τευον. ἀλλὰ σὺ πρῶτος τὴν κακίστην ταύτην σύγχεας διαί‐ ρεσιν, καὶ τῷ τρόπῳ μᾶλλον ἢ τῷ γένει τὰ τῆς εὐτυχίας ταλαντεύσας ζυγά, τοὺς κλήρους ἡμῖν μετεκίνησας. καὶ | |
πολλοὺς ἂν ἴδοι τις τῶν ἀπτέρων πάλαι γεγονότας ἐκπετα‐ σίμους καὶ ἐγγύτατα τοῦ σου περιϊπταμένους φωτός. οὐ | 5 | |
1(100) | γάρ ἐστιν ὅντινα τῶν ἐξ ἑκάστης ἐπιστήμης ἢ τέχνης ἤ τινος ἄλλης δυνάμεως τὸ ἐξαίρετον ἔχοντα οὐ τετίμηκας. σύ γε καὶ τὸν πρῶτον ἐσεβάσθης φιλόσοφον ὅτι μὴ δεῖται ἀρχῶν, καὶ τὸν ἐν μαθήμασιν ὅτι τῶν εἰδῶν ἐστι θεωρός, καὶ τὸν φυσικὸν ὅτι τὰς ἀπαρχὰς ἐφεῦρε τῶν στοιχείων | |
105 | τοῦ σώματος, καὶ τὸν ἀποδεικτικὸν ὅτι χρῆται τοῖς οὐσιώ‐ δεσι, καὶ τὸν διαλεκτικὸν ὅτι συλλογισμοῖς ἐφοδεύει ἀμφι‐ δεξίως, καὶ τὸν σοφιζόμενον ὅτι παραλογίζεται εὐφυῶς, καὶ τὸν ἁρμονικὸν ὅτι τοὺς λόγους οἶδε τῶν κράσεων, καὶ τὸν ῥυθμικὸν ὅτι τὴν τῶν χρόνων ἀναλογίαν ἐπίσταται. | |
110 | Σὺ καὶ τὴν νομοθετικὴν κεκόσμηκας ὅτι πολιτειῶν κόσμος ἐστὶ καὶ τῆς ἀπείρου ὕλης εἰδοποιός, πέρατα ὡσα‐ νεὶ τοὺς μερικοὺς χρόνους περιτιθεῖσα τοῖς πράγμασι. καὶ τὴν ῥητορικὴν ἐπόθησας, ὅτι ἑκατέρωθεν ἐπιχειρεῖ δεξιῶς καὶ ποικίλλεται τοῖς εἴδεσι καὶ ταῖς κράσεσι. σὺ καὶ τὸν | |
115 | τοξότην ἐπῄνεσας κατὰ σκοπῶν ἀφιέντα, καὶ τὸν ἀκοντι‐ στὴν εὔστοχα πέμποντα, καὶ τὸν στρατηγὸν τὴν τῆς φά‐ λαγγος ἀσπίδα συνέχοντα, καὶ τὸν πρωτοστάτην θαρρ‐ οῦντα, καὶ τὸν οὐραγὸν τὸν λόχον φυλάττοντα. σὺ καὶ ῥώμην ἐθαύμασας σώματος καὶ ἀνδρείαν ψυχῆς καὶ μηχα‐ | |
120 | νημάτων ἐπίνοιαν καὶ γλώττης περιβολὴν καὶ λόγου κάλλος καὶ τέχνης δύναμιν καὶ μέγεθος ἐπιστήμης καὶ ὑλῶν ἀρχιτεκτονίαν καὶ φύσιν ὀξεῖαν καὶ φρόνημα βε‐ βηκὸς καὶ αἰδοῦς ἄνθος καὶ παρρησίαν πρεσβυτικὴν καὶ σιωπὴν εὔλογον καὶ λόγον σιωπῆς εὐκαιρότερον καὶ πάντα | |
125 | ζηλώσας προσφυῶς, ἐκ πάντων συντέθεικας σεαυτόν. οὕτω γάρ σου τὴν ψυχὴν ἁπαλὸν ἐκμαγεῖον πεποίηκεν ὁ θεός, ὡς πρὸς πάντα μεθαρμόζεσθαι εὐφυῶς, καὶ πᾶν μὲν εἶδος δυνάμεως ἀναδέχεσθαι, πρὸς πάντα δὲ λόγον εὐκόλως με‐ ταρρυθμίζεσθαι. | 6 |
130 | Ὅταν σε ταῖς ἐκ τῶν ἐθνῶν πρεσβείαις θεάσωμαι χρη‐ ματίζοντα καὶ πρὸς τὸ τῆς οἰκονομίας εἶδος ἐμβιβάσω τὸν νοῦν, αὐτόχρημά σε τέχνην λογίζομαι καὶ δεινότητος μέθο‐ δον. ὅταν κληροῦντα τὰς ὑποθέσεις καὶ διαιτῶντα ταῖς δί‐ καις καὶ χειροτονοῦντα τὰς ψήφους, τὴν θείαν δίκην φαν‐ | |
135 | τάζομαι καὶ πρὸς τὸ ἀδέκαστον δικαστήριον ἀναφέρομαι. ὅταν ἐν ἀρχαιρεσίαις σε δοκιμάσω, θαυμάζω τὴν σύνεσιν καὶ τὴν κατὰ λόγον κρίσιν καὶ τὸ ἀπαραλόγιστον τοῦ φρονήματος. ὅταν εὐεργετοῦντί σοι προσέξω τὸν νοῦν, τὸ Ἀτλαντικὸν ὁρῶ πέλαγος καὶ τοὺς ἐξ Ἐδὲμ ῥέοντας ποταμ‐ | |
140 | ούς, τὴν ἀνεξάντλητον πηγὴν τοῦ θεοῦ. ὅταν βλέπω τοὺς Τιτᾶνας κολάζειν ἀναγκαζόμενον, τοὺς εἰς οὐρανὸν τὸ τόξον ἐντείνοντας, ἵνα σὲ τὸν τοῦ θεοῦ παῖδα, εἰρήσθω γάρ, ἐν σκοτομήνῃ κατατοξεύσωσιν. ὅταν ἴδω τεθηγμένην τὴν μάχαιραν, τὴν ῥομφαίαν ἐστιλβωμένην, ἀνημμένους | |
145 | τοὺς ἄνθρακας, ἀνεστομωμένας τὰς ἀκτῖνας τῆς πρηστη‐ ρίου φλογός· ὅταν ἴδω τὸν τύραννον ἐπὶ κεφαλὴν ὠθού‐ μενον εἰς τὸ βάραθρον, πρὸς ξιφουλκίαν αἰρόμενον, κατὰ γῆς ἐρριμμένον καὶ τοῖς δημίοις ἀφεικότα τοὺς ὀφθαλμ‐ ούς, εὐθύς σε μετατιθέμενον ὁρῶ καὶ σπενδόμενον τῷ | 7 |
1(150) | φονεῖ καὶ πρὸς τὴν χεῖρα ἥμερον βλέποντα τὴν τυραννικήν. Ὅταν ὁμιλοῦντος ἀκούσω, τῆς Δημοσθένους γλώττης αἰ‐ σθάνομαι, τῆς τοῦ Περικλέους, τῆς τοῦ Πολέμωνος, τῆς τοῦ Πλάτωνος, τῆς Λυσιακῆς εὐστομίας, τῆς Ἰσοκράτους σειρῆνος, τῆς Ἡροδότου γλυκύτητος, τῆς χρυσῆς γλώττης | |
155 | τοῦ Δίωνος· ἐμφράττω τὴν ἀκοήν, ἐπέχω τοὺς λογισμούς, ὥστε μὴ τῷ κατακλυσμῷ τῶν σῶν λόγων ἀπορρυῆναι. ὅταν χαριεντιζομένῳ ἐντύχω, βαβαὶ τῶν ἰΰγγων τῶν θελκτηρίων τῆς Πινδαρικῆς ᾠδῆς, τῆς Σαπφικῆς λύρας, τῆς Ὀρφικῆς πειθοῦς, τῆς Ὁμηρικῆς Καλλιόπης, τῆς Ἀνακρέοντος γλώτ‐ | |
160 | της, τῆς ὀργανικῆς μούσης, ὅσης πληροῦμαι τῆς χάριτος, ὡς προσανάκειμαί σου τῷ μειδιάματι, ὡς ἱλαρώτατα δια‐ χέομαι. ὅταν ἐνατενίσω φροντίζοντι καὶ συνεσπακότι μὲν τὰς ὀφρῦς, συννεύοντι δὲ πρὸς τὸν νοῦν, τὰς Ξενοκράτους εἰκόνας ἀνατυποῦμαι, τὰς Ἡρακλείτου, οἳ δὴ ἐγκείμενοί | |
165 | πως ἦσαν τοῦ ἤθους καὶ ἐμβριθῶς ἔχοντες. ὢ ποσάκις | |
ἀπὸ τῆς σῆς γλώττης τοὺς ἐμοὺς λόγους ἐπήνθισα, ὅσας ἐκαρπωσάμην δυνάμεις, ὅσας συνέλεξα τέχνας, οἵας μεθ‐ όδους ἠκριβωσάμην. ἐῶ τἆλλα. Ὅταν ἴδω σου τὴν πρὸς τὸν μέγαν ἀρχιερέα αἰδῶ, ὃν | 8 | |
170 | τῷ ἐλαίῳ τῆς ἀγαλλιάσεως ἔχρισας, καὶ τὸ τοῦ τελέσματος μῦρον ἐπέχεας ἄχρι πώγωνος καὶ ἐνδύματος, τὴν τοῦ Δαυὶδ ἐνθυμοῦμαι περὶ τὸν Σαμουὴλ ὑποχώρησιν, ἐπεὶ μηδ’ ὑμεῖς ἐκείνων ἐλάττονες. Εἶδόν σε καὶ ἐπὶ φίλων δακρύσαντα συμφοραῖς καὶ | |
175 | ἠρέμα στεναγμὸν ἀναπέμψαντα. τὸ γὰρ τῆς βασιλίδος οὐδ’ ὑπερβολὴν τοῖς μετέπειτα καταλέλοιπε. καὶ ἢν ὑπόσχοιό μοι νῦν μόνον ἐγκαρτερῆσαι τῷ πάθει, τῷ περὶ ἐκείνης λόγῳ μικρὸν ἐμφιλοχωρήσωμεν. ἀλλ’ ἰδοὺ καὶ πάλιν συγκέ‐ χυσαι καὶ τῷ τῆς λύπης νέφει τὴν ἡλιῶσαν ὄψιν ἠφάνικας. | |
180 | ἔκλινας γὰρ καὶ αὐτός, εἰ καὶ μὴ τοὺς οὐρανοὺς ὡς θεός, ἀλλὰ τοὺς ὑψηλοτάτους τῆς βασιλείας ὄρους, καὶ καταβέ‐ βηκας τοσοῦτον ὥστε καὶ ὑποκεῖσθαι τοῖς ἐκείνης καὶ νεύ‐ μασι καὶ βουλεύμασιν. ἀλλ’ ὑπόκρισις ταῦτα καὶ πάντα φροῦδα ὁ ἐκείνης ἤλεγξε θάνατος. ἀλλ’ ὢ τῆς ἀκενώτου | |
185 | τῶν δακρύων πηγῆς, ὢ τῆς ἀρρήτου τῶν ὀμμάτων δυνά‐ μεως. ἔκαμον καὶ νεφέλαι στάζουσαι ὑετούς, ἔστησάν ποτε καὶ ποταμοὶ τὸ ῥεῖθρον ἀένναα ῥέοντες, καὶ λίθων στερρό‐ τητες σταγόσιν ὑδάτων ἐνέδοσαν. αὐτὸς δὲ βλύζεις πηγά‐ | |
ζων τὸ δάκρυον, καὶ φύεις κειρόμενος καὶ αὐξάνεις δαπα‐ | 9 | |
190 | νώμενος καὶ ἀνθεῖς μαραινόμενος. ὁ δὲ τῆς λήθης χρόνος νενίκηται παρά σοι· τὴν γὰρ ἐκείνης μνήμην ἅπαξ τῇ σῇ ἐμφυτεύσας ψυχῇ ἀρδεύεις τοῖς δάκρυσι καὶ οἷόν τι φυτὸν ἐργάζῃ ἀείζωον. πάντα γάρ σε πρὸς ἐκείνην ἀνάγει βλεπό‐ μενα, ὁ ναός, ὁ τύμβος, ἡ ἁλουργίας. ἂν τὴν εἰκόνα ταύτης | |
195 | θεάσῃ, τὴν ἐκείνης ἐν τῇ ψυχῇ ἐξεικονίζεις μορφήν· ἂν τὴν καλύπτραν, τὴν ἱερὰν ἀνατυποῖς κεφαλήν· ἂν τὴν ἐσθῆτα, τὴν συμμετρίαν τοῦ σώματος· ἂν τὸ τῆς ἀδικίας μαρτύριον τὴν νῆσον ἐνθυμηθῇς, ὅλοις ἱστίοις τῶν βασι‐ λείων ἀπαίρεις. ποθῶν δὲ καὶ τὸ ἐκείνης—πῶς ἂν εἴποι‐ | |
1(200) | μι, πῶς καρτερήσαιμι; —δεσμωτήριον εἰς βασιλείους σκη‐ νὰς μετεποίησας, καὶ νῦν οἷά τις φρυκτὸς ἡ νῆσος πόρ‐ ρωθεν τοῖς καταίρουσιν ἀπαστράπτει καὶ χεῖρα ὀρέγει τοῖς ἐκ πελάγους πρὸς τὴν Ῥώμην ἀλυπότατα παραπέμπουσα. Τί δ’ ἐπὶ τούτοις ἡ φιλοσοφία κατεπαγγέλλεται; ὅτι καὶ | |
205 | ταῖς περὶ θεὸν ἐκείνη συνῆπται δυνάμεσι καὶ πανταχοῦ σοι σύνεστι καὶ συμπρόεισιν. ἀλλὰ τοῖς ὀφθαλμοῖς ἰδεῖν τὸ θεῖον ἐκεῖνο χρῆμα ποθεῖς; ἔχεις οὐκ ἀμυδρὰ καὶ τούτου ἰνδάλματα, οὐκ ἀσαφεῖς σκιάς, τὴν ἐκείνης ὁμόγονον, τὸ ἐκείνης ἐκσφράγισμα, τὸ καθαρὸν ἀφομοίωμα· αὕτη σοι | |
210 | τὴν ἐκείνης παραδεικνύτω καὶ ἀρετὴν καὶ μορφήν. Ἀλλ’ ἐκεῖσε πάλιν ἐπάνειμι. ὅταν ἐπὶ τῆς θαλάσσης τοὺς ἐρεσσομένους πύργους θεάσωμαι, ὥσπερ τινὰς λόφους καὶ ἐπαναστάσεις τῆς ὑγρᾶς φύσεως χιλίᾳ κώπῃ εὐθυνομένας, καὶ ταῦτα δὴ τὰ σὰ μηχανήματα δοκῶ κλονεῖσθαι τὰς τῶν | 10 |
215 | ὀρῶν κορυφάς. καὶ ἐνθουσιῶ μὲν πρὸς τὴν ἄρρητον τοῦ πράγματος δύναμιν, δέδοικα δὲ μὴ συγκίνησις ᾖ τοῦ παντὸς καὶ οὐκ ἔχω ποῖ τράπωμαι. Ὅταν δὲ καὶ τοὺς λαμπροὺς ἡγεμόνας Περσῶν καὶ Μή‐ δων καὶ Βαβυλῶνος θεάσωμαι ὥσπερ ἀπὸ μηχανῆς πρὸς | |
220 | τὴν σὴν ἐλαθέντας ἀρχήν, μετὰ τῶν ὀνειρωττόντων εἶναι δοκῶ καὶ πυκνὰ διερευνῶμαι τοὺς ὀφθαλμούς. σὺ δὲ τί; μὴ γίνῃ τούτοις τῆς τύχης βαρύτερος; πολλοῦ γε καὶ δεῖ. Δαρεῖοι μὲν γὰρ ταῦτα καὶ Ξέρξαι καὶ Κῦροι καὶ Ὦχοι, οἳ καὶ συγγενικοῖς αἵμασι τὰς δεξιὰς κατεχράνθησαν, αὐτὸς | |
225 | δὲ καὶ δεξιὰν ἐμβάλλεις καὶ τοῦ σοῦ κοινωνεῖς νέκταρος καί που δὴ καὶ φιλεῖς. καὶ ἵνα παρῶ τἆλλα, πῶς οὐκ ἂν τὰς σὰς ἐπιφροσύνας θαυμάσαιμι, ἐφ’ αἷς οἱ τῶν μέγα δυ‐ ναμένων παῖδες, ὥσπερ τινῶν γιγάντων γοναί, πρὸς τὴν σὴν αὐτομάτως ἥκασι πόλιν, καὶ μέρος τοῦ σοῦ γεγόνασι | |
230 | βήματος; Ἀλλ’ „ὢ τί ἂν εἰπών σέ τις ὀρθῶς προσείποι;“ βασιλέα; ἀλλὰ τὸ μὲν τῆς ἀρχικῆς ἐπιστήμης ἀξίωμα καθορῶ, ὁ δὲ τῆς τύχης ὄγκος ποῦ; ὁ δὲ κόμπος τῆς μοναρχίας, τὸ δὲ | |
κατὰ τῶν πολλῶν φρύαγμα, τὸ δὲ ἠλαζονεῦσθαι; στρα‐ | 11 | |
235 | τηγόν; ἀλλ’ αἱ μὲν νῖκαι σαφεῖς· οὐδαμοῦ δὲ τὸ ἐπὶ ταύ‐ ταις αὐχεῖν. δικαστήν; ἀλλὰ καὶ τὸν καταψηφισθέντα ἡδό‐ μενον ταῖς ψήφοις ὁρῶ, πῶς δὲ τοῦτο δυνήσεται δικαστής; ἀρχιτέκτονα; ἀλλ’ ὁ τῶν δημιουργημάτων καιρὸς τοὺς ὅρους τῆς ἀρχιτεκτονίας νικᾷ. εὐμήχανον; καὶ τίς Ἀρχιμή‐ | |
240 | δης τῶν στοιχείων μετήλλαξε τὰς ῥοπάς; τίς Λιβύην διψῶ‐ σαν κατέκλυσεν ὕδατι; τίς ποταμοὺς ὅλους μετοχετεύσας εἰς μίαν συνήλασε σήραγγα, ἀνήγαγέ τε καὶ αὖθις κατή‐ γαγε; τίς ἱστᾶν καὶ κινεῖν τὴν ὑγρὰν φύσιν ὅτε βούλοιτο ἐπεχείρησεν; | |
245 | Ἐγὼ δὲ καὶ τἆλλα μὲν τῶν σῶν ἄγαμαι καὶ οὐκ ἔχω οἵ‐ οις καταστέψω τοῖς ἐγκωμίοις, τὸ δ’ ὅπως τὸ τῆς μοναρ‐ χίας ἡμῖν διασώζεις χρῆμα, καὶ οὐ ψεύδεταί σε τὸ ὄνομα, οὐδὲ αὐτὸς καταψεύδῃ τῆς κλήσεως, τοῦτο καὶ μᾶλλον ὑπερεκπέπληγμαι. νῦν γὰρ ἡμῖν ὅροι τῆς ἀρχῆς οὐ | |
1(250) | ποταμοὶ γνωριζόμενοι, οὐ στῆλαι θρυλλούμεναι, οὐ νῆσοι, οὐκ ἤπειροι γινωσκόμεναι, ἀλλὰ περατούμεθα οἷ βουλό‐ μεθα, καὶ ὧν εἰ περαιτέρω χωρεῖν ἑλοίμεθα, οὐκ ἂν τὸ βάθος τῆς ὕλης θαρρήσωμεν; εἰ δὲ καὶ τῶν τοιούτων ὅρων ἐντὸς λήξεις τινὲς ἡγεμονίας εἰλήχασι, θαυμάζειν οὐ χρή. | |
255 | οὐ γὰρ ἀντικαθιστάμεναι ἡμῖν πεφύκασι καὶ ἀντίθετοι, ἀλλὰ μέρη καὶ μέλη τῆς ὅλης ἀρχῆς καὶ πέρατα τῆς ὁλότητος. κἂν γὰρ τὴν Αἰγυπτίων εἴπῃ τις, κἂν τὴν Αἰθιό‐ πων, κἂν τὴν Ἰνδῶν, κἂν Σκύθας, κἂν Σαυρομάτας, κἂν Ὑπερβορέους αὐτούς, οἷς κατὰ κορυφὴν ὁ τῆς σφαίρας | 12 |
260 | πόλος ἐφέστηκε, μέρος. εἰσὶ τῆς ὑπὸ σοῦ ἰθυνομένης ἀρ‐ χῆς. ὅθεν ἄλλος ἄλλοθεν ἥκει δωροφορῶν, οὐχ ὡς πάλαι τὰ ἐκ Σηρῶν νήματα, οὐδὲ τὸν τυραννηθέντα εἰς ἐσθῆτα χρυσόν, οὐδὲ τὰς χλοαζούσας τῶν λίθων καὶ ἠρινὴν ἀπο‐ στιλβούσας χροιάν, ἀλλὰ ζῴων φύσεις οἷς ἐκεῖνοι τὸ πλέον | |
265 | εἶχον ἡμῶν, καὶ ὧν οὐδὲ τῶν ἰχνῶν παραχωρεῖν τοῖς πρὸ σοῦ βασιλεῦσιν ἠνέσχοντο. Καὶ νῦν ὅταν θεάσωμαι τὸν ἐλέφαντα τὸν μετὰ τῶν μύ‐ θων μοι πάλαι ἀπιστούμενον διὰ μέσου θεάτρου ὑφ’ ἡνιόχου ἀγόμενον, σιδηροῦν καὶ ἄτρωτον τὴν δορὰν, τὸ | |
270 | μέγεθος ὑψηλόν, τὸ εἶδος ἀλλόκοτον, τὸν δρόμον παρὰ τὸν ὄγκον, ὥσπερ ἐπὶ θεμελίοις ἀρραγέσιν ἐπῳκοδομημένον τοῖς σκέλεσιν, ὅσα χειρὶ τῇ ῥινὶ χρώμενον καὶ πρὸς τὴν γένυν ὑποκαθημένην ὑποκλῶντα ταύτην καὶ κάμπτοντα, ἐνθυμοῦμαι τοῦ Ἰνδοῦ τὴν ἐπὶ τούτῳ ὀφρῦν ὅπως εἶχε | |
275 | ταύτην ὑπὲρ ἕνα πῆχυν τῆς κεφαλῆς, καὶ ἠρέμα μὲν ταύ‐ της καταγελῶ, δῆλος δέ εἰμι τῇ θέᾳ ἐνθουσιῶν καὶ τῇ πα‐ τρίδι συγχαίρων ὅτι τοῖς τοιούτοις τετίμηται. Ὅταν δὲ καὶ τὴν ἐν τῇ παρδάλει θεάσομαι κάμηλον, ἢ | |
τὴν ἐν τῇ καμήλῳ ἔλαφον, τὸ ἁπλοῦν ζῷον καὶ σύνθετον, | 13 | |
280 | ὑψηλὰ βιβῶσαν, ὥσπερ ἀπὸ μηχανῆς τὸν τράχηλον ὑψοῦ‐ σαν καὶ αὖθις συστέλλουσαν, δίπουν ὁμοῦ καὶ τετράπουν κατὰ τὸ αἴνιγμα τῆς Σφιγγός, τῷ μὴ τοῖς τέσσαρσιν ἐναλ‐ λὰξ καὶ παρὰ μέρος χρῆσθαι πρὸς κίνησιν, ἀλλὰ συνδύο προϊέναι παρὰ μέρος ἑκάτερον, ἐκπλήττομαι ὅπως οἱ Αἰγύ‐ | |
285 | πτιοι καὶ Αἰθίοπες, οἱ καθάπερ κρείττονι φύσει τῷ ζῴῳ τούτῳ προσανακείμενοι, ἐς τὴν Ῥωμαίων βαδίζον ἰδεῖν ὑπέμειναν γῆν. ἀλλὰ τοῦτο μὲν ὅποι φέρει ἀναβεβλήσθω τὰ νῦν, ἔχει γάρ τινα λόγον ἀπόρρητον ἐν συμβόλοις πα‐ ραδεικνύμενον. | |
290 | Ἐγὼ δὲ τί πάθω καὶ πρὸ τῶν ἀγώνων ἀποκαμών, καὶ νῦν μόλις ποτὲ ἐφαψάμενος; ἀλλὰ συλλάβοισθέ μοι πάντες ὅσοι μοι ἀπὸ τῶν αὐτῶν κρατήρων τοῦ λόγου πεπώκατε. εἰ γὰρ ἔτι περὶ τὴν τοῦ ὄρους ὑπώρειαν διατρίβοντι τὸ πνεῦμα ἐπέλιπε, τί ἂν γένωμαι τῆς ἀνόδου δραξάμενος; | |
295 | ὅθεν τοῦτο μὲν οὐκ ἂν ἐγχειρήσαιμι—μαινοίμην γὰρ ἂν—τῶν δὲ προπόδων ἀνθέξομαι. καί μοι κἀνταῦθα συγ‐ κάμοιτε, καὶ ἄλλος ἄλλο τι τῷ βασιλεῖ ὥσπερ ἔρανον εὐ‐ φημίας συνεισενέγκοιτε, τὸ μὲν ἐν ἤθει φιλόσοφον οἱ φιλόσοφοι, τὴν εὐγλωττίαν οἱ ῥήτορες, τὴν περὶ νόμους | |
1(300) | ἐπιστήμην οἱ τῶν νόμων ἐπήβολοι, οἱ στρατηγοὶ τὴν ἐν συμβουλίαις καὶ γνώμαις στρατηγικαῖς δύναμιν, τὴν τοῦ ἤθους ἁρμονίαν οἱ μουσικοί, οἱ ὀξεῖς καὶ ἀγχῖνοι καὶ μνήμονες τὸν ὑπερφυῆ καὶ ὑπέρνουν καὶ ἀνεπίληστον, οἱ ταχεῖς καὶ ὀξύρροποι τὸν ἐν ταχυτῆτι βεβηκότα φρενός, ἡ | |
305 | νεότης τὸ πολιὸν τῆς ψυχῆς, ἡ πολιὰ τὸ τῆς διανοίας | |
σύντονον καὶ ἀκάματον. πρὸς τούτοις καὶ τἆλλα προστιθεί‐ ητε, τὴν περὶ τὰ θεῖα σοφίαν, τὴν τὴς φιλανθρωπίας πη‐ γήν, τὴν τῆς δικαιοσύνης στάθμην, τὴν πρὸς τὰ δεινὰ με‐ γαλοψυχίαν, τὸ πρὸς τὰ συμπίπτοντα ἀδεές, τὸ τῆς | 14 | |
310 | γνώμης ἐπιεικές, τὸ τοῦ φρονήματος ἀκριβές, τὴν ἐν τῷ μεγαλοπρεπεῖ μετριότητα καὶ ἐν τῷ μετρίῳ μεγαλοπρέ‐ πειαν. Ἀλλ’ ὅταν μέν σε ἴδω μεγαλοπρεπῶς ἐπαιρόμενον καὶ τῷ τοῦ κράτους ἀξιώματι σεμνυνόμενον καὶ τὴν ἀρχικὴν | |
315 | δημιουργοῦντα σκηνήν, ἐπὶ τῶν νεφελῶν σε βλέπω καθή‐ μενον καὶ μετὰ γνόφου καὶ λαίλαπος χρηματίζοντα, καὶ θείων ἀκούειν δοκῶ φωνῶν. ὅθεν οὐδὲ τὸν ἀθέατον γνόφον εἰσέρχομαι, ἀλλὰ μετὰ τῆς γερουσίας ἵσταμαι πόρρωθεν, ἵνα μὴ τοῖς στερροῖς λόγοις ὡς λίθοις βληθῶ. | |
320 | ὅταν δὲ φιλοσοφοῦντα ἴδω καὶ τὴν σκηνὴν ἀποθέμενον, τὴν ἄρρητον ὁρῶ τοῦ θεοῦ συγκατάβασιν, τὸ ἀμέτρητον βάθος τῆς ταπεινώσεως. εἰ γὰρ καὶ φίλων πόδας οὐκ ἔνι‐ ψας, ἀλλὰ νοσούντων τραύματα κατεφίλησας, καὶ τοὺς μὲν λευκανθίζοντας ὄγκους ὡς μαργαρίτας ἠγάπησας, τὰ δὲ | |
325 | πυρρὰ τῶν οἰδημάτων ὡς τοὺς ἀνθρακώδεις λίθους καὶ πυραυγεῖς. Τί δὲ οἱ τῷ θεῷ τοὺς τῆς ἀσκήσεως δρόμους ἰθύνοντες οὐκ ἄν μοι γένοισθε καὶ αὐτοὶ μέρος τῆς πανηγύρεως καὶ τοῦ καινοῦ τούτου ἀγῶνος συλλήπτορες; οὐχ οὗτος πρὸς | |
330 | μὲν τὴν πρᾶξιν ὑμᾶς ἐγείρει, πρὸς δὲ τὴν θεωρίαν πτεροῖ, | |
καὶ τὴν μὲν πιναρὰν ὑμῶν κόμην καταφιλεῖ, τῆς δὲ πορφύρας τοὺς τρίβωνας ἀνταλλάσσεται; καὶ σφραγίσατέ μοι τὸν λόγον τὸ Σιναῖον ὄρος, τὸ Ἱμαῖον, ὁ ὑψηλότατος Ἄθως, ὁ βορειότατος Ὄλυμπος, ἐφ’ οἷς οὐκ ἐξενοδόχηται | 15 | |
335 | μέν, τοὺς δὲ ὑμῶν ἀνίπτους καὶ χαμαιεύνας πρὸς τὴν ἐν τῇ βασιλείᾳ ξενίαν εἰσκέκληκεν. Ἀλλὰ τί δράσω; πῶς δ’ ἐμαυτὸν ἐπίσχω; πῶς καθέξω τοὺς λογισμούς; ὁμοῦ γε γὰρ ἡψάμην ὅσον ἐν σκιαῖς τῶν σῶν ἐγκωμίων, καὶ τὴν γνώμην ἠλλοίωμαι, καὶ οὐκ οἶδ’ | |
340 | ὅπως εἴπω, θεοφοροῦμαι καὶ ἀκάθεκτός εἰμι τὴν ὁρμήν. ἀλλ’ ἐπεὶ στέγειν τὴν θεοληψίαν οὐ δύναμαι, ἐπανακάμ‐ πτω πρὸς ἐμαυτόν, ἵνα σε θεωρήσω καὶ πρὸς ἀνθάμιλλον. ἄλλοι μὲν οὖν οἷς ἂν βούλοιντο παραμετρείτωσάν σε καὶ ἀντεξεταζέτωσαν, ἐγὼ δέ, εἰ καὶ καινήν τινα καὶ ἀνόμοιον | |
345 | δόξω ποιεῖν τὴν παράθεσιν, ἡλίῳ σε παραβάλλων σαφῆ δώσω τὴν ὁμοιότητα. Κάλλος ἐκείνῳ καὶ μέγεθος καὶ σχῆμα περιφερές, καὶ διπλῆ κίνησις· ἡ μὲν ὑπὲρ φύσιν διὰ τὴν συμπεριφορὰν τοῦ παντός, ἡ δὲ κατὰ φύσιν, τὴν πρὸς ἀνατολὰς καὶ πρὸς | |
1(350) | ἑσπέραν φημί. σὺ δὲ τί; οὐχ ὡραῖος κάλλει παρὰ τοὺς υἱ‐ οὺς τῶν ἀνθρώπων; οὐ τοῦ πρώτου κάλλους μετέχων ἐπὶ τῷ τῆς ψυχῆς εἴδει; μέγεθος δέ σοι οὐ πρόσεστι νοητόν, ᾧ ψαύεις τῶν οὐρανίων στοῶν; τὸν δὲ νοῦν οὐ πρὸς κύκλον στρεφόμενος, οὐ σεαυτῷ ἶσος καὶ ὅμοιος; οὐ κέντρου μέ‐ | |
355 | σον οἷον τῆς ψυχῆς ἡ πρώτη καὶ ἄτομος κίνησις, κύκλος δὲ ὁ περιέχων αὐτὴν νοῦς, γραμμὴ δὲ αἱ πρὸς ἐκείνην φέρουσαι ἀρεταί; οὐκ αὐτοκίνητος ὁ αὐτὸς καὶ ἑτεροκί‐ νητος, νῦν μὲν ἐκ τῆς ἀνατολῆς τοῦ πρώτου ἡλίου κινού‐ μενος, νῦν δὲ ἀπὸ τῆς ἑσπέρας, τῆς γεώδους καὶ χθαμα‐ | 16 |
360 | λῆς φύσεως; οὐκ ἐπίπνους, οὐχ ὅλος μεταπεποιημένος καὶ θεοῦ κινούμενος νεύματι; Τὰ δὲ σωματικὰ πῶς; ὡς λίαν ἀνθάμιλλα καὶ ἀνθήλια, κόμαις ἐπιχρύσοις ἀστράπτεις, χρώμασιν ἀμιμήτοις πυρ‐ σεύεις, κάλλεσιν ἀπορρήτοις αὐγάζεις, φέγγεσιν ἀμυθήτοις | |
365 | προλάμπεις. οὐχ ὅλος ἥλιος, οὐχ ἡλίου λαμπρότερος, φαίην ἂν ἔγωγε. εἶεν. ἀλλ’ ἐκεῖνος ἁπανταχόσε φοιτᾷ, νῦν μὲν εἰς βορρᾶν ἀνιών, νῦν δὲ τὴν χειμερινὴν πρὸς νότον ἀπελαυνόμενος. καὶ τί καινόν; τοῦτο γὰρ καὶ πτηνοῦ φύ‐ σις ποιήσειεν. ἀλλ’ ὁ ἡμέτερος βασιλεὺς ἀφ’ ἑνὸς τῶν τῆς | |
370 | ἀνατολῆς σημείων, τῆς ἀρρήτου μαρμαρυγῆς πάντα πληροῖ. ἔχω δέ τι καὶ πλέον εὑρεῖν παρά σοι· ὅτι ὁ μὲν λοξὴν καὶ παρεγκεκλιμένην ποιεῖται τὴν κίνησιν δίς που κατ’ ὀρθὸν τῆς ἰσημερινῆς ζώνης ἱστάμενος, σοὶ δὲ ἀπλα‐ νὴς μὲν ἡ κίνησις. ὁ δὲ δρόμος ὀρθός τε καὶ ἀπαρέγ‐ | |
375 | κλιτος. καὶ ὁ μὲν ὑπὸ γῆν διϊὼν αὖθις ἐπάνεισι, σὺ δὲ ἄδυτος ἀεὶ καὶ ὑπέργειος. ἢν δ’ ἅπαξ ποτὲ ἐς δυσμὰς ἥκῃς, δέδοικα μὴ τοῦ παντὸς κόσμου τοῦτο ἀφανισμὸς γε‐ νήσεται καὶ τῶν φωστήρων ἀπόσβεσις. Τὴν μὲν οὖν σύγκρισιν οὕτως ἡμεῖς καταλλήλως ἀποδε‐ | |
380 | δώκαμεν, καί που διά τι καὶ νενικήκαμεν. σὺ δ’ εἴης, ὦ βασιλεῦ, ἐπὶ μᾶλλον φιλοσοφίας ἐρῶν καὶ ταύτῃ τὴν βασι‐ | |
λείαν κοσμῶν, ἣν ὁ μὲν χθόνιος χῶρος χωρεῖν οὐ δεδύνη‐ ται ἑστίαν ἔχουσαν παρὰ τῷ θεῷ, νοῦν δὲ ἔλαχεν οἰκητή‐ ριον, κἂν ταύτην κατιοῦσαν χωρήσῃς εἰς δύναμιν, αὐτός τε | 17 | |
385 | θεὸς γένοιο καὶ ἡμᾶς ἐξεργάσαιο. | |
2(1t) | Λόγος εἰς τὸν βασιλέα τὸν Μονομάχον. | |
2 | Ῥευστὸς μὲν ὁ παρὼν χρόνος, ὦ μέγιστε αὐτοκράτορ, | |
καὶ μηδεμίαν ἔχων ἕδραν ἢ παγιότητα, παροδικὰ δὲ καὶ τὰ κατ’ αὐτὸν πράγματα τῇ ἀπαύστῳ τούτου ῥοῇ παραρ‐ | 18 | |
5 | ρέοντά τε καὶ συγκινούμενα. ἀλλ’ οἱ πάλαι σοφοὶ μεγάλα τῷ λόγῳ δυνάμενοι ἔστησάν τε τὰ ἄστατα τρόπον τινὰ καὶ ἐπαγίωσαν τὰ ἀνέδραστα, δεσμὸν αὐτοῖς ἄλυτον τὰς συγ‐ γραφὰς ἐμβαλόντες. Ὅμηρός τε γὰρ ὁ πάντα εἰδὼς ῥοῆς ἔκγονα καὶ κινήσεως, ὡς αὐτός που βούλεται ἐν οἷς τὸν | |
10 | Ὠκεανὸν εἰσάγει γενέτην, οὐκ ἀφῆκε φυγεῖν τὰ τῆς Ἰλιάδος κακά, οὐδὲ τὸν στόλον τῶν Ἀχαιῶν, οὐδὲ τὰ τῶν βελτίστων ἡρώων ἀνδραγαθήματα, ἀλλ’ ἐπέδησε τοῖς ποιή‐ μασι πρὸς αὐτὴν τὴν φύσιν ἀντιταξάμενος. καὶ πάρεστι νῦν ὁρᾶν Ἑλένην ἁρπαζομένην, τοὺς Ἀχαιοὺς καταπλέον‐ | |
15 | τας, τοὺς ἐν τῷ πολέμῳ βαλλομένους, τοὺς βάλλοντας, καὶ πάνθ’ ὅσα ἡ πρώτη τοῦ κακοῦ ὑπόθεσις ἤνεγκε. καὶ Πλά‐ των δὲ ὁ πάντα σοφὸς καὶ τῷ δόγματι τούτῳ μᾶλλον προσθέμενος, ὡς μηδὲ τὸ ὂν χωρεῖν κατὰ τῶν ῥεόντων φέ‐ ρεσθαι, ἀλλὰ τὸ γίγνεσθαι καὶ τὸ ποιεῖσθαι καὶ τὸ ἀπ‐ | |
20 | όλλυσθαι, οὐκ εἴασε ῥυῆναι τοὺς Σωκρατικοὺς διαλόγους, οὐ τοῦ καλοῦ Φαίδρου τὰς ἐρωτικὰς ὁμιλίας, οὐ τοῦ εὐφυ‐ οῦς Θεαιτήτου τοὺς περὶ ἐπιστήμης ὅρους, οὐ τὰς περὶ ψυχῆς δόξας Σιμμίου καὶ Κέβητος, ἀλλὰ μεγίστων ἀνδρῶν γνώμας κινδυνευούσας συναπιέναι τῷ χρόνῳ καὶ λήθης ὅ | |
25 | φασι κρυφθῆναι βυθοῖς ἐπέσχε τῷ λόγῳ καὶ παροδεύειν οὐ συνεχώρησε. Νῦν δ’ οὐκ ἔστιν οὐδεὶς ὁ κρατῶν τὸ ἀκράτητον, οὐ λόγῳ πεζῷ, οὐ μέτροις τε καὶ ποιήμασιν· ἢ πάρεισί γε | |
ἴσως πολλοί, ἀλλ’ οὐ λόγος αὐτοῖς τοῦ πράγματος, ὡς | 19 | |
30 | μηδὲ λόγου αὐτοῖς ὄντος. καὶ ῥέει μὲν ὁ χρόνος ἀκάθεκτα, συρρεῖ δὲ πᾶν εἴ τι καλὸν ἐν αὐτῷ γέγονέ τε καὶ γίνεται, ὡς μηδὲ δόξαι γεγονέναι ποτέ. καὶ θαυμαστόν γε σκοπῶν κατενόησα, πῶς ἐν οἷς μὲν γηραιῷ τινι ἔοικε μήτ’ ὠδῖνας γενναίας ἔχοντι, μήτε τι καινότατον ἀποτίκτοντι, Ὁμήρους | |
35 | εἰσάγει καὶ Πλάτωνας, ἐν οἷς δ’ ἀνηβᾶν δοκεῖ καὶ ἀκμὴν ἔχειν νεότητος, καὶ παραδόξων πραγμάτων εἶναι τοκεύς, ἀντ’ Ἀριστοτέλους καὶ Μενεκράτους, ὑφάντας ἀπογεννᾷ καὶ χυτρέας, καὶ δῆμόν τινα τεχνῶν πρακτικῶν ἐμπειρό‐ τατον; εἰ γάρ τις ἀφέλῃ τὸν κόμπον τῶν ὀνομάτων καὶ τὸ | |
40 | πολυειδὲς τοῦ μέτρου καὶ τοῦ ῥυθμοῦ οἷς Ὅμηρος τὴν Ἰλιάδα συγγράφων ἐχρήσατο, εὑρήσει τὸ ὅλον Ἀλέξανδρον κόρην ἁρπάσαντα, καὶ μάχην ἐπὶ τούτῳ συγκροτηθεῖσαν, τὰ δ’ ἄλλα, μύθους τινὰς καὶ σοφιστικὰ πλάσματα, ἔριν θεῶν ἑτερόδοξον, Κρόνου ῥίψιν καὶ σύντριψιν, Δῖα πα‐ | |
45 | τροφόνον καὶ τύραννον, Τιτᾶνας αὖθις γῆς παῖδας τῷ με‐ γίστῳ τούτῳ ἐπανισταμένους θεῷ, κεραυνοὺς οὐκ ἐκ νε‐ φῶν ῥηγνυμένους ἀλλ’ ἐκ τῆς αἰγίδος, ἴσως ἀφ’ ἧς καὶ αἱ βρονταί, καὶ τὸν ἄλλον λῆρον ὃν ὁ τῆς ματαιότητος ἀνέ‐ πλασε λογισμός. ἐν στενῷ γὰρ κομιδῇ τῶν πραγμάτων κα‐ | |
2(50) | θεστηκότων καὶ τὴν ποιητικὴν οὐχ ὁρώντων μοῦσαν, πα‐ ραδοξολογίαι τινὲς ἀνεπλάσθησαν, καὶ Καλλιόπη τις ἐσχεδιάσθη τῷ λόγῳ καλλιόπην διδοῦσα τῷ ποιητῇ. Εἰ δὲ παρῆν Ὅμηρος νῦν, καὶ εἴ τις ἄλλος τῶν κατ’ ἐκεῖνον, οὐδὲ πᾶσαι ἂν ἤρκεσαν μοῦσαι ἐμπνέουσαι τῷ | |
55 | συγγραφεῖ τὴν σοφίαν αὐτόματον καὶ χάριν τῆς συγγρα‐ φῆς ἐνσταλάζουσαι· οὕτως καινὰ τὰ παρόντα καὶ πρὸς τὰ | |
παρῳχηκότα τὸ ἀσύγκριτον ἔχοντα· καὶ οἶμαι μήδ’ ἂν ἔτι τὸν χρόνον τοιαῦτα δυνηθῆναι τεκεῖν, κατὰ τοὺς ἅπαξ ἑαυτοὺς τῶν δρομικῶν ἐπιτείναντας καὶ τὸν τόνον τοῦ σώ‐ | 20 | |
60 | ματος παραλύσαντας ὡς πρὸς δευτέρους ἀγῶνας μὴ ἐνερ‐ γεῖν. τίνα δ’ εἰσὶν ἃ τέτοκε νῦν; πολλὰ μὲν καὶ παράδοξα, ἀρχὴ δὲ πρώτη καὶ ὑπόθεσις, σύ. Εὐτυχὴς δὲ ὢν πάντα καὶ θεῖος, ὦ βασιλεῦ, τοῦτο μόνον τὴν ἐμὴν γλῶτταν ἠτύχησας, οὔθ’ ὑπὸ μουσῶν κιν‐ | |
65 | ουμένην, οὔτε τινὸς ἄλλης δυνάμεως. ἀλλὰ θάρσει κἀν‐ ταῦθα· ἀντὶ γὰρ Καλλιόπης αὐτῆς καὶ μουσικῆς δάφνης αἱ τῶν παρὰ σοῦ πραγμάτων ἔσονταί μοι καινότητες, οὕτω τὸν λόγον ῥωννύουσαι, ὡς μηδὲ σοφίας δεῖσθαι τῆς ἔξω‐ θεν. εἰ δὲ μηδέν τι κομψὸν εὐθὺς προβάλλεται, μηδέ τι | |
70 | γαῦρον καὶ ἐπηρμένον, μὴ κάκιζε, μηδ’ ἀγροικίαν ἐγκάλει τῷ γράψαντι· ἱστορίας γὰρ ἁπτόμενος χαρακτῆρα ἐπεμ‐ βάλλει κατάλληλον, τελευτῶν δὲ εἰς τοὺς σοὺς ἐπαίνους δώσει τι καὶ τῶν γλαφυρῶν καὶ ὥραν ἐχόντων χαρίεσσαν. ἀλλὰ νῦν τῆς ἱστορίας ἀπάρχεται. | |
75 | Τῶν τοῦ Ῥωμανοῦ παίδων ἅτερος ἐν βαρεῖ καὶ βιαίῳ καιρῷ, καὶ φύσεσι γενναίαις πρὸς ἅπερ ὁρμήσειε, τὴν αὐτοκράτορα Ῥωμαίων ἀρχὴν εἰληφώς, καὶ φύσιν μὲν ἔχων ὀξεῖαν, φρόνημα δ’ οἷον ἀντιστῆναι δυνάμενον πρὸς χει‐ μῶνα καὶ κλύδωνα, μὴ διδούσης τῆς ἡλικίας, οἰκονόμοις | |
80 | τισὶν ἐχρῆτο καὶ ἐπιτρόποις πρὸς τὴν τῶν ὅλων κυβέρνη‐ σιν. οὐ μὴν ὥσπερ ἕτερος ἐν εὐτυχίας μέρει τὸ τυχεῖν ἀρί‐ στων τῆς πολιτείας ἐφόρων κρίνων καὶ λογιζόμενος, ψυχα‐ | |
γωγίαις ἐδίδου ἑαυτὸν καὶ ἀνέσεσι καὶ οἷς καταδουλοῦται τῆς ψυχῆς τὸ βασίλειον, ὥς πού φασι τὸν νεώτερον Διονύ‐ | 21 | |
85 | σιον τῷ συγγενεῖ Δίωνι καταπιστεύσαντα τὴν ἀρχὴν τὸ πρότερον. ἀλλὰ καὶ μᾶλλον ἤσχαλλεν, ἐδυσφόρει, τῷ ἀτε‐ λεῖ τῆς ἡλικίας ἐμέμφετο, καὶ ὅτι μὴ παρ’ ὥραν ὁ τῆς φρονήσεως αὐτῷ ἀνεφύη βλαστὸς ἐθυμοῦτο παραδοξότατα. καινότητα γὰρ ἐξ ἀρχῆς ἐζήτει καὶ φύσεως καὶ φρονή‐ | |
90 | ματος, καὶ παρ’ ἡλικίαν γηράσκειν ἐμηχανᾶτο, καὶ πρὶν ἢ κώπης ἅψασθαι οἰακοστροφεῖν, εἴ πως ἐνῆν, ἤθελεν. ἀλλ’ ἦν αὐτῷ καὶ τὸ ἐνδέον τοῦ λογισμοῦ, συμπλήρωσις τοῦ φρονήματος. οὐ γὰρ ἐπλήρου τὰ ἐνθυμήματα, ἀλλ’ ἐξὸν αὐτῷ ὧν ἐζήτει τυχεῖν, οὐκ ἐβούλετο, μή τι παρὰ τὸ εἰκὸς | |
95 | πράξειν αἰσχυνόμενος πρὸς ἀνταγωνιστὴν οὕτω χρόνον βα‐ ρύτατόν τε καὶ δυσαπάλλακτον. ἄρτι γὰρ αὐτῷ δύο μετὰ τὴν τοῦ πατρὸς ἡγεμονίαν βασιλειῶν καταστραφεισῶν καὶ γεγονυιῶν οὐκ ὀλίγων ἐν ἀμφοτέραις μεταβολῶν, οἳ τὴν τύχην ἐπὶ τὸ χεῖρον μεταλλαξάμενοι καὶ ἀντὶ τῆς προσηκ‐ | |
2(100) | ούσης τιμῆς τὰς ἐσχάτας ἀτιμίας πάσχοντές τε καὶ ὑφι‐ στάμενοι, καὶ μάλιστα πάντων οἱ τὸ γένος τῷ Φωκᾷ Νι‐ κηφόρῳ προσανάπτοντες, ἄνδρες Ἄρεος καὶ θούριδος ἀλκῆς μνήμονες, παράβολοί τε ἦσαν τοῖς λογισμοῖς καὶ δῆλοι πάντως τῇ Ῥωμαίων ἐπιβουλεῦσαι ἀρχῇ. ἐν οὖν τοι‐ | |
105 | ούτοις ὁ βασιλεὺς ἀνθήσας καιροῖς, παῖς μὲν ὢν τὴν ἡλι‐ κίαν, ὑπ’ ἄλλοις τὰ Ῥωμαίων ἔθετο πράγματα, ἥβης δ’ | |
ἁψάμενος καὶ ταύτην αὐτῷ ὑποβάθραν ἀσφαλῆ ἐπιστασίας καὶ κυβερνήσεως λογισάμενος, αὐτὸς τῶν ὅλων ἐπεμελεῖτο πάντας ἐπιτρόπους καὶ οἰκονόμους ἐκ ποδῶν θέμενος. τύ‐ | 22 | |
110 | χαις δὲ ἀλλοκότοις καὶ παραδόξοις προσεντυχών, ἐντεῦθεν μᾶλλον εὐκλείας ὑπερβαλλούσης καὶ τιμῆς ἔτυχεν. οὐ γάρ, ἐπεὶ τόδε κατώρθωκεν ἢ νενίκηκεν ὡς οὐκ ᾤετο, ἄλλο δ’ εὐθὺς ἐπανέστη σφοδρότερον τοῦ νικηθέντος ἀγώνισμα, ἄνεσιν τῶν προτέρων ἀέθλων ἐζήτει, ἵν’ ἀκμάζων αὖθις | |
115 | τοῖς δευτέροις ἀγῶσιν ἐπίθοιτο, ἀλλ’ εὐθὺς ἐπιθέμενος, νί‐ κην ἐκ νίκης ἐλάμβανε μείζονα. πολλάκις δ’ αὐτῷ πρὸς ἑτέρους ἀγωνιζομένῳ ἄλλος ἀντέπιπτε πόλεμος, καὶ ὥσπερ τις ἀθλητὴς ἀμφιδέξιος ἑκατέρᾳ χειρὶ τοὺς ἑκατέρωθεν ἀμφοτέραις ἀνέστελλε βάλλοντας, ὥς που τῷ Σκληρῷ | |
120 | πολεμῶν, ἀντέπεσεν ὁ Φωκᾶς, καὶ τὴν Σκυθῶν κακῶς ποιῶν καὶ δουλούμενος, ὁ ἐκείνου βλαστὸς τὴν συνήθη αὐτῷ ἐξήνεγκεν ἄκανθαν. Βασιλικῇ δὴ μεγαλοπρεπείᾳ στρατηγικὴν ἐμπειρίαν συ‐ νάψας, ἀμφότερά τε φρονήσεως μεγαλοφυΐᾳ περιβαλών, ἐν | |
125 | οἷς μὲν στρατηγεῖν ἔδει βασιλικώτατα τῷ πολεμεῖν διέπρε‐ πεν, ἐν οἷς δὲ τὸ φιλότιμον τῆς βασιλείας ἐνδείκνυσθαι, τῷ στρατηγῷ μᾶλλον ἐνεφαιδρύνετο, ὅπλοις ἐπιχρύσοις ἀστράπτων καὶ δορυφορούμενος, οὐ σκήπτροις ἀπλήκτοις, ἀλλ’ ἀσπίσι καὶ ἐπιμήκεσι δόρασιν. οὕτω δὲ πᾶν εἶδος | |
130 | στρατηγίας κατώρθωσε φανερᾶς τε καὶ ἀφανοῦς, ἢ μᾶλλον ἐφεῦρε καὶ ἐπενόησεν, ὡς μηδ’ εἶναι ὅ τι ἄν τις στρατηγι‐ | |
κώτερον ἐννοήσειεν. Ἐντεῦθέν σοι, ὢ νέα Ῥώμη, τὸ πολλῶν μὲν ἄρχειν ἐθνῶν, πολλῶν δ’ ἐπικρατεῖν πόλεων καὶ τῶν θρυλλουμέ‐ | 23 | |
135 | νων ὑπερκεῖσθαι ἐπαρχιῶν. ἐντεῦθέν σοι τὰ Ἀβασγῶν κα‐ τεδουλώθη φρονήματα, καὶ ἡ Σκυθῶν ὑποπέπτωκε, καὶ τἆλλα, ἵνα μὴ καθ’ ἕκαστον λέγω, ἢ ἐν μοίρᾳ προσθήκης σοι γέγονε, καὶ φόρους ὑποτελεῖ, ἢ παραχωρεῖ σοι τοῦ κρείττονος. ἀλλ’ οὐ πρῴην οὕτως, πολλοῦ γε καὶ δεῖ, ἀλλ’ | |
140 | ἐληΐζου μὲν ὅσαι ἡμέραι, αἰεὶ δέ τι τοῦ παντὸς ὑπέσπω καὶ συνηλαύνου πρὸς τὸ στενότερον. οὕτως ἐκ στενῆς πλα‐ τεῖα, ἐκ πολεμίας ἀπολέμητος γέγονας, καὶ τὸ νέα Ῥώμη κεκλῆσθαι ἐδέξω τοῖς πράγμασιν οἷς ἐμπρέπεις, τὴν πα‐ λαιὰν ἀποκρύψασα. | |
145 | Ὑπὸ τοιούτῳ καὶ σὺ βασιλεῦ ταττόμενος βασιλεῖ, οὐκ ἀθήρατος ἦσθα βαθείᾳ γνώμῃ καὶ ὑψηλῇ, ἀλλ’ ἐκ συμβ‐ όλων κατελαμβάνου, καὶ βασιλικὴν ψυχὴν εἰς χάριν προφητικὴν ἀνεκίνεις, καὶ πάρεισί γε πολλοὶ νῦν τῆς προφητείας ἀκροαταὶ καὶ τῷ λόγῳ μοι μαρτυρήσουσι. καὶ | |
2(150) | θαυμαστὸν οὐδέν. αἱ γὰρ μεγάλαι φύσεις ἐκ τῶν φαινομέ‐ νων λαμβάνουσιν εἰκασίας τῶν ἀφανῶν· φασὶ δέ τοι καθῆ‐ σθαι καὶ ἐν ὀφρύσι καὶ ἐν ὀφθαλμοῖς ἀδήλων πραγμάτων τεκμήρια, τοῖς μὲν πολλοῖς ἀγνοούμενα, τοῖς ἄκροις δὲ κα‐ ταλαμβανόμενα. εἰ δὲ τοῦτο οὕτως ἔχον ἐστί, τίς μὲν σοῦ | |
155 | συμβόλοις οὕτω πλέον ἐπεκοσμήθη καὶ σώματος καὶ ψυ‐ | |
χῆς; τίς δ’ ἐκείνου διαγνῶναι ταῦτα μᾶλλον ὀξύτερος; Ἀλλ’ ἐκεῖνος μὲν οὕτω μεγαλοπρεπέστατα χρησάμενος τῇ ἀρχῇ, ἐπὶ τέλει δὲ καὶ προφητευσάμενος, τὸ τελευταῖον τῆς φύσεως χρέος ἀπέδοτο, τῷ ἀδελφῷ Κωνσταντίνῳ τοὺς | 24 | |
160 | τῆς ἀρχῆς ἐγκαταλιπὼν οἴακας. ὁ δὲ καὶ ἡλικίας ὢν πρόσω, δυεῖν γὰρ πλέον ἢ ἔλαττον τῶν τοῦ ἀδελφοῦ χρόνων ἀπελιμπάνετο, καὶ μήτ’ ἐρρωμένως ἔχων τοῦ σώ‐ ματος, πλούτου τε ἀπείρου τὰ βασίλεια παραλαβὼν ἔμ‐ πλεα, οὐ τοῖς τοῦ ἀδελφοῦ ἐπαγωνίσασθαι ἐδοκίμασεν | |
165 | ἀγωνίσμασιν, οὔτε μὴν πολέμους κροτεῖν κατὰ τῶν ἀντι‐ στατούντων ἐθνῶν ἐβουλεύσατο, ἀλλὰ χρυσοῦ πάντα ποι‐ ούμενος ὤνια καὶ λαμπροτήτων βασιλικῶν, ἐντεῦθεν τὰς τῶν ἁπάντων εὐνοίας ἐκέρδαινε, καὶ τὸ ὑπερκεῖσθαι πάν‐ των ἐκ πολεμικῆς χειρὸς μὴ βουλόμενος, τὸ ἶσον ἔχειν ἐξ | |
170 | εἰρήνης ἐπιτετήδευτο. ταὐτὸν δὲ κεκτημένος τῷ ἀδελφῷ τὸ ὀξύρροπον καὶ θυμοειδές, οὐχ ὁμοίως ἐχρῆτο. ὁ μὲν γὰρ ἐν πολέμοις τοῦτο κατεκενοῦτο, μηχανῶν τε ὢν εὑρετὴς καὶ βουλευμάτων καινῶν ἀρχηγός, καὶ τῶν ἑαλωκότων τι‐ μωρὸς ἀφειδής· ὁ δὲ δύσοργός τις ἦν καὶ πρὸς πᾶσαν | |
175 | ὑποψίαν δυσεκβίαστός τε καὶ δυσπαραίτητος. ἵνα γὰρ μὴ τῆς πρώτης συγχωρηθείσης τοῦ κακοῦ ἀφορμῆς, κίνδυνός τις μέγας ἐκ ταύτης ἀνακαυθῇ, τῷ ὑπαιτίῳ τὸν ἀναίτιον προσαπώλλυε. Γήμας δὲ πρῶτα θυγατέρα τινὸς τῶν ἐν τέλει κάλλει | |
180 | διαπρεπῆ καὶ καλλιτεκνότατος ἐξ αὐτῆς γεγονώς, οὐ Σκι‐ πίωνα τεκούσης 〈οὐ〉 Φάβιον· οὐδὲ Τερτίαν τινὰ πυθικοῦ ἔμπλεων πνεύματος, ἀλλὰ χάριτας ὡς ἀληθῶς ταῖς θρυλλ‐ ουμέναις ἐκείναις ἰσαρίθμους καὶ ἀνθαμίλλους, καὶ τῷ θείῳ τούτῳ ἀριθμῷ τὸ τῆς γονῆς περιορίσας φιλότιμον· | 25 |
185 | τὴν μὲν ἀφῃρέθη θανάτου νόμῳ, τὰς δὲ θυγατέρας τροφῆς ἐν τοῖς βασιλείοις ἠξίου βασιλικῆς, καὶ τούτων τὴν πρε‐ σβυτέραν ἀρρενωπότερον ἢ μᾶλλον θειότερόν τι φρονήσα‐ σαν, καὶ ἀγγέλων ἐντεῦθεν συναριθμηθῆναι ἐθελήσασαν τάγμασι, τὴν βασιλικὴν ὄντως στολὴν ἀμφιέννυσι καὶ τῷ | |
190 | θείῳ νυμφίῳ νύμφην εἰσάγει ἀκήρατον, καὶ ταῖς παστάσιν ἐγκαθιδρύει ταῖς κρείττοσι. Μετὰ δὲ ταῦτα νοσήσας, ἐπεὶ ἔδοξαν ἀβιώτως ἔχειν, θα‐ τέρᾳ τῶν θυγατέρων, τῇ μείζονί τε καὶ κρείττονι κάλλει τε σώματος καὶ ψυχῆς σταθηρότητι, ἄνδρα πρωτεύοντα τότε | |
195 | Ῥωμαίων ἐπὶ πάσαις ἐπάγεται χάρισι· καὶ μικρὸν μετὰ ταῦτα βιώσας ἐξέλιπεν. Ὁ δέ, εἶχε μὲν καὶ τὸ εἶδος ὡς ἀληθῶς τυραννίδος ἄξιον, μάλιστα δὲ τὴν ψυχὴν παντοίαις ἐκεκόσμητο ἀρε‐ ταῖς, καὶ τὸ ἦθος ἐπὶ τὸ πρᾳότερον μετεσκεύαστο, λόγου | |
2(200) | δὲ καὶ παιδείας οὐδεμιᾶς ἄμοιρος ἦν, ἀλλὰ τῇ πρὸς ταῦτα ἕξει τοῖς πρώτοις ἐφάμιλλος, καὶ ὅλως ἀνδρὸς ἡγεμονικοῦ | |
καὶ πρὸ τῆς ἡγεμονίας τάξιν καὶ σχῆμα διέσωζεν. ἐπεὶ δὲ καὶ ταύτης ἐπείληπτο ἔτι καὶ μᾶλλον συνεπεδίδου τῷ ἀξιώματι, καὶ πλέον ἢ πρότερον λόγου τε ἥπτετο καὶ | 26 | |
205 | φιλοσοφίας ἐπεμελεῖτο. βασιλικῆς δὲ κολακείας καὶ θρύ‐ ψεως τοσοῦτον ἀπήλαυεν, ὅσον τῷ σώματι περισσῶς ἀμ‐ φιέννυσθαι· ἄλλης δὲ πάσης κατεφρόνει λαμπρότητος ἐν ἡδονῇ τὸ καλὸν ὁριζούσης. τὸ δὲ δίκαιον οὐ κατὰ τοὺς κοινοὺς θεσμοὺς ἐδίωκεν, ἀλλ’ ὥσπερ ἐν τῇ Πλάτωνος | |
210 | πολιτείᾳ πολιτευόμενος, ἣν καὶ Κάτων ἐζήλωσεν. ἀπαραι‐ τήτως τε τὸ ὀφειλόμενον εἰσεπράττετο, καὶ εὐδαπάνως τὸ χρεωστούμενον κατεβάλλετο· πρὸς τοὺς λιπαροῦντας ἢ κολακεύοντας ἄκαμπτος καὶ ὄρθιος ὤν, οὐ χαλεπαίνων οὐδὲ ὀργιζόμενος, ἀλλὰ τῷ ἤθει πρᾴως διατιθέμενος, τῷ | |
215 | στερρῷ δὲ τοῦ λογισμοῦ ἀνένδοτος μένων καὶ ἀμετάτρε‐ πτος. καὶ ταῦτα μὲν πάρεργα τῆς τοῦ ἀνδρὸς ἀρετῆς, ἓν δὲ πρῶτον ἔργον ἐκείνῳ καὶ σπούδασμα, λύειν τὰ τῆς γρα‐ φῆς ἄπορα, καὶ τὸν κεκρυμμένον ἀνορύττειν νοῦν καὶ τὸν σκοπὸν ἀνευρίσκειν τῶν αἰνιγμάτων. ὅθεν φιλοσόφοις ὡμί‐ | |
220 | λει καὶ ῥήτορσι, καὶ περὶ τούτους μᾶλλον ἐσπουδάκει ἢ τὰ δημόσια. Ἔμελλον δὲ αἱ τῶν φαύλων ὁμιλίαι τῷ τοῦ ἀνδρὸς ἤθει συνανακιρνάμεναι πλέον ἰσχύειν τῶν ἀγαθῶν. γένος γάρ τι δουλοπρεπὲς καὶ ἐπείσακτον, πονηρὸν καὶ τὸ ἦθος καὶ τὴν | |
225 | διάνοιαν, λόγου μὲν οὐ μετεσχηκός, κακίας δὲ εἰς ἄκρον | |
ἐληλακὸς καὶ ταύτῃ μᾶλλον γνώριμον καθεστός, τοῖς ἡμε‐ τέροις πάλαι ἐπεισφρῆσαν ἔθεσί τε καὶ πολιτεύμασιν. ἕως μὲν τῇ ἀφανείᾳ συνεκαλύπτετο, αὐτὸ ἀφ’ ἑαυτοῦ διεφθεί‐ ρετο, μὴ κοινωνοῦν τῆς λύμης τοῖς πλησιάζουσιν, ἐπεὶ δέ, | 27 | |
230 | κατὰ τοὺς ἀρρήτους τοῦ θεοῦ λόγους, καὶ τῆς συγκλήτου μετέσχε βουλῆς, καὶ πάσης τῆς κρείττονος ἀπήλαυέ σε δαίμονος, συναναφαίνει τῇ τύχῃ τὴν πονηρίαν, καὶ ὥσπερ ἀπὸ ἡγεμονικοῦ μέρους τῆς τοῦ βασιλέως ψυχῆς ἀρξά‐ μενον κατενεμήθη τὸ πᾶν. καὶ μή τις καταγνοίη ἐκείνου | |
235 | κουφότητος, προδήλοις καὶ ἀσχηματίστοις κακοῖς τότε βα‐ σίλειον ἀνεῴξαντος, καὶ αὐτὰς τὰς τῆς ψυχῆς πύλας ἀνα‐ πετάσαντος, καὶ πονηροῖς βίοις καὶ διεφθορόσι συγκοινω‐ νήσαντος. οὐδὲ γὰρ εὐθὺς τὴν ὅλην ἐγνώκει τοῦ γένους σειράν, ἀλλ’ ἑνὶ μὲν ἐκείνοις γένει κοινωνοῦντι, τρόποις δὲ | |
240 | καὶ ἤθεσι διαφέροντι, ἀπορρήτων τε κοινωνήσας καὶ ἐς ψυχὴν συνανακραθείς, δι’ ἐκείνου τὸ συγγενὲς ἐφειλκύ‐ σατο. Ἐντεῦθεν γνώμαις φαύλαις συνομιλῶν καὶ διανοίαις συνδιαιτώμενος κακοήθεσι, μετεβλήθη τὴν ψυχὴν καὶ πρὸς | |
245 | πράξεις τὸν λογισμὸν ἠλλοίωσεν οὐ καλάς. Ἄραψί τε πόλεμον προσβαλὼν καὶ ἧτταν ἡττηθεὶς αἴσχιστον, πρὸς δὲ καὶ τὸ σῶμα νοσήσας, δύσοργός τις γέγονε καὶ μι‐ κρόλυπος, καὶ τὸ ἦθος ἀκροσφαλής, πρὸς πᾶσαν πρᾶξιν καὶ λόγον ἐξαγριούμενος. κατὰ μικρὸν δὲ τῇ νόσῳ δαπα‐ | |
2(250) | νώμενος, δῆλος ἦν πάντως τεθνήξεσθαι. τό τε γὰρ σθε‐ ναρὸν τῆς δυνάμεως καταλέλυτο, καὶ τὰ τῆς ὀρέξεως ἐπημβλύνετο, καὶ ὁ ὕπνος ἄκροις ἐφιζάνων βλεφάροις ἐγρηγορότα ἐδίδου ἐνύπνια· καὶ τέλος λανθάνει ἐπ’ αὐταῖς ταῖς θεραπείαις ἀποψύξας τοῦ σώματος. τοῦτο δέ τινι | 28 |
255 | μᾶλλον κατάδηλον ἐγεγόνει ἢ τῇ βασιλίδι τῇ καὶ νοση‐ λευομένῳ παρούσῃ καὶ θεραπευομένῳ τὰ ἐκ τῶν λόγων διδούσῃ παρηγορήματα, ἢ τὸν μὲν ἄλλον χρόνον ἐν ᾧ τὰ τῆς θεραπείας ἦν πράγματα τῷ ἐκείνου πάθει συνέπασχε καὶ τὸ ἶσον εἶχε τοῦ ἀρρωστήματος; τότε δὲ πάντων ἀπ‐ | |
260 | ογνοῦσα οἷς τὸ σῶμα τεθεράπευται, μᾶλλον μὲν οὖν καὶ τὴν ψυχὴν τονώσασα ἀρρενωποῖς λογισμοῖς, οὐδὲν ἀγεννὲς ἔπαθεν, οὐ σάρκας ἐδρύψατο, οὐ κόμην ἐσπάραξεν, οὐ γοερὸν ἀνεκώκυσεν, ἀλλὰ τὰ εἰκότα θρηνήσασα τῷ νεκρῷ τοῦ καθήκοντος γίνεται, καὶ ὅπως ἀσφαλῶς ἕξει τὰ τῆς | |
265 | βασιλείας λογίζεταί τε καὶ πραγματεύεται. Ὅθεν κρύπτει τὸ γεγονός, καὶ βασιλέα τοῖς θρόνοις ἐγ‐ καθιδρύει ὃν ἐκεῖνος τῶν ἄλλων ὑπερηγάπησέ τε καὶ προέκρινεν, ἴσως κἀν τούτῳ τιμὴν ἀφοσιουμένη τῷ ἀπελθόντι, ὅτι μὴ ἀντιθέτοις ἐκείνῳ, ἀλλ’ οἷς μᾶλλον πεπί‐ | |
270 | στευτο τὴν Ῥωμαίων ἡγεμονίαν ἐνεχειρίσατο, οὐκ ἀναμεί‐ νασα τὸν καιρόν, οὐ συγκλήτου ψήφους ἐκδεξαμένη, οὐ δήμου βουλήν, ἀλλὰ ταῦτά τε προλαβοῦσα καὶ ὅσα ἐν ταῖς μεταβολαῖς καινοτομεῖσθαι εἰώθασιν. ἦν δὲ οὗτος οὐ τῶν εὐπατριδῶν, οὐ τῶν πλούτῳ κομώντων καὶ οἷς τὰ τῆς ἔξω‐ | |
275 | θεν εὐγενείας χαρακτηρίζεται, ἀλλ’ ἀσήμου γένους καὶ τύ‐ χης τῆς φαυλοτάτης. τῶν δὲ τῆς ψυχῆς ἀγαθῶν οὐ μάλα τις ἐνδεής· μεγαλεπήβολός τε γὰρ ἦν καὶ νοῆσαι ὀξύτατος, καὶ ἡδονῶν ἧττον ἁπτόμενος, τό τε ἦθος χαρίεις καὶ τὸν λόγον οὐκ ἄμουσος· οὐ μεγαλοπρεπὴς δὲ οὐδὲ βασιλικώ‐ | 29 |
280 | τατα διαπρέπων, ἀλλὰ χρηματιστὴς μὲν εἴπερ τις ἄλλος, ἀφιλότιμος δὲ καὶ σμικρολόγος, καὶ τὸ εὐεργετικὸν φει‐ δωλόν τε καὶ ἄχαρι. ἀλλ’ οὗτος μέν, εἰ καὶ μὴ πᾶσί γε τοῖς ἀγαθοῖς, ἀλλ’ ἐξ ἡμισείας τέως ἐκεκόσμητο, οὐκ ἀδελφὰ δ’ ἐφρόνουν οἱ ἀδελφοί, ἀλλ’ ὅλως αἰσχροί τε | |
285 | ἦσαν ἀπ’ αἰσχρῶν, καὶ αἰσχιόνων πατέρες ἐφαίνοντό τε καὶ ἐγινώσκοντο, ῥέκται κακῶν, τῶν ἀδικωτάτων ἐργάται πράξεων. πῶς γὰρ οὐκ ἔμελλον; ἄνδρες ἄμοιροι μὲν λόγου, ἀνήκοοι δὲ παιδείας, ἄγευστοι δὲ παντὸς ἄλλου καλοῦ, γα‐ λακτοπόται δὲ καὶ βαλανοφάγοι, καὶ μηδὲν ἄλλο ἢ κεῖραι | |
290 | μὲν εἰδότες τὸ ἐριοφοροῦν, ἀμέλξαι δὲ οὔθατα βαρυνό‐ μενα, καὶ τῇ ποιμενικῇ ἐμπνεῖν σύριγγι, καὶ ἄττειν κατὰ τῆς χλόης ἀγροικικὰ μετὰ Πανὸς ἢ Πριήπου καὶ εἴ τίς ἐστι δαίμων ἕτερος τούτου τοῦ κόμματος, καὶ πρὸς τὴν ἠχὼ στρέφεσθαι καὶ ἀκκίζεσθαι ὡς πρὸς κόρην εὔηχον | |
295 | καὶ ἀντᾴδουσαν, καὶ καθαίρεσθαι τοῦ γράσου ἵνα μὴ ἀη‐ δεῖς γένοιντο μαλακῇ καὶ τρυφώσῃ μείρακι. πῶς οὖν οὐκ ἔμελλον ἄνθρωποι τοσαύτης ἀνοίας μεστοὶ παρὰ πάσας ἐλ‐ πίδας τῆς ἄκρας εὐδαιμονίας ἐπιλαβόμενοι, ἄξια τῶν προτέρων ἐπιτηδευμάτων φρονῆσαι καὶ τῇ ἀγροικίᾳ καὶ | |
2(300) | πονηρίαν προσκτήσασθαι; οἷς γὰρ περὶ τῆς τοῦ κρείττονος ἐφορείας ἀπηγροικίζοντο, μᾶλλον ἐπονηρεύοντο, ὡς μή τινος ὄντος τοῦ τιμωρήσοντος. Ἀλλ’ ἕως μὲν ὁ βασιλεὺς ἔρρωτο καὶ τῆς ἥβης ἀπέλαυε, λανθάνειν ἐμηχανῶτο καὶ μὴ προδήλως τὰ τῆς ἀδικίας ἐρ‐ | 30 |
305 | γάζεσαι· ἐχαλέπαινέ τε γὰρ ἀδικοῦσιν ἐκεῖνος καὶ ἐπε‐ ξήρχετο. ἐπεὶ δὲ νοσεῖν ἤρξατο καὶ τὰ τοῦ σώματος ὑπέρ‐ ρει ἢ μᾶλλον ὄγκοις ἀλλοτρίοις διῳδήκει τε καὶ ἐπηύξηται, δημοσίᾳ πράττειν τὸ κακὸν οὐκ ᾐσχύνοντο, δεδοικότες δὲ μὴ συνεξαπολήξῃ τῷ βασιλεῖ τὰ τῆς εὐτυχίας αὐτῶν, τά‐ | |
310 | φρους τε πόρρωθεν ἀπεχώννυσαν καὶ ἑρκίοις ἑαυτοὺς ἐπε‐ λάμβανον, τὰ τῶν Ῥωμαίων ὅρια στοιχηδὸν ὥσπερ περικυ‐ κλοῦντες καὶ πάντων φροντισταὶ καθιστάμενοι. ἐπεὶ δ’ ἐκτομίαι ὄντες ἐτύγχανον, ἑνὶ τῶν συγγενῶν τὴν ἡγεμονίαν ἐμνῶντο, καὶ τὸ τοῦ καίσαρος περιβαλόντες ἀξίωμα, πρὸ | |
315 | τῶν βασιλείων πυλῶν ἔστησαν ἵν’ ἀντεπιρρεύσοι τῷ ὑπ‐ ορρεύσαντι. σὺ δὲ κύριε ὁ ἐν οὐρανοῖς κατοικῶν ἐμυκτήρι‐ ζες μὲν τὰς βουλὰς αὐτῶν, οὐκ ἤλεγχες δέ, ὅσπερ σὸς νόμος, οὐδ’ ἐχρῶ τῷ κολάζειν, ἀλλὰ τῷ ἀνέχεσθαι. οἱ δὲ τὴν σὴν ἀνοχὴν ἀκυβερνησίαν τοῦ παντὸς οἰόμενοι, κατὰ | |
320 | τὰς ἐνθυμήσεις αὐτῶν τὰς πονηρὰς ἐπορεύοντο, καὶ τῆς ἑαυτῶν ἐξήρτων βουλῆς τε καὶ σκέψεως τὰ τῆς σῆς προνοίας ἀποτελέσματα. Εἶχε ταῦτα. καὶ ὁ μὲν βασιλεὺς ὑδέρῳ περιπεπτώκει· οὐ μὴν ἀλλά—τί γὰρ δεῖ κρύπτειν ἱστοροῦντας, οὐκ ἐπαιν‐ | |
325 | οῦντας; —καὶ περιοδικαῖς φρενίτισιν ἔκαμνεν, εἴτε τινὸς βασκανίᾳ δαίμονος πονηροῦ αὐτὸ δὴ τὸ τῆς ψυχῆς ἡγεμο‐ | |
νικὸν περιτρέποντος, εἴτε τοῦ μελαντέρου καὶ γεωδεστέρου χυμοῦ ἐπὶ τὴν κεφαλὴν ἀνιόντος καὶ τὸ φρονοῦν ἀμαυρ‐ οῦντος, οἷα δὴ τὰ πολλὰ γίνεσθαι εἴωθεν. ὁ μὲν οὖν ἀμφο‐ | 31 | |
330 | τέρωθεν ἔκαμνε, καὶ τὸ ἐνεργὸν τῆς βασιλείας διὰ τῆς νόσου ἀποσεσύλητο. οἱ δὲ ἐκείνῳ μὲν τὸ τοῦ βασιλέως ἔσωζον ὄνομα, αὐτοὶ δὲ τῶν πραγμάτων εἴχοντο καὶ μετε‐ κύβευον ὅποι βούλοιντο. καὶ ἅτερος μέν, ὁ τῆς ὅλης πρε‐ σβεύων γενεᾶς, μεταγνοὺς ἐφ’ οἷς ἐπεπράχει περὶ τοῦ καί‐ | |
335 | σαρος, πρὸς ἕτερον τῶν συγγενῶν ταῖς ψήφοις μετέπιπτεν, ἅτερος δὲ τοῖς ἅπαξ ἠγάπα δόξασι καὶ οὐκ ἦν ἑτεροκλι‐ νής. Ἐν τούτῳ δὲ ἀνήρ τις, τό τε εἶδος τῶν φαυλοτάτων καὶ τὸ γένος τῶν ἀκλεῶν, τοῦ τῶν Βουλγάρων κορυφαίου κα‐ | |
340 | τατρυφᾷ, καί τινα αὐτῷ ἐπιφημίσας εὐγένειαν, καὶ λόγον ἐλευθερίας ὑποβαλόμενος πρὸς ἀποστασίαν ἐπαίρει, καὶ σπινθὴρ ἀφανὴς εἰς πῦρ ἀνακαίεται. ὅλον γὰρ τὸ ἔθνος συμφρονῆσαν λαβών, καὶ ταῖς ὁμοφροσύναις τοῦ πλήθους θαρρήσας, τὰ ἡμέτερα καινοτομεῖν ἐβούλετο ὅρια. ζῆλος | |
345 | ἐντεῦθεν τῇ νόσῳ σβεννύμενος ἀνάπτει τὸν αὐτοκράτορα, καὶ ὃς μηδὲν ἐννοήσας τῶν ὅσα μαλακίζειν εἴωθε, μὴ τὴν διπλῆν δαπάνην τοῦ σώματος, μὴ τὸ τῆς ὁδοῦ μῆκος, μὴ τὸ τοῦ πολέμου δύσελπι, μηδ’ ἄλλο μηδέν, τῆς πόλεως ἔξεισι καὶ κατὰ τοῦ ἀποστατήσαντος ἔθνους στρατεύεται, | |
2(350) | καί—ὢ τῶν κριμάτων σου κύριε—λογίζεται, παρατάττε‐ ται, ἐλαύνει ἐφ’ ἵππου νεκρός. τί γὰρ ἄλλο δεῖ λέγειν; στενοχωρίας καὶ ὀρέων κατατολμᾷ ὁ χειρῶν ἀλλοτρίων δεόμενος πρὸς τὴν κίνησιν, νικᾷ τὸ ἀντίπαλον, ἐπάνεισιν αὖθις ἀπιστούμενος ὅτι ζῇ, ἐπεντρυφᾷ ταῖς τῶν ἑαλωκό‐ | |
355 | των πομπαῖς, λαμπρύνεται τοῖς τροπαίοις τὴν τήμερον, καὶ τὴν αὔριον τοῖς ἐξοδίοις περιστοιχίζεται, ἀπαμφιέννυται τὰ παράσημα τῆς ἀρχῆς, μεταμφιέννυται τὴν ἁλουργίδα τοῦ πνεύματος, τὸ νεκρὸν ἀποβάλλεται τῶν τριχῶν καὶ ἀναί‐ σθητον σταυροῦται τῷ κόσμῳ, ὁπλίζεται τὰ νοητὰ ὅπλα, | 32 |
360 | ζώννυται τὴν μάχαιραν, τῇ περικεφαλαίᾳ σκέπεται, καὶ τροπαιοφόρος ἀναίμακτος πρὸς τὸν οἰκεῖον δεσπότην χωρεῖ. Καὶ ὁ μὲν ἀπῆλθε, τοῖς δὲ τῶν βασιλείων χειροτονηταῖς ἐντεῦθεν ἀμφιδοξία τις ἦν καὶ διχόνοια, ᾧτινι χρὴ τὰ σκῆ‐ | |
365 | πτρα Ῥωμαίων ἐπιτραπῆναι. ὁ μὲν γάρ, ὑποπτεύσας τι πρὸς τὸν καίσαρα τὸ ἐσόμενον, ἐδεδίει καὶ λάθρα τι ἐσκέ‐ πτετο, ὁ δέ, πολλὰς ἐκείνῳ πόρρωθεν προκαταβαλλόμενος χάριτας, δι’ ὃ πάντοτε ἔπραττεν, ἔσπευδε, καὶ τέλος νικᾷ, καὶ τὴν βασίλειον ἀρχὴν περιζώννυται, οὐκ Ἀντίοχος οὐδὲ | |
370 | Σέλευκος, ἄνδρες καὶ πολεμῆσαι δεινότατοι καὶ τὸ δέον φρονῆσαι ὀξύτατοι, ἀλλ’ ἀνὴρ χθές τε καὶ πρῴην νῆας ἁρμόττων καὶ συμπηγνύμενος, καὶ πίτταν ἐπεμβάλλων τοῖς γόμφοις καὶ τῆς ἀσβόλης πληρούμενος, οὐκ εἶδος ἔχων τυ‐ ραννικόν, οὐ φρόνημα μεγαλοπρεπές, οὐ λόγον ἔμμουσον | |
375 | καὶ χαρίεντα, οὐκ ἄλλο οὐδὲν τῶν οἷα ψυχὴν οἶδε καλλύ‐ νειν καὶ φύσιν σώματος. ὦ νέα Ῥώμη, καὶ γένος μεγαλο‐ πρεπὲς καὶ ἐλεύθερον, ὦ οἱ ἀνέκαθεν βασιλεῖς, καὶ βῆμα βασιλικὸν καὶ βασίλεια, οἵαν αἰσχύνην τότε περιεβάλεσθε, οἷος ὑμῖν δαίμων ἐφθόνησε βάσκανος. πλὴν ἀλλὰ τοῦτο, εἰ | |
380 | μέν τις μὴ αἰτιῷτο τῷ αὐτομάτῳ δοτέον, εἰ δὲ φιλευσεβοίη τοῖς ἀρρήτοις τοῦ θεοῦ κρίμασιν. Ὁ δέ, σαλευομένην ὁρῶν ἀκμὴν ἑαυτῷ τὴν ἀρχὴν καὶ | |
πῆξιν βεβαίαν οὐκ ἔχουσαν, κρύπτει μὲν ἐν βάθει τῆς ψυ‐ χῆς τὸ κακόηθες, θεραπείαν δὲ πρὸς τὸ συγγενὲς ὑποκρί‐ | 33 | |
385 | νεται, καὶ ταῖς μεγίσταις λαμπρύνει τιμαῖς. ἔπειτα ῥηγνύει τὸ καταπέτασμα, τὰς πύλας τῆς καρδίας ἀναπετάννυσι, καὶ τὸν ἐκεῖσε δείκνυσιν ἐμφωλεύοντα δράκοντα, καὶ πρὸ τῶν ἄλλων ἐπὶ τοὺς οἰκείους καὶ συγγενεῖς τὸν κακίας ἰὸν ἐκκενοῖ. καὶ οὓς μὲν ὑπερορίᾳ καταδικάσας, οὓς δὲ τῶν | |
390 | παιδογόνων μορίων ἀποτεμόμενος ἤδη που γενειάσαντας καὶ υἱέων ὄντας τοκεῖς, στεφανηφορεῖ καὶ λαμπρύνεται, οὐ Περσέα καθελὼν οὐδ’ Ἀντίγονον, οὐδέ τι βάρβαρον ἀπελά‐ σας φῦλον, ἀλλὰ τοὺς ἀφ’ αἵματος ὁ δυσμενὴς καταγωνι‐ σάμενος. | |
395 | Σύ γε, ὦ βέλτιστε, ἄνασσε γὰρ τῷ λόγῳ, σχολῇ γε τὴν ἐμὴν ἀποτέμοις κεφαλὴν κἂν ἐπίβουλός σοι φανήσομαι, ἀλλ’ οὐδ’ ἀποτέμοις τὰς τρίχας κἂν ἱεροσυλήσας φανῶ, ἢ δέδοικα μὴ καὶ τοὺς μαστοὺς ἐκκόψῃς, ἢ τὴν καρδίαν ἐξ‐ ορύξῃς μετὰ τοῦ ἥπατος, ὅ φασι τοὺς Πέρσας διὰ ταρι‐ | |
2(400) | χείαν ἐπὶ τοὺς κατοιχομένους ποιεῖν. Τύραννε καὶ μισάνθρωπε, τὰ Σικελῶν ὠδίνει, Ἰταλία πᾶσα πρὸς ἀπόστασιν κεκίνηται, καὶ σὺ τοῖς πατριώταις ἐπεμβαίνεις, καὶ ζηλοτυπεῖς τὴν γονὴν καὶ στρατεύεις κατὰ τῶν σῶν. ἀλλ’ εὖ γε ποιεῖς, καὶ βάλλ’ οὕτως ἵνα πα‐ | |
405 | ταχθῇ ὁ ἀσεβὴς διὰ σοῦ τοῦ ἁμαρτωλοῦ, εἴθ’ ὕστερον ἐκ‐ ζητηθῇ τὸ αἷμα αὐτοῦ ἀπὸ σοῦ. οἶδα γὰρ ὡς ὁδῷ προβαί‐ νων ψαύσῃ καὶ τῶν ἀψαύστων. καὶ πῶς εἴποιμι τοῦτο; τῆς μητρὸς ὁ παῖς κατεξανέστης, μήτε νόμους ἱεροὺς αἰδεσθεὶς μήθ’ ὅρκους εὐλαβηθείς; ἀλλά με προφήτην ποιεῖς, πράτ‐ | |
410 | τεις γὰρ ἃ προηγόρευσα, καὶ τῶν βασιλείων ἐξάγεις τὴν εὐγενῆ ὁ ἐπείσακτος, τὴν εὐεργετήσασαν ὁ ἀχάριστος, ὡς καλά γέ σοι τὰ τροφεῖα, καὶ μείζω τῶν εὐεργεσιῶν τὰ εὐ‐ χαριστήρια. ἀλλὰ μὴ δέδιθι· ἀνήφθη γάρ σοι ὁ τῆς πόλεως δῆμος, καὶ πᾶσα ἡλικία ξιφήρης χωρεῖ κατὰ σοῦ, | 34 |
415 | καὶ ὠμῶν σοῦ τῶν ἡπάτων ζητεῖ ἀπογεύσασθαι. σὺ δὲ νῦν πολὺς εἶ ῥέων κατ’ αὐτῶν τῷ θυμῷ· αὖθις δὲ ὑποστέλλῃ καὶ δειλιᾷς, καὶ τῇδε κἀκεῖσε φοιτᾷς, ἀπορούσῃ ψυχῇ, μη‐ χανᾷ δὲ πολλὰ καὶ πολυπρόσωπος γίνῃ ταῖς ὑποκρίσεσι, καὶ ἀμοιβὰς ἐπαγγέλλῃ τοῖς βοηθήσουσιν, ἀλλ’ ὡς μελάμπ‐ | |
420 | ους πεφώρασαι καὶ καταπεφρόνησαι. ἀλλὰ πῇ φεύγεις μετὰ νῶτα βαλών; ποῖ δὲ καταφεύγεις πρὸς ὃν ἠθέτησας; οὐκ οἶδε φιλανθρωπεύεσθαι ὡς ἀεί, γίνεται πολλάκις ἀπότομος ὁ φιλάνθρωπος. σὺ δέ μοι καὶ τὴν κεφαλὴν ὑπο‐ κλίνεις τῷ ἱερεῖ, καὶ κείρῃ τὰς τρίχας καὶ δέχῃ δευτέραν | |
425 | παλινζωΐαν, καὶ γίνῃ φιλότιμος ἀθλητὴς ἐπὶ τοὺς τελευταί‐ ους ἀγῶνας χωρῶν, καὶ ἀπογεύῃ τῶν μυστηρίων καὶ ἐξαγ‐ ορεύεις τὸ παρανόμημα, καὶ δακρυρροεῖς καὶ γίνῃ Μανασ‐ σῆς δεύτερος. ἀλλ’ οὐ δεκτά σοι τὰ δῶρα θεῷ, ἀλλὰ βδέλυγμα μὲν τὸ θυμίαμα, καὶ τὸ ὁλοκάρπωμά σου ὡς | |
430 | ῥάκος ἀποκαθημένης. καὶ σὺ μὲν δοκεῖς ἀπηλλάχθαι, ὁ δὲ δῆμος βοᾷ, καὶ τοῦ θείου σε βήματος τὸν σῦν ἀπελαύνει, καὶ θήγει τὸν δήμιον, κἀκεῖνος σχεδιάζει ἐλαύνων τὸν σί‐ δηρον, καὶ σὺ κατὰ γῆς ἔρριψαι, καὶ τοὺς ὀφθαλμοὺς ἐκκοπεὶς ἐφ’ ἡμιόνῳ πομπεύεις, ὥσπερ ᾖς ἄξιος. | |
435 | Ἡ δὲ βασιλὶς αὖθις ἀνθεῖ, καὶ οὐ ζηλότυπος γίνεται | |
κατά σε, ἀλλὰ κοινωνεῖ τῶν σκήπτρων τῇ ἀδελφῇ, καὶ οἷά τις σελήνη δᾳδουχεῖ τὰ ἀνάκτορα. δεῖται δὲ ἡλίου ἵνα λαμπροτέρου φανῇ μεταλαβοῦσα φωτός, καὶ κατὰ τοὺς ἐπιστήμονας ἀπὸ δύσεως τοῦτον ὁρᾷ προερχόμενον, οὐ | 35 | |
440 | λοξῷ πορείας σχήματι ὡς ἂν φυσικοὶ φήσαιεν, ἀλλ’ ἀκλι‐ νεῖ καὶ ὀρθῷ. ὅθεν εἰς σύνοδόν τε ἐκείνῳ ἔρχεται καὶ παμφαὴς γίνεται, καὶ τὸ οἰκεῖον αὖθις οὐκ ἀπόλλυσι φῶς· οὐδὲ γὰρ ἡ μὲν πρόσγειον ἐλαύνει σφαῖραν, ὁ δὲ τὴν ὑπέργειον, ἵν’ ὁ μὲν ἐς ἅπαξ, ἡ δ’ ἐς δώδεκα κύκλους τὴν | |
445 | ἑαυτῆς ζώνην περιελίξηται, καὶ ἀποβάλῃ τὸ φῶς καὶ πάλιν ἐνδύσηται, ἀλλ’ ἀεὶ τῷ λαμπρῷ τούτῳ φωστῆρι συμπερι‐ οδεύουσα τηλαυγής ἐστι καὶ λαμπρά. Ἀλλὰ ταῦτα μέν, ὦ μέγιστε αὐτοκράτορ, πάρεργα τυγχά‐ νει πονήματα, καὶ μόνον οἷα τῇ σῇ ἀκοῇ ἐντρυφήματα, ὁ | |
2(450) | δὲ λόγος ἐπί σέ τε χωρεῖ ἄνωθεν καὶ τῆς περί σε ἤδη ἱστορίας καὶ εὐφημίας ἀπάρχεται. καὶ πατρίδα μὲν κατα‐ λέγειν καὶ γένος εἰ καὶ τεχνικόν ἐστιν ὑπερβήσομαι, οὔτε γὰρ πρὸς ἀγνοοῦσαν ἀκοὴν φθέγγομαι, οὔτε τοῖς ἔξωθέν σε σκιαγραφῆσαι τὸν καθ’ αὐτὸν ζωγραφούμενον βούλο‐ | |
455 | μαι. τοῦτο δὲ τοῦ σοῦ πρῶτον ἐπαίνου θεμέλιον τίθεμαι, ὅτι σοι τῆς μητρικῆς ῥαγείσης ὠδῖνος αὐγήν τινα τοῦ νικοποιοῦ τύπου διέλαμπε τὸ μεσόφρυον, οὐκ ἐκ τριχῶν αὐτοματισθεῖσαν, ἀλλ’ ἔκ τινων οἶμαι ἀκτίνων σχηματι‐ σθεῖσαν ἡλιακῶν, οὕτως σοι ἅμα τῇ γενέσει τὰ ὑπὲρ γένε‐ | |
460 | σιν καταμέμικτο, καὶ τὰ μέλλοντα προανεκηρύττετο πόρρωθεν, καὶ δι’ ἑνὸς σχήματος ἀρχή σοι καὶ νῖκος ἐπρυ‐ τανεύετο, καὶ πρὸ τῶν σκήπτρων βασιλεὺς ἦσθα τροπαιοφ‐ όρος, καὶ πρὸ τῶν ἀνακτόρων ἀνακτορικῷ κοσμήματι λαμ‐ πρυνόμενος. οὕτως σοι οὐκ ἐκ λίθων ὁ σταυρὸς κατεσκεύ‐ | |
465 | αστο, ἀλλ’ ἐκ θείων ἀκτίνων κατηύγαστο, οὐκ ἐν χρυσῷ | |
στέμματι, ἀλλ’ ἐν θείᾳ καὶ ἱερᾷ κεφαλῇ. σὺ δέ μοι ταῖς ἐν στήθεσι σεμνύνου θριξὶν ὅτι πτερῶν εἰκασίαν καὶ ῥάμφους διδόασι, καὶ τοῖς μητρικοῖς ἐπαγάλλου ὀνείρασιν οἷς πλάνη τις καὶ αὐτοματισμὸς ἕπεται ἄλογος. τούτου γὰρ τί τις | 36 | |
470 | μεῖζον ἂν εἰπεῖν ἔχοι καὶ τηλαυγέστερον; εἰ δὲ βούλει, τὰ μὲν σύμβολα ἄφες καὶ τὰ μηνύματα, ὅρα δέ μοι τὴν χάριν τοῦ σώματος ὅση, τὸ τῆς ψυχῆς κάλλος, καὶ ὡς πρὸς ἄλ‐ ληλα ἤριζον καὶ θάτερον θατέρου ἡττᾶτο νικῶν. ἡ μὲν γὰρ ὀξεῖαν φύσιν προὐβάλλετο καὶ ἀγχίνοιαν, τὸ δὲ τὴν | |
475 | τοῦ προσώπου ῥοδωνιάν, τὴν τῶν ὀφθαλμῶν χάριν, τὴν τοῦ λευκοῦ πρὸς τὸ ἐρυθρὸν ἀνάχυσιν ἐφ’ οἷς δεῖ καὶ ἀνά‐ κρασιν, τὰς στιλβούσας ἀκτῖνας τῆς κεφαλῆς, οἷς τὸ μὲν ἐνίκα, τὸ δὲ οὐχ ἡττᾶτο. ἀλλ’ ἄρα ὀξὺς μὲν ἦν καὶ ἀγχίν‐ ους, ὀξύρροπος δὲ καὶ δυσκάθεκτος τὴν ὀργήν, ἢ τοῦτο | |
480 | μὲν οὐχί, ἧττον δὲ σπουδαστὴς ὡς τῇ φύσει θαρρῶν, ἢ καὶ τοῦτο μὲν ἄκρος, ταχὺ δ’ ἀποβάλλων ἃ μεμάθηκεν; οὐμενοῦν, κἂν Πλάτωνες ἀντιφθέγγωνται κηρούς τινας ἀναπλάττοντες τῇ ψυχῇ ὑγροτέρους καὶ σκληροτέρους, καὶ τύπους γραμμάτων σχολῇ μὲν ἐνσημαινομένους, σχολαιό‐ | |
485 | τερον δὲ διαρρέοντας. οὐ γὰρ οὕτως ὁ ἡμέτερος βασιλεύς. ἀλλὰ ταχὺς μὲν ἐγγράφων τῷ κηρῷ τῆς ψυχῆς τὰ μαθή‐ ματα, ποιούμενος δ’ αὐτὰ ὥσπερ ἐγκαύματα ὡς μηδέποτε ἀπαλείφεσθαι. καὶ πρὸς μὲν ὀργὴν ἀκίνητος ὤν, πρὸς δὲ νοημάτων ἀνάληψιν γενναίᾳ καὶ εὐκινήτῳ τῇ ψυχῇ χρώ‐ | |
490 | μενος, καὶ οὐχ ὥσπερ ῥεῦμα ἐλαίου ἀψοφητὶ ῥέοντος κατὰ τὸν σὸν Θεαίτητον, ἀλλ’ ὥσπέρ τι ὕδωρ σφοδρότατα ῥέον καὶ τῷ ὀξεῖ τῆς φορᾶς παρασύρον τὸ ἐνιστάμενον. καὶ σὺ μὲν τὸ εὐφυὲς τοῦτο θαύμαζέ μοι μειράκιον καὶ φιλο‐ | |
σοφίας, γεωμετρίας δὲ μᾶλλον, ἐπιμελούμενον, καὶ τὸν | 37 | |
495 | περὶ ἐπιστήμας ἀνακύκλει λόγον, καὶ διάστρεφε ὡς βούλει τὸ νόημα, καὶ πρόσπαιζε τῷ νέῳ ἀλλοτρίας δόξας ὑπο‐ κρινόμενος, καὶ ἐπαίνει τοὺς εἰδότας ἐν κύκλῳ μὲν ἐγγρά‐ ψαι τρίγωνον, ἐν δὲ τριγώνῳ κύκλον. ἐγὼ δ’ εἰ ἀπὸ τού‐ των βουλήσομαι τὸν ἐμὸν ἐπαινεῖν αὐτοκράτορα, ἀπὸ τῶν | |
2(500) | σκιῶν ἂν τὸν ἥλιον ἐπαινέσαιμι· οὐδὲ γὰρ ἡμέτερον, οὐδὲ θείου σκοποῦ ὅρους συντιθέναι πραγμάτων καὶ παίζειν ἐν οὐ παικτοῖς. Ὅθεν ἐπιστήμην μὲν οὐχ ὡρίζετο εἴτε ὡς αἴσθησις εἴτε ἄλλο τι, αὐτὸ δὲ τὸ ὑποκείμενον οὗπερ ὁ λόγος κατηγορεῖ‐ | |
505 | ται ἠπίστατο, οὐ κατὰ τὴν Πρωταγόρειον δόξαν, ἀλλὰ κατὰ τὴν τῶν θείων χρησμῶν ἀλήθειαν. κύκλους δὲ γρά‐ φειν ἠπίστατο ἐν τῇ ψυχῇ τοὺς ἐξ ἀρετῶν, καὶ τούτοις τὴν ταύτης ἐγγράφων τριμέρειαν, οἷα τρίγωνον αὖθις μετήλ‐ λαττε, πῇ μὲν τὸ τριμερὲς τῇ τῶν καλλίστων πράξεων πε‐ | |
510 | ριελίττων χρείᾳ, πῇ δὲ τὸ ἄλογον κοσμῶν τῷ λόγῳ, καὶ τὴν ἐπιθυμίαν πρὸς ἓν ἀπευθύνων τὸ ἐφετόν, καὶ τῇ τούτου δυνάμει τὰς ἀρετὰς ὁριζόμενος, καὶ τὴν ὑψηλοτέ‐ ραν γεωμετρίαν ἀσκῶν. ἡ μὲν γάρ, ὡς καὶ Πρόκλος φησί, τὴν μέσην ἀπείληφε χώραν τῶν ἀμερίστων καὶ μεριστῶν | |
515 | καὶ ἔστι τι χρῆμα παράλογον καὶ σῶμά τι ἀσώματον. σὺ δὲ τὴν ἀσώματον ἐπετήδευες—κατὰ ψυχῆς γὰρ ἡ κατα‐ γραφή—καὶ γραμμὰς ῥητάς τε καὶ ἀλόγους ἐχάραττες. ἔστι γὰρ ἐν οἷς τῶν ἐπιτηδευμάτων οὐδὲ πρός τι ἐδέχου συγκριτικόν—τοῦτο γὰρ ἡ ἄλογος ὑπαινίττεται—βάσεις | |
520 | τε ὑπετίθεις, καὶ μεγέθη ἀνῳκοδόμεις ἀνάλογα, καὶ ταῖς κορυφαῖς εὐθείας τινὰς ἀπῃώρεις, ἵνα σοι στερρὸν τὸ | |
δοκούμενον γίνεται. κἀντεῦθεν κινούμενος τοὺς ὁμοκέν‐ τρους καὶ ἑτεροκέντρους κύκλους ἠπίστασο, καὶ τὰς τῶν φωστήρων περιόδους ἠκριβολόγεις, εἴτε κατ’ ἔκκεντρον | 38 | |
525 | εἴτε καθ’ ὁμόκεντρον τὴν οἰκείαν ἀποτελοῦσι περιστροφήν, καὶ εἰ ἐπὶ τῶν κατεστηριγμένων ζωδίων κινοῖτο ὁ ἥλιος ἢ τοῦ ζωδιακοῦ κύκλου κατώτερον φέρεται, καὶ εἰ διαλλάτ‐ τει τὴν κίνησιν, καὶ εἰ μὴ διαλλάττει, πῶς ἐνισοταχής ἐστιν. οὕτω σοι πάντα τῇ φύσει ἐσχεδιάζετο καθ’ ὑψηλο‐ | |
530 | τέρους μάλιστα λόγους καὶ κρείττονας· ὁμοκέντρους τε γὰρ κύκλους ὠνόμαζες οἷς ἡ αὐτὴ τοῦ καλοῦ καὶ πρώτη ἀφορμή· ἑτεροκέντρους δὲ τοὺς ἀπ’ ἄλλης αἰτίας πράξεις ἑλίττοντας, καὶ φωστῆρας τοὺς καθ’ ἡμᾶς ἐνεργητικοὺς λόγους νοῶν, ἑώρας ἰσοταχῶς μὲν κινουμένους, τὸ δὲ | |
535 | ἀνιὸν ταῖς παραχρήσεσιν ἔχοντας, καὶ ἐφ’ ὕψους μὲν τοῦ νοὸς διατρέχοντας, ἔστι δ’ ὅτε καὶ ὑποτρέχοντας, ὁπηνίκα τὰ ἄλογα τῆς ψυχῆς ὑπερνικῶσιν εἴδωλα. οὕτω πρακτικαῖς ἀλληγορίαις ἡρμήνευες τὰ νοήματα, καὶ ἥκιστα λόγου δεό‐ μενος σκοπῶν ὑπανῆγες τοὺς τελουμένους πρὸς τὰ θειό‐ | |
540 | τερα. Τί οὖν ἐντεῦθεν; πάντες σοι προσεῖχον ὡς κρείττονι καὶ ἀπὸ σοῦ προεφήτευον. οὐ γὰρ μάτην ᾤοντο τοσαύτην σοι καταβεβλῆσθαι σύνεσιν, εἰ μή τι μεῖζον ὁ καταβαλλόμενος οἰκονομεῖν ἔμελλεν. ὅθεν ἐν τοῖς ἁπάντων ἔκεισο στόμασι, | |
545 | καὶ οὐδὲ ὑπνωττ〈ώντ〉ων ἀπῇς, ἀλλὰ κἀν τοῖς ὀνείρασι τούτοις παρίστασο ἢ ὑψιπετεῖ σκεπόμενος αἰετῷ ἢ στεφα‐ νηφορῶν ἢ λέουσι βασιλικώτατα φυλασσόμενος. Ἐπεὶ δὲ δεινὸς ὁ τηνικαῦτα τὰ σκῆπτρα διέπων Ῥω‐ μαίων ὑποψίαν τε λαβεῖν καὶ τιμωρίαις εὐθὺς χρήσασθαι, | |
2(550) | πλανᾷ τοῦτον ὁ θεός, καὶ τὸν Ἰωσήφ σε ἀφεὶς τιμωρεῖται τὸν Ἰακὼβ τὴν χρυσῆν ἐκείνην καὶ θεοειδῆ ψυχήν. οὕτως σοῦ μᾶλλον ἢ τοῦ πατρὸς ἐφείδετο ὁ θεός, ἢ κἀκείνου μᾶλλον ἀρρήτοις τρόποις ἐκήδετο καὶ βασιλείαν ἡτοίμαζεν οὐρανῶν διὰ τῆς ἐνταῦθα κακώσεως. οὐκ ἔμελλες δὲ | 39 |
555 | πάντῃ ἄβλητος τῷ φθόνῳ γενήσεσθαι, οὐδὲ τοὺς πάντων διαλαθεῖν ὀφθαλμούς, οὐδ’ ἄνευ καμάτου καὶ πόνου τὸ τῆς βασιλείας γέρας λαβεῖν, ἵνα μὴ χάρις σοι τὸ πρᾶγμα δόξῃ, ἀλλὰ ἀντίδοσις. Ἐπεὶ γὰρ ὁ μὲν πατὴρ πρὸς τὸ θεῖον ἀπῆλθε βασίλειον, | |
560 | αὐτὸς δὲ οἷα νῦν φωστὴρ τοῖς συγκλητικοῖς διέλαμπες ἄστρασιν, ἡ δὲ βασιλεία Ῥωμαίων πρὸς φαύλους τινὰς με‐ τέπεσεν ἄρχοντας, θείους μὲν ἀγνοοῦντας νόμους καὶ ὡς ἀμετάτρεπτα τῆς προνοίας τὰ δόγματα, ὑπερορίαν πρὸ τῶν ἄλλων καταδικάζῃ, καὶ νῆσός σε φαύλη, διά σε δὲ ὄλβιος | |
565 | Βαβυλὼν ἢ νέον Βυζάντιον, πολιοῦχον τάχα καὶ οἰκιστὴν δέχεται· καὶ γίνῃ κατάκριτος τῶν πάντων ὁ πρόκριτος, καὶ καρτερεῖς παροράσεις καὶ κακοπαθείας ἀνέχῃ, καὶ ὄρη τινὰ ἀνεπλάττου τοῖς λογισμοῖς ὑφ’ οἷς κρυβήσῃ φυγών, καὶ σταθμὸν ἔσχατον ἐπεζήτεις, καὶ σχισμὰς πετρῶν ἐνεν‐ | |
570 | όεις, καὶ τὰς χρυσᾶς τέμνειν τρίχας προεθυμοῦ, καὶ τοῖς συμβόλοις ἐπεμέμφου, καὶ τῶν πλεονεκτημάτων κατεβόας τῶν σῶν. ἀλλ’ ἄρα, ὦ θεία καὶ βασιλικὴ κεφαλή, τούτοις ἀλύων τοῖς λογισμοῖς ἔσχες τὸν θεραπεύοντα καὶ λόγοις παρηγοροῦντα τῆς ψυχῆς τὸ λυπούμενον, καὶ ἱστορίαις καὶ | |
575 | παραδείγμασι πρὸς τὸ εὔθυμον ἐπανάγοντα; ἢ καὶ τοῦτο | |
μετὰ πάντων τὸ ἀπαραμύθητον ἐκαρτέρεις; αἴθε παρῆν ἐγὼ τῇ νήσῳ, αἴθε συμπαρεκαθήμην ὀδυνωμένῳ καὶ σκυ‐ θρωπάζοντι, καὶ τὸ δύσθυμον ἀπήλαυνον πρὸς τὸ εὔελπι, τὴν τοῦ Ἰωσὴφ καταλέγων αἰχμαλωσίαν, τὴν εἱρκτήν, τὰ | 40 | |
580 | δεσμά, καὶ ὡς ἐκ τῶν ἐναντίων τὸ τῆς βασιλείας αὐτῷ κράτος περιεγένετο, πρὸς τούτοις τὴν ἐν ποιμνίοις ζωὴν τοῦ Δαβίδ, τὴν δίωξιν, τοὺς πολλοὺς ἐκείνους κινδύνους οἷς οὐχ ἥλω περιπεσών, καὶ τὰ λοιπὰ τῶν βασιλέων τοι‐ ουτότροπα παραδείγματα. ἆρα δὲ μετὰ τοὺς πολλοὺς στε‐ | |
585 | ναγμοὺς οὓς ἔστενες, μετὰ τὴν τῶν δακρύων ῥοήν, οὐκ ηὐ‐ γάζετό σοι παρὰ θεοῦ ἡ ψυχή, οὐδ’ ἐφαρμάσσετο εὐσυμβόλοις ὀνείρασι τὰ παθήματα ἤ τισιν ἄλλαις ὁρά‐ σεσι; μὴ ἀποκρύψῃς τὸν λόγον, ὦ βασιλεῦ· περιβόητον γὰρ τὸ γεγονὸς γέγονε καὶ παρὰ πᾶσιν ᾄδεται στόμασιν. | |
590 | εἰ δὲ σὺ σιωπᾷς, ἐγὼ τοῦτο κεκράξομαι. Πρὸς οὐρανὸν εἶχες τὰ ὄμματα, καὶ τὴν ποικίλην τῶν ἄστρων χορείαν ἐθαύμαζες, καὶ τὸν δημιουργὸν ἀνύμνεις θεόν. τάχα δή που καὶ διηπόρεις ταῦτα δὴ τὰ ζητούμενα, πέπηκταί που τὰ ἄστρα ἢ ἀπῃώρηται, ταὐτομεγέθη πάντα | |
595 | καὶ ἰσοφανῆ, ἢ τὰ μὲν ἐλάττονα, τὰ δὲ μείζονα, ἐπιμήκη ἢ κυκλικά, πολλῷ ἀπέχοντα τῷ διαστήματι ἢ πλησιάζοντα; τὰ πλείω τούτων καὶ τῆς γῆς μείζω ὡς Ἀριστοτέλης φησίν, ἢ κέντρῳ τινὶ πρὸς ἐκείνην τὰ πάντα ἔοικεν; ἔπειτα πρὸς ἓν τούτων πήξας τὸν ὀφθαλμόν, „νῦν“, ἔφης, „γνώσομαι εἰ | |
2(600) | κατὰ τὸ ῥῆμα ὃ ἐλάλησε κύριος ἔσται μοι“, καὶ σύμβολον τῆς βασιλείας τὴν ἐκείνου κίνησιν καὶ ῥίψιν ποιεῖς καί, ὢ τῶν ἀρρήτων σου κριμάτων κύριε, ὢ τῆς πάντα νοῦν ὑπε‐ ρεχούσης σου σοφίας καὶ δυνάμεως, ἀκοντίζεται τὸ ἄστρον εὐθὺς ἐξ οὐρανοῦ ὥσπερ τινὸς ὤσαντος καὶ κενὸν ἀφῆκε | |
605 | τὸν τόπον ἐφ’ οὗ βεβηκὸς ἦν, καί σοι τὸν οἰωνὸν δέδωκε τηλαυγέστατον. καὶ μή μοι κενοφώνει φυσικώτατα, Ἀρι‐ στότελες, ὡς τῶν ἄστρων οὐδὲν τὴν οἰκείαν ἕδραν ἀφίη‐ σιν· ἀλλ’ αὐτὰ δὴ τὰ δοκοῦντα δίκην ῥεύματος χεῖσθαι καὶ φέρεσθαι τοῦ αἰθερίου πυρός εἰσιν ἀποσπάσματα πρὸς | 41 |
610 | τὸ κάταντες. φύσεως γάρ μοι λέγεις ἀκολουθίαν καὶ οὐκ ἀπορρήτου δυνάμεως ἀποτέλεσμα. φύσει μὲν γὰρ τὰ ἄστρα οὔτε ῥιπτεῖται, οὔτε πρὸς τὸ κάταντες φέρεται, ἀλλ’ ὅταν δόξῃ τῷ δημιουργήσαντι λόγῳ καὶ σβέννυται καὶ ἀπόλλυ‐ ται καὶ τῆς οἰκείας περιόδου ἐξίσταται. οὐ παύεται ὁ | |
615 | ἥλιος τῆς κινήσεως, ἀλλ’ ἔστη ποτὲ κατὰ Γαβαὼν ἵν’ ὁ Ἰσ‐ ραὴλ νικήσῃ καὶ πανωλεθρίᾳ φονευθῇ τὸ ἀλλόφυλον. ἀλλὰ τοῦτο μὲν οὕτως, καὶ μάρτυρες πολλῶν ὀφθαλμοί, καὶ πρὸ πάντων σύ· ἐκεῖνο δὲ καὶ λίαν θαυμάσιον. Κυροῦται κατὰ σοῦ παρὰ τῶν πονηρῶν ἡγεμόνων | |
620 | πονηρότατον βούλευμα. πῶς εἴποιμι τοῦτο; πῶς καρτερήσω λαλῶν; ἐκκοπὴ τῶν σῶν ὀφθαλμῶν τὸ βουλευθὲν ἦν, ταὐτὸν δὲ εἰπεῖν σβέσις τῶν οὐρανίων φωστήρων καὶ σύγ‐ χυσις τοῦ παντός. ὁ δήμιος εὐτρεπής, ἡ ναῦς ἕτοιμος, τὸ πνεῦμα ἐπίφορον, τὸ ἱστίον ἐπτέρωτο, ἐπὶ μέσου πελάγους | |
625 | τὸ σκάφος, ἐν ἐλπίσι τε ὁ λιμήν, καὶ ὁ σίδηρος ἐν χερσί. τί οὖν γίνεται; αἰθρίας ὥς φασι οὔσης, ἐπεισβάλλει ἄφνω ἀπαρκτίας λαμπρός, καὶ θαυματουργεῖται πρᾶγμα μεῖζον λόγου καὶ ἐνθυμήματος· ἐγείρεται ἐφ’ ὕψους ἡ θάλασσα, ἀνάγει τὴν ναῦν ἐπὶ μετέωρον, ἔπειθ’ ὑποδραμόντος τοῦ | |
630 | κύματος εἰς χάσμα διαρραγεῖσα αὐτοῖς ἱστίοις καὶ οἴαξιν ἀναρροιβδήσασα ὥσπερ ἄμπωτις τοῖς βάθεσιν ἐναπέκρυψε. τί οὖν τούτου μεῖζον ἂν ἢ θαυμασιώτερον γένοιτο τῆς περί σε τοῦ θεοῦ προνοίας τεκμήριον; σὺ δέ μοι σκυθρώπαζε καὶ κατηφὴς ἔσο καὶ ἀπογίνωσκε, καὶ τὴν Σιὼν περινόει ἢ | |
635 | τὸ Καρμήλιον ὄρος ἵν’ ἐκεῖ κρυβήσῃ γενόμενος. διὰ ταῦτα γάρ σοι τὸ ἄστρον ἐχεῖτο, ὁ ἀπαρκτίας ἐσχεδιάζετο, ἡ θά‐ λασσα ἵστατο, ἡ ναῦς ἐβιάζετο, ὁ δήμιος ἐβυθίζετο, ἵνα σὺ τὴν ἔρημον οἰκήσῃς καὶ γένῃ ὡς στρουθίον μονάζον ἐπὶ δώματος; ἀλλὰ μέλλει τὰ γενησόμενα. τοιοῦτόν ἐστι τὸ | 42 |
640 | θεῖον· οὐκ εὐθὺς ἃ ὑπισχνεῖται δίδωσιν, ἀλλὰ τὰς μὲν ἐπαγγελίας οὐκ ἀναλύει, δοκιμάζει δὲ τὴν προαίρεσιν καὶ τὸ μακρόθυμον ἀποδέχεται. ἐπράχθη ταῦτα, καὶ ὁ οὐρανὸς καὶ ἡ θάλασσα τῆς τοῦ θεοῦ βουλῆς ᾔσθετο, ὁ δὲ τετράρ‐ χης Ἡρώδης ἐτύφλωττε, καὶ τὸν ἄνεμον ᾐτιᾶτο | |
645 | σφοδρότερον τῇ νηῒ ἐπαρράξαντα. Εἶτα τί; πληροῖ τὸν τῆς ζωῆς ὅρον ὁ βασιλεύς, ἀνίστα‐ ται ἕτερος ἐκ τῆς αὐτῆς φυλῆς τε καὶ τοῦ αἵματος, εὐθὺς ἀχαριστεῖ πρὸς τοὺς εὐεργέτας, τὸ πολύαρχον εἰς μοναρ‐ χίαν κατακλείει τυραννικήν, κακοῦ κακὸν ἀλλαξάμενος. | |
2(650) | οὐχ ἡσυχάζει ἡ δίκη, ἀνάπτει τοὺς ἄνθρακας, πέμπει τὸ βέλος, πίπτει ὁ πονηρός, συμπίπτει πᾶν εἴ τι σφαλερώτατα ὑπηρείδετο. λάμπει καὶ αὖθις ἡ βασιλίας, καὶ ἦν σελήνη μὴ ἔχουσα ἥλιον. γῆς ἐζητεῖτο φωστήρ, καὶ τοῦτον εἶχέ σε ἡ Μιτυλήνη· τριήρεις οὖν σοι εὐθὺς ἐπέμποντο καὶ τὰ παρά‐ | |
655 | σημα τῆς ἀρχῆς. ἡ δὲ πόλις αἰσθομένη τοῦ πράγματος ἆρ’ ἐκαρτέρησεν, ἢ μερισθεῖσα ταῖς γνώμαις ἐφ’ ἡμισείας σοι προσερρύη καὶ προσυπήντησεν; οὔμενουν· ἀλλὰ πᾶσα χυ‐ θεῖσα τῆς σῆς θέας ἀπέλαυε, καὶ δεσπότην ἐκάλει, καὶ κατήπειγε τὴν εἰσέλευσιν. γίνεται οὖν φωστήρων ἐπὶ γῆς | |
660 | σύνοδος, καὶ ἀντιλάμπεις φανεὶς τῇ σελήνῃ, καὶ δεικνύεις ὅσον ἀμφοῖν τοῦ φωτὸς τὸ διάφορον. Εὐθὺς οὖν οὐχ ἡδοναῖς σεαυτὸν δέδωκας, εἰ μή πού τις | |
ἡδονὰς λέγει τὰς πρὸς τὸ ὑπήκοον χάριτας καὶ τῶν εὐερ‐ γετημάτων τὸ ἄφθονον· τοῦτο γάρ σοι καὶ ψυχαγωγία καὶ | 43 | |
665 | θυμῆρες ἐντρύφημα. οὐδὲ γὰρ ἅπαξ ἀνοίξας τοὺς θησαυρ‐ οὺς αὖθις συνέκλεισας, ἀλλὰ μᾶλλον ἐπεμβάλλεις τῷ ῥεύ‐ ματι, καὶ τοὺς κρουνοὺς αὔξεις, καὶ κατακλύζεις τοὺς ἐπαντλοῦντας, καὶ γίνῃ χρυσόρειθρος Πακτωλός, καὶ οὐ βασκαίνεις τοῦ νάματος τοῖς ἀρύουσιν. οὐ γὰρ ὥσπερ | |
670 | ἕτεροι μεταποιεῖς τὰ βασίλεια, καὶ καινοτομεῖς τὰ πολλὰ πράγματα, καὶ νέους καθιστᾷς τῶν δημοσίων ἐπιμελητάς τε καὶ σπουδαστάς, ἵν’ ἐκπλήξῃς ταῖς μεταποιήσεσι, καὶ ὕποπτος δόξῃς πρὸς ἅπαντας καὶ καινοποιός, ἀλλὰ τηρεῖς μὲν ἀδιάπτωτον τὸ σχῆμα τῆς πολιτείας, οὐ μεταλλάττεις | |
675 | δὲ τοὺς τῶν κοινῶν φροντιστάς, μᾶλλον μὲν οὖν λαμπρύ‐ νεις, καὶ ταῖς προσούσαις δόξαις τε καὶ τιμαῖς ἑτέρας προστίθης, καὶ ὅσα ταῖς τῶν ἀνέκαθεν βασιλέων κατὰ μέρος κατεκοσμήθησαν εὐκλείαις τε καὶ λαμπρότησι διὰ μιᾶς φιλοτιμίας τῆς σῆς ἐς ἅπαξ γεγονυίας ἀπέκρυψας. | |
680 | Ἀλλ’ ἴσως ψυχὴ μέσως ἔχουσα πονηρίας καὶ ἀρετῆς, καὶ μὴ τὴν θατέραν τοῦ κακοῦ ἕξιν ἄμικτον φέρουσα, οἷς εὖ πάσχει καὶ φιλανθρώπων τυγχάνει, ταπεινοῖ μὲν τὸ κακόη‐ θες, τὸν δὲ εὐεργέτην κηρύττει, καὶ πρὸς τὰς ἐκείνου οὐκ ἐξαγριαίνεται χάριτας. εἰ δέ τίς ἐστι μόνον κακός, ἐχιδνῶν | |
685 | που πάντως τε γέννημα, κἂν θάλασσα τούτῳ ῥαγῇ, κἂν πέτρα βλύσῃ κρουνούς, κἂν ποταμὸς πεδήσῃ τὰ ῥεύματα, κἂν ἐξ οὐρανοῦ κατενεχθῇ τροφὴ δαψιλὴς καὶ αὐτόματος, κἂν εἰς μαθητείαν κληθῇ καὶ πνεύματος μυστηρίων | |
ἀξιωθῇ, οὐ λογίζεται τὰς εὐεργεσίας, τοῦ δοτῆρος καταγ‐ | 44 | |
690 | ογγύζει, μόσχον αὐτοματίζει θεόν, καὶ ζητεῖ πλησμονὰς ἑτέρας, ἢ δυσμεναίνει τῷ διδασκάλῳ, καὶ νιπτόμενος οὐ καθαίρεται, ἀλλὰ μᾶλλον ῥυπαίνεται, καὶ προδίδωσι, καὶ τιμὴν λαμβάνει τοῦ ἀτιμήματος, καὶ μεταμέλεται μέν, ἀπ‐ ογινώσκει δέ, καὶ τῇ κακίᾳ συναποθνήσκει ὥσπερ ὁ πα‐ | |
695 | λαιὸς Ἰὴλ καὶ ὁ ἐκείνου βλαστός. ὧν εἷς καὶ ὁ καθ’ ἡμᾶς ἐγεγόνει Δαθὰν ἢ Ἀβειρὼν τὴν προαίρεσιν, τὸ τῆς ἑῴας ἕσπερον θρέμμα καὶ ζοφερόν, ὁ τῆς ἀπωλείας υἱός, ἡ πρόδρομος τοῦ Ἀντιχρίστου ψυχή, ἐκ τῶν αἰσχίστων καὶ ὧν ἐνθουσιαστικώτατα ἐμεμήνει γνωριζόμενος καὶ καλού‐ | |
2(700) | μενος, ὁ Ἀσσύριος νοῦς, ἡ ἐπηρμένη φύσις καὶ ὑπερή‐ φανος, ὁ τοῦ σκότους προστάτης, ὁ τὸν αὑτοῦ μὲν θρόνον ἐπὶ τῶν νεφελῶν θεῖναι διανοηθείς, ἀντιταχθῆναι δέ σοι τῷ υἱῷ τοῦ ὑψίστου ἀλαζονικώτατα βουληθείς, καὶ ἀντὶ τοῦ ἑωσφόρος καλεῖσθαι σκότος ἤ τι ἄλλο τῶν ζοφωδεστέ‐ | |
705 | ρων γενόμενος καὶ λεγόμενος. Καὶ τούτῳ καὶ πέτρα ἔβλυσε νάματα, ἡ στερρὰ τοῦ βα‐ σιλέως ψυχὴ εὐεργεσίας καὶ χάριτας, καὶ ἡ πᾶν εἴ τι καλὸν βλύζουσα γῆ ἤνοικτο εἰς κατοίκησιν. τί δὴ λέγω; τούτῳ τῷ πονηρῷ καὶ ἀνοσίῳ τὰ κράτιστα τῶν ἡμετέρων | |
710 | ταγμάτων τε καὶ δυνάμεων ὥσπερ τινὶ σατράπῃ ἢ πρωτο‐ στρατήγῳ ὑπέκειτο. οὐ διὰ μέσων ἑτέρων τὰ τοῦ βασιλέως | |
διεπορθμεύοντο δόγματα ὥς που τῷ ἐκείνου πατρί, ἀλλ’ εἴπερ ἐβούλετο, αὐτόπτης τε ἂν ἦν ἀεὶ τοῦ ἀνακτορικοῦ βήματος καὶ τῶν θείων θεσπισμάτων αὐτήκοος· ἀλλ’ οὐκ | 45 | |
715 | ἐβούλετο. ἀλλὰ κινεῖ μὲν Ἰταλίαν πᾶσαν καθ’ ἡμῶν ἧς ἄρ‐ χειν κατεδικάσθη—οὕτω γὰρ ἐγὼ τὴν ἐκείνου ζώνην καλῶ—ὑποσπᾷ δὲ καὶ τῆς παλαιᾶς Ῥώμης οὐκ ὀλίγην ἱππικήν τε καὶ πεζικὴν δύναμιν, συνάπτει τούτοις καὶ τῆς ἑῴας τὸ κράτιστον στράτευμα, καὶ τῆς Ῥωσικῆς μοίρας | |
720 | οὐκ ἐλάχιστον, καὶ ἀνυπόστατος τοῖς πλήθεσι γίνεται καὶ ταῖς εἰς τὸ πολεμεῖν ἐμπειρίαις. ὅθεν κατατολμᾷ τοῦ πε‐ λάγους, ἐν τοῖς τῶν Βουλγάρων ὁρίοις γίνεται, καὶ φόρων ἀνέσεις εὐθὺς πρυτανεύεται. συμβάλλει τῷ τῆς δύσεως στρατηγῷ, νικᾷ, τροπαιοφόρος ἐπάνεισι, σοβαρώτερος τῷ | |
725 | εὐτυχήματι γίνεται, καὶ τὰ τοῦ Καπανέως μιμεῖται. τί τὰ ἐπὶ τούτοις; συλλέγεται τὰ ἡμέτερα τάγματα ἐκ παντὸς ἔθνους καὶ πόλεως, ἵσταται εἰς συνασπισμόν, οὐκ Αἴλιον εὐτυχοῦντα στρατηγόν, οὐ Περσέα, οὐ Βροῦτον, ἄνδρας θυμοειδεῖς καὶ θρασεῖς, ἀλλά τινα Γερήνιον Νέστορα ἢ | |
730 | Ὀδυσσέα τὸν ποικιλόφρονα, οἷς ἀντὶ ξίφους ὁ νοῦς, ἀντ’ ἀσπίδος ὁ λογισμός, ἀντὶ θυρεοῦ τῶν μηχανῶν αἱ κατα‐ σκευαί. ταῦτα δὴ τὰ ὅπλα ἐκεῖνος ὥπλιστο, τούτοις πρὸς τὸ ἀντίπαλον ἀντετάττετο, βουλευόμενος, μηχανώμενος, | |
διεγείρων λόγοις παρακλητικοῖς τὸ στρατόπεδον, ἐλαύνων | 46 | |
735 | τὸν ἵππον διὰ παντὸς τοῦ στρατεύματος, αὐτὸς τῶν ὅλων προκινδυνεύων. Εἶτα τί; κλέπτει τὴν ἔφοδον ὁ ἐχθρός, ἀναφαίνεται σὺν μυριάσιν ἱππέων, συρρήγνυται ταῖς ἡμετέραις δυνάμεσιν αὐτὸς καὶ στρατηγῶν καὶ μαχόμενος—καὶ γὰρ ἦν κατ’ | |
740 | ἀμφότερα ἀμφιδέξιος—φόνον πλεῖστον εἰργάζετο, νικᾷ τῷ πλείονι μέρει. τί γὰρ δεῖ μηκύνειν δὶς περὶ τῶν αὐτῶν ἐγγράφοντας; κατὰ τοῦ χάρακος ἵεται, ἐπὶ τὸν ἡμέτερον βουληφόρον ὁρμᾷ, οὐ τὴν τοῦ πολέμου ῥοπὴν ὑποπτή‐ ξαντα, ἀλλ’ ἀπτόητον ἑστηκότα καὶ ἄτρεστον, καὶ τὸν | |
745 | στρατὸν διεγείροντα. γίνεται οὖν πρᾶγμα παράδοξον· πί‐ πτει νεκρὸς ἄβλητος ὁ ἐχθρός, ὥς τινος ὤσαντος ἢ καιριώ‐ τατα πλήξαντος. καὶ παρευθὺ κλίνει τὰ τῆς μάχης, συνί‐ σταται τὸ διαρραγέν, θυμοῦται τὸ φοβηθέν, νικᾷ τὸ ἡττώμενον. | |
2(750) | Ὁρᾷς, ὦ βασιλεῦ, οἷα τὰ σά, οὐκ ἀκολουθίᾳ δου‐ λεύοντα, ἀλλ’ ὑπὲρ φύσιν καὶ λόγου τυγχάνοντα δύναμιν. τί οὐκ ἂν εἶπεν εἰ παρῆν Ὅμηρος νῦν; πόσας ἄν μοι δοκῇς Ἰλιάδας συνθεῖναι καὶ παραδοξότερον φθέγξασθαι τὰ παράδοξα; ὃς γὰρ Ἀχιλλέως τὸν Ἕκτορα τρώσαντός τε | |
755 | καὶ κτείναντος, ὡς αὐτὸς διαρρήδην βοᾷ, τῇ Ἀθηνᾷ τὸν φόνον χαρίσασθαι οὐκ ἐφείσατο, ποίαν οὐκ ἂν ἐντεῦθεν παραδοξολογίαν ἐκίνησεν; ἀλλ’ ἡμεῖς γε οὐκ οἴκοθεν ἀνα‐ πλάττειν βουλόμεθα, οὐδ’ Ἀθηνᾶς τινας προσάγειν τῷ λόγῳ καὶ πλάνας ἐπικυκλεῖν τοῖς συγγράμμασιν, ἀλλ’ αὐτὰ | |
760 | δή που φθεγγόμεθα ἃ πάντες ἤκουσάν τε καὶ ἐθεάσαντο. οἱ μὲν γὰρ ἄστρον τι τῶν ἀσυνήθων ἐπὶ τὴν κεφαλὴν εἶδον χυθὲν τοῦ ἐχθροῦ καὶ θροῆσαν αὐτόν, τοῦ φωστῆρος ἀκμὴν τὸν δυτικὸν οὐχ ὑπελθόντος ὁρίζοντα· οἱ δ’ αὐτοῦ | |
βοῶντος ἐπῄσθοντο, „ὑφ’ ἱππότου τέτρωμαι, ἱππότης με | 47 | |
765 | ἀναιρεῖ, ἱππότης με πλήξας καιρίως ἀπῆλθεν· ἵππος αὐτῷ καὶ ἐσθὴς τὰ πάντα λευκά.“ ἐγὼ δὲ οὐκ ἄλλο παρὰ τὸν ἱππότην τὸ ἄστρον φημί, ἀλλ’ ἄγγελον μὲν εἶναι τὸ φανὲν τίθεμαι, διττὴν δὲ παρασχεῖν φαντασίαν, ἵνα καὶ τὸ λαμ‐ πρὸν παραστήσῃ τῆς φύσεως καὶ τὸ οἰκεῖον σχῆμα τῷ | |
770 | πολέμῳ ἐνδείξηται. τοῦτό σοι τάχα τὸ ἄστρον καὶ πάλαι ἐθεᾶτο ἐν οὐρανῷ καὶ διστάζοντί σοι ἐπιστοῦτο τὸν λογι‐ σμόν, τοῦτο καὶ αὖθις κατ’ εὐθεῖαν τοῦ δυσμενοῦς ἔστη τῆς κεφαλῆς, διαπρυσίως τὴν κρείττω συμμαχίαν φθεγγό‐ μενον. | |
775 | Γεγόνασι πολλάκις, ὦ βασιλεῦ, ἀνελπίστων πραγμάτων μεταβολαί, ἀλλ’ οὐκ ἐπισημήναντος οὕτω τοῦ κρείττονος, εἰ μή πού τις τὰ Ἰσραηλιτικὰ φήσειε κατορθώματα, οἷς ἐγὼ τὰ σὰ ἀντιθεῖναι οὐκ ἂν ὀκνήσαιμι. διέστη τοῖς Ἰσ‐ ραηλίταις ἡ Ἐρυθρά, καὶ ποσὶν ἀβρόχοις ἐπεζεύθη ἡ | |
780 | ἄβατος, ἐταράχθη καὶ διά σε κύμασιν ἀνελπίστοις ἡ θά‐ λασσα, καὶ ἄνεμος ἐσχεδιάσθη μὴ προσδοκώμενος. συνεκα‐ λύφθη τοῖς 〈τοῦ βυθοῦ〉 κύμασι τὸ Αἰγύπτιον αὐτοῖς ἵππ‐ οις καὶ ἅρμασι καὶ ὅπλοις πολεμικοῖς {βυθοῦ}, κἀνταῦθα γέγονεν ἀνὴρ διὰ σοῦ τιμωρὸς παρανάλωμα. στῦλος ἐκεῖ | |
785 | πυρός, ἄστρον ὧδε ἐξ οὐρανοῦ. χειρὸς ἐκεῖ ἔκτασις μυριά‐ δας ἐτρέπετο, καὶ ὧδε ἱππεύων ἄγγελος περιφανεστέραν νίκην εἰργάζετο. ἔχω τι πλέον εἰπεῖν τῶν θαυμασίων ἐκεί‐ νων· ἐν τύποις ἐκεῖ καὶ εἰκονίσμασιν ὁ σταυρός, ὄφις | |
χαλκοῦς ἐπ’ ἰθυτενοῦς στηλιτευόμενος ἐπιδόχμια, καὶ | 48 | |
790 | ξῦλον γλυκαῖνον ὕδωρ πικρόν, καὶ αὖθις ἕτερον σίδηρον ἐξ ὕδατος ἀνιμώμενον, ἐνταῦθα δὲ δακτύλῳ θεοῦ γεγραμ‐ μένον ἐν οὐρανῷ ὥς που πάλαι τῷ σοι ὁμωνύμῳ καὶ βασι‐ λεῖ, ᾧ σε καὶ παραβάλλω, καὶ φειδοῖ τοῦ ἀνδρὸς οὐχ ὑπερτίθεμαι, ἀλλὰ τὸ ἶσόν σοι δίδωμι, τιμῶν κἀνταῦθα τὸν | |
795 | αὐτοκράτορα· ἀμφοτέρων γὰρ τὴν αὐτὴν δύναμιν ὑπεσή‐ μηνεν ὁ βασιλεύσας θεὸς καὶ ταῖς αὐταῖς παραδοξοποιΐαις ἐλάμπρυνε. Καὶ ταῦτα μὲν τὰ σὰ οὕτως, ὦ βασιλεῦ, πᾶσαν τέχνην καὶ μεγαλοφυΐαν ῥητόρων ὑπερεκπίπτοντα. τὰ δ’ ἡμέτερα | |
2(800) | οἷα; ἀπερρίμμεθα, καταπεφρονήμεθα, μὴ κακίσῃς εἰ καὶ τοῦτο φήσω, οἱ τῆς γνώσεως τρόφιμοι, οἱ τῆς σοφίας ἐθά‐ δες, οἱ τῶν μουσῶν θιασῶται. ὁ μέν τις βέλει τὸν ἐχθρὸν ἔπαισεν, ἢ μόνον τὸ δόρυ ἐπετείνατο καὶ τὰς πρώτας ἔχει τιμάς· ἄλλος τὸ εὔγνωμον μέχρι σχήματος ἐνεδείξατο, καὶ | |
805 | τὸ τοῦ πλούτου ῥεῦμα τούτῳ ἔρρευσεν ἄφθονον. ἡμεῖς δὲ λόγοις κηρύττομεν, εὐφημίαις βάλλομεν, οἷς ἔχομεν θερα‐ πεύομεν, καὶ μόγις που ῥανίδα ἐλέους δεχόμεθα. ἀλλὰ πά‐ λιν τὸν αὐτὸν λόγον ἐρῶ, μὴ κάκιζε τὴν παρρησίαν, ὦ βα‐ σιλεῦ, τόκος ἐστὶν ὀδυνωμένης ψυχῆς. πόθεν Ῥωμῦλοι | |
810 | κηρύττονται, πόθεν Βροῦτοι καὶ Αἴλιοι, Ἀντίοχοι τε καὶ Σέλευκοι καὶ Ἀλέξανδροι; οὐκ ἐκ λόγων, οὐκ ἐκ συγγραμ‐ μάτων; οἱ δὲ συγγράφοντες πόθεν εἰς συγγραφὰς ἐκινήθη‐ σαν; οὐκ ἐξ ὧν εὖ ἔπασχον; οὐχὶ Διόνυσος Ἑλίκῳ τῷ Κυ‐ ζικηνῷ ἡλίου προειπόντι ἔκλειψιν ἀργυρίου τάλαντον | |
815 | ἐδωρήσατο; ὁ δ’ αὐτὸς καὶ Πλάτωνι μικροῦ δεῖν ὡς θεῷ προσεῖχε, τοῖς τῆς φιλοσοφίας τοῦτον ἠθικοῖς προβι‐ βάζοντι; πόσους ἄν μοι δοκῇς, εἴπερ βούλει, ἀπογεννήσειν Πλάτωνας νῦν, πόσους Ὁμήρους; εἰ δὲ μὴ τοιούτους διὰ τὸ τοὺς ἄνδρας πάντων ὑπεξῃρῆσθαι, ἀλλὰ πόσους Μη‐ | 49 |
820 | τροδώρους, πόσους Φοιβαμώνας; καὶ οὐ τοῦτο λέγω, βασι‐ λεῦ, παντὶ συγγράφοντι τὰς τοῦ ἐλέους ὑπανοίγειν πηγάς, ἵνα μὴ τῆς αὐτῆς ᾖ τιμῆς ὁ χείρων τῷ κρείττονι, ἀλλὰ δοκιμαζέσθωσαν τὰ συγγράματα ὑπὸ πολλαῖς ἀκοαῖς, καὶ ὅτῳ ἂν δοθῇ τὸ ἐξαίρετον ἐκείνῳ οἱ τῆς σῆς βασιλείας θη‐ | |
825 | σαυροὶ ἀνοιγέσθωσαν. Ἔχεις, ὦ βασιλεῦ, κριτὰς λόγων. πολλούς, μούσας αὐτό‐ χρημα, οὗτοι κρινέτωσαν τὰ ἡμέτερα, οἱ δ’ ἄλλοι τὸν ἄρνα καθ’ ἁρμὸν διαιρείτωσαν. αἰσχύνομαι γὰρ οὐ κανόνι κανο‐ νιζόμενος. ἔχε τὰς τῶν τιμῶν ἀμοιβάς, ἔα με καὶ πάλιν | |
830 | πένεσθαι, δίδου τὰς τῶν ἐπαίνων, καλοίμην παρά σοι συγ‐ γραφεὺς πρόκριτος, καὶ πάλιν ἐν μοίρᾳ εἴην τῶν δυστυ‐ χῶν. ὁ δὲ βασιλεύσας σε καὶ λαμπρύνας θεὸς αὐτός σοι καὶ προσθείη τοῖς ἔτεσι, καὶ τὴν ἐκεῖθεν βασιλείαν χαρί‐ | |
σαιτο τὴν ὄντως ὑψηλήν τε καὶ ἀκατάλυτον. | 50 | |
3(1t) | Τῷ αὐτῷ βασιλεῖ | |
2 | Μέγιστε βασιλεῦ, τὸν ὁρατὸν τοῦτον κόσμον, τὸ μέγα τοῦ θεοῦ δημιούργημα, συμπληροῖ μὲν καὶ ἥλιος καὶ ἀστέ‐ ρων χορὸς καὶ γῆ καὶ θάλασσα, μέρη μέγιστα τυγχάνοντα | |
5 | τοῦ παντός, συμπληροῖ δὲ καὶ θάμνος καὶ πόα καὶ λίθος βραχὺς καὶ εἴ τι ἄλλο τούτων πέφυκεν εὐτελέστερον. οὕτω τοιγαροῦν καὶ τῆς τῶν σῶν ἀρετῶν εὐφημίας μέρος μὲν καὶ μέγιστον καὶ θαυμασιώτατον ὁ τῆς σοφίας καθηγε‐ μών· ἔπειτα δὲ ἄλλος ἐπ’ ἄλλῳ συντελεῖ πρὸς τὴν λογικὴν | |
10 | ταύτην ὁλότητα· βραχὺ δέ τι κἀγὼ μέρος τῶν σῶν ἐπαί‐ | |
νων εἰμί, ὥσπερ ὅλου λόγου λέξις ἡ συλλαβή. διὰ τοῦτο οὐδὲ κομπάσας ἐρῶ, οὐδ’ ὥσπερ οἱ τὴν ῥητορικὴν τέχνην δεινοὶ ἀπὸ τῶν ἔξωθεν κόσμων τὸ ἐγκώμιόν σοι προσερα‐ νίσομαι, ἀλλὰ ταὐτόν σε βλέπων ἐφ’ ἑαυτοῦ οὕτω σοι τὸν | 51 | |
15 | ἔπαινον πλέξομαι. Σὺ τοιγαροῦν, ὦ βασιλεῦ, ἀπ’ αὐτοῦ τοῦ κράτους τὰς βασιλικωτέρας τῶν ἀρετῶν ἐργαζόμενος, ὥσπερ τινὰ πύργον ἀπὸ γῆς εἰς οὐρανὸν οἰκοδομῶν, προσθήκαις ἀεὶ κρείττοσιν ἐπαυξάνεις, καὶ μᾶλλον βασιλικώτερος φαίνῃ | |
20 | καὶ μεγαλοπρεπέστερος. πλούτου γὰρ καὶ εὐτυχίας τοὺς θησαυροὺς ὑπανοίξας, ἐπίσης τε ἡμᾶς κἀκείνους φαίνῃ πληρῶν. ὥσπερ γὰρ ἄπλετος θάλασσα ἐσαεὶ ῥέουσα πλή‐ ρης ἀεὶ πέφυκεν, οὕτω δὴ καὶ σύ, βασιλεῦ· ὅσῳ μᾶλλον ἐπιρρεῖς ἡμῖν τὰς εὐεργεσίας ἀφθόνως, τοσοῦτον αὐξάνεις | |
25 | πληρούμενος. ἐντεῦθεν δὲ οὐδεὶς ἀπολέλειπται τοῦ τοι‐ ούτου πλούτου τῆς ἀγαθότητος, ἀλλὰ καὶ ὁ τὸν λόγον λαμπρὸς καὶ ὁ τὴν τέχνην ἄσημος καὶ ὁ τὴν γλῶσσαν δεινὸς καὶ ὁ τοῖς λόγοις μὴ προσωμιληκώς, οἵ τε προσε‐ χεῖς καὶ οἱ πόρρω ξύμπαντες ὁμοῦ ἀπὸ τῶν σῶν ναμάτων | |
30 | πεπώκασιν. ὃ οὐδεὶς ἂν εὕροις διερευνώμενος ἐπὶ τῶν πρώην καιρῶν γεγονός, ἀλλ’ εἴ τινας τῶν πάλαι βασιλέων φύσις φιλότιμος πρὸς τὸ εὐεργετεῖν παρεσκεύασε, τοῖς ἐντὸς τοῦ βήματος τὴν τοιαύτην ἀρετὴν περιώρισεν. οἱ δ’ ἐπὶ τῶν καθέκαστα πόλεων οὐδὲν ἧττον ἢ πρότερον | |
35 | πάντων ἐστέρηνται, ἀλλά σε καὶ ὁ ὑπερβόρειος ἔγνωκε μὴ ἰδὼν καὶ ὁ ἑῷος καὶ ὁ ἑσπέριος. καὶ πᾶσι μὲν ἐγχεῖς τὴν εὐεργεσίαν ἄφθονον, μάλιστα δὲ ὅσοι περὶ τοὺς λόγους | |
διεσπουδάκασι καὶ τῇ φιλοσοφίᾳ συντόνως προσέβησαν· πάντα γὰρ ζηλῶν τὰ καλά, βασιλεῦ, ταύτην ὑπὲρ πάντα | 52 | |
40 | τετίμηκας, ὅτι καὶ πρώτη καὶ κρείττων τῶν ἄλλων. Καὶ τό γε θαυμασιώτερον, ὅτι στρατιώτης μέν σε ὡς στρατιώτην ἐγνώρισε, καὶ ὁ στρατηγὸς τοῦτο μόνον εἰδέναι ἐπίσταται, τὴν στρατηγικήν, καὶ ὁ δικαστὴς νομοθέτην κα‐ λεῖ, καὶ Δημοσθένην ὁ ῥήτωρ, καὶ Πλάτωνα ὁ φιλόσοφος· | |
45 | παρὰ γὰρ τοὺς καιροὺς μεταχειρίζῃ ὡς ἄριστα ἕκαστα, ὡς νῦν μὲν εὖ συντιθέναι τὸν λόγον καὶ δοκίμῳ χρῆσθαι καὶ διεγηγερμένῳ τῷ λόγῳ, νῦν δὲ ἐμβριθεῖ καὶ εἴσω συν‐ νεύοντι, καὶ νῦν μὲν τὸ ἐν λέξεσι κάλλος ἀγαπᾶν, νῦν δὲ τὸ ἐν νοήμασι σεμνὸν καὶ πεφροντισμένον. ὡς ἄρα σε ἐξ | |
3(50) | ἑκάστου τῶν ἀρίστων ὡς ἄγαλμα συνέπλασεν ὁ θεὸς καὶ ἐκ τῶν ἐναντίων συνήρμοσε, φρόνημα δοὺς ὑψηλὸν καὶ συντετριμμένην ψυχήν, ἀμετάθετον λογισμόν, νοῦν στα‐ θηρότατον, καὶ τὸ ἐν καιροῖς μεταβάλλεσθαι καὶ γνώμην ἀλλοιουμένην τοῖς κρείττοσι, φύσιν βασίλειον καὶ μετριο‐ | |
55 | φροσύνην ἄρρητον. σὺ καὶ τῇ λέξει κοσμεῖς τὰ νοήματα καὶ τὴν λέξιν σεμνύνεις τῷ νῷ, σὺ καὶ καλλιρρημοσύνην ἤσκησας, καὶ νοημάτων βάθος ἠγάπησας, καὶ τὰς τῶν μα‐ θημάτων φύσεις ἐπόθησας, σὺ καὶ τὰ τῆς δικαιοσύνης ζυγὰ φυλάττεις ἀρρεπῆ καὶ τὰς τῆς φιλίας πηγὰς ταῖς | |
60 | ἁπάντων ψυχαῖς ἐπιρρεῖς, σὺ καὶ τὴν βασιλικὴν μεγαλο‐ πρέπειαν συντηρεῖς ἀκαθαίρετον καὶ τὸ μέτριον τῆς ψυχῆς ἰδίωμα διαφυλάττεις ἀνόθευτον, σὺ καὶ μόνος, ἵνα τἆλλα ἐάσω, ἐλέους βάσις, εὐσπλαγχνίας κρουνός, φιλανθρωπίας πηγή, εὐεργεσιῶν ἄβυσσος, καλλονῆς ἄνθος, ἐπιεικείας εὐ‐ | |
65 | πρέπεια, ἀρετῆς εἰκών, γνώμης βαθείας παράδειγμα. Σοὶ μόνῳ οὐδεὶς ἂν συγκριθείη. εἴ γε κατὰ λόγον ἐθέλει τις βλέπειν τὰ πράγματα, εἰ δέ σε βούλοιτο ταῖς πρὸς ἕτερον ἐξαιτήσεσιν ἰδεῖν ὁπόσον τῶν ἄλλων ὑπερέχεις, τῷ θειοτάτῳ σε καὶ μόνῳ παραβαλεῖται, ᾧ τὴν τοῦ θειοτάτου | 53 |
70 | κλῆσιν μετὰ τῶν ἀρετῶν καὶ αἱ κατὰ τῶν βαρβάρων τύχαι προσήρμοσαν. πλὴν ἀλλ’ εἰ καὶ τὴν εὐσέβειαν ἴσοι, ἀλλ’ ἐκεῖνος μὲν ὀψὲ μετέθετο πρὸς τὸ σέβας, σοὶ δ’ ἐκ προγόνων ὥσπερ εὐσεβὴς κλῆρος κατενήνεκται. κἀκεῖνος μὲν ἐκ μέρους χρησάμενος τῇ πραότητι ἐπ’ ἐνίους φονῶ‐ | |
75 | σαν ᾖρε τὴν δεξιάν, σὺ δὲ τὸν τῆς γνώμης κανόνα ἐπ’ οὐ‐ δενὶ παραβέβηκας. κἀκεῖνος μὲν τὴν ὁμώνυμον πόλιν ᾠκο‐ δομήσατο καὶ τείχεσι τοῖς φαινομένοις ἐπύργωσε, σὺ δὲ λαμπροτέραν ἀπέδειξας κρείττοσι μεγαλουργίαις καὶ οἰκο‐ δομημάτων ὑπερβολῇ, ἐπαφεὶς αὐτῇ καὶ τὸν ἀπὸ τῆς | |
80 | Ἐδέμ ποταμόν, ἵνα μὴ τὸ τῆς πόλεως ἄνθος μαραίνοιτο. τοιοῦτος σύ, βασιλεῦ, παντοίαις κοσμούμενος ἀρεταῖς, παντοίοις κάλλεσι στεφανούμενος, πρὸ πάντων καὶ λόγοις ἐπαγαλλόμενος καὶ τῷ ἀκηράτῳ στέφει τῆς φιλοσοφίας | |
καταστεφόμενος. | 54 | |
4(1t) | Ἕτερος λόγος πρὸς τὸν | |
2t | αὐτὸν βασιλέα | |
3 | Ὦ βασιλεῦ, προσθήκης ἄτερ καὶ συναφῆς καὶ μόνε τῶν ὄντων ἀπαράμιλλε καὶ ἀσύναπτε· οἱ γὰρ φωστῆρες χαιρέ‐ | |
5 | τωσαν· τερετίσματα γάρ εἰσι τῶν νοήσεων καὶ οἷον εἰκόνες | |
παραδειγμάτων. οὔτε γὰρ ἥλιος σύ, ὁποῖος οὗτος ὁ αἰ‐ σθητὸς ἀτμοῖς βαλλόμενος καὶ νέφεσι καλυπτόμενος, οὔτε φῶς ἐκεῖθεν φερόμενον καὶ ἀέρι κιρνώμενον καὶ ἐμπῖπτον τοῖς ὄμμασιν, εἶτα δὴ χεόμενον καὶ λυόμενον, ἀλλὰ παντὸς | 55 | |
10 | τοῦ φαινομένου κρείττων καὶ ὑψηλότερος. ἀλλ’, ὦ βασι‐ λεῦ—παλιλλογῶ γάρ σοι τὴν κλῆσιν καὶ δὶς ἐπαναφωνῶ, ὅτι καὶ τοῦ διττοῦ ἐπάρχεις κύκλου τῶν ἀρετῶν, ὅσος τε ψυχικὸς καὶ ὅσος πέφυκε νοερός—ὁ μὲν ἀγὼν ὃν εἰσελή‐ λυθα νῦν, ὡς ὁρᾷς, τῶν πώποτε γενομένων ὁ φρικωδέ‐ | |
15 | στατος καὶ θαυμασιώτατος· μόνος γὰρ τῶν ἁπάντων ἐπήγ‐ γειλα διαμιλλήσασθαί σου τῷ λόγῳ ταῖς ἀρεταῖς. καὶ νῦν ἐπὶ τηλικούτῳ θεάτρῳ τὴν τόλμαν ἐπιδειξόμενος ἕστηκα, ὅπλον μὲν οὐδὲν ἔχων πρόβλημα, φιλοσοφίᾳ δὲ πεπυκα‐ σμένος τὸν νοῦν καὶ τῇ ῥητορικῇ τὴν γλῶτταν ἐστομω‐ | |
20 | μένος. Ἑστᾶσι δὲ ἑκατέρωθεν γένη σοφῶν, ἵνα τὴν μὲν ἐμὴν ἐπίδειξιν πάντοθεν κρίνωσί τε καὶ βασανίσωσι, τὸ δὲ σὸν ἐν τοῖς λογικοῖς ἀγῶσιν ἀήττητον ἀποδείξωσι. κἀγὼ μὲν ἐκ διαμέτρου ἀφεστηκὼς τῷ ἀνταγωνιστῇ σοι παραποδύο‐ | |
25 | μαι, ὠχριακὼς ἤδη καὶ συστελλόμενος καὶ ὥσπερ τινὰ Ἡρακλέα μακρόθεν ὑποστελλόμενος. σὺ δὲ οἷά τις ἑῷος ἀνατέλλων ἥλιος πυρσεύεις μὲν ἀκτῖσι τὸ θέατρον, ἐμὲ δὲ ἰλίγγου καὶ σκοτοδίνης πληροῖς, ἀπείρῳ φωτὶ τοῖς ὀφθαλ‐ μοῖς ἐμπεσών. καὶ πρὶν ἢ νικῆσαι νενίκησαί τε καὶ ἐστε‐ | |
30 | φάνωσαι, τοιοῦτος μὲν ὁ ἀγών· ἐγὼ δὲ καὶ παρὰ μέρος τοῦτον τεθάρρηκα. καὶ τὴν αἰτίαν ἐρῶ. εἰ μὲν γὰρ μέχρι | |
τινὸς ἀντιστήσομαί σοι πρὸς τὸ τῶν σῶν ἀρετῶν μέγεθος ἀντιπαλαμώμενος καὶ ἀντιτεχνώμενος, ὥσπερ ὁ Ἰσραὴλ ἐκεῖνος τῷ ὀφθέντι ἀγγέλῳ ἀντιβαίνων καὶ ἀντερειδόμενος, | 56 | |
35 | αὐτῷ δὴ τούτῳ νενίκηκα καὶ μετὰ τῶν ἡμιθέων τετάξομαι. εἰ δ’ εὐθὺς προσβαλὼν τὸ σύμβολον τῆς ἡττωμένης γενέ‐ σεως δέξομαι, οὐ τῷ ἡττηθῆναι μᾶλλον ἀγέραστος ἔσομαι ἢ τῷ τοιούτῳ στεφανωθήσομαι. καὶ αὐτὸς δὲ ὁ ἀγωνοθε‐ τῶν ὕστερον σεμνυνεῖς με, καὶ τῶν στεφάνων ἔστιν οὕς | |
40 | μοι βραβεύσειας, ἵνα μὴ τὸ σὸν διαφθείρῃς ἐκνίκημα. Εἰ μὲν οὖν ἐξῆν μοι φιλοσοφεῖν τέλεον, τοὺς κάτω νόμους τῶν ἐγκωμίων παραιτησάμενος τοὺς θειοτέρους ἀν‐ τεισενήνεγκα καὶ ἔφησα ἂν ὅτι πατρὶς μέν σοι, ὦ βασιλεῦ, καὶ πόλις ὁ νοητὸς καὶ θεῖος διάκοσμος, γένος δὲ ἀνώ‐ | |
45 | τερον μὲν καὶ οὗ μηδ’ ἂν ἐπέκεινά τις χωρήσειεν, 〈εἰ μὴ〉 ὁ θεός, προσεχὲς δὲ ἡ σύμπασα τῶν ἀρετῶν δύναμις, αὔ‐ ξησις ἡ τοῦ νοεροῦ σπέρματος προκοπὴ καὶ τελείωσις, καὶ τέχνη μὲν ἡ ἀμετάπτωτος ἐπιστήμη, πρᾶξις ἡ σύντονος περὶ τὸ καλὸν κίνησις καὶ ἐνέργεια, ἡ δ’ ἐξ ὑπερορίας | |
4(50) | ἀρχὴ ἡ ἀπὸ τοῦ σώματος τῆς ψυχῆς πρὸς τὸν θεὸν ἐπι‐ στροφὴ καὶ ἐπάνοδος, εἰ μὲν οὖν, ὅπερ εἴρηκα, καθαρᾷ συνεχρώμην σοι τῇ φιλοσοφίᾳ καὶ ἀμιγεῖ, οὕτως ἂν τὸν λόγον σοι μέχρι παντὸς συνεπέρανα. ἐπεὶ δὲ τῇ τῶν πολλῶν ἀκοῇ τῆς ἑτέρας ἀσκήσεως μάλιστα δεῖ, πρὸς τὴν | |
55 | τοιαύτην ἰδέαν τῶν ἐγκωμίων μεταχωρῶ, μετά γε φιλο‐ σοφίαν τῇ ῥητορικῇ χρώμενος. | |
Ἀλλά μοι κλητέον ἐνταῦθα γενομένῳ τοῦ λόγου οὐκ Ἀπόλλωνα μουσηγέτην, οὐ τὸν ἐπὶ τοῖς λόγοις Ἑρμῆν, οὐ τὰς Μούσας ἐξ Ἑλικῶνος, ἵνα μοι συνεξεργάσωνται τὸ ἐγ‐ | 57 | |
60 | κώμιον, ἀλλὰ τὸν πρῶτον λόγον, μᾶλλον δὲ τὸν ὑπὲρ τοῦτον καὶ ἄσχετον, ἀφ’ οὗ δὴ καὶ πρὸς ὃν αἱ τῆς φιλο‐ σοφίας ἀρχαὶ καὶ τὰ πέρατα· ὃς δή σοι πόρρω καὶ τὸ σῶμα καὶ τὴν ψυχὴν πρὸς τὴν βασίλειον ταύτην ἁρμόσας ἀρχὴν καὶ τὰ μὲν προπαρασκευασάμενος πατρίδα τῶν ὑφ’ | |
65 | ἡλίῳ τὴν καλλίστην καὶ τἄλλο γένος τῶν ὑπὸ γένεσιν τὸ ἀκρότατον, τὰ δὲ κοσμήσας φύσει μεγαλογνώμονι ἤθει κε‐ κραμένῳ ἁρμονιώτατα, διανοίᾳ σὺν ἐπιστήμῃ βαθείᾳ, τὰ δὲ καὶ ἐπάγων τύχης ὄγκον, δόξαν ἐπὶ πολιτικοῖς κατ‐ ορθώμασιν, ἐπειδὴ παρὰ πάντας ἐν πᾶσιν ἐξέλαμψας ταῖς | |
70 | κατὰ μικρὸν προόδοις καὶ ἀναβάσεσι, τέλος ἐπὶ τὴν ἀκροτάτην τῆς ἐξουσίας περιωπὴν ὕψωσεν, ἵνα πόρρω τὴν ἐπιστήμην τοῦ ἄρχειν λαβὼν ὁμοῦ τε τὸ σκῆπτρον ἐν χερ‐ οῖν ἔχοις καὶ βραβεύοις εὐθὺς τοῖς πράγμασι τὸ εὐθύ. Ἀλλ’ οἷον σὺ τὸ τῆς βασιλείας προοίμιον συνεκεφαλαίω‐ | |
75 | σας ἐκ πρώτης ἀφετηρίας τὴν εὐδαιμονίαν ἡμῖν ὥσπερ δή τι συμπέρασμα τοῦτο συνεπαγαγὼν τῇ ἀρχῇ. οἷα γάρ τις ἐαρινὸς ἥλιος εὐθὺς ἀνατείλας τό τε ἑῷον καὶ τὸ ἑσπέριον τῆς φρυκτωρίας πληροῖς, οὔτε τῶν ἀκτίνων φθονήσας ἡμῖν | |
οὔτε τοῦ κύκλου τὸ χρῶμα μεταποιήσας, ἀλλ’ ὅσῳ γε | 58 | |
80 | μᾶλλον ὁ χρόνος τὰς ἀποστάσεις διδοῖ, τοσούτῳ σὺ καλ‐ λίων φαίνῃ καὶ τηλαυγέστερος. οὐ γὰρ περιορίζεις χρόνῳ τὰς ἀρετάς, οὐδὲ πλατεῖαν μὲν αὐταῖς τὴν βάσιν ποιεῖς, στενὴν δὲ τὴν κορυφὴν καὶ εἰς ὀξὺ λήγουσαν, ἀλλ’—ἵνα σε πάντῃ καταγεωμετρήσω, ὥσπερ ἀπὸ σημείου τοῦ σοῦ | |
85 | μεγέθους ἀρχόμενος—εἰς οὐρανὸν καταλήγεις πρὸς αὐτὸ τὸ ἀκρότατον συναύξων τὰς ἀρετάς. ὅθεν ἄλλος ἐπ’ ἄλλῳ χρόνος ἧκέ τι φέρων καινότερον· καὶ οἱ μὲν ἐπὶ γῆς ἑστηκότες μετάρσιοι πρὸς ἀέρα φερόμεθα, οἱ δ’ ἐκεῖσε πτηνοὶ πρὸς αἰθέρα κουφίζονται καὶ τοὺς ἐν αἰθέρι ὁ οὐ‐ | |
90 | ρανὸς ἐγκολπίζεται. Ἐπὰν δὲ τῷ πυριλαμπεῖ σου πλησιάζειν δόξωμεν βή‐ ματι, τότε δὴ μᾶλλον τοῦ μέτρου τῆς διαστάσεως αἰσθανό‐ μεθα. ἀλλὰ πῶς ἂν τοῦτο δή σοι τὸ μέρος ἐπεξεργάσωμαι, παρ’ ᾧ δὴ καὶ τέχναι καὶ ἐπιστῆμαι συνανεβλάστησαν καὶ | |
95 | φύσεις ἐφάνησαν δεξιαὶ καὶ γνώμης μέγεθος καὶ βάθος φρονήσεως; ἐπαινουμένης γὰρ τῆς ἐφ’ ἑκάστῳ τούτων προκοπῆς τε καὶ τελειώσεως καὶ ταῦτα συνεπιδίδωσιν. οὐ γὰρ ἐκ μέρους ζηλοῖς τὰ καλὰ οὐδ’ ἠκρωτηριασμένην ἀσπάζῃ τὴν ἀρετήν, ἀλλὰ τελείαν καὶ ξύμπασαν. καὶ σοὶ | |
4(100) | μὲν ὥσπερ ἄρτιον σῶμα ἐξ ὅλων μερῶν συμπέφυκέ τε καὶ συνῳκείωται, ἡμεῖς δὲ καταδιελόμενοι τὴν ὁλότητα ἄλλος κατ’ ἄλλο τι μέρος, καὶ πάντες κατὰ πάντα συντιθέμεθά τε καὶ συμφυόμεθα, οἷα μὲν γάρ τις κεφαλὴ καὶ ἀκρόπολις τὸ τῆς φιλοσοφίας σοι ὑπερανεστηκὸς μέγεθος, | |
105 | νοῦς ἀκριβὴς δορυφορούμενος ταῖς αἰσθήσεσιν· ἡ δὲ | |
γλῶττα τὴν τῆς ῥητορικῆς ἀκμὴν ἐπιδείκνυσι πυρίπνοος οὖσα καὶ ἐναγώνιος καὶ τῆς Δημοσθενικῆς εὐφωνότερος ἠχοῦς· αἱ δὲ χεῖρες λόγον νόμων ἐπέχουσιν, ἀφαιροῦσαι μὲν τὸ πλεονάζον, τὸ δ’ ἐλλεῖπον ἀναπληροῦσαι καὶ τὴν | 59 | |
110 | γεωμετρικὴν τοῖς πράγμασιν ἰσότητα πρυτανεύουσαι. καὶ τἆλλα δὲ μέρη πρὸς ἄλλο τι τῶν ἐπαινουμένων ἀναλο‐ γοῦντα εὐπλάστως συμπέπηγεν. οὕτω δὲ πᾶσιν ἐπέχεις καὶ ἀμφιδεξίως, ὡς μήτε τὴν στρατηγικὴν παρὰ τὴν ἐν λόγοις τέχνην ποιεῖν μήτε ταύτην ἐκείνης ἀποστερεῖν. οὐ γὰρ | |
115 | ὅσον τόξον ἐντεῖναι καὶ πρὸς δόρατος ἄφεσιν ἀποχρῶσαν δοῦναι τὴν δεξιὰν οὐδὲ μέχρι τοῦ προσκεκυφέναι τοῖς τῶν σοφῶν ὑπομνήμασι τῶν τε λόγων καὶ τῶν ὅπλων τὴν τέ‐ χνην ἐπίστασαι, ἀλλὰ τὴν μὲν ἐν νῷ βαθύτητα καὶ τὴν ἐν γλώττῃ δεινότητα τοῖς ὅπλοις δίδως, τὰ μὲν ἐν σκέμμασιν | |
120 | ἀνευρίσκων, τὰ δὲ καὶ προσμηχανώμενος καὶ γλώττῃ περι‐ τράνῳ διασαφῶν καὶ τεχνικῶς παραθαρρύνων τὸ στρά‐ τευμα, τὴν δὲ ὁπλιτικὴν τῆς συντακτικῆς ἐπιστήμης ὥσπερ ἀρχῆς ἐξαρτῶν κἀντεῦθεν κρατύνων καὶ στηρίζων ἀμετακί‐ νητα. ἔνθεν σοι καὶ τὸ τῆς μοναρχίας ἐπαληθεύει ἀξίωμα, | |
125 | καὶ κύκλος σοι τῆς ἀρχῆς ἡ οἰκουμένη τάχα γεγένηται ξύμπασα, καὶ τὸ Ῥωμαίων κράτος κατὰ πάσης ἐφήπλωται γῆς. εἴπερ δέ σοι πλωτὸν καὶ τὸ τοῦ Ὠκεανοῦ πέλαγος ἦν, τάχ’ ἂν καὶ τὴν ἰσημερινὴν εἴδομεν καὶ τὸν πόλον τὸν νότιον καὶ νῦν μὲν ἀνήχθημεν εἰς βορρᾶν, νῦν δὲ πρὸς τὴν | |
130 | ἀντίχθονα ἐβαδίσαμεν. | |
Καὶ ὁ μὲν τοῦ Φιλίππου Ἀλέξανδρος ὥσπερ ἀετὸς ὑψι‐ πέτης τοῖς ὄρεσιν ἐπορχούμενος καὶ πανταχοῦ τῆς οἰκου‐ μένης τῷ ῥοίζῳ φοιτῶν, οἷς μὲν ἐπέστη κλέψας ἴσως τὴν ἔφοδον, ἐδόκει κρατεῖν, προσωτέρω δὲ προϊὼν ἑκατέρων | 60 | |
135 | ἀπελιμπάνετο. τὰ μὲν γὰρ ἔχων οὐκ εἶχεν ἀναδραμόντα πρὸς ἑαυτά, τὰ δὲ οὐκ ἔχων εἶχε ταῖς ἐλπίσιν ἐξαπατώ‐ μενος. σοὶ δὲ ὥσπερ ἐξ ἐπιτάγματος δωροφορεῖ μὲν Αἴγυ‐ πτος καὶ τοῦ Νείλου παραχωρεῖ· ἡ δὲ ἀλαζὼν Περσὶς καὶ μεγάλαυχος τῆς ἀλαζονείας ἐπαύσατο καὶ νῦν δεινῶς τεθο‐ | |
140 | ρύβηται· ὁ δὲ Βαβυλώνιος τύραννος τὴν ὀφρὺν ἀφεὶς ἔξω χωρεῖ τῆς ὑπερτύφου σκηνῆς καὶ πόρρωθέν σοι ἐμβάλλει τὴν δεξιάν, μᾶλλον δὲ γράμματι προσκυνεῖ καὶ μέρος γίνε‐ ται τῆς ὑπὸ σοὶ ἰθυνομένης ἀρχῆς. τὸ δὲ πρὸς ἕω προσχωροῦν ἡμῖν ἤδη κατὰ μικρὸν ταῖς προσθέσεσιν ἐπ’ | |
145 | αὐτὸν καταντᾷ τὸν ὁρίζοντα, ὡς εἶναί σοι τέλος τῆς ἑῴας ἀρχῆς τὴν πρώτην τοῦ ἡλίου ἀνατολὴν καθ’ ἣν ἐκεῖνος ἀμέσως ἄνεισιν γῆν, ὡς, εἴ γέ τις ἐθέλοι τῶν ἡμεδαπῶν, ἐκεῖσε βαδίσας ἐπ’ ἐξουσίας οὐ γεωμετρικαῖς ἐφόδοις, ἀλλὰ τοῖς ὀφθαλμοῖς τὸ τοῦ ἡλίου αὐτοπτήσειε μέγεθος. εἰ | |
4(150) | δ’ ἄλλως τῶν μετεώρων μὲν μὴ ἐρῴη, τῶν δ’ ἐν τοῖς μύ‐ θοις θηρίων, μᾶλλον δὲ τεράτων, περὶ ὧν ἐν ἀπορρήτοις φιλοσοφοῦσιν Ἰνδοί τε καὶ Λίβυες, ἐφ’ ὑψηλοῦ τοῦ θεά‐ τρου καθήμενος ὥσπερ ἐν πομπαῖς ἴδοι τὰ μὲν πυργοφόρα | |
καὶ μάχιμα, τὰ δὲ θεατρικά τε καὶ αὐτοφαῆ καὶ ταῖς περὶ | 61 | |
155 | αὐτῶν ἱστορίαις οὐκ ἀπιστήσειεν. ἄλλοι μὲν οὖν ἴσως αὐτὸ θαυμάζουσι τὸ φαινόμενον, ὅπως τὸ μέγα τῆς γῆς ἀκρωτή‐ ριον, ὁ ἐλέφας, ἐφ’ οὗ τάχ’ ἂν οἱ τοῦ Ἀλωέως παῖδες τὴν Ὄσσαν ἐπικυλίσαντες τῷ οὐρανῷ ἐπλησίασαν, τὸ περιβρι‐ θὲς τῆς οἰκουμένης φορτίον, τὸ τοῖς ὀφθαλμοῖς ἀπιστού‐ | |
160 | μενον θέαμα, πάντα πόρρωθεν ταράσσον καὶ ξυγκυκῶν, ἐπὰν ἐγγὺς τοῦ σοῦ βήματος γένηται, πρῶτα μὲν τοῦ θυμοῦ λήγει καὶ πρὸς ἡμερότητα μεταβάλλεται, ἔπειτα διανοίας λογικῆς ὥσπερ πιμπλάμενον τοῦ σοῦ κράτους αἰ‐ σθάνεται καὶ ἠρέμα κάμψαν τὸ γόνυ τὸ μέτωπον προσε‐ | |
165 | ρείδει τῇ γῇ. ἐγὼ δ’ ἐντεῦθεν ἄλλο τι συμβολικῶς ἐννοῶ, ὅτι σοι τῆς γῆς οἱ γίγαντες ξύμπαντες—οὕτω γὰρ ἐγὼ τὰς παλαιτάτας ἀρχὰς ὀνομάζω—ἐθελοντὶ τὰς ἑαυτῶν ὑποστρώσουσι κεφαλὰς καὶ βραχεῖ ἀχθήσονται χαλινῷ ὅπῃ δὴ καὶ θελήσειας. | |
170 | Τί δέ; τὸ δ’ ἄλλο θηρίον ἀξύμβολον ἡμῖν φανεῖται καὶ ἀσημείωτον; οὐμενοῦν. ἑῴας γὰρ αὐτὸ καὶ ἑσπέρας ξύνδε‐ σμον ἐγὼ τίθεμαι· ἐξ ἀνατολῆς γὰρ ὥσπερ τῆς ὑψηλῆς κε‐ φαλῆς τοῖς ὀπισθίοις συγκαταδύνει ποσίν. οἷς δὴ σὺ τμή‐ μασι τὴν ἀρχὴν ἐκτενεῖς καὶ ἡ ἀρχὴ δεξιά· ἀπὸ γὰρ τῆς | |
175 | ἑῴας ἀρξάμενος ὥσπερ οὐρανὸς ἀπλανὴς εἰς τὸν ἑσπέριον περιελίττῃ ὁρίζοντα. ἀλλ’ ἐντεῦθέν σοι ἀρρήτῳ θέοντι φορᾷ τὸ ὑπὲρ τὸν Ἴστρον ἔθνος προσυπαντᾷ. γένος δὲ τοῦτο νομαδικὸν καὶ αὐτόσκευον, αὐτοματίζον τὸν βίον καὶ ἀρχὴν μὴ λογιζόμενον κρείττονα, τὴν ψυχὴν συνδια‐ | 62 |
180 | λύον τῷ σώματι· διὰ τοῦτο ἀδιαφορεῖ μὲν τοῖς πράγμασι, θανατᾷ δὲ οὐχ ἥκιστα καὶ τῷ πολέμῳ ἐφάλλεται καὶ προσάλλεται, ὡς οὐδὲν ὂν αὐτῷ εἰ τεθναίη εἴτ’ ἄλλον ἐν‐ τεῦθεν παρὰ τὸν μοιραῖον, ὥς πού τις ἔφησεν, ἀπαγάγοι κλωστῆρα, ἀλλ’ ὢ τῆς σῆς βαθείας συνέσεως, ὢ φρενὸς | |
185 | βαθείας καὶ διανοίας μεγαλογνώμονος. αἰσχρὸν ἡγησά‐ μενος τῶν Ῥωμαίων τὰς τάξεις τοιούτοις ἀντιφερίζειν ἀν‐ δράσιν, ἐφ’ οἷς ἐν ἴσῳ τὸ νικᾶν ἐστι τῷ ἡττᾶσθαι, ὥσπερ τινὰς Γαβαωνίτας τῷ σῷ συγκαταριθμεῖς Ἰσραήλ, ἐπιτάξας αὐτοῖς ὑδροφορεῖν καὶ ὑλοτομεῖν, ἑλομένοις καὶ τούτοις ἐν | |
190 | οἴκῳ παραρριπτεῖσθαι κυρίου ἢ ἐν σκηνώμασιν ἁμαρτωλῶν κατοικεῖν. καὶ ὢ τοῦ θαύματος. οἱ μηδὲν τοῦ φαινομένου πλέον εἰδότες, τὴν ἡμετέραν ἐν ἀπορρήτοις δόξαν μεμυ‐ σταγώγηνται καὶ τελεστικῶν καθαρσίων τυχόντες καὶ ἁγνι‐ σμάτων ἐξ ἀγόνων λίθων καὶ ἀκροτόμων ὀρῶν ἀπεγεννή‐ | |
195 | θησαν τέκνα τῷ Ἀβραάμ. Ἀλλ’ οὔτε λειμὼν εὐθὺς ἅπασιν εὐανθής ἐστι τοῖς φυτοῖς οὔτε θάλασσα προβόλοις ὁμοῦ καὶ σκοπέλοις λειοκυμονεῖ | |
καὶ ἀκταῖς οὔτε σῶμα εἰς ὑγιεινὴν ἁρμονίαν συμπέπηκται ἐξ ὅλων ὁμοῦ τῶν μερῶν, ἀνάλογα δὲ μέρη σώματι καὶ τῇ | 63 | |
4(200) | κατὰ πάντων ἡγεμονίᾳ μερίδες ἀρχῶν, ὧν αἱ πλείους τῇ ὁλότητι προσχωροῦσαι παρὰ τὰς ἐλάττονας τὴν ξύμπασαν ἀκρωτηριάζουσι τελειότητα, ἕως ἂν ὥσπερ οἱ χείμαρροι ἐκ μιᾶς διαιρεθέντες ἀρχῆς καὶ λεπτὰ ῥεύσαντες αὖθις ὁμοῦ πρὸς τὴν χαράδραν συγκατακλύσωσι. τοῖς μὲν οὖν ἄλλοις | |
205 | αἰνίσσομαι ταῦτα λέγων, σοὶ δὲ τὴν Ἰταλίαν ἀριδήλως δια‐ σαφῶ· ἥτις ἀφ’ ἑτέρων μὲν ἀπερρύη δακτύλων, παρὰ δὲ τῶν σῶν πρὸς τὴν πρώτην ἀναχεῖται πηγήν, πρώτη γὰρ διά σε ἡ νεωτέρα Ῥώμη καὶ κρείττων, πρὸς ἣν δεῖ ὥσπερ ἐν μεταβολαῖς εὐρίπων ἀνθυπενεχθῆναι τὰ ῥεύματα, ἵν’ ὡς | |
210 | πρός τινα μεγάλην καὶ ἄπλετον θάλασσαν οἱ ποταμοὶ πάν‐ τες συρρεύσωσιν, μᾶλλον δὲ ὡς πρὸς τὸ τοῦ παντὸς κέν‐ τρον συννεύσωσιν ἑκατέρωθεν. κἀγὼ ἐπὶ τὸν πέριξ κύκλον ἴσοις βαδίσω τοῖς διαστήμασιν, ἀλλ’ οἷος ἄτεχνος ἐγὼ τῶν σῶν συγγραφεὺς καὶ περὶ τὸν καιρὸν ἁμαρτάνων, καὶ μὴ | |
215 | τὴν φύσιν ἔχων ὁμοῦ ἐφ’ ἑκάτερα βάλλουσαν. σὺ μὲν γὰρ ἅμα εἰρηνικός τις καὶ μάχιμος, δημοτικός τε καὶ μόναρχος, ἐγὼ δὲ θάτερον ἀποδιελόμενος, εἶτα πρὸς τὸ λοιπὸν ἐφίημι ὅλοις ἀπονεύσας ἱστίοις. Δόρυ μὲν οὖν ἐνταῦθα καὶ σάρισσα ὑπὲρ καπνοῦ κρε‐ | |
220 | μαννύσθωσαν, ὅ τε περὶ τὸν θώρακα θώραξ καὶ ἡ περὶ τὴν κνήμην περικνημίς· δικαιοσύνη δὲ καὶ νόμοι κρατείτω‐ | |
σαν, ἀλλὰ βαβαί, ὅσον τὸ εὐνομούμενον, μᾶλλον δὲ ὅπως τῆς τύχης αἱ ἀνισότητες ταῖς σαῖς εὐθύτησιν ὁμαλίζονται. ἴσας γὰρ ἐν εἰρήνῃ τὰς κεφαλὰς πάντων κατέστησας, μιᾶς | 64 | |
225 | μόνης ὑπερκειμένης τῆς σῆς, ἥτις ἔστιν οὗ καὶ συγκάτεισι τοῖς πολλοῖς καὶ τὴν ἰσηγορίαν ἀσπάζεται καὶ μορφαῖς ἀρ‐ ρήτοις πρὸς τὸ ἀνθρωπικώτερον στρέφεται, ἵνα μὴ ἐκ‐ πλήξῃ τῷ θαύματι μηδὲ πετροποιήσῃ τὸν θεατὴν ὥσπερ ἡ τῆς Γοργοῦς, ἀλλ’ ὁ πῦρ κατὰ τῶν ἐναντίων τοῖς σκέμμασι | |
230 | πνέων καὶ τοῖς βουλεύμασι καὶ γοργωπὸν σέλας τῶν ὀφθαλμῶν ἀποστίλβων καὶ τοῖς ἀνθισταμένοις Ἡράκλειον ἐμβόημα ἀπειλῶν, ἥμερόν τι τῷ προσιόντι προσμειδιᾷς καὶ τὴν Ὀλυμπιακὴν τῆς γλώττης παραιτησάμενος σάλπιγγα καὶ πρὸς τὴν μέσην ἐκ τῆς ὑπάτης μεθαρμοσάμενος μειλί‐ | |
235 | χιόν τι φθέγγῃ καὶ προσηνές, οἷον οὔτε ἡ μελοποιὸς ᾖσε Σαπφὼ οὔτε ἡ Θηβόθεν σειρὴν οὔθ’ ἡ Ἀνακρεόντειος μοῦσα οὔτε ἡ Ὀρφικὴ λύρα οὔθ’ ὁ στεφανηφόρος Μελέα‐ γρος. ὃ δέ με μικροῦ παρέδραμεν. ἀλλὰ πῶς τοῦτο θαυμά‐ σομαι, ἐπεὶ καὶ τὸ παράδειγμα κρεῖττον λόγου καὶ ἐνθυ‐ | |
240 | μήματος; ἦν γὰρ ὅτε ἄβατος ὁ οὐρανὸς ἦν· ἀφ’ οὗ δὲ κλίνας τοῦτον Χριστὸς κατελήλυθεν, ἐν πολλοῖς ὥσπερ ἀνέῳγε μέρεσι. καὶ ὁ μὲν πρὸς τὴν ἰσημερινὴν ἄνεισιν εἴ‐ σοδον, ὁ δὲ διὰ τῶν ἄρκτων εἰσβάλλει καὶ ἄλλος χωρεῖ διὰ τῶν τροπῶν καὶ ἕτερος πρὸς πόλον μετακλίνει τὸν | |
245 | νότιον. καὶ ταῦτα τίνες; λῃσταὶ καὶ τελῶναι καὶ οἱ πεφορ‐ | |
τισμένοι καὶ καμόντες τοῖς ἁμαρτήμασιν. ἦν οὖν ὅτε καὶ τὰ βασίλεια κύκλῳ μοχλοῖς ἠσφάλιστο σιδηροῖς. ἀναπνοαὶ δέ που βραχεῖαι ἐν πυθμέσι γῆς ἀνεῴγασιν, ἀφ’ ὧν ἔδει τὸν εἰσιέναι προστεταγμένον ὥσπερ τινὰ ὄφιν διείροντα | 65 | |
4(250) | ἑαυτὸν καὶ συστέλλοντα ἐκεῖθεν γενέσθαι ἀποξυσθέντα τὴν λεβηρίδα καὶ πᾶσαν συντριβέντα τὴν ἁρμονίαν τοῦ σώ‐ ματος. εἰσιόντι δέ οἱ ὥσπερ ἐν ζωγρείῳ θηρίον ὁ βασιλεὺς κατεφαίνετο· ἀλλ’ οὕτως, ὁπότε τὸ ἆσθμα ἐκεῖνον ἀπολε‐ λοίπει, εἰσαγγελεῖς δὲ καὶ ἐξαγγελεῖς πρῶτα τοῦτον ὥσπερ | |
255 | ἐν σκηναῖς οἱ μὲν προσῆγον, οἱ δ’ ἀντώθουν, καὶ Σκύθαι τινὲς ἐδεδίττοντο κομῶντες Εὐβοϊκῶς, βάρβαροι καὶ τὴν γλῶτταν καὶ τὴν ψυχήν. Νῦν δὲ τί; ἄρρητος ἡ ἀλλοίωσις. οὐ γὰρ κατὰ μέρη ἡ εἴσοδος, ἀλλ’ ὁ κύκλος ἀποτετείχισται καὶ ἀφῄρηται ὁ | |
260 | φραγμός. ὁμοῦ τε γὰρ εἴσεισι καὶ τὸν βασιλέα ὁρᾷ, οὐ μετὰ λαίλαπος καὶ νεφῶν οὐδ’ ὡς πῦρ φλέγοντα ἢ πέλεκυν κόπτοντα, ἀλλ’ ὡς δρόσον καὶ ἄνθος καὶ μαργαρίτην καὶ λίθον χλοάζοντα καὶ ἀκτῖνα ἥμερον ἐπιλάμπουσαν, τοῖς μὲν βραβεύοντα τὸ εὐθύ, τοῖς δὲ ἀφεικότα τὰς ὀφειλάς, | |
265 | τοῖς δὲ καὶ προσεπιδιδόντα τὰ κρείττονα. εἰ δέ ποτε καὶ τὴν βασίλειον διασκευάζοι σκηνήν, ὡς πάντα μέτρια καὶ φιλάνθρωπα, ὁ τοῖς ὅλοις ἐφεστηκὼς πρεσβυτικὸς καὶ τὸ εἶδος καὶ τὴν ψυχήν, ὁ γραμματοεισαγωγεύς, ὁ ἀγγελιαφό‐ ρος, ὁ περιφράττων τὰ περισκήνια, ὁ τὴν ἑτοιμασίαν κα‐ | |
270 | ταποικίλλων, οἱ τῶν ἀδύτων ἐντός, οἱ πρὸ τοῦ θείου κατα‐ πετάσματος, πάντες τὴν γνώμην εὐθεῖς, τὴν φύσιν πραεῖς, τὴν ψυχὴν προσηνεῖς, τὸν λογισμὸν εὐσταθεῖς, μεμορφω‐ μένοι πρὸς τὸ πρωτότυπον, οὕτως ἡ Δίκη ἐξ οὐρανοῦ κα‐ ταβᾶσα πρὸς γῆν οὐκ εὐθὺς ἀνέπτη ἐπισπασαμένη ἀχλύν, | 66 |
275 | ἀλλὰ πρῶτα μὲν ἐν ἱεροῖς ἀδύτοις τοῖς σοῖς ἤθεσιν ἐνε‐ σκήνωσεν· ἔπειτα διὰ τῆς σῆς ψυχῆς ἀφανῶς προϊοῦσα πανταχόσε φοιτᾷ. Ἀλλὰ πᾶς μὲν βασιλεὺς εὐνομεῖσθαι βούλεται τὸ ὑπήκοον, ἢν μὴ βούληται πρὸς τὴν γείτονα τυραννίδα ἐξο‐ | |
280 | λισθαίνειν· ἐνδεῶς δὲ κεκτημένος τὴν σύνεσιν βασιλεύει μὲν τοῖς βουλεύμασι, τοῖς δὲ πράγμασι τυραννεῖ. σοὶ δὲ τὸ δραστήριον μᾶλλον αὐξάνει τὸ βούλεσθαι. τό τε γὰρ παρὸν συνορᾷς καὶ τὸ μέλλον εἰκάζεις καὶ τὸ ἀφανὲς ἀνευρίσκεις ἐξ ὀφρύων τε καὶ βλεφάρων φυσιογνωμονῶν, ὡς μάλιστα | |
285 | τὰ ἐν τῇ ψυχῇ καταλαμβάνεις βουλεύματα. καὶ τοῖς μὲν ἄλλοις τὴν τῆς δίκης κατανέμεις ἰσότητα, ἀφ’ ἑστίας δὲ σαυτὸν ἀδικῶν σεμνύνῃ τῷ ἐλαττώματι. καὶ γραφὴν μέν τις ἁλοὺς ὕβρεως ἔδωκε δίκην τῷ γραψαμένῳ· χεῖρα δὲ πολλοὶ ξιφήρη κατὰ τῆς σῆς ἐπανατεινάμενοι κεφαλῆς | |
290 | ἥλωσαν μέν, πεφεύγασι δέ, οὐ γλώττης ἰσχύϊ οὐδὲ ῥητορι‐ καῖς πιθανότησιν, ἀλλὰ τρόποις ἀρρήτοις φιλανθρωπίας. Καθ’ ἕκαστον μὲν οὖν λέγειν ὁ παρὼν χρόνος οὐκ ἐξαρ‐ κεῖ· ἓν δὲ ἢ δύο τῶν πάντων ὑποτυπώσομαι ἐν σχήματι | |
διηγήσεως, εἰδόσι δὲ λέγων οὐδὲν δέομαι γράφειν τὸν τε‐ | 67 | |
295 | τυραννευκότα ὀνομαστί. ὃς χθές που καὶ πρῴην σισυροφο‐ ρῶν ἄφνω τήβενναν ἐνεδύσατο, οἷα πολλὰ νεανιεύεται τὸ αὐτόματον. καὶ ἀπὸ Σκυθικῆς αὐτονομίας ἀνεγράφη τοῖς βουλευταῖς καὶ τῆς Ῥωμαϊκῆς συγκλήτου μέρος ἐγένετο· ἀλλὰ τὴν στολήν, οὐ τὴν ψυχὴν μετηλλάξατο. ὅθεν ποτὲ | |
4(300) | τὰς περιβολὰς μεθεικὼς γυμνῷ τῷ ἤθει κατὰ τοῦ σοῦ κράτους ἐλύττησε. καὶ πόρρω τοξεύειν ἐθίσας τὸν ἥλιον, ἐπεὶ ἀγχοῦ τοῦ κύκλου ἐγένετο, βάλλεται ταῖς ἀκτῖσι καὶ φυγεῖν ἐθέλων ἁλίσκεται. εἶτα τί; ἐξαγγέλλει τὸ σκέμμα καὶ τὴν τυραννίδα δημοσιεύει καὶ ὅσοι ταύτης κεκοινωνή‐ | |
305 | κασιν· ἐφ’ οἷς ἐκεῖνος, ὃν ἴστε, ὁ θρίαμβος. καὶ χείρω τῶν γεγενημένων τὰ προσδοκώμενα. βῆμα οὖν αὖθις μετέωρον καὶ δευτέρα κατὰ τῆς τυραννίδος δίκη προτίθεται. σὺ μὲν οὖν μεταπλάσας σαυτόν, ὡς ὕστερον ἔγνωμεν, καὶ συνε‐ σπακὼς ἐκάθησο τὰς ὀφρῦς καὶ βλοσυρὸν βλέπων καὶ | |
310 | λεοντῶδες καὶ ἐς μῆκος σύρας τὸ ἐπισκύνιον. παρειστήκει δὲ ἐν τάξει τὸ ἔκκριτον ὡς πρός τινα πυρισμάραγον ἀστραπὴν ἀντωπεῖν μὴ δυνάμενον. εἶτα ὥσπερ βροντῆς κι‐ νησάσης τὸ τυραννικὸν πλῆθος συνείλεκτο, ἐκτετηκότες τὰς παρειάς, τοὺς κροτάφους συμπεπτωκότες, κυλοιδιῶντες | |
315 | τοὺς ὀφθαλμούς, πιναρὰν τὴν κόμην καὶ βαθυτέραν ταύ‐ | |
την τοῦ πώγωνος ἕλκοντες, βραχὺ μὲν ἀσθμαίνοντες, λε‐ πτὸν δὲ ἀναστένοντες, τὴν ὄψιν ἀφεικότες εἰς γῆν καὶ αἰ‐ σχύνῃ τὸ πρόσωπον καλυπτόμενοι. εἰσιόντες δὲ ὁ μὲν “τίς ἡμᾶς διαδέξεται τύχη;” ἠρέμα πως ὑπερφθέγγετο· καὶ | 68 | |
320 | ἄλλος· “οὐκ ἄρα μέγαν τοῦ θεοῦ ὀφθαλμὸν λήσεσθαι ἔμελλον”· καὶ ἕτερος· “καλά γε ἡμῖν τοῦ τολμήματος τὰ ἐπίχειρα· πῶς ἴδω, πῶς ἀντωπήσω, καθ’ οὖ χεῖρα φόνιον ἐπανέτεινα;” σὺ δὲ τὸ πλάσμα τηρῶν μέχρι πολλοῦ καὶ πρὸς τὸ τῆς ψυχῆς ἀντιμορφούμενος δικαστήριον, ἐπειδὴ | |
325 | εἰσιόντας εἶδες, τὴν σκηνὴν ἀφεὶς καὶ τὴν ὑποβολὴν μεθει‐ κώς, συγχυθεὶς ἄφνω τὴν ψυχὴν πληροῖς μὲν δακρύων τοὺς ὀφθαλμοὺς καὶ φιλανθρώπους πέμπεις φωνάς. εἶτα δὴ—ἀλλὰ πῶς εἴποιμι, πῶς ἐν ὀλίγῳ τὸ πολὺ παραστή‐ σαιμι; —ὡς εὐεργέτας καταφιλεῖς τοὺς φονεῖς καὶ τὴν ξι‐ | |
330 | φήρη χεῖρα καὶ τύραννον καὶ αἱμαχθεῖσαν, ὅσον ἐπὶ τῷ σκέμματι, τοῖς ὀφθαλμοῖς ὑποθεὶς πλύνεις τοῖς δάκρυσι καὶ τοῖς τῆς φύσεως ἀποκαθαίρεις λουτροῖς. καὶ πάλιν ὁ σισυροφόρος τηβεννοφόρος καὶ ὁ κάνδυς μετὰ τὸ κώδιον καὶ τὸ πεπτωκὸς μέρος πρὸς τὴν συγκλητικὴν τάξιν ἀπο‐ | |
335 | καθίσταται καὶ τοῦ εὖ ζῆν οἱ τοῦ ζῆν ἀπελπίσαντες μετε‐ σχήκασι. καὶ τοιοῦτόν τι καὶ τύραννος ἕτερος πέπονθε, καὶ ἀπ’ αὐτῆς τῆς ἀγχόνης φιλανθρωπίας τυχὼν πρὸς τὴν ἀγ‐ γέλοις ἀνάλογον ζωὴν μετατίθεται. | |
Εἴπω, βούλεσθε, καὶ δεύτερον ἄλλο διήγημα; σὺ μὲν | 69 | |
340 | γάρ, ὦ βασιλεῦ, ἀκούων ἐρυθριᾷς καὶ τὴν εὐφημίαν οὐκ ἀποδέχῃ, ἀλλὰ φορτικοὺς τοὺς ἐπαίνους ἡγῇ· ἡμεῖς δὲ οὔτε λέγοντες οὔτε ἀκούοντες κορεννύμεθα. ἡμῶν οὖν ἕνεκα καὶ τοῦτον τὸν ἆθλον ὑπόστηθι. ὑποτεμοῦμαι δέ, ὅσον εἰκός, τὴν ὑπόθεσιν. γέγονάς ποτε καὶ λοιδόρου | |
345 | γλώττης πάρεργον καὶ χειρὸς ἀκρατοῦς· καὶ καινὸν οὐδέν, ἐπεὶ καὶ θεὸς ὁ πᾶσιν ἀνάλωτος καὶ ἀποξέσας τῇ φύσει πᾶσαν ἀντίληψιν. τὸ δὲ λοιδόρημα, ὅτι μέλαινα ἡ χιὼν καὶ ὁ κύκλος τετράγωνος καὶ ἡ γραμμὴ βάθος ἔχουσα. καὶ ὁ τοῦ λοιδόρου αὐτόχειρ γράμματος—τί γὰρ δεῖ μὴ τἀληθῆ | |
4(350) | λέγειν; —ἀσχήμων μέχρι τοῦ σχήματος, καττιτερινὸς ἢ χολοβάφινος καὶ τὸ ὅλον ψευδόχρυσος, ἀλλ’ ἐπειδὴ ἐντὸς τῶν δεινῶν ἐγεγόνει, ἐδόκει λέων ὁ πίθηκος καὶ Ἡρακλῆς ὁ Πυγμαῖος. ἀλλ’ εἶχε τὴν χεῖρα κατήγορον, εἰ καὶ τῆς χειρὸς τὴν γλῶτταν ὑπέρμαχον. πάλιν γοῦν δικαστήριον | |
355 | καὶ γραφαὶ καὶ γλῶτται ῥητόρων βοηθοῦσαι τῷ κινδυ‐ νεύοντι καὶ χεῖρες κλέπτουσαι τὴν ἀλήθειαν. ἀλλὰ τί πρὸς τὸν τοῦ Πολέμωνος ῥοῖζον καὶ τὴν Δημοσθένους δεινότητα Αἰσχίνης καὶ Φιλοκράτης καὶ εἴ τις ἄλλος φωνεῖ πρὸς ὄρνιχα θεῖον, ὅ φησι Πίνδαρος; πᾶσι γὰρ σαυτὸν ἀντιστή‐ | |
360 | σας καὶ κατατείνας, ὥσπερ ἐπὶ ζυγοῦ ὅλαις ὁλκαῖς ἑκατὸν τὴν τῆς ἀληθείας κατήνεγκας πλάστιγγα καὶ τὸν τοῦ ἀφανοῦς ἔλεγχον παρὰ θάτερον μέρος πεποίηκας. ἐπὶ | |
τούτοις οἷα δὴ πλωτὴρ ἀφεικὼς τοὺς οἴακας ὁ κρινόμενος καὶ τῶν ἐλπίδων ἀπεγνωκώς, χειμάζεται μέν, οἷα εἰκός, | 70 | |
365 | καὶ τῷ πελάγει βαπτίζεται, ἐξαναδῦναι δὲ πειρωμένῳ οὐ‐ δεὶς ὑπεῖχε τὴν χεῖρα, οὐ μύστης, οὐ μυσταγωγός, οὐκ αὐτὸς ὁ μέγας ἀρχιερεύς, τῆς ἀρετῆς τὸ κεφάλαιον, ὅτι μὴ κατὰ νόμους ἐξῆν, ἀλλ’ ἀντώθει ἐπεμβαίνων καὶ λὰξ ἐναλλόμενος. ἐπεὶ δὲ ἔδει που τρὶς ἀναπνεύσαντα ἐρυγεῖν | |
370 | τὴν ψυχήν, λιμὴν αὐτῷ φαίνῃ σωτήριος καὶ φρυκτὸς ἐν θαλάσσῃ. καὶ σῴζεις οὐκ ἀπὸ κήτους, ἀλλὰ πρὸς τῷ κήτει γενόμενος. καὶ ταῦτα πῶς; οὐ κρείττων τῶν νόμων γενό‐ μενος, καίτοι καὶ τοῦτό σοι παρὰ τῶν νόμων ἐξῆν, οὐδὲ τῇ ἐξουσίᾳ καταχρησάμενος, ἀλλὰ μετὰ νόμου καὶ τὰς | |
375 | ψήφους θέμενος· ὡς ἄρα γε ἡ τῆς ἐννοίας ἐκείνης ἠχὼ ἔτι ἐμβομβεῖ μου ταῖς ἀκοαῖς καὶ τὰ ῥήματα οἷα κηρὸς ἐνε‐ σφράγισται. τέσσαρα γὰρ τέλη τῆς δίκης ποιήσας, τὰ μὲν κύρια, τὰ δὲ ὅμοια, μείζονα καὶ ἐλάττονα, καὶ συγκρίνας θάτερον παρὰ θάτερον, εἶτα κατὰ τοὺς γεωμέτρας ἀνάλ‐ | |
380 | ογα ταῦτα λαβών, εἶτ’ αὖθις ἀναστρέψας καὶ ἐναλλάξας ὁμολογούμενον πεποίηκας τὸ ζητούμενον, καὶ οἷς ἑκὼν εἶ‐ ναι τὸ ἔλαττον ἔσχες νενικηκώς, γεωμετρικός τε καὶ δί‐ καιος καὶ φιλάνθρωπος ἔδοξας. Εἶτα θαυμάζεται Θεμιστοκλῆς ὅτι ἀνέγνω τοῦ χρησμοῦ | |
385 | τὴν διάνοιαν, ξύλινον τεῖχος τὰς τριήρεις τῇ Ἀττικῇ θέ‐ μενος; καὶ πόσον τοῦτο μέρος τοῦ ἐμπνεῦσαι νεκροῖς καὶ ὀστέοις κατεψυγμένοις χαρίσασθαι κίνησιν, καὶ μεθ’ οἵας | |
τῆς ἐπιστήμης οὕτω μοι τοὺς νόμους οἱ ἐπὶ τῶν βημάτων ἀναγινώσκετε μετὰ Σωκρατικῆς κρίσεως καὶ γεωμετρικῆς | 71 | |
390 | ἀποδείξεως; πρὸς δὲ τὸν Θεμιστοκλέα ἐκεῖνο ἂν εἴποιμι, ὅτι “Σὺ μὲν μετὰ τὸν χρησμὸν ναυσὶ τὰς Ἀθήνας ἐτείχι‐ σας, ὁ δὲ ἐμὸς βασιλεὺς αὐτὸς ἑαυτῷ χρησμῳδήσας τὴν ὁμώνυμον πόλιν τείχεσι κρείττοσι φράγνυται, λόφους τινὰς ἢ νήσους κατὰ τῆς θαλάσσης ὥσπερ αὐτοματίσας, ὁποῖα | |
395 | δὴ ὑμεῖς οἱ περὶ τῆς Δήλου φατέ, ἔνθα διαβᾶσα τέτοκεν ἡ Λητώ. εἶπες ἂν ἰδών, εἶπερ μικρὸν ἦν σοι ἐξαναδῦναι τῆς γῆς κήτη ταῦτα θαλάσσης, οἷα τὸ Ἀτλαντικὸν ἐξογκοῖ πέ‐ λαγος, ἐκεῖθεν ἐνταῦθα διανηξάμενα.” ἀλλὰ Θεμιστοκλῆς μὲν καὶ χρησμοὶ Δελφικοὶ μετὰ τοῦ τριποδικοῦ ἐρρέτωσαν | |
4(400) | λέβητος. Ἐγὼ δὲ τῶν ἐφεξῆς ἕξομαι, ἐφοδεύων, ἀλλ’ οὐκ ἐξ‐ οδεύων τὰ σὰ προτερήματα. οὐ γὰρ βούλει μόνον ἡμῖν τὰ κρείττονα, βασιλεῦ, ἀλλὰ καὶ προσμηχανᾷ, ὅπως ἂν πα‐ ραυτὰ παραγένηται, οὐ πυραμίδας ἐγείρων οὐδ’ Αἰγυπτίας | |
405 | ὀρύττων σύριγγας οὐδὲ τὴν Ῥώμην ἐπιχωννύων, ἵν’ ὡς ἐκ μηχανῆς ἐπὶ τὸ ἄναντες ἀναχθείημεν, ἀλλὰ ποταμοὺς ἕλ‐ κων καὶ μετεωρίζων ὕδατα καὶ πελάγη συνάπτων, ἵν’ ἡμῖν τὸν ἐν τῷ θέρει παραμυθήσῃς αὐχμὸν καὶ διψῶντα ποτί‐ σῃς λαόν. ἐν δὲ τῷ βάθει τῆς γῆς τὸ ὕδωρ παφλάζει | |
410 | στενοχωρούμενον καὶ τὴν ἔκρηξιν ὑπισχνούμενον. διὰ | |
ταῦτα ἀναπνοὰς τούτῳ κατένειμας, ἀφ’ ὧν δὴ ὥσπερ ἐκ πιέσματος ἐκπυρρηνιζόμενον καὶ εἰς ὕψος ἀκοντιζόμενον ψύχει τε τὸν ἀέρα καὶ ὥσπερ ἐκ νεφῶν κατιέναι δοκεῖ καινὸς οὗτος ὄμβρος κάτωθεν ἔχων τὰς ἀφορμάς. ἀλλὰ | 72 | |
415 | καινὰ ταῦτα καὶ Ἀρχιμήδεια, σὺ δέ μοι καὶ τἆλλα κατα‐ νοῶν θαύμαζε, τείχη νεάζοντα ἢ πρώτως νῦν ἐγειρόμενα, πόλεις ὅλας ἐφ’ ἡμέρας οἰκοδομουμένας μιᾶς, οὐ πλίνθοις ὀπταῖς ὥσπερ ἡ Περσὶς Κτησιφῶν τὸ θρυλλούμενον φρού‐ ριον, ἀλλ’ ἀρραγέσι λίθοις κειμένοις παρ’ ἑκάστην πλευ‐ | |
420 | ράν, ἵνα συνεχὲς δόξῃ τὸ συνημμένον καὶ τὸ ἡρμοσμένον ὁμοφυές. ὅρα μοι καὶ ναῶν ὕψη καὶ κάλλη καὶ τὴν ἐν ἅπασιν εὐαρμοστίαν καὶ συμμετρίαν, ἄλση τε καὶ λειμῶνας καὶ ἀκτὰς καὶ κόλπους, μετὰ κάλλους τὸ ἀσφαλὲς ἔχοντας. Ἀλλ’ οὐ πάντῃ τερφθήσῃ τοῖς ὀφθαλμοῖς οὐδ’ ἐφ’ ὅλοις | |
425 | προσμειδιάσῃ τοῖς ὁρωμένοις. ἐξεγερεῖ γάρ σε μέσης νυ‐ κτὸς ὁ κώδων ὁ ἱερὸς καὶ τοῖς θείοις ἐνστηλωθήσῃ ἐδά‐ φεσι, καὶ νῦν μὲν τὸ ψαλμικὸν ἀνακρούσῃ μέλος, ψαλτη‐ ρίῳ σαυτῷ χρησάμενος δέκα ἐντεταμένῳ χορδαῖς— τοσαῦται γὰρ αἱ γενικαὶ τοῦ συνθέτου δυνάμεις—νῦν | |
430 | δ’ ἄλλο τι μουσουργήσεις τῶν θείων ᾠδῶν. μεθ’ ἃ βαδίσεις οὐ Πυθῶδε οὐδὲ ἐς Ἄμμωνος οὐδὲ ἐς ἱππήλατον γυμνα‐ σόμενος, ἀλλ’ ἐς ἱερὸν πολυάνδριον, ἔνθα νόσος οὐ φιλο‐ σοφεῖται μὲν ἴσως, θεραπεύεται δέ, καὶ λώβη σώματος ἐκ‐ | |
καθαίρεται καὶ παρειμένος συσφίγγεται καὶ χωλὸς ἅλλεται | 73 | |
435 | καὶ ὁ πρὸς τῷ θανεῖν γενόμενος οὐκ ἀλγεῖ· ἀπὸ γὰρ τῆς χαμεύνης ἐπὶ στιβάδος κείμενος μαλακῆς τε καὶ ὑψηλῆς ἡδέως ἀπορροφεῖ τὸ τοῦ τέλους ποτήριον. ἐνταῦθα δή σέ ποτε τεθέαμαι. ἦν δέ σοι τὸ μὲν βῆμα μετέωρον, τὸ δὲ πρᾶγμα κένωσις ἄκρα καὶ συγκατάβασις. | |
440 | Ἀλλὰ τί σοι πάλιν ἐξανθεῖ τὸ ἐρύθημα; οἷς γὰρ αὐτὸς ποιῶν φιλοσοφεῖς καὶ ἀκροώμενος οὐ τετύφωσαι, ἑτέροις ταῦτα γίνεται ζήλου ἐπαγωγὰ καὶ κέντρον τῆς ὁμοίας μι‐ μήσεως. καὶ μή μοι φράττε τὴν ἀκοήν· ἐν βραχεῖ γὰρ τὸ σύμπαν εἰρήσεται. ἐμιμήσω τὸν σὸν Ἰησοῦν· καὶ μετὰ τῆς | |
445 | χλαμύδος καὶ τῆς ταινίας τὴν κεφαλὴν προσερείδων τοῖς τῶν νοσοκομουμένων ποσὶν ὁμοῦ τοῖς δάκρυσι ἔπλυνες καὶ ἐξέματτες τῷ τοῦ προσώπου σου χρωτὶ τὸν ἐγκείμενον σπῖλον προσαφαιρούμενος. Ἀλλ’ ἀπόστηθι μὲν τούτων ὁ θεατής, σὺ δέ μοι μικρὸν | |
4(450) | πρὸς τὴν ἐν ὕψει ἀκρόπολιν ἄνιθι· ἀλλὰ τί προκύψας βοᾷς, ὅτι σὺ μὲν γίγαντι ὅμοιος ἢ Ἀστεροπαίῳ φωτί, τὸ δὲ ἡμέτερον ὅσον ἐς γόνυ ἀνδρός; ἀλλὰ καὶ σὺ ταῦτα πείσῃ παρὰ μέρος γενόμενος. ὁρᾷς, ὦ βασιλεῦ, ὅ τι πεποίηκας ἄνδρα φιλόσοφον; πλανῶμαι γὰρ ἐν τοῖς περί σε θεάμασι, | |
455 | καὶ τῶν πραγμάτων ὅλος γενόμενος, πράττειν ἀλλ’ οὐ λέ‐ γειν δοκῶ. ὅθεν πάλιν ἀποκαθίσταμαι καὶ τὸν θεατὴν πε‐ ριάγω τῷ λόγῳ, οὐκ ἐπὶ τὰ Θετταλικὰ Τέμπη οὐδ’ ἐπὶ τὰ Αἰγυπτίων προτεμενίσματα. τί γάρ μοι καὶ τούτοις ἢ τῇ ἐκεῖθεν προσηλωμένῃ Σφιγγί; ἀλλὰ ποῖ; καὶ τὴν γλῶτταν | |
460 | ἐπέχομαι. πάλιν οὖν ἐρῶ· ποῖ; καὶ ἰδοὺ συγκέχυμαι, ὡς ὁρᾷς. τρίτον τοῦτο καὶ τέταρτον, καὶ συναπολήγει μοι τῷ λόγῳ καὶ ἡ φωνή. καιρὸς οὖν ἀγῶνος καὶ ἀνδριστέον μοι· καὶ βραχύ τι πνεῦμα συλλέξας ἐρῶ. Ποῖ γοῦν ἄγω τὸν θεατήν; ἐπὶ τὴν τῆς βασιλίδος σορόν· | 74 |
465 | ἀλλὰ πῶς εἰπεῖν ἐκαρτέρησα, ἣν ἰδεῖν ἀπενάρκησα; πῶς δὲ τάφον ὠνόμασα, ὃν ὡς θρόνον ἐτίμησα; ἐπὶ τούτοις ἄφελε τὰ χείλη, τέμνε τὴν γλῶτταν, ὡς βλασφημήσαντα κόλασον. εἰ δὲ καὶ πάλιν φιλανθρωπεύῃ, κἀγὼ μεταρρυθ‐ μίζω τὴν λέξιν καὶ μεταβάλλομαι. | |
470 | Ποῖ τοίνυν ἄγω τὸν θεατήν; ἐπὶ τὸ θεῖον ἀνάκτορον, ἐπὶ τὴν τοῦ μαρτυρίου σκηνήν, ἐπὶ τὴν κατάπαυσιν τῆς σῆς κιβωτοῦ, ἔνθα τὰ τῆς ἀληθείας ἀπῃώρηται σύμβολα. τοῖς μὲν οὖν ἄλλοις ἀποχρῶν δοκεῖ τὸ ὁρώμενον, καί σε τῆς εὐνοίας τεθήπασι καὶ αὐτάρκη τὴν ἀντίδοσιν ἥγηνται· | |
475 | ἐγὼ δὲ οὕτω φρονῶ καὶ οὕτω φημί, ὡς ἑκατέροις, σοί τε τῆς ἀκηράτου περὶ ἐκείνην καὶ νοερᾶς ἀνακράσεως κἀ‐ κείνῃ τῆς ὑπερφυοῦς καὶ οὐρανίας ἀκρότητος, πολλοστὰ ταῦτα καὶ οἷον εἰκόνες καὶ τύποι παραδειγμάτων ἀληθι‐ νῶν. ἢν δὲ βούληταί τις τύπου ἰδεῖν ὑψηλότερον, τὴν ἐξ | |
480 | ἀσυνήθους ὕλης βλαστήσασαν θεασάσθω ῥοδωνιάν. πέτραι μὲν γὰρ ἔβλυσαν νάματα καὶ πικρὰ ὕδατα εἰς ἑτέραν μετε‐ βλήθη ποιότητα, ῥίζα τε ἄγονος καρπὸν ἀπεγέννησε καὶ ξύλον ἄλλο μετὰ τὴν τομὴν παρὰ δόξαν ἐβλάστησε, συγ‐ γενῆ δὲ καὶ τοῖς λίθοις τὰ ὕδατα ταῖς τε ἄλλαις ὕλαις τὸ | |
485 | βλαστάνειν καὶ ἐξανθεῖν, ἄργυρος δὲ καὶ χαλκὸς νῦν πρώ‐ τως καὶ παρὰ τὴν ὅλην φύσιν εἰς ὠδῖνας ἄνθους ἀνίκμως | |
ἐρράγησαν, καὶ ὁ τρόπος παράδοξος καὶ τὸ σχῆμα πα‐ ραδοξότερον. ἐκεῖ μὲν γὰρ σύνδρομος τῇ γεννήσει ἡ αὔξη‐ σις, ἐνταῦθα δὲ χεὶρ ἐναργὴς πέντε ῥόδων διῃρημένη | 75 | |
490 | ἀκρέμοσιν. ἀλλὰ τοῦτο μὲν μαρτύριον ἀψευδέστατον τῆς θεοειδοῦς ἐκείνης ψυχῆς. βούλει δέ τι ἴχνος ἰδεῖν καὶ τοῦ σώματος καὶ τῆς τῶν ἠθῶν ὁμοιότητος; ὅρα μοι τοίνυν τὸν θεοδώρητον τῆς πορφύρας βλαστόν, τοῦ βασιλείου γέ‐ νους τὸ τελευταῖον καὶ θεσπέσιον ἄγαλμα, τὴν ζῶσαν | |
495 | καλλονήν, τὴν ἔμψυχον ἀρετήν. Ἀλλ’ οἷόν τι πέπονθα. ἀνιέναι γὰρ τολμήσας πρὸς τὸ ὕψος καὶ μέγεθος τῶν σῶν ἀρετῶν, βαθμίδα μὲν οὐδεμίαν ἐπαναβέβηκα οὐδὲ τὸ ἴχνος ἐπῆρα τῆς γῆς, ἀλλὰ τοῦτο πολλάκις βουλόμενος, εἶτα δὴ μὴ δυνάμενος, ἐφ’ ὁμαλοῖς | |
4(500) | τοῖς ἰσοπέδοις χωρῶ, καὶ τὸν ἥλιον κατὰ τῶν ὑδάτων θεώ‐ μενος αὐτὸν ὁρᾶν τὸν κύκλον δοκῶ καί τις ἐντεῦθεν τοῖς πολλοῖς ἔδοξα. καί σε παρὰ ταῦτα ὡς ὑπερφυὲς χρῆμα τε‐ θήπασιν, ἐγὼ δὲ οὐδέν τι περὶ τῶν σῶν ἐθεώρησα, οὔθ’ ἥτις ἡ περί σε σοφία ἐστίν, ὅτι ἐξ ἐπιστήμης καὶ νοῦ συγ‐ | |
505 | κειμένη καὶ περὶ τὰς ἀρχὰς πραγματευομένη καὶ τὰ ἐκ τῶν ἀρχῶν εἴδη δεικνύμενα, οὐθ’ ὅτι περὶ τὰ πρακτὰ ὁρί‐ ζων τὴν φρόνησιν, ἐν οἷς αἴρεσις καὶ φυγή, τὰ μὲν αἱρῇ μετ’ ἐπιστήμης, τὰ δὲ περιποιῇ. οὐδ’ ἄλλο οὐδὲν τῶν σῶν εἴρηκα, ὡς τὴν μὲν ἀνδρείαν θάρσους καὶ φόβου πεποιη‐ | |
510 | κὼς ἔχεις μεσότητα, φημὶ δὲ οὐ τὴν πολιτικὴν οὐδὲ τὴν ἐκ τῶν παθῶν, ἀλλὰ τὴν ἀπὸ τοῦ λόγου διὰ τὸ καλόν, | |
οὐδ’ ὅτι τὴν πραότητα παρὰ μέρος ὀργιλότητος καὶ ἀοργη‐ σίας κειμένην ἑκατέρωθεν εἰληφὼς ἐπετήδευσας, καὶ τῇ ψυχῇ ἀφωσίωσας τήν τε ἐλευθερίαν ἑαυτῷ μόνῳ ὁρίζεις | 76 | |
515 | εἰς ἃ δοκεῖ καὶ ὅσα δεῖ ἀναλίσκοντι, ὡς καὶ τῷ Ἀριστοτέ‐ λει δοκεῖ. παρῆκά σοι καὶ τὸ μεγαλοπρεπές, ὡς μέσον ἀλαζονείας καὶ μικροπρεπείας τετήρηκας· οὐδ’ ὅτι μὴ νε‐ μεσᾷς εἶπον, φθόνον καὶ χαιρεκακίαν ἐκκλίνων. παρῆλθόν σοι καὶ τὸ μάλιστα ἐπιτιμότατον γνώρισμα, τὴν αἰδῶ, οὔτε | |
520 | καταπληττομένῳ οὔτε τωθάζοντι, καὶ τὸ τῆς γλώττης ἡδὺ ὡς οὐ βωμολόχον οὐδ’ ἄγροικον, καὶ ὡς εἰδὼς ἀγάπην οὔτ’ ἀπεχθάνῃ οὔτε συγχεῖς τοὺς ὅρους αὐτῆς παρὰ τὴν ὁμοτέρμονα κολακείαν, καὶ ὡς ἀληθεύων τὸν εἴρωνα καὶ ἀλαζόνα μισεῖς. κακίαι γὰρ αὗται ταῖς ἀρεταῖς παρακείμε‐ | |
525 | ναι, καὶ τῷ μὲν Ἀριστοτέλει νομοθετούμεναι, τῇ δὲ σῇ ψυχῇ κατορθούμεναι. Ὁρᾶτε, ὡς τὸν βορρᾶν ἀνιέναι ἐπαγγειλάμενος οὐδὲ τοῖς νοτίοις προσήγγισα μέρεσιν, ἀλλ’ ἐκ γῆς φωνῶ καὶ εἰς ἀέρα δαίρω. καὶ λέγω μὲν οὐδὲν ὧν βούλομαι, σκηνὴν δὲ | |
530 | μόνην τοῦ λόγου προβέβλημαι. ἀλλά μοι σύγγνωθι, βασι‐ λεῦ. μετὰ πάντων γὰρ ἥττημαι. ἄλλος μὲν γὰρ ἐν ἄλλοις ἄλλου κρείττων καὶ ὑψηλότερος, πρὸς δὲ τοὺς σοὺς ἐπαί‐ νους ἶσοι πάντες τὴν παίδευσιν. βουληθεὶς γὰρ ὁ δημι‐ ουργὸς ἑνὶ τῶν πάντων ξύμπασαν καταχαρίσαι τὴν ἀρετήν, | |
535 | ἔμψυχόν σοι δημιουργεῖ τέμενος καὶ πλάττει μέν σοι ἡλιῶ‐ | |
σαν μορφήν, ἐμπνεῖ δέ σοι ψυχὴν μὴ μολυνομένην ταῖς τῆς ὕλης ἐσχατιαῖς. ἐπὶ δὲ τῆς ἀκροτάτης τοῦ κράτους πε‐ ριωπῆς τίθησιν, ἵν’, ὅπερ ἐκεῖνός ἐστι πρὸς σέ, τοῦτο σὺ πρὸς ἡμᾶς γίνῃ, μετοχετεύων ἡμῖν τὰς ἐκεῖθεν πηγὰς καὶ | 77 | |
540 | διαμερίζων ταύτας εἰς ὀχετούς, ἵν’ ὅσον ἂν ἕκαστος δύνη‐ ται, δέξηται. ὥσπερ γάρ τι κέντρον μέσον τῶν κρειττόνων καὶ ἡμῶν πηξάμενος, ὅσον ἐκείνων λείπῃ, τοσοῦτον ὑπερα‐ νέχεις ἡμῶν. Συγκρινῶ οὖν σε πρὸς τίνα; ὁ τίς τὸν τηλικοῦτον καὶ | |
545 | ὑπὲρ σύγκρισιν; ἐγώ τε γὰρ ὁ λέγων μερὶς ὀλίγη τῆς φύ‐ σεως, πρὸς ὅν τε ἂν παραβληθείης, αὐτὸς οὐχ ὑπὲρ ταύ‐ την πιστεύεται· σὺ δὲ τὴν μὲν φύσιν ὑπερεφώνησας, τῶν δὲ νοερῶν ἐγγύτατα γέγονας τάξεων. τί οὖν; κεφαλὴν καὶ στέρνα τῷ λόγῳ δεδώκαμεν, οὐ στηρίξομεν δὲ ἐπὶ βάσεως, | |
4(550) | ἀλλ’ ἐπὶ τῶν ἰγνύων ἐάσομεν; πολλοῦ γε καὶ δεῖ, πῶς οὖν καὶ τὸ ἄγαλμα τελεώσομεν καὶ τῷ ἐναντιουμένῳ συμβῶμεν καὶ κατὰ λόγον χωρήσομεν; σῶμά τι σὺ καὶ ἀσώματον, ἀμφότερον ὑπὲρ φύσιν καὶ κρείττονα. παραβαλοῦμεν οὖν σε τῶν σωμάτων τῷ λεπτοτάτῳ καὶ τῶν ἀσωμάτων τῷ | |
555 | μᾶλλον ἀδιαστάτῳ. τί δὲ ταῦτα; οὐρανὸς καὶ νοῦς, ὁ μὲν ἄλλο τι παρὰ τὰ τέσσαρα σώματα καὶ κύκλῳ κινούμενος καὶ συμπεριάγων ἀστέρας ἀπλανεῖς τε καὶ πλάνητας καὶ ἐν βραχεῖ ἀποκαθιστάμενος, ὁ δὲ τὴν ψυχικὴν ὑπερπίπτων οὐσίαν καὶ τῶν εἰδῶν ἔχων συνεπτυγμένους τοὺς λόγους | |
560 | καὶ παρ’ ἓν ἥκιστα διαιρούμενος. σὺ δὲ ὁ τοιοῦτος οὐ πᾶ‐ σαν μὲν ἀρχήν, πᾶσαν δὲ ἡγεμονίαν εὐθυτάτως φερομένην ἢ πλανωμένην τῷ σῷ περιάγων θελήματι, οὐκ ἐχόμενος παρὰ τῆς θείας ἁπλότητος, οὐκ ἐν ἀμερεῖ χρόνου ῥοπῇ πάντα περινοούμενος, οὐ τὴν φύσιν αἰθέριος, οὐ νοερὸς | 78 |
565 | τὴν διάνοιαν καὶ πάντα ἔχων καὶ αὐτὸς ὢν τῶν πάντων τὸ κάλλιστον; καὶ τίς ἀντερεῖ, εἰ μὴ τὴν γνώμην ἐλαύνεται; Ὑμεῖς δὲ τί φατε οἱ παρ’ ἑκάτερα τοῦ σταδίου, οἱ τῶν ἐμῶν λόγων δοκιμασταὶ καὶ κριταί; ἆρά γε δεδώκαμέν τι τῷ ἀγῶνι λόγου ἐπάξιον; ἢ ὁ μὲν ἀθλητὴς ἄνω ποι κάθη‐ | |
570 | ται, ἡμεῖς δὲ δοκοῦμεν σκιαμαχεῖν ἀτεχνῶς; ὁρῶ γὰρ ἐνί‐ ους ὑμῶν τοῦτο δεικνύντας τοῖς σχήμασι καὶ ὑπ’ ὀδόντα φωνοῦντας, ὅτι μηδὲ πεπλησίακα πρὸς ὃν ἠγώνισμαι. ἐγὼ δὲ τοῦτο λαμπρῶς βοήσομαι τῇ φωνῇ· ἐκράτησας σὺ μόνος, ὦ βασιλεῦ, τῆς ἐμῆς ἐν τοῖς λόγοις δυνάμεως καὶ | |
575 | νενίκηκας. ἑόρταζε τοίνυν τὰ ἐπινίκια καὶ λαμπρὸν ἐπὶ τοῖς τροπαίοις κάταγε θρίαμβον καὶ στεφανωσάμενος θῦε | |
τὰ Μονομάχεια. | 79 | |
5(1t) | Λόγος πρὸς τὸν βασιλέα κῦριν | |
2t | Κωνσταντῖνον Μονομάχον | |
3 | Οἱ μὲν ἄλλοι, θειότατε βασιλεῦ, τεχνικῶς σοι τῷ δοκεῖν προσάγοντες τὰ ἐγκώμια ἄτεχνόν τι τοῦτο μόνον ποιοῦσι, | |
5 | τὰς ἀρετάς σοι τῷ λόγῳ ὑποβαλλόμενοι, ὅσας σοι καὶ γένος καὶ τύχη καὶ πρᾶξις συνηρανίσαντο· διδόασι γὰρ ὑποψίαν, ὡς οὐχὶ τὸ ἑκάστου μέγεθος, ἀλλὰ τὸ τῶν πολλῶν πλῆθος τὴν τοῦ ἐγκωμίου τίθησιν αὔξησιν. ἐγὼ δὲ | |
τἆλλα μὲν ἐκείνων ὑστερῶ καὶ τοὺς τῆς τέχνης ἑκὼν πα‐ | 80 | |
10 | ραβαίνω κανόνας, ὅτι σοι μηδὲ ῥήτωρ δημηγόρος παρίστα‐ μαι, τούτῳ δὲ τεχνικώτερος ἐκείνων φανοῦμαι, ὅτι καὶ γένους καὶ τύχης καὶ τῶν ἀπείρων σου πλεονεκτημάτων ἐκείνοις παραχωρήσας αὐτὸς ὀλίγων ἁψάμενος ἐντεῦθέν σοι τὸ κατὰ πάντων κράτος δείξω λαμπρότερον. καὶ σὺ | |
15 | μὲν ὁ τὴν ῥητορικὴν τέχνην ἐπαγγελόμενος τοὺς σοὺς κανόνας σεβόμενος, τῇ λαμπρῇ πατρίδι τὴν τῶν προγόνων ἐπισύναπτ[ε εὔ]κλειαν· καὶ ταύτῃ τὴν ὄγκον τῆς τύχης καὶ τὰ ἐν τῇ γενέσει καινά, τό τε κράτος τῆς φύσεως καὶ τοῦ νοὸς τὴν ὀξύτητα πρόσθες, εἰ βούλει, καὶ τὴν ὥραν τοῦ | |
20 | σώματος, τὸ εὐειδές τε καὶ εὔμηκες, τὸ ἱλαρόν τε καὶ χά‐ ριεν, τά τε ἄλλα καὶ τὰ πρὸ τῆς βασιλείας. αὐτῇ προσφύω ὅσα τε κεκαινοτόμηται ἐν αὐτῇ καὶ ὅσα μετὰ ταύτην τε‐ θαυματούργηται, καὶ γὰρ ὡς ἀληθῶς θαύματι ἐοίκασιν ἅπαντα. καὶ σὺ μὲν ταῦτα διαίρει τῷ λόγῳ καὶ μέριζε καὶ | |
25 | ἑκάστῳ κατάλληλον δίδου τὸν ἔπαινον. ἐγὼ δὲ ταῦτα πα‐ ραιτησάμενος ὡς καὶ λόγου μείζονα καὶ ἀσύμμετρα τῷ καιρῷ. πρὸς ἐκεῖνα δὴ χωρήσω τῷ λόγῳ, ὅσα δή σοι μετὰ τὸ κράτος πεπόνηται καὶ κατώρθωται. αὐτίκα γὰρ τὴν ἄνωθεν ψῆφον ἐδέξω παρὰ θεοῦ καὶ εὐθὺς ὡς οἷά τις | |
30 | ἥλιος φαεινὸς ὡς ἀπό τινος κέντρου καὶ διαστήματος, τῶν ἀνακτόρων ἀρξάμενος πολλῷ τῷ δρόμῳ τὰς τῶν εὐεργετη‐ | |
μάτων ἀκτῖνας ἐπαφῆκας τοῖς πέρασι, οὐκ ἐνταῦθα μὲν αὐγαζούσας, ἐκεῖθεν δὲ μὴ προπεμπούσας τὸ φῶς, ἀλλὰ πᾶσαν γῆν τε καὶ θάλασσαν εἴσω τοῦ κύκλου τῶν σῶν | 81 | |
35 | ἀρετῶν περιλαμβανούσας· ἔδει γάρ ποτε τὴν τότε κατέχου‐ σαν μεταβληθῆναι σκοτόμαιναν καὶ πρὸς αἰθρίαν ἐπανελ‐ θεῖν τὰ ἡμέτερα· ὅθεν καὶ μετεβέβλητο, ἄθρει γάρ μοι πᾶς ὁ βουλόμενος πενήτων ἐντεῦθεν προμήθειαν, προστα‐ σίας τῶν δεομένων, ὀρφανῶν ἀντιλήψεις, κυβερνήσεις, κη‐ | |
40 | δεμονίας ἀτυχούντων, συμφορῶν λύσεις, ἀπαλλαγὰς δυσχε‐ ρῶν, ἀδικημάτων ἀποκοπάς, χρεῶν ἀποβολάς, εὐεργετημά‐ των ὑπερβολάς, μεταβολὰς δυσχερῶν καὶ πού τις ἄλλος ἐπ’ ἐγκλήμασι καὶ τῆς πατρίδος ἀπεληλαμένος μακρὰν ἡδὺ θέ‐ αμα τοῖς φιλτάτοις ἀνεκομίζετο· κτήματα ἀπεσῴζοντο, | |
45 | χρήματα τἆλλα, ἃ μηδ’ ὄναρ ἰδεῖν ποτε προσεδόκησεν. Οὕτω σοι πάντοθεν αὐτίκα ἐρρύησαν αἱ τῶν εὐεργετη‐ μάτων πηγαὶ ὥσπερ ἐξ ἀκροτόμου πέτρας τὸ ἐνδόσιμον εἰ‐ ληφυῖαι τῆς ῥύσεως· αὗταί σε καὶ πρὸ τῆς ἀρχῆς τῇ φήμῃ διήγγελλον καὶ μετὰ τὴν ἀρχὴν αὐτοῖς τοῖς πράγμασι πα‐ | |
5(50) | ρεδείκνυον. ὅθεν τί μὲν οὐκ ἠλπίζετο τῶν καλῶν; τί δ’ οὐ παρῆν; μᾶλλον δὲ τί τῶν δεινῶν οὐκ ἀπῆν; τίς γὰρ οὕτως ἀδίκους χεῖρας συνέστειλε καὶ πλεονεξίαν κατέστειλε καὶ δυναστείαν ἐμάλαξε; τίς δ’ οὕτως ἢ ἀγαθοὺς μᾶλλον ἐτί‐ μησεν ἢ πονηροὺς ἐνδίκως ἐκόλασε; ποῖ μὴ τὰ σὰ ἔγ‐ | |
55 | γραφα διατάγματα φορολόγων ἀπανθρωπίαν ἐλέγχοντα καὶ δικαστῶν παρανομίαν ἱστῶντα, καὶ τοῖς μὲν τὴν προσήκου‐ σαν εἴσπραξιν ἐπιτάττοντα, τοῖς δὲ τοῖς οἰκείοις σταθμοῖς | |
ταλαντεύειν νομοθετοῦντα τὰ τῆς δίκης ζυγὰ καὶ μικρὰ χρηματίζεσθαι; καὶ συνελόντα φάναι, τίς οὕτως ἀδικίαν | 82 | |
60 | ἐμίσησεν ἢ δικαιοσύνην ἠγάπησε; διὰ ταῦτά σε καὶ τὸ ὑπήκοον ἅπαν ὑπεκθειάζει καὶ τέθηπε καὶ κρότους συνε‐ γείρει καὶ χοροὺς συνιστᾷ· καὶ ὃς μὲν τὸ ὀξὺ τῆς φύσεως ἐν τῷ μεγαλοπρεπεῖ καὶ σταθηρῷ τοῦ φρονήματος κατα‐ πλήττεται, ἕτερος τὸ ἐπιεικὲς τοῦ ἤθους καὶ μέτριον, | |
65 | ἄλλος τὸ πρᾶον καὶ ἀνεξίκακον, οὗτος τὴν ἐπανθοῦσάν σοι χάριν καὶ ὡραιότητα, ἐκεῖνος τὴν ἐν τοῖς ἔπεσι μελι‐ χρότητα, πάντες τὴν ἐν ἅπασι τοῖς καλοῖς εὐαρμοστίαν καὶ συμφωνίαν. τὸ δ’ αὖ κηδεμονικόν σου καὶ συμπαθὲς τίς ἂν ἀξίως ἀγάσαιτο; οὐκ ἔφθη γάρ τις τὴν τύχην γνωρίσας | |
70 | καὶ ἄνετά σοι τὰ σπλάγχνα εὐθύς. καὶ ὃν μὲν διὰ τὸ γένος τετίμηκας, ὃν δὲ διὰ τὴν περὶ τοὺς λόγους ἰσχύν, ἄλλον διὰ τὸ πρὸς τὰς μάχας θαρραλέον καὶ εὔτονον, οὕτω σοι διὰ πάντων πρὸς ἅπαντας αἱ τῶν εὐεργετημάτων ἀκτῖνες ἐξέλαμψαν. | |
75 | Τί τἆλλα χρὴ λέγειν; ἀλλ’ ἐνάλλαττέ μοι τὴν τάξιν, Ἡσίοδε, καὶ τοῖς νῦν χρόνοις εἴπερ ποτὲ τὸ χρυσοῦν γένος μετάταττε. νῦν γῆρας ἡβᾷ, νῦν νεότης σκιρτᾷ, νῦν τιμαί τε καὶ δυναστεῖαι καὶ θρόνων ὕψη καὶ ἀξιωμάτων διανομαί· νῦν πενία ὑποχωρεῖ καὶ πλοῦτος πλεονεκτεῖ· νῦν οἰκιῶν | |
80 | κατασκευαὶ ἱερῶν κάλλει τε καὶ μεγέθει, τῇ τῶν ὑλῶν ἁρμονίᾳ τοῖς προγεγενημένοις ἐφ’ ἅπασιν ἀπαράμιλλοι· νῦν ἑστίαι λαμπραὶ καὶ ξένων ὑποδοχαὶ καὶ τραυμάτων | |
ἀποβολαί, καὶ ἡ χορηγία τούτοις τῶν ἀναγκαίων ὡς δαψι‐ λής· νῦν ὄμβροι καινοὶ καὶ ἀγώγιμοι καὶ ποταμοὶ πρὸς | 83 | |
85 | μίαν χαράδραν συγκλείοντες. τὰ δὲ ἡμέτερα; νῦν αἱ Μοῦ‐ σαι τεχνικόν τινα κύκλον τὴν φιλοσοφίαν πεποιημέναι χορεύουσί τε περὶ ταύτην καὶ τοὺς θιασώτας εὐφραίνουσι· νῦν συλλογισμῶν ἀναλύσεις καὶ μίξεις, νῦν λόγοις διαλε‐ κτικοί τε καὶ ἔντεχνοι ἀποδείξεις αἱ μέχρι τοῦ νῦν νέφει | |
90 | κρυπτόμεναι, ὀψὲ δέ ποτε τὴν ἀχλὺν ἀποθέμεναι, ἀριθμῶν ἀναλογίαι, μουσικῶν ἁρμονίαι, μεγεθῶν θεωρίαι τῶν μη‐ δαμοῦ κειμένων, οὐρανίων ἐπιστήμη κινήσεων· νῦν θε‐ ολογικῶν δογμάτων ἐντελεστάτη διάγνωσις καὶ τῶν πολλοῖς τέως ἀγνοουμένων ἀκριβὴς κατανόησις· τούτων | |
95 | ἁπάντων ἐξηγητὴν ἑτοιμότατον, τὸν κοινὸν τόνδε τῆς οἰκ‐ ουμένης διδάσκαλον ταῖς σαῖς ἐπιφροσύναις, ὦ βασιλεῦ, ἡμεῖς ἐγνωρίσαμεν· κοινὸς γὰρ εἶ, καὶ πρῶτοι τὸν ἄνδρα ᾠκειωσάμεθα καὶ ἀπὸ τῆς ἡμετέρας ὠνομάκαμεν. εἶεν. Ἃ δέ σοι παρὰ τὰς τῶν καιρῶν δυσκολίας σοφῶς | |
5(100) | ᾠκονόμητο, σιγῇ παραδράμωμεν; καὶ τοῦτο δώσεις, ὦ μέ‐ γιστε αὐτοκράτορ, αὐτὸς καὶ φιλοσοφήσεις τὴν σιωπήν. καὶ πότε δὴ πλέον τοῖς λόγοις καλλωπισόμεθα; τίς γὰρ οὕτως τὸ δέον τοῦ καιροῦ στενοχωροῦντος ἐσκέψατο καὶ λιμοῦ φάρμακον εὕρατο καὶ πτωχοὺς ἄρτων ἐχόρτασε καὶ | |
105 | ψυχὰς πεινώντων ἐστήριξε, τὰ μὲν οἴκοθεν αὐτὸς ἐπιχορη‐ γῶν, τὰ δὲ χρυσίῳ πολλῷ, τὰς τῶν ἐχόντων ἀποθήκας | |
ἀνοίγων καὶ τρέφων λαόν, οὐ γογγυστὴν καὶ ἀγνώμονα, εὐπειθῆ δὲ μᾶλλον καὶ λίαν εὐχάριστον; καὶ ἵνα μηδὲ τοῖς περὶ τοῦτο πραγματευομένοις ἐξῇ καταπραγματεύσασθαι | 84 | |
110 | τῆς ἐνδείας καὶ τὰς ἀλλοτρίας καρπίζεσθαι συμφοράς, καὶ ταῖς χορηγίαις ἐφόρους προσεφιστᾷς. Ἀλλ’, εἰ μὴ μέγα ἐμοὶ τοῦτο εἰπεῖν, κἀγώ σοι τῆς περὶ ταῦτα φροντίδος πάρεργον γέγονα· ἔχεις γὰρ μετὰ τῶν ἄλ‐ λων κἀμέ, ὥσπερ ἐνταῦθα τῶν σῶν πλεονεκτημάτων ὑφη‐ | |
115 | γητήν, οὕτω κἀκεῖσε τῶν οἰκονομημάτων διαιτητήν, ἵνα σοι ἁρμόσω καὶ πρὸς ἀμφότερα, λέγων τε πράξεις τὰς σὰς καὶ πράττων τοὺς λόγους τῆς σῆς οἰκονομίας καὶ κρί‐ σεως. Τούτων ἔχοι τις ἂν πλέον εἰπεῖν; ἐπ’ ἄλλῳ δὲ τίνι | |
120 | χρόνῳ οὕτως ἤνθησε τὰ καλὰ πάντα καὶ ἤκμασε; τούτοις καὶ σύ, θειότατε βασιλεῦ, ἐπαγάλλῃ ἢ τῇ ἁλουργίδι καὶ τῷ λαμπρῷ διαδήματι. διὰ ταῦτά σε καὶ θεὸς ἄνωθεν στε‐ φανοῖ καὶ ταῖς κατ’ ἐχθρῶν ἀριστείαις λαμπρότερον ἀνα‐ δείκνυσι. τίς γὰρ οὐκ οἶδε τυράννους κατεστρατηγημένους, | |
125 | καὶ τοὺς περὶ Ταῦρον Σκύθας πυρὶ μεμερισμένους καὶ | |
ὕδατι, τοὺς περὶ τὴν Μεγάλην Ἀρμενίαν φόρους εἰσπραττο‐ μένους, Οὔννους καταπεπολεμημένους, Πέρσας ἐπτοημέ‐ νους, τῶν μεγίστων ἐθνῶν δυνάστας σοι προσιόντας καὶ χώρας πολυανθρώπους προσάγοντας; καὶ ἵνα μὴ τὰ καθ’ | 85 | |
130 | ἕκαστον λέγω, σὺ ἀνατολὴν καὶ δύσιν εἰς ἓν συνηρμόσω καὶ τὰ τῆς γῆς πέρατα εἰς μίαν γνώμην συνήγαγες. ἐῶ τἆλλα· τὰ δὲ τῆς στρατηγίας συνθήματα, αἱ δὲ τῶν συμ‐ πλοκῶν διατάξεις, αἱ δὲ τῶν λοχήσεων ὑποθῆκαι, ὡς ὑπὲρ πάντα λόγον, ὡς ὑπὲρ ἔννοιαν. ταῦτα συγκρίνειν τοῖς | |
135 | προτέροις βουλόμενος οὐκ ἔχω τίνι δώσω τὰ νικητήρια, ὡς ἄδηλον εἶναι, ποτέροις σὺ τούτων θαυμασιώτερος. Οὕτως σοι τὰ καθ’ ἕκαστα τῶν κατορθωμάτων ἀλλήλοις παραβαλλόμενα τὴν ἴσην παραδεικνύουσι δύναμιν καὶ τὸ κράτος σοι καθιστῶσι περιφανέστερον. ὃ δὴ καὶ κοινὸν | |
140 | πρὸς τὴν βασιλίδα καταστησάμενος ἔτι μᾶλλον λάμπεις φαιδρότερον· ἡ γὰρ τῶν βασιλευόντων συζυγία μοναρχία γεγονυῖα διὰ τὴν σύμπνοιαν λαμπρότερον τὸ κράτος ἐντεῦ‐ θεν προδείκνυσιν, οὐ διαιρούμενον ἐν διαιρουμένοις σώ‐ μασι, συνενούμενον δὲ μᾶλλον τῇ ὁμονοίᾳ τῆς ψυχῆς καὶ | |
145 | ταὐτότητι. Ἀλλά με μηδεὶς ἀπαιτείτω τεχνικὴν σύγκρισιν· κἂν γὰρ μείζονα τῶν συγκρινομένων τὸν ἐμὸν δείξαιμι αὐτοκρά‐ τορα, ἀλλά γέ τις ὑποπτεύσειεν, ὡς ἔστι τις ὁ τούτῳ πα‐ | |
ραβαλλόμενος. ἔσο οὖν ἀσύγκριτος, ὦ βασιλεῦ, καὶ δεδό‐ | 86 | |
5(150) | σθω σοὶ μόνῳ τὸ ὑπὲρ τέχνην. καὶ λεγέσθω τοῖς μεθ’ ἡμᾶς τοῦτο δὴ τὸ καινότατον, ὅτι μόνος εἷς ἐν βασιλεῦσι Ῥωμαίων ἴσχυσεν οἷς τε εἰργάσατο θαυμαστῶς καὶ οἷς διε‐ σκέψατο δεξιῶς τὰς τῶν ἄλλων ἀρετὰς καὶ αὐτὴν τὴν τέ‐ χνην ὑπερελάσαι, θεὸν ἔχων τῶν πόνων συνεφαπτόμενον. | |
155 | οὗ τῇ χειρὶ συνδιεξάγοιτο μὲν τὸ ὑπήκοον εὐμαρέστερον· ἐχθρὸν δέ, εἴ τί που καὶ ὑπολέλειπται, τὸν αὐχένα συγ‐ κάμψειε. καὶ σοὶ γένοιτο μὴ τῷ μήκει τοῦ χρόνου συγκρι‐ θῆναι τῶν πώποτε βεβασιλευκότων τινά, ὥστε κἀν τούτῳ | |
τῷ μέρει τὸ κατὰ πάντων ἀσύγκριτον κτήσασθαι. | 87 | |
6(1t) | Εἰς τὸν αὐτὸν βασιλέα | |
2 | [Ἔδει] ποτέ, θειότατε βασιλεῦ, τὴν πάντα κρίνουσαν φιλοσοφίαν καὶ δοκιμάζουσαν καὶ πάσης ὑπερκειμένην τῆς [ψυχῶν] ἕξεώς τε καὶ φύσεως κρίσι ἐπί σοι μόνῳ λαβεῖν | |
5 | καὶ ἥτταν παθεῖν καὶ τοῖς σοῖς παραμετρη[θεῖσαν] θεοει‐ δεστάτοις πλεονεκτήμασιν ἐπ’ ἔλαττον ἐλθεῖν τῆς ἐκείνων μεγαλειότητος. εἰ γὰρ καὶ ὑψηλὴ καὶ μετέ[ωρος καὶ τὸν κόσμον ὅλον] περιλαμβάνουσα, ὅσος τε ὁρατὸς καὶ ὅσος ἀόρατος, ἀλλὰ κάτω που τοῦ κρεί[ττονος ...........]εται | |
10 | οὗπερ [.......] πέφηνας χαρακτὴρ ἀκριβέστατος. δεῖ δὲ μὴ τῆς ὄντως μόνον σοφίας ἠλλαττῶσθαι [......], ἀλλὰ [ὁρῶν‐ | |
τες] πρὸς ἐκείνην σφᾶς αὐτοὺς ἀφομοιωσάντων. οὕτω σοι, βασιλεῦ, ἐκ προοιμίων εὐθὺς [...] τὴν ἐπιστήμην ἀσύγ‐ κριτον καὶ τὸ νενικηκέναι σε πάντα λόγον καὶ τέχνην διὰ | 88 | |
15 | τὸ κατ’ [αὐ]τῆς ἐχι[..........]ρια. Τριττοῦ δὲ ὄντος παντὸς ἐγκωμίου, καὶ τοῦ μὲν εἰς ψυ‐ χὴν καὶ τὰς ἀναλογούσας [.....]ῶκα δι[.......] ἀνόδους ἀρετῶν καταλήγοντος, τοῦ δὲ τὸ σωματικὸν κάλλος θαυ‐ μάζοντος—δεῖ γὰρ μηδὲ τοῦτο ἀπερρίφθαι τὴν φιλοτι‐ | |
20 | μίαν ἐμφαῖνον τοῦ [ἐπαινέ]του καὶ τὸ ἐν πολλοῖς πρ[ὸς τ]ὴν ψυχικ[ὴν ἕξιν ἀνά]λογον—τοῦ δὲ τὴν ἐκτὸς πᾶσαν εὐδαιμονίαν [......]γου[...] τῶν εὐφημιῶν προσάπτο[ντος] καὶ π[ρο]σαρμόζοντος. οἱ μὲν ἄλλοι τῶν ἐπαινουμένων ταύτην ἢ ἐκείνην τῷ λόγῳ τὴ[ν ἀφ]ορμὴν παρασχόμενοι, | |
25 | τῆς ἀπὸ τῶν ἑτέρ[ων μ]ερίδων εὐφημίας ἐστέρηνται, οὐ‐ δεὶς δὲ τῶν πάντων ἐν πᾶσι τοῖς ἐπαινοῦσι λόγοις ἐφήρμοσε. σοὶ δὲ τοσοῦτον [κατὰ] πάντων ἐν ἅπασι συγκε‐ χωρηκὸς ὡς ἀρκεῖν τοῖς ἀπὸ τοῦ γένους σεμνολογήμασι καὶ ὧν κεχώρισται ἡ προαίρεσις [......] τὰς τῶν ἄλλων νι‐ | |
30 | κᾶν ἀρετάς, ὡς εἰ καὶ μηδέν σοι ἀπὸ γνώμης ἐπῆν τῇ γε τῶν πατέρων φιλοτιμίᾳ πᾶσαν ὑπερβολὴν ἐγκωμίων νι‐ κᾶν. Περιΐσταται δέ μοι εἰς ἀφωνίαν τῶν περιρρεόντων ὁ πλοῦτος, ὥστ’ οὐκ εἶναι λέγειν ἔνθα δεῖ πολλὰ λ[έγειν. | |
35 | ὥσπερ] γὰρ οἱ τοὺς ἀστέρας ἐπιχειροῦντας ἀπαριθμήσα‐ σθαι προχωροῦσιν εἰς τὸ ἄπειρον τῆς ἀπαριθμήσεως καὶ τὸν πρῶτον ἐπέχουσιν ἀριθμόν, οὕτω δὴ δεῖ κἀμοὶ τὸν λόγον ἐπέχειν ἀνάγκῃ, ὅτι μὴ δυνατὸν διὰ πάντων σοι τῶν ἐγκωμίων ἐλθεῖν, οὐχ ὥστε καθένα ἐπᾶραι, ἀλλὰ καὶ ψι‐ | |
40 | λῶς διαριθμήσασθαι. καὶ τοῖς μὲν ἄλλοις τινῶν ἐπαινέταις αἱ ἀποτυχοῦσαι μᾶλλον πατρίδες καὶ τὰ τῶν πατέρων νοσοῦντα εἰς ἐπίδειξιν τέχνης καθεστήκασι μείζονος· ὃ γὰρ ἂν εἰς ἐπαίνου λόγον θηράσωνται, τοῦτο πάντως ἔδοξε τῆς λογικῆς ἔχειν δυνάμεως. ἐμοὶ δὲ τὰ σὰ μᾶλλον ὑπερβολὴν | 89 |
45 | ἐπαίνου μείζονος ἔχοντα ἐλέγχει τὴν τέχνην καὶ εἰς ἀπο‐ ρίαν τὸν λόγον περιϊστᾷ. ὃ γὰρ ἂν συλλέξας περὶ τοῦ σοῦ πατρὸς εἴποιμι τοῦ ἀληθοῦς ὀφθήσεται ἔλαττον. ἡ δὲ τῆς πατρίδος πάντα λόγον ὑπερβάλλει μετέωρον οὐχ ὅτι θαυ‐ μασίων πίνει πηγῶν, οὐδ’ ὅτι καλλίστοις ζεφύροις γελᾷ, | |
6(50) | ἀλλ’ ὅτι τῆς ἄνωθεν μητροπόλεως ὑποικ[οῦσα] καθέστηκε. δεῖ γὰρ καὶ τοῦτο τολμήσαντα εἰπεῖν ὅθεν ὁ σὸς ἐφέξυ πατὴρ καὶ τὴν ἀποικίαν μὴ στέρξας πρὸς τὴν ἡγεμόνα πόλιν μετεσκευάσατο· ἔδει δὲ πάντως ταύτης μὲν ἐκεῖνον, ἐκείνου δὲ τὴν σὴν ἠρτῇσθαι φύσιν, καὶ τοῦτον μὲν ἐκεί‐ | |
55 | νην, σὲ δὲ ἄμφω νικᾶν. ἀλλὰ πρᾴως μοι τὸν λόγον ὁ φιλό‐ σοφος ἔνεγκαι· δεῖ γὰρ τἀληθῆ λέγειν τὸν ἐπαινοῦντα καὶ τὸ δέον παρρησιάζεσθαι. μητρόπολις δὲ ἀμφοῖν ἡ τοῦ θεοῦ πόλις ἐστί· ταύτην γὰρ ἀποικίαν ὁ λόγος ἀπέδειξεν, ἀλλὰ παρέδραμεν ὁ λόγος τὴν γέννησιν. ἡ δὲ ἔχει τι καὶ | |
60 | παράδοξον· δεῖ γὰρ ἀκροθιγῶς πάντων ἐφάψασθαι ὅσον ἐμφῆναί τι τοῖς ἀμυήτοις τῶν διηγήσεων· μετὰ προφητ[εί]ας ἡ σύλληψις, μετὰ συμβόλων [ἡ κύ]ησις καὶ τὸ σύμβολον ἡλίου λαμπρότερον, τάχα που ἐκ τῶν θειοτέ‐ ρων ἀκτίνων τῷ μετώπῳ σχηματιζόμενον. τοῦτό σοι τοῦ | |
65 | μέλλοντος τὸ προοίμιον, τοῦτο τῶν ἐσομένων ἐναργεστάτη | |
σημείωσις. Αὕτη τῆς καθ’ ἡμᾶς ἡγεμονίας σιωπῶσα προκήρυξις, ἐν‐ τεῦθεν ἡ κρείττων ἡμῖν ἡ μοίρα προκαταβάλλεται, τὰ δ’ ἐντεῦθεν σειρᾷ τινι χρυσῇ ὡς [τήμερον] ἔοικε καὶ συνεχῆ | 90 | |
70 | πως καὶ ἠρτημένα, ἀλλήλων κατάλληλον τὴν πλοκὴν ἔχοντα· οὔτε γὰρ φύσις [...........] ἐδείκνυ μεγαλοπρε‐ πείαν, οὐ νεότητος ἀκμὴ κυμαινομένη καὶ μεταπίπτουσα, ἀλλ’ ἐπ’ ἀ[...]γεῖθεν[....ὀγ]κήματος σταθηρῷ τὴν βάσιν ἐρείδουσα καὶ μετὰ τῆς ὀξύτητος τὸ πάγιον ἔχουσα, ὥστε | |
75 | [............νύνεσθαι] ἥ τε γνώμη τὴν χεῖρα προεζωγράφει, εἴποι τις ἄν, καὶ τὴν μέλλουσαν εὐτυχίαν τοῖ[ς βλέμ]μασιν ἡ ἐ[ρυθ]ριάζουσα, τὸ δὲ ἦθος ἐπιεικές τε καὶ μέτριον, τοῖς γὰρ κατὰ διάνοιαν ἐνεργήμασι καὶ κινήμασι τὸ ὑψηλὸν προλαβὼν καὶ ἀνέφικτον, τοῖς ἤθεσιν ἐμετρίαζες καὶ συνέ‐ | |
80 | κιρνας θαυμασίως [.........] μήτε τὸ [τα]πεινὸν ἐστερη‐ μένον τοῦ ὕψους εἰς εὐτέλειαν καταφέρεσθαι, μήτε τὸ ὑψηλὸν τῆς ἐκεῖθεν ἄτερ συνανακρα[θείσης] ὄγκον [ἀνα‐ φέρ]εσθαι. οὕτω δὲ τὴν [σὴν ...ν] τι φθόγγων, ἀλλ’ ἁρμο‐ σάμενος κατὰ τὸν διὰ πασῶν λόγον ὡς μηδεμίαν εἶ[ναι | |
85 | π..υ]σιν, τὰς θείας ἐμελούργεις φθογγάς. [σὺ ...] μὲν οὖν π[αρὰ] τοῦ θείου ἠξίους καὶ κινεῖσθαι καὶ κρούεσθαι ὥσπερ τι μ[αλα]κὸν καὶ ἔμψυχον ὄργανον, ὃ δὴ κατὰ τοὺς ἁρμονικοὺς ἐντεί[νων] καὶ ὑποχαλῶν, οὕτω τοῖς μουσικοῖς λόγοις διω[ρ]γανώσατο ὡς τὸν αὐτὸν εὐφωνότατόν τε εἶναι | |
90 | καὶ ἐμμ[ελέ]στατον καὶ τὸν κατά σε φθόγγον εἰς πάντα τῆς γῆς περιηχηθῆναι τὰ πέρατα. ἀλλὰ τὰ μὲν τῆς ἐντά‐ σεως πῶς ἂν λέγοιμι; τί πρῶτον θαυμάσαιμι, τὸν τεχνίτην | |
λόγον οὕτω [......] τῶν συμφωνιῶν φιλοτιμησάμενον, ὡς εἰς τὴν ἄκραν ὀξύτητα ἀγαγεῖν, ἢ τὴν σὴν ψυχὴν μὴ | 91 | |
95 | διαρ[ραγεῖσαν ἐξε]τάσεσιν, ἀλλὰ καὶ τῷ μεγέθει τῶν περι‐ στάσεων καὶ τῷ πλήθει τοῦ χρόνου γενναιότατα διαρκέσα‐ σαν; [ἀλλ’ ἔ]δει σε χωνευθῆναι τῷ δοκιμαστικῷ πυρί, καὶ κεχώνευσαι, οὕτω δὴ τεχνικῶς ὡς χρυσὸν ἀναδειχθῆναι καθαρώτατόν τε καὶ τιμαλφέστατον. | |
6(100) | Τοῖς δὲ τῆς ἑτέρας ἁρμονίας ποῖαι κιθάραι καὶ λύραι, ποῖαι δὲ μοῦσαι ποικίλως ἠχῆσαι δυναμέναι προσαρκέσου‐ σιν; ἐπεὶ γὰρ ἔδει σε ἀναφανῆναι τὸν τέως κρυπτόμενον ἥλιον, ἐρρήγνυτο μὲν τὸ νέφος, διεσπᾶτο δὲ ἡ ἀχλύς, κα‐ ταιγίδες δὲ καὶ θύελλαι ἐσκεδάννυντο. καὶ τὰ μὲν ὑπεχώ‐ | |
105 | ρει καὶ ὑπεξίστατο, ὅσα δή σοι ἀντέπιπτον, τὰ δὲ συνείλε‐ κτό τε καὶ συνηθροίζετο, δήμου βίαι, συγκλήτου βουλαί, χειροτονίαι τε καὶ ψηφίσματα καὶ γνῶμαι τῶν ἐκ περάτων γῆς εἰς μίαν ἰδέαν συνηρμοσμέναι. καὶ οἱ πρότερον διε‐ στηκότες πρὸς μίαν γνώμην τότε συνήπτοντο, τῶν ἡλικιῶν | |
110 | τε τὸ διάφορον διαφορὰν οὐκ εἶχε φρονήματος, ἀλλὰ καὶ γεγηρακότες ὁμοῦ καὶ νεάζοντες τὴν αὐτὴν φωνὴν ἀφιέν‐ τες μίαν ἐδήλουν καὶ τὴν διάνοιαν. οὕτω σοι παραδόξως πρὸς τῆς ἀνατολῆς καὶ τὰ γένη συνήπτοντο καὶ πρὸς τε‐ λειότητα μίαν πάντα συνήγοντο, ἐφ’ οἷς πᾶσι διαυγεῖ κύ‐ | |
115 | κλῳ καὶ ἀρρήτῳ τῇ λαμπηδόνι ὑπερφανεὶς τοῦ ὁρίζοντος, καὶ τάχει δρόμου πρὸς τὴν καθ’ ἡμᾶς μεσημβρίαν φθάσας ταῖς ἀναβάσεσι, καὶ τοῦ παντὸς μέσον γενόμενος κύκλῳ τε τὰς ἀκτίνας ἀφείς, πᾶσαν ἔνδον τὴν οἰκουμένην συμπεριεί‐ ληφας ὡς πάντας καὶ τοῦ φωτὸς παραπολαῦσαι καὶ τῆς | |
120 | θερμότητος. ὁ μὲν οὖν ὁρώμενος οὗτος ἐν οὐρανῷ ἥλιος | |
ταῖς ἀκαμάτοις καὶ ἰσοταχέσι κινήσεσι τῷ δρόμῳ τὴν αἴ‐ γλην μετρεῖ, καὶ ᾧ πεπλησίακε κέντρῳ ἐκεῖθεν λαμπροτέ‐ ρας τοῖς ὑποκειμένοις ἀφίησι τὰς αὐγάς, στηρίζειν μὲν δοκῶν διὰ τὴν ἀπόστασιν, ἄπαυστα δὲ θέων καὶ συγκινού‐ | 92 | |
125 | μενος τῇ τοῦ παντὸς ἀεικινήτῳ φορᾷ. σὺ δὲ ἀφ’ ἑνὸς καὶ τοῦ αὐτοῦ σημείου προχέων τὰς χάριτας, ἰσόμετρον τοῖς κοσμικοῖς κέντροις τὴν δᾳδουχίαν ἁπλοῖς, στηρίζων ὁ αὐτὸς ὁμοῦ καὶ κινούμενος καὶ πανταχοῦ φθάνων καὶ τοῦ βασιλικοῦ κύκλου μὴ ἀφιστάμενος. ποῖος γὰρ οὐκ ἔχει σε | |
130 | χῶρος ἢ ποῖ μὴ πεπόρευσαι σύ; ποῖος δὲ μυχὸς [γ]ῆς ἢ θαλάσσης τὰς σὰς ἀστραπὰς οὐκ ἐδέξατο, διττὴν ἐχούσας τὴν δύναμιν, ὡς τοὺς μὲν αἴγλης πληροῦν, [τοὺς] δὲ ἐμπι‐ πρᾶν, κατὰ τὴν ἀνάλογον τῶν ὑποδεχομένων ὕλην τε καὶ ποιότητα; ἀλλ’ ἐπεὶ ποικίλα τῶν εὐεργετη[μάτων τ]ὰ εἴδη | |
135 | ταῖς τῶν ἀρετῶν διαφοραῖς μεριζόμενα, τῶν τε μὴν εὐερ‐ γετουμένων καθ’ ἕνα τε καὶ κατὰ πλῆθος [γίνεται ἡ] διαί‐ ρεσις. Οὕτως ἐν ἅπασιν ὑπὲρ ἅπαντας ἀναπέφηνας, ὡς μετὰ πάντων καὶ τοὺς λόγους νικᾶν. [ὁ μὲν γ]ὰρ καθ’ ἕνα, ἵνα | |
140 | τὸ πᾶν συγκεφαλαιώσωμαι, εὐδαιμονέστατός τε καὶ ὀλβιώ‐ τατος κατὰ τοὺς πάλαι τῶν ἡρώων [......]ένας π[....] ἀπὸ μὴ τοιούτων γεγόνασιν. οἱ δὲ κατὰ πλῆθος πόλεις ὅλαι καὶ δῆμοι καὶ θέατρα, ἔθνη τε [....] ἅπαντα εὐ[ν]ομούμενα καὶ ὑπήκοα ἢ φορολόγων ἀπανθρωπίας ἐλευθερούμενα ἢ | |
145 | βαρύτητος ἀπαλλαττόμενα δυναστῶν ἤ τινος ἄλλου τοῦ συμπιέζοντος. ἀλλὰ τοὺς μὲν ἄλλους οὕτως ἔδει λαμπρῶς τετιμῆσθαι, τὴν δὲ [πατρί]δα [ἐν ᾗ αὐτὸς] γεγένησαι καὶ | |
ἐφ’ ᾗ βεβασίλευκας ἔλαττόν τινος τῶν προειληφότων τὸ κράτος τετιμηκέναι; [πο]λλοῦ γε καὶ δεῖ. ἡ δὲ [ἀτρε]μής· | 93 | |
6(150) | ὅρους αὐτῇ ἀνατολὴν καὶ [δ]ύσι[ν ἐ]ποίησας τῶν ἐθνῶν, [τοὺς] μὲν πο[λλοὺς .......], ἔστι δὲ οἷς καὶ προσβαλὼν καὶ ἄμφω ν[ενι]κηκώς τε καὶ [δου]λωσάμενος, πρῶτα μ[..................] φιλανθρωπίας ταῖς χάρισιν. εἰ δέ τι καὶ νῦν ἐστι [ὡς] σπαῖρόν τε καὶ κινούμενον, ἀλλὰ τῆς κεφα‐ | |
155 | λῆς ἀναιρεθ[είσης] δράκ[οντος], κενοὶ πάντως οἱ τοῦ λοιποῦ σώματος ἐλιγμοί, [περι]ϊόντι τῷ χρόνῳ καὶ συννε‐ κρούμενοί τε καὶ συντηκόμενοι καὶ [......]. ἀλλ’ ὥσ[περ] μόλ[ουροι] τῷ τῆς ἡμετέρας πόλεως συνεκολλήθησαν σώ‐ ματι καὶ πρὸς μίαν διῆλθε τὰ δι[εσ]τηκότα σύρ[ματα | |
160 | ...........], σοῦ παραδόξως ταῦτα συναγαγόντος τε καὶ συμπήξαντος καὶ τὴν φύσιν ἄλλοις ἁρμόσαντος [καὶ ἄλλ‐ οις] προσαρμόσαντος, ἔστιν ἃ διερράγησάν τε καὶ ἀπεσπά‐ σθησαν, καὶ τὴν φύσιν ὁ τρόπος ἠλλοίω[σε ....], καὶ με‐ μενήκασι, καὶ μετὰ τὴν διάστασιν, ἀλλοτρίαις ῥίζαις | |
165 | τρεφόμενά τε καὶ πιαινόμενα. ἀλλ’ ἔδει καὶ τοῦτον ἐπανά‐ γειν καὶ προσφῦναι ὅθεν ἀπέστησαν τὰς ἀρχεκάκους συν‐ τρίψαντα κεφαλάς, ἵνα μὴ καὶ αὖθις τὸ ὑγιαῖνον σῶμα συνδιαφθείρωσι. τὰ δὲ περὶ τὴν Κοίλην Συρίαν ἔστιν ὅστις ἄλλος τῶν ἐπηρτημένων κινδύνων ἀπήλλαξε; δόρυ μὲν γὰρ | |
170 | οὐ κραδαίνεις, οὐδὲ πολεμίων προσβάλλεις φάλαγξι, στρα‐ τηγικαῖς δὲ συντάξεσί τε καὶ παρατάξεσι καὶ μηχανημά‐ των κατασκευαῖς ταῖς τε ἄλλαις μεθόδοις ἀναίμακτα κατὰ | |
τῶν μαχομένων ἱστᾷς τρόπαια. καὶ νῦν ὄντως τὰ μέλη τῇ κεφαλῇ σου συμπνέουσι καὶ ὥσπερ οἰκείαν μὴ κεκτημένα | 94 | |
175 | προαίρεσιν τῷ σῷ συγκινοῦνται καὶ περιάγονται νεύματι. τίς γὰρ τοιαύτην ἁρμονίαν πολιτείας ἐθεάσατο πώποτε ἢ πότε οὕτως οἱ κατὰ γνώμας διῃρημένοι καὶ κατὰ κώμας μεμερισμένοι, ὥσπερ μιᾷ συνδεδεμένοι ψυχῇ καὶ ὑφ’ ἑνὸς ἀγόμενοι τοῦ συνθήμα[τος], μίαν καὶ τὴν αὐτὴν διάνοιαν | |
180 | ἐπανῄρηνται τοῖς σοῖς πείθεσθαι δόγμασι καὶ τοῖς σοῖς θε‐ σπίσμασι ἄγεσθαι; καὶ στρατιῶται μὲν ἐντεῦθεν τὰς τῆς στρατηγίας λαμβάνοντες ἀφορμάς, ὅπως τε δεῖ στῆναι καὶ πῶς προσβαλεῖν, λοχῶντες ἢ ἐκ τοῦ προφανοῦς ἢ ἐκ τοῦ ἑκατέρωθεν καὶ ὡς προσῆκεν ἀμφοτέρα, τρόπαια κατὰ | |
185 | τῶν πολεμίων ἐγείρουσι καὶ τοὺς ἐπινικίους στεφάνους προσάγουσιν. οἵ τε περὶ τοὺς νόμους στρεφόμενοι καὶ οἱ περὶ τὰς δημοσίας ἐσχολακότες συνεισφοράς, οἱ μὲν τὴν ἀποκάλυψιν τοῦ κεκρυμμένου τοῖς νόμοις βουλήματος, οἱ δὲ τύπωσιν τῆς δικαίας εἰσπράξεως παρὰ σοῦ κομιζόμενοι, | |
190 | τὸ δέον ἰθύνουσιν. Εἴπω τι καὶ τῶν ἀπορρήτων; ἀλλὰ καρτέρει φέρων τὸν ἔπαινον, ἐπεὶ καὶ τοῦτο τὸ μέρος τῆς σπουδαζομένης σοι φιλοσοφίας, εἰ καὶ τοὺς πλείονας ἔλαθες. τίς οὕτως ἁπλαῖς ἐπιβολαῖς φιλοσόφως προσβάλλει τοῖς θείοις; αὐτὴν δὲ τὴν | |
195 | φιλοσοφίαν τίς οὕτως ἐν βραχυτάτοις καιροῖς εἰσῳκίσατο, ὡς ἁπλάς τε γν[ῶναι] φωνὰς καὶ συνθέτους καὶ τοὺς ἐκ τούτων λόγους καὶ τὴν τούτων διαίρεσιν νοῦν συνδιαιρου‐ μένην καὶ διάνοιαν καὶ δ[.....] τήν τε φυσικὴν παχύτητα καὶ τὴν μαθηματικὴν οὐσίαν καὶ τὴν λογικὴν ὕπαρξιν; σύ | |
6(200) | γε, εἰ βούλει, καινὸν κύκλον τετραγωνίσεις καὶ τὸν κύβον διπλασιάσεις καὶ τῇ ὑπάτῃ συγκινήσεις τὴν νήτην καὶ τὴν | |
διάμετρον γνώσῃ ὅπη ἀσύμμετρός ἐστι τῇ πλευρᾷ· τὰ τέως πολλοῖς ἄ[ν .............. ]ρυήσονται [.......]θέντα σοι τὰ μαθήματα. οὕτω σοι τὴν φύσιν ἁπαλὴν ὁμοῦ καὶ στερέ‐ | 95 | |
205 | μνιον ὀξεῖ [.........] ἄτιμον ὅπλ[ισμα] ἐδημιούργησεν ἐκεῖνο διὰ τὸ τῶν προσαγομένων εὐτύπωτον, τοῦτο διὰ τὸ τῶν [........] μνημονικὸν καὶ κάτοχον. τίς οὕτως τὸ δέον ἐσκέψατο ἢ σκεψάμενος διηρμήνευσε; τίς [οὕτως] πάντων [ἐ]ν ὄ[.... τῆς βα]σιλείας ὑ[περ]εχούσης μετριοφρ[ονεῖν | |
210 | .....] καὶ πᾶν [μ]ὲν κατορθοῦν, μηδὲν δὲ προσάγειν ἑαυτῷ [......... καὶ ..] νοῦν τιθῶ; καὶ τοῦτο μὲν [ἐπ’ ἐκ]εῖνον τῇ σῇ ψ[υχ]ῇ μόνῃ παραμετρούμενον. ἀλλὰ τίς οὕτως ἑαυτὸν πᾶσιν ἐφήπλωσεν ὡς μηδένα δεδιέναι τῶν προσιόν[των], μηδὲ τῷ φόβῳ τοῦ ἀρχικοῦ ὄγκου πεδεῖ[σθαι] τὴν γλῶτ‐ | |
215 | ταν, ἀλλὰ τῷ μειλιχίῳ τῆς θέας διαχείσθαι καὶ τὴν ψυχὴν καὶ ἐλευθερίαν ἔχειν τὸν λόγον πρὸς βασιλικὴν ἀκοήν; τὶς δὲ οὕτως ἑαυτὸν τοῖς πᾶσιν ἐμέρισεν ὡς δικαστὴν μὲν εἶ‐ ναι τοῖς δικασταῖς, μᾶλλον δὲ νομοθέτην, λογιστικώτατον δὲ τοῖς λογισταῖς καὶ λόγοις φιλολογώτατον, τῶν τε πρε‐ | |
220 | σβευόντων ἐθνῶν συνδιαιρεῖσθαι τ[.........]ις καὶ τοῖς φρονήμασι, καὶ νῦν μὲν ἀπ’ οὐρανοῦ φθέγγεσθαι, νῦν δὲ πλησιάζειν τῇ καθ’ [ἡμ]ᾶς οἰκουμένῃ; εὐεργέτας δὲ τίς οὕτως ἠμείψατο καὶ μέχρι παντὸς τὴν χάριν ἀπεμνημό‐ νευσε καὶ χάριν ἣν ἄν τις καὶ πιστεῦσαι ὀκνήσει; ὁ γὰρ | |
225 | τῆς ἐλευθερίας προστάτης καὶ μόνος ἐλεύθερος, ὑποκλίνεις τὸν αὐχένα ταῖς βασιλίσι καὶ τῷ δευτέρῳ τῆς βασιλείας σχήματι προσοικειοῖς ἑαυτόν, ὁ μετὰ θεὸν τεταγμένος ἡγεμονεύειν τῶν ἐπὶ γῆς. τῆς δὲ περὶ τὸν θεὸν εὐσεβείας | |
ἐστὶν ὃς τοῦ πρωτείου σοι διαμφισβητήσειε; τὴν δὲ περὶ | 96 | |
230 | τοὺς θείους σηκοὺς φιλοτεχνίαν τε καὶ ἐπιμέλειαν τίνες ἂν Δημοσθένεις ἢ τῶν συγγραφέων οἱ ἄριστοι διαγράψειάν τε καὶ ἐξυμνήσειαν; “ὡς καλοί σου οἱ οἴκοι”, βασιλεῦ, “αἱ σκηναί σου”, νοητὲ Ἰσραήλ, “ὡσεὶ παράδεισος ἐπὶ ποταμὸν καὶ ὡσεὶ σκηναί”, ἃς ἔπηξεν ὁ κύριος, ὄντως ὡσεὶ παρά‐ | |
235 | δεισοι ἐπὶ ποταμόν. τέθηλε γὰρ πάντα τῇ ἀμετακινήτῳ ὥρᾳ καὶ γέγηθε, τοῖς οἰκείοις ἡ γῆ γεννήμασι γάνυται. πε‐ πήγασι δὲ ὡς αἱ σκηναὶ τοῦ κυρίου, οὐ τῷ ἀπεριτρέπτῳ μόνῳ ἐκείναις προσομοιούμενοι, ἀλλὰ καὶ τῷ πολυειδεῖ καὶ ἀναλόγῳ τῆς τέρψεως· ὥσπερ γάρ τινες διαφόρους μονὰς | |
240 | ἐπὶ γῆς καὶ αὐτὸς κατασκευασάμενος, τὰς μὲν χθαμαλὰς τοῖς χαμαιζηλοτέροις ἀπένειμας, τὰς δὲ ὑψηλὰς τοῖς μετε‐ ωροτέροις τὸν νοῦν. τί; ὅτι ἀνήνεγκας πρὸς βορρᾶν τὴν καθ’ ἡμᾶς οἰκουμένην καὶ ὄρεσιν αἰωνίοις αὐτὴν προσεπέ‐ λασας καὶ ἄποπτον εἰργάσω περιωπήν, ἢ τάχα καὶ τῷ | |
245 | θαυμαστῷ τούτῳ συμβόλῳ πρὸς τὴν ἄνω μετακινῶν ἡμᾶς βασιλείαν, καὶ τὴν ἐπὶ γῆς ἀνάγων, καὶ πρὸς τὴν πρώτην πατρίδα μεταβιβάζων ὅθεν ἀποπεπτώκαμεν. στῆθί μοι ἐν τῇ τοῦ σοῦ ὄρους ἀκρότητι ἔμψυχος ἀνδριὰς καὶ σφυρή‐ λατος, κύκλῳ σε περιάγων τὸν ὀφθαλμὸν καὶ πάντας περι‐ | |
6(250) | λάμπων τῷ βλέμματι, καὶ τάχα καὶ τῷ θεῷ προσεγγίσειας, ὡς ὁ δημαγωγὸς ἐκεῖνος τοῦ Ἰσραήλ. ἀνιόντι σοι 〈καὶ〉 συγκαταβαίνον[τι] καὶ νομοθεσίαν δέξῃ διττήν, τοῦ τε γράμματος καὶ τοῦ πνεύματος, καὶ ἡμῖν ἀποκαλύψειας τὰ ἀπόρρητα, οὓς “στύλῳ πυρὸς καὶ νεφέλῃ” ἀπὸ τῶν Αἰγυ‐ | |
255 | πτίων κακῶν πρὸς τὰ ἀγαθὰ τῆς γῆς Ἱερουσαλὴμ μεταβί‐ | |
βασας. ἀλλὰ ταῦτα μὲν ἀποκληρωτέον τοῖς τύποις καὶ τοῖς αἰνίγμασι· νῦν γὰρ καθαρῶς ἔλαμψεν ἡ ἀλήθεια καὶ συγ‐ χορεύει τὰ πάντα καὶ μετὰ πάντων οἱ λόγοι καὶ ὁ τῆς σοφίας πάλαι πως σβεσθεὶς [λύχν]ος νῦν ἀνῆψε λαμ‐ | 97 | |
260 | πρότερον. Ὁρᾷς, ὦ θειότατε βασιλεῦ, τὸν ἱερὸν τοῦτον καὶ φιλό‐ σοφον σύλλογον, τῆς ἐμῆς γεωργίας γεννήματα σύμπαντες, πάντες ἐκ τῶν ἐμῶν ναμάτων πεπώκασι καὶ τῆς ἐμῆς πη‐ γῆς ἀπηρύσατο [.....]. ἠκόνη[σαν] μὲν καὶ πρὸς ῥητορείαν | |
265 | τὴν γλῶτταν, οὐχ ὥστε μόνον διαιρεῖν ἐπιχειρεῖν τε καὶ ἐπεργάζεσθαι καὶ διαφόροις ἰδέαις τὸν λόγον κατακοσμεῖν, ἀλλ’ ὥστε καὶ πράττειν συστάσεις προβλημάτων, ἀρχετύ‐ πους τέτταρας ἀρχὰς ταύτας ἔχοντες, ὕλην καὶ ἰδέαν καὶ συγγράμματα καὶ θεωρήματα, ἰδεῶν τε λόγοις | |
270 | [ἐπ]ικύ[π]τειν ῥητορικοῖς, καὶ γινώσκειν μὲν τῶν ὀνομάτων τὴν ποίησιν, τό τε γὰρ ποιὸν τῆς ἁρμονίας καὶ τοῦ σχή‐ ματος τὸ διάφορον καὶ τὰ ἐπὶ τούτοις [..]ώματα, πῶς τε δεῖ χρήσασθαι τῇ ἐκλογῇ τω[......] τήν τε τροπὴν καὶ γλώττῃ μαλακὴν λέξ[ιν] μεταχειρίζε[σθαι] καὶ τὸν μὲν | |
275 | λόγον ποιεῖν ἐξ ὀνόμ[ατος], τότε εἰς ὄνομα συνάγειν τὸν λόγον, καὶ τὰ μὲν ῥή[ματα] ποιεῖν ὀνόματα, ἐκεῖνα δὲ ῥή‐ ματα. καὶ τί ἂν τὰ τῆς τέχνης ἀκριβέστατα καταλέγοιμι καὶ λανθάνοντα τοὺς πολλούς; τῶν δὲ τῆς φιλοσοφίας να‐ μάτων οὐχ οὕτω πίνουσι ὡς ἀρύεσθαι ἄκροις τοῖς χείλεσιν, | |
280 | ἀλλ’ ἅμα τῷ πιεῖν αὖθις πηγάζουσιν. οὐ ταύτης δὴ τὰ θρυλλούμενα κατηγορίας καὶ ἀποφαντικὸν λόγον καὶ σχή‐ ματα, ἀλλὰ καὶ τίς [ἡ π]ρώτη φιλοσοφία καὶ περὶ ποίας | |
ἀρχὰς καὶ περὶ ποίας αἰτίας σοφία ἐστί, καὶ ὡς ἐπιτάττει καὶ οὐκ ἐπιτάττεται, τίνες τε οἱ ἀρχικοὶ [......]μοι καὶ | 98 | |
285 | ὅπως καὶ εἰς πόσα διῄρηνται; οὕτως ἐγὼ τούτους ἐπαί‐ δευσα, βασιλεῦ, μᾶλλον δὲ τοιαύταις ὠδῖσιν ἐγεννησάμην καὶ τὸν λογικὸν μαζὸν ὑποθεὶς ἐπὶ τὴν στερροτέραν τροφὴν ἤγαγον. καὶ τὴν μὲν φιλοσοφίαν σβεσθεῖσαν αὐτὸς ἀνῆψα—δεῖ γὰρ ἐν καιρῷ καὶ παρρησιάζεσθαι—ἡ δέ | |
290 | μοι οὐκ οἶδ’ ὅτι παθοῦσα οὐκ εὐγνωμόνησεν, οὐδὲ τὴν σὴν ψυχὴν ἐπ’ ἐμοὶ ἐθηράσατο, τάχα με πειρωμένη ποιῆσαι φιλόσοφον καὶ τοῖς πράγμασιν. Ἀλλὰ τοῦτο μὲν αὐτὸς ἰάσῃ τῆς νόσου τὸ φάρμακον ἀνι‐ στάμενος, ἐμοὶ δὲ τίς ἂν εἴη πρὸς τὴν σὴν ἀποχρῶν σύγ‐ | |
295 | κρισιν; Ἀλέξανδρον τὸν Μακεδόνα ᾄδουσι μὲν συγγραφέων λόγοι, βοῶσι δὲ ποιητῶν γένη· καὶ γὰρ ἦν ὡς ἀληθῶς καὶ στρατηγῆσαι δεινότατος καὶ προκινδυνεῦσαι θαρραλεώ‐ τατος καὶ τῶν πρὸ αὐτοῦ καὶ τῶν ἄχρι σοῦ βασιλέων ὑπε‐ ρανεστηκὼς τοῖς ἀνδραγαθήμασιν, ἀλλὰ τοῖς μὲν σκέμμα‐ | |
6(300) | σιν ἐλάττων τῶν ἀποτελεσμάτων ἀναγέγραπται, ἐν [δὲ ...] τοῖς ἔργοις νικῶν. σὺ δὲ ἄμφω ἴσος τε καὶ ἀνάλογος· βου‐ λεύσῃ τε γὰρ πρὸ τῶν ἔργων ὡς ἄριστα καὶ τὰ βεβουλευ‐ μένα ἐπὶ τοῖς πράγμασιν ἔχεις ἁρμόττοντα. φιλοκίνδυνος δὲ οὐ καθέστηκας μέν, τὸν διά σε τῶν ὑποτεταγμένων εὐ‐ | |
305 | λαβούμενος κίνδυνον, τοιούτους δὲ τοὺς στρατηγέτας ἀπο‐ τελεῖς ὡς, εἴ γέ τοι ἐκεῖνοι προσπταίσοιεν, σοῦ πάλιν ἡ λοιπὴ φάλαγξ ἐχομένη μένοι ἀκλόνητος. κἀκείνῳ μὲν αἱ νίκαι δάκρυσιν ἀναμεμιγμέναι τυγχάνουσι, πολλῶν τῶν ὑφ’ αὐτὸν ἀπολλυμένων τῷ κατορθώματι· σοὶ δὲ λευκότατος ὁ | |
310 | στέφανος διαδεῖται τῇ κεφαλῇ. εἰ δὲ μὴ λίαν τἀνδρὶ προσεκείμην διὰ τὴν φήμην, ἐπὶ τοῖς ἄλλοις ἂν αὐτὸν | |
πρὸς τὴν σὴν βασιλείαν συνέκρουσα καὶ εὗρον ἂν ὅπη σα‐ θρός ἐστι, ταχὺ μὲν μεταβάλλων τὰς γνώμας, ἀνθ’ ἑτέρων δὲ ἑτέρας ἀλλαττόμενος καὶ μηδενὶ τῶν πάντων πιστεύων, | 99 | |
315 | ἀλλ’ ὑποπτεύων τε αὐτὸς καὶ ὕποπτος ὢν διὰ τὴν ἀκατά‐ σχετον τοῦ θυμοῦ φοράν τε καὶ κίνησιν. Μάρκον δὲ τὸν φιλολογώτατον θαυμάζομεν καὶ τῆς ἐπιεικείας, ἐπαινῶ δὲ καὶ τῆς περὶ τοὺς λόγους σχολῆς. ἀλλὰ τούτῳ μὲν μέχρι οἰκειοτάτων ἡ ἐπιείκεια καὶ ἡ χρηστότης ἐμετρεῖτο τοῖς | |
320 | π[....]μασι, σοὶ δὲ καὶ ἐπὶ τοῖς ἐχθίστοις ἐκτείνεται τὸ ἐπιεικὲς καὶ φιλάνθρωπον· ἅμα τε γὰρ ἥλω σοι ὁ πονηρὸς καὶ ἠ[....] καὶ νενικημένος ὁ βάρβαρος συμπεπάθεται καί, ἀπανθρωπίαν δούς, ἀντιλαμβάνει φιλανθρωπίαν. κἀκεῖ[νος λόγους] μὲν συγγράφει καὶ τὴν φιλομάθειαν ἐπιδείκνυται, | |
325 | σαλπίζει δὲ τὰς ἀρετὰς καὶ ἄλλ[.......]ρου ἐραν[........] προσπορίζεται· σὺ δὲ ἑτέροις τοῦ γράφειν τὰς ἀφορμὰς παρασχόμενος, σαυτὸν ἔχεις τῶν ποιητέων παράδειγμα καὶ ἀπὸ ψυχῆς λαμβάνων τὰς ἀρχὰς ἐπεξεργάζῃ τοῖς πράγ‐ μασι, κεκράγασι δὲ ταῦτα, καὶ σιωπώσης τῆς γλώττης, | |
330 | ὥστε σε τὸν αὐτὸν καὶ θεοείκελον εἶναι καὶ ἀφιλόκριμα τὸν [......] ἀρχέτυπον [........πεπ]οῖηκεν ὁ θεὸς καὶ τὴν βασιλείαν μισθὸν ἀρετῆς χαρί[ζεται καὶ] ἐπὶ τῆς ὑψηλοτά‐ της περιωπῆς τέθεικεν, ἵνα πάντες πρὸς τὴν σὴν ψυχὴν ἀποβλέποντες ὡς πρωτότ[υπο]ν πίνακα ζωγραφῶμεν εἰς | |
335 | ἀρετὴν ἑαυτοὺς καὶ τὴν τοῦ παραδείγματος ὁμοιότητα. Ἀλ[λ’] ἵλεώς μοι, βα[σιλεῦ], εἴης, ἐφ’ οἷς τὸν λόγον τῶν προσόντων σοι πλεονεκτημάτων ἐποιησάμην ἐλάττονα. τί γὰρ ἂν καὶ ποιή[σαιμ]ι, μήτε γλώττης ἀρκούσης, μήτε λόγου δυναμένου, πρὸς τὴν τῶν σῶν ἀρετῶν ἀκροτάτην | |
340 | περιωπήν; πλὴν οὐ περὶ τὸν ἐπαινέτην ἐμὲ τὰ σὰ καταβι‐ βάζεται προτερήματα, ἀλλ’ ἐμοὶ μὲν ἡ ἐτή[σιος ἀ]ποπε‐ πλήρωται εἰσφορὰ καὶ τὸ λογικὸν τοῦτο ἀποδέδοται ὄφλημα· ἐκεῖνα [μὲν ὡς ἄ]στερες ἐν οὐρανῷ ἡλίκῳ, [τὰ] δὲ ἄστροις ἶσα περιαστράπτοντα, φανότατα πᾶσι τοῖς οὖσι | 100 |
345 | καθέστηκεν. | |
7(1t) | Εἰς τὸν βασιλέα τὸν Μονομάχον | |
2 | Μὴ θαυμάσῃς, ὦ βασιλεῦ, εἰ πλείστων λόγων ἀκροασά‐ μενος ἐλάττονας πάντας τῆς σῆς εὕρηκας φύσεως· οὐ γὰρ παρὰ τὴν ἡμετέραν ἀσθένειαν τὸ ἀνάρμοστον τοῖς λόγοις | |
5 | πρὸς τὴν ὑπόθεσιν, ἀλλὰ παρὰ τὴν ὑπερβολὴν τῶν σῶν | |
ἀρετῶν. οὐδὲ γὰρ εἰ Πλάτων ἢ καὶ Δημοσθένης αὐτός, εἴ πως ἐνῆν, ἀπεδύσαντο, ἐφάνησάν τι τῶν σῶν ἀρετῶν εἰ‐ ρηκότες ἐπάξιον, ἀλλὰ τοὺς μὲν ἑαυτῶν λόγους ξυνέθεσαν ἡμῶν τεχνικώτερον, οὐ μὴν δὲ τοῖς σοῖς πλεονεκτήμασι | 101 | |
10 | τούτους προσήρμοσαν, οὔ φημι πᾶσιν ὁμοῦ, ἀλλ’ οὐδὲ καθ’ ἓν τούτων. Καὶ εἰ βούλεταί τις ἓν τούτων ἀποτεμόμενος, δότω τὸν ἔλεγχον καὶ προτεθήσθω τῷ λόγῳ μία τῶν σῶν ἀρετῶν, τὴν δικαιοσύνην φημί, ἀλλ’ ὅρα ὅπως αὐτῆς τὸ ὕψος | |
15 | ἀπρόσιτον· οὐδὲ γὰρ ὥσπερ ἄλλοι μέχρι τῆς τῶν ἀμφισβη‐ τήσεων διαλύσεως τὴν δύναμιν τῆς ἀρετῆς ταύτης ἀφώρι‐ σας, οὐδὲ τέχνην μόνην τοῦ καλοῦ καὶ ἴσου πεποίησαι, ἀλλ’ ἀπὸ τῆς σαυτοῦ ψυχῆς πρῶτον ἀρξάμενος ὥσπερ ἀφ’ ἑστίας πρώτης καὶ ἐπὶ τῶν ἄλλων τετήρηκας. ἐπεὶ γὰρ | |
20 | τὸ μέν τι ἄρχον ἐν ταῖς ψυχαῖς οἷον ὁ λόγος, τὸ δ’ ἀρχό‐ μενον οἷον ἡ τοῦ θυμοῦ κίνησις, δικαιοσύνη δὲ ὑποκεῖσθαι τοῖς κρείττοσι τὰ ἐλάττονα, τὰ πρωτεῖα τῷ λόγῳ κατὰ θυ‐ μοῦ δέδωκας, καὶ τὸν μὲν ὥσπερ τινὰ βάσιν ἐπὶ τῆς ἀκροπόλεως ἔδρασας, τὸν δὲ ὑποκεῖσθαι καὶ δορυφορεῖν | |
25 | ἔταξας. διὰ ταῦτα, ἐπειδὰν τὸν θυμὸν πραγμάτων περιστά‐ σεις παρακινήσωσι καὶ οἷον ἐξοιδοῦν καὶ ἀνερεθίζεσθαι ἄρχεται, ὁ λόγος εὐθὺς πρὸς τοῦτον ἐπιστρεφόμενος ἐπέχει τοῦ θράσους καὶ καταστέλλει καὶ τυραννεῖν οὐκ ἐᾷ. ὅθεν οὐδείς σε τῶν πάντων εἶδε θυμούμενον, οὐ τὸ βλέμμα δια‐ | |
30 | στρεφόμενον, οὐ τὴν ὄψιν πυρούμενον, ἀλλ’ ὥσπερ ἐν ἱεροῖς ἀδύτοις ἐμβριθῆ καὶ καταστελλόμενον καὶ μετὰ τῆς | |
σεμνῆς ἐννοίας καὶ τοῦ πληρώματος. Ἀλλ’ ἐπεὶ σαυτῷ οὕτως ἐδίκασας, ἐπὶ τὰς ἔξω κεχώρη‐ κας ἀνισότητας καὶ τὴν αὐτὴν κἀν τούτοις δικαιοσύνην τε‐ | 102 | |
35 | τήρηκας. ὁρῶν γὰρ τοὺς μὲν τῷ λόγῳ τετίμηκας, τοὺς δὲ τὴν ἰδιώτιδα ἀσπαζομένους ζωήν, τῇ γνώσει τὴν ἀθυμίαν ὑπέθηκας καὶ τῆς ἀγροικίας τὴν σύνεσιν προτετίμηκας καὶ ὅλως ἐν πάσαις βίῳ νεῖ ἐνδείαις τὰ πρῶτα καὶ κάλλι‐ στα πρῶτα καὶ τὴν τάξιν τῶν χειρίστων πεποίηκας, καὶ | |
40 | αὐτοῖς δὲ τοῖς κρείττοσι τὴν δικαιοσύνην ἁρμόζων, τὰ θειοτέρας μετεσχηκότα φύσεως μακρῷ τῶν ἐλαττόνων ὑπε‐ ρανέθηκας. ἀμφοῖν οὖν σπουδαζομένων φιλοσοφίας ὁμοῦ καὶ ῥητορικῆς, φιλοσοφίᾳ κατὰ ταῦτα τὰ νικητήρια δέδω‐ κας· ἡ μὲν γὰρ περὶ νόησιν πραγματεύεται, ἡ δὲ περὶ λέ‐ | |
45 | ξιν σπουδάζει, καὶ ἡ μέν ἐστιν ἀμετάπτωτος, ἡ δὲ μεταπί‐ πτει τοῖς καιροῖς καὶ τοῖς πράγμασιν. Κατωτέρω δὲ προϊὼν καὶ ταῖς τῶν πραγμάτων ἀμφιβο‐ λίαις τὴν ἀρετὴν ἐπιβάλλων, μετὰ τῆς δίκης δικάζεις, καὶ νομοθετεῖς μὲν ἡμῖν τὰ κρείττονα, τὰς δὲ τῶν πραγμάτων | |
7(50) | διαλύεις πλοκὰς μετ’ ἐπιστημονικῆς ἀκριβείας, οὐ προστι‐ θέμενος γλώττης πειθοῖ, οὐ λόγων δυνάμεσιν, οὐδὲ τύχης μεγέθεσιν, ἀλλὰ μετὰ τοῦ ἐλάττονος μέρους γινόμενος, ἵνα διὰ τῆς προσθήκης ἐπανασώσῃς τὸ ἧττον τῷ μείζονι. καί σε δικάζοντα οὐδὲν τῶν πάντων αἱρεῖ, οὐ γένους ἀνα‐ | |
55 | γκαιότης, οὐ φιλία προηγησαμένη, οὐκ ἄλλο τι τῶν πάν‐ των οὐδέν. Ὁρᾷς, ὦ βασιλεῦ, ὅπως βραχεῖ γέ τινι μέρει τῶν σῶν | |
ἀρετῶν τὸν λόγον ἐπαναγαγών, ὥσπερ ἐν πελάγει γενό‐ μενος καὶ κατέχειν τοὺς οἴακας μὴ δυνάμενος, μικροῦ δεῖν | 103 | |
60 | κατεβαπτίσθην ταῖς τῶν κυμάτων ἐπιφοραῖς, εἰ μὴ ταχὺ πρὸς ἑαυτὸν ἐπανῆλθον καὶ ἔξω τοῦ κλύδωνος γέγονα. εἶπε δ’ ἂν πλείω, εἰ παρῆν, Ὅμηρος, ἀλλ’ οὐδ’ οὗτος ἂν ἐφίκετο πρὸς τὸ τέρμα τῆς ὑποθέσεως. διὰ ταῦτά φημι, βασιλεῦ, ὅτι ὁ πρὸς τοὺς σοὺς ἀγῶνας ἀποδυόμενος οὐδὲν | |
65 | ἧττον θαρρείτω ἢ συστελλέτω, τοῦτο μὲν διὰ τὴν τῶν πραγμάτων ὑπερβολήν, ἐκεῖνο δὲ διὰ τὸ μετὰ πάντων ὑπο‐ μένειν τὴν ἧτταν. ὅσοι γοῦν, ὦ μέγιστε αὐτοκράτορ, ἔξω‐ θέν σου τοὺς ἐπαίνους προσερανίζονται ἀπὸ τῆς ἐνεγκαμέ‐ νης, ἀπὸ τῶν τεκόντων αὐτῶν τεχνικὸν μέν τι ποιεῖν | |
70 | δοκοῦσι παράγγελμα, ἐξεπίτηδες δὲ τὸν ἔλεγχον διαδιδρά‐ σκουσι· δεδοικότες γὰρ αὐτῷ σοι προσβαλεῖν τῷ ἀηττήτῳ καὶ ἀμάχῳ φωτί, περὶ τὰς σκιὰς τῆς σῆς ἐπτόηνται φύ‐ σεως. τί γὰρ ἂν εἴποι τις μέσος ἐμπεσὼν ταῖς σαῖς ἀρε‐ ταῖς, ὅπως ἀμφιδεξίως σαυτὸν πρός τε μάχας καὶ εἰρήνας | |
75 | μερίσας ὥσπερ τινὰς χεῖρας πρὸς ἑκάτερα μέρη καὶ τμή‐ ματα, τῇ μὲν τοὺς βαρβάρους ἱστᾷς, μᾶλλον δ’ ἀναιρεῖς ἤ, τό γε ἀληθέστερον εἰπεῖν, πόρρωθεν ἀπελαύνεις καὶ πλα‐ τύνεις τοὺς ὅρους ἡμῖν, τῇ δὲ τὴν ἰσότητα πρυτανεύεις τοῖς πράγμασι καὶ τὴν πολιτείαν ἡμῖν καθιστᾷς καὶ | |
80 | νόμους κυρεῖς καὶ νουθεσίας εἰσάγεις; καὶ ἐν ταὐτῷ ἄμφω ποιεῖς, ἃ φύσιν ἔχει ἀπ’ ἀλλήλων διαιρεῖσθαι. πῶς δ’ ἀνα‐ μνήσει σου τὴν πρὸς τὸ θεῖον εὐσέβειαν καὶ ὅπως τὰς | |
ἁγιωτάτας τελετεὰς ἐν τῇ σῇ πρότερον καταστήσας ψυχῇ, οὕτω τοῖς ἱεροῖς σηκοῖς κατεμέρισας καὶ τοῖς θείοις ὕμνοις | 104 | |
85 | προσέθηκας, τὰ μὲν αὐτῷ τῷ πρώτῳ αἰτίῳ τὸ σέβας ἐπά‐ γων, τὰ δὲ τοῖς δι’ ἐκεῖνον ἢ μαρτυρικῶς τὸ αἷμα ἐκχέασιν ἢ τῷ θείῳ φόβῳ τὰς σάρκας ἑαυτῶν καθηλώσασιν; ὡς ἔγωγε πολλάκις τοῖς τῶν μαρτύρων προσεγγίζων τεμένεσιν, ἃ δὴ σὺ τεθεμελίωκάς τε καὶ ᾠκοδόμησας, τὴν τοῦ ἀπο‐ | |
90 | στόλου τολμηρῶς μεταλλάττων φωνήν, μείζονα τῶν ἐκείνου παθημάτων τὰ ὁρώμενα θέμενος, ὅταν δὲ καὶ τὸν τάφον τῆς βασιλίδος θεάσωμαι, θεῶμαι δὲ πολλάκις ὁπόταν τινὰ δυσχέρειαν τύχης παραμυθήσασθαι βούλωμαι ἐκπλήττομαι τῷ κάλλει τῶν ὁρωμένων καὶ ὑπερφυῶς ἐπαγάλλομαι, ὅτι | |
95 | τὸ τῆς θείας ζωῆς σκήνωμα τοιαύτης τετύχηκε φύσεως καὶ καταπαύσεως. σὲ δὲ τό γε καὶ μᾶλλον ὑπερεκπλήττομαι ὅπως ἀθάνατον ἔχεις τὴν ἀρετὴν τῇ νεκρότητι μὴ συνε‐ κρουμένην τῷ σώματι. ὅταν δὲ καὶ τῶν κατὰ σοῦ τυραννη‐ σάντων μνησθῶ, ὧν ἐνίοις καὶ κρινομένοις ἐντετύχηκα, | |
7(100) | θαυμάζω σου τῆς φιλανθρωπίας τὸ ἄρρητον. ἀλλὰ πῶς— τολμήσω γάρ σε καὶ ἐπανέρεσθαι—ὁ τοῖς καθ’ ἑτέρων λυττήσασι τὴν δίκην ἐπάγων, σαυτῷ τυραννουμένῳ οὐ βε‐ βοήθηκας; ἀλλ’ ἐπειδὰν οἱ νόμοι μὲν πᾶσαν κατ’ αὐτῶν τι‐ μωρίαν νικήσωσιν, οἱ δὲ δικασταὶ ἀφέντες τὰς ψήφους τὰς | |
105 | χεῖρας ὁπλίσωσιν, οἱ δὲ δήμιοι τὸν σίδηρον θήξωσι, τότε σὺ διασπαράττῃ τὰ σπλάγχνα καὶ τὴν φύσιν ἐγείρεις εἰς δάκρυα καὶ μετὰ τῆς ἀφέσεως καὶ εὐεργεσιῶν προχέεις πηγάς. Τούτοις εἰ μέν τις ἄλλος κεκόσμηται τοῖς πλεονεκτή‐ | 105 |
110 | μασι, πρὸς ἐκεῖνον καὶ συγκρινέτωσαν οἱ ῥητορεύοντες καὶ παραβαλέτωσαν· εἰ δὲ τῆς σῆς ταῦτα μόνα πέφυκε φύ‐ σεως, διὰ τί τὴν τέχνην τηροῦντες ἐλαττοῦσι τὰς ἀρετάς; οἷς γὰρ πρὸς ἕτερόν σε συγκρίνουσιν, εἰ καὶ τηροῦσιν ὡς ὑπερέχοντα, ἀλλ’ ὁμοιότητα πρὸς τὰ σὰ διδόασι προτερή‐ | |
115 | ματα. οὐ δὴ ποιήσω ἔγωγε τοῦτο, οὐχ οὕτω μαίνομαι, ἀλλά σε πάντων ἀνθρώπων ἥγημαι κρείττονά τε καὶ | |
ὑψηλότερον. καὶ τοῦτο τέλος τῷ λόγῳ δίδωμι. | 106 | |
8(1t) | 〈Πρὸς τὸν βασιλέα〉 | |
2 | Ἰδοὺ δὴ κἀγώ, θειότατε βασιλεῦ, βραχεῖαν τὴν εὐφη‐ μίαν τῷ ἀπειροπλασίῳ μεγέθει προσφέρω τοῦ κράτους σου. οὐ γὰρ δεῖν ᾠήθην ἐπ’ ἔμοιγε μόνῳ στενάξαι καὶ | |
5 | λόγους καὶ μούσας ὡς τὸ αὐτῶν ἐνεργὸν καταμβλύναντι καὶ μηδὲν ἄξιον ὧν ὑπέστην πόνων λόγους συλλέγων ἐνδεί‐ ξαντι, καὶ ταῦτα, τοῦ καιροῦ μονονουχὶ βοῶντος καὶ πρὸς τὸ λέγειν καὶ γράφειν διερεθίζοντος καὶ τὴν ἀναίσθητον φύσιν καὶ ἄψυχον. | |
10 | Χθὲς μὲν γὰρ καὶ πρῴην ταῖς συνεχέσι μόναις τῶν φόρων εἰσαγωγαῖς ἀνεῴγνυτο τὰ βασίλεια, καὶ ἦν ἡ παρ‐ ρησία πολλή, καὶ ὁ δρόμος οἷος ἐς τὰ ἀνάκτορα τοῖς τὰ τοιαῦτα μόνοις προσφέρουσι. παρημελοῦντο δὲ λόγοι καὶ λόγιοι, οἷς ἀπεκλείοντο μὲν αἱ πρὸς τὰ βασίλεια πάροδοι, | |
15 | ἐπεζυγοῦντο δὲ πᾶσαι θύραι καὶ μικρὸν ἢ οὐδὲν συνεχω‐ ρεῖτο λόγοις ἐκφαίνεσθαι. τὰ νῦν δὲ αὐτή πως ἡ σοφία σωματωθεῖσα, μᾶλλον δὲ τῇ τοῦ βασιλέως ψυχῇ ἐνοική‐ σασα καὶ ἐπὶ τῆς ἀξίας περιωπῆς καταστᾶσα τοὺς ἑαυτῆς τροφίμους καλεῖ καὶ λόγους αὐτοὺς καὶ τοὺς περὶ λόγους | |
20 | τὸ ἐνεργὸν ἐπιδειξομένους ἐφέλκεται. προσρέονται γῆς πανταχόθεν καὶ ἑαυτοὺς συνωθοῦσι σοφῶν χορεῖαι, καὶ λόγοι τὰ τούτων ἀγώγιμα. δέχεταί τε τούτους καὶ ἐγκολπί‐ ζεται βασιλεύς, καὶ δῆλός ἐστιν οὐδὲν πλέον ταῖς τῶν ἁπανταχόθεν ἐθνῶν προσκυνήσεσι καὶ τῷ τοῦ τοσούτου | |
25 | κράτους μεγέθει ἢ τούτοις ἐπιγαννύμενος καὶ κυδρού‐ μενος. | |
Διὰ ταῦτα τοίνυν ἐγὼ παρατέθηγμαί τε καὶ ὑπηρέθι‐ σμαι, καὶ συντετριμμένῳ λόγῳ καὶ εὐτελεῖ ἐφάψασθαι τῶν ὑπὲρ λόγον ἐτόλμησα. ἀλλά μοι ἵλεως γένοιο, σκηπτούχων | 107 | |
30 | πανεξοχώτατε, τὸ μικρὸν ἀντὶ μεγάλων δεξάμενος καὶ τὸν τὰ δύο λεπτὰ τῆς χήρας μὴ ἀπωσάμενον μιμησάμενος. Ἄλλοι μὲν οὖν θαυμαζέτωσαν καὶ ἐκθειαζέτωσαν τοῖς τεχνικοῖς κανόσιν ἑπόμενοι τὰ ἐκ πατραγαθίας καὶ προγονικῆς εὐκλείας ὑπερφυῶς ἐπιδαψιλευθέντα σοι πλεο‐ | |
35 | νεκτήματα· οὓς καμεῖν οἶμαι πάντως καὶ ἀπειπεῖν τῷ με‐ γέθει τῆς ὑποθέσεως καὶ μέμψασθαι ἑαυτοὺς τῆς ἐπιχειρή‐ σεως. ἴσον γὰρ ἂν εἴη κοτύλῃ τὴν θάλασσαν ἐξαντλεῖν καὶ ἀστέρας καὶ ἄμμον ἀπαριθμεῖν καὶ τάς, ἐξ ὧν ἔφυς, ἀρι‐ στείας τε καὶ λαμπρότητας πειρᾶσθαι λόγῳ περιλαβεῖν. | |
40 | τίνι γὰρ γένοιτ’ ἂν ἐφικτὸν τὸ ἀνέφικτον, κἂν τὴν Ὁμηρι‐ κὴν πρὸς λόγους ἐπλούτησε δύναμιν, κἂν τὴν Ἡροδότειον χάριν καὶ ἡδονήν, κἂν τὴν τοῦ Δημοσθένους πειθὼ καὶ δεινότητα, κἂν τὴν Ἰσοκράτους σαφήνειαν; Ἐμοὶ δὲ παρῃτήσθω μὲν καὶ ταῦτα· “ἐν οἷς γὰρ οὐ | |
45 | φρονῶ, σιγᾶν φιλῶ” ἡ τραγῳδία φησί. παρῃτήσθω δὲ καὶ τὰ μετὰ ταῦτα, ἐπεὶ μηδὲ ταυτί μοι φαίνεται φορτία εὐμε‐ ταχείριστα καὶ εὐάγκαλα, ἀλλ’ ἱκανῶς καὶ τὸν ἄγαν ἀν‐ δρεῖον τὴν φύσιν καταπαλαίσοντα. Ποῖα δέ φημι τὰ ἑξῆς καὶ μετὰ προγόνους; τὴν ἐξ ἀρ‐ | |
8(50) | χῆς θεοληπτουμένην καὶ ὄντως βασιλικωτάτην ἀγωγήν, τὴν—εἰ καὶ τολμηρὸν ἐρεῖν—ἀγγελικὴν δίαιταν, ἣν ἐν βασιλείοις ὁ βασιλεύς—ὢ τῆς μεγάλης βουλῆς καὶ προγνώσεως τοῦ θεοῦ, δι’ ἧς προκαρτηρτίζου, σκη‐ πτοκράτορ θειότατε—ἠσπάζου τε καὶ μετήρχου καὶ σπού‐ | |
55 | δασμα ἐποίου καὶ ἀγώνισμα. Ἀλλ’ οὐδὲ τὰ ἐπιτηδεύματα ὁ ἐμὸς λόγος ἐπεξεργάσεται, ἀλλ’ ἀποπηδήσει καὶ τούτων ὡς ἀδυνάτων αὐτῷ πάντως κατὰ καιρὸν μνημονεύσας τῆς παροιμίας καὶ μήτε λίθον ἑψεῖν μήτε κατὰ πυρὸς ξαίνειν μήτε καθ’ ὕδατος γράφειν | 108 |
60 | ἐπιτολμῶν. θαυμάζω γάρ, ὦ βασιλεῦ, καὶ ἐγκωμιάζω τῶν ἄλλων πάντων ἀφέμενος τὸ τῆς σῆς ἀγχινοίας ἀπαρά‐ μιλλον καὶ πραότητος, ὧν ἐδέξω μὲν τὰς ἀφορμὰς ἐκ θεοῦ ἄνωθεν, προοικονομοῦντος τὴν περὶ τὸ σὸν κράτος μεγα‐ λουργίαν, ὡς ἔοικεν—εἶρητο—ἐπηύξησας δὲ καὶ ἐτελε‐ | |
65 | σφόρησας διά τε τῆς συνεχοῦς μελέτης καὶ τῆς ἀνενδότου πρὸς τὰ καλὰ σπουδῆς καὶ ἀσκήσεως. ἢ οὐκ ἀγχινοίας ἄκρας καὶ ἀνυπερβλήτου συνέσεως τὸ διαθέσθαι δεξιῶς οὑτωσὶ τόν—οὐκ οἶδ’ ὅπως ἐρῶ—παρεισφθαρέντα σοι ἀντίξουν καιρὸν καὶ περιμεῖναι τὴν τοῦ θεοῦ ψῆφον καὶ | |
70 | ἡσυχάσαι, λογίσασθαί τε τὸ γεγονὸς ὡς μὴ γεγονὸς καὶ παραδόξως φιλοσοφῆσαι, καὶ ταῦτα ἐν αὐτῷ τῷ τῆς ἡλι‐ κίας ὀξυρρόπῳ καὶ ὑπερθέρμῳ, ἐν ᾧ τυραννεῖσθαι πέφυ‐ κεν ὁ λογισμὸς τοῖς 〈πολλοῖσ〉 παρὰ τῶν ἀνθισταμένων τούτῳ δυνάμεων; ἀλλ’ οὐκ ἐπὶ σοῦ τοῦτο οὐδ’ ἐμιμήσω | |
75 | τοὺς πολλούς, οἵ γε δὴ πολλάκις οὐκ ἐν καιρῷ θερμουργή‐ σαντες παρεσφάλησαν, ἀλλ’ ἐβασίλευες μὲν τέως κατὰ πα‐ θῶν, καὶ ἦς ἀληθῶς βασιλεὺς διὰ τοῦ δῆθεν καταφρονεῖν βασιλείας, μᾶλλον τὸ κραταιὸν ἐνδεικνύμενος καὶ γηρά‐ σκοντος φρόνημα καὶ φιλοσοφοῦντος ἐν νέῳ τῷ σώματι | |
80 | προβαλλόμενος. Εἶτα τί; γέγονε τὸ ἐνοχλοῦν ἐκποδών, καὶ τὸ οἰκεῖον σκότος τὸ τῷ ἡλίῳ σοι ἐπισκοτῆσαν νέφος ἐπεκληρώσατο. καὶ πάλιν πανευτυχὴς ἡ ὑφ’ ἥλιον. ἆρ’ οὖν συνεξηλλοίωσαι τῷ καιρῷ, καὶ παρήλασεν ἐπί σοι τὴν μετριοφροσύνην | 109 |
85 | ἀλαζονεία καὶ ἔπαρσις; οὐμενοῦν, ἀλλ’ ἔμεινας αὖθις ὃ ἦς, τὸ ὕψος τηρῶν ἑαυτοῦ καὶ ἐπὶ γενναίου ἐρηρεισμένος τοῦ λήματος. καὶ ποῦ καὶ ἐδάκρυσας ἐπὶ τῇ ἐξ ἀπονοίας ἐπι‐ φυείσῃ τῷ λυπήσαντι συντριβῇ. ταῦτα δὲ πάντα θείου ἄν‐ τικρυς καὶ ἐμβριθοῦς φρονήματος ἔργα καθέστηκε. | |
90 | Τὸ δὲ τῆς πραότητος οἷον; οὐχ ὑπὲρ λόγον καὶ τοῦτο καὶ τὸ ἶσον ἐν γεννητῇ φύσει μὴ ἔχον καὶ πᾶσαν ὑπερεκ‐ πῖπτον διάνοιαν; οὐ γὰρ δή φημι τὰ μανιώδη ταυτὶ καὶ ὅ φασιν Ἄρεως ἔργα, ὡς οὐκ ὀξύχειρ φαίνῃ πρὸς φόνον οὐδ’ ἐπαγάλλῃ ῥοαῖς αἵματος οὐδ’ ἐντρυφᾷς θρήνοις ἀν‐ | |
95 | θρώπων ξαινομένων ταῖς μάστιξιν, ἀλλ’ ὥσπερ μηδὲ τὴν ἀρχὴν ἀνασκιρτῆσαι μικρὸν καὶ πτερύξασθαι τῷ θυμοει‐ δεῖ μέρει χωρεῖς τῆς ψυχῆς, ἀλλὰ μετήμειψάς τε καὶ με‐ τερρύθμησας {ὥσπερ} τὸ ἐπιθυμητικὸν πρὸς ἀρετῆς καὶ φιλοσοφίας ἔρωτα· οὕτω τοῦτο πρὸς τὰς τῶν ὑπεναντίων | |
8(100) | παθῶν ἀντιστάσεις καὶ κυματαγωγίας καὶ ἐμβολὰς καὶ κατ’ ἐκείνων μόνων παραχωρεῖς στρατηγεῖν. τοῖς δ’ ὑπηκό‐ οις τοῖς σοῖς ἀντ’ ἀπειλῆς, εἴ ποτε δή γε τούτου δεήσειε, προβάλλῃ τὰ μειδιάματα, κἄν τις τύχῃ τῷ δέει προτεθνη‐ κὼς καὶ αὐτὸς ἑαυτοῦ τὰ πάνδεινα καταψηφισάμενος, μέ‐ | |
105 | χρι τούτου σκυθρωπάζει καὶ ἀπολέγεται τὴν ζωήν, μέχρι τοῦ παραχθῆναι καὶ ὀφθήσεσθαι τῷ προσώπῳ σου, τὸ δ’ ἀπ’ ἐκείνου μεταπίπτει τούτῳ τὸ ὄστρακον, ὅ φασι, καὶ ὁ πρὸ μικροῦ δεδρακρυμένος, ὁ κατηφής, σκιρτῶν γεγηθὼς ὡς ἀναβεβιωκὼς περίεισι. καί σου τὴν φιλανθρωπίαν θαυ‐ | 110 |
110 | μάζων καὶ ἀμειβόμενος εἰκονουργεῖν προθυμεῖται· καὶ στή‐ λην τις ἤδη κατασκευάσας σοι ἐπέγραψε τὸν μειλίχιον. Τοιγαροῦν οὐκέτι μόνος ἐπ’ ἀγχινοίᾳ καὶ γνώσει θαυμα‐ σθήσεται Σολομὼν οὐδ’ ἐπὶ πραότητι Δαυὶδ διαβοηθήσε‐ ται· ἔχουσι γὰρ ἤδη σὲ τὸν ἀνθάμιλλον μηδὲ βραχὺ τοῖς | |
115 | ἐξαιρέτοις τούτων λειπόμενον. Ἀλλ’, ὦ πολιοῦχε σκηπτοῦχε καὶ ἀπαράμιλλε, δέχοιο τὸν ἐμὸν λόγον, εἰ καὶ τῆς ἀξίας πολὺ λειπόμενον, ἀλλ’ οὖν γε τὴς εὐνοίας καὶ προθυμίας μηδὲν ἐνδέοντα, καὶ ὄναιο τῶν πρὸς θεὸν ἐλπίδων. “ἔντειναί τε καὶ κατευοδοῦ καὶ βασί‐ | |
120 | λευε”, πάντα τιθεὶς ὑπὸ πόδας ἐχθρὸν καὶ πολέμιον, μηδὲν τῶν δεινῶν ὑφορώμενος, μηδὲν τὸν τῆς ἐναντίας μοίρας διανοούμενος· ἐν γὰρ τῷ ἐλέει πεποιθὼς τοῦ ὑψίστου οὐ | |
σαλευθήση ποτέ. | 111 | |
9(1t) | Τῷ αὐτῷ | |
2 | Ἔοικάς μοι, θειότατε βασιλεῦ, ἀφθόνῳ πηγῇ κάτωθεν ἀπὸ τῶν λαγόνων ἀναβλυζούσῃ τῆς γῆς· ὥσπερ γὰρ ἀπ’ ἐκείνης ὁ συνεχῶς ἀρδευόμενος δοκεῖ μέν τι λαβεῖν | |
5 | ἀπομειῶσαν τοῦ ῥεύματος, ἀμειαγώγητον δὲ ταύτην ἀφίησι τοῦ ἴσου πληρουμένην νάματος ἀεί, οὕτω δὴ καὶ ὁ ταῖς σαῖς ἀρεταῖς προσάγων εὐφημίας τε καὶ ἐγκώμια δοκεῖ μέν τι τῶν σῶν ὑφελεῖν τοῖς ἐπαίνοις, ἀφαιρεῖται δὲ οὐδοτιοῦν, ἀλλ’ ἕστηκεν ἀεί, μᾶλλον δὲ περιχορεύει ὁ κύ‐ | |
10 | κλος τῶν σῶν ἀρετῶν ὥσπερ μηδενὸς διελόντος ἢ ἐπαινέ‐ σαντος. τὸ δὲ μέγιστον, ὅτι ἐπιρρέεις ἀεὶ καὶ τοῖς ἐμφύτ‐ οις ἀγαθοῖς καὶ τοῖς ἐπικτήτοις καὶ ἐπικλύζεις τὸν ἐπαινέτην, ὁ δὲ διαφυγεῖν οὐ δεδύνηται. ἀλλ’ εἰ μὲν εἰς ἀνατολὰς ἀναδράμοι καὶ τὰ ἐκεῖσε ἱστορήσει σοι τρόπαια, | |
15 | ἡ ἑσπέρα τοῦτον ἀντισπᾷ καὶ ἀντι[μ]ερίζεται μείζοσιν ἀρι‐ στεύμασιν, οἷα δὴ χερσὶν ἐφελκομένη πρὸς ἑαυτήν· ἂν [δὲ] πρὸς τὸ ἀρκτῷον ἀποφεύξηται μέρος, ἡ ἀντίρροπος | |
οἰκουμένη τοῦτον αὖθις χειροῦται, καὶ νικῶσι πάντα ὁμοῦ καὶ νικῶνται, καὶ τὸ κρατοῦν οὐδαμοῦ καὶ τὸ νικώμενον | 112 | |
20 | ἄδηλον. Βούλομαι δοῦναι τῇ ἀνατολῇ τὰ τῶν κατορθωμάτων πρωτεῖα, ἀλλ’ οἱ ἐπὶ τῆς ἑσπέρας βάρβαροι ἄρδην ἀπολω‐ λότες τοῖς σοῖς βουλεύμασι καὶ ἀγωνίσμασιν ἀφέλκουσί με τῆς τοιαύτης ἐννοίας καὶ κρίσεως. πάλιν πρὸς δύντα με‐ | |
25 | θαρμοζόμενον ἥλιον ἐπέχει τὸ ἑῷον μέρος πολλοῖς ἀρι‐ στεύμασι διαπρέπον καὶ στρατηγήμασι. ἦν ἡ μέση τῶν ποταμῶν μέση βαρβαρικῶν ὡς εἰπεῖν ῥευμάτων καὶ ὁ προχέων ταῦτα ποταμὸς οὐδὲν ἐλάττων Εὐφράτου καὶ Τί‐ γριδος, ἀλλὰ νῦν ὁ μὲν ἀπέψυκται, τὰ δὲ ἐξήρανται, τὸ δὲ | |
30 | χωρίον τοῖς συνήθεσι μόνοις ἄρδεται νάμασιν. ἦν ἡ Περσὶς ἐθνῶν μυριάνδρων ὑποδοχὴ ἀλλοκότων καὶ τοῖς ὀνόμασι καὶ τοῖς σχήμασι, παιδιὰν τὰ τῶν Ῥωμαίων ποιούντων καλὰ καὶ ἐπιτρεχόντων ἡμῶν, ὁπότε καὶ βούλοιντο, ἀλλά γε νῦν οὐχ ὅ τι ποιήσουσι δεινὸν ἡμῖν ἐντεθύμηνται, | |
35 | ἀλλ’ ὅ τι πείσονται δεδίασι καὶ τῷ σῷ κράτει ὑπέστρων‐ ται. ἑάλωσαν ἡμῖν ἐπὶ τῆς ἑσπέρας φρούρια βαρβάρων στρατεύμασιν, ἀλλὰ προστέθεικέ σοι καὶ ταῦτα θεός. ἡ με‐ γίστη ποτὲ Ῥώμη καὶ πρεσβυτέρα πρὸς τὴν νεωτέραν διε‐ βασκήνατο καί τινας ἐξανῆψε καὶ ταύτῃ πυ[ρσ]ούς, ἀλλὰ | |
40 | φθάσας ὀξέως καὶ τούτους ἀπέσβεσας καὶ ὥσπερ τινὰ ὀφθαλμὸν τὴν σὴν διετήρησας πόλιν. [...] σύμπασαν ἡγεμονίαν εἰπεῖν ἀνάλωτον ἐθνικοῖς πνεύ‐ μασι βαρβαρικοῖς [....]άζης ἐμβαλ[......................]αι‐ κίας β[λέμμ]ασιν ἄλλοις δεινόν. σὺ μόνος, βασιλεῦ, θαρ‐ | |
45 | ρούντως τῷ διαδήματι χρῷ, ταῖς νίκαις γε ἐστεφάνωσαι, σὺ καὶ τῇ τῆς δικαιοσύνης διπλοΐδι κατακεκόσμησαι καὶ τῇ τῆς πραότητος χάριτι κατηγλάϊσαι δικαστὴς ἐν δικάζ‐ ουσι, νομοθέτης ἐν νομοθέταις, τὰ τοῦ ἄνω γένους λαμ‐ πρός, τὰ ἐκ τῆς σῆς ὀσφύος ἐπίσημός τε καὶ περιβόητος, | 113 |
9(50) | τῇ ῥίζᾳ διαπρεπής—τίς γὰρ αὐτῇ παραπλήσιος; —τοῖς κλάδοις διαφανής, τὰ πρὸς ἀνθρώπους δίκαιος, τὰ πρὸς θεὸν ὅσιος, λιτὸς τὸ φαινόμενον, μεγαλοπρεπὴς τὸ κρυ‐ πτόμενον, τὸ μεῖζον οὐκ ἔχω τὸ συγκρινόμενον, κρεῖττον ἀλλὰ καὶ τε[λείας] φύσεως, ὡς πάντας καὶ πᾶσι καὶ μόνος | |
55 | καὶ ὑπὲρ πάντας νικήσας καὶ κρατήσας οὐ βαρβάρων | |
μόνων, ἀλλὰ καὶ τῶν λόγων αὐτῶν. | 114 | |
10(1t) | Τῷ αὐτῷ | |
2 | Ὁ μὲν χρόνος τῆς δημηγορίας βραχύς, θειότατε βασι‐ λεῦ, ὁ δὲ λόγος τῆς σῆς εὐφημίας πολὺς καὶ ὅλῳ τῷ χρόνῳ παραμετρούμενος. πῶς ἂν οὖν ἐν ὀλίγῳ τὸ πᾶν συλ‐ | |
5 | λάβοιμι; ἐρῶ τοιγαροῦν ὀλίγον τῶν σῶν ἀρετῶν, καὶ τοῦτο ἐπὶ κεφαλαίῳ, ἵνα καὶ τῷ χρόνῳ καὶ τῷ λόγῳ τὸ εἰκὸς ἀποθῶ. Σοί, βασιλεῦ, καὶ τὸ πατρῷον γένος ἐπίσημον ἄνωθεν καὶ τὸ [μητρ]ῷον [οὐχ] ἧττον πρὸς τοῦτο ἀνθαμιλλώμενον | |
10 | καί, τοιούτων σοι παραδειγμάτων ἐκ τοῦ γένους ἐφεστ[ηκότων], καλλίοσιν αὐτοῦ διεζωγράφησας χρώμασιν· ἀνδρείᾳ μὲν ψυχῆς ὑπερβάλλων ἐκεῖνα, μακρ[ᾷ δὲ] σω‐ φροσύ[νῃ] τοῖς ἄλλοις ἀσύγκριτος γεγονώς, φρονήματι δὲ γενναίῳ μηδενὶ δεδωκὼς ὑπερβάλλειν, δικαιοσύνης δὲ | |
15 | στάθμῃ τὴν γεωμετρικὴν νικήσας ἰσότητα. ταῦτά σε καὶ πρὸ τοῦ κράτους ὑπερφυῶς τῷ κράτει κατάλληλον ἔδειξε καὶ μετὰ τὸ κράτος ἐκόσμησε μεγαλοπρεπῶς, ὥσπερ ἐπί‐ | |
γειον ἥλιον διφρ[ευτὴν] τῷ σύμπαντι ἐπιτάξαντα, οὐ τῷ σώματι κινούμενον καὶ μετατιθέμενον, ἀλλὰ τῇ τῆς γνώ‐ | 115 | |
20 | μης ὀξύτητι [καὶ] τῷ συντ[όμ]ῳ καὶ συντόνῳ φρονήματι. Ἔνθεν τοι τὴν οἰκουμένην διώδευσας σύμπασαν, ἵνα μὴ λέγω τὴν [γῆν] κατὰ τῶν βαρβάρων, τοὺς μὲν ἀναιρῶν, τοὺς δὲ ὅρους ἀκινήτους ἐπιτιθείς, τοῖς δ’ ἄλλο τι ποιῶν, ἵν’ ἡ σὴ πόλις ἐλευθέρῳ τρυφᾷ τῷ σχήματι. ἔφριξέ σε ὁ | |
25 | Πέρσης διὰ τῶν ἔργων ἰδών, ὑπεστάλη ὁ Βαβυλώνιος, ὁ Τοῦρκος ἅπαξ μανεὶς ἔστη τῆς λύττης καὶ τὴν σὴν αἰχμὴν δέδοικε τῶν τῆς Περσίδος ὀρίων προλάμπουσαν. ἀπέσβη‐ σαν καὶ οἱ ἐπὶ μέρη πυρσοὶ καὶ ἡ βροντῶσα τῶν βαρβά‐ ρων ἠχὼ καὶ ὁ πολὺς ἐκείνων σεισμὸς καὶ ὁ κεραυνὸς νῦν | |
30 | ἀθρόον καὶ παρὰ δόξαν πέπαυται καὶ σεσίγηται. καὶ βούλομαί τι καὶ πλέον ἐρεῖν, ἀλλά με οἱ πρὸς τῷ Ἴστρῳ Σκύθαι ἀνθέλκουσιν, ὅλῳ μὲν ἔθνει ἐφ’ ἡμᾶς συρρέοντες, ὅλῳ δὲ πλήθει τὴν γῆν ἐξάπινα ὑποδύντες. τινὰ τρόπον σοῦ Μωσαϊκὰς χεῖρας ὑψοῦντος καὶ τὸν σταυρὸν οὐ | |
35 | προτυποῦντος μέν, δεικνύντος δὲ καὶ πόρρωθεν ἐπισείοντος ὡς ἄμαχον ἀμυντήριον—ἐρῶ τι καὶ τῶν ἀπορρήτων— γεγόνασί σοι τὰ κρύφια δάκρυα βέλη τούτοις ἀπρόοπτα, καὶ πληττόμενοι μὲν ᾐσθάνοντο, τὸν δὲ τῆς πληγῆς τρόπον οὐκ ᾔδεισαν. | |
40 | Καὶ ταῦτα μὲν οὕτως. τὰ δὲ τῆς πολιτείας ὁποῖα; δια‐ φορῶν λύσεις παράδοξοι καὶ δικῶν τρόποι παραδοξότεροι. νῦν πρώτως ἀνεῴγασι τὰ ἀνάκτορα, ὥσπερ ὁ τοῦ κυρίου νυμφών, πλουσίοις ἅμα καὶ πένησι, καὶ ὁ τἆλλα δειλός σε μόνον θαρρεῖ καὶ τὸ κράτος οὐχ ὑποστέλλεται καὶ τῆς δι‐ | |
45 | καιοσύνης τυχὼν ἄπεισι γεγηθώς. διὰ ταῦτά σε θεὸς πολύχουν σπόρον πεποίηκε, καὶ πολύκαρπος μὲν ἡ καλάμη καὶ οἵα οὐκ ἄλλη, ἁδρὸς δὲ καὶ πολὺς ὁ καρπὸς καὶ τὸ θέρος χρυσοῦν καὶ τῷ ὄντι βασιλικόν, καὶ εὐκληματοῦσα μέν σου ἡ ἄμπελος, οἱ δὲ βότρυες ὡραῖοι ξύμπαντες καὶ οἱ | 116 |
10(50) | ὄμφακες καὶ οἱ περκάζοντες. καὶ ὄναιο σὺ ἐπὶ πλεῖστον καὶ τῆς καλάμης καὶ τοῦ καρποῦ καὶ τῆς ἀμπέλου καὶ τῶν βοτρύων, ἀσύγκριτε πρὸς πάντας καὶ ἀπαράμιλλε βα‐ | |
σιλεῦ. | 117 | |
11(1t) | Ἐγκώμιον εἰς τὴν | |
2t | δέσποιναν | |
3 | Ἔδει ποτὲ τὴν εὐδαίμονα ταύτην πόλιν καὶ λαμπροτά‐ την, ὦ θειοτάτη βασίλισσα, τὸν οἰκεῖον κόσμον ὅλον ὅλην | |
5 | ἀπολαβεῖν καὶ τούτῳ λαμπρυνθῆναι τέλεον καὶ τῶν ἀπ’ αὐτοῦ λαμπηδόνων ἱκανῶς ἐμφορηθεῖσαν καὶ τοὺς ἄλλους ἅπαντας τῆς αὐτῆς μετόχους ἀναδεῖξαι λαμ‐ πρότητος. οὐδὲ γὰρ ἂν ὁ τῶν ἀγαθῶν παροχεὺς καὶ πρύ‐ τανις τῆς ἁπάντων σωτηρίας καὶ τῶν μὲν λυπηρῶν σκεδα‐ | |
10 | στής, τῶν δ’ ἀγαθῶν εἰσαγωγεὺς καὶ δοτὴρ ἐπὶ τοσοῦτον ὁρᾶν ἠνέσχετο τοὺς αὐτῷ θαρροῦντας τῷ τῶν χαλεπῶν ἐπηλυγαζομένους βυθῷ καὶ τῇ τῶν λυπηρῶν πληθύϊ κατι‐ σχημένους. διὰ τοῦτο κέρας ἤγειρε σωτηρίας ἐπὶ τὸν λαὸν αὐτοῦ κατὰ τὸν θεῖον φάναι Δαυίδ, καὶ πόρρω ποι τῶν | |
15 | ἡμετέρων ψυχῶν, μᾶλλον δὲ τῆς μεγαλοπόλεως ταύτης, τὴν ἀχλὺν ἀπελάσας καὶ τὴν σκοτόμαιναν τὴν χαρὰν ἀν‐ τεισῆξε καὶ τὴν φαιδρότητα. Ἄρτι γοῦν μοι τῶν σῶν ἐγκωμίων ἁψαμένῳ πᾶς τις συγ‐ χαίρει καὶ συναγάλλεται· καὶ ὅτι μὴ τάχιον τοὺς τῆς εὐ‐ | |
20 | φημίας ἔπλεξα λόγους, δυσανασχετεῖ μᾶλλον καὶ δυσχεραί‐ νει· κατοικτείρει δέ με καὶ τὸ μέρος, ὅτιπερ εἰς τοσοῦτον πέλαγος ἐμαυτὸν ἐπαφῆκα τῶν σῶν πλεονεκτημάτων· καὶ | |
ὅτι τοῦ βάθους τῶν σῶν κατετόλμησα προτερημάτων, ἐκ‐ πληττομένῳ ἔοικε καὶ θαυμάζοντι. ἴσασι γάρ, ἴσασιν ἀκρι‐ | 118 | |
25 | βῶς, ὡς ἡττηθήσονται τούτων καὶ Δημοσθενικαὶ δεινότη‐ τες καὶ Λυσιακαὶ χάριτες καὶ σειρῆνες Ἰσοκρατικαὶ καὶ Πλατωνικαὶ μεγαλόνοιαι καὶ ἡ χρυσῆ γλῶττα τοῦ Δίωνος. ἐμοὶ δέ, κἂν τὸν τοῦ Πολέμωνος ῥοῖζον ἐπλούτουν, ἀγα‐ πητὸν ἂν ἦν· οὐδ’ οὕτως μὲν γὰρ ἂν ἤρκεσα κατ’ ἀξίαν | |
30 | εὐφημεῖν τῶν σῶν πλεονεκτημάτων τὸ μέγεθος, ἡψάμην δ’ ἂν ποσῶς γε τῆς εὐφημίας. κἂν μὴ τὸν πένταθλον τοῦτον ἆθλον οἷός τε τελέσαι γέγονα, ἐπὶ τὸ ἑκάτερον ἂν κατέβην καὶ πρὸς τοὺς ἄθλους ἀπεδυσάμην καὶ τῆς βαλ‐ βῖδος ἡψάμην, τῶν σῶν τῆς ἀρχῆς ἀρετῶν. | |
35 | Ἀλλά μοι συλλάβοισθε πάντες τῶν ἀγώνων, ὅσοι καὶ τοῖς τῆς φαιδρότητος κάλλεσιν ἐπελάμφθητε καὶ τῇ τῶν ἀγαθῶν ἐπιρροῇ ἐλαμπρύνθητε, οὐ γὰρ οἷός τε εἰμὶ κατα‐ τολμᾶν τοῦ ἐγχειρήματος τὸ τοῦ πράγματος δυσέφικτον ἀναλογιζόμενος, ὁ δὲ λόγος ἐπὶ τὰς ἡλιακὰς ἀκτῖνας ἴτω, | |
40 | τὰς σὰς ἀρετάς φημι καὶ εὐφημίας, ὦ θειοτάτη βασίλισσα, ταύταις ἐνατενίσων, ὅσον ὀφθαλμοῖς ἀνθρωπίνοις ἐφι‐ κτόν. Πατρίδες μὲν οὖν σοι διτταὶ καθεστήκασιν, ἥ τε φαιδρὰ πόλις αὕτη καὶ περιώνυμος καὶ βασίλισσα ἥ τε νοητὴ καὶ | |
45 | θεία καὶ ἄνω μητρόπολις. ἀλλ’ ὥσπερ ἐξεταζόμεναι πρὸς ἀλλήλας πολλῷ τῷ μέτρῳ διενηνόχατον, οὕτω δὴ κἀπὶ σοὶ | |
παραβαλλόμεναι ἔτι καὶ μᾶλλον ἀσύγκριτοί τε καὶ ἀπαρά‐ μιλλοι φαίνονται. σὲ μὲν γὰρ ἐκείνη καλλύνει, ὑπὸ σοῦ δ’ αὕτη κοσμεῖταί τε καὶ φαιδρύνεται· καὶ σοὶ μὲν ἐκείνη | 119 | |
11(50) | παρέχει τὸν τῶν χαρίτων ἑσμόν, αὕτη δ’ ἀπὸ σοῦ ταύτας συλλέγουσα ἐφ’ ἡμᾶς μεταβιβάζει καὶ μετατίθησι. συλλή‐ βδην δὲ εἰπεῖν διὰ μέσης σοῦ πάντα τἀγαθά, ὧν ἡ ἡμε‐ τέρα πόλις εὐθηνεῖ, ἐκ τῶν οὐρανίων στοῶν πρὸς αὐτὴν καταπεφοιτήκασιν. οὐ γάρ, ὥσπερ ἐν τοῖς πρὸ σοῦ τοὺς | |
55 | βασιλείους οἴακας ἐγχειριζομένοις τόδε μὲν παρῆν τῶν ἀγαθῶν, ἐκεῖνο δ’ ἀπελιμπάνετο, οὕτω δὴ συμβέβηκεν ἐπὶ σοί· ἀλλὰ πάντα, οἷστισι δὴ πόλις εὐνομουμένη κοσμεῖται, διῃρημένα τυγχάνοντα πρότερον ἐπὶ τῆς σῆς ἀρχῆς συ‐ ναρμοσθέντα πρὸς ἄλληλα ὥσπερ τις φανότατος ὅρμος καὶ | |
60 | χρυσοπλοκωτάτη σειρὰ τῇ ἡμετέρᾳ πόλει περιεπλάκη‐ σαν. Ὁ μὲν οὖν παιδευτικώτατος Ἡσίοδος κατιδών, ὡς ἐπὶ τὸ χεῖρον χωροῦσι τὰ πράγματα, καὶ τὴν τῶν ἀνθρώπων ἀρετὴν ἀπομειωθεῖσαν, τὸ μὲν πρῶτον γένος χρύσεον εἶναι | |
65 | ἔφησε, τὸ δεύτερον δ’ αὖ ἀργύρεον καὶ τὸ μετ’ ἐκεῖνο σι‐ δήρεον. εἰ δέ γε τὰ νῦν παρῆν καὶ τήν τε πόλιν πᾶσιν ἀγαθοῖς ἐπεντρυφῶσαν εἶδε καὶ τὴν ἀρετὴν ἔτι μᾶλλον ἀν‐ θήσασαν, ἀλλ’ οὐδὲν ἧττον καὶ τοὺς ταύτῃ κεκοσμημένους ἀνθρώπους ἐπίδοσιν ταύτης λαμβάνοντας καὶ πρὸς τὸ | |
70 | πρῶτον σπεύδοντας ἀφομοιωθῆναι καλὸν ἢ πάντως σε τὴν | |
πάσας τὰς ἀρετὰς ἐγκολπωσαμένην, ἄνω ποταμῶν χωρεῖν ἂν τὰς πηγὰς ἐξεβόησε καὶ πρὸς ἀνάρρουν ἀτεχνῶς αὐτῷ τὰ τῶν ἐπῶν ἐκεχωρήκει, ὡς πρῶτα μὲν σιδήρεον γένος ἦν, ἔπειτα δ’ ἀργύρεον τῶν σῶν δῆθεν προγόνων ἀναλαμ‐ | 120 | |
75 | ψάντων, εἶτ’ αὖθις χρύσεον τῆς σῆς ἀνατειλάσης μεγαλειό‐ τητος. Οὕτω γοῦν διττῶν σοι τῶν πατρίδων οὐσῶν καὶ τῆς μὲν κοσμούσης, τῆς δ’ αὖ ὑπὸ σοῦ κοσμουμένης τε καὶ καλ‐ λυνομένης, ἐλάττω τὰ μετὰ ταῦτα καὶ πολὺ τῶν ἀρχῶν | |
80 | ἥττονα; πολλοῦ γε καὶ δεῖ, ἀλλ’ ἡ ὠδίνησις ἐν συμβόλοις, ἡ κύησις ἐν σημείοις καὶ ἐν ἀρρήτοις τέρμασιν ἡ τῆς σῆς εὐκλείας θεοειδὴς ἐπιφάνεια· ἐμοὶ δὲ περιέστη τῶν περιρ‐ ρεόντων ὁ πλοῦτος εἰς ἀπορίαν, ὥστ’ οὐκ εἶναι λέγειν, ἐν οἷς δεῖ πολλὰ λέγειν. | |
85 | Τί γὰρ τῶν σῶν ἐπαινέσομαι πρῶτον, τί δὲ τελευταῖον θαυμάσομαι; τὴν βασίλειον ἀναγωγήν, τὴν τῶν ἠθῶν ῥύθ‐ μισιν, τὴν τοῦ τρόπου. παίδευσιν, τὸ ἱλαρόν, τὸ ἥμερον, τὸ προσηνές, τὸ χάριεν, τὸ τοῦ φρονήματος πολιόν, τὸ τοῦ μεγέθους σύμμετρον, τὴν ἀγχίνοιαν, τὴν τοῦ νοὸς στα‐ | |
90 | θηρότητα, τὸν ἄζυγα βίον, τὸ πάντων μέγιστον τὴν παρθε‐ νίαν, τὴν καθαρότητα, ᾗ καὶ συνανήχθης καὶ συνανετρά‐ φης, καὶ ἣν ἐξ ἁπαλῶν ὀνύχων σύνοικον ἔσχες καὶ ἧς ἱκανῶς κατετρύφησας, ἣ καὶ μάλιστα πάντων πεφίληται τῷ θεῷ καὶ παρ’ ἧς τῶν ἐπὶ μικρὸν ἐπελθόντων ἀφειλκύ‐ | |
95 | σθης δεινῶν, δι’ ἣν καὶ ταῖς ἄνωθεν ἐναπεγράφης | |
χοροστασίαις καὶ τῇ τῶν πρωτοτόκων βίβλῳ συγκατελέγης, δι’ ἣν καὶ τῶν μεγίστων ἀγαθῶν ἀπολαύσειας καὶ τῶν αἰ‐ ωνίων χαρίτων κατατρυφήσειας; Ἀλλὰ τί δή; γένει μὲν εὐκλεεῖ καὶ μεγάλῳ θάλλεις, ἀρε‐ | 121 | |
11(100) | τῶν δὲ ταῖς μετεωροτέραις καὶ θείαις σεμνύνῃ, καὶ πλούτῳ μὲν βρίθεις καὶ τῷ τῆς ἀρχῆς ὄγκῳ καὶ μεγέθει ἐφ’ ὕψος αἴρῃ, καταφρονεῖς δὲ δικαιοσύνης τῷ κράτει θαρροῦσα καὶ νόμων ὑπερφρονεῖς καὶ τὴν ἰσονομίαν χαίρειν ἐᾷς; ἢ τοῖς μὲν ἐπιχορηγεῖς δαψιλῶς τὰς εὐεργεσίας, τοῖς δὲ τὴν χεῖρα | |
105 | κατέχεις καὶ τῶν ἀκηράτων οὐ δίδως ἐμφορεῖσθαι ναμά‐ των, φειδωλῶς καὶ γλίσχρως πως περὶ τὴν εὐποιΐαν ἀνα‐ κειμένη; οὐμενοῦν, ἀλλὰ πάντα ὥσπερ ἐφ’ ἑνὶ κρατῆρι τῇ ἑαυτῆς ψυχῇ συγκεράσασα φιλάνθρωπος, εὐμενέστατος, εὐπροσήγορος ταπεινή τε καὶ ἥμερος ἐπιλάμπουσα ἡμῖν | |
110 | ἀναπέφηνας. σὺ καὶ μοναρχεῖς ἄριστα καὶ διαιτᾷς ἀδέκα‐ στα καὶ κρατεῖς ὑψηλότατα· σὺ καὶ τοὺς τῆς ἀρχῆς ὅρους ἰθύνεις εὖ μάλα, χρηματίζεις τε πᾶσι κατὰ τὸ πρέπον, καὶ τοῖς μὲν ὁμιλοῦσι χαρίεσσά τις φαίνῃ καὶ εὐπροσήγορος, τοῖς δὲ τὸ βῆμα περιεστηκόσι καταπληκτική τε καὶ | |
115 | φοβερά, καὶ τοῖς μὲν ὑπηκόοις ἥμερος καὶ εὐπρόσιτος, τοῖς δ’ ἐναντίως ἔχουσι δεινή τις καὶ λεοντῶδες πνέουσα. | |
σὺ καὶ τὴν νομοθετικὴν ἠγάπησας, ὅτι τῆς πολιτείας κόσμος ἐστί· σὺ καὶ τὸν τὴν νομοθετικὴν ἀκριβῶς ἐξασκή‐ σαντα τέχνην ἐτίμησας, ὅτι τοὺς νόμους χαμαὶ κειμένους | 122 | |
120 | εἰς ὕψος ἀνήγειρε, καὶ τούτων ἄρχειν ἐπέταξας, ὅτι τού‐ τους ἐκράτυνε, δείξασα κἀν τούτῳ πάντως τὸ τῆς σῆς φύ‐ σεως ὑπέρνουν τε καὶ μεγαλόγνωμον. οὕτω γὰρ ὁ ἀνὴρ ἐν τούτῳ μόνους τοὺς τῆς τέχνης εἰδήμονας ὑπερηκόντισέ τε καὶ ὑπερήλασεν, ὅσον τοῖς ἄλλοις καὶ τοὺς τῶν λοιπῶν μα‐ | |
125 | θημάτων μετεσχηκότας ὑπερεβάλλετο· ὃν εἴ τις ὁδηγὸν καὶ λύχνον καὶ φῶς τῶν νόμων προσείποι, οὐκ ἂν ἁμάρτοι τοῦ πρέποντος. Διὰ ταῦτά σοι καὶ θεός, ὁ τὸ εὖ εἶναι παρασχόμενος διὰ σοῦ πᾶσιν, αὐτός σοι καὶ μακραίωνας χρόνους εἰς κοι‐ | |
130 | νὴν τοῦ γένους εὐεργεσίαν χαρίσαιτο καὶ εἰς τὴν ἐκεῖθεν εἰσοικίσαιτο βασιλείαν τὴν ὄντως ὑψηλήν τε καὶ ἀκατά‐ | |
λυτον. | 123 | |
12(1t) | Τῇ αὐτῇ ἐγκώμιον | |
2 | [Ἰδ]ού [σ]οι καὶ πάλιν δημηγόρος ἐφέστ[ηκ]α, τῷ βασι‐ λίδι τῶν ἀρετῶν μάλιστα ἢ τῶν πόλεων ὧν προ[.....]μαι. ἰδοὺ καὶ πάλιν τὴν ἐ[μ]ὴν γ[λῶ]σσαν εἰς σοὺς ἐπαίνους | |
5 | κινῶ καὶ ὑπόθεσιν λόγων [τὰ]ς σὰς ἀρετὰς [..]σ[.....ποιοῦ]μαι. [..........] τῶν πολιτῶν περί σου φω‐ νὰς ὑποκρίνομαι καὶ ᾄδειν τολμῶ τὰ σὰ μεγαλεῖα καὶ θαυμάσια. τίς γὰρ σοῦ κρείττων τῶν ἁπασῶν γυναικῶν ἢ κάλλει σώματος ἢ κόσμῳ ψυχῆς [ἢ γ]νώμης ἀνδρείᾳ ἢ | |
10 | προνοίᾳ τῶν ὑπηκόων ἢ φροντίσιν ἢ σκέμμασιν ἢ βουλεύ‐ μασιν; ὁπόσα γὰρ καὶ τοῖς περιβοητοῖς ἐπὶ φρονήματι με‐ μαρτύρηται, ταῦτα μόνη συλλαβοῦσα ἐν πᾶσιν εὐδοκιμεῖς καί, ἵνα δὴ ἐπὶ κεφαλαίου σοι μνησθήσομαι ὧν πεπλούτη‐ κας, ἔχεις ἀπὸ γένους τὸ εὐγενές, ἀπὸ τρόπου τὸ εὐστα‐ | |
15 | θές, ἀπὸ ψυχῆς τὸ εὐθές, ἀπὸ τῆς γλώττης τὸ ἀληθές, τὴν διάνοιαν ὀξεῖα, τὴν φύσιν ταχεῖα, τὴν γνώμην εὐθεῖα, τὸν νοῦν δραστήριος, τὸν λογισμὸν εὐπερίστροφος, τὸν τρόπον | |
εὐάγωγος. Εἰ λόγος ἐστὶ σκέψεως, ταύτῃ ἂν πρὸ πά[ντων] τὴν | 124 | |
20 | καλλίστην γνώμην εἰσενέγκοις· εἰ βουλευμάτων, ὑπὲρ πάν‐ τας βουλεύσαιο· εἰ πρά[ξεων], αὐτίκα συμφερόντως πρά‐ ξειας· καί, ἵνα τἆλλα παρῶ τῶν σῶν φροντίδων καὶ βου‐ λευμάτων, ἐπὶ ὑ[..........] ὑποθέσεως τὰς διηριθμημένας σοι συνδραμούσας ἐπιδείξομαι ἀρετάς. ἔδει βα[σιλέως ....] | |
25 | πράγμασιν ὥσπερ ἐπιστάτου τινὸς ἢ κυβερνήτου ναυαγοῦσί τισιν ἢ [............]. ἔδει χειρὸς τοῖς πεσοῦσι καὶ ἰσχύος τοῖς ἀναστήσεσθαι δεομένοις. ἐξεῦρες οὖν ἀθ[ρόον] ἡμῖν τὸν κύρ[ιον] καὶ στρατηγικώτατον καὶ τοῖς πᾶσιν ἀρέ‐ σκοντα, ὢ φροντίδος ἀρίστης, ὢ συνετοῦ σκέμματος, ὢ | |
30 | γενναιοτάτου βουλεύματος, ὢ ἐνθέου ψηφίσματος. μόνη γὰρ καὶ διεῖλες τὸ πρᾶγμα τ[ῷ λ]ογισμῷ καὶ σκέψιν εἰσή‐ νεγκας καὶ ἐβουλεύσω τὰ κάλλιστα καὶ ἐψηφίσω τὰ ἡμῖν συμφορώτατα. ἀρκεῖ σοι τοῦτο καὶ μόνον ἀντ’ ἄλλου τινὸς ἐγκωμίου, ἀντὶ παντὸς ἐπαίνου, ἀντὶ [..........], ὁπότε καὶ | |
35 | πάσας τὰς ἀρετὰς ἔχεις ἐν μιᾷ τῇ σῇ συλλαβοῦσα ψυχῇ. καὶ πρῶτόν γε τὰς γενικὰς αὐτίκα φρονήσεώς σοι, τίς τῶν πάντων ἀμφισβητήσειε; τῷ νόμοις ἐμμένειν σωφρονικοῖς κατὰ πασῶν ἔχεις τὰ νικητήρια, ἀνδρείᾳ ψυχῆς οὐδὲ τοῖς γενναιοτάτοις τῶν ἀνδρῶν τοῦ πρωτείου παραχωρεῖς. τὴν | |
40 | μέντοι γε τῆς δικαιοσύνης στάθμην ἐν ἰσότητι γνώμης ἀρ‐ ρεπῆ πάσιν ἐτήρησας. ταύταις δὲ ταῖς γενικαῖς καὶ πρώ‐ | |
ταις τῶν ἀρετῶν αἱ λοιπαί σου πᾶσαι συνέπονται. ὄχημα γοῦν ταύτας πεποίησαι πρὸς θεόν, καὶ διὰ ταῦτα παντὸς ἐγκωμίου καὶ συγκρίσεως ὑπερτέρα καθέστηκας. | 125 | |
45 | Καὶ βούλομαί τι καὶ πλέον ἐρεῖν, ἀλλά μοι ἡ γλῶσσα πεπέδηται καὶ ἡ καρδία τῇ ἀθυμίᾳ βεβάπτισται· αἱ γάρ μοι τοῦ βίου ἐπέλιπον ἀφορμαὶ ὥσπερ ζωῆς ἀναπνοαί, καὶ κινδυνεύω τεθνάναι καὶ τὸν ψυχικὸν καὶ τὸν σωματικὸν θάνατον, τὸν γὰρ ἀναγκαῖον τοῦ βίου προσεσύλημαι θη‐ | |
12(50) | σαυρὸν καὶ τὴν ῥανίδα τῆς τύχης ἀφῄρημαι, καί μοι ξηρὰ ἡ γλῶσσα παντάπασι καὶ ἄνικμος ἡ καρδία καὶ τὴν μυθι‐ κὴν ὑφίσταμαι τιμωρίαν· ἐν μέσῃ τῇ γῇ, ὁ ταλαίπωρος, δί‐ ψει κολάζομαι. ἡ μὲν οὖ[ν π]ηγὴ σύ, ἡ τῶν ἀβύσσων πηγή, ἐγὼ δὲ ὁ διψῶν καὶ μεθύων τῷ δυστυχήματι. ἐπεὶ | |
55 | δέ σοι ποταμοὶ πολλοὶ ἀπορρέουσιν, ἐμπέφρακται δέ μοι ἡ τοῦ ἑνὸς ἀποχέτευσις, ἄνοιξόν μοι ποταμὸν ἕτερο[ν], εἰ δὲ βούλει, [κρ]ουνόν, εἰ δὲ μὴ [βούλει], πεπιεσμένην ῥανίδα. ἀποχρῶν γάρ μοι καὶ τὸ βαρύτατον, ναὶ πρὸς τῆς σῆς συμπαθεστάτης ψυχῆς, πρὸς τῆς σῆς βασιλ[ικῆς] ζωῆς, | |
60 | πρὸς τῆς τοῦ θεοῦ ἕνεκεν τούτου πολλαπλασίου ἀνταμοι‐ | |
βῆς. | 126 | |
13(1t) | Λόγος προσφωνηματικὸς πρὸς τὸν | |
2t | κῦρ Μιχαὴλ τὸν Δούκαν | |
3 | Λέλυταί μοι τῆς ἀφωνίας ἡ γλῶττα, ἀπήλλακταί μοι τῆς ἀθυμίας ἡ γνώμη. τῶν τῆς δειλίας δεσμῶν καθαρῶς ἠλευ‐ | |
5 | θέρωμαι. παρ’ ἡλικίαν τὸ σκίρτημα, παρ’ ἐλπίδα τὸ χορεύ‐ ειν μοι περιγέγονε. χθὲς ἐσκυθρώπαζον τῷ τῆς συκοφαν‐ τίας νέφει κατηφιῶν, σήμερον ἀγαλλιῶμαι καὶ γέγηθα τῷ τῆς σῆς φιλανθρωπίας φωτὶ λαμπρυνόμενος. ἀπῆλθε τὰ σκυθρωπά, ἐπανῆλθε τὰ χαροπά· ἀπῆλθε τὰ τὴν ἐμὴν ψυ‐ | |
10 | χὴν εἰς βάθος ἀλγύνοντα, ἀντεπανῆλθε τὰ σκιρτᾶν καὶ γε‐ γηθέναι παρασκευάζοντα. ἐλύθη τὸ νέφος, τὸ λαμπρὸν ἐπανεφάνης μοι φῶς, ὁ λαμπρὸς ἐπανεφάνης μοι ἥλιος, ὁ τῆς οἰκουμένης μέγας φωστήρ, μετὰ τῶν φαιδρῶν ἀκτίνων, μετὰ τῶν συνήθων αὐγῶν, μετὰ τῆς ἀκηράτου μαρμαρυ‐ | 127 |
15 | γῆς. Ὢ ποσάκις ἐστέναξα καὶ τὸ ἔδαφος δακρύων ἐπλήρωσα καὶ τὴν ψυχὴν ἀπωλοφυράμην, ὅτι με ἡ συκοφάντις ἐκείνη γλῶσσα καὶ πονηρὰ τῶν σῶν πρὸς βραχὺ ἀμαρυ‐ γμάτων ἐστέρησεν. ἀλλ’ ἐπειδὴ τῶν λυπηρῶν ἡ μνήμη πα‐ | |
20 | ρῆλθε, τῶν δ’ ἀγαθῶν ἡ πεῖρα ἐφέστηκε, τὰ συνήθη καὶ πάλιν μέλψομαι ῥήματα καὶ πρὸς τὴν τῶν σῶν ἐγκωμίων ἄπειρον ἄβυσσον τὴν ἐμὴν ἀφήσω καὶ ψυχὴν καὶ φωνήν. Σὺ μόνος, θειότατε βασιλεῦ, ὑπὲρ φύσιν καὶ λόγον δύο ἐναντία συνήνωσας πράγματα, βασίλειον ὕψος καὶ μέγεθος | |
25 | καὶ μέτριον ὡς ἀληθῶς φρόνημα, μᾶλλον δὲ τῇ καινῇ ταύτῃ μίξει ἀμφότερα σεμνότερα ἔδειξας, τὸ μὲν κράτος οἷον φαρμάκῳ τινὶ τῇ μετριοφροσύνῃ κεράσας καὶ πρὸς τὸ κρεῖττον μεταποιήσας, τὸ δέ γε ταπεινὸν τῆς ψυχῆς τῷ βασιλικῷ ἐπάρας φρονήματι καὶ τὴν μὲν ἀρετὴν τῷ ὄγκῳ | |
30 | τῆς βασιλείας ὑψηλὴν ἀποδείξας, τὸ δὲ κράτος τῷ μετρίῳ τῆς ἀρετῆς κατασκευάσας σεμνότερον. Ἀλλὰ τί κατὰ μέρος τῶν σῶν ἅπτομαι ἀρετῶν; σὺ παρὰ τοὺς πώποτε βασιλεῖς δικαιοσύνην ἐτίμησας καὶ φιλανθρω‐ πίαν προέκρινας, καὶ τὸ τῆς φρονήσεως ἄκρον κατειληφὼς | |
35 | τῷ ἁπλῷ καὶ καθαρῷ τῆς ψυχῆς καὶ ὄντως εἰλικρινεῖ καὶ ἀδόλῳ πᾶσιν ὤφθης θαυμασιώτερος. τὴν μὲν γὰρ τύχην μετήμειψέ σοι ὁ θεός, σὺ δὲ τὴν γνώμην οὐ μετεποίησας, ἀλλὰ ταῖς ἀρεταῖς βασιλικώτερος γεγονὼς τοῦ συνήθους ἔθους οὐκ ἀποβέβηκας, ἱερατικὴν ὄντως ἁπλότητα βασι‐ | 128 |
40 | λικῇ μεγαλονοίᾳ συγκερασάμενος καὶ δείξας μόνος, ὅτι τὸ βασιλεύειν οὐκ ἐν τῷ ὄγκῳ χαρακτηρίζεται τοῦ φρονή‐ ματος, ἀλλ’ ἐν τῷ τῆς ψυχῆς μεγέθει τῶν ἄλλων κρα‐ τεῖν. Εἶτά σε λυποῦσιν αἱ παραφυάδες τῶν πονηρῶν περι‐ | |
45 | πλεκόμεναι ὥσπερ τῷ ῥόδῳ αἱ ἄκανθαι; μᾶλλον μὲν οὖν κυμανθέντα τὰ πράγματα ἐπιστημονικώτερόν σε καὶ βασι‐ λικώτερον δείξουσιν, ἐπεὶ καὶ θάλασσα τοῖς κύμασι ζέουσα καὶ φερομένη τῷ ῥοθίῳ τοῦ κλύδωνος τὴν τέχνην τοῦ κυ‐ βερνήτου δήλην ἐργάζεται. σὺ δὲ καὶ μᾶλλον πρὸς τὸν | |
13(50) | ἄνω τῆς προνοίας πυρσὸν ἀφορῶν καὶ οἷον ἐκ πρύμνης ἐν‐ θέως κυβερνώμενος, πάντα μὲν κατευνάζεις κλύδωνα, πᾶσα δέ σοι λειοκυμονήσει τῶν πραγμάτων ἡ θάλασσα. καί, ἵνα τὸ πολὺ τῆς τροπῆς ἐάσω, ῥαγήσεται μὲν ὥσπερ κάλως ἡ φάλαγξ τῶν δυσμενῶν, συντριβήσεται δὲ τόξα καὶ | |
55 | ξίφη θραυσθήσεται καὶ συμπεσεῖται ἱππότης πολεμικὰ φρυαττόμενος καὶ πᾶσα τάξις ἀντικαθισταμένη διασπαρή‐ σεται καὶ φθαρήσεται. οἱ μὲν γὰρ σιδήρῳ τεθωρακισμένοι καὶ τοῖς ὅπλοις γεγονότες κατάφρακτοι πρὸς σέ, τὸν τοῦ | |
κυρίου χριστόν, καθεστήκεισαν, σὺ δὲ τῷ βασιλεύσαντί σε | 129 | |
60 | λόγῳ τεθαρρηκὼς καὶ τῷ δικαίῳ τῆς ψυχῆς πεποιθώς, τοῖς μεγάλοις καὶ κρείττοσιν, ἐν ἐκστάσει συντρίψεις κεφαλὰς δυσμενῶν τε καὶ δυνατῶν. Μὴ τοίνυν σε νέφος καλυπτέτω, τὸν ἥλιον. ἀλλά μοι λαμπροτέραν τῆς σῆς φιλανθρωπία ἐπάφες αὐγὴν καὶ λῦ‐ | |
65 | σον ἔτι μᾶλλον τῆς ἀθυμίας τὸν χαλινόν, ἵνα σοι μεγαλο‐ φωνότερος καὶ μουσικώτερος γεγονὼς ᾠδικώτερος δημη‐ | |
γόρος πρὸς τὰς τῶν σῶν εὐφημιῶν ἀκρότητας γένωμαι. | 130 | |
14(1t) | Δημηγορία εἰς τὸν βασιλέα τὸν Δούκαν | |
2 | Εἰ καὶ πρὸ τοῦ μεγάλου τούτου τροπαίου καὶ κατορθώ‐ ματος, θειότατε βασιλεῦ, ἅπας ἐγκωμίων νόμος ἡττᾶτό σοι, καὶ τῶν πάντων οὐδεὶς τὴν προσήκουσαν εὐφημίαν | |
5 | ἐπενεγκεῖν ἐπεχείρει τῷ κράτει σου, τίνας ἂν λόγους μετὰ τὴν ἄρρητον καὶ ἀπόρρητον ἐπὶ σὲ τοῦ θεοῦ πρόνοιαν προσενεγκεῖν σοι τολμήσαιμεν; εἰ γὰρ τὸ γεγονὸς τῶν ὑπὲρ φύσιν θαυμάτων ἐστίν, ἅπας δὲ λόγος ἐγκωμιαστικὸς ἐκ τῆς κατὰ φύσιν δυνάμεως πρόεισι, πῶς ἂν τοῖς κατὰ | |
10 | φύσιν τὰ ὑπὲρ φύσιν ἐπαινεσώμεθα, τίνας δὲ λόγους εὑρή‐ σομεν τῶν ὑπερφυῶν θαυμασίων; ὧν γὰρ ὑπὲρ λόγον ἡ πρᾶξις, τούτου οὐκ ἐφικνεῖται λόγος, οὔτε τεχνικὸς οὔτ’ εἴ τις ἐστὶ δυνάμεως τῶν ἐν ἡμῖν κρείττονος. Πρότερον μὲν οὖν, ὦ μέγιστε αὐτοκράτορ, ἀπὸ τῶν τοῦ | |
15 | καλοῦ πλεονεκτημάτων ἐπλέκομέν σοι τὰς εὐφημίας εἰς δύναμιν, ἀπὸ τοῦ γενναίου φρονήματος, ἀπὸ τῆς ἀκριβε‐ στάτης συνέσεως, ἀπὸ γονιμωτάτης ψυχῆς, ἀφ’ ἑκάστης τῶν ἀρετῶν τῶν τε γενικωτέρων καὶ τῶν ἐπὶ μέρους, ὡς διαλάμπεις τῇ σωφροσύνῃ, ὡς ἀνδρίζῃ κατὰ τῶν παθῶν, | |
20 | ὡς τὴν τῆς δικαιοσύνης οὐ μόνον στάθμην ἐπίστασαι ἀλλὰ καὶ ταύτῃ στάθμη καθίστασαι. ἐθαυμάζομέν σου τὸ πρᾶον μετὰ τῆς ὀξύτητος, τὸ βεβηκὸς τοῦ φρονήματος μετὰ τῆς εἰς ἅπαντα δεξιότητος, ὑπερηγάμεθά σου τὸ πρὸς ἕκαστον τῶν τῆς βασιλείας πραγμάτων εὐάρμοστόν τε καὶ σύμ‐ | |
25 | φωνον, ὡς ὁμοῦ καὶ κατὰ ταὐτὸν νομοθετεῖς νομοθέταις | |
καὶ ἐπανορθοῖς στρατηγοὺς καὶ συμφιλοσοφεῖς φιλοσόφοις καὶ συμπνέεις ῥήτορσι τὴν περὶ λόγους πειθὼ καὶ στρα‐ τηγοῖς ἐπιτάττεις καὶ ἐπὶ φάλαγγος ἵστασαι καὶ χάρακα βάλλεις καὶ κατασείεις τὸ βάρβαρον καὶ πόρρωθεν ἀπε‐ | 131 | |
30 | λαύνεις τοῖς ἀπὸ λόγου τοξεύμασι. Ταῦτα μὲν οὖν πρότερον, καὶ πάντων ἡττώμεθα καὶ πάντων ἐλάττους ἀπεδεικνύμεθα. τὰ νῦν δέ—ἀλλὰ τίς ἐξείποι τὰς τοῦ θεοῦ δυναστείας; τίς ἱκανὸς ἐξυμνῆσαι τὰ μεγαλεῖα τοῦ μεγάλου βραχίονος θαύματά τε καὶ κατορ‐ | |
35 | θώματα; ὢ τῶν ἐξ οὐρανοῦ κατὰ τῶν βαρβάρων βελῶν, ὢ τῶν ἀφανῶν τοξευμάτων, ὢ τῶν ἀγγελικῶν ἐν ἀέρι δυνά‐ μεων, ὢ τῶν θείων στρατευμάτων κατὰ τῶν ἀθέων ταγμά‐ των. ποῦ νῦν αἱ μηδὲ ἀριθμούμεναι μυριάδες, τὰ συγκαλύ‐ ψαντα νέφη μικροῦ δεῖν τὴν ἑσπέραν ξύμπασαν; ποῦ τὰ | |
40 | χυθέντα κατὰ τῶν ἡμετέρων ὁρίων βαρβαρικὰ ῥεύματα καὶ στρατεύματα, εἶτ’ ἀθρόον συγχυθέντα καὶ κατὰ γῆς ῥεύ‐ σαντα καὶ τοῖς οἰκείοις συγκαλυφθέντα περιφανῶς αἵμα‐ σιν; ὢ τῶν σῶν ἀειρύτων δακρύων καὶ τῶν βυθίων καὶ ἀφανῶν στεναγμῶν, ὧν τὰ μὲν ἀντὶ ποταμίων ῥευμάτων | |
45 | ἐκείνοις ἐξήρκεσαν, τὰ δὲ ἀντὶ βελῶν ἐχρημάτισεν. Ἐγὼ δὲ βούλομαί τι καὶ πλέον ἐρεῖν, ἀλλά σου δέδοικα τὸ φιλόθεον, μή με καὶ δίκην εἰσπράξῃς τῶν λόγων ὥσπερ τολμήματος. ἀλλὰ μικρόν τί μοι φιλοσόφησον, καὶ μὴ εὐ‐ θὺς ἀπαντήσῃς καί μοι συγχέῃς τῇ εὐγλωττίᾳ τὴν ἐπιχεί‐ | |
14(50) | ρησιν. θείας μὲν τὸ ἔργον προδήλως δυνάμεως, καὶ τίς ἀν‐ | |
τερεῖ λόγος; ἀλλὰ σοὶ ὡς Μωϋσῇ πρὸς τοῦτο ἐχρήσατο ὁ θεός, καὶ σοὶ καταπολεμεῖ τὸν νέον τοῦτον Ἀμαληκίτην λαόν, οὐ χειρῶν ἐκτάσει μόνον, ἀλλὰ καὶ στρατηγικοῖς ἐν‐ θυμήμασι καὶ γενναίοις στρατεύμασιν ἀμφοτέρωθεν βάλλ‐ | 132 | |
55 | ουσι, καὶ κατὰ νώτων καὶ κατὰ στέρνων. ὃ γὰρ σοὶ γέγο‐ νεν ὁ θεός, τοῦτο σὺ καθίστασο τοῖς στρατεύμασι· κἀκεῖνα μὲν πρὸς σὲ τὴν ἀναφορὰν εἶχε, σὺ δὲ καθαρῶς πρὸς θεόν· ὃς ἀμφοτέρωθεν τὸ βάρβαρον καταπεπολέμηκε, παρὰ μὲν ἑαυτοῦ ἄνωθεν, ἐνταῦθα δὲ παρὰ τῶν σῶν χει‐ | |
60 | ρῶν καὶ στρατευμάτων. Τοῦτο μὲν δὴ τὸ ἐμὸν τόλμημα, οὐκ ἀρκούντως ἐξεργα‐ σθέν, ἀλλὰ μετρίως εἰσενεχθέν, ἵνα σου τῷ συντόμῳ λάθω τὴν ἀκοήν. καὶ εἰ μὲν εὐπαράδεκτόν σοι, βίβλοι φερέτω‐ σαν, εἰ δ’ οὖν, αὖραι διασκιδνάτωσαν· ἀμφοτέρωθεν γὰρ | |
65 | στεφανίτης αὐτὸς ἀναγορευθήσῃ, ἢ τῇ ἀληθείᾳ τοῦ ἐγχει‐ ρήματος ἢ τῷ φιλοθέῳ τοῦ σκέμματος. ὅπως δ’ ἂν ἕξοι τοῦτο, νενίκηκας, ὦ βασιλεῦ, νίκην καὶ τηλικοῦτον ἔστη‐ σας ἐπὶ γῆς τρόπαιον, ὃ τοῖς μὲν τοῦ Μακεδόνος Ἀλεξάν‐ δρου θρυλλουμένοις κατορθώμασιν ἀπαραμίλλως πᾶσιν ἀν‐ | |
70 | τίρροπον, ἢ τούτων μὲν ἀσυγκρίτως κρεῖττον, τοῖς δὲ Μωσαϊκοῖς παραβαλλόμενον καὶ οὐκ ὀλίγῳ μέρει νικῶν, ἀλλ’ ὁ μὲν δημαγωγὸς ἐκεῖνος ἀνὴρ καὶ θεὸς προσαγορευ‐ θεὶς Φαραὼ πολλὰ τῶν ἐθνῶν ἀφῆκεν ἀδούλωτα τῷ μετ’ αὐτὸν στρατηγήσαντι, σὺ δὲ τοῖς παισὶν οὐδ’ ὁντινα‐ | |
75 | οῦν βάρβαρον ἀφῆκας ἀήττητον. Ἀλλ’, ὦ γενναῖα τοῦ γενναιοτάτου πατρὸς σπέρματα καὶ γεννήματα—προσθήσω δὲ καὶ τῆς ὑπερφυοῦς μητρὸς καὶ ᾗ μηδὲν τῶν ἁπάντων ἀνθάμιλλον—μὴ πάθητε ταὐτὸν | |
ὅπερ ὁ τοῦ Φιλίππου Ἀλέξανδρος. μὴ ἐπισκυθρωπάσοιτε | 133 | |
80 | τοῖς τοῦ πατρὸς κατορθώμασιν, ὡς πρὸς μηδένα τῶν πάν‐ των βαρβάρων αὐτοὶ πολεμήσοντες καὶ νικήσοντες τῶν ὅλων ἡττημένων καὶ ἀπωσμένων. ἀλλ’ ἱλαρᾷ τῇ ψυχῇ ἐπὶ τῶν ἀναιρεθεισῶν ἀσπίδων ἐμβαίητε καὶ τοὺς ἀπεσφαγμέ‐ νους καταπολεμοῦντες λέοντάς τε καὶ δράκοντας καὶ τὰ | |
85 | τῆς οἰκουμένης τμήματα ἀλλήλοις καταλλάττοιτε, σπονδαῖς εἰρηνικαῖς συνάπτοντες τὸ ὁμόφυλον. καὶ εἴ τι μὲν βάρ‐ βαρον, πόρρωθεν ἀποκρούοιτε, τὴν δὲ πολιτείαν Ῥωμαίων νικᾶν ἕλοισθε φιλοτίμοις δωρήμασι καὶ φιλανθρωπεύμασι | |
κατὰ τὰ πατρικὰ παραδείγματα. | 134 | |
15(1t) | Λόγος χαρακτηρίζων τὴν τοῦ | |
2t | πρωτοσυγκέλλου ἀρετήν | |
3 | Χαρακτηρίζειν τὸν ἄνδρα—ἔστω γὰρ τέως ἀνώνυμος— ἀλλ’ οὐκ ἐγκωμιάζειν εἱλόμην. εἰ δέ τινας ὁ τοῦ χαρα‐ | |
5 | κτῆρος λόγος εὐφημιῶν προσλήψεται ἀφορμάς, θαυμάζειν οὐ χρή· δι’ ἀλλήλων γὰρ οἱ λόγοι διήκουσι καὶ φιλοῦσιν ἀλλήλοις συμπλέκεσθαι. ἄλλως θ’ ὁ χαρακτὴρ ἐκ γειτόνων τῷ ἐγκωμίῳ ἐστὶ καὶ διὰ ταῦτα ὁ περὶ θατέρου λέγων ἐξ ἀνάγκης καὶ τῷ λοιπῷ συμπλέκεται μέρει. | |
10 | Ὁ τοίνυν ἡμῖν χαρακτηριζόμενος ἐς τὸν ἡρωϊκὸν ἀναφέ‐ ρει βίον τὴν γνώμην, τὸ δέ γε καθ’ ἡμᾶς γένος ἑτεροῖόν ἐστι, ποικιλώτερον μᾶλλον ἢ βλοσυρώτερον· διὰ ταῦτα ὥσπερ Φωκίων καὶ Κάτων καὶ πρὸ τούτων ὁ Περικλῆς διὰ φρονήσεως μέγεθος ἀκοινώνητος δοκεῖ τοῖς πολλοῖς. ἔστι | |
15 | δὲ τοῦτο τοῦ ἀκριβοῦς χαρακτῆρος τὸ μέγιστον. ὅσοι μὲν γὰρ τοῦ πολιτικοῦ γεγόνασιν ἤθους, εἰ μὲν ἑκουσίως πρὸς τοῦτο καταβεβήκασιν, οἰκονομικοί τε ἔδοξαν καὶ συμμεμε‐ τρημένοι τοῖς πράγμασιν· εἰ δ’ ἴσως ἐπλανήθησαν, ὑπτιά‐ ζουσι τὰ πολλὰ καὶ ταῖς τῶν πολλῶν γνώμαις ἀρέσαι | |
20 | βουλόμενοι τὰς τοῦ πολύποδος χρόας ἀλλάττουσιν. οἱ δέ γε στάσιμοι τὴν ψυχὴν ἄνω τέ που κάθηνται τῶν πολλῶν καὶ τῷ τῆς γνώμης ταὐτῷ πολυειδεῖς τὴν χρῆσιν ἐγένοντο. ὁποῖος οὗτός ἐστιν, ὃν τοῖς χαρακτηριστικοῖς ἰδιώμασι πλάττομεν· τὸν γὰρ τοῦ καλοῦ κανόνα ἐπὶ ταῖς πολιτικαῖς | |
25 | πράξεσι προϊστῶν πρὸς ἐκεῖνον ἀπευθύνει τὴν τῶν πραττο‐ | |
μένων διοίκησιν, οὐ τὸ βούλημα τῶν πολλῶν θεραπεύων, ἀλλὰ τὸ τῆς στάθμης διασῴζων εὐθύτατον, οὐκ ἐν εὐτρα‐ πέλοις λόγοις ἀποδεχόμενος, ἀλλ’ ἐν ἤθους σεμνότητι προσιέμενος, οὔτε λόγους διδοὺς γέλωτος ἀκρατοῦς οὔτε, | 135 | |
30 | εἴ τις ἕτερος δοίη, ἀσπαζόμενός τε καὶ προσιέμενος, με‐ τρῶν τοῖς λόγοις τὰ πράγματα, μᾶλλον δὲ τοὺς λόγους ἴσους ἐκείνοις ποιῶν, κἂν εἴ τί που δέοι περιφράζων τὰ πρακτέα καὶ οἷον ἀφοριζόμενος. οὐ γὰρ ἐν πλήθει καὶ κάλλει ῥημάτων τὴν ἰσχὺν οἶδε τῆς διοικήσεως, ἀλλ’ ἐν τῇ | |
35 | ἁρμονίᾳ τῶν πραττομένων τὴν οἰκονομίαν εὖ διατίθεται, οὐ μεταμορφούμενος τοῖς ἐντυγχάνουσιν οὐδὲ ποικίλος ταῖς ὁμιλίαις γινόμενος, ἀλλ’ ἓν μέλος φωνῆς τοῖς σύμπα‐ σιν ἁρμοζόμενος. καὶ τὸ λεγόμενον ἕν τέ ἐστι καὶ πολλά· ἕκαστος γὰρ τὸ οἰκεῖον λαμβάνων ἄπεισι. τὸ δὲ ἁπλοῦν | |
40 | ἐστι καὶ ἀσύνθετον. οἶδε μὲν ἕκαστον ἄριστα, χαρακτηρί‐ ζων τοῖς ὁρωμένοις τὰ μὴ φαινόμενα, οὐδενὶ δὲ οὔτε τὸ μισούμενον ἀποκαλύπτων οὔτε μὴν τὸ φιλοτιμούμενον καὶ φιλούμενον, ἵνα μὴ οὕτως μὲν ἐλέγχων δοκῇ, ἐκείνως δὲ κολακεύων· οὐ δυσχεραίνων, εἴ τις μὴ τὸ ἑαυτοῦ ἦθος | |
45 | ἀπομεμίμηται, ἀγαπῶν δὲ τὸν οὕτω μᾶλλον μεταπεπλα‐ σμένον καὶ μὴ τῇ γλώσσῃ τὰ πολλὰ χαριζόμενον, ἀλλὰ ταῖς γνώμαις τὸ τῆς φρονήσεως βάθος ἐπιδεικνύμενον, ταῖς τῶν πραγμάτων ποικιλίαις οὐ μεταβάλλεται τὴν ψυ‐ χήν, οὐδὲ νῦν μὲν θαρσεῖ, νῦν δὲ κυμαίνεται, ἀλλ’ ἐπ’ | |
15(50) | ἀμφοτέροις ἑδραῖος καὶ στάσιμος πέφυκεν. οἶδε γὰρ ὡς ἀντιπεριΐσταται ταῦτα καὶ φθάνει ἑκάτερον μεταβεβλη‐ μένον τὴν ἀποδοχὴν ἢ τὴν δυσχέρειαν. Οὐ πολλῶν δεῖται λόγων, ἐπὶ μεγίσταις καὶ ταῦτα ταῖς ὑποθέσεσιν, ἀλλ’ ὁμοῦ τέ τι προτέθειται, καὶ τὸ ὀξὺ τῆς | |
55 | γνώμης κατείληφε καὶ τὸν λόγον πρὸς τὴν οἰκονομίαν ἐμέ‐ | |
τρησε. στυγηρῶν οὐκ ἐμπάζεται μύθων, ἀλλ’ οὐδὲ τοῖς εὐ‐ φημοῦσιν ὑπέχει τὴν ἀκοήν. οὐδ’ ἐπὶ τοῖς ἐναντίοις ἐναν‐ τίας προσλαμβάνει τὰς διαθέσεις, ἀλλ’ εἰδὼς ἑκάτερα ἰδίων βουλημάτων γεννήματα αὐτὸς ἑαυτῷ σῴζει τὸν χα‐ | 136 | |
60 | ρακτῆρα τοῦ ἤθους, ὁμοῦ τε αὐτὸς τοῖς πολλοῖς ἀνάλωτος ὢν κἀκείνους ἑαυτῷ ἀναλώτους ποιῶν. οἱ γὰρ οὕτω δια‐ στρεφόμενοι τοῖς μέν εἰσι προσηνέστεροι, τοῖς δὲ δυσμενέ‐ στεροι· κἀντεῦθεν ἐκείνων μὲν ἐναντιοῦνται ταῖς πράξεσι, τῶν δὲ καὶ τὰ διαβαλλόμενα φιλοῦσί τε καὶ προσίενται. | |
65 | τοῦ κρείττονος μὲν ἑαυτὸν ἐξαρτᾷ, οὐχ ἁπλῶς δὲ τοῦτο ποιεῖ, ἀλλ’ ἐπιστήμην ἔχει τοῦ ἀναθήματος, οὐ γὰρ ἅπαξ ἐκείνῳ ἑαυτὸν ἀναθέμενος ἀμελεῖ νοῦ καὶ φρονήσεως— οὐκ ἐπὶ τούτοις γὰρ ἡ τοῦ θείου ἐπιστροφή—ἀλλ’ ἀνεγεί‐ ρας ἐπὶ τὰ πρακτέα τὸν νοῦν ἐκεῖθεν τῆς πράξεως αἱρεῖται | |
70 | τὸ σύνθημα, καὶ τὰς πράξεις εὖ θέμενος κατὰ τὴν Ἀττικὴν φρόνησιν οὕτως ἐπὶ τὸν χρησμὸν ἄπεισιν. Ὁμιλεῖ δὲ θεῷ οὐ τὴν γλῶσσαν ἐφιεὶς ταῖς ᾠδαῖς, ἀλλὰ τὴν ψυχὴν εἴσω ποιούμενος καὶ συμβιβάζων τῷ νῷ, καὶ οἷον πορθμείῳ ἐκείνῳ πρὸς τὴν ἐπὶ τὸ κρεῖττον ἀπόβασιν | |
75 | χρώμενος. πυνθάνεται δὲ περὶ ὧν βούλεται, αὐτῇ δὲ τῇ τοῦ νοῦ συναφῇ καταλλήλως καὶ τὸν χρησμὸν δέχεται· τὸ γὰρ ἀθρόως τῆς ψυχῆς ἐξαλλόμενον τοῦτο δὴ αὐτῷ τὸ βούλημά ἐστι τοῦ θεοῦ. τὰ μὲν ἔνθους ἐστί, τὰ δὲ σύννους καθέστηκεν, ἐκεῖνο μὲν τὴν τῶν κρειττόνων φύσιν ἐπιπο‐ | |
80 | ρευόμενος τῷ κινήματι τῆς ψυχῆς, τοῦτο δὲ τῶν κατειλημ‐ μένων τὴν φύσιν ἐπινοούμενος· καὶ ἀγάμενος τὴν νοητὴν ἁρμονίαν μέσος ἐστὶ πολιτικῆς διοικήσεως καὶ θείας ἀκροάσεως. εἰ μὲν οὖν ἐν θατέρῳ τυγχάνων καὶ τοῦ λοιποῦ ἔχεται, ἀπόρρητον τοῦτο τέως ἔστω πολλοῖς. ὃ δὲ | |
85 | κατείληφα, ἑκάτερον παρὰ μέρος μεταχειριζόμενος, ὡς τοῦτο μόνον εἰδὼς τοῖς ὁρῶσι δοκεῖ· τῷ γὰρ ἀμφιδεξίῳ τῆς φύσεως ἑκάτερα θαρρεῖ, τούτοις δὲ τοῖς ἄκροις μέσον τὸν λόγον ἁρμόσας τούτῳ ἀμφοτέρων ἅπτεται καὶ διᾴττειν ἀκριβῶς οἶδε τά τε θεῖα τά τε ἀνθρώπινα πράγματα. | |
90 | Ἕπεται δὲ τούτῳ καὶ βίος εὐδαίμων, καὶ ἡ ζωὴ κατὰ τὸν τρόπον ἐστίν. ἔστι δ’ οὗ καὶ παρὰ τὸν τρόπον. ἀφαρ‐ πάζων γὰρ ἑαυτὸν τοῦ κοινοῦ περιάρπακτος ταῖς διαδοχαῖς τῶν ἡγεμόνων καθέστηκε. καὶ ᾧ δ’ ἂν προσεγγίσειεν, οὗτος παρὰ πολὺ τῶν ἄλλων εὐδαιμονέστερος· κατὰ γὰρ | 137 |
95 | τὴν τοῦ ἀέρος κρᾶσιν, οἷς πλησιάζει, τῆς εὐζωΐας αὐτοῖς μεταδίδωσι. μεταβάλλων ἔστι δ’ οὗ τὰς τῶν πραγμάτων φορὰς καινοτομεῖν οὐ δοκεῖ· οὐ γὰρ ἀθρόας τὰς μεταθέ‐ σεις ποιεῖται, ἀλλ’ ὥσπερ ἐν ταῖς τῶν χρωμάτων ὁρατικαῖς μεταλλαγαῖς διὰ τῶν μέσων ἐστὶν ἡ εἰς τὰ ἄκρα μετάστα‐ | |
15(100) | σις. καὶ μὴ κύκλον ποιῶν οὐ κινεῖται κινούμενος· τὸ γὰρ παρὰ μικρὸν ἔλαττόν ἐστιν εἰς κατάληψιν καὶ ἀμβλύνει τὴν αἴσθησιν τὸ λανθάνον τῆς μεταποιήσεώς τε καὶ μετα‐ θέσεως. Οὔτε καθεστῶσι θαρρεῖ τοῖς πράγμασιν οὔτε ταραττο‐ | |
105 | μένοις δονεῖται καὶ περιστρέφεται, ἀλλ’ ἐκείνοις μὲν τὸ πε‐ πηγὸς πρυτανεύει τῆς ἁρμονίας, περὶ δὲ τῆς μεταβολῆς τούτων ἔσκεπται κάλλιον. φιλανθρωπότερος μὲν τῶν νόμων ἐστί, πλέον δὲ ἤπερ ἐκεῖνοι τὰς τῶν πονηριῶν ἀποξηραίνει πηγάς. τὰ τοῦ πράγματος ἐπὶ μᾶλλον ποιεῖ καὶ τὴν ἀπει‐ | |
110 | λὴν βαρυτέραν τῆς τιμωρίας ἐργάζεται. κἂν ἐπισείσῃ τινὶ τὴν ὀφρύν, ἄπνους ἐκεῖνος εὑρίσκεται, καὶ τὸ παράδειγμα οὐκ ἐφέλκεται τοὺς πολλοὺς πρὸς τὸ μίμημα. Οὐκ ἄχαρις μὲν τὴν γνώμην ἐστίν, ἀπόρρητον δὲ τῷ δήμῳ τοῦτο ποιεῖται, ἁρμόζεται δὲ τοῖς ἐντυγχάνουσιν οὐκ | |
115 | ἐκ βωμολοχίας καὶ ἀστειότητος, ἀλλὰ τῷ προσηνεῖ τῶν λόγων καὶ τῇ ἀληθείᾳ ὧν ἐπαγγέλλεται. πλουτεῖ τὸν ἐνδιά‐ θετον λόγον, εἴπερ τις ἄλλος τῶν ἐπὶ τούτῳ θαυμαζομέ‐ νων, οὐκ εὐθὺς δὲ ποταμὸν ποιεῖ τὴν πηγήν, ἀλλ’ ὀχετοῖς ὀλίγοις τὸ πλούσιον παραδεικνύει τοῦ νάματος· οἶδε γὰρ | |
120 | ὅτι τὸ προσκορὲς πλήσμιον καὶ διὰ ταῦτα καταφρονού‐ | |
μενον. ἔνθεν καὶ ὥσπερ οἱ τῶν ὀρνίθων ὑγροὶ ἐπὶ τὰς ἐκείνου ἀπορροὰς καθιπτάμεθα. καὶ ὁ δ’ ἂν ἀρυσαίμεθα, βραχύτατον μέν ἐστι, ποτιμώτατον δέ. Ποιεῖται δὲ καὶ τὸν τῆς φωνῆς τόνον οὐ τορὸν οὐδὲ | 138 | |
125 | πάμφωνον, ἀλλ’ οἷον ἂν ἁρμόσηται καὶ φύσις ἀσώματος. νοῦς γάρ ἐστι μόνος σώματι βραχεῖ παρακείμενος· ἐξεδα‐ πάνησε γὰρ αὐτὸ πᾶν ἡ φύσις πρὸς τὸ τῆς ψυχῆς μέ‐ γεθος. διὰ ταῦτα, ὃ μᾶλλόν ἐστι, τοῦτο ζῇ καὶ πρὸς ἐκεῖνο ἀνάγει καὶ τὸ λειπόμενον· ὅθεν οὐδ’ ἀντιπίπτει τὸ σῶμα | |
130 | τῇ ἐκείνου ψυχῇ, ἀλλ’ ἕπεται ἠρεμοῦν, ψυχοῦν ἢ θεού‐ μενον· καὶ μόνῳ οἶμαι τούτῳ τὸ σύνθετον ἁπλότης ἐστίν. Οἶδα μὲν οὖν ὡς ἐπιβαλόμενος χαρακτηρίζειν τὸν ἄνδρα εἰς ἀγῶνα μέγιστον τοὺς ἀκροατὰς περιέστησα, ὡς ὑψηλό‐ τερον ἐρῶν ἢ θειότερον· ἐγὼ δὲ οὐδὲν ὧν ὑπώπτευσαν οἱ | |
135 | πολλοὶ εἴρηκα. θαυμαζέτω δὲ μηδείς. ὁ γὰρ χαρακτηρίζων ἢ ἐγκωμιάζων οὐχ ἅμα τέ τι κρεῖττον χαρακτηρίζει καὶ μεταπέπλασται οὐδὲ πρὸς ἐκεῖνο μεταλλάττεται τὴν ψυχήν, ἀλλὰ βούλεται μὲν πλέον τοῦ συνήθους ἐρεῖν, ὃ δὲ ἐντός τέ ἐστιν ἑαυτοῦ καὶ τῆς φύσεως οὐκ ἐπιλανθάνεται. διὰ | |
140 | τοῦτο οὐ πρὸς ὃ βούλεται, ἀλλὰ καθ’ ὃ πέφυκε τοὺς | |
λόγους ποιεῖται. | 139 | |
16(1t) | Πρὸς τὸν πρωτοσύγκελλον ἀξιώσαντα | |
2t | ἱστορεῖσθαι τὰ θαύματα τοῦ θαυματουργοῦ Γρηγορίου | |
3 | Μὴ θαυμάσῃς, ὁ ἐμὸς μουσηγέτης, εἰ λαμπρόν τι καὶ τορὸν φθέγξομαι καί, οἷον οὐκ εἴωθα, τῷ θαυματουργῷ | |
5 | συντιθεὶς τὸ ἐγκώμιον. εἰ γὰρ οἱ πολλοὶ τῶν τῆς Ἑλλάδος σοφῶν ἐς Ἄμμωνος φοιτῶντες ἢ ἐντὸς τοῦ Δελφικοῦ γινό‐ μενοι τρίποδος ἀθρόον τὴν φαινομένην σοφίαν ἐπὶ τὴν θειοτέραν καὶ κρείττονα μετετίθεσαν, πῶς οὐχὶ μᾶλλον αὐτὸς κάτοχος οἷον ὑπὸ τοῦ σοῦ μυστικοῦ γενόμενος πνεύ‐ | |
10 | ματος ἠχήσω τι πλέον τῆς συνήθους μικροφωνίας; οὐδὲν γὰρ ἐλαττοῦμαι ἢ ὥστε μεταδιδόναι ὑμῖν γνώμης καὶ θεοφορίας τῆς κρείττονος. οἶδα μὲν γὰρ ἀναρρίπτων κίν‐ δυνον ὅ τι μέγαν, ὁ βραχὺς τῷ μεγάλῳ παραμετρούμενος καὶ ὁ μηδὲ τοὺς τῶν φαινομένων λόγους εἰδὼς τῷ μύστῃ | |
15 | τῶν νοητῶν ὑφαίνων τὴν εὐφημίαν. ἀλλ’ ἐπειδὴ ἡ σή με | |
θειότης νῦν ἐπὶ τὸν λόγον ἐκίνησεν, ἔνθους ὥσπερ τῷ πνεύματι γέγονα καὶ νεαρωτέραν ἐξ ἑτοίμου ζωὴν εἰληφὼς μαντεύομαι, ἵν’ οὕτως εἴπω, ὅσην μοι τὸ στῆθος ἀναδώσει μεγαληγορίαν. κινεῖ μὲν οὖν ὁ βορρᾶς καὶ ταράττει τὴν | 140 | |
20 | θάλατταν, ἡ δὲ κυμαίνεται καὶ διεγείρεται· ἀλλ’ ἂν ἀν‐ θρόον ἐπιλίπῃ τὸ πνεῦμα, καθίσταται· δεῖ γὰρ τοῖς ὑπό τινος διεγειρομένοις συνεχοῦς τῆς κινήσεως. διὰ ταῦτα μὴ ἅπαξ μοι αὐτὸς τοῦ σοῦ πνεύματος μεταδοὺς ἐπίσχῃς τὴν ἐπιρροήν, ἀλλὰ συνεχέστερον μεταδίδου, ἐγκέλευέ τε καὶ | |
25 | παραθάρρυνε, ἵνα μοι ὁ τόνος τῆς ψυχῆς εὐτονώτερος πρὸς τὴν ἅμιλλαν γένηται. ἅμιλλα γάρ μοι καὶ μέγα ἀνέῳ‐ κται στάδιον, καὶ σὺ προκάθῃ βραβευτὴς ἔντεχνος καὶ τῶν ἐμῶν λόγων ἐξεταστής, ἢν δὲ καὶ θεὸς ἐθέλῃ, καὶ στεφανί‐ της. ἐγὼ δὲ τρέχω δρόμον διπλοῦν, τὸ μὲν τῷ μεγάλῳ συν‐ | |
30 | θέων, τὸ δὲ ὑπό σοι θεατῇ τὸν δρόμον ποιούμενος. καὶ οἶδ’ ὅτι τῆς θειοτέρας σοφίας γενόμενος ἀτιμάζεις ταύτην τὴν κάτω καὶ ταπεινήν, καὶ φορτικοὺς ἡγῇ τοὺς ἐπαίνους, ἐξὸν ἐμφορεῖσθαι τῆς ἄνω εὐφημίας. Ἀλλ’ ἡμεῖς τί καὶ δράσωμεν, κάτω που ἀπερριμμένοι | |
35 | τῆς σῆς ἀσυγκρίτου μεγαλειότητος; ὅ τι γὰρ ἂν εἴποιμεν, ἔλαττον φανήσεται. καὶ τοσοῦτον τοῦ κολακεύειν ἀπέχο‐ μεν, ὥστε καὶ τρόπον τινὰ ἀτιμάζειν δοκοῦμεν τὰ σά· οἷς γὰρ οὐκ ἀφικνούμεθα, καθυβρίζομεν. ἀλλὰ σιωπήσομεν; καὶ πῶς τὴν εὐγνωμοσύνην ἐπιδειξόμεθα; ὁρᾷς ὅπως καὶ | |
40 | τὸ σιωπᾶν καὶ τὸ λέγειν ἐγκλήματα ἡμῖν καθίστανται. οὔ τοι ἐγὼ θεός εἰμι καὶ διὰ τοῦτο θεός· εἰκονίζει γὰρ καὶ τοῦτο τὴν θέωσιν· ὁ γὰρ τῆς μετριοφροσύνης ὅρος ἀκριβε‐ στάτη εἰκὼν τῆς θεώσεως. ἀλλὰ πῶς οὐ θεὸς ὁ τοῖς θείοις πλεονεκτήμασι κοσμούμενος; ἀλλ’ ἔπεχέ μοι βραχεῖ χρόνῳ | 141 |
45 | τὴν δυσχέρειαν καὶ δίδου τὴν ἀκοήν, τῆς γλώττης φειδό‐ μενος· εἰ γὰρ ἐρεῖς, κατακλύσεις. ἐγὼ δὲ καὶ ἄλλως δειλός. πῶς οὖν οὐ, θεὸς μορφούμενος ἐκείνοις τοῖς χρώ‐ μασιν, οἷς ὁ θεῖος μεμόρφωται ἄνθρωπος, εἶτα καὶ πρὸς τὰ τῇδε ἐπεστραμμένος ὥσπερ τις νοερὰ δύναμις καὶ τῶν | |
16(50) | ἐν γενέσει ἐπιμελόμενος; ἀνῆκται μὲν γάρ σοι πρὸς τὸν θεὸν ἡ ψυχὴ καὶ τεθέωται· βραχεῖα δέ τις ἡμῖν δύναμις ἐπιρρεῖ παρά σοι καὶ τὸ ἐπιρρέον σοφίας καὶ οἰκονο‐ μίας ἄβυσσος. πάλιν με κολακείας γράψῃ, καὶ διὰ ταῦτα πέφρικα καὶ φοβοῦμαι τὸ τελεώτερόν σοι ἐγκώμιον. | |
55 | οἶσθ’ οὖν ὅτου χάριν τοῦτο πεποίηκα. οἱ ἐν μετεώροις ἀναρριχώμενοι ἐν τοῖς ἐλάττοσι καὶ χθαμαλωτέροις τὴν τέ‐ χνην πρῶτον ἐπιδεικνύουσι. κἂν μὲν οὖν ἐγγὺς τοῦ πράγ‐ ματος ἔλθωσι, κατατολμῶσι τοῦ μείζονος, εἰ δὲ μή, ἡσυ‐ χάζουσιν. ὅρα γοῦν μοι τοῦ λόγου τὸ προεισόδιον καὶ τὴν | |
60 | εἰκόνα τῆς ἀληθείας. ἂν μὲν οὐκ αὔταρκες, σιωπήσομεν· εἰ δ’ ὑπογράφει τελεωτέραν τέχνην καὶ δύναμιν, τῷ ἐπι‐ | |
ταττομένῳ προσεγχειρήσομεν. | 142 | |
17(1t) | Ἐγκώμιον εἰς Ἰωάννην τὸν θεοσεβέστατον μητροπολίτην | |
2t | Εὐχαΐτων καὶ πρωτοσύγκελλον. | |
3 | Ὁ μὲν λόγος ἐλάττων ἴσως τῆς ὑποθέσεως, ὁ δὲ πόθος | |
προδήλως μείζων τοῦ ἐγχειρήματος, δι’ ὃν ἐγὼ τῷ σοφῷ | 143 | |
5 | Ἰωάννῃ τῷ τῆς Εὐχαΐτων προκαθημένῳ λαμπρᾶς μη‐ τροπόλεως, οὐδὲν δὲ ἧττον καὶ οἰκιστῇ ταύτης ἐρεῖν, τῷ ἐμῷ φημὶ καὶ φίλῳ καὶ διδασκάλῳ—οὐ δὲ γὰρ αἰσχύνο‐ μαι τοῦτο εἰπεῖν ὅτι μὴ καὶ μᾶλλον ἐντεῦθεν σεμνύνο‐ μαι—πεποίημαι τὸ ἐγκώμιον· ἄτοπον γάρ, εἰ | |
10 | παρ’ ἐκείνου λαβόντες τοῦ λόγου τὴν δύναμιν, ἔπειτα μή τι τοῦ προσειλημμένου ἐκείνῳ ἐπαναθήσομεν, μηδὲ τιμή‐ σομεν τὰ εἰκότα, παρ’ οὗ τοῦ λόγῳ τιμᾷν δύνασθαι τὰς ἀρορμὰς προειλήφαμεν, ἔτι δὲ ἀτοπώτερον, εἰ τοῖς μὲν τε‐ λευτήσασι τῶν ἀγαθῶν καὶ γενναίων ἀνδρῶν εὐφημίας ἀπ‐ | |
15 | οδιδόαμεν, ὧν τε εἰρήκασιν ἐφ’ οἷς πεπράχασι, καὶ ὧν πε‐ πράχασιν ἐφ’ οἷς εἰρήκασι, τοὺς ζῶντας δὲ τοῦ λόγου στερήσομεν, ὃς τήν γε ἀρετὴν τούτοις δημοσιεύσειε, καὶ προσέτι ὁδὸν εὐρεῖαν τῶν ἀγαθῶν ὑπανοίξομεν πράξεων. ἐκείνοις μὲν γὰρ ἄδηλον εἴ τις ἐμφανιεῖ λέγων τὰς φιλικὰς | |
20 | χάριτας, ἐνταῦθα δὲ καταφανὴς ἡ ἀντίδοσις τοῦ καλοῦ· κἀκεῖ μὲν δυοῖν θάτερον πράττεται, τοῦ τε ἐγνῶσθαι τοῖς ἐγκωμιαζομένοις τὸν λόγον, καὶ τοῦ τοῖς ἄλλοις γενέσθαι ἀφορμὴν τοῦ καλοῦ τὸ ἐγκώμιον, τοῦτο δὴ μόνον, οὐ γὰρ δὴ τὸ πρῶτον ὁμολογουμένην ἔχει τὴν δήλωσιν· εἰ δέ τις | |
25 | ἐγκωμιάζειν τοὺς ἔτι περιόντας ἐπιχειρεῖ, τούτοις τε λαμ‐ πρὰν τὴν χάριν ἐπιδεικνύει, καὶ τοὺς ἀκούοντας ὡς πρὸς ἔμψυχον ἐπαναφέρει τοῦτον παράδειγμα, ἵνα καὶ ὧν ἀκού‐ οιεν, καὶ οὓς ὁρῷεν ἄμφω πρὸς ὁδηγίαν τοῦ κρείττονος ἔχοιεν. | |
30 | Σὺ δέ μοι φίλτατε πάντων ἀνδρῶν καὶ σοφώτατε, εἰπεῖν δὲ καὶ θεοειδέστατε, καρτέρει γενναίως τὴν εὐφημίαν, καὶ μὴ προεξαναστῇς τοῦ λόγου, μηδ’ ἐπικλείσῃς τὰ ὦτα, ὅπερ δὴ ποιεῖν εἴωθας ἐν τοῖς κοινοῖς διαλόγοις, μηδὲ τὸν βρα‐ χύτατον ἔπαινον προσιέμενος. εἰ δ’ οὖν, ἀλλὰ τοσοῦτόν μοι | |
35 | φιλοσόφησον, μὴ τοὺς λοιποὺς ἀποστερῆσαι τὴν ἐκ τοῦ λόγου ὠφέλειαν· οὐ γὰρ ὥστε σοι χαρίσασθαι ὑφαίνω τὴν σὴν εὐφημίαν, ἀλλὰ δυοῖν τούτοιν ἕνεκα, τοῦ τε σοὶ τὸ | |
χρέος τῆς διδασκαλίας ἀφοσιώσασθαι καὶ τοὺς μισθοὺς ἐκτίσασθαι καθὼς ἂν δυναίμην, καὶ τοῦ τοῖς ἄλλοις ὑπό‐ | 144 | |
40 | δειγμά σε καὶ ἀρετῆς καὶ γνώσεως καταστήσασθαι, ὁποτέ‐ ρας βούλοιτό τις ἀκούειν, εἴτε τῆς ἐκ θεωρημάτων συναγο‐ μένης, εἴτε τῆς μετὰ τὴν τελείωσιν τῶν ἀρετῶν ἀναφαινο‐ μένης, ὧν ἡ μὲν τὰ κάλλη ἐπιδεικνύει τῆς φύσεως, ἡ δέ, τῶν ὑπὲρ φύσιν δείκνυσι τὰς ἀρχάς. | |
45 | Τοσοῦτον δὲ ὁ λόγος ἐπιστραφεὶς πρὸς τὸν ἐπαινού‐ μενον, κεκλίσθω πρὸς ἑαυτὸν καὶ ὃ προὔθετο περαινέτω. ἡ δὲ πρόθεσις ἀνδρὸς λόγον καὶ πρᾶξιν ἐγκωμιάσαι· ἃ δὴ πρὸς ἄλληλα μόλις ἀντικρινόμενα, οὐδ’ ἐγγὺς ἐλθεῖν αὐτῶν τοῖς ἄλλοις διδόασι. καὶ εἰ μέν μοι καὶ τοῦτο ἦν | |
17(50) | παρ’ αὐτοῦ δεδομένον καὶ ἀπὸ τῶν ἔξωθεν λαμπροτήτων συγκροτῆσαι τούτῳ τὴν εὐφημίαν, οὐδενὸς ἂν τῶν ἐνταῦθα σεμνοτέρων ἠπόρησα, οὔτε βασιλείων αὐλῶν, οὔτε θρόνων ὑψηλοτέρων, οὔτ’ ἰδίων, οὔτε δημοσίων καλῶν. ἐπεὶ δὲ οὐ μᾶλλον σεμνύνεται τούτοις ὁ ἐγκωμιαζόμενος, ἢ αἰσχύνε‐ | |
55 | ται, ὅς γε μικροῦ δεῖν καὶ ἐπιλέλησται ὅθεν γεγένηται, τοσοῦτον ἐντεῦθεν τοῦτον σεμνολογήσομεν, ὅτι δύο τινὲ καθηγητὰ ἐγενέσθην αὐτῷ τῆς ἀρετῆς ὁμοῦ καὶ παιδεύ‐ σεως, θείω μὲν τὸ γένος αὐτῷ καὶ τὴν ἀληθῆ τοῦ ὀνόματος δύναμιν, ἐκ σπαργάνων ἀνατεθειμένῳ αὐτοῖς, οὐ | |
60 | τῷ ἐδάφει προσερριμμένῳ τοῦ θείου νεώ, ἀλλ’ εὐθὺς ἔνδον τῶν ἀδύτων καθιδρυμένῳ· σοφὼ ἄμφω καὶ τὰ θεῖα καὶ τὰ ἀνθρώπινα, ὁμοτίμω τὴν ἀρετήν, περιδεξίω τὴν φύσιν, χα‐ ρίτων ἄμφω μετέχοντες· ὧν ὁ μέν, τῆς ἐν Κλαυδιουπόλει | |
ἐκκλησίας ἰθύνας τοὺς οἴακας ἐκ πρώτης εὐθὺς ἀφετηρίας, | 145 | |
65 | πρὸς τοὺς ἄνω πυρσοὺς ἀποβλέψας, ἐκείνην τε ἐς ὅρμους ἀκλύστους κατέστησε, κἀκεῖνος οὐ πολὺς ἐξ οὗ χρόνος τῷ θείῳ καὶ πρώτῳ ἀνεχύθη φωτί. ὁ δέ, ἀποστολικὴν κληρο‐ δοσίαν πιστεύε[ται, καὶ μ]ετὰ λαμπρῶν τῶν ἐλπίδων ἐς τοὺς πρὶν νομάδας κεκλημένους Σκύθας, ἔπειτα δὲ Βουλ‐ | |
70 | γάρους ὠνομασμένους ἐκ τῆς προκαθημένης συμπασῶν τῶν πόλεων πέμπεται· οὐκ ἔψευσε τὰς ἐλπίδας τοῖς ἀπο‐ στείλασιν, ἢ τοσοῦτον, ὅτι κρείττων ἐκείνων ἐγένετο, ὅλον ἔθνος καθαρῶς μεταπλάσας πρὸς τὸν θεόν, οὐδὲν ἔλαττον ἢ τὴν Ἰνδῶν ὁ Δίδυμος σύμπασαν. | |
75 | Ὑπὸ τοιούτοις οὗτος καθηγηταῖς καὶ πρὸς γνῶσιν καὶ πρὸς ἀρετὴν ἐκπαιδεύεται, οὐ μόνος πρὸς τὰ κρείττω παιδοτριβούμενος, ἀλλὰ καὶ ἀδελφὸς αὐτοῦ ἑταῖρος, θεῖος ἐκ πρώτης τριχὸς καὶ τὴν φύσιν καὶ τὴν ψυχήν, ὑπὸ τὸν αὐτὸν τούτῳ ἐπωλοδαμνεῖτο ζυγόν· καὶ ἤστην ἄμφω κατω‐ | |
80 | μαδὸν ἀραμένω τὴν παίδευσιν καὶ ἀροτριῶντε τὸν λόγον, καὶ οὐ πολλοστῷ μηνὶ τῶν σπερμάτων, ἀλλὰ παραυτίκα κομιζομένω τὸ θέρος· καὶ ἵνα τὸ τοῦ εὐαγγελίου εἴποιμι, ἔτρεχον μὲν οἱ δύο ὁμοῦ, τὸ δ’ ἐφεξῆς ὀκνεῖ μὲν ὁ λόγος ἐρεῖν, εἰρήσεται δ’ οὖν· προέλαβεν ἐκεῖνος τὸν συνοδοι‐ | |
85 | πόρον καὶ σύννομον, καὶ εἰσῆλθε πρῶτος εἰς τὸ μνημεῖον· ὢ τῆς ὁμονοίας τῶν ἀδελφῶν καὶ τῆς ἀδιαιρέτου συζυγίας τὸ πρότερον· ὢ τῆς τελευταίας διαζεύξεως καὶ οἱονεὶ τομῆς ἑνὸς σώματος καὶ μιᾶς φύσεως. Ἀλλ’ ὁ μέν, ὁπόσον ἐδόκει τῷ λόγῳ παραβιώσας ἐν‐ | |
90 | ταῦθα, οὕτω γὰρ δέον ἐρεῖν, ἐπεὶ καὶ τοῖς πράγμασι παρα‐ χρώμενος ἦν, τὸν κεκληρωμένον αἰῶνα καταλελυκὼς ἐν νέῳ τῷ σώματι, πρὸς τὴν ἀγήρω μετετέθη ζωήν. ὁ δ’ ἀπερρωγὼς τοῦ ξυμφυοῦς, ἐκείνῳ μὲν ἀπετέμητο, ὅλος δὲ τοῖς σύμπασιν ἦν, τῇ τε προτέρᾳ δυνάμει προσθεὶς καὶ | 146 |
95 | ὅλον τὸν τῆς ἀρετῆς ἀναδεδεγμένος ζυγόν. εἱστήκει δὲ οἷά τις γραφεὺς δυοῖν μέσον παραδειγμάτων, φημὶ δὴ τῶν θείων, ὁμοτίμων μὲν τὴν τοῦ καλοῦ θεωρίαν, ἐχόντων δέ τινας ὥσπερ δὴ κοινότητας, οὕτω δὴ καὶ διαφοράς, οὐ γὰρ μονοειδὴς ἡ τῆς ἀρετῆς φύσις, ἀλλὰ καὶ τὸ χάριεν | |
17(100) | αὐτῆς καὶ τὸ ἀμειδές, ἄμφω μὲν καλά, διάφορα δέ· καὶ τοῖς μέν, ἄκρατα ταῦτα προσεγεγόνει, οἱ δέ τινες, ὥσπερ ἐν κρατῆρι ἄμφω συνεκεράσαντο. ὁ μὲν γὰρ τὴν Κλαυδίου πόλιν κεκοσμηκώς, ᾧ δὴ πολλάκις καὶ αὐτὸς πεπλησίακα, ὥσπερ δὴ καὶ θατέρῳ, ἔσω τε τὰ ἴχνη τῶν ἀρετῶν | |
105 | ἔστρεψε, καὶ οὐδὲν ἧττον καὶ τὴν γλῶτταν ἐκεκόσμητο χά‐ ρισιν, ἠθῶν τε κράσιν ἀρίστην καὶ οἵαν οὐκ ἄλλος εὐτύ‐ χησε· παντοδαπός τε τὸν λόγον ἦν, καὶ εἴ τις αὐτῷ παρε‐ τύγχανεν, εὐθὺς χαρίτων ἐμπέπληστο. Τοιοῦτος μὲν οὗτος. ἅτερος δέ, οὐδὲν ὅτι μὴ τὸ ὅλον | |
110 | τῶν τῇδε μὲν ἀπεστραμμένος, ὅλος δὲ ἐπεστραμμένος πρὸς τὸν θεόν· διηγωνισμένος γενναίως πρὸς σῶμα, πρὸς φύσιν, πρὸς ἑτέρας ἀναγκαιότητας, καὶ τοῖς ὅλοις ὅλους νενικη‐ κώς, αὐχμοῦ πλέως ἅτε ἰσχυρῶς πρὸς τοὺς ἀνταγωνιστὰς κονισάμενος, καὶ ἀθλητικοῖς ἢ μαρτυρικοῖς ἱδρῶσι περιρ‐ | |
115 | ρεόμενος, οὐδὲν ὑφιέμενος τοῖς ὅπῃ δεῖ παρρησίας, ἀλλὰ σχῆμα μὲν ᾔδει βασιλείας, οὗ δὲ καιρὸς ἦν λόγον δημοσι‐ εῦσαι καὶ ἀντιστῆναι γενναίως, οὐκ ἐκ τοῦ ἐλάττονος οὐδ’ ἐκ τοῦ ὑφειμένου, ἀλλ’ ἐξ ὑπερυψήλου τοῖς κρατοῦσιν ὡμί‐ | |
λει φρονήματος. | 147 | |
120 | Τοιούτοις ὁ ἐγκωμιαζόμενος χρώμενος πρὸς τὸ παντοδα‐ πὸν καλὸν παραδείγμασιν, οὐχ ὥσπερ δυοῖν πελάγοιν ἀπείροιν, τὸ μέν, μεθῆκεν, ἐς τὸ δ’ ἀφῆκεν, ἀλλ’ ἄμφω διέπλευσε· πῶς καὶ τίνα τρόπον; ὥσπερ ἂν εἰ καὶ ζω‐ γράφος βουλόμενος ξανθὰς τρίχας ἀπομιμήσασθαι, τὰ | |
125 | ἄκρα συγκεράσειε χρώματα, οὕτω δὴ καὶ ὁ σοφὸς ταὐτὸν καὶ θάτερον τῆς ψυχῆς συνεκέρασε· τὸ γὰρ ἐκ τῶν ἐναν‐ τίων κρᾶμα ἀμφοῖν τῶν ἄκρων μετέσχεν. οὕτω τοιγαροῦν ὁ ἐμὸς σοφὸς Ἰωάννης, τοῦ μὲν τὴν χάριν, τοῦ δὲ τὴν ἀκλινῆ στάσιν, καὶ τοῦ μὲν τὸ ἀτενές, τοῦ δὲ τὸ εὐκαμπές, | |
130 | καὶ τούτου μὲν τὴν πρὸς τὸ κρεῖττον, τελείαν ἐπιστροφήν, [τούτου δὲ] ὅσον τάξιν ἐνθεῖναι πράγμασι καὶ λόγον οἰκονομῆσαι, καὶ προστασίαν πολλῶν ἀναδέξασθαι, καὶ ἑκάστου τὰ ἰδιαίτατα συλλαβὼν εἰς μίαν τὴν ἑαυτοῦ ψυ‐ χὴν ἐκεράσατο, καὶ ἀπολελυμένος ἀμφοῖν τῶν ἄκρων, τῷ | |
135 | κράματι ἀμφοτέρους ἐνενικήκει, τοῦ μὲν τὸ χάριεν τῷ σε‐ μνῷ, τοῦ δὲ τῇ χάριτι ὑπερβαλόμενος τὸ σεμνόν. καὶ νῦν ὁ αὐτὸς ἀμφοῖν τοῖν τρόποιν διῄρηται καὶ συνήνωται. τίς γὰρ τούτου καλλίων ἐν συνουσίαις καὶ διαλόγοις κρατῆρα χαρίτων γέμοντα στήσασθαι, καὶ λόγον ἐξενεγκεῖν καταμε‐ | |
140 | λιτοῦντα τὴν ἀκοήν, καὶ μύθῳ χρήσασθαι, καὶ μεθ’ ἡδο‐ νῆς ὑπόθεσιν ἀφηγήσασθαι, καὶ ἐπιμειδιᾶσαι ὅσον εἰκός, καί τι καὶ τοῖς πολλοῖς χαρίσασθαι, ἵνα μηδὲ τούτοις δόξῃ ἀξύμβολος ἢ δυσοιώνιστος; τίς δὲ τὰ κρείττω θαυμασιώ‐ τερος, ἀρετῆς τε πέρι φιλοσοφῆσαι, καὶ τοῦ καλοῦ δεῖξαι | |
145 | τὸν ὅρον καὶ τὸ ὑπερκείμενον ἀγαθόν, καὶ ὡς ἐν προθύ‐ | |
ροις τοῦτο ἐκείνου; τίς δὲ ἀκριβέστερος περί τε φύσεως ἐρεῖν καὶ τῶν ὑπὸ τὴν φύσιν σωμάτων, καὶ τῶν ὑπὲρ τὴν φύσιν ψυχῶν, καὶ περὶ τοῦ ὄντος καὶ ὅθεν πρώτως τούτῳ ὕπαρξις; | 148 | |
17(150) | Ἀλλ’ ἵνα μὴ πρὸ τῶν κρηπίδων οἰκοδομεῖν ἐπιβάλωμεν, ὁ θαυμάσιος οὗτος καὶ τὴν φύσιν καὶ τὴν σπουδήν, πολλὴν μὲν καὶ ἀπὸ τῆς συμφυοῦς ἀρχῆς πρὸς τὸν λόγον συντέλειαν εἴληφε, πολλὴν δὲ καὶ ἀπὸ τῆς οἰκείας γνώμης ἐνταῦθα μερίδα συνεισηνέγκατο· καὶ φύσεως ἐκ πρώτης | |
155 | γενέσεως εὖ ἔχων ὑπεραλλομένης ὡς εἰπεῖν καὶ πᾶσαν ὑπερβαλλομένης δύναμιν, οὐ πέπονθε ταὐτὸν τοῖς πολλοῖς, οὐδὲ πιεῖν ταύτῃ τεθαρρηκώς, αὐτόθεν ἕξειν τὸν λόγον ᾠήθη δεῖν, εἰ μὴ καὶ σπουδὴν προσλάβοι ταύτης συλλή‐ πτορα. ὥσπερ εἴ τις καὶ στρατιώτης σίδηρον προειληφὼς | |
160 | τῶν εὐθήκτων καὶ τῶν αὐτίκα τεμνόντων, εἴ περ ἐν πολέ‐ μοις εὐδοκιμεῖν βούλοιτο, καὶ τὴν τέχνην προσλαμβάνει, πῶς ἂν αὐτῷ χρῷτο, καὶ πολλὴν περὶ τοῦτο εἰσφέρει τὴν ἐπιμέλειαν. οὐ γὰρ ἀποχρῶσα καθ’ ἑαυτὴν ἡ φύσις πρὸς τὴν τελεωτάτην κτῆσιν τοῦ λόγου, ἀλλὰ δεῖ καὶ σπουδῆς | |
165 | τοῖς οὕτως ἔχουσι, καὶ λόγου ὑποδεικνύοντος πρῶτα μὲν τίς ἡ πρὸς τὴν φύσιν ὁδὸς ἀπάγουσα, καὶ τίς ἡ πρὸς τὰ μαθήματα, καὶ τίς ἡ πρὸς θεολογίαν, ἔπειτα τί ταῦτα βούλονται, καὶ τί μὲν δεῖ ὡς στοιχεῖον λαχεῖν, τί δὲ ὡς μετ’ ἐκεῖνο, καὶ ποῦ τῆς τελειότητος μετασχεῖν, ὡς | |
170 | πολλούς γε ἑωράκειν ἐγὼ οὐκ ἀρχομένους τούτων, οὐδὲ προκόπτοντας, ἀλλ’ ὥσπερ ἐμπίπτοντας καὶ σπαράττοντας, εἶτα οὐδ’ ὑφιεμένους τοῖς κρείττοσιν, ἀλλὰ καὶ παρρησίᾳ χρωμένους, καὶ ἅττα ἂν αὐτοῖς ἡ γλῶττα συλλάβοι, οὐ γὰρ ὁ νοῦς εἴποιμι, ἐκχέοντας καὶ ἀλλήλους ἐξαπατῶντας, εἰ‐ | |
175 | πεῖν δὲ καὶ τοὺς ἀκούοντας. καὶ πολλάκις οὗτοι καὶ κατὰ τῶν ἀκριβεστέρων εὐδοκιμήκασιν, οὐκ ὄντος κανόνος οὐδὲ τῆς ἀκριβοῦς κρίσεως. Ἀλλ’ οὐχ ὁ θαυμάσιος οὗτος τοιοῦτος. ἀλλ’ ἐπειδὴ ἑαυτὸν ἐγνώκει ἀφορμήν τινα παρὰ θεοῦ πρὸς τὴν παι‐ | |
180 | δείαν εἰληφότα τὴν φύσιν, εὐθὺς ὑπὸ κρείττονας ἑαυτὸν διδασκάλους πεποίηται, καὶ τὴν ἐγκύκλιον πρῶτα παιδείαν μεμαθηκώς, πρὸς δὲ καὶ τῆς γραμματικῆς τέχνης εἰς ἄκρον ἐληλυθώς, οὕτω δὴ τῶν μειζόνων μαθημάτων ἀντι‐ λαμβάνεται. εἰ μὲν οὖν οὐδεὶς ᾔδει τὸν ἄνδρα, ἔπειτα ὧν | 149 |
185 | ἐρεῖν μέλλω περὶ αὐτοῦ ἠκηκόει, ὑπώπτευσεν ἂν ὡς ψευδῆ τὸν λόγον διὰ τὴν ὑπερβολὴν τῶν ἐπαίνων. ἐπεὶ δὲ τὸ ἄγαλμα ἵσταται ἐν μέσῃ περιωπῇ ὑπὲρ πᾶσαν ἀκρόπολιν, ἐφερμηνεύω δὲ τούτῳ ἐγὼ τὴν ἀκριβῆ στάσιν, ὡς οὕτως ἔχει αὐτῷ τὼ χεῖρε, ὡς οὕτω τὼ πόδε, ὡς ἡ κεφαλή, ὡς | |
190 | πάντα οὕτως εἰπεῖν τὰ μέρη τοῦ σώματος. εἴ τις ἀπιστοίη τῷ ἐπὶ πᾶσιν εὖ ἔχειν καὶ ὑπερβαλλόντως, διοράτω τὸ ἄγαλμα, κἀκεῖθεν τὴν πίστιν λαμβανέτω τῶν λεγομένων. Πλὴν τοσοῦτον ἂν εἴποιμι, ὡς οὐ δημοσιεύει τὸ κάλλος ὁ ἀγαλματίας οὗτος ἀνὴρ τὴν ψυχήν. οὐδ’ ἕστηκε κατὰ | |
195 | τὰς στήλας τὴν ἔξω δεικνυούσας μορφήν, ἀλλ’ ἐμφανὴς μέν ἐστι τοῖς ὁρᾷν βουλομένοις [εἴσω]· κρύπτει δὲ τὰ πολλὰ τῶν ἀρετῶν τὴν ἰδέαν ἐξ ὧν μεμόρφωται, καὶ οὔτε τῇ γλώττῃ τὸν λόγον σαλπίζει, οὔτε δημοσιεύει τὴν ἀρετὴν σύμπασαν, ἵνα καὶ τοῦτο αὐτῷ μεγαλομερὸς πρὸς τὸ | |
17(200) | καλὸν εἴη συνεισφορά. δεῖ οὖν ἡμῖν ἀγῶνος ἀνασκοπεῖν τὸν ἄνδρα καὶ ἀνιχνεύειν, ὥσπερ δὴ κἀγὼ ἀναχωννύων τοῦτον, ὁμοῦ τε καὶ ἐγνώκειν οἵαν ἐν λαγόσιν ἔχει πηγήν, καὶ ἐπεπώκειν εἰς κόρον τοῦ νάματος. ὡμίλησα γὰρ πρω‐ θήβης ὢν ἔτι τῷ μεγάλῳ τούτῳ ἀνδρί, διψῶν—πῶς ἂν | |
205 | εἴποιμι—τῆς παιδεύσεως καὶ περιφλεγόμενος, καὶ ἀπαρύ‐ σας ἀθρόον τῶν ἐκείνης ῥευμάτων εἰς δύναμιν, ἀρκοῦσαν | |
ταῦτα πρὸς πᾶσαν μάθησιν ἔσχον παρασκευήν. οὐδὲν γὰρ παρ’ οὐδενὸς ἑτέρου οὔτε προείληφα, οὔτε προσείληφα, ἀλλ’ ὥσπερ ὁ τοῦ Μένωνος οἰκογενὴς ἀπὸ τῶν τοῦ Πλά‐ | 150 | |
210 | τωνος ὀλίγων ἀρχῶν τὸ διπλάσιον τοῦ σχήματος συνεπερα‐ νάμην, καὶ τὸν βωμὸν ἐδιπλασίασα, οὐκ ἀνεπιστημόνως ἔξω τοσοῦτον περιθέμενος σῶμα, ἀλλὰ τὰς μέσας γραμμὰς εὑρηκὼς οὐκέτι μὲν παρὰ τοῦ διδασκάλου, παρὰ δὲ τῆς φύσεως καὶ τοῦ κρείττονος. | |
215 | Ἀλλὰ περὶ μὲν ἐμοῦ τοσοῦτον εἰρήσθω. ὁ δὲ μέγας οὗτος ἀνὴρ, ἐξ ὑπερδεξίων ἄνωθεν εἰδὼς βάλλειν περὶ τὰ μαθήματα, ἀπὸ τῶν ῥητορικῶν λόγων ἀρξάμενος, ἐς τὴν φιλοσοφίαν συνεπεράνατο, οὐδὲ τῆς Ἰταλῶν σοφίας ἠμελη‐ κώς. ὅσοι μὲν γὰρ ἓν τούτων προσειληφότες, τῶν λοιπῶν | |
220 | κατολιγωρῷεν, ἢ ὦτα νοῦ προϊστῶντες γλῶτταν ἀδιανόητον ἔχουσιν, ἢ πηγαῖον ὕδωρ καὶ ὄντως ἔννουν ἀπαντλησά‐ μενοι ἐστέρηνται τοῦ ἐξάγοντος τοῦτο ὁλκοῦ, δεῖ γὰρ καὶ φιλοσοφίᾳ γλώττης ῥητορικῆς, καὶ τῇ τέχνῃ τῆς ἐπιστή‐ μης· ὅ τε γὰρ μόνως φιλόσοφος, ἄχαρις, καὶ ὁ τὴν τέχνην | |
225 | διῃρημένως κομπάζων, τοῦ κοσμοῦντος ἐστέρηται σχή‐ ματος· καὶ ὁ ἄμφω συνειλοχώς, εἰ μὴ καὶ τὰ πολιτικὰ εἰ‐ δείη πράγματα, κύμβαλόν ἐστιν ἀλαλάζον κατὰ τὸν ἀπο‐ στολικὸν λόγον, εἰ μή γε βούλοιτο πόρρω πολιτείας ἑστᾶναι, τότε γὰρ αὐτῷ καὶ μέρος ἓν ἀποχρῶν, φημὶ δὴ | |
230 | τὸ τῆς φιλοσοφίας. ἀλλ’ οἵ γε πολλοὶ περί τι τούτων πραγ‐ ματευσάμενοι, αἴρουσι τὴν ὀφρὺν κατὰ τῶν ἑτέρων καὶ συγκρίνουσιν ἃ οὐκ ἴσασι· φιλοσοφίᾳ μὲν γάρ, ἅτε τὸ ἐκ πασῶν οὔσῃ, καὶ τὴν διὰ πασῶν συμφωνίαν ἐχούσῃ, οὐδὲν | |
ἂν παραβάλοιτο· αὐτὴν γὰρ ἑαυτῇ συγκρίνοιεν ὁ οὕτω | 151 | |
235 | ποιῶν, ἢ πῶς ἂν αὐτῇ σωθείη, τὸ τέχνη τεχνῶν εἶναι καὶ ἐπιστήμη ἐπιστημῶν; ῥητορικῆς δὲ καὶ νομικῆς τέχνης τοσοῦτόν ἐστι τὸ διάφορον, ὡς ἡ μὲν τὰς ἀρχὰς καὶ τὰς πίστεις τῶν ἀγώνων παρέχει καὶ ῥυθμίζει, τοὺς ἀντιδιατι‐ θεμένους διδάσκουσα οἷς μὲν ὁ κατήγορος, οἷς δὲ ὁ ἀπο‐ | |
240 | λογούμενος ἄριστα χρήσαιτο· ἡ δέ γε νομικὴ ἐντεῦθεν ἰσχύσασα, τούς τε προσφόρους ἑκάστῳ ἀνελίττει νόμους καὶ τὰ συμπεράσματα τῶν ὑποθέσεων δίδωσιν. Οὕτω τοιγαροῦν ἐκεῖνος ταῦτα μετεχειρίσατο, καὶ κα‐ τώρθωσε συνάψας τὰ διαστῆναι δοκοῦντα, καὶ τόν τε νοῦν | |
245 | καθηδύνας ταῖς ἀπὸ τῆς ῥητορικῆς χάρισι, τήν τε γλῶτταν σεμνύνας τοῖς φιλοσόφοις νοήμασι, καὶ μηδὲ πρὸς τὴν πολιτείαν ἀσύμβολος εὑρεθείς, ἀλλὰ καὶ τοῦτο τὸ μέρος συνεισενεγκὼν τῷ παντί, παρὰ μέντοι τῆς τέχνης καὶ κομψείας ἀγοραίου ἀπώνατο. οὐ δὲ μέχρι τῶν περιττῶν | |
17(250) | ἔστη σχημάτων, οἷς τοὺς πολλοὺς ὁρῶ χαίροντας καὶ τού‐ τοις [.......] τρίβοντας τὰ οἰκεῖα συγγράμματα, ἀλλ’ ἀφ’ ὧν τὸ πείθειν καὶ ἡ παρασκευὴ τῶν ἀγώνων ταῦτα συ‐ νειλόχει, πρῶτος ἐξ ἀμφοτέρων τε ἐπιχειρεῖν ἐγνώκει, καὶ ἴσους ἑκατέρωθεν τοὺς λόγους ποιεῖν, ἵνα τοὺς ὅρους τῇ | |
255 | τέχνῃ φυλάξαιτο. ἐφρόντισε μέντοιγε καὶ συνθήκης καλῆς καὶ ὀνομασίας ἐπιτερποῦς· ἐπιπρέπει δὲ αὐτοῦ τοῖς λόγοις ἠρέμα καὶ ἡ τοῦ κάλλους ἐπιρροή· τούς τε ἐπιστολιμαίους τύπους ἐγνώκει ὡς ἄλλος οὐδείς, καὶ ἐνιαχοῦ μὲν στύφων αὐτῷ ὁ κρατήρ, ἀλλ’ ἡ λέξις παρ’ ἐλπίδας ἀνθήσασα | |
260 | ῥόδον ἐν χειμῶνι παρέδειξε. καὶ κατά γε τοῦτο τὸ μέρος τῶν μὲν καθ’ ἡμᾶς καὶ οὓς αὐτὸς ἐγνώκειν, οὐδεὶς ἂν | |
τούτῳ παραβληθείη, τῶν δέ γε πρὸ ἡμῶν καὶ ἀκριβῶς λαμψάντων ἐν λόγων λαμπρότητι πολλοῖς ἂν περί γε τοῦ πρωτείου δοίη ἀμφιβολίαν. | 152 | |
265 | Οὐ γὰρ εἴ τις ἐμοὶ μακροὺς λόγους ἐπιδεικνύει, εἶτα δὴ καὶ ἐπὶ διφθερῶν τηνάλλως τούτους ἐγγράφοι, ἀλλοίους ἑαυτοῖς καὶ παρεσχηματισμένους, καὶ νῦν μὲν τρυφῶντας, νῦν δὲ αὐχμῶντας καὶ μέχρι νεαροπρεποῦς ἑστηκότας λέ‐ ξεως, οὗτος ῥήτωρ ἐμοὶ λογίζοιτο καὶ σοφός. μᾶλλον γάρ | |
270 | μοι ὁ νοῦς ἕστηκεν, ἢ τὸ οὖς ἵδρυται· ἀλλ’ ὅστις ἀπ’ ἐν‐ νοίας ἀρίστης ἀρξάμενος καὶ προοιμιασάμενος, εἴτ’ αὐτό‐ θεν τεχνικῶς, εἴτε κεκρυμμένως καὶ ἀφελῶς, νῦν μὲν ῥα‐ γδαῖον ὑετὸν μιμοῖτο καὶ καταβαίνοι ὥσπερ Ἑλλησποντίας, νῦν δὲ ἠρέμα ψεκάζοι, οὔθ’ ὑπὸ τῆς ῥύμης ἀγόμενος, οὔτ’ | |
275 | ἐνταῦθα στενούμενος, ἀλλ’ εὐλόγως καὶ κατὰ καιρὸν ἀμφ‐ οῖν χρώμενος. καὶ οὔπω λέγω τὰς μείζους τοῦ λόγου δυνά‐ μεις, ὧν τοῦ μὲν καθ’ ἡμᾶς λόγου τὰ πρῶτα ὁ τῆς θε‐ ολογίας Γρηγόριος, ὃν οὐδ’ ἂν οὐδ’ ἡ οὐρανία σάλπιγξ ὑπερηχήσειε, μετὰ δὲ τοῦτον τῆς θύραθεν σοφίας Δημο‐ | |
280 | σθένης τε καὶ Δημάδης, προσθήσω δὲ καὶ Ἰσοκράτους ἀστραπαὶ καὶ βρονταί, τῆς μὲν Γρηγορίου ἥττους φωνῆς τοσοῦτον, ὅσον κρείττους τῶν ἄλλων, καθηγεμόνες δ’ ὅμως τῆς ῥητορικῆς ξυμπάσης δυνάμεως. Λυσίαν δ’ εἴ τις ἐπαι‐ νεῖν βούλοιτο, προσίεμαί τε καὶ ἀποδέχομαι, ἀλλ’ οὔ μοι | |
285 | λόγος τὰ ῥητορικὰ ἐν πᾶσιν ἐπαινεῖν κλέμματα οὐδὲ τὰς ὑποκαθημένας φωνάς· τὸ δέ μοι μεγαλοπρεπὲς μᾶλλον ἀρέσκει τοῦ μικρολόγου καὶ κατατέχνου. Τούτων τοιγαροῦν τῶν ἀπηριθμημένων σοφῶν ὁ νῦν τῷ λόγῳ τιμώμενος, Γρηγόριον μὲν μιμεῖσθαι βούλεται, καί γε | |
290 | καὶ παραψαύει τῶν τοῦ μεγάλου ἰχνῶν, δεδίττεται δὲ | |
ὥσπερ προσεγγίσαι τῷ λέοντι. διὰ ταῦτα Ἰσοκρατικὸς μᾶλλον τούτῳ ὁ χαρακτήρ, πλὴν ὅσον οὐκ ἐκκεχυμένος, ἀλλὰ συνεστραμμένος· καὶ οὐδὲν καινὸν εἰ, ᾧπερ ὡς ἥκι‐ στα θαμίζων προσωμίλησεν, ἐμιμήσατο. οὐ γὰρ ἐκ τοῦ | 153 | |
295 | βούλεσθαι οἱ τύποι τῶν χαρακτήρων, ἀλλ’ ἐκ τοῦ πεφυκέ‐ ναι. τὸ δὲ σύμπαν εἰπεῖν, κρᾶμα τούτῳ συνηρμοσμένον ὁ λόγος ἐκ τῶν ἄριστα τοὺς ἀρίστους μιμησαμένων, ἢ καὶ ὧν αὐτοὶ καθηγεμόνες ἐγένοντο. Τοιοῦτος μὲν τὴν τέχνην ὁ θαυμάσιος οὗτος ἐγένετο, | |
17(300) | πλείων δὲ τὴν ἐπιστήμην, ὅλην εἰς μέρη μερίσας, καὶ ὥσπερ οὐ διελεῖν βουλόμενος αὖθις συμπτύξας καὶ ὁ [αὐτὸς] οὐδὲν ἔλαττον ξυνθεὶς ἢ ἀναλύσας, πάντας μὲν τοὺς συλλογισμοὺς ἀνεζητηκώς, ἑκάστων δὲ τὰς αἰ[τίας ...] ἀνευρηκώς, τάς τε πρώτας καὶ τὰς ἀπὸ τῶν πρώτων, καὶ | |
305 | τὰς μετὰ ταῦτα τῶν ὑποθέσεων καὶ ὧν ἄλυτον τὸ τεκμή‐ ριον, καὶ οὔτε διαλεκτικὸν τοῦτον δι[έφυγε] πρόβλημα οὔτε ἀποδεικτικὸν ζήτημα οὔτ’ ἄλλο τι τῆς λογικῆς οὐδέν· ἀλλὰ καὶ προτάσεων κατὰ λόγον ηὐπόρησε καὶ ἀνήνεγκεν εἰς ἀρχὰς τὰ συλλελογισμένα, τούς τε ὅρους τοῦ πρώτου | |
310 | νοῦ εὑρηκὼς καὶ τοῦ καθ’ ἡμᾶς τοὺς ξυγκειμένους. τὴν δέ γε σοφιστείαν τήν τε ἐν ὀνόμασι καὶ ἐν διανοίαις ἐγνώκει μέν, ἀπήλασε δὲ τῆς κατὰ ψυχὴν πόλεως, οὐδὲν ἔλαττον ἢ τὸν ποιητὴν ὁ Πλάτων τῆς ἑαυτοῦ, μόνον οὐκ ἐρίῳ στέ‐ ψας, ἀλλὰ γυμνήν τε καὶ ἀστεφάνωτον. | |
315 | Εἶτα δὴ καὶ τὰς τῆς φύσεως ἀγασθεὶς θεωρίας, ἀπὸ τῶν ἀρχῶν ἀρξάμενος ἐπὶ τὸ σύμπαν ἀφῆκε. καὶ ἐπέζευσε | |
μὲν ἤπειρον, ἔπλευσε δὲ ἄχρι τῶν ἐφ’ ἑκάτερα πόλων. ἐστείλατο δὲ καὶ πρὸς οὐρανόν, καὶ οὐδὲν ἀφῆκεν αὐτῷ ἀθεώρητον, οὐχ ὅσα ἐν ψυχαῖς, ἐπεὶ καὶ τὸ γένος τοῦτο | 154 | |
320 | ἀρχὴν πρώτην τῶν φυσικῶν λόγων τιθέασιν, οὐχ ὅσα ἐν ζῴοις, οὐχ ὅσα ἐν φυτοῖς. εἶτα τί; λεληθότως καὶ τοῖς μαθήμασι προσωμίλησεν· ὥσπερ εἴ τις ἐς Ἑλλάδα ἢ ἐς Ἰωνίαν ἀποπλεῦσαι θελήσας οὐ ναῦν φιλοτεχνοίη, ἀλλὰ χρῷτο τῇ εὑρημένῃ τοσοῦτον ὅσον ἐς τὸν ἀπόπλουν, | |
325 | οὕτω τοιγαροῦν ἐκεῖνος τοῖς μαθήμασιν ὡς ὀχήμασι χρώ‐ μενος, ἀπὸ τῶν σωμάτων τοῖς ἀσωμάτοις προσέβαλε, τῷ κράματι πρότερον προσεληλυθώς. ἔνθα δὴ καὶ γενόμενος ἐγνώκει τὸ πρώτως ἕν, τὰς ἐκεῖθεν ἑνάδας, τὸ κυρίως ὄν, τὰς τοῦ ὄντος μερίδας, τὰ τοῦ καλοῦ παραδείγματα, τὴν | |
330 | θαυμασίαν σειράν, τοὺς μέσους δεσμοὺς δι’ ὧν τὰ ἄκρα συνάπτεται. Τοιοῦτος ὁ ἐμὸς τῷ ὄντι καὶ φιλόσοφος καὶ διδάσκαλος, οὐ κατὰ τοὺς πολλοὺς τῶν νῦν τὴν ἐπιστήμην μεταχειριζο‐ μένων, οὐδὲ κατὰ τὴν ἑτέραν μερίδα ὅσοι καὶ διαπτύουσι | |
335 | ταῦτα καὶ περιττὴν σοφίαν τιθέασιν, ὥσπερ αὐτοὶ μάλιστα τὸν καθ’ ἡμᾶς λόγον κτησάμενοι καὶ μηδενὸς τῶν ἄλλων ἐπιδεόμενοι. οἵ γε οὔτε τοῦτον ἴσασιν, οὔτε τι τούτων ἐγνώκασιν, ὁ δὲ λόγος πρὸς ἐνίους τῶν οὕτως οἰομένων. εἰσὶ γὰρ ὑπὲρ τοὺς ἑπτάκις χιλίους οἱ μήτε τῇ Βάαλ τὸ | |
340 | σέβας ἀπονειμάμενοι κἀκ τῶν Ἑλληνικῶν λόγων ὠφελη‐ μένοι πρὸς θεοσέβειαν. εἰ μὲν γὰρ πάντας τοὺς λόγους | |
ἐγνώκεισαν, ὅσοι τε ἀπ’ Αἰγυπτίων, ἢ Χαλδαίων, ἢ τῶν συνεγνωσμένων ἡμῖν Ἰουδαίων μετωχετεύθησαν πρὸς ἡμᾶς, τῶν γε Ἑλληνικῶν εἰς ἄκρον προεληλύθεσαν καὶ ὅπως | 155 | |
345 | οὗτοι τοῖς λογίοις ἐχρήσαντο, εἶτα διακρίνοιεν τούτους, καὶ τοὺς μέν, ἐγκρίνοιεν, τοὺς δέ, ἀποκρίνοιεν καὶ ἀπελέγχ‐ οιεν, ὥσπερ δὴ οἱ περὶ τὸν μέγαν Βασίλειον καὶ τὸν τῆς θεολογίας φωστῆρα Γρηγόριον πεποιήκασιν, οὐκ ἀγαίμην ἂν τούτοις μόνον, ἀλλὰ καὶ ἐμαυτὸν ὑποθείμην μαθεῖν | |
17(350) | ὅπερ ἂν ἐκεῖνοι διδάξωσιν. εἰ δὲ μηδ’ ὅσον ἑνὶ βήματι τοῦ πεζοῦ προβεβήκασι λόγου, μὴ δὲ ἕν τι τῶν πάντων ἐγνώ‐ κασιν, αἰσχύνεσθαι μᾶλλον αὐτοὺς προσήκει καὶ ἐπικρύ‐ πτειν τὴν ἀμαθίαν ἢ ἀναισχυντεῖν κατὰ τῶν τὰς ἐπιστήμας συνειλοχότων. | |
355 | Ἔγωγ’ οὖν, ἵνα τι καὶ περὶ ἐμαυτοῦ τῷ τοῦ φίλου λόγῳ προσθήσω, καί με μὴ βάλοι βέλος νεμέσεως· οὐκ ἐγνώκειν μόνον ὁπόσα Ἕλληνες οὐδ’ ὁπόσα Χαλδαῖοι ἢ Αἰγύπτιοι, ἀλλὰ καὶ κατεγνώκειν αὐτῶν, πλὴν οὐ πάντων, οὐδέ μοι ὁ ἔλεγχος διὰ πάντων τῶν ἐκείνοις εὑρημένων πεφοίτηκεν, | |
360 | ἀλλὰ καὶ πολλοῖς τῶν παρ’ ἐκείνοις πρὸς τὴν ἰσχὺν τοῦ καθ’ ἡμᾶς λόγου ἀπεχρησάμην. ἢ τί ποτε τῶν καθ’ ἡμᾶς φιλοσόφων οἱ ἄκροι τῶν Ὠριγένους συγγραμμάτων οὐκ ἐλάχιστον μέρος συνειλόχασι, καὶ Φιλοκαλίαν τὸ συνειλεγ‐ μένον κατωνομάκασιν, ὅτι καὶ σοφοὶ τὴν παίδευσιν ἤστην, | |
365 | καὶ πρὸς ἀλήθειαν πάντα καὶ λέγοντες καὶ συγγράφον‐ τες; Τοσοῦτο δὲ παρεκβέβηκα, οὐκ αὐτὸς κομπᾶσαι βουλό‐ μενος, ἀλλὰ τοῖς πολλοῖς ὑποθεῖναι μὴ καταμελεῖν παι‐ | |
δείας, μηδὲ πρόφασιν ἀμελείας καὶ ῥᾳθυμίας τὸν ἡμέτερον | 156 | |
370 | λόγον ποιεῖν· ἔσο τὰ κρείττω αὐτόθεν εἰδώς, ἀλλ’ ἔνθα δεῖ καὶ συλλόγισαι, ἵνα σφενδονήσῃς ποτὲ τὸν ἀλλόφυλον· οἱ μὲν γὰρ τρεῖς λίθοι παρὰ τοῦ καθ’ ἡμᾶς λόγου, ἡ δὲ τῆς σφενδόνης τέχνη καὶ παρὰ σοῦ, καὶ δέος μή πού τις ἀντι‐ σταίη ποτὲ καὶ Γολιὰθ τῷ καθ’ ἡμᾶς Ἰσραήλ, εἶτα μὴ ποι‐ | |
375 | μένος ἔξωθεν δεηθείημεν πρὸς τὴν τοῦ ἀλλοφύλου ἀναίρε‐ σιν, καὶ ἄδηλον εἴ τίς ἐστι νῦν υἱὸς Ἰεσσαὶ ὄπισθεν τῶν λοχευομένων ἀναλαμβανόμενος καὶ πρὸς τὸν βάρβαρον ἀν‐ ταγωνιζόμενος. οὕτω τὰ Ἑλλήνην καθῄρηται, οὕτω τὰ Αἰ‐ γυπτίων ἀπεσκεύασται, οὕτω τὰ Βαβυλωνίων διέφθαρται. | |
380 | οὐκ ἐλέγχειν γοῦν πειρῶμαι τοὺς ἀσυλλογίστους, ἀλλὰ δι‐ δάσκειν ὅπως ἂν ἀπὸ τῶν ἐναντίων κατ’ ἐκείνων τὴν μά‐ χαιραν λάβοιεν, ὥσπερ δὴ καὶ τὸ ἐπίγραμμα τοῦ Ἀθήνησι ναοῦ κατὰ τῶν Ἀθηναίων ὁ μέγας ἀπόστολος. Ὁ δὲ λόγος αὖθις ἐπὶ τὴν νύσσαν ἐπαναγέσθω. ὃς τὴν | |
385 | σύμπασαν τοῦ λόγου τέχνην καὶ ἐπιστήμην τῷ ἐγκωμιαζο‐ μένῳ συνειλοχώς, νῦν βούλεταί τι ἐρεῖν καὶ περὶ τῶν λοι‐ πῶν αὐτοῦ ἀρετῶν, ἃς δὴ καὶ τοῦ λόγου ἑαυτῷ προϋπέ‐ θετο καὶ σὺν αὐταῖς τοῦτον μετεχειρίσατο, καὶ διὰ παντὸς βίου ταύταις φαίνεται χρώμενος, οὐ γὰρ ὥσπερ ἔνιοι τῷ | |
390 | τεχνικῷ λόγῳ ἐποχηθείς, ἀρκεῖν οἴεται δι’ αὐτοῦ δὴ τούτου μόνου ἀναβεβηκέναι πρὸς οὐρανόν. οὐ γὰρ οὕτως Ἠλίας, ἀλλ’ ἑαυτῷ πρότερον ὑποζεύξας τὸ τῶν ἀρετῶν τέ‐ θριππον, οὕτω τοῦ καταβάντος ὀχήματος κατετόλμησε. διὰ ταῦτα ταῖς γενικωτέραις ἐμφιλοχωρήσας τῶν ἀρετῶν, καὶ | |
395 | ἀφ’ ὧν τις πρὸς τὰς λοιπὰς ὄναιτο, οὕτω πρὸς τὰς ὑποβε‐ | |
βηκυίας ἐχώρησε. Τίς γὰρ τούτου τὴν γνώμην εὐθύτερος, ἢ τίς οὕτω στάθμη δικαία τοῖς πράγμασιν ἐχρημάτισε, τῷ κρείττονι δοὺς κατὰ τοῦ χείρονος ἀριδήλως τὰ νικητήρια, καὶ δικά‐ | 157 | |
17(400) | σας δικαίως τῷ κράματι; τίς δὲ σωφροσύνην οὕτω τετίμη‐ κεν ἢ ὑπερεβάλετο, ὡς μὴ δὲ τὴν γειναμένην, ὥσπερ δὴ παρὰ πολλῶν ἠκηκόειν, ἐπὶ πλεῖστον ἰδεῖν ὑπενεγκεῖν, ἀλλὰ καὶ αὐτοῦ δὴ τοῦ ἀδιαβλήτου καταφρονῆσαι μέρους τῆς φύσεως; κατὰ δὲ τῶν παθῶν, τίς οὕτως ἠνδρίσατο; | |
405 | καὶ κεκράτηκε μὲν τῶν ἐμφυλίων παθῶν, κατετροπώσατο δὲ καὶ εἴ τινες ἔξωθεν ἐπιστρατεύοιεν βάρβαροι, καθ’ ὧν καὶ μέγιστα ἤγειρε τρόπαια. τίς δὲ πάντα ὑπερφυῶς τοῖς τῆς φρονήσεως διεσκέψατο μέρεσι καιροῦ καὶ πρέποντος στοχασάμενος; γλῶτταν δὲ τίς οὕτως ἐπέσχε, καὶ ταῦτα | |
410 | νεανικὴν καὶ τρέχειν ἐπισταμένην ὑπὸ χαλινὸν ἅμα καὶ τε‐ χνικῶς; τίς δὲ οἷς λέγει νοῦν ἐφιστάνει, καὶ τῶν λεγομέ‐ νων ἕκαστον ἐπιχρώννυσι πρώτως, εἶθ’ οὕτως ἐξάγει, πολλάκις ἐπιχρώσας τὸ εἰκονιζόμενον, ἵνα σὺν καλῷ καὶ πρέποντι ὀφθείη τῷ σχήματι; τίς δὲ τηλικαῦτα ἔχων παρὰ | |
415 | τοῦ γένους τὰ ὑποδείγματα, αὐτὸς καὶ τοῖς ἄνω καὶ τοῖς μετ’ αὐτὸν εἰς τελεώτατον παράδειγμα ἤρκεσε, καὶ βεβοή‐ θηκεν οὐ τῷ λόγῳ μόνον, ἀλλ’ ἔστιν οὗ καὶ τοῖς πράγμα‐ σιν; αὐτὸς μὲν οὖν τῆς ἐνταῦθα τιμῆς κατωλιγωρηκώς, τὸ δὲ γένος ξύμπαν ἀνενεγκών. τίς δὲ ἕτερος οὕτως ἢ πρὸς | |
420 | βασιλέα πεπαρρησίασται ἢ τὴν τῶν ὅλων προστασίαν ἀνα‐ δεξάμενος πᾶσι πρὸς τὸ δέον ἐξήρκεσε; ποῖος δὲ τῶν πάν‐ των οὕτω παρὰ τῶν κρατούντων τετίμηται, ὡς καὶ δεξιὰς τούτῳ ἐμβάλλειν καὶ κοινωνεῖν κρατῆρος καὶ ἀπὸ τῆς αὐ‐ | |
τῆς σιτεῖσθαι ἐᾶν; | 158 | |
425 | Ὅ γέ τοι τοὺς βασιλεῖς πάντας ὑπερβαλόμενος ἀρετῇ καὶ φιλοτιμίᾳ, ὁ τῷ μεγάλῳ Κωνσταντίνῳ καὶ ὁμώνυμος καὶ ὁμότροπος, καὶ μόνος πρὸς πάντας γενναίως ἀνταγωνι‐ σάμενος, καὶ τὴν ὁμωνυμίαν λαβὼν τῆς τέχνης καὶ τῆς νί‐ κης κατήγορον, καὶ πατέρα τοῦτον σοφῶς προσηγόρευσε, | |
430 | καὶ μᾶλλον τετίμηκεν ἢ τὸν Πλάτωνα Διονύσιος· ἐς γὰρ τὸν ὅμοιον ἐγκαθίσας θρόνον οὐ μετεβάλετο, οὐδὲ μετέ‐ στησε τὸν φιλόσοφον ἐς τοὺς ἀντιζήλους, οὐδ’ ὑφειμένην δίαιταν ἐκλήρωσεν, ἀλλὰ καὶ διδασκάλῳ ἐκέχρητο, καὶ πολλὰ παρὰ τούτου πρὸς τὴν βασιλικὴν ἐπιστήμην ὠφέ‐ | |
435 | λητο, θαμά τε ὡμίλει, καὶ ἐκοινώνει τῶν ἀπορρήτων, καὶ παρ’ αὐτοῦ τὰ συνθήματα τῶν πρακτέων ἐλάμβανεν. οὗτος δὴ οὖν ὁ αὐτοκράτωρ καὶ τὸ ἀρχιερατικὸν ἀξίωμα τούτῳ ἐσκιαγράφησε, καὶ πρώτως ἰδών—ἦν γὰρ εἰ καί τις ἄλλος εἰς ψυχὴν βάλλων ἀπὸ τοῦ σχήματος, καὶ τὸ μέλλον | |
440 | ἀπὸ τοῦ ἐνεστῶτος εἰκᾴζων—τῆς τοῦ πνεύματος χάριτος ἄξιον οὕτως εἰπεῖν ἐδογμάτισεν. Ἀλλὰ τί μὴ εἰς ἀρχὴν τὸν περὶ τούτου λόγον ἐπανάγω, ἵν’ ἔχοιμι ἐκεῖθεν καὶ μὴ αὐτόθεν εἰσβάλλειν εἰς τὴν τῆς ἀρχιερωσύνης ἀναγωγὴν τοῦ ἀνδρός; τοῦτον γὰρ ἐδημοσί‐ | |
445 | ευσε μὲν ὁ λόγος καὶ ἡ ἀρετή, καὶ ἐς μέσην καθίστων πε‐ ριωπήν, συνέστελλε δὲ ἡ περὶ τὰ κρείττω εὐλάβεια, καὶ τὸ τῆς ψυχῆς ἦθος, καὶ τὸ καταφρονεῖν ὕψους θρόνων καὶ τῆς ἐκ[εῖθεν δόξης τε] καὶ λαμπρότητος. τὰ μὲν οὖν ἐβιά‐ ζετο τοῦτον εἰς τὴν τοῦ καλοῦ παρρησίαν, τὰ δὲ κατεῖχεν | |
17(450) | ἐφ’ ἑ[αυτο]ῦ κατατρυφᾶν τῆς μυστικῆς εὐδοξίας· ἦν δὲ αὐτῷ τὰ μέν, ἀπὸ τρόπου, τὰ δὲ πρὸς τρόπου. ὅθεν καὶ νικᾷ ἑαυτῷ, καὶ παραχωρήσας τοῦ βήματος τοῖς ἐλάττοσι, τοῦτο γὰρ νῦν προστίθημι, αὐτὸς μετὰ τῶν κρειττόνων ἐντὸς ἐγεγόνει τοῦ ἄνω καταπετάσματος. | 159 |
455 | Ἔγωγ’ οὖν αὐτῷ πολλάκις τὴν ἀμετρίαν τῆς ἀδοξίας ὠνείδιζον, εἶχον γὰρ τὸ θαρρεῖν αὐτῷ παρὰ τὴν τοῦ λόγου κοινωνίαν, καὶ ἐπειρώμην ἐκκαλύπτειν καὶ ἐπὶ τῆς λυχνίας τιθέναι, ἵν’ οὕτως πυρσεύοι τῇ οἰκουμένῃ ἃ συνειλόχει σω‐ τήρια διδάγματά τε καὶ δόγματα. ὁ δέ, ταχύ τι μὲν τὸ | |
460 | πτερὸν ἡπλώκει, ὥσπερ δὲ δεδιὼς τὸν πολὺν ἀέρᾳ, αὖθις ἐπὶ τοῦ φωλεοῦ λανθάνων ἐμεμενήκει. εἶθ’ ἑκατέρωσε δια‐ λαβόντες, ἔνθεν μὲν ὁ αὐτοκράτωρ, ἐκεῖθεν δὲ ὁ τὴν ἀρ‐ χιερωσύνην ἰθύνειν λαχών, ὁ μέν, ταῖς ἀνάγκαις, ὁ δέ, ταῖς ψήφοις, ὥσπερ δὴ ἀετιδῆ, καὶ ταῦτα κούφοις πτεροῖς | |
465 | ἐπαιρόμενον, ἐπὶ τοῦ τῆς ἀρχιερωσύνης θρόνου τιθέασι, καὶ ἐξαίρουσιν αὐτῷ ὥσπερ τινὶ κρείττονι κρείττονα τὰ Εὐχάϊτα, οὐ μᾶλλόν γε τοῦτον· ἀνάθημα τῇ μητροπόλει παρέχοντες ἢ ἐκείνην ἐξαρτῶντες τῆς ἐκείνου ψυχῆς· ἔδει γὰρ τῷ μεγίστῳ μὲν τῶν μεγίστων, τοῖς μείζοσι δὲ τοῦ | |
470 | μείζονος, ὅθεν εὖ ποιοῦντα τὰ ἄκρα συνέδραμεν εἰς ταὐτό. Ἆρ’ οὖν τοῦ μὲν λόγου εἰς ἄκρον ἀντεποιήσατο, τῶν δ’ ἐπὶ τοῖς λόγοις ἔργων ἠμέληκεν, ἢ καὶ ταῦτα μὲν κα‐ τώρθωκε, τῆς δὲ τῶν ἠθῶν ἠμέλησε κράσεως; ἢ καὶ ταῦτα | |
475 | μὲν ὑπὲρ λόγον συνεκεράσατο, τῆς δὲ ἀρετῆς ξυμπάσης | |
οὐκ εἰς ἄκρον ἀφίκετο; ἢ καὶ πρὸς τοῦτο μὲν ἀνέπτη, οὐκ ἀρκοῦσαν δὲ παρασκευὴν πρὸς τὴν ἀρχιερωσύνην πεποίη‐ ται, ἀλλ’ ἀποχρῶν οὕτω δόξας; εἶτα δὴ τοὺς θρόνους ἐδίω‐ ξεν ὡς ἐπὶ τούτους παρεσκευασμένος; ἀλλ’ οὐκ ἐδίωξε μέν, | 160 | |
480 | διωχθεὶς δὲ καὶ λαβὼν τῶν ἐπειλημμένων κατωλιγώρηκεν, ὥσπερ καταπαύσας τῶν σπουδασμάτων, ἀλλ’ οὐκ αὐξάνειν τὸ δεδομένον βουλόμενος τάλαντον; πολλοῦ γε καὶ δεῖ. οὐ γὰρ ἵνα τρυφῴη πέπειστο τὸν θρόνον λαβεῖν, ἀλλ’ ἵνα στενοχωροῖτο μὲν αὐτός, ἑτέροις δὲ παρασκευάζοι τὸ ἀπο‐ | |
485 | χρῶν· οὐδ’ ἵνα τι ὑφαιροῖτο τῶν τῆς ἐκκλησίας, ἀλλ’ ἵνα πλείονα ταύτῃ ὧν ἔχοι προσθείη. διὰ ταῦτα, καί τοι τἆλλα ἀφελῶς ἔχων τῶν πραγμάτων, οὐ παρὰ τὴν φύσιν, ἀλλὰ παρὰ τὴν γνώμην καὶ τὸ οὕτω βούλεσθαι βιοτεύειν, ἐν‐ ταῦθα γενόμενος, ὥσπερ τὸν ἄλλον χρόνον καταδαρθάνων, | |
490 | ἀθρόον ἀνίσταται, καὶ περιζωσάμενος τὴν ὀσφύν. τί μὲν οὐκ εἰρήκει περὶ τῶν τῆς ἐκκλησίας πραγμάτων; τί δ’ οὐκ ἐπεπράχει; ποίαν δ’ οὐκ εἰσηνέγκατο προθυμίαν τε καὶ σπουδήν; Αὐτίκα, ἵν’ ἀφ’ ἑστίας ἄρξωμαι, ὥσπερ τὴν ὑπερουρά‐ | |
495 | νιον πᾶσαν τάξιν ὀφθαλμοῖς θεασάμενος, κατὰ τὴν ἐκεῖσε ἰδέαν καὶ σύνταξιν τὴν τῆς ἐκκλησίας ῥυθμίζει κατάστα‐ σιν, οὐχ ἧττόν γε ἢ Μωϋσῆς τὴν κάτω σκηνὴν συμπηγνὺς κατὰ τὸ δειχθὲν ἐκείνῳ παράδειγμα· εἴτε γὰρ ἐν σεραφὶμ μέλη ὑμνούμενα, εἴτε ἐν χερουβὶμ προσᾳδόμενα, εἴτε παρὰ | |
17(500) | τῶν θρόνων συναρμοζόμενα, εἴτε παρὰ τῶν ἐφεξῆς τάξεων μελουργούμενα, εἴτε παρὰ τῶν θείων ψυχῶν μουσουργού‐ μενα, πάντα ἄν τις ἴδῃ ἐν τῇ κατ’ αὐτὸν μητροπόλει τῷ κρείττονι φωναῖς ἀσιγήτοις ἀναπεμπόμενα· προστέθεικε ταῖς χοροστασίαις τοὺς κύκλους τῶν ψαλλόντων, ἐπηύξησε | |
505 | τοῖς μέλεσι μέλη, καὶ τοῖς ῥυθμοῖς ῥυθμοὺς προσενήνοχεν. ἑξαπτέρυγά τινα καὶ πολυόμματα περὶ τὴν ἱερὰν ἔστησε τράπεζαν· τὰς στάσεις ἐφεξῆς ἐν μέτροις ἐρρύθμισεν ἀπο‐ στάσεων. ἐδημοσίευσε πᾶσι τὸ πνεῦμα ἀπὸ τοῦ γράμ‐ ματος· διέλυσε τὰ αἰνίγματα, ἀνεκάλυψε τὰ συνθήματα, | 161 |
510 | διεῖλε τὰ σύμβολα, γυμνὴν πᾶσι παρέστησε τὴν χάριν τοῦ πνεύματος. πᾶν ἔθνος ἐπισυνήγαγε, πᾶσαν τέχνην, πᾶν ἐπιτήδευμα· ἔνδον τοῦ ἱεροῦ πάντας συνήγαγε, καὶ τὰς ἀγροίκους γλώσσας πρὸς τὴν τοῦ κρείττονος ὑμνῳδίαν ἐρ‐ ρύθμισεν. ὢ τοῦ θαύματος, οὔθ’ ὁ τέκτων, οὔθ’ ὁ | |
515 | σκυτοτόμος, οὔθ’ ὁ χαλκεύς, οὐδ’ εἴ τις ἕτερος χειρώναξ ἢ βάναυσος τῶν μυστηρίων ἀτέλεστος οὐδὲ τῆς πρὸς τὸ θεῖον ἐμμελείας ἀμέτοχος, ἀλλ’ ᾧ πρὸ βραχέος τὸ σκύτος ἐν ταῖς χερσίν, οὗτος ἔνδον γενόμενος τοῦ νεὼ ἀθρόον με‐ ταπεποίηται, καὶ τήν τε φωνὴν συνηχεῖ ταῖς ἀγγελικαῖς | |
520 | σάλπιγξι, τούς τε δακτύλους ῥυθμίζει πρὸς τὴν τοῦ χοροῦ συμφωνίαν. οὐδὲ τὸ θῆλυ πόρρω τ[οῦ νεὼ.....] ἀλλὰ καὶ ταύταις ἔστι τινὰ μέλη τοῖς μείζοσι συνυπηχοῦντα χοροῖς· οὐ γὰρ κόκκινον νενησμένον, οὐδὲ τρίχας αἰγείας τῇ τοῦ θεοῦ σκηνῇ συνεισφέρουσι, πολλοῦ γε καὶ δεῖ· ἀλλὰ ταῦτα | |
525 | μὲν ἔξω που τοῦ ναοῦ ἀφιᾶσιν ὡς ἀσυντελῇ πρὸς τὴν κρείττω ἱερουργίαν, ψυχῆς δὲ ἁρμονίαν προσάγουσι καὶ γλώττης εὐρυθμίαν καὶ χειρῶν ἐργασίαν πνευματικήν. Τὰ μὲν οὖν περὶ τὴν ἐκκλησίαν αὐτῷ τοιαῦτα καὶ οὕτως εὖ ἔχοντα, ποδαπὰ δὲ καὶ τὰ ἐκτὸς τοῦ νεὼ θεωρήσωμεν. | |
530 | δημοσίων τελῶν ἐκκοπαί, γεωργικῶν ἔργων τῶν ἔξωθεν ἐπηρεαζόντων σχολαί, δικαστῶν ἐποχαί, δυναστῶν περὶ τὸν | |
θεῖον ἀρχιερέα ὑποπτώσεις τε καὶ εὐλάβειαι, βασιλέων περὶ τὴν ἐκκλησίαν χεῖρες καὶ γνῶμαι φιλότιμοι. ἐπωρύον‐ ται κύματα ἕως τῶν οὐρανῶν ἀναβαίνοντα καὶ αὖθις μέχρι | 162 | |
535 | τῶν ἀβύσσων συγκαταρρέοντα, ἀλλὰ τὴν θείαν ταύτην οὐκ ἐπικλύζει μητρόπολιν, ἀλλ’ ἐπειδὰν ἅψηται τῆς περιβολῆς τοῦ νεώ, ὑποστρέφει καὶ ἠρεμεῖ· πνεύματα ἐκ τῶν νεφῶν συρρηγνύμενα, τυφῶνες καὶ ἐκνεφίαι αὐτὸ δὴ τὸ νέφος ἐπισυρόμενοι, καὶ τὸ προστυχὸν παρασύροντα, ταύτην | |
540 | μόνην τὴν ἐκκλησίαν οὐ θορυβεῖ. δεδίασιν αὐτὴν καὶ βρονταὶ καὶ ἀστραπαὶ καὶ σεισμοί. καὶ βασιλεῖς πῦρ πνέοντες ταύτην μόνην οὐκ ἐμπιπρῶσιν αἰδοῖ τοῦ ἀρχιε‐ ρέως καὶ φόβῳ τοῦ κατ’ αὐτὸν ἀξιώματος. δεδίασι γὰρ τούτου καὶ χεῖρας ἐπαιρομένας πρὸς τὸν θεόν, τάς τε | |
545 | προφανεῖς εὐχὰς καὶ τὰς ἀφανεῖς, καὶ τὴν τῶν δακρύων ἐπιρροήν, καὶ τοὺς λεπτοὺς στεναγμούς, καὶ τοὺς τῶν γονάτων τύλους· πεφρίκασι τὴν τῶν νώτων ἐν ἀδύτοις κάμψιν. καὶ διὰ ταῦτα οὔτε τις πράκτωρ ἐκεῖσε βαρύς, ἢ ἵνα αἰνιττόμενος εἴπω, οὔτ’ ἐρυσίβη τοῖς τῶν Εὐχαΐτων | |
17(550) | καρποῖς ἐνοχλεῖ, οὐ βροῦχος ἐμβέβηκεν, οὐκ ἀκρὶς καθί‐ πταται, οὐ κάμπη συγκαταρρεῖ, οὐκ ἄλλο τι τῶν πικροτέ‐ ρων ἢ τὴν καλάμην διαλυμαίνεται, ἢ τὰς θήκας κενὰς δεί‐ κνυσι τῶν καρπῶν, ἀλλ’ οὐδὲ τὰς ἀμπέλους διολλύει ἡ χάλαζα, ἀλλ’ αἵ γε ἐλαῖαι τεθήλασι, καὶ τὰ δένδρα βρί‐ | |
555 | θουσι τοῖς οἰκείοις καρποῖς, καὶ καθ’ ὥραν πάντα τετρύ‐ γηται. οὕτως ὁ ἀρχιερεὺς ἀντ’ ἄλλου φυλακτηρίου πᾶσιν ἐστίν, οἷα δή τι χάλκεον τεῖχος ὅλην τὴν ἐκκλησίαν περι‐ λαμβάνων, καὶ πᾶν ἐκεῖθεν τὸ βάρβαρον ἐμπιπρῶν, οὐχ ὡς ὁ ἐκ Σικελῶν Ἀρχιμήδης μηχαναῖς τισιν ἀστραπὰς ἐκεῖθεν | |
560 | ἐκπυρρηνίζων, ἀλλὰ θείῳ πυρὶ καταφλέγων τοὺς προσύλους | |
καὶ φρυγανώδεις καὶ τὴν γνώμην καὶ τὴν προαίρεσιν. Ἴσως μὲν οὖν τις τῶν πάντων ἐρεῖ, ὅτι χειρὸς εὐπορού‐ σης ταῦτα, ἀλλ’ οὐ φιλοτίμου ψυχῆς. τί δ’ ἄν τις εἴπῃ περὶ ὧν πρὸ τῆς ἀρχιερωσύνης, ὁπηνίκα οὐδὲ πολλαὶ τῶν | 163 | |
565 | χρημάτων ἦσαν αὐτῷ ἀφορμαί, λαμπρῶς κατεσκεύασε καὶ μεγαλοπρεπῶς ἀπειργάσατο; ὃν γὰρ ἤγειρε τῷ μάρτυρι Θεοδώρῳ ναὸν ἐπ’ αὐτῆς τῆς πατρίδος οὐκ οἶμαι δεύτερον εἶναι τῶν περιβοήτων τινὸς καὶ οὓς βασιλεῖς ἀφιδρύ‐ σαντο· οὕτω γὰρ καὶ τοῦτον ἐδείματο καὶ πᾶν ὅσον λαμ‐ | |
570 | πρότατον συνεισήνεγκεν, ὡς μηδένα τῶν ἄλλων τοῦτον νι‐ κᾷν δύνασθαι, ἀλλ’ αὐτὸν ἑαυτοῦ ἡττᾶσθαι ἐφ’ οἷς μετὰ ταῦτα πεποίηκε. καὶ οὐ μέχρι τοῦ μεγαλοπρεποῦς ἔστη, ἀλλὰ καὶ ψυχῶν κάθαρσιν καὶ σώματος ἁγνείαν, οὐκ ἔξω‐ θεν τοῦ νεώ, ἀλλ’ ἔσωθεν οἱονεί τινα ψυχὴν σώματι ἐπει‐ | |
575 | σήνεγκεν. ἱεροὶ γὰρ ὕμνοι κἀκεῖσε καὶ θεοπρεπεῖς λειτουρ‐ γίαι διηνεκεῖς, καὶ Ναζιραίων χοροστασίαι οὐκ ἐλάττους τῶν Δαυϊτικῶν χορῶν, τῷ γε καλλίστῳ τοῦ σχήματος παρὰ τοῦ ἀνδρὸς ἐνομοθετήθησαν· ἔνθα ψυχῆς μὲν κάθαρσις τὸ φιλοσοφούμενον, ὕμνος δὲ εἰς θεὸν τὸ τελούμενον. | |
580 | Καὶ μεμίμηται τὴν τῶν κρηπίδων τοῦ νεὼ πῆξιν τῆς νομοθεσίας τὸ πάγιον. αἱ γὰρ ἔγγραφοι περὶ ὧν τοῖς ἀσκηταῖς ἐνομοθέτησε διατάξεις, ἀντ’ ἄλλου τινὸς φυλα‐ κτηρίου αὐτάρκεις τῷ πράγματι. ἔσται τοιγαροῦν ὥσπερ φιλότιμος χείρ, οὕτω καὶ πλουσία ψυχή, ταμεῖον ἔχουσα | |
585 | μὴ κενούμενον τὸν θεόν, καὶ ὅπερ ταῖς εὐπόροις χερσὶ τὰ ταμεῖα καὶ τὰ κιβώτια, οὕτω ταῖς μεγαλοπρεπεστέραις ψυ‐ χαῖς οἱ ἄνωθεν θησαυροί. κἂν βουληθείη πένης φιλόσοφος ὕδωρ οὐράνιον ἐπισπάσασθαι, ἀνοιγήσονται τούτῳ οἱ κα‐ ταρράκται τοῦ οὐρανοῦ, οὐχ ἧττον ἢ τῷ Θεσβίτῃ, κἂν | |
590 | χρημάτων ἐπιδεηθείη ποτέ, ὁ τῶν πάντων πλοῦτος εἰς ἔρανον τούτῳ ἀρκέσει, καὶ ὥσπερ τὴν θείαν ἐργαζομένῳ σκηνήν, οὐκ ἀρρένων μόνον βραχίονες εἰς τὴν ἐργασίαν λυσιτελήσουσιν, ἀλλὰ καὶ τὸ θῆλυ νήθουσαι τοῖς δακτύλοις ἔρια βεβαμμένα καὶ ὑφάσματα συνεισάξουσιν. οὕτω γοῦν | 164 |
595 | καὶ τῷ νέῳ τούτῳ Βεσελεὴλ καὶ ὄντως τῶν θείων σκηνῶν ἀρχιτέκτονι, αὐτὸς ὁ παρὰ τῶν στοιχείων εἰσαγόμενος πλοῦτος, θεοῦ προστάττοντος ἄνωθεν εἰς τὰ φιλοτεχνή‐ ματα ἐξαρκεῖ. Ἔοικα δὲ πολλὰ ὑπερβαίνειν τῶν ἀναγκαίων εἰρῆσθαι· | |
17(600) | οὐ γάρ μοι κατ’ ἐξουσίαν ὁ λόγος συντέθειται ὥσπερ ἐπ’ ἐλευθέρου ἀγῶνος· ἀλλ’ ὥσπερ εἰ κωμῳδίαν ἐποιούμην τινὶ τῶν ἀξίων ἀκούειν κακῶς, ᾐσχύνθην ἂν τὸν κωμῳδού‐ μενον, οἷος ὁ ἐμὸς τρόπος, βάλλων ἀπὸ τῆς σκηνῆς καὶ πολλοῖς προσώποις τοῦτον ὑποκρινόμενος. οὕτω δὴ ἐρυ‐ | |
605 | θριῶ καὶ τὸν ἄνδρα τοῦτον τιμῶν, εἰδὼς ὅτι περ καὶ τοῖς ὀλίγοις ἐπαίνοις ἀπέχθοιτο, καὶ φορτικὸν ἄλλως αὐτῷ καὶ τὸ βραχὺ τῆς εὐφημίας πρόσρημα. τοσοῦτον γοῦν ὁ λόγος ζῶντι τῷ ἀνδρὶ ἐζημίωται, ὅτι μὴ ἔχει τῶν ἐγκωμίων ἐλευ‐ θερίαν, τοσοῦτον τὸ περιὸν τῆς ἀρετῆς τῷ ἀνδρί, ὅτι | |
610 | ὥσπερ αὐτὸς τὴν καλοῦ διώξας ἰσότητα, τὴν ἐναντίαν ὁδὸν πρὸς ἑαυτὸν ἔρχεται. καὶ ἀγρυπνῶν μὲν εἴποι ἂν ὑπνώτ‐ τειν πολλά, καὶ δικαιοσύνης ἐπιμελόμενος ἀδικίαν ἑαυτοῦ καταγνοίη, καὶ τὰ πρῶτα ὢν γνώσεως καὶ φρονήσεως, μήτ’ εἰδέναι τι τῶν ὅσοις σοφία ἐπιστατεῖ, μήτε πράττειν | |
615 | τε καὶ λέγειν ὁπόσα δὴ ἐν καιρῷ ποιεῖν προσποιοῖτο, ἀλλὰ τἀναντία πράττων τε καὶ λέγων, ἐκ τῶν ἐναντίων ἡδέως ἂν αὑτὸν γράψειεν. οὕτω δὴ καὶ τοὺς περὶ αὐτοῦ λέγειν προῃρημένους, εἰ μὴ ἀτιμάζειν πείσειεν, ἀλλ’ ἐλαττοῦν | |
ἀναγκάσειε τὰ ἐγκώμια. | 165 | |
620 | Ἔγωγ’ οὖν, εἰ μὴ τοῦτον ἐφοβούμην τὸν φόβον καὶ ὑπώπτευον τοῦ ἀνδρὸς τὴν εὐλάβειαν, πάλαι ἂν καὶ τοῖς Παύλου πόνοις τὰ κατ’ αὐτὸν ἀπείκασα πράγματα. ποιοῦ‐ μαι δὲ ἐν τῷ λεληθότι πρὸς ὑμᾶς τὸν λόγον, ἵνα μὴ ὁ ἐγ‐ κωμιαζόμενος πύθοιτο. εἰ γὰρ καὶ μὴ σύμπασαν διελήλυθε | |
625 | τὴν οἰκουμένην κηρύττων τὸ εὐαγγέλιον, μηδ’ εἰς Ἀραβίαν ἀνελήλυθε, μηδὲ μέχρι τοῦ Ἰλλυρικοῦ προελήλυθεν, ἀλλ’ ἥν γε ἐκληρώσατο πόλιν καὶ ὅπερ ἐπιστεύθη ποίμνιον, οὕτω δή, τὴν μὲν ἐτείχισε, τὸ δὲ ἔθρεψε καὶ ἐποίμανεν, ὡς ἐκείνην μὲν ἀντ’ ἄλλου τινὸς φυλακτηρίου καὶ τῶν ἐγ‐ | |
630 | γὺς προβεβλῆσθαι πόλεων, τοῦτο δὲ μήτε πηγῶν ἀπορεῖν τῶν ἡδίστων, μήτε νομῆς τῶν τροφίμων, ἀλλ’ ἔχειν τὰς μὲν καὶ ἑτέροις ποιμνίοις ἐκχεῖν, τῶν δὲ καὶ ἑτέροις μετα‐ διδόναι. Καὶ θαλαττίους μὲν ἴσως οὐχ ὑπέμεινε κλύδωνας, τοῖς | |
635 | δὲ κατ’ ἤπειρον καμάτοις ἐστὶν ὅπη παραμετρηθείη τῷ Παύλῳ. περὶ δὲ τῶν σκανδάλων καὶ τῶν πυρώσεων, εἰ βούλοιτό [τις] ἄν, εἴπῃ περὶ αὐτοῦ μεγαλοφωνότατα, καὶ τοσοῦτον αὐτῷ τὰ περὶ τῆς πυρώσεως, ὅτι μηδενὶ τοῦ λοιποῦ σκανδαλίζεσθαι δέδωκεν, οὔτε περὶ τῶν μειζόνων | |
640 | οὔτε περὶ τῶν ἐλαττόνων· ἀνεῖλε γὰρ τὰ σκῶλα πᾶσι καὶ τὰ προσκόμματα, καὶ διέλυσε τοὺς ἐν μέσῳ φραγμούς, καὶ πᾶσιν ἐσπείσατο, καὶ πάντας ἀλλήλοις εἰς ὁμόνοιαν συνε‐ κέρασε, καὶ συνασθενήσας τοῖς ἀσθενοῦσι, νῦν ἐρρωμένος καὶ ὅλος ὑγιὴς εὐεκτοῦντι παντάπασι τῷ ποιμνίῳ συνήδε‐ | |
645 | ται. τὸ μέντοιγε περὶ πασῶν μεριμνᾷν τῶν ἐκκλησιῶν, τοῦτο οὐκ ἄν τις ἀφέλοιτο τοῦ ἀνδρός, τεκμήριον τῆς τοι‐ αύτης φροντίδος ποιούμενος τὸ οὕτω φροντίσαι τῆς ἑαυτοῦ, ὡς παράδειγμα τοῖς ἄλλοις στῆσαι, εἰ βούλοιντ’ ἂν τῶν ὁμοίων ἔχεσθαι πράξεων. τῷ γὰρ περὶ ἓν πιστῷ | 166 |
17(650) | γεγονότι κατὰ τὸ εὐαγγέλιον, ἀρκεῖ πρὸς τὸ κατὰ πολλῶν ἢ ἐπὶ πολλοῖς. οὐ γὰρ ὥσπερ φιλοτιμούμενος τὴν κατ’ αὐ‐ τὸν ἐκκλησίαν παντοδαποῖς τρόποις συνηύξησε καὶ ἐκό‐ σμησεν, ἵν’ ἔχοι κατὰ τῶν ἄλλων ἐπαίρεσθαι ἀλλ’ ὡς παντὸς ἐχόμενος τοῦ θείου σκοποῦ τὸν ἑαυτοῦ ζῆλον διὰ | |
655 | μιᾶς ταύτης ἐγνώρισε· καὶ εἴ γε ἐξῆν, καὶ πάντες ἐδίδο‐ σαν, οὐκ ἂν ὤκνησεν ἁπανταχῆ διαβῆναι, καὶ πᾶσαν ὑψῶ‐ σαι καὶ καλλῦναι μητρόπολιν. ἔτι δὲ ταὐτὸ τοῦτο καὶ ῥᾷ‐ στον ὁμοῦ καὶ ἐπίπονον τῷ ἀνδρί, τὸ μέν, διὰ τὴν τῆς ψυχῆς φροντίδα τὰς σάρκας ἐκτήκουσαν, τὸ δέ, διὰ τὸ τῆς | |
660 | γνώμης ἀξίωμα, πάντων ὑποχωρούντων καὶ ὑποστελλομέ‐ νων αὐτῷ. Τοῦτο γοῦν ἔχει πλέον τοῦ Παύλου, ὅτι τῷ μὲν δι’ ὑπερβολὴν τῶν ἀποκαλύψεων, ἄγγελος ἐδόθη Σατάν, ἵνα μὴ φαντασθείη τι κρεῖττον περὶ ἑαυτοῦ μηδ’ ὑπεραίρη‐ | |
665 | ται, ὅστις ὁ Σατὰν οὗτος καὶ ὁ τῆς σαρκὸς σκόλοψ, τῷ δέ, οὐδεὶς τῶν πάντων ἀντεπανίσταται, ἀλλ’ ὅπῃ δὴ καὶ χωρή‐ σειε, ῥᾷστα πάντα καὶ ἕτοιμα, οὐδὲν ἔλαττον ἢ τῷ τοῦ Ἀμφιτρύωνος πᾶσαν γῆν ἐπιόντι καὶ τοῦ ἄγους καθαίροντι. χρῶμαι δὲ καὶ τοῖς Ἑλληνικοῖς λόγοις ἐνιαχοῦ, οὐ τοῦτο | |
670 | ἀγνοῶν, ὅτι χωρὶς τὰ Μυσῶν καὶ Φρυγῶν ὁρίσματα, οὐδ’ ὅτι μὴ δεῖ τοῖς ποτίμοις ὕδασι συγκρίνειν τὰ ἁλμυρά, ἀλλ’ ἐπειδὴ τὰ παρ’ ἡμῖν ὑπερβάλλει ἐν θαύμασιν, ἀπο‐ | |
χρῶμαι ταῖς παρ’ ἐκείνοις ὑπερβολαῖς, ἵν’ ἔχοιμι δεικνύειν ὅτι μὴ δι’ ὧν Ἕλληνες ἐπ’ ἐξουσίας συμπλάττουσιν, | 167 | |
675 | ἔλαττον ἡμεῖς ἐπὶ τῆς ἀληθείας συνομολογούμεθα· εἶεν. Περὶ δὲ τῆς εἰς τρίτον οὐρανὸν ἀναβάσεως καὶ τῆς ἐκεῖ‐ θεν εἰς τὸν παράδεισον μεταθέσεως, καὶ τῶν ἀρρήτων ῥη‐ μάτων τῶν οὔτε νῷ ληπτῶν οὔτε γλώσσῃ ῥητῶν οὔτε ἀκοῇ χωρητῶν, τί ἄν τις εἴπῃ, καὶ πῶς εἰς ταὐτὸν ἀγάγοι τῷ | |
680 | Ἀποστόλῳ τὸν εὐφημούμενον; οὔκουν ἐγὼ τὴν ἐνταῦθα σύγκρισιν ψεύσομαι, οὐδὲ ταὐτὸν πείσομαι τοῖς περιττοῖς σοφισταῖς, 〈οἱ〉 τῷ περιόντι τῆς πιθανότητος καὶ τῆς περὶ τὸ λέγειν δυνάμεως εἰς ταὐτὸν ἄγουσι τὰ ἀσύμβατα, ἔνθα καὶ τὸ μεῖζον ὑβρίζουσι καὶ τοῦ ἐλάττονος κατεψεύδον‐ | |
685 | ται. Ὁ μὲν οὖν Παῦλος, ἅτε δὴ καὶ θείαν φύσιν λαχὼν καὶ κρείττονα χάριν τοῦ θείου πεπλουτηκὼς πνεύματος, καὶ Βενιαμεὶν τῷ ὄντι νεώτερος προκηρυχθείς, ἐν ἐκστάσει ἐπῆρται πρὸς οὐρανόν, λέγω δὴ τὸν τρίτον, τόν τε ὑπὲρ | |
690 | κεφαλῆς ἀέρα διαβεβηκώς, καὶ τὸ αἰθέριον σῶμα ὃ δὴ στερέωμα τῇ ἐκκλησίᾳ φίλον καλεῖν, καὶ τῷ ἐν ἀρχῇ πε‐ ποιημένῳ παρὰ τοῦ ποιήσαντος πεπλησιακώς, τούτῳ δὲ οὐ τοιαύτη ἡ ἔπαρσις, ἐπεὶ μηδέ τῳ τῶν ἄλλων ἀνθρώπων, οὐ τῶν νῦν, οὐ τῶν πώποτε, τίς γὰρ ἂν Παύλῳ γένοιτο παρα‐ | |
695 | πλήσιος; ἀλλ’ εἴ τίς ἐστι νοῦ θεωρία τις καὶ ἀνάβασις, καὶ μερικὴ τῶν ὄντων κατάληψις, καθ’ ἣν οἱ οὕτως αἰρόμενοι καὶ φωνῶν τινων δοκοῦσιν ἀκούειν καὶ συνεῖναί τισι θεοει‐ | |
δεστέραις δυνάμεσιν, ἦρται κατὰ ταύτην καὶ οὗτος, καὶ ὑπερβὰς τὴν ἀχλὺν τῆς γενέσεως, καὶ εἰς τὸ ὕψος τῆς | 168 | |
17(700) | γνώσεως διαβάς. ὥσπερ γὰρ τὸ τελευταῖον ἄκρον τῆς πρά‐ ξεως τῷ πρώτῳ τῆς θεωρίας συνάπτεται, οὕτω καὶ εἴ τις ἀκριβῶς θεωρήσειεν, εὐθὺς ἔχει τὰ κρείττονα, δυοῖν θα‐ τέρου συμβαίνοντος, εἴτε τοῦ θεοῦ καταβαίνοντος εἰς τὸν νοῦν, εἴτε τοῦ νοῦ πρὸς θεὸν ἀναβαίνοντος. ἀλλὰ τίς τόπος | |
705 | τῆς τοῦ θεοῦ ἀναπαύσεως, ἢ τίνι τῶν πάντων χωρητὸς ὁ ἀχώρητος; οὐχὶ δὲ καὶ διὰ κενοῦ τοῦ παντὸς χωρήσει, κα‐ τιὼν ἢ ἀνιών, ὅς γε δὴ ἑαυτοῦ τὸ πᾶν συμπεπλήρωκε καὶ ὑπὲρ τὸ πᾶν ἐφ’ ἑαυτοῦ ἕστηκεν; οὔκουν ἐκεῖνον γινώ‐ σκομεν καταβαίνοντα, ἀλλ’ ἡμεῖς ἀναβαίνοντες, ἐλλάμψεις | |
710 | τινὰς παρ’ αὐτοῦ εἰς τὴν ἐκείνου γνῶσιν δεχόμεθα· καὶ τὸ ἐνοικεῖν γὰρ τὸν θεὸν καὶ ἐμπεριπατεῖν ἡμῖν, καὶ τὸ σὺν τῷ πατρὶ δὲ τὸν λόγον συνιέναι καὶ μονὴν ἐπὶ τοῖς θειο‐ τέροις ποιεῖν, καὶ τἆλλα ὅσα οὕτως ἡ γραφὴ συγκαταβαί‐ νουσα διαλέγεται, οὐ συγκαταβάσεώς ἐστι τοῦ θεοῦ πρὸς | |
715 | ἡμᾶς σύμβολον, ἀλλὰ τῆς πρὸς ἐκεῖνον ἡμῶν ἀναβάσεως. αὐτῇ γὰρ οὐσίᾳ καὶ αὐτῷ πράγματι ἅπαξ καταβέβηκε πρὸς τὴν ἡμετέραν φύσιν ὁ ταύτην προσειληφὼς ἀπορ‐ ρήτῳ τρόπῳ καὶ ὃν οὐδ’ ἂν γνοῖεν οὐδ’ ἄγγελοι, οὔτε τὸν πατρῷον κόλπον ἀφεὶς καὶ τὴν τῆς παρθένου νηδὺν οἰκή‐ | |
720 | σας καινοπρεπῶς. εἰ γοῦν τεθεώρηκεν ὁ εὐφημούμενος, πάντως καὶ ἥρπασται, τοῦτο γὰρ ὁ λόγος διηγωνίσατο· με‐ τετέθη δὲ καὶ πρὸς τὸν παράδεισον, ἔνθα καὶ μεμύηται τὰ ἀπόρρητα. τῶν μὲν γὰρ ἐν οὐρανῷ φωνῶν ἴσως ἀχώρητος, ἡ δὲ χθαμαλωτέρα μετάθεσις διομαλίζει τῷ θεωρῷ τὰ μυ‐ | |
725 | στήρια, καὶ δεῖ καταβαίνοντας τοὺς μύστας ἐκ τῆς οὐρα‐ νίας περιωπῆς, μὴ εὐθὺς εἰς τὴν γῆν καθέλκεσθαι, ἀλλ’ ὥσπερ ἐν ἐλάττονι σταθμῷ μεταβάντας εἰς τὸν παράδει‐ σον, κἀκεῖ τῶν προσφυῶν μυστηρίων ἀξιωθέντας, οὕτως ἐξ ὑπογύου πρὸς τὴν γῆν κατιέναι. | |
730 | Τοιοῦτος ἡμῖν ὁ θεῖος ἀρχιερεύς, τοῖς μὲν ἄκροις ἀπει‐ κασμένος, καί τινα σκιὰν ἔχων τῆς ἐκείνων μορφῆς, τοῖς | |
δὲ μέσοις ἀφωμοιωμένος, τῶν δὲ μετὰ τούτους ὑπερανέ‐ χων. ἔγωγ’ οὖν αὐτὸν ὥσπερ καθυφῆκα τοῦ Παύλου, οὕ‐ τως εἰς ἶσον ἄγω τῷ Σαμουὴλ καὶ τῶν μετ’ ἐκεῖνον ἀρχιε‐ | 169 | |
735 | ρατευσάντων προτίθημι. προκέκληται γὰρ καὶ οὗτος ὑπὸ τοῦ λόγου, καὶ τῆς ἐπωμίδος καὶ πρὸ τῆς ἀρχιερωσύνης ἠξίωται, καὶ κέχρισται τῷ ἐλαίῳ τῆς χάριτος, ἐντὸς δὲ τοῦ καταπετάσματος οὐχ ἅπαξ, ἀλλὰ πολλάκις τοῦ ἔτους γίνε‐ ται, καὶ τὴν κιβωτὸν ὁρᾷ ἀτρεμίζουσιν ὄμμασιν, οὐκ ἐν | |
740 | συμβόλοις, οὐδ’ ἐν τοῖς χρυσοῖς χερουβίμ, ἀλλὰ καθαρῶς καὶ γνησίως δορυφορουμένην ὑπὸ τῶν ἄνωθεν τάξεων, φημὶ δὴ τὴν παρθένον καὶ θεοτόκον, ἧς ὁ σωματικὸς τύπος αὐτὸ δὴ τοῦτο σύμβολον καὶ προχάραγμα. Ζήλῳ δὲ πολλάκις θείῳ πυρούμενος, πῦρ μὲν οὐκ ἐφέλ‐ | |
745 | κεται ἐπὶ τοὺς πονηροτέρους οὐράνιον, οὐδὲ δι’ ἀμφοῖν τῶν ἀσελγαινόντων τὸν σειρομάστην ὠθεῖ, ἀλλὰ παρρησιά‐ ζεται κατὰ τῶν ἀσεβούντων, καὶ τὴν πλάνην αὐτοῖς ἐλέγ‐ ξας καὶ διασείσας μετατίθησι πρὸς εὐσέβειαν. ἀναλύει τε τὴν τῆς ἁμαρτίας πλοκὴν καὶ τὸ τῆς αἰσχύνης αἶσχος ἐν | |
17(750) | τῇ διαιρέσει προδείκνυσι, καὶ οὓς ὁ τῆς ἐπιθυμίας οἶστρος εἰς μισουμένην μίξιν συνέπλεξε, τούτους ἐντεῦθεν ἀποδιε‐ λών, ἑνοῖ τῷ θείῳ σκοπῷ καὶ τῷ τῆς σωφροσύνης θεσμῷ. οὐ ταῦτα μείζω τῶν πάλαι θαυμαζομένων; ἔμοι γοῦν κριτῇ, καὶ εἴ τις ἕτερος τὴν διὰ λόγου παιδαγωγίαν | |
755 | κρείττονα πάσης ἡγεῖται τομῆς τε καὶ καύσεως. Εἶτα τί, ὦ τιμία μοι καὶ αἰδέσιμος κεφαλή; πρὸς σὲ γὰρ ἤδη τὰς τοῦ λόγου μεταβάλλω ἡνίας, ἵνα σοι ἐγγύ‐ | |
τερον καὶ γνησιώτερον διαλέξωμαι, εἰ δὲ καὶ ἐν μέρει κα‐ θάψωμαι, πρᾴως τὸν λόγον ὑπένεγκαι, κἂν εἴ σοι τὸ ἀπόρ‐ | 170 | |
760 | ρητον ἐκκαλύψω, μὴ ἐρυθριάσῃς, οὐ γὰρ ἵνα σοι δημοσιεύσω τὸ κεκρυμμένον, ἀλλ’ ἵνα σοι τὴν γνώμην ἐλέγξω, πρὸς δὲ καὶ ἐπίσχω τοῦ ἐνθυμήματος, ἔκφορον τοῖς πολλοῖς ποιήσομαι τὸ τέως ἀπόρρητον. Εἰ μὲν γὰρ ᾔδειν ἄνωθέν σοι τὸ βεβουλευμένον δεδό‐ | |
765 | σθαι, ἵν’ ὥσπερ εἰς τὴν ἀρχιερωσύνην ἐκ τῆς προτέρας ζωῆς μετελήλυθας, οὕτω δὴ πάλιν ἐντεῦθεν εἰς ἑτέραν με‐ ταχωρήσειας κρείττονα, ἐδεξάμην ἂν ὡς θεῖον τὸ βού‐ λευμα, καὶ συνεβούλευσα ἄν σοι μὴ δὲ βεβουλεῦσθαι περὶ τοῦ πράγματος, ἀλλ’ αὐτίκα καταπράξασθαι τὸ ἐντεταλ‐ | |
770 | μένον ὡς ἄνωθεν ἧκον καὶ 〈ἐκ〉 τοῦ θείου βουλευτηρίου. ἐπεὶ δέ, οὔτε θείας περὶ τούτου ἠκηκόεις φωνῆς, οὔτε παρά του τῶν κρειττόνων ἐχρηματίσθης δυνάμεων, τὰ τῆς ἱερωσύνης μὲν ἀποθέσθαι σύμβολα, ἐπ’ ἄλλον δὲ σαυτὸν βίον μετενεγκεῖν, πόθεν οὕτως ἰσχυρογνώμων περὶ τοῦ δεῖν | |
775 | ὑποδύσασθαι τὸν ποδήρη καθέστηκας; ὅτι δεῖ σοι τῷ σώ‐ ματι ἀναπαύσεως, καὶ τῶν πολλῶν ἀπηλλάχθαι πόνων τε καὶ καμάτων ὧν τοῖς λογικοῖς εἰσενήνεξαι θρέμμασιν; ἀλλ’ οὐ τοῦτο· θεὸς βούλεται μέχρι μέν τινος ἐργάζεσθαι ἡμᾶς ἀρετὴν καὶ ἐπαυξάνειν τὸ τάλαντον, εἶτα δὴ μετατί‐ | |
780 | θεσθαι τοῦ σκοποῦ καὶ ἵστασθαι τοῦ προσωτέρου δρόμου καὶ τῆς συνεχοῦς συντονίας, ἀλλ’ ἀεικινήτους εἶναι πρὸς τὸ καλόν, ἄχρις ἂν πρὸς τὴν πηγὴν ἔλθωμεν τῶν τῇδε ἀπαυγασμάτων, ἔφησέ τις σοφὸς καὶ παρά σοι θαυμαζό‐ | |
μενος, καὶ στῶμεν καὶ τῆς ἐφέσεως καὶ τῆς ἀναβάσεως. | 171 | |
785 | ἕως δ’ ἂν ἀθέατος ἡ τοιαύτη πηγή, φωτὶ προσληψόμεθα φῶς, καὶ ἀμαυροτέρῳ τρανότερον· καὶ τοῦτο γὰρ τοῦ αὐτοῦ κρατῆρος. ἀλλ’ οὐκ ἀμβλυντέον ἡμῖν τοὺς ὀφθαλμ‐ οὺς ἐξεπίτηδες, οὐδὲ τὴν πορείαν ἀναλυτέον, ἵν’ ἀπὸ φωτὸς μείζονος ἔλαττον θεασώμεθα, ἀπὸ δὲ τῶν ἄκρων | |
790 | περάτων ἐς τὴν μεσημβρινὴν ζώνην ἀναποδίσωμεν, ἀλλ’ οὐδὲ τὸ ἱερατεύειν τοιοῦτόν ἐστιν, ὁποῖον δὴ τὸ παλαίειν, ἢ τὸ παγκρατιάζειν, ἢ ἀκροχειρίζεσθαι, ἵν’ ἐπειδὰν παρηκ‐ μακώς τις ὀφθείη, παύσοιτο τοῦ ἐπιτηδεύματος. οὐ γὰρ τὰ πολλὰ χειρῶν τῇ ἀρετῇ δεῖ, καὶ ποδῶν κινήσεως, ἀλλ’ | |
795 | ὀλίγα μὲν γλώττης, τὰ πολλὰ δὲ κινήσεως νοῦ καὶ τῆς πρὸς θεὸν ἀναβάσεως, τοῦτο γάρ ἐστι τὸ θεῷ λειτουργεῖν, τὸ τὸν νοῦν ὑποδύεσθαι καὶ ὁρᾷν δι’ αὐτοῦ τὰ ἐν τοῖς ἀδύτοις μυστήρια. ὥστ’ εἰ μὲν εὖ ἔχων σώματος, ἐρρῶσθαι φράσας τοῖς πράγμασι, τὴν μετὰ τῶν πολλῶν ἐκκλίνεις | |
17(800) | διατριβήν, ἐντολὴν ἀθετεῖς, καὶ νόμων καταφρονεῖς ἱερῶν. εἰ δ’ ἀπηγόρευκέ σοι τὸ σῶμα πρὸς τοὺς ἐν τῇ ἀρχιερω‐ σύνῃ καμάτους, οὐδεὶς λόγος σε ἀναγκάζει τῆς αὐτῆς ἔχε‐ σθαι συντονίας, οὐ μᾶλλόν γε εἰ καὶ τοὺς πυρέττοντας ἀναγκάσαιμι ἱππάζεσθαί τε καὶ προϊέναι καὶ προκινδυνεύ‐ | |
805 | ειν τῶν πόλεων. Ἔπειτα καὶ οἷς πεποίηκας τἀναντία βεβούλευσαι· συνα‐ γαγὼν γὰρ διεσπαρμένον τὸ ποίμνιον, καὶ πολλοῖς καμάτ‐ οις καὶ πόνοις εἰς τὴν αὐτὴν μάνδραν εἰσαγαγών, εἶτα δια‐ σπείρειν ἐπιχειρεῖς καὶ διαιρεῖν τὸ συνημμένον, καὶ | |
810 | ἀπελαύνειν εἰς ὄρη καὶ ἐρημίας καὶ βάραθρα ἀφ’ ὧν συνη‐ γήοχας. καὶ ταὐτὸν ποιεῖς, ὥσπερ ἂν εἴ τις στρατηγὸς τει‐ χίσας πόλιν καὶ περιφράξας ἵνα μηδὲν ἐξ ἐπιδρομῆς πάθῃ, ἔπειτα ταύτην ἀφείς, ἐφ’ ἑτέραν βαδίζοι ἀτείχιστον· ἀλλ’, | |
ὦ μακάριε, εἴποιμ’ ἂν ἐγὼ πρὸς αὐτόν, εἶτ’ οὐ δέδιας μὴ | 172 | |
815 | θᾶττον τὸ τεῖχος καθαιρεθείη οὐκ ὄντος τοῦ περιέποντος; τὴν αὐτὴν δὴ καὶ πρὸς σὲ φωνὴν ἀφίημι, ὅτι σοι αὐτίκα καὶ τὸ ἔρεισμα διαπεσεῖται ἐφ’ ᾧ δὴ πολλὰ πεπόνηκας, καὶ ἡ περιβολὴ διαιρεθήσεται, καὶ ἁλώσιμος ἡ πόλις γε‐ νήσεται. | |
820 | Ἀλλ’ εἰ μὲν ἦν σοι τὸ ποίμνιον ὁποῖον δὴ τὸ τῶν πολλῶν ἱερὸν πόλεων, ὀλίγον καὶ εὐαρίθμητον, καὶ τοῦτο νοσοῦν, πρὸς δὲ καὶ πόας καὶ μάνδρας δεόμενον, ἀλλ’ οὐδ’ οὕτως ἀποστατέον ἦν σοι τούτου, οὐδὲ τὴν ποιμαντι‐ κὴν ῥάβδον ἀπορριπτέον, οὐδὲ διαθραυστέον τὴν σύριγγα, | |
825 | ἀλλ’ ἔδει καὶ τὸ νενοσηκὸς ἰάσασθαι καὶ τὸ πεπλανημένον ἀνακαλέσασθαι, καὶ τὸ διεσπαρμένον συναγαγεῖν. ἐπεὶ δέ σοι καὶ ἡ ποίμνη πολλή, καὶ ἡ μάνδρα πλατεῖα, καὶ ἡ νομὴ δαψιλής, οὐκ οἶδα ὅντινα δὴ τρόπον βεβούλευσαι, τῶν καλλίστων ἀφέμενος, τὰ χείρω τούτων ἀλλάξασθαι. | |
830 | ἔοικας δέ μοι οἴεσθαι τὸν ἐφ’ ἡσυχίας βίον αὐτόχρημα ὁμιλίαν τε πρὸς θεὸν εἶναι καὶ ἐπιτυχίαν κρειττόνων, καὶ λογισμῶν ἔπαρσιν ἢ ἀνάπαυσιν. ὅτι μὲν οὖν καὶ χάρις τοι‐ αύτη τοῖς ἡσυχάζουσι γίνεται, οὐκ ἂν ἀρνηθείην, ἀλλ’ ἐνί‐ οις, καὶ οὐδὲ τούτοις ἀεί, οὐδ’ ἐπὶ πολύ, ἀλλ’ ὥσπερ | |
835 | ἀστραπὴ ὁμοῦ τε ἔλαμψε καὶ παρελήλυθε τὸ φανέν, καὶ τοσοῦτον μὲν ἡ εἰρήνη, τὸ δὲ λειπόμενον μέρος τῆς ζωῆς οἱ κίνδυνοι. τῷ δ’ ἀρχιερεῖ ἔστι μὲν πολλάκις καὶ πράγ‐ ματα, τὰ δὲ πλείω εἰρήνη ψυχῆς καὶ κατάστασις· καὶ ἵνα τ’ ἀκριβὲς εἴποιμι, ἢν νοῦς ἐπιστατῇ φιλόσοφος πᾶσι | |
840 | πράγμασιν, οὐδὲν ἂν ἀηδὲς τοῖς μεταχειρίζουσι ταῦτα γέν‐ οιτο· σοὶ δὲ αὐτὸ τοῦτο φιλοσόφῳ τυγχάνοντι, τίς ἐπήρεια παρὰ τῶν πραγμάτων γενήσεται; ὥσπερ οὐδὲ κυβερνήτῃ παρὰ τῶν πραγμάτων, ἀλλὰ στρέψει καὶ μεταστρέψει τοὺς | |
οἴακας καὶ πηδαλιουχήσει ἐπιστημόνως τὴν ναῦν. | 173 | |
845 | Εἰ μὲν οὖν αὐτόθεν τῶν κρειττόνων κατέγνωκας, ἄλλο τοῦτ’ ἂν εἴη πρᾶγμα, κρεῖττον συμβουλῆς τε καὶ παραινέ‐ σεως· εἰ δ’ ἕπεσθαι λόγοις κρείττοσι βούλοιο, οὐκ ἂν οἶμαί σε καλλίοσιν ἐντυχεῖν, καὶ αὐτὸς ἂν ἐρεῖς, ὅς γε δή μοι καὶ τοὺς πρώτους λόγους κατασπείρας ἐν τῇ ψυχῇ τοῦ ἐπὶ | |
17(850) | πᾶσι πρωτείου παραχωρεῖς. Ἔχεις οὖν ἤδη, φίλτατε πάντων ἀνδρῶν, παρ’ ἡμῶν καὶ τὸν λόγον καὶ τὴν παραίνεσιν, τὸν μὲν ἐπηγγελμένον πά‐ λαι σοι καὶ ὡς χρέος ἐκτετισμένον, εἰ καὶ μὴ αὐτὸς τὴν ὀφειλὴν ἐθέλοις λαβεῖν, τὴν δὲ ἀπ’ εὐνοίας ἅμα σοι προσε‐ | |
855 | νεχθεῖσαν καὶ ἀκριβοῦς διασκέψεως. οὐ γὰρ ὡσπερεὶ κοι‐ νωνῶν σοι τοῦ πράγματος, ἔπειτα δέδια μὴ τοῦ μέρους αὐτὸς στερηθήσομαι. ἐμοὶ δὲ τίς ἀποδώσει τὸν λόγον ἢ ζῶντι, ἢ τελευτήσαντι; πολλοῖς μὲν γὰρ αὐτός, εἰ δὲ βού‐ λει καὶ ξύμπασι, τὰς τοῦ συγγράφειν ὑπέθηκα ἀφορμάς, | |
860 | οὐκ οἶδα δὲ εἴ μοι περὶ τὸν λόγον εὐγνωμονήσουσι, μᾶλλον δὲ θάτερον δέδοικα, ὅπερ οὐκ ἂν εἴποιμι, καὶ μᾶλλόν γε τοῦτο βουλοίμην ἢ συγκεχῦσθαι. ἀλλ’ εἰ μὲν ἀρ‐ κέσει μοι τὸ ζῶν ἦθος καὶ τὰ συγγράμματα, ἀπέχω τὸ ἀποχρῶν μοι ἐγκώμιον, εἰ δ’ οὖν, ἀλλά μοι καὶ τοῦτο | |
865 | κέρδος ἀμνημονεύτῳ κεῖσθαι ὑπὸ τὴν γῆν, οὔτε τιμωμένῳ πέρα τοῦ δέοντος, οὔτ’ ἐλεγχομένῳ ἐφ’ οἷς βεβίωκα· μόνον εἴη μοι θεὸς ἵλεως παρ’ οὗ μοι καὶ τὰ κρείττω συμβέβηκε, καὶ ᾧ μόνῳ τὴν ἐμὴν ζωὴν ἀνατέθεικα, ὅτι αὐτῷ ἡ δόξα | |
εἰς τοὺς αἰῶνας. ἀμήν. | 174 | |
18(1t) | Εἰς τὸν βασιλέα τὸν Διογένην | |
2t | ὅτε ἐβασίλευσεν | |
3 | Νῦν ἡμέρα σωτήριος, νῦν ἐλευθερία κακώσεων, νῦν τῆς νέας Ῥώμης ἰσχὺς καὶ κραταίωσις, νῦν βασιλείας πύργος | |
5 | ἀκλόνητος, τεῖχος ἀκράδαντον, στῦλος ἄσειστος, θεμέλιος ἐπὶ τῶν τοῦ κυρίου ἐστηριγμένος χειρῶν. νῦν ἐπεσκέψατο κύριος τὴν κληρονομίαν αὐτοῦ καὶ ἔκυψεν ἐξ οὐρανοῦ καὶ | |
εἶδε, καὶ ἀπέστειλεν ἐξ ὕψους τὸν ἄγγελον αὐτοῦ καὶ ἐρ‐ ρύσατο ἡμᾶς καὶ παρόντων κακῶν καὶ μελλόντων δεινῶν | 175 | |
10 | καὶ συστροφῆς νεφῶν καὶ ἐμβολῆς βελῶν. Ποῦ τὰ Περσῶν αὐχήματα νῦν; ποῦ τὰ Μήδων φρυά‐ γματα; ποῦ ἡ τῶν Σκυθῶν ἐποπτευομένη ἐπιδρομή; ποῦ ἡ ἀλαζὼν τῶν Τούρκων ὀφρὺς καὶ ἡ ἀνυπόστατος τοῦ βαρ‐ βάρου ὁρμή; | |
15 | Νῦν ὥσπερ ἐπὶ ζυγοῦ ἀντίρροπα πάντα καὶ ἀντίσταθμα γέγονε, καὶ αἱ πλάστιγγες μετετέθησαν. νῦν πάντα καινά, καὶ μετήλλακται μὲν τὰ ἐχθρῶν, μετεσχημάτισται δὲ τὰ ἡμέτερα. νῦν τεθεάμεθα βασιλέα, οὔτε τὴν κλῆσιν οὔτε τὸ σχῆμα ψευδόμενον, μέγαν ὡς γίγαντα, ὑψηλὸν τῷ βρα‐ | |
20 | χίονι, κραταιὸν τῇ δυνάμει, καὶ ἄοπλον φοβερὸν καὶ ὡπλι‐ σμένον ἰσχυρόν τε καὶ ἀνυπόστατον, τὸ μὲν εἶδος τῷ ὄντι τυραννίδος ἄξιον, τὴν δὲ καρδίαν ἀνθάμιλλον τῷ προφήτῃ Δαυίδ. Ἔν σοι γάρ, θειότατε βασιλεῦ, ἀθρόα πάντα συνέδρα‐ | |
25 | μεν, ὅσα φοβερά, ὅσα λαμπρά, ὅσα θαυμάσια· γένος ἀσύγ‐ κριτον τὴν εὐγένειαν, πατρὶς ἡ καλλίστη τῶν πόλεων, ἐξ ἧς φύσεις γενναῖαι καὶ ἰσχὺς ἀήττητος καὶ κράτος κατὰ | |
βαρβάρων ἀφόρητον· φύσις σώματος οἵαν οὐκ ἂν ἐπε‐ νέγκοι βάρβαρος θεασάμενος, φύσις ψυχῆς οἵαν ἡμεῖς | 176 | |
30 | ὁρῶντες γανύμεθα· ὁρμὴ κατὰ μὲν ἐχθρῶν ἀνυπόστατος, πρὸς ἡμᾶς δὲ γαλήνιος καὶ ἥμερον ἐπιλάμπουσα. Διογενὴς τὸ φαινόμενον, θεοειδὴς τὸ κρυπτόμενον· σεμνὸς τὰ πρὸς αἴσθησιν, λαμπρὸς τὰ πρὸς νόησιν, εὐσταθὴς τὸ φρόνημα, εὐφυὴς τὸ ἐνθύμημα, τὸν νοῦν ὀξύς, τὴν γλῶτταν ταχύς, | |
35 | ῥήτωρ καὶ στρατιώτης ὁμοῦ. ὢ τοῦ παραδόξου θαύματος· τὰ διῃρημένα, λόγους καὶ ὅπλα, τόξα καὶ μέτρα, ῥήματα καὶ ὁρμήματα, σοφίαν καὶ πανοπλίαν, εἰς μίαν τὴν σεαυτοῦ παραδόξως ψυχὴν συνήγαγες. καὶ πολεμεῖς μὲν ὑψηλῷ τῷ βραχίονι, ὁμιλεῖς δὲ ἐλευθέρως καὶ στρογγύλως | |
40 | τῇ γλώττῃ, καὶ ἔοικας ποταμῷ ἅμα καὶ ὀχετῷ. ὁ μὲν γὰρ νοῦς ποταμηδὸν ἐπιχεῖ τὰ νοήματα, ἡ δὲ γλῶττα ἠρέμα ἐπικλύζει τὴν ὀχετηγίαν τῶν λέξεων· σὺ δὲ βασιλεῦ, καὶ δημηγορήεις ἐν τοῖς στρατεύμασι καὶ ὁρμὴν ἐπενέγκῃς τῷ λόγῳ καὶ συνεξορμήσεις τῷ πράγματι. καὶ οὗ μὲν καιρὸς | |
45 | ἀφέσεως βελῶν, αὐτίκα τὸ τόξον ἐντενεῖς, οὗ δὲ ἀκοντίου, ἀκοντιεῖς, οὗ δὲ δόρατος, ἀγκαλισάμενος ἐρρωμενέστατα ἐμβαλεῖς τοῖς τῶν ἀντιτεταγμένων σώμασι. καὶ οὗ μὲν | |
χρεία λόγου, ῥητορεύσεις λαμπρῶς, οὐ τὰς Δημοσθένους δεινότητας ἁρμοσάμενος, ἀλλὰ τὰς τοῦ Πυλίου Νέστορος | 177 | |
18(50) | χάριτας ἀναψάμενος· οὗ δὲ ἀνάγκη συνασπισμοῦ καὶ συν‐ τάξεως, καὶ κατὰ μέτωπον στήσῃ καὶ ἑκατέρω τὼ κέρα, καὶ ὑπερφαλαγγίσεις καὶ περιελίξεις τὴν φάλαγγα καὶ ἐξαλλάξεις τοὺς λόχους καὶ μετασχηματίσεις τὴν τάξιν καὶ στρατηγικῷ ἐμβριμήματι καταπλήξεις τὸ βάρβαρον. | |
55 | Ἀλλ’ ἐξάγει με καὶ πρὸς τὴν βασιλίδα ὁ λόγος, ἣν οὐ μόνον ἐγκωμιᾶσαι, ἀλλὰ καὶ θαυμᾶσαι δεδύνημαι. ὦ τοσοῦτον ἐνθυμηθεῖσα καλόν, ὦ τοσοῦτον ἀγαθὸν ἐννοή‐ σασα. ὠχύρωσας τὰς πόλεις ἡμῶν, τὰ τῶν βαρβάρων τείχη διέρρηξας, ἐκόσμησας τὴν τῆς Ῥώμης ἀρχήν, σαυτὴν ὕψω‐ | |
60 | σας, τοῖς παισὶ τὴν βασιλείαν ἐφύλαξας, δι’ ἑνὸς ἐνθυμή‐ ματος καὶ μιᾶς πράξεως εἰς ταὐτὸ τὰ χρηστὰ πάντα συνή‐ νεγκας· ἀλλ’ ὑπὸ προθυμίας τε καὶ χαρᾶς μικροῦ καὶ συνορχήσασθαι βούλομαι. Νῦν τῷ ὄντι φωστήρων σύνοδος, νῦν οὐρανὸς καὶ γῆ | |
65 | συνευφραίνεται, καὶ πάντα σκιρτᾷ καὶ ἀγάλλεται, καὶ ὁ | |
καιρὸς ὡς ἀληθῶς πανηγύρεως. ἐπεὶ δὲ καὶ συγκρίσεως δεῖ τῷ λόγῳ, παράδοξον μὲν ἐρῶ λόγον, ἀληθέστατον δέ· σὺ μέν, ὦ βασιλεῦ, κατὰ πάντων ἔχων τὰ νικητήρια, μόνης τῆς βασιλίδος, εἴπω δὲ καὶ δεσπότιδος, ἥττησαι· σὺ δέ, ὦ | 178 | |
70 | βασιλίς, πάσαις ὀφθεῖσα ἀσύγκριτος, ἵνα μὴ λέγω καὶ πᾶσι, τὰ δευτερεῖα φέρεις, καὶ τοῦτο ἑκοῦσα, τοῦ βασι‐ λεύοντος. ὦ καὶ πάντας νικήσας καὶ πάσας νικήσασα, καὶ ἀλλήλους νικῶντες καὶ ὑπ’ ἀλλήλων τὴν ἧτταν λαμβάνον‐ τες· ὦ σὺ μὲν ἀρρένων ἄγαλμα, σὺ δὲ θηλειῶν σε‐ | |
75 | μνολόγημα. | 179 |
19(1t) | Τῷ αὐτῷ ὡς ἐν ἐγκωμίῳ προσχήματι | |
2 | Ποῦ ποτε ἀπαίρεις ὁ λαμπρότατος ἥλιος, ὁ μέγας τῆς ἀληθείας φωστήρ; πῶς δὲ καὶ καρτερεῖς τὴν τοῦ κόσμου σελήνην ἀπολιπών, ὑφ’ ἧς ἐφωτίσθης καὶ ἣν φωτίζεις λαμ‐ | |
5 | πρότερον; ἢ πάντως ὁ ὑπὲρ ἡμῶν ἔρως καὶ τὸ βούλεσθαί σε ἐλευθέραν εἶναι τὴν βασιλίδα τῶν πόλεων, μᾶλλον δὲ σύμπασαν τὴν ὑπήκοον, τῆς τῶν βαρβάρων ἐπιδρομῆς, πεί‐ θει σε καὶ σώματος καὶ ψυχῆς καὶ τῶν φιλτάτων κατα‐ φρονεῖν; ὢ ζεούσης ψυχῆς, ὢ καρδίας ἐμπύρου, ὢ γεν‐ | |
10 | ναίου φρονήματος, οὐκ ἔθελξέ σου τὴν γνώμην ἡ τῆς βασιλείας τρυφὴ καὶ ἀπόλαυσις· οὐ κατέσχε σου τὴν ψυ‐ χὴν ὁ τῆς ἀρχῆς κόσμος καὶ τὰ λοιπὰ περιβλήματα, καὶ τὸ κάλλος τοῦ διαδήματος. ἀλλ’ ὥσπερ ἐπὶ τούτῳ τὴν βα‐ | |
σιλείαν παρὰ θεοῦ εἰληφώς, ἵνα ἡμεῖς μὲν τρυφῶμεν καὶ | 180 | |
15 | ἀγαλλώμεθα, σὺ δὲ φροντίζῃς περὶ ἡμῶν πᾶσι πόνοις καὶ πάσαις μερίμναις ταλαιπωρούμενος, ὁμοῦ τε τῷ διαδήματι κατεκοσμήθης τὴν κεφαλήν, καὶ τὴν αἰχμὴν ἠκόνησας κατ’ ἐχθρῶν. ὢ τολμήματος, ὢ φρονήματος· οὐκ ἔμεινας τοῦ καιροῦ τὴν μεταβολήν, ἀλλὰ μέσου χειμῶνος, τοῦ | |
20 | ἡλίου καλυπτομένου τοῖς νέφεσι, κατηφεστάτου τοῦ ἀέρος τυγχάνοντος, ὥσπερ τις ἀδάμας πᾶσαν πληγὴν φέρειν δυ‐ νάμενος καὶ μηδεμιᾷ διαιρούμενος, ὑπὸ χειμῶνι σφοδρῷ καὶ ὄμβρῳ πολλῷ καὶ κρύει δεινῷ, τῆς βασιλίδος ἀπαίρεις τῶν πόλεων, καὶ κατὰ τῆς τῶν ἐχθρῶν τυραννίδος χωρεῖς. | |
25 | Τοιοῦτον ἡμῖν ἔπρεπεν ἐξ ἀρχῆς βασιλέα λαβεῖν, οὕτω μὲν καλόν, οὕτω δὲ γενναῖον, οὕτω πρᾷον, οὕτω τόλμης μεστόν· ὡς ὑπερφυῆ πάντα τὰ σά· τὸ γένος, ὁ τρόπος, ὁ βίος, ὁ κόσμος τοῦ σώματος, τὸ μέγεθος τῆς ψυχῆς, ὁ πρὸς θεὸν πόθος, ὁ σφοδρὸς ὑπὲρ ἡμῶν ἔρως, ἡ εὐγενὴς | |
30 | γνώμη, ἡ φιλότιμος χείρ, ἡ ἄφθονος δεξιά, ἡ τῶν χαρίτων πηγή. ἀλλ’ ὢ τῆς ἡμετέρας ἡδονῆς, ὅτι τοιοῦτον εὐτυχήσα‐ μεν αὐτοκράτορα. ὢ τὴς ἀντιθέτου ὀδύνης, ὅτι σε τὸν ἡμέ‐ τερον ἥλιον ὥσπερ εἰς ἑτέραν οἰκουμένην ὁρῶμεν μετα‐ χωροῦντα. καὶ ἐπεί σε κατασχεῖν οὐ δυνάμεθα, εὐχαῖς σε | |
35 | καὶ δάκρυσι παραπέμπομεν. Δυναμωθείης ἐπὶ πάντα ἐχθρὸν καὶ πολέμιον, καὶ στε‐ φανωθείης τὴν κεφαλὴν ἐπὶ τροπαίοις λαμπροῖς. κοσμη‐ θείης τοῖς κατὰ τῶν βαρβάρων ἀριστεύμασι, καὶ νίκαις δορυφορηθείης πολλαῖς. μὴ συγκαύσαι σε ἡμέρας ὁ ἥλιος, | |
40 | μηδὲ ἡ σελήνη τὴν νύκτα, ἀλλά σε στῦλος ὁδηγήσοι | |
φωτός, καί σοι διαιρεθείη μὲν θάλασσα, ὑπαναχωρήσαιεν δὲ ποταμοί, καὶ ἄγγελοί σε φωτὸς ἐπὶ πᾶσαν γῆν παρα‐ πέμψαιεν. ἴδοιμέν σε τροπαιοφόρον ἐπαναστρέφοντα πρὸς ἡμᾶς, στεφάνοις ἀριστείοις κατακεκοσμημένον τὴν κεφα‐ | 181 | |
45 | λήν, ὦ βασίλειον ἄγαλμα, πολιτείας ἀξιοπρεπέστατον θέ‐ αμα, τῆς ἡμετέρας σελήνης φωστὴρ ἀξιώτατε. | |
20(1t) | Προσφώνησις πρὸς τὸν βασιλέα κῦρ Ῥωμανὸν | |
2t | τὸν Διογένην παρὰ τῶν πολιτῶν ἐν κλητορίῳ. | |
3 | Νῦν πρῶτον ὁπλίτην βασιλέα τεθέαμαι, νῦν πρῶτον ὁρῶ | |
στρατηγὸν ἅμα καὶ αὐτοκράτορα. ἀστράπτει μέν σου ἡ κε‐ | 182 | |
5 | φαλὴ τῷ χρυσῷ στέμματι, οὐδὲν δὲ ἧττον καὶ ἡ δεξιὰ φοβερῷ δόρατι· καὶ προσηνεῖ μὲν ἡμᾶς τοὺς πολίτας ὁρᾷς ὄμματι, καταπληκτικῷ δὲ τοὺς βαρβάρους καταδειμαίνεις βλέμματι. γλυκεῖα μὲν ἡ πρὸς ἡμᾶς σου φωνή, δριμεῖα δὲ ἡ πρὸς τοὺς ἀντικειμένους βοή. ἱλαρὸν μὲν ἡμῖν σου τὸ | |
10 | πρόσωπον, φοβερὸν δὲ τοῖς ἀντιμαχομένοις τὸ στρατηγικόν σου ἐμβρίμημα. Ὦ βασιλεῦ, καὶ στρατιῶτα καὶ στρατηγέ, καὶ πᾶν εἴ τι ἄλλο ὑπέρλαμπρον ὄνομα. ὦ κρατὴρ πάσης ἀρετῆς, ὅση τε πολιτικὴ καὶ ὅση στρατηγική. ὦ κοινὸν ἀγαθὸν καὶ πολί‐ | |
15 | ταις καὶ στρατιώταις καὶ μέγα ὄφελος τῇ βασιλίδι τῶν πόλεων, ἥτις εἰς γόνυ κλιθεῖσα, νῦν παρ’ ἐλπίδα ἀνώρθω‐ ται καὶ μέγα φρονεῖ ἐπί σοι τῷ δεσπότῃ καὶ αὐτοκράτορι, καὶ στεφανηφορεῖ σου ταῖς νίκαις, καὶ τοῖς κατορθώμασιν ἐπαγάλλεται καὶ τοιαῦτα πρός σε μονονουχὶ φθέγγεται. ὦ | |
20 | δᾳδοῦχε φωστήρ, ἀπείρῳ με καταυγάσας φωτί. ὦ φαεινό‐ τατε ἥλιε, ἐξ ἑῴας μὲν τὴν κίνησιν ποιησάμενος, πρὸς δὲ τὸ μεσημβρινὸν φθάσας κέντρον καὶ πᾶσαν τὴν γῆν ταῖς ὑπερλάμπροις καταστράψας μαρμαρυγαῖς. Ποῦ ποτε καὶ πάλιν ἦσθα, ὁ τῆς βασιλείας πυρσός, ὃς | |
25 | διὰ χρόνων μοι προσπεφοίτηκας; ἀλλ’ ὁρᾷς ὡς γηράσασαν | |
ἀναθηλῆσαι αὖθις πεποίηκας, καὶ πρὸς τὸ ἀρχαῖον ἐπα‐ νελθεῖν τῆς νεότητος κάλλος καὶ μέγεθος. ἐπὶ τούτοις κα‐ τασπάζεταί σου τὰ ὄμματα τὰ πολλάκις ὑπὲρ αὐτῆς ἀγρυ‐ πνήσαντα, καταφιλεῖ σου τὰς χεῖρας ἃς πολλάκις τῷ φόνῳ | 183 | |
30 | τῶν βαρβάρων ἐξῄμαξας, προσφύεταί σου τῷ στήθει ἔτι τὰς ὠτειλὰς τῶν πληγῶν ἔχοντι ἃς ὑπὲρ αὐτῆς ἐδέξω βαλλόμενος. καί σοι τοὺς ἐπωνύμους αὐτῇ καὶ τροφίμους εἰσάγουσα, φημὶ δὴ τοὺς πολίτας, τοιαῦτα φωνεῖ· τούτους σοι παρακαταθήκην, βασιλεῦ, ἐγὼ παρατίθημι, τούτους | |
35 | σοι προσάγω ἱκέτας ὁμοῦ καὶ φιλτάτους. ἀγκάλισαί μοι αὐτοὺς εὐμένως, ἰδὲ προσηνῶς, φιλοτίμησαι δεξιῶς· οὗτοι μὲν οὖν ἀγαπήσουσί σε καὶ ἐπαινέσουσι, σὺ δὲ πολυπλα‐ σίονα τούτοις ἀντίδος τὴν μέτρησιν. Τοιαῦτα μέν, θειότατε βασιλεῦ, ἡ πόλις σοι προσφωνεῖ, | |
40 | σὺ δὲ κειμένην ἀνάστησον, ἀλλοιωθεῖσαν ἐπὶ τὸ χεῖρον, ἐπὶ τὸ κρεῖττον μετάβαλε, ἀφαιρεθεῖσαν τὸ κάλλος, τοῖς σοῖς ἀγωνίσμασι καταμόρφωσον, ἀπανθήσασαν φαίδρυνον ὁ θειότατος αὐτῆς ἐραστὴς καὶ ἐρώμενος, ὁ τὸ κράτος 〈τῶν〉 Ῥωμαίων τοῦ τῶν βαρβάρων κράτους δείξας λαμ‐ | |
45 | πρότερον, ὁ τὸ πρᾶγμα πάλαι τῆς βασιλείας ἀναδησά‐ μενος, νῦν δὲ εὐμοιρήσας καὶ τοῦ ὀνόματος, βασιλεῦ βασι‐ λέων καὶ στρατηγὲ στρατηγῶν, καὶ τῆς μεγάλης ταύτης καὶ περιφανεστάτης τῶν πόλεων θαυμασιώτατον ὄντως καὶ | |
πρᾶγμα καὶ ὄνομα. | 184 | |
21(1t) | Συντακτήριος πρὸς τὸν βασιλέα. | |
2 | Ὁ μὲν δὴ περὶ τῆς σῆς φιλανθρωποτάτης ψυχῆς συντα‐ κτήριος λόγος καὶ ἐξιτήριος τοιοῦτος καὶ οὕτω θαυμάσιος· ὁ δὲ παρ’ ἡμῶν πρός σε τὸν χρηστότατον δεσπότην καὶ | |
5 | βασιλέα οὕτω συγκείμενος εὐχαῖς καὶ δάκρυσι σύμμι‐ κτος. Ἀστράψαις ἐκ τῆς ἑῷας εἰς τὴν ἀνατολὴν αὖθις διαβαί‐ νων, ὡς ἥλιος ἀπείρῳ κύκλῳ, πλουσίῳ φωτί, καὶ καταλάμ‐ ψαις μὲν καὶ τὸ ὑπήκοον, καταφλέξαις δὲ καὶ σύμπαν τὸ | |
10 | βάρβαρον. ἐπὶ τούτοις κατασβέσαις μὲν πῦρ Βαβυλώνιον, χαλινώσαις δὲ λεόντων ὁρμὰς καὶ πῦρ ἐξ οὐρανοῦ ἐφελκύ‐ | |
σαις κατὰ τῆς δυσμενοῦς φάλαγγος. θάλασσαν διαρρήξαις καὶ ποταμὸν ἀνακόψαις καὶ καταπολεμήσαις τὸν Ἀμα‐ λήκ. | 185 | |
15 | Νεφέλη μὲν σκιάζουσα ὑπὲρ κεφαλῆς ἀφέλοιτό σου τὸν καύσωνα, στῦλος δὲ φωτὸς ὁδηγήσαι σε τῆς σῆς ἀσπίδος προπορευόμενος. ἐξομαλίσαι σοι κύριος πᾶν ὄρος ὑψηλὸν καὶ ἀκρότομον, καὶ ἀναπληρώσαι μέν σοι τὰς φάραγγας, τὰ δὲ σκολιὰ ποιήσαι εὐθύτατα. ἀναδήσαιτό σου τὴν κε‐ | |
20 | φαλὴν ἀριστείοις στεφάνοις, καὶ ἐπανέλθοις ἡμῖν μυρίαις νίκαις κατεστεμμένος καὶ τροπαίοις κατηγλαϊσμένος πολλοῖς. ἄγγελοί σοι συμπαρατάξαιντο καὶ συστρατηγήσαι θεὸς καὶ τὸν νέον καταποντίσαι σοι Φαραώ. Εἰ δὲ καὶ καταλλάξαις τὰ διεστῶτα καὶ τὸ τοῦ φραγμοῦ | |
25 | ἀφέλοις μεσότοιχον, καὶ τὸ δυσμενὲς εὐμενὲς ποιήσαις τῷ κράτει σου, βασιλικώτατον δὴ τοῦτο καὶ τῷ ὄντι νικητικώ‐ τατον. Μιᾷ γοῦν γλώσσῃ τὰς πάντων ὑποκρινόμενος φωνάς, τοῦτο δή σοι τελευταῖον προσφθέγγομαι, μὴ μακρύνῃς ἐπὶ | |
30 | πολὺ ἀφ’ ἡμῶν τῶν ποθούντων σε, ἀλλ’ ἐπανακάμψαις ταχὺ φαιδρότερος ἡμῖν μετὰ τῶν τροπαίων καὶ φαεινό‐ τερος φανησόμενος, ὦ πάντων βασιλέων ἀσυγκρίτως ὑπέρ‐ | |
τερε τῷ ἀποκρύφῳ κάλλει καὶ τῷ μεγέθει τῆς φύσεως. | 186 |