TLG 2701 007 :: GEORGIUS PISIDES :: Heracliadis iii acroaseos fragmenta

GEORGIUS PISIDES Poeta, Diaconus Referendarius, vel Georgius Pisida
(Antiochenus (Pisidiae) Constantinopolitanus: A.D. 7)

Heracliadis iii acroaseos fragmenta

Source: Pertusi, A. (ed.), Giorgio di Pisidia. Poemi. I. Panegirici epici [Studia patristica et Byzantina 7] Ettal: Buch–Kunstverlag, 1959: 276–292.

frr. 1–57

Citation: Fragment — (line)

1

σφύζεις, Ἀχιλλεῦ, καὶ μεθύσκῃ τὰς φρένας

2

ἐρῶ δέ σοι νῦν, εἴπερ οὐ βύειν θέλεις

3

α λάβωμεν, ἄνδρες, εἰς νοῦν τὸν Θεοῦ φόβον
β στῶμεν κατ’ ἐχθρῶν τῶν πολλὰ δεινὰ Χριστιανοῖς εἰργασμένων
γτὸ Ῥωμαίων κράτος
5〈ἅπαντεσ〉 αἰδεσθῶμεν αὐτοδέσποτον
δ στῶμεν κατ’ ἐχθρῶν δυσσεβῶς ὡπλισμένων
ε πίστιν λάβωμεν τῶν φόνων φονεύτριαν
ζ ὡς ἔνδον ἐσμὲν
η καὶ 〈γὰρ〉 μέγαν κίνδυνον 〈ἡ〉 φυγὴ φέρει276
10θ ἐπεκδικῶμεν τὰς φθορὰς τῶν παρθένων
ιμέλη τετμημένα
κ εἷς ἀντὶ πάντων
λ τὰς καρδίας ἥπλωσας ἡμῶν, δέσποτα, τὸ σὸν πλατύνας ἐν παραινέσει στόμα
15μ ὤξυναν ἡμῶν οἱ λόγοι σου τὰ ξίφη

4

αἡ πλάνη τῶν ἀνθράκων
β οἱ δ’ 〈αὖ〉 κατ’ αὐτὸν εἰσβαλεῖν τὸν Χοσρόην
γῥύστῃ γενέσθαι καὶ τῆς Περσίδος τὸν κοσμόλεθρον – ⏑ – 〈τὸν〉 Χοσρόην277

5

Περσῶν ἐν τοῖς δυσβάτοις τόποις
πλανωμένη278

6

ατὸ πλῆθος ἐχθρῶν μὴ ταραττέτω ὑμᾶς, ἀδελφοί,
β Θεοῦ θέλοντος εἷς διώξει χιλίους
γ στέφος λάβωμεν μαρτύρων, ὅπως χρόνος
5ἡμᾶς ἐπαινέσῃ

7

πραγμάτων πάντως δύο κίβδηλός ἐστιν ἐργάτης εἷς, ὡς λόγος

8

ταῦτα πρὸ πολλοῦ τῇ διόπτρᾳ σου βλέπεις

9

ἐν νυκτὶ κλέψαι τὴν μάχην279

10

ἐκ τῆς ἀμέτρου συμφορᾶς τῶν συρμάδων

11

ταύρῳ γάρ ἐστι συμφυῶς εἰκασμένον σκιρτῶντι καὶ ῥίπτοντι τοὺς ὀπισθίους πόδας πρὸς ὕψος, εἶτα δὴ τὸν αὐχένα κυρτῶς ὑπεξαίροντι

12

οἷς οὔτε δίψης ἐστὶν ἥττων ἡ φύσις οὐδ’ αὖ κονίστρας ἐνδεὴς ἡ στερρότης, ἀλλ’ εἰσὶ δίψης καὶ τρύους ἀνώτεροι

13

οὐδ’ αὖ κονίστρας εἰς τὸ ῥῖψαι τοὺς πόνους280

14

αὐτὸς ἐκδραμὼν διεξόδους ἀντιπρόσωπος ᾔει

15

καὶ τὸν μέγιστον ἐκπεράσας Νυμφίον, ὅστις Τίγρητος ταῖς ῥοαῖς ἐπιρρέων ἀποστερεῖται τοῦ καλεῖσθαι Νυμφίος

16

οὐκ εἶχε μόχθον εἰς τὸν Εὐφράτου πόρον

17

ταύτην, κράτιστε, τὴν ἀπεξενωμένην ὁδὸν περάσας ὥσπερ ἔγγειον δρόμον

18

καὶ τῇ στενώσει τῆς γεφύρας 〈βάρβαροι〉
ἔρριπτον αὑτοὺς ὥσπερ βάτραχοι281

19

α πῶς 〈γὰρ〉 θρασὺς πρὸς τὴν μάχην ὁπλίζεται καὶ πρὸς τοσοῦτο πλῆθος ἥρμοσται μόνος;
β 〈ἀλλ’〉 ὥσ〈περ〉 ἄκμων τὰς βολὰς ἀποπτύει

20

(Σκλάβος γὰρ Οὔννῳ καὶ Σκύθης τῷ Βουλγάρῳ αὖθίς τε Μῆδος συμφρονήσας τῷ Σκύθῃ γλωσσῶν ἔχοντες καὶ τόπων μερίσματα καὶ χωρὶς ὄντες καὶ μακρὰν συνημμένοι
5μίαν καθ’ ἡμῶν ἀντεκίνησαν μάχην.)

21

(στρατοῦ τε πλῆθος ἐξαπέστειλε φθάσας)282

22

καὶ τὰς ἰκμάδας πωροῦντα καὶ σφίγγοντα λιθώδει τρόπῳ

23

(τὸ γὰρ κακὸν φύσημα τῆς Θράκης ὅλης) (νόθων τε πύργων μηχαναὶ καὶ συνθέσεις) (τὰ γλυπτὰ συζεύξαντες ἥπλωσαν σκάφη) (πλήθη προσῆλθεν, ὥσπερ ἦν εἰκασμένα
5ὀκτὼ συναθροίζοντα μυριαρχίας)

24

(εἶχες γάρ, εἶχες συμφρονοῦσαν Παρθένον, ἥ σοι τὸ μέλλον τοῦ σκοποῦ προϊστόρει. ταύτην συνασπίζουσαν ἐξ ἔθους ἔχων ἀντεστρατήγεις ἐξ ἀΰλου καρδίας
5τοῖς ἀντιτέχνοις τῶν ἀγώνων ὀργάνοις. τόξον γὰρ εἶχες τοῦ Θεοῦ τὴν ἐλπίδα τομώτερον τρέχουσαν ἀστραπῆς τάχους, πύργους δὲ πίστιν καὶ βέλη τὰ δάκρυα καὶ πῦρ τὸ Πνεῦμα· καὶ χελώνας εἰργάσω283
10γόνυ προκλίνας καὶ καθεὶς τὸν αὐχένα· καὶ τοὺς στεναγμοὺς ἀντιπέμπων ὡς λίθους τοὺς πετροπομποὺς ἔστρεφες τῶν βαρβάρων.)

25

ταύτην δὲ τὴν φάλαγγα τὴν νεοσπάδα

26

μήτηρ τεκοῦσα ἀσπόρως

27

ὁ βάρβαρος δὲ τῷ λόγῳ καὶ τῷ τρόπῳ

28

φεύγων ἀτρομήτως καὶ τρέχων ὑπόστροφα

29

κατόπιν κυνὸς δίκην

30

τὴν ἱππικὴν ὑπεῖχεν ὁ στρατὸς φθόην284

31

σύρει πρὸς ἡμᾶς ὁ στρατὸς μετὰ δρόμου

32

ἐν τῷ παραδείσῳ τῆς ἀοιδίμου μάχης γίνεσθε λῃσταί

33

εἰ γὰρ αὐτὸ Περσίδος ἔσβεστο θάρσος

34

ἀεὶ γάρ, ὡς ἔοικεν, αἱ περιστάσεις ἐκ τῶν ἐναύλων ἠρεθισμέναι πόνων τίκτουσιν ὁρμὰς κρειττόνων βουλευμάτων, ὅταν μάλιστα καὶ κατάλληλον φύσιν
5τεθηγμένην εὕρωσιν εἰς εὐτολμίαν

35

οἶστρος γάρ ἐστι καὶ μάλιστα βαρβάροις
πρὸς τὰς μεταβολὰς εὐμεταπτώτως ἔχειν285

36

εἰς τρεῖς γὰρ ὄγκους τὸν στρατὸν περισχίσας ὑφεῖλκε τοὺς σοὺς τῷ δοκεῖν περιτρέχων

37

εἰ δ’ αὖ σχολάζει καὶ προσοχθεῖ τῇ μέθῃ

38

καὶ τὰς ἀθέσμους ἡδονὰς τοῦ βαρβάρου ἐνθουσιώσας τῇ πυρώσει τῆς μέθης ὑπεξανῆπτον

39

ταύτην ἀφέντες τὴν ἀπόσπονδον μέθην καὶ πᾶσαν ἰλὺν ἀλλοφύλων ᾀσμάτων

40

πολλοὺς δὲ βάκχους ἦν ὁρᾶν ἀκουσίως τὴν ἐσχάτην ὄρχησιν ἐξορχουμένους

41

καὶ πάντες ὥσπερ ἐν κακῶν πανηγύρει ἄλλος κατ’ ἄλλην συμφορὰν ἐδυστύχει

42

κρατῶν † ἐνὶ μάχαις † καὶ κατηχῶν ἐν μάχαις286

43

πάντας δ’ ἐφέλκων οἷα μαγνῆτις λίθος ἢ μᾶλλον εἰπεῖν Ἡρακλείαν τὴν λίθον· φύσιν γὰρ αὐτὸς ἑλκτικωτέραν ἔχει〈σ〉

44

εἷλκες γὰρ αὐτοὺς ὥσπερ ἡλίου τόνος σύρει πρὸς αὑτὸν ἑλκτικῶς τὰς ἰκμάδας

45

πρὸς τὰς ἐπιδόσεις τῶν ξίφων καὶ τῶν λίθων

46

〈ἐν μ〉έσω τῶν ἀσπίδων ἦλθες ἐμβριθεῖ τάχει

47

ἐπέσχεν ὑμῶν τὴν βολὴν ἠπειγμένην
ἡ τοῦ χιτῶνος ἐμπεσοῦσα διπλόη287

48

τίς γὰρ ἤλπιζε τὸν 〈δράκοντα〉 Χοσρόην
φυγεῖν;288

49

πρὸς τοὺς ἀγωγοὺς ἐτράπη τοῦ Τίγριδος289

50

α ἐγὼ διώκω καὶ πρὸς εἰρήνην τρέχω
β πλὴν οὐχ ἑκὼν γὰρ πυρπολῶ τὴν Περσίδα ἀλλ’ ἐκβιασθεὶς
γ ῥίψωμεν ὅπλα
5δ τὸ πῦρ σβέσωμεν, πρὶν τὸ πᾶν καταφλέγῃ290

51

ἐπεὶ δὲ λοιπὸν ἐντὸς ἦν τῶν ἁμμάτων δεσμοῦσιν αὐτὸν ἀσφαλεστέρᾳ δέσει

52

α ἄγουσιν αὐτὸν εἰς τὸν οἶκον τοῦ σκότους ὃν αὐτὸς ὠχύρωσεν ἐκ νέας κτίσας
β ἄρτον πενιχρὸν
γὃν συνήγαγε〈ν〉 μάτην
5δτὸν κόσμον ἠρήμωσεν

53

ἐμπόνους δ’ ὁ Χοσρόης
ἐπεξελεύσεις ποικίλας ὑφίστατο291

54

αμυστικὴν θεωρίαν
β 〈ὁ〉 δημιουργήσας ⏑ – ⏑ τὴν κτίσιν
γ ἐξῆλθον εἰς συνάντησιν αὐτοῦ
δ κλάδους καὶ λαμπάδας 〈λαβόντεσ〉
5ε τὴν γῆν ἔβρεξαν

55

μαιεύεται δὲ πᾶν τὸ τῆς Ῥώμης γένος τοὺς σοὺς ἐπαίνους ἐκπιέζον ὡς γάλα

56

κἀγὼ γὰρ εἷς ἦν τῶν βοᾶν ἠπειγμένων

57

καὶ πάντας ἡμᾶς οὐσιῶσαί σοι θέλεις
καὶ τεκνοποιεῖν τῷ Θεῷ καθ’ ἡμέραν292