TLG 2701 004 :: GEORGIUS PISIDES :: Bellum Avaricum

GEORGIUS PISIDES Poeta, Diaconus Referendarius, vel Georgius Pisida
(Antiochenus (Pisidiae) Constantinopolitanus: A.D. 7)

Bellum Avaricum

Source: Pertusi, A. (ed.), Giorgio di Pisidia. Poemi. I. Panegirici epici [Studia patristica et Byzantina 7] Ettal: Buch–Kunstverlag, 1959: 176–200.

Citation: (Line)

1tΕἰς τὴν γενομένην ἔφοδον τῶν βαρβάρων καὶ εἰς τὴν
2tαὐτῶν ἀστοχίαν
1 Τῶν ζωγράφων τις εἰ θέλει τὰ τῆς μάχης τρόπαια δεῖξαι, τὴν Τεκοῦσαν ἀσπόρως μόνην προτάξοι καὶ γράφοι τὴν εἰκόνα· ἀεὶ γὰρ οἶδε τὴν φύσιν νικᾶν μόνη,
5τόκῳ τὸ πρῶτον καὶ μάχῃ τὸ δεύτερον· ἔδει γὰρ αὐτήν, ὥσπερ ἀσπόρως τότε, οὕτως ἀόπλως νῦν τεκεῖν σωτηρίαν, ὅπως δι’ ἀμφοῖν εὑρεθῇ καὶ παρθένος καὶ πρὸς μάχην ἄτρεπτος ὡς πρὸς τὸν τόκον.
10 ἐγὼ δὲ μικροὺς τῶν ἀγώνων, ὡς ῥόδα, λόγους συνάξας ἐξ ἀκανθῶν τῆς μάχης, σοὶ τῷ φυτουργῷ τῶν φρενοσπόρων λόγων τούτους προσάξαι συμφερόντως εἱλόμην, ὅπως ὁ μακρὸς μὴ παρεκλύσῃ χρόνος
15τὰ τῶν καθ’ ἡμᾶς θαυμάτων κινήματα. ἤδη μὲν ὥσπερ δυσγενεῖς ἀποσπάδες
Τούρκων ἀποσχισθέντες ἄγριοι κλάδοι, καὶ τοῖς καθ’ ἡμᾶς εὐγενεστάτοις τόποις παρεντεθέντες ὥσπερ ἐμφυλίσματα,176
20καρποὺς παρεβλάστησαν ἐν τοῖς ἡμέροις φυτοῖς ὑποτρέφοντας ἀγρίαν φύσιν. ἐπεὶ δὲ λοιπὸν ἐκταθεῖσα τῶν κλάδων ἡ ῥίζα τῆς γῆς τοὺς ὅρους ὑφήρπασεν, ὕλη δὲ πολλῶν βαρβάρων ἐγίνετο,
25οὐκ ἦν ἀνεκτὴ τοῖς παροίκοις ἡ βλάβη, ἀλλ’ ὥσπερ εἰς γῆν ἐμπεσοῦσαι λαμπάδες ἡ φλὸξ ἐκείνου τοῦ γένους ἀνημμένη τὸ τερπνὸν ἄνθος τῶν τόπων ἐβόσκετο. ὅμως ἐπισχεῖν τὴν τοσαύτην ἀγρίαν
30ὁ Ποντογείτων Ἴστρος ἴσχυσεν μόλις ὡς ῥευστὸν ἀντίφραγμα καὶ τεῖχος νέον· τεῖχος γὰρ αὐτοῖς ἀντέβη τὰ κύματα καὶ φραγμὸς ἑστὼς εἰς ἀείδρομον φύσιν. τέως μὲν οὖν τὸ ῥεῖθρον ἀγράφῳ κρίσει
35τούτους μεσάζον τοὺς ὅρους ἐπήξατο, ὅσην δὲ λοιπὸν ἡ πολιτεία βλάβην ἐκ τῶν ἀθέσμων βαρβάρων ὑφίστατο, τῶν μὲν θελόντων τοὺς πεπηγμένους ὅρους
ἀεὶ σαλεύειν, τοῦ δὲ Ῥωμαίων κράτους177
40εἴργοντος αὐτοῖς τὰς καθ’ ἡμῶν εἰσόδους. ἔμπροσθεν ἄλλοις εὐσυνόπτως ἐγράφη ὅσοις ἔδειξε συμπαρέρπων ὁ χρόνος τὴν τῶν φθασάντων ἀσφαλῶς ὑποψίαν· ἐγὼ δὲ τοῖς ἔναγχος ἐντυχὼν χρόνοις
45αὐτοπροσώπως πραγμάτων ἐφάπτομαι, εἴπερ τις ἡμῖν ἔνθεος δοίη χάρις τῇ τῶν τοσούτων πράξεων ἀμετρίᾳ στολὴν παρασχεῖν τεχνικῆς εὐμετρίας. μόλις μὲν οὖν ἔσβεστο τῆς τυραννίδος

(50)

ὁ δυσκάθεκτος καὶ βιοφθόρος δράκων ὃς ἦγε πολλοὺς εἰς τὸ βλάπτειν αὐχένας ὕδρας ἐκείνης τῆς λαλουμένης πλέον, οἳ μέχρι νῦν σπαίρουσι καὶ τετμημένοι φύουσιν αὖθις—οἱ γὰρ ἰχῶρες πάλιν
55στάζοντες ὠδίνουσι τὴν καινὴν βλάβην—· καὶ ταῦτα πολλῶν πολλάκις τετμημένων ἐκ τοῦ παρ’ ἡμῖν εὐσεβοῦς Ἡρακλέους. ὅμως δὲ ταύτην τὴν ἀφορμὴν ἡ νόσος ἐκ τῶν καθ’ ἡμᾶς προσλαβοῦσα πραγμάτων
60πολλὰς ἐποίει τῶν μερῶν διαιρέσεις καὶ τοῖς ἑαυτῶν αἵμασιν πεφυρμένον ὅλον τὸ σῶμα τοῖς πόνοις ἐβόσκετο. ἐντεῦθεν ἡμᾶς, ὡς μέλιτται, βάρβαροι κύκλῳ περισφίγξαντες ἐμπίδων δίκην178
65σπουδὴν μὲν εἶχον πᾶσαν ἐξᾶραι πόλιν, πρώτην δὲ τὴν Ἄνθουσαν ὡς πρώτην πόλιν. ἕως μὲν οὖν ἡ ῥίζα τῆς ἀποσπάδος ἐν τοῖς ὑφαρπαγεῖσι τῶν Σκυθῶν τόποις τὸ τοῦ γέροντος ἐθρασεύετο θράσος,
70ἄχθος μὲν εἶχεν ἐξ ἀνάγκης ἡ Πόλις, ἀλλ’ ἦν τὸ λυποῦν τῷ δοκεῖν ὡρισμένον· κουφίζεται γὰρ καὶ τὸ τῆς βλάβης βάρος εἰ μέτρον οἶδεν ἐν κακοῖς ὡρισμένον· οὕτω μὲν οὖν τὸ τακτὸν εἴχομεν βάρος
75ἕως τὸ γῆρας τὸν Σκύθην παρεκράτει. ἐπεὶ δὲ τὸν χοῦν ἀντεπῆρεν ἡ κόνις καὶ πρὸς τὸν οἶκον τῆς ταφῆς ὡδοιπόρει, τὴν γῆν 〈δ’〉 ὑφέλκων ἐξ ἐκείνης εἵλκετο,
μετῆλθεν αὖθις εἰς τὸν ἄγριον βίον179
80τῆς ὠμότητος τοῦ πεσόντος ὁ κλάδος· παλινδρομεῖν γὰρ οἶδεν Εὐρίπου δίκην εἰς τοὺς ἀγωγοὺς τοὺς ἑαυτῆς ἡ φύσις, εἰ καί τις αὐτὴν ἐκ βίας ἐναντίαν ποιεῖν ἑαυτῇ τὴν ῥοὴν ἀναγκάσει.
85 ἐντεῦθεν ἡμῖν ποῖος ἀρκέσει λόγος ἢ νεῦρα φωνῆς ἢ δεκάγλωττον στόμα δι’ οὗ φράσαιμι τὸ ξενόσπορον τέρας τὸ τοῦ γέροντος δυσκάθεκτον ἔγγονον, ἢ τὸν κεραυνὸν ἢ τὸν ἔμψυχον σάλον
90ᾧ γλῶττα μὲν πρόσεστι συγκεκομμένη καὶ πνεῦμα πικρὸν καὶ πεφυρμένος λόγος καὶ χεῖρες εἰκῇ ψηλαφῶσαι τὸ ξίφος καὶ θυμὸς ᾄττων εἰς ἀνάμνησιν μέθης; ποῖον γὰρ ἔργον ἢ φιλόπλουτον χάριν,
95πίστιν δὲ ποίαν καὶ λόγου καὶ πράγματος ὁ πάντα πράττων συμφερόντως δεσπότης παρῆκεν ἢ μεθῆκεν εἰς ὑπερθέσεις θέλων μαλάξαι τὴν ἀσύνθετον φύσιν σχέσει λογισμῶν, δωρεῶν ὑποσχέσει,

(100)

πειθοῖ τὰ πρῶτα καὶ λόγῳ τὰ δεύτερα; ποίαν δὲ γλώττης οὐκ ἐκίνησεν λύραν
ἐκ τῆς ἐν αὐτῷ μουσικῆς ἡρμοσμένην, ᾗ πείθεται μὲν πολλάκις καὶ θηρία, πραΰνεται δὲ καὶ τὸ δημῶδες θράσος180
105ὃ μυρίων τις εὐπορήσας Ὀρφέων οὐκ ἂν μαλάξοι; καὶ γὰρ ἐργωδέστερον ἄνθρωπον ἕλξαι τοῦ μαλάξαι θηρία. ὅμως ἐνίκα τῇ κρίσει τοῦ χείρονος ὁ βάρβαρος νοῦς τὴν κακὴν νίκην ἔχων·
110ὁ μὲν γὰρ αὐτοῦ τὰς μελανθεί〈σ〉ας φρένας ἔργων φιλέχθρων ἐκκαθαίρειν ἠξίου, ὁ δ’ αὖ γε διπλοῦς Αἰθίοψ ἐγίνετο. ἐπεὶ δὲ λοιπὸν ὡς ἀλώπηξ τοὺς δόλους ὑπῆλθεν ἐνδὺς τὴν κακὴν ἀπιστίαν,
115ἔξω μὲν ὄψιν ὡς πρὸς εἰρήνην πλάσας ἔσω δὲ λυττῶν ὥστε κλέψαι τὴν μάχην, καὶ πρὸς τὸ τεῖχος ἦλθεν ὡς εἰς συμβάσεις τέχναις ἐνόρκοις συγκαλύψαι τὸν δόλον, καὶ τῷ μὲν εὐτρέπιστο τόξα καὶ μάχη
120ἡμῖν δὲ δῶρα καὶ πρὸς εἰρήνην λόγοι, μετῆλθεν ἡμᾶς οὐχ ὁ βάρβαρος δόλος ἀλλ’ ἡ καθ’ ἡμᾶς συγγενὴς ἁμαρτία· ὅμως τὰ πολλὰ τοῦ πάθους σιγητέον·
λυπεῖν γὰρ οἶδε καὶ λαλούμενον πάθος.181
125 ἀλλ’ εἶμι λοιπὸν πρὸς τὰ τῆς νεωτέρας μάχης τρόπαια, καὶ πάλιν δὲ συμμάχου τῆς σῆς προσευχῆς εὐποροῦντες οἱ λόγοι ὡς πρὸς συνήθη καὶ φιλεύδιον πόρον ἄγουσι πρὸς σὲ τὴν λαλοῦσαν ὁλκάδα.
130 ὦ πάντα πράττων ὥστε μὴ στεῖράν ποτε ψυχὴν παρελθεῖν, ἀλλὰ 〈καὶ〉 σπείρων ἀεὶ καὶ τεκνοποιῶν τῷ Θεῷ καθ’ ἡμέραν καὶ παρθενεύων καὶ πλέον μήτηρ μένων— μάλιστα γὰρ νῦν πάντας ὠδίνεις μόνος
135καὶ πᾶσά σοι γῆ σπαργανοῦται καὶ Πόλις, ταύτης δι’ ὑμῶν ἐκ Θεοῦ σεσωσμένης—, χαῖρε, στρατηγὲ πρακτικῆς ἀγρυπνίας· σὺ μὲν γὰρ ἑστὼς ἐξ ἑτοίμου καρδίας μηδὲν λαλῶν ἔφραζες, ἡ δὲ σὴ στάσις
140πτῶσις κατ’ ἐχθρῶν εὐθέως ἐγίνετο. χαῖρε, στρατηγὲ τῶν ἐνόπλων δακρύων τῶν πυρπολούντων τὸ θράσος τὸ βάρβαρον· ὅσον γὰρ ἁπλοῖς τὰς ῥοὰς τῶν ὀμμάτων, τοσοῦτον εἴργεις τὰς ῥοὰς τῶν αἱμάτων·
145ὁρῶν γὰρ ἡμῶν τοὺς ἀκανθώδεις ῥύπους ἐκ τῆς ἀκάρπου τῶν κακῶν κακουργίας
πρὸς καῦσιν ἤδη καὶ φθορὰν ἠπειγμένους, φθάνεις τὸ πῦρ μὲν ὡς πρὸς ὕλην ἡμμένον πρὸς δ’ αὖ τὰ δένδρα τὴν τομὴν τεθειμένην,182

(150)

πηγὰς δὲ τῶν σῶν ἐξανοίξας ὀμμάτων ἄρδεις τὰ χέρσα καὶ δροσίζεις τὴν φλόγα, καὶ τὰς ἀκάρπους καρδίας μετειργάσω καρποὺς ἐνεγκεῖν ἐξ ἐπομβρίας ξένης. ᾔδεις γάρ, ᾔδεις, ὡς γεωργῶν τὰς φρένας,
155ὡς οὐκ ἔνεστιν εὐφορῆσαι καρδίαν, εἰ μὴ καθαρθῇ πρῶτον ἀμπέλου δίκην, ἔπειτα πυκνὸν ἐκχέοι τὸ δάκρυον οὕτω τε λοιπὸν ἐκκαλοῖ τοὺς ὄμφακας· πλὴν οὐδὲ ταύτης ἐντελὴς εὐκαρπία
160ἕως ὁ βλαστὸς προσλαβὼν τὸν ἥλιον
160***〉 καὶ μηδὲν ὠμὸν εὑρεθῇ τῆς ἀμπέλου. ἡμᾶς δὲ τῆς σῆς πίστεως ἡ θερμότης καὶ πρὶν γενέσθαι τοὺς συνήθεις ὄμφακας καρποὺς ἐνεγκεῖν ὡρίμους ἠνάγκασε.
165 θέλω δὲ τούτων τὰς ἀφορμὰς τῶν λόγων ὡς τὴν ἔναγχος ἱστορῆσαί σοι μάχην, ἀλλ’ ἐξ ἐναύλου τοῦ φόβου συστέλλομαι
καὶ μηδὲν εἰπεῖν ὡς θέλω βιάζομαι· ὅμως ὁ πάντων εἰκονογράφος λόγος183
170καὶ ταῦτα μέτροις τεχνικοῖς συναρμόσοι, ὡς παντὸς ἔργου πρακτικὸς καλλιγράφος. ἡ μὲν ζάλη σφύζουσα τῶν ἐναντίων ἐπῆλθεν ἡμῖν, ὡς ἄμετρα κύματα, τὴν ψάμμον ἐκπτύσασα τὴν τῶν βαρβάρων·
175τὸ γὰρ κακὸν φύσημα τῆς Θρᾴκης ὅλης χειμῶνα πολλῶν ἐκ νεφῶν συνημμένον ἤγειρεν ἡμῖν ἐξ ἀνάγκης ἐν θέρει· ἐπεὶ δὲ λοιπὸν πλησίον τῆς ὁλκάδος τῆς σῆς προ〈σ〉ῆλθεν ἡ ζέσις τοῦ πνεύματος
180καὶ πανταχοῦ κίνδυνος ἦν ἠρτυμένος —πᾶν γὰρ τὸ κύκλον τοῦ σκάφους ἐβάπτετο—, αὐτὸς παριστὰς τοῖς ἐπιπλώταις ὅλοις ἄνω τε ποιῶν ἐκτενῶς τὸν αὐχένα πᾶσιν παρῄνεις ὥστε τῆς ἁμαρτίας
185ἄχρηστον ὄντα μὴ παρέλκειν τὸν στόλον, ἀλλ’ ἐκβαλεῖν ἕκαστον ἐκ τῆς καρδίας τὰ τῶν περιττῶν φορτίων βαρήματα, μή πως κατασπασθεῖσα τῷ δεινῷ βάρει
ἡ κοσμικὴ ναῦς ζημιώσῃ τὸν βίον.184
190 καὶ ταῦτα πράττων εἰς ἀΰπνους ἡμέρας —καὶ πᾶσα γὰρ νὺξ ἔργον εἶχεν ἡμέρας—, μόνος τοσοῦτον ἠγριωμένον νέφος εἰς τὴν κατ’ αὐτοῦ συντριβὴν ὑποστρέφεις· οὐκ ἦν γὰρ ἁπλῆ καὶ μονήρης ἡ μάχη,
195ἀλλ’ εἰς πολυσχιδεῖς τε καὶ πολυπλόκους ἀρχὰς ἀπεσκίρτησε συμπεφυρμένη. Σθλάβος γὰρ Οὕννῳ καὶ Σκύθης τῷ Βουλγάρῳ αὖθίς τε Μῆδος συμφρονήσας τῷ Σκύθῃ γλωττῶν ἔχοντες καὶ τόπων μερίσματα

(200)

καὶ χωρὶς ὄντες καὶ μακρὰν συνημμένοι μίαν καθ’ ἡμῶν ἀντεκίνησαν μάχην καὶ τὴν ἑαυτῶν ἠξίουν ἀπιστίαν ἔχειν καθ’ ἡμῶν πίστιν ἠκριβωμένην· ἔνθεν μὲν οὖν ἔβραζεν ἡ Σκυθοτρόφος
205Σκύλλα σφοδρῶς ζέσασα, τῆς δὲ Περσίδος ἐκεῖθεν ἡ Χάρυβδις ἀντήχει μέγα· μέσος δὲ τούτων, οὐ πλανήτης ὡς πάλαι, ὁ τῶν δόλων ἐκεῖνος ἦν βουληφόρος· ἀλλ’ αὐτὸς ἕλκων ἀπλανῆ τὴν ὀρθίαν
210καὶ λευκὰ τείνων τῶν λογισμῶν ἱστία
τῇ κοσμαγωγῷ συνδιέπλεις ὁλκάδι· καὶ ταῦτα μὲν δὴ πρὸς τὰ τῆς θαλαττίας ὁρμῆς τὰ θεῖα δεικνύει τεχνάσματα. ἐπεὶ δὲ λοιπόν, ὥσπερ οἱ μῦθοι πάλαι185
215τοὺς Γηγενεῖς πλάττουσι τοὺς ψευδοσπόρους, τῆς γῆς ὁ πυθμὴν βαρβάρους ἀνέπλασε, καὶ πρὸς τὰ τείχη τῆς Φιλοξένου πύλης πλήθη προσῆλθεν, ὥσπερ ἦν εἰκασμένα ὀκτὼ συναθροίζοντα μυριαρχίας,
220παρῆν δὲ σάλπιγξ καὶ βέλη καὶ φάσγανα, πῦρ καὶ χελῶναι καὶ διᾴττοντες λίθοι νόθων τε πύργων μηχαναὶ καὶ συνθέσεις· καὶ πᾶσιν ἦν ἄπιστος ἡ σωτηρία, ὅσην παρ’ ἡμῖν αὐτὸς εἶχες ἐλπίδα
225σφίγγουσαν ἡμῶν τὴν ἐπὶ σφαίρας τύχην. ἐγὼ δὲ ταῦτα συγκαλύψαι σοι θέλων —οὐκ ἠγνόουν γὰρ ὡς λαθεῖν καὶ νῦν θέλεις— σιγᾶν ἔμελλον· ἀλλ’ ὁ νοῦς ἠρυθρία κλέψαι τοσούτους εἰσορῶν συνειδότας.
230 οὐκοῦν ἀνάσχου· δυσχερὲς γὰρ εἰκότως κοινὴν καλύψαι καὶ λαθεῖν ὑποψίαν· εἶχες γάρ, εἶχες συμφρονοῦσαν Παρθένον
ἥ σοι τὸ μέλλον τοῦ σκοποῦ προϊστόρει· ταύτην συνασπίζουσαν ἐξ ἔθους ἔχων186
235ἀντεστρατήγεις ἐξ ἀΰλου καρδίας τοῖς ἀντιτέχνοις τῶν ἀγώνων ὀργάνοις. τόξον γὰρ εἶχες τοῦ Θεοῦ τὴν ἐλπίδα τομώτερον τρέχουσαν ἀστραπῆς τάχους, πύργους δὲ πίστιν καὶ βέλη τὰ δάκρυα
240καὶ πῦρ τὸ Πνεῦμα· καὶ χελώνας εἰργάσω γόνυ προκλίνας καὶ καθεὶς τὸν αὐχένα· καὶ τοὺς στεναγμοὺς ἀντιπέμπων ὡς λίθους τοὺς πετροπομποὺς ἔστρεφες τῶν βαρβάρων· καὶ ταῦτα μὲν δὴ μικρὸν ὕστερον πάλιν
245εἶχεν κατ’ ἐχθρῶν ἐμφανέστερον πέρας. οὐ μὴν παρεῖδεν ἡ τομωτάτη φύσις ἀπὼν παρεῖναι τοῖς πόνοις ὁ δεσπότης, ἀλλ’ εἰς τοσοῦτον ἐγγὺς ἦν τῶν φροντίδων ὅσον μεταξὺ τῶν τόπων ἀφίστατο·

(250)

ἤδη γὰρ εἶχε τρεῖς ἐτῶν περιδρόμους καταστρατηγῶν τῆς ἀθέσμου Περσίδος ἐκδούς τε τὸν νοῦν εἰς ἀμηχάνους τόνους, ὃν οὔτε χειμὼν καυστικὴν ἔχων ζέσιν ἔπεισε δοῦναι τοῖς ἀγῶσιν ἀργίαν
255οὐδ’ αὖ γε μητρὸς ἐξενεύρωσεν πόθος μικρὰν παρασχεῖν τοῦ χρόνου προθεσμίαν, οὐδ’ ἀντανεῖλεν αὐτὸν ἔμφυτος βία τέκνων τοσούτων, οὐδὲ σώματος μάχη κουφισμὸν εὑρεῖν ἀξιοῦσα τῶν πόνων,187
260ἀλλ’ ὢν ἀπαύστως ἐν μέσῳ τῶν βαρβάρων, ὡς εἰς ἀκάνθας ἐμπεπλεγμένον ῥόδον, καὶ πρὶν δι’ ἡμᾶς Περσικὴν κινῶν μάχην πάλιν δι’ ἡμᾶς ψυχικὴν εἶχεν μάχην· καὶ ταῖς ἐπ’ ἄμφω προσβολαῖς ἐσφιγμένος,
265ἀφεὶς τὸν ἐγγύς, εἶχε τὸν μακρὰν πόνον. ἐντεῦθεν ἡμᾶς τῇ φορᾷ τῶν γραμμάτων ὑπεξανῆπτεν, οἷα πῦρ ἀναγκάσαν ἀργοῦσαν ὕλην ἐκπυροῦσθαι πρὸς φλόγα, πυκνῶς κελεύων ἀσφαλεῖς μὲν τὰς βάσεις
270τὰς πρὸς τὸ τεῖχος εὐτρεπίζειν, ὡς ἔδει, κτίζειν δὲ πύργων ἐκφορὰς ὑπαιθρίους φραγμούς τε ποιεῖν καὶ πεπηγμένους πάλους προσαντιβάλλειν καὶ πλέκειν τεῖχος νέον πλοκάς τε ποιεῖν τοξοτῶν τε καὶ λίθων
275ταχυδρομούσας μηχανὰς καὶ συνθέσεις· καὶ τὰς ἐνόπλους εὐτρεπίζειν ὁλκάδας,
ἃς καὶ πρὸ πολλοῦ συγκροτῶν οὐκ ἠμέλει. τὸ γὰρ πρόσωπον μὴ θέλων ἰδεῖν μάχης ἕτοιμον εἶχεν ἐξ ἀνάγκης τὴν μάχην,188
280στρατοῦ τε πλῆθος ἐξαπέστειλε φθάσας καὶ τῆς καθ’ αὑτὸν ἀσφαλείας ἠμέλει, μόνην νομίζων ἀσφαλῆ σωτηρίαν εἴπερ τὸ κοινὸν εὑρεθῇ σεσωσμένον· σχεδόν τε πάσας τὰς ἑαυτοῦ φροντίδας
285εἰς τὰς δι’ ἡμᾶς ἀντανῄρει φροντίδας, κίνδυνον ὥσπερ ψυχικὸν δοκῶν ἔχειν εἰ μὴ δι’ ἡμᾶς πάντα κίνδυνον πάθοι. οὕτως ἕκαστα καὶ κελεύων καὶ γράφων προϊστόρει μὲν τῷ λόγῳ τὰ πράγματα,
290ἐζωγράφει δὲ μὴ παρὼν τὰ τῆς μάχης, τάττων, στρατηγῶν, μηχανουργῶν ἐγγράφως τῇ τῶν λογισμῶν τεχνικῇ λεπτουργίᾳ. οὐ μὴν παρημελεῖτο τὰ προστάγματα, ἀλλ’ ἦν τὸ γράμμα πρᾶγμα πεπληρωμένον
295πάντων προθύμως καὶ πολιτῶν καὶ ξένων καὶ τῶν ἐν ἀρχαῖς καὶ μεγίσταις ἀξίαις ὑποδραμόντων τοὺς ἑκουσίους πόνους.
ἔδει γάρ, οἶμαι, τὸν τοσοῦτον δεσπότην ἔχειν τοσούτους εἰς ἀνάγκην οἰκέτας,189

(300)

οἳ τὰς κελεύσεις τῶν σοφῶν βουλευμάτων μαθόντες ἔργα τοὺς λόγους ἐδείκνυον. οὕτως ἀεικίνητος ὢν ὁ δεσπότης τάχει λογισμῶν καὶ φρενῶν ἀπληστίᾳ πόρρωθεν ἐγγὺς τῇ Πόλει παρίστατο
305καὶ ταῖς μερίμναις πανταχοῦ συνῆν μόνος ὡς εἷς λογισμὸς ἀντὶ πάντων ἀρκέσας. ὅμως τὸ πλῆθος τῶν πόνων σου, δέσποτα, εἰς καιρὸν ἡμῖν εὔθετον τηρετέον ἐν ᾧ παρούσης τῆς γαλήνης ἐν μέσῳ
310εὔκαιρος ὁ πλοῦς ταῖς ἀβύσσοις τῶν λόγων. ἐπεὶ δὲ φρικτὸν ἡ περίστασις φόβον εἶχε βλέπουσα τῆς μάχης τὰ κύματα, ἔδοξε τοῖς ἄρχουσι, τοῖς ὑπηκόοις καὶ τῷ μαγίστρῳ τῶν ἐνόπλων ταγμάτων
315—ἀεὶ γὰρ ὑμῖν εἰς τὸ πᾶν συνημμένοι τὰ κοινὰ σὺν σοὶ τῶν πόνων ἐβάστασαν καθ’ ἡμέραν τρέχοντες ὡς ὁδοιπόροι καὶ συμπαρόντες τῇ πολυπλόκῳ μάχῃ
ὅπλοις λογισμῶν, τακτικαῖς ἀγρυπνίαις,190
320καίτοιγε ταῦτα μὴ πονοῦντες ἐξ ἔθους, ὅπερ μάλιστα τοὺς πόνους ποιεῖ πόνους παρ’ οἷς τὸ μοχθεῖν εἰς μάχην οὐ γίνεται—, ὅμως ἔδοξεν ὥστε πρὸς τοὺς βαρβάρους ἄνδρας σταλῆναι παντὸς ἔργου καὶ λόγου
325πολλὴν ἀποστάζοντας εὐαρμοστίαν προσαγγελοῦντας ὥστε λῦσαι τὴν μάχην πέρας τε κοινῶν συντεθῆναι φροντίδων. τούτων παρ’ ἡμῖν τακτικῶς κινουμένων τὸ Περσικὸν φρύαγμα σὺν δόλῳ πάλιν
330στέλλουσι κλέπτας τῆς θαλάττης ἀγγέλους σπεύδοντας ὥσπερ ἠκονημένον ξίφος θήγειν καθ’ ἡμῶν τὸ ξίφος τὸ βάρβαρον. ἐπεὶ δὲ συνδραμόντες ἐξ ἀδηλίας ἐκεῖθεν ἔνθεν οἱ σταλέντες ἄγγελοι
335εἰς ἓν μέρος συνῆλθον ἐκ τόπων δύο, ὁ βάρβαρος μὲν ὡς ὁμοῦ δεδεγμένος πρέσβεις τοσούτους καὶ πρὸς ὄγκον ἠρμένος συνῆψεν ἄμφω· τοῦτο δὴ δόξης χάριν τὸ δ’ αὖ γε πλεῖστον ἐκφοβεῖν ἡμᾶς θέλων.
340ὁ Περσικὸς γὰρ ἐξανῆπτεν οἰκέτης
τὸν θυμόν, ὡς πῦρ ἐκ πυρός, τοῦ βαρβάρου, καὶ χιλίους μὲν συμμάχους ὑπέσχετο, ἡμᾶς δὲ δεινοῖς ἐξεφαύλισεν λόγοις συνέστρεφέν τε συλλαβὼν τῷ βαρβάρῳ191
345γνώμας ἐνόπλους καὶ τεθηγμένους λόγους· τούτοις ὑπαχθεὶς τοῖς λόγοις ἐτέρπετο ὁ τῶν Σκυθῶν τύραννος, ἡ πρώτη βλάβη. ὅμως ὁ πάντων ἀσφαλὴς Ζυγοστάτης καὶ τοῦτον αὐτοῦ τὸν σκοπὸν παρ’ ἐλπίδας

(350)

εἰς τὴν κατ’ αὐτοῦ συμφορὰν ἀντιστρέφει· δέον γὰρ αὐτὸν συγκαλύψαι τὸν δόλον σιγῇ τε κρύψαι τοὺς λαθόντας ἀγγέλους· ποιεῖ τὸ κρυπτὸν ἐμφανὲς καὶ γίνεται σύμβουλος ἐχθρὸς καὶ κατήγορος φίλος.
355 ἐπεὶ γὰρ ἦλθον οἱ καλῶς ἐσταλμένοι ἀμήχανον μὲν τὸν πρὸς εἰρήνην λόγον φήσαντες εἶναι τὸν σκοπὸν τοῦ βαρβάρου, τὸν Περσικὸν δὲ μὴ διαδρᾶσαι δόλον, φυλάττεται μὲν τῆς θαλάττης ἡ θύρα
360τὰς εἰσόδους κλείσασα ταῖς διεξόδοις, ἁλίσκεται δὲ συντόμως τὰ κλέμματα καὶ νυκτὸς ἔργον φῶς ἀνέσχεν ἡμέρας· κοινὸν γὰρ εἶχον πένθος ἐξ ἑνὸς τρόπου τὸ Περσικόν τε καὶ τὸ βάρβαρον γένος
365τοὺς ἀνταμοιβοὺς προσδοκῶντες ἀγγέλους. ἐπεὶ δὲ λοιπὸν τῆς μάχης ἡ κυρία πρὸς τὴν κρίσιν συνῆλθε τὴν θεόγραφον, πάλιν σὺ κάμνεις· οὐ γὰρ ἀσκόπως φθάσας τῆς κοινότητος ἐντολεὺς κατεστάθης·192
370λαβὼν δὲ θᾶττον τὸν συνήγορον λόγον καὶ πρὸς τὸ τεῖχος ἐκδραμὼν τὸ τῆς δίκης γραφὴν κατ’ αὐτῶν ἀσφαλῶς προεξέθου τὸ φρικτὸν εἶδος τῆς γραφῆς τῆς ἀγράφου. ταύτην τις, οἶμαι, τὴν διάγνωσιν βλέπων
375φήσει δόλῳ σε τὸν κριτὴν ὑφαρπάσαι· δείξας γὰρ αὐτὸ τοῖς ἐναντίοις ὅλοις ἀντιπρόσωπον ἐξανέστησας φόβον καὶ τῶν ἐλέγχων μηδέπω παρηγμένων κόμφευσος αὐτοῖς ἡ δίκη καθίστατο.
380 ὡς εὖ γέ σοι γένοιτο τοῦ καλοῦ δόλου· κρίνας γὰρ ἐν σοὶ καὶ διαγνοὺς τὴν φύσιν ὡς μητρὸς οὐδὲν παιδὶ συμπαθέστερον τὴν τοῦ Δικαστοῦ Μητέρα προσηγάγου οἴκτῳ, δεήσει, δακρύοις, ἀσιτίᾳ
385καὶ τῇ δόσει δὲ τῶν ῥεόντων χρημάτων· ἐκεῖθεν ἔνθεν πολλὰ δοὺς καὶ σκορπίσας
πείθεις ἐκείνην πρῶτον· ἡ δὲ συντόμως πείθει τὸ Τέκνον καὶ σχεδὸν πρὸ τῆς δίκης νικῶσαν ἡμῖν ἐξεφώνησε κρίσιν.193
390 ὅμως ἐπειδὴ τοῖς ἀγῶσι τῆς μάχης προσαντιτείνειν ἠξίουν οἱ βάρβαροι, πυρὸς μὲν ἔργον ἀφρόνως ἐγίνετο πᾶς ὁ πρὸ τείχους ὡραϊσμένος τόπος· ἡ φλὸξ δὲ καπνίζουσα τὸν καινὸν ζόφον
395ἐκ τῆς ὁμίχλης τῆς ξένης ἐκρύπτετο. τοῖς δ’ αὖ γε Πέρσαις ἐστρατευμένοις πέραν ὡς δὴ καθ’ ἡμῶν ἔργον εἶχεν ἡ μάχη κῆρυξ ὁ καπνὸς τοῦ σκότους ἐγίνετο· ἔρως γὰρ ἦν τις τοῖς ἐπ’ ἄμφω βαρβάροις,

(400)

οὐχ ὅστις ὅπλα συντομώτερον λάβοι, ἀλλ’ ὃς προφλέξει τοὺς ἀναιτίους λίθους· καὶ ταῦτα μὲν δὴ τοῦτον εἶχε τὸν τρόπον. ἤδη δὲ λοιπὸν συγκροτοῦντες τὴν μάχην οἱ βάρβαροι μὲν τοῦ δικαστοῦ τοὺς τόπους
405καὶ τοῦ στρατηγοῦ, τῆς ἀτρέπτου Παρθένου, λαβόντες εἶχον ὡσανεὶ τὰς ἀσπίδας, καὶ τοὺς παρ’ αὐτῶν δυσσεβῶς ὑβρισμένους ἔχειν συνεργοὺς εἰς ἀνάγκην ἠξίουν. Σθλάβων τε πλήθη Βουλγάροις μεμιγμένα
410ὁ βάρβαρος νοῦς ἐμβαλὼν ταῖς ὁλκάσι —γλύψας γὰρ εἶχεν ἐσκυφωμένα σκάφη—, ἔμιξε τῇ γῇ τῆς θαλάττης τὴν μάχην. κἀμοὶ δὲ μῖξις νῦν ἐπῆλθε καὶ μάχη, καὶ πανταχοῦ μοι τοῦ σκοποῦ πεφυρμένου194
415καὶ συγκροτοῦντος τοὺς λόγους ὡς εἰς μάχην τί πρῶτον εἰπὼν δευτέρων ἀπάρξομαι; ἄλλος μὲν οὖν ἔπιπτεν ἐκ ῥιπῆς λίθου λαβὼν κατ’ αὐτὸ τὴν βολὴν καὶ τὸν τάφον, ἄλλος δὲ σύννους προσλαλῶν τῷ συμμάχῳ
420βληθεὶς ἄνωθεν ἐξ ἀδήλου τοξότου τὸ πνεῦμα θᾶττον ἀνταφῆκε τοῦ λόγου· καί τις παρ’ αὐτοῖς ἐν μεγίσταις ἀξίαις τάξαι νομίζων εἰς δέον τὰ τάγματα ἔστη παρεισδὺς ἐν μέσῳ τῶν ἀσπίδων,
425κρύπτειν ἑαυτὸν ἀσφαλῶς ἠπειγμένος· βολὴ δέ τις φθάσασα συντόμου λίθου ἀπροσδοκήτως διχοτομεῖ τὰς ἀσπίδας, καὶ τὰς μὲν ὠθεῖ, τῷ δὲ γίνεται φόνος· οἱ δ’ αὖ γε λοιποὶ πάντες, ἀκρίδων δίκην,
430ἔπιπτον ἄρδην δυστυχοῦντες εὐστόχως. οὕτως ἀπηκρίβωσεν ἡ θεία κρίσις
τὰ τόξα, τοὺς βάλλοντας, αὐτοὺς τοὺς λίθους, ὡς μηδὲν εἰκῇ συμπεσεῖν ἐρριμμένον· ἀλλ’ ἦν τὸ πεμφθὲν εὐστόχως ἀφιγμένον195
435πρὸς τὴν ἑκάστην τῶν βεβλημένων τύχην. καὶ ταῦτα μὲν δὴ τῆς τύχης τὰ πράγματα τὰ νῶτα τῆς γῆς εὐφόρως ἐβάστασεν· ἔδει δὲ λοιπὸν καὶ τὰ τῶν θαλαττίων λαβεῖν ἀγώνων τὴν ἰσόρροπον κρίσιν.
440 καί μοι πρόσεστι τοῦτο θαυμάσαι πλέον· πῶς τὴν τοσαύτην τῆς θαλάττης οὐσίαν οἱ βάρβαροι βλέποντες ἐξηπλωμένην, δοκοῦντες ὥσπερ ἐστενῶσθαι τῷ πλάτει, ἐκεῖ συνεκλείσθησαν εὐθέως ὅπου
445τὸν οἶκον εἶχεν ἡ στρατηγὸς Παρθένος· ἐκεῖ γὰρ ὥσπερ ἐν θαλάττῃ δίκτυον τὰ γλυπτὰ συζεύξαντες ἥπλωσαν σκάφη. ἐπεὶ δὲ συννεύσαντες ἀλλήλοις ὅλοι ἐπῆλθον ἡμῶν σὺν βοῇ ταῖς ὁλκάσιν,

(450)

ἐντεῦθεν ἦν ἄδηλος ἡ δήλη μάχη· μόνην γὰρ οἶμαι τὴν Τεκοῦσαν ἀσπόρως τὰ τόξα τεῖναι καὶ βαλεῖν τὴν ἀσπίδα, καὶ ταῖς ἀδήλοις συμπλοκαῖς μεμιγμένην
βάλλειν, τιτρώσκειν, ἀντιπέμπειν τὸ ξίφος,196
455ἀνατρέπειν τε καὶ καλύπτειν τὰ σκάφη δοῦναί τε πᾶσι τὸν βυθὸν κατοικίαν. ξένον γὰρ οὐδὲν εἰ 〈προ〉πολεμεῖ Παρθένος, δι’ ἧς παρῆλθεν εἰς τὸ τῆς ψυχῆς σέβας οὐκ οἶδα πῶς πεμφθεῖσα ῥομφαία πάλιν·
460ὅμως παρῆλθεν ἢ διῆλθεν ὀξέως τρώσασα τὴν ἄτρωτον οὐδαμοῦ φύσιν. οὕτω μὲν οὖν ἐκεῖνα τὰ γλυπτὰ σκάφη τὸν ὅρμον εἶχον ἐξ ἀνάγκης εἰς ζάλην· πολλὴ δὲ φύρσις καὶ φόβος καὶ σύγχυσις
465τοῖς ναυμαχοῦσι βαρβάροις συνήρχετο. καὶ πού τις αὐτῶν ἐκπεσὼν τῆς ὁλκάδος πλωτὴρ σχεδιάζων τὴν τέχνην ηὑρίσκετο, ἄλλος δὲ νεκρὸν εἰς ὕδωρ μιμούμενος ἤλπιζε φεύγειν τῷ δοκεῖν πεπνιγμένος,
470καί τις παρ’ αὐτοῖς ἀντὶ πύργου τὴν τρόπιν λαθὼν ὑπῆλθε καὶ πολὺν μείνας χρόνον ἐκ τῆς ἀνάγκης δυστυχῶν ἐκαρτέρει· ὅμως ἐκείνους πάντας, ὡς ἕνα στόλον, ὁ τῆς θαλάττης συγκατέκλυσεν σάλος.
475 ἐντεῦθεν ὁ πρὶν ἀφθόνως ἀνημμένος πνέων τε πυρσὸν ἐκ λόγων πυρεκβόλων
ἀπῃθάλωτο συντόμως ὁ βάρβαρος, ἄφνω δὲ τέφρα προσφόρως ἐγίνετο, ὡς πῦρ ἀνάψας εἰς ἀνέγκλητα ξύλα.197
480 ἄλλος γὰρ ἄλλον ἐξέπεμπεν ἄγγελον φέροντας αὐτῷ συμφορὰς ὡς δράγματα, ἐκ γῆς μὲν εἰς θάλατταν, εἰς δὲ γῆν πάλιν ἐκ τῆς θαλάττης δυστυχημάτων σάλον. οὕτω μὲν οὖν ἔπασχε τὸν καινὸν σάλον
485εἰς γῆν νομίζων κυματοῦσθαι τὰς φρένας· ὡς κυμάτων γὰρ ἀντισύνδρομον μάχην εἰς ἕν τι ῥεῦμα συμφορῶν ἀφιγμένων
487***〉 πῇ μὲν γὰρ ἡ γῆ τῶν ἀθάπτων βαρβάρων ὕλην παρεβλάστησε τῶν δένδρων πλέον,
490πῇ δ’ ἡ θάλαττα τῇ φορᾷ τῶν λειψάνων ὀχλουμένη τε καὶ κατεστορεσμένη ἐξ ἀλλοφύλων αἱμάτων φοινίσσεται· καὶ νῦν Ἐρυθρὰ κυρίως ἀκούεται καλῶς βαφεῖσα τῇ βαφῇ τῶν βαρβάρων.
495 ἔδει γάρ, οἶμαι, τὸν Φαραὼ τὸν δεύτερον βλέπουσαν αὐτὴν καὶ νέον σὲ Μωσέα τὰς τῆς Ἐρυθρᾶς εἰκονίζειν ἐμφάσεις· καὶ νῦν ἔχουσιν εἰς σοροὺς τὰ κύματα
μνήμην ἔνυγρον καὶ ταφὴν Αἰγυπτίαν·198

(500)

οὐκ ἦν γὰρ εἰκὸς ἐνδεεστέραν βλέπειν πρὸς τὴν παλαιὰν τὴν νέαν τιμωρίαν. ᾄσωμεν οὖν τὸν ὕμνον, οὐκ ἐν τυμπάνοις ἄρρυθμα βομβήσαντες, ἀλλ’ ἐξ ὀργάνων τῶν ἔνδον ἡμῶν μυστικῶς ἡρμοσμένων·
505καὶ νεῦρα μὲν τείνωμεν ἐψυχωμένα καὶ πλῆκτρα γλώττας καὶ τὰ χείλη κύμβαλα, αἰσθήσεων δὲ πενταχόρδῳ συνθέσει τὸν ἄκρον εἰς τὸν πρῶτον εἴπωμεν τόνον. οὕτω γὰρ ἡ μὲν ὄψις ἡ τῶν ὀμμάτων
510πᾶσαν καθαίρει βλαπτικὴν θεωρίαν· ἡ δ’ αὖ νοητὴ τῶν ἀκουσμάτων πύλη ἤχοις ἀτάκτοις οὐκ ἀνοίξει τὰς θύρας, οὐδ’ αὖ γε τὴν ὄσφρησιν ἠπατημένην ἥδυσμα πικρᾶς ἡδονῆς ὑφαρπάσοι
515καὶ γεῦσις ἔσται μὴ φθορᾶς παραιτία, ἀλλ’ εἰς τροφὴν ἄφθαρτον ηὐτρεπισμένη, ἁφαῖς τε ῥευστῶν λημμάτων ἐλευθέραις τὰ Χριστάδελφα ψηλαφήσωμεν μέλη, ὅπως ὁ πάσης ἀρχιτέκτων οὐσίας
520τὸ πανσθενὲς στήριγμα τῶν ὁρωμένων καὶ τῶν ἀδήλων ἡ πεπηγμένη βάσις,
ὁ παιδαγωγῶν συμφερόντως τὴν φύσιν καὶ σωφρονισταῖς ἐκφοβῶν διδασκάλοις τὴν νηπιώδη τῶν παθῶν ἀταξίαν,199
525καὶ νῦν στρατεύσας τοὺς πυραυγεῖς συμμάχους κατὰ σκοτεινῶν ἀντιτάξοι βαρβάρων, δείξοι τε Τίγριν καὶ τὸν Ἴστριον πόρον ὡς πρὶν τὸ Νείλου ῥεῖθρον ᾑματωμένους ὅπως μεθυσθῇ συγγενῶν ἐξ αἱμάτων
530ὁ βάρβαρος νοῦς δυστυχῶς γεγευμένος, αὔξοι δὲ τὴν σὴν εὐσεβῆ φυτουργίαν, τὸν δεσπότην θάλλοντα τοῖς θείοις κλάδοις· θύρας τε πολλοῖς ἐξανοίγοι τοῖς λόγοις νικῶντος αὐτοῦ πανταχοῦ τοὺς βαρβάρους.
535 ἐνταῦθά μοι νῦν τὸν βραδύγλωττον λόγον τὸ συμπέρασμα τοῦ σκοποῦ περιγράφει· τῷ σῷ δὲ τέκνῳ, τῷ νεωτέρῳ κράτει, τούτους προσειπεῖν εὐτρεπίζω τοὺς λόγους· νίκη φάνηθι· νῦν λαβεῖν σε νυμφίον
540ἔξεστι τοῦτον, ᾧ τὰ δῶρα τῶν γάμων
δέδωκας ἤδη τὴν σφαγὴν τῶν βαρβάρων.200