TLG 2701 002 :: GEORGIUS PISIDES :: De expeditione Persica

GEORGIUS PISIDES Poeta, Diaconus Referendarius, vel Georgius Pisida
(Antiochenus (Pisidiae) Constantinopolitanus: A.D. 7)

De expeditione Persica

Source: Pertusi, A. (ed.), Giorgio di Pisidia. Poemi. I. Panegirici epici [Studia patristica et Byzantina 7] Ettal: Buch–Kunstverlag, 1959: 84–136.

  • Expeditio Persica i: pp. 84–96
  • Expeditio Persica ii: pp. 96–115
  • Expeditio Persica iii: pp. 115–136

Citation: Section — (line)

t

Εἰς Ἡράκλειον τὸν βασιλέα καὶ εἰς τοὺς Περσικοὺς πολέμους καὶ ὅτε ἐξήρχετο ἀπὸ τῆς Πόλεως

1

Ὦ τὰς ἀΰλους τῶν ἄνω στρατηγίας Τριὰς διευθύνουσα φωσφόρῳ λόγῳ πρὸς ἔμπυρόν τε καὶ πεπηγμένην στάσιν —λόγῳ γὰρ αὐτῶν ἐκπυροῦσα τὰς φύσεις
5ὕλην ἄϋλον δεικνύειν ἐπίστασαι— τοὺς οὐρανοὺς πληροῦσα καὶ τὸν αἰθέρα πυροῦσα καὶ σφίγγουσα τὴν οἰκουμένην, καὶ πανταχοῦ παροῦσα μὴ κινουμένη, καὶ μηδαμοῦ χωροῦσα καὶ χωρουμένη
10ὅπου δέησις ἐκ βάθους ἀνίπταται, δὸς τοῖς ἀμυδροῖς τῶν λογισμῶν ὀργάνοις σάλπιγγος ἦχον καὶ λαλοῦσαν ἀσπίδα. δίδαξον ἡμᾶς εὔστοχον κινεῖν ξίφος,
γλῶσσαν κατ’ ἐχθρῶν, ὅπλον ἠκονημένον·84
15ἴθυνον ἡμᾶς ἔνθα τῆς ἐξουσίας τῆς σῆς ἔνεστι συγγράφειν τὰ θαύματα. σῷ γὰρ πεποιθὼς ὁ βασιλεὺς προστάγματι πρὸς τοὺς ἀγῶνας τῶν ἀθέσμων βαρβάρων ἑαυτὸν ἀντέταξεν, οἷς τὰ κτίσματα
20ὑπὲρ σὲ τὸν κτίσαντα προσκυνεῖν νόμος· οἷς γνήσιον μὲν ἀντέχεσθαι τῶν νόθων, νόθον δὲ πάντῃ προσβαλεῖν τοῖς γνησίοις· παρ’ οἷς θεός τις ἀφρόνως νομίζεται ἔνοπλος ἵππος προσκυνούμενος μάτην,
25ὃς εἰς ἔλεγχον τοῦ πλάνου σεβάσματος νῦν προσκυνεῖται καὶ πάλιν μαστίζεται. ὦ καρδίας σύμπτωσις ἠθλιωμένη· πῶς τῷ παρ’ αὐτῶν δυσσεβῶς τιμωμένῳ τιμὴν ὁμοῦ νέμουσι καὶ τιμωρίαν;
30καὶ τῆς μὲν οὐ μετέσχε προσκυνούμενος, τῇ δὲ προσαλγεῖ πυκνὰ μαστιγούμενος. ὕδωρ δὲ καὶ πῦρ, τὰς ἐναντίας φύσεις, θεοὺς παρεισάγουσιν ἀλληλοφθόρους,
λύσιν σέβοντες πραγμάτων ἐναντίων.85
35 ἀλλ’, ὦ στρατηγὲ τῶν σοφῶν βουλευμάτων, μετ’ εὐμενείας τοὺς ἐμοὺς δέχου λόγους· ἐλεύθεροι γάρ εἰσιν ἐκ θωπευμάτων, ἐκ σοῦ μαθόντες μὴ λαλεῖν ὑποκρίσεις. ὡς οὖν ἀληθὴς τῶν ἀληθῶν πραγμάτων
40κριτὴς φάνηθι τῆσδε τῆς στρατηγίας· γενοῦ δικαστὴς Κελτικοῦ Ῥήνου πλέον —οἶμαι γὰρ οὐδὲν ἐξελέγξεις ὡς νόθον—, γενοῦ δικαστής· ἀλλὰ συγγνώμην δίδου, ἐφ’ οἷς δι’ ἡμῶν ζημίαν ὑφίστασαι·
45τῶν γὰρ λογισμῶν τῶν ἐν ἡμῖν οἱ τόνοι ἐξασθενοῦσιν ἱστορεῖν σου τῶν πόνων τὰς ποικίλας γνώμας τε καὶ διαιρέσεις, καὶ τὴν διὰ πάντων ψυχικὴν εὐτολμίαν, ἣν τοῖς ἀγῶσιν εὐθέτως συνήρμοσας

1

(50)

τὸν νοῦν πλατύνας ἐν στενώσει πραγμάτων. εἰ τὰς ἐπ’ ἄκρον ἠρμένας εὐεξίας ἐσφαλμένας λέγουσιν οὐκ ἀπεικότως, κείσθω τὸ λοιπὸν ἐν κακοῖς τὰ Περσίδος, ἀντιστρόφως δὲ τῶν καθ’ ἡμᾶς πραγμάτων
55τὰ δυσχερῆ τραπεῖεν εἰς εὐεξίαν·
ἀεὶ γὰρ ἡ ῥέουσα τοῦ βίου χύσις ἀντιστροφάς τε καὶ μεταπτώσεις φέρει, ὅπως τὸ πάγιον πανταχοῦ σεσωσμένον μόνῳ φυλαχθῇ τῷ Θεῷ τῶν κτισμάτων.86
60 πάντας διατρέχουσιν οἱ ταχεῖς λόγοι τῇ λεπτότητι ζωγραφοῦντες τὰς φύσεις· ὅταν δὲ πειραθῶσι τοῦ πρὸς σὲ δρόμου, πόθῳ τρέχουσι καὶ βραδύνουσιν φόβῳ· καὶ πολλάκις σὲ ζωγραφήσαντες πάλιν
65γράφουσι, μὴ γράφοντες ἠκριβωμένως. Ὅμηρος, ὃν λέγουσι πηγὴν τῶν λόγων —τὰς γὰρ λάλους ἐκεῖνος εὐρύνει φλέβας, καὶ τοὺς λογισμοὺς τῆς νεαζούσης φρενὸς βλύζων ἐπάρδει καὶ ποτίζων ἐκτρέφει,
70μένει τε πλήρης πολλάκις κενούμενος—, τὰς αὐταδέλφους 〈γοῦν〉 ἀρετὰς καὶ συντρόφους διττοῖς μερίζει τῶν λόγων πονήμασι· πλὴν ἐξ ἀνάγκης· οὐ γὰρ ἥψατο χρόνου δείξαντος ἀνδρίας τε καὶ φρονήσεως
75καὶ τῶν σὺν αὐταῖς κοινὸν οἰκητήριον.
ἀλλ’ εἴπερ ηὐπόρησε τῆς σῆς εἰκόνος καὶ τὴν τελείαν εὗρεν, ὡς ἔδει, φύσιν, ἀφεὶς τὰ πολλὰ τῶν λόγων μυθεύματα, τὴν ψυχικὴν μόρφωσιν, ἣν ἔχεις, ὅλοις87
80προσθεὶς ἐδείκνυ τῶν ἀρετῶν συνημμένων μίαν δι’ ὑμῶν τετράμορφον εἰκόνα. εἰ Νέστορος γὰρ συλλαλοῦντος ἡδέως ἔργοις μελιττῶν ἐξομοιοῖ τὸ στόμα, πῶς οὐ πρὸς ἄκρον ἦλθε θαύματος βλέπων
85ἄϋλον ἐν σοὶ τῶν φρενῶν μελουργίαν ἐν τῷ γλυκασμῷ; τὸν γὰρ ἰὸν οὐκ ἔχεις· σὺ παντὸς ἄνθους ἐκλέγεις τὸ χρήσιμον εἰς πάντα καιρόν, οὐ γὰρ εἰς ἔαρ μόνον. σὺ κέντρον, ὡς μέλιττα, τοὺς νόμους ἔχεις,
90ἀλλ’ οὐκ ἀναιρεῖς, οὐδὲ πλήττεις εἰς βάθος. εἴ που γὰρ εὕροις ἄξιον πληγῆς μέλος, τοὺς μὲν νόμους, ὡς κέντρον, ἁπλοῖς πρὸς φόβον, φείδῃ δὲ πάντως· καὶ τὸ κέντρον πολλάκις πλῆξαι προπηδᾷ καὶ πάλιν συστέλλεται,
95τὸ δραστικὸν δὲ συμπαθεῖ κρατούμενον
ἔμεινεν ἀργόν· κἂν γὰρ ὀξεῖαν ῥοπὴν ἔχῃ, δι’ ὑμῶν εὐσεβῶς ἀμβλύνεται, καὶ λοιπόν, ὥσπερ ἐκ φιλανθρώπου πάθους, στάζει τὸ κέντρον ἀντὶ πικρίας μέλι.88

1

(100)

ἀλλ’ ἐν παρεκβάσει με τοῦ προκειμένου ἡ τῶν καλῶν σου τερπνότης ἀπήγαγεν· ὅθεν πρὸς αὐτὰς τοῦ λόγου τὰς αὔλακας πάλιν γεωργῶν εἰσάγω τὰ σπέρματα. ἡ νὺξ μὲν ἡ μέλαινα τῶν ἐναντίων
105εἰς πᾶσαν ἐξήπλωτο τὴν οἰκουμένην· κόρος γὰρ οὐκ ἦν Περσικῆς ἀπληστίας, ἀλλ’ ἐξέτεινον τὰς ὀρέξεις εἰς φόνους. πλὴν εἰς ἀφεγγῆ καὶ τοσαύτην ἑσπέραν πρὸς ὕπνον αὐτὸς οὐδαμῶς μετετράπης·
110τῶν γὰρ δι’ ἡμᾶς φροντίδων ἡ πυκνότης ἐκ σοῦ τὸν ὕπνον εἰκότως ἀπέστρεφε. πολλοὶ δὲ βουλὰς καὶ στρατηγίας νόμους αὐτοὶ καθ’ αὑτοὺς ζωγραφοῦντες ἠρέμα ἔφασκον ὡς χρὴ τοῦ βασιλέως τὸ κράτος
115ἐν ταῖς ἀνάγκαις τῆς μάχης παρεστάναι· ἄλλοι δὲ τούτοις, ὥσπερ ἐκ τοὐναντίου, ἀντεστρατήγουν δυσμαχοῦντες ἐν λόγοις, ἐπισφαλὲς λέγοντες εἶναι τὸ κράτος
πρὸς τὰς ἑτοίμους ἐμβαλεῖν περιστάσεις·89
120τινὲς δὲ καὶ σύγκρασιν ἐξ ἀμφοῖν μίαν ἐν ταῖς ἑαυτῶν ἐκτυποῦντες καρδίαις σοφιστικῶς ἔφραζον, ὥστε καὶ μένειν καὶ ταῖς μερίμναις τοῖς ἀγῶσι συντρέχειν. ἀλλ’ ἦν τὰ κοινὰ τῶν λόγων ἀναίτια·
125οὐ γὰρ πονηρὸν εἶχον αἱ γνῶμαι τρόπον. σὺ δέ, στρατηγέ—καὶ γὰρ ἦσθα τῶν ὅλων— καὶ ταῦτα μᾶλλον αὐτὸς ἠκριβωμένος, πᾶσιν δεδωκὼς τοῦ λαλεῖν ἐξουσίαν, Θεὸν δικαστὴν τῶν ἀδήλων εἰργάσω.
130 ὅπου δὲ πίστις παρθένος προέρχεται, λευκὴν ἐκεῖθεν ἐλπίδα στολίζεται. ἑορτάσας δὲ τὴν μεγίστην ἡμέραν ἐν ᾗ τὸ κοινὸν ἐξανέστη τοῦ γένους εἰς ἔνθεόν τε καὶ νέαν ἀνάπλασιν,
135εὐθὺς μετ’ αὐτὴν εἰκονίζων Μωσέα καταστρατηγεῖς 〈τοῦ〉 Φαραὼ τοῦ δευτέρου, εἰ δεύτερόν τις οὐχ ἁμαρτήσοι λέγων
τὸν ὡς ἀληθῶς πρῶτον εἰς ἁμαρτίαν. λαβὼν δὲ τὴν θείαν τε καὶ σεβάσμιον90
140μορφὴν ἐκείνην τῆς γραφῆς τῆς ἀγράφου, ἣν χεῖρες οὐκ ἔγραψαν—ἀλλ’ ἐν εἰκόνι ὁ πάντα μορφῶν καὶ διαπλάττων Λόγος ἄνευ γραφῆς μόρφωσιν, ὡς ἄνευ σπορᾶς κύησιν αὐτός, ὡς ἐπίσταται, φέρει·
145ἐχρῆν γὰρ αὐτόν, ὡς τότε σπορᾶς δίχα, οὕτω τυποῦσθαι καὶ πάλιν γραφῆς ἄνευ, ὅπως δι’ ἀμφοῖν τοῦ Λόγου μορφουμένου μένοι τὸ πιστὸν τῆς ἐνανθρωπήσεως, τῶν Φαντασιαστῶν ἐξελέγχον τὴν πλάνην—,

1

(150)

τούτῳ πεποιθὼς τῷ θεογράφῳ τύπῳ, θείαν ἀπαρχὴν τῶν ἀγώνων εἰργάσω. ἔδει γὰρ ὑμῶν τὸν συνήγορον Λόγον πάντως παρεῖναι τῆς δίκης κινουμένης. τῇ δευτέρᾳ δὲ τῆς ἑορτῆς ἡμέρᾳ
155σεαυτὸν εὐθὺς ἐμβαλὼν ταῖς ὁλκάσι
τὸν ὑγρὸν ἐξέτεμνες εὐτόνως πόρον, καὶ δὴ παρέπλεις εὐθὺς Ἡραίας τόπους· οὕτω γὰρ αὐτὴν ὠνόμαζον ἐκ πλάνης τῆς πρὶν κρατούσης διαδοχὴν δεδεγμένοι,91
160ἕως ἔτρεψας, εὐσεβῶς μεθαρμόσας, τὸ τῆς πλάνης ἄδοξον εἰς εὐδοξίαν. τρέμω δὲ τούτων μνημονεύσας τῶν τόπων σιγῇ παρελθεῖν ἣν ἐν αὐτοῖς εἰργάσω ἔναγχος εὐσέβειαν· ἔσται γὰρ τάχα
165καὶ τοῖς μεθ’ ἡμᾶς ἡ σιωπὴ ζημία. ἀλλ’ ἐν παρεκβάσει με τοῦ σκοποῦ πάλιν δραμεῖν θέλοντα τὸν βιωφελῆ δρόμον μή τις παρέργως τοῦ λόγου τὸν ἱππέα σπεύσοι κατασχεῖν ταῖς ἀφώνοις ἡνίαις.
170 ἦν μὲν νότου πνεύσαντος εἰς τοὐναντίον παλινδρομοῦντα συντόνως τὰ ῥεύματα, καὶ νὺξ ἀφεγγὴς καὶ βράσαντα κύματα διπλῆν ἀνάγκην τῆς ζάλης εἰργάζετο. σὺ δέ, κράτιστε, τὴν ἄϋπνον ἑσπέραν
175εἰθισμένως ἔτεμνες, εἴπερ ἑσπέραν
καλεῖν προσήκει τὴν δι’ ὑμῶν ἡμέραν. φωνὴ δ’ ἄπωθεν ὀξέων θρηνημάτων τὰς σὰς κατεβρόντησεν εὐσεβεῖς φρένας· ἐκ κυμάτων γὰρ δυστυχῶς ὠθουμένη92
180ὁλκὰς προσεσκίρτησε πετραίῳ πάγῳ, πολλὴ δὲ παφλάζουσα ῥευμάτων βοὴ τὸν ἦχον ὑψώσασα ταῖς πέτραις ὅλον ἔξω τὸν ἀφρὸν ἀγρίως ἀνέπτυε, καὶ προσραγέντα τοῖς λίθοις τὰ κύματα
185ἐκ τῶν βιαίων ὥσπερ ἀντικρουσμάτων σπινθῆρας ἐξέπεμπον ὑγρᾶς οὐσίας· καὶ πρὸς τοσαύτην ἦλθον οἱ πλῶται βίαν ὡς μηδὲν εἶναι τῶν νεκρουμένων πλέον· νεκροὺς γὰρ αὐτοὺς ἐν βραχεῖ τεθαμμένους
190ἐσχημάτιζε τῆς ἀνάγκης ὁ τρόπος. ἀλλ’ εὐθὺς ἐλπὶς καὶ παρ’ ἐλπίδα φθάσας ἔλαμψας αὐτοῖς ἐν θαλάττῃ φωσφόρος, τὸ φῶς προδεικνὺς ἡλίου γλυκὺ πλέον· ὁ μὲν γὰρ οἶδεν ἐκπυροῦν τὰ σώματα,
195σὺ δὲ δροσίζεις εὐσεβῶς τὰς καρδίας. καὶ δὴ πρὸς αὐτὴν ἐκδραμὼν τὴν ὁλκάδα, κάμνων ἐφείλκου πάντας εἰς προθυμίαν ἐρυθριῶντας δεσπότου πονουμένου
ἐν τῇ τοσαύτῃ τῶν καλῶν αὐτουργίᾳ.93

1

(200)

καὶ τῶν ταχυδρόμων γὰρ εὐθὺς ὁλκάδων τὸ πλῆθος εἰς ἓν εὐτόνως συνέτρεχε, καὶ πᾶς ἐν ὅπλοις ἐστρατευμένος τότε ῥίψας τὸ τόξον καὶ παρεὶς τὴν ἀσπίδα πρὸς τὰς ἐνύγρους συμπλοκὰς ὡπλίζετο.
205 καὐτοὺς δὲ τοὺς τεμόντας εὐνοίας λόγῳ τῶν τεκνοποιῶν ὀργάνων τὰ σπέρματα εἰς ταὐτὸ συντρέχοντας ἦν ὁρᾶν τότε τμηθέντας οὐδὲν τὴν φύσιν τὴν ἄρρενα. οὕτως ἕκαστος συμμετασχεῖν ἐκ μέρους
210τῶν σῶν ἱδρώτων ἡδέως ἠπείγετο· ὅμως ἅπαντες σοὶ προσῆγον τὴν χάριν· ὑμῖν δὲ πᾶν τὸ πραχθὲν ἐσπουδάζετο, ὅπως ὁ πάντων μισθὸς εἰς τὴν αἰτίαν καὶ τὴν ἀφορμὴν συνδράμοι τοῦ πράγματος.
215 οἱ μὲν γὰρ ὤθουν ἐκ θαλαττίων λίθων ῥιζωθὲν ὥσπερ ἐξ ἀνάγκης τὸ σκάφος, οἱ ναυτικοὶ δὲ τοῖς ἀποσχοίνοις τόνοις λαβόντες εἷλκον, ὡς ἐνῆν, τὴν ὁλκάδα, ἕως κατισχύσαντες εἵλκυσαν μόλις
220τὴν ναῦν πεσοῦσαν ἐν σαγήνῃ τῶν λίθων. ὦ συμπαθὲς φρόνημα καὶ ψυχῆς τόνος καὶ φροντὶς ἀρκέσασα τοῖς ὅλοις μία· πάλιν μεριμνᾷς καὶ πάλιν κατὰ ζάλης μάχην συνάπτεις· οὐδὲ γὰρ θαλαττίας94
225κίνδυνος ὁρμῆς, οὐδὲ τῆς γῆς ἡ ζάλη τῇ σῇ παρέσχεν ἐγκοπὴν προθυμίᾳ· ἀλλ’ ὡς σοφός τις ἐν κυβερνήσει ζάλης χειμῶνος αὔρας ἠγριωμένας βλέπων τότε πλέον δείκνυσι τὴν εὐτεχνίαν,
230καὶ τῷ λογισμῷ τὰς τρικυμίας φθάσας τέμνει τὸ ῥεῦμα τῆς ζάλης ἀνατρέχων κενοῖ τε πυκνῶς τὴν βίαν τοῦ πνεύματος, οὕτω κρατήσας τοῦ βίου τοὺς αὐχένας, χειμῶνος ὄντος καὶ ταραχῆς 〈τῶν〉 πραγμάτων,
235φθάνων ἑκάστην συμφορῶν τρικυμίαν πῇ μὲν διατέμνεις, πῇ δὲ τὴν βίαν κενοῖς, πῇ δὲ πρὸς ὕψος εὐσεβῶς ἀνατρέχων γῆς καὶ θαλάττης τὸν σάλον κατέσβεσας. ἰδὼν δὲ ταῦτα καὶ στενάξας ὁ Φθόνος
240—πολλὴν γὰρ ἔγνω ζημίαν πεπονθέναι— βλέπων τοσούτους ἐν βραχεῖ σεσωσμένους,
πλήττει τὸν ἄκρον τοῦ ποδός σου δάκτυλον, ἑαυτόν, ὡς ἔοικε, μορφώσας λίθῳ· θερμὴ δ’ ἀνηκόντιζεν αἵματος χύσις95
245βάπτουσα τὴν γῆν καὶ καλοῦσα μάρτυρα· ἐχρῆν γὰρ ὑμῖν εἰς ἀμείωτον χάριν τῆς εὐσεβείας προσμένειν τὰ στίγματα. ἀλλ’ ὡς ἐκεῖνο τῆς ἀνάγκης τὸ σκάφος καὶ τῶν τοσούτων κυμάτων ἀφήρπασας,

1

(250)

τὴν κοσμικὴν ἅπασαν οὕτως ὁλκάδα σώζοι δι’ ὑμῶν μέχρι παντὸς ἐκ ζάλης ὁ πανταχοῦ σκέπων σε τοῦ Θεοῦ Λόγος.

2

Δημόσθενες, πρόελθε σὺν παρρησίᾳ· λόγοι κρατοῦσι· μὴ ταράττου νῦν φόβῳ· Φίλιππος οὐ πάρεστιν, ἀλλ’ ὁ δεσπότης· κίνδυνος οὐδείς, καὶ σιωπὴν εἰ πάθοις,
5κοινῶς ἁπάντων καὶ καλῶς ἡττημένων. παλινδρομεῖν δὲ τῶν λόγων ἠπειγμένων
πρὸς τοὺς ἀπ’ ἀρχῆς αὖθις ἵπταμαι δρόμους. οὐ γὰρ παρέσχες ἐγκοπὴν ταῖς ὁλκάσιν ἕως διελθὼν τὴν ὁδὸν τῶν ῥευμάτων96
10αὐταῖς ἐπέστης ταῖς καλουμέναις Πύλαις, ἐλθὼν ἀπροσδόκητος ἡμεροδρόμος. ἐντεῦθεν, ὥσπερ βλύσμα πηγαίου πόρου κινούμενον μὲν ἐκ φλεβῶν τῶν ἐν βάθει ὁμοῦ συνῆπται καὶ τὰ ῥεῖθρα συλλέγει,
15ἐν ταῖς νομαῖς δὲ ποικίλως μερίζεται, οὕτως ἀνοίξας τοῦ λογισμοῦ τὰς φλέβας τῇ ποικίλῃ σου καὶ σοφῇ διαιρέσει σαυτὸν μερίζεις ταῖς νομαῖς τῶν πραγμάτων. τίς γὰρ στρατηγός; 〈ὁ〉 βασιλεὺς πρὸ τῶν ὅλων.
20τίς ἐκδιδάξῃ ταξιαρχίας νόμους; πάντες πρὸς ὑμᾶς εὐθέτως ἀπέβλεπον. τίς τῶν δεόντων ἀσφαλὴς βουληφόρος; πάλιν πρὸς ὑμᾶς ἡ ῥοπὴ τῶν ὀμμάτων. ὡς εὖ κρατοῦσα σὺν Θεῷ μοναρχία·
25οὐ γὰρ πολυπρόσωπος ἦν ἀναρχία,
ἀλλὰ κρατοῦσα σὺν Θεῷ μοναρχία, ἣ πάντα θάλπει καὶ διευθύνει λόγῳ καὶ τὰς ἀτάκτους ἐκτροπὰς ἀνατρέπει· οὕτω γὰρ οὐδὲν ὡς ἀταξίας νόσος97
30ἕρπουσα δάκνει καὶ δαπανᾷ τὴν οὐσίαν καὶ τῶν ἐν αὐτῇ καιρίων καθάπτεται. ἀλλ’ εἰ θελήσω τῶν λόγων τὰ ποικίλα καὶ τὰς διαφορὰς ἱστορεῖν τῶν φροντίδων, ὅσας προθύμως ἀνθ’ ὅλων ὑφίστασο,
35διττῆς ἁμαρτὼν ἐλπίδος κριθήσομαι ὡς μηδὲ ταῦτα τῷ λόγῳ περιγράφων μηδὲ προβαίνων καὶ λέγων τὰ καίρια. σὺ τὰς ὁδοὺς μὲν εἰργάσω στρατηγίας, τρίβους δὲ τὰς σὰς τακτικὴν εὐτεχνίαν·
40σοὶ καὶ τράπεζα καὶ τροφὴ καὶ πώματα τόξοις παρεσκεύαστο καὶ ταῖς ἀσπίσι. ψιλὸς δέ σου πᾶς πρακτικός τις ἦν λόγος ῥυθμός τε πάσης καὶ κανὼν εὐβουλίας. στρατὸν γὰρ εὑρὼν τὸ πρὶν ἐκ ῥαθυμίας
44***98
45ἀταξίας γέμοντας, ἠμελημένους, θᾶττον κατορθοῖς καὶ λόγοις καὶ σχήμασι, τυπῶν, διαιρῶν, δεικνύων, ὑπογράφων ὡς παιδαγωγὸς τῶν ἐνόπλων γραμμάτων. ὦ νοῦς διαρκὴς Ὠκεανὸν μιμούμενος,

2

(50)

κυκλῶν τε τὴν γῆν καὶ τὸ πᾶν περιτρέχων, καὶ πάντας ἄρδων καὶ μένων πεπλησμένος. ὅσας μὲν οὖν μετῆλθες ἐν βραχεῖ χρόνῳ ἄλλας ἐπ’ ἄλλαις φροντίδων τρικυμίας, πράττων, μεριμνῶν, εὐτρεπίζων, προγράφων,
55ὅπως τὸ πλῆθος τοῦ στρατοῦ συναρμόσῃς εἰς πολλὰ τῆς γῆς ἐσκεδασμένον μέρη —δέος γὰρ ἦν οὐ φαῦλον, ὥστε μὴ φθάσας τὰ διαιρεθέντα τοῦ στρατοῦ σου τάγματα σχίσῃ παρελθὼν ἐν μέσοις ὁ βάρβαρος—
60καὶ πῶς τὰ πυκνὰ πολλάκις βουλεύματα μὴ συνδραμόντα τοῦ σκοποῦ ταῖς ἐλπίσι γνώμαις ὑπεστήριζες ἀκριβεστέραις,
ἑκὼν παρήσω· καὶ γὰρ αὐτός, δέσποτα, τοσαῦτα πράττων λανθάνειν ἐτεχνάσω,99
65ὅπως τὸ κοινὸν μὴ μετάσχοι τοῦ πόνου. ὅμως συνῆλθον, ὥσπερ ἐξ ὄρους τινὸς πολλὰς ἔχοντος ἐξοχάς τε καὶ θέσεις κρουνοὶ ῥέοντες τῷ πολυσχιδεῖ πόρῳ εἰς ταὐτὸ συντρέχουσιν ἐκ τῶν σχισμάτων.
70 ἐμοὶ δὲ θαῦμα προσφόρως ἐπήρχετο πῶς τῶν λογισμῶν τῶν τοσούτων ἡ χύσις τῷ σῷ λογισμῷ σωφρόνως ἐτάττετο· πλήν, ὡς ἔοικε, δραστικὸς Θεοῦ Λόγος τούτοις ἐπιστὰς οὐ μόνον τοὺς αὐχένας
75ἔκαμψε πάντων, ἀλλ’ ὁμοῦ καὶ καρδίας. ἐπεὶ δὲ τοῖς σοῖς προσδραμόντες ἴχνεσιν ἅπαντες, ὥσπερ ἐκ μιᾶς συμφωνίας, τὸ σὸν θεοστήρικτον ὕμνησαν κράτος, καὶ τῶν τροπαίων τοὺς κομῶντας αὐχένας
80πρὸς γῆν ἔκλιναν ὡς μεταρσίους φλόγας, —οἳ συντεθέντες εὐτρόχῳ ποικίλματι κήρυκές εἰσι τακτικῶν κινημάτων πόρρωθεν ἐγγὺς τοῖς ὅλοις ὁρώμενοι—,
κοινὸν δὲ πάντες ἐκτενῶς εὐεργέτην100
85ἀνηγόρευον καὶ κρατοῦντα δεσπότην, τὸ φρικτὸν αὐτὸς τοῦ θεογράφου τύπου λαβὼν ἀπεικόνισμα συντόμως ἔφης· «ἐμοὶ μὲν ὑμᾶς ὡς ἀδελφοὺς ἡ σχέσις καὶ τῆς βασιλείας ὁ τρόπος συνήρμοσεν·
90ἐξουσίαν γὰρ οὐ τοσοῦτον ἐν φόβῳ ὅσον προλάμπειν ἐν πόθῳ θεσπίζομεν· νόμος γὰρ ἡμῖν ταῖς ἀπανθρώποις βίαις, ἃς ἡ τυραννὶς τοῖς νόμοις ἀνθώπλισεν, ἀντεισάγειν νῦν τὴν φιλάνθρωπον βίαν,
95καὶ ταῖς τοσαύταις ἀντιτάξαι τὴν μίαν, ἣ ταῖς ἀνάγκαις ταῖς ἀνεγκλήτοις ἀεὶ τοὺς εὖ τεθέντας ἐκβιάζεται νόμους. ἐγὼ μὲν οὕτω καὶ τρόπῳ καὶ σχήματι· οὗτος δὲ κοινὸς καὶ βασιλεὺς καὶ δεσπότης

2

(100)

καὶ τῶν καθ’ ἡμᾶς ἡγεμὼν στρατευμάτων, μεθ’ οὗ στρατηγεῖν ἐστιν ἀσφαλέστερον, δι’ οὗ τὸ νικᾶν ἐστιν εὐσεβέστερον· ἐφ’ ᾧ πεποιθὼς καὶ τὰ νῦν ἀφιγμένος
ὡς εἷς ἀφ’ ὑμῶν πρὸς πόνους ὁπλίζομαι.101
105 πρέπει γὰρ ἡμᾶς, ὡς ἐκείνου πλάσματα, χωρεῖν κατ’ ἐχθρῶν προσκυνούντων κτίσματα, οἳ τὰς τραπέζας τὰς ἀμίκτους αἱμάτων λύθροις ἔμιξαν αἱμάτων μιαιφόνοις· οἳ τὰς ἀδέκτους τῶν παθῶν ἐκκλησίας
110ἐν ἡδοναῖς χραίνουσιν ἐμπαθεστάταις· οἳ τὴν φυτουργηθεῖσαν ἄμπελον Λόγῳ ξίφει θέλουσιν ἐξορύξαι βαρβάρῳ· δι’ οὓς ὁ Δαβὶδ ἐνθέως ἐφθέγξατο μακάριος εἰπὼν ὃς τὰ τέκνα Περσίδος
115πέτραις προσαντέκρουσεν ἠδαφισμένα.» οὕτως ἅπαντας αὐτὸς ἐκ ῥαθυμίας λόγῳ μετεσκεύαζες εἰς προθυμίαν· οὕτω στρατηγὸν πανταχοῦ καὶ δεσπότην Θεὸν προτάττων ἀσφαλίζῃ τὸ κράτος.
120καὶ δὴ παρευθὺς τὴν ὑπέρθεσιν φθάσας
καινῶν ἀπάρχῃ τοῦ στρατοῦ γυμνασμάτων. πόθος δέ μοί τις ἐνθάδε προσήρχετο ἰδεῖν τὰ τερπνὰ τῆς μάχης προαύλια φόβου τε χωρὶς ἱστορῆσαι τὸν φόβον·102
125ὅμως δὲ φρικτὴν τῶν ἀγώνων ὁ τρόπος καὶ τὴν δόκησιν εἰσάγων προσήρχετο. τάξις γὰρ ἦν ἔνοπλος ἠκριβωμένη, σάλπιγγες ἔνθα καὶ φάλαγγες ἀσπίδων, αἰχμαί, φαρέτραι καὶ βέλη καὶ φάσγανα,
130καὶ δεινὸς ἐσκεύαστο θωράκων κλόνος ἐκ τῶν σιδηρῶν συμπλακεὶς ὑφασμάτων ἐν οἷς ἐπαυγάζουσα λαμπὰς ἡλίου ταῖς ἀνταμοιβαῖς ὥσπερ ἀντιλάμψεσι στίλβωσιν ἐξέπεμπεν ἀστραπηφόρον.
135 ἐπεὶ δὲ συνταγέντες ὡς ἐναντίοι ἔσφιγξαν αὑτῶν ἀσφαλῶς τὰ τάγματα, ὤφθη τὰ τείχη τῶν ἐνόπλων κτισμάτων, καὶ συρραγέντων τῶν στρατευμάτων ὅλων ξίφος μὲν ἀσπὶς καὶ ξίφη τὰς ἀσπίδας
140ὤθουν βιαίοις πανταχοῦ συγκρούσμασι, καὶ με〈σ〉τὰ πολλῶν αἱμάτων τὰ φάσγανα ὁ σχηματισμὸς τῆς μάχης ἐδείκνυε, καὶ πάντα φρικτά, καὶ φόβος καὶ σύγχυσις,
καὶ πρὸς φόνους σύννευσις αἱμάτων δίχα.103
145 δεῖξαι γὰρ αὐτοῖς ἐμφρόνως ἠπίστασο πρὸ τῆς ἀνάγκης τῆς ἀνάγκης τοὺς 〈τρ〉όπους, ὅπως ἕκαστος τῆς ἀκινδύνου σφαγῆς λαβὼν ἀφορμὰς ἀσφαλέστερος μένοι. λέγειν μὲν οὖν ἕκαστα καὶ τὸ ποικίλον

2

(150)

ἐκεῖνο καινούργημα τῆς τέχνης γράφειν ἐξασθενεῖ μου τῆς ἀτόλμου καρδίας ὁ νοῦς ἐναύλῳ τῷ φόβῳ κλονούμενος. ἀλλ’ ὥσπερ εἰς ἄμπωτιν ἔκ τινος βίας πρόσω τὸ ῥεῦμα συντόνως ὠθούμενον,
155οὕτως ἐκεῖνα τοῦ στρατοῦ τὰ κύματα τῷ σῷ λόγῳ τρέχοντι συγκινούμενα ἢ πρὸς τὸ σὸν πρόσωπον ἢ τοὐναντίον ἀντιπροσώπῳ τῷ τάχει μετήρχετο. καὶ πρὸς τοσοῦτον οὐκ ἀπώκνησας κλόνον,
160ἀλλ’ εἷλκες αὐτὸν καὶ μεθεῖλκες τοὺς τόνους, ἔταττες, ἀντέταττες, ἔνθα τῷ λόγῳ τῆς σῆς ῥοπῆς τὸ νεῦμα συμμετεστράφη. πῶς πρὸς τοσοῦτο πλῆθος ἡρμόσω μόνος; καὶ πῶς γένη τοσαῦτα καὶ πολυτρόπων
165ἠθῶν διαφορὰς καὶ φρενῶν διαστάσεις τοῦ σοῦ λόγου κρούοντος εὐρύθμῳ τόνῳ, οὐχ ὥσπερ ἄλλος μυθικὸς τὰ θηρία, πρὸς αὑτὸν εἷλκες, ἀλλὰ πρὸς γνώμην μίαν, γλωττῶν τοσούτων συγχύσεις μεθαρμόσας;104
170 πλὴν οὐκ ἀπεικὸς τοῦ παναγίου Πνεύματος καὶ νῦν ἐνεργήσαντος, οὐχὶ πυρφόρῳ γλωττῶν διαιρέσει τε καὶ θεωρίᾳ, γλώττῃ δὲ τῇ σῇ τὴν κατάλληλον χάριν στάξαντος αὐτοῦ καὶ πάλιν τοῦ Πνεύματος·
175οὕτως ἅπαντας τοὺς πρὶν ἠμελημένους θᾶττον διδάξας εἶχες ηὐτρεπισμένους. ἐγὼ δὲ καὶ πρόμαντις οὐκ ὤν, δέσποτα, φθάσας προεξήγγειλα τῷ πρώτῳ λόγῳ ὡς οὐδὲν ἠμέλησας, ἀλλὰ καὶ γράφων
180τοῖς σοῖς στρατηγοῖς πανταχοῦ τὸ συμφέρον ἥμαρτες οὐδέν, εἴπερ ἐν δέοντί γε τὸ σοὶ παραστὰν εὐθέως συνέδραμεν. ἔδειξεν ἡμᾶς οὐδαμῶς ἐψευσμένους ἡ πρακτική σου τῶν φρενῶν εὐβουλία.
185 ἐντεῦθεν ἡμᾶς οὐ ταράττουσιν φόβοι, οὐ φροντίδες χαυνοῦσι τὴν προθυμίαν,
οὐ συμφοραὶ δάκνουσιν, οὐ θλίβει κόπος· ἔρως γὰρ ἡμᾶς εὐσεβὴς περιτρέχων εἰς τὰς ἀνάγκας καὶ περιστάσεις πλέον105
190νευρῶν συνιστᾷ τοὺς τόνους τοῦ σαρκίου. ὡς οὖν σοφιστὴς τοῖς ἰατρικοῖς λόγοις πεῖραν συνάψας οὐκ ἀφῆκε τὴν νόσον κρυπτῶς ὑποσμύχουσαν εἰς βάθος βλάβης, ἀλλ’ εὐθὺς ἐξέκοψε τῷ ξίφει τεμών,
195ἢ καυστικῶς ἔφλεξεν ἢ καθαρσίῳ τὰς ἔνδον αὐτῆς ἐκκαθαίρων αἰτίας
196 bisἐλευθεροῖ τὸ σῶμα δυσκόλου πάθους,
197οὕτω τὸ σῶμα τοῦ στρατεύματος τότε εὑρὼν κακωθὲν ἐκ φιλοβλαβοῦς νόσου ἐπέσχες αὐτοὺς τῆς κακῆς ἀπληστίας

2

(200)

λόγῳ καθάρας τὰς ὀρέξεις τῆς βλάβης. κρατεῖν γὰρ ἔγνως ῥᾷστα τῶν ἐναντίων
ἐν εὐσεβείᾳ τὸν στρατόν σου ῥυθμίσας. ἐντεῦθεν ὑμῖν εὐθὺς ἐπτερωμένη νίκη προσῆλθε Περσικῶν σκυλευμάτων106
205πρὸ τῆς μάχης φέρουσα νικητήρια. ἐπεὶ γὰρ εἶχες οὐδὲν ἠμελημένον, ἀλλ’ ἐξέπεμπες ἐκδρομὰς εὐσυνθέτους ἱππεῖς ἐπ’ ἄγραν πανταχοῦ ταχυδρόμους· παρῇσαν οἱ φέροντες ἐν βραχεῖ χρόνῳ
210οὐκ εὐκαταφρόνητα θηρίων γένη, ἀλλ’ ἐξέχοντα καὶ κρατοῦντα τῷ θράσει καὶ πολλάκις βλάψαντα τὴν παροικίαν. ἀλλ’ οὐδὲ ταῦτα, καίπερ ὄντα θηρία, τοῦ σοῦ παρῆκας μὴ μετασχεῖν ἡμέρου.
215 ὅμως τὰ πολλὰ νῦν ἀφεὶς προειλόμην τὸ πλῆθος αὐτῶν ἐξ ἑνὸς διαγράφειν. παρῆν τις ἀρχίφυλος εὐτόλμου γένους τὸ τῶν Σαρακηνῶν τάγμα τῶν πολυτρίχων ἄγων σὺν αὑτῷ καὶ περισκοπῶν ὅπως
220λαθὼν ἐπέλθοι τῷ στρατῷ σου πρὸς βλάβην. πλὴν ὡς ἀπλήστῳ συμμαχῶν στρατηγίᾳ κλέψαι θελήσας αὐτὸς ἀντεκλέπτετο, καὶ τοῖς ποσίν σου τοῖς πανημέροις τάχος
τὸν πρὶν στρατηγὸν εἰσάγουσι δέσμιον.107
225 ὡς δὲ προσήχθη τῷ κράτει σου, δέσποτα, ὁ τὴν πολυστένακτον αἰχμαλωσίαν λαβὼν ἐκεῖνος εἰς νομὴν ἐλευθέραν, ὁ δυστυχήσας εὐτυχῶς, εἰ δεῖ λέγειν —σοὶ γὰρ προσελθὼν ἀνταμείβει τὴν τύχην—,
230ῥίπτει τὰ δεσμά, τὰς δὲ συμφορὰς ὅλας ἔτρεψεν εὐθὺς εἰς χαρὰν μεθαρμόσας. πολλὴν δὲ θᾶττον τὴν ἐναλλαγὴν βλέπων ἀντιστροφὴν ἔκρινε τὴν σωτηρίαν, πάλιν στρατηγεῖν ἐλπίσας ὁ δέσμιος.
235 οὕτως ὁ νοῦς σου ποικίλως ὁπλίζεται καὶ τοῖς λογισμοῖς πολλάκις στρατεύεται, φειδοῖ δὲ μᾶλλον ἢ ξίφει κεχρημένος καὶ τοὺς ἀπίστους βαρβάρους ἐφέλκεται. καὶ ταῦτα μέν σοι σωφρόνως ἐπράττετο·
240τῷ δὲ στρατηγῷ τῆς πλάνης τἀναντία, ὃς ἔργον εἶχεν ὀργάνων καὶ κυμβάλων ἄσεμνον ἦχον καὶ γυναικῶν ἔκτοπον ὄρχησιν εἰς γύμνωσιν ἠρεθισμένων. σὺ δέ, στρατηγὲ τῆς σοφῆς πανοπλίας,
245ψαλμοῖς ἐτέρπου μυστικῶν ἐξ ὀργάνων τὸν θεῖον ἦχον ἐντιθεὶς τῇ καρδίᾳ, εἶχες δὲ σεμνὰ παρθένων σκιρτήματα τῶν σῶν λογισμῶν τὰς ἀπόρνους ἐλπίδας. ἐκεῖνος εἶχε τὴν σελήνην ἐλπίδα,108

2

(250)

τοῦ σοῦ δὲ θᾶττον προσβαλόντος ἡλίου ἔκλειψιν αὐτὸς ὀξέως ὑφίστατο. τὸ πῦρ ἐκεῖνος εἶχε προσκυνούμενον, ὑψούμενον δὲ σύ, κράτιστε, τὸ ξύλον. τούτου δὲ δῆλον ὡς πρὸς ὕψος ἠρμένου
255τὸ Περσικὸν πῦρ εἰς μάτην ἀνήπτετο. ἐπεὶ γὰρ εἰς χειμῶνα πρὸς τὸ Πόντιον κλίμα διατρίψας συντόμως ὁ βάρβαρος τὰς εἰσβολὰς κατέσχε τῆς ὁδοῦ φθάσας, ὁ δὲ στρατός σου δυσχερεῖς τὰς εἰσβάσεις
260ἅπαξ προληφθεὶς εἶχε τὰς πρὸς ἥλιον, ἀντιστροφὴν ἐνταῦθα συντομωτάτην καὶ σχηματισμὸν ἐπαινετῆς πλαστουργίας ἐξεῦρες, ὦ κράτιστε, τοῖς μὲν βαρβάροις δείξας πρόσωπον ἐκδρομῆς ἐψευσμένης,
265θήγων δὲ τὸν νοῦν ὥστε καὶ τὴν αἰτίαν
265***109
265 bis〈⏒ – ⏑ – ⏒〉 τὸν σόν, ὡς εὐμηχάνως
266στραφεὶς ἐκείνοις τὰς ὁδοὺς ὑφαρπάσῃς. τοῦ δυσσεβοῦς δὲ θᾶττον ἠπατημένου τρίβοις τε λοξαῖς καὶ παρεκτετραμμέναις ὡς πρὸς τὸ σὸν πρόσωπον ἐξωρμηκότος,
270ἀντιστρέφεις σὺ διπροσώπῳ σχήματι καὶ πρῶτος εὐθὺς εὑρέθης ὁ δεύτερος· οὕτω νομίζων εὐτυχῶς προεκτρέχειν ἐκ σοῦ σκελισθεὶς δυστυχῶς ὑποστρέφει. οὕτω στρατηγῶν καὶ σοφὴν πλαστουργίαν
275μόνος κατορθοῖς καὶ σοφὴν ὑπόκρισιν· καὶ τοῦτο μᾶλλον τοῦ σκοποῦ τὸ ποικίλον τοὺς βαρβάρους ἐνῆκεν εἰς ῥαθυμίαν. οὐ γάρ τις οὕτως ἀγρίως θυμούμενον ἀντιστρόφῳ παρῆλθε θηρίον δρόμῳ,
280οὐδ’ ἄλλος ἵππους ἡνιοχῶν τὰς ἡνίας λοξὰς προδεικνὺς ὀρθίως παρέρχεται, ὡς σὺ κρατήσας τοῦ στρατοῦ τὰς ἡνίας
ὑποτρέχων παρῆλθες ἐξ ἀντιστρόφου, καὶ τὸν παραβάτην παραβαλὼν πλασμῷ ξένῳ110
285πρὸ τῆς μάχης ἀφῆκας εἰς ἀντιστάδην. ἕκτης δὲ λοιπὸν ἐκδραμούσης ἡμέρας, τὰ τῶν ἑαυτοῦ συμφορῶν μηνύματα ἀπροσδοκήτων εἶχεν ἐξ ἀκουσμάτων. πολλὴ δὲ φροντὶς τῶν φρενῶν κλονουμένων
290κατεῖχεν αὐτόν, καὶ λογισμῶν συγχύσεις τὸν νοῦν ἐπεγνόφωσαν ἐσκοτισμένον. οὐ γάρ τι μικρόν ἐστιν ἀλλὰ καίριον εἰ καί τι μικρὸν ὁ στρατὸς παρεκτρέχει, πολλῶν μεταξὺ δυσχερῶν κινουμένων
295τοῖς ἀλλοφύλοις εἰκότως στρατεύμασι. λιμοῦ γὰρ αὐτοῖς καὶ φθορᾶς πολυτρόπου καὶ τῶν ἀδήλων εἰς βλάβην ἐγκρυμμάτων καὶ τῶν ἀρίστων εἰς μάχην προλημμάτων ἐντεῦθεν ἦν κίνδυνος· ἀλλ’ ἔτι πλέον

2

(300)

ἔδακνεν αὐτοὺς τὸ βλέπειν τὸν ἥλιον, ὃν προσκυνοῦσιν ὡς θεὸν τῆς Περσίδος,
ἐν τῇ παρατάξει τῆς μάχης ἐναντίον. Ξέρξην μὲν οὖν λέγουσι λυσσώδει τρόπῳ μῖξαι θέλοντα τὰς διεστώσας φύσεις111
305ὕδωρ πετρῶσαι καὶ θαλαττῶσαι χθόνα. καί μοι δοκεῖ τις οὗτος εὐηθέστατος, ὃς ταῖς ἀτάκτοις μεταβολαῖς τὰς οὐσίας τρέπειν νομίζων συγχύσεις εἰργάζετο, ὃς ἐκφοβῆσαι τοὺς Λάκωνας ἠρμένος,
310ὡς θαυματουργὸς τῶν ἐναντιώσεων, χερσοῖ τὰ ῥεῖθρα, ῥευματοῖ δὲ τοὺς λίθους, κυκῶν τε πάντα καὶ στρέφων κἀντιστρέφων ἔτικτεν οὐκ ἔκπληξιν ἀλλ’ ἐμπληξίαν· ὃς τῶν τεθέντων καὶ πεπηγμένων ὅρων
315ἀνθοροθετῆσαι τὰς βάσεις ἠπείγετο· ὃς πρὸς τοσαύτην ἦλθεν ἐκτροπὴν ὅτι τὸ σεπτὸν αὑτῷ καὶ φίλον καὶ πάτριον ὕδωρ ἐμαστίγωσεν, οὐκ ἔχων ὅθεν τὴν λύτταν αὑτοῦ τὴν ἀνᾴττουσαν σβέσοι.
320 καὶ ταῦτα ποίας αὐτὸν ὠθούσης βίας; ὕδωρ ὅπως τέμνοιτο χερσαίῳ δρόμῳ
καὶ γῆ περῷτο τῷ θαλαττίῳ πόρῳ, ὅπως γε θᾶττον εὐκολωτέραν τότε ὁδὸν διελθὼν τοὺς ἐναντίους φθάσοι·112
325πόνου δὲ σμικροῦ ῥᾳδίου τε πράγματος πόνους τοσούτους εἰς μάτην ἠλλάξατο. σὺ δέ, κράτιστε, μὴ ταράξας τὰς φύσεις, μηδ’ αὖ σαλεύσας τοὺς πεπηγμένους ὅρους, βαίνων ἀμόχθως καὶ βαδίζων ἠρέμα
330τοὺς σοὺς παρῆλθες εὐχερῶς ἐναντίους. οὐδεὶς δὲ λοιπὸν εὔπορος τῷ βαρβάρῳ ἐν ταῖς μερίμναις τῆς ἀνάγκης ἦν πόρος, ἀλλ’ ἐξ ἀπορίας εἰς ταπείνωσιν τότε τὸν ὄγκον ἀντέστρεψε τῆς ἐπάρσεως.
335 πῇ μὲν γὰρ αὐτὸν ἠρεθισμένη τότε γνώμη κατεῖχε, καὶ κατόπιν τοῦ σοῦ κράτους παλινδρομεῖν ἔπειθεν εἰς ἀνάρροπον, ἀλλ’ εὐλαβεῖτο τοῦ σκοποῦ τἀναντία βλέπων ἀδήλους πανταχοῦ τὰς ἐκβάσεις·
340πῇ δ’ ἐξ ἀνάγκης τὰς Κιλικίας εἰσόδους καὶ τὴν δυσάντη καὶ κατεστενωμένην
κρημνοῖς τε καὶ φάραγξι τῆς ὁδοῦ θέσιν ἀνατρέχειν ὥρμησεν· ἀλλὰ κἀνθάδε ἀνατροπὴ κατεῖχε τὴν γνώμην πάλιν.113
345 τῆς Ἀρμενίας γὰρ αὐτὸν ἡ διέξοδος ἔδακνε, μήπως ἔνθεν εἰσβαλὼν φθάσῃς καὶ πᾶσαν ἄρδην συνταράξῃς Περσίδα. καὶ πολλὰ λυττῶν τοῖς νόθοις βουλεύμασι λογισμὸν εἶχεν οὐδαμοῦ βεβηκότα,

2

(350)

ἀλλ’ ὥσπερ εὐκύλιστος ἄστατος λίθος ἐπείγεται μὲν πρὸς κατάρροπον βάθος, εἰς δ’ ἀντέρεισμα προσβαλὼν ἀνετράπη, οὕτως ὀλισθήσαντα τῶν βουλευμάτων τὰ πολλὰ τοῦδε τοῦ λίθου κυλίσματα
355ταῖς ἀστατούσαις ἐκφοραῖς ὠθούμενα γνώμαις ἀνετρέποντο ταῖς ἐναντίαις. ὅμως ὑπήχθη καὶ κατόπιν κυνὸς δίκην σειραῖς δεθέντος ἐξ ἀνάγκης εἵλκετο. εἰκῇ δὲ μοχθῶν καὶ μάτην πονούμενος
360διπλοῦς δρόμους ἤλαυνεν εἰς ὁδὸν μίαν. ἀλλ’ ὡς ἑτοίμοις καὶ προησφαλισμέναις ταῖς τακτικαῖς σου προσβαλὼν εὐτεχνίαις ἄνευρον αὑτῷ τὴν μάχην ἠπίστατο, κλοπὴν μεριμνᾷ καὶ παρεσκευάζετο
365λαβεῖν συνεργὸν τοῦ σκοποῦ τὴν εὐφρόνην· πρὸς γὰρ ἐπελεύσεις λοιπὸν εὐτρεπίζετο ζητῶν ἀφεγγῆ καιρὸν εἰς τὰ κλέμματα. ἐπεὶ δὲ τὸν φωστῆρα τὸν μεθ’ ἡμέραν τὴν νύκτα παμφαίνοντα παμφαῆ βλέπων114
370ἔλεγχον εἶχε τῆς κλοπῆς τὴν λαμπάδα, καὶ τὴν σελήνην λοιπὸν ὡς ἐναντίαν τὴν πρὶν σεβαστὴν εἶχε δυσσεβουμένην· καί που καθ’ αὑτὸν δυσφορῶν ἐπηύξατο ὁ βάρβαρος νοῦς μὴ πρὸς αὔξησιν τρέχειν
375λήγειν δὲ μᾶλλον τὴν θεὸν τῆς Περσίδος.

3

Ἔκλειψιν ἔσχεν ἡ θεὸς τῆς Περσίδος, ἔκλειψιν ἔσχε καὶ λόγῳ καὶ πράγματι. οἶμαι δέ, χαίρει Περσικῆς βλάβης χάριν φθίνουσα καὶ λήγουσα καὶ μειουμένη·
5ἀεὶ γὰρ αὐτοῖς μᾶλλον ἐκλείπειν θέλει ἤπερ προλάμπειν δυσσεβῶς τιμωμένη. ἡμᾶς δὲ λαμπὰς ἡλίου τοῦ δεσπότου
θάλπουσα καὶ νῦν ἐξανάπτει τοὺς λόγους, καὶ Φοῖβος ἡμῖν εὐσεβὴς προέρχεται115
10πάντας καθαίρων ἐκ καθαρσίου λόγου· τοῦ Λοξίου δὲ τοὺς ὅρους βδελύττεται τὰ στρεβλὰ φεύγων τῆς πλάνης αἰνίγματα. ἤδη δὲ πολλῶν ἐν μέσῳ κινουμένων τρεῖς πεντάριθμοι λοιπὸν ἦσαν ἡμέραι
15ἐν αἷς ἀπαύστως εἰς ἀγῶνας ἐκτρέχων πρὸς τὰς παρατάξεις τὸν στρατὸν συνεκρότεις. ὁ βάρβαρος δὲ καὶ γένει καὶ τῷ τρόπῳ οὐκ εἶχε τοῦ νοῦ παντελῶς τὰς ἡνίας· καὶ πολλάκις γὰρ τὴν μάχην ὑπέσχετο
20καὶ πρὸς τοσαύτην ἦλθεν αἰσχύνην, ὅτι καθ’ ἡμέραν σοι προσβαλὼν ἀνετράπη, ἄτολμα τολμῶν καὶ τρέχων ὑπόστροφα. ὄρη μὲν οὖν κατεῖχεν ὡς αἱ δορκάδες, ᾤκει τε πέτρας ὥσπερ οἱ πτῶκες φόβῳ.
25 οὐκ ἄσκοπον δὲ χρῆμα τῆς πονηρίας, καὶ τοῦτο πράττων εὐθέως ἡλίσκετο· εἰς δυσβάτους γὰρ προσκατέτρεχεν τόπους, ὅπως ἀφορμὴν εἰς ὑπέρθεσιν λάβοι
τῆς σῆς ἑτοίμων τῶν στρατευμάτων μάχης.116
30 αὐτὸς δὲ πρὸς γῆν εὐθέτως ἡπλωμένην τὸν σὸν στρατὸν προσῆγες ηὐτρεπισμένον, καί που σκοπήσας ἐξ ὄρους ὁ βάρβαρος τὴν καλλίτεχνον καὶ σοφὴν στρατηγίαν, καὶ τὴν τοσαύτην ἐκπλαγεὶς εὐταξίαν
35ἔπηξεν αὐτοῦ σὺν φόβῳ τὰ τάγματα καὶ τοῖς λίθοις ἔμεινε συλλιθούμενος. οὐκ ἔστι ταῦτα πρὸς χάριν κεχρωσμένα· ἁπλοῖ δὲ πάντως τῆς ἀληθείας λόγοι, οὓς εἰ σιωπήσαιμεν, αἱ πέτραι τάχα
40φωνὰς ἀπορρήξουσι τῶν πεπραγμένων. ἐπεὶ δὲ πολλὴν ἐξ ἔθους ὑπέρθεσιν τοῦ βαρβάρου παρεῖχεν ἡ δειλανδρία —δειλὸς γὰρ ὢν κἄτολμος, ἀνδρεῖος μόνον ἐν τῇ δοκήσει τῆς μάχης ἐφαίνετο·
45τὰς 〈δὲ〉 παρατάξεις εἶχε μὴ κινουμένας· οὕτω γὰρ ἦσαν ἱστορημέναι μόνον ὡς ζωγραφοῦσιν οἱ γραφεῖς τὰς εἰκόνας—, κἀνταῦθα τολμᾷς τῆς Ἀλεξάνδρου πλέον,
κράτιστε, γνώμης, ἀλλὰ κινδύνου δίχα.117

3

(50)

οὐχ ὥσπερ εἰς κίνδυνον οὐ θέλων τρέχειν ἀλλὰ σφαλῆναι μὴ θέλων ἀβουλίᾳ· εὐβουλίαις γὰρ ὁ στρατηγὸς ἀσφαλής, ἀλλ’ οὐχὶ τόλμαις ἐστὶν ἀσφαλέστερος. καὶ δὴ μεταξὺ τῶν στρατευμάτων τότε
55σκηνὴν ἔπηξας, εὐχερεῖς πρὸς τὴν μάχην διδοὺς ἀφορμάς· καὶ τὸ δεῖπνον ἐν μέσῳ ἕτοιμον ἦν σοι σχηματισμῷ καὶ μόνῳ· ὁ νοῦς γὰρ ὑμῶν οὐκ ἐδεσμάτων πόθον ἀλλ’ εἰς τὸ σῴζειν εἶχε τὴν ἀπληστίαν.
60 οὕτως ἐκείνων ἀσφαλῶς κατεφρόνεις ὕλας χορηγῶν καὶ τοσαύτας καὶ ξένας, ὅπως δι’ αὐτῶν ἐξανάψῃς τὴν μάχην· οὕτως ἐρεθίζων τὸν κακοῦργον, ὡς κύνα, ἔσπευδες αὐτὸν εἰς πόλεμον ὑφαρπάσαι.
65 ἀλλ’ οὐκ ἔπειθες τοῦτον ἐκτρέχειν ὅλως, οὔτε προτολμῶν οὔτε παίζων τὴν μάχην· τῇ γὰρ δοκήσει τῇ παρημελημένῃ ἡ σὴ καταφρόνησις, ὡς οἶμαι, πλέον τοὺς βαρβάρους ἔβαλλεν εἰς ἀγωνίαν.
70 ἐντεῦθεν οὐδεὶς εὐχερῶς μετήρχετο ἢ τῶν καθ’ αὑτὸν ἐξεπήδα ταγμάτων·
πάντες γὰρ ἦσαν ὥσπερ ἐστηλωμένοι· σκηνῆς δὲ τῆς σῆς ἡ ξένη θεωρία τοῖς βαρβάροις μὲν φραγμὸς ἀντεκτίζετο,118
75τεῖχος δὲ τοῖς σοῖς οἰκέταις καθίστατο. μίαν γὰρ ἡ τρέχουσα πανταχοῦ δίκη τοῖς ἀλλοφύλοις οὐ παρῆκεν ἡμέραν, ἀλλ’ ἐξέχοντα βαρβάρων σκηνώματα ἔπιπτον ἄρδην. συμπλοκὴ γὰρ πολλάκις
80τῷ πλησιάζειν ἐκ μέρους ἐγίνετο· ὅμως ἕκαστον τῶν ἀριστέων τότε μόνος παρεσκεύαζες εἰς προθυμίαν, ἀεὶ προπηδῶν εὐσθενῶς ἐν ταῖς μάχαις καὶ τόξον ἕλκων καὶ προτείνων ἀσπίδα
85καὶ πάντα πράττων ἀνθ’ ὅλων πρὸ τῶν ὅλων, δι’ ὧν ἕκαστος εὐθὺς ἠρεθίζετο κίνδυνον εὑρεῖν μᾶλλον ἢ τοῦ δεσπότου πονοῦντος οὕτω μὴ μετασχεῖν τοῦ πόνου. καὶ πᾶς τις ὢν ἄτολμος εἰς ὑμᾶς βλέπων
90τὸν νοῦν μετεσκεύαζεν εἰς εὐτολμίαν· φέρειν γὰρ οἶδεν ἔργον εἰς εὐπραξίαν,
ὅτε πρὸ πάντων δεσπότης ὁπλίζεται. καί πού τις εἶπε προσλαλῶν τῷ συμμάχῳ· «φεῦ τῆς ἀνάγκης· ὁ βασιλεὺς καὶ δεσπότης119
95ὡς εἷς ἀφ’ ἡμῶν πρὸς μάχην ὁπλίζεται —καὶ νῦν σιδηροῦς ἀντὶ πορφύρας χιτὼν σφίγγει τὰ νῶτα καὶ βαρεῖ τὸν αὐχένα, κόνις δὲ πολλὴ συμπλακεῖσα τῇ κόμῃ μορφὴν τοσαύτης συγκαλύπτει τέρψεως—·

3

(100)

τὸν καυστικὸν δὲ τοῦτον ἥλιον στέγει ἱδρῶτι θερμῷ πανταχοῦ βεβρεγμένος ὃν ἐξ ἀνάγκης τῶν μελῶν ἐσφιγμένων πόνος βίαιος ἐκφέρει τοῦ σώματος.» ὡς εἶπεν, ἐστέναξεν ἐκ βάθους μέγα
105καὶ συγκατέρρει τῷ λόγῳ τὰ δάκρυα. ὁ δὲ πρὸς αὐτὸν εὐθὺς ἀντεφθέγξατο· «ἀλλ’ οὐ τοσοῦτον τὴν ἐμὴν πλήττει φρένα τὸ δυσπαθοῦντα νῦν ὁρᾶν τὸν δεσπότην, ὅσον με ποιεῖ τοῦτο θαυμάζειν, ὅτι
110πρὸς τὰς ἀνάγκας ἡδέως ἐπείγεται, καὶ τέρψιν εἶναι τοὺς πόνους λογίζεται. κρατῶν γὰρ αἰχμὴν ὡραΐζεται πλέον ἤπερ κρατῶν τὰ σκῆπτρα τῆς ἐξουσίας· φέρει δὲ ταύτην εὐμαρῶς τὴν ἀσπίδα
115ἥδιστα μᾶλλον, ὡς βλέπω, τοῦ στέμματος· καὶ πρὶν δι’ ἡμᾶς τοὺς φόνους κατασβέσας πάλιν δι’ ἡμᾶς πρὸς φόνους ὁπλίζεται. καὶ νῦν μελαμπέδιλον ἐκτείνων πόδα τοῖς μὴ πρέπουσίν ἐστιν εὐπρεπέστερος120
120καὶ τοῖς πενιχροῖς τιμιώτερος μένει· βάψαι γὰρ αὐτὸν τῇ ξένῃ βαφῇ θέλει ποιῶν ἐρυθρὸν Περσικῶν ἐξ αἱμάτων. ποίας λιθώδεις οὐ μαλάττει καρδίας; ποίας ἀτόλμους οὐ παροξύνει φρένας;
125πείθει τε ῥᾷστα πάντα κίνδυνον φέρειν, ὃς οὔτε μητρὸς τῇ φιλοστόργῳ φύσει οὔτ’ αὖ τοσοῦτον τοῖς τέκνοις ἀνθέλκεται ὅσον πρὸς ἡμᾶς ἐκπυροῦται τῇ σχέσει.» ταῦτα προσειπὼν καὶ στενάξας ὀργίλον
130σὺν τῷ στεναγμῷ τοὺς φόνους εἰργάζετο. τούτοις, κράτιστε, καὶ συνήσθην εἰκότως καλῶς φρονοῦσι, καὶ συνήλγησα πλέον τῇ ταυτότητι συγχυθεὶς τῶν δακρύων· καὶ τὴν χαρὰν γὰρ πολλάκις χαρὰ τρέφει
135καὶ δάκρυσίν τις ἐξεγείρει δάκρυα·
ἡμῖν μὲν οὕτως ἦν ἄλυπα δάκρυα. πλὴν οὐ προσήκει συγκαλύψαι τῷ λόγῳ τὸ Περσικὸν κάλυμμα τῆς πανουργίας. οἶδεν γὰρ αὐτοὺς ἡ διδάσκαλος πλάνη121
140καὶ συμμαχοῦντας δεικνύειν ἀγνώμονας· τὸ σύντροφον γὰρ τῆς κακουργίας ἔθος ἀεὶ παρ’ αὐτοῖς εἰς νόμον μεθίσταται. ἐρῶ δὲ πᾶσαν τοῦ σκοποῦ τὴν αἰτίαν· καὶ γάρ τις αὐτῶν εἰς τὸν ἔμπροσθεν χρόνον
145προσαυτομολήσας τῷ στρατῷ σου βάρβαρος —ὅμως δὲ Πέρσης (καὶ τὸ πᾶν διαγράφω) ἔδοξεν εἶναι πιστὸς ἐξ ἀπιστίας καὶ λοιπὸν ἡμῖν συμμαχεῖν ἠπειγμένος—, ἐν τῷ στρατῷ σου προσφόρως ἐτάττετο.

3

(150)

ἤδη δὲ τούτῳ τεττάρων τε καὶ δέκα ὑπῆρχε κύκλος ἡμερῶν πληρουμένων, ὅτε πρὸς αὐτοὺς δυστυχῶς τοὺς βαρβάρους παλινδρομήσας ἀστάτοις βαδίσμασι ῥίψασπις ὥσπερ εὑρέθη τὸ δεύτερον·
155οὐκ ἀσκόπως δὲ τοῦτο πράττων ἐσφάλη. οἱ γὰρ φθάσαντες τῆς ἀτολμίας χρόνοι ἔπειθον αὐτὸν ὡς πάλιν τὰ Περσίδος
ἐπικρατήσει τῆς μάχης στρατεύματα. ἀλλ’ οὐδὲν αὐτὸν ὠφέλησαν ἐν μέσῳ122
160τὰ λοξὰ ταῦτα τοῦ δόλου βουλεύματα. τῆς καρδίας γὰρ ἀστάτως κινουμένης συναστατούσας εἶχε καὶ τὰς ἐλπίδας· ἐναντίας δὲ πανταχοῦ τὰς ἐκβάσεις, καὶ τοῖς λογισμοῖς εἶχε συμπλανωμένας.
165 τὴν γὰρ κρατοῦσαν συμφορὰν τῶν βαρβάρων καὶ τὴν ἐν αὐτοῖς ἐκπλαγεὶς ἀτολμίαν βλέπων τε πικρὰς ἐλπίδας παρ’ ἐλπίδα, πάλιν πρὸς ἡμᾶς ἀντανήρχετο δρόμῳ, καὶ μὴ φυλάξας τὸν λόγον, τὸν σὸν λόγον
170ἕτοιμον εὑρών, ὀξέως ἐσῴζετο· οὕτως ἅπαντας καὶ τρέχοντας προσδέχῃ καὶ μὴ τρέχοντας εἰς τὸ σῴζειν ἐκδέχῃ. ἐκεῖνος ἡμῖν πᾶσαν ἠκριβωμένως τῶν βαρβάρων ἐξεῖπε τὴν ἀτολμίαν,
175καί που σὺν αὐτοῖς τοῖς λόγοις ἐπηύξατο οὕτω διὰ τέλους τοὺς ἐναντίους βλέπειν ὥς εἰσιν ἄρτι πάντες ἐπτοημένοι. ὁ βάρβαρος δὲ πανταχοῦ κλονούμενος δεινόν τι τολμᾶν ἐκ βίας βουλεύεται·
180οἶδεν γὰρ ὡς τὰ πολλὰ καὶ περίστασις τὰ δεινὰ τίκτειν ἐκ δέους βουλεύματα. καὶ δὴ κατ’ αὐτὸν τῆς ἀνάγκης τὸν χρόνον, ὥραν φυλάξας, ὡς ἔδοξεν, εὔθετον, ὅτε προκύψας ἐκ βάθους ἑωσφόρος123
185πρόεισι λαμπρὸς ἄγγελος τῆς ἡμέρας, εἰς τρεῖς μὲν ἱστᾷ τὸν στρατὸν διαιρέσεις ἀντιπρόσωπα τῷ δοκεῖν τὰ τάγματα ταῖς σαῖς φάλαγξι σὺν δόλῳ ποιούμενος, τὴν ἐκλογὴν δὲ τοῦ στρατοῦ συναρμόσας
190ἔκρυψεν αὐτοὺς τῶν φαράγγων ἐν μέσῳ, ὅπως ἐκείνων ἐκραγέντων ἐκ βάθους ἀπροσδοκήτως καὶ παρ’ ἐλπίδας φόβῳ μέρος τι τῶν σῶν συνταράξῃ ταγμάτων. τῶν γὰρ φθασάντων τῆς ἀτολμίας χρόνων
195εἰθισμένη τις ἐλπὶς αὐτὸν ἠπάτα, ὡς εἴπερ ἕν τι σοῦ στρατοῦ λυθῇ μέρος, τροπῆς ὄλισθος εἰς τὸ πᾶν διαδράμοι. ἀλλ’ οὐκ ἀνευτρέπιστος ἀνθωπλίζετο τῆς σῆς ἑτοιμότητος ἡ στρατηγία.

3

(200)

πρὶν ἢ γὰρ ἡ νὺξ τὴν μέσην τομὴν λάβοι, πάντας μὲν αὐτοῦ τοὺς κεκρυμμένους δόλους ταῖς σαῖς μερίμναις ἐξ ἔθους ἠπίστασο,
τάξας δὲ θείως τὸν στρατὸν καὶ ῥυθμίσας πρὸς τὴν μάχην ἐξῆγες αὐτός, ἡνίκα124
205τὸ φῶς ἀνίσχων τοὺς ἐναντίους πάλιν ὁ σεπτὸς αὐτοῖς ἐσκότιζεν ἥλιος. καὶ δὴ προπέμπεις εὐαρίθμητον μέρος τοῦ σοῦ στρατοῦ, κράτιστε, τούτους ὁπλίσας οὐ τοῖς ὅπλοις τοσοῦτον ὡς εὐβουλίαις.
210 ἐπεὶ γὰρ ἐξήλαυνον ὥσπερ εἰς μάχην, τὸν πλαστὸν αὖθις σχηματίζονται φόβον ἐψευσμένως φεύγοντες. οἱ δὲ βάρβαροι, τῆς ἐκλογῆς ἐκεῖνο τὸ στερρὸν νέφος, ἐκ τῶν ἀδήλων ἐκπεσόντες αὐλάκων
215ἤλαυνον αὐτοὺς τῷ δοκεῖν πεφευγότας. αὐτὸς δὲ τούτοις ἀντεπεξάγεις τάχος τοὺς σοὺς ἀρίστους, καὶ παρ’ ἐλπίδας τότε ἀπροσδοκήτῳ προσραγέντες συντάσει τὰ νῶτα τοῖς σοῖς οἰκέταις ἀπέστρεφον.
220 ὦ νοῦς διαρκὴς καὶ τομωτάτη φύσις καὶ πῦρ λογισμῶν ἐν βάθει διατρέχον· ὅμως τὸ πῦρ μὲν καὶ μελαίνει καὶ φλέγει, ὁ σὸς δὲ νοῦς, κράτιστε, λευκαίνει τὸ πᾶν
θάλπει τε πάντας τῇ πυρώσει μὴ φλέγων.125
225 ὁ βάρβαρος δὲ τὸν κεκρυμμένον δόλον εὑρὼν ἑαυτῷ βόθρον ἐκ τοὐναντίου, ὅλους προπηδᾶν τοῖς τραπεῖσι συμμάχους ἐκ τῶν ἑαυτοῦ ταγμάτων ἐπέτρεπεν· ἐπεὶ δὲ καὐτοὺς εἶδεν ἐπτοημένους
230καὶ συντόμως πίπτοντας ἀσχέτῳ φόβῳ, πρῶτον μὲν αὑτοῦ δυσσεβεῖ τοὺς προστάτας καὶ θᾶττον ἠτίμωσε τοὺς τιμωμένους ὕδωρ κενώσας καὶ τὸ πῦρ κατασβέσας. καπνοῦ δὲ πολλὰς συγχύσεις ποιούμενος
235κλέπτει τὸ φεύγειν καὶ σχεδιάζει τὸν γνόφον, καὶ νύκτα ποιεῖ καινοτομῶν τὴν ἡμέραν· εὑρών τε κρημνοὺς καὶ στενὰς διεξόδους λοξάς τε πετρῶν ἐξοχὰς καὶ δυσβάτους, ὠθεῖ καλύψας τῷ γνόφῳ τὰ τάγματα
240καὶ τὰς ἐκείνων δυστυχεῖς συνοικίας πρὸς ἄκρον ὕψος καὶ κατάρροπον βάθος. ἐντεῦθεν αὐτοῖς συμφορῶν πολυτρόπων συμπτωμάτων τε καὶ φόνων καὶ κλασμάτων κίνδυνος ηὐτρέπιστο συντριβῆς γέμων.
245καί πού τις αὐτῶν ἐξ ἀνάγκης ηὔξατο
ἐλθεῖν καθ’ αὑτοῦ συντομώτερον ξίφος· ἄλλος δὲ νώτοις ἱππικοῖς ἐφιζάνων μετέωρος ἤρθη τῇ βίᾳ τοῦ σφίγματος· πολλοῖς δὲ τεῖχος τὰς καμηλείους τότε126

3

(250)

πλευρὰς κατεσκεύαζεν ἡ περίστασις· κρημνούς τε πάντες ἀγρίων αἰγῶν δίκην φυγῆς ἀνεξίχνευον ἐκπηδήματα. ἡ σὴ δὲ πᾶσα τοῦ στρατοῦ συνοικία βλέποντες εὐφραίνοντο τῇ θείᾳ κρίσει
255τὰ τῆς παραδόξου θαύματα στρατηγίας· βολὴ γὰρ οὐκ ἦν ἐπτερωμένου βέλους ἐν τῇ μεταξὺ τῶν στρατῶν διαστάσει, καὶ πᾶς τις ἡμῶν εὐκόλως ἀπέβλεπε πρὸς τὰς ἐπάλξεις τῶν φαράγγων τὰς νόθους,
260ἐν αἷς τὸ πλῆθος ἐκχυθέντων βαρβάρων πυκνῶς ἐνεστρέφοντο μὴ κινούμενοι. ἀλλ’ οἱ μὲν ἦσαν ἐν τοσαύτῃ φροντίδων ζάλῃ διαρρέοντες ὡς τὰ κύματα, ἃ ταῖς ἑαυτῶν ἐκδρομαῖς ὠθούμενα
265τὰ μὲν πρὸς ὕψος ἐκ βάθους ἀνέρχεται, τὰ δὲ προπίπτει καὶ πάλιν κοιλαίνεται· οὕτως ἐκείνων τῶν ἀτάκτων ταγμάτων ἐν τοῖς ἀνύδροις κυματουμένων λίθοις, τὰ μὲν πρὸς ὕψος ἐκ βάθους ἀνήρχετο,
270τὰ δὲ πρὸς αὐτὰ τῶν κάτω τὰ τέρματα
πίπτοντα πυκνὰς συγχύσεις εἰργάζετο. οὕτως ἕκαστος ἀφρόνως ἐδυστύχει, ὁ δὲ προπίπτων ἦν ἐπίφθονος μόνον· πᾶς γὰρ παρ’ αὐτοῖς εὐτυχὴς ἐκρίνετο127
275ὃς πρὸς τὸ θνῄσκειν εὑρέθη τομώτερος. ἡμῖν δὲ πᾶσα καὶ γαλήνη καὶ χάρις, τέρψις δὲ μᾶλλον ἢ φόβος προσήρχετο· καὶ πᾶς πρὸς ὕψος τῷ Θεῷ τῶν κτισμάτων τὰς χεῖρας ἐξέτεινε σὺν τῇ καρδίᾳ
280καὶ τῷ στρατηγῷ συντόνως ἐπηύχετο. πάντες γὰρ οἱ πρὶν μηδὲ Περσικὴν κόνιν ἰδεῖν στέγοντες οὐδὲ τὰς σκηνὰς τότε καθεῖλον, ἀλλ’ ἕκαστος ἣν εἶχε σκέπην οὕτως ἀφῆκεν ὥσπερ ἦν πεπηγμένη·
285τοὺς βαρβάρους δὲ πάντας ἐκλόνει φόβος, ἐντεῦθεν οὔτε φόρτον ἐκ κτήνους τότε καθεῖλεν οὐδείς, οὔτε μὴν τὴν γαστέρα τροφῆς ἀνεπλήρωσεν, οὔτε τις γόνυ κλίνας ἐλαφροὺς τοὺς πόνους εἰργάζετο,
290ἀλλ’ εἰς παρεξόδους τε καὶ πλανωμένας τρίβους ἑαυτοὺς ἐμβαλόντες ἐν φόβῳ
ἔκριναν εἶναι τὴν φυγὴν σωτηρίαν. οὕτω τὰ πολλὰ καὶ ξένα γνωρίσματα πρὸς τοὺς φθάσαντας ἀντιμετρήσας χρόνους128
295θείαν ἀπηκρίβωσε τὴν στρατηγίαν. τίς γὰρ τὸ Περσῶν δυσμαχώτατον γένος ἤλπιζε δοῦναι νῶτα Ῥωμαίων ξίφει; τίς ἐν τοσαύταις συμφορῶν τρικυμίαις ἤλπιζεν εὑρεῖν καὶ γαλήνην ἐν μέσῳ;

3

(300)

τίς ἐν τοσαύτῃ τῶν ἀναγκαίων σπάνει τροφῆς μετασχεῖν τὰς πόλεις ἐπείθετο, εἰ μὴ δι’ ὑμῶν τοὺς ἀλάστορας πάλιν ἐκ τῆς καθ’ ἡμᾶς γείτονος παροικίας μακρὰν ὁ πάντων ἤλασε Ζυγοστάτης;
305 ἀλλ’ ὡς τοσαύτῃ συγχύσει μεμιγμένοι ἀπεῖπον ἤδη τὴν μάχην οἱ βάρβαροι, σὺ μέν, κράτιστε—καὶ γὰρ ἤθελες μένειν τῶν σῶν λογισμῶν πρὸς πόνους πυρουμένων—, πολλὰς ἀφορμὰς εὐλόγους ἀνεπλάσω
310θέλων συνεῖναι τῷ στρατῷ καὶ συντρέχειν· ἐπεὶ δὲ καὐτὰ τὰ πρὸς ἑσπέραν γένη ἄσπονδον εἶχεν ἐξ ἔθους ὑποψίαν,
αὖθίς τε καινῶν φροντίδων κινουμένων τῆς σῆς ἔχρῃζεν ἡ Πόλις παρουσίας,129
315ὁ δὲ στρατός σου τοῦτο πράττειν εἰς δέον ἐδεῖτο πολλὰ καὶ θέλων καὶ δακρύων —καὶ τῇ Πόλει γὰρ συμπαθεῖν ἠπείγετο καὶ σοῦ στερεῖσθαι ζημίαν ὡρίζετο—, πείθει τὸ λοιπόν· οὐ γὰρ οὕτως εὐκόλως
320λαβεῖν τι τερπνὸν ἄλλος εὐτρεπίζεται, ὡς θᾶττον αὐτὸς εὐτρεπίζῃ πρὸς πόνους. οἷος δὲ πιστὸς ἀρχιποίμενος τρόπος —ἐκ τῶν πονηρῶν ἁρπάγων τε θηρίων κυκλωθὲν αὑτοῦ προσβλέπων τὸ ποίμνιον
325ἀμηχανεῖ μὲν πῇ τραπῇ πρὸς τὴν μάχην, ὅμως δὲ κάμνει πανταχοῦ διατρέχων, εἴ πως παρ’ αὐτῶν ἁρπάσοι τὸ ποίμνιον—, οὕτω τὸ πιστὸν τῆς λογικῆς ποίμνης γένος ἀμηχανεῖς μὲν προσβλέπων ἑκάστοτε
330ἐκ τῶν ἀπίστων θηρίων κυκλούμενον, ὅμως δὲ κάμνεις καὶ περιτρέχεις ἀεὶ ἐκεῖθεν ἔνθεν πανταχοῦ πονούμενος, βάλλων, διώκων, ἐκτρέχων, ὑποστρέφων, εἴ πως ἑαυτὸν ἀντίλυτρον εἰσάγων
335ἐλευθερώσεις αἱμάτων τὸ ποίμνιον.
ὅθεν τυπώσας πάντα σώφρονι τρόπῳ καὶ τῷ στρατηγῷ τὸν στρατὸν συναρμόσας καὶ τῷ Θεῷ δοὺς τὰς ἐπ’ αὐτοῖς ἐλπίδας, πάλιν πρὸς αὐτὴν τὴν Πόλιν σου συντόνως130
340τοσαῦτα πράξας καὶ κατορθώσας τρέχεις. οὐ γὰρ μονήρεις τοὺς ἀγῶνας τῆς μάχης, ψυχὴν δὲ τὴν σὴν συγκατώρθωσας πλέον· αὐτὸς γὰρ ἡμῖν ἐξαριθμῶν πολλάκις τοῦ σοῦ βίου τὸ μέτρον, ἐτράνους ὅτι
345«βιοὺς χρόνον τοσοῦτον ἐν ῥαθυμίᾳ ἔζησα ταύτας τῷ Θεῷ τὰς ἡμέρας». καὶ τοῦτο δῆλον· οὐδὲ γὰρ καλύμματι ψεύδους προσήκει τὴν ἀλήθειαν σκέπειν. νῦν γὰρ τὰ Περσῶν τῆς πλάνης μυστήρια

3

(350)

γυμνὰ πρόεισιν· ἄρτι τῆς κεκρυμμένης ὕδρας παρ’ αὐτοῖς ἡ πολυκέφαλος πλάνη ἕνα προτείνειν ἀξιοῖ τὸν αὐχένα, ὃν νῦν βλέποντες εἰς ἄγαν θαυμάζομεν Ἡρακλέος τυχόντα καὶ σεσωσμένον.
355 οἶμαι δέ, καὐτὸν αἰχμάλωτον ἐν τάχει ὄψει δεθέντα τὸν δράκοντα Χοσρόην· εἰ μὴ λάβοι τις τῆς δίκης ὑπουργίαν ὡς εἴπερ ὑμῖν ἐκδοθῇ, τὰς ἀξίας
λάθοι παρελθὼν ἐν βραχεῖ τιμωρίας.131
360 καί μοι λογισμῶν πολλάκις κινουμένων αὐτὸς κατ’ ἐμαυτὸν συλλαβὼν ἔφην τάδε· εἰ τὰς ἐν ἄστροις ὁ Πτολεμαῖος ἐκβάσεις καὶ πρὸς τὸ μέλλον εἶχεν ἠκριβωμένας, πῶς οὐ προεξήγγειλεν οἷον ἡ φύσις
365ἐπ’ ἐσχάτων μέλλει σε φωσφόρον βλέπειν; ἀλλ’ εἴπερ ἦν ἐκεῖνος εἰκότως ἄρα τῆς γῆς ὑπερβαίνοντα τοὺς ὅρους βλέπων, ὕμνει σὲ μᾶλλον τοῖς μεταρσίοις λόγοις· τῆς ἐκδρομῆς δέ, καὶ πλέον τῶν ἀστέρων,
370ἐν σοὶ τὰ πολλὰ προσβλέπων κινήματα, τὴν σὴν ἀεικίνητον ὕμνησε φρένα, ἄλλον νεουργηθέντα τοῖς κάτω πόλον τὸν νοῦν τὸν ἐν σοὶ τῷ ξένῳ μαθὼν λόγῳ. ταῦτα, στρατηγὲ τῶν σοφῶν βουλευμάτων,
375ἐν ταῖς ἀκάνθαις τῆς μάχης πεπλεγμένα εὑρὼν τὰ θεῖα τῶν πόνων τῶν σῶν ῥόδα, ἄνθη τε πολλὰ ψυχικῶν ἀρωμάτων τῶν σῶν λογισμῶν συναγαγὼν τὰ σπέρματα, σοὶ τόνδε πλεκτὸν στέφανον ἐξ ἀκηράτου
380λειμῶνος ἄρτι τῆς ἀληθείας φέρω. ὅμως δὲ μικρῷ καὶ βραδυδρόμῳ σκάφει
τὴν σὴν θάλατταν ἐκπερᾶν εἰθισμένος ἥμαρτον οὐδὲν μὴ διαπλεύσας ὅλην· ὅρος γὰρ εἰς ἄπειρον οὐχ ὁρίζεται.132
385 ἀλλ’, ὦ Στρατηγὲ τῶν ἄνω καὶ τῶν κάτω —τῷ γὰρ λόγῳ σου πᾶς ὑφίσταται λόγος καὶ πάντα τῷ σῷ συντρέχει θελήματι· σὺ τὴν ἄβυσσον ἀσφαλίζῃ τῷ κράτει, ποιεῖς δὲ τὴν γῆν ἐν μέσῳ μετάρσιον·
390τοὺς οὐρανοὺς δὲ πάντας ἁψῖδος δίκην τῷ σῷ κατειλεῖς, ὡς θέλεις, προστάγματι· σοὶ πᾶσα δούλη τῶν ὁρωμένων φύσις καὶ τῶν ὑπὲρ νοῦν πᾶσα σύνδουλος κτίσις—, αὐτός, κράτιστε τῶν ὅλων παντοκράτορ
395καὶ τῶν καθ’ ἡμᾶς πραγμάτων διαιρέτα —καὶ γὰρ διαιρεῖς πᾶσιν, ὡς θέλεις, μόνος τὰς σὰς ἐνεργεῖς τῶν χαρισμάτων δόσεις—, τὰς εἰς σὲ συμπλήρωσον ἡμῶν ἐλπίδας· ἐν σοὶ γὰρ οὐκ ἔνεστιν ἐλλιπὴς χάρις·

3

(400)

ἴθυνον αὐτὸς τὸν σόν, ὡς ἐπίστασαι, ὑποστράτηγον πάντα πράττειν, ὡς θέλεις· ποίησον αὐτὸν πιστὸν ἀσπιδηφόρον τῶν εὐσεβῶν σου πανταχοῦ προσταγμάτων. σὺ δεῖξον αὐτὸν τοῖς ἐναντίοις φόβον,
405καὶ πᾶς τις ἀλλόφυλος εἰς αἷμα τρέχων τούτῳ προκάμψει σὺν τρόμῳ τὸν αὐχένα· ποίησον αὐτῷ τῶν φθασάντων πταισμάτων
ἱδρῶτας, οὓς ἔσταξεν, εἰς καθάρσιον· λάβοι κατ’ ἐχθρῶν διττὰ νικητήρια,133
410στήσοι τρόπαια καὶ παθῶν καὶ βαρβάρων· πλήρωσον αὐτόν, ὡς ἐπίστασαι μόνος, τῆς εἰς σὲ θερμότητος, ὡς τὸν Ἠλίαν, ὃς ἐκπυρώσας πρὸς σὲ νοῦν καὶ καρδίαν πυρὶ πρὸς ὕψος εἰκότως ἡρπάζετο·
415καὶ δεῖξον αὐτὸν πᾶσι Μωσέα νέον ἐν τῇ κατ’ ἐχθρῶν εὐσεβεῖ πανοπλίᾳ τὸν σταυρὸν ἐκτείνοντα τῶν χειρῶν πλέον, Μωσῆν ἐκεῖνον ὃς βάτον καὶ πῦρ βλέπων τὴν σὴν ἀπηκρίβωσεν ἐν βάτῳ φλόγα
420καὶ τὴν βάτον μένουσαν οὐ πεφλεγμένην· Μωσῆν ὃς ὤφθη σαρκὶ σοὶ μόνῳ μόνος καὶ σαρκικῇ σε προ〈σ〉βλέπει θεωρίᾳ τάχα προδεικνὺς καὶ Θεὸν σαρκούμενον· κἀντεῦθεν, οἶμαι, συλλαλεῖ σοι καὶ τότε,
425ᾧ συλλαλεῖν ἔμελλε καὶ σαρκουμένῳ. τοιοῦτον αὐτὸν καὶ τροπαιοῦχον μέγαν καὶ σὸν στρατηγόν, ὡς θέλεις, διάπλασον. συνευλόγησον τῷ σπορεῖ τὰ σπέρματα καὶ δὸς τὸ θεῖον τοῦδε τοῦ σπόρου γένος
430κρατεῖν τὰ Ῥώμης εἰς τέλος γεώργια. τύπωσον αὐτοῖς πατρικῶν μορφωμάτων τὰς εὐπροσώπους ὡς ἀληθῶς εἰκόνας, ὅπως ἔσοιντο πατρὸς εἰκονίσματα, κάτοπτρα πιστὰ πατρικῶν γνωρισμάτων,134
435τὸν νοῦν τέλειοι, τοὺς τρόπους ἐλεύθεροι, πραεῖς τὸ πνεῦμα, συμπαθεῖς τὴν καρδίαν, ἡμῖν προσηνεῖς καὶ κατ’ ἐχθρῶν ὀργίλοι, ἐχθρῶν σεβόντων τοὺς θεοὺς τοὺς προσφάτους, χεῖρας νέμοντες εὐσεβῶς ἡπλωμένας,
440ἐσταλμένας δὲ πρὸς τὸ λῆμμα τῆς πλάνης, πόδας πρὸς αἷμα μηδαμῶς κινουμένους, εἰς δ’ αὖ τὸ σῴζειν πανταχοῦ ταχυδρόμους. φύλαξον αὐτῶν τὰς νοητὰς εἰσόδους καὶ δυσβάτους ποίησον αὐτὰς τῷ φθόνῳ,
445ὃς τῇ καθ’ ἡμᾶς ἀντιπίπτων οὐσίᾳ εἴδους μέν ἐστι καὶ γένους ἀλλότριος, ὅλως δὲ μηδὲν εἰς ὑπόστασιν φέρων δάκνειν νομίζει τὴν ὅλων ὑπόστασιν, φίλους διαιρῶν καὶ μερίζων τὴν σχέσιν,

3

(450)

ἔχθραις ἀδελφῶν τοὺς ἀδελφοὺς συμπλέκων καὶ τὴν ἀδελφὴν ἐκτρέφων ὑπόκρισιν. ὡς Σκύλλα καὶ Χάρυβδις ἠγριωμένη ἐν τῇ θαλάττῃ τοῦ βίου περιτρέχει, καὶ τοῖς ὀδοῦσιν οὐκ Ὀδυσσέως μόνον,
455πάσης δὲ σαρκὸς ἀγρίως καθάπτεται. φύλαττε, Χριστέ, τοῦ βασιλέως 〈τοὺσ〉 κλάδους ἐκ τῆς τοσαύτης τοῦ φθόνου κακουργίας, φρούρησον αὐτοὺς τῇ μετ’ εἰρήνης σκέπῃ μνήμην ἔχοντας πατρικῶν διδαγμάτων,135
460μνήμην διαρκῆ, καίγε καὶ πλείστης ὅτε
χρῄζουσιν αὐτῆς εἰς δέον τὰ πράγματα.136