TLG 2695 002 :: VITAE ARISTOTELIS :: Vita vulgata (post epitomen Ptolemaeeae vitae) VITAE ARISTOTELIS Biogr. Cf. et ARISTOTELES Phil. (0086) Vita vulgata (post epitomen Ptolemaeeae vitae) Citation: Section — (line) | ||
t | ΓΕΝΟΣ ΑΡΙΣΤΟΤΕΛΟΥΣ | |
1 | Ὁ Ἀριστοτέλης τὸ μὲν γένος ἦν Μακεδών, πόλεως δὲ Σταγείρων, υἱὸς Νικομάχου, ἰατροῦ Ἀμύντα τοῦ τῶν Μακεδόνων βασιλέως· ὅθεν καὶ τὸν ἴδιον υἱὸν Νικόμαχον προσηγόρευσε, μνήμης ἕνεκα τοῦ οἰκείου πατρός, πρὸς ὃν καὶ τὰ Νικομάχεια ἔγραψεν· μητρὸς δ’ ἦν Φαιστίδος· | |
5 | ἀμφότεροι δ’ οὗτοι ὅ τε Νικόμαχος καὶ ἡ Φαιστὶς τὸ γένος εἶχον ἀπὸ Ἀσκληπιοῦ. μαρτυρεῖ δὲ τούτοις τὸ εἰς τὸν Ἀριστοτέλην εἰρημένον ἐπίγραμμα τοῦτον ἔχον τὸν τρόπον· Φαιστίδος ἦν μητρὸς καὶ Νικομάχου γενετῆρος τῶν Ἀσκληπιαδῶν δῖος Ἀριστοτέλης. | |
---|---|---|
2 | μετὰ δὲ τὴν τελευτὴν τοῦ Νικομάχου καὶ τῆς Φαιστίδος ἀνάγεται ὁ Ἀριστοτέλης παρά τινι Προξένῳ Ἀταρνεῖ, οὗ καὶ τῆς τροφῆς διαμεμ‐ νημένος ὁ Ἀριστοτέλης οὐ μόνον τὸν τούτου υἱὸν Νικάνορα ἀνέθρεψε | |
καὶ πᾶσαν παιδείαν ἐπαίδευσεν ἀλλὰ καὶ υἱὸν αὐτὸν ᾠκειοποιήσατο καὶ | 131 | |
5 | τελευτῶν γ’ ἐν ταῖς ἰδίαις διαθήκαις ἐπέτρεψε τὴν ἑαυτοῦ θυγατέρα Πυθιάδα δοῦναι γαμετὴν τῷ Νικάνορι. | |
3 | Ὁ μὲν οὖν Ἀριστοτέλης ἔτι νέος ὢν τὴν τῶν ἐλευθέρων παιδείαν ἐπαιδεύετο, ὡς δηλοῖ τὰ γεγραμμένα αὐτῷ περὶ ποιητῶν καὶ πρὸς ποιητάς, ἔτι μέντοι τὰ Ὁμήρου προβλήματα καὶ αἱ ῥητορικαὶ τέχναι. | |
4 | Ἑπτακαίδεκα δ’ ἐτῶν γενόμενος καὶ τῆς Πυθίας κελευούσης αὐτῷ φιλοσοφεῖν στέλλεται ἐν Ἀθήναις, ἔνθα φοιτᾷ Σωκράτει καὶ σύνεστι τούτῳ ἔτη τρία. τελευτήσαντος δὲ τοῦ Σωκράτους φοιτᾷ Πλάτωνι καὶ τούτῳ σύνεστιν ἔτη εἴκοσι. | |
5 | καὶ τοσαύτην ἤσκησεν ἐπιμέλειαν ὥστε τὸν Πλάτωνα τὸν οἶκον τοῦ Ἀριστοτέλους οἶκον ἀναγνώστου καλεῖν. | |
6 | οὐ γὰρ ἔτι ζῶντος Πλάτωνος ἀντῳκοδόμησεν αὐτῷ τὸ Λύκειον ὁ Ἀριστοτέλης, ὥς τινες ὑπολαμβάνουσι. πῶς γὰρ ἠδύνατο, μέγα τότε δυναμένων Χαβρίου τε καὶ Τιμοθέου τῶν ἐν Ἀθήναις στρατηγῶν καὶ τῷ γένει προσηκόντων τῷ Πλάτωνι; | |
7 | Πειρῶνται γάρ τινες λέγειν ὅτι ἔτι ζῶντος Πλάτωνος ἀντῳκο‐ δόμησεν αὐτῷ τὸ Λύκειον ὁ Ἀριστοτέλης, ἐκ τοῦ ἐν πολλοῖς ἀντιλέγειν τῷ Πλάτωνι· | |
8 | πρὸς οὓς ῥητέον ὅτι οὐχ ἁπλῶς ἀντιλέγει τῷ Πλάτωνι ἀλλὰ τοῖς μὴ νοήσασι τὰ τοῦ Πλάτωνος. εἰ δὲ καὶ αὐτῷ τῷ Πλάτωνι ἀντιλέγει, οὐδὲν ἄτοπον· καὶ ἐν τούτοις γὰρ τὰ τοῦ Πλάτωνος φρονεῖ. | |
9 | αὐτοῦ γάρ ἐστι λόγος ὅτι μᾶλλον δεῖ τῆς ἀληθείας φροντίζειν ἤπερ ἄλλου τινός. ἀμέλει καὶ ἐπὶ λέξεώς φησι ταυτί· “φίλος μὲν Σωκράτης, ἀλλὰ μᾶλλον φιλτάτη ἡ ἀλήθεια”. καὶ ἀλλαχοῦ· “Σωκράτους μὲν ἐπ’ ὀλίγον φροντιστέον, τῆς δ’ ἀληθείας ἐπὶ πολύ”. | |
10 | τοῦτο οὖν καὶ ὁ Ἀριστοτέλης πεποίηκεν. εἰ καὶ ἀνέτρεψε τὰ ὑπὸ Πλάτωνος εἰρημένα, κἀνταῦθα σύμφωνα αὐτῷ διεπράξατο μὴ βουλόμενος ὑπεριδεῖν τὴν ἀλήθειαν. | 132 |
11 | ἀμέλει γὰρ ὅτι πολλὴν εὔνοιαν ἔσχε πρὸς τὸν Πλάτωνα ὁ Ἀριστοτέλης, δῆλον ἐκ τοῦ καὶ βωμὸν ἀνιερῶσαι τῷ Πλάτωνι, ἐν ᾧ ἐπέγραψεν οὕτως· βωμὸν Ἀριστοτέλης ἐνιδρύσατο τόνδε Πλάτωνος, | |
5 | ἀνδρὸς ὃν οὐ θέμις ἐν τοῖσι χαλεποῖσιν ἀκούειν. | |
12 | Συνῆν δὲ τῷ Πλάτωνι ὁ Ἀριστοτέλης ἔτη εἴκοσι. | |
13 | μετὰ δὲ τὴν τοῦ Πλάτωνος τελευτὴν διαδέχεται τὴν τούτου σχολὴν Σπεύ‐ σιππος ὁ ἀδελφιδοῦς αὐτοῦ. υἱὸς γὰρ ἦν οὗτος Ποτώνης τῆς τούτου ἀδελφῆς. | |
14 | ὁ δέ γε Ἀριστοτέλης ἔρχεται ἐν 〈Πέλλῃ〉 τῇ τῶν Μα‐ κεδόνων πόλει, ἔνθα παιδεύει Ἀλέξανδρον τὸν κτίστην, | |
15 | καὶ μέγα μέρος γέγονε τῆς τούτου βασιλείας. πολλὰ γὰρ ἠδυνήθη παρὰ τῷ βασι‐ λεῖ καὶ τῇ δυνάμει δεόντως ἐχρήσατο εὖ ποιῶν καὶ ἑκάστῳ ἰδίᾳ καὶ πᾶσι κοινῇ. | 133 |
16 | καὶ ὅτι μὲν πολλοῖς ἰδίᾳ εὖ ἐποίησε, δηλώσουσιν αἱ φερόμεναι αὐτοῦ συστατικαὶ ἐπιστολαὶ καὶ 〈αἱ〉 περί τινων πρὸς τὸν βασιλέα. | |
17 | ὅτι δὲ καὶ κοινῇ πολλοῖς εὖ ἐποίησε, δηλοῖ καὶ τὸ τὴν τῶν Σταγείρων πόλιν κατασκαφθεῖσαν πείθειν τὸν Ἀλέξανδρον αὖθις κτίζειν, ὅθεν καὶ οἱ Σταγειρῖται ἑορτὴν ἐπιτελοῦσι τῷ Ἀριστοτέλει, Ἀριστοτέλεια αὐτὴν προσαγορεύοντες. καὶ τὸν μῆνα δ’ ἐν ᾧ ἡ ἑορτὴ | |
5 | ἐπιτελεῖται Σταγειρίτην προσαγορεύουσι. καὶ τὴν Ἐρεσσὸν δὲ τὴν τοῦ Θεοφράστου πόλιν μέλλουσαν ἀδικηθῆναι ὑπὸ τοῦ βασιλέως Ἀλεξάνδρου ἐλύτρωσε τῆς ἀδικίας. | |
18 | Μετὰ δὲ ταῦτα τελευτήσαντος τοῦ Σπευσίππου μεταστέλλονται οἱ Ἀθηναῖοι τὸν Ἀριστοτέλην, καὶ ἀμφότεροι οὗτοι ὅ τε Ἀριστοτέλης καὶ ὁ Ξενοκράτης διεδέξαντο τὴν τοῦ Πλάτωνος σχολήν. καὶ ὁ μὲν Ξενοκράτης ἐπαίδευσεν ἐν Ἀκαδημίᾳ, ὁ δ’ Ἀριστοτέλης ἐν Λυκείῳ. | |
19 | μετέπειτα ἀνταρσίας γενομένης ἐν τοῖς Ἀθηναίοις, ἦλθεν ὁ Ἀρι‐ στοτέλης ἐν Χαλκίδι, εἰρηκὼς τοῖς Ἀθηναίοις ὅτι “Οὐκ ἂν ἐάσω ὑμᾶς δὶς εἰς φιλοσοφίαν ἁμαρτεῖν”. καὶ γὰρ ἤδη ἦσαν τὸν Σωκράτη φονεύ‐ σαντες οἱ Ἀθηναῖοι. | |
20 | ἐδήλωσε δὲ καὶ Ἀντιπάτρῳ τῷ βασιλεῖ ὅτι τὸ | |
ἐν Ἀθήνησιν ἐνδιατρίβειν ἐργῶδες. εἶπε δὲ καὶ τὸ Ὁμηρικὸν ἐκεῖνο ἔπος· ὄγχνη ἐπ’ ὄγχνῃ γηράσκει, σῦκον δ’ ἐπὶ σύκῳ, ὡς ἐκ τούτων ἐλέγχων τὰς τῶν Ἀθηναίων συκοφαντίας. | 134 | |
21 | Ἐπανέρχεται δ’ αὖθις ὁ Ἀριστοτέλης ἐν Μακεδονίᾳ· καὶ πολλὰ ἐδυνήθη παρὰ τοῖς τότε βασιλεῦσι, παρὰ τῷ Ἀλεξάνδρῳ καὶ παρὰ τῇ Ὀλυμπιάδι τῇ τούτου μητρὶ καὶ παρ’ Ἀντιπάτρῳ τε καὶ Φιλίππῳ. | |
22 | τῷ δ’ Ἀλεξάνδρῳ καὶ περὶ βασιλείας ἔγραψεν ἐν ἑνὶ μονοβίβλῳ, παιδεύων αὐτὸν ὅπως δεῖ βασιλεύειν. | |
23 | ἀμέλει καὶ συνώδευσεν αὐτῷ μέχρι καὶ ἔσω τῶν Βραχμάνων, ἔνθ’ ἱστόρησε τὰς ςνε πολιτείας. συνώδευσε δ’ αὐτῷ καὶ ἐν τῇ Περσίδι, ἔνθα πολέμου γενομένου καὶ τελευτήσαντος τοῦ Ἀλεξάνδρου ὑπέστρεψεν ὁ Ἀριστοτέλης ἐν τῇ ἑαυτοῦ | |
5 | πατρίδι. | |
24 | Μέτριος δὲ γέγονεν ὁ ἀνὴρ οὗτος τοῖς ἤθεσιν εἰς ὑπερβολήν. | |
25 | ἐν φιλοσοφίᾳ δ’ ὑπερβέβηκε τὰ ἀνθρώπινα μέτρα μηδὲν ἐλλιπὲς περὶ αὐτῆς πραγματευσάμενος, ἀλλὰ καὶ πολλὰ αὐτῇ προσθεὶς ἐκ τῆς ἑαυτοῦ ἀγχινοίας τὴν ὅλην κατώρθωσε φιλοσοφίαν. | |
26 | τῇ μὲν γὰρ λογικῇ προσέθηκε διακρίνας τοὺς κανόνας ἀπὸ τῶν πραγμάτων καὶ ποιήσας τὴν ἀποδεικτικὴν μέθοδον· οἱ γὰρ πάλαι ἀποδεῖξαι μὲν ᾔδεσαν, ἀποδείξεις δὲ ποιεῖν οὐκ ἠπίσταντο, ταὐτὸ πάσχοντες τοῖς σκυτοτομεῖν | 135 |
5 | μὲν μὴ δυναμένοις, ὑποδήμασι δὲ χρῆσθαι ἐπισταμένοις· | |
27 | τῇ δέ γε φυσικῇ προσέθηκε τὴν πέμπτην οὐσίαν, | |
28 | τῇ δὲ θεολογίᾳ εἰ καὶ μηδὲν προσέθηκεν, ἀλλ’ οὖν οὐδὲν περὶ αὐτῆς ἐλλιπὲς ἐπραγματεύσατο· | |
29 | οὐ γὰρ τὰ ἐγκόσμια μόνα ᾔδει, ὥς τινες ὑπολαμβάνουσιν, ἀλλὰ καὶ τὰ ὑπερκόσμια, ὡς δηλοῖ καὶ ἐν τῷ ὀγδόῳ λόγῳ τῆς Φυσικῆς ἀκροάσεως, λέγων ὅτι τὸ πρῶτον αἴτιον οὐδὲ καθ’ ἑαυτὸ κινητόν ἐστιν οὐδὲ κατὰ συμβεβηκός, ἐκ τούτου ἐνδεικνύμενος ὅτι οὐδὲ σῶμά ἐστι | |
5 | τὸ θεῖον οὐδὲ παθητόν. | |
30 | Ἔζησε δὲ τὸν σύμπαντα χρόνον ὁ Ἀριστοτέλης ἔτη ἑξήκοντα τρία· ἑπτακαιδέκατον γὰρ ἔτος ἄγων φοιτᾷ Σωκράτει καὶ τούτῳ σύνε‐ στιν ἔτη τρία· συνῆν δὲ καὶ τῷ Πλάτωνι ἔτη εἴκοσι. μετὰ δέ γε τὴν τοῦ Πλάτωνος τελευτὴν ἔζησεν ἔτη εἴκοσι τρία· ὁ δὲ σύμπας χρόνος | |
5 | τῆς ζωῆς αὐτοῦ ἀριθμούμενος ἔτη παρεισφέρει ἑξήκοντα τρία. ἑξηκοστὸν τρίτον ἔτος ἄγων ὁ Ἀριστοτέλης ἐτελεύτησεν. | |
Ταῦτα λέγειν ἔχομεν περὶ τοῦ βίου τοῦ Ἀριστοτέλους. | 136 |