TLG 2691 002 :: [MUSAEUS] :: Fragmenta [MUSAEUS] Phil. Fragmenta frr. 1–22 Citation: Fragment — (line) | ||
1(tit) | ΜΟΥΣΑΙΟΥ ΘΕΟΓΟΝΙΑΣ ΑΒΓ | |
1 | SCHOL. APOLL. Rhod. III 1179 ἐν δὲ τῆι γ Μουσαῖος Τιτανογραφίαι [?] λέγεται ὡς Κάδμος ἐκ τοῦ Δελφικοῦ ἐπορεύετο προκαθηγουμένης αὐτῶι τῆς βοός. | |
---|---|---|
2 | —IV 156 ἐν τούτοις καὶ τοῖς ἐφεξῆς φησι τὴν Μήδειαν ἐπιρραίνουσαν ἀρκεύθωι φάρμακον κομίσαι τὸν δράκοντα ἐπάιδου‐ σαν ... ἡ δὲ ἄρκευθος δένδρον τι ἀκανθῶδες Ἀπόλλωνος ἴδιον ὡς ἱστορεῖται ἐν γ τῶν εἰς Μουσαῖον ἀναφερομένων. | |
3 | ARIST. hist. anim. Z 6, 563a 18 ὁ δ’ ἀετὸς ὠιὰ μὲν τίκτει τρία, ἐκλέπει δὲ τούτων τὰ δύο ὥσπερ ἔστι καὶ ἐν τοῖς Μουσαίου λεγομένοις ἔπεσιν· ὃς τρία μὲν τίκτει, δύο 〈δ’〉 ἐκλέπει, ἓν δ’ ἀλεγίζει. | |
4 | CLEM. Str. VI 5 (II 424, 26 St.) γράψαντός τε Μουσαίου ὡς αἰεὶ τέχνη μέγ’ ἀμείνων ἰσχύος ἐστίν Ὅμηρος λέγει· ‘μή τί τοι‘ κτλ. [Ψ 315]· πάλιν τοῦ Μουσαίου ποιή‐ | |
σαντος· | 22 | |
5 | ὡς δ’ αὔτως καὶ φύλλα φύει ζείδωρος ἄρουρα· ἄλλα μὲν ἐν μελίηισιν ἀποφθίνει, ἄλλα δὲ φύει· ὣς δὲ καὶ ἀνθρώπων γενεὴ καὶ φῦλον ἑλίσσει, Ὅμηρος μεταγράφει· ‘φύλλα τὰ μὲν‘ κτλ. [Ζ 147. 148]. | |
6 | CLEM. Str. VI 25 (II 442, 3 St.) αὐτοτελῶς γὰρ τὰ ἑτέ‐ ρων ὑφελόμενοι ὡς ἴδια ἐξήνεγκαν καθάπερ Εὐγάμων ὁ Κυρηναῖος ἐκ Μουσαίου τὸ περὶ Θεσπρωτῶν βιβλίον ὁλόκληρον. | |
7 | — —VI 26 (II 442, 15 St.) Ἡσίοδός τε ἐπὶ τοῦ Μελάμ‐ ποδος [fr. 164 Rzach.2] ποιεῖ· ἡδὺ δὲ καὶ τὸ πυθέσθαι, ὅσα θνητοῖσιν ἔδειμαν ἀθάνατοι δειλῶν τε καὶ ἐσθλῶν τέκμαρ ἐναργές, | |
5 | καὶ τὰ ἑξῆς, παρὰ Μουσαίου λαβὼν τοῦ ποιητοῦ κατὰ λέξιν. | |
8 | [ERATOSTH.] catast. 13 ἐσχημάτισται δ’ ἐν τούτωι ἡ Αἲξ καὶ οἱ Ἔριφοι. Μουσαῖος γάρ φησι Δία γεννώμενον ἐγχειρισθῆναι ὑπὸ Ῥέας Θέμιδι, Θέμιν δὲ Ἀμαλθείαι δοῦναι τὸ βρέφος, τὴν δὲ ἔχουσαν αἶγα ὑποθεῖναι, τὴν δ’ ἐκθρέψαι Δία· τὴν δὲ Αἶγα εἶναι Ἡλίου | |
5 | θυγατέρα φοβερὰν οὕτως, ὥστε τοὺς κατὰ Κρόνον θεούς, βδελυττο‐ μένους τὴν μορφὴν τῆς παιδός, ἀξιῶσαι Γῆν κρύψαι αὐτὴν ἔν τινι τῶν κατὰ Κρήτην ἄντρων· καὶ ἀποκρυψαμένην ἐπιμέλειαν αὐτῆς τῆι Ἀμαλθείαι ἐγχειρίσαι, τὴν δὲ τῶι ἐκείνης γάλακτι τὸν Δία ἐκθρέψαι· ἐλθόντος δὲ τοῦ παιδὸς εἰς ἡλικίαν καὶ μέλλοντος Τιτᾶσι πολεμεῖν, | |
10 | οὐκ ἔχοντος δὲ ὅπλα, θεσπισθῆναι αὐτῶι τῆς αἰγὸς τῆι δορᾶι ὅπλωι χρήσασθαι διά τε τὸ ἄτρωτον αὐτῆς καὶ φοβερὸν καὶ διὰ τὸ εἰς μέσην τὴν ῥάχιν Γοργόνος πρόσωπον ἔχειν· ποιήσαντος δὲ ταῦτα τοῦ Διὸς καὶ τῆι τέχνηι φανέντος διπλασίονος, τὰ ὀστᾶ δὲ τῆς αἰγὸς | |
καλύψαντος ἄλληι δορᾶι καὶ ἔμψυχον αὐτὴν καὶ ἀθάνατον κατασκευά‐ | 23 | |
15 | σαντος, αὐτὴν μέν φασιν ἄστρον οὐράνιον [κατασκευάσαι] 〈γενέ‐ σθαι, τὸν δὲ Δία αἰγίοχον κληθῆναι〉. LACT. inst. div. I 21, 39 huius capellae corio usum esse pro scuto Iovem contra Titanas dimicantem M. auctor est, unde a poetis αἰγίοχος nominatur. | |
9 | HARPOCR. Μελίτη δῆμός ἐστι τῆς Κεκροπίδος. κεκλῆσθαι δέ φησι τὸν δῆμον Φιλόχορος ἐν γ [fr. 74 FHG I 396] ἀπὸ Μελίτης θυγατρὸς κατὰ μὲν Ἡσίοδον [fr. 106 Rz.2] Μύρμηκος, κατὰ δὲ Μου‐ σαῖον Δίου τοῦ Ἀπόλλωνος. | |
10 | PAUS. I 14, 3 ἔπη δὲ ἄιδεται Μουσαίου μέν, εἰ δὴ Μου‐ σαίου καὶ ταῦτα, Τριπτόλεμον παῖδα Ὠκεανοῦ καὶ Γῆς εἶναι. Vgl. Pherekydes b. Apoll. bibl. I 32 FGrHist. 3 F 53 I 76. | |
11 | —X 5, 6 ἔστι δὲ ἐν Ἕλλησι ποίησις, ὄνομα μὲν τοῖς ἔπεσίν ἐστιν Εὐμολπία, Μουσαίωι δὲ τῶι Ἀντιοφήμου προσποιοῦσι τὰ ἔπη. πεποιημένον οὖν ἐστιν ἐν τούτοις Ποσειδῶνος ἐν κοινῶι καὶ Γῆς εἶναι τὸ μαντεῖον [Delphi] καὶ τὴν μὲν χρᾶν αὐτήν, Ποσει‐ | |
5 | δῶνι δὲ ὑπηρέτην ἐς τὰ μαντεύματα εἶναι Πύρκωνα. καὶ οὕτως ἔχει τὰ ἔπη· αὐτίκα δὲ Χθονίης φωνὴ πινυτὸν φάτο μῦθον· σὺν δέ τε Πύρκων ἀμφίπολος κλυτοῦ Ἐννοσιγαίου. | |
12 | PHILOD. de piet, 1 p. 31 G. ἀλ〉λ’ ὁ Ζε〈ύς, ὥς φασι〉ν, τὴν κεφαλὴν ὑπὸ Ἡφαίστου διαιρεῖται, κατὰ δὲ τὸν Εὔμολπ〈ον ἢ τὸν συν〉θέντα 〈ταῦ〉τα πο〈ιητὴ〉ν ὑπὸ Παλαμάονος. SCHOL. PIND. Ol. VII 66 ἐν τοῖς Μουσαίου Παλαμάων λέγεται πλῆξαι τοῦ Διὸς | |
5 | τὴν κεφαλήν, ὅτε τὴν Ἀθηνᾶν ἐγέννα. | 24 |
13 | PHILOD. de piet. 97, 18 p. 47 G. (Argos) ἐστὶ τέτταρας ἔχων ὀφθαλμούς. Μουσαῖος δὲ τὸν 〈Ἄργον〉 φησὶ ‘τέτταρας Αἰθί〈οπ〉ασ‘ καὶ ‘βασιλεῖς 〈μερ〉όπων‘ ἐκ Κελαινοῦς γεννῆσαι τῆς Ἄτλαντος. | |
14 | — —137, 5 p. 61 G. ἐμ μέν τισιν ἐκ Νυκτὸς καὶ Ταρτά‐ ρου λέγεται τὰ πάντα, ἐν δέ τισιν ἐξ Ἅιδου καὶ Αἰθέρος· ὁ δὲ τὴν Τιτανομαχίαν γράψας ἐξ Αἰθέρος φησίν, Ἀκουσίλαος [8 B 1] δ’ ἐκ Χάους πρώτου τἆλλα· ἐν δὲ τοῖς ἀναφερομένοις εἰς Μουσαῖον γέ‐ | |
5 | γραπται Τάρταρον πρῶτον 〈καὶ Ν〉ύκτα. Vgl. 13, 16 p. 80 G. ἐν δὲ τῶι δευτέρωι τά τε εἰς Ὀρφέα καὶ Μου‐ σαῖον ἀναφερόμενα ... πειρᾶται συνοικειοῦν ταῖς δόξαις αὐτῶν. 14, 18 p. 81 κἀν τῶι 〈δ〉ε〈υ〉τ〈έρ〉ωι [Περὶ φύσεως] τὴν Νύκτα θεάν φησιν εἶναι πρωτίστην. | |
15 | SCHOL. APOLL. Rhod. III 1 ἐν δὲ τοῖς εἰς Μουσαῖον ἀνα‐ φερομένοις δύο ἱστοροῦνται γενέσεις Μουσῶν, πρεσβυτέρων μὲν κατὰ Κρόνον, νεωτέρων δὲ τῶν ἐκ Διὸς καὶ Μνημοσύνης. | |
16 | —III 1035 M. ἱστορεῖ Δία ἐρασθέντα Ἀστερίας μιγῆναι καὶ μιγέντα δοῦναι αὐτὴν τῶι Περσεῖ, ἐξ ἧς τεχθῆναι αὐτῶι τὴν Ἑκάτην. Vgl. zu III 467 M. Ἀστερίας καὶ Διὸς (θυγατέρα εἶναι τὴν Ἑκάτην). | |
17 | —III 1377 τὰς δὲ τοιαύτας φαντασίας (n. τῶν διατρε‐ χόντων ἀστέρων) ὁ Μ. ἀναφερομένας φησὶν ἐκ τοῦ ὠκεανοῦ κατὰ τὸν αἰθέρα ἀποσβέννυσθαι. τοὺς δὲ ὑπὸ Μουσαίου ἀστέρας εἰρη‐ μένους Ἀπολλώνιος πιθανῶς μαρμαρυγὰς εἴρηκε. | |
18 | SCHOL. ARAT. 172 p. 369, 24 Maass Θαλῆς μὲν οὖν δύο αὐτὰς εἶπεν εἶναι [n. τὰς Ὑάδας] ... Μουσαῖος ε. SERV. in Georg. I 138 [Hyadas] ... nutrices Liberi patris, ut M. scripsit, ab Hya | |
fratre, quem in venatione interemptum fleverunt, unde Hyades dictae. | 25 | |
5 | SCHOL. GERM. p. 75, 10 [Robert Eratosth. 110] M. ita refert: Aethra ex Oceano procreavit filias duodecim, ex quibus quinque stellis figuratas Hyadas, septem autem Pliadas. his unus fuit frater Hyas, quem omnes sorores dilexere. quem in venatu alii ab leone, alii ab apro interfectum dicunt. quae flentes eum obierunt, Hyadas | |
10 | nuncupatas, alias Pliadas. | |
19 | THEOPHR. h. plant. IX 19, 2 καὶ ὡς δή φασι τὸ τριπόλιον καθ’ Ἡσίοδον [fr. 229 Rz.2] καὶ Μουσαῖον εἰς πᾶν πρᾶγμα σπουδαῖον χρήσιμον εἶναι, δι’ ὃ καὶ ὀρύττουσιν αὐτὸ νύκτωρ σκηνὴν πηξάμενοι. | |
19a(tit) | ΥΜΝΟΣ ΕΙΣ ΔΙΟΝΥΣΟΝ | |
1 | ARISTID. Or. 41 [II 330, 16 Keil] τοὺς μὲν οὖν τελέους ὕμνους τε καὶ λόγους περὶ Διονύσου Ὀρφεῖ καὶ Μουσαίωι παρῶμεν καὶ τοῖς ἀρχαίοις τῶν νομοθετῶν. Vgl. Pap. Berol. 44, 2 (Berl. Klassikertexte V 1, 8; 1 B 15a) 〈Ὀρφεὺσ〉 ἔνθεος γενόμενος | |
5 | 〈ἐποίησεν τοὺς ὕμνουσ〉, οὓς ὀλίγα Μουσαῖος ἐπα〈νορθώσας κατέ‐ γρ〉αψεν. | |
20(tit) | ΥΜΝΟΣ ΕΙΣ ΔΗΜΗΤΡΑ ΛΥΚΟΜΙΔΑΙΣ | |
1 | PAUS. IV 1, 5 πρῶτοι δ’ οὖν βασιλεύουσιν ἐν τῆι χώραι ταύτηι Πολυκάων τε ὁ Λέλεγος καὶ Μεσσήνη γυνὴ τοῦ Πολυκάονος. παρὰ ταύτην τὴν Μεσσήνην τὰ ὄργια κομίζων τῶν Μεγάλων θεῶν Καύκων ἦλθεν ἐξ Ἐλευσῖνος ὁ Κελαίνου τοῦ Φλύου. Φλῦον δὲ | |
5 | αὐτὸν Ἀθηναῖοι λέγουσι παῖδα εἶναι Γῆς. ὁμολογεῖ δέ σφισι καὶ ὕμνος Μουσαίου Λυκομίδαις ποιηθεὶς ἐς Δήμητρα. | |
20a(tit) | ΧΡΗΣΜΟΙ | |
1 | HEROD. VII 6 ἔχοντες Ὀνομάκριτον ἄνδρα Ἀθηναῖον χρησμολόγον τε καὶ διαθέτην Χρησμῶν τῶν Μουσαίου ἀναβεβήκεσαν [ἐς Σοῦσα] τὴν ἔχθρην προκαταλυσάμενοι· ἐξη‐ | |
λάσθη γὰρ ὑπὸ Ἱππάρχου τοῦ Πεισιστράτου ὁ Ὀνομάκριτος ἐξ Ἀθη‐ | 26 | |
5 | νέων ἐπ’ αὐτοφώρωι ἁλοὺς ὑπὸ Λάσου τοῦ Ἑρμιονέος ἐμποιέων ἐς τὰ Μουσαίου χρησμόν, ὡς αἱ ἐπὶ Λήμνωι ἐπικείμεναι νῆσοι ἀφανι‐ ζοίατο κατὰ τῆς θαλάσσης. διὸ ἐξήλασέ μιν ὁ Ἵππαρχος πρότερον χρεώμενος τὰ μάλιστα. | |
21 | —VIII 96 τῶν δὲ ναυηγίων πολλὰ ὑπολαβὼν ἄνεμος Ζέφυρος ἔφερε τῆς Ἀττικῆς ἐπὶ τὴν ἠιόνα τὴν καλεομένην Κωλιάδα. ὥστε ἀποπλῆσαι τὸν χρησμὸν τόν τε ἄλλον πάντα τὸν περὶ τῆς ναυμαχίας ταύτης εἰρημένον Βάκιδι καὶ Μουσαίωι | |
5 | καὶ κτλ. | |
22 | PAUS. X 9, 11 τὴν δὲ πληγὴν Ἀθηναῖοι τὴν ἐν Αἰγὸς ποταμοῖς οὐ μετὰ τοῦ δικαίου συμβῆναί σφισιν ὁμολογοῦσι. προδο‐ θῆναι γὰρ ἐπὶ χρήμασιν ὑπὸ τῶν στρατηγησάντων, Τυδέα δὲ εἶναι καὶ Ἀδείμαντον οἳ τὰ δῶρα ἐδέξαντο παρὰ Λυσάνδρου. καὶ ἐς ἀπό‐ | |
5 | δειξιν τοῦ λόγου Σιβύλλης παρέχονται τὸν χρησμὸν ... τὰ δὲ ἕτερα ἐκ Μουσαίου χρησμῶν μνημονεύουσι· καὶ γὰρ Ἀθηναίοισιν ἐπέρχεται ἄγριος ὄμβρος ἡγεμόνων κακότητι, παραιφασίη δέ τις ἔσται· | |
ἦ τ(ε) ἅλις ἠμύσουσι πόλιν, τείσουσι δὲ ποινήν. |