TLG 2691 001 :: [MUSAEUS] :: Testimonia [MUSAEUS] Phil. Testimonia test. 1–11 Citation: Fragment — (line) | ||
1 | SUID. Μουσαῖος Ἐλευσίνιος ἐξ Ἀθηνῶν, υἱὸς Ἀντιφήμου τοῦ Εὐφήμου τοῦ Ἐκφάντου τοῦ Κερκυῶνος, ὃν κατεπολέμησεν ὁ Θησεύς, καὶ Σελήνης γυναικός. ἐποποιός, μαθητὴς Ὀρφέως, μᾶλλον δὲ πρεσβύτερος. ἤκμαζε γὰρ κατὰ τὸν δεύτερον Κέκροπα καὶ ἔγραψεν Ὑποθήκας Εὐμόλπωι τῶι υἱῶι ἔπη ͵δ καὶ ἄλλα πλεῖστα. | |
1a | HARPOCR. Μουσαῖος: Λυσίας πρὸς τὴν Μειξιδήμου γραφήν, εἰ γνήσιος, [fr. 176, Sauppe O.A. 197b 17] ‘καὶ δύο παῖδας αὐτῶι ἀκολούθους εἶναι, ὧν οὗτος τὸν μὲν Μουσαῖον καλεῖ, τὸν δὲ Ἡσίοδον‘. ὅτι μὲν ὁ κρινόμενος ἐπετήδευσε τοὺς οἰκέτας οὕτω καλεῖν, δῆλον· περὶ δὲ Μουσαίου Ἀριστόξενος ἐν τοῖς Πραξιδαμαν‐ | |
5 | τείοις [fr. 51 FHG II 284] φησίν, ὅτι οἱ μὲν ἐκ Θράικης εἰρήκασι τὸν ἄνδρα εἶναι, οἱ δὲ αὐτόχθονα ἐξ Ἐλευσῖνος. εἰρήκασι δὲ περὶ αὐτοῦ ἄλλοι τε καὶ Γλαῦκος [fr. 1 FHG II 23]. | |
---|---|---|
2 | HERMESIANAX Leontion 15ff. [b. Ath. XIII 597D]. οὐ μὴν οὐδ’ υἱὸς Μήνης ἀγέραστον ἔθηκεν Μουσαῖος Χαρίτων ἤρανος Ἀντιόπην· ἥ τε πολὺν μύστηισιν Ἐλευσῖνος παρὰ πέζαν | |
5 | εὐασμὸν κρυφίων ἐξεφόρει λογίων, ᾿Ράριον ὀργειῶνι νόμωι διαποιπνύουσα Δήμητρα· γνωστὴ δ’ ἐστὶ καὶ εἰν Ἀίδηι. | |
3 | [ARIST.] Mirab. 131. 843b1 φασὶν οἰκοδομούντων Ἀθηναίων τὸ τῆς Δήμη‐ τρος ἱερὸν τῆς ἐν Ἐλευσῖνι περιεχομένην στήλην πέτραις εὑρεθῆναι χαλκῆν, ἐφ’ ἧς ἐπεγέγραπτο ‘Δηιόπης τόδε σῆμα‘, ἣν οἱ μὲν λέγουσι Μουσαίου εἶναι γυναῖκα, | |
τινὲς δὲ Τριπτολέμου μητέρα γενέσθαι. | 20 | |
3a | SCHOL. SOPH. Oed. Col. 1053 τινὲς δέ φασι καὶ τὸν Εὔμολπον εὑρεῖν τὴν μύησιν τὴν συντελουμένην κατ’ ἐνιαυτὸν ἐν Ἐλευσῖνι Δήμητρι καὶ Κόρηι. Ἄνδρων [F GrHist. 10 F 13 I 163] μὲν οὖν γράφει οὐ 〈τοῦτον〉 τὸν Εὔμολπον εὑρεῖν 〈τὴν〉 μύησιν, ἀλλ’ ἀπὸ τούτου Εὔμολπον πέμπτον γεγονότα· Εὐμόλπου γὰρ γενέσθαι | |
5 | Κήρυκα, τοῦ δὲ Εὔμολπον, τοῦ δὲ Ἀντίφημον, τοῦ δὲ Μουσαῖον τὸν ποιητήν, τοῦ δὲ Εὔμολπον τὸν καταδείξαντα τὴν μύησιν καὶ ἱεροφάντην γεγονότα. | |
4 | DIOG. proem. I 3 παρὰ μὲν Ἀθηναίοις γέγονε Μ., παρὰ δὲ Θηβαίοις Λίνος. καὶ τὸν μὲν Εὐμόλπου παῖδά φασι, ποιῆσαι δὲ Θεογονίαν καὶ Σφαῖραν πρῶτον, φάναι τε ἐξ ἑνὸς τὰ πάντα γίνεσθαι καὶ εἰς ταὐτὸν ἀναλύεσθαι [Lobon fr. 5 Crön.]. | |
5 | PAUS. I 22, 7 ἔτι δὲ τῶν γραφῶν παρέντι τὸν παῖδα τὸν τὰς ὑδρίας φέροντα καὶ τὸν παλαιστήν, ὃν Τιμαίνετος ἔγραψεν, ἔστι Μουσαῖος· ἐγὼ δὲ ἔπη μὲν ἐπελεξάμην ἐν οἷς ἔστι πέτεσθαι Μουσαῖον, [ὑπὸ] Βορέου δῶρον, δοκεῖν δέ μοι πεποίηκεν αὐτὰ Ὀνομάκριτος· καὶ ἔστιν οὐδὲν Μουσαίου βεβαίως | |
5 | ὅτι μὴ μόνον ἐς Δήμητρα ὕμνος Λυκομίδαις [s. B 20]. | |
5a | PLATO rep. II p. 363 c Μουσαῖος δὲ τούτων νεανικώτερα τἀγαθὰ καὶ ὁ ὑὸς αὐτοῦ (Eumolpos) παρὰ θεῶν διδόασιν τοῖς δικαίοις· εἰς Ἅιδου γὰρ ἀγαγόντες τῶι λόγωι καὶ κατακλίναντες καὶ συμπόσιον τῶν ὁσίων κατασκευάσαντες ἐστεφανωμένους ποιοῦσιν τὸν ἅπαντα χρόνον ἤδη διάγειν με‐ | |
5 | θύοντας, ἡγησάμενοι κάλλιστον ἀρετῆς μισθὸν μέθην αἰώνιον ... τοὺς δὲ ἀνοσίους αὖ καὶ ἀδίκους εἰς πηλόν τινα κατορύττουσιν ἐν Ἅιδου καὶ κοσκίνωι ὕδωρ ἀναγκά‐ ζουσι φέρειν ... | |
6 | SCHOL. ARISTOPH. Ran. 1033 τὸν Μουσαῖον παῖδα Σελήνης καὶ Εὐμόλπου Φιλόχορός [fr. 200 FHG I 417] φησιν. οὗτος δὲ παραλύσεις (?) καὶ τελετὰς καὶ καθαρμοὺς συνέθηκεν. ὁ δὲ Σοφοκλῆς χρησμολόγον αὐτόν φησι [fr. 1012] | |
7 | SERV. VERG. Aen. VI 667 theologus fuit iste [Musaeus] post Orpheum et sunt variae de hoc opiniones: nam eum alii Lunae filium, alii Orphei volunt, cuius eum constat fuisse discipulum. nam ad ipsum primum carmen scripsit [Orpheus 1 A 1], quod appellatur Crater. | |
8 | MARMOR. PAR. FGrHist. 239 A 15 II 995 〈ἀφ’ οὗ Εὔμολπος ὁ Μουσαίου τοῦ ὑπ’ Ὀρφέως τετελεσμέ〉νου τὰ μυστήρια ἀνέφηνεν ἐν Ἐλευσῖνι καὶ τὰς τοῦ 〈πατρὸς Μ〉ουσαίου ποιήσεις ἐξέθηκ〈εν ἔτη ΧΗΔ βασιλεύοντος Ἀθηνῶν Ἐρεχθέ〉ως | |
τοῦ Πανδίονος. | 21 | |
9 | DIODOR. IV 25, 1 (Herakles) παρῆλθεν εἰς τὰς Ἀθήνας καὶ μετέσχε τῶν ἐν Ἐλευσῖνι μυστηρίων Μουσαίου τοῦ Ὀρφέως υἱοῦ τότε προεστηκότος τῆς τελετῆς. | |
10 | SCHOL. IN DIONYS. THRAC. p. 183, 10 Hilg. ἔνιοι δὲ Μουσαῖον εὑρετὴν (der Buchstaben) λέγουσι τὸν Μητίονος καὶ Στερόπης κατ’ Ὀρφέα | |
γενόμενον. | 22 |