TLG 2680 001 :: SCYTHINUS :: Epigrammata

SCYTHINUS Epigr.
(Incertum)

Epigrammata

Citation: Book — epigram — (line)

12

.

22

(p1)

ΣΚΥΘΙΝΟΥ
1Ἦλθέν μοι μέγα πῆμα, μέγας πόλεμος, μέγα μοι πῦρ, Ἰλισὸς πλήρης τῶν ἐς ἔρωτ’ ἐτέων, αὐτὰ τὰ καίρι’ ἔχων ἑκκαίδεκα καὶ μετὰ τούτων πάσας καὶ μικρὰς καὶ μεγάλας χάριτας
5καὶ πρὸς ἀναγνῶναι φωνὴν μέλι καὶ τὸ φιλῆσαι χείλεα καὶ τὸ λαβεῖν ἔνδον ἀμεμπτότατον. καὶ τί πάθω; φασὶν γὰρ ὁρᾶν μόνον· ἦ ῥ’ ἀγρυπνήσω πολλάκι τῇ κενεῇ Κύπριδι χειρομαχῶν.

12

.

232

(p1)

ΣΚΥΘΙΝΟΥ
1Ὀρθὸν νῦν ἕστηκας, ἀνώνυμον, οὐδὲ μαραίνῃ, ἐντέτασαι δ’ ὡς ἂν μήποτε παυσόμενον· ἀλλ’ ὅτε μοι Νεμεσηνὸς ὅλον παρέκλινεν ἑαυτὸν πάντα διδούς, ἃ θέλω, νεκρὸν ἀπεκρέμασο.
5τείνεο καὶ ῥήσσου καὶ δάκρυε· πάντα ματαίως·
οὐχ ἕξεις ἔλεον χειρὸς ἀφ’ ἡμετέρης.