TLG 2679 007 :: TESTAMENTUM SALOMONIS :: Vita Salomonis (cod. 132 Monasterii sancti Dionysii in Monte Atho) TESTAMENTUM SALOMONIS Hagiogr. Vita Salomonis (cod. 132 Monasterii sancti Dionysii in Monte Atho) Source: McCown, C.C. (ed.), The testament of Solomon. Leipzig: Hinrichs, 1922: 88–97. Citation: Page — (line) | ||
88(1t) | ΠΕΡΙ ΤΟΥ ΣΟΛΟΜΩΝΤΟΣ | |
2 | I. Ὁ Σολομῶν υἱὸς Δαυεὶδ ἐγένετο ἐκ τῆς τοῦ Οὐρίου γυναι‐ κός· ἐγένετο δὲ οὕτως. ἐσκέψατο Δαυεὶδ ὁ βασιλεὺς τὴν τοῦ Οὐρίου γυναῖκα ἐν τῷ βαλανείῳ γυμνήν. καὶ ἐμβατεύσας ὁ Σα‐ | |
---|---|---|
5 | τανᾶς εἰς τὴν καρδίαν αὐτοῦ ἔρωτα ἐπιθυμίας, ἐμοίχευσεν αὐτήν. 2. καὶ οὐ μόνον τὸ τῆς μοιχείας ἔργον εἰργάσατο, ἀλλὰ καὶ φονεῦσαι προήχθη τὸν Οὐρίαν τὸν ἄνδρα τῆς μοιχευθείσης ὁ ἀγαπητὸς τοῦ θεοῦ, ὁ μέγας προφήτης, ὁ ἐκλεκτὸς τοῦ θεοῦ, ὁ μέγιστος τοῖς πᾶσιν, ὁ τῆς ψαλμωδίας καλλωπισμός, ὁ τῆς πα‐ | |
10 | λαιᾶς καὶ νέας διαθήκης σημειοφόρος, ὁ μεγαλώνυμος θεοπάτωρ. ἠπατήθη γὰρ παρὰ τοῦ Βελίαρ καὶ ἀρχεκάκου ἔχθρου· ἠπατήθη γὰρ ὡς ὁ πρωτόπλαστος ἐκεῖνος Ἀδάμ. 3. ἐφονεύθη δὲ Οὐρίας ἀποσταλεὶς παρὰ τοῦ Δαυεὶδ εἰς τὸν πόλεμον, καὶ ταχθεὶς βου‐ λήσει αὐτοῦ καὶ θελήσει εἰς τὸ ἔμπροσθεν τοῦ πολέμου ὅπως | |
15 | καταληφθεὶς μόνος καὶ μὴ ἔχων τὸν βοηθοῦντα φονευθῇ. ὅπερ δὴ καὶ γέγονεν. 4. Πρὸ δὲ τοῦ ταῦτα γενέσθαι ἦλθεν ἄγγελος Κυρίου εἰς Νάθαν τὸν προφήτην λέγων αὐτῷ· «ἄπελθε εἰς τὸν Δαυεὶδ τὸν βασιλέα τὸν προφήτην καὶ δίδαξον αὐτὸν τοῦ μὴ ποιῆσαι * τὰ | |
20 | ἄθεσμα ἔργα τοῦ Σατανᾶ.» 5. ἐξελθὼν δὲ ὁ Νάθαν ἄπεισι πρὸς τὸν Δαυεὶδ καὶ ἐνεμποδίσθη παρὰ τοῦ Βελίαρ. εὗρε γὰρ ὁ διάβολος ἄνθρωπον ἐσφαγμένον γυμνὸν καὶ ἄρας αὐτὸν ἔθη‐ κεν ἐν τῇ ὁδῷ τοῦ Νάθαν. 6. ἰδὼν δὲ τὸν νεκρὸν ἄνθρωπον ὁ Νάθαν ἐβουλήθη θάψαι αὐτόν· καὶ ἐν τῷ θάπτειν ἐπλήρωσεν | |
25 | ὁ Δαυεὶδ τὰ ἄθεσμα ἔργα τοῦ Σατανᾶ. καὶ ἐπιγνοὺς τοῦτο | 88 |
89 | Νάθαν ὁ προφήτης ἐθρήνει πικρῶς καὶ ἔλεγεν· «δι’ ἐμὲ γέγονε τοῦτο τὸ ἁμάρτημα.» 7. καὶ πάλιν ἐλθὼν ὁ ἄγγελος πρὸς αὐ‐ τὸν ἔλεγε· «διὰ σοῦ γέγονε τὸ πτῶμα, διὰ σοῦ ἔσται καὶ ἡ διόρθωσις. ἄπελθε τοίνυν καὶ ἔλεγξον αὐτὸν τὴν ἀνομίαν.» | |
5 | καὶ λέγει Νάθαν πρὸς τὸν ἄγγελον· «πῶς ἐγὼ πένης ὢν ἐλέγξω βασιλέα;» 8. ὁ δὲ ἄγγελός φησι πρὸς αὐτόν· «ἐγὼ ἔσομαι μετὰ σοῦ· σὺ ἀνάγγειλον, ἐγὼ δὲ τὸν φόβον φέρω εἰς αὐτόν.» 9. καὶ ἀπελθὼν Νάθαν πρὸς τὸν Δαυεὶδ προσεκύνησεν αὐτῷ καὶ εἶπε· «δέσποτα βασιλεῦ, δίκην ἔχω μετά τινος, καὶ ἦλθον τοῦ εἰπεῖν | |
10 | πρὸς σὲ ταύτην.» ὁ δὲ βασιλεὺς πρὸς αὐτὸν λέγει· «τίς ἐστιν ἡ δίκη αὕτη;» 10. ὁ δὲ Νάθαν παραβολικῶς ἔλεγε· «δεσπότην ἔχω τὸν δεσπόζοντά με, καὶ κέκτηται ἀμνάδας ἑκατόν· καὶ εὐφραίνε‐ ται μετ’ αὐτῶν. * ἐγὼ δὲ κέκτημαι ἀμνάδα μίαν. καὶ ἔλαβεν αὐτὴν ἀπ’ ἐμοῦ ὁ τὰς ἑκατὸν ἔχων καὶ κατέφαγεν αὐτήν.» | |
15 | 11. τότε ἔγνω ὁ Δαυεὶδ τὸ σκευασθὲν αὐτῷ δράμα καὶ ἀναστὰς ἐκ τῆς κλίνης αὐτοῦ στενάξας πικρῶς μετὰ δακρύων ἔλεγεν· «ἐγώ εἰμι ὁ ταῦτα διαπραξάμενος.» καὶ ἤρξατο κατανυκτικῶς λέγειν τὸν πεντηκοστὸν ψαλμόν, καὶ ὁ Νάθαν πρὸς αὐτόν. καὶ ἀφείλατο λοιπὸν κύριος ὁ θεὸς τὸ ἁμάρτημα. | |
20 | 12. Ἔτεκε Δαυεὶδ τὸν Σολομῶντα ἐκ τῆς τοῦ Οὐρίου. καὶ ἔλαβε τὴν βασιλείαν τοῦ πατρὸς αὐτοῦ Δαυεὶδ καὶ ἦν ἐληλακῶς εἰς ἄκρον σοφίας καὶ φρονήσεως· καὶ ἡ σειρὰ τῆς γενεαλογίας αὐτοῦ κατήντησε μέχρι καὶ τῆς θείας σαρκώσεως τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐπεί ἐστι καὶ αὐτὸς ἐκ φυλῆς, μᾶλλον δὲ | |
25 | ἐξ ὀσφύος τοῦ θεοπάτορος Δαυεὶδ ἵνα καὶ ἡ προφητικὴ ῥῆσις πληρωθῇ ἡ λέγουσα· «οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα οὐδὲ ἡγού‐ μενος ἐκ τῶν μηρῶν αὐτοῦ ἕως οὗ ἔλθη ὃ ἀπόκειται.» 13. ἡ σοφία δὲ Σολομῶντος ὁμοία ἦν τῇ σοφίᾳ τοῦ πρώτου ἐκείνου ἀνθρώπου Ἀδάμ. ἐπαιδεύθη ταύτην τὴν σοφίαν τὴν | |
30 | μὲν παρὰ τοῦ θαυμασίου Σιράχ, τὴν δὲ παρὰ τῆς ἄνω προνοίας. τούτου δὲ τὴν σοφίαν ἐμφαίνων ὁ κύριος ἐν τοῖς εὐαγγελίοις ἔλεγεν, ὅτι «οὐδὲ σοφίαν * Σολομῶντος ὑψηλοτέραν οἴμαι τῶν | |
ἄλλων,» ταύτην κρίνας ὥσπερ δῆτα καὶ ἦν. | 89 | |
90 | II. Ταύτῃ τῇ σοφίᾳ θαρρήσας ὁ θαυμάσιος Σολομῶν ἐβου‐ λήθη ἀνεγεῖραι οἶκον κυρίῳ τῷ θεῷ περικαλλῆ καὶ κρείττω πάντων τῶν ἀναθημάτων τῶν ἐπὶ τῆς γῆς. ἐγένετο δὲ καὶ ἀνηγείρετο ὁ οἶκος κυρίου τοῦ θεοῦ θελήσει καὶ σοφίᾳ καὶ δη‐ | |
5 | μιουργίᾳ θεοῦ διὰ τοῦ σοφοῦ Σολομῶντος καὶ τῆς τούτου προθυ‐ μίας. ἀνήγειρε τοίνυν μετὰ μεγάλης εὐπρεπείας τὸν τοιοῦτον ναὸν αὐτός τε καὶ οἱ παῖδες αὐτοῦ. 2. ἔσχε δὲ ἕνα ἀπὸ τῶν παίδων αὐτοῦ ποθεινότατον παρὰ πάντας, τὰ γὰρ σιτία καὶ τὰς τροφὰς καὶ τὰ ἱμάτια ἐπὶ τὸ διπλοῦν παρεῖχεν αὐτῷ. ἦν δὲ | |
10 | ὁ τοιοῦτος παῖς ἀηδὴς τῇ ὄψει καὶ τὸ πρόσωπον ἀκαλλώπιστος, καὶ ἐλυπεῖτο βλέπων αὐτὸν οὕτως ἔχοντα ὁ Σολομῶν. 3. ἐν μιᾷ δὲ τῶν ἡμερῶν φησι πρὸς αὐτόν· «πῶς οὕτως ἀηδὴς ἔχεις; τί σε τῶν παρόντων λυπεῖ; μὴ οὐ λαμβάνεις τὰ πάντα διπλᾶ παρ’ ἐμοῦ;» 4. καὶ ὁ παῖς φησι πρὸς τὸν βασιλέα· «τὰ μὲν σιτία, | |
15 | δέσποτα βασιλεῦ, ἅπερ μοι παρέχεις πάντα καταναλίσκω. οὐκ εὐφραίνει δὲ ἀπὸ τούτων οὐδέν, καταλαμβάνει γὰρ ἐπ’ ἐμὲ διὰ τῆς νυκτὸς δαιμόνιον πονηρὸν καὶ ἀκάθαρτον καὶ ὑποπιάζει καὶ ἐκθλίβει τὸ ἄκρον τοῦ δακτύλου μοῦ. καὶ ἀπεργάζεται * τὴν ὄψιν μου τοιαύτην οἵαν ὁρᾷς ἀηδῆ καὶ σκυθρωπήν.» | |
20 | 5. Ἀκούσας δὲ τὸ ῥῆμα τοῦτο ὁ Σολομῶν ἐποίησεν ὑπὲρ τούτου ἔντευξιν καὶ παράκλησιν πρὸς κύριον τὸν θεόν. 6. καὶ ἀπεστάλη πρὸς αὐτὸν Μιχαὴλ ὁ ἀρχάγγελος μετὰ σφραγῖδος χαλκοῦ δακτυλίου, καὶ δέδωκε τὴν τοιαύτην σφραγῖδα πρὸς τὸν Σολομῶντα. 7. καί φησι· «ἐπίδος τῷ παιδὶ τὴν τοιαύτην σφρα‐ | |
25 | γῖδα καὶ κατεχέτω ταύτην ἐν τῇ κλίνῃ αὐτοῦ, καὶ ὁπόταν ἔλθῃ πρὸς αὐτὸν ὁ διάβολος, κρουσάτω τοῦτον μετὰ τῆς σφραγῖδος ἐπὶ τὸ στῆθος, καὶ δήσας ἀγαγέτω τοῦτον πρὸς σέ· μέλλεις γὰρ ὑποτάξαι πᾶν δαιμόνιον μετ’ αὐτοῦ καὶ τῆς σφραγῖδος τοῦ θεοῦ, καὶ οἰκοδομῆσαι τὸν οἶκον τοῦ θεοῦ μετὰ τοῦ πλήθους τῶν δαι‐ | |
30 | μόνων σὺν τοῖς ἀνθρώποις.» 8. λαβὼν δὲ ὁ Σολομῶν τὴν σφραγῖδα καὶ εὐχαριστήσας τῷ ἁγίῳ θεῷ, ἀπῆλθεν ἀπ’ αὐτοῦ ὁ ἄγγελος. 9. καὶ προσκαλεσάμενος τὸν παῖδα δέδωκε τὴν σφρα‐ γῖδα, 10. ἀναγγείλας τὸ προσταχθὲν παρὰ τοῦ ἀγγέλου. 11. λα‐ | |
βὼν δὲ ὁ παῖς τὴν σφραγῖδα τοῦ θεοῦ, ἑσπέρας γενομένης ἀνε‐ | 90 | |
91 | κλίθη εἰς τὴν κοίτην αὐτοῦ, καὶ κατὰ τὸ εἰθισμένον παραγέγονε πρὸς αὐτὸν ὁ διάβολος. 12. καὶ ἀθρόον ὁ παῖς παίει τὸν ἐχθρὸν κατὰ τῆς καρδίας μετὰ τῆς τοῦ θεοῦ σφραγῖδος. * 13. ὁ δὲ σατανᾶς ἐλεεινῇ τῇ φωνῇ ἐβόησεν· «οἴμοι, οἴμοι, πῶς καταδου‐ | |
5 | λοῦμαι βασιλεῖ Σολομῶντι;» καὶ δήσας τοῦτον εἰσήγαγε πρὸς τὸν βασιλέα Σολομῶντα. III. Καὶ θεασάμενος αὐτόν φησι· «εἰπὲ ἡμῖν, πονηρὸν πνεῦμα καὶ ἀκάθαρτον, τίς ἐστιν ἡ κλῆσίς σου καὶ τίς σου ἡ ἐργασία.» καὶ ὁ διάβολος ἔφη τῷ βασιλεῖ· «Ὀρνίας καλοῦμαι. ἡ δὲ ἐργασία | |
10 | μου εἰς πάντα ἐπιτήδεια.» 2. καὶ λέγει ὁ βασιλεύς· «τίς ὁ κατ‐ αργῶν τὴν δύναμίν σου ἄγγελος;» καὶ ὁ διάβολος· «ὑπὸ τοῦ μεγάλου ἀρχαγγέλου Μιχαὴλ καταργοῦμαι αὐτός τε καὶ ἡ ἐμὴ δύναμις.» 3. καὶ ὁ βασιλεύς φησι· «δύνασαι ποιῆσαί τι εἰς τὸν ναὸν κυρίου καὶ εἰς τὴν οἰκοδομὴν αὐτοῦ χρησιμόν;» καὶ ὁ διά‐ | |
15 | βολος· «δύναμαι μετὰ τῆς σφραγῖδος ταύτης ἐπισυνάξαι πᾶν δαι‐ μόνιον ἔμπροσθέν σου καὶ ὑποτάξαι τῷ σῷ θελήματι καὶ οἰκο‐ δομῆσαι, καὶ ἀνεγερεῖς μετὰ τῆς δουλείας καὶ ὑποταγῆς ἐκείνων τὸν ναὸν κυρίου παντοκράτορος.» 4. ταῦτα ἀκούσας ὁ Σολο‐ μῶν εὐχαρίστησε κυρίῳ τῷ θεῷ καὶ προέτρεψε τὸν Ὀρνίαν | |
20 | δαίμονα μετὰ τῆς σφραγῖδος καὶ τοῦ παιδίου ἀπελθεῖν καὶ ἐπι‐ συνάξαι πᾶν δαιμόνιον. 5. καὶ ἀπῆλθον καὶ ἐπισυνήγαγον πάντα καὶ εἰσῆγον ταῦτα εἰς * τὸν βασιλέα Σολομῶντα. ἅμα δὲ τὸ πλησιάσαι ταῦτα εἰς τὸν βασιλέα προσεκύνουν αὐτῷ. 6. καὶ ἠρώτα ἓν ἕκαστον ὁ βασιλεὺς τῶν δαιμόνων τό τε ὄνομα καὶ | |
25 | τὴν ἐργασίαν καὶ ὑπὸ ποίου τῶν ἁγίων ἀγγέλων καταργεῖται. καὶ ὡμολόγουν τήν τε ἐργασίαν αὐτοῦ καὶ τὴν κλῆσιν καὶ τὸν καταργοῦντα ἄγγελον. 7. ἐπέτρεπε δὲ αὐτὰ ἐργάζεσθαι εἰς τὴν τοῦ ναοῦ οἰκοδομήν. καὶ ἐνήργει ἓν ἕκαστον τὴν δουλείαν εἰς ἣν δὴ καὶ ἐτάχθη παρὰ τοῦ σοφοῦ Σολομῶντος. 8. καὶ οὕτως | |
30 | ἦν ἰδεῖν θαῦμα ἐξαίσιον ἄνδρας μετὰ πλήθους δαιμόνων θελήσει κυρίου ἀνοικοδομοῦντας καὶ ἐκπληροῦντας τὸν ναὸν κυρίου εἰρηνι‐ | |
κῶς μετὰ πάσης ἐπιμελείας τε καὶ σπουδῆς, μὴ τολμώντων τῶν | 91 | |
92 | δαιμόνων μηδὲ τὸ τυχὸν σκανδαλίσαι ἢ ἀδικῆσαι τοὺς ἀνθρώ‐ πους. IV. Ἀπὸ δὲ τῶν ἀνδρῶν τῶν ἐχόντων ἀκριβῆ εἴδησιν εἰς τὴν τοῦ ναοῦ οἰκοδομὴν ἦλθεν εἷς εἰς φιλονεικίαν καὶ ἔριν μετὰ | |
5 | τοῦ υἱοῦ αὐτοῦ, καὶ ἐμάχοντο ἀλλήλοις θυμοῦ πνέοντες ἀλλή‐ λους διασπαράξαι βουλόμενοι. 2. ὅλος δὲ τοῦ θυμοῦ ὁ πατὴρ γεγονὼς ἀπῆλθε πρὸς τὸν βασιλέα Σολομῶντα μετὰ δακρύων καὶ ὀδυρμῶν λέγων αὐτῷ· «δέσποτα βασιλεῦ· ἢ θανάτῳ τὸν ἐμὸν καταδίκασον * παῖδα ὡς ἐνυβρίσαντα παρανόμως εἰς ἐμὲ | |
10 | τὸν πατέρα, ἢ σαφῶς ἴσθι ὡς οὐδέποτε κινήσω τὴν χεῖρά μου εἰς τὴν τοῦ ναοῦ οἰκοδομήν.» 3. ἀκούων δὲ ταῦτα ὁ βασιλεὺς καὶ βουλευόμενος, ἦλθε καὶ ὁ υἱὸς ἐκείνου πρὸς τὸν βασιλέα ταὐτὰ ἐγκαλῶν καὶ λέγων τῷ πατρί. 4. διαλογιζόμενος δὲ περὶ τούτου ὁ βασιλεὺς καὶ διαπορῶν τί ἄρα ἀποκρίνοιτο, στραφεὶς | |
15 | βλέπει τὸν Ὀρνίαν δαίμονα ἐργαζόμενον καὶ μειδιῶντα· καὶ λέγει πρὸς τοὺς κρινομένους· «ἀπόστητε μικρὸν ἀπ’ ἐμοῦ.» 5. καὶ ἀπο‐ στάντων τὸν Ὀρνίαν μετακαλεῖται καί φησι πρὸς αὐτόν· «τί γελᾷς, ὦ Ὀρνία; τὴν βασιλείαν μου καταγελᾷς, ἢ τὴν κρίσιν μου, ἢ τὸν ναὸν κυρίου;» 6. καὶ ὁ Ὀρνίας πρὸς τὸν βασιλέα λέγει· | |
20 | «δέσποτα βασιλεῦ· σοφώτατε καὶ δικαιότατε Σολομῶν· οὔτε τὴν βασιλείαν σου κατεγέλασα, οὔτε τὴν κρίσιν σου, οὔτε τὸν ναὸν κυρίου, ἀλλὰ τούτους τοὺς ἀθλίους τοὺς κρινομένους, τὸν δύστη‐ νον λέγω γέροντα καὶ τὸν τούτου υἱοῦ. οὐ μὴ γὰρ παρέλθωσι τρεῖς ἡμέραι καὶ τὸ τέλος διαδέξεται τὸν νέον.» 7. καὶ ὁ βασι‐ | |
25 | λεὺς πρὸς τὸν Ὀρνίαν λέγει· «ἄπελθε καὶ ἐργάζου μετὰ σπουδῆς καὶ εἰρήνης καὶ ὑποταγῆς εἰς τὸν ναὸν κυρίου θεοῦ παντοκρά‐ τορος.» καὶ ἀπῆλθεν ἀπὸ τοῦ τόπου ἐκείνου ὁ Ὀρνίας καὶ * εἰργάζετο. 8. μετεκαλέσατο δὲ ὁ βασιλεὺς τοὺς δύο κρινομένους καί φησι πρὸς αὐτούς· «ἀπέλθατε καὶ ἐργάζεσθε τὸ ἔργον ὑμῶν | |
30 | ἄχρι πέντε ἡμέρας, καὶ μετὰ ταῦτα ποιήσομαι ἀπόφασιν καὶ τέ‐ λος τῆς κρίσεως ὑμῶν.» προσέταξε δὲ ὁ βασιλεὺς διορίσασθαι τὴν | |
ἡμέραν καθ’ ἣν ἔλεγε ταῦτα. | 92 | |
93 | 9. Παρελθουσῶν οὖν τῶν πέντε ἡμερῶν, ἦλθεν ὁ γέρων πρὸς τὸν βασιλέα κατηφὴς καὶ σπυθρωπὸς καὶ δάκρυα πρὸ τῶν ὀμμάτων ἀφείς φησι· «τέθνηκεν ὁ ἐμὸς υἱὸς, τέθνηκεν, καὶ οὐκ ἔτι ἴδῃς αὐτόν. ἐμὲ δὲ ἀπέλιπεν ἐν πένθει βαρυτάτῳ καὶ ὀδύνῃ | |
5 | καρδίας καὶ ἀφορήτῳ στεναγμῷ· οὐκ ἔτι γὰρ βλέψω αὐτόν· οὐκ ἔτι τὸ πρόσωπον ἐκείνου θεάσομαι. κατεκρύβη γὰρ ἐν τόπῳ ἀφεγγεῖ, ἐν τῇ σκοτεινῇ, ἐν τῇ ζοφερᾷ.» 10. ἐκπλαγεὶς οὖν ταῦτα ὁ βασιλεύς φησι· «ποίαν ἠμέραν τέθνηκεν;» καί φησι ὁ γέρων· «μετὰ τρίτην ἡμέραν ἀπέθανεν ἀφ’ ὅτου πρὸς τὸ σὸν κράτος | |
10 | ἤλθαμεν.» 11. καὶ λέγει ὁ βασιλεύς· «ἄπελθε ἐν εἰρήνῃ, ὁ γέρων, κύριος δὲ ὁ θεὸς ὁ πάτηρ τῆς παρακλήσεως καὶ παραμυθία τῶν θλιβομένων παρακαλέσαι σου τὴν καρδίαν εἰς τὸ μηκέτι λυ‐ πεῖσθαι. μνήσθητι γὰρ ὅτι ὁ σὸς υἱὸς ἄνθρωπος ἦν, πᾶς δὲ ἄνθρωπος θνητὸς ἦν. * μὴ τοίνυν λυποῦ, οὐ γὰρ ἀνύσεις οὐδὲν | |
15 | ὧν βούλεσαι.» ταῦτα ἀκούσας ὁ γέρων ἀπῆλθεν ἀναψυχθεὶς τὴν καρδίαν. 12. Καὶ μετακαλεσάμενος τὸν Ὀρνίαν φησίν· «εἰπὲ ἡμῖν πῶς ἐπιγινώσκεις τὸν θάνατον τοῦ ἀνθρώπου, πνεῦμα ἀκάθαρτον ὄν.» 13. Ὁ δὲ Ὀρνίας λέγει· «ἡμεῖς, δέσποτα, ἐκ τοῦ οὐρανοῦ | |
20 | ἐρρίφημεν κάτω, καὶ ἄγγελοι θεοῦ ὄντες καὶ φῶς περικείμενοι. νῦν δαίμονες καὶ ἀκάθαρτα πνεύματα καὶ σκότος, ὡς ὁρᾷς, ἐγενόμεθα, καὶ λειτουργοὶ θεοῦ τυγχάνοντες. νῦν σοῦ θεράπον‐ τες καὶ ὑπουργοί, θεοῦ κελεύοντος, γεγενήμεθα. 14. κάτω τοίνυν ἐξ οὐρανοῦ πεσόντες καὶ εἰς ᾅδην ῥιφέντες δεινῶς, πάλιν ἀνερχό‐ | |
25 | μεθα εἰς τὸ κάτω τοῦ οὐρανοῦ πέταλον, καὶ τὰς τῶν ἀγγέλων ὁμιλίας ἀκούομεν, καὶ ἐξ αὐτῶν μανθάνομεν τὸν τοῦ ἀνθρώπου θάνατον πρὸ τεσσαράκοντα ἡμερῶν. 15. καὶ ἀκούσαντες τούτων ἐπιμελούμεθα καὶ ἀγωνιζόμεθα ἵνα τὸν τοῦ ἀνθρώπου θάνατον ἢ διὰ πυρὸς ἢ δι’ ὕδατος ἢ διὰ κρημνοῦ οἰκονομήσωμεν, ὅπως | |
30 | λάβωμέν τινα ἐξ αὐτοῦ μέριδα. 16. καὶ ἐν τῷ μὴ ἔχειν ἡμᾶς βάσιν ἀναπαύσεως ἐν τῷ πετάλῳ τοῦ οὐρανοῦ πίπτομεν ὥσπερ | |
φύλλα ἀπὸ τῶν δένδρων, καὶ δοκοῦμεν τοῖς ἀνθρώποις ὡς | 93 | |
94 | ἀστέρες χυνόμενοι, * ἵνα δοξαζώμεθα παρὰ τῶν ἀνθρώπων.» 17. καὶ ὁ βασιλεύς· «καὶ οἱ χυνόμενοι ἀστέρες, καὶ δοκοῦντες ἀστέρες, οὔκ εἰσιν ὄντες ἀστέρες;» καὶ ὁ Ὀρνίας· «οὐχὶ, βασιλεῦ· οἱ γὰρ τοῦ οὐρανοῦ ἀστέρες ἀθάνατοί εἰσι καὶ ἐστηριγμένοι καὶ | |
5 | οὐ κινοῦνται.» 18. καὶ ἀκούσας ταῦτα ὁ βασιλεὺς ἀπέλυσε τὸν Ὀρνίαν εἰς ἔργον αὐτοῦ ἐργάζεσθαι. V. Ωἰκοδομεῖτο δὲ ὁ ναός· καὶ πάντες οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες τῶν τιμίων καὶ βασίλισσα Νότου ἡ σοφὴ Σι‐ βύλλα καὶ αὐτὴ ἦλθε θεάσασθαι τὸν ναὸν κυρίου, καὶ εἰσέφερε | |
10 | καὶ αὐτὴ εἰς τὴν οἰκοδομὴν τοῦ ναοῦ ξύλα πολυτελῆ καὶ ἀξιόλογα. VI. Ἀπέστειλε δὲ ὁ βασιλεὺς Ἀράβων ἐπιστολὴν πρὸς τὸν βασιλέα Σολομῶντα καὶ διελάμβανεν οὕτως· «βασιλεῦ Σολομῶν, χαίροις. γινωσκέτω ἡ βασιλεία σου ὅτι εἰς τὴν ἡμῶν χώραν | |
15 | οἰκεῖ χαλεπὸν δαιμόνιον δυνατόν, καὶ κατὰ τρεῖς ἡμέρας ἀνεγείρει ἄνεμον ἰσχυρόν, καὶ ἐκριζοῖ οἰκίας καὶ δένδρα καὶ βουνοὺς καὶ ἀνθρώπους ἀπόλλυσι, ῥίπτων τούτους εἰς κρημνοὺς καὶ εἰς ὕδωρ καὶ εἰς πῦρ. 2. εἰ οὖν βούλει τὸ σὸν κράτος, ἀπόστειλον καὶ ἐξάλειψον καὶ ἐξολόθρευσον τοῦτον * ἀπὸ τῆς τοιαύτης χώρας. | |
20 | εἰ οὖν τοῦτο ποιήσει ἡ βασιλεία σου, εἰσενέγκομεν εἰς τὴν τοῦ ναοῦ οἰκοδομὴν τάλαντα χρυσίου καὶ ἀργυρίου καὶ χαλκοῦ ἐκα‐ τὸν εἴκοσι πέντε.» 3. Ἀναγνοὺς οὖν τὴν ἐπιστολὴν ὁ βασιλεὺς ἐνετείλατο τῷ παιδαρίῳ τῷ ἔχοντι τὴν σφραγῖδα τάχιστα καταλαβεῖν πρὸς αὐ‐ | |
25 | τόν· καὶ ἐλθόντος φησὶν ὅτι· «τάχιστα ἄπελθε εἰς τὸν τῶν Ἀράβων βασιλέα, καὶ λάβε μετά σου τὴν σφραγῖδα καὶ κάμηλον μίαν τὴν ταχίστην καὶ ἀσκὸν καινόν. 4. καὶ δειξάτω σοι τὸν τόπον ἔνθα πνεῖ τὸ πονηρὸν πνεῦμα· καὶ καταλαβὼν τὸν τόπον ἐκεῖνον ἐπίθες τὸν ἀσκὸν ἀνεῳγμένον ἔχοντα τὸ στόμα αὐτοῦ | |
30 | πρὸς τῇ ὀπῇ τοῦ φωλεοῦ, καὶ παρατήρει τὴν ἡμέραν ἐν ᾗ ἐξέρχε‐ | 94 |
95 | ται τὸ πονηρὸν πνεῦμα. 5. καὶ ὅταν ἴδῃς τὸν ἀσκὸν πλησθέντα δίκην ἀνέμου, ἀσφάλισαι μετὰ τοῦ δακτυλίου τὸ στόμα αὐτοῦ τοῦ ἀσκοῦ, καὶ ἐπίθες αὐτὸν εἰς τὴν κάμηλον καὶ κατάλαβε ταχέως πρὸς ἡμᾶς.» | |
5 | 6. Καὶ ἀπῆλθε τὸ παιδάριον καὶ ἐποίησε πάντα κατὰ τὴν θέλησιν τοῦ βασιλέως Σολομῶντ*ος. 7. ἐπαναστρέφοντος δὲ αὐ‐ τοῦ λέγει τὸ δαιμόνιον· «ἄνοιξόν μοι, ὦ παιδίον, καὶ ἐπιδείξω σοι τόπον ἐν ᾧ κέκρυπται πράσινος λίθος καὶ τὸ χρυσίον τὸ τίμιον.» τὸ δὲ παιδίον λέγει· «ἀπέλθωμεν πρῶτον πρὸς τὸν | |
10 | βασιλέα, καὶ μετὰ ταῦτα αὐτοῦ κελεύοντος ποιήσομεν.» 8. ὡς δὲ τὴν ὁδὸν ἤνυσαν καὶ τὸν τόπον κατέλαβον ἐν ᾧ ἦν, πεσὼν ἐκ τῆς κα‐ μήλου προσεκύνει ἄνω καὶ κάτω φερόμενος τὸν Σολομῶντα. 9. ὁ δὲ βασιλεύς φησι· «τίς εἶ καὶ τίς σου τὸ ὄνομα;» ὁ δέ φησι· «δαιμόνιόν εἰμι, Ἐφίππας καλούμενος.» 10. καὶ λέγει αὐτῷ· | |
15 | «δύνασαι ποιῆσαί μοί τι χρήσιμον;» καὶ ὁ Ἐφίππας· «δύναμαι ἆραι τὸν λίθον τὸν ἀκρογωνιαῖον ὃν ἀπεδοκίμασαν ἄνθρωποί τε καὶ δαίμονες καὶ θεῖναι τοῦτον εἰς κεφαλὴν γωνίας.» 11. καὶ ὁ βασιλεὺς προέτρεψε τὸν Ἐφίππαν πονῆσαι ταῦτα. καὶ ἐποίησε τοῦτο ὁρώντων πάντων τοῦ τε βασιλέως καὶ τῶν περιεστηκότων | |
20 | ἀνδρῶν. 12. ἔκθαμβος δὲ γενόμενος ὁ βασιλεὺς ἤρετο τὸ Ἐφίπ‐ παν εἰ γινώσκοι καὶ ἕτερον πνεῦμα ὅμοιον αὐτῷ. καὶ λέγει ὁ Ἐφίππας· «ἔστι, βασιλεῦ, καὶ ἕτερον πνεῦμα * ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ καθήμενον καὶ ἔχον ἐν ἑαυτῷ τὸν πορφυροῦν κίονα.» 13. καὶ λέγει ὁ βασιλεύς· «ἄπελθε μετὰ τῆς σφραγῖδος καὶ ἄγαγέ | |
25 | μοι αὐτὸν ὧδε.» ἀπελθὼν δὲ ὁ Ἐφίππας μετὰ τῆς σφραγῖδος καὶ ἀνασπάσας αὐτὸν ἤγαγεν αὐτόν τε καὶ δαίμονας δύο βαστά‐ ζοντας τὸν κίονα καὶ φέροντας τοῦτον εἰς τὸν ἀέρα. 14. ἰδὼν δὲ ταῦτα ὁ βασιλεὺς καὶ ἔκθαμβος γενόμενος ἐκέλευσεν αὐτοῖς βα‐ στάζειν τὸν κίονα καὶ κρέμασθαι εἰς τὸν ἀέρα μέχρι τῆς συντε‐ | |
30 | λείας τοῦ αἰῶνος καὶ μὴ ῥίψαι τοῦτον ἐπὶ τῆς γῆς ποτε, μήπως | |
λύμην τῷ τῶν ἀνθρώπων προξενήσωσι γένει. | 95 | |
96 | VII. Πάλιν οὖν ὁ βασιλεὺς πρὸς τὸν Ὀρνίαν λέγει· «ἔστι καὶ ἕτερον δαιμόνιον;» καὶ ὁ Ὀρνίας λέγει· «εἰσὶ μὲν πολλά, ὦ βασιλεῦ. ὑπάρχει δὲ ἀπὸ τούτων ἓν μεγίστην κεκτημένον τὴν δύναμιν.» 2. «ποῖον δὲ τοῦτο,» φησὶν ὁ βασιλεύς, «καὶ τίνα με‐ | |
5 | γίστην ἔχει τὴν δύναμιν καὶ τί τούτῳ τὸ ὄνομα;» Ὁ Ὀρνίας λέγει· «Σαμαὴλ τὸ ὄνομα, ὦ βασιλεῦ, ἄρχων δὲ τοῦ τῶν δαι‐ μόνων ὑπάρχει συστήματος· καὶ συμφέρον σοι ὑπάρχει, ὦ βασι‐ λεῦ, τοῦ μὴ ἰδεῖν αὐτόν.“ 3. καὶ ὁ βασιλεύς· «μηδέν σοι * περὶ τοῦτο μελέτω, πονηρὸν καὶ ἀκάθαρτον πνεῦμα, ἀλλὰ λαβὼν | |
10 | τὴν σφραγῖδα ἄγαγέ μοι αὐτὸν ὧδε κατὰ τάχος.» λαβὼν δὲ ὁ Ὀρνίας τὴν σφραγῖδα τοῦ θεοῦ ἀπῆλθε τὸ τοῦ βασιλέως πληρώ‐ σων θέλημα. 4. ὁ δὲ Σολομῶν ἐπὶ θρόνου καθήμενος ἦν τῷ τῆς βασιλείας κεκοσμημένος στέμματί τε καὶ διαδήματι καὶ τὸν Ὀρνίαν μετὰ τοῦ Σαμαὴλ ἐκδεχόμενος, σκῆπτρόν τε τὸ βασιλι‐ | |
15 | κὸν ἀνὰ χεῖρα εἶχεν. 5. ἐλθόντων δὲ τοῦ τε Σαμαὴλ καὶ τοῦ Ὀρνία πρὸς τὸν βασιλέα, φησὶν ὁ βασιλεὺς πρὸς τὸν Σαμαήλ· «τίς εἶ, καὶ τί σου τὸ ὄνομα;» ὁ δέ φησι· «Σαμαὴλ κέκλημαι· ἄρχων δὲ τοῦ τῶν δαιμόνων ὑπάρχω συστήματος. 6. καὶ ὁ βασιλεύς· «δύνασαι ποιῆσαί μέ τι;» ὁ δέ φησι·» δύναμαι ἐμ‐ | |
20 | φυσῆσαί σοι καὶ ἀπαγαγεῖν σε εἰς τὸ ἔσχατον τῆς γῆς.» καὶ ἅμα τῷ λόγῳ ἐνεφύσησεν αὐτὸν καὶ ἀπήγαγεν εἰς τὰ ἔσχατα τῆς γῆς. VIII. Διεφημίζετο δὲ ἡ φήμη τοῦ βασιλέως εἰς πάντα τὰ πέρατα τῆς γῆς, καὶ προσκυνοῦντες ἦσαν αὐτῷ πάντες οἱ βασι‐ | |
25 | λεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες, καὶ χορηγοῦντες εἰς τὴν τοῦ ναοῦ οἰκοδομήν. 2. τῷ δὲ καιρῷ ἐκείνῳ * ἐρρητόρευσε τὸ ἆσμα τῶν ἀσμάτων. καὶ ἔλεγεν οὕτως· «ἐκτησάμην βασιλείαν· ἐκτησάμην ᾄδοντας καὶ ᾀδούσας.» καὶ καταλέξας τὰ πάντα τέ‐ | |
λος ἐπάγει· «τὰ πάντα δὲ ματαιότης ματαιοτήτων· τὰ πάντα | 96 | |
97 | ματαιότης.» 3. ἔλεγε δὲ καὶ τοῦτο· «πάντων τῶν γραμμάτων ἄρχει τὸ χ. 4. εὐδοκίᾳ δὲ θεοῦ διεσώθη Σολομῶν εἰς τὰ αὐτοῦ βασίλεια. 5. καὶ ᾠκοδομεῖτο ὁ πάνσεπτος ναὸς τοῦ θεοῦ. ᾠκο‐ δομεῖτο δὲ πάντα κατὰ μίμησιν τῆς ἀνατάξεως. 6. ὑπῆρχον τὰ | |
5 | χερουβὶμ καὶ τὰ σεραφὶμ καὶ τὰ ἑξαπτέρουγα· ὄπισθεν δὲ τοῦ θυσιαστηρίου τὰ πολυόμματα καὶ οἱ θρόνοι καὶ αἱ κυριότητες. 7. ἄρρητον δὲ τὸ κάλλος τοῦ τοιούτου ναοῦ καὶ ἀνερμήνευτον, | |
καὶ τοιοῦτον οἷον οὔτε ἐγένετο οὔτε γενήσεται. | 97 |