TLG 2679 005 :: TESTAMENTUM SALOMONIS :: Testamentum Salomonis (recensio C, I.1–3) (mss. VW) TESTAMENTUM SALOMONIS Hagiogr. Testamentum Salomonis (recensio C, I.1–3) (mss. VW) Source: McCown, C.C. (ed.), The testament of Solomon. Leipzig: Hinrichs, 1922: 5–8. Citation: Page — (line) | ||
5(13) | VW I. Ἐργαζομένων δὲ τῶν τεχνιτῶν εἰς τὴν τοῦ ναοῦ οἰκοδο‐ μὴν ἦν τις ἐκεῖσε παῖς νέος ἄλκιμος σφόδρα καὶ ἀρχιτεχνίτης, ὃν | |
15 | ἠγάπα ὁ βασιλεὺς πάνυ διὰ τὸ εἶναι αὐτὸν φρένιμον καὶ ἐπιεικῆ. | 5 |
---|---|---|
6(15) | VW ἔπεμπε δὲ αὐτὸν ἀπὸ τῆς τραπέζης αὐτοῦ βρώματα καθ’ ἑκάστην ὁ * βασιλεὺς καὶ ἐν τῷ δείπνῳ ἀπεδίδου αὐτὸν τὸν μισθὸν ἐπὶ τὸ διπλάσιον. 2. Τοῦτο δὲ τὸ παιδάριον περὶ ἡλίου δυσμὰς ἐπιέζετο ὑπὸ χαλε‐ | |
ποῦ δαίμονος Ὀρνίου λεγομένου. ἐλάμβανε δὲ τὸ τοιοῦτον δαιμόνιον | 6 | |
7(11) | VW τὸ ἥμισυ μέρος τοῦ μισθοῦ αὐτοῦ ὃν ἐλάμβανε παρὰ τοῦ βασιλέως καθεμίαν ἡμέραν. καὶ οὐ μόνον τοῦτο ἐποίει ἀλλ’ ἔτεμε καὶ τὸν δάκτυλον τῆς δεξιᾶς αὐτοῦ χειρὸς καὶ ἐξεθήλαζε τὸν ἀντίχειρον τοσοῦτον ὥστε τὸ παιδάριον ἀσθενεῖν καθ’ ἑκάστην | |
15 | ἡμέραν καὶ λεπτύνεσθαι. | 7 |
8(5) | VW 3. Καὶ δὴ ἐν μιᾷ τῶν ἡμερῶν ὁ βασιλεὺς Σολομῶν 〈ἰδὼν〉 καὶ 〈ἐκπετάσασ〉 τὰς χεῖρας εἰς τὸν οὐρανὸν εἶπεν· «θεὲ θεῶν καὶ μόνε βασιλεῦ βασιλέων, ἀποκάλυψόν μοι τὴν τοῦ παι‐ δὸς πᾶσαν βάσανον διὰ τὸ ὄνομά σου τὸ φοβερὸν καὶ πανάγιον.» ἦλθε δὲ φωνὴ λέγουσα· «πρόσειπε εἰς τὸ δεξιὸν οὖς τοῦ παιδὸς | |
10 | τάδε· ‹δαφνών· μαγατά· παλιπούλ·› ἔγγραφον δὲ ποίη*σον ἐν ἀγεννήτῳ χάρτῃ ταῦτα· *** καὶ παραδοὺς πυρὶ ὑποκάπνισον αὐτῷ, ἔχων δὲ καὶ βοτάνην τὴν λεγομένην κισσὸν καὶ λίθον ἰασαφήτην ἐν τῇ χειρί σου· καὶ ἐν πέμπτῃ ὥρᾳ τῆς νυκτὸς ἐρώ‐ τησον τὸν παῖδαν, καὶ ἀναγγελεῖ σοι ἅπαντα.» ταῦτα ἀκούσας | |
15 | Σολομῶν καὶ ποιήσας ἀπαραλλάκτως ἠρώτησε τὸν παῖδαν. * | 8 |