TLG 2679 004 :: TESTAMENTUM SALOMONIS :: Testamentum Salomonis (recensio A) (ms. L)

TESTAMENTUM SALOMONIS Hagiogr.
(A.D. 3?)

Testamentum Salomonis (recensio A) (ms. L)

Source: McCown, C.C. (ed.), The testament of Solomon. Leipzig: Hinrichs, 1922: 5–7.

Citation: Page — (line)

5

(8)

L I. Βουλόμενος ὁ Σολομῶν υἱὸς Δαυεὶδ ἀνακτίσαι καὶ οἰκο‐ δομῆσαι τὴν Σιών, κελεύσας κατὰ τόπον καὶ κατὰ χώραν τοῦ συναχ‐
10θῆναι τεχνίτας ἄνδρας τοῦ ἐργάζεσθαι εἰς τὸν ναὸν τοῦ θεοῦ, μέσον δὲ τῶν τεχνιτῶν ἦτον ἕνας νέος πολλὰ ἄξιος καὶ πολλὴν προθυμίαν
ἔχων κατὰ τῆς οἰκοδομῆς τοῦ θείου ναοῦ· διὸ καὶ ἀπὸ τοῦ βασιλέως5

6

(11)

L πολλὰ ἦν ἀγαπώμενος, καὶ τὰ σιτία καὶ τὸν μισθὸν διπλοῦν ἐλάμβανεν ὑπὲρ πάντας τοὺς τεχνίτας· καὶ ἔχαιρεν ὁ βασιλεὺς ἐπὶ τὴν τοῦ παιδὸς προθυμίαν.
2. Φθονηθεὶς δὲ ὁ νεώτερος ὑπὸ τοῦ δαίμονος, ἤρχετο ἀόρατος6

7

(5)

L καὶ ἐλάμβανε τὸ ἥμισυ τῶν μισθῶν τοῦ παιδὸς ὅτι ἄρα ἐπι‐ δίδοντο αὐτῷ καθ’ ἑκάστην ἑσπέραν. μετὰ τὸ ἀποδιδόναι καὶ ἀφεθῆναι τοῦ ἔργου ἤρχετον τὸ πονηρὸν πνεῦμα καὶ [ἠλάλαζε· εἶτα λέγει ὁ ἀναγινώσκων ἐκ τρίτου μεγαλόφωνος ἐπάνου τοῦ* ὀχλουμένου· εἶτα] ἐλάμβανε τὸν τοῦ παιδὸς δεξιᾶς χειρὸς δάκτυ‐
10λον καὶ ἐβύζανεν αὐτόν.*7