TLG 2657 002 :: MARTYRIUM IGNATII :: Martyrium Ignatii Antiocheni (martyrium Romanum)

MARTYRIUM IGNATII Hagiogr.
(p. A.D. 2)

Martyrium Ignatii Antiocheni (martyrium Romanum)

Source: Funk, F.X., Diekamp, F. (eds.), Patres apostolici, vol. 2, 3rd edn. Tübingen: Laupp, 1913: 340–362.

Citation: Chapter — section — (line)

t

1

ΜΑΡΤΥΡΙΟΝ ΤΟΥ ΑΓΙΟΥ ΙΓΝΑΤΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΑΝΤΙΟΧΕΙΑΣ.

1

.

1

Ἐν ἔτει ἐννάτῳ τῆς βασιλείας Τραϊανοῦ καίσαρος, τουτέστι
τῆς σκγʹ ὀλυμπιάδος δευτέρῳ ἔτει, ἐν ὑπατίᾳ Ἀττικοῦ Σουρβανοῦ καὶ Μαρκέλλου Ἰγνάτιος, ἐπίσκοπος τῆς Ἀντιοχέων τοῦ θεοῦ ἐκκλησίας δεύτερος μετὰ τοὺς ἀποστόλους γενόμενος (Εὐόδιον γὰρ340
5διεδέξατο), μετὰ ἐπιμελεστάτης φρουρῶν φυλακῆς ἀπὸ Συρίας ἐπὶ τὴν Ῥωμαίων πόλιν παρεπέμφθη τῆς εἰς Χριστὸν ἕνεκα μαρτυ‐ ρίας.

1

.

2

ἦσαν δὲ οἱ φυλάσσοντες αὐτὸν Τραϊανοῦ προτίκτορες δέκα τὸν ἀριθμόν, ἀνήμεροί τινες καὶ θηρίων τρόπους ἔχοντες· οἳ καὶ διὰ τῆς Ἀσίας δέσμιον ἦγον τὸν μακάριον, ἐκεῖθέν τε ἐπὶ τὴν Θρᾴκην καὶ Ῥήγιον διὰ γῆς καὶ θαλάσσης, ὑπωπιάζοντες τὸν
5ὅσιον νυκτὸς καὶ ἡμέρας, καίτοι καθ’ ἑκάστην πόλιν εὐεργετούμε‐ νοι ὑπὸ τῶν ἀδελφῶν·

1

.

3

ἀλλ’ οὐδὲν τούτων ἐπράϋνεν αὐτῶν τὰς ὀργάς, ἀλλ’ ἀνηκέστοις καὶ ἀνηλεέσιν ὀφθαλμοῖς ἐξέθλι‐ βον τὸν ἅγιον, ὥς που καὶ αὐτὸς ἐν ἐπιστολῇ μαρτυρεῖ λέγων· Ἀπὸ Συρίας μέχρι Ῥώμης θηριομαχῶ, διὰ γῆς καὶ θαλάσσης
5ἀγόμενος, ἐνδεδεμένος δέκα λεοπάρδοις, ὅ ἐστι στρατιωτικὸν
τάγμα· οἳ καὶ εὐεργετούμενοι χείρους γίνονται.341

2

.

1

Ἀπάραντες οὖν ἐκ Ῥηγίου παρεγένοντο ἐν τῇ Ῥώμῃ καὶ προσήνεγκαν τῷ αὐτοκράτορι Τραϊανῷ τὴν ἄφιξιν αὐτοῦ· καὶ ἐκέλευσεν ὁ αὐτοκράτωρ εἰσαχθῆναι αὐτόν, παρούσης καὶ τῆς συγκλήτου, καί φησι πρὸς αὐτόν· Σὺ εἶ Ἰγνάτιος, ὁ τὴν Ἀντιο‐
5χέων πόλιν ἀνάστατον ποιήσας, ὡς καὶ εἰς ἀκοὰς ἐμὰς ἐλθεῖν, ὅτι πᾶσαν τὴν Συρίαν μετέβαλες ἀπὸ τοῦ Ἑλληνισμοῦ εἰς τὸν Χρι‐ στιανισμόν;

2

.

2

Ἰγνάτιος εἶπεν· Εἶθε, βασιλεῦ, καὶ σὲ οἷός τε ἤμην μεταστήσας ἀπὸ τῆς εἰδωλολατρείας προσαγαγεῖν τῷ τῶν ὅλων θεῷ καὶ φίλων Χριστοῦ παραστήσας ἰσχυρωτέραν σοι κατα‐ στῆσαι τὴν ἀρχήν.

2

.

3

Τραϊανὸς εἶπεν· Εἰ βούλει μοι χάριτας κα‐ ταθέσθαι καὶ ἐν τοῖς ἐμοῖς φίλοις καταριθμεῖσθαι, μεταθέμενος τῆς γνώμης ταύτης θῦσον τοῖς θεοῖς, καὶ ἔσῃ ἀρχιερεὺς τοῦ μεγάλου Διὸς καὶ βασιλεύσεις σὺν ἐμοί.

2

.

4

Ἰγνάτιος εἶπεν· Χά‐ ριτας δεῖ παρέχειν, βασιλεῦ, τὰς μὴ βλαπτούσας ψυχήν, οὐ τὰς ἀπαγούσας εἰς αἰώνιον κόλασιν· τὰς δὲ ἐπαγγελίας σου, ἃς ἐπηγ‐ γείλω διδόναι μοι, οὐδενὸς λόγου ἀξίας κρίνω· οὔτε γὰρ θεοῖς
5οἷς οὐ γινώσκω λατρεύσω, οὔτε Ζεὺς ὁ σὸς τίς ἐστιν ἐπίσταμαι,
οὔτε βασιλείας κοσμικῆς ἐφίεμαι. τί γὰρ ὠφεληθήσομαι, ἐὰν ὅλον τὸν κόσμον κερδήσω, τὴν δὲ ψυχήν μου ζημιωθῶ;342

2

.

5

Τρα‐ ϊανὸς εἶπεν· Ἔοικάς μοι αἰσθήσεως ἔμφρονος ἄμοιρος εἶναι, καὶ διὰ τοῦτο ἐξευτελίζεις μου τὰς ἐπαγγελίας. ὅθεν εἰς ἀγανά‐ κτησίν με ἐὰν ἀγάγῃς, πάσαις αἰκίαις σε τιμωρήσομαι οὐ μόνον ὡς
5ἀνήκοον, ἀλλὰ καὶ ὡς ἀχάριστον καὶ ὡς οὐ πειθόμενον δόγμασιν ἱερᾶς συγκλήτου καὶ οὐ θύοντα θεοῖς.

2

.

6

Ἰγνάτιος εἶπεν· Ποίει τὸ δοκοῦν σοι, βασιλεῦ, ἐγὼ γὰρ οὐ θύω· οὔτε γὰρ πῦρ οὔτε σταυ‐ ρὸς οὔτε θηρίων θυμὸς οὔτε ἀφαίρεσις μελῶν πείσουσίν με ἀπο‐ στῆναι ἀπὸ θεοῦ ζῶντος. οὐ γὰρ τὸν νῦν ἀγαπῶ αἰῶνα, ἀλλὰ
5τὸν ὑπὲρ ἐμοῦ ἀποθανόντα καὶ ἀναστάντα Χριστόν.

3

.

1

Ἡ σύγκλητος εἶπεν· Ἡμεῖς οἴδαμεν, ὅτι οἱ θεοὶ ἀθά‐ —νατοί εἰσιν· σὺ δὲ πῶς φής, Ἰγνάτιε, ὅτι ὁ Χριστὸς ἀπέθανεν;

3

.

2

Ἰγνάτιος εἶπεν· Ὁ ἐμὸς κύριος, εἰ καὶ ἀπέθανεν, δι’ οἰκονομίαν τινὰ ἀπέθανεν, ἀλλὰ διὰ τριῶν ἡμερῶν ἀνέστη· οἱ δὲ ὑμέτεροι θεοὶ
ἀπέθανον μὲν ὡς θνητοί, οὐκ ἠγέρθησαν δέ. αὐτίκα γοῦν Ζεὺς μὲν ἐν Κρήτῃ τέθαπται, Ἀσκληπιὸς δὲ κεραυνοβοληθεὶς ἐν Κυ‐343
5νοσούρῃ, Ἀφροδίτη ἐν Πάφῳ μετὰ Κινύρου τέθαπται, Ἠρακλῆς πυρὶ ἀνήλωται.

3

.

3

τοιούτων γὰρ τιμωριῶν ἄξιοι ὑμῶν ἦσαν οἱ θεοί, ἐπειδὴ ἀκρατεῖς καὶ κακοποιοὶ καὶ ἀνθρώπων φθορεῖς, ὁ δὲ ἡμέτερος κύριος, εἰ καὶ ἐσταυρώθη καὶ ἀπέθανεν, ἀλλ’ ἔδειξεν τὴν ἑαυτοῦ δύναμιν ἀναστὰς ἐκ νεκρῶν καὶ τοὺς ἀνελόντας αὐτὸν
5δι’ ὑμῶν τιμωρησάμενος· καὶ οἱ μὲν ὑμέτεροι θεοὶ ὑπ’ αὐτοῦ δίκην εἰσεπράχθησαν ὡς ἐργάται κακίας, ὁ δὲ ἡμέτερος κύριος ἀνῃρέθη κατὰ σάρκα ὑπὸ ἀνθρώπων πονηρῶν οὐ φερόντων αὐτοῦ τοὺς ἐλεγμούς, πᾶσαν μὲν εὐεργεσίαν παρεσχηκώς, ἀχαριστηθεὶς δὲ ὑπὸ ἀπίστων.

3

.

4

Τραϊανὸς εἶπεν· Ἐγώ σοι παραινῶ, ἐκκλῖναι τὸν θάνατον καὶ προσδραμεῖν τῇ ζωῇ. Ἰγνάτιος εἶπεν· Καλῶς μοι παραινεῖς, ὦ βασιλεῦ· φεύγω γὰρ τὸν αἰώνιον θάνατον καὶ προσφεύγω τῇ αἰωνίῳ ζωῇ.

3

.

5

Τραϊανὸς εἶπεν· Καὶ πόσοι εἰσὶν
θάνατοι; Ἰγνάτιος εἶπεν· Δύο, ὁ μὲν πρόσκαιρος, ὁ δὲ αἰώνιος· οὕτω δὲ καὶ ζωαὶ δύο, ἡ μὲν ὀλιγοχρόνιος, ἡ δὲ αἰώνιος.344

3

.

6

Τρα‐ ϊανὸς εἶπεν· Θῦσον τοῖς θεοῖς καὶ τὰς τιμωρίας ἔκκλινον· οὐ γὰρ εἶ σὺ τῆς γερουσίας ἀμείνων.

3

.

7

Ἰγνάτιος εἶπεν· Ποίοις θεοῖς θέλεις θύσω, τῷ δεκατρεῖς μῆνας διὰ μοιχείαν ἐν πίθῳ καθ‐ ειρχθέντι, ἢ τῷ πεπεδημένῳ τὰς βάσεις χαλκεῖ, ἢ τῷ ἀστοχήσαντι τῆς μαντικῆς καὶ ὑπὸ γυναικὸς νικηθέντι, ἢ τῷ ὑπὸ Τιτάνων δια‐
5σπωμένῳ ἀνδρογύνῳ, ἢ τοῖς τὰ Ἰλίου οἰκοδομήσασι τείχη καὶ τὸν μισθὸν ἀποστερηθεῖσιν, ἢ ταῖς τὰ ἀνδρῶν ἔργα μιμουμέναις, τὰ δὲ τῶν γυναικῶν ἐκλαθομέναις;

3

.

8

αἰδοῦμαι λέγειν θεοὺς γόη‐
τας καὶ φθορεῖς παίδων καὶ μοιχοὺς εἰς ἀετὸν καὶ ταῦρον καὶ χρυσὸν καὶ κύκνον καὶ δράκοντα, ὡς ὑμεῖς λέγετε, μεταβαλλομέ‐ νους, οὐκ ἐπ’ ἀγαθῷ τινι, ἀλλ’ ἐπὶ διαλύσει ἀλλοτρίων γάμων, οὓς345
5ἐχρῆν βδελύττεσθαι, οὐχὶ δὲ καὶ προσκυνεῖν. τούτοις ὑμῶν εὔχον‐ ται αἱ γυναῖκες, ἵνα τὴν σωφροσύνην φυλάξωσιν ὑμῖν.

3

.

9

Τραϊανὸς εἶπεν· Ἐγώ σοι παραίτιος τῆς εἰς τοὺς θεοὺς βλασφημίας γέγονα, μὴ αἰκιζόμενός σε. Ἰγνάτιος εἶπεν· Εἴρηκά σοι καὶ πάλαι, ὅτι ἑτοίμως ἔχω πρὸς πᾶσαν αἰκίαν καὶ παντοῖον θανάτου τρόπον,
5ἐπειδὴ σπεύδω πρὸς τὸν θεόν.

4

.

1

Τραϊανὸς εἶπεν· Ἐὰν μὴ θύσῃς, μεταμεληθήσῃ· πρὶν οὖν παθεῖν, φεῖσαι σεαυτοῦ. Ἰγνάτιος εἶπεν· Εἰ μὴ ἐφειδόμην ἐμαυτοῦ, ἐποίουν, ὃ προσέταττες.

4

.

2

Τραϊανὸς εἶπεν· Ταῖς μολυ‐ βίσιν αἰκίσασθε αὐτοῦ τὰ μετάφρενα. Ἰγνάτιος εἶπεν· Ἐπέτεινάς μοι, βασιλεῦ, τὸν εἰς θεὸν πόθον.

4

.

3

Τραϊανὸς εἶπεν· Τοῖς ὄνυξι τὰς πλευρὰς αὐτοῦ καταξάνατε καὶ ἅλατι ἀνατρίψατε. Ἰγνάτιος εἶπεν· Ὅλος μου ὁ νοῦς πρὸς θεὸν ἀνατέταται, καὶ ὧν πάσχω λόγον οὐ ποιοῦμαι.

4

.

4

Τραϊανὸς εἶπεν· Θῦσον τοῖς θεοῖς. Ἰγνά‐ τιος εἶπεν· Ποίοις θεοῖς; τάχα τοῖς Αἰγυπτίων κελεύεις με θῦσαι, βοῒ καὶ τράγῳ, ἴβιδι καὶ πιθήκῳ καὶ ἀσπίδι ἰοβόλῳ καὶ λύκῳ καὶ κυνί, λέοντι καὶ κροκοδείλῳ, ἢ τῷ Περσικῷ πυρὶ ἢ θαλάσσης
346
5ὕδατι ἢ χθονίῳ Πλούτωνι ἢ Ἑρμῇ κλέπτῃ;

4

.

5

Τραϊανὸς εἶπεν· Εἶπόν σοι, ὅτι θῦσον· ταῦτα γάρ σε λέγοντα οὐδὲν ὀνήσει. Ἰγνά‐ τιος εἶπεν· Εἶπόν σοι, ὅτι οὐ θύω· οὐδὲ ἀφίσταμαι τοῦ θεοῦ τοῦ ἑνὸς καὶ μόνου, ὃς ἐποίησεν τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν
5θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς, τοῦ θεοῦ τῶν πνευμάτων καὶ βασιλέως παντὸς αἰσθητοῦ καὶ νοητοῦ, ὃς ἔχει πάσης σαρκὸς ἐξουσίαν.

4

.

6

Τραϊανὸς εἶπεν· Τί γάρ σε κωλύει, κἀκεῖνον, εἴπερ ἔστιν, θεὸν σέβειν καὶ τούτους, οὓς κοινῇ πάντες ὁμολογοῦμεν; Ἰγνάτιος εἶπεν· Ἡ φυσικὴ διάγνωσις, ὅταν ᾖ καθαρά, οὐ συγκρίνει τῇ ἀληθείᾳ τὸ ψεῦδος, τῷ φωτὶ τὸ σκότος, τῷ γλυκεῖ τὸ πι‐
5κρόν· τοῖς γὰρ ταῦτα μὴ διακρίνουσιν ἐπήρτηται τὸ οὐαί. τίς γὰρ συμφώνησις Χριστῷ πρὸς Βελίαρ, ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; τίς δὲ συγκατάθεσις ναῷ θεοῦ μετὰ εἰδώλων;347

5

.

1

Τραϊανὸς εἶπεν· Ἁπλώσαντες αὐτοῦ τὰς χεῖρας πληρώσατε αὐτὰς πυρός. Ἰγνάτιος εἶπεν· Οὕτε πῦρ καυστικὸν οὔτε θηρίων ὀδόντες οὔτε σκορπισμοὶ ὀστέων οὕτε συγκοπαὶ μελῶν οὔτε ἀλε‐ σμοὶ ὅλου τοῦ σώματος, οὐχ αἱ τοῦ διαβόλου κολάσεις μεταστή‐
5σουσίν με τῆς πρὸς θεὸν ἀγάπης.

5

.

2

Τραϊανὸς εἶπεν· Πάπυρον ἐλαίῳ βάψαντες καὶ μαλάξαντες, ἐξάψαντες τὰς πλευρὰς αὐτοῦ φλέ‐ ξατε. Ἰγνάτιος εἶπεν· Δοκεῖς μοι, βασιλεῦ, ἀγνοεῖν, ὅτι θεὸς ἐν ἐμοὶ ζῶν ἐστιν, ὃς καὶ δύναμιν ἐπιχορηγεῖ μοι καὶ στερροποιεῖ τὴν
5ψυχήν μου· οὐ γὰρ ἂν οἷός τε ἤμην φέρειν σου τὰς βασάνους.

5

.

3

Τραϊανὸς εἶπεν· Σιδήρεος τάχα τις εἶ καὶ ἀπεσκληκώς· ἦ γὰρ ἂν ἐνεδίδως λοιπόν, τοῖς μώλωψιν ἀλγυνόμενος, θῦσαι τοῖς θεοῖς. Ἰγνάτιος εἶπεν· Οὐχ ὡς μὴ αἰσθανόμενος, βασιλεῦ, τῶν βασάνων φέρω καὶ καρτερῶ ταύτας, ἀλλ’ ἐλπίδι τῶν μελλόντων ἀγαθῶν
5τῆς πρὸς θεὸν εὐνοίας ἐπικουφιζούσης μου τὰς ὀδύνας· οὔτε γὰρ πῦρ φλέγον οὕτε ὕδωρ ἐπικλύζον σβέσαι ποτὲ δυνήσεται τὴν πρὸς θεόν μου ἀγάπην.

5

.

4

Τραϊανὸς εἶπεν· Ἐνέγκαντες πῦρ καὶ ἁπλώ‐
σαντες εἰς τὸ ἔδαφος τὴν ἀνθρακιάν, στήσατε ἐπ’ αὐτὴν τὸν Ἰγνά‐ τιον, ἵνα κἂν οὕτως πεισθῇ εἶξαί μου καὶ θῦσαι τοῖς θεοῖς. Ἰγνάτιος εἶπεν· Τὸ καυστικὸν τοῦ πυρός σου εἰς ὑπόμνησίν με348
5ἄγει τοῦ αἰωνίου καὶ ἀσβέστου πυρός, καίτοι πρόσκαιρον ὄν.

5

.

5

Τραϊανὸς εἶπεν· Οἶμαι γοητείᾳ σέ τινι καταφρονεῖν τῶν βασά‐ νων· ἦ γὰρ ἂν εἶξες ἡμῖν τοσαῦτα παρ’ ἡμῶν αἰκισθείς. Ἰγνά‐ τιος εἶπεν· Οἱ δαίμονας ἀποστρεφόμενοι ὡς ἀποστάτας θεοῦ καὶ εἴδωλα βδελυσσόμενοι πῶς ἂν εἶεν γόητες, εἰπέ μοι. ὑμεῖς γὰρ
5μᾶλλον οἱ ταῦτα σεβόμενοι τοῖς τοιούτοις λοιδορήμασιν ὑπόκεισθε· ἡμῖν δὲ νενομοθέτηται, φαρμακοὺς μὴ ἐᾶν ζῆν μηδὲ ἐπαοιδοὺς μηδὲ κληδονιζομένους, ἀλλὰ καὶ τῶν τὰ περίεργα πραττόντων τὰς βίβλους κατακαίειν εἰώθαμεν ὡς ἐπιρρήτους. οὐκοῦν οὐκ ἐγὼ γόης, ἀλλ’ ὑμεῖς οἱ προσκυνοῦντες τοῖς δαίμοσιν.

5

.

6

Τρα‐ ϊανὸς εἶπεν· Νὴ τοὺς θεούς, Ἰγνάτιε, ἀπέκαμον εἴς σε λοιπόν, καὶ ἀπορῶ, ποίαις χρήσομαί σοι βασάνοις πρὸς τὸ πεῖσαί σε εἶξαι τοῖς προσταττομένοις σοι. Ἰγνάτιος εἶπεν· Μὴ κάμνε, βασιλεῦ, ἀλλ’
5ἢ πυρὶ παραδίδου ἢ ξίφει τέμνε ἢ βυθῷ ἔκριπτε ἢ θηρίοις ἐκδίδου, ἵνα πεισθῇς, ὅτι τούτων ἡμῖν οὐδὲν δεινὸν διὰ τὴν πρὸς θεὸν ἀγάπην.

6

.

1

Τραϊανὸς εἶπεν· Τίνα ἐλπίδα ἐκδέχῃ, Ἰγνάτιε, τούτοις ἐναποθνήσκων, οἷς πάσχων ὑπομένεις, οὐκ ἔχω λέγειν. Ἰγνάτιος
εἶπεν· Οἱ ἀγνοοῦντες τὸν ἐπὶ πάντων θεὸν καὶ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀγνοοῦσιν καὶ τὰ ἡτοιμασμένα τοῖς εὐσεβέσιν349
5ἀγαθά.

6

.

2

ὅθεν ἐνταῦθα μόνον λογίζονται τὴν ὕπαρξιν αὐτῶν εἶναι ὡς καὶ τῶν ἀλόγων ζώων· οὐδὲν δὲ πλέον μετὰ τὴν ἐνθένδε ἀπαλλαγὴν φαντάζονται. ἡμεῖς δὲ οἱ γινώσκοντες τὴν εὐσέβειαν ἴσμεν, ὅτι μετὰ τὴν ἐντεῦθεν ἀπαλλαγὴν ἀναστάντες ἀΐδιον ζωὴν
5ἕξομεν ἐν Χριστῷ ἀνελλιπῆ καὶ ἀδιάδοχον, ἧς ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός.

6

.

3

Τραϊανὸς εἶπεν· Ἐγὼ καταλύσας ὑμῶν τὴν αἵρεσιν διδάξω ὑμᾶς σωφρονεῖν καὶ μὴ διαμάχεσθαι τοῖς Ῥω‐ μαίων δόγμασιν. Ἰγνάτιος εἶπεν· Καὶ τίς δύναται, βασιλεῦ, οἰκο‐ δομὴν θεοῦ καταλῦσαι; κἂν ἐπιχειρήσῃ τις, οὐδὲν πλέον αὐτῷ
5ὑπάρξει ἢ τὸ θεομάχον εἶναι.

6

.

4

ὁ γὰρ Χριστιανισμὸς οὐ μόνον οὐ καταλυθήσεται ὑπὸ ἀνθρώπων, ἀλλ’ ὁσημέραι δυνάμει Χριστοῦ εἰς αὔξησιν καὶ μέγεθος, κατὰ τὸ αὐτὸ καὶ ὡσαύτως ἔχων, προ‐ κόψει, λαμπρότητος ὁμοῦ καὶ σεμνότητος ἐκλάμπων μαρμαρυγάς.
5πλησθήσεται γὰρ ἡ σύμπασα γῆ τοῦ γνῶναι τὸν κύριον, ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας.

6

.

5

οὐ καλῶς δέ, βασιλεῦ,
αἵρεσιν ἀποκαλεῖς τὸν Χριστιανισμόν· πολὺ γὰρ αἵρεσις Χριστια‐ νισμοῦ κεχώρισται. Χριστιανισμὸς δὲ τοῦ ὄντως ὄντος θεοῦ ἐπί‐ γνωσίς ἐστιν καὶ τοῦ μονογενοῦς υἱοῦ αὐτοῦ καὶ τῆς κατὰ σάρκα350
5ἐπιδημίας αὐτοῦ καὶ μυήσεως, συνεπομένων καὶ τῶν τῆς πολιτείας καλῶν τῇ ἀδιαψεύστῳ θρησκείᾳ.

6

.

6

τίνας δὲ ἡμῶν ἔγνως στάσιν καὶ πόλεμον ἀγαπῶντας, οὐχὶ δὲ ὑποτασσομένους ἄρχουσιν, ἐν οἷς ἀκίνδυνος ἡ ὑποταγή, ὁμονοοῦντας εἰρηνικῶς ἐν τοῖς φιλικοῖς, ἀποτιννύοντας πᾶσιν τὰς ὀφειλάς, τῷ τὸν φόρον τὸν φόρον, τῷ
5τὸν φόβον τὸν φόβον, τῷ τὸ τέλος τὸ τέλος, τῷ τὴν τιμὴν τὴν τιμήν, σπεύδοντας μηδενὶ μηδὲν ὀφείλειν ἢ τὸ ἀγαπᾶν ἀλλήλους;

6

.

7

δεδιδάγμεθα γὰρ παρὰ τοῦ κυρίου ἡμῶν μὴ μόνον τὸν πλησίον ἀγαπᾶν, ἀλλὰ καὶ τὸν ἐχθρὸν εὐεργετεῖν καὶ τοὺς μισοῦντας ἀγαπᾶν καὶ εὔχεσθαι ὑπὲρ τῶν ἐπηρεαζόντων ἡμᾶς καὶ διωκόντων.

6

.

8

τί δέ σοι προσέκρουσε τὸ τοῦ Χριστιανισμοῦ κήρυγμα, ἐξότε ἤρξατο, εἰπέ. ἆρα μή τι νεώτερον συμβέβηκεν
ἐπὶ τὴν Ῥωμαίων ἀρχήν; οὐχὶ δὲ ἡ πολυαρχία εἰς μοναρχίαν μετ‐ έπεσεν, καὶ Αὔγουστος ὁ σὸς πρόγονος, ἐφ’ οὗ ὁ ἡμέτερος σωτὴρ351
5ἐτέχθη ἐκ παρθένου καὶ ἐγένετο ὁ πρώην θεὸς λόγος καὶ ἄνθρωπος δι’ ἡμᾶς, μονονουχὶ αἰῶνα ὅλον ἐβασίλευσεν, πεντήκοντα ὅλοις ἐνιαυτοῖς καὶ ἑπτὰ πρὸς μησὶν ἄλλοις ἓξ κρατήσας τῆς Ῥωμαίων ἀρχῆς καὶ μοναρχήσας ὡς οὐδεὶς ἕτερος τῶν πρὸ αὐτοῦ; οὐ πᾶν φῦλον αὐτῷ ὑπετάγη, καὶ ἡ προτέρα ἀμιξία τῶν ἐθνῶν καὶ τὸ
10πρὸς ἀλλήλους αὐτῶν μῖσος διελύθη ἐκ τῆς τοῦ σωτῆρος ἡμῶν ἐπιδημίας;

7

.

1

Ἡ σύγκλητος εἶπεν· Ναί, ταῦτα οὕτως ἔχει, ὡς ἔφης, Ἰγνάτιε· ἀλλ’ ἐκεῖνο ἀγανακτοῦμεν, ὅτι τὴν περὶ τοὺς θεοὺς θρη‐ σκείαν κατέλυσεν.

7

.

2

Ἰγνάτιος εἶπεν· Ὦ λαμπρὰ γερουσία, ὥσ‐ περ τὰ ἀλογώτερα τῶν ἐθνῶν καθυπέταξε τῇ Ῥωμαίων ἀρχῇ, ἣν οἱ ἡμέτεροι λόγοι σιδηρᾶν ῥάβδον ἀποκαλοῦσιν, οὕτως καὶ τὰ τυραννικὰ τῆς πονηρίας πνεύματα ἐξ ἀνθρώπων ἀπήλασεν, ἕνα καὶ
5μόνον καταγγείλας τὸν ἐπὶ πάντων θεόν.

7

.

3

καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τῆς πικρᾶς αὐτῶν δουλείας ἀπήλλαξεν, αἱμοβόρων καὶ ἀνηλεῶν αὐτῶν ὄντων. οὐ τῷ θανάτῳ τῶν φιλτάτων ὑμῶν ἐνε‐
τρυφῶσαν; οὐκ ἐμφυλίοις πολέμοις ὑμᾶς ἐμίαινον; οὐκ ἀσχημο‐352
5νεῖν ὑμᾶς ἠνάγκαζον γυμνοὺς θεατρίζοντες καὶ τὰς γυναῖκας ὑμῶν γυμνὰς ὡς ἐν αἰχμαλωσίᾳ πομπεύοντες, αἵμασι κοινοῦντες τὴν γῆν καὶ τὸν καθαρὸν ἀέρα ἀκαθαρσίαις θολοῦντες;

7

.

4

ἐρωτή‐ σατε Σκύθας, εἰ μὴ τῇ Ἀρτέμιδι ἀνθρώπους ἔθυον· πάντως γάρ, κἂν ὑμεῖς ἀρνῆσθε αἰσχυνόμενοι τὴν τῷ Κρόνῳ σφαττομένην παρ‐ θένον. καὶ Ἕλληνες ἐγκαυχῶνται ἐπὶ ταῖς τοιαύταις ἀνθρωποθυ‐
5σίαις, παρὰ βαρβάρων τὸ τοιοῦτον λαβόντες κακόν.

7

.

5

Τραϊα‐ νὸς εἶπεν· Νὴ τοὺς θεούς, ἐκπλήττομαί σου, Ἰγνάτιε, τῆς πολυ‐ μαθίας, εἰ καὶ μὴ ἐπαινῶ τῆς θρησκείας. Ἰγνάτιος εἶπεν· Καὶ τί κατέγνως τῆς θρησκείας ἡμῶν τῆς θείας; Τραϊανὸς εἶπεν·
5Ὅτι τὸν δεσπότην ἥλιον οὐ προσκυνεῖτε οὔτε τὸν οὐρανὸν οὔτε τὴν ἱερὰν σελήνην τὴν παντρόφον.

7

.

6

Ἰγνάτιος εἶπεν· Καὶ τίς ἂν ἕλοιτο, βασιλεῦ, προσκυνεῖν ἥλιον τὸν ἐν σχήματι ὄντα, τὸν αἰσθήσει ὑποπίπτοντα καὶ ἀποβάλλοντα καὶ πάλιν ἐκ πυρὸς ἀνα‐ λαμβάνοντα τὴν ἀποβληθεῖσαν θερμότητα, τὸν ἔκλειψιν ὑπομένον‐
5τα, τὸν μὴ δυνάμενόν ποτε ἀμεῖψαι τὴν ἑαυτοῦ τάξιν παρὰ τὴν γνώμην τοῦ ἐπιτάττοντος αὐτῷ τελεῖν τὸν δρόμον;

7

.

7

οὐρανὸς δὲ πῶς προσκυνητός, ὁ νέφεσι καλυπτόμενος, ὃν ὡς δέρριν ἐξέτεινεν ὁ δημιουργὸς καὶ ὡς καμάραν ἔπηξεν καὶ ὡς κύβον ἥδρασεν, ἢ
σελήνη ἡ αὔξουσα καὶ μειουμένη καὶ φθίνουσα καὶ πάθεσιν ὑπο‐353
5κειμένη;

7

.

8

ἀλλ’ ὅτι τὸ φῶς ἔχουσι λαμπρόν, διὰ τοῦτο προσκυνεῖσθαι ὀφείλουσιν; οὐ πάντως ἀληθὴς ὁ λόγος. εἰς φαῦσιν γὰρ ἀνθρώ‐ ποις, ἀλλ’ οὐκ εἰς προσκύνησιν ἐδόθησαν· πεπαίνειν καὶ θερμαί‐ νειν τοὺς καρποὺς προσετάχθησαν, λαμπρύνειν τὴν ἡμέραν καὶ
5φωτίζειν τὴν νύκτα. καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ εἰς σημεῖα ἐτάχθησαν καὶ εἰς καιροὺς καὶ εἰς τροπὰς καὶ τῶν τὴν θάλασ‐ σαν πλεόντων εἰς παραμυθίαν.

7

.

9

οὐδὲν δὲ τούτων προσκυνητόν, οὐχ ὕδωρ, ὃ Ποσειδῶνα καλεῖτε, οὐ πῦρ, ὃ Ἥφαιστον καλεῖτε, οὐκ ἀήρ, ὃν Ἥραν καλεῖτε, οὐ γῆ, ἣν Δήμητραν καλεῖτε, οὐ καρ‐ ποί· πάντα γὰρ ταῦτα πρὸς σύστασιν ἡμετέραν γέγοναν, ὅμως
5φθαρτά εἰσι καὶ ἄψυχα.

8

.

1

Τραϊανὸς εἶπεν· Οὐκ ἄρα καλῶς ἔλεγον ἐν ἀρχαῖς, ὅτι σὺ
εἶ ὁ ἀναστατώσας τὴν ἀνατολὴν μὴ σέβεσθαι τοὺς θεούς; Ἰγνάτιος εἶπεν· Καὶ ἀγανακτεῖς, ὦ βασιλεῦ, ὅτι τὰ μὴ ὅντα προσκυνητὰ παρ‐ αινοῦμεν μὴ σέβειν, ἀλλὰ τὸν θεὸν τὸν ἀληθινόν, τὸν ζῶντα, τὸν354
5ποιητὴν οὐρανοῦ καὶ γῆς, καὶ τὸν μονογενῆ υἱὸν αὐτοῦ καὶ τὸ ἅγιον πνεῦμα· μόνη γὰρ αὕτη ἀληθινὴ θρησκεία κρατοῦσα καὶ ὁμολογουμένη, θείοις τε καὶ πνευματικοῖς δόγμασιν ἁβρυνομένη.

8

.

2

ἡ δὲ καθ’ ὑμᾶς διδασκαλία τοῦ Ἑλληνισμοῦ ἄθεος πολυθεΐα, εὐανάτρεπτος, ἄστατος, περιφερομένη, ἐπ’ οὐδεμιᾷ βεβαιώσει ἑστη‐ κυῖα· ἡ γὰρ ἀνεξέλεγκτος παιδεία πλανᾶται· πῶς γὰρ οὐκ ἔστι παντοίων ψευδολογιῶν πεπληρωμένη, ποτὲ μὲν λέγουσα, δώδεκα
5εἶναι τοὺς καθόλου τοῦ κόσμου θεούς, πάλιν δὲ πλείονας ὑπ‐ ειληφυῖα;

8

.

3

Τραϊανὸς εἶπεν· Οὐκ ἔτι σου φέρω τὴν ἀλαζονείαν· δεινῶς γὰρ ἡμῶν κατακερτομεῖς, στωμυλίᾳ λόγων νικᾶν ἡμᾶς θέλων. θῦσον οὖν· ἀρκεῖ γάρ σοι, ὅσα κατερρητόρευσας ἡμῶν. εἰ δὲ μή γε, πάλιν σε αἰκισάμενος ὕστερον θηρίοις παραδώσω.

8

.

4

Ἰγνάτιος εἶπεν· Μέχρι πότε ἀπειλεῖς καὶ οὐ πληροῖς, ἃ ἐπαγγέλ‐ λῃ; ἐγὼ γὰρ Χριστιανός εἰμι καὶ οὐ θύω πονηροῖς δαίμοσιν, ἀλλὰ προσκυνῶ τὸν ἀληθινὸν θεὸν τὸν πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τὸν φωτίσαντά μοι φῶς γνώσεως, τὸν ἀνοίξαντά μου
5τοὺς ὀφθαλμοὺς εἰς κατανόησιν τῶν θαυμασίων αὐτοῦ· τοῦ‐ τον σέβω καὶ τιμῶ, ὅτι οὗτος θεός ἐστι καὶ κύριος καὶ βασιλεύς, ὁ μακάριος καὶ μόνος δυνάστης.

9

.

1

Τραϊανὸς εἶπεν· Κραβαττοπυρίαις σε ἀνελῶ, εἰ μὴ μετα‐ νοήσῃς. Ἰγνάτιος εἶπεν· Καλόν, ὦ βασιλεῦ, ἡ ἐκ κακῶν μετάνοια, ἡ δὲ ἐξ ἀγαθῶν ὑπόδικος· ἐπὶ τὰ κρείττω χρὴ τρέχειν ἡμᾶς, οὐκ ἐπὶ τὰ χείρονα· εὐσεβείας γὰρ ἄμεινον οὐδέν.355

9

.

2

Τραϊανὸς εἶπεν· Τοῖς ὄνυξι τὸν νῶτον αὐτοῦ καταξάνατε, λέγοντες αὐτῷ· πείσθητι τῷ αὐτοκράτορι καὶ θῦσον τοῖς θεοῖς κατὰ τὸ δόγμα τῆς συγκλή‐ του.

9

.

3

Ἰγνάτιος εἶπεν· Ἐγὼ τὸ δόγμα τοῦ θεοῦ φοβοῦμαι τὸ λέγον· Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ, καὶ ὁ θυσι‐ άζων θεοῖς ἑτέροις ἐξολοθρευθήσεται. συγκλήτου δὲ καὶ βασι‐ λέως παρανομεῖν κελευόντων οὐκ ἀκούω· οὐ λήψῃ γὰρ πρόσω‐
5πον δυνάστου, οἱ νόμοι διαγορεύουσιν, καὶ οὐκ ἔσῃ μετὰ πολ‐ λῶν ἐπὶ κακίᾳ.

9

.

4

Τραϊανὸς εἶπεν· Ὄξος σὺν ἁλσὶ καταχέατε αὐτοῦ τῶν πληγῶν. Ἰγνάτιος εἶπεν· Πάντα τὰ ὑπὲρ τῆς τοῦ θεοῦ ὁμολογίας μοι γινόμενα οἰστά, ὡς μισθῶν εἶναι πρόξενα· οὐκ ἄξια γὰρ τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν
5ἀποκαλύπτεσθαι.

9

.

5

Τραϊανὸς εἶπεν· Φεῖσαι σαυτοῦ λοιπόν, ἄνθρωπε, καὶ εἶξον τοῖς προσταττομένοις σοι, ἐπεὶ χείροσι κατά σου χρήσομαι βασάνοις. Ἰγνάτιος εἶπεν· Τίς ἡμᾶς χωρίσει ἀπὸ
τῆς ἀγάπης τοῦ Χριστοῦ, θλίψις ἢ στενοχωρία ἢ διωγμὸς ἢ356
5λιμὸς ἢ γυμνότης ἢ κίνδυνος ἢ μάχαιρα; πέπεισμαι γάρ, ὅτι οὕτε ζωὴ οὔτε θάνατος ἐκστῆσαί με τῆς εὐσεβείας δυνήσεται, θαρροῦντα τῇ δυνάμει τοῦ Χριστοῦ.

9

.

6

Τραϊανὸς εἶπεν· Οἴῃ νι‐ κῆσαί με τῇ καρτερίᾳ; φιλόνικον γὰρ ζῶον ὁ ἄνθρωπος. Ἰγνά‐ τιος εἶπεν· Οὐκ οἶμαι, ἀλλὰ πιστεύω, ὅτι ἐνίκησα καὶ νικήσω, ἵνα γνῷς, ὁπόσον μεταξὺ ἀσεβείας καὶ εὐσεβείας.

9

.

7

Τραϊανὸς εἶπεν· Λαβόντες αὐτὸν καὶ περιθέντες αὐτῷ σίδηρα, ἐν τῷ ξύλῳ τοὺς πόδας αὐτοῦ ἀσφαλισάμενοι, βάλετε αὐτὸν εἰς τὴν ἐσωτέραν φυλακὴν καὶ μηδεὶς αὐτὸν ὅλως ἐπὶ τῆς εἱρκτῆς ὁράτω· καὶ τρεῖς
5ἡμέρας καὶ τρεῖς νύκτας ἄρτον μὴ φαγέτω καὶ ὕδωρ μὴ πιέτω, ὅπως μετὰ τὰς τρεῖς ἡμέρας θηρίοις παραβληθεὶς οὕτως τοῦ ζῆν ὑπεξέλθῃ.

9

.

8

ἡ σύγκλητος εἶπεν· Καὶ ἡμεῖς σύμψηφοι τῆς ἀπο‐ φάσεως αὐτοῦ γινόμεθα· πάντας γὰρ ἡμᾶς ἐνύβρισε μετὰ τοῦ αὐτοκράτορος, μὴ εἴξας θῦσαι τοῖς θεοῖς, ἀλλ’ εἶναι Χριστιανὸς διαβεβαιωσάμενος.

9

.

9

Ἰγνάτιος εἶπεν· Εὐλογητὸς ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃς τῇ πολλῇ αὐτοῦ ἀγαθότητι ἠξίωσέ με κοινωνὸν τῶν παθημάτων τοῦ Χριστοῦ αὐτοῦ γενέσθαι καὶ μάρτυρα τῆς θεότητος αὐτοῦ ἀληθῆ καὶ
5πιστόν.

10

.

1

Καὶ τῇ τρίτῃ ἡμέρᾳ ὁ Τραϊανὸς προσκαλεσάμενος τὴν
σύγκλητον καὶ τὸν ἔπαρχον πρόεισιν ἐπὶ τὸ ἀμφιθέατρον, συνδρα‐ μόντος καὶ τοῦ δήμου τῶν Ῥωμαίων· ἤκουσαν γάρ, ὅτι ὁ ἐπί‐ σκοπος Συρίας μέλλει θηριομαχεῖν· καὶ προστάττει τὸν ἅγιον Ἰ‐357
5γνάτιον εἰσαχθῆναι.

10

.

2

ὡς δὲ ἐθεάσατο αὐτόν, ἔφη πρὸς αὐτόν· Ἐγὼ θαυμάζω, ὅτι ζῇς μετὰ τοσαύτας αἰκίας καὶ τοσαύτην λιμόν· ἀλλὰ κἂν νῦν πείσθητί μοι, ὅπως καὶ τῶν προκειμένων κακῶν ἀπαλλαγῇς, καὶ ἡμᾶς ἕξεις φίλους.

10

.

3

Ἰγνάτιος εἶπεν· Ἔοικάς μοι μορφὴν μὲν ἔχειν ἀνθρώπου, τρόπον δὲ ἀλώπεκος σαίνοντος μὲν τῇ κέρκῳ, ἐπιβουλεύοντος δὲ τῇ γνώμῃ, φιλανθρώ‐ που ῥήματα πλαττόμενος καὶ βουλευόμενος μηδὲν ὑγιές.

10

.

4

ἄκουε γοῦν λοιπὸν μετὰ παρρησίας, ὡς οὐδείς μοι λόγος ἐστὶ τοῦ θνη‐ τοῦ καὶ ἐπικήρου βίου διὰ Ἰησοῦν, ὃν ποθῶ. ἄπειμι πρὸς αὐτόν· ἄρτος γάρ ἐστιν ἀθανασίας καὶ πόμα ζωῆς αἰωνίου. ὅλος αὐτοῦ
5εἰμι καὶ πρὸς αὐτὸν ἐκτέτακά μου τὴν διάνοιαν, καὶ ὑπερορῶ σου τὰ βασανιστήρια καὶ τῆς δόξης σου διαπτύω.

10

.

5

Τραϊανὸς εἶπεν· Ἐπειδὴ ἀλαζὼν καὶ ὑπερόπτης ἐστί, προσδήσαντες αὐτὸν δύο λέοντας ἐπ’ αὐτὸν ἐάσατε, ὅπως μηδὲ λείψανον αὐτοῦ ὑπολείπωνται.

10

.

6

ὡς δὲ ἐάθη τὰ θηρία, θεασάμενος αὐτὰ ὁ μακάριος ἔφη πρὸς τὸν δῆμον· Ἄνδρες Ῥωμαῖοι, οἱ τοῦδε τοῦ ἀγῶνος θεαταί, οὐ φαύλης ἕνεκά τινος μομφῆς ταῦτα πάσχω, ἀλλ’ ἕνεκα εὐσεβείας· σῖτος γάρ εἰμι τοῦ θεοῦ καὶ δι’ ὀδόντων θηρίων ἀλήθομαι, ἵνα
5ἄρτος καθαρὸς γένωμαι.

10

.

7

ἀκούων δὲ ταῦτα ὁ Τραϊανὸς με‐
γάλως ἐξεπλήττετο λέγων· Μεγάλη ἡ ὑπομονὴ τῶν εἰς τὸν Χρι‐ στὸν ἐλπιζόντων· τίς γὰρ Ἑλλήνων ἢ βαρβάρων ὑπέμεινεν τοιαῦτα παθεῖν ἕνεκα θεοῦ ἰδίου, οἷα οὗτος ὑπὲρ οὗ πεπίστευκε πάσχει;358

10

.

8

Ἰγνάτιος εἶπεν· Οὐκ ἀνθρωπίνης δυνάμεώς ἐστι τὸ στέγειν ταῦτα, προθυμίας δὲ μόνης καὶ πίστεως ἐφελκομένης εἰς βοή‐ θειαν Χριστόν.

10

.

9

καὶ ταῦτα αὐτοῦ εἰπόντος ἔδραμον ἐπ’ αὐτὸν οἱ λέοντες καὶ ἐξ ἑκατέρων τῶν μερῶν προσπεσόντες ἀπέπνιξαν αὐτὸν μόνον, οὐκ ἔθιγον δὲ αὐτοῦ τῶν σαρκῶν, ἵνα τὸ λείψανον αὐτοῦ εἴη φυλακτήριον τῇ Ῥωμαίων μεγαλοπόλει, ἐν ᾗ καὶ Πέ‐
5τρος ἐσταυρώθη καὶ Παῦλος ἀπετμήθη τὴν κεφαλὴν καὶ Ὀνήσι‐ μος ἐτελειώθη ἐν δόξῃ Χριστοῦ.

11

.

1

Ὁ δὲ Τραϊανὸς ἐξαναστὰς ἐν θαυμασμῷ ἦν ἐκπληττό‐ μενος.

11

.

2

ἥκει δὲ αὐτῷ γράμματα παρὰ Πλινίου Σεκούνδου ἡγεμόνος, κινηθέντος ἐπὶ τῷ πλήθει τῶν γενομένων μαρτύρων, ὅπως ὑπὲρ τῆς πίστεως ἀνῃροῦντο, ἅμα δὲ ἐν ταὐτῷ μηνύον‐ τα, μηδὲν ἀνόσιον μηδὲ παρὰ τοὺς νόμους πράττειν αὐτούς,
5πλὴν τό γε ἅμα τῇ ἕῳ διεγειρομένους τὸν Χριστὸν τοῦ θεοῦ δίκην προσκυνεῖν· τὸ δὲ μοιχεύειν καὶ φονεύειν καὶ τὰ συγγενῆ τούτοις ἀθέμιτα πλημμελήματα καὶ αὐτοὺς ἀπαγορεύειν, πάντα τε πράτ‐ τειν ἀκολούθως τοῖς νόμοις.359

11

.

3

πρὸς ἃ τὸν Τραϊανὸν ἐπ’ ἐννοίας λαβόντα τὰ κατὰ τὸν μακάριον καὶ ἅγιον Ἰγνάτιον (ἦν γὰρ πρό‐ μαχος τῶν λοιπῶν μαρτύρων) δόγμα τοιοῦτον τεθεικέναι, τὸ τῶν Χριστιανῶν φῦλον μὴ ἐκζητεῖσθαι μέν, ἐμπεσὸν δὲ κολάζεσθαι.
5τὸ δὲ λείψανον τοῦ μακαρίου Ἰγνατίου ἐκέλευσε τοῖς θέλουσι πρὸς ταφὴν ἀνελέσθαι ἀκωλύτως ἔχειν.

11

.

4

οἱ δὲ κατὰ τὴν Ῥώμην ἀδελφοί, οἷς καὶ ἐπεστάλκει, ὥστε μὴ παραιτησαμένους αὐτὸν τῆς μαρτυρίας τῆς ποθουμένης ἀποστερήσειν ἐλπίδος, λαβόντες αὐτοῦ τὸ σῶμα ἀπέθεντο, ἔνθα ἦν ἐξὸν ἀθροιζομένους αἰνεῖν τὸν θεὸν
5καὶ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν καὶ τὸ ἅγιον πνεῦμα ἐπὶ τῇ τελειώσει τοῦ ἁγίου ἐπισκόπου καὶ μάρτυρος Ἰγνατίου. μνήμη γὰρ δικαίου μετ’ ἐγκωμίων.

12

.

1

Οἶδεν δὲ αὐτοῦ τὸ μαρτύριον καὶ Εἰρηναῖος ὁ Λουγ‐ δούνου ἐπίσκοπος καὶ τῶν ἐπιστολῶν αὐτοῦ μνημονεύει λέγων οὕτως· Εἴρηκέν τις τῶν ἡμετέρων διὰ τὴν πρὸς θεὸν μαρ‐ τυρίαν κατακριθεὶς πρὸς θηρία, ὅτι σῖτός εἰμι τοῦ θεοῦ καὶ360
5δι’ ὀδόντων θηρίων ἀλήθομαι, ἵνα καθαρὸς ἄρτος γένωμαι.

12

.

2

καὶ Πολύκαρπος δὲ ἐπίσκοπος ὢν τῆς ἐν Σμύρνῃ παροικίας τούτων μέμνηται Φιλιππησίοις γράφων· Παρακαλῶ οὖν πάντας ὑμᾶς, ἀδελφοί, πειθαρχεῖν καὶ ἀσκεῖν πᾶσαν ὑπομονήν, ἣν εἴδετε κατ’ ὀφθαλμοὺς οὐ μόνον ἐν τοῖς μακαρίοις Ἰγνατίῳ
5καὶ Ῥούφῳ καὶ Ζωσίμῳ, ἀλλὰ καὶ ἐν ἄλλοις πολλοῖς τοῖς ἐξ ὑμῶν καὶ ἐν αὐτῷ τῷ Παύλῳ καὶ τοῖς σὺν αὐτῷ πεπιστευ‐ κόσιν, ὅτι οὗτοι πάντες οὐκ εἰς κενὸν ἔδραμον, ἀλλ’ ἐν πίστει καὶ δικαιοσύνῃ· καὶ ὅτι εἰς τὸν ὀφειλόμενον αὐτοῖς τόπον εἰσὶν παρὰ κυρίῳ, ᾧ καὶ συνέπαθον. οὐ γὰρ τὸν νῦν ἠγά‐
10πησαν αἰῶνα, ἀλλὰ τὸν ὑπὲρ ἡμῶν ἀποθανόντα Χριστὸν καὶ ἀναστάντα ἐπόθησαν.

12

.

3

καὶ μετὰ βραχέα· Τὰς ἐπιστολὰς Ἰγνατίου τὰς πεμφθείσας ἡμῖν ὑπ’ αὐτοῦ καὶ ἄλλας ὅσας εἴχομεν παρ’ ἡμῖν ἐπέμψαμεν ὑμῖν, καθὼς ἐνετείλασθε, αἵτι‐ νες ὑποτεταγμέναι εἰσὶν τῇ ἐπιστολῇ ταύτῃ, ἐξ ὧν μεγάλα
5ὠφεληθήσεσθε· περιέχουσι γὰρ πίστιν καὶ ὑπομονὴν τὴν εἰς τὸν κύριον ἡμῶν.

12

.

4

Τοῦτο Ἰγνατίου τὸ μαρτύριον. διαδέχεται δὲ μετ’ αὐτὸν τὴν Ἀντιοχείας ἐπισκοπὴν Ἥρων.361

12

.

5

καὶ ἔστιν ἡ μνήμη τοῦ θεοφιλεστάτου καὶ γενναίου μάρτυρος Ἰγνατίου μηνὶ Πανέμῳ
νεομηνίᾳ.362