TLG 2657 001 :: MARTYRIUM IGNATII :: Martyrium Ignatii Antiocheni (martyrium Antiochenum)

MARTYRIUM IGNATII Hagiogr.
(p. A.D. 2)

Martyrium Ignatii Antiocheni (martyrium Antiochenum)

Source: Funk, F.X., Diekamp, F. (eds.), Patres apostolici, vol. 2, 3rd edn. Tübingen: Laupp, 1913: 324–338.

Citation: Chapter — section — (line)

t

1

ΜΑΡΤΥΡΙΟΝ ΤΟΥ ΑΓΙΟΥ ΙΓΝΑΤΙΟΥ ΤΟΥ ΘΕΟΦΟΡΟΥ.

1

.

1

Ἄρτι διαδεξαμένου τὴν Ῥωμαίων ἀρχὴν Τραϊανοῦ Ἰγνά‐ τιος, ὁ τοῦ ἀποστόλου Ἰωάννου μαθητής, ἀνὴρ ἦν ἐν τοῖς πᾶσιν ἀποστολικός, καὶ ἐκυβέρνα τὴν ἐκκλησίαν Ἀντιοχέων ἐπιμελῶς, τοὺς πάλαι χειμῶνας μόλις παραγαγὼν τῶν πολλῶν ἐπὶ Δομετια‐
5νοῦ διωγμῶν, καθάπερ κυβερνήτης ἀγαθὸς τῷ οἴακι τῆς προσευ‐ χῆς καὶ τῆς νηστείας, τῇ συνεχείᾳ τῆς διδασκαλίας, τῷ τόνῳ τῷ πνευματικῷ πρὸς τὴν ζάλην τῆς ἀντικειμένης ἀντεῖχεν δυνάμεως, δεδοικώς, μή τινα τῶν ὀλιγοψύχων ἢ ἀκεραιοτέρων ἀποβάλῃ.

1

.

2

τοιγαροῦν ηὐφραίνετο μὲν ἐπὶ τῷ τῆς ἐκκλησίας ἀσαλεύτῳ, λωφήσαντος πρὸς ὀλίγον τοῦ διωγμοῦ, ἤσχαλλεν δὲ καθ’ ἑαυτὸν ὡς μήπω τῆς ὄντως εἰς Χριστὸν ἀγάπης ἐφαψάμενος μηδὲ τῆς
τελείας τοῦ μαθητοῦ τάξεως. ἐνενόει γὰρ τὴν διὰ μαρτυρίου324
5γενομένην ὁμολογίαν πλέον αὐτὸν προσοικειοῦσαν τῷ κυρίῳ.

1

.

3

ὅθεν ἔτεσιν ὀλίγοις ἔτι παραμένων τῇ ἐκκλησίᾳ καὶ λύχνου δίκην θεϊ‐ κοῦ τὴν ἑκάστου φωτίζων διάνοιαν διὰ τῆς τῶν θείων γραφῶν ἐξηγήσεως, ἐπετύγχανεν τῶν κατ’ εὐχήν.

2

.

1

Τραϊανοῦ γὰρ μετὰ ταῦτα ἐννάτῳ ἔτει τῆς αὐτοῦ βασι‐ λείας ἐπαρθέντος ἐπὶ τῇ νίκῃ τῇ κατὰ Σκυθῶν καὶ Δακῶν καὶ ἑτέρων πολλῶν καὶ διαφόρων ἐθνῶν, καὶ νομίσαντος ἔτι λείπειν αὐτῷ πρὸς πᾶσαν ὑποταγὴν τὸ τῶν Χριστιανῶν θεοσεβὲς σύστημα,
5εἰ μὴ τὴν τῶν δαιμόνων ἕλοιντο λατρείαν μετὰ πάντων ὑπεισ‐ ιέναι τῶν ἐθνῶν, διωγμὸν ἀπειλήσας, πάντας τοὺς θεοσεβῶς ζῶντας ἢ θύειν ἢ τελευτᾶν κατηνάγκαζεν.

2

.

2

τότε τοίνυν φο‐ βηθεὶς ὑπὲρ τῆς Ἀντιοχέων ἐκκλησίας ὁ γενναῖος τοῦ Χριστοῦ στρατιώτης ἑκουσίως ἤγετο πρὸς Τραϊανόν, διάγοντα μὲν κατ’ ἐκεῖνον τὸν καιρὸν κατὰ τὴν Ἀντιόχειαν, σπουδάζοντα δὲ ἐπὶ
5Ἀρμενίαν καὶ Πάρθους.

2

.

3

ὡς δὲ κατὰ πρόσωπον ἔστη τοῦ βα‐ σιλέως Τραϊανοῦ, Τραϊανὸς εἶπεν· Τίς εἶ, κακόδαιμον, τὰς ἡμε‐ τέρας σπουδάζων διατάξεις ὑπερβαίνειν μετὰ τοῦ καὶ ἑτέρους ἀνα‐
πείθειν, ἵνα κακῶς ἀπόλωνται; Ἰγνάτιος εἶπεν· Οὐδεὶς θεοφόρον326
5ἀποκαλεῖ κακοδαίμονα· ἀφεστήκασι γὰρ μακρὰν ἀπὸ τῶν δούλων τοῦ θεοῦ τὰ δαιμόνια. εἰ δέ, ὅτι τούτοις ἐπαχθής εἰμι, κακόν με πρὸς τοὺς δαίμονας ἀποκαλεῖ, συνομολογῶ· Χριστὸν γὰρ ἔχων ἐπουράνιον βασιλέα τὰς τούτων καταλύω ἐπιβουλάς.

2

.

4

Τραϊανὸς εἶπεν· Καὶ τίς ἐστιν θεοφόρος; Ἰγνάτιος ἀπεκρίνατο· Ὁ Χριστὸν ἔχων ἐν στέρνοις. Τραϊανὸς εἶπεν· Ἡμεῖς οὖν σοι δοκοῦμεν κατὰ νοῦν μὴ ἔχειν θεούς, οἷς καὶ χρώμεθα συμμάχοις πρὸς τοὺς πολε‐
5μίους; Ἰγνάτιος εἶπεν· Τὰ δαιμόνια τῶν ἐθνῶν θεοὺς προσαγο‐ ρεύεις πλανώμενος· εἷς γὰρ ἔστιν θεός, ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς, καὶ εἷς Χριστὸς Ἰησοῦς, ὁ υἱὸς αὐτοῦ ὁ μονογενής, οὗ τῆς φιλίας ὀναίμην.

2

.

5

Τραϊανὸς εἶπεν· Τὸν σταυρωθέντα λέγεις ἐπὶ Πον‐ τίου Πιλάτου; Ἰγνάτιος εἶπεν· Τὸν ἀνασταυρώσαντα τὴν ἁμαρτίαν μετὰ τοῦ ταύτης εὑρετοῦ καὶ πᾶσαν καταδικάσαντα δαιμονικὴν κακίαν ὑπὸ τοὺς πόδας τῶν αὐτὸν ἐν καρδίᾳ φορούντων.

2

.

6

Τραϊ‐ ανὸς εἶπεν· Σὺ οὖν ἐν ἑαυτῷ περιφέρεις τὸν Χριστόν; Ἰγνάτιος εἶπεν· Ναί· γέγραπται γάρ· Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπερι‐ πατήσω.

2

.

7

Τραϊανὸς ἀπεφήνατο· Ἰγνάτιον προσετάξαμεν, τὸν ἐν ἑαυτῷ λέγοντα περιφέρειν τὸν ἐσταυρωμένον, δέσμιον ὑπὸ στρατιωτῶν γενόμενον ἄγεσθαι παρὰ τὴν μεγάλην Ῥώμην, βρῶμα γενησόμενον θηρίων εἰς ὄψιν καὶ εἰς τέρψιν τοῦ δήμου.

2

.

8

ταύτης ὁ ἅγιος μάρτυς ἐπακούσας τῆς ἀποφάσεως μετὰ χαρᾶς ἐβόησεν·
Εὐχαριστῶ σοι, δέσποτα, ὅτι με τελείᾳ τῇ πρός σε ἀγάπῃ τιμῆσαι κατηξίωσας, τῷ ἀποστόλῳ σου Παύλῳ δεσμοῖς συνδήσας σιδηροῖς.328

2

.

9

ταῦτα εἰπὼν καὶ μετ’ εὐφροσύνης περιθέμενος τὰ δεσμά, ἐπευξά‐ μενος πρότερον τῇ ἐκκλησίᾳ καὶ ταύτην παραθέμενος μετὰ δα‐ κρύων τῷ κυρίῳ, ὥσπερ κριὸς ἐπίσημος ἀγέλης καλῆς ἡγούμενος, ὑπὸ θηριώδους στρατιωτικῆς δεινότητος ἡρπάζετο, θηρίοις αἱμοβό‐
5ροις ἐπὶ τὴν Ῥώμην ἀπαχθησόμενος πρὸς βοράν.

3

.

1

Μετὰ πολλῆς τοίνυν προθυμίας καὶ χαρᾶς, ἐπιθυμίᾳ τοῦ πάθους κατελθὼν ἀπὸ Ἀντιοχείας εἰς τὴν Σελεύκειαν, ἐκεῖθεν εἴχετο τοῦ πλοός· καὶ προσσχὼν μετὰ πολὺν κάματον τῇ Σμυρ‐ ναίων πόλει, σὺν πολλῇ χαρᾷ καταβὰς τῆς νηὸς ἔσπευδε τὸν ἅγιον
5Πολύκαρπον, τὸν Σμυρναίων ἐπίσκοπον, τὸν συνακροατήν, θεάσα‐ σθαι· ἐγεγόνεισαν γὰρ πάλαι μαθηταὶ τοῦς ἀποστόλου Ἰωάν‐ νου·

3

.

2

παρ’ ᾧ καταχθεὶς καὶ πνευματικῶν αὐτῷ κοινωνήσας χαρισμάτων καὶ τοῖς δεσμοῖς ἐγκαυχώμενος, παρεκάλει συναθλεῖν τῇ αὐτοῦ προθέσει, μάλιστα μὲν κοινῇ πᾶσαν ἐκκλησίαν (ἐδεξι‐ οῦντο γὰρ τὸν ἅγιον διὰ τῶν ἐπισκόπων καὶ πρεσβυτέρων καὶ
5διακόνων αἱ τῆς Ἀσίας πόλεις καὶ ἐκκλησίαι, πάντων ἐπειγομένων πρὸς αὐτόν, εἴ πως μέρος χαρίσματος λάβωσι πνευματικοῦ), ἐξ‐ αιρέτως δὲ τὸν ἅγιον Πολύκαρπον, ἵνα διὰ τῶν θηρίων θᾶττον ἀφανὴς τῷ κόσμῳ γενόμενος ἐμφανισθῇ τῷ προσώπῳ τοῦ Χριστοῦ.

4

.

1

Καὶ ταῦτα οὕτως ἔλεγεν, οὕτως διεμαρτύρατο, τοσοῦτον
ἐπεκτείνων τὴν περὶ Χριστοῦ ἀγάπην, ὡς οὐρανοῦ μέλλειν ἐπιλαμ‐ βάνεσθαι διὰ διὰ τῆς καλῆς ὁμολογίας καὶ τῆς τῶν συνευχομένων ὑπὲρ τῆς ἀθλήσεως σπουδῆς, ἀποδοῦναι δὲ τὸν μισθὸν ταῖς330
5ἐκκλησίαις ταῖς ὑπαντησάσαις αὐτῷ, διὰ τῶν προηγουμένων γραμ‐ μάτων εὐχαριστῶν ἐπιτεθέντων πρὸς αὐτὰς πνευματικὴν μετ’ εὐχῆς καὶ παραινέσεως ἀποσταζόντων χάριν.

4

.

2

τοιγαροῦν τοὺς πάντας ὁρῶν εὐνοϊκῶς διακειμένους περὶ αὐτόν, φοβηθείς, μή ποτε ἡ τῆς ἀδελφότητος στοργὴ τὴν πρὸς κύριον αὐτοῦ σπουδὴν ἐγ‐ κόψῃ, καλῆς ἀνεῳχθείσης αὐτῷ θύρας τοῦ μαρτυρίου, οἷα πρὸς
5τὴν ἐκκλησίαν ἐπιστέλλει Ῥωμαίων, ὑποτέτακται.

5

.

1

Καταρτίσας τοίνυν, ὡς ἠβούλετο, τοὺς ἐν Ῥώμῃ τῶν ἀδελ‐ φῶν ἄκοντας διὰ τῆς ἐπιστολῆς, οὕτως ἀναχθεὶς ἀπὸ τῆς Σμύρνης (κατηπείγετο γὰρ ὑπὸ τῶν στρατιωτῶν ὁ χριστοφόρος φθάσαι τὰς φιλοτιμίας ἐν τῇ μεγάλῃ πόλει, ἵνα ἐπ’ ὄψεσι τοῦ δήμου Ῥωμαίων
5θηρσὶν ἀγρίοις παραβληθεὶς τοῦ στεφάνου τῆς δικαιοσύνης διὰ τῆς τοιαύτης ἀθλήσεως ἐπιτύχῃ) πρόσεσχε τῇ Τρωάδι.

5

.

2

εἶτα ἐκεῖθεν καταχθεὶς ἐπὶ τὴν Νεάπολιν, διὰ Φιλίππων παρώδευε Μακεδονίαν πεζῇ καὶ τὴν Ἤπειρον τὴν πρὸς Ἐπιδάμνῳ·

5

.

3

ἧς ἐν τοῖς παρα‐ θαλαττίοις νηὸς ἐπιτυχὼν ἔπλεεν τὸ Ἀδριατικὸν πέλαγος, κἀκεῖ‐
θεν ἐπιβὰς τοῦ Τυρρηνικοῦ καὶ παραμείβων νήσους τε καὶ πόλεις, ὑποδειχθέντων τῷ ἁγίῳ Ποτιόλων, αὐτὸς μὲν ἐξελθεῖν ἔσπευδεν,332
5κατ’ ἴχνος βαδίζειν θέλων τοῦ ἀποστόλου Παύλου· ὡς δὲ ἐπιπε‐ σὸν βίαιον πνεῦμα οὐ συνεχώρει, τῆς νηὸς ἐκ πρύμνης ἐπειγομέ‐ νης, μακαρίσας τὴν ἐν ἐκείνῳ τῷ τόπῳ τῶν ἀδελφῶν ἀγάπην, οὕτω παρέπλει.

5

.

4

τοιγαροῦν ἐν μιᾷ ἡμέρᾳ καὶ νυκτὶ τῆς αὐτῇ οὐρίοις ἀνέμοις προσχρησάμενοι ἡμεῖς μὲν ἄκοντες ἠπειγόμεθα, στένοντες ἐπὶ τῷ ἀφ’ ἡμῶν μέλλοντι χωρισμῷ τοῦ δικαίου γίνε‐ σθαι· τῷ δὲ κατ’ εὐχὴν ἀπέβαινεν σπεύδοντι θᾶττον ἀναχωρῆσαι
5τοῦ κόσμου, ἵνα φθάσῃ πρὸς ὃν ἠγάπα κύριον.

5

.

5

καταπλεύ‐ σαντες γοῦν εἰς τοὺς λιμένας Ῥωμαίων, μελλούσης λήγειν τῆς ἀκαθάρτου φιλοτιμίας, οἱ μὲν στρατιῶται ὑπὲρ τῆς βραδυτῆτος ἤσχαλλον, ὁ δὲ ἐπίσκοπος χαίρων κατεπείγουσιν ὑπήκουεν.

6

.

1

Ἐκεῖθεν γοῦν ἑωθίσαντες ἀπὸ τοῦ καλουμένου Πόρτου (διεπεφήμιστο γὰρ ἤδη τὰ κατὰ τὸν ἅγιον μάρτυρα) συναντῶμεν τοῖς ἀδελφοῖς φόβῳ καὶ χαρᾷ πεπληρωμένοις, χαίρουσι μὲν ἐφ’ οἷς ἠξιοῦντο τῆς τοῦ Θεοφόρου συντυχίας, φοβουμένοις δέ, διότι περ
5ἐπὶ θάνατον ὁ τοιοῦτος ἤγετο.

6

.

2

τισὶ δὲ καὶ παρήγγελλεν ἡσυχάζειν, ζέουσι καὶ λέγουσι καταπαύειν τὸν δῆμον πρὸς τὸ μὴ ἐπιζητεῖν ἀπολέσθαι τὸν δίκαιον·

6

.

3

οὓς εὐθὺς γνοὺς τῷ πνεύ‐ ματι καὶ πάντας κατασπασάμενος, αἰτήσας τε παρ’ αὐτῶν τὴν ἀληθινὴν ἀγάπην, πλείονά τε τῶν ἐν τῇ ἐπιστολῇ διαλεχθεὶς καὶ πείσας μὴ φθονῆσαι τῷ σπεύδοντι παρὰ τὸν κύριον, οὕτω μετὰ
5γονυκλισίας πάντων τῶν ἀδελφῶν, παρακαλέσας τὸν υἱὸν τοῦ θεοῦ
ὑπὲρ τῶν ἐκκλησιῶν, ὑπὲρ τῆς τοῦ διωγμοῦ καταπαύσεως, ὑπὲρ τῆς τῶν ἀδελφῶν εἰς ἀλλήλους ἀγάπης, ἐπήχθη μετὰ σπουδῆς εἰς τὸ ἀμφιθέατρον.334

6

.

4

εἶτα εὐθὺς ἐμβληθεὶς κατὰ τὸ πάλαι πρόσταγμα τοῦ καίσαρος, μελλουσῶν καταπαύειν τῶν φιλοτιμιῶν (ἦν γὰρ ἐπιφανής, ὡς ἐδόκουν, ἡ λεγομένη τῇ Ῥωμαϊκῇ φωνῇ τρισκαιδεκάτη, καθ’ ἣν σπουδαίως συνῄεσαν), οὕτως θηρσὶν ὠμοῖς
5παρὰ τῶν ἀθέων παρεβάλλετο, ὡς παρ’ αὐτὰ τοῦ ἁγίου μάρτυρος Ἰγνατίου πληροῦσθαι τὴν ἐπιθυμίαν κατὰ τὸ γεγραμμένον· Ἐπι‐ θυμία δικαίου δεκτή, ἵνα μηδενὶ τῶν ἀδελφῶν ἐπαχθὴς διὰ τῆς συλλογῆς τοῦ λειψάνου γένηται, καθὼς φθάσας ἐν τῇ ἐπιστολῇ τὴν ἰδίαν ἐπεθύμει γενέσθαι τελείωσιν.

6

.

5

μόνα γὰρ τὰ τραχύ‐ τερα τῶν ἁγίων αὐτοῦ λειψάνων περιελείφθη, ἅτινα εἰς τὴν Ἀν‐ τιόχειαν ἀπεκομίσθη καὶ ἐν ληνῷ κατετέθη, θησαυρὸς ἀτίμητος, ὑπὸ τῆς ἐν τῷ μάρτυρι χάριτος τῇ ἁγίᾳ ἐκκλησίᾳ καταλειφθέντα.

7

.

1

Ἐγένετο δὲ ταῦτα τῇ πρὸς δεκατριῶν καλανδῶν Ἰαν‐ νουαρίων, [τουτέστιν Δεκεμβρίῳ εἰκάδι], ὑπατευόντων παρὰ Ῥω‐ μαίοις Σύρα καὶ Σενεκίωνος τὸ δεύτερον.

7

.

2

τούτων αὐτόπται γενόμενοι μετὰ δακρύων κατ’ οἶκόν τε παννυχίσαντες καὶ πολλὰ μετὰ γονυκλισίας καὶ δεήσεως παρακαλέσαντες τὸν κύριον πληρο‐
φορῆσαι τοὺς ἀσθενεῖς ἡμᾶς ἐπὶ τοῖς προγεγονόσιν, μικρὸν ἀφ‐336
5υπνώσαντες, οἱ μὲν ἐξαίφνης ἐπιστάντα καὶ περιπτυσσόμενον ἡμᾶς ἐβλέπομεν, οἱ δὲ πάλιν ἐπευχόμενον ἡμῖν ἑωρῶμεν τὸν μακάριον Ἰγνάτιον, ἄλλοι δὲ σταζόμενον ὑφ’ ἱδρῶτος ὡς ἐκ καμάτου πολ‐ λοῦ παραγενόμενον καὶ παρεστῶτα τῷ κυρίῳ.

7

.

3

μετὰ πολλῆς τοίνυν χαρᾶς ταῦτα ἰδόντες καὶ συμβαλόντες τὰς ὄψεις τῶν ὀνει‐ ράτων, ὑμνήσαντες τὸν θεόν, τὸν δοτῆρα τῶν ἀγαθῶν, καὶ μα‐ καρίσαντες τὸν ἅγιον ἐφανερώσαμεν ὑμῖν καὶ τὴν ἡμέραν καὶ τὸν
5χρόνον, ἵνα κατὰ τὸν καιρὸν τοῦ μαρτυρίου συναγόμενοι κοινω‐ νῶμεν τῷ ἀθλητῇ καὶ γενναίῳ μάρτυρι Χριστοῦ, καταπατήσαντι τὸν διάβολον καὶ τὸν τῆς φιλοχρίστου αὐτοῦ ἐπιθυμίας τελειώ‐ σαντι δρόμον ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, δι’ οὗ καὶ μεθ’ οὗ τῷ πατρὶ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ ἁγίῳ πνεύματι εἰς τοὺς
10αἰῶνας τῶν αἰώνων. ἀμήν.338