TLG 2654 001 :: PHYSIOLOGUS :: Physiologus (redactio prima)

PHYSIOLOGUS
(Varia)

Physiologus (redactio prima)

Source: Sbordone, F. (ed.), Physiologus. Rome: Dante Alighieri–Albrighi, Segati, 1936 (repr. Hildesheim: Olms, 1976): 1–145.

Citation: Section — (line)

1

(t)

Περὶ τοῦ λέοντος.
1 Ἀρξόμεθα λαλῆσαι περὶ τοῦ λέοντος, τοῦ βασιλέως τῶν θηρίων [ἤτοι ζῴων]. Καὶ γὰρ ὁ Ἰακώβ, εὐλογῶν τὸν Ἰούδα, ἔλεγε· «σκύμνος λέοντος Ἰούδα, ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης· καὶ τὰ ἑξῆς». Ὁ Φυσιολό‐
γος ἔλεξε περὶ τοῦ λέοντος, ὅτι τρεῖς φύσεις ἔχει. πρώτη αὐτοῦ φύσις ἐστὶν1
5αὕτη· ὅταν περιπατῇ ἐν τῷ ὄρει καὶ ἔρχηται αὐτῷ ὀσμὴ τῶν κυνηγῶν, τῇ οὐρᾷ αὑτοῦ συγκαλύπτει αὑτοῦ τὰ ἴχνη, ἵνα μὴ ἀκολουθοῦντες τοῖς ἴχνεσιν αὐτοῦ οἱ κυνηγοὶ εὕρωσιν αὐτοῦ τὴν μάνδραν καὶ κρατήσωσιν αὐτόν.
Οὕτω καὶ ὁ Χριστὸς ἡμῶν, ὁ νοερὸς λέων [νικήσας, ἐκ φυλῆς2
10Ἰούδα, ἡ ῥίζα Δαυίδ], ἀποσταλεὶς ἀπὸ τοῦ ἀοράτου Πατρός, ἐκάλυψε τὰ νοερὰ ἴχνη αὑτοῦ, τουτέστι τὴν θεότητα. Μετὰ ἀγγέλων ἄγγελος ἐγένετο, μετὰ ἀρχαγγέλων ἀρχάγγελος, μετὰ
θρόνων θρόνος, μετὰ ἐξουσιῶν ἐξουσία, ἕως καταβάσεως αὐτοῦ· καὶ ἦλθεν εἰς τὴν μήτραν τῆς ἁγίας παρθένου Μαρίας, ὅπως σώσῃ τὸ πεπλανη‐3
15μένον γένος τῶν ἀνθρώπων, «καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν». ἐκ τούτου οὖν ἀγνοοῦντες αὐτὸν οἱ ἄνωθεν κατελθόντες, ἔλε‐ γον· «τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης»; εἶτα τὸ ἅγιον Πνεῦμα
λέγει· «Κύριος τῶν δυνάμεων, αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης». Δευτέρα φύσις τοῦ λέοντος. ὅταν καθεύδῃ ὁ λέων ἐν τῷ σπηλαίῳ,4
20ἀγρυπνοῦσιν αὐτοῦ οἱ ὀφθαλμοί· ἀνεῳγμένοι γάρ εἰσι. καὶ ἐν τοῖς Ἄισμασιν ὁ Σολομὼν μαρτυρεῖ λέγων· «ἐγὼ καθεύδω, καὶ ἡ καρδία
μου ἀγρυπνεῖ». Οὕτω καὶ τὸ μὲν σῶμα τοῦ Κυρίου μου καθεύδει ἐπὶ τοῦ σταυροῦ, ἡ δὲ θεότης αὐτοῦ ἐκ δεξιῶν τοῦ Θεοῦ καὶ Πατρὸς ἀγρυπνεῖ· «οὐ γὰρ5
25νυστάξει οὐδὲ ὑπνώσει ὁ φυλάσσων τὸν Ἰσραήλ». Τρίτη φύσις τοῦ λέοντος. ὅταν ἡ λέαινα γεννᾷ τὸν σκύμνον,
νεκρὸν αὐτὸν γεννᾷ, καὶ περιτηρεῖ τὸ τέκνον, ἕως οὗ ὁ πατὴρ ἐλθὼν τῇ τρίτῃ ἡμέρᾳ, ἐμφυσήσει αὐτῷ εἰς τὸ πρόσωπον, καὶ ἐγερεῖ αὐτόν. Οὕτω καὶ ὁ Θεὸς ἡμῶν ὁ παντοκράτωρ, ὁ Πατὴρ τῶν ὅλων, τῇ6
30τρίτῃ ἡμέρᾳ ἐξήγειρε τὸν πρωτότοκον υἱὸν αὑτοῦ τὸν πρὸ πάσης κτίσεως, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐκ τῶν νεκρῶν, [ὅπως σώσῃ τὸ πεπλα‐
νημένον γένος τῶν ἀνθρώπων]. Καλῶς οὖν ὁ Ἰακὼβ ἔλεγεν· «ἀναπεσὼν ἐκοιμήθη ὡς λέων καὶ ὡς σκύμνος· τίς ἐγερεῖ αὐτόν»;7

2

(t)

Περὶ σαύρας ἡλιακῆς.
1 Ἔστι σαύρα καλουμένη ἡλιακή, ὥς φησιν ὁ Φυσιολόγος. ὅταν οὖν γηράσῃ, ἐμποδίζεται τοὺς ὀφθαλμοὺς καὶ πηροῦται, μὴ βλέπουσα τοῦ ἡλίου τὸ φῶς. τί οὖν ποιεῖ ἐν ἑαυτῇ ἡ καλὴ φύσις; ζητεῖ τοῖχον βλέποντα τὴν ἀνατολήν, καὶ εἰσέρχεται εἰς τὴν ῥαγάδα τοῦ τοίχου [βλέπουσα τὴν ἀνα‐8
5τολήν]· καὶ ἀνατέλλοντος τοῦ ἡλίου, ἀνοίγονται αὐτῆς οἱ ὀφθαλμοί, καὶ
γίνονται πάλιν ὑγιεῖς. Τοῦτον οὖν τὸν τρόπον καὶ σύ, ὦ ἄνθρωπε, εἰ τὸ τοῦ παλαιοῦ ἀν‐ θρώπου ἔχεις ἔνδυμα καὶ οἱ ὀφθαλμοὶ τῆς καρδίας σου ἀμβλυωποῦσι, ζήτησον ἀνατέλλοντα τὸν ἥλιον τῆς δικαιοσύνης, Χριστὸν τὸν Θεὸν9
10ἡμῶν, [οὗ τὸ ὄνομα ἀνατολὴ καλεῖται ἐν τῷ προφήτῃ], καὶ αὐτὸς ἀνοίξει
τοὺς ὀφθαλμοὺς τῆς καρδίας σου.10

3

(t)

Περὶ χαραδριοῦ.
1 Ἔστι πετεινὸν λεγόμενον χαραδριός, ὡς ἐν τῷ Δευτερονομίῳ γέγ‐ ραπται. Ὁ Φυσιολόγος ἔλεξε περὶ αὐτοῦ ὅτι ὁλόλευκόν ἐστι τὸ πετεινόν, μὴ ἔχον ὅλως μελανίαν, καὶ τὰ ἔνδοθεν αὐτοῦ ἀφοδεύματα θεραπεύει τοὺς
ἀμβλυωποῦντας ὀφθαλμούς· ἐν δὲ ταῖς αὐλαῖς τῶν βασιλείων εὑρίσκεται.11
5 Ἐάν τις ᾖ νοσῶν, ἐκ τοῦ χαραδριοῦ γινώσκεται ἢ ζῇ ἢ ἀποθνή‐ σκει· φέρουσι γὰρ αὐτὸν ἔμπροσθεν τοῦ νοσοῦντος ἐν τῇ κλίνῃ, καὶ ἐὰν ἡ νόσος τοῦ ἀνθρώπου ᾖ πρὸς θάνατον, ἀποστρέφει ὁ χαρα‐ δριὸς τὸ πρόσωπον αὑτοῦ ἀπὸ τοῦ νοσοῦντος καὶ πάντες γινώσκουσιν ὅτι
ἀποθνήσκει· ἐὰν δὲ ἡ νόσος τοῦ ἀνθρώπου ᾖ πρὸς ζωήν, ἀτενίζει ὁ12
10χαραδριὸς τῷ νοσοῦντι καὶ ὁ νοσῶν τῷ χαραδριῷ, καὶ καταπίνει ὁ χαρα‐ δριὸς τὴν νόσον τοῦ νοσοῦντος, καὶ ἀνίπταται εἰς τὸν αἰθέρα τοῦ ἡλίου, καὶ καίει τὴν νόσον τοῦ νοσοῦντος ἀνθρώπου, καὶ σκορπίζει αὐτήν, καὶ σώζεται ὅ τε χαραδριὸς καὶ ὁ νοσῶν ἅμα.
Καλὸν οὖν ἐστι λαβεῖν τοῦτο εἰς πρόσωπον τοῦ Σωτῆρος· ὁλόλευ‐13
15κος γάρ ἐστιν ὁ Κύριος ἡμῶν, μὴ ἔχων ὅλως μελανίαν· εἶπε γὰρ ὅτι «ἐλεύσεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν». ἐλθὼν γὰρ ὁ Κύριος ἐκ τῶν οὐρανῶν πρὸς τοὺς Ἰουδαίους, ἀπέστρεψεν ἀπ’ αὐτῶν τὴν θεότητα· ἐλθὼν δὲ καὶ πρὸς ἡμᾶς τὰ ἔθνη καὶ ἄρας ἡμῶν τὰς ἀσθενείας καὶ τὰς νόσους βαστάσας, ὑψώθη ἐπὶ τοῦ ξύλου τοῦ
20σταυροῦ, καὶ πάσας ἡμῶν τὰς ἀσθενείας καὶ ἁμαρτίας ἐξήλειψεν· ἀναβὰς γὰρ εἰς ὕψος, ᾐχμαλώτευσεν αἰχμαλωσίαν.
Καλῶς οὖν ὁ Φυσιολόγος ἔλεξε περὶ τοῦ χαραδριοῦ. Ἀλλ’ ἐρεῖς μοι ὅτι ὁ χαραδριὸς ἀκάθαρτός ἐστι κατὰ τὸν Νόμον, καὶ πῶς φέρεται εἰς πρόσωπον τοῦ Σωτῆρος; καὶ ὁ ὄφις ἀκάθαρτός14
25ἐστι, καὶ ἐμαρτύρησεν Ἰωάννης, λέγων ὅτι «καθὼς Μωϋσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου».
διπλᾶ γάρ ἐστι τὰ κτίσματα, ἐπαινετὰ καὶ ψεκτά.15

4

(t)

Περὶ πελεκάνου.
1Καλῶς ὁ Δαυὶδ λέγει· «ὡμοιώθην πελεκᾶνι ἐρημικῷ». ὁ Φυσιολόγος
ἔλεξε περὶ τοῦ πελεκάνου ὅτι φιλότεκνός ἐστι πάνυ· ὅταν γεννᾷ τοὺς νεοσσοὺς καὶ ὀλίγον αὐξήσωσι, τύπτουσιν εἰς τὸ πρόσωπον τῶν γονέων· οἱ δὲ γονεῖς κολαφίζουσι τὰ τέκνα καὶ ἀποκτείνουσιν. ὕστερον δὲ σπλαγ‐16
5χνίζονται οἱ τούτων γονεῖς, καὶ τρεῖς ἡμέρας πενθοῦσι τὰ τέκνα ἃ
ἀπέκτειναν. τῇ οὖν τρίτῃ ἡμέρᾳ ἡ τούτων μήτηρ ἑαυτῆς τὰς πλευρὰς ἀναπτύσσει, καὶ τὰ αἵματα αὐτῆς στάζοντα ἐπὶ τὰ νεκρὰ σώματα τῶν νεοσσῶν ἐγείρει αὐτά. Οὕτω καὶ ὁ Κύριος ἐν τῷ Ἡσαΐᾳ εἶπεν· «υἱοὺς ἐγέννησα καὶ17
10ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν». ἐγέννησεν ἡμᾶς ὁ δημιουργὸς πάσης κτίσεως, καὶ ἐτύψαμεν αὐτόν· πῶς οὖν ἐτύψαμεν; ἐλατρεύσαμεν τῇ κτίσει
παρὰ τὸν κτίσαντα. ἀνελθὼν οὖν ἐπὶ τὸ ὕψωμα τοῦ σταυροῦ ὁ Σωτὴρ ἡμῶν καὶ ἀνοίξας τὴν ἑαυτοῦ πλευράν, ἔσταξε τὸ αἷμα καὶ τὸ ὕδωρ εἰς σωτηρίαν καὶ ζωὴν αἰώνιον· τὸ μὲν αἷμα διὰ τὸν εἰπόντα· «λαβὼν18
15τὸ ποτήριον εὐλόγησε», τὸ δὲ ὕδωρ ἐπὶ τὸ βάπτισμα τῆς μετανοίας. Καλῶς οὖν ὁ Φυσιολόγος ἔλεξε περὶ τοῦ πελεκάνου.

5

(t)

Περὶ νυκτικόρακος.
1 Φησὶν ὁ Ψαλμῳδός· «ἐγενόμην ὡσεὶ νυκτικόραξ ἐν οἰκοπέδῳ». ὁ Φυσιολόγος ἔλεξε περὶ τοῦ νυκτικόρακος ὅτι τοῦτο τὸ πετεινὸν ἀγαπᾷ τὴν νύκτα ὑπὲρ τὴν ἡμέραν. Οὕτω καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἠγάπησεν ἡμᾶς τοὺς ἐν19
5σκότει καὶ σκιᾷ θανάτου καθημένους, τὸν λαὸν τῶν ἐθνῶν ὑπὲρ τὸν λαὸν
τῶν Ἰουδαίων, τῶν καὶ τὴν υἱοθεσίαν καὶ τὴν τῶν πατέρων ἐπαγγελίαν κληρωσαμένων. ἐκ τούτου καὶ ὁ Σωτὴρ ἔλεγε· «μὴ φοβοῦ, τὸ μικρὸν ποί‐ μνιον, ὅτι εὐδόκησεν ὁ Πατὴρ δοῦναι ὑμῖν τὴν βασιλείαν», καὶ τὰ ἑξῆς. Ἀλλ’ ἐρεῖς μοι ὅτι ὁ νυκτικόραξ ἀκάθαρτός ἐστι κατὰ τὸν Νόμον,20
10καὶ πῶς φέρεται εἰς πρόσωπον τοῦ Σωτῆρος; καλῶς· καὶ πῶς ὁ Ἀπό‐ στολος λέγει· «τὸν μὴ γνόντα ἁμαρτίαν, ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν»;
ἑαυτὸν ἐταπείνωσεν, ἵνα πάντας σώσῃ καὶ ὑψωθῶμεν. Καλῶς οὖν ὁ Φυσιολόγος ἔλεξε περὶ τοῦ νυκτικόρακος.21

6

(t)

Περὶ ἀετοῦ.
1 Ὁ μὲν Δαυὶδ λέγει· «ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου». ὁ Φυσιολόγος ἔλεξε περὶ τοῦ ἀετοῦ ὅτι ὅταν γηράσῃ, βαρύνονται αὐτοῦ
οἱ ὀφθαλμοὶ καὶ αἱ πτέρυγες καὶ ἀμβλυωπεῖ. τί οὖν ποιεῖ; ζητεῖ πηγὴν ὕδατος καθαράν, καὶ ἀνίπταται εἰς τὸν αἰθέρα τοῦ ἡλίου, καὶ καίει τὰς22
5πτέρυγας αὑτοῦ τὰς παλαιὰς καὶ τὴν ἀμαυρίαν τῶν ὀφθαλμῶν αὑτοῦ, καὶ καταβαίνει ἐπὶ τὴν πηγήν, καὶ βαπτίζεται— τρίς, καὶ ἀνακαινίζεται, καὶ νέος γίνεται. Τοῦτον οὖν τὸν τρόπον καὶ σύ, ὦ ἄνθρωπε, εἰ τὸ τοῦ παλαιοῦ
ἀνθρώπου ἔχεις ἔνδυμα καὶ οἱ ὀφθαλμοὶ τῆς καρδίας σου ἀμβλυωποῦσι,23
10ζήτησον τὴν νοερὰν πηγήν, τὸν τοῦ Θεοῦ λόγον, τὸν λέγοντα· «ἐμὲ ἐγ‐ κατέλιπον, πηγὴν ὕδατος ζῶντος», καὶ ἀνίπτασο εἰς τὸ ὕψωμα τοῦ ἡλίου τῆς δικαιοσύνης Ἰησοῦ Χριστοῦ, καὶ ἀπόδυσαι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, καὶ βάπτισαι τρὶς ἐν τῇ ἀεννάῳ πηγῇ, εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος· καὶ ἀπόδυ‐
15σαι τὸν παλαιὸν ἄνθρωπον, τουτέστι τὸ παλαιὸν ἔνδυμα τοῦ διαβόλου,
καὶ ἔνδυσαι τὸν νέον τὸν κατὰ Θεὸν κτισθέντα, καὶ πληρωθήσεται καὶ ἐν σοὶ ἡ προφητεία Δαυίδ· «ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου».24

7

(t)

Περὶ φοίνικος πετεινοῦ.
1 Ὁ Κύριος ἔλεξεν ἐν τῷ εὐαγγελίῳ· «ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν», καὶ οἱ Ἰουδαῖοι ἠγανάκτησαν ἐπὶ τῷ λόγῳ. Ἔστι πετεινὸν ἐν τῇ Ἰνδίᾳ, φοῖνιξ λεγόμενον· κατὰ πεντακόσια ἔτη
5εἰσέρχεται εἰς τὰ ξύλα τοῦ Λιβάνου, καὶ γεμίζει τὰς πτέρυγας αὑτοῦ
ἀρωμάτων, καὶ σημαίνει τῷ ἱερεῖ τῆς Ἡλιουπόλεως τῷ μηνὶ τῷ νέῳ, τῷ Νησὰν ἢ τῷ Ἀδάρ, τουτέστι τῷ Φαμενὼθ ἢ τῷ Φαρμουθί. ὁ δὲ ἱερεὺς σημανθεὶς ἔρχεται, καὶ ἐμπιπλᾷ τὸν βωμὸν ἀμπελίνων ξύλων· τὸ δὲ πετεινὸν εἰσέρχεται εἰς Ἡλιούπολιν, γεγομωμένον τῶν ἀρωμάτων, καὶ25
10ἀναβαίνει ἐπὶ τὸν βωμόν, καὶ αὐτὸ τὸ πῦρ ἀνάπτει καὶ ἑαυτὸν καίει. τῇ
δὲ ἐπαύριον ὁ ἱερεύς, ἐρευνῶν τὸν βωμόν, εὑρίσκει σκώληκα ἐν τῇ σποδῷ· τῇ δὲ δευτέρᾳ ἡμέρᾳ εὑρίσκει αὐτὸν νεοσσὸν πετεινοῦ, καὶ τῇ τρίτῃ ἡμέρᾳ εὑρίσκει αὐτὸν πετεινὸν τέλειον, καὶ ἀσπάζεται τὸν ἱερέα, καὶ πορεύεται εἰς τὸν ἴδιον αὑτοῦ τόπον.26
15Εἰ οὖν τὸ πετεινὸν τοῦτο ἐξουσίαν ἔχει ἑαυτὸ ἀποκτεῖναι καὶ ζωο‐
ποιῆσαι, πῶς οἱ ἀνόητοι Ἰουδαῖοι ἀγανακτοῦσι κατὰ τοῦ Κυρίου εἰρη‐ κότος· «ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν»; Ὁ οὖν φοῖνιξ πρόσωπον λαμβάνει τοῦ Σωτῆρος ἡμῶν· ἐλθὼν γὰρ27
20ἐκ τῶν οὐρανῶν, τὰς δύο πτέρυγας αὑτοῦ ἁπλώσας, μεστὰς εὐωδίας ἤνε‐ γκε, τουτέστιν ἐναρέτων οὐρανίων λόγων, ἵνα καὶ ἡμεῖς δι’ εὐχῶν ἐκτεί‐ νωμεν τὰς χεῖρας, καὶ ἀναπέμψωμεν εὐωδίαν πνευματικὴν διὰ πολιτειῶν ἀγαθῶν. Καλῶς οὖν ὁ Φυσιολόγος ἔλεξε περὶ τοῦ φοίνικος.

8

(t)

Περὶ ἔποπος πετεινοῦ.
1 Γέγραπται· «ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω». καὶ πῶς εἰσί τινες πατραλοῖαι καὶ μητραλοῖαι; Ἔστι πετεινὸν λεγόμενον ἔποψ. τὰ τέκνα τούτων, ἐὰν ἴδωσι τοὺς γονεῖς αὑτῶν γηράσαντας, ἐκτίλλουσι τὰς πτέρυγας αὐτῶν τὰς παλαιάς,28
5καὶ λείχουσι τοὺς ὀφθαλμοὺς αὐτῶν, καὶ θάλπουσι τοὺς γονεῖς ὑπὸ τὰς
πτέρυγας αὑτῶν, καὶ νεοσσοποιοῦσιν αὐτοὺς καὶ νέοι γίνονται, λέγοντες τοῖς ἑαυτῶν γονεῦσιν· ὥσπερ ὑμεῖς ἐνεοσσοποιήσατε ἡμᾶς καὶ κεκοπιά‐ κατε κάμνοντες καὶ τρέφοντες ἡμᾶς, καὶ ἡμεῖς τὸ ὅμοιον ποιήσωμεν ὑμῖν. Καὶ πῶς οἱ ἀνόητοι ἄνθρωποι οὐκ ἀγαπῶσι τοὺς ἑαυτῶν γονεῖς,29
10[τοὺς ἐκτρέφοντας αὐτοὺς καὶ παιδεύοντας ἐν νουθεσίᾳ Κυρίου];
Καλῶς εἶπεν ὁ Φυσιολόγος περὶ τοῦ ἔποπος.30

9

(t)

Περὶ ὀνάγρου.
1 Γέγραπται ἐν τῷ Ἰώβ· «τίς ἀφῆκεν ὄναγρον ἐλεύθερον»; ὁ Φυσιο‐ λόγος ἔλεξε περὶ τοῦ ὀνάγρου ὅτι ἀγελάρχης ἐστί, καὶ ἐὰν γεννῶσιν αἱ νομάδες ἄρρενας, ὁ πατὴρ αὐτῶν ὅλα τὰ αἰδοῖα αὐτῶν τέμνει, ἵνα μὴ
σπερματίζωσιν.31
5 Οἱ πατριάρχαι σπέρμα σωματικὸν ἐζήτουν σπεῖραι, οἱ δὲ ἀπόστολοι, τὰ νοερὰ τέκνα, ἐγκράτειαν ἤσκησαν, οὐράνιον αἰτησάμενοι σπέρμα, ὡς γέγραπται· «εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα». ἡ παλαιὰ σπέρμα ἐπαγγελίας, ἡ δὲ νέα ἐγκρατείας.
10Καλῶς οὖν ὁ Φυσιολόγος ἔλεξε περὶ τοῦ ὀνάγρου.32

10

(t)

Περὶ ἐχίδνης.
1 Καλῶς εἶπεν ὁ Ἰωάννης πρὸς τοὺς Φαρισαίους· «γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς»; ὁ Φυσιολόγος ἔλεξε περὶ τῆς ἐχίδνης ὅτι ὁ μὲν ἄρρην πρόσωπον ἔχει ἀνδρός, ἡ δὲ θήλεια πρό‐ σωπον γυναικός· ἕως ὀμφαλοῦ, ἀνθρώπου ἔχουσι μορφήν, οὐρὰν δὲ ἔχουσι
5κροκοδείλου. πόρον δὲ οὐκ ἔχει ἐν κόλπῳ ἡ γυνή, ἀλλ’ ὡς τρύπην ῥαφί‐ δος μόνον. ἐὰν οὖν ὁ ἄρρην ὀχεύῃ τὴν θήλειαν, ἐκκρίνει τὸ σπέρμα εἰς τὸ στόμα τῆς θηλείας, καὶ ἐὰν καταπίῃ τὸ σπέρμα ἡ θήλεια, κόπτει τὰ ἀναγκαῖα τοῦ ἄρρενος, καὶ ἀποθνήσκει ὁ ἄρρην εὐθέως. αὐξάνοντα δὲ τὰ τέκνα κατεσθίει τὴν γαστέρα τῆς μητρός, καὶ οὕτως ἐξέρχονται· πα‐33
10τραλοῖαι οὖν εἰσι καὶ μητραλοῖαι. Καλῶς οὖν παρεπλησίασεν ὁ Ἰωάννης τῇ ἐχίδνῃ τοὺς Φαρισαίους· ὃν τρόπον γὰρ ἀποκτείνει ἡ ἔχιδνα τὸν πατέρα καὶ τὴν μητέρα, οὕτω καὶ οὗτοι ἀπέκτειναν τοὺς νοεροὺς αὑτῶν πατέρας, τοὺς προφήτας, φησί, καὶ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν καὶ τὴν Ἐκκλησίαν· πῶς οὖν34
15φύγωσιν ἀπὸ τῆς μελλούσης ὀργῆς; καὶ ὁ μὲν πατὴρ καὶ ἡ μήτηρ ζῶσιν
εἰς τὸν αἰῶνα, οὗτοι δὲ ἀπέθανον.35

10bis

(t)

Περὶ ἐχίδνης.
1 Ὁ Φυσιολόγος ἔλεξε περὶ τῆς ἐχίδνης· ὅταν ἄρρην ἀρχῇ συγγένηται τῇ θηλείᾳ, εἰς τὸ στόμα αὐτῇ συγγίνεται, καὶ ἡ θήλεια, καταπίνουσα τὸν γόνον, κόπτει τὰ ἀναγκαῖα αὐτοῦ· γινώσκει οὖν ὅτι, ἐὰν συγγένηται τῇ θηλείᾳ, ἀποθνήσκει. πλειστάκις οὖν ὑπάγει, καὶ ἔρχεται πρὸς τὴν θή‐
5λειαν, 〈καὶ εὐθέως ἀποστρέφεται ἀπ’ αὐτῆσ〉· ὕστερον οὖν, μὴ δυνάμενος κατασχεῖν ἑαυτόν, συγγίνεται αὐτῇ καὶ ἀποθνήσκει. ἡ οὖν θήλεια οὐκ ἔχει κόλπον ἵνα βαστάζῃ ἐν τῇ κοιλίᾳ αὑτῆς τὰ γεννήματα· ἐὰν οὖν αὐξηθῶσι τὰ τέκνα ἐν τῇ κοιλίᾳ αὐτῆς, ἀναπτύσσουσι τὴν πλευρὰν αὐτῆς, καὶ ἐξέρχονται, καὶ ἀποκτείνουσιν αὐτήν· πατραλῷαι οὖν εἰσι καὶ μητραλῷαι.

11

(t)

Περὶ ὄφεως·
1 Ὁ Κύριος ἔλεξεν ἐν τῷ εὐαγγελίῳ· «γίνεσθε οὖν φρόνιμοι ὡσεὶ ὄφεις καὶ ἀκέραιοι ὡσεὶ περιστεραί». ὁ Φυσιολόγος ἔλεξε περὶ τοῦ ὄφεως ὅτι τέσσαρας φύσεις ἔχει. Πρώτη αὐτοῦ φύσις αὕτη· ὅταν γηράσῃ, ἐμποδίζεται τῶν ὀφθαλμῶν,36
5καὶ ἐὰν θέλῃ νέος γενέσθαι, πολιτεύεται καὶ νηστεύει τεσσαράκοντα ἡμέ‐ ρας καὶ τεσσαράκοντα νύκτας, ἕως οὗ τὸ δέρμα αὐτοῦ χαυνωθῇ· καὶ ζητεῖ πέτραν ἢ ῥαγάδα στενήν, καὶ ἐκεῖθεν ἑαυτὸν ἐκπιέσας, θλίβει τὸ σῶμα,37
καὶ ἀποβαλὼν τὸ γῆρας, πάλιν νέος γίνεται. Τοῦτον οὖν τὸν τρόπον καὶ σύ, ὦ ἄνθρωπε, ἐὰν θέλῃς τὸ παλαιὸν38
10γῆρας τοῦ κόσμου ἀποβαλέσθαι, διὰ τῆς στενῆς καὶ τεθλιμμένης ὁδοῦ, διὰ νηστειῶν τὸ σῶμα τῆξον· «στενὴ γάρ ἐστι καὶ τεθλιμμένη ἡ ὁδός,
ἡ ἀπάγουσα εἰς τὴν ζωὴν τὴν αἰώνιον». Δευτέρα φύσις τοῦ ὄφεως. ὅταν ἔλθῃ ὁ ὄφις πιεῖν ὕδωρ εἰς πηγήν, οὐ φέρει τὸν ἰὸν μεθ’ ἑαυτοῦ, ἀλλ’ ἐν τῷ φωλεῷ αὑτοῦ ἀφίησιν αὐτόν.39
15 Ὀφείλωμεν οὖν καὶ ἡμεῖς, σπεύδοντες ἐπὶ τὸ ὕδωρ τὸ ἀένναον καὶ ἄκακον, τὸ γέμον τῶν θείων καὶ ἐπουρανίων λόγων, ἐν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ μὴ φέρειν μεθ’ ἑαυτῶν τῆς κακίας τὸν ἰόν, ἀλλὰ παντελῶς ἀπορ‐ ρίπτειν αὐτὸν ἀφ’ ἑαυτῶν καὶ καθαρῶς προσέρχεσθαι.40
Τρίτη φύσις τοῦ ὄφεως. ὅταν ἴδῃ ὁ ὄφις ἄνθρωπον γυμνόν, φοβεῖται41
20καὶ ἀποστρέφεται· ἐπὰν δὲ ἠμφιεσμένον αὐτὸν ἴδῃ, ἅλλεται ἐπ’ αὐτόν. [καλῶς οὖν ὁ Φυσιολόγος ἔλεξε]. Καὶ ἡμεῖς νοητῶς νοήσωμεν ὅτι ἡνίκα ὁ πατὴρ ἡμῶν Ἀδὰμ γυμνὸς ἦν ἐν τῷ παραδείσῳ, οὐκ ἴσχυσεν αὐτὸν πεδῆσαι ὁ διάβολος. Ἐὰν οὖν καὶ σὺ ἔχῃς τὸ ἔνδυμα τοῦ παλαιοῦ ἀνθρώπου, τουτέστι
25τὰ σύκινα τῆς ἡδονῆς, ὡς πεπαλαιωμένος ἡμερῶν κακῶν, ἐφάλλεταί σοι. Τετάρτη φύσις τοῦ ὄφεως. ὅταν ἐπέλθῃ αὐτῷ ἄνθρωπος θέλων αὐτὸν ἀποκτεῖναι, ὅλον τὸ σῶμα αὑτοῦ εἰς θάνατον παραδίδωσι, τὴν κεφαλὴν αὑτοῦ μόνην φυλάσσων. [καλῶς οὖν ὁ Φυσιολόγος εἶπεν].42
Ὀφείλωμεν οὖν καὶ ἡμεῖς, ἐν καιρῷ πειρασμοῦ, ὅλον τὸ σῶμα ἑαυτῶν43
30παραδιδόναι εἰς θάνατον, μόνην τὴν κεφαλὴν φυλάσσοντες, τουτέστι τὸν Χριστὸν μὴ ἀρνούμενοι, ὥσπερ ἐποίησαν οἱ ἅγιοι μάρτυρες· «παντὸς γὰρ ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστιν», ὡς γέγραπται.

12

(t)

Περὶ μύρμηκος.
1Ὁ Σολομὼν ἐλάλησεν ἐν ταῖς Παροιμίαις· «ἴσθι πρὸς τὸν μύρμηκα,
ὦ ὀκνηρέ». ὁ Φυσιολόγος ἔλεξε περὶ τοῦ μύρμηκος, ὅτι τρεῖς φύσεις ἔχει. Πρώτη αὐτοῦ φύσις αὕτη· ὅταν στοιχηδὸν περιπατῶσιν, ἕκαστος τὸν κόκκον ἐν τῷ στόματι βαστάζει, καὶ οἱ κενοί, οἱ μηδὲν ἔχοντες, οὐ λέγουσι44
5τοῖς γεγομωμένοις· δότε ἡμῖν ἐκ τῶν κόκκων ὑμῶν, οὐδὲ ἁρπάζουσι βίᾳ,
ἀλλ’ ἀπέρχονται καὶ ἑαυτοῖς συλλέγουσι. Ταῦτα δὲ ἐπὶ τῶν φρονίμων παρθένων καὶ τῶν μωρῶν ἐστιν εὑρεῖν τὰ ῥήματα. [καλῶς οὖν ὁ Φυσιολόγος ἔλεξε περὶ τοῦ μύρμηκος].45
Δευτέρα φύσις τοῦ μύρμηκος. ὅταν ἀποταμιεύηται τὸν σῖτον εἰς τὴν46
10γῆν, διχοτομεῖ τοὺς κόκκους εἰς δύο, μήποτε, χειμῶνος γενομένου, βραχῶσι καὶ ἀναθάλωσιν οἱ κόκκοι, καὶ λιμοκτονηθῶσι. [Καὶ πάλιν γινώσκει ὁ μύρμηξ τῇ σοφίᾳ αὑτοῦ εἰ καῦμά ἐστιν ἢ ὅταν ἀὴρ μέλλῃ βρέχειν. ὅταν οὖν θεωρῇς τὸν μύρμηκα ὅτι τὸν κόκκον τοῦ σίτου τὸν ἔξω τῆς τρύπης αὑτοῦ ἔσω κομίζει, γνῶθι ὅτι ἀὴρ χειμῶνος
15ἔρχεται· εἰ δὲ ἀπὸ τῶν ἔσω κομίζει τὴν ἑαυτοῦ τροφὴν καὶ ἐφαπλοῖ,
γνῶθι ὅτι γαλήνη τοῦ ἀέρος ἐστίν]. Καὶ οἱ τέλειοι ἀσκηταὶ τὰ ῥήματα τῆς παλαιᾶς κρυψάντων ἀπὸ τοῦ πνεύματος, μή ποτέ σε τὸ γράμμα ἀποκτείνῃ· Παῦλος γὰρ εἶπεν ὅτι «ὁ Νόμος πνευματικός ἐστι». ψιλῷ γὰρ τῷ γράμματι προσεσχηκότες, οἱ47
20Ἰουδαῖοι ἐλιμοκτονήθησαν καὶ φονεῖς γεγόνασιν ἁγίων.
Τρίτη φύσις τοῦ μύρμηκος. πολλάκις ἐν τῷ ἀγρῷ πορεύεται ὁ μύρμηξ ἐν καιρῷ τοῦ θερισμοῦ καὶ ἀναβαίνει ἐπὶ τὸν στάχυν, καὶ καταφέρει τὸν κόκκον, καὶ πρὸ τοῦ ἀναβῆναι αὐτόν, ὀσμᾶται εἰς τὸ στέλεχος τοῦ στάχυος, καὶ ἀπὸ τῆς ὀσμῆς γινώσκει ἢ κριθή ἐστιν ἢ σῖτος· καὶ εἰ μὲν κριθή48
25ἐστιν, οὐκ ἀνέρχεται, εἰ δὲ σῖτος, ἀνέρχεται καὶ καταβιβάζει τὸν κόκκον. ἡ γὰρ κριθὴ τροφὴ κτηνῶν ἐστι, καθὼς καὶ ὁ Ἰώβ φησιν· «ἀντὶ πυροῦ ἄρα ἐξέλθοι μοι κριθή». Φεῦγε οὖν καὶ σὺ τὴν κτηνώδη τροφήν, καὶ λαβὲ τὸν σῖτον τὸν ἀποτιθέμενον εἰς τὴν οὐράνιον ἀποθήκην. ἡ γὰρ κριθὴ παραβάλλεται49
30τῇ τῶν ἑτεροδόξων διδασκαλίᾳ, ὁ δὲ σῖτος τῇ ὀρθοτάτῃ τοῦ Χριστοῦ πίστει.50

13

(t)

Περὶ σειρήνων καὶ ἱπποκενταύρων.
1 Ἐλάλησεν Ἡσαΐας ὁ προφήτης ὅτι «δαιμόνια καὶ σειρῆνες καὶ ἐχῖνοι ὀρχισθήσονται ἐν Βαβυλῶνι». ὁ Φυσιολόγος ἔλεξε περὶ τῶν σειρήνων καὶ τῶν ἱπποκενταύρων· εἰσὶ ζῷα ἐν τῇ θαλάσσῃ λεγόμενα σειρῆνες, ὡς δὲ μοῦσαι ταῖς φωναῖς ᾄδουσιν εὐμελῶς, καὶ οἱ παραπλέοντες ἐὰν ἀκούσωσι
5τῆς μελῳδίας αὐτῶν, ῥίπτουσιν ἑαυτοὺς ἐν τῇ θαλάσσῃ καὶ ἀπόλλυνται.
καὶ τὸ μὲν ἥμισυ μέρος ἕως τοῦ ὀμφαλοῦ ἀνθρώπου ἔχουσι μορφήν, τὸ δὲ ἥμισυ ἕως ἔξω χηνός. ὁμοίως καὶ οἱ ἱπποκένταυροι τὸ μὲν ἥμισυ μέρος ἀνθρώπου ἔχουσι, τὸ δὲ ἥμισυ ἀπὸ τοῦ στήθους ἕως ἔξω ἵππου. Οὕτω καὶ πᾶς ἀνὴρ δίψυχος ἀκατάστατος ἐν πάσαις ταῖς ὁδοῖς αὑτοῦ.51
10εἰσί τινες συναγόμενοι ἐν τῇ Ἐκκλησίᾳ, μόρφωσιν μὲν ἔχοντες εὐσεβείας, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι, καὶ ἐν τῇ Ἐκκλησίᾳ ὡς ἄνθρωποι μέν εἰσιν, ὅταν δὲ ἐκ τῆς Ἐκκλησίας ἀπολυθῶσιν, ἀποθηριοῦνται. οἱ τοιοῦτοι οὖν σειρήνων καὶ ἱπποκενταύρων πρόσωπον λαμβάνουσι, τῶν ἀντικειμέ‐ νων, λέγω, δυνάμεων καὶ ἐμπαικτῶν αἱρετικῶν· διὰ γὰρ τῆς χρηστολογίας52
15αὑτῶν καὶ εὐλογίας, ὡς αἱ σειρῆνες, ἐξαπατῶσι τὰς καρδίας τῶν ἀκάκων.
«φθείρουσι γὰρ ἤθη χρηστὰ ὁμιλίαι κακαί». Καλῶς οὖν ὁ Φυσιολόγος ἔλεξε περὶ τῶν σειρήνων καὶ τῶν ἱππο‐ κενταύρων.53

13bis

(t)

Περὶ σειρήνων καὶ ἱπποκενταύρων.
1 «Φθείρουσιν ἤθη καλὰ ὁμιλίαι κακαί», φησὶν ὁ θεῖος Ἀπόστολος. ὁ Φυσιολόγος ἔλεξεν ὅτι λέγεται εἶναι ζῷα τινά, ἄρρεν καὶ θῆλυ· τὸ μὲν ἄρρεν ἕως τοῦ ὀμφαλοῦ ἄνθρωπος, τὸ δὲ λοιπὸν ἵππος· ὁμοίως καὶ τὸ θῆλυ ἕως τοῦ ὀμφαλοῦ ἔοικε γυναικί, τὸ δὲ λοιπὸν χηνὸς μόρφωμα,
5ὃ καλεῖται σειρήν. «σειρήνων γὰρ μέλος», φησὶν ὁ Ἰώβ. Ταῦτα τοιγαροῦν πρόσωπα λαμβάνουσι τῶν ἀντικειμένων δυνάμεων καὶ τῶν ἀθέων καὶ πλάνων αἱρετικῶν. εἰσὶ γάρ, εἰσί τινες ὑποκρίσεων μεστοί, πλάνοι τε καὶ ἀπατεῶνες, οἵτινες, ἐν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ πα‐ ρεισδύναντες, διὰ τῆς χρηστολογίας αὑτῶν ἐξαπατῶσι τὰς καρδίας τῶν
10ἀκάκων. ἀλλ’ ἡμεῖς τούτους φύγωμεν, μὴ συναπατώμενοι ταῖς αὐτῶν ψευδοδιδασκαλίαις· καὶ γὰρ ὥσπερ λέγεται ταῦτα τὰ ζῷα εἶναι, οὐκ εἰσὶ δέ, ἀλλὰ διανοίας εἰσὶν ἀνάπλασμα κακοδαίμονος, οὕτω καὶ ἡ τῶν πλάνων καὶ ψευδοχρίστων ἀπατηλὴ ψευδολογία. μόρφωσιν γὰρ εὐσεβείας ἔχουσι, τὴν δὲ δύναμιν αὐτῆς ἤρνηνται.

14

(t)

Περὶ ἐχίνου.
1Οἱ ἐχῖνοι μορφὴν σφαίρας ἔχουσι [καὶ ὁμοίωμα συός], καὶ ὁλόκεν‐
τροί εἰσιν. Ὁ Φυσιολόγος ἔλεξε περὶ τοῦ ἐχίνου ὅτι ἀναβαίνει, φησίν, ἐπὶ τὴν ἄμπελον, καὶ ἔρχεται εἰς τὸν βότρυν, καὶ καταβάλλει τὰς ῥᾶγας ἐπὶ τὴν54
5γῆν, καὶ ἀνακλίνει ἑαυτὸν ἐν αὐταῖς, [καὶ βάλλει ἑαυτὸν ἄνω βλέποντα], καὶ κολλῶνται αἱ ῥᾶγες εἰς τὰ αὐτοῦ κέντρα, καὶ ἀπάγει τοῖς τέκνοις, καὶ ἀφίησι τὸ κλῆμα τοῦ βότρυος κενόν. Καὶ σὺ οὖν, ὦ πολιτευτά, παράστηθι τῇ νοερᾷ καὶ ἀληθινῇ ἀμπέλῳ τοῦ ἐνεχθῆναί σε εἰς τὴν νοερὰν ληνὸν καὶ ἀποταμιευθῆναί σε εἰς αὐλὰς55
10βασιλείας, καὶ ἐπὶ τὸ ἅγιον βῆμα τοῦ Χριστοῦ χωρῆσαι. πῶς γὰρ ἀφῆκας τὸν ἐχῖνον, τὸ πονηρὸν πνεῦμα, ἀναβῆναι ἐπὶ τὴν καρδίαν σου, καὶ δίκην βότρυος ἀφεῖναί σε ἔρημον, μὴ ἔχοντα ὅλως ἀκρέμονα ἐν σοί; [Δικαίως οὖν ὁ Φυσιολόγος ἐφ’ ἡμῶν ἥρμοσε τὰς φύσεις τῶν ζῴων, [τῶν ἐν] τῇ θεοπνεύστῳ γραφῇ].56

15

(t)

Περὶ ἀλώπεκος.
1Ὁ Φυσιολόγος ἔλεξε περὶ τῆς ἀλώπεκος ὅτι δόλιον ζῷόν ἐστιν. ἐὰν
γὰρ πεινάσῃ καὶ μὴ εὕρῃ θήραν φαγεῖν, ζητεῖ ποῦ εὕρῃ τέλμα τῆς γῆς ἢ ἀχυροθήκην, καὶ βάλλει ἑαυτὴν ἄνω βλέπουσαν, καὶ ἕλκει τὰς πνοὰς εἰς ἑαυτήν, καὶ φυσᾶται παντελῶς· καὶ νομίζοντα τὰ πετεινὰ ὅτι τέθνηκε,57
5κατασκηνοῦσιν ἐπάνω αὐτῆς τοῦ φαγεῖν αὐτήν, καὶ οὕτως, ἀναστᾶσα, ἁρ‐
πάζει αὐτὰ καὶ κατεσθίει. Οὕτω καὶ ὁ διάβολος δόλιός ἐστι παντελῶς καὶ αἱ πράξεις αὐτοῦ· ὁ θέλων μεταλαβεῖν τῶν σαρκῶν αὐτοῦ, ἀποθνήσκει. αἱ σάρκες γὰρ αὐτοῦ εἰσιν αὗται· πορνεῖαι, φιλαργυρίαι, ἡδοναί, φόνοι.58
10 Ἐκ τούτου καὶ ὁ Ἡρώδης παρεπλησίασε τῇ ἀλώπεκι, καὶ ὁ γραμ‐ ματεὺς ἀκούσας παρὰ τοῦ Σωτῆρος· «αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις». καὶ ἐν τοῖς Ἄισμασιν ὁ Σολο‐
μὼν λέγει· «πιάσατε ἡμῖν ἀλώπεκας μικράς, ἀφανιζούσας τοὺς ἀμπελῶ‐ νας». καὶ ὁ Δαυὶδ ἐν τοῖς Ψαλμοῖς λέγει· «μερίδες ἀλωπέκων ἔσονται»,59
15καὶ τὰ ἑξῆς. Καλῶς οὖν ὁ Φυσιολόγος ἔλεξε περὶ τῆς ἀλώπεκος.

16

(t)

Περὶ πάνθηρος.
1 Ὁ προφήτης προεφήτευσε καὶ εἶπεν· «ἐγενόμην ὡς πάνθηρ τῷ Ἐφραΐμ». ὁ Φυσιολόγος ἔλεξε περὶ τοῦ πάνθηρος ὅτι τοιαύτην φύσιν
ἔχει· πάντων τῶν ζῴων φίλτατόν ἐστιν, ἐχθρὸν δὲ μόνου τοῦ δράκοντος· παμποίκιλόν ἐστιν ὡς ὁ χιτὼν τοῦ Ἰωσὴφ καὶ ὡραῖον, ἡσύχιον δὲ καὶ60
5πρᾷον πάνυ. Ἐὰν φάγῃ καὶ χορτασθῇ, κοιμᾶται ἐν τῷ φωλεῷ αὑτοῦ, καὶ τῇ
τρίτῃ ἡμέρᾳ ἐγείρεται ἐκ τοῦ ὕπνου, καὶ βοᾷ μεγάλῃ τῇ φωνῇ κράζων, καὶ οἱ μακρὰν καὶ ἐγγὺς θῆρες ἀκούουσι τῆς τούτου φωνῆς· ἐκ δὲ τῆς φωνῆς αὐτοῦ πᾶσα εὐωδία ἀρωμάτων ἐξέρχεται, καὶ ἀκολουθοῦντες οἱ61
10θῆρες τῇ εὐωδίᾳ τῆς φωνῆς τοῦ πάνθηρος, ἔρχονται ἔγγιστα αὐτοῦ. Οὕτω καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τῇ τρίτῃ ἡμέρᾳ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἐβόησε· «σήμερον σωτηρία τῷ κόσμῳ, ὅσος τε ὁρατὸς καὶ ὅσος ἀόρατος», καὶ πᾶσα εὐωδία ἐγένετο ἡμῖν, τοῖς μακρὰν καὶ τοῖς ἐγγύς, καὶ εἰρήνη, ὡς εἶπεν ὁ Ἀπόστολος.62
15 Παμποίκιλός ἐστιν ἡ νοερὰ σοφία τοῦ Θεοῦ, ὡς καὶ ἐν τῷ Ψαλμῷ εἴρηται· «παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου, ἐν ἱματισμῷ διαχρύσῳ
περιβεβλημένη πεποικιλμένη», [ἥτις ἐστὶν ἡ Ἐκκλησία]. [Παμποίκιλός ἐστιν ὁ Χριστός, αὐτὸς ὢν παρθενία, ἐγκράτεια, ἐλεη‐ μοσύνη, πίστις, ἀρετή, ὁμόνοια, εἰρήνη, μακροθυμία, ἀλλὰ καὶ ἐχθρός63
20ἐστι τοῦ ἀποστάτου δράκοντος, τοῦ ἐν τῷ ὕδατι]. Οὐδὲν οὖν ἀσκόπως, ὡς εἴρηται, περὶ πετεινῶν καὶ θηρίων ἐλάλησαν αἱ θεῖαι Γραφαί. Καλῶς οὖν ὁ Φυσιολόγος ἔλεξε περὶ τοῦ πάνθηρος.

17

(t)

Περὶ ἀσπιδοχελώνης.
1 Ὁ Σολομὼν ἐν ταῖς Παροιμίαις παραινεῖ λέγων· «μὴ πρόσεχε φαύλῃ γυναικί· μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης, ἣ πρὸς καιρὸν λιπαίνει σὸν φάρυγγα, ὕστερον μέντοι πικρότερον χολῆς εὑρήσεις καὶ
ἠκονημένον μᾶλλον μαχαίρας διστόμου. τῆς γὰρ ἀφροσύνης οἱ πόδες64
5κατάγουσι τοὺς χρωμένους αὐτῇ μετὰ θάνατον εἰς τὸν Ἅιδην». Ἔστι κῆτος ἐν τῇ θαλάσσῃ ἀσπιδοχελώνη λεγόμενον, δύο φύσεις ἔχον. Πρώτη αὐτοῦ φύσις αὕτη· ἐὰν πεινάσῃ, ἀνοίγει αὑτοῦ τὸ στόμα, καὶ πᾶσα εὐωδία ἀρωμάτων ἐκ τοῦ στόματος αὐτοῦ ἐξέρχεται, καὶ ὀσφραί‐
νονται οἱ μικροὶ ἰχθύες, καὶ στοιβάζονται εἰς τὸ στόμα αὐτοῦ, καὶ κατα‐65
10πίνει αὐτούς· τοὺς δὲ μεγάλους καὶ τελείους ἰχθύας οὐχ εὑρίσκω ἐγγί‐ ζοντας τῷ κήτει. Οὕτω καὶ ὁ διάβολος καὶ οἱ αἱρετικοὶ διὰ τῆς χρηστολογίας καὶ ἀπάτης, τῆς δοκούσης εἶναι εὐωδίας, δελεάζουσι τοὺς νηπιώδεις καὶ ἀτε‐ λεῖς τὴν διάνοιαν, τοὺς δὲ τελείους τὸ φρόνημα ἀκατασχέτους ἔχουσιν,
15οἷον Ἰὼβ τέλειος ἰχθύς, Μωϋσῆς, Ἡσαΐας, Ἱερεμίας, καὶ πᾶς ὁ χορὸς τῶν προφητῶν· ὡς ἐξέφυγεν Ἰουδὴθ Ὁλοφέρνην, Ἐσθὴρ Ἀρταξέρξην,
Σωσάννα τοὺς πρεσβυτέρους, Θέκλα Θάμυριν. Ἡ δὲ ἄλλη φύσις τοῦ κήτους· μέγα ἐστὶ πάνυ, ὅμοιον νήσῳ· ἀγνο‐ οῦντες οὖν οἱ ναῦται, δεσμεύουσι τὰ πλοῖα αὑτῶν εἰς αὐτὸ ὡς ἐν νήσῳ,66
20καὶ τὰς ἀγκύρας καὶ τοὺς πασσάλους τῶν πλοίων πήσσουσιν, ἅπτουσι δὲ ἐπάνω τοῦ κήτους πυρὰν εἰς τὸ ἑψῆσαι ἑαυτοῖς τι· ἐπὰν δὲ θερμανθῇ,
δύνει εἰς τὸν βυθὸν καὶ βυθίζει τὰ πλοῖα. Καὶ σὺ οὖν, ἐὰν κρεμάσῃς σεαυτὸν τῇ ἐλπίδι τοῦ διαβόλου, βυθίζει σε ἅμα αὑτῷ εἰς τὴν γέενναν τοῦ πυρός.67
25Καλῶς οὖν ὁ Φυσιολόγος ἔλεξε περὶ τῆς ἀσπιδοχελώνης.

18

(t)

Περὶ πέρδικος.
1 Ἱερεμίας ὁ προφήτης λέγει· «ἐφώνησε πέρδιξ, συνήγαγεν ἃ οὐκ ἔτεκε, ποιῶν πλοῦτον αὑτοῦ οὐ μετὰ κρίσεως· ἐν ἡμίσει ἡμερῶν αὐτοῦ καταλείψουσιν αὐτόν, καὶ ἐπ’ ἐσχάτων αὐτοῦ ἔσται ἄφρων».
Ὁ Φυσιολόγος ἔλεξε περὶ τοῦ πέρδικος ὅτι ἀλλότρια ὠὰ θάλπει καὶ68
5νοσσοποιεῖ· ἐπὰν δὲ αὐξήσωσιν, ἕκαστον γένος ἀνίπταται πρὸς τοὺς ἰδίους γονεῖς καὶ μόνον ἄφρονα ἀφιᾶσιν αὐτόν. Οὕτω καὶ ὁ διάβολος ἁρπάζει τὸ γένος τῶν νηπίων ταῖς φρεσίν·
ἐπὰν δὲ εἰς μέτρον ἡλικίας ἔλθωσιν, ἄρχονται ἐπιγινώσκειν τοὺς γονεῖς αὑτῶν τοὺς οὐρανίους, τουτέστι τὸν Χριστὸν καὶ τὴν Ἐκκλησίαν καὶ τοὺς69
10ἁγίους προφήτας καὶ ἀποστόλους, καὶ μόνον ἄφρονα ἀφιᾶσιν αὐτόν. Καλῶς οὖν ἔλεξεν ὁ Φυσιολόγος περὶ τοῦ πέρδικος.

19

(t)

Περὶ γυπός.
1 Καλῶς ὁ Κύριος καὶ Σωτὴρ ἡμῶν εἶπεν ἐν τῷ εὐαγγελίῳ· «οὐαὶ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις». ὁ Φυσιολόγος ἔλεξε περὶ τοῦ γυπὸς ὅτι ἐν τοῖς ὑψηλοῖς τόποις καὶ με‐ τεώροις αὐλίζεται, καὶ κοιμᾶται ἐπὶ τὰς ὑψηλὰς πέτρας ἢ ἐπὶ τὰ πτερύ‐
5για τῶν ὀρέων. Ἐὰν οὖν ἔγκυος γένηται, πορεύεται ἐν τῇ Ἰνδίᾳ καὶ λαμβάνει τὸν εὐτόκιον λίθον. ὁ δὲ λίθος κατὰ τὸ κάρυον ἔχει τὴν περιφέρειαν, καὶ ἐὰν θέλῃς αὐτὸν κινῆσαι, ἄλλος λίθος ἔνδον αὐτοῦ σαλεύεται, ὥσπερ κώδων κρούων καὶ ἠχῶν· ἐὰν δὲ καὶ ἡ ὠδίνουσα αὐτὸν καταλάβῃ, κά‐70
10θηται ἐπάνω τοῦ εὐτοκίου λίθου καὶ ἀπόνως γεννᾷ. Καὶ σὺ οὖν, ὦ ἄνθρωπε, γενόμενος ἐγκύμων ἁγίου Πνεύματος, λαβὲ τὸν νοερὸν εὐτόκιον λίθον, τὸν ἀποδοκιμασθέντα παρὰ τῶν οἰκοδομούν‐ των, ὃς ἐγεννήθη εἰς κεφαλὴν γωνίας, καὶ ἐπ’ αὐτὸν καθεσθείς, ὡς εἶπεν Ἡσαΐας ὁ προφήτης, τέκῃς πνεῦμα σωτηρίας· «διὰ γὰρ τὸν φόβον71
15σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν καὶ ὠδινήσαμεν καὶ ἐτέκομεν πνεῦμα
σωτηρίας σου, ὃ ἐποιήσαμεν ἐπὶ τῆς γῆς». ἀληθῶς γὰρ εὐτόκιος ἁγίου Πνεύματος οὗτος ὁ λίθος, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, ἄνευ χειρῶν τμηθείς, τουτέστιν ἄνευ σπορᾶς ἀνθρώπου ἐκ Παρθένου γεννηθείς, καὶ ὥσπερ ὁ εὐτόκιος λίθος ἄλλον λίθον ἔνδον εἶχεν ἠχοῦντα, οὕτω καὶ τοῦ72
20Κυρίου τὸ σῶμα ἔνδον εἶχεν ἠχοῦσαν τὴν θεότητα. Καλῶς οὖν ὁ Φυσιολόγος εἶπε περὶ τοῦ γυπός.

20

(t)

Περὶ μυρμηκολέοντος.
1Ἐλιφὰζ ὁ Θαιμανῶν βασιλεὺς ἔλεξε· «μυρμηκολέων ὤλετο παρὰ τὸ
μὴ ἔχειν βοράν». ὁ Φυσιολόγος ἔλεξε περὶ τοῦ μυρμηκολέοντος ὅτι τὰ μὲν ἐμπρόσθια ἔχει λέοντος, τὰ δὲ ὀπίσθια μύρμηκος. ὁ μὲν πατὴρ σαρ‐73
κοφάγος ἐστίν, ἡ δὲ μήτηρ ὄσπρια τρώγει, ὅταν δὲ γεννῶσι τὸν μυρμη‐74
5κολέοντα, γεννῶσιν αὐτὸν δύο φύσεις ἔχοντα, καὶ οὐ δύναται φαγεῖν κρέα διὰ τὴν φύσιν τῆς μητρός, οὐδὲ ὄσπρια διὰ τὴν φύσιν τοῦ πατρός· ἀπόλλυται οὖν διὰ τὸ μὴ ἔχειν τροφήν.
Οὕτω καὶ πᾶς ἀνὴρ δίψυχος ἀκατάστατος ἐν πάσαις ταῖς ὁδοῖς αὑτοῦ. οὐ χρὴ βαδίζειν δύο τρίβους, οὐδὲ δισσὰ λέγειν ἐν τῇ προσευχῇ· οὐαὶ75
10γάρ, φησί, καρδίᾳ δισσῇ καὶ ἁμαρτωλῷ ἐπιβαίνοντι ἐπὶ δύο τρίβους. οὐ καλὸν εἰπεῖν τὸ ναὶ οὔ, καὶ τὸ οὒ ναί, ἀλλὰ τὸ ναὶ ναί, καὶ τὸ οὒ οὔ, καθὼς εἶπεν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός. Καλῶς οὖν ἔλεξεν ὁ Φυσιολόγος περὶ τοῦ μυρμηκολέοντος.

21

(t)

Περὶ γαλῆς.
1Ὁ Νόμος λέγει· «μὴ φάγῃς γαλῆν, μηδὲ τὸ ὅμοιον αὐτῆς». ὁ
Φυσιολόγος ἔλεξε περὶ τῆς γαλῆς ὅτι τοιαύτην φύσιν ἔχει· τὸ στόμα αὐ‐ τῆς συλλαμβάνει παρὰ τοῦ ἄρρενος, καὶ ἔγκυος γενομένη τοῖς ὠσὶ γεννᾷ· κακῶς οὖν ἐκ τῶν ἀκοῶν γεννῶσιν.76
5 Εἰσί τινες τὸν πνευματικὸν ἄρτον τρώγοντες ἐν τῇ Ἐκκλησίᾳ· ἐπὰν δὲ ἐξέλθωσιν, ἐκβάλλουσι τὸν λόγον ἐκ τῶν ἀκοῶν, ἐοικότες τῇ ἀκαθάρτῳ γαλῇ, καὶ γίνονται ὡσεὶ ἀσπὶς κωφὴ βύουσα τὰ ὦτα αὑτῆς. Μὴ φάγῃς οὖν γαλῆν, μηδὲ τὸ ὅμοιον αὐτῆς.77

22

(t)

Περὶ μονοκέρωτος.
1Ὁ Ψαλμὸς λέγει· «καὶ ὑψωθήσεται ὡς μονοκέρωτος τὸ κέρας μου».
ὁ Φυσιολόγος ἔλεξε περὶ τοῦ μονοκέρωτος ὅτι τοιαύτην φύσιν ἔχει· μικρὸν ζῷόν ἐστιν, ὅμοιον ἐρίφῳ, δριμύτατον δὲ σφόδρα· οὐ δύναται κυνηγὸς ἐγγίσαι αὐτό, διὰ τὸ ἰσχύειν αὐτὸ πολύ, ἓν δὲ κέρας ἔχει, μέσον τῆς78
5κεφαλῆς αὑτοῦ. πῶς οὖν ἀγρεύεται; παρθένον ἁγνὴν [ἐστολισμένην] ῥί‐ πτουσιν ἔμπροσθεν αὐτοῦ, καὶ ἅλλεται εἰς τὸν κόλπον αὐτῆς, καὶ ἡ παρ‐79
θένος θηλάζει τὸ ζῷον, καὶ αἴρει αὐτὸ εἰς τὸ παλάτιον τῷ βασιλεῖ. Φέρεται οὖν τὸ ζῷον εἰς πρόσωπον τοῦ Σωτῆρος· «ἤγειρε γὰρ κέρας ἐν οἴκῳ Δαυὶδ τοῦ πατρὸς ἡμῶν», καὶ κέρας σωτηρίας γέγονεν80
10ἡμῖν. οὐκ ἠδυνήθησαν ἄγγελοι καὶ δυνάμεις αὐτὸν κρατῆσαι, ἀλλ’ ἐσκή‐ νωσεν εἰς τὴν γαστέρα τῆς ἀληθοῦς ἁγνῆς Παρθένου Μαρίας [τῆς Θεο‐ τόκου], «καὶ ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν».81

23

(t)

Περὶ ζῴου κάστορος.
1 Ἔστι ζῷον λεγόμενον κάστωρ, ἤπιον πάνυ καὶ ἡσύχιον, τὰ δὲ ἀναγ‐ καῖα αὐτοῦ εἰς θεραπείαν χωροῦσιν. ὅταν δὲ ὑπὸ τῶν κυνηγῶν διώκηται καὶ γνῷ ὅτι καταλαμβάνεται, τὰ ἀναγκαῖα αὑτοῦ κόψας, ῥίπτει τῷ κυ‐82
νηγῷ· ἐὰν δὲ πάλιν ἑτέρῳ κυνηγῷ περιπέσῃ καὶ διώκηται, ῥίπτει ἑαυτὸν83
5ὕπτιον ὁ κάστωρ, καὶ δείκνυσιν αὐτῷ ἑαυτόν, καὶ ἐκ τούτου νοήσας ὁ κυνηγὸς ὅτι ἀναγκαῖα οὐκ ἔχει, ἀναχωρεῖ ἀπ’ αὐτοῦ. Καὶ σὺ οὖν, πολιτευτά, ἀπόδος τὰ τοῦ κυνηγοῦ αὐτῷ. ὁ κυνηγός
ἐστιν ὁ διάβολος, τὰ δὲ αὐτοῦ εἰσι πορνεία, μοιχεία, φόνος· ἔκκοψον τὰ τοιαῦτα καὶ δὸς τῷ διαβόλῳ, καὶ ἀφήσει σε ὁ θηρευτὴς διάβολος, ἵνα84
10καὶ σὺ εἴπῃς· «ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐρρύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων». Καλῶς οὖν ὁ Φυσιολόγος ἔλεξε περὶ τοῦ κάστορος.

24

(t)

Περὶ ὑαίνης.
1Ὁ Νόμος λέγει· «μὴ φάγῃς ὕαιναν μηδὲ τὸ ὅμοιον αὐτῆς». ὁ Φυ‐
σιολόγος ἔλεξε περὶ τῆς ὑαίνης ὅτι ἀρρενόθηλύ ἐστι· ποτὲ μὲν ἄρρην γίνεται, ποτὲ δὲ θῆλυ· μεμιαμμένον θηρίον ἐστὶ διὰ τὸ ἀλλάσσειν αὐτὸ τὴν φύσιν. διὰ τοῦτο καὶ Ἱερεμίας λέγει· «μὴ σπήλαιον ὑαίνης ἡ κλη‐85
5ρονομία μου ἐμοί». Μὴ οὖν ἐξομοιωθῇς καὶ σὺ τῇ ὑαίνῃ, ποτὲ μὲν τὴν ἄρρενα, ποτὲ δὲ τὴν θήλειαν φύσιν ἀσπαζόμενος, οὕς, φησί, μεμφόμενος ὁ θεῖος Ἀπό‐ στολος ἔφασκεν· «ἄρρενες ἐν ἄρρεσι τὴν ἀσχημοσύνην κατειργάσαντο».
Καλῶς οὖν ὁ Φυσιολόγος ἔλεξε περὶ τῆς ὑαίνης.86

25

(t)

Περὶ ζῴου ἐνύδρου.
1 Ἔστι ζῷον λεγόμενον ἔνυδρος, μορφὴν ἔχουσα κυνός, ἐχθρὰ δέ ἐστι τοῦ κροκοδείλου. κοιμώμενος δὲ ὁ κροκόδειλος, ἀνεῳγμένον τὸ στόμα
ἔχει· ἀπέρχεται οὖν ἡ ἔνυδρος, καὶ χρίεται ὅλον τὸ σῶμα πηλῷ, καὶ ἐπὰν ξηρανθῇ ὁ πηλός, ἅλλεται εἰς τὸ στόμα τοῦ κροκοδείλου, καὶ πάντας τοὺς87
5πόρους αὐτοῦ τρώγει καὶ τὰ ἔγκατα κατεσθίει. Ἔοικεν οὖν ὁ κροκόδειλος τῷ διαβόλῳ, ἡ δὲ ἔνυδρος εἰς τὸ τοῦ Σωτῆρος ἡμῶν πρόσωπον λαμβάνεται· λαβὼν γὰρ ὁ Κύριος ἡμῶν Ἰη‐ σοῦς Χριστὸς τὴν χοϊκὴν σάρκα, κατέβη εἰς τὸν Ἅιδην, καὶ ἔλυσε τὰς ὀδύνας τοῦ θανάτου, εἰρηκὼς τοῖς ἐν δεσμοῖς· ἐξέλθατε, καὶ τοῖς ἐν τῷ
10σκότει· ἀνακαλύφθητε. καὶ πάλιν ὁ Ἀπόστολος· «ποῦ σου, θάνατε, τὸ νῖκος, ποῦ σου, Ἅιδη, τὸ κέντρον»; καὶ ἀνέστη τριήμερος ἐκ νεκρῶν, συναναστήσας αὑτῷ τὴν χοϊκὴν οὐσίαν.

26

(t)

Περὶ ἰχνεύμονος.
1 Ἔστι ζῷον λεγόμενον ἰχνεύμων, [ὅμοιος ὑός], ἐχθρὸς πάνυ τοῦ δρά‐ κοντος. ἐπὰν οὖν εὕρῃ ἄγριον δράκοντα, καθὼς ὁ Φυσιολόγος λέγει, πο‐ ρεύεται καὶ χρίει ἑαυτὸν πηλῷ, καὶ τῇ κέρκῳ τοὺς μυκτῆρας τηρεῖ, ἕως88
οὗ ἀπέκτεινε τὸν δράκοντα.89
5 Οὕτω καὶ ὁ Σωτὴρ ἡμῶν ἔλαβε τὴν τοῦ χοὸς γένους οὐσίαν ἕως οὗ ἀπέκτεινε τὸν δράκοντα τὸν Φαμῶ, τὸν καθήμενον ἐπὶ τοῦ ποταμοῦ Αἰ‐ γύπτου, τουτέστι τὸν διάβολον. εἰ γὰρ ἀσώματος ὁ Χριστός, πῶς τὸν δράκοντα εἶχεν ἀπολέσαι; ἀντέλεγεν ἂν αὐτῷ ὁ δράκων ὅτι «Θεὸς εἶ καὶ Σωτήρ, καὶ οὐ δύναμαί σοι». ἀλλ’ ὁ πάντων μείζων ἑαυτὸν ἐταπείνωσεν,
10ἵνα πάντας σώσῃ.90

27

(t)

Περὶ κορώνης.
1 Καλῶς ὁ Ἱερεμίας ἔλεγε τῇ Ἱερουσαλήμ· «ἐκάθισας ὡσεὶ κορώνη ἠρημωμένη». ὁ Φυσιολόγος ἔλεξε περὶ τῆς κορώνης ὅτι μονόγαμός ἐστι, καὶ ὅταν ὁ ταύτης ἀνὴρ τελευτήσῃ, οὐκέτι συγγίνεται ἑτέρῳ ἀνδρί, οὐδὲ ὁ κόραξ ἑτέρᾳ γυναικί.
5Ἡ Συναγωγὴ τῶν Ἰουδαίων, ἡ ἐπίγειος Ἱερουσαλήμ, φονεύσασα
τὸν Κύριον ... *** οὐκέτι 〈γὰρ〉 ὁ Χριστὸς ἀνὴρ ταύτης γίνεται· «ἡρμο‐ σάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Κυρίῳ», ἀλλ’ ἐμοίχευσαν τῷ ξύλῳ καὶ τῷ λίθῳ. Ἐὰν οὖν καὶ ἡμεῖς ἔχωμεν τὸν ἄνδρα ἐν καρδίᾳ, οὐκ εἰσβαίνει ὁ91
10μοιχὸς διάβολος· ἐὰν δὲ ἐκβῇ ὁ ἀνδρεῖος λόγος ἐκ τῆς ψυχῆς ἡμῶν, εἰσδύνει ὁ ἀντικείμενος· «οὐ γὰρ νυστάξει οὐδὲ ὑπνώσει ὁ φυλάσσων τὸν Ἰσραήλ», [καὶ οὐκέτι εἰσβαίνουσι λῃσταὶ εἰς τὴν νοεράν σου καρδίαν]. Καλῶς ἔλεξεν ὁ Φυσιολόγος περὶ τῆς κορώνης.

28

(t)

Περὶ τρυγόνος.
1Ἐν τοῖς Ἄισμασιν ὁ Σολομὼν μαρτυρεῖ καὶ λέγει· «φωνὴ τῆς
τρυγόνος ἠκούσθη ἐν τῇ γῇ ἡμῶν». ὁ Φυσιολόγος ἔλεξε περὶ τῆς τρυ‐ γόνος ὅτι αὕτη μονόγαμός ἐστι καὶ ἀναχωρητικὴ πάνυ, καὶ ἐν τοῖς ἐρή‐ μοις οἰκεῖ· οὐκ ἀγαπᾷ εἶναι μέσον πλήθους.92
5 Οὕτω καὶ ὁ Σωτὴρ ἡμῶν ηὐλίζετο ἐν τῷ ὄρει τῶν ἐλαιῶν, λαβὼν [γὰρ ὁ Ἰησοῦς] τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην, [ἀνέβησαν εἰς τὸ ὄρος], καὶ ὤφθησαν αὐτοῖς Μωϋσῆς καὶ Ἡλίας, καὶ φωνὴ οὐρανόθεν λέγουσα·
«οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα· [αὐτοῦ ἀκούετε]». ἡ τρυγὼν ἀναχωρεῖν ἀγαπᾷ, καὶ οἱ γενναιότατοι χριστοφόροι τὸ ἀναχω‐93
10ρεῖν ἀγαπάτωσαν. «ὡς γὰρ τρυγών, οὕτω φωνήσω καὶ ὡσεὶ περιστερὰ οὕτω μελετήσω». «τρυγὼν καὶ χελιδὼν ἀγροῦ στρουθία ἔγνωσαν καιρὸν εἰσόδου αὑτῶν». [οὕτω καὶ σὺ ὦ ἄνθρωπε]. Καλῶς ὁ Φυσιολόγος ἔλεξε περὶ τρυγόνος.

28bis

(t)

Περὶ τρυγόνος καὶ περιστερᾶς.
1 «Ὡς τρυγών, οὕτω φωνήσω, καὶ ὡς περιστερά, οὕτω μελετήσω». ὁ Φυσιολόγος ἔλεξε περὶ τῆς τρυγόνος ὅτι λαλίστατός ἐστι πάνυ· ὅταν δὲ χηρεύσῃ, τῇ τοῦ ἀπελθόντος μνήμῃ συναποθνήσκει καὶ ἑτέρῳ οὐ μίγνυται. Χριστῷ δὲ παρεικαστέον τὰ πτηνά· αὐτὸς γὰρ ἡμῶν ἐστιν ἡ νοητὴ
5λαλίστατος τρυγών, τὸ εὔστομον ἀληθῶς στρουθίον, ὃς τοῖς εὐαγγελικοῖς κηρύγμασι κατεκελάδησε τὴν ὑπ’ οὐρανόν, ᾧ καὶ αὐτὴ προσπεφώνηκεν ἡ νύμφη, τουτέστιν ἡ ἐξ ἐθνῶν Ἐκκλησία· «δεῖξόν μοι τὴν ὄψιν σου, καὶ ἀκούτισόν μοι τὴν φωνήν σου, ὅτι ἡ φωνή σου ἡδεῖα καὶ ἡ ὄψις σου ὡραία.» αὐτὸς ἡ ἁπαλὴ καὶ ἀκακοῦργος ἀληθῶς καὶ δόλον οὐκ ἔχουσα
10περιστερά· οὐ γὰρ εὑρέθη ἐν τῷ στόματι αὐτοῦ δόλος, κατὰ τὸ γεγραμμένον.
Καλῶς οὖν ἔλεξεν ὁ Φυσιολόγος περὶ τῆς τρυγόνος.94

29

(t)

Περὶ βατράχου [χερσαίου τε καὶ ἐνύδρου].
1 Ἔστι βάτραχος χερσαῖος καὶ βάτραχος ἔνυδρος. ὁ Φυσιολόγος ἔλεξε περὶ τοῦ χερσαίου ὅτι βαστάζει τὸν καύσωνα τοῦ ἡλίου καὶ τὸ φλογερὸν πῦρ· ἐπὰν δὲ σφοδρὸς χειμὼν καταλάβῃ αὐτόν, ἀποθνήσκει. ὁ δὲ ἔνυδρος βάτραχος, ἐὰν ἔλθῃ ἀπὸ τοῦ ὕδατος καὶ ἅψηται αὐτοῦ ὁ ἥλιος, εὐθέως
5πάλιν εἰς τὸ ὕδωρ δύνει. Ἐοίκασιν οἱ γενναιότατοι πολιτευταὶ τῷ χερσαίῳ· φέρουσι γὰρ τῶν πειρασμῶν τὸν καύσωνα· ἐὰν οὖν σφόδρα χειμὼν αὐτοὺς καταλάβῃ, του‐ τέστι διωγμὸς ὑπὲρ ἀρετῆς, τελευτῶσιν. οἱ δὲ τοῦ κόσμου ὑδρώδεις εἰσίν· ἐπὰν γὰρ ἅψηται αὐτῶν ὀλίγη θέρμη πειρασμοῦ ἢ ἐπιθυμίας, μὴ φέ‐95
10ροντες, εἰσδύνουσι πάλιν ἐπὶ τὴν αὐτὴν τῆς λαγνείας ὄρεξιν.
Καλῶς οὖν ὁ Φυσιολόγος ἔλεξε περὶ τοῦ βατράχου.96

30

(t)

Περὶ ἐλάφου [καὶ ὄφεως].
1 Ὁ μὲν Δαυὶδ λέγει· «ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ ὁ Θεός». ὁ Φυσιο‐ λόγος ἔλεξε περὶ τῆς ἐλάφου ὅτι ἐχθρὰ τοῦ δράκοντός ἐστι πάνυ. ἐὰν φύγῃ ὁ δράκων ἀπὸ τῆς ἐλάφου εἰς τὰς ῥαγάδας τῆς γῆς, πορεύεται ἡ
5ἔλαφος καὶ ἐμπιπλᾷ τὰ ἀγγεῖα αὑτῆς πηγαίου ὕδατος, καὶ ἐξεμεῖ ἐπὶ τὰς ῥαγάδας τῆς γῆς, καὶ ἀναφέρει τὸν δράκοντα καὶ κατακόπτει αὐτὸν καὶ ἀποκτείνει. Οὕτω καὶ ὁ Κύριος ἡμῶν ἀπέκτεινε τὸν δράκοντα τὸν μέγαν [τὸν διάβολον] ἐκ τῶν οὐρανίων ὑδάτων, ὧν εἶχεν, ὡς ἐν Θεολόγῳ, σοφίας97
10ἐναρέτου· οὐ δύναται γὰρ ὁ δράκων βαστάζειν ὕδωρ, οὐδὲ ὁ διάβολος
λόγον οὐράνιον. Ὁ Κύριος παρὼν ἐδίωξε τὸν μέγαν δράκοντα [τὸν διάβολον ἐκ τῶν οὐρανίων ὑδάτων]· ἔκρυψε δὲ αὑτὸν ὁ διάβολος εἰς τὰ κατώτερα μέρη τῆς γῆς, ὡς ἐν μεγάλῃ ῥαγάδι κρυπτόμενος, καὶ ὁ Κύριος ἐκχέας ἐκ τῆς98
15πλευρᾶς αὑτοῦ τὸ αἷμα καὶ τὸ ὕδωρ, ἀνεῖλεν ἀφ’ ἡμῶν τὸν δράκοντα διὰ λουτροῦ παλιγγενεσίας, καὶ πᾶσαν ἀνεῖλεν ἐν ἡμῖν κρυπτομένην δια‐ βολικὴν ἐνέργειαν. [ἐτυμολογήσεται ἔλαφος ἐκ τοῦ ἀνελεῖν τοὺς ὄφεις. ὄφις, ὁ φής, ἤγουν ὁ λαλήσας τῇ Εὔᾳ ποτέ]. Ἐὰν καὶ σὺ ἔχῃς νοῦν ἐν τῇ καρδίᾳ σου, κάλεσον τὰ εὐαγγέλια καὶ λέ‐
20ξεταί σοι· «οὐ μοιχεύσεις, οὐ πορνεύσεις, οὐ κλέψεις· τούτων τῶν νοερῶν ὑδάτων γευσάμενος, ἐξεμέσεις πᾶσαν κακίαν». Καὶ σύ, ἄνθρωπε, ἐὰν ἔχῃς νοεροὺς δράκοντας κεκτημένους ἐν τῇ καρδίᾳ σου, κάλεσον τὰ εὐαγγέλια, καὶ λέγουσί σοι· «οὐ φονεύσεις, οὐ μοιχεύ‐ σεις, οὐ ψευδομαρτυρήσεις». τὰ νοερὰ ὕδατα ἐὰν ἀκούσῃς, ἐξεμέσεις πᾶσαν
25κακίαν. καὶ γίνεταί σου ἡ καρδία ναὸς Θεοῦ, καὶ τὸ πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν σοί.
Καὶ σὺ οὖν, ὦ πολιτευτά, ἔμπλησον τὰ ἀγγεῖά σου τῶν εὐαγγελικῶν τοῦ Κυρίου λόγων, καὶ λέξουσί σοι· «οὐ κλέψεις, οὐ πορνεύσεις, οὐ φονεύ‐ σεις, οὐ μοιχεύσεις», καὶ ταῦτα φυλάξας καὶ ἀπωσάμενος πᾶσαν κακίαν,99
30ἐξέμεσον, καὶ ἀποκτενεῖς τὸν ἀρχέκακον δράκοντα ἤτοι τὸν διάβολον. Ἐοίκασι τοίνυν ἐλάφῳ κατ’ ἄλλον τρόπον οἱ ἀσκηταί, οἱ τὸν ἐνάρετον καὶ ἐπίπονον βίον διὰ σκληραγωγίας πολλῆς ἄγοντες, οἵτινες, ὡς δεδιψηκότες ἐπὶ τὰς πηγὰς τῆς σωτηρίου μετανοίας τρέχοντες, διὰ τῶν τῆς ἐξομολο‐ γήσεως δακρύων κατασβεννύουσι τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα, καὶ
35καταπατοῦντες τὸν μέγαν δράκοντα, ἤτοι τὸν διάβολον, ἀποκτένουσιν αὐτόν. Τρίχες γὰρ ἐλάφου ἐὰν φανῶσιν εἰς οἰκίαν, ἢ ὀστέον αὐτοῦ ἐὰν θυμιάσῃ τις, οὐδέποτε ὀσμὴν δράκοντος θεωρήσεις ἢ ἴχνος. ὅπου γὰρ φόβος Χρι‐ στοῦ ἐὰν εὑρεθῇ εἰς τὴν καρδίαν σου, οὐδέποτε πονηρὸν φάρμακον ἀνα‐ βαίνει εἰς τὴν καρδίαν σου.
40Ὁ Φυσιολόγος οὖν οὐκ ἀργῶς ἐλάλησε περὶ τῆς ἐλάφου.

30bis

Ἔλεξε καὶ τοῦτο ὁ Φυσιολόγος· οἱ ἔλαφοι ὅπου ἐὰν καταντήσωσιν ὄφιν, καταπίνουσιν αὐτόν, καὶ τρέχει καὶ ἐλαύνεται σφοδρῶς. ἐλαυνόμενος δὲ καὶ τρέχων, μὴ ἱστάμενος ἐπὶ δύο καὶ τρεῖς ἡμέρας, 〈ὁ ὄφισ〉 χω‐ νεύεται ὑπ’ αὐτοῦ· χωνευθέντος δὲ τοῦ θηρίου, οὐρεῖ 〈ὁ ἔλαφοσ〉 αὐτὸ
5κάτω διὰ τῆς οὐρήθρας, καὶ ὅπου ἂν πέσῃ τὸ οὖρος ἐκεῖνο, γίνεται μό‐
σχος ἄκρατος. Οὕτω καὶ σύ, νοητὲ ἄνθρωπε, πολλὰ κοπιάσας καὶ δραμών, δυνήσει ἀπορρῖψαι τὴν δυσωδίαν τοῦ διαβόλου. Καλῶς ὁ Φυσιολόγος ἔλεξε περὶ τῆς ἐλάφου.100

31

(t)

Περὶ σαλαμάνδρας.
1 Ἔστι ζῷον λεγόμενον σαλαμάνδρα. ὁ Φυσιολόγος ἔλεξε περὶ αὐτῆς ὅτι ἐὰν εἰσέλθῃ εἰς κάμινον πυρός, σβέννυται ὅλη ἡ κάμινος, καὶ ἐὰν εἰς
ὑποκαυστήριον βαλανείου εἰσέλθῃ, σβέννυται τὸ ὑποκαυστήριον. Εἰ οὖν ἡ σαλαμάνδρα σβέννυσι τὸ πῦρ τῇ φυσιολογίᾳ, πῶς μέχρι101
5τοῦ νῦν ἀπιστοῦσι τινὲς ὅτι οἱ τρεῖς παῖδες ἐμβληθέντες εἰς τὴν κάμινον οὐδὲν ἠδικήθησαν, ἀλλ’ ἐκ τῶν ἐναντίων ἔψυξαν τὴν κάμινον; γέγραπται γὰρ ὅτι κἂν διὰ πυρὸς εἰσέλθῃς, φλὸξ οὐ κατακαύσει σε. [οὕτω καὶ σύ, ὦ ἄνθρωπε, δυνήθητι σβέσαι τὴν αἰώνιον καὶ ἄσβεστον φλόγα]. Εἰ οὖν ἡ σαλαμάνδρα σβέννυσι τὸ πῦρ τῇ ἑαυτῆς φυσιολογίᾳ, πόσῳ μᾶλ‐
10λον 〈εἰκὸσ〉 τοὺς δικαίους, τοὺς κατὰ δικαιοσύνην περιπατήσαντας, καὶ σβέσαντας τὸ πῦρ, καὶ φράξαντας στόματα λεόντων;

31a

(t)

Περὶ τῶν ἁγίων τριῶν παίδων.
1 Θαυμάσιόν ἐστιν ἐν τῷ Δανιὴλ τῷ προφήτῃ γεγραμμένον ἱστόρημα περὶ τῶν γενναιοτάτων τριῶν ἁγίων παίδων, τῶν εἰς τὴν κάμινον τοῦ
πυρὸς ῥιφέντων ἐκ διαβολῆς, καὶ ὑμνούντων, [ὥστε θαυμάζειν αὐτούς·] δίκαιοι γὰρ ἐτύγχανον. 〈τί δὲ τὸ〉 θαῦμα 〈οὐκ ἂν〉 ἦν ἀληθῶς, εἰ καὶ102
5οἱ ἅγιοι ἀπόστολοι νεκροὺς ἤγειραν, καὶ μείζους δυνάμεις ἐποίησαν μετὰ τοὺς δικαίους, καὶ ὄρη μεθίστασαν ἐν τῇ θαλάσσῃ;

31b

(t)

Περὶ τῶν ἁγίων τριῶν παίδων.
1 Θαῦμα ὡς ἀληθῶς ἐξαίσιον καὶ τῶν γενναιοτάτων τριῶν παίδων μυστήριον, τῶν εἰς τὴν κάμινον τοῦ πυρὸς ἐμβληθέντων, οἳ καὶ νεκροὺς ἤγειραν, ὡς ὁ τούτων δεσπότης. καὶ γὰρ τὸ τηλικαύτην πυρὸς δύναμιν σβέσαι καὶ τῆς τοῦ τότε καιροῦ ἀνωμαλίας καὶ τῶν κρατούντων τυραννίδος
5καὶ τῆς αὐτῶν θαρσαλεότητος 〈κρατεῖν θαῦμα〉 ἐπάξιον ὡς ἀληθῶς, καὶ λίαν ἁρμόδιον ἡμῖν τε καὶ τοῖς ἐντυγχάνουσιν ὡς ἄγαν ὠφελιμώτατον. Καλῶς ὁ Φυσιολόγος ἔλεξε περὶ τῆς σαλαμάνδρας.

32

(t)

Περὶ λίθου ἀδαμαντίνου.
1Ὁ Φυσιολόγος ἔλεξε περὶ τοῦ ἀδαμαντίνου λίθου ὅτι ἐν τῷ ἀνατο‐
λικῷ μέρει εὑρίσκεται [ὁ ἀδάμας], οὐχ εὑρίσκεται δὲ ἐν ἡμέρᾳ, ἀλλ’ ἐν νυκτί· ἀδάμας δὲ λέγεται ὅτι πάντα δαμάζει, αὐτὸς δὲ ὑπ’ οὐδενὸς δαμάζεται. Καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς πάντας κρίνει, αὐτὸς δὲ ὑπ’103
5οὐδενὸς κρίνεται. αὐτὸς γὰρ εἶπε· «τίς ἐξ ὑμῶν ἐλέγξει με περὶ ἁμαρτίας»; [ἐν νυκτὶ δὲ εὑρίσκεται, καὶ οὐχ ἡμέρᾳ. ἄκουσον τί φησιν·] ὁ λαὸς ὁ καθήμενος ἐν σκότει φῶς εἶδε μέγα, καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν. [ἐν τῇ ἀνατολῇ οὖν εὑρίσκεται.] ἀληθῶς γὰρ κατὰ τὸν προφήτην ἀνατολὴ
10ὄνομα αὐτῷ, καὶ [πάλιν ἐν ἑτέρῳ γέγραπται·] «ἀνατελεῖ ἄστρον ἐξ Ἰα‐
κώβ». καὶ ἄνθρωποι δὲ δίκην ἀδάμαντος γεγόνασιν, οἷος ὁ Ἰώβ, ἄν‐ θρωπος τῶν ἀφ’ ἡλίου ἀνατολῶν, μὴ δυνάμενος ὑπὸ τοῦ πονηροῦ δαμα‐ σθῆναι, καὶ οἷοι γεγόνασιν οἱ ἀπόστολοι, τὴν ἀνατολὴν Χριστὸν ἀγαπή‐ σαντες, καθὼς καὶ Παῦλός πού φησιν· «εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ104
15λαλοῦντος Χριστοῦ», ὑπὸ Ἰουδαίων ῥαβδιζόμενος ἐν φυλακαῖς, ἐν διωγμοῖς, ἐν ἀκαταστασίαις, ὑπομένων κινδύνους ποταμῶν, κινδύνους λῃστῶν, κιν‐ δύνους ἐν ψευδαδέλφοις· καὶ ὥσπερ ἀδάμας οὐκ ἐνδέδωκεν, ἀλλὰ γεν‐ ναίως ὑπομείνας, οὐχ ἡττήθη παρὰ τῶν θλιβόντων, οὕτω καὶ πᾶς ὁ χορὸς τῶν προφητῶν καὶ ἁγίων νοείσθω.
20Πάντες οὖν οἱ ἅγιοι προφῆται καὶ ἀπόστολοι τὴν ἀνατολὴν ἔχοντες ὥσπερ ὁ ἀδάμας, οὐκ ἐνέδωκαν ἐν ταῖς βασάνοις, ἀλλὰ γενναίως ὑπομείναντες οὐχ ἡττήθησαν. Ἐν τῇ οὖν νυκτὶ εὑρίσκεται, οὐκ ἐν τῇ ἡμέρᾳ ὁ λίθος. «ὁ λαὸς γὰρ ὁ καθήμενος ἐν χώρᾳ [σκότους] καὶ σκιᾷ θανάτου, φῶς ἀνέτειλεν αὐτοῖς»,
25τοῖς ποτὲ καὶ πάλαι Ἰουδαίοις, τέκνοις οὖσι, καὶ ἡμέρα οὐκ ἀνέτειλεν αὐτοῖς, διότι εἶπεν· «εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλα‐ βον», καί· «ἀνέτειλεν ἡμῖν φῶς, τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου κα‐ θημένοις». [καὶ ἐν τῷ Ἀμὼς τῷ προφήτῃ γέγραπται ὅτι «εἶδον ἀδα‐ μάντινον». ἐὰν εὑρεθῇ〈σ〉 ἐν τοῖς ἀνατολικοῖς μέρεσι, μέλλεις βληθῆναι
30δίκαιος, ἄμεμπτος, θεοσεβής· ὡς καὶ ὁ Ἰὼβ ὁ γενναιότατος τῶν ἀφ’ ἡλίου ἀνατολῶν]. Καλῶς οὖν ὁ Φυσιολόγος ἔλεξε περὶ τοῦ ἀδαμαντίνου λίθου [ὅτι
δαμάζει τὰ πάντα, αὐτὸς δὲ ὑπ’ οὐδενὸς δαμάζεται]. Ἰωάννης εἶπεν· «εἶδον οὐρανοὺς ἀνεῳγμένους, καὶ τὸ πνεῦμα τοῦ105
35Θεοῦ καταβαῖνον ἐπ’ αὐτόν, καὶ φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα· «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα· αὐτῷ πιστεύσατε»». Φυ‐ σιολόγου ἐξήγησις· «φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· ἑτοιμάσατε τὴν ὁδὸν τοῦ Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. πᾶσα φάραγξ πληρωθή‐ σεται καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται, καὶ ἔσται τὰ σκολιὰ εἰς
40εὐθείας, καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας, καὶ ὄψεται πᾶσα σὰρξ τὸ σω‐ τήριον τοῦ Θεοῦ». ἐπουράνιος καὶ πατρικὴ κατέλαβεν ἡμᾶς χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· αὐτοῦ δεξάμενοι τὰς ἐντολὰς σωθησόμεθα.

32bis

(t)

Τὰ δὲ κατὰ τὸν ἀδάμαντα πῶς ἐκληπτέον.
1 Ἔστι καὶ λίθος ἀδάμας οὕτω καλούμενος· οὔτε γὰρ σιδήρῳ τέμνεται, οὔτε γλυφῇ μαλθακίζεται, ἀλλ’ οὐδὲ τῶ παμφάγῳ πυρὶ κατατήκεται, αἵματι δὲ μόνῳ τραγείῳ, ὅτι καὶ τῶν ἄλλων τοῦτο θερμότερον, τὸ τοῦ λίθου στερρὸν καὶ ἀνένδοτον καταμαλάττεσθαι εἴωθε. τοῦτον μέντοι τὸν
5ἀδάμαντα καὶ ἐν νυκτὶ λέγουσι, καὶ κατὰ τὸ ἀνατολικὸν μέρος εὑρίσκεσθαι. Διατί δὲ ταῦτα καὶ τίνος ἕνεκεν τῷ βίῳ τούτῳ παρήχθη τοιαύτη φύσις παράδοξος; ἵν’ ὅταν τῷ κατὰ Χριστὸν θείῳ κηρύγματι διαπιστῶν τις εὑρίσκεται, ἀπειθής τε ἄκων ὁρῷτο, καὶ τὸ μυστήριον εὐχερῶς παρα‐ δέχοιτο, εἰς αὐτὸν ἀφορῶν τὸν ἀδάμαντα. ἐν νυκτὶ γὰρ καὶ ὁ δεσπότης
10πάντων Χριστὸς καὶ κατ’ ἀνατολὰς ἐν Βηθλεὲμ καθ’ ἡμᾶς εὑρέθη ὡς ἄνθρωπος. ὡς καὶ ἄμαχός ἐστι τὴν ἰσχύν· ὅσα γὰρ καὶ οἱ βασιλεῖς ἡγε‐
μόνες καὶ τύραννοι κατ’ αὐτοῦ ἐμελέτησαν, ἀλλ’ ἐσφάλησαν ἅπαντες τοῦ σκοποῦ· ὡς γὰρ ἀδάμαντι τῷ Χριστῷ προσβαλόντες, ἀνίσχυροι πάντες ἠλέ〈γ〉χθησαν. ὅτι δὲ ὁ ἀδάμας ἐναργές ἐστι τοῦ Χριστοῦ προεικόνισμα,106
15καὶ τοῦ προφήτου Ἀμμὼς ἄκουε λέγοντος· «ἰδοὺ ἐγὼ τάσσω ἀδάμαντα ἐν μέσῳ τοῦ λαοῦ μου Ἰσραήλ, καὶ καταλυθήσονται οἱ βωμοὶ τοῦ γέ‐ λωτος, καὶ αἱ τελεταὶ τοῦ Ἰσραὴλ ἐρημωθήσονται». πρόσεχε οὖν εἰ μὴ καὶ αὐτῷ τῷ ἀμάχῳ Χριστῷ τὴν ἰσχὺν οἱ τῶν εἰδώλων τε βωμοὶ κατε‐ λύθησαν καὶ αἱ τελεταὶ τοῦ Ἰσραὴλ πάντῃ γεγόνασιν ἔρημοι πλὴν ὁ
20τοσοῦτος Χριστὸς ὁ ἀήττητος τὴν ἰσχύν; ὁ πάντων ἀνώτερος εὑρεθεὶς αἵματι θερμῷ κατὰ τὸν ἀδάμαντα ἐπικάμπτεται· καὶ δῆλον ἐξ ὧν αὐτὸς ὁ Κύριος πρὸς τοὺς ἐκ Ζεβεδαίου, ἡνίκα προσελθόντες αὐτῷ καθέδρας ἐκ δεξιῶν τε καὶ ἀριστερῶν ἐζήτουν, ἔλεγε· «δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω»; ἀλλὰ καὶ ὁ παμμέγας Παῦλος αὐτὸ τοῦτο προδήλως ἐνέφηνε
25οὕτως εἰπών· «οὔπω ἀντικατέστητε πρὸς τὴν ἁμαρτίαν μέχρις αἵματος»· αἵματι λοιπὸν θερμῷ κατὰ τὸν ἀδάμαντα καὶ ὁ Χριστὸς ὁ ἀήττητος ἥτ‐ τηται, σπλάγχνα τε οἰκεῖα μαλάσσεται, καὶ τὴν ἐν οὐρανοῖς ἐντεῦθεν βασιλείαν χαρίζεται.

33

(t)

Περὶ χελιδόνος.
1 Ἡ χελιδὼν τοῦ χειμῶνος παρελθόντος τῷ ἔαρι φαίνεται καὶ ὑπὸ ὄρθρον λαλεῖ, ἐξυπνίζουσα τοὺς κοιμωμένους εἰς ἔργον. Καὶ οἱ τέλειοι ἀσκηταί, ἐπὰν ὁ χειμὼν τοῦ σώματος παρέλθῃ, του‐
τέστι πᾶσα ἐπιθυμία [σαρκικὴ ἀποσβεσθῇ, τότε ἁγνοὶ] ἐπὶ τῆς κοίτης107
5αὑτῶν μνημονεύοντες τοῦ Κυρίου, ἐν τοῖς ὄρθροις μελετῶσι πρὸς αὐτόν, ἐξεγείροντες τοὺς βεβαρυμένους εἰς ὕπνον ἐπὶ τὸ ἐργάζεσθαι τὸ ἀγαθόν, καὶ βοῶντες· «ἔγειραι ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπι‐ φαύσει σοι ὁ Χριστός». [«νεκρῶν» δὲ λέγει τῶν Ἰουδαίων, περὶ ἃ κοιμῶνται μὴ ἐργαζόμενοι τὸ ἀγαθόν].
10Καλῶς οὖν ὁ Φυσιολόγος ἔλεξε περὶ [τοῦ καιροῦ καὶ] τῆς χελιδόνος.

33bis

Ὁ Φυσιολόγος ἔλεξε περὶ τῆς χελιδόνος ὅτι ἅπαξ γεννᾷ, καὶ οὐκέτι γεννᾷ. Ὁ Σωτήρ μου ἅπαξ ἐκυοφορήθη, ἅπαξ ἐγεννήθη, ἅπαξ ἐσταυρώθη, ἅπαξ ἐτάφη, ἅπαξ ἐκ νεκρῶν ἀνέστη. «εἷς Θεός, μία πίστις, ἓν βάπτισμα, εἷς πατὴρ τῶν ἁπάντων».
5Καλῶς ὁ Φυσιολόγος ἔλεξε περὶ τῆς χελιδόνος.108

34

(t)

Περὶ δένδρου περιδεξίου.
1 Ἔστι δένδρον ἐν τῇ Ἰνδικῇ περιδέξιον καλούμενον, ὁ δὲ καρπὸς αὐτοῦ γλυκύτατός ἐστι καὶ χρηστὸς σφόδρα. αἱ δὲ περιστεραὶ τέρπονται πάνυ τρεφόμεναι ἀπὸ τοῦ καρποῦ τοῦ δένδρου ἐκείνου (κατασκηνοῦσι γὰρ ἐπ’ αὐτοῦ), ἔστι δὲ ὁ δράκων κατὰ τῆς περιστερᾶς [πολέμιος καὶ ἐχθρός].
5φοβεῖται δὲ ὁ δράκων τὸ δένδρον ἐκεῖνο καὶ τὴν σκιὰν αὐτοῦ, ἐν ᾧ αἱ περιστεραὶ ἐναυλίζονται, καὶ οὐ δύναται ὁ δράκων ἐγγίσαι τῆς περιστερᾶς, ἀλλ’ οὐδὲ τῆς σκιᾶς τοῦ δένδρου. ἐὰν οὖν ἡ σκιὰ τοῦ δένδρου εἰς τὰ δυτικὰ μέρη κλίνῃ, φεύγει ὁ δράκων εἰς ἀνατολήν, ἐὰν δὲ ἔλθῃ εἰς ἀνα‐ τολήν, φεύγει εἰς δύσιν. ἐὰν οὖν ἀποπλανηθῇ ἡ περιστερὰ ἐν τῷ σκότει109
10ἀπὸ τοῦ δένδρου, εὑρὼν αὐτὴν ὁ δράκων, ἀποκτείνει αὐτήν. Τὸ δένδρον οὖν ἐπὶ τὸν Πατέρα τῶν ὅλων νοεῖται, ὡς εἶπεν ὁ
Γαβριὴλ τῇ Μαρίᾳ· «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι». «ξύλον γὰρ ζωῆς ἐστι πᾶσι τοῖς ἀντεχομένοις αὐτοῦ», «ὃ τὸν καρπὸν αὑτοῦ δώσει ἐν καιρῷ αὑτοῦ», καί· «ἐν τῇ110
15σκιᾷ τῶν πτερύγων σου ἐλπιοῦμεν». καὶ ἡ τοῦ ἁγίου Πέτρου σκιὰ ἐδίωκε τὸν φθοροποιὸν θάνατον ἀπὸ τῶν ἀνθρώπων. ἐὰν οὖν καὶ ἡμεῖς ἀντε‐ χώμεθα τῆς σοφίας καὶ τοὺς καρποὺς τοῦ Πνεύματος ἐσθίωμεν, οἵ εἰσι χαρά, εἰρήνη, ἐγκράτεια, μακροθυμία, οὐκ ἐγγίζει ἡμῖν ὁ πονηρὸς διά‐ βολος· ἐὰν δὲ ἐν τοῖς τοῦ σκότους πράγμασιν ἀποπλανηθῶμεν, ἅ ἐστι
20πορνεία, μοιχεία, εἰδωλολατρία, πάθη, ἐπιθυμίαι κακαὶ καὶ πλεονεξία, εὑρὼν ἡμᾶς ὁ διάβολος μὴ παραμένοντας τῷ τῆς ζωῆς ξύλῳ, εὐκόλως ἀναιρεῖ. διὸ καὶ ὁ Ἀπόστολος, εἰδὼς τὸ τοῦ σταυροῦ ξύλον ἀναιρετικὸν ὂν τοῦ δαίμονος, ἐβόα· «ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου, δι’ οὗ ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ».
25 Καλῶς οὖν ὁ Φυσιολόγος ἔλεξε περὶ τοῦ περιδεξίου δένδρου. δένδρον δὲ νοητέον, ἀγαπητέ, τὰ προστάγματα τοῦ Θεοῦ, καὶ ἕως φυλάσσῃ αὐτὰ ἄνθρωπος, τὸν διάβολον οὐ φοβεῖται· ἡνίκα δὲ αὐτὰ τὰ προστάγματα τοῦ Θεοῦ καταφρονήσῃ, τότε καὶ ὁ δράκων καταλαμβάνει αὐτόν.111

35

(t)

Περὶ περιστερᾶς.
1 Ὁ μὲν Ἰωάννης εἶπεν ὅτι «εἶδον τοὺς οὐρανοὺς ἀνεῳγμένους καὶ τὸ Πνεῦμα τὸ ἅγιον καταβαῖνον ὡσεὶ περιστερὰν ἐξ οὐρανῶν καὶ μένον ἐπ’ αὐτόν, καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν, λέγουσα· οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα».
5 [Περὶ πολλῶν περιστερῶν ἐλάλησεν ὁ Φυσιολόγος. εἰσὶ γὰρ πηγμα‐ τισταὶ περιστερῶν, καὶ πολλὰ γένη περιστερῶν καὶ πολύχρωμά εἰσιν· ὁ ψαρός, ὁ μελανοειδής, ὁ χρυσόμορφος, ὁ ὁλόλευκος, ὁ πυρροειδής]. Ὁ Φυσιολόγος ἔλεξε περὶ τῶν περιστερῶν ὅτι ἐὰν πάσας τὰς περι‐ στερὰς ὁ πηγματιστὴς ἐξαποστείλῃ, οὐδεμίαν εἰσάγουσιν οὐδὲ πείθουσι τῶν
10ἄλλων πηγματιστῶν εἰσελθεῖν εἰς τὴν καλιάν, εἰ μὴ μόνος ὁ πυρροειδὴς
εἰσάγει πάσας καὶ πείθει. Προεξαπέστειλεν ὁ Πατὴρ πρὸ τῆς ἐπιδημίας τοῦ Χριστοῦ δίκην περιστερῶν πάντας καλέσαι ἐπὶ τὴν ζωὴν Μωϋσῆν, Ἡλίαν, Σαμουήλ, Ἱερεμίαν, Ἡσαΐαν, Ἰεζεκιήλ, Δανιήλ, καὶ τοὺς λοιποὺς προφήτας, καὶ112
15οὐδεὶς ἴσχυσεν εἰσαγαγεῖν εἰς τὴν ζωὴν τοὺς ἀνθρώπους· ὅτε δὲ ἐξαπε‐ στάλη ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐξ οὐρανῶν παρὰ τοῦ Πατρός, τῷ ἰδίῳ αἵματι πάντας εἰσήγαγεν εἰς τὴν ζωήν, λέγων· «δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς». [Ῥαὰβ ἡ πόρνη, πιστεύσασα τῷ σημείῳ τῷ κοκκίνῳ, διεσώθη αὐτῆς
20ἡ ψυχή, καὶ ὁ κόκκος ὁ νοερὸς πᾶς καὶ ὁ οἶκος αὐτῆς. καὶ ἐν τοῖς Ἄισμασιν ὁ Σολομών φησιν· «ὡς σπαρτίον κόκκινον χείλη σου». καὶ Μαριὰμ δὲ ἔλαβε τὸ κόκκινον καὶ τὴν ἀληθινὴν πορφύραν ἐργάζεσθαι, κληρωθεῖσα τοῦτο ποιεῖν. καὶ ἐν τῷ κατὰ Ματθαῖον γέγραπται ὅτι μέλ‐ λων σταυροῦσθαι ὁ Κύριος ἐνεδύσατο χλαμύδα κοκκίνην, ἐν δὲ τῷ κατὰ
25Ἰωάννην ὅτι πορφυροῦν ἐνεδύσατο, καὶ τοῦτο δὲ μυστικόν· Ματθαῖος διὰ τοῦ κοκκίνου τὴν κατὰ σάρκα οἰκονομίαν ἡρμήνευσεν, Ἰωάννης δὲ διὰ τῆς πορφύρας τὸ βασιλικὸν ἔδειξεν. οὐδεὶς γὰρ πορφύραν φορεῖ, εἰ μὴ μόνον βασιλεύς].
Καλῶς οὖν ὁ Φυσιολόγος ἔλεξε περὶ τῆς πυρροειδοῦς περιστερᾶς.113

35a

(t)

Περὶ τῶν αὐτῶν περιστερῶν.
1 Ὁ Φυσιολόγος ἔλεξεν ὅτι ἐὰν πᾶσαι αἱ περιστεραὶ ὑφ’ ἓν πετῶνται, οὐ τολμᾷ ὅλως ὀξύπτερος ἐγγίσαι τινὶ αὐτῶν διὰ τὸν σύμφωνον τῶν πτερῶν ἦχον· ἐπὰν δὲ μίαν ἀποπλανηθεῖσαν εὕρῃ, εὐκόλως ἁρπάσας κατεσθίει αὐτήν.
5Τοῦτο δὲ ἐπὶ τοῦ τάγματος τῶν παρθένων λαμβάνεται· ὅτι ἐὰν ἀγε‐
ληδὸν ἐν τῇ Ἐκκλησίᾳ συνάγωνται, εὔηχον ὕμνον ἀναπέμπουσαι δι’ εὐχῶν καὶ ψαλμῳδιῶν συμφώνως τῷ Θεῷ, καὶ ὁ ἀντικείμενος αὐτῶν διάβολος οὐ τολμᾷ ὅλως ἐγγίσαι τινὶ αὐτῶν, φοβούμενος τὴν μεγάλην εὐχὴν αὐτῶν καὶ ψαλμῳδίαν· ἐπὰν δὲ εὕρῃ μίαν ἀποπλανηθεῖσαν, εὐκόλως ἁρπάσας114
10ἀποκτείνει αὐτήν. μὴ οὖν ἐγκαταλιμπανέτω τις, οὐ μόνον παρθένος, ἀλλὰ καὶ πᾶς χριστιανός, τὴν ἐπισυναγωγὴν τοῦ Θεοῦ, ἵνα μὴ ἅρπαγμα τοῦ πονηροῦ γένηται.

35b

(t)

Περὶ περιστερᾶς.
1 Ὁ Κύριος πάλιν ἔφησε· «καὶ ἀκέραιοι ὡς αἱ περιστεραί». ἐκεῖναι γὰρ τῶν νεοττῶν ἀποστερούμεναι, οὐ μνησικακοῦσι τοῖς ταῦτα ποιοῦσιν, ἀλλ’ ἕτερον πάλιν ἐπινοοῦσι φωλεόν, ἵν’ ἐκεῖσε νοσσεύσαντες, ἑτέρους πάλιν ἑαυταῖς ἐπινοήσωσι νεοττούς.
5 Οὕτω καὶ ἡμᾶς πρὸς πάντας ἀκάκους εἶναι παρασκευάζει, καὶ ἀπο‐ στερουμένους μὴ μνησικακεῖν μηδ’ ἀπαμύνεσθαι, ἀλλὰ μετὰ χαρᾶς ἀπο‐
δέχεσθαι πάντα τὰ ἐπερχόμενα ἡμῖν.115

36

(t)

Περὶ ὕδρωπος ζῴου.
1 Ἔστι ζῷον λεγόμενον ὕδρωψ, δριμύτατον πάνυ, ὥστε κυνηγὸν μὴ δύνασθαι ἐγγίσαι αὐτῷ [διὰ τὸ ἰσχύειν αὐτό]· ἔχει δὲ [πρὸς τῇ κεφαλῇ] μακρὰ κέρατα, πρίονος μορφὴν ἔχοντα, ὥστε αὐτὸ πρίζειν τὰ μεγάλα δένδρα καὶ μετέωρα καὶ καταφέρειν ἐπὶ τὴν γῆν. ἐὰν δὲ διψήσῃ, ἔρχεται
5ἐπὶ τὸν Εὐφράτην ποταμόν, καὶ πίνει· εἰσὶ δὲ ἐκεῖ ἐρίκινα λεπτόκλονα,
καὶ ἄρχεται παίζειν πρὸς τὴν ἐρίκην τὸ ζῷον [ἐν τοῖς κλάδοις αὐτοῦ] τοῖς κέρασι, καὶ περιπλακὲν κρατεῖται δῆθεν πρὸς τοὺς κλάδους τῆς ἐρικίνης, καὶ κράζει βοῶν, βουλόμενον ἐκφυγεῖν, καὶ οὐ δύναται· [συμπλέκεται γάρ]. ὁ οὖν κυνηγός, ἀκούων αὐτοῦ βοῶντος [καὶ νοήσας ὅτι κρατεῖται],116
10ἔρχεται καὶ σφάζει τὸ ζῷον. Καὶ σὺ οὖν, πολιτευτά, ἔχων δύο κέρατα, παλαιὰν καὶ καινὴν δια‐
θήκην, ἐν οἷς δύνῃ τοὺς ἐχθρούς σου κερατίζειν, πορνείαν, μοιχείαν, φι‐ λαργυρίαν, ἀλαζονίαν, καὶ πάντα τὰ ὑλικὰ πάθη, μὴ αὐτοῖς συμπλακῇς, ἅ ἐστι δίκην ἐπέχοντα τῆς ἐρικίνης, καὶ ὁ πονηρὸς κυνηγὸς ἀναιρῇ σε.117

37

(t)

Περὶ πυροβόλων λίθων.
1 Εἰσὶ λίθοι, οἳ ὅταν ἐγγίσωσιν ἀλλήλοις, ἀναφθέντες ἐμπυρίζουσι πᾶν τὸ ἐμπῖπτον αὐτοῖς· φύσεως δέ εἰσι τοιαύτης τὸ ἄρρεν καὶ τὸ θῆλυ, μακρὰν δὲ διεστήκασιν ἀλλήλων. Καὶ σὺ οὖν, γενναιότατε πολιτευτά, φεῦγε τὸ θῆλυ, ἵνα μὴ ἐγγίσας
5αὐτῷ ἀναφθῇς πρὸς ἡδονὴν καὶ καταφλέξῃς πᾶσαν τὴν ἐν σοὶ ἀρετήν. καὶ γὰρ Σαμψών, γυναικὶ προσεγγίσας, ἀπεκείρατο τὴν ἰσχύν, καὶ πολλοί,
κατὰ τὸ γεγραμμένον, ἐπλανήθησαν ἐν κάλλει γυναικῶν.118

37bis

(t)

Περὶ λίθων πυροβόλων.
1 Εἰσὶ λίθοι πυροβόλοι ἐν τῷ ἀνατολικῷ μέρει, ἄρρεν καὶ θῆλυ· ἐν ὅσῳ μακράν εἰσιν ἀπ’ ἀλλήλων, οὐδαμοῦ πῦρ καίει, ἐὰν δὲ ἐγγίσῃ τὸ ἄρρεν τῷ θήλει, ἀνάπτεται πῦρ καὶ ἐμπυρίζει τὰ πάντα. Ὦ γενναιότατε πολιτευτά, ἄγγελοι ἐν ζόφῳ εἰσὶ καὶ ταρτάρῳ ἕνεκεν
5γυναικῶν. Σαμψὼν καὶ Σολομὼν καὶ Ἰωσὴφ οἱ δίκαιοι εἰς πειρατήρια ἐνέπεσαν, καὶ πολλοί, κατὰ τὸ γεγραμμένον, ἐπλανήθησαν ἐν κάλλει [καὶ εὐμορφίᾳ τῆς] γυναικός.

38

(t)

Περὶ λίθου μαγνήτου.
1Ὁ Φυσιολόγος ἔλεξε περὶ τοῦ μαγνήτου λίθου ὅτι ἀνακρεμάζει τὸν
σίδηρον· [κολλήσας τὸν σίδηρον τῷ λίθῳ, ἀνακρεμάζει αὐτόν]. Εἰ οὖν τὰ κτίσματα ἀνακρεμάζει ἄλληλα, πόσῳ μᾶλλον ὁ κτίστης τῶν ἁπάντων καὶ δημιουργὸς [Θεός], ἀνακρεμάσας τὸν οὐρανὸν ἀπὸ τῆς γῆς119
5καὶ ἐκτείνας αὐτὸν ὡσεὶ δέρριν;
Καλῶς οὖν ὁ Φυσιολόγος ἔλεξε περὶ τοῦ μαγνήτου λίθου.120

39

(t)

Περὶ κήτους καλουμένου πρίονος.
1 Ἔστι ζῷον ἐν τῇ θαλάσσῃ πρίων λεγόμενον, πτέρυγας ἔχον μακράς, καὶ ἐὰν ἴδῃ πλοῖα ἀρμενίζοντα, καὶ αὐτὸ μιμεῖται αὐτά, καὶ ὑψοῖ τὰς πτέρυγας αὑτοῦ, καὶ ἀρμενίζει, ἐρίζον τοῖς πλοίοις τοῖς ἀρμενίζουσιν· ἐὰν δὲ ποιήσῃ σταδίους τριάκοντα ἢ τεσσαράκοντα, κοπιᾷ, καὶ τὰς πτέ‐
5ρυγας εἰς ἑαυτὸ ἕλκει [κοπιάσας], καὶ τὰ κύματα αὐτὸ φέρει εἰς τὸν παλαιὸν αὐτοῦ τόπον. Λαμβάνεται οὖν ἡ θάλασσα ἐπὶ τὸν κόσμον, καὶ τὰ πλοῖα εἰς πρό‐
σωπον τῶν ἀποστόλων καὶ μαρτύρων, οἵτινες, διαπεράσαντες δίκην θα‐ λάσσης, καταντλούμενοι [τοῖς κύμασι, τουτέστι] ταῖς τοῦ βίου πραγματείαις121
10[καὶ τρικυμίαις], ἔφθασαν εἰς εὔδιον λιμένα, εἰς τὴν τῶν οὐρανῶν βασι‐ λείαν· τὸ ζῷον δὲ τοῦτο παρείκασται εἰς τοὺς ἐναρξαμένους τῆς πολιτείας τῆς ἀσκήσεως, καὶ παλινδρομήσαντας ἐπὶ τὴν προτέραν ἀναστροφὴν τοῦ κόσμου, [καθὰ καὶ τοῦτο τὸ ζῷον μὴ δυνάμενον συναρμενίζειν ἀπέμεινε]. Καλῶς οὖν ὁ Φυσιολόγος ἔλεξε περὶ τοῦ πρίονος.
15Τὴν θάλασσαν νόει τὸν κόσμον, τὰ πλοῖα τοὺς ἁγίους ἀποστόλους, τοὺς περάσαντας τὸν αἰῶνα τοῦτον καὶ τὰς ἀντικειμένας δυνάμεις· ὁ δὲ πρίων ὁ μὴ ὑπομείνας ἀρμενίζειν μετὰ τῶν πλοίων ἐπὶ τοὺς πρὸς χρόνον
πολιτευσαμένους καὶ μὴ ὑπομείναντας εἰς τέλος. ἐναρξάμενοι γὰρ ἔργων ἀγαθῶν, εἰς τέλος οὐκ ὑπέμειναν ἕνεκεν φιλαργυρίας, ἢ ἀλαζονίας, ἢ122
20μοιχείας, ἢ αἰσχροκερδείας, ἢ πορνείας, ἢ μίσους, καὶ τὰ κύματα τῆς θαλάσσης, τουτέστιν αἱ ἀντικείμεναι δυνάμεις, καταφέρουσιν αὐτὸν εἰςτὸν Ἅιδην. Ὥσπερ δὴ ὁ πρίων μιμεῖται τὰ πλοῖα, οὕτω δὴ καὶ οἱ ἄνθρωποι ἀκολουθοῦντες τὴν ἀρετὴν εἰς τὸ ἐκπερᾶσαι ἐκ τοῦ ἁλμυροῦ τούτου βίου— τοῦτο γὰρ ἡ θάλασσα—, εἶτα ἀπατηθέντες καὶ μὴ ὑπομείναντες εἰς τέλος,
25[ἤγουν] ἐκ τῶν πονηρῶν ἔργων, δηλονότι τῶν κυμάτων τῶν τῆς θαλάσ‐ σης, καταφέρονται πάλιν εἰς αἰωνίους βασάνους. «ὁ γὰρ ὑπομείνας εἰς τέλος—φησίν—οὗτος σωθήσεται».

40

(t)

Περὶ ἴβεως.
1 Ἀκάθαρτός ἐστι κατὰ τὸν Νόμον ἡ ἶβις. κολυμβᾶν οὐκ οἶδε, ἀλλὰ παρὰ τὰ χείλη τῶν ποταμῶν καὶ τῶν λιμνῶν νέμεται, καὶ οὐ δύναται εἰσελθεῖν εἰς τὰ βάθη, ὅπου οἱ καθαροὶ ἰχθύες νήχονται, ἀλλ’ ὅπου τὰ
ἀκάθαρτα ἰχθύδια αὐλίζονται.123
5 Μάθε οὖν καὶ σὺ νοερῶς κολυμβᾶν, ἵνα ἔλθῃς ἐπὶ τὸν νοερὸν βαθὺν ποταμόν, εἰς βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ. εἰ μὴ γὰρ τὰς δύο χεῖρας ἐκτενεῖς καὶ ποιήσεις τὸ σημεῖον τοῦ σταυροῦ, οὐ δυνήσει περᾶσαι τὴν τοῦ βίου θάλασσαν. ὁ γὰρ τύπος τοῦ σταυροῦ ἐπὶ πάντα τὰ κτίσματα συντείνει· ὁ ἥλιος, ἐὰν μὴ ἐκτείνῃ αὑτοῦ τὰς ἀκτῖνας, οὐ δύ‐
10ναται λάμψαι· ἡ σελήνη, ἐὰν μὴ ἐκτείνῃ αὑτῆς τὸ δικέρατον, οὐ λάμπει· πετεινόν, ἐὰν μὴ ἐκτείνῃ αὑτοῦ τὰς πτέρυγας, οὐχ ἵπταται. Μωϋσῆς, ἐκ‐ τείνας τὰς χεῖρας, ἀνεῖλε τὸν Ἀμαλήκ, Δανιὴλ τοὺς λέοντας. Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους, Θέκλα ἐν πυρὶ καὶ θηρίοις καὶ φώκαις ἐβλήθη, καὶ ὁ τύπος τοῦ σταυροῦ αὐτὴν διέσωσε. Σωσάννα ἐκ τῶν πρεσβυτέρων,
15Ἰουδὴθ ἐκ τοῦ Ὁλοφέρνου καὶ Ἐσθὴρ ἐκ τοῦ Ἀρταξέρξου, καὶ οἱ τρεῖς παῖδες ἐν τῇ καμίνῳ τοῦ πυρὸς [ἐν τῇ πίστει] διεσώθησαν, καὶ τὸ χεῖρον
πάντων ἶβις ... *** τὰ δὲ γεννήματα τῶν ἁμαρτωλῶν ἁμαρτίαι εἰσίν.124

41

(t)

Περὶ δόρκωνος.
1 Ἔστι ζῷον [ἐν τῷ ὄρει] λεγόμενον δόρκων. ὁ Φυσιολόγος ἔλεξε περὶ αὐτοῦ ὅτι ἀγαπᾷ πάνυ τὰ ὑψηλὰ ὄρη, τὴν δὲ τροφὴν εὑρίσκει ἐπὶ τὰ πεδινὰ τῶν ὀρέων, καὶ θεωρεῖ ἀπὸ μακρόθεν πάντας τοὺς προσερχομένους πρὸς αὐτόν, καὶ γινώσκει εἰ μετὰ δόλου ἔρχονται, ἢ μετὰ φιλίας.
5Ἔστιν οὖν τύπος τῆς τοῦ Θεοῦ σοφίας. αὕτη οὖν ἐστιν ἡ ἀγα‐
πῶσα [τοὺς προφήτας, τουτέστι] τὰ ὑψηλὰ ὄρη, ὡς εἶπεν· «ἰδοὺ ὁ ἀδελ‐ φιδός μου ἅλλεται ἐπὶ τῶν ὀρέων, πηδῶν ἐπὶ τῶν βουνῶν». [τὰ ὄρη λαμβάνεται ἐπὶ τοὺς προφήτας, οἱ βουνοὶ ἐπὶ τοὺς ἀποστόλους]. ἐπειδὴ οὖν ὀξύδορκός ἐστιν ὁ δόρκων, σημαίνει ὅτι ὁ Σωτὴρ βλέπει πάντα125
10τὰ πραττόμενα (Θεὸς γὰρ κέκληται διὰ τὸ αὐτὸν θεωρεῖν τὰ ἔργα ἡμῶν), καὶ τοὺς μακρόθεν ἐρχομένους πρὸς αὐτὸν μετὰ δόλου γινώσκει, ὡς ἔγνω τὸν Ἰούδαν, τὸν φιλήματι αὐτὸν παραδόντα. ἔφη δὲ καὶ ὁ Δαυίδ· «ἔγνω Κύριος τοὺς ὄντας αὑτοῦ», εἶπε δὲ καὶ ὁ Ἰωάννης· «ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου».126

42

(t)

Περὶ ἀδαμαντίνου λίθου [ἰσχυροῦ].
1 Ἔστιν ἄλλη φύσις ἀδαμαντίνου λίθου [ἰσχυροῦ]· οὗτος γὰρ οὔτε σί‐ δηρον φοβεῖται τυπτόμενος, οὔτε πῦρ [φοβεῖται καιόμενος], οὔτε ὀσμὴν καπνοῦ λαμβάνει. ἐὰν δὲ ἐν οἴκῳ εὑρεθῇ, οὔτε δαίμων ἐκεῖ εἰσέρχεται οὔτε τί ποτε κακὸν εὑρίσκεται, ὁ δὲ κρατῶν αὐτὸν ἄνθρωπος νικᾷ πᾶσαν
5διαβολικὴν ἐνέργειαν. Ὁ ἀδαμάντινός ἐστιν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός· ἐὰν οὖν ἔχῃς
αὐτὸν ἐν τῇ καρδίᾳ σου, ὦ ἄνθρωπε, οὐδέν σοι κακὸν ἀπαντήσει ποτέ.127

43

(t)

Περὶ ἐλέφαντος.
1 Ἔστι ζῷον ἐν τῷ ὄρει λεγόμενον ἐλέφας, [καὶ ἄλλο γεργελέφας]. ἐν τούτῳ τῷ ζῴῳ οὐκ ἔστι συνουσίας ἐπιθυμία· ἐὰν οὖν θέλῃ τεκνοποιῆσαι, ὑπάγει εἰς τὴν ἀνατολήν, πλησίον τοῦ παραδείσου. ἔστι δὲ ἐκεῖ δένδρον μανδραγόρα λεγόμενον· ἀπέρχεται οὖν ἐκεῖ ἡ θήλεια καὶ ὁ ἄρρην, καὶ
5ἡ θήλεια, μεταλαβοῦσα πρώτη ἀπὸ τοῦ δένδρου, παρέχει καὶ τῷ αὑτῆς ἄρρενι καὶ προσπαίζει αὐτῷ, ἕως οὗ καὶ αὐτὸς μεταλάβῃ, καὶ φαγὼν ὁ ἄρρην, συγγίνεται τῇ θηλείᾳ [ὀπισθοφανῶς, διὰ τὸ μὴ ἔχειν ἁρμονίαν·
βαστάζει δὲ τὸ ἐγγάστριον χρόνον ἕνα], καὶ εὐθέως ἐν γαστρὶ λαμβάνει. ἐὰν οὖν ὁ καιρὸς γένηται τοῦ τεκεῖν αὐτήν, ἔρχεται ἐπὶ λίμνην ὕδατος128
10[καὶ ἐμβαίνει ἔσωθεν], ἕως οὗ ἔλθῃ τὸ ὕδωρ ἐπὶ τῶν μαζῶν αὐτῆς, καὶ οὕτω λοιπὸν ἀποκύει τὸ τέκνον αὑτῆς ἐπὶ τοῦ ὕδατος, καὶ ἔρχεται ἐπὶ τοὺς μηροὺς αὐτῆς, καὶ θηλάζει τὸν μαζὸν τῆς μητρὸς αὑτοῦ. Ὁ δὲ ἐλέφας φυλάσσει αὐτὴν ὠδίνουσαν διὰ τὸν ὄφιν, ἐπειδὴ ἐχθρός ἐστιν ὁ ὄφις τοῦ ἐλέφαντος, καὶ ἐὰν εὕρῃ αὐτὸν ὁ ἐλέφας, καταπατεῖ καὶ
15ἀποκτείνει αὐτόν. Ἡ δὲ φύσις τοῦ ἐλέφαντος τοιαύτη ἐστίν· ἐὰν πέσῃ, οὐ δύναται ἀνα‐ στῆναι· οὐκ ἔχει γὰρ ἁρμογὰς εἰς τὰ γόνατα αὑτοῦ [ὡς καὶ τῶν λοιπῶν ζῴων]. πῶς δὲ καὶ πίπτει; ἐὰν θέλῃ ὑπνῶσαι, ἐπὶ δένδρου ἑαυτὸν ἀνα‐ κλίνει καὶ κοιμᾶται· οἱ οὖν κυνηγοί, εἰδότες τὴν τοῦ ἐλέφαντος φύσιν,129
20ὑπάγουσι καὶ πρίζουσι τὸ δένδρον παρολίγον. ἔρχεται οὖν ἀνακλῖναι ἑαυτὸν ὁ ἐλέφας, καὶ ἅμα τῷ δένδρῳ συμπίπτει, καὶ ἄρχεται βοᾶν κλαίων, καὶ
ἀκούει ἄλλος ἐλέφας, καὶ ἔρχεται βοηθῆσαι αὐτῷ, καὶ οὐ δύναται ἐγεῖραι αὐτόν· βοῶσι δὲ οἱ δύο, καὶ ἔρχονται δώδεκα ἐλέφαντες, καὶ οὐδὲ αὐτοὶ δύνανται τὸν πεπτωκότα ἐγεῖραι· εἶτα οἱ πάντες βοῶσιν· ὕστερον δὲ130
25πάντων ἔρχεται μικρὸς ἐλέφας, καὶ ὑποτίθησι τὴν προμοσχίδα αὑτοῦ ὑποκάτω τοῦ ἐλέφαντος, καὶ ἐγείρει αὐτόν. [Ἡ δὲ φύσις τοῦ μικροῦ ἐλέφαντος τοιαύτη ἐστίν· ἐὰν θυμιάσῃς αὐτοῦ τρίχας ἢ ὀστέα ἔν τινι τόπῳ, οὔτε δαίμων, οὔτε δράκων, οὔτε τίποτε
κακὸν ἐκεῖ εἰσέρχεται].131
30 Εἰς πρόσωπον οὖν τοῦ Ἀδὰμ καὶ τῆς Εὔας λαμβάνονται ὁ ἐλέφας καὶ ἡ γυνὴ αὐτοῦ· ἡνίκα ἦσαν ἐν τῇ τρυφῇ τοῦ παραδείσου πρὸ τῆς παραβάσεως, οὐκ ᾔδεισαν τότε συνουσίαν, ἀλλ’ οὐδὲ νόησιν μίξεως εἶχον. ἀλλ’ ὅτε ἡ γυνὴ ἔφαγεν ἀπὸ τοῦ ξύλου, τουτέστι τῶν νοερῶν μανδραγόρων, καὶ ἔδωκε καὶ τῷ ἀνδρὶ αὑτῆς, τότε ἔγνω τὴν γυναῖκα ὁ Ἀδάμ, καὶ ἔτεκε
35τὸν Κάϊν ἐπὶ τὰ ψεκτὰ ὕδατα, ὡς εἶπεν ὁ Δαυίδ· «σῶσόν με ὁ Θεός, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου». ἦλθεν οὖν ὁ μέγας ἐλέφας, του‐ τέστιν ὁ Νόμος, καὶ οὐκ ἠδυνήθη αὐτὸν ἐγεῖραι· εἶτα ἦλθον οἱ δώδεκα ἐλέφαντες, τουτέστιν ὁ χορὸς τῶν προφητῶν, καὶ οὐδὲ αὐτοὶ ἠδυνήθησαν ἐγεῖραι τὸν πεπτωκότα· ὕστερον δὲ πάντων ἦλθεν ὁ νοερὸς καὶ ἅγιος
40ἐλέφας, [ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός], καὶ ἤγειρε τὸν ἄνθρωπον ἀπὸ τῆς γῆς. ὁ ὢν μειζότερος πάντων, [ἤτοι ὁ Χριστὸς καὶ νέος Ἀδάμ], ἐγέ‐ νετο πάντων δοῦλος· ἐταπείνωσε γὰρ ἑαυτόν, μορφὴν δούλου λαβών, [γενόμενος ὅμοιος αὐτῶν], ἵνα πάντας σώσῃ. Καλῶς ὁ Φυσιολόγος ἔλεξε περὶ τοῦ ἐλέφαντος.132

44

(t)

Περὶ ἀχάτου καὶ μαργαρίτου.
1 Ὅταν οἱ τεχνῖται ζητῶσι τὸν μαργαρίτην, δι’ ἀχάτου αὐτὸν εὑρί‐ σκουσι. δεσμεύουσι γὰρ τὸν ἀχάτην σπαρτίῳ στερεῷ, καὶ χαλῶσιν αὐτὸν εἰς τὴν θάλασσαν· ἔρχεται οὖν ὁ ἀχάτης ἐπὶ τὸν μαργαρίτην, καὶ στήκει ἐκεῖ, καὶ οὐ σαλεύεται, καὶ εὐθέως νοοῦσιν οἱ δύται τὸν τόπον τοῦ ἀχά‐
5του, καὶ ἀκολουθοῦντες τῷ σπαρτίῳ, εὑρίσκουσι τὸν μαργαρίτην. Πῶς δὲ καὶ γεννᾶται ὁ μαργαρίτης; ἄκουσον· ἔστι κόγχος ἐν τῇ θαλάσσῃ, λεγόμενος ὄστρεος, ἀνέρχεται δὲ ἀπὸ τῆς θαλάσσης ἐν ταῖς ἑωθιναῖς ὥραις ὄρθρου, καὶ ἀνοίγων ὁ κόγχος τὸ στόμα αὑτοῦ, καὶ καταπίνων τὴν οὐρά‐ νιον δρόσον καὶ τὴν ἀκτῖνα τοῦ ἡλίου καὶ τῆς σελήνης καὶ τῶν ἄστρων,133
10ποιεῖ τὸν μαργαρίτην ἐκ τῶν ἄνω φωστήρων. ὁ δὲ κόγχος ἔχει πτέρυγας
δύο, ὅπου εὑρίσκεται ὁ μαργαρίτης. Ὁ ἀχάτης οὖν ἐπὶ τὸν Ἰωάννην νοεῖται· αὐτὸς γὰρ ἔδειξεν ἡμῖν τὸν νοερὸν μαργαρίτην, λέγων· «ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου». λαμβάνεται οὖν ἡ θάλασσα ἐπὶ τὸν κόσμον, καὶ134
15οἱ δύται ἐπὶ τὸν χορὸν τῶν προφητῶν· αἱ δὲ δύο τοῦ κόγχου πτέρυγες ἐπὶ τὴν παλαιὰν καὶ καινὴν διαθήκην. Ὁμοίως καὶ ὁ ἥλιος καὶ ἡ σελήνη καὶ τὰ ἄστρα καὶ ἡ δρόσος ἐπὶ τοῦ
Πνεύματος τοῦ ἁγίου, τοῦ ἐπιφοιτοῦντος ἐν ταῖς διαθήκαις, ὁ μαργαρίτης ἐπὶ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· [οὗτος γάρ ἐστιν ὁ τίμιος μαρ‐135
20γαρίτης], ὃν λαβὼν ἄνθρωπος καὶ πωλήσας πάντα τὰ ὑπάρχοντα αὑτοῦ [καὶ διδοὺς πτωχοῖς], κτᾶται τὸν τίμιον μαργαρίτην.

44b

(t)

Περὶ μαργαρ〈ιτ〉ῶν.
1 Ἐν δὲ τῇ Ἰνδίᾳ ἦν ἡ παροῦσα πῖνα φυτευτὴ ἐν τῷ βυθῷ τῆς θαλάσ‐ σης ὑστερουμέν〈ῳ〉 γλυκαίων ὑδάτων· τὸ〈ν〉 Δαιμάϊον μῆνα ὑδατοφορᾷ ἐν Ἰνδίᾳ, καὶ δεομένη ἡ πῖνα γλυκαίου ὕδατος, ἐξέρχεται ἄνω τῆς θαλάσσης, καὶ βροντᾷ καὶ 〈ἀ〉στράπτει καὶ βρέχει, καὶ ἡ πῖνα δέχεται τὴν βοὴν
5τῆς βροντῆς καὶ τὸ πῦρ 〈τὸ〉 φλογ〈ίζον〉 τῆς ἀστραπῆς καὶ τὴν στάξιν τοῦ ὕδατος, εὐθὺς δὲ πάλιν πορεύεται εἰς τὰ ἴδια. ἀγρευθ〈εῖσα〉 δ’ ὑπ’ ἀνθρώπων ἡ πῖνα, [καὶ] ἐξελῶσι τὸν μαργαρίτην, καὶ δοθ〈εὶσ〉 τῷ χρυ‐ σοχόῳ, καὶ τρυπήσας αὐτ〈όν〉, ποία φύσις πάσχει, βροντ〈ῆσ〉, ἀστραπῆς
ἢ τοῦ ὀστράκου;136
10 Τοῦτο γάρ ἐστιν ἐπὶ τῆς θεότητος τῆς ἐνσάρκου οἰκονομίας. διὰ μὲν τῆς βροντῆς ἦν ἡ τοῦ ἀγγέλου φωνή, διὰ δὲ τῆς ἀστραπῆς ἦν ἡ θεότης, διὰ δὲ τοῦ ὕδατος ἦν ὁ Λόγος, διὰ δὲ τοῦ ὀστρακοδέρματος ἦν ἡ Θεοτόκος, ἤγουν ἡ κογχυλ〈ίου〉 πορφύρα, ἡ βάψασα ἐξ αἱμάτων αὑτ〈ῆσ〉 τῷ βασιλ〈εῖ〉 τῶν δυνάμεων. τρυπηθεῖσα δὲ πάσχει τοῦ ὀστρακοδέρματος
15ἡ φύσις, ἤγουν ἡ σὰρξ τῆς ἀνθρωπότητος· ἡ γὰρ θεότης ἀπαθὴς διέ‐ μ〈ει〉ν〈εν〉, ὡς φησὶν Ἰωάννης ὁ Δαμασκηνός «ἡ μαργαρίτ〈η〉 τῆς θείας ἐξ ἀστραπῆς τὸν Χριστὸν κυήσασα, καὶ τὰ ἑξῆς». αἰσχυνέσθωσαν Ἀρμέ‐ νιοι καὶ οἱ Θεοπασχῖται οἱ λέγοντες· «ὁ σταυρωθεὶς Θεός». Καὶ ταῦτα μὲν τὰ τῶν ὀστρακοδερμάτων τῆς θαλάσσης.

44c

(t)

Περὶ τῶν μαργαριτῶν.
1 Ἐν αὐτῇ τῇ Ἐρυθρᾷ θαλάσσῃ γίνεται τὸ μαργαριτάριον εἰς πλῆθος· γίνεται δὲ οὕτως· ἐν ἐκείνῃ τῇ θαλάσσῃ εἰσὶν ὀστρακοδέρματα καλούμενα πῖναι· αὗται γοῦν αἱ πῖναι ἵστανται πρὸς τὸν αἰγιαλόν, μία ἑκάστη αὐτῶν ἔχουσα τὸ στόμα ἀνεῳγμένον τοῦ εἰσελθεῖν τι πρὸς βρῶσιν αὐτῆς. ἱστα‐
5μένης δὲ αὐτῆς καὶ χ〈α〉ινομένης τῷ στόματι, ὡς δὲ συχνάκις τῶν ἀστρα‐ πῶν γινομένων, χωρεῖται ἡ ἀστραπτικὴ δύναμις πρὸς τὰ ἐντὸς τῆς πίνης, καὶ δειλιοῦσα ἡ πῖνα ἀσφαλίζει· ἀσφαλισθείσης δὲ τῆς πίνης, ἐχούσης δὲ ἐντὸς τὴν ἀστραπήν, εἱλίσσεται ἡ ἀστραπὴ μετὰ τῶν βολβίων τῶν ὀφθαλμῶν τῆς πίνης, 〈καὶ〉 εἱλισσομένη τοὺς δύο ὀφθαλμοὺς μαργαρίτας
10ἐργάζεται. καὶ οὕτω κρ〈ά〉ζουσα ἡ πῖνα διαχεομένη, οἱ μαργαρῖται λάμ‐ πουσι πρὸς τὴν Ἐρυθρὰν θάλασσαν, καὶ θεωροῦντες οἱ ἄνθρωποι εἰσέρ‐
χονται καὶ λαμβάνουσιν αὐτούς, καὶ οὕτω γίνονται οἱ μαργαρῖται. Ὥσπερ δὲ ἐκεῖ οὕτως οἱ μαργαρῖται ἐργάζονται, τὸν αὐτὸν τρόπον καὶ ἡ ὑπέραγνος Μαρία, κεκαθαρμένη οὖσα ἀπὸ παντὸς ῥύπου. ἐλθοῦσα137
15〈γὰρ〉 ἡ θεία ἀστραπὴ ἐκ τοῦ οὐρανοῦ, ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, χωρηθῆναι ἐν τῇ πανάγνῳ πίνῃ τῇ Θεοτόκῳ Μαρίᾳ, ἀτίμητος μαργαρίτης ἐξ αὐτῆς γέγονεν, περὶ οὗ γέγραπται· «τὸν μαργαρίτην τῆς θείας ἐξ ἀστραπῆς τὸν Χριστὸν κυήσασα», καὶ φρόνιμός ἐστιν ὁ ἔμπορος ὃς ἂν
ἐπιδώσῃ ὅσα ἔχει, καὶ ἀγοράσῃ τὸν ἀληθῆ μαργαρίτην, αὐτὸν τὸν Χριστόν.138

45

(t)

Περὶ ὀνάγρου καὶ πιθήκου.
1 Ἔστιν ἄλλη φύσις τοῦ ὀνάγρου. εἶπεν ὁ Φυσιολόγος ὅτι ἐν τοῖς βασιλείοις εὑρίσκεται, καὶ ἐν τῇ πέμπτῃ καὶ εἰκάδι τοῦ Φαμενὼθ μηνὸς γινώσκουσιν ἀπὸ τοῦ ὀνάγρου ὅτι ἰσημερία γίνεται· ἐὰν οὖν βοήσῃ δω‐ δεκάκις, γινώσκει ὁ βασιλεὺς καὶ τὸ παλάτιον ὅτι ἰσημερία γίνεται. ὁμοίως
5δὲ καὶ ὁ πίθηκος, ἐὰν ἑπτάκις οὐρήσῃ τῆς νυκτός, [γινώσκουσιν ὅτι] ἰση‐ μερία γίνεται. Ὁ οὖν ὄναγρός ἐστιν ὁ διάβολος, ἐπειδὴ ἡ νύξ [ἐστι], τουτέστιν ὁ λαὸς τῶν ἐθνῶν, ἴση γέγονε τῆς ἡμέρας, τουτέστι τῶν πιστευσάντων προ‐ φητῶν. [ἐβόησεν οὖν ὁ ὄναγρος, τουτέστιν ὁ διάβολος]. καὶ ὁ πίθηκος
10δὲ τοῦ αὐτοῦ διαβόλου πρόσωπον λαμβάνει· ἔχει γὰρ ἀρχήν, τέλος δὲ οὐκ ἔχει, τουτέστιν οὐράν, [ὡς οὐδὲ ὁ πίθηκος μὴ ἔχων τέλος καλόν, τουτέστιν οὐράν], ὡς καὶ ὁ διάβολος, [μὴ ἔχων τέλος καλόν], ἐν τῇ ἀρχῇ εἷς ἦν τῶν ἀρχαγγέλων, τὸ δὲ τέλος αὐτοῦ οὐχ εὑρέθη [καλόν, ὡς οὐδὲ ὁ πίθηκος μὴ ἔχων οὐράν ἐστι καλός· ἄμορφον γάρ ἐστι τῷ πιθήκῳ τὸ139
15μὴ ἔχειν οὐράν]. Καλῶς ὁ Φυσιολόγος ἔλεξε περὶ ὀνάγρου καὶ πιθήκου.

46

(t)

Περὶ λίθου ἰνδικοῦ.
1 Ἔστι λίθος ἰνδικός, [ὀνόματι βατράχιος], τοιαύτην φύσιν ἔχων· ἐὰν ἄνθρωπος ὑδρωπικὸς τυγχάνῃ, οἱ τεχνῖται ἰατροὶ ζητοῦσι τὸν λίθον ἐκεῖ‐
νον, καὶ δεσμεύουσιν αὐτὸν τῷ ὑδρωπικῷ ὥρας τρεῖς, καὶ ὅλα τὰ ὕδατα συμπίνει τοῦ ὑδρωπικοῦ ὁ λίθος. εἶτα λύουσι τὸν λίθον, καὶ σταθμίζουσιν140
5αὐτὸν μετὰ τοῦ ἀνθρώπου εἰς τὸν σταθμόν, καὶ ὁ μικρὸς λίθος ἕλκει τὸ σῶμα τοῦ ἀνθρώπου εἰς τὸν σταθμόν. ἐὰν δὲ ἀφεθῇ ὁ λίθος εἰς τὸν ἥλιον ὥρας τρεῖς, πάντα τὰ σαπρὰ ὕδατα ἅπερ ἦρεν ἐκ τοῦ σώματος τοῦ ἀνθρώπου ἐκχέει ἔξω, καὶ γίνεται ὁ λίθος καθαρὸς πάλιν ὥσπερ ἦν. Ὁ λίθος ἐστὶν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, ἡ τελεία ἀγάπη
10ἔξω βάλλουσα τὸν φόβον. ἐπειδὴ ὑδρωπικοὶ ἦμεν, ἔχοντες τὰ ὕδατα τοῦ
διαβόλου ἐν τῇ καρδίᾳ, κατελθὼν ὁ Κύριος καὶ δεθεὶς διὰ τοῦ σταυροῦ εἰς τὰς καρδίας ἡμῶν, τοὺς κλύδωνας ἡμῶν ἰάσατο. αὐτὸς γὰρ τὰς ἀσθε‐ νείας ἡμῶν ἦρε [καὶ ἀνέλαβε], καὶ τὰς νόσους ἐβάστασε. Καλῶς οὖν ὁ Φυσιολόγος ἔλεξε περὶ τοῦ ἰνδικοῦ λίθου.141

47

(t)

Περὶ ἐρωδιοῦ πετεινοῦ.
1 Εἶπεν ὁ Ψαλμῳδός· «τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν». ὁ δὲ Φυσιολόγος ἔφη· ἔστι τοῦτο τὸ πετεινὸν πάνυ φρόνιμον ὑπὲρ πολλὰ πετεινά. μίαν δὲ σκήνωσιν ἔχει καὶ μίαν μάνδραν, οὐ πολλὰς κοίτας ζητεῖ, ἀλλ’ ὅπου ἐὰν κατασκηνώσῃ, ἐκεῖ καὶ τρέφεται καὶ κοιμᾶται, ἀλλ’
5οὔτε νεκρὸν σῶμα τρώγει, οὐδὲ εἰς πολλοὺς τόπους ἀνίπταται· ἡ κοίτη αὐτοῦ καὶ ἡ τροφὴ εἰς ἕνα τόπον ἐστίν. Καὶ σὺ οὖν, ἄνθρωπε πολιτευόμενε, μὴ ζήτει πολλοὺς τόπους τῶν
αἱρετικῶν· μία σοι ἔστω κοίτη, ἡ ἁγία τοῦ Θεοῦ Ἐκκλησία, καὶ μία τροφή, ὁ ἄρτος ὁ ἀπὸ οὐρανοῦ καταβάς, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χρι‐142
10στός, μηδὲ ἅπτου διδαγμάτων νεκρῶν, ἵνα ὁ ἐπουράνιος ἄρτος εὔοπτός σοι γένηται, καὶ μὴ ζήτει πολλοὺς τόπους τῶν ἑτεροδόξων. Καλῶς οὖν εἶπεν ὁ Φυσιολόγος περὶ τοῦ ἐρωδιοῦ πετεινοῦ.

48

(t)

Περὶ συκαμίνου.
1 Ὁ μακάριος Ἀμὼς λέγει· «οὐκ ἤμην προφήτης οὐδὲ υἱὸς προφήτου, ἀλλ’ ἢ αἰπόλος ἤμην κνίζων συκάμινα». ὁ αἰπόλος τράγους ποιμαίνει· καλῶς οὖν ὁ Ἀμὼς πρόσωπον Χριστοῦ λαμβάνει. τὸ δὲ λέγειν ὅτι «κνί‐
ζων συκάμινα» νοερὸν ῥῆμα, καὶ ὁ Ζακχαῖος ἀνέβη ἐπὶ συκομορέαν.143
5 Οἶδας ὅτι πρὸ τοῦ κνισθῆναι τὸ συκάμινον, εἰσὶ σκνῖπες, οἱ λεγό‐ μενοι κώνωπες ἔνδον αὐτοῦ, ἐν σκότει κατοικοῦντες, φῶς οὐ βλέποντες. ἐν ἑαυτοῖς δὲ λέγουσιν· «ὡς μεγάλην χώραν κατοικοῦμεν», ἐν σκότει δέ εἰσι καθήμενοι. ἐπὰν οὖν κνισθῇ τὸ συκάμινον καὶ ἐκβῶσι, βλέπουσι τὴν λαμπρότητα τοῦ ἡλίου καὶ τῆς σελήνης καὶ τῶν ἄστρων, καὶ λέγουσιν
10ἐν ἑαυτοῖς· «ἐν σκότει ἦμεν καθήμενοι [καὶ σκιᾷ θανάτου] πρὸ τοῦ κνισθῆναι τὸ συκάμινον». κνίζεται μὲν οὖν τῇ πρώτῃ ἡμέρᾳ, τῇ δὲ τρίτῃ παριστάνεται, καὶ τροφὴ γίνεται πάντων. Κέκνισται οὖν ἡ πλευρὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν τῇ λόγχῃ, καὶ ἐξῆλθεν αἷμα καὶ ὕδωρ, καὶ τῇ τρίτῃ ἡμέρᾳ, ἀναστάντος αὐτοῦ144
15ἐκ νεκρῶν, εἴδομεν τοὺς νοεροὺς φωστῆρας, ὡς καὶ οἱ σκνῖπες, κνισθέντος τοῦ συκαμίνου, εἶδον τοὺς φωστῆρας τοὺς ἀθανάτους· [οἱ οὖν ἔριφοι πρόσωπον λαμβάνουσι τῆς μετανοίας, διὰ τὸ ἐκ τῶν τριχῶν αὐτῶν πεν‐ θήρη χιτῶνα ὑφαίνεσθαι· «ἐν σάκκῳ καὶ σποδῷ, φησί, μετενόησαν»]. «ὁ λαὸς ὁ καθήμενος ἐν σκότει φῶς εἶδε μέγα, καὶ τοῖς καθημένοις ἐν
20χώρᾳ καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλε». κνιζομένου τοῦ συκαμίνου, τῇ τρίτῃ ἡμέρᾳ τροφὴ γίνεται· οὕτω καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, κνισθεὶς τὴν πλευράν, τῇ τρίτῃ ἡμέρᾳ ἀνέστη ἐκ νεκρῶν, καὶ ζωὴ καὶ
τροφὴ πᾶσιν ἡμῖν ἐγένετο.145