TLG 2649 001 :: AMYNTAS :: Fragmenta (P. Oxy. 4.662 = P. Lit. Lond. 61) Fragmenta (P. Oxy. 4.662 = P. Lit. Lond. 61) frr. 42–44 Citation: Fragment — (line) | |||
42 | Ἀμύντου | ||
1 | α̣υχμα.....[...].ον ὑπ’ ὀφρύος ἄνθεσι δάκρυ | ||
---|---|---|---|
μ[ ]λωνενβ̣ρ..ς̣...ρ̣[..].ρ..π.ς σπιλάδι | 16 | ||
43 | 〈 〉 | ||
1 | ⊗ | φράζε, γύναι, τίς ἐοῦσα κ[α]ὶ̣ ἐκ τίνος, εἰπέ τε πάτρην, καὶ ποίας ἔθανες νούσου ὑπ’ ἀργαλέης. οὔνομα μὲν Πραξὼ Σαμίη, ξένε, ἐκ δὲ γονῆος Καλλιτέλευς γενόμαν, ἀλλ’ ἔθανον τοκετῷ. | |
5 | τίς δὲ τάφον στάλωσε; Θεόκριτος, ᾧ με σύνευνον ἀνδρὶ δόσαν. ποίην δ’ ἦλθες ἐς ἡλικίην; ἑπταέτις τρὶς ἑνὸς γενόμαν ἔτι. ἦ ῥά γ’ ἄτεκνος; οὔκ, ἀλλὰ τριετῆ παῖδα δόμῳ λιπόμαν. * | ||
44 | Ἀμύντου | ||
1 | ⊗ | †τασπ.σαρος ἄτρεστον Λακεδαίμονα, τᾶς χέρα μούνας πολλάκισανπο̣..σ̣ι δ̣[ῆ]ριν ἔφριξεν Ἄρης, νῦν ὑπ’ ἀνικάτωι Φιλοποίμενι δουρί τ’ Ἀχα̣ι̣ῶ̣ν̣ πρηνὴς ἐκ τρισσᾶν ἤριπε μυριάδων, | |
5 | ἄσκεπος. οἰωνοὶ δὲ περισμυχηρὸν ἰδόντες μύρονται, πεδίον δ’ οὐκ ἐπίασι βόες. κ]απνὸν δ’ ἐκθρώσ̣[κοντα] π̣α̣ρ̣’ Ε̣ὐ̣[ρ]ώ̣τ̣α̣ο̣ λοετροῖς | ||
Ἑλ]λ̣ὰ̣ς δερκομένα [μύρεται ἀ]κρό̣πο̣[λιν. * | 17 |