TLG 2642 002 :: 〈ASTRAMPSYCHUS Magus〉 :: Oracula

〈ASTRAMPSYCHUS Magus〉 Onir.
(a. 4 B.C.)

Oracula

Source: Hercher, R. (ed.), Astrampsychi oraculorum decades ciii [Programm Gymnasium Joachimsthal] 1863: 1–48.

  • Epistula Astrampsychi ad Ptolemaeum regem: pp. 1–4
  • Zetemata: pp. 4–7
  • Decades 1–103: pp. 7–48

Citation: Chapter — section — (line)

epist

t

Ἀστραμψύχου Αἰγυπτίου πρὸς τὸν βασιλέα Πτολεμαῖον περὶ προρρήσεως διαφόρων ζητημάτων.

epist

1

Ὅτι μηδὲν ὤφειλέ σε τῶν καλῶν λανθάνειν καὶ τῶν εἰς τὸν ἀνθρώπινον βίον χρησίμων, ἐπιστάμενος δὲ περιέργως μᾶλλον ἔχοντά σε καὶ ἐπιθυμητικῶς περὶ τὰ τοιαῦτα, πάλιν ἑτέραν ἐξέπεμψα βίβλον πολὺν κόπον ὑπομείνας. ἐκ γὰρ τῶν ἀδύ‐ των ἀπανθισάμενος τὰ δοκοῦντά σε λανθάνειν ἤδη δῆλα ποιῶ ὅπως μηδὲν ἄγνωστον
5καταλείπηταί σοι τῶν προσηκόντων. ἔστι δὲ ἡ βίβλος εὕρημα Πυθαγόρου τοῦ φι‐ λοσόφου σκεπτικὴ προγνώσεως δι’ ἀριθμῶν, ἣν διερχόμενος εὑρήσεις οὕτως ἔχουσαν. πρόκεινται καταγεγραμμέναι αἱ σκέψεις τῶν καθ’ ἕκαστα ζητημάτων, δι’ ἃς ὁ προσ‐ ιὼν ἐρωτᾷ, καὶ ταύταις παράκεινται ἀριθμοὶ ἀρχόμενοι ἀπὸ τοῦ ιβ καὶ προϊόντες κατὰ τὴν τάξιν τοῦ φυσικοῦ ἀριθμοῦ. λαμβάνων οὖν τὸν παρακείμενον τῇ προ‐
10κειμένῃ ζητήσει τοῦτ’ ἔστι τῇ προβληθείσῃ παρὰ τοῦ ἐρωτῶντος καὶ κατέχων παρὰ σαυτῷ λέγε τὸν ἐρωτῶντα ἵνα λάχῃ καὶ εἴπῃ σοι ἀριθμόν τινα ἀπὸ τοῦ α μέχρι δεκάδος ὃν ἂν ἐθελήσῃ καὶ ὁ θεὸς δῷ αὐτῷ ἐν ἀνοίξει τοῦ στόματος. καὶ λαμβά‐ νων τοῦτον τὸν ἀριθμὸν συντίθει μετὰ τοῦ προτέρου ἀριθμοῦ τοῦ ζητήματος. καὶ μεταβὰς εὑρήσεις σελίδα περιέχουσαν ἀριθμοὺς διὰ μέλανος ἀρχομένους ἀπὸ τοῦ
15ιγ καὶ ἐφεξῆς κατὰ τὴν τάξιν τῶν ἀριθμῶν καὶ τούτοις ἄλλους παρακειμένους
ἀριθμοὺς διὰ κινναβάρεως οὐ κατὰ τὴν τάξιν τῶν ἀπὸ μονάδος ἀριθμῶν, ἀλλ’ ἀναμὶξ κειμένους κατὰ τὴν τῶν ζητημάτων ἀπόκρισιν. τὸν γοῦν διὰ κινναβάρεως ἀριθμὸν τὸν παρακείμενον τῷ μέλανι ὃς ἐστὶν ἐκ τῆς συνθέσεως τοῦ τε ἀριθμοῦ τοῦ ζητή‐ ματος καὶ τοῦ ὃν ἔδωκέ σοι ὡς κλῆρον ὁ ἐρωτῶν ζητήσας ἔμπροσθεν εὑρήσεις1
20εἰς τὴν τῶν ἐκκειμένων δεκάδων τάξιν καὶ ταύτην τὴν δεκάδα σκοπῶν ὅρα τοὺς ἐν ἀρχῇ τῶν στίχων παρακειμένους ἀριθμοὺς καὶ τὴν παρακειμένην ἀπόκρισιν τῷ ἀριθμῷ, ὃν ἔδωκέ σοι ὁ ἐρωτῶν ὡς κλῆρον. ταύτην ἀποφαίνου. οἷον ὡς ἐπὶ ὑπο‐ δείγματος κείσθω ζητεῖν τινὰ εἰ προκόψει ἐν τιμῇ, ᾧτινι παράκειται ἀριθμὸς ὁ ιϛ. ὑποκείσθω δὲ καὶ ὁ ἐρωτῶν ὅτι ἔδωκέ σοι ὡς κλῆρον ἀριθμὸν τὸν ε. οὓς καὶ
25ἑνώσας ποιήσεις τὸν κα. ὃν ζητήσας ἔμπροσθεν εἰς τὴν τῶν ἀριθμῶν σελίδα τῶν καταγεγραμμένων ὡς εἴρηται διὰ μέλανος εὑρήσεις αὐτῷ παρακείμενον διὰ κιννα‐ βάρεως τὸν η ἀριθμόν. καὶ ζητήσας ἔμπροσθεν τὴν η δεκάδα εὑρήσεις τῷ ε ἀριθμῷ τοῦ κλήρου παρακειμένην ἀπόκρισιν τὸ προκόψεις μετὰ χρόνον καθ‐ ὼς ἐπιθυμεῖς. πάλιν δὲ εἰ ἐπὶ τοῦ αὐτοῦ ἐρωτήματος τοῦ ἔχοντος τὸν ιϛ
30ἀριθμὸν δῴη σοι ὁ ἐρωτῶν ὡς κλῆρον τὸν ι ἀριθμὸν (ἐπεὶ μείζονα ἀριθμὸν ἕτερον οὐκ ἐφεῖται αὐτῷ λαχεῖν), γίνεταί σοι ὁ ἐξ ἀμφοτέρων συντιθέμενος ἀριθμὸς ὁ κϛ. τοῦτον σκοπήσας ἐν τῇ τῶν διὰ μέλανος ἀριθμῶν σελίδι εὑρήσεις διὰ κινναβάρεως παρακείμενον τὸν ιη. ζητήσας οὖν τὴν ιη δεκάδα εὑρήσεις ἐν αὐτῇ τῷ ι τοῦ κλήρου ἀριθμῷ παρακειμένην ἀπόκρισιν τὸ προκόψεις ἐπὶ καλῷ καὶ δοξασθήσῃ·
35κατὰ τὴν αὐτὴν οὖν ἀναλογίαν καὶ μέθοδον, καὶ εἰ ἕτερός τις εἴη ὁ κληρού‐ μενος**. ταύτῃ τῇ διαγνώσει χρώμενος καὶ ὁ πρὸ σοῦ βασιλεὺς Ἀλέξανδρος ὁ ἐκ Μακεδόνων τῆς οἰκουμένης ἐκράτησε, καὶ σὺ δ’ ὁμοίως χρώμενος ἀδιάλειπτον ἕξεις τὸ κλέος ἐν ἅπασιν ἀνθρώποις. ἔρρωσο. Οὕτω μὲν οὖν ὁ Ἀστράμψυχος, οἱ δὲ τῆς εἰς τὸν ἕνα θεὸν ἀκλινῶς ἀντεχό‐
40μενοι λατρείας προσέθηκαν καὶ εὐχὴν εἰς θεὸν ὀφειλομένην λέγεσθαι παρ’ ἀμφο‐ τέρων, τοῦ τε δηλονότι ἐρωτῶντος καὶ τοῦ τὴν ἀπόκρισιν διδόντος, ὑπὲρ τοῦ εὐμενὲς αὐτοῖς ἔσεσθαι τὸ θεῖον καὶ τὸ ἐσόμενον ἀποκαλύψαι κατὰ τὴν ζήτησιν. καὶ ἔστιν ἡ εὐχὴ αὕτη. Παντόκρατορ κύριε θεὲ οὐράνιε, φῶς ἀένναον καὶ δύναμις ἀόρατε,
45ὁ μήτε λόγῳ νοούμενος μήτε διανοίᾳ χωρούμενος, ὁ κτίζων καὶ συνέ‐ χων καὶ τρέφων τὰ σύμπαντα διὰ τῶν ἁγίων σου ἀγγέλων Μιχαὴλ Γα‐ βριὴλ Ῥαφαὴλ καὶ τῶν λοιπῶν ἁπάντων, αὐτός, κύριε, σύνελθε καὶ συνέργησον ἐμοὶ τῷ δούλῳ σου εἰς τὴν ἀψευδῆ τοῦ ζητουμένου δή‐ λωσίν τε καὶ βεβαίωσιν, ὅτι εὐλόγητος εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώ‐2

epist

1

(50)

νων. ἀμήν. Ταύτην εὔχου τὴν εὐχὴν πρὶν λάχῃς, ἅμα δὲ σὺν σοὶ ταύτην εὐχέσθω καὶ ὁ ἐρωτῶν. ἐπιτήρει δὲ καὶ ἡμέραν καὶ ὥραν, ἐν ᾗ συγκροτεῖται μάλιστα ὁ χρησμός. ὀφείλεις οὖν ἐρωτᾶν ἐν ἡμέραις μὲν τῆς ἑβδομάδος τῇ τε τρίτῃ, ἥτις ἐστὶ τοῦ θς̂· τῇ πέμπτῃ, ἥτις ἐστὶ τοῦ · τῷ σαββάτῳ, ἥτις ἐστὶ τοῦ ζ̷ς̀· καὶ τῇ κυριακῇ
55ἥτις ἐστὶ τοῦ ἡλιακόν Symbol· ἐν δὲ ταῖς λοιπαῖς οὐδαμῶς. καὶ ἐν ταῖς ὥραις δὲ τὴν μὲν κυ‐ ριακὴν ἐν ὥρᾳ τρίτῃ, τὸ δὲ σάββατον ἐν ὥρα ἕκτῃ, τὴν δὲ πέμπτην ἐν ὥρᾳ πέμπτῃ, τὴν δὲ τρίτην ἐν ὥρᾳ τρίτῃ· ἐν γὰρ ταῖς τοιαύταις ἡμέραις καὶ ὥραις βεβαιότεραι δίδονται αἱ ἀποκρίσεις. καὶ ἔτι πρὸ τοῦ σκέψασθαι τὴν ἐρώτησιν σκέψασθαι εἰ ἔστιν ὥρα τοῦ ἐπιβαλέσθαι τῷ χρησμῷ, ὅπερ τρισκαιδέκατόν ἐστι
60κεφάλαιον· καὶ λαβόντα κλῆρον ποιῆσαι κατὰ τὴν ἐκτεθεῖσαν μέθοδον, εἶθ’ οὕτως ζητῆσαι περὶ αὐτοῦ τοῦ ἐρωτήματος. σκοπεῖν δὲ δεῖ καὶ τὰς ἡμέρας τῆς σελήνης καθὼς ἐνταῦθα ἔκκεινται·
63aἡμέρας α πρωΐας
64aβ δείλης
65aγ μὴ χρῶ
66aδ δι’ ὅλης τῆς ἡμέρας
67aε μὴ χρῶ
68aϛ δι’ ὅλης τῆς ἡμέρας
69aζ πρωΐας
70aη μὴ χρῶ
71aθ δείλης
72aι δείλης
63bια δείλης
64bιβ δείλης
65bιγ πρωΐας
66bιδ δείλης
67bιε πρωΐας
68bιϛ ὥρᾳ τρίτῃ
69bιζ δείλης
70bιη ὥρᾳ τρίτῃ
71bιθ μὴ χρῶ
72bκ μὴ χρῶ
63cκα πρωΐας
64cκβ πρωΐας
65cκγ δείλης
66cκδ μὴ χρῶ
67cκε δείλης
68cκϛ δείλης
69cκζ μὴ χρῶ
70cκη δείλης
71cκθ δείλης
72cλ δείλης
73Οἱ μὲν διὰ μέλανος ἀριθμοὶ συναγόμενοι ἐκ τῶν ζητημάτων καὶ τοῦ κλήρου
εἰσίν, οἱ δὲ διὰ κινναβάρεως τῶν δεκάδων.3
75ιγ κ ιδ ρα ιε μδ ιϛ ϙη ιζ ιθ
80ιη ϙγ ιθ οθ κ λε κα η κβ μϛ
85κγ κδ κδ κζ κε οα κϛ ιη κζ ιε
90κη λζ κθ νϛ λ ρβ λα λη λβ λδ
95λγ γ λδ ξη λε οϛ λϛ ν λζ νγ

epist

1

(100)

λη δ λθ ϙϛ μ μ μα κα μβ κγ
105μγ ο μδ ϙθ με ξβ μϛ λα μζ λγ
110μη ε μθ με ν ρ να μα νβ λθ
115νγ ια νδ οδ νε ι νϛ μθ νζ πγ
120νη ϙδ νθ πϛ ξ ξα ξα οε ξβ νβ
125ξγ ϛ ξδ μβ ξε οη ξϛ μη ξζ νθ
130ξη ζ ξθ α ο ϙε οα ϙ οβ ιζ
135ογ κβ οδ π οε ξ οϛ πδ οζ μγ
140οη ιδ οθ νε π λ πα ξδ πβ νη
145πγ πε πδ πζ πε κϛ πϛ ξϛ πζ ξζ

epist

1

(150)

πη θ πθ οβ ϙ ιγ ϙα πα ϙβ ιβ
155ϙγ νζ ϙδ κθ ϙε κε ϙϛ πθ ϙζ οζ
160ϙη νδ ϙθ ξε ρ ογ ρα λβ ρβ ιϛ
165ργ β ρδ να ρε κη ρϛ λϛ ρζ ξγ
170ρη πβ ρθ πη ρι ϙα ρια ϙβ ριβ ϙζ
175ριγ ργ ριδ μζ ριε ξθ

zete

t

Ἀρχὴ τῶν ζητημάτων
1ιβ εἰ πλεύσω ἀκινδύνως ιγ εἰ ἔστιν ὥρα τοῦ ἐπιβαλέσθαι τῷ χρησμῷ ιδ εἰ στρατεύσομαι ιε εἰ κοινωνήσω τῷ πράγματι
5ιϛ εἰ προκόψω ἐν τιμῇ ιζ εἰ ἀποδημήσω ιη εἰ συναλλάξαι συμφέρει μοι ιθ εἰ εὐτυχής εἰμι κ εἰ ἀγοράσω τὸ προκείμενον
10κα εἰ γαμήσω καὶ συμφέρει μοι κβ εἰ ἕξω βλαβῆναι ἐν τῷ πράγματι κγ εἰ κινηθήσομαι τοῦ τόπου μου κδ εἰ τέξεταί μου ἡ γυνή κε εἰ εὑρήσω δανείσασθαι ἄρτι4
15κϛ εἰ ἀποδώσω ἃ ὀφείλω κζ εἰ ἐλεύσεται ὁ ἀπόδημος κη εἰ δώσω τοὺς λόγους μου ἄρτι κθ εἰ σωθήσομαι κατηγορούμενος λ εἰ τὸ γεννώμενον θρέψω
20λα εἰ ὑβρισθήσομαι ἐν τῷ πράγματι λβ εἰ ἀπαλλαγήσομαι τῆς δουλείας λγ εἰ κληρονομήσω τὸν πατέρα λδ εἰ κληρονομήσω τὴν μητέρα λε εἰ ἄρξω ἐν τῷ πράγματι
25λϛ εἰ εὑρήσω τὸν φυγόντα λζ εἰ ἕξω ἐσχάτην καλήν λη εἰ κληρονομήσω τὸν φίλον λθ εἰ ἀγορανομήσω μ εἰ εὑρήσω τὸ ἀπολόμενον
30μα εἰ σοφιστεύσω μβ εἰ σωθήσομαι ἀσθενῶν μγ εἰ ἀνοίξω ἐργαστήριον μδ εἰ ἕξω χρόνον ζωῆς με εἰ ἐπιτεύξομαι γραμμάτων
35μϛ εἰ καταλλαγήσομαι τοῖς κυρίοις μζ εἰ τεκνώσω μη εἰ κληρονομήσω τοὺς γονεῖς μθ εἰ λήψομαι τὴν φερνήν ν εἰ παραμενεῖ μοι τὰ ὑπάρχοντα
40να εἰ νικήσω ἣν ἔχω δίκην
νβ εἰ κληρονομήσω τὴν γυναῖκα νγ εἰ συκοφαντούμενος σωθήσομαι νδ εἰ ὁ ἀσθενῶν σωθήσεται νε εἰ λήψομαι ἣν θέλω γυναῖκα5
45νϛ εἰ συνεχόμενος ἀπολυθήσομαι νζ εἰ πωλήσω τὸν φόρτον νη εἰ δανείσας οὐκ ἀπολέσω νθ εἰ ἐκτρώσει μου ἡ γυνή ξ εἰ οἰκονομήσω

zete

t

(50)

ξα εἰ μισθώσομαι καὶ συμφέρει μοι ξβ εἰ κληρονομήσω τὸ πρόσωπον ξγ εἰ νικήσω τὸν ἀντίδικον ξδ εἰ θεάσομαι θάνατον τέκνου ξε εἰ στρατηγήσω
55ξϛ εἰ γενήσομαι κληρικός ξζ εἰ ἐπιτεύξομαι τῆς ἐπικλήσεως ξη εἰ ἕξω ἐλπίδα πίστεως ξθ εἰ θεὶς παραβόλιον νικήσω ο εἰ γαμήσω τὴν φίλην
60οα εἰ ἀπολήψομαι τὴν παρακαταθήκην οβ εἰ λήψομαι ὀψώνιον ογ εἰ μενῶ ὅπου ὑπάγω οδ εἰ πωληθήσομαι οε εἰ ἕξω ὄφελος ἀπὸ τοῦ φίλου
65οϛ εἰ δοθήσεταί μοι ἑτέρῳ συναλλάξαι οζ εἰ ἀποκαταστήσομαι εἰς τὸν τόπον μου οη εἰ λήψομαι κομητάτον οθ εἰ λήψομαι τὸ ἀργύριον π εἰ ζῇ ὁ ἀπόδημος
70πα εἰ κερδανῶ ἀπὸ τοῦ πράγματος πβ εἰ προσγραφήσεται τὰ ἐμά πγ εἰ εὑρήσω πωλῆσαι πδ εἰ δυνήσομαι ἀγοράσαι ὃ ἐνθυμοῦμαι πε εἰ γενήσομαι βιοπράγος
75πϛ εἰ φυγαδευθήσομαι πζ εἰ πρεσβεύσω τὰ πρὸς θεόν πη εἰ γενήσομαι βουλευτής πθ εἰ λάθος ἔσται μου τῷ δρασμῷ ϙ εἰ ἀπαλλαγήσομαι τῆς γυναικός6
80ϙα εἰ πεφαρμάκευμαι ϙβ εἰ λήψομαι λεγάτον ϙγ εἰ ὃ ἐπιβάλλομαι ἀπαρτίσω ϙδ εἰ θεάσομαι τὴν πατρίδα ϙε εἰ γενήσομαι δεκάπρωτος
85ϙϛ εἰ ἀπαλλαγήσομαι τοῦ κλήρου ϙζ εἰ παραμενεῖ μοι ἡ γυνή ϙη εἰ παραμενῶ πρεσβύτερος ϙθ εἰ ἀγοράσω χωρίον ἢ οἰκίαν ρ εἰ καταληφθήσομαι μοιχὸς ἄρτι
90ρα εἰ γενήσομαι ἐπίσκοπος ρβ εἰ ἀπαλλαγήσομαι τῆς φίλης ργ εἰ ὁ συνεχόμενος ἀπολυθήσεται

decad

t

Ἀρχὴ τῶν δεκάδων

decad

1

(t)

δεκὰς αη
1α οὐχ ἕξεις ἐλπίδα πίστεως β οὐκ ἐπιτεύξῃ τῆς ἐπικλήσεως ἄρτι γ κατασταθήσῃ κληρικός, βραδέως δέ δ στρατηγήσεις καὶ εὐημερήσεις καὶ δοξασθήσῃ
5ε ἕξεις θάνατον ἰδεῖν καὶ χαρῆναι ἄρτι ϛ νικήσεις. ἀγώνισαι ζ κληρονομήσεις μετὰ δίκης
η ἐὰν μισθώσῃ, βλαβήσῃ πολύ θ οἰκονομήσεις μέν, φθονηθήσῃ δὲ παρ’ ὁτουοῦν7
10ι ἐκτρώσει μετὰ κινδύνου, πλὴν σωθήσεται

decad

2

(t)

δεκὰς βη
1α ἀπαλλαγήσῃ τῆς φίλης σου β οὐχ ἕξεις τύχην ἐπισκοπεῦσαι. μὴ ἔλπιζε γ μοιχοῦ γένεσιν ἕξεις σαπράν δ ἀγοράσεις ὃ θέλεις χωρίον ἢ οἰκίαν
5ε παραμενεῖς πρεσβύτερος ἕως θανάτου ϛ οὐ παραμενεῖ σοι ἡ γυνή. ἄλλην γαμήσεις ζ ἀπαλλαγήσῃ τοῦ κλήρου θελήσας η γενήσῃ δεκάπρωτος ταχέως θ ἕξεις τὴν πατρίδα ἰδεῖν μετὰ χρόνου
10ι οὐκ ἀπαρτίσεις ὃ ἐνθυμῇ. μὴ προσδόκα

decad

3

(t)

δεκὰς γη
1α οὐκ ἐλευθερωθήσῃ ἄρτι β ὑβρισθήσῃ, οὐ πάνυ δέ. μὴ λυποῦ γ σωθήσεται τὸ γεννηθὲν μετὰ κόπου δ οὐ σωθήσῃ τῆς κατηγορίας ἄρτι. μερίμνα
5ε δώσεις ἄρτι τοὺς λόγους σου ἐπὶ τὸ συμφέρον ϛ ἐλεύσεται ὁ ἀπόδημος ὑγιαίνων ζ ἀποδώσεις ἄρτι ἃ ὀφείλεις καὶ χαρήσῃ η οὐχ εὑρήσεις ἄρτι δανείσασθαι παρ’ οὗ ἐλπίζεις θ τέξεται καὶ κινδυνεύσει ἕως θανάτου
10ι οὐ κινηθῄσῃ τοῦ τόπου σου ἄρτι. μὴ φοβοῦ8

decad

4

(t)

δεκὰς δη
1α οὐχ ἕξεις ἐσχάτην καλήν β οὐχ εὑρήσεις τὸν φυγόντα νῦν γ ἄρξεις καὶ εὐημερήσεις δ κληρονομήσεις τὴν μητέρα
5ε κληρονομήσεις τὸν πατέρα ϛ οὐκ ἐλευθερωθήσῃ ἄρτι. μὴ προσδόκα ζ μέχρι λόγων ὑβρισθήσῃ η τραφῄσεται τὸ γεννηθέν θ οὐ σωθήσῃ τῆς κατηγορίας
10ι δώσεις τοὺς λόγους σου βραδέως

decad

5

(t)

δεκὰς εη
1α οὐ συμφέρει σοι ἄρτι τεκνῶσαι β οὐ καταλλαγήσῃ τοῖς κυρίοις νῦν γ δὸς τὰ γράμματα. ἐπιτεύξῃ δ ἕξεις χρόνον ζωῆς καλόν
5ε ἄνοιξον ἐργαστήριον· ὠφέλιμον γάρ ϛ σωθήσῃ τῆς ἀσθενείας, βραδέως δέ ζ σοφιστεύσεις ἐπὶ ξένης καὶ πλουτήσεις η οὐχ εὑρήσεις τὸ ἀπολόμενον νῦν θ ἀγορανομήσεις, ἄρτι δὲ οὔ
10ι οὐ κληρονομήσεις τὸν φίλον· προλειφθήσῃ γάρ

decad

6

(t)

δεκὰς ϛη
1α οὐ κληρονομήσεις β μίσθωσαι· κερδανεῖς γὰρ πολύ
γ οἰκονομήσεις καλῶς καὶ δοξασθήσῃ δ τῇ ἐρχομένῃ γαστρὶ κρατήσει9
5ε μὴ δανείσῃς ἐπεὶ ἀπολεῖς ϛ οὐ πωλήσεις τὸν φόρτον ἄρτι ζ ἀπολυθήσῃ τῆς συνοχῆς νῦν η λήψῃ ἣν θέλεις γυναῖκα καὶ μεταμεληθήσῃ θ ὁ ἀσθενῶν κινδυνεύσει
10ι σωθήσῃ τῆς συκοφαντίας διὰ φίλου

decad

7

(t)

δεκὰς ζη
1α ἐπιτεύξῃ τῆς ἐπικλήσεως β οὐ κατασταθήσῃ κληρικός γ στρατηγήσεις καὶ κινδυνεύσεις δ οὐχ ἕξεις θάνατον ἰδεῖν νῦν
5ε νικήσεις ἄρτι. ἀγωνίζου χαίρων ϛ κληρονομήσεις, οὐ πάντα δέ ζ μὴ μισθώσῃ ἄρτι· οὐ γὰρ συμφέρει σοι η οἰκονομήσεις νῦν καὶ δοξασθήσῃ θ οὐκ ἐκτρώσει ἡ γυνή. μὴ φρόντιζε
10ι ἐὰν δανείσῃς, ἐπὶ ὑποθήκῃ δάνεισον

decad

8

(t)

δεκὰς ηη
1α οὐκ ἀγοράσεις τὸ προκείμενον β εὐτυχήσεις ἐπ’ ἐσχάτων μακρὰν γηράσας γ συναλλάξας κερδανεῖς πολύ δ μὴ ἀποδημήσῃς· οὐ γὰρ συμφέρει σοι
5ε προκόψεις μετὰ χρόνου καθὼς ἐπιθυμεῖς ϛ κοινωνήσεις καὶ ἁμαρτήσεις ζ ἐὰν στρατεύσῃ, μεταμεληθήσῃ η οὐκ ἔχεις ὥραν τοῦ ἐπερωτῆσαι θ ἐὰν πλεύσῃς ἄρτι, κινδυνεύσεις
10ι ὁ συνεχόμενος χρόνῳ ἀπολυθήσεται10

decad

9

(t)

δεκὰς θη
1α οὐχ ἁμαρτήσεις. πρέσβευσον β οὐ φυγαδευθήσῃ, ὑβρισθήσῃ δὲ μετρίως γ οὐ γενήσῃ ποτὲ βιοπράγος δ ἀγοράσεις ὃ ἐνθυμῇ καὶ πωλήσεις φυράσας
5ε ἐὰν ἄρτι πωλήσῃς, βλαβήσῃ ϛ οὐ προσγραφήσετι τὰ σά. μὴ φοβοῦ ζ κερδανεῖς ἀπὸ τοῦ πράγματος ὀλίγον η οὐ ζῇ ὁ ἀπόδημος· ἐφαρμακεύθη γάρ θ λήψῃ τὸ ἀργύριον κόπῳ πολλῷ
10ι λήψῃ κομητάτον ἄρτι

decad

10

(t)

δεκὰς ιη
1α σωθήσεται ἀπὸ τῆς ἀσθενείας ἄρτι β οὐ σωθήσῃ τῆς συκοφαντίας. περίτρεχε γ οὐ κληρονομήσεις τὴν γυναῖκα· προτελευτήσεις γάρ δ μὴ λέγε τὴν δίκην ἄρτι· ἡττηθήσῃ γάρ
5ε οὐ παραμενεῖ σοι πάντα τὰ ὑπάρχοντα ϛ λήψῃ τὴν φερνὴν βραδέως ζ κληρονομήσεις τοὺς γονεῖς σου, οὐ μόνος δέ η τεκνώσεις καὶ θρέψεις καὶ θάψεις θ καταλλαγήσῃ τοῖς κυρίοις καμάτῳ
10ι δώσεις τὰ γράμματα καὶ ὠφεληθήσῃ

decad

11

(t)

δεκὰς ιαη
1α οὐ κληρονομήσεις τὴν γυναῖκα β λέγε τὴν δίκην ἄρτι· νικήσεις γάρ γ παραμενεῖ σοι τὰ ὑπάρχοντα πάντα
δ οὐ λήψῃ τὴν φερνὴν ἄρτι11
5ε κληρονομήσεις τοὺς γονεῖς οὐκ εἰς μακράν ϛ τεκνώσεις, λυπηθήσῃ δὲ ἐπ’ αὐτοῖς ζ οὐ καταλλαγήσῃ τοῖς κυρίοις σου νῦν η οὐκ ἐπιτεύξῃ γραμμάτων ἄρτι θ μεσοχρόνιος εἶ. μὴ λυποῦ, ἀλλ’ εὔχου
10ι ἀνοίξεις ἐργαστήριον μετὰ μάχης

decad

12

(t)

δεκὰς ιβη
1α πεφαρμάκευσαι. σεαυτῷ βοήθει β οὐκ ἀπαλλαγήσῃ τῆς γυναικὸς ἕως θανάτου γ λήσεται σου ὁ δρασμὸς νῦν δ γενήσῃ βουλευτής, ἄρτι δὲ οὔ
5ε οὐ πρεσβεύσεις μόνος. μὴ ἔλπιζε ϛ οὐ φυγαδευθήσῃ. μὴ φοβοῦ ζ οὐ γενήσῃ βιοπράγος τελείως η οὐκ ἀγοράσεις ἄρτι ὃ ἐνθυμῇ θ πωλήσεις πλὴν ἐπὶ βλάβῃ
10ι οὐ προσγραφήσεται τὰ σά. μὴ φοβοῦ

decad

13

(t)

δεκὰς ιγη
1α ἀλάθητος ἔσται σου ὁ δρασμός β γενήσῃ βουλευτὴς μετὰ δανείου γ πρεσβεύσεις μόνος καὶ ὠφεληθήσῃ δ φυγαδευθήσῃ πρὸς χρόνον καὶ κερδανεῖς
5ε οὐ γενήσῃ βιοπράγος ϛ οὐκ ἀγοράσεις ἄρτι. μὴ ἐνθυμοῦ ζ οὐχ εὑρήσεις ἄρτι πωλῆσαι η οὐ προσγραφήσεται ἄρτι τὰ σά. μὴ ἀγωνία θ κερδανεῖς ἀπὸ τοῦ πράγματος ὀλίγον
10ι ζῇ ὁ ἀπόδημος καὶ ὑγιαίνει, χρονίσει δέ12

decad

14

(t)

δεκὰς ιδη
1α οὐκ ἀποκατασταθήσῃ εἰς τὸν τόπον σου β οὐ δοθήσεταί σοι συναλλάξαι ἑτέρῳ γ ὠφεληθήσῃ ἀπὸ τοῦ πράγματος τοῦ φίλου σου δ πωληθήσῃ μέν, ἄρτι δὲ οὔ
5ε οὐ μενεῖς ὅπου ὑπάγεις ϛ λήψῃ ὀφώνιον, ἄρτι δὲ οὔ ζ ἀπολήψῃ τὴν παρακαταθήκην η ἐὰν γήμῃς τὴν φίλην, βλαβήσῃ θ θὲς παραβόλιον· νικήσεις γάρ
10ι οὐχ ἕξεις ἐλπίδα πίστεως

decad

15

(t)

δεκὰς ιεη
1α οὐκ ἀποδώσεις ἃ ὀφείλεις β οὐ δανείσῃ ἐπὶ ὑποθήκῃ γ τέξεται καὶ τὸ γεννώμενον σωθήσεται δ κινηθήσῃ τοῦ τόπου σου ἐπὶ τὸ χεῖρον
5ε βλαβήσῃ, ὀλίγον δέ ϛ γαμήσεις μέν, λύσεις δὲ τὸν γάμον ζ ἀγοράσεις τὸ προκείμενον καὶ βλαβήσῃ η ὀψίτυχος εἶ. μὴ ἀγωνία θ συναλλάξεις ταχέως καὶ κερδανεῖς
10ι ἀποδημήσεις ἐξαπίνης ἐπὶ καλῷ

decad

16

(t)

δεκὰς ιϛη
1α οὐχ ἕξεις γένεσιν ἐπισκόπου β καταληφθήσῃ ἐπὶ μοιχείᾳ νῦν γ ἀγοράσεις ἀγρὸν ὃν θέλεις ἢ οἰκίαν δ παραμενεῖς πρεσβύτερος ἕως γήρως
5ε οὐ παραμενεῖ σοι ἡ γυνή· μοιχευθήσεται γάρ ϛ ἀπαλλαγήσῃ τοῦ κλήρου μετὰ μάχης ζ γενήσῃ δεκάπρωτος ταχέως η ἕξεις τὴν πατρίδα ἰδεῖν ἐπὶ καλῷ θ ἀπαρτίσεις ὃ ἐπιβάλλῃ ταχέως13
10ι οὐ λήψῃ λεγάτον· διαβληθήσῃ γάρ

decad

17

(t)

δεκὰς ιζη
1α οὐκ ἀπολήψῃ τὴν παρακαταθήκην β οὐ γαμήσεις τὴν φίλην· πεπόρνευκε γάρ γ μὴ θῇς παραβόλιον· νικηθήσῃ γάρ δ ἕξεις ἐλπίδα πίστεως καλήν
5ε ἐπιτεύξῃ τῆς ἐπικλήσεως ϛ κατασταθήσῃ κληρικός ζ οὐ συμφέρει σοι στρατηγῆσαι η ὄψει θάνατον ἐπικερδῆ θ νικήσεις. ἀγωνίζου ἕως τέλους
10ι κληρονομήσεις ταχέως

decad

18

(t)

δεκὰς ιηη
1α οὐχ εὑρήσεις δανείσασθαι β τέξεται καλὸν καὶ καλῶς γ οὐ κινηθήσῃ τοῦ τόπου σου ἄρτι δ οὐ βλαβήσῃ. μὴ ἀγωνία
5ε γαμήσεις καὶ λύσεις τὸν γάμον ζηλοτυπήσας ϛ ἀγοράσεις τὸ προκείμενον ἐν τάχει ζ εὐτυχήσεις ἐξ ἰδίων κόπων η οὐ συναλλάξεις ἄρτι οὐδενί θ οὐκ ἀποδημήσεις νῦν. περίμεινον
10ι προκόψεις ἐπὶ καλῷ καὶ δοξασθήσῃ

decad

19

(t)

δεκὰς ιθη
1α οὐ προκόψεις ἄρτι
β κοινωνήσεις καλῶς καὶ ὠφεληθήσῃ γ στρατεύσῃ μετὰ κόπου καὶ μεταμεληθήσῃ δ μὴ ἐρώτα. ἐναντία ἐστὶν ἡ ἡμέρα14
5ε πλεύσεις μετὰ τὸ ἐγκοπῆναι ϛ ὁ συνεχόμενος ἀπολυθήσεται τῆς συνοχῆς ζ ἀπαλλαγήσῃ τῆς φίλης μετὰ βίας η γενήσῃ ἐπίσκοπος καὶ ὠφεληθήσῃ θ καταληφθήσῃ ἐπὶ μοιχείᾳ. πρόσεχε
10ι οὐκ ἀγοράσεις τὸ κτῆμα νῦν

decad

20

(t)

δεκὰς κη
1α οὐ πλεύσεις καλῶς β ὁ συνεχόμενος ἀπολυθήσεται γ ἀπαλλαγήσῃ τῆς φίλης ὅτε οὐκ ἐλπίζεις δ γενήσῃ ἐπίσκοπος ὅτε οὐκ ἐλπίζεις
5ε καταληφθήση ἐπὶ μοιχείᾳ νῦν ϛ οὐκ ἀγοράσεις χωρίον νῦν ζ παραμενεῖς πρεσβύτερος ἕως γήρως η οὐ παραμενεῖ σοι ἡ γυνή. γαμηθήσεται ἑτέρῳ θ ἀπαλλαγήσῃ τοῦ κλήρου καὶ ὠφεληθήσῃ πολύ
10ι γενήσῃ δεκάπρωτος ὅτε οὐκ οἶδας

decad

21

(t)

δεκὰς καη
1α οὐχ εὑρήσεις τὸ ἀπολόμενον β οὐκ ἀγορανομήσεις ἄρτι. περίμεινον γ κληρονομήσεις τὸν φίλον μετὰ δίκης δ οὐχ ἕξεις ἐσχάτην καλήν. ἐπαιτῆσαί σοι ἀπόκειται
5ε οὐχ εὑρήσεις τὸν φυγόντα νῦν, μετὰ χρόνου δέ ϛ ἄρξεις καὶ εὐδοκιμήσεις καὶ δοξασθήσῃ ζ κληρονομήσεις τὴν μητέρα ἐξ ἡμισείας η οὐ κληρονομήσεις τὸν πατέρα· προτελευτήσεις γάρ θ οὐκ ἐλευθερωθήσῃ νῦν, ἀλλὰ μετὰ χρόνου15
10ι ὑβρισθήσῃ μετὰ ταῦτα, ἄρτι δὲ οὔ

decad

22

(t)

δεκὰς κβη
1α λήψῃ ὀψώνιον β οὐκ ἀπολήψῃ τὴν παρακαταθήκην γ οὐ δυνήσῃ γῆμαι τὴν φίλην δ θὲς παραβόλιον· νικήσεις γάρ
5ε ἕξεις ἐλπίδα πίστεως καλήν ϛ ἐπιτεύξῃ τῆς ἐπικλήσεως ζ κατασταθήσῃ κληρικός, βραδέως δέ η στρατηγήσεις καὶ εὐημερήσεις καὶ δοξασθήσῃ θ θεάσῃ δύο θανάτους ἀκερδεῖς
10ι οὐ νικήσεις τέως. μὴ φρόντιζε

decad

23

(t)

δεκὰς κγη
1α οὐ δυνήσῃ σοφιστεῦσαι β οὐχ εὑρήσεις τὸ ἀπολόμενον ἄρτι γ ἀγορανομήσεις ἄρτι δ οὐ κληρονομήσεις τὸν φίλον. μὴ ἔλπιζε
5ε ἕξεις ἐσχάτην καλήν ϛ οὐχ εὑρήσεις τὸν φυγόντα· ἔπλευσε γάρ ζ ἄρχοντος γένεσιν ἕξεις η οὐ κληρονομήσεις τὴν μητέρα· προτελευτήσεις γάρ θ κληρονομήσεις τὸν πατέρα τρίτην μοῖραν
10ι οὐκ ἐλευθερωθήσῃ. σιώπα

decad

24

(t)

δεκὰς κδη
1α βλαβήσῃ μεγάλως
β γαμήσεις καὶ μεταμεληθήσῃ μηδὲν ὠφελῶν γ ἀγοράσεις τὸ προκείμενον, ἐὰν θέλῃς δ εὐτυχήσεις ἐξ ἀλλοτρίων κληρονομήσας16
5ε συναλλάξεις καὶ ὠφεληθήσῃ πολλά ϛ ἀποδημήσεις καὶ μεταμεληθήσῃ ζ προκόψεις ἐξ ἀνελπίστων η οὐ συμφέρει σοι κοινωνῆσαι· ζημιωθήσῃ γάρ θ στρατεύσῃ καὶ ταχὺ προκόψεις
10ι σήμερον καρτέρησον καὶ αὔριον ἐρώτησον

decad

25

(t)

δεκὰς κεη
1α οὐχ ἕξεις τὴν πατρίδα ἰδεῖν β οὐκ ἀπαρτίσεις ὃ ἐπιβάλλῃ γ λήψῃ λεγάτον, ὀλίγον δέ δ οὐ πεφαρμάκευσαι, ἀλλὰ μεμάγευσαι
5ε ἀπαλλαγήσῃ τῆς γυναικὸς γελώμενος ϛ λήσεταί σου ὁ δρασμὸς πρὸς ὀλίγον ζ γενήσῃ βουλευτὴς καὶ φυρατής η πρεσβεύσεις καὶ εὐημερήσεις, ἐὰν σπεύσῃς θ οὐ φυγαδευθήσῃ τὸ σύνολον. μὴ φοβοῦ
10ι γενήσῃ βιοπράγος καὶ δοξασθήσῃ

decad

26

(t)

δεκὰς κϛη
1α ἀγοράσεις ὃ ἐνθυμῇ β οὐχ εὑρήσεις ἄρτι πωλῆσαι καὶ κερδᾶναι γ οὐ προσγραφήσεται τὰ σά. μὴ μερίμνα δ κερδανεῖς ὀλίγον ἀπὸ τοῦ πράγματος
5ε ζῇ ὁ ἀπόδημος καὶ ἔρχεται. μὴ ἀγωνία ϛ λήψῃ τὸ ἀργύριον βραδέως ζ οὐ λήψῃ ἀρτίως κομητάτον η ἀποκατασταθήσῃ εἰς τὸν τόπον σου θ μὴ συναλλάξῃς ἄρτι· βλαβήσῃ γάρ
10ι οὐχ ἕξεις ὠφέλειαν ἀπὸ τοῦ φίλου σου17

decad

27

(t)

δεκὰς κζη
1α οὐ κινηθήσῃ τοῦ τόπου σου β οὐ βλαβήσῃ. μὴ ἀγωνία, ἀλλ’ εὔχου γ γαμήσεις ἣν οἶδας, εἰ θέλεις, ταχέως δ ἀγοράσεις τὸ προκείμενον μετὰ κόπου
5ε εὐτυχήσεις ἐξ ἰδίων κόπων ϛ συναλλάξεις ἄρτι καὶ κερδανεῖς πολύ ζ ἀποδημήσεις μακράν η προκόψεις ἐξαπίνης ὅτε οὐκ οἶδας θ μὴ κοινώνει. οὐ συμφέρει σοι
10ι στρατεύσῃ, ἄρτι δὲ οὔ

decad

28

(t)

δεκὰς κηη
1α πλεύσεις καλῶς καὶ περιχαρῶς β ἀπολυθήσεται ὁ συνεχόμενος μετὰ κόπου γ ἀπαλλαγήσῃ τῆς φίλης σου δ γενήσῃ ἐπίσκοπος κοπιάσας πολλά
5ε οὐ καταληφθήσῃ μοιχός. μὴ ἀγωνία ϛ ἀγοράσεις χωρίον ἢ οἰκίαν ζ οὐ παραμενεῖς πρεσβύτερος η παραμενεῖ σοι ἡ γυνή, ἐὰν θέλῃς θ οὐκ ἀπαλλαγήσῃ τοῦ κλήρου ἕως θανάτου
10ι γενήσῃ δεκάπρωτος

decad

29

(t)

δεκὰς κθη
1α ἀπαρτίσεις ὃ ἐπιβάλλῃ β οὐ λήψῃ λεγάτον ὅλως γ οὐ πεφαρμάκευσαι. μὴ ἀγωνία
δ οὐκ ἀπαλλαγήσῃ τῆς γυναικός18
5ε οὐ λήσεται σου ὁ δρασμός ϛ γενήσῃ βουλευτής, ἄρτι δὲ οὔ ζ πρεσβεύσεις, οὐ μόνος δέ η οὐ φυγαδευθήσῃ. μὴ ἀγωνία θ γενήσῃ βιοπράγος ἐξαπίνης
10ι ἀγοράσεις ὃ ἐνθυμῇ, ἐὰν θέλῃς

decad

30

(t)

δεκὰς λη
1α οὐ λήψῃ ἄρτι τὸ ἀργύριον β λήψῃ κομητάτον κόπῳ πολλῷ γ ἀποκατασταθήσῃ εἰς τὸν τόπον σου δ οὐ δυνήσῃ ἑτέρῳ συναλλάξαι
5ε οὐκ ὠφεληθήσῃ ἀπὸ τοῦ φίλου οὐδέν ϛ οὐ πωληθήσῃ ἄρτι· οὐ γὰρ συμφέρει σοι ζ οὐ μενεῖς, ἀλλ’ ἀπέρχῃ η οὐ λήψῃ ὀψώνιον θ οὐκ ἀπολήψῃ τὴν παρακαταθήκην
10ι γαμήσεις τὴν φίλην καὶ βλαβήσῃ

decad

31

(t)

δεκὰς λαη
1α κενῶς ἐπιτεύξῃ γραμμάτων β οὐχ ἕξεις χρόνον ζωῆς πολύν γ ἀνοίξεις ἐργαστήριον βραδέως δ σωθήσῃ τῆς ἀσθενείας εἰ προσέξεις
5ε σοφιστεύσεις ἐξαπίνης ϛ οὐχ εὑρήσεις τὸ ἀπολόμενον ζ ἀγορανομήσεις καὶ ὠφεληθήσῃ η οὐ κληρονομήσεις τὸν φίλον. μὴ προσδόκα θ ἕξεις ἐσχάτην καλήν
10ι εὑρήσεις ἄρτι τὸν φυγόντα19

decad

32

(t)

δεκὰς λβη
1α οὐ καταληφθήσῃ ἐπὶ μοιχείᾳ β οὐκ ἀγοράσεις χωρίον ἢ οἰκίαν γ οὐ παραμενεῖς πρεσβύτερος δ οὐ παραμενεῖ σοι ἡ πρώτη γυνή
5ε ἀπαλλαγήσῃ τοῦ κλήρου ϛ οὐ γενήσῃ δεκάπρωτος ἄρτι ζ οὐ δυνήσῃ ἄρτι τὴν πατρίδα ἰδεῖν η οὐκ ἀπαρτίσεις ὃ ἐπιβάλλῃ θ οὐ λήψῃ λεγάτον. μὴ προσδόκα
10ι πεφαρμάκευσαι. σεαυτῷ βοήθει

decad

33

(t)

δεκὰς λγη
1α οὐ καταλλαγήσῃ τοῖς κυρίοις β μὴ δῷς τὰ γράμματα ἄρτι γ ἕξεις χρόνον ζωῆς, πλὴν ἀλγήσεις τοὺς πόδας δ οὐκ ἀνοίξεις ἐργαστήριον ἄρτι
5ε σωθήσῃ τῆς ἀσθενείας· ἀνεκλήθης γάρ ϛ σοφιστεύσεις ἐν τῇ πατρίδι σου ζ οὐχ εὑρήσεις τὸ ἀπολόμενον η οὐκ ἀγορανομήσεις ἄρτι θ οὐ κληρονομήσεις τὸν φίλον. χλευάζῃ
10ι οὐχ ἕξεις ἐσχάτην καλήν· ἐπαιτήσεις γάρ

decad

34

(t)

δεκὰς λδη
1α ὑβρισθήσῃ δεινῶς β θρέψεις τὸ γεννηθέν γ σωθήσῃ τῆς κατηγορίας δ δώσεις τοὺς λόγους σου. μὴ ἀγωνία
5ε οὐκ ἐλεύσεται ὁ ἀπόδημος· ἔγημε γάρ ϛ οὐκ ἀποδώσεις ἃ ὀφείλεις ζ δανείσῃ καὶ εὐθὺς αὐτὰ δαπανήσεις η τέξεται μετὰ κινδύνου κόρην θ κινηθήσῃ τοῦ τόπου σου. ἐπισκευάζου20
10ι οὐ βλαβήσῃ. μὴ ἀγωνία

decad

35

(t)

δεκὰς λεη
1α οὐκ εἶ εὐτυχής β συναλλάξεις ἐξαπίνης καὶ κερδανεῖς γ οὐκ ἀποδημήσεις μακράν δ προκόψεις ταχέως ἐπὶ καλῷ
5ε μὴ κοινώνει. οὐ συμφέρει σοι ϛ ἐὰν στρατεύσῃ, μεταμεληθήσῃ ζ οὐκ ἔστιν ὥρα. ἔασον ἄρτι η μὴ πλεύσῃς ἄρτι· ναυαγήσεις γάρ θ ὁ συνεχόμενος ταχέως ἀπολυθήσεται
10ι οὐκ ἀπαλλαγήσῃ τῆς φίλης σου

decad

36

(t)

δεκὰς λϛη
1α ** β μὴ πλεύσῃς, προλέγω σοι γ ὁ συνεχόμενος ἀπολυθήσεται δ οὐκ ἀπαλλαγήσῃ τῆς φίλης σου
5ε οὐ γενήσῃ ἐπίσκοπος. μὴ προσδόκα ϛ οὐ καταληφθήσῃ μοιχὸς τέως ζ ἀγοράσεις τὸ κτῆμα καὶ οὐ παραμενεῖ σοι η παραμενεῖς πρεσβύτερος θ οὐ παραμενεῖ σοι ἡ γυνή
10ι οὐκ ἀπαλλαγήσῃ τοῦ κλήρου21

decad

37

(t)

δεκὰς λζη
1α οὐκ ἐλεύσεται ὁ ἀπόδημος β ἀποδώσεις ἄρτι ἃ ὀφείλεις γ δανείσῃ καὶ βλαβήσῃ· οὐ μενεῖ γάρ δ τέξεται μετὰ κινδύνου ἄρρεν
5ε οὐ κινηθήσῃ τοῦ τόπου σου τέως ϛ οὐ βλαβήσῃ. μὴ ἀγωνία ζ γαμήσεις τὴν ἐκ συνηθείας καθ’ ἡμέραν η ἀγοράσεις τὸ προκείμενον καμάτῳ θ εὐτυχήσεις ἐφ’ ἑκάστῳ
10ι συναλλάξεις καὶ πραγματεύσῃ

decad

38

(t)

δεκὰς ληη
1α σωθήσεται τὸ γεννώμενον ἐπὶ καλῷ β οὐ σωθήσῃ τῆς κατηγορίας· προελήφθης γάρ γ δώσεις ἄρτι τοὺς λόγους σου ἐπὶ καλῷ δ οὐκ ἐλεύσεται ἄρτι ὁ ἀποδημῶν. μὴ προσδόκα
5ε ἀποδώσεις ἄρτι ἃ ὀφείλεις καὶ χαρήσῃ ϛ οὐ δεῖ σε δανείσασθαι ἄρτι. περίμεινον ζ τέξεται ταχυθάνατον θῆλυ η κινηθήσῃ τοῦ τόπου σου ταχὺ ἐπὶ τὸ κρεῖττον θ βλαβῆναι ἕξεις ἐν πρώτοις, ἐν δὲ τῷ τέλει κερδανεῖς
10ι βλαβήσῃ ἐπὶ τῷ πρώτῳ γάμῳ. μακροθύμησον

decad

39

(t)

δεκὰς λθη
1α εἰπὲ τὴν δίκην β οὐ παραμενεῖ σοι τὰ ὑπάρχοντα γ οὐ λήψῃ τὴν φερνήν, ἐὰν μὴ δικάσῃ
δ κληρονομήσεις τοὺς γονεῖς μόνος22
5ε τεκνώσεις ταχέως καὶ λυπηθήσῃ ἐπ’ αὐτοῖς ϛ οὐ καταλλαγήσῃ τοῖς κυρίοις σου νῦν· οὐ γὰρ συμφέρει ζ δώσεις τὰ γράμματα ταχέως η ἕξεις χρόνον ζωῆς καὶ πλοῦτον, εἶτα ἐπαιτήσεις θ οὐκ ἀνοίξεις ἐργαστήριον νῦν. περίμεινον
10ι σωθήσῃ τῆς ἀσθενείας ταχέως. μόνον εὐθύμει

decad

40

(t)

δεκὰς μη
1α οὐκ ἀγορανομήσεις β οὐ κληρονομήσεις τὸν φίλον. μὴ ἔλπιζε γ ἕξεις ἐσχάτην καλήν, ὀλίγην δέ δ οὐχ εὑρήσεις τὸν φυγόντα νῦν
5ε ἕξεις γένεσιν ἄρχοντος καλήν ϛ κληρονομήσεις τὴν μητέρα νῦν ζ οὐ κληρονομήσεις τὸν πατέρα ποτέ η ἐλευθερωθήσῃ μετὰ λεγάτου καλοῦ θ οὐχ ὑβρισθήσῃ τὸ σύνολον. μὴ ἀγωνία
10ι σωθήσεται τὸ γεννηθὲν καὶ ταχὺ αὐξανεῖ

decad

41

(t)

δεκὰς μαη
1α οὐ παραμενεῖ σοι τὰ ὑπάρχοντα β οὐ λήψῃ τὴν φερνήν, εἰ μὴ δικάσῃ γ οὐ κληρονομήσεις τοὺς γονεῖς· προτελευτήσεις γάρ δ οὐ τεκνώσεις ἐξ αὐτῆς. μὴ προσδόκα
5ε καταλλαγήσῃ τοῖς κυρίοις βραδέως ϛ οὐ δώσεις ἄρτι τὰ γράμματα καὶ συμφέρει ζ μετὰ χρόνου εὐτυχήσεις καὶ γηράσεις η ἀνοίξεις ἐργαστήριον καὶ πλουτήσεις θ οὐ σωθήσῃ τῆς ἀρρωστίας σου
10ι οὐ σοφιστεύσεις. ἄλλο τι πρᾶττε23

decad

42

(t)

δεκὰς μβη
1α οὐ νικήσεις. σιώπα β κληρονομήσεις ὅτε οὐκ ἐλπίζεις γ μὴ μισθώσῃ ἄρτι. περίμεινον, μὴ σπεῦδε δ οἰκονομήσεις καὶ κατηγορηθήσῃ παρὰ πολλῶν
5ε οὐκ ἐκτρώσει ἡ γυνή σου. χαῖρε ϛ μὴ δανείσῃς· βραδέως γὰρ ἀπολήψῃ ζ πωλήσεις τὸν φόρτον καὶ κερδανεῖς η οὐκ ἀπολυθήσῃ τῆς συνοχῆς· μακροθύμει θ λήψῃ ἣν θέλεις γυναῖκα καὶ πλουτήσεις
10ι ὁ ἀσθενῶν μακρονοσήσας ὑγιανεῖ

decad

43

(t)

δεκὰς μγη
1α οὐ δέδοταί σοι συναλλάξαι β ὠφεληθήσῃ ἀπὸ τοῦ φίλου σου ὀλίγον γ πωληθήσῃ καὶ μεταμεληθήσῃ μηδὲν ὠφελῶν δ οὐ μενεῖς ὅπου ὑπάγεις· οὐ γὰρ συμφέρει
5ε λήψῃ ὀψώνιον μερικόν ϛ οὐκ ἀπολήψῃ τὴν παρακαταθήκην ζ οὐ συμφέρει σοι γῆμαι τὴν φίλην η μὴ θῇς παραβόλιον· νικηθήσῃ γάρ θ ἕξεις ἐλπίδα πίστεως πάνυ καλήν
10ι οὐκ ἐπιτεύξῃ τῆς ἐπικλήσεως νῦν

decad

44

(t)

δεκὰς μδη
1α οὐ δοθήσεταί σοι στρατεύσασθαι β ἐπερώτησον καὶ ἀκούσῃ τὴν ἀλήθειαν
γ πλεύσεις καὶ χειμασθήσῃ ἐξαπίνης δ ὁ συνεχόμενος ἀπολυθήσεται ἄρτι24
5ε ἀπαλλαγήσῃ τῆς φίλης καὶ μεταμεληθήσῃ ϛ γενήσῃ ἐπίσκοπος ὅταν γηράσῃς ζ καταληφθήσῃ ἐπὶ μοιχείᾳ καὶ ζημιωθήσῃ η οὐκ ἀγοράσεις τὸ κτῆμα. μὴ προσδόκα θ οὐ παραμενεῖς πρεσβύτερος
10ι παραμενεῖ σοι ἡ γυνὴ ἕως γήρως

decad

45

(t)

δεκὰς μεη
1α κληρονομήσεις τοὺς γονεῖς β τεκνώσεις ἄρρεν καὶ θῆλυ καὶ χαρήσῃ γ καταλλαγήσῃ τοῖς κυρίοις καὶ ὠφεληθήσῃ δ κενῶς δώσεις τὰ γράμματα
5ε οὐχ ἕξεις χρόνον ζωῆς. διάθου ϛ οὐκ ἀνοίξεις ἐργαστήριον· οὐ γὰρ δέδοταί σοι ζ ἀπαλλαγήσῃ τῆς ἀσθενείας, βραδέως δέ η σοφιστεύσεις καὶ εὐτυχήσεις ἐν τῷ πράγματι θ εὑρήσεις τὸ ἀπολόμενον νῦν. φρόντισον
10ι οὐκ ἀγορανομήσεις ὅταν θέλῃς· ἐμποδίζῃ γάρ

decad

46

(t)

δεκὰς μϛη
1α ** β οὐκ ἀγοράσεις τὸ προκείμενον γ εὐτυχήσεις ἐκ πολλῶν σου καμάτων δ μὴ συναλλάξῃς. μηδὲν ποίει. οὐ συμφέρει
5ε ἀποδημήσεις ἐξαπίνης καὶ πολὺ ὠφεληθήσῃ ϛ προκόψεις ὅτε οὐκ ἐλπίζεις ἐπὶ τὸ κρεῖττον ζ κοινωνήσεις καὶ βλαβεὶς μεταμεληθήσῃ
η στρατεύσῃ καὶ ταχὺ προκόψεις ἐπὶ τὸ κρεῖττον θ ἐρώτα μετὰ πίστεως καὶ ἀκούσῃ τὴν ἀλήθειαν25
10ι πλεύσεις μετὰ τὸ ἐγκοπῆναι καλῶς

decad

47

(t)

δεκὰς μζη
1α σωθήσῃ τῆς κατηγορίας πολλῇ παρακλήσει β δώσεις τοὺς λόγους σου βραδέως γ ἐλεύσεται ὁ ἀπόδημος ἄρτι χαίρων δ ἀποδώσεις ἃ ὀφείλεις κατὰ μέρος. μὴ ἀγωνία
5ε δανείσῃ ἐπὶ ὑποθήκῃ καὶ διασύρεις καιρόν ϛ τέξεται ἄχρηστον. μὴ λυποῦ ζ κινηθήσῃ τοῦ τόπου σου. ἑτοιμάζου καὶ χαῖρε η βλαβῆναι ἕξεις. φοβοῦ καὶ σαυτὸν τήρει θ γαμήσεις καὶ σεαυτοῦ καταγνώσῃ μετανοῶν
10ι οὐκ ἀγοράσεις τὸ προκείμενον

decad

48

(t)

δεκὰς μηη
1α οὐ στρατηγήσεις πώποτε β οὐχ ἕξεις θάνατον ἰδεῖν νῦν. μὴ ἀγωνία γ νικήσεις. ἀγωνίζου ἕως θανάτου δ κληρονομήσεις καὶ ταχὺ τελευτήσεις
5ε μισθώσῃ καὶ κερδανεῖς πολύ ϛ οἰκονομήσεις καὶ κατηγορηθήσῃ καὶ φθονηθήσῃ ζ οὐκ ἐκτρώσει. μὴ φοβοῦ, ἀλλ’ εὔχου η δάνεισον· ἀπολήψῃ γὰρ εὐχαριστῶν θ πωλήσεις τὸν φόρτον καλῶς
10ι ἀπολυθήσῃ τῆς συνοχῆς. εὐθύμει

decad

49

(t)

δεκὰς μθη
1α λήψῃ ἣν θέλεις γυναῖκα
β ὁ ἀσθενῶν σωθήσεται καμάτῳ πολλῷ γ οὐ σωθήσῃ τῆς συκοφαντίας. περίτρεχε δ κληρονομήσεις τὴν γυναῖκα, οὐ μόνος δέ26
5ε μὴ λέγε τὴν δίκην ἄρτι· ἡττηθήσῃ γάρ ϛ παραμενεῖ σοι τὰ ὑπάρχοντα πάντα ζ οὐ λήψῃ τὴν φερνήν η κληρονομήσεις τοὺς γονεῖς μόνος θ τεκνώσεις καὶ χαρήσῃ ἐπ’ αὐτοῖς μεγάλως
10ι οὐ καταλλαγήση τοῖς κυρίοις ἄρτι

decad

50

(t)

δεκὰς νη
1α οὐ δυνήσῃ νῦν ἄρξαι β κληρονομήσεις τὴν μητέρα ἐξ ἡμισείας γ οὐ κληρονομήσεις τὸν πατέρα. μὴ ἔλπιζε δ οὐκ ἐλευθερωθήσῃ ἄρτι, ἀλλὰ μετὰ χρόνου
5ε οὐχ ὑβρισθήση. μὴ ἀγωνία, ἀλλὰ καρτέρει ϛ σωθήσεται τὸ γεννηθὲν μετὰ καμάτου ζ σωθήσῃ τῆς κατηγορίας διὰ φίλου καλοῦ η δώσεις ἄρτι τοὺς λόγους σου ἐπὶ καλῷ θ ἐλεύσεται ὁ ἀπόδημος ὑγιαίνων
10ι μὴ ἀποδῷς ἄρτι ἃ ὀφείλεις. περίμεινον

decad

51

(t)

δεκὰς ναη
1α ** β ἀπαλλαγήσῃ τῆς φίλης σου ἄρτι γ γενήσῃ ἐπίσκοπος ταχύ, μεταμεληθήσῃ δέ δ καταληφθήσῃ μοιχὸς καὶ οὐ βλαβήσῃ
5ε ἀγοράσεις τὸ κτῆμα ὃ ἐνθυμῇ ϛ παραμενεῖς πρεσβύτερος ἕως γήρως ζ οὐ παραμενεῖ σοι ἡ γυνή· μοιχεύεται γάρ η ἀπαλλαγήσῃ τοῦ κλήρου. φρόντιζε θ γενήσῃ δεκάπρωτος ἐν τάχει27
10ι οὐ θεάσῃ τὴν πατρίδα ἄρτι

decad

52

(t)

δεκὰς νβη
1α ἐὰν ἄρτι μισθώση, βλαβήσῃ β οἰκονομήσεις εὐθέως καλῶς γ ἐκτρώσει καὶ κινδυνεύσει. πρόσεχε δ ἐὰν δανείσῃς, βραδέως ἀπολήψῃ καὶ μετὰ μάχης
5ε πωλήσεις τὸν φόρτον ταχέως καὶ χαρήσῃ ϛ ἀπολυθήσῃ τῆς συνοχῆς ἐν τάχει ζ λήψῃ ἣν θέλεις γυναῖκα ἐπὶ κακῷ σου η ὁ ἀσθενῶν μετὰ κινδύνου σωθήσεται θ σωθήσῃ τῆς συκοφαντίας πολλῇ παρακλήσει
10ι οὐ κληρονομήσεις τὴν γυναῖκα. μὴ ἔλπιζε

decad

53

(t)

δεκὰς νγη
1α οὐχ εὑρήσεις τὸν φυγόντα β ἄρξεις καὶ εὐημερήσεις καὶ δοξασθήσῃ γ κληρονομήσεις τὴν μητέρα μόνος δ οὐ κληρονομήσεις τὸν πατέρα· προτελευτήσεις γάρ
5ε ἐλευθερωθήσῃ δοὺς ἀργύριον μετὰ παρακλήσεως ϛ ὑβρισθήσῃ δεινῶς· ἀλλὰ μὴ φρόντιζε ζ οὐ ζήσεται τὸ γεννώμενον. ἄρτι τελευτᾷ η οὐ σωθήσῃ κατηγορούμενος. συσκευάζου θ δώσεις ἄρτι τοὺς λόγους σου καὶ ὠφεληθήσῃ
10ι οὐκ ἐλεύσεται ὁ ἀπόδημος· ἀσχολεῖται γάρ28

decad

54

(t)

δεκὰς νδη
1α οὐ παραμενεῖ σοι ἡ γυνή β οὐ δυνήσῃ ἀπαλλαγῆναι τοῦ κλήρου γ οὐ γενήσῃ δεκάπρωτος. μὴ ἔλπιζε δ θεάσῃ τὴν πατρίδα ἐν τάχει
5ε οὐκ ἀπαρτίσεις ὃ ἐπιβάλλῃ ϛ λήψῃ λεγάτον ἐπὶ βλάβῃ πολλῇ ζ οὐ πεφαρμάκευσαι, ἀλλὰ μεμάγευσαι η οὐκ ἀπαλλαγήσῃ τῆς γυναικὸς ἄρτι. καρτέρει θ λήσεται σου ὁ δρασμὸς πρὸς ὀλίγον
10ι οὐ γενήσῃ βουλευτὴς τέως. περίμεινον

decad

55

(t)

δεκὰς νεη
1α οὐ λήψῃ κομητάτον β ἀποκατασταθήσῃ εἰς τὸν τόπον σου γ συναλλάξεις καὶ κερδανεῖς τὰ ἑτέρων δ ἥξει σοι ὄφελος ἀπὸ τοῦ φίλου σου πολύ
5ε οὐ πωληθήσῃ. οὐ συμφέρει σοι. περίμεινον ϛ μενεῖς ὅπου ὑπάγεις ὀλίγον καιρόν ζ λήψῃ ὀψώνιον βραδέως η ἀπολήψῃ τὴν παρακαταθήκην ἀκινδύνως θ οὐ γαμήσεις τὴν φίλην. μὴ πλανῶ
10ι μὴ θῇς παραβόλιον· νικηθήσῃ γάρ

decad

56

(t)

δεκὰς νϛη
1α δώσεις τοὺς λόγους σου β οὐκ ἐλεύσεται ὁ ἀπόδημος ἄρτι γ ἀπόδος ἄρτι ἃ ὀφείλεις, εἴπερ ἐθέλεις δ οὐ δυνήσῃ δανείσασθαι ἄρτι. περίμεινον
5ε τέξεται μετὰ κινδύνου πολλοῦ
ϛ κινηθήσῃ τοῦ τόπου σου ἐπὶ τὸ κρεῖττον ζ βλαβήσῃ ὀλίγον· ἀλλὰ μὴ λυποῦ η οὐ γαμήσεις ἄρτι. περίμενον· συμφέρει γάρ θ ἀγοράσεις τὸ προκείμενον καὶ χαρήσῃ29
10ι εὐτυχήσεις ταχέως ἐπὶ τὸ κρεῖττον

decad

57

(t)

δεκὰς νζη
1α οὐ λήψῃ λεγάτον. μὴ προσδόκα β πεφαρμάκευσαι. σεαυτῷ βοήθει γ ἀπαλλαγήσῃ τῆς γυναικὸς καὶ μεταμεληθήσῃ δ λήσεταί σου ὁ δρασμὸς πρὸς καιρόν
5ε οὐ γενήσῃ βουλευτὴς ἄρτι. φρόντιζε ϛ πρεσβεύσεις οὐ μόνος· συμφέρει γάρ ζ οὐ φυγαδευθήσῃ. μὴ φοβοῦ. εὐθύμει η γενήσῃ βιοπράγος καὶ εὐχαριστήσεις θ ἀγοράσεις ὃ ἐνθυμῇ καὶ μεταμεληθήσῃ
10ι οὐχ εὑρήσεις ἄρτι πωλῆσαι. περίμεινον

decad

58

(t)

δεκὰς νηη
1α κερδανεῖς ὀλίγον ἀπὸ τοῦ πράγματος β ζῇ ὁ ἀπόδημος καὶ ἔρχεται μετὰ χρόνου γ λήψῃ ἀργύριον μετὰ χρόνου δ οὐ λήψῃ ἄρτι κομητάτον
5ε ἀποκατασταθήσῃ εἰς τὸν τόπον σου ϛ ἐὰν συναλλάξῃς, βλαβήσῃ ζ οὐ πωλήσεις ἐπὶ τῷ συμφέροντί σου η ὠφεληθήσῃ ἀπὸ τοῦ φίλου σου πολύ θ μενεῖς ὅπου ὑπάγεις, ἐὰν σπεύσῃς
10ι λήψῃ ὀψώνιον καλῶς30

decad

59

(t)

δεκὰς νθη
1α οὐ κατασταθήσῃ κληρικός β οὐ στρατηγήσεις ἄρτι. μὴ ἔλπιζε γ οὐχ ἕξεις θάνατον ἰδεῖν δ οὐ νικήσεις τελείως. μὴ ἔλπιζε
5ε κληρονομήσεις, οὐ μόνος δέ ϛ μίσθωσαι· ὠφεληθήσῃ γὰρ πολύ ζ οὐ δέδοταί σοι οἰκονομῆσαι ἄρτι η οὐκ ἐκτρώσει. μὴ φοβοῦ θ μὴ δανείσῃς, ἵνα μὴ μεταμεληθῇς
10ι πωλήσεις τὸν φόρτον καλῶς καὶ χαρήσῃ

decad

60

(t)

δεκὰς ξη
1α πωληθήσῃ, ἄρτι δὲ οὔ β μενεῖς ὅπου ὑπάγεις ὀλίγον γ λήψῃ ὀψώνιον καλὸν νῦν δ ἀπολήψῃ τὴν παρακαταθήκην
5ε γαμήσεις τὴν φίλην, νῦν δὲ οὔ ϛ θὲς παραβόλιον· νικήσεις γάρ ζ οὐχ ἕξεις ἐλπίδα πίστεως τὸ σύνολον η ἐπιτεύξῃ τῆς ἐπικλήσεως ταχέως θ κατασταθήσῃ κληρικὸς βραδέως
10ι οὐ στρατηγήσεις ποτέ. μὴ ἔλπιζε

decad

61

(t)

δεκὰς ξαη
1α ἐκτρώσει καὶ κινδυνεύσει β δάνεισον ἐπὶ ὑποθήκῃ ὅσον θέλεις γ πωλήσεις τὸν φόρτον βραδέως. μὴ ἐκκάκει
δ οὐκ ἀπαλλαγήσῃ τῆς συνοχῆς. περίμεινον31
5ε οὐ λήψῃ ἣν θέλεις γυναῖκα ϛ ὁ ἀσθενῶν μακρονοσήσας σωθήσεται ζ σωθήσῃ τῆς συκοφαντίας διὰ φίλων η οὐ κληρονομήσεις τὴν γυναῖκα θ σπούδασον εἰπεῖν τὴν δίκην ἄρτι
10ι οὐ παραμενεῖ σοι τὰ ὑπάρχοντα ἐπὶ πολύ

decad

62

(t)

δεκὰς ξβη
1α οὐχ ἕξεις χρόνον ζωῆς β οὐκ ἀνοίξεις ἐργαστήριον ἄρτι γ οὐ σωθήσῃ τῆς ἀσθενείας. διάθου δ οὐ σοφιστεύσεις νῦν. ἄλλο τι ποίει
5ε οὐχ εὑρήσεις νῦν τὸ ἀπολόμενον ϛ οὐκ ἀγορανομήσεις ἄρτι. μὴ ἔλπιζε ζ οὐ κληρονομήσεις νῦν τὸν φίλον η οὐχ ἕξεις ἐσχάτην καλήν. σεαυτῷ βοήθει θ οὐχ εὑρήσεις τὸν φυγόντα νῦν
10ι οὐκ ἄρξεις ἄρτι, ἀλλὰ μετὰ χρόνου

decad

63

(t)

δεκὰς ξγη
1α στρατεύσῃ, ἀλλ’ ἐπὶ βλάβῃ β ** γ πλεύσεις νῦν καλῶς καὶ χαρήσῃ δ οὐκ ἀπολυθήσεται ὁ συνεχόμενος ἄρτι
5ε ἀπαλλαγήσῃ τῆς φίλης ἐπ’ ὠφελείᾳ ϛ οὐχ ἕξεις τύχην ἐπισκοπεῦσαι ζ ** η οὐκ ἀγοράσεις ἄρτι χωρίον ἢ οἰκίαν θ οὐ παραμενεῖς πρεσβύτερος
10ι οὐ παραμενεῖ σοι ἡ γυνή32

decad

64

(t)

δεκὰς ξδη
1α οὐ σωθήσεται ὁ ἀπόδημος β περὶ τοῦ ἀργυρίου ἀπόστειλον ταχέως γ λήψῃ κομητάτον ὡς θέλεις δ οὐκ ἀποκατασταθήσῃ εἰς τὸν τόπον σου ἕως γήρως
5ε ἐὰν συναλλάξῃς ἑτέρῳ, ὠφεληθήσῃ ϛ οὐχ ἕξεις ὠφέλειαν ἀπὸ τοῦ φίλου σου ζ ὅπου ἂν πραθῇς, μεταμεληθήσῃ η μενεῖς ὅπου ὑπάγεις καὶ καλῶς θ συναλλάξεις ἐν τῷ πράγματι τοῦ ὀψωνίου
10ι οὐκ ἀπολήψῃ τὴν παρακαταθήκην

decad

65

(t)

δεκὰς ξεη
1α οὐ παραμενεῖς πρεσβύτερος β οὐ παραμενεῖ σοι ἡ γυνὴ ἕως γήρως γ οὐκ ἀπαλλαγήσῃ τοῦ κλήρου ἕως θανάτου δ γενήσῃ δεκάπρωτος ταχύ
5ε οὐχ ἕξεις τὴν πατρίδα ἰδεῖν ϛ ἀπαρτίσεις ταχέως ὃ ἐπιβάλλῃ ζ λήψῃ λεγάτον, ὀλίγον δέ η πεφαρμάκευσαι. σεαυτῷ βοήθει θ οὐκ ἀπαλλαγήσῃ τῆς γυναικός ποτε
10ι λήσεται σου ὁ δρασμὸς πρὸς ὀλίγον

decad

66

(t)

δεκὰς ξϛη
1α γενήσῃ βιοπράγος β οὐκ ἀγοράσεις ὃ ἐνθυμῇ· οὐ γὰρ συμφέρει γ πωλήσεις καὶ κερδανεῖς πολύ δ προσγραφήσεται τὰ σά. ἄλλα κτῆσαι
5ε κερδανεῖς ἀπὸ τοῦ πράγματος ὀλίγον
ϛ ζῇ ὁ ἀπόδημος καὶ ἔρχεται ὑγιαίνων ζ λήψῃ τὸ ἀργύριον κατὰ μέρος η οὐ λήψῃ ἄρτι κομητάτον θ οὐκ ἀποκατασταθήσῃ εἰς τὸν τόπον σου33
10ι ἐὰν ἑτέρῳ συναλλάξῃς, βλαβήσῃ

decad

67

(t)

δεκὰς ξζη
1α φυγαδευθήσῃ πρὸς ὀλίγον β οὐ γενήσῃ τελείως βιοπράγος γ ἀγοράσεις ὃ ἐνθυμῇ καὶ χαρήσῃ δ βραδέως εὑρήσεις πωλῆσαι, καλῶς δέ
5ε οὐ προσγραφήσεται τὰ σά. μὴ φοβοῦ ϛ κερδανεῖς ἀπὸ τοῦ πράγματος πολύ ζ οὐκ ἐλεύσεται ὁ ἀπόδημος· οὐ γὰρ ζῇ η λήψῃ τὸ ἀργύριον ἄρτι θ οὐ λήψῃ κομητάτον νῦν
10ι οὐκ ἀποκατασταθήσῃ εἰς τὸν τόπον σου

decad

68

(t)

δεκὰς ξηη
1α οὐ κληρονομήσεις τὸν πατέρα β οὐκ ἐλευθερωθήσῃ ἄρτι. μὴ προσδόκα γ οὐχ ὑβρισθήσῃ. μᾶλλον χαῖρε δ σωθήσεται τὸ γεννηθὲν μετὰ καμάτου
5ε σωθήσῃ τῆς κατηγορίας παρακλήσει ϛ δώσεις τοὺς λόγους σου δωρεάν ζ ἐλεύσεται ὁ ἀπόδημος χρονίσας. χαῖρε η οὐκ ἀποδώσεις ἃ ὀφείλεις ἄρτι, ἀλλὰ μετὰ χρόνου θ βραδέως δανείσῃ παρ’ οὗ θέλεις
10ι τέξεται καὶ τὸ γεννώμενον ἄχρηστον ἔσται

decad

69

(t)

δεκὰς ξθη
1α πλεύσεις νῦν
β ἀπολυθήσεται ὁ συνεχόμενος νῦν γ ἀπαλλαγήσῃ τῆς φίλης διὰ χρόνου δ οὐχ ἕξεις γενέσθαι ἐπίσκοπος. μὴ ἔλπιζε34
5ε οὐ καταληφθήσῃ μοιχός ϛ ἀγοράσεις χωρίον ἢ οἰκίαν ζ παραμενεῖς πρεσβύτερος η οὐ παραμενεῖ σοι ἡ γυνή· φίλον γὰρ ἔχει θ ἀπαλλαγήσῃ τοῦ κλήρου
10ι οὐ γενήσῃ δεκάπρωτός ποτε

decad

70

(t)

δεκὰς οη
1α σωθήσῃ τῆς ἀσθενείας σου β οὐ σοφιστεύσεις. ἄλλο τι πρᾶττε γ εὑρήσεις τὸ ἀπολόμενον ταχέως καὶ χαρήσῃ δ ἀγορανομήσεις καὶ ὠφεληθήσῃ πολύ
5ε κληρονομήσεις τὸν φίλον ἐξ ἡμισείας ϛ ἕξεις ἐσχάτην καλήν. μόνον εὔχου ζ εὑρήσεις ἄρτι τὸν φυγόντα η ἄρξεις καὶ εὐημερήσεις καὶ δοξασθήσῃ θ οὐ κληρονομήσεις τὴν μητέρα. ἄλλῳ ἀπόκειται
10ι κληρονομήσεις τὸν πατέρα μόνος

decad

71

(t)

δεκὰς οαη
1α τέξεται μετὰ κινδύνου β κινηθήσῃ τοῦ τόπου σου ἄφνω ἐπὶ τὸ κρεῖττον γ βλαβήσῃ ἐν τούτῳ, ἐν δὲ τῷ ἑτέρῳ ὠφεληθήσῃ δ γῆμαι ἕξεις ἐπὶ καλῷ, ἐὰν σπεύσῃς
5ε οὐκ ἀγοράσεις τὸ προκείμενον· οὐ γὰρ ἐπαρκεῖς ϛ εὐτυχήσεις ἐπ’ ἐσχάτων καὶ οἰκοδεσποτήσεις ζ συναλλάξεις καὶ κερδανεῖς διὰ τῶν ἀλλοτρίων
η ἀποδημήσεις ἐξαπίνης καὶ κερδανεῖς θ οὐ προκόψεις ἄρτι. μὴ ἔλπιζε35
10ι κοινωνήσεις ἐπ’ ὠφελείᾳ

decad

72

(t)

δεκὰς οβη
1α οὐ γενήσῃ βουλευτής β οὐ πρεσβεύσεις μόνος· οὐ γὰρ συμφέρει σοι γ οὐ φυγαδευθήσῃ. μὴ φοβοῦ δ οὐ γενήσῃ βιοπράγος τὸ σύνολον
5ε ἀγοράσεις ὃ ἐνθυμῇ καὶ μεταμεληθήσῃ ϛ εὑρήσεις πωλῆσαι βραδέως ζ προσγραφήσεται τὰ σά. πρόσεχε η κερδανεῖς ἀπὸ τοῦ πράγματος. πρόσεχε θ ἐλεύσεται ὁ ἀπόδημος μετὰ φίλου καλοῦ
10ι οὐ λήψῃ τὸ ἀργύριον ὅλως

decad

73

(t)

δεκὰς ογη
1α οὐκ ἀγοράσεις χωρίον ἢ οἰκίαν β παραμενεῖς πρεσβύτερος ἕως γήρως γ οὐ παραμενεῖ σοι ἡ γυνή· μοιχεύεται γάρ δ ἀπαλλαγήσῃ τοῦ κλήρου μετὰ γήρως
5ε γενήσῃ δεκάπρωτος ἐξαπίνης ϛ ἕξεις τὴν πατρίδα ἰδεῖν, βραδέως δέ ζ ἀπαρτίσεις ὃ ἐπιβάλλῃ ταχέως η λήψῃ λεγάτον, ὀλίγον δέ θ οὐ πεφαρμάκευσαι. τί ἀκαιρεῖς;
10ι οὐκ ἀπαλλαγήσῃ τῆς γυναικός. μὴ μερίμνα

decad

74

(t)

δεκὰς οδη
1α οὐ σωθήσῃ τῆς συκοφαντίας
β κληρονομήσεις τὴν γυναῖκα μόνος γ εἰπὲ τὴν δίκην ἄρτι· νικήσεις γάρ δ οὐ παραμενεῖ σοι τὰ ὑπάρχοντα ἕως γήρως36
5ε οὐ λήψῃ τὴν φερνήν· οὐ γὰρ εὑρήσεις τι ϛ οὐ κληρονομήσεις τοὺς γονεῖς σου· ἐμισήθης γάρ ζ οὐ τεκνώσεις ἄρτι. μὴ προσδόκα η καταλλαγήσῃ τοῖς κυρίοις καὶ ἀγαπηθήσῃ ὑπ’ αὐτῶν θ δὸς τὰ γράμματα. ἐπιτεύξῃ οὗ χρῄζεις
10ι ἕξεις χρόνον ζωῆς καὶ πάνυ καλόν

decad

75

(t)

δεκὰς οεη
1α οὐκ οἰκονομήσεις β ἐκτρώσει καὶ κινδυνεύσει ἕως θανάτου γ ἐὰν δανείσῃς, βραδέως ἀπολήψῃ δ οὐ πωλήσεις τὸν φόρτον ταχύ
5ε ἀπολυθήσῃ τῆς συνοχῆς ἄρτι ϛ λήψῃ ἣν θέλεις γυναῖκα ἐπὶ κακῷ ζ ὁ ἀσθενῶν σωθήσεται καμάτῳ πολλῷ η σωθήσῃ τῆς συκοφαντίας ταχύ θ οὐ κληρονομήσεις τὴν γυναῖκα μόνος
10ι ἀγωνίζου, εἰπὲ τὴν δίκην· νικήσεις γάρ

decad

76

(t)

δεκὰς οϛη
1α κληρονομήσεις τὴν μητέρα β οὐ κληρονομήσεις τὸν πατέρα· μὴ ἔλπιζε γ ἐλευθερωθήσῃ, ἄρτι δὲ οὔ δ οὐχ ὑβρισθήσῃ νῦν, ἀλλὰ μετὰ χρόνου
5ε τὸ γεννώμενον μὴ τρέφε, συμβουλεύω σοι ϛ κινδυνεύσεις ἐπὶ τῇ κατηγορίᾳ ζ δώσεις τοὺς λόγους σου μεθ’ ὕβρεως η οὐκ ἐλεύσεται ὁ ἀπόδημος· ἀσχολεῖται γάρ θ ἀποδώσεις ἄρτι ἃ ὀφείλεις ἐκ κόπων σου
10ι οὐ δυνήσῃ ἄρτι δανείσασθαι· οὐ γὰρ πιστεύσει σοί τις37

decad

77

(t)

δεκὰς οζη
1α οὐ παραμενεῖ σοι ὁ κλῆρος β γενήσῃ δεκάπρωτος, ὅτε οὐκ οἶδας γ ἕξεις τὴν πατρίδα ἰδεῖν ἐξαπίνης δ ἀπαρτίσεις ὃ ἐπιβάλλῃ καὶ δοξασθήσῃ
5ε οὐ λήψῃ λεγάτον. μὴ ἔλπιζε ϛ οὐ πεφαρμάκευσαι. μὴ φοβοῦ ζ ἀπαλλαγήσῃ τῆς γυναικὸς ἐπ’ ὠφελείᾳ η οὐ λήσεται σου ὁ δρασμός θ γενήσῃ βουλευτής, ἄρτι δὲ οὔ
10ι πρεσβεύσῃ μόνος καὶ δοξασθήσῃ

decad

78

(t)

δεκὰς οηη
1α ὄψει θάνατον ὃν οὐ θέλεις β οὐ νικήσεις ἄρτι. συμφέρει σοι καρτερῆσαι γ οὐ κληρονομήσεις ἄρτι. σιώπα δ μισθώσῃ καὶ κερδανεῖς ὅσον ἐπιθυμεῖς
5ε οἰκονομήσεις ἄρτι· οὐδεὶς γάρ σε ἐμποδίσει ϛ οὐκ ἐκτρώσει. μὴ φοβοῦ τὸ σύνολον ζ δάνεισον ἐπὶ ὑποθήκῃ καὶ οὐκ ἀπολέσεις η οὐ πωλήσεις τὸν φόρτον. μὴ σπεῦδε θ ἀπολυθήσῃ τῆς συνοχῆς ἐξ ἀνελπίστων
10ι μὴ λάβῃς ἣν θέλεις γυναῖκα· συμφέρει γάρ σοι

decad

79

(t)

δεκὰς οθη
1α οὐ συμφέρει σοι συναλλάξαι β ἀποδημήσεις ἐξαπίνης καὶ μακράν γ οὐ προκόψεις ἄρτι. ἐμποδίζῃ γάρ δ καλῶς κοινωνήσεις καὶ εὐχαριστήσεις
5ε στρατεύσῃ καὶ ταχὺ προκόψεις ἐπὶ τὸ κρεῖττον
ϛ ἐπερώτησον ὥρᾳ ϛ καὶ ἀκούσῃ τὴν ἀλήθειαν ζ πλεύσεις μετὰ τὸ ἐκκοπῆναι καὶ καλῶς η ἀπολυθήσεται ὁ συνεχόμενος μετὰ κόπου θ ἀπαλλαγήσῃ τῆς φίλης ταχέως38
10ι γενήσῃ ἐπίσκοπος, πλὴν βραδέως

decad

80

(t)

δεκὰς πη
1α μενεῖς ὅπου ὑπάγεις β οὐ λήψῃ ὀψώνιον. μὴ προσδόκα γ ἀπολήψῃ τὴν παρακαταθήκην ὁλόκληρον δ γαμήσεις τὴν φίλην
5ε θὲς παραβόλιον· νικήσεις γάρ ϛ ἕξεις ἐλπίδα πίστεως καὶ πάνυ καλήν ζ ἐπιτεύξῃ τῆς ἐπικλήσεως ταχέως η οὐκ ἀποκατασταθήσῃ κληρικός. ἄλλο τι πρᾶττε θ οὐ στρατηγήσεις ἄρτι. μὴ προσδόκα
10ι ἕξεις θάνατον ἰδεῖν ἐπιζήμιον

decad

81

(t)

δεκὰς παη
1α ἀπαλλαγήσῃ τῆς γυναικός β οὐ λήσεται σου ὁ δρασμός. ἄρτι ἐμπίπτεις γ γενήση βουλευτὴς βραδέως, ζημιωθήσῃ δέ δ πρεσβεύσεις μόνος καὶ οὐ συμφέρει σοι
5ε οὐ φυγαδευθήσῃ. μὴ φοβοῦ. μακροθύμησον ϛ γενήσῃ βιοπράγος καὶ κτήσῃ πολλὰ ἀγαθά ζ ἀγοράσεις ὃ ἐνθυμῇ καὶ μεταπωλήσεις αὐτό η οὐχ εὑρήσεις πωλῆσαι ὡς θέλεις θ προσγραφήσεται τὰ σὰ ἄρτι. φρόντιζε
10ι οὐ κερδανεῖς ὅλως ἀπὸ τοῦ πράγματος39

decad

82

(t)

δεκὰς πβη
1α μὴ κοινωνήσῃς. οὐ συμφέρει σοι β στρατεύσῃ οὐκ ἐπὶ τὸ συμφέρον γ ** δ πλεύσεις ἀπροσδοκήτως καὶ καλῶς
5ε οὐκ ἀπολυθήσεται ὁ συνεχόμενος ϛ οὐκ ἀπαλλαγήσῃ τῆς φίλης διὰ πολλοῦ ζ ἐπισκοπήσεις πολλὰ ἀγωνισάμενος η οὐ καταληφθήσῃ ἐπὶ μοιχείᾳ. μὴ φοβοῦ θ ἀγοράσεις χωρίον μετὰ καμάτου
10ι οὐ παραμενεῖς πρεσβύτερος

decad

83

(t)

δεκὰς πγη
1α οὐκ ἀπολυθήσῃ τῆς συνοχῆς β λήψῃ ἣν θέλεις γυναῖκα καὶ ἔσῃ κύριος γ σωθήσεται τῆς ἀσθενείας ταχέως, εἰ προσέχεις δ οὐ σωθήσῃ τῆς συκοφαντίας πολλὰ ἰσχύσας
5ε οὐ κληρονομήσεις τὴν γυναῖκα. ἑτέρῳ δέδοται ϛ ἐὰν εἴπῃς τὴν δίκην ἄρτι, νικήσεις ζ παραμενεῖ σοι ὀλίγα τῶν ὑπαρχόντων η λήψῃ τὴν φερνὴν καὶ σκορπίσεις αὐτήν θ οὐ κληρονομήσεις τοὺς γονεῖς. ἑτέρῳ δέδοται
10ι οὐ τεκνώσεις ἄρτι. περίμεινον

decad

84

(t)

δεκὰς πδη
1α οὐχ ἕξεις ὠφέλειαν ἀπὸ τοῦ φίλου σου β πωληθήσῃ καὶ καλῶς σοι ἔσται παρ’ οἷς πραθήσῃ γ οὐ μενεῖς ὅπου ὑπάγεις· οὐ γὰρ φθάνεις
δ οὐ λήψῃ ὀψώνιον ἄρτι40
5ε ἀπολήψῃ τὴν παρακαταθήκην ὁλόκληρον ϛ γαμήσεις τὴν φίλην καὶ οὐ παραμενεῖ σοι ζ μὴ θῇς παραβόλιον· νικηθήσῃ γάρ η ἕξεις ἐλπίδα πίστεως καλήν θ ἐπιτεύξῃ ἐπικλήσεως, ἧς ποθεῖς
10ι κατασταθήσῃ κληρικὸς βραδέως

decad

85

(t)

δεκὰς πεη
1α προσγραφήσεται τὰ σά β κερδανεῖς ἀπὸ τοῦ πράγματος ὀλίγον γ ζῇ ὁ ἀπόδημος καὶ ἔρχεται δ λήψῃ τὸ ἀργύριον κατὰ μέρος
5ε λήψῃ κομητάτον ϛ ἀποκατασταθήσῃ εἰς τὸν τόπον σου ταχέως ζ συναλλάξεις ἑτέρῳ καὶ κερδανεῖς πολύ η οὐχ ἕξεις ὠφέλειαν ἀπὸ τοῦ φίλου σου θ πωληθήσῃ καὶ οὐκ ἐλευθερωθήσῃ
10ι μενεῖς ὅπου ὑπάγεις

decad

86

(t)

δεκὰς πϛη
1α μὴ δανείσῃς· οὐ γὰρ συμφέρει β πωλήσεις τὸν φόρτον ταχέως γ οὐκ ἀπολυθήσῃ τῆς συνοχῆς ἄρτι δ λήψῃ κόπῳ ἣν θέλεις γυναῖκα
5ε ὁ ἀσθενῶν μακρονοσήσας ὑγιανεῖ ϛ σωθήσῃ τῆς συκοφαντίας, ἐὰν προσέχῃς ζ κληρονομήσεις τὴν γυναῖκα, οὐ μόνος δέ η νικήσεις τὴν δίκην, ἐὰν κάμῃς, μέχρι τέλους θ οὐ παραμενεῖ σοι πάντα τὰ ὑπάρχοντα
10ι λήψῃ τὴν φερνὴν μετὰ μάχης41

decad

87

(t)

δεκὰς πζη
1α οὐχ εὑρήσεις πωλῆσαι τὰ σά β οὐ προσγραφήσεται τὰ σά. μὴ φρόντιζε γ οὐ κερδανεῖς ἀπὸ τοῦ πράγματος τὸ σύνολον δ οὐ ζῇ ὁ ἀπόδημος. μὴ προσδέχου αὐτόν
5ε λήψῃ τὸ ἀργύριον κατὰ μέρος ϛ οὐ λήψῃ ἄρτι κομητάτον, ἐκδέχου δέ ζ ἀποκατασταθήσῃ εἰς τὸν τόπον σου μετὰ χαρᾶς η εἰ συναλλάξεις ἑτέρῳ, βλαβήσῃ πολύ θ ἕξεις ὠφέλειαν πολλὴν ἀπὸ τοῦ φίλου σου
10ι οὐ πωληθήσῃ ἀλλ’ ἐλευθερωθήσῃ

decad

88

(t)

δεκὰς πηη
1α προκόψεις καλῶς β μὴ κοινώνει. οὐ συμφέρει σοι γ στρατεύσῃ καὶ προκόψεις ταχέως δ **
5ε ** ϛ ὁ συνεχόμενος ἀπολυθήσεται ζ ἀπαλλαγήσῃ τῆς φίλης σου ἐπὶ ζημίᾳ η γενήσῃ ἐπίσκοπος, ἄρτι δὲ οὔ. περίμεινον μικρόν θ καταληφθήσῃ μοιχὸς ἄρτι. πρόσεχε
10ι οὐκ ἀγοράσεις χωρίον ἢ οἰκίαν

decad

89

(t)

δεκὰς πθη
1α γενήσῃ δεκάπρωτος β ἕξεις τὴν πατρίδα ἰδεῖν καὶ χαρήσῃ γ ἀπαρτίσεις ὃ ἐπιβάλλῃ
δ λήψῃ λεγάτον πολύ, ἐὰν προσέχῃς42
5ε πεφαρμάκευσαι ἀληθῶς. σεαυτῷ βοήθει ϛ οὐκ ἀπαλλαγήσῃ τῆς γυναικὸς καλῶς ζ λήσεταί σου ὁ δρασμὸς ἕως χρόνου η γενήσῃ βουλευτὴς καὶ ὠφεληθήσῃ πλουτήσας θ πρεσβεύσεις καὶ ἐπιτεύξῃ ἐν τῷ πράγματι
10ι φυγαδευθήσῃ

decad

90

(t)

δεκὰς ϙη
1α γαμήσεις τὴν φίλην ἄρτι β θὲς παραβόλιον· νικήσεις γάρ γ οὐχ ἕξεις ἐλπίδα πίστεως τὸ σύνολον δ ἐπιτεύξῃ ἐπικλήσεως ἧσπερ ηὔξω
5ε κατασταθήσῃ κληρικὸς καὶ γενήσῃ λοιμός ϛ στρατηγήσεις καὶ εὐημερήσεις ἕως τέλους ζ ὄψει θάνατον οἰκείου ταχέως. ἀλλὰ μακροθύμει η νικήσεις. μὴ ἀγωνία θ κληρονομήσεις καὶ ζημιωθήσῃ πολύ
10ι ἐὰν μισθώσῃ, βλαβήσῃ πολύ

decad

91

(t)

δεκὰς ϙαη
1α ἀποδημῆσαι ἕξεις ἄρτι β οὐ προκόψεις νῦν. μὴ φαντάζου γ μὴ κοινώνει. οὐ συμφέρει σοι. ζημιωθήσῃ δ στρατεύσῃ καὶ πολὺ βλαβήσῃ
5ε ** ϛ πλεύσεις μετὰ κινδύνου, ἀλλὰ θάρρει
ζ ὁ συνεχόμενος ἀπολυθήσεται χρόνῳ η απαλλαγήσῃ τῆς φίλης καὶ βλαβήσῃ θ γενήσῃ ἐπίσκοπος βραδέως43
10ι οὐ καταληφθήσῃ μοιχός. μὴ ἀγωνία

decad

92

(t)

δεκὰς ϙβη
1α συνάλλαξον· ὠφεληθήσῃ γάρ β ἐὰν ἀποδημήσῃς, βλαβήσῃ γ προκόψεις καθὼς ηὔξω δ οὐ συμφέρει σοι κοινωνεῖν
5ε οὐ στρατεύσῃ. μὴ προσδόκα ϛ μετὰ φόβου ἐρώτησον καὶ ἀκούσῃ τὴν ἀλήθειαν ζ πλεύσεις, ἄρτι δὲ οὔ η κινδυνεύει ὁ συνεχόμενος καὶ τελευτήσει θ οὐκ ἀπαλλαγήσῃ τῆς φίλης σου
10ι οὐχ ἕξεις ἐπισκοπῆσαι. μὴ προσδόκα

decad

93

(t)

δεκὰς ϙγη
1α οὐκ ἀποδημήσεις νῦν β προκόψεις ἐξαπίνης ὅτε οὐκ οἶδας γ κοινωνήσεις ἐπὶ βλαβῇ δ οὐ στρατεύσῃ ἄρτι. τί σπεύδεις
5ε εἰ πιστῶς ἐρωτᾷς, ἐρώτησον ϛ πλεύσεις μετὰ τὸ ἐγκοπῆναι καὶ συμφέρει σοι ζ ὁ συνεχόμενος ἀπολυθήσεται η ἀπαλλαγήσῃ τῆς φίλης καὶ μεταμεληθήσῃ θ γενήσῃ ἐπίσκοπος, βραδέως δέ
10ι οὐ καταληφθήσῃ μοιχὸς ἄρτι, ὕστερον δέ

decad

94

(t)

δεκὰς ϙδη
1α οὐ πωλήσεις τὸν φόρτον ἄρτι
β ἀπολυθήσῃ τῆς συνοχῆς γ οὐ λήψῃ ἣν θέλεις γυναῖκα δ σωθήσεται τῆς ἀσθενείας ταχέως44
5ε οὐ σωθήσῃ τῆς συκοφαντίας. μερίμνα ϛ κληρονομήσεις τὴν γυναῖκα ζ εἰπὲ τὴν δίκην· νικήσεις γάρ η παραμενεῖ σοι τὰ ὑπάρχοντα θ λήψῃ τὴν φερνὴν κατὰ μέρος
10ι οὐ κληρονομήσεις τοὺς γονεῖς· προτελευτήσεις γάρ

decad

95

(t)

δεκὰς ϙεη
1α θὲς παραβόλιον· νικήσεις γάρ β ἕξεις ἐλπίδα πίστεως γ ἐπιτεύξῃ τῆς ἐπικλήσεως δ κατασταθήσῃ κληρικὸς μετὰ χρόνον μακρόν
5ε οὐ συμφέρει σοι στρατηγῆσαι ϛ οὐκ ὄψει ἄρτι θάνατον ζ οὐ νικήσεις. σιώπα η κληρονομήσεις, ἀλλ’ οὐ μόνος θ ἐὰν μισθώσῃ, βλαβήσῃ
10ι οἰκονομήσεις πιστευθεὶς καὶ δοξασθήσῃ

decad

96

(t)

δεκὰς ϙϛη
1α οὐ κληρονομήσεις τὸν φίλον β οὐχ ἕξεις ἐσχάτην καλήν. σεαυτῷ βοήθει γ εὑρήσεις τὸν φυγόντα εὐθέως. μὴ λυποῦ δ οὐχ ἕξεις ἄρξαι νῦν. τί προσδοκᾷς;
5ε κληρονομήσεις τὴν μητέρα, οὐ μόνος δέ ϛ οὐ κληρονομήσεις τὸν πατέρα μόνος ζ ἐλευθερωθήσῃ βραδέως. ἀλλὰ μὴ λυποῦ η οὐχ ὑβρισθήσῃ. μὴ ἀγωνία, ἀλλὰ θάρρει θ οὐ ζήσεται τὸ γεννώμενον, ἀλλὰ τελευτήσει
10ι σωθήσῃ τῆς κατηγορίας μετὰ ὀλίγον45

decad

97

(t)

δεκὰς ϙζη
1α εὐτυχήσεις ἱλαρῶς β μὴ συναλλάξῃς ἄρτι. περίμεινον γ οὐκ ἀποδημήσεις ταχέως· ἐπέχει γάρ δ προκόψεις καὶ εὐτυχήσεις ταχέως
5ε κοινωνήσεις καὶ οὐ συμφέρει σοι· ζημιωθήσῃ γάρ ϛ στρατεύσῃ νῦν καὶ ὠφεληθήσῃ πολύ ζ ἐπιβαλοῦ μετὰ καθαροῦ τοῦ συνειδότος η πλεύσεις μετὰ τὸ ἐγκοπῆναι θ ὁ συνεχόμενος νῦν ἀπολυθήσεται τῆς συνοχῆς
10ι ἀπαλλαγήσῃ τῆς φίλης. μωροποιεῖ. συμφέρει σοι

decad

98

(t)

δεκὰς ϙηη
1α κοινωνήσεις καὶ βλαβήσῃ β οὐ στρατεύσῃ νῦν. περίμεινον γ οὐκ ἔστιν ὥρα τοῦ ἐπιβαλέσθαι δ οὐ πλεύσεις νῦν· οὐ γὰρ ἕτοιμος εἶ
5ε οὐκ ἀπολυθήσεται ὁ συνεχόμενος ϛ οὐκ ἀπαλλαγήσῃ τῆς φίλης ζ γενήσῃ ἐπίσκοπος, ἐὰν ἀγαπήσῃς τὸν κλῆρον η καταληφθήσῃ μοιχὸς βράδιον, ἀλλὰ σωθήσῃ θ ἀγοράσεις κτῆμα ἢ οἰκίαν ἐξ ἰδίων κόπων
10ι παραμενεῖς πρεσβύτερος ἕως θανάτου

decad

99

(t)

δεκὰς ϙθη
1α οὐκ ἀνοίξεις ἐργαστήριον
β οὐ σωθήσῃ ἀσθενῶν γ σοφιστεύσεις ἐξαπίνης καὶ δοξασθήσῃ δ εὑρήσεις τὸ ἀπολόμενον βραδέως46
5ε ἀγορανομήσεις, ἄρτι δὲ οὔ ϛ οὐ κληρονομήσεις τὸν φίλον ζ οὐχ ἕξεις ἐσχάτην καλήν, ἀλλὰ πονηράν η οὐχ εὑρήσεις τὸν φυγόντα θ οὐκ ἄρξεις νῦν ὧν ἐπιθυμεῖς. μὴ προσδόκα
10ι οὐ κληρονομήσεις τὴν μητέρα. μὴ ἔλπιζε

decad

100

(t)

δεκὰς ρη
1α οὐ λήψῃ τὴν φερνήν β οὐ κληρονομήσεις τοὺς γονεῖς· προτελευτήσεις γάρ γ τεκνώσεις, ἄρτι δὲ οὔ. περίμεινον δ οὐ καταλλαγήσῃ τοῖς κυρίοις σου ἐπὶ συμφέροντι
5ε ἐπιτεύξῃ γραμμάτων ὧν χρῄζεις ϛ οὐχ ἕξεις χρόνον ζωῆς ζ ἀνοίξεις ἐργαστήριον ἐξαπίνης η σωθήσῃ ἀσθενῶν. μὴ ἀγωνία θ σοφιστεύσεις ἐν τιμῇ πολλῇ
10ι οὐχ εὑρήσεις τὸ ἀπολόμενόν ποτε

decad

101

(t)

δεκὰς ραη
1α ἐπιβαλοῦ ὥρᾳ γ, ἅπαξ δέ β πλεύσεις, ἀλλ’ ἐγκοπήσῃ τῷ πράγματι γ στρατεύσῃ καὶ μεταμεληθήσῃ πολύ δ κοινωνήσεις καὶ ζημιωθήσῃ πολύ
5ε οὐ δυνήσῃ προκόψαι ἄρτι· ἐμποδίζῃ γάρ ϛ ἀποδημήσεις ὅπου θέλεις ἐπὶ καλῷ σου
ζ μὴ συναλλάξῃς, ἐπεὶ βλαβήσῃ πολύ η εὐτυχήσεις ἐκ κόπων πολλῶν καὶ κακῶν θ ἀγοράσεις τὸ προκείμενον47
10ι οὐ γαμήσεις ἄρτι. περίμεινον

decad

102

(t)

δεκὰς ρβη
1α σωθήσῃ τῆς κατηγορίας ἄρτι β δώσεις ἄρτι τοὺς λόγους σου ἐπ’ ὠφελείᾳ γ οὐκ ἐλεύσεται ὁ ἀπόδημος· ἐπόθησε γὰρ γυναῖκα δ οὐκ ἀποδώσεις ἄρτι ἃ ὀφείλεις
5ε δάνεισαι καὶ οὐ ζημιωθήσῃ, κερδανεῖς δέ ϛ τέξεται, ἀλλ’ ἄχρηστον ἔσται τὸ γεννώμενον ζ οὐ κινηθήσῃ τοῦ τόπου σου. μὴ ἀγωνία η ἕξεις ὀλίγον βλαβῆναι. μὴ λυποῦ θ γαμήσεις καὶ λυπηθήσῃ μεταμεληθείς
10ι οὐκ ἀγοράσεις τὸ προκείμενον, ἐπεὶ μὴ εὐπορεῖς

decad

103

(t)

δεκὰς ργη
1α ** β οὐ γενήσῃ ἐπίσκοπος. μὴ περίμενε γ εὑρεθήσῃ μοιχὸς μετ’ οὐ πολύ δ οὐκ ἀγοράσεις χωρίον ἢ οἰκίαν
5ε οὐ παραμενεῖς πρεσβύτερος ϛ παραμενεῖ σοι ἡ γυνή· σωφρονεῖ γάρ ζ ἀπαλλαγήσῃ τοῦ κλήρου ἐν τάχει η γενήσῃ δεκάπρωτος καὶ εὐδοκιμήσεις θ οὐ βλέψεις τὴν πατρίδα
10ι **48