TLG 2640 001 :: EUSEBIUS :: Fragmenta

EUSEBIUS Phil., Neoplatonicus
(Myndius: A.D. 4)

Fragmenta

Source: Mullach, F.W.A. (ed.), Fragmenta philosophorum Graecorum, vol. 3. Paris: Didot, 1881 (repr. Aalen: Scientia, 1968): 7–18.

frr. 1–63

Citation: Fragment — (line)

1

Ἐχθρὸς γενοίμην μηδενός, φίλος δὲ τοῦ αἰεὶ καὶ παραμενέοντος· καὶ μήκοτε μὲν διενεχθείην πρὸς τοὺς οἰκειοτάτους, διενεχθεὶς δὲ διαλλαχθείην ὡς τάχιστα. Μηδενὶ ἐπιβουλεύσαιμι, ἐπιβουλευόμενος δὲ ἄνευ
5ἀνάγκης τοῦ τι ἀντιδρᾶσαι ἀνήκεστον ἀπαθὴς διαφύ‐ γοιμι. Ὀργῆς κρατοίην. Ἐρῴην καὶ ἐπιθυμέοιμι καὶ τυγχάνοιμι μούνων τῶν καλῶν, τῶν δὲ ἀπ’ ἐναντίης τῆς ἐπιθυμίης, μηδὲ ἁμαρτών κοτε ὥστε εὔξασθαι, τύχοιμι. Βουλοίμην πάντας εὐτυχέειν,
10φθονήσαιμι μηδενὶ τῶν εὐτυχεόντων. Μήκοτέ τις ἐμὲ τῶν νομιζομένων παραλόγως εὖ πρήσσειν ἐκ‐ πλήξειε μηδὲ ἀνιήσειε· τί γὰρ δεῖ τοῖσι παρὰ τῆς τύ‐ χης διδομένοισι φθονέειν; φίλοι δέ με καὶ οἱ κατ’ ἀξίην εὐτυχέοντες εὐφραίνοιεν. Μήκοτε τῷ ἀπὸ οἰ‐
15κείης γνώμης ἔχθρην κατ’ ἐμέο ἐπανελομένῳ δυσ‐ τυχήσαντι ἐπησθείην. Μήκοτε συγγνοίην ἐμεωυτῷ κακοῦ τεύ τινι αἰτίην παρασχόντι. Λαθών κοτε ἐμεωυτὸν ὡς παρὰ μέλος ἤτοι τι εἴπας ἢ πράξας, μὴ περιμείναιμι τοὺς μωμησομένους καὶ ἐπιπλήξοντας·
20αὐτὸς δὲ ἐμεωυτὸν μωμησαίμην ἄχρι τοῦ ἀκέσασθαι. Εἰδείην γενναίως φέρειν τὰ προσπίπτοντα, καὶ τὰ μὲν μέτρια ἐκδεχοίμην ὥσπερ αὐτῶν ἔχει ἡ φύσις, τοῖσι δὲ ὑπερβάλλουσι μὴ καὶ τὸ παρ’ ἐμεωυτοῦ προστιθείην. Εὐτυχίην εἰδείην φέρειν σωφρόνως.
25Μήκοτε ὑπὸ εὐπρηγίης ἐς ὑπερηφανίην ἄλογον ἀερ‐ θείην. Πλοῦτον νομίζοιμι τὸν ἀρκέοντα βίῳ τῷ σώ‐ φρονι. Ἄπαυστον καὶ ἀκόρεστον ἐπιθυμίην χρημά‐ των μὲν μήκοτε σχοίην, μούνων δὲ τῶν ὠφελεόν‐ των τὴν ψυχὴν μαθημάτων ἐθέλοιμι αἰεὶ ἐφίεσθαι.
30Νικῴην νίκην τὴν καὶ ἐμοὶ καὶ τῷ προσδιαλεγομένῳ ἀβλαβέα. Φιλοτιμέεσθαι παρὰ καιρὸν πρὸς φίλους καὶ ἐν τῇσι ζητήσεσι φυλασσοίμην. Μήκοτε καὶ παρὰ τὸ ἐμοὶ δοκέον ἐν τῇσι ζητήσεσι τοῦ νικᾶν ἕνεκα ἔριν ἀσπασαίμην. Μήκοτε ἐπὶ βλάβῃ τοῦ ἀληθέος καὶ
35ὥστε παρ’ ἃ αὐτὸς οἶδα παραλογίσασθαι τὸν προσδια‐ λεγόμενον ἢ ἐρίσαι ἐπαρθείην. Τοῖσι τὸ ἀληθὲς λό‐ γοισι ξυνιστᾶσι αἰεὶ ξυμμαχοίμην. Ἀκολάστου ἐπιθυμίης τι μήκοτε μηδὲ ἐννοηθείην. Ξυνείην αἰεὶ τοῖσι σώφροσι εἴη τέ μοι αἰεὶ προσδιαλέγεσθαι,
40παρ’ ὧν ἔστι τι πάντως ἀπελθέειν χρηστὸν προσλα‐ βόντι. Μήκοτε ἐπαρθείην κέρδεος ἕνεκα πλημμελῆ‐ σαι. Φίλους διαφερομένους καταρτίζοιμι. Φίλοις, δυνάμενος, καὶ τοῖσι δεομένοισι τὰ δέοντα ἐπαρκέοιμι. Φίλους ἐν κινδύνοισι καταστάντας δυνάμενος ὠφε‐
45λέειν μήκοτε ἐγκαταλείποιμι. Φίλων ξυμφοράς,
ἀπ’ ὧν οἷόν τε, ἐπανορθοῦσθαι προθυμοίμην· λυπεο‐ μένοισι παρεὼν ἐλαφρύνοιμι ἠπίῳ καὶ ἀκεσίμῳ λόγῳ τὰς ἀνίας. Εἰδείην ἐμεωυτὸν αἰδέεσθαι. Τῶν καλῶν φιλομαθείην ἀσκέοιμι. Ζητοίην μὴ τὰ περισσά, ἀλλὰ7

1

(50)

περὶ ὧν ἄριστον, καὶ ἃ μαθὼν ὠφελησοίμην. Θεοὺς τιμῴην καὶ νόμῳ πόλιος καὶ σπουδῇ οἰκείῃ καὶ νόῳ εὐσεβέϊ. Αἰεὶ τὸ ἐν ἐμοὶ θυμούμενον ἡμεροίην. Ἐθίζοιμι ἐμεωυτὸν ἵλεω εἶναι, καὶ μὴ πρὸς τὰ πρήγ‐ ματα ἔχειν δυσκόλως. Τίς πονηρός, καὶ τίνι τούτων
55τί κοτε πέπρηκται, μὴ μέλοι μοι εἰδείην δὲ τοὺς ἀγαθούς, καὶ τούτους μεταδιώκοιμι. Ὀφείλοιμι μη‐ δενὶ μηδέν· εἰ δέ κοτε ὑπ’ ἀνάγκης μεγάλης ἐς τοῦτο κατασταίην, γένοιτό μοι τάχιστα ἐλευθέρῳ γενέσθαι δυνηθῆναι. Αἰνέοιμι τοὺς ἀγαθοὺς ἀφθόνως· φιλόψογον
60δὲ γλῶσσαν παντὸς ἀποστυγοίην. Εἰδείην σιγᾶν, περὶ ὧν ἄμεινον.

2

Ἄνθρωποι πολυμαθίης ἔχειν δόξαν ἢ τοῦ ἀληθί‐ ζεσθαι ἔρωτα πλεῦνα ἐκτέαται. Πολλοὶ γοῦν τοῖσι πρὸ ἑωυτῶν ἐναντίας δόξας συστησάμενοι τὴν γνῶσιν τοῦ ἀληθέος περὶ τῶν ἀναγκαιοτάτων ἀφείλοντο τῷ
5τὴν πίστιν αὐτέων μὴ ἐν βεβαίῳ ἑστάναι, ὑπὸ δὲ τοῦ ἀπὸ τῆς προτέρης δόξης περιτρέψαι ἐς τοὐναν‐ τίον, λόγον παρασκευάσαντες ἐν τῷ ἀσταθμητοτάτῳ αἰωρέεσθαι.

3

Πολλοὶ τῶν ἀνθρώπων ἐν τῇσι συζητήσεσι τῶν πραγμάτων ὁμοίως τοῖσι ἀλόγοισι τῶν ζωΐων ὥσπερ ἐκεῖνα μαχόμενα, οὕτω καὶ αὐτοὶ μούνου τοῦ νικᾶν μεταποιέονται· ὅκως δὲ (τοῦπερ χρὴ πάντα ἄνδρα
5προμηθέεσθαι καὶ λέγοντα καὶ πρήσσοντα) μὴ παρὰ τὸ ξυμφέρον καὶ σφέων αὐτῶν καὶ τῶν παρεόντων, καὶ ὥστε μὴ τὸ ἀληθὲς αὐτὸ βλάψαι, οὐκέτι λόγον τούτου ποιέονται.

4

Ἀνθρώποισι ἔριδες προσφιλέες, καὶ τοῦ περὶ παντὸς τοῦ προτεθέντος ἀντιλέγοντας ἐθέλειν κρατέειν ἄπλετος καὶ ἄλογος ἐπιθυμίη· ὁκότε πολλοὶ οὐκ αἰ‐ δέονται καὶ κατὰ τῶν σπουδαιεστάτων καὶ τῶν οὐ
5χρὴ τῷ χείρονι λόγῳ νικᾶν, νικῶντες ἀξίην κεκλῆ‐
σθαι νίκην Καδμηΐην.8

5

Ἄνθρωποι τοὺς μὲν παρὰ φύσιν καὶ ἐν τεράτων λόγῳ ἐόντας ἀσπάζονται, καὶ μεγάλων χρημάτων ὠνεόμενοι ὡς ἐπὶ μεγίστῳ κτήματι χαίρουσι καὶ με‐ γαλοφρονέονται, περὶ δὲ τὰ σπουδαιότατα καὶ τὰ
5σμικρὰ ἄχθονται ἀναλίσκοντες.

6

Οἱ πλεῦνες τῶν ἀνθρώπων περὶ πάντα τὰ λοιπὰ φειδωλοὺς σφέας παρεχόμενοι καὶ εἰ δαπανοῖεν ἀσχάλ‐ λοντες, ὑπὲρ τοῦ παρὰ τῶν δήμων κροτηθῆναι καὶ τὰ ἐόντα σφι πάντα ἡδέως προΐενται.

7

Οἱ μάταιοι τῶν ἀνθρώπων τοὺς μὲν μεγάλα χρήματα ἔχοντας καὶ φαύλους ἐόντας τιμῶσί τε καὶ τεθωυμάκασι, τῶν δὲ σπουδαίων ἐπειδὰν ἀχρημα‐ τίην καταγνῶσι, ὑπερφρονέουσι.

8

Τῶν τῇσι αἰσχρῇσι ἐπιθυμίῃσι ἐπιχειρεόντων ἐλεύθερον μηδένα νόμιζε· τῶν γὰρ τοὺς τῇ τύχῃ δού‐ λους κεκτημένων πολὺ βαρυτέροισι οὗτοι δεσπότῃσι τοῖσι καταναγκάζουσι πάντα δουλεύουσι.

9

Γαστριμαργίη σῶμα πιαίνει, ἀλογίην ἀείρει, ψυ‐ χῆς δὲ τὸ κάλλιστον λογισμὸν κοιμίζει.

10

Ψυχῇ σῶμα ἀνθρώπου ἔδοσαν οἱ θεοί, ὥστε τῇ ψυχῇ τὸ σῶμα ὑπηρετέεσθαι. Οἱ δὲ πολλοὶ τὸ ἔμπα‐ λιν ποιέουσι, σώματι πρὸς πάντα καὶ ἐς μοῦνα τὰ ἐκεί‐ νου ὑπουργήματα τὸ κρέσσον τῷ χείρονι καὶ θνητῷ
5ἀθάνατον ψυχὴν καταδουλούμενοι.

11

Ἀκολασίη ψυχὴν λυμαίνεται καὶ σῶμα δια‐ φθείρει, τόπερ ἕνεκα τῆς ἡδονῆς, καὶ ὥστε αὐτῷ χαρί‐ ζεσθαι, τὸν ἔχοντά μιν καταναγκάσει τὰ αἴσχιστα πάντα ποιέειν.

12

Ἀκολασίη ψυχὴν ὥσπερ νῆα ἄνεμοι ὑπολαβόν‐ τες τῆδε καὶ τῇδε φορέοντες συγκλονέουσι καὶ ἀπειθέα ποιέουσι τῷ κυβερνήτῃ· οὕτω καὶ ψυχὴν δονέουσα καὶ ἀπειθέα νόῳ εἶναι καταναγκάζουσα εἰρηνεύειν καὶ ἐν
5τῷ εὐδίῳ καὶ ἀσφαλεστάτῳ ὁρμέειν οὐ ξυγχωρέει.

13

Φιλοχρηματίη τοῦ κτήσασθαι εὑρέειν ἀρκέοντα οὖρον οὐκ οἶδε.

14

Φιλοχρηματίην ἐπ’ ἡμέρῃ ἑκάστῃ ἐπιῤῥέων πλοῦτος οὐκ ἵστησι, ὥσπερ οὐδὲ πυρκαϊὴν ὕλη ἐπι‐ βαλλομένη· ἐπιγινόμενος δ’ αἰεὶ τοῦ πλεῦνος τὴν ἐπιθυμίην ἐξάπτει μεζόνως. Νόος δὲ μοῦνος παρα‐
5στὰς καὶ τοῦτο οἶδε ἀκέεσθαι.9

15

Φιλοχρηματίην ἄλογον τὰ κτώμενα ἀποβαλλό‐ μενα μᾶλλον ἂν ἀνύσειε ἢ ὁ ἐπ’ ἑκάστῃ ἡμέρῃ πλοῦτος ἄπλετος ἐπιγινόμενος.

16

Τὸ οἰκονομέειν τὰ παρεόντα ἀνδρὸς προνόου· τὸ δὲ μηδ’ ὅλως ἐθέλειν ἔς τι τῶν δεόντων χρέεσθαι οὐ δεσπότεω τῶν κτηθέντων, καταδεδουλωμένου δὲ ἑωυ‐ τὸν τῶν χρημάτων ἐστὶ τῇ κτήσι.

17

Οἱ πλεῦνες τῶν ἀνθρώπων παρὰ λόγον φειδό‐ μενοι ἀξιεῦσι πολυχρήματοι πεπιστευμένοι ἠλίθιοι καὶ σκαιοὶ νομίζεσθαι ἢ περὶ τὰ δεῖ ἀναλίσκοντες δεξιοὶ κεκλῆσθαι.

18

Πλούσιον χρὴ νομίζειν τὸν ἡγεόμενον ἔχειν τὰ ἀρκέοντα· τὸν δὲ αἰεὶ ἐπιθυμέοντα προσκτήσασθαι καὶ πληθώρην μηδέκοτε τοῦ πλούτου λαμβάνοντα, καὶ εἰ Μίδεω πλουτέοι μᾶλλον, πένητα καλέω καὶ
5Ἴρου τὴν ἐκεῖνος ἐξ ἀνάγκης εἶχε τύχην κεκτῆσθαι λέγω.

19

Ἀληθηΐην νόος ἀσπάζεται καὶ αἰεὶ αὐτῇ συν‐ οικέει· ἐὼν δὲ ἐν τοῖσι ἑωυτοῦ ἀψευδέστατος, ὅμως ἔστιν ὅτε καὶ ψεῦδος ἀγαθῷ κεράσας παρέχεται ἐπ’ ὠφελίῃ ἀνθρώπων τῶν τούτου χρηιζόντων καὶ ἐπὶ
5χρηστῷ τῷ σφετέρῳ παραλογισθησομένων πρὸς αὐτοῦ. Τότε γὰρ δὴ μοῦνον καὶ οὔκοτε ἄλλοτε νόος, καὶ ἐν καιρῷ τῷ αὐτὸς οἶδε, πάντα τἄλλα ψεύδεα ἀποστυ‐ γέων, ψεῦδος τὸ τοιοῦτον εἰσφέρεται, ἀπὸ τῆς τῶν λοιπῶν ἁπάντων ψευδέων φύσιος ἐς ἄλλο εἶδος μετα‐
10ληφθὲν χρησιμώτατον τέχνῃ καὶ σοφίῃ αὐτοῦ τοῦ νόου τοῦ φαῦλον πρῆγμα ἐς τοῦτο μετακοσμήσαντος.

20

Ψεύδεσθαι ἐν πόλι μηδὲ εἷς νόμος ξυγχω‐ ρεέτω μηδενί, μηδενὸς πλὴν τοῦ φιλαλήθεος καὶ νοήμονος ἐπισταμένου τε ὁκότε καὶ ὅκως ὠφελίη ψεύ‐ δεος· τῆς δὲ ἀπὸ τούτου γινομένης χρείης ἀναγκαίη
5καὶ τοῦτο ποιέειν.

21

Παῤῥησίη ἀπὸ γνώμης ἐλευθέρης καὶ ἀληθηΐην ἀσπαζομένης προέρχεται· παρέξεαι δὲ αὐτὴν ἀμώμη‐ τον οὐ τῷ πᾶσι καὶ ὡς ἔτυχεν ἐπιτιμᾶν καὶ λοιδορέε‐ σθαι, νομίζων τοῦτο εἶναι τὴν παῤῥησίην· ἀλλ’ εἰ πρὸς
5οὓς δεῖ καὶ ὑπὲρ τίνων χρὴ καὶ ἐν ᾧ χρὴ μετὰ τοῦ χρησίμου περὶ τῶν παρισταμένων ξὺν νόῳ προσδια‐ λέγοιο.10

22

Ἐχθρὸς τἀληθέα εἰπὼν τοῦ προσποιευμένου φί‐ λου πρὸς χάριν εἰπόντος πάντα αἱρετώτερος.

23

Ἀνὴρ μεγάλα ἔχων χρήματα ἀποτεθησαυρι‐ σμένα, ἔπειτα γνώμῃ τῇ ἑωυτοῦ ἐς μηδὲν τῶν δεόν‐ των οἷός τε ἐὼν αὐτοῖσι χρέεσθαι, ἔοικε τῷ τὰ ἐν τοῖσι δημοσίοισι ἀποκείμενα πεπιστευκότι ἑωυτοῦ
5εἶναι. Δόξῃ μὲν γὰρ ὁμοίῃ πλουτέουσι· τόπερ δὲ τοῦ κεκτῆσθαί ἐστι οἰκήϊον, τοῦ αὐτοῖσι χρέεσθαι, ἀπεστερέαται ὁμοίως ἀμφότεροι.

24

Ἄνδρα χρήματα μεγάλα ἔχοντα ἀποτεθησαυ‐ ρισμένα, καὶ αὐτοῦ τούτου εἵνεκα ἐπικτώμενον, καὶ ὅκως αἰεί τι τοῖσι παρεοῦσι προσθέῃ πρήγματα μὲν ἔχοντα, μήτε δὲ ἐς ἑωυτὸν μήτε ἐς ἄλλο τι τῶν
5χρησίμων ἀναλίσκοντα, μήκοτε πλουτέειν ἀποφή‐ ναιο, φύλακα δὲ καὶ ποριστὴν εἶναι ἀλλοτρίων χρη‐ μάτων, καὶ πόνους ἔχειν αἱρέεσθαι πολλάκις καὶ τοῖσι ἑωυτῷ μηδὲν προσήκουσι ἐπικτώμενον.

25

Γνώμης ἀνδρὸς ἀρίστου ἀπόδεξις ἥδε, μὴ ἐπὶ τῷ σιτέεσθαι ἑωυτὸν νομίζειν γεγονέναι, μηδὲ ἐν τούτῳ τὴν ζωὴν ἡγέεσθαι, μούνου δὲ αὐτοῦ τοῦ ζώειν εἵνεκα ἀνθρώποισι τροφὴν νομίζειν εὑρῆσθαι.

26

Ἐγκράτεια καὶ σώματι ἀγαθόν· πρὸς γὰρ ὑγιείην αὐτῷ ξυμμάχεται, καὶ σωφροσύνην ἐν ψυχῇ τίκτει. Σωφροσύνη δὲ ἀστασίαστον καὶ εὔδιον, καὶ βίον εἰρηναῖον ψυχῇ παρασκευάζει.

27

Ὀργῆς κρατέειν ἄριστον ἐθίζειν ἑωυτόν, μά‐ λιστα μὲν καὶ πρὸς τὸ μὴ εὐπετέως ὑπ’ αὐτῆς ξυγκι‐ νέεσθαι· εἰ δὲ μή, ἀλλ’ ὥστε γε πάντως μὴ τὸ κατα‐ ναγκαζόμενον ὑπ’ αὐτῆς αὐτίκα σε καὶ ἐν τῷ ἀλογί‐
5στῳ ἀποπιμπλάναι.

28

Πολλοὶ δοκέοντες ἑωυτοὺς φιλέειν οὐ φιλέουσι ἀληθέως· πάντα γοῦν αὐτοῦ τούτου εἵνεκα εἴκοντες ἑωυτοῖς καὶ παρὰ τὸ ἀτρεκὲς χαριζόμενοι αὐτοῖς τοῖς ἐναντιωτάτοις περιπίπτουσι.

29

Πολλοὶ βουλόμενοι δοκέειν εἶναι εὐβουλότατοι πρὸς τῶν οἰκειοτάτων καὶ εὖ φρονεόντων ἀναποδιζόμε‐ νοι, οὐκ ἀξιεῦσι ἀπὸ τῶν δοξάντων ἅπαξ ἀναχωρέειν, ἀλλ’ ὅκως μὴ ἐλεγχοίατο ὡς ἀπὸ ἡμαρτημένης ἀφι‐11
5στάμενοι ἐμμένουσι τῇ γνώμῃ, ἐς ὃ δὴ καὶ τοῖσι ἀπ’ αὐτῆς κακοῖσι ἐγκυρήσωσι.

30

Οἱ πολλοὶ τοῖσι ἀνθρώποισι τὸ εὐόρκους εἶναι αὐτοῖσι παραινέουσι· ἐγὼ δὲ καὶ τὸ ἀρχὴν μηδ’ εὐπετέως ὀμνύναι ὅσιον ἀποφαίνομαι.

31

Φημὶ πάντα τὸν προαίρεσιν τοῦ ἐπιορκῆσαι ἀναδεξάμενον καὶ ἐπορμήσαντα ἐπὶ τὸν ὅρκον, εἰ καὶ μὴ περανέει τὸ ἔργον τῆς ἐπιορκίης τύχῃ τινί, ἢ καὶ τῷ μὴ βουληθῆναι τὸν ἀπαιτέοντα, ὅμως αὐτὸν
5ἔχειν γνώμην τὴν τοῦ ψευδόρκου, καὶ εἶναι τῆς ἐπὶ τῇ ἐπιορκίῃ ἁμαρτάδος τῆς τ’ ὀφειλομένης κατὰ τῶν καὶ ἔργῳ ἐπιορκησάντων ἔνοχον τιμωρίης.

32

Πόνοι οἱ ἑκούσιοι πόνοισι τοῖσι μετὰ ταῦτα ἀναγκαίοισι, ὥστε αὐτοὺς εὐπετεστέρους παρασκευα‐ σθῆναι, προπονέονται.

33

Σῶμα ἀργίη τήκει, ψυχὴν δ’ ἀμελετησίη ἀσκή‐ σιος τῶν αὐτὴν ἀειρόντων πρὸς τὸ θεοειδέστατον.

34

Ἄνθρωποι λόγων κούφων μέγα ὀδόντας ἕρκος ἐκτέαται. Ἀλλὰ γὰρ ἐπὶ παντὶ νόου χρηΐζομεν, ἐπεὶ ἐὰν οὗτος μὴ κατιθύνῃ αὐτὰ τὰ ἔπεα, πρὶν βουλευθῆναι ἐκφεύγει πολλάκις, καὶ κατηλογήσαντα
5τοσούτου ἕρκεος ἄκριτα προεκθρώσκει.

35

Ἀνδρὶ ἀγαθῷ εὖ πρήσσοντι φθονέων τις καὶ πατρίδι καὶ παντὶ τῷ κοινῷ καὶ ἑωυτῷ φθονέει. Ἀνὴρ ἀγαθὸς γὰρ εὖ πρήσσων πόλιος καὶ παντὸς τοῦ δυνα‐ μένου τῆς εὐμοιρίης αὐτοῦ μεταλαγχάνειν κοινὴ εὐ‐
5δαιμονίη.

36

Φθόνος ὁ κατὰ τῶν εὐδοκιμεόντων ἐπὶ τοῖσι καλλίστοισι ἀργῶν καὶ ἀπράκτων, τῶν δὲ ἀγα‐ θῶν καὶ οἵων τε τεκέειν τι παρ’ ἑωυτῶν χρηστὸν οὐχ ἅπτεται.

37

Ἀνὴρ πολλὰ ἔχων καὶ χρηστὰ μαθήματα, ἔπειτα γνώμῃ πονηρῇ διαχρεόμενος, καὶ μὴ βουλόμε‐ νος τοῖσι μεταποιευμένοισι ὑπὸ φθόνου μεταδιδόναι,
ἔοικε ἀγγείῳ πονηρῷ, πολλὰ καὶ χρηστὰ ἔχοντι ἐν12
5ἑωυτῷ ἀποκείμενα, καὶ τὰ ἐνεόντα πρὶν φανῆναι δια‐ φθείροντι.

38

Πατράσι παῖδας ἐπιζώειν εὐτυχές, καὶ χρὴ τοῦτο παρὰ τῆς τύχης αἰτέειν καὶ τοὺς μετὰ ταῦτα διαδεξομένους, καὶ ὅκως καὶ αὐτέων ἕκαστοι τάξι τῇ εἰρημένῃ τοὺς πρὸ ἑωυτῶν διαδεχοίατο. Κοινὴ
5δὲ εὐχὴ δικαιοτάτη αὕτη ἂν παρὰ πάντων φυλαχθείη ἐπὶ τῇ διαμονῇ τοῦ μεγίστου, τὴν ὑποδεχομένην ἑκάστοτε καὶ ἐκτρέφουσαν πάντας πατρίδα καὶ δοῦσαν τοὺς προηγησαμένους, αὐτήν τε καὶ θεῶν τῶν ἐγχω‐ ρίων τὰς κατεστεώσας τιμὰς τῷ πλεῦνι αἰεὶ ὑπερ‐
10βάλλειν.

39

Πλοῦτος ἐν πόλι τῇ μελλούσῃ εὐδαιμονέειν ἀρετῆς μήκοτε προτιμηθείη, ὅκως μὴ διὰ τοῦτο ἐς τὴν ἐκείνου ἐπιθυμίην πάντων συῤῥεόντων ὀλιγωρίη καὶ ἀνασκησίη ἀρετῆς ψυχῇσι τῶν κατὰ τὴν πόλιν
5ἐμφυῇ. Ἀρετῆς γὰρ ἀτιμαζομένης, πλοῦτος μοῦνος σπουδαζόμενος καὶ ἐνδυναστεύσας ὕβριός τε καὶ ὑπερη‐ φανίης ὑπηρέτης καὶ πάντων κακῶν τὰ ὑπ’ ἐξουσίης τε καὶ τοῦ ἀνεπιπλήκτου τῆς ἀπεστεώσης ἀρετῆς οὐ‐ δεὶς ἀνακαλέσεται, χορηγὸς γίνεται.

40

Ἄρχουσι ἡ ὀφειλομένη αἰδὼς καὶ τιμὴ φυλασσομένη κόσμον σώζει πόλιος καὶ διατηρέει.

41

Τὸν τοῖσι ἄλλοισι ἐπιστατεύοντα καὶ ἐπιτάσ‐ σοντα χρὴ οὐ τῇ ἐξουσίῃ μούνῃ τοῦ ἐπιστατεύειν τε καὶ ἐπιτάσσειν, ἀλλ’ ἀξίῃ καὶ γνώμῃ προέχειν τῶν ἐπιτασσομένων.

42

Πρὸς τοὺς παρὰ δίκην ζώοντας, ἔπειτα ἀξιεῦν‐ τας ἄλλων ἡγέεσθαι, ἀπειθέες ἄνθρωποι. Εὐπειθηίην δὲ εὐπετέα ἐπὶ τὰ παραγγελλόμενα ἑωυτῷ καὶ ἄλλῳ παρὰ τῶν ἀρχομένων παρασκευάζει ἅπας ὅ γε παρ’
5ἑωυτοῦ τὰ δέοντα σπουδῇ ποιέειν ἐπιστάμενος, καὶ παράδειγμα τῶνπερ χρὴ πρήσσειν τοῖσι ὑποτεταγμέ‐ νοισι ἑωυτὸν παρεχόμενος.

43

Ἄρχοντος ἀγαθοῦ κέρδος μοῦνον τοῦτο οἰκήϊον καὶ μυρίων κερδέων ἄλλων ἀντάξιον, πάντα μιν πρήσ‐ σειν ὥστε καὶ παρὰ τὸν καιρὸν τῆς ἀρχῆς καὶ παυσα‐ μένῳ οἱ πάντα χρηστὰ καὶ δικαιοσύνην παρὰ τῶν ἀρ‐
5χθέντων μαρτυρέεσθαι.

44

Ἀνὴρ ἄρχων καὶ ἰδιώτης δὲ ἅπας ἴστω ἀπὸ τῆς
φύσιος τῶν πρηγμάτων, ὁκοῖα ἂν αὐτὰ παρέχηται, τοιαύτης καὶ τῆς ἐπ’ αὐτοῖσι μνήμης ἤτοι ἀγαθῆς ἢ πονηρῆς τευξόμενος. Καὶ τοῦτο ἐπιφρασθεὶς οὕτω13
5κρινέτω ἐπ’ ὁκοτέρην τῶν ὁδῶν καὶ τὴν ἐπ’ ὁκοτέ‐ ρην τῶν μνημέων ἄγουσαν τρέπηται, καὶ κοίην αὐτέων τῶν μνημέων αὐτῷ ἄμεινον προτιμῆσαι.

45

Ἀρχὴν ἔχων μὴ ἀπομνησικάκεε πρὸς τοὺς ἐν διχοστασίῃ σοι πρότερον γεγενημένους. Οὐ γὰρ ὅκως ἀμύνηαι ἐχθροὺς ἐπὶ τὴν ἀρχὴν εἶ ἀραιρημένος, ἀλλ’ ὅκως καὶ τῆς παρ’ ἄλλων ἐπιβουλῆς ἀσφαλέας καὶ
5ἀνεπιβουλεύτους φυλάξῃς τοὺς ὑπὸ σοὶ τεταγμένους, καὶ ὅκως τοῦ ὀρθοῦ φύλαξ ἔῃς καὶ θεοῦ μεγάλης, δι‐ καιοσύνης, ὑπηρέτης τε καὶ ἐξηγητής. Ὥστε παρὰ τὰ αὐτῇ δοκέοντα ποιέων καὶ αὐτῆς καταψευδόμενος, ὡς ἐς θεὸν μεγίστην ἁμαρτάνων, καὶ παρ’ αὐτῆς καὶ
10τῶν περὶ αὐτὴν τεταγμένων δαιμόνων ἐφόρων τε καὶ τιμωρῶν τὴν τῶν ποιευμένων μῆνιν προσδέκεο.

46

Μεταξὺ ἐχθρῶν δικάζων τοῦ δικαίου γίνεο ἐξε‐ ταστής, καὶ πρὸς τοῦτο ῥέπε τῇ κρίσι, Δικαιοσύνη γὰρ καὶ δαίμων ὁ ταύτης ἔφορος τοῦ ἔχθρῃ χαρίζε‐ σθαι προτετιμῆσθαι δικαιότεροι.

47

Ἐν ἀρχῇ ἐών, ἔπειτα ἔχθρης μεμνημένος, τῇ χείρονι μοίρῃ σεωυτὸν νεμέεις καὶ τῆς ἀπαιτεομένης ἐν τῷ ἄρχοντι σεμνότητος σεωυτὸν ἀποστερήσεις καὶ παρὰ τῶν ξυνεπισταμένων ὅτι ἔχθρῃ διδοῖς σεωυ‐
5τόν, ἀντὶ τῶν σεμνοτάτων οὐνομάτων δικάστεω καὶ ἄρχοντος τὸ εὐδιαβλητότατον οὔνομα ἀντιλαβών, τῶν δικαζομένων ἐχθρὸς κεκλήσεαι.

48

Τοῦ ἐπιτιμᾶν τινι θανάτου ζημίην τὴν ἐξουσίην εἶναι ἡγέομαι οὐκ ἐν τῷ κύριόν τινα εἶναι τοῦ κατα‐ ψηφίσασθαι, ἀλλ’ ἐν τῷ οἷόν τε εἶναι τὸν ἔχοντα τὴν ἐξουσίην ἑωυτοῦ κρατέειν. Καὶ γὰρ ἐν ἀσφαλεστάτῃ
5ὀφειλούσῃ εἶναι κρίσι καὶ ἐς ὁμογενέας εἴ τι ἁμαρ‐ τηθείη, οὐκ οἷά τέ ἐστι ἔτι ἀνακαλέσασθαι γινομέ‐
νης τῆς ἁμαρτάδος.14

49

Τὰ τοῖσι ἄλλοισι ὡς φαῦλα ἐπιτιμᾷς, ταῦτα πρότερον αὐτὸς ποιέειν φυλάσσεο.

50

Ἄνθρωποι ἀνθρώπων ἐπὶ κατηγορίας ἀπικνέον‐ ται, οἱ μὲν ἐκ συγκειμένων ψευδέων ἐγκλημάτων, οἱ δὲ ἀληθέα κατηγορέοντες. Οἱ δ’ αὖ ἐπαινέουσι, οἱ μὲν τὰ ἐόντα μαρτυρέοντες, οἱ δὲ παρὰ τὸ ἀληθὲς
5χαριζόμενοι. Ἄριστον ὦν ἐν τοῖσι τοιούτοισι καὶ ἰδιώτῃ καὶ ἄρχοντι, μήτε αὐτὸν πιστεύειν αὐτόθεν, μήτε ἀπιστέειν παντελέως, ἐκ δὲ τῶν πρηγμάτων ἐξεταζομένων, ὅκως χρὴ περὶ αὐτῶν διανοέεσθαι, καὶ τὸ ἀτρεκὲς αὐτῶν μανθάνειν.

51

Ἀρχὴν ἔχων κόσμεε, αὐτὸς δὲ μὴ μεταβάλλεο. Οὐ γὰρ προσλελάβηκάς τι οὐκ ἐόν, οὐδὲ παυόμενος ἔλασσόν τι τῶν πρὶν μεταλαβέειν ἕξεις, εἰ πενόμε‐ νος τὴν ἀρχὴν καταθήσεαι.

52

Ἀρχὴν λαβὼν μὴ ἐπαίρεο, ωὑτὸς δὲ διατέλεε· οὕτω γὰρ καὶ ἀποθέμενος οὐκ ἀπαραιρῆσθαί τι τοῦ σεμνύναντός σε νομισθήσεαι.

53

Ἀνὴρ ἀγαθὸς ἔθνεός τευ ἢ πόλιος ἀρχὴν εἰληφὼς οὐκ ἕνεκα τοῦ τῶν δημοσίων χρημάτων ἀπολαύειν καὶ τοῦ δωροδοκέεσθαι καὶ τοῦ παρὰ τῶν πλουσίων χρηματίζεσθαι, ἔοικέ τεῳ ἀνδρὶ παρακαταθήκην εἰ‐
5ληφότι μεγάλων χρημάτων. Ὥσπερ γὰρ καὶ ἐκεῖνος οὐκ ἐπὶ τῷ κατασχέειν λαμβάνει, οὐδὲ κτῆμα ἴδιον ποιήσασθαι τὰ δοθέντα, ἀλλ’ ὥστε φυλάξαι καὶ ἀπο‐ δοῦναι σῶα τῷ παραθεμένῳ, ἐπεὰν ἀπαιτέηται, οὕτω δὲ καὶ αὐτὸν χρὴ οὐκ ἐπὶ κέρδεσι οἰκηΐοισι, ἀλλ’
10ἐπὶ σωτηρίῃ καὶ φυλακῇ πάντα πρήσσειν τῶν ἀρχο‐ μένων, ὥστε αὐτοὺς τὸ ἐς ἑωυτὸν ἧκον, ἀσινέας καὶ εὐθηνέοντας ἀποδοῦναι τῷ καταπεπιστευκότι.

54

Ἀνὴρ ἀνυποίστους καὶ ἀγρίας καὶ ἀμέτρους ζη‐ τέων τὰς τιμωρίας, καὶ τῇσι κατὰ νόμον οὐκ ἀρκεό‐ μενος, θυμῷ ἀλόγῳ ξυγχωρέων, καὶ γυναικηΐως ἐμπικραινόμενος, οὐκ αἰσθάνεται ἔξω τῆς δίκης ἐς τὸ
5ὁμογενὲς ἐξυβρίζων. Ἀγνοέει δὲ τὸ μέγιστον καὶ τόπερ χρὴ εἰδέναι πάντα τὸν μέλλοντα ἀνθρώπου κα‐ ταδικᾶν, ὅτι καὶ ὁ θάνατος αὐτὸς παρὰ τῶν πρώτως δικαιωσάντων οὐκ ὥς τι κακὸν ἐπετιμήθη, ἀλλ’ ὡς
ἔσχατον καὶ ἐν φαρμάκου λόγῳ κατὰ τῶν οὐ δυναμέ‐15
10νων τῆς κακίης ἐλευθερωθῆναι, ὅκως, ἐπειδὴ οὐκ οἷά τε ἦν ἄλλως, τούτῳ γῶν τῷ τρόπῳ ἀπολυθέντες τοῦ ἐνθαῦτα δεσμοῦ αὐτῆς πορίσωνται φυγήν.

55

Ἄνθρωποι ἰσχὺν μὲν καὶ ῥώμην καὶ τάχος μοῦνα ἀσκέοντες, καὶ ὅκως, ταῦτα ἔχοντες, ἀπὸ τού‐ των μούνων εὐδοκιμέωσι ἐσπουδακότες, περὶ δὲ τοῦ τῆς ψυχῆς ἐπιμέλεσθαι οὐ καταγινόμενοι, ἀγνοεῦ‐
5σι, τούτων μέν, ὁκόσα κοινὰ πρὸς τὰ θηρία ἔχουσι, καὶ παρὰ πολύ, ἀσθενέστερα τούτων, μόνον ἐπιμε‐ λόμενοι, τοῦ δὲ ἐν ἑωυτοῖσι θειοτάτου, καὶ κατότι αὐτοῖσι ἔστι, εἰ οἷόν τε, τοῖσι θεοῖσι ἐξομοιόεσθαι, ἀμελέοντες.

56

Θάρσος τὸ πρὸς τὰ φοβερὰ σὺν λόγῳ αἴνεε· ἀν‐ δρηΐη γάρ· τὴν δὲ μετὰ ἀλογίης ἐπ’ αὐτὰ ὁρμὴν θρά‐ σος νόμιζε καὶ ἀποστύγεε.

57

Γάμου ἀρίστη ξυμφωνίη ἀμφοτέρους σωφροσύ‐ νην ἀσκέειν.

58

Θεοὶ ὅτι ἔασι, οὐ χρὴ δίζεσθαι, αὐτόθεν δὲ ἄριστον πεπιστευκέναι. Ζητήσιος γὰρ προτεθείσης, καὶ ὁ τῷ ἀνοσιωτάτῳ τῶν λόγων, τῷ μὴ εἶναι αὐτούς, συνιστάμενος ἐθέλει κρατέειν.

59

Πολλοὶ τῶν ἀνθρώπων, ἐπειδὰν δοκέωσι παρ’ ἀξίην πρήσσειν, δυσανασχετέοντες, ἔπειτα δεινολογεό‐ μενοι πρὸς ἑωυτοὺς καὶ τοὺς πλησιάζοντας τοιάδε δια‐ λέγονται· ὁ μὲν γαμέει καὶ ἐξ οἴκων τῶν εὐδαιμόνων,
5ἐγὼ δὲ ἄγαμος· καὶ ὁ μὲν οἰκίην ἔχει μεγάλην καὶ οἰκοδομέει μεγαλοπρεπέως καὶ ἀγροὺς κέκτηται πολ‐ λούς, ἐγὼ δὲ ἀνέστιος καὶ ἀκτήμων· καὶ τῷ μὲν πάρα πολλὰ χρήματα, ἐμὲ δὲ ἀχρηματίη πᾶσα ἔχει· καὶ ὅδε μὲν καὶ ὅδε ἄρχουσι καὶ τιμέωνται, τὸ δ’ ἐμὸν ἐν
10ἰδιώτεω λόγῳ καὶ ἀτίμου. Πρὸς οὓς χρὴ παραμυ‐ θεύμενον ταῦτα λέγειν, ὡς οὐ χρὴ ἐπ’ ἄλλων εὐτυχίῃ ἄχθεσθαι, ἀλλ’ ἥδεσθαι διὰ τὸ ὁμογενές· εἰδέναι δὲ ὅτι καὶ αὐτοὶ πολυκτήμονες, ἐς τε τὰ ἑωυτῶν ἐγκόψαν‐ τες καὶ τὰ ἐκείνοισι παρεόντα ἐπιφρασάμενοι, εὑ‐
15ρήσουσι ἑωυτοὺς ἄμεινον πρήσσοντας· καὶ ὅτι οὐδεὶς ὑπὸ τῆς τοῦ πέλας εὐτυχίης τῆς ὀφειλομένης ἑωυ‐ τῷ εὐπρηγίης ἀποστερέεται.16

60

Ἀνιηροῦ τευ προσπεσόντος, ἔπειτα χαλεπαίνειν τοῖσι θεοῖσι μέζον κακόν ἐστι ζητέειν.

61

Ἀνιηροῦ τευ προσπεσόντος, εἴ τι τοῦ παρε‐ στεῶτος ἔστι εὑρέειν μέζον, ἐπιλέγεο, καὶ εὑρών, ὅτι μὴ ἐκεῖνο, ἀλλὰ τὸ μεῖον ἔχεις, ἀσπάζεο.

62

Σωφροσύνην, τόπερ δὴ καὶ ἀναγκαιότατον, παρὰ τῶν ξυνοικουσέων γυναικῶν ἄνδρες ἀπαι‐ τέουσι καὶ ὡς κρέσσονες ὑποδεεστέρων ἄρχειν ἀξιεῦ‐ σι· ταῦτα δὲ ἀξιεῦντες οὐκ αἰδέονται ὁκόσα ποῤῥω‐
5τάτω ἐστὶ σωφροσύνης καὶ τῶν ἐν τῇ τοῦ κρέσσονος ἐόντων μοίρῃ, τὸ ἐξαμαρτάνειν ταῦτα αὐτοί, ὥσπερ σφίσι μούνοισι ἐξεόν, καὶ μετὰ τοῦ ἀνεπιπλήκτου παρὰ σφέων παντελέως καὶ ἀνέδην οὕτως πλημμε‐ λέοντες.

63

Θεοῦ ἐξ ἀρχῆς φήναντος τῷ γένεϊ τῶν ἀνθρώ‐ πων κατὰ τὰ φατιζόμενα ὄψις ἐούσας διαφανέας, ὁδοὶ διφάσιαι προκέαται βίου ψυχῇσι ἀνθρώπων, ἀδαμαντίνῃ αἱμασιῇ παχυτάτῃ καὶ ἐς πολλὸν ὕψος
5ἀνηκούσῃ, κατὰ τὰ ὑπὸ τοῦ ἐξ ἀρχῆς φήναντος, ἀπ’ ἀλληλέων τὰ πρῶτα διειργόμεναι. Καὶ ἡ μὲν αὐτέων ἐστί, ὁκοῖα δὴ τὴν τιμιωτέρην τάξιν λαχοῦσα, ἐκ δεξιῆς χερὸς ἐσιόντων· αὕτη ἐπὶ τὴν ἀρετὴν αὐτῇσι ἡγέεται· ἡ ἑτέρη δὲ λαιὴ ἐοῦσα ἐπὶ τὴν κακίην ἐστὶ
10παραπέμπουσα. Φατίζονται δὲ εἶναι τοιαίδε· ἡ μὲν τῆς ἀρετῆς τὰ πρῶτα οὐκ εὐήλατά κως παρέχειν δο‐ κέει, οἷά τε μέντοι συνεχέϊ πόνῳ ἀνυσθῆναι· ἀλλὰ καὶ τοὺς κατηγεομένους ἔχει καὶ παραπέμποντας ἀκιν‐ δύνως· τὸ δὲ μετὰ τοῦτό ἐστι ὁδὸς ἰθέη τε καὶ εὐρέη
15μέχρι τῆς ἐπὶ τὴν ἀκρόπολιν αὐτοῦ τοῦ καλοῦ· ἐπ’ ἣν ἀνελθὼν ἐν τοῖσι καλλίστοισι ἔσεαι καὶ θέῃ ἄλλων τε μυρίων ἀγαθῶν καὶ τῶν εὐδαιμονεστάτων, ἀτὰρ δὴ καὶ φωτός, παντὸς τοῦ λοιποῦ κάλλεϊ μυρίῳ προήκον‐ τος καὶ αὐγοειδεστάτου. Πέριξ δὲ καὶ ἐπὶ πᾶσαν γῆν17
20ἀναπεπταμένην αἱ πόλιες ἔασι καὶ οἱ τὴν γῆν κατοι‐ κέοντες καὶ ἐργαζόμενοι, περὶ τῶν ὡς ἕκαστα ἔχει ὁ ἐπὶ συμβουλίῃ τῶν ψυχέων προπεμφθεὶς ἐρέει λόγος. Καὶ ἥδε μὲν ὧδέ κως ἔχει· ἡ δὲ ἐπὶ τὴν κακίην ἄγου‐ σά ἐστι λείη τὰ μὲν κατ’ ἀρχάς, ὡς ὀλίγου πάγχυ
25καὶ τούτου οὐ γνησίου, ἀπατηλοῦ δέ, καὶ ἐπὶ παραγωγῇ τῶν προσιόντων, γεύσασθαι αὐτοὺς τοῦ ἡδέος· ὥστε καὶ μηδενὸς μετὰ ταῦτα ἡγεμόνος εὑρισκομένου εὐθὺς ἄγει ἐς ὁδὸν σκολιὴν σκόλοπάς τε ἔχουσαν, οἵτινες δὴ ὀξέες, μεγάλοι, καὶ πυκνοὶ καταπεπήγασι, καὶ
30χαράδρας καὶ κρημνούς, κατὰ κεφαλῆς ὠθέοντας τοὺς πορευομένους κατὰ τοῦ συμψήσοντος καὶ παρασύρον‐ τος τοὺς κατενεχθέντας ἐς αὐτὸν ποταμοῦ κάτω βορ‐ βόρῳ καὶ λίθοις ῥέοντος· ὥστε πολλοὺς εὐθὺς οὕτω διαφθείρεσθαι, οἱ δὲ λοιποὶ τύχῃ, οὔτ’ ἄρ’ οἰκείῃ προ‐
35μηθείῃ, ἐπὶ τὰς αὐτόθι ἐούσας πόλιας διασκεδαννύαται ἄλλοι ἄλλοσε καὶ ἐπὶ πᾶσαν πολλὴν ἐοῦσαν τὴν χώρην, περὶ τῶν δὴ καὶ αὐτῶν ὁ προειρημένος ἄγγελος ἀπη‐ γήσεται. Τουτέων ἐουσέων τῶν ὁδῶν τοιουτέων, ἄγει ὁ προειρημένος καὶ ἔστι ἐν μέσῳ θεοῦ μεγάλου
40κῆρυξ σύμβουλός τε λόγος, ὃς ψυχῇσι τῇσι μελλούσῃσι κατιέναι τοιάδε προφανέει. Ψυχαὶ ἀνθρώπων, φύσιν ἔχουσαι θνηταί τε εἶναι καὶ ἀθάνατοι, καὶ ζωῇ μὲν τῇ ἐπὶ τῆς γῆς νομιζομένῃ θανάτῳ ἐγκυρέουσαι, θανάτῳ δὲ τῷ δοκέοντι αὐτόθι ζωὴν ἀπολαμβάνουσαι,
45ἐπεὰν χρόνου τοῦ τεταγμένου ὑμῖν ἀνυσθέντος αὖτις ἀπολυθῆτε σώματος τοῦ ἐν τῷ αὐτόθι θανάτῳ ὑποδεξα‐ μένου ὑμέας, διαδέξονται αὖτις ὑμέας τρόπον τῆς ἐπὶ γῆς ζωῆς βίοι οἱ ὀφειλόμενοι, καὶ διὰ τοῦτο πα‐ ραινέω, θεοῦ μεγάλου Ἑρμέω καὶ θεῶν τῶν λοιπῶν

63

(50)

προφήτης τε καὶ σύμβουλος λόγος, καὶ ἀπειθεούσῃσι μὲν προλέγω ἀθάνατα κακά, πειθομένῃσι δὲ ἀγαθὰ ἔσεσθαι τοῖσι τῶν θεῶν ὁμοιεύμενα. Οὐ χρὴ ὦν βραχυτάτης κιβδήλου τε καὶ εὐδιασκεδάστου τῆς ἡδο‐ νῆς ἕνεκα κακὰ μεγάλα καὶ τὰ παραμενέοντα τὸν
55πάντα χρόνον αἱρέεσθαι καὶ βίῳ τῷ βραχυτάτῳ βίον βλάψαι τὸν μετὰ ταῦτα μακρότατον, οὐδ’ αὖ πόνον ὀλίγον καταδεισάσας ἀγαθὰ μεγάλα καὶ τὰ παραμε‐ νέοντα τὸν πάντα χρόνον καὶ εὐδαιμονίην βιοτῆς μη‐
κίστης τῆς μετὰ ταῦτα προΐεσθαι.18