TLG 2630 002 :: LOBO :: Epigrammata in poetas ante Alexandrinorum aetatem condita

LOBO Poeta
(Argivus: 3 B.C.?)

Epigrammata in poetas ante Alexandrinorum aetatem condita

Source: Crönert, W. (ed.), “De Lobone Argivo” [Charites Friedrich Leo zum sechzigsten Geburtstag dargebracht] Berlin: Weidmann, 1911: 142–145.

Citation: Page — (line)

142

(11t)

ALIA EPIGRAMMATA IN POETAS ANTE
12tALEXANDRINORUM AETATEM CONDITA
13tin Homerum li
14ἐνθάδε τὴν ἱερὴν κεφαλὴν κατὰ γαῖα καλύπτει
15ἀνδρῶν ἡρώων κοσμήτορα θεῖον Ὅμηρον.
15tColophone
16υἱὲ Μέλητος Ὅμηρε, σὺ γὰρ κλέος Ἑλλάδι πάσῃ καὶ Κολοφῶνι πάτρῃ θῆκας ἐς ἀίδιον, καὶ τάσδ’ ἀντιθέῳ ψυχῇ γεννήσαο κούρας
20 δισσὰς ἡμιθέων γραψάμενος σελίδας. ὑμνεῖ δ’ ἡ μὲν νόστον Ὀδυσσῆος πολύπλαγκτον, ἡ δὲ τὸν Ἰλιακὸν Δαρδανιδῶν πόλεμον.
23tArgis
24θεῖος Ὅμηρος ὅδ’ ἐστίν, ὃς Ἑλλάδα τὴν μεγαλαυχῆ
25 πᾶσαν ἐκόσμησεν καλλιεπεῖ σοφίῃ, ἔξοχα δ’ Ἀργείους, οἳ τὴν θεοτειχέα Τροίην
ἤρειψαν ποινὴν ἠυκόμου Ἑλένης.142

143

οὗ χάριν ἔστησεν δῆμος μεγαλόπτολις αὐτὸν ἐνθάδε καὶ τιμαῖς ἀμφέπει ἀθανάτων.
3tad Pepli genus fictum
4ἐνθάδε θεῖος Ὅμηρος, ὃς Ἑλλάδα πᾶσαν ἄεισε,
5Θήβης ἐκγεγαὼς τῆς ἑκατονταπύλου.
6tin Hesiodum Orchomeni
7Ἄσκρη μὲν πατρὶς πολυλήιος, ἀλλὰ θανόντος ὀστέα πληξίππων γῆ Μινυῶν κατέχει Ἡσιόδου, τοῦ πλεῖστον ἐν Ἑλλάδι κῦδος ὀρεῖται
10ἀνδρῶν κρινομένων ἐν βασάνῳ σοφίης.
11tibidem
12χαῖρε δὶς ἡβήσας καὶ δὶς τάφου ἀντιβολήσας, Ἡσίοδ’, ἀνθρώποις μέτρον ἔχων σοφίης.
14tad Pepli genus
15Ἑλλάδος εὐρυχόρου στέφανον καὶ κόσμον ἀοιδῆς Ἀσκραῖον γενεὴν Ἡσίοδον κατέχω.
17tin Epicharmum Syracusis
18εἴ τι παραλλάσσει φαέθων μέγας ἅλιος ἄστρων καὶ πόντος ποταμῶν μείζον’ ἔχει δύναμιν.
20φαμὶ τοσοῦτον ἐγὼ σοφίᾳ προέχειν Ἐπίχαρμον. ὃν πατρὶς ἐστεφάνως’ ἅδε Συρακοσίων.
22tad Pepli genus
23Δωρίδος ἐκ Μούσης κεκορυθμένον ἀνέρα Βάκχῳ καὶ Σατύροις Σικελὸν τῇδ’ Ἐπίχαρμον ἔχω.
25tin Simonidem
26ἓξ ἐπὶ πεντήκοντα, Σιμωνίδη, ἤραο νίκας143

144

καὶ τρίποδας, θνῄσκεις δ’ ἐν Σικελῷ πεδίῳ, Κείῳ δὲ μνήμην λείπεις, Ἕλλησι δ’ ἔπαινον εὐξυνέτου ψυχῆς σῆς ἐπιγεινομένοις.
4tin Pindarum Thebis
5ἦ μάλα Πρωτομάχη τε καὶ Εὔμητις λιγύφωνοι ἔκλαυσαν πινυταὶ Πινδάριαι θύγατρες, Ἀργόθεν ἦμος ἵκοντο κομίζους’ ἐνδόθι κρωσσοῦ λείψαν’ ἀπὸ ξεινῆς ἀθρόα πυρκαϊῆς.
9tad Pepli genus
10ἄρμενος ἦν ξείνοισιν ἀνὴρ ὅδε καὶ φίλος ἀστοῖς
Πίνδαρος, εὐφώνων Πιερίδων πρόπολος.144

145

(1t)

in Aeschylum Gelae
2Αἰσχύλον Εὐφορίωνος Ἀθηναῖον τόδε κεύθει μνῆμα καταφθίμενον πυροφόροιο Γέλας· ἀλκὴν δ’ εὐδόκιμον Μαραθώνιον ἄλσος ἂν εἴποι
5καὶ βαθυχαιτήεις Μῆδος ἐπιστάμενος.
6tincertum quo loco
7————————————— αἰετοῦ ἐξ ὀνύχων βρέγμα τυπεὶς ἔθανεν.
9tin Sophoclem
10ἐσβέσθης, γηραιὲ Σοφόκλεες, ἄνθος ἀοιδῶν, οἰνωπὸν Βάκχου βότρυν ἐρεπτόμενος.
12tdedicatorium ficticium
13βωμοὺς τούσθε θεοῖς Σοφοκλῆς ἱδρύσατο πρῶτος, ὃς πλεῖστον Μούσης εἷλε κλέος τραγικῆς.
15tin Euripidem Athenis
16μνῆμα μὲν Ἑλλὰς ἅπας’ Εὐριπίδου, ὀστέα δ’ ἴσχει γῆ Μακεδών, ᾗπερ δέξατο τέρμα βίου, πατρὶς δ’ Ἑλλάδος Ἑλλὰς Ἀθῆναι, πλεῖστα δὲ Μούσαις
τέρψας ἐκ πολλῶν καὶ τὸν ἔπαινον ἔχει.145