TLG 2630 001 :: LOBO :: Fragmenta et titulus Fragmenta et titulus frr. 504–526 Citation: Fragment — (line) | |||
504-26(t) | e libro περὶ ποιητῶν | ||
504-20(t1) | epigrammata | ||
t2 | in statuis vel sepulchris inscripta. | ||
---|---|---|---|
504(t) | in Musaeum | ||
1 | ⊗ | Εὐμόλπου φίλον υἱὸν ἔχει τὸ Φαληρικὸν οὖδας Μουσαῖον, φθίμενον σῶμ’, ὑπὸ τῷδε τάφῳ. * | |
505-7(t) | in Linum | ||
505 | ⊗ | ὧδε Λίνον Θηβαῖον ἐδέξατο γαῖα θανόντα, | |
Μούσης Οὐρανίης υἱὸν ἐϋστεφάνου. * | 251 | ||
506 | ⊗ | κρύπτω τὸν θεὸν ἄνδρα Λίνον, Μουσῶν θεράποντα 〈〉 | |
507 | ⊗ | τὸν πολυθρήνητον Λίνον Αἴλινον ἥδε πατρῴα Φοιβείοις βέλεσιν γῆ κατέχει φθίμενον. * | |
508(t) | in Orpheum | ||
1 | ⊗ | Θρήϊκα χρυσολύρην τῇδ’ Ὀρφέα Μοῦσαι ἔθαψαν, ὃν κτάνεν ὑψιμέδων Ζεὺς ψολόεντι βέλει. * | |
509-10(t) | in Thaletem | ||
509 | ⊗ | τόνδε Θαλῆν Μίλητος Ἰὰς θρέψας’ ἀνέδειξεν ἀστρολόγον πάντων πρεσβύτατον σοφίῃ. * | |
510 | ⊗ | ἦ ὀλίγον τόδε σῆμα, τὸ δὲ κλέος οὐρανόμηκες, | |
τοῦ πολυφροντίστου τοῦτο Θάλητος ὅρη. * | 252 | ||
511(t) | in Solonem | ||
1 | ⊗ | ἡ Μήδων ἄδικον παύσας’ ὕβριν ἥδε Σόλωνα τόνδε τεκνοῖ Σαλαμὶς θεσμοθέτην ἱερόν. * | |
512(t) | in Chilonem | ||
1 | ⊗ | τόνδε δοριστέφανος Σπάρτα Χίλων’ ἐφύτευσεν, ὃς τῶν ἑπτὰ σοφῶν πρῶτος ἔφυ σοφίᾳ. * | |
513(t) | in Pittacum | ||
1 | ⊗ | οἰκείοις δακρύοις ἁ γειναμένα κατακλαίει Πιττακὸν ἥδ’ ἱερὰ Λέσβος 〈ἀποφθίμενον〉. * | |
514(t) | in Biantem | ||
1 | ⊗ | κλεινοῖς ἐν δαπέδοισι Πριήνης φύντα καλύπτει | |
ἥδε Βίαντα πέτρη κόσμον Ἴωσι μέγαν. * | 253 | ||
515(t) | in Cleobulum | ||
1 | ⊗ | ἄνδρα σοφὸν Κλεόβουλον ἀποφθίμενον καταπενθεῖ ἥδε πάτρα Λίνδος πόντῳ ἀγαλλομένη. * | |
516(t) | in Periandrum | ||
1 | ⊗ | πλούτου καὶ σοφίας πρύτανιν πατρὶς ἥδε Κόρινθος κόλποις ἀγχίαλος γῆ Περίανδρον ἔχει. * | |
517(t) | in Arionem | ||
1 | ⊗ | ἀθανάτων πομπαῖσιν Ἀρίονα Κυκλέος υἱὸν ἐκ Σικελοῦ πελάγους σῶσεν ὄχημα τόδε. * | |
518(t) | in Timotheum | ||
1 | ⊗ | πάτρα Μίλητος τίκτει Μούσαισι ποθεινὸν | |
Τιμόθεον κιθάρας δεξιὸν ἡνίοχον. * in Sophoclem | 254 | ||
1 | ⊗ | κρύπτω τῷδε τάφῳ Σοφοκλῆ πρωτεῖα λαβόντα τῇ τραγικῇ τέχνῃ, σχῆμα τὸ σεμνότατον. * | |
519(t) | in Theodectam | ||
1 | ⊗ | ἥδε χθὼν κόλποισι Φασηλίτην Θεοδέκτην κρύπτει, ὃν ηὔξησαν Μοῦσαι Ὀλυμπιάδες. * | |
521-6(t) | septem sapientium scolia | ||
521(t) | ‘Thaletis‘ | ||
1 | οὔ τι τὰ πολλὰ ἔπη φρονίμην ἀπεφήνατο δόξαν. ἕν τι μάτευε σοφόν, ἕν τι κεδνὸν αἱροῦ· λύσεις γὰρ ἀνδρῶν κωτίλων | ||
5 | γλώσσας ἀπεραντολόγους. | 255 | |
522(t) | ‘Solonis‘ | ||
1 | πεφυλαγμένος ἄνδρα ἕκαστον ὅρα, μή 〈σε〉 κρυπτὸν ἔγχος ἔχων κραδίῃ φαιδρῷ προσεννέπῃ προσώπῳ, γλῶσσα δέ οἱ διχόμυθος | ||
5 | ἐκ μελαίνης φρενὸς γεγωνῇ. | ||
523(t) | ‘Chilonis‘ | ||
1 | ἐν λιθίναις ἀκόναις ὁ χρυσὸς ἐξετάζεται διδοὺς βάσανον φανεράν· ἐν δὲ χρυσῷ | ||
5 | ἀνδρῶν ἀγαθῶν τε κακῶν τε νοῦς ἔδωκ’ ἔλεγχον. | ||
524(t) | ‘Pittaci‘ | ||
1 | ἔχοντα χρὴ τόξον 〈τε〉 καὶ ἰοδόκην στείχειν ποτὶ φῶτα κακόν· πιστὸν γὰρ οὐδὲν γλῶσσα διὰ στόματος λαλεῖ διχόμυθον ἔχουσα | ||
5 | καρδίῃ νόημα. | 256 | |
525(t) | ‘Biantis‘ | ||
1 | ἀστοῖσιν ἄρεσκε πᾶσιν ἐν πόλει ᾇ κε μένῃς. πλείσταν γὰρ ἔχει χάριν· αὐθάδης δὲ τρόπος βλαβερὰν πολλάκις ἐξέλαμψεν ἄταν. | ||
526(t) | ‘Cleobuli‘ | ||
1 | ἀμουσία τὸ πλέον ἐν βροτοῖσι λόγων τε πλῆθος· ἀλλ’ ὁ καιρὸς ἀρκέσει. φρόνει τι κεδνόν· μὴ μάταιος | ||
ἁ χάρις γενέσθω. | 257 |