TLG 2601 001 :: TIBERIUS :: De figuris Demosthenicis

TIBERIUS Rhet.
(A.D. 3/4)

De figuris Demosthenicis

Source: Ballaira, G. (ed.), Tiberii de figuris Demosthenicis. Rome: Ateneo, 1968: 7–45.

Citation: Section — (line)

t

ΤΙΒΕΡΙΟΥ ΠΕΡΙ ΤΩΝ ΠΑΡΑ ΔΗΜΟΣΘΕΝΕΙ ΣΧΗΜΑΤΩΝ

1

Μέλλοντι τὴν τῶν σχημάτων θεωρίαν τῶν παρὰ Δημοσθένει κατανοεῖν, ἀνάγκη εἶναί μοι δοκεῖ πρῶτον εἰπεῖν τί τὸ σχῆμά ἐστιν. Ἔστι τοίνυν σχῆμα τὸ μὴ κατὰ φύσιν τὸν νοῦν ἐκφέρον μηδὲ ἐπ’ εὐθείας, ἀλλ’ ἐκτρέπον καὶ ἐξαλλάσσον τὴν διάνοιαν τῇ φράσει
5κόσμου τινὸς ἢ χρείας ἕνεκα. ὁ γὰρ χαριέστερος 〈ὅροσ〉 πλειόνων
ὄντων καὶ ἄλλων οὗτος καὶ ἐν λέξεσί μοι φαίνεται ... ὥσπερ ἀμέλει καὶ λέξεως σχῆμά ἐστιν ἐξαλλαγὴ τοῦ ἐν ἔθει, κατά τινα πλάσιν κόσμον ἢ χρείαν τινὰ τοῖς λόγοις παρέχουσα. Ὁ μὲν οὖν σαφέστερος ὅρος τοῦ τῆς λέξεως σχήματος οὗτός7
10ἐστι· δοκεῖ δέ πως συνῆφθαι κατὰ τὸ πρῶτον μόριον τῷ τοῦ σο‐ λοικισμοῦ ὅρῳ, εἶτα κατὰ τὸ τελευταῖον μέρος διεστηκέναι. καὶ γὰρ ὁ σολοικισμὸς ἐξαλλαγὴ τοῦ ἐν ἔθει ἐστίν, ἀλλ’ οὔτε χρείας ἕνεκα, οὔτε κόσμου τινὸς χάριν γίνεται. Πλείονος δὲ οὔσης θεωρίας τῆς ἐν τοῖς σχήμασι, ταῦτα προῃ‐
15ρήμεθα νῦν ἐξετάσαι, ὅσα παρὰ Δημοσθένει κατενοήσαμεν.

2

Πρῶτον οὖν τὰ τῆς διανοίας σχήματα δεικτέον, ἐπεὶ τὸν νοῦν παντὸς λόγου δεῖ προηγεῖσθαι. Ἔστι δὲ ταῦτα· εἰρωνεία, ἐπιτίμησις, παράλειψις, διαπόρη‐ σις, ἀποστροφή, προδιόρθωσις, ἐπιδιόρθωσις, ἀποσιώπησις, ἠθο‐
5ποιΐα, προσώπου ὑποβολή, πυσματικόν, ἔμφασις, ἀπὸ τοῦ ἀντι‐ κειμένου, παρὰ προσδοκίαν, αὐτοσχέδιον, ἀντίθετον, διαλεκτικόν,
τόπου ἐμβολὴ ἐξ ὀνόματος, καθόλου, ὅρκος.8

3

(1t)

Περὶ εἰρωνείας
2 Καὶ εἰρωνεία μέν ἐστι τὸ διὰ τοῦ ἐναντίου τὸ ἐναντίον σημαῖ‐ νον, οἷον· ἐκεῖνοι τοίνυν, οἷς οὐκ ἐχαρίζοντο οἱ λέγοντες οὐδὲ ἐφίλουν αὐτοὺς ὥσπερ ὑμᾶς
5οὗτοι νῦν, πέντε μὲν καὶ τεσσαράκοντα ἔτη τῶν Ἑλλήνων ἦρξαν ἑκόντων. καὶ πάλιν· νυνὶ δὲ πῶς ἡμῖν ὑπὸ τῶν χρηστῶν τούτων τὰ πράγματα ἔχει; ἔτι δὲ καινῶς ἐν τῷ κατὰ Μειδίου ἐφ’ ἑαυτοῦ εἰρωνείᾳ κέχρηται· ἐγὼ δ, ὃς—εἴτε τις, ὦ
10Ἀθηναῖοι, βούλεται νομίσαι μανίαν (μανία γὰρ ἴσως ἐστὶ τὸ ὑπὲρ δύναμίν τι ποιεῖν) εἴτε φιλοτιμίαν—χορηγὸς ὑπέστην.

4

(1t)

Περὶ ἐπιτιμήσεως
2 Ἐπιτίμησις δέ ἐστιν ὅταν διὰ τῆς πρὸς τοὺς ἀκούοντας ἐπιπλήξεως τινῶν βούληται συμβουλὴν περαίνειν, ὡς ἐν τῷ περὶ
τῆς παραπρεσβείας· ὑμεῖς δὲ ἐκλελύσθαι μοι δο‐9
5κεῖτε καὶ παθεῖν ἀναμένειν τὰ δειν, πόρ‐ ρωθεν δ’ ὁρῶντες οὐ φυλάττεσθαι. καὶ πάλιν οὕτως· ὡς ἔοικεν, πολύ τι σκότος ἐστὶ παρ’ ὑμῖν πρὸ τῆς ἀληθείας.

5

(1t)

Περὶ παραλείψεως
2 Παράλειψις δέ ἐστιν ὅταν τις τῷ δοκεῖν τινα παραλείπειν λέγῃ ἃ βούλεται, ὡς ἐν τῷ πρὸς Λεπτίνην· ἐγὼ δ, ὅτι μὲν τινῶν κατηγοροῦντα πάντας ἀφαιρεῖσθαι τὴν
5δωρεὰν τῶν ἀδίκων ἐστίν, ἐάσω· καὶ γὰρ εἴρηται τρόπον τινὰ καὶ ὑφ’ ὑμῶν ἴσως γινώ‐ σκεται. καὶ πάλιν πρὸς τὸν Αἰσχίνην· ἤδη γάρ σε ἐρωτ, πάντα τὰ ἄλλα ἀφείς, Ἀμφίπολιν, Πύδναν, Ποτίδαιαν, Ἁλόννησον· οὐδενὸς τούτων μέ‐
10μνημαι· Σέρριον δὲ καὶ Δορίσκον καὶ τὴν Πεπαρήθου πόρθησιν καὶ ὅσα ἄλλα τοιαῦτα
ἡ πόλις ἠδικεῖτο, οὐδ’ εἰ γέγονεν οἶδα. Τῷ τε γὰρ οὕτως εἰπεῖν ἃ βούλεται δεδήλωκε καὶ τῇ πα‐ ραλείψει τὸ φορτικὸν ἀφῄρηται.10

6

(1t)

Περὶ διαπορήσεως
2 Διαπόρησις δέ ἐστιν ὅταν ὡς διαπορῶν τις ἃ δεῖ εἰπεῖν κἀκεῖνα καὶ ἔτι πλείω λέγῃ, οἷον· ἀλλ’ εἰς τοσοῦτον ἀφῖχθε μωρίας, ἢ παρανοίας, ἢ—οὐκ ἔχω τί λέγω.
5καὶ πάλιν· οὐκ ἀπορῶν δ’ ὅ τι χρὴ περὶ σοῦ καὶ τῶν σῶν εἰπεῖν, ἀπορῶ ὅτου πρώτου μνησθ· πότερ’ ὡς ὁ πατήρ σου Τρόμης ἐδούλευε παρ’ Ἐλπίᾳ τῷ πρὸς τῷ Θησείῳ διδάσκοντι γράμ‐ ματα, χοίνικας παχείας ἔχων καὶ ξύλον; ἢ
10ὡς ἡ μήτηρ σου τοῖς μεθημερινοῖς γάμοις ἐν τῷ κλεισίῳ τῷ πρὸς τῷ Καλαμίτῃ χρωμένη τὸν καλὸν ἀνδριάντα καὶ τριταγωνιστὴν ἄ‐ κρον ἐξέθρεψέ σε;
Ὡς γὰρ ἀπορῶν τί χρὴ εἰπεῖν, πάντα εἴρηκε.11

7

(1t)

Περὶ ἀποστροφῆς
2 Ἀποστροφὴ δέ ἐστιν ὅταν ἀπὸ τῶν δικαστῶν πρὸς τὸν ἀντίδικον ἀποστρέφῃ τις τὸν λόγον, οἷον· μηδὲν οὖν φι‐ λονείκει, Λεπτίνη. καὶ πάλιν· οὓς ἅπαντας ἡ
5πόλις ὁμοίως τῆς αὐτῆς ἀξιώσασα τιμῆς ἔθα‐ ψεν, Αἰσχίνη. Κινήσας γὰρ τῇ δόξῃ τῶν παραδειγμάτων τοὺς ἀκούοντας, τότε καὶ τὸν ἀντίδικον κέκληκε.

8

(1t)

Περὶ προδιορθώσεως
2 Προδιόρθωσις δέ ἐστιν ὅταν ὑποπτεύων προσκρούειν τὸ ῥηθησόμενον παραιτῆται τοὺς ἀκούοντας, οἷον· ἐπεπείσμην δὲ ὑπὲρ ἐμαυτο, τυχὸν μὲν ἀναίσθητον, ὅμως
5δ’ ἐπεπείσμην. καὶ πάλιν· ἐπειδὴ δὲ πολὺς τοῖς συμβεβηκόσιν ἔγκειται, βούλομαί τι καὶ πα‐ ράδοξον εἰπεῖν. καί μοι, πρὸς Διὸς καὶ θεῶν, μηδεὶς τὴν ὑπερβολὴν θαυμάσῃ. Εἰ γὰρ καὶ δυσχερὲς ἦν τὸ λεγόμενον καὶ προσέκρουε,12
10παραιτούμενος ἠκούσθη διὰ τὴν ὑπόσχεσιν.

9

(1t)

Περὶ ἐπιδιορθώσεως
2 Ἐπιδιόρθωσις δέ ἐστιν ὅταν τὸ εἰρημένον ὡς ἐνδεέστερον διορθούμενος ἄλλο ἐπενέγκῃ· ταύτης τοίνυν τῆς οὕτως αἰσχρᾶς καὶ περιβοήτου συστάσεως καὶ κα‐
5κίας, μᾶλλον δὲ προδοσίας. καὶ πάλιν πρὸς τὸν Αἰσχίνην· ὀψὲ γάρ ποτε—ὀψὲ λέγω; χθὲς μὲν οὖν καὶ πρῴην ἅμα Ἀθηναῖος καὶ ῥήτωρ γέγονεν.

10

(1t)

Περὶ ἀποσιωπήσεως
2 Ἀποσιώπησις δέ ἐστιν ὅταν μέλλων λέγειν πρᾶγμα αὐτὸ μὲν ἀποσιωπήσῃ, τὴν δὲ ὑπόνοιαν αὐτοῦ καταλίπῃ, οἷον· ἀλλ’ ἐγὼ
μὲν—οὐ βούλομαι δυσχερὲς εἰπεῖν οὐδὲν ἀρ‐13
5χόμενος τοῦ λόγου· οὗτος δὲ ἐκ περιουσίας μου κατηγορεῖ. καὶ πάλιν πρὸς τὸν Χαρίδημον· ᾧ μήτηρ μὲν—οὐκ ἐρῶ τίς ἢ πόθεν· οὐδὲν γὰρ δεῖ πλείω τῶν ἀναγκαίων αὐτὸν ἐξετάζεσθαι. Οὐδὲν γὰρ ἂν εἶπε τοιοῦτον οἷον τῇ ὑπονοίᾳ παρέδωκεν.

11

(1t)

Περὶ ἠθοποιΐας
2 Ἠθοποιΐα δέ ἐστιν ὅταν φεύγοντες τὸ προσκρουστικὸν τῶν ἐπιτιμήσεων ὡς ὑφ’ ἑτέρων προσώπων γινομένας εἰσάγωμεν, ὁποῖόν ἐστι τὸ παρὰ Δημοσθένει· φέρε γάρ, πρὸς Διός,
5εἰ λόγον ὑμᾶς ἀπαιτήσειαν οἱ Ἕλληνες ὧν νυνὶ παρείκατε καιρῶν διὰ ῥᾳθυμίαν. καὶ πάλιν· εἶτ’, ὦ πάντων ἀνθρώπων φαυλότατοι. πικρῶς γὰρ καθικνεῖται τῶν Ἀθηναίων διὰ τοῦ προσώπου τῶν Ἑλλήνων. Κἀκεῖνα δὲ ἠθοποιΐας τὰ ἠθικὰ σχήματα· ‘τόδε ἔδει
10εἰπεῖν καὶ τόδε ἔδει ποιῆσαι‘. ὅπερ πεποίηκεν
Αἰσχίνης ἐπὶ τῷ Δημοσθένει εἰπών· ὃν ἐχρῆν, εἰ καὶ μανεὶς ὁ δῆμος ἢ τῶν καθεστηκότων ἐπι‐ λελησμένος, ἐπὶ τοιαύτης ἀκαιρίας ἐβού‐ λετο στεφανοῦν αὐτόν, παρελθόντα εἰς τὴν14
15ἐκκλησίαν εἰπεῖν· «ἄνδρες Ἀθηναῖοι, τὸν μὲν στέφανον δέχομαι, τὸν δὲ καιρὸν ἀπο‐ δοκιμάζω, ἐν ᾧ τὸ κήρυγμα γίνεται». τοῦτο γὰρ τὸ νόημα ἐνὸν ἀπὸ τοῦ ἰδίου προσώπου εἰπεῖν, περιέθηκε τῷ ἀντιδίκῳ.
20 Καὶ Ὀδυσσεὺς παρ’ Ὁμήρῳ βουλόμενος τοῖς Ἀχαιοῖς εἰ‐ πεῖν ὅτι οὐ φυλάττουσι τὰς ὑποσχέσεις ἃς ὑπέσχοντο τῷ Ἀγα‐ μέμνονι, πρὸς αὐτὸν ἀποστρέφει τὸν λόγον·
Ἀτρεΐδη, νῦν δή σε, ἄναξ, ἐθέλουσιν Ἀχαιοὶ
πᾶσιν ἐλέγχιστον θέμεναι μερόπεσσι βροτοῖσιν,
25
οὐδέ τοι ἐκτελέουσιν ὑπόσχεσιν ἥν περ ὑπέσταν,
Ἴλιον ἐκπέρσαντ’ εὐτείχεον ἀπονέεσθαι. Τοῦτο γὰρ ποιήσας προσέκρουσε μὲν οὐδαμῶς τοῖς Ἀχαιοῖς, ἐλεεινὸν δὲ ἀποφαίνει τὸν ὑπ’ αὐτῶν ἐγκαταλειφθέντα, καὶ διὰ
τῶν πρὸς τοῦτον λόγων ἐκείνοις ἐπέπληξεν.15

12

(1t)

Περὶ προσώπου ὑποβολῆς
2 Προσώπου δὲ ὑποβολή ἐστιν ὅταν θέλων τις εἰπεῖν τι πρὸς τὸ ἀνεκτότερον ἄλλῳ προσώπῳ τὸν λόγον περιθῇ, οἷον ἐν τοῖς Φιλιπ‐ πικοῖς· ὡς δὲ ἐγὼ τῶν ἐν αὐτῇ τῇ χώρᾳ γεγενη‐
5μένων τινὸς ἤκουον, ἀνδρὸς οὐδαμῶς οἵου τε ψεύδεσθαι, οὐδένων εἰσὶ βελτίους. Πιστοῦται γὰρ ὡς παρ’ εἰδότος ἀκούσας τὰ λεγόμενα. Μίγνυσι δὲ πολλαχοῦ τήν τε ἠθοποιΐαν καὶ τὴν τοῦ προ‐ σώπου ὑποβολήν, ὅταν ἑτέρῳ προσώπῳ περιβάλῃ λόγον. βουλό‐
10μενος γὰρ ἐπιτιμῆσαι τοῖς Ἀθηναίοις ὡς εἰς ῥᾳθυμίαν ἐκκλί‐ νασιν, οὐκ ἀφ’ ἑαυτοῦ εἶπεν, ἀλλὰ τοῖς Ἕλλησι περιέθηκε τὸν λόγον· ἐὰν οὖν οἱ Ἕλληνες πέμπωσι πρὸς ὑμᾶς καὶ λέγωσι· «πέμπετε, ὦ Ἀθηναῖοι, πρὸς ἡμᾶς ἑκάστοτε πρέσβεις καὶ λέγετε ὡς ἐπιβου‐
15λεύει Φίλιππος ἡμῖν καὶ πᾶσις τοῖς Ἕλλησι» καὶ τὰ ἑξῆς. καὶ πάλιν ἐν τῷ πρὸς Λεπτίνην· ἂν δὲ δὴ
πέμψας ὡς ἡμᾶς ὁ Λεύκων ἐρωτ, τί ἔχοντες ἐγκαλέσαι καὶ τί μεμφόμενοι τὴν ἀτέλειαν αὐτὸν ἀφῄρησθε, τ, πρὸς θεῶν, ἐροῦμεν16
20ἡμεῖς; Ἐν γὰρ τούτῳ τῷ λόγῳ λίαν ἰσχυρότερον τὸν τρόπον ἐκ τοῦ προσώπου τῶν λεγόντων πεποίηκεν.

13

(1t)

Περὶ πυσματικοῦ
2 Τὸ πυσματικὸν δὲ σχῆμα ἔργα μὲν ἔχει δʹ· προσοχήν, σαφήνειαν, ἐνάργειαν, ἔλεγχον. Προσοχὴ μὲν οὖν ἐστιν, οἷον· διὰ τί; καὶ πάλιν· τίνος
5οὖν ἕνεκα ταῦτα λέγω; ἐπιστρέφει γὰρ τοὺς ἀκούον‐ τας ἡ τοιαύτη ἐρώτησις. Σαφήνεια δὲ οὕτως, ὡς ἐν τῷ κατὰ Ἀριστοκράτους· ὁ μὲν τὸν νόμον τιθείς, οὕτως· ὁ δὲ τὸ ψήφι‐ σμα γράφων, πῶς; καὶ πάλιν· 〈ποῦ〉 τοῦτο δηλο;
10ἔν τε τῷ προτέρῳ νόμῳ καὶ τούτῳ. καὶ πάλιν·
ἀλλὰ πῶς; «ὡς ἐν τῷ ἄξονι εἴρηται» φησίν. ᾔδει γὰρ τὴν τῶν νόμων ἐξέτασιν φύσει δυσπαρακολούθητον οὖσαν, σαφήνειαν δὲ [τὸ] δοῦναι τὸ σχῆμα δυνάμενον. Ἐνάργεια δέ ἐστι τὸ τοιοῦτον· πῶς ἂν ὠμότερος17
15συκοφάντης γένοιτο; καὶ πάλιν· καὶ τίς ἂν γένοιτο ἀναιδείας ὑπερβολή; Ἔλεγχος δέ ἐστι τὸ τοιοῦτον, ὅταν λέγῃ· τί πράττειν ἔδει καὶ ποιεῖν τὴν πόλιν; καὶ πάλιν· τῆς ποίας μερίδος γενέσθαι τὴν πόλιν ἐβούλετ’ ἄν; καὶ
20τρίτον εἰς τὸ αὐτό· τί τὴν πόλιν, Αἰσχίνη, προσή‐ κει ποιεῖν, ἀρχὴν καὶ τυραννίδα τῶν Ἑλ‐ λήνων ὁρῶσαν αὑτῷ κατασκευαζόμενον Φί‐ λιππον; καὶ τέταρτον· ἤδη γάρ σε ἐρωτ, πάντα τὰ ἄλλα ἀφείς. καὶ πάλιν· πότερον ταῦτα ποιῶν
25ἠδίκει καὶ παρεσπόνδει καὶ ἔλυε τὴν εἰρήνην, ἢ ο; καὶ πότερον φανῆναί τινα τῶν Ἑλλήνων τὸν ταῦτα κωλύσοντα ποιεῖν αὐτὸν ἐχρῆν, ἢ μή; οὐδὲ γὰρ ἀνενεγκεῖν τῷ ἀντιδίκῳ συνεχώρησεν, ἀλλὰ τῷ
συνεχεῖ τῆς ἐρωτήσεως τὸ ἄπορον τῆς ἀποκρίσεως ἐξελέγχει.18

14

(1t)

Περὶ ἐμφάσεως
2 Ἔμφασις δέ ἐστιν ὅταν μὴ αὐτό τις λέγῃ τὸ πρᾶγμα, ἀλλὰ δι’ ἑτέρων ἐμφαίνῃ, οἷον· τί τὸ κωλῦον ἔτ’ αὐτὸν ἔ‐ σται βαδίζειν ὅποι βούλεται; ἐμφαίνει γὰρ ὅτι κω‐
5λύειν αὐτὸν οὐδενὸς βουλομένου τῆς Ἀττικῆς ἐπιβῆναι δυνήσεται. καὶ πάλιν Ἀπολλόδωρος· ἐγὼ γὰρ ὁμομήτριον ἀδελ‐ φὸν ἐμαυτοῦ Πασικλέα νομίζω, ὁμοπάτριον δὲ οὐκ οἶδα. οὔτε γὰρ ἀνειμένην βλασφημίαν ἔχει τὸ εἰρημένον, καὶ ἀκριβῶς τῇ ἐμφάσει πρεσβυτέρα μοιχεία δέδεικται.

15

(1t)

Περὶ τοῦ ἀντικειμένου
2 Ἀπὸ τοῦ ἀντικειμένου 〈δέ〉 ἐστιν ὅταν μὴ περὶ τοῦ προ‐ κειμένου τι εἴπῃ, ἀλλὰ τὸ ἀντικείμενον ἐφ’ ἑτέρου προσώπου, δι’ ἐκείνου τοῦτο σημαίνων, καὶ παρέοικε τῇ ἐμφάσει τοῦτο. βουλόμενος
5γὰρ πάλιν εἰπεῖν ἃ ὁ Μειδίας ἔπραττεν ἀπὸ τοῦ ἀντικειμένου αὐτὰ ἐπὶ τὸν Ἰφικράτην εἶπεν· οὐκ ἐβάδιζεν ἐπὶ τὰς τῶν
χρυσοχόων οἰκίας νύκτωρ, οὐδὲ κατερρήγνυε τὰ παρασκευαζόμενα ἱμάτια εἰς τὴν ἑορτήν, οὐδὲ διέφθειρε διδάσκαλον, οὐδὲ χορὸν μαν‐19
10θάνειν ἐκώλυε. ταῦτα γὰρ ἀπὸ τοῦ ἀντικειμένου κατὰ τοῦ Μειδίου λέγει. καὶ πάλιν· οὐκ ἐπὶ μὲν τοῖς ἑτέρων ἀγαθοῖς φαιδρὸς ἐγ, γεγηθὼς κατὰ τὴν ἀγο‐ ρὰν περιέρχομαι. τοῦτο γάρ που λέγει ὅτι οὗ〈τοι〉 τοιαῦτα πράττουσι.

16

(1t)

Περὶ τοῦ παρὰ προσδοκίαν
2 Παρὰ προσδοκίαν δ’ ἐστὶν ὅταν, ἄλλο τοῦ ἀκροατοῦ προσδε‐ χομένου, ἄλλο μετά τινος χάριτος ἐπενέγκῃ, οἷον· τὰ μέντοι Φιλίππου εὐεργετήματα τοιαῦτα ἔσται· οὔτε
5τὰ ὑμέτερα ὑμῖν αὐτοῖς ἀποδώσει, οὔτε ἐν
τῇ οἰκουμένῃ αἱ τιμαὶ ἔσονται.20

17

(1t)

Περὶ αὐτοσχεδίου
2 Αὐτοσχέδιον δ’ ἐστὶν ὅταν προσποιῆται ἄρτι νενοηκέναι, οἷον· ὃ τοίνυν μεταξὺ λέγων ἐνεθυμήθην. καὶ πάλιν· τουτὶ γὰρ αὖ μικροῦ με παρῆλθεν.

18

(1t)

Περὶ τοῦ ἀντιθέτου
2 Ἀντίθετον δέ ἐστι τὸ κατὰ διάνοιαν, οὗ καὶ Αἰσχίνης μέμνη‐ ται τὸ τοῖς ἐπιβεβουλευμένοις ... λέγων. βουλό‐ μενος γὰρ ὁ Δημοσθένης τοῦ Αἰσχίνου τὸ περὶ τὴν Ὀλυνθίαν συμπό‐
5σιον μᾶλλον διαβάλλειν, ἐξ ἀντιθέτου προεῖπε τὸ τοῦ Σατύρου [ὁ] περὶ τὰς Ὀλυνθίας αἰχμαλώτους φιλάνθρωπον, διὰ τῆς κατὰ τὸν Σάτυρον ἐπιεικείας εἰς τὴν τοῦ Αἰσχίνου παροινίαν μᾶλλον παρο‐ ξύνων τοὺς δικάζοντας.

19

(1t)

Περὶ τοῦ διαλεκτικοῦ
2 Διαλεκτικὸν δέ ἐστιν, ὃ μάλιστα ποιεῖ Δημοσθένης, ὅταν μὴ ἁπλῶς διεξίῃ τὸν λόγον, ἀλλὰ πρὸς πεῦσιν καὶ ἀπόκρισιν συλλογί‐
ζηται ἃ βούλεται, ὡς ἐν τῷ κατὰ Ἀνδροτίωνος. ἠδύνατο μὲν εἰπεῖν·21
5«οὗτος ὑπὲρ ὑμῶν τὰς εἰσπράξεις οὐχ ὑπέστη, ὃς πολλοὺς πολλάκις μεῖζον τὴν πόλιν ἀδικήσαντας οὐκ ἔκρινεν». ὁ δὲ τῷ διαλεκτικῷ συνελογίσατο τρόπῳ· πότεροι γάρ —φησίν— 〈μᾶλ‐ λον ἀδικοῦσιν;〉 οἱ τὰ τῆς πόλεως κλέπτον‐ τες ἢ οἱ τὰ ἑαυτῶν εἰσενεγκεῖν μὴ δυνάμε‐
10νοι; φαίη τις ἂν ἐκείνους. τί ποτ’ οὖν ὄντων ἐτῶν πλειόνων ἢ λʹ ἐν οἷς πολλοὶ παρὰ του‐ τοισὶ κέκρινται, οὐδενὸς πώποτε ἐξητάσθης κατήγορος; ὅτι ἐκείνοις μὲν συνηδίκεις, ἀπὸ δὲ τῶν εἰσπραττομένων ὑφῃροῦ. καὶ ἐν τῷ πρὸς
15Λεπτίνην· ὀμωμόκατε γνώμῃ δικάσειν τῇ δι‐ καιοτάτ. τὸ τοίνυν τῆς γνώμης εἰς ἅπαντα ἀνενέγκατε τὸν νόμον. ἆρα ὑμῖν δίκαιον εἶναι δοκε, τοὺς εὐεργέτας τιμᾶν; δίκαιον. τί δ; ὁπόσα ἂν λάβῃ τις, δίκαιον ἔχειν; δίκαιον.
20ταῦτα τοίνυν αὐτοί τε ποιεῖτε, ἵνα εὐορκῆτε. Ἃ γὰρ ἐνῆν ἁπλῶς εἰπεῖν, ταῦτα πυνθανόμενόν τινα καὶ ἀποκρινόμενον ποιῶν μᾶλλον συνήγαγεν.22

20

(1t)

Περὶ τόπου ἐμβολῆς ἐξ ὀνόματος
2 Τόπου δὲ ἐμβολὴ ἐξ ὀνόματός ἐστιν ὅταν ὄνομα ὑποθεὶς ἐξ αὐτοῦ εἰσάγῃ τὸν τόπον, ὃ πλεῖστον παρ’ αὐτῷ καὶ κάλλιστον. προθεὶς γὰρ τοῦτο· οὐδὲ θαυμάζω τοῦτ’ ἐγώ ... εἰ
5μηδὲν ποιοῦντες ἡμεῖς τοῦ πάντα ποιοῦντος ἃ δεῖ περιῆμεν, ἀπὸ τοῦ ῥήματος τόπον ἐποίησεν· ἀλλ’ ἐκεῖνο θαυμάζω, εἰ Λακεδαιμονίοις ποτὲ ὑπὲρ τῶν Ἑλληνικῶν δικαίων ἀντήρατε. καὶ πάλιν προθείς· τὸν δὲ τειχισμὸν τοῦτον, ὃν σύ μου
10διέσυρες, καὶ τὴν ταφρείαν ἄξια μὲν χάρι‐ τος καὶ ἐπαίνου κρίνω· πῶς γὰρ οὔ; εἶτα ἐκ τοῦ κατὰ τὸν τειχισμὸν ὀνόματος ἐπήνεγκεν· οὐ λίθοις ἐτεί‐ χισα τὴν πόλιν, οὐδὲ πλίνθοις ἐγ, οὐδ’ ἐπὶ τούτοις μέγιστον τῶν ἐμαυτοῦ φρον· ἀλλ
15ἐὰν τὸν ἐμὸν τειχισμὸν θέλῃς σκοπεῖν, εὑρή‐
σεις ὅπλα καὶ πόλεις.23

21

(1t)

Περὶ τοῦ καθόλου
2 Καθόλου δέ ἐστιν ὅταν μὴ ἐπὶ τοῦ προκειμένου εἴπῃ τὸ νόημα ὃ βούλεται, ἀλλ’ εἰς τὸ καθόλου ἀνενεγκών. οἷον οὐχ αὑτῷ τοὺς δικαστὰς ᾐτήσατο ἐφεῖναι τάξιν ᾗ βούλεται χρήσασθαι, ἀλλὰ
5τὸ τοῦ ὅρκου φησί, καὶ τοῦτό ἐστι δίκαιον· τὸ τῇ τάξει καὶ τῇ ἀπολογί, ὡς βεβούληται τῶν ἀγωνιζο‐ μένων ἕκαστος, οὕτως ἐᾶσαι χρῆσθαι. οὐ γὰρ ἴδιον πλεονέκτημα ᾔτησεν, ἀλλ’ ἐβεβαίωσε κοινὸν δικαίωμα. Καὶ ἔστιν ἐν τῷ σχήματι τούτῳ πολλάκις τὴν χρείαν τοῦ
10νοήματος τηροῦντα τὸ προσκροῦον φυλάττεσθαι.

22

(1t)

Περὶ ὅρκου
2 [Ὅρκος δ’ ἐστὶν οὗτος] Φαίη δ’ ἄν τις καὶ τὸ τοῦ ὅρκου σχῆμα εἶναι παρ’ αὐτῷ. τὸ γάρ· οὐ μὰ τοὺς ἐν Μαραθῶνι προ‐ κινδυνεύσαντας, καὶ τοὺς ἐν Πλαταιαῖς πα‐
5ραταξαμένους, καὶ τοὺς ἐπ’ Ἀρτεμισίῳ ναυ‐ μαχήσαντας, καὶ ... ὅρκος ἐστίν. Τινὲς δέ φασι τοῦτο εἶναι παράδειγμα· οὐ γὰρ ἡμάρ‐
τετε —φησίν— ὑπὲρ τῆς ἁπάντων ἐλευθερίας καὶ σωτηρίας κίνδυνον ἀράμενοι, ὥσπερ οὐδὲ24
10οἱ ἐν Μαραθῶνι προκινδυνεύσαντες· καὶ γάρ ἐστιν ὅμοιον τῷ «τὸν ὑπὲρ τῆς ἁπάντων ἐλευθερίας καὶ σωτηρίας κίνδυνον ἄρα‐ σθαι» τὸ «ἐν Μαραθῶνι προκινδυνεῦσαι». Τὸ μὲν οὖν πρᾶγμα παράδειγμα ἐποίησεν, ἀντὶ δὲ τοῦ εὐθέως εἰπεῖν ἐσχημάτισεν, πρός τε τὸ λαμπρὸν ἅμα καὶ τὸ ἀ‐
15ξιόπιστον εἰς ὅρκου φαντασίαν μεταβάλλων.

23

Τοσαῦτα μὲν τὰ τῆς διανοίας σχήματα παρὰ Δημοσθένει κατενοήσαμεν, τὰ δὲ τῆς λέξεως ἐκ παραλλήλου καὶ ταῦτα κατα‐ μάθωμεν, προειπόντες ᾗ διαφέρουσιν ἀλλήλων. Τούτῳ δὴ μάλιστα φαίη τις ἂν αὐτὰ διενηνοχέναι, τῷ τὰ
5μὲν τῆς διανοίας σχήματα, κἂν ὑπαλλάξῃ τις αὐτὰ τοῖς ῥήμασιν, ὁμοίως μένειν, τὰ δὲ τῆς λέξεως σχήματα οὐχ οἷόν τε εἶναι φυ‐ λάττεσθαι ὑπαλλαττομένης τῆς λέξεως. Ἔστι δὲ ταῦτα· ἀλληγορία, μετάθεσις, ἀναστροφή, μετάλη‐
ψις, παρονομασία, κλῖμαξ, ἐπαναφορά, ἀντιστροφή, 〈ἐπιμονή〉,25
10ὑπερβατόν, ἀπίσωσις, πλεονασμός, περίφρασις, συζυγία, ἀπὸ κοι‐ νοῦ, μεταβολή, ὑποφορά, ἀντίθετον, ἀπόλυτον, ἀσύνδετον, ἔλλειψις.

24

Ἀλληγορία μὲν οὖν ἐστιν ὅταν τῶν κυρίων τι ἑρμηνεύῃ τις ἐν μεταφοραῖς τὸ κύριον σημαίνειν δυναμέναις· πλεῖστον δὲ καὶ ἐναργέστατον παρ’ αὐτῷ τὸ σχῆμα· ἐπὶ τοῦ Μειδίου· τὸ γὰρ ἐπ’ ἐξουσίαις καὶ πλούτῳ εἶναι πονηρόν, τεῖ‐
5χός ἐστι πρὸς τὸ μηδὲν ἐξ ἐπιδρομῆς παθεῖν· ἐπεὶ περιαιρεθείς γε οὗτος τὰ ὄντα οὐδενός ἐστιν ἄξιος. νῦν δ’ οἶμαι τοῦτο προβέβληται. πάσας γὰρ ἐνταῦθα ᾕρησε τὰς τοῦ τείχους εἰκόνας.

25

Ἀναστροφὴ δέ ἐστι (τὸ αὐτὸ καὶ ἐπαναδίπλωσις) ὅταν, ἔνθα πέπαυται τὸ πρῶτον κῶλον, ἐκεῖθεν ἄρχηται τὸ δεύτερον, οἷον· οὐ γὰρ δὴ Κτησιφῶντα μὲν δύναται διώ‐ κειν δι’ ἐμ, ἐμὲ δ, εἴπερ ἐξελέγχειν ἐνό‐
5μιζεν, αὐτὸν οὐκ ἂν ἐγράψατο. καὶ πάλιν· δῆλον γὰρ ὡς, προκεχειρισμένων καὶ ἑτοίμων ὄντων τῶν ἀγαθῶν, ἐμέλλομεν ὑπ’ ἐκείνου τῆς εἰ‐ ρήνης γενομένης· γενομένης δὲ τῆς εἰρήνης ...
Κάλλος γὰρ τὸ σχῆμα ἐργάζεται.26
10 Ἀναστροφὴ δὲ ἄλλη ἐστὶν ὅταν τὰ ὀνόματα μετὰ τῶν ὀνομάτων αὐτὰ ἀναστρέφηται· οὐ γὰρ Αἰσχίνης διὰ τὴν εἰρήνην κρίνεται, ο, ἀλλ’ ἡ εἰρήνη δι’ Αἰσχίνην διαβέβληται. καὶ πάλιν· ἐν δὲ τῷ προ‐ γράψαι «μηδὲ τὸ λοιπὸν ἐξεῖναι 〈δοῦναι» 〈ὑ‐
15μᾶς τὸ δοῦναι ὑμῖν ἐξεῖναι〉. πάντα γὰρ εἰς ταὐτὰ ἀναστρέφεται.

26

Ἐπανάληψις δέ ἐστιν ὅταν τὸ αὐτὸ ὄνομα δὶς ἐν τῷ αὐτῷ κώλῳ ᾖ ἢ τῇ αὐτῇ περιόδῳ κατὰ τοῦ αὐτοῦ σημείου τεταγμένον, οἷον· οὐ μόνον κρίνετε τούτους τήμερον, οὔ. καὶ πάλιν· καίτοι φιλίαν καὶ ξενίαν αὐτὴν ὀνο‐
5μάζει, καὶ νῦν εἶπέ που λέγων· «ὁ τὴν Ἀλε‐ ξάνδρου ξενίαν ὀνειδίζων ἐμοί». ἐγώ σοι φι‐ λίαν Ἀλεξάνδρου; οὔτε Φιλίππου ξένον, οὔτε Ἀλεξάνδρου φίλον εἴποιμ’ ἂν ἐγώ σε. Ἐνέργειαν τὸ σχῆμα ἐργάζεται.
10 Τὴν μέντοι ἐπανάληψιν παλιλλογίαν Καικίλιος ὀνομάζει, οἷον· μιαρόν, μιαρὸν τὸ θηρίον, καί· πονηρόν, 〈πο‐ νηρὸν〉 ὁ συκοφάντης, καί· ὦ τέκνα, τέκνα,
καί· ὦ γάμοι, γάμοι. καὶ ὁ Δημοσθένης· ἀλλ’ οὐκ ἔστιν, 〈οὐκ ἔστιν〉 ὅπως ἡμάρτετε, τὸν ὑπὲρ27
15τῆς ἐλευθερίας κίνδυνον ἀράμενοι. Οἱ μὲν οὖν πολιτικοὶ κατ’ ἀρχὰς χρῶνται ταῖς ἀναλήψεσι καὶ τῇ παλιλλογίᾳ, Ὅμηρος δὲ καὶ ἐπὶ τέλει ἐχρήσατο εἰπών·
τοῦ δ’ ἐγὼ ἀντίος εἶμι, καὶ εἰ πυρὶ χεῖρας ἔοικεν,
εἰ πυρὶ χεῖρας ἔοικε, μένος δ’ αἴθωνι σιδήρῳ.
20ἐπήνεγκε γὰρ τοῦτο.

27

Παρονομασία δ’ ἐστὶν ὅταν, προειρημένου τοῦ κυρίου, παρονομάσῃ τις αὐτοῦ τὴν μεταφοράν, οἷον· ἂν δ’ ἀναλώ‐ σας λάθ, συνανάλωσε καὶ τὸ μεμνῆσθαι τῇ τύχῃ τὴν χάριν. καὶ πάλιν· εἰ μὴ τοὺς τὰ μηχα‐
5νήματα ἐπιστήσοντας εἰρήνην ἄγειν φήσετε, εἶτα ἐπήγαγεν· εἶτα τὸν τοῦτο τὸ μηχάνημα ἐπὶ τὴν πόλιν ἱστάντα. Τοῦτο μὲν οὖν τὸ σχῆμα τῆς ὀνομασίας βαρύτερόν τε καὶ λαμπρότερόν ἐστι, τὸ δ’ ἄλλο εἶδος χαριέστερον, ὃ παρὰ γράμμα
10γίνεται, ὡς ἐκεῖνο τὸ ἐπὶ τοῦ Διοπείθους· «μέλλει πολι‐ ορκεῖν», «τοὺς Ἕλληνας ἐκδίδωσιν»· μέλει γάρ τινι τούτων τῶν τὴν Ἀσίαν οἰκούντων, Ἑλ‐ λήνων λέγω. κἀκεῖνο δὲ παρονομασία τὸ παρὰ τῷ Θουκυδίδῃ· ἀλλ’ ἢ τούτους μεταπέμπειν δέον, ἢ ἄλλην μὴν
15ἐλάττω στρατείαν ἐπιπέμπειν, καὶ πάλιν· τί ἄλλο
ἐβούλευσαν οὗτοι, καὶ οὐκ ἀπέστησαν; καὶ παρὰ Δημοσθένει· σύλλογοι καὶ λόγοι παντοδαποί, καὶ πάλιν· πρῶτον μὲν Ἀμφίπολιν, πόλιν ὑ‐ μετέραν.28
20Δοκεῖ δὲ τοῦτο τὸ τῆς παρονομασίας κάλλος ἐργάζεσθαι.

28

Κλῖμαξ δέ ἐστιν ὅταν, εἰς πολλὰ κῶλα ἑνὸς ἐνθυμήματος διαιρουμένου, ἕκαστον κῶλον ἄρχηται ἀπὸ τοῦ ἐν τῷ προηγουμένῳ κώλῳ τελευταίου. μετενήνεκται δὲ τὸ ὄνομα ἀπὸ τῶν ἀναβαινόντων τὰς κλίμακας· ὥσπερ γὰρ ἐκείνοις τὰ τελευταῖα πρῶτα γίνεται
5κατὰ τὴν τῶν ποδῶν μετάθεσιν, οὕτω καὶ ἐν τῷ σχήματι τούτῳ τὰ τῶν πρώτων κώλων τελευταῖα τῶν ἐπιφερομένων ἀρχὴ γίνεται. σαφέστερον δ’ ἔσται τοῖς παραδείγμασιν· οὐκ εἶπον μὲν ταῦτα, οὐκ ἔγραψα δ· ἢ ἔγραψα μέν, οὐκ ἐπρέσβευσα δ· οὐκ ἐπρέσβευσα μέν, οὐκ
10ἔπεισα δὲ Θηβαίους. καὶ τό·
Ἥφαιστος μὲν δῶκε Διὶ Κρονίωνι ἄνακτι,
αὐτὰρ ἄρα Ζεὺς δῶκε διάκτορι Ἀργεϊφόντῃ·
Ἑρμείας δὲ ἄναξ δῶκε Πέλοπι πληξίππῳ,
αὐτὰρ ὁ αὖτε Πέλοψ δῶκ’ Ἀτρέι, ποιμένι λαῶν·
15
Ἀτρεὺς δὲ θνήσκων ἔλιπεν πολύαρνι Θυέστῃ,
αὐτὰρ ὁ αὖτε Θυέστ’ Ἀγαμέμνονι λεῖπε φορῆναι. Τινὲς δὲ νομίζουσι τοῦτο τὸ σχῆμα τὸ αὐτὸ εἶναι τῇ ἐπαναδι‐ πλώσει, ἠγνοήκασι δὲ ὅτι ἡ μὲν ἀναδίπλωσις ἐν δύο κώλοις γί‐
νεται, ἡ δὲ κλῖμαξ ἐν πολλοῖς, καὶ ὅτι πλήθους ἔμφασιν ἐργάζεται.29

29

Ἐπαναφορὰ δέ ἐστιν ὅταν δύο ἢ πλείω κῶλα ἢ κόμ‐ ματα ἀπὸ τῆς αὐτῆς λέξεως ἄρχηται, οἷον· ὅταν ἐπὶ κόρ‐ ρης, ὅταν κονδύλοις. καὶ πάλιν· μέχρι τούτου Τιμόλαος ἀπώλεσε Θήβας· μέχρι τούτου Εὔ‐
5δικος καὶ Σῖμος οἱ Λαρισαῖοι. Ἐνέργειαν τὸ σχῆμα καὶ λαμπρότητα ἐργάζεται. Κἀκεῖνο ἐπαναφορά· τί οὖν, ὦ ταλαίπωρε, συ‐ κοφαντεῖς; τί λόγους πλάττεις; τί σαυτὸν οὐκ ἐλλεβορίζεις ἐπὶ τούτοις; καὶ πάλιν· τίς
10οὖν ὁ ταῦτα συγκατασκευάσας αὐτ; τίς ὁ τὰς προφάσεις ταύτας δούς; καὶ ὁ Πλάτων ἐν Νό‐ μοις· ὅταν σοί τι προσπίπτῃ τῶν τοιούτων πρᾶγμα, εἰ μὴ ἐπὶ τὰς ἀποδιοπομπήσεις, ἐπὶ ἀποτροπαίων ἱερὰ θεῶν ἱκέτης ἴθι, ἐπὶ
15τὰς τῶν λεγομένων ὑμῖν ἀνδρῶν συνουσίας. καὶ παρὰ τῷ ποιητῇ·
ἐν δ’ ἔρις, ἐν δὲ κυδοιμὸς ὁμίλεον, ἐν δ’ ὀλοὸν κῆρ. Ἔστι δ’ ὅτε διὰ μακροτέρων ἐπαναφέρεται τὸ αὐτὸ μό‐ ριον, οἷον· ἡ γὰρ ἐμὴ πολιτεία, ἧς οὗτος κα‐
20τηγορε, ἀντὶ μὲν τοῦ Θηβαίους μετὰ Φι‐ λίππου εἰς τὴν Ἀττικὴν συνεμβαλεῖν, ὃ πάν‐ τες ᾤοντο, μεθ’ ἡμῶν παραταξαμένους κω‐
λύειν ἐκεῖνον ἐποίησεν· ἀντὶ δὲ τοῦ ἐν τῇ Ἀτ‐ τικῇ γενέσθαι τὸν πόλεμον, ἑπτακόσια στά‐30
25δια ἐπὶ τοῖς τῶν Βοιωτῶν ὁρίοις γενέσθαι· ἀντὶ δὲ τοῦ τοὺς λῃστὰς ἄγειν ἡμᾶς ἐπὶ τῆς Εὐβοίας, ἐν εἰρήνῃ τὴν Ἀττικὴν ἐκ τῆς θα‐ λάττης εἶναι πάντα τὸν πόλεμον· ἀντὶ δὲ τοῦ τὸν Ἑλλήσποντον Φίλιππον ἔχειν, λα‐
30βόντα τὸ Βυζάντιον, τοὺς Βυζαντίους πολε‐ μεῖν μεθ’ ἡμῶν πρὸς ἐκεῖνον ἐποίησε. καὶ τοῦτο δὲ εἶδος ἐπαναφορᾶς· καὶ μὴ ὅτι πολλὰ μὲν ἂν ἔδωκε χρήματα Φιλιστείδης, ὥστε ἔχειν Ὠρεόν, πολ‐ λὰ 〈δὲ〉 Κλείταρχος, ὥστε ἔχειν Ἐρέτριαν,
35πολλὰ δὲ Φίλιππος, ὥστε εἶναι ἐφ’ ὑμᾶς αὐ‐ τῷ ... καὶ τοῦτο πάλιν ἐπαναφορά· ἐδίδασκες γράμ‐ ματα, ἐγὼ δὲ ἐφοίτων· ἐτέλεις, ἐγὼ δὲ ἐτε‐ λούμην· ἐγραμμάτευες, ἐγὼ δὲ ἐκκλησίαζον.

30

Ἀντιστροφὴ δέ ἐστι (τὸ ἀντικείμενον τῇ ἀναφορᾷ) ὅταν εἰς τὴν αὐτὴν λέξιν τὰ κῶλα ἀπαντᾷ· πράττεταί τι τῶν [μὲν] ὑμῖν συμφέρειν δοκούντων; ἄφωνος Αἰ‐ σχίνης· ἀντέκρουσέ τι καὶ γέγονεν οἷον οὐκ
5ἔδει; πάρεστιν Αἰσχίνης, ὥσπερ τὰ ῥήγματα καὶ τὰ χάσματα
Ἐνέργειαν ἅμα καὶ 〈κάλλος τὸ〉 σχῆμα ἐργάζεται.31

31

Ἐπιμονὴ δέ ἐστιν ὅταν τις πλείω ῥήματα ὀρθὰ ἀλλήλοις ἐπιβάλλῃ, ὡς ἐν τῷ ὑπὲρ Φορμίωνος πρὸς τὸν Ἀπολλόδωρον· ἄγεις, ἐλαύνεις, διώκεις, συκοφαντεῖς. Δείνωσιν τὸ σχῆμα ἔχει.
5 Καὶ τὸ παρ’ Αἰσχίνῃ· ψῆφον αἰτε, ὅρκον αἰ‐ τε, νόμον αἰτε, δημοκρατίαν αἰτεῖ.

32

Τὸ δ’ ὑπερβατὸν διχῶς γίνεται, ἢ κατὰ παρένθεσιν ἢ κατὰ ἀναστροφήν. Καὶ κατὰ ἀναστροφὴν μέν, ὡς ἐν τῷ δευτέρῳ τῶν Ὀλυν‐ θιακῶν, οἷον· τὴν τοῦ διαπράξασθαι ταῦτα,
5ἃ μηδεὶς πώποτε ἄλλος Μακεδόνων βασιλεὺς, δόξαν ἀντὶ τοῦ ζῆν καλῶς ᾑρημένος. ἔστι γὰρ
τὸ ἑξῆς· τὴν δόξαν τοῦ διαπράξασθαι. Κατὰ παρένθεσιν δέ, ὡς ἐν τῷ κατ’ Ἀνδροτίωνος· ἀλλ’ ἐπὶ τοῦ Δεκελικοῦ πολέμου (τῶν γὰρ ἀρ‐32
10χαίων ἕν, ὃ πάντες ἐμοῦ μᾶλλον ἐπίστασθε, ὑπομνήσω) πολλῶν καὶ δεινῶν συμβάντων ... Ἰσχὺν δὲ καὶ κάλλος ἐργάζεται τὸ σχῆμα.

33

Παρίσωσις δὲ γίνεται μὲν καὶ κατὰ τὴν ἀρχήν, οἷον· ὅτε τοίνυν τοῦθ’ οὕ‐ τως ἔχει, προσήκει προθύμως (ὃ καὶ ὁμοιόαρκτον λέγεται),
5 καὶ κατὰ τὸ τέλος, οἷον· ἐθέλειν ἀκούειν. Κάλλος δὲ τὸ σχῆμα ἐργάζεται, ἐάν τις αὐτῷ ἀνεπαχθῶς χρῆται. Τῶν δὲ κατὰ τὸ τέλος παρισώσεων τὸ μέν ἐστιν ὁμοιόπτω‐ τον, τὸ δὲ ὁμοιοτέλευτον.
10 Καὶ ὁμοιοτέλευτον μέν, οἷον τὸ Ἰσοκράτους ἐν Ἑλένῃ· τοῦ μὲν ἐπίπονον καὶ φιλοκίνδυνον τὸν
βίον ἐποίησε, τῆς δὲ περίβλεπτον καὶ περι‐ μάχητον τὴν φύσιν κατέστησεν· τὸ γὰρ ἐποί‐ ησε καὶ κατέστησεν ἰσοσύλλαβόν ἐστι καὶ ὅμοιον τῷ33
15τόνῳ. καὶ τὸ παρ’ Αἰσχίνῃ· καὶ οὐ τὸ δυστύχημα ὀνειδίζω, τὸν δὲ τρόπον ἐξετάζω· ἐν γὰρ τού‐ τοις κώλοις ὁμοία ἡ τελευτὴ γέγονεν. Ὅταν δὲ εἰς ὄνομα λήγωσιν αἱ περίοδοι ἢ τὰ κῶλα, τὰ δ’ ὀνόματα ἔχῃ τὰς πτώσεις ὁμοίας, τότε ὁμοιόπτωτον λέγεται,
20οἷον τὸ Ἰσοκράτους· τῆς ὑπὸ μὲν Ἀθηναίων καὶ Λακεδαιμονίων στρατηγουμένης, ὑπὲρ δὲ τῆς τῶν Ἑλλήνων ἐλευθερίας ἀθροιζο‐ μένης, ἐπὶ δὲ τὴν τῶν βαρβάρων πονηρίαν πορευομένης.

34

Πλεονασμὸς δέ ἐστι, 〈οἷον〉· τί δεῖ πράττειν καὶ ποιεῖν τὴν πόλιν; Ἐνέργειαν τὸ σχῆμα ἔχει ἐν τῷ πυσματικῷ τιθεμένην. Συνωνυμίαν ὀνομάζει τὸ σχῆμα Καικίλιος ὅταν κατὰ τοῦ
5αὐτοῦ πράγματος καὶ κατὰ τοῦ προκειμένου δύο λέξεις γενηθῶσιν. Τοῦτο δὲ πλεονασμὸν ὀνομάζει Ἀψίνης· τότε δὴ καὶ κατὰ τὸν καιρὸν ἐκεῖνον· θάτερον γὰρ τούτων εἰπεῖν
ἐξήρκει. καὶ ὁ Δημοσθένης· ἐφοβήθησαν, εἴ〈ασ〉αν, οὐδεὶς ἥψατο. καὶ πάλιν ἐν τοῖς Φιλιππικοῖς· καὶ γι‐34
10νώσκεται μὲν ὑπὸ τῶν Κορινθίων καὶ παρ’ Ὀλυνθίοις πρότερον, οὐκ ἀγνοεῖται ὑπὸ Θετ‐ ταλῶν. κατὰ γὰρ τοῦ αὐτοῦ πράγματος τὰ αὐτὰ σημαινόμενα τέθειται.

35

Περίφρασις δ’ ἐστὶν ὅταν τῆς ἁπλῆς καὶ εὐθείας γινομένης ἑρμηνείας εὐτελοῦς οὔσης, μεταβαλόντες κόσμου ἕνεκα ἢ πάθους ἢ μεγαλοπρεπείας ἄλλοις ὀνόμασι καὶ πλείοσι τῶν κυρίων καὶ ἀναγ‐ καίων τὸ πρᾶγμα ἑρμηνεύσωμεν, οἷόν ἐστι τὸ Δημοσθενικόν· ἠτί‐
5μωται τῇ ῥύμῃ τῆς ὀργῆς 〈καὶ τῆς ὕβρεωσ〉 τῆς Μειδίου. τὸ γὰρ ἁπλοῦν ἦν «ἠτίμωται ὑπὸ Μειδίου», τὸ δὲ τῇ ῥύμῃ τῆς ὀργῆς καὶ τῆς ὕβρεως παρείληπται πάθους ἕνεκα καὶ ἀξιώματος. Ταῖς δὲ περιφράσεσι σπανίως χρῶνται οἱ πολιτικοί, πλεονάζει
10δὲ ἐν αὐταῖς ὁ Θουκυδίδης καὶ ὁ Πλάτων καὶ οἱ ποιηταί, οἷον παρὰ μὲν Ὁμήρῳ· βίη Ἡρακλείη, ἀντὶ τοῦ Ἡρακλέος, καὶ· ἱερὴ ἲς Τηλεμάχοιο, ἀντὶ τοῦ «Τηλέμαχος»· παρὰ δὲ Πλάτωνι· ὦ παῖ Κλεινίου, ἀντὶ τοῦ «ὦ Ἀλκι‐ βιάδη»· παρὰ δὲ Θουκυδίδῃ· καὶ οἱ μὲν ὕπνον ᾑροῦντο,
15ἀντὶ τοῦ «ἐκάθευδον»· παρὰ δὲ Ἡροδότῳ· ἐνέσκηψεν ἡ θεὸς θήλειαν νόσον, ἀντὶ τοῦ «ἐποίησεν ἀνδρογύνους ἢ
κατεαγότας».35

36

Συζυγία δ’ ἐστὶν ὅταν δύο προθεὶς ἀντικείμενα ἀλλήλοις ἑκατέρῳ τὸ προσῆκον ἐπενέγκῃ, ὡς ἐν τῷ ἐννάτῳ τῶν Φιλιππικῶν, οἷον· ὁ δῆμος ὁ τῶν Ὠρειτῶν, ἀντὶ τοῦ τῷ μὲν βοηθεῖν, τοὺς δ’ ἀποτυμπανίσαι, τοῖς μὲν οὐκ
5ὠργίζετο, τὸν δ’ ἐπιτήδειον ταῦτα παθεῖν ἔφη. καὶ πάλιν· τὸ τοίνυν ψήφισμα τουτ, τῷ μὲν ἡγουμένῳ τῶν Κερσοβλέπτου πραγμάτων ἀσφάλειαν διδόν, τοῖς δὲ τῶν ἑτέρων βασι‐ λέων στρατηγοῖς φόβον καὶ δέος μή τινα
10αἰτίαν σχῶσι παριστάν, τοὺς μὲν ἀσθενεῖς, τὸν δὲ ἰσχυρὸν καθίστησιν. οὐ γὰρ ἑκάτερον κατέ‐ λυσε καθ’ αὑτό, ἀλλὰ δι’ ἀμφοτέρων ὁ λόγος κεχώρηκε. Κάλλος δὲ τὸ σχῆμα ἐργάζεται.

37

Τὸ δὲ ἀπὸ κοινοῦ οὕτως· καὶ τῷ μὲν Εὐαίωνι τῷ τὸν Βοιωτὸν ἀποκτείναντι πολλὴν συγ‐
γνώμην ἔχω. δοκοῦσι δέ μοι καὶ τῶν δικα‐ σάντων τότε 〈πολλοί〉. ἀπὸ κοινοῦ· συγγνώμην36
5ἔχειν. Εὐειδὲς τὸ σχῆμα.

38

Μεταβολὴ δ’ ἐστὶν ὅταν μὴ τὰς πτώσεις μόνον, ἀλλὰ καὶ τὰ ῥήματα μεταβάλλῃ, οἷον· τίς γὰρ συμμαχία σοῦ πράξαντος γέγονε τῇ πόλει; ποῖαι τριή‐ ρεις; ποῖοι νεώσοικοι; τίς ἐπισκευὴ τει‐
5χῶν; ποῖον ἱππικόν; Καὶ τοῦτο δὲ ὁμοίως γοργὸν καὶ εὐειδὲς τὸ σχῆμα.

39

Ὑποφορὰ δέ ἐστιν ὅταν μὴ ἑξῆς προβαίνῃ ὁ λόγος, ἀλλ’ ὑπο‐ θείς τι ἢ ὡς παρὰ τοῦ ἀντιδίκου ἢ ὡς ἐκ τοῦ πράγματος ἀποκρίνηται πρὸς αὑτόν, ὥσπερ δύο ἀντιλεγόμενα πρόσωπα μιμούμενος, οἷον· ἐγὼ τοίνυν λογίζομαι· τίνος ὁ Φίλιππος πρῶ‐
5τος γέγονε κύριος μετὰ τὴν εἰρήνην; «Πυλῶν καὶ τῶν ἐν Φωκεῦσι πραγμάτων». τί οὖν; πῶς τούτοις ἐχρήσατο; «ἃ Θηβαίοις συμφέρει, καὶ οὐχ ἃ τῇ πόλει, προείλετο πράττειν». τί δή‐
ποτε [ν]; ὅτι πρὸς πλεονεξίαν, οἶμαι, καὶ τὸ37
10πάντα ὑφ’ ἑαυτῷ ποιήσασθαι ... καὶ πάλιν· τί ποιήσομεν, ἐὰν ἐπὶ Χερρόνησον ἴ; «κρινοῦ‐ μεν Διοπείθην νὴ Δία»· καὶ τί τὰ πράγματα ἔσται βελτίω; «ἀλλ’ ἐνθένδε βοηθήσομεν αὐ‐ τοῖς»· ἂν δὲ ὑπὸ τῶν πνευμάτων μὴ δυνώμε‐
15θα; «ἀλλὰ μὰ Δία οὐχ ἥξει»· καὶ τίς ἐγγυητής ἐστι τούτου; Ἔχει δὲ 〈τὸ〉 σχῆμα καὶ κάλλος καὶ ἐνέργειαν, καὶ ὅταν εἴπῃ· ἐπέδωκα· ἐπαινοῦμαι, ο, μὰ Δία, οὐκ ὤν, ὧν ἐπέδωκα, ὑπεύθυνος. ἦρχον· καὶ δέ‐
20δωκά γε εὐθύνας ἐκείνων, οὐχ ὧν ἐπέδωκα. «νὴ Δία, ἀλλ’ ἀδίκως —φησίν— ἦρξας». εἶτα παρών, ὅτε με εἰσήγαγον οἱ λογιστα, οὐ κατηγόρεις;

40

Ἀσύνδετον δέ ἐστιν, ᾧ πολλαχῶς χρῆται ὁ Δημοσθένης, κατ’ ὄνομα καὶ κατὰ κῶλον 〈καὶ κατὰ κόμμα〉 καὶ κατὰ τόπον. Κατ’ ὄνομα μέν· Ἀμφίπολιν, Πύδναν, Ποτί‐ δαιαν, Ἁλόννησον· ἐξ ὧν πλήθους ἔμφασις γίνεται.
5Κατὰ κῶλον δέ· ἴσασιν Εὐαίωνα πολλοὶ τὸν
Λαοδάμαντος ἀδελφόν ... εὐειδὲς τὸ τοιοῦτο. Κατὰ κόμμα δέ· ὅταν ἐπὶ κόρρης, ὅταν κονδύ‐ λοις, ταῦτα κινε, ταῦτα ἐξίστησι. ταῦτα δείνωσιν ἔχει καὶ ἐνέργειαν.38
10 Κατὰ τόπον ἀσυνδέτως· πολλὰ ἂν εἰπεῖν ἔχοιεν Ὀλύνθιοι, ἃ τότε εἰ προείδοντο, οὐκ ἂν ἀ‐ πώλοντο· πολλὰ ἂν Ὠρεῖται, πολλὰ Φωκεῖς. καὶ πάλιν προθείς· ἀλλὰ τί τούτων ὄφελος τῇ πό‐ λει; [πάλιν] ἐπήγαγεν εἰς τὸ ἀσύνδετον· ἕως ἂν σῴζη‐
15ται τὸ σκάφος, τότε χρὴ καὶ ναύτην καὶ κυβερνήτην καὶ πάντα ἄνδρα ἐφεξῆς προ‐ θύμους εἶναι. Λαμπρότητα δὲ καὶ φαντασίαν τοῦτο τὸ σχῆμα παρέχεται ἄνευ συνδέσμων ἐλευθέρᾳ φωνῇ τοῦ λόγου προϊόντος ταῖς τῶν
20τόπων ἐμβολαῖς. Τῷ σχήματι κέχρηται ἢ κατ’ ὄνομα εἰς πλῆθος, ἢ κατὰ κῶλον εἰς κάλλος, ἢ κατὰ κόμμα εἰς ἐνέργειαν, ἢ κατὰ τόπον εἰς λαμπρότητα. Κἀκεῖνο ἀσύνδετον· ὁρῶ δὲ αὐτὸν τὸν Φίλιπ‐
25πον, πρὸς ὃν ἡμῖν ὁ ἀγών, τὸν ὀφθαλμὸν ἐκ‐ κεκομμένον, τὴν [δ] κλεῖν κατεαγότα, τὴν [δ] χεῖρα καὶ τὸ σκέλος πεπηρωμένον.

41

Τὸ δὲ ἀντίθετον ἄνω μὲν εἴρηται τὸ τῆς διανοίας, τὸ δὲ τῆς λέξεως διχῶς γίνεται· ἢ κατὰ κῶλον, ἢ κατὰ λέξιν. Κατὰ κῶλον μέν· παρὰ τὰς τῶν χορηγῶν δα‐
πάνας μικρὸν ἡμέρας μέρος ἡ χάρις τοῖς39
5θεωμένοις ἐστ, παρὰ δὲ τὰς εἰς τὸν πόλε‐ μον παρασκευῶν ἀφθονίας πάντα τὸν χρόνον ἡ σωτηρία πάσῃ τῇ πόλει. ἀντίκειται γὰρ τοῖς κώλοις ἡ ἑρμηνεία. Τὸ δὲ κατὰ λέξιν· ἐδίδασκες [γὰρ] γράμματα,
10ἐγὼ δ’ ἐφοίτων· ἐτέλεις, ἐγὼ δὲ ἐτελούμην· ἐγραμμάτευες, 〈ἐγὼ δὲ ἐκκλησίαζον. ἐτρι‐ ταγωνίστεισ, ἐγὼ δ’ ἐθεώρουν· ἐξέπιπτες, ἐγὼ δ’ ἐσύριττον. Ἐνέργειαν δὲ καὶ κάλλος ἅμα τὸ σχῆμα ἔχει.

42

Ἔλλειψις δέ ἐστιν ὅταν ὁ λέγων ἐλλείπῃ λέξιν ἣν παρ’ αὐ‐ τὰ ἔδει προσθεῖναι τῷ νοήματι, οἷον· θέμα δεινὸν καὶ ἐλεεινόν· ἐλλείπει γὰρ τὸ «ἐστί». κἀκεῖνο δ’ ἔλλειψις· πρῶτον μέν, ὦ Ἀθηναῖοι, τοῖς θεοῖς εὔχομαι πᾶσι
5καὶ πάσαις· ἐλλείπει γὰρ «ταῖς θεαῖς». καὶ πάλιν· ὥσπερ ἄν τις ἰατρὸς ἀσθενοῦσι μὲν τοῖς κάμνου‐ σιν εἰσιὼν μὴ λέγοι μηδὲ δεικνύοι δι’ ὧν ἀποφεύξονται τὴν νόσον, ἐπειδὰν δὲ τελευ‐ τήσειέ τις αὐτῶν καὶ τὰ νομιζόμενα ἐπ’ αὐτῷ
10φέροιτο, ἀκολουθῶν ἐπὶ τὸ μνῆμα διεξίοι· «εἰ τὸ καὶ τὸ ἐποίησεν ἅνθρωπος, οὐκ ἂν ἀπέ‐ θανεν». «ἐμβρόντητε, εἶτα νῦν λέγεις;» καὶ πάλιν· εἶπον τοίνυν ὡς μὲν ὑπαρχόντων Θη‐ βαίων Φιλίππῳ λίαν θορυβουμένων ... ἐλλείπει
15γὰρ τὸ «φίλων καὶ συμμάχων».40

43

Τὴν δὲ διατύπωσιν παρῆκεν Ἀψίνης, Καικίλιος δὲ ἔθηκεν ἐν τοῖς τῆς διανοίας σχήμασιν. Ἡ δὲ διατύπωσις ὁτὲ μὲν ὑπομιμνήσκει τῶν γεγενημένων ἐνεργειῶν καὶ ἑκάστων ἐξαριθμουμένων τῶν μερῶν· ἀλλὰ
5μὴν τὸν τῇ πόλει συσταθέντα τότε θόρυβον ἴστε μὲν ἅπαντες· μικρὰ δὲ ἀκούσατέ μου τὰ ἀναγκαιότατα. ἑσπέρα μὲν γὰρ ἤδη καὶ τὰ ἑξῆς. Καὶ πάλιν ἡ διατύπωσις ἐπὶ τὴν θέαν ἄγει τῶν οὐχ ἑωρα‐
10μένων, ὡς παρ’ Αἰσχίνῃ πολλὰ ἂν εὕροι τις. Τρίτος ὅρος διατυπώσεως· ὅταν τὰ μὴ γεγονότα διατυ‐ πούμενοι εἰσάγωμεν καθ’ ὑπόθεσιν—οἷον· ‘τί ἂν ἐγέ‐ νετο;‘ καί· ‘τί ἂν ἐπράχθη;‘ —ὡς δεινὰ καὶ φοβερά.

44

Τὸ δὲ διασυρμοῦ σχῆμα παρῆκεν Ἀψίνης, Καικίλιος δὲ αὐτὸ ἐνέθηκε. Τοῦτο δέ ἐστι τὰ μεγάλα μικρὰ ποιῆσαι καὶ ἐξευτελίσαι, οἷον· ἀλλ’ ἐν τοῖν δυοῖν ὀβολοῖν ἐθεώρουν
5ν, εἰ μὴ τοῦτο ἐγράφη. καί· πάνυ γε· οὐ γὰρ παρὰ τοῦτο εὐχερῆ γέγονε τὰ τῶν Ἑλλήνων πράγματα, εἰ τουτὶ τὸ ῥῆμα, ἀλλὰ μὴ τοῦτο διελέχθην ἐγ, ἢ δευρὶ τὴν χεῖρα, ἀλλὰ μὴ δευρὶ παρήνεγκα.

45

Τὸ δὲ σχῆμα τῆς ἐπανόδου ἐστὶ παρὰ τῷ Καικιλίῳ. Γίνεται δὲ αὕτη ὅταν ὀνόματα δύο καὶ ῥῆμα προθέντες ἐπα‐ νίωμεν ἐπ’ αὐτὰ καὶ ἐξηγώμεθα αὐτά, ὡς μήπω νοουμένου τοῦ
λεχθέντος, οἷον εἴ τις λέγοι, ὅτι «Νικίας καὶ Ἀλκιβιάδης ἐπὶ41
5Σικελίας τὴν στρατείαν διέφθειραν», εἶτα ἐπανιὼν ἐπ’ αὐτὰ λέγοι· «Ἀλκιβιάδης μὲν εὐτελῆ τὸν πόλεμον καταλιπών, Νικίας δὲ ἀργῶς στρατηγήσας». χρῆται δὲ ἐπανόδῳ καὶ Θουκυδίδης ὁσάκις ἂν εἰς ἀσάφειαν ἐκ τῶν ὑπερβατῶν ἐκπίπτῃ.

46

Καὶ τὸ τῆς ἀφαιρέσεως σχῆμα ὁ Καικίλιος εἰσάγει· λέ‐ ξεως γὰρ ἀφαίρεσιν τοῦτό φησι καὶ λέγει κεῖσθαι παρὰ τῷ Θου‐ κυδίδῃ· 〈ἐ〉φθάραται γὰρ [ἄνδρες] Ἀθηναῖοι (ἐφθαρμένοι εἰσὶ) καί· τετάχαται (〈τεταγμέναι εἰσίν〉).
5[πεποίηνται καὶ εἴρηνται]

47

Καὶ τὸ τῆς ἀλλοιώσεως σχῆμα εἰσάγει ὁ Καικίλιος, καί φησιν αὐτὴν γίνεσθαι κατ’ ὀνόματα καὶ πτώσεις καὶ ἀριθμοὺς καὶ πρόσωπα καὶ χρόνους. Καὶ ὀνόματα μὲν ἀλλοιοῦσιν ἀντὶ τοῦ ἄρρενος τὸ θῆλυ ἢ τὸ
5οὐδέτερον παραλαμβάνοντες, ἢ τῷ ἄρρενι ἀντ’ ἀμφοῖν χρώμενοι, κατὰ τὸ πληθυντικόν, οἷον παρὰ μὲν Θουκυδίδῃ· πᾶσα γὰρ
ἡ Ἑλλὰς ἐσιδηροφόρει, ἀντὶ τῶν Ἑλλήνων, καί· τὸ φιλότιμον ἀγήρω μόνον, ἀντὶ τοῦ «ἡ φιλοτιμία»· οὐδέτερον γὰρ μετείληφεν ἀντὶ τοῦ θήλεος ...42
10 Κατὰ δὲ τοὺς ἀριθμοὺς ἀλλοίωσις, ὡς παρ’ Εὐπόλιδι ἐν Δήμοις·
ἅπασα γὰρ ποθοῦμεν ἡ κλεινὴ πόλις, καὶ παρὰ Δημοσθένει· ὑμεῖς ὦ βουλή. Κατὰ δὲ τὰ πρόσωπα ἀλλοιώσεις, ὡς παρ’ αὐτῷ· τοῖς γὰρ δικασταῖς διαλεγόμενος μετατίθησιν ἑαυτὸν ἐπὶ τὸν ἀντίδικον· ς,
15ὦ μιαρώτατε πάντων, κεκλεισμένης σοι τῆς παρρησίας ... καὶ πάλιν ἀπὸ τοῦ ἀντιδίκου μετάγει ἐπὶ τοὺς δικαστὰς λέγων, οἷον· τῶν ἀνδρῶν τῶν ἀγαθῶν μέ‐ μνησαι· καὶ καλῶς ποιεῖς. οὐ μέντοι δίκαιόν ἐστιν, ὦ Ἀθηναῖοι ... καὶ παρ’ Εὐριπίδῃ·
20
φεύγεις ἀποστραφείς με, τὰ δ’ Ἀγαμέμνονος
φροῦδα; εἶτα μεταστρέφει τὸν λόγον ἐπὶ τὸν ἀποθανόντα·
ἄφιλος ἦσθ’ ἄρ’, ὦ πάτερ, πράττων κακῶς. Τοὺς δὲ χρόνους ἀλλοιοῦσιν, ὅταν τοῖς ἐνεστῶσιν ἀντὶ τῶν
25παρῳχημένων χρῶνται, οἷον παρὰ Δημοσθένει· καὶ ὅτι ταῦτα ἀληθῆ λέγω, τοὺς ὁρῶντας ὑμῖν μάρτυρας παρέξομαι, ἀντὶ τοῦ «τοὺς ἑωρακότας». ὁποῖόν ἐστι καὶ τὸ παρὰ τῷ Εὐριπίδῃ ἐν τῇ Ἀνδρομέδᾳ·
ὁρῶ δὲ πρὸς τῆς παρθένου θοινάματα,
43
30ἀντὶ τοῦ «εἶδον». καὶ ὁ Θουκυδίδης· οἱ μὲν πολλοὶ τῶν ἐνθάδε εἰρηκότων ἐπαινοῦσι τὸν προστι‐ θέντα τῷ νόμῳ τὸν λόγον τόνδε, ἀντὶ τοῦ «ἐπῄ‐ νεσαν».

48

Καὶ τὴν παρεμβολὴν εἰσάγει Καικίλιος σχῆμα λέξεως, κέχρηται δὲ παραδείγματι τῷ παρὰ Θουκυδίδῃ· οἱ δὲ Κο‐ ρίνθιοι προσκαθεζόμενοι (ἔστι δὲ ἰσθμὸς τὸ χωρίον) ἐπολιόρκουν τὴν πόλιν. καὶ ὁ Ἡρό‐
5δοτος· Κροῖσος ἦν Λυδὸς μὲν γένος, παῖς δὲ Ἀλυάττεω, τύραννος δὲ ἐθνῶν τῶν ἐντὸς Ἅλυος ποταμο, ὃς ῥέων ἀπὸ μεσημβρίης με‐ ταξὺ Σύρων καὶ Παφλαγόνων ἐξίει πρὸς βορέην ἄνεμον εἰς τὸν Εὔξεινον καλεόμενον
10πόντον. ἐνταῦθα παρεμβέβληται τὰ τοῦ ποταμοῦ. καὶ Εὐρι‐ πίδης·
Δαναός, ὁ πεντήκοντα θυγατέρων πατήρ,
Νείλου λιπὼν κάλλιστον †εὐκταίης† ὕδωρ,
ὃς ἐκ μελαμβρότοιο πληροῦται ῥοὰς44
15Αἰθιοπίδος γῆς, ἡνίκ’ ἂν τακῇ χιών, †τεθριππεύοντος† ἡλίου κατ’ αἰθέρα, ἐλθὼν κατ’ Ἄργος ᾤκις’ Ἰνάχου πόλιν.
οἱ γὰρ τρεῖς περὶ τοῦ ποταμοῦ στίχοι περιττοί.45