TLG 2598 019 :: PROCOPIUS :: Epistula (e cod. Esc. gr. 234) PROCOPIUS Rhet.
Scr. Eccl. Epistula (e cod. Esc. gr. 234) Citation: (Line) | ||
1 | Αὐτὰς ὄντως ἐπὶ τῆς γλώττης φέρεις τὰς Χάριτας, καί μοι δοκεῖς ὡς τέμενος αὐτῶν, καὶ νεὼς ἐνταῦθά που σοι καθί‐ δρυται καὶ θέλγει τὰς θεάς, ψυχὴ καθαρῷ πλήκτρῳ ποικίλως | |
---|---|---|
ὑπηχοῦσα τῇ γλώττῃ· ὅθεν χαίρουσι ταύτῃ μᾶλλον ἢ Νάξον | 53 | |
5 | ὁρῶσαι, ἣν καὶ νῆσον εἶναι Χαρίτων λόγος κατέχει· ἔνθα καὶ Διόνυσος τῆς Ἀριάδνης ἡττήθη καὶ σύνοικος ἦν. Ἀλ‐ λ’ εἰς καλὸν ἡμῖν ὁ Σεμέλης ἐπῆλθε τῷ λόγῳ· ὅς, εἰ μὴ θεὸς ἦν, ὅσης ἂν ἡμῖν τῆς κατηγορίας ἀπέλαυσεν, ἄνδρα παριδὼν πένητα μὲν κἀκ τῶν στρωμάτων αὐτῶν ὀνειροπολοῦν‐ | |
10 | τα τοὺς φόρους, Μούσαις δ’ ἄλλως ἀνειμένον καὶ Χάρισιν. Εἰς μικρὸν εἶχε τὸ γῄδιον, ὦ Διόνυσε, καὶ ταῖς ἐντεῦθεν ἐπανεῖχεν ἐλπίσι, τοῦτο μένων λαβεῖν, ὃ ταῖς ἀμπέλοις ἐ‐ δόκει διδόναι· τί μὴ πολὺς ἐπελθὼν βριθούσας αὐτὰς ἀπέ‐ δειξε τῷ καρπῷ; εἴθε καὶ ληνῶν ἐπέβης, καὶ βακχικὸν ἐπε‐ | |
15 | χόρευσας, καὶ οὐδὲν τοῦ γλεύκους ὑπῆρχε κενόν· ὅθεν ἔ‐ χων πλούτου καλῶς, ἐχόρευσεν ἂν ὑφ’ ἡδονῆς καὶ μουσικώτε‐ ρος ἦν. Βούλει μαθεῖν καὶ ὅ τι πρὸς ταῦτά φησιν ὁ Διό‐ νυσος; ὡς «οὐκ ἔστιν λόγων ἅμα καὶ χρημάτων πλουτεῖν· ὅθεν» φησὶν «ὑπεξείων δὲ τοὺς βότρυς, ὅπως αὐτῷ μᾶλλον | |
20 | ἐπασκήσω τὴν γλῶτταν· ἐπεὶ καὶ οἱ τέττιγες μόνῃ τῇ δρό‐ σῳ τρεφόμενοι ὅλας ἐν αὐτοῖς χωροῦσι τὰς Μούσας, καὶ εἴποις ἂν ἀκούων ὡς ἄνθρωποί τε ἦσαν καὶ γεγόνασι τέτ‐ τιγες». Οὐκοῦν στέργειν τοῖς παροῦσιν εἰκός, κἂν οἱ πράκτορες ἐνοχλῶσιν, ᾆδε μόνον αὐτοῖς, καὶ τῶν χρημάτων | |
25 | εὐθὺς ἐπιλήσονται. | 54 |