TLG 2598 010 :: PROCOPIUS :: Horologium

PROCOPIUS Rhet. Scr. Eccl.
(Gazaeus: A.D. 5–6)

Horologium

Source: Diels, H. (ed.), “Über die von Prokop beschriebene Kunstuhr von Gaza” [Abhandlungen der königlich preussischen Akademie der Wissenschaften, Philosoph.–hist. Kl. 26.7] Berlin: Reimer, 1917: 27–39.

Citation: (Line)

1Ἡ τῶν παρόντων ἔκφρασις ἔργων δεῖται μὲν λόγου πρὸς τὴν τέχνην ἁμιλλωμένου, εἰ δὲ τούτων ἐλάττων ὀφθείη, καὶ
5τοῦτο τοῦ ποιήσαντος θαῦμα, ὅτι κρείττων γέγονε πράττων ἢ ψιλῶς εἰρηκότες ἡμεῖς. ὅθεν εἰς ἔπαινον αὐτῶι τελευτᾶι καὶ τῶι ἀγαθῶν αἰτίωι τὴν πρέ‐
10πουσαν εἰς Δύναμιν ἀποδίδωσιν εὐφημίαν, δι’ ὃν ἡ πόλις τῶν παρόντων ἀπολαύειν ἔσχεν εὐ‐ τυχημάτων.
14tΕΚΦΡΑΣΙΣ ΩΡΟΛΟΓΙΟΥ.
15 Ἄλλοι μὲν ἄλλα ὁρώντων καὶ εἴ γε βούλοιντο λέγοιεν, οἱ μὲν Αἰγύπτου πυραμίδας
οἷα δὴ τὰ Αἰγυπτίων ἀιδόμενα, ὁ δέ τις ἐπιδημῶν Βαβυλῶνι27
20Βὴλ Διὸς ἱερὸν ἴδοι καὶ ἑτέ‐ ρους ἐφ’ ἑτέροις ἄλλον ἐπ’ ἄλλωι πύργους ὀκτώ· ὁμῶς δὲ παραλαβέτω τὸν Ἥφαιστον καὶ θεῶν οἴκους αὐτῶι παρεχέτω
25δημιουργεῖν, ‘τοὺς Ἥφαιστος ἐποίησεν ἰδυίηισιν πραπίδεσσι‘, καὶ ‘Ἀμφιγύην‘ εἶναι λεγέτω τὸν αὐτὸν θεὸν μόγων ἀεὶ καὶ προσ‐ εδρείας τὴν αὐτοῦ τέχνην δεο‐
30μένην εἰδώς· τοιοῦτον γὰρ τὸ μὴ κινεῖσθαι προσκαρτεροῦντα τοῖς ἔργοις. εἰδυίας οὖν ἔχων φρένας καὶ σῶμα ἐφ’ ἑνὸς ἱδρυμένον χωρίου νῦν μὲν τὴν
35ἀσπίδα τὴν Ἀχιλλέως, ἔργον ἐξαίσιον Ὁμήρωι, ποιεῖ, καὶ δια‐ κονοῦσιν αὐτῶι πρὸς τὴν χρείαν ζῆν εἴδωλα δοκοῦντα καὶ τὴν φλόγα ζωπυροῦσιν αὐτομάτωι
40φορᾶι. εἰς τὴν Φαιάκων δὲ νῆσον ἐλθὼν 〈ἄλλ’ ἐποίη‐ σεν ἔργον θαυμάσιον·〉 κύνες ἦσαν Ἀλκίνωι φύλακες τῆς αὐ‐ λῆς· οἱ δὲ κύνες οὐχ
45οἱ συνήθεις οὗτοι καὶ ζῶντες,
χρυσὸς δὲ νὴ Δία καὶ ἄργυρος 〈δία τέχνην〉 τὴν Ἡφαίστου κί‐ νησιν ἔχοντες. ταῦτα μὲν οὖν μῦθός τε ἦν ἐμοὶ καὶ λό‐28

(50)

γος ἐδόκει, καὶ Ὅμηρος ἐτρύφα τῆι τέχνηι λέγων ἐπ’ ἀδείας ἃ μήτε ἦν μήτ’ ἐγένετο πώποτε· νυνὶ δὲ τοῦ παρόντος Ἡφαί‐ στου ἔργα καὶ τέχνην ἰδὼν
55........ ταῦτα κἀκείνοις ἀληθέσιν εἶναι συγχωρεῖν ἐπι‐ τρέπω. Λέγειν οὖν ἐθέλοιμι ταῦτα καὶ εὔχομαι· νικᾶι γὰρ λόγον
60ἡ θέα ἀμηχανοῦσα καὶ αὐτὴ πρὸς ὅτι δέοι φερομένη ἐς πάντα· μεταπηδᾶι γὰρ ἄνω καὶ κάτω καὶ πάντα βλέπειν ἐθέλει, εἶτα θᾶττον ἤπερ ἔδει μεθιστα‐
65μένη τῆς ἐφ’ ἑκάστωι τούτων ἀκριβείας ἐκπίπτει· οἶδα τοῦτο παθών. οὔτε γὰρ τοῖς πρώτοις ἐνεκαρτέρουν ἐπιθυ‐ μίαι τῶν ἄλλων, τά τε δεύ‐
70τερα πρὶν ἔχειν ὡς ἔδει, ἐπὶ θέαν ἀνεχώρουν ἑτέραν. καὶ ἦσαν ὀφθαλμῶν ἑλιγμοὶ καθὰ τοῖς ὁρῶσι 〈τὸν πρὸς Ν〉είλωι λαβύρινθον, Ἰωνικός τις ἔφησε29
75συγγραφεύς. Πόθεν οὖν ἀρκτέον ἂν εἴη; τί δὲ πέρας, ὦ φιλότης, ἐπι‐ θή〈σομεν τῶι λό〉γωι; οἶκός ἐστιν ἐν μέσηι τῆι πόλει μέτρα
80φέρων, ἀντιπρόσωπος μὲν τῆι βασιλείωι στοᾶι, ἐξ εὐωνύμου δὲ χωρίον ἀπείρων 〈ἀνθρώπων ἐνδιαί〉τημα θέρους. διττὴ δὲ τούτου κιόνων προέστηκε
85συζυγία πρὸς τὴν ἕω καὶ δύ‐ σιν μεμερισμένοι πολλῶι 〈τε διαστήματι ποι〉οῦντες τὸν κα‐ τόπιν οἶκον ὁρᾶσθαι, ὥστε μη‐ δένα τοῖς ὁρωμένοις παρενο‐
90χλεῖν. μαρμάρων πτυχὶς τῶν κιόνων τὰ μέσα συνέ〈χουσα, ὀξέων πασσάλων αὐτοῖσ〉 ἐμ‐
πεπηγότων σιδήρου, κώλυμα τοῦτο τῶν εἴ τις προπετὴς καὶ30
95ὑπερβῆναι φιλονεικεῖ. Ἀλλὰ καὶ Γοργὼ 〈ἀ〉φ’ ὕψους βλοσυρὸν 〈ἀπ〉ει〈λ〉εῖ τοῖς ὅσοι γνώμηι προσελθεῖν αὐθαδεστέ‐ ραι τολμῶσιν, ἐναλλάττουσα

(100)

τοὺς ὀφθαλμοὺς ὁπόσα τῆς ἡμέρας 〈τὰ μέρη, καθάπερ ὅτ’ ἔκτανε τὴν κεφαλὴν αὐτῆσ〉 ἀποτεμὼν ὁ Περσεύς, εἴ τις ἐλύπει, λίθον ἔδει γενέσθαι φα‐
105νείσης. ταύτην ἂν εἶπεν ἡ τραγωιδία ‘αἱματωπόν τε καὶ δρακοντώδη κόρην‘, εἰ τοιού‐ τους εἶχε διαπ〈ερῶντας ὀφθαλ‐ μούς. ὅτε γὰρ τὸ σύμ〉‐
110βολον φέρει τοῦ πεπληγέναι, μέλλει τοὺς τὸ παρὸν ἔργον ὁρῶντας ἐκπλήξειν. 〈Ἀλλ’ ἴωμεν ἐπὶ τὰ ἄλλα, ἐπεὶ καὶ ἄνωθεν〉 τῶν ἔργων
115ἡψάμην. Θύραι γὰρ πρόκεινται, καὶ τάς γε τῆς ἡμέρας κρύ〈πτειν τι
δοκῶ· αἱ δὲ νυκτὸς ἀνωτέρω μέν, οὔπω〉 γράφω δὲ ταύ‐31
120τας. ὅθεν ἄν τις ἴδηι κό‐ σμωι ἅσπερ 〈ἂν〉 ἀναπετάσαντες ὦμεν, ἄνωθεν ἀρξό〈μεθα, καὶ οὕτω δὴ τὸ πρῶτον ἀπαιτοῦν ἐπ’ ἀκριβείαι〉 τὸν ὕμνον πρῶ‐
125τον ἔσται τῶι λόγωι· διὸ με‐ νέτω τὴν ἑσπέραν καὶ τὸν ἐκ〈λάμψοντα λύχνον τῶν θυ‐ ρῶν τοῦ ὑπερ〉ώιου. Ἀλλὰ προέλαβε τῆι παρα‐
130δόξωι τ〈ι〉 κινήσει〈, ὅ〉τ〈ι〉 φο‐ βεῖ τοὺς θεατάς. τὰ δὲ μέσα ταῦτα σκοπῶμεν ὡς ἔχει. καλκοῖ τινες ἀετοὶ πρὸς ἕνα στοῖχον ἑστᾶσι ταῖς
135ὑποκειμέναις ὥραις ἴσον ἔχον‐ τες ἀριθμόν. στεφανηφο‐ ροῦσι δὲ πάντες, οὐ κορυφὴν ἐστεμμένοι οὐδὲ νίκην δηλοῦν‐ τες ἰδίαν· ἄκροι δὲ ποδῶν
140ὄνυχες εἰς ταὐτὸν ἐλθόντες συνέχουσι τοὺς στεφάνους καρα‐ δοκοῦντος ἑκάστου τὸν ὑπ’ αὐτῶν Ἡρακλέα, πηνίκα τῶν
ἐπικειμένων ἐξίοι θυρῶν παραλ‐32
145λάξαντος αὐτὰς τοῦ πρὸ τού‐ των ἑστῶτος Ἡλίου. βα‐ δίζει γὰρ οὗτος μετρῶν τὴν ὥραν κινήσει. ὡς δὲ τού‐ των ἄρχων βασιλικὸν ἀνείληφε

(150)

σχῆμα, λαιᾶι μὲν χειρὶ τὸν πόλον ἀνέχων, ἀνατάσει δὲ δεξιᾶς ἀφεῖναι κελεύων τὰς θύρας ὥσπερ οἱ τοὺς ἵππους ἐξιέναι τῶν βαλβίδων κελεύ‐
155οντες. καραδοκῶν οὖν ἐφέστηκεν ἀετός, ὁπότε τῶν ἐπικειμέ‐ νων ὁ τοῦ Διὸς Ἡρακλῆς ἐξίοι θυρῶν ὥραν ἀγγέλλων,
160ὁ μὲν πρῶτος τὴν πρώτην, πρὸς δὲ τὸν ἀριθμὸν οἱ λοι‐ ποί. δώδεκα μὲν γὰρ ὧραι, πᾶσαι δέ εἰσιν Ἡρακλῆς, οὐκ ἀργὸς μὰ Δία καὶ πράττων
165οὐδέν· ἀργεῖν γὰρ ὅλως οὐ φίλον ἦν Ἠρακλεῖ. οἱ πάλαι δὲ ἆθλοι καὶ νῦν ἔργον αὐτῶι οὐκ Εὐρυσθέως ἔτι, ἀλλὰ τέχ‐ νης ἀνάγκηι· συνδιήιρηται δὲ
170τοῖς ἄθλοις διττὴν ἑξάδα πλη‐ ρῶν. Πρῶτον οὖν ἀγώνισμα λέων καὶ ἡ Νεμέα χωρίον αὐτῶι. ἀν‐ εῖλε καὶ τὴν ὕδραν, εἰ καὶ
175φιλονείκοις ἐπημύνετο κεφα‐ λαῖς. ἠρυθρία δὲ νικῆ‐ σαι κάπρον, ἀλλ’ ὅμως ἐ‐ νίκα. χρυσᾶ ἐλάφωι ἐπεφύκει τὰ κέρα, καὶ γέγονεν Ἡρα‐33
180κλεῖ. ἀλλὰ μὴν ὄρνιθες ἐλύπουν τὴν καρδίαν καὶ ἔργον ἦσαν τοῦ τόξου. οὐδὲ τὰς Ἀμαζόνας ἀκεραίους ἀφῆκεν, εἰ μὲν ζωστῆρά τινα ζητῶν,
185οὐκ ἂν εἴποιμι· ἐμίσει δὲ γυναῖκας ‘ἀντιανείρασ‘ ἀκού‐ ων. Αὐγείαν κόπρος ἐλύ‐ πει· καὶ ταύτης ἐλεύθερος ἦν. ἡ δὲ Κρήτη ταῦρον
190μὲν εἶχε δεινόν, ἀλλ’ οὐχ ὤστε νικᾶν Ἡρακλέα. τί δ’ ἂν εἴποις Διομήδους τὰς ἵππους; οὐ μέχρι τούτου φο‐ νικαί τε ἦσαν καὶ ἴσαι θη‐
195ρίοις; ἀλλὰ καὶ Γηρυόνης ἐκόμα βουσί, καὶ τρεῖς αὐτῶι κε‐ φαλαί· μετὰ δὲ τῶν βοῶν οἶμαι καὶ ταύτας ἀφήιρητο· οὐδὲ τὸν Ἄιδην ἀφῆκεν ἀπείρατον

(200)

ἀρετῆς πρὸς τὸν ἐνταῦθα κύνα μάχην ἀράμενος καὶ δείξας ἡλίωι τὸ τέρας. ἔδει καὶ μήλων χρυσῶν Εὐρυσθεῖ πρὸς ἐσχατιὰν κειμένων τῆς γῆς· Ἑ‐
205σπερίδων μὲν τὰ μῆλα, δρά‐ κων δὲ φύλαξ ἦν οὐ φορητὸς
ἐς ἀλκήν. ἀλλ’ ὁ μὲν ἔκειτο βληθείς, τὰ δὲ μῆλα ἦν Εὐ‐ ρυσθεῖ. ταῦτα Ἡρακλέους34
210ἔργα καὶ πόνοι, ἐντεῦθεν ὧραι καὶ στέφανοι καὶ χαλκὸς παρὰ φύσιν ἐπτερωμένος. Τὰς οὖν χαλκᾶς ἀπωσαμένωι θύρας καὶ σὺν ἄθλωι φανέντι
215ἐφέπεται μὲν ἄνωθεν ἀετός, πτέρυγάς τε ἁπλώσας καὶ ποσὶν ἀμφοτέροις ἴσον ἴσηι κεφαλῆι τὸν στέφανον ἐπιφέρων· βρα‐ χὺ δὲ διατρίβει καθάπερ ἀπο‐
220λαύων ἡρωϊκῆς κεφαλῆς· εἶτα τοῦτον ἀφεὶς Ἡρακλεῖ καὶ δια‐ στήσας τὼ πόδε μετεωρίζεταί τε καὶ ὃν εἶχε τόπον λαγχάνει, ταῖς πλευραῖς ἐπιθεὶς τὰ πτερὰ
225καὶ συναγαγὼν αὖθις ἐφ’ ἑαυτόν, θήραν διδοὺς ἀγαθήν, ἀλλ’ οὐ συνῆλθε λαχών. πρός γε μὴν τοὺς στεφάνους προκύπτει μὲν Ἡρακλῆς, ὡς ἂν ὁρῶιτο
230πᾶσιν ὡς ἐν μέσωι σταδίωι, κἆτα πρὸς ἰδίαν ἐτράπετο χώ‐ ραν, οὗπερ ἐπόθει τυχών. ἀε‐ τὸς δὲ τῶι στεφάνωι διακονεῖ, ὅτε Ζεὺς μὲν Ἡρακλέους πα‐
235τήρ, ἀετὸς δὲ ὄρνις Διός. ὡς
οὖν ἐξ οὐρανοῦ καὶ πατρὸς μισθὸν ἱδρώτων στεφανοῖ νενικη‐ κότα τῆι μνήμηι τοῦ πάθους· καὶ ὑπερίπταται καὶ κρατεῖ τῶν35
240ὀρνέων, καθάπερ οὗτος ὑψοῦτο τῆι φήμηι· οὐ δεῖται δὴ κήρυκος ἀναγορεύοντος τοὺς στεφάνους. ἐν ἑτέρωι δὲ τόπωι μέσην
245ἐπέχοντι χώραν μεγάλωι τε καὶ καταπλήττειν εἰδότι καὶ προ‐ βεβλημένωι τῶν ἄλλων οὔπω μὲν ἴουλον ἕλκει, ἕστηκε δὲ γυμνός, πλὴν ὅσα τῶν ὤμων

(250)

ἐξῆπται κατόπιν ἡ λεοντῆ, ἀν‐ έχει δὲ τῆι λαιᾶι ἠχεῖον. τοῦ‐ το καλεῖται λέων, ἔφησεν ὁ τεχνίτης· ἐκ μέσου δὲ κρέ‐ μαται καὶ σαλεύει· καθώ‐
255πλισται δὲ κορύνηι τὴν δεξιὰν ἀντιδιδοὺς καὶ τῆς ἐκείνου βοῆς, ἀνατείνει τε ταύτην καὶ δίδωσι πληγὴν τῶι χαλκῶι· ὁ δὲ μετέωρός τε ὢν καὶ το‐
260σαύτηι ῥώμηι πληγεὶς βοᾶι τε μέγα καὶ παρατείνει τὸν ἦχον. ἐφ’ ἑνὶ μὲν οὖν ἄ‐ θλωι μία πληγή, ἐφ’ ὥραι δὲ
δευτέραι διττή. συλλέγει36
265γὰρ ἐφ’ ἑκάστηι καὶ τῶν φθα‐ σάντων ἄθλων τὸν ἀριθμόν, μέχρι πληρώσας· ὡσ〈αύτως ἕξ, μὴ αὐξήσασ〉 ταῦτα 〈πλή〉θει τὴν ἀκοὴν ἀποκναίοι, τὴν ἑ‐
270βδόμην πρώτην ἡγεῖται καὶ μίαν ἠχεῖ, 〈εἶτα καὶ δύο καὶ ἑξῆς, μέ〉χρι τὰς ἄλλας ὑποσημαί‐ νων τοσαῦτα φωνήσειεν ὁ χαλ‐ κὸς εἰς ἑξάδα δευτέραν 〈ὅσα
275δεῖ. ἐπὶ μεῖζον δ’ ἀκούεται〉 ἢ καὶ πάρεστι θέα. πόρρω δὲ λαχοῦσι τὴν στάσιν εἰδέναι τοῦ χρόνου τὸ μέτρον. 〈ἅπασι ῥά‐ ιδιον.
280 Ἀκούει δὲ καὶ Πάν·〉 δη‐ λοῖ δὲ τοῦτον εἶναι δασύ τε γένειον καὶ κέρας ἐν μετώπωι διττόν. ἐς 〈ἔρωτα δ’ Ἠχοῦς ἔπεσεν, ἥπερ εἰς γέλωτα παι‐
285διαῖσ〉 ἐδίδου τὸν Πᾶνα. πο‐ θῶν δὲ τὴν Ἠχὼ αἰσθάνεται τοῦ χαλκοῦ καὶ 〈ἐκπλαγεὶς ἀνα‐ τείνει τὴν δεξιὰν〉 καὶ περιφέ‐ ρει τὸ πρόσωπον, εἴ πως ἴδοι
290τὴν κόρην στροφὰς στρεφό‐
μενος, ὁποίας ἔρως ἀτυχῶν ἐμποιεῖ. εἴποις δ’ ἂν αὐ‐ τὸν καὶ τὸν Ἡρακλέα θαυ‐ μάζειν, ὁπόσος καὶ οἷος.37
295 Ἔδει δὲ Πανὸς παρόντος μηδὲ Σατύρους ἀπεῖναι. ἐπι‐ γελῶσι δὲ καὶ κωμικῶς μέσον εἰληφότες τὸν Πᾶνα, πρόσω‐ πον ὁρῶντες ἐρωτικόν τε καὶ

(300)

ἄγριον καὶ ἦθος κεκραμένον, ἥμερόν τε καὶ ἀπηνές. ἀλλ’ οὗτοι μὲν ὑπὲρ κεφαλῆς τοῦ νεώ, καθ’ ὃν ὁ τῆς Ἀλκμήνης ὁρᾶται γυμνός.
305 Ὁ δὲ τοῦ Τυδέως στάσιν λαχὼν δεξιὰν ἦν ἄρα καὶ νῦν τῆι σάλπιγγι φίλος· ἐπιβοᾶι γὰρ Ἡρακλεῖ πρὸς ἆθλον ἔσχα‐ τον ἐλθόντι, καθάπερ ἐν Σκύρωι
310τὸν Πηλέως εὑρών. το‐ σοῦτον γὰρ ἦισε καὶ τότε με‐ τρῶν ἴσας ἡμέραι. Οἰκέτης δέ τις ἀκούσας λου‐ τροῦ φέρει παρασκευὴν τῶι δε‐
315σπότηι, ὡς εἰκός, ἤδη τῶν ὄψων ἡτοιμασμένων. ἃ δὴ φέρων ἄλλος ἐξ ἀγορᾶς ἀρχομένης ἡμέρας ἐπείγεται. ἐοίκατον
δὲ ἄμφω δυσκόλωι δεσπότηι38
320διακονεῖν· οὐ γὰρ ἂν το‐ σοῦτος ὑπῆρχεν ὁ δρόμος. Καὶ ποιμὴν δὲ ἐκεῖνος τὴν ἐναντίαν στάσιν λαχὼν παρα‐ δοὺς τῆι λαιᾶι ποιητικῶς εἰ‐
325πεῖν τὴν καλαύροπα ἥδεταί τε καὶ μειδιᾶι καὶ ἀνυψοῖ πρὸς θαῦμα τὴν δεξιάν. Ἀλλὰ ταύτηι μὲν ἀμφὶ τοῖς ἄθλοις ἦχος καὶ θαῦμα καὶ
330σάλπιγξ. Ἀναλαβὼν δὲ τὸν δωδέκα‐ τον τῶν ἄνωθεν ἀγώνων ὁ σο‐ φὸς οὑτοσὶ μείζονι τοῦτον δί‐ δωσιν Ἡρακλεῖ.
335 Τοξότης μὲν οὗτος ὑπὸ τῶι Διομήδει σταθείς, ὁ δὲ ἆθλος μῆλα πάλιν χρυσᾶ. βέλος μὲν οὖν οὗτος ἐπέθηκε τῆι νευρᾶι ἑλκομένηι μὲν ἐπὶ μα‐
340στὸν χειρὶ δεξιᾶι, τῆς εὐωνύμου δὲ τὸ τόξον ὠθούσης τὸ μέσον ἀμφοῖν τῶι βέλει τόσον μῆκος προκυπτούσης ἔξω τῆς προ‐ βεβλημένης ἀκίδος. πρὸς
345ἀκριβῆ δὲ θέαν συνάγει τὸ βλέμμα ἐπὶ λεπτοῦ σκοποῦ
μέλλων ἀφεῖναι τὸ βέλος ...39