TLG 2598 009 :: PROCOPIUS :: Descriptio imaginis

PROCOPIUS Rhet. Scr. Eccl.
(Gazaeus: A.D. 5–6)

Descriptio imaginis

Source: Friedländer, P. (ed.), Spätantiker Gemäldezyklus in Gaza [Studi e Testi 89] Vatican City: Biblioteca Apostolica Vaticana, 1939: 5–18.

Citation: Section — (line)

1

(1t)

ΕΚΦΡΑΣΙΣ ΕΙΚΟΝΟΣ
2tΕΝ ΤΗΙ ΠΟΛΕΙ ΤΩΝ ΓΑΖΑΙΩΝ ΚΕΙΜΕΝΗΣ
1 Ἔρως δὲ καὶ Ἔρωτος τὰ τοξεύματα πανταχῇ φοιτᾷ καὶ διὰ πάντων διέρχεται. καὶ οὔτε Ζεὺς ἐλεύθερος, ὅταν ἐθέλωσιν Ἔρωτες· ἀλλ’ ὁ σεμνὸς καὶ ὕπατος καὶ ᾧ τὸ σθένος οὐκ ἐπιεικτὸν Σεμέλην τε ποθεῖ καὶ Ἥραν περιεργάζεται καὶ βοῦς Εὐρώπῃ δοκεῖ καὶ νή‐
5χεται θάλασσαν ὑπ’ Ἔρωτος κυβερνώμενος· κἂν φανῇ χρυσός, οὐ φαίνεται Δανάη παρθένος. ὁ δὲ Ποσειδῶν, δοκοῦν ἐκείνοις, ἀποστὰς θαλάσσης πρὸς ἤπειρον μετοικίζεται. καὶ θεὸς Ἀπόλλων διώκει μὲν φεύγουσαν, νικῶν δὲ ἡττήθη, φυτὸν κρατήσας ἀλλ’ οὐ παρθένον τὴν Δάφνην. ἤδη δὲ τῇ τεκούσῃ προσπαίζουσι μὲν Ἔρωτες, ἐκεῖθεν δ’ ἄρα
10πρὸς Ἄδωνιν ἐνεπτόητο, καὶ βοᾷ τὸ ῥόδον τὸν ἔρωτα. οὗτοι δὲ καὶ κατὰ Φαίδρας, ὡς ὁρᾷς, ἀνετείναντο τὰ τοξεύματα.

2

Ἀθῆναι ταῦτα καὶ θέρους ἀκμὴ καὶ μέσον ἡμέρας. ὁ δὲ καιρὸς δηλοῦται τοῖς πράγμασι. θήρα γὰρ ἐνταῦθα καὶ κυνηγέσια ἐσθῆτές τε τὰ σώματα διαψύχουσαι καὶ Θησέως ὕπνος οὐ μὰ Δία νυκτὸς ἐπι‐ στάς· οὐ γὰρ ἂν οἰκέτης αὐτῷ πρὸς ἀποσόβησιν τῶν λυπούντων παρε‐
5καθέζετο. μέση δὲ τῶν βασιλείων ἡ κλίνη, σεμνὴ καὶ μάλα τρυφῶσα, ὑπείκουσα μὲν, ὡς δοκεῖ, τῷ καθεύδειν ἐθέλοντι, χρωμάτων δὲ παραλ‐ λαγῇ τὸ ξανθὸν ἀεὶ τῷ κυανῷ παραπλέκουσα.

3

τὰ δὲ βασίλεια πυκνοῖς ἐς ὕψος ἀνέχεται κίοσι καὶ πρὸς διπλῆν στοὰν τὸν θεατὴν παρα‐ πέμπουσιν. ἰδοὺ γάρ σοι καὶ πρὸς βάθος εἰσδύονται. εἰσόδους γὰρ ἡ τέχνη μιμεῖται κοιλαινομένη τοῖς χρώμασιν. ὁ δὲ τοῖχος ἔνδον
5ἁψῖσι πυκνοτέραις διείληπται πρὸς ἀγαλμάτων, ὡς εἰκὸς, ἐσκευασμέναις ἀνάθεσιν. οἱ δὲ κίονες λευκοὶ μὲν πάντες, οὐ λεῖοι δὲ πάντες, κοιλό‐
τησιν ὀρθαῖς κεκολαμμένων τῶν ἄκρων, ὁμοῦ δὲ πάντες χρυσίῳ λαμπρῷ τὰς κορυφὰς ἀποστίλβοντες. ὀφρὺς δὲ τούτοις ἐπίκειται· ἀλλ’ οὐδὲ ταύτην παρεῖδεν ἀκόσμητον ὁ ζωγράφος, ἀλλὰ τοῖς ἐπικειμένοις ἐποί‐5
10κιλλε γράμμασιν, εἰκόνας ἐν εἰκόσι μιμούμενος.

4

Ἀλλ’ εἴ τί σοι γεγύμνασται πρὸς αἴσθησιν λεπτοτέραν ἡ θέα καὶ καθαρῷ φωτὶ τῶν σμικροτέρων ἀντέχεται, δίδου μοι ταύτην καὶ σκόπει. πῆ μὲν γὰρ κυνηγετήσας ἐστὶν Ἱππόλυτος καὶ λέοντα τῷ δόρατι βαλὼν οὔπω διαναστάντα—ὤκλαζε γάρ, ἔτι τὸν θυμὸν
5ὑποτρέφων, καθήμενος, τῶν ποδῶν τοὺς μὲν πρόσω τείνας, τούτοις δὲ αὐτὸς ἐφιζάνων ὑπὸ γαστέρα κειμένοις—[τὸν προσ]ορῶντα [ποι‐ μένα] πρὸς ἔπαινον διανίστησι, χεῖρας αἴροντα μετεώρους τῷ θαύ‐ ματι καὶ δίκην ἔχειν οἰόμενον τῆς ἀρνός, [ἣν ὑπὸ λέοντος ἐπεῖδεν ἁρπασθεῖσαν κατανι]ώμενος. ὁ δὲ κυνηγέτης τὸν μὲν ἔστησε πόδα
10τὸ γόνυ κυρτώσας μετέωρον, τὸν δ[ὲ ἐπὶ γῆς καθιστάνει. ὡς δὲ καθέστηκε τῆς λείας] τυχών, ἀποστραφεὶς προτείνει τὴν δεξιάν, ἑαυτὸν τῆς θήρας πρὸς τοὺς ὄπισθεν οἰκέτας [ἐκστρέφων· ἡ δὲ χλανὶς ἐπὶ τοῖς ὤμοις] τυχών, ἀποστραφεὶς προτείνει τὴν δεξιάν. μὲν οἰκέτης ἕλκει, τῇ δὲ τοῦ δεσπότου πρὸς ἔπαινον ἀνατείνεται.
15οἰκέτης δέ τις ἄλλος τὰς ἄρκυς ὤμοις ἐπαίρεται· ταύταις γὰρ τὰ λαν‐ θάνοντα τῶν θηρίων ὕλαις τισὶν ἢ σπηλαίοις ἐγκαταδύντα περιστοι‐ χίζεται.

5

Καὶ ταῦτα μὲν ἐκ δεξιᾶς εἰσιόντι προσαντήσει τὰ γράμματα. ἐκ δὲ τῆς ἑτέρας λαβύρινθον ὅρα καὶ τὸν Θησέα τῷ Μινωταύρῳ διαμαχό‐ μενον. δεινὸν δὲ τὸ θηρίον, ἀνὴρ καὶ ταῦρος, ἑκάτερον ἐλλιπές, τῇ δὲ θατέρου προσθήκῃ πληρούμενον· ἄνθρωπος ἐς ὤμους τῷ βοῒ τὸ
5λεῖπον δεχόμενος. τοιγαροῦν αὐτῷ καὶ τοῦ κέρως ἀντέχεται, τῇ μὲν εἰς γῆν κατασπᾶν, τῇ δὲ καὶ πλῆξαι βουλόμενος, ἤδη τῇ λαιᾷ πρὸς πληγὴν ἐπειγόμενος.

6

Πύλη δέ σοι προσελθόντι τὸ στόμα τοῦ λαβυρίνθου παρίστησιν. ἡ δὲ τοῦ Μίνω παρθένος ἐρᾷ Θησέως, παιδὸς ἔτι καὶ καλοῦ μειρακίσκου, καὶ τὴν τύχην ἐξ ἔρωτος ἐλεήσασα προτείνει μίτον αὐτῷ, ὅ〈σ〉περ
ἐξημμένος τῆς θύρας τῷ τε σκολιῷ τῆς εἰσόδου λυόμενος καὶ συμ‐6
5πλανηθεὶς εἰσιόντι χειραγωγήσει τούτῳ τὴν ἔξοδον αὖθις. ἐρωτικὸν δέ τι καὶ βλέπει καὶ φθέγγεται, τῇ τοῦ Θησέως ἐπανόδῳ τὸν γάμον τηρήσασα, ἕδνα λαχεῖν ἐξ ἀρετῆς περιμένουσα τοῦ Μινωταύρου τὸν φόνον.

7

Ὡς δεινὸς τοῖς Ἀθηναίοις ὁ φόρος, παῖδες κατηφεῖς καὶ δακρύον‐ τες, ἐς προῦπτον ὄλεθρον τῷ Μινωταύρῳ δοθέντες· οὓς Ἀριάδνη θεασαμένη καὶ τὸν Θησέα τούτοις συναριθμούμενον ἐρᾷ, δακρύει καὶ πέπονθε καὶ τῶν δεινῶν τὴν λύσιν σοφίζεται.

8

Τοιαῦτα μὲν ἐκ περιουσίας παρέρριπται τῷ ζωγράφῳ ποικίλ‐ ματα. ἐν ἄλσει δὲ μέσῳ πεποίηται τὰ βασίλεια, καὶ συνυψοῦται τὰ δένδρα καὶ περαιτέρω προέρχεται, καὶ τῆς ὕλης ἡ κόμη μετέω‐ ρος ἀπῃώρηται. τοῦ δὲ τέγους ὁ ταὼς καθίπταται· εἴποις δ’ ἂν αὐτὸν
5πολλῇ κομῶντα τῇ πτερώσει ἀπεστράφθαι πρὸς ταύτην ἡδόμενον καί τι παρημελημένον διορθοῦσθαι τῷ στόματι· τάχα δέ τι καὶ δάκνον ἀμύνεται τῇ δέρρει πρὸς αὐτὸ διικνούμενος. τῷ δὲ ταῲ τὰ πτερὰ πολλὰ καὶ πυκνὰ καὶ ἄλλα ἐπ’ ἄλλοις, καὶ κύκλοι τινὲς ἐν τούτοις διαφόρῳ φωτὶ καταστράπτουσι χρωμάτων. ταῦτα γὰρ δίδωσιν αὐτοῖς πρὸς
10εὐμορφίαν ἡ φύσις, αὐτομάτῳ κάλλει τὸν ταὼ〈ν〉 στεφανώσασα. ὅθεν ἔσθ’ ὅτε τῇ πτερώσει γαννύμενος. ἀνορθοῖ ταῦτα μετέωρα καὶ πρὸς βαθύν τινα κόλπον κοιλαίνει τὸ μέσον καὶ παστάδα μιμεῖται τῷ σχήματι.

9

Πρὸς Διός, ὦ φιλότης, μηδὲ τὰς πρὸς θάτερον ἄκρον παραδρά‐ μωμεν ὄρνιθας, ἃς πελειάδας μὲν εἶπεν ἡ ποίησις, Ἀφροδίτης δὲ τὸ χρῆμα κατὰ δυάδα νεμόμενον. θῆλυ γὰρ ταῦτα καὶ ἄρρεν ἐπ’ ἀλλή‐ λοις ἡδόμενα ἔρωτι. τούτων ἡ μέν τι περισκοπεῖ καὶ πρὸς αὐτὸ τῇ
5κεφαλῇ μεταφέρεται· τὸ δὲ πρὸς ταύτην ἀφορᾷ πλείονι φίλτρῳ κρα‐ τούμενον, ὡς ἔοικε.

10

Τοιαῦτα μὲν ὁ ζωγράφος φιλοτιμεῖται τοῖς βασιλείοις ἐκ τῆς τέχνης τὰ θαύματα. μέσος δὲ ἐν μέσοις Θησεύς, οὐ Μινωταύρῳ μαχόμενος, οὐ Κερκυόνα βαλών, οὐ Σίνιν παύων τῆς ὕβρεως. ἀλλὰ ταῦτα μὲν ἂν ἴδοις ἐν ἑτέρᾳ γραφῇ· τὸ δὲ παρὸν πρὸς τὸ τῆς ἡμέρας
5μῆκος ἀποκαμὼν ἐπὶ κλίνην ἐτράπη καὶ διαναπαύει τὸ σῶμα, τῆς μεσημβρίας τὸ πνῖγος ἀποπεμπόμενος ὕπνῳ. καὶ τῇ παρούσῃ γυναικὶ διελέγετο οὐ σὺν αὐτῷ κατακειμένῃ· νυκτὸς γὰρ ἡ κοίτη τοῖς σώφροσιν· ἐπὶ δίφρου δέ τινος ὀκλαδίου παρακαθέζεται. καὶ Θησεὺς μὲν μεταξύ τε λέγων πρὸς ὕπνον, ὡς εἰκὸς, συνηρπάζετο καὶ ἡμιτελῆ7
10τὸν λόγον ὑποχαυνώσας τῷ πάθει.

11

ὅθεν δὴ τοῦ Ὕπνου τὸ ταχὺ λανθάνον καὶ ὡς κλέπτει τὸν νοῦν καὶ κατασύρει τὰ βλέφαρα δηλῶν ὁ ζωγράφος σκιοειδῆ τινα καὶ πτερωτὸν ἀπειργάσατο. στροφίῳ δὲ λευκῷ τὴν κεφαλὴν ἀναδούμενος τὴν κατὰ πάντων νίκην ἐδήλωσεν.
5ἄκραις δὲ χερσὶν ἐπ’ ἀλλήλαις κειμέναις ἐπικλίνας τὸ μέτωπον καθεύ‐ δει νῦν ἡδέως ὅπερ ἔστι παθών, δηλῶν τὴν φύσιν ἔργῳ τε ἅμα καὶ σχήματι. ἀποκρύπτει δὲ τὴν θέαν· οὐ γὰρ προορᾷ τις ἐρχόμενον ὕπνον. τοιγαροῦν οὐ πρόσθεν, ἐξ ἀφανοῦς δὲ παρέστηκε τῇ κλίνῃ ταῖς χερσὶν ἐρειδόμενος, καὶ εἰ παρῆν Ὅμηρος, εἶπεν ἂν ὁ ποιητής· στῆ
10δ’ ἄρ’ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν.

12

Ὁ δὲ Θησεὺς ὕπνῳ τε καὶ τῷ σφοδρῷ τῆς ὥρας παρειμένος τοῖς μέλεσιν ἀνέχεται μὲν ἐπικείμενον [διάδημα κεφαλῇ,] διαφανὴς δὲ ὁ χιτὼν ὕλῃ τε χρυσῇ καὶ ποικιλτοῦ τέχνῃ πρὸς τοῖς ἄκροις ἁβρύνεται· δοκεῖ δὲ [....................κ]λέπτων γὰρ τῇ τέχνῃ τοῦ Θησέως διαπορθμεύων
5τὸ χρῶμα ἐσθής, ὅτε τὸ οἰκεῖον ἀπέκρυψε τοῦ διαφαν[οῦς .....................] ὅσον ἀφεῖται τοῦ σώματος μέρος, ἐν καθαρᾷ τῇ θέᾳ τὸ λευκὸν ὑπο‐ δείκνυσι· [ἡλιοκαὲς γάρ ἐστι νεανίου τὸ] χρῶμα καὶ ἀνδρὸς ἐν ὑπαί‐ θρῳ προσκαρτεροῦντος τοῖς ἄθλοις καὶ τὸν ἥλιον ὅλῳ δεχομένου τῷ σώματι [........................]ει, τῷ δὴ τάχα καὶ Φαίδρα βδελύττεται, τῆς
10ψυχῆς τὸ κάλλος κατανοεῖν ἀγνοήσασα. ἀσκῶ[ν .................] ἐφαπτό‐ μενος ἀναδραμούσῃ μὲν χειρί, ἐπικαμφθεῖσι δὲ δακτύλοις τὸν τράχηλον ἐπιτίθησι, τῆς ἐκ κεφ[αλῆς ...]τω[.......... π]ροιστάμενος. ἡ δεξιὰ
δὲ μετέωρος· ἐξ ἄκρου γὰρ ἀγκῶνος καταλαβοῦσα τὸν πῆχυν ἀνα‐ παύει τῇ κόμῃ τὴν μασχάλην αὐτῷ καταψύχουσα· ποῦς δὲ λαιὸς ὀρθῇ8
15τῇ κνήμῃ συνέσταλται τὸ γόνυ φέρων μετέωρον· τοιαῦτα γὰρ τοῖς καθεύδουσιν ἐν ἀγνοίᾳ αὐτοματίζεται σχήματα.

13

Εἶδεν οἰκέτης ὑπνοῦντα τὸν δεσπότην καὶ τοῦ πάθους μετέλαβε. οὐ συγχωρούσης δὲ τῆς τύχης ὕπτιον ἐπὶ στρωμνῆς αὐτῷ καθεῖναι τὸ σῶμα, στρωμνὴν ἀναγκαίαν ἐργάζεται, αὐτὸς ὑπνῶν, αὐτὸς ἑαυτῷ καὶ κοίτη γινόμενος, ὀκλάζων μὲν τῷ ποδὶ καὶ τούτῳ ἐπικαθήμενος,
5ἑστηκότι δὲ θατέρῳ, ἑτέραν ἐφ’ ἑτέρᾳ τὼ χεῖρε βαλὼν καὶ μικροῦ πρη‐ νὲς ἐπιρρίψας τὸ πρόσωπον. ὄργανον δέ τι φέρει τῶν ἐνοχλούντων ἀλεξητήριον. ὅπως δὲ μὴ λάθῃ παραρρυέν, ὀρθὸν τοῦτο στήσας τὸ σῶμα ἀνέκλινε, λαιῷ συνέχων τῷ πήχει καὶ πρὸς ἀσφάλειαν τῇ χειρὶ τὴν κεφαλὴν ἐρειδόμενος.

14

Ἐταῖρος δέ τις αὐτοῦ προνοῶν καὶ τὸν ἐκ τοῦ διαστῆναι τὸν δεσπότην κίνδυνον αὐτῷ ὑφορώμενος καὶ μᾶλλον, εἴ τι δυσχερὲς ἐφιζά‐ νον ἐκ τῆς τούτου ῥᾳθυμίας ἀποσκεδάσει τὸν ὕπνον, ὅλος μὲν οὐ πάρ‐ εστιν ἐπ’ αὐτόν, μὴ καὶ δόξῃ τὴν αἰτίαν παρέχειν τῷ πράγματι,
5τοῖς ποσὶ ψοφῶν καὶ ὅλος ἅμα φαινόμενος· προκάλυμμα δέ τινα τῶν κιόνων ποιῶν καὶ πρὸς ἑκάτερα μερίσας αὐτόν, τὰ κάτω μὲν ἀπο‐ κρύπτει τοῦ σώματος, ἡμιτελὴς δέ τις φαινόμενος καὶ ῥᾳδίαν ἑαυτῷ τὴν φυγὴν ἐκ τῆς τοῦ δεσπότου προσλαγχάνων αἰσθήσεως, προβάλλει τὴν μὲν κεφαλὴν πρὸς θέαν, τὴν δὲ χεῖρα πρὸς κίνησιν. ἵνα γὰρ μὴ
10καλέσας ὀνόματι τῷ τοῦ ῥήματος ἤχῳ βάλῃ τὸν δεσπότην λαθών, χειρὶ προσάγει τὴν χεῖρα, καὶ τοῦ βραχίονος ἀντεχόμενος τὸ βραχὺ τοῦ ὕπνου τάχα δυσχεραίνει καὶ ἐπιμέμφεται.

15

τὸν δὲ πρὸς τοῖς ποσὶν ἴσως τι προλυπήσαντα ὅλῳ καθεύδειν ἀφῆκε τῷ σώματι. ἐλευ‐ θεριάζει γὰρ τῷ ὕπνῳ πᾶς τε κλιθεὶς καὶ τὸν δεσπότην αὐτὸν ἐναντίᾳ τῇ σχέσει μιμούμενος. ἔοικε δὲ τῶν ἐπ’ αὐτῷ ζῴων πεπιστεῦσθαι τὴν ἐπι‐
5μέλειαν, τοῖς αὐτῶν τραχήλοις ἐναποδήσας ἀθύρματα. ταῦτα δὲ τῆς τοῦ κρατοῦντος ἠρεμίας λαβόμενα εἰς μάχην ἀλλήλοις συνήρχοντο. ἡ δὲ κύων ἔοικεν ἐν μικρῷ τῷ σώματι καὶ μήτηρ εἶναι σκυλάκων, καθει‐ μένη τοῖς τιτθοῖς καὶ πληρουμένη τοῦ γάλακτος· ἡττηθεῖσα δ’ οὖν μεταστραφεῖσα ἐχώρει, τὴν κέρκον ἐφ’ ἑαυτὴν ἀνακλάσασα, καὶ τὸν
10ἰχνευτὴν ὑποφεύγει διώκοντα. καὶ δειλιᾷ μὲν αὕτη, θυμῷ δὲ ἐκεῖνος τοῦ κρατοῦντος ἐφάλλεται. ὁ δὲ μηδὲν αἰσθανόμενος, τὼ πόδε παραλλάξας, περὶ δεξιὸν ἀγκῶνα μετέστραπται. ἀριστερῷ δὲ διῃρημένῳ καὶ τῆς κορυφῆς καταπίπτοντι τῆς τοῦ δεσπότου κλίνης ἐφάπτεται, τοῖς ποσὶ κατακείμενος. ἡ δὲ ἐλέφαντι καὶ χρυσῷ καὶ Νίκης κεκόσμηται9
15γλύμμασι, διῃρημέναις πτέρυξιν, ἄκρᾳ τῇ κεφαλῇ τὴν κλίνην ἀνέχουσι· ποικίλου δὲ κροσσοὶ παραπετάσματος τοῖς ποσὶ παρακρέμανται.

16

Θησεὺς μὲν καθεύδει καὶ τὴν τύχην οἰκέται βιάζονται. Φαί‐ δραν δὲ ἐκείνην οὐ κατέσχε νήδυμος ὕπνος. ἀνθ’ ὕπνου δὲ ταύτῃ τὴν καρδίαν Ἔρως ἐνέμετο. ἀλλὰ τί πάσχεις, ὦ γύναι; ἀνόνητον πονεῖς οὐκ εὐτυχοῦντος τοῦ Ἔρωτος. πῶς γὰρ δὴ καὶ πείσεις τὸν καὶ
5σωφρονεῖν ἐπιστάμενον; τί σαυτὴν αἰσχύνεις ἀνόμῳ κοίτῃ πλησιάζειν ἐθέλουσα; βραχύ τι μεταστρέφου καὶ δίδου τῷ συνοίκῳ τὸ βλέμμα καὶ μὴ τὸ παρὸν μέμφου, τὰ μὴ παρόντα ζητήσασα. αἰδοῦ δὲ τὸν σύνοι‐ κον καὶ καθεύδοντα· καὶ μεταφέρου τῆς εἰκόνος πρὸς ἣν ἀφορᾷς. Ἱππόλυτος γὰρ ὡς ἔοικε σωφρονεῖ κἀν τοῖς χρώμασιν.

17

Ἀλλὰ τί τοῦτο πέπονθα; τῇ τοῦ ζωγράφου τέχνῃ πεπλάνη‐ μαι καὶ ζῆν τ̣α̣ῦ̣τα νενόμικα καὶ λανθάνειν τὴν θέαν, ὅτι πέφυκε γράμματα. οὐκοῦν περὶ τῆς Φαίδρας, μὴ πρὸς ἐκείνην φθεγγώμεθα. τὸ γὰρ σχῆμα ταύτης ἐλέγχει τὸν ἔρωτα. ὁρᾷς ὑγρὸν τὸ βλέμμα καὶ
5νοῦν τῷ πάθει μετέωρον καὶ σῶμα στηριγμάτων ἐπιδεόμενον, ψυχὴν ὥσπερ ἀποδημοῦσαν καὶ ζῶντος ἔτι τοῦ σώματος. δίφρος ὁ μὲν αὐτῇ πρὸς ἕδραν ὑπέστρωται, ὁ δὲ πρὸς τῇ κλίνῃ, ὡς εἰκὸς, ὑποκεί‐ μενος ἀνέχει τὸν νῶτον καὶ πέμπει τῷ σκίμποδι. ὁρᾷς δὲ πῆχυν καὶ πάθει λυόμενον καὶ μόλις ἄκρῳ δακτύλῳ τῆς παρειᾶς ἐπι‐
10ψαύοντα. ἄμφω διεστήκατον, † μεθ’ οὓς ἕτερος † ἀπεῖπε τῇ στάσει καὶ κάμπτεται, τοὺς ὤμους ἔχων ἐν μετεώρῳ σαλεύοντας. χεὶρ χερὶ βοη‐ θεῖ καὶ ποὺς ποδὶ λυομένῳ συνέρχεται. ἑκατέρου γὰρ τὸ μὲν ἀνέχει, τὸ δὲ ἐπικέκλιται. λεπτῷ δὲ χιτωνίσκῳ [πολύ τ]ι κα̣ὶ̣ τῶν ἀπορρήτων
ὑπέδειξεν. ὁ μὲν χιτὼν ἑκατέρωθεν λεπταῖς τισὶ καθόδοις ἐξ ὤμων εἰς10
15πόδας ποικίλλεται· ἡ δ[ὲ στηρί]σασα [τὴν κεφαλήν], αὐτὴ δεομένη στη‐ ρίγματος, πινακίῳ διπλῷ κατὰ τῆς κλίνης κειμένῳ συνέχεται. τὸ δὲ πινάκιον μικρῷ ἐοικὸς ὑ[.....] διαπορθμεύει τῷ ποθουμένῳ τὸν ἔρωτα.

18

Τὴν γὰρ δὴ Φαίδραν τουτὶ τὸ λαμπάδιον ὑποθάλπει τοῦ Ἔρω̣‐ τ̣ο̣ς̣ καὶ τὸν ῥυθμὸν αὐτὸς διαλύει τοῦ σώματος καὶ τὴν διάνοιαν πρὸς ἃ μὴ πρέπει βιάζεται φέρειν. τί γὰρ αὐτῇ καὶ δράσει Ἔρως [.......]αται καὶ σκιρτᾷ κατ’ ἀέρος τοῖς πτεροῖς ἀνεχόμενος δεξιᾷ τε χειρὶ ἑνί τε
5ταύτης δακτύλῳ δείκνυσι μετέωρον ἐν χρώμασι τὸν Ἱππόλυτον. θα‐ τέρᾳ δὲ τὸν πυρσὸν ἀνάπτει, ὁμοῦ τῇ θέᾳ τῆς καρδίας ἁπτόμενος μέσης. Ἱππολύτο̣υ̣ [δὲ] τῶν στέρνων ἐπὶ τῆς εἰκόνος τὰ χρώματα ἀρκοῦντα μέρη τῇ χρείᾳ· ταῦτα γὰρ καὶ μᾶλλον παρασκευάζειν οἶδε τὸν ἔρωτα. ὁ [μὲν οὖν φι]λόθηρος ἐμφαίνει τοῦτο τῷ δόρατι· τοσοῦτον δὲ φαίνει
10τῆς χλανίδος, ὅσον τοῦ σώματος.

19

Ὁ δέ τις Ἔρως ὑφεδρεύων καὶ τοῖς ποσὶν ἐνηλλαγμένως ἱστάμε‐ νος παρασκευάζει τὴν ἐκ μέλανος ὕλην τοῖς γράμμασιν, ὅσα δὴ γρα‐ φέντα μηνῦσαι μέλλει τῷ Ἱππολύτῳ τὸν ἔρωτα. καὶ τῇ λαιᾷ ταύτην ἀνέχων, θατέρᾳ ταύτῃ τὴν γραφίδα φέρων ἐνέθηκε, μέλλων ἐπιδοῦ‐
5ναι τῇ Φαίδρᾳ. ἡ δὲ λαβοῦσα γράψει· «Μέχρι δὴ τίνος σωφρονήσεις, Ἱππόλυτε; Φαίδρα δὲ ποθεῖ σε καὶ βούλεται».

20

Διακονήσει δὲ τῇ χρείᾳ τραγική τις γραῦς, αὐτὸ τῆς πολιᾶς τὸ βαθύτατον, τίτθη τις, ὡς ἔοικεν, οὐκ ἐν καιρῷ φειδομένη τῆς Φαίδρας. τοῖς δὲ τῶν γυναικῶν ἐντριβεῖσα παθήμασιν, οἶδεν οἷς προσέχει καὶ προσανέπτη μετέωρος καὶ ἔστιν ὅλη τοῦ ἔρωτος· καὶ τὸ πάθος
5ἐπισταμένη, ὅμως ἐρωτᾷ τι καὶ διδάσκει τοῖς δακτύλοις ταῦτα ὑποση‐ μαίνουσα καὶ λέγειν ἔοικε· «Τί πέπονθας, ὦ τέκνον; τί δὲ τοσοῦτον ἠπόρησαι; γράφε καὶ θάρρει καὶ δέχου με τῇ χρείᾳ διάκονον». πείθει τὴν Φαίδραν εἰποῦσα καὶ οἴχεται. μᾶλλον δὲ ταύτην, ἐν ὅσῳ καὶ πάρεστιν, ὅρα δὴ πρεσβυτικῶς ἐσταλμένην. φαιὰ μὲν ἐσθὴς ὡς
10ἐπὶ γήρᾳ, τάχα δὲ καὶ πάθει δεσποίνης. συγκύψασα δὲ διαλέγεται, ὥσπερ οἱ λάθρᾳ φθεγγόμενοι, μὴ καὶ λάθῃ Θησεὺς ἐν προσποιή‐ σει καθεύδοντος τῶν ῥημάτων αἰσθόμενος. συγκύπτει δὲ πρὸς τὴν
ἰξὺν χεῖρα λαιὰν ἐπερείσασα, μὴ καὶ πέσῃ πρηνὴς λαθοῦσα βιαζομέ‐ νου τοῦ γήρως. γυμνοῖ δὲ τοῦ σώματος οὐδὲν ὅτι μὴ πρόσωπόν τε καὶ11
15χεῖρα τῆς ἀναβολῆς ἐκ μέσου προελθοῦσαν τοῦ πήχεως. καὶ πολιαὶ ταύτῃ χαλαρῷ δεσμῷ τῆς κεφαλῆς προκύπτουσιν ὀλισθήματι.

21

Καὶ ταύτην μέν, ἐπεί γε θέλει, πρὸς Ἱππόλυτον πέμψωμεν· τὰς δὲ παρ’ αὐτὴν θεραπαίνας σκοπήσωμεν. ὧν ἡ μὲν ἀγνοοῦσα τὴν κεκτημένην, πρὸς ὅ τι δήπου καὶ κέχηνε, τῆς παρισταμένης ἠρέμα πυνθάνεται, προσώπῳ συνάψασα πρόσωπον καὶ παρειᾷ παρειὰν
5ἐπιψαύουσα. ψιθυρίζειν γὰρ ἔοικε, μὴ κακόν τι λάβῃ, τὰ τῆς δεσποί‐ νης φιλοπευστοῦσα παθήματα. ἡ δὲ τῷ νῷ πάλαι συλλαβοῦσα τὸ πρᾶγμα παρακινδυνεύει τι τῆς ἐρωτώσης πρὸς εὔνοιαν καὶ λανθα‐ νούσῃ χειρὶ δεικνύντα τείνασα δάκτυλον τῆς ἑτέρας τὸ βλέμμα κατ’ εὐθὺ τῆς εἰκόνος ἀνέτεινεν. ἡ δὲ γυμνοῖς βραχίοσι τὸν ἐνόντα κόσμον ἐμφαί‐
10νουσα, ὑποκειμένῃ † πλησίον τῇ δεξιᾷ καθιδρύσασα, ἄκροις δακτύλοις πρὸς ἄκραν γένυν ἀνάγεται καὶ τὴν κεφαλὴν ἀνασπάσασα καραδοκεῖ τὴν εἰκόνα καὶ συνερᾷ τάχα τῇ δεσποίνῃ λανθάνουσα.

22

Παρ’ αὐτὰς δέ τις ἁβροτέρα κόρη καὶ ποιητικῶς εἰπεῖν ξανθοκάρη‐ νος τὸν Φαίδρας ἄγει κόσμον ἐν κοιτίδι που κείμενον καὶ τῇ λαιᾷ ταύτην ἀνέχει, τῇ δὲ ἑτέρᾳ τὰ χρυσία κατὰ μέρος ἀνάγειν ἐθέλουσα. τοσοῦτον γὰρ ἡ κεκτημένη περίκειται κόσμον, ὅσον τῇ κατ’ οἶκον
5ἁρμόσει διαίτῃ, ἀμφιδέτας τε καὶ περιβραχιόνια· ὅρμοι τε περὶ τῇ δέρῃ καὶ τοῖς ὠσὶν ἑλικτῆρες καὶ χρυσῆ ταινία τὴν κεφαλὴν περισφίγ‐ γουσα Ἰνδικῶν λίθων διαδοχῇ περικλείεται. οἱ δὲ πόδες ἐπί τινος ἀνέχονται δίφρου γυμνῷ τῷ κάλλει προλάμποντες· καὶ ὁ ἐκ τοῦ χρυσοῦ περιὼν κόσμος μικροῦ τὸ λευκὸν ἐπεσκίαζεν, οὗ ἦν τὸ φυσικὸν
10κάλλος κατὰ παντὸς ἐπικτήτου φέρον τινὰ νικητήρια.

23

Ἀλλ’ εἰ δοκεῖ νῦν, ὦ φιλότης, τῶν βασιλείων προελθόντες σὺν Ἱπ‐ πολύτῳ θηράσωμεν, οὐ μὰ Δία λαγὼν ἢ ἔλαφον ἤ τινα τάχα καὶ λέοντα. ἀργεῖ γὰρ ἀπ’ αὐτῶν ἡ γραφὴ πρὸς σωφροσύνην ἠσχολη‐ μένη. ὄρη ταυτὶ καὶ πεδία ὕλη τε πολλὴ καὶ κυνηγέται καὶ ποί‐
5μνια. Ἱππόλυτος καὶ Δάφνη τῶν κυνηγετῶν τὸ κεφάλαιον, ἱππόται
ἄμφω καὶ σώφρονες. ἵπποι θυμοειδεῖς αὐτοῖς καὶ κυρτ[αύχενες, οἵτι‐ νες τὸν] χαλινὸν δακόντες Ὁμηρικὸν δὴ τοῦτο κατὰ τοῦ πεδίου κροαί‐ νουσιν, ἀντιπροσώπῳ βλέμματι τ̣[ὰς κεφαλὰς παρατρέποντες. τούτ̣]ο̣ι̣ς̣ ἔποχοι ἄμφω μὲν πρὸς τὴν θήραν ἠπείγοντο. προσελθὸν δὲ12
10τὸ γραΐδιον ἐφ’ Ἱ[ππόλυτον ............... ἐλπίσασα καταβα]λεῖν τοῖς λόγοις αὐτὸν, τοῖς ἔργοις θήραμά τε ἦν καὶ ἡλίσκετο, Ἱππο[λύτ............... ..................] τάχα συμβολῇ συνεχόμενον. ἓν οὐκ Ἔρως, ὡς ἔοικεν, ἀλλ’ Ἐρινν[ὺς .................................... εἰ] θέμις εἰπεῖν, διὰ τῆς θέας ἀκή‐ κοεν. ἀφίησι μὲν τῶν χειρῶν καὶ βδελύττεται· καὶ κεῖται νῦν κατεα‐
15γὸς καὶ δείκνυσι τὸ [ἐντὸς κ̣α̣ὶ̣] τὰ γράμματα. ναρκᾷ δὲ τῇ θέᾳ καὶ τὸ μύσος ἐκτρέπεται, τῇ χειρὶ καθάπερ τι πολέμιον ἀπωθούμενος.

24

Οἰκέτῃ δὲ τὴν τῆς γραὸς δίκην ἐπέτρεψεν, οὐκ ἐλεήσας γῆρας ἀσελγείας διάκονον καὶ διὰ τῆς ἡκούσης τὴν πέμψασαν ἀμυνόμενος. ὁ δὲ οἰκέτης εὔζωνός τε ἐστὶ καὶ σωφρονοῦντι δεσπότῃ παρατραφεὶς τὴν ἀκολασίαν μισεῖ καὶ συνθυμοῦται τῷ δεσπότῃ, οὐχ ὡς ἄν τις ἀλλο‐
5τρίᾳ γνώμῃ διακονῶν, ἀλλ’ ὡς ἴδιον θυμὸν ἐνδεικνύμενος. τοιγαροῦν καὶ διαβαίνει τοῖς ποσὶν ἑδραίαν βάσιν διδοὺς τῇ πληγῇ καὶ ὥσπερ τι θηρίον τὴν ἀσελγῆ λογιζόμενος, τὰς μὲν κύνας παρ’ αὐτὴν λεάνας χειρὶ παρασοβεῖ καὶ ἐφέλκεται, δεξιᾷ δὲ πρὸς τοὐπίσω διανιστάμενος, κατὰ νώτου τείνας τὸ ῥόπαλον, ὅλῳ σώματι πρὸς τὴν πληγὴν κατα‐
10φέρεται. παρίτω μοι καὶ Δημοσθένης νῦν ἂν εἰπὼν οἰκειότερον, ὡς περιρρήξας τὸν χιτωνίσκον ὁ οἰκέτης ξαίνει κατὰ τοῦ νώτου πολλάς.

25

Ἡ δὲ ἀμήχανός τε ἐστὶ καὶ τοῖς ποσὶν ὀκλάζει καὶ προαπεῖπε τῷ δέει καὶ τέθνηκε. γυμνοῖς δὲ τοῖς στέρνοις ἐπιβαλοῦσα τὴν χεῖρα, οὐκ ἂν μὲν εἴποιμι, ὡς δι’ αἰσχύνην τὸ γυμνωθὲν ἀπεκρύψατο· αἰδὼς γὰρ σώφρων αἰσχροῖς οὐκ ἐθέλει διακονεῖσθαι προστάγμασι· πλήτ‐
5τουσα δὲ τὰ στέρνα, ὡς εἰκὸς, τὴν τύχην ἑαυτῆς ἀποδύρεται, μόλις νῦν ἐπὶ τῆς πείρας μεταμαθοῦσα τὸ δέον. καὶ ταύτῃ μὲν τὸν οἶκτον ἐργάζεται· λαιὰν δὲ χεῖρα πρὸς τὴν μέλλουσαν πληγὴν ἐπανέτεινεν, ἐποχῆς ἀπείργουσα σχήματι. διδάσκει γὰρ ἡ φύσις, ὅταν τι προσίῃ
κακόν, ὥσπερ ὅπλον ἀναγκαῖον τὴν χεῖρα ἐπὶ τοῦτο προβάλλεσθαι.13
10δεινὰ δὲ πανταχόθεν αὐτῇ τὰ παθήματα, ἀπειλή, πληγὴ καὶ κύνες αὗται, ἡ μὲν ὠσὶ καθειμένη κἂν μεταστραφῇ δεινόν τι παρέξουσα, ἡ δὲ καὶ διὰ μέσης ἐσθῆτος τὸν μηρὸν διασπάσασα. καὶ τῆς πληγῆς τὸ μέρος γυμνὸν χιτῶνος, καὶ περιρρεῖται τῷ αἵματι. τὸ δὲ πρόσωπον αὐτῇ ὠχρόν τε καὶ νεκρῶδες, καὶ συγκέχυται πάθεσί τε καὶ γήρᾳ, καὶ
15πολιαὶ λυθεῖσαι γεγύμνωνται.

26

Ὡς φιλάνθρωπος οἰκέτης ὁ τὴν κεφαλὴν ἐν μέρει γυμνούμενος ἀπειπούσης ἐνταῦθα τῆς κόμης, ὁ θηρευτὴν ὄρνιν ἄκρῳ καρπῷ προτεινό‐ μενος. ὑπεραλγεῖ γάρ, ὡς ὁρᾷς, καὶ τῷ προσώπῳ τὸν οἶκτον μηνύων —ἔοικε γάρ τι καὶ φθέγγεσθαι—τῷ πλήσσοντι μέμφεται, πικροτέρῳ
5φανέντι τῆς χρείας, Σκύθην τε καλεῖ καὶ μὴ, ὡς ἔδει, τάχα φιλανθρώπῳ δεσπότῃ διακονούμενον. καὶ δεδιὼς αὐτοῦ τὸν θυμόν, μὴ λάθῃ κατὰ κεφαλῆς αὐτῇ τὴν πληγὴν ἐμβάλλων, ὑπτίᾳ τῇ δεξιᾷ προσαπαντᾷ τῇ πληγῇ, σκέπην ἐντεῦθεν διδοὺς καὶ πληγῆναι μᾶλλον αἱρούμενος ἢ γῆρας ἰδεῖν οὕτω δεινῶς ἀπολλύμενον οὐ φειδομένῃ πληγῇ.
10εὔζωνος δὲ οὗτος καὶ τοῖς ὑποδήμασιν ἐς μέσην κνήμην ἤδη συνδέδεται.

27

Ὡς εὐδαίμων Ἱππόλυτος, οἷον ἄρα ἔχει τῆς σωφροσύνης τὸ θέατρον. ἦ πού με οἴεσθε τοὺς οἰκέτας λέγειν τοὺς ὄπισθεν ἀνέχοντας τὰ δοράτια, ὧν τοὺς ἵππους ἡ τέχνη δι’ Ἱππολύτου καὶ Δάφνης καλύψασα, τοῖς ἰχνίοις μελαινομένοις τὸν ἕνα μόνον ἐπέδειξε.
5τοιούτους οὖν με λέγειν ἐλπίζετε. μέγας μὲν οἶμαι καὶ σώφρων οἰκέ‐ της εἰς μαρτυρίαν δεσπότου.

28

Σὺ δέ μοι σκόπει τὴν Δάφνην, ὡς ἀποστρέφει σὺν Ἱππολύτῳ τὸ πρόσωπον καὶ τῶν ὁμοφύλων τὴν ἀκολασίαν αἰσχύνεται τῆς μὲν τῶν γραμμάτων ἀκούσασα, τὴν δὲ θεασαμένη διάκονον ἀσελγείας. πλὴν ἐπαινεῖ τὸν Ἱππόλυτον
5κοινωνοῦσα τούτῳ καὶ θέας καὶ σχήματος, ὅπως [αὐ]τ̣ῶν ἀπέστραπται καὶ παρωθεῖται τὴν ἀκοήν. νεανικὴ δὲ τὸ εἶδος καὶ θῆλυς οὖσα τὴν φύσιν παρῆλθεν ἄνδρας φρονήματι. γυμνήν τε προφαίνει τὴν δε‐ ξιάν, ἐξ αὐτῆς τε μασχάλης πρὸς ὦμον ἀριστερὸν ἀναβέβληται· καὶ τῇ λαιᾷ τὴν ἐσθῆτα κατιοῦσαν συνέχουσα ἄκροις ἰδοὺ δακτύλοις
10συνέσφιγξε τὸ προβόλιον. ἡ δὲ κόμη ἐλευθέρα καὶ ἀνειμένη ταῖς αὔ‐ ραις περιπλανᾶται τοῖς ὤμοις, ὁμωνύμῳ στέμματι τῶν ὀφθαλμῶν
μὲν ἀνεσταλμένη, τὰ νῶτα δὲ περιρρέουσα.14

29

Ὁ δὲ Ἱππόλυτος ἱππότης οὗτος καὶ ναὶ μὰ Δία πρέπων ὁρᾶ‐ σθαι. χλαμὺς αὐτῷ πρὸς ὦμον δεξιὸν ἐναρμόττεται. τὸν χαλινὸν τῇ λαιᾷ λαβών, ἀτάκτου ῥύμης τὸν ἵππον, ὡς εἰκὸς, ἀνακρούεται.

30

Ἀλλ’ εἰ δοκοῦν ὑμῖν ἐστιν, μηδὲ τὸ ὄρος παρέλθωμεν, εἴτε τίς ἐστιν Ὑμηττὸς ἢ τὸ Αἰγάλεων ἢ ὅ τι χαίρει λεγόμενον. ἄρνες ἐνταῦθα καὶ ποῖμναι σκύλακές τε ποιμενικοὶ ὑλακῇ καὶ θυμῷ καταπλήττοντες τὴν γραῦν, οἰκέτου διχόθεν φερόμενοι. πρεσβύτης δέ τις Ἀττικὸς παρ’ αὐ‐
5τούς· νομέα τοῦτον οἶμαι τῆς ποίμνης· ἡμίγυμνός τε γάρ ἐστιν, ἐξωμίδα ἐνειμένος κεκυφώς τε τῷ γήρᾳ καὶ [τοῖς μέλε]σι συγκαθήμενος καλαύροπά τε φέρων καὶ τῷ τοῦ χρώματος μέλανι τὴν ἐν ἡλίῳ διατρι‐ βὴν ἐνδεικνύμενος. προτείνε̣ι̣ δ̣ὲ̣ πρὸς ἱκετηρίαν Ἱππολύτου τὴν δεξιάν, ἐλεῶν τὸ γῆρας, ἐν ᾧπερ δὴ καὶ καθέστηκε, δεδιὼς δὲ μὴ καὶ φθάσῃ
10τάχα προτελευτῆσαν τὸ γύναιον· κεφαλῇ δὲ καὶ βλέμματι πρὸς δὴ τὸ πάθος μετέστραπται.

31

Ἀναδραμόντι δέ σοι πρὸς ἀκρωνυχίαν τοῦ ὄρους ἡμιτελῆ τὰ θεάματα· δὸρξ οὔπω μὲν ὅλος, μέχρι δὲ τέως τοῦ μέσου πρὸς τὴν ὕλην καταδυόμενος. κυνῶν γὰρ ὑλακῆς καὶ θορυβούντων ἀκούσας τὴν ἐφ’ ἑαυτῷ μαντεύεται θήραν καὶ τοῖς κόλποις τῆς ὕλης ὡς δὴ λιμένι
5προσέδραμεν. ἡ δὲ ἀμφιλαφής τε ἐστὶν καὶ χεῖται τοῖς κλάδοις καὶ τῇ σκιᾷ παραμυθεῖται τὸν ταῖς ἀκτῖσι βαλλόμενον.

32

Ἀγροίκων δὲ γυναῖκες ἐντεῦθεν καὶ ὁ σὺν ταύταις αἰπόλος ἱστάμενος. οὔπω γὰρ πρὸς ἄκραν ἀναδραμόντες, ἀλλ’ ἀνιόντες ἔτι κατὰ μικρὸν ἀναφαίνονται, εἰς ὀμφαλὸν ἔτι καὶ λαγόνα κρυπτόμενοι· καὶ ὅσον ἦσαν ὁδοῦ, τοσοῦτον λείπει πρὸς θέαν τοῦ σώματος. πό‐
5σον οἴει τὴν ἐν ἄκρῳ ταύτην ἀσθμαίνειν πρὸς ἄναντες ἀνιοῦσαν καὶ φορτίον τοῖς ὤμοις ἐπάγουσαν τὸ παιδάριον· ὅπερ δὴ καταπεσεῖν δεδιὸς χειρὶ μὲν ἑτέρᾳ κεφαλῆς ἄκρας τῆς τεκούσης ἀντέχεται, τῇ δεξιᾷ δὲ κρόταλόν τι φέρει χειρῶν κινήσει παταγοῦν, ὅταν οἱ παῖδες ἀθύ‐ ρωσι, καὶ τὴν ἐκ τοῦ σείεσθαι προσηγορίαν δεξάμενον.

33

Ἀνῆλθον δὲ ὡς εἰκὸς τὰ περὶ τὸν Ἱππόλυτον θεασόμεναι δρά‐ ματα. τοιγαροῦν ὁ παρὰ ταύταις ἀνὴρ τὸ τῆς γραὸς πάθος τῇ δεξιᾷ παραδείκνυσιν. αἱ δὲ δύο τεθήπασί τε καὶ συναλγοῦσι τῇ θέᾳ, ἡ μὲν ἄκρῳ δακτύλῳ, ἡ δὲ ἀνεστραμμένῃ χειρὶ τοῖς τῶν δακτύλων νώτοις
5τὴν ἑαυτῆς γένυν ἐρείσασα. τούτων ἡ μὲν γυμνῇ τῇ κεφαλῇ βλέπειν αἰδουμένη πρὸς ἄρρενας ἀντὶ φάρους τινὸς τὴν χεῖρα κατ’ αὐτῆς ἐπι‐
τίθησιν· ἡ δὲ χεῖρα τῆς δεξιᾶς μασχάλης τοῦ χιτῶνος ἀναρτήσασα παραγυμνοῖ τὸ μέρος καὶ τὸν μασθὸν ἂν ὑπέδειξεν, εἰ μὴ τῇ ταινίᾳ συνέσφικτο.15

34

Ἱππεὺς δὲ καὶ οἱ παρὰ τοῦτον τῆς ἀκρωρείας ἐκ μέρους ἀνέχον‐ τες θηρία μὲν, ὡς εἰκὸς, τῷ δεσπότῃ ζητήσοντες ᾤχοντο καὶ φέ‐ ρουσιν ὀρθὰ τὰ δοράτια. εἶτα συμβάντος ἐν μέσῳ τοῦ δράματος, νῦν ὡς ἐπανῆλθον, τῷ παραδόξῳ τῆς θέας † ἅτερος καθειμένῃ τῇ κεφαλῇ
5καὶ πιπτούσῃ πρὸς ὦμον ἐδάκρυσεν.

35

Ὧν ἐν μετεώρῳ τράγοι τοῖς κέρασι πρὸς ἀλλήλους ἀναστάντες, ποσὶ τοῖς ὄπισθε βαίνοντες καὶ πρὸς τὴν τῶν κεράτων ἐμβολὴν ἐγει‐ ρόμενοι· ὁ δὲ σκιρτᾷ μὲν ὥσπερ ἐκεῖνοι, τῶν δὲ τοῦ γέροντος ὤμων 〈ποσὶ〉 προσανεστηκόσιν ἐφάλλεται. τὸ δὲ λοιπὸν αἰπόλιον,
5ᾗ νόμος αἰγῶν, ἄλλος ἐπ’ ἄλλῳ τῆς νομῆς ἀπησχόληται.

36

Ἀλλ’ ἐπεὶ, τῷ ζωγράφῳ δοκοῦν, μέρος τι τῶν Τρωϊκῶν ἐναπε‐ τίθει τοῖς γράμμασι, θέας ἡμῖν παραλλαγῇ καταποικίλλων τὰ διηγή‐ ματα, δεῦρο δὴ συναναβάντες αὐτῷ πρὸς τὰ μετέωρα τὴν τοῖς εἰρη‐ μένοις ἐπικειμένην γραφὴν τῷ λόγῳ καὶ αὐτοὶ ζωγραφήσωμεν.

37

Ἐπόνουν Τρῶες, ἐπόνουν Ἕλληνες ἀ̣μ̣φ’ Ἑλένῃ μαχόμενοι. καί ποτε συμβαλεῖν μελλόντων, εἴ τι καὶ μέμνημαι τῶν ἐπῶν, ἀκμῇ τε καὶ θυμῷ σφριγῶντος αὐτοῖς τοῦ στρατεύματος, καὶ κατ’ ἀλλήλων ἐπει‐ γομένων, τῆς κοινῆς μάχης ἐδόκει πέρας ἔσεσθαι τὴν περὶ τῆς Ἑλένης
5κρίσιν εἰς δύο που περιστήσαντας, εἰς τε Πάριν εἴς τε δὴ καὶ Μενέ‐ λαον, τὸν μὲν ἣν εἶχε δικαίως ζητοῦντα, τὸν δὲ ἣν ἔλαβεν ἀδίκως οὐ μεθιέναι βουλόμενον. ἀλλὰ κρινέσθων οὗτοι τοῖς ὅπλοις, δικαζού‐ σης, φημί, ἀνδρείας τῷ νικῶντι τὸ γύναιον.

38

Ἔδει σπονδὰς ἐπὶ τούτοις γενέσθαι καὶ γίγνονται. καὶ πάρε‐ στιν ἐπὶ συνθήκαις ὁ Πρίαμος, μᾶλλον τῶν παίδων ἐκ τῆς πολιᾶς πιστευό‐ μενος. ὅρα τὸ ζεῦγος, ὅσον ἐπείγεται δρόμῳ ὑφ’ ἡνιόχου γέρον‐ τος ἰθυνόμενον. κοινωνὸς δὲ τῆς πορείας αὐτῷ καὶ τοῦ ἅρματος,
5Ἀντήνορα τοῦτον ἡ μὲν ποίησις εἶπεν, ὁ δὲ γραφεὺς οὐκ ἠγνόη‐ σεν. τὸ δ’ οὖν φορτίον τῷ ζεύγει γέροντε δύο συμφοραῖς καὶ γήρᾳ καμπτόμενοι· ὁ μὲν τὴν πρόσθεν ἔχει χώραν καὶ τῶν ἡνίων ἀντέχεται· ὁ δὲ Ἀντήνωρ ἐπανέβη τοῦ προλαβόντος ἐχόμενος. παρεστᾶσι δὴ καὶ
πρόδρομοί τινες ὁπλῖται τὸν βασιλέα δορυφορήσοντες.16

39

Συναποβῶμεν τῷ Πριάμῳ τοῦ ζεύγους καὶ σὺν Ἀντήνορι τῆς δεξιᾶς ἑλόντες προσάγωμεν Ἀγαμέμνονι κεκυφότα τῷ γήρᾳ καὶ βακτηρίας ἐχόμενον. ὁ δὲ πρᾷος Ἀγαμένων καὶ χεῖρα προτείνει καὶ δεξιὰν πολέμιον ὑποδέχεται, κἀν Ὀδυσσεὺς [...........] ο̣ὐ̣ περαιτέ‐
5ρω βαίνειν ἀγορεύει Πριάμῳ. καὶ στῆναι τῇ χειρὶ τῷ γέροντι διατείνεται ἀξιῶν [...........................] ἱκανὸν πόρρωθεν ἑστῶτα λέγειν τι καὶ ἀκούειν τὸν πρεσβύτην ἐθέλων μόνον [......]ων[................. Ἑ]λλήνων φθεγ‐ γόμενος, ἄοπλος μὲν Ἀγαμέμνων τὰς σπονδὰς μηνύων τῷ σχήματι καὶ ὅπερ μόνον ἔχει ξίφος ἀσφαλείας ἔσχατον λείψανον [............]
10κρ[......] λαιᾷ παραδίδ̣ω̣σ̣ι̣ν̣ [.........]στήσας τῇ λαβῇ τοῦ ξίφους ἐπα‐ ναπαύει τὴν χεῖρα. χλανὶς δὲ τοῖς ὤμοις ἐπέρριπται καὶ χ[ιτὼν] αὐτῷ ποικίλος ζώνῃ δή τινι περὶ τὰ μέσα σφιγγόμενος. πάρεστιν Αἴας αὐτῷ τὸν Ὀδυσσέα καὶ τὸν Τυδέως εἰ βούλει τῇ χειρὶ μιμησάμε‐ νος, ἐκ νώτων Ἀγαμέμνονος προτείνων τὴν δεξιὰν Πριάμῳ καὶ στῆναι
15λέγων μηδέν τι τῶν βασιλέως ἁπτόμενον. ὁ δὲ Νέστωρ λευκῇ προλάμπει πολιᾷ καίπερ ἐκ μέσου φαινόμενος· τῷ γὰρ Ἀτρέως παρέστηκε σύμ‐ βουλος ἕτοιμος, μή τι καὶ δέῃ πυνθάνεσθαι. Μενέλαος δὲ ὁπλίτης ἀγαθὸς καὶ πρὸ τῆς μάχης καταπλήττει τὸν βάρβαρον· πᾶς τε καθώ‐ πλισται καὶ δορυφορεῖ ὀρθῆς τε τῆς ἀσπίδος ἐφάπτεται, οὔπω ταύτην
20ἀναλαβών, οὔπω δόρυ κλίνας εἰς πόλεμον, ἀλλ’ ἐρρωμένῃ δεξιᾷ καὶ πρὸς αὑτὸν διηγμένῃ συνέχων, ἔτι τέως ἱστάμενος. ἀναμένει γὰρ τοῦ παρ’ αὐτὸν ἑστῶτος Διομήδους μάχης τε σύνθημα καὶ σάλπιγγος ἦχον.

40

Ὡς γοῦν γεγόνασιν αἱ σπονδαὶ καὶ ἤχησεν ἡ σάλπιγξ τὸν θυμὸν αὐτοῖς παραθήγουσα, παρεστᾶσι μὲν Αἴας εἰς ὀμφαλὸν τὰ στέρνα γυμνούμενος ἀδελφός τε Ἀγαμέμνων καὶ Νέστωρ ὁ Πύλιος. Ὀδυσσεὺς γὰρ ἐκ προθυμίας μονομαχοῦντι συγκινεῖται, ὥσπερ οἱ σφο‐
5δροὶ θεαταὶ τοῖς ἡνιόχοις κοινωνοῦντες τοῦ σχήματος. σχεδὸν δέ τι καὶ βοῶντος αἰσθάνομαι· «βάλλε τὸν ἄνδρα, βάλλε δι’ ὃν Ἐλένης χη‐
ρεύεις, δι’ ὃν ἐπλανώμεθα.» ὁ δὲ Μενέλεως, μετὰ τὴν δοράτων ἀπει‐ λὴν εἰς ξίφη τῆς μάχης ἐλθούσης, ἦ καὶ ἐπαΐξας κόρυθος λάβεν ἱπποδα‐ σείης. συναρπάζει γὰρ τῷ δρόμῳ καὶ τοῦ κράνους ἐφέλκει καὶ τῇ17
10πληγῇ συνεπαίρεται. καὶ θρηνεῖται Πάρις καὶ μήπω τάχα βαλλόμενος. τοιγαροῦν ὁ Πρίαμος πολιὰν καὶ χεῖρα πρὸς ἱκετηρίαν προβάλλεται καὶ τρὶς πλήττει τὰ μέτωπα, τὴν δεξιὰν θατέρου πρὸς αἰθέρα μετεωρίζον‐ τος καὶ σὺν ἐκπλήξει τὴν τύχην ὀδυρομένου. Ἀντήνωρ δὲ παρέστηκε Πριάμῳ, μή τι καὶ λάθῃ δεινὸν ὑπ’ ἀθυμίας αὑτῷ μηχανώμενος. ἀλλὰ
15στῆσον τὴν πληγήν, ὦ Μενέλαε, μὴ καὶ λάθῃς πρὸς θεὸν δι’ Ἀλεξάν‐ δρου μαχόμενος, μικροῦ δὴ καὶ γυμνὴν βαλὼν Ἀφροδίτην περιχυθεῖσαν τῷ Πάριδι. ἐκ νώτου γὰρ ἐπίκειται καὶ οὐ παραιτεῖται πληττόμενον, κεκυφότα κατὰ τῆς ἀσπίδος πρὸς ἔδαφος καὶ τὴν τοῦ κράνους λαβὴν τῇ δεξιᾷ διαλύοντα. καὶ κλέπτει σοι τὴν νίκην Ἀφροδίτη, ὦ Μενέλαε,
20καθάπερ ἐκ Σπάρτης τὸ γύναιον.

41

Θάλαμος ἐντεῦθεν τὸν ἄνανδρον στρατιώτην ἐδέξατο καὶ δίφρος αὐτῷ πρὸ τῆς κιγκλίδος ὑπέστρωται. καὶ τὴν αὐτοῦ σωτηρίαν Ἐλένη δακρύει, κἂν Ἀφροδίτη μὴ βούληται. ὁρᾷς γὰρ ὡς κατηφής τε ἐστὶ καὶ κύπτει πρὸς γῆν καὶ μέμφεται τὴν ἁρπάσασαν Ἀφροδίτην. ἡ
5δὲ μὴ βουλομένην ἄγει καὶ παραμυθεῖται δακρύουσαν, λεπτῷ χιτῶνι μηδὲν τῶν ἔνδον λανθάνουσαν, καὶ πρὸς κοίτην συνάγει λαιᾷ μὲν τὸν Πάριν, δεξιᾷ δὲ τὸ γύναιον.

42

Ἀλλὰ τίς τῶν παρόντων θαυμάτων ἡ πρόφασις; τίς δὲ ταύ‐ τας φιλοτιμεῖται τῇ πόλει τὰς χάριτας; ἀνὴρ οὗτος ἐπ’ ἄκρου τῆς γραφῆς ἐξέχων, καλὸς μὲν ἰδεῖν καὶ τῇ στάσει καθάπερ ἄγαλμα ἐν μέσῳ νεῶν καθιστάμενον, ἡδὺς δὲ καὶ πείρᾳ γνωσθῆναι ἐν ἱππικοῖς ἀγῶσι
5καὶ λουτρῶν ἀφθονίᾳ, σεμνότερος τῇ τῶν ὑπάτων στολῇ τὴν φιλοτιμίαν βοῶν, γένει τε λαμπρὸς καὶ πλούτῳ κομῶν καὶ ....ων προβεβλημέ‐ νος, ἐκ πατρὸς εὐσεβὴς καὶ τοῖς ἐν ἐνδείᾳ τὰς τύχας ἐπανορθού‐ μενος, τῷ παιδὶ τοῦ Κόνωνος τὴν αὐτὴν ἔχων προσηγορίαν καὶ τύχην,
καὶ λαμπρῶν ἔργων μάρτυρα τὸν ἐπὶ τῆς κεφαλῆς βασιλέα ποιούμενος.18