TLG 2598 008 :: PROCOPIUS :: Declamationes

PROCOPIUS Rhet. Scr. Eccl.
(Gazaeus: A.D. 5–6)

Declamationes

Source: Garzya, A., Loenertz, R.–J. (eds.), Procopii Gazaei epistolae et declamationes [Studia patristica et Byzantina 9] Ettal: Buch–Kunstverlag, 1963: 83–98.

Citation: Declamation — (line)

1

(t)

VER
1 〈... καὶ οἱ Τρίτωνες ἀνα〉δύονται· τὰς δ〈ὲ Νηρηΐδα〉ς ὁρῶντες ὥσπερ τι 〈θήρ〉αμα χρόνιον ἄλλην ἄλλοι διαλαβόντες ποικίλα χορεύουσι, καὶ παίζειν οἱ δελφῖνες ἐθέλουσι. αἱ δὲ χελιδόνες τὰ ὄρνεα —μισοῦσι γὰρ αὕται σκυθρωπὸν ἀέρα καὶ ἥλιον ἀφανῆ—νῦν ὅτε
5μόλις προκύπτ〈ει 〉ὴν γῆν, ὁ δὲ ἀὴρ τὰ νέφη ἀπημφιάσατο, τὴν μὲν σι〈ωπὴν διαλύουσιν—ἐσ〉ίγων γὰρ ὅτε 〈τοῦτον ἔβλεπον〉 καταδυόμενον—ἐπιχωριάζουσιν ἡμῖν καὶ μουσικῆς ἐμφύτου νεαρὰ συρίττουσι μέλη, ἀντιφθέγγοντα δὲ τρίζουσιν ἀηδόνες. ἐδόκει γὰρ τῷ μύθῳ καὶ ἀδελφὰς ἐποίει αὐτάς. λέγουσι δ’ οὖν ἄμφω—εἴ πω
10ἐγὼ φωνῆς ὀρνίθων ἐπακοῦσαι δεινός—ὡς Ἀττικαὶ παρθένοι καὶ παῖδες Πανδίονος. ὁ δὲ Τηρεὺς ὑπῆρχεν ἄδικόν τι χρῆμα καὶ περὶ παρθένου φυλακὴν ὑβριστικόν. ἐφθόνησεν αὐτῇ καὶ φωνῆς, καὶ οὐδὲ γλῶτταν ἀφῆκε τῇ κόρῃ. ἀλλ’ ἤστην αὐτῇ χεῖρε δεινὰ μιμεῖσθαι παθήματα. καὶ γράφει τὴν ὕβριν, καὶ σιγώσης ἐδείκνυτο. τοῦ δὲ
15παιδὸς Τηρέως τὸν φόνον—Ἴτυα αὐτὸν καλοῦσιν οἱ ποιηταί· ὃν διεῖλε μὲν ἡ μήτηρ, προὔκειτο δὲ παρανόμῳ πατρὶ παράνομος εὐωχία, καὶ μετήγαγεν αὐτὰς εἰς ὄρνις ὁ δαίμων—ἐγὼ μὲν σιγήσομαι, αἱ δὲ ὄρνιθες ᾄδουσιν ἰδοῦσαι. καὶ ποιμὴν εἰς νομὴν ἐξάγει τὸ ποί‐ μνιον „ὥρῃ ἐν εἰαρινῇ, ὅτε γλάγος ἄγγια δεύει“. τὴν δὲ σύριγγα—
20ἐχθρὸς γὰρ ὁ χειμὼν μουσικῇ καὶ ἐκρέματο—ταύτην δὲ καθελὼν αὐτὸς μὲν ᾄδει τὸ ἔαρ, ἢ Πᾶνα τάχα τὸν νόμιον. κἂν ἀρνίον ᾖ τι πεπλανημένον γνωρίζει τὴν ᾠδὴν καὶ πρὸς τὴν σύννομον ἀγέλην ἐπείγεται. δρόμῳ. ἡ δὲ ἀγέλη πᾶσα, τὰ μὲν σκιρτήμασι κούφοις πρὸς ἀέρα πηδᾷ, τὰ δὲ ὑπέδυ τὰς μητέρας καὶ τὴν θηλὴν ἐπισπᾶται. καὶ
25οἱ κριοὶ πλήρεις ὄντες τοῦ ἔαρος πρὸς τὰς ὄις ἴανται καὶ Ἀφροδίτην ποιμενικήν. καὶ ταῦρος ὁρῶν τὰς πόας, αὐλῶν τε ποιμενικῶν ᾐσθη‐ μένος, ἄρας τὸν αὐχένα ἥδεταί τε καὶ ἐμυκήσατο. καὶ δόξαις ἂν ἀκούειν Ὁμήρου „ὡς δ’ ὅτε ταῦρος ἰὼν μετελήλυθε βουσὶν ἕλιξιν“. ὁ δὲ Πᾶν ἐκεῖνος, ὁ ἐραστὴς καὶ νόμιος, παρθένον ἐπιζητεῖ τὴν Ἠχώ,
30καὶ ἔχων οὐκ ἔχει. κεἶτα δεόμενος πάλιν αὐτῆς φθεγγομένης ἀκούειν, ἐκεῖθεν, οἶμαι, ἀνιᾶται καὶ γέγηθεν. φωνὴν γὰρ ἔχει, ἀλλ’ οὐδαμοῦ
τὸ ποθούμενον. ὁρᾷ δὲ καὶ τὸν ὑάκινθον Ἀπόλλων καὶ γάνυται. Λάκων ὑπῆρχεν ὁ νέος καὶ παιδικὰ τοῦ θεοῦ. ἀντήρα δὲ Ἀπόλλωνι Ζέφυρος, καὶ παρ’ ἐρωμένῳ δικάζοντι δεύτερος ἦν. ἀμείβεται δὲ οὗ‐83
35τος μὲν φόνῳ τὴν ἧτταν, ἡ Γῆ δὲ φυτῷ τὸ μειράκιον. διήμαρτε καὶ Δάφνης Ἀπόλλων ἐρῶν, καὶ δρόμον ἐραστοῦ κἂν φύγῃ, καὶ τὴν γῆν ὑποδῦσα ἐνέμεινε τῷ δένδρῳ. ὁ δὲ φυτὸν εἶχεν, ἀλλ’ οὐκέτι παρθένον. καὶ νῦν ὁρᾷ κομῶσαν καὶ θεραπεύει τὸν ἔρωτα. μικροῦ παρῆν καὶ ὁ Νάρκισσος. κάλλος ἔχων ἐθήρα καὶ βαλὼν ἐκράτει καὶ κρατήσας
40εὐφραίνετο. διψῶντα δὲ λαβοῦσα πηγὴ εἰκόνι θέας αὐτὸν ἑαυτῷ παρεῖχεν εἰς ἔρωτα. ἀνονήτου δὲ πόθου πέρας ἦν αὐτῷ τελευτὴ καὶ φυτὸν εὐπρεπές. μεταβαλοῦσα γὰρ ἡ Τύχη τὴν φύσιν τοῦ γε κάλλους ἐφείσατο. νῦν ἂν ἴδοις ὡς ἄρα δή που καὶ παρθένοι καλαὶ ὑγρῷ π〈........〉 καὶ μειδιῶσιν εὖ μάλα τοῖς ὀφθαλμοῖς, εὐσταλεῖς ὡς
45ἔνι καὶ τὰς ὠλένας γυμνούμεναι. εὐδαίμονες 〈δέ εἰσι ...〉 καὶ ᾄδουσιν, ὡς εἰκὸς εὐμενῆ παστάδα, οἶμαι καὶ νυμφίον αἰτοῦσαι τοὺς Ἔρωτας. ῥόδα δὲ ἃ φαίνουσι κάλυκες ἐδρέψαντο μὲν ἐκ λειμώνων αὐτά, δεσμὸν δὲ πρὸς ὅρμον ἁψάμεναι, εἰς μέσα στέρνα τὴν εὐωδίαν καλύπτουσιν. εἰς Ἀφροδίτης δὲ χάριν, ὄνομα προσφιλὲς ἀνακαλοῦσι

1

(50)

τὸν Ἄδωνιν, ὡς καλὸν τὸ μειράκιον καὶ Ἀφροδίτῃ π〈οθούμενον〉. ἦν γὰρ ὁ Ἄδωνις τὸ μειράκιον, εἰ μὲν φύσει καλὸς μελέτω λέγειν τῷ μύθῳ, Ἀφροδίτῃ δὲ καλλίων ἐδόκει, προσθήκην ἐμποιοῦντος τοῦ ἔρωτος. ὁ δὲ Ἄρης—δεινὸν γὰρ ποθοῦντι προτιμώμενος ἐραστής— ἐπί γε τῷ μειρακίῳ πάνυ ζηλωτικός. καὶ ἦν ὅλως Ἄρης, προσ‐
55λαχὼν τῇ φύσει τὸν ἔρωτα. ἔμελε δὲ τῷ νέῳ ἀμφί τε κυνηγέσια καὶ θήρας πλανωμένῳ. ἡ δὲ Ἀφροδίτῃ παροῦσα τούτῳ πολλάκις καὶ κύνας ἦγε καὶ ἅπτετο δόρατος. καὶ ὃ μὴ φύσις ἐδίδου πόθος ἐπαί‐ δευε. καί ποτε τὸν νέον περὶ θήραν ἠσχολημένον ἠπάτα μὲν ὁ Ἄρης —οὐ γὰρ παρῆν Ἀφροδίτη—καὶ κρύπτει μὲν τὴν θέαν καὶ ὗς ἄγριος
60ἐδόκει. καὶ ἔκειτο τὸ μειράκιον. ὁ περὶ τούτου δὲ λόγος εἰς Ἀφρο‐ δίτην ἀγγέλλεται. ἐπλήγη μὲν αὐτίκα τὴν ἀκοὴν ἡ θεός· ὡς δὲ εἶχεν ἐφοίτα, σεσοβημένη πάθει καὶ ἔρωτι. δεινὰ δὲ ἄρα καὶ πόθος ἀπογνωσθεὶς καὶ πένθος ἐπ’ ἔρωτι. ἔτυχε δὲ γυμνὴ τὼ πόδε, εἰσ‐ έτυχέ τέ του ῥόδου. ἡ μὲν γὰρ ἐπέβαινε ἀγνοοῦσα. λογισμοῦ γὰρ
65παθόντος καὶ βλέπων οὐχ ὁρᾷ καὶ ἀκούων ἠγνόηκεν. ὡς οὖν ἐπέβη τοῦ ῥόδου ταῖς περὶ αὐτὸ ἀκάνθαις ἀμύττει τὸν πόδα. καὶ—ἦν ἄρα πρόσθεν λευκόν—αἵματι ἐκεῖθεν ὑπηρυθαίνετο, εἰς εἰκόνα τῆς θεοῦ
καὶ μνήμην τοῦ ἔρωτος.84

2

(t)

PRATUM
1 Ἀλλ’ ἐπειδὴ χειμὼν ἐκποδὼν καὶ νέφη, οὐδὲν δὲ τὴν θέαν λυπεῖ καὶ τὸ ἔαρ ὑπέλαμψε, φέρε δὴ καὶ ἡμεῖς ὥσπερ τινὰ χειμῶνα λόγων τὴν σιωπὴν διαλύσωμεν· δεινὸν γὰρ ἂν εἴη. εἰ χελιδόνες μὲν τῇδε κἀκεῖσε τὸν ἀέρα περιφοιτῶσαι ᾄδουσιν, οἶμαι τὸ ἔαρ οἷον ᾄδειν
5ἐθέλουσαι, παρ’ ἡμῖν δὲ γένοιντο ἀτιμότεραι τῶν ὀρνέων αἱ Μοῦσαι· ἐπεὶ καὶ οἱ κύκνοι νῦν ἐκ τῆς ὥρας εἰς μνήμην ἔρχονται τῆς ᾠδῆς, καὶ παρὰ Ξάνθον οἶμαι ποταμὸν ἢ καὶ Ἴστρου τὰς ὄχθας ἢ καὶ ἀνὰ πεδία παρὰ Πακτωλὸν ἐκεῖνον τὸν Λύδιον ποταμὸν ἀνίπτανταί τε, καὶ τῷ Ζεφύρῳ τὸ πτερὸν ἐπιτρέψαντες ὑμνοῦσί τε τὸν Ἀπόλλω
10καὶ τῆς μουσικῆς ὑπομιμνῄσκουσι λύρας· κἀκεῖνος ἥδιστα μὲν τούτων ἀκούει· ὁρῶν δὲ καὶ τὴν δάφνην εὐθαλῆ τε καὶ πολλῇ τῇ κόμῃ σεμνυνομένην, καὶ τὸν ὑάκινθον ἄρτι φαινόμενον, παλαιῶν ἐρώτων εἰς μνήμην ἐλθὼν, ἀναλαμβάνει τὴν λύραν καὶ ᾄδει μὲν τὸ ἔαρ, ᾄδει δὲ ἐκείνων τὸν ἔρωτα· ὡς ἡ Δάφνη παρθένος καλή, ὁ δὲ Ὑάκινθος
15Λακωνικὸν ὑπῆρχε μειράκιον· ἀλλ’ ἡ μὲν ὑποφεύγει, καὶ τὸν ἐρα‐ στὴν ἠρνεῖτο καὶ μεταβάλλεται. ἀλλ’ Ἀπόλλων, φυτὸν ἀντὶ κόρης ἔχων, οὐκ ἀρνεῖται τὸν ἔρωτα. ὁ δὲ Ὑάκινθος, ὁ παῖς ὁ καλός, δυοῖν ἐρασταῖν τυχὼν προὔκρινε μὲν ὡς εἰκὸς τὸν Ἀπόλλω, χαλεπαίνει δὲ ὁ Ζέφυρος· καὶ τέθνηκε τὸ μειράκιον, καὶ ἄνθος ἐγένετο καὶ διασώζει
20τὸ κάλλος. παραπλήσιον δέ τι πάθος τὸν Πᾶνα κατείληφε. ὅθεν οἶμαι καὶ ἀσπάζεται τὸ ἔαρ, τὴν πίτυν κομῶσαν ὁρῶν. ἦν γὰρ αὕτη παρθένος, εἰ καὶ δένδρον ἐγένετο. ἐμβαλοῦσα δὲ εἰς ἅμιλλαν ἐρα‐ στῶν, ὑπερεῖδε τὸν Βορέαν· ἄνεμος γάρ· αἱρεῖται δὲ μᾶλλον τὸν Πᾶνα, ὁρῶσα ὡς ἡδύ 〈τε〉 ἐσκίρτα, ἡδύ 〈τε〉 προσέπνει τῇ σύριγγι. ἀλλὰ
25τοῦ Βορέου κατὰ κρημνοῦ ταύτην ἀπώσαντος, ἡ νῦν ὁρωμένη πίτυς ἐγένετο. οὕτω μὲν εἰς θεοὺς ἡ τῆς ὥρας ἡδονὴ διικνεῖται. ἀνθρώπων δ’ ὁ μὲν ἐξ ἐμπορίας ἔχων τὸν βίον ἥδεται, τὴν θάλασσαν ὑπτίαν ὁρῶν, ταῖς ἀκταῖς ἠρέμα προσπίπτουσαν, καὶ ὥσπερ τοῖς αἰγιαλοῖς σπενδομένην. ὅθεν θαρρεῖ μὲν ἐπιβαίνειν νηός, ἄγει δὲ φορτία μετὰ
30κούφης ἐλπίδος, τῶν τῆς ὥρας πνευμάτων ἐκ πόλεως εἰς πόλιν εὐμενῶς τὴν ὁλκάδα παραπεμπόντων· καὶ διακομίζεται τοῖς ἀνθρώ‐ ποις ἀντὶ τῶν παρ’ αὐτοῖς πλεοναζόντων ὧν ἐν χρείᾳ τυγχάνουσι.
γεωργὸς δέ τις πλείστους ὅσους ἱδρῶτας περὶ τὰς αὔλακας ἐκπονέ‐ σας, νῦν ὁρᾷ τὸ λήϊον, ὡς κύματος δίκην ὑπὸ τῆς αὔρας κυρτοῦται καὶ85
35ἐπικλίνεται. ταῦτα θεώμενος καὶ τὴν ἀμοιβὴν ὁρῶν, τῶν πάλαι πόνων ἐπιλανθάνεται. ἤδη δὲ καὶ ποιμένες τὰ ποίμνια, αἰπόλοι δὲ τὰς αἶγας, καὶ τὰς βοῦς οἱ βουκόλοι, νῦν μὲν ἐπὶ πόαν ἄγουσι, νῦν δὲ ἐπὶ πηγὰς ἡγοῦνται καὶ νάματα. καὶ συρίττουσι μὲν οἱ νομεῖς, τὰ δὲ θρέμματα χρονίαν μουσικὴν εἰσδεχόμενα, ὀρθά τε ἵστη τὰ ὦτα,
40καὶ τοῖς πηδήμασιν αἴρεται. ὁρῶν δέ τις αἶγα πλήρη τοῦ γάλακτος ὑπὸ τὴν θηλὴν ὑπέχει τὸ στόμα καὶ ἐπισπᾶται τοῦ νάματος. καὶ ᾄδει μὲν τὰς Νύμφας, ὑμνεῖ δὲ τὸν Πᾶνα. καὶ „Ὧραι φίλαι“ πολλάκις ἐφθέγξατο. Ἐγὼ δὲ χθές που καὶ τρίτης ἡμέρας, ἐπειδὴ τῆς ὥρας ᾐσθόμην,
45εὐθὺς ἐκ χειρῶν ἐκβαλὼν τὰ βιβλία, ᾔειν πρὸ τοῦ ἄστεος ἐπικλινού‐ σης ἡμέρας. καὶ ἔξω τείχους γενόμενος ἐπ’ ἐμαυτὸν ἐμπορεύομαι, ἄλση τε φέρων καὶ δένδρα. καὶ τῇδε κἀκεῖσε τοὺς ὀφθαλμοὺς πλα‐ νώμενος, εἰς μνήμην ἀφικόμην Σωκράτους τοῦ Σωφρονίσκου. ἐξάγει γάρ ποτε καὶ τοῦτον λόγος ἀρχαῖος τοῦ ἄστεος, καὶ παρὰ τὸν

2

(50)

Ἰλισσὸν ἀφικνούμενος—Ἀττικὸς δὲ οὗτος ὁ ποταμός—ψυχροῖς τοῖς ὕδασιν ἐμβάλλει τὼ πόδε, καὶ ἐπὶ πόᾳ τινὶ μαλθακῇ κατακλίνεται καὶ ψυχάζει. πλάτανος δὲ καὶ δένδρον παραπεφύκει, καὶ τὴν σκιὰν αὐτοῖς ἀπετέλουν. παρῆν γὰρ αὐτῷ καὶ Φαῖδρος, ὁ καλὸς νεανίας, καὶ θαυμάζει τὸ ἄλσος καὶ ταῖς Νύμφαις προσηύξατο. ταῦτα δὲ
55λογιζόμενος λειμῶνι θαυμαστῷ κατὰ δή τινα τύχην ἐφίσταμαι. τοῦτον μέσον διέρρει τὰ ὕδατα. χρώμασι δὲ τῶν ἀνθῶν ποικιλλόμενος γραφὴν ἐμιμεῖτο. καὶ ᾖδον μὲν ὑπὲρ κεφαλῆς ὄρνιθες μουσικοί, αἱ δὲ μέλιτται τὰ ἄνθη περιβομβοῦσαι, ὅσα λάβοιεν τοῖς σίμβλοις ἐναπ‐ ετίθεντο. πλησίον γὰρ ἐπί τινος πέτρας ἐῴκεισαν εἶναι, ἐξ ἧς τὸ ὕδωρ
60καταρρέον τὸν λειμῶνα διήρχετο. ταῦτα ἰδὼν τὴν κεφαλὴν ὑπέκλινα τῇ χειρὶ καὶ προσέστην καὶ ἐκεχήνειν τοῖς ἄνθεσιν. ἠπόρουν δὲ ὅτῳ τοὺς ὀφθαλμοὺς ἐπερείσαιμι. ἐνταῦθα καὶ νάρκισσον εἶδον καὶ τὸ τούτου πάθος μικροῦ καὶ ἐθρήνησα. ἦν γὰρ μειράκιον εὐπρεπές, καὶ θήρας ἔμελεν αὐτῷ καὶ ἐθήρα. καὶ δή ποτε τοῦ ἡλίου θερμότερον
65προσβαλόντος—ἦν γὰρ ὥρα θέρους—ἐδίψησε. καὶ περὶ πηγήν τινα ἣ πλησίον ἦν ἀφικνεῖται. ἅμα δὲ πίνων, οἷα δὴ φιλεῖ, τοῦ ὕδατος τὰς τῶν ἐφεστηκότων εἰκόνας δεικνύοντος, ἐπ’ αὐτὸν ἰδὼν ἐν ταῖς ὕδασιν, ᾤετο μειράκιόν τι καλὸν ὑπὸ τὸ ὕδωρ λανθάνειν. καὶ διὰ τῆς εἰκόνος ἑαυτοῦ γέγονεν ἐραστής. ἐντεῦθεν χαίρειν ἔφη τῇ τέχνῃ,
70καὶ οὐκ ᾔδει λοιπὸν οὐκ ἐλάφους οὐ κύνας οὔτε θηρία, ἀλλ’ ἑαυτὸν ὁρῶν προσεκαρτέρει, καὶ τὸν πόθον αὔξων ἀεὶ διαφθείρεται. οὐκοῦν ἐλεεῖ τὸ πάθος ἡ Γῆ καὶ φυλάττει τῇ μνήμῃ καὶ εἰς ἄνθος αὐτὸν μεταβαλοῦσα τοῦ κάλλους οὐκ ἐπελάθετο. Ἀλλὰ γὰρ ἔοικα τὸ ῥόδον παρείς, μεῖζον καὶ λόγῳ καὶ θαύματι,86
75ἐκ τῶν ἐλαττόνων τὸν λειμῶνα θαυμάζειν. νικᾷ γὰρ εὐθύ, ὀσμῇ τε καὶ κάλλει τὸν θεατὴν εἰς ἑαυτὸ προκαλούμενον. καὶ εἴποις ἂν αὐτῷ παρεδρεύειν τὰς Χάριτας. φρουρεῖται μὲν γὰρ πανταχόθεν, ὥσπερ ταῖς ἀκάνθαις κύκλῳ δορυφορούμενον, καὶ μὴ τὸν βουλόμενον 〈ἐῶν〉 ὑβριστικῶς αὐτῷ καὶ οἷον ἐκ παρέργου προσάγειν τὼ χεῖρε. οὕτω
80γάρ τις προσιὼν καὶ μὴ ὡς μέγα τι ληψόμενος, μηδὲ τὰ εἰκότα τιμήσας, δίκην ἕξει τῆς ὕβρεως τὴν πληγήν. αὐτὸ δὲ βασιλικῶς ἐκ μέσης ἀνατέλλον τῆς κάλυκος ἀναφαίνεται. καὶ δόξαις ἂν ἐντεῦθεν Ἔρωτας ἀφίεσθαι τοῖς θεωμένοις. ἐρυθροῦ χρώματος τῷ λευκῷ συνελ‐ θόντος, καὶ μετὰ τῆν μῖξιν εἰς ἄλληλα χεομένων, ἑκατέρου τὸ ἄκρον
85ἀνεῖται. μή τοι λόγος ὡς λευκὸν ὑπάρχον τὸ ῥόδον τὴν νῦν ἰδέαν ἐντεῦθεν προσέλαβεν. Ἄδωνις καλὸς ὑπῆρχε καὶ κυνηγέτης, καὶ ἤρα τούτου ἡ Ἀφροδίτη. οἱ γὰρ Ἔρωτες, ὡς ἔοικεν, οὐδὲ τῆς μητρὸς ἐθέ‐ λουσι φείδεσθαι. θηρῶντα δέ ποτε τοῦτον ὑπὸ θηρὸς ἀγρίου πληγέντα κεῖσθαι συνέβη. καὶ ἀγγέλλεται τοῦτο τῇ Ἀφροδίτῃ. εὐθὺς οὖν καὶ
90ὡς εἶχεν ἀνέστη καὶ γυμνῷ ποδὶ διὰ πάντων ἐφέρετο, μὴ προορωμένη τι τῶν ἐν ποσὶ δυσχερῶν· ὅθεν εἰς ῥοδωνιὰς ἐμπεσοῦσα πλήττεται ταὶς ἀκάνθαις τὸν πόδα, καὶ τῆς θεοῦ τὸ αἷμα τοῖς ῥόδοις φύσις ἐγί‐ νετο. εἰκότως ἄρα, εἰ μὲν καὶ ταῖς ἀληθείαις, οὐκ οἶδα· ἐν δὲ ταῖς γραφαῖς στεφανοῦνται τοῖς ῥόδοις Ἀφροδίτη καὶ Ἔρωτες.
95 Τοσαῦτα τοῦ λειμῶνος ἀπολαύσας, καὶ τῶν ῥόδων πλεῖστα συν‐ επαγόμενος, ἀπῄειν οἴκαδε, τὸ ἔαρ ᾄδων καὶ πάλιν ἰδεῖν τὴν ὥραν
εὐχόμενος.87

3

(t)

VENUS
1 Γραφὴ καὶ ποίησις ἡ μὲν τοῖς χρώμασιν ἡ δὲ τοῖς λόγοις—λόγοι γὰρ τῇ ποιήσει τὰ χρώματα—μιμοῦνται δ’ οὖν ἄμφω θεῶν τε καὶ ἀνθρώπων σχήματα, πάθη καὶ ἔρωτας. καὶ ἡ μὲν ἐξ Οὐρανοῦ στα‐ γόνας δίδωσι τῇ θαλάσσῃ καὶ Ἀφροδίτην δημιουργεῖ ἀφρογενῆ τε
5καλεῖ, εἰ μὴ τοῦ ἔπους εἰς λήθην ἀφῖγμαι, ὅτι φησὶ γέντο „πολυ‐ κλύστῳ ἐνὶ πόντῳ“· ἡ δὲ τὸν ἐκείνης λόγον ὑποφαίνει τῇ θέᾳ. ποιεῖ γὰρ σχήματα θαλάσσης, καὶ εἴποις ἂν τῇ γραφῇ κινεῖσθαι καὶ τὰ κύματα. ἐκ μέσου δὲ ταύτης ἀνάγει τὴν Ἀφροδίτην ἀμήχανόν τε κάλλος καὶ οἷον ἔπρεπεν Ἀφροδίτῃ κεκτῆσθαι. ἄγεται δὲ Τριτώνων
10ὀχήματι. ἄνθρωποι δὲ οὗτοι ἄνωθεν εἰς λαγόνας, ἰχθύων φύσιν τὸ ἐν‐ τεῦθεν πληρούμενοι. Νηρεΐδων τε περὶ ταύτην χορός· τοὺς δὲ δελφῖ‐ νας ἴδοις ἂν καὶ τούτους ὑφ’ ἡδονῆς νῦν μὲν δυομένους τοῖς ὕδασι, νῦν δὲ τῶν κυμάτων ἀνίσχοντας. Τοιαῦτα μὲν τὴν οὐρανίαν Ἀφροδίτην δημιουργοῦσιν αἱ τέχναι.
15τὴν δὲ ἑτέραν—πάνδημον δὲ ταύτην παλαιοί τινες ᾄδειν ἐθέλουσι μῦθοι —ταύτης δὲ γνώρισμα γάμοι, καὶ τὸ προέσθαι τοῖς Ἔρωσι βαλεῖν τῷ τόξῳ, καὶ ἄγειν ὅπῃ καὶ βούλεται. ταύτην δὲ ποιοῦσι νῦν μὲν περὶ κάλλους ἐρίζουσαν—ἀγὼν γὰρ ἦν περὶ τούτου ἀνθρώπων μὲν οὐδενὶ, θεαὶ δὲ πρὸς ἀλλήλας αὐτὸν ἐποιοῦντο· κρίνειν δὲ ἔδει ποι‐
20μένα, καὶ μῆλον ἦν νικώσῃ τὸ ἆθλον· ἡ δὲ ὅλῳ σώματι φαίνεται τῷ ποιμένι, καὶ ψῆφον ἅμα τῇ θέᾳ καὶ τὸ μῆλον ἐδέχετο, καὶ ἐδόκει καλή· ὅθεν ἡνίκα παίζειν ἐθέλουσι τοῖς μήλοις ἀλλήλους ἅμα γέλωτι βάλ‐ λουσιν οἱ Ἔρωτες. —νῦν δὲ κατὰ τῶν ἄλλων νεανιεύεται καὶ εἰς γῆν ἐξ οὐρανοῦ κατάγει τὸν Δία, καὶ χρυσὸς ἦν, καὶ κύκνος ἵπτατο, καὶ
25οὐδὲ ταῦρον ἐφείσατο ποιῆσαι τὸν Δία. καὶ διὰ ταύτης ἐπιλέλησται μὲν θαλάσσης ὁ Ποσειδῶν, καὶ τὴν Τυρὼ θαυμάζων ποτίμοις ὕδασιν ἐπιμίγνυται. καὶ ὁ Πᾶν ὁρᾶν ἐδόκει τὴν Ἠχώ, φθεγγομένην μόνον ἀκούων, καὶ τὴν ἐρωμένην ἠγνόει. ὁ δὲ Ἀπόλλων δάφνην ἔχων τὸ φυτὸν, τῆς Δάφνης κηρύττει τὸν ἔρωτα. ἡ δὲ Ἀφροδίτη τοὺς θεοὺς
30καὶ εἰς ἑαυτὴν ἐπεσπάσατο. καὶ Ἥφαιστος μὲν συνῴκει τῇ Ἀφρο‐ δίτῃ, Ἄρης δὲ τοῦτον ἐζήλου. ἤρα δὲ καὶ Ἑρμῆς, κοινωνὸν τοῦ πάθους ἔχων Ἀπόλλω. ἀλλὰ γὰρ ἔδει καὶ αὐτήν ποτε τῶν ἑαυτῆς
πειραθῆναι βελῶν, καὶ γνῶναι οἷα κατὰ τῶν ἄλλων ἀφίησι τὰ τοξεύματα, καὶ οὐδὲ λανθάνειν ἐγένετο. βοᾷ γὰρ τῇ θέᾳ τὸ ῥόδον88
35Ἄδωνίν τε καὶ Ἀφροδίτην. ἔμελε δὲ αὐτῷ καὶ ὄρη καὶ κυνηγέσια. τῇ δὲ Ἀφροδίτῃ πάντα ὑπῆρχεν ὁ Ἄδωνις· καὶ ἔσθ’ ὅτε τὸν κεστὸν ἀφεῖσα καὶ τοὺς αὑτῆς παῖδας τοὺς Ἔρωτας, παρὰ νάπας ἐπέρα τε καὶ ἐπικλίνασα τῇ χειρὶ τὸν αὐχένα ἐθεάσατο τὸν Ἄδωνιν. ἀλλὰ γὰρ ὀφθέν τι δυσχερὲς ἐπετάραξέ σου τὸν ἔρωτα, καὶ τῷ
40πόθῳ θρῆνος ἐμίγνυτο. Ἄρης γὰρ ταῦτα μαθών—ἤρα δὲ καὶ οὗτος τῆς Ἀφροδίτης—ἐζηλοτύπει τὸν νέον, καί ποτε ταύτην ἀποῦσαν ἐπιτηρήσας κλέπτει τῇ θέᾳ τὴν φύσιν, καὶ σῦς δοκῶν εἰς θήραν ἐφείλκετο τὸ μειράκιον. καὶ ὁ μὲν ὡς εἰκὸς ὁμόσε φέρεται, τὰς κύνας ἀνακαλῶν, καὶ ἑλεῖν ἠπείγετο τὸ δόξαν θηρίον. ἀλλὰ γὰρ
45χαλεπὸν ἀνθρώποις, ὦ Ἄδωνι, θεὸν ὅτε πολέμιον ἔχουσι· τοῦτον γὰρ ὕστατον πεποίησαι δρόμον· καὶ θήραν ἐλπίσας αὐτὸς ἔκεισο θήραμα. φεῦ οἵας ἀγγελίας ἀκούειν ἔδει τὴν Ἀφροδίτην καὶ ἤκουσε. πληγεῖσα δὲ τῷ λόγῳ τοῦ πάθους ὅλη τε ἦν, καὶ οὐδὲν ἐδίδου τῷ λογισμῷ, ἀλλ’ εἰς λήθην ἐλθοῦσα τοῦ πρέποντος, ὡς εἶχέ τε ἀνέστη

3

(50)

καὶ δρόμῳ διὰ πάντων ἐφέρετο. οὐ κρημνοὶ ταύτην ἐκώλυον, οὐ φάραγγες ἔστησαν, οὐ ποταμὸς ἐπεῖχε πλημυρῶν τοῖς ὕδασιν. — ὡς ὠμοί τινες ἦσαν οἱ Ἔρωτες. —εἵπετο γὰρ ἡ μήτηρ ἔκφρων ὑπὸ τοῦ πάθους ὡς οἱ παῖδες ἐβούλοντο. οὕτω δὲ φερομένη περιπίπτει ῥόδων φυτῷ, καί πως ἁβροτέρα οὖσα τὸ σῶμα—καὶ τί γὰρ ἄλλο
55ἢ Ἀφροδίτη; —καὶ μηδὲν ἔχουσα περικαλύπτον τὼ πόδε—οὐδὲ γὰρ τούτου προνοεῖσθαι παρέσχε τὸ πάθος—οὕτως οὖν ἔχουσα, ἀκάνθῃ πληγεῖσα συμμεταβάλλει τῷ ῥόδῳ τὴν θέαν, καὶ τοῦ αἵματος τὸ χρῶμα τοῖς ῥόδοις φύσις ἐγένετο. ἦν γὰρ ὅτε λευκὸν ὑπῆρχε, καὶ εἰς τόδε μεταβέβληται, καὶ τὴν πληγὴν εὐτυχεῖ τῆς Ἀφροδίτης,
60καὶ εἴποις ἂν αὐτὴν εἰκόνα τοῦ χρώματος ὑπάρχειν τῷ ῥόδῳ. τού‐ τῳ στεφανοῦνται μὲν αἱ παστάδες—πρέπει γὰρ οἶμαι τὰ τῶν Ἐρώτων Ἐρώτων φυτῷ κοσμεῖσθαι, —οἷον πρὸς ἀλλήλας αἱ Χάριτες. τοῦτο καὶ Διονύσῳ μειχθὲν μιμεῖται σωτηρίαν ἀνθρώπων. ἤδη τοῖς ῥόδοις καὶ λόγοι πλαττόμενοι χαρίεν τί τε καὶ ἐπαφρόδιτον γίνεται.
65Ἀλλὰ γὰρ εὐμενὴς ἡμῖν ὁ θεὸς ἐπιφαίνοιτο, καὶ δοίη πάλιν τὸ
ἔαρ ἰδεῖν καὶ ῥόδον ὑμνῆσαι.89

4

(t)

PASTOR
1 Ὢ καινοτέρου φωτός, ὃ πάλαι μὲν ἐπόθουν, ἰδεῖν δὲ οὐκ εἶχον, εὔχεσθαι δὲ μόνον ἐλείπετο· νῦν ἥλιος μὲν εὐμενής, ἀὴρ δὲ διέλυσε τὰς ὀφρῦς, καὶ πνεῦμα μέτριον, καὶ χειροήθης ἡ θάλασσα, γῆ δὲ τοῖς ἄνθεσι ζωγράφων τέχνην μεμίμηται. νῦν ἐγχορεύουσι Μοῦσαι ταῖς
5ὄρνισι, τοῖς λειμῶσιν αἱ Χάριτες, ὁ Πᾶν τοῖς ποιμνίοις, ταῖς δὲ γνώ‐ μαις οἱ Ἔρωτες. πάντα μετέστραπται καὶ γέγονεν εὐμενῆ καὶ σπέν‐ δεται τάχα, καὶ πόλεμος οὐδαμοῦ. θαρρεῖτε νῦν αἶγες καὶ θρέμματα, καὶ πόαν χρονίαν ἀσπάζεσθε. πρῴην γὰρ ὁ Ζεὺς πολὺς ἐπεχύθη τῇ γῇ, καὶ ὁ ἥλιος ὁ λαμπρός, οὗτος ἐκέκρυπτο, τοῖς νέφεσι πολεμού‐
10μενος. ἀὴρ δὲ καὶ δένδρα συνεδονεῖτο τοῖς πνεύμασι· θάλαττα δὲ μετέ‐ ωρος ᾔρετο, καὶ ναύταις ἠπείλει πολέμιον, οἷά τις λέων ἐπιβρυχώμε‐ νος. χείμαρροι δὲ ταύτην μιμούμενοι τὰ προστυχόντα κατέσυρον. ἐθάρρει δέ πως οὐχ ὁδοιπόρος ὁδόν, οὐ ναύτης τὸ σκάφος, οὐ κυνη‐ γέτης τὴν θήραν· οὐ νομή τις ἦν, οὐκ ἀγέλαι πρὸς ταύτην ἐφοίτων.
15εἱστήκει καὶ τὰ δένδρα καθάπερ ἐν πένθει τὴν κόμην ἀποκειράμενα. ἐγὼ δὲ καὶ ταυτὶ τὰ προβάτια μηδὲν πλημμελοῦντα ὥσπερ ἐν εἱρκτῇ τῷ σπηλαίῳ δεσμῶται γεγονότες καθήμεθα. καὶ τὰ μὲν φυλλίδα ξηρὰν ἐκ θέρους ἀπόθετον ἐσιτίζετο, καὶ ἦν αὐτῶν ἐλεεινὰ τὰ βλη‐ χήματα, ἐγὼ δὲ τυρῷ διέζων νεαρῷ οὐδὲν ὑποφαίνοντι. τὸ δὲ ψυχρὸν
20τῆς ὥρας τῆς εἱρκτῆς ὑπῆρχε βαρύτερον. οὐ γὰρ ἦν ἑτοίμως οὐ πόδας κινεῖν οὐ χεῖρας εἰς δέον ἐκτείνειν, οὐ καλάμοις ἐμπνεῖν οὐκ αὐλοὺς ἐναρμόζεσθαι. καὶ καθεύδειν ἔδει καὶ δι’ ἡμέρας, συγκαταδύντα τοῖς θρέμμασι, καὶ τοῖς ἐκείνων ἐρίοις παραμυθούμενον. οὐδὲν δὲ Μούσης ἠκούετο, ἀλλὰ καὶ χελιδὼν ἡ λάλος ἐκάθευδεν, οἶμαι. ἤδη τι καὶ τῆς
25ἀράχνης ἐμφωλεύει τῇ σύριγγι, πάντα δὲ σιγᾶν ἐδόκει, πλὴν ὅτε Ζεὺς ἀστράπτων κτύπον ἐπῆγε δεινόν, ὥσπερ ἢ σκεύη κινῶν ἢ μετασκευάζων τὸν οὐρανόν. πολλάκις τοῦτον ἱκετεύων ὑπέμνησα· „τί τοσοῦτον, ὦ Ζεῦ, λελυπήκαμεν; παῦσαι πάντα συγκρούων,
μὴ συντριβῇ πόλις, καὶ δεήσει νέαν δημιουργεῖν. μὴ τί σοι Γιγάντων90
30πάλιν πλῆθος αὖθις ἐπανέστη πολέμιον;“ τί δεῖ λέγειν; ἦν γὰρ πλέον οὐδὲν, ἕως ἑκὼν ἐπείσθη. τάχα δὲ κέκμηκε πάντα κινῶν καὶ καθεύδει νῦν ἐκ πόνου μακροῦ. ὅθεν νῦν πάντα σπένδεται καὶ λαλεῖ καὶ νεάζειν ἔοικε, τὸ γῆρας ἀποδυσάμενον. σκιρτᾶτε νῦν ἄρνες καὶ τοῖς πηδήμασι πρὸς οὐρανὸν διεγείρεσθε μέσον· ἐμπίπλασθε τῆς πόας·
35πλὴν εἴ τις δι’ ἔρωτα πρὸς φυτὸν μεταβέβληται, καὶ σώζει τὸ κάλλος, εἰ καὶ τὴν φύσιν μετέβαλε. καλὸς ὁ Νάρκισσος, ἀλλὰ τὸ πάθος εἶχε τοῦ κάλλους ἀνάξιον. καλὸς ὁ Ὑάκινθος, ἀλλὰ γίνεσθε Ζεφύρου φιλανθρωπότεροι, καὶ φείδεσθε μειρακίου καλοῦ. εἰ δὲ καὶ πίνειν δεήσει, πρὸς πηγὴν ἄξω καὶ καθηγοῦμαι τῇ σύριγγι. ὑμεῖς δὲ
40τοῖς μέλεσιν ἕπεσθε· τῷ γὰρ ἀπολειφθέντι λύκος ἔσται ζημία. εἰ δὲ καὶ μεσημβρία λυπήσει ὑπὸ πίτυν ἄξω τὸ ποίμνιον· καὶ ἄνωθεν μὲν ἀηδὼν ἐαρινὸν ἀναφθέγξεται· ὡς δέ φασι τὸν παῖδα ζητεῖ καὶ οἷα μήτηρ ὀδύρεται. ἐγὼ δὲ πρὸς ταύτην ἁμιλλήσομαι τῇ πηκτίδι, τὰ δέ μοι πρόβατα τάξει κατακείσεται, τῶν μελῶν ἀκροώμενα.
45τότε μᾶλλον ὁ Πᾶν τὴν Ἠχὼ βοήσει κόρην οὔτε φθεγγομένην οὔτε σιγῶσαν, πλησίον δὲ δοκοῦσαν ἀεὶ καὶ λανθάνουσαν, καὶ νόθῳ φωνῇ παραμυθουμένην τὸν ἐραστήν. νῦν κύκνοι καὶ χελιδόνες ὑπὲρ κεφαλῆς ᾄδουσι, τὸν αἰθέρα περιπλανώμενοι. ὁ δὲ Ἀπόλλων ἥδεται, δάφνῃ στεψάμενος καὶ φυτὸν ἔχων ἣν κόρην ἔχειν ἠβούλετο.

4

(50)

νῦν τοῖς λειμῶσιν ἐπιβομβοῦσιν αἱ μέλιτται· ἄξω τὰ πολλὰ τῶν κηρίων, καὶ τούτων ἀμέλγων τὸ μέλι ἐγκαταμίξω τῷ γάλακτι. καὶ τί μοι πρὸς τοῦτο νέκταρ ἐκεῖνο, τὸ μάτην θρυλούμενον πόμα; νῦν ἀγέλαις Ἔρωτες ἐγχορεύουσι, καὶ ταῦρος μὲν ἐρωτικὸν ἐμυκήσατο, κριοὶ δὲ φριμαξάμενοι τῶν ἀρνῶν ἐπιβαίνουσιν. οὐδ’ ἐγὼ νῦν μάτην
55ἑστήξομαι. ἀργεῖν γὰρ μόνον ἐστὶν ἀφόρητον. ἄξω τὴν ἐρωμένην καὶ τὴν ἀγέλην μιμήσομαι. ἀντὶ δὲ στρωμνῆς πόα μαλακή τις ὑποκείσεται. ἐπιπάσω δὲ ταύτῃ τῶν ἴων καὶ κρίνων πολλά, μᾶλλον δὲ ῥόδων, ἵνα καὶ τὴν Ἀφροδίτην τιμήσωμεν. οὐ γὰρ αὕτη διαφυγεῖν ἠδυνήθη τὸν Ἔρωτα· σοβαρὸν γὰρ τὸ παιδάριον καὶ θρασύ, καὶ κατὰ τοῦ
60τυχόντος ὁπλίζεται. λυπεῖ καὶ τὴν Ἀφροδίτην, οὐδὲ τὴν τεκοῦσαν αἰδούμενος, ἵνα μὴ μέγα φρονῇ μόνη καὶ τεκοῦσα καὶ διαφυγοῦσα τὸν Ἔρωτα. τί οὖν ἐκεῖνος; αἴρει τὸ τόξον καὶ προσγελᾷ τὴν τεκοῦσαν,
καὶ βέλος τι σμικρὸν ἐγκατέθηκε. καὶ Ἄδωνις ἐξαίφνης ἐδόκει καλός· καὶ ῥᾷον ἄν τις εἶδεν αἰγὸς συζύγου τράγον αὐτὸν ἀφιστάμενον91
65ἢ τὴν Ἀφροδίτην Ἀδώνιδος. σιωπῶ τὸ πάθος τῇ θεῷ χαριζόμενος, μὴ καὶ λυπήσω λέγων καί μοι δείξῃ τὴν ἀγέλην ἀνέραστον. πλὴν αἵματι τῆς Ἀφροδίτης τὸ ῥόδον ἡμῖν ἠρυθαίνετο. Τοιαῦτα τῆς ὥρας ἀπολαύων εὔξομαι μετὰ τῆς ἀγέλης καὶ θέρος
ἰδεῖν καὶ σιωπᾶν τὸν χειμῶνα καὶ ἔαρ αὖθις ἡμῖν ἀναλάμψαι.92

5

(t)

MERCATOR
1 Εἶδον ὅπερ εὐχόμην, καὶ προῆλθεν εἰς ἔργον ἡ γνώμη. οἴχεται πόλεμος ἐκ τῶν νεφῶν ἀπειλούμενος καὶ νεάζει τὸ φῶς, καὶ πάλιν ἥλιος μεθ’ ἡμῶν. διαλέλυται δέ μοι μετὰ τῆς ὥρας ἡ λύπη. καὶ νῦν ἡ θάλασσα φίλη, καὶ τοῦ θυμοῦ μεταβέβληται. πάντα σπένδεται τοῖς
5ἀνθρώποις, οὐρανός, ἀήρ, ἀστέρες, ἡ θάλασσα. ὁ μὲν γὰρ νιφάσι βάλλων ἀεὶ τὸν περὶ τῶν οἰκημάτων ἐπήνεγκε κίνδυνον, οἱ δὲ τὴν θέαν ἀπέκρυπτον, ὁ δὲ συνῆγε τὰς ὀφρῦς, ἡ δὲ συνεδονεῖτο τοῖς πνεύ‐ μασι. νῦν πάρεστι καθαροῖς ὀφθαλμοῖς τὴν ἄρκτον ἰδεῖν, τὴν φίλην ἡμῖν καὶ πανταχοῦ τὸν πλοῦν ἀπευθύνουσαν. οὐ γὰρ ἀνέχεται
10συγκαταδῦναι τοῖς ἄλλοις, ὅπως μὴ ναύτην παρίδῃ πλανώμενον, ἀλλ’ ἕστηκεν ἀεὶ τοῖς ἐν πελάγει τὰς πόλεις κηρύττουσα. πάρεστιν ἰδεῖν καὶ τὸν μέγαν Ὠρίωνα, κἀν τοῖς ἄστροις κυνηγοῦντα τῷ σχήματι. ἂν ἴδω τὴν Ἀνδρομέδαν ἐλεῶ τὰ δεσμά, καὶ τὴν ἐκείνης τύχην ὀδύρομαι. ἀλλ’ ὅταν ἴδω τὸν Περσέα, τὴν δεξιὰν ἐπὶ τὸ
15κῆτος ἐπαίροντα, „θάρρει“ τῇ κόρῃ φημί, καὶ παραμυθοῦμαι ταύτην ἐν ἑαυτῷ, καὶ τῆς τύχης αὐτῇ συνήδομαι. γέγηθα, νῦν μὲν τὰς Πλειάδας ὁρῶν, αἳ τὸ ἔαρ ἡμῖν πρυτανεύουσι, νῦν δὲ τὴν Ἀργὼ σκάφος ἐν οὐρανῷ, παλαιὰ κηρύττον μυθολογήματα, τὸν Πελίαν, τὸ κῶας, τὴν Μήδειαν, τοὺς ἔρωτας, τὸν Ἰάσωνα.
20 Τί τοίνυν ἔτι μέλλω καὶ πρὸς τὸν πλοῦν ἀναδύομαι; ἀπεῖπον, ἐφ’ ἑνὸς χωρίου καθιδρυμένος, καὶ δαπανῶν ἀεὶ καὶ τοῦ κέρδους ἐστερημένος. ἃ γὰρ ἐμπορία δεδώρηται, ταῦτα χειμὼν ὑπανάλωσε, καὶ σύνοικος, οἴ μοι, μηδὲν τοῦ χειμῶνος ἀνεκτοτέρα. ἐπέκειτο γὰρ ἀεὶ πρὸς ζημίαν φέρουσά τι καινότερον. καὶ „δεῖ μοί“ φησιν „ἐσθῆτος
25παραμυθουμένης τὴν ὥραν“. παρέσχον, ὡς οὐκ ἂν ἠβουλόμην. ἡ δὲ πάλιν ἦν γυμνή, πάλιν τὴν ζημίαν ἐπέτεινε. καὶ „ἡ δέ“ φησιν, „ἡ τοῦ δεῖνος κόσμῳ περιλάμπει χρυσῷ“ καὶ „δεῖ με τῶν παραπλη‐ σίων τυχεῖν“. ἐγὼ δὲ πρὸς ταύτην, „μὴ καὶ τοῦτο, γύναι, παρα‐ μυθεῖται τὴν ὥραν;“ εἰ δὲ παρεῖδον αἰτοῦσαν, „ἄτιμος ἐγώ“ πολ‐
30λάκις ἐβόα, καὶ „λόγος οὐδεὶς ἐμοὶ παρὰ σοῦ“. καὶ ἦν ἀνάγκη καὶ δι’ ἡμέρας ζυγομαχεῖν, βοσκημάτων δίκην συγκαθειργμένων, ἕως μοι διαρρυὲν οἴχεται τὸ βαλάντιον. ἀλλὰ νῦν ἐνδείας, νῦν κακῶν ἠλευ‐ θέρωμαι νῦν ἐπιμιξίαι ταῖς πόλεσιν. ἐλευθέριοι. οὐκ ἔτι μοι κωλύσει τὸ σκάφος ἡ θάλασσα. ἢ δὴ καὶ ναύτης τοῦ πελάγους κατατολμᾷ,
35καὶ ὁδοιπόρος ᾄδει, καὶ ποιμένες αὐλοῦσι καὶ χορεύει τὰ ποίμνια.
νῦν ὄρνιθες ᾄδουσι ποικίλῳ τινὶ φθόγγῳ, πλέκουσαι ξένην μουσικήν, καὶ τὰ δένδρα νῦν ἐπείγεται πρὸς γονήν, καὶ γῆ διαφόροις ἐμπομπεύει τοῖς ἄνθεσιν, ἄστρων δίκην ἐκλάμπουσα, καθάπερ ἁμιλλωμένη πρὸς οὐρανόν. τί οὖν; ἐπιβήσομαι τῆς ὁλκάδος, θαρρήσω τὸν πλοῦν.93
40πολλοὺς ἔχω κοινωνοῦντας ναύτας τοῦ πράγματος, οἳ πρὸς τῷ κέρδει καὶ ποικίλην θέαν καρπούμεθα. ὁ μὲν πρὸς Σικελίαν ἐπείγεται καὶ τὴν Αἴτνην ὁρᾷ καὶ πῦρ ἐσθ’ ὅτε χεόμενον, καὶ τὴν Ὀδυσσέως ὄψεται Χάρυβδιν. ὁ δὲ πρὸς Ἰταλίαν ἐλθὼν πόλιν ὁρᾷ μεγίστην, ἐν ᾗ τῆς οἰκουμένης τὰ τρόπαια. ἕτεροι τὰς νήσους ὡς ἂν ἐν μέσῳ
45χορῷ περιπλέουσιν, ὁ δὲ τὴν Τροίαν ὁρᾷ καὶ τὴν ταύτης τύχην ὀδύ‐ ρεται, τὴν Ἑλένην εἰς μνήμην λαβών. ἀλλὰ πάλιν γυναῖκες, πάλιν τῶν οἴκοι κακῶν μνημονεύσομεν; ἕτερος τὴν Ἀττικὴν ἀφικόμενος ὁρᾷ τὸν Πειραιᾶ, τὰς νήσους, τὴν Σαλαμῖνα, καὶ παῖδας Ἀθηναίων καὶ παλαιὰ διηγήματα, ὡς ἠπείλη Ξέρξης, ὡς πάντα κεκίνητο, ὡς ὁ

5

(50)

γῆν ὑβρίσας καὶ θάλατταν ὑπ’ Ἀθηναίων ἐδάκρυεν. ἡμεῖς δὲ τὴν Κύπρον καὶ τὴν ταύτης Ἀφροδίτην οὐ παραπλεύσομεν, ἀποβήσο‐ μαι τῆς νεώς, ὄψομαι νῆσον Ἀδώνιδος, καὶ τὴν Ἀφροδίτην παρα‐ μυθήσομαι, τὴν εἰκόνα τοῦ πάθους, τὴν μνήμην τοῦ ἔρωτος. καὶ ᾄσω τῷ κυνηγέτῃ τὸ κάλλος, τὴν ῥώμην, τὰς χάριτας, τῶν παίδων
55τὰ τόξα, τὸν ζῆλον τοῦ Ἄρεος, τὴν ἄωρον τελευτήν, τὴν ἀγγελίαν, τὸν δρόμον, τὴν πληγήν, τὸ αἷμα, τὸ ῥόδον αὐτό, φυτὸν εὐτυχές, Ἀφροδίτης πάθος εἰκονίζον τῇ θέᾳ. εἶτα, τὴν ἐμπορίαν ἀνύσας,
πλουτήσω τοῖς χρήμασι, ἀλλ’ ἕως ἴδω τὸ γύναιον.94

6

(t)

ADONIS
1 Τοῦτό σοι, Τύχη, πρὸς ἐπιβουλὴν ὑπελείπετο, μηδὲ ζητῆσαι τὸν Ἄδωνιν, μηδὲ δραμεῖν ἐπ’ αὐτόν, μηδὲ παραμυθήσασθαι τῷ δρόμῳ τὸν πόθον, μὴ κειμένῳ περιτυχεῖν, μὴ περιπλέξασθαι πεπτωκότι, μηδὲ φίλτατον καλέσαι νεκρόν. ἤρκει τοὺς ὀφθαλμοὺς καὶ μεμυκότας
5ἰδεῖν, ἤρκει μοι πρὸς θέαν καὶ σιγῶντα τὰ χείλη. οὔπω μοι πάντως ἀπέλιπεν οὐκ ἐρύθημα τὸ πρόσωπον, οὐκ ἄνθος τὴν παρειάν, οὐ τὴν κόμην αἱ Χάριτες. εἰ δὲ καὶ τὴν αἰτίαν ἠρόμην τοῦ πτώματος, τάχα μοι καὶ κείμενος ἐβόα τὸν Ἄρεα. ἀλλ’ οἷα καὶ λέγειν προήχθην; ἐγὼ πείσομαι πεπτωκέναι τὸν Ἄδωνιν; ἔτι περίεστι καὶ θηρᾷ, καὶ μὴ
10παροῦσαν τάχα τὴν Ἀφροδίτην ζητεῖ. ἐγὼ δὲ μέλλω, καὶ κάθημαι μάτην δεθεῖσα τῷ πάθει τὸν πόδα. ἀλλὰ γὰρ πάλιν τὸν Ἄρη λογίζο‐ μαι, πάλιν τέθνηκεν Ἄδωνις. δεινὸς γὰρ ὁ θεός· βλοσσυρὸν ὁρᾷ, πρὸς αἷμα κέχηνε, ποθουμένην ὄψιν ἐλεεῖν οὐκ εἰδώς. ὢ δεινῆς ἀπορίας. ὢ δυστυχημάτων ὑπερβολῆς. τίνος κατηγορήσω; τίνας δὲ μέμψο‐
15μαι; τὴν Τύχην; τοὺς ἐμοὺς παῖδας; ἐκ τούτων Ἄδωνιν ἔγνωκα, ἐξ ἐκείνης Ἄρης ὡπλίζετο. νῦν τῶν ἑαυτῆς πειρῶμαι βελῶν, νῦν τὴν ἐμὴν φλόγα μεταμανθάνω, νῦν τῆς ἐμῆς ὠδῖνος αἰσθάνομαι. Ἀφρο‐ δίτη ταῦτα, ἣν ἔτεκε Ζεύς, ἣν οὐρανὸς ἤνεγκεν, ἣν ἐκόμισε φύσις, ἐξ ἧς πῦρ καὶ βέλη καὶ πάντα πόθῳ συνήπτετο. μήτηρ ἐγενόμην
20Ἐρώτων, τόξα παρέσχον, ἐπτέρωτο τὰ παιδάρια, καὶ τούτοις ἄβα‐ τον ὑπῆρχεν οὐδέν. ἐπῆλθον γῆν, ἐνέδυσαν κῦμα, τὸν ἀέρα διέπτη‐ σαν, ἐνεχόρευον ἄστροις καὶ κατὰ θεῶν ποτ’ ἐτάττοντο. οὐδὲν τὴν ἐμὴν δυναστείαν διέφυγε. πάντα πρὸς τὴν ἐμὴν ὑπέκυπτε δεξιάν. εἴ τις τὴν Ἀφροδίτην ἐλύπει προσέβλεπον τοὺς παῖδας, ἐπένευον·
25ἐκίνουν οὗτοι τὰ βέλη, καὶ τὸ παθεῖν ὑπελείπετο. οἶδεν ὁ Ζεύς, τῶν ὅλων ἄρχων καὶ μόνῳ πειθόμενος ἔρωτι. οἶδεν ὁ Ποσειδῶν, ἐν μέσῃ τῇ θαλάσσῃ φλεγόμενος. οὐ παρεῖδον τὸν Πᾶνα, τὴν Ἥραν οὐ τεθαυ‐ μάκασι. μετῆλθον τὸν Ζέφυρον, Βορέας πεπείραται, καὶ τῶν ἀνέμων τὸ βέλος ὤφθη ταχύτερον. Ἀπόλλων ἔγνω τόξον θεοῦ, ἡμετέρῳ
30τόξῳ βαλλόμενος. τί δεῖ λέγειν ἄνθρωπον ἐραστὴν καὶ λέοντος οἶστρον καὶ ταῦρον τῷ πόθῳ μυκώμενον, θραττομένους διὰ τῶν παίδων; καὶ τρόπαια πανταχοῦ, καὶ πάντα τῆς Ἀφροδίτης πεπλή‐ ρωτο. ὡς δὲ πάντα ἦν ὑπὸ τοῦ δράκοντος οἱ καλοὶ παῖδες ὡπλί‐ ζοντο. καὶ τὸν πόλεμον οἴκοθεν εἶχον καὶ τοῖς ἐμοῖς ὄμμασιν ἔγνων·
35ἐκεῖθεν ἰδοῦσα τεθαύμακα· ἔπασχον, ἠπόρουν, ἐγέλων, ἐδάκρυσα
γενέσθαι. τὸν κεστὸν ὑπεσκόπουν, μή τις ὑποκλέψας λανθάνῃ· καὶ κλέπτας εὑρίσκω τοὺς Ἔρωτας. ὑπέκυψα τῇ γονῇ· λοιπὸν ἐπῄνουν τὸν Ἄδωνιν, ὡς καλός, καὶ τὴν κόμην ἐδόκουν κεκρᾶσθαι, ἐν τοῖς ὀφθαλμοῖς ἐνοικῆσαι τὰς Χάριτας, ἐκ τῶν χειλέων τοξεῦσαι τοὺς95
40Ἔρωτας. αἱ δὲ παρειαί, οἴμοι, συνεθήρων. ἐπόθουν· ἐμίσουν ἐντεῦθεν τὸν Ὄλυμπον. ἐκείνου καὶ θεῶν ἥττητο ὄψις παρ’ ἐμοί, καὶ πάντα τοῦ μειρακίου γέγονε δεύτερα. ἐθήρα, καὶ τὴν ῥώμην ἐθαύμαζον. λεόντων ἐδόκει θρασύτερος, ὑπὲρ τὰς ἐλάφους πηδῶν. Ὄλυμπον τὴν ὕλην, οὐρανὸν ἡγούμην τὰς νάπας. ὅτε τοῦτον εἶχον, τοῦ συνήθους
45λαμπρότερον ἐδόκουν βλέπειν τὸν ἥλιον. μίαν ἠγάπων θέαν τὸν Ἄδωνιν, μίαν ἀκοὴν ἐπόθουν τὸν ἄνθρωπον. οὐδείς μοι λαλῶν ἤρεσκεν, ὅτι μὴ λέγων τὸν Ἄδωνιν. ἐλύπει ταῦτα τὸν Ἄρην καὶ τὸν φθόνον ὑπέτρεφε, καὶ πρὸς ἔργον ἦλθεν ἡ γνώμη. ἐγώ σοι τοῦ πάθους αἰτία, δι’ ἐμὲ καὶ Ἄρης πολέμιος. τούτων ἀκούσασα διε‐

6

(50)

πτόημαι, καὶ γέγονα τῇ φήμῃ μετέωρος, καὶ κόσμου μοι λόγος ὑπῆρχεν οὐδείς. δρόμος ἐπῆλθέ μοι, καὶ πόδες γυμνοί, καὶ τὰ ἐν ποσὶ παρορώμενα. ἐντεῦθέν μοι τὸ πάθος δεινότερον ἦν, καὶ βέβλη‐ μαι τὴν μὲν καρδίαν τῷ πόθῳ, τῇ δ’ ἀκάνθῃ τὸν πόδα. τοῦτο σύμ‐ βολον ἔστω τῆς τύχης, καὶ τοῖς μετὰ ταῦτα τὴν εἰκόνα δεῖξαι τοῦ
55πάθους τοὐμὸν αἷμα φύσις γενέσθω τῷ ῥόδῳ. καί τις τὸ ἄνθος ἰδὼν οὐ παραδώσει τῇ λήθῃ τὸν Ἄδωνιν, ἀλλὰ τὴν αἰτίαν ζητῶν ἀκούσει τὸ πάθος, τὸν πόθον, τὴν φήμην, τὸν δρόμον, τὴν πληγήν, τὸ αἷμα,
τὴν τοῦ ῥόδου μεταβολήν, καὶ ἐπὶ πᾶσι τὸν Ἄδωνιν.96

7

(t)

PHOENIX
1 Συνήδομαι μὲν τοῖς Ἕλλησιν, ἀλλὰ δακρύω τὸν Θετταλόν. τοῖς μὲν εὑροῦσι σωτῆρα, τὸν δὲ πεσόντα πρὸς ἀδοξίαν Ἑλλήνων καὶ γέλωτα Τρωικόν. οὐδὲ Τρῶες γὰρ οἶμαι τῶν ἡμετέρων ἀνήκοοι παθημάτων. καλῶς εὗρεν Ἀγαμέμνων ὅθεν τύχοι συμμάχων, καὶ
5λήψεται δίκην, ἀπειθοῦντα στρατιώτην αἰσχύνας. εἴθε τοῦτο συνέβη πρὸ τῆς ἡμῶν πρεσβείας τὸ θήραμα. νῦν δὲ τὰ καθ’ ἡμᾶς ἀτυχία καὶ λόγοι. ὁ σοφὸς οὐκ ἔπεισεν Ὀδυσσεύς. Αἴας ὑπερώφθη μετὰ τοῦ γένους καὶ τοῦ Διός. ὁ δὲ πρεσβύτης ἐγώ, —οὐ γὰρ ἔχω λέγειν διδάσ‐ καλος—ἐπὶ τούτοις εἰπεῖν οὐδὲν ἔσχον πιθανόν, οὐ πολιάν, οὐ
10λόγους, οὐ δάκρυα. παρεμυθεῖτο δέ με τοῦ παιδὸς τὸ φιλότιμον, καὶ τὸ δοκεῖν εὐκλείας μᾶλλον ἢ κόρης ἐρᾶν. νῦν δὲ μετέστραπται πάντα, καὶ ταύτην βλέπων ὑπέκυψε. τί δὲ μὴ μεθ’ ἡμῶν αὐτὴν λαβόντες ἐδείξαμεν Ἀχιλλεῖ; ἀκοῆς γὰρ κρείττων εἰς πόθον 〈ἡ〉 θέα. τοιγαροῦν οὐκ ἀντέσχεν ἰδών. περιβαλὼν δὲ τὼ χεῖρε καὶ δακρύσας
15ὑφ’ ἡδονῆς ὁ γεννάδας „διὰ σέ“ φησὶν „ὠργίσθην, διὰ σὲ διαλλάττο‐ μαι“. ταυτί σοι Χείρων παρέδωκε; ταῦτα μετ’ ἐκεῖνον ἐγώ; ὁ μὲν ἤσκει τὼ πόδε πρὸς δρόμον, ἐγύμναζεν εἰς ὅπλα καὶ βέλη καὶ πολέμου παρασκευήν. κρατεῖν ἐδίδαξε θηρίων. ὡς ὤφελεν ἔρωτος. ἐγὼ δὲ πρὸς λόγον δραμὼν ἀνῆγον τὴν γνώμην, ἐπαίδευον· ἀπέδειξα
20στρατιώτην τὸν παῖδα καὶ ῥήτορα. „μουσικήν“, εἶπον, „ἔγνως, ἵνα μετρῇς τὸν θυμόν, ἵνα 〈...〉 ῥυθμίζειν οἶσθα πρὸς ἡδονάς, τὴν ψυχήν, ἄτακτα πηδώσας, ἐπιφέρων ἐκ λόγου ζυγόν. ἔχε πρὸς ὕβριν μετρίως, καὶ παροινοῦντα φέρειν ἐπίστασο.“ τούτων ἀκούων ὑπερέχαιρεν ὁ Πηλεύς, καὶ χρηστὰς εἶχεν ἐπ’
25ἐμοὶ καὶ τῷ παιδὶ τὰς ἐλπίδας. καί με συνεκπέμπει πρὸς Τροίαν, καὶ μετὰ γῆρας ὤφθην στρατιώτης, ἵνα καὶ σύμβουλος, καὶ τοῖς τοῦ παιδὸς ἐπεγραφόμην καλοῖς καθεῖλε Τήλεφον, ἀλλ’ ἐν ἐπαίνοις ἐγώ· ἔπιπτεν ὁ Κύκνος καὶ τῆς εὐκλείας ἀπέλαυον. πόλεις ἠριθμοῦντο πεσοῦσαι, καὶ πάντα ἦν ὁ Φοῖνιξ ἐν ἐπαίνῳ καὶ φήμῃ. νόσος εἶχε
30τὴν Ἑλλάδα καὶ πέπαυται δι’ ἡμῶν. μέχρι τούτων εὐτυχὴς ἐγὼ καὶ τοῖς ἀρίστοις ἐπεγραφόμην. τὰ δὲ μετὰ ταῦτα δακρύω λέγων. ἔρις ἦν καὶ θαύματα καὶ νοσοῦντα τῆς Ἑλλάδος τὰ πρῶτα. ἔλεγον, ἠπείλουν, ἐλοιδοροῦντο. ἠδίκει μὲν Ἀγαμέμνων 〈ὅτι ἀφαι〉ρήσεται ὤπερ ἔδει γέρας λαβεῖν ἐπ’ ἀριστείᾳ δοθέν. ἐπ’ αὐτῷ δὲ πάσχει τὴν
35ψυχὴν Ἀχιλλεύς, καὶ πέρας οὐκ ἦν. ἔρως γὰρ ἀδικηθεὶς οὐκ οἶδε σπονδὰς οὐδὲ δίδωσι τῇ γνώμῃ λήθην ὁ πόθος. Ἀχιλλεὺς μὲν ἐπὶ
τούτοις ᾖδεν εὖ πίπτουσιν, ὁ δὲ Πρίαμος τῶν Ἑλλήνων τὰ πτώματα, ὁ μὲν ἀποστὰς τῶν Ἑλλήνων ὁ δὲ τρυφῶν τῷ καιρῷ. ἐμοὶ ......... ......... εἰς τὸν παῖδα παροινίαν, τὴν ἄμετρον ὀργὴν Ἀχιλλέως,97
40συμφορὰς ἐπὶ τούτοις Ἑλλήνων πιπτόντων ἄλλων ἐπ’ ἄλλοις, καίπερ ἀπειλοῦντος ὅπερ οἶδε ποιεῖν. πλὴν ἀλλ’ ἐδόκει· καὶ πρέσβεις ἡμεῖς. καὶ πᾶσα τῆς Ἑλλάδος ἐν ἡμῖν ὑπῆρχεν ἐλπίς. καὶ πολλὰς μηχανὰς εὑρόντες σεῖσαι ψυχὴν ὀργῇ καὶ πόθῳ κρατουμένην οὐκ ἔσχομεν, ἀλλ’ ἦν ἄρα μία μηχανὴ ποθοῦντι τῆς ἐρωμένης ἡ θέα.
45ταύτην οὐκ ἐπῆλθε μαθεῖν οὐκ ἐμοὶ τῷ πρεσβύτῃ, οὐκ Ὀδυσσεῖ τῷ σοφῷ, οὐκ Αἴαντι τῷ γεννάδᾳ. τὸ μὲν πάντων ἀποτυχεῖν, σοφώτερον ἐποίει πρὸς τὸ τυχεῖν Ἀγαμέμνονα. στείλας γὰρ εἰς σχῆμα πένθους τὴν κόρην, ὅπερ ἤθελεν ἔλαβεν. οὐ γὰρ ἤνεγκεν ὁ τοῦ Πηλέως τὸ θέαμα, τὸν δὲ θυμὸν αὐτοῦ διέλυεν ἡδονή. καὶ διδασκάλου κρείττων

7

(50)

γυνή, καὶ κόρη σοφοῦ, καὶ συγγενείας αἰχμάλωτος, καὶ τὴν ἐκ λόγου καὶ τέχνης ἐρωτικὴ παρῆλθε πειθώ. λοιπὸν ὁ Θέτιδος νικάτω τοὺς Τρῶας. οὐ γὰρ καλύψει τὴν αἰσχύνην ἡ νίκη. τίς ἡμῖν ἔσται ταῦτα μαθὼν ὁ Πηλεύς; εὐκλεεῖς, ὦ Χείρων, γεγόναμεν. εἴθε κἀγὼ μὴ παρῆν. οὐ γὰρ ὅμοιον αἰσχύνεσθαι παρόντα καὶ πόρρω τούτων ἀκούειν.
55σὺ δὲ νῦν, Ἀχιλλεῦ, τῆς αἰχμαλώτου μετὰ τῆς ἐντεῦθεν ἀδοξίας
ἀπόλαυε.98