TLG 2598 005 :: PROCOPIUS :: Epistulae 1–166 PROCOPIUS Rhet.
Scr. Eccl. Epistulae 1–166 Citation: Epistle — (line) | ||
1(t) | Καισαρείωι καὶ Εὐβούλωι | |
1 | Πυθαγόρας ὁ Σάμιος, ἀλλ’ οὐδὲ τοῦτόν φασιν ὡς μέχρι παντὸς ἐτίμα σιγήν, ἀλλ’ ὥριστο χρόνος αὐτοῖς μεταβολὴν ἄγων ἐπὶ λόγους, καὶ μετεβάλλοντο. ἀλλ’ οὐδὲ παρ’ ὃν ἐσιώπων χρόνον ἔδει δήπουθεν μηδὲν παρ’ ἀλλήλων εἰδέναι, ἀλλὰ τὴν μὲν γλῶτταν εἶχε σιγή, ἡ δὲ χεὶρ διηκονεῖτο τῇ γνώμῃ, | |
---|---|---|
5 | καὶ διὰ τῶν γραμμάτων πάλιν ἐφθέγγοντο. ὑμεῖς δὲ εἰ μὲν τὸν Πυθαγόραν ζηλοῦτε, καὶ δὴ πέρας ἔστω σιγῆς· λύσει γὰρ αὐτὴν εἰκότως ὁ χρόνος. εἰ δέ τι πλέον φέροντες ἥκετε, σκληροί τινες ὑμεῖς καὶ ἀντερᾶν οὐκ εἰδότες. καίτοι τὸν Ἀλφειὸν λόγος ποταμὸν ὄντα καὶ τοσοῦτον Ἀρεθούσης ἀπῳκισμένον μέχρι καὶ νῦν ἐκ Πελοποννήσου τὴν Σικελίαν ὁρᾶν, καὶ διὰ μέσης θαλάττης | |
10 | ἀγόμενον σκοπεῖν ὅπως καλός τε ᾖ καὶ διαμένῃ γλυκὺς τῇ πηγῇ. ἡ δὲ δέχεται τὸν ἐραστὴν κεκμηκότα καὶ δίδωσιν ἑαυτήν, καὶ ἴδοις ἂν τότε ξένην ἀφροδίτην ποταμοῦ καὶ πηγῆς. ὑμεῖς δὲ οὔτε φοιτᾶτε πρὸς ἡμᾶς τοῖς λόγοις, οὔτε φοιτῶντας ἀμείβεσθε. ἀλλὰ γὰρ δοίητε τέλος ἐγκλημάτων ἡμῖν· εἰ δὲ μή—ἀλλ’ οὐ βούλομαί τι λέγειν, ἵνα μὴ λυπήσας ἀπέλθω. | |
2(t) | Ἱερωνύμωι | |
1 | Ἐγὼ μὲν ᾤμην σε τὸν Νεῖλον πάλαι κατειληφέναι, καὶ πολλάκις εἰς μνήμην λαμβάνων τοῦτο δὴ τὸ εἰωθὸς ἐμοὶ „ὡς εὐδαίμονεσ“ ἔλεγον „τοῖς Αἰγυπτίοις οἱ παῖδες, πάλαι μὲν τὸν Νεῖλον ἔχοντες χορηγὸν τῶν ὅσα φέρειν οἶδεν ἐκεῖνος, νυνὶ δὲ καὶ τὴν σὴν μοῦσαν προσειληφότες οὐδὲν ἀτιμοτέραν τοῦ | |
5 | Νείλου, παρ’ ἐμοὶ δὲ κριτῇ τάχα καὶ μείζω. ὁ μὲν γὰρ τὴν χώραν αὐτοῖς ἐπιρρέων πλουτεῖν ἐπιτρέπει, σὺ δὲ ταῖς τῶν νέων ψυχαῖς τὴν γλῶτταν ἐπαφιεὶς ἐπὶ τὸν τῆς ἐπιστήμης πλοῦτον ἰθύνεις, οὐδὲν ἔλαττον ἢ 〈ὁ〉 πάλαι Πυθαγόρας αὐτοῖς ἐπιδημῶν καὶ μετ’ ἐκεῖνον ὁ Πλάτων“. ταῦτα μὲν οὖν ἐλογιζόμην, σὺ δὲ οὐ μακρὰν ἀπέχων ἐλάνθανες. ὡς δὲ ἧκεν ὁ τὴν ἐπιστολὴν | |
10 | ἐπιδούς, τὸ μὲν πρῶτον θαυμάζων ἀπάτην ἡγούμην τὸ πρᾶγμα καὶ οὐκ ἐπειθόμην τοῖς ὀφθαλμοῖς. ὡς δὲ τοῖς γεγραμμένοις ἐντυχὼν ἐπείσθην μὴ ἂν ὑπάρχειν ἄλλου τὰς χάριτας, ἥσθην, πῶς δοκεῖ; ἐγγυτέρας γὰρ ἐμοὶ αὐτὰς τὰς τοῦ σε πάλιν ἰδεῖν ἡγούμην ἐλπίδας, καὶ συνέχαιρον εἰκότως εἰ τὴν πατρίδα ζηλωτὴν μικρὸν γοῦν ἀπέφηνας χρόνον. σὺ δέ μοι δοκεῖς παίζων | 3 |
15 | αὐτῆς κατηγορεῖν. ὅτι μὲν γὰρ τὸν ὑπὲρ κεφαλῆς ἀέρα οἷον ἔφης εἶναι συμ‐ βαίνει, καὶ ὡς τὸ ὕδωρ τοὺς πίνοντας εἰς μνήμην ἄγει θαλάττης, καὶ ἄρτος ἡμῖν ἐκ κριθῆς εἰκῆ μεμιγμένος, οὐκ ἂν ἀρνηθείην· ἀλλὰ καὶ ἔλαττον τετραγῴ‐ δηταί σοι ταῦτα φειδοῖ τῆς πατρίδος. ἀλλ’ ὅμως, ὦ βέλτιστε, χάριν ἐχρῆν εἰδέναι ταύτῃ πρὸς φιλοσοφίαν ἀσκούσῃ τὴν γνώμην, ὅπως ἂν εἰδείης ποτὲ | |
20 | τρυφῆς Αἰγυπτίας ὑπερορᾶν. Ὀδυσσέα δὲ τὸν σοφόν, νῆσον οἰκοῦντα μικρὰν ὁμοῦ καὶ τραχεῖαν καὶ τί γὰρ ἄλλο ἢ τὴν Ἰθάκην, οὔτε Καλυψὼ πέπεικεν οὔτε φύσεως ἐπὶ τὸ κρεῖττον μεταβολὴ τὸ μὴ τὴν Ἰθάκην ἀντὶ τούτων αἱρεῖσθαι. ἀλλ’ οὐδὲ Σπαρτιάτης οἶμαι τὴν οἴκοι δίαιταν ἐννοῶν τὴν Σπάρτην ἐμέμψατο. ἀλλ’ οἶδα πόθεν ποτὲ κατηγορεῖν ἐπήρθης. φιλο‐ | |
25 | χρημάτως ἔχεις, ὦ λῷστε. εἶτα βραχύ τι τοῦ λήμματος ἀποστὰς ἰοὺ ἰοὺ βοᾷς, καὶ τὸν Νεῖλον πολλάκις καὶ τὸν ἐκεῖθεν πλοῦτον ἀνακαλεῖς. τοῦτό σέ που ξηρόν, ὡς αὐτὸς ἔφης, ποιεῖ καὶ τὸ σῶμα τοῦ Χαιρεφῶντος οὐδὲν ἀστειότερον ἔχειν. οἶμαι δέ σε καὶ τῆς νύμφης ἐρωτικῶς περιέχεσθαι καὶ πειρᾶσθαι μόλις ὁπόσα δύναται πόθος. ἀλλὰ γένοιτο ταῦθ’ οὕτως ὅπως | |
30 | Ἀφροδίτῃ φίλον καὶ Ἔρωσιν. ἔρρωσο, καί σε θᾶττον προσείποιμι καὶ παί‐ δων πατέρα. | |
3(t) | Πυθίωι | |
1 | Εἴ μοί τις προσελθὼν οὐ πρότερον τοῦτο ποιήσας ἠξίου μανθάνειν εἰ λύραν ἔχοιμι, καὶ περὶ ἁρμονίας λόγον ἐποίει, πάντως ἂν ᾐσθόμην τὸ πρᾶγμα, καὶ ὅτι μουσικὸς οὗτος εὐθὺς ἠπιστάμην. εἰ δὲ περὶ ὅπλων ἦσαν οἱ λόγοι, καὶ μάχας ἔλεγε καὶ πολέμου τύχας ἀεὶ διηγεῖτο, οὐκ ἔδει δήπουθεν | |
5 | Πυθώδε ἰέναι καὶ ὅτι στρατιώτης οὗτος ἀκούειν. ἀλλὰ τί μοι βούλεται ταῦτα; πάντως μὲν ἤδη μανθάνεις, οὐδὲν δὲ ἧττον ὅμως εἰρήσεται. ἐμοὶ δοκεῖς ὡς ἄρα τὴν σὴν ψυχὴν ὄντως οἰκοῦσιν αἱ Μοῦσαι· εἶτα κάτοχος ὢν | |
ταῖς θεαῖς βίον ἔχεις αὐταῖς ἀνειμένον, καὶ οὐδέν σοι θαυμαστὸν ὅ τι μὴ βιβλία καὶ λόγοι καὶ ὅσα ψυχὴν ἐπὶ τὸ κρεῖττον ἀνάγει. ἐντεῦθεν ἡμῖν | 4 | |
10 | ἐπεξενώθης, ἀρχὴν φιλίας ποιησάμενος πρέπουσαν οἶμαι σαυτῷ. ἀλλὰ γὰρ εἴθε μὴ τῆς ἐφ’ ἡμῖν ἐλπίδος διήμαρτες, ἀλλ’ ὅπερ αἰτεῖς βιβλίον, τοῦτο δὲ ἦν παρ’ ἡμῖν. οὕτω γὰρ ἂν σὺ μὲν εἶχες ἀεὶ τὸ ποθούμενον, ἐμοὶ δὲ μέγιστον ἦν τὸ δοκεῖν ὑμῖν κεχαρίσθαι. νυνὶ δὲ ὄμνυμι οὐ τὴν πλάτανον τὴν Σωκρά‐ τους ἀλλὰ τοὺς λόγους αὐτούς, μήπω γε τετυχηκέναι τοῦ κτήματος, καίτοι | |
15 | πλεῖστον ἤδη χρόνον ἐρῶντα. μικρὸν δὲ ὕστερον—ἀλλὰ σὺν Ἑρμῇ καὶ Μούσαις εἰρήσθω—ἐκ τῆς Ἀλεξάνδρου κομισθήσεται. τοῦτο γὰρ ἐκεῖθεν ἡμῖν οἱ προσταχθέντες ἐπέστειλαν. ὅπερ εἰ πρὸς ἔργον ἐκβαίη, ὄψει με πάν‐ τως αὐτόματον ὑμῖν προσιόντα περὶ τοῦ μεταδοῦναι ὡς εἰ καὶ αὐτὸς λαβεῖν ἐβουλόμην. | |
4(t) | Γερμανῶι | |
1 | Ὅσον οἱ ἀγαθοὶ λυποῦσιν ἄνδρες πεῖραν αὑτῶν παρέχοντες καὶ ἀφιστά‐ μενοι τῶν ἐγνωκότων, νῦν ἔργῳ μαθὼν διηγοῦμαι τοῖς ἄλλοις. ὑμᾶς γὰρ ᾔδειν μὲν καὶ πρὶν εἰς λόγους ἐλθεῖν. εἰ δὲ θαυμάζεις ὁπόθεν, διδασκάλους εἶχον ὅσοι πειραθέντες ἐθαύμαζον. ὡς δὲ κἀγὼ συμμείξας ἐμάνθανον, χάριν | |
5 | μὲν ὡμολόγουν τῇ τύχῃ, πάλιν δὲ ταύτην ἐμεμφόμην εἰ τοσούτου γεύσασα πράγματος ἄκρῳ δακτύλῳ φασίν, εἶτα τὴν ἡδονὴν ἀφαιρήσεται. καὶ οὐ τοσοῦτον ηὔφρανε τὸ παρόν, ὅσον αἱ τοῦ μέλλοντος ἐλπίδες ἐλύπουν. ἐλογιζόμην γάρ, ὅτι δὴ θᾶττον ἡμᾶς οἰχήσῃ καταλιπών. τοῦτο δὲ καὶ γέγονε καὶ συμβὰν λυπεῖ, καὶ ἀποροῦμαι τῷ πράγματι, σὺ δὲ φιλονεικεῖς | |
10 | ἐπὶ τὸ μεῖζον ἡμῖν ἐξάπτειν τὸν ἔρωτα καὶ πόρρω γενόμενος. τῇ γὰρ εἰς ἐμὲ σπουδῇ καὶ τὰς ἐμὰς ἐλπίδας ὑπερβάλλων ἐνίκας. ἀλλ’ εἴθε γάρ τις θεῶν εὐμενὴς ἡμῖν γένοιτο καί σε θᾶττον ὡς ἡμᾶς αὖθις ἐνέγκοι. | |
5(t) | Ἰωάννηι | |
1 | Εἰ τῆς περὶ φίλους ὀλιγωρίας ἦσαν γραφαί, καί μέ τις εἰσῆγεν εἰς δικαστή‐ ριον αὐτὸ δὴ τοῦτο κατηγορῶν, ὡς ἀδικοίην οὐ μετρίως, ἐν οὐδενὶ φίλον ποιούμενος, οὐκ ἂν ἄλλως ᾤμην τὴν νικῶσαν λαβεῖν ἢ σὲ παρεχόμενος | |
μάρτυρα τὸν νῦν οἶδ’ ὅπως ὀφθέντα κατήγορον· οὕτω μοι παρ’ ἐλπίδας | 5 | |
5 | ἐξέβη τὰ παρὰ σοῦ, εἰ βραχύ τί σε πρᾶγμα διστάζειν ἐπ’ ἐμοὶ παρεσκεύασεν. ἐγὼ γὰρ οἶδα καὶ μὴ φίλους πυκνὰ δὴ τοῖς γράμμασι βάλλοντας, ὅταν λανθάνειν ἐθέλωσι, καὶ φίλους σιωπῶντας, ὁπότε τῇ μνήμῃ τῶν ἀπόντων ἀρκούμενοι πρὸς ἑτέρους ἠσχόληνται. οὔκουν οὔτε τὸ γράφειν εὐνοίας, οὔτε τὸ σιωπᾶν ἐγκλήματος, μὴ τῆς γνώμης βεβαιούσης ἑκάτερα. οὐκοῦν ταῦτα | |
10 | παρεὶς ἐκεῖνα δὴ σκόπει, εἰ μηδέν μοι τῶν ὑμετέρων δίδωσι λήθην, εἰ διὰ παντὸς ἄγω λόγου καὶ θαύματος ὥσπερ ἐπὶ τῇ μνήμῃ κοσμούμενος, εἰ τὸν Ἰωάννην εἰπὼν τὸν γλυκὺν πάντως τῷ λόγῳ προσέθηκα. ταῦτα σκοπῶν ἀγαπήσεις σιωπῶντα μᾶλλον ἢ φθεγγόμενον ἕτερον, εἰ καὶ τὸ Δωδώνης αὐτῷ χαλκεῖον ἐπὶ τῆς γλώττης ἠχεῖ. ἀλλ’ ὅπως μὴ ταύτην ἀπολογίαν | |
15 | ἔχειν ἡγούμενος σιωπήσῃς· εἰ δὲ μή, τἀναντία φθεγξόμεθα. | |
6(t) | Ζαχαρίαι ἀδελφῶι | |
1 | Τὰ κατὰ τὸν ἄριστον τόνδε βουλόμενος ὑμῖν διηγήσασθαι δέδοικα μὴ μάτην ἐνοχλεῖν δόξω, παρ’ εἰδόσι τοὺς λόγους ποιούμενος. ἴστε γὰρ οἷος μὲν αὐτὸς καθέστηκεν, ὡς, τὸν ὅλον βίον ἀναθεὶς τῷ θεῷ, πᾶσιν ἀπεχθάνεται τοῖς ἀνθρωπίνοις, ἔχεται δὲ τῆς ἄνωθεν ἐλπίδος, καὶ διὰ τοῦτο πρόκειται | |
5 | τοῖς ἀδικεῖν βουλομένοις, καὶ πρὸς τὸ παθεῖν ἐστιν ἐπιτήδειος. ἴστε δὲ καὶ τόνδε—ἀδελφὸν γὰρ τοῦτον προσαγορεύειν αἰσχύνομαι—ὡς μίαν ἀρετὴν ἡγεῖται τὸ πᾶσαν ἐκπληρῶσαι κακίαν, παριδὼν ἀδελφὸν τοσούτου χρόνου οὕτως τῷ λιμῷ πιεζόμενον, οὐκ οἴκοθεν χορηγήσειν μέλλων ὃ παρ’ ἀνδρὸς εὖ φρονοῦντος ἔδει γενέσθαι, εἰ καὶ πρὸς τοῦτο ἐκάλει καιρός. νῦν δὲ οὐ τόδ’ | |
10 | ἐστὶν ἔγκλημα, διότι τὸ πρέπον τοῖς ἄγαν σωφρονοῦσι παρέλιπεν, ἀλλ’ ὅτι καὶ τῶν μὴ προσηκόντων γενόμενος ἐραστὴς ἀφῄρηται ταῦτα, καὶ λοιδορεῖται τούτῳ πυκνῶς, πληγάς τε πολλάκις ἐπέτεινε. καὶ νόμον τὴν αὑτοῦ γνώμην ἡγούμενος, ἴσως τὴν φύσιν ἐμέμψατο, ὅτι πλέον οὐδὲν εἰς πονηρίαν ἐξεῦρεν. ὅθεν οὐ μέχρι τούτων ἔστησε τὴν κακίαν, μᾶλλον δὲ | |
15 | προοίμια ταῦτα τῶν μελλόντων κακῶν. τὴν γὰρ ἑαυτοῦ μητέρα γραῦν ἤδη | |
τυγχάνουσαν, ὅτε τῆς παιδοτροφίας ἤλπισε κομίσασθαι τοὺς καρποὺς γυνὴ καὶ διὰ τὴν ἡλικίαν καὶ διὰ τὸ γένος καὶ παρὰ τοῖς μηδὲν προσήκουσιν αἰδοῦς ἀπολαύουσα, ταύτην πολλάκις μὲν εἶπε κακῶς, πολλάκις δὲ καὶ χεῖρας ἀνέτεινε κατὰ τῆς τεκούσης, ὦ Ζεῦ, οὐ φύσιν οὐ χρόνον οὐ πολιὰν | 6 | |
20 | ἐλεεινὴν οὐ τὸ τῆς μητρὸς αἰδεσθεὶς φιλάνθρωπον ὄνομα, ἀλλ’ ἤδη καὶ βιαίως ἀνατρέψας εἰς γῆν κατέβαλε, καὶ λὰξ κατ’ αὐτῆς ἐνήλατο, βοώσης οἷον εἰκὸς καὶ παῖδα καλούσης. καὶ τί γὰρ οὐκ ἂν εἴποι μήτηρ, μετ’ ὠδῖνας καὶ τροφὴν καὶ τὰς καλὰς ἐκείνας ἐλπίδας τοιαῦτα παρὰ τοῦ παιδὸς ἀνα‐ σχομένη κακά; τελευταῖον δὲ καὶ τῆς οἰκίας ταύτην ἀπήλασεν ἄπορον γυμ‐ | |
25 | νὴν τῶν ἀναγκαίων ἐστερημένην, ἓν ἴσως τοῦτο χαρισάμενος, ὅτι τοῦ συνεῖναι ταύτην ἀπήλλαξε. καὶ νῦν οὗτος μὲν ἐντρυφᾷ τοῖς τούτων κακοῖς, γυνὴ δὲ γραῦς καὶ τὰ πρῶτα φέρουσα τῆς παρ’ ἡμῖν εὐγενείας, ἐν ταῖς χερσὶ τὰς ἐλπίδας ἔχει τοῦ βίου. τῷ δὲ χρηστῷ τῷδε καὶ τὸ ταύτης πάθος ἄλλη παρέστη συμφορά, καὶ πρὸς τὴν οἰκείαν τροφὴν ἀπορούμενος ὑπεδέξατο | |
30 | ταύτην, ἐπιτείνουσαν μὲν αὐτῷ τὴν ἔνδειαν, ὅμως 〈δ’〉 ἀναγκαῖον χρέος ἐκτίνει τῇ φύσει. καὶ νῦν σύνεισιν ἀλλήλοις μίαν ἔχοντες παραμυθίαν ὅτι μὴ πλείω πεπόνθασιν, ἡ δὲ μήτηρ οἷα δήπου γυνὴ καὶ τοιαῦτα παθοῦσα, ἕνα βίον ἔχει τὸ μεμνῆσθαι τῶν ἑαυτῆς κακῶν καὶ δακρύειν ἐπὶ τῇ μνήμῃ καὶ τὴν θηλὴν ὑποδεικνύειν τῇ Δίκῃ, οἷα πέπονθε διηγουμένη. ταῦτα τοίνυν | |
35 | εἰς νοῦν λαβὼν καὶ μηδὲν ἡμᾶς προστιθέναι ταῖς ἀληθείαις νομίσας ἀλλὰ τὰ κεφάλαια μόνον δεικνύναι τῆς αὐτοῦ πονηρίας διὰ τὸν τῆς ἐπιστολῆς και‐ ρόν, μέτρησόν σου τὴν σπουδὴν πρὸς τὴν ἐκείνου κακίαν, καὶ γενοῦ τοι‐ οῦτος οἷόν σε θεὸς ἀπαιτεῖ καὶ φιλίας νόμος καὶ ἡ τῶν ἀδικουμένων ἐλπίς. | |
7(t) | Φιλίππωι ἀδελφῶι | |
1 | Μακρὸν ἡμῖν ἐσίγησας χρόνον καὶ τὸ πρᾶγμα φέρειν οὐκ ἔχω. σκόπει γάρ, χειμὼν ἦν καὶ οὐ μετρίως ἐφέρομεν, ὤφθησαν χελιδόνες καὶ οὐδὲ μετὰ τούτων ἐφθέγξω, καὶ νῦν ᾄδουσι τέττιγες καὶ παρ’ ἐλπίδας ἡμῖν ἡ σιγή. εἰ μὲν 〈οὖν〉 πρὸς λύπην ταῦτα, ἀγνοῶ μὲν ὅ τί ποτε πράττων ἐλύπησα, | |
5 | ὅμως δ’ οὐκ ἂν ὑμᾶς οἶμαι μείζω τιμωρίαν λαβεῖν. εἰ δὲ τῆς πάλαι σπουδῆς εἰς ῥαθυμίαν μετέστης, ἀδικεῖς μὲν συγγενείας νόμον, παραβαίνεις δὲ φιλίας | |
θεσμόν. εἰ δὲ μὴ δυσχερὲς εἰπεῖν, τάχ’ ἄν τίς σε φαίη καὶ σαυτοῦ κατήγορον γεγενῆσθαι. οἷς γὰρ ἡμῖν σιωπῶσιν ἐπέπληξας, τούτοις ὤφθης αὐτὸς ἁλισκόμενος. καὶ πῶς ἂν ἔχοι λόγον τὸν πεπεικότα λαλεῖν τὴν τοῦ πεισθέν‐ | 7 | |
10 | τος μεταλαμβάνειν σιωπήν; ἀλλ’ ὥρα λοιπὸν καὶ σοφιστήν με καλεῖν καὶ παίζειν ἅμα τῷ λόγῳ. οὐδὲν τοῦτο πρᾶγμα πάντως, καὶ ὅ τι ἂν λέγῃς, οἴσω μετρίως, εἰ φθεγγομένου μόνον ἀκούσομαι. | |
8(t) | Διοδώρωι | |
1 | Ἡ περὶ τῆς σῆς παιδεύσεως φήμη ὁποίων ηὐχόμεθα λόγων τὰς ἡμετέρας ἐνέπλησεν ἀκοάς. ὁ μὲν γὰρ τὴν τῆς συνηγορίας ἀφηγεῖτο σπουδήν, ὁ δὲ τὸ ἐν τοῖς δικαστηρίοις εὔτονον ἀπεθαύμαζεν, ὁ δὲ τὴν περὶ τοὺς προσιόντας εὔνοιαν, πλὴν εἰ μή τις ἀδικήσας ἐτύγχανεν. οἶδα 〈δὲ〉 καὶ τόδε ἀκούσας, | |
5 | ὡς ὁρῶν τινας μέγα μὲν δυναμένους, θαυμάζοντας δὲ τῶν δικαίων μηδέν, πολὺς ἔπνευσας κατ’ αὐτῶν καὶ λοιδορίαν ἐπαινουμένην κατέχεες. ἐγὼ δὲ τούτων ἀκούων, ἄλλων ἄλλα διηγουμένων, ὥσπερ ἔνθους ἐγενόμην ὑφ’ ἡδονῆς καὶ μέγα τοῖς λόγοις φρονῶν ἐδόκουν αὐτὸς ἐπαινεῖσθαι, ἤδη δὲ καὶ χάριν ὡμολόγουν τοῖς ἀπαγγέλλουσιν, ὥσπερ εἰώθασιν οἱ τῶν αὐτοὺς | |
10 | ἐπαινούντων ἀκούοντες. οὕτω δὲ ἔχοντι καὶ λογιζομένῳ προσελθὼν ὁ καλὸς Ὠρίων τὴν παρ’ ὑμῶν αὐτῷ γραφεῖσαν ἐπιστολὴν ἐπεδίδου, καί μοι τῆς φιλίας συνέχαιρεν, ὥσπερ δεινὸν ἡγούμενος εἰ λανθάνεις παρ’ ἐμοὶ τοιοῦτος ὑπάρχων. ἐγὼ δέ σε μετὰ τὴν φήμην τῇ πείρᾳ μαθὼν καὶ οἷος περὶ τοὺς δεομένους, κἂν μὴ παρῶσι, καθέστηκας, οὐδ’ ἂν εἰπεῖν ἔχοις ὅσον ἐθαύμασα, | |
15 | καὶ αὐτὸν ἀπεκάλουν εὐδαίμονα τὴν σὴν εὐτυχηκότα σπουδήν. ὡς δὲ καὶ γραμμάτων ἠξίου τυχεῖν παρ’ ἐμοῦ τῇ τῆς φιλίας μνήμῃ τὴν σὴν προ‐ θυμίαν ἔτι μᾶλλον ἐγειρόντων, εὐήθη τοῦτον ἐκάλουν· μὴ γὰρ ἄν σε πρὸς ἀρετὴν πεφυκότα καλῶς γραμμάτων δεῖσθαι πρὸς ταύτην παρακαλούντων. ἀλλ’ ὅμως τοῦτον οὐκ ἔπειθον. ἐδόκει γάρ τι καὶ δίκαιον λέγειν ὡς „ὁ καθ’ | |
20 | αὑτὸν τοιοῦτος τίς ἂν γένοιτο γραμμάτων τυχὼν παρὰ σοῦ;“ οὐκοῦν γένοιο μὲν αὐτὸς ὁποῖος καὶ πρότερον, ἐπαινοίμην δὲ πάλιν τῆς φιλίας ἐγώ, μὴ διαμάρτοι δὲ τῆς ἐφ’ ἡμῖν ἐλπίδος ὁ νέος, ἀλλὰ γνόντων οἱ τὰ μεγάλα | |
δύνασθαι δοκοῦντες ὡς ἄρα τῶν δικαίων ἐστὶν εἰκότως ἡττᾶσθαι. | 8 | |
9(t) | Ἱερωνύμωι | |
1 | Ἐγὼ μὲν τῆς ἀδελφῆς λανθάνειν ᾤμην τὸν γάμον, οὐδὲ τοῖς προσοικοῦσι τὴν οἰκίαν πᾶσιν ἐγνῶσθαι, μή τί 〈γέ〉 σοι, ὃν ᾤμην ἔτι παρὰ τῷ Νείλῳ καθῆσθαι. σὲ δὲ λανθάνειν ἔοικε τῶν εἰς τρυφὴν ἡκόντων οὐδέν, ἀλλ’ ἅμα τέ τι δρᾶται καί σε προσβάλλει πόρρωθεν ἡ τῶν ἐπιτελουμένων ὀσμή, καί | |
5 | που τάχα τὸν Ὁμηρικὸν Δία νικᾷς, λοιβῆς καὶ κνίσσης ἐρῶν ἑλισσομένης περὶ καπνῷ. ταῦτά σε Νεῖλος διέθηκε καὶ οἱ παρ’ ἐκεῖνον εὐδαίμονες ἄνθρω‐ ποι, μεθ’ οὓς τὴν Ἐλοῦσαν οἰκῶν ὀξυτέραν ἔχεις τὴν αἴσθησιν, εἴ που δὴ γῆς καπνὸς ἀναδίδοται. τὸν δὲ σὸν παῖδα μικροῦ δεῖν ὥρμησα διαθεῖναι κακῶς, ὅτι μὴ γράφειν εἰς πλάτος ἀφῆκέ σε τὴν ἐπιστολήν. ἀλλὰ παρὰ | |
10 | σοῦ δῶρα προσάγων μετέβαλέ τε τῇ θέᾳ καὶ οὐκ οἶδ’ ὅπως μοι διέλυσε τὸν θυμόν. οὐκ εἰς μακρὰν δέ σε τούτων ἀμείψομαι· ἢ γὰρ γέγονέ σοι θυγάτριον ἢ γενήσεται. | |
10(t) | Φιλίππωι ἀδελφῶι | |
1 | Ἡ μὲν λυποῦσα διὰ τὴν σιγὴν ὥρα καὶ δὴ πέρας ἔχει καὶ πέπαυται, ἐγὼ δὲ καί τοι μέγα φρονεῖν ἐθέλων ἐλπίδι γραμμάτων τῶν παρὰ σοῦ, ἐμαυτοῦ τε γίνομαι καὶ μνήμην λαμβάνω τῶν παρελθόντων· ὅσον γὰρ τοὐπὶ σοὶ σιωπῶντι τὸ πᾶν ἡμῖν ἐστιν ἔτος χειμών. μᾶλλον δὲ καὶ ποθεινότερον ἡμῖν | |
5 | τὸν ὄντως χειμῶνα ποιεῖς, ὅσον ἐν ἐκείνῳ μὲν φέρει παραμυθίαν τὸ τὴν σιγὴν ἀναφέρειν τῇ τῆς ὥρας ἀνάγκῃ, τοῦ δὲ θέρους λείπεται ἡμῖν δακρύειν ὅτι μηδεὶς παρὰ σοὶ λόγος τῶν ἐραστῶν· τὸ γὰρ ἀπεῖναι μὲν τὴν ἀνάγκην, σὲ δὲ πάλιν σιγᾶν, ἡμῖν τοῦ καταφρονεῖσθαι παρίστησι δόξαν. ἀλλ’ ὦ πάντες Ἔρωτες, εἰς πεῖραν ἄγετε τοῦτον τῶν ἡμετέρων, ὅπως αἴσθησιν | |
10 | λάβῃ ποτέ, δεινὸν ὅσον ὑπῆρχεν ἐραστὴς παρορώμενος. | |
11(t) | Ζαχαρίαι | |
1 | Λῦσον ἡμῖν μετὰ τοῦ χειμῶνος τὴν σιωπήν· ἀμφότερα μὲν γὰρ ἐπαχθῆ· | |
εἰ δὲ ἦν διὰ παντὸς σοῦ λαλοῦντος ἀκούειν, καὶ χειμὼν ἂν ἡμᾶς οὐδὲν ἐλύ‐ πει τοσοῦτον. ἀλλὰ γὰρ ὅλῳ ῥεύματι τὴν σὴν ἡμῖν ἐπάφες πηγήν. νικᾷ γὰρ αὕτη παρ’ ἐμοὶ τὴν ἐκ τοῦ ἔαρος ἡδονήν, εἰ καὶ νέον ἐν τούτῳ τὸ φῶς, | 9 | |
5 | εἰ καὶ χελιδόνες ἐν τούτῳ πληροῦσι τὰς ἀκοὰς τῆς ᾠδῆς, ἐμοὶ δοκεῖν ὑμνοῦσαι τὴν ὥραν, καὶ τὰ ῥόδα τῆς κάλυκος ἀναδύντα μέσην τινὰ καὶ κεκραμένην παρέχει τὴν θέαν καὶ εἰς μνήμην ἄγει διηγημάτων ἀρχαίων, ὡς ἦν Ἄδωνις καλὸς καὶ Ἀφροδίτη τοῦτον ἐζήτει, καὶ ἡ τεκοῦσα τοὺς Ἔρωτας οὐκ οἶδ’ ὅπως ἐρᾶν ἐπαιδεύετο, τῶν δὲ παιδικῶν ἀποτυχοῦσα πλήττεταί τε τὸν | |
10 | πόδα καὶ φέρει τὸ ῥόδον. ἀλλ’ ἡμῶν ἐρώντων ὡς πρὸς τὴν σὴν φωνὴν μικρὰ ταῦτα νομίζεται. | |
12(t) | Ζαχαρίαι | |
1 | Ἰδού σοι καιρὸς πάλιν ἀπαιτῶν τὴν πρὸς τοὺς δεομένους ῥοπήν, ὁ δὲ τὴν ἀφορμὴν διδοὺς πάλιν ἐγώ, ὥστε διχόθεν εὖ οἶδ’ ὅτι χάριν ὁμολογήσεις, ὅτιπερ εὖ ποιεῖν εὗρες καὶ ὅτι σοι τοῦτο γέγονε δι’ ἐμέ. χαίρεις γὰρ ὄντως εὖ ποιῶν ἢ πάσχοντες ἕτεροι, καὶ τὸν τὴν ἀφορμὴν δεδωκότα κἂν εὐεργέτην | |
5 | προσείποις. ὡς τοίνυν σοι χάριν δώσων μᾶλλον ἢ ληψόμενος οὕτω σεμνύ‐ νομαι. „ἀλλὰ τί τὸ πρᾶγμα;“ γελῶν εὖ οἶδ’ ὅτι πυνθάνῃ. Ἀλέξανδρός τις παρ’ ἡμῖν ἐπὶ ξύλοις τὴν ἐμπορίαν ποιεῖται, κἀντεῦθεν ἔχει τὸν βίον. οἷα δὲ εἰκὸς τοὺς τοιούτους, κοινωνόν τινα ποιεῖται τοῦ πράγματος—Εὐθύμιος αὐτῷ τοὔνομα—ὅπως ὁ μὲν πέμποι τὰ δοκοῦντα, ὁ δὲ μένων δέχοιτο, καὶ | |
10 | τὴν ἐμπορίαν οὕτω ποιοῦνται. οὗτος τοίνυν τὴν τῶν Ῥοδίων οἰκεῖ παρ’ ὑμῖν, ὦ Ζεῦ, καὶ ὅμως φησὶ μὴ δίκαια πάσχειν. τὸν δὲ ἀδικοῦντα Ῥωμαίων γλώσσῃ κογκούσσωρα εἴποις· νομοθετεῖ γὰρ μὴ εἰωθότα καὶ καινοτέρου κέρδους ἀφορμὴν μηχανᾶται, ὥσπερ οὐχ ὑμῶν ἀρχόντων τῆς Ῥόδου. ἀλλὰ ταῦτα μὲν ὡς εἰκὸς ὑμῶν οὐκ εἰδότων. οὐκοῦν παυέσθω μαθόντων, | |
15 | ὅπως ἐγὼ μὲν σοὶ χάριν εἰδείην, ὁ δὲ τυχὼν τῶν δικαίων ἐμοί, διηγούμενος | |
ὡς ἠδικεῖτο καὶ πέπαυται. | 10 | |
13(1t) | Ἀλυπίωι καὶ Στεφάνωι γραμματικοῖς καὶ Ἱερίωι | |
2t | Ῥωμαϊκῶι | |
1 | Σόλωνι τῷ νομοθέτῃ ἐπειδὴ νόμων ἕνεκα καλῶς ἔχειν ἡ πόλις ἐδόκει, δεινὸν ἡγούμενος μέχρι τῆς Ἀττικῆς αὐτῷ τῆς σοφίας ἑστάναι τὸ θαῦμα, ἐφοίτα μὲν παρ’ Αἰγυπτίους καίπερ σοφωτέρους εἶναι τῶν ἄλλων αὐχοῦν‐ τας, ἐφοίτα δὲ καὶ παρὰ Κροῖσον ὡς ἐπ’ εὐδαιμονίᾳ τῷ πλούτῳ κομῶντα· | |
5 | μεῖζον γὰρ ἐδόκει τῷ Σόλωνι σοφίᾳ τρυφᾶν ἢ χρυσῷ ῥέων ὁ Πακτωλὸς 〈...〉 γῆν τὴν ὅσην ἐπῆλθεν ἐκεῖνος. καὶ οἱ μὲν ὁρῶντες ἐθαύμαζον, ὡς δὲ ἀπεφοίτα, πάλιν ἐπόθουν τὸν Σόλωνα. Ἀθηναῖοι δὲ παρ’ οἷς τὴν κρηπῖδα τῶν μαθημάτων ἐβάλετο, τάχα καὶ τὴν Ἀθηνᾶν ηὔχοντο τὸν νομοθέτην αὖθις ἀποδοῦναι τῇ πόλει. εἰ δὲ καὶ τούτων ἕνεκα τὴν ἀποδημίαν σοφί‐ | |
10 | ζεται, γνῶναι θέλων ὅπως ἔρωτος ἥκουσιν εἰς αὐτὸν Ἀθηναῖοι, οὐκ ἂν οἶμαι θαυμάσαιμι. πλὴν εἰ ἑνὸς ἀνδρὸς ἀπόντος ἐδάκρυσαν Ἀθηναῖοι, καί‐ τοι σοφοὺς ὡς εἰκὸς εὐτυχοῦντες ἑτέρους, τίνες ἂν γενοίμεθα τὸ κεφάλαιον ὅλον ἀφαιρούμενοι; καὶ ἣν ἄν τις ἐδίστασε πρότερον εἴτε τὴν Ἀττικὴν εἴτε τὴν Ἰταλίαν προσῆκεν εἰπεῖν, αὕτη σιγᾷ νῦν ἐξαίφνης καὶ τῶν γνωρισμάτων | |
15 | ἀφῄρηται, καὶ ταὐτὰ πάσχειν ἔοικε τῷ Κιθαιρῶνι, ὅταν πολὺν δεξάμενος τὸν θεόν, ἀπιόντος πάλιν ἐξαίφνης ἔρημος ᾖ, καὶ ὁ Διόνυσος οὐδαμοῦ. ὅθεν καταβοήσομαι τοῦ Ἀπόλλωνος, ὃς παρ’ ἑαυτὸν ἐκάλει τὰ ἡμέτερα παριδών. καὶ οἶμαι τούτῳ συνήδεσθαι τῆς εὐτυχίας τὰς Μούσας· ὑμεῖς δέ που καὶ παλαιῶν μυθολογημάτων ἐμπίπλασθε, παρ’ αὐτὴν ἤδη τὴν Δάφνην λογι‐ | |
20 | ζόμενοι τοῦ θεοῦ τὸ πάθος, τῆς Δάφνης τὴν σωφροσύνην καὶ τὸ φιλάνθρω‐ πον, καὶ φυτὸν παραμυθούμενον ἐραστήν· καὶ παρ’ ὑμῖν μόνοις τῶν ὁρω‐ μένων ἡ θέα τῷ λόγῳ τὴν μαρτυρίαν χαρίζεται. εἰ δὲ καὶ κυπάριττοι πυκναὶ πρὸς χάριν ἀνεῖνται τῆς ἐρωμένης Ἀπόλλωνος καὶ ὕδωρ ἄφθονον, καὶ τέττιγες ᾄδουσι καὶ ὁδὸς τῇ πόᾳ μαλθακὴ παρακέχυται, καὶ δένδρα ἄλλ’ | |
25 | ἐπ’ ἄλλοις καὶ οἰκίαι τῷ τούτων ὕψει κατὰ μέσον κρυπτόμεναι, αὖρά τε μετρία καὶ ὀσμὴ συμμιγὴς καὶ σκιὰ τοῦ ἡλίου τὸ λυπηρὸν ἀποκλείουσα, ὑμέτερον ἢ ὡς τάχος ἀγγέλλειν ἢ διηγεῖσθαι τοῖς γράμμασι. πλὴν βουλοί‐ μην εἰς ἡμᾶς ἐλθόντας ἰδεῖν, ἵνα πρὸς τοῖς ἄλλοις καὶ μαντευομένων ἀκούσω‐ | |
μαι. καὶ τοῦτο γὰρ ὑμῖν οἶμαι δεδωκέναι τὴν Δάφνην. | 11 | |
14(t) | Παλλαδίωι | |
1 | Τὴν τῶν μέγα δυναμένων ἀρετὴν μεγίστην οἶμαι τοῖς ἀδικουμένοις παρα‐ μυθίαν. δυνάμεως γὰρ εἰς ταὐτὸν ἐλθούσης καὶ γνώμης τιμώσης τὰ δίκαια, τί κωλύει πρὸς πέρας ἰέναι τὰ δοκοῦντα τοῖς νόμοις; ἀλλὰ τί μοι βούλεται τὸ προοίμιον; Ἰσίδωρος ὁ σχολαστικός, ὁ πάλαι μὲν φίλος ἡνίκα ἔζη, νῦν | |
5 | δὲ μέχρι τῆς μνήμης, οἷος μὲν ἦν τὸν βίον καὶ ὡς πανταχόθεν αὑτὸν παρεῖχε θαυμάζειν, κἂν ἑτέροις αὐτὸς διηγήσαιο. νυνὶ δὲ ἀπελθὼν ἐξ ἀνθρώπων ἔρημον συμμαχίας κατέλιπε τὴν οἰκίαν· ἡ μὲν γὰρ πάλαι μήτηρ νῦν ἄπαις ἐπὶ γήραος οὐδῷ καὶ μήτηρ οὐκέτι, ἡ δὲ σύνοικος χηρείας ὑποφέρει ζυγόν. τὰ δὲ παιδία τί δεῖ καὶ λέγειν; κόραι γὰρ αὗται μικρὰν ἄγουσαι τὴν ἡλικίαν | |
10 | καὶ ὀρφανίας τύχης πειρώμεναι. συνελόντι δὲ φάναι, πρόκεινται πᾶσι τοῖς ἀδικεῖν βουλομένοις, εἰ μὴ σὺ κωλύσεις, εἰς ὃν αἱ τούτων ὁρῶσιν ἐλπίδες. ὁ δεῖνα γὰρ φύσει μέν ἐστι πονηρός, ἐπ’ ἀδείας δὲ γενόμενος καὶ τὴν ἐρημίαν ἰδὼν πέφηνε πονηρότερος· προσοικῶν γὰρ τὴν τούτων οἰκίαν καὶ τὸν ἐκ τοῦ γειτνιάζειν φθόνον λαβών, μίαν πεποίηται γνώμην ἄχρηστον αὐταῖς | |
15 | ἀποφῆναι τὴν οἴκησιν. ὅθεν οὔτε τῶν οἰκοδομούντων ἐννόμως κωλυομένων ἠνέσχετο, καὶ τὰ πρὸς ἀλλήλους διὰ γραμμάτων συγκείμενα λῆρον ἡγού‐ μενος κυριώτερον αὑτὸν ἀποφαίνει τῶν νόμων καὶ ὧν αὐτὸς ὡμολόγησεν. ἀλλὰ δικαστοῦ καὶ μισοῦντος τὰ φαῦλα γνώμην λαβὼν γενοῦ ταῖς κόραις πατὴρ καὶ τῇ μητρὶ παῖς καὶ τῇ γυναικὶ πάλιν ἴσα καὶ σύνοικος, ἡμῖν δὲ | |
20 | τοιοῦτος οἷον ἡ προλαβοῦσα πεῖρα πολλάκις ἀπέδειξε· καὶ γνώτω καλῶς ὡς οὐκ ἔστιν ἔρημον εἶναι συμμαχίας, ἕως ἂν οἵ τε νόμοι σώζωνται καὶ ἄνδρες τιμῶντες τὰ δίκαια. | |
15(t) | Νηφαλίωι | |
1 | Ἥσθην δεξάμενος τὴν ὑμετέραν ἐπιστολήν, εἰς ἔργον δὲ ταύτην ἄγειν βουλόμενος οὐκ ἔσχον ὑπουργοῦσαν τῇ προθυμίᾳ τὴν χρείαν. τὸ δ’ αἴτιον τύχην μὲν οὐκ ἄν ποτε εἴποιμι, καὶ μάλιστα πρὸς ὑμᾶς, θεοῦ δὲ πάντως | |
πρόνοιαν, κυβερνῶσαν ὡς βούλεται τὰ ἡμέτερα. | 12 | |
16(t) | Γεσσίωι ἰατροσοφιστῆι | |
1 | Τὴν ὑμετέραν ἐπιστολὴν εἰς χεῖρας λαβὼν αὐτὰς ἔδοξα μόλις ἀπειληφέναι τὰς Μούσας, ἔνθους τε ἦν ὑφ’ ἡδονῆς καὶ οὐκ εἶχον ὅ τι καὶ γένωμαι, ὥσπερ οἱ Δελφοὶ ἐπειδὰν [ὡς] ἐξ Ὑπερβορέων ἐλθόντος Ἀπόλλωνος τὸ πρὶν σιγῶντες πλήρεις ἐξαίφνης γένωνται τοῦ θεοῦ. τοιοῦτος ἦν τις ἐγώ, πάντα θαυμάζων, | |
5 | τῶν ὀνομάτων τὴν ὥραν, τὴν πρὸς ἄλληλα τούτων ἁρμονίαν, τὸ διὰ πάν‐ των κάλλος ἐπιφαινόμενον, καὶ τὸ δὴ μέγιστον, τοὺς ὑμετέρους τρόπους, ἐξ ὧν ἡμῖν προῆλθε τὰ γράμματα. καί σοι πολλὰ κἀγαθὰ γένοιτο τοιαύτην ἡμῖν ἀποδεδωκότι τὴν ἑορτήν. ἀλλὰ γὰρ „μία χελιδὼν ἔαρ“ φησὶν „οὐ ποιεῖ“. οἷον δὲ καὶ ἡ προλαβοῦσα χελιδὼν εἰς ἔαρος ἤρκεσε χρείαν; εἰ δὲ | |
10 | καὶ δευτέραν προσθείης καὶ τρίτην, εἶτα πολλάς, οὐδὲν ἂν εἴη παρ’ ἡμῖν οὔτε Κροῖσος ἐκεῖνος οὔτε χρυσῷ ῥέων ὁ Πακτωλός. τοὺς δὲ ὑμετέρους παῖ‐ δας εἶδον ἡδέως καὶ ὥσπερ δι’ εἰκόνος ἀνηγόμην πρὸς σέ. ὅθεν ηὐξάμην καὶ πλείους ἰδεῖν, καὶ εἰ 〈δεῖ〉 μεγάλα λέγειν, τοῦ πατρὸς ἀμείνους. ἀλλ’ οὖν εὐχομένῳ ῥᾴδιον λέγειν ὅσα γε βούλεται, καὶ μιμεῖσθαι τὸν Ἕκτορα. τὸν | |
15 | 〈δὲ〉 ἑταῖρον Δωρόθεον αὐτόν με δόκει παρόντα προσάγειν ὑμῖν, καὶ λέγειν ἄλλο μὲν οὐδέν, πληρῶσαι δὲ τούτῳ ἃς ἐλπίδας αὐτὸς παρέσχε τὰ ὑμέτερα διηγούμενος. εἰ δὲ καὶ δι’ ἐμέ τι πλέον ἕξειν ἐλπίζει, ὑμέτερον ἂν εἴη μὴ ψευσθῆναι τοῦτον τῆς γνώμης. συστήσει δὲ τὸν νέον ὑμῖν καὶ τρόπος ὁμοῦ καὶ σπουδή, ἅπερ εἰ ἦν αὐτὸν ἅμα τῇ θέᾳ παραστῆσαι σαφῆ, οὐδὲν | |
20 | ἂν ἴσως ἔδει τῶν ἡμετέρων γραμμάτων. νῦν δὲ δι’ ἐμὲ τὰ πρῶτα τιμήσας, ὕστερον οἶμαι θαυμάσεις καὶ δι’ αὐτόν. οἶμαι δὲ καὶ τὸν ἑταῖρον Ἀναστά‐ σιον εὐμενέσιν ὑμᾶς ἰδεῖν ὀφθαλμοῖς, ὃς καὶ τὸ ἡμέτερον ἐπιγράφεται γένος. τί γὰρ δεῖ πλέον εἰπεῖν πρὸς ἄνδρα πάλαι τε φίλον καὶ νῦν οὐδὲν ἧττον εὐνοεῖν ᾑρημένον; | |
17(t) | Φιλίππωι ἀδελφῶι | |
1 | Πάλιν γράμματα παρ’ ἡμῶν καὶ πάλιν τῶν σιωπώντων ὑμεῖς. καὶ δέ‐ | |
δοικα μὴ καὶ φλυαρίαν ἡμῶν τινα καταγνῷς. παντελῶς γὰρ σιγῶν καὶ τοὺς ὁπωσοῦν λαλοῦντας φλυάρους εἶναι δοκεῖς. εἰ δὲ σὺ τοὺς φίλους ἀπὼν παρορᾷς, πᾶσι τοῖς ἀποῦσι λείπεται τὸ σιγᾶν. οὐκοῦν γενοῦ πάλιν ἐκεῖνος | 13 | |
5 | καὶ φθέγγου πρὸς ἡμᾶς· οἱ γὰρ ἀγαθοὶ μὴ τὸ προσῆκον ποιοῦντες παρά‐ δειγμα πρόκεινται τοῖς πλημμελεῖν βουλομένοις. σὲ δ’ ἂν βουλοίμην καὶ γνώρισμα φέρειν ἀνδρὸς μηδ’ ἂν εἴ τι γένοιτο τῶν προσηκόντων ὑπερορῶν‐ τος. πρὸς δὲ τὴν χρείαν τὴν ὑμῖν γραφεῖσαν οὕτω σπουδαίους ἑαυτοὺς ἐπιδείξατε, ὡς ὑμῖν ταύτην ἀνύοντες. ὀκνῶ γὰρ εἰπεῖν ὡς καὶ πλείονα τὴν | |
10 | προθυμίαν γενέσθαι βούλομαι παρ’ ὑμῶν. ἀντὶ γὰρ πλείστων χαρίτων μίαν ταύτην ἐκτίνομεν τῷ δεομένῳ τῆς χρείας. | |
18(t) | Ζαχαρίαι ἀδελφῶι | |
1 | Ὡς ἔοικεν, ὦ λῷστε, τῶν εἰς ἡμᾶς σκωμμάτων οὔποτε παύσῃ. μηδέ γε παύσαιο τούτων, ὦ πάντες θεοί. ὡς ἐγὼ λεγομένων ἀκούων προσγελῶ τε τοῖς γράμμασι, καὶ πρὸς ὑμᾶς ἀφικνοῦμαι τῇ διανοίᾳ, καὶ λέγειν τι δοκῶ πρὸς ὑμᾶς καὶ λεγόντων ἀκούειν. ὥστ’ εἴ σοι μέλει τῆς ἐν τοῖς γράμμασι χάριτος, | |
5 | —μέλει δὲ πάντως—„βάλλ’ οὕτω“ καὶ μείζονα χαρίζεσθαι δόξεις ἢ εἴ μοι παρεῖχες Κροίσῳ γενέσθαι. κάλει δὲ πάλιν σοφιστὴν καὶ λέγε κρότων ἐρᾶν, ὀφρῦν τε προστίθει καὶ τῦφον καὶ πᾶν ὅ τί σοι φίλον. πολλάκις δὲ καὶ σοφι‐ στὴν εἰπὼν ἀπηλλάγης, ὡς ταὐτὸν ὂν τοῦτο εἰπεῖν καὶ ἀλαζόνα καλέσαι. ἐγὼ δὲ τὴν μὲν ἐμὴν τέχνην οὐκ ἂν ἀρνησαίμην· εἰ δὲ ταύτης ἴδιον τὸ πρὸς | |
10 | ἀλαζονείαν ἐπαίρειν, καί σοί που μέτεστιν ἄγαν τῆς τέχνης, ὥστε δέδοικα μὴ ὅσον ταύτης μετέχεις ... ἀλλὰ γὰρ αἰδοῖ τῇ πρὸς σὲ σιωπήσομαι. ἴσως δὲ θαυμάζεις εἰ σοφιστὴς ὢν καὶ τὸ ἔαρ ἤδη θεώμενος, δέον ἐμπομπεῦσαι τῷ λόγῳ, εἶτα παρῆλθον σιγῇ· καί που ζητεῖς ἐν τοῖς γράμμασιν ἄνθη καὶ χελιδόνας καὶ θαλάττης μεταβολὴν ἥμερον, τόν τε Ἄδωνιν τὸν καλὸν καὶ | |
15 | τὴν Ἀφροδίτην ἐκείνην τὴν παραδόξως ἐρῶσαν, καὶ ὅτι μὴ τὸ ῥόδον ἀκούεις καὶ τὴν ἐπ’ αὐτῷ χάριν πάλιν θαυμάζεις. ἐγὼ δὲ τοιοῦτον οὐδὲν ἂν εἴποιμι καὶ μάλιστά γε πρὸς σέ, μήποτε πάλιν γελάσας ἀπειρόκαλόν με καὶ σοφιστὴν | |
ὀνομάσῃς. | 14 | |
19(t) | Ἐπιφανίωι | |
1 | Δεινὸς ἄρα τις ἦσθα κινεῖν ὃν ἂν ἐθέλῃς πρὸς λόγον καὶ σιωπήν, καί μοι δοκεῖς παραπλήσιόν τι ποιεῖν, ὥσπερ ἂν εἴ τις λύραν ἔχων, κεχρῆσθαι ταύτῃ μαθών, νῦν μὲν ὑφαίνοι μέλος, νῦν δὲ τῶν κρουμάτων ἀπόσχοιτο. εἰ γάρ τι παρὰ ταῦτα κρεῖττον νομισθείη, εὐθὺς πρὸς ἐκεῖνο γίνεται, καὶ | |
5 | οὐδὲν ἂν εἴποι μουσικὸν οὔτε αὐτὸς οὔτε ἡ λύρα. καὶ σοῦ σιωπῶντος ἡμῖν πρὸς τὰ καινότερα μεταβεβλημένου κατηφεῖς εὐθὺς καὶ σιωπῶντες οἱ πάλαι μὲν φίλτατοι, νῦν δὲ ἴσως φίλοι. ἀλλ’ οἶδα πόθεν τὸ πρᾶγμα. οἱ νόμοι σε παρα‐ σκευάζειν ἠνάγκασαν σεμνὸν ταῖς ὀφρύσιν ἀνέλκειν, εἶτα φρόνημα νομο‐ θέτου λαβὼν καὶ δόξας ἤδη τὰ Ῥωμαίων ἄγειν τῇ ψήφῳ, τοσοῦτον ἡμῶν | |
10 | κατεπήρθης. ἀλλ’ ἐπειδή σε μόλις ὑπεισῆλθε τῆς παλαιᾶς συνηθείας λόγος καὶ μνήμη, —εἴθε μὲν καὶ πάλαι γέγονε τοῦτο—ὅμως δέ, τῆς σῆς γλώττης μετὰ τῶν χελιδόνων ἡδύ τι φθεγγομένης ἀκούσας διανίσταμαι τῇ ψυχῇ καὶ λαμπρότερόν μοι τὸν ἥλιον προσβάλλειν δοκῶ, καὶ νῦν ὄντως ἔαρ ἐμοί. ἀλλὰ γένοιο λοιπὸν ἡμῖν εὐμενής, καὶ μηκέτ’ ἔλθῃς παλαιῶν ἐρώτων εἰς λήθην. | |
20(t) | Στρατηγίωι καὶ Ἰλασίωι | |
1 | Πάλιν ὑμῖν ἐκ τῶν ἀμπέλων ἰχθῦς, καὶ ἀγροὶ τὰ τῆς θαλάσσης, ὡς ἔοικε, χορηγοῦσι, καὶ ἅμα χωρία καὶ θάλατταν ὑμῖν ὑπάρχει τρυγᾶν καὶ πῆ μὲν βότρυς λαμβάνειν πῆ δὲ πάλιν ἰχθῦς. καὶ ἔοικεν ἡ θάλαττα τοὺς ὑμετέρους τρόπους μιμεῖσθαι· ὑμεῖς τε γὰρ προθύμως χορηγεῖτε, κἀκείνη πρὸς τὴν | |
5 | ὑμετέραν ὑπουργεῖν ἐθέλει φιλοτιμίαν. ἡ δὲ παρ’ ἡμῖν θάλαττα ἴσα καὶ ἠπειρώτας ἡμᾶς ἀπεργάζεται, πλὴν ὅτι παρέχει τὰ κύματα καὶ χορηγεῖ τὴν ἐξ αὐτῆς ἀπειλὴν ἰχθύων χωρίς. | |
21(t) | Σοσιανῶι | |
1 | Εἴ τις χρημάτων ἐστὶν ἐραστής, οὐδὲν ἂν ἡδέως ἢ ταῦτα λέγοι καὶ λεγόν‐ | |
των ἄλλων ἀκούσειεν. εἰ δὲ καὶ χρυσὸν ἄγων παράσχοις, ἔχεις τὰ πρῶτα τῆς παρ’ ἐκείνῳ τιμῆς. ὅτῳ δὲ ἐν ὅπλοις τὰ πράγματα, καλὴν οὗτος ἀσπίδα λαβὼν ἐφρόνησέ τε μέγα καὶ τῇδε κἀκεῖσε περιφέρων τὸ κτῆμα πληροῦται | 15 | |
5 | μᾶλλον τοῦ Ἄρεος. ἀνδρὶ δὲ ἀγαθῷ τί πράττων ἄν τις χαρίσαιτο ἢ παρα‐ πλησίους ἄνδρας παρέχων ἰδεῖν; ὅθεν σε τοιοῦτον εἰδὼς καὶ γεγονότα καὶ εἶναι βουλόμενον, τὸν σχολαστικὸν Διόδωρον ἀγνοεῖν οὔ μοι πρέπον ἐφαί‐ νετο, ἀλλ’ ἄγω καὶ δίδωμι σοὶ μὲν ἐκεῖνον, ἐκείνῳ δὲ σέ, ἀμφοτέροις ὑμῖν χαριεῖσθαι νομίζων, εἰ ἀλλήλων ἐν πείρᾳ γενήσεσθε. ἐπαινέσει δέ με πάντως | |
10 | ἑκάτερος οἷα τοῖς φίλοις προξενεῖν ἠπιστάμην. | |
22(t) | Ἰωάννηι | |
1 | Ὁ λογιώτατος Διόδωρος λύσις ἡμῖν ἔστω τῆς πρὸς ἀλλήλους σιγῆς, καὶ σὲ γράφειν ἀπαιτῶν καὶ τὰ παρ’ ἡμῶν σοι διδούς. φίλος μὲν γὰρ οὗτος ἐμός, ἤδη δὲ πρὶν ἰδεῖν καὶ σὸς ἐτύγχανεν ἐραστής· οἱ γὰρ ἐξ ἡμῶν λόγοι τὰ περὶ σοῦ διηγούμενοι καὶ πρὸ τῆς θέας ἐποίουν τὸν ἔρωτα. ὁ γὰρ ἀνὴρ | |
5 | ἐρωτικός ἐστι τῶν καλῶν καὶ πολυπραγμονεῖ τοὺς χρηστούς, ὥσπερ δεδιὼς μή ποτέ τις τοιοῦτος ὢν διαλάθῃ. καὶ τί σοι τὰ περὶ τούτου λέγειν με δεῖ; πάντως γὰρ τῇ πείρᾳ τοῦτον μαθὼν ἐλάττω νομίσεις τὸν ἔπαινον καὶ ἀσθενῆ με καλέσεις ῥήτορα, ὡς οὐδὲ τὰ προσόντα λέγειν δυνάμενον. | |
23(t) | Διοδώρωι | |
1 | Τοῦτο ἐκεῖνο ὃ καὶ προσδοκῶντί μοι γέγονεν. ᾤμην γὰρ εὐθὺς ὡς ἐκεῖσε γενόμενος, ἀρχόντων ὁρῶν βῆμα καὶ ῥητόρων χορὸν καὶ προσφύγων ὄχλον ἑπόμενον, πλησθήσῃ μὲν αὐτίκα φρονήματος, κἂν λαλεῖν τις ἐθέλῃ μόνον οὐκ ἀνέξει τοῦ λέγοντος· ἡμῶν δὲ λόγος ἔσται βραχύς, καὶ „τί μοι τοὺς ἐν | |
5 | σκότῳ κεκρυμμένους ἐκείνους;“ λέξεις που πάντως περὶ ἡμῶν. εἰ δὲ καὶ χαμαὶ ἐρχομένους προσείποις, οὐδὲ τοῦτο θαυμάσαιμι. τὸ αὐτὸ καὶ προσ‐ εδόκων καὶ γέγονε τοῦτο τῶν καθ’ ἡμᾶς ῥητόρων τὸ φρόνημα, οἳ καὶ πρόσφυγας τοὺς ἄλλους καλοῦσι, τὰ καθ’ ἑαυτοὺς ἀποσεμνύνοντες πράγ‐ ματα. καὶ νῦν δοκεῖς φίλους ἡμᾶς ᾑρῆσθαι τὸ πρότερον, οὐκ ἀξίους κρίνας, | |
10 | ὥσπερ εἰκός, ἀλλ’ ὅτι κρειττόνων ἀπορίᾳ τοῖς παροῦσιν ἐκέχρησο, καὶ μεταμέλει σοι πάντως τοῦ χρόνου ὃν παρ’ ἡμῖν ἀναξίως διέτριβες. καὶ νῦν δέδοικα γράφων μὴ καὶ πρὸς τὴν παρ’ ἡμῶν δυσχεράνῃς ἐπιστολήν. ἐγὼ δέ σε καλῶς πράττειν εὐξαίμην· κἂν δέῃ πάλιν καταφρονεῖσθαι, λυπηρὸν μέν, οἴσομεν δ’ οὖν ὅμως τῇ σῇ τύχῃ παραμυθούμενοι. | 16 |
24(t) | Ζαχαρίαι καὶ Φιλίππωι | |
1 | Τῆς μὲν προλαβούσης σιωπῆς τὴν αἰτίαν ὁ χειμὼν ἀποφερέσθω τὰ εἰωθότα λυπῶν· τῆς δ’ ἐντεῦθεν, εἴ τις ἄρα καὶ γένοιτο, ὑμεῖς ἂν εἰκότως ὑπέχοιτε τὰς εὐθύνας. καίτοι γε ἡλίκον τοῖς ποθοῦσι πρᾶγμα τῶν παιδι‐ κῶν ἡ σιγή, πῶς ἄν τις παραστήσαι τοῖς μὴ πρὸς πεῖραν ἐλθοῦσι τοῦ | |
5 | πράγματος; ὑμεῖς δ’ ἂν εἰδείητε πάντως, περὶ φίλους διατεθέντες ἐρωτικῶς· οὐ γὰρ ἂν τοσοῦτον φρονήσαιμι ὡς καὶ αὐτὸς οἴεσθαι παρ’ ὑμῶν ἀντερᾶσθαι. καίτοι εὐξαίμην ἄν μοι τοῦτο γενέσθαι μᾶλλον ἢ πολλῷ κομᾶν τῷ χρυσῷ καὶ ἡστινοσοῦν τύχης εἰς ἄκρον ἀφῖχθαι. οὕτω γὰρ ἂν ἕκαστος, ῥαθυμεῖν οὐκ ἔχων διὰ τὸν πόθον, ἐμοῦ πάντως ἂν παραμυθοῖτο τὸν ἔρωτα. εἰ δὲ | |
10 | τοιοῦτο μὲν οὐδέν, ἔτι δὲ σιωπήσεσθε, κατηγορήσω μὲν ἐγὼ τοιαῦτα παθών, κρινεῖ δέ τις ἐρωτικὸς δικαστής, καὶ ψηφιεῖται ὅ τι χρὴ παθεῖν ὑμᾶς ἢ ἀπο‐ τεῖσαι. μᾶλλον δὲ τὸ μὲν παθεῖν ἀπέσται, ἵνα μὴ τὸν ἐρῶντά με πάλιν λυπήσητε, ψηφιεῖται δὲ ὑμᾶς ἀποτεῖσαι τοσαύτας ἐπιστολὰς ὥστε τῷ πλήθει τοῦ προλαβόντος χρόνου παραμυθεῖσθαι τὴν σιωπήν. | |
25(t) | Φιλίππωι ἀδελφῶι | |
1 | Τοῖς ἀγαθοῖς τῶν ἀνδρῶν ἀρκεῖ μὲν εἰς σύστασιν φιλίας ὁ τρόπος· ἀλλ’ ἐπειδὴ καὶ ἀφορμὴν εἶναι προσήκει τινά, δι’ ἧς δεῖ πρῶτον εἰς λόγους ἐλθεῖν, εἶτα πειραθέντας θαυμάζειν, τούτου χάριν ἐπέδωκα τῷ λογίῳ Θέωνι τὴν ἐπιστολήν. πρῶτον γὰρ διὰ ταύτην εὐμενῶς αὐτὸν ὄψει, ὕστερον δὲ | |
5 | περιττὰ νομίσας τὰ γράμματα δι’ αὐτὸν οἶμαι θαυμάσεις τὸν ἄνδρα. | 17 |
26(t) | Εὐσεβίωι | |
1 | Εἰ τοὺς ποθοῦντας καὶ μία γηράσκειν ἡμέρα ποιεῖ, ἐξ ὅσου με χρόνου γεγηρακέναι δοκεῖς, οὕτω μέν σου βληθέντα τῷ πόθῳ—τίς γὰρ πειραθεὶς οὐκ ἐρῶν ἀπαλλάττεται; —τοσοῦτον δὲ χρόνον ἐστερημένον τῆς θέας; ἀλλ’ εὖ γε ποιῶν τοῖς γράμμασιν ἐπικουφίζεις τὰ δυσχερῆ, τοὺς σοφοὺς ζηλώσας | |
5 | τῶν ἰατρῶν, οἳ μὴ θεραπεύειν ἔχοντες μόνον παραμυθοῦνται τὸ πάθος. τοιοῦτος ἡμῖν γέγονας ἀντὶ σαυτοῦ παρέχων τὰ γράμματα. καὶ νῦν τοὺς σφοδροὺς μιμοῦμαι τῶν ἐραστῶν καὶ διὰ τῆς εἰκόνος παραμυθοῦμαι τὸν ἔρωτα. τῷ δὲ καλῷ Μεγάλῳ σὲ μὲν φύσις, ἐμὲ δὲ τέχνη πατέρα ποιεῖ, ὥστε δι’ ἐμοῦ παρεῖναι νόμιζε τῷ παιδί. εἰ δέ τι παραλείψω, τοῦτο νόμιζε μηδὲ | |
10 | δύνασθαί με ποιεῖν, καὶ μέμφομαι τὴν τύχην μὴ καὶ πάντα δυνάμενος, ἵνα σοι χαρίσωμαι τοσοῦτον ὅσον καὶ βούλομαι. ἀλλ’ ὦ θεοί, μὴ διαμάρτοιμεν ἄμφω τῆς ἐλπίδος ἣν ἐπὶ τῷ παιδὶ πεποιήμεθα. | |
27(t) | Ἠλίαι | |
1 | Τὴν ὑμετέραν ἐπιστολὴν εἰς χεῖρας λαβὼν αὐτόν σε παρόντα βλέπειν ἐδόκουν—οὕτω σου τὴν χάριν ἐνέθηκας ὅλην τοῖς γράμμασι—καὶ τῇ ἐπιστολῇ προσεγέλων πυκνότερον, ὥσπερ ὅτε σε βλέπων ἐνεφορούμην τῆς ἡδονῆς. εἰ δὲ μέμνησαι τῶν φίλων ἀπόντων, θαυμαστὸν ἢ παρ’ ἐλπίδας οὐδέν, ἀλλὰ | |
5 | τοῦτο γέγονεν ὃ καὶ προλαβόντες ἠλπίσαμεν. ἐγὼ δὲ καὶ καθεύδων προσ‐ διαλέγεσθαί σοι δοκῶ, καὶ πολλάκις ἀναστὰς ἠνιάθην ὅτιπερ ὄνειρος ἦν. τὸν δὲ ἑταῖρον Μέγαν, εἰ διδόναι ῥᾳδίως εἶχον ὅσον καὶ βούλομαι, πάντως ἂν αὐτὸν ἤδη καὶ τέλειον ἀπειλήφεις καὶ ῥήτορα. | |
28(t) | Βίκτορι ἀδελφῶι | |
1 | Δέδεγμαι τὸ βιβλίον τὸ πρὸ τῆς πείρας μᾶλλον ποθούμενον. ἥκει γὰρ τῇ μὲν ἐπιγραφῇ θαυμαστὸν ἡλίκον, τῷ δὲ πράγματι ξένον φέρον οὐδέν, ἀλλ’ | |
ὃ καὶ πολλοῖς καὶ ποικίλοις ἐσπούδασται. σοῦ δὲ χάριν καὶ ὅ τι βέλτιον εἰπεῖν σεσιγήσθω. ἀλλ’ ὅμως κείσεταί σοι χάρις εἰς ἐμὴν μνήμην ἀνάγραπτος, | 18 | |
5 | πλὴν οὐχ οἵα παρὰ τῷ Πέρσῃ τῷ Παυσανίᾳ τῷ μὴ μέχρι παντὸς σω‐ φρονοῦντι. ὁ μὲν γὰρ οὐδὲ Πλαταιὰς αἰδεσθεὶς οὐδὲ τρόπαια φίλα προεδίδου βαρβάροις τὴν δι’ αὐτοῦ σωθεῖσαν Ἑλλάδα, ὥσπερ οὐκ ἀνεχόμενος εἰς τέλος εὐτυχὴς ἐπιμεῖναι· σὺ δὲ τὰ οἰκεῖα περιέπων οὐδὲν ὅ τι μὴ δράσεις. κείσεταί σοι τοίνυν ἡ χάρις οὐ πρώτη, μὰ Δία, πρὸς πολλαῖς δὲ πρώταις ἑτέρα. | |
10 | μία δὲ χάρις παρὰ τῶν εὖ παθόντων ἀρκέσει τοῖς ἀγαθοῖς μεμνῆσθαι μόνον ὅτι πεπόνθασιν. ἐμοὶ δὲ γένοιτο τὸ μηδὲ τῶν μέχρι βουλῆς εὖ ποιεῖν ἐθελόν‐ των ἀμνημονεῖν, εἰ καὶ μὴ πέρας ἔσται τοῖς δόξασιν. | |
29(t) | Διοδώρωι | |
1 | Ἔτι σιγᾷς; ἔτι περιφρονεῖς τὰ ἡμέτερα; καὶ μὴν ᾤμην σε πρὸς κόρον ἀφῖχθαι φρονήματος, σεμνὸν μὲν ἡγούμενον τὸ σιγᾶν, ἡμῶν δὲ φιλοτιμότερον χρησομένων τῷ πράγματι, ἵνα καὶ νικήσωμεν ὀφρῦν διὰ σιγὴν ἐπηρμένην. τουτὶ γὰρ ἐκεῖνο τὸ σύνηθες· ἅμα τε τὴν Καίσαρος εἶδες καὶ βαίνεις ὑψοῦ | |
5 | καὶ ἀγανακτεῖς ὅτι μὴ Περσέως πτεροῖς αἴρῃ μετέωρος, τὰ δὲ ἡμέτερά σοι λογιζομένῳ σμικρά τε ἔτι δοκεῖ καὶ οὐδέν. ὅθεν σοι νόμος παλαιὸς καὶ παντα‐ χοῦ κρατῶν παρεβαίνετο. χρὴ γὰρ ἐπειδάν τις τοὺς συνήθεις καταλιπὼν ἐπ’ ἀλλοδαπῆς ἰθύνῃ τὸν δρόμον, αὐτὸν εἶναι πρῶτον τὸν ἐπιστέλλοντα, ὁποῖον αὐτὸν ἦγεν ἡ θάλαττα, ὅπως ἡ γῆ τοῦτον ὁδοιποροῦντα παρέπεμ‐ | |
10 | πεν, εἰ χρηστῆς ἀπέλαυε τύχης, εἰ τὸ χωρίον αὐτὸν εὐμενῶς ὑπεδέχετο. τούτων οὖν αὐτὸς ἔφης οὐδέν, οὐδ’ ἡμεῖς ἔχομεν διηγήσασθαι, ἀλλὰ τοὐμὸν μέρος αὐτῶν ἰχθύων γέγονας ἀφωνότερος. ἀλλ’ ἵνα μὴ τὰ τῆς φιλίας τῇ σιγῇ πρὸς λήθην ἐλθόντα κατὰ μικρὸν ὑπορρέῃ, ἀνανεοῦμαι πάλιν τὸ πρᾶγμα καὶ γίνομαί σοι φιλανθρωπότερος. καὶ σύ, πρὸς Φιλίου, παῖζε πρὸς | |
15 | ἡμᾶς τὰ συνήθη καὶ τῆς σῆς χάριτος ἄξια. | |
30 | ... εἰ δέ τι γέγονε τῶν ἀνιώντων, αὔραις τοῦτο δεδόσθω καὶ τῇ τύχῃ τῶν | |
ἀνθρωπίνων πραγμάτων, ἥτις ἐντρυφῶσα τοῖς ἡμετέροις ἄνω καὶ κάτω μεταθεῖ καὶ βραχείᾳ ῥοπῇ μεταβάλλεται, μηδὲν ἐθέλουσα βλέπειν ἑστηκὸς καὶ ἀκίνητον. καὶ δεινὸν μὲν οἶμαι τὸ πάθος, δεινότερον δὲ τοῖς ἰδοῦσι τὸ | 19 | |
5 | θέαμα. κόρη μηδὲ τοῖς οἰκείοις ἅπασιν ἐγνωσμένη ἐν πάντων ὄψεσιν ἀντὶ παστάδος ἀγομένη πρὸς τάφον. καὶ κεναὶ μὲν ἐντεῦθεν μνηστῆρος ἐλπίδες, συγγραφὴ δὲ γαμήλιος ἐπ’ αὐτῇ διερρήγνυτο. δεινὰ μὲν οἴμοι ταῦτα, καὶ οὐκ ὤφελε γενέσθαι· πλὴν οὐκ ἐφ’ ἡμῶν πρώτων ἡ τύχη στρατεύεται, πολ‐ λὰς ἤδη που καὶ ἄλλας ἐκ μέσης ἥρπασε τῆς παστάδος, καὶ νυμφικὸν θάλα‐ | |
10 | μον εἰς θρῆνον μετέβαλεν. ὢ πόσοι ταῖς ἐλπίσι τρυφῶντες μῦθος διὰ ταύτην ἐγένοντο. ἀλλ’ ἥ γε τῇ ψήφῳ νικᾷ καὶ ἅμα τι θέλει καὶ γίνεται νικάσθω φιλοσοφίᾳ καὶ γνώμῃ, καὶ ἔστω τι πλέον τοῖς ἀνακειμένοις ταῖς Μούσαις τὸ φέρειν εἰδέναι τὰς τύχας. θαυμάζω γὰρ ἔγωγε καὶ τὸν εἰρηκότα σοφῶς „ἀλλ’ ἐπειδὴ μὴ γίνεται ἃ θέλομεν, θελήσωμεν τὰ γινόμενα“. οἴχεται τὴν | |
15 | γῆν ἀπολιποῦσα καὶ γάμου κακὰ καὶ παίδων ὠδῖνας, εἴποτε καὶ ἐγένοντο. καὶ σιωπῶ τοὺς τῆς παιδοτροφίας κινδύνους καὶ τὸν ἐν εὐτυχίᾳ φόβον μή ποτε γένοιτο τῶν παρόντων διαμαρτεῖν. τῶν δὲ συντρόφων τῷ βίῳ κακῶν γενομένη πάντων ἐλεύθερος οἴχεται λεωφόρον ὄντως ὁδὸν καὶ ἣν ὁδεῦσαι δεῖ πάντας, ἐπειδὴ καὶ γεγόναμεν. | |
31(t) | Διοδώρωι | |
1 | Νῦν ἔγνων ὅσον ἠδίκεις πρότερον σιωπῶν· ἐξ ὧν γὰρ ηὔφρανας γράφων, ἐκ τούτων ὅλως σιγήσας λυπεῖς. τὴν γὰρ σὴν ἐπιστολὴν εἰς χεῖρας λαβὼν παλαιᾶς ἐνεπλήσθην εὐδαιμονίας, σὲ παρεῖναι δοκῶν ἐν τοῖς γράμμασι, καί τι λέγειν ὡς παρόντι προήχθην. καὶ τὰ μὲν εἶπον, τὰ δὲ λέγοντος ἀκούειν | |
5 | ἐδόκουν, καὶ μόλις ἀνενεγκὼν ἔγνων ὡς ὄναρ ἦν ἐκεῖνα καὶ ἠπατήμεθα. οὐκοῦν γράφε πολλάκις, ἵνα τῆς θέας ἀποροῦντες ὀνείρασιν εὐφραινώμεθα, ἐπειδήπερ καὶ δεινὸς ἐραστὴς τῶν παιδικῶν ἀτυχῶν χρηστὸν ὄναρ εἶδε καὶ μεταβάλλεται. ἀλλὰ γὰρ δέδοικα ταυτὶ λέγων μὴ καὶ νομίσας ἀληθῆ φρονήματος ἐμπλησθῇς καὶ γένηται πάλιν σιγή. νόμιζε τοίνυν εἶναι ψευδῆ, | |
10 | καὶ μόνον λαλοῦντος ἀκούσαιμι. τὸν δὲ φέροντα τὴν ἐπιστολὴν ἀνεψιὸν ὄντα καὶ κηδεστήν, εἴ γε δεῖ τὸ μέλλον εἰπεῖν, εὐμενέσιν ἰδὼν ὀφθαλμοῖς, κἂν δέῃ παρασχὼν αὐτῷ συμμαχοῦσαν τὴν γλῶτταν, ἐμοὶ τὸ πᾶν διδόναι | |
δόκει τῆς χάριτος. | 20 | |
32(t) | Διοδώρωι | |
1 | Ὅσης ἀπέλαυσε παρ’ ὑμῶν τῆς εὐποιίας ὁ καλὸς Ζαχαρίας, αὐτός τε διηγεῖται πολλάκις καὶ ἡμεῖς ἀκηκόαμεν, ἐδήλου δὲ καὶ τὰ ὑμέτερα γράμ‐ ματα. πλὴν ἀλλὰ τῆς ἀληθείας ἐλάττονα, ὅπως ἄν, οἶμαι, δόξῃς τὰ χρηστὰ ποιεῖν εἰδέναι μᾶλλον ἢ λέγειν. ὅπερ οὐκ ἀπορία τοῦ λέγοντος, ἀλλὰ σώφρων | |
5 | αἰδὼς τὴν ἑαυτῆς ἀρετὴν ἐπικρύπτουσα. τὴν δὲ σὴν εἰς ἡμᾶς σπουδὴν καὶ πρὶν γενέσθαι πᾶσι βοῶ, καὶ ξένον οὐδὲν ἡμῖν ἀπαντᾷ· ἃ γὰρ ἂν ἐλπίσωμεν γίνεται, καὶ μεγάλης οὔσης ἀεὶ τῆς ἐλπίδος, οὐκ ἐλέγχει ταύτην ἡ πεῖρα. ἐγὼ μὲν οὖν καὶ πλείω λέγειν ἐθέλω· σὺ δέ με παίζειν οὐκ οἶδ’ ὅπως ἡγῇ, καὶ σιγήσομαι· τοσοῦτο γάρ σου τὸ μέτριον, ὡς καὶ τὸν ἀληθῶς ἐπαινοῦντα | |
10 | παίζειν ἡγῇ. ἐγὼ δὲ οὔτε παίζων τῆς ἀληθείας ἐξίσταμαι, οὔτε ἀληθεύων τοῦ παίζειν, ἡνίκα δή μοι πρὸς τοὺς φιλοῦντας ὁ λόγος. ὥστε θάρρει τοὺς ἐμοὺς ἐπαίνους· οὐδὲ γὰρ παντελῶς τῶν ἀπερριμμένων εἶ παρ’ ἐμοί. | |
33(t) | Δωροθέωι | |
1 | Δεινὸς ἄρα τις ἦσθα τὰ σμικρὰ μεγάλα ποιεῖν καὶ οἷς ἂν ἐθέλῃς καὶ μοῦσαν διδόναι, καὶ τοῖς ἐπαίνοις οὐχ οἷος ἐγὼ λέγειν, ἀλλ’ οἷον προσήκει γενέσθαι. ἀλλὰ καὶ δι’ ὧν μου τοὺς λόγους αἰτῶν Ἀττικόν τι φθέγγῃ καὶ ταῖς Χάρισιν ἀνειμένον, πείθεις ὡς μήποτε ἑκὼν εἶναι τούτους ἐκπέμψαι με φόβῳ τοῦ μὴ | |
5 | παρὰ σοὶ κριτῇ τοὺς ἐμοὺς ἐλέγχεσθαι παῖδας. τὸ γὰρ ἡμέτερον παρ’ εὐνοοῦσι μὲν δικασταῖς τυχὸν ἴσως μέγα δοκεῖ, παρ’ ἐξετάζειν δὲ βουλο‐ μένοις ἐναντίον δόξει. ἀλλά μοι γένοιο μᾶλλον τὸ πρότερον· ὡς τὴν σὴν ἐπιστολὴν δεδιότες οἱ λόγοι „ἔα λανθάνειν, ὦ πάτερ“ πολλάκις ἐβόων, ἐγὼ δὲ μόλις παρεμυθούμην οἴκοθεν οἴκαδε φοιτήσειν ἐπαγγελλόμενος· „παρ’ | |
10 | αὑτῷ γὰρ ἔχων τὰς Μούσας οὐκ ἄν“ ἔφην „ὑμᾶς ζητοίη μὴ καὶ σεμνύνειν βουλόμενοσ“. ἐπάγεται δὲ τοῦτο πολίτης ὑμέτερος, ᾧ τὰ Μουσῶν μέλει· Δωρόθεος ὄνομα αὐτῷ, καὶ Πελαγίου τοῦτον ἐπονομάζουσιν. | |
34(t) | Φιλίππωι ἀδελφῶι | |
1 | Ὢ πόσα δύνανται καὶ μεταβάλλουσιν Ἔρωτες, καὶ βεβαιοῦσι τοῖς ἔργοις | |
ὡς οὐδὲν αὐτῶν ἐκείνων μεῖζον ἰσχύει. ἐοίκασι δὲ λέγειν ὡς „μάλιστα πάντων μισοῦμεν ὑπεροψίαν“. κἂν τὴν ὀφρῦν τις ἀνασπάσῃ καὶ παρίδῃ λόγους ἐρῶντος, ἐνήλλαξαν οὗτοι τὴν τάξιν, καὶ ὁ σεμνὸς ἐκεῖνος ἐξαίφνης ἐρᾷ καὶ | 21 | |
5 | φθέγγεται ταπεινόν. ἀλλὰ τί μοι βούλεται ταῦτα; ἤδη μὲν πάντως ἐπίστασαι καὶ γελᾷς, ἀλλ’ ὅμως τιμῆς ἕνεκα τῆς ἐκείνων εἰρήσεται. ἐμοὶ γὰρ ὁ σὸς πόθος ὅλῳ ῥεύματι προσβαλὼν εἷλκε τὸν λογισμὸν ἐφ’ αὑτόν, καὶ δεινῶς ἠπόρουν καὶ οὐκ εἶχον ὅ τι καὶ γένωμαι. μίαν τοίνυν ἐδόκουν εἶναι παρα‐ μυθίαν, εἴ τι λέξεις ἀπὼν καὶ φθεγγομένου πολλάκις ἀκούσω. ὡς οὖν ἔγνως | |
10 | τὸ πρᾶγμα, ξένον τι πέπονθας, οἴμοι, καὶ πρὸς ἀλαζονείαν ἐπήρθης. καὶ ἐγὼ μὲν ἤρων, σὺ δὲ παντάπασιν οὐ προσεῖχες. ἐδεόμην, καὶ ἦν μοι πλέον οὐδέν. προὔφερον τὴν συγγένειαν, ἀδελφὸν προσεῖπον, ὑπέμνησα φιλίου Διός, σὺ δὲ καὶ πάλιν ἐσίγας. ἀμήχανον ἦν τὸ πρᾶγμα λοιπόν. τί οὖν καὶ γέγονεν; εἶπόν τι πρὸς τοὺς Ἔρωτας καὶ ἐδάκρυσα, καὶ παρεκάλουν ἐπὶ τὰ | |
15 | τόξα· καὶ πείθονται· καὶ οἱ μὲν ἔβαλλον σὺ δὲ πειραθεὶς μετεβάλλου, καὶ ὁ πρὶν ἡμῖν ἀλαζὼν ᾔτεις με γενέσθαι φιλάνθρωπον, ὅπως μὴ τῶν αὐτῶν πειραθῇς παρ’ ἡμῶν, ὧνπερ ἡμεῖς παρὰ σοῦ. ἀλλ’ ὦ φίλοι Ἔρωτες, ἐγὼ μὲν πείθομαι καὶ πρὶν ἀμύνασθαι διαλλάττομαι. εἰ δέ τι πάλιν νεανιεύσεται ... ἀλλ’ οὐκ ἂν οἶμαι τολμήσειε. | |
35(t) | Ἰλασίωι | |
1 | Εἰ τὰ τῶν φίλων κοινὰ παλαιὸς εἶναι βούλεται λόγος, ἐμοὶ δὲ φίλος ὁ λογιώτατος Πέτρος, καὶ σὸς ἂν εἰκότως νομίζοιτο. εἰ δὲ δικαίως τοῦτον ἀσπάζομαι, δείξει μὲν πολλάκις ἡ πεῖρα, ἡ δὲ θέα σοι τέως μαρτυρήσει τὸν τρόπον. οὗτος ὑμῶν τι δεόμενος καὶ βουληθεὶς πάντως τυχεῖν ἐμὲ πρὸς ταύ‐ | |
5 | την ἐκίνησε τὴν ἐπιστολήν, νομίζων τοσοῦτόν με δύνασθαι παρ’ ὑμῖν ὡς μηδενὸς ἂν εἰκότως διαμαρτεῖν. ἀλλ’ εἰ μὲν ἀληθῆ νομίζει, βεβαίωσον ἔτι τὴν γνώμην· εἰ δὲ ψευδῆ, καὶ οὕτως ὑπούργησον, ἵνα μὴ δειχθῶμεν ἐν τοῖς ἄλλοις τὴν πρὸς ἀλλήλους φιλίαν πλαττόμενοι. ἔχει δὲ καὶ τὸ δίκαιον συμ‐ μαχοῦν, ὅπερ σοι καὶ μηδενὸς αἰτοῦντος καθέστηκε φίλον. τὸ δὲ δυνάμενον | |
10 | ἀδικίαν κωλῦσαι περιιδεῖν ἐν ἴσῳ καθέστηκε τῷ ποιεῖν, ὅπερ τῆς σῆς γνώμης ἀλλότριον. ἴσθι δὲ ὡς πάντως ἐπινεύσεις ἢ τοῖς γράμμασι τοῖς ἐμοῖς ἢ τῇ παρουσίᾳ πειθόμενος. ἓν μόνον λυπήσεις, ἀμβλυτέραν τῇ ἀναβολῇ τὴν | |
ἀρετὴν ἐνδεικνύμενος. | 22 | |
36(t) | Ἠλίαι | |
1 | Τῆς ὑμετέρας δωρεᾶς ἡ μὲν πεῖρα τοὺς ἐγνωκότας, ἡ δὲ φήμη τοὺς ἄλλους εἰς θαῦμα κινεῖ, ἐμὲ δὲ ἀμφότερα πρὸς τὸ ἀνάγραπτον ἐσαεὶ τὴν ὑμετέραν ἔχειν εὐεργεσίαν. καὶ θαυμαζόμενος ἐφ’ οἷς τοιούτων ἀγαθῶν ὑπηρέτης γέγονα τῇ πατρίδι, εἰς ὑμᾶς ἀνάγω τῇ μνήμῃ τῶν ἀγαθῶν τὴν αἰτίαν. | |
5 | ὅθεν, ἀεὶ παρὰ τὸ προσῆκον παρρησιάζομαι τὰ μικρὰ προσάγων ὑμῖν· καὶ θαυμαστὸν οὐδέν· οὐδὲ γὰρ οἱ τοῖς θεοῖς λιβανωτὸν ἐπιθύοντες πρὸς ἀξίαν τὴν χάριν, πρὸς δὲ δύναμιν τὸ δοκεῖν εὐγνώμονες ἐπιδείκνυνται. καὶ ἐπὶ τῶν ὑμῖν προσαγομένων τὰ μέγιστα τοῖς ἐλαχίστοις τὴν αὐτὴν ἔχει δύναμιν πρὸς τὴν εὐεργεσίαν μετρούμενα. | |
37(t) | Ζαχαρίαι καὶ Φιλίππωι ἀδελφοῖς | |
1 | Εὖγε τῶν ὑμετέρων γραμμάτων, ὡς πρὸς εὐθυμίαν ὅσην ἡμῶν οἶδεν ἐπαί‐ ρειν τὴν γνώμην. τί γὰρ ἥδιον ἢ φθεγγομένων ἀκούειν ὅτε παρεῖναί τινας αὑτῷ φθόγγοις προσηύξατο; ὡς ἔδει μὲν καὶ πάλαι τοῦτο τὴν τύχην ἐπι‐ νεῦσαι, γένοιτο δ’ ἄν ποτε καὶ πρὸς πέρας ἔλθοι βουλομένων ὑμῶν, ὦ θεοί, | |
5 | ἐν ὅσῳ γε μὴν μέλλουσιν ἀνθ’ ἑαυτῶν ἡμῖν χορηγεῖσθαι τὰ γράμματα. ἄλλῳ μὲν γὰρ ἐν ἡδονῇ Κροίσῳ τε εἶναι καὶ τἀκείνου κεκτῆσθαι, τῷ δὲ βασι‐ λεὺς ὁ μέγας ἀκούειν· ἄλλος τὰς χελιδόνας ἰδὼν τὸ ἔαρ ἔχειν ὁρίζεται, ἐγὼ δὲ τῆς ὑμετέρας ἀπολαύων φωνῆς μεῖζον ἐφρόνουν ἢ Κροῖσος ἐπὶ τοῖς ταλάν‐ τοις ἐκείνοις καὶ βασιλεὺς ὁ μέγας ὑπὸ τῇ πλατάνῳ καθήμενος, καὶ ἀντὶ | |
10 | τῶν χελιδόνων αὐτάς μοι προσᾴδειν ἐδόκουν τὰς Μούσας. ἀλλὰ γὰρ παύ‐ σομαι, μὴ τὴν ἡδονὴν ἄγαν ἐμφαίνειν ἐθέλων σοφιστὴς οὕτω που τάχα δόξω τοῖς γράμμασι, καὶ γελῶντες ἀλλήλοις τοῦτο δὴ τὸ σύνηθες ἡμῖν ἐπι‐ σκώψητε. πλὴν ὅτι μοι διπλασίαν ἐνεποίει τὴν ἡδονὴν τὸ κοινῇ προσερεῖν ὑμᾶς, ὥσπερ τοῖς εἰς Δελφοὺς ἀφικομένοις, ἐπειδὰν ὕμνον εἰπόντες Ἀπόλ‐ | |
15 | λωνά τε σχοῖεν τῷ λόγῳ, καὶ Ἄρτεμις ἅμα μέρος ἦν τῆς ᾠδῆς. τοῦτο δὲ καὶ τοὺς θεοὺς ηὔφραινε μᾶλλον, ἢ εἰ καθ’ αὑτόν τις ἀπολαβὼν ἑκάτερον | |
ὕμνησεν. ἀδελφοὶ γὰρ ὄντες καὶ ταῖς ᾠδαῖς τοιοῦτοι μένειν ἠβούλοντο. | 23 | |
38(t) | Ζαχαρίαι ἀδελφῶι | |
1 | Σὺ μὲν ἐγκαλεῖς ὡς παρῴχοντο τοῦ ἔτους αἱ ὧραι, ἐγὼ δὲ ὡς καὶ πάρεισι πάλιν. τί τοίνυν ἔτι σιγᾷς; οὐ γὰρ ἱκανὸν εἰς ἀπολογίαν προλαβεῖν τὸ καθ’ αὑτοῦ τινος ἔγκλημα, ἀλλ’ ὅστις ἔνοχος ὢν εἶτα τοῖς ἄλλοις μέμφεται, ἂν ἀφέλῃς τὸ δῆθεν ἑτέρων κατηγορεῖν, ἑαυτὸν αἰτιᾶται. καὶ μή μοι πρόφερε | |
5 | τὴν ἐν Βυζαντίῳ διαγωγὴν σιγώντων ἡμῶν· ἐμοὶ γὰρ καὶ Παμφυλία μάρτυς αὕτη ὡς πολλὰ μὲν ἔλεγεν, ἤκουε δὲ οὐδέν. ἀλλ’ εἴθε μοι πάλιν ἦν βῆμα σεμνὸν καὶ δικαστὴς Ἀττικὸς καὶ σχῆμα λαμπρὸν Ἀθηνῶν, ὅτε ῥητορικὴ μὲν ἐπὶ σεμνῆς ἤκμαζε τύχης, Πλάτων δὲ—πῶς ἂν εἴποιμι μετρίως; —οὐκ ἔφερεν εὐτυχοῦσαν· γραφὴ γὰρ ἂν εὐθὺς ἀπέκειτο κατὰ σοῦ, ὡς „ἀδικεῖ τὴν | |
10 | Ἑλλάδα, ῥητορικήν, ἐφ’ ἧς ἑστήκασιν αἱ πόλεις, οὐδὲν εἶναι τιθείσ“, καὶ παρελθὼν κατηγόρουν. ἀλλά μοι μικρὸν δίδου νεανιεύεσθαι· ἤδη γὰρ ὑπ’ ὀργῆς καὶ λόγων κατηγορίας ἐμπίπλαμαι, καὶ τὴν ἀρχὴν οὐκ ἂν σιωπή‐ σαιμι. „οὐδὲν ἦν ἄρα δεινότερον, ὦ δικασταί, ἢ ὅταν ἄνθρωπος τοῦτο λέγῃ κακῶς ὅθεν αὐτῷ προσῆλθε τὸ δύνασθαι. οἷον ἡμῖν ὁ χρηστὸς οὑτοσὶ— | |
15 | λέγων περὶ σοῦ—κατὰ ῥητορικῆς τολμᾷ τι καὶ φθέγγεσθαι, ἐξ ἧς αὐτῷ βίος εὐδαίμων καὶ φήμη, ὥστε κἂν τὴν ψῆφον λάβῃ, νενίκηται, ταύτην κρατῶν ἐξ ἧς αὐτῷ τὸ νικᾶν. καὶ μάρτυρι χρῆται τῷ Πλάτωνι, ὃς τὴν ῥητο‐ ρικὴν ἐσχάτῃ δέδωκε μοίρᾳ, καὶ εἰς ῥητόρων ὕβριν ἐχώρει πολύς.“ ταῦτα μαθόντας τοὺς τῷ λόγῳ δικαστὰς ... ἀλλ’ οὐκ ἂν ἔτι προσθείην τὸ τίμημα. | |
20 | Πῶλον δὲ καὶ Καλλικλέα λέγων προστίθει τοὺς Πλάτωνος· τούτους γὰρ ἑαυτῷ δημιουργεῖ καθάπερ ἐν δράματι φθεγγομένους ἃ δὴ συνέθεντο. εἰ δὲ μή, καὶ τὸν ἐν τῇ κωμῳδίᾳ δίδου Σωκράτην ἡγεῖσθαι. | |
39(t) | Ζαχαρίαι | |
1 | Ὁ μὲν χειμὼν ἡμῖν καὶ δὴ πέρας ἔχει καὶ πέπαυται μεμφομένοις ἀμφότερα, καὶ τὴν σιγὴν καὶ τὴν ὥραν, τὸ δὲ ἔαρ ἀσμένοις ἀφῖκται καὶ μᾶλλον ἤπερ εἰώθει γέγονεν ἔαρ· οὐ γὰρ μόνον ᾄδουσιν αἱ χελιδόνες τὴν ὥραν, ἀλλὰ καὶ τὴν ἐπὶ σοὶ ψῆφον ἡ φήμη βοᾷ, ὡς ἐπὶ μέγα προῆλθες, ὡς εὐδαιμόνων ῥητόρων | |
5 | ἐγκατελέγης χορῷ. εἰ δὲ καὶ ὅσον βουλόμεθα προσετίθη, πάντως ἂν οὐδὲν εἰς εὐτυχίαν ἀπῆν. εἰ μὲν οὖν γέγονε ταῦτα, τὰ μείζω πάντως αἰτήσομαι· εἰ δὲ μέχρι τῶν λόγων ἡδόμεθα, τὴν μὲν φήμην ἐπαινῶ, τὰ δὲ ἔργα διὰ τὴν | |
φήμην μαντεύομαι. | 24 | |
40(t) | Ζαχαρίαι | |
1 | Νῦν ὄντως ἔγνων ὡς οὐκ ἦν ἄρα λόγος ἀλλ’ ἔργον ἡ φήμη, καὶ θαυμάζω τάχα τὸν νόμον τὸν Ἀττικόν, ὃς ἐν θεοῖς καὶ ταύτην ἱδρύσατο. οὐ γὰρ δὴ μόνον Ἡσίοδος θεὸν αὐτὴν ἀνυμνεῖ, ἀλλὰ καὶ Ἀθηναῖοι οἱ τὴν ἐν Μυκάλῃ μάχην αὐθημερὸν ἐγνωκότες οὐκ ἀνεκτὸν ἔφασαν εἰ μὴ θεὸν ἡγοῖντο τὴν | |
5 | Φήμην. εἰ μὲν οὖν πρὸς ἄλλον ὑπῆρχεν ὁ λόγος, εἶπον ἂν εὐθὺς ὡς ἀνασπά‐ σεις ἡμῖν τὴν ὀφρῦν καὶ δεινὰ φήσεις πάσχειν, εἰ μή σέ τις πυκνῶς ἐπάρχων καλέσειε ῥήτορα, καὶ μεῖζον φρονήσεις ἢ Δημοσθένης ἐκεῖνος ἐπὶ βήματος Ἀττικοῦ· ὁ μὲν γὰρ μίαν ἦγε πόλιν δημηγορῶν, σὺ δὲ δικαστηρίου κρατή‐ σεις, ἐξ οὗ προέρχεται τοῖς βασιλέως ὑπηκόοις ἡ δίκη. ταῦτα πρὸς ἄλλον | |
10 | ἂν εἰπὼν ἐπὶ σοῦ σιωπήσαιμι, ὃν ἐν τοῖς εὐτυχίαις μᾶλλον ὁρῶ μετριώτερον. ὅθεν ἀεὶ καὶ τὰ μείζω προσδέχομαι. τοῖς γὰρ τοιούτοις ἐπιμετρεῖται πάντως ἡ τύχη, μηδὲν τῶν προλαβόντων βασκαίνουσα. | |
41(t) | Ζαχαρίαι ἀδελφῶι | |
1 | Δέχου τὴν παροῦσαν ἐπιστολήν, χρονίαν μέν, ἀλλ’ ὅμως θαρροῦσαν, ὅτι παρὰ φίλον ἀφῖκται. οὐκοῦν μὴ ψεύσῃς αὐτὴν τῆς ἐλπίδος, ἀποστρε‐ φόμενός τε καὶ τὰς ὀφρῦς συνάγων αὐτῇ, ἐπεὶ καὶ τοὺς ἐρῶντάς φασι χρόνῳ καὶ μόλις ἐπιτυχόντας ὑπὸ τῆς παρούσης ἡδονῆς τῶν προλαβόντων | |
5 | πόνων ἐπιλανθάνεσθαι. εἰ δὲ σκυθρωπὸς πρὸς ταύτην φανείης, λυπηρὸν μὲν εἰπεῖν, λέξω δ’ ὅμως. δέδοικα γὰρ μὴ οὐδὲ ἄλλη πρὸς σὲ ῥᾳδίως ἀφίξεται, ὑβριστήν τε νομίζουσα καὶ τὴν προλαβοῦσαν οἷα πέπονθε λογιζομένη. | |
42(t) | Θωμᾶι | |
1 | Νῦν ὄντως ἡμῖν ἀνθοῦσι Δίκη καὶ Μοῦσαι καὶ σύνοικοι γίνονται. τὴν σὴν εὑροῦσαι ψυχὴν μεριζομένην ψήφῳ δικαίᾳ καὶ λόγοις σύνεισι τὰ νῦν ἀλλή‐ λαις ὥσπερ εἰκός, ἀδελφαί τε οὖσαι καὶ κοινὸν ἔχουσαι πατέρα τὸν Δία. ἐξ οὗ γὰρ ἀπέλιπες πάλαι διὰ χειρὸς οὐκ ἔχων ἔτι τὴν Καίσαρος, οἷα δήπου | |
5 | καὶ γέγονεν, ἀπέλιπον μὲν τὰς πόλεις ἡμῖν, ὑπερορᾶται δὲ τὰ ἡμέτερα, ἦσαν δὲ παρὰ τῷ πατρὶ κατηγοροῦσαι τῶν ἐπὶ γῆς. ἀλλ’ ἐπένευσε πάλιν, καὶ | |
γέγονας παρ’ ἡμῖν, καὶ νεάζει πάλιν τοῖς ὑπηκόοις ἡ τύχη. κἂν γὰρ ψῆφον ἐνέγκῃς, οὐκ ἀρνεῖται ταύτην ἡ Δίκη, κἂν λόγον εἴπῃς, ἐπαινοῦσι πάντως αἱ Μοῦσαι. ὃ δὲ μάλιστα τεθαύμακα λέξω. τὸ γὰρ τοσοῦτον προὔχοντα | 25 | |
10 | μὴ τῶν ἐλαττόνων ὑπεριδεῖν ἀλλὰ καὶ λόγων ἄρχειν καὶ φιλίας μεμνῆσθαι καί τι καὶ λεγόντων ἐθέλειν ἀκούειν, σοὶ μὲν προσθήκη τοῦτο τοῦ θαύματος, τὰ Σωκράτους οἶμαι φιλοσοφοῦντι, ἐμοὶ δὲ τὸ χρῆμα βαρὺ κατ’ ἐμαυτὸν ὡς δύναμαι ζῶντι καὶ εὐχομένῳ λαθεῖν. καὶ εἰ μὴ κερδαίνειν ἐβουλόμην ὑμετέραν αὖθις ἐπιστολήν, ἐσίγων ἂν ἀπορῶν ὅ τι φθέγξωμαι μετὰ σέ. νυνὶ δὲ | |
15 | καὶ γράφειν ἐρυθριῶ καὶ σιωπᾶν οὐκ ἀνέχομαι, τὴν σὴν ἐγείρων γλῶτταν μουσικὸν αὖθις ἠχῆσαι καὶ μικροῖς τὰ μεγάλα θηρώμενος. πολλὰ δὲ κἀγαθὰ γένοιτο τῷ τὰς πόλεις ἡμῖν ἐπιτροπεύειν λαχόντι· δεῖξαι γὰρ πρὸ τῆς πεί‐ ρας τὸ μέλλον βουλόμενος καὶ παλαιᾶς τύχης ἄγων εἰς μνήμην, ὑμᾶς ἐκάλει συνεργοὺς καὶ πᾶσι τὸ μέλλον εὐθὺς ἐμαντεύετο. τὸν δὲ καλὸν Μέγαν ἠγά‐ | |
20 | πων μὲν καὶ πρῴην ὥσπερ εἰκός, καὶ ὅσον εἶχον ἐδίδουν. ὁ γὰρ τῆς τέχνης οὕτω βούλεται νόμος· ἀλλὰ καὶ πατὴρ ὑπάρχει καὶ κηδεστὴς ἱκανοὶ δι’ ἀρετὴν ἐμποιῆσαι καὶ τῷ ῥαθυμοῦντι σπουδήν. ὑμῶν δὲ νυνὶ προστεθέντων τῷ νέω εὔξομαι δικαίαν εὐχήν· Ζεῦ ἄλλοι τε θεοί, δυναίμην τι μεῖζον ἢ πρό‐ τερον, καὶ ὄναιτο Μέγας ἡμῶν ὁπόσον ὁ κηδόμενος βούλεται. | |
43(t) | Ζαχαρίαι ἀδελφῶι | |
1 | Ἔοικα τῶν ὑμετέρων γραμμάτων μετειληφὼς οὐ μένειν ἐφ’ οἷς που καὶ πρότερον, ἀλλὰ τρυφᾶν τῷ καιρῷ καὶ ἕρμαιον ἡγεῖσθαι τὴν ἀφορμήν. ἰδοὺ γάρ σοι τῶν αἰτούντων ἐξαίφνης ἐγώ, σὺ δὲ τὸ τάχος, οἶμαι, θαυμάζων, ταχὺ τὸ τῆς κωμῳδίας ἐρεῖς. ἀλλ’ ἐγὼ δεινὸν ἡγούμην εἰ τὸν χρόνον περι‐ | |
5 | σκοπῶν οὐκ αἰτήσω θᾶττον ὃ καὶ σοὶ διδόναι κἀμοὶ λαβεῖν εὐπρεπές. Αἰνείας γὰρ ὁ τὴν ἐπιστολὴν ὑμῖν ἐπιδιδοὺς πολίτης ἐστὶν ἡμέτερος, ὃν εὐτυχεῖν βούλομαι δι’ ὑμῶν. γένους τε γὰρ ἔχει καλῶς, καὶ τὸν τρόπον ἐστὶν ἐλεύθερος, καὶ τέχνην οἶδε τοὺς νόμους. βούλεται δὲ τοσοῦτον ἀπο‐ λαύειν τῆς τέχνης, ὡς ἐξεῖναι καὶ τὴν γνώμην μένειν ἐλεύθερον. οὐ γὰρ οἶδε | |
10 | κέρδος τοῦτον εὐφραίνειν μὴ μετὰ δικαίου γενόμενον. πάρεστι δὲ τοῦτο καὶ τῇ πείρᾳ μαθεῖν. πόλεων γάρ τινων ἐπὶ τοῖς δικαίοις προβεβλημένος καὶ τὴν ἐκδίκου προσηγορίαν λαβὼν οὗτος ἐμιμήσατο τοὔνομα, ὥστε καὶ συκοφάντου φύσιν ἐνίκησεν. οὐδεὶς γὰρ οὐδὲν οὐδὲ ἀδίκως ἐμέμψατο. ἀλλὰ | |
τοῦτο τάχα καὶ γέλως ἐδόκει τοῖς ἄρχουσι πρὸ ὑμῶν· μόνου γὰρ ἦσαν τοῦ | 26 | |
15 | λαβεῖν· ὁ δὲ τῶν διδόντων οὐκ ἦν. ὅθεν ὁ μὲν ἐπαύετο, ἕτεροι δὲ ἦσαν ὡς εἰκὸς ἄξια δρῶντες ὧν ἐδεδώκεσαν. βούλεται δὲ νῦν ἐπὶ τῆς αὐτῆς τύχης γενέσθαι, δωρεὰν ὑμῖν προσάγων τὸ δικαίαν ἔχειν τὴν γνώμην. ἆρά σοι τοῦ αἰτεῖν ἐκ μὴ προσηκόντων κατάρχομαι; οὐκοῦν εἰ θαυμάζεις τὴν αἴτησιν, τίμα ταύτην τοῖς ἔργοις. | |
44(t) | Ζαχαρίαι ἀδελφῶι | |
1 | Ἐγώ σου τὴν ἐπιστολὴν ἀσμένως ἰδών, ὥσπερ εἰκός, ἐπαινεῖν δὲ πρὸς ἀξίαν οὐκ ἔχων, μικροῦ δεῖν σοι τὴν αὐτὴν ἀντεπέθηκα, τοὐπιγράμμα μόνον μεταβαλών· οἷς γὰρ τἀμὰ θαυμάζων ἐπέστειλας, τῶν σῶν ἀκούειν ἐπαινουμένων ἐδόκουν, καί μοί τι παραπλήσιον ἐδόκεις ποιεῖν, ὥσπερ ἂν | |
5 | εἰ καὶ τὸν Θερσίτην ἐθαύμαζεν ὁ Νιρεύς, ὃς „κάλλιστος ἀνὴρ ὑπὸ Ἴλιον ἦλθεν“. ὅθεν αἰδώς μοι προσέπιπτε τῶν ἐπαίνων, πλὴν οὐχ ὥστε μὴ χαί‐ ρειν τῷ πράγματι. ἡ γὰρ ἐπιστολὴ δι’ ὧν δῆθεν ἐπῄνει τὰ ἐμά, ὡραΐζετό τε καὶ τὸ κάλλος ἐδείκνυ καὶ πρὸς μείζω πόθον ἐκίνει τὸν ἐραστήν. ἀλλὰ καὶ τὴν πρεσβείαν οὐ μετρίως ἐπῆρας τοῖς γράμμασιν. εἰ δὲ πρεσβεύων ἐπαινοῦ‐ | |
10 | μαι, τίς ἂν εἴην αὐτὸς ἐπινεύσας; ὅσον γὰρ μεῖζον τοῦ αἰτεῖν τὸ διδόναι, τοσοῦτον εἰς ἀρετῆς λόγον ὁ διδόναι μέλλων τὸν ᾐτηκότα νικᾷ. ὁ δὲ λογιώ‐ τατος Αἰνείας ὡς ἤδη λαβὼν ἀνυμνεῖ· ἤδη γὰρ ὑμῶν εἰς πεῖραν ἐλθὼν ἐν ἴσῳ τὸ μέλλον τῷ πραχθέντι λογίζεται. εἰ δὲ πρὶν λαβεῖν κηρύττει, τίς ἂν γένοιτο τοῦ ποθουμένου τυχών; καί ποτε τὰ σὰ διηγούμενος προσθήσει | |
15 | πάντως, ὡς καὶ τῷ τάχει διπλασιάζειν ᾔδεις τὰς χάριτας. τὸν δὲ βέλτιστον Μέγαν εἴπερ οἷόν τε ἦν αὐθημερὸν μετασκευάζειν εἰς ῥήτορα, οὐκ ἂν ἡμῖν ἔδει δευτέρας ἡμέρας. | |
45(t) | Ζαχαρίαι καὶ Φιλίππωι ἀδελφοῖς | |
1 | Τὸν θαυμαστὸν Ἰουλιανὸν καὶ ἄλλως μὲν ἠγάπων—ἱκανὸς γὰρ ἐφέλ‐ κεσθαι τὸν ἐντυχόντα πρὸς πόθον—πολὺ δὲ μᾶλλον ἥσθην ὅτι μοι καὶ πρὸς ὑμᾶς γραμμάτων γέγονε πρόφασις. τούτου γὰρ εἴ ποτε λαβοίμην, ὑπὲρ τὸν Κινύραν εἶναι δοκῶ. αἰτεῖ δὲ δυσχερὲς οὐδέν, ἀλλ’ αὐτῷ με παρεῖναι | |
5 | κἀκεῖσε βουλόμενος δι’ ὑμῶν, 〈ὑμᾶσ〉 ἐλπίζει τοῦτο γενέσθαι, ὅπερ πάντως κἀγώ. ἐγὼ δὲ οὐδὲν ἂν ὅ τι μὴ παρὼν ἐγινόμην. τὸ δὲ κονσιστόριον ὅ τι μέν ἐστιν ἀγνοῶ, —Ῥωμαϊκῷ γὰρ κόμπῳ προσβάλλει τὴν ἐμὴν ἀκοήν—δι’ | |
ὑμᾶς δὲ καὶ τοὔνομα φιλῶ, καὶ θεῖον ὄντως αὐτὸ βουλοίμην ὑπάρχειν, καὶ τιμῶ προσηγορίαν ἧς τὸ ἔργον ἠγνόησα. εἰ δὲ καὶ μεταβέβληταί σοι πρὸς | 27 | |
10 | τὸ μεῖζον ἡ τύχη, ἀλλὰ μεῖνον ὅσπερ ἦσθα πάλαι τοῖς ἔργοις, ἵνα μή σε ἀλαζόνα κονσιστοριανὸν ὀνομάσω. | |
46(t) | Ζαχαρίαι ἀδελφῶι | |
1 | Ἡ πατρὶς—σὺν θεῷ δὲ εἰρήσθω—εὐμενέσιν εἶδεν ἡμᾶς ὀφθαλμοῖς· τοὺς γὰρ ἐπιτηδείους παρέστησεν ὁποίους ηὐχόμην εὑρεῖν, βραχὺ δὲ διαλιποῦσα θέατρά μοι συνῆγε καὶ κρότους ἐκίνει, καί μέ τις φήμη λαβοῦσα διὰ πάντων ἦγε στομάτων, καί τί που καὶ νεανιεύεσθαι δοκῶ καὶ τὸν νοῦν ἐπῆρθαι τοῖς | |
5 | κρότοις καὶ τὸ σοφιστικὸν ἀτεχνῶς ἔχειν, ὡς ἂν αὐτὸς εἴποις. σὺ μὲν οὖν σκῶπτε τοιαῦτα· ἐγὼ δὲ οὐκ ἀνέξομαι μὴ οὐ λαμπρὸς εἶναι καὶ τὴν ὀφρῦν ἄνω φέρειν καὶ τῷ τῆς ἐμῆς τέχνης ἕπεσθαι νόμῳ. ταῦτα μὲν οὖν μοι πεπαίχθω ὡς ἄν σοι καὶ τοῦ σκώπτειν συνήθως ὕλην παράσχω· εὐφραίνεις γάρ με σκώπτων, εὖ ἴσθι, ἢ πολλοῖς ἐπαίνοις βάλλοντες ἕτεροι. | |
47(t) | Φιλίππωι ἀδελφῶι | |
1 | Ἰδού σοι καὶ πάλιν ἕτερα γράμματα, σὺ δέ, —τί παθὼν οὐκ οἶδα—πάλιν σιγᾷς. εἰ μὲν γὰρ σχολὴν οὐκ ἄγειν ἐρεῖς, ἀλλά σοι διὰ παντὸς ἡ τέχνη φέρει τι κέρδος, δεινὸν μέν, οἴμοι δεινόν, εἰ μηδὲ βραχὺ τοῦ παντὸς ἔτους ἡμῖν παρέχεις σεαυτόν, ἀλλ’ οὖν συνήδομαί γέ σοι τῆς ἀσχολίας· εἰ δὲ πλουτῶν | |
5 | ἄλλως ἀπὸ τῆς τέχνης σιγᾷς, συγχαίρω μέν σοι καὶ τούτου, οὐ μὴν ἐβου‐ λόμην σε τοσοῦτον πλουτεῖν, ὡς καθ’ ἡμῶν ἐπῆρθαι καὶ μηκέτ’ εἰδέναι τοὺς πάλαι φιλτάτους. καίτοι κεχήναμέν γέ σου τοῖς γράμμασι, καὶ πρὸς τὴν θάλατταν ὁρῶμεν οὐχ ἧττον ἢ Φυλλὶς τὸν Δημοφῶντα καλοῦσα τὸν ἄδικον ἐκεῖνον καὶ ἀντερᾶν οὐκ εἰδότα, ὃν ἐπειδὴ νυμφίος ἦν ἀρτίως καὶ ηὔξει τῇ | |
10 | Φυλλίδι τὸν ἔρωτα, ᾤχετο τὴν παστάδα καταλιπών, ἦ μὴν ὡς ἥξει πάλιν ἐλπίδας διδούς. ὡς δ’ οὖν ἀφείθη καὶ ᾤχετο, ὁ μὲν εὐθὺς μετεβλήθη καὶ τὴν Φυλλίδα πάλιν οὐκ εἶδεν, ἡ δὲ πρὸς τὴν θάλατταν ἐδάκρυε, καὶ τὰς ὁλκάδας ἠρίθμει, μή ποτέ τις αὐτῶν τὸν Δημοφῶντα κομίζοιτο. ἀλλὰ γὰρ τὸ καθ’ ἡμᾶς οἶμαι δεινότερον· ὁ μὲν γὰρ οὐκ ἤθελεν ἔτι παρεῖναι, σὺ δὲ οὐ μακρὰν | |
15 | ἀπὼν ἐπιστέλλειν. | 28 |
48(t) | Κωνσταντίωι | |
1 | Ἔτι παρὰ τὸν Νεῖλον οἰκῶν τὴν καλὴν ἐκείνην ἐπιστολὴν ἐδεξάμην. οἷον δὲ περὶ ταύτην συνέβη οὐ καλῶς ἂν ἔχοι σιγῇ παρελθεῖν. ὡς γὰρ ἐπέδωκε ταύτην ὁ φέρων, προσετίθει δὲ καὶ πόθεν, πάσχω τι πάθος ἐρωτικόν. βραχὺ γὰρ ἀποπλανηθεὶς τοῦ εἰκότος ἤδη σε καὶ παρεῖναί μοι πάντως ἐδόκουν. | |
5 | καὶ τοίνυν „ὦ φίλτατ’ ἀνδρῶν“ ἔφην „ὡς ἀπὼν ἄγαν ἐλύπεις καὶ νῦν ποθοῦσιν ἀφῖξαι“. ὡς δὲ τοιαῦτα πολλάκις εἰπὼν τοῖς παροῦσιν ὑποψίαν παρεῖχον τοῦ πράγματος, „καὶ δὴ τί πάσχεις;“ ἔφησαν· „οὐ γὰρ δή σοι καὶ παρὼν ἐκεῖνος τυγχάνει“. εἰς δὲ μνήμην ἐλθὼν ἐμαυτοῦ ἠνιάθην, οἷα δή τις ἁμαρτὼν τῆς τοιαύτης ἐλπίδος, καὶ βραχὺ δακρύσας ἔγνων ὁπόσον | |
10 | ἔρως ἰσχύει, καὶ ὅτι πλάνη τις ἦν παραμυθουμένη τὸν λογισμόν. ὡς δὲ τὴν ἐπιστολὴν ἀναλύσας ἐσκόπουν, ἥσθην τοσοῦτον ὥστε τοῦ παρόντος ἑκὼν ἀφιστάμην „μὴ καὶ πάλιν ...“ πολλάκις εἰπών. καὶ ὁ τῶν μελλόντων με κατήπειγε πόθος. | |
49(t) | Οὐλπίωι | |
1 | Τὸν θαυμαστὸν Στρατήγιον καὶ πρότερον ἤδη φιλῶν, νῦν ἔτι καὶ μᾶλλον ἠγάπησα, διότι τῶν πρὸς ἀλλήλους ἡμῖν γραμμάτων ὑπῆρξεν ὑπόθεσις· τὴν γὰρ προτέραν σιωπὴν μεταστήσας δέδωκεν ἡμῖν εἰπεῖν τι πρός σε καὶ φθεγγομένου πάλιν ἀκοῦσαι. εἰ δὲ καὶ καθ’ ἡδονὴν τὰ ἡμέτερα γράμματα, | |
5 | τίμα δὴ τούτων τὸν αἴτιον, ἤδη μὲν ὑμῖν χάριν ὁμολογοῦντα τῆς προλαβού‐ σης σπουδῆς, μᾶλλον δὲ κηρύξοντα τὴν εὐεργεσίαν, εἰ πρὸς τέλος ἐνέγκοις τὴν χάριν. ἀλλ’ ἐπίδειξαί τι νεανικὸν κατὰ τῶν ἀδικούντων, ὅπως ἂν αἴσθοιντο πάντες οἵους ἄρα τοὺς φίλους ἔχων ἐλάνθανον. τὸν δὲ ὑμέτερον ἀδελφὸν καὶ πρὶν μὲν ἰδεῖν ἠπιστάμην· ἐγνώρισε γάρ μοι πολλάκις τοῦτον | |
10 | ἡ φήμη· νυνὶ δὲ μᾶλλον ἐθαύμασα τῇ πείρᾳ μαθών. καὶ τοῦτον ἰδὼν σὲ δι’ ἑτέρου σώματος ἔχειν ἡγούμην, καὶ μακρὰν ἀπὼν δι’ ἄλλης ἡμῖν εἰκόνος ἐδόκεις παρεῖναι. | |
50(t) | Σοσιανῶι | |
1 | Ἔπρεπεν ἄρα κἀμὲ θαρροῦντα χάριν αἰτεῖν παρὰ σοῦ, καὶ σὲ προθύμως διδόναι, ἀμφοτέροις ἁρμόττον, ἐμοὶ μὲν λέγειν ὅτου δέοι, σοὶ δὲ πρὸς ἔργον τὸν λόγον ἐκφέρειν. Στρατήγιος γὰρ ἀπήγγειλέ μοι τοσαύτην ὑμῶν γεγενῆ‐ | |
σθαι τὴν εἰς αὐτὸν προθυμίαν, ὥστε τἀπὶ σοὶ καὶ πέρας ἔσχεν ἡ δίκη καὶ | 29 | |
5 | νενικήκαμεν. ἀλλ’ ὅπως καὶ τοῖς ἔργοις γένοιτο ταῦτα· τοσοῦτον γὰρ θαρρῶ διὰ σοῦ τὸ πέρας ἐλπίζων, ὥστε καὶ πρὸ τοῦ τέλους ἤδη λόγους ζητῶ δι’ ὧν ὁμολογήσω τὴν χάριν. | |
51(t) | Οὐλπίωι | |
1 | Πολλὴν ἡμῖν κατὰ σοῦ μελετωμένην κατηγορίαν διέφυγες. ὡς γὰρ ἧκε μὲν ὁ Στρατήγιος, γράμματα δὲ οὐκ εἶχεν, ἠρυθρία μὲν ἐμοὶ προσελθεῖν— πῶς γὰρ οὐκ ἔμελλε; —πολλάκις δὲ διαφυγὼν μόλις ἑάλω, καὶ δὴ βδελυρὸν αὐτὸν καὶ θεοῖς ἐχθρὸν ἀπεκάλουν, ὅτι πρὸς ἡμᾶς ἀφιγμένος οὐδὲν περὶ | |
5 | ὑμῶν τῶν φιλτάτων ἀπήγγειλε, περὶ ὧν πολλάκις ηὐχόμην ἀκούειν. ἀλλ’ ὅμως ἐκεῖνος τὴν ἀπολογίαν ἱκανῶς ἐποιεῖτο· καὶ γὰρ αἴτιον ἔλεγεν τὴν φυγὴν ὅτι γράμματα μὴ κομίζοι. κἀκείνῳ μὲν συγγνώμην ἐδίδουν ἐπὶ τού‐ τοις ἐρυθριῶντι, ἔλεγον δὲ πρὸς ἐμαυτόν· „ὅσα δὴ φέρειν καὶ μεταβάλλειν οἶδεν ὁ χρόνος. Οὔλπιος γὰρ ὁ καλὸς ἡνίκα μὲν ἡμῖν τῆς παλαιᾶς ἐκοινώνει | |
10 | τύχης, φίλος τε ἦν καὶ ἐδόκει, καὶ οὐκ ἄν ποτε ᾤμην ὡς μεταβάλοιτο· ὡς δὲ λαμπρὸς ἤρθη καὶ γέγονε μέγας, ἀφόρητός ἐστιν εὐτυχῶν, καὶ τῶν πρῴην ἐκείνων ἐπιλανθάνεται. εὐτυχοίη δὲ μόνον, καὶ μετρίως οἴσομεν παρορώμενοι.“ ταῦτα καὶ τὰ τοιαῦτα λέγων πολλὴν κατὰ σοῦ κατηγορίαν συνέλεγον. ὡς δέ τις ἐλθὼν τὴν παρ’ ὑμῶν ἐπιστολὴν ἐπεδίδου, πρῶτον μὲν πρὶν λῦσαι | |
15 | πολλάκις τὴν ἐπιστολὴν ἠσπαζόμην· εἶτα τοῖς ἔνδον περιτυχὼν καὶ τὴν ἀπολογίαν τοῦ βράδους εὑρὼν ἥσθην οὐ μετρίως, καὶ μετέμελέ μοι τῶν πρῴην ῥημάτων. ἔλεγον δὲ μᾶλλον „φεῦ, ὡς πολλὰ μάτην ὑποπτεύουσιν ἄνθρωποι. τὸν θαυμαστὸν γὰρ ἡμῖν Οὔλπιον οὐ μετέβαλεν οὔτε χρόνος οὔτε ἡ τύχη, ἀλλ’ εὐγνώμων τέ ἐστι κἀμὲ τὸν πρὶν εὐεργέτην ἐπίσταται“. | |
20 | ἀλλ’ ὅπως μὴ πάλιν σιγῶν αὖθις ἡμᾶς εἰς κατηγορίαν ἐνέγκῃς. | |
52(t) | Σιλανῶι | |
1 | Ἐξέκρουσας ἡμᾶς ἐλπίδος οὐκ ἂν εἰπεῖν ἔχοις ὁπόσης. ἐγὼ γάρ σου τὴν προτέραν ἐπιστολὴν εἰς χεῖρας λαβὼν καὶ γνοὺς ἐξ αὐτῆς ὡς μικρὸν ὕστερον ἡμῖν ἐπανήξεις, ἥσθην τε καὶ μέγα ὑφ’ ἡδονῆς ἀναπνεύσας ἔφην· „ἀλλ’ ὦ Ζεῦ, γένοιτο ταῦτα“. τοιγαροῦν μετέωρος ἦν ὁσημέραι καὶ ἐπὶ κούφης ἔβαινον | |
5 | τῆς ἐλπίδος, πυκνὰ δὴ λέγων· „ἆρά ποτε ὄψομαι καὶ προσείπω χρόνιον“ | |
καὶ „γενοίμην αὖθις σὺν ἐκείνῳ“. ὡς δὲ χρόνος ἦν παρ’ ἐλπίδας, οὐδὲ γράφειν ἠξίουν, ἐρέθισμά φασιν ἔρωτος τοῦτο ποιῶν, ὅπως ἂν καταφρονεῖσθαι δοκῶν, ἔτι μᾶλλον ἐπείγοιο πρὸς ἡμᾶς, ὀνειδίσαι θέλων τὸ μὴ φίλων μεμνῆ‐ σθαι. καί μοι δοκεῖς Στρατοκλῆς ἡμῖν ὁ ῥήτωρ γενέσθαι. ἐκεῖνος γὰρ ἡττω‐ | 30 | |
10 | μένοις τοῖς Ἀθηναίοις καὶ τὴν τύχην ἀγνοοῦσι νίκην ἀπήγγειλεν. εὐθὺς οὖν ἡ πόλις ὀρθή, καὶ παίζειν ἀνεῖτο, καὶ δυστυχοῦντες ηὐφραίνοντο. ὡς δὲ τἀληθὲς ἠγγέλθη καὶ τὸ δοκεῖν ἦν οὐκέτι, „τί γάρ“ φησιν ὁ Στρατοκλῆς „ἠδίκουν, εἰ δυοῖν γοῦν ἡμέραιν ἡδίους γεγόνατε δι’ ἐμὲ καὶ κέρδος ἦν τὸ δοκεῖν;“ ἀλλ’ ἐπειδὴ μητρὸς πρᾶγμα καὶ ἀσχολίας ὑπέρτερον τῷ Πινδάρῳ | |
15 | δοκεῖ, ἴδοι σε θᾶττον ἡ πατρίς, καὶ μετ’ ἐκείνην ἡμεῖς. | |
53(t) | Φιλίππωι ἀδελφῶι | |
1 | Ἰδού σοι πάλιν ἐπιστολὴ παρ’ ἡμῶν, καὶ πάλιν εὖ οἶδ’ ὅτι σιγήσεις. καὶ εἴ μοι δοίης συγγνώμην ἀχθομένῳ λέγειν, μεταβέβληταί σοι πρὸς ἀλαζονείαν ὁ τρόπος, καὶ οὐκ ἐθέλεις μένειν οἷος ἦσθα καὶ πρότερον. ἀλλ’ εὖ γε ὅτι μὴ τὴν τοῦ Βοσπόρου διέπλευσα θάλατταν καὶ βασιλέως πόλιν ἀφῖγμαι· ἴσως | |
5 | γὰρ ἂν κἀγὼ βασιλέα τὸν μέγαν ὁρῶν καὶ τὴν τῶν ὑπάτων στολὴν καὶ ἀρχὴν δή τινα μεγίστην καλουμένην καὶ τὰ σεμνὰ δὴ ταῦτα 〈τὰ〉 παρ’ ὑμῖν, εἴτε πράγματα βούλει λέγειν εἴτε ὀνόματα, ἐπῆρα τὴν ὀφρῦν καὶ νεανικὸν ἐφρόνουν πρὸς τὴν τῶν ὁρωμένων ἐπαιρόμενος τύχην, καί μοι τὰ πάλαι φίλα λῆρος ἐδόκει. ὅπου γὰρ σὺ τούτοις ἑάλως, οὐκ ἂν εἴποιμι ῥᾳδίως ὡς διέφυγον | |
10 | ἂν τὸ μὴ οὐ ταὐτὰ παθεῖν, εἰ μή μέ τις ἄρα λογισμὸς ὑπεισῆλθεν ὡς οὖ ταὐτόν, ὦ λῷστε, γνώμη καὶ τύχη, ἀλλ’ ἡ μὲν ὡς ἂν αὐτῇ δοκῇ φέρεται καὶ μεταπίπτει πολλάκις καὶ γελᾷ τὰ ἡμέτερα, τῆς δὲ κύριον εἶναι προσήκει τὸν σωφρονοῦντα, καὶ μήτε αἰρομένῃ συναναστῆναι μήτε πιπτούσῃ συμ‐ μεταβάλλεσθαι. | |
54(t) | Ζαχαρίαι ἀδελφῶι | |
1 | Τίς ἂν γενοίμην ἐραστὴν καὶ ἀδελφὸν κατηγοροῦντα λαβών, καὶ μηδὲν ἔχειν οἰόμενον ὅ τι καὶ λέξωμεν; τί γὰρ δὴ φής; ῥήτορες ἡμεῖς καὶ θυγατέρων πατέρες πολλῶν· τὰς γὰρ ἐπιστολὰς οὕτως ὀνομάζειν ἐδόκει. „ἀλλ’ ἦν“, φής, „πάλαι ταῦτα· νῦν γὰρ οὐκέτι“, ἀλλ’ ὑβρισταί τινες ἡμεῖς καὶ θεσμὸν | |
5 | ἀτιμάζοντες ἔρωτος. ἀλλ’ εἰ μὲν ἦν τις ποιητικός, τὸν Ἀπόλλω δήπου καὶ τὰς Μούσας ἐκάλουν 〈ἄν〉, „δοίητέ μοι“ λέγων „εἰπεῖν καὶ πεῖσαι καὶ μὴ ἄδικον φανῆναι τὰ παιδικά· νυνὶ δὲ μιμήσομαι γοῦν τι ποιητικὸν „καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι, θεοὶ δ’ ἐπιμάρτυρες ἔστων“, μὴ οὕτως ἔχειν τὰ καθ’ ἡμᾶς ὥς που καὶ λέγεται, ἀλλὰ γὰρ ἔτι φιλίας ἡμῖν αἰδὼς καὶ μνήμη φιλτάτων. | 31 |
10 | τίς οὖν, φής, ἡ σιγή; δέδοικα μή τις ἄδικος τύχη ταῖς ἐμαῖς ἐπικωμάζῃ γοναῖς, καὶ πρὸς σὲ τὰς ἐμὰς παῖδας ἐπειγομένας ἄλλην ἄλλοτε φέρῃ· καί που ξένων ταύτας ἠνέγκαντο χεῖρες, ἀγνοούντων τίνες αὗται καὶ πόθεν. ἀλλὰ γὰρ ἀτυχῶν ἐπὶ ταύταις καὶ ἀγνώμων ἐδόκουν καὶ κρίνομαι. τὰς μὲν οὖν ἄλλας τί ἂν ἀνιῷτό τις λέγων; ἀλλὰ χθές που καὶ πρῴην ἐστάλη τις ὡς | |
15 | σέ, τοὺς ἐμοὺς ἀγῶνας διηγουμένη, καὶ νῦν, ὡς ἔοικε, ξένη τις πλανᾶται καὶ ἔρημος. ἀλλ’ ἥκοι ποτὲ χεῖρας εἰς σάς, καὶ εὐφραινοίμην ἀκούσας. τὰ δὲ σὰ ῥόδα λαβὼν ἥσθην ἐπὶ τούτοις οὐχ ἧττον ἢ Ὀδυσσεὺς τὴν Ἀλκίνου φιλοτι‐ μίαν ὁρῶν· ἐκεῖ μὲν γὰρ τὸ λαβεῖν εἶχε μόνον τὴν ἡδονήν, παρ’ ἡμῖν δὲ ἄμφω, ὅτι σὺ μὲν δίδως, ἐγὼ δὲ λαμβάνω. | |
55(t) | Ἐπιφανίωι | |
1 | Ἔτι σιγᾷς; ἔτι τῶν ἀπερριμμένων ἡμεῖς, οὐδέ σε παλαιῶν ἐρώτων ὑπεισῆλθεν οὐδέν; νηλεὴς σύ γέ τις καὶ ἀμείλιχος. ἀνάλαβέ μοι τὴν μνήμην, ὡς οὐκ ἐπὶ τοιαύταις ἡμῶν ἀπῆρας ἐλπίσιν, ἀλλ’ ἐδάκρυες μὲν οἴμοι καὶ μόλις ἀπήρχου, γράψειν δὲ ὡμολόγεις μικροῦ δεῖν καὶ πρὶν ἐπιβῆναι τῆς | |
5 | γῆς. νυνὶ δὲ οἴχεται μὲν ἐκεῖνα, σιωπᾷς δὲ μόνον, ἡμῶν δὲ λόγος οὐδείς. εἰ δὲ σιωπήσεις ἔτι, ἀναβοήσομαί τι τραγικόν, „ἰὼ Ζεῦ“ λέγων καὶ Φιλία καὶ Λόγοι, „ἠδίκησθε μὲν ὑμεῖς, ἠδίκημαι δὲ ἐγώ. ὁ δὲ ἀδικῶν ἦν ὅτε φίλον ἐκάλει. νῦν γὰρ οὐκέτι“. | |
56(t) | Ἰωάννηι | |
1 | Εἰ τὴν φιλίαν ἐψευσμένην δείκνυσι τὸ σιγᾶν, ἀνάγκη μέχρι λόγων αὐτὴν ἀεὶ συνεστάναι, εἴ γε τούτων ἀπόντων ἐλέγχεται. οὐκοῦν λείπεται καὶ τὸν δυσμενῆ φίλον ἡγεῖσθαι, μόνον εἰ φθέγγοιτο. ἀλλὰ μὴ τοιοῦτοι κριταὶ φιλίας ἡμεῖς. τί γὰρ κωλύει καὶ σιωπῶντα τῇ μνήμῃ τοὺς φίλους ὁρᾶν; | |
5 | ὅπερ ἡμῖν καὶ νῦν ἐστὶ καὶ οὔποτε παύσεται. λογισώμεθα δὲ μᾶλλον ὡς | |
οὐ δέδοται πάντα πράττειν ὡς ἕκαστος βούλεται, αἱ ἔξωθεν δὲ φροντίδες τοῦ βίου καὶ τὸ τοῦ μέλλοντος ἄδηλον ἐπικρατοῦσιν ἔσθ’ ὅτε τοῦ λογισμοῦ, καὶ τὰ μὲν ἄγει, ὁ δὲ δουλεύει καὶ πείθεται. κἀμοὶ τοίνυν, ἐπειδὴ τοῦ διδάσκειν ἐπέβην, ἀγῶνές τε συνεχεῖς καὶ αἱ περὶ τούτων φροντίδες ἐξ ἀρχῆς τε ἐπ‐ | 32 | |
10 | έθεντο καὶ μέχρι νῦν οὐκ ἀπέλιπον. ταῦτα μᾶλλον ἐχρῆν ἐνθυμεῖσθαι ἢ ἐπὶ μικροῖς ὑποπτεύειν ὡς ἦμεν ἀγαθοί ποτε πρὸς φιλίαν καὶ νῦν ἤδη πεπαύμεθα. ἀλλ’ ὦ Ζεῦ καὶ Ἔρωτες καὶ ὅσοι φιλίας ἐπόπται, πείθοιτε τοὺς ἐμοὺς κατηγό‐ ρους, ὡς οὔποτε πρὸς λήθην αὐτῶν ἀφικόμην, ἀλλὰ σύνειμι τῷ λογισμῷ καὶ λέγειν τι δοκῶ καὶ λεγόντων ἀκούειν, καὶ ὡς εἰ τούτους ἀγνοῶ, καὶ | |
15 | ἐμαυτοῦ ἐπιλέλησμαι. | |
57(t) | Ἱερωνύμωι (?) | |
1 | Ἔτι παρὰ τὸν Νεῖλον οἰκεῖς; ἔτι ποθοῦντας ὑπερορᾷς; τί τοσοῦτον, εἰπέ μοι, παθών; εἰ μὲν γὰρ οἴει τὸ βράδος ἐπὶ πλέον ἡμῖν ἐξάπτειν τὸν ἔρωτα, ἴσθι δὴ καλῶς ὡς εἰς ἄκρον ἀφῖκται, καὶ οὐκ ἂν ἔχοις ὅ τι προσθήσεις ἔτι τῷ πράγματι. εἰ δέ σε τοῦ Μακεδόνος ἡ πόλις ἐφέλκεται χαρίτων ἕνεκα καὶ | |
5 | τοῦ δοκεῖν αὐτὸν ἔχειν ἤδη τὸν Ἑλικῶνα, ζήλου τὸν Ὀδυσσέα καὶ παρ‐ ελθὼν τὰς Σειρῆνας μέμνησο τῆς Ἰθάκης. καὶ γάρ σε νῦν ἐπιθυμῶν ἀρχαίῳ σχήματι τεττιγοφόρον ἰδεῖν κέχηνα τῇ θαλάττῃ καὶ περισκοπῶ τὰς ὁλκάδας, εἴποτε παρόντα θεάσομαι. σὺ δέ μοι δοκεῖς τὸν Θησέως ἐκεῖνον ἐζηλωκέναι, καὶ ταῦτα τοῖς παισὶ καθηγούμενος „νυμφίε Δημοφόων, ἄδικε ξένε ...“, ὃς | |
10 | οὐδὲ παιδὸς θέλεις ἔτι μεμνῆσθαι, καλοῦ τε ὄντος καὶ εἴ γε παρείης ἤδη σε δυναμένου πατέρα καλεῖν. | |
58(t) | Ζαχαρίαι καὶ Φιλίππωι ἀδελφοῖς | |
1 | Ὅσῳ τῷ περὶ ὑμᾶς κεκράτημαι πόθῳ, πῶς ἂν δυναίμην παραστῆσαι τῷ λόγῳ, πλὴν εἰ μή που παραπλήσια τυγχάνετε πεπονθότες; ὁ γὰρ πεπονθὼς τὰ περὶ τούτου κρίνειν ἐπίσταται. πέπεισμαι δὲ τοιούτους εἶναι, καὶ νόμον διασώζειν φιλίας ἅμα καὶ φύσεως ἐξ ὧν καὶ γράφετε καὶ παραμυθεῖσθε τοῖς | |
5 | γράμμασιν. ἐμοὶ δ’ οὖν ὅμως ἠπορημένῳ τῷ πάθει καὶ τοιοῦτό τι πολλάκις ἐπῆλθεν εἰπεῖν. „εἴθε γενοίμην Περσεὺς καὶ φανείην ὑπόπτερος τὸν ἀέρα τέμνων καὶ ὑπὲρ τῆς θαλάσσης φερόμενος, ὅπως ἂν ἅμα τε δοκῇ καὶ γίνωμαι παρ’ ὑμῖν καὶ ἀποναίμην τοῦ ἔρωτος.“ παρὰ φύσιν μὲν ἀλλ’ οὐ πόρρω ποθούντων ἡ γνώμη, πλανᾶσθαί τε ῥᾳδίως καὶ ὀνειροπολεῖν ἃ 〈οὐ〉 πέφυκε | |
10 | γίνεσθαι. εἰ δέ μου πάλιν μυθολογοῦντος ἀνάσχοιο, ἤδη καὶ τὸν Ἄβαριν πολλάκις ἐζήλωσα, Σκύθην μὲν ὄντα καὶ βάρβαρον, σοφὸν δὲ ἄλλως· εἰ δὲ θέλεις, εὐδαίμονα, ὅτι τὸν οἰστὸν ἔχων ὑπηρετοῦντα τῇ γνώμῃ παρ’ οὓς ἤθελεν ἤγετο, καὶ ὁδοῦ μῆκος οὐδὲν παρελύπει τὸν Ἄβαριν. ἀλλὰ τί μοι τὰ πόρρω παρὰ φύσιν ζητεῖν; μόνον ἡμῖν λείπεται πρὸς παραμυθίαν τὰ | 33 |
15 | γράμματα, Περσεὺς δὲ καὶ Ἄβαρις ποιηταῖς δεδόσθων καὶ μύθοις. | |
59(t) | Φιλίππωι ἀδελφῶι | |
1 | Εἰ τοῖς γονεῦσι τὸ προσῆκον ἀποδιδόναι παλαιοί τε λόγοι καὶ ὁ τῆς φύσεως βούλεται νόμος, πόσον εἰκὸς πατρίδι χάριν ἐκτίνειν, ἐξ ἧς προῆλθε καὶ τοῖς γονεῦσιν ἀρχή; ἐπὶ ταύτην σε νῦν ὁ καιρὸς καλεῖ, καὶ δόκει τὴν ἐνεγκοῦσαν ταύτην δι’ ἐμοῦ σοι φωνὴν ἀφιέναι· οὕτω γὰρ καὶ τὸ δέον ἔσῃ | |
5 | πεπληρωκὼς καὶ μνήμην ἡμῖν παράσχοις τοῦ πράγματος, ὅσῳ καὶ περὶ τῶν μεγίστων ἡ χρεία. βαρὺ δὲ προσδόκα μηδέν, ἀλλὰ σοὶ μὲν ῥᾷστον διδόναι, μέγα δὲ τοῖς λαβοῦσι τυχεῖν. βασιλεῖ τῷ μεγάλῳ τὰς ὑπὲρ τῆς πόλεως δεήσεις ἐπιδοθῆναι βουλόμεθα διὰ τοῦ παρ’ ὑμῖν ἀρχιερέως ἢ τοῦ βασιλέως ἀδελφοῦ, ἵνα τὸ τοῦ ἐπιδιδόντος ἀξίωμα λόγον τινὰ παράσχῃ τῷ | |
10 | διδομένῳ. ταῦτα γὰρ ποιῶν κοινὴν καταθήσει χάριν καὶ τοῖς αἰτήσασι καὶ τοῖς αἰτηθεῖσιν ἡμῖν. | |
60(t) | Ἐπιφανίωι | |
1 | Εἰ λαλούντων μὲν ἡμῶν σιωπᾷς, γράφεις δὲ σιωπώντων, δέδοικα γράφων εἴγε δέῃ πάντως ἢ λαλεῖν ἀφώνοις ἢ σιωπῶντας ἀκούειν. καίτοιγε τὸ ἐπιστέλλειν ὡς εἰκὸς ἐμηχανήσαντο ἄνθρωποι, ὅπως ἀποῦσι μίμημα σώζοιεν παρόντων καὶ λέγοιέν τι τοῖς γράμμασιν ὥσπερ ἂν εἰ καὶ συνόντες. ἐγὼ δέ | |
5 | σου τὴν ἐπιστολὴν ἀναγνοὺς ὑφ’ ἡδονῆς καὶ ἐδάκρυσα, καί σου παρόντος ὥσπερ εἰώθεις ἐδόκουν ἀκούειν, καὶ ἡδύ τι πνεύσας „τοῦτο“ εἶπον „ἐκεῖνο, ἡ φιλτάτη φωνή“. ἀλλ’ ὦ πρὸς ἔρωτος αὐτοῦ καὶ φιλίας ἐκείνης, εἴ που ταύ‐ την ἔτι οἶσθα καὶ μέμνησαι, μή μοι τοῖς γράμμασιν ἀποδήμει, μηδὲ τὴν μόνην ἀφέλῃ παραμυθίαν, μήποτε τάχα ζηλώσω τοὺς μηδὲ τὴν ἀρχὴν | |
10 | ἐρῶντας, οὓς μηδὲ συμβαίνει τοιαῦτα παθόντας ὀδύρεσθαι. | 34 |
61(t) | Ζαχαρίαι καὶ Φιλίππωι ἀδελφοῖς | |
1 | Τὸν δεῖνα φθάσας ὑμῖν συνέστησα διὰ τῆς προτέρας ἐπιστολῆς, οὐκ εἰς ἀκριβὲς ἐκεῖνον εἰδώς, ἀλλ’ ἐξ ὧν ἐπλάττετο τοῦτον ἡγούμενος ὅπερ οὐκ ἦν· ἐλάνθανε γὰρ προσχήματι μὲν καλῷ κεχρημένος, ὢν δὲ τοιοῦτος οἷον ὑπέδειξε τοῦτον ἡ πεῖρα. ἀπὸ γὰρ τῆς Γαζαίων ὁρμώμενος καὶ μέλλων | |
5 | ἀνάγεσθαι, κατέλυε μὲν παρά τινι τῶν ἐπιτηδείων, ὥσπερ εἰκός, μέχρι πλοῦς γένηται. πιστευθεὶς δὲ νόμῳ φιλίας καὶ πρὸς πολλαῖς ἑτέραις καὶ ταύτην τὴν χάριν λαβών, τοῦ ὑποδεξαμένου διώρυξε τὴν οἰκίαν, καὶ ὧν εἶχε χρη‐ μάτων τοῦτον ἐγύμνωσε. καὶ ἵνα λάθῃ τὰ τῆς ὑποψίας, κλεὶς μὲν ἦν αὐτῷ πρὸς τὴν ἐπιβουλὴν εὐτρεπής. ταύτῃ δὲ διανοίξας καὶ ἅπερ εὗρε λαβών, | |
10 | πάλιν τῷ κιβωτίῳ τὸ παλαιὸν ἐπέθηκε σχῆμα. ὡς δὲ μόλις αὐτὸς ἀνήχθη, καὶ πρὸς τὰ δοκοῦντα κεῖσθαι χρεία τὸν κεκτημένον ἐκάλει, ἦλθε τὸ δρᾶμα πρὸς ἔλεγχον, καὶ τοῖς τεκμηρίοις ἀντιλέγειν οὐκ ἦν. τοιούτων καὶ Μενέλαος τῶν ξενίων ἀπέλαυσεν, ἀντ’ ἀμοιβῆς τινος τὴν Ἑλένην ἀφῃρημένος. ταῦτα γράφειν ἐπήρθην, ἵνα μὴ δι’ ὑμῶν πιστευθεὶς ἕτερα τοιαῦτα τὸν πιστεύ‐ | |
15 | σαντα δράσῃ, καὶ μέμψηται μὲν ὑμᾶς ὁ παθών, ἐμὲ δὲ πάντως ὑμεῖς. | |
62(t) | Τοῖς αὑτοῦ ἀδελφοῖς | |
1 | Πάλιν ἥκει καιρὸς γράμματα πρὸς ὑμᾶς ἀπαιτῶν, καὶ πάλιν εὐτυχεῖν νενομίκαμεν. τίς γὰρ ἂν ἡμῖν γένοιτο βίος τοῦ λέγειν τι πρὸς ὑμᾶς καὶ γράφειν ἐστερημένοις; εἰ δὲ καὶ τῶν ὁμοίων τύχοιμεν παρ’ ὑμῶν, Ἡράκλεις ὅσον ἡμεῖς εὐτυχήσομεν. οὐκοῦν μὴ μέλλετε πρὸς ἔργον ἄγειν τὸν πόθον, | |
5 | ἵνα μὴ νόμον Ἔρωτος ἀτιμάσαντες τῶν ἐκείνου βελῶν πειραθῆτε· δεινὸς γὰρ ὁ θεὸς καὶ βέλη κινεῖν καὶ τόξον αἴρειν, καὶ σκοπὸν ποιεῖται τοὺς ἀτιμάζοντας ἐραστήν. | |
63(t) | Ἀθηνοδώρωι | |
1 | Δεξάμενος τὸ βιβλίον ὑμῖν μὲν χάριν ὡμολόγουν εἰκότως, ἐμαυτῷ δὲ συν‐ ηδόμην εἰ τοιούτους ὄντας ὑμᾶς πρὸς φιλίαν ηὐτύχησα. καὶ μή με βαλέτω | |
λίθῳ τραχεῖ φθόνος, ὡς τῷ Πινδάρῳ δοκεῖ. ηὐχόμην δὲ καὶ τῇ Τύχῃ δύνασθαί μέ ποτε πρέπουσαν ὑμῖν ἀνταποδοῦναι τὴν χάριν. ἡ δὲ ταχέως δίδωσι τὸν | 35 | |
5 | καιρόν, οἷον σύ τε ἐβούλου κἀγὼ πάλαι ζητῶν νῦν μόλις ἐτύγχανον· τὸν γὰρ ἔχοντα τὴν καθόλου πέπεικα τοῦτό σοι τὸ μέρος ἀποδόσθαι οὗ καὶ τυγχάνεις δεόμενος. εἰ μὲν οὖν ἔλθοις ὡς ἡμᾶς, θᾶττον ἂν λάβοις τὸ κτῆμα περὶ τῆς τιμῆς τὰ μὲν πείσας τὰ δὲ πεισθείς, ὡς ὁ τῆς ἐμπορίας βούλεται νόμος· εἰ δὲ μή, αὐτὸς ἥξει πρὸς σὲ καιροῦ καλοῦντος, ὡς ἡμῖν ἐπηγγείλατο. | |
64(t) | Σοσιανῶι | |
1 | Ὁ θαυμάσιος Ἀλφαῖος ἀπήγγειλέ μοι τοιοῦτόν σε περὶ αὐτὸν γεγενῆσθαι, οἷον αὐτὸς μὲν ἐβούλετο, ἐγὼ δὲ προσεδόκων, σὲ δὲ προσῆκεν ὀφθῆναι. ἐγὼ δὲ τούτων ἀκούσας ἥσθην μέν, —πῶς γὰρ οὐκ ἔμελλον; —οὐ μὴν ἤδη μοι καὶ θαυμαστὸν ἐδόκει τὸ πρᾶγμα· εἰ δὲ βούλει, καὶ προλαβὼν διηγούμην | |
5 | ὑπογράφων οἷος περὶ τοῦτον ἐγένου, ὡς ἐκεῖνον ἀποροῦντα λοιπὸν ὅ τι καὶ λέγοι ἅμα γέλωτι σιωπᾶν καὶ εὐδαίμονά με τῆς φιλίας ἀποκαλεῖν. ἀλλ’ ὅπως τὴν ἴσην σπουδὴν εἰσενέγκῃς περὶ ὧν ὑμῶν ἐδεήθη παρών, ὅπως αὐτὸς μέν μοι χάριν εἰδείη, ἀμφότεροι δὲ πάλιν ὑμῖν. | |
65(t) | Ζαχαρίαι | |
1 | Τὴν παρ’ ὑμῶν ἐδεξάμην ἐπιστολήν, ὅπερ ἔδει μὲν καὶ πάλαι γενέσθαι, ὅμως δ’ οὐδὲ νῦν γενόμενον ἀπήμβλυνέ τι τῆς χάριτος. τοιοῦτόν τι τῶν ἐρώντων τὸ πάθος· ἐπειδὰν μὲν ἀτυχῶσι, δυσχερὲς αὐτοῖς τὸ πρᾶγμα δοκεῖ καὶ φέρειν οὐ δύνανται· ἡνίκα δὲ λάβωνται τοῦ ποθουμένου, ὡς μηδὲν | |
5 | παθόντες τῶν προλαβόντων πόνων ἐπιλανθάνονται. ἀλλ’ ὅπως μὴ νῦν τοῦτο μαθὼν πρίν τι γράφειν αὖθις ἡμᾶς ἀνιάσῃς τῇ σιωπῇ· οὐδὲ γὰρ βουλοίμην ἔγωγε πολλὰ παθὼν εἶτα πάλιν εὐφραίνεσθαι. οὐδὲ γὰρ 〈ἂν〉 οἱ Δελφοὶ ὅλως αὐτῶν ἀπεῖναι τὸν Πύθιον ἕλοιντο, εἰ καὶ παρόντος εὐθὺς ἑορτὴν ἄγουσι τὴν ἐπιδημίαν Ἀπόλλωνος. | |
66(t) | Νεστορίωι | |
1 | Διεψεύσθημεν ἐλπίδος μακρᾶς μὲν καὶ τῷ χρόνῳ λυπούσης, ὅτι μὴ τὸ πέρας ἐδέχετο, ηὔφραινε δὲ ὅμως καὶ μετριωτέρους ἐποίει· τὴν γὰρ σὴν | |
ἐπιστολὴν εἰς μνήμην ἄγουσα παρεῖχεν ἐννοεῖν ὅτι δὴ θᾶττον ἡμῖν ἐπαν‐ έλθοις. νυνὶ δὲ καὶ τῆς ἐλπίδος αὐτῆς ἐκπεσόντες πῶς ἂν ἔχοιμεν φέρειν | 36 | |
5 | μετρίως; ἀλλ’ ὦ Τύχη, Τύχη, —τραγῳδήσω γάρ τι μικρὸν εἰς παραμυθίαν τῆς λύπης—τί σε τοσοῦτον εὐφραίνομεν ἀνιώμενοι; ὤφελες γὰρ ἢ μὴ συναγαγεῖν εἰς πόθον ἀνθρώπους ἢ γοῦν ἀπολαύειν ἀλλήλων ἐᾶν καὶ μὴ χωριζομένοις ἐφήδεσθαι. ἀλλὰ γὰρ ξένον οὐδέν, ὦ φίλε Νεστόριε, ἀνθρώπους ὄντας ἡμᾶς τοιούτων πειρᾶσθαι, ἀλλ’ ὑποκύπτειν δεῖ τὸν αὐχένα καὶ ζυγὸν | |
10 | ἀνάγκης ὑπομένειν ἑκόντας· οἱ γὰρ ἑκούσιοι πόνοι τοῖς κάμνουσι μετριώτεροι. | |
67(t) | Νηφαλίωι | |
1 | Εἰς ὅσον ἥκει τῆς ἀπορίας ὁ Στέφανος, οὐδ’ ὑμᾶς οἶμαι λανθάνειν, καὶ ὅτι μηδ’ ἐν ταῖς χερσὶ δύναται ποιεῖσθαι τὴν ἐλπίδα τοῦ βίου μικροῦ δεῖν καὶ τὸν ὀφθαλμὸν ὑπὸ τῆς Τύχης ἀφῃρημένος. ὅθεν θεραπείαν τινὰ πρὸς τὴν ἔνδειαν σοφιζόμενος εἰς διακόνων ἐνήλλακται σχῆμα. κινδυνεύει δὲ μηδὲν | |
5 | αὐτὸν ὀνῆσαι τὸ σόφισμα, πλὴν εἰ μὴ τῆς ἐπικουρίας τύχοι τῆς παρὰ σοῦ, ἣν καὶ πᾶσι προκεῖσθαι πείθομαι τοῖς βουλομένοις τυχεῖν· ὑμῶν γὰρ αἰτούν‐ των ἐπινεύσει τις οἶμαι τῶν παρ’ ὑμῖν ἐπισκόπων ἢ λειτουργοῦντα τοῦτον ἕξειν ἢ καὶ μόνον τρεφόμενον. ἴστε δὲ ὡς καὶ μηδὲν ὠφελούμενος οὐ παύεται φλυαροῦν· εἰ δὲ τύχοι τινὸς εὐεργεσίας, ποῦ τοῦτον οὐκ εἰκὸς ἀνακηρῦξαι | |
10 | τὴν χάριν; ἀναλώσει γάρ, οἶμαι, τὴν ἔμφυτον φλυαρίαν εἰς τὸ μεμνῆσθαι τῆς χάριτος. | |
68(t) | Θωμᾶι | |
1 | Τῶν ἀγαθῶν ἀνδρῶν εὐφραίνειν οἶδε καὶ χωρὶς θέας ἡ μνήμη, καὶ τότε μᾶλλον, ἡνίκα τοὺς πειραθέντας ὅλου πληρώσαντες ἔρωτος μηκέτι παρῶσι χορηγοῦντες ἀεὶ τῇ θέᾳ τὴν ἡδονήν. τότε γὰρ ἀποροῦντες οἵτινες γένωνται τὸν πόθον ἔχουσιν ἀντὶ τῆς θέας ἀεὶ χορηγοῦντα τὴν μνήμην. ἑαυτοῖς γὰρ | |
5 | ἀνατυποῦσι τοὺς ἀπελθόντας καὶ παρόντων σοφίζονται μίμημα. ταῦτα γνωμολογῶ τοιούτῳ πάθει περιπεσών, ἐξ οὗ καὶ πειραθεὶς ἐθαύμασα καὶ μὴ παρόντα πάλιν ζητῶ, καὶ τὴν Τύχην προσεύχομαι μηχανᾶσθαί τι και‐ νὸν καὶ συνάγειν ποτὲ τοὺς τοσοῦτον ἀλλήλων ἀπέχοντας ἐραστάς. | |
69(t) | Παλλαδίωι | |
1 | Ἡ τῆς ὑμετέρας σοφίας ἐπιστολὴ ὁρωμένη μὲν πᾶσιν ἐκίνει συνήθως τὴν | |
ἡδονήν· ὡς δὲ καὶ μανθάνειν ἔδει τὰ γεγραμμένα, μικροῦ δεῖν καὶ δακρύων αὐτὴν ἐπληρώσαμεν. ὧν γὰρ αἱ εὐπραγίαι κοιναί, τούτους καὶ εἴ τι λυπεῖ μετέχειν πάντως ἀνάγκη. ἀλλ’ ὅρα πρὸς θεῶν, ὁπόσον ἡ Τύχη νεανιεύεται, | 37 | |
5 | μηδὲν ἐθέλουσα διακρίνειν, εἰ βάλλειν ἐπείγεται πονηρούς, εἰ κατὰ σπου‐ δαίων ἀφίησι τὰ τοξεύματα. εἰ γὰρ ἦν ἀρετῇ μετρεῖσθαι τὰ πράγματα, οὐκ ἂν εὖ ἴσθι τῆς ἀδίκου Τύχης πεπείρασο. νυνὶ δὲ γυναῖκα θρηνεῖς, σώφρονα μέν, ὡς εἰκός, καὶ οἵαν ἔπρεπεν ἀνδρὶ σοφῷ συνοικεῖν, τὸ δὲ δεινότατον, παίδων μητέρα, καὶ τούτων ἔτι δεομένων μητρός. ταῦτα τίς μὲν ἀκούων | |
10 | οὐκ ἂν δακρύσειε, τίς δὲ παθὼν καρτεροίη μὴ γνώμην εὐτυχήσας τὴν σήν; πέπεισμαι γὰρ ὡς Ἰσοκράτει πειθόμενος, πρίν τι παθεῖν, αὐτὸς ἐγυμνάσω τοῖς πράγμασι, πολλὰ μὲν ὁρῶν τοιαῦτα, πολλὰ δὲ διηγουμένων ἀκούων. τί γὰρ τῶν χαλεπῶν ἡμῖν οὐκ ἄγει τὸν βίον; τί δὲ θαλάττης δείκνυσιν ἡμερώτερον; ὁ μὲν αἴρεται μέγας, ὁ δὲ πρὸς ὕψος ἐλθὼν προδιδοῦσαν ἔσχε | |
15 | τὴν Τύχην καὶ πέπτωκε· καὶ ὁ μὲν γηρᾷ τὸν θάνατον εἰς παραμυθίαν αἰτῶν, ὁ δὲ πρὸ τῆς ἥβης ἀνήρπασται. γαμεῖ τις ἕτερος, ὁ δὲ τὴν συνοικοῦσαν ὀδύρεται. ταῦτα τὸν βίον πληροῖ, καὶ τὴν Ὁμήρου βεβαιοῦν ἐπείγεται γνώμην, ὡς „οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο“· πανταχόθεν γὰρ ψηφίζεται τὸ δαιμόνιον μηδὲν μένειν οἷον καὶ γέγονεν, ἀλλ’ εἴ τι κατὰ νοῦν | |
20 | ἐστιν ἀνθρώποις, „μικρόν“ φησιν „ἀνάμεινον, καὶ πάντως οἰχήσεται“. τὸ μὲν οὖν παθεῖν θεοῦ προνοίᾳ δεδόσθω καὶ νεύματι πάντως καλῶς ἄγοντι τὰ ἡμέτερα, τὸ δὲ φέρειν ὅ τι ἂν ὁ θεὸς διδῷ γενναίως, νικᾶν ἐστιν ἀρετῇ καὶ μὴ πάντα διδόναι τῇ Τύχῃ. τοῦτο γὰρ τοῖς ἀγαθοῖς ἐγκαλλώπισμα, τὸ μὴ τὴν γνώμην συμμεταπίπτειν τοῖς πράγμασιν. οὐκοῦν ἅλις ἔστω | |
25 | δακρύων· οὐ γάρ „μιν ἀνστήσεις, πρὶν καὶ κακὸν ἄλλο πάθῃσθα“. τοῖς δὲ παισὶν αὐτός τε μήτηρ γενήσῃ καὶ θεὸς τὰς ἐπ’ αὐτοῖς ἐλπίδας εἰς ἔργον ἄξει τῷ νεύματι. | |
70(t) | Νεστορίωι | |
1 | Ἥσθην σου τῇ καλῇ καὶ λίαν ἐπιστολῇ, τὰ μὲν ἀπολογουμένῃ περὶ τῆς μακρᾶς σιωπῆς, ἥν, εἰ καὶ πολλάκις ἐγεγράφεις, ἐμοὶ γοῦν ἐσίγας, μέχρι τὰς ἐπιστολὰς ἐδεξάμην, τὰ δὲ καὶ λίαν ἐπιτιμώσῃ, ὅτι σοι τὴν ἀρχὴν ἐνεκάλουν σιγήν. ἥσθην ἄμφω ταῦτα, μὰ τοὺς θεούς. τὸ μὲν γὰρ οὐχ ἡμαρτηκότος ἦν | |
5 | περὶ φίλους, τὸ δὲ μηδὲ βουλομένου τοιοῦτον δοκεῖν. ἥττημαι τοίνυν σιωπὴν ἐγκαλέσας, καὶ βουλοίμην ἂν διὰ παντὸς ἐν τούτῳ νικᾶσθαι. δέδεγμαι δέ σου | |
τὰς ἐπιστολὰς χρόνῳ καὶ μόλις, καὶ ἥ γε παρὰ σοῦ πρώτη πρὸς ἡμᾶς ἀφῖκται δευτέρα. σὸν δ’ ἂν εἴη σκοπεῖν ὡς, εἰ δοκῶν ἀδικεῖσθαι τοσοῦτον κατηγορῶ, τίς ἂν γενοίμην ὄντως παθών. | 38 | |
71(t) | Στεφάνωι | |
1 | Σὺ μὲν ἔτι σιγᾷς, καὶ ταῦτα τὴν Δάφνην οἰκῶν, τὸ λάλον ὕδωρ ἐκεῖνο καὶ μαντικόν· ἐγὼ δὲ πάλαι περισκοπῶ τὰς ὁλκάδας, μετέωρος ἀεὶ πρὸς τὸ μέλλον γινόμενος. αἱ δέ που καταίρουσι καὶ δευτέρα καὶ τρίτη, καὶ τὰ καθ’ ἡμᾶς διελέγχουσιν ὡς μόνον ἦσαν ἐλπίδες. τὴν δὲ τῆς σιγῆς αἰτίαν σκοπῶ, | |
5 | καὶ πανταχόθεν ἠπόρημαι. εἰ μὲν γάρ τι λελύπηκα—καίτοι λυπήσας μηδέν—ταῦτα μὲν οἰχέσθω καὶ φέροιεν αὖραι. μείζω δ’ οὖν ὅμως τῶν ἐγκλη‐ μάτων ὑφίσταμαι δίκην, εἰ μὴ λαλοῦντος ἀκούσομαι. εἰ δὲ τὴν ἄλλως ἀκκίζει μὴ δύνασθαι λέγων εἰς κάλλος εἰπεῖν, δικασταὶ τούτων ἡμεῖς, καὶ τὴν αἰτίαν μεμφόμεθα. ἀλλ’ ἤδη που τάχα τὸ πρᾶγμα μαντεύομαι, μηδὲ τῆς ὑμετέρας | |
10 | Δάφνης πιών. ἐρυθριᾶν φήσεις ὡς παραβὰς τὴν ὑπόσχεσιν καὶ τὰς συνθή‐ κας ὑπεριδὼν καὶ τὸ βιβλίον ἔχων που τρίτον ἢ τέταρτον ἔτος τουτί, ὁ μηδὲ τρίτον μῆνα καθέξειν ἐπαγγειλάμενος. ταῦτα τοίνυν, εἰ μὲν ἀχθόμενος ἐρεῖς, δείξεις μὴ πλείω χρόνον κρατήσας. καὶ τὴν σιωπὴν ἀποδεξάμενος τὸ σύμβολον τῆς αἰδοῦς, τῇ ἀνάγκῃ τὸ πρᾶγμα λογίζομαι, καίτοι βιβλίον | |
15 | ὑμῖν δεδωκὼς οὗ τὴν τιμὴν οὐδέπω καὶ νῦν καταβέβληκα, ἀλλ’ ἄδηλον εἴτε τοῦ πιπράσκοντός ἐστιν εἴτε τοῦ δεδωκότος ἐμοῦ. ἀλλ’ ὅμως οὐδὲν ἐμπο‐ δὼν τῇ σῇ χρείᾳ πεποίημαι, οὐ τὸ τοῦ κτήματος ἄδηλον, οὐ τὸ δεῖν ἐξ αὐτοῦ τι μαθεῖν, ἀλλὰ πάντα παριδὼν μετὰ πολλῶν ἄν σοι παρέσχον, εἰ καὶ τοῦτο ποιεῖν συνεχώρησας. ὅμως οὐδὲν δεινὸν εἰ μέχρι τοῦ νῦν ὁρίζεις τὸ | |
20 | βράδος. εἰ δὲ προσθήσεις ἔτι, τοσοῦτον ἀπολαύσω τοῦ πράγματος ὅτι δὴ πάντας ἀπίστους ἡγήσομαι· τί γὰρ ἂν ἐλπίσαιμι, παρὰ σοῦ τοιαῦτα παθών; ἀλλ’ οὐχ ὅ γε σοφώτατος Ἰωάννης τοιοῦτος, ὃς ἓν λαβὼν παρ’ ἐμοῦ μετ’ οὐ πολὺν χρόνον δεύτερον προσαπέστειλεν. οὕτως εὐγνώμων δοκεῖν ἤθελε μᾶλλον ἢ κεκτῆσθαι βιβλίον. καὶ μή μοι λέγε ὡς „οὐκ ἀποστερεῖν ἐθέλων | |
25 | κατέσχον“. τοῦτο μὲν γὰρ τυγχάνω πεπεισμένος, καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι. ἀλλ’ οὐκ ἔδει παρατεῖναι τῷ βράδει, ὅπου γε ἴσον δύναται τῷ ἀποστερεῖν τὸ χρόνῳ καὶ μόλις ἀποδιδόναι. ἀλλά, πρὸς Φιλίου, μὴ ἀναμείνῃς | |
ἔτι ἕτερα γράμματα μηδὲ πλοῖον ἕτερον ἢ τὸ κομίζον σοι τὴν ἐπιστολήν. | 39 | |
72(t) | Διοδώρωι | |
1 | Ὁ φέρων σοι τὴν ἐπιστολὴν οὐ νῦν πρῶτον πειραθήσεται τῆς εὐνοίας τῆς σῆς, ἀλλ’ ἔτι τὴν πρώτην διηγούμενος δευτέραν λήψεται πεῖραν, ὡς δὲ δοκῶ, τάχα καὶ μείζονα· ἐκείνης μὲν γὰρ ἀπέλαυσε κηδεστὴς καλεῖσθαι μέλλων ἡμέτερος, ταύτην δὲ λήψεται καὶ δὴ πρὸς ἔργον ἐλθών. | |
5 | ὁ δέ γε μέλλοντα τοῦτον τιμήσας, τίς ἂν εἴης, γεγενημένον ἰδών; οἶμαι γὰρ ὡς τῶν νόμων εὐθὺς τὰ ταμιεῖα κινήσεις, καὶ παραθήξας τὴν γλῶτταν κατὰ τῶν ἀδικούντων λόγων ἐπαφήσεις πηγάς. καὶ τί γὰρ ἕτερον ἢ βήματος Ἀττικοῦ πρὸς μνήμην ἄξεις τὸν θεατήν; ταῦτα λέγειν ἔχω, ταῦτα πάρεστιν ἐλπίζων ὁ νέος. καὶ οὔτ’ ἐγὼ ψευδολογίας ἁλώσομαι, οὔτε μάτην ἐλπίσας | |
10 | ἐκεῖνος. | |
73(t) | Κάστορι | |
1 | Τῷ φέροντι τὴν ἐπιστολὴν πολλὰ παρὰ σοῦ τὴν εὔνοιαν ἀπαιτεῖ· γένος συνάπτον ἐμοί, γάμος τὴν οἰκειότητα βεβαιῶν, καὶ τὸ δὴ μέγιστον ἡμέτερα γράμματα. καὶ οὐκ ἀλαζονείας ὁ λόγος, θαρροῦντος δὲ μᾶλλον, ὡς τἀμὰ μικρὰ μὲν τῇ φύσει, μεγάλα δὲ δύναται παρὰ σοί. δεῖται δὲ γλώττης δικαίας | |
5 | καὶ λόγων εὐροίας σβέσαι δυναμένης συκοφαντίαν. οἶδα τοίνυν ὡς τῆς ἐμῆς ἐλπίδος κρείττων γενήσῃ· φιλοτιμεῖ γὰρ ἀεὶ μεῖζον εἰς πεῖραν ἐλθεῖν ὧν ἄν τις ἐλπίσῃ παρὰ σοῦ. σὸν δ’ ἂν εἴη λοιπὸν ἢ τὴν ἐμὴν ἐλπίδα νικῆσαι τοῖς ἔργοις ἢ μὴ ταύτης ἐλάττω δεῖξαι τὰ πράγματα. | |
74(t) | Ἰλασίωι | |
1 | Τὸ παρ’ ὑμῖν χωρίον καρποὺς μὲν τίκτειν ἔοικεν ἀγαθούς, ἀντικεῖσθαι δὲ μόνοις τοῖς σώμασι· τοὺς μὲν γὰρ θαῦμα τοῖς ὁρῶσι παρέχει καὶ τὴν τῆς ὥρας βιάζεται φύσιν, τὰ δὲ λαβὸν ἐρρωμένα μικρὸν ὕστερον ἀπέδωκεν ὠχριῶντα. ὅθεν οὐκ ἂν ἑλοίμην ὀλίγων καρπῶν ἀπολαύσας νοσεῖν καὶ τὴν | |
5 | αἰτίαν ἐρωτώμενος αἰσχύνεσθαι καὶ σιγᾶν, ὃ δὴ ποιεῖν εἴωθας σιγῇ τὰ χωρία κοσμῶν. σὲ δὲ βούλομαι καὶ πλείστων ἀγαθῶν ἀπολαύειν καὶ τῇ | |
τοῦ σώματος ῥώσει τὴν τοῦ χωρίου φύσιν νικᾶν. | 40 | |
75(t) | Νεστορίωι | |
1 | Χρεμύλος πεπλούτηκεν ἐξαίφνης, ἡ κωμῳδία φησί. καὶ σὺ νῦν πλουτεῖν ἔοικας, οὐπώποτε τοῦτο παθών, Ἴρου δὲ πτωχότερος ἀεὶ γεγονώς. ἐκεῖθεν ἄρα σοι ποθεινοτέρα γέγονεν ἡ πατρίς, ἣν πρότερον ἀπεκάλεις τῆς οἰκου‐ μένης τὸ βάραθρον, ὅλος δὲ τῆς ὕλης γέγονας, τῇ φιλοσοφίᾳ χαίρειν εἰπών. | |
5 | τὸ δὲ πρᾶον ἐκεῖνο καὶ ἥμερον, ὅ σοι μόλις ἐνεποίησα τὸ πρότερον, καὶ τὰς ἐπὶ σοὶ τοῦ προκόψειν ἐλπίδας φροῦδα πάντα πεποίηκας. νῦν ὡς εἰκὸς ὄρειος γέγονας καὶ οἷον ὁ τῆς χώρας βούλεται νόμος. τοιαῦτα παρὰ τῆς τύχης ἀπέλαυσας ὁ παρὰ τὴν πενίαν πάλαι φιλοσοφῶν. ὅθεν ἐμφιλοχωρεῖς τῇ πατρίδι καὶ σκοπεῖς οὐχ ὅθεν ἔσῃ σοφώτερος, ἀλλ’ ὅθεν ἂν ἴδοις κομῶντα | |
10 | τὰ λήια. ἐγὼ δέ σε ποθῶν τοὺς Ἔρωτας μέμφομαι, εἰ μὴ δύνανται ψυχὴν μίαν ἀντερᾶν ποιῆσαι τῶν οὕτω ποθούντων. | |
76(t) | Ζαχαρίαι καὶ Φιλίππωι ἀδελφοῖς | |
1 | Τὰ ὑμέτερα γράμματα καὶ τὴν εἰς ἡμᾶς εὔνοιαν ἐδήλου καὶ γνώμης οὐκ ἀπήλλακτο σώφρονος, ἑκάτερον δὲ τῇ τοῦ ἑτέρου προσθήκῃ καθαρὸν ὑπεφαίνετο· οὔτε γὰρ ὡς ποθοῦντες ἁπλῶς οὕτως ἔχειν ἡμᾶς ἐβουλήθητε, ἀλλ’ εἰ μὴ καὶ τὸ συμφέρον προσείη περιττὴν ἡγεῖσθε τὴν θέαν, οὔτε τῷ | |
5 | τοῦ μέλλοντος ἀδήλῳ περιδεεῖς γεγονότες τὴν πρὸς ὑμᾶς ἰέναι πάλιν ἀπηγο‐ ρεύσατε, ἀλλ’ ἦν καινὸς ὁ τρόπος τῆς συμβουλῆς καὶ ῥητορικῇ πρέπων ἐννοίᾳ, οὔτε τὸ καλοῦν ἔχων θρασύ, καὶ τὴν ἀποτροπὴν ὑφορώμενος. ἐγὼ δὲ τοσοῦτον ἀπέχω τοῦ κόμπου καὶ πραγμάτων ἐρᾶν καὶ τὴν ἑτέρων εὐδαι‐ μονίαν ζηλοῦν, ὥστε καίπερ οὐ κατὰ νοῦν πράξας ἐνταῦθα, τοσοῦτον | |
10 | ὅμως ἐκαρτέρησα χρόνον. καὶ νῦν ἐπειδήπερ ἐπαγγέλλονταί μοι ποιήσειν τὰ μέτρια, οὐχ ἕρμαιον ἡγοῦμαι κούφαις ἁπλῶς ἐλπίσι βασιλέως πόλιν ἰδεῖν, καὶ ταῦτα τῆς ἡσυχίας ἐρῶν καὶ μίαν ταύτην εὐδαιμονίαν ἡγούμενος καὶ τοῦ Βυζαντίου πρὸς ἔννοιαν ὅλως ἐλθών, ὅπως ἐφόδιον εὕροιμι τοῦ ποτὲ πραγμάτων ἔξω γενέσθαι καὶ θειοτέρας ἀπολαῦσαι ζωῆς. πλὴν οὐκ | |
15 | ἐρῶν τῶν πραγμάτων τίθεμαι τὸ δοκοῦν. οὐδὲν γὰρ αἱρετὸν ὃ μὴ θεοῦ δέχεται νεῦμα, καὶ μὴ γινόμενον ἕκαστον τὸ μὴ θεὸν ἔχειν ἐπαινοῦντα δηλοῖ, ὥσπερ κἄν τι γένηται μὴ πάθει συνεζευγμένον, θεῷ πάντως ἐδόκει καὶ γέγονε. καὶ οὔτε τι μὴ δοκοῦν ἔστι γενέσθαι οὔτε γεγενημένον μὴ δοκεῖν, | |
ὥστε εἴ τι τῶν ἐπηγγελμένων προβαίη, μένειν ὡς ἔοικε δεῖ, καὶ ἀντιλέγειν | 41 | |
20 | οὐκ ἔχω. εἰ δὲ λόγοι ταῦτα καὶ οἴχεται ἡ τῶν μὴ γενομένων ἀνάγκη, τὴν τοῦ θεοῦ δείκνυσι ψῆφον ὡς ὑμᾶς ἰέναι κελεύουσαν. εἰ γὰρ μή, ταῦτα πάν‐ τως ἂν ὑπῆρξεν ἐφ’ οἷς με μένειν ἐχρῆν. | |
77(t) | Διοδώρωι | |
1 | Ὤιμην σε τὴν τῶν μαρτύρων παρ’ ἡμῖν ἐπιτελέσαι πανήγυριν καὶ διδόναι μόλις ἡμῖν εὐτυχῆσαι τῇ θέᾳ· σὺ δὲ κἂν ὄναρ ἴδῃς τὸν Μαϊουμᾶν, ὡς ἔοικε, δυσχεραίνεις καὶ τὸν οἰωνὸν δεδιὼς ἀποφράδα τὴν ἡμέραν καλεῖς. οὕτω σοι πάλαι καὶ πόρρωθεν τὸ μῖσος ἐνέστακται, ὡς διὰ τοῦτο μηδὲ τοὺς | |
5 | φίλους ἐθέλειν ὁρᾶν, καὶ διελέγχεις τὸν χρόνον αὔξειν τὸν θυμὸν μᾶλλον ἢ διελέγχειν εἰδότα. ταῦτα προὔλεγον ἀεί, ταῦτα καὶ γέγονεν. ὁρῶν γάρ σε διὰ τοὺς λυποῦντας καὶ τὸν τόπον ἀποστρεφόμενον, „ἰοὺ ἰού“ πολλάκις ἔφην, ὡς „ἅπαξ ἡμῶν ἀπαλλαγεὶς οὐκ ἐθελήσεις αὖθις ὁρᾶν“. ἀλλ’ οὐδὲ Ἀχιλλεὺς τοσοῦτον χρόνον ἐθυμοῦτο τοῖς Ἀχαιοῖς, ἀλλὰ λυπήσας ἀπὼν | |
10 | εἶξεν αὖθις ὡς ἔδει καὶ μετεβάλετο. χάριν δ’ οὖν ὅμως οἶδα τῇ Τύχῃ ὅτι μὴ Θέτιν ἔχεις μητέρα· πάλαι γὰρ ἂν ηὔξω καὶ ἀπολώλειμεν. | |
78(t) | Εἰρηναίωι | |
1 | Τοῖς περὶ Ζώναιον τὴν ἐμὴν εὔνοιαν ἐνεποίει, τὸ μὲν πρῶτον ὑμεῖς, μετὰ δὲ τὴν πεῖραν τῶν νέων ἡ φύσις. καὶ τῶν πρώτων διὰ σὲ τυχόντες, τὸ τελευ‐ ταῖον οὕτω μοι δι’ αὑτοὺς ἐνεποίουν τὸν ἔρωτα. κοσμεῖ γὰρ αὐτοὺς τὸν μὲν τρόπον σπουδή, τὴν δὲ σπουδὴν οὐκ ἐλέγχειν οἶδεν ἡ φύσις, ὥστε εἰ | |
5 | μὴ προμηνύσας ἔτυχες, ἴσως ἂν ἐμαντευσάμην ὡς πρὸς σὲ τὸ γένος συν‐ άπτουσι, τῷ χαρακτῆρι τῆς φύσεως στοχασάμενος. ἀλλ’ εὖ γε τοῦ σοῦ γένους εἰ τὰ τοιαῦτα τίκτειν ἐπίσταται. τὴν μὲν οὖν ἐμὴν γνώμην ἐρρωμένην ἴσθι τοῖς νέοις· εἰ δὲ καὶ δύναμιν ὑπουργοῦσαν ἔχω τῇ προθυμίᾳ θεῶν ἐν γούνασι κείσθω. | |
79(t) | Εὐσεβίωι καὶ Ἠλίαι | |
1 | Ἐγὼ καὶ παρόντας ὑμᾶς ἡδέως ὁρῶν καὶ ἀπόντων ἀεὶ μεμνημένος οὐκ ᾠήθην δεῖν σιγῇ τὸν καιρὸν παρελθεῖν· ἀεὶ μὲν γὰρ ὑμῖν ἐπιστέλλειν ἡδύ, | |
τὸν δὲ κοινὸν παῖδα μὴ μετὰ γραμμάτων προπέμπειν οὔτ’ ἂν ὑμεῖς ἐπῃνέ‐ σατε, κἀγὼ ποιεῖν ᾐσχυνόμην. ἕως μὲν οὖν μοι παρῆν, σπουδῆς αὐτῷ χάριν | 42 | |
5 | ἐδόκουν καὶ φύσει γεγονέναι πατήρ· νυνὶ δὲ τὴν ἐξ ἡμῶν ἰόντι μόνον εὔχεσθαι δύναμαι διηγουμένων ἄλλων ἀκούειν, ὡς οἷον ἐβούλου τὸν νέον θεὸς ἐπ‐ ένευσεν ἤδη καὶ γέγονεν. ἀλλά τις γένοιτο τούτῳ λόγων πατήρ, εὔνους μὲν οὐκ ἂν μᾶλλον, κρείττων δὲ ἴσως. | |
80(t) | Φαίδρωι | |
1 | Ὄντως ἄρα τῆς ψυχῆς εἰκόνες ἦσαν οἱ λόγοι καὶ τοὺς ἀπόντας ἔδειξαν ὅπως ἔχουσι γνώμης, οὐχ ἧττον ἢ ζωγράφος ἅπερ ἂν ἐθέλῃ μιμεῖσθαι. τοῖς γὰρ ὑμετέροις γράμμασιν ἐντυχών, ὃν ἠγνόουν τῇ πείρᾳ, τοῦτον ἐκεῖνον ἔχειν ἐδόκουν, ὡς εἴ τις ἐξελὼν τὸ πρόγραμμα τὴν ἐπιστολὴν ἐπεδίδου, | |
5 | ᾤμην ἂν πατρὸς εἶναι φιλοστόργου πρὸς παῖδα τὰ γράμματα. τοιούτους ἡ ἀρετὴ τοὺς ἑαυτῆς ἔοικε τροφίμους δεικνύναι. τὸ γάρ σε μήτε ἰδόντα μήτε πεπειραμένον καὶ λόγου προκατάρχειν καὶ κοινὰ πρός με ποιεῖσθαι τὰ παρόντα τῶν ἀγαθῶν, τίνος εὐφημίας οὐκ ἂν τύχοι δικαίως; ἀλλ’ ὅμως προῄρημαι μηδ’ ἂν εἴ τι γένοιτο τὴν ἐμὴν Ἰθάκην ὑπεριδεῖν, ἀλλὰ καὶ τὸν | |
10 | Ὁμηρικὸν Ὀδυσσέα διὰ ταῦτα ζηλῶ, ὅτι πάντα παριδὼν τὴν μικρὰν ἐπόθει νῆσον καὶ ἧς οὐκ ἄν τις ἐπὶ βελτίστοις ἐμνήσθη. | |
81(t) | Ἱερωνύμωι | |
1 | Πάλιν Αἴγυπτος καὶ τρυφή, καὶ πένητες ἡμεῖς παρὰ σοὶ καὶ λόγος ἀπόν‐ των οὐδείς. οὐδὲν τοῦτο πρᾶγμα· γέλα μόνον χρυσῷ ῥέοντα τὸν Νεῖλον ὁρῶν. κἂν ἔτι μᾶλλον τὴν ὀφρῦν ἀνασπάσῃς οἴσομεν πάντως ὑπερορώμενοι. ἔσσεται γὰρ ἦμαρ, ὅτε πάλιν ὄψει τὴν Ἐλοῦσαν, καὶ δακρύσεις ψάμμον | |
5 | μεθισταμένην τοῖς πνεύμασι καὶ γυμνοῦσαν εἰς ῥίζας τὴν ἄμπελον. ἔνθα καὶ νύμφαι ξηραί τινες καὶ θαλάττιαι, καὶ Ζεὺς ὑέτιος οὐδαμοῦ. τότε γελάσω μὲν ἐγὼ καὶ κωμῳδήσω τὴν τύχην, σὺ δὲ νομιεῖς εὐδαίμονα τὸν νῦν ἀπερριμ‐ μένον ἐμέ. πλὴν ἐν ὅσῳ σοι δίδωσιν ὁ Νεῖλος τρυφᾶν, γράφε μόνον καὶ κάλει σμικροὺς ἡμᾶς καὶ χαμαί τινας ἐρχομένους. οὕτω γὰρ καὶ σοῦ γράφοντος | |
10 | ἀπολαύσομεν καὶ τὴν σὴν ἀλαζονείαν τῇ τοῦ μέλλοντος ἐλπίδι παρα‐ | |
μυθησόμεθα. | 43 | |
82(t) | Ζαχαρίαι καὶ Φιλίππωι | |
1 | Ὁ καλὸς Ἰωάννης κἀκ τοῦ γένους ὑμᾶς ἀπαιτήσει τὴν εὔνοιαν, κἀκ τῆς παρ’ ἐμοὶ συμφοιτήσεως· ἔστι γὰρ Λεοντίου παῖς, εἰ Διονύσιον ἴστε τῆς ἡμετέρας τήθης τὸν ἄνδρα. τούτου πέφυκεν ἀδελφὸς ὁ τούτου πατήρ, ἵνα καίπερ εἰδότας ὑπομνήσω τὸν ἄνθρωπον. εἰ δὲ καὶ μὴ ταῦτα προσῆν, πάν‐ | |
5 | τως ἂν οἰκεῖον ἡγήσασθε θιασώτην ἡμέτερον καὶ τὸν παρ’ ἐμοὶ χορὸν ἐκ‐ πληρώσαντα. οὐκοῦν μὴ μέλλετε τὸν νέον εὖ ποιεῖν ἔχοντα πανταχόθεν ὀφειλομένην τὴν εὔνοιαν· σιωπῶ γὰρ λέγειν ὡς καὶ τῷ τρόπῳ τοὺς ὁρῶντας ἐπάγεται, ἐρυθριᾶν εἰδὼς πρίν τι καὶ λέγειν, καὶ φθέγγεσθαι μέτρια, τῷ καιρῷ τοὺς λόγους μετρῶν καὶ τὸν νοῦν ὑπὲρ τὴν ἡλικίαν κτησάμενος. ὁ | |
10 | δὲ μιαρὸς Θεόδωρος τὸν πλοῦν ἡμῖν ἐπανατείνας πάλιν ἀνέδυ, τάχα κατα‐ γνοὺς ἑαυτοῦ εἴπερ τι προειπὼν ἀληθεύσειε καὶ πρὸς πέρας ἐνέγκοι τὸν λόγον. | |
83(t) | Ζαχαρίαι καὶ Φιλίππωι | |
1 | Ὁ τὴν ἐπιστολὴν ὑμῖν ἐπιδιδοὺς τῶν ἐς ἐμοῦ φοιτησάντων ἐστὶν ἀνήρ, χρόνον μὲν οὐ πολύν, ἀλλ’ ὅμως ἱκανὸν ἡγεῖται πρὸς τὴν ἐξ ὑμῶν εὐποιίαν καὶ τὸ ψιλὴν ἐπιγράφεσθαί μου προσηγορίαν. εἰ δὲ δεόντως ἔγνωκε, διδά‐ σκαλον ἀναμένει τὴν πεῖραν. οὐκοῦν ἀγὼν ὑμῖν κἀκεῖνον μὴ ψευσθῆναι τῆς | |
5 | γνώμης, κἀμὲ μὴ καταισχῦναι τοσοῦτον ἰσχύειν παρ’ ὑμῖν νομιζόμενον. | |
84(t) | Ζαχαρίαι καὶ Φιλίππωι | |
1 | Πάλιν ὑμῖν ἐπιστολὴ καὶ πάλιν ἕτερος ὄχλος· ἔοικα γάρ που τοῦ αἰτεῖν μὴ τάχα μέτρον εἰδέναι ἀλλὰ φθάνειν ἀεὶ τοῖς δευτέροις τὰ προλαβόντα 〈ἀποκρύπτειν, ὑμᾶς δέ〉 γελᾶν τε ἀλλήλοις καὶ λέγειν ὡς κρείττων ἦν σιωπῶν ἢ πυκνοῖς βάλλων τοῖς γράμμασιν. ἀλλ’ ὅμως κἂν διατριβὴν ὑμῖν παρέχω | |
5 | καὶ γέλωτα, σιωπᾶν οὐκ ἀνέξομαι, ὡς ἂν ὑμεῖς εἴποιτε, τέχνης ἀεὶ τὸ λαλεῖν παρὰ τῆς τύχης λαχών, καὶ ταῦτα τοῦ νυνὶ πράγματος εἰς ἡμετέραν χρείαν ὁρῶντος. οἱ γὰρ παρ’ ἡμῖν λογάδες ψηφίσματι κοινῷ τὴν μεγίστην ἀξιοῦ‐ σιν ἀρχὴν ῥᾴδιον ἐπινεῦσαι πρᾶγμα, πλοῖον ἀτελὲς σιτηρέσιόν μοι χορη‐ γῆσαι δυνάμενον· αἰτοῦσι δὲ καὶ παλαιὰς συντάξεις βεβαιωθῆναι τοῖς δια‐ | |
10 | δεξαμένοις καὶ ψιλὴν μεταθεῖναι προσηγορίαν. ταῦτα τὴν ὑμετέραν ἀνα‐ μένει σπουδήν, ταῦτα πρὸς πέρας ἐνεγκόντες κἀμοὶ χαριεῖσθε καὶ τοῖς αἰτή‐ σασιν ὑμᾶς δι’ ἐμοῦ. εἰ δὲ ταῦτα παρίδοιτε, διπλᾶ μοι συμβαίνει παθεῖν, | |
καὶ τὸ μὴ τυχεῖν τῆς ἐλπίδος καὶ τὸ δι’ ὑμῶν μὴ τυχεῖν, ὧν τὸ μὲν αἰσχύνην τὸ δὲ ζημίαν ἐργάζεται. ἀλλ’ εὐτυχήσομεν πάντως, θεοῦ μὲν ἄνωθεν ἐπι‐ | 44 | |
15 | νεύοντος, ὑμῶν δὲ διακονούντων τῇ χρείᾳ, ψηφιζομένης δὲ τῆς μεγίστης ἀρχῆς. | |
85(t) | Ζαχαρίαι καὶ Φιλίππωι | |
1 | Τοσοῦτον ἡμᾶς τὸ τάχος κατέπληξε τῆς ὑμετέρας σπουδῆς, ὡς τὰς ἡμέρας ἀριθμεῖν ἐξ οὗ πεπόμφαμεν τὰ ψηφίσματα, καὶ μικροῦ δεῖν ὑμᾶς νικῶντας τὸν χρόνον εὑρεῖν. τοσοῦτόν ἐστιν ἀγαθῶν ἀδελφῶν περιέπεσθαι σπουδῇ, κέρδος ἡγουμένων ἅπερ ἂν ἀλλήλοις πρὸς εὐθυμίαν πορίσωνται. τὸ δὲ καὶ | |
5 | νικῆσαι τῶν αἰτηθέντων τὴν χρείαν καὶ πλείω παρασχεῖν ἢ ὁ αἰτήσας ἐβούλετο, πόσην οὐκ ἐμφαίνει τὴν εὔνοιαν; μήτ’ οὖν ὑμεῖς παύσησθε τοιαῦτα ποιοῦντες, μήτε μέγα φρονῶν ἐπὶ τούτοις ἐγώ. | |
86(t) | Ἱερωνύμωι | |
1 | Σὲ μέν, ὦ βέλτιστε, τὸν ἐξ ἡμῶν ἀπάραντα κατάρχειν ἔδει γραμμάτων καὶ διδάσκειν εἰδέναι ποθοῦντας εἴ σοι γέγονεν ὁ Ποσειδῶν εὐμενὴς καὶ τῇ νηὶ τὴν θάλατταν ὑπεστόρεσεν, εἰ τὰ κατὰ τὴν Ἀλεξάνδρου γέγονεν εὐμενῆ, εἰ τὸν πολὺν Νεῖλον ἀνέπλευσας εὐτυχῶς, εἰ τὰ τῆς διατριβῆς εὐθαλῆ, καί | |
5 | σοι λοιπὸν ἐν μυριάσι τὸ νόμισμα, καὶ τὸν οἶκον ἔχεις Αἰγυπτίοις πλήθοντα δώροις. ταῦτα γράφειν ἐχρῆν καὶ τὰς ὑποσχέσεις πληροῦν, ἐν αἷς πολλαὶ μὲν ἐπιστολαί, λήθη δὲ τῶν φίλων οὐκ ἦν. σὺ δὲ καὶ ἐπιστέλλοντα παρορᾷς, οὐκ ἐθέλων ἀμείβεσθαι γράμμασι. τοιγαροῦν ἤδη καὶ δευτέραν ἐπέστειλα, κἂν ἔτι σιγήσῃς τάχα καὶ τρίτην προσθήσομεν, ἕως σέ τις ἐπεισέλθῃ τῶν | |
10 | δρωμένων αἰδώς, καὶ τὴν σὴν φωνὴν εὐτυχήσωμεν. | |
87(t) | Ἀγαπήτωι | |
1 | Δεινὸς ἄρα τις ἦσθα κατηγορίαν ὑφαρπάζειν ἐλπιζομένην καὶ ταῦτα προφέρειν τοῖς ἄλλοις οἷς ἄν τις δικαίως ἐχρήσατο κατὰ σοῦ. πάλαι μὲν γὰρ εἶχες τὴν Ἀλεξάνδρου, καὶ ταύτην ἀπολιπὼν ἐσίγας, καὶ τὸ σὸν μέρος ἐλάνθανες καὶ παρών. ἀλλ’ εὖ γε τῆς φήμης, ἣ τῶν ἀρίστων ἐᾷ λανθάνειν | |
5 | οὐδέν. αὕτη σε παρόντα μεμήνυκε, καὶ θαυμάζειν εἶχον ἀνθ’ ὅτου δὴ καὶ σιγᾷς. „εἰ μὲν σεμνὸν τοῦτο καὶ Πυθαγόρου νομίζει, ἀλλ’ οὐ ῥήτοροσ“ ἔλεγον, | |
„ἡ σιγή· εἰ δὲ τὴν Ἐλοῦσαν ὡς θεοῖς ἐχθρὰν καὶ βάραθρον ἐδυσχέραινεν, ἐχρῆν παρὰ τῶν φίλων παραμυθίαν αἰτεῖν“. ὅθεν τούτων μὲν οὐδέν, ἔλεγον δὲ μᾶλλον ὡς πολὺς ἤρθης καὶ τοὺς πάλαι φιλτάτους λῆρον εἶναι δοκεῖς, | 45 | |
10 | καὶ ταῦτα τὴν Ἐλοῦσαν οἰκῶν καὶ μικροῦ δεῖν ὑπ’ ἀδελφῷ μὴ γελῶντι παιδαγωγούμενος. ταῦτα κατ’ ἐμαυτὸν ἐννοῶν οὐκ ἂν ἤλπικά σε κατήγορον ἐξαίφνης ἰδεῖν. ὅθεν προσεγέλων τὰ γράμματα, καὶ τὴν ῥητορικὴν ἐθαύμα‐ ζον τοσαύτην χορηγοῦσαν τὴν ἐξουσίαν, δι’ ἣν ἀπολογίαν ἐζήτουν ὁ πάλαι τῷ λόγῳ κατηγορῶν. ταῦτα τῆς σοφιστικῆς τὰ σεμνά, καὶ οὐδὲ τῶν ὁμο‐ | |
15 | τέχνων ἐφείσατο, γλαῦκάς φησιν Ἀθήναζε παραπέμπουσα. οἱ δὲ ἐμοὶ παῖδες—οὕτως γὰρ ἐκάλεις τοὺς λόγους—πρὸς σὲ φοιτᾶν ἐρυθριῶσι, διελέγχειν εἰδότα καὶ λανθάνουσαν ἀμορφίαν. | |
88(t) | Δωροθέωι | |
1 | Ἤδη με μέλλοντα πρὸς τὴν προτέραν γράφειν ἐπιστολὴν φθάσας αὐτὸς καὶ δευτέραν ἐπέθηκας· οὕτω κἀν τοῖς γράμμασιν ἐπείγῃ νικᾶν. „ἀλλὰ τίς ὁ χρόνοσ“ ἐρεῖς, „καὶ ἡ τοῦ μὴ γράφειν ἀναβολή;“ οὐκ ἔστιν ἄνθρωπον ὄντα πράττειν ὅσα τις βούλεται, ἀλλ’ ἀνάγκη παρέπεσθαι καὶ δουλεύειν τῇ | |
5 | χρείᾳ καὶ πείθεσθαι τῷ καιρῷ. ὁ δὲ δίδωσιν οὐχ ὅσα τις θέλει, ἀλλ’ ὅσα πρὸς τὴν χρείαν ἀνάγκη μετρεῖ. ταῦτ’ ἄρα μέχρι καὶ νῦν ἄκων μέν, σιωπῶν δ’ οὖν ὅμως ἠχθόμην, καίτοι θαυμάζειν ἔχων τὴν ὅτε παρ’ ἡμῖν ἦσθα σπου‐ δήν, τὴν ἐπειδὴ πάλιν ἀνήχθης ἔτι μοι διαμένουσαν εὔνοιαν, τὸν κατὰ σοῦ συστάντα φθόνον καὶ τὴν πάλαι τῆς τύχης ἐπιβουλήν, καὶ ὡς σώφρων | |
10 | ἀνήγου τῶν λόγων γινόμενος καὶ τῇ περὶ ταῦτα φλυαρίᾳ χαίρειν εἰπών, αἱρησάμενος τοῖς πᾶσιν ἐλαττοῦσθαι μᾶλλον, ἵνα κερδάνῃς τὰς Μούσας. ἀλλ’ ὄναιο θᾶττον ἔρωτος μουσικοῦ, καὶ τοσοῦτον λάβοις ὁπόσον ἐθέλεις, καὶ γένοιο τῆς προλαβούσης διαβολῆς, εἰ μὲν ἀληθὴς ἦν, σωφρονέστερος, εἰ δὲ ψευδής, εὐτυχέστερος, ὅπως ὁ μετὰ ταῦτα βίος μηδὲ ψευδῆ διαβολὴν | |
15 | ἔτι δέξηται, ἀλλὰ φανείης πάλιν ἐκεῖνος ὁ πρότερον. οὕτω γὰρ ἂν ἑνωθέν‐ των τῶν ἄκρων διόλλυται τὸ μέσον ἑκατέρῳ μέρει βαλλόμενον. | |
89(t) | Στεφάνωι | |
1 | Ἔτι σιγᾷς; ἔτι τῶν ἠμελημένων ἡμεῖς; καὶ μὴν πάλαι γε πυκνοῖς ἡμᾶς εἶχες τοῖς γράμμασιν, καὶ ἦν ἥδιστόν τι χρῆμα φθεγγομένου πολλάκις | |
ἀκούειν. ἀλλὰ νῦν ἐξαίφνης σιγᾷς καὶ τῆς ἡδονῆς ἐστερήμεθα. τοιαῦτα τῶν χρηστῶν βιβλίων ἀπέλαυσα. ζητῶν γὰρ ἐκεῖνα καὶ τὸν πάντων μοι φίλτα‐ | 46 | |
5 | τον προσαπολέσαι δοκῶ. σὺ δὲ μάλιστα μὲν καὶ τὸ βιβλίον ἀπόστειλον καὶ τῆς πρὶν εὐνοίας ἀπολίπῃς μηδέν. εἰ δὲ μή, τὸ γοῦν φίλους εἶναι διαμενέτω. δόξω γὰρ οὕτω πεπονθέναι μηδέν. δήλωσον δέ μοι καὶ ὅπως ὑμῖν ἔχει τὸ φροντιστήριον, καὶ εἰ πλῆθος ὁμιλητῶν σοι περιφράττει τὸ θέατρον, καὶ, τὸ δὴ μέγιστον, εἰ πλούτῳ κωμᾷς, καὶ σοί τις Πακτωλὸς τὴν οἰκίαν ἐπέκλυσε. | |
10 | ταῦτά σοι γινέσθω, καὶ τὸ βιβλίον ἐσχήκαμεν καί σοι λοιπὸν εἰς χιλιάδας ἀριθμεῖται τὸ νόμισμα. | |
90(t) | Σαβίνωι | |
1 | Εἰ τοῖς ἐρῶσιν ἡμέρα μία πρὸς γῆρας ἀρκεῖ, οὐκ ἂν φθάνοις ἀριθμῶν ὁπόσα δὴ γεγηράκαμεν. πάλαι μὲν γὰρ ἦμεν εὐδαίμονες σέ τε ὁρῶντες καὶ τῶν σῶν ἀντεχόμενοι· καὶ ἦν ἡμῖν πάντα χρηστά, ὄψις ἡδίστη, λόγοι κατακηλοῦντες τὴν ἀκοήν, γνώμη χορηγοῦσα τὴν εὔνοιαν. καὶ ὅ τί τις ἐπόθει καλόν, ἤρκει | |
5 | πρὸς σὲ μόνον ἰδεῖν. ἀλλὰ νῦν ἐξαίφνης ἔρημοι πάντων ἡμεῖς, ὅθεν ἠπόρημαι καὶ τῶν μύθων ἐρῶ καὶ Περσεὺς ἐκεῖνος εὐξαίμην γενέσθαι· τάχα γὰρ ἂν ἐξείη μοι μικρὸν ἀναπτομένῳ παραμυθεῖσθαι τὸν ἔρωτα. „ἀλλὰ τίη μοι ταῦτα φίλος διελέξατο θυμός;“ ἰδοὺ γάρ με καὶ πτεροῖς ὁ πόθος ἀνέπλασε καὶ Περσεὺς καὶ μῦθος γεγένημαι καὶ ὅσα γε ποθοῦσα διάνοια ῥᾳδίως ἀνα‐ | |
10 | πλάττειν ἐθέλει. ἤδη δέ σε καὶ ὄναρ ἥσθην ἰδών, καὶ ἀναστὰς εὐθὺς παρ‐ εμυθούμην τῇ θέᾳ. εὖ δὲ ποιῶν τὸν φέροντα τὴν ἐπιστολὴν ἐμοί τε χαριῇ καὶ βεβαιώσεις ἣν ἔχων ἐτύγχανε γνώμην, ὡς εἰ δέξαιο γράμματα παρ’ ἡμῶν, οὐδὲν ὅ τι μὴ ῥᾳδίως ποιήσεις. | |
91(t) | Ἱερωνύμωι | |
1 | Ὅσης σου τῆς κατηγορίας ἀπελαύσαμεν οἱ ἀλαζόνες ἡμεῖς καὶ λίαν σοφισταὶ καὶ νοσοῦντες ὑπεροψίαν ἐν μετρίῳ τῷ σχήματι. καὶ οὐκ ἂν ἔχοιμι λέγειν ὅσα καθ’ ἡμῶν συνεφόρησας, ὥσπερ καιρὸν πάλαι ζητῶν ἐφ’ ἡμῖν ἐγεῖραι τὴν γλῶτταν. ὅθεν οὐδὲ πρόφασιν δικαίαν λαβὼν εἰς μέσον ἄγεις ἃ | |
5 | πάλαι κρύπτων ἐλάνθανες. τί γάρ, εἰπέ μοι, δεινὸν εἰ πρὸς σὲ γράφων „Προκόπιος Ἱερωνύμῳ χαίρειν“ ἐπέγραφον; ὡς μὲν γὰρ ἀρχαῖος ὁ νόμος, ἔχω δήπουθεν ὁμολογοῦντα ἂν καὶ σέ. „ἀλλ’ οὐδὲν δεῖ“ φής „τὴν νῦν ἐπι‐ | |
πολάζουσαν ἐκβῆναι συνήθειαν“. οὐκοῦν κατηγόρει κἂν εἰ τὴν νῦν κρατοῦ‐ σαν τρυφὴν εἰς σεμνότητά τις τὴν ἀρχαίαν ἐπανάγειν ἐθέλοι, κἂν εἰ τὴν | 47 | |
10 | μουσικὴν ἐκπεσοῦσαν εἰς ὕθλους μελῶν καὶ δημοτικὴν φλυαρίαν εἰς τὴν Τερπάνδρου μοῦσαν αὖθις ἐνέγκοι. αὐτὸς δὲ πόθεν ἡμῖν, πρὸς Φιλίου, σεμνὸς εἶναι δοκεῖς εἴ τι ῥῆμα φθέγξαιο τῶν Ἀττικῶν, καὶ τύχοις τῶν ἐπαινούντων ὡς ἀρχαῖον καθέστηκε, παρὸν ἐμφορεῖσθαι τῶν ἐκ τριόδου ῥημάτων καὶ ταῦτα φέρειν ἐπὶ τοῦ βήματος; ἢ τί δῆτα τῶν μειρακίων προκαθεζόμενος | |
15 | οἴει τι μέγα φέρειν Ἀριστείδου τοῦ πάνυ πρὸς ἔπαινον, εἰ λέγοις ὡς αὐτός; ἢ Πολέμων τῆς Ἀσιανῆς τερατείας τὴν ἀρχαίαν ῥητορικὴν 〈οὐκ〉 ἐκάθηρεν; εἰ δέ σοι τότε γενέσθαι παρέσχεν ἡ τύχη, τάχ’ ἄν μοι καὶ γραφὴν ἐπενέγκα‐ σθαι κατ’ ἐκείνου δοκεῖς, ὅτι τὰ συνήθη παριδὼν ἀλαζὼν εἶναι βούλεται, πρὸς ἀρχαίαν ἀναγόμενος μοῦσαν. εἴθε δὲ καὶ τράπεζα νῦν αὖθις ἐκράτει | |
20 | Λακωνικὴ καὶ ἦν ἡμῖν ὁ βίος ὡς πάλαι τοῖς Πέρσαις μᾶζα καὶ ὕδωρ καὶ κάρδαμα. ταῦτα δὲ καὶ νῦν ἐν Ἐλούσῃ τις ἴδοι κρατοῦντα τῇ σῇ, οὐ διὰ καρτερίας ὑπερβολήν, ἀλλ’ ὅτι τοσαῦτα μόλις χορηγεῖ τοῖς ἐνοικοῦσιν ἡ γῆ. ἀλλ’ ὅμως αὐτὸς τρυφὴν Αἰγυπτίαν μαθὼν ἀπεδύσω τὰ πάτρια, ὁ φυλάτ‐ τειν τὰ συνήθη νομοθετῶν, κἂν ἔξω τοῦ πρέποντος ᾖ. τὸ δὲ καὶ ἀλαζόνα με | |
25 | καλεῖν, ὅτε σε μετὰ τὴν ἐμαυτοῦ προσηγορίαν φέρων ὑπέταξα, ἔοικεν οὐ λίαν εἰδότος ὡς οὐ τὸ πρῶτον τῇ τάξει καὶ τῆς τιμῆς ἔχει πάντως τὰ πρῶτα, οὐδὲ τὰ Δημοσθένους εἰδέναι ποιουμένου, ἅπερ μελετᾶν εἴωθε τὰ παιδάρια, ὡς ἄρα τὸ πράττειν τοῦ λέγειν καὶ χειροτονεῖν, ὕστερον ὂν τῇ τάξει, πρό‐ τερον τῇ δυνάμει καὶ κρεῖττόν ἐστιν. εἰ δὲ πάντως ἀλαζονείαν τὰ τοιαῦτα | |
30 | κατηγορεῖς, καιρὸς καὶ τοὺς πάλαι κεχρημένους τῷ νόμῳ τῆς τοιαύτης ἐπι‐ γραφῆς ὑπεροψίας σὺν ἐμοὶ περιβάλλειν νοσήματι, ὧν τοὺς ἄλλους παρεὶς Σωκράτην λέγω καὶ Πλάτωνα τοὺς ἄνω τὴν φιλοσοφίαν ἐξάραντας. ἀλλὰ περὶ ἀλαζονείας αὐτόθεν κατάβαλε, καὶ μὴ κίνει κατὰ σαυτοῦ τῆς παροιμίας τὴν μάχαιραν. ἢ οὐ σὰ δήπου πάλαι ταῦτα καθέστηκεν, ὡς ἅμα σε τῆς | |
35 | ὁλκάδος ἐκβάντα προὔπεμπον δὴ σὺν βοῇ τινὶ βαρβάρῳ τῶν Αἰγυπτίων οἱ παῖδες, καὶ πανήγυρις ἦν οὐχ ἧττον ἢ ὅτε πάλαι φορά τις αὐτοῖς εὐμενὴς ἐδίδου τὸν Ἆπιν, καὶ ὡς ἐπὶ τούτοις ὑψοῦ τῆς διανοίας ἀρθεὶς ἐμὲ μὲν μικρὰν οἰκοῦντα πόλιν φαῦλον ἐκάλεις, ἀπόρριπτος δὲ παρὰ σοὶ πατρίς τε καὶ γυνὴ καὶ τὸ παιδίον αὐτό; καί πού με φιλοσοφοῦντα λῆρον ἐδόκεις, ὅτι με μὴ | |
40 | κρότος εἶχε πολύς, ἐξ ἀσήμου φωνῆς, ὦ Ζεῦ, καὶ βαρβάρου γλώττης ὤν· | |
καί, τὸ δὴ μέγιστον, εὐδαίμονα σαυτὸν ἐκάλεις, εἰ σίτου σοι καὶ κρεῶν πλήρη τὴν οἰκίαν ἀπέδειξαν. ὁρᾷς ὅσον ἐπὶ σμικροῖς ἐπήρθης, ὁ νῦν ἀλαζονείας γραφόμενος; καὶ ταῦτά φημι μὰ τοὺς θεούς, οὐκ ἀμύνασθαί σε τῶν ῥημάτων ἐθέλων, —οὐ γὰρ πρὸς τῆς ἐμῆς τοῦτο κρίνω φιλοσοφίας—ἀλλ’ εἴ πως | 48 | |
45 | δυναίμην, μετριωτέραν σοι τὴν γλῶτταν ἀποδεῖξαι βουλόμενος. ἀλλ’ ὅπως μὴ τὴν δύναμιν τῶν ἐμῶν λόγων καταπλαγεὶς πόρρω γένῃ τοῦ τὰ τοιαῦτα γράφειν ἡμῖν. μὰ γὰρ τὸν σὸν Νεῖλον καὶ τὰς παρούσας σοι Χάριτας, θέατρον λογικὸν τὴν σὴν παρέσχον ἐπιστολήν, κἀν τῇ Γάζῃ μέσῃ πρὸς πάντας ἐλέγετο. κἀγὼ μὲν ἀλαζὼν ᾐδούμην ὑπὸ τῶν σῶν γραμμάτων καλούμενος, | |
91(50) | ἐγέλα δὲ τὸ θέατρον ἐπ’ ἐμοί· σὺ δὲ τῶν λόγων εὐδαίμων ἐδόκεις. | |
92(t) | Ὠρίωνι | |
1 | Ἀεί σε φέρων τῇ μνήμῃ μικροῦ μοι καὶ παρεῖναι δοκῶ καὶ τὸν ἀπόντα παρεῖναι σοφίζομαι. καί μοι μεμνημένῳ πάντα πρὸς ἡδονὴν συνεισέρχεται, τὸ τῶν τρόπων εὐσταθές, ἡ περὶ τοὺς λόγους σπουδή, τῆς διανοίας τὸ μέτριον καί, τὸ δὴ μέγιστον, σωφροσύνη νεότητος ἀλόγους ὁρμὰς ἀνακό‐ | |
5 | πτουσα. καὶ πρὸς ἐμαυτὸν ἔσθ’ ὅτε λογίζομαι ὡς ὁ πάντων ἡμῶν ὁρώντων τοιοῦτος φανεὶς τίς ἂν γένοιτο καθ’ ἑαυτὸν γεγονώς; νικήσει γάρ, οἶμαι, τὰ φθάσαντα πρὸς ἑαυτὸν ἁμιλλώμενος, ὅπως ἂν δείξῃ τοῖς ἀποῦσιν ἡμῖν ὡς ἄρα δι’ αὐτὴν ἐτίμα τὴν ἀρετήν, ἀλλ’ οὐχ ἡμᾶς τοὺς ὁρῶντας αἰδούμενος. εἰ δὲ καὶ πόλιν ἔχει τρυφῶσαν, καὶ πολλὰ τῆς ἀσελγείας τὰ παραδείγματα, | |
10 | τοῦτο φιλοτιμότερον αὐτὸν ἀντιτάξει ταῖς ἡδοναῖς. τίς γὰρ ἀθλητὴς ἐπὶ τῷ νικᾶν σεμνυνόμενος εἰς Ὀλυμπίαν ἐλθὼν τοῦ ἀγῶνος τὸ μέγεθος καιρὸν ῥᾳστώνης ἡγήσεται, ἀλλ’ οὐκ ἐπιτενεῖ μὲν αὐτίκα τὴν ἄσκησιν, βεβαιώσει δὲ τὰς προλαβούσας νίκας τῇ μείζονι; καὶ σὺ δὴ μύσας τὰς αἰσθήσεις, ἀκλινὴς πρὸς πᾶσαν ἀκοὴν καὶ θέαν γενόμενος, δείξεις ὡς οὐχ ἡ τῶν κακῶν εὐπορία | |
15 | τὴν σωφροσύνην οἶδε νικᾶν, ἀλλ’ ἔνθα τῶν σεμνοτέρων ὁ πόθος, κἂν τὰς Σειρῆνας εἴπῃς, κἂν τὴν πάντα μεταβάλλουσαν Κίρκην, νικήσει πάλιν Ὀδυσσεύς, νῦν 〈μὲν〉 τὸ μῶλυ δεικνύς, λόγον, οἶμαι τοῦτον ὃν Ἑρμῆς ἐδωρή‐ σατο, νυνὶ δὲ περιδήσας ἑαυτὸν ἀρετῇ, καὶ πολλὰ βοώσας οἶμαι παρα‐ πλέων τὰς ἡδονάς. | |
93(t) | Ἀπολλωνίωι | |
1 | Ὁ εὐλαβέστατος Μαρτύριος, πλουτῶν μὲν ἀρετῇ, τῇ δὲ τύχῃ πενόμενος, | |
δεῖται τῆς ὑμετέρας ῥοπῆς, πλείστην ἔχων, ὥς φησιν, ἐκ τῶν φθασάντων τὴν πεῖραν, καί με ῥᾳδίως ἔπειθεν, ἐπιστάμενον ὡς πᾶσι χεῖρα προτείνεις τοῖς ὀρθοῦσθαι δεομένοις καὶ πρὸς ἐπικουρίαν καλοῦσι· τοσαῦτα γὰρ ἔχων παρ’ | 49 | |
5 | ἡμῖν ὅσα μήτ’ ἰσχὺν ἐντίθησι καὶ ἀποθνῄσκειν ἐᾷ, εἰς ὑμᾶς ὁρᾷ, λύσιν εἶναι κακῶν τὸ τοιοῦτον ἡγούμενος. ἀλλ’ ἀντέχου προθύμως, ὄμμα διδοὺς εὐμενὲς καὶ διὰ σαυτὸν καὶ δι’ ἐμὲ καὶ διὰ τὸν ἐν χρείᾳ καθεστηκότα. καὶ γὰρ θαρρῶν ἔλεγεν ὡς ἐὰν δέξῃ γράμματα παρ’ ἐμοῦ, οὐδὲν ὅ τι μὴ ῥᾳδίως ποιήσεις. ἐμοῦ δὲ μειδιῶντος καὶ ὁπόθεν οἶδεν ἀνερομένου, καὶ κατεγγυᾶσθαι τὸ | |
10 | μέλλον ἕτοιμος ἦν. οὐκοῦν πλήρωσον αὐτῷ τὰς ἐλπίδας, ἵνα μὴ χρείας αὖθις καλούσης κατεγγυᾶται τὸ μέλλον ὡς οὐδὲν ἀνύσαιμι παρ’ ὑμῖν. | |
94(t) | Διοδώρωι | |
1 | Δέδεγμαί σου πάλιν ἐπιστολὴν τοῖς μὲν λόγοις σαφῆ καὶ λίαν καλήν, τοῖς δὲ γράμμασιν ἀσαφῆ καὶ τῶν λόγων τὴν χάριν καλύπτουσαν. δοκεῖς γάρ μοι, δεδιὼς μή ποτε πρὸς λήθην ἔλθῃς τῆς φύσεως πρὸς τὸ σαφὲς αὐτὴν βιασάμενος, τῷ τύπῳ τῶν γραμμάτων παραμυθεῖσθαι τῶν ῥημάτων τὸ | |
5 | γνώριμον, ὅπως ἂν πάλιν ἐκ τῆς συνήθους ἀσαφείας ἔχῃς τὸ γνώρισμα. οὕτως σοὶ πλεονέκτημα τὸ πρᾶγμα φαίνεται, καὶ δεδιέναι μοι δοκεῖς ἐκπεσεῖν τοῦ προσρήματος. θάρρει τοίνυν, ὡς οὔποτε μεταθείμην τῆς δόξης, ἕτερα φρονῶν περὶ σοῦ, οὐδὲ ἑκὼν εἶναί σε τῆς θαυμαστῆς εὐκλείας στερήσαιμι. μόνον μή με ἀναγκάσῃς Πυθώδε φοιτᾶν καὶ δεικνύντα τὰ γράμματα „φράσον“ | |
10 | λέγειν „ὦ μαντικὲ Πύθιε, τί ποτε λέγειν ὁ γράφων ἐβούλετο;“ ταῦτα δέ μοι πεπαίχθω πρὸς σέ, τὴν ὑμετέραν χάριν ἐκμιμουμένῳ. | |
95(t) | Νηφαλίωι | |
1 | Τὰ μὲν ἐξ ὑμῶν γράμματα πρὸς τὴν πανήγυριν ἤδη καλεῖ, καὶ τὸν οἶκον ἡμῖν προτιθέναι φησί, κοινά τε τὰ παρόντα ποιεῖ, καὶ τὸ τοῦ λόγου ἡμῖν ἀγαθὸν ἐπαγγέλλεται· ἐγὼ δὲ τῆς μὲν εὐνοίας ὑμᾶς ὑπεράγαμαι, καὶ δή μοι πεπληρῶσθαι δοκῶ τὴν πανήγυριν, ἐπιστολῆς ὑμετέρας τυχών. πρὸς δὲ | |
5 | τὴν ἐντεῦθεν ὁδὸν πολλά μοι καθέστηκε τὰ κωλύματα. σὺ δέ μοι καὶ πρᾶττε καλῶς καὶ νίκα τὰ λυποῦντα καὶ μέμνησο μὴ μόνων παρόντων. εἰ δὲ καὶ | |
γράμμασιν ἀθυμοῦντας ἀνάγοις, τοῦτό μοι τῆς Πολυκράτους εὐτυχίας σε‐ μνότερον. πολλὰ γὰρ οἱ χρηστοὶ τὰς ἡμετέρας διέσεισαν ἀκοάς, ὡς „πέπραχέ τι δεινόν“—σὲ δὴ λέγοντες—ὡς „ἥλω πράττων“ ὡς „γέγονεν ἀφανήσ“. | 50 | |
10 | ταῦτα λογοποιοῦντες μάρτυρας παρῆγον, οὓς ἐκεῖθεν ἥκειν διισχυρίζοντο, καὶ ἄλλος ἄλλῳ διηγεῖτο, καὶ διὰ πάντων ἡ φήμη. ὡς δὲ τὴν παρ’ ὑμῶν ἐδεξάμην ἐπιστολὴν τοσοῦτον ἀπέχουσαν τῆς ἀδίκου φήμης, ὡς καὶ πρὸς πανήγυριν τοὺς φίλους καλεῖν, εὐθὺς ἐγενόμην περιχαρής, καὶ τοῦ ψεύδους ἔχων τὸν ἔλεγχον πανταχοῦ ταύτην ἐκήρυττον, ὥστε τοὺς πάλαι θρασεῖς | |
15 | μόλις ἐρυθριᾶν καὶ κύπτειν εἰς γῆν καὶ τῆς τύχης οἶμαι καταβοᾶν ὅτι μὴ πλείω χρόνον ἐλάνθανον. | |
96(t) | Σιλανῶι | |
1 | Ὁ καλὸς Μακάριος σπουδῆς ἕνεκα καὶ τρόπων τῆς ἐμῆς ἀπολαύων εὐ‐ νοίας, ἐπέδωκέ μοι φέρων τὴν ὑμετέραν ἐπιστολήν, ἐγὼ δὲ τοὺς τύπους ἐπιγνοὺς ἅμα τῇ θέᾳ καὶ τὴν ἐπιγραφὴν ἀσπασάμενος, εὐθὺς μελλήσας οὐδὲν τῶν γεγραμμένων εἴσω γεγένημαι, καὶ ὁ μὲν κύκνος εὐθὺς ἐνήχει ταῖς ἀκοαῖς, | |
5 | καὶ ὥσπερ τῷ Ζεφύρῳ τὸ πτερὸν ἀνεὶς ὅλος ἀνέκειτο ταῖς ᾠδαῖς καὶ μουσι‐ κώτερος ἦν, τὴν δὲ σὴν ἀηδόνα νῦν ὄντως ἔγνων ὡς οὐ μῦθος ἦν Ἀττικός, ἀλλ’ ἐξ Ἀθηνῶν ὑπῆρχεν ἡ κόρη, καὶ γέγονεν ὄρνις, καὶ τὴν Ἀττικὴν φυλάττει τοῖς μέλεσι· τοιοῦτον αὐτῇ τὸ σχῆμα τῆς ἐπιστολῆς δημιουργοῦσιν οἱ λόγοι. ἐγὼ δὲ τούτοις ἡσθεὶς ἀνέπνευσά τε μέγα καὶ παλαιᾶς εὐδαιμονίας | |
10 | ἀνηγόμην εἰς μνήμην, ὡς συνῆμεν ἀλλήλοις παρὰ τὸν Νεῖλον, ὡς ἀδεῶς ἐμφορεῖσθαί σου παρεῖχεν ἡ τύχη, ὡς στερηθεὶς ἠχθόμην, ὡς χαίρω νῦν κομισάμενος. καὶ γάρ σε διὰ τῆς ἐπιστολῆς ἔχειν ἤδη δοκῶ. καὶ χάριν ὡμο‐ λόγουν τῷ ταύτην ἐμοὶ δεδωκότι, καὶ „ὡς εὐδαίμων“ ἔφην „ὦ παῖ τοῦ γένους ὑπάρχεισ“, καὶ ἐμεμφόμην ὅτι σοι προσήκων ἐλάνθανε. τίς οὖν γένω‐ | |
15 | μαι; πόθεν ἂν δυναίμην αὐτῷ παρέχειν ὁπόσα καὶ βούλομαι; εἰ δὲ μετρήσεις τῇ προθυμίᾳ τὴν χάριν, οὐδέν ἐστιν ὅ τι μὴ λήψεται παρ’ ἡμῶν. ἀκούσας δέ σε καὶ γάμου φέρειν ζυγόν, εὐξαίμην σου καὶ παῖδας ἰδεῖν τοῖς ὁρῶσι τὸν πατέρα κηρύττοντας. | |
97(t) | Μακαρίωι | |
1 | Τῆς περὶ ἡμᾶς εὐνοίας γλυκύ σου καθέστηκε καὶ τὸ σύμβολον, καὶ μιμεῖται | |
τὴν γνώμην τὸ δῶρον τῷ μέλιτι συμπλεκόμενον. λόγων γὰρ γενόμενος ἐραστὴς καὶ τούτων ἐμφορηθεὶς ἔγνως ὡς μέγα δή τι χρῆμα φιλία συμ‐ προϊοῦσα τῷ χρόνῳ καὶ μὴ τῇ διαστάσει δεχομένη τὴν λήθην. ὅθεν σε καὶ | 51 | |
5 | πρὶν ἐπαινῶν νῦν ἔτι πλέον τεθαύμακα, ὅτι καὶ μὴ παρὼν καθέστηκας παρα‐ πλήσιος. ἀλλά μοι πρᾶττε καλῶς καὶ τῶν νόμων ἐμφοροῦ καὶ γένοιο δὴ θᾶττον, ἵνα τι καὶ λέξω ποιητικόν „πατρί τε σῷ μέγα χάρμα πόληί τε, παντί τε δήμῳ“. | |
98(t) | Διοδώρωι | |
1 | Τί τοῦτο πέπονθας ὁ πολὺς τὴν γλῶτταν, καὶ μέγα πνέων κατὰ τῶν σιωπώντων; ἑάλως οἷς ἐνεκάλεις, καὶ σεαυτοῦ κατηγορήσας ἐλάνθανες, καὶ τοῖς σεαυτοῦ δικτύοις ἑάλως σαγηνευθείς. ἃ γὰρ ἐμέμψω δράσας οἴκοθεν ἔχεις τὸν ἔλεγχον καὶ τοῖς σεαυτοῦ πτεροῖς ἑάλως, τὴν παροιμίαν παθών. | |
5 | ὥστ’ εἴ τι τῶν προσηκόντων ἐγίνετο, τὴν σὴν ἄν σοι πάντως ἐπιστολὴν ἀντεπέθηκα· τάχα γὰρ ἂν ἔγνως ἐπιτιμήσας μὲν ὡς οὐκ ἂν ἁμαρτών, πλημ‐ μελῶν δὲ νῦν ὡς κατηγορήσας οὐδέν. καὶ τὸ μέγιστον, ὅτι φιλοτιμησάμενος ὑποδήματα καλά τε λίαν καὶ περὶ πόδα μᾶλλον, ὡς τῇ κωμῳδίᾳ δοκεῖ, καὶ ταῦτα γραμμάτων ἔρημα πέπομφας, μήτε τὸ δέξαι μήτε τὸ χαίρειν εἰπών. | |
10 | καίτοι μεῖζον, ὡς εἰκός, ἐπὶ τούτοις ἐφρόνησας ἢ Κροῖσος ἐκεῖνος τὰς θαυ‐ μαστὰς δὴ πλίνθους τῷ Πυθίῳ δωρούμενος. δηλοῖ δὲ τὸ πάλαι σε ταῦτα παρὰ τοῦ δημιουργοῦ κομισάμενον μέλλειν ἀεὶ καὶ καταστοχάζεσθαι τοῦ καιροῦ, ὅπως ἂν ἐρχομένης τῆς πανηγύρεως ταῦτα λαβὼν προέλθω τοῖς ὁρῶσι τὴν φιλοτιμίαν βοῶν. ὅθεν σου τὸ πάθος μαθὼν προῄειν κατὰ τὸν | |
15 | Ὁμηρικὸν Αἴαντα μακρὰ βιβάς, καὶ κατεκρότουν τὴν γῆν ἐπιστρέφων πρὸς τοὺς πόδας τὸν θεατήν, καὶ εἴ τις ὁρῶν οὐκ ἐβούλετο, ὑβριστὴν τοῦτον ἐδόκουν καὶ τέλος ὁρᾶν κατηνάγκαζον, καὶ μηδενὸς ἐρωτῶντος ὁπόθεν ἔχω λαβών, „Διόδωρος ὁ δούσ“ ἀνεκήρυττον. καὶ διὰ πάντων ὑπῆρχεν ἐπ’ ἐμοὶ μὲν ἀπειροκαλίας γέλως, ἐπὶ σοὶ δὲ τῆς εὐνοίας ἡ φήμη. τοιαῦτά σοι τῶν | |
20 | καλῶν ὑποδημάτων ἀπέλαυσα, μικροῦ δεῖν ἐπὶ κεφαλὴν βαδίσας, ὅπως ἐν καλῷ τῆς θέας ἔσται τὸ δῶρον. | |
99(t) | Ἐπιφανίωι | |
1 | Οἶμαί σε ποιεῖσθαι λίαν ἐν θαύματι τί δῆτα νῦν παθὼν ἤδη καὶ γραμμάτων | |
κατάρχομαι. τούτου δὲ τὴν αἰτίαν εἰ βούλει μαθεῖν, Στρατήγιος τοῖς λόγοις στρατεύεται κατὰ σοῦ, καὶ πολὺς μὲν ταῖς λοιδορίαις χωρεῖ, μακρὰν δὲ κατατείνει κατηγορίαν, καὶ δικαστήριόν μοι τὴν οἰκίαν πεποίηται. τὸ δὲ | 52 | |
5 | μέγιστον, ὥσπερ γὰρ οἱ δεινοὶ τῶν ῥητόρων, οὐκ ἀρκεῖται τοῖς παροῦσι μόνον ἐγκλήμασιν, ἀλλὰ μίγνυσι παλαιὰ καινοῖς, καὶ μύθους ἀρχαίους ἀνακινεῖ, καὶ μάρτυρα κατὰ σοῦ πόλιν ὅλην τὴν Ἀλεξάνδρου παρέχεται, θέας ἱππικὰς διηγούμενος καὶ κύβων σπουδὴν καὶ διαλόγους περὶ τῶν ἵππων δημοτικοὺς καὶ ἅττ’ ἄν ποτε τούτῳ λέγειν ἐπέλθῃ. ἀλλὰ καὶ νῦν σε | |
10 | τοῖς ἵπποις ἀνακεῖσθαί φησι καὶ τοῖς τρέφειν δυναμένοις παρεδρεύειν ἀεὶ καὶ τέχνην σε κολάκων ἐπανῃρῆσθαι τῇ γαστρὶ χαριζόμενον. οὐκ ἂν δυναί‐ μην εἰς ἅπαξ εἰπεῖν ὅσα δὴ πολλάκις ταῖς ἐμαῖς ἀκοαῖς ἐπαντλεῖ. τὸ δὲ αἴτιον „γυμνόσ“ φησι „τὸ τούτου μέρος ἐγώ“. ἓν μόνον μοι ἱμάτιον ὑπελείπετο πρὸς ταφήν, καὶ διὰ τοῦτον ἀνάλωται. λίνον γάρ φησιν | |
15 | „εἰργασμένον λαβών, ὡς δὴ χερσὶ τῶν αὑτοῦ θεραπαινίδων ἀποδείξων ἱμάτιον, Ἴρου με παρεῖδε γυμνότερον· χρόνος πολύσ“ φησι „καὶ παρατέ‐ ταμαι ταῖς ἐλπίσιν“. εἰ τοίνυν σοι μέλει τὴν ἐκείνου γλῶτταν πραοτέραν ἐργάσασθαι, καὶ τὰς ἐμὰς ἐλευθεροῦν ἀκοάς, ὡς τάχος πέμπε θοιμάτιον. εἰ δὲ μή ... ἀλλ’ οὐ φέρω λέγειν ὅσα καὶ λέξειεν ὃς καὶ μηδὲν ἔχων ἐγκαλεῖν | |
20 | φλυαρίαν τὸν βίον πεποίηται. εἰ δὲ καὶ προσλάβοι τι δίκαιον, εἴποις ἂν αὐτοῦ τῇ γλώττῃ τὸν θυμὸν ἐνοικεῖν. | |
100(t) | Ζαχαρίαι καὶ Φιλίππωι ἀδελφοῖς | |
1 | Τοῦ ἀέρος ἡ τροπὴ τὴν ἐξ ἀνάγκης ἡμῖν ἀναφέρουσα σιγήν, τὴν ἐκ προ‐ αιρέσεως διελέγχει λοιπόν. οὐκοῦν ἁμιλλᾶσθε ταῖς ἐπιστολαῖς, τοσαῦτα γράφοντες ὁπόσα βουλόμεθα. βουλόμεθα δὲ μηδένα πρὸς ἡμᾶς ἰέναι μὴ κομίζοντα γράμματα. ὃς γὰρ ἂν ἐλθὼν εἴπῃ τὰ κοινὰ ταῦτα, ὡς „ἠσχόληντο | |
5 | δή“, ὡς „γράφειν ἔμελλον“, ὡς ἐξαίφνης ἀνέπλευσα“, ἄπεισι παρ’ ἐμοὶ κριτῇ ῥάθυμος περὶ φιλίαν κριθείς. εἰ δὲ ταῦτα τοὺς μὴ κομίζοντας μέμφομαι, πόσον οἴεσθε τοὺς μὴ διδόντας ὑμᾶς; | |
101(t) | Ζαχαρίαι ἀδελφῶι | |
1 | Ὅσης με τῆς φιλοτιμίας ἐνέπλησας τὴν σμικρὰν ἐξάρας ἐπιστολὴν καὶ τὴν ὡς ἂν αὐτὸς εἴποις Λακωνικήν. ἰδοὺ δή σοι καὶ σοβαρὸν ὁρῶ καὶ Σπαρτιάτης αὐτόχρημα γεγένημαι, καί μοι πάντα Λυκοῦργος, ὁ δὲ Σόλων οὐδέν. μικροῦ | |
δεῖν καὶ Δωρικὴν ἀφῆκα φωνήν, τῆς Ἀττικῆς ἐκείνης εἰς λήθην ἐλθών. λυπεῖ | 53 | |
5 | δέ με καὶ πατρὶς ἐκ μέρους τετειχισμένη, ὅτι δὴ μὴ τῆς ἀτειχίστου Σπάρτης [ἐστὶν] εἰκών. τοιαῦτα δύναται ῥήτωρ ἀγαθός, πρὸς πάθος ἕλκων οἷον καὶ βούλεται. εἰ δέ με πάλιν ὡς Ἀττικὸν ἐπαινέσεις, ὅρα μὴ τὴν Σπάρτην αὖθις ἀρνήσωμαι, οὕτω τῷ πόθῳ τῶν σῶν γραμμάτων μεθέλκομαι. ἀλλ’ ὅπως μὴ παίζειν ἐθέλων ἐπαινέσῃς τὴν Αἴγυπτον, καὶ τῷ λόγῳ γενοίμην Αἰγύπ‐ | |
10 | τιος. οὐκοῦν φεῖσαι πρὸς Διός· οὐ γὰρ ἔχω μὴ θαυμάζειν ὁπόσα καὶ σύ. | |
102(t) | Γεσσίωι ἰατροσοφιστῆι | |
1 | Ἥσθην ὅτι τὸν καλὸν Δωρόθεον, ὃν ὑμῖν διὰ γραμμάτων συνέστησα πρότερον, τοῦτον ἐκ μεταβολῆς αὐτοί μοι συνιστῶντες ἐγράψατε. τί γὰρ ἂν εἴη μεῖζον τεκμήριον τοῦ κατ’ ἐλπίδας ἡμῖν χωρῆσαι τὰ γράμματα; ἐλθὼν δὲ πρὸς ἡμᾶς οὐδὲν ἤθελε λέγειν ὅτι μὴ σέ, κἀμοὶ χαριεῖσθαι θέλων καὶ τῇ | |
5 | μνήμῃ τῶν σῶν εὐφραινόμενος, καί σε πολὺν ἐπὶ στόματος ἦγεν ὡς εὔνουν ὡς ἀγαθὸν ὡς γλώττῃ καὶ χειρὶ τὸν Ἀσκληπιὸν περικείμενον, καὶ ὅτι δὴ τὸ τῆς ἰατρικῆς αὐστηρὸν αἱ τῆς ὑμετέρας γλώττης παρεμυθήσαντο χάριτες. ταῦτα λέγοντος προὐλάμβανον τοὺς ἐπαίνους ἐγὼ πρὶν ἀκοῦσαι τὰ σὰ διηγούμενος, καὶ „γλαῦκα φέρεις Ἀθήναζε“ πρὸς τοῦτον ἔλεγον μειδιῶν· | |
10 | ὁ δὲ φιλονεικότερος ἦν, καὶ δοκῶν τι καινὸν ἐπάγειν, πάλαι κείμενον εὕρισκε παρ’ ἐμοί, καὶ μεθ’ ἡδονῆς ἐσίγα λοιπόν, χάριν εἰπὼν ἔχειν τοῖς θεοῖς εἰ τοιοῦτον εὐτύχησε τὸν διδάσκαλον, περὶ οὗ καὶ πάντα λέγειν ἔστι καὶ καινὸν ἀπαγγέλλειν οὐδέν. ἀλλὰ σαυτὸν ὅλον φέρων ἐπίδος τῷ νέῳ, ὃς εἰ καὶ μηδὲν ἕτερον, μεμνῆσθαι γοῦν οἶδε τῶν εὖ ποιούντων. | |
103(t) | Στεφάνωι | |
1 | Ἥσθην δεξάμενος τὴν ὑμετέραν ἐπιστολήν, ὃν ἡδόμην ἀεὶ τῇ μνήμῃ λαβών, τοῦτον διὰ τῶν γραμμάτων θεώμενος, εἴ γε τῆς ψυχῆς ὄντως εἰκόνες οἱ λόγοι. καὶ εἴ μοι δίδως εἰπεῖν μείζων ἢ κατ’ ἐμαυτὸν ἐδόκουν γενέσθαι, σκοπῶν ὥς με φίλων ἐγκαταλέγεις χορῷ καὶ λόγος ἐμοῦ παρὰ σοὶ καὶ | |
5 | γραμμάτων ἄρχεις προκαλουμένων τὰ παραπλήσια. δι’ ὧν δέ με θαυμάζειν ἐδόκεις, σαυτὸν ὁρᾶν παρεῖχες τοῖς γράμμασι, δι’ ἐμοῦ μέσου τὰ σαυτοῦ | |
διηγούμενος. ὥστε με μειδιῶντα λέγειν πρὸς ἐμαυτόν· „ὡς ἀληθεῖς οἱ λόγοι, νὴ τοὺς θεούς, εἰ περὶ τοῦ γεγραφότος ἐλέγοντο.“ νυνὶ δὲ λέγων ἐλάνθανες οὐχ οἷος ἐγώ, ἀλλ’ οἷον εἶναί με δεῖ τοιούτων ἐπαίνων τευξόμενον. πολλὰ | 54 | |
10 | δέ σοι κἀγαθὰ γένοιτο καὶ σπουδῆς ἕνεκα καὶ τρόπων πραότητος καὶ μνήμης εὐνοίας, καὶ τὸ δὴ μέγιστον, ὅτι καὶ μὴ παρὼν καθέστηκας παραπλήσιος. | |
104(t) | Ἀντιόχωι | |
1 | Ὅσης ἐπὶ σοὶ τῆς ἐλπίδος διήμαρτον. ᾤμην γάρ σε μόλις ἰατρικῆς ὕλης ἀπηλλαγμένον πρὸς ἡμᾶς ἰέναι λοιπόν, εἴτε φιλοσοφήσοντα κατὰ τὰς πρὶν ὑποσχέσεις, εἴτε καὶ μόνον ὀψόμενον· σὺ δὲ κατατείνεις ἡμᾶς τὴν Ἀλεξάνδρου ποθῶν καὶ ὥσπερ Λωτοφάγων γῆς ἀντεχόμενος. ἀλλ’ ἐμοῦ μὲν ἕνεκα νικάτω | |
5 | χάρισι πολλαῖς τοῦ Μακεδόνος ἡ πόλις, καὶ Νείλου καὶ θαλάττης ἐχέτω καλῶς. εἰ δὲ καὶ Μοῦσαι ταύτην οἰκοῦσιν, ἔχεις ἐπαινοῦντα κἀμέ. ἀλλὰ τί ταῦτα πρὸς τὴν παρ’ ἡμῖν ἡσυχίαν καὶ τὴν σὴν φιλοσοφίαν, ἣν πολλάκις ἠλπίκαμεν; οὐκοῦν τἄλλα καθάπερ τινὰ φλυαρίαν ἀποσεισάμενος μιμοῦ τὸν Ὀδυσσέα πρὸς τὴν ὄντως Ἰθάκην ὁρῶν, καὶ μηδέν σε κωλυέτω, μὴ λωτὸς | |
10 | μὴ Κίρκη μὴ Καλυψώ, ἀλλ’ ὅσῳ περὶ μειζόνων ἐπείγῃ τῶν ἄθλων, τοσούτῳ τὸν Λαέρτου νικήσωμεν. | |
105(t) | Στεφάνωι | |
1 | Τὸν ὑμέτερον ἀδελφὸν θεασάμενος αὐτοὺς ὑμᾶς ἔχειν ἐδόκουν, καὶ τῷ συγγενεῖ τῆς θέας ἀνηγόμην πρὸς σέ. οὕτω τις ἐρωτικὸς πανταχόθεν ἐγώ, κἄν τι προσῆκον ἴδω τοῖς παιδικοῖς, ἀρκεῖν τοῦτο πρὸς παραμυθίαν ἡγοῦμαι τοῦ πάθους. ἐδεξάμην δὲ καὶ τὸ βιβλίον τοὐμόν, ὅπερ ἔδει μὲν ἐκ πολλοῦ | |
5 | κεκομίσθαι, οὐ δὲ νῦν τοῦτο λαβὼν χεῖρον διετέθην ἢ εἰ κατ’ ἀρχάς. δεόμενος μὲν τούτου πάσας ἀφῆκα φωνὰς καὶ ὀχληρὸς ἴσως ἐδόκουν. ὡς δὲ μόλις ἀπέλαβον, ὅτι μὲν ἔλαβον. μέμνημαι, ὅτι δὲ μόλις οὐκέτι. ὥστε εἴ τί με λυπεῖσθαι νενόμικας ἤ τι πεπονθέναι δεινόν, τοῦτο δὴ καὶ φέροιεν αὖραι. | |
106(t) | Στεφάνωι | |
1 | Οὐδὲν ὡς ἔοικεν ὅ τι μὴ χρυσίον ὁρᾷς, ἄγει δέ σε αὐτὸ καὶ ποιεῖ μετάρσιον, καὶ χρυσῶν εἰδώλων ἀνέπλησέ σου τὸν νοῦν. ἐμοῦ γάρ σοι περὶ σχολῆς | |
γεγραφότος, ὡς οὐ πάντα δίδωσιν ἡμῖν ὁ καιρός, ἀλλ’ ὅσα πρὸς τὴν χρείαν ἀνάγκη μετρεῖ, καὶ χρείαν εἰπόντος οὐ τὴν τῶν χρημάτων ἔνδειαν, ἀλλ’ | 55 | |
5 | ἐφ’ ὃ παρὰ τῆς τύχης ἀγόμεθα, σὺ πρὸς τὸ χρυσίον ὅλος ὥρμησας καὶ συνάχθεσθαί μοι ἐδόκεις ἠπορημένῳ, καὶ παραμυθίαν ἐζήτεις, τὴν φιλοσοφίαν ἀντιτάττων τοῖς χρήμασιν, ὡς ἐμοῦ δὴ στένοντος ὅτι μὴ τοῖς Κροίσου ταλάντοις ἁβρύνομαι. οὕτω περιβομβεῖ σου τὰ ὦτα, καὶ πάντων δοκεῖς χρυσίον λεγόντων ἀκούειν. τί γάρ σε, πρὸς Διός, ἐπὶ ταύτην ἀπῆγε τὴν | |
10 | ἄνοιαν; ἢ πῶς ἂν ἀπελογούμην περὶ τοῦ μὴ γράφειν ἐπιστολὰς χρημάτων ἔνδειαν προβαλλόμενος, ὡς δέον πολλῷ καταρρεῖσθαι χρυσίῳ τὸν ἐπιστέλ‐ λοντα; καὶ μὴν εἴπερ τι καὶ ἄλλο, τὸ γράφειν αὐτόνομόν τέ ἐστι καὶ τῆς ἐκ τοῦ πλούτου δυναστείας ἐλεύθερον. οὕτω σοι τὰ τῆς διανοίας ὑπὸ τοῦ πάθους ἐλέγχεται· ῥέψασα γὰρ ἐνταῦθα πάντα πρὸς τοῦτο μεταποιεῖ, καὶ | |
15 | συναπατωμένην ἔχει τὴν ἀκοήν. καὶ δέδοικα μή, κἂν λύραν εἴπω κἂν ἵππον ὀνομάσω, πάλιν δόξῃς χρυσίον ἀκούειν, καὶ τοὺς ἄλλους παραμυθούμενος αὐτὸς δεήσῃ τοῦ θεραπεύοντος. ταῦτα παίζειν ὑπήχθην πρός σε καὶ τοῖς γράμμασιν ἐνθεῖναι τὸν γέλωτα ὃν ὑπέστην ἀναγινώσκων σου τὴν ἐπιστολήν. σὺ δὲ μικρὸν τοῦ πάθους | |
20 | ἐνδοὺς γράφε λοιπὸν σωφρονοῦσαν ἐπιστολήν. | |
107(t) | Σωσιανῶι καὶ Ἰουλίωι | |
1 | Οἷά μοι συνέβη δεξαμένῳ τὴν ὑμετέραν ἐπιστολήν, οὐ χεῖρον πρὸς ὑμᾶς διηγήσασθαι. πρῴην γάρ τις τὰ οὐράνια σοφὸς εἶναι βουλόμενος καὶ τέχνην ἔχων, ὡς ἔλεγεν, ἐκ τῶν ἀστέρων προλέγειν τὰ μέλλοντα, περιτυχὼν ἐξαίφνης ἐμοὶ καὶ θεὶς ἐπὶ δακτύλων τὴν ψῆφον, „ὡς εὐτυχήσ“ φησιν „ὑπάρχων | |
5 | ἐλάνθανες· μέγα τί σοι καὶ λαμπρὸν ὅσον οὔπω παρ’ ἐλπίδα γενήσεται“. ἐγὼ δὲ τούτων ἀκούσας τὸν Πλοῦτον ἐφανταζόμην αὐτόν, ἀξιωμάτων ἔγεμον τὴν διάνοιαν καὶ τῆς ἐν ἐλπίσι τύχης σοβαρωτέραν εἶχον τὴν γνώμην. ὡς οὖν οὕτως ἔχοντί μοι προσιών τις ἐπεδίδου τὰ ὑμέτερα γράμματα, „τοῦτο“ ἔφην „ἐκεῖνο· προῆλθεν εἰς ἔργον ὁ λόγος· χρηστὰ γάρ μοι μαθόντες μηνύειν | |
10 | πρὸ τῶν ἄλλων ἐπείγονται. τί γὰρ ἂν καὶ παθόντες οὕτω νῦν παρ’ ἐλπίδας ἐπέστελλον“; ὡς δὲ τοῖς ἔνδον ἐντυχὼν κάλαμον ἀνέγνων ἀπόβλητον καὶ ἐμπορίαν ἀτιμοτάτην, „ἰοὺ ἰού“ πρὸς ἐμαυτὸν ἔφην, „παρ’ ἐλπίδας εὐτύχηκα. τὸ δὴ λεγόμενον, ‘ἀφ’ ἵππων ἐπ’ ὄνουσ‘ μεταβεβήκαμεν. πάντα μὲν οἴμοι καινίζειν οἶδεν ἡ τύχη, ἀλλ’ οὔποτ’ ἂν ἤλπισα καλάμων γενέσθαι πρατὴρ | |
15 | ὑπὸ καλύβῃ καθήμενος. ταῦτά μοι Ζεὺς ὡς ἔοικεν ἀνατέλλων χαρίζεται.“ καὶ γέλως διὰ τῶν ἀκουόντων ἐπέτρεχεν ἐπ’ ἐμοὶ καὶ „δέχου τὸν ἄνδρα“ | |
φησί „καὶ τὸν ὄρνιν τοῦ θεοῦ“. | 56 | |
108(t) | Νηφαλίωι | |
1 | Οὐ τὰς τυχούσας ἡμῖν φροντίδας ἐμπεποίηκας, μήτε παρὼν κατὰ τὰς πρὶν ὑποσχέσεις, μήτε τὴν αἰτίαν διὰ γραμμάτων μηνύσας, ὡς ἡμῶν λοιπὸν καὶ πρὸς ἀτόπους ἐννοίας χωρεῖς μή τι γέγονε τῶν ἀπευκταίων ὑμῖν. νυνὶ δὲ καὶ φήμη τις ἐπετάραξε λέγουσα μὲν ἃ δὴ καὶ λέγει. γένοιτο δὴ φήμη καὶ | |
5 | πλέον φέροι μηδέν. εἰ οὖν τί σοι μέλει πρὸς εὐθυμίαν ἄγειν ἡμᾶς, τὴν γοῦν ἐκ τῶν γραμμάτων παραμυθίαν ἀπόδος. | |
109(t) | Σιλανῶι | |
1 | ... παρῆν ἀντὶ σωφροσύνης ἀσέλγεια, ἀντὶ παστάδος οἱ θρῆνοι, ἀντὶ νομίμου πειθοῦς βία καὶ ξίφος αἰρόμενον. εἰ μὲν 〈οὖν〉 τῶν ἐπὶ πλούτῳ τις ἢ καὶ δυναστείᾳ 〈...〉 ἐτύγχανεν ὁ ταῦτα τολμῶν, δεινὸν μὲν καὶ τότε— πῶς γὰρ οὐ δεινὸν ἐν πολιτείᾳ καὶ νόμοις αἰχμαλωσίας ἡμῶν ἀρχόντων, | |
5 | ὦ Ζεῦ; —ἦν δ’ ἄν τις ὅμως παραμυθία τῷ πράγματι. νυνὶ δὲ τῶν συμφορῶν ἐστι τὸ κεφάλαιον, ὁ γὰρ ταῦτα τολμήσας οὐδ’ ὅθεν ἐστὶ ῥᾳδίως γιγνώσκε‐ ται, ἡμῖν δὲ τὸ πάθος καὶ μάλα κατέστησε γνώριμον. ἀλλὰ στῆσον, ὦ σοφώ‐ τατε, τοῖς πεπονθόσι τὸν θρῆνον· ἀπόδος κόλποις μητρὸς θυγατέρα, 〈ἵνα〉 γνῶσιν οἱ παροινοῦντες ὡς ἔστι Δίκη καὶ πλημμελοῦντας μετέρχεται. | |
10 | δεῖξον τοῖς σωφροσύνην τιμῶσιν ὡς ἐστι νόμων ὄφελος ἄνδρες ἐν ἀρχῇ κακίας στρατηγεῖν ἐπιστάμενοι. | |
110(t) | Διοδώρωι | |
1 | Σὺ μὲν ἡμῶν σκώπτεις τὴν σιωπήν, ἐγὼ δέ σου τὴν ἀλαζονείαν φέρειν οὐκ ἔχω, δι’ ἣν ἴσως οἴει τις εἶναι σεμνός, ἢν ἡμῖν διὰ πλείστου φανῇς, καί που λόγον πολλάκις ἐμβάλῃς ἡμῖν „πότε πρὸς ἡμᾶς ὁ καλός, ὁ τὴν θέαν ἡδύς, ὁ τὰς Σειρῆνας ἀποκρύπτων ταῖς ἡδοναῖς, ὁ τὴν πατρίδα παρορῶν | |
5 | ἵνα σώσῃ τὴν Καίσαρος;“ τοιαῦτα λογοποιεῖν ἡμᾶς ἡγῇ τῇ μελλήσει κατα‐ τείνων ἀεί, καὶ παρὰ σαυτῷ πάντως γνωμολογεῖς, ὡς τὸ σπάνιον ἀεὶ τοῖς ζητοῦσιν ἐπιτείνει τὸν πόθον. ὅθεν ἡμᾶς παρορᾷς. καὶ οὐ τοῦτο δεινόν, καίπερ ὂν τοιοῦτον, ἀλλὰ καὶ τὰς πατρίους πανηγύρεις ἐν οὐδενὶ λόγῳ ποιῇ. ἀλλὰ πολλάκις ἐμβαλὼν ἐλπίδας ὡς ἥξεις, εἶτα πάλιν ἀνέδυς καὶ δι‐ | |
10 | εψεύσμεθα. ὥστε δέδοκται καὶ πρεσβείαν πέμπειν ἡμᾶς καὶ καλεῖν τὸν εὐερ‐ γέτην. οὕτω γὰρ χαίρεις λεγόμενος. ἀλλὰ φάνηθι μόλις, ὦ λῷστε, τὴν μεθ’ ἡμῶν ἐπιτελέσων πανήγυριν. εἰ δὲ τὴν πρεσβείαν περιμένεις, ὥρα σοι κατα‐ μένειν ἐκεῖ. τῶν γὰρ καλούντων οὐδείς. | 57 |
111(t) | Διοδώρωι | |
1 | Τὸν εὐλαβέστατον Τιμόθεον τὸ μὲν σχῆμα πρὸς ἡσυχίαν καλεῖ, τὰ δὲ τῆς τύχης λυπηρὰ τὴν ἀνάγκην ἐπάγοντα καὶ τὴν πρὸς ὑμᾶς ἰέναι κελεύει. τούτῳ γάρ ἐστι πατὴρ ἐκ μεταβολῆς ἀπορῶν, ἀδελφοὶ δὲ πλήθει καὶ χρόνῳ λυποῦντες· πολλοὶ γὰρ ὄντες καὶ τὴν ἡλικίαν βραχεῖς εἰς τὰς τοῦ πατρὸς | |
5 | χεῖρας ὁρῶσιν. ἐντεῦθεν χρῆσται μὲν πολλοί, ἀλλὰ πλὴν ἑνὸς πάντες φιλάν‐ θρωποι· οὗτος δὲ τῇ τύχῃ συνεπιτίθεται. ἣν γὰρ μόλις αὐτοῖς οἰκίαν ὁ δαίμων κατέλιπε, τοσούτοις χρήσταις ὑποκειμένην, ταύτην μόνος λαβεῖν ἀξιοῖ, νικῶσαν τούτου τὸ χρέος, δέον ἢ τὸν ὠνούμενον ἄγειν καὶ τοῦ παν‐ τὸς τιμήματος τὸ προσῆκον λαβεῖν, ἢ δέχεσθαι ταύτης μέρος ὃ τοῦ χρέους | |
10 | ἀναπληρώσει τὸ μέτρον. ὁ δὲ τὴν τῶν ὠνουμένων πρὸς τὸ παρὸν ἀπορίαν ἕρμαιον ἡγεῖται καὶ τῆς τύχης [ἐστὶ] πικρότερος. ἀλλὰ δίδου τῷ δεομένῳ πρὸς συμμαχίαν τὴν γλῶτταν, τὸν δικαστὴν αὐτῷ παρασκευάζων φιλάν‐ θρωπον. ὁ δὲ λυπῶν αὐτὸν πειράσθω δικαίας ἀνάγκης καὶ τῆς αὑτοῦ γνώ‐ μης ἡμερωτέρας, ἢ περιμένειν τὸν ὠνησόμενον ἢ τῆς οἰκίας μέρος ὅσον | |
15 | ἀπαιτεῖ τὸ χρέος λαβεῖν, ὅπως θαυμάσωμεν καὶ σὲ τῆς συμμαχίας καὶ τῆς ψήφου τὸν δικαστήν. | |
112(t) | Νόννωι | |
1 | Σὺ μὲν ὑμῖν τὴν ἐρωμένην ἠρνήσω, τὰ μείζω ποθῶν καὶ πρὸς ἱερωσύνην κατεπειγόμενος· ἐγὼ δέ σου τὴν καλὴν κόμην θαυμάσας ἀεί, νῦν δέδοικα μή σου παρεμποδὼν γένηται τῇ προθυμίᾳ. ἐπειδὰν γὰρ ἴδῃς παρόντα τὸν καιρὸν καὶ τὰς ᾀδομένας τρίχας μελλούσας πεσεῖν, δακρύσας, οἶμαι, τὸ | |
5 | πάθος οἰχήσῃ φυγών, καὶ ζητήσεις ἀνθ’ ἱερέως νυμφίος ὀφθῆναι καλός. καὶ πάλιν, ἂν οὕτω τύχῃ, μνηστεύσεις κόρην, καὶ τοῦ γάμου παρόντος πρὸς ἱερωσύνην σχήσεις μεταπηδῶντα τὸν ἔρωτα. ἀλλὰ παῦσαί ποτε κύκλῳ φερό‐ μενος, τὴν πεῖραν ἔχων διδάσκαλον, ἵνα μὴ πάλιν † μὴ γνῶν ὑποβόλων καὶ | |
σῶν σπαδίκων ἀκούσω καὶ ὅσα νῦν ἡμᾶς ἐξεπαίδευσεν. | 58 | |
113(t) | Ἱερωνύμωι καὶ Θεοδώρωι | |
1 | Τὴν ὑμετέραν σοφίαν ἔγνων μὲν καὶ πάλαι πανταχοῦ τῷ λόγῳ προ‐ λάμπουσαν, καὶ ὃν ἡ θέα μὴ παρέσχεν, ἥ γε φήμη χαρίζεται, κοινῷ βοῶσα κηρύγματι τὸν πάππον ὑφηγήσει νόμων ἐπιγραφόμενον, τὸν πατέρα γλώτ‐ της χάριτι πρὸς τὴν τῶν νόμων αὐστηρίαν τὴν ἀκοὴν ὑποσύροντα, καὶ ἐκ | |
5 | τούτων ὑμᾶς πάντα φέροντας, ἅπερ ἐκεῖνοι προλαβόντες ἐκ μέρους ἐνεί‐ μαντο. ὃν οὖν ἔγνων πρῶτον τῷ λόγῳ, νῦν τῇ πείρᾳ μαθών „εὐδαίμων“ ἔφην „ἡ πόλις ἐν ᾗ γένος οὕτω σεμνὸν καὶ παῖς ἐκ πατρὸς τὴν ἀρχὴν δια‐ δέχεται· εὐδαιμόνων δὲ πατέρων παῖδες, ὅσοι τοῦ βίου τὰς ἐλπίδας ἐφ’ ὑμῖν ἐποιήσαντο“. ἀλλ’ εἴθε πως ἐδυνάμην συνεῖναι καὶ τῆς σῆς ἐμφορεῖσθαι | |
10 | παιδεύσεως. ἀλλὰ μέγα τοῖς ἀνθρώποις εἰς πόθον ἐστὶν ἡ πατρίς, καὶ μάρ‐ τυς Ὀδυσσεὺς τὴν Καλυψὼ παριδών, ἵνα τὴν Ἰθάκην θεάσηται· πρὸς δὲ οὐ θεμιτὸν εἶναί μοι δοκεῖ τόπον ἀλλότριον παρὰ τὸν τοῦ δικαίου σφετερίσα‐ σθαι λόγον. τοιγαροῦν σώζοισθέ μοι τὰ συνήθη παρ’ ἐμοῦ προσκυνούμενοι. | |
114(t) | Ἑρμείαι | |
1 | Τὸ ὑμέτερον μέγεθος διὰ τῶν πρὸς ἐμὲ γραμμάτων ἰδὼν ὑμᾶς μὲν εἰκότως τῆς γνώμης ἐθαύμασα, τῇ δὲ Βηρυτίων συνήδομαι πόλει εἰ τοιοῦτον ἔχει προβεβλημένον, ὡς ἀρετῆς καὶ λόγων ποιεῖσθαι φροντίδα, καὶ ταῦτα τοῦ καιροῦ τὴν ἐναντίαν ἐλαύνοντος. ἀλλ’ ὄναιο καὶ σὺ σαυτοῦ καὶ τῆς σῆς | |
5 | προνοίας ἡ πόλις. ἐμοὶ δὲ βαρὺ πατρίδος ὑπερορᾶν ἐξ ὑμῶν λαβόντι παρά‐ δειγμα. εἰ γὰρ ὑμεῖς πάντα μηχανᾶσθε κοσμεῖν τὴν ἐνεγκοῦσαν οἰόμενοι, πῶς ἂν ἔχοι καλῶς ἐμοὶ μὴ ταῦτα ποιεῖν ἐφ’ οἷς ὑμᾶς ἐπῄνεσα πράττοντας; ἀλλὰ καὶ εἰσποιεῖν ἐμαυτὸν εἰς τόπον ὃν εὐτύχησεν ἕτερος, τῆς λογικῆς καταστάσεως ἀλλότριον εἶναι δοκῶ. ἀλλ’ εὐτυχοίης, ὦ ἄριστε, τῆς εἰς ἐμὲ | |
10 | καὶ τὴν πόλιν αὐτὴν προαιρέσεως. | |
115(t) | Ὠρίωνι | |
1 | Περιττὸν οἶμαι γράφειν πρὸς ἄνδρα τὴν πρὸς ἡμᾶς λοιπὸν ὀνειροπολοῦντα καταγωγήν, ὅπως ᾄσῃ τὸν ὑμέναιον καὶ γένηται νυμφίος παρθένου καλῆς· δίκαιον γὰρ ἐρῶντι χαρίσασθαι τῆς ἐρωμένης τὸν ἔπαινον, δι’ ἣν ἀπὼν τῷ σώματι ἐρωτικὰ τῇ καρδίᾳ πηδᾷς καὶ πρὸς ἡμᾶς ἀνεπτόησαι, καὶ τὰ παρ‐ | |
5 | όντα σοι μικρὰ τῆς παρ’ ἀνθρώποις εὐδαιμονίας ὄντως γνωρίσματα, μόνη | |
δέ σοι πόλις τὸ τῶν σῶν παιδιῶν χωρίον εἶναι δοκεῖ καὶ τοῦ Βυζαντίου τάχα σεμνότερον. καὶ δέδοικα μὴ τοῦ πόθου πολλοῦ ῥεύσαντος μηδὲ τοῖς φίλοις χαίρειν εἰπὼν ἐξαίφνης στέλλῃ πρὸς ἡμᾶς, τοῦ πλοῦ τὸ μῆκος μεμ‐ φόμενος. ἀλλὰ ταῦτα μὲν παιζόντων· ἐπανήκοις δέ ποτε σώφρονι λογισμῷ | 59 | |
10 | πρὸς παίδων γονὴν ἐπειγόμενος. | |
116(t) | Ἀνατολίωι | |
1 | Πολλά μοι καὶ λαμπρὰ τὰ συνιστῶντα τὸν νέον. πρῶτον καὶ μέγιστον τῆς ὑμετέρας θεοσεβείας τὰ γράμματα, εἶτα πατὴρ ἀγαθός, ἐκ πρώτης πείρας πρὸς εὔνοιαν ἐφελκόμενος. πρὸς δὲ τούτοις τῆς τέχνης ὁ νόμος, εὐθύνας ἀπειλῶν ἀκριβεῖς εἴ τι τῶν προσηκόντων παρίδοιμι· τάχα δὲ καὶ | |
5 | ἡ τοῦ νέου σπουδὴ μοῖράν μοι οὐκ ἐλαχίστην παρέξεται. λοιπὸν ἡμῖν αἰτεῖσθαι τὴν ἐκ τοῦ θείου ῥοπήν, μεθ’ ἧς καὶ μόνης ἔστι πρὸς πέρας ἐλθεῖν τὴν προαίρεσιν. | |
117(t) | Δωροθέωι | |
1 | Δεινὸς ἄρα τις ἦσθα πτερὰ περιβάλλειν ᾧπερ ἂν ἐθέλῃς, καὶ δεικνύναι μετάρσιον. σοῖς γὰρ γράμμασι πτερωθεὶς πανταχοῦ μὲν ἐδόκουν εἶναι, καθ‐ άπερ ἔφης, τῇ φήμῃ, περιεπόλουν δὲ πόλεις ὁπόσας ἄνθρωποι νέμονται, καὶ μέχρι τῶν βαρβάρων διῄειν κούφῃ διανοίᾳ φερόμενος, καὶ πᾶν ἔθνος ἐπὶ | |
5 | λόγοις ἐδόκει με στεφανοῦν, καὶ ἁπλῶς εἰπεῖν διὰ τὴν σὴν ἐπιστολὴν ἠγνόουν ὅ τι καὶ φένωμαι, ἕως μέ τις θεῶν τῶν σῶν ἀνήρπασε πτερῶν. καὶ τῆς πλάνης μόλις παυσάμενος „τί ταῦτα πάσχω;“ φημί, „σκόπει τὸν γρά‐ ψαντα καὶ λογίζου τὴν εὔνοιαν, καὶ θαυμάσεις ὅσα πείθειν οἶδε τῆς φιλίας ὁ πόθος. καὶ τὰ μὴ ὄντα γὰρ ἡγεῖσθαι ποιεῖ καὶ τὰ ψευδῆ τιμᾶν ὡς ἀλή‐ | |
10 | θειαν.“ ἐντεῦθεν, οἶμαι, τῶν ἐπαίνων ἀπλήστως ἔχεις, καὶ πάντα λέγων εὐχερῶς καὶ ταῦτα δοκεῖς τῶν ὑπαρχόντων ἐλάττονα. μέτρον δέ σοι τῶν ἐπαίνων ἡ γνώμη, μηδὲν ἀρκεῖν ἡγουμένη πρὸς ἔπαινον. ἀλλ’ ἐπίσχες, πρὸς Φιλίου, τοιαῦτα γράφων πρὸς ἄνδρα μικρὸν εἰς ἑαυτὸν ὁρῶντα καὶ τοῖς γράμμασιν αἰσχυνόμενον. | |
118(t) | Διοδώρωι (?) | |
1 | Πάλιν εὐσεβείας καιρὸς καὶ πάλιν πρὸς τὴν ὑμετέραν σοφίαν ὁ δρόμος. ἀνὴρ γάρ τις τῶν ἑαυτοὺς ἀναθέντων θεῷ καὶ ἐκ φιλοσοφίας γνωριζομένων | |
ἐξ ἀδίκου συκοφαντίας ὡς ἔοικε τῷ τοῦ δικαστοῦ θυμῷ περιπέπτωκεν ὡς δεξιὰν ἀντάρας πολέμιον κατὰ τῶν ἐξυπηρετουμένων τοῖς νόμοις. οἱ δὲ | 60 | |
5 | ταῦτα μηνύσαντες τὰ παρὰ τῶν ἄλλων ὥς φασιν ἀδικήματα κατὰ τούτου μετέστησαν. καὶ πλήρης ὁ δικάζων θυμοῦ, καὶ πρὸς ἑαυτὸν καλεῖ καὶ πρὸς τιμωρίαν ἐπείγεται, καὶ πάρεστι καιρὸς εἴπερ ποτὲ καὶ νῦν φιλανθρωπίαν ζητῶν. φάνηθι δὴ καὶ φθέγξαι τι τῶν σῶν, καὶ τῆς ὀργῆς παραλύσεις τὸν δικαστήν. εἰ γάρ τι καὶ πέπρακται δεινόν, ὅπερ οὐδὲ γέγονεν—εἰς συγγνώ‐ | |
10 | μην τρέψον τὸν ψηφιζόμενον, εἰ μηδὲν ἄλλο, τὸ περικείμενον αὐτῷ σχῆμα τιμήσαντα. φάνηθι μετὰ πολλῶν, οἳ πρὸς αἴτησιν τυγχάνουσιν εὐπρε‐ πεῖς, μᾶλλον δὲ καὶ πρὸ τῶν ἄλλων, ὅπως οἰκεῖόν τι δόξῃς συνεισφέρειν. ἀλλ’ οὖν αὐτὸς πάντων ἀναδέξῃ τὸν ἔπαινον ὡς καὶ πρῶτος καὶ λίαν αἰτήσας καὶ τῆς καλῆς φιλανθρωπίας γεγονὼς τοῖς ἄλλοις παράδειγμα. | |
119(t) | Παγκρατίωι | |
1 | Οὐ γὰρ δοκεῖν ἄριστος ἀλλ’ εἶναι θέλει φησὶν Αἰσχύλος, ἐπαινεῖν τινα προελόμενος. τοιοῦτος ἡμῖν ἀνεφάνης, οὐ τοῦτο δὴ τὸ κοινὸν μέχρι τοῦ παρεῖναι φιλίαν ἐπιδεικνύς, οὐδὲ μετρῶν τῷ τόπῳ τὴν εὔνοιαν, ἀλλὰ κρείτ‐ των εἶναι καὶ σαυτὸν νικᾶν ἐπειγόμενος. εἰκότως ἄρα σε τῆς ἐμῆς διανοίας | |
5 | οὐκ οἶδεν ὑποκλέπτειν ἡ λήθη, ἀλλ’ ἔπεισί τί μοι Σωκρατικὸν ἀεὶ λέγειν, ὡς „εἰ ἐγὼ Παγκράτιον ἀγνοῶ, καὶ ἐμαυτοῦ ἐπιλέλησμαι“, οὗ χορεύει μὲν ἡ γλῶττα ταῖς Μούσαις, ἀρετὴ δὲ καθάπερ τέμενος ἄβατον κακίᾳ τὴν ἱερὰν ψυχὴν ᾠκειώσατο. τοιγαροῦν εὐδαίμων μὲν αὐτὸς τοιαῦτα φέρων γνωρίσμα‐ τα, καὶ πόλιν οἰκεῖς τὴν κοινὴν τῶν λόγων μητέρα, ἣν Ὧραι ποθοῦσαι | |
10 | κατὰ ταύτην ἀλλήλαις ἐσπείσαντο, ἣν προσκλύζει πράως ἡ θάλασσα, καὶ Νεῖλος ἐναγκαλίζεται καθάπερ ἐρωμένῃ περιχυθείς, καὶ πανταχόθεν ἄλση καὶ δένδρα καὶ λήια, καὶ τοῖς ὀφθαλμοῖς ποικίλαι προσβάλλουσι χάριτες. ἀλλ’ ὑμῖν μὲν τὴν εὐδαιμονίαν θεὸς ἐπαυξήσει, καὶ μισθὸν τῆς ἀρετῆς δωρη‐ σάμενος. ‘μετάδος δὲ φίλοισι σοῖσι σῆς εὐπραξίασ‘, τοῖς ἐκ γλώττης ἀγαθοῖς | |
15 | εὐφραίνων ἡμᾶς, καὶ πέμπων οἴκοθεν οἴκαδε πρὸς ἡμᾶς τὰ ποιήματα. οὐ γὰρ δίκαιον λανθάνειν ἃ τοῖς ἄλλοις ἐπιδειχθέντα πλείστην οἴσει τὴν ὄνησιν. | |
120(t) | Παγκρατίωι | |
1 | Οἱ τὰς Σειρῆνάς ποτε παραπλέοντες καὶ τὰ μέλη ταῖς ἀκοαῖς ἀρυόμενοι | |
οὐ πατρίδας ἐπόθουν, οὐ παίδων ἀνεμιμνήσκοντο, πάντα δὲ πάσχειν αὐτοῖς ἐδόκει καλὸν ἢ τούτων ἀπαίρειν, ὧν τῆς ἡδονῆς ἐπειράθησαν. ἡμεῖς δὲ τῆς σῆς μούσης ἄκρῳ, φησί, δακτύλῳ γευσάμενοι οὕτως ὅλῳ πόθῳ πρὸς | 61 | |
5 | αὐτὴν ἐβακχεύσαμεν, ὡς μηδὲ μικρὸν ἀπεῖναι ταύτης αἱρεῖσθαι, κἂν ἀνάγκη διεστάναι τοῖς σώμασιν. ἀναγομένοις δὲ ὑμῖν τῇ διανοίᾳ συνανηγόμεθα καὶ τὴν Ἀλεξάνδρου νῦν οἰκοῦμεν, τὸ σὺν ὑμῖν εἶναι τῇ φαντασίᾳ πλαττόμενοι. τοιαύτην μοι γνώμην ἐναποτίκτουσιν Ἔρωτες. κἂν πρὸς ὀλίγον ἀνενεγκὼν ἐν ἐμαυτῷ πάλιν γένωμαι, τοῖς σοῖς ἐπεντρυφῶ διηγήμασι. καὶ πάντες ἀνὰ | |
10 | μέρος τὰ ὑμέτερα μνημονεύουσα, ὁ μὲν τοῦ λόγου τὸ ἥμερον, ὁ δὲ τῶν τρό‐ πων τὸ σεμνόν. ἄλλοι γλυκὺν προσωνόμασαν, ὁ δὲ τῆς γνώμης λέγει τὸ μέτριον, ὁ δέ σε φέρειν ἐπὶ τῆς γλώττης εἶπε τὰς Μούσας, καὶ πᾶς τις φιλο‐ νεικεῖ φθάσαι τοὺς ἄλλους μόνος τὰ σὰ διηγούμενος. σὺ δὲ γράφε, τὴν ἀπου‐ σίαν θεραπεύων τοῖς γράμμασι καὶ τὸν φέροντα τὴν ἐπιστολὴν ἡδέως ἰδεῖν | |
15 | καταξίωσον. | |
121(t) | Νηφαλίωι | |
1 | Ὅσον ἡμῖν πάλαι τὸν θυμὸν ἐπαφῆκας τοῖς γράμμασι, τοσοῦτον νῦν χρηστότητι τὰς ἡμετέρας ἐλπίδας ἐνίκησας. τὸ γὰρ διορθοῦσθαι τὰ φθάσαντα καὶ παραμυθεῖσθαι τὸν εἰς φιλίαν ἀδικεῖσθαι πειθόμενον πῶς οὐ σοφοῦ τὴν γνώμην ἀνδρὸς καὶ τὸ λυποῦν θεραπεύειν εἰδότος; ἕν με μόνον τῶν ὑμετέρων | |
5 | ἠνίασεν, εἰ τοσοῦτον ἐμὲ πεπονθέναι δοκεῖς, ὡς καὶ δώρων δεῖσθαι μεταβαλ‐ λόντων τὴν γνώμην, ὥς που καὶ Ἀγαμέμνων τὸν Θετταλὸν στρατιώτην. πλὴν καὶ τὰ δῶρα δέδεγμαι προθύμως, οὐ ταῦτα ζηλώσας μᾶλλον ἢ τὴν τοῦ πεπομφότος προαίρεσιν. ὁ δὲ φέρων τὴν ἐπιστολὴν τῆς ὑμετέρας εὐνοίας δεόμενος τυγχανέτω ταύτης ἐν οἷς αἰτῶν οὐ λυπεῖ. | |
122(t) | Γεσσίωι ἰατροσοφιστῆι | |
1 | Ὁ τὴν ἐπιστολὴν ἐπιδιδοὺς ὑπὸ μητρὶ χήρᾳ τραφεὶς καὶ τὴν τῶν ἀναγ‐ καίων ἔνδειαν αἰτιώμενος, ὅμως οὐχ ὑπὸ νεότητος ἐπαρθεὶς οὐδ’ ἐν ἐξουσίᾳ τοῦ πράττειν ὅ τι θέλοι γενόμενος πρὸς ῥαθυμίαν ἀπέκλινεν, ἀλλ’ ἐπανορ‐ θοῦσθαι τὴν τύχην ἐθέλων καὶ λόγων ἐρᾷ καὶ πρὸς τὴν ὑμετέραν γλῶτταν | |
5 | ἐπείγεται, ἀρκοῦσαν ἀφορμὴν πρὸς εὐσχήμονα βίον ἐξ αὐτῆς ἀρυσόμενος, ὡς ἀρκοῦν ἐς ὑμᾶς ἰδεῖν καὶ τῶν λυπούντων ἔχειν τὴν λύσιν, τῇ παρ’ | |
ὑμῶν διδασκαλίᾳ τὰς πρὸς τὸ μέλλον ἐλπίδας ἐπανορθούμενος. ὅθεν τὴν ὑμετέραν γνώμην εἰδὼς καὶ ὡς πρόκεισθε τοῖς εὖ παθεῖν δεομένοις, θαρρῶν ὑμῖν προσάγω τὸν νέον, ἀντὶ μεγάλης δωρεᾶς ὕλην ὑμῖν χορηγῶν τοῦ | 62 | |
10 | πάλιν δύνασθαι γεωργῆσαι. | |
123(t) | Φιλίππωι ἀδελφῶι | |
1 | Μόλις ἡμᾶς ἀμηχανοῦντας μετέβαλες, γράψας ὡς ᾄδειν ἐθέλεις ὑμέναιον. καὶ παίδων γενέσθαι πατήρ. πολλὴ γὰρ ἐπιδραμοῦσα φήμη ἄλλους ἀλλα‐ χόθεν ἐπήγετο λόγους, καὶ πάντων διηγουμένων σιωπῶντες ἡμεῖς ἠκροώ‐ μεθα, τῶν ἡμετέρων ἀγνοοῦντες τὰ μέγιστα καὶ τοῖς πυνθανομένοις παίζειν | |
5 | δοκοῦντες, ὡς ἀγνοεῖν ἐπίτηδες προσποιούμενοι. νυνὶ δὲ τοῖς γραφεῖσιν ἡσθείς, ἡδέως ἂν εὐθὺς Περσεὺς ἐγενόμην ὑπόπτερος, καὶ τοῦ πελάγους ὑπερπτὰς καὶ πρὸς ὑμᾶς ἀφικόμενος παστάδα κατεῖδον ἱερὰν καὶ τὸ πάντων ἥδιστον θέαμα, νυμφίον ἐκ φιλοσοφίας ἐρωτικόν, κἂν ὑλικόν τις αὐτὸν ὀνο‐ μάζῃ, φιλοσόφως ἀποκρινόμενον ὡς κοσμεῖν ἔδει τὴν γένεσιν, ἔρανον ἀνθ’ | |
10 | ἑαυτοῦ χορηγοῦντα καὶ τὰ εἰκότα πρὸς ταύτην ἀφοσιούμενον. ἑάλως δ’ οὖν ὅμως, ὦ βέλτιστε, καὶ ὀψέ ποτε τὰ τῶν Ἐρώτων μανθάνεις τοξεύματα, ἥ τε νύμφη καλή φασι, νὴ τὰς Χάριτας, καὶ ἱκανὴ φιλοσοφίας παρατρέψαι τὸν ἐραστήν. πατὴρ μόνον γίνου „παίδων ἐπ’ ἀρότῳ γνησίων“, ἡ κωμῳ‐ δία φησί, καὶ θᾶττον ἐξ ὑμῶν ἴδοιμι παῖδα διὰ τῆς θέας τὸν πατέρα κηρύτ‐ | |
15 | τοντα, μᾶλλον δὲ πραότητι καὶ μεγαλοψυχίᾳ, καὶ ταῖς ἄλλαις ἀρεταῖς παραπλήσιον. | |
124(t) | Ἱερωνύμωι | |
1 | Ὡς μεγάλα τῷ Νείλῳ φρονεῖς, καὶ ἀντεξάγεις ἡμῖν εἰς μέσον ἄγων τὴν Αἴγυπτον, ὥσπερ Ἐλούσης τῆς φιλτάτης εἰς λήθην ἐλθών. ὡς καὶ σοφιστικὰ δέ σου τὰ γράμματα, καὶ τὸν Γοργίου τῦφον ἐδόκουν ὁρᾶν. ὕειν γὰρ τὸν Νεῖλον ἔφης ἐκ γῆς, εἴ τί με μὴ τῶν ῥημάτων παρέλαθε, καὶ πλωτὴν ποιεῖν | |
5 | τὴν πάλαι βατήν. τί δέ γε τοῦτο πρὸς σὲ τὴν Ἑρμοῦ κατοικοῦντα, ἣν οὔτε Ζεὺς ὑέτιος ἐφορᾷ καὶ παρατρέχων ὁ Νεῖλος εἰς ἑτέραν ἐπείγεται; τί δὲ καὶ ψευδῶς ὀπωρίζεσθαι φής; πλὴν εἰ μὴ τοὺς ὄφεις ὀπώραν καλεῖς καὶ σκορ‐ πίων ὅσον γε πλῆθος. ὑφ’ ὧν τινος ὡς ἔοικε πάλαι πληγεὶς καὶ ἰοὺ ἰού φασι κεκραγώς, εἶτα μεταξὺ τράπεζαν τρυφῶσαν ἰδών, ὅλος ἐπ’ αὐτὴν ἐφέρου, | |
10 | τῷ σκορπίῳ χαίρειν λέξας, τουτὶ τάχα που τὸ κωμικὸν πρὸς τοῦτον εἰπών | |
„μηδὲ γὰρ θανών ποτε σοῦ χωρὶς εἴην“. ταῦτα γράφειν ἐχρῆν, οὐκ ἀλλο‐ τρίοις ἀγαθοῖς ὡραΐζεσθαι. ἀλλὰ καὶ σιωπῆς με γράφῃ, μηδὲν ἡμῖν τὸ παράπαν φθεγγόμενος. ἦ γὰρ ἂν πλείω λέγοντας εὗρες, καὶ οὐκ ἂν ἡμῖν τὸν Κοθωκίδην ἔφης τὸ τῶν αὐλῶν πάθος τοῖς σοφισταῖς ἐπισκώπτοντα. | 63 | |
15 | ἔρρωσο, καὶ τὸ παιδίον, καὶ ἡ γυνή. καὶ τῷ παιδὶ Ἀλεξάνδρῳ μὴ βαρὺς ἐπίκεισο, νέαν ἡλικίαν ἐπὶ πολὺ βιαζόμενος. | |
125(t) | Γεσσίωι ἰατροσοφιστῆι | |
1 | Ὡς πικρὰ τὰ καθ’ ἡμῶν τῆς τύχης βουλεύματα καὶ πρὸς δεινῆς ἀρκοῦντα τραγῳδίας ὑπόθεσιν. οὔπω παίδων οἰκτίστου τάφου πεπαύμεθα, καὶ τὴν τεκοῦσαν ἐξαίφνης ἐφέλκεται—ἐκείνῃ μὲν ἴσως δρῶσα καθ’ ἡδονήν, εἰ παισὶ φιλτάτοις προσέθηκεν, ἡμῖν δὲ πάθη συνάπτουσα πάθεσι καὶ τάφῳ τάφον | |
5 | ἐργαζομένη βαρύτερον—καὶ τῆς μητρὸς ἀπεστέρησεν, οἴμοι, παιδάρια ἔτι τῆς μητρῴας ἐξηρτημένα θηλῆς. δακρύων ὄντως ταῦτα καὶ σκηνῆς ἐπέκεινα πάθη, καὶ οἷα βεβαιῶσαι μῦθον ὡς γυνὴ δυστυχὴς ἐξ ἀνθρώπου λίθος ἐγένετο. ἦν γάρ, ὡς ἔοικε, Φρυγία καὶ βάρβαρος, καὶ πρὸς τὸ τῆς τύχης πῶμα τοῖς ἐκ φιλοσοφίας φαρμάκοις οὐ προκατείληπτο τὴν ψυχήν. οἷα δὴ | |
10 | τὸν μέγαν ἐκεῖνον Ἀναξαγόραν λόγος, προσαγγείλαντος αὐτῷ τινὸς τοῦ παιδὸς τὴν ἄωρον τελευτήν, εἰπεῖν εὐθέως ὡς δὴ παρεσκευασμένον ἐκ πολ‐ λοῦ καὶ μηδὲν μέγα παθόντα πρὸς τῆς ἀκοῆς, ὡς „ᾔδειν κἀγὼ θνητὸν γεν‐ νήσασ“. καὶ οἶμαί γε τοῖς εἰρημένοις τεκμαιρόμενος, ὡς, εἰ καὶ τὸ γύναιόν τις ἀπήγγειλεν ἐπὶ τῷ παιδὶ κεῖσθαι, πάντως ἂν προσέθηκεν ὡς „ᾔδειν καὶ | |
15 | θνητῇ συνοικῶν“. ὅθεν ἐπαινῶ τοὺς πρώτους τραγῳδίαν εὑρόντας, ὅτι καταμαθόντες τὴν τύχην ἄνω καὶ κάτω κυκᾶν τὰ τῶν ἀνθρώπων πράγ‐ ματα. τὴν σκηνὴν ἡμῖν ἐπενόησαν, ἀλλοτρίοις εὖ μάλα κακοῖς τὰς τῶν οἰκείων προκαταλαμβάνοντες συμφοράς. τί γὰρ δεινὸν ἐν ἡμῖν, ὃ μὴ φθάσας ὁ χρόνος ἀπέδειξε; τί δ’ ἂν γένοιτο καινόν, ὃ μὴ πρὸς εἰκόνα παραπλησίαν | |
20 | ἀνάγεται; ἀλλ’ εἴ γε φίλον ἡμῖν τῆς τύχης ὀφθῆναι κρείττοσι, πρὸς τὸν τῆς συνήθους φιλοσοφίας ὅρμον ὑποδραμούμεθα, τίνες τέ ἐσμεν σκοποῦντες καὶ πόθεν ἀφίγμεθα, καὶ τίνες ἄρα τῶν καθ’ ἡμᾶς πραγμάτων οἱ λόγοι, καὶ ὡς δεθέντας λυθῆναι δεῖ πάντως, ὁπηνίκα δόξει τῷ δήσαντι, καὶ ἀποθέσθαι τὸ προσωπεῖον, ὅπερ ἡμῖν ὁ τοῦ μεγάλου δράματος περιτέθεικε ποιητής. | |
25 | τοῦτο γὰρ ὄντως ἡ τοῦ σαυτὸν γνῶθι παραίνεσις. τοῦτο σὸν ἔργον, ὦ σοφώτατε, καὶ τοὺς τῆς προνοίας ὡς οἶμαι λόγους συνεχῶς ἀνελίττοντος | |
καὶ τοῖς σοφίας ἀμυήτοις καρτερίας σαυτὸν παρεχομένου παράδειγμα. ὅθεν εἰς ἑαυτοὺς ἐπανέλθωμεν, τὸ „ἀλλὰ τί κεν ῥέξαιμι“ λέγοντες, καὶ τὸ „θεὸς διὰ πάντα τελευτᾷ“. ταῦτα γὰρ σκοπῶν σαυτοῦ τε δράσεις ἄξια καὶ τὸ | 64 | |
30 | θεῖον παρασκευάσεις εὐμενέσι ποτὲ τὰ καθ’ ἡμᾶς ἰδεῖν ὀφθαλμοῖς. | |
126(t) | Ἰωάννηι | |
1 | Δέδεγμαί σου τὴν φίλην καὶ γέμουσαν ὄντως ἀφροδίτης ἐπιστολήν, τῆς μὲν μακρᾶς σιωπῆς σωκρατικῶς αἰτιωμένην ἡμῖν τὸ δαιμόνιον, τὸν δὲ χαμαὶ κείμενον ἐμὲ καὶ πρὸς ὕψος ἀρετῆς ἀναβλέπειν οὐκ ἔχοντα—καὶ τί γὰρ ἕτερον ἢ σοφιστήν, ὡς ἂν αὐτὸς ἐπισκώψειας; —εἰς αὐτὴν φιλοσοφίαν τοῖς | |
5 | ἐπαίνοις ἀνάγουσαν, μᾶλλον δὲ τὴν ἀκοὴν ὑποσυρομένην, ὅπως κλαπεῖσα τοῖς μηδὲν προσήκουσιν ἐπαίνοις, ἀνάσχοιτο πράως κατηγορουμένης ῥητο‐ ρικῆς καὶ φέροι τὰ συνήθη ταῦτα δὴ τερετίσματα, τὸ „πολιτικῆς μορίου εἴδωλον“ καὶ τὸ „δήμοις ὁμιλεῖν“ καὶ ὅσα δὴ παιζόντων ἐθέλουσι λόγοι· οὐ γὰρ εἴποιμι, φθονούντων αἰδοῖ, φιλοσοφίας καὶ Πλάτωνος. καὶ αὐτὸς δὲ | |
10 | οἶμαι περὶ τῆς τέχνης, ὦ σοφώτατε, τἀναντία φρονῶν σκωμμάτων ὡς ἔοικε χάριν ὄνου φασὶ σκιὰν ἐγκαλεῖς, Θρασυμάχους ἡμῖν καὶ Πώλους ἐπεισκυκλῶν καὶ ὅσα δὴ Πλάτωνος ἀνεπλάσαντο χάριτες. ἀλλὰ παῦσαι λοιπόν, ὦ λῷστε, τὰ μέγιστα τῶν πραγμάτων ἀγορεύων κακῶς. εἰ δὲ μή ... ἀλλ’ εἰς ἀμείνω καιρὸν ἐπέχω τὴν ἀπειλήν. | |
127(t) | Διοδώρωι | |
1 | Τοῖς ὑμετέροις γράμμασιν ἐντυχὼν παλαιᾶς εὐδαιμονίας ἀφικόμην εἰς μνήμην, τὸν Νεῖλον ἐκεῖνον καὶ τὴν παρ’ αὐτῷ τῆς ὑμετέρας θέας ἀπόλαυσιν τῇ διανοίᾳ τυπούμενος, καί μοι δακρύειν ἐπῆλθε τὴν τῆς τύχης ῥοπὴν ὡς ἄνω καὶ κάτω στρεφομένην. νῦν μὲν συνάγει τοὺς ἀνθρώπους ὡς οὐκ ἄν τις | |
5 | ἐλπίσειε, νῦν δὲ πάλιν διίστησιν οὓς παρ’ ἐλπίδα συνήγαγεν. ἀλλὰ σοφόν τι πρὸς αὐτὴν ἐμηχανήσαντο φάρμακον, ἐπιστολαῖς ἀνακοινοῦντες τὸν πόθον καὶ τὴν παρουσίαν τρόπον τινα τοῖς γράμμασι μηχανώμενοι. | |
128(t) | Διοδώρωι | |
1 | Τὸ πολυθρύλητον δεξάμενος πρόσταγμα, περὶ οὗ πάλαι πάσας ἀφῆκα | |
φωνάς, σιωπὴν ἦγον, οὐ μετὰ τὸ τυχεῖν ἀμνημονεύσας τῆς χάριτος, οὐδὲ τῆς Γεροντίου μούσης κληρονομῶν· μόνοις γὰρ ὑμῖν τὸ πλεονέκτημα παρέσχεν ἡ τύχη. καὶ τίς μὴ ἐκεῖνον ἰδὼν δι’ ὑμῶν ἀποπληρώσει τὸν πόθον; | 65 | |
5 | ὥσπερ δι’ ἀκριβοῦς εἰκόνος πρὸς τὸ παράδειγμα καλῶς ἀναγόμενος; σιωπῇ τὴν χάριν ἐτίμων, ἵνα μὴ λέγων ἔλαττον οὗ βούλομαι τύχω φθεγξάμενος. καί σοι κείσεται χάρις ἀνάγραπτος παρ’ ἐμοὶ μᾶλλον ἢ παρὰ Πέρσῃ βασιλεῖ τιμᾶν εἰδότι προδοσίαν καὶ Παυσανίαν μηδίζοντα, εἰ καὶ τὰ μάλιστα τυχεῖν πάντως ἐθέλων, ὦ βέλτιστε, καὶ πρὸς ἔργον ἐνέγκας τὴν γνώμην, ἐλεεινὴν | |
10 | ὑπὲρ ἡμῶν ἀφῆκας φωνὴν καὶ πόρρω λίαν ἡμετέρου φρονήματος· παρὰ γὰρ αὐτῷ τῷ δικαστῇ πτωχοὺς ἡμᾶς ἀπεκάλεις. ἐφ’ οἷς ἠγανάκτησα μάλιστα, εἰ τοσοῦτον κέχηνας πρὸς τὴν ὕλην, φιλοσοφίας ὕψους ἀποπεσών, ὡς χρη‐ μάτων χάριν ἀγεννῆ καὶ ταπεινὰ προσφέγγεσθαι ῥήματα, καὶ μήτε τὴν ἐμὴν ἀξίαν σκοπεῖν. μήτε τὸν σοφώτατον Διογένην, ὃς ἐν ψιλῇ τῇ πήρᾳ τὸν | |
15 | μέγιστον πλοῦτον ὡρίζετο. ἀλλὰ γενοῦ μόλις ἐλεύθερος, σμικρόν τι χρῆμα πρὸς τὴν ἀρετὴν τὴν οἰκουμένην ἡγούμενος. | |
129(t) | Διοδώρωι | |
1 | Τοῖς περὶ φιλίαν ἐσπουδακόσιν ἀρκεῖν ἡγοῦμαι τὴν εὔνοιαν καὶ τὸ ταῖς τῶν συνήθων χρείαις ὑπουργεῖν ἑτοιμότερον, τὸ δὲ καὶ προσαναλίσκειν οἴκοθεν οὔτ’ ἄλλως δίκαιον οὔτε τῷ δεξαμένῳ τὴν χάριν καλόν. ὁ γὰρ ἅπαξ ζημιωθεὶς περὶ δευτέραν χρείαν καθέστηκεν ὀκνηρότερος. ὅπερ εἰ καὶ μὴ | |
5 | πάθοιτε, νόμῳ φιλίας ἀεὶ βεβαιούμενοι, ἀλλ’ οὖν ἐγὼ τοῦ γράφειν ὑπὲρ τῶν δοκούντων ὑπ’ αἰδοῦς ἀνακόπτομαι. ὅθεν εἴ με βούλεσθε τῇ πρὸς ὑμᾶς παρρησίᾳ χαίρειν ἀεί, οὐκ ὀκνήσετε χρέος λαβεῖν ὀφειλόμενον. | |
130(t) | Μαρκέλλωι | |
1 | Τῶν παρόντων γραμμάτων οὐ θράσος αἴτιον, οὐδὲ τὸ μὴ μένειν ἐπὶ τῶν οἰκείων ὅρων εἰδέναι, ἀλλ’ ἀνὴρ θεῷ τε φίλος καὶ πάσης ἀνάπλεως ἀρετῆς, ὃν οὐ πέπεικε τὰς πρὸς ὑμᾶς ὑποσχέσεις ὑπερορᾶν οὐ τὸ νῦν ἐξ Αἰγύπτου μόλις ἐλθεῖν, οὐ φροντιστήριον εὐπρεπές, οὐ χειμὼν ἀπειλούμενος, οὐ πέλα‐ | |
5 | γος ἐμποδών, οὐχ ὁδοιπορία μακρά, ἀρετὴν δὲ μίαν εἰδὼς τὸ πληροῦν ἔργῳ τὰς ὑποσχέσεις καὶ πρὸς ἅπαντας ὁμοίως γίνεσθαι παραπλήσιον, ὅλος ὁρᾷ πρὸς ὑμᾶς. ἀλλὰ καὶ θᾶττον ἰέναι παρ’ ἡμᾶς καταγγέλλεται, καὶ πέπεισμαι ῥᾳδίως, ἐκ τῶν πρὸς ὑμᾶς ὑποσχέσεων τὴν πεῖραν λαβών. ὑπόλοιπον τοίνυν ὑμῖν κρατεῖσθαι, καὶ πρέπον ἂν εἴη μὴ κρατεῖν ἐθέλειν ἄνδρα μηδὲν οὕτω | |
10 | δεινὸν ἡγούμενον, ὡς τὴν τοῦ παραβαίνειν ἀνάγκην ἅπερ ἐπήγγελται. πέμπε τοίνυν τάχος τὸν ἄνδρα τὴν ὑμετέραν φιλανθρωπίαν πρὸς ἡμᾶς | |
ἀφηγούμενον. | 66 | |
131(t) | Σαβίνωι | |
1 | Σὺ μὲν ὡς ἐπ’ ὀνείδει πενίαν προφέρεις ἐμοί, καὶ θηρίον ἐξωλέστατον εἶναί σοι τὸ χρῆμα δοκεῖ, καί, τὸ δὴ μέγιστον, Ἶρος ἐγὼ παρὰ σοὶ καὶ τῶν καθ’ ἡμέραν ἴσως ἐπιδεής· καὶ τί γὰρ οὐκ ἂν εἴποις ἀρετῆς ὁμοῦ καὶ φιλοσοφίας ἐκπεπτωκώς, ἐλεῶν μὲν ἅ γε θαυμάζειν ἐχρῆν, μεγάλων δέ τινων ἐστερῆσθαι | |
5 | νομίζων τὸν ὑψηλόν τε καὶ κοῦφον καὶ μὴ τῷ βάρει τῆς ὕλης πρὸς τὰ κάτω φερόμενον; τῇ γαστρὶ γὰρ τὴν εὐδαιμονίαν μετρῶν καὶ δόξαις ἀνθρώπων προσκείμενος ἐκμισθοῖς μὲν εἰς ἃ μὴ θέμις τὴν γλῶτταν, κυκᾷς δὲ τὰ δικαστή‐ ρια, πάρεργον δέ σου τῆς ἀπάτης οἱ δήμιοι. πλουσίων δὲ θύρας ἀράττεις, κἄν τις ἑστιᾶν οἶδε καλῶς, ἀπεῖπεν ὑπὸ σοῦ θαυμαζόμενος. ἑορτὴ δέ σου | |
10 | λαμπρὰ ἐσθὴς ποικίλη καὶ βάδισμα σοβαρὸν καὶ βλέμμα τῇδε κἀκεῖσε χεόμε‐ νον, καὶ πανταχοῦ σοι τὰ ὦτα, καθάπερ ὁ Μίδας, εἴ πού τι φθέγξαιτο γύναιον τὴν σὴν σκηνὴν ἐκπληττόμενον. ἀλλὰ μέχρι δὴ τίνος ὕπνῳ μακρῷ πεδη‐ θεὶς οἷά τις Ἐνδυμίων πρὸς ἀρετὴν οὐκ ἀνίστασαι; παῦσαι λοιπὸν πρὸς τὸ σωμάτιον κεχηνὼς καὶ κατὰ σαυτοῦ τρέφων τὸ δεσμωτήριον. παῦσαι χρυ‐ | |
15 | σίον ὀνειροπολῶν καὶ ἀργύρου πλῆθος ἀεὶ φανταζόμενος καὶ πολλὰς ἀρχὰς τῇ διανοίᾳ περινοστῶν. τὰ ἔνδον οἷα μηδενὶ τῶν φίλων. ἀλλ’ αὐτομόλησον πρὸς ἡμᾶς εἰ δοκεῖ, καὶ τὴν κοινὴν θεὸν τὴν Πενίαν προσκύνει καὶ φιλοῦσαν ἐπίγνωθι. καὶ γὰρ σὲ περιέπει μᾶλλον ἤπερ ἡμᾶς, καὶ φιλήσειν ἔτι κατεπήγγελται. | |
132(t) | Δωροθέωι | |
1 | Ὅσον ἐλύπεις ἀπαίρων οὐκ ἂν ἤλπισα προλαβών, εἰ μὴ τὴν πεῖραν ἔσχον διδάσκαλον. ἐξ οὗ γὰρ ἡμᾶς ᾤχου καταλιπών, οὐκ ἐπαυσάμην μετὰ σοῦ τῇ διανοίᾳ περινοστῶν καὶ λιμένας καὶ θάλατταν διαγράφων ἐν ἑαυτῷ. καὶ „κλῦθι, Ποσείδαον γαιήοχε“ πολλάκις εἰπὼν ἠξίουν εὐμενῆ σοι παρέχειν τὴν | |
5 | θάλατταν, καὶ τοῦ πλοῦ τὰς ἡμέρας ἐπὶ τῶν δακτύλων ἐτίθουν, καὶ οὕτως ὅλος ἐτύγχανον παρὰ σοί, ὡς καὶ καλέσαι τινὰ πειραθεὶς ἔλαθον πολλάκις Δωρόθεον προσειπών. καὶ ὁ μὲν ἐγέλα, ἐγὼ δὲ διαμαρτάνων ἠχθόμην. σὺ δὲ ἴσως, ἠγνόεις ὁπόσον ἡμῖν ἐναπέθου φίλτρον. πολλάκις δὲ προσιόντα τινὰ πόρρωθεν θεασάμενος, σέ, μὰ τοὺς θεούς, ἐδόκουν ὁρᾶν, πρὸς τὸ τῆς διανοίας | |
10 | βούλημα τῶν ὀφθαλμῶν ῥᾳδίως ἀπατωμένων. τῆς δὲ πλάνης μόλις ἀπήλ‐ λαγμαι, γράμματα δεξάμενος παρὰ σοῦ καὶ θεραπεύσας τὸν ἔρωτα. | |
133(t) | Διοδώρωι | |
1 | Δέδεγμαί σου τὰς καλὰς ἰσχάδας καὶ κρείττους, οἶμαι, τῶν Ἀττικῶν, δι’ | |
ἅς φασιν ὁ μέγας κεκίνητο πόλεμος, ὅτε βασιλεὺς ἐπῄει γῆν ἐπεμβάλλων θαλάττῃ καὶ διατέμνων ὄρος εἰς θάλατταν· δέδεγμαι δὲ καὶ ὑποδήματα καὶ λίαν καλά. πλὴν „ἀλλ’ οὐ συμβλήτ’ ἐστὶ κυνόσβατος οὐδ’ ἀνεμῶναι πρὸς | 67 | |
5 | ῥόδα“· ἀσταφὶς γὰρ μακρὰ καὶ συμμέτρῳ στύψει τὴν ἔμφυτον παραμυθου‐ μένη γλυκύτητα ποίων μὲν ἰσχάδων Ἀττικῶν ποίων δὲ πλακούντων, ἐφ’ οὓς ἀεὶ τὴν γλῶτταν προτείνεις, οὐ κρείττων καθέστηκε; πέπομφα δὲ καὶ στρουθοὺς ἐξ ἅλμης, ἀδηφάγου γαστρὸς παραμύθιον. ἆρ’ οὐ κρείττω πολλῷ τὰ ἡμέτερα; πᾶς ἄν τις, οἶμαι, τένθης φήσειε δικαστής. πλὴν ἴσως | |
10 | τὰς μελλούσας βλαύτας ἐρεῖς. ἐγὼ δὲ κέχηνα μὲν πρὸς αὐτάς· ἐπειδὰν δὲ πέμψῃς ... ἀλλ’ οὐ βούλομαι λέγειν οἷα δὴ καὶ σκώπτειν πειράσομαι. | |
134(t) | Στεφάνωι | |
1 | Τὴν ὑμετέραν λαμπρότητα κηρύττει μὲν ὅσα τοὺς ἀγαθοὺς γνωρίζειν ἄνδρας ἐπίσταται. ὡς δὲ τῶν πειραθέντων ἡ μαρτυρία, νικᾶται τοῖς ἔργοις ὁ λόγος καὶ τῶν πραγμάτων κατόπιν εἶναι δοκεῖ. τὴν δὲ περὶ ἐμὲ σπουδὴν ἀεὶ μεγίστῳ παραδεδωκὼς θαύματι, νῦν οὐχ ἥκιστα τοῦτο ποιῶ, ὅτεπερ | |
5 | ἄνδρα μοι τοσοῦτον ἔπεισεν ἐπὶ μικρότατον μῆκος ὁδοῦ θεῖναι, ὡς εἰ καὶ ψιλοῖς ἐχρήσατο γράμμασιν, οὐκ ἂν ἔσχον ἀντιλέγειν κελεύοντι. οὕτω δέ μοι βαρὺ φορτίον ἐπέθηκεν αἰδουμένῳ τὴν ἄφιξιν καὶ τοῦ παντὸς βίου τὴν ἀρετὴν καὶ ὅσα προλαβοῦσα κηρύττει φήμη βεβαιωθεῖσα τῇ πείρᾳ, ὥστε μικροῦ δεῖν ὡς εἶχον σχήματος εἱπόμην, μηδὲ τοῖς οἰκείοις χαίρειν εἰπών. ἀλλά μέ | |
10 | τις ἔννοια μόλις ἐπέσχεν ὁρμῶντα, λογιζόμενον τὸ μηδὲν ὑπερορᾶν πατρίδος ἐν ᾗ πρῶτον εἶδον τὸν ἥλιον, καὶ ὡς καλὸν τὰ πρὸς ταύτην δίκαια φυλάττειν ἢ πολὺ κεκτῆσθαι χρυσίον, καὶ ξένους τοσούτους δι’ ἐμὲ παρόντας ὑπεριδεῖν. | |
135(t) | Πέτρωι | |
1 | Ὁ καλὸς Ἐπιφάνιος τοῖς ὑμετέροις γράμμασι πλείστην ἐπαγόμενος εὔνοιαν συνέστη μὲν οὕτως ἐμοί, σπουδὴν δὲ πᾶσαν ἐπεδείξατο λογικήν, μηδὲν τῶν ὅσα φέρει νεότης ἐπιδεικνύμενος, ἀλλ’ ὅλον αὐτὸν τοῖς λόγοις διδοὺς καὶ τῇ μελέτῃ προσκαρτερῶν. ὃ δὴ καὶ τεκμήριον εἶναι δοκεῖ τοῦ τὴν κατηγορίαν | |
5 | πεπλάσθαι καὶ ψευδὲς εἶναί που τὸ πάλαι θρυλούμενον. ἀργούντων γὰρ ἐκεῖνα καὶ διανοίας ἐξ ἀλόγου σχολῆς ἐφ’ ἃ μὴ δεῖ φερομένης. Ἰσοκράτει δέ τις πειθόμενος καὶ καταναλίσκων „τὴν τοῦ βίου σχολὴν εἰς τὴν τῶν λόγων φιληκοΐαν“, οὐ δίδωσι τῷ συκοφάντῃ λόγον ὡς εἰκότως ἄρα κατηγορεῖ. κἂν γὰρ αὐτὸς σιγᾷ, τὸν βίον ἔχει πρὸς ἀπολογίαν ἀρκοῦντα. γένοιτο δὲ | |
10 | καὶ τὸν νέον μᾶλλον ἐπὶ τούτῳ μὴ διαμαρτάνειν ἐλπίδος. | 68 |
136(t) | Ζαχαρίαι καὶ Φιλίππωι ἀδελφοῖς | |
1 | Ὁ θαυμαστὸς Τιμόθεος ὁ ταύτην φέρων τὴν ἐπιστολὴν τοῦ μὲν ἀλλήλοις γράφειν ἐπὶ τοῦ παρόντος ἐστὶν ἀρχή, πατρὸς δὲ τυγχάνων ἐπιεικοῦς καὶ λίαν ἀπράγμονος ἐν ἑαυτῷ περιφέρει τὸν φύσαντα, τὴν τῶν τρόπων εὐ‐ γένειαν ἐπὶ τοῦ προσώπου δεικνύς· ἐρυθριᾷ γοῦν ἑτοίμως, κἄν τις αὐτὸν | |
5 | ἐπαινῇ κἂν ἀποβλέπειν μόνον ἐθέλῃ. οὗτος ὅτου δὴ χάριν τὴν βασιλίδα πόλιν κατείληφε, καὶ δεῖται τῆς ὑμετέρας ῥοπῆς, ἐν οἷς ἂν δύνησθε συμμαχίαν ἄλυπον χορηγούσης. τοῦτο δὲ ποιοῦντες ἀνδράσιν ἔσεσθε κεχαρισμένοι χρη‐ στοῖς, οὗ μεῖζον οὐδὲν τοῖς τιμᾶν ἐγνωκόσι τὴν ἀρετήν. | |
137(t) | Ζαχαρίαι καὶ Φιλίππωι ἀδελφοῖς | |
1 | Τὸ παρὸν ὡς ἔοικεν ἔτος δεήσεις παρ’ ἡμῶν διακομίσει πυκνάς, πλὴν οὖν δικαίας καὶ πρόφασιν ἐχούσας ἐπαινουμένην, ὑπὲρ ὧν τις εὐγνώμων καὶ τὸν τρόπον Ἑλληνικὸς χάριν ἂν ἡσθείη διδοὺς ἢ παρ’ ἑτέρων δεχόμενος. τοιαύτη δέ τις τῶν παρόντων ἡ χρεία. Νεῖλος ὁ λογιώτατος θεῷ τὸν βίον ἀναθεὶς | |
5 | πόλιν μὲν οἰκεῖ, μητρὸς ἐπ’ αὐτῷ σαλευούσης, γῆρας ὁμοῦ θεραπεύων καὶ τὴν ἐντεῦθεν ἀσθένειαν, οὐδὲν δὲ ἧττον πολλῶν ἴσως ἐπ’ ἐρημίας οἰκούντων ἐπ’ εὐσεβείᾳ γνωρίζεται. οἰκίαν δὲ κεκτημένος τόπον ψιλὸν ἐχούσης τὸν παρακείμενον, γείτονος ἀπέλαυσε πονηροῦ, ὃς θυρίδας κατὰ τοῦ μὴ προσ‐ ήκοντος ψιλοῦ νεωτερίσας τινάς, πρὸς μὲν τὸ παρὸν ὡμολόγει μηδὲν ἐμπο‐ | |
10 | δὼν ἔσεσθαι ταύτας οἰκοδομεῖν βουλομένῳ. ὡς δὲ νῦν εἰς ἔργον ἦλθεν ὁ λόγος, κώλυμα τὰς θυρίδας προβάλλεται, ὥσπερ δίκην ἀπαιτῶν ὅτι παρεῖδε καινοτομούμενος. ὁρῶν δὲ τοῖς δικαίοις πανταχόθεν ἑαυτὸν ἐξωθούμενον, παρείσδυσιν ἑαυτῷ δυναστείας ἐπινοεῖ καί, τὸ μέγιστον, ἀνδρὸς τοῖς δικαίοις χαίρειν ἐγνωκότος ἀεί. εἰς γὰρ τὸν πολὺν ἐκεῖνον ὠθεῖται Νεστόριον, τῷ | |
15 | μὴ παρεῖναι τὸν ἄνδρα θαρρῶν. τοῖς γὰρ αὐτῷ προσήκουσιν εἰς συμμα‐ χίαν χρησάμενος, ὠνὴν εἰς αὐτόν τινα πρὸς κακουργίαν ἐπλάσατο τὸ δίκαιον ὄνομα, καὶ πρὸς ἀδικίαν ὕλην λαβὼν καὶ τοὺς κατ’ αὐτοῦ πανταχόθεν ἐπαίνους διαβάλλειν πειρώμενος. ἀλλὰ ταῦτα μαθὼν δι’ ὑμῶν κωλύσει ταῖς ἀπειλαῖς τὸν ἀδικοῦντα δι’ | |
20 | ἀνδρὸς τιμῶντος τὰ δίκαια. | |
138(t) | Δωροθέωι | |
1 | Ἦν ἄρα τοῖς ποθοῦσιν ἔαρ οὐ καιροῦ μεταβολὴ καὶ ὥρας λαμπρότης καὶ χελιδόνες ᾄδουσαι καὶ γῆ ποικιλλομένη τοῖς ἄνθεσιν, ἀλλὰ παιδικῶν φωνὴ χειμῶνα σιγῆς τῇ τῶν ἐρώντων ψυχῇ παρενοχλοῦντα πρὸς εὔδιον ἀκοὴν | |
μεταβάλλουσα. τοιοῦτός τις πέφηνας κρείττω πάσης ἡδονῆς τὰ γράμματα | 69 | |
5 | χαρισάμενος. ὡς ὅ γε παριππεύσας χειμὼν ἐπῆλθε μὲν τῇ φύσει πολύς, σοῦ δὲ σιγῶντος ἔδοξε δυσχερέστερος. | |
139(t) | Ὠρίωνι | |
1 | Ὁ μὲν ὑμέτερος θεῖος οἴεταί τι μέγα χαριεῖσθαι τῇ παιδεύσει τῇ σῇ, εἴ γε δεῖ γράμματα κομίσαι παρ’ ἐμοῦ καὶ ταῦτα δήπου λέγων ἐπὶ τὸ γράφειν ἀνάγεται. ἐγὼ δὲ τῆς μὲν εἰς ὑμᾶς εὐνοίας τὸν ἄνδρα τεθαύμακα μηδὲ τῶν σμικροτάτων φειδόμενον ἐξ ὧν οἶδεν ὑμῖν χαριούμενος, τὴν δὲ σιωπὴν | |
5 | ἠγάπων ἐμαυτὸν ἐρυθριῶν καὶ σοφὸν ἔχων ἐπιστεῖλαι μηδέν. ὡς γὰρ καὶ Πλάτωνι τῷ σοφωτάτῳ δοκεῖ, οὐκ ἔστιν ἀρετὴν εἰδέναι τί, μὴ τοῖς ἔργοις πρὸς ἀρετὴν ἐπειγόμενον. ὃ δὲ μὴ ἔστιν εἰδέναι, κἂν ἐρυθριάσαιμι περὶ τούτου φθεγγόμενος καὶ ταὐτὰ ποιῶν ὥσπερ ἂν εἴ τις μουσικὴν μηδ’ ὄναρ εἰδὼς εἶτά τις Ὀρφεὺς εἶναι λέγοι τὰ θηρία τῇ λύρᾳ χειρούμενος. ἀλλ’ | |
10 | εἰ δέοι τῶν κρουμάτων ἐφάψασθαι, γέλως εὐθὺς ὁ κόμπος, καὶ πάντα δὴ ῥᾳδίως ἐλέγχεται. πόθεν οὖν 〈ὃ〉 μὴ πέφυκα παρὰ τῷ σῷ θείῳ νομίζομαι; ἔφης τι πρὸς αὐτὸν πολλάκις νόμῳ δὴ φιλίας ἀποσεμνύνων ἐμέ, ὁ δὲ τὸν πόθον οὐ σκοπῶν, ἀλλ’ ἐκ τῶν ἔργων εἶναι τοὺς λόγους οἰόμενος, ἀπαιτεῖ γενέσθαι με τοιοῦτον οἷόν με τοῖς λόγοις ἀνέπλασας, καὶ τοῦ σοῦ ψεύδους | |
15 | νῦν εὐθύνας εἰσπράττομαι καὶ διελέγχω σου τοὺς λόγους, οὐκ ἔχων ἀρετῆς γενέσθαι διδάσκαλος; πλὴν ἐπειδὴ πρὸς σέ μοι τὰ γράμματα, δόκει δὴ πάλιν θαυμάζειν, ἵνα μὴ σαυτὸν ἐλέγχῃς ψευδόμενον. | |
140(t) | Διοδώρωι | |
1 | Ὀβολοῖν τῶν Εὐριπίδου ῥακίων τὴν ἐμὴν οἰκίαν ἀνέπλησας, ἀδωνάρια πέμψας ἄρρυθμα, καθά σοι φίλον καλεῖν, καὶ βλαύτας ἀμούσους καὶ ἰφικράτι‐ δας, ἐφ’ αἷς ἦ κε μέγ’ οἰμώξειεν ὁ στρατηγὸς Ἰφικράτης οὐδὲν τῆς Ἀττικῆς φερούσαις τεκμήριον. οὐδὲ γὰρ χάριν τινὰ καὶ πεῖραν μελίττης Ὑμηττίου | |
5 | παρέχονται, οὐδὲ βοῶσι τῇ θέᾳ τὴν Ἀττικήν, ἐν ᾗ Μαραθὼν καὶ Σαλαμὶς καὶ ἄνδρες ἐλευθερίας καὶ φρονήματος ἐρασταὶ οὐ μὰ Δία τῇ παρ’ ὑμῖν Μούσῃ τετελεσμένοι· τὰ γὰρ ὑμέτερα ... ἀλλ’ εὔστομα κείσθω, μή τι καὶ λάθω φθεγξάμενος. | |
141(t) | [Κυριακῶι] | |
1 | Τὰ μὲν σὰ δῶρα τοιαῦτα· τὰ δὲ ἡμέτερα κἂν αὐτὸς ἐπαινέσειας οὕτω τῇ | |
γαστρὶ χαριζόμενος. λίχνος γάρ τις ὢν καὶ τὸ γαστρίζεσθαι μελέτην πεποιη‐ μένος καὶ βρώμασι τὴν μεγάλην εὐδαιμονίαν μετρῶν, εἴ πού τι θηράσαις ἡδύ, προτείνεις εὐθέως τὴν γλῶτταν, καθάπερ τις Αἴας τὴν μεγάλην ἀσπίδα. | 70 | |
5 | καὶ μάρτυς ὁ καιρὸς ἐν ᾧ τὸν πλακοῦντα παρ’ ἑτέρων ὑφήρπασας, ὅλον εὐθὺς παραπέμψας τῷ στόματι. | |
142(t) | Κυριακῶι | |
1 | Ὅσον οἱ παῖδες τοῖς πατράσιν ὀφείλουσι χάριτας οὐκ ἔστιν εἰδέναι πρὸς ἀξίαν, εἰ μή τις καὶ αὐτὸς παίδων ὑπάρχει πατήρ. τότε γὰρ ἐξ ἧς ἔχει πρὸς τοὺς παῖδας στοργῆς εἴσεται πάντως ὁποῖοι πρὸς αὐτὸν ὑπῆρξαν οἱ φύσαν‐ τες. πλὴν ὅσοι ταῖς Μούσαις ἀνάκεινται καὶ πρὸ τῆς πείρας λόγῳ τἀληθῆ | |
5 | διακρίνουσιν. ὅθεν σε τοιοῦτον περὶ τοὺς τεκόντας προσήκει γενέσθαι, οἳ τάχα τῶν ἄλλων πλέον εἰς εὔνοιαν συνεισφέρουσι. διό με καὶ πρὸς τὴν παροῦσαν ἐπιστολὴν κεκινήκασι, μισθὸν αἰτοῦντές σε πατρικὸν τὸ μὴ καταισχῦναί σε, τοιοῦτον 〈γενόμενον〉 οἷον αὐτοί τε βούλονται καὶ θεὸς εἰς πέρας ἐνέγκοι. τότε γὰρ αὐτοῖς καὶ θάνατος ῥᾴων, ἐπισταμένοις οἷον διά‐ | |
10 | δοχον τοῦ γένους ἀπέλιπον. | |
143(t) | Ζαχαρίαι καὶ Φιλίππωι ἀδελφοῖς | |
1 | Ὁ ταύτην πρὸς ὑμᾶς λαβὼν τὴν ἐπιστολὴν πατρὸς Ἀγαθοῦ πέφυκε, τοῦ τὰ χρηστὰ τιμῶντος καὶ ἐν πᾶσι δικαίοις γνωριζομένου. εἰς ἐμοῦ δὲ φοιτήσας ὁ νέος φύσεώς τε ῥώμην ἐπεδείξατο καὶ προθυμίαν ἀοκνοτάτην. καὶ νῦν πρὸς βασιλέως ἀνήχθη, προσλαβεῖν τοὺς νόμους βουλόμενος, ὅπως προέλθῃ | |
5 | ῥήτωρ, τὴν πολιτείαν φέρων τῷ σώματι καὶ τῇ γλώττῃ τοὺς λόγους προ‐ βεβλημένος. οὐ δὴ δίκαιον τὴν τούτου πρὸς ὑμᾶς ἄφιξιν παραδοῦναι σιγῇ, οἳ τοὺς παρ’ ἐμοῦ τετελεσμένους ἴσα ποῦ καὶ παῖδας νομίζοντες καὶ εἰς τοῦ‐ τον εὔνοιαν οὐ τὴν τυχοῦσαν ἐνδείξεσθε. | |
144(t) | Ὠρίωνι | |
1 | Τοὺς ἀγαθοὺς τῶν φίλων ἀπόντας μᾶλλον ἐλέγχειν οἶδεν ἡ πεῖρα. κρίσις γὰρ εὐνοίας οὐ τὰ παρόντα τιμᾶν· τοῦτο γὰρ ἔσθ’ ὅτε ποιήσειεν ἄν τις, καθάπερ ἐπὶ σκηνῆς ὁ τῶν ἀγαθῶν τὸ πρόσωπον περικείμενος ὃ μὴ πέφυκεν ὑποκρίνεται. εἰ δέ τις τῷ τόπῳ διεστὼς εἰς ἓν χωρεῖ τῇ σπουδῇ καὶ τῇ | |
5 | γνώμῃ συνάπτεται, οὗτος ἐκεῖνος ὁ φιλίας νόμον περιστέλλειν εἰδώς. τοιοῦτος ἡμῖν προῆλθες, ἀρετῇ τῶν δευτέρων τὰ φθάσαντα παρελθών. εἰ δὲ καὶ πατέρων εἰκόνες οἱ παῖδες, εἰκότως ἄρα με καὶ φήμη κομίζει μετάρσιον διὰ παιδὸς ἀγαθοῦ σμικρὸν πατέρα μείζω ποιοῦσα δοκεῖν καὶ πανταχοῦ, καθάπερ ἔφης, ταῖς πόλεσι παραπέμπουσα. ἀλλά μοι περιέποις τὴν ἀρετήν, ἣν παρ’ ἐμοὶ | |
10 | τῶν λόγων, ταύτην ἔχειν περὶ τοὺς νόμους σπουδὴν καὶ φύσιν ἐπιδεικνύμενος. | 71 |
145(t) | Εὐδαίμονι | |
1 | Τὸν λογιώτατον Ἱέριον τὸν τῆς Ἰταλῶν παρ’ ἡμῖν προβεβλημένον φωνῆς καὶ τρόποις ἀγαθοῖς μᾶλλον ἢ παιδείᾳ κοσμούμενον οὐκ ᾠήθην δεῖν τὴν πρὸς ὑμᾶς ἰόντα παραπέμψαι σιγῇ. καλὸν μὲν γὰρ ἂν παρόντων ὑμῶν ἀπο‐ λαύειν ἀεί· δεύτερος δέ φασι πλοῦς τοῖς ἀποῦσι διὰ γραμμάτων προσομιλεῖν. | |
5 | πλὴν εὐδαίμονες ὄντως οἷς διέπεις τὰ δίκαια, καθάπερ τινὸς τρίποδος τῆς σῆς ἐξηρτημένοι φωνῆς καὶ καινὸν ὄντως θέαμα τὴν Δίκην αὐτοῖς ἐπανελ‐ θοῦσαν ὁρῶντες, ἣν προλαβὼν ὁ χρόνος ἠμαύρωσε. περιττὸν δὲ λέγειν ὡς εὖ ποιήσεις ἐν οἷς ὑμῶν δεῖται καὶ τὸν τὴν ἐπιστολὴν ὑμῖν κομισάμενον. ᾧ γὰρ βίος οἱ λόγοι, πῶς οὐ τιμήσει τοὺς τῶν λόγων πατέρας ἰδών; ἡκέτω | |
10 | τοίνυν ἀγγέλλων ἅπερ ἀκούειν εὐχόμεθα, ὡς νικᾷς τῇ πείρᾳ τὴν φήμην, καὶ μείζω δίδως ἤπερ οἱ λαμβάνοντες βούλονται. | |
146(t) | Νηφαλίωι | |
1 | Σὺ μὲν ἐν πλήθει χρημάτων τὴν ἀπορίαν θρηνεῖς, ἐγὼ δὲ τὰ χρήματα καὶ τοὺς πλουτοῦντας περιφρονῶ, καίτοι πενίᾳ θαυμαστῇ συνεχόμενος. οὕτως ἄρα τὸ πένεσθαι καὶ πλουτεῖν ἡ γνώμη ποιεῖ, οὐ χρήματα παρὰ τῆς τύχης τῇδε κἀκεῖσε πλανώμενα. τοιγαροῦν παῦσαι μικροψύχως ἡμῖν ὀδυρόμενος, | |
5 | μηδὲν μέγα νομίζων, πλὴν εἰ μή τι φέροι πρὸς ἀρετήν. ὅ τι γὰρ μὴ τοιοῦτον, ἀλλότριόν τέ ἐστι καὶ πρὸς ἀπάτην ἐφέλκεται. ὅθεν οἱ φρονεῖν εἰδότες ὥσπερ τινὰ μέθην καὶ φλυαρίαν ταῦτα ἀποσεισάμενοι, τὴν γῆν καταλιπόντες τῇ γῇ, μεταρσίῳ γνώμῃ περιπολοῦσι τὸν οὐρανόν, τὰς αἰσθήσεις καὶ τὴν ὕλην καὶ τὸ τῆς πλάνης χωρίον ὥσπερ τινὰ χαλεπὴν διανηξάμενοι θάλατταν. | |
147(t) | Μουσαίωι | |
1 | Δέδεγμαι τὴν βίβλον, ποθεινοτέραν μοι γενομένην, ὅτι ταῖς ὑμετέραις ἀνα‐ ληφθεῖσα χερσὶ τάχα τι καὶ μουσικὸν ἐπεσπάσατο, ὡς τὸν κεχρημένον λοι‐ πὸν ὀξυτέρας οἶμαι τῆς διανοίας αἰσθάνεσθαι, οὐχ ἧττον ἢ Σωκράτης, ἡνίκα δὴ παρὰ τὸν Ἰλισσὸν ἐκαθέζετο, ἔνθα καὶ Νυμφῶν ἱερὸν καὶ Πανὸς | |
5 | ἐνδιαίτημα. ἀλλ’ εἴθε μὴν καὶ τὰς ἄλλας βίβλους λαβὼν τοιαύτας ἐργάσαιο, ὥστε με κατὰ μέρος ἑκάστῃ προσβάλλοντα θειοτέρας ἀεὶ τῆς ἐπιπνοίας | |
αἰσθάνεσθαι. | 72 | |
148(t) | Ἐπιφανίωι | |
1 | Καλῶς ἄρα ᾔδει τὸ τῶν ἐρώντων πάθος ἡ παροιμία· κἂν ἐπιορκεῖν ἐθέλω‐ σιν, συγγνώμην αὐτοῖς ἐκ θεῶν ἐπαγγέλλεται. ἰδοὺ γάρ σοι γέγραφα, καίτοι μὴ γράφειν ὑπεσχημένος. οὕτως ἀγόμεθα τῷ πόθῳ καὶ γίνομαι ψεύ‐ στης ἐρωτικός. ἀλλὰ γράφε πολλάκις καὶ δίδου τύπον γοῦν εἰκόνος ἀντὶ | |
5 | θέας τοῖς ἐρασταῖς. | |
149(t) | Ἰωάννηι | |
1 | Ἐζήλωκά σε τῆς γονῆς, εἰ τοιαῦτα τίκτειν ἐπίστασαι· εὐδαιμόνων γὰρ πατέρων παῖδας ἀποφαίνεις εὐδαίμονας, μουσικῷ τινι νάματι τὰ θεῖα σοφῶς προφερόμενος. τοιοῦτος ἡμῖν ὁ λογιώτατος ἀφῖκται Μουσήλιος, ὃν ἐπαινεῖν ἐθέλων καὶ τὰ προσόντα μὴ λέγειν δυνάμενος μόνην τὴν σιωπὴν ἀρκεῖν | |
5 | ἡγοῦμαι πρὸς ἔπαινον. ἀλλ’ εἴ μοί τι πίθοιο, τὴν Ἀγαμέμνονος ἐπὶ σοὶ μεθαρμόσω φωνήν, „βάλλ’ οὕτω“ φίλε Τεῦκρε, καὶ μὴ φείσῃ φθεγγόμενος. | |
150(t) | Νεστορίωι | |
1 | Ἔτι σιγᾷς; ἔτι τῆς τύχης γίνῃ βαρύτερος; ἡ μὲν γὰρ τῆς θέας εἰς τὸ νῦν ἀπεστέρησε, σὺ δὲ καὶ μικρῶν ἡμῖν ἐφθόνησας συλλαβῶν, μηδὲ τὸ κοινὸν δὴ τοῦτο τὸ τῶν φίλων μιμούμενος. ἀλλ’ ἐγὼ μέν σε καὶ μὴ παρόντα ποθῶ, καὶ μεμνημένος εὐφραίνομαι, καὶ νῦν καιρὸν εὑρὼν οὐκ οἶδα τιμῆσαι σιγήν, | |
5 | ἡνίκα δή σε προσερεῖν ἐπιτήδειον. σὺ δὲ εἴ τι μὴ καὶ τοῦτο τῆς πατρίδος ἀπέλαυσας, τὸ μὴ μένειν ἐφ’ οἷς δή σε πρῴην ἐπαίδευσα, μάλιστα μὲν ποθοῦ‐ σιν ἐφίστασο. εἰ δὲ μή, μιμοῦ τὴν θέαν τοῖς γράμμασι, καὶ πείσεις ὡς τὴν ἐμὴν διδασκαλίαν τὸ τῆς χώρας οὐδαμῶς ἐνίκησε βάραθρον. οὕτως ἐπαί‐ ρομαι πρὸς ἄνδρα, διδασκάλου φρονήματος ἀντεχόμενος. | |
151(t) | Σωζομένωι | |
1 | Οὐ τὴν τυχοῦσαν ἡμῖν ἡδονὴν ἐνεποίησεν ὁ σοφὸς Καισάρειος τὴν σὴν σπουδὴν ἀφηγούμενος. οἷα γὰρ χρηστὸς ἀνὴρ καὶ τοῖς λόγοις συντεθραμ‐ μένος ἀνεπίφθονον ἡμῖν καὶ καθαρὸν ἐδίδου τὸν ἔπαινον, μειδιῶν τε ἅμα καὶ συνηδόμενος ἐμοὶ τῆς γονῆς. ἐγὼ δὲ σὲ μὲν ἐμακάρισα τῶν ἐπαίνων, ἐκεῖνον δὲ | |
5 | τῆς προαιρέσεως, ἐμαυτὸν δὲ τῆς τύχης, εἰ τοὺς παρ’ ἡμᾶς φοιτῶντας εὐδο‐ κιμεῖν ἀνὴρ ἀγαθὸς ἐμαρτύρησεν. ἀλλ’ ἐπιδίδου πρὸς ἀρετὴν τῇ σωφροσύνῃ | |
κοσμούμενος καὶ μειζόνων ἐπαίνων ὑποθέσεις δίδου τοῖς ἀπαγγέλλουσιν. | 73 | |
152(t) | Παγκρατίωι | |
1 | Οὕτω παρορᾷς τοὺς ποθοῦντας; οὕτω τῆς γλώττης ἐπέχεις τὰ νάματα; ἀλλ’ ἐμοὶ καὶ διαγράφει τὴν ὑμετέραν θέαν ὁ πόθος, καὶ νῦν ἔγνων ὀνειρο‐ πολεῖν ἐγρηγορότος τοῦ σώματος. ἀλλὰ δίδου σαυτὸν μέχρι γοῦν γραμμά‐ των ἡμῖν· τοῖς γὰρ ποθοῦσι παραμυθία τὸ καὶ σμικρόν τι σύμβολον τῶν | |
5 | ἐρωμένων ἰδεῖν. μέμνησο δὲ καὶ τῶν λόγων ἐκείνων, ἐν οἷς ὑποσχέσεις ἦσαν ἢ θᾶττον ἐλθεῖν εἰς ἡμᾶς ἢ γράμμασι πυκνοῖς ἀνεπαίσθητον τὴν ἀπουσίαν ποιεῖν. νυνὶ δὲ κινδυνεύω γράφεσθαί σε παρὰ ταῖς Μούσαις, ὡς ὁ σοφὸς Παγκράτιος δεινὸς ἦν λέγειν ἃ μὴ ποιεῖν ἐλογίζετο. | |
153(t) | Ζωσίμωι καὶ Μακαρίωι | |
1 | Οἱ περὶ τὸν σοφώτατον Βαβύλαν ἀφικόμενοι διηγήσαντό μοι προθύμως ἅπερ ἀκούειν μὲν εὔχομαι, πρὶν δὲ λέγειν αὐτοὺς ἠπιστάμην. ἐξ ὧν γὰρ ἐμοὶ φοιτῶντες τὴν περὶ λόγους σπουδὴν σωφροσύνῃ τρόπων καὶ ταῖς λοιπαῖς ἀρεταῖς ἐκοσμήσατε, δῆλον ἦν δήπουθεν, ὡς καὶ πρὸς νόμων χάριν | |
5 | ἀπαίροντες μενεῖτε πάλιν αὑτοί, καὶ πρὸς τὸ κρεῖττον ἀναδραμεῖν γένοισθέ που φιλονεικότεροι. εἰ δὲ ταῦτά μοι παρασκευάζει τὴν ἡδονήν, τί χρὴ λέγειν—σὺν θεῷ δ’ εἰρήσθω—ὅτε δικαστηρίων προβεβλημένων καὶ σώφρονι γλώττῃ τὴν εὐνομίαν προχέοντες τοὺς μὲν παρόντας χειροῦσθε τῇ πείρᾳ, τοὺς δὲ μακρὰν ἀπόντας τῇ φήμῃ; τούτων γὰρ θρυλουμένων, μικρὸν μὲν | |
10 | Πολυκράτης εἰς εὐτυχίαν ἐμοί, οὐδὲν δέ μοι δόξει μετὰ τῶν πολλῶν ταλάν‐ των ὁ Κροῖσος. | |
154(t) | Ζαχαρίαι ἀδελφῶι | |
1 | Τοὺς ἄγοντας τὴν ἐπιστολὴν οἵτινες μέν εἰσιν ἀγνοῶ, ὅτι δέ σε θαυμάζου‐ σιν οἰκείους ἄγαν ὁρίζομαι. οὗτοι γὰρ ἰδόντες ἐμὲ καὶ συγγενοῦς χαρακτῆρος ἐλθόντες εἰς ἔννοιαν τοῦθ’ ὅπερ ἦν ἐμαντεύοντο, καί τι πρὸς ἑαυτοὺς εἰπόντες καὶ κριτὰς ἀλλήλους πεποιημένοι τοῦ πράγματος ὡς ἀδελφὸς τοῦ φιλτάτου | |
5 | καθέστηκα. ἐπεὶ δὲ πρὸς μίαν γνώμην ἐφέροντο, προσδραμόντες ὁμοῦ προσ‐ εῖπόν τε ἅμα καὶ εὐμενέσιν ὀφθαλμοῖς ὑπεβλέποντο, καί σε διὰ παντὸς ἐποιήσαντο θαύματος, δικαστὴν ὀρθὸν καὶ ἄρχοντα δίκαιον καὶ ὅ τι σεμνὸν ὀνομάζοντες, τῆς μὲν ἀξίας ἴσως ἐλάττονα, δῆλοι δ’ οὖν ἦσαν πλείω λέγειν ἐθέλοντες ὧν ἀπαγγέλλειν ἠδύναντο, τὴν περὶ σὲ γνώμην τῆς γλώττης | |
10 | ἀποφαίνοντες κρείττονα. ἐγὼ δὲ πολλοῖς ἐπαίνοις ἐξ αὐτῶν στεφανούμενος —οἰκεῖα γὰρ τὰ καθ’ ὑμῶν ἐποιούμην ἐγκώμια—[καὶ] μισθὸν αἰτοῦσιν ἐδίδουν | |
τὴν παροῦσαν ἐπιστολήν. | 74 | |
155(t) | Ὠρίωνι | |
1 | Οὐκ ἂν ᾤμην παρ’ ὑμῶν τοιαύτην ὑποστῆναι γραφὴν οὐδὲ σιωπῆς ὑπάρχειν ὑπεύθυνος τοῖς ἀγνοουμένοις ὅποι δὴ γῆς ἢ θαλάττης ἀφίκοντο. ἀλλ’ ὡς ἔοικε τὸ μέλλον ἔγκλημα φεύγων εἵλου κατηγορεῖν μᾶλλον ἤπερ εὐθύνας ὑπέχειν ἐμοί. σὲ γὰρ ἔδει πρῶτα μηνύειν ὡς „τὴν Βηρυτίων ἀπέλι‐ | |
5 | πον“ ὡς „πολὺ διεμέτρησα πέλαγοσ“, ὡς „τὰς νήσους παραπλεύσας τὸν Ἑλλήσποντον εἶδον, τοῖς ἐξ ἑκατέρας ἠπείρου δορυφορούμενον θαύμασι, καὶ παρελθὼν τὴν Προποντίδα πρὸς αὐτὸν ἀφῖγμαι τὸν Βόσπορον. ἔνθα πόλιν εἶδον παραδόξῳ θέᾳ προαπαντῶσαν τοῖς καταπλέουσιν. ἐπ’ αὐχένι γὰρ κειμένη τῆς γῆς τὴν Ἀσίαν ἐφορᾷ τῆς Εὐρώπης προβεβλημένην, καὶ τὸν | |
10 | Πόντον ὁρίζουσα τῇ λοιπῇ θαλάττῃ παραπέμπει τὰ θαύματα“ καὶ ὅσα φλυαρεῖν ἀπειροκάλως εἰώθασιν οἱ τἀκεῖ θεασάμενοι, τὴν ἡμετέραν ἀκοὴν καταπλήττοντες. εἰ τὰ τοιαῦτα γράψαντος ἐσιγήσαμεν, τότ’ ἂν εἰκότως ὑπεκείμεθα τοῖς ἐγκλήμασι. νυνὶ δὲ σιωπήσας καὶ τὸν τῶν πλεόντων νόμον ὑπεριδών, ἐξ ἐμοῦ τῆς τέχνης ἄρχῃ, δικανικῶς τὴν γλῶτταν κινῶν. πλὴν | |
15 | ἐπίστελλε μόνον· κἂν ἐγκλήματα γράφῃς ὑποίσομεν. | |
156(t) | Ἰωάννηι | |
1 | Σοφὸς ἦν ὄντως ὁ ταῦτα δήπου φθεγξάμενος, ὡς ἄρα τὸν σοφὸν ... κἂν ἑκὰς ναίῃ χθονός, κἂν μήποτ’ ὄσσοις εἰσίδω, κρίνω φίλον. τοιοῦτόν τί με πάθος, ὦ λῷστε, κατείληφε, τὴν μὲν θέαν ἀγνοοῦντα τὴν | |
5 | σήν, τῷ δὲ πόθῳ δεινῶς κατεχόμενον. ἀλλ’ εὖγε τῆς φήμης, δι’ ἣν καὶ τὰ διεστῶτα συνάπτεται καὶ τὰ πόρρω που παρεῖναι δοκεῖ. ταύτῃ γὰρ ὑμᾶς πολλάκις ἰδὼν καὶ τῆς περὶ τὰ κρείττω μακαρίας σπουδῆς γυμνῇ τῇ διανοίᾳ περιχυθεὶς καὶ ἀσωμάτῳ συναπτόμενος ἔρωτι, οὐδέν τι λίαν σωμα‐ τικῶν προσδέομαι γνωρισμάτων, ἀλλὰ καὶ τὴν ὑμετέραν ἐπιστολὴν ἐκ τῆς | |
10 | Ἀλεξάνδρου πεμφθεῖσαν λαβὼν αὐτοὺς ὑμᾶς ἔχειν ἐδόκουν. τὸ γὰρ τῶν λόγων ἦθος καὶ τὸ δεινὸν κρίνειν τὸ μὴ τὰ θεῖα ποιεῖσθαι πρὸς ἐμὲ φιλίας τεκμήριον τὴν προλαβοῦσαν οὐκ ἤλεγξε φήμην, ἀλλ’ ἔδειξε τοιοῦτον ὁποῖον ἰδεῖν προσεδόκησα, καὶ ταῦτα δικαστηρίοις ὁμιλοῦντα νόμῳ τῆς τέχνης, κἀν τῇ μέθῃ τῶν πραγμάτων ἀνανήφειν οὕτω δυνάμενον. ἀλλὰ καὶ πρὸς | |
15 | πέρας ἔλθοις ὧν τυχεῖν προσεδόκησας. τοῦτο γὰρ τοῖς εὖ φρονοῦσι τέλος, ἡ πρὸς τὴν οἰκείαν ἀρχὴν ἀναχώρησις. δεινὸν γὰρ τὸν ἐν ἡμῖν δῆμον ἀφέν‐ | |
τας πρὸς τὸ ἐπανελθεῖν καλῶς ἐξ οὗ κακῶς ἀπερρεύσαμεν. | 75 | |
157(t) | Σοσιανῶι | |
1 | Ὁ θεοσεβέστατος ὁ δεῖνα ἀφίκετο πρὸς ἡμᾶς πλεῖστα μὲν ἐξ ἀδελφοῦ πονηροτάτου παθών, δίκην δὲ μετρίαν ἡγούμενος εἰ τυχεῖν δυνηθείη μόλις ὧν ἀπεστέρηται. ὅθεν δι’ ἐμοῦ πρὸς τὴν ὑμετέραν καταφεύγει ῥοπὴν καὶ συστῆσαι δυναμένην τῷ δικαστῇ καὶ τοὺς μέγα δυναμένους πρὸς συμμα‐ | |
5 | χίαν αὐτῷ παρασχεῖν καὶ τὰς ἐκ τοῦ δικαστηρίου περικόψαι δαπάνας. μόλις γὰρ ἐξ ἐράνων ἀρκεῖ πρὸς τὴν ἰδίαν τροφήν. ἀλλὰ καὶ σύντομον αὐτῷ τὴν ψῆφον ἐνεχθῆναι παρασκευάσατε. ἁπλᾶ γὰρ αἰτεῖ, τὸν ἀντίδικον ὅρκῳ διαλῦσαι τὰ περὶ τῶν ἐπαγομένων ἐγκλήματα. πρὸς ταύτην τὴν πολλὴν ὑμῶν σπουδὴν καὶ χαριεστάτην γλῶσσαν καὶ ῥέουσαν ἐπὶ δικαίοις ἀκω‐ | |
10 | λύτῳ φορᾷ πρὸς συμμαχίαν ἱκανὴν ἀντ’ ἐράνου τινὸς εἰσενέγκατε, θεῷ τε φίλην καὶ τοῖς αἰτοῦσι κεχαρισμένην καὶ τοῖς δεομένοις ἀρκοῦσαν. | |
158(t) | Ἰωάννηι | |
1 | Ὁ τὴν παροῦσαν ἐπιστολὴν ἐπαγόμενος, ἀνὴρ ὢν ἀγαθός, ἐξ ἀδικίας ἀδελφοῦ τὴν ἀπορίαν ὀδύρεται. ὅθεν καταλαμβάνει τὴν Καίσαρος, ἄνπερ οἷός τε ᾖ, τὰ προσήκοντα κομιούμενος. ἀλλὰ συλλαβεῖν καταξίωσον, τοὺς παρ’ ὑμῖν δυνατοὺς εἰς συμμαχίαν αὐτῷ παρασκευάζων ἀρκοῦσαν. μίαν | |
5 | γὰρ ἔχει παραμυθίας ἐλπίδα, τῆς ἐκ τῶν νόμων ἐπικουρίας τυχεῖν, ἧς πλεῖ‐ στον ἄγαν ἐστέρηται χρόνον, πονηρότατον ἔχων τὸν ἀδελφὸν καὶ καινο‐ τέρας διαδύσεις ἀεὶ μηχανώμενον. ὅθεν αὐτῷ τὴν ἀπορίαν παραμυθήσασθε, τὰς τῶν δικαστηρίων δαπάνας ὡς δυνατὸν περικόπτοντες. | |
159(t) | Ἠλίαι ἐπισκόπωι | |
1 | Πολλῶν ὄντων εἰπεῖν ἐξ ὧν ἄν τις τὰ τῆς τύχης τραγῳδήσειε παίγνια, μεταποιούσης ἀεὶ πρὸς τὸ δοκοῦν τὰ ἡμέτερα καὶ μηδὲν ἑστάναι συγχωρού‐ σης ἐπὶ τοῦ σχήματος, ταῦτα μὲν σιωπήσω πρὸς ἄνδρα πάλαι κατεγνωκότα τῶν ἐπὶ γῆς καὶ τὴν τύχην νικῶντα δι’ ὧν ὑπερορᾷ, μηδὲν ἐκείνης θαυμάζειν | |
5 | ἐθέλων· τοσοῦτον δὲ μόνον ὑπομνήσω, ὡς οὐδὲν οὕτως ἡμέτερον ὡς ἡμεῖς ἑαυτῶν. τί δὲ ἡμεῖς; οὐ σῶμα δήπου τοῦτό γε τὸ ῥευστόν, οὐδὲ χρημάτων ὕθλος, οὐδ’ ὅσα τὴν ἰσχὺν παρασκευάζει τῇ τύχῃ, ἀλλὰ ψυχὴ λογικὴ δι’ οὕστινας δὴ λόγους πεπεδημένη τῷ σώματι. ὅθεν οἱ φρονεῖν ἐγνωκότες τὰ δέοντα πᾶν ὁτιοῦν παρὰ ταύτην ἀπεσκευάζοντο ὥσπερ ἄχθος ἀλλότριον, | |
10 | μηδὲν πρὸς ἰδίαν οὐσίαν ταῦτα τείνειν ἡγούμενοι, καὶ οὐδὲν ἐποιοῦντο τῆς | |
γνώμης ἐμπόδιον, οὐ σώματος αἰκισμόν, οὐ χρημάτων ἀποβολήν, οὐ καιροῦ δυσκολίαν, ἀλλ’ εἰς ἑαυτοὺς ἀνατρέχοντες ἐλεύθεροί τε ἦσαν καὶ μίαν ηὐλα‐ βοῦντο ζημίαν τῆς ἀρετῆς ἐκπεσεῖν καὶ χρημάτων πόθῳ καὶ φειδοῖ τοῦ σώματος ἐν ἀνδραπόδου λόγῳ τετάχθαι, τὸ κρεῖττον ἀναξίως ὑποβαλόντες | 76 | |
15 | τῷ χείρονι καὶ θαυμάζοντες ἄνδρας ὑβριστὰς πάντα μᾶλλον πλουτοῦντας ἤπερ αὐτούς. ὅθεν ὁ μὲν ὡς ἀλλοτρίῳ κεχρημένος τῷ σώματι τὴν ἐλευθέραν ἐκείνην φωνὴν „πτίσσε“ λέγων „πτίσσε τὸν Ἀναξάρχου θύλακον, αὐτὸν γὰρ Ἀνάξαρχον οὔποτε πτίσσεισ“· ὁ δὲ τῶν ὑπαρχόντων ἐκβολὴν αὐθαί‐ ρετον ποιησάμενος „Κράτησ“ ἔλεγε „Κράτητα ἐλευθεροῖ“. ταῦτα καὶ τὰ τοι‐ | |
20 | αῦτα γενναίας ὄντως ψυχῆς, ἥτις ἑαυτῆς ἐστὶ πατοῦσα τὰς ἡδονὰς καὶ τοῖς καιροῖς οὐκ οἶδε συμμετατίθεσθαι. μέμνησο τοίνυν, ὡς Ἐπικτήτῳ δοκεῖ, ὅτι ὑποκριτὴς εἶ δράματος οὗ ἂν ἐθέλῃ ὁ ποιητής· καὶ Πλάτωνι δέ που δοκεῖ, ὡς ὁ σοφὸς εὐδαίμων, κἂν πάντα δὴ τὰ μὴ ἐπὶ τούτῳ πράττῃ κακῶς. ἡνίκα γὰρ τὰ ἐφ’ ἡμῖν εὐπραγῇ, τῶν ἔξωθεν δήπουθεν ὀλίγη φροντίς. ἑτέρῳ γὰρ ἐκεῖνα | |
25 | φέρεται ῥεύματι. | |
160(t) | Φιλίππωι ἀδελφῶι | |
1 | Τὸν ταύτην ὑμῖν κομίζοντα τὴν ἐπιστολὴν καὶ ἄλλως μὲν ἐπόθουν, οὐχ ἥκιστα δὲ ὅτιπερ ὑμῶν ἐπ’ ἀγαθοῖς ἀεὶ μεμνημένος τέλος καὶ τῆς πρὸς ὑμᾶς ἐπιστολῆς ἐμοὶ γέγονεν αἴτιος, δεινὸν εἶναι φάσκων εἰ τῶν ἐξ ἐμοῦ γραμ‐ μάτων ἔρημος ὑμῖν ἐπιφαίνοιτο. σὺ δὲ γοῦν μίαν ἡμῖν ἀντεπίθες ἐπιστολήν, | |
5 | καὶ λῦσον ἔτει πέμπτῳ μετὰ τῶν Πυθαγορείων τὴν σιωπήν. ὡς ἡμεῖς καὶ Δωδώνης χαλκεῖον γεγόναμεν, κινῆσαί σε πρὸς λόγους βουλόμενοι. | |
161(t) | Εὐαγρίωι | |
1 | Ὡς ποθοῦντος ἄγαν οἱ λόγοι καὶ τῇ κατὰ πάντων νίκῃ στεφανοῦν ἐγνωκότος τὰ παιδικά. ὡς γὰρ ἐν τοῖς σοῖς γράμμασιν οὐ τοὺς νῦν μόνον ἐνίκων, ἀλλὰ καί, ὃ μὴ θέμις εἰπεῖν, καὶ Δημοσθένης ἥττητο, καὶ Θουκυδίδης εἶχε τὰ δεύτερα, καὶ ὁ γλυκὺς Ἡρόδοτος μετὰ τούτων ἐτάττετο, ὡς οὖν | |
5 | τοιοῦτος ἦν ἐν τοῖς λόγοις, μειδιάσας πρὸς ἐμαυτόν „οὐδέν“ ἔφην „τῆς Ἔρωτος δυναστείας σφοδρότερον. τῆς γὰρ περὶ ἡμᾶς εὐνοίας κάτοχος ὁ φίλτατος γεγονὼς ἠγνόησέ μου τὰ πράγματα, καὶ πάσχει τι παραπλήσιον ὥσπερ ἂν εἴ τις τὸν φοξὸν παρ’ Ὁμήρῳ καὶ τί γὰρ ἕτερον ἢ Θερσίτην | |
πρῶτον Ἑλλήνων εἰς θέαν ἀπέφηνε, κρείττονα καὶ αὐτοῦ τάχα τοῦ Νιρέως, | 77 | |
10 | ὃς ‘κάλλιστος ἀνὴρ ὑπὸ Ἴλιον ἦλθεν‘. ἐμοὶ δὲ μέγιστος ἔπαινος εἰ τούτους ἐγνωκέναι δοκοίην, οὓς παρὰ σοὶ κριτῇ νενικήκαμεν. ὅθεν σου θαυμάσας τὴν εὔνοιαν τοὺς λόγους ἀνετίθην τοῖς Ἔρωσι, 〈τοὺσ〉 ἀμφὶ τὸν Παιανιέα παραιτησάμενος εἰ πόθος ἀνθρώπους ἀναπείθει λέγειν ὁπόσα καὶ λέγειν ἐθέλουσι, καὶ μάλιστα δὴ τούτους ὁπόσοι λόγων ἐναβρύνονται ῥώμῃ. ἀλλὰ | |
15 | πρὸς εὐχὴν καὶ ταύτην μετρίαν τραπήσομαι „εὐτυχοίησ“ λέγων „ὦ φίλτατε, καὶ νικῴης τοῖς νόμοις ὁπόσα τοῖς λόγοις νενίκηκασ“. | |
162(t) | Νείλωι | |
1 | Δεινὸς ἄρα τις ἦσθα τὰ σμικρὰ μεγάλα ποιεῖν καὶ γλῶτταν ἄμαχον ἐν οἷς ἐθέλεις ἐνδείκνυσθαι. τοσούτους γὰρ ἐπαίνους ἀνέπλασας κατ’ ἐμοῦ, καὶ οὕτως εὐκόλως ἀπήγγειλας ὡς οὐκ ἄν τις εἶπε ῥᾳδίως ἐξ ἀληθείας ὁρμώ‐ μενος. καί μοι δοκεῖς τοσαύτῃ χυθῆναι τῇ γλώττῃ, δεῖξαι τάχα βουληθεὶς | |
5 | οἷος ὑπάρχων ἐλάνθανες. οἴει γὰρ ἴσως ἠγνοῆσθαι παρὼν ὁπόσην ἀνεθρέψω Μοῦσαν ἐκ ῥητόρων ὁρμώμενος. ἐγὼ δέ σε καὶ παρόντα καλῶς ἠπιστάμην, ἀλλ’ οὐχ ὅσον ἐχρῆν ἐπῄνουν παρ’ ἐμοὶ γυμναζόμενον, τοῦ μὴ τοὺς ἐπαί‐ νους τὴν προθυμίαν ἐκλύσαντας ἀνακόψαι δρόμον ἐπὶ μεῖζον ἀεὶ χωροῦντα καὶ πρὸς ἀκμὴν ἐπειγόμενον. νυνὶ δέ σου καὶ λίαν ἥσθην τοῖς γράμμασιν, | |
10 | οὐ τοὺς ἐπαίνους σκοπῶν—ἦ γὰρ ἀνέπτην μετέωρος τοῖς σοῖς λόγοις παντα‐ χοῦ μεθιπτάμενος—ἀλλ’ ὅτι παῖδα καλεῖν ἐκ τῶν Μουσῶν εὐτυχήκαμεν. καὶ γὰρ οὕτως ἐπὶ ψευδῆ τὴν γλῶτταν κινῶν τίς ἂν γένοιο τῆς ἀληθείας ἐπειλημμένος; ἥσθην δέ σοι καὶ σαυτὸν ἐπισκώπτοντι διότι χρημάτων ἀπλήστως ἐρῶν καὶ μέχρι τῶν ἐμῶν λόγων τὴν ἐμπορίαν ἐξέτεινας. ἀλλὰ | |
15 | πλήρου τὴν δεξιάν, εὐτυχέστατε, καὶ μετρίως οἴσω τοὺς λόγους ὠνίους θεώμενος. πλὴν ὅρα μὴ καὶ δίκην ὑπόσχῃς, προαπαιτήσας οἴκοθεν, ὅτι μου παῖδας ἀπρεπεῖς δημοσιεύειν ἐτόλμησας. | |
163(t) | Κληδονίωι | |
1 | Εὖγε τῆς ἐν τοῖς γράμμασι χάριτος καὶ γλώττης ἀκωλύτως ῥεούσης καὶ λέγειν δυναμένης ὅσα καὶ βούλεται. ὅπου γὰρ ἐμὲ τὸν μικρὸν ἐν λόγοις καὶ τὴν τέχνην μέχρι τοῦ σχήματος περικείμενον τοσοῦτον ἦρας ἄνω, ὡς ἀπο‐ ρεῖν με λοιπὸν μή ποτε πρὸς ἄλλους γράφων εἶτά σου κατὰ λήθην προσ‐ | |
5 | ηγορίαν ἐπέγραψας, τί οὐκ ἂν ῥᾳδίως εἴποις βουλόμενος; καί μοι δοκεῖς τοσοῦτον κεκινηκέναι τὴν γλῶτταν, δηλῶσαι θέλων ὡς ἀπαιτήσεις παρ’ ἐμοῦ τὸ παιδίον οὕτω λέγειν δυνάμενον. ὅθεν μοι καὶ τοσοῦτον ἀγῶνα | |
πεποίηκας, ὥστε μικροῦ δεῖν καὶ τὴν τοῦ διδάξειν αὐτὸν ἀνεδυόμην ὑπό‐ σχεσιν, εἰ μή με λογισμὸς εἰσῆλθεν, ὡς τὴν τοῦ πατρὸς φύσιν λαχὼν ἐκ τῶν | 78 | |
10 | εἰκότων ὁ νέος νικήσει τὴν ἐμὴν διδασκαλίαν, τὸ λεῖπον ἐκ ταύτης οἴκοθεν παρεχόμενος. ὥστε σοι καιρὸς μὴ παρ’ ἐμοῦ τὸ πᾶν ζητεῖν, ἵνα μὴ πρὸς τὰς εὐθύνας ἀπορῶν σιωπήσωμαι. τὴν δὲ πρὸς αὐτὸν εὔνοιαν τοσαύτην κατ‐ επαγγέλλομαι, ὅσην ἂν αὐτὸς παρέσχες, εἰ διδάσκων ἐτύγχανες· προσ‐ εφέλκεται γάρ με πρὸς ταύτην ὁ νέος, τῇ φύσει τὴν σπουδὴν ἐφάμιλλον παρ‐ | |
15 | εχόμενος. | |
164(t) | Γεσσίωι | |
1 | Τῆς μέχρι νῦν, ὦ λῷστε, πρὸς τὸ γράφειν ὁρμῆς Σωκρατικῶς εἰπεῖν δαι‐ μόνιόν τι πέφηνεν ἐναντίωμα, νοσήμασιν ἡμᾶς ἐξ ἄλλων ἄλλοις περιβάλλον, οἷα δὴ συμβαίνει τῆς παρούσης ἡμᾶς ἀπολαύειν ζωῆς. μυρίων γὰρ ὄχλος κακῶν τὸν τῶν ἀνθρώπων οὐκ οἶδ’ ὅπως ἐκληρώσατο βίον· καὶ τὸν μὲν | |
5 | πενία παρενοχλεῖ, τὸν δὲ πάθη παρατείνει ψυχῆς, ἄλλῳ διάκειται τὸ σῶμα κακῶς, ἕτερος παιδίον οὐκ ἔχων θρηνεῖ, ὁ δὲ τοὺς ὄντας ὀδύρεται. καὶ τί δεῖ λέγειν γυναικῶν καὶ παίδων ἀποβολήν, ἅπερ ὑμῖν οὐχ ὡς ἔδει γνῶναι τῇ πείρᾳ παρέσχεν ἡ πεῖρα; καὶ μακρὸν ἂν εἴη τῷ λόγῳ περινοστεῖν ἃ πρόκει‐ ται τῇ θέᾳ καὶ δείκνυσιν ἡμῖν ἐπὶ τῶν ἔργων ὁ βίος, οὕτως ἄγοντος τοῦ | |
10 | θεοῦ τὰ ἡμέτερα, ἐμοὶ δοκεῖν, ὅπως ἀβουλήτων πλήθει περιπεσόντες τῶν ἐπὶ γῆς μηδαμῶς ἀντεχώμεθα μηδὲν ἐχόντων ἑστηκὸς καὶ ἀκίνητον, ἀλλὰ καταλιπόντες τῶν συμφορῶν τὸ χωρίον πρὸς ἑτέραν ζωὴν ἐπειγώμεθα, ἐπ’ αὐτὸν ἀναπτάντες τῇ διανοίᾳ τὸν οὐρανόν, εἰ καὶ μένειν ἔτι τὸ σῶμα βιάζεται, μηδὲ θρηνῶμεν τὸν ἀπελθόντα τῶν ἐντεῦθεν δεσμῶν φανέντα μόγις ἐλεύθερον. | |
15 | ἐπαινῶ γὰρ τὸν εἰπόντα, ὅστις ποτὲ ἦν ὁ τοῦ λόγου τούτου πατήρ, ὡς „ἀρχῆθεν μὴ φῦναι τοῖς ἐπὶ γῆς ἄριστον, φύντα δ’ ὅτι τάχιστα πύλας Ἀΐδαο περῆσαι“. ὅπερ ἡ σκηνὴ παρασπάσασα δεῖν ἡμᾶς φησὶν ἐπὶ σύλ‐ λογον ἰόντας „τὸν φύντα θρηνεῖν εἰς ὅς’ ἔρχεται κακά“. τί οὖν ἔτι θρηνοῦμεν ἐκ τῆς τοῦ βίου ζάλης ἀσφαλῶς τοὺς φιλτάτους προπέμψαντες, πρὶν ἐν | |
20 | πείρᾳ γενέσθαι τῶν ἐντεῦθεν κακῶν, τί δὲ πρὸς τὸ δοκοῦν ἡμῖν τὸ θεῖον εἶναι βουλόμεθα, δέον τοῦτο κρίνειν καλόν, ὅπερ ἂν ἐκείνῳ δοκῇ; τοιοῦτος ἦν ὄντως ὁ τὸν πολὺν ἐκεῖνον Πυθαγόραν ἐζηλωκώς, ὅστις γε δὴ πρὸς τὸν ἐν εὐχῆς εἰπόντα μέρει „δῴη σοι ὁ θεὸς ἅπερ ἂν τύχῃς βουλόμενοσ“, „εὐφήμει“ φησίν, „ἀλλὰ βουλοίμην ἅ γε δίδωσι“. πολλὰ γὰρ ἡμῖν γενέσθαι πολλάκις | |
25 | εὐξάμενοι, εἶτα μὴ τυχόντες, ἔγνωμεν ἐκ τῶν ἔργων ὡς δεόντως οὐ γέγονε, πολλῶν δὲ καὶ κατὰ γνώμην δῆθεν τυχὼν μικρὸν ὕστερον ἐμεμψάμην τὴν τύχην ὅτι καὶ γέγονεν. οὕτως ἄρα πρὸς μικρὰ βλέποντες ἄνθρωποι τὴν φύσιν οὐκ ἔχουσι διαρκῆ, καὶ ἅπερ ἂν μέλλῃ καθάπαξ λυσιτελεῖν ἠγνοήκαμεν. τοιγαροῦν παραχωρεῖν ἀνάγκη τῷ κρείττονι σοφῶς ἄγοντι τὰ ἡμέτερα, | |
30 | κἂν ἡμῖν ἀγνοῆται τὰ δόγματα. | 79 |
165(t) | Μουσαίωι | |
1 | Ὁ λογιώτατος Παλλάδιος χρυσὸν ὅλον ἧκεν ἄγων τὴν ὑμετέραν ἐπιστο‐ λήν, καὶ εἴγε μοι τὰ Κροίσου κεκόμικε τάλαντα, οὐκ ἂν οὕτως εὐμενέσιν εἶδον αὐτὸν ὀφθαλμοῖς. ἄλλοις μὲν γὰρ ἄλλος μέγα φρονεῖ, ὁ Λυδὸς χρυσῷ ὁ Σπαρτιάτης τῷ δόρατι, χορδαῖς Ἀρίων καὶ κρούσμασιν, ἐμοὶ δὲ σεμνολό‐ | |
5 | γημα σή τε θέα καὶ γράμματα σὰ καὶ πᾶν ὅ τι ἂν ὑμῶν ἀπολαύειν ἐξῇ· ὥστε τῷ νέῳ καὶ μισθὸν ἡμεῖς ἐκ τῶν δικαίων ὀφείλομεν, ὃν οὐκ ἀποδιδόντες εἰκότως ἂν αἰσχυνοίμεθα. ὁ δὲ μισθὸς οὐ μὰ Δία χρυσὸς οὐδὲ λίθοι τινὲς Ἰνδικαί—οὔτε γὰρ τούτων πλουτῶ, οὔτε τούτων θηρεύσων ὁ νέος ἀφῖκται —ἀλλ’ οὐδὲ λόγων κάλλος—οὐ γὰρ Μουσῶν εὔφορος ἐγώ, οὐδὲ τοῖς ἐξ | |
10 | Ἀττικῆς ἐναβρύνομαι, ταῦτα γὰρ εὐδαιμόνων εὐτύχησαν παῖδες—ἀλλ’ εἰ τὴν ἐμὴν δόσιν ἥτις ἐστὶν ἐθέλεις σκοπεῖν, εὔνοιά τε καὶ προθυμία· τούτων γὰρ κύριος ἐγώ, Δημοσθένης φησίν, τῶν δὲ ἄλλων τύχη καὶ Μοῦσαι πρὸς τὸ δοκοῦν αὐταῖς τὴν δωρεὰν πρυτανεύουσαι. | |
166(t) | Μεγέθιος Προκοπίωι | |
1 | Ὅτε πρῶτον εἰς μέσους ἡμᾶς τὸν ἐπιτάφιον λόγον παρῆγες, τοσοῦτον ἥσθην ταῖς Ἀττικαῖς σου μελίτταις, ὥστε καὶ ἡγούμην τὸν Μουσηγέτην αὐτὸν συνεργάσασθαί σοι μετὰ τῶν Χαρίτων τὸν λόγον. ἐφ’ ἑκάστῳ μὲν οὖν τῶν ὀνομάτων ἐγώ τε καὶ ὅσοι τῶν ἀκροωμένων ἐνέπλησα τότε κροτῶν | |
5 | τὸ θέατρον βοῶντες ἕκαστοι τὸ Στεντόρειον. ὡς δὲ κατὰ τὴν πόλιν γεγόνα‐ μεν, ἐντεῦθεν μᾶλλον ἐπετείνετό σοι τὸ θαῦμα, καὶ ἦν ἐν τοῖς ἁπάντων στόμασι τὰ χρυσᾶ σου γεννήματα, κρινόντων μὲν ταῦτα πρὸς ἄλληλα, τῷ μή τι παραπλήσιον εἶναι, ἀπορουμένων δὲ ποῖα δεῖ μᾶλλον τῶν ἄλλων στεφανῶσαι τοῦ κάλλους. ἴσαι 〈γὰρ〉 προσέβαλλον Χάριτες. ἐπεὶ οὖν ὅσοις δι’ ἀσχο‐ | |
10 | λίαν ἀνηκόοις γενέσθαι τοῦ λόγου συμβέβηκεν, ἱκέτευον ἀπογεύσασθαι δι’ ἐμοῦ τῆς Ἀττικῆς σου μελίττης, πέμπε τὸν λόγον, εὖ εἰδὼς ὡς μυρίοις αὖθις | |
αὐτὸν καταστέψαντες τοῖς ἐγκωμίοις εἰς τάχος ἀποστελοῦμεν. | 80 |