TLG 2598 004 :: PROCOPIUS :: Commentarii in Isaiam

PROCOPIUS Rhet. Scr. Eccl.
(Gazaeus: A.D. 5–6)

Commentarii in Isaiam

Citation: Page — (line)

1817

(1t)

ΠΡΟΚΟΠΙΟΥ ΓΑΖΑΙΟΥ
2tΧΡΙΣΤΙΑΝΟΥ ΣΟΦΙΣΤΟΥ
3tΕΠΙΤΟΜΗ ΤΩΝ ΕΙΣ
4tΤΟΝ ΠΡΟΦΗΤΗΝ ΗΣΑΙΑΝ
5tΚΑΤΑΒΕΒΛΗΜΕΝΩΝ ΔΙΑΦΟΡΩΝ ΕΞΗΓΗΣΕΩΝ.
11 Προφήτης ὁ προφάσκων ἢ τὸ μέλλον, ἢ τὰ παρ‐ όντα λανθάνοντα, ὡς ὁ Παῦλός φησιν· «Ἐὰν δὲ προ‐ φητεύητε, εἰσέλθῃ δέ τις ἄπιστος, ἢ ἰδιώτης, τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται.» Καὶ
15Ἐλισαῖος· «Οὐχὶ ἡ καρδία μου, φησὶν, ἐπορεύετο μετὰ σοῦ, ἡνίκα ἀνέστρεφεν ὁ ἀνὴρ μετὰ τοῦ ἅρμα‐ τος αὐτοῦ εἰς συνάντησίν σοι;» Ὁρᾷ δὲ ὁ προφήτης τὸ ἡγεμονικὸν, ὡς ἐν ὀνείροις ὕπαρ τυπούμενος· ἢ ὡς ἄν τις ἴδοι γραφὴν ἐπὶ πίνακος ἀγαθῶν, ἢ
20τῶν ἐναντίων πραγμάτων. Οὐ κατὰ ἔκστασιν δια‐ νοίας, ὥς τινες ἔφασαν, τοῦ ἀνθρωπίνου νοῦ καλυ‐ πτομένου παρὰ τοῦ πνεύματος, ὃ δὴ θείας ἐπιδημίας ἀνάξιον, ἔκφρονα ποιεῖν καὶ μανίας ἐγγὺς τὸν Θεὸν αὐτόν. Τελειωτικὸν γὰρ τὸ Θεῖον οἷς ἂν ἐγγένηται,
25ἀλλ’ οὐ τῶν φυσικῶν ἀποστερητικὸν λογισμῶν. Οὐ‐ δὲ γὰρ εἰκὸς τὸν ὠφελοῦντα λόγον τοὺς ἄλλους, ἑαυτὸν ἀγνοεῖν, καὶ τῆς ἐκ τῶν λόγων ὠφελείας ἐκ‐ πεπτωκέναι. Πῶς δὲ τὸ πνεῦμα τῆς σοφίας ἄγνοιαν πληροῖ; φῶς γὰρ τύφλωσιν οὐ ποιεῖ· τὴν δὲ δύνα‐
30μιν προκαλεῖται τὴν ὁρατικὴν εἰς ἐνέργειαν, ὡς καὶ Θεοῦ νοῦν καθαρὸν εἰς ἐποπτείαν πνευματικήν. Πο‐ νηρᾶς δὲ καὶ μόνης δυνάμεως, ἔκστασιν ἐμποιεῖν ἐπὶ τῇ τῶν δεξαμένων ἐπιβουλῇ. Πῶς δὲ σοφὸς ὢν ὁ Ἀπόστολος οὐκ ἔχει παρακολουθεῖν οἷς ἐρεῖ; «Σοφὸς
35γὰρ, φησὶν, νοήσει τὰ ἀπὸ τοῦ ἰδίου στόματος, ἐπὶ δὲ χειλέων φέρει ἐπιγνωμοσύνην.» Πῶς οὖν, «Ἐξέστη Ἰσαὰκ, φησὶν, ἐπὶ τῇ εἰσόδῳ τοῦ υἱοῦ αὐτοῦ;» Καὶ
ὁ μέγας Δαβὶδ, «Ἐγὼ δὲ εἶπον ἐν τῇ ἐκστάσει1817

1820

μου;» Ἀλλὰ τὴν ἔκπληξιν οὕτω καλεῖ, ὡς τὸ, «Ἐξέστη ὁ οὐρανὸς, καὶ ἡ γῆ ἔφριξεν.» Ἔστι καὶ δι’ ὀνείρων προφητεία, δι’ ὧν Ἰωσὴφ ἐν Αἰγύπτῳ, καὶ Δανιὴλ ἐν Βαβυλῶνι προαγορεύει τὰ μέλλοντα.
5Καὶ θαυμαστὸν οὐδὲν, εἰ Φαραὼ καὶ ὁ Ναβουχοδο‐ νόσορ ἑωράκασιν. Περὶ κοσμικῶν γὰρ καταστάσεων τοὺς κρατοῦντας προβλέπειν ἐχρῆν, ἵνα πιστεύωνται. Καὶ Βαλαὰμ δὲ, καὶ Καϊάφας προέβλεπον ἔχοντες τοὺς πειθομένους· ὁ μὲν, ὡς ἀρχιερεὺς, ὁ δὲ, ὡς
10μάντις. Οἰκονομία τοίνυν ἐνταῦθα, οὐ νοῦς καθαρὸς ἐλλαμπόμενος. Ποτὲ μὲν οὖν οἱ προφῆται σαφῶς λέγουσι τὰ δηλούμενα, ὡς μὴ προσδεῖσθαί τινος αὐ‐ τοῖς ἑρμηνείας· ὡς τὸ, «Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; λέγει Κύριος, πλήρης εἰμὶ,» καὶ τὰ ἑξῆς.
15Ποτὲ δὲ διὰ συμβόλων· ὡς ἐπὶ τῶν ὀνείρων τοῦ Ἰωσὴφ καὶ τοῦ Φαραὼ, δι’ ἀσταχύων ἰδόντων· τοῦ μὲν, τὰ καθ’ ἑαυτὸν, καὶ τοὺς ἀδελφούς· τοῦ δὲ, τοὺς ἐπιόντας καιρούς· ὡς καὶ τὸ, «Ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ ἐν κέρατι, ἐν τόπῳ πίονι,» καὶ τὰ
20ἑξῆς. Καὶ Δανιὴλ δὲ τὰς Βασιλείας ἐν ἀχρείων ζώων ἴδεν μορφαῖς. Τινὰ δὲ καὶ συμπεπλεγμένως λέγεται· τῶν μὲν πρὸς λέξιν, τῶν δὲ πρὸς διάνοιαν εἰρημένων· ὡς τὸ παρὰ τῷ Σωτῆρι· «Οὐχ ὑμεῖς λέγετε ὅτι ἔτι τετράμηνός ἐστιν, καὶ ὁ θερισμὸς ἔρχεται;»
25Τοῦτο πρὸς λέξιν. Τὸ δὲ πρὸς διάνοιαν, «Ἐπάρεστε τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ ἴδετε τὰς χώρας, ὅτι λευκαί εἰσι πρὸς θερισμὸν ἤδη.» Τοιοῦτον καὶ Ἡσαΐᾳ τὸ, «Διὰ τὸ μὴ βούλεσθαι τὸν λαὸν τοῦτον τὸ ὕδωρ τοῦ Σιλωὰμ, τὸ πορευόμενον ἡσυχῆ,» καὶ
30τὰ ἑξῆς. Ἐν τούτοις γὰρ ὁ μὲν Σιλωὰμ, καὶ ὁ λεγό‐ μενος ἰσχυρὸς ποταμὸς, τροπικῶς εἴρηνται. Πρὸς δὲ λέξιν· «Ὁ λαὸς ὁ βουλόμενος τὸν Ῥάασιν, ὃ ἦν βασιλεὺς Δαμασκοῦ, καὶ τὸ υἱὸν Ῥωμελίου τῆς Σα‐ μαρείας βασιλεύοντα. Ἡ γὰρ θεία Γραφὴ τῆς ἁπάν‐
35των ὠφελείας γινομένη, καὶ τοῖς ἁπλουστέροις, ἢ καὶ ῥᾳθυμοτέροις πρόχειρον προτείνει διάνοιαν, καὶ τοῖς σπουδαιοτέροις νοῦ γυμνασίαν διὰ τῶν ἐπικε‐ κρυμμένων χαρίζεται. Καὶ πᾶσαν δὲ τὴν ἀνθρω‐ πίνην ἔσθ’ ὅτε διακόσμησιν οὕτω διέπει Θεός. Ἥ τε
40γὰρ τῶν ἀναγκαίων ἔνδεια γυμνάζει τὸν νοῦν, αἵ τε δὴ περιστάσεις καὶ πᾶσαι συμπτώσεις. Τοιαύτη δὲ καὶ τῶν Γραφῶν ἡ ἀσάφεια, ἵνα τούτοις ἐνασχολούμενος τῶν χειρόνων ἀφέλκηται. Καὶ ὅτι τὰ πόνου κτηθέντα, ἀγαπητά τε καὶ τίμια. Καὶ ἡ φύσις δὲ τοὺς ὀνείρους
45διὰ τοῦτο δείκνυσιν ἀσαφεῖς, Θεοῦ γυμνάζοντος τὴν διάνοιαν, ὡς ἔσθ’ ὅτε δεῖσθαι θείου χαρίσματος πρὸς διάκρισιν, τῶν ἡμετέρων ἐννοιῶν οὐκ ἀρκουσῶν τῆς ἀληθείας πρὸς θήραν. Διὸ ταῦτα κρίνουσιν Ἰωσήφ τε καὶ Δανιήλ. Ἅμα δὲ καὶ διὰ τῆς συνεχοῦς με‐

1820

(50)

λέτης ἐντυποῦται τὰ θεῖα λόγια τῇ ψυχῇ, καὶ σε‐ μνότερα καθίσταται. Δεῖ γὰρ τὸν πάντα· βίον μαθεῖν καὶ γνώσει καὶ πράξει. Ὡς ὁ Μωϋσῆς ἐπ’ ἔτη τεσ‐ σαράκοντα τὴν τῶν Αἰγυπτίων σοφίαν μαθὼν, προ‐
φάσει τῆς ποιμενικῆς εἰς τὰς ἐρήμους ἰὼν, τῇ θεω‐1819

1821

ρίᾳ τῶν ὄντων ἐσχόλαζεν, καὶ μὴ βουληθεὶς πρὸς ἐπιμέλειαν ἀνθρώπων ἐκπέμπεται, μηδὲ τότε μόνῃ τῇ πράξει προσκείμενος, ἐπανιὼν δὲ πρὸς ἐποπτείαν πολλάκις, ὅτε καὶ πρὸς τὴν μοσχοποιίαν ἐτράποντο.
5Τοιοῦτος Ἠλίας τῶν ἀνθρωπίνων ἀποδιδράσκων τὸν ὄχλον. Εἰ τοίνυν τοῖς ἁγίοις πόνῳ προσεγίνετο τῆς ἀληθείας ἡ κτῆσις, καὶ μετὰ μυρίας ἀναχωρήσεις Ἠλίας ἠξίωτο τοῦ Θεοῦ, πῶς εἰκὸς ἡμᾶς ἀκονιτὶ καὶ ποσὶν ἀνίπτοις ἐμβατεύειν τοῖς κρείττοσι; Δεῖ
10δὲ τὰς κοινὰς καὶ ἀξιολόγους αἰτίας ἔχειν περὶ Θεοῦ ταῖς λέξεσιν ἐντυγχάνοντας. Ἀνθρώποις γὰρ οὖσιν ἀνθρωπίνως ἡ Γραφὴ διαλέγεται. Ὥστε κἂν ὀργιζόμενον, ἢ λυπούμενον, ἢ μεταμελόμενον λέγῃ τὸν Θεὸν ἡ Γραφὴ, ζητεῖν προσήκει τὸ τῆς λέξεως
15βούλημα ταῖς περὶ Θεοῦ προσηκούσαις ἐννοίαις ἁρμόττον. Τῶν δὲ προφητειῶν, ἐπειδὴ περὶ μελλόν‐ των εἰσὶν, οἱ ἀπὸ τῶν βασιλέων προγράφονται χρόνοι. Ἐπεὶ περὶ ἑτέρους ἦν ἡ τότε κατάστασις τῶν παρ’ Ἰουδαίοις πραγμάτων, ἤμελλεν δὲ τὰ μηδὲ πρὸς
20νοῦν ἐλθόντα μακροῖς ὕστερον χρόνοις γενήσεσθαι· ὡς ἂν γνωσθῇ πρὸ πόσου χρόνου ῥηθέντα μηδὲ πρὸς νοῦν ἐλθόντα μακροῖς ὕστερον χρόνοις γενήσεσθαι· ὡς ἂν γνωσθῇ πρὸ πόσου χρόνου ῥηθέντα μετὰ πό‐ σον ἀπήντηκεν. Καὶ ὅτι, Ὅτε πεπλεόνακεν ἡ ἀσθέ‐
25νεια, ὑπερεπερίσσευσεν ἡ δύναμις. Σχεδὸν γὰρ οἱ πλεῖστοι συνέδραμον ἀλλήλοις κατὰ τὸν χρόνον. Ὠσηὲ ἐν ἡμέραις Ὀζίου, καὶ ἐν ἡμέραις Ἱεροβοάμ. Μιχαίας ἐν ἡμέραις Ἰωὰβ καὶ Ἀχάζ. Σοφονίας ἐν ἡμέραις Ἰωσίου υἱοῦ Ἀμώς. Πρόκεινται δὲ νῦν βασι‐
30λεῖς, Ὀζίας, Ἰωὰς, Ἀχὰζ, Ἐζεκίας· καὶ δείκνυσιν οὐκ ἐφ’ ἐνὸς μόνου βασιλέως, ἐπὶ δὲ τῶν τεσσάρων, ἑωρακέναι τὰ κατὰ τῆς Ἰουδαίας καὶ τῆς Ἰερουσα‐ λὴμ θεσπιζόμενα. Εὕροις γὰρ ἂν αὐτὸν ἐφ’ ἑκάστης βασιλείας τοὺς Ἰουδαίους ἐλέγχοντα, προλέγοντά τε
35τὰ κατ’ αὐτῶν μετὰ χρόνους κείμενα, μέχρι τέλους τῆς Βίβλου, ὡς εἶναι τὴν πᾶσαν ὑπόθεσιν, ὥς φησι, κατὰ τῆς Ἰουδαίας καὶ τῆς Ἱερουσαλὴμ ὅρασιν, ἣν ὡς ἐν κατόπτρῳ παρέδειξεν αὐτῷ τὸ Πνεῦμα τὸ ἅγιον. Ἰουδαίαν δὲ τὸ Ἰουδαίων ἔθνος ἐνταῦθα δη‐
40λοῖ, ἢ τὴν χώραν αὐτήν. Ἱερουσαλὴμ δὲ τὴν πόλιν, ἢ τὴν ἐν αὐτῇ τότε κατὰ τὸν νόμον λατρείαν· ὧν τὴν καθαίρεσιν, καὶ τὴν καινὴν τοῦ Χριστοῦ πολι‐ τείαν προέδειξεν. Ἀπηλάθησαν γὰρ Ἰουδαῖοι διὰ τὸ ταῖς συνεχέσιν ἀπειθεῖν προτροπαῖς· ἐκλήθη δὲ τὰ
45ἔθνη τῆς τῶν εἰδώλων πλάνης παυσάμενα. Μέλλων δὲ ὁράσεις κατ’ Αἰγύπτου, καὶ Δαμασκοῦ, καὶ Βαβυ‐ λῶνος εἰπεῖν, καὶ πλείστων ἅλλων μεμνῆσθαι, ταῦτα μὲν ἐν δευτέρῳ πάντα πεποίηται. Ἐκ δὲ τῶν ἀφιε‐ ρωμένων Θεῷ τὴν ἀρχὴν ἐποιήσατο, κατὰ τὸ εἰρη‐

1821

(50)

μένον· «Ἀπὸ τῶν ἁγίων μου ἄρξασθε.» Καὶ, «Δυνατοὶ δυνατῶς ἐτασθήσονται.» Καὶ, «Οἷς τὸ πολὺ δέδοται, τὸ πολὺ ἀπαιτηθήσονται.» Πλείστας γὰρ ἐκ Θεοῦ λαβόντες εὐεργεσίας, ἀνάξιοι τούτων ἐγένοντο. Καὶ σφοδρῶς ἐπιφέρεται ἄρχουσί τε καὶ
55ἑπομένοις, παραστήματι θείῳ παντὸς κινδύνου καὶ
δέους ὑπερορῶν. Μία μὲν οὖν ἡ βίβλος. Εἴρηται δὲ1821

1824

κατὰ μέρος ἐν διαφόροις καὶ μακροῖς καιρῶν δια‐ στήμασι. Καὶ δυσχερὲς τοῖς λόγοις ἐφαρμόσαι τοὺς χρόνους, καὶ ταῖς κατὰ βασιλείαν πράξεσιν ἀποδι‐ δόναι τὴν πολιτείαν. Ἐφ’ ὅλοις γοῦν ἔτεσιν ὁ τῶν προ‐
5κειμένων βασιλέων ἀπαρτίζεται χρόνος πεντήκοντα, ᾧ περιέκλεισε τὴν προφητείαν ὁ λόγος. Φασὶ δὲ, ὡς τοῦ προφήτου τοὺς παρὰ τοῦ Θεοῦ λόγους κηρύτ‐ τοντος παρῆσάν τινες οἱ λεγόμενοι ὑπομνηματο‐ γράφοι τὰ λεγόμενα σημειούμενοι, ἔν τε τῷ οἴκῳ τοῦ
10Θεοῦ, καὶ ἐν ταῖς πύλαις. Ἐκεῖ γὰρ τοὺς λόγους ἐποιοῦντο, διὰ τὰ ἐπεισιόντα πλήθη. Μετὰ γοῦν τὴν διήγησιν τοῦ προφήτου, τὰ λεχθέντα συνέταττον.
21tΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ.
22 αʹ. Ὅρασις, ἣν εἶδεν Ἡσαΐας υἱὸς Ἀμὼς, ἣν εἶδε κατὰ τῆς Ἰουδαίας καὶ κατὰ Ἱερουσαλὴμ, ἐν βασιλείᾳ Ὀζίου, καὶ Ἰωαθὰμ, καὶ Ἄχαζ,
25καὶ Ἐζεκίου, οἳ ἐβασίλευσαν τῆς Ἰουδαίας. Ἀκριβεστέρα τῶν αἰσθήσεων ὅρασις πρὸς τὴν τῆς ἀληθείας κατάληψιν. Οὐχ ὁμοίως γὰρ ἀκοή τε καὶ ὅρασις, φοβερῶν, ἢ τῶν ἡδέων ἀντιλαμβάνον‐ ται. Δι’ ὅπερ τῶν ἀληθῶν ἡ θεωρία, διὰ τὸ ἐναργὲς
30καὶ ἀναμφίβολον, ὅρασις προσηγόρευται. Δι’ ὃ καὶ ὁρῶν ὁ προφήτης ἐλέγετο, καὶ ἔμπροσθεν βλέπων, ὡς Ἀμώς τε καὶ Σαμουήλ· τὸ μὲν, ὡς τὸ μέλλον ὁρῶν· τὸ δὲ, ὡς θεωρητικὸς τοῦ θείου βουλήματος. Ἔστι δὲ ἡμέτερον μὲν, τὸ πρὸς τὸ βλέπειν καθαίρε‐
35σθαι· Θεοῦ δὲ, καταυγᾶσαι τὸν νοῦν τῶν ἀποῤῥήτων πρὸς ἀποκάλυψιν. Ὅρασιν δὲ προτάξας, λόγων ἐπ‐ αγγελίαν ἐπήγαγεν. Οὐ γὰρ δι’ ἀκοῆς ἐδέξατο, τῷ δὲ νῷ τυπωθεῖσαν ἐξαγγέλλει διάνοιαν. Λόγων μὲν οὖν χρεία τῶν ἑωραμένων πρὸς δήλωσιν. Ταῦτα δὲ
40Θεὸς ἐντυποῖ τοῦ ἡγεμονικοῦ τῶν ἀξίων ἁπτόμενος. Πατρικὴν δὲ τὴν προφητείαν δεικνὺς, καὶ τὸν πα‐ τέρα προσέθηκεν. Διττὸν δὲ τὸ εἶδεν· τὸ μὲν, ἵνα δείξῃ τὸ κοινὸν τῆς ὁράσεως· τὸ δὲ, τοῦ ἰδικοῦ παραστατικόν. Λόγους δὲ δείκνυσιν ὁρατοὺς, κατὰ
45τὸ ἐν Ἐξόδῳ· «Καὶ πᾶς ὁ λαὸς ἑώρα τὴν φωνήν.» Τῶν δὲ ἄλλων προφητῶν, οἱ μὲν ὅρασιν, οἱ δὲ λόγον τῆς προφητείας προέταξαν. Ὅρασιν μὲν, Ἀβδιοῦ, Ναοὺμ, Ἀββακούμ· Λόγον δὲ, Ὠσηὲ, Ἀμὼς, Μι‐ χαίας, Ἰωνᾶς, Σοφονίας, Ἀγγαῖος, Ζαχαρίας. Ὁ

1824

(50)

Μαλαχίας δὲ, «Λῆμμα λόγου Κυρίου,» φησί. Καὶ ὁ Ναοὺμ, «Λῆμα Νινευῆ.» Καὶ Ἀββακοὺμ, «Τὸ λῆμμα ὃ εἶδεν Ἀββακούμ·» δηλοῦντες, ὅτι οὐκ
ἀφ’ ἑαυτῶν ἔχουσι τῆς προφητείας τὴν δύναμιν, ὡς1823

1825

τὸ λῆμμα ἴσον εἶναι τὸ δόμα παρὰ Θεοῦ· τὸ δὲ, «Ἐν χειρὶ Ἀγγαίου,» ταυτὸν τῷ λήμματι δύνα‐ ται.» Ὁ μὲν οὖν Ἡσαΐας προτάξας τὴν ὅρασιν, τοὺς λόγους ἐπήνεγκεν· ὁ δὲ Ἀμὼς λόγους προ‐
5τάξας, τὸ, «Οὓς ἴδεν ἐπήγαγεν·» καὶ οἱ μὲν χρό‐ νους ὁρίζουσιν, οἱ δὲ ἀχρόνως συνέγραψαν. Καὶ οἱ μὲν τοῦ γένους βασιλέας προέγραψαν· οἱ δὲ τῶν Βαρβάρων ἴσως, διὰ τὸ τότε κρατεῖν ὡς ἐπισημο‐ τέρους ἄρχοντας. Καὶ τοὺς ἑαυτῶν πατέρας οἱ μὲν
10ἐνέθηκαν, οἱ δὲ παρέλιπον. Καὶ τάχα φασὶν, οἱ μὲν ἐξ ἐπισήμων πατέρων, διὰ τὸ εὐπαράδεκτον· (πι‐ στότεροι γὰρ οἱ γνωριμώτεροι)· οἱ δὲ τῶν ἀσήμων παρεσιώπησαν. Λέγουσι δὲ μὴ τὸν ἕνα τῶν δώδεκα τοῦ Ἡσαΐου τὸν πατέρα τυγχάνειν· ἐκεῖνος γὰρ
15Ἀμὼς ψιλῶς λέγεται, καὶ ἑρμηνεύεται λόγος σκλη‐ ρός. Ὁ δὲ τοῦ Ἡσαΐου δασύνεται, καὶ σημαίνει τελέωσιν, καὶ δύναμιν, καὶ ἰσχύν. Ὀζίας δὲ ὁ αὐτὸς καὶ Ἀζαρίας ἐλέγετο. Ἐν μὲν γὰρ τῇ δευτέρᾳ τῶν Παραλειπομένων, Ὀζίας εἴρηται· ἐν δὲ τῇ δευτέρᾳ
20τῶν Βασιλειῶν, Ἀζαρίας, καὶ πατρὸς τοῦ αὐτοῦ καὶ μητρός. Ἡ μὲν γὰρ μήτηρ Χανᾶ· ὁ δὲ πατὴρ Ἀμα‐ σίας. Καὶ χρόνος τῆς βασιλείας ὁ αὐτὸς, πεντή‐ κοντα δύο ἔτη. Ἐπὶ Ὀζίου δὲ τοῦ καὶ Ἀζαρίου ἐπροφήτευσεν Ἡσαΐας, Ὠσηὲ, Ἀμώς. Ἀλλ’ ἐπειδὴ,
25ἀρχὴ λόγου Κυρίου πρὸς Ὠσηὲ, μήποτε πρῶτος ἤρξατο προφητεύειν; καὶ ἐπειδὴ ὁ Ἀμὼς, πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ, μήποτε πρὸ τῆς Ὁράσεως Ἡσαΐου, ἐν ᾗ φησιν, Ἐπήρθη τὸ ὑπέρθυρον;
35 Βʹ. Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ, ὅτι Κύριος ἐλάλησεν. Καταπλήττει τοὺς ἀκούοντας, ὡς καὶ τῶν ἀναι‐ σθήτων αἰσθανομένων Θεοῦ λόγων, οὓς αὐτοὶ λογικοὶ ὄντες ἀπώσαντο. Ἴσως δὲ οὐ λόγων ἀκροατὰς ἀξιο‐
40πίστους ζητῶν, μέλλων δὲ δικαστὰς, ἐφ’ ὧν ἤμελλε κατηγορεῖν τοῦ λαοῦ, τὰς ἐν οὐρανῷ δυνά‐ μεις, καὶ τὰ ἐπὶ γῆς ἦκα συγκαλεῖ τὰ ἔθνη προαινιττόμενος, ἅπερ ἀντ’ Ἰουδαίων τῶν ἀγνω‐ μόνων κέκληκεν ὁ Θεὸς, οἳ καὶ τῆς ἐκείνων ἀγνω‐
45μοσύνης καταδικάζουσιν. Ἤγουν ἐπιδὴ μετὰ μα‐ κροὺς ἤμελλε γενέσθαι τὰ θεσπιζόμενα χρόνους, καὶ πρὸς τὴν ἔκβασιν οὐδεὶς ἂν τῶν ἀκουόντων διετέλεσε ζῶν, τὰς θείας δυνάμεις, καὶ τὰ διαιωνί‐ ζοντα μέρη τοῦ κόσμου καλεῖ καὶ πρὸς τὴν τῶν ἐκ‐

1825

(50)

βησομένων ἐς ὕστερον μαρτυρίαν. Μήποτε δὲ, ὡς τοῦ Ἰουδαίων ἔθνους μηκέτι φωνῆς ἀξίου θείας ὑπάρχοντος, τῶν ἐθνῶν ἐπικαλεῖται τοὺς οὐράνιον ἔχοντας φρόνημα, καὶ τοὺς γεωδεστέρους; Διὸ τοῖς μὲν πρώτοις, ὡς συνετοῖς, τὸ ἀκούειν ἀπένειμεν·
55τοῖς δὲ δευτέροις, τὸ ἐνωτίζεσθαι. Σωματικώτε‐1825

1828

ρον γὰρ τὸ δι’ ὤτων ἀκούειν. Ἡ γοῦν ἐπειδὴ καὶ ἐν τοῖς Ἰουδαίοις ἦσάν τινες ὑψηλοὶ, οἷον προφῆ‐ ται, καὶ τοιοῦτοί τινες, εἰ καὶ σπάνιοι· τὸ δὲ λοι‐ πὸν ἅπαν γεῶδες καὶ ταπεινὸν, ἀμφοτέρους ἐκάλε‐
5σεν. Τάχα δὲ καλεῖ μάρτυρας, ἐφ’ ὧν ἡ τοῦ νόμου δόσις ἐγένετο, τὴν παρανομίαν ἐπὶ τῶν αὐτῶν δι‐ ελέγξαι βουλόμενος. Ἐκκλησιάσατε γὰρ, φησὶ, πρός με τοὺς φυλάρχους ὑμῶν, καὶ τοὺς πρεσβυτέρους ὑμῶν, τοὺς κριτὰς, καὶ τοὺς γραμματοεισαγωγεῖς,
10ἵνα λαλήσω εἰς τὰ ὦτα αὐτῶν, καὶ διαμαρτύρω‐ μαι αὐτοῖς τόν τε οὐρανὸν καὶ τὴν γῆν.» Διὸ καὶ Μωϋσῆς ἐπικαλεῖται τούτους ὡς μάρτυρας· «Πρόσ‐ εχε, οὐρανὲ, καὶ λαλήσω· καὶ ἀκουέτω γῆ ῥήματα ἐκ στόματός μου.» Τὸ δὲ πάντως ἐκβήσεσθαι ταῦ‐
15τα δηλῶν, ἐπήνεγκεν· Ὅτι Κύριος ἐλάλησεν. «Ἐπεὶ γὰρ, φησὶν, Θεὸς ἔφη, καὶ γίνεται.» Ὡς τοίνυν ἐπισημοτάτη γέγονεν ἡ πρόσληψις τῶν ἐν Ἰσραὴλ, πάσης κατ’ Αἰγυπτίων καὶ τῶν ἄλλων πολεμίων κι‐ νηθείσης τῆς κτίσεως· οὕτω καὶ τὴν ἀποβολὴν πᾶ‐
20σιν ἐθέλει γνωρίζεσθαι. Καὶ πάλιν, ἐπεὶ παριδόντες τὸν νόμον ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα, στρατιὰν οὐρανοῦ καὶ τὰ ἐξ ὕλης προσκυνήσαντες εἴδωλα, οἰκονομικώτατα τὴν ἐν τούτοις αὐτῶν ἀσέ‐ βειαν ὑπαινίττεται διὰ τῆς ἐπικλήσεως. Διὸ καὶ
25πρὸς ἕνα φησὶ τῶν προφητῶν ὁ Θεός· «Ἀνάστηθι, καὶ κρίθητι πρὸς τὰ ὄρη, καὶ ἀκουσάτωσαν οἱ βου‐ νοὶ φωνῆς σου. Ἀκούσατε, οἱ βουνοὶ, τὴν κρίσιν τοῦ Κυρίου, καὶ φάραγγες, θεμέλια τῆς γῆς, ὅτι κρίσις τῷ Κυρίῳ πρὸς τὸν λαὸν αὐτοῦ, καὶ μετὰ τοῦ Ἰσ‐
30ραὴλ διελεγχθήσεται.» Οὐ γὰρ πρὸς ὄρη καὶ βουνοὺς ἡ κρίσις, πρὸς αὐτὴν δὲ τὴν ἀσέβειαν τὴν ἐν ὄρεσι καὶ βουνοῖς. Πρὸς δὲ τούτοις κέντρον μνήμης παρ‐ έσχεν αὐτοῖς. Οὐρανὸς γὰρ καὶ γῆ διὰ παντὸς θεωρούμενα τὴν τῶν ὁρώντων λήθην ἐξέκρουεν, ἐφ’
35ὧν αὐτοὺς ἐποιήσαντο. Ἐπὶ πάντων ἀκούειν λε‐ κτέον· πρὸς ἀνθρώπους γὰρ ὁ λόγος, οὓς ἐκάλεσεν υἱούς. Καὶ ἐπεὶ πᾶς ἄνθρωπος ἐκ ψυχῆς οὐρανίας καὶ σώματος γηΐνου συνέστηκε, καὶ συγγένειαν ἔχει πρὸς οὐρανόν τε καὶ γῆν, ἐπὶ τῶν οἰκειοτάτων
40αὐτοῦ τὴν ἁμαρτίαν ἐλέγχει.
43 Υἱοὺς ἐγέννησα καὶ ὕψωσα· αὐτοὶ δέ με ἠθέτησαν. [γʹ.] Ἔγνω βοῦς τὸν κτησάμενον, καὶ
45ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ. Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός μου οὐ συνῆκεν. Τῷ Θεῷ Λόγῳ πρέποι ἂν τὸ περὶ ψυχῶν εἰπεῖν λογικῶν, Υἱοὺς ἐγέννησα, καὶ ὕψωσα. Ἐγέννησε δὲ κατ’ ἀμφότερα· τοῦτο μὲν, ἐκ τοῦ μὴ ὄντος εἰς

1828

(50)

τὸ εἶναι παραγαγών· τοῦτο δὲ, κατ’ ἀρετὴν καὶ δόγματα σπουδάσας ἀποδεῖξαι βελτίονας· καθὼς καὶ τὸ ὕψωσα λέγεται. Οὕτω καὶ Παῦλος ὠδίνει τοὺς ἐν οἷς δεῖ μορφωθῆναι Χριστόν. Νόμον γὰρ αὐτοῖς παρέσχε, καὶ προφήτας ἀπέστειλεν. Ἢ τὸ
55ὕψωσα, διὰ τὸ ἐξαγαγεῖν αὐτοὺς μετὰ δόξης Αἰ‐1827

1829

γύπτου, καὶ τοσαῦτα κατὰ τῶν λυπούντων ἐπιτελέ‐ σαι παράδοξα. Καὶ πατρικὴν δὲ πρόνοιαν ὑπὲρ αὐτῶν ἐπεδείξατο· οἷον, ἄρτον ἐξ οὐρανοῦ, καὶ τράπεζαν ἐν ἐρήμῳ διδούς. Υἱοὺς οὖν αὐτοὺς, καὶ ὡς κτί‐
5σματα καλεῖ νοερὰ, καὶ ὡς πλείονος παρὰ τοὺς ἅλ‐ λους τυχόντας κηδεμονίας, ὅτε ἐγενήθη «Μερὶς Κυ‐ ρίου λαὸς αὐτοῦ Ἰακὼβ, σχοίνισμα κληρονομίας αὐ‐ τῶν Ἰσραήλ. Διόπερ αὐτοὺς καὶ τῆς προσηγορίας ταύτης ἠξίωσεν, εἰ καὶ ἀνάξιοι ταύτης ἐγένοντο.
10Διὸ καὶ τὴν υἱῶν προσηγορίαν ἔσχον εἰκονικήν. Ἡ γὰρ ἀληθὴς υἱοθεσία ἐκείνων ἐστίν. «Οἷς ἔδωκεν ἐξουσίαν υἱοῖς Θεοῦ γενέσθαι, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, ἀλλ’ ἐκ Θεοῦ ἐγενήθη‐ σαν·» ὡς πρὸς ἀντιδιαστολὴν πρωτότοκος Ἰσραὴλ,
15ἀλλ’ οὐ μονογενὴς εἴρηται· μὴ τοίνυν Ἰουδαῖοι φρο‐ νείτωσαν ἀκούοντες, Υἱὸς πρωτότοκός μου Ἰσραήλ· ἐπεὶ καὶ Κάϊν πρωτότοκος ὢν κατηράθη, θαυμα‐ σθέντος τοῦ Ἄβελ. Καὶ Ἰσμαὴλ πρωτότοκος, ἀλλ’ οὐ κληρονόμος· καὶ Ἡσαῦ πρωτότοκος, ἀλλ’ ἐμι‐
20σήθη. «Τὸν Ἰακὼβ γὰρ ἠγάπησα, φησὶν, τὸν δὲ Ἡσαῦ ἐμίσησα.» Καὶ Ῥουβὴν πρωτότοκος, ἀλλ’ ἀπ‐ εβλήθη, εἰς τὴν περὶ Χριστοῦ ἐπαγγελίαν, Ἰούδα προτιμηθέντος. Θεὸς μὲν οὖν, τὸ ἐπ’ αὐτῷ, καὶ γεν‐ νᾷ καὶ ὑψοῖ, καὶ δίδωσι τοῖς ἀξίοις εἰπεῖν, «Πάτερ
25ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς.» Οἱ δὲ ἐξ Ἰσραὴλ ἠθέτησαν αὐτὸν, οὐ φοβηθέντες ὡς Θεὸν, οὐχ ὡς πατέρα τι‐ μήσαντες. Τὸ γὰρ σέβας τοῖς εἰδώλοις ἀπένειμαν, λέγοντες «Τῷ ξύλῳ· Θεός μου εἶ σύ· καὶ τῷ λίθῳ· Σύ με ἐγέννησας,» τὸν διάβολον ἐπιγεγραμμένοι πα‐
30τέρα. Ὁ γὰρ ποιῶν τὴν ἁμαρτίαν, φησὶν, ἐκ τοῦ δια‐ βόλου γεγέννηται. Καὶ τοῖς πονηρευομένοις φησίν· «Ὑμεῖς ἐκ τοῦ πατρὸς ὑμῶν τοῦ διαβόλου ἐστέ.» Ταῦτα δὲ καὶ προφητικῶς τῷ Σωτῆρι λέγειν ἁρμότ‐ τει, μήτε προσδεξαμένων, καὶ σταυρῷ τετιμηκότων
35αὐτὸν τῶν ἐξ Ἰσραὴλ, μόνοις αὐτοῖς ἐξ ἁπάντων ἐπιδημήσαντα τῶν ἐθνῶν. Διόπερ φησίν· Ἰσραήλ με οὐκ ἔγνω. Καὶ ὁ λαός με οὐ συνῆκεν. οὐ γὰρ συνῆκαν, οἷος ἄρα αὐτὸς ἦν, ὁ καὶ τοῖς πατράσιν αὐτῶν ἐν ἀνθρωπείῳ σχήματι διαφόρως ἑωραμένος.
40Τοιγαροῦν φησιν· «Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἐπεθύ‐ μησεν ἰδεῖν τὴν ἡμέραν τὴν ἐμὴν, καὶ ἴδεν, καὶ ἐχά‐ ρη.» Καί· «Ἱερουσαλὴμ, Ἱερουσαλὴμ, ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, καὶ οὐκ ἠθε‐ λήσατε!» Περὶ παντὸς μὲν οὖν ἀνθρώπου, τὸ κατ’
45εἰκόνα καὶ τὴν λογικὴν ἀπολωλεκότος ἀξίαν εἴρηται· καὶ, «Ὃς ἐν τιμῇ ὢν οὐ συνῆκεν, παρασυνεβλήθη τοῖς κτήνεσιν τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς·» Ἰουδαῖοι δὲ, τοσαύτης τιμῆς ἀπολαύσαντες, μὴ μό‐ νον λογικοὶ γενόμενοι, ἀλλὰ καὶ Θεοῦ χρηματίσαι

1829

(50)

λαὸς, οὗτοι δὴ, φησὶν, ἀλόγων κτηνῶν πεφήνασιν ἀλογώτεροι, μήτε κατὰ βοῦν, τὸν δεσπότην γι‐ νώσκοντες. Φυσικὴ γὰρ τοῦτον φαντασία γινώσκει.
Μήτε κατὰ ὄνον, τὴν φάτνην τοῦ Κυρίου αὐτοῦ.1829

1832

Ὁ γὰρ ὄνος κἂν τὸν δεσπότην οὐκ οἶδεν, ἀλλ’ οὖν εἰς τὸν τόπον τῆς φάτνης ἀπὸ συνηθείας ἐπείγεται. Τὴν φάτνην γὰρ γνωρίζει διὰ τὸ λαίμαργον, Διό‐ περ, ὡς ἀνοικείως ἐχόντων πρὸς ἄλληλα τῶν ζώων,
5ἐν Δευτερονομίῳ μὴ ἀροτριᾷν ἐν μόσχῳ καὶ ἀνθρώ‐ πῳ παρακελεύεται· τουτέστι, τὸ ἐνεργὸν τῆς ψυ‐ χῆς καὶ φιλόπονον, τῷ φιληδόνῳ καὶ παθητικῷ μὴ συζεύξῃς. Οὐ γὰρ περὶ τῶν βοῶν μέλει τῷ Θεῷ. Ἀλλαχοῦ δὲ πάλιν συνέζευκται. Μακάριος γὰρ ὃς
10πειρῶν ἐπὶ πᾶν ὕδωρ, οὗ βοῦς καὶ ὄνος πατεῖ. Τουτέστιν, ὁ τῷ διδακτικῷ λόγῳ τό τε φιλόπονον τῆς ψυχῆς ἐπεγείρων, καὶ τὸ φιλήδονον αὐτῆς θερα‐ πεύων· τὸ γὰρ ἐπιθυμητικὸν τῷ βάρει τῆς ἁμαρτίας πεφορτισμένον ἀχθοφοροῦντι ὄνῳ προσέοικεν. Ἐμὲ
15οὖν, φησὶν, οὐκ ἔγνω τὸν εὐεργέτην, τὸν πάντων Δημιουργόν. Ὅση δὲ βοῒ πρὸς ὄνον διαφορὰ, τοσαύ‐ την Ἰσραὴλ, ὁ Θεὸν ὁρῶν, ἔχει πρὸς τὸν ἁπλῶς λαὸν χρηματίζοντα.
22 δ—ϛʹ. Οὐαὶ ἔθνος ἁμαρτωλὸν, λαὸς πλήρης ἁμαρτιῶν, σπέρμα πονηρὸν, υἱοὶ ἄνομοι, κ.τ.ἑ. Ἔθνος καὶ λαὸς πολλαχοῦ συνεζευγμένως λέγεται
25ὡς τὸ,» Ἐν πολλῷ ἔθνει δόξα βασιλέως, ἐν δὲ ἐκθλί‐ ψει λαοῦ συντριβὴ δυνατοῦ.» Καὶ τὸ, «Ἵνα τί ἐφρύα‐ ξαν ἔθνη καὶ λαοί;» Νυνὶ δὲ ἀπὸ τοῦ ἔθνος εἶ‐ ναι ἁμαρτωλὸν ἀρξάμενοι, ἐπιδιδόντες πρὸς κακίαν, γίνονται λαὸς πλήρης ἀνομιῶν· καὶ ἀπὸ τοῦ σπέρ‐
30μα πονηρὸν εἶναι, καὶ τὸ γενέσθαι υἱοὶ ἄνομοι· ἡ γὰρ αὔξησις ἀπ’ ἐλαττόνων ἐν ἀρετῇ καὶ κακίᾳ. Ἀκολούθως δὲ μετὰ τὸ σπέρμα, υἱὸς, καὶ ἀναλόγως ἐπὶ ψυχῆς. Σπέρμα γὰρ διδασκαλίας, ἡ τῶν μαθη‐ μάτων καταβολή. Υἱὸς δὲ πᾶς ὁ τῷ διδαξαμένῳ γε‐
35γονὼς παραπλήσιος, εἴτε κατ’ ἀρετὴν, εἴτε κατὰ κακίαν. Ἀλλ’ ὁ μὲν βασιλείας χρηματίζει, ὁ δὲ γεέν‐ νης υἱός. Ὀνειδίζει δὲ τοῖς Ἰουδαίοις, ὡς χείροσι τῶν ἄλλων ἐθνῶν. Οὐχ υἱοθεσία γὰρ τούτους, οὐχ ὕψος δόξης, κρείττους ἐποίησεν. Οὐ διάφοροι μάστι‐
40γες τοῦ μαστιγοῦντος πάντα υἱὸν, ὃν παραδέχεται. Καὶ ἐπείπερ εὐγένειαν ηὔχουν σωματικὴν, ὡς ὄντες ἐξ Ἀβραὰμ, σπέρμα πονηρὸν, καὶ υἱοὺς ἀνόμους καλεῖ, ὡς καὶ ἐξάρχοντας Σοδόμων καὶ λαὸν Γομόῤ‐ ῥας, δεικνὺς ὡς προαίρεσις καὶ βίος εὐγένειάν τε
45καὶ τοὐναντίον ποιεῖ. Οὗτοι δὲ προγόνους μὲν ἔσχον λαμπροὺς τοὺς πατριάρχας· ἐκ πονηρῶν δὲ τῶν μετὰ ταῦτα πατέρων γεγόνασι πονηροὶ, ἀλλ’ οὐ φύσει, μιμησάμενοι δὲ τὴν ἐκείνων προαίρεσιν. Μεγάλη δὲ κατηγορία, χρηματίζειν ὅλον ἔθνος ἁμαρτωλὸν, ὡς

1832

(50)

μηδένα σχεδὸν ἐν αὐτῷ κατορθοῦν. Τὸ δὲ, πλῆρες ἁμαρτιῶν, πᾶν εἶδος κακίας ὑπέδειξεν. Τοιοῦτον τὸ, «Πεπληρωμένους πάσης ἀδικίας.» Καὶ τὸ, «Οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμοῤῥαίων.» Καὶ ὁ Σωτὴρ δέ φησιν· «Πληρώσατε καὶ ὑμεῖς τὸ
55μέτρον τῶν πατέρων ὑμῶν.» Σπέρμα δὲ πονηρὸν,1831

1833

ὅπερ ἐχθρὸς ἄνθρωπος ἐπέσπειρε τῷ σίτῳ ζιζάνιον, ὃ τελειωθὲν υἱὸς γέγονεν ἄνομος, ἀντὶ Υἱοῦ τοῦ Ὑ‐ ψίστου. Διὸ θρηνεῖ τοῦτον σχεδόν που λέγων· «Πό‐ θεν που μεταπέπτωκας;» Πρώτη μὲν οὖν κατηγορία,
5τὸ πονηρόν· δευτέρα καὶ μείζων ἡ τοῦ ἀγαθοῦ ἐγκα‐ τάληψις, ἣν ἐπαναβαίνει τὸ παροξύναι τὸν ἀγαθόν τε καὶ πρᾶον· τῶν, κατὰ τὴν ἀναλογίαν, ὀργὴ θησαυ‐ ρίζεται. Ἀλλ’ ὥσπερ ὁ τελειούμενος τοῖς ἔμπροσθεν ἐπεκτείνεται· οὕτως ὁ ἁμαρτάνων εἰς τὸ κατόπιν
10ἀναποδίζει. Περὶ οὗ φησιν· «Ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ, ἀπολοῦνται. Ὡς δὲ πᾶν εἶδος θερα‐ πείας προσενεγκὼν ἁμαρτάνουσι, Τί ἔτι πληγήσε‐ σθε, φησί; Τοῖς μὲν γὰρ ἰάσιμα πλημμελήσασι φη‐ σὶν ἀπειλῶν ὁ λόγος· «Ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς
15ἀνομίας αὐτῶν.» Τοῖς δὲ νοσοῦσιν ἀνίατα· Τί ἔτι πληγεῖτε; ὡς ἄν τις ἀπορῶν καὶ ἀπογνοὺς τὴν διόρ‐ θωσιν. Τῶν δὲ περιστατικῶν συγχωρήσεων, αἱ μὲν ἐφ’ ἁμαρτήμασι γίνονται· αἱ δὲ πρὸς τὴν τῶν πει‐ ραζομένων βελτίωσιν· αἱ δὲ πρὸς ἀνάδειξιν ἀρετῆς
20λανθανούσης, ὡς ἐπὶ τοῦς Ἰώβ· αἱ δὲ πρὸς τὴν τῶν ἀπεγνωσμένων ἀπώλειαν, ὡς αἱ νῦν ἀπειλούμεναι, ὥσπερ αἱ τοῦ Φαραώ. Ταύτας δὲ δυνατὸν μόνως νοεῖν, μετὰ τὸ σωτήριον πάθος παραδοθέντος τοῦ ἔθνους. Οὐ γὰρ ἦν ὅ τι μεῖζον ἁμάρτωσιν Ἰουδαῖοι
25εἰπόντες· «Αἶρε, αἶρε, σταύρου αὐτόν.» —«Οὐκ ἔχο‐ μεν βασιλέα εἰ μὴ Καίσαρα.» Τοιγαροῦν διαμαρτύ‐ ρονται τούτοις οἱ τοῦ Χριστοῦ μαθηταὶ ὡς πρώτοις κατάρξαντες, καὶ μὴ δεξαμένων ἐπὶ τὰ ἔθνη τρεπό‐ μενοι, μονονουχὶ λέγοντες· «Ἰατρεύσαμεν τὴν Βα‐
30βυλῶνα, καὶ οὐκ ἰάθη. Ἐγκαταλίπωμεν αὐτήν.» Βαβυλῶνι γὰρ, ὡς ἀσεβεῖς, ἀπεικάζονται. Αἱ γὰρ πρὸ τῆς παρουσίας τοῦ Σωτῆρος ἁμαρτίαι οὐκ ἦσαν ἀνίατοι. Καὶ προφήτας γὰρ ἔσχον ἐν Βαβυλῶνι. Καὶ πάλιν ἐναπελθόντες, τῇ λατρείᾳ τῇ κατὰ νόμον ἐχρή‐
35σαντο, μετὰ δὲ τοὺς Ῥωμαίους, οὐκ ἔτι, καθαιρεθέν‐ τος αὐτοῖς τοῦ νεὼ, καὶ πάντων διεσπαρμένων. Κύ‐ ριον ἄρα καὶ ἅγιον Ἰσραὴλ τὸν Χριστὸν παρίστησιν ὁ προφήτης, ὃν ἐγκατέλιπον, ὄτε καὶ πᾶσα κεφαλὴ τούτων εἰς πόνον ἐγένετο, ἀρχικὴ δῆλον ἐξουσία
40ταπεινωθεῖσα. Καὶ ἀπὸ ποδῶν μέχρι κεφαλῆς ἡ πληγή. Ἀπὸ σμικροῦ μέχρι τοῦ μείζονος. Τοιγαροῦν ἀπεγνώσθησαν. Τίς γὰρ ἂν αὐτοῖς μείζων ἐπεγένετο θεραπεία, μετὰ τὴν ἐκ τοῦ Σωτῆρος ἐπιδημήσαντος, τοῦ πᾶσαν νόσον καὶ μαλακίαν ψυχῶν τε καὶ σωμά‐
45των τοῖς πεπιστευκόσι δυνηθέντος ἰάσασθαι; Τινὲς δὲ, πᾶσα κεφαλὴ, τὸν καθ’ ἕνα φασὶν ἄνθρωπον, ὡς τὸ, «Λάβετε ἀρχὴν ἀπὸ πάσης συναγωγῆς Ἰσραὴλ κατὰ κεφαλὴν αὐτῶν.» Ὡς μηδενὸς εὑρεθέντος ἀξίου τὴν ἀπειλουμένην δίκην διαφυγεῖν. Ἔστι δὲ τραῦμα

1833

(50)

μὲν, λύσις τῆς τοῦ σώματος συνεχείας, κατὰ μικρόν τι μέρος τῆς συναφείας διακοπείσης· ὃ δηλοῦν δύνα‐ ται τὰ σχίσματα τῆς Ἐκκλησίας. Ὁ δὲ μώλωψ, ἴχνος ἐστὶ πληγῆς ὕφαιμον, θλασθέντος τοῦ σώμα‐
τος ἐκ τῆς ἀντιτυπίας τοῦ πλήξαντος. Καὶ τοῦτο δὲ1833

1836

κατά τι μέρος συνίσταται· ὃ τὰς ὑπούλους καρδίας δηλοῖ. Φλεγμονὴ δὲ ὄγκος ἐστὶ πυρώδης, συῤῥεόν‐ των ἐπὶ τὸ ἀσθενὲς μέρος τῶν ὑγρῶν, καὶ τῇ παρὰ φύσιν θερμασίᾳ φλεγόντων τὸ πεπονθός· ὃ δηλοῖ,
5ψυχῆς ἔπαρσιν ἐξ οἰήσεως ἀλόγου ὀγκουμένης, καὶ διὰ τοῦτο κατὰ τῆς γνώσεως ἐπαιρομένης Χριστοῦ. Φησὶ δὲ περὶ τῶν Ἰουδαίων, ὡς οὐχ ἓν ἀφωρισμένως ἐσχήκασι πάθος, ἀλλ’ ἡνωμένως αὐτοῖς ἐπίκειται τὸ κακὸν, ὡς πάντα συγκεχῦσθαι ὁλοσχερῶς τὰ πάθη,
10καὶ μὴ δέχεσθαι πάθος ἕκαστον τὰ κατάλληλα βοηθή‐ ματα. Μάλαγμα μὲν οὖν ὁ μετὰ πραότητος καὶ ἐπι‐ εικείας ταπεινωτικὸς τῶν ματαίων φυσιώσεων λόγος. Ἔλαιον δὲ ὁ μετὰ οἴκτου καὶ συμπαθείας τὸ δολερὸν, καὶ ὕπουλον, καὶ τραχὺ τῶν ἐν ὑποκρίσει ψευδολό‐
15γων καταλεαίνων. Κατάδεσμος δὲ ὁ τὰ πρὸς διάστα‐ σιν ἐπειγόμενα συγκρατῶν. Τὸ δὲ, Οὐκ ἔστιν ἐν αὐτῷ ὁλοκληρία, καὶ τὰ ἑξῆς, Σύμμαχος οὕτως ἐξέδωκεν· Οὐκ ἔστιν ἐν αὐτῷ ὑγιὲς, ἀλλὰ τραῦ‐ μα, καὶ μώλωψ, καὶ πληγὴ, τραύματος οὐ σφιγ‐
20γομένου, οὐδὲ ἐπιδεννομένου, οὐδὲ ἁπαλυνομέ‐ νου ἐλαίῳ.
28 ζʹ—θʹ. Ἡ γῆ ὑμῶν ἔρημος αἱ πόλεις ὑμῶν πυρί‐ καυστοι. Τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλλό‐
30τριοι κατεσθίουσιν αὐτὴν, κ.τ.λ. Ταῦτα προεῖπεν ἐπὶ τῆς Ὀζίου βασιλείας, ἐπλη‐ ρώθη δὲ μερικῶς μὲν ὑπὸ Βαβυλωνίων· ἐπὶ δὲ τῆς ὑπὸ Ῥωμαίων πολιορκίας ὁλοσχερῶς, ἃ μέχρι νῦν ὁρᾶται. Ἀμπελῶνα δὲ τὸ ἔθνος καλεῖ. Λέξει γὰρ προϊών·
35«Ὁ γὰρ ἀμπελὼν Κυρίου Σαβαὼθ οἶκος τοῦ Ἰσραήλ ἐστι.» Τὴν δὲ τῆς ἐρημίας αἰτίαν φησὶν, ὅτι κραυγὴν ἐπόθησαν, καταλιπόντες τὸ πνεῦμα τὸ πρᾶόν τε καὶ ἡσύχιον. Ἀντιμετρεῖ γὰρ δικαίως ὁ Θεὸς ἐγκαταλι‐
40πὼν τοὺς ἐγκαταλιπόντας αὐτόν. Τὸ παντελὲς δὲ τῆς ἐγκαταλείψεως ἡ τοῦ ἀμπελῶνος σημαίνει σκηνή. Ἐν ὅσῳ γὰρ ἔχει καρποὺς, οἰκεῖται ὑπὸ τοῦ φυλάτ‐ τοντος ἡ σκηνή. Τρυγηθέντων δὲ τούτων, ἔρημος ἀπολείπεται. Οὕτω τοῦ παντὸς ἔθνους καρποφοροῦν‐
45τος, ὁ θεῖος εἱστήκει νεώς. Ἀντ’ ἐπισκοπῆς ἐντεῦθεν ἐφρούρει τοῦτο Θεὸς λέγων· «Ἐγὼ ἔσομαι αὐτῇ, λέγει Κύριος [εἰς τεῖχος] πυρὸς κυκλόθεν, καὶ εἰς δόξαν ἔσομαι ἐν μέσῳ αὐτῆς.» Τοιγαροῦν ἀγγελι‐ καῖς ἐχαρακοῦτο δυνάμεσιν. Ὡς δὲ τῶν ἁμαρτιῶν

1836

(50)

τὰς ἀκάνθας ἐβλάστησε, καὶ σταφυλὴν χολῆς, καὶ κληματίδα Γομόῤῥας ἐποίησε, φησὶ, διὰ τοῦ ψάλλον‐ τος ὁ Θεὸς, «Καθελῶ τὸν φραγμὸν αὐτοῦ, καὶ ἔσται εἰς διαρπαγεῖν,» καὶ τὰ ἑξῆς. Καὶ δι’ ἄλλου δὲ προφήτου φησίν· «Ἐγκαταλέλοιπα τὸν οἶκόν μου,
55ἀφῆκα τὴν κληρονομίαν μου,» καὶ τὰ λοιπά. Ἱστόρη‐1835

1837

κεν δὲ καὶ ἐν τοῖς περὶ ἁλώσεως ὁ Ἰώσηπος, ὡς πρὶν ἁλῶναι τὴν πόλιν, ἠκούοντο τοῖς ἱερεῦσιν φω‐ ναὶ λεγόντων ἀγγέλων, «Μεταβαίνομεν ἐντεῦθεν·» Οὐ μόνον δὲ, φησὶν, τὴν ὡς ἐν καρπῷ τιμιωτέραν
5οὐκ ἤνεγκε σταφυλὴν, οὐδὲ ὀπώραν τὴν πρόσκαιρον, καὶ σωματικὴν, κατὰ τὸν Μωσέως νόμον, λατρείαν. Ὡραία μὲν γὰρ τῇ θέᾳ καὶ εὐθαλὴς, ἀλλὰ καὶ πρόσ‐ καιρος· πρὸς ἣν εἴρηται ἡ τοῦ ὀπωροφυλακίου κατάλειψις, ὅπερ αὖθίς ἐστιν ὁ νεώς. Σικυήρατον
10δὲ, τὸ τῶν σικυῶν εἴρηται φυλακτήριον. Ὅταν γὰρ τὸν ὄντως ἀφέντες Θεὸν, τὰς χεῖρας ἡμῶν ἐπάρωμεν πρὸς Θεὸν ἀλλότριον, παραδιδόμεθα τοῖς καταστρέ‐ φουσιν. Νόει δὲ καὶ γῆν μὲν ἔρημον, τὴν ψυχὴν ὡς δεχομένην τοῦ λόγου τὰ σπέρματα. Ἔρημον δὲ
15τὴν ἀρετῶν καὶ θεοσεβείας ἐστερημένην. Ἡ δὲ τοι‐ αύτη καὶ πόλις πυρίκαυτος, διὰ τὸ πολλὴν ἔχειν ἐν τοῖς ἔργοις ματαιότητα, ξύλα, χόρτον, καλάμην· ἅπερ ἐν ἡμέρᾳ τῆς κρίσεως καταπίμπραται. Ἡ αὐτὴ καὶ χώρα κατεσθιομένη ὑπ’ ἀλλοτρίων,
20οὔτε τῶν καρπῶν πεπληρωμένη τοῦ Πνεύματος, ἀγάπης, χαρᾶς, καὶ τῶν ἄλλων ἀλλοτρίων λογισμῶν ἐπιπεσόντων, καταναλίσκηται, καταστρέφουσί τε αὐτὴν οἱ ὄντως ἀλλότριοι δαίμονες, οἳ δὴ περιαιροῦν‐ τες τὰς ἀρετὰς, οὐκ ἀφίστανται πρὶν ἂν καὶ γνῶσιν
25ἐσφαλμένην ἐμβάλωσιν. Οὕτω πᾶς ἄκαρπος ἐπισκο‐ πῆς ἀποστερεῖται Θεοῦ. Καρποφορῶν δὲ τῶν ἀποθη‐ κῶν τῶν αἰωνίων ἀξίως, τῷ θείῳ φυλάττεται Πνεύ‐ ματι ἀποσοβοῦντι τοὺς δυσμενεῖς. Τὴν δὲ ὀπώραν καὶ ἐπὶ τῆς βιωτικῆς ἡδυπαθείας δεξώμεθα, περὶ ἃς
30οὐ προσῆκεν ἐπτοῆσθαι ψυχὴν, ἄμπελον ὑπὸ Θεοῦ φυτευθεῖσαν ἀληθινὴν, κατ’ εἰκόνα τοῦ Κτίσαντος αὐτὴν, ὃς τὸ μὲν καρποφοροῦν καθαίρει πρὸς γένε‐ σιν πλειόνων καρπῶν. Συλλαμβάνεται γὰρ τοῖς ἐθέ‐ λουσιν πρὸς τὴν ἀπὸ τῶν παθῶν κάθαρσιν, καθάπερ
35γεωργὸς ἄμπελον κλαδεύει, τῆς περιττῆς ἀπείργων λεύχης, καὶ τὴν πρὸς τὸ ἀγαθὸν σπουδὴν τελειῶν· τῆς δὲ μὴ βουλομένης ψυχῆς πίπτουσιν οἱ φραγμοὶ, αἱ παρὰ τῶν ἀγγέλων βοήθειαι, καὶ τοῖς παροδεύου‐ σιν καὶ πορθεῖν βουλομένοις προτίθεται, υἱός τε
40ἄγριος ἀφανίζει τὸ πᾶν εἰσπηδῶν· καὶ ξένοι μὲν οἱ διοδεύοντες ἡμᾶς, αἱ τῶν παρὰ τὴν γνῶσιν ἁμαρτη‐ μάτων ἐνεργητικαὶ δυνάμεις εἰσὶν υἱὸς δὲ δίκην ἀλόγιστα ὁρμῶντος, καὶ ταῖς δυσωδίαις καλινδουμέ‐ νου, τὰ πάθη προκαταλαμβάνει τὴν τοιαύτην ψυχὴν,
45ὅτι μὴ τὰ ἄξια τῆς θείας ἀποθήκης ἐκαρποφόρησεν, ἡδονὰς δὲ τὰ ῥευστὰς καὶ δυσώδεις, ὧν ἐπιθυμή‐ σας ὁ ἐπιθυμητὴς πάλαι λαὸς ἐν τῇ ἐρήμῳ ἐτάφη. Ἔκλαιον γὰρ, φησὶ, μνησθέντες τῶν σικυῶν, καὶ τῶν πεπόνων, τῶν Αἰγυπτιακῶν βρωμάτων, ἃ οὐκ

1837

(50)

ἂν φάγοι Ἰσραηλίτης ὁ τῷ ἄρτῳ τῷ οὐρανίῳ τρεφό‐ μενος. Ὃν ἐξουδενώσαντες ἐκεῖνοι τῶν κρομμύων ἐπεθύμουν καὶ τῶν σκορώδων. Τοιοῦτος γὰρ ὁ καθ’ ἡδονὴν βίος, ἐρεθιστικὸς καὶ δριμὺς ὑπάρχων, καὶ τῷ βάθει δυσωδίαν ἐναφίει, καὶ δάκρυα τοῖς ζῶσι κατ’
55αὐτὸν ἐμποιῶν· οἳ καὶ ὡς πολιορκουμένη πόλις1837

1840

ἐγκαταλείπονται, ἣν πολέμιοι περικάθηνται, τῶν ἔνδον ἐπιτηδευόντων τὴν ἄνεσιν, ὡς ἂν ἀφυλάκτοις ἐπίθωνται. Ἐκάλεσεν δὲ αὐτὴν ἐκ τοῦ προτέρου ταύ‐ της ὀνόματος θυγατέρα. Ἀκολούθως δὲ τοῖς κατὰ
5τοῦ Σωτῆρος τολμηθεῖσιν ἐπήνεγκεν· Καὶ εἰ μὴ Κύ‐ ριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα. Τοῦτο δ’ ἂν εἴη περὶ οὗ φησιν ὁ Θεὸς Ἀβραάμ· «Ὅτι σοὶ δώσω καὶ τῷ σπέρματί σου.» Ὡς γὰρ ἐφ’ ἑνὸς εἶπεν, ὅς ἐστι Χριστὸς, ὁ κωλύσας τὰ Σοδόμων καὶ Γομόῤ‐
10ῥας παθεῖν. Οἱ γὰρ ἄλλοι πάντες, ὡς ἔφη, υἱοὶ ἄνο‐ μοι, καὶ λαὸς πλήρης ἁμαρτιῶν· ὧν οὐκ ἂν εἴη τὸ σπέρμα· οὓς ὀφείλοντας τὰ Σοδόμων παθεῖν, τῇ ἰδίᾳ παρουσίᾳ κεκωλυμένους. Καὶ μετὰ τὴν κατὰ Χρι‐ στοῦ δὲ τόλμαν, τὸ μὲν λεῖμμα τὸ κατ’ ἐκλογὴν χά‐
15ριτος ἐσώθη. Οἱ δὲ λοιποὶ ἐπωρώθησαν, οἳ καὶ παρ‐ εδόθησαν τῇ καταστροφῇ· περὶ ὧν φησιν Ἀμὼς ἐκ Θεοῦ· «Κατέστρεψα ὑμᾶς, καθὼς κατέστρεψεν Κύριος Σόδομα καὶ Γόμοῤῥα,» τὴν τελευταίαν ση‐ μαίνων καταστροφήν. Σπέρμα δὲ καὶ τὸν ἀποστολικὸν
20νοητέον χορὸν, οὐχ ὡς τῶν ἀσεβῶν σπέρμα, τῶν δὲ προφητῶν μᾶλλον ὑπάρχοντας, οἳ τὸ πᾶν ἔθνος ἀπ‐ εγνωκότες, παραμυθίας ἐτύγχανον, περὶ τοῦ ἐξ αὐ‐ τῶν ἀναφανησομένου σπέρματος φωτιζόμενοι, ὅπερ ὡς ζύμη γενόμενον ἐν τοῖς ἔθνεσι, πάντας πρὸς τὴν
25οἰκείαν εἵλκυσεν ὁμοιότητα, ὡς κἀκείνους Ἰσραὴλ χρηματίζειν καὶ λαὸν Κυρίου, καὶ κρυπτὸν Ἰουδαῖον, καὶ τῶν πνευματικῶν ἐπαγγελιῶν κληρονόμον. Εἰ δὲ μὴ πρόξενοι πάσης θεοσεβείας ἐγένοντο, καὶ δι’ αὐτῶν ἐκκλησίαι πανταχοῦ καθίδρυντο (τοῦ νεὼ τοῦ
30παρ’ Ἰουδαίοις λελυμένου), τίσι τούτους ἐχρῆν παρα‐ βαλέσθαι, ἢ τῇ Σοδόμων καὶ Γομόῤῥας καταστροφῇ, ὧν οὐδὲν ὑπολέλειπται; Σόδομα δὲ ἔκκλισις, Γο‐ μόῤῥα δὲ στάσις ἑρμηνεύεται. Πάντες οὖν εἴχομεν, φησὶν, ἐκκλῖναι Θεοῦ, καὶ τὴν πνευματικὴν εἰρήνην
35ἀφέντες πολέμου πληρωθῆναι καὶ στάσεως, ἃ δὴ κακία καὶ τὰ πάθη ποιεῖ. Νῦν δὲ ἡ ὑπερέχουσα πάντα νοῦν εἰρήνη διὰ σαρκὸς πᾶσιν ἐπέλαμψεν· καὶ ταύ‐ την εὐηγγελίσαντο πᾶσιν οἱ τοῦ Χριστοῦ μαθηταὶ, ὡς τὴν Ἐκκλησίαν τῆς εὐεργεσίας προσάγουσαν χα‐
40ριστήρια, τὸ, Εἰ μὴ Κύριος κατέλιπεν ἡμῖν σπέρμα, μετὰ πάσης εὐφημίας ὑμνεῖν. Πλὴν ἔσται καὶ τῶν Ἰσραηλιτῶν ἐν ὑστέροις ἀνάκλησις, εἰ καὶ ἐν ἀρχῇ λεῖμμα μόνον ἐγένετο. Καὶ τοῦτο προφητικὸς ἐδήλω‐ σεν λόγος, «Διότι, λέγων, ἡμέρας πολλὰς καθήσον‐
45ται οἱ υἱοὶ Ἰσραὴλ οὐκ ὄντος βασιλέως, οὐδὲ ὄντος ἄρχοντος, οὐκ οὔσης θυσίας, οὐδὲ ὄντος θυσιαστη‐ ρίου, οὔτε ἱερατείας, οὔτε δήλων. Καὶ μετὰ ταῦτα ἐπιστρέψουσιν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἐπιζητήσουσι Κύ‐ ριον τὸν Θεὸν αὐτῶν, καὶ Δαυῒδ τὸν βασιλέα αὐτῶν.»

1840

(50)

Καὶ ἀλλαχοῦ· «Οὐ μὴ ποιήσω κατὰ τὴν ὀργὴν τοῦ θυμοῦ μου, οὐ μὴ καταλίπω τοῦ ἐξαληφθῆναι τὸν Ἐφραΐμ.» Τοῦτο καὶ καθ’ ἕτερον ἡμῖν ἐδηλοῦτο τρόπον. Ἠπείθησε μὲν γὰρ ὁ πάλαι λαὸς, περὶ οὗ φησιν, ὡς «Ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσον‐
55ται εἰς τὴν κατάπαυσίν μου,» Χαλὲβ δὲ καὶ Ἰησοῦς1839

1841

συνεισέβησαν τῷ νέῳ λαῷ, τύπος ὄντες τοῦ ἐγκατα‐ λείμματος Ἰσραὴλ, σεσωσμένου μὲν δι’ ὑπακοῆς καὶ πίστεως τῆς ἐν Χριστῷ, διαβιβασθέντος δὲ μεθ’ ἡμῶν τὸν ἅγιον Ἰορδάνην, καὶ κληρονομεῖν μέλλοντος τὴν
5τῶν οὐρανῶν βασιλείαν.
7 ιʹ. Ἀκούσατε λόγον Κυρίου, ἄρχοντες Σοδόμων· προσέχετε νόμον Θεοῦ, ὁ λαὸς Γομόῤῥας. Ἄνω μὲν οὐρανὸν καὶ γῆν ἐμαρτύρατο. Νῦν δὲ
10τοῖς Ἰουδαίοις αὐτοῖς διαλέγεται, μερίσας αὐτοὺς εἰς ἄρχοντας, καὶ λαόν. Σοδόμων δὲ αὐτοὺς καὶ Γο‐ μόῤῥας καλεῖ, ὡς μέλλοντας αὐτοὺς παθεῖν παρα‐ πλήσια, ἢ καὶ διὰ τρόπων ὁμοιότητα. Καὶ προϊὼν γὰρ ἐρεῖ. Τὴν δὲ ἀνομίαν αὐτῶν ὡς Σοδόμων
15ἀπήγγειλαν, καὶ ἐνεφάνισαν σὺν τῇ ἀδικίᾳ αὐτῶν, ἐπεὶ ἐβουλεύσαντο βουλὴν πονηρὰν, καθ’ ἑαυτῶν εἰ‐ πόντες· «Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν.» Ἡ τοίνυν κατὰ τοῦ ἑνὸς λεγομένη δικαίου, Χριστοῦ δηλονότι, παρανομία, τοιαύτης αὐτοὺς
20προσηγορίας ἐνόχους ἀπέδειξε. Κολάζει δὲ αὐτῶν καὶ τὸ ὡς ἐπ’ εὐγενείᾳ τῇ ἐξ Ἀβραὰμ ὑπερήφανον, δηλῶν, κατὰ τὸν θεῖον Ἀπόστολον· «Ὡς οὐχ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστι,» καὶ τὰ ἑξῆς. Καὶ πάλιν· «Οὐ γὰρ οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραήλ· οὐδ’ ὅτι
25εἰσὶ σπέρμα Ἀβραὰμ, πάντως τέκνα.» Οὐκοῦν ἐκ τῶν ἐναντίων καὶ τοὺς ἐξ ἀλλοφύλων δυνατὸν χρη‐ ματίσαι ἄρχοντας Ἰσραὴλ, καὶ λαὸν Θεοῦ πράξεις ἀξίας παρεχομένους καὶ δόγματα. Χωρισθέντος δὲ τοῦ ἐγκαταλειφθέντος ἡμῖν σπέρ‐
30ματος, ἀκολούθως τοὺς λοιποὺς τοιούτων ὀνομάτων ἠξίωσεν, ἄρχοντας λέγων Σοδόμων, διὰ τὸ μητρό‐ πολιν ὥσπερ εἶναι τῆς πονηρίας τὰ Σόδομα, ἦς κατὰ κακίας ὑπερβολὴν ὑπερέχειν τοὺς ἄρχοντας. Οἰκείως δὲ καὶ παρέθηκεν, ὅτι ὥσπερ ἐκεῖνοι παρ‐
35ῃτοῦντο τὸν τὰ δίκαια κρίνοντα Λὼτ, λέγοντες· «Εἰσῆλθες παροικεῖν, μὴ καὶ κρίσιν κρίνειν;» Οὕτω καὶ οὗτοι τὸν δίκαιον παρῃτοῦντο κριτὴν, λέγοντες· «Σταύρου, σταύρου, αἶρε τὸν τοιοῦτον.» Κἀκεῖνοι μὲν, εἰς ξένους ὕβριζον· οὗτοι δὲ, τὸν εἰς τὰ ἴδια
40ἐλθόντα. Κἀκεῖνοι μὲν, εἰς ἀγγέλους· οὗτοι δὲ, εἰς Θεόν. Καὶ Ἱερουσαλὴμ τοίνυν ἐξ ἀσεβείας ἐγένετο Σόδομα. Ὡς γὰρ ἐν ἐκείνοις οὐχ εὗρε δέκα δικαίους ζητῶν ὁ Θεὸς, δι’ οὓς ἔδει σωθῆναι τὴν πόλιν· οὕτως ἡ Ἱερουσαλὴμ πολλὴν εἶχε τῶν δικαίων τὴν σπάνιν.
45Διόπερ Ἱερεμίᾳ λιπαροῦντι περὶ αὐτῆς ἔφασκεν ὁ Θεός· «Περιδράμετε ἐν ταῖς ὁδοῖς Ἱερουσαλὴμ, καὶ ἴδετε, καὶ γνῶτε, καὶ ζητήσατε ἐν ταῖς πλατείαις αὐτῆς ἐὰν εὕρητε ἄνδρα, εἰ ἔστι ποιῶν κρῖμα, καὶ ζητῶν πίστιν, καὶ ἵλεως ἔσομαι αὐτῇ, λέγει Κύριος.»

1841

(50)

Καὶ παντὸς ἐστερημένοι καλοῦ, προσέτι καὶ πρὸς ἄκρον ἀσεβείας κατήντησαν, τὸν Χριστὸν ἀποκτεί‐ ναντες· ὃ δὴ μάλιστα γέγονεν, διὰ τὴν τῶν ἀρχόν‐ των ἀνοσιότητα. Εἰδότες γὰρ ὡς ἔστιν ὁ κληρονόμος,
ἀνελεῖν ἐπεχείρησαν, θέλοντες αὐτοῦ τὸν ἀμπελῶνα1841

1844

κλῆρον ἴδιον ἀπεργάσασθαι. Περὶ ὧν ἐν προφήταις φησὶν ὁ Θεός· «Ποιμένες πολλοὶ διέφθειραν τὸν ἀμ‐ πελῶνά μου,» καὶ τὰ ἑξῆς. Καὶ πάλιν· «Ποιμένες ἠφρονεύσαντο, καὶ τὸν Κύριον οὐκ ἐξεζήτησαν. Διὰ
5τοῦτο οὐκ ἔγνω πᾶσα ἡ νομὴ, καὶ διεσκορπίσθησαν.» Ἐχρῆν γὰρ Μωσῇ πιστεύσαντας ἐπιγνῶναι Κύριον, καὶ πρὸς αὐτὸν ὁδηγῆσαι τοὺς ἄλλους. «Περὶ ἐμοῦ γὰρ, φησὶν, ἐκεῖνος γέγραφεν, εἰπών· Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν,
10ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε.» Ὅθεν πληκτικῇ νουθε‐ σίᾳ φιλανθρώπως αὐτοὺς ὁ προφήτης ἐπάγεται πρὸς τὸ δεῖν αὐτὸν ἐπιγνῶναι, τοῖς μὲν ἄρχουσιν ὡς ἐν‐ τρεχεστέροις, τοῦ ἀκοῦσαι βοῶν, ὅπερ μᾶλλον δια‐ νοίας ἐστίν. Διὸ πρὸς τὸ γνῶναι τὸ βούλημα τῶν
15ἑαυτοῦ λόγων διεγείρων ὁ Κύριος φησίν· «Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω·» τοῖς δὲ λαοῖς, ὡς ἀσυν‐ έτοις, τὸ προσέχειν, ἢ τὸ ἐπωτίζεσθαι, ὡς ἐξέδω‐ καν ἕτεροι. Δῆλον δὲ τὸ ψιλὸν τὸν ἦχον ἐντίθεσθαι τοῖς ὠσίν. Διὸ καὶ ἐν Ἐξόδῳ φησὶν ὁ λαός· «Πάντα
20ὅσα ἂν εἴπῃ ὁ Θεὸς, ποιήσομεν, καὶ ἀκουσόμεθα.» Οἱ μὲν γὰρ ἀτελεῖς ποιοῦσι τὰ σωματικὰ τοῦ νόμου φυλάττοντες· διὸ καὶ προτέτακται· «Ὁ δὲ τέλειος ἀκούει,» νοῶν τῶν ἐν τῷ νόμῳ τὸ βούλημα. Οὕτω δὲ πάλιν τοῖς μὲν ἄρχουσι τὸν λόγον ἀπένειμεν· τῷ
25λαῷ δὲ τὸν νόμον. Ὁ μὲν γὰρ νόμος κανών ἐστι δικαίων καὶ ἀδίκων· προστακτικὸς μὲν ὧν ποιητέον· ἀπαγορευτικὸς δὲ ὧν [οὐ, ἢ, μὴ] ποιητέον, ὃν ὁ πολὺς φυλάττειν ἐσπούδακεν ἄνθρωπος τὸν σκοπὸν ἀγνοῶν. Ὁ δὲ λόγος καὶ τῆς αἰτίας ἐστὶν ἀποδοτικὸς, δι’ ἣν
30ἔκαστον εἴρηται, πνευματικὸν τὸν νόμον δεικνύς. Ἄρχοντας δὲ Σοδόμων, οὐχ ὡς πονηρῶν ἄρχον‐ τας μόνον, φησὶν, ἀλλὰ καὶ ὡς αὐτοὺς τοιούτους ὑπάρχοντας. Καὶ τοῦ λαοῦ δὲ τὴν πονηρίαν παρ‐ έστησεν εἰπὼν, λαὸς Γομόῤῥας. Ἤρκει γὰρ τὸ πρῶ‐
35τον, εἰ τοῦ λαοῦ τὴν πονηρίαν ἐδήλου. Ταύτης δὲ τὸ πλέον ἀπονέμει τοῖς ἄρχουσι, διὰ τὸ προκαθέζεσθαι τὰ Σόδομα τῆς Πενταπόλεως, ἀρχικὴν αὐτῷ καὶ μείζω τὴν κακίαν δεικνύς. Ἄρχοντας δὲ Σοδόμων, πλὴν τῶν ἡττηθέντων, ἐξ ἱστορίας οὐ παρειλήφαμεν·
40διὰ δὲ τὸ σὺν πολλῇ παῤῥησίᾳ τοὺς ἀδικοῦντας ἐλέγ‐ χειν, φησὶν ὁ Παῦλος· «Ἡσαΐας δὲ ἀποτολμᾷ καὶ λέγει.» Τοιγαροῦν καὶ μίαν ταύτην αἰτίαν τῆς ἐπι‐ βουλῆς τῆς κατὰ τοῦ προφήτου φασίν. Χρήσαιτο δ’ ἄν τις τούτοις πρὸς ἄρχοντας ἐκκλησιῶν ἀτόπους,
45καὶ παρανομοῦντα λαόν.
51 ια—ιεʹ. τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; λέγει Κύριος· πλήρης εἰμὶ, κ.τ.λ. Καινὴν νομοθεσίαν ὁ λόγος εἰσάγει τὴν παλαιὰν
παραιτούμενος, ὡς τοῖς σωματικῶς κατ’ αὐτὴν βιοῦ‐1843

1845

σιν ἀνόνητον. Ἀδύνατον γὰρ αἷμα ταύρων καὶ τρά‐ γων ἀφαιρεῖν ἁμαρτίας, εἰ καὶ αὐτοὶ πλημμελοῦντες διὰ τούτων ἐνόμιζον ἐξιλεοῦσθαι Θεόν. Περιῃρημέ‐ νου δὲ τοῦ σπέρματος, ὃ κατέλιπε Κύριος ὁ Θεὸς,
5εἰκότως νομιστέον περὶ τῶν κατὰ Χριστοῦ τοιαῦτα τετολμηκότων τὸν λόγον καθίστασθαι ἀρχόντων τε καὶ ἑπομένων. Τοιγαροῦν, φησὶν, Οὐκ ἔτι ἀνήσω τὰς ἁμαρτίας ὑμῶν. Ἀνῆκε γὰρ τοῖς εἰς Βαβυλῶνα ληφθεῖσιν ἑβδομήκοντα παρελθόντων ἐτῶν, ὡς ὁ Ζα‐
10χαρίας φησίν· «Τὰς πόλεις Ἰούδα ὑπερεῖδες τοῦτο ἑβδομηκοστὸν ἔτος·» τοῖς δὲ Χριστὸν σταυρώσασιν οὐκ ἀνήσειν, φησὶν, πλὴν ὅτι ἐν ἐσχάτῳ τῶν ἡμερῶν τὸ ἐγκατάλειμμα σωθήσεται. Τῆς δὲ τοιαύτης ἐγκα‐ ταλείψεως τὴν αἰτίαν ἐπήνεγκεν λέγων, Αἱ γὰρ χεῖ‐
15ρες ὑμῶν αἵματος πλήρεις, τὴν Χριστοῦ μιαιφονίαν δηλῶν. Τηρεῖ γὰρ ὡς οὐδαμοῦ νῦν αὐτῶν ὡς εἰδωλο‐ λατρούντων κατηγορεῖ, ἀλλ’ ὅτι μὴ ἔγνωσαν τὸν Κύ‐ ριον, καὶ ὅτι ἐγκατέλιπον αὐτὸν, καὶ παρώξυναν τὸν ἅγιον τοῦ Ἰσραήλ. Διὸ καὶ τὰς θυσίας αὐτῶν, ὡς
20ἀσεβῶν, ἀποστρέφεται, καὶ προσκειμένων τοῖς ἁμαρ‐ τήμασιν. «Θυσία γὰρ τῷ Θεῷ πνεῦμα συντετριμμέ‐ νον.» Ἕκαστον γὰρ ἑαυτὸν προσάγειν δεῖ θυσίαν ζῶ‐ σαν, εὐάρεστον τῷ Θεῷ, λογικὴν λατρείαν, θυσίαν αἰνέσεως. Ταῦτα γὰρ καὶ αἱ πρὶν θυσίαι σκιὰν ἔχου‐
25σαι τῶν μελλόντων ἀγαθῶν, ὑπῃνίττοντο· εἰ καὶ τοῖς τότε παχέσιν οὖσιν κατὰ τὸ φαινόμενον ἥρμοτ‐ τον μέχρι καιροῦ διορθώσεως· ἐπεὶ, ὅσον εἰς τὸ ἀρέ‐ σκειν Θεῷ, οὐκ ἂν τὰς θυσίας ἐνομοθέτησεν. Ἐπειδὴ δὲ τὸ πλῆθος τῶν κατὰ νόμον θυσιῶν ἀποπέμπεται,
30μίαν προσεδέξατο θυσίαν ἐπ’ ἐσχάτων αἰώνων, εἰς ἀθέτησιν ἁμαρτίας, τὸν ἀμνὸν τοῦ Θεοῦ τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου. Καὶ τῆς ἀληθείας φανεί‐ σης, ἀνόνητος ἡ σκιά. Καὶ δεῖ Θεῷ προσάγειν ἀρετάς τε καὶ πίστιν. Τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται
35Θεός. Ἐπεὶ καὶ πάλαι ὑπὲρ τῶν ἰδίων πλημμελη‐ μάτων προσέφερον, καὶ συνεχώρει Χριστὸς, ἐν τοῖς προσαγομένοις τυπούμενος. Ἀλλὰ νῦν ἐπιδημήσας, τοῖς τύποις πέρας ἐπέθηκεν. Τὸ δέ· Πλήρης εἰμὶ, ληπτέον καθ’ ἑαυτὸ, μὴ συνάπτοντα τοῖς ἑξῆς. Θεῷ
40γὰρ μόνῳ τὸ πλῆρες ἁρμόττει πάσης μακαριότητος, ἀλλ’ οὐ τῶν ἐφ’ ἑξῆς ἐπιφερομένων. «Ἐκ τοῦ γὰρ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν.» Πάν‐ των γάρ ἐστιν ἐφετὸν, αὐτὸς οὐδενὸς ἐφιέμενος. Ἀπ’ αὐτοῦ στέφανος πλήρης χάριτος καὶ δυνάμεως. Καὶ
45Παῦλος, μετὰ τὴν ἐπίγνωσιν, πλήρης πνεύματος ὑπ‐ έστρεψεν εἰς Ἱερουσαλήμ· πλήρης ἐντεῦθεν ἡμε‐ ρῶν Ἀβραάμ. Καὶ ἐν τῷ ἐπιστρέφοντι λαῷ ἡμέραι πλήρεις εὑρεθήσονται. Ἀλλ’ εἰ ἀποβάλλει πᾶσαν τὴν διὰ Μωϋσέως λατρείαν, πῶς «Ἓν ἰῶτα οὐ μὴ παρ‐

1845

(50)

έλθῃ ἐκ τοῦ νόμου ἕως ἂν πάντα γένηται;» Οὐκ οὖν εὔδηλον ὡς τὸ σωματικὸν ἐκβαλὼν, τὸ πνευμα‐ τικὸν πληροῦν ἐπαγγέλλεται.
56Τήρει δὲ ὡς οὐ πᾶν ἀπεδοκίμασεν αἷμα, τὸ δὲ ἐξ1845

1848

ἀλόγων ζώων, πρὸς ἀντιδιαστολὴν τοῦ ἐπ’ ἐσχάτων ἡμερῶν ἐκχυθέντος εἰς ἄφεσιν ἁμαρτιῶν, κρεῖττον λαλοῦντος παρὰ τὸ τοῦ Ἄβελ. Μετατιθεμένων δὲ τῶν θυσιῶν ἐπὶ τὸ πνευματικὸν, καὶ τὴν ἱερωσύνην ἐχρῆν
5μετατίθεσθαι, ἵνα ὁ κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀντεισέλθῃ. Διασταλτέον δὲ καὶ τὸ ὁλοκαύτωμα, καὶ οὕτως ἐπενεκτέον, τῶν κριῶν· ἵνα πρὸς τὸ, οὐ βούλομαι, συμφώνως ἐπενεχθῇ. Πρὸς ὃ ἀποδοτέον τὸ, Οὐδ’ ἂν ἔρχησθε ὀφθῆναί μοι. Κοινὸν γὰρ τὸ,
10οὐ βούλομαι. Ἀθετεῖ δὲ μετὰ τῶν θυσιῶν καὶ τὸ, δεῖν ὁρᾶσθαι πᾶν ἀρσενικὸν ἐνώπιον Κυρίου. Ἄδικοι γὰρ ἦσαν καὶ σκολιοί. Γέγραπται δέ· «Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους.» Καὶ «Εὐθύτητας ἴδε τὸ πρόσ‐ ωπον αὐτοῦ· λέγει δὲ καὶ, Τίς ταῦτα ἐζήτησεν ἐκ
15τῶν χειρῶν ὑμῶν; τὰ σωματικὰ δηλονότι τοῦ νό‐ μου. Ὅλος γὰρ ὁ νόμος ἀνακεφαλαιοῦται ἐν τῷ, «Ἀγαπήσεις τὸν πλησίον σου, ὡς ἑαυτόν.» Καὶ, Πα‐ τεῖν μου, φησὶ, τὴν αὐλὴν οὐ προσθήσεσθε. Οὕτω φοβερὸν καταφρονεῖν Ἐκκλησίας ἀφορισθέντας, εἰ
20μὴ τὸ μέγιστον τῶν ἐπιτιμίων αἱρουμένους ἐπίτηδες. Δηλοῖ δὲ τὴν ὑβριστικὴν αὐτῶν εἴσοδον, ὡς κατα‐ πατούντων τὰ ἅγια. Τῶν δὲ εἰσιόντων ὁ μὲν εἰς αὐτὰ φθάνει τὰ Ἅγια τῶν ἁγίων, ἔσωθεν τοῦ κατα‐ πετάσματος τὰ σαρκικὰ διαβὰς, καὶ γυμνῇ τῇ θεω‐
25ρίᾳ τῶν νοητῶν ὁμιλῶν· ὁ δὲ τῆς σωματικωτέρας λατρείας ἐφάπτεται. Ὁ δὲ νῦν εἰσαγόμενος τῆς αὐλῆς μόνης ἐπιβῆναι κελεύεται. Ὁ δὲ καὶ ταύτης ἔξω τῶν τῆς εὐσεβείας τόπων ἐλήλαται. Πρὸς δὲ τὰ πνευματικὰ τοῦ νόμου παρακαλεῖ διὰ τῆς τῶν σω‐
30ματικῶν ἐκβολῆς. Πνευματικὴ γὰρ σεμίδαλις, λόγος περὶ Θεοῦ σωματικῆς ἐννοίας κεχωρισμένος. Ἀνάξιον Θεοῦ καὶ τὸ, Νομίζειν αὐτὸν τῆς δι’ ὀσφρήσεως εὐ‐ ωδίας ἐπιθυμεῖν, καὶ μὴ θυμιάματος τὸν ἁγιασμὸν νοῆσαι τοῦ σώματος ὑπὸ τῆς κατὰ ψυχὴν σωφροσύνης
35ἐπιτελούμενον, ἰσοκρατῶς ἐχόντων κ...στασίαν πρὸς ἄλληλα τῶν μερῶν τῆς ψυχῆς κατὰ τὴν σύν‐ θεσιν τοῦ θυμιάματος. Παρακαλεῖ δὲ καὶ νουμηνίαν ποιεῖν αἰωνίοις πρέπουσαν ἔτεσι, καὶ τὴν διὰ μετα‐ νοίας πρὸς τὸ ἀρχαῖον ἀποκατάστασιν ἑορτήν. Νου‐
40μηνία γὰρ ἡ ἀρχὴ τοῦ ἐν φωτὶ βίου ἐκλειφθέντος τῇ πρὸς τὸ χεῖρον τροπῇ. Ἡ πρὸς αὐτὸ ἐπάνοδος, ἑορτή. Βούλεται δὲ καὶ Σάββατον τὴν τῶν κακῶν ἀργίαν νοεῖν. Ἀντὶ δὲ τῆς μεγάλης ἡμέρας, κλη‐ τὴν ἐξέδωκαν οἱ λοιποί· ὡς μὴ μίαν σημαίνεσθαι,
45πᾶσαν δὲ τὴν ἐν τῷ νόμῳ καλουμένην κλητὴν, οἷα ἡ πρώτη ἑβδόμη τῶν Ἀζύμων, καὶ τῆς Πεντηκο‐ στῆς, καὶ ἡ δεκάτη τοῦ μηνὸς, καὶ πᾶσαι ἁπλῶς ἐπίσημοι ἑορταί. Καὶ νηστείαν δὲ βούλεται τὴν χωρὶς ἐπιδείξεως δουλαγωγοῦσαν τὸ φρόνημα τῆς

1848

(50)

σαρκὸς, ὅπερ οὐ διὰ πλησμονῆς βρωμάτων γίνεται, ἀλλὰ καὶ δι’ ἀναστροφῆς ἀγαθῆς καὶ συνουσίας τῶν ὠφελούντων. Οὐδὲ τὴν ἀποχὴν δὲ τῶν βρωμάτων ἐπιτείνειν χρεὼν, ὥστε λυθῆναι τὸν τόνον τοῦ σώ‐
ματος, καὶ περιέλκειν εἰς ἀπροσεξίαν τὸν νοῦν. Παρ‐1847

1849

όντος δὲ τοῦ νυμφίου μὴ νηστεύειν ἐκελεύσθημεν τὴν ἐκ τοῦ λόγου νηστείαν.
7 ιϛʹ—κʹ. Λούσασθε· καθαροὶ γένεσθε. Ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν, ἀπέναντι τῶν ὀφθαλμῶν μου. Παύσασθε ἀπὸ τῶν πονη‐
10ριῶν ὑμῶν, κ.τ.λ. Ἀκολούθως προτρέπεται τῆς ἐθελοθρησκείας τῆς κατὰ τὸν σωματικὸν νόμον μεταστάντας, τῆς Καινῆς ὑπηκόους Διαθήκης γενέσθαι. Διὸ καὶ τὰ ταύτης εἰσάγει μυστήρια, μονονουχὶ τὸ ἐν Εὐαγγελίοις
15βοῶν· «Ἐὰν μή τις ἀναγεννηθῇ ἐξ ὕδατος καὶ Πνεύ‐ ματος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τῶν οὐρα‐ νῶν.» Καὶ τό· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὅνομα τοῦ Πα‐ τρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος.» Πῶς
20δὲ ὡς ἀνίατα ἡμαρτηκότων εἰπών· «Ἐὰν πληθύνητε τὴν δέησιν ὑμῶν, οὐκ εἰσακούσομαι·» νῦν ὡς ἰᾶσθαι διὰ τοῦ λουτροῦ δυνάμενος διαλέγεται; Ὅτι τὸ ἀδύ‐ νατον τοῦ νόμου Χριστὸς ἐλθὼν ἀνεπλήρωσεν, οὐκ ἐφ’ ἑκάστῳ καθαίρων μολύσματι ῥύπου σωματικοῦ,
25οὐδὲ πλύνειν κελεύων ἱμάτιον, ἐν δὲ βαπτίσματι τὰς ἡμετέρας ἀποκαθαίρων ψυχὰς, καὶ ἐποικοδομεῖν τῷ βαπτίσματι τὰς ἀρετὰς προτρεπόμενος. Ἡ μὲν γὰρ τοῦ λουτροῦ κάθαρσις, φιλανθρωπίας ἐστὶ Θεοῦ. Ἡ δὲ τῆς τῶν κακῶν ἕξεως ἀπόθεσις, ἔργον
30ἡμέτερον, βοηθοῦντος κἀνταῦθα Θεοῦ, καὶ τοὺς ἐθέλοντας ὁδηγοῦντος πρὸς ἀρετήν. Οὐ δεῖ γὰρ ἀπρακτεῖν τῇ τοῦ βαπτίσματος ἐπανέχοντας χάριτι. Λοῦτρον μὲν γὰρ καθαίρει· ἀρεταὶ δὲ φαιδρύνουσιν. Ἀπέναντι δὲ τῶν ὀφθαλμῶν μου, φησὶν, ἐπειδὴ
35τοῖς ἀνθρώποις δυνατὸν ἐπιπλάστως καὶ καθ’ ὑπό‐ κρισιν δοκεῖν ἠμᾶς ἀγαθούς· Θεὸς τὰς καρδίας ἐμβατεύων, καὶ τὰ κρυπτὰ τῆς διανοίας ὁρᾷ· ἤγουν ὡς μηδεμιᾶς πράξεως καθηκόντως ἀνυομένης, εἰ μὴ μετὰ τῆς εἰς Χριστὸν εὐσεβείας ἐπιτελῆται.
40Δεῖ οὖν λογισμοὺς καθαίρειν, οὐ μόνον κακίας ἀπο‐ κόπτειν ἐνέργειαν, ὃ τῆς τελείας ἀγάπης ἐστί. Κατὰ γὰρ Παῦλον, «Ἡ ἀγάπη οὐ λογίζεται τὸ κακόν.» Καὶ τοῦτο ὄντως ἐστὶ τὸ, Βαπτισθῆναι Πνεύματι ἁγίῳ, καὶ πυρὶ πάντα ῥύπον συντῆξαι. Παραγγέλλει δέ
45που καὶ λόγιον, «Πάσῃ φυλακῇ τήρει σὴν καρδίαν.» Φησὶ δὲ, Μάθετε καλὸν ποιεῖν. Οὐ γὰρ σαφὴς ὁ ἠθικὸς λόγος. Δικαίως γὰρ, φησὶ, τὸ δίκαιον διώξεις, δεῖν ὡς ἡμᾶς μετάγων περὶ δικαιοσύνης λόγον τὴν δικαίαν πρᾶξιν ἐπιτελεῖν. Ἐκζητήσατε κρίσιν. Ἢ

1849

(50)

τὸ φροντίζειν ἀεὶ καὶ μεριμνᾷν τοῦ Χριστοῦ τὸ κρι‐ τήριον (ἀποδώσει γὰρ ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ) καὶ τὸ τοῦτο μελετᾷν ἀπείργει κακίας, καὶ προτρέπει πρὸς ἀρετήν. Ἢ τὸ δεῖν ἕκαστα κεκριμένως ποιεῖν.
«Μετὰ βουλῆς γὰρ, φησὶ, πάντα ποίει.» Καὶ, «Λογι‐1849

1852

σμοὶ δικαίων κρίματα.» Διττὴ δὲ ἡ ἀδικία· εἰς ψυχικὰ, καὶ σωματικά. Καὶ μείζων ἡ πρώτη, καὶ ταύτης μεῖζον τὸ κώλυμα. «Φθείρουσι γὰρ ἤθη χρηστὰ ὁμιλίαι κακαὶ, κατ’ ἀρετήν τε καὶ δόγματα.» Καὶ δεῖ τούτοις βοηθεῖν
5τὴν ἀπάτην ἐλέγχοντας. «Ῥύσαι γὰρ, φησὶν, ἀγομέ‐ νους εἰς θάνατον, καὶ ἐκ πρίω κτεινομένους, μὴ φεί‐ σῃ.» Δεῖ δὲ καὶ τὴν σωματικὴν ἀδικίαν ἀπείργειν ὅση τις δύναμις. Κρίνατε ὀρφανῷ. Καὶ πατρὸς γὰρ ἔρη‐ μος, καὶ βοηθεῖν ἑαυτῷ διὰ τὴν ἡλικίαν ἀδυνατεῖ.
10Εἰ δὲ καὶ τῶν πεπιστευκότων Πατὴρ ὁ Θεὸς, ἐάν τις παραβὰς ἀποστατήσῃ τῆς πίστεως, καὶ τῶν πρε‐ πόντων ἔργων τῇ πίστει, γέγονε μὲν ὀρφανὸς τοῦ Θεοῦ, τῆς αὐτοῦ προνοίας ἔρημος ὤν. Δεῖ δὲ τοῦτον ἐπαναγαγεῖν, ὅθεν ἐκπέπτωκεν, ἐπιτιμήσει μετρίᾳ,
15καὶ λόγοις προσήκουσιν. Ἀλλὰ καὶ ὁ τὰ πονηρὰ πράσσων πατέρα ἔχει τὸν διάβολον, οὗπερ ἀποστὰς γέγονεν ὀρφανὸς ἀγαθὸς, καὶ δεῖται τοῦ χειραγω‐ γοῦντος πρὸς τὸν ὄντως Πατέρα Θεὸν, ἀναγεννηθῆναι διὰ τοῦ Εὐαγγελίου βουλόμενος. Τυγχανέτω οὖν τῆς
20προσηκούσης οἰκονομίας παρὰ τῶν τὰ κοινὰ διοι‐ κούντων. Καὶ ἡ χήρα δὲ ἡ ὄντως χήρα, καὶ πάσης ἔρημος βοηθείας, καὶ προσκειμένη λειτουργίᾳ Θεοῦ· καὶ ἡ ἀναλόγως ταύτῃ χήρα, τοῦ νυμφίου Λόγου, ψυχὴ ἐκπορευθεῖσα τοῖς δαίμοσιν, τῆς προσηκούσης
25ἀναλόγως ἑκατέρα βοηθείας ὀφείλει τυχεῖν. Εἴποις δ’ ἂν χήραν καὶ τὴν κατὰ σάρκα τῶν Ἰσραηλιτῶν Ἐκκλησίαν ἀποθεμένην τὸν τοῦ νόμου ζυγὸν, ὥστε μηκέτι μοιχαλίδα χρηματίζειν γενομένην ἀνδρὶ ἑτέρῳ Χριστῷ, ἣν δεῖ παρ’ ἡμῶν δικαιοῦσθαι, τὴν τοῦ
30Εὐαγγελίου δικαιοσύνην μανθάνουσαν. Ταῦτα πάντα δεῖ προσεῖναι ἡμῖν ἐνώπιον τοῦ Θεοῦ, οὐ κατ’ ὀφθαλ‐ μοφάνειαν, οὐδ’ ὡς ἔνδοθεν εἶναι λύκους ἅρπαγας. Οὐδ’ ἵνα τις, κατὰ τὸν Ἱερεμίαν, «Τῷ στόματι λαλῇ εἰρηνικὰ, καὶ ἐν ἑαυτῷ ἔχῃ τὴν ἔχθραν.» Περὶ οὗ,
35φησὶν ὁ Δαβίδ· «Ἡπαλύνθησαν ὁ λόγοι αὐτοῦ ὑπὲρ ἔλαιον, καὶ αὐτοί εἰσι βολίδες.» Κἂν γὰρ λανθάνειν οὗτοι σπουδάζοιεν· ἀλλ’ ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτοὺς, καὶ ὁ Κύριος ἐκμυκτηριεῖ αὐ‐ τοὺς, νεφροὺς καὶ καρδίας εἰδώς. Διὸ καὶ Παῦλός
40φησι· «Προνοούμενοι καλὰ οὐ μόνον ἐνώπιον Κυ‐ ρίου, ἀλλὰ καὶ ἐνώπιον ἀνθρώπων.» Ἐὰν δέ τις ἐξάρῃ τὰς πονηρίας ἀπέναντι τῶν ὀφθαλμῶν Κυρίου, γίνεται Ναθαναὴλ ἀληθῶς Ἰσραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστιν. Ὁ δὲ τοιοῦτος, παῤῥησίαν πως
45λαβὼν, εἰς τὸ δικαστήριον ἀπαντᾷ τοῦ Θεοῦ. Ἀξιοῖ γὰρ διὰ φιλανθρωπίαν πρὸς ἡμᾶς διελέγχεσθε, δεικνὺς ὅσα εὐεργετήσας ὅσα πέπονθεν ὑφ’ ἡμῶν.
53Καὶ ὅμως ἀμνηστίαν ποιεῖται τῷ προειρημένῳ,
καὶ αἵματι πεφοινιγμένους καθαίρων ἡμᾶς διὰ τῆς1851

1853

τοῦ λουτροῦ παλιγγενεσίας, καὶ βασιλείαν οὐρανῶν ἐπαγγέλλεται. Πρὸς ὃν λέξομεν ἐλεγχόμενοι [ὧδε], «Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀντ‐ απέδωκέ μοι;» Πολλαχοῦ δὲ τῆς Γραφῆς ἔχομεν
5ὡς ὁμοτίμως τοῦ Θεοῦ τοῖς ἀνθρώποις εἰς κρίσιν συγ‐ καταβαίνοντες.» Φησὶ γὰρ αὐτός· «Κύριος ἥξει εἰς κρίσιν μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ, καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ.» Καὶ Μιχαίας δέ φησιν, «Ἀκούσατε λόγον Κυρίου· Κύριος εἶπεν· Ἀνά‐
10στηθι καὶ κρίθητι πρὸς τὰ ὅρη, ὅτι κρίσις τῷ Κυ‐ ρίῳ πρὸς τὸν λαὸν αὐτοῦ, καὶ μετὰ τοῦ λαοῦ αὐτοῦ διελεγχθήσεται.» Θεῷ γὰρ πρέπουσα κρίσις ἡ κοι‐ νωνικὴ μᾶλλον, ἢ τυραννικὴ, τόπον ἀπολογίαις τοῖς κρινομένοις παρέχουσα. Γραφικῆς δὲ ταῦτα προσ‐
15ωποποιίας μέριμναν ἡμῖν ἐμποιούσης τῆς ἐκ τῶν ἔργων ἀπολογίας. Οὐ γὰρ ἀκούσομέν τι καὶ λέξομεν. Ἡ δὲ κρίσις μεταξὺ τῶν λογισμῶν κατηγορούντων, ἢ καὶ ἀπολογουμένων ἐν ἡμέρᾳ, ἐν ᾗ κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων. Τοῦτο καὶ παρὰ τῷ Δα‐
20νιὴλ λεγόμενον σημαίνουσι βίβλοι, ἐν τῷ μνημονευ‐ τικῷ τῶν ἀνθρώπων ἀνακινεῖσθαι διδάσκουσαι τῶν πεπραγμένων τοὺς τύπους, μνημονεύοντος ἑκάστου καὶ βλέποντος δι’ ὃ κολαζόμεθα. Ὁ τοίνυν ἔλεγχος οὐχ ὡς κρινομένων ἡμῶν τῷ Δεσπότῃ (δικαιωθή‐
25σεται γὰρ ἐν τοῖς λόγοις αὐτοῦ, καὶ νικήσει κρινό‐ μενος. Οὐδεὶς γὰρ καθαρὸς ἀπὸ ῥύπου, οὐδὲ καυ‐ χήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν), ἐλεγχομένων δὲ μᾶλλον ἐν ἑαυτοῖς, ὡς «Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆ‐
30ναι εἰς ἡμᾶς.» Τὸ δὲ θεῖον λοῦτρον οἱ μέν φασιν ἀρ‐ κεῖν πρὸς τὸ λευκαίνειν ἡμᾶς ὡς χιόνα Δυσέκ‐ πλυτον γὰρ οὐδέν φασι Θεοῦ διασμίχοντος. Κατὰ Παῦλον εἰπόντα· «Οὐ δὲ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις.» Καὶ, «Θεὸς ὁ δικαιῶν,
35τίς ὁ κατακρίνων;» Οἱ δέ φασιν καθαίρειν μόνον, πράξεων δὲ χρῆναι πρὸς τὴν τοσαύτην λαμπρότητα, ὁποία ἡ ὀρφανοῦ κρίσις, καὶ χήρας δικαίωσις. Τοῦ δὲ φοινικοῦ τὸ κόκκινόν ἐστιν ἐρυθρότερον, ὅθεν ἀναλογεῖ τὸ μὲν πρὸς χιόνα, τὸ δὲ πρὸς ἔριον. Ἐρυ‐
40θρῷ δὲ χρώματι τὰς ἁμαρτίας ἀπείκασεν, ὡς φοί‐ νικας τῶν ἡμετέρων ψυχῶν. Ἀλλ’ ἡ μέν ἐστι δεσο‐ ποιὸς ὡς ἐν χρώματι, καὶ ἀνέκπλυτος. Ἡ δὲ τὴν ἐπιπολῆς ἔχουσα τάξιν εὐχερῶς ἀποπλύνεται, κατὰ λόγον τῶν ἁμαρτημάτων, τῆς ψυχῆς ῥᾷον, ἢ δυσκό‐
45λως καθαιρομένης. Τὸ μὲν οὖν ἔριον καίπερ ἔσθ’ ὅτε φυσικῶς ὑπάρχον λευκὸν, ἐξ ἐπιμελίας τινὸς ἑαυτοῦ λευκότερον γίνεται. Ὡς καὶ ἄνθρωπος τὰς φυ‐ σικὰς ἀφορμὰς ἐξ ἀσκήσεως τελειῶν, ἐπὶ πολὺ δύ‐ ναιτο προελθεῖν ἀρετῆς. Ἡ δὲ χιὼν, ὕδωρ ἐν νεφέ‐

1853

(50)

λαις οὖσα, τῇ τοῦ πνεύματος ἀνακοπτομένη βίᾳ λευ‐ καίνεται, εἰς ἀφρὸν μὲν οἰδαίνουσα, πῆξιν δὲ λαβοῦσα τῷ τοῦ ἀέρος ψυχρῷ, καὶ πρὸς τὰ κάτω βάρη κι‐ νουμένη καὶ ῥέπουσα. Οὕτω καὶ ψυχὴ τὰς φυσικὰς
ἀφορμὰς οἰκείᾳ τε ἀσκήσει, καὶ τῇ βοηθείᾳ τοῦ1853

1856

Πνεύματος συναυξήσασα, ἀξία γίνεται, ἐν τῇ δικαίᾳ τοῦ Θεοῦ κρίσει, τῆς χάριτι Θεοῦ διδομένης τοῖς ἁγίοις λαμπρότητος· ἧς τὸ αὐτεξούσιον ὁ λόγος ὑπο‐ φαίνων φησίν· Ἐὰν ἐθέλητε, καὶ εἰσακούσητέ
5μου, φάγεσθε, φησὶν, ἀγαθά· ἢ διὰ τῶν σωματικῶν παχεῖς ὄντας τοὺς Ἰουδαίους παρακαλῶν· ἢ γῆν, φησὶ, τὴν ψυχὴν, κατὰ τὴν ἐν Εὐαγγελίοις τοῦ σπό‐ ρου παραβολὴν, ἣ τὸν οὐράνιον σπόρον ὑποδέχεσθαι λέγεται, ἧς ἀγαθὰ, τὰς κατ’ ἀρετήν φησι προκο‐
10πάς· ἢ τὰ ἐπηγγελμένα ἐν οὐρανῶν βασιλείᾳ γῆ λεγομένη, κατὰ τὸ, «Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν·» ἢ τὰ ἀγαθὰ, «Ἃ ὀφθαλ‐ μὸς οὐκ ἴδεν, καὶ οὖς οὐκ ἤκουσεν, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη.» Ἔνθα καὶ Ἱερουσαλὴμ, καὶ
15τὸ Σιὼν ὄρος, τὰ ἐπουράνια ταῦτα τοῖς πειθομένοις, τοῖς δὲ ἀπειθοῦσιν μάχαιραν ἀπειλεῖ. Κατὰ μὲν τὸ αἰσθητὸν, τὴν Ῥωμαϊκὴν, ἥτις αὐτοῖς παρὰ πόδας ἀπήντησε· κατὰ δὲ τὴν ἀναγωγὴν, τὴν διαβολικὴν, ὑφ’ ἣν γεγόνασιν, Χριστοῦ τὴν χάριν ἀρνούμενοι,
20ἤγουν ἁπλῶς ἔμψυχόν τινα [καὶ] νοητήν· περὶ ἧς εἴρηται, ὅτι ἐμεθύσθη ἀφ’ αἵματος τραυματιῶν. Στόμα δὲ Κυρίου, τάχα τὸ Πνεῦμα τὸ ἅγιον, τὸ συνεργῆσαν αὐτὰ γραφῆναι. Ὡς ἂν γὰρ μὴ καταφρο‐ νῶμεν τῶν ἀπειλῶν, στόμα τὸ ἀψευδὲς Κυρίου ταῦ‐
25τα, φησὶν, εἴρηκεν. Καὶ προέταξε δὲ τοῦ μὴ εἰσακοῦ‐ σαι πάλιν τὸ μὴ θελῆσαι, καὶ τῶν κακῶν αἴτιον τὸ ἐφ’ ἡμῖν ὑποτίθεται. Συμφωνεῖ δὲ ταῦτα τοῖς διὰ Μωσέως εἰρημένοις ὑπὸ Θεοῦ· «Ἰδοὺ δέδωκα πρὸ προσώπου σου τὴν ζωὴν καὶ τὸν θάνατον.» Διὸ καὶ,
30Ἀφέλετε τὰς πονηρίας, προεῖπεν. Οὐδὲ γὰρ ἄλλον ὠφελεῖν ἢ βλάπτειν, ὡς αὐτὸς ἑαυτὸν ἕκαστος δύναται. Τὸ δὲ προσῆκον ποιοῦντες, ὡς πρὸς ἰατρὸν δραμού‐ μεθα καθαίροντα τὰς ἐν χρόνῳ πολλῷ στυφείσας ὑπὸ τῶν ἁμαρτιῶν ἡμῶν συνειδήσεις.
41 καʹ—κγʹ. Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιὼν πλήρης κρίσεως; ἐν ᾗ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταὶ, κ.τ.λ. Ἐλέγετο καὶ πρόσθεν· «Ἐγκαταλειφθήσεσθαι ἡ θυ‐
45γάτηρ Σιὼν.» Οὕτω δὲ τὴν πόλιν ἐκάλει τὴν ἐπὶ τοῦ Σιὼν ὄρους, οἱονεὶ θυγατέρα τοῦ ὄρους, ἤγουν τὸν ἐν τῇ πόλει νεών. Νῦν δὲ ὥσπερ ἀποθαυμάζει τῆς τοσαύτης ἐπὶ τὸ χεῖρον μεταβολῆς τὴν αἰτίαν. Νόμῳ γὰρ τραφεῖσα θείῳ, πῶς ἐξεπόρνευσεν; πρῶτον

1856

(50)

μὲν, πρὸς εἰδωλολατρείαν· μετὰ δὲ τὴν τοῦ Σωτῆ‐ ρος ἐπιδημίαν, εἰς διδασκαλίαν [καὶ] ἐντάλματα ἀνθρώπων. Αἰτία δὲ τῆς κατὰ ψυχήν τε καὶ σῶμα πορνείας, ἀπιστία. Οὐδεὶς γὰρ Θεὸν πανταχοῦ παρ‐
εῖναι πιστεύων, βλέπειν δὲ καὶ τὰ ἐν διανοίαις λαν‐1855

1857

θάνοντα, ἀνέχεται [οὐδὲν] ηνη φρονεῖν τι δεινὸν, ἢ τοῖς ἔργοις ἐπιτελεῖν. Πίοτειν δὲ πόλιν τὴν τῶν πιστῶν οἰκητόρων καλεῖ, ἐν οἷς ἀρετὴ καὶ δικαιο‐ σύνη ἐνοικοῦσα ὥσπερ ἐπανεπαύετο. Τοῦτο γὰρ διὰ
5τοῦ κεκοιμῆσθαι παρέστησεν. Τοὺς κατὰ Δαβὶδ δὲ χρόνους ὑπογράφειν δοκεῖ. Ταύτην γὰρ ἐκ χειρὸς ἀλ‐ λοφύλων λαβὼν, τοῦ [Θεοῦ] τὴν κιβωτὸν ἐν αὐτῇ, καὶ τὴν σκηνὴν κατεστήσατο, ᾤκει τε ταύτην [ἅγιον τό]πον χρηματίζουσαν. Τότε γὰρ ἦν πιστὴ καὶ δι‐
10καία. Χορούς τε γὰρ ὑμνοῦντας τῷ Θεῷ διέταξεν ὁ Δαβὶδ, ψαλμούς τε καὶ λογικωτέραν λατρείαν, ἧς αὐτὸς γέγονεν εὑρετὴς, συνόντων ἑτέρων αὐτῷ προ‐ φητῶν Ναθὰν, καὶ Γὰδ, καὶ Ἀσὰφ, τά τε περὶ τὸν Ἰδιθοὺμ, καὶ Αἰμᾶν υἱῶν τε Κορὲ, ὅσοι τε τοῖς τού‐
15των χοροῖς συνετάττοντο. Εἰκὸς δὲ καὶ μετὰ Δαβὶδ, ἐπὶ τῶν εὐσεβῶν βασιλέων εὐηρεστημέναι Θεῷ, πιστοὺς καὶ δικαίους ἔχουσαν ἐξ εὐσεβείας οἰκήτορας. Πόρνη δὲ γέγονεν διὰ τοὺς πορνεύσαντας ἐν αὐτῇ, οὓς καὶ κα‐ λεῖ φονευτάς. [Ὕστερ]ον γὰρ ἐξέχεον αἷμα Χριστοῦ
20λέγοντες· «Τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς.» Καὶ πρὸ τού‐ του τοὺς προφήτας ἀπέκτειναν. «Ἱερουσαλὴμ, γὰρ φησὶν, Ἱερουσαλὴμ ἡ ἀποκτείνουσα τοὺς προφήτας.»
25 «Τίνα γὰρ τῶν προφητῶν οὐκ ἀπέκτειναν οἱ πατέ‐ ρες ὑμῶν;» ὁ Στέφανος Ἰουδαίους ἐπωνείδισεν. Ἁρ‐ μόσει δὲ μᾶλλον ἐπὶ τοῦ τῆς ἐπιδημίας ὁ λόγος και‐ ροῦ· διὸ καὶ ὁ Σωτὴρ γενεὰν πονηρὰν καὶ μοιχαλίδα τοὺς αὐτοὺς τούτους καλεῖ. Τοιγαροῦν ὁ προφήτης
30οὐκ εἰδωλολατρείαν νῦν ἀλλὰ μιαιφονίαν αὐτοῖς ἐγ‐ καλεῖ. Καὶ ἐπειδὴ μετὰ τὸ τοσοῦτον κατὰ τοῦ Δε‐ σπότου τόλμημα, θεοσεβείας εἶναι προσεποιοῦντο δι‐ δάσκαλοι, ταῖς τε Γραφικαῖς ἑρμηνείαις δευτερώσεις μυθικὰς ἐπεισέφερον· εἰκότως αὐτῶν ἀδόκιμον
35καλεῖ τὸ ἀργύριον. Καπηλεύοντας ὡς ἐξυδαροῦν‐ τας τὸν ἄκρατον καὶ ἐπιστρεπτικὸν τῶν Γραφῶν νοῦν, καὶ τὸν οἶνον τὸν εὐφραίνοντα καρδίας ἀνθρώ‐ που, διὰ τῆς μυθώδους αὐτῶν παραδόσεως. Καὶ οἱ ἄρχοντές σου, φησὶν, ἀπειθεῖς. Καλοῦντι γὰρ οὐχ
40ὑπήκουσαν τῷ Χριστῷ. Καὶ Ἰούδα δὲ τοῦ κλέπτου γεγόνασι κοινωνοί. Συνῆσαν γὰρ αὐτῷ τῆς προδο‐ σίας μετέχοντες. Προὐδίδοσαν δὲ καὶ δωροδοκοῦν‐ τες τὸ δίκαιον. Ἀνταπεδίδοσαν δὲ κακὸν, τὸν ὑπὲρ ὠφελείας ὑφαιροῦντες ἔλεγχον. Πεπιστευμένοι δὲ τῶν
45ἐνδεῶν τὴν ἐπισκοπὴν, ὀρφανοὺς καὶ χήρας παρ‐ έβλεπον· ἐν πᾶσί τε τούτων ἐκπεπορνευκότων, Θεοῦ ἡ πόλις ὠνόμασται πόρνη. Οὕτω τε ταύτην Ἱερεμίας καλεῖ λέγων· «Ἴδες ἃ ἐποίησέν μοι ἡ κατοικία τοῦ Ἰσραήλ. Ἐπορεύθησαν εἰς πᾶν ὄρος ὑψηλὸν καὶ ὑπο‐

1857

(50)

κάτω παντὸς ξύλου ἀλσώδους, καὶ ἐπόρνευσαν ἐκεῖ.» Καὶ πάλιν· «Καὶ σὺ ἐξεπόρνευσας ἐν ποιμέ‐ σι πολλοῖς, καὶ ἀνέκαμπτες πρός με, λέγει Κύριος.» Πλὴν ὅτι ὁ μὲν εἰδωλολατρείαν, [ὁ] δὲ πᾶσαν πονη‐
ρίαν κατηγορεῖ. Ἀπείη δὲ ταῦτα πάσης Ἐκκλη‐1857

1860

σίας ἀκοῦσαι, ὅταν ἀποβαλοῦσα τὸν λόγον τῆς πί‐ στεως, ὃν ἐξαρχῆς οἱ Πατέρες παρέδοσαν οἱ παρθένον αὐτὴν ἁγνὴν παραστήσαντες τῷ Χριστῷ, πολλὰ καὶ ποικίλα λόγου παραδέχηται σπέρματα παρὰ τῶν τὴν
5σεμνότητα τῶν μυστηρίων ἐκπορνευσάντων, οἳ καὶ ψυχῶν εἰκότως λέγονται φονευταὶ, ἀπάτῃ καὶ δόλῳ τῶν ἁπλουστέρων τὴν ζωὴν ἀφαιρούμενοι, καθάπερ ξίφει, τῷ λόγῳ τῆς τοῦ κόσμου σοφίας· ὧν ὁ τῆς πίστεως λόγος παρατετυπωμένος, ἀργύριόν ἐστιν
10ἀδόκιμον, τὴν βασιλικὴν μὴ φέρον εἰκόνα, ἣν ἀπό‐ στολοι καὶ προφῆται παρέδωκαν, ὃ ἐχθροὶ παρακό‐ ψαντες, καὶ πολεμίαν ἐμβαλόντες μορφὴν, τοῖς βα‐ σιλικοῖς θησαυροῖς ἐπεισάγουσιν, τὸν θεῖον διαφθεί‐ ροντες πλοῦτον. Καὶ τὸν οἶνον τὸν ἐμποιοῦντα εὐ‐
15φροσύνην αἰώνιον οἰνοχοοῦντος τοῦ Πνεύματος, ἐπὶ καταστροφῇ τῶν ἀκουόντων ἐξυδαροῦντες, ἐλέγχονται τὸν ἑαυτῶν ἐγκαταμιγνύοντες νοῦν, καὶ ἀπειθοῦντες τῷ Πνεύματι, καὶ τοὺς ὑπηκόους μιμεῖσθαι παρα‐ σκευάζοντες. Ἐξομοιοῦσθαι γὰρ φιλοῦσι τοῖς ἄρ‐
20χουσι. Διὸ καὶ τὸ πιστὸν ἡ πόλις ἀποθεμένη, γέγονε πόρνη· τούτους καὶ κλεπτῶν κοινωνοὺς εἶναί φη‐ σιν, οὐ τῶν ἐπὶ κλέμμασιν ἑαλωκότων σμικροῖς, ἀλλ’ ἐθνῶν ἢ πόλεων ἄρχοντες, τὰ κοινὰ πα... έγοντες προφάσει θεοσεβείας, ἐξ ὧν ἀδικοῦσι, προσ‐
25φέρουσιν. Οἱ δὲ, δέον ἐλέγχειν καὶ διορθοῦσθαι, λαμβάνουσιν, ἔσθ’ ὅτε καὶ μακαρίζοντες τοὺς παρ‐ έχοντας. Διὸ καὶ ἀγαπῶντας δῶρα, φησὶ, διὰ τοῖς προσιοῦσι συγχωροῦσι τῶν ἀπηγορευμένων πολλὰ, καὶ διώκουσιν ἀνταπόδομα, ὅπερ παντὸς μᾶλλον
30ἀλλότριον ἄρχοντος, [δέον, ἢ, ὃν δεῖ] τοὺς λελυπηκό‐ τας κατὰ πάντα τρόπον ἀμύνεσθαι. Πῶς γὰρ ἂν καὶ διδάσκοι μὴ ἀποδιδόναι κακὸν ἀντὶ κακοῦ; Τὴν δὲ τούτων ἀλαζονείαν χείρω τῆς τοῦ κριτοῦ τῆς ἀδικίας ἐλέγχων ὑπάρχουσαν ἐπήνεγκε, Κρίσει χήρας οὐ
35προσέχοντες. Ἐκεῖνος γὰρ εἰ καὶ ἀσυμπαθὴς ἦν, διὰ τὸ τῆς προσιούσης χήρας καρτερικὸν προσ‐ έσχε τῇ κρίσει· οὗτοι δὲ καθόλου προσχεῖν οὐκ ἠν‐ έσχοντο.
41 κδʹ—λαʹ. Διὰ τοῦτο, τὰδε λέγει ὁ Δεσπότης Κύριος Σαββαώθ· Οὐαὶ οἱ ἰσχύοντες Ἰσραήλ. Οὐ παύ‐ σεται γάρ μου ὁ θυμὸς ἐν τοῖς ὑπεναντίοις, καὶ κρίσιν ἐκ τῶν ἐχθρῶν μου ποιήσω, κ.τ.λ.
45 Σαβαὼθ ἑρμηνεύεται Κύριος τῶν δυνάμεων, ἢ Κύριος στρατιῶν. Ἀναφέρεται δὲ ἐπὶ τὸν Σωτῆρα τὸν Υἱὸν τοῦ Θεοῦ. Ἐν τρίτῳ γὰρ καὶ εἰκοστῷ ψαλ‐ μῷ, περὶ τῆς ἀνόδου λέγων αὐτοῦ τῆς εἰς οὐρανὸν, ἐπ‐ ήνεγκε· «Κύριος τῶν δυνάμεων αὐτός ἐστιν ὁ βασι‐

1860

(50)

λεὺς τῆς δόξης.» Περὶ οὗ καὶ Παῦλός φησιν· «Εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρω‐ σαν.» Τοῦ δὲ κατεφθάρθαι τὴν Ἱερουσαλὴμ ἀνατί‐ θησιν τὰς αἰτίας τοῖς ἄρχουσι, τοῖς εἰς τὸ πλημμελεῖν τὸν λαὸν ὁδηγήσασιν. Οὗτοι δὲ ἦσαν περὶ ὧν φησιν
55ὁ Σωτὴρ συμφώνως τοῖς νῦν· «Οὐαὶ ὑμῖν, Γραμμα‐
τεῖς καὶ Φαρισαῖοι, ὑποκριταί.» Ἑαυτοῦ δὲ θυμὸν1859

1861

ὁ ἀπαθὴς λέγει Θεὸς, τὴν κολαστικὴν αὐτοῦ δύναμιν, Κύριον τοῖς ἄρχουσιν ἐποίσειν φησὶν, ἀνθρωπίνως φοβῶν. Ὁ γὰρ ἐλάχιστος συγγνωστός ἐστιν ἐλέους· δυνατοὶ δὲ δυνατῶς ἐτασθήσονται. Οἱ γὰρ ἰσχύοντες
5ἐν πλούτῳ, ἢ λόγῳ, ἢ ἄλλῃ τινὶ δυνάμει, καὶ μὴ τὴν προσήκουσαν ἐπικουρίαν τοῖς ἀσθενεστέροις προτεί‐ νοντες ἐν Ἐκκλησίᾳ, καὶ πανταχοῦ δίκας τίνουσι τῷ Θεῷ τῷ πρὸς τὰ δεδομένα τὸ ἔργον εἰσπράττοντι· οὓς καὶ ὑπεναντίους φησὶν, ὡς ἂν εἰ βαρυνθέντας
10αὐτοῦ τοῖς προστάγμασιν, ἀφ’ ὧν οὐ παύει τὸν θυ‐ μὸν ὅσον ὑπεναντίοι τυγχάνουσιν. Καλεῖ δὲ τούτους ἐχθροὺς, καὶ κρίσιν ἐξ αὐτῶν ποιήσειν φησίν. Ἔφη γὰρ αὐτός· «Ὁ πιστεύων εἰς ἐμὲ, οὐ μὴ κρίνε‐ ται. Ὁ δὲ ἀπιστῶν, ἤδη κέκριται.» Οἱ ἐχθροὶ τοίνυν
15τῆς κρίσεως αἴτιοι. «Ἔρχεται γὰρ, φησὶν, ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας.» Λέγει δὲ κεκριμένως τὰς κολάσεις ἐπάγειν αὐτοὺς, κατὰ τὴν ἀξίαν καὶ τῶν ἡμαρτημένων τὸ μέγεθος. Φιλάνθρω‐ πος δὲ ὢν ὁ Λόγος, καὶ μὴ βουλόμενος τὸν θάνατον
20τοῦ ἁμαρτωλοῦ, ὡς τὴν μετάνοιαν, ἐπαγγέλλεται τοῖς μὴ τοῦ θυμοῦ δεομένοις, τὴν θεραπευτικὴν χεῖρα προσενεγκεῖν, καὶ διὰ ταύτης πυρώσειν ἐπὶ τὸ κα‐ θᾶραι, καὶ διακρῖναι τῶν χειρόνων τοὺς κρείττους. Δι’ ὃ Σύμμαχος μὲν εἶπεν, εἰς καθαρὸν τὴν σκω‐
25ρίαν σου. Ὁ δὲ Ἀκύλας, τὸ γιγαρτῶδές σου, ὥσ‐ περ οἱ πυροῦντες χαλκὸν, ἢ σίδηρον, τὴν σκωρίαν ἀποβάλλουσι, καὶ τὸ γιγαρτῶδες ἐν τοῖς ληνοῖς. Δη‐ λοῖ δὲ τούτους εἶναι, δι’ ὧν ἐπιφέρει, τοὺς ἀνόμους, καὶ τοὺς ὑπερηφάνους· α...ων σαφέστερον εἰρημέ‐
30νων ὑπὸ τῶν Ἑβδομήκοντα, καὶ τὴν ἀλληγορίαν ἡρ‐ μηνευκότων. Οἱ λοιποὶ, κασσίτερον, ἐκδεδώκασι. Τι‐ νὲς δὲ τὸν αὐτὸν θυμὸν καὶ χεῖρα νοήσαντες, καὶ περὶ τῶν αὐτῶν ἑκάτερον, Ὅρα, φασὶ, τὸ αἴσιον τέλος τῆς κρίσεως τοῦ Θεοῦ. Θυμοῦται γὰρ οὕτως, ὡς ἂν
35εὐεργετῇ τοὺς ἁμαρτωλοὺς διορθούμενος, ἀλλ’ οὐ κο‐ λάζων αὐτοὺς εἰς ἀφανισμόν. Καὶ τοῦτό φησιν αὐτὸς Κύριος· Πορεύεται ὡς πῦρ χωνευτηρίου, καὶ ὡς πόα πλυνόντων, καὶ καθιεῖται χωνεύων, καὶ καθαρίζων ὡς τὸ ἀργύριον, καὶ ὡς τὸ χρυσίον.» Καὶ τί λοιπὸν ἐν‐
40τεῦθεν τὸ χρήσιμον; «Ἔσονται, φησὶ, τῷ Θεῷ προσ‐ άγοντες θυσίαν ἐν δικαιοσύνῃ.» Πῦρ δὲ καλεῖν ἔοικε, τὰς ἐκ τοῦ πολέμου καὶ τῶν ἄλλων περιστατικῶν συμφορὰς, πάλαι μὲν δι’ εἰδωλολατρείαν, ὕστερον δὲ διὰ τὴν εἰς Χριστὸν παροινίαν, ὅτε καὶ τὴν χεῖρα
45τούτοις ἐπαγαγὼν, ὥσπερ τις τεχνίτης, διέκρινεν ἐν πυρὶ τὸ κίβδηλόν τε καὶ γνήσιον, τὸ μὲν τηρήσας ἑαυτῷ, τὸ δὲ εἰς ὄλεθρον παραδούς.
51 Βαπτίζει γὰρ πνεύματι καὶ πυρὶ, καὶ τῷ πτύῳ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ, καὶ τὰ ἑξῆς· Οὐκοῦν, τοὺς ἀποστόλους ἐπιλεξάμενος, τοὺς ἀνόμους καὶ
ἀλαζόνας Ῥωμαίοις παρέδωκεν, ἀπειθήσαντας μὲν1861

1864

τῷ νόμῳ, ἐπάραντας δὲ κέρας εἰς ὕψος καὶ λαλή‐ σαντας κατὰ τοῦ Θεοῦ ἀδικίαν. Μεγάλη δὲ εὐεργε‐ σία ψυχῇ, τὸ τοὺς ἀνόμους καὶ τῆς ἀποστάσεως αἰ‐ τίους αὐτὴν χορηθῆναι. Διὸ καὶ τῆς Ἐκκλησίας
5οἱ τύποι, τοὺς ἀπηγορευμένα πλημμελοῦντας χωρί‐ ζουσιν, ὡς ἂν μὴ μικρὰ ζύμη ὅλον τὸ φύραμα δολώ‐ σῃ, τύπον ὄντας τῶν ἐκ τοῦ φοβεροῦ κριτηρίου πρὸς τὸ σκότος χωριζομένων, ὃ μὴ νοοῦντες ἀνεσθητοῦ‐ σιν πολλάκις. Τὴν δὲ ἀπὸ τοῦ τοὺς ἀνόμους μὴ χω‐
10ρίζεσθαι βλάβην παρίστησι Παῦλος ἐπιτιμῶν Κοριν‐ θίοις, ὅτι μὴ ἐπένθησαν, ἵνα ἐξαρθῇ ἀπ’ αὐτῶν τὸ πονηρὸν ἐξειργασμένος. Τούτων δὲ, φησὶν, ἀπελη‐ λαμένων, τοὺς περιλειφθέντας ὡς Χριστὸν δεδοκι‐ μασμένον ἐπιστήσω σοι κριτὰς καὶ συμβούλους
15κατὰ τοὺς πρώην ἐκείνους. Εἰ μὴ γὰρ εἶχον πά‐ λαι τοιούτους, οὐκ ἂν ἔλεγε διὰ τοῦ αὐτοῦ προφή‐ του· «Ἰδοὺ δὴ Κύριος Σαβαὼθ ἀφελεῖ ἀπὸ τοῦ Ἱε‐ ρουσαλήμ.» Εἶτα εἰπὼν τίνας, ἐπιφέρει· «Καὶ δι‐ καστὴν, καὶ προφήτην,» ἐν οἷς καὶ θαυμαστὸν Σύμ‐
20βουλον, δι’ οὓς ὑπῆρχε τότε πιστὴ καὶ πλήρης κρί‐ σεως καὶ δικαιοσύνης· καθ’ οὓς ἐπαγγέλλεται τοὺς ἀποστόλους ποιῆσαι τὸ κατ’ ἐκλογὴν λεῖμμα· περὶ ὧν ἔλεγεν· Εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλι‐ πεν ἡμῖν σπέρμα, ὅτε καινῷ ὀνόματι πόλις δικαιο‐
25σύνης κληθήσεται ἀντὶ πόρνης· καὶ ἀντὶ τοῦ φο‐ νευτῶν, πόλις πιστὴ δικαιοσύνης καὶ ἀντὶ πόλεως, μητρόπολις. Καὶ ἄλλοις καθηγουμένη πρὸς σωτηρίαν· καὶ οἷον ἀποικίας τινὰς στέλλουσα τῶν μοναζόντων τὸ σύστημα· τοῦτο δὲ πάλαι μὲν συν‐
30εστήκει παρ’ Ἰουδαίοις, καὶ πέπτωκε, νυνὶ δὲ καθ’ ὅλης ὁρᾶται τῆς οἰκουμένης ἐν Ἐκκλησίαις Χριστοῦ τεθεμελιωμένον ἐπὶ τὴν πέτραν, ἀρχὴν ἀπὸ τῶν ἀποστόλων λαβὸν, καὶ τῇ διαδοχῇ προεδρεῦον ἐν Ἐκκλησίαις, περὶ ὧν θαυμάζων ἔλεγεν ὁ Δαβίδ·
35«Ἀντὶ τῶν πατέρων σου ἐγεννήθησάν σοι υἱοί.» Ἰου‐ δαῖοι γὰρ ὄντες, καὶ Ἰουδαίων οἱ μαθηταὶ, καὶ τῆς ἐκείνων Συναγωγῆς υἱοὶ, πρὸς πατέρων μετέστη‐ σαν τάξιν ὁδηγοῦντες τὴν πάλαι μητέρα Συναγωγὴν ἐπὶ τὸν Χριστόν. Καὶ ἄλλος δὲ προφήτης περὶ
40Χριστοῦ φησι καὶ τῶν μαθητῶν· «Ἰδοὺ δὴ βασιλεὺς δίκαιος.» Διὰ τί δὲ ὑπερβὰς τοὺς βασιλεῖς, τῶν κρι‐ τῶν ἐμνήσθη, καίτοι καὶ ἐν βασιλεῦσί τινες γεγόνα‐ σιν ἀγαθοί; Ὅτιπερ ἐπὶ τῶν κριτῶν, αὐτόνομος ὑπῆρχεν ἡ πολιτεία, καὶ Θεὸν μόνον ἠπίσταντο βα‐
45σιλέα. Κατ’ ἰδίαν γὰρ γνώμην ἐξ ἀβουλίας ἠρήσαν‐ το βασιλέα. Ἐχρῆν οὖν εὐεργετουμένους ἐπανελ‐ θεῖν ἐπὶ τὴν μακαρίαν κατάστασιν, τὸ ἐλευθέριον ἔχοντας. «Οὐ γὰρ ἦν βασιλεὺς ἐν Ἰσραὴλ, ἀλλ’ ἕκα‐ στος τὸ εὐθὲς ἐν ὀφθαλμοῖς αὐτοῦ ἐποίει.» Ἢ

1864

(50)

ὅτι τοῦ ἀληθινοῦ βασιλέως ἐπειδημήσαντος, οὐκ‐ έτι βασιλέων ὑπῆρχε καιρὸς, κριτῶν δὲ, περὶ ὧν εἴ‐ ρηται, ὅτι Καθίσετε ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. Πάλιν δὲ, διὰ τὸ αὐ‐
τεξούσιον, συμβούλους δώσειν ἐπήγγελται. Βασιλεὺς1863

1865

μὲν γὰρ προστάττει, πείθει δὲ σύμβουλος τοὺς οὐκ ἀφ’ ἑαυτῶν συνορῶντας τὰ δέοντα. Πᾶς οὖν ἐπίσκο‐ πος, οὐκ ἄρχων, ἀλλὰ σύμβουλος δέδοται, ὡς οἱ προφῆται, καὶ Μωϋσῆς· οἷς πᾶσιν ...νόσιν ἐξομοιοῦ‐
5σθαι χρεών. «Γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ Κυρίου.» Ὅτι δὲ περὶ ὀλίγων ὁ λόγος, ἀπὸ τοῦ Ἰου‐ δαίων περιλειφθέντων λαοῦ δεδήλωκεν ἐπενεγκών· Μετὰ γὰρ κρίματος σωθήσεται ἡ αἰχμαλωσία αὐτῆς, καὶ μετὰ ἐλεημοσύνης. Ἢ ὡς οἱ λοιποὶ
10ἑρμήνευσαν μετὰ δικαιοσύνης. Οἱ γὰρ σωτηρίας ἄξιοι κριθέντες ὑπὸ Θεοῦ, μόνον τεύξονται τῆς ἐπαγ‐ γελίας, τῶν Ἰουδαίων φανταζομένων μίαν τὴν ἐπι‐ στροφὴν ἔσεσθαι τοῦ παντὸς αὐτῶν ἔθνους. Αἰχμα‐ λωσίας δὲ ἀπαλλαγὴν ἀπὸ πλάνης ἐπὶ Θεοῦ γνῶ‐
15σιν μεταβολὴν, διὸ καὶ ὁ Σωτὴρ τὴν ἔχουσαν περικο‐ πὴν· «Πνεῦμα Κυρίου ἐπ’ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με.» Ἐν ᾗ ἐστι, «Κηρῦξαι αἰχμαλώτοις ἄφεσιν·» περὶ ἑαυτοῦ εἰρῆσθαι διισχυρίσατο. Οὐδὲν γὰρ νῦν ὁ προφήτης περὶ αἰσθητῶν πολεμίων διήλεκται.
20Ἀλλ’ ἕκαστος ἁμαρτάνων ὑπὸ τοῦ πολεμίου δέσμιος, καὶ ............ ............. σχηματισμῶ τὴν παρ’ ἀνθρώπων δόξαν θηρῶντες, μετὰ τὴν φανέρωσιν τῶν κρυπτῶν (ὅταν γένηται
25πάντα γυμνὰ καὶ τετραχηλισμένα, μηδέ τις ἢ κτί‐ σις ἀφανὴς), ἄωρον ἔσονται θέαμα τῆς νῦν περὶ αὐ‐ τοὺς ἀπάτης ἀφανισθείσης, ὥς τε δρυὶ τὰ κατ’ αὐ‐ τοὺς ἀπεικάζεσθαι· οὕτω γὰρ οἱ λοιποὶ τὴν τερέβιν‐ θον ἐκδεδώκασιν. Καὶ ἐν τῇ γενέσει δὲ τὴν αὐτὴν
30δρῦν καὶ τερέβινθον μεμαθήκασιν. Ἔσται δὲ καὶ ἡ ἰσχὺς αὐτῶν ὡς καλάμη στυππίου. Ἀλλ’ οὐ σίτου, οὐ δέ τινος ἑτέρου ἀναγκαιοτέρου, «Διὰ τὸ ἀφῃρῆσθαι παρ’ αὐτῶν ἰσχύοντα, καὶ ἰσχύουσαν ἰσχὺν ἄρτου, καὶ ἰσχὺν ὕδατος, γίγαντα, καὶ ἰσχύοντα.»
35Ὡς μὴ δύνασθαι κατὰ Παῦλον εἰπεῖν, «Πάντα ἰσ‐ χύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστοῦ; ἀπολέσαντες γὰρ τὴν ἐλευθερίαν, τοῖς τυχοῦσι Ῥωμαίων δουλεύ‐ ουσιν ἄρχουσιν, καὶ ἡ τῶν εἰδώλων, ἐν οἷς ἐθάῤῥουν, ἰσχὺς διελήλεγκται. Οὕτω σειραῖς τῶν ἰδίων ἁμαρ‐
40τημάτων ἕκαστος σφίγγεται. Αὐτὰ γὰρ αὐτοῖς γέ‐ γονε μονονουχὶ πῦρ τε καὶ ξύλα. Καὶ ἡ προσδοκηθεῖσα δύναμις αὐτοὺς πυρὶ ἀσβέστῳ παρέδωκεν, ὡς καὶ πάντα τὰ παρ’ ἡμῶν πλημμελούμενα πυρὶ τοὺς δρά‐ σαντας παραδίδωσιν, κἂν αὐχῶσιν εἶναι Χριστιανοί.
45Ἄνομοι [καταυχηθήσονται] γὰρ, φησὶ, καὶ ἁμαρτω‐ λοὶ ἅμα. Μηδεὶς οὖν ψιλῷ καυχάσθω Χριστιανισμῷ. Αἱ γὰρ ἐργασίαι πᾶσι πυρὸς αἴτιαι γίνονται τοῖς μὴ χρυσὸν μηδὲ ἄργυρον, μηδὲ λίθους τιμίους, μόνην δὲ καλάμην οἰκοδομοῦσιν, ὡς περὶ τῶν Ἰουδαίων ὁ λόγος·

1865

(50)

ὧν τὴν μητρόπολιν καὶ τὸ αἰσθητὸν ἐπενείματο πῦρ παροινησάντων εἰς τὸν Χριστόν. Τινὲς δὲ, διὰ τῶν
προκειμένων, τὴν μετὰ τὴν αἰχμαλωσίαν ἔφησαν1865

1868

δηλοῦσθαι κατάστασιν, τὴν ἀρχαίαν δόξαν ἀπειλη‐ φότων, καὶ κριτὰς ἀγαθοὺς, καὶ αἰσχυνομένων ἐφ’ οἷς πάλαι κατέλιπον τὸν Θεόν· καὶ ἐν τῇ αἰχμαλω‐ σίᾳ δὲ ταύτην φασὶ, τὴν αἰσχύνην ᾐσχύνθησαν πάν‐
5των στερηθέντες, καὶ ματαιωθείσης αὐτοῖς τῆς ἐπὶ τοῖς εἰδώλοις ἐλπίδος, δι’ ἣν γεγόνασιν ἀσθενεῖς, καὶ τῆς ὀργῆς τοῦ Θεοῦ τὸ πῦρ ἀνῆψαν ἐφ’ ἑαυτούς. Ἀπόφασιν δὲ Θεοῦ τίς δὴ κωλῦσαι δυνήσεται;
16tΚΕΦΑΛ. Βʹ.
17 α—δʹ. Λόγος ὁ γενόμενος πρὸς Ἡσαίαν υἱὸν Ἀμὼς περὶ τῆς Ἰουδαίας καὶ περὶ Ἱερουσαλήμ. Ἡ μὴν πρώτη, κατὰ τῆς Ἰουδαίας ὅρασις ἐπε‐
20γέγραπτο· ἡ δὲ νῦν, περὶ τῆς Ἰουδαίας· κατὰ δὲ Σύμμαχον, ὑπὲρ τοῦ Ἰσραήλ. Εἰ μὲν περὶ ταύτης ἐπέφερεν ἀγαθὰ, τῆς εἰρημένης ἀπειλῆς ἡνεικα ειν μεταβολήν. Ἐπειδὴ δὲ σκυθρωπὰ περὶ ταύτης πάλιν ἐπήνεγκεν ...νηκε τὸν λαὸν αὐτοῦ τὸν οἶκον
25τοῦ Ἰακὼβ, καὶ τὰ λοιπά. Καὶ πάλιν, Ἰδοὺ δὴ Κύ‐ ριος Σαβαὼθ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας, καὶ τὰ ἑξῆς· ἀκολούθως ἀποδέδοται καὶ ... κατὰ τῆς Ἰουδαίας ὁράσει καθάπερ ἐκείνης ἐπανάληψιν ὄντα ῥώνης ... Τὰ νῦν κατὰ τῆς Ἰουδαίας ἐπέγραψεν, ἐπειδὴ μετὰ
30τῶν ἐθνῶν, περὶ ὧν νῦν ὁ λόγος, καὶ τοὺς Ἰουδαίους ἐπὶ τὴν τῆς ἀληθείας γνῶσιν καλεῖ λέγων, Καὶ νῦν, ὁ οἶκος τοῦ Ἰακὼβ, δεῦτε καὶ πορευθῶμεν ἐν τῷ φωτὶ τοῦ Κυρίου. Τάχα δὲ καὶ προηγουμένως τού‐ τους καλεῖ. Καὶ διὰ τῆς προλαβούσης γὰρ ὁράσεως
35ἱκανῶς αὐτοὺς προετρέψατο, καὶ πλὴν ὀλίγων ἀπο‐ δοκιμάσας αὐτοὺς, πρὸς τὰ ἔθνη χωρεῖ. Μεθ’ ὧν κἀ‐ κείνους οὐδὲν ἧττον καλεῖ. Τοιγαροῦν καὶ Παῦλός φησιν· «Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαλῆσαι τὸν τοῦ Θεοῦ λόγον· ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτὸν, ἰδοὺ
40στρεφόμεθα εἰς τὰ ἔθνη.» Τοῦτο καὶ νῦν ἐν τοῖς τοῦ προφήτου λόγοις γεγένηται. Οὐκ ἀποτρόπου δὲ πάλιν ὑπὲρ τῆς Ἰουδαίας εἶναι νῦν εἰπεῖν τὴν ἐπιγραφὴν, διὰ τὸ τὴν εὐαγγελικὴν ἐντεῦθεν ἄρξασθαι χάριν, καθ’ ἣν τὸ κήρυγμα, καὶ τὰς θεραπείας ὁ Χριστὸς
45ἐπεποίητο. Τὸ γὰρ αὐτοὺς ἠπειληκέναι, τὴν τοῦ Θεοῦ χάριν οὐκ ἀθετεῖ πρῶτον εἰς αὐτοὺς γενομένην. Τοιγαροῦν καὶ Ζαχαρίας ταύτην εὐηγγελίζετο· «Χαῖ‐ ρε σφόδρα, θύγατερ Σιὼν,» καὶ τὰ αὐτὰ ταῦτα. Τῷ δὲ πρὸς νοῦν ὁρῶντι περὶ ἑτέρας δόξειεν λέγεσθαι

1868

(50)

νῦν Ἰουδαίας· καὶ Ἱερουσαλὴμ, καὶ ὑπὲρ Ἰου‐ δαίας, κατὰ τὸν Σύμμαχον. Εἰσάγει γὰρ νόμον παρὰ τὸν Μωσέως καινὸν, καὶ Λόγον ἕτερον, καὶ ὄρος ἄλλο καινὸν, τὸ πάλαι μὲν ἀφανὲς, νῦν δὲ γεγονὸς
ἐμφανὲς, οἶκόν τε Θεοῦ τοῖς ἔθνεσιν ἐγνωσμένων,1867

1869

οὐκ Ἰουδαίοις. Ἀκολούθως οὖν καὶ Ἰουδαίαν καὶ Ἱερουσαλὴμ ἐκληπτέον ἐπηγγελμένας τοῖς ἔθνεσιν. Περὶ ἧς φησι, «Γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ Θεός.» Εἴη δ’ ἂν ἡ τὴν Θεοῦ γνῶσιν ἀνειληφυῖα ψυχὴ, ἣν οὐκ
5ἔσχεν ὁ πρῶτος λαός. Ἔφη γὰρ, «Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκεν.» Διὸ λαὸς Γομόῤῥας καὶ Σοδόμων ἄρχοντες ἐχρημάτισαν. Ἀκολούθως τοίνυν κλήσεως ἐθνῶν θεσπιζομένης, τὸν τοῦ Θεοῦ Λόγον προτάττειν ἐχρῆν συμφώνως Ἰωάννῃ τὴν τοῦ
10Εὐαγγελίου ἀρχὴν ἀπὸ τούτου ποιήσαντι,» Ἐν ἀρχῇ ἦν ὁ Λόγος.» Αὐτὸν γὰρ καὶ νῦν ὁ προφήτης εὐαγγε‐ λίζεται. Ταὐτὸν δὲ ὅρασίς τε καὶ Λόγος. Οὐδέτερον γὰρ αἰσθητόν. Ἃ γάρ τις ἀκούει, βλέπει τῷ νῷ. Καὶ ὧν αὖθις ὁρᾷ, φέρει τοὺς λόγους ἐν ἑαυτῷ. Καὶ πάλιν,
15μία μὲν ἡ τοῦ Πνεύματος χάρις δύναμιν ἐκ Θεοῦ τοῖς ἁγίοις παρέχουσα πρὸς τὴν τῶν ἀγνοουμένων διάγνω‐ σιν δι’ ἀποκαλύψεώς τε καὶ φωτισμοῦ τῆς καρδίας· κατὰ δὲ τὴν τῶν πραγμάτων διαφορὰν, περὶ ἃ ἡ γνῶ‐ σις, ὅρασις, ἢ λόγος εἰκότως ἂν λέγοιτο. Ἀνωτέρω
20μὲν οὖν τὰ παρόντα ἐβλέπετο, ἡ κακία τοῦ λαοῦ, ὁ ἀπὸ τοῦ Θεοῦ χωρισμὸς, τὸ περὶ τὸν εὐεργέτην ἀχά‐ ριστον· ἐνταῦθα τὸ μέλλον προαγορεύεται. Διὰ τοῦτο Λόγος περὶ τῶν ἐθνῶν τονῦν προαγορεύεται. Οὐ γὰρ Ἰουδαίων μόνον ὁ Θεὸς, ἀλλὰ καὶ ἐθνῶν. Καὶ κατὰ
25τὸν θεῖον Ἀπόστολον, «Οὐχ ὁ ἐν τῷ φανερῷ Ἰου‐ δαῖός ἔστιν, ἀλλ’ ὁ ἐν τῷ κρυπτῷ.» Τῷ μὲν οὗν φα‐ νερῷ τὰ προειρημένα, τῷ δὲ κρυπτῷ τὰ μέλλοντα λέγεσθαι. Ὁ δὲ οἶκος τοῦ Θεοῦ ἡ ἐξ ἐθνῶν Ἐκ‐ κλησία, τεθεμελιωμένη ἐπὶ τὴν ἀῤῥαγῆ καὶ σωτήριον
30πέτραν. Ἐσχάτας δὲ ἡμέρας καλεῖ, τὰς τῷ τέλει τοῦ παρόντος αἰῶνος ἐγγύς· συγγενεῖς γὰρ τοῖς ὁρωμένοις ὁ χρόνος καὶ φθειρομένοις συμφθείρεται. Συνῳδὰ δὲ τούτοις τεθέσπικεν Ἰακὼβ τὰ ἐπ’ ἐσχά‐ των ἐσόμενα τοῖς παισὶ λέγειν ἐπαγγειλάμενος,
35«Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως οὗ ἔλθῃ ὃ ἀπόκειται, καὶ αὐ‐ τὸς προσδοκία ἐθνῶν.» Καὶ νῦν γὰρ ἥξει, φησὶ, πάν‐ τα τὰ ἔθνη ἐπὶ τὸ ὄρος Κυρίου, καὶ ἐπὶ τὸν οἶκον τοῦ Θεοῦ, τὴν Χριστοῦ δηλῶν Ἐκκλησίαν, περὶ ἧς
40αὐτός φησιν· Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη. Τὸ ἐπ’ ἄκρου δὲ τῶν ὀρέων ὁ Παῦλος ἡμῖν ἐξηγήσατο φήσας, «Ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ τῶν προφητῶν.» Τὸ δὲ ὅρος τοῦ Θεοῦ εἴποις ἂν ἴσως σωματικώτερον, ὡς
45Ἰουδαῖοι, τὸ ἐπὶ χωρὰς αὐτοῖς. Καὶ πῶς ἐμφανὲς ἔσται φησὶν, ὡς λανθάνοντος πρότερον; οὔτε γὰρ ἄλλου ὄρους γένεσιν, οὔτε δευτέρου οἴκου κατα‐ σκευὴν ἐπ’ ἄλλων ὀρῶν ἐσομένην ὁ σάρκινος Ἰσραὴλ περιμένει· κατὰ δὲ τοὺς Ἡσαίου χρόνους καὶ τὸ

1869

(50)

Σιὼν ὄρος, καὶ ὁ ναὸς, πᾶσιν ἐφαίνετο κατὰ τὴν νῦν διάνοιαν ὁ ὑψηλὸς καὶ οὐράνιος τοῦ Κυρίου λό‐ γος ὁ εὐαγγελικός. Ἢ, ὡς ὁ μέγας Παῦλος Σιὼν ὄρος ἐπουράνιον εἶναι διδάσκει, καὶ ἄνω Ἱερουσαλὴμ, ἥν τινά φησιν εἶναι μητέρα πάντων ἡμῶν. Οὐκ ἦν δὲ
55ἄρα τοῖς παλαιοῖς ἀνθρώποις ἐμφανὲς τοῦτο τὸ1869

1872

ὅρος· ἀλλ’ ὅτε Χριστὸς εἰς ἀθέτησιν ἀμαρτίας πε‐ φανέρωται, γενόμενος τοῖς ἐπὶ γῆς πέτρα, ἐφ’ ᾗ τὴν ἰδίαν ᾠκοδόμησεν Ἐκκλησίαν. Ἐφάνη γὰρ νῦν ἅπα‐ σιν ὁ εὐαγγελικὸς λόγος μετὰ τῆς ὑποκειμένης αὐτῷ
5πέτρας, ὅτε τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων ἐπὶ συντελείᾳ τῶν χρόνων ἐφανερώθη. ὄρη δὲ ἡ τοῦ Κυρίου κάθοδος ἐπὶ γῆς παρεικάσθη, διότι τὸ ὄρος ἐπὶ γῆς ἐστιν ὑψηλόν· καὶ ἡ σὰρξ δὲ τοῦ Κυρίου, γῆ κατὰ τὴν κοινὴν φύσιν ὑπάρχουσα,
10διὰ τῆς συναφείας τῆς πρὸς τὸν Θεὸν ἀνυψώθη, ὃν οἱ μιμούμενοι χρηματίζουσιν ὄρη, καὶ πέτραι τὸν οἶ‐ κον ἀνέχοντες τοῦ θεοῦ, οἷος ἦν ὁ Πέτρος πρὸς ὃν εἴρηται. «Καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν,» καὶ πᾶς ὅς τις ὑψηλὸν καὶ
15ἐπηρμένον ἔχει τὸ φρόνημα τῶν γηΐνων ὑπερανεστη‐ κὸς, χωροῦν τε τὴν θείαν γνῶσιν διὰ μέγεθος νοῦ καὶ καθαρότητα πράξεων. Οἱ δὲ τοιοῦτοι ἄκρα εἰσὶ τῶν ὀρέων, ἐφ’ ὧν ᾠκοδόμηται ὁ τοῦ Θεοῦ οἶκος ὑπερ‐ υψούμενος τῶν βουνῶν, οἵ τινες γήλοφοί τινές εἰ‐
20σιν εὐπερίγραπτον ἔχοντες τὴν ἀπὸ γῆς ἐπανάστασιν, τῶν μὲν ταπεινῶν ὑπερέχοντες, τῶν δὲ ὑψηλοτάτων ἀπολιπόμενοι. Ἐπεὶ οὖν ἀνείκαστος ἡ κατὰ τὸ ἀν‐ θρώπινον τοῦ Κυρίου ὑπεροχὴ πρὸς πάντας ὁμοῦ τοὺς ἐν οἵοις δήποτε διαφανεστάτους κατορθώμασιν, διὰ
25τοῦτο καὶ τῶν βουνῶν ὑπερανέστηκε. Μείζονος γὰρ δόξης παρὰ Μωϋσὴν ἠξιώθη, καθ’ ὅσον μείζονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν· καὶ παρὰ τὸν Ἀβραὰμ, ὃς ἠγαλλιάσατο τὴν ἡμέραν ἰδεῖν τῆς ἐνανθρωπήσεως, καὶ ἴδεν, καὶ ἐχάρη, καὶ δεκάτας
30δέδωκε τῷ Μελχισεδὲκ, ὃς ἦν τύπος τοῦ Κυρίου. Ἡ μὲν οὖν ἔνσαρκος τοῦ Κυρίου οἰκονομία τοιαύτη. «Ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.» Μὴ γὰρ εἴη τὴν θεότητα δοξάζειν ἐκ τῆς πρὸς τὰ δοῦλα ὑπεροχῆς, ἧς ἐπήρθη ἡ μεγα‐
35λοπρέπεια ὑπὲρ ἄνω τῶν οὐρανῶν. Ἐπὶ οὖν τοῦ Κυ‐ ρίου πᾶν ἔθνος ἥξει, φησίν. Ἥξει γὰρ ἐπὶ τὴν πί‐ στιν πάντα κληθέντα τῷ σωτηρίῳ κηρύγματι· «Κη‐ ρυχθήσεται γὰρ τὸ Εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ.» Καὶ τῶν ἀποστόλων ἐξῆλθεν ὁ φθόγγος εἰς
40πᾶσαν τὴν γῆν. Ἀλλὰ πῶς ἐν μὲν τῷ, ἥξειν πάντα ἔφη τὰ ἔθνη· ἐν δὲ τῷ, πορεύεσθαι πολλά; ὅτι τὸ μὲν, ἐπὶ τοῦ πιστεύειν τέτακται· τὸ δὲ πορεύεσθαι, ἐπὶ τοῦ πολιτεύεσθαι. Πάντες γὰρ ὁμολογοῦμεν τὴν πίστιν. Πάντες δὲ, κατὰ τὰς ἐντολὰς [οὐ] πορευόμε‐
45θα. Ἐπὶ γὰρ πολιτείας καὶ ὁ θεῖος ἔφη Δαβὶδ, «Μα‐ κάριοι οἱ ἄμωμοι ἐν ὁδῷ οἱ πορευόμενοι ἐν νόμῳ Κυ‐ ρίου. «Πῶς οὖν ἔθνη πολλὰ, φησὶ, τοῦ Κυρίου λέ‐ γοντος ὀλίγους εἶναι τοὺς εὑρίσκοντας τὴν ὁδόν; ὅτι ἄλλο ἔθνος, ἡ ὁλότης· ἄλλο δὲ τὸ πλῆθος τὸ ὑπ’ αὐ‐

1872

(50)

τό. Πολλὰ μὲν οὖν ἔθνη, ἐν οἷς οἱ βιοῦντες ὀρθῶς·
ἐκ δὲ τῶν ὑφ’ ἕκαστον ἔθνος, ὀλίγοι.1871

1873

(7)

Καὶ Σοφονίας φησὶ, «Πάντες οἱ βασιλεῖς τῆς γῆς ἥξουσι τοῦ δουλεύειν αὐτῷ ὑπὸ ζυγὸν ἕνα.» Ἀπο‐ λιπόντα τοίνυν τὰ ἔθνη τὴν πολύθεον πλάνην καὶ
10τὰ πάλαι νομιζόμενα δαίμοσιν ἢ θεοῖς ὄρη σωμα‐ τικὰ σπεύδει νῦν ἐπὶ τὸν ὄντως Θεὸν ἀλλήλοις παρα‐ κελευόμενα· Δεῦτε, καὶ ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακώβ. Οὐκ εἴρηται δὲ νῦν οὐρανοῦ καὶ γῆς Κύριος καὶ Θεὸς,
15ἀλλ’ Ἰακώβ· ἐπειδήπερ ὤφθη τῷ Ἰακὼβ ἐν ἀνθρω‐ πίνῳ σχήματι, καὶ τὴν τοῦ πατριάρχου προσηγορίαν μετέβαλεν καλέσας αὐτὸν Ἰσραήλ. Διὸ καὶ τὸν τόπον ἐκάλεσεν εἶδος Θεοῦ, εἰπών· Ἴδον γὰρ Θεὸν πρόσ‐ ωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχή. Νῦν
20οὖν φησιν αὐτὸν ἐκεῖνον τοῖς ἔθνεσι γνώριμον ἔσε‐ σθαι, ὡς τῷ Ἰακὼβ τὴν τῶν ἐθνῶν ἐπηγγείλατο κλῆσιν· οἷς νῦν προφητεύει τὸ ὄρος καὶ τὸν οἶκον τοῦ Θεοῦ, τὰ ἐν οὐρανοῖς ἐμφανῆ γενέσθαι καὶ γνώ‐ ριμα Παύλου λέγοντος· «Ἡ δὲ ἄνω Ἱερουσαλὴμ
25ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν.» Καὶ, «Προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ.» Οἱ δὲ προκόπτοντες τῇ γνώσει, καὶ οἷον προκαταλαβόντες τὰ ἄνω, προκα‐ λοῦνται πρὸς ὅμοιον ζῆλον τοὺς ἐμφιλοχωροῦντας
30τοῖς κάτω. Ὁ γὰρ συνεγερθεὶς τῷ Χριστῷ, καὶ τὰ ἄνω ζητῶν, χειραγωγεῖ τοὺς φρονοῦντας ἐπίγεια. Καὶ εὐκτέον ἀνιόντας μὴ κατελθεῖν. Διττὴ γὰρ ἡ σχέσις. Νοοῖτο δ’ ἂν ἐπὶ τῆς σαρκικῆς οἰκονομίας ὀρθῶς, Θεοῦ μὲν συγκαταβαίνοντος τῇ τῆς σαρκὸς
35κοινωνίᾳ, ταύτης δὲ συνυψουμένης ἑνώσει τῇ πρὸς αὐτόν. Προτρέπωμεν τοίνυν ἀλλήλους ἐπὶ τὸ ὕψος τῆς θεολογίας ἀναδραμεῖν, ἀπὸ τοῦ πάθους ἀρχό‐ μενοι, καὶ πρῶτον εἰς τὸ ὄρος τοῦ Κυρίου, κατὰ τὰς κοινὰς περὶ Θεοῦ προλήψεις· εἶτα προκοπτούσῃ
40τῇ γνώσει τὴν τοῦ Θεοῦ προσθήσομεν ἰδιότητα τοῦ Θεοῦ Ἰακώβ. «Ἐγὼ γὰρ, φησὶν, ὁ Θεὸς Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακώβ. Τοῦτό μού ἐστιν ὄνομα αἰώνιον.» Συνῆψε γὰρ ἑαυτῷ τοὺς ἁγίους ἀειμνή‐ στους εἶναι ποιῶν παρὰ τοῖς ἀεὶ μεμνημένοις Θεοῦ.
45Γνώσεται δὲ Θεὸν μὲν Ἰακὼβ, ὁ ἔτι παλαίων καὶ πτερνίζων τοὺς δαίμονας, τὰ ἑαυτῷ μανθάνων ἐφικτὰ καὶ ἁρμόδια· Θεὸν δὲ ᾿Ισραὴλ, ὁ τὴν τελείαν θεω‐ ρίαν δεξάμενος· ὁ δ’ οὖν Θεὸς Ἰακὼβ οὐκ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, ἐὰν μὴ ἀναβῶμεν εἰς τὸ ὄρος.

1873

(50)

Μὴ δεχόμενοι γὰρ τὸ Εὐαγγέλιον, πῶς κατ’ αὐτὸ βιωσόμεθα; οἱ δὲ καλοῦντες ἀλλήλους, ἐὰν ὦσιν ἴσοι, πόθεν ἐπίστανται τὴν ὁδόν; Ἀλλὰ δηλονότι τὴν προ‐ θυμίαν ἐμφαίνουσιν, οὕτω δὲ τῶν ἀγαθῶν τὴν ἐπί‐ τευξιν· ὡς εἰ νῦν τινες ἀλλήλοις λέγοιεν· Δεῦτε
55τῶν γηΐνων ἀποστάντες φρονήσωμεν τὰ οὐράνια·
εἰσέλθωμεν εἰς οἶκον Θεοῦ, καὶ τὴν ὁδὸν ἐκεῖθεν1873

1876

γνωσόμεθα τῆς πρὸς τὸ τέλειον ἀναβάσεως. Πόθεν δὲ ὁρμηθέντα τὰ ἔθνη, ἢ τίνος διδάξαντός φασι· Δεῦτε ἀναβῶμεν, ἐπήνεγκε λέγων· Ἐκ γὰρ Σιὼν ἐξ‐ ελεύσεται ὁ νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσα‐
5λήμ. Καινὸς γὰρ οὗτος ὁ νόμος, καὶ ξενίζων λόγος παρὰ τὸν ἐν ὄρει Σινᾶ, λεγόμενος ἐκ Σιὼν ἐξελεύ‐ σεσθαι, καὶ διδάξειν τὰ ἔθνη. Ὁ γὰρ εὐαγγελικὸς τοῦ Χριστοῦ νόμος ἄνωθεν ὁρμηθεὶς, ἐκ τῆς ἐπ’ οὐ‐ ρανίου Σιὼν, μᾶλλον δὲ καὶ τῆς ἐπιγείου, ἐν ᾗ πέ‐
10πονθεν ὑπὲρ ἡμῶν ὁ Σωτὴρ, καὶ παθὼν ἀνέστη, καὶ τὰ τῆς Καινῆς Διαθήκης μυστικὰ παραγγέλματα τὴν ἀρχὴν λαβόντα προῆλθεν εἰς πᾶσαν τὴν οἰκουμένην. Τοὺς γὰρ περὶ τοῦ Μωσέως νόμου λέγεσθαι ταῦτα νομίζοντας, καὶ πῶς ἐκ Σιὼν οὗτος ἐρωτητέον·
15πῶς δὲ μέλλουσαν αὐτοῦ προφητεύει τὴν ἔξοδον. Τίς δὲ καὶ ὁ λόγος; Εἰ γὰρ ὁ προφητικὸς, πῶς ἐξ Ἱερουσαλήμ; Πανταχοῦ γὰρ τῆς Ἰουδαίας γεγέ‐ νηται. Μᾶλλον δὲ κἀν τῇ αἰχμαλωσίᾳ καὶ Νινευῇ. Οὐκοῦν δεχέσθωσαν τὴν τοῦ Κυρίου νομοθεσίαν ἀπὸ
20τοῦ σκοπευτηρίου γενομένην, ἀπὸ τῆς αὐτοῦ σαρκὸς, ἀφ’ ἧς ἐπεσκόπει τὰ καθ’ ἡμᾶς, οὐ καὶ ὁ λόγος ἀρξ... μὲν ὡς ἐξ Ἱερουσαλὴμ εἰς πάντα διεδόθη τὸν κό‐ σμον. Φασὶ τοίνυν οἱ καλοῦντες ἀλλήλους, ἢ ὅτι λη‐ ψόμεθα λόγον ἐκ τοῦ οἴκου τοῦ Θεοῦ, καὶ τοῦτον
25ἐκεῖ γεγονότες εἰσόμεθα· ἢ ὅτι καταλέλοιπε τὴν Σιὼν, καὶ οἷον ἐκβέβηκεν ἀπ’ αὐτῆς ὁ νόμος, καὶ ἀπὸ τῆς Ἱερουσαλὴμ ὁ θεῖος [Λόγος] ἀποπεφοί‐ τηκε, παροινησάντων αὐτῶν εἰς αὐτόν.
33 Ἀφ’ οὗ τις ἔφη προφήτης· «Καὶ εἶπα, οὐ μὴ ποιήσω ὑμᾶς. Τὸ ἀποθνῆσκον ἀποθνησκέτω, καὶ τὸ
35ἐκλειπὸν ἐκλειπέτω,» καὶ τὰ κατάλοιπα. «Ἐσθιέτω ἄνθρωπος τὰς σάρκας τοῦ πλησίον αὐτοῦ.» Ἐσφρα‐ γίσθη γὰρ ὅρασις καὶ προφητεία μετὰ τὸν τοῦ Σω‐ τῆρος σταυρόν. Διὸ [καὶ μὴ] δεξαμένοις τὸν λόγον ὁ Παῦλός φησιν, «Ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη.
40Οὕτω γὰρ ἐντέταλται ἡμῖν ὁ Κύριος.» Αὐτὸς δὲ καὶ διέκρινεν ἀναμέσον τῶν ἐθνῶν, ἀφορίσας ἑαυτῷ τοὺς ἀξίους, καὶ ἐκλεξάμενος τοὺς κλητοὺς ἀπὸ τῶν μὴ τοιούτων. Ἀλλ’ ἐν μὲν συναγωγῇ Θεῶν στὰς Θεὸς διακρινεῖ· ἀναμέσον δὲ τῶν ἐθνῶν κρινεῖ. Τοῖς
45μὲν γὰρ ἁγίοις τὸ διακρίνεσθαι πρέπει, πρὸς τὴν τῆς ἀξίας αὐτοῦ γνῶσιν. Τοῖς δὲ μάτην βεβιωκόσιν τὸ κρίνεσθαι. Καὶ πάντες μὲν οὖν, φασί τινες, οἱ τῆς εὐσεβείας ἐκτὸς κατ’ αὐτὸ τοῦτο κρίνονται· πρὸς δὲ τὸν διάφορον ἐκάστου βίον καὶ πολιτείαν

1876

(50)

καὶ ἡ κρίσις διάφορος. Οὕτως οὖν ὁ εὐαγγελικὸς λόγος, τῶν ἐθνῶν διακρίνας [τὸν] λαὸν πολὺν, ἤλεγξεν, ἤτοι τοὺς πιστεύσαντας εἰς αὐτὸν, τὴν προτέραν αὐτῶν πλάνην ἐλέγξας, ἢ τοὺς εἰς αὐτὸν
μὴ πιστεύσαντας ἐλέγξας, παρὰ τὴν αὐτῶν αἰτίαν1875

1877

ἀπολλυμένους. Διὰ δὲ τοῦ ἐλέγξει, τὸ δίκαιον τῆς κρίσεως δείκνυται. «Ἐλέγξω γάρ σε, φησὶ, καὶ πα‐ ραστήσω κατὰ πρόσωπόν σου.» Ἀλλ’ ἐνταῦθα μὲν διὰ μαρτύρων ὁ ἔλεγχος· ἐν δὲ τῷ τῶν κρυπτῶν
5δικαστηρίῳ, αὐτὰ ἡμῖν τὰ πράγματα παρίστανται, ἐν τῷ ἰδίῳ σχήματι ἑκάστης ἁμαρτίας παρισταμένης τῷ ἁμαρτήσαντι. Κἀκεῖ μὲν ὁ ἔλεγχος εἰς σύστασιν τοῦ δικαίου τῆς κρίσεως· ἐνταῦθα δὲ πρὸς διόρθω‐ σιν. Βασανιζόμεθα γὰρ πικρῶς, τῶν ἡμαρτημένων
10λαβόντες συναίσθησιν, ἀναισθητοῦντες τὸ πρότερον. Οἱ δὴ οὖν καταδεξάμενοι αὐτὸν, πάσης πολεμικῆς προαιρέσεως ἀπαλλαγέντες, ἐν εἰρήνῃ διάγουσιν, ἀπηλλαγμένοι τῶν πάλαι κρατούντων δαιμόνων, οἷς φησιν ὁ Σωτήρ· «Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν,
15εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν.» Ὃ δὴ καὶ σημεῖον τῶν χρόνων ὁ λόγος ἐδίδου, φήσας τὰ πολεμικὰ πρὸς εἰρήνης ὄργανα μετατίθεσθαι, πάλιν πάντων ἐπ’ ἀλλήλους μεμηνότων. Οὐκ ἂν γὰρ εὕροι τις τοιαύτην εἰρηναίαν κατάστασιν, ὁποίαν ἐπὶ τῆς Ῥωμαίων
20ἀρχῆς μετὰ τὴν τοῦ Σωτῆρος ἐπιδημίαν, κατὰ ἔθνη καὶ πόλεις τε καὶ ἀγρούς. Διό φησι, καὶ οὐ μὴ μά‐ θωσιν ἔτι πολεμεῖν. Τὸ δὲ τῶν ἐλέγχων εὔχρηστον τέλος, τὸ τοὺς ταραχώδεις εἰς εἰρήνην μεταβαλεῖν. Ὁ γὰρ Χριστοῦ νόμος καὶ λόγος εἰρήνην ἐκήρυξεν
25τοῖς ἐγγὺς, καὶ τοῖς μακρὰν, Ἰουδαίοις καὶ ἔθνεσιν, ὡς τὴν φθείρουσαν μάχαιραν, ζωοποιῶν σπερμάτων τῶν ἐκ τῆς σοφίας ταῖς λογικαῖς ψυχαῖς ἐγγινομένων εἶναι παρασκευαστικὴν ἄροτρον γενομένην ἁπαλύ‐ νον τὰ πεπορωμένα, ἀκάνθας ἀνατρέπον· τὴν δὲ
30ζιβύνην, τὸ πόῤῥωθεν κατακοντίζον καὶ ἀπωθού‐ μενον, εἰς τὸ συνάγον ἐγγὺς καὶ συνδετικόν. Δρε‐ πάνη γὰρ τὰ διεσκορπισμένα συναγαγοῦσα πρὸς κοινωνίαν, συνδεῖσθαι παρασκευάζει τὰ δράγματα. Πρὸς δὲ τὸ λογικὸν αὐταὶ θέρος συμβάλλονται, περὶ
35οὗ φησιν· «Ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ ἴδετε ὅτι αἱ χῶραι λευκαί εἰσιν.» Πρὸς ὃν ἀποστέλλει τοὺς μαθητάς. Πολεμοποιὸς γὰρ οὐδεὶς πρὸς τοιοῦτο θέρος ἐστὶν ἐπιτήδειος. Ὡς οὖν ἐν τῇ καρδίᾳ πολέμου μὴ ἔχουσιν ὄργανον δέδωκεν ἐξουσίαν εἰρήνην ἐν‐
40αφιέναι τοῖς οἴκοις εἰς οὓς ἀφίκονται· ὅπερ οὐκ ἦν ἕως ἐνείργει τὸ διαπύρως ὁ τῆς τοῦ κόσμου σοφίας λόγος. Ἠκουνημένη γὰρ μελέτῃ καὶ πιθανότητι στίλβουσαν τοῦ λόγου τὴν μάχαιραν ἀλλήλοις προσ‐ έφερον· ὡς δὲ κατηγγέλει, «Δόξα ἐν ὑψίστοις Θεῷ,
45καὶ ἐπὶ γῆς εἰρήνη,» ἅπαν ὅσον ψεῦδος τῇ ἀληθείᾳ ὑπεσιώπησε, καὶ οὐκέτι τοῖς διδασκάλοις λογομαχίας τρίβουσιν λόγος. Ἐπὶ δὲ τὴν χάριν τοῦ σωτηρίου λουτροῦ φιλανθρώπως καὶ τοὺς Ἰουδαίους καλεῖ.
53 ε—θʹ. Καὶ νῦν ὁ οἶκος Ἰακὼβ, δεῦτε καὶ πορευθῶμεν ἐν τῷ φωτὶ Κυρίου. Ἀνῆκε γὰρ
55τὸν λαὸν αὐτοῦ, τὸν οἶκον τοῦ Ἰακὼβ, κ.τ.λ.1877

1880

Φιλοστόργως ἄγαν παρακαλεῖ τοὺς οἰκείους κατα‐ δέξασθαι τὴν πᾶσι τοῖς ἔθνεσι χυθεῖσαν εἰρήνην, καὶ τοῦ Εὐαγγελίου τὸ φῶς. Παρορμητικῶς δὲ ἄγαν ἑαυ‐ τὸν τῇ παραινέσει φέρων ὑπέβαλεν. Καλεῖ δὲ αὐτοὺς
5οὐκ Ἰακώβ (ἀνάξιοι γὰρ), ἀλλ’ ὡς οἶκον τούτου δια‐ κενόν. Ὑπεραπολογούμενος δὲ τοῦ Θεοῦ, τοῦ ἀνεθῆ‐ ναι τὸν λαὸν τὰς αἰτίας ἐπήνεγκεν. Ἄλλο δέ τι τρανότερον, μετὰ τὸ ὄρος Κυρίου, καὶ τὸν οἶκον ἐπήνεγκε, κατὰ τὴν τῶν προκοπτόντων ἀνάβασιν
10καθαρωτέρας καταλαμβανόντων αὐγῆς εἰς κατανόη‐ σιν τῶν μακαρίων καὶ νοητῶν θεαμάτων. Τοιοῦτον τὸ, «Προσέλθετε πρὸς αὐτὸν, καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθείη.» Πῶς γὰρ ἂν αἰσχύνοιντο, ἐφ’ οὓς ἐσημειώθη τὸ φῶς τοῦ προσ‐
15ώπου Κυρίου; Καὶ ἐπειδὴ φῶς αὔταρκες τὸ νομικόν τε καὶ προφητικὸν ἔχειν ἑαυτοὺς ἐνόμιζον, τὸ Κυ‐ ρίου προσέθηκεν. Ἐκεῖνα γὰρ λύχνος οἷα καὶ ἀστέ‐ ρες ἦσαν, πρὶν ὀφθῆναι τὸν ἤλιον, μεθ’ ὃν ἐκεῖνα καλύπτεται τῶν ἀνονήτων γενόμενα. Διὸ καὶ ὁ
20Σωτὴρ αὐτοῖς ἔλεγεν· «Ἕως τὸ φῶς ἔχετε, περι‐ πατεῖτε ἐν τῷ φωτὶ, ἵνα μὴ ἡ σκοτία ὑμᾶς καταλά‐ βῃ. «περὶ ἑαυτοῦ λέγων·» Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου.» Καὶ νῦν ὁ προφήτης μονονουχὶ μεταπλάτ‐ τομαί φησι, τὰ Μωϋσέως γράμματα πρὸς ἀλήθειαν.
25Ἀλλ’ ἐπεὶ διὰ τοὺς πατέρας ᾤοντο μελεῖν Θεῷ, κἂν δεινῶς ἁμαρτάνωσιν, κἂν μὴ τὸν δι’ ἡμᾶς σαρκω‐ θέντα προσίοιντο, φησὶν αὐτοῖς· Ἀνῆκε γὰρ τὸν λαὸν αὐτοῦ. Δηλοῖ δὲ τοῦτο προφήτης ἄλλος εἰπών· «Καὶ ἐπεθύμουν ἀγροὺς καὶ διήρπαζον ὀρφανοὺς,
30καὶ οἴκους κατεδυνάστευον.» Καὶ ἐπὶ τὸν Κύριον ἐμεγαλύνοντο λέγοντες· «Οὐχὶ Κύριος ἐν ἡμῖν ἐστιν; Οὐ μὴ ἐπέλθῃ ἐφ’ ἡμᾶς τὰ κακά;» Διὰ τοῦτο, «Δι’ ὑμᾶς, Σιὼν ὡς ἀγρὸς ἀροτριαθήσεται,» καὶ τὰ ἑξῆς. Τοῦτο καὶ ὁ Σωτὴρ ἔλεγεν μὴ βουλομένοις αὐτὸν ὑπο‐
35δέξασθαι· «Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος.» Ἀλλὰ γὰρ διὰ τί ἀνῆκεν αὐτοὺς, ὁ προφήτης ἐπ‐ ήνεγκεν, ὅτι τοὺς πρὸ αὐτῶν τὴν χώραν οἰκοῦντας ἀσεβεῖς ἐμιμήσαντο. Χαλεπωτάτη δὲ ζημία ἡ ἀπὸ Θεοῦ ἐγκατάλειψις. Ὡς γὰρ κρατοῦντος αὐτοὺς τῇ
40χειρὶ διὰ φυλακῆς τοῦ Θεοῦ, τὸ, ἀνῆκας φησὶ, μηκέτι τοῦ λαοῦ προνοούμενος. Καὶ ὅρα πόσων κα‐ κῶν ὁ κληδονισμὸς Θεοῦ γιγνόμενος ἐγκαταλείψεως αἴτιος, διὰ τοὺς, ὅσοι τῶν πιστῶν τοῖς τοιούτοις συμπεριφέρονται. Πάντα γὰρ ταῦτα καὶ ὁ Μωσέως
45ἀπεκήρυξε νόμος, ὡς δαιμόνων εὑρήματα. «Σοὶ δὲ οὐχ οὕτω, φησὶν, ἔδωκεν Κύριος ὁ Θεός σου.» Ἄτο‐ πον γὰρ, ἔχοντας τὴν ἐκ τῶν δικαιωμάτων τοῦ Θεοῦ συμβολὴν, τοῖς εἰκῆ γινομένοις ἀπάγεσθαι. Εὕρημα δὲ τῶν Φυλιστιαίων ἔοικεν εἶναι κληδονισμὸς, ὡς

1880

(50)

Χαλδαίων ἀστρολογία, καὶ Αἰγυπτίων ἐπῳδαί τε καὶ φαρμακεῖαι, καὶ Κρητῶν οἰωνοσκοπία. Καὶ τέκνα, φησὶν, ἀλλόφυλα ἐγεννήθησαν ἐν αὐτῇ. Ὅταν γὰρ πόλις ἔθη μοχθηρὰ καταδέξηται, τοῖς ἐπιγινο‐ μένοις λοιπὸν ὥσπερ νόμος γίνεται τὸ τῶν πατέρων
55ἁμάρτημα· καὶ εὐθὺς ἐκ γενέσεως ἀλλότρια γίνεται1879

1881

τοῦ Θεοῦ ἀλλόφυλα χρηματίζοντα, καὶ τῆς πορνείας πληθυνθείσης ἴσως ἐκ γυναικῶν ἀλλοφύλων ἐγένον‐ το. Ἐπὶ ψυχῆς δὲ τέκνα ἀλλόφυλα οἱ ἀπὸ τῶν ἔξωθεν τῆς θεοσεβείας λόγων καρποί. Τὸ δὲ φιλο‐
5πλουτεῖν, ὅσον δεινὸν δείκνυσιν μετὰ τοιούτων ἀσε‐ βημάτων τάξας αὐτό. Χωρὶς γὰρ τῆς ἀδίκου κτήσεως ἡ μὲν πενία παιδαγωγός ἐστιν εἰς ἀδίκου κτήσεως πλοῦτος ὕβρεως ἀφορμή. Διό φησι μὴ θησαυρίζειν ἐπὶ τῆς γῆς. Τῶν δ’ ἵππων, φησὶν, οὐκ οὖν
10ἀριθμὸς, εἰπόντος τοῦ νόμου, μὴ πληθυνεῖς σεαυτῷ ἵππον. Καὶ πᾶς ἅγιος τὴν τούτων χρῆσιν ἀπέφυγε. Δηλοῖ δὲ διὰ τούτων τὴν Ἰουδαίων ἀλαζονείαν. Τὸ δὲ, οὐκ ἦν ἀριθμὸς, ἢ ὑπερβολικόν· ἢ ὅτι παρὰ Θεῷ τῶν κακῶν οὐδὲν ἐναρίθμιον· οὐ γύναιον, ὡς ἀσθενές·
15οὐ παιδίον, ὡς εὐκαταφρόνητον, πλὴν πρωτοτόκων, καὶ Λευϊτῶν· οὐ δοῦλος, διὰ τὸ ἄτιμον· οὐκ ἐπίμι‐ κτος, διὰ τὸ ἀλλότριον. Εἶτα, καὶ περὶ βδελυγμάτων φησίν. Ἔδει γὰρ ἀρξαμένους ἀπὸ κληδονισμῶν, διὰ φυλαργυρίας τε καὶ ἱππομανίας ὁδεύσαντας, καταν‐
20τῆσαι πρὸς εἰδωλολατρείαν τοὺς ἐπὶ πλούτου θαῤῥή‐ σαντας ἀδηλότητι, καὶ ψεύδεσιν ἵπποις εἰς σωτηρίαν, ἀλλ’ οὐ τῷ δυνατῷ συντρίβειν πολέμους. Βδέλυγμα δὲ παρὰ Κυρίῳ πᾶσα πρᾶξις παράνομος. Πρὸς δὲ τὴν εἰδωλολατρείαν, ἐφ’ οὗ ἐχρήσατο ἡ Γραφὴ, πᾶς
25ἀναπλασμὸς ψευδῶν δογμάτων ἐν διανοίᾳ τυπούμε‐ νος, εἰκότως λέγοιτο βδέλυγμα. Καὶ κατὰ τὸ φαινό‐ μενον δέ φησιν ἡ Γραφὴ, «Ἐπικατάρατος ἄνθρωπος, ὅστις ποιήσει γλυπτὸν ἢ χωνευτὸν [βδέλυγμα Κυ‐ ρίῳ] ἔργον χειρῶν τεχνίτου. Πρὸς ὃ σχετλιάζων ὁ
30προφήτης φησί· Καὶ ἔκρυψεν ἄνθρωπος, καὶ προσ‐ εκύνησεν ἀνήρ. Εἰ τὸ τιμιώτατον μετ’ ἀγγέλους ἐν λογικοῖς, εἰκόνι τε τιμηθὲν Θεοῦ ὑπέπεσεν εἰδώ‐ λῳ καθάπερ σώζειν ἰσχύοντι εἰς γῆν κεκυφὼς, καὶ μηδὲ ἄξιος ἀνανεύειν εἰς οὐρανοὺς, διὰ τὴν εἰς αὐτὸν
35ἁμαρτίαν. Διὸ καὶ ἐταπεινώθη φησὶν, ὡς ἐξ ὕψους τοσούτου πεσὼν ὁ Χριστὸν ἔχων κεφαλὴν, καὶ τὸ μέγιστον τῆς αἰσχύνης, ὅτι καὶ ἀνήρ· διὸ καὶ, ὅτε μετὰ τοσαύτας παρανομίας εἰς εἰδωλολατρείαν κατ‐ ήντησαν, ἐπήνεγκεν· οὐ μὴ ἀνήσω αὐτοῖς, ὡς
40ἑαυτούς τε καταισχύνασι, καὶ τοῦ Θεοῦ τὴν ἀξίαν προσενέγκουσιν εἰδώλοις, καὶ τὸ μὴ ἀνεῖναι δὲ θείας εὐεργεσίας. Ἡ γὰρ ἄνεσις ἀκολασίας ἐστὶν ἀφορμή. Θεοῦ δὲ μνήμην ἡ θλῖψις ἐργάζεται. Ἰστέον μέντοι ὡς οἱ λοιποὶ ἑρμηνευταὶ, ἀντὶ τοῦ (ἀνῆκε γὰρ τὸν
45λαὸν αὐτοῦ) πρὸς τὸν Θεὸν τὸν λόγον ἀπέστρεψαν. Ἀκύλας μὲν, εἰάσας εἰπών· ὁ δὲ Σύμμαχος, ἀπέῤ‐ ῥιψας. Ὁ δὲ Θεοδοτίων, ἀνῆκας. Οἳ καὶ ἐμφαίνου‐ σιν ἀλλοφύλους τινὰς κατὰ τοὺς προφητευομένους χρόνους μέλλειν οἰκῆσαι τὴν Ἰουδαίαν, δηλαδὴ τοὺς

1881

(50)

Ῥωμαίους πλούτῳ χαίροντας κληδονισμῷ τε, καὶ ἵπποις, καὶ τῇ τῶν εἰδωλολατρείᾳ, ἃ χερσὶν ἰδίαις κατασκευάσονται. Ταῦτα δὲ τοῖς Ἰουδαίοις τὸν Σωτῆρα μὴ δεξαμένοις ἀπήντηκεν ἀπειθήσασι τῷ
λέοντι προφήτῃ· Δεῦτε καὶ πορευθῶμεν τῷ1881

1884

φωτὶ Κυρίου, ἐπὶ δὲ τοῖς ἐκ τῶν ἀλλοφύλων γινομένοις ὁ προφήτης ἀγανακτῶν, πρὸς Κύ‐ ριον ἔλεγεν ἀνῆκας τὸν λαόν σου τὸν Ἰακώβ. Καὶ τεκμήριον τῆς ἀνέσεως ἐξέθετο, τὰ παρὰ τῶν
5ἀλλοφύλων γινόμενα. Καὶ μετὰ ταῦτά φησι· Καὶ μὴ ἀφῇς αὐτοῖς· ἀντὶ γὰρ τοῦ, οὐ μὴ ἀνήσω αὐ‐ τοὺς, ὁ μὲν Ἀκύλας, οὐ μὴ ἀνῇς αὐτοῖς ἑρμήνευ‐ σεν. Ὁ δὲ Σύμμαχος, καὶ μὴ ἀφῇς αὐτοῖς. Ὅπερ οὐκ ἂν ἔχοι λόγον περὶ Ἰουδαίων εἰρῆσθαι (πῶς γὰρ
10ἂν ὁ προφήτης κατηύξατο τοῦ ἰδίου λαοῦ;) ἀλλὰ τῶν ἐπῳκηκότων τὴν Ἰουδαίαν ἐθνῶν. Τοιγαροῦν ἐν τοῖς προκειμένοις, οὔτε τοῦ ἔθνους, οὔτε τοῦ λαοῦ ἐμνη‐ μόνευσεν· ἀλλὰ τῆς χώρας, καὶ γῆς, ὡς μελλούσης ξένων οἰκητόρων πληροῦσθαι. Τοῦτο δὲ μετὰ τὴν τοῦ
15Σωτῆρος παρουσίαν ἐγένετο. Πρότερον δὲ οὐ φαίνον‐ ται ἀλλόφυλοι τὴν Ἰουδαίαν οἰκήσαντες. Πρὶν μὲν γὰρ ἀπαχθῶσιν εἰς Βαβυλῶνα οἱ ἀπὸ τοῦ Δαβὶδ ἐβα‐ σίλευον· κατὰ δὲ τὴν αἰχμαλωσίαν ἔρημος ἦν παν‐ τελῶς· μεθ’ ὃ πάλιν Ἰουδαῖοι ταύτην κατῴκησαν
20μέχρι τῆς Ῥωμαίων πολιορκίας. Μεθ’ ἣν ἄβατος αὐτοῖς ἡ πόλις ἐγένετο. Μέτοικοι γὰρ ὑπὸ Ῥω‐ μαίων ἀχθέντες τῶν τόπων ἐκράτησαν. Τὰ δὲ μέλλοντα.
35 ι.—καʹ. Καὶ νῦν εἰσέλθετε εἰς τὰς πέτρας, καὶ κρύπτεσθε εἰς τὴν γῆν ἀπὸ προσώπου τοῦ φόβου Κυρίου, καὶ ἀπὸ δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν, κ.τ.λ .................
40................. τέλος αὐτὰς ἀποῤῥίψουσι φόβῳ τοῦ θραύοντος Κυ‐ ρίου τὴν γῆν· ἃ δὴ καὶ ἐπὶ τῆς πρώτης παρουσίας ἐκ μέρους γεγένηται. ἐληλεγμένων τῶν πάλαι νομι‐ ζομένων θεῶν. Ἑαυτοῖς γὰρ ἐπικουρεῖν οὐ δεδύνην‐
45ται. Διὸ τεταπείνωνται μὲν οἱ τούτων προσκυνηταί· ὁ δὲ τῶν ὅλων ὕψωται Κύριος. Καὶ δεδιότες τὴν τῆς πολυτελοῦς ὕλης τῶν ζοάνων ἀφαίρεσιν, ταῦτα κατὰ τὴν προφητείαν ἀπέκρυπτον ἐν ἀφεγγέσι χωρίοις, τοὺς βασιλικοὺς ἄνδρας λανθάνειν πειρώμενοι. Τὸ

1884

(50)

δὲ μὴ κείμενον παρὰ τοῖς ἑβδομήκοντα, παύσα‐ σθε ὑμῖν ἀπὸ τοῦ ἀνθρώπου, δοκεῖ μὲν ἀνακολού‐ θως τοῖς πρόσθεν ἐπάγεσθαι. Πλὴν ἐπειδὴ πολλὰ περὶ τῶν ὑπερηφάνων καὶ μετεώρων προλέλεκται, παρ‐ αινεῖ νῦν ὁ λόγος μὴ προσέχειν ἐκείνοις, μηδ’ εἰς
55θνητὸν ἐλπίζειν τινὰ, καὶ τὴν πᾶσαν ἐν τοῖς μυ‐
κτῆρσι κεκτημένον ζωήν. Ἴσως δὲ καὶ ταῖς ἀοράτοις1883

1885

προστάσσει δυνάμεσιν, ἃς νυκτερίδας ὠνόμασε τρο‐ πικῶς, ἀπέχεσθαι λοιπὸν τῆς ἀνθρώπων ἐπιβουλῆς ἀσθενῶν μὲν ὄντων κατὰ τὴν σάρκα, τιμίων δὲ, καὶ μηδὲν ἀζήτητον ἐχόντων παρὰ Θεοῦ. Τὴν δὲ προκει‐
5μένην ῥῆσιν ἄλλως ἄνωθέν τινες ἐκλαμβάνουσι λέ‐ γοντες, ἄλλη παράκλησις αὐτὴ πρὸς τὸν οἶκον Ἰα‐ κὼβ, ἐπὶ τὸ συμφέρον παρακαλοῦσα. Ὡς γὰρ ἡ, δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου· καὶ ὡς ἡ, δεῦτε καὶ πορευθῶμεν τῷ φωτὶ Κυρίου· οὕτω
10καὶ τὸ, εἰσέλθετε εἰς τὰς πέτρας, καὶ κρύπτεσθε εἰς τὴν γῆν, ἀπὸ προσώπου τοῦ φόβου Κυρίου. Τίς δὲ τολμήσει συκοφαντεῖν τὴν Γραφὴν, ὡς συμ‐ βουλεύουσαν ἀπὸ προσώπου τοῦ φόβου Κυρίου φυγεῖν, ἐν ταῖς κοιλότησι κρυφθέντας τῆς γῆς;
15«Ποῦ γὰρ, φησὶ, πορευθῶ ἀπὸ τοῦ πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; Τῶν τοίνυν ἠριθμημένων πρόσθε κακῶν μία τίς ἐστιν ἀπαλλαγὴ, τὸ εἰσελθεῖν εἰς τὴν σκέπην τῆς πέτρας, εἰς τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως, ὅπου καὶ Μωϋ‐
20σῆς ἐτέθη μέλλων ἰδεῖν τὸν Θεόν. Καὶ τὸ, Κρυφθῆ‐ ναι τῇ γῇ θάπτοντας ἑαυτοὺς διὰ τοῦ βαπτίσματος, ὡς ἂν συνταφέντες αὐτῷ, καὶ τεθνηκότες τῇ ἁμαρτίᾳ ἐν καινότητι ζωῆς περιπατήσωμεν. Οὕτω γὰρ ἐκκλί‐ νομεν ἀπὸ τοῦ φόβου Κυρίου θραύοντος τὴν γῆν,
25τὰ γήϊνα καὶ τὸν χοϊκὸν, ἵνα τὴν ἐν τῷ πνευματικῷ ζωὴν ἀνεμπόδιστον ἔχωμεν. Οὕτω δὲ φθᾶσαι τὴν μετ’ ἰσχύος αὐτοῦ καὶ δόξης ἀνάστασιν. Καὶ ἵνα μὴ νομίσῃς ἀναχώρησιν ἀπὸ Θεοῦ συμβουλεύειν σωμα‐ τικὴν, δείκνυσιν ἐξ ὕψους ἀποσκοπεύοντα τὸν Θεὸν
30οὐδὲν τῶν κάτω λανθάνειν. Ταπεινὸς δὲ ἄνθρωπος οὐδὲν ὢν ἐν παραθέσει Θεοῦ, ἢ ὁ τὴν ἀλαζονείαν ἀπο‐ θεὶς μετρίῳ φρονήματι, ἢ ὁ πεσὼν ἐξ ὕψους δι’ ἁμαρτίαν· ἐν ἐπαίνῳ δὲ νῦν ἡ τοῦ ὕψους τῶν ἀν‐ θρώπων ταπείνωσις εἴρηται, ἀποτιθεμένου τοῦ μα‐
35ταίου φρονήματος πρὸς τὴν ἰδίαν ἀπανιόντων ἀξίαν. Ἐπὶ κακῷ γὰρ ἐλέγετο τὸ, ἔκυψεν ἄνθρωπος, καὶ ἐταπεινώθη ἀνήρ. Νῦν γὰρ ὁ λόγος περὶ τῶν ὑποφυ‐ γόντων τῇ πέτρᾳ καὶ συνταφέντων Χριστῷ. Τὸ γὰρ ταπεινὸν ἐπιγνόντες τῆς φύσεως, μόνῳ τὸ, ὕψος
40μαρτυροῦσι Θεῷ, Ἐκείνῃ δὲ, φησὶ τῇ ἡμέρᾳ, ὥσπερ ὡμολογημένης διαλεγόμενος, ἢ μὴ σωματικὸν φῶς ἄρχον καὶ λῆγον ἀποτελεῖ, ἀλλ’ ἔστιν ἀκίνητος, ὁμοῖα πρὸς ἑαυτήν· ἐν ᾗ μόνος, φησὶν, ὑψωθήσεται Κύ‐ ριος Πᾶν γὰρ ὕψος, καὶ πᾶσα λαμπρότης, κἂν αὐ‐
45τῶν εἴη τῶν νοερωτέρων δυνάμεων, τῇ τῆς θείας ὑπερβολῇ δόξης ἀφανίζεται· πᾶν τε μέγα προφητῶν τε, καὶ ἀποστόλων, καὶ τῶν ἐν οὐρανῷ πάντων, ἐκείνου φανέντος, ταπεινωθήσεται. Πρὸς ἡμᾶς γὰρ τοὺς πτωχοτέρους μεγάλα ταῦτα καὶ ὑψηλά. Πρὸς

1885

(50)

αὐτὸν γὰρ, οὐδεὶς οὐ δυνατὸς, οὐ σοφός. Πρὸς ὃν καὶ Μωϋσῆς ἰσχνόφωνος καὶ βραδύγλωσσος, καὶ Ἀβραὰμ γῆ καὶ σποδός. Ὡς γὰρ φῶς καὶ λυχνία ὄντα τῷ φωτὶ τῆς σταθερᾶς μεσημβρίας ὑπεραυγάζονται· τὴν ἡμέραν δὲ Κυρίου, φησὶν, ἐπὶ πάντα ὑβριστὴν
55καὶ ὑπερήφανον. Ἀρχὴ γὰρ αὐτὴ κακῶν. Κόρῳ γὰρ1885

1888

ἐξυβρίσας ὁ διάβολος ἀπέστη Θεοῦ κοινωνοὺς ἑτέρους λαβὼν, λέγων· «Ἐπάνω τῶν ἄστρων θήσομαι τὸν θρόνον μου·» ἄλλα τε εἰπὼν ἔφη· «Ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ.» Ἐχρῆν τοίνυν ἐντεῦθεν ἄρξασθαι τὴν
5ἐκδίκησιν. Προηγεῖται δὲ τῆς ὑπερηφανίας ἡ ὕβρις. Ὁ γὰρ τοὺς ἄλλους διαπτύων, ἀλαζονείαν προοιμιά‐ ζεται. Τὸ ὑπερφαίνεσθαι γὰρ ἡ ὑπερηφάνεια δηλοῖ. Κολάζεται γὰρ ὁμοιοτρόπως τὰ συγγενῆ πλημμελή‐ ματα. Τῇ δὲ σχέσει διαφέρει τούτων ὁ ὑψηλὸς καὶ
10μετέωρος. Καὶ καθ’ ἑαυτὸν γὰρ ὢν ἑαυτὸν ὑψοῖ καὶ ἐπαίρει, διὰ κουφότητα μηδὲν ἔχων ἐστηριγμένον. Ἑαυτὸν δὲ ἀγνοήσας κολάζεται. Ἁμαρτία γὰρ, φη‐ σὶν, ἐστὶν ὁ μετεωρισμός. Τοὺς ἀναισθήτως δὲ φυ‐ σιουμένους, κέδρους τοῦ Λιβάνου καλεῖ. Ὑψηλαὶ
15γὰρ αὐταὶ λίαν ἀχρήστους ποιοῦσαι καρποὺς, οὐ γηρῶσαι ῥᾳδίως, οὔτε κατασηπόμεναι. Πλήρης δὲ πάσης ἦν εἰδωλολατρείας ὁ Λίβανος· καὶ τὰς ἐμφι‐ λοχωρούσας αὐτῷ δυνάμεις ὀλεθρίας αἱ κέδροι ση‐ μαίνουσι, τὰ τῆς πονηρίας ὑψώματα τὰ ἐπαιρόμενα
20κατὰ τῆς γνώσεως τοῦ Θεοῦ· περὶ ὧν, φησὶν ὁ Δα‐ βίδ· «Συντρίψει Κύριος τὰς κέδρους τοῦ Λιβάνου.» Σημαίνουσι δὲ καὶ τὰ ἤθη τὰ διακενῆ ἐπαιρόμεναι χωρὶς ὑποκειμένων καρπῶν· ἔστι γὰρ ἐπί τινι τῶν πλεονεκτημάτων, εἰ καὶ κακῶς, ὅμως δι’ αἰτίαν ἐπ‐
25αίρεσθαι. Καὶ πῶς οὗτοι, Λιβάνου; Πρῶτον μὲν, ὅτι δαιμονιῶδες πᾶν ἔπαρμα· ἔπειτα, ὅτι τὰ ἐπ’ ὄρους δένδρα, ἀλλοτρίῳ ὕψει μείζονά πως δοκεῖ. Τοιοῦτοι δὲ καὶ οἱ τοῖς μὴ ἐφ’ ἡμῖν ἐπαιρόμενοι. Εὕροις δ’ ἂν καὶ κέδρους ἐπαινουμένας. «Χορτα‐
30σθήσονται γὰρ τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου ἃς ἐφύτευσε.» Καὶ «Αἰνοῦσι τὸν Κύριον ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι.» Δείκνυται γὰρ, ὡς οὐδὲν τῇ φύσει κακόν. Παρ’ ἑαυτὸν δέ τις ἀλλο‐ τριοῦται Θεοῦ, καὶ συνάπτεται. Αὐταὶ δὲ τοῦ Λιβά‐
35νου κοπτόμεναι (ὅ περ ἐστὶν εἰδωλολατρείας) εἰς τὴν κατασκευὴν παραλαμβάνονται τοῦ ναοῦ· μένου‐ σαι δὲ κατ’ αὐτὴν συντρίβονται. Καθόλου μέν τοι, καὶ τὰ τῶν ζώων ἤθη, καὶ τὰ τῶν φυτῶν εἴδη, εἰς τὸ ποικίλον τῆς προαιρέσεως τῶν ἀνθρώπων λαμβάνε‐
40ται. Δένδρον δὲ βαλάνου Βασᾶν, σκληρὸν ἦθος δηλοῖ καὶ ἀντίτυπον. Τοὺς δὲ τοιούτους, καὶ ἡ κοινὴ συνήθεια παρεικάζει δρυῒ, ἧς ὁ καρπὸς χοίρων τρο‐ φή. Ὅθεν δένδρον αἰσχύνης ὠνόμασται. Τοῦτο γὰρ τὸ Βασᾶν ἑρμηνεύεται. Κολάζονται οὖν καὶ ὧν ἡ
45δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν. Κατὰ δὲ τὸ ῥητὸν, χω‐ ρίον τοῦτο τῆς Ἰουδαίας εἶναί φασι τὴν Βασᾶν, τὴν νῦν Βαταναίαν, δένδρων ἀρίστην τροφόν. Οὐ μόνον δὲ τὸν ἀσελγῆ βίον, ἀλλὰ καὶ τὴν εἰδωλολατρείαν, αἰσχύνην φησὶν ἡ Γραφή. Ὡς Ἐλιοῦ πρὸς Ἀχαὰβ,

1888

(50)

«Ἀποστεῖλαι, φησὶ, πρὸς αὐτὸν, εἰς τὸν Κάρμηλον τοὺς προφήτας, τῆς αἰσχύνης ἄνδρας, οἳ ἤσθιον τὰς τραπέζας Ἰεζαβέλ.» Πλὴν, «Πᾶν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν εἰς πῦρ ἐμβάλλεται κοπὲν ἐν τῇ Κυ‐ ρίου ἡμέρᾳ.» Καὶ ἐπὶ πᾶν ὄρος, φησὶ, καὶ ἐπὶ
55πάντα βουνόν. Πονηραὶ δυνάμεις αὐταὶ, μέτρα τῶν1887

1889

ἀδικημάτων ἔχουσαι τὴν πρὸς ἀλλήλας διαφορὰν, ὡς ὄρη τε καὶ βουνοὶ τοῖς ὑποκειμένοις διαφέροντα. Κακεῖ γὰρ προαίρεσις μία τῷ μεγέθει διάφορος. Ὁ δὲ πύργος, ὑψηλὸν σκοπευτήριον πρὸς φυλακὴν πό‐
5λεως, καὶ γνῶσιν ἐφόδων πολεμικῶν, ὁποῖος ἡμῖν ὁ νοῦς ἐδόθη παρὰ Θεοῦ, φυλακτικὸς μὲν ἀγαθῶν, προβλέπων δὲ τοὺς ἐπιβουλεύοντας. Οὐ χρὴ δὲ τοῦτον ἐν αὐτῷ διὰ τῶν γηΐνων τὴν εἰς οὐρανὸν ἄνοδον πραγματεύεσθαι. Καταβαίνει γὰρ ὁ Κύριος πρὸς αὐ‐
10τὸν κάτω πεσόντα διὰ τὸ φρόνημα, διασπῶν ἐπὶ σω‐ τηρίᾳ τὴν πρὸς τὰ κακὰ συμφωνίαν αὐτοῦ· περὶ οὗ τῆς οἰκοδομῆς κελεύει πρῶτον ψηφίζειν ὁ Κύριος, εἶτα πρὸς ἀπαρτισμὸν ἐκτησάμεθα. Τοῦτον ὑψηλο‐ φρονοῦντα δεδιέναι δεῖν τὴν ἡμέραν Κυρίου φησίν.
15Καὶ τὸ τεῖχος δὲ φυλᾶττον πόλιν, τῶν πολεμίων τὰς προσβολὰς ἀποκρούεται.
28 Οὕτω καὶ λόγων τῶν ἐν ἡμῖν, οἱ μὲν τῶν τῆς ἀλη‐ θείας δογμάτων φυλακτικοὶ, τῷ νῷ πρὸς τὸ μὴ κα‐
30θαιρεῖσθαι τὰ δόγματα περικείμενοι· οἱ δὲ πρὸς ὀχύρωσιν ψεύδους, καὶ φυλακὴν ματαιότητος ἐκ τῆς ἔξωθεν ἐπινοίας ἐπιτηδευόμενοι. Τεῖχος γὰρ ἡ δια‐ λεκτικὴ, μὴ συγχωροῦσα τοῖς βουλομένοις διαρπᾶσαί τε καὶ διαλῦσαι τὰ δόγματα. Διὸ τὰ μὲν τῆς Ἱερου‐
35σαλὴμ τείχη ἐπὶ τῶν χειρῶν ἀναγέγραπται τοῦ Κυ‐ ρίου· τὰ δὲ Ἱεριχοῦς ὑπὸ Ἰωσιοῦ καθαιρεῖται φωνῇ μόνῃ διαλυόμενα. Ἄνω μὲν οὖν μόνα κατηγορεῖται τὰ ὑψηλά. Ἐνταῦθα δὲ, καὶ τὰ ἰσχύν τινα μετὰ τοῦ ὕψους ἔχοντα τὴν ἐν ταῖς ἀποδεικτικαῖς μεθόδοις
40ἐπὶ πολὺ κραταιωθεῖσαν πιθανότητα, καὶ ὑψωθεῖ‐ σαν, τεῖχος ὑψηλὸν τροπικῶς λέγοντος τοῦ προ‐ φήτου διαβεβαιουμένου ἐν ἡμέρᾳ Κυρίου τοῦτο καθ‐ αιρεθήσεσθαι. Γυμνασίας δὲ χάριν διὰ ὀνομάτων αὐτὰ παραδίδωσιν ἡ Γραφὴ μηδὲν εἰκῆ προσίεσθαι,
45μηδὲ τὸν νοῦν ἔχειν χαμαὶ συνεθίζουσα. Μετὰ δὲ τὸν ὑψηλόφρονα νοῦν, καὶ τοῖς ταπεινοῖς οὐ συναπα‐ γόμενον, καὶ περὶ σωμάτων αὖθις αἰνίττεται, πλοῖα ταῦτα θαλάσσης εἰπών. Οὐ τοῖς ἀψύχοις γὰρ φοβερὰ ἡ τοῦ Κυρίου ἡμέρα· τοῖς δὲ διὰ τῶν σω‐

1889

(50)

μάτων ἐν τῷ ἁλμυρῷ τοῦ βίου τοῦ τούτου κλύδωνι σαλευομένοις, ὃν δὴ καταπατοῦσιν οἱ ἐν σαρκὶ ζῶν‐ τες, καὶ μὴ κατὰ σάρκα στρατευόμενοι, ποιοῦντες ἐργασίαν ἐν ὕδασιν πολλοῖς, ὅτε καὶ τῷ βίῳ συγκα‐ ταβαίνουσιν ἐπὶ τὸ τῶν βεβυθισμένων κερδάναι τι‐
55νάς. Διὸ εἴδοσαν τὰ ἔργα Κυρίου, μισθὸν τῆς ἐργα‐1889

1892

σίας τὴν σύνεσιν τῶν ἔργων Κυρίου, καὶ τῶν ἐν τῷ βυθῷ θαυμασίων λαμβάνοντες. Ἀπειλεῖ δὲ καὶ τοῖς τὰ σώματα καλλωπίζουσιν, καὶ περὶ τὴν τούτων θέαν περιέργως ἐπτοημένοις. Οὐ γὰρ ἡ τῶν πλοίων θέα
5φοβερά· ἀλλ’ ἡ πρὸς ἐπιθυμίαν τοῦ σώματος κατα‐ νόησις. Ὅτι δὲ τὰ περὶ τῶν προειρημένων ἐστιν αἰνίγματα, δεδήλωκεν εἰπών· καὶ ταπεινωθήσεται πᾶς ἄνθρωπος τοῦτ’ ἕστι πᾶσα ἰδέα τῶν ἐν ἀνθρώ‐ ποις κακῶν καταπεσεῖται. Μόνος δέ φησιν ὁ Κύριος
10ὑψωθήσεται. Φωτὸς γὰρ ἀναφανέντος, ἀφανίζεται σκότος, καὶ ἀληθείας ἀποδειχθείσης, ἡ τοῦ ψεύδους φύσις ἐλέγχεται. Καὶ πάσης τῆς ἀληθινῆς θεωρίας καταληφθείσης, εὐκαταφρόνητα τὰ δοκοῦντα πρὶν ὑψηλὰ καὶ μετέωρα, πάσης λογικῆς φύσεως τὸ
15ὕψος μόνον μαρτυρούσης Θεῷ. Ἐπιπεπλεγμένως δὲ περὶ τῶν δύο τοῦ Κυρίου παρουσιῶν ἡ Γραφὴ διαλέγεται. Τὰ μὲν γὰρ προειρημένα, περὶ τῆς δευ‐ τέρας. Τὰ δὲ περὶ τῶν εἰδώλων ἐπιφερόμενα, περὶ τῆς πρώτης, ἀφ’ ἧς τὰ εἴδωλα, ξύλα καὶ λίθοι νομί‐
20ζεται. Σταυροῦ δὲ καὶ θέαν καὶ τοὔνομα φεύγουσι δαίμονες. Οὐκ ἀπᾴδει δὲ παντελῶς οὐδὲ τῆς δευτέρας ὁ λόγος, ἥτις πρὸς τὴν τελείαν τῆς ἀσεβείας ἴδοι καθαίρεσιν. Εἴδωλα δὲ, καὶ τὰς ἐντυπωθείσας περὶ ψευδῶν δογμάτων φαντασίας ἐλέγομεν. Τοῦ τοίνυν
25ἀληθινοῦ φανέντος φωτὸς, ἕκαστος τῶν ἰδίων δογμά‐ των κατεγνωκὼς, ἐξαφανίσαι ταῦτα σπουδάσει ἐν οἱονεὶ σπηλαίοις καὶ τρώγλαις ἐγκατακρύψας αὐ‐ τὰ, ὁρῶν ἐκ τῆς ἐνεργείας τὰ φοβερὰ τοῦ Θεοῦ θραύοντος τὰ ὑλικά τε καὶ γήϊνα πρὸς τὴν τῶν πνευ‐
30ματικῶν ἤδη φανέρωσιν, καὶ ὡς δεῖ, ἐξαφανισθῆναι τοῦ χοϊκοῦ τὴν εἰκόνα, ἵνα ἡ τοῦ ἐπ’ οὐρανίου ἀνα‐ φανῇ. Ἀλλ’ οἱ τὸ πρῶτον τὰ εἴδωλα κατακρύψαντες, ὕστερον ἐκβάλλουσιν. Δεῖ γὰρ πρῶτον ἐπαισχυνθῆ‐ ναι τῷ ψεύδει, εἶτα καὶ ἐκβαλεῖν τῆς καρδίας, Καὶ
35ἀργυρᾶ μὲν εἴδωλα, τὰ λόγοις πιθανοῖς ψευδῆ συγ‐ κείμενα δόγματα. Χρυσᾶ δὲ, οἱ ἐν τῇ διανοίᾳ περὶ τοῦ ψευδοῦς ἐναποκείμενοι. Προσκυνεῖ δὲ τὰς νυκτερίδας ὁ τὴν τῶν δαιμόνων τὴν δύναμιν συγ‐ γενῆ οὖσαν τῷ σκότῳ θεοποιῶν· ὧν τις παυσάμενος
40εἰς τὰς τρώγλας εἰσελθεῖν τῆς στερεᾶς πέτρας ζητήσειεν. Μόναι δὲ αὗται κατὰ τὴν ἀναλογίαν τῆς εἰς Χριστὸν πίστεως διαιρούμεναι. Σχισμαὶ δὲ πε‐ τρῶν, τοῦ σώματος αὐτοῦ τὸ πάθος σημαίνου‐ σιν, ᾧ προσφυγεῖν καὶ ἐγκατακρυφθῆναι τῇ σκέπῃ
45πάντες εὔχονται διαπαντὸς οἱ σωζόμενοι· κατὰ δὲ τὸν ῥητὸν, γέλωτος ἀξίαν τὴν τῶν Ἰουδαίων ἀπο‐ φαίνεται σκέψιν, εἰ κατακρύπτουσι τοὺς θεοὺς καὶ σώζειν τοὺς προσκυνουμένους ἐπείγονται, τὸ τούτων ἀδρανὲς οἷς ποιοῦσι σημαίνοντες, μὴ σὺν αὐτοῖς αἰχ‐

1892

(50)

μάλωτοι τοῖς πολεμίοις γενήσονται. Οὐδὲν γὰρ ἀπώ‐ ναντο τῶν εἰδώλων οἱ ταῦτα κατασκευάσαντες. Καὶ τάχα που ταῖς νυκτερίσιν ἀνεδείμαντο τοὺς ναούς. Ἐμφιλοχωρεῖ γὰρ τοῖς ἀφεγγέσι τόποις τὸ ζῶον,
οὓς δὴ καὶ δυσωδίας πληροῖ. Ἀναλογίσονται τοίνυν1891

1893

ὅτι δὴ μᾶλλον νυκτερίσι προσεκύνουν τοῖς εἰ‐ δώλοις ἐμφωλευούσαις αἴσθησιν ἐχούσαις τοῖς τούτων καταγωγίοις ἀναισθήτοις ὑπάρχουσιν. Συγκατορύττε‐ σθαι δὲ τοῖς ἑαυτῶν θεοῖς ἐσπουδάκασιν, ἀλλ’ οὐ μετὰ
5Θεοῦ τῶν ὅλων ὄντες ἐκρύπτοντο, ἀλλ’ ὁ Φαραὼ διώκων κατεποντίζετο. Ἀλλ’ οὐδὲ Ῥαψάκου ταῖς ἀπειλαῖς μα‐ νέντος ὁ Θεὸς ἀπεκρύπτετο τὸν ἀσεβῆ τιμωρούμενος.
13tΚΕΦΑΛ. Γʹ.
14α—ιαʹ. Ἰδοὺ δὴ ὁ Δεσπότης Κύριος Σαββαὼθ
15ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας, καὶ ἀπὸ Ἱερουσαλὴμ ἰσχύοντα καὶ ἰσχύουσαν, ἰσχὺν ἄρτου, καὶ ἰσχὺν ὕδατος. Γίγαντα καὶ ἰσχύοντα, καὶ ἄνθρωπον πολεμιστὴν, κ.τ.λ. Εἰπὼν περὶ τῆς ἡμέρας τῆς ἐκδικήσεως, νῦν ἐξ
20ἑτέρας ἀρχῆς ἀφαίρεσιν ἀπειλεῖ τῶν ἐν τῷ προτέρῳ λαῷ τῶν τοῦ Θεοῦ χαρισμάτων, οὐ δι’ εἰδωλολα‐ τρείαν εἰπὼν, οὐ δι’ ἄλλας ἀφαιρεθήσεσθαι πράξεις, διὰ δὲ τὴν βουλὴν, ἣν κατὰ τοῦ δικαίου, φησὶν, ἐβουλεύσαντο. Τοὺς προφήτας γὰρ ἀποκτείναντες,
25τέλος καὶ τῷ Δεσπότῃ πάντων ἀσεβῶς ἐπεμάνησαν, τὸν ἀρχηγὸν τῆς ζωῆς, ὅσον ἧκεν εἰς αὐτοὺς, ἀποκτεί‐ ναντες, ἀφαιρεῖ δὲ πρῶτον ἰσχύοντα καὶ ἰσχύου‐ σαν, κατὰ δὲ Ἀκύλαν, ἔρεισμα καὶ ἐρεισμόν. Κατὰ δὲ τὸν Σύμμαχον, Στήριγμα καὶ στηριγμὸν, δηλῶν,
30κατὰ τὸν λόγον τὸν ἀποστολικὸν, τοὺς κατὰ Θεὸν διαπρέποντας, οὓς καλεῖ στύλους καὶ ἑδραιώματα. Τοιούτους γὰρ εἶχεν καὶ ὁ πάλαι λαὸς ἰσχύεν δὲ καὶ ὁ θείᾳ ῥοπῇ κρατῶν τῶν παθῶν. Τοιοῦτος δὲ νῦν παρ’ Ἰουδαίοις οὐδείς. Οὐ γὰρ δύνανται λέγειν,
35«Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ.» Ἠσ‐ θένησαν γὰρ τῇ διὰ τὸν σταυρὸν ἀπιστίᾳ. Ὁ γὰρ μὴ ἔχων τὸν Χριστὸν, τὴν τοῦ Θεοῦ δύνα‐ μιν τὴν ἰσχὺν, οὐκ ἔχει. Ἰσχύν τε ἄρτου, φησὶ, καὶ ἰσχὺν ὕδατος. Οὐκ ἄρτον οὔτε ὕδωρ ἁπλῶς,
40ἀλλ’ ἰσχὺν ὃ δὴ προφήτης ἄλλος ἡρμήνευσεν εἰπών· «Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἀποστελῶ λιμὸν ἐπὶ τὴν γῆν, οὐ λιμὸν ἄρτου, οὐ δὲ δίψαν ὕδα‐ τος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου,» ὧν νομίζουσι μεταλαμβάνειν ἐν τῷ διέρχεσθαι τὰς θείας
45Γραφὰς, φιλοκαλεῖν τε τὴν τούτων ἐκμάθησιν, οὐκ ἔχοντες τὴν τῶν θρεπτικῶν λόγων ἰσχὺν, καὶ πηγῆς τῆς ζωοποιοῦ. Ἄρτου δὲ περὶ οὗ φησιν ὁ Δαβὶδ, «Ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς.» Καὶ ὑδάτων περὶ ὧν φησιν ὁ προφήτης· «Ἀντλήσατε ὕδωρ μετ’

1893

(50)

εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ Σωτηρίου. «Καὶ ὁ Σωτὴρ, «Ὃς δ’ ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, γενήσεται πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν
αἰώνιον.» Καὶ πάλιν, «Ἡ σάρξ μου, φησὶν, ἀλη‐1893

1896

θής ἐστι βρῶσις, καὶ τὸ αἷμά μου ἀληθής ἐστι πό‐ σις·» ἃ μὴ ἔχοντες, οὐκ εἶχον ἰσχὺν ἄρτου καὶ ὕδατος. Ἐξ ἀσθενῶν δὲ τροφῶν, ἀσθενεῖς οἱ τρεφό‐ μενοι. Ἐπέλιπε δὲ αὐτοῖς καὶ ἡ ἰσχὺς τοῦ προφη‐
5τικοῦ πνεύματος, καὶ κατάδιψοι τούτου τυγχάνου‐ σιν. Ἔστι δὲ καὶ παρ’ ἡμῖν τροφὴ ἰσχὺν μὲν οὐκ ἐμποιοῦσα, κωλύουσα δὲ τελευτᾷν· ἧς οἱ Κορίνθιοι νήπιοι ὄντες μετέλαβον. Ἀλλὰ καὶ λάχανα ἀσθε‐ νούντων τροφή, Τελείων γὰρ ἦν στερεὰ τροφή. Δεῖ
10δὲ τοὺς ὀφθαλμοὺς ἀνοῖξαι πρὸς τὸ τοιούτου ἐμπλη‐ σθῆναι ἄρτου καὶ ὕδατος. «Διάνοιξον γὰρ, φησὶ, τοὺς ὀφθαλμούς σου, καὶ ἐμπλήσθητι ἄρτων.» Καὶ διηνοίγησαν, φησὶ τῆς Ἄγαρ οἱ ὀφθαλμοὶ, καὶ ἴδεν τὸ ὕδωρ. Καὶ ἄλλως δὲ τῶν Ἰουδαίων ἀφῄρηται ὁ
15ζωοποιὸς ἄρτος, ὃς δίδωσι τῷ κόσμῳ ζωὴν, καὶ τὸ ὕδωρ τοῦ ἁγίου βαπτίσματος, καὶ ἡ ἰσχὺς αὐτοῦ ἡ τῶν ἁμαρτιῶν ἀπόθεσις, ἡ πνευματικὴ ἀνακίνη‐ σις ἡ συμμόρφους ἐργαζομένη Χριστοῦ, καὶ τὸ παῤῥησίαν ἔχειν εἰς οὐρανῶν βασιλείαν· «Ἐὰν γάρ
20τις, φησὶ, μὴ γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.» Γίγαντα δὲ, οὔτε τῶν Ἑβραίων ἡ φωνὴ, οὔτε οἱ λοιποὶ τῶν ἑρμηνευσάντων ὠνόμασαν· ἀντὶ δὲ τού‐ του, Ἀκύλας μὲν δύνατον, ὁ δὲ Σύμμαχος ἀνδρεῖον,
25ὁ δὲ Θεοδοτίων δυνάστην ἐξέδωκαν. Πλὴν ἐπὶ καλοῦ τὴν γίγαντος ἐνταῦθα προσηγορίαν εὑρίσκομεν, ὡς κἂν τῷ, «Ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδόν.» Δηλοῖ δὲ τὸν εἰς ἄκρον ἰσχύος ἐλθόντα πνευματικῆς. Ἰσχύοντα δὲ, τὸν ὑποβεβηκότα βραχὺ, καὶ τῆς ἐν
30ἐκείνῳ νοουμένης ὑπεροχῆς ἐλαττούμενον. Ἑκάστῳ γὰρ δέδοται χάριτος μέτρον παρὰ Θεοῦ. Φησὶν γὰρ ὁ Παῦλος, «Θέλω δὲ πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν. «Ἀλλ’ ἕκαστος ὑμῶν ἴδιον ἔχει χάρισμα ἀπὸ Θεοῦ, ὁ μὲν οὕτως, ὁ δὲ οὕτως.» Δύναιτο δ’
35ἂν καὶ ἄλλως γίγας μὲν δηλοῦν τὸν ἐκ φύσεως ἔχοντα προτερήματα εἰς ἀνάληψιν ἐπιστήμης, ἢ πρὸς ἄσκη‐ σιν ἀρετῆς· φυσικὴ γὰρ ἡ τῶν γιγάντων ἰσχὺς, ἰσχύων δὲ, τὸν ἐκ μελέτης καὶ πόνων τὸ ἐκ φύσεως ἀγαθὸν τελειώσαντα. Οὐκ ἔτι δὲ παρ’ Ἰουδαίοις
40πολεμισταί· οὐδὲ γὰρ ἐναριθμοῦνται τοῖς στρατιω‐ τικοῖς καταλόγοις. Νικῶνται δὲ ταῖς ἡδοναῖς καὶ πάθεσι ψυχικοῖς, καὶ λόγοις ἐναντίοις, κρατεῖν οὐκ‐ έτι δυνάμενοι· ἀλλ’ οὐ δὲ ταῖς κατὰ νοῦν δικάζειν ἐν‐ νοίαις. Οὐκ ἔχουσι γὰρ τὸν κατευθύνοντα πρὸς τὸ
45δέον Θεόν· ἀλλ’ οὐ δὲ περὶ τῶν προσπιπτόντων κρί‐ νειν ἴσασιν, ὅπερ ἀρέσκον ἐστὶν αὐτῷ. Οὗτοι δὲ καὶ παρεδόθησαν δικασταῖς τοῖς αἰχμαλωτίσασιν αὐτοὺς, αὐτοὶ μηκέτι δικάζοντες· καὶ ἐν Ἐκκλησίᾳ δὲ πο‐ λεμισταὶ μὲν, οἱ τὴν τοῦ Κυρίου πανοπλίαν ἀναλαμ‐

1896

(50)

βάνοντες, καὶ πρὸς τὰς τοῦ διαβόλου μεθοδίας γεν‐ ναίως ἱστάμενοι, συγκακοπαθοῦντες τῷ Εὐαγγελίῳ, καὶ μὴ ἐμπλεκόμενοι ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσωσιν. Δικασταὶ δὲ οἱ
τοὺς ἀδελφοὺς συμβιβάζοντες, ἀφ’ ὧν καὶ ὁ κόσμος1895

1897

κρίνεται, οἳ καὶ ἀγγέλους κρινοῦσιν. Ἐὰν δὲ μὴ ὦσιν, ἀλλ’ ἐπὶ τῶν ἀπίστων κρίνονται δι’ ἀπορίαν ἁγίων· καὶ οὕτω σημεῖον ἐγκαταλείψεως.
11 Ἀφαιρεῖ δὲ καὶ προφήτην. Πέπαυται γὰρ παρ’ αὐτοῖς τῆς προφητείας ἡ χάρις. Καὶ ἐσφράγισται ὅρασις καὶ προφητεία κατὰ τὸν Δανιήλ. Μέχρι γὰρ Ἰωάννου παρ’ αὐτοῖς ὑπῆρχεν ἡ προφητεία. Ἐν δὲ
15τῇ Ἐκκλησίᾳ Θεὸς ἔθετο πρῶτον ἀποστόλους, δεύ‐ τερον δὲ προφήτας. «Ἐὰν γὰρ, φησὶ, προφητεύητε, εἰσέλθῃ δὲ ἄπιστος, ἢ ἰδιώτης· ἐλέγχεται.» Ἀλλ’ ὁ μὲν προφήτης, ἀποκαλύψει τοῦ Πνεύματος, προαγο‐ ρεύει τὰ μέλλοντα· ὁ δὲ στοχαστὴς, συνέσει τῇ δι’
20ἐμπειρίαν πραγμάτων, ἐξ ὁμοίου παραθέσεως τὸ μέλλον τεκμαίρεται· ὥσθ’ ὅταν τὰ Σοδομιτῶν ποιή‐ σωμεν, πεισόμεθα παραπλήσια, ἐὰν μετανοήσωμεν, ὡς οἱ Νινευῗται σωζόμεθα. Πρεσβύτερος δὲ οὐχ ἀπλῶς ὁ τῆς προεδρίας ἀξιωθεὶς, ἀλλ’ ὁ φρενῶν
25κοσμούμενος γενναιότητι, καὶ τὸν τοῦ πρεσβυτέρου χαρακτῆρα φέρων ἀκέραιον· μάλιστα μὲν ἄγαμος· εἰ δὲ μὴ, μιᾶς γυναικὸς ἀνὴρ τέκνα ἔχων πιστὰ, καὶ τὰ ἑξῆς· ἀντεχόμενος τοῦ κατὰ τὴν διδασκαλίαν πι‐ στοῦ λόγου, ὡς δυνατὸς εἶναι καὶ παρακαλεῖν ἐν τῇ
30ὑγιαινούσῃ διδασκαλίᾳ, καὶ τοὺς ἀντιλέγοντας ἐλέγ‐ χειν. Δεῖ δὲ προήκειν καθ’ ἡλικίαν πολλῶν πεπειρα‐ μένον διὰ τὸν χρόνον, καὶ τὸ εὐσταθὲς τῶν ἠθῶν ἐκ τῆς ἐπανθούσης αὐτῷ πολιτείας ὑποφαίνοντα. Δόξα γὰρ πρεσβυτέρου πολιαί. Κἂν ἐν ἡλικίᾳ δὲ ἓν
35φρόνημά τι εὕρῃ πρεσβυτικὸν, οὐκ ἀτιμαστέον τὸ δῶρον. Πολιὰ γὰρ, φησὶ, φρόνησις ἐν ἀνθρώποις. Ὧν ἀφῃρημένων τῆς Ἱερουσαλὴμ ψευδώνυμοι νῦν οἱ παρ’ Ἰουδαίοις πρεσβύτεροι. Διὰ δὲ τῆς ἀφαι‐ ρέσεως τοῦ πεντηκοντάρχου, πᾶσαν τὴν εὔτακτον
40περὶ αὐτοὺς οἰκονομίαν δηλοῖ συγχυθήσεσθαι, ἀπὸ μέρους τὸ ὅλον εἰπὼν, ὅσον Ἰοθὸρ Μωϋσεῖ συνεβού‐ λευσεν. Καὶ τὴν πᾶσαν δὲ πολιτικὴν εὐταξίαν παρ‐ ίστησιν. Ἔτι γὰρ συνόντος αὐτοῖς τοῦ Χριστοῦ, καὶ καλοῦντος ἐπὶ ζωὴν τὴν αἰώνιον, ἦσαν ἔτι παρ’ αὐ‐
45τοῖς ἀρχιερεῖς, καὶ ἡγούμενοι Γραμματεῖς καὶ Φα‐ ρισαῖοι. Τὰ δεινὰ δὲ τολμήσαντες κατ’ αὐτοῦ, τῶν ἀγαθῶν ἁπάντων ἐστέρηνται, καὶ συμβούλων τῶν εἰσηγουμένων τὰ δέοντα. Καὶ πρὸς τὰ βιωτικὰ μὲν γὰρ οἱ τοιοῦτοι λυσιτελεῖς, πρὸς δὲ τὰ ψυχικὰ, καὶ

1897

(50)

μάλα τοῖς πειθομένοις σωτήριοι. Ὧν τις ἀπορῶν, σκάφος ἐστὶν ἀκυβέρνητον ταῖς τρικυμίαις ἐκδεδο‐ μένον. Ἀφ’ οὗ δὲ τὸ πονηρὸν συμβούλιον ἐποιήσαντο, τὸ πῶς παραδώσουσιν Ἰησοῦν τὸν θαυμαστὸν, ἀφ‐
ῃρέθησαν σύμβουλον, οὗ τὰς συμβουλὰς ἐθαύμα‐1897

1900

ζον. Ἐξεπλήττοντο γὰρ ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ταῖς δὲ παραινέσεσιν αὐτοῦ οὐκ ἐπείθοντο. Πῶς δὲ οὐ θαυμαστὸς, ἀντὶ τοῦ, Ὀφθαλμὸν ἀντ’ ὀφθαλμοῦ, συμ‐ βουλεύων στρέφειν τῷ παίοντι καὶ τὴν ἄλλην σιαγόνα,
5μὴ ὀργίζεσθαι, μὴ δικάζεσθαι, μὴ ἐπιθυμεῖν κακῶς, μὴ κρίνειν ἐχθρὸν, νικᾷν δὲ ἀγάπῃ τὴν ἔχθραν; Τὸν οὖν τοιαῦτα συμβουλεύοντα, διὰ τὸ μὴ παρα‐ δεχθῆναι παρ’ αὐτῶν, ἀφεῖλεν Κύριος καὶ πρότερον τοὺς προφήτας τὰ εἰς σωτηρίαν Ἰουδαίοις εἰσηγου‐
10μένης. Σοφὸς δὲ ἀρχιτέκτων, πᾶς οἰκοδομεῖν ἐκκλησίαν εἰδὼς, ὡς ὁ Παῦλος εἰπὼν, «Ὡς σοφὸς ἀρ‐ χιτέκτων θεμέλιον τέθεικα.» Καθ’ ὃν καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἀρχιτεκτονεῖ Ἐκκλησίαν Θεοῦ λέγοντα, συνοικοδομεῖσθαι εἰς κατοικητήριον Θεοῦ ἐν πνεύ‐
15ματι. Καὶ τὸ, διὰ τῆς ἐπιχορηγίας τοῦ πνεύματος συνοικοδομεῖσθαι καὶ αὔξειν εἰς ναὸν ἅγιον ἐν Κυρίῳ. Τοὺς οὖν ἀποβαλόντας τὸν θαυμαστὸν σύμβουλον τὸν Θεοῦ Λόγον, ἐρήμους ἐποίησε τοῦ σοφοῦ ἀρχι‐ τέκτονος τοῦ ἁγίου Πνεύματος. Ἀλλὰ καὶ συνετὸν
20ἀκροατὴν ἀφαιρεῖ τὸν ἔχοντα διάκρισιν Πνεύματος, καὶ συνιέντα, τίς μὲν ὁ ἐν Πνεύματι Θεοῦ λαλῶν, τίς δὲ ὁ ἐν Βεελζεβούλ. Διὸ καὶ Παῦλός φησιν· «Γίνεσθε φρόνιμοι τραπεζῖται, πάντα δοκιμάζετε, τὸ καλὸν κατέχετε, ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε.» Εἰ
25δὲ κατὰ τὸν Σολομῶντα, Λόγος πολυτελὴς εἰς ἐπ‐ ήκοον οὖς· ὅπου λόγος οὐκ ἔστιν, οὐδ’ ἀκοῆς χρεία. Τοῦ δὲ θαυμαστοῦ συμβούλου παραιρεθέντος, καὶ ὁ συνετὸς ἀκροατὴς συναφῄρηται.
34Μὴ ὄντος γὰρ ἀργυρίου, τραπεζίτης ἀργεῖ· λυ‐
35πηρὸν δὲ καὶ ὅταν λόγος μὲν ᾖ πλήρης νοημάτων, ὁ δὲ συνιεὶς μὴ παρῇ, τῷ μὴ ἔχειν ὦτα ψυχῆς, ἃ ζη‐ τεῖ Χριστὸς πρὸς τὴν τῶν ἰδίων λόγων ἀκρόασιν, λέ‐ γων, «Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω.» Καὶ ἐκ τού‐ των δὲ πάντων συνίσταται τὸ μετὰ τὴν σωτήριον
40παρουσίαν ταῦτα τέλους τετυχηκέναι· οὔτε γὰρ κατὰ τοὺς Ἡσαΐου χρόνους, οὔτε κατὰ τὴν ὑπὸ Βαβυλω‐ νίων ἅλωσιν, ταῦτα γεγένηται. Πολλοί τε γὰρ συνῆσαν προφῆται πρὸ τῆς πολιορκίας αὐτοῖς. Ἐπὶ τῆς τε Βαβυλῶνος κατὰ τὴν ἐκεῖθεν ἐπάνοδον. Εἶχον δὲ καὶ
45διοικητὰς τοὺς κρίνοντας τὸν λαόν. Ἐν μὲν γὰρ Βα‐ βυλῶνι Δανιὴλ κρίνει τοὺς πρεσβυτέρους. Μετά τε τὴν ἐπάνοδον ἦν Ἰησοῦς, ὁ τοῦ Ἰωσεδὲκ, καὶ Ζωρο‐ βάβελ ὁ τοῦ Σαλαθιήλ. Καὶ μετ’ αὐτοὺς Μακαβαίους ἐγένοντο χρόνους. Καὶ πεντηκόνταρχοι δὲ πάντως

1900

(50)

ὡς ἐν τάξει πολεμικῇ, καὶ ὡς εἰκὸς σύμβουλοι θαυ‐ μαστοὶ, καὶ λόγων σοφῶν ἀρχιτέκτονες, κατὰ Παῦ‐
λον τῆς Ἐκκλησίας τὸν ἀρχιτέκτονα. Καὶ συνετοὶ1899

1901

δὲ ἀκροαταὶ οἳ τοὺς τῶν προφητῶν λόγους ἐνέκρι‐ νον, τοὺς τῶν ψευδοπροφητῶν ἀποδοκιμάζοντες πνεύ‐ ματι κριτικῷ, κατὰ τὸν λέγοντα, ᾧ μὲν προφητείαν δεδόσθαι, ἄλλῳ δὲ διακρίσεις πνευμάτων. Πάντων δὲ
5τούτων ἐκπεσόντες μετὰ τὴν κατὰ τοῦ Σωτῆρος ἐπι‐ βουλὴν ἐμπαίκταις κυρίοις καὶ νεανίσκοις ἄρ‐ χουσι παρεδόθησαν. Διπλῆ δὲ τιμωρία, καὶ ἀφαιρε‐ θῆναι τὰ ἀγαθὰ, καὶ παραδοθῆναι τοῖς χείροσιν. Χα‐ λεπὴ γὰρ τιμωρία, τὸ ὑπὸ νεανίσκων ἄρχεσθαι πό‐
10λιν. Μυρία γὰρ ὑπὸ κουφότητος κακὰ συνέζευκται τῇ νεότητι. Ἑνικῶς δὲ εἰπὼν τὰ χρηστὰ, ἰσχύοντα καὶ ἰσχύουσαν, καί τ’ ἄλλα πρὸς πλῆθος ἀπειλεῖ κακά. Οὐχ ὅτι ἡλικίαν δὲ νέος κατηγορεῖται, ἀλλ’ ὁ νεαρὸς τὸ ἦθος. Ἐπεὶ καὶ πρὸς ... διελέγετο, «Μὴ λέ‐
15γε ὅτι νεώτερός εἰμι,» δεικνὺς μὴ οὖσαν ἐν αὐτῷ τὴν νεότητα, διὰ τὴν τῆς διανοίας τελείωσιν. Ἐμ‐ παῖκται γὰρ κυριεύσουσιν ὑμῶν τῶν παραστησάν‐ των ἑαυτοὺς δούλους τῇ ἁμαρτίᾳ. Ὁ γὰρ κοινὸς ἐχ‐ θρὸς γινόμενος κύριος, οὐχ ὡς ἰδίοις χρῆται τοῖς
20ὑπὸ χεῖρα, ἀλλ’ ὡς ἐχθροῖς ἐμπομπεύει κατεπαιρό‐ μενος αὐτῶν, καὶ κυρίου, οὗπερ τούτους ἀπέστησε. Τοιγαροῦν ὁ τῆς ἐκεῖθεν ἐνεργείας ἐπαισθανόμενος, φησὶν, ὅτι «Αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων.» Τούτους δὲ τοὺς ἐμπαίκτας οὐκ αὐτός φησιν ἐπι‐
25στήσειν ὁ Κύριος, ὡς τοὺς νεανίσκους ἄρχοντας. Ἀφ’ ἑαυτῶν δὲ κυριεύειν, φησὶν, ἑκάστου τὸ κυ‐ ριευθῆναι παρ’ αὐτῶν, διὰ τῶν ἔργων ἐπισπωμένων. Ἐμπαίξαντες δὲ πρὸς τοῦ σταυροῦ τῷ Χριστῷ, νεω‐ τέρᾳ παρεδόθησαν τῇ Ῥωμαίων ἀρχῇ· ἐμπαῖκται
30δὲ καὶ αὐτῶν ἐκυρίευσαν, οὐκ ἔχοντες ἐν ἑαυτοῖς τὴν ἀλήθειαν, μόνον δὲ πρὸς τὸ δοκεῖν διακείμενοι· ἔσθ’ ὅτε καὶ χρήμασιν ὠνούμενοι τὸ καλεῖσθαι ῥαββί. Τοὺς δὲ τοιούτους πῶς οὐκ ἄν τις εἴποι καὶ νέους εἶναι τὸ φρόνημα; τοιούτους ἔστιν αὐτοὺς Ἰουδαίων
35διδασκάλους ἰδεῖν. Ἀπείη δὲ τοιαύτην Ἐκκλησίαν ὁρᾷν ἀγομένην ὑπὸ τῶν πανουργίᾳ δηλούντων τὸν λόγον, ἐν ὑποκρίσει ψευδολόγων, διὰ τῆς χρηστολο‐ γίας καὶ πιθανολογίας ἐξαπατώντων τοὺς ἀκεραίους. Οὓς ἄν τις εἰκότως ἐμπαίκτας καλέσειεν. Ἀλλ’ εἰς
40ὅ τι φέρει ταῦτα τέλος, ἐπήνεγκεν, ὅτι συμπεσεῖ‐ ται ὁ λαὸς ἄνθρωπος πρὸς ἄνθρωπον, πᾶσαν δει‐ κνὺς ἀμιξίαν καὶ ταραχὴν, αἰδοῦς ἁπάσης ἀνῃρη‐ μένης καὶ τάξεως· φανερῶς δὲ, καὶ οὐ δι’ αἰνιγμάτων ἔτι, τὰ τῆς ἐσχάτης ἁλώσεως ἐκδιηγεῖται κακά. Στά‐
45σεως γὰρ καὶ φόνου τὴν πόλιν ἀνέπλησαν, μηδὲ φό‐ βῳ τῶν πολεμίων ἀλλήλοις ὁμονοήσαντες, ἀλλήλοις δὲ φιλαρχοῦντες ἐπῄεσαν, μηδενὸς ἐμμένοντος πρεσβυτέρου διδάγμασιν· ἔχων δέ τις ἐκ βίου τὴν ἀτιμίαν, κατὰ σεμνοῦ τὸν τρόπον ὡπλίζετο. Ἐκτε‐

1901

(50)

τηκότες δὲ λιμῷ, καὶ ἀλλήλων γευσάμενοι, προστά‐ τας τοὺς δοκοῦντας πλουτεῖν ἐπεγράφοντο, καὶ συγ‐ γενεῖς, εἴπως διὰ τὸ γένος ἐπικλασθεῖεν πρὸς ἔλεον, οὐκ ἀγαθοὺς ζητοῦντες ἄρχειν, ἀλλὰ τοὺς τρέφον‐
τας.1901

1904

(4)

Οἱ δὲ πενίαν ἴσην ἀντιπροὐβάλοντο. Κατακρατού‐
5σης δὲ τῆς διαστάσεως, οὐκ ἀπὸ συμφώνου τὴν ἐκλο‐ γὴν τῶν ἄρχειν δυναμένων ἐπεποίηντο. Ἕκαστος δὲ τοῦ προστυχόντος ἐπελαμβάνετο. Ἐληλάσθω δὲ τῆς ἐκκλησίας τὸ πάθος, ὥστε τὸν ἀποροῦντα γαμικῶν ἐνδυμάτων ωχεύοντά τε βρωμάτων πνευματικῶν,
10καὶ τὸν ἀληθινὸν ἄρτον τὸν στηρίζοντα καρδίαν ἀν‐ θρώπου ἐν τῷ κ[ρυπ]τῷ τῆς διανοίας οἴκῳ μὴ ἔχοντα πρὸς ἡγεμονίαν καλεῖν. Καὶ παρὰ μὲν Ἰουδαίοις οἱ καλούμενοι πρὸς ἀρχὴν, ὃ μὴ εἶχον, οὐκ ἐπηγγέλ‐ λοντο. Παρ’ ἡμῖν δέ τινες οὐ Χριστὸν ἐνδεδυμένοι,
15οὐ σπλάγχνα οἰκτιρμοῦ, πρὸς ἀρχὴν πηδῶσι καὶ ἄκλητοι. Ἐδέοντο δὲ ἱματίου εὐσχήμονος, καὶ κο‐ σμίου λόγου, τοῦ καλύπτοντος αὐτῶν τῆς ψυχῆς τὴν ἀσχημοσύνην. Οἱ δὲ κληθέντες οὐ καθόλου τότε παρ‐ ῃτήσαντο τὴν ἀρχὴν, τὴν δὲ τοῦ λαοῦ τούτου. Καὶ
20τὴν αἰτίαν φασὶν, ὅτι Αἰνεῖτε Ἱερουσαλήμ. Ὑπὸ χειρὸς γὰρ Κυρίου τῷ δεσμῷ τῆς συναφείας κεκρα‐ τημένη, νῦν ἀποβέβληται, καὶ πέπτωκεν Ἰου‐ δαία τῶν στηριγμάτων ὑφαιρεθέντων, ἀνόμων δὲ γλῶσσαν ἐκτήσαντο, τὴν καρδίαν πρὸς τὸν Θεὸν
25ἀλλοτρίαν κτησάμενοι, καὶ ἀντὶ τοῦ μελετᾷν ἐν νό‐ μῳ Κυρίου ἡμέρας καὶ νυκτὸς, Σαμαρείτην εἶναι λέ‐ γοντες, αὐτὸν ἔχειν δαιμόνιον, φάγον τε καὶ οἰνο‐ πότην, καὶ ἐκ πορνείας γεγενημένον. Ἐφ’ οἷς ἂν εἴποι τις οὐκ ἀδίκως, ἐκτείνεται δίκτυα πτερωτοῖς.
30Καταστροφὴ δὲ ἀνδρῶν παρανόμων κακή. Παῤῥησίαν τοίνυν μὴ ἔχοντες οὐκ ἀνανεύουσι πρὸς Θεόν. Τοιαῦτα γὰρ ἥμαρτον, ὡς Σοδομίταις αὐτοὺς παραβάλλε‐ σθαι, μηδὲ λάθρα παρανομήσαντας δι’ αἰσχύνην, διὰ δὲ τὸ γαυριᾷν, τὴν ἁμαρτίαν πᾶσιν ἀναγγείλαντας.
35Ὡς γὰρ Σοδομῖται τῷ Λὼτ τοὺς ἄνδρας ἀπαιτοῦν‐ τες ἀνήγγειλαν τὴν ἀσέλγειαν· οὕτως οὗτοι τῷ Πι‐ λάτῳ τὴν ἀνομίαν, «Αἶρε, αἶρε βοῶντες, σταύρου αὐτόν.» Κακὰ δὲ πᾶς βουλευόμενος, ἐφ’ ἑαυτὸν ἐβου‐ λεύσατο· ὡς ἀπὸ στεῤῥῶν σωμάτων τὰ προσπεσόντα
40βέλη πρὸς τοὺς ἀφέντας ἐπάνεισιν. Τίς δὲ ἡ βουλή; Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν. Δήσαντες γὰρ τὸν Χριστὸν ἤγαγον πρὸς τὸν Καϊάφαν. Δύσχρηστος δὲ τοῖς ἀδικοῦσιν ἡ δικαιοσύνη, καθάπερ ὀφθαλμιῶσιν ὁ ἥλιος. Τὰ γεννήματα δὲ τῶν ἔργων
45αὐτῶν, αἰχμαλωσία, διασπορὰ, καταστροφὴ τοῦ ναῦ, ἡ ἀπὸ δόξης κατάπτωσις, ἡ αἰσχύνη τοῦ προσώπου αὐτῶν, δι’ ἣν οὐκ ἀναβλέπουσι πρὸς Θεὸν, εἰς τὸν μο‐ νογενῆ Υἱὸν ἀσεβήσαντες, καὶ δήσαντες τὸν Λόγον, τὴν ἀλήθειαν, τὸ φῶς, τὴν δικαιοσύνην, τὸν Σωτῆρα,

1904

(50)

τὸν ἰατρὸν, τὸν ἐλευθερωτήν· ἃ δὴ ποικίλως ἐπινοεῖ‐ ται Χριστός. Ἐστέρηνται Λόγου, φωτὸς, ἀληθείας, ἀνθ’ ὧν ἔσπειραν, τοιαῦτα θερίζοντες. «Ὃ γὰρ ἂν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει.» Καὶ ὡς παρ‐ έδοσαν Πιλάτῳ τὸν Ἰησοῦν, καὶ ταῖς τῶν στρατιω‐
55τῶν ἀνημέροις ὀργαῖς· οὕτω καὶ αὐτοὶ, φησὶ, Ῥω‐1903

1905

μαίων παραδοθήσονται στρατιαῖς. Οἷς Ἰεζεκιὴλ συμφώνως φησὶ, «Καθὼς ἐποίησα, φησὶν, οὕτω καὶ ἔσται σοι. Τὸ ἀνταπόδομά σου ἀνταποδοθήσεται εἰς κεφαλήν σου.» Ταῦτα δὲ περὶ τῆς ἐσχάτης θείας
5εἴρηται κρίσεως ἀντιμετρούσης ἑκάστῳ τὸ δίκαιον. Εἰ δὲ διὰ τοῦτο· Οὐαὶ τῷ πονηρῷ, ὅτι κατὰ τὰ ἔργα αὐτοῦ συμβήσεται αὐτῷ· ᾧ μὴ προεχώρησεν εἰς ἔργον ἡ κακία, ἐν δὲ τῇ κακίᾳ συνετελέσθη, ἆρ’ οὐκ ἔσται κόλασις, καὶ οὐαί; Ἀλλὰ τὸ τέλειον εἰπὼν ἐν
10κακίᾳ, σοὶ τὸ λειπὸν ἐξ ἀναλόγου κατέλιπεν. Τὸ γὰρ ἔργον τελειοῖ, ἡ δὲ τῆς διανοίας ὁρμὴ ἀτελής. Ἀντὶ δὲ τοῦ, αἱ γλῶσσαι αὐτῶν, Ἀκύλας φησὶ τὰ ἐπιτη‐ δεύματα. Ἀντὶ δὲ τοῦ, ἀπειθοῦντες, ὁ Σύμμαχος, εἰς τὸ παραπικρᾶναι αὐτὸν, ἐξέδωκεν. Ἀπὸ δὲ
15τοῦ αἴου τῇ ψυχῇ αὐτῶν, ὅτι βεβούλευνται βουλὴν πονηρὰν, ὁ προφήτης λέγει θρηνῶν, ἰδὼν αὐτῶν τὴν ἀναιδῆ καὶ Σοδομιτικὴν τόλμαν τὴν εἰς ἀσέβειαν·
28 ιβ—ιεʹ. Λαός μου, οἱ πράκτορες ὑμῶν καλα‐ μῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύσουσιν
30ὑμῶν. Λαός μου, οἱ μακαρίζοντες ὑμᾶς πλανῶ‐ σιν ὑμᾶς, καὶ τὸν τρίβον τῶν ποδῶν ὑμῶν τα‐ ράσσουσιν, κ.τ.λ. Τῶν κατά τι πλημμελούντων, οἱ μὲν πταίουσιν ἐν γνώσει, νικώμενοι μὲν ὑπὸ τῆς κακίας, ὑπὸ δὲ τοῦ
35συνειδότος δακνόμενοι. Οἱ δὲ ἐν ἀγνοίᾳ, βοσκημάτων δίκην βιοῦντες. Πάντων δὲ χείρους, οἱ καὶ ἄλλους δι’ ἁρπαγῆς πρὸς τὴν κακίαν ἐνάγοντες· ὁ δὲ τοῦ Θεοῦ Λόγος πολλοὺς κατὰ πλάνην ἐν Ἰουδαίοις ὁρῶν ἁμαρ‐ τάνοντας, ἀφορίζει μὲν τῶν πρόσθε κατηγορηθέντων
40αὐτοὺς, οἷά τε Πατὴρ Χριστὸς τούτους παρακαλεῖ, λαὸν ἴδιον αὐτοὺς ὀνομάζων προτρεπτικῶς. Αὐτοῦ γὰρ πάντες, κἂν ἁμαρτάνωμεν. Διὸ καὶ πάντας θέ‐ λει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, μὴ βουλόμενος ἡμῶν τὸν θάνατον ὡς τὴν μετάνοιαν,
45ἤγουν ὡς δυναμένων, εἴπερ ἕλοιντο, Κυρίου γενέ‐ σθαι λαός· συγγνώμην τε νέμων τοῖς κατ’ ἄγνοιαν πλημμελήσασιν, τοὺς αἰτίους αὐτοῖς τῆς εἰς αὐτὸν ἀπιστίας ἐλέγχει, οὓς ἔμπροσθεν ἐμπαίκτας ὠνό‐ μαζεν, οὓς καὶ καλαμᾶσθαί φησιν τὸν λαὸν, τὰς

1905

(50)

ἀπαρχὰς καὶ δεκάτας λαμβάνειν ἐθέλοντες, οὐ συν‐ εχώρουν πιστεύειν Χριστῷ. Ἐν οἷς γὰρ ἐπλούτουν, μόνον φυλάττειν τὸν νόμον ἐκέλευον, ἐντολῶν παρα‐ μελοῦντες τῶν ἄλλων. Διόπερ αὐτοὺς ἐταλάνιζεν, ὡς
ἀποδεκατοῦντας τὸ ἄνηθον, καὶ τὸ ἡδύοσμον, καὶ τὸ1905

1908

κύμινον, ἀφιέντας δὲ τὰ τοῦ νόμου βαρύτερα, τὴν κρίσιν, καὶ τὸ ἔλεος, καὶ τὴν πίστιν. Ἔσθ’ ὅτε δὲ κα δίκην ἐπῆγον τοῖς πταίουσιν, ὡς ἄν τις ἁλοὺς, ἐπὶ ἐγκλήματι τὰ ὑπὲρ δύναμιν αὐτοῖς προσάγει φοβού‐
5μενος. Ὅθεν καλαμᾶσθαί φησιν, ὡς μετὰ τὸ θερί‐ σαι, καὶ τοῖς ἔτι λειπομένοις προσάγοντας δεξιάν· καὶ πράκτορας καλεῖ. Κατεξουσίαζον γὰρ αὐτῶν οὐ πράως, ὡς δὴ μαθηταῖς διδάσκαλοι προσφερόμενοι, ὡς δὲ σκληροὶ δεσπόται πρὸς τὸ δοκοῦν ἀναγκάζον‐
10τες, ἐναντίως τῷ θείῳ Πέτρῳ παραγγέλλοντι τοῖς δι‐ δασκάλοις μὴ ὡς κατακυριεύοντες τῶν κλήρων, ἀλλὰ τύποι γινόμενοι τοῦ ποιμνίου. Καὶ ψυχῶν δὲ τυγχά‐ νουσι πράκτορες πονηραὶ δυνάμεις τὴν ἐπὶ τὸ χεῖ‐ ρον ἀπαιτοῦσαι σπουδήν· ὅθεν ἡ Γραφὴ μακαρίζει
15τοὺς μὴ ἀκούσαντας φωνὴν φορολόγου· τὸν τὰ πά‐ θη δηλονότι νενικηκότα, καὶ τῆς ἑαυτοῦ διανοίας, ὡς μήτε θερίζεσθαι, μήτε καλαμᾶσθαι τὸν νοῦν· ἃ δὴ ποιεῖν οἱ Φαρισαῖοι πάντα τρόπον παρ’ Ἰου‐ δαίοις ἐθέλοντες, πῆ μὲν ἐφόβουν, ὡς εἴρηται· πῆ
20δὲ τοὺς τῶν Ἰουδαίων οἴκους περιφοιτῶντες χρηστο‐ επεῖν ἐπεχείρουν, εὐλογημένον τε λαὸν ὠνόμαζον καὶ κλῆρον Θεοῦ, κέρδους τε χάριν παραλῦσαι τὸν νόμον ἀνέπειθον. ᾘτιᾶτο γὰρ αὐτοὺς ὁ Κύριος ὡς ἀκυ‐ ροῦντας τὴν ἐντολὴν τοῦ Θεοῦ, διὰ τὴν ἰδίαν παρά‐
25δοσιν. Ταῦτα οὖν δρῶντες, οὐκ ἐῶσι, φησὶν, ὑμᾶς πρὸς τὸν σωτήριον λόγον ὁδοιπορεῖν, εἰδότες ὡς καταργουμένου τοῦ νόμου, μετέχειν τῶν διὰ τούτου λημμάτων οὐχ ἕξουσιν. Συνέχεον οὖν αὐτῶν τὰς ὁδοὺς, ταῖς σκιαῖς ἐναπομεῖναι κελεύοντες. Κολα‐
30κικῶς δέ τις μακαρίζων, οὐ μέτρια βλάπτει, τὴν ἐπὶ τοῖς ἁμαρτήμασι παραιρούμενος αἴσθησιν, καὶ κωλύων τὴν ἐπὶ μετάνοιαν βαδίζειν ὁδόν. Αἱ μὲν γὰρ θλίψεις ταπείνωσιν, ὁ δὲ μακαρισμὸς φυσίωσιν ἐμποιεῖ. Κολακεία μὲν οὖν τοὺς ἁπλουστέρους ἐπαί‐
35ρει, σπουδαίαν δὲ ψυχὴν οὐ κακηγορία συστέλλει, οὐκ ἔπαινοι ταύτην ἐπαίρουσιν. .....
41tΚΕΦΑΛ. Εʹ.
42 α—ηʹ. Ἄσω δὴ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ ἀγα‐ πητοῦ μου, τῷ ἀμπελῶνί μου, κ.τ.λ. ..... καὶ τὸ καρπὸν φέρον, καθαίρει αὐτὸ,
45ἵνα καρπὸν πλείονα φέρῃ. Ὅπερ ὁ κακὸς οἰκονόμος οὐ διαπράττεται. Σκάπτειν γὰρ, φησὶν, οὐκ ἰσχύω. Ἀκολουθεῖ δὲ τῷ μὴ τέμνεσθαι, μηδὲ σκάπτε‐ σθαι, τὸ ἀναβαίνειν ὡς εἰς χέρσον ἀκάνθας, ἃς ὁ Κύριος ταῖς βιωτικαῖς μερίμναις ἀπείκασεν. Ἄνω

1908

(50)

μὲν οὖν ἔλεγεν. Ἐποίησε δὲ ἀκάνθας· ἐνταῦθα δὲ προσέθηκεν, ἀναβήσονται. Τὸ γὰρ μέγεθος τῆς κακίας, καὶ τὴν ἐπὶ πολὺ χύσιν ὁ λόγος ἐμφαίνει. Ἐπεὶ οὖν, φησὶ, ἀνέμεινα μὲν τοῦ ποιῆσαι καρπὸν, ἐξ ἰδίας δὲ προαιρέσεως ἀκάνθας ἐποίησεν, παρα‐
55δώσω αὐτὸν ἐρημίᾳ τε καὶ ἀφανισμῷ, ὧν ἑαυτὸν κατέστησεν ἄξιον. Ἀλλὰ καὶ ταῖς νεφέλαις ἐντέλ‐
λεται τοῦ μὴ βρέξαι ἐπ’ αὐτόν· οὕτω τοὺς προ‐1907

1909

φήτας καλῶν, διὰ τὸ καθαρὸν αὐτῶν καὶ διαυγὲς τοῦ βίου, διὸ οὐράνιος αὐτοῖς ἐχορηγεῖτο λόγος. Ὡς γὰρ νεφέλη ἀήρ ἐστι πάσχυς ἐκ τῆς ὑγρᾶς ἀπὸ γῆς ἀναθυμιάσεως συνιστάμενος· καὶ μετεωρι‐
5σθεὶς τοῖς ἀνέμοις, ὅταν λάβῃ παρ’ αὐτῶν ἀξιόλογον ἄθροισμα, καὶ τὸ ἐκ τῆς ἐνεσπαρμένης αὐτῷ νοτίδος βάρος ἱκανὸν ἐγγένηται, τότε σταγόνας εἰς τὴν γῆν καθίησιν. Καὶ αὐτὴ τῶν ὄμβρων ἡ φύσις ἀπὸ γῆς εἰς γῆν φερομένων· οὕτω καὶ οἱ προφῆται ἐκ μὲν
10τῆς κοινῆς ὁρμώμενοι φύσεως, διὰ καθαρότητα δὲ ψυχῆς τῇ δυνάμει τοῦ Πνεύματος συνυψούμενοι, καὶ λόγων γονίμων σταγόνας ταῖς ψυχαῖς ταῖς ἀγαθαῖς καὶ καρποφόροις ἐνστάζοντες. Τοιοῦτος ὁ Μωϋσῆς, «Προσδοκάσθω, λέγων, ὡς ὑετὸς τὸ ἀπόφθεγμά
15μου.» Καὶ πάλιν, «Ὡς ὄμβρος ἐπ’ ἄγρωστιν καὶ ὡσεὶ νιφετὸς ἐπὶ χόρτον τὰ ῥήματά μου.» Ἐντέλ‐ λονται οὖν μὴ βρέχειν ἐπὶ τὸν ἀκανθοφόρον ἀμπε‐ λῶνα, τὸν ταῖς ἀκάνθαις ταῖς οἰκείαις στεφανώ‐ σαντά μου τὸν Κύριον, καὶ κραυγὴν ἄθεον ἐπὶ τούτῳ
20κινήσαντα, «Αἶρε, αἶρε, σταύρου αὐτόν.» Ταύτην γὰρ, φησὶν, τῆς ἐγκαταλείψεως τὴν αἰτίαν, δι’ ἣν καὶ ὁ ναὸς ἐπὶ γῆς, καὶ τὸ ἔθνος ἀνεπισκόπευτον, καὶ ὑετὸς αὐτοῖς οὐκ ἔστιν οὐράνιος· καίτοι καὶ ἐν Αἰ‐ γύπτῳ καὶ Βαβυλῶνι προφῆται συνῆσαν αὐτοῖς, καὶ
25μετὰ τὴν ἐκεῖθεν ἐπάνοδον· νῦν δὲ παντελῶς ἐκλε‐ λοίπασιν. Εἰ δέ τις λέγοι καὶ πρὸ τῆς ἐπιδημίας ἐπιλελοι‐ πέναι τοῦ Χριστοῦ, ἀλλ’ οὐχ ἅπαντα· ἔτι γὰρ καὶ ὁ νεὼς συνειστήκει, καὶ τὴν νομικὴν ἐτέλουν λατρείαν,
30μέχρι τῆς αὐτοῦ παρουσίας. Νῦν δὲ καὶ πύργου καθαίρεσις, καὶ ἐρημία τοῦ ἀμπελῶνος, καὶ ἔκλει‐ ψις προφητῶν, ἀντὶ τῶν ἀκανθῶν ἐκείνων, καὶ τῆς κραυγῆς, ἣν ἀφίησιν πᾶσα ἡ πρὸς θάνατον ἁμαρτία, αὐτῆς βοώσης τῆς πράξεως, ὡς καὶ τὸ αἷμα τοῦ
35Ἀβὲλ βοᾷ. Ἀνομίαν δὲ ποιεῖ πᾶς μὴ κανόνι δι‐ καιοσύνης, μηδὲ νόμου, πράττων δὲ ἀδιακρίτως τὰ δόξαντα, κραυγῆς ὢν καὶ θορύβου καὶ συγχύσεως αἴτιος· ὡς τοῖς δικαίοις κρίμασιν ἡσυχία παρέπεται, τῶν κρινομένων εὐσταθῶς καταδεχομένων τὰ ὁρι‐
40ζόμενα. Διὸ καὶ Παῦλός φησι, «Πᾶσα κραυγὴ καὶ θόρυβος ἀρθήτω ἀφ’ ὑμῶν.» Ἔστι δὲ καὶ κραυγή τις ἀστεία, ἣν ὁ Κύριος ἑστὼς ἐν τῷ ἱερῷ ἔκραξεν. ᾟ καὶ Δαβὶδ ἐκέχρητο λέγων, «Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα,» ὃ δηλοῖ τὸ μεγαλόφωνον καὶ με‐
45γαλοφυὲς τῶν οὐρανίων δογμάτων. Ὡς ἡ πρώτη κραυγὴ συγγενής ἐστιν ἀπὸ Σοδόμων καὶ Γομόῤῥας. Διῃρέθη δὲ ἡ προσηγορία τοῦ Ἰακὼβ εἰς τὸν Ἰσραὴλ καὶ Ἰούδαν· καὶ πρότερον μὲν ἐπὶ τοῦ Δαβὶδ, μετὰ τὴν τελευτὴν τοῦ Σαοὺλ, εἰς αὐτὸν Δαβὶδ, καὶ τὸν

1909

(50)

υἱὸν τοῦ Σαούλ· ὕστερον δὲ ἡνίκα τοῦ Ῥοβοὰμ τὰς δέκα φυλὰς ἀπέστησεν Ἱεροβοάμ. Διὸ καὶ νῦν τὰς δύο προσηγορίας φησίν. Πλείονα δὲ ἡμάρτανεν Ἰσραὴλ, ὅθεν καὶ θᾶττον ᾐχμαλωτίσθη. Διὸ καὶ ἐνταῦθα, ὁ μὲν ἀκανθοφόρος ἀμπελὼν οἶκος τοῦ
55Ἰσραὴλ γίνεται· ὁ δὲ ἄνθρωπος τοῦ Ἰούδα,1909

1912

οὐκέτι ἀμπελὼν, ἀλλὰ νεόφυτον, οὐ κεχερσωμέ‐ νον, ἀλλ’ ἠγαπημένον. Ἐπειδὴ δὲ σεσιώπηται ἐν τούτοις ὁ περὶ τῶν γεωργῶν τοῦ ἀμπελῶνος λόγος· διὰ τοῦτο Χριστὸς τοῖς ἄρχουσι τοῦ λαοῦ τὴν προ‐
5κειμένην, ὡς γνώριμον, ἔφη παραβολὴν, καὶ τοὺς γεωργοὺς προστίθησι, τὸ λεῖπον ἀναπληρῶν· ἐν ᾗ φησιν, Ὃς ἐξέδοτο τὸν ἀμπελῶνα καὶ ἀπεδήμησεν. Οἱ δὲ τοὺς δούλους κατὰ καιρὸν ἥκοντας ἐπὶ τὸ λαβεῖν τοὺς καρποὺς, ἀπέκτειναν, οἷσπερ ὕστερον καὶ τὸν
10υἱὸν καὶ κληρονόμον προσέθηκαν. Διὸ κακοὺς κακῶς ἀπολέσειν ἠπείλει τοὺς γεωργούς. Εὐξώμεθα τοίνυν ἀπηρτῆσθαι τῆς ἀληθινῆς ἀμπέλου, οἷα κλήματα τῆς ζωοποιοῦ πιότητος ἐκπληρούμενοι. Οὕτω γὰρ δι’ οἰκειότητα πνευματικὴν καρποφόροι γινόμεθα.
15Διό φησι, «Μείνατε ἐν ἐμοὶ κἀγὼ ἐν ὑμῖν. Καθὼς τὸ κλῆμα οὐ δύναται καρπὸν φέρειν οὐδὲν, ἐὰν μὴ μείνῃ ἐν τῇ ἀμπέλῳ· οὕτως οὐδὲ ὑμεῖς ἐὰν μὴ ἐν ἐμοὶ μείνητε. Ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλή‐ ματα· ὁ μὲν ὢν ἐν ἐμοὶ, κἀγὼ ἐν αὐτῷ, οὗτος φέρει
20καρπὸν πολύν.» Αὐτὸς οὖν καρποφόρους ποιεῖ. Αὐ‐ τὸς φραγμὸν περιτίθησιν. Καὶ ἐγείρας τεῖχος ἀπο‐ στήσει τοὺς διοδεύοντας. Πρὸς γὰρ αὐτὸν, λόγιόν φησιν ἕτερον, «Καὶ οἰκοδομηθήσονταί σοι ἔρημοι αἰώνιοι, καὶ μνημόσυνον γενεῶν γενεαῖς καὶ κλη‐
25θήσῃ οἰκοδόμος φραγμῶν, καὶ τὰς τρίβους τὰς ἀνα‐ μέσον παύσεις.»
29ηʹ—ιηʹ. Οὐαὶ οἱ συνάπτοντες οἰκίαν πρὸς οἰκίαν,
30καὶ ἀγρὸν πρὸς ἀγρὸν ἐγγίζοντες, ἵνα τοῦ πλη‐ σίον ἀφέλωνταί τι. Μὴ οἰκήσετε μόνοι ἐπὶ τῆς γῆς; ἠκούσθη γὰρ εἰς τὰ ὦτα Κυρίου Σαββαὼθ ταῦτα, κ.τ.λ. Δύναται μὲν καὶ κοινὰ ταῦτα εἶναι παραγγέλματα
35τοῖς πλεονεξίαν καὶ τρυφὴ νενοσηκόσι. Δύναται δὲ καὶ συνηρτῆσθαι τῶν ἄνω, καὶ τὰς ἀκάνθας δι‐ ηγεῖσθαι κατὰ μέρος, ἃς ἔφη τὸν ἀμπελῶνα πεποιηκέ‐ ναι. Καὶ πάλιν, ἃ διὰ ταύτας Ἰουδαίοις συμβήσε‐ ται δυσχερῆ, ὧν ἔσεσθαι μελλόντων ὀλιγωροῦντες,
40ἀρπαγὲς καὶ μέθαις προσέκειντο, καὶ ταῦτα κατὰ τοῦ Κυρίου τολμήσαντες δεινότατα. Ἐπειδὴ δὲ καὶ ἡμῶν ἕκαστος ἐν ἑαυτῷ φέρει γεώργιον, φυλαξώμεθα τὸ προσκροῦσαι Θεῷ. Τότε γὰρ ὡς οἶκον ἀσφαλῆ τὴν ποικίλην ἀρετὴν κατοικήσομεν, πληθυνοῦμεν δὲ
45σῖτον ὥσπερ κοιλάδες. Εὐλογούμενα γὰρ αὐξήσει τὰ γεννήματα τῆς δικαιοσύνης ἡμῶν, κατὰ τὸν θεῖον Ἀπόστολον. Οὓς δὴ καὶ, φησὶν, ὅτι μέθυσοι βασι‐ λείαν Θεοῦ οὐ κληρονομήσουσι. Τούτους γὰρ καὶ νῦν ὁ προφήτης θρηνεῖ μὴ συγχωρουμένους ἰδεῖν τὰ ἔργα

1912

(50)

Κυρίου νήφοντι λογισμῷ. Συγκαιόμενοι γὰρ οἴνῳ, πρὸς τὸ πίνειν οὐκ ἔχουσι πέρας, τῆς συγκαύσεως δηλούσης καὶ τὴν φλόγα τὴν ἐκ τῶν ἄλλων ἐγειρο‐ μένην παθῶν ἐπιτεινόντων ταῦτα, καὶ τῶν ὀργάνων τῶν μουσικῶν, ἃ τοῦ Ἰωβάλ ἐστιν εὑρήματα, τοῦ ἐκ
55τοῦ Κάϊν καταγομένου, οἷς καὶ Λάβαν ἠβούλετο1911

1913

παραπέμπειν τὸν Ἰακὼβ, ἀλλ’ ἀπέδρα πρὸς τὸ ἰδεῖν τὰ ἔργα Κυρίου, ταῦτα κρίνας ἐμπόδιον, ὧν ἀκοῦσαι καὶ αἱ φυλαὶ τῶν Βαβυλωνίων κατέπιπτον. Οἱ δὲ φυ‐ γόντες τὸν οἶνον τὸν Βαβυλώνιον, καὶ τοῦ βασιλέως
5ἐκείνου τὴν τράπεζαν, οὔτε πεσόντες προσεκύνησαν, καὶ τὴν δύναμιν ἔσβεσαν τοῦ πυρός. Βλέπει μὲν οὖν τις δι’ ὀφθαλμῶν τὰ ἔργα Κυρίου. Ἀπὸ δὲ τούτων κατανοεῖ τὰ ἀόρατα. Ταῦτα γὰρ τοῖς ποιήμασι νοού‐ μενα καθορᾶται. Καὶ πῶς ἂν τοῦτο γένοιτο σκοπου‐
10μένου τῇ μέθῃ τοῦ νοῦ, καὶ Θεὸν ὁρᾷν οὐκ ἰσχύον‐ τος; ἔργα δὲ χειρῶν, καὶ ἡ προσδοκωμένη κατὰ τὸν ᾅδην ἀντίδοσις, πῦρ καὶ γλῶττα ξηραινομένη, καὶ τὰ λοιπά· ὅθεν ἀνιστάμενοι ζῇν ἐθελήσωμεν ἱερατι‐ κῶς. «Οἶνον γὰρ καὶ σίκερα, φησὶν, οὐ πίεσθε» πρὸς
15Ἀαρὼν καὶ τοὺς υἱοὺς ὁ Θεὸς, «ἡνίκα ἂν εἰσπορεύε‐ σθε εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου.» Σίκερα δὲ καθ’ Ἐβραίους πᾶν ἐμποιῆσαι μέθην δυνάμενον. Εἶτα λοιπὸν ἐπάγει τὰ διὰ ταῦτα δεινὰ γενόμενα μὲν αὐ‐ τοῖς ὑπὸ Βεσπασιανοῦ καὶ Ἀδριανοῦ Ῥωμαίων αὐ‐
20τοκρατόρων. Καὶ κατὰ διάνοιαν δὲ στερηθέντες τοῦ ἐπιουσίου καὶ λογικοῦ ἄρτου τῆς ζωῆς, λιμώττουσι δεινῶς, κατὰ τὸ, «Ἐπιστρέψουσιν εἰς ἑσπέραν, καὶ λιμώξουσιν ὡς κύων, καὶ κυκλώσουσι πόλιν.» Καὶ τὸν ἀρχηγὸν τῆς ζωῆς ἀρνησάμενοι, τῷ τῆς ψυχῆς
25θανάτῳ περιπεπτώκασιν, ἀποστραφέντες τε τὸν ἐλ‐ θόντα κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνά‐ βλεψιν, τοῖς νοητοῖς παρεδόθησαν αἰχμάλωτοι πολε‐ μίοις. Ἐνεκρώθησαν οὖν οὐ διὰ λιμὸν ἄρτου, οὐδὲ διὰ δίψαν ὕδατος, ἀλλὰ διὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον
30Κυρίου, καὶ διὰ δίψαν ὕδατος, οὗ τις ἐκ τοῦ Κυρίου μεταλαβὼν οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα· οὐ λιμοκτο‐ νήσει γὰρ Κύριος ψυχὰς δικαίων· οὐδὲ τὸ σπέρμα τοῦ δικαίου ζητεῖ ἄρτους· οὐδὲ νηστεύουσιν οἱ τοῦ νυμφῶνος υἱοὶ παρόντος αὐτοῖς τοῦ νυμφίου. Τὸ δὲ,
35Ἐπλάτυνεν ὁ ᾅδης τὴν ψυχὴν αὐτοῦ, τὸ πάθος τῶν ἀπολουμένων δηλοῖ. Οὐ γὰρ τὸ ζῶον οὕτως, οὐδ’ ἡ δύναμις ἐπιτεταμένη τοῖς ἀποθνήσκουσιν. Τὸ δὲ στόμα λέγων, παρέστησεν τόπον τινὰ ἐκ τῆς εἰς θά‐ νατον ἁμαρτίας ἐνδοτάτω τῆς γῆς ἀφεγγῆ διὰ στο‐
40μίου τινὸς τοὺς κατιόντας δεχόμενον. Αἰχμαλωτίζε‐ ται δέ τις, ἀπαχθεὶς ἀπάτῃ τῆς ἐν τῷ παραδείσῳ μα‐ καριότητος. Νεκροῦται δὲ, τὴν ἐκ τῆς ἐντολῆς οὐκ ἔχων ζωήν. Εἰς ᾅδου δὲ κάτεισι ὁ φύσει κακίας τοῦ Θεοῦ χωρισθεὶς, τῷ ἀγαθῷ ποιούσης ἐναντίαν διά‐
45θεσιν.
49Ἐκ δὲ τῶν ἐναντίων ὁ δίκαιος συνηγέρθη Χριστῷ,

1913

(50)

καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανιοῖς. Κατίασι δὲ πρὸς ᾅδην, πρῶτον οἱ ἔνδοξοι, δοκοῦντες μὲν ἀγαθοὶ, μὴ τοιαῦτα δὲ τὰ ἕργα κτησάμενοι. Εἶτα οἱ μεγάλοι. δυνάμει καὶ ἀρχῇ τῶν πολλῶν ὑπερέχοντες, οἱ ἐξ ἀδικίας τε πλούσιοι, ἢ οἱ τὴν ἐπιθυμίαν τοῦ πλείο‐
55νος ἀκόρεστον ἔχοντες, λοιμοί τε πάντες, οἱ διδάσκον‐1913

1916

τες πονηρὰ λόγοις, ἢ τῷ πρὸς ἁμαρτίαν ἐρεθισμῷ. Ἀγαλλιᾶται δὲ ἐν Ἰερουσαλὴμ τῇ γηΐνῃ, ὁ κατὰ σάρκα ζῶν Ἰουδαῖος, πρὸς τὴν ἀποκειμένην τοῖς ἁγίοις μὴ βλέπων μακαριότητα. Ταπεινοῦται δὲ ἄν‐
5θρωπος μὲν ἁπλῶς ὁ κατὰ τὰς κοινὰς ἐννοίας μείζων, καὶ τὴν δύναμιν τὴν ἐκ πρώτης αὐτῷ δοθεῖσαν κατα‐ σκευῆς, διὰ τὴν πρὸς τὰ κάτω συμπάθειαν. Ὁ δὲ κατ‐ αξιωθεὶς ἤδη χρηματίζειν ἀνὴρ, πρὸς τὰ πάθη μα‐ λακιζόμενος, ἀτιμάζεται ζημειωθεὶς οὐ τὸ κοινὸν
10ἁπλῶς, ἀλλὰ καὶ τὸ ἐξ ἀσκήσεως αὐτῷ γεγονὸς ἀγα‐ θόν. «Τοὺς γὰρ δοξάζοντάς με, δοξάσω· καὶ οἱ ἐξου‐ θενοῦντές με, ἀτιμασθήσονται,» φησὶν ἐν πρώτῃ Βα‐ σιλειῶν. Ἐξουθενοῖ δὲ Θεὸν ὁ παραβαίνων τὰς ἐντο‐ λάς. Ὀφθαλμοὶ δὲ μετέωροι τῶν τὴν διάνοιαν εἰς τὸ
15ὕψος ἀράντων. Θεασάμενοι γὰρ τὸν τὰ πάντα ποιή‐ σαντα, καὶ ὑπεράνω γεγονότες τῶν αἰσθητῶν, διὰ ψευδοδοξίας καὶ τοῦ προσπάσχειν τοῖς ὑλικοῖς, εἰκό‐ τως ἐταπεινώθησαν. Ὑψοῦται δὲ Κύριος ἐν κρίματι, κατὰ τὴν δικαίαν τῶν εἰρημένων ἀνταπόδοσιν. Καὶ
20καθ’ ἕκαστον δὲ κατόρθωμα ὑψοῦμεν Θεόν. Συνεργίᾳ γὰρ κατορθοῦμεν τῇ παρ’ αὐτοῦ. Διό φησιν, «Ὑψώ‐ σω σε, Κύριε, ὅτι ὑπέλαβές με·» καὶ πάλιν, ὑψοῦ‐ μεν αὐτὸν, θεωροῦντες αὐτοῦ τὴν σοφίαν, τὴν δύναμιν, τὰ κρίματα· ὡς λέγεσθαι περὶ τοῦ δικαίου, «Αἱ ὑψώ‐
25σεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτοῦ.» Ὁ δὲ τὸν Κύ‐ ριον ἰδὼν ὑψούμενον, ἐν τοῖς κρίμασιν, ὁρᾷ καὶ τὴν δόξαν τῆς δικαιοσύνης αὐτοῦ. Ἀντὶ δὲ τοῦ, Καὶ βοσκηθήσονται οἱ διηρπασμένοι ὡς ταῦροι, ὁ Σύμμαχος, Νεμεθήσονται, φησὶν, οἱ ἀμνοὶ αὐ‐
30τῶν. Τὰ δὲ ἔρημα τῶν παρανόμων πάροικοι φά‐ γονται· ἃ καὶ πρὸς λῆξιν ἐγένετο. Τῶν γὰρ ἀρχόν‐ των τοῦ λαοῦ δίκην ταύρων ἀγέλης ἡγουμένων εἰς μετοικίαν ἀπαχθέντων, καὶ ἐπὶ τῆς ἀλλοδαπῆς διαρ‐ πασθέντων, τὰς ἐρήμους αὐτῶν χώρας πάροικοί τινες
35ἐπελθόντες καὶ μέτοικοι κατέσχον· ὅπερ ἔλεγε, Τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίου‐ σιν αὐτήν. Οὗ τοὐναντίον ἦν, ὅτε Θεὸς ὑπερεμάχει τοῦ ἰδίου λαοῦ. Νῦν δὲ δι’ ἄλλου προφήτου φησὶν ὁ Θεὸς, «Καλαμᾶσθε, καλαμᾶσθε, ὡς ἄμπελον τὰ κα‐
40τάλοιπα τοῦ Ἰσραήλ. Ἐπιστρέψατε ὡς ὁ τρυγῶν ἐπὶ τὸν κάρταλλον αὐτοῦ.» Φησὶν οὖν καὶ οὗτος, ὅτι οἱ πάλαι ὑπὸ τῶν Ἰουδαίων διηρπασμένοι ἡνίκα τού‐ τοις συνεμάχει Θεὸς, τὰ τούτων βοσκηθήσονται, ταύρων ἔχοντες δύναμιν. Καὶ τὰς ἐρήμους, φησὶ,
45τῶν πολιορκηθέντων ἄρνες οἱ ἐξ ἐθνῶν βοσκηθήσον‐ ται. βαθυτάτην, ὡς ἐν ἐρήμῳ, πόαν νεμόμενοι. Τοὺς [μὲν] ἰσχυροὺς ταύρους εἰπὼν, τοὺς δὲ μὴ τοιούτους ἄρνας. Τοιαῦτα δὲ πάσχομεν ὑπὸ τῶν ἀντικειμένων δυνάμεων ἡττώμενοι κατὰ πόλεμον καὶ ὑπὸ τῶν

1916

(50)

ἀλόγων κινημάτων, ταύρων δίκην, ἐν τῇ ἐρημίᾳ τοῦ βίου τούτου διάξομεν. Ὅθεν οὐκ ἔφη, Βόες. Συναγε‐ λαστικαὶ γάρ. Ὁ δὲ ταῦρος θυμοειδὴς ὢν ἀποσπᾶται
τῶν ἄλλων.1915

1917

(4)

ιη—ιθʹ. Οὐαὶ οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας ὡς
5σχοινίῳ μακρῷ, καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως τὰς ἀνομίας οἱ λέγοντες· Τὸ τάχος ἐγγισάτω ἃ ποιήσει, ἵνα ἴδωμεν. Καὶ ἐλθέτω ἡ βουλὴ τοῦ ἁγίου Ἰσραὴλ, ἵνα γνῶμεν. Καὶ ταῦτα τοῖς προλεχθεῖσιν ἀκόλουθα. Πολ‐
10λῶν γὰρ ἐπακούσαντες διδασκαλικῶν λόγων τοῦ Σωτῆρος, μετ’ αὐτόν τε τῶν ἀποστόλων, ἐπιμέ‐ νοντες ἀπιστίᾳ, προσθήκας ἐποιοῦντο πλημμελη‐ μάτων, ἀεὶ τοῖς προλαβοῦσιν ἐπισυμπλέκοντες ἕτερα, καθάπερ οἱ πλέκοντες σχοινίον, παυσαμέ‐
15νου τοῦ κλωθομένου συνάπτουσιν ἕτερον, μακρὸν ποιῆσαι βουλόμενοι. Πᾶς δὲ ἁμαρτάνων, δεσμοὺς ἑαυτῷ δι’ ὧν ἁμαρτάνει κατασκευάζεται, μακρὸν, ἢ βραχὺ, κατὰ λόγον τῶν ἁμαρτημάτων, τὸ σχοι‐ νίον ᾧ δεσμεῖται ποιῶν. Διὰ γὰρ τοῦτο γινόμεθα
20δέσμιοι κατὰ τὴν Ἱερεμίου φωνήν. Σειραῖς γὰρ τῷ ὄντι τῶν ἰδίων ἁμαρτημάτων ἕκαστος σφίγγεται. Καὶ ἅπερ δὲ κατὰ τὸν πλησίον οὐκ ἐκ τοῦ παρατυ‐ χόντος, ἀλλ’ ἐκ βουλῆς καὶ ἐνέδρας καὶ μακρῶν συν‐ τελοῦμεν κατασκευῶν, σχοινίον ἐστὶ μακρὸν, δι’
25οὗ καὶ πόῤῥω κειμένας ἑαυτοῖς τὰς ἁμαρτίας ἐπι‐ συρόμεθα, ἤγουν τὰς ἐπ’ αὐταῖς τιμωρίας. Καὶ ταύ‐ τας γὰρ οἶδεν ἁμαρτίας καλεῖν ἡ Γραφή. Τρόπον γάρ τινα τὴν τοῦ Θεοῦ καθ’ ἑαυτὸν ἐλθεῖν βιαζόμεθα δίκην, ὡς ἡμῶν ἑκάστῳ λέγεσθαι· «Ἢ τοῦ πλούτου τῆς
30χρηστότητος αὐτοῦ, καὶ τῆς ἀνοχῆς, καὶ τῆς μακρο‐ θυμίας καταφρονεῖς;» Ὁ δὲ Σύμμαχος ἐξέδωκεν· Οὐαὶ οἱ ἕλκοντες τὰς ἀνομίας, ὡς σχοινίῳ μα‐ ταιότητος, καὶ ὡς βρόχῳ τῆς ἁμάξης τὴν ἁμαρ‐ τίαν. Μακρὰ γὰρ ὄντα τὰ σχοινία δυσδιάλυτά
35ἐστιν, τῷ τῶν ἁμαρτημάτων εὐτόνῳ πυκνούμενα. Οἱ γὰρ ζυγόδεσμοι, οὐδὲ ὑπὸ τῶν ἰσχυροτάτων ζυ‐ γῶν, καὶ βιαίως ἐπισπωμένων τὰ βάρη, εὐχερῶς διαῤῥήγνυνται. Τὴν δὲ ἰσχὺν ἐπέτεινεν ἐκ δαμάλεως εἰπὼν τὸν ἱμάντα ἰσχυροῦ τε ζώου, καὶ οὔτε διὰ πό‐
40νον, οὔτε διὰ χρόνον ἠσθενηκότος. Ἢ οὕτως, ὡς οἱ τὰς δαμάλεις, ἤτοι τὰς βοῦς ὑποφέροντες τοῖς ζυγοῖς, ἕλκουσιν ἔσθ’ ὅτε σὺν βίᾳ πολλῇ εἰς πόνους [καὶ] κα‐ ταδεσμεύουσιν· τὸν αὐτὸν τρόπον τοῖς ἐκ θείας ὀργῆς ἐσομένοις ἑαυτοὺς ὑποφέροντες ἔφασκον, Ἐγγισάτω
45τὸ τάχος ἃ ποιήσει, τὰς καθ’ ἑαυτῶν ἀπειλὰς παρά τε προφητῶν, καὶ αὐτοῦ τοῦ Σωτῆρος ἀκούσαντες, δι’ ἀπιστίαν τε ταύτας ἐπικαλούμενοι. Διό τις αὐ‐ τοὺς ταλανίζει προφήτης εἰπών· «Οὐαὶ οἱ ἐπιθυ‐ μοῦντες τὴν ἡμέραν Κυρίου. Καὶ αὕτη ἐστὶ σκότος,

1917

(50)

καὶ οὐ φῶς.» Καὶ αὐτὸν μέντοι γενόμενον δέσμιον ἁμαρτίας ἀκολουθῆσαι Χριστῷ τῷ ἐροῦντι τοῖς ἐν δεσμοῖς, Ἐξέλθετε. Ἅγιον δὲ Ἰσραὴλ τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον φησίν.
κʹ. Οὐαὶ οἱ λέγοντες τὸ πονηρὸν καλὸν, καὶ τὸ1917

1920

καλὸν πονηρὸν, οἱ τιθέντες τὸ σκότος φῶς, καὶ τὸ φῶς σκότος, οἱ τιθέντες τὸ πικρὸν γλυκὺ, καὶ τὸ γλυκὺ πικρόν. Καὶ ταῦτα τοῖς αὐτοῖς ἐπιφέρεται. Τοὺς γὰρ
5ἀγαθοὺς τοῦ Σωτῆρος καὶ [φρο]νίμους λόγους ἀποστρεφόμενοι, τοὺς ἐναντίους λογισμοὺς ἀπ‐ εδέχοντο. Ἀντὶ δὲ τοῦ εὐαγγελικοῦ φωτὸς, τὸ τῆς αὐτῶν πλάνης σκότος, ὥσπερ τι φῶς, κατησπά‐ ζοντο, τῆς τε κακίας τὴν πικρὰν φύσιν, ὥσπερ
10τινα γλυκεῖαν ἡδονὴν μετεδίωκον. Ὡς καὶ νῦν τοῦ Εὐαγγελίου τὴν ἀλήθειαν ἀποστρέφονται, καὶ τοὺς γραώδεις μύθους θαυμάζοντες, τοιοῦτον ἦν καὶ τὸ Χριστὸν μὲν ἀρνήσασθαι, τὸν δὲ Βαραββὰν ἐξαιτεῖν τῆς τῶν ληστῶν γεγονότας μερίδος· καὶ
15τὸ εἰδωλολάτρας μὲν ἀποδέχεσθαι, διώκειν δὲ τοῦ Χριστοῦ τὸν λαὸν τὸν σεμνόν τε καὶ σώφρονα. Παρ‐ ωσάμενοι γὰρ τὸν διὰ Χριστοῦ φωτισμὸν, μεμενή‐ κασιν ἐν σκότῳ, κατὰ τό· «Ὑπομεινάντων αὐτῶν, τὸ φῶς ἐγένετο αὐτοῖς εἰς σκότος· ὑπομείναντες
20αὐγὴν ἐν ἀωρίᾳ περιέστησαν.» Τελείου δέ ἐστιν, τοῦ διὰ τὴν ἕξιν γεγυμνασμένα ἔχοντος τὰ αἰσθητή‐ ρια, διακρίνειν δύνασθαι τὴν τοῦ καλοῦ φύσιν, ἀπὸ τοῦ πονηροῦ. Καὶ δοκίμου τραπεζίτου, τὸ καλὸν κατέχειν· ὥσπερ ἀδοκίμου, τὸ παρὰ φύσιν ἔχειν τὰ
25κριτήρια διακείμενα. Τρεῖς μὲν οὖν συζυγίαι νῦν παρετέθησαν, ἐν μὲν τοῖς σωματικοῖς διαφέρουσαι, ἐν δὲ τοῖς ψυχικοῖς, κατὰ διαφόρους ἐπινοίας περὶ ἕν τι στρεφόμεναι. Καλὸν μὲν οὖν ὁρίζονται ἀγαθὸν ἐπαινετὸν, ᾧ τὸ αἰσχρὸν ἀντίκειται, ὃ νῦν ὠνόμασε
30πονηρόν· ὅπερ ἂν εἴη κακὸν ψεκτόν. Φῶς δὲ οὐσία διαχυτικὴ σκότους· Σκότος δὲ ἀὴρ ἐστερημένος φωτός. Καὶ γλυκύτης μὲν λειότης χυμοῦ ἢ χυλοῦ τὴν γευστικὴν ἡδύνουσα αἴσθησιν. Τὸ δὲ πικρὸν γευστὸν ἐκτραχύνον τὴν γεῦσιν.
35 Ταῦτα μὲν οὖν κατὰ τὴν πρόχειρον ἔκδοσιν. Ἀλλ’ ἔοικε μὴ περὶ τῶν αἰσθήσει γνωρίμων ὑπάρχειν ὁ λόγος. Ἀλλ’ εἴπερ ἡ ἐντολὴ Κυρίου τηλαυγὴς, φωτί‐ ζουσα ὀφθαλμοὺς, ὁ μὴ ταύτῃ ζῶν, ἐν ὑλικοῖς δὲ πάθεσι κυλινδούμενος, ταῦτα νενόμικε φῶς ἐκείνην
40σκότος δοκῶν, καὶ δογματικῶς ὁ μὴ πιστεύων εἰς τὸ φῶς τὸ ἀληθινὸν, τοῦτο μὲν σκότος, φῶς δὲ ποιεῖ τὸν διάβολον. Καὶ, εἰ γλυκεία τῷ λάρυγγι τοῦ δικαίου τὰ λόγια τοῦ Κυρίου, ὁ τὸ τῶν προσταγ‐ μάτων φεύγων ἐπίπονον, συγκατατιθέμενος δὲ τῷ
45λείῳ τῆς ἡδονῆς, οὗτος ἀναστρέφει τὸ γλυκὺ καὶ πι‐ κρόν. Ἀλλὰ καὶ δογματικῶς, γλυκύτης ἐστὶν τοῖς ἐπιστημόνως αὐτοῦ γευομένοις ὁ Κύριος· «Γεύσα‐ σθε γὰρ, καὶ ἴδετε ὅτι Χριστὸς ὁ Κύριος.» Μὴ πιστεύων δέ τις αὐτῷ, τὸ γλυκὺ λέγει πικρόν. Καὶ

1920

(50)

τὸ ἀληθὲς δὲ καλὸν, τὸ ἐν τῇ ψυχῇ συμμέτρως δια‐ κειμένῃ κατ’ ἀρετήν. Μεσότης γὰρ ἡ ἀρετὴ, ἧς τὸ ὑπερβάλλον ἢ λεῖπον, κακία· ὡς ἐπ’ ἀνδρείας ἔλλειψις μὲν ἡ δειλία, ἡ δὲ θρασύτης πλεονασμὸς, ἅπερ
αἶσχος ἐργάζονται, καὶ ὁ μὴ πιστεύων δὲ εἰς τὸν Κύ‐1919

1921

ριον, οὐδὲ τῇ τοῦ καλοῦ συγκατατίθεται φύσει. Κυρίως γὰρ ἐκεῖνο καλὸν, κατὰ τὸ, «Τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου·» αἶσχος δὲ πᾶν ὁ διάβολος. Ἐπεὶ οὖν οὐκ ἔστι κοινωνία φωτὶ πρὸς κάλλος, οὐ‐
5δὲ συμφώνησις Χριστοῦ πρὸς Βελίαρ, χωριστέον ταῦτα ἀλλήλων· καὶ μὴ παραλογισθέντες, φῶς, νο‐ μίσωμεν τὸν μετασχηματιζόμενον εἰς ἄγγελον φωτὸς, μηδὲ γλυκεῖαν τὴν ἡδονὴν, μηδὲ κάλλος σωματικὸν τοῦ ψυχικοῦ προτιμήσωμεν. Διὰ τί δὲ ἐπὶ μὲν τοῦ
10καλοῦ, τὸ, λέγοντες, εἴρηται· ἐπὶ δὲ τοῦ φωτὸς καὶ τοῦ γλυκέος τὸ, τιθέντες; κατά τι δὲ καὶ πικρότε‐ ρον. Παρὰ γὰρ τὰς πρώτας αἱρέσεις τοῦ βίου διὰ τοῦ λόγου μόνον σφαλλόμεθα. Ἐνεργοῦντες δὲ τὸ κα‐ κὸν, καὶ μετὰ πεῖραν προσμένοντες, ὥσπερ ὅρους
15ἑαυτοῖς ἀκινήτους τῶν τῆς κακίας ἔργων τιθέμεθα. Κἄν τις ἐξ ἀσελγείας πρὸς σωφροσύνην οὐ μετατίθε‐ ται, τίθησιν ἑαυτῷ τὸ πικρὸν γλυκύ. Χεῖρον δὲ τούτου, τὸ καὶ συνηγορεῖν τῷ κακῷ, καὶ λέγειν τὸ καλὸν πονηρόν· οὐ μόνον γὰρ ποιοῦσι, φησὶν,
20αὐτὰ, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράσσουσι. Τιθέ‐ ναι μὲν οὖν, τὸ πράττειν. Λέγειν δὲ, τὸ δογματίζειν. Ὃ τὴν εἰς θάνατον ἁμαρτίαν τινὲς ἀπεφήναντο τῶν εὐδοκούντων οὖσαν, ἀλλ’ οὐ δακνομένων ἐφ’ οἷς ἁμαρτάνουσιν· ἐξ οὗ τὸ μηδὲ μετανοεῖν ἐπιγί‐
25νεται.
32 κα—κγʹ. Οὐαὶ οἱ συνετοὶ ἐν ἑαυτοῖς, καὶ ἐνώπιον αὐτῶν ἐπιστήμονες. Οὐαὶ οἱ ἰσχύοντες ὑμῶν, οἱ πί‐ νοντες τὸν οἶνον, καὶ οἱ δυνάσται, καὶ οἱ κεραν‐
35νύντες τὸ σίκερα. Οἱ δικαιοῦντες τὸν ἀσεβῆ ἕνε‐ κεν δώρων, καὶ τὸ δίκαιον τοῦ δικαίου αἴροντες. Καὶ ταῦτα τοῖς ἄνω πάλιν ἐφήρμοσεν, εἰ καὶ γενικὴν πρὸς τοὺς δοκησισόφους ἔχει τὴν ἀπειλὴν ὁποῖοί τινες ἦσαν οἱ τῶν Ἰουδαίων διδάσκαλοι, μηδὲν μὲν ἐπ’
40ἀκριβείας διδάσκοντες, καλαμώμενοι δὲ τὸν λαὸν, καὶ τῇ μέθῃ προσκείμενοι. Τοῦ γὰρ νόμου λέγοντος, «Κρῖ‐ μα δίκαιον κρίνατε,» ὁ προφήτης φησὶ πρὸς τὴν Ἱε‐ ρουσαλήμ· «Οἱ ἄρχοντές σου ἀπειθοῦσιν, κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπόδομα,
45ὀρφανοῖς οὐ κρίνοντες, καὶ κρίσει χήρας οὐ προσ‐ έχοντες.» Ταῦτα γὰρ ἔδρων αἰσχρῶν λημμάτων ἡττώμενοι, πρὸς τὴν ἀσωτίαν τοῦ βίου. Διὸ τῆς προφήτης φησὶν, «Οἶνον ἐκ συκοφαντιῶν ἔπινον.» Καὶ κακῶν δὲ ὄντες διδάσκαλοι, τῷ τῆς ἀγνοίας

1921

(50)

ἐκεκάρωντο σκότῳ, καὶ τοῖς ἄλλοις ποτὸν ἐκίρνων δεδολωμένον, τὸ σίκερα, τὸν τοῦ Θεοῦ καπηλεύοντες λόγον. Πρὸς οὓς ἔλεγον, «Οἱ κάπηλοί σου μίσγουσιν τὸν οἶνον ὕδατι,» καὶ κατεδίκαζον δὲ τὸν ἀθῶον, ἀφ‐
ιέντες τὸν αἴτιον.1921

1924

Λέγεται δὲ τὸ, οἱ συνετοὶ ἐν ἑαυτοῖς, οὐ μόνον περὶ τῶν εἰδέναι δοκούντων, ἅπερ οὐκ ἴσασιν, ἀλλὰ καὶ περὶ τῶν ἐχόντων μὲν χάρισμα γνώσεως, οὐ με‐ ταδιδόντων δὲ τούτου τοῖς ἄλλοις. «Σοφία γὰρ κε‐
5κρυμμένη καὶ θησαυρὸς ἀφανὴς, τίς ὠφελία ἐν ἀμ‐ φοτέροις;» Οἷος ἦν ὁ τὸ τάλαντον κρύψας παρ’ ἑαυ‐ τῷ μείνας σοφός. Κἂν ἐπὶ κακῷ δέ τις, καὶ μὴ εἰς δόξαν Θεοῦ χρῆται τῇ γνώσει, οὐκ ἔστιν ἐνώπιον Θεοῦ ἐπιστήμων, ὡς οὐδὲ ὁ καταγράφων ἑαυτῷ τὸ
10κατόρθωμα, καὶ μὴ τὸν Θεὸν, ὡς αἴτιον τῆς δωρεᾶς ἀνυμνῶν. Πρὸς ὃν εὔκαιρον εἰπεῖν, «Τί δὲ ἔχεις ὃ οὐκ ἔλαβες; Εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών;» Λέγεται δὲ σύνεσις, οἷον εὐπαρακολουθη‐ σία ψυχῆς, ὀξέως εἰς ἓν συναγούσης τὰς τῶν πρα‐
15γμάτων ἐννοίας· ἤγουν ἐντρέχεια διανοίας εὐπαρα‐ κολούθητος, τῷ ἑκάστῳ πράγματι οἰκεῖον εὑρίσκουσα. Ἐπιστήμη δὲ, ἕξι ἐν ἑαυτῇ τὸ βέβαιον ἔχουσα, ἀμετάπτωτος ὑπὸ λόγου. Σοφίαν δὲ, φασὶν, ἐπιστή‐ μην θείων καὶ ἀνθρωπίνων πραγμάτων, καὶ τῶν
20τούτων αἰτιῶν. Ἐπειδὴ δὲ αὐτοσοφία ὁ Χριστὸς, σο‐ φὸν ἐροῦμεν τὸν κατὰ μετοχὴν Χριστοῦ, καθ’ ὃ σοφία ἐστὶν, τετελειωμένον· ὡς οἱ τῆς σκηνῆς ἐκείνης ἀρ‐ χιτέκτονες· «Ἐμπλήσω γὰρ αὐτοὺς, φησὶ, πνεύμα‐ τος σοφίας καὶ ἐπιστήμης·» ἅ τις αὐτῷ μὴ ἀνατι‐
25θεὶς ταλανίζεται. Ἀπείρητο δὲ Ναζιραίοις οἷνος καὶ σίκερα, καὶ τοῖς ἱερεῦσιν εἰσιοῦσιν εἰς τὰ ἅγια. Καὶ Σολομῶν ἐν Παροιμίαις φησίν· «Οἳ δυνάσται θυμώδεις εἰσὶν, οἶνον μὴ πινέτωσαν, ἵνα μὴ πιόντες ἐπιλάθων‐ ται τῆς σοφίας.» Δεῖ γὰρ ἀθόλωτον ἔχειν τὸν νοῦν
30τόν τε Θεὸν θεραπεύοντα, καὶ τὸν ἀνθρώπων ἐπιμε‐ λούμενον. Ὁ μὲν γὰρ ἐλάχιστος καὶ συγγνωστὸς ἐλέου· «Δυνατοὶ δὲ δυνατῶς ἐτασθήσονται.» Καὶ ᾧ πολὺ παρέθεντο περισσότερον ἀπαιτήσουσιν αὐτόν. Καὶ πᾶς δὲ πάθει κρατούμενος, μεθύειν λέγεται τοσ‐
35οῦτον, ὅσον τούτῳ κεκράτηται, κατὰ λόγον ὑπομένων τὴν ἔκστασιν, καὶ συγχύσει ταύτης εἰς λήθην τῆς σοφίας χωρῶν, ἀλλὰ πῶς ὁ ἔχων σοφίαν θυμώδης; Ὅτι μήπω λέγει τὸν ἀπαθῆ· περὶ δὲ τοῦ μετριοπα‐ θοῦς καὶ ἑτέρωθί πού φησιν, «Ἄφρων αὐθήμερον ἐξ‐
40αγγελεῖ ὀργὴν, σοφὸς δὲ ταμιεύεται κατὰ μέρος.» Λογισμῷ γὰρ τὸ πάθος ἡνιοχεῖ, καθὸ λέγεται, «Ὀρ‐ γίζεσθε καὶ μὴ ἁμαρτάνετε.» Ὁ δὲ Κύριος διατάσ‐ σων τὰ τελειότερα, καθόλου τὴν ὀργὴν ἀπηγόρευ‐ σεν.
51 κδ—λʹ. Διὰ τοῦτο ὃν τρόπον καυθήσεται καλάμη ὑπὸ ἄνθρακος πυρὸς, καὶ συγκαυθήσεται ὑπὸ φλογὸς ἀνειμένης. Ἡ ῥίζα αὐτῶν ὡς χνοῦς ἔσται,
καὶ τὸ ἄνθος αὐτῶν, ὡς κονιορτὸς ἀναβήσεται.1923

1925

Οὐ γὰρ ἠθέλησαν τὸν νόμον Κυρίου Σαββαὼθ, ἀλλὰ τὸ λόγιον τοῦ ἁγίου Ἰσραὴλ παρώξυναν, κ.τ.λ. Προανακηρύττει πάλιν ταῖς ἀπειλαῖς τὰς κολά‐
5σεις, εἴ πως ἐπιστραφεῖεν ἀκούσαντες. Λέγει δὲ, διὰ τοῦτο, τοῦτ’ ἔστιν διὰ τὰ εἰρημένα, οὐ διά τινα συν‐ τυχίαν, ἢ φυσικὴν ἀνάγκην, ἢ εἱμαρμένην, δι’ ἅπερ δὲ ἐξέθετο πλημμελήματα. Τοῖς γὰρ ἀντὶ σταφυλῆς ξύλα, καὶ χόρτον, καὶ καλάμην, ἀκανθῶν τε πλῆθος
10πεποιηκόσιν, εἰκότως τὸ, Ὃν τρόπον συγκαυθήσε‐ ται καλάμη, φησὶ φλόγα δὲ ἀνειμένην καλεῖ τὴν ἀκάθεκτον, καὶ μηδενὸς κωλύοντος ἐπ’ ἐξουσίας· βα‐ δίζουσαν. Δὲ τὴν ὡραιότητα λέγει τοῦ σώματος, τοῦ τε πλούτου τὴν δόξαν, καὶ τοῦ παντὸς ἔθνους εὐ‐
15πρέπειαν, ἃ τρόπον κονιορτοῦ, φησὶ, διασκεδασθή‐ σεται. Οὐδὲ νῦν δὲ αὐτῶν εἰδωλολατρείαν κατηγορεῖ, ἀλλ’ ὅτι μὴ τὸν νόμον κατεδέξαντο, περὶ οὗπερ ἔφασκεν· «Ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος, καὶ λό‐ γος Κυρίου ἐξ Ἱερουσαλήμ.» Λέγοι δ’ ἂν καὶ τὸν
20Μωϋσέως· «Εἰ ἐπιστεύετε γὰρ, φησὶ, Μωϋσεῖ, ἐπι‐ στεύετε ἂν ἐμοί. Περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν.» Ἀλλ’ οὐδὲ τὸν εὐαγγελικὸν ἐδέξαντο λόγον. Διὸ τε‐ θυμῶσθαι, φησὶν, ἐπὶ τὸν λαὸν αὐτοῦ Κύριον. Ἑαυτοῦ γὰρ ἤθελεν εἶναι λαὸν, οἱ δὲ οὐκ ἐδέξαντο·
25λοιπὸν αὐτοῖς πολεμίων ἔφοδον προφωνεῖ, καὶ πλῆ‐ θος τῶν ἀναιρουμένων, ὡς καὶ αὐτὰ πληροῦσθαι τὰ ὄρη σωμάτων νεκρῶν. Οἷον δὲ παραμενούσης αὐτοῖς εἰς ἔτι νῦν τῆς τοῦ Θεοῦ ὀργῆς, εἴρηται τὸ, Ἔτι ἡ χεὶρ ὑψηλή. Ὃ δηλῶν
30ὁ Παῦλός φησιν, «Ἔφθασεν δὲ εἰς αὐτοὺς ἡ ὀργὴ εἰς τέλος.» Πόθεν δὲ τὰ τοσαῦτα θνησιμαῖα λοιπὸν ἐπ‐ ενήνοχεν, ἔφοδον ἐθνῶν ὑπογράφων, παράταξίν τε πολεμικήν; Πόθεν τε τὰ ὄρη παρωξύνθη, μᾶλλον δὲ ἐκλονήθη, κατὰ τὸν Ἀκύλαν· ἢ ἐταράχθη, κατὰ τὸν
35Σύμμαχον; Ἦν οὐκ ἀφ’ ἑαυτῶν ἐποιήσαντο, ὡς ἐκ Θεοῦ δὲ συρόμενοι, πρὸς τὴν τῶν ἡμαρτηκότων πο‐ λιορκίαν, ἐξ ἄκρου τῆς γῆς, ἵνα τὸ Ῥωμαίων δη‐ λώσῃ στρατόπεδον ἀπὸ τῶν δυτικῶν ὥρμησαν μερῶν. Βαβυλωνίους γὰρ καὶ Ἀσσυρίους ἡ ἐξ ὀνόματος ἡ
40ἀπὸ βοῤῥᾶ καλεῖν εἴωθεν ἡ Γραφή. Βορειότεροι γὰρ οὗτοι τῆς Ἰουδαίας εἰσίν. Νῦν δὲ περὶ Ῥωμαίων λέγων φησὶν, Ὀργῶσιν ὡς λέοντες, καὶ [παρ‐ έστησαν] ὡς σκύμνοι λέοντος. Δηλῶν δὲ καὶ τὸ πλῆθος καὶ τὸ συμμιγὲς τῆς φωνῆς, θαλάττῃ κυ‐
45μαινούσῃ τούτους ἀπείκασεν. Περὶ δὲ τῶν πολιορ‐ κουμένων φησὶν, Ἐμβλέψονται εἰς γῆν. Καὶ ἰδοὺ σκότος σκληρὸν ἐν τῇ ἀπορίᾳ αὐτῶν, τὴν ἐκ τῶν δειμάτων ἀπορίαν δηλῶν, οἳ καὶ κοπρίων δίκην ὑπο‐ κείσονται τοῖς ἐχθροῖς. Σύσσημα δὲ, φησὶν, τὰ ὑπὸ

1925

(50)

τῶν ἀνατεταμένων σημείων, ἢ κατασπωμένων τοῖς στρατοπέδοις δηλούμενα. Ταῦτα δὲ πεπόνθασιν ἀπο‐ στραφέντες τὸν Λόγον Κυρίου, καθάπερ καὶ Ἱερε‐ μίας φησὶν, «Ἐπτοήθησαν καὶ ἑάλωσαν.» Σοφία τίς
ἐστιν αὐτοῖς, ὅτι τὸν Λόγον Κυρίου ἀπεδοκίμασαν;1925

1928

Διὸ νῦν αὐτοὺς ἀπεικάζει καλάμῃ, ἥτις διάκενος οὖσα, ἐπὶ σαθρᾶς βαίνει τῆς βάσεως, ἀνώμαλόν τε ἔχει τὴν αὔξησιν, οἵους ἄν τις ὑπόθοιτο τοὺς ἀπὸ τῶν τοῦ κόσμου τούτου γνωρίμους. Κενοὶ γὰρ ὄντες τὸν ἔσω
5ἄνθρωπον, τῇ τοῦ βίου συζῶσιν ἀνωμαλίᾳ, βαίνοντες γὰρ ἐπὶ σαθροῦ. Ἄνθραξ δέ ἐστι πῦρ γεῶδες μετὰ τὴν τῆς φλογὸς πάροδον τῇ παχυτέρᾳ ὕλῃ ἐναπομεῖ‐ ναν. Τοῖς οὖν ὑπὸ παθῶν φλεγομένοις, ὡς ἔνδον ἔχου‐ σι τῆς καύσεως τὴν αἰτίαν, ἐξ ἧς ὁ πλούσιος ὑπὸ δί‐
10ψης ἐφλέγετο, οἷοι καὶ οἱ τὸν οἶνον πίνοντες, καὶ ὑπὸ τούτου φλεγόμενοι, πρὸς οὓς νῦν ὁ λόγος, τὸν ἐκ τῆς καύσεως εἰκότως ἀφανισμὸν ἀπειλεῖ.
16 Ἀλλὰ καὶ δώρων, ἔφη, χάριν τὸ δίκαιον διαστρέ‐ φουσιν. Διὸ καὶ τὴν ῥίζαν αὐτῶν συγκαυθήσεσθαι, ἥτις ἐστὶν ἡ φιλαργυρία· ἀφ’ ἧς ῥίζης οὐ καρποὶ γίνονται. Ἄνθος δὲ ὁποῖον; εἰκὸς κονιορτῷ παρα‐
20πλήσιον ἀστάτῳ φύσει καὶ σκεδαστῇ. Καὶ, ὥσπερ οὗτος ἐμποδίζων ταῖς ἀναπνοαῖς ἐπιβουλεύει ἡμῶν τῇ ζωῇ· οὕτω, καὶ τῆς φιλαργυρίας τὰ ἄνθη, αἱ πλεονεξίαι, τὸ ψεῦδος, αἱ συκοφαντίαι, τὴν ἀληθῆ ζωὴν ἡμῶν ἀναιρεῖ, τῇ καθαρότητι τοῦ Πνεύματος
25ἐμποδίζοντα· εἰπὼν δὲ, Οὐαὶ οἱ ἰσχύοντες ὑμῶν, καὶ οἱ δυνάσται, νῦν φησὶ, Καὶ ἐθυμώθη ὀργῇ Κύ‐ ριος ἐπὶ τὸν λαὸν αὐτοῦ, ὡς καὶ αὐτοῦ κατὰ ζῆλον τῶν προεστώτων ἡμαρτηκότος. Ἀπ’ ἐκείνων γὰρ ἐπὶ τοῦτον ἡ ὀργὴ τὴν πάροδον ἔσχηκεν· θυμὸς δὲ
30καὶ ὀργὴ τροπικῶς ἐπὶ Θεοῦ. Καὶ τάχα ἡ μὲν ἐπί‐ πονος παίδευσις, ὀργή. Ὁ δὲ ταραχὴν ἡμῶν ἐμποιῶν τοῖς λογισμοῖς ἔλεγχος, θυμὸς προσηγόρευται. Ἐν θυμῷ γὰρ αὐτοῦ, φησὶ, ταράξει αὐτοὺς, μήπω λό‐ γου μεταλαβεῖν αὐτοὺς ἀξιῶν. Ἡ δὲ ὀργὴ παιδεύει
35κατὰ τό· «Τότε λαλήσει, πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ. Θυμοῦ τοίνυν ἀνύει μᾶλλον, παιδεύουσα. Διόπερ Ἱερεμίας, «Παίδευσον ἡμᾶς, φησὶ, Κύριε, πλὴν ἐν κρίσει, καὶ μὴ ἐν θυμῷ.» Οὐ γὰρ εἶπεν, Καὶ μὴ ἐν ὀργῇ. Χρηστοτέρα δὲ ἡ ἀπὸ κρίσεως παίδευσις, τῆς
40ἀπὸ θυμοῦ καὶ ὀργῆς. Ὁ γὰρ ἐν κρίσει παιδευθεὶς, ἀπὸ τῶν τοῦ Θεοῦ κριμάτων φωτίζεται πρὸς τὸ κρί‐ σει πάντα καὶ λόγῳ ποιεῖν. Λογισμοὶ γὰρ δικαίων καὶ κρίματα. Τοῦ δὲ Θεοῦ τὴν χεῖρα ἐπάγοντος τῷ λαῷ, τουτέστι τὴν κολαστικὴν δύναμιν, κατὰ τὸν
45Ἰώβ· «Χεὶρ γὰρ Κυρίου ἡ ἁψαμένη μου ἐστίν· περὶ οὗ καί φησιν ὁ διάβολος·» Οὐ μὴν δὲ, ἀλλ’ ἀπόστει‐ λον τὴν χεῖρά σου καὶ ἅψαι τῶν ὀστέων αὐτοῦ. Τότε, φησὶ, παρωξύνθη τὰ ὄρη. Συγκινεῖται γὰρ τῷ Θεῷ πρὸς δίκην ἡ κτίσις. Οὕτω πανταχόθεν ἦσαν αἱ τῶν

1928

(50)

Αἰγυπτίων πληγαὶ, ἀπὸ ἀέρος, ἀπὸ γῆς, ἀπὸ ὕδατος. Καὶ πῦρ δὲ πρὸς τούτοις ἐφλόγιζε. Τινὲς δέ φασιν οὕτως εἰρῆσθαι τὰς Ῥωμαίων ἀρχὰς, διὰ τὸ ἐν δόξῃ περιφανὲς, καὶ τὸ ἐν ἀξιώμασιν ἐπηρμένον. Κοπρίοις δὲ διὰ τὴν ἀτιμίαν ἀπεικάζει τοὺς τεθνηκότας. Τοι‐
55οῦτοι καὶ οἱ τοῖς ἁμαρτήμασιν ἐπιμείναντες, καὶ ὑπὸ1927

1929

τῶν ἐναντίων δυνάμεων καταπατούμενοι. Διὰ γὰρ τὴν ἀμετανόητον αὐτῶν καρδίαν, τὸν θυμὸν, φησὶν, οὐκ ἀποστραφήσεσθαι, πρὸς δὲ δίκην μένειν ἐπηρ‐ μένην τὴν χεῖρα· καθ’ ὧν καὶ τὰ ὄρη τὰ νοητὰ παρ‐
5οξύνεται, ἀρχαὶ, καὶ ἐξουσίαι, καὶ κοσμοκράτορες, ὑφ’ ὧν θνήσκει ψυχὴ, Θεοῦ μηκέτι κωλύοντος· ὡς ἐπὶ τῶν δικαίων παρεμβάλλει ἄγγελος Κυρίου κλω‐ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύεται αὐτούς. Τοῦτο δὲ τέλος τῆς κατὰ Ὀζίαν τὸν βασιλέα προφητείας
10ἀρξαμένης ἀπὸ τοῦ, Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ. Τὰ δὲ ἑξῆς μετὰ τελευτήν ἐστιν Ὀζίου ἐπὶ Ἰωα‐ θὰμ, ὃς αὐτὸν διεδέξατο.
20tΚΕΦΑΛ. ϛʹ.
21 α—εʹ. Καὶ ἐγένετο τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεὺς, εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου. Καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ, καὶ Σεραφεὶμ εἱστή‐
25κεισαν κύκλῳ αὐτοῦ, κ.τ.λ. Τὸν Κύριον, ὃν ἐν τοῖς φθάσασι πολλάκις Σαβαὼθ ἀνεκήρυξεν, αὐτοψίᾳ παρείληφεν. Ἦν δὲ ὁ μονογε‐ νὴς τοῦ Θεοῦ Λόγος, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς, ὃς ὑποκαταβαίνων ἔσθ’ ὅτε τοῦ ἰδίου μεγέθους, ὁρα‐
30τὸν ἀνθρώποις ἑαυτὸν ἀπεργάζεται. Ὤφθη πολλάκις τῷ Ἀβραὰμ, καθά φησιν ἡ Γραφὴ, καὶ ἐσχηματι‐ σμένος ἐν ἀνθρώπου μορφῇ, ὡς καὶ ὑπὸ δρῦν γενέ‐ σθαι, καὶ τοὺς πόδας ἀπονίψασθαι, καὶ κοινωνῆσαι τραπέζης. Καὶ Ἰσαὰκ δὲ ὤφθη, καὶ Ἰακὼβ πολλά‐
35κις· καὶ παλαίοντα τοῦτον εἶδεν ὡς ἄνθρωπον. ᾜτει δὲ καὶ Μωϋσῆς γνωστῶς ἰδεῖν τὸν Θεὸν, ἀλλ’ ἀκή‐ κοεν· «Οὐ δυνήσῃ ἰδεῖν τὸ πρόσωπόν μου. Οὐ γὰρ μὴ ἴδῃ ἄνθρωπος τὸ πρόσωπόν μου, καὶ ζήσεται.» Ἡ γὰρ θεότης τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, μένει
40τοῖς πᾶσιν ἀθέατος. Καὶ Ἰεζεκιὴλ δὲ τὴν τούτου δόξαν δι’ αἰνιγμάτων ἑώρακεν. Τούτου δὲ καὶ ὁ παρ‐ ὼν προφήτης ἠξίωται, καὶ μάρτυς ὁ Ἰωάννης. Εἰ‐ πὼν γὰρ, ὅτι εἶπεν Ἡσαΐας, Τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς, καὶ τὰ λοιπὰ, «Ταῦτα εἶπε, φησὶν,
45Ἡσαΐας, ὅτε εἶδε τὴν δόξαν αὐτοῦ.» Νῦν γὰρ Ἡσαΐας τοῦτό φησιν· «Ἀκοὴν ἀκούσετε, καὶ οὐ μὴ συνῆτε,» καὶ τὰ ἑξῆς. Ὤστε τὴν Χριστοῦ δόξαν διὰ τῶν προκειμέ‐ νων ὁ προφήτης ἑώρακεν, οὐ πάντως σαρκὸς ὀφθαλμοῖς, ἀλλὰ τοὺς ἔνδον πεφωτισμένους ὑπὸ τοῦ θείου

1929

(50)

Πνεύματος. Συνεργίᾳ γὰρ φωτὸς τοῖς ἔνδον ὁρῶμεν καὶ τοῖς ἔξωθεν ὀφθαλμοῖς. Δι’ ὅ φησιν ὁ Σωτήρ· «Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.» Οἷος ὢν Ἡσαΐας, Εἶδε τὸν Κύριον Σα‐
βαὼθ, ἀλλ’ οὐ ζῶντος Ὀζίου· τοῦ γὰρ οὗτος ἐπὶ τοῖς1929

1932

διὰ Θεοῦ κατορθώμασιν, ἂ κατώρθωσε θεοσεβὴς τὰ πρῶτα γενόμενος, εἰς ἱερατικὴν ἰέναι λειτουργίαν παρεβιάζετο, μέχρι τῷ μετώπῳ λέπρας ἐπανθησά‐ σης ἐλήλαται. Τοῦ δὲ νόμου κελεύοντος ἐκπέμπεσθαι
5τῆς παρεμβολῆς τὸν νεκρὸν, ὡς ἀκάθαρτον, ᾤκησεν Ὀζίας ἐν Ἱερουσαλὴμ, τὴν πᾶσαν πόλιν μιαίνων· ὅθεν ὁ Δεσπότης σεσίγηκεν, οὐ τοὺς προφήτας ἀτι‐ μάζων, ἀναξίους δὲ τῆς αὐτοῦ κρίνων νουθεσίας τοὺς ἀκαθάρτῳ συνοικοῦντας· καὶ γάρ φησι πρὸς Ἰεζε‐
10κιήλ· «Καὶ τὴν γλῶσσάν σου συνδήσω καὶ ἀποκω‐ φωθήσῃ, καὶ οὐκ ἔσῃ αὐτοῖς εἰς ἄνδρα εὐθύνοντα, ὅτι οἶκος παραπικραίνων ἐστί.» Καὶ νῦν δὲ δι’ ἀγα‐ νάκτησιν σιωπᾷ, καὶ διὰ ταύτην Ἱεροσόλυμα σέσει‐ σται. Δεδήλωκε δὲ τὸ τοιοῦτον Ἀμὼς εἰπών· «Λό‐
15γοι Ἀμώς.» Εἶτα τοὺς βασιλεῖς εἰπὼν, ἐφ’ ὧν οἱ λό‐ γοι γεγόνασιν, ἐπήνεγκε· Πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ. Συμπέπαυται τοίνυν καὶ ἡ σιγὴ τετελευτηκότι τῷ βασιλεῖ, βασιλεύσαντος Ἰωαθὰμ, ὃς καὶ τὸ εὐθὲς ἐνώπιον Κυρίου πεποίηκεν καὶ μαρτύρεται. Εἶδεν
20οὖν τὸν Κύριον Σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ. Ἀλλ’ οὐκ ἐν τῷ οἴκῳ τὸν Κύριον ὁ προφήτης ἑώρακεν, ἀλλ’ ἐν θρόνῳ· περὶ οὗ πάντως φησὶν ἡ Γραφή· «Κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ. Κύ‐
25ριος ἐν οὐρανῷ ὁ θρόνος αὐτοῦ.» Καὶ ὁ Κύριος δέ φησι· «Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου.» Καὶ ἄλλος· «Ὑψοῦ ἦρται ὁ θρό‐ νος αὐτοῦ,» ὅτι πάσης ἐστὶν ἐπέκεινα φύσεως ἡ τοῦ Θεοῦ βασιλεία. Τὸ δὲ βέβαιον, καὶ ἐν ταυτότητι τῶν
30ἀγαθῶν ἱδρυμένον, τῷ καθῆσθαι δεδήλωκεν. Καὶ ὁ Δα‐ βίδ φησιν· «Ὁ Θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ.» Καὶ Ἱερεμίας, «Ὅτι σὺ καθήμενος τὸν αἰῶνα, καὶ ἡμεῖς ἀπολλύμενοι τὸν αἰῶνα.» Ἄνω μὲν οὖν ἑώρα τὸν Κύριον, τὸν δὲ οἶκον τὸν ἐπὶ γῆς [φησὶ] πλή‐
35ρη τῆς δόξης, ὥσπερ φωτὸς ἀκτῖσιν ἄνωθεν ἐξ οὐ‐ ρανοῦ ταῖς τοῦ θείου Λόγου μαρμαρυγαῖς αὐγαζόμε‐ νον. Οὔπω γὰρ δεδυσσεβηκότος Ἰσραὴλ εἰς τὸν Δε‐ σπότην Χριστὸν, ἐπλήρου τὸν ἐκεῖσε ναὸν ἡ δόξα Κυρίου.
44Ἀρνησάμενοι δὲ τὴν βασιλείαν αὐτοῦ, ἀκηκόασιν·
45«Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος.» Διερμη‐ νεύεται δὲ σεραφεὶμ, ἐμπρησταὶ, ἤτοι θερμαίνον‐ τες. Ψυχρὸν γὰρ οὐδὲν παρὰ ταῖς ἀνωτάτω δυνά‐ μεσιν, καὶ ὁ κολλώμενος δὲ τῷ Κυρίῳ, ζέων ἀποτε‐ λεῖται τῷ Πνεύματι, καὶ θερμὸς τὴν ἀγάπην τὴν

1932

(50)

εἰς Θεόν. Τὰς δὲ κύκλῳ Θεοῦ δυνάμεις καὶ Δανιὴλ ἐδήλωσε λέγων· «Χίλιαι χιλιάδες ἐλιτούργουν αὐ‐ τῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν ἔμπροσθεν
αὐτοῦ.» Οὐκ ἐᾷ δὲ, καθ’ ἅ τινες ἐνόμισαν, δύο1931

1933

νοεῖσθαι τὰ Σεραφεὶμ, τὸ λέγεσθαι αὐτὰ κύκλῳ εἶ‐ ναι Θεοῦ, καὶ περιέπειν αὑτοῦ τὸν θρόνον, τῷ ἐξ αὐτοῦ ζωοποιεῖσθαί τε καὶ φωτίζεσθαι, δι’ ἃς δυνά‐ μεις καὶ Κύριος λέγεται Σαβαὼθ, δηλοῦν τὸ, Κύριος
5τῶν δυνάμεων, ἢ, Κύριος στρατιῶν. Ἓξ δὲ πτέρυ‐ γας ἑκάστῳ πεφυκέναι φησὶν, ἅπερ εἰσὶν ἔμφυτοί τινες ἀρεταὶ, δι’ ἃς ὑψοῦνται τοσοῦτον, ὡς πλησίον εἶναι Θεοῦ τὸν νοῦν ἔχοντες ἐν ἀποῤῥήτοις νοημάτων ὑψώμασιν. Ὡς γὰρ φυσικαί τινές εἰσι σωμάτων αἰ‐
10σθήσεις, οὕτως ἐκείνας εἰκὸς δυνάμεσι θείαις παρα‐ δόξων τινῶν ἐνεργητικαῖς, ἡμῖν δὲ ἀγνώστοις, κε‐ χρῆσθαι. Μή ποτε δὲ προαιρετικὰς αὐτὰς μᾶλλον ὑποθετέον, ἢ φυσικάς. Οὕτω γὰρ δίδωσι νοεῖν ὁ πε‐ σὼν Ἑωσφόρος. Σωματικαὶ δὲ οὐκ ἂν εἶεν αἱ πτέρυ‐
15γες, ὡς οὐδὲ ἐπὶ τοῦ· «Ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων.» Τῶν οὖν οὕτω λεγομένων πτερύγων, δύο μὲν τὸ ἴδιον ἐκάλυπτον πρόσωπον· ἀμέλει Σύμμαχος ἐξέδωκεν, τὸ πρόσωπον ἑαυτοῦ, ὡς μὴ τολμᾷν ἀτενὲς ὁρᾷν εἰς τὸ θεωρούμενον. «Οὐδεὶς
20γὰρ ἔγνω τὸν Υἱὸν, εἰ μὴ ὁ γεννήσας αὐτὸν Πατήρ.» Δύο δὲ τοὺς πόδας ἐκάλυπτον τοὺς ἑαυτῶν, τὰ ἔσχατα τῆς οἰκείας πορείας, ὡς ἂν εἴποι τις τὰ βή‐ ματα, τοῦ βίου τὰς πράξεις ἐπισκιάζοντα, ὡς ἂν μὴ ἀκαλύπτοις ποσὶν τῷ ἑαυτῶν παραστήκοιεν βασιλεῖ.
25Τοῦ βίου δὲ κρύπτοντα τὴν πορείαν, τὴν μέσην μό‐ νην κατάστασιν ἑαυτῶν παρεῖχον ὁρᾷν. Καὶ αὐτοῦ δὲ τοῦ Μονογενοῦς τῆς μέσης προνοίας καὶ διοική‐ σεως τὴν σοφίαν ὑπερεθαύμαζον, μήτε τὸ πρόσωπον τῆς θεότητος τολμῶντα θεάσασθαι, μήτε τὸ ἀπειρο‐
30μέγεθες τῆς ἀτελευτήτου καὶ ἀκαταλήπτου φύσεως, ὅπερ πόδας ἐκάλεσε. Ταῦτα γὰρ ἐκπληττόμενα ἐβόων κατὰ δύναμιν ἕκαστον, πολλάκις προσάλληλα τὴν ὑμνώδη ταύτην φωνήν· οὔτε γὰρ μίαν φωνὴν, οὔτε μὴν ἀθρόαν ἔπεμπον ἅπαντα, πρὸς δὲ τὸν
35ἕτερον ἕτερος ἐμφαίνων τὸ θαῦμα. Μάλιστα δὲ ὑπερ‐ εξέπληττεν αὐτὰ ἡ ἀπὸ τῶν ὑψηλοτάτων ἐπὶ τὰ ταπεινὰ τοσαύτη κατάβασις τῆς δόξης τοῦ Θεοῦ Λό‐ γου, ὡς μὴ μόνον τὸν οὐρανὸν ἔχειν τὴν δόξαν αὐ‐ τοῦ, διικνεῖσθαι δὲ καὶ μέχρι τῆς γῆς, καὶ ταύτην
40πληροῦν, ὅπερ ἐστὶ φιλανδρίας ὑπερβολή. Ὅτε μὲν οὖν ἡ τούτων ἐγένετο θέα, μόνος τῶν ἐπὶ γῆς ὁ ἐν Ἱερουσαλὴμ οἶκος, πλήρης ὑπῆρχε τῆς δόξης αὐ‐ τοῦ. Τοῦτο γὰρ ἔφησεν ὁ προφήτης. Ὅτε δὲ προ‐ γνώσει τοῦ μέλλοντος ἔμαθον, ὡς ἡ πᾶσα γῆ πλή‐
45ρης ἔσται τῆς δόξης αὐτοῦ, τότε καὶ τὸ ὑπέρθυ‐ ρον αἴρεται, ὁ δὲ οἶκος ἐπληροῦτο καπνοῦ. Ἐδείκνυτο γὰρ διὰ τούτων ἥ τε τῆς ἀσφαλείας ἀφαί‐ ρεσις, τοῦ ναοῦ γυμνουμένου, ὅτε τῷ οἴκῳ παρεσό‐ μενος ἐμπρησμὸς, Χριστοῦ γνωσθέντος τοῖς ἔθνεσιν,

1933

(50)

ὅτε καὶ πᾶσιν ἐδείχθη τῆς αὐτοῦ θεολογίας ἡ δόξα, οὐχ ἑνὸς ἔτι, πλειόνων δὲ καθ’ ὅλης τῆς οἰκουμένης σταθέντων οἴκων κρειττόνων. Ὡς γὰρ τῇ Ἰουδαίων Συναγωγῇ τοῦ, Ἅγιος, ἅγιος, ἅγιος, οὐχ ἁρμόττον‐ τος (ὁ γὰρ ὕμνος τῇ Ἐκκλησίᾳ τῇ καθ’ ὅλης τῆς οἰ‐
55κουμένης ἀπέκειτο), ἡ ἄνωθεν αἴρεται χάρις.1933

1936

Ἀνάγκη τοίνυν καὶ τὰς παραστάδας σαλεύεσθαι ῥᾳδίως, ὅθεν πᾶσα χεὶρ σαλεύει τὰ Ἰουδαϊκά. Διὸ προφήτης τις ἔλεγεν· «Θήσω τὴν Ἱερουσαλὴμ ὡς πρόθυρα σαλευόμενα.» Ὃ δὴ γέγονε πάσης τῆς
5γῆς πληρωθείσης τῆς δόξης αὐτοῦ. Τοῦτο δὲ καὶ προείρητο Μωϋσεῖ περὶ τῆς τοῦ λαοῦ μοσχοποιίας τὸν Θεὸν δυσωπήσαντι· «Πλὴν ζῶ ἐγὼ, καὶ ζῇ τὸ ὄνομά μου, ὅτι πλησθήσεται τῆς δόξης μου πᾶσα ἡ γῆ.» Καὶ ἐν πρώτῳ καὶ ἑβδομηκοστῷ ψαλμῷ φησι,
10«Καὶ πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ. Γένοιτο, γένοιτο.»
17 Καθὰ καὶ νῦν ἐβόα τὰ Σεραφεὶμ μέλλουσαν ἐκ‐ λάμπειν ἐπὶ γῆς ὁρῶντα τὴν δόξαν αὐτοῦ, μηδὲν ἐκ τῆς γεώδους ζημιουμένην οὐσίας, τὸν δὲ ἁγιασμὸν
20οὐχ ἅπαξ, ἀλλὰ πολλάκις, μᾶλλον δὲ καὶ ἀπειράκις ἐφθέγγετο, πρὸς τὸν ἕτερον ἕτερος τὸ ἴδιον θαῦμα δηλῶν· ἤγουν ἐξ ἀμοιβῆς ἀντιφωνοῦντα πρὸς ἄλλη‐ λα, οὐ διὰ τὸ κάμνειν, διὰ δὲ τὸ τὰς τιμὰς ἀλλήλοις παραχωρεῖν, ἀντιδωρεῖσθαί τε τὰς δοξολογίας· πάντα
25γὰρ ἐν κόσμῳ τὰ ἄνω. Τρὶς δὲ τὸ ἅγιος λέγοντες, κατακλείουσι τὴν δοξολογίαν εἰς τὸ, Κύριος Σαβαὼθ, ἐν μιᾷ θεότητος φύσει τὴν ἁγίαν τιθέντες Τριάδα. Τὴν δὲ μέλλουσαν αὐτοὺς ἐρημίαν καταλαβεῖν ὁ προ‐ φήτης μαθὼν, δέδοικε μὴ τῷ πλήθει καὶ αὐτὸς συν‐
30απόλοιτο. Καὶ τὴν ἀνθρωπίνην δὲ φύσιν τῇ φανείσῃ παρατιθεὶς, ὡς ἔστι τάλας φησὶ, καὶ τῶν ἰδίων χειλῶν τὴν ἀκαθαρσίαν ὁμολογεῖ, οὐ ψυχῆς, οὐδὲ παντὸς τοῦ σώματος, πλὴν εἰ μὴ τὴν πᾶσαν ἑαυτοῦ φύσιν ἐκ μέρους δηλοῖ, μᾶλλον δὲ τὰ λοιπὰ καὶ τὴν
35καρδίαν κεκάθαρτο. Οὐ γὰρ ἂν ἴδε τὸν Κύριον, τὰ δὲ χείλη φησὶν ἔχειν ἀκάθαρτα Πόθεν, ἢ ἐκ τῆς πρὸς τοὺς ἀκαθάρτους ὁμιλίας, οἷς ὁμιλῶν ἠναγκά‐ ζετο τῆς ἐκείνων μοχθηρίας ἄξια φθέγγεσθαι; οὕτω γὰρ ἦν καθαρὸς, ὡς κἀπὶ σμικρῷ κατανύττεσθαι
40καὶ ταλανίζειν ἑαυτόν. Δίκαιος γὰρ ἑαυτοῦ κατ‐ ήγορος ἐν πρωτολογίᾳ· καὶ Ἀβραὰμ δὲ θεωρήσας τὸν Κύριον, γῆν καὶ σποδὸν ἑαυτὸν ἀπεκάλεσε, πρότερον μὴ τοῦτο εἰπὼν, ὡς οὐδὲ νῦν Ἡσαΐας τὸ τάλας πρὶν κατανοῆσαι τὸν Κύριον. Οὐδὲ Μωϋσῆς παι‐
45δευόμενος τὴν Αἰγυπτίων σοφίαν, καὶ, ὡς εἰκὸς, εὐ‐ φυίᾳ καὶ συνέσει τούτους νικῶν, ᾔσθετο ἑαυτοῦ ἰσχνοφώνου ἢ βραδυγλώσσου· ἀλλ’ ὅτε ἤκουσε τοῦ χρηματίζοντος, τὴν ἰδίαν φωνὴν ἐμέμψατο. Ὁ μέν‐ τοι Μωσέως προσέταξε νόμος μὴ συναναμίγνυσθαι

1936

(50)

τοῖς ἁγίοις τὸν βέβηλον· καὶ τοῦτο διὰ πολλῆς ἐτί‐ θεντο φυλακῆς. Διὸ καὶ Πέτρος ἐν τῷ τῆς ἄγρας πλήθει, τῆς Ἰησοῦ δυνάμεως πειραθεὶς, ὅτε κελεύ‐ σαντος αὐτοῦ καθῆκε τὸ δίκτυον, Ἔξελθε, φησὶν, ἀπ’ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, Κύριε. Ἄλλως γὰρ
55οὐκ ἂν ἠξίωσεν ἀπ’ αὐτοῦ τὸν Χριστὸν ἀπελθεῖν. Καὶ οἱ Γεργεσηνοὶ δὲ μετὰ τὴν πεῖραν τῶν τοσούτων
θαυμάτων παρεκάλεσαν μεταβῆναι ἀπὸ τῶν ὁρίων1935

1937

αὐτῶν, καίτοι κρατεῖν ἔδει μᾶλλον τὸν ἐλαύνοντα δαίμονας, καὶ πάσης νόσου γινόμενον ἰατρόν. Ὅθεν καὶ Φαρισαῖοι, κληθέντος πρὸς σωτηρίαν Ματθαίου, καὶ εἰς τὸν οἶκον ἑαυτοῦ καλέσαντος Ἰησοῦν, ἐπει‐
5δὴ πολλοὶ συνῆσαν ἁμαρτωλοὶ καὶ τελῶναι, τοῖς αὐ‐ τοῦ μαθηταῖς ἔλεγον· Διὰ τί μετὰ ἁμαρτωλῶν καὶ τελωνῶν ἐσθίει ὁ διδάσκαλος ὑμῶν; Αἰτιᾶται δὲ καὶ τοὺς ἐξάρχοντας τῶν Ἰουδαίων Θεὸς λέγων, Ἀναμέ‐ σον ἁγίου καὶ βεβήλου οὐ διέστελλον. Δι’ ὃ καὶ νῦν ὁ
10προφήτης ὑπὸ τοῦ συνειδότος κατανένυκται, φησὶν, ὅτι τῶν ἁγίων δυνάμεων χείλεσι παναγίοις ὑμνούν‐ των τὸν Κύριον, οὐκ εἶχε σὺν αὐτοῖς ἀνυμνεῖν, εἰ‐ δὼς ὡς οὐχ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ. Διόπερ ἐξέδωκε Σύμμαχος· Οἴμοι, ὅτι ἐσιώπησα.
15Ἦν μὲν γὰρ ἀκάθαρτος χείλεσιν Ἰσραὴλ, βλασ‐ φημήσας τὸν Κύριον Ἰησοῦν τὸν Χριστόν. Ὁ δὲ προφήτης πρὸς αἷς εἰρήκαμεν αἰτίαις, μετριάζων ἑαυτὸν συναναμίγνυσιν τῷ λαῷ· τάχα δὲ καὶ τῆς ἀνθρώπου φύσεως τὴν νόσον ὁμολογεῖ, κατὰ Δαβὶδ
20εἰρηκότα· «Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· Πᾶς ἄνθρωπος ψεύστης.» Νοσεῖ γὰρ τὸ ψεῦδος ἡ φύσις, εἰ καὶ νήφοντες ὀλίγοι τοῦτο φεύγειν δεδύνηνται. Ὅτι δὲ χρὴ καθαροῖς χείλεσιν ὑμνολογεῖν τὸν Θεὸν, δηλοῖ τις τῶν μαθητῶν περὶ τῆς γλώσσης εἰπὼν,
25«Ἐν αὐτῇ εὐλογοῦμεν τὸν Κύριον, καὶ ἐν αὐτῇ κατ‐ αρώμεθα τοὺς ἀνθρώπους τοὺς καθ’ ὁμοίωσιν Θεοῦ γεγονότας. Ὁ δὲ Σύμμαχος ἐξέδωκεν ἔτι σαφέστε‐ ρον εἰπών· Εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρό‐ νου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ τὰ πρὸς ποδῶν
30αὐτοῦ ἐπλήρου τὸν ναόν. Σεραφεὶμ ἑστῶτα ἐπ‐ άνωθεν. Ἐπειδὴ γὰρ ὁ οὐρανὸς αὐτῷ θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ, ὁ ἐπὶ γῆς δὲ ναὸς, ἐν τῷ ὑποποδίῳ αὐτοῦ συνειστήκει· εἰκότως τὰ πληροῦντα τὸν ἐπὶ γῆς οἶκον, πρὸς ποδῶν
35ἐλέγετο τοῦ Θεοῦ. Σεραφεὶμ δὲ εἰστήκει ἐπάνωθεν τοῦ οἴκου. Οὐ γὰρ δὴ τοῦ Κυρίου, ἀλλ’ οὐδὲ εἴσω ἦν τοῦ οἴκου (ἦ γὰρ ἂν καὶ αὐτὰ πρὸς τοῖς ποσὶν ἦν τοῦ Θεοῦ), ἀλλ’ ἦν ὑπεράνω τοῦ οἴκου περιπο‐ λοῦντα τὸν βασίλειον θρόνον. Μὴ ἀγνοῶμεν δὲ ὡς
40οἶκόν τινες ἔφασαν τὸ σύμπαν σύστημα τῆς νοητῆς καὶ αἰσθητῆς κτίσεως, ἐπηρμένον δὲ θρόνον, τὴν ἐπὶ πάντων ἀρχήν. Ἐχρῆν δὲ τούτους προσθεῖναι καὶ πῶς ὁ οὕτω νοούμενος οἶκος ἐπληρώθη κα‐ πνοῦ.

1937

(50)

ϛ—ιγʹ. Καὶ ἀπεστάλη πρός με ἓν τῶν Σεραφεὶμ, καὶ ἐν τῇ χειρὶ εἶχεν ἄνθρακα, ὃν τῇ λαβίδι ἔλα‐ βεν ἀπὸ τοῦ θυσιαστηρίου, καὶ ἥψατο τοῦ στό‐ ματός μου, καὶ εἶπεν· Ἰδοὺ ἥψατο τοῦτο τῶν χειλέων σου, κ.τ.λ.
55Τῷ μὲν Ἱερεμίᾳ εἰρηκότι· «Ὁ ὢν, Δέσποτα Κύ‐
ριε, ἰδοὺ, οὐκ ἐπίσταμαι λαλεῖν, ὅτι νεώτερος ἐγώ1937

1940

εἰμι,» ἐξέτεινε Κύριος τὴν αὑτοῦ χεῖρα, καὶ ἥψατο τοῦ στόματος αὐτοῦ πληρῶν τῆς προφητικῆς αὐτὸ χάριτος, ἐπείπερ οὐκ ἐδεῖτο καθάρσεως. Νῦν δὲ τῷ δεομένω ταύτης, οὐχ ὁ Κύριος, ἓν δὲ τῶν Σεραφεὶμ
5προσάγει τὸν ἄνθρακα τὸν καθάρσιον, ὅθεν εἰκό‐ τως τὴν, ἐμπρησταὶ, ἤγουν ἐμπιπρῶντες, προσηγο‐ ρίαν ἠνέγκαντο. Δι’ ὃ περὶ τῆς ἀγγελικῆς δυνάμεως εἴρηται· «Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.» Καθαρ‐
10τικοὶ γάρ εἰσι τῶν δεομένων καθάρσεως. Πληροῖ δὲ τὸ ἑαυτοῦ θυσιαστήριον ἀνθράκων καθαρτικῶν ὁ Θεὸς, δι’ ὅ πού φησιν· Ἄνθρακες ἀνήφθησαν ἀπ’ αὐ‐ τοῦ. Καὶ πῦρ καταναλίσκον τὸν Θεὸν ἐκάλει Μωσῆς. Βαπτίζει καὶ ὁ Σωτὴρ ἁγίῳ Πνεύματι καὶ πυρί. Οὐκ
15ἔστι γὰρ καθαρθῆναι, πλὴν διὰ τοῦ θείου πυρός. Ὁποῖον γάρ ἐστιν ἑκάστου τὸ ἔργον, τὸ πῦρ αὐτὸ δοκιμάσει. Καὶ σωθήσεται δὲ, φησὶν, ὡς διὰ πυρός. Μή ποτε δὲ Χριστοῦ σύμβολον ληπτέον τὸν ἄν‐ θρακα, ὃς ξύλον μέν ἐστι τῇ φύσει, πλὴν ὅλος δι’
20ὅλου μεμέστωται τοῦ πυρὸς, οὗ καὶ τὴν δύναμιν ἔχει καὶ τὴν ἐνέργειαν. Παρεικάζειν δὲ φιλεῖ πυρὶ καὶ τὸν Θεὸν ἡ θεία Γραφή. «Γέγονε δὲ σὰρξ ὁ Λόγος, καὶ ἐσκήνωσεν ἐν ἡμῖν.» Ἐν τῷ Χριστῷ γὰρ πᾶν τὸ τῆς θεότητος κατῴκηκε πλήρωμα, κατὰ τὸν τῆς
25ἑνώσεως τρόπον. Θαυματουργὸς ἐντεῦθεν καὶ τοῦ Σωτῆρος ἡ σάρξ. Ἥψατο γοῦν τῆς σοροῦ καὶ ἀνέστησε τὸν τῆς χεῖρας υἱόν. Καὶ πτύσας, τὸ βλέπειν χαρίζεται, ὃς περικαθαίρει τὰ χείλη γινό‐ μενος ἐν αὐτοῖς, ὅταν τὴν πίστιν ὁμολογῶμεν τὴν εἰς
30αὐτόν. Διὸ καὶ Παῦλός φησιν· «Ἐγγύς σου τὸ ῥῆμά ἐστιν ἐν τῷ στόματί σου, καὶ ἐν τῇ καρδίᾳ σου· τουτέστιν τὸ κήρυγμα τῆς πίστεως, ὃ κηρύσσομεν,» καὶ τὰ ἐπὶ τούτοις. Δι’ αὐτοῦ γὰρ ὁ τῆς ἁμαρτίας
35ἐκτήκεται ῥύπος, γινόμεθά τε τῷ πνεύματι ζέοντες. Αὐτοῦ γὰρ ἡ σὰρξ ἦρε τὴν ἁμαρτίαν τοῦ κόσμου. Καὶ Δαβὶδ δέ φησι· «Πεπυρωμένον τὸ λόγιον σου σφόδρα, καὶ ὁ δοῦλός σου ἠγάπησεν αὐτό·» τῆς ἐν‐ τεῦθεν ἐνεργείας αἰσθόμενος. Συγγενὲς δὲ τούτου τὸ
40πῦρ τὸ ἐπὶ τῆς βάτου καὶ τοῦ Χωρήβ· τοιούτῳ πυρὶ Κλεώπα καὶ Σίμωνος ἐκαίετο ἡ καρδία, ὅτε διήνοιγεν αὐτοῖς ὁ Κύριος τὰς Γραφάς. Τοιοῦτον Ἱερεμίας ἔλαβε πῦρ, δι’ ὃ καὶ ἔλεγεν· «Καὶ ἐγένετο πῦρ ἐν τοῖς ἐγκάτοις μου, καὶ παρ’ εἶναι πάντοθεν.»
45Τοῦτο καὶ ὁ Σωτὴρ ἐπὶ τὴν γῆν ἦλθεν βαλεῖν. «Καὶ τί θέλω, φησίν; ἀλλ’ ἤδη ἀνήφθη.» Τοῦτο τὸ πῦρ ἀπὸ τοῦ θυσιαστηρίου λαμβάνει τὸ Σεραφείμ. Χω‐ ρίον δὲ τοῦτο καθαρισμοῦ ψυχῶν ἐπουράνιον, ὅθεν ἐκπέμπεται ταῖς ἁγιαζομέναις δυνάμεσι τὸ καθάρ‐

1940

(50)

σιον πῦρ. Αὖται μέντοι τῆς πρεπούσης ἑκάστῃ παρὰ Θεοῦ τιμῆς ἀπολαύουσαι ὑπὸ ζυγὸν ὑπάρχου‐ σιν ἕνα· νεύμασι γὰρ ὑπηρετοῦσι Δεσποτικοῖς, ἐν
μέρει τιμῆς τὴν δουλείαν δεχόμενα. Διὸ καὶ νῦν1939

1941

τὸ Σεραφεὶμ τῇ τοῦ προφήτου καθάρσει διακονεῖ, λαμβάνον τῇ λαβίδι τὸν ἄνθρακα, τὸ σέβας ἐμ‐ φαῖνον, ὅπερ ἔχει πρὸς τὸ θυσιαστήριον, χειρὶ μὴ τολμῆσαν ἐφάψασθαι. Ἀληθινὸν γὰρ ἦν τὸ πῦρ, ἀλλ’
5οὐκ ἀλλότριον, ᾧ Ναβὰδ καὶ Ἀβιοὺδ κατεκάησαν. Τοῦτο γὰρ ὡς μὴ καῖον τοῖς χείλεσιν τοῦ προφήτου προσάγεται. Οὗτο νῦν διὰ τὸ καυστικὸν ἡ λαβὶς, ἀλλὰ δηλοῖ τὴν ἐν ἑκάστῳ τυγχάνουσαν ἐπιτηδειότητα πρὸς τὴν ἀναλογίαν τῆς ἐν ἑκάστῳ ὑπαρχούσης πρὸς
10τὸ καλὸν οἰκειώσεως. Ἢ, ὅτι τὴν ἐπὶ Χριστῷ πίστιν καὶ γνῶσιν, καθάπερ τινὶ λαβίδι, δεχόμεθα διὰ νομι‐ κῶν τε ἅμα καὶ προφητικῶν παιδευμάτων, ὧν ταῖς μαρτυρίαις οἱ ἀπόστολοι τοὺς ἰδίους λόγους ἐπισφρα‐ γίζοντες, ἔπειθον τοὺς ἀκούοντας, τὸν ἄνθρακα τοῖς
15αὐτῶν προσάγοντες χείλεσιν, καὶ τὴν πίστιν ὁμολο‐ γῆσαι παρασκευάζοντες· ὃν ὁ προφήτης δεξάμενος θαῤῥεῖ, μηκέτι λέγων· Τάλας ἐγώ· ἀποστολῇ δὲ τῇ παρὰ τοῦ φανέντος ἐπιτρέχων αὐτόματος. Τοσοῦτον δύνανται δυνάμεις λειτουργικαὶ πεμπόμεναι πρὸς
20τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν, οὐκ αὐθεντι‐ κῶς, οὐδὲ αὐτεξουσίως παραγινόμεναι. Προηγουμένη γὰρ αὐταῖς καὶ κατὰ φύσιν ἐστὶ ζωὴ τῷ τοῦ Θεοῦ κάλλει ἐνατενίζειν ἀεὶ, καὶ διηνεκῶς δοξάζειν αὐτόν· περιστατικὴ δὲ ταύταις ἐνέργεια ἡ πρὸς ἡμᾶς τοὺς
25ἀνθρώπους ἐπιμέλεια καὶ στροφή. Τοιαύτη καὶ ἡ νῦν προσενεγκοῦσα τὸν ἄνθρακα. Νοήσωμεν δὲ τοῦ‐ τον λόγον ἀληθῆ, διαπύρως καὶ ἐλεγκτικῶς τὸ ψεῦ‐ δος καθαίροντα, οἷς ἂν ἀπὸ τῆς δραστηρίου δυνά‐ μεως προσενεχθῇ. Τὴν γὰρ χεῖρα τοῦ Σεραφεὶμ
30ἐνέργειαν χρὴ νοεῖν ἀγαθῶν παρεκτικήν. Ὁ δ’ οὖν Κύριος καθαρθέντα τὸν προφήτην προστακτικῶς οὐκ ἀπέστειλεν, ἀλλά φησι· Τίς πορεύσεται; Δοκιμά‐ ζοντος δὲ τοῦτον ἡ τοιαύτη φωνὴ, καὶ τὴν αὐτοῦ προθυμίαν προκαλουμένου, ὡς ἂν τῆς ἀγαθῆς προαι‐
35ρέσεως κομίζοιτο τὸν μισθόν. Ἔοικε δὲ καὶ αἰτιᾶ‐ σθαι λίαν τὸν Ἰσραὴλ, ὡς τοῖς ἀποστελλομένοις ἀεὶ γινόμενον ἀπειθῆ, καὶ διαφόρως αὐτοὺς τιμωρούμε‐ νον. Τοιγαροῦν καὶ πρὸς τὸν Ἰεζεκιήλ φησιν ὁ Θεός· «Ὁ δὲ οἶκος τοῦ Ἰσραὴλ οὐ μὴ ἐθελήσωσιν ἀκοῦσαί
40σου, διότι οὐ βούλονται εἰσακοῦσαί μου, ὅτι πᾶς ὁ οἶκος τοῦ Ἰσραὴλ φιλόνεικοί εἰσι καὶ σκληροκάρ‐ διοι.» Ὅθεν ἔοικεν ἀποροῦντι, Τίς δυνήσεται πεῖσαι τὸν Ἰσραήλ; Ὁ δὲ, ἅτε ἄνθρακος τοῦ θείου μεταλα‐ βὼν, καθαρὸς μέν ἐστι, πρόθυμος δὲ καὶ νεανικὸς
45πρὸς ἀποστολὴν, οὗ μετειληφότες μᾶλλον οἱ τοῦ Χριστοῦ μαθηταὶ θερμότεροι πρὸς ταύτην ἐγένοντο. Θεὸς δὲ τὸν Μωϋσῆν οὐκ ἠρώτησεν, ὡς νῦν Ἡσαΐαν· ἀλλ’ ὡς ἔχων ἕτοιμον, φησί· «Δεῦρο, ἀποστείλω σε πρὸς Φαραὼ βασιλέα Αἰγύπτου.» Καὶ ὅμως παραι‐

1941

(50)

τεῖται, ὁ δὲ πλείστῃ τῇ ἀγάπῃ φερόμενος, ἀορίστως ἀκούσας τοῦ λόγου, ἐπιδίδωσιν ἑαυτὸν μηδὲν ὧν πά‐ σχειν ἤμελλεν λογισάμενος. Ἀλλ’ οὐκ ἐναντίαν ταύτῃ διάθεσιν ἔσχεν ὁ Μωϋσῆς. Ἀλλ’ ᾔδει τὴν ὑπόθεσιν,
εἰς ἣν ἀπεστέλλετο, καὶ ὡς ἀνένδοτός ἐστιν ὁ Φαραὼ,1941

1944

ὁ δὲ λαὸς Ἰσραὴλ δυσπειθὴς, πεῖραν τούτου μα‐ θών.
6 Εὖ γὰρ παθόντες τὸν εὐποιήσαντα φυγεῖν παρ‐ εσκεύασαν, καὶ προφάσει ποιμενικῆς τοὺς τῶν ἀν‐ θρώπων θορύβους ἐξέκλινεν. Δηλοῖ δὲ τὴν γνώμην τοῖς ἐφεξῆς. Ὡς γὰρ ταῖς αὐτοῦ λιταῖς τὴν ἐπὶ τῇ
10μοσχοποιίᾳ δίκην ἀπέδρασαν, τοῦ Θεοῦ πρὸς αὐτὸν εἰπόντος· «Πορεύου καὶ ὁδήγει τὸν λαὸν τοῦτον, καὶ τὸν ἄγγελόν μου ἐξαποστελῶ ἔμπροσθέν σου,» φησὶν εὐθέως· «Δέομαι, Κύριε, εἰ μὴ αὐτὸς σὺ προπορεύῃ ἡμῶν, μὴ ἀναγάγῃς ἡμᾶς ἐντεῦθεν.» Τίνος χάριν;
15Ὅτι ἁμαρτωλὸς ὁ λαὸς χρῄζει τοῦ ἀφιέντος ἁμαρτίας, ὅπερ ἀγγέλοις ἀδύνατον. Τιμωρητικοὶ μὲν γὰρ τῶν ἁμαρτανομένων οἱ ἄγγελοι, συγχωρητικοὶ δὲ τούτων οὐκέτι. Διὸ καὶ ἐξαρχῆς ἔλεγεν, Προχείρισαι ἄλλον ὃν ἀποστελεῖς. Τουτέστιν, Ἐλθέτω ὁ ἀληθινὸς νομοθέ‐
20της, ὁ δυνατὸς Σωτὴρ, ὁ μόνος ἔχων ἐξουσίαν ἀφιέναι ἁμαρτίας. Οὐκ εἰσηκούσθη δὲ, ὅτι μήπω παρῆν τὸ πλήρωμα τῶν καιρῶν, καὶ ἔδει ἐν τοῖς τύποις προ‐ εθισθῆναι τὴν ἀνθρωπότητα. Ἡσαΐας δὲ τῶν ἁμαρ‐ τιῶν ἀφείμενος εἰπὼν, ὅτι Ἐν μέσῳ λαοῦ ἐγὼ οἰκῶ
25ἀκάθαρτα χείλη ἔχοντος· εἶτα νῦν ἀκούσας, Τίς πορεύεται πρὸς τὸν λαὸν τοῦτον; νομίσας ἐπὶ τῷ πα‐ ραπλήσια κακείνους εὐεργετηθῆναι, ζητεῖσθαι τὸν ἀποστελλόμενον, ὑπὸ περιχαρείας ἑαυτὸν ὑποβάλ‐ λει, ὡς ἂν κακείνοις ἀφεθῇ τὰ ἡμαρτημένα· ἀσφαλῆ
30μέντοι πεποίηται τὴν ἀπόκρισιν, ὡς ὠφελημένος ἐκ τῆς τοῦ ἄνθρακος ἤδη καθάρσεως. Πρὸς γὰρ δύο λόγους μίαν πεποίηται τὴν ἀπόκρισιν, Τίνα ἀπο‐ στελῶ; καὶ, Τίς πορεύσεται; Ἰδοὺ ἐγώ εἰμι, ἀπό‐ στειλόν με, μηκέτι προσθεὶς καὶ, Ἐγὼ πορεύσομαι.
35Τὸ μὲν γὰρ δέξασθαι τὴν ἀποστολὴν, ἐφ’ ἡμῖν· τὸ δὲ δυναμωθῆναι πρὸς τὴν πορείαν, ἐκ τοῦ διδόντος τὴν χάριν Θεοῦ· διὸ τοῦτο κατέλιπε τῷ Θεῷ, μηδὲν ἐπ‐ αγγειλάμενος ἀσθενείᾳ τῆς φύσεως ...περ οὐκ ἔλαβεν ἑαυτῷ, τοῦτο χαρίζεται Κύριος, εἰπών· Πο‐
40ρεύθητι, καὶ εἶπον τῷ λαῷ τούτῳ. Τὸ δέ· Ἰδοὺ, εἰμὶ ἐγὼ, θαῤῥῶν εἶπεν, ὡς ἤδη τοῦ ὄντος μεταλαβὼν, καὶ ἐν τοῖς οὖσιν ἀριθμῶν ἑαυτὸν μετὰ τὴν κάθαρσιν. Ἐπεὶ δὲ ἔθετο ὁ Θεὸς πρῶτον ἀποστόλους, δεύτερον προφήτας, διὰ τοῦτο Ἡσαΐας πρῶτον τὸ τῆς ἀποστο‐
45λῆς δέχεται χάρισμα· καὶ Μωϋσῆς ἀκούει· «Δεῦρο ἀποστελῶ σε·» καὶ Ἱερεμίας· «Ὅτι πρὸς πάντας οὓς ἂν ἐξαποστελῶ σε, πορεύσῃ.» Ἀκούει δὲ φωνῆς Κυρίου ὁ τὸ ἡγεμονικὸν ἐξ αὐτοῦ τυπωθεὶς, διὰ τὴν ἐν αὐτῷ καθαρότητα τοῦ ἐνηχοῦντος ἀκροώμενος Λό‐

1944

(50)

γου, ὥσπερ βιβλίῳ τῇ ψυχῇ τὰ νοήματα τὰ θεῖα χα‐ ράττοντος. Τί οὖν εἰπεῖν Ἡσαΐας προστάττεται, Ἀκοῇ ἀκούσητε, καὶ οὐ μὴ συνῆτε, καὶ βλέπον‐ τες βλέψητε, καὶ οὐ μὴ ἴδητε. Τίνα δὲ βλέψουσιν,
ἢ τίνος ἀκούσονται, παρῆκεν ἡμῖν καταλιπὼν τοῦτο1943

1945

σκοπεῖν ἐκ τῆς ἀκολουθίας τοῦ λόγου λεγούσης, ὅτι Ὃν σὺ τεθέασαι Κύριον, ὦ προφῆτα, τοῦτον ὄψεται καὶ ὁ λαὸς οὗτός ποτε· καὶ οὗπερ ἀκήκοας, κακεῖνος ἀκούσεται· ἀλλ’ οὐ συνήσει, οὐδὲ γνώσεται, τὴν
5αὐτοῦ χάριν δέξασθαι μὴ βουλόμενος, ὡς ἀνθρώπου φανέντος ἐπὶ τῆς γῆς. Τοιγαροῦν προϊὼν, «Ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε, φησὶ, καὶ ταῖς ἀνομίαις ὑμῶν ἐξαπέστειλα τὴν μητέρα ὑμῶν. Διότι ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος, ἐκάλεσα καὶ οὐκ ἦν ὁ ὑπ‐
10ακούων.» Τὸν δὲ τρόπον τοῦ ἑωρακέναι δεικνὺς, τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν. Ὁ μὲν γὰρ, ἅτε φῶς ὑπάρχων, πάντων ἐφώτιζε τὰς ψυχὰς, ὡς καὶ τυφλοῖς τὸ βλέπειν χαρίζεσθαι. Οἱ δὲ τοὺς ὀφθαλμοὺς καταμύσαντες, βλέποντες οὐκ ἔβλε‐
15πον, τουτέστι, δυνάμενοι βλέπειν, οὐκ ἤθελον. Γίνε‐ ται δὲ τοῦτο, ἢ καταφρονήσει τοῦ ὁρωμένου παρα‐ τρεπόντων τοὺς ὀφθαλμοὺς, ἢ προσποιήσει τοῦ μὴ ἑωρακέναι, ἅ τις ἑώρακε. Τὸ μὲν οὖν βλέψαι παρῆν αὐτοῖς ἀπὸ τῆς τοῦ ὀφθέντος χάριτος· τὸ μὴ ἰδεῖν δὲ
20συμβέβηκεν μυσάντων τοὺς ὀφθαλμούς. Οὕτως ἀκούων τις οὐκ ἀκούει, εἰ μὴ συνιῇ παρακούων· ἃ δὴ γέγονεν αὐτοῖς ἐπὶ τῆς τοῦ Σωτῆρος ἐπιδημίας. Παρόντα γὰρ αὐτὸν ὀφθαλμοῖς ὁρῶντες οὐκ ἔβλεπον, τά τε μυστήρια τῆς βασιλείας διδάσκοντος οὐκ ἠνεί‐
25χοντο. Οὕτω γὰρ καὶ Παῦλος νοῶν ἔλεγεν ἐν ταῖς Πρά‐ ξεσιν πρὸς τοὺς ἐν Ῥώμῃ τυγχάνοντας Ἰουδαίους· «Καλῶς γὰρ τὸ Πνεῦμα τὸ ἅγιον ἐλάλησε διὰ Ἡσαΐου τοῦ προφήτου πρὸς τοὺς πατέρας ὑμῶν λέγον· Πο‐ ρεύθητι, καὶ εἶπον τῷ λαῷ τούτῳ,» καὶ τὰ ἑξῆς, εἰς
30τὴν τοῦ Σωτῆρος ἀναφέρων ἐπιδημίαν τὸν λόγον. Τοῦτο δὲ ἦν ἄρα καὶ μάλα σαφῶς, ὅπερ ἔφη Χρι‐ στὸς, τοῖς ἐξ Ἰσραὴλ ἀπειθεῖν εἰρημένοις· «Μὴ γογγύζετε κατ’ ἀλλήλων. Οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐ‐
35τόν.» Καὶ πάλιν· «Πᾶς ὁ ἀκούσας παρὰ τοῦ Πατρὸς καὶ μαθὼν, ἔρχεται πρός με.» Οὐκ οὖν ἐκκέκλην‐ ται πρὸς ἐπίγνωσιν τοῦ Υἱοῦ δι’ ἀποκαλύψεως τοῦ Θεοῦ καὶ Πατρὸς, ὅτι μηδὲ ἦσαν ἄξιοι τῆς αὐτοῦ σωτηρίας τε καὶ ζωῆς· καὶ ἐν τούτῳ τὸ εὔλογον τῆς
40τοῦ Θεοῦ κρίσεως ἀναφαίνεται. Εἰπόντος γὰρ Ἡσαΐου· Ὅτι ἀκάθαρτα χείλη ἔχω, καὶ περὶ τοῦ λαοῦ πάλιν τὰ ὅμοια, αὐτῷ μὲν ἐδόθη διὰ τοῦ ἄνθρακος ἡ χάρις τῆς συγχωρήσεως· τοῖς δὲ, οὐκέτι. Ὁ μὲν γὰρ ἰδὼν Κύριον Σαβαὼθ, ἐπίστευσεν οἷς ἐθεάσατο· οἱ δὲ βλέ‐
45ποντες ἐπιδημοῦντα τὸν Κύριον, οὐκ ἐπίστευον. Καὶ ὁ μὲν ἀκούσας τῆς δοξολογίας, συνῆκεν· οἱ δὲ τοῦ Σωτῆρος ἀκούσαντες, οὐκ ἐδέχοντο. Καὶ ὁ μὲν κατα‐ νυγεὶς τῆς ἰδίας ἁμαρτίας ᾐσθάνετο, καὶ τάλας ἔφη πρὸς ἑαυτόν· τῶν δὲ ἐπαχύνθη ἡ καρδία, πρὸς

1945

(50)

τὸ μὴ τῶν ἰδίων κακῶν ἐπαισθάνεσθαι, καὶ προσελ‐ θεῖν τῷ δωρουμένῳ τὴν ἄφεσιν. Δι’ ὅ φησιν ὁ Κύριος πρὸς αὐτούς· «Ὅτι ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν.» Δόξει δὲ κωλύειν ἐπὶ τοὺς χρόνους ταῦτα τοῦ
Σωτῆρος ἀνάγεσθαι, τὸ (Εἶπον τῷ λαῷ τούτῳ) λέ‐1945

1948

γεσθαι δεικτικῶς. Τοῦ γὰρ δεικνυμένου λαοῦ τίς ἤμελλε τοῦ Σωτῆρος ἀκούειν, ἢ βλέπειν αὐτοῦ τὰ θαυμάσια; Ἐξ ὁμοίου δὲ τοῦτο νοήσομεν. Εἴρηται γάρ τινι τῶν δώδεκα· «Λαός μου, τί ἐποίησά σοι;
5ἀποκρίθη τί μοι. Διότι ἀνήγαγόν σε ἐκ γῆς Αἰγύ‐ πτου, καὶ ἐξ οἴκου δουλείας ἐλυτρωσάμην σε, καὶ ἐξαπέστειλα ἔμπροσθέν σου τὸν Μωσῆ, καὶ Ἀαρὼν, καὶ Μαριάμ.» Ὥσπερ γὰρ τότε οὐχὶ ὁ κατὰ τὸν προφήτην λαὸς εἶδε τὴν Αἴγυπτον, οὐδὲ παρὰ τῶν
10εἰρημένων ὡδήγηται, καὶ ὅμως, ὡς ἐπὶ τούτοις ἀγνω‐ μονῶν ὀνειδίζεται· οὕτω καὶ νῦν οἱ μὲν τότε ζῶντες ἐδείκνυντο· τὰ δὲ τῆς προφητείας, κατὰ τὴν τοῦ Σω‐ τῆρος ἐπιδημίαν ἐξέβαινεν. Ἔστι δὲ καὶ συνήθης ὁ τοιοῦτος λόγος ἡμῖν, ὃν ἀλλοιούμενόν τινες προσηγό‐
15ρευσαν. Τὸν αὐτὸν γὰρ καλοῦμεν χορὸν, καὶ ὅτε καθ’ ἕνα ἐκάστου τῶν αὐτὸν πληρούντων ὑπεξελθόντος, ἕτεροι τοὺς ἐκείνων διαδέξονται τόπους. Ὃ δὴ καὶ πάσχουσιν πόλεις διαδοχῇ τῶν ἐπιγινομένων ἀντὶ τῶν ἐν μέρει θνησκόντων ἀναπληρούμεναι. Οὕτω καὶ
20λαὸς ὁ νῦν τῷ προφήτῃ δεικνύμενος λέγοιτ’ ἂν ὁ αὐτὸς τῷ ἐπὶ τοῦ Σωτῆρος ὑπάρχειν, οὐ διαμονῇ τῶν καθ’ ἕκαστον, τῇ κοινῇ δὲ τοῦ ἔθνους ὀνομασίᾳ. Τού‐ των οὖν ὁ προφήτης ἀκούσας πυνθάνεται. Ἕως πότε, Κύριε; Τί γὰρ ἔσται τέλος τῆς τοσαύτης αὐτῶν ἀβλε‐
25ψίας; Ὁ δὲ Θεὸς, δι’ ὧν ἐπιφέρει, δηλοῖ τὰ ἐπὶ Οὐ‐ εσπασιανοῦ γενόμενα τοῖς Ἰουδαίοις κακὰ, μετὰ τὸν τοῦ Σωτῆρος σταυρὸν, ὅτε καὶ πλεῖσται πόλεις γε‐ γόνασιν ἀφανεῖς, ὡς ὄνομα τούτων μὴ λείπεσθαι, καθάπερ ἱστόρησεν ὁ Ἰώσηπος. Καὶ ὡς οἶκοι πλεῖστοι
30τῶν οἰκητόρων κεκένωνται μαχαίρᾳ, καὶ λιμῷ, φυ‐ γαῖς τε καὶ αἰχμαλωσίᾳ διεφθαρμένων. Ἀντὶ δὲ τοῦ, Καὶ μετὰ ταῦτα μακρυνεῖ ὁ Θεὸς τοὺς ἀνθρώπους, σαφέστερον ἐξέδωκε Σύμμαχος εἰπών· Μακρὰν ποιή‐ σει Κύριος τοὺς ἀνθρώπους. Τοῦτο δὲ τὴν αἰχμαλω‐
35σίαν παρίστησι, καὶ τὸν τῆς φυγῆς σκεδασμόν. Τινὲς δὲ τοῦτό φασι δηλοῦν τὴν τῶν Ἰουδαίων ἀπὸ τοῦ Θεοῦ ἀλλοτρίωσιν, οἷς ἡ ἀπὸ μέρους ἐγένετο πήρωσις, ἵνα τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ. Ἐμακρύνθησαν δὲ ἁγίους ἀπεκτονότες, προσθέντες δὲ καὶ αὐτὸν τὸν
40ἀρχηγὸν τῆς ζωῆς· ἀλλὰ καὶ οἱ καταλειφθέντες, φησὶ, πληθυνθήσονται, καίπερ οὕτως ὄντες ὀλίγοι, ὡς δοκεῖν αὐτοὺς μέρος εἶναι τῶν ἐφθαρμένων τὸ δέκατον. Τί δὲ καὶ τούτων ἔσται τέλος, ἐπήνεγκε. Καὶ πάλιν ἔσται εἰς προνομὴν, καὶ τὰ ἑξῆς· ἀνθ’ ὧν ἐξ‐
45έδωκε Σύμμαχος, Καὶ πάλιν ἔσται εἰς καταβόσκη‐ σιν ὡς δρῦς, καὶ ὡς βάλανος, ἥτις ἀποβαλοῦσα ἵσταται μόνη, ἐρημίαν παντελῆ τοῦ λόγου προ‐ αγορεύοντος ὑπ’ Ἀδριανοῦ γεγονυῖαν τοῦ αὐτοκράτο‐ ρος, ὅτε διατάγμασι καὶ νόμοις βασιλικοῖς οὐδὲ πόῤ‐

1948

(50)

ῥωθεν αὐτοῖς ἐξῆν τῆς ἑαυτῶν μητροπόλεως τὴν ἐρημίαν ἰδεῖν· ὅτε καὶ ξένοι τινὲς ἀλλογενεῖς κατ‐ έσχον ἐξελληνισθέντα τὸν τόπον, καὶ τὴν προσηγο‐ ρίαν ἡ πόλις μετέλαβεν, ἐπώνυμος γενομένη τοῦ ταύ‐
την ὑστάτου πολιορκήσαντος.1947

1949

(6)

Οἰκεῖα δὲ λίαν τὰ παραδείγματα, ὡς τερέβινθος, ἢ ὡς δρῦς, ἢ ὡς βάλανος, ὅταν ἐκπέσῃ ἐκ τῆς θήκης αὐτῆς. Οὐκέτι γὰρ ἀμπελὼν Κυρίου Σαβαὼθ, οὐδ’ ὡς παράδεισος Θεοῦ, οὐδ’ ὡς ἐλαία ὡραία,
10οὐδ’ ὡς φοῖνιξ κατὰ τὸν δίκαιον, ἢ ἄλλο τι τῶν ἡμέ‐ ρων καὶ ἀναγκαίων φυτῶν ἔσεσθαι τούτους φησὶν, ὡς βάλανον. Οὐδὲ αὐτὴν συνεστῶσαν, ἀλλὰ πεσοῦ‐ σαν τῆς θήκης. Καὶ ὡς τερέβινθον, ἢ κατὰ τοὺς ἄλλους ἑρμηνευτὰς, ὡς δρῦν δὲ καὶ βάλανον. καὶ
15δρυμὸν, καὶ τῶν ἄλλων δένδρων, ὅσαπερ ἄκαρπα καὶ ἀνήμερα τὰ ἔθνη καλεῖν τὰ ἀλλόφυλα σύνηθες τῇ Γραφῇ. Οἴει ὅμοιον ἔσεσθαι τὸ Ἰουδαίων ἔθνος φησὶ, μηδενὶ διαφέροντα τρόπῳ καὶ βίῳ, πλὴν ἐπὶ τὸ χεῖρον, ὡς τοὺς μὲν τὰς οἰκείας ἐπέχειν χώρας,
20καὶ τοὺς κατὰ φύσιν τὴν αὐτῶν προφέρειν καρποὺς, τοὺς δὲ τῆς ἑαυτῶν ἐκπεπτωκέναι, καὶ μηδὲ ὁμοίως ἐκείνοις ἐνεργεῖν, ὡς διὰ τοῦτο παραβάλλεσθαι δοκεῖ ἀγρίῳ φυτῷ, καὶ βαλάνου καρπῷ ζώων ἀλόγων θρεπτικῷ. Ἐπὶ τούτοις, μετὰ προσθήκης ἀστερί‐
25σκων, ἐπιλέγει περὶ τοῦ ἐξ αὐτῶν ἁγίου σπέρματος, περὶ οὗ τό· «Εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα,» προὐλέγετο. Θεοδοτίων μὲν γὰρ ἔφη, Τὸ σπέρμα ἅγιον τὸ στήλωμα αὐτῆς. Ὁ δὲ Ἀκύ‐ λας στήλωσις ἔφησεν. Ὁ δὲ Σύμμαχος, ἡ στάσις
30αὐτῆς. Στάσις γὰρ τοῦ ἐκπεσόντος λαοῦ, τὸ ἐξ αὐ‐ τῶν ἅγιον σπέρμα τὸ μὴ τὴν ὁμοίαν τοῖς λοιποῖς ὑπομεῖναν πτῶσιν. Οἱ τὴν σωτήριον χάριν δεξάμενοι, καὶ συνέντες τὴν ἀκοὴν, καὶ ἰδόντες ἐθεά‐ σαντο. Οὓς μακαρίζων ὁ Σωτὴρ ἔλεγεν· «Μακάριοι
35οἱ ὀφθαλμοὶ, ὅτι βλέπουσιν, καὶ τὰ ὦτα ὑμῶν, ὅτι ἀκούουσι.» Τινὲς δὲ τὸ, Καὶ οἱ καταλειφθέντες πληθυνθήσονται, ἐπὶ τῶν εἰς Χριστὸν πεπιστευκό‐ των ἐδέξαντο. Εἰ δέ φησι, Καὶ ἔσονται εἰς προνομὴν, καὶ τὰ ἑξῆς, δηλοῖ, φασὶ, τὴν κατὰ μικρὸν ἀπὸ τῶν
40Ἰουδαϊκῶν ἐθῶν, ἐπὶ τὴν κατὰ τὸ Εὐαγγέλιον πο‐ λιτείαν μεταβολήν. Πάλιν γὰρ εἰς προνομὴν οὗτοι γενήσονται συνηγμένοι, ὡς συνάγεται τῆς τερε‐ βίνθου καρπὸς, καὶ ὡς ἡ βάλανος ἡ ὥριμος ἤδη πρὸς συλλογήν. Τότε γὰρ ἀπολύεται ἀπὸ τοῦ πρὸς
45τῇ θήκῃ δεσμοῦ ἡ πεφθεῖσα ἤδη καὶ τελειωθεῖσα τῷ χρόνῳ. Τάχα δὲ, φασὶ, καὶ διὰ τὸ ἐκπεπτωκέναι γενομένους ἐν τῇ διασπορᾷ, βαλάνῳ τῆς θήκης ἐκ‐ πεσούσῃ παρεβλήθησαν. Συνάγονται δὲ οὗτοι, ὡς τε‐ ρέβινθός τε καὶ βάλανος, ἐν τῷ γενέσθαι σπέρμα

1949

(50)

ἅγιον ἐν τῇ στάσει καὶ βεβαιότητι αὐτῶν, κατὰ τὴν προσθήκην Θεοδοτίωνος. Τινὲς δὲ οὕτως ἐνόησαν. Ἠρώτησεν ὁ προφήτης· Μέχρι τίνος ἡ πώρωσις; ὁ δὲ Θεὸς δηλῶν τὴν τοῦ παρόντος βίου συντέλειαν, τὰ ἐπὶ τούτοις ἐπήνεγκε. Δεῖ γὰρ πρῶτον πολέμους
55ἡμᾶς ἀκοῦσαι, καὶ ἀκοὰς πολέμων, ἀναστῆναί τε1949

1952

ἔθνος ἐπ’ ἔθνος, ἐρημωθῆναί τε πόλεις, καὶ οἴκους, εἶτα τὸ τέλος. Μεθ’ ὃ μακρύνονται λοιπὸν, μετὰ τὸν τῆς ἀναστάσεως δηλονότι καιρὸν, διηνεκῆ ζῶντες βίον, ἀνῃρημένης εἰς ἅπαν φθορᾶς τε πάσης καὶ
5ἁμαρτίας· τὸν δὲ νῦν πεπωρωμένον Ἰσραὴλ, ἐν ἐσχάτοις τοῦ αἰῶνος κληθήσεσθαι καιροῖς ἡ θεία λέγει Γραφή.
12tΚΕΦΑΛ. Ζʹ.
13 α—θʹ. Καὶ ἐγένετο ἐν ταῖς ἡμέραις Ἄχαζ τοῦ Ἰωάθαμ, τοῦ υἱοῦ Ὀζίου βασιλέως Ἰούδα, ἀνέβη
15Ῥαασσὼν βασιλεὺς Ἀρὰμ, καὶ Φακεὲ υἱὸς Ῥο‐ μελίου, βασιλεὺς Ἰσραὴλ, ἐπὶ Ἱερουσαλὴμ, πο‐ λεμῆσαι αὐτὴν, καὶ οὐκ ἠδυνήθησαν πολιορκῆ‐ σαι αὐτὴν, κ.τ.λ. Τὰ πρῶτα τῆς προφητείας ἐπὶ Ὀζίου βασιλέως
20ἐλέλεκτο. Μεθ’ ὃν Ἰωάθαμ. Οὗ κατ’ ἀρχὰς τῆς βα‐ σιλείας ἡ ὀπτασία γέγονε Κυρίου Σαβαὼθ καὶ τῶν Σεραφεὶμ, δηλοῦσα τοῦ Μονογενοῦς τὴν θεότητα. Ἐτῶν δὲ διαγενομένων ἑκκαίδεκα (τοσαῦτα γὰρ ἐβα‐ σίλευσεν Ἰωάθαμ), Ἄχαζ ὁ δυσσεβέστατος διαδέχε‐
25ται, καθ’ ὃν θεσπίζεται τὰ προκείμενα, προφη‐ τεύοντα περὶ τῆς κατὰ σάρκα γενέσεως τοῦ Μονογε‐ νοῦς. Ἔδει γὰρ ἀκολούθως ἐπενεχθῆναι ταύτην τοῖς περὶ τῆς θεότητος εἰρημένοις. Ἡ δὲ τῆς προφητείας ὑπόθεσις αὕτη .... ἀσεβοῦντι μετὰ τῶν ὑπηκόων Ἄχαζ
30κατὰ θείαν δίκην δύο βασιλεῖς ὁ Δαμασκοῦ καὶ Σα‐ μαρείας ἐπέθεντο. Ῥαασσὼν ὁ πρῶτος, ὁ δὲ δεύ‐ τερος Φακεέ. Τοιγαροῦν ἀναιροῦσι μὲν αὐτῶν δώδεκα μυριάδας αἰχμαλώτους δὲ λαμβάνουσιν εἴκοσι· μετὰ τὴν τοιαύτην πληγὴν, καὶ δεύτερον ἐπεστράτευσαν
35ἑλεῖν ἐκ πολιορκίας ἐθέλοντες τὴν Ἱερουσαλὴμ, ἀπο‐ κτεῖναί τε τὸν Ἄχαζ, καὶ ἀντ’ αὐτοῦ βασιλέα κατα‐ στῆσαι τὸ νῦν Ταβεήλ. Ὧν ἀναγγελθέντων τῷ οἴκῳ Δαβὶδ (οὕτω δὲ τοὺς ἐκ Δαβὶδ ἅπαντας μετὰ τῶν ὑπηκόων ἐκάλουν), πάντες οὗτοι σαλεύονται τὴν
40ψυχὴν, πείρᾳ τῶν προλαβόντων δεδιότες τὰ μέλλοντα. Ταῦτα μετ’ ἀκριβείας ἡ δευτέρα τῶν Παραλειπομέ‐ νων ἐδήλωσεν. Τὸν δὲ σάλον αὐτῶν ἀπεικάζει ξύλῳ δρυμοῦ, μηδὲ νῦν δένδρον παραλαβὼν εὐγενές τε καὶ ἥμερον. Ἀλλ’ ὁ μὴ θέλων τὸν θάνατον τοῦ ἁμαρ‐
45τωλοῦ, ὡς τὸ μετανοῆσαι, καὶ ἐπιστρέψαι, καὶ ζῇν αὐτὸν, οὓς πρώην τιμωρία, τούτους νῦν φιλανθρω‐ πία μετέρχεται. Πέμπει γὰρ πρὸς Ἄχαζ τὸν προφή‐ την, μετὰ τοῦ περιλειφθέντος ἐκ πλειόνων υἱοῦ. Καλεῖ δὲ τοῦτον Ἰασούβ. Περιελείφθη δὲ ἢ θανάτου

1952

(50)

τῶν ἀδελφῶν, ἢ τῆς τῶν πολλῶν Ἰουδαίων πλάνης μὴ μετασχών. Ἔδει γὰρ τὸν σωθέντας τῆς πλάνης μαθητεύεσθαι τῷ πατρὶ διὰ τοῦ παρεῖναι προσιόντι θαρσαλέως Θεῷ, καὶ ποιοῦντι τὰ κελευόμενα· εἰπεῖν
δὲ προστάττει· Φύλαξαι τοῦ ἡσυχάσαι. Ὅπερ1951

1953

Σύμμαχος μέν φησιν, Φύλαξαι, καὶ ἡσύχασον. Ὁ δὲ Θεοδοτίων, Πρόσχες, καὶ ἡσύχασον. Καπνι‐ ζομένους δὲ δαλοὺς, τοὺς δύο κέκληκε βασιλεῖς, ὡς μήτε φῶς, μήτε δύναμιν ἔχοντας καυστικὴν ἤδη
5σβεσθεῖσαν. Εἰ γὰρ καὶ παιδευτικῇ, φησὶ, δυνάμει μετῆλθεν ὑμᾶς, ἢν ὀργὴν οἶδε καλεῖν ἡ Γραφὴ, παραδοὺς τοῖς πολεμίοις ὑμᾶς, ἀλλ’ οὖν παίσας ἰά‐ σομαι, δι’ ἀμφοῖν ὑμᾶς καλῶν εἰς εὐσέβειαν, δι’ ὃ νῦν ἀνόνητος ἡ τῶν βασιλέων βουλή.
13 Ἀρὰμ δὲ λέγει Συρίαν, Σαμάρειαν δὲ τὴν νῦν Σε‐ βαστήν. Ἀρκεῖ γὰρ, φησὶν, τῇ μὲν Σαμαρείᾳ κεφα‐
15λὴν ἔχειν τὴν Δαμασκὸν, καὶ ταύτης εἶναι βασιλέα τὸν Ῥαασσών· τῷ δὲ Ἐφραῒμ τῆς Σαμαρείας. Οὕτω δὲ ἐκάλουν τὰς δέκα φυλὰς Ἰσραὴλ, διὰ τὸν ἐξ Ἐφραῒμ αὐτῶν βασιλεύσαντα, καὶ ταύτης ἡγεῖ‐ σθαι Ῥωμελίου υἱόν. Γνῶθι δὲ καὶ τοῦτο πρὸς τοῖς
20ἄλλοις, Ἄχαζ, ὡς ἐντὸς ἐτῶν πέντε καὶ ἑξήκοντα ἡ τῆς Σαμαρείας ὑπὸ τῶν Ἀσσυρίων βασιλεία κατα‐ λυθήσεται, τοῦ βασιλέως σὺν ὑπηκόοις παραδοθέντος αἰχμαλωσίᾳ. Ταῦτα προσέταξε λέγειν ὁ Θεὸς τῷ Ἄχαζ ἀπαντήσαντα τὸν προφήτην, κατά τινα τόπον,
25ὃν εὔκαιρον ᾔδει πρὸς τὸ περιτυχεῖν τῷ Ἄχαζ. Τοῦ δὲ χρόνου συμπληρωθέντος, Δαμασκὸς καὶ Σαμά‐ ρεια, οἵ τε τούτων βασιλεῖς καὶ ὑπήκοοι, πρὸς τῶν Ἀσσυρίων ἑάλωσαν, ὡς ἡ τετάρτη τῶν Βασιλείων δηλοῖ. Εἷλε γὰρ ὁ μὲν Τεγλαθφαλλασὰρ τὴν Δαμα‐
30σκὸν καὶ τὸν Ῥαασσὼν, ὁ δὲ Σαλμανασὰρ τὸν Ὠσηὲ καὶ Σαμάρειαν. Κατὰ κοινοῦ δὲ, τὸ ἐκλεί‐ ψει ἐν τῷ, καὶ ἡ κεφαλὴ Σομόρων. Τά γε μὴν ἑξή‐ κοντα πέντε ἔτη παῖδες Ἑβραίων φαίνονται μετ’ ἀκριβείας συνάγεσθαι, τούτων εἰ ποιήσαιτό τις ἀρ‐
35χὴν ἀπὸ τοῦ πέμπτου καὶ εἰκοστοῦ ἔτους τῆς Ὀζίου βασιλείας. Προφητεύει μὲν γὰρ κατὰ τοῦτον Ἡσαΐας ὁμοῦ καὶ Ἀμώς· θεσπίζει δὲ πρῶτος Ἀμὼς τὴν ἅλω‐ σιν Ἰσραὴλ ἐν ἡμέραις Ὀζίου βασιλέως Ἰούδα, πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ τοῦ γενομένου, φασὶν, ὅτεπερ
40Ὀζίας εἰσελθὼν εἰς τὸ ἁγίασμα λεπροῦται, καὶ ἡ τοῦ θυσιαστηρίου πιότης ἐκκέχυται. Γίνεται δὲ τὰ λοιπὰ τοῦ Ὀζίου ἔτη εἰκοσιεπτά. Τὰ γὰρ πάντα δύο καὶ πεντήκοντα βεβασίλευκεν, ὧν κατὰ τὸ πέμπτον καὶ εἰκοστὸν, πρῶτος Ἀμὼς θεσπίζει τὰ περὶ τῆς
45ἁλώσεως Ἰσραήλ· μεθ’ ἃ τοῦ Ἰωαθὰμ ἔτη ἑκκαί‐ δεκα, καὶ τοῦ Ἄχαζ ἄλλα τοσαῦτα, καὶ τῆς Ἐζεκίου βασιλείας ἕξ. Ἃ δὴ συντεθέντα πληροῖ τὰ πέντε καὶ τὰ ἑξήκοντα. Ἕκτῳ γὰρ ἔτει Ἐζεκίου τὴν ὑστάτην Ἰσραὴλ αἰχμαλωσίαν ὑπέμεινεν. Ταῦτα προλέγει

1953

(50)

Θεός. Συνιδὼν δὲ τὸν Ἄχαζ καὶ τὸν ὑπ’ αὐτῷ λαὸν ἀπίστως ἔχοντα πρὸς τὰ λελεγμένα, ἐπήγαγε τὸ, Ἑὰν μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε. Τοῖς γὰρ ταῖς ἀπιστίαις περιυβρίζουσιν τοῦ Θεοῦ τὸν λόγον, οὐδ’ ἂν
γένοιτο σύνεσις ἡ παρ’ αὐτοῦ. Τὸ δὲ, ἔξελθε, πρὸς1953

1956

τὸν προφήτην εἰρημένον, ὑψηλῶς ἐκδεκτέον. Ψυχὴ μὲν γὰρ ἑαυτὴν πρὸς τὴν θεωρίαν τῶν ὄντων συλλέγουσα, τῆς πρὸς τὸ σῶμα ἐπιπλοκῆς ἐξιέναι λέγεται. Πρὸς δὲ τοῖς ἀνθρωπίνοις γεγενημένη, ἢ
5καὶ πρὸς ἀναγκαίαν θεραπείαν τοῦ σώματος, ἢ καὶ μὴ δυνηθεῖσα πρὸς τὰ διαφέροντα πλέον ἐκτείνεσθαι, ἀπὸ τῶν ἔξω πρὸς τὰ ἔνδον ὥσπερ εἰσέρχεται. Ἔδει οὖν τοῦ ἔξελθε πρὸς τὸν προφήτην μέλλοντι λόγον ἀκοῦσαι Θεοῦ. Οὕτω πρὸς Ἀβραὰμ, Ἔξελθε ἐκ τῆς
10γῆς σου, φησίν. Δεῖ γὰρ ἀναβῆναι τῆς γῆς, δηλαδὴ τῶν σωματικῶν, ἐξιόντας αὐτῆς. Εἶτα καὶ ἀπὸ τῆς συγγενείας, ἅπερ ἐστὶ τὰ αἰσθητήρια, καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου, ὅς ἐστιν ἡ πρὸς τὰ φαῦλα τῶν ἐπιτηδευμάτων οἰκείωσις. Μεθ’ ἃ γέγραπται ὡς
15ἐξήγαγεν αὐτὸν ἔξω ὁ Θεὸς, τὴν προθυμίαν αὐτοῦ τὴν πρὸς τὴν ἔξοδον τελειῶν. Διὰ τοῦτο καὶ Μωϋ‐ σῆς ἔξω πήγνυσι τῆς παρεμβολῆς τὴν ἰδίαν σκηνήν. Διαβεβηκὼς γὰρ ἀπὸ τῶν ἀνθρωπίνων, ἔξω κατέπηξε τὴν ἰδίαν σκηνὴν, τὴν ἑαυτοῦ ζωὴν ἑδράσας ἀσάλευ‐
20τον. Ἑρμηνεύεται δὲ Ἰασοὺβ, ἐπιστρέφων· δεικνύν‐ τος τοῦ λόγου, ὡς ἐπιστρέφειν ἐθέλοντες δύνανται μετὰ τοῦ προφήτου κατορθῶσαι τὴν ἔξοδον, τῶν τῆς σαρκὸς παθῶν ἐξερχόμενοι. Τινὲς δέ φασιν ὑπόλειμ‐ μα καὶ ὑπολελειμμένος τὸ Ἰασοὺβ ἑρμηνεύεσθαι,
25τοῦ τύπου σημαίνοντος, ὅτι σωθήσεται τὸ ὑπόλειμμα τοῦ Ἰούδα μετὰ Θεοῦ μεμενηκός· Θεοῦ γὰρ εἰς τύ‐ πον ὁ προφήτης λαμβάνεται. Κελεύεται δὲ ἀνελθεῖν ἐπὶ τὴν ἄνοδον τὴν οὖσαν πρὸς τὴν κολυμβή‐ θραν. Ἦν μὲν γὰρ ὁ τόπος καὶ κατὰ τὴν ἱστορίαν
30ἐπίσημος· γέγραπται γὰρ ὅτι ἀπέστειλεν ὁ βασιλεὺς Ἀσσυρίων Ῥαψάκην ἐκ Λάχεις εἰς Ἱερουσαλὴμ μετὰ δυνάμεως πολλῆς, καὶ ἔστη ἐν τῷ ὑδραγωγῷ τῆς κολυμβήθρας τῆς ἄνω, ἐν τῇ ὁδῷ τοῦ ἀγροῦ τοῦ κναφέως. Ἅμα δὲ διδάσκει τῶν ταπεινῶν καὶ χαμαὶ
35κειμένων ἀφίστασθαι.
39Τοῖς γὰρ ἄνω γενομένοις ὕδωρ ἐστὶν εἰς ἀποκά‐
40θαρσιν, καὶ ἀγρὸς κναφέως τοῦ τὸν ῥύπον ἀποκαθαί‐ ροντος, τοῦ Ἐκκλησιαστοῦ παραγγέλλοντος· «Ἐν παντὶ καιρῷ ἔστωσαν τὰ ἱμάτιά σου λευκά.» Κελεύει δὲ καὶ τῷ Μωϋσεῖ Κύριος πλύνειν τὰ ἱμάτια τοὺς μέλλοντας ἀκούειν Θεοῦ. Ἔνθα τις φθάσας καὶ τὸ
45τοῦ γάμου ἔνδυμα ἔτοιμον ἕξει, ὡς ἂν μὴ δεθεὶς χεῖρας καὶ πόδας, τοῦ νυμφῶνος ἐκρίπτηται. Τινὲς δὲ καὶ τοῦ θείου βαπτίσματος τὴν κολυμβήθραν ἀπεφήναντο τύπον. Χρήσιμον δὲ καὶ ἡμῖν τὸ, Φύλα‐ ξαι τοῦ ἡσυχάσαι, πρὸς τὸ πάσῃ φυλακῇ τὴν καρ‐

1956

(50)

δίαν τηρεῖν. Ἐὰ γὰρ ὁ ἰσχυρὸς φυλάσσῃ τὴν αὐτοῦ αὐλὴν ἐγρηγόρως, ἐν εἰρήνῃ ἐστὶν πάντα τὰ ὑπάρ‐ χοντα αὐτοῦ, ὃς καὶ ἡσυχάζει τοῦ ὄχλου μὴ φέρων τὸν θόρυβον, μηδὲ φοβούμενος παθητικὸν φόβον ἐν
ἰσχυούσῃ ψυχῇ τῷ πνεύματι τῆς ἰσχύος. Διὰ τῶν1955

1957

δύο δὲ καπνιζομένων δαλῶν λαμβάνομεν πρόσ‐ ταγμα, μὴ δειλιᾷν ἀπὸ τῶν Ἑλληνικῶν πιθανοτήτων, τῶν τε παρὰ τοῖς ἑτεροδόξοις δυσφημιῶν. Οἱ γὰρ δαλοὶ ἀπώλεσαν τοῦ τε φυτοῦ τὸ ζωτικὸν, καὶ τοῦ
5ξύλου τὸ ἰσχυρὸν, καὶ τὸ φωτεινὸν οὐκ ἔχοντες τοῦ πυρὸς, μελαίνουσι μόνον τοὺς ἁπτομένους αὐτῶν. Δακρύειν δὲ παρασκευάζουσι τῶν ὁρώντων τοὺς ὀφθαλμούς. Διό φησι Σολομῶν· «Ὥσπερ ὄμφαξ ὀδοῦσι βλαβερὸν, καὶ καπνὸς ὄμμασιν, οὕτως παρανομία
10τοῖς χρωμένοις αὐτῇ·» δηλῶν τῷ μὲν ὄμφακι, τὴν ἀμαρτητικὴν πρᾶξιν· τῷ δὲ καπνῷ, τὴν ἀπὸ τῆς ψευδωνύμου γνώσεως βλάβην, τὸ διορατικὸν τῆς ψυ‐ χῆς ἡμῶν συγχέουσαν. Εἶτά φησι, ὡς Μετὰ τὰς ἐπιστρεπτικὰς πληγὰς ὑμᾶς ἀπαλλάττω τῶν σκυ‐
15θρωπῶν, ὡς ἰατρὸς μετὰ καῦσιν ἢ τομὴν θεραπεύων τὰ τραύματα.
19ι—ιζʹ. Καὶ προσέθετο Κύριος λαλῆσαι τῷ Ἄχαζ
20λέγων· Αἴτησαι σεαυτῷ σημεῖον παρὰ Κυρίου Θεοῦ σου εἰς βάθος, ἢ εἰς ὕψος. Καὶ εἶπεν Ἄχαζ· Οὐ μὴ αἰτήσω, οὐδὲ μὴ πειράσω Κύριον. Καὶ εἶ‐ πεν· Ἀκούσατε δὴ, ὁ οἶκος Δαβὶδ, κ.τ.λ. Ἵνα περὶ τῆς δεδωρημένης αὐτῷ σωτηρίας πεισθῇ,
25βούλεται Θεὸς καὶ σημείῳ βεβαιῶσαι τὴν χάριν, ἐπειδὴ καὶ τοῖς εἰδώλοις προσέκειτο, καὶ φίλον ἀεὶ τοῖς τοιούτοις πολυπραγμονεῖν τὰς τῶν μελλόντων ἐκβάσεις διὰ χρησμῶν τε καὶ μαγγανείας, ὅτε καὶ μάλιστα κινδυνεύουσιν. Ὧν αὐτῶν ὁ Θεὸς ἀποτρέψαι
30βουλόμενος, παρ’ ἑαυτοῦ κελεύει τὸ σημεῖον αἰτεῖν. Ἀνωτέρω μὲν οὖν Ἄχαζ ἡσυχάζειν καὶ μὴ δειλιᾷν ἐδιδάσκετο· νῦν δὲ ὡς εὐπειθὴς πρὸς τὴν τοῦ προ‐ φήτου διδασκαλίαν γενόμενος, ἀμέσως τῆς θείας ἀξιοῦται φωνῆς· φέρει γὰρ τὸ πείθεσθαι τοῖς διακο‐
35νοῦσι Θεῷ, πρὸς τὸ καὶ αὐτοῦ ἀκούειν δύνασθαι τοῦ Θεοῦ. Οἱ δὲ κατὰ τὸν Ἀβραὰμ, καὶ Μωϋσῆν, καὶ Ἡλίαν, καὶ Ἱερεμίαν ἀρχῆθεν, ὡς καθαροὶ, καὶ ἄνευ μέσου χωρῆσαι δύνανται τὰς ἐμφάσεις τοῦ Πνεύματος.
40 Δι’ ὧν δὲ λέγει προσέθετο, τοῖς προάγουσιν ἐπι‐ συνάπτει τὸν λόγον. Καὶ ἀκόλουθόν γε ἦν μετὰ τὴν προφητείαν, τὴν περὶ τοῦ ἐκλείψειν τὸν Ἐφραῒμ, τουτέστι τὸν ἀποστάντα Ἰσραὴλ, περὶ τοῦ Ἐμμανουὴλ προφητεύεσθαι. Ἢ, καὶ οὕτως ἀπειρηκότος τοῦ Ἄχαζ
45τοῦ σημείου τὴν αἴτησιν, οὐκ ἀνεχομένου τε τι‐ μᾷν, ἢ εἰδέναι τὸν ὄντως ὄντα Θεὸν, παρίστησιν ὡς οὐκ εἰς ἅπαν ἀγνοηθήσεται Κύριος παρὰ τοῦ Ἰσραὴλ, κατὰ καιροὺς δὲ αὐτὸν ἐπιγνώσονται. Διὸ, μηκέτι λόγου τὸν Ἄχαζ ὡς ἄπιστον ἀξιῶν, εἰ καὶ προσχή‐

1957

(50)

ματι δῆθεν εὐλαβείας ἠπείθησε, τῷ οἴκῳ τοῦ Δα‐ βὶδ διελέγετο, ἐξ οὗπερ ἤμελλεν ἀνατέλλειν κατὰ σάρκα Χριστὸς, καὶ πρὸς οὓς προηγουμένως ἀφίκετο· ὅτι γὰρ οὐκ εὐλαβείας εἵνεκεν παραιτεῖται τὸ ση‐
μεῖον αἰτεῖν, οὐδὲ τὸ συμφέρον θηρώμενος, δῆλον1957

1960

ἐκ τοῦ μὴ ἂν αὐτῷ προστάξαι τὸν Κύριον, εἴπερ ὑπῆρχεν ἀσύμφορον, ὅπερ ἐκεῖνος νομίσας ἀπέφυγεν. Ἄλλοι δὲ τὸν περὶ τοῦ Χριστοῦ σκοπὸν οὕτω τοῖς προκειμένοις ἁρμόττουσι· Ἐκ προσώπου, φασὶν,
5ἰδίου φησὶν ὁ προφήτης, Ἀκούσατε δὴ, οἶκος Δαβίδ. ὁ μὲν Θεὸς οἷα φιλάνθρωπος σημεῖον ὑμῖν ἠβουλήθη σωτήριον παρασχεῖν, δι’ οὗ τοὺς δύο βασιλέας νι‐ κήσετε. Ὑμῶν δὲ ἀπειθησάντων, οὐδ’ οὕτω παρεῖδεν ἀπολλυμένους. Τὸ γὰρ σημεῖον ὑμῖν καὶ μὴ βουλο‐
10μένοις χαρίζεται παράδοξον ὃν, καὶ οἷον οὐκ οἶδεν ἡ φύσις. Θεὸς γὰρ ἐκ Παρθένου τεχθήσεται, γαμι‐ κῆς συνόδου χωρίς. Τοῦτον οὖν ἀνακαλεῖσθε τοῖς βα‐ σιλεῦσι μαχόμενοι, τῇ τῆς προσηγορίας πεποιθότες δυνάμει. Μεθ’ ἡμῶν γὰρ εἶναι δηλοῖ τὸν Θεὸν, καὶ
15παῦσαι τοὺς θεοὺς Δαμασκοῦ, καὶ τοὺς οὐκ ὄντας ἀνακαλούμενος. Λέγε δὲ παρὰ τὴν συμβολὴν συν‐ εχῶς τὸν Ἐμμανουήλ· δι’ ὃ, καλέσεις, ἕχει, ἀλλ’ οὐ, καλέσουσιν, ὡς ἐσφαλμένως ἐν Εὐαγγελίοις ἐγρά‐ φη. Οὔτε γὰρ τὸ Ἑβραϊκὸν, οὔτε τις οὕτως ἐξ‐
20έδωκεν.
25 Οὐ γὰρ περὶ μέλλοντος ἡ κλῆσις ἡ τοῦ Ἐμμα‐ νουήλ. Οὐδὲ ὡς πάντες αὐτὸν οὕτω καλέσουσιν, εἴ‐ ρηκεν. Ἡ γὰρ ἂν αὐτὸν καὶ ὁ ἄγγελος οὕτως ἐκά‐ λεσεν ὁ φανεὶς τῇ μητέρι, ἀλλ’ οὐκ Ἰησοῦν τῆς σωτηρίας ἐπώνυμον. Οὐ καλέσουσιν οὖν, ἀλλὰ σὺ
30νῦν αὐτὸν οὕτω κάλει, ὡς συνόντα σοι Θεὸν τοῦτον ἀνακαλούμενος, τὸν ὕστερον μὲν ἐν ἐσχάτοις καιροῖς φανησόμενον, νῦν δέ σε ῥύσασθαι οἰκείᾳ σωτηρίᾳ δυ‐ νάμενον, ἀντ’ ἐπῳδῆς δαιμόνων λεγόμενος· ἐκλι‐ πεῖν γὰρ ἀδύνατον ὑμῶν τὸ σπέρμα, εἰ καὶ διὰ φό‐
35βον οὕτω διάκεισθε, ἕως κυήσῃ Παρθένος. Τοσαῦτα περὶ τοῦ σκοποῦ τῆς περὶ τοῦ Σωτῆρος προφητείας εἰπόντες, ἄνωθεν τοῖς κατὰ μέρος λοιπὸν ὑπεξέλθω‐ μεν, τὰς τῶν ἄλλων ἑρμηνείας πρῶτον ἐκθέμενοι. Ἀντὶ γὰρ τοῦ εἰς βάθος, ἢ εἰς ὕψος, ὁ μὲν Σύμ‐
40μαχός φησιν, Βάθυνον εἰς ᾅδην, ἢ ὕψωσον ἄνω. Ὁ δὲ Ἀκύλας, Βάθυνον εἰς ᾅδην, μετεώρισον εἰς ὕψος. Ὁ δὲ Θεοδοτίων, βάθυνον εἰς ᾅδην, ὕψωσον ἄνω. Ἔστι μὲν οὖν σημεῖον πρᾶγμα φανερὸν κε‐ κρυμμένου τινὸς καὶ ἀφανοῦς ἐν ἑαυτῷ τὴν δήλωσιν
45ἔχον· ὡς τὸ σημεῖον Ἰωνᾶ, δηλοῦν τὴν εἰς ᾅδου κατάβασιν, καὶ τὴν ἐκεῖθεν ἐπάνοδον. Δεῖ δὲ τὸ μὲν σημεῖον κατὰ τὸ ἐνεστὼς θεωρεῖσθαι· τὸ δὲ δηλού‐ μενον, τοῖς τρισὶν ἔσθ’ ὅτε καταμερίζεσθαι χρόνοις· ἐνεστῶτι μὲν, ὡς ὁ ἐξιὼν ἐξ οἰκίας καπνὸς, τοῦ

1960

(50)

ἔνδον ἐστὶ σημεῖον πυρός· μέλλοντι δὲ, ὡς ἡ τῶν ὁρωμένων νεφῶν συνδρομὴ τοῦ γενησομένου ἐπὶ γῆς ὑετοῦ· παρεληλυθότι δὲ, ὡς τὰ τῆς ἀνθρακιᾶς λεί‐ ψανα τῆς προκαυθείσης ἐπὶ ταύτῃ πυρᾶς. Ἡ μέν‐ τοι Γραφὴ, παράδοξα καὶ παραστατικά τινος μυστι‐
55κοῦ λόγου σημεῖα καλεῖ. Ἐκ δὲ τῶν ἐν Αἰγύπτῳ1959

1961

σημείων, τὸ εἰς ὕψος, ἢ εἰς βάθος, νοήσομεν, περὶ ὧν εἴρηται· «Ἐξαπέστειλε σημεῖα καὶ τέρατα ἐν μέσῳ σου, Αἴγυπτε.» Ἀπὸ γῆς μὲν γὰρ ἦσαν βάτραχοι, καὶ ἀκρίδες, κνίπες τε καὶ κυνόμυια·
5ἐξ οὐρανοῦ δὲ χάλαζα, πῦρ, σκότος τριήμερον, οἷον ἐπ’ Ἐζεκίου ὁ τοῦ ἡλίου γέγονεν ἀναποδισμὸς, καὶ τὸ ἀνελθεῖν φασιν ἐξ ᾅδου τὸν Σαμουὴλ εἰς ἔλεγ‐ χον τοῦ Σαούλ. Ἐκ δὲ βάθους σημεῖον ἦν Ἰωνᾶς ἐκ γαστρὸς τοῦ κήτους ἀναδραμών.
13 Προστάττεται τοίνυν Ἄχαζ ὅθεν ἐθέλοι σημεῖον αἰτεῖν· μᾶλλον δὲ τὸ πάντων παραδοξότατον, καὶ
15θειότατον, καὶ ἄμφω συνειληφὸς ἐν αὐτῷ. Τοῦτο δὲ μόνου Θεοῦ παρασχεῖν. Διό φησιν· Αἴτησαι παρὰ Κυρίου Θεοῦ σου. Τῆς μὲν οὖν κτίσεως οὐρανὸς μὲν ἀνώτατον, γῆ δὲ κατώτατον. Ἐπεὶ οὖν ὁ Λόγος σὰρξ ἐγένετο, τὸ μὲν βάθος τὴν
20γῆν, ἀφ’ ἧς ἡ σὰρξ ἐλήφθη, δηλοῖ· τὸ δὲ ὕψος, τὸν ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας, τὸν ἐν ἀρχῇ πρὸς τὸν Πατέρα καὶ Θεὸν ὄντα Λόγον. Μή ποτε δὲ βάθος μὲν σημαίνει τὰ κατώτατα τοῦ ᾅδου· ὕψος δὲ τὴν ὑπερουράνιον χώραν. Κατὰ τό·
25Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου· Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τουτέστιν Χριστὸν καταγαγεῖν· ἢ, Τίς κα‐ ταβήσεται εἰς τὴν ἄβυσσον; τοῦτ’ ἔστιν Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν. Ἐπεὶ οὖν ὁ καταβὰς αὐτός ἐστι καὶ ὁ ἀναβὰς, τὸ μὲν σημαίνει τοῦ Κυρίου τὴν κά‐
30θοδον· τὸ δὲ, τὸ ὑπεράνω γενέσθαι τῶν οὐρανῶν. Ἀναγκαίως δὲ, φασὶν, οἱ περὶ τηλικούτων λόγοι τῷ τότε κεκρατηκότι γίνονται βασιλεῖ, ὡς ἂν εἰς πάντας δι’ αὐτοῦ λαληθῇ τὰ προφητευόμενα· Ἡσαΐας μὲν γὰρ ἴσως ἂν ἠπιστήθη φθόνῳ τῶν κατ’ αὐτὸν ἀν‐
35θρώπων, ἢ τῇ λοιπῇ περὶ τὸν βίον ταπεινότητι, ὡς ἐκ τῆς ἰδίας ἀναπλάσας καρδίας τὸν περὶ τῆς τοῦ Σω‐ τῆρος ἐπιδημίας χρηματισμόν. Ὁ δὲ Ἄχαζ οὕτω τοῦτον ἐδέξατο, ὡς Λαβὰν, ὡς Ἀβιμέλεχ, ὡς Να‐ βουχοδονόσωρ, ὡς Φαραὼ, ὡς ὁ Καϊάφας· οὐ διὰ τὴν
40ἀξίαν τοῦ βίου, ὅσον διὰ τὴν ἐκ τοῦ ἀξιώματος προσ‐ οῦσαν αὐτῷ ἀξιοπιστίαν. Ἀποστρέφει δ’ οὖν πρὸς τὸν οἶκον Δαβὶδ τὸν λόγον εἴτε Κύριος, εἴτε ὁ προ‐ φήτης, καί φησιν· Μὴ μικρὸν ὑμῖν ἀγῶνα παρ‐ έχειν ἀνθρώποις; καὶ πῶς Κυρίῳ παρέχετε ἀγῶνα;
45ὅπερ Ἀκύλας οὕτως ἑρμήνευσεν· Μήτι ὀλίγον μο‐ χθεῖν ἄνδρα, ὅτι μοχθεῖτε καί γε τὸν Θεόν; Τοιοῦ‐ τος δὲ τῶν προκειμένων ὁ νοῦς· Οὐ μόνον ὅτι τοῖς ἀνθρώποις τοῦ Θεοῦ, τοῖς προφήταις ἐπιβουλεύοντες οὐ παύεσθε μόχθους ὑπὲρ τῆς ὑμετέρας σωτηρίας

1961

(50)

παρέχοντες, ἀλλὰ καὶ αὐτῷ τῷ πάντων Θεῷ, τοῖς μὲν εἰδώλοις προσέχοντες, αὐτῷ δὲ μὴ πειθόμενοι περὶ ὧν ὑμῖν ἐπηγγείλατο; Ἀγωνία μὲν οὖν φόβος ἐστὶ διαπτώσεως. Ἀλλὰ τοιοῦτο πάθος οὐ λέγει περὶ Θεὸν, δηλοῖ δὲ διὰ ταύτης τὴν ἀντιδιάθεσιν τῶν ἀν‐
55θισταμένων αὐτοῦ τοῖς προστάγμασιν. Ὅμως, φησὶ,1961

1964

κἂν μὴ τῆς ὑποδοχῆς εὑρίσκῃ τὸν ἄξιον, αὐτὸς δώ‐ σει τὸ σημεῖον, διὰ τὴν προωρισμένην οἰκονομίαν τῆς διὰ σαρκὸς γεννήσεως τοῦ Χριστοῦ, τουτέστιν, οὐ διὰ μέσου καὶ διακόνου τινος, αὐτὸς δὲ δι’ ἑαυ‐
5τοῦ· δηλῶν ἐντεῦθεν τοῦ διδομένου τὸ μέγεθος. Τὸν μὲν γὰρ νόμον διετάξατο δι’ ἀγγέλων ἐν χειρὶ μεσί‐ του Μωϋσέως. Τοῦτο δὲ αὐτὸς δίδωσιν. Εἰ δὲ θαυ‐ μάζεις Θεὸν γεννώμενον ἀκούων, πίστευσον ὅτι καὶ τρυφῇ νηπίων χρήσεται τοῖς ἄλλοις βρέφεσιν ὁμοίως·
10οὐ κατὰ φαντασίαν γὰρ ὀφθήσεται ἄνθρωπος· τοῦτο μὲν οὖν ἀνθρώπινον. Τὸ δὲ τῆς θεότητος αὐτοῦ παρα‐ στατικὸν, ὅτι μὴ περιμένει πρόσφορον ἡλικίαν πρὸς διάκρισιν ἀγαθοῦ καὶ κακοῦ. Παρ’ αὐτὴν γὰρ τὴν γέννησιν κριτὴς ὢν, ἐκ φύσεως, ἀγαθῶν ἔσται ποιη‐
15τικὸς καὶ κακῶν ἀφοριστικός· ὅπερ αὐτοῦ καὶ τὴν καθόλου κρίσιν παρίστησιν. Πονηρίας μὲν ἀποῤῥι‐ πτομένης, ἀρετῆς δὲ τῶν προσηκόντων τυγχανούσης γέρων· ἀνθίστανται δὲ Ἰουδαῖοι τῇ ἐκδόσει τῶν Ἐβδομήκοντα, διὰ τὸ Παρθένον εἰρῆσθαι, καὶ μὴ
20νεᾶνιν, ὡς ἡ τῶν Ἑβραίων ἕχει Γραφὴ, ὅπερ δηλοῖ τὴν ἀκμάζουσαν, ἀλλ’ οὐ γάμων ἄπειρον πάντως γυναῖκα. Καὶ πῶς σημεῖον, ἤτει θαυμαστὸν, ἐξ ἀνδρὸς γυναῖκα τεκεῖν; τὸ γὰρ σημεῖον, τεραστίου τινὸς καὶ παρηλλαγμένου τῆς τῶν ἀνθρώπων συνη‐
25θείας ἐστὶν ἐπίδειξις. Πῶς δὲ καὶ τὸ ἀπὸ θελήματος σαρκὸς γεννηθὲν Ἐμμανουὴλ ὀνομάζεται; Εἰ μὲν γὰρ σημεῖόν ἐστι τὸ δοθὲν, παράδοξος ἔσται καὶ ἡ γέννησις.
33 Πῶς σημεῖον; Πῶς δὲ πάλιν Ἐμμανουὴλ προσ‐ ηγόρευται; Ὅτι δὲ καὶ τὴν Παρθένον νεᾶνιν ἰδίως
35κέκληκεν ἡ Γραφὴ, δῆλον ἐξ ὧν ἐν Δευτερονομίῳ φησίν· «Ἐὰν δὲ ἐν τῷ πεδίῳ εὕρῃ τὴν παῖδα τὴν μεμνηστευμένην, καὶ ἐκβιασάμενος κοιμηθῇ μετ’ αὐτῆς, ἀποκτενεῖτε τὸν ἄνθρωπον μόνον. Καὶ τῇ νεάνιδι ποιήσετε οὐδὲν,» καὶ τὰ ἑξῆς. Καὶ ἐν τῇ
40δευτέρᾳ τῶν Βασιλειῶν, ἡ θάλπουσα τὸν Δαβὶδ παρ‐ θένος ἡ Ἀβισὰκ νεᾶνις εἴρηται, περὶ ἧς φησιν· Καὶ ὁ βασιλεὺς οὐκ ἔγνω αὐτήν. Ἐκ Παρθένου τοίνυν ἁγίας ὁ Ἐμμανουὴλ, τῆς εἰπούσης· Καὶ πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; Πρὸς ἣν εἶπεν
45ὁ ἄγγελος· Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι. Αὐτὴ ὑπόδικος οὐκ ἔστι τῷ περὶ καθαρισμοῦ νόμῳ. Φησὶ γὰρ ἐν Δευτε‐ ρονομίῳ· Γυνὴ ἥτις ἂν σπερματισθῇ καὶ τεκῇ ἄρσεν, ἀκάθαρτος ἔσται ἑπτὰ ἡμέρας. Μὴ σπερματισθεῖσα

1964

(50)

δὲ τοῦ Ἐμμανουὴλ ἡ μήτηρ, καθαρά τέ ἐστι καὶ ἀμίαντος. Ἐπεὶ γὰρ ὁ πρῶτος Ἀδὰμ οὐκ ἐκ συν‐ όδου γέγονε γαμικῆς, ἐκ δὲ τῆς γῆς ἐπλάσθη ληφθεὶς, καὶ ὁ ἔσχατος ἀνακαινίζων αὐτοῦ τὴν φθο‐
ρὰν, ἐν τῇ παρθενικῇ μήτρᾳ διαπλασθὲν τὸ σῶμα1963

1965

λαμβάνει, ὡς ἂν ἐν ὁμοιώματι γένηται τῷ τῆς ἁμαρ‐ τίας διὰ σαρκός. Ὡς ἂν δὲ μὴ τὸ παράδοξον τῆς γεννήσεως τοῖς μὴ παραδεχομένοις τὴν θείαν οἰκο‐ νομίαν, ἄπιστον γένηται· ἔκτισέ τινα τῶν ζώων ὁ
5Δημιουργὸς ἐκ θηλείας μόνης, χωρὶς ἀῤῥένων τικτό‐ μενα. Τοιαῦτα γὰρ περὶ γυπῶν ἐν τῇ περὶ ζώων ἱστορεῖται συγγραφῇ. Πάλιν δέ φασιν Ἰουδαῖοι περὶ τῆς Ἄχαζ ταῦτα λέγεσθαι γυναικὸς τὸν ἐξ αὐτῆς γενόμενον Ἐζεκίας μηνύοντα. Καὶ τίς ἐκάλεσε
10τοῦτον Ἐμμανουήλ; Πῶς δὲ ἠπείθησε πονηρίᾳ πρὶν γνῶναι ἀγαθὸν ἢ κακόν; πῶς δὲ τοῦτο ση‐ μεῖον; Τὸ δὲ αὐτὸ πάλιν ἐροῦμεν· Τί δὲ προὔκειτο νῦν περὶ τῆς τούτου λέγειν γενέσεως; ἀλλὰ καὶ ἦν ἤδη τεχθεὶς, εἴ τις τοὺς χρόνους σκοπήσειε τῆς τε
15παρούσης προφητείας, καὶ τῆς ἐκείνου γενέσεως. Οὐκοῦν Ἐμμανουὴλ Θεοῦ Λόγος ὁ σαρκωθεὶς, ὃν καὶ σὺ, φησὶν, καλέσεις, ὦ οἶκος Δαβίδ· τοῦτ’ ἔστιν, ὁμολογήσεις τὸν Θεὸν ἐν ἀνθρωπείᾳ μορφῇ πεφη‐ νότα, τὸν Ἀδὰμ ἀνακτίζοντα. Τοιγαροῦν, ὡς ἐκεῖνος
20ἦν πρὸ τῆς ἁμαρτίας, ἐν ἀγνοίᾳ τοῦ γνωστοῦ καλοῦ καὶ πονηροῦ κατὰ πεῖραν· οὕτω καὶ ὁ Ἐμμανουὴλ, ἐν τῇ παιδικῇ διαθέσει, τὸ ἀκέραιον καὶ ἄτρωτον ἔτι τοῦ Ἀδὰμ ἐμιμήσατο. Ἐν δὲ τῷ ἀθετεῖν πονη‐ ρίαν, τὴν ἐκ τῆς παρακοῆς παρανομίαν ἐπηνωρθώ‐
25σατο. Νῦν μὲν οὖν, φησὶ, διὰ τὴν ἐμὴν φιλανθρωπίαν θαῤῥήσατε. Οὐ γὰρ λήψονται τὴν γῆν τὴν ὑμετέραν οἱ βασιλεῖς· μᾶλλον δὲ, τοῦ κατὰ τὸν Ἐμμανουὴλ μέλλοντος γίνεσθαι θαύματος ὕστερον, ἀξιόπιστον νῦν ἐνέχυρον λαμβανέτω, τὴν γῆν ἐλευθερωθῆναι,
30δι’ ἥνπερ πεφόβησαι. Οὐ γὰρ οἷόν τε τοῦ Σωτῆρος εὐαγγελισθέντος μὴ γενέσθαι νῦν ὑμῖν πολιορκου‐ μένοις ἐλευθερίαν. Πλὴν ἥξει καὶ ἐφ’ ὑμᾶς, ὁ οἷκος Δαβὶδ, οἷα μηδέ ποτε· σημαίνων τὰ ἐκ τῶν Ἀσσυ‐ ρίων, κατὰ δέ τινας, Ῥωμαίων ἐπενεχθέντα δεινὰ,
35καθὰ οὐ γέγονεν, ἐξ οὗπερ οἱ τὴν Σαμάρειαν οἰ‐ κοῦντες εἰς ἑαυτοὺς περιέσπασαν τὴν Ἀσσυρίων ἔφοδον. Μείζω γὰρ ἀσεβήσαντες, οὐκ ἀφῆκαν ὑμᾶς πρώτους παθεῖν. Τὸ δὲ καταλειφθῆναι τὴν γῆν, τινὲς οὕτως ἑρμήνευσαν· ὅταν ἡ παρθένος ἐν γαστρὶ
40λαβοῦσα τέκῃ, καὶ σὺ καλέσῃς τοὔνομα αὐτοῦ Ἐμμανουὴλ, τότε πάντες οἱ παρενοχλοῦντες τῇ ἁγίᾳ γῇ, καταλείψουσιν αὐτήν. Οἱ γὰρ πολεμήσαν‐ τες τὴν Ἐκκλησίαν, τὸ ἄμαχον αὐτῆς ἰδόντες, ἀπεῖ‐ πον ἀφέντες αὐτὴν, ὡς παρὰ Θεοῦ σωζομένην. Καὶ τὸ,
45Ἀφ’ οὗ ἀφεῖλεν Ἐφραῒμ ἀπὸ Ἰούδα, τινὲς οὕτως παρέστησαν· Ἀφ’ οὗ ἀπέστη Ἐφραῒμ ἀπὸ τοῦ Ἰούδα, ἐν ἡμέραις Ἰεροβοάμ· ἀπ’ ἐκείνου τοίνυν οὐχ ἥκασιν ἡμέραι τοιαῦται τῷ οἴκῳ Δαβὶδ, οἵας ἐπάξει Κύριος. Ποίας δέ φησιν ἡμέρας; λέγω τὸν βασιλέα

1965

(50)

τῶν Ἀσσυρίων.
55ιη—κεʹ. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, συριεῖ
Κύριος μυίαις, αἳ κυριεύουσι μέρος ποταμοῦ1965

1968

Αἰγύπτου· καὶ τῇ μελίσσῃ, ἤ ἐστιν ἐν χώρᾳ Ἀσσυρίων. Καὶ ἐλεύσονται, καὶ ἀναπαύσονται πάντες ἐν ταῖς φάραγξι τῆς χώρας, καὶ ἐν ταῖς τρώγλαις τῶν πετρῶν, κ.τ.λ.
5 Αἰγυπτίων ἔφοδον διὰ τούτων δηλοῖ μυρίας αὐ‐ τοὺς εἰπὼν, διὰ τὸ χαίρειν λύθροις καὶ αἵμασι τοῖς κατὰ τὴν εἰδωλολατρείαν· ἢ διὰ τὸ πλῆθος, καὶ τὸ μὴ λίαν εὔηχες τῆς φωνῆς. Θεοῦ δὲ νεύματι δείκνυσι τοὺς ἐπὶ τὴν Ἰουδαίαν χωρήσαντας, οἱονεὶ συρίγ‐
10ματι καλουμένους Θεοῦ, οὐκ ἀπὸ πάσης, ἐκ δὲ μέ‐ ρους Αἰγύπτου. Ἥξειν δὲ καὶ Ἀσσυρίους φησὶν, οὓς μελίτταις ἀπείκασεν, διὰ τὸ πολεμικῷ κέντρῳ κεχρῆσθαι, καὶ τῶν λοιπῶν ἐθνῶν τότε κρατεῖν. Ἢ, ὅτι ποικίλη καὶ εὔχρως ἡ μέλιττα. Τοιοῦτοι δὲ τὰς
15ἐσθῆτας Ἀσσύριοι, οὓς ἐλθόντας εἰς Ἰουδαίαν, πάντα τόπον καθέξειν ἀπόῤῥητον, μήτι γε τὰς πόλεις αὐ‐ τὰς, ἤγουν, ὡς περὶ μυιῶν λέγων ἐπέμεινε τῇ τρο‐ πῇ, δηλῶν ἅμα, ὡς πᾶσαν αὐτῶν ἐρευνήσουσι τὴν χώραν, ὡς μὴ δύνασθαί τι τῶν κεκρυμμένων λαθεῖν.
20Οὓς χρὴ δεδιέναι, φησὶν, ἀλλ’ οὐ τοὺς δύο τούτους καπνιζομένους δαλούς. Γέγονε δὲ ταῦτα πρὸς λέ‐ ξιν, ὅτε Νεχαὼ Φαραὼ κατὰ τῶν Ἀσσυρίων χώ‐ ρων, κωλύοντα τὸν Ἰωσίαν ἀπέκτεινεν, καὶ τὸν Ἰωαχὰζ αἰχμάλωτον τὸν τούτου παῖδα λαβὼν,
25Ἐλιακεὶμ καταστήσας ἄρχειν, Ἰουδαίων ὑποφόρους τούτους ἐποίησε, μεθ’ ὂν Ἰεχονίας ἐκράτησεν, εἶτα Σεδεκίας, ἐφ’ οὗ Ναβουχοδονόσωρ κατὰ τῆς Ἰου‐ δαίας ἐλθὼν, ἐχειρώσατο, μικροῦ τε πάντας ἀνδρα‐ ποδισάμενος Ἀσσυρίους οἰκήτορας εἰς τὴν χώραν
30ἐξέπεμψεν. Οἳ καθῃρημένων τῶν πόλεων σπήλαιά τε καὶ φάραγγας καὶ νάπας κατῴκησαν. Μεθ’ ἃ λοιπὸν ἀκολούθως, καὶ τὴν Ἀσσυρίων προφητεύει καθαίρεσιν, οἳ παρέτειναν ἄρχοντες τῆς Ἀσίας ἀπάσης, Αἰγύπτου τε καὶ Λιβύης ἐφ’ ὅλης ἔτεσιν
35χιλίοις που καὶ τριακοσίοις. Ἀλλ’ ἐπεὶ λαβόντες Ἱεροσόλυμα, καὶ τὸν νεὼν ἐμπρήσαντες, τὰ σκεύη τὰ ἱερὰ τοῖς εἰδώλοις ἀνέθηκαν, οὐκ εἰς μακρὰν ὑπὸ Μήδων καθῄρηνται. Περσῶν τε πρῶτος ἐβασί‐ λευσεν Κῦρος, ὃς τοὺς αἰχμαλώτους ἀνεὶς, οἰκοδο‐
40μηθῆναι προσέταξε τὸν ναὸν, τὰ ἱερά τε πάλιν ἀπέδωκε σκεύη. Διό φησιν· Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ξυρήσει Κύριος τοῦ βασιλέως Ἀσσυρίων οὐ τὴν κεφαλὴν μόνην τὴν πάλαι κομῶσαν, ὅτε τῆς οἰκου‐ μένης ἐκράτουν, ἀλλὰ καὶ τὰς τρίχας τῶν ποδῶν,
45δηλαδὴ τὸ ἀνδρεῖον σχῆμα, ἢ τὸν πολὺν καὶ χυδαῖον λαὸν, καὶ τὸν πώγωνα, τοῦτ’ ἔστιν τὸν κατὰ φύσιν ἀνθρώποις πρέποντα κόσμον, ἤγουν τῆς ἀνδρείας τὰ σύμβολα. Τῆς ἐσχάτης δὲ ἀτιμίας ὁ τρόπος οὗτος ἐκρίνετο, κεφαλὴν ξυρεῖσθαι καὶ πώγωνα. Τοῦτο

1968

(50)

γὰρ καὶ ἐκδρῶν τινὲς ἐπὶ νεκροῖς ἑαυτοὺς ἀτιμά‐ ζοντες.
55Ὃ τοῖς ἱερεῦσιν ὁ τοῦ Μωϋσέως ἀπηγόρευσε νό‐1967

1969

μος· φησὶ δὲ καὶ Ἱερεμίας, πεπορθημένων δὲ τῶν Ἱεροσολύμων ὑπὸ τοῦ Ναβουχοδονόσωρ, «Ἀνέβησαν ἄνδρες ἀπὸ Συχὲμ καὶ ἀπὸ Σαλὴμ καὶ Σαμαρείας ὀγδοήκοντα ἄνδρες, ἐξυρημένοι πώγωνας καὶ διεῤῥω‐
5γότες τὰ ἱμάτια καὶ κοπτόμενοι.» Ταῦτα δὲ τὸ πένθος καὶ τὴν ἀτιμίαν δηλοῖ. Φησὶν οὖν τὴν βασι‐ λείαν Ἀσσυρίων ταπεινὴν ἀποδεῖξαι καὶ ἄνανδρον καὶ ἀσχήμονα. Μεμεθυσμένῳ δὲ λέγει ξυρῷ, τῇ μαχαίρᾳ ἀφειδῶς τε κειρούσῃ καὶ πληρουμένῃ τῶν
10πιπτόντων τοῦ αἴματος. Τινὲς δὲ (ὡς τοῦ ῥητοῦ, φασὶ, μεμισθωμένῳ ἔχοντος) δύναμίν τινα μισθοφορικὴν ἀποδείκνυσι, τὴν μέλλουσαν τῶν Ἀσσυρίων βασιλείαν ψιλοῦν. Μετὰ δ’ οὖν τὴν ἅλωσιν Ἱερουσαλὴμ πτω‐ χείαν ὑπερβάλλουσαν τοῖς ἀπομείνασιν ὁ λόγος δη‐
15λοῖ. Οὐ βοῶν γὰρ ἀγέλας, οὐ δὲ ποίμνιον προβάτων, μίαν δὲ δάμαλιν, καὶ πρόβατα δύο κεκτῆσθαι μόλις λέγει τινά. Καὶ τῷ βουτύρῳ δὲ καὶ μέλιτι τρέφεσθαι, λιμὸν παρίστησιν ἄρτου. Τὸ ἀπὸ τούτων δὲ γάλα πλεῖστον εἶναι δόξει, διὰ τὸ τῶν τρεφομένων
20ἐλάχιστον. Οὕτως οἱ ἀπειθοῦντες Θεῷ τῇ τῶν πνευ‐ ματικῶν ἀγαθῶν ἐνδείᾳ κατατακήσονται γεγονότες ὀλιγοστοὶ, καὶ ἀποροῦντες ἄρτου τρέφειν εἰδότος εἰς εὐεξίαν τὴν νοητὴν, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ· πρὸς οὕς
25φησιν ὁ Θεός· «Ἰδοὺ οἱ δουλεύοντές μοι φάγονται· ὑμεῖς δὲ πεινάσετε. Ἰδοὺ οἱ δουλεύοντές μοι πίονται, ὑμεῖς δὲ διψήσετε.» Τοῖς δὲ φρονοῦσιν ἅπερ ἐστὶν αὐτοῦ, λέγει· «Φάγετε, πίετε, καὶ μεθύσθητε, οἱ πλησίον.» Δηλοῖ δὲ σαφέστερον ὁ λόγος τῶν ἀπο‐
30μεινάντων τὴν ἔνδειαν, χερσοῦσθαι λέγων πᾶσαν ἄμπελον, κἂν σίκλον ἔχῃ τιμήν. Φέρειν δὲ μόνας ἀκάνθας τὴν γῆν, ὡς ἀντὶ ἄρτου καὶ οἴνου, βου‐ τύρῳ κεχρῆσθαι καὶ γάλακτι. Παρίστησι δὲ ταῦτα μετὰ τὴν ὑπὸ Βαβυλωνίων ἅλωσιν ἡ Γραφὴ, λέγουσα·
35Καὶ ἀπὸ τῶν πτωχῶν τῆς γῆς ὑπέλιπεν ὁ ἀρχιμά‐ γειρος εἰς ἀμπελουργοὺς ἐφ’ οὓς Γοδολίαν κατέστησε. Δεικνὺς δὲ τὸ χερσῶδες καὶ ἠκανθωμένον τῆς γῆς, φησὶν, ὡς οὐδὲ βαδίζειν ἔσται διὰ ταύτης ψιλῶς, δίχα βέλους καὶ τοξεύματος. Δίκην γὰρ βελῶν ἀν‐
40τικείσονται τοῖς παριοῦσιν ἄκανθαι. Καὶ ἀκολούθως ἐπιλειψάσης ἡμῖν ἀμπέλου τῆς νοητῆς, πᾶν εἶδος ἐν ἡμῖν ἀνίσχει φαυλότητος. Τέλος δὲ ἀκάνθης τὸ πῦρ. Διὸ καὶ Παῦλός φησι· «Γῆ γὰρ ἡ πιοῦσα τὸν ἐπ’ αὐτῆς ἐρχόμενον ὑετὸν,» καὶ τὰ ἑξῆς. Τοὺς οὖν
45ὑπολειφθέντας ὀλίγους, τοσούτῳ φησὶ κατέχεσθαι δείματι, ὡς τὰς ἐν ὄρεσι ποιεῖσθαι διατριβὰς, ὕλαις τε καὶ λόχμαις ἐγκατακρύπτεσθαι, κατὰ τὸ ὑπὸ τοῦ Σωτῆρος· «Τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη.» Ἃ καὶ γεωργεῖν ἐπεχείρουν, τῆς ἀρίστης

1969

(50)

γῆς δι’ ἐρημίαν κεχερσωμένης, ὡς ἂν μόνον ἀναγ‐ καίας εὐποροῖεν τροφῆς, λογιζόμενοι τὸ ἀδεὲς τῆς ἐνταῦθα διατριβῆς. Ἡ δὲ λοιπὴ γῆ κεχερσωμένη εἰς βόσκημα ἔσται προβάτου, καὶ καταπάτημα βοὸς, τοῦτ’ ἔστιν εἰς κατανομὰς προβάτων. Ἴσως
55καὶ διὰ τοῦτο, πολὺ τὸ γάλα καὶ τὸ βούτυρον ἔλε‐1969

1972

γεν ἔσεσθαι. Τὸ δὲ προκείμενον χωρίον οὕτω τινὲς ἐξηγήσαντο· Εἰς Αἴγυπτον, φησὶ, κατέβη ὁ λαός μου παροικῆσαι ἐκεῖ, καὶ εἰς Ἀσσυρίους βίᾳ ἤχθησαν. Διατοῦτο προφητεύει ἐπὶ τῇ γεννήσει τοῦ Ἐμμα‐
5νουὴλ, εἴτε ἐν Αἰγύπτῳ τις εἴη τῶν ἀπὸ τοῦ λαοῦ, εἴτε ἐν Ἀσσυρίοις, ἐξελεύσεσθαι τούτους, καὶ ἐν τῇ χώρᾳ τῆς Ἰουδαίας γενομένους, ἀναπαύεσθαι ἐν ταῖς αὐτοφυέσι καὶ σχολαζούσαις καταδύσεσιν. Μυίας μέντοι κυριεύειν μέρους ποταμοῦ Αἰγύπτου, καὶ
10μελίττας ἐν τῇ χώρᾳ εἶναι τῶν Ἀσσυρίων φησὶ, τὸ εὐτελὲς ἐνδεικνύμενος τῶν ἀντικειμένων δυνάμεων. Μυῖα γὰρ ὀχληρὸν τοῖς ἀνθρώποις ζῶον, καὶ μυσαρὸν ἔχον ἀπὸ κόπρου τὴν γένεσιν. Ὧν καὶ ἡ ζωὴ ὀχληρὰ, καὶ ὁ θάνατος βδελυκτός. Τό τε μέρος κυριεύσουσι
15τοῦ ποταμοῦ Αἰγύπτου. Ἄνωθεν γὰρ ἐκ τῶν Αἰ‐ θιόπων ὁ Νεῖλος ἀρχόμενος, περὶ βραχὺ μέρος ἑαυ‐ τοῦ τὸ πρὸς ταῖς εἰς θάλατταν ἐκβολαῖς κατοικοῦσαν ἔχει τὴν Αἴγυπτον· ἐν ᾧ τόπῳ πᾶν εἶδος ἀλόγων ζώων τεθεοποίηται.
25 Ταύτας οὖν τὰς μυίας τὸ ἀσθενὲς τῆς ἀντιτεταγ‐ μένης δυνάμεως, συριγμῷ ἑαυτοῦ ἀφανίσει ὁ Κύ‐ ριος, δηλαδὴ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ. Καὶ ἡ μέλισσα δὲ μικρὸν ζῶον καὶ ἀσθενὲς, ἐν ᾧ ἀμύνεται τελευτῶν. Ἐναφεῖσα γὰρ τὸ κέντρον, συν‐
30απόλλυται τῇ πληγῇ, πάσχουσα ὧν ἔδρασε μείζω. Ὁποῖοι τῶν ἀνθρώπων οἱ πονηρότατοι. Μετὰ τὴν γέννησιν τοίνυν Χριστοῦ διασκεδασθείσης πάσης ἀντικειμένης δυνάμεως, συναχθήσονται οἱ υἱοὶ Ἰσ‐ ραὴλ ἐν ταῖς αὐτοφυέσιν ὑποδοχαῖς, καὶ ἀναπαύ‐
35σονται τῆς αἰχμαλωσίας ῥυσθέντες, ἀτιμωθέντος τοῦ ἐπιβουλεύσαντος βασιλέως αὐτοῖς· ὅτε τοσαύτη κατὰ τὴν χώραν εὐετηρία γενήσεται, ὡς ἀρκεῖν τῷ κεκτημένῳ δάμαλιν καὶ πρόβατα δύο πρὸς αὐτάρ‐ κη τροφήν. Διὰ τὸ πάντας βουτύρῳ καὶ μέλιτι τρέ‐
40φεσθαι· τοῦτ’ ἔστι, θρέψει ἔκαστος τὸ φιλόπονον καὶ γεωργικὸν τῆς ψυχῆς τὸ ἥμερόν τε καὶ εὐμετάδοτον. Ἀπὸ προβάτου γὰρ ἡ ὕλη τῆς σκέπης ἡμῖν, ὡς ἀπὸ τῆς κατ’ ἀρετὴν περιβολῆς ἡ ζωὴ τῷ σπουδαίῳ κεκόσμηται. Ἐπεὶ οὖν καὶ τρέφεται πνευματικῶς
45καὶ κοσμεῖται, διὰ τοῦτο θρέψει δάμαλιν καὶ πρό‐ βατα δύο. Βούτυρον δὲ καὶ μέλι τὰ εἰσαγωγικὰ τῆς θείας διδασκαλίας λέγει διδάγματα· νηπιώδης γὰρ αὐτὴ καὶ πρώτη τροφὴ, μεθ’ ἣν εἰς ἄνδρας ἐλ‐ θὼν πρέπουσιν ἀνδρὶ πνευματικοῖς μαθήμασιν ἑαυ‐

1972

(50)

τὸν ἐπιδίδωσιν. Εἶτα τοὺς ἐκ περιτομῆς δηλῶν, περὶ τῶν χιλίων ἀμπέλων φησίν· «Ἄμπελον γὰρ ἐξ Αἰγύπτου μετῆρε,» καὶ τὰ ἑξῆς. Ἥτις εὐθηνή‐ σασα πρότερον, ὕστερον ἠμελήθη στραφεῖσα πρὸς πικρίαν. Καὶ γέγονεν εἰς χέρσον, ὅτε μετὰ μυρίων
55αὐτοῖς βελῶν καὶ τοξευμάτων ὁ πολέμιος ἐπῆλθε στρατὸς ἐρημίαν ἐπάγων. Ὄρη δὲ ἀροτριώμενα,
αἱ εἰς Χριστὸν πεπιστευκυῖαι ψυχαὶ, πρότερον μὲν1971

1973

ἔρημοι καὶ ἀγεώργητοι, καὶ ἠκανθωμέναι πρὸ τῆς Χριστοῦ παρουσίας· ἐπειδὴ δὲ ἦλθεν εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν, καὶ ἐκάλεσε τὰ μὴ ὄντα ἵνα τὰ ὄντα καταργήσῃ· διὰ τοῦτο, οἱ μὲν ἐκ περιτομῆς
5ἀπολέσαντες τὸ εὐθαλὲς καὶ τὸ ἔγκαρπον, εἰς χέρ‐ σον μετέβαλον· τὸ δὲ ἀπὸ τῶν ἐθνῶν σύστημα, τὸ ἀροτριώμενον ὄρος, ἀροτριᾶται ἀπαλλαγὲν πάσης δειλίας τῶν πολεμίων. Ὅρος γὰρ ἡ ὑπὸ τῆς τοῦ Κυρίου διδασκαλίας ὑψωθεῖσα ψυχή· οὗ ἐλθόντος,
10ἐξεκλάσθη μὲν Ἰσραὴλ, κατεφυτεύθη δὲ τὰ ἔθνη, ὡς ἂν τῷ ἐκείνων παραπτώματι ἡ σωτηρία πᾶσιν οἰκονομηθῇ, καὶ ἀδεῶς τοῖς ὄρεσι τούτοις καὶ πρό‐ βατα καὶ βόες ἐννεμόμενα, ἄφθονον τὴν παρ’ ἑαυ‐ τῶν ὠφέλειαν παρέχονται. Πρόβατα μὲν οἱ τὰ ἤθη
15χρηστότεροι· βόες δὲ οἱ πρὸς τὴν ἐργασίαν τῶν ἀναγκαίων φιλοπονώτατοι.
20tΚΕΦΑΛ. Ηʹ.
21 α—δʹ. Καὶ εἶπε Κύριος πρός με· Λάβε σεαυτῷ τόμον καινὸν μέγαν, καὶ γράψον εἰς αὐτὸν γρα‐ φίδι ἀνθρώπου, τοῦ ὀξέως προνομὴν ποιῆσαι σκύλων. Πάρεστι γάρ. Καὶ μάρτυράς μοι ποίησον
25πιστοὺς ἀνθρώπους, τὸν Οὐρίαν καὶ τὸν Ζαχα‐ ρίαν υἱὸν Βαραχίου, κ.τ.λ. Εἰπὼν τὰ μέλλοντα καταλαβεῖν αὐτοὺς δυσχερῆ, τὸν περὶ τοῦ Ἐμμανουὴλ ἐπανείληφε λόγον. Ἐπεὶ γὰρ τὸ σημεῖον ὑπῆρχε παράδοξον, παιδίον ἐκ παρ‐
30θένου γενόμενον, οὐκέτι μὲν τῷ Ἄχαζ, οὐδὲ τῷ οἴκῳ Δαβὶδ, αὐτῷ δὲ τῷ προφήτῃ παραδείκνυσι τοῦ μυστηρίου τὸν τρόπον. Διδάσκων γὰρ αὐτὸν ἅπερ ἐν τῷ καινῷ γράφειν τόμῳ δεήσειεν, ἐκ προσώπου τοῦ ἰδίου φησὶ, καὶ
35προσῆλθον πρὸς τὴν προφῆτιν. Τοῦτ’ ἔστι ταῦ‐ τα γράψον. Ἐπειδὴ δὲ οὐκ ἐκφορὰ ταῖς πάντων ἦν ἀκοαῖς, προστάττει τῷ προφήτῃ λαβεῖν τόμον, ἢ τεῦχος, ἢ διφθέρωμα, ἢ κεφαλίδα, κατὰ τοὺς λοι‐ πούς. Ὁ δὲ τοῦ καινοῦ καὶ μεγάλου τόμος τύπος
40ἂν εἴη τῆς καινῆς καὶ μεγάλης διαθήκης, ὡς τῆς πρώτης πεπαλαιωμένης. Ἀσθενὴς γὰρ ἦν, καὶ τε‐ λειοῦν εἶχεν οὐδένα· Σεαυτῷ δέ φησιν, ἀντιδιαστέλ‐ λων τοὺς πιστεύοντας πρὸς τοὺς ἀπειθεῖν εἰρημέ‐ νους. Ἐκείνοις γὰρ τὰ ἐν τῷ καινῷ δίδοται τόμῳ τὸ
45Χριστοῦ μυστήριον περιέχοντα. Λέγεται δὲ καὶ μέ‐ γας ὁ τόμος. Οὐ δὲ γὰρ ἔχει τῆς νομικῆς ἱστορίας τὸ ταπεινόν. Δι’ ὃ καὶ ζημιοῦται Παῦλος ἡδέως, διὰ τὸ ὑπερέχον τῆς γνώσεως τοῦ Χριστοῦ. Καθὰ γάρ φησιν ἐπὶ κρείττοσι θυσίαις ἡ νέα νενομοθέτηται.

1973

(50)

Γραφίδι δέ φησιν ἀνθρώπου, διὰ τὸ λέξει ἀνθρω‐ πίνῃ, καὶ τοῖς πολλοῖς βατῇ γεγράφθαι τοῦ Εὐαγγε‐ λίου τὰ ῥήματα. Εἶναι γὰρ ἑτέραν γραφὴν, οὐκ ἀν‐ θρωπίνην, καθ’ ἣν δυνάμει τοῦ Πνεύματος οἱ ἐν βίβλῳ ζωῆς ἀπογράφονται. Τάχα δὲ τὰ περὶ τῆς θεό‐
55τητος τοῦ Μονογενοῦς οὐκ ἀνθρωπίνης ἐστὶ γραφί‐1973

1976

δος, ὡς τὰ περὶ τῆς τούτου σαρκώσεως, περὶ ἧς νῦν πρόκειται λόγος. Ἕτερος γὰρ ἐκεῖνος ὁ κάλα‐ μος, ὡς καὶ Δαβὶδ ὁ θεῖός φησιν· «Ἡ γλώσσα μου κάλαμος γραμματέως ὀξυγράφου.» —«Οἶδεν γὰρ
5οὐδεὶς τὸν Υἱὸν, εἰ μὴ ὁ Πατὴρ, οὐδὲ τὸν Πατέρα πλὴν τοῦ Υἱοῦ, καὶ ᾧ ἐὰν βούληται ὁ Θεὸς ἀποκα‐ λύψαι.» Γραφίδι γὰρ ἀνθρωπίνῃ φησὶν Ἰωάννης· Ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν· ὅσα τὰ τούτοις ἀκόλουθα περὶ τῶν κατὰ σάρκα λεγόμενα.
10Γράφει τοίνυν ὑπὲρ τοῦ ὀξέως προνομὴν ποιῆσαι σκύλων. Ἐγγίζειν γὰρ τὸν καιρὸν, καθ’ ὃν δεῖ ταῦτα τοὺς δύο βασιλέας παθεῖν ὑπὸ τοῦ βασιλέως τῶν Ἀσ‐ συρίων, δυνάμει τοῦ Ἐμμανουήλ Ὃν ἐπᾴδειν ἐν τῇ μάχῃ τοῖς Ἰουδαίοις προσέταξεν. Καὶ ἐπ’ αὐτῆς
15δὲ τῆς παρουσίας ταχεῖα γέγονε καὶ ἀστραπῆς πά‐ σης ὀξυτέρα τοῦ Εὐαγγελίου ἡ διδασκαλία, διὰ πάσης τῆς οἰκουμένης σκυλεύουσα τοῦ αἰῶνος τούτου τὸν ἄρχοντα, καὶ πρὸς ὑπακοὴν τοῦ Χριστοῦ τοὺς αἰχμα‐ λωτισθέντας ἀφέλκουσα. Μάρτυρες δὲ τῶν γραφο‐
20μένων ἔστωσαν, φησὶν ἐν τῷ Εὐαγγελίῳ, Οὐρίας καὶ Ζαχαρίας. Ἦσαν γὰρ τότε Οὐρίας μὲν ἱερεὺς, ὡς δῆλον ἐκ τῆς ἱστορίας, Ζαχαρίας δὲ προφήτης. Ἐπ’ Ἐζεκίου γὰρ γέγονεν, ὡς ἐν ταῖς Παραλειπο‐ μέναις γέγραπται. Συμβολικῶς δὲ τούτους εἰς μαρ‐
25τύριον καλεῖ. Δηλοῖ γὰρ ὁ μὲν ἱερεὺς τὸν νόμον, ὅνπερ ἐδίδασκεν· οἱ δὲ προφῆται διὰ Ζαχαρίου ση‐ μαίνονται. Συνίσταται δὲ τὸ εὐαγγέλιον ὑπὸ νόμου καὶ τῶν προφητῶν μαρτυρούμενον. Ὅθεν ἐν τῷ καιρῷ τῆς ἐν τῷ ὄρει μεταμορφώσεως, Μωϋσῆς καὶ
30Ἠλίας συνελάλουν περὶ Χριστοῦ, καὶ τῆς ἐξόδου, ἧς ἤμελλε πληροῦν ἐν Ἱερουσαλὴμ, ἥτις δηλοῖ τῆς οἰκονομίας τὸ πέρας, τὸν σταυρὸν, τὸν θάνατον, τὴν ἀνάστασιν, τὴν ἀνάληψιν. Ἑρμηνεύεται δὲ ὁ μὲν Οὐρίας φωτισμὸς Θεοῦ, ὁ δὲ Ζαχαρίας μνήμη
35Θεοῦ. Υἱὸς δὲ Βαραχίου τῆς εὐλογίας τῆς τοῦ Θεοῦ. Τίς δὲ μάρτυς ἀξιοπιστότερος τοῦ πεφωτισμένου ὑπὸ Θεοῦ, καὶ μνήμην ἔχοντος τοῦ Θεοῦ; Ὧν δὴ παρόν‐ των γράφει· Προσῆλθον πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβεν, καὶ ἔτεκεν υἱόν. Φησὶ γὰρ ὁ
40Κύριος, ὡς Αὐτὸς ἐγὼ προσελεύσομαι τῇ προφήτιδι. Καλεῖ δὲ οὕτω τὴν Μητέρα Χριστοῦ διὰ τὸ Πνεύμα‐ τος ἁγίου μετασχεῖν, κατὰ τό· «Πνεῦμα ἅγιον ἐπ‐ ελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι.» Παιδεύεται γὰρ ὁ προφήτης, ὡς οὐκ ἐξ αἴ‐
45ματος σαρκὸς, ἢ θελήματος ἀνδρὸς ἡ Χριστοῦ γενή‐ σεται γέννησις. «Ἀπαρχὴ γὰρ Χριστὸς,» καὶ τῶν εἰς αὐτὸν ἀναγεννωμένων· περὶ ὧν εἴρηται ταῦτα. Δεξαμένη δὲ τὸ Πνεῦμα τὸ ἐπελθὸν ἐπ’ αὐτὴν ἡ Παρθένος προεφήτευσε λέγουσα· «Ἰδοὺ γὰρ ἀπὸ

1976

(50)

τοῦ νῦν μακαριοῦσίν με πᾶσαι αἱ γενεαί·» καὶ τὰ ἐπὶ τούτοις. Προσῆλθον δὲ, φησὶ, συνηθείᾳ γραφικῇ ἀντὶ μέλλοντος τῷ ἐνεστῶτι χρησάμενος. Τὸν δὲ τεχθέντα, φησὶν, ὀνόμαζε ταχέως σκύλευσον, ὀξέως προνό‐ μευσον. Ἐπειδὴ καὶ πρὸ τῆς κατὰ σάρκα γεννή‐
55σεως, καὶ πρὶν ἐπιγράψασθαι γονέας σαρκικοὺς,
τοὺς δύο καθαιρεῖ νῦν βασιλέας. Καὶ τοῦτο πράξει1975

1977

διὰ τοῦ τῶν Ἀσσυρίων βασιλέως, ὡς ἐμῇ χρώ‐ μενος, φησὶ, δυνάμει, τὰς βασιλείας αὐτῶν κατα‐ στρέψεται.
6 Καὶ ἄλλως δὲ, ταχέως ἐσκύλευσε, τὸν ἰσχυρὸν, τὸν φυλάσσοντα, καθάπερ ἴδιον κτῆμα, τοὺς ὑπὸ τὴν ἁμαρτίαν πεπραμένους καὶ δεδεμένους θανάτῳ. Προενόμευσε δὲ, ταῖς ἰδίαις δυνάμεσι παραδοὺς εἰς
10φυλακὴν τοὺς πιστούς· «Ὧν οἱ ἄγγελοι βλέπουσιν, ὡς λέγει, τὸ πρόσωπον τοῦ Πατρός μου τοῦ ἐν οὐρα‐ νοῖς.» Τὴν δὲ ὀξεῖαν αὐτοῦ προνομὴν δηλοῖ τὸ, «Ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν. Ἔλαβεν δόματα ἐν οὐρανοῖς·» ὃ πεποίηκε, «Εἰσελθὼν
15εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ, καὶ διαρπάσας αὐτοῦ τὰ σκεύη,» καθά φησιν αὐτὸς ἐν παραβολῇ. Καὶ ὁ προφήτης δέ φησιν ἀλλαχοῦ· «Εὐαγγελίσασθαι πτω‐ χοῖς ἀπέσταλκέν με, κηρύξαι αἰχμαλώτοις ἄφεσιν.» Τὸ δὲ πάρεστιν εἰπὼν, ἅμα μὲν δηλοῖ τὴν τῶν βα‐
20σιλέων τιμωρίαν οὐκ εἰς μακρὰν ἐσομένην. Ἅμα δὲ καὶ τὰ τῆς τοῦ Σωτῆρος ἐπιδημίας ἐγγίζειν φησίν. Ὃν δὲ κέκληκεν Ἐμμανουὴλ, νῦν ἐκάλεσε Ταχέως σκύλευσον, Ὀξέως προνόμευσον. Ἔθος γὰρ τῇ Γραφῇ τὸν Θεὸν ἐκ τῶν διαφόρων ὀνομάζειν ἐνερ‐
25γειῶν· ὡς καὶ Ἰησοῦν, παρὰ τὴν ἀπὸ Θεοῦ δεδομέ‐ νην ἡμῖν σωτηρίαν. Δύναμις δὲ Δαμασκοῦ, οἱ ἀπὸ τῶν ἐθνῶν πιστεύοντες. Σκύλα δὲ Σαμαρείας, οἱ ἐκ περιτομῆς εἶεν ἄπιστοι. Δαμασκὸς μὲν γὰρ Συρίας μητρόπολις, Σαμαρεία δὲ τοῦ Ἰσραήλ. Πῶς ὁ γεν‐
30νηθεὶς εὐθὺς τούτους ἐσκύλευσε; Διὰ τὸ μέλλειν οὐκ εἰς μακρὰν ταὐτὸ ποιεῖν· ἢ καὶ, ὅτι μάγοι προσελ‐ θόντες αὐτῷ προσεκύνησαν, ὡς Θεῷ, καὶ δῶρα προσ‐ ήνεγκαν σκυλευθέντες πρὸς θεοσέβειαν ἔτι βρέφους ὑπάρχοντος πολεμήσαντος ὑπὲρ αὐτῶν, καὶ τῶν ἄλ‐
35λων, ἀπέναντι τοῦ νοητοῦ βασιλέως τῶν Ἀσσυρίων. Τὸ δὲ, καὶ προσῆλθον πρὸς τὴν προφῆτιν, οὐκ ἀπὸ προσώπου τοῦ Κυρίου, τοῦ δὲ προφητικοῦ φασιν εἰρῆσθαί τινες· οἳ καὶ τὸ, προσῆλθον, φασὶν ἀντὶ τοῦ ἤγγισα τῷ πνεύματι καὶ τῇ προγνώσει τῶν
40ἐσομένων τῇ προφήτιδι. Κατέλαβον γὰρ, καὶ οἷον ἐπλησίασα τῇ προγνώσει τῇ προφητικῇ, καὶ εἶδον τὴν σύλληψιν πόῤῥωθεν προενατενίσας τῷ χαρίσματι τῆς προφητείας· οἳ καὶ ἀποροῦσι πῶς κελευθεὶς ὁ προφήτης τόμον λαβεῖν, ἄλλο ποιεῖ, πρὸς τὴν προ‐
45φῆτιν εἰσιών. Ἀλλὰ δῆλον, φασὶν, ὡς ἡ σιωπὴ ἡ πρὸς ἐκεῖνον συγκατάθεσιν καὶ πρᾶξιν ἐδήλωσεν. Πῶς γὰρ ἂν ὁ προφήτης παρήκουσε τοῦ Θεοῦ; ἀλλ’ ἐκεί‐ νου δηλονότι περιγεγραμμένου, τὸ τῆς προφήτιδος ἐξ ἰδίας ἀρχῆς παραδίδοται.
53ε—ηʹ. Καὶ προσέθετο Κύριος λαλῆσαί μοι ἔτι·
Διὰ τοῦ μὴ βούλεσθαι τὸν λαὸν τοῦτον τὸ ὕδωρ1977

1980

τοῦ Σιλωὰμ τὸ πορευόμενον ἡσυχῇ, ἀλλὰ βού‐ λεσθαι ἔχειν τὸν Ῥαασσὼν, καὶ τὸν υἱὸν Ῥω‐ μελίου βασιλέα ἐφ’ ὑμῶν, διὰ τοῦτο, ἰδοὺ Κύριος ἀνάγει ἐφ’ ὑμᾶς τὸ ὕδωρ τοῦ ποταμοῦ, τὸ ἰσχυ‐
5ρὸν, καὶ τὸ πολὺ, τὸν βασιλέα τῶν Ἀσσυρίων, καὶ τὴν δόξαν αὐτοῦ, κ.τ.λ. Καὶ ταῦτα τῆς αὐτῆς ὑποθέσεως· ἅπερ οὐ τῷ λαῷ, τῷ δὲ προφήτῃ λέγων προσέθηκε Κύριος, ὅτι παρήκουσεν ὁ λαὸς προσταχθεὶς μὴ φοβεῖσθαι τοὺς
10βασιλέας, τῇ δὲ τοῦ Ἐμμανουὴλ ἐπικλήσει θαῤῥεῖν. Ὁ μὴ ποιήσαντες δουλεύειν ἠγάπων τοῖς βασιλεῦσι, τὸ ὕδωρ μὴ δεχόμενοι τοῦ Σιλωάμ· ὅπερ αὐτὸν δηλοῖ τὸν Ἐμμανουήλ· ὅς ἐστι πηγὴ ὕδατος ζῶντος ἀλλομένου εἰς ζωὴν αἰώνιον. Ὃν οὔτε κατὰ τὸν πό‐
15λεμον τῶν βασιλέων, οὔτε κατὰ τὸν καιρὸν τῆς αὐτοῦ σαρκώσεως ὑπεδέξαντο. Ἡσυχῇ δὲ καὶ κατὰ τὴν ἱστορίαν τὸ ὕδωρ ἐκδίδο‐ ται τοῦ Σιλωὰμ. Δηλοῖ δὲ περὶ Χριστοῦ, ὅτι καὶ πρὶν ἐπιδημῆσαι, λανθανόντως συνεπορεύετο τῷ λαῷ,
20τὰς ψυχὰς αὐτῶν ἀρδεύειν ἐπισκοπεῖν τε βουλόμε‐ νος, καὶ μηδέπω κηρυχθεὶς εἰς πάντα τὰ ἔθνη· ἀψοφητὶ δὲ καὶ τὴν ἑαυτοῦ παρουσίαν πεποίηται. Συμβαίνει δὲ καὶ τῇ προσηγορίᾳ τοῦ Σιλωὰμ ὃς ἀπεσταλμένος ἑρμηνεύεται. Ἀπόστολον γοῦν αὐτὸν
25καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν ὁ Παῦλος καλεῖ. Καὶ τὸν ἐκ γεννητῆς δὲ τυφλὸν συμβολικῶς ὁ Σωτὴρ εἰς τὸν Σιλωὰμ ἐξαπέστειλεν. Ἀλλ’ ὁ μὲν ἀνέβλεψε τὸ ὕδωρ δεξάμενος τοῦ Σιλωάμ. Ὁ δὲ νῦν κατηγο‐ ρούμενος ὑπὸ τοῦ Κυρίου λαὸς, μὴ πιστεύσας τῷ
30Σιλωὰμ, ὅς ἐστιν Ἐμμανουὴλ, ἔρημος αὐτοῦ γίνε‐ ται. Καὶ ἀντὶ τῶν δύο βασιλέων, οἷς ἠγάπων, δου‐ λεύειν τοῖς Ἀσσυρίοις ἐκδίδονται, καὶ τῷ νοητῶς τούτων ἐπάρχοντι, ὅτι τὸ ὕδωρ οὐκ ἠβουλήθησαν τοῦ Σιλωὰμ ἤγουν ἀπεδοκίμασαν, κατὰ Σύμμαχον,
35κατὰ τὸ, «Λίθος ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γονίας.» Ἀνθ’ ὧν αὐτοῖς ἐπάξειν φησὶ τὸ πολύ τε ὕδωρ καὶ ἰσχυρὸν τὸν Ἀσσύριον, τῷ ὕδατι τῷ ἡσύχῳ τοῦτον ἀντιτιθείς. Δόξαν δὲ αὐτοῦ, τοὺς ὑπ’ αὐτὸν ἄρχοντας ἐκάλεσεν
40καὶ λαούς. Ὕδατι δὲ παρεικάζειν τὸ πλῆθος φίλον τῇ θείᾳ Γραφῇ. Φησὶ γοῦν διὰ φωνῆς προφητῶν· «Καὶ Νινευὴ, ὡς κολυμβήθρα ὑδάτων, τὰ ὕδατα αὐ‐ τῆς.» Οὐ μενεῖ δὲ, φησὶ, παρ’ αὐτοῖς ἀνὴρ αἴρων κε‐ φαλήν· τοῦτ’ ἔστιν ἄρξαι δυνάμενος. Τὸ δὲ πλῆθος
45καλύψει πᾶσαν τὴν χώραν. Ὅπερ ἐπὶ Ἱερεμίου γέγονεν, στρατεύσαντος τοῦ Ναβουχοδονόσωρ.
49θ—ιʹ. Μεθ’ ἡμῶν ὁ Θεός. Γνῶτε, ἔθνη, καὶ ἡτ‐

1980

(50)

τᾶσθε, ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς. Ἰσχυ‐ κότες, ἡττᾶσθε. Ἐὰν γὰρ πάλιν ἰσχύσατε, πάλιν ἡττηθήσεσθε. Καὶ ἣν ἂν βουλὴν βουλεύσησθε, διασκεδάσει Κύριος, κ.τ.λ.
Τοῖς περὶ τοῦ Ἐμμανουὴλ καὶ ταῦτα συνήρτηται·1979

1981

ὃ καὶ δηλοῖ μεθ’ ἡμῶν ὁ Θεὸς, δεύτερον νῦν ὑπὸ τοῦ προφήτου λεγόμενον. ᾯ μὴ πιστεύσαντας τοὺς ἄλ‐ λους ἐλέγξας τῆς ἐκείνων ἑαυτὸν κατηγορίας ἐλευθε‐ ρῶν, ἐξ ἑαυτοῦ καὶ τῶν ὁμοίων σὺν ἡδονῇ πλείστῃ,
5μεθ’ ἡμῶν ὁ Θεὸς ἀνακέκραγεν στραφεὶς πρὸς τὰ ἔθνη. Ταῦτα δ’ οὖν γνῶναι παρακελεύεται τὸν Ἐμ‐ μανουήλ· ὃν ὁ ἐκ περιτομῆς λαὸς οὐκ ἔγνω, οὔτε συν‐ ῆκεν. Ὑμεῖς δὲ, φησὶ, τὴν καλὴν ἧτταν ἡττήθητε αἰχμαλωτισθέντες εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ, δι’
10οὗ τῆς δουλείας ἐλεύθεροι τοῦ νόμου τῆς ἀμαρτίας γενήσεσθε. Ἐπακούσασθε τοίνυν ἕως ἐσχάτου τῆς γῆς τῶν καταγγελλόντων ὑμῖν τὸ Εὐαγγέλιον. «Εἰς πᾶσαν γὰρ τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.»
15Καὶ, οἱ ἐν ὑμῖν δὲ ἰσχυροὶ τῷ λόγῳ καὶ δυνατοὶ, νι‐ κᾶσθε τοῦ τῆς εὐσεβείας κηρύγματος· καὶ μὴ θέλον‐ τες γὰρ ἡττηθήσεσθε ἐπὶ ταῖς ματαίαις κατὰ τοῦ Θεοῦ βουλαῖς ὑμῶν ἐλεγχόμενοι, καὶ λόγοις τοῖς ἐξ ἀπειλῆς λεγομένοις. Λέγοι δ’ ἂν ἀποθέσθαι καὶ τὴν
20ἰσχὺν τὴν σωματικὴν, καὶ σαρκὸς ἀναλαμβάνειν ἀσθένειαν, ὡς ἂν ἡ δύναμις τοῦ Θεοῦ ἐν ἀσθενείᾳ τε‐ λειωθῇ. Ἐὰν δέ σοι πάλιν ἐπαναστῇ τὸ φρόνημα τῆς σαρκὸς, πάλιν ὑπόταξον τοῦτο τῷ πνεύματι, καὶ ἡ βουλὴ δὲ ὑμῶν καὶ ὁ λόγος ἀργήσει, διότι ἀπειλεῖ·
25Τὴν σοφίαν τῶν σοφῶν καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσει. Βουλὴν γὰρ ἀνθρωπίνην καταργεῖ ὁ τῆς μεγάλης βουλῆς ἄγγελος, καὶ λόγον ἀνθρώπινον ἀθετεῖ ὁ Θεὸς Λόγος. Χρήσιμον δὲ ταῦτα λέγειν τοῖς τὴν Ἐκκλησίαν διώκουσι.
32 Τινὲς δὲ τὰ μὲν πρῶτα πρὸς ἔθνη καὶ Ἰουδαίους εἰρῆσθαί φασιν, ἀπὸ δὲ τοῦ, ἰσχυκότες, ἡττᾶσθε, πρὸς Ἰουδαίους· κατίσχυσαν γὰρ τό γε ἧκον εἰς αὐ‐
35τοὺς τοῦ Χριστοῦ, παραδόντες σταυρῷ. Ἀλλ’ ἐβουλεύ‐ σαντο βουλὴν ἣν οὐ μὴ δύνωνται στῆσαι. Πῶς γὰρ ἂν θανάτῳ περιέβαλον τὸν ἀρχηγὸν τῆς ζωῆς; Διά φησιν, ἡττᾶσθε λοιπὸν μετὰ τοσοῦτον ἀνόνητον τόλ‐ μημα. Εἰ δὲ πάλιν ἀντιστῆτε τοῖς τὸ Εὐαγγέλιον
40καταγγέλλουσιν, πάλιν ἡττηθήσεσθε κολάζοντι λοι‐ πὸν τῷ κριτῇ δίκας ὑπέχοντες. Χριστοῦ γὰρ ἀναλη‐ φθέντος, καὶ αὐτοῖς ἐπεβούλευον τοῖς ἀποστόλοις· «Παραγγελίᾳ, λέγοντες, παρηγγείλαμεν μηδὲν λαλεῖν ἐπὶ τῷ ὀνόματι τούτῳ.» Καί· «Ἰδοὺ πεπληρώκατε
45τὴν Ἱερουσαλὴμ τῆς διδαχῆς ὑμῶν.» Καὶ τύπτοντες ἐδόκουν πάλιν ἰσχύειν, ἀλλ’ ἐνίκων οἱ μαθηταὶ λέγον‐ τες· Διότι μεθ’ ἡμῶν ὁ Θεός. Ἀνθ’ ὧν ἔτισαν δίκας ὑπὸ Ῥωμαίων ἡττώμενοι.
52 ια—ιεʹ. Οὕτω λέγει Κύριος· Τῇ ἰσχυρᾷ χειρὶ ἀπειθοῦσι τῇ πορείᾳ τῆς ὁδοῦ τοῦ λαοῦ τούτου
λέγοντες· Μή ποτε εἴπητε σκληρόν. Πᾶν γὰρ ὃ1981

1984

ἐὰν εἴπῃ ὁ λαὸς οὗτος σκληρὸν ἐστί. Τὸ δὲ φό‐ βον αὐτοῦ οὐ μὴ φοβηθῆτε, οὐδὲ μὴ ταραχθῆτε, κ.τ.λ. Τὸν παρόντα λόγον πρὸς τοὺς ἀπειθοῦντάς φησιν·
5κατὰ μέν τινας, Ἰουδαίους· κατὰ δέ τινας, ἐθνικούς· χεὶρ δὲ ἰσχυρὰ, ἡ δημιουργικὴ τῶν ὄντων ἁπάντων δύναμις, ὁ δι’ οὗ τὰ πάντα γέγονεν, Υἱὸς τοῦ Θεοῦ, ὁ καὶ καταργήσας τὸν θάνατον, συντρίψας τε τὸν Σατανᾶν, καὶ σκυλεύσας τὸν ᾅδην, καὶ πρὸς ἀφθαρ‐
10σίαν ἀνακαινίζων τὸ γένος, ᾧπερ ἀντέστησαν Ἰου‐ δαῖοι κληθέντες καὶ μὴ δεξάμενοι τὸν Ἐμμανουήλ. Ἔτι δὲ καὶ ὅσοι τῶν ἐθνῶν παρέμειναν πρὸς τὴν πίστιν ἀσύμβατοι. Διχῶς γὰρ ἐπὶ Θεοῦ γνῶσιν ἀγό‐ μεθα, ἢ φυσικαῖς ἐννοίαις χρησάμενοι, διὰ τῶν
15κτισμάτων γινώσκοντες τὸν Δημιουργὸν, ἢ διὰ τῆς τοῦ δοθέντος ἡμῖν νόμου διδασκαλίας· οὗτοι δὲ οὔτε τοῖς ποιήμασι τῆς ἰσχυρᾶς χειρὸς ἠκολούθησαν, περὶ ἧς εἴρηται, Ἡ δεξιά σου, Κύριε, δεδόξασται ἐν ἰσχύϊ, καὶ, Ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρα‐
20νόν· οὔτε τῇ ὁδῷ. Αὐτὸς δέ φησιν· Ἐγώ εἰμι ἡ ὁδός. Ἢ πορείαν λέγει τὴν ὁδὸν τοῦ βίου τὴν νομικὴν, τοῦ Κυρίου τυφλοὺς ὁδηγοὺς τοὺς διδασκάλους τοῦ νόμου προσαγορεύοντος. Εἴρηται δέ· «Καὶ ἐν τῇ ὁδῷ τῶν μαρτυρίων σου ἐτέρφθην.» Καί· «Ἐν τῇ ὁδῷ σου
25ζήσομαι.» Καί· «Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ.» Ταῦτα μὲν οὖν ὀρθῶς πρὸς Ἕλληνας εἴρηται. Εἰ δὲ πρὸς Ἰουδαίους ἢ, κατ’ ἔλλειψίν ἐστιν· ἵνα ᾖ, καὶ τοῖς βαδίζουσιν ὁδοῦ πορείαν οὐ τὴν εὐθεῖαν καὶ τοῦ Κυρίου. Ἀπειθήσαντος ἤγουν τοῦ λαοῦ τούτου,
30φησὶν, οὗ τὸ πρόσωπον ἀναλαβὼν ἀρτίως ἔφασκεν, μεθ’ ἡμῶν ὁ Θεός· ἵνα πορείαν λέγει τὴν εὐαγγε‐ λικὴν τῆς ἐν νόμῳ παρεωραμένης σκιᾶς. Ἡ Συμμά‐ χου δὲ ἔκδοσις τῇ ἐξηγήσει τῇ κατ’ ἔλλειψιν μαρτυ‐ ρεῖ. Φησὶ γὰρ τάδε· Εἶπεν Κύριος πρὸς μὲ ὡς ἐν
35κράτει τῆς χειρὸς καὶ ἀπέστησέν με μὴ πορεύε‐ σθαι τῇ ὁδῷ τοῦ λαοῦ τούτου, λέγων· Οὐκ ἐρεῖτε, ἄνταρσις. Πᾶν ὃ ἐὰν εἴποι ὁ λαὸς οὖτος, ἄνταρ‐ σις. Φησὶ δὲ, ὡς τῇ ἑαυτοῦ χειρὶ Κύριος ἐπιλαβόμε‐ νος ἀπέστησε τὸν ἑαυτοῦ προφήτην ἐμὲ, τοῦ μὴ τὴν
40αὐτὴν ὁδὸν βαδίζειν τῷ ἀπίστῳ τούτῳ λαῷ, μὴ πι‐ στεύσαντι τῇ προφητείᾳ τοῦ ἐπικαλέσασθαι τὸν Ἐμ‐ μανουήλ. Οὗτοι μὲν γὰρ ἄνταρσιν ἡγοῦνται τὴν ὑμετέραν ἐξ αὐτῶν ἀναχώρησιν. Ὑμεῖς δὲ οὐκ ἐρεῖτε τοῦτο. Κατὰ δὲ τοὺς Ἑβδομήκοντα· Μὴ εἴπητε,
45φησὶ, σκληρὸν εἶναι τὸν λόγον, ὥσπερ οὗτοι νο‐ μίζουσιν τὸν περὶ τοῦ δεῖν ἀποστῆναι τῆς τοῦ λαοῦ τούτου πορείας· κἂν ἐπιβουλεύοιεν ὡς ἀπο‐ στάντες ὑμῖν, αὐτοὺς μὲν μηδαμῶς, τὸν Θεὸν δὲ μό‐ νον φοβεῖσθε. Ἀρχὴ γὰρ σοφίας φόβος Κυρίου. Δι’

1984

(50)

οὗ πᾶς ὁ ἐξ ἀνθρώπων ἐλαύνεται φόβος. Καὶ τότε λοιπὸν ἔσται σοι εἰς ἁγίασμα μηκέτι δεομένῳ σωμα‐ τικοῦ τινος ἁγιάσματος. Οὕτω δὲ τὸν παρ’ αὐτοῖς ἐκάλουν συνεστῶτα νεὼν, καὶ τούτου τὰ ἐνδοτάτω.
Αὐτὸς οὖν ἁγιάσει σε Κύριος, ἐὰν ἔσῃ πεποιθὼς1983

1985

ἐπ’ αὐτῷ, κατὰ δὲ τοὺς νοήσαντας λαὸν λέγεσθαι τὸν πιστὸν καὶ μετὰ τοῦ προφήτου ταττόμενον, ὅγε ἔλεγεν, μεθ’ ἡμῶν ὁ Θεός· νοητέον τὸ, μήποτε εἴ‐ πητε σκληρὸν, ὅτι σκληρὸς Ἰουδαίοις ἐδόκει τῶν
5ἁγίων ἀποστόλων ὁ λόγος, μὴ ἀνεχομένων ἐμμένειν τῇ τοῦ νόμου σκιᾷ. Τοῖς οὖν ἀποστόλοις παρακελεύε‐ ται μὴ δεδιέναι τῶν ἐν νόμῳ τὸν φόβον, εἶναι δὲ μόνον θεοσεβεῖς. Ἤγουν ὅτι φοβουμένων αὐτῶν προσκροῦσαι Θεῷ, εἰ τὴν νομικὴν διώθοιντο λατρείαν
10τῷ Σωτῆρι πειθόμενοι τὴν σκιὰν καταλύοντι. Διόπερ ἔλεγον· «Εἰ ἦν οὗτος παρὰ Θεοῦ ὁ ἄνθρωπος, οὐκ ἂν ἔλυε τὸ Σάββατον.» Ὑμεῖς καίπερ ἐξ αὐτῶν ὄν‐ τες, μὴ τοῖς αὐτοῖς ὑποφέρεσθε φόβοις. Ἁγιαζέσθω δὲ μᾶλλον παρ’ ὑμῶν ὁ τῆς δόξης Κύριος, τοῦτ’ ἔστι
15Χριστός. Κατὰ δὲ τοὺς οἰομένους πρὸς τοὺς ἐξ ἐθνῶν ἀπιστοῦντας εἶναι τὸν λόγον, μὴ πειθομένους μήτε φυσικῷ νόμῳ μήτε γραπτῷ· λέγοι ἂν, ὡς οὐ καρτε‐ ροῦσι τὰ προστάγματα τῆς ὁδοῦ τοῦ λαοῦ, τὸ σκλη‐ ρὸν τῶν διατεταγμένων μὴ φέροντες, καθὰ καὶ Ἰου‐
20δαῖοι δυσανασχετοῦντες πρὸς τὰ τοῦ Κυρίου διδάγ‐ ματα ἔλεγον, Σκληρός ἐστιν ὁ λόγος οὗτος, τις δύ‐ ναται αὐτοῦ ἀκούειν; Σκληρὸν γὰρ πόρνῳ τὸ σω‐ φρονεῖν, καὶ τοῖς ἐν κακίᾳ τῆς ἀρετῆς ὁ ζυγός. Ἡ μὲν γὰρ τῷ λείῳ δελεάζει τῆς ἡδονῆς· τὴν δὲ περιποιοῦ‐
25σιν οἱ πόνοι. Ὅθεν ἡ μὲν τὸ πλεῖστον, ἡ δὲ βραχεῖς ἄγαν ἔχει τοὺς ἐραστὰς λέγοντας, Διὰ τὸν λόγον τῶν χειλέων σου ἐγὼ ἐφύλαξα ὁδοὺς σκληράς. Οἳ καὶ πορευόμενοι ἐπορεύοντο καὶ ἔκλαιον βάλλοντες τὰ σπέρματα αὐτῶν. Σπέρμα γὰρ αἱ νῦν θλίψεις τῶν
30μελλόντων εἰσὶν ἀγαθῶν. Ἀποτρέπουσιν οὖν οἱ ἐθνι‐ κοὶ τὸν λαὸν, καὶ σκληρὰ μὴ λέγειν αὐτοῖς ὀκνοῦν‐ τες προσιέναι πάλαι μὲν τῷ νόμῳ, νῦν δὲ τῇ πίστει, τοῦ μὲν τὸν ζυγὸν, τῆς δὲ τὴν πολιτείαν οὐχ ὑποφέ‐ ροντες· πρὸς οὕς φησι· Τὸν φόβον αὐτῶν μὴ φο‐
35βεῖσθε, δηλαδὴ τῶν ἀρετῶν. Ἢ καὶ μεταστρέψας πρὸς τὸν λαὸν ἀποτείνεται, ὡς ἐκεῖνοι μὲν ταῦτα περὶ ὑμῶν ἐπειλήφασιν, τὴν πρὸς ὑμᾶς ἕνωσιν διὰ τῶν νόμων φοβούμενοι, ὑμεῖς δὲ τὰς παρ’ αὐτῶν ἐπιβου‐ λὰς μὴ ταράττεσθε. Ἔστω δέ σοι φόβος ὁ Κύριος.
40Μέγα δὲ πρὸς τελείωσιν πεπαιδευμένως φοβεῖσθαι καὶ μὴ εἶναι ψοφοδεεῖς. Περὶ ὧν φησιν ὁ Δαβίδ· «Ἐκεῖ φοβηθήσονται φόβῳ ᾧ οὐκ ἦν φόβος.» Ἐκεί‐ νου τοίνυν τὴν παρουσίαν ἐκδέχου· ἐκείνου φοβοῦ τὸ κριτήριον. καὶ τὴν ἐ.. γῆ μετ’ ἀγγέλων παρου‐
45σίαν. Ἐὰν γὰρ ἦς πεποιθὼς ἐπ’ αὐτῷ, οὐ προσκόψεις, ὡς. λίθῳ προσκόμματος, καὶ πέτρᾳ σκανδάλου. Οἱ γὰρ τυφλοὶ προσπταίουσι λίθοις, σφαλεροί τε τὰς βάσεις περιολισθαίνουσι πέτραις, οὕτως ὁ τυφλὸς τὴν ψυχὴν, καὶ μὴ διὰ τῆς τῶν Γραφῶν διδασκαλίας

1985

(50)

ἐπιγνοὺς τοῦ Κυρίου τὴν παρουσίαν, τῷ εὐαγγελικῷ κηρύγματι περιπταίει καὶ σκανδαλίζεται λέγων· «Ἡμεῖς οἴδαμεν ὅτι Μωσῇ λελάληκεν ὁ Θεὸς, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν.» Καὶ προσκόψαντες
οὗτοι τῷ λόγῳ πεπτώκασιν· τοῖς δὲ πεπιστευκόσιν1985

1988

ἁγίασμα γίνεται, ἀλλ’ οὐ πέτρα σκανδάλου διὰ τῆς ἐκ Παρθένου κυήσεως ὁ Ἐμμανουήλ.
10 Ταῦτα καὶ Παῦλος ἐδίδασκε, λέγων Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσι δὲ μωρίαν. Καὶ πάλιν, Ἰσραὴλ μὲν διώκων νόμον δικαιοσύνης, εἰς νόμον οὐκ ἔφθασε· διὰ τί; ὅτι οὐκ ἐκ πίστεως, ἀλλ’ ὡς ἐξ ἔργων νόμου προσέκοψεν τῷ λίθῳ τοῦ προσκόμματος, καθὼς
15γέγραπται· «Τοῦ τεθῆναι ἐν Σιὼν λίθον προσκόμ‐ ματος, καὶ πέτραν σκανδάλου, καὶ [πᾶς] ὁ πιστεύων εἰς αὐτὸν οὐ καταισχυνθήσεται.» Τὸ μὲν οὖν λίθον προσκόμματος καὶ πέτραν σκανδάλου ἐντεῦθεν εἴληφεν ὁ Ἀπόστολος, τὸ δέ· «Ὁ πιστεύων εἰς αὐτὸν
20οὐ καταισχυνθήσεται·» ἐξ ἑτέρου τῆς προφητείας μέρους, ἐν ᾧ λέλεκται· «Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον ἀκρογωνιαῖον, ἐκλεκτὸν, ἔντιμον. Καὶ ὁ πιστεύων εἰς αὐτὸν οὐ καταισχυνθήσεται.» Ὁ αὐτὸς δὲ Κύ‐ ριος, τοῖς μὲν ἁγίασμα, τοῖς δὲ πρόσκομμα γίνε‐
25ται. Καὶ πρόσκομμα μὲν ἴσως Ἕλλησιν τοῖς σοφίαν ζητοῦσιν, ἡ μωρία τοῦ κηρύγματος· Ἰουδαίοις δὲ ζητοῦσι σημεῖα, πέτρα σκανδάλου. Ἡμῖν δὲ τοῖς μὴ ζητοῦσι λογικαῖς ἀποδείξεσι τὴν τοῦ κηρύγματος ὑποβάλλειν ἁπλότητα, μήτε διὰ σημείων ἐκπειράζου‐
30σι τὴν ἀλήθειαν, Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία. Τῷ δὲ οἴκῳ Ἰακὼβ, τοῖς Ἰουδαίοις, φησὶν, οἱ πολλὴν κατὰ Χριστοῦ νοσήσαντες τὴν ἀπόνοιαν, ἔσον‐ ται προσεοικότες τοῖς ἐν παγίδι πεσοῦσιν καὶ τεθηρευμένοις εἰς ὄλεθρον, καὶ τοῖς ἐν κοιλώμασι,
35τοῦτ’ ἔστιν τοῖς εἰς βάθρον ὠλισθηκόσιν. Ἐγγιοῦσι δὲ, φησὶν, παντὶ κατασείειν εἰδότι, μηδεμίαν ἰσχὺν κεκτημένοι, κατὰ τοὺς πιστοὺς εἰπεῖν μὴ δυνάμενοι· «Ἡ ἰσχύς μου καὶ ἡ ὕμνησίς μου ὁ Κύριος.» Ἁλώ‐ σονται γὰρ οἱ ἐξ Ἰσραὴλ ὅσον μὲν ἦκεν εἰς ἐπι‐
40κουρίαν τὴν ἄνωθεν, ὄντες ἐν ἀσφαλείᾳ πρὸς τοὺς αἰσθητοὺς καὶ νοητοὺς πολεμίους. Φησὶ γὰρ περὶ τῆς Ἱερουσαλὴμ ὁ Θεός· «Κἀγὼ ἔσομαι αὐτῇ τεῖχος πυρὸς κύκλοθεν.» Τῇ δὲ εἰς Χριστὸν παροινίᾳ τοῖς ἐχθροῖς γεγονότες εὐάλωτοι, εἰς τὰ ἔθνη μετελθού‐
45σης τῆς χάριτος. Ὁ δὲ Σύμμαχός φησιν· Εἰς λίθον προσκόμματος, καὶ εἰς πέτραν πτώματος, τοῖς δύο οἴκοις Ἰσραὴλ, εἰς παγίδα, καὶ εἰς σκάνδα‐ λον τῶν οἰκούντων Ἱερουσαλήμ. Δύο δὲ οἴκους φησὶ, τόν τε τῶν ἀρχόντων καὶ τὸν τῶν ἀρχομένων, τὸ

1988

(50)

πᾶν ἔθνος δηλῶν. Καὶ οἱ λοιποὶ δὲ, τοὺς δύο οἴκους ἐξέδωκαν. Διὰ τοῦτο δὲ, φησὶν, ἀδυνατήσουσιν ἐν αὐτοῖς πολλοὶ, δῆλον δι’ ὅτι γέγονεν αὐτοῖς εἰς λίθον προσκόμματος. Ἀντὶ δὲ τοῦ ἐγγιοῦσιν,
Σύμμαχος ἐξέδωκεν, Καὶ παγιδευθήσονται καὶ1987

1989

συλληφθήσονται. Τὸ δὲ, ἄνθρωποι ἐν ἀσφαλείᾳ, περιττὸν, καὶ ὠβέλισται.
5 ιϛ—ιηʹ. Τότε φανεροὶ ἔσονται οἱ σφραγιζόμενοι τὸν νόμον τοῦ μὴ μαθεῖν. Καὶ ἐρεῖ· Μενῶ τὸν Θεὸν τὸν ἀποστρέψαντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακὼβ, καὶ πεποιθὼς ἔσομαι ἐπ’ αὐ‐ τῷ, κ.τ.λ.
10 Τὸν πρῶτον στίχον ὁ Σύμμαχος οὔτως ἐξέδωκεν· Δῆσον μαρτύριον, σφράγισαι τὸν νόμον ἐν τοῖς διδακτοῖς μου· οἷς καὶ τὰ Ἀκύλου συνᾴδει. Τότε δὲ, φησὶ, μετὰ τὸ συμβῆναι τὰ εἰρημένα τοῖς δύο οἴκοις τοῦ Ἰσραήλ· τότε δῆσον τὸν νόμον. Οὐκέτι γὰρ
15χρεία τοῦ Μωϋσέως νόμου, οὐδὲ τῶν παρ’ αὐτοῦ μαρτυρίων, τῆς καινῆς παραδιδομένης διδασκαλίας τοῖς διδακτοῖς αὐτοῦ, τοῖς ἐξ ἐθνῶν κεκλημένοις, οἵ‐ τινες φανεροὶ ἔσονται σφραγίζοντες τὸν νόμον τοῦ μὴ μαθεῖν αὐτὸν, οὐκ ἔτι ὄντα χρήσιμον τῇ παραθέ‐
20σει τοῦ κρείττονος. Ἄρ’ οὖν ἀφεξόμεθα τῶν νομικῶν ἀναγνωσμάτων Χριστοῦ λέγοντος· «Διὰ τοῦτο λέγω ὑμῖν, ὅτι πᾶς γραμματεὺς μαθητευθεὶς τῇ βασι‐ λείᾳ τῶν οὐρανῶν, ὅμοιός ἐστι πλουσίῳ ἀνθρώπῳ, ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ πα‐
25λαιά.» Οὐκ οὖν, οὐ καθάπαξ, τὴν δὲ σωματικὴν ἐκδοχὴν αὐτοῦ παραιτούμεθα. Τινὲς δὲ διαβάλλεσθαι διὰ τού‐ των φασὶ τοὺς τῷ θείῳ νόμῳ τὰς ἀκοὰς ἀποκλείοντας, οἳ καὶ σφραγίζεσθαι λέγονται, τῇ μορφῇ τοῦ ἀντι‐
30κειμένου ἑαυτοὺς ὁμοιώσαντες, μὴ θέλοντες ἐν ἑαυ‐ τοῖς μορφωθῆναι Χριστόν. Προτιμῶντες δὲ τοῦ ἐπ‐ ουρανίου τὴν εἰκόνα τοῦ χοϊκοῦ, ἀφ’ ἑαυτοῦ δὲ ὁ νόμος τῇ ἀσαφείᾳ τῶν ῥημάτων ἐσφράγισται διὰ νοῦ γυμνασίαν οὕτω παραδοθείς. Ὁ δὲ μὴ τῇ μελέτῃ
35λῦσαι τῇ ἀγνοίας ἐπιχειρῶν τὸν δεσμὸν σφραγίζειν αὐτὸν λέγεται. Ἐσφράγιζον καὶ Ἰουδαίων οἱ διδάσκα‐ λοι προφάσει τῆς κατὰ τὸ γράμμα τηρήσεως οὐκ ἀποκαλύπτοντες τὰ ἐν τῷ βάθει μυστήρια. Περὶ ὧν, φησὶν ὁ Σωτὴρ, ὄτι Ἤρατε τὰς κλεῖς, καὶ οὔτε αὐτοὶ
40εἰσέρχεσθε, καὶ τοὺς δυναμένους εἰσελθεῖν κωλύετε. Ὁ δὲ τοιοῦτός φησιν Ἰουδαϊκός· μενῶ τὸν Θεὸν τὸν ἀποστρέψαντα, καὶ τὰ ἑξῆς. Λέγει δέ· Οὐ δέχο‐ μαι τὸν Ἐμμανουὴλ, εἰ καὶ νῦν ἐγκαταλέλειμμαι· μενῶ δέ ποτε τὴν ἐπισκοπὴν τοῦ Θεοῦ τοῦ νῦν ἡμᾶς
45ἀποστραφέντος. Κατὰ δὲ τὴν προτέραν ἐξήγησιν, οἱ εἰς Χριστὸν ἠλπικότες ταῦτά φασιν, τὸν μὲν νόμον ἀποστρεφόμενοι, τὴν δὲ τοῦ Χριστοῦ περιμένοντες χάριν, ὡς ἂν αὐτῶν ἁγίασμα γένηται· κατὰ τό· «Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχεν

1989

(50)

μοι.» [ὑπομένει δὲ Κύριον] Ὃς καὶ καρτερεῖ τὰ δο‐ κοῦντα Θεῷ, καὶ τοὺς ὑπὲρ εὐσεβείας ἀγῶνας ἀνέχε‐ ται, στάσιν ἐν Θεῷ ποιούμενος ἀσφαλῆ, διὰ τοῦ βλέ‐ πειν, ὡς ἀπεστράφη Θεὸς τοὺς ἠπειθηκότας αὐτῷ. Τινὲς δὲ οἱ ταῦτα λέγοντες· διδάξει τὸ τοῦ Μονο‐
55γενοῦς πρόσωπον εἰσαχθὲν καὶ λέγον περὶ αὐτῶν·1989

1992

Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός· ἃ καὶ Παῦλος ἐν τῇ πρὸς Ἑβραίους παρέθετο. Τὰ μὲν γὰρ Ἰουδαϊκὰ παιδία ἐξ ἀνδρός τε καὶ γυναικός· τὰ δὲ, τοῦ χρηματίζοντος ταῦτα Κυρίου, οὐκ ἐξ αἵμα‐
5τος, οὐδὲ ἐκ θελήματος σαρκὸς, ἀλλ’ ἐκ Θεοῦ ἐγεννή‐ θησαν, τοῦ Πατρὸς αὐτῷ τοιαῦτα τέκνα δεδωρημέ‐ νου κατὰ σάρκα. Καθ’ ὃ γὰρ Θεὸς, πάντων κρατεῖ φυσικῶς, μηκέτι τῷ Μωϋσέως προσέχοντα νόμῳ. Παιδία δέ φησι τοὺς πιστοὺς, ὡς ἀναγεννηθέντας
10τῷ πνεύματι, καὶ τὸν παλαιὸν ἄνθρωπον ἀπεκδυσα‐ μένους· ἁπαλοὺς τὸν τρόπον, καὶ ἀπειροκάκους, ἀπογεγαλακτισμένους λοιπὸν ἀπὸ τῶν εἰσαγωγικῶν λόγων, καὶ ἐπὶ τὴν τῶν τελειοτέρων τροφὴν τῶν μυστηρίων χωροῦντας. Δοὺς δὲ ἡμῖν καὶ τὸ κράζειν
15ἐν πνεύματι, Ἀββᾶ ὁ πατὴρ, ἀδελφοὺς ἡμᾶς προσ‐ ηγόρευσεν τῷ Πατρὶ καθάπερ ἀντιδιδοὺς οὓς ἐδέξατο· πρὸς ὃν καί φησιν· «Οὓς ἔδωκάς μοι ἐκ τοῦ κόσμου, σοὶ ἦσαν, κἀμοὶ αὐτοὺς ἔδωκας.» Κατὰ τό· «Αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου.»
20Διὰ τούτων δὲ τῶν παιδίων, φησὶν, ἔσται σημεῖα καὶ τέρατα· ὅθεν οὕτως ἐξέδωκαν οἱ λοιποί· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἃ δέδωκέν μοι ὁ Κύριος, εἰς σημεῖα, καὶ εἰς τέρατα ἐν Ἰσραήλ. Ἔδωκε γάρ μοι, φησὶν, αὐτὰ θαυματουργεῖν δι’ αὐτῶν· οἷς καὶ
25ἔλεγεν ὁ Σωτὴρ πρὸς τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραὴλ ἀποστέλλων αὐτὰ, «Ἀσθενοῦντας θερα‐ πεύετε, δαίμονας ἐκβάλλετε, δωρεὰν ἐλάβετε, δω‐ ρεὰν δότε.» Δι’ ὧν σημείων καὶ ἡ τῶν ἐθνῶν ἐγίνετο κλῆσις. Τὸ γὰρ ἐξ ἀγνοίας εἰς γνῶσιν, καὶ πρὸς
30ἀρετὴν ἐκ κακίας μεταβαλεῖν, Ἐκκλησίας τε Θεοῦ πανταχοῦ συστῆναι τῆς γῆς, Θεοῦ χάριτος ἐναργῆ σημεῖα καθέστηκεν. Ἅπερ ἐστὶ παρὰ τοῦ Κυρίου σαβαώθ. Τίς δὲ ἄλλος τῶν στρατιωτῶν Κύριος, ἢ ὁ λεγόμενος ἀρχιστράτηγος τῆς δυνάμεως τοῦ Θεοῦ,
35παρ’ οὗ δέδοται τοῖς παιδίοις τὰ σημεῖα τοῖς εἰς αὐτὸν πεπιστευκόσιν; περὶ ὧν αὐτὸς λεγόντων· «Ὡσαννᾶ ἐν τοῖς ὑψίστοις,» εἰρῆσθαι, φησὶ τὸ, ὅτι «Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον.» Περὶ ὧν ἐξομολογούμενος τῷ Πατρὶ, φησὶν,
40ὅτι ἔκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπ‐ εκάλυψας αὐτὰ νηπίοις. Τὰ μυστικὰ παιδία νηπίους καλῶν τοὺς διὰ τῆς μαθητείας τῆς ἀποκαλύψεως τῶν μυστηρίων τυχόντας, οἷς ἀπεκάλυψεν ὁ ἐν Σιὼν κατοικῶν τῷ ἐπουρανίῳ ὄρει. Περὶ οὗ φησιν ὁ
45Ἀπόστολος· «Προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει
Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ.»1991

1993

ιθ—κβʹ. Καὶ ἐὰν εἴπωσι πρὸς ὑμᾶς· Ζητήσατε τοὺς ἐγγαστριμύθους, καὶ τοὺς ἀπὸ τῆς γῆς φω‐ νοῦντας, τοὺς κενολογοῦντας, οἳ ἐκ τῆς κοιλίας φωνοῦσιν. Οὐκ ἔθνος πρὸς Θεὸν αὐτοῦ ἐκζητή‐
5σουσι; Τί ἐκζητήσουσι περὶ τῶν ζώντων τοὺς νεκρούς; κ.τ.λ. Κατηχητικὸν ἐξυφαίνει λόγον ὁ Ἐμμανουὴλ τοῖς εἰς τέκνα λελογισμένοις, τῆς ἀρχαίας ἀπάγων αὐτοὺς δεισιδαιμονίας, ὡς ὄντας αὐτοῦ διδακτούς. Εἰ γὰρ
10συγγενεῖς ὑμᾶς [φησὶν] ἢ φίλοι παρακαλοῖεν ἐπὶ τὴν προτέραν πλάνην ἐπανελθεῖν, μὴ πείθεσθε τῇ συμ‐ βουλῇ, προφάσει προγνώσεως. Ταῦτα γὰρ ἐνεργοῦσιν ἐπὶ καταστροφῇ τῶν γινομένων οἱ δαίμονες. Καὶ πάθη γὰρ θεραπεύειν, καὶ προλέγειν ἰσχύουσι· τὸ
15μὲν, διὰ τὸ διορατικώτεροι εἶναι τῶν ὑλικωτέρων ἰδιωμάτων, οἷον βοτανῶν ποιότητος καὶ κατ’ ἀλλήλου προσαγωγῆς· τὸ δὲ, τὸ πρώτους ὁρᾷν τὰ γεγενημένα, καὶ ὡς ἐσόμενα δῆθεν προβάλλεσθαι. Οἷον γνόντες τὰ τετυπωμένα περὶ Σαοὺλ ἀποφάσει τε δημοσιευθέντα
20Θεοῦ, τὸ τοῦ Σαμουὴλ σχηματισάμενοι πρόσωπον, ὡς ἰδίαν ἀπόφασιν ἀφηγήσαντο. Ἀπὸ γῆς δὲ φωνεῖν τοὺς ἐγγαστριμύθους φησίν. Οὐδὲν γὰρ οὐράνιον φθέγγονται· ὅπερ ὁμολογεῖ καὶ ἡ λέγουσα πρὸς Σαοὺλ, Ὁρῶ θεοὺς ἀναβαίνοντας ἀπὸ τῆς γῆς. Ψυχὰς
25γὰρ ἐπαγγέλλονται τετελευτηκότων ἀνάγειν εἰς τὴν τῶν ζητουμένων φανέρωσιν· οὓς καὶ ματαιολόγους λέγει καὶ φωνοῦντας ἐκ κοιλίας· οὓς ὀνομάζουσι πυθῶνας· τάχα καὶ ὡς ἀπὸ καρδίας ἑαυτῶν φθεγγο‐ μένους. Ἀναπλάττει γὰρ τὸ ψεῦδος, τοῦ τῶν παρόν‐
30των θελήματος στοχαζόμενος. Λέγοιντο δ’ ἂν οὕτω, καὶ ὧν ὁ Θεὸς ἡ κοιλία, κἂν εὐλάβειαν ὑποκρίνοιντο καὶ διδάσκοιεν, πληρῶσαι ταύτην ἐθέλοντες. Κενο‐ λογοῦσι γὰρ, οὐκ ἀπὸ διαθέσεως λέγοντες. Ὁ γὰρ μὴ ποιῶν καὶ διδάσκων, πρὸς ὠφέλειαν οὐκ ἀξιόπιστος.
35Τὸ δὲ, οὐκ ἔθνος πρὸς Θεὸν αὐτοῦ ἐκζητήσουσιν; Κατ’ ἐρώτησιν εἴρηται καὶ κατ’ ἔλλειψιν ἴσως τοῦ, λέγετε πρὸς αὐτούς. Εἰ γὰρ ἕκαστον ἔθνος, εἰ καὶ πεπλανημένως, ὅμως δ’ οὖν τοῦ ἰδίου Θεοῦ περιέχε‐ ται. Τοὺς τὴν ἀπλανῆ γνῶσιν ἔχοντάς τι ποιητέον, ἢ
40τὸν ἑαυτῶν ἐκζητῆσαι Θεὸν, μηδὲ ἐρωτᾷν περὶ πραγμάτων τοὺς ἁπάσης ἑτερημέρους ζωῆς; ἢ περὶ τῶν εἰδώλων λέγων, ἢ περὶ τῶν τῆς ὄντως ἐκπε‐ πτωκότων ζωῆς, ὁποῖοι διὰ τῆς ἀποστασίας οἱ δαί‐ μονες, μὴ ἔχοντες ἐν ἑαυτοῖς τὸν ζῶντα τοῦ Θεοῦ
45λόγον· ἢ καὶ ὅτι ἄτοπον περὶ τῶν ἔτι ζώντων ἐπ‐ ερωτᾷν τοὺς ἐν τῇ γῇ κειμένους. Πᾶσα γὰρ ἡ τοιαύτη μαγγανεία περὶ τὰ μνήματα στρέφεται. Τὸ δὲ, τί ἐκζητοῦσιν; δυσανασχετοῦντός ἐστιν ἐπὶ τῇ τούτων ἀνοίᾳ, δι’ ὅτι τὸν κωφὸν ὁ λογικὸς ἐρωτᾷ γιγνόμενος

1993

(50)

κοινωνὸς διὰ τῆς παρακοῆς τῆς νεκρώσεως. Εἰ γὰρ χωροίης εἰς μαντεῖον, ἢ χρήσαιο καθαρμοῖς, ἢ τοῖς
τοιούτοις, ἴσθι πρὸς νεκροὺς ἀπελθών.1993

1996

(3)

Ἔχων δὲ τὸν τοῦ Θεοῦ λόγον καὶ νόμον τὸν εὐαγ‐ γελικὸν, μὴ πολυπραγμόνει τὸ μέλλον· τὰ δὲ παρόντα
5πρὸς τὸ χρήσιμον διατίθεσο. Νόμον γὰρ εἰς βοή‐ θειαν ἔλαβες, ἔχων μὲν μεγάλην ἐνυπάρχουσαν ἐκ φύσεως πρὸς τὸ καλὸν ἐπιτηδειότητα· ταύτην δὲ τελειῶν ὁ Θεὸς, καὶ τὴν ἐκ τοῦ νόμου σοι χειραγω‐ γίαν προσέθηκεν. Εἰ δὲ βούλει περὶ τῶν μελλόντων
10πεπεῖσθαι, ποίει τὰ διατεταγμένα κατὰ τὸν νόμον, καὶ ἀνάμεινον τῶν ἀγαθῶν τὴν ἀπόλαυσιν. Οὗτος δὲ ὁ νόμος οὐκ ἔστι, φησὶν, ὡς τὸ ῥῆμα τοῦτο τοῦ ἐγγαστριμύθου. Οὐ γὰρ πρὸς ἀπάτην κέρδους χάριν ἐπινενόηται, ἀλλ’ ἀληθείας ἐστὶ διδάσκαλος πᾶσι
15προῖκα προκείμενος, κατὰ τὴν λέγουσαν Ἡσαΐου φωνήν· «Οἱ διψῶντες, πορεύεσθε ἐφ’ ὕδωρ· καὶ ὅσοι μὴ ἔχοντες ἀργύριον, βαδίσαντες ἀγοράσατε ἄνευ ἀργυρίου καὶ τιμῆς.» Ἓν γὰρ δῶρον τοῦ καθ’ ἡμᾶς ἄξιον, νόμου τοῦ δοθέντος ἡ φυλακή. Ἐκεῖ δὲ πι‐
20πράσκουσι πολλάκις οὓς ἀναπλάττουσι πρὸς ἀπάτην χρησμούς. Εἰ δὲ τούτῳ τῷ νόμῳ τοῦ Θεοῦ μὴ προσ‐ έχητε, ἥξει σκληρὰ λιμὸς ἐφ’ ὑμᾶς. Παιδαγωγεῖ γὰρ οὕτω πρὸς ἐπιστροφὴν ὁ Θεός. Ἐκάκωσα γάρ σε, φησὶν, καὶ ἐλιμαγχόνησα, ἵνα εὖ σε ποιήσω. Ἀλλ’ ὁ
25λιμὸς ἢ σίτου μόνον ἐστὶν, ἢ καὶ τῶν ἄλλων ἐδωδί‐ μων. Ὡς λέγεται σκληρὸς εἰκότως ἀπαραμύθητος ὢν, δι’ οὗ λύπην ἐθέλει ποιεῖν εἰς σωτηρίαν ἀμετα‐ μέλητον. Τάχα δὲ τοῖς ἐκπεσοῦσι τοῦ θείου νόμου λιμὸς σκληρὸς ἐπιφέρεται οὐκ ἄρτου, οὔτε ὕδατος,
30ἀλλὰ τοῦ ἀκούειν λόγον Κυρίου. Οὗτος γὰρ ἄρτος ἐξ οὐρανοῦ ζωὴν διδοὺς τῷ κόσμῳ. Ὁ δὲ Σύμμαχος οὕ‐ τως ἐξέδωκεν· Καὶ παρελεύσεται ἐξ αὐτοῦ ἐσκαν‐ δαλισμένος, καὶ πεινάσει. Ἔσται δὲ ὅταν πεινάσῃ καὶ παροξυνθῇ, καὶ καταράσεται βασιλέα ἑαυ‐
35τοῦ. Παραβὰς γάρ τις τὸν θεῖον νόμον καὶ σκανδα‐ λισθεὶς ὑπὸ τῆς τῶν δαιμόνων ἀπάτης πρόγνωσιν ἐπαγγελλομένης, λιμὸν ἕξει τροφῶν λογικῶν, ἔκστα‐ σίν τε καὶ παροξυσμὸν, ὡς τὸν πάλαι βασιλέα βλασ‐ φημεῖν ἑαυτοῦ. Κατὰ δὲ τοὺς Ἑβδομήκοντα, τὸν
40ἄρχοντα καὶ τὰ πάτρια· ὡς γὰρ μηδὲν σεμνὸν τῶν Ἐκκλησιαστικῶν ἐχόντων θεσμῶν τῶν Πατρόθεν ἡμῖν παραδεδομένων, αὐτά τε κακῶς ἐροῦσι, καὶ Χριστὸν τὸν τούτων καθηγησάμενον, οὓς καὶ σκότος τὸ νοητὸν διαδέξεται τῶν Εὐαγγελίων ἀποστραφέντας
45τὸ φῶς. Τινὲς δὲ τούτους, τοὺς περὶ ὧν νῦν ὁ λόγος, ὠφελημένους, ἐκ τοῦ λιμοῦ πρὸς ἐπιστροφὴν ἐκλα‐ βόντες, φασὶν αὐτοὺς μετανοεῖν, βλασφημοῦντας τοῦ κόσμου τούτου τὸν ἄρχοντα, τῆς ἐξ αὐτοῦ βλάβης λαβόντα συναίσθησιν. Πάτρια δὲ τῶν ἐν ἁμαρτίαις

1996

(50)

ζώντων αἱ τοῦ βίου πραγματεῖαι, τὰ ἔργα τῆς σαρ‐ κὸς, οἷς συζῶντες τὸν θεῖον ἀπεστρέφοντο νόμον. Ὁ δὲ τοιοῦτος μακάριος. Εὑρήσει γὰρ τὸν ἀληθινὸν ἄρ‐ χοντα καὶ πατρίδα τὴν Ἱερουσαλὴμ, οἵ τινες καὶ ἀναβλέψονται εἰς τὸν οὐρανὸν ἄνω, συγκύπτοντες
55πάλαι καὶ τὰ ὑψηλὰ κατανοεῖν οὐ δυνάμενοι τῶν1995

1997

θείων θεωρημάτων· νῦν δὲ τὸν πρὸς τὰ γήϊνα δεσμὸν διαλύσαντες, καὶ τῶν νοητῶν θεωροῦντες τὴν φύσιν, καὶ τὸν τόπον, ἔνθα δεήσει τὸν θησαυρὸν ἀποτίθεσθαι. Ἐμβλέψονται δὲ καὶ εἰς τὴν γῆν, τὸ εὐτελὲς τῆς
5ἑαυτῶν φύσεως ἐκ τῆς πρὸς τὴν γῆν συγγενείας, οἱ τέως ἐπηρμένοι καὶ φρονοῦντες ἐφ’ ἑαυτοῖς. Ἐπὶ δὲ θαύματι τῶν τηλικούτων ἀποροῦντες στενοχωρούμε‐ νοι [καὶ] τῇ τῶν κατειλημμένων ἐκπλήξει τεταραγ‐ μένοι. «Ὅταν γὰρ συντελέσῃ, φησὶν, ἄνθρωπος,
10τότε ἄρχεται· καὶ ὅταν παύσηται, τότε ἀπορηθήσε‐ ται.» Οὐδεὶς γὰρ οἶδεν πόσα οὐκ οἶδεν, ἐὰν μὴ γεῦμα λάβῃ τῆς γνώσεως. Κατὰ τὸ, «Εἶπα, Σοφισθήσομαι, καὶ αὐτὴ ἐμακρύνθη ἀπ’ ἐμοῦ.» Πλὴν ὁ ἀγαθὸς Θεὸς ἐπαγγέλλεται τούτοις χρηστότερα. Οὐκ ἀπορηθήσε‐
15ται γὰρ, φησὶν, ὁ ἐν στενοχωρίᾳ ὢν ἕως καιροῦ. Οὐκ εἰς τὸ παντελὲς αὐτὴ ἡ ἄγνοια τῶν ἀνθρώπων καθέξει τὸ γένος. Ὁ γὰρ νῦν τῆς ἀληθείας ὠδίνων τὴν εὕρεσιν, ὄψεταί ποτε πρόσωπον πρὸς πρόσωπον, ἐπειδ’ ἂν ἐνστῇ ὁ καιρὸς τῆς τῶν ὅλων ἀποκαταστά‐
20σεως, ὃ δηλοῖ τὸ ἕως καιροῦ. Τινὲς δὲ ἀπὸ τοῦ ἥξει εἰς ὑμᾶς σκληρὰ λιμὸς, ἀποστροφὴν εἶναι πρὸς τὸ Ἰουδαίων ἔθνος φασὶν, οἳ τὸν νόμον λαβόντες παρὰ Θεοῦ, οὐ προσήκαντο τὸν Χριστόν· οὗπερ ἐκπεσόν‐ τες, λιμῷ περιπεπτώκασι νοητῷ. Καί ποτε τῶν ἰδίων
25κακῶν ἐλθόντες εἰς αἴσθησιν, κακῶς ἐροῦσιν τὸν ἄρ‐ χοντα, τοὺς καθηγητὰς αὐτῶν Γραμματέας καὶ Φα‐ ρισαίους, καὶ τὰ ἔθη τὰ νόμιμα, δι’ ἃ δῆθεν ἀπέτρε‐ πον αὐτοὺς πιστεύειν Χριστῷ, καὶ πρὸς τὴν κατ’ αὐτοῦ μιαιφονίαν διήγειρον, οὐδὲ νόμον πάντως λέ‐
30γοντες, ἀλλ’ ἐντάλματα πάτρια δῆθεν καὶ διδασκα‐ λίας ἀνθρώπων· διὸ σκοτούμενοι διαπορηθήσονται. Τὰ δὲ ἔθνη τὰ νῦν ἐν στενοχωρίᾳ τε καὶ λιμῷ, τῆς ἀφθόνου τραπέζης Χριστοῦ μεταλήψονται, ὅταν ἐνστῇ τῆς κλήσεως αὐτῶν ὁ καιρός.
38tΚΕΦΑΛ. Θʹ.
39α—ζʹ. Τοῦτο πρῶτον ταχὺ πίε, ταχὺ ποίει, χώρα
40Ζαβουλὼν, ἡ γῆ Νεφθαλεὶμ, ὁδὸς θαλάσσης. Καὶ οἱ λοιποὶ οἱ τὴν παραλίαν κατοικοῦντες, καὶ πέ‐ ραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν, τὰ μέρη τῆς Ἰουδαίας. Ὁ λαὸς ὁ πορευόμενος ἐν σκότει· ἴδετε φῶς μέγα, οἱ κατοικοῦντες ἐν χώρᾳ, καὶ σκιᾷ
45θανάτου, κ.τ.λ. Τῶν περὶ τοῦ Ἐμμανουὴλ ἤρτηται λόγων καὶ ταῦ‐ τα· ἀλλ’ ἄνω μὲν ἦν περὶ τῶν ἀπειθησάντων ὁ λό‐ γος· ἐνταῦθα δὲ περὶ τῶν αὐτὸν δεξαμένων· τίνες δὲ ἦσαν οἱ πρῶτοι τὸν Χριστὸν παραδεξάμενοι, Ἰωάννης

1997

(50)

ἐν Εὐαγγελίοις φησίν· «Ἀκούσας δὲ ὁ Σωτὴρ ὅτι Ἰωάννης παρεδόθη, ἀνεχώρησεν εἰς Γαλιλαίαν.» Εἶτα μακαρίσας τοὺς αὐτὴν κατοικοῦντας, καὶ τὴν παροῦσαν λέξιν ἐκθέμενος, ἐπάγει· «Ἀπὸ τότε ὁ Ἰησοῦς ἤρξατο κηρύσσειν καὶ λέγειν, ὅτι ἤγγικεν ἡ
55βασιλεία τῶν οὐρανῶν.» Ἔδει γὰρ τὴν χώραν εἰπεῖν,1997

2000

ὅθεν τε ἤρξατο κηρύττειν, καὶ καθ’ ἣν τὰς πλείστας ἐποιεῖτο διατριβάς· ταύτην [οὖν] εὐαγγελίζεται φά‐ σκων· Τοῦτο πρῶτον πίε. Δύο δὲ φυλαὶ ταύτην δι‐ εκληρώσαντο Ζαβουλών τε καὶ Νεφθαλείμ. Μεταξὺ
5δὲ τούτων καὶ ἀλλογενεῖς ᾤκουν, ὧν μέμνηται λέγων, καὶ οἱ λοιποὶ οἱ τὴν παραλίαν, καὶ πέραν τοῦ Ἰορ‐ δάνου, τὰ γνωρίσματα λέγων τῆς κατὰ Παλαιστίνην Γαλιλαίας, πρὸς ἀντιδιαστολὴν τῆς κατὰ Φοινίκην· παραλίαν δὲ λέγει πᾶσαν τὴν ἀμφὶ τὴν Γεννησαρῖ‐
10τιν λίμνην χώραν, ἣν καλεῖ τὸ Εὐαγγέλιον θάλασσαν. «Παράγων δὲ, φησὶν, ὁ Ἰησοῦς παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας, εἶδεν δύο ἀδελφούς.» Ἐντεῦθεν γὰρ ἦσαν οἱ μαθηταί. Περὶ ἣν λίμνην εἰσὶ καὶ κῶμαι Καφαρναοὺμ, καὶ Βηθσαϊδὰ καὶ ἡ Χωριάζει καὶ ὧν
15ἑτέρων ἐμνήσθη.
18 Ἔστι δὲ καὶ Ἰορδάνου πέραν ἡ Γαλιλαία, καθ’ ἣν τὰ πλεῖστα διέτριβεν ὁ Σωτὴρ, δι’ ὃν πότον σω‐
20τήριον καὶ φῶς μέγα τοῖς ἐν αὐτῇ πρώτοις εὐαγγε‐ λίζεται. Τοῦ δὲ ζωοποιοῦ τούτου πότου εἰκόνα παρ‐ εῖχεν αἰσθητῶς ὁ Σωτὴρ τὸ ὕδωρ εἰς οἶνον ἐν τῷ γάμῳ μεταβαλὼν, ὃ καὶ ἀρχὴν σημείων Ἰωάννης φησὶν, καὶ ὡς ἐφανέρωσε τὴν δόξαν αὐτοῦ, καὶ ἐπί‐
25στευσαν οἱ μαθηταὶ αὐτοῦ εἰς αὐτόν. Ὅθεν ὁ προ‐ φήτης φησί· Τοῦτο πρῶτον πίε, ταχὺ ποίει. Βού‐ λεται γὰρ δι’ ἔργων τὸν καρπὸν τοῦ λογικοῦ πό‐ ματος ἀποδιδόναι τοὺς τῆς θεοφανείας ἀξιωθέντας, καὶ τὸ μέγα φῶς δεξαμένους. Λέγοι δ’ ἂν τοῦτο καὶ
30ὡς δεδιψηκότι λαῷ τὴν προσδοκωμένην εὐαγγελιζό‐ μενος χάριν. Θᾶττον γὰρ ὁ τοιοῦτος ἐκπίνοιτο πόμα σὺν ἡδονῇ· τοῦτ’ ἔστιν ὑποδέξαι τὴν εὐφροσύνην τὸ δόγμα τῆς σωτηρίας μηδὲν αὐτοῦ προτιμῶν. Τί γὰρ τοῦ κτίσαντος πρεσβύτερον, ἢ τιμιώτερον τοῦ πρω‐
35τοτόκου πάσης τῆς κτίσεως; Πίε τοίνυν τοῦτο, μα‐ θὼν ὡς Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Οὐδὲν πρὸ ἀρχῆς, οὐ‐ δὲν πρὸ τοῦ ἐν ἀρχῇ. Μὴ αἰῶνα προπίῃς, μὴ διά‐ στημα τοπικὸν, ἢ χρονικόν· τούτου δὲ πρῶτον ἐπὶ τὴν τοῦ ἔργου χώρει παραδοχὴν συντόνως τε καὶ
40σπουδῇ. Τοιγαροῦν ὁ Παῦλος ὁμοῦ τε ἔπινε τὴν πίστιν, καὶ οὐδένα καιρὸν ἀνεβάλετο πρὸς τὸ κή‐ ρυγμα, ὅς γε οὐ δὲ προσανέθετο σαρκὶ καὶ αἵματι· δρομεὺς δὲ ὢν ἀγαθὸς, ἅμα τῷ συνθήματι πρὸς τὸ τέλος ἠπείγετο κατὰ σκοπὸν διώκων εἰς τὸ βραβεῖον
45τῆς ἄνω κλήσεως. Οἱ τοίνυν εὐαγγελιζόμενοι, πρὸ τῆς ἐπιδημίας ἐν τῷ σκότῳ τῆς ἀγνοίας πορευόμε‐ νοι· ἐν τῇ Ἀνατολῇ τοῦ φωτὸς, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, φῶς εἶδον μέ‐ γα. Πῶς δὲ οὐ μέγα, ὃ καὶ νοητοῖς ἐπιλάμπει καὶ

2000

(50)

αἰσθητοῖς; ὃ καὶ Πατρὶ σύνεστι, καὶ πάντα φωτί‐ ζει; ἐν σκιᾷ δὲ ἦσαν θανάτου οἱ τὰ «Πρὸς θάνατον ἁμαρτάνοντες, κατὰ τὸ, Ψυχὴ ἡ ἁμαρτάνουσα αὐτὴ ἀποθανεῖται.» Ὁ δὲ τοιοῦτος, ἕως μὲν ἐν τῷ παρ‐ όντι βίῳ τυγχάνει, οὔπω κατεπόθη θανάτῳ, μετα‐
55νοῆσαι δυνάμενος, οὐ μὴν ἀπήλλακται παντελῶς.1999

2001

Διὸ λέγεται ἐν σκιᾷ θανάτου εἶναι. Καὶ ἄλλως ἐσκιάζοντο ὑπὸ θανάτου. Βαθεῖα γὰρ αὐτοὺς νε‐ φέλη τῆς εἰδωλολατρείας ἐπέκειτο. Λοιπὸν ὁ λόγος πρὸς αὐτὸ μεταβαίνει τοῦ Κυρίου τὸ πρόσωπον. Τὸ
5πλεῖστον τοῦ λαοῦ ὃ κατήγαγες, ἐν εὐφροσύνῃ. Ἐν ταύτῃ γὰρ τῇ χώρᾳ πλεῖστον ἐκτήσατο λαὸν, καὶ τοὺς ἀποστόλους αὐτοῦ. Ἀντὶ δὲ τοῦ κατήγα‐ γες, ἐμεγάλυνας ἑρμήνευσαν οἱ λοιποί. Εὐφραν‐ θήσονται δὲ οὗτοι καθάπερ ἐν ἀμητῷ. Πρὸς μὲν τὴν
10λέξιν, δι’ οὓς εὐλόγησεν ἄρτους ἐν ταύτῃ τῇ χώρᾳ ἑπτά τε καὶ πέντε, καὶ τοσούτους ἐχόρτασεν. Καὶ ἐν θερισμῷ γὰρ ἠθροισμένως καὶ κατὰ τὸ αὐτὸ συμπο‐ σιάζειν εἰώθασιν. Πρὸς δὲ διάνοιαν, ὅτιπερ οἱ ἀπό‐ στολοι, καὶ οἱ τούτων εἰσέτι νῦν ὄντες διάδοχοι,
15ἐνώπιον τοῦ Σωτῆρος εὐφραίνονται δίκην ἀμώντων ἐργαζόμενοι τοῦ θερισμοῦ τῶν ἐθνῶν ἐργᾶται τυγ‐ χάνοντες· πρὸς οὓς ἔλεγεν, ὁ μὲν θερισμὸς πολὺς οἱ δὲ ἐργᾶται ὀλίγοι, καὶ πῶς γὰρ οὐκ ὀλίγοι τινὲς, οἳ, ὡς δεῖ καθηγούμενοι πρὸς τὸν μέγαν καὶ πολὺν
20τῶν ἐθνῶν θερισμόν; οἳ καὶ τῆς πολυθέου πλάνης εἰς ἑαυτοὺς διῃροῦντο τὰ σκύλα, ἃ δέδωκεν αὐτοῖς εἰς προνομεῖν ὁ Σωτὴρ ὁ λεγόμενος πρόσθε, τα‐ χέως σκύλευσον, ὀξέως προνόμευσον; Κατὰ γὰρ τὴν παραβολὴν, τοῦ ἰσχυροῦ τυγχάνων ἰσχυρότερος,
25ἦρε τὴν πανοπλίαν αὐτοῦ, καὶ τὰ σκύλα διέδωκεν. Πανοπλίαν μὲν τὰς πονηρὰς δυνάμεις, δι’ ὧν ἐνείρ‐ γει τὴν εἰδωλολατρείαν. Σκύλα δὲ τὰς τῶν ἀνθρώ‐ πων ψυχὰς, ἃς ὑποσυλήσας εἶχεν ὑφ’ ἑαυτῷ λῃστοῦ καὶ τρόπῳ καὶ βίᾳ χρησάμενος. Ὁ δὲ ὡς ἀληθῶς
30ἰσχυρὸς καθελὼν τὴν εἰδωλολατρείαν, ἐλευθερώσας τε τὰς σκυλευθείσας ψυχὰς, διένειμε τοῖς μαθηταῖς προνοεῖν καὶ θεραπεύειν αὐτάς· οἳ καὶ εὐφραίνον‐ ται καθάπερ ἐν ἀμητῷ τῆς Ἐκκλησίας, ὁρῶντες τὰ λήϊα. Καὶ ἄλλως, ὃ σπείρει ἕκαστος, τοῦτο καὶ
35θερίσει. Ἐν οὖν τῇ ἀνταποδόσει οἱ τὸν λόγον δεξά‐ μενοι καὶ καρποφορήσαντες, ἀνάλογον τῶν ἐνταῦθα προκαταβεβλημένων παρὰ τοῦ δικαίου Κριτοῦ λαμβά‐ νοντες τὸν μισθὸν, εὐφρανθήσονται τοῖς ἑαυτῶν ἐναπολαύοντες πόνοις. Οἱ γὰρ ἐκ σκύλων πλουτοῦντες
40ἀθρόαν ὑποδέχονται τοῦ πλούτου τὴν ἀφορμὴν, διό‐ περ ἄμφω φησὶν, καὶ τὰ ἐξ ἀντιδόσεως ἀγαθὰ, καὶ τὰ ἐκ χάριτος παρὰ τοῦ τὰ μεγάλα δωρουμένου διδό‐ μενα· ἀλλ’ ἐπανέλθωμεν ὅθεν ἐξέβημεν. Εὐφραί‐ νονται τοίνυν οἱ τοῦ Χριστοῦ μέχρι νῦν μαθηταὶ,
45διότι ἀφῄρηται ὁ ζυγὸς ὁ πάλαι τοῖς σκύλοις ἐπι‐ κείμενος, καὶ ἡ ῥάβδος ἡ ἐπὶ τοῦ τραχήλου τῶν σκύλων. Τὸν γὰρ τράχηλον αὐτῶν συνέκαμπτε ζυγὸς καὶ ῥάβδος θανατική. Τὰς γὰρ ψυχὰς τῇ δουλείᾳ τῆς ἁμαρτίας ὑπέταξεν ὁ πρὸς τοῦτο συλή‐

2001

(50)

σας αὐτάς· ὡς γὰρ ἀπαιτητὴς ἐφέστηκεν τῇ ἀνθρω‐ πίνῃ ζωῇ ῥαβδίζων, καὶ νεύειν εἰς γῆν τῇ πρὸς τὰ πάθη σχέσει ποιῶν. Ὑπὸ ταύτης τῆς ῥάβδου πλη‐ γεὶς ἔλεγεν ὁ Δαβίδ· «Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου.» Ἡ πονηρὰ γὰρ ῥάβδος δυσώδεις
55μώλωπας τῷ πληγέντι ποιεῖ. Λογίζου τὸν ἐπιθυ‐2001

2004

μίαις ποικίλαις ἀγόμενον πῶς ἔοικεν ῥαβδιζομένῳ. Κέντρα γὰρ καὶ ὠδῖνας ἐπιθυμία τοῖς ἀκολάστοις ποιεῖ, μέχρι μώλωπα δυσώδη ψυχαῖς ἀθλίαις ἐναπο‐ μάξηται, ὃν ἡ τῶν αἰσχρῶν ἐνεργάζεται μνήμη.
5Ταύτην οὖν διασκεδάσει τὴν ῥάβδον, ὡς διεσκέ‐ δασε τὴν ἀρχὴν Μαδιάμ. Ἱστορίας δὲ μέμνηται ἡ τῆς ἐν Ἀριθμοῖς [καὶ ἡ] ἢ τῆς ἐν τοῖς Κριταῖς. Πῆ μὲν λέγων, «Παρετάξαντο ἐπὶ Μαδιὰμ καθὰ ἐνετεί‐ λατο Κύριος τῷ Μωϋσεῖ, καὶ ἀπέκτειναν πᾶν ἀρσε‐
10νικὸν, καὶ τοὺς βασιλεῖς Μαδιάμ.» Πῆ δέ φησι Γεδεών· «Ἀνάστητε, ὅτι παρέδωκεν Κύριος ἐν χερσὶν ὑμῶν τὴν παρεμβολὴν Μαδιάμ.» Ὃ καὶ μᾶλλον ἔοικεν ὁ λόγος δηλοῦν. Ὡς γὰρ ἐπὶ Γεδεῶνος οὐχ ὅπλων παρατάξει νενίκηντο οἱ πολέμιοι, ἀφανεῖ
15δὲ καὶ θεηλάτῳ πληγῇ· οὕτω τῶν ψυχῶν οἱ πολέ‐ μιοι· καὶ ἡ τούτων διεσκέδασται ῥάβδος, ὧν ὁ ζυγὸς ἐπέκειτο, καὶ τοῖς ἐξ ἐθνῶν διὰ τῆς εἰδωλολα‐ τρείας, καὶ τοῖς ἐξ Ἰσραὴλ, διὰ τῶν Φαρισαίων. Πρὸς γὰρ τῷ ἀπὸ τοῦ νόμου ζυγῷ, περὶ οὗ φασιν
20οἱ μαθηταί· «Καὶ νῦν τί πειράζετε τὸν Θεὸν ἐπι‐ θεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν, ὃν οὔτε ὑμεῖς οὔτε οἱ πατέρες ὑμῶν ἴσχυσαν βαστᾶσαι;» καὶ αὐτοὶ βαρύτερον ἐπετίθεσαν ἀπλείστως καλα‐ μώμενοι τὸν λαόν. Λέγοι δ’ ἂν καὶ ῥάβδον τὴν τού‐
25των πλεονεξίαν, οἱ καὶ ἥδιστα πᾶν ὁτιοῦν ἂν ἔπαθον ἤπερ τὴν ἐπιδημίαν εἶδον Χριστοῦ. Διεσκέδασται τοίνυν τοῦ ἀπαιτοῦντος ἡ ῥάβδος, οἳ καὶ ἡττη‐ θέντες πᾶσαν στολὴν ἐπισυνηγμένην δόλῳ, καὶ ἱμάτιον μετὰ καταλλαγῆς ἀπαιτήσουσιν. Ἐπει‐
30δὴ γὰρ τὸν κόσμον τῆς ψυχῆς, καὶ τὴν στολὴν αὐ‐ τῆς, τόν τε τῆς ἀρετῆς χιτῶνα μετὰ τῶν ἰδίων δυνά‐ μεων σεσύληκεν ὁ διάβολος, γυμνὴν ἀποδείξας αὐτὴν καὶ ἀσχήμονα, καὶ ταῦτα δόλῳ καὶ ἀπάτῃ τῇ πρὸς αὐτὴν ἐποιήσατο; τούτου χάριν, φησὶν, ἀποτίσου‐
35σιν· οἱ καὶ τὸν καιρὸν δεδιότες τῆς ἀποτίσεως, ἐθελήσουσιν, εἰ ἐγενήθησαν, πυρίκαυστοι μᾶλ‐ λον, ἢ τὸν Σωτῆρα τῶν ὅλων ἐπιδημοῦντα θεάσασθαι. Τοῦτον γὰρ φρίττοντες ἔλεγον· «Τί ἡμῖν καὶ σὺ, Υἱὲ τοῦ Θεοῦ, ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς.»
40Τὸ δὲ μεταλλαγῆς μετὰ προσθήκης φησίν. Οὐ γὰρ ἅπερ ἀφῃρήμεθα μόνον ἀπολαμβάνομεν, ἀλλὰ καὶ τῇ προσθήκῃ τῆς εἰς Χριστὸν πίστεως βελτιούμεθα. «Ἐνέδυσε γάρ με, φησὶν, ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης.» Ἐπισυνηγμένην δέ φησιν λα‐
45θραίως ἀφαιρεθεῖσαν. Τίς δὲ ἦν οὗτος, ὃν ἔφριττον, ἐπήνεγκεν· ὅτι παιδίον ἐγεννήθη ἡμῖν υἱός· ὁ αὐτὸς δὲ τῷ Ἐμμανουὴλ, ὁ νῦν υἱὸς καὶ παιδίον λεγόμενος. Τρίτον τοῦτο υἱὸς ἐν τῇ νῦν προφητείᾳ καὶ παιδίον ῥηθείς. Ἔλεγεν γὰρ, «Ἡ Παρθένος

2004

(50)

τέξεται υἱὸν, ὃν καλέσεις Ἐμμανουήλ·» ᾧ ἐπήγα‐ γεν, «Πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακόν.» Καὶ πάλιν, «Ἡ προφῆτις, φησὶν, ἔτεκεν υἱόν.» Καὶ ἐπήνεγκεν, «Διότι πρὶν ἣ γνῶναι τὸ παιδίον καλεῖν
πατέρα καὶ μητέρα.»2003

2005

(7)

Καὶ νῦν τρίτον, ὅτι παιδίον ἐγεννήθη ἡμῖν. Ὁ οὖν, υἱὸς οὗτος καὶ τὸ παιδίον ὁ παρὰ τοῦ Θεοῦ δῶρον ἡμῖν τοῖς πεπιστευκόσι δοθεὶς, καὶ δι’ ἡμᾶς
10οὐ δι’ αὐτὸν γεννηθεὶς, πολυώνυμός τις ὢν, μεγά‐ λης βουλῆς ἄγγελος ἐπὶ τοῦ παρόντος ὠνόμασται. Αὐτὸς γὰρ ὁ τὴν μεγάλην βουλὴν τὴν ἀποκεκρυμ‐ μένην ἀπὸ τῶν αἰώνων, τὴν ἑτέραις γενεαῖς μὴ φα‐ νερωθεῖσαν ἀγγείλας, ἐφανέρωσεν τὸν ἀνεξιχνίαστον
15ἑαυτοῦ πλοῦτον ἐν τοῖς ἔθνεσιν, εἶναι τὰ ἔθνη συγκλη‐ ρονόμα καὶ σύσσωμα οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ. Τοῦτ’ ἔστιν ἡ βασιλεία καὶ ἡ δυνάμις ἐν τῷ σταυρῷ, ἐφ’ οὗπερ ὑψωθεὶς πάντας εἴλκυσε πρὸς ἑαυτόν. Τὴν γὰρ ἰσχὺν διὰ τοῦ ὤμου δηλοῖ.
20Πᾶσα γὰρ ἡμῶν ἡ ἰσχὺς ἐν ὤμοις τε καὶ βραχίοσιν. Εἴρηται γὰρ καὶ βραχίων Κυρίου, κατὰ τό· «Καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη;» ἦρξε τοίνυν τοῖς ἐπ’ οὐρανῶν διὰ τῆς ἰδίας δυνάμεως. Ἰσχὺς γάρ ἐστι τοῦ Θεοῦ καὶ Πατρός. Τινὲς δὲ τὸν σταυρὸν ἔφα‐
25σαν, ὅτι τοῦτον ἦρεν ἐπὶ τοῦ ὤμου. πῶς δὲ μεγά‐ λης βουλῆς ἄγγελός ἐστιν, Ἰωάννης ἐδήλωσεν λέ‐ γων· «Ὃν γὰρ ἀπέστειλεν ὁ Θεὸς, τὰ ῥήματα τοῦ Θεοῦ λαλεῖ.» Καὶ τοῖς ἀποστόλοις φησὶν ὁ Σωτήρ· «Ὑμᾶς δὲ εἴρηκα φίλους, ὅτι πάντα ἃ ἤκουσα παρὰ
30τοῦ Πατρὸς ἐγνώρισα ὑμῖν.» Ὁ δὲ Σύμμαχος ἐξ‐ έδωκεν· Καὶ κληθήσεται ὄνομα αὐτοῦ παραδοξα‐ σμὸς, βουλευτικὸς, ἰσχυρός. Ὁ δὲ Ἀκύλας· Θαυ‐ μαστὸς, συμβουλεύων, ἰσχυρός. Ὁ δὲ Θεοδοτίων, θαυμαστὸς, συμβουλεύων, ἰσχυρός. Συμφώνως γὰρ
35πάντες τῷ παρὰ τοῖς Ἑβδομήκοντα Θεὸς, ἐξέδωκαν ἰσχυρὸς, ὥσπερ εὐλαβηθέντες ἐπὶ παιδίου γεννω‐ μένου τάξαι τοῦ Θεοῦ τοὔνομα. Οἱ δὲ Ἑβδομήκοντα τοῖς θεοπρεπῶς περὶ αὐτοῦ λεγομένοις ἐνατενίσαν‐ τες, τὸ παρὰ τοῖς Ἑβραίοις Ἢλ, Θεὸν εἰκότως ἑρμή‐
40νευσαν. Εἴπερ ἄρχων εἰρήνης, εἴρηται καὶ ἄρχων τοῦ μέλλοντος αἰῶνος, καὶ τὴν εἰρήνην ἔχειν ἀπέ‐ ραντον. Τὸ δὲ Ἢλ ἐπὶ τοῦ Θεοῦ πολλάκις παρείληφεν ἡ Γραφή. Καὶ γὰρ ἔνθα φησὶ, Καὶ ἐν σοὶ προσεύξον‐ ται, ὅτι ἐν σοὶ Θεός ἐστιν. Ἀντὶ τοῦ Θεὸς, τὸ Ἑβραι‐
45κὸν Ἢλ ἔχει· Καὶ πάλιν ἐν τῷ λέγεσθαι, «Σὺ γὰρ εἶ ὁ Θεὸς καὶ οὐκ ᾔδειμεν·» πάλιν τὸ Ἢλ ἐμ‐ φέρεται. Καὶ πάλιν ἐν οἷς εἴρηται· «Ἐγώ εἰμι ὁ Θεὸς, καὶ οὐκ ἔστιν ἄλλος.» Τὸ Ἤλ ἐστιν ἀντὶ τοῦ, Θεός. Οὐκοῦν καὶ νῦν τὸ Ἢλ γιββὼρ, Θεὸς ἰσχυρὸς

2005

(50)

εἰκότως ἑρμηνεύεται. Ἐπὶ καὶ αὐτὸς ὁ ἐκ τῆς παρ‐ θένου γενόμενος Ἐμμανουὴλ τὸ Ἢλ ἔχων, μεθ’ ἡμῶν
ὁ Θεὸς, καὶ παρὰ τῶν ἄλλων ἑρμηνεύεται. Ὅτι δὲ2005

2008

καὶ νῦν τὸ Ἢλ ἐπὶ τοῦ Θεὸς, αὐτὸς δηλοῖ προϊών. Λέγει γὰρ, «Καὶ ἔσονται πεποιθότες ἐπὶ τὸν Θεὸν ἅγιον Ἰσραὴλ τῇ ἀληθείᾳ, καὶ ἔσται τὸ κατάλειμμα τοῦ Ἰακὼβ ἐπὶ Θεὸν ἰσχύοντα.» Ἀντὶ γὰρ τοῦ, Θεὸν
5ἰσχύοντα, τὸ Ἑβραϊκὸν πάλιν Ἢλ γιββὼρ ἔχει. Πρὸς ἃ βλέποντες οἱ Ἑβδομήκοντα Θεὸς ἔδωκαν. Διὸ καὶ τὰ συνεζευγμένα τούτοις περὶ αὐτοῦ ἐκπλαγέν‐ τες οἰκείᾳ τινὶ διανοίᾳ καὶ ἑτεροτρόπῳ κεφαλαιωδῶς εἶπον, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βου‐
10λῆς ἄγγελος. Παρίστησι δὲ Παῦλος πῶς καὶ Πατὴρ αἰῶνός ἐστιν εἰπών· «Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάν‐ τες ἀποθνήσκομεν, οὕτως ἐν τῷ Χριστῷ πάντες ζωοποιηθησόμεθα.» Ἐπὶ γὰρ τοῦ νέου αἰῶνος ἡ ἀπαρχὴ Χριστός· ἔπειτα οἱ τοῦ Χριστοῦ καὶ εἰρήνης
15ἄρχων ἂν εἴρηται. «Αὑτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν,» εἰρηνοποιήσας τά τε ἐπὶ τῆς γῆς, καὶ τὰ ἐν τοῖς οὐρανοῖς, καὶ τὸν κόσμον τῷ ἑαυτοῦ καταλλάξας Πατρί. Ὡς δὲ ταῖς ἐνεργείαις ἀναλόγως ἄλλοτε ἄλλως προσαγορεύεται· οὕτως καὶ Ἰησοῦς κατὰ καιρὸν
20ἐχρημάτισεν ἐπιδημήσας διὰ σωτηρίαν τῷ βίῳ. Ἰη‐ σοῦς γὰρ σωτήριον, ἢ Σωτὴρ ἑρμηνεύεται. Τοιγαρ‐ οῦν εἰπὼν ὁ Γαβριὴλ, Καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν, ἐπήνεγκεν· Οὗτος γὰρ σώσει τὸν λαὸν αὐτοῦ.
29Εἶτά φησιν, Ἄξω γὰρ εἰρήνην ἐπὶ τοὺς ἄρχον‐
30τας καὶ ὑγείαν αὐτῷ, ἄρχοντας τοὺς τῶν ἐκκλησιῶν διδασκάλους εἰπὼν, οἷς ψυχῆς ὑγείαν, καὶ πρὸς ἀλ‐ λήλους ἔχειν εἰρήνην χαρίζεται λέγων· «Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν.» Τὸ δὲ, ὑγείαν αὐτῷ, δείκνυσιν ὡς ὁ λόγος
35περὶ τοῦ Υἱοῦ παρὰ τοῦ Πατρὸς διὰ τὸ μυστήριον τῆς ἀναστάσεως. Ἐπεὶ γὰρ ἐσταυρώθη ἐξ ἀσθενείας, ζῇ δὲ ἐκ δυνάμεως Θεοῦ, διὰ τοῦτο, φησὶν ὑγείαν ἐπάγειν ἐπὶ τὴν ἀσθένειαν τῆς σαρκὸς, ἣν ὑπὲρ ἡμῶν ἀνείληφεν. Οὐ γὰρ λαμβάνει ταῦτα καθ’ ὃ
40Θεὸς, ἀλλ’ ὑγείας καὶ εἰρήνης γίνεται χορηγός. Καὶ ἢν ἐνταῦθά φησιν ὁ Πατὴρ, εἰρήνην διδόναι τοῖς ἄρχουσιν, αὐτὸς ὡς τὰ τοῦ Πατρὸς ἔχων ἴδιά φησιν. «Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν,» ὃς καὶ ἀντιλαμβά‐ νει τὴν παρὰ τῶν δεξαμένων εἰρήνην. Τοιγαροῦν
45φησιν Ἡσαΐας, «Ποιήσωμεν εἰρήνην αὐτῷ· ποιήσω‐ μεν εἰρήνην οἱ ἐρχόμενοι.» Δέχεται δὲ τὴν ὑγείαν, τοῦτ’ ἔστι τὴν ἀναβίωσιν, τοῦτο πάλιν ἐνεργήσας αὐτός· Λέγει γὰρ, «Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.» Αὐτὸς γάρ ἐστιν ἡ

2008

(50)

δύναμις τοῦ Πατρός. Αὐτὸς ἡ ἀνάστασις, καὶ ἡ ζωή. Τούτοις ἐπιφέρεται, μεγάλη ἡ ἀρχὴ αὐτοῦ. Ἦρξε γὰρ οὐ μόνης τῆς Ἰουδαίας, ἁπάσης δὲ μᾶλλον τῆς οἰκουμένης. Τὸ δὲ μεῖζον ὁ Παῦλος παρίστησι λέγων· «Κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ,
55ἣν ἐνήργηκεν ἐν τῷ Χριστῷ ἐγείρας αὐτὸν ἐκ νεκρῶν,2007

2009

καὶ καθίσας αὐτὸν ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρα‐ νίοις πάσης ἀρχῆς καὶ ἐξουσίας, καὶ δυνάμεως ὑπὲρ ἄνω, καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζο‐ μένου.» Οὐκ ἔσται δὲ τέλος τῆς εἰρήνης αὐτοῦ.
5Εἴρηται γὰρ, «Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δι‐ καιοσύνη καὶ πλῆθος εἰρήνης, περὶ ἧς εἰπών· «Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν,» ἐπήνεγκεν· «Οὐχ ὡς ὁ κόσμος δίδωσιν ὑμῖν.» Πέρας οὖν οὐκ ἔχει τὸ δῶρον ὑπερκόσμιον ὄν. Εἰ γὰρ ἦν ἐκ τοῦ κό‐
10σμου, συναπηρτίσθη ἂν τῇ τοῦ κόσμου συστάσει. Συνέσται τοίνυν αὐτὴ τῷ παρ’ αὐτοῦ δεξαμένῳ μέχρι παντός· ἡ δὲ Σολομῶντος εἰρήνη γεγραμμένοις ἔτεσι περιορίζεται. Ὅτι δὲ Χριστὸς ἦλθεν τὸ Ἰουδαίων ἔθνος ἐλευθερῶν δηλοῖ τὸ, ἐπὶ τὸν θρόνον Δαβίδ.
15Εἴρητο δὲ καὶ ὅτι οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐ‐ δὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ. Πάντες γὰρ ἐκ σπέρματος Δαβὶδ, ἀλλ’ ἁπλῶς ἐπὶ τὸν θρόνον Δαβὶδ, καὶ ἐπὶ τὴν βασιλείαν αὐτοῦ κατορθῶσαι αὐτὴν, προσυπα‐
20κουόντων ἡμῶν τὸ ἥξειν αὐτὸν ἐπὶ τὸ κατορθῶσαι τὸν θρόνον Δαβὶδ, καὶ τὴν σκηνὴν Δαβὶδ τὴν πε‐ πτωκυίαν. Κατέστραπτο μὲν γὰρ ἀφ’ οὗ Ναβουχοδο‐ νόσωρ καθεῖλεν αὐτήν. Προὔλεγον δὲ προφῆται δι’ ὅλης λάμψειν αὐτὴν, ἡλίου δίκην, τῆς οἰκουμένης.
25Ἦλθεν οὖν πληρῶσαι τὴν ἐπαγγελίαν Χριστὸς ἐκ σπέρματος ὢν Δαβὶδ, κατὰ σάρκα, καταλάμπων τε τὰς τῶν ἀνθρώπων ψυχὰς, καὶ τὴν βασιλείαν αὐτοῦ καθ’ ὅλης κρατύνων τῆς οἰκουμένης, καί τοι παρ’ Ἰουδαίαν καθῄρητο. Κατορθῶσαι δὲ αὐτὸν ἐν κρί‐
30ματι καὶ ἐν δικαιοσύνῃ. «Τὰ κρίματα γάρ σου, φησὶν, ἄβυσσος πολλὴ, καὶ ἡ δικαιοσύνη σου ὡς ὄρη Θεοῦ.» Οὔτ’ οὖν τὰ κρίματα καταληπτὰ, οὔθ’ ἡ δι‐ καιοσύνη κατ’ ἀξίαν τοῦ ὕψους θεωρητή. Καὶ ταῦτα ἔπραξεν Ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα· τοῦ μὲν
35ἀπὸ τοῦ νῦν, σημαίνοντος ἀρχὴν χρόνου διωρισμέ‐ νην, δι’ ἧς ὁ καιρὸς ἐδηλοῦτο τῆς εἰς ἀνθρώπους ἐπιδημίας· τοῦ δὲ εἰς τὸν αἰῶνα, τὴν ἄπειρον αὐ‐ τοῦ βασιλείαν. Ὅρα δὲ πῶς ἀκολούθως αἱ προ‐ φητεῖαι προέρχονται. Ἐκ παρθένου ἔλεγεν αὐ‐
40τὸν ἡ πρώτη τεχθήσεσθαι. Ὡς δὲ ζητουμένου τοῦ, πῶς ἔσται τοῦτο; τὸν Κύριον ἡ δευτέρα παρήγαγε λέγοντα, «Καὶ προσῆλθον πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβεν καὶ ἔτεκεν υἱόν.» Ὡς δὲ ταῦτα μεμαθηκότων ἡμῶν, ἡ τρίτη περὶ τοῦ παι‐
45δὸς αὐτοῦ διεξέρχεται, τὴν ἀπόῤῥητον αὐτοῦ θεολο‐ γίαν παιδεύουσα.
53 Τέλος δὲ τῆς περὶ αὐτοῦ προφητείας φησὶν, ὁ ζῆ‐ λος Κυρίου Σαβαὼθ ποιήσει ταῦτα. Ὁ δὲ ζῆλος
55ἀγαθὸς καὶ πρέπων αὐτῷ σῶσαι τοὺς ὑπὸ τοῦ διαβό‐2009

2012

λου κεκρατημένους. Καλῶς παρεζήλωσαν αὐτὸν οἱ ἐξ Ἰσραήλ. Διό φησιν ὁ Μωϋσῆς ἐν ᾠδῇ· «Αὐτοὶ παρεζήλωσάν με ἐπ’ οὐ θεῷ, κἀγὼ παραζηλώσω αὐ‐ τοὺς ἐπ’ οὐκ ἔθνει.» Ταῦτα μὲν κατὰ τοὺς Ἑβδομή‐
5κοντα. Κατὰ δὲ Σύμμαχον, ᾧ ἠκολούθησαν οἱ λοιποὶ, τοῦτον ἄνωθεν εἴρηται τὸν τρόπον ἡ ῥῆσις· Ὁ πρῶ‐ τος ἐτάχυνεν γῆν Ζαβουλὼν καὶ γῆν Νεφθαλεὶμ, καὶ ὁ ἔσχατος ἐβάρυνεν ὁδὸν τὴν κατὰ θάλασσαν πέραν τοῦ Ἰορδάνου. Δηλῶν τὸν μὲν πρῶτον τα‐
10χύναντα, τὸν ἀποστολικὸν εἶναι χορὸν ἀπὸ τῆς χώ‐ ρας τῶν φυλῶν τῶν εἰρημένων ὁρμώμενον. Περὶ ὧν φησιν ὁ Δαβίδ· «Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεὸν Κύριον ἐκ πηγῶν Ἰσραήλ· ἐκεῖ Βενιαμεὶν νεώτερος ἐν ἐκστάσει, ἄρχοντες Ζαβουλὼν, ἄρχοντες Νεφθα‐
15λείμ.» Δηλοῖ γὰρ ὁ Βενιαμεὶν τὸν Παῦλον φήσαντα φυλῆς Βενιαμείν. Τοὺς δὲ ἄρχοντας τῶν δύο φυλῶν τοὺς λοιποὺς ἀποστόλους. Ἐκ τῆς γὰρ τούτων χώρας ὁρμώμενοι πρῶτοι προσεδέξαντο τὸν Χριστὸν, ὅθεν ἄρχοντες εἴρηνται. Διὸ καὶ νῦν φησιν· Ὁ πρῶτος
20ἐτάχυνεν γῆν Ζαβουλὼν καὶ γῆν Νεφθαλείμ. Εἰ‐ πόντος γὰρ τοῦ Ἰησοῦ, «Δεῦτε, ἀκολουθεῖτέ μοι, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων, παραχρῆμα ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ.» Οὗτοι μὲν ἐτάχυναν. Ὁ δὲ ἔσχατος, φησὶν, ἐβάρυνεν ὁδόν. Οἱ γὰρ μετὰ
25τὴν πρώτην κλῆσιν ἔσχατοι καλούμενοι οὐχ ὑπήκου‐ σαν· οὓς καὶ ταλανίζων φησὶν, «Οὐαί σοι, Χοραζὶν, οὐαί σοι, Βηθσαϊδὰ, ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι,» καὶ τὰ ἑξῆς. Ἀλλὰ καὶ νῦν Ἰουδαῖοι ταῖς ἀπιστίαις κατ‐ έχονται. Ἐπαχύνθη γὰρ, φησὶν, ἡ καρδία τοῦ λαοῦ
30τούτου, καὶ τὰ ἐπὶ τούτοις. Ἀντὶ δὲ τοῦ, ὅριον τῶν ἐθνῶν, ὅπερ ἐξέδωκε Σύμμαχος ἀντὶ τοῦ Γαλιλαία παρὰ τοῖς Ἑβδομήκοντα, θεινὲς τῶν ἐθνῶν, Ἀκύλας ἐξέδωκεν, τὰ πλήθη δηλῶν τῶν ἀλλοφύλων ἐθνῶν, ἃ πρότερον ἦν ἀγεώργητά τε καὶ ἄκαρπα.
35Ἀντὶ δὲ τοῦ, ἐφ’ ὑμᾶς· τὸ πλεῖστον τοῦ λαοῦ· Οʹ Σύμμαχός φησιν, Ἐπλήθυνας τὸ ἔθνος ὃ οὐκ ἐμεγάλυνας. Τὸ γὰρ πρὶν ἀπεῤῥιμμένον διὰ τὴν ἀσέβειαν ἔθνος, τοῦτο νῦν ἀναλαβὼν ὁ σωτήριος Λόγος πνευματικῆς εὐλογίας ἐπλήρωσε. Κατὰ
40τὸ, «Αὐξάνεσθε καὶ πληθύνεσθε.» Ἀντὶ δὲ τοῦ, Πᾶσαν στολὴν ἐπισυνηγμένην δόλῳ, καὶ ἱμά‐ τιον μετὰ καταλλαγῆς ἀποτίσουσιν. Καὶ ἐθε‐ λήσουσιν, εἰ ἐγενήθησαν, εἶναι πυρίκαυστοι· Σύμμαχός φησιν, Πᾶσα βία ἐβιάσθη ἐν σεισμῷ,
45καὶ περιβόλαιον ἐφύρη ἐν αἵματι, καὶ ἔσται εἰς καῦσιν καὶ κατάβρωμα πυρός· δηλῶν πᾶσαν ἀν‐ θρώπων ψυχὴν βίαν πρὸ τῆς ἐπιδημίας παθεῖν ὑπὸ τοῦ Σατανᾶ, δι’ ὃν ἐμιάνθη τὰ τῆς ψυχῆς περιβόλαια καὶ πλεονεκτήματα, ὃς εἰς καῦσιν ἔσται διὰ τὸν ὑπὲρ

2012

(50)

ἡμῶν γεννηθέντα, ὃν νεανίαν καλεῖ. Ἀντὶ δὲ τοῦ, ἀρχή· καὶ ἔσται, φησὶν, ἡ παιδεία ἐπὶ τοῦ ὤμου αὐτοῦ, δηλῶν αὐτοῦ τὸ πάθος, δι’ οὗ πεπαιδεύμεθα.
Τοῦτο τέλος τῆς περὶ τοῦ Ἐμμανουὴλ προφητείας.2011

2013

(4)

η—ιγʹ. Θάνατον ἀπέστειλε Κύριος ἐπὶ Ἰακὼβ,
5καὶ ἦλθεν ἐπὶ Ἰσραήλ. Καὶ γνώσονται πᾶς ὁ λαὸς τοῦ Ἐφραῒμ, καὶ οἱ ἐγκαθήμενοι ἐν Σαμαρείᾳ ἐφ’ ὕβρει καὶ ὑψηλῇ καρδίᾳ λέγοντες· Πλίνθοι πε‐ πτώκασιν, κ.τ.λ. Τὴν περὶ τοῦ Ἐμμανουὴλ πληρώσας ὑπόθεσιν,
10ἕπεται πάλιν τῷ ἐν ἀρχῇ προτεθέντι σκοπῷ, καὶ τῆς ἁμαρτίας ἀφηγεῖται τὴν δίωσιν, λέγων· Θάνατον ἀπέστειλεν ἐπὶ Ἰακὼβ, καὶ ἦλθεν ἐπὶ τὸν Ἰσραήλ· οἱ δὲ λοιποὶ, λόγον ἀπέστειλεν, ἐξέδωκαν. Λόγον ἀποφατικὸν ὀργῆς δηλονότι κατὰ τῶν δύο βασιλέων
15τῶν συνελθόντων ἐπὶ τὸν Ἰούδαν, ὧν ὡς ἑτερογενῆ καὶ συμμαχοῦντα τὸν Συρίας, νῦν ἀφεὶς, περὶ τοῦ Σαμαρείας φησίν. Ἐπεὶ γὰρ ἀφῖκτο κατὰ Ἱερουσαλὴμ ὁ Σενναχηρεὶμ, προανεῖλε δὲ τὴν Σαμάρειαν (μείζω γὰρ τῶν Ἰουδαίων ἠσέβησεν Ἰσραὴλ, καὶ παρεδόθη
20πρῶτος ὑπὸ Θεοῦ) τούτου χάριν φησὶν, ὡς τὰ καθ’ ἑτέρων ἀπεσταλμένα δεινὰ, καθ’ ἑαυτῶν οἱ ἐξ Ἰσραὴλ ἐπεσπάσαντο. Τῆς δὲ Σαμαρείας ἁλούσης, δέον τοὺς περιλειφθέντας πείρᾳ μαθόντας ὅσον ἐστὶ δεινὸν προσκροῦσαι Θεῷ, δι’ ἐπιστροφῆς τε τοῦτον ἐξευμε‐
25νίζεσθαι· τοὐναντίον, ἀπονοούμενοι πύργους οἰκο‐ δομήσωμεν ἔλεγον, μηκέτι κατὰ τοὺς πρότερον (ἐκ πλίνθου γὰρ ὄντες εἰκότως ἑάλωσαν) ἀπὸ λίθων δὲ καὶ ξύλων ἀσήπτων· ἀντὶ μὲν τῆς ἀσεβείας, τὰς πλίνθους αἰτιώμενοι τῆς ἁλώσεως· ἀντὶ δὲ θείας
30ἐπικουρίας, ὕλης θαῤῥοῦντες στεῤῥότητι, ὑβριστῶν ταῦτά φησι καὶ ὑπερηφάνων, οἳ καὶ γνώσονται, τοῦτ’ ἔστι τῆς ἑαυτῶν ἀπολαύσουσι γνώμης. Μετὰ γὰρ τὸν Σενναχηρεὶμ, καὶ τὰ δι’ αὐτοῦ γεγονότα δει‐ νὰ, πάλιν ἐπιστρατεύει Ναβουχοδονόσωρ ἐν τοῖς
35Ἱερεμίου καιροῖς, Ἱερουσαλήμ τε εἷλε καὶ τὴν Σα‐ μάρειαν· ὅ τε καὶ πρὸς τοὺς νῦν αὐθάδεις Ἱερεμίας φησίν· «Ἐπικατάρατος ὃς τὴν ἐλπίδα ἔχει ἐπ’ ἄν‐ θρωπον, καὶ στηρίσει σάρκα βραχίονος αὐτοῦ, καὶ ἀπὸ Κυρίου ἀποστῇ ἡ καρδία αὐτοῦ.» Ἀλλὰ πλήττων
40ἰᾶται Θεὸς δι’ ἀμφοῖν παρακαλῶν εἰς εὐσέβειαν, ὁ νῦν τοῖς παθοῦσι τὴν δήωσιν ἐπαγγέλλεται. Τελευ‐ ταῖος μὲν γὰρ κατὰ Ἰουδαίας ὁμοῦ καὶ Σαμαρείας ἐπιστρατεύσας Ναβουχοδονόσωρ εἶλε. Καὶ παρέτεινον εἰς ἑβδομηκοστὸν ἔτος αἰχμάλωτοι. Φιλανθρωπίᾳ δὲ
45Θεοῦ τὴν ἰδίαν αὖθις ἀπέλαβον γῆν, καὶ κτίζειν ἐπι‐ χειροῦντες τήν τε πόλιν καὶ τὸν ναὸν, ὑπ’ ἐθνῶν τῶν κύκλῳ, καὶ μάλιστα τῶν Σύρων διεκωλύοντο, θείᾳ δὲ τούτων ἐπεκράτουν ῥοπῇ. Εἶτα χρόνου προϊόντος Ἀντίοχος ὁ ἐπίκλην Ἐπιφανὴς, βασιλεύων τῆς Ἀσίας,

2013

(50)

πρὸς τὸν τῆς Αἰγύπτου κρατοῦντα Πτολεμαῖον συ‐ στησάμενος πόλεμον, ἧς ὑπέμεινεν ἥττης ἐνόμιζε παραμύθιον, εἴτι κατὰ Ἰουδαίας τολμήσειε, καὶ τὴν μητρόπολιν τούτων ἐλέων, καὶ τὸν νεὼν ἱεροσυλή‐ σας, Λυσίαν στρατηγὸν ἑαυτοῦ ταύτης κατέλιπε φύ‐
55λακα. Ἀλλ’ ὁ μὲν ἐπαναστάντων αὐτῷ τῶν Ἰουδαίων2013

2016

νενίκηται. Μαθὼν δὲ τὸ συμβὰν ὁ βασιλεὺς ἀθυμίᾳ τὸν βίον κατέστρεψε. Νῦν οὖν ὁ Θεὸς τοῖς διαφυγοῦσι τὴν ἐξ Ἀσσυρίων αἰχμαλωσίαν, τὴν ἰδίαν ῥοπὴν ἐπαγγέλλεται πρὸς τοὺς ἐπανισταμένους ἐπ’ ὅρος
5Σιών. Τίνες δὲ οὗτοί φησιν εὐθὺς, Συρίαν ἀφ’ ἡλίου ἀνατολῶν, ὅτε τῆς οἰκοδομίας ἀπείργοντο, καὶ τοὺς Ἕλληνας ἀφ’ ἡλίου δυσμῶν. Ἕλλην γὰρ ἦν τὸ γέ‐ νος Ἀντίοχος ἐκ Μακεδονίας, ἥτις τῆς δυτικωτέρας καθέστηκε λήξεως, καὶ μάλιστα πρὸς τὴν Ἰουδαίαν
10εἰ κρίνοιντο. Ἦν δὲ πικρῶς Ἰουδαίοις ἐπενεχθεὶς, ὅτε καὶ τὰ Μακκαβαίων ἐγεγόνει παθείματα. Καὶ τοῦ‐ τον δὲ θᾶττον ἡ θεία δίκη μετέρχεται, μετὰ τοὺς ἐκ Συρίας ὅλῳ στόματι τὸν ἱερὸν καταφαγόντα λαόν· ἀλλὰ καίπερ τῶν Ἰουδαίων τοσαῦτα παθόντων,
15χεὶρ ἔτι πρὸς δίκην ἐστὶ μετέωρος, καὶ πρὸς τὴν κατ’ αὐτῶν ἑτοιμοτάτη πληγὴν, διὰ τὴν μεγίστην ἀσέβειαν, ἣν κατὰ τοῦ Σωτῆρος ἐτόλμησαν, δι’ ἣν ἀπωλείᾳ διηνεκεῖ τοῖς Ῥωμαίων παρεδόθησαν ὅπλοις.
23 Τινὲς δὲ οὕτω φασὶν, ὡς ὁ ἀποσταλεὶς ἐπὶ τὸν Ἰακὼβ θάνατος, ἢ λόγος ἀποφατικὸς ὀργῆς, τοὺς
25ἐν αὐτοῖς κρείττους εἶναι νομιζομένους ἀξίους ὀργῆς καὶ θανάτου καταλαβὼν, Ἰσραὴλ χρηματίζοντας, τούτους μετῆλθεν. Τῷ γὰρ πατριάρχῃ, τὸ μὲν τῆς κατὰ σάρκα γενέσεως ὄνομα ἦν Ἰακὼβ, μετὰ δὲ Θεοῦ ἐνισχύσαντι γεγένηται Ἰσραήλ. Κατὰ τοίνυν τῶν
30ἀλογωτέρων πεμφθεὶς, τοὺς λογικοὺς δοκοῦντας εὗ‐ ρεν ἀξίους. Τινὲς δὲ ἐπὶ καλοῦ τὸν λόγον ἐξέλαβον, καί φασιν, ὡς δι’ ἐλεημοσύνην πρώτοις συγκαταβαί‐ νει τοῖς ἀσθενεστέροις ὁ λόγος. Οἱ δὲ διορατικώτεροι τῆς ἐξ αὐτοῦ λαβόντες αἴσθησιν ὠφελείας, ἁρπάζου‐
35σιν αὐτὸν, τὴν πρὸς οὓς ἀπεστάλη νωθρότητα προ‐ λαμβάνοντες· τὸν γὰρ ἐν ἀρχῇ Λόγον πρὸς τὸν Θεὸν, ἀπέστειλεν ἐπὶ Ἰακὼβ ὁ Πατήρ· ὁ δὲ νοῦς αὐτὸν ὁ καθαρὸς γνωρίσας ὑπέλαβεν. Οἱ δὲ τοιοῦτοι πρώην ἦσαν ὑβρισταί τε καὶ ὑπερήφανοι ἐν Σαμαρείᾳ καθ‐
40ήμενοι. Φησὶν γὰρ ἐν ταῖς Πράξεσιν, ἤκουσαν οἱ ἀπόστολοι ὅτι Σαμάρεια δέδεκται τὸν Λόγον. Τὴν δὲ πρὶν ὕβριν αὐτῶν ὁ προφήτης παρέδωκεν, ὅπως τῶν ἐξ Ἰούδα κατεθρασύνοντο, ἀσθένειαν μὲν ἐκείνοις, ἑαυτοῖς δὲ μαρτυροῦντες ἰσχύν. Τινὲς δὲ οὕτως, ὡς
45οἱ νῦν τῇ Ἱερουσαλὴμ ἐπερχόμενοι τὴν μὲν Σαμά‐ ρειαν οἰκοῦντες, Ἰσραὴλ δὲ χρηματίζοντες καὶ λαὸς Ἐφραῒμ, διὰ τὸ βασιλευθῆναι ὑπὸ τῶν ἐκ φυλῆς Ἐφραῒμ, χλευάζοντες Ἱερουσαλὴμ, πλίνθοις αὐτὴν ἔλεγον οἰκοδομεῖσθαι, τὰ ἑαυτῶν κρείττω ποιήσειν

2016

(50)

ἐπαγγελλόμενοι. Καὶ ἀντὶ τοῦ ναοῦ, ὃν ᾠκοδόμησεν Σολομῶν, πύργον ἑαυτοῖς ἠξίουν κατασκευάσασθαι ὅμοια τοῖς ἐν Χαλάνῃ διανοούμενοι. Κακεῖνοι γὰρ ἔλεγον, Δεῦτε, πλινθεύσωμεν ἑαυτοῖς πλίνθους, καὶ ὀπτήσωμεν αὐτὰς πυρί.» Καὶ πάλιν· «Δεῦτε, οἰκοδο‐
55μήσωμεν ἑαυτοῖς πόλιν καὶ πύργον, οὗ ἡ κεφαλὴ ἔσται2015

2017

ἕως τοῦ οὐρανοῦ.» Ἐκ τίνων δὲ ὁ πύργος ἑξῆς ἐμώ‐ ρανεν, ὁ Θεὸς σοφίας τοῦ κόσμου ψιλὴν καὶ σμικρὰν δοκούσης ἔχειν γλυκύτητα; Τοιαῦτα γὰρ καὶ κατὰ ταύτην ἐπωνυμίαν ἐστὶ τὰ συκόμορα. Οἱ δὲ τοιοῦτοι,
5καὶ κέδροι καθ’ ἑτέραν ἐπίνοιαν χρηματίζουσιν ἐπὶ τῇ ψευδωνύμῳ ἐπαιρόμενοι γνώσει, σκληρά τε ἤθη καὶ δυσκαμπῆ κεκτημένοι. Διὸ συντρίβει Κύριος τὰς κέδρους τοῦ Λιβάνου. Καὶ διὰ τοῦτό φησιν, «Εἶδον τὸν ἀσεβῆ ὑπεραιρόμενον καὶ ὑπερυψούμενον, ὡς τὰς
10κέδρους τοῦ Λιβάνου, ὧν ἡ ἐξολόθρευσις ταχεῖα.» Παρῆλθον γὰρ, καὶ ἰδοὺ οὐκ ἦν. Οἳ καὶ τὰ ἐν δό‐ γμασι τῶν εὐσεβούντων οἰκοδομήματα πλίνθους εἶναι πεπτωκυίας φασίν. Οὐ μὴν αἱ τοῦ Θεοῦ κέδροι τοιαῦται, ἀλλ’ ἄνδρες τὰ ἄνω ζητοῦντες, ἐν οὐρανῷ
15ἔχοντες τὸ πολίτευμα μετὰ τῶν καρποφόρων ξύλων, εἰς ὕμνον παραλαμβανόμενοι τοῦ Θεοῦ, περὶ ὧν αὖθίς φησιν· «Χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου αἱ κέ‐ δροι τοῦ Λιβάνου, ἃς ἐφύτευσεν.» Ἐπεὶ τοίνυν ἐκεῖ‐ νοι τοιαῦτα κατ’ Ἰσραὴλ ἐθρασύναντο, τί φησίν;
20Καὶ ῥήξει ὁ Θεὸς τοὺς ἐπανισταμένους ἐπὶ τὸ ὄρος Σιὼν ἐπ’ αὐτόν. Ταπεινωθήσονται γὰρ οἱ ἐπ‐ αρθέντες κατὰ τοῦ ἐνταῦθα τιμωμένου Θεοῦ. Καὶ πάντας φησὶ τοὺς ἐχθροὺς, τοὺς ἐν Δαμασκῷ μετὰ τῶν ἐν Σαμαρείᾳ δηλῶν, οἱ καὶ συνεμάχουν τῷ Ἰσραὴλ,
25πάντας τε τοὺς ἐπανισταμένους τῷ ὄρει Σιὼν (τοῦτ’ ἔστι, τῷ ἐνταῦθα τιμωμένῳ Θεῷ καθαίρεσιν ἐπαγγέλλεται), ὧν οἱ μὲν ἦσαν ἀνατολικοί τινες, οἱ δὲ ἀφ’ ἡλίου δυσμῶν, μέσοι δὲ τούτων οἱ Ἕλληνες, οἳ τὸν Ἰσραὴλ κατεσθίοντες, δι’ ὧν ἀσεβεῖν παρ‐
30εσκεύαζον, βοηθεῖν ἐπηγγέλλοντο. Ὅλῳ γὰρ κατ‐ εσθίουσι στόματι οἱ διὰ τῆς σοφίας τοῦ κόσμου τούτου τῆς εὐσεβείας ἀφέλκοντες. Διόπερ ὁ θυμὸς τοῦ Θεοῦ, τῆς δικαίας κολάσεως ὑπάρχων ἐμφατι‐ κῶς κατ’ αὐτῶν ηὐτρεπίζετο· οἱ δὲ οὐκ ἐπέστρεφον
35κατὰ τὴν ἀμετανόητον ἑαυτῶν καρδίαν, θησαυρίζον‐ τες ὀργὴν ἑαυτοῖς ἐν ἡμέρᾳ ὀργῆ· καὶ ἐπεὶ μὴ διὰ λόγου, διὰ δὲ πληγῆς οὗτος ὁ λαὸς θεραπεύεται, γέ‐ γραπται. Καὶ πᾶς ὁ λαὸς οὗτος οὐκ ἀπεστράφη, ἕως ἐπλήγη. Ἔχομεν τοίνυν τὴν αἰτίαν, δι’ ἣν τὰ
40σκυθρωπὰ τοῖς ἀνθρώποις ἐπάγεται. Δεῖ γὰρ εἰδέναι πάντως, ὡς οὐκ ἐπεστράφησαν ἁμαρτάνοντες.
45 ιδʹ—καʹ. Καὶ ἀφεῖλε Κύριος ἀπὸ Ἰσραὴλ κεφα‐ λὴν καὶ οὐρὰν, μέγαν καὶ μικρὸν, ἐν μιᾷ ἡμέρᾳ, πρεσβύτην, καὶ τοὺς τὰ πρόσωπα θαυμάζοντας. Αὕτη ἡ ἀρχὴ, καὶ προφήτην διδάσκοντα ἄνομα. Οὗτος ἡ οὐρά. Καὶ ἔσονται οἱ μακαρίζοντες τὸν

2017

(50)

λαὸν τοῦτον πλανῶντες, κ.τ.λ. Τὸ ἀφεῖλε, Θεοδοτίων ἀφελεῖ· καὶ οἱ λοιποὶ δὲ ἐπὶ μέλλοντος· ὁ μὲν Ἀκύλας, ὀλοθρεύσει· ὁ δὲ Σύμμαχος, ἐξολοθρεύσει. Πρὶν γὰρ ποιεῖν, ὁ Θεὸς ἐπιστρέφων προλέγει, ἐν μιᾷ δὲ ἡμέρᾳ φησὶν, ὑφ’
55ἕνα καὶ τὸν αὐτὸν καιρὸν τοῦ Ῥωμαϊκοῦ δηλονότι2017

2020

πολέμου. Τινὲς δὲ, μετὰ τὸ φθᾶσαι, φασὶν, ἐπ’ αὐ‐ τοὺς τὸν λόγον ἀπεσταλμένον, πᾶσαν τὴν κακὴν αὐτῶν διάταξιν συγχυθήσεσθαι λέγει. Κεφαλὴν καὶ οὐρὰν εἰπὼν, ᾐνίξατο ζῶον ἄλογον ᾧ τὸν λαὸν ἀφω‐
5μοίωσεν, ἤγουν τὸν λογικὸν καὶ τὸν ἄλογον, ἢ τὸν ἄρχοντα καὶ τὸν τῶν ἀρχομένων ἕκαστον, ὃ δὴ καὶ διεσάφησεν εἰπὼν μέγαν καὶ μικρόν. Πρεσβύτην τε, φησὶ, καὶ τοὺς τὰ πρόσωπα θαυμάζοντας, δη‐ λῶν ἴσως τοὺς ἱερᾶσθαι λαχόντας, οἷς δὴ καί φασι
10προσφωνοῦντες οἱ μαθηταὶ, «Ἄρχοντες τοῦ λαοῦ καὶ πρεσβύτεροι, εἰ ἡμεῖς σήμερον ἀνακρινόμεθα ἐπ’ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς·» οἳ καὶ δωρο‐ δοκοῦντες ἐν κρίσει τὰ τῶν πλουσίων ἐθαύμαζον πρόσωπα· ἀντὶ δὲ οὗ, τοὺς τὰ πρόσωπα θαυμά‐
15ζοντας, ὁ Σύμμαχος αἰδέσιμον ἔφησεν. Οὕτως οὖν ὁ αἰδέσιμος καὶ ὁ πρεσβύτης δύναται εἶναι ἡ κε‐ φαλή. Κεφαλὴ γὰρ λαῶν ἱερεὺς, ὅταν ὡς ἐφ’ ἑνὸς νοῆται σώματος. Ἡ δὲ οὐρὰ, ὁ διδάσκων ἄνομα προ‐ φήτης, μηδεμίαν μὲν τάξιν ἔχων ἐν τῷ λαῷ, αὐτο‐
20χειροτόνητος δὲ καὶ προφητικὸν ἑαυτοῦ πνεῦμα κα‐ ταψευδόμενος, οἷος ἦν Ἱερεμίου ὁ Ἀνανίας, καὶ ἐπὶ Μιχαίου· ἐν οἷς ἐγένετο τὸ πνεῦμα τὸ ψευδὲς, ὃ ἐξη‐ πάτα τὸν Ἀχὰβ τοῖς Σύροις συμπλέκεσθαι. Ἕτεροι δέ φασιν, ὡς λέγοι ἄν τινας τὸν Μωϋσέως ἑρμηνεύον‐
25τας νόμον, ᾧπερ ἐπῆγον παραδόσεις ἀγράφους, ἐντάλ‐ ματα ἀνθρώπων, οἳ καὶ πεπείκασιν ἀπειθῆσαι Χρι‐ στῷ, οἳς οὐρὰν ὀνομάζει, ὡς ταῖς γνώμαις ἑπομέ‐ νους τῶν ἱερέων, οὓς καὶ προφήτας καλεῖ, καὶ δι‐ δάσκοντας ἄνομα. Ἦσαν μὲν γὰρ ἐν Ἰσραὴλ ψευ‐
30δοπροφῆται, καθ’ ὃν ἦσαν καιρὸν οἱ ἐξ ἀληθείας προφῆται. Μετὰ δὲ τὴν ἅλωσιν Ἱερουσαλὴμ οὐκ ἂν ἔχοιμεν λέγειν τοιούτους γεγονότας τινὰς, πλὴν εἰ μήτις λέγοι Θευδᾶν τε καὶ Ἰούδαν, ὧν ἐμνήσθη Γα‐ μαλιὴλ, τοὺς δ’ οὖν λέγοντας παρὰ ταῦτα, καὶ μακα‐
35ρίζοντας τὸν λαὸν, πλάνους εἶναί φησιν, ἵνα τὸν λαὸν τοῖς κέρδεσι καταπίνωσιν.
40 Προὔτρεπον γὰρ αὐτοὺς δωροφορεῖν τῷ Θεῷ διὰ κέρδος, οὐ δι’ εὐσέβειαν. Δι’ ἣν αἰτίαν, οὔτε Χριστὸν αὐτοὶ προσήκαντο, καὶ τοῖς ἄλλοις τὴν βασιλείαν ἀπέκλεισαν. Διὰ τοῦτο ἐπὶ τοὺς νεανίσκους αὐτῶν οὐκ εὐφρανθήσεται Κύριος. Νεανίσκοι μὲν οὖν ἐν
45Ἐκκλησίαις, οἳ τὴν πνευματικὴν ἀνειληφότες ἰσχύν· οἷς φησιν Ἰωάννης, ὅτι ἰσχυροί ἐστε καὶ νενικήκατε τὸν πονηρόν. Ἦσαν δὲ καὶ πρὸ τῆς ἐπιδημίας τινὲς ἀνδριζόμενοι πληρῶσαι τὴν ἐντολήν. Μετὰ δὲ τὴν ἐν νόμῳ σκιὰν οὐκ εὐφραίνεται Κύριος ἐπὶ τοῖς νεα‐

2020

(50)

νίσκοις ἀντεχομένοις τοῦ γράμματος. Ὀρφανοὺς δέ φησι τοὺς ἀνατροφῆς πνευματικῆς ἐνδεεῖς· χήρας δὲ ἐν αἷς ὁ θεῖος Λόγος ἐπισπείρων ἐξέλιπεν πείσον‐ ται ταῦτα ὡς ἄνομοι καὶ πονηροί· τὸν καλοῦντα γὰρ πρὸς ζωὴν ἐθανάτωσαν. Ταῦτα δὲ ὡς ἀγαθὸς προ‐
55λέγει, ὡς ἂν ἡ ἐν αὐτοῖς ἀνομία δίκην ὑλομανοῦς
βοτάνης ὑπὸ πυρὸς ἀναλισκομένοις ἀφανισθῇ· τοῦτο2019

2021

γὰρ δηλοῖ τὸ, καυθήσεται ὡς πῦρ ἡ ἀνομία, καὶ τὰ ἑξῆς. Ἀνομίαν δὲ τοὺς ἀνόμους δηλοῖ, ἄγαν αὐ‐ τοὺς τῇ ἀνομίᾳ πεποιῶσθαι δηλῶν. Τὸ δὲ, ὡς πῦρ καυθήσεσθαι, φασὶ σημαίνειν τινὲς, ὡς αὐτοὶ καθ’
5ἑαυτῶν γενήσονται πῦρ. Οὐ γὰρ ἕτερος αὐτοῖς ἐποί‐ σει τὴν φλόγα, πρὸς τοῦτο δὲ ἀλλήλοις ἀρκέσουσιν· ὃ δὴ φλογός ἐστι χείρονος. Πρὸς δὲ τὸ κρεῖττον ἕτε‐ ροι πάλιν δεινῶς ἐξέλαβον τὴν ἄγρωστιν φυσιολογή‐ σαντες. Ἕως μὲν γὰρ ἐγκέχωσται τοῖς γηΐνοις πά‐
10θεσιν ἡ ψυχὴ, τὰ ταύτης πάθη καθάπερ τις ἄγρωστις ἐκ τῆς σαρκὸς ἐκφυόμενα διέρπει δι’ ἀλλήλων τὴν γέννησιν ἔχοντα. Πολύγονος γὰρ ἡ πόα, καὶ οὐδαμοῦ καταλήγει ταύτης ἡ γένεσις. Τὸ δὲ πέρας τῆς πρώ‐ της γεννήσεως ἀρχὴ τοῦ ἐφεξῆς γίνεται. Τοιαύτη
15τῶν ἁμαρτημάτων ἡ φύσις. Πορνεία γὰρ πορνείαν ἐφέλκεται, καὶ κλοπὴ κινεῖ πρὸς κλοπὴν, καὶ ψεύδει ψεῦδος ἀκολουθεῖ. Ἀλλ’ ἐὰν διὰ τῆς ἐξομολογήσεως τὴν ἁμαρτίαν γυμνώσωμεν, ξηρὰν αὐτὴν ἐργαζόμε‐ θα ἀξίαν τοῦ ὑπὸ πυρὸς καταβρωθῆναι. Αὐτὴ δὲ
20καίεται ἐν τοῖς δάσεσι τοῦ δρυμοῦ. Ἐν τῇ πρώτῃ τῶν Βασιλειῶν πολεμούμενος ὁ λαὸς εἰσῆλθεν εἰς τὸν δρυμὸν, καὶ ἐκλείπει μὴ ἐσθίων. Καὶ ὁ Ἀβεσαλὼμ πολεμούμενος εἰς δρυμὸν εἰσέρχεται. Λέγοι δ’ ἂν τοὺς ὑπούλους καὶ συνεσκιασμένους τῇ διανοίᾳ, καὶ
25πλεῖστα ταύτῃ τηροῦντας κακά. Τινὲς δέ φασιν, ὡς νέμονται μᾶλλον αἱ φλόγες εἰς ὕλην πεσοῦσαι τὴν εὐκατάπρηστον. Τῆς οὖν τούτων φλογὸς παρίστησι διὰ τούτου τὸ μέγεθος. Ἄγρωστιν δὲ, φασὶ, ξηρὰν καὶ δασῆ δρυμοῦ τὴν ἀγελαίαν ὀνομάζει πληθὺν,
30συῤῥαγέντων ἀλλήλοις ἐνστάσει τῶν δήμων, ὡς Ἰώ‐ σηπος ἱστορεῖ. Ἀλλὰ καὶ τῶν εἶναί τι δοκούντων ἅψεται τὸ δεινόν· ὃ δηλοῖ διὰ τοῦ, καὶ συγκαταφά‐ γεται τὰ κύκλῳ τοῦ βουνοῦ πάντα. Βουνοὺς γὰρ τοὺς κατά τι τῶν ἄλλων ὑπερανεστηκότας καλεῖ.
35Τοῖς γὰρ τοιούτοις τὸ στασιάζον ἐν ταῖς πόλεσιν ἐπε‐ φύετο. Ἁπλούστερον δὲ νοητέον, ὅτι κατὰ ταῦτα τὰ παραδείγματα μετελθοῦσα τοὺς προλεχθέντας ἡ ὀργὴ τοῦ Θεοῦ μεγάλην ἐν αὐτοῖς ἐργάσεται σύγ‐ χυσιν, ὡς μηδὲ γένους εἶναι φειδώ. Ἐγκλινεῖ δέ τις
40προσιόντα τὸν ἀδελφὸν ἐπὶ τὸ τυχεῖν τινος ἀντιλή‐ ψεως εἰς τὰ δεξιά. Λιμῷ γὰρ καιόμενοι τῇδε κἀ‐ κεῖσε περιστραφήσονται καταδάκνοντες τοὺς ἐκ δε‐ ξιῶν, τοὺς ἐξ εὐωνύμων. Ἀλλ’ οὐδὲ σαρκῶν φείσον‐ ται τῶν ἰδίων, κατεξαναστήσονται δὲ ἀλλήλων ἀδελ‐
45φοὶ, εἷς τε καθ’ ἑνὸς, καὶ καθ’ ἑτέρου δύω, ὡς Ἐφραῒμ καὶ Μανασσῆς ἀλλήλους τε δάκνοντες, καὶ κοινῇ τὸν Ἰούδαν, δι’ ὧν δηλοῖ τὰς φυλάς. Ὑπὸ μίαν γὰρ ἦσαν βασιλείαν ἀμφότεραι, καὶ μίαν ᾤκουν πόλιν Σαμάρειαν, ἐξ ἑνὸς τοῦ Ἰωσὴφ καταγό‐

2021

(50)

μεναι, καὶ ὅμως ἀλλήλαις ἐπαναστήσονται, καὶ ταύ‐ τας φησὶ τῷ κατὰ Ἰούδα πολέμῳ μηκέτι σχολαζού‐
σας, ἀλλήλας δὲ δαπανώσας τοῖς ξίφεσιν.2021

2024

Καὶ ταῦτα ἔσται ταύταις κατὰ θείαν ὀργὴν τὴν ἐχθρὰν αὐταῖς ἐμβαλούσης ἐπὶ συμφέροντι, καθάπερ ἀνὰ μέσον τῆς γυναικὸς καὶ τοῦ ὄφεως τὴν ἐπὶ κακῷ διαλυούσης ὁμόνοιαν. Πρὸς ὃ καὶ ὁ Σωτήρ φησιν,
5ὡς οὐκ ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν, ἀλλὰ μά‐ χαιραν. Ἀλλήλοις δέ φησι, κακῶς διακείμενοι ἐν τῇ κατὰ τῶν πλησίον ἐπιβουλῇ συμφωνήσουσιν. Ἅμα γὰρ πολιορκήσουσιν τὸν Ἰούδαν, τοὺς ἐξομολογου‐ μένους Θεῷ, καὶ λατρείᾳ τῇ αὐτοῦ παραμένοντας.
10Ἰούδας γὰρ ἐξομολόγησις ἑρμηνεύεται. Ἡ γὰρ κακίας γὰρ ἐξομολόγησις ἑρμηνεύεται. Ἡ γὰρ κακία πρὸς ἑαυτὴν ἀσύμφωνος οὖσα, τῇ μάχῃ τῇ κατ’ ἀρετῆς συμφωνεῖ. Οἷον θρασύτης καὶ δειλία πρὸς ἀλλήλας μὲν ἐναντίαι, μέσην δὲ πολιορκοῦσιν
15ἑκατέρωθε τὴν ἀνδρείαν. Νοητέον δὲ καὶ τὸ, ὅτι πει‐ νάσει καὶ φάγεται ἐκ τῶν ἀριστερῶν αὐτοῦ. Ὁ γὰρ μὴ ἐργαζόμενος δεξιᾷ καὶ ἀποδοχῆς ἄξια, ἐκ τῶν ἀπηγορευμένων καὶ σκαιῶν ἐμπλησθήσεται. Δι’ ὅλων δὲ τὸ θηριῶδες τῆς στάσεως καὶ τὴν ἀλληλοφαγίαν
20ἐμήνυσεν.
22tΚΕΦΑΛ. Ιʹ.
23 αʹ—δʹ. Οὐαὶ τοῖς γράφουσι πονηρίαν. Γράφοντες γὰρ πονηρίαν γράφουσιν. Ἐκκλίνοντες κρίσιν
25πτωχῶν, ἁρπάζοντες χρήματα πενήτων τοῦ λαοῦ μου, ὥς τε εἶναι αὐτοῖς χήραν εἰς διαρπαγὴν, καὶ ὀρφανὸν εἰς προνομὴν, κ.τ.λ. Καὶ ταῦτα πρὸς τοὺς ἐξ Ἰσραὴλ βασιλευόμενος ἐν Σαμαρείᾳ, παρ’ οἷς ἦσάν τινες διὰ φιλονεικίαν
30τὴν πρὸς τοὺς προφήτας, ψευδεῖς γράφοντες προ‐ φητείας, οἳ καὶ συγγραφὰς ἐποιοῦντο παρανόμους ἐπ’ ὀρφανῶν καὶ χηρῶν ἀδικίᾳ. Τινὲς δὲ περὶ γραμ‐ μάτων τῶν τὸν νόμον παρεξηγουμένων εἰρῆσθαι ταῦτά φασιν, ὡς ἂν χαρίσωνται τοῖς καταδυναστεύ‐
35ουσιν ὀρφανούς τε καὶ χήρας. Μή ποτε δὲ πᾶς ἁμαρτάνων ὀφλημάτων γράφει χειρόγραφον, ἐπι‐ σκοπῆς δέ φησιν ἡμέραν, τὸν τοῦ πολέμου καιρὸν, καθ’ ὃν αὐτοῖς ἐπάγει τὴν δίκην ὁ τὰ δρώμενα παρὰ τούτων ἐπισκοπῶν. Πόῤῥωθεν δέ φησιν, οὐκ ἐκ τῶν
40ὁμόρων, ὡς πρώην ἐθνῶν, ἀλλ’ ἐξ αὐτῆς τῆς Ἀσσυ‐ ρίας, ἤτι φιλανθρωπία Θεοῦ ταύτην ἐλαυνομένην αὐτοὶ καθ’ ἑαυτῶν ἐλθεῖν ἐκβιάζονται. Ὑψηλὴ δὲ πάλιν ἡ χείρ. Ὁ γὰρ θεῖος παραμένει θυμὸς τοῖς ἐπιμένουσι τοῖς ἁμαρτήμασιν. Οὗ παρελθόντος, Ποῦ,
45φησὶ, καταλείψετε τὴν δόξαν, ἣν εἴχετε πολλάκις τῶν πολεμίων περιγινόμενοι; ἐπαγωγὴν δέ φησι τὴν ἐπαγομένην τιμωρίαν ὑπὸ Θεοῦ. Τοῦτο δὲ πέρας τῶν πρὸς τὸν λαὸν ἀπειλῶν, αἱ μικρὸν ὕστερον τῶν Ἀσσυρίων ἐπελθόντων εἰς πέρας ἐξέβησαν.

2024

(50)

εʹ—ιαʹ. Οὐαὶ Ἀσσυρίοις. Ἡ ῥάβδος τοῦ θυμοῦ μου καὶ ὀργῆς ἐστιν ἐν ταῖς χερσὶν αὐτῶν. Τὴν ὀργήν μου εἰς ἔθνος ἄνομον ἀποστελῶ. Καὶ τῷ ἐμῷ λαῷ συγκατάξω ποιῆσαι σκύλα, καὶ προνο‐ μὴν, καὶ καταπατεῖν τὰς πόλεις, καὶ θεῖναι αὐτὰς
55εἰς κονιορτὸν, κ.τ.λ. Ταῦτα μετὰ τὴν ἅλωσιν Σαμαρείας ὁ προφήτης
φησίν. Τοιγαροῦν ὁ Ἀσσύριος εἴληφεν, καὶ, φησὶν,2023

2025

Ἀραβίαν, καὶ Δαμασκὸν, καὶ Σαμάρειαν. Θεὸς μὲν οὖν ὀργάνῳ τούτῳ χρησάμενος, τὸ ἴδιον νομιζό‐ μενον τούτῳ παρεδίδου λαὸν ἀποκτεῖναι τοὺς ἄνδρας καὶ γυμνῶσαι κειμένους, καὶ διελέσθαι τὰ σκῦλα
5(προνομὴν γὰρ τοῦτο καλεῖ) καθελεῖν τε τὰς πόλεις εἰς ἔδαφος. Αὐτὸς δὲ μὴ τούτῳ συνιεὶς, ὡς ἰδίᾳ δυνάμει κρατήσας μείζω φαντάζεται, πρὸς τοῦτο τὸν νοῦν ἀπαλλάττων, καὶ καθιστὰς, τῶν ὑπηκόων ὡς μόνον ἄρχοντα θαυμαζόντων αὐτόν. Μήπω με, φησὶ, καλέ‐
10σητε Κύριον, πρὶν ἂν τῶν ἄλλων κρατήσαιμι. Τῶν γὰρ ἐπάνω Βαβυλῶνος οὔπω κεκράτηκα, οὐδὲ Χαλά‐ νης, ἐν ᾗ διεῖλε τὰς γλώττας ἐπὶ τῇ πυργοποιΐᾳ Θεός. Ἐν ἡμέραις μὲν οὗν Ἄχαζ μέρος ἐλήφθη τοῦ ἐν Σαμαρείᾳ λαοῦ παρὰ τῶν Ἀσσυρίων. Ἐπὶ δὲ του...
15...τον Ἐζεκίου πάντα τὸν λαὸν ᾐχμαλώτευσαν ἐπὶ τῇ πρώτῃ πληγῇ μηδαμῶς σωφρονίσαντα· διὰ φιλαν‐ θρωπίαν δὲ πάλιν προλέγει καὶ τοῖς ἐν Ἱεροσολύμοις τὰ μέλλοντα, τὴν ἀσέβειαν αὐτῶν αἰτιώμενος. Καὶ οὗτοι γὰρ εἰδωλολάτρησαν ἐπί τε Ἄχαζ καὶ χρόνων
20τῶν μετ’ αὐτόν. Πῶς δὲ ὀλολύζει τὰ γλυπτά; Τὰ μὲν ἀναίσθητα, οὐδαμῶς, τὰ δὲ ὁμώνυμα τούτοις ἐνοι‐ κοῦντα δαιμόνια, τῆς ἀπὸ τῶν μιασμάτων ἡδονῆς ἀπολαύοντα· διόπερ οἱ τὰ εἰδωλόθυτα ἐσθίοντες, κοι‐ νωνοὶ τραπέζης λέγονται δαιμονίων, ἅπερ δηλοῖ, καὶ
25τότε φησὶν, «Ἤξει εἰς Αἴγυπτον Κύριος καὶ σει‐ σθήσεται τὰ χειροποίητα Αἰγύπτου, καὶ ἡ καρδία αὐτῶν ἡττηθήσεται.» Ἐσείσθη γὰρ εἰς ἄβυσσον ἐλαυνόμενα κατὰ τὴν τοῦ Σωτῆρος ἐπιδημίαν. Διὰ τοῦτο, ἐπικατάρατος ὅστις ποιήσει γλυπτὸν ἢ χωνευ‐
30τὸν, καὶ θήσει αὐτὸ ἐν ἀποκρύφῳ. Κακὸν γὰρ ἑαυτῷ θησαυρίζει τὸν τῷ γλυπτῷ παρεπόμενον δαίμονα.
35 ιβ—ιθʹ. Καὶ ἔσται, ὅταν συντελέσῃ Κύριος πάντα ποιῶν ἐν τῷ ὄρει Σιὼν, καὶ Ἱερουσαλὴμ, ἐπάξει ἐπὶ τὸν νοῦν τὸν μέγαν, τὸν ἄρχοντα τῶν Ἀσ‐ συρίων, καὶ ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ. Εἶπε γάρ· Τῇ ἰσχύϊ ποιήσω, καὶ τῇ σοφίᾳ
40τῆς συνέσεως ἀφελῶ ὄρια ἐθνῶν, κ.τ.λ. Ἔτι φησὶν, Ἔτι τοῖς Ἀσσυρίοις ἐνδίδωμι, μέχρι χειρώσονται καὶ τὴν Ἱερουσαλὴμ ὥσπερ τὸν Ἰσραήλ. Μετὰ ταῦτα γὰρ, ἐπὶ τὸν νοῦν τὸν μέγαν ἐπάξειν φησὶ, τὸν ἐν κακίᾳ μέγαν δηλῶν, ἢ τὸν παρ’ ἑαυτῷ,
45ἢ παρὰ τῶν ὑπηκόων κολακευόντων οὕτω λεγόμενον. Κυρίως γὰρ νοῦς μέγας, ὁ κατ’ ἀρετὴν καὶ γνῶσιν τέλειος ὢν, καὶ μηδὲν σμικρὸν περὶ Θεοῦ καὶ τῶν κριμάτων αὐτοῦ λογιζόμενος, ἐπάξειν δέ φησιν, ἐπεὶ μὴ δόξαν δέδωκεν ἐπὶ τοῖς αὐτῷ παραδοθεῖσιν Θεῷ,

2025

(50)

τὴν ἰδίαν προτάξας ἰσχὺν, ἢ τὴν τῶν εἰδώλων, οἷς ἀνέθηκε καὶ σκεύη τὰ ἱερὰ τοῦ Θεοῦ. Ἀλληγορίας δὲ νόμῳ, νοῦν μέγαν, ἢ τὸν ἀρχέκακόν φησι τὸν συναποστήσαντα πολλοὺς ἑαυτῷ, τροπικῶς νῦν Ἀσ‐ συρίους λεχθέντας· ἤγουν δύναμιν ἀντικειμένην
55ἀπλῶς, ἄρχουσαν Ἀσσυρίων, ὡς λέγεται ὁ ἄρχων
βασιλείας Περσῶν, ἢ Μήδων, ἢ τῶν Ἑλλήνων. Συν‐2025

2028

έσει τοίνυν ἰδίᾳ καὶ δυνάμει τὰ πραχθέντα τοῖς Ἀσσυρίοις ἀνέθηκεν οὖν ἑαυτὸν εἶναι μέγαν δο‐ κῶν, μὴ θέμενος πρὸ τῶν ὀφθαλμῶν τὴν εἰρήνην τοῦ Θεοῦ τὴν ὑπερέχουσαν πάντα νοῦν, ὑπερηφάνοις
5δὲ ὀφθαλμοῖς κατεπαρθεὶς τοῦ Θεοῦ. Λέγοι δ’ ἂν καὶ μέγαν νοῦν ὡς φρόνησιν τὴν πανουργίαν ἐπὶ κακῷ, ὡς ὁ ὄφις φρονιμώτερος τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς· ὅπερ ὁ θεῖος Ἀπόστολος ἐξηγούμενος πρὸς Κοριν‐ θίους, «Φοβοῦμαι, φησὶ, μήπως ὡς ὁ ὄφις ἐξηπά‐
10τηκεν Εὔαν ἐν τῇ πανουργίᾳ αὐτοῦ.» Καὶ ὁ Σωτὴρ δέ φησιν, ὡς ὁ οἰκονόμος τῆς ἀδικίας φρονίμως ἐποίησεν· καὶ οἱ υἱοὶ τοῦ αἰῶνος τούτου φρονιμώτεροι ὑπὲρ τοὺς υἱοὺς τοῦ φωτός. Ἐπεὶ, καὶ νοῦν εἶναί φασι φρόνησιν συνεστραμμένην. Οὗτος οὖν ὁ νοῦς,
15ἐπεὶ οἶδεν, ὡς σοφοῦ οἱ ὀφθαλμοὶ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, δοξάζει τοὺς ὀφθαλμοὺς αὐτοῦ, ὡς τῶν γηΐνων κρείττων, ἄνω τε βλέπων καὶ μὴ κύπτων εἰς γῆν. Τοιοῦτοι γὰρ οἱ παρ’ Ἕλλησι σοφοὶ, ζῶντες μὲν κακῶς· δι’ ὧν δὲ περί τε οὐρανοῦ καὶ τῶν μετεώρων
20φασὶ, δόξαν τινα τοῖς ὀφθαλμοῖς τοῖς ἰδίοις περι‐ τιθέμενοι. Ὀφθαλμοὺς οὖν τὰς ἐννοίας φησίν. Ἀλλ’ ὁ καρδίας ὁρῶν καὶ νεφροὺς, καὶ τὰ κεκρυμμένα καθίστησιν ἐναργῆ, λέγων ὡς διενοήθη παντοδαπῇ δυνάμει θαῤῥῶν καὶ τέχνῃ στρατηγικῇ, τὰ μὲν οἷς
25διώρισται τὰ ἔθνη παρ’ ἀλλήλων περιελεῖν, μιᾶς δὲ βασιλείας ἕνα μόνον ὅρον ποιεῖν, τοῖς ἑαυτοῦ σκή‐ πτροις ὑποτάξας αὐτὰ, ἃ δὴ καλῶς διώρισεν ὁ Θεὸς, ὅτε διεμέριζεν ὁ Ὕψιστος ἔθνη. Μηδένα γὰρ ἐφορᾷν, μηδὲ Θεῷ μέλλειν τῶν ἐπὶ γῆς. Τοῦτο γὰρ ἡ τῶν
30ὠῶν καὶ νεοττῶν ἐρημία δηλοῖ. Τὰ δὲ ὠὰ μετὰ τοὺς νεοττοὺς ἐν ἐπιτάσει τῆς ὀλιγωρίας ἐπήνεγκεν. Ἐχρῆν δέ σε σκοπῆσαι, φησὶν, ὡς ὄργανον ἐγένου Θεοῦ, καθάπερ ἀξίνη, πρίων τε καὶ ῥάβδος τοῦ κινοῦντος δεόμενα. Δύναμιν γὰρ ἀφ’ ἑαυτῶν οὐδε‐
35μίαν πρὸς κίνησιν ἔχουσιν, ἀλλ’ ἐπεὶ μὴ οὕτως ἐλο‐ γίσω, μηδὲ τὴν ἰσχὺν ὅθεν ἔχεις ἐπέγνως, ὁ τῶν δυνάμεων Κύριος ἀτιμίᾳ τὴν σὴν τιμὴν διαδέξε‐ ται. Τιμὴν δέ φασι τὴν ὑποκειμένην αὐτῷ στρα‐ τιὰν, ἐφ’ ᾗ καὶ δεδόξαστο. Ἣν καὶ πῦρ ἀναλώσειν
40φησίν. Διαφέρει δὲ κατά τινας τοῦ κλέους ἡ δόξα. Τὴν μὲν γὰρ εἶναι τὸν ἀπὸ τῶν πολλῶν ἔπαινον. Τὸ δὲ κλέος τὸν ἀπὸ τῶν ἀγαθῶν. Καὶ τιμὴ μὲν ἡ ἀπὸ τῶν τυχόντων ἔσθ’ ὅτε. Τὸ δὲ γέρας ἆθλόν ἐστιν ἀρετῆς. Εἶτα τούτοις ἐπήνεγκεν, ὡς ὁ πάλαι φωτί‐
45ζων τὸν ἑαυτοῦ λαὸν καὶ ἁγιάζων αὐτὸν Θεὸς, σοὶ τῷ ὑπερηφάνῳ γενήσεται πῦρ. Ἀντὶ γὰρ τοῦ, καὶ ἁγιάσει αὐτὸν ἐπὶ πυρὶ καιομένῳ, ἐξέδωκε Σύμμαχος· καὶ ὁ ἅγιος αὐτοῦ εἰς φλόγας. Ἀντὶ δὲ τοῦ, καταφάγε‐ ται ὡσεὶ χόρτον τὴν ὕλην· καταφάγεται τὰ ἀπο‐

2028

(50)

κείμενα αὐτοῦ, καὶ τὰ πεφυλαγμένα αὐτοῦ, ἐν ἡμέρᾳ μιᾷ. Καὶ ἡ δόξα τοῦ δρυμοῦ αὐτοῦ, καὶ τοῦ Καρμήλου αὐτοῦ; ἀπὸ ψυχῆς ἕως καρπὸς ἀναλω‐ θήσεται. Καὶ ἔσται ὡς τετμημένος φεύγων. Τὰ δὲ ἐπίλοιπα τῶν ξύλων τοῦ δρυμοῦ αὐτοῦ ἀριθμῷ
55ἔσονται, καὶ παιδίον γράψει αὐτά. Δρυμὸν μὲν2027

2029

λέγων τὰ πλήθη τὰ σὺν αὐτῷ· Κάρμηλον δὲ, αὐτοῦ τὸν πλοῦτον καὶ τὴν τρυφήν· ἅπερ ἀναλωθῆναί φησιν ὑπὸ τῆς κολαστικῆς δυνάμεως τοῦ προλεχθέντος πυρός. Ὧν αὐτῷ συμβάντων δρασμῷ χρησάμενος
5φεύξεται σὺν τοῖς μετ’ αὐτοῦ· οἱ δὲ περιλειφθέντες οὕτως ἔσονται βραχεῖς ὡς καὶ παιδίον αὐτῶν γραφῇ παραδοῦναι τὸν ἀριθμόν. Καθῃρέθη δὲ παραχρῆμα κατὰ τὰ προθεσπισθέντα τῶν Ἀσσυρίων ἡ δυνα‐ στεία. Τινὲς δὲ, τὸ ἁγιάσει αὐτὸν, τοῦτ’ ἔστιν ἀνα‐
10κείμενον τῷ Θεῷ δείξει τὸν Ἰσραήλ· τοιοῦτον γὰρ καὶ τὸ, Ἁγίασόν μοι πᾶν πρωτότοκον διανοῖγον μή‐ τραν, τὰ ἀῤῥενικὰ τῷ Κυρίῳ, ἀντὶ τοῦ, Ἀνάθες. Ἁγιάσεσθαι γὰρ οὐ πάντως τὸ μετέχειν ἁγιασμοῦ, ἀλλὰ καὶ τῷ Θεῷ ἀνακεῖσθαι. Εἰ γὰρ μὴ ἴδιον ἡγεῖτο
15λαὸν, οὐκ ἂν ἐξέκαυσε κατὰ τῶν ἐναντίων τὸ πῦρ. Βουνοῖς δὲ καὶ ὄρεσι καὶ δρυμοῖς, τὴν τῶν Ἀσ‐ συρίων μετὰ τῶν ἡγουμένων ἀπεικάζει πληθὺν, οἵπερ ἀποσβεσθήσονται πάλαι ὄντες δεινοὶ καὶ θερμοί· θανάτο γὰρ αὐτῶν καταφάγεται μόνον οὐχὶ ψυχάς
20τε καὶ σώματα, ὅτε καὶ βραχὺ τὸ λειπόμενον. Τὴν δὲ παροῦσαν τινὲς τιμωρίαν ἐπὶ Ῥαψάκου γεγονέναι νοοῦσιν, μεθ’ οὗ δὲ καλειφθέντες τὸν ἀριθμὸν τῷ τῶν Ἀσσυρίων ἀπήγγειλαν βασιλεῖ. Διττῆς δὲ οὔσης τῆς τοῦ πυρὸς ἐνεργείας, διένειμε τὴν μὲν φωτιστι‐
25κὴν Ἰσραήλ· τὴν καυστικὴν δὲ, τοῖς Ἀσσυρίοις, διὰ τὴν ὑπερηφανίαν μεγάλου νοῦ πρὸς ἐναντίαν τάξιν τῶν πραγμάτων μεταχωρούντων. Ἁγιάζει δὲ, φασὶ, τὸ πῦρ, ἐπειδὰν φάγῃ ὡς χόρτον τὴν ὕλην. Ἐπεὶ οὖν πῦρ καταναλίσκον ἐστὶν ὁ Θεὸς, τὰ ἐξ ὕλης ἐλ‐
30θόντα δαπανήσεται πάθη, καὶ τότε τὰ ὅρη τοῦ καίε‐ σθαι παύσεται. Τὸ δὲ πῦρ τῶν λογικῶν τούτων ὀρῶν τε καὶ βουνῶν καὶ δρυμοῦ, ἀπὸ ψυχῶν ἀρξά‐ μενον, εἰς σάρκας αὐτὰς καταντήσεται. Καλεῖ δὲ, φασὶν, ἡ Γραφὴ ὄρη μὲν, τοὺς ἐν προτερήμασί
35τισιν, ὅσον ἐπὶ τῇ κατασκευῇ γεγονότας· δρυμοὺς δὲ, τοὺς ἀκάρπους καὶ μὴ φοιτείαν ἔχοντας τὴν τοῦ ἀληθινοῦ γεωργοῦ. Πάντων μέντοι τὸ πῦρ ἅπτεται ἀρξάμενον ἀπὸ ψυχῆς τῶν ἐν τῷ νῷ παθημάτων· εἰ μέχρι τούτων σταίη τὸ κακὸν, τὴν ἐνταῦθα
40μόνον ἀναλώσειεν ὕλην. Εἰ δὲ καὶ πρὸς πρᾶξιν ταῦτα χωρήσειε τὴν σαρκὸς, καὶ εἰς τὰς σάρκας αὐτὰς καταντήσεται. Οἷον εἰ σταίη μοιχεία μέχρι ψυχῆς, ἵσταται καὶ τὸ πῦρ. Ἐνέβλεψε γὰρ μόνον γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι, ἀλλ’ οὐκ ἔφθειρε τὸν ναὸν
45τοῦ Θεοῦ, ποιήσας τὰ μέλη τοῦ Χριστοῦ, πόρνης μέλη. Εἰ δὲ προέλθοι πρὸς σῶμα, μέχρι τούτου χωρεῖ εἰς τὸ πῦρ, καὶ ἔστι, φησὶν, ὁ φεύγων, ὡς ὁ φεύγων ἀπὸ φλογὸς καιομένης. Τάχα ὁ φεύγων ἀπὸ τοῦ ἐμπρησμοῦ, ἐπιστροφῇ, καὶ μετανοίᾳ, φεύγει τὴν

2029

(50)

κολάζουσαν φλόγα. Οἱ δὲ καταλειφθέντες ἔσονται ἀριθμὸς, οὐ μόνον διὰ τὸ εὐαρίθμητον, ἀλλ’ ὅτι καὶ ἄξιοι πρὸς ἀριθμὸν ἀναλαμβάνεσθαι θεῖον, κατὰ τοὺς ἀριθμηθέντας ἐν τῇ βίβλῳ τῶν Ἀριθμῶν. «Χαίρετε γὰρ, φησὶν ὁ Σωτὴρ, ὅτι τὰ ὀνόματα ὑμῶν ἐγγέγρα‐
55πται ἐν τοῖς οὐρανοῖς.» Παιδίον δὲ τὸ γράφον ταύ‐2029

2032

την τὴν ἐγγραφὴν, περὶ οὗπερ ἐλέχθη, ὅτι παιδίον ἐγενήθη ἡμῖν υἱὸς, ᾧ προσεκύνησαν Μάγοι, ὃ κατῆλθεν εἰς Αἴγυπτον, καὶ πάλιν ἦλθεν εἰς γῆν Ἰσραὴλ, ὅπερ γράφει τοὺς διὰ μετανοίας εἰς Θεὸν
5ἐπιστρέφοντας.
16 κ—κγʹ. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνη, οὐκέτι προστεθήσεται καταλειφθὲν Ἰσραήλ. Καὶ οἱ σω‐ θέντες τοῦ Ἰακὼβ οὐκέτι μὴ πεποιθότες ὦσιν ἐπὶ τοὺς ἀδικήσαντας αὐτούς· ἀλλὰ ἔσονται
20πεποιθότες ἐπὶ τὸν Θεὸν τὸν ἅγιον τοῦ Ἰσραὴλ τῇ ἀληθείᾳ, κ.τ.λ. Ὅτε, φησὶ, καταστραφῶσιν Ἀσσύριοι, οἱ περι‐ λειφθέντες τοῦ λαοῦ τοῦ αἰχμαλωτισθέντος, οὓς ἐλευθέρους ὁ Κύρος ἀπέπεμψεν, οὐκ ἔσονται πεποι‐
25θότες ἐπὶ τοὺς Ἀσσυρίους τοὺς ἠδικηκότας αὐτοὺς, ὅπερ φαίνεται ποιήσας Ἄχαζ, τοὺς ἱεροὺς θησαυ‐ ροὺς καὶ τοὺς βασιλικοὺς ἀποστείλας τῶν Ἀσσυ‐ ρίων τῷ βασιλεῖ, λέγων· Δοῦλός σου ἐγώ. Ἀνάβηθι καὶ σῶσόν με ἐκ χειρὸς βασιλέως Συρίας, καὶ ἐκ
30χειρὸς βασιλέως Ἰσραὴλ, ὅτε καὶ ἀνελθὼν συνέλαβε Δαμασκὸν, καὶ τὸν Ῥαασσὼν ἀπέστρεψεν. Οὐκ ἐπ’ ἀνθρώπῳ τοίνυν, Θεῷ δὲ μόνον οἵγε σωθέντες θαῤῥή‐ σουσιν. Λέγοι δ’ ἂν καὶ τὸ, μὴ πάλιν προσέχειν οἷς πάλαι προσέκειντο δαίμοσιν τοῖς τὰς αὐτῶν ἠδικηκόσι
35ψυχάς. Τινὲς δέ φασιν εἰρῆσθαι ταῦτα περὶ τῶν δι’ ἐπιστροφῆς ἐπὶ Θεῷ τὴν ἐλπίδα θεμένων. Οἱ γὰρ ἁμαρτωλοὶ τοῖς αὐτοὺς ἀδικοῦσι προστίθενται· μόνος δὲ πέποιθεν ἐν ἀληθείᾳ Θεῷ, ὁ μηδενὶ τῶν φαινο‐ μένων θαῤῥῶν, ταῖς ἐλπίσι μὴ μεριζόμενος, τὸ δὲ
40πᾶν ἀπονείμας Θεῷ. Τὸ δὲ κατάλειμμα, περὶ οὗ ἐπιφέρει ὅτι σωθήσεται, ἀορίστως λέγων περὶ αὐ‐ τοῦ, ἕτερόν ἐστιν παρὰ τὸ λεχθὲν, οὐκέτι προστε‐ θήσεται τὸ καταλειφθὲν Ἰσραήλ. Τοῦτο μὲν γὰρ, τὸ ἐκ τῆς αἰχμαλωσίας ἐπανελθόν· τὸ δὲ πρῶτον
45τοιοῦτόν ἐστιν, καὶ ὁ τῆς θαλάττης ψάμμος ἄπει‐ ρος ἀριθμῷ, πρὸς γεωργίαν δὲ ἄχρηστος. Ὅταν οὖν πληθυνθεὶς Ἰσραὴλ ἄχρηστος ἐν τῇ καρποφορίᾳ γέ‐ νηται τῇ κατὰ Θεὸν, τὸ μὲν πλῆθος αὐτῶν ἀπολεῖ‐ ται, τὸ κατάλειμμα δὲ σωθήσεται. Μετὰ γὰρ τὴν

2032

(50)

ἀπὸ Βαβυλῶνος ἐπάνοδον μέχρι τῶν Ῥωμαϊκῶν χρό‐ νων, εἰς πλῆθος ἐπέδωκαν ἄχρηστον, ἐξ ὧν οἱ εἰς Χριστὸν πεπιστευκότες ἐσώθησαν. Τοῦτο δὲ, φησὶν, ἔσται, ἐπειδ’ ἂν συντετμημένον ἐπὶ γῆς ποιήσειε λόγον. Οἷος ὁ εὐαγγελικὸς, μὴ περιέχων τὰ παρὰ
55τῷ Μωϋσεῖ παραγγέλματα. Τὰ δὲ ῥήματα ταῦτα2031

2033

παρέθηκεν ἐν τῇ πρὸς Ῥωμαίους ὁ Παῦλος, ὀλίγην ἔχοντα τὴν παραλλαγήν· οὐδὲ γὰρ, ὡς ἡμεῖς, ἠκολού‐ θει τοῖς ἑρμηνεύσασιν· Ἑβραῖος δὲ ὑπάρχων, κατὰ τὸ δόξαν αὐτῷ τὴν ῥῆσιν ἑρμήνευσε. Καὶ οἱ ἄλλοι δὲ
5μᾶλλον τῇ ἀποστολικῇ διηγήσει συνέδραμον. Φησὶ δὲ, Μὴ θαυμάσῃς εἰ ὀλίγοι εἰσὶν οἱ ὑπὸ τοῦ παιδίου γραφόμενοι. Πολλοὶ γὰρ ὀνόματι, ὀλίγοι δὲ τοῖς ἔρ‐ γοις τὸν Χριστὸν ἐπιγράφονται. Ὁ δὲ τρόπος τῆς σωτηρίας, τὸ τοῦ μὲν νόμου τὸ χάρισμα, τῶν δὲ
10προφητῶν τὴν διάταξιν, ἐν τῇ βραχυλογίᾳ τοῦ Εὐαγ‐ γελίου περιλαβεῖν. Ἀγαπήσεις γὰρ Κύριον τὸν Θεόν σου, καὶ ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν. Ὁ οὖν συντελῶν καὶ πρὸς ἔργον ἄγων τὸν λόγον, συν‐ τεμών τε αὐτὸν καὶ συγκεφαλαιούμενος αὐτοῦ τὸ
15πλάτος ἐν ταῖς βραχυτάταις ἐντολαῖς, οὗτός ἐστι τὸ κατάλειμμα τὸ σωζόμενον. Πάντα, φησὶν, ὅσα ἐὰν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, κατὰ ταῦτα καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς. Οὗτος γάρ ἐστιν ὁ νόμος καὶ οἱ προφῆται. Ὁρᾷς ἐν τῇ φυσικῇ ἐννοίᾳ ὅλον
20τὸν λόγον συντελούμενόν τε καὶ συντεμνόμενον, ὅπερ δὲ ἐλέγομεν προλαβόντες περὶ τοῦ Θεὸς ἰσχυ‐ ρὸς, ὅτι παρ’ Ἑβραίοις τὸ Ἤλ σημαίνει Θεὸν, τοῦ‐ το καὶ νῦν βεβαιοῦται· τὸ γὰρ ἐπὶ Θεὸν ἰσχυρὸν, τὸ Ἤλ ἔχει τὸ Ἑβραϊκόν.
28 κδ—λβʹ. Διὰ τοῦτο τάδε λέγει Κύριος Σαβαώθ· Μὴ φοβοῦ, ὁ λαός μου, οἱ κατοικοῦντες ἐν Σιὼν,
30ἀπὸ Ἀσσυρίων, ὅτι ἐν ῥάβδῳ πατάξει σε· πλη‐ γὴν γὰρ ἐπάξω ἐπὶ σὲ, τοῦ ἰδεῖν ὁδὸν Αἰ‐ γύπτου. Ἔτι γὰρ μικρὸν, καὶ παύσεται ἡ ὀρ‐ γὴ, κ.τ.λ. Πληρώσας ὁ λόγος τὰ περὶ τῆς Ἱερουσαλὴμ, ὡς
35ἴσα πείσεται τῷ Ἰσραήλ· καὶ τὸν Ἀσσύριον ὁποῖα μένει δεινὰ, περί τε τῶν ἐς ὕστερον εὐσεβούντων εἰπών· ἃ δὴ μακροῖς ὕστερον συνέβαινε χρόνοις· νῦν περὶ τοῦ κατὰ τὸν Ἡσαΐαν χρόνου φησὶν, ὅτε κατὰ Ἱερουσαλὴμ ὁ Ἀσσύριος ἐπὶ τῆς Ἐζεκίου βα‐
40σιλείας ἐστράτευσεν. Ἀγωνιῶσι γὰρ τοῖς τότε διὰ τὴν μέλλουσαν ἔφοδον, μὴ καὶ λάθωσι τοῖς ἐν Σαμα‐ ρείᾳ πεπονθότες προσόμοια, παραινεῖ μὴ δεδιέναι τοὺς Ἀσσυρίους. Ἥξει μὲν γὰρ, φησὶ, καὶ βραχείας πειραθήσεσθε τῆς πληγῆς, ὡσανεὶ ῥάβδῳ παιόμε‐
45νοι, πλὴν ἄπρακτος ἄπεισιν πληγῇ θειοτέρᾳ βαλλό‐ μενος. Αἴτιος δὲ τούτων εὐσεβὴς ὢν Ἐζεκίας, ἀλλ’ οὐ κατὰ τὸν Ἄχαζ τὸν πατέρα γενόμενος, καὶ τοὺς ὑπηκόους μεταβαλὼν εἰς εὐσέβειαν. Διό φησιν· Μὴ φοβοῦ, λαός μου. Οὐ πολέμῳ γὰρ πληγήσῃ. Καὶ

2033

(50)

ἡ κατὰ σοῦ δὲ ῥάβδος ὀλιγοχρόνιος γίνεται. Πληγή‐ σῃ δὲ ὅμως, τῇ ὁδῷ σαυτὸν Αἰγύπτου ζήλῳ τῆς εἰδωλολατρείας ἐπὶ Ἄχαζ τοῦ βασιλέως ἐκδούς. Εὐ‐ σεβούντων δὲ θᾶττον ὁ Ἀσσύριος φεύξεται ἐκ τόπου τόπον ἀσχημόνως ἀμείβων, διά τε χώρας ὑμετέρας
55καὶ πόλεων. Καὶ διαγράφει τὴν φυγὴν ὀφθαλμοῖς,
Θεοῦ τὰ μέλλοντα παρόντα δεικνύς. Τὸ δὲ, Πληγὴν2033

2036

γὰρ ἐπάγει ἐπὶ σὲ, τοῦ ἰδεῖν ὁδὸν Αἰγύπτου, Σύμ‐ μαχος οὔτως ἑρμήνευσεν· Ἐν ῥάβδῳ πλήξει, καὶ τὴν βακτηρίαν αὐτοῦ ἐπαρεῖ ἐπὶ σὲ, διὰ τὴν ὁδὸν Αἰγύπτου. Ἄλλοι δέ φασιν, ὡς Ὠσηὲ ὁ τοῦ
5Ἠλιᾶ, βασιλεὺς Ἰσραὴλ, Σαλμανασὰρ τῷ τῶν Ἀσσυ‐ ρίων δουλωθεὶς βασιλεῖ, παραβὰς ἐπεκαλεῖτο πρὸς συμμαχίαν Σιγὼρ Βασιλέα Αἰγύπτου· ὁ δὲ Ἀσσύριος ἀγανακτήσας δεσμώτην αὐτὸν ἐποιήσατο, ὡς ἐν τε‐ τάρτῃ τῶν Βασιλειῶν φησιν. Ἠγανάκτησε γὰρ, φα‐
10σὶν, ὁ Θεὸς, ὅτι μὴ ἐπ’ αὐτῷ θαῤῥήσας, ἐπὶ τὸν Αἰγύπτιον ἤλπισεν. Ὥσπερ οὖν καὶ ὅτε Ἄχαζ τὸν Ἀσσύριον ἐπεκαλέσατο κατὰ τῆς Δαμασκοῦ. Ἀλλ’ οὐδὲν ταῦτα πρὸς τοὺς ἐν Ἱερουσαλὴμ, πρὸς οὓς νῦν ὁ λόγος ἐστὶν, εἰ ὁ Ἰσραὴλ ἐπεκαλέσατο τὸν Αἰγύ‐
15πτιον. Τῷ δὲ Ἀσσυρίῳ, φησὶν, ἐπεγερεῖ Κύριος μάστιγα κατὰ τὴν πληγὴν Μαδιάμ. Ἀντὶ δὲ τοῦ, ἐν τόπῳ θλίψεως, Σύμμαχος ἐξέδωκεν, Σοῦρ Χω‐ ρὴβ, ὡς μὴ δύνασθαι νοεῖν ἡμᾶς τὴν ἐπὶ τοῦ Γεδεὼν κατὰ τῶν Μαδιηνέων πληγὴν, ἀλλὰ τὴν ἐπὶ τοῦ
20Μωϋσέως. Ἡ μὲν γὰρ ἔρημος ἐκαλεῖτο Σοῦρ. Τὸ δὲ ὄρος ἐκαλεῖτο Χωρὴβ, ὡς ἐκ τῶν Ἀριθμῶν ἐγνώκα‐ μεν, ὅτε καὶ ἀπέκτειναν πᾶν ἀρσενικὸν καὶ τοὺς βα‐ σιλεῖς Μαδιάμ· οἱ δὲ Ἀσσύριοι πληγέντες τῇ ἐμῇ μάστιγι, ἀποστρέψουσιν ἐν τῇ ὁδῷ τῇ κατὰ θά‐
25λασσαν.
29Τὴν γὰρ κατ’ Αἴγυπτον ὁδὸν ὁ Ἀσσύριος φεύγων
30ἀπήγει, ἐπαναστάντων Αἰθιόπων αὐτῷ, κατὰ τὴν ἱστορίαν εἰποῦσαν· «Καὶ ἀπέστρεψε Ῥαψάκης, καὶ εὗρε τὸν βασιλέα Ἀσσυρίων πολεμοῦντα ἐπὶ Λαβνᾶ, ὅτι ἤκουσεν ὅτι ἀπῆρεν ἐπὶ Λάχεις. Καὶ ἤκουσε Θαραχᾶ βασιλεὺς Αἰθιόπων λέγων, Ἰδοὺ ἐξ‐
35ῆλθον ζητεῖν μετὰ σοῦ.» Τινὲς δέ φασιν ὡς ἀγανα‐ κτήσας τῶν Ἀσσυρίων ὁ βασιλεὺς κατὰ τοῦ βασι‐ λέως Αἰγύπτου, ἐφ’ οἷς ἐπηγγείλατο συμμαχεῖν τῷ Ὠσηὲ τῷ βασιλεῖ Ἰσραὴλ, κατ’ Αἰγυπτίων ἐστρά‐ τευσε, σύμφωνα τοῖς φθάσασι λέγοντες. Ἀλλ’ εἰρή‐
40καμεν ὡς οὐδὲν ταῦτα πρὸς Ἱερουσαλήμ. Καὶ νῦν δὲ φυγὴν ὁ λόγος τῶν Ἀσσυρίων ἔσεσθαι προθε‐ σπίζει, ἀλλ’ οὐκ εὐημερίαν τοσαύτην, ὡς καὶ καθ’ ἑτέρων στρατεύεσθαι. Ἀλλ’ ἐκεῖνος μὲν, φησὶ, ταῦτα πείσεται. Ὑμεῖς δὲ τεύξεσθε παραμυθίας, μηκέτι
45ὑποκείμενοι τῷ ζυγῷ τῶν Ἀσσυρίων. Φησὶ γὰρ ἐν ταῖς Βασιλείαις, ὡς ὁ Ἀσσύριος Ἐζεκίᾳ φόρον ἐπέθηκε τριακόσια τάλαντα χρυσίου. Καὶ κινήσας, τούς τε ἱεροὺς θησαυροὺς καὶ τοὺς βασιλικοὺς παρ‐ έσχεν αὐτῷ. Ζυγὸν οὖν εἰκότως τοῦτον ἐκάλεσε. Διὸ

2036

(50)

προστάττονται παρακαλεῖν τὸν λαὸν, οἱ τοῦτο πρᾶξαι δυνάμενοι. Τί δὲ παρακαλεῖν; ὑπὲρ τοῦ μεῖναι, καὶ μὴ φόβῳ μελετῆσαι δρασμόν. Τινὲς δέ φασιν, Παρακαλεῖτε ταύτῃ τῇ τῆς εὐσεβείας ἐμ‐
μένειν ὁδῷ· ὡς δὲ περὶ τῶν ὅσον οὔπω γενησομένων2035

2037

θεσπίζων, τὸ σήμερον εἰκότως προσέθηκε, πρὸς ἀντιδιαστολὴν τῶν χρόνοις ὕστερον ἐσομένων περί τε τὸν Ἀσσύριον, καὶ τὸ κατάλειμμα τοῦ Ἰακώβ· ἃ δὴ πρὸ τῶν νυνὶ προκειμένων ἐλέγετο. Διό φησιν· Παρα‐
5καλεῖτε σήμερον μὴ φυγεῖν, τὴν νῦν δὴ καὶ σήμε‐ ρον ἐπ’ Ἐζεκίου τῶν Ἀσσυρίων μέλλουσαν ἔφοδον. Βουνοὺς δέ φησιν, τοὺς ἐπαναβεβηκότας ψυχῇ, καὶ φρονήματι, προφήτας καὶ ἱερέας. Ἐπεὶ καὶ ἀλλαχοῦ φησιν· «Παρακαλεῖτε τὸν λαόν μου, λέγει ὁ Θεὸς,
10ἱερεῖς, λαλήσατε εἰς τὴν καρδίαν Ἱερουσαλὴμ, παρα‐ καλεῖτε αὐτήν. Κατὰ τὴν βουλὴν δὲ αὐτῶν λέγει τῶν Ἀσσυρίων, τοῦτ’ ἔστι, Πείσονται θᾶττον ἃ καθ’ ὑμῶν ἐβουλεύσατο.
16 λγ—λδʹ. Ἰδοὺ ὁ Δεσπότης Κύριος Σαβαὼθ συν‐ ταράσσει τοὺς ἐνδόξους μετὰ ἰσχύος· καὶ οἱ ὑψηλοὶ τῇ ὕβρει συντριβήσονται, καὶ ταπεινωθή‐ σονται, καὶ πεσοῦνται οἱ ὑψηλοὶ μαχαίρᾳ· ὁ δὲ
20Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται. Αὐτάρκως περὶ τῆς τῶν Ἀσσυρίων ἀλαζονείας εἰπὼν καὶ τῆς καθαιρέσεως, νῦν περὶ τῆς κατ’ ἔθνος πολυαρχίας διεξέρχεται. Ἐθνάρχαι γὰρ ἦσαν εἰδω‐ λολατρείᾳ τὸν Κτίστην ὑβρίζοντες, καὶ πρὸς οἶκον
25φρονήματος ἐπαιρόμενοι. Καὶ τὴν τούτων οὖν προ‐ θεσπίζει καθαίρεσιν. Τινὲς δέ φασιν ὡς περὶ τῆς τοῦ Σωτῆρος ἐπιδημίας μέλλων εἰπεῖν, τοὺς πάλαι φρονοῦντας ἐπὶ τῇ τοῦ νόμου σκιᾷ, καθελεῖν ἐπαγ‐ γέλλεται. Ἰσχυροὶ γὰρ ὄντως τῇ ὕβρει γεγόνασιν,
30οὐ προφήτας μόνον ἀπεκτονότες, καὶ τοῖς τὰ βέλτι‐ στα συμβουλεύουσι μαθηταῖς λέγοντες ἀναιδῶς, Ἄλλα ἡμῖν λαλεῖτε, καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν, ἀλλὰ καὶ αὐτῷ τὴν γλῶτταν ἐπιθήγοντες τῷ Χριστῷ, οἷς ὀξυτάτην τὸν Θεὸν ἐποίσειν ὀργὴν τῆς ἱερωσύ‐
35νης τούτους ἐκτέμνουσαν ἢν ἐκάλεσε μάχαιραν. Εἴποι δ’ ἂν καὶ τῶν πολεμίων τὴν ἐπ’ αὐτοὺς χωρή‐ σασαν μάχαιραν. Ἀλλὰ καὶ ὁ Λίβανος, φησὶ, σὺν τοῖς ὑψηλοῖς πεσεῖται, οὕτω τὸν νεὼν μετὰ τῶν ἐπηρμένων ἱερέων δηλῶν. Λίβανον δὲ καὶ τὴν Ἱε‐
40ρουσαλὴμ οἱ δὲ καλεῖν ἡ Γραφή. Πρὸς ἣν ὁ Ζαχα‐ ρίας φησί· «Διάνοιξον, ὁ Λίβανος. τὰς θύρας σου, καὶ καταφαγέτω πῦρ τὰς κέδρους σου. Ὀλολυξάτω, πίτυς, ὅτι πέπτωκε κέδρος. Ὀλολύξατε, δρύες τῆς Βασανίτιδος, ὅτι κατεσπάσθη ὁ δρυμός σου ὁ σύμ‐
45φυτος.» Κατὰ δὲ τὴν προτέραν ἐξήγησιν, τὴν τῶν κατ’ ἔθνος βασιλέων, καὶ αὐτοῦ τοῦ κατὰ τὸν νόμον ζῶντος λαοῦ παριστῶν τὴν καθαίρεσιν, τὸν χρόνον καθ’ ὃν ἔσται ταῦτα συνάπτει, τὴν εἰς ἀνθρώπους λέ‐ γων πάροδον τοῦ Χριστοῦ. Ἔδει γὰρ αὐτοῦ τὰ περὶ

2037

(50)

τῆς ἐκ Παρθένου γενέσεως ἤδη διδάξαντα, καὶ τὸν τρόπον τῆς γενέσεως, τάς τε ἐπωνύμους προσηγορίας τῶν ἐπινοουμένων ἐν αὐτῷ δυνάμεων, ἀκολούθως συν‐ ειπεῖν, ἐξ ὁποίου γένους, ὁποίας ἔσται φυλῆς, οἷά τε κατορθώσειν αὐτοῦ ἡ εἰς ἀνθρώπους ἤμελλε κάθοδος,
55ἐν οἷς ἐστι καὶ ἡ τῶν κατὰ τόπον ἀρχόντων καθαί‐2037

2040

ρεσις αἰσθητῶν τε καὶ ἀοράτων, οἳ τὴν πλάνην αὐ‐ τοῖς τῆς εἰδωλολατρείας εἰργάζοντο. Τοὺς δὲ ὑψη‐ λοὺς πολλάκις ὠνόμασεν, ὧν τὸ σύστημα τῷ Λιβάνῳ καὶ ταῖς ἐν αὐτῷ κέδροις, διὰ τὸ ὕψος ἀφομοιοῖ,
5συμφώνως τὸ, «Εἶδον τὸν ἀσεβῆ ἐπαιρόμενον ὑπὲρ τὰς κέδρους τοῦ Λιβάνου.» Καὶ πάλιν, «Φωνὴ Κυ‐ ρίου συντρίβοντος κέδρους· συντρίψει Κύριος τὰς κέδρους τοῦ Λιβάνου, καὶ λεπτυνεῖ αὐτὰς ὡς τὸν μόσχον τὸν Λίβανον,» καὶ τὴν Ἱερουσαλὴμ δὲ
10μετὰ τῶν ἱερέων καὶ τῶν ἐν αὐτῇ νομοδιδασκάλων σημαίνων φησίν· δὲ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται.
13tΚΕΦΑΛ. ΙΑʹ.
14α—ιʹ. Καὶ ἐξελεύσεται ῥάβδος ἐκτῆς ῥίζης Ἰεσ‐
15σαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται. Ἀναπαύ‐ σεται ἐπ’ αὐτὸν πνεῦμα τοῦ Θεοῦ. πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, κ.τ.λ. Πῶς δὲ τοῦτο ἔσται, παρίστησιν, ἐκ ῥίζης Ἰεσ‐
20σαὶ ῥάβδον εἰπὼν ἐξελεύσεσθαι, ἣ πάντας συντρί‐ ψει τοὺς ὑψηλούς. Ἀντὶ δὲ τοῦ ἐκ ῥίζης, ἀπὸ κορ‐ μοῦ συμφώνως ἑρμήνευσαν οἱ λοιποί. Καὶ γὰρ ἦν ἡ φυλὴ, καὶ πάτρια, ἐξ ἧς ἦν ὁ Χριστὸς, ὥσπερ τις κορμὸς, οὐκέτι κλάδους ἔχων, τῶν ἐκ διαδοχῆς τοῦ
25Δαβὶδ βασιλέων ἐκλελοιπότων μετὰ τὴν ἅλωσιν τὴν ὑπὸ τῶν Ἀσσυρίων. Τὴν δὲ ῥάβδον, ῥαβδίον Ἀκύ‐ λας ἐξέδωκε, τοῦ Χριστοῦ δηλῶν τὸ κατὰ σάρκα μέ‐ τριόν τε καὶ ταπεινόν. Εἴρητο δὲ πρὸς Δαβίδ· «Ἐκ καρποῦ τῆς ὀσφύος σου θήσομαι ἐπὶ τοῦ θρόνου σου.»
30Οἷς δὴ σύμφωνα καὶ οἱ προφῆταί φασιν, ὡς ἂν παν‐ ταχόθεν μαρτυρούμενον πιστεύηται γεγονός· πρὸς ἃ δὴ βλέπων καὶ ὁ Παῦλός φησιν, «Ὃ προεπηγγεί‐ λατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν Γραφαῖς ἁγίαις περὶ τοῦ Υἱοῦ αὐτοῦ τοῦ γενομένου ἐκ σπέρματος
35Δαβὶδ κατὰ σάρκα.» Δηλοῖ δὲ ἡ ῥάβδος, ἢ τὸ βασι‐ λικὸν ἀξίωμα τοῦ προφητευομένου (σύνθημα γὰρ βασιλείας ἡ ῥάβδος), ἢ τὴν παντοκρατορικὴν αὐτοῦ δύναμιν, δι’ ἧς ἀνέχει τὸ πᾶν. Ἢ δι’ ἧς ἀνέχει τὴν τῶν ἀνθρώπων ἀσθένειαν· κατὰ τὸ, «Ἡ ῥάβδος
40σου καὶ ἡ βακτηρία σου, αὗταί με παρεκάλεσαν.» Ὑποστηρίζει γὰρ δικαίους ὁ Κύριος, κατὰ τὸ γεγραμ‐ μένον. Ὠνόμασται δὲ διὰ φωνῆς προφητῶν ῥάβδος εὐκλεὴς, ῥάβδος μεγαλοσύνης.
46 Ῥάβδος δὲ καὶ ἑτέρως, ἐπείπερ ἐστὶ ποιμὴν ἀγαθός· πρὸς ὅν φησί τις προφήτης· «Ποίμαινε λαόν σου ἐν ῥάβδῳ φυλήν σου, πρόβατα κληρονομίας σου.» Καὶ, ὡς κριτὴς δὲ λέγοιτο ῥάβδος, ἀποδιδοὺς

2040

(50)

ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· πρὸς ὃν εἴρηται περὶ τῶν ἐξ Ἰσραὴλ ἀπειθῶν, «Ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ.» Οὗπερ εἰς τύπον ἐλήφθη καὶ ἡ ῥάβδος Ἀαρὼν, ἡ βλαστήσασα κάρυα· σύμβολον δέ φασιν τοῦτο τῆς πρὸς ὀλίγον τοῦ Σωτῆρος ἐν τῷ θα‐
55νάτῳ κοιμήσεως. Ἀϋπνίας γὰρ εἶναι τὸ δένδρον2039

2041

ποιητικὸν, δι’ ἧς ῥάβδου θείας ὄντως καὶ νοητῆς, Μωϋσῆς θαυματουργῶν εἰς ἐλευθερίαν ἐξῆγε τὸν Ἰσραήλ· διὸ καὶ Θεοῦ ῥάβδον ταύτην ὠνόμαζε. Γέ‐ γονε γὰρ αὐτῷ ῥάβδος δυνάμεως κατὰ τὸ γεγραμ‐
5μένον. Λέγεται δὲ καὶ ἄνθος. Ἐν αὐτῷ γὰρ, ἡμῶν ἡ φύσις πρὸς ἀφθαρσίαν ἀνέθαλεν, καὶ εἰς καινό‐ τητα ζωῆς. Ἄνθος δὲ καὶ διὰ τὴν νοητὴν εὐοσμίαν. «Ἐγὼ γὰρ, φησὶν, ἄνθος τοῦ πεδίου, κρίνον τῶν κοιλάδων.» Λέγει δὲ καὶ ὁ θεῖος Ἀπόστολος, «Τῷ
10δὲ Θεῷ χάρις τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν Χρι‐ στῷ, καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι δι’ ἡμᾶς, ἐν παντὶ τόπῳ, [ὅτι] Χριστοῦ εὐωδία ἐσ‐ μὲν τῷ Θεῷ.» Δηλοῖ δὲ τὸ ἄνθος καὶ τὴν πᾶσιν αὐτοῦ κεχαρισμένην ἐπιδημίαν, ὅτι ἐν βραχεῖ τὴν
15χάριν παρασχόμενος τῆς ἐνανθρωπήσεως, ταχεῖαν καὶ οἱονεὶ παροδικὴν ποιεῖται τὴν ἐπιδημίαν. Ἐπ‐ αναπαύσεσθαι δέ φησι πνεῦμα Θεοῦ πολλὰς ἔχον τὰς ἐνεργείας· οὐχ ὅτι ἦν πνευματοφόρος ψιλὸς γενόμενος ἄνθρωπος, ἀλλ’ ὅτι Θεὸς ἐνανθρωπήσας
20οἰκειοῦται τὰ τῆς ἀνθρωπότητος ἴδια. Ἄνθρωπος γὰρ οὐκ οἴκοθεν ἔχει τὰ χαρίσματα τὰ τοῦ πνεύμα‐ τος, ἀλλ’ αὐτὸ τοῦτο χάρισμά τε καὶ δῶρον Θεοῦ. «Τί γὰρ ἔχεις, φησὶν, ὃ οὐκ ἔλαβες;» Ταῦτα τοίνυν οὐχ ἑαυτῷ, Θεὸς ὢν, ἐδέξατο· ἀλλ’ ἡμῖν τοῖς ἐν ἐν‐
25δείᾳ παντὸς ἀγαθοῦ. Χορηγὸς γὰρ αὐτὸς τοῦ πνεύ‐ ματος, καὶ οὐκ ἐκ μέτρου διδοὺς, ἀλλ’ ὡς ἐξ ἰδίου πληρώματος. Οὐκ οὖν τὸ λαβεῖν ἐπ’ αὐτοῦ, τῷ τῆς κενώσεως λογίζεται μέτρῳ· ἀναπαύσεται δὲ, φησὶν, ἐπ’ αὐτὸν, ἐπὶ τοῦ Ἀδὰμ μὴ ἀναπαυσάμενον πρὸς
30ἁμαρτίαν ἐκκλίναντα, καθὰ καὶ οἱ μετ’ αὐτόν. Πάν‐ τες γὰρ ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, ὁ δὲ Μονογενὴς καίτοι γεγονὼς καθ’ ἡμᾶς ἀνάλωτος ἦν ἁμαρτίαις. Ἐπανεπαύσατο οὖν τῇ τοῦ ἀνθρώπου φύσει τὸ Πνεῦμα τὸ ἅγιον, ὡς, ἐν αὐτῷ πρώτῳ, καὶ ὡς ἐν
35ἀπαρχῇ τοῦ γένους δευτέρᾳ, ὡς ἂν καὶ ἐν ἡμῖν ἐπ‐ αναπαύηται τοῖς πιστεύουσι. Κληρονομοῦμεν γὰρ τῶν τοῦ Χριστοῦ χαρισμάτων, ὡς καὶ τῶν τοῦ πρωτο‐ πλάστου κακῶν. Ὅτι δὲ μὴ μερικὴν εἶχε τὴν τοῦ πνεύματος μέθεξιν, ἀλλ’ ἦν τὸ πλήρωμα τῆς θεότη‐
40τος, τὸ ὡς ἐν ἰδίῳ ναῷ καταλύον σαρκὶ τῇ ψυχῇ νοερᾷ ἐψυχωμένῃ, δηλοῖ λέγων· Καὶ ἐμπλήσει αὐτὸν πνεῦμα φόβου Θεοῦ, καὶ τὰ ἑξῆς. Οὐ καθ’ ἓν δὲ χάρισμα πνεῦμα διάφορον, ἑνὶ δὲ, καὶ τῷ αὐτῷ, διάφοροι πρόσεισιν ἐνέργειαι, κατὰ Παῦλον λέγοντα·
45«Πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα διαιροῦν ἰδίᾳ ἑκάστῳ,» καθὼς βούλεται, ὡς καὶ ὁ τοῦ Θεοῦ Λόγος ἐνεργεῖ πολυτρόπως. Ζωὴ γάρ ἐστι, φῶς τε, καὶ δύναμις. Εἰπὼν δὲ ὅτι τεχθήσεται κατὰ καιροὺς ὁ Ἐμμανουὴλ, τὰ δι’ ὧν ἔσται γνώριμος, προσεπάγει

2041

(50)

χρησίμως, ἀπό τε τῆς ἐν αὐτῷ θεοπρεποῦς ἀρετῆς, καὶ τῆς τῶν ἔργων λαμπρότητος λέγων· Οὐ κατὰ τὴν δόξαν κρινεῖ, οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγξει· ἃ δὴ σαφῶς ἐξέδωκε Σύμμαχος εἰπών· Οὐ τῇ ὁρά‐ σει τῶν ὀφθαλμῶν αὐτοῦ κρινεῖ, οὐδὲ τῇ ἀκοῇ
55τῶν ὠτῶν αὐτοῦ ἐλέγξει· ἐν εὐθύτητι πτωχοὺς2041

2044

γῆς. Μαρτυρεῖ δὲ τούτοις τὰ Εὐαγγέλια. Σὺν παῤ‐ ῥησίᾳ γὰρ ἤλεγχε πολλῇ νῦν μὲν τοὺς ἱερέας, λέγων· Ἀρθήσεται ἀφ’ ὑμῶν ἡ βασιλεία τοῦ Θεοῦ, καὶ δοθή‐ σεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς. Νῦν δὲ
5τοῦς Γραμματεῖς καὶ Φαρισαίους, οὐαὶ τούτοις πολ‐ λάκις εἰπών.
12 Ἀλλ’ οὐδὲ κατὰ τὴν λαλιὰν ἤλεγχεν, εἰς δὲ τὰς καρδίας ὁρῶν ἔφασκε· «Τί με πειράζετε, ὑπο‐ κριταί;» τοῖς Ἡρωδιανοῖς λέγων (πράκτορες δὲ οὗτοι
15τελωνῶν), ἐρωτῶσιν εἰ ἔξεστι δοῦναι κῆνσον Καίσαρι· «Ἐπιδείξατε γάρ μοι, φησὶ, τὸ νόμισμα τοῦ κήνσου,» καὶ τὰ ἑξῆς. Καίτοι λόγοις ἐχρῶντο καλοῖς, «Διδά‐ σκαλε, λέγοντες, οἴδαμεν ὅτι τὴν ὁδὸν τοῦ Θεοῦ διδά‐ σκεις ἐν ἀληθείᾳ·» καὶ ὅμως αὐτοὺς κακουργοῦντας
20ἐξήλεγξε. Καὶ ταπεινῷ δὲ κρίσιν ἔκρινεν, ἠλέγ‐ χετε τοὺς ταπεινοὺς τῆς γῆς, ἢ κατὰ Σύμμαχον, τοὺς πτωχοὺς ἐν εὐθύτητι· περὶ ὧν ἔλεγεν, «Μα‐ κάριοι οἱ πτωχοὶ τῷ πνεύματι,» οἵους εἶναι συνέβαινε τοὺς αὐτοῦ μαθητὰς, οὓς ἤλεγχε, ποτὲ μὲν λέγων·
25«Ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε.» Καὶ πάλιν, «Οὔπω νοεῖτε οὐδὲ συνίετε;» ποτὲ δὲ τῷ Πέτρῳ, «Ὀλιγόπιστε, εἰς τί ἐδίστασας.» Καὶ πλεῖστα τοιαῦτα λέγων δι‐ ήλεγχε. Πρὸς οἷς φησι· Καὶ πατάξει γῆν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ. Ὅμοιον τῷ, «Οὐκ ἦλθον βαλεῖν
30εἰρήνην ἐπὶ τὴν γῆν, ἀλλὰ μάχαιραν.» Μάχαιρα δὲ ὁ λόγος τοῦ στόματος αὐτοῦ, δι’ οὗ τὰ γεώδη φρο‐ νήματα τῶν εἰς αὐτὸν πεπιστευκότων ἀνῄρει. Τινὲς δέ φασιν, ὡς τὸ θεῖον τοῦ Σωτῆρος διὰ τούτων παρ‐ ίσταται. Γῆν γὰρ λέγει μάλιστα μὲν, ἢν ἂν κατ‐
35αρᾶσαι. Τὸ ἀληθὲς δ’ ἂν εἴη καὶ ἐπὶ πάσης τὸ εἰρημένον. Κατηράσατο γὰρ σύμπασαν τὴν ἀνθρώ‐ που φύσιν εἰπών· «Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ.» Καὶ κόσμον ἀσεβῶν ὕδατι καταπνίξας· ἔτι δὲ καὶ τὴν Ἰουδαίαν ἐπὶ τῇ κατ’ αὐτοῦ παροινίᾳ λέγων,
40«Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος.» Ἐγκα‐ ταλειφθεῖσα δὲ παρ’ αὐτοῦ πολέμῳ καὶ πυρὶ δεδα‐ πάνηται. Τὴν δὲ θείαν αὐτοῦ φύσιν πρὸς τοῦτο παρ‐ ίστησι τὸ, Ἐν πνεύματι τὰ χειλέων ἀνελεῖν ἀσε‐ βῆ. Ἐπετίμα γὰρ τοῖς ἀκαθάρτοις πνεύμασι. Καὶ
45ὅσον μὲν ἧκεν εἰς τὸ ἀνθρώπινον, ἡ διὰ στόματος καὶ χειλέων ἀπεκτυπεῖτο φωνή. Τῇ δὲ ἀῤῥήτῳ δυ‐ νάμει τοῦ Πνεύματος τὸ τῶν δαιμονίων συνεθραύετο γένος, ὡς βοῶντας λέγειν· «Τί ἡμῖν καὶ σοὶ, Υἱὲ τοῦ Θεοῦ; ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς. Οἴ‐

2044

(50)

δαμέν σε, τίς εἶ, ὁ ἅγιος τοῦ Θεοῦ.» Ἀλλὰ καὶ ἔσται, φησὶν, δικαιοσύνη ἐζωσμένος τὴν ὀσφὺν αὐτοῦ. Καὶ ἀλήθεια εἰλημμένος τὰς πλευράς. Κατὰ δὲ
τὸν Σύμμαχον, Καὶ ἔσται δικαιοσύνη περίζωμα2043

2045

τῆς ὀσφύος αὐτοῦ. Καὶ ἡ πίστις περίζωμα τῶν λαγόνων αὐτοῦ. Ἀξίωμα γὰρ αὐτῷ τῶν ἐν κόσμῳ τὸ σύμπαν οὐδέν. Ἀντὶ βασιλικῆς δὲ ζώνης χρυσῆς τε καὶ διαλίθου, τὴν δικαιοσύνην φησὶν ἐξῶσθαι
5καὶ τὴν ἀλήθειαν. Δηλοῖ δὲ καὶ ταῦτα τὴν τοῦ λόγου θεότητα, ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιο‐ σύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις, κατὰ τὸν θεῖον Ἀπόστολον. Καὶ ὁ Σωτὴρ δέ φησιν· «Ἐγώ εἰμι τὸ φῶς» ἡ ἀλήθεια καὶ ἡ ζωή. Ἃ δὴ τὸν ἐκ ῥίζης
10Ἰεσσαὶ ζώνης περιέσφιγγον τρόπον, βασιλικῷ τε καὶ στρατικῷ σχήματι τὸ κατὰ τῶν ἀφανῶν καὶ ἀοράτων πολεμίων παράστημα τοῦ λόγου σημαίνοντος. Εἰκὸς δὲ καὶ τὸ εὐαγγελικὸν διὰ τούτου σημαίνεσθαι κή‐ ρυγμα, κατὰ τὸ, «Ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς
15τὸν αἰῶνα, καὶ ὁ νόμος σου ἀλήθεια.» Ἦν μὲν γὰρ καὶ ὁ νόμος δικαιοσύνης διδάσκαλος, ἀλλ’ οὐκ ἔμει‐ νεν εἰς τὸν αἰῶνα τῆς τελειοτέρας ἀντεισηγμένης. Ἦν δὲ καὶ τύπος ἀληθείας· ὁ δὲ Χριστὸς ἔλεγεν, Ἐγώ εἰμι ἡ ἀλήθεια. Διὰ τοσούτων ὥσπερ εἰκονο‐
20γραφήσας τὸν προφητευόμενον, ἑξῆς αὐτοῦ διαγρά‐ φει τὰ κατορθώματα, δηλῶν ὡς τὰ ἤθη τὰ ἁρπα‐ κτικά τε καὶ θηριώδη τὸν τοιοῦτον ἀποθέμενα τρό‐ πον, τοῖς ἐναντίοις ἀνακραθήσεται. Ὁμοῦ τε τοῖς ἐν Ἐκκλησίᾳ νεογνοῖς ὥσπερ ταῦρος καὶ μόσχος
25βοσκηθήσονται, τῆς αὐτῆς ἐκ τῶν θείων Λόγων μετα‐ ληψόμενοι τροφῆς. Καὶ βασιλικοὺς δὲ ἄνδρας καὶ ἐν ἀρχαῖς ὁρῶν πένησι καὶ τοῖς τυχοῦσιν ἐν Ἐκκλη‐ σίᾳ συναναστρεφομένους, εἴποις ἂν τὸ παρὸν πληροῦ‐ σθαι ῥητόν. Οὐκ ἂν δὲ ἁμάρτοις διὰ μὲν τῶν θηρίων
30τοὺς ἐθνικοὺς λέγων σημαίνεσθαι, ἄλλου κατ’ ἄλλο τῆς ἀλογίας εἴδους χαρακτηριζομένους.
38 Διὰ δὲ τῶν ἡμέρων ζώων καὶ καθαρῶν τοὺς Ἰσραη‐ λίτας, οἳ τῇ τοῦ νόμου διδασκαλίᾳ γεγόνασιν ἡμερώ‐
40τεροι, σημαίνοντος τοῦ λόγου μίαν ἐξ ἀμφοῖν συστή‐ σεσθαι ποίμνην ἀγρίων τε καὶ ἡμέρων, ἱερῶν τε καὶ ἀνιέρων ὑπὸ τῷ πάντων ἀρχιποίμενι τῷ νέμειν εἰ‐ δότι, καθά φησιν ὁ προφήτης, ἐν νομῇ ἀγαθῇ καὶ ἐν τόπῳ πίονι. Καλεῖ δὲ μοσχάριον, τὸν νέον τῶν πι‐
45στευσάντων λαὸν τὸν ἐν Χριστῷ νηπιάζοντα. Ταῦρον δὲ τάχα τὸν Ἰσραὴλ, ὡς ἡλικίᾳ προήκοντα· ἤγουν τὸ μὲν τοὺς εἰσαγομένους τῇ πίστει, τὸ δὲ τοὺς ὑπερ‐ κειμένους ἀρετῇ τε καὶ γνώσει. Κατὰ τὸ, «Εὐλό‐ γησεν, Κύριος, τοὺς μικροὺς μετὰ τῶν μεγάλων.»

2045

(50)

Φησὶ δὲ καὶ Δαβίδ· «Πρεσβύται μετὰ νεωτέρων αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου. Τὰς ἐν Χριστῷ γὰρ ἡλικίας καὶ Ἰωάννης ἐμφαίνων γράφει παιδίοις καὶ πατράσι καὶ νεανίσκοις· Καὶ παιδίον, φησὶ, νήπιον ἄξει. Τὸ ἄξει, ἀντὶ τοῦ συνάξει λέλεκται. Καὶ τοῦτο
55δὲ μετὰ τῶν ἄλλων ἐν ἐκκλησίαις ἔστιν ἰδεῖν, τοὺς2045

2048

πλείστους τῶν προεστώτων δι’ ἀπλότητα ψυχῆς καὶ ἀκακίαν οὐδὲν νηπίων διαφέροντας. Ὅμως δ’ οὖν ἡγουμένους τῶν ἀπὸ παντὸς γένους κατὰ τὸ αὐτὸ συναγομένων. Καὶ βοῦς δὲ φησὶ, καὶ ἄρκτος ὁμοῦ
5βοσκηθήσονται, καὶ ἅμα ἔσται τὰ παιδία αὐτῶν. Γεωργικῶν γὰρ ἀνδρῶν καὶ ἀγρίων, πενήτων τε καὶ πλουσίων, πονηρῶν τε καὶ ἀγαθῶν ὅπου παῖδες ἐν Ἐκκλησίᾳ συνέρχονται. Ἴσως δὲ παῖδάς φησιν, τὴν τῶν εἰρημένων ὁμοψυχίαν τε καὶ ὁμοπιστίαν. Σαρ‐
10κοβόρος δὲ τὴν φύσιν λέων ἀχύροις τρεφόμενος ποηφάγου ζώου δίκην, ἄνθρωπος ἂν εἴη πάλιν θη‐ ριώδης καὶ ἀπηνὴς, ψιλῇ τῇ λέξει τῆς θείας χαίρων Γραφῆς, ἣν ἄχυρον ὁ λόγος καλεῖ. Πυρὸς γὰρ εἰκό‐ τως ὁ ἐν ἀποκρύφῳ νοῦς καὶ ὁ ψυχῶν τρόφιμος λό‐
15γος. Ἔτι πρὸς τούτοις, παιδίον νήπιον, ὁποῖον ἦν τὸ μικρῷ πρόσθεν εἰρημένον, ἐπὶ τρώγλην ἀσπί‐ δων καὶ ἐπὶ κοίτην ἐκγόνων ἀσπίδων ἐπιβαλεῖν τὴν χεῖρα, φησὶν, ἀβλαβῶς. Δηλοῖ δὲ ταῦτα τῶν ὑπὸ δαιμόνων ἐνοχλουμένων τὰ σώματα, οἷς ἐμφω‐
20λεύοντα καὶ ἑρπυστικὰ ὄντα πνεύματα, καὶ ἰοβόλα, τρώγλαις ὥσπερ ἐγκοιτάζεται τοῖς αἰσθητηρίοις τοῦ σώματος. Ταῦτα δὲ τὸ Χριστοῦ παιδίον ἀνήρ τις ἁπλοῦς καὶ τῇ κακίᾳ νηπιάζων, τῇ τοῦ Σωτῆρος ἀπελαύνων δυνάμει, τὴν ἰδίαν ἐπιτίθησι χήρα
25μηδὲν κακοποιεῖν δυναμένοις, διὰ τὸν ἐκ ῥίζης Ἰεσσαὶ προελθόντα, τοῖς αὐτοῦ παιδίοις ἐξουσίαν παρέχοντα πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων. Νοή‐ σεις δὲ τρώγλας καὶ κοίτας ἀσπίδων, καὶ τὰς τῶν αἱρετικῶν καταδύσεις, αἷς οἱ ἐν Χριστῷ νηπιά‐
30ζοντες ἀβλαβῶς ἐπιβάλλουσι χεῖρα, Χριστοῦ τὰ κείνων δήγματα καὶ τὸν ἰὸν ἀποφαίνοντος ἄπρακτον. Ἅγιον δὲ ὄρος, τὴν Ἐκκλησίαν φησὶν ἐπηρμένην βίῳ καὶ δόγμασιν, ἔχουσάν τε τοῦ λόγου τοῦ ἐπουρα‐ νίου τὸ κήρυγμα. Ὡς ἂν δὲ μὴ τὸ κατὰ τὴν Ἰου‐
35δαίαν ὄρος νοήσωμεν, ἐπήνεγκεν, ὅτι Ἐπλήσθη ἡ σύμπασα τοῦ γνῶναι τὸν Κύριον, ὡς ὕδωρ πολὺ κατακαλύψαι θάλασσαν· οὕτω τὴν καθ’ ὅλης τῆς οἰκουμένης Ἐκκλησίαν δηλῶν τὴν εὐσεβῆ γνῶσιν, πᾶν τὸ ἁλμυρὸν τῆς τοῦ βίου κακίας ὥσπερ πολλῷ
40τῷ ῥεύματι κατακλύζουσαν. Κατὰ καιρὸν δὲ, φησὶ, τὸν προφητευόμενον, ὁ ἐκ ῥίζης Ἰεσσαὶ ἀναστησό‐ μενος, τοῦτ’ ἔστι μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν, ἄρξει τῶν ἐθνῶν. Οὐ γὰρ Ἰουδαίων ἔσται βασιλεὺς, οὐδ’ ὥσπερ ὁ Δαβὶδ, οἵ τε τούτου διάδοχοι, βραχείας
45τινὸς γωνίας· πάσης δὲ κρατήσει τῆς γῆς, καὶ ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσιν συμφώνως τῷ παρὰ Μωϋσεῖ. Οὐ ἐκλείψει ἄρχων ἐξ Ἰούδα οὐδὲ ἡγού‐ μενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκει‐ ται. Καὶ αὐτὸς ἔσται προσδοκία ἐθνῶν. Ἀλλ’ ἐκεῖ

2048

(50)

μὲν, τὴν φυλὴν εἶπεν· ἐνταῦθα δὲ, τὴν πατριὰν ἐκ ῥίζης λέγων Ἰεσσαὶ τοῦ Πατρὸς τοῦ Δαβίδ· διῄρηντο γὰρ εἰς πατριὰς αἱ φυλαί. Τὰ τροπικῶς δὲ προειρη‐
μένα θηρία, νῦν σαφῶς ἔθνη καλεῖ.2047

2049

(4)

Ἀντὶ δὲ τοῦ, ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ὁ
5μὲν Ἀκύλας ἐξέδωκεν, ὃς ἀνίσταται εἰς σύσση‐ μον λαῶν· ὁ δὲ Σύμμαχος, ὃς ἀνίσταται σύσ‐ σημον τῶν ἐθνῶν. Διὸ τὴν σφραγίδα τοῦ πάθους αὐτοῦ καὶ τὸ σωτήριον· σημεῖον περιφέρει τὰ εἰς αὐτὸν ἔθνη πεπιστευκότα. Καὶ ἔσται, φησὶν,
10ἀνάπαυσις αὐτοῦ τιμή. Κατὰ δὲ Ἀκύλαν καὶ Σύμμαχον, δόξα. Λίαν ἀκολούθως τῇ τῆς οἰκονομίας ἀρχῇ τε καὶ μέσοις, καὶ τὸ τέλος ὁποῖον ἔσται, δη‐ λῶν· θάνατον μὲν οὐ λέγων αὐτοῦ, ἀνάπαυσιν δὲ καὶ τιμὴν, πρὸς βραχὺ τοῦ σώματος ἠρεμήσαντος,
15ὃ δὴ τέλος τῆς εἰς ἀνθρώπους οἰκονομίας. Ἔλεγε γὰρ πρὸς τὸν Πατέρα· «Πάτερ, δόξασον με τῇ δόξῃ, ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.» Δεδό‐ ξασται γὰρ τὸν ὑπὲρ ἡμῶν ὑπομείνας σταυρὸν, πρὸς ὃν χωρῶν, τὸ, Δόξασόν με, πρὸς τὸν Πατέρα φησί.
20Καὶ πάλιν. «Νῦν ἐδοξάσθη ὁ Υἱὸς τοῦ ἀνθρώπου,» καὶ τὰ ἑξῆς. Τῇ μὲν γὰρ ἀπονοίας τῶν τολμησάντων, μῶμος ἦν, τῇ δὲ ἀναστάσει, πρὸς δόξαν κατήντησεν. Οὐ γὰρ ἦν, ὥσπερ ἐδόκουν, τὸ πάθος ἀκούσιον. Καὶ ἄλλως· Ἀνάπαυσις αὐτὴ Χριστοῦ, ἡ τιμὴ τῶν
25τιμώντων αὐτόν. Δι’ ὧν ὁμολογοῦσι Λόγον Θεοῦ καὶ σοφίαν καὶ δύναμιν τὴν πρὸς τὸν Πατέρα σημαί‐ νοντες ὁμοφυΐαν τε καὶ ὁμοτιμίαν καὶ ὕπαρξιν τὴν ἀΐδιον. Λέγοις δ’ ἂν ἀνάπαυσιν, καὶ ἣν, ἀναπαύει τοὺς ἀγαπῶντας αὐτόν. Κατὰ τὸ ἄλλῃ, Τοὺς ἐμὲ
30ἀγαπῶντας δοξάζω. Ἔστι γὰρ ἡ ἀνάπαυσις, ἣν ἀναπαύει Κύριος, τιμή· ἥτις κατὰ τὴν δικαιο‐ κρισίαν τοῦ Θεοῦ πρὸς τὴν τῶν πεπραγμένων ἀξίαν διανεμηθήσεται. Πολλαὶ γὰρ μοναὶ παρὰ τῷ Πατέρι. Καὶ ἀστὴρ ἀστέρος διαφέρει ἐν δόξῃ. Κἀνταῦθα δὲ
35οἷς ἐνοικεῖ, τιμίους πάντας ποιεῖ. Ἐὰν γάρ τις ἀκούσῃ, φησὶ, τῶν λόγων μου, ἀγαπήσει αὐτὸν ὁ Πατήρ μου, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα, καὶ ἐν αὐτῷ καταλύσομεν. Ἀναστήσεται τοίνυν οὐ πρὸς τὸ κατ‐ άρξαι μόνον ἐθνῶν. Ἀλλὰ γὰρ καὶ εἰς τιμὴν καὶ
40δόξαν, αὐτοῖς χαριεῖται τὴν ἐν αὐτοῖς ἀνάπαυ‐ σιν.
45 ια—ιδʹ. Καὶ ἔσται τῇ ἡμέρᾳ ἐκείνῃ προσθήσει ὁ Κύριος τοῦ δεῖξαι τὴν χεῖρα αὐτοῦ τοῦ ζηλῶσαι τὸ καταλειφθὲν ὑπόλοιπον τοῦ λαοῦ, ὃ ἐὰν κα‐ ταλειφθῇ ἀπὸ τῶν Ἀσσυρίων, καὶ ἀπὸ Αἰγύπτου, καὶ ἀπὸ Βαβυλῶνος, καὶ ἀπὸ Αἰθιοπίας, καὶ ἀπὸ

2049

(50)

Ἐλαμιτῶν, καὶ ἀπὸ ἡλίου ἀνατολῶν, καὶ ἐξ Ἀραβίας, κ.τ.λ. Μνήμην τῆς τῶν ἐθνῶν ποιησάμενος πίστεως εἰς τὸν ἐκ ῥίζης Ἰεσσαὶ, καὶ τοῦ τῶν Ἰουδαίων μέμνη‐
ται μέρους. Ὡς ἂν μὴ δόξῃ τούτοις τὴν παρουσίαν2049

2052

ἔχειν ἀνόνητον, ἣν δηλοῖ διὰ τοῦ· Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ προσθήσει Κύριος τοῦ δεῖξαι τὴν χεῖρα αὐτοῦ τοῦ ζηλῶσαι τὸ καταλειφθὲν ὑπόλοιπον τοῦ λαοῦ. Ἀνθ’ οὗ φησὶν Ἀκύλας· Προσθήσει
5Κύριος δεύτερον τὴν χεῖρα αὐτοῦ τοῦ κτήσασθαι τὸ ὑπόλειμμα τοῦ λαοῦ αὐτοῦ. Σύμμαχος δὲ, ἐκ δευτέρου, φησίν. Ὡς γὰρ ἐν Αἰγύπτῳ ταλαιπωρου‐ μένους αὐτοὺς ἠλευθέρωσεν τὴν παραδοξοποιὸν αὐ‐ τοῦ χεῖρα τοῖς Αἰγυπτίοις ἐπαγαγὼν, οὕτω πάλιν
10διὰ παραδόξων αὐτὴν ἔργων κινήσειεν ὑπὲρ τοῦ κτήσασθαι, καὶ ζηλωτὸν ποιῆσαι τὸ καταλειφθὲν τοῦ λαοῦ, περὶ οὗ τὸ, εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατ‐ έλιπεν ἡμῖν σπέρμα προέλεγεν, τὸ τῶν ἀποστόλων καὶ πεπιστευκότων σημαίνων μέρος ἐξ Ἰσραήλ. Ὃ
15δὴ λεῖμμα κατ’ ἐκλογὴν χάριτος γέγονεν, ἐκ πάσης τῆς ἐν ἔθνεσιν Ἰουδαίων διασπορᾶς τοῖς διαφόρως αὐτοὺς πολεμήσασιν. Οἱ πανταχοῦ γὰρ πιστεύσαντες, λεῖμμα κατ’ ἐκλογὴν λέγονται χάριτος. Οὓς καὶ δο‐ ξάσειν φησὶν εἰκότως. Αἱ πανταχοῦ γὰρ Ἐκκλησίαν
20διὰ τούτων συνέστησαν. Καὶ τὸ θεῖον Εὐαγγέλιον ἐκηρύχθη τοῖς ἔθνεσιν, συνεπιμαρτυροῦντος αὐτοῖς τοῦ Θεοῦ σημείοις καὶ τέρασιν, δοξάζοντός τε παρὰ πᾶσι τοῖς πιστεύσασιν. Τινὲς δὲ λεῖμμά φασι, τὸ ἀπὸ τῶν πολεμίων πε‐
25ρισωθὲν, οἷς οὐκ αὐτάρκη τὰ ἐν Αἰγύπτῳ, καὶ ἐρή‐ μῳ, καὶ διὰ τοῦ Υἱοῦ, καὶ τῶν Κριτῶν πρὸς θεογνω‐ σίαν ὑπῆρξε σημεῖα. Διὸ προσθήσει κατὰ τὴν ἐπι‐ δημίαν τὴν χεῖρα, ὡς ἂν εἰς ζῆλον ἀγάγοι τὸ ὑπό‐ λοιπον τοῦ λαοῦ, πρὸς τὸ μὴ παραχωρῆσαι τούτου
30τοῖς ἔθνεσιν. Ὁμοίως δὲ καθηγητὴν ἐπιγράφεσθαι τὸν Χριστὸν, ὃς δή φησι διὰ φωνῆς τοῦ Δαβίδ· Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ἐπ’ αὐτοὺς, ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ. Ἥκειν γὰρ ἔλεγεν εἰς τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ. Καὶ τοῖς ἰδίοις παρήγγελλε
35μαθηταῖς εἰς ὁδὸν ἐθνῶν μὴ πορεύεσθαι. Τοῦ δὲ Ἰσ‐ ραὴλ, πλὴν ὀλίγων, μὴ δεξαμένου, εἰς τὰ ἔθνη μετ‐ ελθούσης τῆς χάριτος, γεγόνασιν οἱ πρῶτοι ἔσχατοι, καὶ οἱ ἔσχατοι πρῶτοι. Διὸ καὶ νῦν ὁ προφήτης τῶν ἐξ ἐθνῶν πρώτων μνησθεὶς, ἐπέθηκεν αὐτοῖς τοὺς ἐξ
40Ἰσραὴλ, ὡς εἰς νῶτον τεθειμένου ἐν τοῖς περιλοί‐ ποις, κατὰ τὸν θεῖον Δαβίδ. Τοῦτο δὲ, φησὶ, τὸ κατά‐ λειμμα ἀρεῖ σημεῖον ἐν τοῖς ἔθνεσιν, καὶ πρὸ πάν‐ των συνάξει τοὺς ἀπολομένους Ἰσραήλ· αὐτοῖς γὰρ πρώτοις ἐκήρυξαν. Ἃ πρόβατα συμφώνως ἀπο‐
45λωλότα φησὶν ὁ Σωτήρ. Τίς δὲ συνάξει, ἢ ὁ τῶν ἀποστόλων χορὸς, Ἢ ὁ ἐκ ῥίζης ἀνιστάμενος Ἰεσ‐ σαί; Πρὸς γὰρ μίαν Ἐκκλησίαν τοὺς πρὶν ἀλλήλοις ἀντικαθεστῶτας συνήγαγεν. Διμερεῖς γὰρ ἦσαν ἐν Ἱερουσαλήμ τε καὶ Σαμαρείᾳ· τὸ δὲ σημεῖον ὅπερ

2052

(50)

ἦρεν, ἐστὶν περὶ οὗ φησιν ὁ Σωτήρ. «Καὶ ὄψονται τὸ σημεῖον τοῦ Υἱοῦ τοῦ ἀνθρώπου,» λέγων δηλαδὴ τὸν σταυρὸν, δι’ οὗ τοῖς ἁγίοις ὁ κόσμος ἐσταύρωται, καὶ οὗτοι τῷ κόσμῳ. Οὗ δὴ νῦν τὴν δύναμιν ἡ προ‐ φητεία σημαίνουσα, καὶ τίνος χάριν ἡ σωτηρία διὰ
55σταυροῦ τοὺς πιστοὺς ἐκ τῶν τεσσάρων, φησὶ, πε‐
ράτων τῆς οἰκουμένης συνάγεσθαι, τῶν ἄκρων τοῦ2051

2053

παντὸς εἰς τὸ μέσον συναπτομένων, καὶ τῆς ἐν τῷ μέσῳ δυνάμεως πρὸς τὰ τέσσαρα μέρη περατουμένης Τετραχῆ γὰρ τοῦ σταυροῦ τὰ μέρη διῄρηται, δι’ οὗ συνάγονται δύναμιν ἔχοντος καθαιρετικὴν ἀρχῶν καὶ
5ἐξουσιῶν, ἃς ἐν τῷ ξύλῳ ἀπεκδυσάμενος ἐθριάμβευ‐ σεν· ὃ δὴ νοήσας ὁ ἐκ τῶν ἀπολωλότων Ἰσραὴλ Παῦ‐ λός φησιν· Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ· ἐκ δὲ τῆς ἱστορίας, πρά‐ γματος νοητοῦ τῷ προφήτῃ γέγονεν ἀφορμή. Ὡς γὰρ
10ἁλόντες αἰχμάλωτοι Ἰούδας καὶ Ἐφραῒμ, εἶτα τυ‐ χόντες ἀφέσεως, οὐκέτι διῃρημένως κατῴκησαν, ἀλλὰ πάντες ἐν Ἱερουσαλὴμ μηκέτι μεμερισμένην ἔχοντες τὴν ἀρχὴν, ἀλλ’ εἰς ἕνα πάντες Ζοροβαβὲλ τὸν τοῦ Σαλαθιὴλ ἐκ σπέρματος ὄντα Δαβὶδ καὶ φυλῆς Ἰούδα,
15καὶ Ἰησοῦν τὸν τοῦ Ἰωσεδὲκ καὶ ἀρχιερέα τυγχάνον‐ τα. Οὕτω νῦν ἐγηγερμένου τοῦ τιμίου σταυροῦ, γέ‐ γονεν ἄφεσις τῶν ἐν αἰχμαλωσίᾳ τῇ νοητῇ, συνδρομή τε πάντων εἰς ἑνότητα πίστεως, καὶ τῶν ἀκαθάρτων πνευμάτων ἀπηλλαγμένοι, εἰς τὴν Ἐκκλησίαν Χρι‐
20στοῦ, τὴν νοητὴν συνῆλθον, Σιὼν, ἤγουν Ἱερουσα‐ λὴμ, ὑφ’ ἕνα τελοῦντες βασιλέα Χριστὸν, οὗ τύπος ὁ Ζοροβαβὲλ ἐκ τῆς αἰχμαλωσίας ἀνακομίζων τὸν Ἰσραὴλ, καὶ Ἰησοῦς ὁ ἱερεὺς ὁ μέγας.
30 Ἐν ταυτῷ γὰρ ἄμφω νοεῖται Χριστὸς βασιλεύς τε καὶ ἀρχιερεὺς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμέ‐ νος τῶν ἁμαρτωλῶν, καὶ ὑψηλότερος τῶν οὐρανῶν, κατὰ τὴν Παύλου φωνήν. Ὃς ὑπὲρ παντὸς τοῦ ἔθνους τὸν σταυρὸν κατεδέξατο, συνάγων ἄμφω τὸν
35Ἰούδαν καὶ τὸν Ἐφραΐμ. Κατὰ Καΐαφαν, τὸν διὰ τὸ σχῆμα τὸ ἱερατικὸν προφητεύσαντα. Καὶ οὐ μό‐ νον ὑπὲρ αὐτοῦ, καθά φησιν Ἰωάννης, ἀλλ’ ἵνα καὶ τὰ τέκνα τοῦ Ἰησοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν. Πάντων γὰρ γέγονεν εἰρήνη, λύσας τὸ μεσό‐
40τοιχον τοῦ φραγμοῦ. Τὸ δὲ, Πετασθήσονται ἐν πλοίοις ἀλλοφύλων, καὶ θάλασσαν ἅμα προνο‐ μεύσουσιν· τὸν εἰς τὰ ἔθνη διὰ γῆς τε καὶ θαλάτ‐ της δρόμον αἰνίττεται οὐκ Ἰουδαίοις χρωμένων κυβερνήταις, τοῖς δὲ λόγον τὸν τοῦ Χριστοῦ παραδε‐
45δειγμένοις, ἤτ’ οὖν ἁπλῶς ἐθνικοῖς. Διὰ θαλάττης γὰρ ἰὼν ὁ Παῦλος ἔφη· Νυχθήμερον πεποίηκα ἐν τῷ βυθῷ. Ἐπιβῆναί τέ φησιν αὐτὸν ὁ Λουκᾶς ἐν πλοίῳ Ἀλεξανδρινῷ παρασήμῳ Διοσκόροις. Ταῖς γὰρ πρώ‐ ραις ἀεὶ θεῶν εἰκόνας ἐνέγραφον, ὡς καὶ νῦν ἁγίων

2053

(50)

μαρτύρων. Πρὸς ὃ εἰκότως τὸ ἀλλοφύλων ἐκ πολλοῦ προτεθέσπισται. Σωτῆρας δὲ πλεόντων εἶναι τοὺς Διοσκόρους ἐδόξαζον. Ἐν ταυτῷ δὲ, φησὶ, τὴν θάλασ‐ σαν προνομεύουσι, τὰς νήσους οὕτω καλῶν. Ἐν
παρόδῳ γὰρ αὐτὰς διερχόμενοι, τοῖς ἐνοικοῦσιν εὐ‐2053

2056

ηγγελίζοντο. Καθὰ δὴ τοῖς ἐν Μελίτῃ κατοικοῦσιν ὁ Παῦλος, ὅτεπερ εἰς Ῥώμην ἠπείγετο. Πολλάς τε κατ’ αὐτὴν ἰάσεις ἐργασάμενος, πολλοὺς μετέθηκεν εἰς εὐσέβειαν. Καὶ ἄλλως δὲ, τὴν θάλασσαν προνο‐
5μεύσουσιν, τοῦ δράκοντος, καὶ τῶν ὑπ’ αὐτῷ τελούν‐ των περιγινόμενοι καθάπερ ἴδια σκῦλα τοὺς πλα‐ νωμένους λαμβάνοντες. Θάλασσαν γὰρ, νῦν τὸν τῆς κακώσεως ἀκουστέον τόπον, ὃν καὶ κοιλάδα λέγεσθαι κλαυθμῶνος ἀλλαχοῦ μεμαθήκαμεν. Οὗτοι δὲ καὶ
10τὴν Ἰδουμαίαν προνομεύειν λέγονται τῶν γηΐνων ἐπικρατοῦντες πραγμάτων. Καὶ Μωὰβ, ὃς ἑρμη‐ νεύεται, ἐκ πατρός. Πρὸς οὓς ἔλεγεν ὁ Σωτὴρ, ὅτι «Ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστέ.» Τούτοις τὰς ἑαυτῶν ἐπιβάλλουσι χεῖρας, διὰ πράξεως ἀγα‐
15θῆς ὑποχειρίους λαμβάνοντες. Οἱ δὲ υἱοὶ Ἀμμὼν ἐπακούσονται πρῶτοι. Καὶ γὰρ οἱ τὴν κακίαν ἐλάτ‐ τους, τοὺς χείρονας εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ προσλαμβάνουσιν. Ἑρμηνεύεται δὲ Ἀμμὼν, λαὸς μεθ’ ἡμῶν. Κατὰ δὲ τὴν ἱστορίαν, τὰ νῦν ἔθνη κατει‐
20λεγμένα δυσμενεῖς ἦσαν τοῦ παρ’ Ἰουδαίοις τιμω‐ μένου Θεοῦ κατὰ τὸν τοῦ προφήτου καιρόν. Ὅθεν ὀνομαστὶ τούτους ἐξέθετο, ὡς καὶ τούτους προσιεμέ‐ νους τὴν θεοσέβειαν. Ἔθνη δὲ ταῦτα τῶν τὴν Ἀρα‐ βίαν οἰκούντων. Θεοῦ γὰρ Ἐκκλησιῶν οἱ Χριστοῦ
25μαθηταὶ τὰς χώρας ταύτας ἐπλήρωσαν, ὅτε τὰς ἑαυ‐ τῶν χεῖρας, καὶ τὰς δι’ αὐτῶν ἐπιτελουμένας πρά‐ ξεις ἐπὶ τὴν Ἀραβίαν ἐξέτειναν. Ὁμόρους δὲ ὄντας τοῖς Ἰουδαίοις εἰκὸς καὶ πρώτους τὸ κήρυγμα δέξα‐ σθαι. Πλὴν οὔτε τὸ Ἑβραϊκὸν, οὔτε τῶν ἑρμηνευ‐
30τῶν οἱ λοιποὶ, τὴν προσθήκην περιέχουσιν τοῦ, πρῶτοι.
36 ιε, ιϛʹ. Καὶ ἐρημώσει Κύριος τὴν θάλασσαν Αἰ‐ γύπτου, καὶ ἐπιβαλεῖ τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν ποταμὸν πνεύματι βιαίῳ, καὶ πατάξει ἑπτὰ φά‐ ραγγας, ὥστε διαπορεύεσθαι αὐτὸν ἐν ὑποδή‐
40μασι, κ.τ.λ. Ὁ παρὼν λόγος οὐκ ἔστι περὶ τῆς Αἰγύπτου· ἰδιάζει γὰρ ἡ περὶ αὐτῆς προφητεία. Καὶ προγέ‐ γραπται ταύτης, Ὅρασις Αἰγύπτου. Τοῖς δὲ προλαβοῦ‐ σίν ἐστιν ἀκόλουθος, ὡς τοῦ ἐκ ῥίζης Ἰεσσαὶ δεισι‐
45δαιμονεστάτους καὶ τούτους ὄντας, μεθ’ ὧν ἔλεγεν περὶ τὴν Ἰουδαίαν ἐθνῶν, τῆς πλάνης αὐτοὺς ἀπαλ‐ λάξοντος διὰ τὸ κατ’ ἐκλογὴν ὄντων τῶν ἐξ Ἱερουσα‐ λὴμ μαθητῶν, μηδενὸς αὐτοῖς ἐμποδὼν ἐσομένου. Πάλαι γὰρ τῶν ἐθνῶν ἀνίκτως ἐχόντων πρὸς ἄλληλα,

2056

(50)

τοῖς διαβαίνειν ἐξ ἑτέρων εἰς ἑτέρους ἐθέλουσιν, οὐκ ἦν ὁδὸς ἀσφαλής. Πολλῷ δὲ μᾶλλον εἰ καὶ κινεῖν ἐπεχείρουν τὰ καθεστῶτα· Θεὸς δὲ τοῖς ἀποστόλοις τὸν δρόμον τὸν πανταχοῦ προποιεῖν ἐθέλων ἀκώλυτον, τὰς κατὰ μέρος καθελὼν δυναστείας, Ῥωμαίοις
55πάντα φέρων, ὑπέταξεν σύμβολον καταλύσεως τῆς2055

2057

ἐκ δαιμόνων πολυαρχία, μίαν τε πολιτείαν, καὶ μίαν ἀρχὴν, ὥσπερ οὖν Ἐκκλησίαν καὶ πίστιν, ἀπέδειξεν. Ὅτε δὴ καὶ Καῖσαρ Αὔγουστος ἐπιστρατεύσας Αἰ‐ γυπτίοις κεχείρωται, Θεοῦ νότῳ βιαίῳ πρὸς θάλασ‐
5σαν τοῦ ποταμοῦ τὸ ὕδωρ κενώσαντος, δι’ οὗ καὶ χωρὶς μάχης ἄβατον ᾤοντο Καίσαρι γενέσθαι τὴν Αἴγυπτον, διὰ πλῆθος ἅμα καὶ πλάτος τῶν ἀποτελου‐ μένων ἐκ τούτου λιμνῶν ἃς ἄνωθεν καταῤῥέων ἐν τοῖς κάτω μέρεσιν ἀπεργάζεται διὰ τῶν ἑπτὰ στομά‐
10των, δι’ ὧν ἐκδίδοται πρὸς τὴν θάλασσαν, ἃ δὴ φά‐ ραγγας ἡ προφητεία καλεῖ. Τοῦτο δὲ πάλιν αὐτὸς ἡμᾶς ὁ προφήτης διδάσκει λέγων· «Τάδε λέγει Κύ‐ ριος Σαβαώθ· Καὶ πίονται οἱ Αἰγύπτιοι τὸ ὕδωρ τὸ παρὰ θάλασσαν. Ὁ δὲ ποταμὸς ἐκλείψει καὶ ξηραν‐
15θήσεται,» καὶ τὰ ἐπὶ τούτοις. Φίλον δὲ τῇ θείᾳ Γραφῇ καὶ αὐτὰς τὰς λίμνας θαλάσσας ἀποκαλεῖν. Πνεῦμα δέ φησι βιαιότατον, τὴν γενομένην τοῦ νό‐ του κατὰ τῶν ὑδάτων ἐπαγωγὴν, ὡς τοσοῦτον ξηραν‐ θῆναι τοῦ Νείλου τὰ στόματα, ὡς δύνασθαι καὶ μεθ’
20ὑποδημάτων διαβαίνειν αὐτά. Τινὲς δὲ τῶν ἐν τοῖς προφήταις τὰ μὲν ῥητῶς ἀξιοῦντες ἐννοεῖν, τὰ δὲ δι’ ἀλληγορίας. Οἷον ῥητῶς μὲν, τὸν Ἰεσσαὶ, τροπι‐ κῶς δὲ, τὴν ἐκ τῆς αὐτοῦ ῥίζης ῥάβδον. Καὶ ῥητῶς μὲν, τὰ ἔθνη, τροπικῶς δὲ, δι’ ὧν ἐν τοῖς πρόσθεν
25ἐδηλοῦτο θηρίων. Κἀν τοῖς μετὰ χεῖρας, Αἴγυπτον μὲν τὴν αἰσθητὴν χώραν τῶν Αἰγυπτίων φασὶν, ἣν οὐκ ἐρημώσειν ὁ Κύριος εἴρηται· θάλασσαν δὲ ξηραινομένην, τῆς εἰδωλολατρείας τὸ πλῆθος. Τοῦ‐ το γὰρ ὑποφαίνειν τό τε Ἑβραϊκὸν, καὶ τῶν λοιπῶν
30τὰς ἐκδόσεις εἰπόντων συμφώνως, καὶ ἀναθεματί‐ σει Κύριος τὴν γλῶσσαν θαλάσσης Αἰγύπτου. Θάλασσαν δὲ εἴωθεν ὁ λόγος καλεῖν, ἢ τῶν ἀσεβούν‐ των τὸ πλῆθος, ἢ τῆς κακίας τὸ χύμα ἁλμυρῶν ὥσ‐ περ ὑδάτων πεπληρωμένης. Διὸ καὶ τὸν δράκοντα
35κατοικεῖν φησιν ἐν αὐτῇ. Ἄλλα τε γὰρ ὥς ἐστιν ἐν αὐτῇ λέγει Δαβίδ· «Καὶ δράκων ὃν ἔπλασας ἐμπαί‐ ζειν αὐτῷ.» Καὶ νῦν οὖν γλῶσσαν ἀσεβῶν διὰ τού‐ των ὁ λόγος δηλοῖ πάλαι τὸν Θεὸν ἀγνοούντων, ὡς ἔφασκε Φαραώ· «Οὐκ οἶδα τὸν Κύριον, καὶ τὸν Ἰσραὴλ
40οὐκ ἀποστελῶ.» Ταύτην οὖν ἀναθεματίσειν φησὶν, ἵνα μὴ τὴν πλάνην γλώσσῃ Αἰγυπτίᾳ κρατύνωσι, μάθωσι δὲ λαλεῖν τὰ τοῦ Θεοῦ λόγια, ὀμνύναι τε ἐν τῷ ὀνόματι Κυρίου Σαβαὼθ, ὃ δή φησιν προϊών· ἐντεῦθεν σιγᾷ τὰ παρ’ ἐκείνοις χρηστήρια, γοη‐
45τεία τε πᾶσα καὶ πλάνη μετὰ τὴν τοῦ Σωτῆρος ἐπι‐ δημίαν ἐπαύσατο τῶν Αἰγυπτιαζόντων τὸ πρότερον.
51 Εἰς δὲ τὸ ποταμὸν ἰδεῖν, πατασσόμενον, ἀφορ‐ μὰς ἐκ τῶν πρώην εἰρημένων ληψόμεθα, διὰ τὸ μὴ βούλεσθαι τὸν λαὸν τοῦτον τὸ ὕδωρ τοῦ Σιλοὰμ, τὸ πορευόμενον ἡσυχῇ. Διὰ τοῦτο ἰδοὺ Κύριος ἀνάγει
55ἐφ’ ὑμᾶς τὸ ὕδωρ τοῦ ποταμοῦ τὸ ἰσχυρὸν, καὶ τὸ2057

2060

πολὺ, τὸν βασιλέα τῶν Ἀσσυρίων. Οὕτως οὖν καὶ νῦν τὸ ἐξ αἰῶνος ἐν Αἰγύπτῳ βασίλειον ὁ προφήτης δηλοῖ, καθὰ φθάσας αὐτὸς ἐπὶ τοῦ βασιλέως τῶν Ἀσσυρίων ἑρμήνευσαν. Καὶ Ἰεζεκιὴλ δὲ ἀλληγο‐
5ρικῶς Αἰγύπτου λέγει ποταμοὺς, οὓς Φαραὼ πε‐ ποιηκέναι ἀλαζονεύεται. Εὐεργεσίας δὲ Θεοῦ ἡ ἀπὸ μοχθηρῶν πραγμάτων ἐρήμωσις ἐν καιρῷ ἐπαγο‐ μένη δεκτῷ· πνεῦμα δὲ βίαιον οὐκ ἂν ἁμάρτοις λέγων τὸν πρῶτον καθελόντα τὴν βασιλείαν Αἰγύπτου
10Ῥωμαίων ἄρχοντα. Μεθ’ ὃ λοιπὸν μερικοὶ παρὰ τούτοις ὑπὸ Ῥωμαίων κατέστησαν ἄρχοντες ἐν Αἰ‐ γύπτῳ πολιτικοί τε καὶ στρατιωτικοὶ, νῦν ὀνομα‐ ζόμενοι φάραγγες, διὰ τὸ κοῖλον, ὥσπερ καὶ ταπει‐ νότερον τῆς καθόλης ἐν αὐτῇ πρώην ἀρχῆς, ἣν κέ‐
15κληκε ποταμόν. Τὸ δὲ πλῆθος τῶν κατ’ Αἴγυπτον ἀρχόντων ὁ τῶν ἑπτὰ παρίστησιν ἀριθμός. Τούτων δὲ γενομένων, βατὴ γέγονε λοιπὸν τοῖς εὐαγγελιζομένοις ἡ χώρα. Τούτους γὰρ [καλεῖ] καταλειφθέντα λαὸν ἐν ὑποδήμασι τὸν ποταμὸν διαβαίνοντα, τάχα
20ἐπειδὴ Μωϋσεῖ καὶ Ἰησοῦ λέλεκται λῦσαι τὸ ὑπό‐ δημα τοῦ ποδὸς, διὰ τὸ τὴν γῆν, ἐφ’ ἧς εἱστήκεσαν, ἁγίαν εἶναι· μὴ τοιαύτην δὲ εἶναι τὴν Αἴγυπτον, ἀλλὰ βέβηλον, κελεύονται τὸν ποταμὸν ὑποδεδεμένοι καταπατεῖν. Ξηραίνεται δὲ βιαίῳ Θεοῦ κεκρατημένος
25πνεύματι. Διόπερ ἀνάξιόν ἐστι τὸ ἔδαφος Αἰγύπτου γυμνὸν δέξασθαι τὸ ἴχνος τῶν διαπορευομένων ἁγίων. Ὅθεν καὶ οἱ τὸ πάσχα ἐσθίοντες τοὺς πόδας ὑποδή‐ μασιν ἀσφαλίζονται. Φθάσας δέ τις ἐπὶ τὸν ἅγιον τόπον, ὑπολυέσθω. Διὸ καὶ τοῖς ἀποστόλοις ἐλέγετο,
30μὴ ὑποδήματα αἴρειν. Καὶ ἔσται, φησὶ, τῷ Ἰσραὴλ, ὡς ἡ ἡμέρα ὅτε ἐξῆλθεν ἐκ γῆς Αἰγύπτου. Τότε γὰρ, φασὶ, παρῆλθον τὴν Ἐρυθρὰν θάλασσαν, καὶ τὸν Ἰορδάνην ποταμὸν ὑποδεδεμένοι. Τινὲς δέ φασιν, ὡς ὁμοίως ἡσθήσονται ποσὶν τὸν ποταμὸν διαβαίνοντες,
35ἀκώλυτόν τε ποιούμενοι τὴν πανταχοῦ τῆς Αἰγυ‐ πτίων ὁδὸν, καὶ ᾄδοντες ᾠδὴν, ἣν ὁ προφήτης ἐκ‐ τίθεται παρόμοιον οὖσαν τῇ, «ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται.»
42tΚΕΦΑΛ. ΙΒʹ.
43 ἡ—ϛʹ. Καὶ ἐρεῖ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· Εὐλογήσω σε, Κύριε, διότι ὠργίσθης μοι, καὶ ἀπέστρεψας
45τὸν θυμόν σου, καὶ ἐλέησάς με. Ἰδοὺ ὁ Θεός μου, Σωτήρ μου. Πεποιθὼς ἔσομαι ἐπ’ αὐτῷ, σω‐ θήσομαι ἐν αὐτῷ, καὶ οὐ φοβηθήσομαι· διότι ἡ δόξα μου, καὶ ἡ αἴνεσίς μου Κύριος, καὶ ἐγένετό μοι εἰς σωτηρίαν, κ.τ.λ.

2060

(50)

Τοῖς γὰρ Ἰουδαίοις τὸ Εὐαγγέλιον κηρύττοντες ἐν συναγωγαῖς, ἐκ δὲ τῆς τῶν ἐθνῶν ἐπιστροφῆς Ἐκ‐ κλησίας ποιούμενοι, καινὸν ᾄδειν ᾆσμα τοὺς ὑπ’ αὐ‐ τῶν ὠφελουμένους ἐδίδασκον. Ὡς γὰρ ἀναιρεθέντος τοῦ πάλαι παρ’ αὐτοῖς ποταμοῦ, καὶ τῆς κυματου‐
55μένης θαλάσσης, φασίν· Ἰδοὺ ὁ Θεός μου, Σωτήρ2059

2061

μου· πεποιθὼς ἔσομαι ἐπ’ αὐτῷ. Καὶ οὐ φοβη‐ θήσομαι, τῶν εὐσεβεῖν κωλυόντων ἀνηρημένων. Ἀντὶ δὲ τῶν πάλαι δαιμόνων, δόξα μου καὶ ἡ αἴνεσίς μου ὁ Κύριος. Ὠργίσθης δέ μοι, φησὶν,
5ἐξομολογούμενος, ὡς δίκαια παθὼν ἀποστραφεὶς τὸν Θεόν. Τὴν δὲ δοθεῖσαν τῶν ἁμαρτημάτων ἄφεσιν διὰ Χριστοῦ παρίστησι, λέγων· Ἀπέστρεψας τὸν θυ‐ μόν σου, καὶ ἠλέησάς με. Πολλάκις γὰρ ἀφίεταί τις καταλειπόμενος ἅπαξ τοῖς Αἰγυπτιακοῖς συν‐
10απαχθεὶς χρόνον ἀπολαῦσαί τινα τῆς ἰδίας ἀβουλίας, ἵνα θερίσῃ ἃ κακῶς ἔσπειρεν. Ἐλεηθεὶς δὲ δι’ ἀνα‐ κλήσεως, ᾄδει τὴν παροῦσαν ᾠδήν. Ὅμοιον δὲ τοῦτο τῷ· «Ὀργὴν Κυρίου ὑποίσω, ὅτι ἥμαρτον αὐτῷ.» Καὶ τὸ, «Οὐ γὰρ εἰς τέλος ὀργισθήσεται, οὐδὲ εἰς
15τὸν αἰῶνα μηνιεῖ.» Αἰσθανόμενος δὲ τῆς εὐεργεσίας, καὶ λέγων, ὅτι ὠργίσθης μοι, καὶ ἠλέησάς με, φησίν· Ἰδοὺ ὁ Θεός μου, Σωτήρ μου. Οὔτε δὲ οἱ ποιοῦντες τὴν ἐλεημοσύνην ἔμπροσθεν τῶν ἀνθρώ‐ πων, οὔτε οἱ δόξαν παρ’ ἀλλήλων ζητοῦντες, δύναν‐
20ται λέγειν, ὅτι ἡ δόξα μου, καὶ ἡ αἴνεσίς μου ὁ Κύριος. Ἀλλ’ οἱ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ ζητοῦντες, καὶ τὴν τοῦ, μὴ γινώμεθα κενόδοξοι, μὴ παραβαίνοντες ἐντολήν. Ἐπαγγελλομένου δὲ Θεοῦ, ὡς τοὺς δοξάζοντάς με δοξάσω, δῆλον ὡς καλῶς τις
25δοξάζων Θεὸν, δεδοξασμένος ἐστὶ παρ’ αὐτῷ.
29Καὶ Μωϋσέως γὰρ ἐδοξάσθη τὸ πρόσωπον, ἐπειδὴ
30καλῶς ᾔδει δοξάζειν Θεόν. Οὐδεὶς δὲ διημαρτη‐ μένας ἔχων ὑπολήψεις περὶ Θεοῦ, δεκτὴν ἔχει τὴν αἴνεσιν. Ἑνὸς γὰρ ἄμφω αἰνεῖν τε καὶ δοξάζειν καλῶς. Κεκτήμεθα δὲ τούτων ἑκάτερον ἠλεημένοι ὑπὸ Θεοῦ. Οὐ γὰρ κατὰ τὰ ἔργα ἃ ἐποιήσαμεν
35ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος ἡ δοθεῖσα χάρις ἡμῖν. Καὶ ἄλλως δὲ, τὰ ἐν Αἰγύπτῳ, τοῖς ἐπὶ τῆς ἐπιδημίας παρόμοια· δουλείας γὰρ ἐλευθερία γεγένηται, τότε μὲν αἰσθητοῦ, νυνὶ δὲ νοητοῦ Φα‐ ραώ. Τότε μὲν εἰς αἷμα τὸ ὕδωρ μετεσκευάζετο,
40νῦν δὲ σωτήριον γέγονεν διὰ τοῦ ἁγίου βαπτίσματος. Οἱ τὸν Ἰσραὴλ διώκοντες ἐπὶ θαλάσσης Ἐρυθρᾶς ἀπεπνίγοντο· διὰ δὲ τῶν ἁγίων ἐδιδάσκοντο μαθη‐ τῶν τῶν τοῦ παρόντος βίου κυμάτων τε τῶν ἐν αὐτῷ διανήχεσθαι κλύδωνα. Χάλαζα τότε δεινή· νῦν ὁ
45θεῖος εἰς νοῦν αὐτοῖς καταβέβηκεν ὑετὸς ἐγκάρπους ἀποτελῶν. Σκότος τότε βαθύ· νῦν δὲ φῶς ἐν Χρι‐ στῷ. Ἐθρήνησαν Αἰγύπτιοι τὰ πρωτότοκα· νῦν δὲ σέσωκεν αὐτοὺς ὁ πρωτότοκος ἐκ νεκρῶν, ὡς πάλαι τοῦ Ἰσραὴλ τὰ πρωτότοκα. Πῶς οὖν οὐκ ἦν ἐπὶ

2061

(50)

τούτοις ἀκόλουθον, εὐφραινομένους τὸν δοτῆρα τού‐ των ὑμνεῖν; Ὁ δὲ Θεὸς ἕτοιμος ὢν εἰς ἀντίδοσιν, τοὺς γνησίως αὐτὸν δοξάζοντας, πνευματικαῖς ἀμεί‐ βεται δωρεαῖς, λέγων, Καὶ ἀντλήσετε ὕδωρ μετ’ εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου. Νοήσει
55δέ τις αὐτὸ τοῦ Σωτῆρος ἀκούων εἰπόντος, «Εἴ τις2061

2064

διψᾷ, ἐρχέσθω πρὸς μὲ, καὶ πινέτω. Ὁ πιστεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ Γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Τοῦτο δὲ ἔλεγεν περὶ τοῦ Πνεύματος, οὗ ἤμελλον λαμβάνειν
5οἱ πιστεύοντες εἰς αὐτόν.» Καὶ πάλιν· «Ὃς δ’ ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα. Ἀλλὰ τὸ ὕδωρ, ὃ ἐγὼ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον.» Πηγαὶ τοίνυν σωτηρίου, ἢ οἱ ἅγιοι ἀπό‐
10στολοι· ἢ λόγοι πνευματικοὶ ἐξ ἁγίου Πνεύματος ἀνομβρωμένοι. Καὶ οἱ προφητικοὶ δὲ λόγοι, πηγαὶ ὠνομάζοντο Ἰσραὴλ, λέγοντος τοῦ Δαβίδ· «Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεὸν Κύριον ἐκ πηγῶν Ἰσραήλ.» Εἰ δὲ ὁ εἰδωλολατρήσας ἐγκαλεῖται λαὸς,
15τὸ Ἐμὲ ἐγκατέλιπεν πηγὴν ὕδατος ζῶντος· δῆλον, ὡς ὁ πιστεύων, καὶ τοῖς θείοις ποτιζόμενος δόγμα‐ σιν, ἀντλεῖ ὕδωρ μετ’ εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου, ἀφ’ ὧν Αἰγύπτιοι πίεσθαι προφη‐ τεύονται, καὶ οἱ τούτοις τὸ σωτήριον ποτὸν δια‐
20κονήσαντες. Τὴν δὲ τῶν τοῦτο πινόντων εὐφροσύνην παρίστησιν τὸ, «Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ἰσχυρὸν τὸν ζῶντα·» ὅσον γάρ τις διψᾷ, τοσοῦτον πίνων εὐφραίνεται. Ἀντλεῖ δὲ ὕδωρ μετ’ εὐφροσύνης ὁ τὸν νόμον τοῦ Κυρίου μελετῶν ἡμέ‐
25ρας τε καὶ νυκτός. «Στόμα γὰρ δικαίου μελετήσει σο‐ φίαν.» Διὰ τοῦ γὰρ ζητεῖν ὀρθῶς, τὸ πνευματικὸν βού‐ λημα συνιεὶς τῆς Γραφῆς, ἀντλήσει ὕδωρ μετ’ εὐφρο‐ σύνης, τόν τε τοῦ Θεοῦ Λόγον τὸ ζῶν ὕδωρ εὑρήσει, ὃς τοὺς ἀποστόλους ἀνέδειξε διὰ τοῦ πνεύματος πᾶ‐
30σιν αὐτὸν τοῖς ἀγνοοῦσι πηγάζοντας. Περὶ ὧν φησιν ὁ Δαβίδ· «Ὤφθησαν αἱ πηγαὶ τῶν ὑδάτων, καὶ ἀνεκαλύφθη τὰ θεμέλια τῆς οἰκουμένης.» Λίθος μὲν γὰρ ἐκλεκτὸς ὁ Χριστὸς εἰς τὰ θεμέλια Σιὼν, παρὰ τοῦ Πατρὸς τεθεῖσθαι λεγόμενος, τοῦτ’ ἔστι τῆς
35Ἐκκλησίας. Αὐτῷ γὰρ διὰ πίστεως οἰκοδομούμεθα οἶκος πνευματικὸς, εἰς ναὸν ἅγιον, εἰς κατοικητή‐ ριον τοῦ Θεοῦ ἐν πνεύματι. Λίθοι δὲ μετ’ αὐτὸν, ἤτοι θεμέλια τῆς οἰκουμένης, οἱ διὰ τοῦ κηρύγματος ἀνέχοντες ἡμᾶς πρὸς ἑδραιότητα τὴν ἐν πίστει καὶ
40ἀληθείᾳ. Σημειωτέον δὲ ὡς Ἰησοῦ τοῦ Σωτῆρος ἡμῶν ὁ παρὼν μέμνηται λόγος, κατὰ τὴν τῶν Ἑβραίων φωνὴν, ἀντὶ τοῦ Σωτὴρ, ἀεὶ τὸ Ἰησοῦ περιέχουσα. Ἐν τῷ, Ἰδοὺ ὁ Θεὸς ὁ Σωτήρ μου. Καὶ ἐν τῷ, ἐγένετό μοι εἰς σωτηρίαν. Καὶ ἐν τῷ, ἐκ τῶν πη‐
45γῶν τοῦ σωτηρίου.
53 Ἔπρεπε γὰρ τῇ περὶ τοῦ ἐκ ῥίζης Ἰεσσαὶ προ‐ φητείᾳ, τοῦ Σωτῆρος Ἰησοῦ τὴν προσηγορίαν ἐπ‐
55ενέγκαι. Αὐτὸς γὰρ ἦν ὁ προφητευόμενος. Ἐπὶ
τούτοις προσφωνεῖ τοῖς εὐαγγελισταῖς, ἃ δεῖ τοῖς ἐξ2063

2065

Αἰγύπτου μαθητευομένοις ἐρεῖν, Ὑμνεῖτε, λέγων, Κύριον· βοᾶτε τὸ ὄνομα αὐτοῦ. Τοῖς ἄλλοις ταῦτα παραγγέλλειν εἰπὼν, ὅταν ἐμπλησθῶσιν αὐτοὶ τοῦ πνευματικοῦ πόματος. Ἡ δὲ βοὴ, φωνή ἐστι μέγε‐
5θος ἔχουσα δυνάμενον διϊκνεῖσθαι καὶ πρὸς τοὺς πόῤ‐ ῥω. Βοᾶτε οὖν ἀντὶ τοῦ, μὴ μικρὰ φρονεῖτε περὶ Θεοῦ· μεγάλῃ δὲ θεολογεῖτε διανοίᾳ περὶ αὐτοῦ, ὡς καὶ τοῖς μακρὰν τῆς σωτηρίας ἐξάκουστον γενέσθαι τὸν λόγον, διὰ τὸ τῆς διδασκαλίας τρανόν. Ὃ δηλοῖ
10διὰ τῶν ἑξῆς, Ἀναγγείλατε, λέγων, ἐν τοῖς ἔθνε‐ σιν τὰ ἔνδοξα αὐτοῦ. Εἴπατε αὐτοῦ τὰ θαυμάσια. Τοῦτ’ ἔστι, δείξατε τοῖς ἀνοήτοις τὴν περὶ τὸν κόσμον διάταξιν, ἵνα προσαχθῶσι τῇ ἀγάπῃ τοῦ Κτίσαντος. Ὑψηλὰ δέ φησιν ὅσα πεποίηκεν ἐν οὐρανῷ καὶ ἐν
15γῇ, νοητά τε καὶ αἰσθητά. Ἢ περὶ τῆς ἐν ἡμῖν χρη‐ στότητος ὅτι ὑψοῖ τοὺς τεταπεινωμένους καὶ συντε‐ τριμμένους τὴν καρδίαν. Ταπεινωθέντας γὰρ τῇ ἁμαρτίᾳ τῇ ἰδίᾳ ὑπερύψωσε δόξῃ. Τὰ δὲ προκείμενα λέγειν φασί τινες τὸν ἀρτίως μυσταγωγούμενον, ὃς
20τῶν τοῦ σωτηρίου πηγῶν ἀρυσάμενος, τοσοῦτον ἐπέδωκεν, ὡς ἀποστολικὴν ἐνδείκνυσθαι λειτουργίαν τοῖς ἄλλοις, ὑμνεῖν τε λέγοντα Κύριον. Τίσι δὲ προστάττει βοᾷν, ἐπήνεγκε λέγων· Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἔνδοξα αὐτοῦ. Πῶς γὰρ οὐκ ἔνδο‐
25ξος γένους ἀνθρώπων ἀνάπλασις, δαιμονικῆς τυραν‐ νίδος καθαίρεσις, αἰχμαλώτων ἐλευθερία, τυφλῶν ἀνάβλεψις, δικαίωσις, ἁγιασμὸς, υἱοθεσία τῶν πρὶν φυγάδων ἀπὸ Θεοῦ, γνῶσις Θεοῦ, νεκροὶ ἀνιστάμενοι, λεπροὶ καθαιρόμενοι; Οἱ ἐν ἀσθενείαις ἐῤῥώννυντο·
30ἠλαύνοντο δαίμονες· φλεγμαίνουσαν ἀπηύνασε θάλατ‐ ταν· ἐφ’ οἷς ἀγαλλιᾶσθε, φησὶν, τοῖς κατοικοῦσι Σιὼν τοῖς ἐν Ἐκκλησίᾳ βεβαίαν ἔχουσι πίστιν. Σιὼν γὰρ ὁ εὐαγγελικὸς λόγος, ἐφ’ οὗ ἡ Ἐκκλησία Θεοῦ ᾠκοδόμη‐ ται. Ἐπεὶ οὖν ὁ ἅγιος τοῦ Ἰσραὴλ ἐν μέσῳ τῆς
35Ἐκκλησίας ὑψώθη, εὐφραίνεσθε οἱ ἐν αὐτοὶ μέ‐ σον ἔχοντες αὐτόν· κατὰ τὸ, «Ὅπου δύο καὶ τρεῖς συνηγμένοι εἰσὶν ἐν τῷ ὀνόματί μου, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν.» Ὑψώθη τοίνυν ἐν μέσῳ αὐτῆς, εἰ καὶ γέγονεν ἄνθρωπος, λαβὼν δούλου μορφὴν, Θεὸς ἀλη‐
40θινὸς ἐκ τῶν ἀποτελεσμάτων τοῖς ἀγνοοῦσιν ἀναδει‐ χθείς. Ὀνόματι δὲ Ἰσραὴλ καὶ Σιὼν, εἰς εὐθυμίαν ἄγει τοὺς ἐκ περιτομῆς, διὰ τοῦ νομίζειν εἰρῆσθαι περὶ αὐτῶν, ὡς ἂν τὴν παροῦσαν περιέποιεν βύβλον, οἷα δὴ τὰ κάλλιστα περὶ αὐτῶν θεσπίζουσα.
50tΚΕΦΑΛ. ΙΓʹ.
51 α—ιαʹ. Ὅρασις κατὰ Βαβυλῶνος, ἣν εἶδεν Ἡσαΐας υἱὸς Ἀμώς. Ἐπ’ ὄρους πεδινοῦ ἄρατε σημεῖον. Ὑψώσατε τὴν φωνὴν αὐτοῖς. Μὴ φο‐ βεῖσθε. Παρακαλεῖτε τῇ χειρὶ, ἀνοίξατε, οἱ ἄρχον‐
55τες. Ἐγὼ συντάσσω, καὶ ἐγὼ ἄγω αὐτούς. Ἡγια‐2065

2068

σμένοι εἰσὶ, καὶ ἐγὼ ἄγω αὐτούς. Γίγαντες ἔρ‐ χονται πληρῶσαι τὸν θυμόν μου, χαίροντες ἅμα καὶ ὑβρίζοντες. Φωνὴ ἐθνῶν πολλῶν ἐπὶ τῶν ὀρέων, ὁμοία ἐθνῶν πολλῶν, κ.τ.λ.
5 Ἑτέρας ὑποθέσεως ἄρχεται, μετὰ τὰ περὶ Χρι‐ στοῦ θεσπισθέντα, κατ’ ἐθνῶν ἀλλοφύλων ἐννέα τὰς ὁράσεις ἰδὼν, ἀπὸ Βαβυλῶνος ἀρξάμενος. Αἷς καὶ τὴν φάραγγα Σιὼν περιείληφεν, τοῖς ἀλλοφύλοις καὶ τὸν Ἰουδαίων λαὸν συγκαλέσας, τούτων δὲ τῶν
10ἐθνῶν ἐποιήσατο μνήμην, ἃ καὶ μόνα τοῖς Ἰουδαίοις συνεχῶς ἐπετίθετο. Διὸ παραμυθεῖται τοὺς πεπονθό‐ τας κακῶς, εὐαγγελιζόμενος τῶν κακῶς αὐτοῖς χρη‐ σαμένων τὴν τιμωρίαν, καὶ τὴν ἐκ τῆς αἰχμαλωσίας ἀνάκλησιν, ὡς ἂν εἰς ἔργον τῆς προφητείας ἐλθούσης,
15βέβαιοι γένοιντο περὶ τὸν Θεὸν, τὸν καὶ δίκην ἐπ‐ άγοντα, καὶ πρὶν γενέσθαι μηνύοντα. Τὰ δὲ τῆς θεογνωσίας χρηστὰ, οὐκ Ἰουδαίοις μόνοις, ἀλλὰ τοῖς ἔθνεσι πᾶσιν εὐαγγελίζεται. Ἐν ἀρχῇ δὲ τῆς ὅλης βίβλου, περὶ τῆς Ἱερουσαλὴμ τῆς προφητείας ἀρξά‐
20μενος, καὶ τῶν ἐθνῶν τὴν ἀρχὴν ἀπὸ Βαβυλωνίων νῦν ποιησάμενος, εἰς Ἱερουσαλὴμ πάλιν κατήντησεν. Οὕτως οὐδεμία προσωποληψία παρὰ Θεῷ ἀπὸ τῶν οἰκείων ἀρξαμένῳ καὶ λήξαντι. Ἦρξαν δὲ τῆς οἰ‐ κουμένης Ἀσσύριοι ἐπὶ ἔτη χίλια τριακόσια, μέχρι
25πολιορκήσαντες Ἱερουσαλὴμ ἀπάνθρωποι περὶ τοὺς ἁλόντας ἐγένοντο, μὴ δόντες δόξαν τῷ παραδεδωκότι Θεῷ· τὰ ἱερὰ δὲ σκεύη τοῖς εἰδώλοις ἀσεβῶς ἀνα‐ θέντες. Ὅρασις δὲ προφητικὴ, καὶ διὰ νοῦ, καὶ τῶν ἔνδον ὀφθαλμῶν παραγίνεται, ὡς παρόντα βλεπόντων
30τὰ μέλλοντα Θεοῦ τὸν νοῦν καταλάμποντος, οὐκ ἔκ‐ στασιν ὑπομενόντων, ὡς ἐπὶ τῆς δαιμονικῆς ἐνερ‐ γείας. Ἐκεῖνοι γὰρ οὐχ ὁρῶσι τὰς ἐγγιγνομένας αὐ‐ τοῖς φαντασίας, ἀλλὰ παρορῶσιν, ὥσπερ οἱ δαιμονῶν‐ τες, ὄρη καὶ ποταμοὺς, ἄνδρας τε καὶ θηρία μὴ
35παρόντα θεώμενοι, ὧν οὐδὲν ὅρασίς ἐστιν, ἀλλὰ παραφορὰ τοῦ νοῦ τὴν ἰδίαν ἐνέργειαν ἀπολέσαντος. Θεὸς δέ φησιν· «Ἐγὼ ὁράσεις ἐπλήθυνα.» Ὅρασιν δὲ χαριζόμενος, οὐ τυφλοῖ τὸν νοῦν, ὃν αὐτὸς κατ‐ εσκεύασεν· φωτίζων δὲ, ποιεῖ διαυγέστερον τῇ παρου‐
40σίᾳ τοῦ πνεύματος. Διόπερ ὁρῶντας τοὺς προφήτας ὠνόμαζον, ὡς ἂν ἐπιταθείσης αὐτοῖς κατὰ νοῦν τῆς ὁράσεως. Τίς οὖν ἐποίησε βλέποντα καὶ τυφλόν; Τὸν μὲν, ὄντα προφήτην, τὸν δὲ, διὰ κακίαν πρὸς τὸ μέλλον τυφλώττοντα; ὀφθαλμοὶ γὰρ βέβηλοι τὰ τῶν
45μακαρίων οὐχ ὁρῶσι θεάματα. Διό φησιν· «Εἰς κρῖ‐ μα ἐγὼ εἰς τὸν κόσμον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται.» Τῷ δὲ προφήτῃ τοὔνομα πρόσκειται τοῦ Πατρὸς, τοῦ λόγου δεικνύντος, ὡς καὶ προφητείας αὐτῷ διδάσκα‐

2068

(50)

λος γέγονεν, ἁγίας αὐτοῦ φροντίσας ἀνατροφῆς καὶ παιδεύσεως. Τίς οὖν ἡ Βαβυλὼν, καθ’ ἧς ἡ ὅρασις γέγονεν, κατὰ μὲν τὴν ἱστορίαν, τόπος ἔνθα συνεχύ‐ θησαν τῶν πυργοποιούντων αἱ γλῶτται. Σύγχυσις γὰρ ἑρμηνεύεται τοὔνομα. Κατὰ δὲ τὸ νοητὸν, συγκε‐
55χυμένον ἐστὶ νοῦς ὑπὸ τῶν ἰδίων κακῶν θεομαχῶν2067

2069

ἀεὶ, καὶ πλάττων ἀλλότρια δόγματα, καὶ τὸ δοκεῖν αὐτοῖς συνυψούμενος.
8 Φησὶ δ’ οὖν τοῖς Βαβυλωνίοις ὁ προφήτης ἐπιπη‐ δῶν, Ἐπ’ ὄρους πεδινοῦ ἄρατε σημεῖον. Ἐπεὶ γὰρ
10ἀμέτρως ἐχρήσαντο τοῖς ἐξ Ἰσραὴλ, εἰ καὶ δι’ εἰδω‐ λολατρείαν αὐτοῖς παρεδόθησαν, ἀγανακτεῖ Θεὸς εἰ‐ κότως, καὶ διὰ Ζαχαρίου φησίν· «Ἐζήλωκα τὴν Ἱερουσαλὴμ καὶ τὴν Σιὼν ζῆλον μέγαν, καὶ θυμῷ μεγάλῳ ὀργίζομαι ἐπὶ τὰ ἔθνη τὰ ἐπιτιθέμενα· ἀνθ’
15ὧν ἐγὼ μὲν ὠργίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά.» Καὶ πρός γε τὴν Βαβυλῶνά φησιν· «Ἐγὼ δέδωκα αὐτοὺς εἰς τὰς χεῖράς σου, σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἔλεος.» Ἀνθ’ ὧν αὐτὴν παρέδωκε Κύρῳ τῷ Μήδων καὶ Περσῶν βασιλεῖ, πρὸς ὃν ἐν Ἡσαΐᾳ φησί·
20«Τάδε λέγει Κύριος τῷ χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς, ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ πόλεις οὐ συγκλεισθήσονται. Ἐγὼ ἔμπρο‐ σθέν σου πορεύσομαι, καὶ ὄρη ὁμαλιῶ. Θύρας χαλ‐ κᾶς συντρίψω, καὶ μοχλοὺς σιδηροῦς συγκλάσω.» Διὸ
25νικήσας ἀνῆκεν τῆς αἰχμαλωσίας τὸν Ἰσραὴλ, καὶ τὸν νεὼν ἀνεδείματο. Τοιγαροῦν Ἱερεμίας περὶ τῆς ἁλώσεως Βαβυλῶνος εἰπὼν, καὶ ὡς ἀνέβη ἐπ’ αὐτὴν ἔθνος ἀπὸ βοῤῥᾶ, τούτοις ἐπήνεγκε· «Τῷ καιρῷ ἐκείνῳ ἥξουσιν οἱ υἱοὶ Ἰσραὴλ καὶ οἱ υἱοὶ Ἰούδα
30ἐπὶ τὸ αὐτό. Βαδίζοντες καὶ κλαίοντες πορεύσονται τὸν Θεὸν αὐτῶν ζητοῦντες.» Καὶ πάλιν, εἰπὼν, ὡς Ἐκδικῶ ἐπὶ τὸν βασιλέα Βαβυλῶνος, ἐπήνεγκε· Καὶ ἀποκαταστήσω τὸν Ἰσραὴλ εἰς τὴν νομὴν αὐτοῦ. Μήδοις οὖν καὶ Πέρσαις ὁ προφήτης ἐπιφωνεῖ, ὡς
35ἤδη Βαβυλῶνος κεκρατηκόσιν, αἴρειν ὑψοῦ τῆς νί‐ κης τὸ σύμβολον, ἐμφανὲς ἐγείρασι τρόπαιον ἐπὶ τῇ κακοδαίμονι πόλει, περὶ ἧς αὐτός φησι· «Πῶς ἑάλω καὶ συνετρίβῃ ἡ σφῦρα πάσης τῆς γῆς; Τὴν ὠμότητα ταύτης καὶ πλεονεξίαν δηλῶν. Διόπερ αὐτοῖς τὸ τε‐
40λευταῖον οἱ ἐξ Ἰσραὴλ παρεδόθησαν ἐπιτείναντες τὴν ἀσέβειαν, πρώην ἔθνεσιν τοῖς ὁμόροις παραδιδόμε‐ νοι. Ὄρος δὲ πεδινὸν ἐκάλεσεν τὸ γεώλοφον. Ἐπὶ μετρίου γὰρ ὕψους ἡ τῶν τροπαίων ἐγίνετο στάσις. Πρὸς δὲ νοῦν, ἐπιδείκνυται πῶς ἡ δυναστεία τῶν τὴν
45σύγχυσιν ἐργαζομένων ἁλίσκεται, ἐπειδὰν ἐπ’ ὄρος ἀνέλθωμεν μὴ ἀπόκρημνον, ἀλλ’ ὥστε ὕψος μὲν ἔχειν διὰ τὸ ἀνάστημα, ἀσφάλειαν δὲ παρέχειν τοῖς ἐφισταμένοις διὰ τὴν ὑπτιότητα. Βούλεται γὰρ ἡμᾶς ἀμφότερα περὶ Θεοῦ νοεῖν ὑψηλά τε καὶ ἀσφαλῆ. Ὁ

2069

(50)

δὲ τὰ περὶ τοῦ σταυροῦ κηρύττων μεγαλοφώνως, οὕ‐ τως ἦρεν ἐπ’ ὄρους τὸ σημεῖον, τὸν περὶ τοῦ πάθους λόγον μεγαλῦναι δυνάμενος, ἐξομαλισμῷ τε καὶ σαφηνείᾳ περὶ τῶν ἐπαγγελλομένων παραδιδούς· περὶ δὲ τῶν τοιούτων ἐπήνεγκεν· Ὑψώσατε τὴν
55φωνήν. Τοῦτ’ ἔστιν, ἐξ ἑαυτῶν λάβετε τὸ ὕψος τῆς2069

2072

φωνῆς, τὰς ἐνυπαρχούσας ὑμῖν ἀφορμὰς ἐκ τῶν κοι‐ νῶν ἐννοιῶν πρὸς Θεοῦ δοξολογίαν ἀνακινήσαντες. Ὁ γὰρ κάτω βλέπων καὶ γήϊνος, ταπεινὴν ἔχει περὶ τοῦ Θεοῦ τὴν φωνὴν, οἰκῶν ὥσπερ ἐν φάραγγι.
5Πάθος γὰρ ἕκαστον, μεθ’ οὗ τις κηρύττει, ταπεινὴν φωνὴν ἀπεργάζεται. Μὴ οὖν ὑπείκωμεν, μὴ φόβῳ, μὴ κέρδει, μὴ πειρασμοῖς, ὡς ἂν ἡμῶν ὑψηλὸν ὑπάρχῃ τὸ κήρυγμα. Κατὰ δὲ τὸ ῥητὸν, ἀλαλάζειν τοῖς Πέρσαις ἐπὶ τῇ Βαβυλῶνι παρακελεύεται, καὶ
10φωνὴν ἠχεῖν ἐπινίκιον. Τάχα δὲ καὶ θαῤῥεῖν πρὸς τὴν κατὰ τούτων μάχην παρακελεύεται. Τοῦτο γὰρ τὸ, μὴ φοβεῖσθαι δηλοῖ, Θεοῦ νικῶντος καὶ τὴν ἄμα‐ χον δύναμιν. Εἶτα παρακαλεῖτε, φησὶ, τῇ χειρί. Νεύμασιν γὰρ ἐν πολέμῳ τὰ δοκοῦντα μᾶλλον σημαί‐
15νεται, μηδεμιᾶς πρὸς τὸν θόρυβον ἀρκούσης φωνῆς. Καὶ ἄλλως δὲ, ὁ τὴν παράκλησιν τοῖς θλιβομένοις δι’ ἀγαθῶν ἔργων προσφέρων, τῇ μεταδοτικῇ χειρὶ τὴν πενίαν παρεμυθήσατο. Διδοὺς γὰρ μᾶλλον παρα‐ καλέσει, λόγῳ παραινῶν τὴν πενίαν γενναίως ὑφί‐
20στασθαι. Τὴν δὲ χεῖρα τοῖς τοιούτοις ἀνοίγειν προ‐ τρέπεται, ὃ δηλοῖ τὴν μετάδοσιν, κατὰ τὸ, «Ἀνοί‐ ξαντος δέ σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος.» Ὃ δὴ ποιεῖν πρώτους ἐθέλει τοὺς ἄρχοντας, ὡς ἂν εἰς τύπον τοῖς ὑπὸ χεῖρα γενήσον‐
25ται. Δεῖ δὲ καὶ τὰ κεκλεισμένα τῆς Γραφῆς τοῖς ἀγνοοῦσιν ἀνοίγειν. Ὅπερ οὐκ ἐποίουν οἱ Γραμμα‐ τεῖς, τὰς κλεῖς ἔχοντες τῆς βασιλείας.
33 Ἄρχοντες γὰρ οἱ τοιοῦτοι τὰς κλεῖς τῆς γνώσεως ἔχοντες. Ἐντεῦθεν ὁ Παῦλός φησι· «Τὸ στόμα ἡμῶν
35ἀνέῳγε πρὸς ὑμᾶς, Κορίνθιοι.» Πρὸς δὲ ῥητὸν, ἢ τοῖς Βαβυλωνίοις, ὡς ἤδη κεκρατημένοις, τὰς πύλας ἀνοίγειν παρακελεύεται· ἢ δυνάμεσιν ἁγίαις συναι‐ ρομέναις τοῖς Πέρσαις. Τὸ γὰρ ἄμαχον ἐπιδεικνύμε‐ νος τῆς χειρὸς, ἐγὼ συντάσσω, φησὶ, καὶ ἐγὼ ἄγω
40αὐτούς· ἢ κατὰ θεωρίαν, φησὶν ὡς ἡμᾶς χρὴ τὰ πρὸς δύναμιν ἐνεργεῖν. Ὁ γὰρ ἄγων αὐτοὺς, Κύριός ἐστιν, ὁ κατατάσσων ἕκαστον ἐν τῷ σώματι τῆς Ἐκκλησίας πρὸς τὴν ἰδίαν ἀξίαν. Ἐφ’ οἷς ἐπάγει, ὅσους ἄγει κατὰ Βαβυλῶνος. Ὡς γίγαντες ἔρχον‐
45ται. Χαίροντες μὲν, ὡς θαῤῥοῦντες ὅτι κρατήσου‐ σιν. Περιφρονοῦντες δὲ τοὺς ἐναντίους, ὡς ἀσθενεῖς· ὅπερ ὕβριν ἐκάλεσεν. Ἀπειλεῖ δὲ καὶ ἄλλως θεο‐ μάχων τινῶν ἐπιδημίαν ἐπὶ δίκῃ τῶν πλημμελούν‐ των, ἐξ ὧν φυγεῖν ἐθέλων τοὺς ἑαυτοῦ, πρὸς ὄρος

2072

(50)

ἀνήγαγε πεδινὸν, τὸ σημεῖον αὐτοῖς διδοὺς φυλα‐ κτήριον. Καὶ τὴν δι’ ἔργων ἀγαθῶν παρασκευὴν ὑπο‐ τίθεται χειρὶ τοὺς θλιβομένους παρακαλεῖν, ἀνοί‐ γειν τε τὸ στόμα τοῖς μανθάνειν ἐθέλουσιν, ἵνα τοὺς
γίγαντας φύγωσιν ἐπὶ κακοῦ τὰ πολλὰ ταττομένους,2071

2073

οὓς ἀγγέλους πονηροὺς λέγων, ἔοικεν παραδηλοῦν ὁ Δαβὶδ, οἵπερ ἐπιχαίρουσι μαστιζομένοις ἡμῖν δι’ ὠμότητα, καὶ τὴν ἡμετέραν ὀδύνην ἰδίαν κρίνοντες ἀπόλαυσιν, ἐνυβρίζουσι, καί τοι τοσαῦτα δρῶντες
5ὅσα Θεὸς συγχωρεῖ. Φωνὴ ἐθνῶν πολλῶν ἐπὶ τῶν ὀρέων· καὶ τὰ ἑξῆς. Τὴν παμμιγῆ δείκνυσι τῶν ἐν τῷ πολέμῳ φωνὴν, ἀνθρώπων, ἵππων, νικώντων, φευγόντων. Ἥτις, φησὶν, οὐ τοιαύτη τίς ἐστιν, ὡς ὀλίγων ἀνθρώπων νομίζεσθαι. Ἀρχόντων δὲ πλεί‐
10στων, καὶ ἀρχομένων, Βαβυλωνίων μὲν θρηνούν‐ των, Περσῶν δὲ ἀλαλαζόντων. Οὓς καὶ ὁπλομάχους ἀποκαλεῖ, καὶ πόῤῥωθεν ἐρχόμενον ἔθνος ἀπ’ αὐ‐ τῆς ἤδη τῆς ἄρκτου, καὶ τῶν ὑπὸ ταύτῃ μερῶν. Ὡς κατὰ βούλησιν δὲ Θεοῦ χωροῦντας ἰδίους καλεῖ.
15Οἰκουμένην δὲ φθειρομένην, οὐ τὴν καθόλου φησί· τὴν περὶ ἧς δὲ πρόκειται χώραν, ἴσως καὶ τὸ μέγα καὶ πολυάνθρωπον αὐτῆς ἐνδεικνύμενος, ἀντιδια‐ στέλλων τε τὴν μετὰ τὴν ἅλωσιν ἐρημίαν. Εἰκὸς δὲ ταῦτα δηλοῦν καὶ τῶν κατὰ τὴν Ἐκκλησίαν διαφό‐
20ρων ἐθνῶν τὴν φωνὴν, ἣν καὶ πεδινὸν ὄρος ἔφη, πρὸς τὴν συλλογὴν τοῦ πλήθους εὐρυχωρίαν ταύτῃ διδοὺς, ἐπὶ τὸ ὕψος ἀναβαινόντων τῆς γνώσεως τοῦ Θεοῦ, μίαν τε φωνὴν ἐχόντων τῆς πίστεως. Μία δὲ οὖσα τῇ συμφωνίᾳ, πολλαῖς ἔοικε, διὰ τὸ μερισθῆναι
25γλώσσαις πυρὸς παρὰ τοῦ ἁγίου Πνεύματος ἐφ’ ἕκα‐ στον τῶν ἀποστόλων μελλόντων τοῖς ἔθνεσι κηρύξαι πᾶσιν τὸ Εὐαγγέλιον, ὧν τοὺς ἐκλεκτοὺς, βασιλέας καλεῖ, ὡς υἱοὺς τῆς βασιλείας ὑπάρχοντας. Ἐκ δὲ τοῦ, Κύριος ἐντέταλται ἔθνει ὁπλομάχῳ ἔρχε‐
30σθαι, διδασκόμεθα κρίσει Θεοῦ τὰς τιμωρίας ἐπ‐ άγεσθαι, καὶ ὡς οὐ δεῖ δεδιέναι τὸν τύπτοντα, τὸν ἐπιτάττοντα δὲ μᾶλλον παρακαλεῖν· οὐδὲ μιμεῖσθαι τοὺς λέγοντας ἀσεβῶς, δεῖν θυσίαν προσάγειν πνεύ‐ μασι πονηροῖς, ὡς ἂν αὐτῶν τὴν κακίαν ἐκμειλιζώ‐
35μεθα. Εἴτε γὰρ θεραπεύσητε, εἴτε καὶ μὴ, δρᾷν αὐ‐ τοὺς ἀνάγκη τὸ προσταττόμενον τῷ δοθέντι μέτρῳ χρωμένους. Ἡ δὲ τούτων πανοπλία τῇ τῶν δικαίων ἀντίκειται. Τοῖς μὲν γὰρ θυρεός ἐστι πίστεως· τοῖς δὲ ἀπιστίας. Τοῖς μὲν λόγου μάχαιρα, τοῖς δὲ ἀλο‐
40γίας. Τοῖς μὲν θώραξ δικαιοσύνης πρὸς τὴν ἀσφά‐ λειαν, τοῖς δὲ ἀδικίας. Σωτηρίας τούτοις περικεφά‐ λαια, τούτοις δὲ ἀπωλείας, ἕτοιμοι τούτοις οἱ πόδες πρὸς τὸ Εὐαγγέλιον τῆς εἰρήνης, ὀξεῖς ἐκείνοις πρὸς τὸ ἐκχέαι αἷμα. Οἳ καὶ ἀπὸ γῆς εἰσι, πόῤῥωθεν μὲν
45Θεοῦ, πόῤῥωθεν δὲ τοῦ βίου τούτου πρὸς κόλασιν ἐκεῖθεν ἀγόμενοι. Οἱ γὰρ συνεργοῦντες ἡμῖν τὰ πρὸς σωτηρίαν, σύνοικοί τε καὶ γείτονες. Ἐκείνων δὲ κα‐ τακέχρηται τῇ ὠμότητι πρὸς θεραπείαν ἡμετέραν ἡ Πρόνοια, ὡς ἰατρὸς ἐχίδνης ἰῷ οὓς οὐ τὸ πνεῦμα

2073

(50)

ἀλλ’ ἡ σὰρξ παραδίδοται, ἵνα τὸ πνεῦμα σωθῇ. Φύ‐ γελός τε καὶ Ἑρμογένης αὐτοῖς παρεδόθησαν οὐκ
εἰς ἀπώλειαν, ἵνα δὲ παιδευθῶσι μὴ βλασφημεῖν.2073

2076

(3)

Οἱ αὐτοὶ δὲ καὶ ἀπὸ γῆς πόῤῥωθεν, ὅτι τὸν πε‐ ρίγειον εἴλοντο τόπον, καὶ ἀπ’ ἄκρου τοῦ οὐρανοῦ,
5ὅθεν αὐτοῖς ἡ πρώτη γέγονε πτῶσις. Εἶτά φησιν· Ὀλολύξατε· ἐγγὺς γὰρ ἡ ἡμέρα Κυρίου· ὡς οὐδενὸς τοῦ θρηνεῖν ὑπολελειμμένου Βαβυλωνίοις. Θεοῦ δὲ κατασείοντος εἰς δειλίαν τὰς τούτων ψυχὰς, πᾶσα χεὶρ ἐκλυθήσεται, καὶ πᾶσα ψυχὴ ἀνθρώ‐
10που δειλιάσει. Πάντα γὰρ ἀνόνητα τότε πρὸς κώλυ‐ μα. Τὴν γὰρ χεῖρα τὴν ὑψηλήν τις ἀποστρέψει, κα‐ τὰ τὸ γεγραμμένον, καὶ ἄλλως δὲ, πρὸς τὴν ἀπει‐ λὴν τοῦ Θεοῦ, τὴν διὰ τῶν ὁπλομάχων, ὀλολυγ‐ μὸς καὶ θρῆνος προστέτακται, δι’ ὧν ἔστι δυσωπῆσαι
15Θεόν· φιλάνθρωπος γὰρ ὢν ἀπειλεῖ, καὶ τῶν μετα‐ νοούντων ἀποστρέφει τὴν ἀπειλήν. Εἰ μὴ γὰρ ἠβού‐ λετο τοῦ ἁμαρτωλοῦ τὴν μετάνοιαν, τί τὴν ἀπειλὴν τοῖς Νινευΐταις ἐκήρυττεν; παρ’ αὐτοῦ γὰρ ἡ συν‐ τριβὴ, τὰ συντριβῆς ἀφανίζοντος ἄξια. Ὡς συντρί‐
20βει τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας τοῦ δικαίου καὶ, Κύριος συντρίβων πολέμους, καὶ, Συντρίβει Κύριος τὰς κέδρους τοῦ Λιβάνου, τοὺς ἀλαζόνας καὶ τοὺς ὑπεραιρομένους κατὰ τῆς ἀληθείας. Δεῖ δὲ φθάνον‐ τας τοῦ Κυρίου τὴν συντριβὴν, τὴν ἑαυτῶν μεγα‐
25λόφρονα καρδίαν συντρίβειν, ἵνα γένηται θυσία ἡ ταπείνωσις αὐτῆς. Ὡς πρὸς Θεὸν γὰρ τιμωρούμε‐ νον, πᾶσα χεὶρ ἀσθενὴς καὶ ψυχὴ δειλή. Ἀνθρώ‐ που δὲ, φασὶν, εἰκότως προσέθηκεν. Ἡ μὲν γὰρ τῶν ἀγγέλων, κρείττων δειλίας, ἡ δὲ τῶν ἀλόγων ἐλάτ‐
30των. Ἡ δὲ γὰρ πτοεῖται μὲν, οὐ δειλιᾷ δέ. Δειλία γάρ ἐστιν ἔλλειψις τῶν ἀπὸ τῆς ἀνδρείας δογμάτων. Πρέσβεις δέ φησι ταραχθήσεσθαι, τοὺς τῶν εἰδώ‐ λων θεραπευτὰς, οἳ κατὰ τὸ εἰκὸς, τῶν περὶ Κῦρον προσδοκωμένων, κατεμαντεύοντο χρηστὰ καὶ λιτὰς
35προσῆγον τοῖς δαίμοσιν, ὑπὲρ τῆς χώρας πρεσβεύον‐ τες. Αἰσχυνθήσονται δὲ τῶν ἐναντίων γενησομένων, καὶ ὀδυροῦνται πρὸς ἀλλήλους. Τοῦτο γὰρ τὸ συμ‐ φοράσουσιν, οὐαὶ τυχὸν, καὶ συμφορᾶς προφέρον‐ τες ῥήματα. Ἐξ ἀθυμίας δὲ αὐτῶν τὰ πρόσωπα
40μελανθήσεται, ὡς σποδοῦ μαρανθείσης λείψανον εἶ‐ ναι δοκεῖν· ἢ καὶ τὸ ἐκ τῆς αἰσχύνης παρίστησιν ἔρευθος. Ἔρχεται γὰρ καιρὸς, καθ’ ὃν ἀπαραίτητος ὀργὴ Θεοῦ τὴν τῶν Χαλδαίων ὅλην ἐρημώσει χώ‐ ραν, καὶ τοὺς ἁμαρτωλοὺς ἐξ αὐτῆς ἀπολέσει·
45τοῦτ’ ἔστι, πάντας ὄντας ἁμαρτωλοὺς ἀπολέσει. Οὐ γὰρ ἀντιδιαστέλλει δικαίοις οὖσιν ἐν Βαβυλῶνι. Καὶ ἐπὶ τὰ μεγέθη τῶν συμφορῶν, σκότου καὶ ἀχλύος τὸν ἀνθρώπινον καταπίμπλησι νοῦν, κἂν ὁ τῆς ἡμέ‐ ρας τύχῃ καιρὸς, κἂν σελήνῃ καὶ ἄστροις ἡ νὺξ κα‐

2076

(50)

ταλάμπηται, τούτου χάριν ταῦτά φησι, σκοτισθή‐ σεται, οὐ φύσει, τῶν δὲ ἀθυμούντων οὕτω δοκούν‐ των ὁρᾷν. Τὸ δὲ, Ἐντελοῦμαι κακὰ, ἢ ἀντὶ τοῦ, ἀπειλήσω· ἢ ἀπενεχθῆναι προστάξω. Δι’ Ὠρίωνος δὲ, τὰ λαμπρὰ τῶν ἀστέρων ἐδήλωσεν. Ἄλλως δὲ
55παρ’ Ἑβραίοις τὸ ἄστρον τοῦτο λεγόμενον, οἱ ἑρμη‐2075

2077

νεύσαντες πρὸς τὴν κρατοῦσαν παρ’ Ἕλλησι συν‐ ήθειαν ἐκδεδώκασι. Καὶ ἐν Ἰὼβ δέ φησιν ἡ Γραφὴ, Πλειάδα καὶ Ἕσπερον καὶ Ἀρκτοῦρον, καὶ ταμιεία νότου πάλιν οὕτως ἐξ Ἑλλήνων λεγόμενα. Τινὲς δὲ τὰ
5προειρημένα ῥητὰ, διὰ τὸ λέγεσθαι τῇ οἰκουμένῃ πάσῃ κακὰ, τοῦτον ἐξηγοῦνται τὸν τρόπον. Μέλλων γὰρ, φασὶν, ὁ λόγος μερικὴν ἀπειλὴν κατὰ Βαβυλῶ‐ νος ποιήσασθαι, περὶ τῆς καθολικῆς τοῦ Θεοῦ προεκτίθεται κρίσεως, καθόλου περὶ τῶν ἀσεβῶν
10οἷα πείσονται διηγούμενος· εἶθ’ οὕτως ἐπὶ τὴν με‐ ρικὴν τῆς Βαβυλῶνος μετέρχεται κόλασιν. Περὶ δὲ τῆς γενικῆς τέως λέγων· Ἐπ’ ὄρους, φησὶ, πεδι‐ νοῦ ἄρατε σημεῖον. Τοῦτο δὲ τὸ προφητικὸν πνεῦ‐ μα ἐκ προσώπου τοῦ Θεοῦ Λόγου προφέρεται, κε‐
15λεύει τε τοῖς ἀμφ’ αὐτὸν ἀγγέλοις ἀνοῖξαι θύρας κε‐ κλεισμένας, καὶ τοῖς ἔνδον οὖσι προϊέναι, παρακε‐ λεύσασθαι, καὶ σπεύδειν ἐπὶ τὴν τῶν ἀσεβῶν τι‐ μωρίαν. Δι’ ὧν εἰκὸς δηλοῦσθαι χώραν ἀφωρισμέ‐ νην δυνάμεσιν ἀντικειμέναις οἱονεὶ δεσμωτήριον
20τούτων ὑπάρχουσαν.
25 Καὶ μήποτε αὐτή ἐστιν ἡ ἄβυσσος, ἣν πεπληρῶ‐ σθαι δρακόντων δηλοῖ τὸ, δράκοντες καὶ πᾶσαι ἄβυσσοι, εἰς ἣν μὴ πεμφθῆναι πρὸ καιροῦ τὸν Χρι‐ στὸν παρεκάλουν οἱ δαίμονες, ὡς εἰδότες ἔσεσθαί ποτε τούτου καιρόν; Τὰς δὲ τοιαύτας δυνάμεις γί‐
30γαντάς φησιν, ἢ ὡς γιγάντων οὔσας ψυχάς· ἢ τῶν ἐξ οὐρανοῦ κατελθόντων ἀγγέλων, ἐξ ὧν οἱ γίγαντες ἐγεννήθησαν ταῖς τῶν ἀνθρώπων θυγα‐ τράσι μιγέντων, ἢ καὶ ἑτέρας ἀποστατικὰς δυνάμεις μέχρι τοῦ τῆς κρίσεως δεδεμένας καιροῦ. Ἐπειδ’ ἂν
35δὲ τὸ τοῦ Θεοῦ δικαιωτήριον ἐπιστῇ, ἀποστελεῖ μὲν, ὡς αὐτός φησι, τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλ‐ πιγγος μεγάλης, καὶ ἐπισυνάξουσι τοὺς ἐκλεκτοὺς αὐτοῦ, ἀπ’ ἄκρου τοῦ οὐρανοῦ ἕως ἄκρων αὐτοῦ, τὰς δὲ κολάσεις ὥσπερ διὰ δημίων τῶν ἀντικειμέ‐
40νων δυνάμεων τοῖς κολασθησομένοις ἐπάξει, προσ‐ τάξας τοῖς ἀμφ’ αὐτὸν ἀγγέλοις ἀνεῖναι τούτων τὸ δεσμωτήριον, ὡς ἂν προελθοῦσαι τοὺς ἀσεβεῖς τι‐ μωρήσονται, μέλλουσαι καὶ αὗται τὴν οἰκείαν ἐκ‐ δέχεσθαι κρίσιν. Ὄρος δὲ πεδινὸν, τὸν περίγειον
45ἐκάλεσε τόπον, καὶ πᾶν τὸ τῶν ἀνθρώπων οἰκητή‐ ριον, ἔνθα τὸ σημεῖον παρασχεῖν τῆς μελλούσης ἐπιτίθεσθαι τοῦ Θεοῦ κρίσεως παρακελεύεται (πε‐ ρὶ οὖ τάχα φησὶ, Καὶ ὄψονται τὸ σημεῖον τοῦ Υἱοῦ τοῦ ἀνθρώπου) καὶ ὑψηλῇ φωνῇ συγκαλεῖν ἐπὶ τὸ

2077

(50)

κριτήριον. Εἶτά φησι, Παρακαλεῖτε τῇ χειρί· ἀνοί‐ ξατε, ἄρχοντες. Ἀνθ’ οὗ Σύμμαχός φησι· Κινήσα‐ τε χεῖρα, καὶ ἐξελευθέτωσαν θύρας. Δῆλον ὡς ἀπὸ τοῦ ἐξωτάτου σκότους, ἐν ᾧ καθειργμέναι τυγ‐ χάνουσιν. Αἳ οὐκ ἂν ἐξῆλθον, μὴ τοῦ κριτοῦ τοῦτο
55προστάξαντος. Ἐπιφέρει δὲ ὡς γίγαντές εἰσιν οἱ2077

2080

καλούμενοι. Ἀνθ’ οὗ, Ἀκύλας καὶ Σύμμαχος δυ‐ νατοὺς ἐκδεδώκασι. Λέγει δὲ δυνάμεις τὰς τιμωρη‐ τικάς. Τοῦτο γὰρ ἡ Γραφὴ λέγουσα περὶ τῶν Αἰ‐ γυπτίων παρίστησιν· «Ἀπέστειλεν ἐπ’ αὐτοὺς ὀρ‐
5γὴν καὶ θυμὸν καὶ θλῖψιν, ἀποστολὴν δι’ ἀγγέλων πονηρῶν·» ὧν δηλοῖ τὴν ἐπὶ τοῖς κολαζομένοις ὠμότητα, χαρὰν αὐτῶν λέγων καὶ ὕβριν. Ταῦτα μὲν οὖν φασι περὶ τούτων. Τὰ δὲ ἑξῆς, περὶ τῶν κριθησομένων ἐθνῶν ἐπιλέγει, οἳ φωνὰς ἀφήσουσι,
10καθ’ ἑαυτῶν ἐξομολογούμενοι, τὰς ἑαυτῶν ὀλοφυρό‐ μενοι συμφορὰς, ὑπήκοοί τε καὶ βασιλεῖς, διὰ τοὺς ὁπλομάχους τοὺς φθείροντας Θεοῦ προστάξει τὴν οἰκουμένην. Τούτους ἔλεγε γίγαντας μακρὰν ὄντας πάλαι, καὶ ὥσπερ ἐν θεμελίοις τοῦ οὐρανοῦ ἀπο‐
15κεκλεισμένους. οἳ κατὰ καιρὸν κληθέντες φθείρου‐ σι πᾶσαν τὴν τῶν κακῶν οἰκουμένην, μετὰ τὸν ἀφορισμὸν τῶν δικαίων. Οὕτω καὶ ἐν Εὐαγγελίοις τῶν ἐκ δεξιῶν κληθέντων ἐπὶ τὴν ἡτοιμασμένην αὐ‐ τοῖς βασιλείαν ἀπὸ καταβολῆς κόσμου, ἐπὶ τοὺς ἐν
20ἀριστεροῖς ἡ ἀπειλὴ τοῦ πυρὸς ἐξενήνεκται. Ταῦτα περὶ τῆς μελλούσης εἰπὼν κρίσεως, ἐπεὶ μήπω ταύτης καιρὸν, ἐπὶ μετάνοιαν πρὶν γενέσθαι ταύ‐ την καλεῖ τοὺς ἁμαρτωλοὺς, ἐπὶ τοῖς ἰδίοις κακοῖς ἀποκλαίεσθαι παραινῶν. Ἥξει γὰρ, φησὶν, ἡ προ‐
25λεχθεῖσα τῆς ὀργῆς ἡμέρα, καὶ πλησίον ἐστίν. Πολὺς δὲ ὁ χρόνος ἀφ’ οὗ ἐγγίζειν αὐτὴ λέγεται πάν‐ των τῶν προφητῶν διαμαρτυραμένων αὐτῆς τὴν ἐγγύτητα, ὡς ἂν μηδεὶς ἀναπεπτωκὼς, ὡς χρονι‐ ζούσης αὐτῆς ἀνέτοιμος εὑρεθῇ. Τίνες δὲ οἱ πρέσ‐
30βεις οἱ ταρασσόμενοι, ἡνίκα ἂν ἐπιστῇ ἡ τοῦ Κυ‐ ρίου ἡμέρα; Δῆλον ὅσους διὰ παραβολῆς ᾐνίξατο Κύριος. «Ἄνθρωπος γὰρ, φησὶν, εὐγενὴς ἐπορεύθη εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν, καὶ ὑποστρέψαι.» Εἶτα περὶ τῶν δέκα μνῶν τῶν δοθει‐
35σῶν τοῖς δούλοις εἰπών φησιν· «Οἱ δὲ πολῖται αὐ‐ τοῦ ἐμίσουν αὐτὸν, καὶ ἔπεμψαν ὀπίσω αὐτοῦ πρέσ‐ βεις, ὅτι Οὐ θέλομεν τοῦτον βασιλεῦσαι ἐφ’ ἡμᾶς.» Καὶ πῶς γὰρ οὐκ εὐγενὴς ὁ ἐκ τῆς οὐσίας τοῦ Πα‐ τρὸς ἔχων τὴν ὕπαρξιν; καὶ ὁ κατὰ τὸν Σωτῆρα
40δὲ ἄνθρωπος, εὐγενὴς ἂν λέγοιτο γεγονὼς ἐκ σπέρ‐ ματος Δαβίδ. Πορεύεται οὖν εἰς χώραν μακρὰν, οὐ τοσοῦτον τῷ τόπῳ διεστῶσαν, ὅσον τῇ καταστάσει τῶν πραγμάτων. Ἐγγὺς γὰρ ὁ Θεὸς τῶν ἀγαθῶν, τῶν δὲ πλημμελούντων ἀπῴκισται. Ὃς διαβόλου
45τυραννίδι τὸν κόσμον ἰδὼν ὑποκείμενον, ἐλεήσας τοὺς ἀνθρώπους, βασιλεὺς αὐτῶν γενέσθαι κατεδέ‐ ξατο. Δεῖ γὰρ αὐτὸν βασιλεῦσαι, ἄχρις οὗ θῇ τοὺς ἐχθροὺς αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ. Ἦλθεν οὖν εἰς χώραν μακρὰν τοῦ Θεοῦ, τὸν περίγειν τόπον

2080

(50)

τὴν ἐπὶ τὰ ἔθνη βασιλείαν λαβεῖν, κατὰ τὸ, «Αἴτη‐ σαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου.» Οἱ δὲ τελοῦντες ὑπὸ τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου, οὐ μόνον ἄνθρωποι, ἀλλὰ καὶ δυνάμεις, τὴν αὐτοῦ βασιλείαν οὐ κατεδέξαντο. Δόντος δὲ αὐ‐
55τοῦ τὰς ἐντολὰς, καὶ τὴν ἐργασίαν ἐπιζητοῦντος2079

2081

αὐτῶν, ἔπεμψαν πρέσβεις ὀπίσω αὐτοῦ ἀρνούμενοι τὴν αὐτοῦ βασιλείαν. Εἶεν δ’ ἂν οἱ πρέσβεις, οἱ τὸν θάνατον ἐνεργήσαντες αὐτοῦ, νομίσαντες διὰ τοῦ σταυροῦ διακόπτειν αὐτοῦ τὴν βασιλείαν, λέγοντες
5τῷ Πιλάτῳ· «Μὴ γράφε ὅτι βασιλεὺς τῶν Ἰουδαίων, ἀλλ’ ὅτι ἐκεῖνος εἶπε, βασιλεύς εἰμι·» οἳ κατακρι‐ θέντες ἐκ τῆς ἑαυτῶν πονηρίας ἐμποδὼν οὐ γεγό‐ νασι τῇ οἰκονομίᾳ. Οὐδεὶς δὲ θέλει φαῦλα πράττων, ὑπὸ Χριστοῦ βασιλεύεσθαι. Περὶ ὧν, ὅτι ταραχθή‐
10σονται, φησὶν ὁ προφήτης, ὅταν ἴδωσι τὸν Κύριον μετὰ δόξης ἐρχόμενον. Ἰδοὺ γὰρ ἡμέρα Κυρίου ἔρχεται ἀνίατος. Ταύτην ἄλλην εἶναί φασι παρὰ τὴν προτέραν, περὶ ἦς εἶπεν· Ἐγγὺς ἡ ἡμέρα Κυ‐ ρίου. Ἐκείνη γὰρ, περὶ τῆς ἰδίας ἑκάστου συντε‐
15λείας, ἥτις ἐγγὺς πάρεστιν· ἡ δὲ νῦν, περὶ τῆς καθολικῆς, ἥπερ δὴ καὶ κυρίως ἐστὶν ἡμέρα. Νυκτὶ γὰρ οὐ διακόπτεται. Διὸ καὶ ἐν αὐτῇ φανεροῦται τὰ κρυπτὰ τοῦ σκότους. Ὁ δὲ παρὼν βίος, νύξ· ἐν ᾧ ταῦτα συγκέκρυπται. Ἐκείνην οὖν ἀνίατον ἔφησεν.
20Οὐκ ἔστι γὰρ ἐξετάσασθαι τοὺς προσαγομένους ἐν αὐτῇ πόνους. Οἰκονομικὸν δὲ τοῦτο, φασὶ, φόβον ἐμποιοῦν πρὸς τὸ ἐργάζεσθαι, ἕως ἡμέρα ἐστίν· ἔρχεται γὰρ νὺξ, ὅτε οὐδεὶς δύναται ἐργάσασθαι· δεδεμένος δὲ χεῖρας καὶ πόδας τῷ δεσμῷ τῶν ἰδίων
25ἁμαρτημάτων, εἰς τὸ σκότος ἐμβάλλεται. Τότε δὲ, φησὶν, οἱ ἀστέρες τοῦ οὐρανοῦ τὸ φῶς οὐ δώ‐ σουσι, λέγοντος τοῦ Κυρίου. Εὐθέως δὲ μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων, ὁ ἥλιος σκοτισθήσε‐ ται, καὶ τὰ ἐπὶ τούτοις, οἷς ἐπιλέγει· καὶ κόψονται
30πᾶσαι αἱ φυλαὶ τῆς γῆς. ᾯ σύμφωνον τό· Φωνὴ ἐθνῶν πολλῶν ἐπὶ τῶν ὀρέων. Φωνὴ βασιλέων καὶ ἐθνῶν συνηγμένων.
35 ιβ—ιϛʹ. Καὶ ἀπολῶ ὕβριν ἀνόμων, καὶ ὕβριν ὑπερηφάνων ταπεινώσω. Καὶ ἔσονται οἱ καταλε‐ λειμμένοι ἔντιμοι μᾶλλον, ἢ τὸ χρυσίον τὸ ἄπυ‐ ρον, καὶ ἄνθρωπος μᾶλλον ἔντιμος ἔσται ἢ ὁ λίθος ὁ ἐκ Σουφείρ, κ.τ.λ.
40 Καὶ ταῦτα πάλιν, οἱ μὲν τοῖς περὶ τῆς καθόλου κρίσεως προσκεῖσθαί φασιν, οἱ δὲ περὶ Χαλδαίων ἰδικώτερον λέγεσθαι, ἀγαθότητος δὲ Θεοῦ τὸ, ὕβριν ἀνόμων καὶ ὑπερηφάνων ἀπολεῖν τε καὶ ταπει‐ νοῦν, ὡς ἂν ἀποκαταστήσῃ καθαρὸν ἀπὸ πάσης
45κακίας τὸ ἑαυτοῦ δημιούργημα· ὡς καὶ τὴν σοφίαν τῶν σοφῶν ἀθετεῖ διελέγχων, οὐκ οὖσαν ἀληθῆ καθ’ ἃ τοῖς πλανωμένοις δοκεῖ. Οὕτως ὑπὸ ἰατροῦ νόσος ἀπόλλυσθαι λέγεται, καὶ σκότος ὑπὸ ἡλίου. Διὸ καὶ Ἰακὼβ εὐλογῶν τοὺς υἱοὺς Συμεὼν καὶ Λευὶ, Ἐπι‐

2081

(50)

κατάρατος, φησὶν, ὁ θυμὸς αὐτῶν· τὴν πονηρὰν γὰρ ἕξιν διὰ τῆς κατάρας ἐξαναλίσκει, ὡς ἂν τὸ καταλει‐ πόμενον ἐν αὐτοῖς ἄξιον τῆς εὐλογίας τοῦ πατριάρ‐ χου γένηται. Οὕτω καὶ Νῶέ φησιν· Ἐπικατάρατος Χαναάν· καίτοι Χὰμ ἦν ὁ λελυπηκὼς, ἀλλ’ ὅμως
55οὐκ αὐτῶ καταρᾶται, ἀλλὰ τῷ γεννήματι αὐτοῦ,2081

2084

καὶ τῷ ἔργῳ, ᾧπερ συμβολικῶς ὀνομάζεται Χαναάν. Ἑρμηνεύεται γὰρ, ὡς σάλος. Ἐν κινήσει γὰρ ἡ ἕξις γινομένη τὸ πάθος ἐπιτελεῖ.
6 Ἡ δὲ ὕβρις, ἢν ἀπολεῖν φησι, πάσης ἐστὶν ἀνομίας ἐμφατική. Οἱ γὰρ ἄνομοι ὑβρίζουσι μὲν εἰς τὸν ναὸν, ὑβρίζουσι δὲ εἰς τὸν πλησίον, καὶ εἰς τὸ κατ’ εἰκόνα. Καὶ διὰ τῆς εἰκόνος ἡ ὕβρις ἀνα‐
10βαίνει ἐπὶ τὸν κτίσαντα, καθὰ καὶ εἰς βασιλέα, διὰ τῆς εἰκόνος ὑβριζομένης. Καὶ πρὸ πάντων, δι’ ὧν τις ἁμαρτάνει, ἑαυτὸν καθυβρίζει· ὕβρεως ἄρα γέν‐ νημα πᾶσα ἁμαρτία· καὶ τοῦ ὑβριστοῦ πρώτου καθ‐ άπτεται· οὕτω δὲ καὶ ὑπερηφανία τῆς ἀνομίας
15ἐστὶν ἀδελφή. ᾯ γὰρ ἄν τις ἁμάρτῃ, τὴν ἐναντίαν ἀρετὴν ὑπερηφανεῖ τῷ πλημμελήματι. Ὁ οὖν ἀν‐ τιτασσόμενος ὑπερηφάνοις Κύριος, καὶ ταπεινῶν ἁμαρτωλοὺς ἕως γῆς, ἐπαγγέλλεται τὴν ὕβριν τῶν ὑπερηφάνων ταπεινώσειν, ῥυόμενος αὐτοὺς
20ἐκ τῆς πρὸς τὸν διάβολον ὁμοιότητος, ὃς πατήρ ἐστιν ὑπερηφανίας, ἐνάγων αὐτοὺς πρὸς τὸ μαθητεύεσθαι τῷ εἰπόντι· Μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ. Ταῦτα δὲ, φασὶ, καθολικῶς περὶ τῆς ἐπὶ συντελείᾳ τοῦ κόσμου κρίσεως εἴρηται· διὸ
25ἐν αὐτοῖς, τῆς οἰκουμένης ὅλης μεμνημένος, οὐ‐ δεμίαν Βαβυλῶνος πεποίηται μνείαν, μετὰ δὲ τὸ ἐπενεχθῆναι τὰ εἰρημένα, οἱ ἐκ πολλῶν εὑρισκόμε‐ νοι ἄνθρωποι μηδὲν βλαβέντες τὴν ψυχὴν ἀπὸ τῆς πρὸς τοὺς ἀνόμους κοινωνίας, διὰ δὲ πειρασμῶν μυ‐
30ρίων βάσανον δεδωκότες ἀκριβῆ τῆς ἑαυτῶν προαι‐ ρέσεως, παντὸς τιμίου δοκοῦντος ἐν ἀνθρώποις ἔσονται τιμιώτεροι, τῆς ἀνδρὸς εὑρεθέντες ἄξιοι προσηγορίας, καὶ τὸ κατὰ φύσιν λογικὸν διασώζον‐ τες, χρηματίζοντες ἄνθρωποι, τῷ μὴ τεθηριῶσθαι
35τοῖς ἄλλοις ὁμοίως. Ἄπυρος δὲ χρυσὸς, ὁ διὰ τὸ φύσει καθαρὸν καὶ ἀμιγὲς πρὸς ἄλλα, πυρώσεως οὐ δεόμενος. Σουφεὶρ δὲ χώρα τῆς Ἰνδικῆς, ἔνθα γίνε‐ σθαι τὰς τιμιωτάτας λίθους φησί. Δηλοῖ τοίνυν ἢ τῶν ἀρετὴν ἐχόντων τὸ σπάνιον, ἢ τῶν ὅλως ζώντων
40μετὰ τὴν ἅλωσιν Βαβυλῶνος· εἴγε περὶ ταύτης ὁ λόγος, ἐφ’ οἷς οὐρανοῦ θυμὸν ὑποτίθεται, οὐχ ὡς ἐμψύχου, καθ’ ἃ δή τινες οἴονται, ἀλλὰ τὰς ἐν αὐτῷ δυνάμεις δηλῶν, ὥσπερ φαμὲν, Ἡ πόλις ἐκβέβηκε, Πᾶσα ἡ πόλις ᾔτησέ τι παρὰ τοῦ ἄρχοντος, τοὺς
45ἐνοικοῦντας σημαίνοντες. Συγκινεῖται δὲ τῷ Δεσπό‐ τῃ κατὰ τῶν ἀσεβούντων ἡ κτίσις· ὡς καὶ χαρὰ γί‐ νεται ἐν τοῖς μετανοοῦσιν ἐν οὐρανῷ. Καὶ ἀλλαχοῦ δὲ ἐπὶ τοῖς ἀνόμοις ὁ οὐρανὸς ἐξίσταταί τε καὶ φρίτ‐ τει· καὶ ἐν Αἰγύπτῳ γὰρ ὕδωρ μὲν εἰς αἷμα μετ‐

2084

(50)

έβαλεν· ἐξῆρψε δὲ βατράχους ἡ γῆ· καθῆκε δὲ χά‐ λαζαν οὐρανός· ὁ δὲ ἀὴρ σκότος ὑπῆρχε βαθύτατον. Οὕτω δὲ καὶ νῦν οὐρανοῦ θυμὸν νοητέον, ὡς ἅπερ ἐξ αὐτοῦ τοῖς κολαζομένοις ἐπάγεται φοβερὰ, ἄστρων
ἐκλείψεις, σκηπτοί τε καὶ σκληραὶ βρονταὶ, καὶ2083

2085

ἀέρος ἀχλὺς, ἃ δὴ γίνεται διὰ θυμὸν ὀργῆς Κυ‐ ρίου, οὕτω λεγομένης τῆς κατὰ κόλασιν ἀναθυμιά‐ σεως, καὶ τῆς ἐπὶ τοῖς ἡμαρτηκόσιν ἐξάψεως. Γῆ δὲ, φησὶν, ἐκ τῶν θεμελίων σεισθήσεται· τοῦτ’
5ἔστιν, οὐκ ἐπιβολῆς ἔχουσα τὸν βρασμόν. Θεμέ‐ λια δὲ γῆς ἄγνωστά φησιν ἐν Ἰὼβ ἀνθρώπου φύ‐ σει Κύριος. «Ποῦ ἦς ἐν τῷ θεμελιοῦν με τὴν γῆν; ἀπάγγειλον δή μοι εἰ ἐπίστασαι σύνεσιν, τίς ἔθετο τὰ μέτρα αὐτῆς, εἰ οἶδας; ἢ τίς ὁ ἐπαγαγὼν σπαρ‐
10τίον ἐπ’ αὐτήν; ἐπὶ τίνος οἱ κρίκοι αὐτῆς πεπήγα‐ σιν; τίς δέ ἐστιν ὁ βαλὼν λίθον γωνιαῖον ἐπ’ αὐ‐ τῆς;» Οἱ δὲ τῆς ἔξω σοφίας φασὶ τεθεμελιῶσθαι τὴν γῆν ἐν τῷ κέντρῳ τῆς περιεχούσης οὐρανοῦ σφαίρας αὐτήν. Ἰσόῤῥοπος γάρ περ ἀφισταμένη
15πανταχόθεν, ἐστὶν ἀκλόνητος· καὶ ταῦτα δὴ, φασὶ, τὰ ῥητὰ δηλοῖ τὴν συντέλειαν. Οἱ δὲ περὶ Βαβυλωνίων εἰρῆσθαι νομίζοντες λέγουσιν, ὡς οἱ προφῆται τὴν θείαν καὶ ἄφραστον δύναμιν δεχόμενοι κατὰ νοῦν, ὑπερβολικῶς αἴρουσιν ὑψοῦ τὰς φωνὰς, καὶ μεγέθη
20τοῖς διηγήμασιν ἐπινοοῦσιν ἐξαίρετα. Οἱ δὲ φεύγειν, φησὶ, τότε πειρώμενοι τὰ δεινὰ, δόξουσιν ἐοικέναι δορκαδίῳ σμικρῷ, ἀλλ’ οὐ τελείοις, κοῦφόν τε καὶ ταχὺν ποιουμένοις τὸν δρόμον· εὐπτόητον δὲ τὸ ζῶον, κἀν ταῖς φυγαῖς οὐχ ἱστάμενον.
32 Καὶ ὡς πρόβατον ἔσονται πλανώμενον. Οὐ γὰρ ἔχει σύνεσιν οἰκείαν τὸ πρόβατον, ὡς ὁρμίσαι μὲν ἐπὶ τὰς τροφίμους νομὰς, αὐλισθῆναι δὲ ἐν τόποις
35ἀσφαλεστέροις, ἢ πότον ἑαυτοῖς ἐκζητῆσαι, ἐὰν μή τις ᾖ ποιμαίνων, καὶ ἐπ’ αὐτὰ καθηγούμενος. Οὕτως οὖν τοῖς φεύγουσί φησιν, Οὐκ ἔσται τις ἄρχων ὁ καὶ συνάγειν δυνάμενος, καὶ καταφυγὴν αὐτοῖς παρα‐ σχεῖν. Οἱ μὲν γὰρ διασπείρονται διωκόμενοι· οἱ δὲ
40μένοντες, ἡττηθήσονται· ἢ καὶ, κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς, ἐκκεντηθήσονται. Οἱ δὲ κἂν συστῶσι ἀλλήλων, ὑποπεσοῦνται τῇ μαχαίρᾳ τῆς ὀργῆς τοῦ Θεοῦ. Οὐ μόνον δὲ ταῦτα διαθήσουσιν τοὺς ἀσε‐ βεῖς αἱ δυνάμεις αἱ τιμωρητικαὶ, ἤγουν τοὺς Βαβυ‐
45λωνίους οἱ Πέρσαι· ἀλλὰ καὶ γυναῖκας καὶ παῖ‐ δας, ὡς ὁμοίως ὑπάρχοντας ἀσεβεῖς. Τὸ δὲ εἰς τὴν χώραν αὐτοῦ διῶξαι, ἀντὶ τοῦ ἐπειχθῆναι. Δεδιό‐ τες γὰρ τοὺς πολεμίους, φησὶ, καὶ τὴν ἡδίστην αὐτοῖς φεύξονται χώραν. Συμφωνεῖ δὲ τῷ τοὺς παῖδας

2085

(50)

ἄρξουσιν, ὁ Δαβὶδ πρὸς τὴν Βαβυλῶνα λέγων, «Μακάριος ὃς κρατήσει καὶ ἐδαφιεῖ τὰ νήπιά σου πρὸς τὴν πέτραν.» Εἰ δὲ δεῖ νοητῶς περὶ τῶν συμ‐ βεβηκότων Ἀσσυρίοις εἰπεῖν, εὕροις ἂν ἀκωλύτως τῇ περὶ τοῦ Χριστοῦ προφητείᾳ λεχθείσῃ τὰ περὶ
55τῆς νοητῆς Βαβυλῶνος, καὶ τοῦ ταύτης ἄρχοντος2085

2088

διαβόλου λεγόμενα, ὃς κατὰ τὸν ἱστορικὸν βασιλέα πολεμεῖ μὲν ἀεὶ τοῖς ἀνακειμένοις Θεῷ, πολλούς τε λίαν αἰχμαλώτους ἐργάζεται, καὶ τούτοις ἐπιχαίρει τῆς πατρίδος ἐληλαμένοις, καὶ γῆς τῆς ἁγίας. Ἀλλ’
5ἐγήγερται τὸ τοῦ Σωτῆρος σημεῖον ὁ θεῖος σταυρὸς, καὶ ἠλαλάξαμεν κατ’ αὐτοῦ ᾠδὴν ᾄδοντες ἐπινίκιον τῷ δι’ ἡμᾶς ὑπὲρ ἡμῶν τε νενικηκότι, καὶ τὴν φω‐ νὴν ὑψώσαμεν, τῆς πίστεως τὴν ὁμολογίαν ποιού‐ μενοι. Ἐντέταλται δὲ καὶ ὁ Κύριος ἔρχεσθαι ἔθνει
10ὁπλομάχῳ, δηλονότι τῷ τῶν ἁγίων, οἷς ἡ μάχη οὐ πρὸς αἷμα καὶ σάρκα, πρὸς ἀρχὰς δὲ μᾶλλον καὶ ἐξουσίας, ἀντετάξαντό τε καὶ νενικήκασιν ἀντεπάγον‐ τες αὐταῖς τὴν πολιορκίαν οἷά τινα πόλιν, τὴν εἰδω‐ λολατρείαν πορθοῦντες τὴν πάλαι δεινὴν καὶ ἀνάλω‐
15τον Χριστοῦ στρατηγοῦντος, καὶ τῶν ὑπερασπιζόν‐ των ἀγγέλων, ὡς εὐαριθμήτους λείπεσθαι τῶν ὑπ’ ἐκείνων ἁλόντων, καὶ τούτους περιδεεῖς καὶ ἀπειρη‐ κότας παντελῶς τὴν ἀντίστασιν. Ἐπὶ τοιαύτην ἡμᾶς ὁ προφήτης ἀλληγορίαν κινῶν, μετὰ τὰ περὶ
20τοῦ Σωτῆρος, τὰ περὶ τῶν Βαβυλωνίων ἐπήνεγ‐ κεν.
24ιζ—κβʹ. Ἰδοὺ ἐπεγείρω ἡμῖν τοὺς Μήδους, οἲ
25ἀργύριον οὐ λογίζονται, οὐδὲ χρυσίου χρείαν ἔχουσι. Τοξεύματα νεανίσκων συντρίψουσι, καὶ τὰ τέκνα ὑμῶν οὐ μὴ ἐλεήσωσιν, οὐδὲ ἐπὶ τοῖς τέκνοις σου φείσονται οἱ ὀφθαλμοὶ αὐτῶν. Ταχὺ ἔρχεται, καὶ οὐ χρονιεῖ.
30 Οἱ περὶ καθολικῆς κρίσεως εἰρῆσθαι τὰ προλαβόντα νομίσαντες, ἐντεῦθεν ἰδιάζειν τὰ περὶ τῶν Ἀσσυρίων φασίν. Οὐ πολλοῖς δὲ ὕστερον χρόνοις τῆς παρούσης προφητείας, ὡς ἡ ἱστορία παρέδωκεν, ἐπέθεντο Μῆδοι τῇ τῶν Ἀσσυρίων ἀρχῇ. Πρῶτος δὲ τούτους
35Κῦρος ὁ Περσῶν ὑπέταξε βασιλεὺς, ὁ καὶ τὴν αἰχ‐ μαλωσίαν τῶν Ἰουδαίων ἀνεὶς, οὗπερ ὀνομαστὶ διὰ τῶν ἑξῆς ἐμνημόνευσεν. Εἰσέτι δὲ καὶ νῦν ἀληθὲς δείκνυται καὶ τὸ, Οὐ κατ‐ οικηθήσεται εἰς τὸν αἰῶνα χρόνον. Τινὲς δέ φα‐
40σιν, ὡς ὁρίζει χρόνῳ τὴν ἐρημίαν, ὡς μετὰ ταῦτα πάλιν οἰκηθησομένης. Ἄραβας δέ φησιν, ἢ τοὺς νῦν καλουμένους Σαρακηνοὺς, οἳ πάλαι δι’ ἐμπορίαν καὶ ἐπ’ αὐτῆς ἐσκηνοποιοῦντο τῆς Βαβυλῶνος· διό φησι Σύμμαχος, οὐδὲ σκηνοποιήσει ἐκεῖ Ἄραψι
45τοὺς ἐκ τῆς ὁμόρου Πέρσαις εὐδαίμονος Ἀραβίας. Ἀλλ’ ἐπεὶ πολλὰ τῶν ἐρήμων ἐπινέμονται τόπων ποιμένες, μάνδρας τοῖς ἑαυτῶν θρέμμασιν ἑαυτοῖς ποριζόμενοι, οὐδ’ εἰς τοῦτο χρησίμην ἔσεσθαι τὴν Βαβυλῶνά φησιν· ἡμέρων δὲ καὶ λογικῶν ζώων

2088

(50)

ἔρημος γενομένη, δαίμοσιν ἐνδιαίτημα καὶ θηρίοις γενήσεται. Φιληδοῦσι γὰρ τοῖς ἐρήμοις τόποις οἱ δαί‐ μονες. Διά τε τῶν θηρίων τὸ ἄγνωστον, τὴν Ἑβραϊ‐ κὴν θέντες λέξιν σιεῖν, οἱ λοιποὶ τῶν ἑρμηνευτῶν ἐκδεδώκασιν· ἀντὶ δὲ τοῦ σειρῆνες, τοῦ στρουθο‐
55καμήλους. Φιλέρημον γὰρ ὂν τὸ ζῶον, ταῖς ἀγονω‐2087

2089

τάταις ἐναυλίζεται ψάμμοις. Καὶ ἀντὶ τοῦ ὀνοκέν‐ ταυροι, σιεῖν πάλιν ἐξέδωκαν. Ἀντὶ δὲ τῶν ἐχίνων, σειρῆνας. Τάχα που διὰ τὸ τῶν δαιμόνων ἀπατηλόν· ὁποίας ὁ μῦθος τὰς Σειρῆνας παρέδωκεν. Τινὲς δὲ
5Σειρῆνας ἐξηγήσαντο, τὰ εὐστομεῖν εἰδότα πτηνά· ἢ κατά γε, φασὶ, τὴν Ἑβραίων ἔκδοσιν, τὴν γλαῦκα· τοὺς δέ γε τῶν ὄνων ἀγρίους, φασὶν, ὀνοκενταύρους ὠνόμασεν· ἐχίνους δὲ τοὺς ἀκάνθαις ὀξείαις οἱονεὶ φρίττοντας μύας· ἅπαντα τὴν ἐρημίαν δηλοῖ. Διὸ
10καὶ ἤχου φησὶ τὰς οἰκίας πλησθήσεσθαι, τὴν τῶν ἀοικήτων σημαίνων ἠχώ. Λέγει δὲ τοὺς Μήδους, διὰ τὸ πλουτεῖν, χρημάτων ὑπερορᾷν, ὡς ἄπορον εἶναι Βαβυλωνίοις παρὰ τούτων ἐξωνεῖσθαι τὴν ἅλωσιν· Τὸ δὲ Μήδων ὄνομα μεταλαμβανόμενον, σημαίνει
15ἀπὸ ἱκανοῦ. Οὐκοῦν ὁ ἱκανὸς ἐν πᾶσιν ἐπάγειν ἑκά‐ στῳ τὰ πρὸς ἀξίαν, οὗτος τοὺς Μήδους κινεῖ. Ἢ τάχα ἐπειδὴ ὁ Μαδαῒ κτίστης ἐστὶ τῆς Μηδίας, ὃς ἑρμηνεύεται ἐκμέτρησις, λέγοιντο οἱ Μῆδοι ἐπάγε‐ σθαι εἰς τὸ κολάζειν ἐν μέτρῳ τοὺς κακῶς βεβιωκό‐
20τας. ᾯ γὰρ μέτρῳ μετρεῖ ἕκαστος ἀγαθὰ ἢ κακὰ, τὰ τῆς ἀμοιβῆς ἢ κολάσεως ἀπολήψεται. ᾯ ἀκόλου‐ θον καὶ τέκνα Βαβυλωνίων νοεῖν, τοὺς καρποὺς, καὶ τὰ γεννήματα τῆς ἐκείνων ψυχῆς· οἷα καὶ τὰ τοῦ μακαριζομένου παρὰ τῷ Ψαλμῳδῷ, ἐν ᾧ ἡ μὲν γυνὴ,
25ἡ σοφία ἐστὶν, ἣν ἐκζητήσας νύμφην ἠγάγετο, τοῦ κάλλους αὐτῆς ὁ δίκαιος γενόμενος ἐραστής. Υἱοὶ δὲ νοῦ καὶ σοφίας ἅμα συνελθόντων γεννήματα τοιαῦτα παρίστησιν ἐν ἑκατοστῷ τριακοστῷ ἕκτῳ ψαλμῷ λέ‐ γων, Θυγάτηρ Βαβυλῶνος ἡ ταλαίπωρος· ἧς τὸν τὰ
30τέκνα πρὸς τὴν πέτραν ἐδαφίζοντα μεμακάρικεν, προβλέπων ὁμοῦ μηδεμίαν ἀπὸ Μήδων ἐσομένην φειδώ. Οὐ μακαρίζει δὲ τὸν ὁπωσοῦν ἀνελόντα Βα‐ βυλώνιον τέκνον, τὰ νήπια δὲ καὶ ἀρτιγενῆ ἐλθεῖν μὴ συγχωροῦντα πρὸς αὔξησιν, ὡς ἂν μὴ γένωνται
35χείρω, καὶ ἀναιροῦντα ἰδίᾳ σοφίᾳ τοῦ συγκεχυμένου τὰ γεννήματα, ὃς ὀνομάζεται Βαβυλώνιος, ταῦτα πρὸς τὴν πέτραν ἀράσσοντα· πέτρα δὲ κὰν τούτῳ Χριστός. Τοῦτο δ’ ἂν γένοιτο τῶν φαύλων συγκρουο‐ μένων δογμάτων τῷ λόγῳ τῆς ἀληθείας. Ταχὺ δὲ
40ἥξειν ταῦτά φησι. Καὶ τὸ παρ’ ἡμῖν γὰρ μακρότατον, βραχὺ λίαν ἐστὶ παρὰ Θεῷ. Χίλιά γ’ οὖν ἔτη ἐνώπιον αὐτοῦ, ὡς ἡ ἡμέρα ἡ χθὲς, εἴρηται, καὶ ὡς φυλακὴ ἐν νυκτί· Καὶ οὐκ εἰς μακρὰν δὲ φασὶ, τῆς προφη‐ τείας ἐγένετο. Ὁμοῦ δὲ τοῖς μὲν Βαβυλωνίοις πικρο‐
45τέραν ἐμβάλλει φροντίδα· τοῖς δὲ Ἰσραηλίταις, διὰ τὴν αἰχμαλωσίαν παράκλησιν. Τῆς δὲ Βαβυλῶνος ὥσπερ ἐπώνυμον ἦν τὸ, ἔνδοξος. Καὶ ἔλεγον, ἡ ἔν‐ δοξος Βαβυλών. Ἐναργῶς δὲ λίαν δείκνυσιν, ἐξ οἵας εἰς οἵαν ἥξει κατάστασιν. Αἴτιος δὲ ὁ βασιλεὺς

2089

(50)

Χαλδαίων βασίλειον αὐτὴν ἰσχυρόν τε καὶ λαμπρὸν ποιησάμενος· ἀπεικάζει δὲ Σοδόμοις κοὶ Γομόῤῥᾳ τὴν ἑρμηνείαν αὐτῆς. Ἑρμηνεύεται δὲ Σόδομα, τύφλωσις, καὶ στείρωσις, καὶ ἑστῶσα σιωπὴ, καὶ ὁμοίωμα, καὶ ἔγκλησις καὶ θεμέλιος αὐτῶν. Γόμοῤῥα
55δὲ, μέτρον καὶ στάσις. Οἷς ἡ Βαβυλὼν ὁμοίως κα‐2089

2092

ταστραφήσεται. Θεὸς γὰρ εὐεργετῶν τοὺς καταστρε‐ φομένους, ὡς ἰατρὸς καταστρέφει τυφλότητα. Κα‐ ταστροφὴ δὲ τυφλότητος, ὁράσεως ἀρχή. Καὶ κατα‐ στρέφει στείρωσιν, τὴν ἀγωνίαν ἐλαύνων, γεννήματα
5δικαιοσύνης ἔργων δωρούμενος, καὶ σιωπὴν ἑστῶσαν, ἵνα λόγον ἐμβάλῃ καρδίας πρὸς τὸ δοξάζειν τὸν Θεόν. Καὶ μέτρον καὶ στάσιν, ἵνα τῆς κακίας τὸ μέτρον τῆς ἐν αὐτῇ καὶ τὴν ταραχὴν καθέλῃ, ὡς ἂν οἱ στα‐ σιάζοντες, καὶ ἐν τῇ καταστάσει τῇ ἐναντίᾳ τῆς εἰ‐
10ρήνης ὄντες βελτιωθῶσιν ἀντιμετροῦντες ἀρετὴν τῇ κακίᾳ. Πᾶς δὲ πρεσβεύων εἱμαρμένην, καὶ τὴν τῶν ἄστρων κίνησιν ἀναγκαστικὴν εἶναι πάντων ὑποτιθέ‐ μενος, ὅσον ἐπ’ αὐτὸν τῆς εὐσεβείας ἀφιστῶν τοὺς ἀκούοντας, ἔνδοξα καλεῖ τῶν Βαβυλωνίων τὰ πρά‐
15γματα. Συγχυτικὰ γὰρ ταῦτα διανοίας, ἀναιροῦντα τὴν Πρόνοιαν, καὶ τὸ ἐφ’ ἡμῖν, ἄξιά τε τὸ εἶναι Βα‐ βυλῶνος ὁμώνυμα. Χαλδαίων γὰρ ἀστρολογία γέγονε εὕρημα. Ταύτην καταστρέφει Κύριος, καὶ ἐνοικίζον‐ ται δαίμονες ἀποστάντος αὐτῆς τοῦ Θεοῦ, εἴτε πόλιν
20αὐτὴν, εἴτε ψυχὴν ἐθέλοις εἰπεῖν, ἐν ᾗ κατεστραμ‐ μένῃ ποιμὴν ἀγαθὸς οὐκ ἐναυλίζει τὴν ποίμνην, ἥτις καὶ ἤχου πληροῦται μηδὲν ἐν αὐτῇ τρανὸν ἢ διηρ‐ θρωμένον ἔχουσα ῥῆμα, παθῶν δὲ θόρυβον ἄσημον, ἣν κατεπάδουσι πονηραὶ δυνάμεις ἐγκλίσει φωνῆς ὑπο‐
25θέλγουσαι, ἢ διὰ φωνῆς, ἢ δι’ ἄλλου τρόπου τινὸς ἡδο‐ νὴν ἐμποιοῦσαι πρὸς θήραμα καὶ λήθην τῆς ἰδίας πα‐ τρίδος ἀπεργαζόμεναι. Ἠχὼ δέ ἐστιν ἀνακλωμένη φωνὴ ἀπὸ σωμάτων ἀντιτύπων, ἐπανιοῦσά τε πάλιν ἐπὶ τὸν ταύτην προέμενον, ὅπερ ἐν ἐρημίᾳ μέν ἐστιν
30ἀκώλυτον. Ἐν οἰκουμένοις δὲ τόποις ὑπὸ τῶν ἄλλο‐ θεν ἄλλων ἀντηχούσων φωνῶν, τῶν τε παραφερομέ‐ νων σκευῶν ἢ σωμάτων διακοπέντος τοῦ ἀέρος, εἴωθε παραθραύεσθαι· ὧν ἡ νὺξ ἀπηλλαγμένη μᾶλλον ἠχώ‐ δης ἐστίν. Τοιοῦτος καὶ ὁ κνηθόμενος τὴν ἀκοὴν, ἀπὸ
35μὲν τῆς ἀληθείας ἀποστρέφει· ἐπὶ δὲ τοὺς μύθους τραπεὶς, εὐτόνου μὲν μὴ ἀνεχόμενος λόγου, μηδὲ τῆς ἐπ’ ἐλέγχοις ἐπιτιμήσεως, χαίρων δὲ μόνῳ τῷ κολακεύοντι. Ὀρχεῖσθαι δὲ λέγεται τὰ ἐνεργοῦντα ἐν ἡμῖν τὰ πάθη δαιμόνια, ἄλλοτε ἄλλου πάθους
40ὥσπερ ὀρχηστοῦ ὑποδυόμενα πρόσωπον, καὶ ἐξ ἑτέρου πρὸς ἕτερον, ὡς ἐν κινήσει μελῶν μεταβαί‐ νοντα· κατασκιρτᾷ γὰρ ἐν ἡμῖν ἐγχορεύοντα. Τὸ δὲ τῶν ὀνοκενταύρων ὄνομα σύνθετον, ἐμφαίνει τινὰ καὶ ἀλλόκοτον δαίμονα, νῦν μὲν ἡμᾶς πρὸς ἀνθρώπινα
45ποιοῦντος ὁρᾷν· νῦν δὲ πρὸς τὰ κτηνώδη παρασύρον‐ τος πάθη. Τούτους δὲ, φασὶ, τριχιῶντας Ἀκύλας ὠνό‐ μασε, δηλῶν κάθυλον καὶ ἐσκοτισμένον δαίμονα. Ὁ
δὲ ἐχῖνος, δαιμόνιον ἕτερον δύσληπτον καὶ πανοῦργον.2091

2093

(6t)

ΚΕΦΑΛ. ΙΔʹ.
7 α—κζʹ. Καὶ ἐλεήσει Κύριος τὸν Ἰακὼβ, καὶ ἐκλέξεται ἔτι τὸν Ἰσραήλ. Καὶ ἀναπαύσονται ἐπὶ τῆς γῆς αὐτῶν, καὶ ὁ γειώρας προστεθήσεται
10πρὸς αὐτοὺς, καὶ προστεθήσεται πρὸς τὸν οἶκον Ἰακὼβ, καὶ λήψονται αὐτοὺς ἔθνη, καὶ εἰσάξου‐ σιν εἰς τὸν τόπον αὐτῶν, καὶ κατακληρονομή‐ σουσι, καὶ πληθυνθήσονται ἐπὶ τῆς γῆς τοῦ Θεοῦ εἰς δούλους καὶ δούλας, κ.τ.λ.
15 Εἰπὼν ἃ πείσεται Βαβυλὼν δυσχερῆ, τὰ περὶ τῶν Ἰουδαίων ἐπιφέρει, χρηστὰ τὴν ἐπὶ Κύρου λέγων ἀνάκλησιν. Ἀντὶ δὲ τοῦ ὁ γειώρας, ἐξέδωκαν οἱ λοι‐ ποὶ ὁ προσήλυτος. Οὐχ ἁπλῶς δὲ προσήλυτος, φασί τινες, ἀλλ’ ὅτι γεωργίᾳ προσκείμενος. Κυρίως μὲν
20οὖν ὁ γειώρας δηλοῖ τὸν ἰθαγενῆ, καὶ αὐτόχθονα. Συνανιόντες δὲ Βαβυλωνίων αὐτόχθονες ἤμελλον εἶναι παρ’ Ἰουδαίαν προσήλυτοι. Φέρει τοίνυν εἰς ταυτὸν ἑκατέρα διάνοια. Εὐπραξίας γὰρ ἐπὶ τοσοῦτον ἥξειν Ἰουδαίους φησὶν, ὡς τοὺς πρὶν αὐτοὺς ἑλόντας συν‐
25αναβῆναι εἰς τὴν Ἰουδαίαν αὐτοῖς. Τοῦτο μὲν συγ‐ γένειαν πρὸς αὐτοὺς ἐσχηκότας, τοῦτο δὲ τῆς αὐτῶν θεοσεβείας ὡς ἐν χρονίῳ μετειληφότας διατριβῇ, καὶ τοὺς πρὶν εἰδωλολάτρας δούλους καὶ δού‐ λας γενέσθαι Θεοῦ. Ἔθνη δέ φησι τοὺς Ἰουδαίους
30προπέμποντα πρὸς τὴν ἰδίαν εἰσοίσουσι γῆν. Ὃ δὴ Κύρου προστάξαντος γέγονεν, ἡνίκα τῶν ἀναβάντων Ἰησοῦς καὶ Ζωροβαβὲλ ἡγήσαντο. Καὶ Ξέρξου τοῦ μετ’ αὐτὸν, ἡνίκα τὸν Ἔσδραν μετὰ πολλῶν πέμ‐ πων ἐπιστολῶν, παραπέμπειν, αὐτὸν δεξιῶς καὶ τοὺς
35σὺν αὐτῷ, τοῖς ἐν μέσῳ προσέταξεν ἔθνεσιν. Καὶ Νεεμίου μετὰ ταῦτα πρὸς τὴν Ἰουδαίαν χωροῦντος πρὸς τὸ γράψαι τοῖς πέραν τοῦ ποταμοῦ καὶ φύλακας αὐτῷ συναπέστειλεν ἄνδρας δυνάμεως ὁ τῶν Περσῶν βασιλεύς· ταυτὶ γὰρ Ἔσδρας ἱστόρησεν. Προλέγει
40δὲ καὶ τοὺς τὸν Ἱσραὴλ Βαβυλωνίους αἰχμαλωτί‐ σαντας, δοριαλώτους ὑπὸ Κύρου δηλονότι γενήσε‐ σθαι. Ἢ καὶ τάχα, διὰ τὸ τοὺς συναναβάντας αὐτοῖς ὑπὸ ζυγὸν γενέσθαι τοῦ νόμου καθάπερ αἰχμαλώ‐ τους, ἑαλωκότας τὴν καλὴν καὶ σωτήριον ἅλωσιν.
45Κατ’ ἐκεῖνο δὲ τοῦ καιροῦ ἀνεθήσει τοῦ θυμοῦ σου, φησίν.
50tΚΕΦΑΛ. ΙΕʹ.
51tΤΟ ΡΗΜΑ ΤΟ ΚΑΤΑ ΤΗΣ ΜΩΑΒΙΤΙΔΟΣ.
52 α—θʹ. Νυκτὸς ἀπολεῖται ἡ Μωαβῖτις. Νυκτὸς γὰρ ἀπολεῖται τὸ τεῖχος τῆς Μωαβίτιδος. Λυπεῖ‐ σθε ἐφ’ ἑαυτοῖς. Ἀπολεῖται γὰρ καὶ Γεβῶν, οὗ ὁ
55βωμὸς ὑμῶν, ἐκεῖ ἀναβήσεσθε κλαίειν ἐπὶ Να‐ βᾶν τῆς Μωαβίτιδος, κ.τ.λ.
....... τοῦ οὐκ ἔρχεται πρὸς τὸ2093

2096

φῶς. Ὧν ὄντων ἐν νυκτὶ, καὶ τὸ τεῖχος πίπτειν νυκτὸς τὰ ὀχυρώματα τὰ σοφιστικά. Τούτοις γὰρ, ὡς ἀσφαλέσιν, ἠλαζονεύοντο. Ὧν δὴ πιπτόντων ἐν ἐλέγχοις ὀδύρονται· οἳ καὶ τοὺς περὶ Θεοῦ λόγους
5ἀστάτους ἔχοντες βωμὸν οἰκοδομοῦσι πεσούμενον Δεηβὼν χρηματίζοντα, εἰς ὃν ἀνιέναι παρακελεύον‐ ται μετανοοῦντες, οὐ θύσοντες, ὡς ὅτ’ ἂν ἐλάτρευον τῇ κτίσει παρὰ τὸν Κτίσαντα, τὴν θυσίαν τῆς ἑαυτῶν αἰνέσεως ἐπ’ ἀλλοτρίων θυσιαστηρίων προσάγοντες,
10ἀνθ’ ὧν κλαιέτωσαν τῆς κατὰ Θεὸν λύπης σωτηρίαν αὐτοῖς ἀμεταμέλητον προξενούσης. Τοιοῦτοι καὶ οἱ τὰς ἐλπίδας ἐπὶ ῥευστοῖς ἔχοντες πράγμασιν. Κλαίειν οὖν κελεύει τοὺς, ὧν τὰ ἤθη τὰ χρηστὰ διέφθειραν ὁμι‐ λίαι κακαί. Ὧν καὶ τῆς διδασκαλίας ἀπογυμνοῦσθαι
15δεῖν διδάσκει, διὰ τοῦ φαλακρώματος μηκέτι τὸν κόσμον περικειμένους τὸν ἐξ αὐτῶν. Ἀντὶ κεφαλῆς γάρ εἰσιν οἱ καθηγηταὶ, κατὰ δὲ τὸ ῥητὸν, ἀτιμίαν δηλοῖ. Σύμβολον γὰρ ἀτιμίας φαλάκρωμα, ὥσπερ οὖν κατατομὴ βραχιόνων, τοῦ κόπτεσθαι καὶ
20θρηνεῖν. Ἢ ὅτι τοῖς εἰδωλολάτραις ἔθος ἐντομίδας ποιεῖν ἐν παρειαῖς καὶ βραχίοσιν. Αἰνίττεται δὲ τὸ, δι’ ἀγαθῆς πολιτείας ἐξευτελίζειν τῶν πονηρῶν δι‐ δασκάλων τὰς ὑποθήκας τὰς πρακτικὰς εἰς ἔλεγχον ἀγομένας διὰ δὲ τῆς διαιρέσεως· οἳ καὶ πολλάκις
25τὸν βίον εἶναι δοκοῦντες ὀρθοὶ, πρὸς ἄτοπα καθέλ‐ κουσι δόγματα, καὶ ἤδη φωραθέντες ἴσους τὸν βίον ἐργάζονται, ἄγοντες διὰ τῆς πλατείας ὁδοῦ τῆς τῶν πρὸς ἡδονὴν φερόντων ψυχαγωγίας. Ἔνθα κελεύει κόπτεσθαι τὸν βεβασανισμένον βίον προαιρουμέ‐
30νους ἐπὶ ταῖς ἡδοναῖς μετεγνωκότας, ὁδὸν ζητοῦντας τὴν στενήν τε καὶ τεθλιμμένην, σάκκον τε περικει‐ μένους πενθεῖν, ἐφ’ οἷς διὰ τῆς ὀσφύος ἐξήμαρτον, ἥτις ἀντὶ τῶν γεννητικῶν πολλάκις παραλαμβάνεται· ἔτι γὰρ ἦν ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς Ἀβραὰμ ὁ Λευΐ·
35καὶ, Ἔστωσαν αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι διὰ τὸ δεῖν συστεῖλαι τὰς ὀρέξεις τὰς ὑπουργοὺς τῆς γεννή‐ σεως. Διαγράφει δὲ πόλιν ὑπὸ πολέμου κατειλημμέ‐ νην, ὅτεπερ οἱ μὲν ἐν πλατείαις καὶ στενωποῖς οἰ‐ μώζοντες διαθέουσιν, τὸ δὲ θῆλυ γένος, καὶ νήπια
40ἐνορῶντα ταῖς φάλαγξι τῶν πολεμίων ὀδύρεται. Τὰ δὲ ὑψηλὰ καὶ διάκενα τῶν μαθημάτων ἐκάλεσε δώ‐ ματα. Τὰς δὲ οἱονεὶ διαιρέσεις τῶν νοημάτων ῥύμας τῆς Μωαβίτιδος· εἴτ’ οὖν τις ἐφ’ ὑψωμάτων ἐγένετο ἐπαιρομένων κατὰ τῆς γνώσεως τοῦ Θεοῦ· εἴτ’ ἐν
45διαλεκτικῇ τινι λόγων διαιρέσει δοκούντων εὐκρινῶς περὶ ἑκάστου διαλαμβάνειν τῶν προβλημάτων· ὁ τοι‐ οῦτος ὀλολυζέτω διὰ τῆς μετανοίας. Οὐ θεῖοι γὰρ, ἀλλ’ ἀνθρώπινοι λογισμοὶ τῶν Μωαβιτῶν τὰ διδά‐ γματα. Πῶς δὲ κατὰ τὴν λέξιν, ἡ ὀσφὺς βοᾷ τῆς

2096

(50)

Μωαβίτιδος, καὶ ἡ ψυχὴ αὐτῆς γνώσεται; ἢ ὅτι προεισβάλλουσιν ἀεὶ τῶν ἀνηκέστων κακῶν ἀθυμίαι
δειναί;2095

2097

Δηλοῖ τοίνυν ἡ τῆς ὀσφύος βοὴ, ὡς ἐν ὠδῖσιν ἡ Μωαβῖτίς ἐστι κεκρυμμένους ἔχουσα πόνους, φυσι‐ κῶς τε συναισθανομένη, καὶ ταῖς φήμαις σαλεύουσα. Βοᾷ γὰρ μέχρη Σηγὼρ, ἣν ὁρίζειν τὴν Μωαβῖτιν
5φασὶ, τοῦτ’ ἔστιν ἡ πᾶσα χώρα μέχρι περάτων αὐ‐ τῆς, ἐξ ὧν ἡ Παλαιστίνη τὴν Ἀραβίαν ἐκδέχεται. Ἄλλως δὲ, τὸ ἐπικείμενον πένθος τῇ Μωαβίτιδι αἴ‐ τιον βίου γενόμενον σώφρονος, Βοᾷ ἐπὶ τῇ κραυγῇ τῆς Ἐσεβὼν καὶ Ἐλεάλη, καὶ Ἰασσά· τοῦ λόγου
10τὴν ἐπὶ μετανοίᾳ προκοπὴν ὑπεμφαίνοντος. Ὅτε θρηνοῦμεν ἑαυτούς τε καὶ τοὺς συνημαρτηκότας ἡμῖν, διὰ τῆς βοῆς κἀκείνοις γεγονότες ὑπόδειγμα μέχρι πόῤῥω, διὰ τῆς βοῆς τῆς μετανοίας τὸν τρό‐ πον δημοσιεύοντες. Κωμῶν δὲ καὶ πόλεων τὰ κατει‐
15λεγμένα τῆς Μωαβίτιδός ἐστιν ὀνόματα μέχρι τοῦ παρόντος γνωριζόμενα, αἳ πᾶσαι τὴν ἐκ τῶν Ἀσσυ‐ ρίων ὑπέμειναν ἄλωσιν. Καὶ Ἀριὴλ γὰρ μέχρι νῦν μεγίστη καθέστηκεν Ἀρεοπόλεως κώμη, καθὰ καὶ αἱ λοιπαί. Καὶ διάκενον τὸ περὶ τούτων ἀλληγορεῖν,
20τοσοῦτον γνῶναι δέον, ὡς τῆς εἰδωλολατρείας αὐτῶν τὴν δι’ ἐρημίας ἀπώλειαν προφωνεῖ διὰ τοῦ βωμοῦ τοῦ Δαίμων καὶ τοῦ ἄρχοντος· παρ’ οἷς νῦν ἡ τοῦ Θεοῦ γνῶσις ἐκκλησίαι τε πανταχοῦ καθεστήκασιν. Ἐπάγει δὲ τίνος ἕνεκα τὰ προειρημένα συμβαίνει
25τὴν Μωαβῖτιν παθεῖν, λέγων· Δάμαλίς ἐστι τριε‐ τής. Ὁ γὰρ τρίτος ἐνιαυτὸς τοῖς ἀλόγοις τῶν ζώων ἀρκεῖ πρὸς ἀκμὴν, εἴς τε τὸ σφριγῶσαν αὐτοῖς ἐν‐ εργάσασθαι δύναμιν. Ἡ Μωαβῖτις τοίνυν ἰσχυρά τις οὖσα καὶ ἀπειρόζυγος ἐπεπήδα τοῖς πέλας, κατασκιρ‐
30τῶσα πως τῶν ἀσθενεστέρων ἤγουν τελεία τίς ἐστιν ἡ τριετίζουσα δάμαλις, τοῦ τε γεννᾷν ἔχει δύναμιν, καὶ τοῦ τὸν τράχηλον ὑπέχειν ζυγῷ, δι’ ἧς δείκνυ‐ σι τῶν δυναμένων ἐπιστρέφειν τὸ ἴδιον, ὡς τελειοῦ‐ σθαι μὲν κατὰ τὴν τῆς ψυχῆς ἡλικίαν, ἔχειν δὲ τὸν
35λόγον δυνάμενον ὑποβαίνειν τῷ ζυγῷ τῆς ἀλη‐ θείας.
39Ὧν τις ἐστερημένος οὐκ ἀπαιτεῖται τῆς μετανοίας
40τὰ ἔργα. Διὸ καὶ τῷ Ἀβραὰμ ἔφησεν ὁ Θεός· «Λάβε μοι δάμαλιν τριετίζουσαν, καὶ κριὸν τριετίζοντα.» Τρυγόνα δὲ καὶ περιστερὰν οὐ περιέγραψε χρόνῳ, διὰ τὸ εὐθὺς τὰ ζῶα ταῦτα τῆς γεννήσεως ἄρχεσθαι, ἐπὶ δὲ τῆς ἀναβάσεως, φησὶ, τῆς λουὶδ κλαίον‐
45τες ἀναβήσονται. Ἀρχὴ γὰρ εὐφροσύνης ἐστὶ τὸ κλαίειν καλῶς, τὴν διὰ προκοπῆς τε ἀνάβασιν ἡ κατὰ Θεὸν λύπη ποιεῖ. Ἐφ’ ᾗ καὶ Παῦλος εὐφραί‐ νετο τοὺς ἑαυτοῦ λόγους ὁρῶν εἰς συναίσθησιν ἄγον‐ τας. Κλαίων γάρ τις ἐπὶ τοῖς ἰδίοις κακοῖς, μὴ ἔχων

2097

(50)

ἔτι κατάβασιν, οὐκ εἰσελεύσεται εἰς τὰ κατώτατα τῆς γῆς. Πρὸς δὲ τὸ ἀναβαίνειν αὐτὸν ἡ τοιαύτη λύπη χειραγωγεῖ. Ὑψηλὴν δὲ εἶναί φασι καὶ λεω‐ φόρον τινὰ τὴν Ἀρωνιεὶμ, ἀνακομίζειν τε εἰς αὐτὴν τοὺς ἐξ ἑτέρων φεύγοντας πόλεων. Διό φησι, κλαίον‐
55τες ἀναβήσονται. Φωνὴ δὲ τοῖς κλαίουσι, σύντριμ‐2097

2100

μα καὶ σεισμὸς, προαναφωνοῦσι τὰ ἐκ τοῦ πολέμου συμβησόμενα πάθη πᾶσαν σείοντος πόλιν καὶ τοὺς ἐνοικοῦντας συντρίβοντος. Καὶ λόγος δὲ καθαπτόμε‐ νος τὸ φρόνημα συντρίβει τὸ πονηρὸν, καὶ σάλον
5ὥσπερ τοῖς αὐτοῦ λογισμοῖς ἐνεργάζεται πρὸς τὸ τοὺς μὲν ἐκριζωθῆναι, τοὺς δὲ ὑγιεῖς ἀντεισάγεσθαι λόγους. Διὸ καρδίαν συντετριμμένην ὁ Θεὸς οὐκ ἐξ‐ ουδενώσει. Συντριβείσης γὰρ τῆς μοχθηρᾶς διαθέ‐ σεως, κλαύσονταί τε καὶ ἀναβήσονται. Ὧν οὐδέτε‐
10ρον ἔσται συνεστηκυίας καὶ μήπω σεσαλευμένης. Τὸ ὕδωρ τῆς Νεβρὶδ ἔρημον ἔσται. Πόλιν δὲ ταύτην, φασὶ, κειμένην μὲν ἐν ἐσχάταις τῆς χώρας, Ἐρυθρᾷ δὲ γειτνιῶσαν θαλάττῃ εὔυδρόν τε καὶ εὔβοτον, ὡς ἀρκεῖν ἵππῳ πολλῇ, εἶναί τε τοὺς οἰκοῦντας μαχι‐
15μωτάτους· ἀλλ’ ἐπιόντων τῶν πολεμίων ἔρημος ὑδά‐ των ἔσται, καὶ χλωροῦ χόρτου, ὡς τοὺς ἱππότας ἀσθενεῖν ἀνῃρημένης τῆς ἵππου διὰ λιμόν. Οὗ γεγο‐ νότος, φησὶ, μὴ ἄρα φρονήσει μέγα καὶ οὕτως ἐφ’ ἑαυτῆς; δηλοῖ δὲ καὶ, ὡς τὸ τῆς ψευδοδοξίας ὕδωρ
20πρότερον ῥέον ἀφθόνως, ἀφανισθήσεται. Ὅπερ ἀντί‐ κειται τῷ τῆς ἀναπαύσεως ὕδατι, ἐφ’ οὗ Κύριος ἐκ‐ τρέφει τοὺς ὑπ’ αὐτοῦ ποιμαινομένους. Ὃ καὶ δίδωσι τοῖς πιστεύουσιν εἰς αὐτὸν, ὡς ἂν σχοῖεν ἐν ἑαυτοῖς πηγὴν ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. Τὸ δὲ
25φαῦλον ὕδωρ χόρτον μόνον ἐκτρέφει. Καὶ αὐτὸς οὐκ ἔσται. Τοῦτ’ ἔστιν, αἱ ψυχαὶ αἱ τὴν πρόσκαιρον ταύ‐ την καὶ ταχὺ μαραινομένην τοῦ κόσμου δόξαν πεπαι‐ δευμέναι ταχὺ ἀπανθήσουσι, τοῦ οἷον ἄρδοντος αὐ‐ τὰς ἐρημωθέντος λόγου.
32 Τὸ δὲ, μὴ καὶ οὕτως μέλλει σωθῆναι, δείκνυσιν ὡς ἡ Μωαβῖτις μέλλουσα σώζεσθαι ὁδοῖς τισι καὶ τοῖς ἐπιπονωτέροις παιδεύμασιν ἐναχθήσεται. Καὶ
35τὸ, ἀπολεῖται γὰρ νυκτὸς, καὶ τὰ τοιαῦτα, δείκνυ‐ σιν ὡς ταῦτα γίνεται πρὸς σωτηρίαν αὐτῇ. Ἐπάξω γὰρ, φησὶ, ἐπὶ τὴν φάραγγα Ἄραβας, τάχα που ση‐ μαίνων τοὺς πλησιοχώρους Ἄραβας, ἢ καὶ τοὺς τούτων ἐνδοτάτω Σαρακηνούς. Οἷς καὶ αὐτοῖς παρα‐
40δώσειν φησὶ τὴν Μωάβ. Ἢ καὶ ὡς τοῖς Ἀσσυρίοις ἀκολουθήσασι. Μέχρι γὰρ τῆς Περσίδος μετὰ Δα‐ μασκὸν παρατείνοντες τοῖς Βαβυλωνίοις συνεστρα‐ τεύοντο. Φάραγγα δὲ, κατὰ τὸ εἰκὸς, ὀνομάζει τὴν Νεβρὶδ, διὰ τὸ κοῖλον τῆς θέσεως, τῶν ἄλλων ἐν
45ὕψει κειμένων. Δηλοῖ δὲ ὡς οἱ μὲν πρότεροι διὰ τοῦ κλαυθμοῦ σωθήσονται. Οἱ δὲ τὴν ἀμετανόητον ἔχον‐ τες καρδίαν, διὰ τῆς ἐξ Ἀράβων ἐπαγομένης πλη‐ γῆς [ὀλέσονται], Ἄραβες δὲ οἱ ἑσπέριοι. Ἢ τάχα αἱ οἰκεῖαι τῷ σκότῳ δυνάμεις, δι’ ὧν ἀποστέλλονται

2100

(50)

παιδευτικαὶ πληγαὶ τοῖς τὴν ἀμετανόητον καρδίαν ἔχουσιν. Τὸ δὲ, συνῆψεν ἡ βοὴ τὸ ὅριον τῆς Μωα‐ βίτιδος, τὸ πληρῶσαι πᾶσαν δηλοῖ· καὶ ἐπεὶ τὸ αὐτὸ δύναται καὶ πέρας εἶναι χώρας καὶ ἀρχὴ τὸ ὅριον τῆς Μωαβίτιδος, νῦν ἀπὸ τῆς ἀρχῆς τὴν προσηγο‐
55ρίαν εἴληφεν. Καὶ ὀλολυγμὸς αὐτῆς πάντα πεπλή‐ ρωκεν ἕως τοῦ φρέατος Ἐλείμ. Ὀνομάζει δὲ τήν
τε Ἀγαλλεὶμ, καὶ τὸ φρέαρ τοῦ Ἐλεὶμ, ὡς ἔξω2099

2101

πόλεις οὔσας, ἐπ’ αὐτοῖς κειμένας τέρμασιν. Εὐϋδρο‐ τάτην δὲ λόγος εἶναι τὴν Ῥεμμῶν, ἀλλ’ ὅμως καὶ ταύτης τὸ ὕδωρ τῷ τῶν σφαττομένων αἵματι μολυν‐ θήσεται. Τὸ δὲ ὕδωρ τὸ Δεηβὼν. Πάλιν τὸ ὕδωρ δι‐
5δασκαλίαν φησὶν, ὅπερ αἵματος πλῆρες εἶναι λέγει, διὰ τὸ ἐνόχους θανάτου γίνεσθαι τοῖς διδασκομένοις τοὺς κακῶς καθηγουμένους· τοιοῦτοι γὰρ οἱ ἀπολ‐ λύντες τὰς ψυχὰς ὀλέθριοι λόγοι. Καὶ ἀρῶ, φησὶ, τὸ σπέρμα Μωάβ. Τὸ μὴ μεταστὰν ἐπὶ τὰ κρείττονα,
10ἀλλὰ μεῖναν ἐν τοῖς μὴ εἰσερχομένοις εἰς Ἐκκλησίαν Κυρίου, σπέρμα τοῦ Μωάβ. Οὐκ εἰσελεύσονται γὰρ Μωαβῖται εἰς Ἐκκλησίαν Κυρίου ἕως δεκάτης γε‐ νεᾶς, καὶ ἕως εἰς τὸν αἰῶνα· ἐξαίρειν ἀπειλεῖ. Ὃ καὶ σπέρμα τοῦ Ἀριὴλ ὀνομάζει, ὅπερ ἑρμηνεύε‐
15ται λέγων. Τοὺς γὰρ φρονικοὺς καὶ ὁ Κύριος ἐκ τοῦ διαβόλου γεγεννῆσθαί φησιν, ὁρῶν τῶν Ἰουδαίων τὴν κατ’ αὐτοῦ φονῶσαν προαίρεσιν λέγων· «Ὑμεῖς ἐκ τοῦ Πατρὸς ὑμῶν τοῦ διαβόλου ἐστὲ, καὶ τὰ ἔργα τοῦ Πατρὸς ὑμῶν ποιεῖτε.» Ἐκεῖνος ἀνθρωποκτόνος
20ἦν ἀπ’ ἀρχῆς. Σπέρμα οὖν Μωὰβ οἱ ἀποστάται τῆς Ἐκκλησίας. Σπέρμα δὲ Ἀριὴλ, οἱ κατὰ τῶν ἀδελ‐ φῶν φονῶντες ὀλεθρίαν λόγοις ταῖς αὐτῶν ψυχαῖς ἐμποιοῦντες τὸν θάνατον. Εἶτά φησιν, καὶ τὸ κατά‐ λοιπον Ἄδαμα. Τοῦτο δὲ σημαίνει τὴν γῆν τὴν
25παρθενικὴν, ἀφ’ ἧς Ἀδὰμ ἐπλάσθη.
28tΚΕΦΑΛ. Ιϛʹ.
29α—εʹ. Ἀποστελῶ ὡς ἑρπετὰ ἐπὶ τὴν γῆν. Μὴ
30πέτρα ἔρημος ἔσται, τὸ ὄρος Σιών; ἔσῃ γὰρ ὡς πετεινοῦ ἀνιπταμένου νεοσσὸς ἀφῃρημένος, θύ‐ γατερ Μωάβ, κ.τ.λ. Ἀποστελῶ ὡς ἑρπετὰ ἐπὶ τὴν γῆν. Τοῦτ’ ἔστι, τὸ κατάλοιπον τῶν ἀνθρώπων τῶν τὰ γήϊνα φρο‐
35νούντων, δι’ οὗ γεγενῆσθαι ἐκ τῆς ἑαυτῶν κακίας ἑρπετὰ καὶ ἰοβόλα· ἑρπετὰ μὲν, τῷ τὸ ὕψος ἀποβα‐ λεῖν, ἐφ’ οὗ κατὰ τὴν πρώτην κατασκευὴν βεβηκότες ἐτύγχανον. Ἰοβόλα δὲ, διὰ τὸ φθαρτικὸν τῶν συν‐ όντων τούτους ἐξαποστέλλειν ὁ λόγος φησί. Μετὰ
40οὖν τοὺς προτέρους Μωαβίτας, περὶ ὧν τὰ κρείττονα εἴρηται, εἴ τις ἐν τῇ γῇ καταλείπεται, καὶ ὁμοιοῦται τῷ ὄφει, περὶ οὗ εἴρηται, ὅτι «Γῆν φαγῇ πάσας τὰς ἡμέρας σου·» οὗτος ἐξαποστέλλεται, ὡς τὰ ἑρπετά. Ἐσθίει δὲ γῆν ὁ σπείρων εἰς τὴν σάρκα, καὶ ἐκ τῆς
45σαρκὸς θερίζων φθοράν. Δηλοῖ δὲ τὸ, ὡς ἑρπετὰ τὸ ὑπολελειμμένον ἀποσταλῆναι, ὅτι πικροὶ ὄντες ἀεὶ βαδιοῦνται εἰς αἰχμαλωσίαν, καθάπερ ὄφεις ἐπῳδαῖς γεγοητευμένοι. Ἀναγάγοις δ’ ἂν καὶ οὕτως ἄνωθεν τὸ ῥητόν. Ψυχὴ τῷ θείῳ φόβῳ τετειχισμένη, ἰσχυρὰ

2101

(50)

καὶ δυσάλωτος. Νικᾷ δὲ μᾶλλον ἀρχάς τε καὶ ἐξ‐ ουσίας. Εἰ δὲ τοῦ Θεοῦ τὰς ἐντολὰς ἀποσείσαιτο, ἀπογυμνοῖ πάσης αὑτὴν ἐπικουρίας, καὶ τεῖχος ὥσπερ περιελὼν εὐόλισθον αὐτὴν τοῖς πάθεσιν ἀπεργάζεται.
Οὕτω παραδίδονταί τινες εἰς ἀδόκιμον νοῦν. Ἐὰν2101

2104

γὰρ κλείσῃ κατὰ ἀνθρώπου, φησὶ, τίς ἀνοίξει; μεθ’ ἅ φησι, Μὴ πέτρα ἔρημός ἐστι τὸ ὅρος Σιών; πάλαι γὰρ ἐπιστρατεύσας τῇ Σαμαρείᾳ Σαλμανασσὰρ ὁ Ἀσσύριος, εἷλέ τε τὰς ἐν αὐτῇ πόλεις, καὶ τῶν ἐν
5Ἰουδαίᾳ πολλὰ προσηδίκησεν. Ἐφ’ οἷς ἐπεμβαίνον‐ τες οἱ Μωαβῖται, πέτραν αὐτὴν ἠρημωμένην ὠνό‐ μαζον, ἀσθένειαν ὥσπερ ἐπιφέροντες τῷ ταύτης Θεῷ. Διὸ μετά τινος ἤθους πρὸς αὐτοὺς ἀποτείνεται, ὡς δὴ πεισομένους τὰ χείρονα, ὧν ἐκείνοις ὠνείδιζον,
10νεοσσῷ τε τούτους ἀπείκασεν ἐψιλωμένῳ σκέπης μητρός. Οὕτως ἄρα χρήσιμον τὸ, Ἐὰν πέσῃ ὁ ἐχθρὸς, οὐ μὴ ἐπιχαρῆς αὐτῷ, ὅτι ὄψεται Κύριος, καὶ οὐκ ἀρέσει αὐτῷ, καὶ ἀποστρέψει τὸν θυμὸν αὐτοῦ ἀπ’ αὐτοῦ. Πέτραν δὲ ἔρημον τὸ ὄρος ἐκάλουν Σιὼν, ὡς
15σμικρόν τε καὶ ἄσπορον, καὶ πρὸς τροφὴν οὐκ ἀρκοῦν, οὔτε τοῖς οἰκοῦσιν, οὔτε τοῖς νεμομένοις. Νεοσσὸς δὲ, τῆς μητρὸς ἀναπτάσης τῷ φόβῳ, ἀδρανὴς μὲν πρὸς ἄμυναν, ἀδύνατος δὲ πρὸς φυγήν. Οὕτως αἱ ὑπὸ τοῦ πονηροῦ καὶ ἀστάτου πνεύματος ἐκτρεφόμεναι ψυ‐
20χαὶ, ἐπειδ’ ἂν ἐπιτύχωσι τοῦ δι’ ἔργων ἀγαθῶν καὶ τῆς τοῦ Σωτῆρος ἐπικλήσεως αὐτὰς ἐκδιώκοντος, ἐρημωθεῖσαι τὴν καλὴν ἐρήμωσιν, εὐληπτότεραί εἰσι πρὸς τὴν ἐν Χριστῷ ἀνατροφὴν τὴν ἄγουσαν εἰς τελείωσιν. Ἔπειτα δὲ, Ἀρνὼν πλείονα βου‐
25λεύου. Πεπορθημένης γὰρ τῆς Μωαβιτῶν πόλεως, οἱ διαφυγόντες μετεφοίτησαν εἰς Ἀρνὼν πόλιν ὀχυ‐ ρωτάτην, πρὸς ἥν φησι· Σκόπει πῶς δυνήσῃ δια‐ σῶσαι τοὺς πρὸς σὲ καταφυγόντας. Καὶ ἄλλως δὲ μετά τινος ἤθους προκαλεῖται τὴν περὶ πάντων τῶν
30κατὰ φιλοσοφίαν πεπλασμένων δογμάτων δοξάσασαν ἔτι προστιθέναι τῇ περὶ τούτων βουλῇ, ὡς ἂν κόρον λαβοῦσα καὶ γνοῦσα τὸ τούτων ἀνόνητον, προσέλθῃ τῇ ὑγιαινούσῃ διδασκαλίᾳ. Ἀπὸ ἑνὸς δὲ χωρίου τῆς Μωαβίτιδος ὅλον ἡμῖν ἐνδείκνυται τὸν τόπον τῆς
35Ἀραβίας. Εἶτα παραινεῖ, Ποιεῖτε σκέπην πένθους αὐτῇ. Οἱ γὰρ ἐπὶ τοῖς ἡμαρτημένοις, εἴτε κατὰ τὸν βίον, εἴτε κατὰ τὴν γνῶσιν ἐνεργαζόμενοι λύπην, ὥστε τινὰς ἐλθεῖν ἐπὶ τὸ μακαρίως πενθεῖν, οὖτοι ποιοῦσι σκέπην πένθους. Πρὸς γὰρ τοὺς τῶν τοι‐
40ούτων ἐπιμελομένους ὁ λόγος, ἵν’ ἐν τῷ ἀποκλεῖσαι τὴν ἐκ τῶν ἑτεροδοξούντων ἀπάτην, χώραν τῷ ἀλη‐ θινῷ δῶσι φωτὶ ταῖς καρδίαις ἐλλάμψαι τῶν εἰς αὐ‐ τὸν πιστευόντων, πρὸς τῷ καὶ τῶν μετανοούντων τινὰς κατακλείστους γεγονότας πενθεῖν περισκέπον‐
45τας ἑαυτοὺς ἀπὸ τῆς τῶν ἔξωθεν ὁμιλίας καὶ θέας. Πρὸς δὲ λέξιν, πρὸς τὴν Ἀρνὼν, Ναὶ, φησὶν, ἐσκέψω τι φιλάνθρωπον. Σκέπη γενοῦ τοῖς ἀφορήτῳ πένθει κατειλημμένοις. Σκοτία γὰρ αὐτοὺς ἐν μεσημβρίᾳ κατείληφε, τὸν νοῦν αὐτοῖς τοῦ περὶ θανάτου φόβου

2104

(50)

θολώσαντος. Διό φησι, Καὶ ἐξέστησαν. Εἰ δὲ καὶ σώσεις, φησὶ, τοὺς ἀπὸ πολέμου φυγόντας, ἀλλὰ τῶν τεθνηκότων ἐλάχιστον τυγχάνουσι λείψανον. Οὐ γὰρ ἐν ἀρχῇ τοῦ πολέμου τοὺς φυγάδας ἐδέξω. Μετὰ πλείστην δέ σοι παροικοῦσιν ἀπώλειαν. Σὺ δὲ
55προσεδόκας ὅτι καὶ αὐτοὶ ἔσονταί σοι σκέπη κατὰ2103

2105

καιροὺς ἀπὸ προσώπου διώκοντος, ὅπερ ἀδύνατον. Ἤρθη γὰρ ἡ συμμαχία σου, καὶ ὁ ἄρχων ἀπ‐ ώλετο ὁ καταπατῶν ἐπὶ τῆς γῆς.
6 Ὁ γὰρ ἀεί σοι συνασπίσας τῶν Μωαβιτῶν ἡγού‐ μενος, ὥσπερ τινὰ χοῦν καταπατεῖν εἰωθὼς τοὺς ἀνθεστηκότας, ἀπόλωλεν. Οὕτω τοῖς Μωαβίταις προσαπώλετο καὶ ἡ τοῦ δύνασθαι κρατῆσαι πάλιν ἐλ‐
10πίς. Οἱ γὰρ ἀσεβεῖς ὁλόριζοι, φησὶν, ἐκ γῆς ὀλοῦνται. Πρὸς ἀναγωγῆς δὲ νοῦν, δοκεῖ τῆς μεσημβρίας τὸ φῶς εἶναι λαμπρότερον. Τῆς οὖν ἀληθείας ἀπὸ κτίσεως κόσμου νοεῖσθαι δυναμένης, πανταχόθεν ὑπὸ τῆς τοῦ Θεοῦ σοφίας περιλαμπόμενοι, Θεοῦ τινες
15ἐνόσησαν ἄγνοιαν, ὄντες ἐν σκοτίᾳ τῶν πραγμάτων τὴν μεσημβρίαν ἐχόντων. Οἳ καὶ δίκην μεμηνότων ἐξέστησαν, ἀνυπόστατα φαντασιούμενοι δόγματα. Ἑρμηνεία γὰρ τοῦ μεσημβρινοῦ σκότους ἔκστα‐ σις. Μὴ ἀχθῇς δὲ, φησὶ, προτρέπων μὴ πιθανοῖς
20τισιν ἄγεσθαι λόγοις ἢ δόγμασι, μὴ τοῖς τούτων δι‐ δασκάλοις ἀκολουθοῦντες κατακρημνισθῶμεν. «Τυ‐ φλὸς γὰρ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον πε‐ σοῦνται.» Τὸ δὲ, Μὴ ἀχθῇς, μὴ ἐξ ἀρχῆς παρέθετο ὁ τὴν πρὸ ταύτης φήσας ἐξήγησιν, ὅτι Μὴ ἐν ἀρχῇ
25πρὸς σὲ τοῦ πολέμου κατέφυγον. Μετὰ ταῦτα τῇ θυγατρὶ Σιὼν ὁ φιλάνθρωπος λέγει Θεὸς περὶ τῶν μετὰ τὴν ἐπιστροφὴν μελλόντων αὐτῇ παροικῆσαι Μωαβιτῶν μετὰ τὴν πάλαι φυγὴν πρὸς τὸν ἴδιον ἐπανηκόντων δεσπότην. Σκεπασθήσονται γὰρ, φησὶ,
30παρ’ ὑμῖν πεισόμενοι μηδὲν ἀπὸ προσώπου διώκον‐ τος. Οἱ γάρ ποτε συμμαχοῦντες διώξουσι Μωὰβ πρὸς τὸν Θεὸν ἐπιστρέψαντα· καθάπερ γὰρ νεοσσὸς τῆς πονηρᾶς προστασίας ἀφῄρηται, τοῦ πρὶν ἄρχον‐ τος ἐλευθερωθεὶς, ὃς ἀπώλετο δι’ ὑπερηφανίαν καὶ
35τυραννίδα πάντας πατῶν. Ἐφ’ ᾧ ἀρθέντι ἐπάγει ἡ προφητεία τὰ ἐσόμενα ἀγαθὰ περὶ τοῦ θρόνου Δα‐ βίδ. Ἄρχοντα δὲ καλεῖ, τὸν τῷ ἔθνει πονηρὸν ἐφ‐ εδρεύοντα δαίμονα, ἢ τὸν ἄρχοντα τοῦ ἔθνους, οἷος ὁ Ἑλλήνων, ἢ Βαβυλωνίων ἄρχων, ὃν ἀπολεῖσθαί
40φησιν. Ἐπείπερ τὰς ψυχὰς αὐτῶν κατεπάτει, ὡς ἄνω βλέπειν μὴ δύνασθαι· ἐπ’ αὐτῷ δὲ πάλαι τὰς τῆς συμμαχίας τῆς ἐν πολέμοις ἐλπίδας ἐτίθεντο. Μεθ’ ὃν ἀπολωλότα φησὶ, καὶ κατορθωθήσεται μετ’ ἐλέους ὁ θρόνος. Ἔδει γὰρ ἀπολομένης εἰδωλολα‐
45τρείας, ἀγαθῶν ἐλπίδας εὐαγγελίζεσθαι, ὡς σκηνὴ Δαβὶδ καὶ θρόνος Θεοῦ συστήσεται παρ’ αὐτοῖς, οὐκ ἀνθρώπων σπουδῇ, φιλανθρωπίᾳ δὲ μόνῃ Θεοῦ. Ἀκύλας δὲ καὶ Θεοδοτίων ἐξέδωκαν· Καὶ ἑτοιμα‐ σθήσεται ἐν ἐλέῳ, ἤγουν μετ’ ἐλέους, θρόνος.

2105

(50)

Τίνι δὲ ἑτοιμασθήσεται, ἢ πάντως Χριστῷ τῷ ἐκ σπέρματος τεχθησομένῳ Δαβίδ; σκηνὴν δὲ Δαβὶδ εἴωθεν ἡ προφητεία τὴν Ἐκκλησίαν καλεῖν. Ἐπεὶ καὶ Δαβὶδ καλεῖν ἔθος αὐτῇ τὸν Χριστὸν, ὡς υἱὸν ὄντα Δαβίδ. Θρόνον δὲ τὸν ἐν Ἐκκλησίᾳ τὸν ταύτης ἐκά‐
55λεσε πρόεδρον, ὃς τὸν σωματικὸν ἐπέχει θρόνον, τὸ2105

2108

ποτηρῶν ὥσπερ Χριστῷ. Ὅτι δὲ σκηνὴν τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν δηλοῖ, παρέστησεν ἐν Πράξεσιν τῶν ἀποστό‐ λων Ἰάκωβος ὁ πρῶτος Ἱεροσολύμων ἐπίσκοπος γεγο‐ νὼς, «Ἄνδρες ἀδελφοὶ, λέγων, ἀκούσατέ μου. Συμεὼν
5ἐξηγήσατο καθὼς πρῶτον ὁ Θεὸς ἐπεσκέψατο λαβεῖν ἐξ ἐθνῶν λαὸν τῷ ὀνόματι αὐτοῦ, καὶ τούτῳ συμφωνοῦσιν οἱ λόγοι τῶν προφητῶν, καθὼς γέγραπται· Μετὰ ταῦτα ἀναστρέψω καὶ ἀνοικοδομήσω τὴν σκηνὴν Δαβὶδ τὴν πεπτωκυῖαν, καὶ τὰ κατεστραμμένα αὐτῆς ἀνοικο‐
10δομήσω, καὶ ἀνορθώσω αὐτὴν, ὅπως ἂν ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων τὸν Κύριον. Καὶ πάντα τὰ ἔθνη, ἐφ’ οὓς ἐπικέκληται τὸ ὄνομά μου, λέγει Κύριος.» Ταῦτ’ οὖν ἔσεσθαι, φησὶν, οὐ διὰ τύπων καὶ συμβόλων, ἀλλὰ μετὰ ἀληθείας. Ἐκκλησίας γὰρ
15παρὰ τοῖς Μωαβίταις συστησομένης, ὁ ταύτης προ‐ εστὼς καθιεῖται κρίνων δικαίως. Ἤγουν θρόνον φησὶ, δηλῶν ὅτι πάντες βασιλευθήσονται ὑπὸ τοῦ Χριστοῦ, κατὰ τὸ, «Δεῖ γὰρ αὐτὸν βασιλεύειν ἕως ἂν θῇ τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ.» Διορθοῦ‐
20ται δὲ ὁ θρόνος, τῷ διορθώσεως τυχεῖν τὰ βασιλευό‐ μενα· ὅπερ γίνεται οὐ κατὰ τὴν ἀξίαν τῶν μελλόν‐ των βασιλευθήσεσθαι, κατὰ δὲ τὸν ἔλεον καὶ τὴν χρηστότητα τοῦ Θεοῦ.
27 Καθεδεῖται οὗν, φησὶν, ὁ Δαβὶδ, ὁ ἱκανὸς χειρὶ καὶ δυνάμει Χριστὸς μετὰ ἀληθείας, καὶ βασιλεύ‐ σει ἐν σκηνῇ, ἕως ποιήσῃ κρίνων τὴν ἐπὶ πᾶσι
30κρίσιν. Ἡ δὲ μετὰ ἀληθείας καθέδρα δείκνυσι τὸν τοῦ ψεύδους ἀφανισμόν. Βασιλεύσει δὲ ἕως ποιήσῃ κρίσιν. Τὴν ἐπὶ πᾶσιν αὐτοῦ δικαιοκρισίαν καθίστη‐ σι, καθ’ ἣν οὐχ ὡς ἔτυχεν ἀποφαίνεται, τὸ δὲ πρέ‐ πον ἑκάστῳ ζητῶν, ὡς πρὸς τέλος ἀγαθὸν φέρειν
35ἑκάστῳ τὸ κρῖμα, κατεπείγων τὴν δικαιοσύνην, οὐκ ἀνειμένως ποιῶν, σπουδῇ δὲ πλείστῃ. Καθ’ ἱστορίαν δὲ ταῦτά τινες ἐξηγήσαντο, ὡς δηλοῦντα τὴν ὑπὸ Κύρου γενομένην ἄφεσιν τοῦ λαοῦ, Θεοῦ τοῦτον οἰκτείραντος, καὶ τὴν παρ’ Ἰουδαίοις βασιλείαν διορ‐
40θουμένου, εἴς τε τὴν οἰκείαν ἄγοντος τάξιν. Τοῦτο γὰρ τὸν θρόνον δηλοῦν, ἐφ’ οὗ καθιεῖται μετ’ ἀληθείας ἐν σκηνῇ Δαβὶδ κρίνων σκηνὴν, λέγον‐ τες Δαβὶδ τὰ βασίλεια, ἐν οἷς ποιούμενοι τὰς δια‐ τριβὰς, ἐδίκαζον ἐννόμως, τὸν θρόνον διέποντες δι‐
45καίως, εἰ καὶ μὴ πάντες τοιοῦτοι γεγόνασιν. Οὐκ ἔτι δὲ διῄρητο βασιλεὺς Ἰούδα καὶ Ἰσραὴλ μετὰ τὴν ἐπάνοδον, ἐτέλουν δὲ πάντες ὑπὸ μίαν ἐν Ἰεροσολύ‐ μοις ἀρχήν. Τοῦτο δέ τις προφήτης ἐμήνυσε λέγων; «Καὶ ἀναβήσονται ἐκ τῆς γῆς, καὶ κοπιάσουσι μι‐

2108

(50)

κρὸν τοῦ χρίειν βασιλέα καὶ ἄρχοντα.» Ταῦτα μέν‐ τοι πρὸς τὴν Μωὰβ εἴρηται τὴν ἔρημον πέτραν τὸ Σιὼν ὄρος καλέσασαν, δηλοῦντα τὴν Ἰουδαίων
ἀνάκλησιν, καὶ τὴν ἀΐδιον ἐκείνης ἀπώλειαν.2107

2109

ϛ—ιδʹ. Ἠκούσαμεν τὴν ὕβριν Μωάβ. Ὑβριστὴς σφόδρα, τὴν ὑπερηφανίαν ἐξῆρα. Οὐχ οὕτως ἡ μαντεία σου, οὐχ οὕτως. Ὀλολύξει Μωάβ· ἐν γὰρ τῇ Μωαβίτιδι πάντες ὀλολύξουσι. Τοῖς κατ‐
5οικοῦσι δὲ Σὴθ μελέτησις. Καὶ οὐκ ἐντραπήσῃ τὰ πεδία Ἐσεβῶν, κ.τ.λ. Τὴν Μωαβιτῶν ἀλαζονείαν προλαβόντες καὶ ἀπὸ τῆς Ἱερεμίου προφητείας ἐδείκνυμεν, καὶ νῦν δὲ ταύτην ὁ προφήτης ἐδήλωσεν. Χρηστὰ δὲ περὶ τῆς
10ἐπαγγελίας εἰπὼν τοῦ θρόνου Δαβὶδ, καὶ διὰ μέσου, κατὰ τὸ σύνηθες τῇ Γραφῇ, διαναπαύσας, τὴν α...ην πρὸς τὰ σκυθρωπότερα, χάριν ἐπιστροφῆς ἐπανέρ‐ χεται. Ὡς ἂν μὴ τοῦ πλούτου καταφρονήσωμεν τῆς χρηστότητος, ὀργὴν ἑαυτοῖς θησαυρίζοντες. Οὕ‐
15τως εἰπὼν ὁ Δαβὶδ, χρηστὸς Κύριος τοῖς σύμπασιν· καὶ ἐπεξεργασάμενος, ὅτι ὑποστηρίζει τοὺς κατα‐ πίπτοντας, ὅτι δίδωσι τὴν τροφὴν ἐν εὐκαιρίᾳ, οὐκ ἐν τούτοις κατέληξεν· ἀλλ’ ἔφη· Φυλάσσει Κύριος πάντας τοὺς ἀγαπῶντας αὐτὸν, καὶ πάντας τοὺς
20ἁμαρτωλοὺς ἐξολοθρεύσει. Καθάπερ δέ τι μυστήριον Ἡσαΐας ἐν μέσῳ τὸ περὶ τῆς τοῦ Σωτῆρος ἐπιδη‐ μίας κατέκρυψε τοῖς ἀξίοις τοῦ ταῦτα συνιέναι παρ‐ εμβαλών. Συναφῆ τοιγαροῦν τὰ νῦν τοῖς πρὸ τῶν περὶ τοῦ θρόνου λελεγμένων Δαβίδ. Κατὰ δέ τινας,
25τὰ περὶ τῆς ἀποκαταστάσεως τῶν ἐξ Ἰσραὴλ αἰχμαλώτων εἰπὼν, πρὸς τοὺς ἐπιχαρέντας αὐτοῖς αὖθις τῶν Μωαβιτῶν ἐπιφέρει τὰ δυσχερῆ, διὰ τὴν αὐτῶν ὑπερήφανον ἐπ’ ἀσεβείᾳ προαίρεσιν, ὡς ἐκ προσώπου λέγων τῶν προφητῶν, Ἠκούσαμεν τὴν
30ὕβριν Μωάβ. Συναινοῦσι γὰρ ὡς ἐν δίκῃ κολάζοντι τῷ Θεῷ, ὡς ἀκηκοότες οἷα διὰ τοῦ Βαλαὰμ ἐφ’ ὕβρει τοῦ τῶν ὅλων ἐμηχανῶντο Θεοῦ, ὅσα τε μετὰ ταῦτα τῇ τοῦ Θεοῦ μαχόμενα πεποιήκασι δόξῃ. Ἀνθ’ ὧν ἀμείβεται τοῖς εἰρηκόσι τοῦτο Θεὸς, τὴν
35ὑπερηφανείαν ἐξῆρα, αὐτόχρημα τοὺς Μωαβίτας ὑπερηφανίαν εἰπών. Ὑπερηφάνοις γὰρ ὁ Θεὸς ἀντιτάσσεται, καὶ μάλιστα νοσοῦσιν ἀσέβειαν. Διὸ πρὸς αὐτὴν ἀποστρέφεται, καί φησιν· Οὐχ οὕτως ἡ μαντεία σου, οὐχ οὕτως, δηλῶν ὡς Ἐγὼ μὲν ἐξ‐
40έκοψα τὴν Μωάβ. Ἀλλ’ οὐ τοῦτο προύλεγον αἱ παρ’ αὐτοῖς οὖσαι μαντεῖαι τἀναντία μηνύουσαι. Μεγάλα γὰρ ἐφρόνουν ἐπὶ τῷ μαντευομένῳ δαίμονι παρ’ αὐτοῖς· ὁ δὲ Σύμμαχος, Οὐχ οὕτω, φησὶν, οἱ βρα‐ χίονες αὐτοῦ. Δηλῶν ὡς οἷς ἀλαζονεύεται πράξεις
45ὁμοίας οὐκ ἔχει. Τινὲς δέ φασιν, ὡς τὸ πάλαι τῆς τοῦ Βαλαὰμ μαντείας ἀνόνητον ἐπιδείκνυσιν. Ὀλο‐ λύξει Μωὰβ, δείκνυσιν ὡς ἃ μὴ προσεδόκων ἐκ τῆς μαντείας ἀπήντηκεν. Ὀλολυγμὸς δὲ ὀδυνηρὰ φωνὴ γυναικῶν βαρυτάτῳ πένθει κεκρατημένων. Δείκνυ‐

2109

(50)

σι δὲ νῦν καὶ τῆς πληγῆς τὸ ἀλγεινὸν, καὶ τῶν πασχόντων τὸ ἀσθενὲς, τοῖς κατοικοῦσι τὸ Ἀσε‐ δὲθ μελέτησις. Πόλις αὕτη Μωὰβ θρῆνον ἴσος ἐμμελῆ καθ’ ἑαυτῶν ἐμελέτησαν. Ὁ δὲ Σύμμαχος οὕτως ἐξέδωκε· Τοῖς εὐφραινομένοις ἐν τῷ τείχει
55τῷ ὀστρακίνῳ φθέγξασθε, τὸ ἀσθενὲς δηλῶν τοῦ,2109

2112

ᾧπερ φθεγγομένῳ ἐπεποίθεσαν, δαίμονος. Καὶ οὐκ ἐντραπήσῃ τὰ πεδία Ἐσεβών. Πρὸς Ἀσσυρίους ἔοικε λέγειν, περὶ πόλεως τῶν Μωαβιτῶν Ἐσεβὼν εὐρυχωρίαν ἐχούσης ἐν τοῖς περικειμένοις αὐτῇ
5προαστείοις ἣν μετὰ τῆς Σεβαμὰ παρακελεύεται δια‐ θεῖναι κακῶς, ὡς πενθῆσαί πως τεμνομένας τὰς τούτων ἀμπέλους. Ἔθνη δὲ καταπίνοντας, τοὺς Ἀσσυρίους καλεῖ· τὴν δὲ Μωαβιτῶν αὑτοῖς παρα‐ κελεύεται δῄωσιν, μέχρι τῆς Ἰαζεὶρ πόλεως Μωαβί‐
10τιδος. Λέγοι δ’ ἂν ἴσως ἀμπέλους καὶ τῶν Μωαβι‐ τῶν τοὺς οἰκήτορας, οὓς καὶ ξύλα καὶ δρυμὸν ἔθος καλεῖν τῇ Γραφῇ. Κατὰ τὸ, «Ὁ γὰρ ἀμπελὼν Κυ‐ ρίου Σαβαὼθ ἄνθρωπος τοῦ Ἰούδα νεόφυτον ἠγαπη‐ μένον. Δηλοῖ δὲ ἡ ὀπώρα, καὶ ὁ θερισμὸς, καὶ ἡ
15ἄμπελος καθ’ ἕτερον τρόπον, τὸ εὐθαλὲς, καὶ ἀκμαῖον, καὶ ὡραῖον, καὶ τρυφηλὸν τῆς ἐκείνων ζωῆς· ἐν ᾗ, καθάπερ μεθύοντες, διῆγον ἐντρυφῶν‐ τες τῇ δυσσεβείᾳ. Ἡ δὲ πρόσταξις τοῦ μὴ δεῖν ἐν‐ τραπῆναι, δηλοῖ Θεοῦ τὸ ἔργον, οὐκ Ἀσσυρίων τὴν
20δύναμιν, πρὸς οὓς αὖθίς φησιν, Οὐ μὴ συνάψητε τοὺς εἰς τὴν ἔρημον ἐξ αὐτῶν φυγόντας, κελεύων ἐᾷν αὐτοὺς, καὶ μὴ τοῖς ἀνῃρημένοις προσθεῖναι πλάνην δὲ καὶ λήθην εἰληφέναι τούτων δοκεῖν. Ὁ γὰρ Θεός ἐστι καὶ κολάζων φιλάνθρωπος. Ὡς δὲ
25παρ’ αὐτοῦ πεμφθέντας καὶ ἀπεσταλμένους τοὺς Ἀσσυρίους καλεῖ· προσέῤῥιπται δὲ τὸ, ἐγκατελεί‐ φθησαν, μᾶλλον ὡς οὐκ ἂν ἐν τούτοις γέγονεν ἡ Μωὰβ, εἰ μὴ Θεὸς αὐτὴν ἐγκατέλιπε. Διὰ τοῦτο κλαύσομαι, ὡς τὸν κλαυθμὸν Ἰαζήρ. Τοῦτό φησιν
30ὁ προφήτης ἐπιστένων ταῖς αὐτῶν συμφοραῖς.
33 Πεπορθῆσθαι δὲ τὴν Ἰαζὴρ ὑπὲρ τὰς ἄλλας παρίστησιν, ὡς ἂν πρέποι ταύτην οὕτω τὰς ἄλλας
35θρηνῶν Σάβαμά τε καὶ Ἐσεβών, ἀμπέλους αὐτῶν καλῶν τοὺς οἰκήτορας. Ὧν ἐπὶ τῷ θερισμῷ καὶ τῷ τρυγητῷ στρατὸς ὁ τῶν πολεμίων ἐλάλησεν τὸ, καταπατήσω, καὶ ἅπαντα πεσοῦνται. Καὶ τὸ, ἀρθήσεται εὐφροσύνη καὶ ἀγαλλίαμα ἐκ τῶν
40ἀμπέλων σου. Δυσσεβεῖς γὰρ ὄντες πρόφασιν εὐ‐ φροσύνης τὸ θύειν εἶχον ἀεὶ, καὶ τελεῖσθαι τοῖς δαί‐ μοσιν· ἀνθ’ ὧν, φησὶν, οὐ μὴ πατήσετε οἶνον. Εἰ μὲν ἐπὶ τῶν ἀμπέλων, δῆλον· εἰ δὲ ἐπ’ ἀνθρώπων νοητέον, ὡς ἄμα γονεῦσι τὰ τούτων οἰχήσεται τέκνα,
45μὴ φειδομένου μηδὲ γυναικὸς κυοφορούσης τινός. ᾯπερ ὅμοιον τὸ, «Οὐαὶ ταῖς τικτούσαις, καὶ ταῖς ἐν γαστρὶ ἐχούσαις, ἐν ἐκείναις ταῖς ἡμέ‐ ραις.»

2112

(50)

Διὰ τοῦτο ἡ κοιλία μου ἐπὶ Μωὰβ, ὡς κιθάρα ἠχήσει. Πάσης γάρ σου φησὶν, εὐφροσύνης ἀφ‐ ῃρημένης, ᾠδὴν καὶ μέλος τὰς σὰς ποιήσομαι συμ‐ φορὰς, πᾶσι κηρύττων αὐτὰς, ὡς εἰς χέρσον μετα‐ βληθείσης τῆς χώρας. Διὸ καὶ προὔλεγεν αὐτοῖς
55ἀποκλαύσασθαι. Εἶθ’ ὡς ὑπεραλγῶν ἐπὶ τῇ τῶν ψυ‐2111

2113

χῶν ἀπωλείᾳ καὶ πλάνῃ (ἐπεὶ καλέσας αὐτοὺς διὰ τοῦ ἀποκλαύσασθαι πρὸς μετάνοιαν, πειθομένους οὐκ ἔσχεν), τὸν ὑπὲρ αὐτῶν ἀναλαμβάνει κλαυθμὸν, εἰπὼν μὲν ἤδη, Διὰ τοῦτο κλαύσομαι. Καὶ νῦν δὲ,
5φησὶ, τὰ ἐμὰ δάκρυα, καὶ ὁ κλαυθμὸς δι’ οὐδὲν ἕτερον, ἢ εἰς τὸ ἐντραπῆναί σε, ἤγουν, ἐντραπήσῃ μάτην καλοῦσα πολλάκις τοὺς μὴ σῶσαι δυναμένους θεούς. Ὡς τεῖχοςἐνεκαίνισας. Ἐπὶ γὰρ σεισμῷ τὸ τεῖχος κατέπεσεν, ὡς ἐλέγομεν, ἀνεκαί‐
10νισαν αὐτὸ μοχθοῦντες ἀνόνητα. Κλαύσομαι οὖν φησὶ, μετὰ τῶν ἄλλων σου συμφορῶν, καὶ ὃ μάτην ᾠκοδομήσω τεῖχος ὑπὸ τῶν πολεμίων κατενεχθέν. Εἶτά φησι· Τοῦτο τὸ ῥῆμα ὃ ἐλάλησεν Κύριος ἐπὶ Μωὰβ, ὁπότε καὶ ἐλάλησεν. Οἱ δὲ λοιποὶ ἐξέδωκαν,
15ἐκ τότε καὶ νῦν ἐλάλησεν. Δηλοῖ δὲ ἡ Γραφὴ, ὅτι πάλαι μὲν λόγοις ἐθεσπίζετο, νυνὶ δὲ καὶ ἔργοις ἐπι‐ τελεῖται. Καὶ πρὸ τοῦ παρόντος γὰρ προφήτου, διὰ Μωσέως ἐῤῥέθη· Οὐκ εἰσελεύσεται Ἀμμανίτης καὶ Μωαβίτης εἰς Ἐκκλησίαν Κυρίου ἕως δεκάτης γε‐
20νεᾶς· ὁ τοίνυν πάλαι λαλήσας περὶ αὐτῆς, καὶ νῦν τοῦτο ποιεῖ δι’ ἐμοῦ.
24Καὶ νῦν λέγω, Ἐν τρισὶν ἐτῶν μισθωτοῦ.
25Ὁ δὲ Σύμμαχος ἀντὶ τοῦ μισθωτοῦ, ὡς ἐπὶ μισθω‐ τοῦ, φησίν. Οἱ δὲ τρεῖς τὰ μετὰ ταῦτα διέστειλαν εἰπόντες· Ἀτιμασθήσεται ἡ δόξα Μωάβ. Ὁ γὰρ καὶ σύνδεσμος τῶν ἑξῆς ἑτέραν ἔδειξε τὴν διάνοιαν τῶν πρόσθε, δηλούντων ὡς ἐν τρισὶν ἔτεσιν τὰ
30περὶ τῆς Μωὰβ ἐλάλησε Κύριος διὰ τοῦ προφήτου, ὡς μισθωτόν τινα τὸν ἄνδρα πρὸς τὴν τῶν ῥημά‐ των διάνοιαν λαβών. Οὐ γὰρ ὥσπερ ἡμεῖς ἀθρόως συνάπτοντες τὸ πᾶν ἀνάγνωσμα διερχόμεθα, οὕτω καὶ ὁ προφήτης· ἀλλὰ κατὰ μέρος ἐν διαφόρῳ τῷ
35χρόνῳ μέχρι τρίτον ἔτος ἐπλήρωσεν. Τινὲς δὲ τὸ, ὁπότε ἐλάλησε, δηλοῦν φασι τὸ σπάνιον τῆς τοῦ Θεοῦ πρὸς τοὺς Μωαβίτας γενομένης φωνῆς. Τῷ μὲν γὰρ Ἰσραὴλ συνεχῶς διαλέγεται· τοῖς δὲ ἔθνε‐ σιν ὡς ἀλλοτρίοις σιγᾷ. Πλὴν ὅτι γεύει καὶ τούτους
40τῆς ἰδίας φιλανθρωπίας, ἵνα διὰ τῆς ἐν ὀλίγοις πεί‐ ρας, πρὸς τὴν τῶν τελείων ἐπιθυμίαν ὁρμῶσι. Τινὲς δέ φασιν, ὡς ἀνακομίζει πρὸς ἱστορίαν τὸν λόγον, ὅτεπερ αἱ δέκα φυλαὶ τῆς Δαβὶδ βασιλείας ἀποσπα‐ σθεῖσαι τῇ τοῦ ἀποστήσαντος Ἱεροβοὰμ δυσσεβείᾳ
45παρηκολούθησαν. Ἐφ’ οἷς ἀγανακτήσας Θεὸς οἱονεὶ Σαλμανασσὰρ ἐμισθώσατο τὸν Ἀσσύριον, ὃς ἀνά‐ στατον τὴν τούτων ἀπέδειξε χώραν τρισὶν ὅλοις ἔτε‐ σιν ἐνιζήσας αὐτῇ, ὅτε δὴ καὶ τὴν Μωὰβ ἐχειρώ‐ σατο. Εἰ τοίνυν λελάληκε καὶ πάλαι Θεὸς, ἀλλὰ

2113

(50)

καὶ νῦν λέγω, ὅτι ἐν τοῖς τρισὶν ἔτεσιν τῶν ἐτῶν τοῦ μισθωτοῦ Σαλμανασσὰρ ἀτιμασθήσεται ἡ δόξα Μωάβ· τοῦτ’ ἔστιν ἡ βασιλεία, ἢ τὰ μεγέ‐ θη τῶν πόλεων, καὶ τῶν ἐνοικούντων τὸ πλῆθος, ἣ
καὶ δηλοῖ τὴν ἡλικίαν τὴν μάχιμον.2113

2116

Ἄνωθεν δὲ, νόμοις ἀλληγορίας, ὑβριστὴν Μωὰβ τὸν ἀρχέκακον καὶ ἀποστάτην νοήσωμεν δαίμονα, τῷ τε γὰρ κτίστῃ, καὶ τοῖς ἀνθρώποις ἐνύβρισε, καὶ τοὺς ἀλόντας ὑβριστὰς ἀπεργάζεται, τοὺς λα‐
5λοῦντας ἀδικίαν εἰς τὸ ὕψος αἱρετικοὺς, καὶ τοὺς ἐλέγχοντας ἐξ ἀπορίας ὑβρίζοντας. Ὃν καὶ θερα‐ πεύων ὁ Κύριός φησιν, ὡς ἐπὶ νόσου δεινῆς, Τὴν ὑπερηφανίαν ἐξῆρα. Ἀλλὰ καὶ ἡ ὕβρις καὶ ἡ μῆνις αὐτοῦ, φησὶν, ἐστὶ ἰδιόκτητα πάθη. Ὀλολύζει
10δὲ φησὶν, ἀλγῶν, καὶ τῆς ἰδίας ἀσθενείας ἐπαισθα‐ νόμενος. Τεῖχος δὲ ὀστράκινον, τὴν τῶν ἐπὶ σοφίᾳ φυσώντων ἐκάλεσε διαλεκτικὴν, ἑφ’ ᾗπερ εὐφραί‐ νονται. Τὸ φθέγξασθαι δὲ αὐτοῖς τοῦτο τεῖχος προσέθηκεν ὀστράκου, δηλονότι σαθρότερα μελέ‐
15τησιν ταῦτα ποιουμένοις, δέον μελετᾷν ἐν τῷ νόμῳ Κυρίου. Καὶ ὅμως οὐκ ἐντραπήσονται. Διὸ τιμω‐ ροῦνται τῇ τῶν πεδίων Ἐσεβὼν ἀφορίᾳ· τοῦτο δὲ διαλογισμὸς ἑρμηνεύεται.
23 Τούτων οὖν οἱ διαλογισμοὶ, πεδία λεχθέντες διὰ τὸ πλῆθος, πενθήσουσιν ἀνονήτου τῆς αὐτῶν ἀσε‐
25βείας φανησομένης. Πενθήσει καὶ ἡ ἄμπελος Σε‐ βαμά. Ἑκάστου γὰρ ἔθνους ἐστί τις ἄμπελος. Ἐκ γὰρ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν. Καὶ ἀπ‐ έκτεινεν ἐν χαλάζῃ τὴν ἄμπελον αὐτῶν, περὶ τῶν Αἰγυπτίων ὁ Μωσῆς. Ἔστι καὶ ἄμπελος ἣν ἐφύτευσε
30Κύριος. ᾌσω γὰρ, φησὶ, τῷ ἠγαπημένῳ ᾆσμα τοῦ ἀγαπητοῦ τῷ ἀμπελῶνι. Καὶ τῆς βασιλείας δὲ τὸν ἀμπελῶνα, φησὶν ὁ Κύριος, ἀπὸ τῶν μὴ ποιούντων ἀρθέντα καρποὺς ἔθνει δοθῆναι ποιοῦντι τοὺς ταύ‐ της καρποὺς, δηλῶν τὸν νόμον καὶ τοὺς προφήτας,
35καθ’ οὓς οὐκ ἐπολιτεύοντο, ὧν τὰ νοήματα δοθῆναι ἔθνη διὰ πολιτείας ποιοῦντι καρπούς. Αὐτὴ λόγος ἀληθείας ἡ ἄμπελος· ἡ δὲ τῶν Αἰγυπτίων τοῦ ψεύ‐ δους πρὸς γεωργίαν αὐτοῖς παρὰ τοῦ κοσμοκράτορος δοθεῖσα τοῦ σκότους τούτου· ἡ δὲ Σοδόμων ἀκαθάρ‐
40του βίου καὶ πράξεων, ἂς δὴ γεωργεῖν ὁ πονηρὸς αὐτοὺς ἐμισθώσατο. Ἐξ ὧν λαβόντες Γραμματεῖς καὶ Φαρισαῖοι τὰ σπέρματα, τοῦ λέγοντος ἐξετμήθη‐ σαν, Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινὴ, Γομόῤῥας ἔχοντες κληματίδα. Διὸ καὶ γεωργοῦσι σταφυλὴν
45χολῆς καὶ βότρυν πικρίας. Ὁ δὲ οἶνος αὐτῶν θυμὸς δρακόντων καὶ ἀσπίδων ἀνίατος. Ἡ σεβαμὰ δὲ ἄμπελος (ἐπιστροφὴ δὲ ἑρμηνεύεται) λόγον ἐσχη‐ ματισμένον δηλοῖ πρὸς εὐλάβειαν. Σχηματίζονται γὰρ βίον ὀρθὸν, ὑπαγόμενοι πολλοὺς εἰς τὴν οἰκείαν

2116

(50)

διαστροφὴν, χρηστὰ πράττειν δοκοῦντες καὶ παρ‐ αινεῖν. Ὧν τὰ δόγματα καὶ βίος ἄμπελος σεβαμὰ γνήσιον ἔχοντα μηδὲ ἐν ὑπὸ Μωαβιτῶν γεωργου‐
μένη, ἡ τὰ ἴδια πολλὰ ποιοῦσα γεννήματα κατα‐2115

2117

πίνειν τὰ ἔθνη λέγεται διαλεκτικῇ δυνάμει τοὺς ἀγυμνάστους, δι’ ὧν νικᾷ καταπίνουσα.
15 Πρὸς οὓς καταπίνοντας ὁ λόγος φησὶ τοὺς τοιού‐ τους λόγους καταπατεῖν. Ἡ γὰρ περὶ τούτου σχολὴ σχολάζειν ὑμᾶς οὐκ ἐᾷ [καὶ] συναφθῆναι πρὸς Ἰαζὴρ, τὴν ἑρμηνευομένην ἰσχὺς, ἣν οὖσαν πνευ‐ ματικὴν οὐχ ὑποδέξεταί τις, ἐὰν μὴ τὰς ἀμπέλους
20καταπατήσῃ τῆς Σεβαμὰ τῆς ἰδίας ἐρημίας ἐπι‐ λαθόμενος, καταλείπει δὲ ταύτην κρείττοσι χωρίοις ἐνδιαιτώμενος. Εἶτά φησιν· Οἱ ἀπεσταλμένοι ἐγκατ‐ ελείφθησαν. Ψευδὴς γὰρ ἀπόστολος ὑπὸ Θεοῦ καταλείπεται. Ὑφ’ ὧν μὴ ἀπατᾶσθαί φησιν, ὡς
25ἰσχὺν ἐχόντων τοῖς πράγμασιν. Ἀβοήθητοι γάρ εἰσιν ἐκ Θεοῦ, ὡς μὴ διαβεβηκότες τὴν θάλασ‐ σαν καὶ τοὺς πειρασμοὺς περιφεύγοντες. Τοιοῦτον γὰρ τὸ, «Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης.» Ὁ γὰρ ἀθλητὴς ὁμόσε τούτοις χωρεῖ, μὴ συγκαθιεὶς
30ἑαυτὸν δόγμασιν ἐθνικοῖς, διὰ σαρκὸς ἡδονὰς κερ‐ δᾶναι θέλων τοὺς διωγμούς. Διὰ τοῦτο, Κλαύσομαι, φησὶν, ὡς τὸν κλαυθμὸν Ἰαζὴρ, ὃν οἱ κατὰ Θεὸν κλαίουσι δυνατοὶ τὴν τοῦ βίου παροικίαν στενά‐ ζοντες, ποθοῦντες δὲ καὶ ἐκλείποντες εἰς τὰς αὐλὰς
35τοῦ Κυρίου· μήποτε δὲ καὶ ὡς ἰσχὺς κλαίεται μα‐ ρανθεῖσα νοσήματι, οὕτω καὶ ἄμπελος Σεβαμὰ μα‐ ρανθεῖσά τε καὶ μέλλουσα πυρὶ παραδίδοσθαι. Εἶτά φησι πρὸς τὴν Μωαβῖτιν, ὡς τὰ ταύτης δένδρα κατέβαλεν ἡ Ἐσεβὼν καὶ Ἐλεαλή. Ἑρμηνεύεται
40δὲ ἡ μὲν Ἐσεβὼν, λογισμοί· ἡ δὲ Ἐλεαλὴ, Θεοῦ διάβασις. Ἡ γὰρ ἄμπελος ἡ ἀλλοτρία, καὶ ἡ φυτεία, ἢν οὐκ ἐφύτευσεν ὁ Πατὴρ ὁ οὐράνιος, καταβάλλεται, ἑτεροδόξων ὄντα φρονήματα ὑπὸ λογισμῶν ὀρθῶν καὶ τῆς ἀνόδου τῆς πρὸς Θεὸν δι’ ἀγαθῶν ἔργων
45ὑψούσης ἡμᾶς. Μακάριος γὰρ οὗ ἐστιν ἀντίληψις αὐτοῦ παρὰ σοῦ, ἀναβάσεις σου ἐν τῇ καρδίᾳ αὐτοῦ.
40 Μεθ’ ἅ φησιν, Ἐπὶ τῷ θερισμῷ σου καὶ τῷ τρυ‐ γητῷ σου καταπατήσω, εἰκότως· ὃν γὰρ θερίζει σῖτον, καὶ ὃν τρυγᾷ οἶνον, ἐναντίως ἔχουσι τῷ ἄρτῳ τῷ στηρίζοντι καρδίαν ἀνθρώπου, καὶ οἴνῳ τῷ εὐ‐ φραίνοντι καρδίαν ἀνθρώπου. Διὸ πατεῖται παρὰ
45Θεοῦ τροφὴν ἢ ποτὸν γενέσθαι τοῖς ἐξ ἀδιακρισίας ἀγνοοῦσι κωλύοντος. Καὶ ἀρθήσεται εὐφροσύνη καὶ ἀγαλλίαμα ἐκ τῶν ἀμπέλων. Ἀφῃρέθη γὰρ ἐκ τοῦ Ἰσραὴλ ἡ βασιλεία τοῦ Θεοῦ, καὶ ἐδόθη ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς. Καὶ ἡ τῆσδε ψευ‐

2117

(50)

δωνύμου γνώσεως φαντασία τὴν μὴ οὖσαν εὐφρο‐ σύνην ἀληθῆ τοῖς ἁλοῦσιν ἐμβάλλουσα, παραιρεῖ‐ ται παρὰ Θεοῦ βοηθοῦντος τοῖς ἐκ ταύτης ἀπατω‐ μένοις. Εἴποις δ’ ἂν ὑπολήνια, τὰς δεχομένας τὴν μοχθηρὰν διδασκαλίαν ψυχάς. Ἡ δὲ κοιλία τοῦ
55προφήτου ἐπὶ Μωὰβ, ὡς κιθάρα ἠχήσει, μουσικὴν2117

2120

εὐρυθμίαν ἀπὸ τῆς τοῦ κρούοντος ἐπιστήμης ἀποτε‐ λοῦσα. Λέγει δὲ κοιλίαν, ἅπερ ἐντὸς ἐκάλεσεν ὁ Δαβὶδ, Εὐλόγει, λέγων, ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ, τοὺς λογισμοὺς ση‐
5μαίνων τοὺς ἀγαθοὺς, τοὺς ἑκάστης γεννητικοὺς ἀρε‐ τῆς· ἐξ ὧν γὰρ ἕνδον κατορθοῦμεν εὐλογοῦμεν τὸν Κύ‐ ριον. Οἷος ἦν Ἡσαΐας τὰ ἐντὸς ἔχων ὡς τεῖχος ὃ ἐν‐ εκαίνισεν ὁ Θεὸς χάριτι περιτειχίζων αὐτὸν, ὡς μὴ διδόναι παρείσδυσιν τοῖς χείροσι λογισμοῖς, δίκην
10πολεμίων περικαθεζομένοις ἡμᾶς. Διὰ τοῦτο δὲ, φησὶ, τοὺς ἰσχυροὺς ἐχαρίσω μοι λογισμοὺς, ὡς ἐντρα‐ πῆναί σε τοὺς οὐκ ἐπιστρέφοντας ἐπὶ σὲ, διὰ τῆς τῶν προσαγομένων ἐλέγχων αὐτοῖς εὐτονίας· λείπει γὰρ τῷ ἐντραπῆναι, τὸ αὐτοὺς ἔξωθεν ὀφεῖλον
15παραλαμβάνεσθαι. Ἐντρέπεται δὲ Θεὸν ὁ καλῶς νικῶντι νῶτα διδοὺς, μηδὲν ἁψιμαχῶν πρὸς ἀλή‐ θειάν τε καὶ ἀρετήν. Διὰ δὲ τῶν ἑξῆς, τὸν ἐπὶ τέλει δηλοῖ τῆς εἰδωλολατρείας ἀφανισμὸν διὰ τῆς ἐπιφα‐ νείας τοῦ λόγου, καὶ τῆς Μωὰβ τιμωρίας ὥριες
20χρόνον, ὃν ἔτη τρία καλεῖ μισθωτοῦ. Διαβάλλει δὲ τὸν μισθωτὸν ὁ Σωτὴρ, ὡς μὴ ὄντα ποιμένα, καὶ τῇ φυγῇ τοῖς λύκοις προδιδόντα τὰ πρόβατα. Καὶ πάρ‐ οικος δὲ μισθωτὸς ἱερέως οὐκ ἔδεται ἅγια, καθὰ νομοθετεῖ Μωσῆς· ἐξεμίσθωσεν οὖν ἑαυτὸν ὁ Μωὰβ,
25καὶ γέγονεν μισθωτὸς οὐκ ἀγαπήσας τὸν Θεὸν, φαντασίᾳ δὲ μισθοῦ, καὶ σωματικῶν ἐλπίδι πάντα ποιῶν, ὡς ὁ ποιῶν τὴν ἐλεημοσύνην εἰς τὸ δοξα‐ σθῆναι ὑπὸ τῶν ἀνθρώπων. Ἐλεῶν γὰρ οὐ ποιεῖ, μάτην δὲ δόξαν θηρώμενος. Τοιοῦτος καὶ ὁ μὴ πόθῳ
30τῆς ἀρετῆς σωφρονῶν, δοκεῖν δὲ μόνον βουλόμενος. Ἄτιμοι τοίνυν οἱ τοιοῦτοι παρὰ Θεῷ, ἀτιμίαν ἔχον‐ τες μισθωτοῦ, ὡς οὐκ ἐκ διαθέσεως, τὸ δὲ τῆς ἀρετῆς ἔργον ἐπίπλαστον ἔχοντες· καὶ ὅσον ἐνταῦθα πλουτοῦσι τὸ δοκεῖν πλοῦτον τὸν μάταιον, τοσοῦτον
35μετὰ τὸ ἀποκαλυφθῆναι ἡμῶν τὰ κρυπτὰ ἀποδοθή‐ σεται τῆς αἰσχύνης ὁ μισθός· καὶ ὁ πολλὴν συν‐ άγων ταῖς χερσὶν ἀκαρπίαν, πλείονα τὴν ὕλην ἕξει τῆς ἀτιμίας. Καὶ ὁ ἐνεργῶν θησαυρίσματα γλώσσῃ ψευδεῖ, μάταια διώκει, καὶ ἐλεύσεται ἐπὶ παγίδας
40θανάτου, καὶ καταλειφθήσεται ὀλιγοστὸς, καὶ οὐκ ἔντιμος, εὐεργεσίᾳ τῶν ἐπὶ κακίαν συγκεκροτη‐ μένων.
47tΚΕΦΑΛ. ΙΖʹ.
48tΤΟ ΡΗΜΑ ΤΟ ΚΑΤΑ ΔΑΜΑΣΚΟΝ.
49α—ιαʹ. Ἰδοὺ Δαμασκὸς ἀρθήσεται ἀπὸ πόλεων,

2120

(50)

καὶ ἔσται εἰς πτῶσιν, καταλελειμμένη εἰς τὸν αἰῶνα, εἰς κοίτην ποιμνίων καὶ ἀνάπαυσιν. Καὶ οὐκ ἔσται ὁ διώκων. Καὶ οὐκέτι ἔσται ὀχυρὰ τοῦ καταφυγεῖν ἐκεῖ τὸν Ἐφραῒμ, κ.τ.λ. Ἄνω δὴ μὲν διὰ τῶν ἔμπροσθεν τὸν τῶν Ἀσσυ‐
55ρίων ἄρχοντα παρέστησεν λέγοντα, Καὶ ἔλαβον Ἀρα‐2119

2121

βίαν, καὶ Δαμασκὸν, καὶ Σαμάρειαν, ὃ καὶ δηλοῦται διὰ τῆς ἐν Βασιλείαις Γραφῆς λεγούσης. «Καὶ ἀνέβη βασιλεὺς Ἀσσυρίων εἰς Δαμασκὸν, καὶ συνέλαβεν αὐτὴν, καὶ ἀπῴκισεν αὐτήν.» Νῦν δέ φησιν ὁ λόγος
5περὶ μελλούσης ἑτέρας ἁλώσεως, ἣν ὁ Βαβυλώνιος πεποίηται βασιλεὺς, ὅτε τοῖς Ἱεροσολύμοις ἐπῆλθεν αὖθις, καὶ ταύτην ἑλὼν, ἐκ βάθρων τε πᾶσαν ἠφα‐ νικώς. Ἣν δηλῶν Ἱερεμίας φησίν· «Ἐξελύθη Δα‐ μασκός· ἀπεστράφη εἰς φυγήν.» Καὶ μεθ’ ἕτερα,
10«Διατοῦτο πεσοῦνται νεανίσκοι ἐν πλατείαις σου, καὶ πάντες οἱ ἄνδρες οἱ πολεμισταί σου πεσοῦνται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, φησὶ Κύριος τῶν δυνάμεων· Καὶ καύσω πῦρ ἐν τείχει Δαμασκοῦ, καὶ καταφάγεται ἄμφοδα υἱοῦ Ἄδερ.» Πρόσκειται δὲ νῦν κατὰ μόνους
15τοὺς Ἑβδομήκοντα τῷ καταλελειμμένη τὸ εἰς τὸν αἰῶνα· ὅπερ ἐστὶ περιττόν. Χρονικὴ γὰρ, ἀλλ’ οὐ διηνεκὴς ἡ πτῶσις ὑπὸ τῶν Ἀσσυρίων ἐγένετο, ὅτε καὶ τὴν Ἱερουσαλὴμ ἐχειρώσαντο. Ὡς γὰρ αὕτη ὑπὸ τῶν ἀφεθέντων αἰχμαλώτων ᾠκίσθη, οὕτως ἀνοικο‐
20δομηθείσης Δαμασκοῦ βασίλειον ἐν αὐτῇ συνέστη πάλιν· ὃ καὶ μέχρι τῶν ἀποστολικῶν διήρκεσε χρό‐ νων. Φησὶ γοῦν ὁ Παῦλος ἐν Δαμασκῷ ὁ ἐθνάρχης Ἀρέτα τοῦ βασιλέως Δαμασκηνῶν ἐφρούρει τὴν πό‐ λιν πιάσαι με.
25 Τὰ οὖν πρῶτα τῆς προφητείας ἐπὶ τοὺς τῶν Ἀσσυ‐ ρίων ἀνοίσομεν χρόνους, καθ’ οὓς συνέβη Δαμασκῷ πολιορκία διττή. Εἰκὸς δέ φασι, κἀν τοῖς Περσικοῖς τε καὶ Μακεδονικοῖς ἕτερα πάλιν παθεῖν, ἃ καὶ δη‐ λοῦσθαι διὰ τοῦ· Ἰδοὺ Δαμασκὸς ἀρθήσεται ἀπὸ
30πόλεων. Τὸ δὲ οὐκ ἔσται ὀχυρὰ τοῦ καταφυγεῖν Ἐφραὶμ, καὶ οὐκέτι βασιλεία ἐν Δαμασκῷ, τοῖς Ῥωμαϊκοῖς ἁρμόσειε χρόνοις. Μετὰ γὰρ τὴν τοῦ Σωτῆρος ἐπιδημίαν οἱ κατὰ μέρος πανταχοῦ καθ‐ ῄρηντο βασιλεῖς. Μερικὴν γὰρ πτῶσιν, ἀλλ’ οὐκ
35ἀφανισμὸν παντελῆ τὰ πρῶτα παρίστη τῆς προφη‐ τείας, ὡς δῆλον ἐκ τοῦ, καὶ οὐκ ἔσται ὀχυρά. Καὶ πάλιν, οὐκ ἔσται βασιλεία ἐν Δαμασκῷ. Ὡς μελλούσης μὲν ἔσεσθαι, πλὴν οὐκ ὀχυρᾶς, οὐδὲ βασιλευούσης, οἷα καὶ πρότερον. Εἴποις δ’ ἂν καὶ
40ἄλλως. Φασὶ ταπείνωσιν αὐτοῖς τὰ παρόντα καὶ βίον δηλοῦν ἰδιωτικὸν, ὥς που λέγεται καὶ πλούσιος ἐκ‐ πίπτειν εἰς πενίαν μεταβαλὼν, ὅ τε ἐν ἀξιώματι πρὸς ἀτιμίαν ἐλθών· ὁποῖον καὶ τὸ, οἶκος Ἰσραὴλ πέ‐ πτωκεν, οὐκ ἔτι μὴ προσθήσει τοῦ ἀναστῆναι. Οὕτω
45καὶ νῦν, τὸ εἰς πτῶσιν, τὴν καθαίρεσιν δηλοῦν τῆς βασιλείας νοοῖτο. Πάλαι γὰρ ἐκράτει τῶν Σύρων, πρὶν οἱ τοῦ Μακεδόνος Ἀλεξάνδρου διάδοχοι τῶν νῦν ἐν Συρίᾳ λαμπρῶν οἰκισταὶ γεγόνασι πόλεων, Ἀντιο‐ χείας, Λαοδικείας, Ἀπαμίας· ἰδιώτας τοίνυν ἔσεσθαι

2121

(50)

δηλοῖ τοὺς ταύτης οἰκήτορας, δίκην ἀγέλης ποιμνίων διὰ τὸ τούτων ἀγέλαιον οἰκήσοντας. Τὸ οὖν ἀρθήσε‐ ται ἀπὸ πόλεων, βασιλικῶν νοητέον, ὃ νῦν ἐπὶ Ῥω‐ μαίων ἑώραται, οἷς ὑποκύπτει, μηδενὸς ἔτι πολε‐ μίου διώκοντος, διὰ τὴν τῶν κρατούντων ἰσχύν. Εἰς
55τοῦτο δὲ καταστᾶσα, τῷ τῶν Ἰουδαίων ἔθνει πῶς ἐπικουρῆσαι δυνήσεται, καθάπερ καὶ πρότερον;
οὔτε δέ φησιν ἐν Δαμασκῷ τῶν Σύρων ἔσται βασί‐2121

2124

λειον, οὔτε τῆς Συρίας ἑτέρωθι (τοῦτο γάρ φασι καὶ τὸ κατάλοιπον τῶν Σύρων δηλοῦν), ἀλλὰ καρ‐ τερεῖ, φησὶ, μετὰ Θεοῦ λαὸν ἡμαρτηκότα πεισομένη τὰ παραπλήσια. Καλεῖ δὲ δόξαν Ἱερουσαλὴμ, καὶ
5ταύτης πίονα, τὴν βασιλείαν, τὴν ἱερωσύνην. Τὸ ἁγίασμα, τὴν κατὰ νόμον λατρείαν, τὴν προφητικὴν χάριν, καὶ τοῦ λαοῦ τὴν ἐλευθερίαν. Ὅτε δὲ τούτων Ἰσραὴλ ἀπεστέρητο καὶ τῆς βασιλείας ἡ Δαμασκός. Διό φησιν, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, τὸν καιρὸν τῆς τοῦ
10Σωτῆρος ἐπιδημίας δηλῶν. Ὅρα δὲ ὅπως οὐ παντελῆ τοῦ Ἰακὼβ ἀναίρεσιν ἔφησεν ἔσεσθαι, τῆς δόξης δὲ μόνης αὐτῶν. Ὅτε φησὶν, ὡς ἐν ἀμητῷ συν‐ άγονται μὲν οἱ ἀστάχυες, καταλείπεται δὲ ἐν τῇ χώρᾳ καλάμη ψιλὴ, οὕτως ἔσεσθαι καὶ τὸν Ἰου‐
15δαίων λαὸν, ἀποτμηθέντων μὲν τῶν πάλαι παρ’ αὐ‐ τοῖς ἀσταχύων, μόνης δὲ τῆς καλάμης ἐν αὐτοῖς περιλειφθείσης.
20 Κἂν εὑρεθῇ δέ τις ἐν αὐτοῖς ἀξιόλογος, ἔστα κατὰ στάχυν οὐκ ἐν πεδίῳ φυέντα, ἀλλ’ ἐν κοιλάδι καὶ φάραγγι καταξήρῳ καὶ στερεᾷ. Τοῦ στάχυος οἶμαι τὸν τῶν μαθητῶν δηλοῦντος χορὸν, περὶ ὧν ἔλεγεν· Εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν
25σπέρμα.» Τοὺς δὲ τούτων ἐκκρίτους δι’ ἑτέρου δεδή‐ λωκε παραδείγματος, ὡς ῥῶγες εἰπὼν δύο, ἢ τρεῖς ἐπ’ ἄκρου μετεώρου, ἢ τέσσαρες, ἢ πέντε ἐπὶ τῶν κλάδων αὐτοῦ καταλειφθῇ. Ἐν γὰρ τοῖς δη‐ λουμένοις χρόνοις, τοσαύτη, φησὶν, ἔσται τῶν σωζο‐
30μένων ἡ σπάνη, ὡς ἑνὶ πάντας παραβάλλεσθαι στάχυϊ. Ὧν τοὺς ἀκροτάτους ἔσεσθαί που δύο ἢ τρεῖς. Ἐπ’ ἄκρου γὰρ εἰπὼν μετεώρου, τὸ τούτων προῦχον αἰνίττεται, οὓς προσεκαλεῖτο ποτὲ μὲν κατὰ συζυγίαν, ποτὲ δὲ κατὰ τρεῖς ὁ Σωτὴρ, ἐκλε‐
35κτῶν ὥσπερ ἐκλεκτοτέρους Πέτρον, Ἰάκωβον, Ἰωάν‐ νην, οἷς ἐν ὄρει μόνοις τὴν μεταμόρφωσιν ἔδειξεν· τήν τε θυγατέρα τοῦ ἀρχισυναγώγου, πάλιν ἐπὶ τού‐ των ἀνέστησεν. Τοὺς δὲ λοιποὺς τέσσαρας ἢ πέντε φησὶ, τοῦτ’ ἔστιν ἐννέα. Εἰ δὲ συντεθεῖεν δύο, καὶ
40τρεῖς καὶ τέσσαρας, καὶ πέντε, τὸν Τῶν, ιδʹ, ποιήσουσιν ἀριθμὸν, προστιθεμένου τοῖς δώδεκα Παύλου, κλητοῦ καὶ αὐτοῦ ἀποστόλου τυγχάνοντος, καὶ Ἰακώβου, ὃς ἀδελφὸς ὢν τοῦ Κυρίου πρῶτος Ἱεροσολύμων ἐπίσκοπος ὑπ’ αὐτοῦ καταστῆναι τοῦ
45Κυρίου διαμνημονεύεται· οἳ δὴ πάντες ἐπ’ ἄκρου τῆς ἐλαίας δηλαδὴ τῆς Ἰουδαίων διαδοχῆς, ἣν καὶ Παῦλος ῥίζαν ἁγίαν, καὶ ἀπαρχὴν καὶ καλλιέλαιον εἴρηκε. Μετὰ δὲ τὴν τῶν ἀποστόλων, ἀκολούθως σφόδρα καὶ τῶν ἐθνῶν τῶν πολυθέων ἐδήλωσε

2124

(50)

τὴν ἐπιστροφὴν, οὐκ ἔτι λέγων τοῖς ἄλσεσι προσ‐ έξουσιν, οὐδὲ τοῖς ἐνταῦθα βωμοῖς, μόνον δὲ τὸν ἅγιον τοῦ Ἰσραὴλ ἐπιγνώσονται, οἱ πρὶν ἀπηλ‐ λοτριωμένοι τῆς γνώσεως τοῦ Θεοῦ, καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, τὸν ἀποδοθέντα χρόνον
55ἡμέραν καλῶν, καθ’ ὃν ἐγκαταλελειμμέναι φησὶν αἱ
πόλεις ἔσονται τοῦ Ἰσραήλ.2123

2125

Ὡς γὰρ, ὅτε ταύτας Ἀμοῤῥαῖοι κατέλιπον, ἀντεισ‐ ήχθης, φησίν· οὕτω σου, φησὶν, ἐξωσθέντος οἰκή‐ σουσιν ἕτεροι. Ἡ γὰρ ἀσέβεια τῆς ἐκβολῆς ἐπ’ ἀμ‐ φοτέρων αἰτία. Καὶ νῦν ἔστι τὴν Ἰουδαίαν ὑφ’ Ἑλ‐
5λήνων οἰκουμένην ἰδεῖν. Πλεῖσται δὲ πόλεις, κατὰ τὴν προφητείαν, ὑπὸ Ῥωμαίων ἐξηρημώθησαν, ἀνθ’ ὧν φησιν, αὐτῶν τὸν Κύριον κατέλιπον, τοῦτ’ ἔστι τὸν Ἰησοῦν, κατὰ τὴν τῶν Ἑβραίων φωνήν. Ὅπως δὲ γέγονεν αὐτοῖς ἀεὶ βοηθὸς, δηλοῖ τὸ, «Ποσάκις
10ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου,» καὶ τὰ ἑξῆς. Ὧν τὴν εἰς αὐτὸν ἀπιστίαν δηλοῖ τὸ διότι ἐφύτευσαν φυτείαν ἄπιστον, ὅτε καὶ ἐπλανήθησαν. Εἰ δὲ μεταβαλὼν, φησὶν, ἐπὶ τὴν ἀνατείλασαν τῷ κόσμῳ τοῦ φωτὸς πρωΐαν τοῦ εὐαγγελικοῦ, καὶ τοῦ τῆς δι‐
15καιοσύνης Ἡλίου, ἕτερον σπέρμα κατάθοιο τῇ σεαυ‐ τοῦ διανοίᾳ (περὶ οὗ φησιν, «Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι.» Καί· «Ὡμοιώθη ἡ βασιλεία τῶν οὐ‐ ρανῶν σπείραντι καλὸν σπέρμα ἐν τῷ ἰδίῳ ἀγρῷ») ἀνθήσει ἐν σοὶ εἰς ἀμητὸν, καὶ διδάξεις ἑτέρους,
20ὡς παισὶ τοῦ κλήρου μεταδιδούς. Τινὲς μέντοι μίαν μόνην ἅλωσιν Δαμασκοῦ τὴν ὑπὸ τῶν Ἀσσυ‐ ρίων εἰπόντες, τὴν πᾶσαν ῥῆσιν περὶ αὐτῆς, καὶ τῶν κατ’ αὐτὴν ἐξηγήσαντο χρόνων, ἣν ὡς μήπω γενομένην, ἔσεσθαι νῦν ὁ προφήτης φησὶν, ὅτεπερ
25ὑπὸ τῶν οἰκητόρων ἀπολωλότων καταλειφθήσεται. Ἐν ᾗ δι’ ἐρημίαν παντελῆ κοιτασθήσεται ποίμνια, καὶ οὐκ ἔσται, φησὶν, ὁ διώκων, μηδενὸς τοῖς ποιμέσιν ἐπιτιμήσοντος. Καὶ οὐχ ἕξει ταῖς δέκα φυ‐ λαῖς συμμαχῆσαι ὡς εἰώθει χρηματιζούσαις Ἐφραΐμ.
30Κατ’ ἔμφασιν δέ φασιν τὸ, καὶ οὐκ ἔσται ἐν αὐτῇ βασιλεία, τὴν ἰσχυρὰν, καθὰ καὶ πρώην, βα‐ σιλείαν δηλοῦν. Οἱ γὰρ μετὰ ταῦτα τοπάρχαι καὶ φύλαρχοι μᾶλλον ἐγένοντο. Ἀτονήσει δὲ καὶ τῶν Σύρων ἐν αὐτῇ τὸ λοιπὸν, τοῦτ’ ἔστι πᾶν τὸ ἔθνος
35τὸ ὑπ’ αὐτήν. Συναλῶναι δὲ τῇ Δαμασκῷ καὶ τὰς φυλὰς τὰς δέκα δηλοῖ καὶ τὰ πλήθη τούτων, ἐφ’ οἷς ἐφρόνουν, ὡς ὄντες ἀνάλωτοι.
40 Διὸ καὶ δόξαν ταῦτα καλεῖ, ὡς καὶ πίονα δόξης τὸν τούτων βασιλέα. Ὡς γὰρ ἡ τετάρτη τῶν Βασι‐ λειῶν διδάσκει, Σαλμανασσὰρ ἐπολιόρκησεν ἐπ’ ἔτη τρία Σαμάρειαν, εἷλέν τε ταύτην, καὶ τὸν Ὠσηὲ μετῴκισεν εἰς Βαβυλῶνα βασιλέα τούτων ὑπάρχοντα.
45Εἰ μή που πίονα δόξης τοὺς ἐνδόξους ἄνδρας καὶ πλούτῳ κομῶντας λέγει, ταῖς τε παρὰ πάντων βα‐ ρυνομένους τιμαῖς. Διὰ δὲ τῆς τῶν ἀσταχύων παρα‐ βολῆς, ἔτι δὲ καὶ τῆς ἐλαίας τὴν ἄπονον ἅλωσιν τὴν ὑπὸ τῶν Ἀσσυρίων παρίστησι κοπτόντων ἄδην

2125

(50)

τοὺς ἄνδρας, ὡς ἐπὶ θέρους, καὶ πληγαῖς πολλαῖς ὡς ἐπ’ ἐλαίας τρυγωμένης, τοὺς πολεμίους ἐλαυνόντων τῶν ἐπελθόντων· ἅμα δὲ, καὶ τὸ μὴ παντελῶς ἀπο‐ λεῖσθαι τὸ γένος. Βραχὺ γάρ τι λεῖμμα καταλει‐ φθήσεσθαι καλάμην ὥσπερ ἄτιμον, τοὺς διαλαθόν‐
55τας, ὡς ἐπ’ ἐλαίας, τῶν τρυγώντων τοὺς ὀφθαλμούς.2125

2128

Παιδευθέντες δέ φησιν ἐπιγνώσονται Κύριον. Διὸ καὶ Παῦλος εἰς παιδείαν ὑπομένειν παρακελεύεται. Τοῖς γὰρ προφήταις ἐκ φιλανθρωπίας Θεοῦ μὴ πεισθέντες κηρύττουσι, τοῦ δὲ Θεοῦ καθάπερ πῶλοι κατασκιρ‐
5τήσαντες ἔπαθον ὃ δή φησι καὶ Δαβὶδ, «Ἐν κημῷ καὶ χαλινῷ τὰς σιαγόνας αὐτῶν ἄγξεις» εἰπών· καὶ κατ‐ εγνωκότες ἑαυτῶν τῆς ἀσεβείας ἀπέστησαν. Μακα‐ ριώτερον δὲ τὸ πρὸ πείρας κακῶν, ἐπιγινώσκειν τὸν Κύριον.
12 Μιμησάμενοι δὲ τοὺς Ἀμοῤῥαίους, ἅπερ ἐκεῖνοι πεπόνθασιν ἑλόντες ἀμογητὶ καὶ παθόντες, ποτὲ μὲν ὑπὲρ αὐτῶν, ἐπικουροῦντος Θεοῦ. Δι’ ἅπερ, ὥς φα‐
15σιν, ἠσέβησαν ὕστερον, μηδὲν ὧν πρώην εὐηργέτηντο μνημονεύσαντες, μικροῦ γε πάλιν ταῖς τῶν εἰδώλων εἰρηκότες δαμάλεσιν, οὗτοι οἱ θεοί σου Ἰσραὴλ, οἵ τινες ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου. Μετὰ Θεοῦ γὰρ νικῶμεν ἔθνη τὰ ἐν ἡμῖν, καὶ τοὺς κοσμοκράτορας
20τοῦ σκότους, καὶ τὸ πνεῦμα τοῦ ἐξουσιάζοντος οὐχ εὑρήσει τόπον ἐν ἡμῖν. Ἠμεληκότες δὲ τοῦ προσ‐ κεῖσθαι Θεῷ, ἀσθενεῖς τε καὶ ἄνανδροι τοῖς ποσὶν ὑποκεισόμεθα τῶν ἐχθρῶν. Εἶτα δείκνυσιν ὡς ἐπλα‐ νήθησαν οἱ ἐξ Ἰσραὴλ τῇ πολυχειρίᾳ θαῤῥήσαντες,
25ὡς μηδενὸς αὐτοὺς πατάξοντος, καὶ τῆς ἐλπίδος δι‐ ήμαρτον. Ὡς δὲ τῆς αἰχμαλωσίας ῥυσθέντες ἐν Ἱερουσαλὴμ τῇ κατὰ Θεὸν λατρείᾳ προσέκειντο αὐτοί τε καὶ παῖδες ἐν ἀσφαλείᾳ κατῴκησαν. Τὸ γὰρ σὸν σπέρμα καὶ τὸ σὸν γένος, φησὶν, ἄπιστον ἔσται καὶ
30σφαλερὸν ἀπειθοῦντος Θεῷ· πληθυνθὲν γὰρ τοῦτο θεωρῶν ἐπλανήθης, ὡς ὑπάρχων ἀνάλωτος. Ἀλλὰ πεσοῦνται, φησὶ, δίκην ἀσταχύων κειρόμενοι. Ἐὰν δὲ τὸ πρωῒ σπείρῃς γεγονὼς ἐν φωτὶ, τὸν σώζοντα μόνον εἰδὼς, τότε σοι τὸ σπαρὲν τελεσφορηθήσεται μὴ ἀπολ‐
35λύμενον ἄωρον. Καὶ παραπέμψεις εἰς υἱοὺς καθάπερ τινὰ κλῆρον τὴν εὐθυμίαν, καὶ τῆς ἄνωθεν ἐπικου‐ ρίας τὴν μέθοδον.
41 ιβʹ—ιδʹ. Οὐαὶ πλῆθος ἐθνῶν πολλῶν. Ὡς θά‐ λασσα κυμαίνουσα, οὕτω ταραχθήσεσθε. Καὶ νῶτος ἐθνῶν πολλῶν, ὡς ὕδωρ ἠχήσει. Ὡς ὕδωρ πολὺ, ἔθνη πολλά. Ὡς ὕδατος πολλοῦ βίᾳ κατα‐
45φερομένου, κ.τ.λ. Εἰπὼν τῶν ἐθνῶν τὴν ἐπιστροφὴν, καὶ τὴν Ἰου‐ δαίων εἰς Χριστὸν ἀπιστίαν, μεταβαίνει τοὐντεῦθεν ἐπὶ τὰ πλήθη τῶν ἐν αὐτῇ Δαμασκῷ καὶ ταῖς λοι‐ παῖς χώραις ἐν ἀπιστίᾳ μεινάντων, μελλόντων πο‐

2128

(50)

λιορκῆσαι τὴν Ἐκκλησίαν Χριστοῦ, οἱ καὶ κλονη‐ θήσονται κυμαινούσης δίκην θαλάττης ἐπὶ τῷ κηρύγματι τῷ εὐαγγελικῷ ξενιζόμενοι καθαιροῦντι τὴν εἰδωλολατρείαν. Καὶ νῶτος ἐθνῶν πολλῶν ὡς ὕδωρ ἠχήσει. Ὡς γὰρ θαλάττης νῶτα μετεωρίζε‐
55ται τοῖς πνεύμασιν ἀνιστάμενα, καὶ τῷ ἤχῳ κατα‐ κτυπεῖ τοὺς ἀκούοντας· οὕτω τὰ πλήθη τῶν ἐν
ἀπιστίᾳ μεινάντων, ὑπὸ τῶν ἀοράτων ἐθνῶν ἐνερ‐2127

2129

γούμενα, κατὰ τῆς Ἐκκλησίας ἠχήσει τὴν ἐπανά‐ στασιν· ὧν δηλοῖ τοὺς μὲν θυμοὺς ἡ κυμαίνουσα θάλαττα, τὰς δὲ κατὰ τῶν πιστῶν ἀπειλὰς τὸ ἠχοῦν ὕδωρ. Τὸ δὲ βίᾳ φερόμενον ὕδωρ, ὡς ὑφ’ ἑτέρων
5ἐνεργούμενοι τολμῶσι ταῦτα κατὰ τῆς Ἐκκλησίας, ὧν τὸ τέλος δηλῶν ἐπάγει. Καὶ ἀποσκορακιεῖ αὐ‐ τὸν, κατὰ δὲ τὸν Ἀκύλαν· Ἐπιτιμήσειεν αὐτῷ, ἢ ἐμβριμήσεται κατὰ Σύμμαχον· δηλονότι, τῷ πλήθει τῶν ἀπίστων ἐθνῶν, καὶ τῷ τούτοις ἐνεργοῦντι δια‐
10βόλῳ. Τίς δὲ ἐπιτιμήσει; περὶ οὗ πάντως εἴρηται, «Ἐπιτιμήσει Κύριος ἐν σοὶ ὁ ἐκλεξάμενος τὴν Ἱερουσαλήμ. Ἐπιτιμῶν δὲ τί ποιήσει; καὶ πόῤῥω αὐτὸν διώξεται ὡς χνοῦν ἀχύρου, καὶ ὡς κο‐ νιορτὸν τροχοῦ καταιγὶς φέρουσα. Οἱ δὲ τοιοῦτοι,
15καὶ πρὸς δυσμαῖς τοῦ βίου πενθήσουσιν, ὅτε οὐκ ἔτι ὑπάρχουσιν· ὅτε πρωῒ καὶ νέον φῶς τοῖς δι‐ καίοις ἀνατελεῖ κατὰ τὸν αἰῶνα τὸν μέλλοντα. Οὓς οἱ προνομεύσαντες τοιοῦτον ἕξουσι τέλος καὶ μερίδα καὶ κλῆρον. Οὕτω δὲ πάλιν τινὲς τὴν προκειμένην
20ἐξηγήσαντο ῥῆσιν· ὡς φιλάνθρωπος ὢν ὁ Θεὸς φο‐ βήσας ταῖς ἀπειλαῖς τοὺς ἐξ Ἰσραὴλ, οἰκονομικῶς καὶ τὴν ἐπ’ ἀγαθοῖς ἐλπίδα προβάλλεται δι’ ἀμφοῖν προτρεπόμενος.
26 Εἰπὼν τοίνυν τὰ μέλλοντα τούτοις δεινὰ, καὶ τὴν τούτων αἰτίαν, ὅτι Κύριον ἐγκατέλιπον· νῦν ἐπ‐ ήνεγκεν ἅπερ οἱ τούτους δουλωσάμενοι πείσονται, τὴν συμβᾶσαν πληγὴν τοῖς μετὰ Ῥαψάκου προλέγων,
30ὃν ἐκ Λάχις ἔπεμψε κατ’ Ἱερουσαλὴμ ὁ Σεναχειρὶμ τῆς Ἰουδαίας τὰς πόλεις ἑλὼν, ὃς τοῦ τῶν Ἰουδαίων καταφλυαρήσας Θεοῦ, τὴν δι’ ἀγγέλου νυκτερινὴν ὑπ‐ έστην πληγήν· ταύτην γὰρ ἀκούσας ὁ Σενναχειρὶμ ἀπῄει φυγὰς, καὶ ὑπὸ τῶν ἰδίων οὐκ εἰς μακρὰν ἀπώ‐
35λετο παίδων. Ταλανίζει τοίνυν τὸ μετ’ αὐτοῦ πλῆθος ἐπελθὸν ὁ προφήτης, ὡς ὄσον οὔπω τεθνηξόμενον, τὴν ταραχώδη τούτων ἔφοδον ἀπεικάζων θαλάττῃ καὶ ὕδα‐ σιν. Οὓς καὶ πολλῶν ἐθνῶν ἐκάλεσε νῶτον, ὡς νικᾷν εἰωθότας. Οἱονεὶ γὰρ νῶτος ἐγένοντο, τῶν φευγόντων
40κατὰ νώτου τούτους διώκοντες. Ἀλλὰ τὸν ἄγοντα, φη‐ σὶν, ἀποσκορακίσας διώξεται, ὡς τροχοῦ κονιορτὸν ἀνέμου σφοδροτέρου προσβάλλοντος. Πρὸς αὐτὸν γὰρ ἔφη δι’ Ἡσαίου ὁ Θεὸς, «Καὶ ἐμβαλῶ φίμον εἰς τὴν ῥῖνά σου, καὶ χαλινὸν εἰς τὰ χείλη σου,
45καὶ ἀποστρέψω σε τῇ ὁδῷ ᾗ ἦλθες ἐν αὐτῇ. Τὸ δὲ τῶν Ἰουδαίων πένθος ἐν ἑσπέρᾳ, τὰ τῆς ἐπιούσης ἡμέ‐ ρας ὀνειροπολούντων κακὰ, τὰ διὰ νυκτὸς τοῖς πολε‐ μίοις συμβεβηκότα δείξας ὄρθρος παρεμυθήσατο, μαθόντων ὡς ὁ τῶν πολεμίων οὐκ ἔστι στρατός· ἤγουν

2129

(50)

τὸ τῆς ἑσπέρας πένθος, φησὶν, οὐκ ἔσται πρωΐ. Περὶ οὗ φησι καὶ Δαβὶδ, «Τὸ ἑσπέρας αὐλισθήσεται κλαυ‐ θμὸς, καὶ εἰς τὸ πρωῒ ἀγαλλίασις. Οὐκοῦν καὶ ὅτε τὴν ψυχὴν αἱ πονηραὶ πολιορκοῦσι δυνάμεις, δίκην ὕδατος βιαίου τὰ ἐν ἡμῖν ἐγείρουσαι πάθη, ἢ τοὺς
55ἔξωθεν ἐπάγουσαι λογισμοὺς, κατὰ τὸν Ἐζεκίαν,2129

2132

Θεὸν καλοῦντες μὴ δείσωμεν. Παρεμβαλεῖ γὰρ ἄγγε‐ λος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσε‐ ται αὐτούς. Ὁμοίως, κἂν αἱρετικοὶ σοφιστικῶν λόγων κόμπῳ κατὰ τῆς ἀληθείας ἐγείρωνται ἢ διωγμοὺς,
5καὶ θλίψεις ἐπάγωσι, προσήκει θαῤῥεῖν. Χειρὶ γὰρ κρυφαίᾳ πολεμήσει Κύριος ἐπὶ Ἀμαλὴκ ἀπὸ γενεῶν εἰς γενεὰς, καθὰ γέγραπται.
11tΚΕΦΑΛ. ΙΗʹ.
12 αʹ—ζʹ. Οὐαὶ γῆς πλοίων, πτέρυγες ἐπέκεινα πο‐ ταμῶν Αἰθιοπίας. Ὁ ἀποστέλλων ἐν θαλάσσῃ ὅ‐ μηρα, καὶ ἐπιστολὰς βιβλίνας ἐπάνω τοῦ ὕδατος.
15Πορεύσονται γὰρ ἄγγελοι κοῦφοι πρὸς ἔθνος μετέωρον, καὶ ξένον λαὸν καὶ χαλεπόν, κ.τ.λ. Οἱ ἐπὶ Ῥώμης ἄρχοντες Ἰουδαίων τὰ περὶ Χρι‐ στοῦ τῷ Παύλῳ διδάσκοντι λέγουσιν· «Ἡμεῖς οὔτε γράμματα ἐδεξάμεθα περὶ σοῦ ἀπὸ τῆς Ἰουδαίας.»
20Καὶ μετ’ ὀλίγα· «Περὶ μὲν γὰρ τῆς αἱρέσεως ταύ‐ της γνωστὸν ἡμῖν ἐστιν,» ὅτι πανταχοῦ ἀντιλέγε‐ ται· ὡς τῶν ἐν Ἰουδαίᾳ πανταχοῦ γεγραφότων τὸ περὶ Χριστοῦ μὴ προσίεσθαι κήρυγμα. Ἀντὶ δὲ τοῦ ὅμηρα, ὁ μὲν Ἀκύλας πρεσβυτὰς, ὁ δὲ Σύμμαχος
25ἀποστόλους ἐξέδωκε. Τούτους οὖν καὶ τὴν γῆν αὐ‐ τῶν ὁ προφήτης ὀδύρεται, ἧς ἡ κακία καὶ μέχρι τῆς Αἰθιόπων ἀφίκετο. Διὸ καὶ κατὰ Σύμμαχον εἴρηται· Οὐαὶ γῆς, ὁ ἦχος πτερωτὸς ἡ πέραθεν ποταμῶν Αἰθιοπίας. Ὁ γὰρ τῶν γραψάντων ἦχος μέχρι καὶ
30τῶν Αἰθιοπίας ὅρων, καὶ τῶν τῆς γῆς περάτων δι‐ έδραμεν, ὡς διὰ πλοίων τινῶν ἱπταμένων. Οἵτε δια‐ κομίζοντες τὰς ἐπιστολὰς τὰς βιβλίνας ἀπόστο‐ λοι πανταχοῦ γῆς οὐ διοδεύοντες μόνον, ἀλλὰ καὶ ναυτιλλόμενοι. Μέχρι δὲ νῦν ἀποστόλους καλοῦσι
35τοὺς ἐν κύκλῳ παρὰ τῶν ἀρχόντων περιφέροντας γράμματα. Ἀντὶ δὲ τοῦ πορεύσονται ἄγγελοι κοῦ‐ φοι, πορεύεσθε, φασὶν οἱ λοιποὶ, ὡς ἀρχὴν εἶναι προστάγματος πρὸς τοὺς μαθητὰς εἰρημένου τοῦ Σω‐ τῆρος Χριστοῦ, οὓς πρὸς τοὺς τῶν Ἰουδαίων διέστει‐
40λεν ἀποστόλους. Σύμφωνα δὲ τοῖς παροῦσι πρὸς αὐτούς φησιν ὁ Χριστός· Πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ. Καὶ πορευ‐ θέντες μαθητεύσατε πάντα τὰ ἔθνη· καὶ τὸ εὐστα‐ λές τε καὶ κοῦφον αὐτοῖς ὑποτίθεται ῥᾴστην αὐτοῖς
45τὴν πορείαν ποιῶν· μηδὲν ἄρητε κατὰ τὴν ὁδόν· καὶ, μὴ κτήσησθε χρυσὸν, μηδὲ ἄργυρον, μὴ χαλ‐ κὸν, μὴ πήραν, μὴ δύο χιτῶνας, μὴ ῥάβδον, μὴ ὑποδήματα. Ἰέναι δὲ κελεύει πρὸς ἔθνος μετέωρόν τε καὶ ξένον, καὶ πρὸς λαὸν χαλεπόν. Πρὸς τοὺς

2132

(50)

ἐν ἔθνεσι γὰρ ἀλλογενεῖς ἀπεστέλλοντο βέβαιον ἔχον‐ τας οὐδὲν, ἀνέμῳ δὲ τῆς πολυθέου πλάνης περιφε‐ ρομένους παντὶ, καὶ χαλεπῶς ἔχοντας πρὸς αὐτούς. Καὶ διέβαινον μέχρι τῶν περάτων τῆς γῆς, ὃ δηλοῖ τὸ, τίς αὐτοῦ ἐπέκεινα; ἀνθ’ οὗ Σύμμαχος μεθ’
55ὃν οὐκ ἔστιν ἐπέκεινα λέγει. Τοῦτο δὲ τὸ ἔθνος
ἀνέλπιστον ἦν, κατὰ τὸν Ἀπόστολον εἰπόντα, ἐλπίδα2131

2133

μὴ ἔχοντες καὶ ἄθεοι ἐν κόσμῳ. ᾯ δὴ σύμφωνα προϊὼν ὁ προφήτης ἐρεῖ, καὶ οἱ ἀπηλπισμένοι τῶν ἀνθρώπων ἐμπλησθήσονται εὐφροσύνης· ὅπερ ἦν ἔθνος καὶ ὑπὸ τοῦ διαβόλου καταπεπατημένον.
5Παραθαῤῥύνων δὲ τούτους φησὶ, νῦν οἱ ποταμοὶ τῆς γῆς ἐπὶ τῇ ὑμετέρᾳ πορείᾳ κατοικηθήσονται. Ποταμοὺς λέγων τῶν εἰς Θεὸν ἐπιστρεφόντων τὸ πλῆθος, ὥσπερ οὖν καὶ χώρας τούτων, τὰς Ἐκκλη‐ σίας. Ὡς γὰρ κύμασι θαλάττης τεταραγμένης τοὺς
10ἀπίστους ἀνωτέρω παρέβαλλεν· οὕτω νῦν τοὺς πιστοὺς γλυκέσι ποταμοῖς εὐσταθῶς κινουμένοις, περὶ ὧν ἀλλαχοῦ φησιν· «Ἐπῆραν οἱ ποταμοὶ, Κύριε, ἐπ‐ ῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν.» Καὶ, «Ποταμοὶ κρο‐ τήσουσι χεῖρας ἐπὶ τὸ αὐτό.» Οἳ πρότερον ὅντες
15ἀοίκητοι, ἀλλότριοι ἦσαν Θεοῦ, ἔρημός τε αὐτῶν θεοσεβείας ἡ χώρα· ἥντινα, καὶ τοὺς ποταμοὺς κατ‐ οικεῖσθαι ποιήσει τὸ ὑμέτερον κήρυγμα. Καὶ τοῦ σταυροῦ τὸ σημεῖον οὕτως ἔσται πᾶσι πρόδηλον, ὡς ἐπ’ ὄρους ὑψούμενον. καὶ σάλπιγγος ἦχος, τὸ
20ὑμέτερον εἶναι δόξειε κήρυγμα πᾶσι χωροῦν εἰς ἐπ‐ ήκοον. Εἶτα διδάσκει πῶς ἀταράχως οἰκεῖσθαι δυ‐ νήσεται. Τῇ γὰρ ἰδίᾳ πόλει χορηγεῖ Θεὸς τὴ ἀσφάλειαν, ὡς εἰκότως εἰρῆσθαι περὶ αὐτῆς· «Δε‐ δοξασμένα ἐλαλήθη περὶ σοῦ ἡ πόλις τοῦ Θεοῦ,»
25καὶ, «Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ.» Ἐν ᾗ καὶ φῶς οὐ τὸ τυχὸν ἔσται, ἀλλ’ ἐοικὸς ἡλίῳ μεσημβρινῷ. Καὶ ἀβλαβὲς ἔσται τοῖς ὁρῶσι φησί. Σὺν αὐτῷ γὰρ καὶ νεφέλη δρόσου γενήσεται. Καὶ φῶς μὲν ὁ τοῦ Θεοῦ Λόγος, ὁ τὴν
30Ἐκκλησίαν φωτίζων. Νεφέλη δὲ δρόσου τὸ πνεῦμα τὸ ἅγιον, ἐπισκιάζον τοῖς μὴ δυναμένοις τὴν ἄκραν τοῦ Μονογενοῦς χωρῆσαι θεολογίαν.
37 Οὕτω γὰρ τὸ ταύτης ἄκρατον κεκραμένον ἔσται, διὰ τὴν τοῦ θείου Πνεύματος ὥσπερ τινὸς νεφέλης ὑποδρομήν. Ἅπερ ἔσται, φησὶ, πρὸ τοῦ θερισμοῦ,
40τὰς ἐν ταῖς Ἐκκλησίαις τοῦ Θεοῦ δηλῶν δίκην ἀστα‐ χύων ἀνθούσας, καθὰ προύλεγε· καὶ «Εὐφρανθή‐ σονται ἐνώπιόν σου, ὡς οἱ εὐφραινόμενοι ἐν ἀμήτῳ·» ἃς λευκὰς χώρας φησὶν ὁ Σωτὴρ δεομένας πολλῶν ἐργατῶν. Καὶ ταῦτα μὲν ἔσται περὶ τὴν τοῦ Θεοῦ
45πόλιν πρὸ τῆς συντελείας. Μετὰ δὲ τοῦ παρόντος βίου τὸν θερισμὸν, καὶ αὐτῆς ἀκράτου μεθέξουσι τῆς θεότητος οἱ τοῦ τέλους ἐκείνου καταξιούμενοι. Ὅτε καὶ διάκρισις τῶν ἐν τῇ τοῦ Θεοῦ συναγομένων Ἐκκλησίᾳ γενήσεται, τῶν περιττῶν τῆς ἀμπέλου

2133

(50)

κλημάτων, καὶ τῶν ἐν αὐτῇ βοτρύων ἀφαιρουμέ‐ νων, εἰς βοράν τε ταῖς κολαστικαῖς ἐκδιδομένων δυ‐ νάμεσιν, τῶν δὲ καρποφόρων ψυχῶν τῆς παρὰ τῷ Θεῷ τευξομένων ἐλπίδος. Τίς δὲ ἀφελεῖ, καὶ τίς ἐκκόψει, δεδήλωκεν αὐτὸς ὁ Σωτὴρ παριστὰς τὴν
55ἄμπελον καὶ τὰ κλήματα, τούς τε ἀγαθοὺς καὶ ἀνονή‐ τους καρποὺς, λέγων· «Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀλη‐
θινὴ, ὁ Πατήρ μου ὁ γεωργός.» Πᾶν κλῆμα ἐν ἐμοὶ2133

2136

μὴ φέρον καρπὸν, αἴρει αὐτό. Καὶ πᾶν τὸ καρπὸν φέρον καθαίρει αὐτὸ, ἵνα καρπὸν πλείονα φέρῃ. Καὶ πάλιν πλατύτερον εἰπὼν, τὴν παραβολὴν ἐπήγαγεν, Ἐὰν μή τις μείνῃ ἐν ἐμοὶ, ἐβλήθη ἔξω ὡς τὸ κλῆμα,
5καὶ ἐξηράνθη· καὶ συνάξουσιν αὐτὸ, καὶ εἰς πῦρ βαλοῦσι, καὶ καίεται· ἑαυτὸν μὲν ἄμπελον εἰπὼν, κλήματα δὲ, τοὺς μαθητάς. Οἷς ἀκόλουθον βότρυς νοεῖν τοὺς ὑπὸ τοῖς ἀποστόλοις μαθητευομένους· ὧν τὰ ὥσπερ νεκριμαῖα βοτρύδια, καὶ ζωτικῆς δυνά‐
10μεως ἄμοιρα, κατὰ τὸν τῆς συντελείας καιρὸν, μετὰ τῶν μὴ φερόντων καρπὸν κλημάτων ἀποβληθήσεται. Οὕτως Ἰούδας ὁ προδότης, ὡς βότρυς ἄχρηστος ἀπεκόπτετο· καὶ ἐν Ἐκκλησίᾳ δὲ, ὅσαι βοτρύων διαφοραὶ, τοσαῦται ψυχῶν. Τῶν διδασκάλων εἰς κλη‐
15μάτων λόγον λαμβανομένων κυπρίζει τις, ἡ δὲ ὄμ‐ φαξ, ἡ δὲ τελεία, ἡ δὲ ἀνεμόφθορος. Τῶν μὲν οὖν ἀκάρπων τὸ τέλος τοιοῦτον· τῶν δὲ καρποφόρων ἐπήνεγκε λέγων· Καὶ ἀνενεχθήσεται δῶρα Κυρίῳ Σαβαὼθ ἐκ λαοῦ τεθλιμμένου καὶ ἐκτετιλμένου.
20Εἴη δ’ ἂν οὗτος ὁ τὴν στενὴν καὶ τεθλιμμένην ὁδεύων τὴν ἀπάγουσαν εἰς τὴν ζωὴν, ὃς ἐκτέτιλται τῆς κοινῆς τῶν ἀνθρώπων ἠλλοτριωμένος ζωῆς. Ὃν καὶ πολύν φησιν, ὡς παρὰ Θεῷ τοιοῦτον ὑπάρχοντα, οὗ τὰ λογικὰ δῶρα, καὶ τὰς ἀναιμάκτους θυσίας μὴ δια‐
25λείπειν φησὶ Θεῶ προσφερομένας ἔν τε τῷ νῦν αἰῶνι καὶ μέλλοντι. Ὁ δὲ λαὸς οὗτος, τὸ ἄνω ῥηθέν ἐστιν ἔθνος καταπεπατημένον φασὶ καὶ ἐλπίζον. Διὰ μὲν τὴν ὑπομονὴν ἐλπίζον. «Ἡ γὰρ ὑπομονὴ ἐλπίδα [κατεργάζεται], ἡ δὲ ἐλπὶς οὐ καταισχύνει,» κατὰ
30τὸν μέγαν Ἀπόστολον. Ὑπὸ δὲ τῶν διωξάντων κατα‐ πεπατημένον. Καὶ γὰρ Ἀκύλας ἐξέδωκεν, ἔθνος ὑπομένον καὶ συμπεπατημένον Μεθ’ ἅ φησιν ὁ προφήτης, ὅ ἐστιν ἐν μέρει ποταμοῦ τῆς χώρας αὐτοῦ. Τίνος δὲ, ἢ τοῦ Θεοῦ; ἐρεῖ γὰρ ἐν Ἐκκλη‐
35σίᾳ πολιτευόμενον, ἐκ μέρους γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν. Οὐδὲ γὰρ τὸν πάντα ποτα‐ μὸν ἐχώρει τὸν τοῦ Θεοῦ λόγον ἡ δηλωθεῖσα χώρα. Κατὰ δὲ τοὺς ἄλλους ἑρμηνευτὰς, οὐ διήρπασαν πο‐ ταμοὶ τὴν γῆν, εἴρηται· τούτου γὰρ τὴν γῆν οἱ
40διῶκται διήρπασαν, τὴν τοῦ Θεοῦ καταπατήσαντες πόλιν, ὡς δηλοῖ τό· ἦλθον οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ τὸ χείμαῤῥον διῆλθεν ἡ ψυχὴ ἡμῶν. Ὁ δὲ τοῦ Θεοῦ λαὸς ἐλευθερωθεὶς ἀνοίσει δῶρα Κυ‐ ρίῳ ἐν ὄρει Σιὼν τῆς ἐπ’ οὐρανίου πόλεως καταξιω‐
45θεὶς ὑπ’ ἀρχιερεῖ τῷ Χριστῷ. Προσεληλύθατε γὰρ, φησὶ, Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπ’ οὐρανίῳ. Τὴν δὲ παροῦσαν ῥῆσιν ἄλλως τινὲς ἐξηγούμενοι θαυμαστόν φασιν εἰ κατὰ Δαμασκοῦ μὲν ὁ λόγος, Αἰθιοπίας δὲ πεποίηται μνήμην. Πρὸς ὅ

2136

(50)

φασιν, ὡς διαφόρως ἀσεβοῦντα Θεὸς παιδεύων τὸν Ἰσραὴλ, πυκνὰς αὐτοῖς πολεμίων ἐπήγετο προσβο‐ λάς· καὶ δέον ἐπὶ τούτοις μετανοεῖν, ποτὲ μὲν τοὺς Σύρους, ποτὲ δὲ τοὺς Αἰγυπτίους πρὸς συμμαχίαν ἐκάλουν, ὧν καὶ τὰς λατρείας ἐζήλουν· Ἄχαζ γ’ οὖν
55ἐν Δαμασκῷ γεγονὼς, περιττὸν ἰδὼν ἐκεῖ τῇ κατα‐ σκευῇ βωμὸν, ἐμφερὲς ποιήσας ἀνέθηκεν ἐν οἴκῳ
Κυρίου.2135

2137

(4)

Γέγονε τοίνυν ἡ ὅρασις κατὰ Δαμασκοῦ. Τὸν δὲ
5λόγον ἐπὶ τοὺς Αἰγυπτίους μεθίστησιν, ὧν οἱ ἐξ Ἰούδα μάλιστα τῆς συμμαχίας ἐξήρτηντο, καθ’ ὃν αὐτοῖς καιρὸν ἐπῆλθον οἱ Βαβυλώνιοι. Φωνὴ δὲ τοῦτο προφήτου παρίστησιν, οὐαὶ λέγουσα οἱ κατα‐ βαίνοντες εἰς Αἴγυπτον ἐπὶ βοήθειαν, οἱ ἐφ’ ἵπποις
10καὶ ἅρμασι πεποιθότες. Ὅτε δὲ Ναβουχοδονόσωρ κατὰ Ἰουδαίας ἐστράτευσεν, ὁδοῦ πάρεργον γὰρ τῆς ἑῴας ἐληΐζετο πόλεις. Τὴν δὲ Σύρον νῆσον οὖσαν ἀπορίᾳ πλοίων ἑλεῖν μὴ δυνάμενος, μέσῳ χώματι συνάψας πρὸς ἤπειρον πεζῇ διαβὰς ἐπολιόρκει τὴν
15πόλιν. Τὸ δὲ μέλλον δεδιότες οἱ Τύριοι, μετεσκευά‐ σαντο πρὸς τὰς ναῦς ἐρήμην ἀφέντες τὴν πόλιν. Διὸ ταύτην ἀφεὶς, τὴν Αἰγυπτίων ἐλθὼν ἐχειρώσατο, Θεοῦ παραδόντος διὰ τὴν ἀλαζονείαν, ἣν εἶχον κατ’ αὐτοῦ, καὶ τῶν Ἰουδαίων Αἰγύπτιοι πρὸς ἐπικουρίαν
20ὑπὸ τούτων καλούμενοι, ὡς δὴ τούτους τοῦ Θεοῦ μὴ σώζειν ἰσχύοντος, δυνατωτέρους Θεοὺς τοὺς ἰδίους νομίζοντος. Ταῦτα δηλῶν πρὸς Ἰεζεκιήλ φησιν ὁ Θεός· «Υἱὲ ἀνθρώπου, Ναβουχοδονόσωρ βασιλεὺς Βα‐ βυλῶνος κατεδουλώσατο αὐτοῦ τὴν δύναμιν δουλείᾳ
25μεγάλῃ ἐπὶ Τύρον. Πᾶσα κεφαλὴ φαλάκρωμα, καὶ πᾶς ὦμος μαδὼν, καὶ μισθὸς οὐκ ἐγενήθη αὐτῷ, καὶ τῇ δυνάμει αὐτοῦ, ἀντὶ τῆς δουλείας τῆς σκλη‐ ρᾶς ἧς ἐδούλευσεν ἐπὶ Τύρῳ. Ἀντὶ τούτου ἔδωκα αὐτῷ γῆν Αἰγύπτου.» Διόπερ ὁ προφήτης αὐτῇ ἐπι‐
30φωνεῖ τὸ, Οὐαί. Αἰθιοπίας δὲ ποταμοὺς τὰ ἑπτὰ στό‐ ματα τοῦ Νείλου δηλοῖ· γῆν δὲ ἐπέκεινα ποταμῶν ὀνομάζει τὴν νῦν Ἀλεξάνδρειαν, τότε καλουμένην Ὦν. Καὶ Ἀμὼν δέ φασί τινες ἐξηγησάμενοι τὸν Ἱερεμίαν, ἐλέγετο. Ἀφέστηκε δὲ τοῦ τελευταίου
35στόματος, ὅπερ Ἡράκλειον ὀνομάζεται, σταδίοις τάχα που τὸν ἀριθμὸν ὀγδοήκοντα. Διὸ ταύτην ἐπέκεινα, φησὶ, ποταμῶν. Οὗτοι δὲ τὸν Νεῖλον ἄνω κάτω δι‐ έπλεον, τὰ μὲν ἐξάγοντες, τὰ δὲ κομιζόμενοι. Διὸ τα‐ λανίζει τὰς τούτων ὁλκάδας, δι’ αὐτῶν δηλῶν τοὺς
40ἐμπλέοντας, ὡς διαφθαρησομένης αὐτοῖς, καθ’ ὃν ἁλώσονται χρόνον, τῆς ἐμπορείας. Πτέρυγας δὲ πλοίων τὰ ἱστία καλεῖ. Πτηνοῦ γὰρ δίκην ἐμπι‐ πτόντων αὐτοῖς τῶν πνευμάτων αἱ νῆες διέρχονται.
46 Ὅμηρα δὲ διὰ θαλάσσης καὶ βιβλίνας ἐπιστο‐ λὰς οὕτω φασί. Κινύραν λέγουσί τινες ποιηταὶ Μύῤῥᾳ τῇ θυγατρὶ συγγενόμενον, παῖδα ποιῆσαι τὸν Ἄδω‐ νιν. Τὴν δὲ πρᾶξιν αἰδεσθεὶς ἐν ὄρει τοῦτον ἐξέθετο.

2137

(50)

Νύμφαι δὲ τοῦτον ὀρεάδες ἐξέθρεψαν. Εὐπρεπὴς δὲ τὴν ὥραν γενόμενος μετήρχετο κυνηγέσια. ᾯ συν‐ ῆλθεν Ἀφροδίτη τὸ κάλλος θαυμάσασα· ἐφ’ ᾧ ζηλο‐ τυπήσας Ἄρης (ἦν γὰρ αὐτῆς ἐραστὴς) εἰς σῦν μετα‐ βληθεὶς θηρῶντα τοῦτον ἀπέκτεινε. Τὸ δὲ πάθος
55Ἀφροδίτη μὴ φέρουσα, καὶ πρὸς αὐτὸν ἐχώρει τὸν2137

2140

ᾅδην ἀνοίσουσα τὸν ἐρώμενον. Ὡς δὲ καὶ ἡ τοῦ Πλούτωνος ἀντήρα τούτου γυνὴ, συνέθεντο πρὸς ἀλ‐ λήλας μερισθέντος εἰς δύο τοῦ ἔτους, πρὸς ἥμισυ συνεῖναι τῷ νέῳ. Ὡς δὲ ἀνελθοῦσα τοῦτο τοῖς φίλοις
5ἀπήγγειλε, πανήγυριν ἦγον τὴν ἄνοδον, ὥσπερ οὖν καὶ θρῆνον τὴν κάθοδον. Ἅπερ ἄμφω καὶ διὰ τῶν μετὰ ταῦτα χρόνων ἐκράτησεν. Καὶ δὴ καὶ κατ’ Ἀλε‐ ξάνδρειαν ἡ τοιαύτη πανήγυρις ἤγετο μέχρι τῶν καθ’ ἡμᾶς χρόνων, φησὶν ὁ τὴν ἐξήγησιν τὴν παροῦσαν
10εἰπών. τῶν τοιούτων ὀργίων καὶ Ἰουδαῖοι δυσσε‐ βοῦντες μετέλαβον. Φησί γ’ οὖν Ἰεζεκιὴλ, «Καὶ εἶδον, καὶ ἰδοὺ ἐκεῖ γυναῖκες καθήμεναι θρηνοῦσαι τὸν Θαμμοὺζ, ὅπερ ἐστὶ τὸν Ἄδωνιν.» Ἐποίουν δέ τι τοιοῦτον οἱ τὴν εἰρημένην πόλιν οἰκοῦντες. Κέ‐
15ραμον λαβόντες ἐνέβαλλον ἐπιστολὴν πρὸς τὰς ἐν βίβλῳ γυναῖκας ὡς εὑρηθέντος Ἀδώνιδος. Εἶτα σφραγίσαντες ἐνέβαλλον τῇ θαλάττῃ, τελετάς τινας ἐπ’ αὐτῷ ποιησάμενοι, καὶ, ὡς οἱ πέμποντες ἔλεγον, αὐτομάτως εἰς βίβλον ἀπεκομίζετο, καὶ πέρας θρή‐
20νου ταῖς ἐκεῖ γυναιξὶν ἀπειργάζετο. Οὐαὶ τοίνυν, φη‐ σὶ, πρὸς τοῖς πλοίοις καὶ τοῖς ἀποστέλλουσιν ἐν θαλάσσῃ ὅμηρα, τοῦτ’ ἔστι τῆς ὁμοφροσύνης ἐνέ‐ χυρα τοῖς τὴν αὐτὴν νοσοῦσιν ἀσέβειαν, οὐ πλοίοις, ἀλλ’ ἐπὶ νώτων θαλάττης ἀφιεῖσι τὸν κέραμον.
28 Οἱ οὖν ἐπέκεινα ποταμῶν Αἰθιοπίας αἰτοῦσιν ἐπικουρίαν τοῖς ἐξ Ἰσραὴλ οὐκ ἐπηγγείλαντο μόνον,
30ἀλλὰ γὰρ καὶ πεπόμφασιν, εἰ καὶ ὤνησαν οὐδὲν ἀπο‐ στείλαντες. Διόπερ ἀγανακτήσαντες ἐπῆλθον Αἰγυ‐ πτίοις οἱ Βαβυλώνιοι. Μελλόντων οὖν αὐτοῖς τούτων ἐπιστρατεύειν, δρομαῖοί τινες ἐκ τῆς Ἰουδαίας τὴν μέλλουσαν ἀπήγγελον ἔφοδον. Τούτους ὁ προφήτης
35κούφους ἀγγέλους καλεῖ. Ἔθνος δὲ μετέωρον τοὺς Αἰγυπτίους καλεῖ, τὸ ὑπερήφανον, ἢ τὸ ἄφρον δη‐ λῶν. Ξένον δὲ καὶ χαλεπὸν, ὡς ξενίζον ἐν χαλεπό‐ τητι, καὶ πρὸς τοῦτο μηδένα ἔχον ἐπέκεινα. Τίς γὰρ αὐτοῦ ἐπέκεινά φησι; Σφόδρα δὲ ἦσαν εἰδωλολά‐
40τραι. Διὸ καὶ ἀνέλπιστον ἔθνος καὶ καταπεπατη‐ μένον τούτους εἶναί φησιν, ὡς οὐκ ἔχον ἐπὶ Θεῷ τὴν ἐλπίδα, καὶ ὑπὸ δαιμόνων ταῖς ἀπάταις καταπατού‐ μενον. Διὸ καὶ ὑπὸ τῶν Ἀσσυρίων καταπεπάτην‐ ται. Τὸν δὲ τῆς ἁλώσεως τρόπον ἐπήνεγκεν, οὕτως
45εἰπὼν τοὺς Ἀσσυρίους διαβήσεσθαι τῆς Αἰγύπτου τοὺς ποταμοὺς, τὰς διώρυχας. Οὕτω καὶ τὰς λίμνας εἰπὼν, ἐφ’ οἷς ἐφρόνουν ὡς ἀνάλωτον αὐτοῖς ποιοῦσι τὴν Αἴγυπτον, ὡς δοκεῖν πως καὶ χώραν εἶναι τού‐ τους κατοικουμένην ἀποξηραινομένης πάσης ὑδά‐

2140

(50)

των συστάσεως. Τὸ δὲ τῶν Αἰγυπτίων πάθος φησὶν, οὕτω πᾶσι δῆλον γενήσεται, ὡς σημεῖον ἀφ’ ὕψους σύνθημα στρατοπέδῳ γινόμενον, καὶ ὡς φθεγγομένη σάλπιγξ ἀκουστόν; Ὧν δὴ γινομένων φησὶ, τὴν
πόλιν σώσω τὴν ἐμαυτοῦ, τὰ κατὰ Ῥαψάκην, καὶ2139

2141

τὰς ρπεʹ χιλιάδας ἀπολομένας δηλῶν. Οὕτω δέ φησι τὰ τῆς σωτηρίας ἔσται πᾶσι περιφανῆ, καθ’ ἃ δὴ καὶ φῶς ἡλίου μεσημβρινὸν, καὶ τοῖς κινδυνεύουσι τὰ τῆς ἐμῆς ἐπικουρίας καὶ σκέπης ὡς νεφέλη δρόσου
5γενήσεται πρὸ τοῦ θερισμοῦ. Δρόσου γὰρ οἱ θερί‐ ζοντες δέονται εὐαφεῖς αὐτοῖς προποιούσης τοὺς στά‐ χυας. Καὶ κατ’ εὐχὰς αὐτοῖς ἡ δρόσος δεομένοις ἐγ‐ γίνεται, καθὰ καὶ τοῖς Ἰουδαίοις ἡ παρὰ Θεοῦ σωτη‐ ρία. Μεταφορικῶς δὲ λοιπὸν ἀπὸ τῶν γεωργούντων
10τὰ μέλλοντα πάθη παρίστησιν, ἢ τοῖς πολιορκήσασιν Ἱερουσαλὴμ Ἀσσυρίοις [ἢ καὶ τοῖς Αἰγυπτίοις]· ἐπειδ’ ἂν γὰρ οἱ βότρυες ἐξανθήσωσιν καὶ ὄμφα‐ κες γένωνται περικόπτουσι τῶν κλημάτων καὶ τῶν βοτρύων τὰ περιττὰ, καὶ οἷον ἐπιφυλλίδας, ὡς μὴ
15συμπνίγειν τὰ κρείττονα καὶ χρηστότερα.
18 Οὕτως οὖν ἐπὶ μὲν τῶν Ἀσσυρίων τὸν πολὺν καὶ λεπτὸν ἀνεῖλε λαὸν ὁ Θεός. Ὧν τὰ πτώματα τρυφὴ
20γέγονε τοῖς θηρίοις καὶ πετεινοῖς. Ὁ δὲ μεγάλου βότρυος δίκην ἐπέχων ὁ βασιλεὺς τοῖς ἐπηκόοις οὐ συναπόλωλεν. Ἐπὶ δὲ τῶν Αἰγυπτίων νοήσεις, ὅτι μὴ πᾶσαν αὐτῶν τὴν χώραν εἷλον οἱ δυσμενεῖς· ἀλλ’ οἷον μικροῖς βοτρυδίοις, ταῖς κατὰ τόπους συνοικίαις
25ἢ κώμαις ἐπαφιέντες τὴν μάχαιραν, συνεμέτρησαν τοὺς θυμοὺς τοῦ φιλανθρώπου Θεοῦ, παιδεύοντος μὲν τοὺς προσκρούοντας, οὐκ εἰς ἅπαν δὲ συγχωροῦντος τοὺς παιδευομένους ἀπόλλυσθαι. Τοιγαροῦν ἐφεξῆς περὶ τῆς αὐτῶν ἐπιστροφῆς διεξέρχεται. Τὴν γὰρ
30τῶν εἰδώλων ἀσέβειαν ἀρνησάμενοι, τὴν εἰς Θεὸν τῶν ὅλων προσδέξονται πίστιν, δῶρα προσφέροντες εἰς ὀσμὴν εὐωδίας, ἐλπίδα, πίστιν, ἀγάπην. Διὰ δὲ τὰς ἐκ Θεοῦ παιδείας ἐπενεχθείσας αὐτοῖς, λαὸν αὐτὸν τεθλιμμένον πρὸς ἀμείνω ζωὴν, δίκην μοσχείας
35ὠφελούσης πρὸς αὔξησιν. Ὥσπερ γὰρ ἐκ πλάνης εἰς θείας ἐννοίας μετεφυτεύθησαν καὶ καρποφοροῦσι δι‐ ηνεκῶς. Ὅθεν αὐτοὺς καὶ μέγαν ὀνομάζει λαὸν ἐν τοῖς κατὰ Χριστὸν πᾶσιν ἀκμάζοντας ὅσον ἐν πλάνῃ τὸ πρότερον. Οὗ γὰρ ἐπερίσσευσεν ἡ ἁμαρτία, ὑπερ‐
40επερίσσευσεν ἡ χάρις. Τὸν δὲ τῆς καρποφορίας τό‐ πον διὰ τῆς Σιὼν τὴν Ἐκκλησίαν ἐκάλεσεν, διὰ τὸ ταύτης ὕψος ὄρος εἰπών. Οὐδὲν γὰρ χθαμαλὸν ἐν αὐτῇ, καὶ δηλοῖ τοὔνομα σκοπευτήριον. Τὸ δὲ, Ὅ ἐστιν ἐν μέρει ποταμοῦ τῆς χώρας αὐτοῦ, ὅτι περ
45ἡ πρὸς Θεὸν τῶν Αἰγυπτίων ἐπιστροφὴ ἐκ μέρους ἀρξαμένη τῆς χώρας, διὰ πάσης διέδραμεν Ῥινοκο‐ ρούρων, τυχὸν ἤ τινος τῶν αὐτόθι πόλεων ἐπέκεινα κειμένων τοῦ ποταμοῦ. Λέξει γὰρ προϊὼν, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται θυσιαστήριον τῷ Κυρίῳ ἐν χώρᾳ

2141

(50)

Αἰγυπτίων, καὶ στήλη πρὸς τὸ ὅριον αὐτῆς τῷ Κυ‐ ρίῳ. Πεπατημένον δέ φησι τὸν λαὸν τοῖς τοῦ πο‐ λέμου δεινοῖς, ἐλπίζειν δὲ ὡς δὴ θέμενον ἐπὶ Θεῷ
τὴν ἐλπίδα.2141

2144

(1t)

ΚΕΦΑΛ. ΙΘʹ.
2tΟΡΑΣΙΣ ΑΙΓΥΠΤΟΥ.
3 αʹ—ιεʹ. Ἰδοὺ Κύριος κάθηται ἐπὶ νεφέλης κού‐ φης, καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσεται τὰ
5χειροποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ, καὶ ἡ καρδία αὐτῶν ἡττηθήσεται ἐν αὐτοῖς. Καὶ ἐπ‐ εγερθήσονται Αἰγύπτιοι ἐπ’ Αἰγυπτίους, καὶ πολε‐ μήσει ἄνθρωπος τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἄνθρω‐ πος τὸν πλησίον αὐτοῦ, πόλις ἐπὶ πόλιν, καὶ
10νομὸς ἐπὶ νομόν, κ.τ.λ. Συγγεγενημένη δὴ τοῖς εἰρημένοις ἐῤῥέθη περὶ θαλάσσης Αἰγύπτου καὶ ποταμοῦ. Πλὴν ἀλλ’ ἐκεῖνα μὲν ἐδήλου ῥᾴστην ὁδὸν ἔσεσθαι τοῖς εὐαγγελιζομέ‐ νοις Χριστόν· τὰ δὲ παρόντα προεφώνει τοῖς Αἰ‐
15γυπτίοις τὰ κάλλιστα. Ἐπ’ οὐδεμιᾶς δὲ τῶν εἰρημέ‐ νων ὁράσεων ἥξειν ὁ Κύριος ἐπὶ νεφέλης κούφης ἐλέγετο. Ἕτερα δέ τινα περὶ αὐτῶν ἰδιάζοντα· Αἰ‐ γύπτου δὲ ὅρασις, ἀλλ’ οὐ κατ’ Αἰγύπτου, καθάπερ ἐπὶ τῶν ἄλλων προγέγραπται· ἢ ὡς αὐτῆς Αἰγύπτου
20μελλούσης ὁρᾷν νῷ διορατικῷ τὰ λεγόμενα· ἢ ὡς τῆς προφητείας περιεχούσης Αἰγύπτῳ τὰ κάλλιστα· τί γὰρ μακαριώτερον τοῦ ἐπιδημῆσαι ταύτῃ τὸν Κύ‐ ριον, καὶ γνώσεως μεταδιδόναι τῆς ἑαυτοῦ; Ἥξει δέ φασιν ἐπὶ νεφέλης κούφης, ἢ οὗπερ ἀνείληφε σώ‐
25ματος ἐξ ἁγίου Πνεύματος καὶ τῆς ἁγίας Παρθένου. Ὡς γὰρ ἡ νεφέλη οὐκ ἄλλοθεν ἔχει σύστασιν, ἢ ἐξ ἀέρος καὶ ἀναθυμιάσεως τῆς γῆς· οὕτως ἐπὶ τοῦ Κυρίου τὸ σῶμα ἐξ ἁγίου Πνεύματος ὑπέστη καὶ γεώδους οὐσίας. ᾯ δὴ Θεὸς ἐποχούμενος κατὰ τὴν
30νηπίαν ἡλικίαν ἦλθεν εἰς Αἴγυπτον ὠφελουμένην ἀῤῥήτῳ δυνάμει διὰ τῆς εἰς αὐτὴν ἐπιδημίας τὰ μέ‐ γιστα. Ταύτης γὰρ οἱ κατ’ Αἴγυπτον ἐξαιρέτως ἐδέοντο δεισιδαιμονέστατοι γεγονότες ἁπάντων, ὡς καὶ μέχρι τῆς τῶν ἀλόγων ζώων ἐκπεπτωκέναι λατρείας·
35ὡς καὶ γυμνῇ κεφαλῇ τὸν τούτων βασιλέα βοᾷν, οὐκ οἶδα τὸν Κύριον. Οὕτως ἀδέσποτόν τε καὶ ἀπρονόητον ἠγοῦντο τὸ πᾶν. Διαπαντὸς δὲ καὶ τοῖς ἐξ Ἰσραὴλ ὑπῆρχον πολέμιοι. Διὸ τοῖς ἀγνοοῦσιν ἄγαν αὐτὸν ἡ τούτου προθεσπίζεται γνῶσις, πάσης εἰδώλων ἀσε‐
40βείας ἀνῃρημένης. Εἰ δὲ μὴ τὸ, ἐπὶ νεφέλης προσ‐ έκειτο, ἔδοξεν ἂν ἀσωμάτων λέγεσθαι δυνάμει, καθ’ ἣν διέπει τὸ πᾶν, ὑπάρχων ἐν ἅπασιν. Ἐν τῷ κόσμῳ γὰρ ἦν, καὶ ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο. ᾯ τρόπῳ καὶ ἐν Αἰγύπτῳ πρότερον ἦν. Εἶπεν γὰρ Κύριος πρὸς
45Μωσέα καὶ Ἀαρὼν ἐν γῇ Αἰγύπτου. Καὶ πάλιν ἦν Κύριος μετὰ Ἰωσήφ. Καὶ περιττὸν ὑπῆρχεν ἐπὶ πάσης χώρας ἁρμόσαι δυνάμενον. Ἀλλὰ γὰρ τὴν μετὰ σώμα‐ τος ἐπιδημίαν ἐδήλωσεν, τοῦτο νεφέλην εἰπών. Τάχα καὶ διὰ τὸ κινημάτων ἀπηλλάχθαι γεωδεστέρων, ἐπι‐

2144

(50)

θυμίας τε σωματικὰς ὑπερίπτασθαι, ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη ἐν τῷ στόματι αὐτοῦ δόλος.
54Ἕτεροι δὲ κούφην ὑπειλήφασιν εἰρῆσθαι νεφέ‐
55λην τὴν ἁγίαν Παρθένον, ἧς ἐν ἀγκάλαις εἰς Αἴγυ‐2143

2145

πτον ἐκομίζετο· ἤγουν φασὶν, ὡς ἐπὶ θρόνου ὑψηλοῦ τοῦτον εἶδεν Ἡσαΐας ὑπὸ δυνάμεων θείων ὑμνούμε‐ νον. Καὶ παλαιὸν ἡμερῶν ὁ Δανιὴλ ἐπὶ θρόνου καὶ ὡς ὑν [ἀνθρώπου] μετὰ τῶν νεφελῶν ἐρχόμενον. Ἰεζε‐
5κιήλ τε εἶδος ἀνθρώπου ἐξ ἠλέκτρου τε καὶ πυρός. Ἅπερ ἔμφασίν τινα δόξης θεοπρεποῦς καὶ μυστηρίου τοῦ κατὰ Χριστὸν ὑπαινίττεται. Οὕτω καὶ νῦν τὴν νεφέλην ληπτέον ἐφ’ ὑετοῦ τε καὶ δρόσου πνευμα‐ τικῆς, αὐτοῦ τε τοῦ σωτηρίου βαπτίσματος. Τοιγαρ‐
10οῦν τοὺς ἐξ Ἰσραὴλ ὁ Παῦλος βεβαπτίσθαι φησὶν ἐν τῇ νεφέλῃ, καὶ ἐν τῇ θαλάσσῃ. Προηγεῖτο δὲ αὐτῶν ἐν μὲν ἡμέρᾳ, νεφέλη· ἐν δὲ νυκτὶ, στύλος πυρός. Εἰ χρῆν οὖν ἐπὶ καθαιρέσει τῶν Αἰγυπτίων θεο‐ πρεπῶς ἰόντα τὸν Κύριον ἐπὶ κούφης ὁρᾶσθαι νεφέ‐
15λης, δι’ ἧς ἦν καὶ μόνης τῆς εἰδωλολατρείας, ἀπο‐ σμήχεσθαι τὰς κηλίδας. Κούφη δὲ κούφους ἐργάζε‐ ται τὸ τῶν ἁμαρτημάτων ἀποθεμένους φορτίον. Ἡ δὲ κάθισις ἢ ἀνάπαυσιν, ἤγουν ἐξουσίαν αἰνίττεται. Ἐπαναπαύεται γὰρ οὐ νομικῇ λατρείᾳ Χριστὸς, τῇ
20δὲ τελειώσει τῇ διὰ τοῦ βαπτίσματος, δι’ ἧς καὶ βα‐ σιλεύει τῶν ἐπὶ γῆς. Κατορθοῖ δὲ τοῖς Αἰγυπτίοις ἐπιδημῶν, τὸ σεισθῆναι τούτων τὰ εἴδωλα, ὅτε Θεοῦ μὲν Ἐκκλησίαι καθ’ ὅλης Αἰγύπτου καθίδρυντο. Ἐπ‐ εσκόπει δὲ ταύτας ἐπιδημῶν ὁ Θεὸς κατὰ τὸ, ὅπου
25δύο ἢ τρεῖς συνηγμένοι εἰσὶν εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. Καρδίαν δὲ τῶν Αἰγυπτίων φησὶν ἡττηθήσεσθαι, μὴ ἀντιβαινόντων τῷ θείῳ κηρύγματι, τὴν δὲ καλὴν ἧτταν ἡττησομένων. Τινὲς δὲ καρδίαν φασὶν εἰρῆσθαι τῶν ἀγαλμάτων τοὺς
30δαίμονας, οὓς ἡττηθήσεσθαι, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνέας, τακήσεσθαι ἀφανεῖ καὶ ἀοράτῳ δυνάμει. Τούτων γὰρ ἡ πλάνη, ἐξ οὗ γεγόνασιν αὐτοῖς Ἐκ‐ κλησίαι, κατ’ ὀλίγον ἐσβέννυτο. Ἐπεδήμει δὲ ταύταις ὁ Κύριος ἐνδόξῳ σώματι, τὸ ἐκ νεκρῶν ἀναστά‐
35σεως, ὅπερ ἂν εἴη νεφέλη κούφη μεταβληθὲν τῆς φθαρτῆς καὶ γεώδους οὐσίας.
41 Ἐφ’ ᾧπερ ἀοράτως ὀχούμενος ἐπεδήμει συμπράτ‐ των ἐν Αἰγύπτῳ τοῖς αὐτὸν καταγγέλλουσιν. Κἂν ὅτε δὲ παῖς ὢν Αἰγυπτίοις ἐπεδήμησεν, εἴπωμεν ἀῤῥήτῳ δυνάμει, τῇ Χριστοῦ παρουσίᾳ νοητέον ἠσθενηκέναι
45τοὺς δαίμονας καθῃρημένης αὐτῶν τῆς δυνάμεως. Ὅτε καὶ ἐπαναστήσονται, φησὶν, Αἰγύπτιοι ἐπ’ Αἰγυπτίους. Ἀντὶ δὲ τοῦ ἐπαναστήσονται, ἡττή‐ σω μὲν Ἀκύλας Αἰγυπτίους Αἰγυπτίοις· συμ‐ βαλῶ δὲ Σύμμαχος εἴρηκεν· κατὰ τὸ, «Οὐκ ἦλθον

2145

(50)

βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν, ἀλλὰ μάχαιραν.» Οἱ μὲν γὰρ προσέτρεχον, οἱ δὲ ἀντέτεινον τῷ κηρύγματι, ὡς διεστάναι πάντα μὲν οἶκον, πᾶσαν δὲ κώμην, καὶ πόλιν, καὶ χώραν. Νομοὺς γὰρ ἐκάλουν τὰς χώρας. Καὶ ἄλλως δὲ, δαιμόνων νόμος λατρείας τῷ κατὰ
55Χριστὸν ἀντετάσσετο πρὸς αὐτοῦ καθαιρούμενος2145

2148

λυομένης Αἰγύπτῳ τῆς ἐπὶ κακῷ συμφωνίας, ὃ δηλοῖ μάλιστα τὸ, στασιάσω καὶ συμβαλῶ. Τοῦτο γάρ ἐστι τὸ, ἔσονται μεμερισμένοι δύο ἐπὶ τρισὶ, καὶ τρεῖς ἐπὶ δυσίν. Διὸ καὶ ταραχθήσεται τὸ Πνεῦμα
5τῶν Αἰγυπτίων, φησὶ, κατὰ Σύμμαχον δὲ ῥαγήσε‐ ται, σχισθήσεται δὲ κατὰ Θεοδοτίωνα. Κατὰ δὲ Ἀκύλαν πλαδαρωθήσεται. Ἃ δὴ πάντα ἐπὶ προκοπῇ τῶν Αἰγυπτίων γενήσεται, διασκεδαννυμένης τῆς δεισιδαίμονος ἐκείνων βουλῆς, ὅτε καὶ ἀποροῦντες
10κατὰ τὸ σύνηθες αὐτοῖς ἐπὶ χρησμοὺς καὶ μαντείας διαφόρους τραπήσονται. Ἐκ γῆς δὲ φωνοῦντας τοὺς νεκρομάντεις φησίν. Ἐγγαστριμύθους δὲ, τοὺς ἐκ τῆς αὐτῶν καρδίας, ἢ δαίμονος τοῦ ἐνοικοῦντος ἐρευ‐ γομένους, ὥσπερ οὖν καὶ γνώστας, τοὺς σπλαγχνο‐
15σκοποῦντας ἐκάλεσεν. Μάλιστα δὲ ταύταις τῶν Ῥω‐ μαίων αὐτοῖς ἐπιόντων ἐκέχρηντο. Τούτους γὰρ σκληροὺς ὡς ἀνικήτους, καὶ πρὸς πᾶσαν ἧτταν ἀν‐ ενδότους καλεῖ. Δηλοῖ δὲ διὰ τούτων τῆς τῶν εἰδώλων καθαιρέσεως τὸν καιρὸν, τῆς τῶν Αἰγυπτίων βασι‐
20λείας ἐκβαλλομένης. Συνεισῆλθε γὰρ τῷ σωτηρίῳ κηρύγματι καὶ ἡ τῶν ἐν Αἰγύπτῳ βασιλέων καθαί‐ ρεσις· μᾶλλον δὲ καὶ αὐτῇ τῇ τοῦ Σωτῆρος γεννήσει ἐπὶ Αὐγούστου Καίσαρος γενομένη. Δυνατὸς γὰρ ὢν οὗτος βασιλεὺς τὴν Αἴγυπτον πρῶτος τοῖς Ῥωμαίοις
25ὑπέταξε. Μεθ’ ὃν ὁμοίως οἱ Ῥωμαίων ἅπαντες κρα‐ ταιοὶ βασιλεῖς κατεδουλοῦντο τὴν Αἴγυπτον, στρατιω‐ τικοὺς αὐτοῖς ἐκπέμποντες ἄρχοντας. Ὧν τὸ σκλη‐ ρὸν ἐδήλωσε Δανιὴλ, σιδηρᾶν αὐτῶν τὴν βασιλείαν εἰπών. Καὶ θηρίον ἔχον ὀδόντας σιδηροῦς, καὶ ὄνυχας
30σιδηροῦς.
33 Οἷς ἐπιφέρεται· Καὶ πίονται ὕδωρ Αἰγύπτιοι τὸ παρὰ θάλασσαν. Ἀνθ’ οὗ φησιν Ἀκύλας, Ἀναποθή‐
35σεται ὕδατα ἀπὸ θαλάσσης. Ὁ δὲ Σύμμαχος, Ἀφα‐ νισθήσεται. Τροπικῶς δὲ θάλασσα, τὸ ταραχῶδες πλῆθος τῶν Αἰγυπτίων διὸ καὶ ἀνωτέρω τὰ πολλὰ ἔθνη ὡς θάλασσαν ἔφη κυμαίνουσαν. Καὶ ἐν οἷς περὶ τοῦ ἐκ ῥίζης Ἰεσσαὶ διελάμβανεν, ἔλεγε· καὶ ἐρημώ‐
40σει Κύριος τὴν θάλασσαν Αἰγύπτου. Ταύτης δὲ τὸ πλῆθος καὶ Ἱερεμίας ἀκρίσιν ἀπείκασε καὶ δρυμῷ, λέγων· «Ἐκκόψατε τὸν δρυμὸν αὐτῆς, λέγει Κύριος, ὅτι οὐ μὴ εἰκασθῇ, ὅτι πολὺ πληθυνεῖ ὑπὲρ ἀκρίδα, καὶ οὐκ ἔστιν αὐτοῖς ἀριθμός.» Ἡ δὲ τοῦ ποταμοῦ
45ἔκλειψις, τῆς βασιλείας ἐστὶ σημαντικὴ, ὡς κἂν τοῖς περὶ τοῦ ἐκ ῥίζης ἔφασκεν Ἰεσσαὶ, καὶ ἐπιβα‐ λεῖ Κύριος τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν ποταμὸν, καὶ τὰ ἑξῆς. Καὶ ἀλλαχοῦ δὲ εἴρηται, Ὁ δὲ ποταμὸς ἐκλεί‐ ψει, καὶ ξηρανθήσεται πᾶσα συναγωγὴ ὕδατος.

2148

(50)

Μετὰ δὲ τὸν πρῶτον ποταμὸν, καὶ ἑτέρους ἐκλεί‐ ψειν φησὶ καὶ τὰς διώρυγας, μετὰ τῆς βασιλείας καὶ τοὺς ἄρχοντας τοὺς κατὰ μέρος δηλῶν. Συν‐ αγωγὰς δὲ τὰς πολεμικὰς αὐτῶν δυνάμεις ἐκάλεσε. Καὶ Ἰεζεκιὴλ δὲ συνῳδὰ τούτοις φησί· Τάδε λέγει
55Κύριος· «Ἰδοὺ ἐγὼ ἐπὶ σὲ Φαραὼ τὸν ἄρχοντα τὸν2147

2149

μέγαν, τὸν καθήμενον ἐν μέσῳ τῶν ποταμῶν αὐτοῦ.» Μεθ’ ὃ καί φησι· «Προσκολλήσω τοὺς ἰχθύας τοῦ ποτα‐ μοῦ πρὸς πτέρυγάς σου.» Καὶ μεθ’ ἕτερα· «Καὶ ἐκ‐ κενώσουσι πάντες τὰς μαχαίρας αὐτῶν εἰς Αἴγυπτον,
5καὶ πλησθήσεται ἡ γῆ τραυματιῶν. Καὶ δώσω τοὺς ποταμοὺς αὐτῶν ἐρήμους.» Καὶ πάλιν· «Ἐκεράτι‐ ζες τοῖς ποταμοῖς σου, καὶ κατεπάτεις τοὺς ποτα‐ μούς σου.»
10 Καὶ Ἱερεμίας δέ φησι· «Τίς οὗτος; ὡς ποταμὸς ἀναβήσεται, καὶ ὡς ποταμοὶ κυμαίνουσιν ὕδωρ. Ὕδατα Αἰγύπτου [ὡς ποταμὸς ἀναβήσεται]. Δι’ ὧν δηλοῦται τὰ πλήθη τῶν παρ’ αὐτοῖς στρατευομένων, ὧν μέσων ἐγκαθήμενον τὸν δράκοντα εἰκὸς ἦν
15μεγαλαυχεῖν. Ἰχθύας δὲ τοὺς ὑποκειμένους τοῖς κατὰ μέρος νοήσομεν ἄρχουσιν. Ἐκεράτιζε δὲ τοῖς ὑπ’ αὐτῷ στρατευομένοις οὓς καὶ καταπατεῖν αὐ‐ τὸν ἔφη τυραννικῶς δυναστεύοντα. Τροπικῶς γάρ φασιν ἀνάγκη ταῦτα νοεῖν, ὡς καὶ τὸ πρόσθεν ῥη‐
20θὲν ἔθνος ἀνέλπιστον καὶ καταπεπατημένον, οὗ οἱ ποταμοὶ διήρπασαν τὴν γῆν. Εἰ μὲν οὖν ἐπὶ τούτοις καὶ ἀνθρώπων ἀφανισμὸν ἐπῆγεν ἡ προφητεία, οὐ‐ δὲν ἐλείπετο ζητεῖν. Ἀκόλουθον γὰρ ἦν καὶ τὰ ζῶα πᾶσι τοῖς ὕδασι συναπόλλυσθαι. Νῦν δὲ μετὰ τὴν
25τῶν ὑδάτων ἀπώλειαν, πολυπληθίας ἐσομένης κατ’ Αἴγυπτον μέμνηται, καὶ ὡς ἔσται θυσιαστήριον Κυ‐ ρίῳ, ἐν ᾧ θύσειν τοὺς Αἰγυπτίους [φησί]. Καὶ πῶς ἐγίνοντο, εἰ τὸ ὕδωρ ἅπαν ἐξέλιπεν; ὅθεν τροπικῶς νοητέον ταῦτα σημαίνοντα τῶν Αἰγυπτίων τὴν βασι‐
30λείαν καὶ τὰ πλήθη τῆς μαχίμου δυνάμεως. Ἄλλοι δὲ ῥητῶς τὰ προειρημένα νοοῦντές φασιν, ὡς Οὐασπασιανὸς τὴν Ἰουδαίαν ἑλὼν κατ’ Αἰγυπτίων ἐστράτευσε. Καὶ Θεὸς αὐτῷ κατὰ πάντα ποιήσας, πᾶσαν ὑδάτων συναγωγὴν ἀπεξήρανεν, ὡς ὑδά‐
35των ἐνδείᾳ, τοῖς παρ’ αἰγιαλὸν ὀρύγμασιν πότιμον πῶς ὕδωρ Αἰγυπτίους ζητεῖν, δι’ ὧν τὸ τῆς θαλάσ‐ σης διηθούμενον ὕδωρ ποτιμώτερον γίνεται. Τότε φασὶν εἰς Αἴγυπτον ἐλθεῖν καὶ τοὺς τὸ σωτηρίον κή‐ ρυγμα διαγγέλλοντας. Τῶν δὲ τὴν Αἴγυπτον οἰκούν‐
40των οἱ μὲν τὰ πεδία, οἱ δὲ τὰ ἕλη κεκλήρωνται, οἵ‐ περ ἕλιοι καὶ βουκόλοι διὰ πλῆθος τῶν παρ’ αὐτοῖς γινομένων βοῶν ὀνομάζονται. Χρῶνται δὲ οὐ σίτῳ καὶ οἴνῳ τούτων ἀποροῦντες, ἰχθύσι δὲ καὶ γάλακτι καὶ ζύψῳ καὶ τοῖς ἐξ ἑλῶν ἁπαλοῖς τεμνομένοις
45οἳ καὶ τὸ λινὸν ἐργαζόμενοι τὸ σχιστόν. Ὧν ἔν‐ δεια, φησὶ, πάντων ἐκλελοιπότων τῶν ὑδάτων γενήσε‐ ται.
49Οἱ δὲ τὴν πρώτην ἐκδεδωκότες ἐξήγησιν, καὶ τοῦ‐

2149

(50)

τον αὖθις ἀλληγοροῦσι τὸν τρόπον. Νόει ποταμὸν λέγοντες καὶ τὴν πάλαι παρ’ Αἰγυπτίοις φιλοσοφίαν ἀκμάζουσαν. Εἴρηται γὰρ, καὶ ἐπαιδεύθη Μωσῆς πάσῃ σοφίᾳ Αἰγυπτίων, ἧς λόγος ἔῤῥει πολύς. Οὗ μέρη καὶ ποταμοὶ καὶ διώρυχες τῶν καθ’ ἕκαστον
55παρ’ αὐτοῖς μαθημάτων οἱ λόγοι, ἐξ ὧν ἐφύοντο οὐκ2149

2152

ἐλαία καὶ ἄμπελος, οὐκ ἀναγκαῖον ἢ κάρπιμον οὐδὲ ἓν, κάλαμος δὲ καὶ ἄχι, καὶ πάπυρος. Ὁ δὲ δρά‐ κων, ὃν ἔπλασεν ἐμπαίζειν αὐτῷ, παρ’ Ἰὼβ λέγεται κοιτάζεσθαι παρὰ πάπυρον καὶ κάλαμον καὶ βού‐
5τομον. Καὶ Ἰεζεκιὴλ δὲ τὸν Φαραὼ κέκληκε δράκοντα· Ἵν’ οὖν ἐκλείπῃ ταῦτα, δράκων τε Αἰγύπτιος, καὶ ἡ τούτου φιλοσοφία, Κύριος εἰκότως τούτοις ἐπι‐ δημεῖ, ταῦτα μὲν παύων τῇ παρουσίᾳ, ἀντιδοὺς δὲ ποτὸν καινῶν ὑδάτων σωτήριον, περὶ οὗ πρόσθεν
10ἐλέγετο, καὶ ἀντλήσετε ὕδωρ μετ’ εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου. Καὶ ἀντὶ ποταμοῦ ποτα‐ μὸν, οὗ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ. Ὁρᾷς ὡς ἐπὶ ὠφελείᾳ ταῦτα τῶν Αἰγυπτίων θεσπίζεται; Διὸ κατὰ τοὺς ἑβδομήκοντα λέγεται τὸ,
15πίονται οἱ Αἰγύπτιοι τὸ ὕδωρ τὸ παρὰ θάλασσαν. ὁ δὲ ποταμὸς ἐκλείψει. Μὴ ὑφεστῶτος γὰρ ὕδατος Αἰγυπτιακοῦ, μηδὲ ποτίμου τοῦ θαλαττίου τυγχά‐ νοντος, καινὸν ὕδωρ αὐτοῖς ἐπαγγέλλεται. Ἀλλὰ γὰρ ἐκλειπόντων τῶν Αἰγυπτιακῶν ὑδάτων, οἱ θηραταὶ τῶν
20ἰχθύων, δηλαδὴ τῶν ἀνθρωπίνων ψυχῶν, πενθήσειν λέγονται τυγχάνοντες ἐναντίοι τοῖς, πρὸς οὓς ἔλεγεν ὁ Σωτήρ· Δεῦτε, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων. Ἐκεῖνοι γὰρ διὰ τῆς παρ’ αὐτοῖς φιλοσοφίας καὶ γοητείας, τὰς ψυχὰς ἐδελέαζον οἱονεὶ σαγήνῃ, ταῖς
25τῶν λόγων πλοκαῖς συλλαμβάνοντες. Ἐναντία δὲ ταύτῃ σαγήνῃ περὶ ἧς εἴρηται· ὁμοία ἐστὶν ἡ βα‐ σιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασ‐ σαν, καὶ συλλαβούσῃ ἀπὸ παντὸς γένους ἰχθύων. Τὸν λόγον τὸν περὶ τῆς βασιλείας τῆς παραβολῆς καὶ
30ἰχθύας τοὺς ἀνθρώπους ὑποδηλούσης. Πενθοῦσιν οὖν, ὡς μηκέτι διὰ τὸν παύσαντα Χριστὸν ἔχοντες ἐργασίαν, κατὰ τὸ, «Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω.» Καὶ τοὺς ἐργαζομένους τὸ λίνον, οὐ τὸ στέῤῥον καὶ ἀῤῥαγὲς,
35ἀλλὰ τὸν λόγον τὸν διεῤῥωγότα καὶ ἐσχισμένον. Καὶ βύσσος δὲ τοῦ τῶν Αἰγυπτίων ἠρδεύετο ποτα‐ μοῦ. Οἱ τοίνυν τούτων ἐργάται στενάξουσιν, ὅτε μηκέτι αὐτοῖς πρὸς περιβολὴν, καὶ κόσμον τῆς παρ’ αὐτῶν σοφίας εὐπορεῖτο τὰ τούτων ὑφάσματα λό‐
40γοις τὸ ψεῦδος καλύπτουσιν ἀπατηλοῖς τε καὶ πιθα‐ νοῖς. Μεθ’ ὧν στενάξουσι καὶ οἱ τὸν νόθον οἶνον, οὐ τὸν ἐξ ἀμπέλου κατασκευάζοντες. Ὧν δὴ πάν‐ των χορηγὸς ὁ Αἰγυπτιακός ἐστι ποταμὸς, οὗ ἀπο‐ τρέπων ἕτερος προφήτης φησί· Τί σοι καὶ τῇ γῇ
45Αἰγύπτου τοῦ πιεῖν ὕδωρ Γηών; Τὰ δὲ τούτων ἑξῆς περὶ ἀφανῶν ἀρχόντων προλέγεται, οἳ ταῖς περι‐ φανέσι καὶ μεγίσταις ἐφέδρευον πόλεσι, τῇ τε Τάνει καὶ Μέμφει.
51 Τῇ δὲ ἡμέρᾳ ἐκείνῃ ἔσονται οἱ Αἰγύπτιοι, ὡς γυναῖκες, ἐν φόβῳ, ἐν τρόμῳ, ἀπὸ προσώπου τῆς χειρὸς Κυρίου Σαβαὼθ, ἣν αὐτὸς ἐπιβαλεῖ αὐτοῖς.
Καὶ ἔσται ἡ χώρα τῶν Ἰουδαίων τοῖς Αἰγυπτίοις2151

2153

εἰς φόβητρον. Πᾶς ὃς ἐὰν ὀνομάσῃ αὐτὴν αὐτοῖς, φοβηθήσονται διὰ τὴν βουλὴν ἣν βεβούλευται Κύριος ἐπ’ αὐτοὺς, κ.τ.λ. ... ἐν κρίσει τοὺς θλίβοντας μετερχόμε‐
5νος. Τούτῳ γὰρ τῷ τρόπῳ καὶ γνώσονται τὸν Κύ‐ ριον ἐν τῷ τῆς θλίψεως καιρῷ, ὃν ἡμέραν ἐκάλεσε. Τινὲς δὲ πρὸς αὐτὴν ὅλως τὴν ἐπιδημίαν τὸν λόγον ἐξέλαβον. Τῆς γὰρ ἀνθρωπίνης φύσεως ὑπὸ τῶν δαιμόνων τυραννουμένης, φορτίῳ τε κακῶν συνεχο‐
10μένης πολλῷ, ὡς αὐτοῦ βοῶντος τοῦ πράγματος, Θεὸς τὸ γένος ἠλέησεν. Οὕτω γὰρ λέγεται καὶ αἷμα τοῦ Ἄβελ βοᾷν, τὴν ἀτοπίαν τοῦ πράγματος βδελυ‐ ξαμένου Θεοῦ. Πῶς γὰρ ἐκάλουν, φασὶν, ὃν ἠγνόουν τὸ πρότερον, ἀλλ’ ἢ δι’ ὧν ἔπασχον μόνον, ὅτε καὶ
15τὸν Λόγον αὐτοῖς ἐν ἀνθρωπείᾳ πέμπει μορφῇ; Καὶ σέσωκε κρίνων, τουτ’ ἔστι δικαίαν ἐπ’ αὐτοῖς ἐκ‐ φέρων τὴν κρίσιν, σειραῖς ζόφου τοὺς θλίβοντας παραδούς. Διό φησιν αὐτός· Νῦν κρίσις ἐστὶν τοῦ κόσμου τούτου· νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου
20ἐκβληθήσεται ἔξω. Οὕτω Χριστὸς ἐδίκασε τυράννῳ καὶ κόσμῳ, εἵλκυσέν τε καὶ τοὺς Αἰγυπτίους πρὸς ἑαυτόν· ἀνθ’ ὧν χαριστηρίους θυσίας ἐκτελοῦσιν ἐπαγγελλόμενοι, μέχρι τε παντὸς τοῖς τῆς πί‐ στεως ἐναθλοῦσιν ἀγῶσι κατὰ τό· «Εὔξασθε καὶ
25ἀπόδοτε.»
27 Ἐπιστῆσαι δὲ τὸν νοῦν ἀναγκαῖον, ὡς καινοῦ νό‐ μου καὶ Καινῆς Διαθήκης παρίστησιν ὁ λόγος εἰσ‐ αγωγήν. Μωσέως γὰρ ἀπαγορεύσαντος ἐκτὸς, Ἱερου‐
30σαλὴμ μὴ δεῖν γενέσθαι θυσιαστήριον, καὶ τὴν τοῦ Λευῒ μόνην ἱερατεύειν φυλὴν ἐπιτάξαντος, πῶς ἡ προφητεία θυσιαστήριον ἐν Αἰγύπτῳ καθίστησιν, ἱερέας τε Θεοῦ τοὺς Αἰγυπτίους γενέσθαι φησί; Κατὰ δὲ τὸν Ἀπόστολον, μετατιθεμένης ἱερωσύνης,
35ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται. Μετὰ δὲ τὰ εἰρημένα φησὶν ὁ προφήτης· Καὶ πατάξει Κύ‐ ριος τοὺς Αἰγυπτίους πληγῆ, καὶ ἰάσεται αὐτούς. «Ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει. Μαστιγοῖ δὲ πάν‐ τα υἱὸν ὃν παραδέχεται.» Πληγὴν οὖν ἐπάγει τοῖς
40Αἰγυπτίοις, ὅτ’ ἂν τύχωσι τούτου δεόμενοι, μὴ μηκύνων αὐτοῦ τὴν ὀργήν. Τινὲς δέ φασιν ὡς πλη‐ γὴν καλεῖ τὴν ὑπὸ Ῥωμαίοις δουλείαν, δι’ ἧς αὐ‐ τοὺς ἰάσατο, πάροδον εἰς αὐτοὺς παρασχὼν τῷ σω‐ τηρίῳ κηρύγματι. Πρότερον γὰρ οὐκ ἦν ἐπιφοιτᾷν
45ἀμίκτως διακειμένοις. Πλὴν ὠφελείᾳ, καὶ οὐ θυμῷ πληγὴν ἐπάγει Θεός. Ὅπερ εἰδότες οἱ προφῆταί φασι· «Παίδευσον ἡμᾶς, Κύριε, πλὴν ἐν κρίσει, καὶ μὴ ἐν θυμῷ.» Καὶ πάλιν· «Ἐν θλίψει μικρᾷ ἡ παιδεία σου ἡμῖν.» Καὶ τῇ τῶν Ἰουδαίων Συναγωγῇ

2153

(50)

φησιν· Ἐν πόνῳ καὶ μάστιγι παιδευθήσῃ, Ἱερουσα‐ λήμ. Μεθ’ ἅ φησι· Τῇ ἡμέρᾳ ἐκείνῃ, κατὰ τὸν αὐ‐ τὸν δηλονότι καιρὸν, ἔσται ὁδὸς Ἀσσυρίοις πρὸς Αἰγυπτίους, οὔτω λέγων κατὰ τὴν παλαιὰν συν‐ ήθειαν, τούς τε Συρίαν καὶ Μεσοποταμίαν οἰκοῦντας,
55οἳ τοῖς Αἰγυπτίοις πολέμιοι διετέλεσαν, ὅτε πρὸ
τῆς Ῥωμαίων ἀρχῆς ἰδίοις βασιλεῦσιν ἐκέχρηντο·2153

2156

οὗτοι μὲν τοῖς ἀπὸ Ἀντιόχου, Πτολεμαίοις δὲ ἐκεῖνοι· μέσοι δὲ ὅντες Ἰουδαῖοι ὑπ’ ἀμφοτέρων ἀνὰ μέρος ἐβάλλοντο. Χριστὸς δὲ παραγενόμενος, ἡ πάντων εἰρήνη, οὐ μόνον τὰ ἐπίγεια τοῖς ἐπουρανίοις συν‐
5ῆψεν· ἀλλὰ καὶ τὰ ἔθνη πρὸς ἄλληλα. Καθὰ καὶ ταῦτα τὰ τρία δυσμενῶς διακείμενα, καὶ μιᾶς ἠξίω‐ σεν εὐλογίας, ὡς μηκέτι τὸν Ἰσραὴλ κατεπαίρεσθαι λαὸν Θεοῦ χρηματίζοντα καὶ μόνον εὐλογημένον. Πάντες γὰρ εὐσέβειαν ἐδιδάχθησαν, καὶ τῆς πρὸς
10ἀλλήλους ἀγάπης ἀντέχεσθαι. Τὰς γὰρ μαχαίρας εἰς ζιβύνας συγκόψαντες, ταύτας ἐπ’ ἀλλήλους οὐκ αἴρουσιν ὑπὸ ζυγὸν ἕνα γεγονότες, πνευματικῶς μὲν Θεοῦ, σωματικῶς δὲ Ῥωμαίων.
16 Δουλεύουσι δὲ τοῖς Ἀσσυρίοις Αἰγύπτιοι τὴν τῆς ἀγάπης δουλείαν. Ἢ, ὥς φασί τινες, διὰ τὰ Ῥωμαϊκὰ Σύρων ἐν Αἰγύπτῳ στρατόπεδα, Σύρους τέ τινας ἀρχικῆς ἐξουσίας δυνάμει καταδουλουμέ‐
20νους αὐτούς. Ὁ μὲν οὗν εὐλογημένος ἐν Αἰγύπτῳ καὶ ἐν Ἀσσυρίοις λαὸς, διὰ τῆς τῶν Ἐκκλησιῶν ὁρᾶται πολυπληθίας, ὁ δὲ ἐκ τοῦ Ἰσραὴλ κατὰ τὸν τοῦ κηρύγματος ἤκμασε χρόνον. Ἀπαρχὴ γὰρ τῆς εἰς Χριστὸν ἐγένοντο πίστεως, ἐξ ὧν εὐαγγελισταὶ,
25καὶ μαθηταὶ, καὶ ἀπόστολοι· διὸ πάντες οἱ τῶν τριῶν ἐθνῶν ἐπὶ γῆς εὐλόγηνται. Ἀντὶ δὲ τοῦ, καὶ ἐν Ἀσσυρίοις, καὶ Ἀσσοὺρ ἐξέδωκαν οἱ λοι‐ ποὶ, ὡς ἂν μή τις τοὺς ἐν Αἰγύπτῳ καὶ Συρίᾳ νο‐ μίσειεν Ἰουδαίους, ἀλλ’ αὐτοὺς Αἰγυπτίους καὶ αὐ‐
30τοὺς Ἀσσυρίους. Τὸ δὲ θαυμαστὸν, ὅτι ὁ πρωτότο‐ κος ἐν τέκνοις τρίτος ὠνόμασται. Παροινήσας γὰρ εἰς Χριστὸν, κατόπιν τέθειται τῶν ἐθνῶν. Ὅτ’ ἂν γὰρ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε καὶ πᾶς Ἰσραὴλ σωθήσεται. Γῆν δὲ τὴν εὐλογημένην ὑπὸ
35Κυρίου νοήσεις τὴν Ἐκκλησίαν, καὶ μάλιστα τὴν ἐπουράνιον, ἣν οἱ πραεῖς κληρονομήσουσιν, ὅπου καὶ Ἱερουσαλὴμ ἐπουράνιος, καὶ ὄρος Σιών· νοοῖτο δ’ ἂν Ἰσραὴλ καὶ ὁ Θεοφιλὴς τῶν ἁγίων χορὸς ἐκ τοῦ τῶν Ἰουδαίων ἔθνους προεξεληλυθότων τοῦ
40βίου· διόπερ εἴρηται, καὶ ἡ κληρονομία μου Ἰσ‐ ραήλ. Σχοίνισμα γὰρ κληρονομίας αὐτοῦ Ἰσραὴλ, καθὰ δὴ λέγει Μωσῆς. Ὁ δὲ προφήτης θαυμάζων, εἰ οἱ τῶν ἄλλων δεισιδαίμονες μᾶλλον Αἰγύπτιοι τὸν τῶν ἐχθρῶν Θεὸν Ἰουδαίων τιμήσουσιν, ἐμφατικώ‐
45τατα λίαν, συνεχῶς τοῦτον, ἃ τὸ τῶν Αἰγυπτίων φησί· ποτὲ μέν· Ἔσονται Αἰγύπτιοι ὀμνύοντες τῷ ὀνόματι Κυρίου Σαβαώθ· ποτὲ δέ· Ἔσται θυσιαστήριον τῷ Κυρίῳ ἐν χώρᾳ Αἰγυπτίων. Καὶ πάλιν· Ἔσται εἰς σημεῖον εἰς τὸν αἰῶνα Κύριος

2156

(50)

ἐν χώρᾳ Αἰγύπτου. Καὶ αὖθις· Ἔσται γνωστὸς Κύριος τοῖς Αἰγυπτίοις. Καὶ πάλιν· Γνώσονται οἱ Αἰγύπτιοι τὸν Κύριον. Καὶ Συρίαν δὲ, ὡς ἔοικεν, ἐν ἐμφάσει παρέλαβεν, ἐν ᾗ φασι γνησίους προσκυνητὰς, καὶ ἀδελφὴν, καὶ γείτονα τῆς Αἰγυ‐
55πτίων ἐπιτηδεύοντας ἄσκησιν.2155

2157

(1t)

ΚΕΦΑΛ. Κʹ.
1 α—ϛʹ. Τοῦ ἔτους οὗ εἰσῆλθε Τανάθαν εἰς Ἄζω‐ τον, ἡνίκα ἐπεστάλη ὑπὸ Ἄρνα βασιλέως Ἀσσυ‐ ρίων, καὶ ἐπολέμησε τὴν Ἄζωτον, καὶ κατελάβετο αὐτὴν, τότε ἐλάλησε Κύριος πρὸς Ἡσαΐαν, λέγων·
5Πορεύου καὶ ἄφελε τὸν σάκκον ἀπὸ τῆς ὀσφύος σου, κ.τ.λ. Ἄλωσιν Αἰγυπτίων ὑπ’ Ἀσσυρίων προλέγει ὁ περὶ τῆς εἰρήνης αὐτῶν ἐν τοῖς πρὸ τούτων διαλα‐ βών· Ἐροῦμεν οὖν, ὡς τὰ μακροῖς ὕστερον χρόνοις
10ἐσόμενα διὰ τῶν ὅσον οὔπω μελλόντων πληροῦσθαι πιστοποιεῖ. Τὰ μὲν γὰρ εἰρημένα χρηστὰ, τὴν τοῦ Σωτῆρος ἐπιδημίαν ἀνέμενεν ἐπὶ νεφέλης κούφης ἥξειν εἰς Αἴγυπτον μέλλοντος. Τὰ δὲ νῦν ἐπ’ αὐτῶν τῶν τοῦ προφήτου χρόνων συμβέβηκεν. Ταῦτα δὲ
15τοῖς Ἰουδαίοις προλέγεται τῇ τῶν Αἰγυπτίων συμ‐ μαχίᾳ προσδοκῶσι διαφεύγειν τὴν ὑπ’ Ἀσσυρίων μέλλουσαν ἅλωσιν, οἳ καὶ δὴ πλησίον ἦσαν ἑλόντες τὴν Ἄζωτον τῆς Παλαιστίνης μεγίστην καὶ δυνατω‐ τάτην πόλιν ὑπάρχουσαν, ὡς ἂν τοῖς ἐκ γειτόνων
20πτοηθέντες κακοῖς, πᾶσαν ἀνθρωπίνην ἀπογνόντες ῥοπὴν, ἐπιστραφέντες πρὸς Κύριον, τὰ μέλλοντα κερδάνωσι δυσχερῆ. Καί γ’ οὖν τις ἔφη προφήτης· «Καὶ ἦν Ἐφραῒμ περιστερὰ ἄνους οὐκ ἔχουσα καρ‐ δίαν· «Αἴγυπτον ἐπεκαλεῖτο καὶ εἰς Ἀσσυρίους ἐπο‐
25ρεύθησαν.
28 Καὶ ὁ παρὼν δὲ προφήτης φησίν· «Οὐαὶ οἱ κατα‐ βαίνοντες εἰς Αἴγυπτον ἐπὶ βοήθειαν, οἱ ἐφ’ ἵπποις
30πεποιθότες καὶ ἐφ’ ἅρμασιν.» Τανάθαν δὲ στρατ‐ ηγὸς τοῦ τῶν Ἀσσυρίων βασιλέως ὑπάρχων εἷλε τὴν Ἄζωτον. Τότε τοίνυν ὁ προφήτης ἑνὶ πρότερον χρώ‐ μενος ἱματίῳ τριχώδει τε καὶ παχεῖ δι’ ἄκραν φιλοσο‐ φίαν, καὶ διὰ τὸ πενθεῖν τοὺς ἀσεβοῦντας ἐν Ἰσραὴλ,
35ἀποδύσασθαι καὶ τοῦτο προστάττεται, γυμνός τε καὶ ἀνυπόδετος περινοστεῖν Ἱερουσαλὴμ εἰς τύπον τῆς μελλούσης Αἰγυπτίοις αἰχμαλωσίας· τὸ γὰρ τῆς θέας παράδοξον, ψιλοῦ λόγου μᾶλλον ὑπῆρχε πιστότερον, ἐναργῶς τε φόβον εἰργάζετο, καὶ μάλιστα τοῖς εἰω‐
40θόσι προφητικῶν λόγων ὑπερορᾷν, καὶ τοῖς προφή‐ ταις λέγειν· Ἄλλα ἡμῖν λαλεῖτε, καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν· ὡς ἂν ὁρῶντες τὴν ἀτοπίαν τοῦ σχήματος, αὐτοὶ τούτου τὴν αἰτίαν πυνθάνοιντο. Τὸν δὲ προφητικὸν θαυμάζειν ἄξιον βίον, περὶ ὧν
45φησιν ὁ θεῖος Ἀπόστολος· «Περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν.» Καὶ ὡς Θεῷ μὲν ἦσαν εὐπειθεῖς πᾶσαν δὲ ἀνθρωπίνην ὑπερενήχοντο δόξαν. Ὡς Ἰου‐ δαῖοι δὲ τῇ τῶν Αἰγυπτίων ἐθάῤῥουν δυνάμει, οὕτω τὴν τῶν Αἰθιόπων Αἰγύπτιοι. Ὧν ἔθνος οἱ Βλέμμυες

2157

(50)

εὔστοχοι τοξόται καὶ χρίοντες ὀλεθρίῳ φαρμάκῳ τῶν βελῶν τὰς ἀκίδας, ὑφ’ ὧν οἱ βληθέντες ὡς ἑρπετῶν ἰοβό‐ λων ἀπώλλυντο. Τριετῆ δὲ χρόνον τούτοις ἀμφοτέροις περικαθήμενος, κατὰ μέρος ἐχειροῦτο τὰς πόλεις τῶν Ἀσσυρίων ὁ βασιλεὺς, ὡς θαυμᾶσαι τοὺς Αἰγυ‐
55πτίους, εἰ καὶ τοὺς Αἰθίοπας ἐδυνήθη χειρώσασθαι. Οὕτως ἀγαθὸν ἐλπίζειν ἐπὶ Κύριον μᾶλλον, ἢ πεποι‐
θέναι ἐπ’ ἄνθρωπον. Καὶ ἐπικατάρατος μὲν ὃς2157

2160

τὴν ἐλπίδα ἔχει ἐπ’ ἄνθρωπον, εὐλογημένος δὲ ὃς πέποιθεν ἐπὶ Κυρίῳ. Καὶ ἔσται Κύριος ἐλπὶς αὐτοῦ. Νῆσον δὲ τὴν Αἴγυπτον εἴρηκεν, ἣν δὴ περισφίγγει πανταχόθεν ὁ Νεῖλος.
7tΚΕΦΑΛ. ΚΑʹ.
8tΤΟ ΡΗΜΑ ΤΗΣ ΕΡΗΜΟΥ.
9α—ιʹ. Ὡς καταιγὶς δι’ ἐρήμου διέλθοι, ἐξ ἐρήμου
10ἐρχομένη ἐκ γῆς, φοβερὸν τὸ ὅραμα καὶ σκληρὸν ἀνηγγέλη μοι. Ὁ ἀθετῶν ἀθετεῖ. Ὁ ἀνομῶν ἀνο‐ μεῖ. Ἐπ’ ἐμοὶ οἱ Ἐλαμῖται, καὶ οἱ πρέσβεις τῶν Περ‐ σῶν ἐπ’ ἐμὲ ἔρχονται. κ.τ.λ. Περὶ Βαβυλῶνος μὲν τὰ προκείμενα, ὡς δηλοῖ τό·
15Πέπτωκε Βαβυλών. Καὶ τό· Ἐπ’ ἐμοὶ οἱ Ἐλαμῖται καὶ πρέσβεις τῶν Περσῶν. Ἢ κατὰ Σύμμαχον, Ἀνάστηθι Ἐλάμ. Πολιορκεῖτε Μῆδοι. Καὶ οἱ λοιποὶ δὲ, καὶ τὸ Ἑβ‐ ραϊκὸν, Μῆδοι, φασὶν, οἳ καὶ καθεῖλον τὴν Βαβυλωνίων ἀρχήν. Πρὸς οὓς ἔλεγεν ἄνω· «Ἰδοὺ ἐπεγερῶ ὑμῖν
20τοὺς Μήδους.» Περὶ ὧν καὶ Ἱερεμίας φησίν· «Ἤγει‐ ρε Κύριος τὸ πνεῦμα βασιλέως Μήδων, ὅτι εἰς Βα‐ βυλῶνα ἡ ὀργὴ αὐτοῦ.» Καὶ πάλιν· «Δότε [εἰς] τὴν Βα‐ βυλῶνα βελοστάσεις.» Ῥηθείη δὲ καὶ κατ’ αὐτοὺς Ἑβδομήκοντα, ὅτι Πέρσαι τοὺς Μήδους οὐκ εἰς μακρὰν
25διαδεξάμενοι καθεῖλον τῆς Βαβυλῶνος τὰ λείψανα. Πρὸς δὲ τὴν ὅρασιν Αἰγύπτου τι ταῦτα συντείνει καίτοι τῆς Βαβυλῶνος ἰδίας τυχούσης ὁράσεως κατὰ μέν τινας, ἵνα πείσῃ τοὺς Ἰουδαίους μὴ θαῤῥεῖν ἐπὶ τοῖς Βαβυλωνίοις, ὡς καὶ αὐτοῖς ἁλωσομένοις. Φησὶ
30γάρ τις προφήτης· «Αἴγυπτον ἐπεκαλεῖτο, καὶ εἰς Ἀσσυρίους ἐπορεύθησαν.» Ἢ παρακαλῶν αὐτοὺς, ἐφ’ οἷς εἷλον τὴν πόλιν καὶ τὸν ναὸν οἱ Ἀσσύριοι. Κατὰ δὲ τοὺς ἀκριβεστέρους, περὶ τῆς ὑπ’ Ἀσσυρίων ἁλώσεως Αἰγύπτου, καὶ τῶν Αἰθιόπων εἰπὼν, ἀναγ‐
35καίως διδάσκει καὶ οἷα τοῖς ἑλοῦσι συμβήσεται. Θεὸς γὰρ κρίσει δικαίᾳ τοὺς μὲν Αἰγυπτίους Ἀσσυ‐ ρίοις, τούτους δὲ Μήδοις, κἀκείνους Πέρσαις, καὶ τούτους ἑτέροις εἰς καθαίρεσιν τῆς μεγαλαυχίας παρ‐ έδωκεν. Ἔρημον δὲ Βαβυλῶνα καλεῖ, τὴν μέλλου‐
40σαν ταύτης ἐρημίαν δηλῶν. Τὸ δὲ Ἑβραϊκὸν καὶ οἱ λοιποὶ τὸ, θαλάσσης προσέθηκαν, ὡς τῆς πόλεως πάλαι κυμαινούσης τοῖς πλήθεσιν. Περὶ ἧς Ἱερεμίας ὡς ἐκ προσώπου λέγει Θεοῦ. «Καὶ ἐρημώσω τὴν θά‐ λασσαν αὐτῆς.» Ἑξῆς δὲ πάλιν ὁ αὐτὸς τὸ πλῆθος
45τῶν ἐπελθόντων αὐτῇ Μήδων παρίστησι λέγων· «Ἀν‐ έβη ἐπὶ Βαβυλῶνα ἡ θάλασσα.» Πρὸ δὲ τούτων ἔφη περὶ αὐτῆς. «Ἀνεβίβασα ἐπ’ αὐτὴν ὡς ἀκρίδων πλῆθος.» Τὰ δὲ τῆς ῥήσεως τῆς παρούσης διαφόροις προσώποις διῄρηται· καὶ τὴν ἀρχὴν οἱ μὲν ἀπὸ προσώπου Βα‐

2160

(50)

βυλῶνός φασιν, ὡς ἀκουσάσης τὰ μέλλοντα δυσχερῆ, καὶ Εἴθε παρέλθοι, λεγούσης, ὡς πνεῦμα δι’ ἐρήμου χωροῦν. Ὧν γὰρ ἡ ἀκοὴ φοβεῖ, τίς ἡ πεῖρα γενήσεται; μὴ οὖν γένοιτο τὴν φήμην εἰς ἔργον ἐλθεῖν. Κατὰ δέ τινας, ὁ προφήτης, ἀναγγελθέντων αὐτῷ παρὰ
55Θεοῦ τῶν συμβησομένων αὐτῇ περὶ Μήδων, φησὶν ὡς2159

2161

οὕτω διελεύσονται τὴν ἔρημον καθιππεύοντες, ὡσα‐ νεὶ καὶ ἀνέμων καταιγὶς δι’ ἐρήμου διέλθοι, τὴν κό‐ νιν ἐξανιστᾶσα καὶ συγχέουσά πως τὸ πᾶν.
9Ἀνηγγέλη δέ μοι, διατοῦτό φησιν, ἐπείπερ ὁμοῦ
10τῇ θέᾳ καὶ τῶν πραγμάτων τὴν ἔκβασιν ἐδιδάσκετο. Εἶτά φησιν· Ὁ ἀθετῶν ἀθετεῖ. Ἀνεπίπληκτον γὰρ τῶν ἐπιόντων τὸ θράσος μηδὲν μήτε μέτρου μήτε φειδοῦς λογιζόμενον. Ἔλεγεν δὲ καὶ ἐν τῇ κατὰ Βα‐ βυλῶνος ὁράσει· Ἰδοὺ ἐγὼ ἐπάγω ὑμῖν τοὺς Μήδους,
15οἳ οὐ λογίζονται ἀργύριον, οὐδὲ χρυσίου χρείαν ἔχου‐ σι. Τοξεύματα νεανίσκων συντρίψουσιν. Τῆς τούτων οὖν καταιγίδος ἐπ’ ἐμὲ χωρούσης, τί πράξω, φησὶν, ἡ Βαβυλὼν, ἀλλ’ ἢ στενάξω μόνον ἐμαυτὴν πα‐ ραμυθουμένη, ἡ πρὶν ὑπερήφανος, καὶ τοῖς ἄλλοις
20ἐπάγουσα στεναγμούς; γὰρ ὀσφύς μου, φησὶν, ὑπὸ τῆς ἀγγελίας ἐκλέλυται γυναικὸς τικτούσης δίκην, ἡ πρότερον ἐσφιγμένη τε καὶ νεανική. Τινὲς δὲ ὡς ἀπὸ προσώπου τοῦ βασιλέως Ἀσσυρίων εἰρῆσθαί φα‐ σιν, Ἅπτου. Ὁ ἀθετῶν ἀθετεῖ. Εἴτε δὲ οὗτος, εἴτε
25Βαβυλὼν, Ἠδίκησα τὸ μὴ βλέπειν, φησὶν, ἐν ἐξομο‐ λογήσεως τρόπῳ. Οὐκ ἠνειχόμην γὰρ παραινέσεως σπουδὴν ποιουμένη μηδὲν βλέπειν ὀρθὸν ἤγουν ποι‐ ούμενος. Νυνὶ γυναικοπρεπὲς ἀφίησι δάκρυον, ἤγουν· Δυσήκοος γέγονα, οὐκ ἀξιώσας βλέπειν τίς ὁ φύσει
30Θεός. Ἤκουσα γὰρ τὴν Ἰουδαίων λατρείαν ἐπιστρα‐ τεύσας αὐτοῖς τήν τε πόλιν πορθήσας καὶ τὸν ναόν. Ἀλλὰ καὶ Ἰωνᾶς ἡμῖν ἦλθε κηρύττων μετάνοιαν, καὶ μετανοήσας πάλιν ἠδίκησα.
36 Πρὸς τὸ χρήσιμον δὲ τῶν ἀκουόντων φίλον ἐστὶ προσωποποιεῖν τῇ Γραφῇ. Ἐφ’ οἷς φησιν· Ἑτοιμά‐ σατε τράπεζαν. Τοῦτό φησιν ὁ προφήτης σαφῆ τῆς ἐπ’ αὐτοῖς ὀργῆς τὴν αἰτίαν ποιῶν, τοῦ Βαλτάσαρ
40τὸ δεῖπνον τὸ παρὰ Δανιὴλ αἰνιττόμενος, ὅτε τοῖς σκεύεσιν ἐμπαροινήσας τοῖς ἱεροῖς, καὶ μὴ γνοὺς ὅτι Θεοῦ δυνάμει τὴν Ἰουδαίαν κεχείρωται, ἀνα‐ θεὶς δὲ τὴν αἰτίαν τοῖς ἑαυτοῦ Θεοῖς, τὴν γραφὴν εἶδεν ἐν τῷ τοίχῳ σημαίνουσαν αὐτῷ τὴν τῆς βασι‐
45λείας καθαίρεσιν. Ἐν ἤθει τοίνυν αὐτοῖς τρυφᾷν ὁ προφήτης παρακελεύεται· καὶ τί τὸ μετὰ τοῦτο; πό‐ λεμοι τὴν πανήγυριν διαδέξονται, ὡς μικροῦ δεῖν ἐξ αὐτοῦ δραμεῖν τοῦ ποτοῦ πρὸς ὅπλα. Τινὲς δὲ τὸ, ἑτοιμάσατε τράπεζαν, τὸ προφητικὸν πνεῦμα λέγειν

2161

(50)

φασὶ πρὸς τοὺς μέλλοντας ἑλεῖν Βαβυλῶνα, Ἐλαμίτας, καὶ Μήδους, καὶ τοὺς πρέσβεις Περσῶν, διεγεῖρον αὐτοὺς πρὸς τὸν πόλεμον καὶ τὴν ἐπ’ ἀδείας ὡς ἐπὶ νίκῃ μελλούσῃ τρυφήν. Ὁ δὲ τὸ πνεῦμα προφήτης ἔχων· Ταῦτα λέγω, φησὶν, Ἐπειδήπερ οὕτως εἶπε Κύ‐
55ριος πρός με· Βαδίσας στῆσον σεαυτῷ σκοπόν· καὶ ὃ ἐὰν ἴδῃ ἀπαγγειλάτω, ὁ σκοπὸς δηλονότι. Καὶ
εἶδεν ἀναβάτας ἱππεῖς δύο. Ὁ δὲ Σύμμαχος ἅρμα2161

2164

ζεῦγος ἵππων. Καὶ πάλιν ὁρᾷ δύο, τὸν μὲν ὄνῳ τὸν δὲ καμήλῳ ὀχούμενον. Ἐδήλουν δὲ οἱ μὲν ὄντες ἐφ’ ἵππων τὴν τῶν πολεμίων παράταξιν. Οἱ δὲ τὴν ἐπὶ τῶν νωτοφόρων πρὸς τὴν χρείαν παραγωγὴν καὶ
5λαφύρων μέλλουσαν ἀποκομιδήν. Καὶ ἀλλαχοῦ γάρ φησιν· «Ἔφερον ἐπ’ ὄνων καὶ καμήλων τὸν πλοῦ‐ τον αὐτῶν.» Τοῦ σκοποῦ ταῦτα τεθεαμένου, Κύριος τῷ προφήτῃ φησίν· Ἀκρόασαι ἀκρόα‐ σιν πολλὴν, καὶ κάλεσον Οὐρίαν εἰς τὴν σκο‐
10πιάν. Τὸ δὲ Οὐρίαν Ἀκύλας ἐξέδωκε λέοντα. Ὁ δὲ Σύμμαχος λέαιναν. Ὁ δὲ Θεοδοτίων Ἀριήλ. Οὕτω γὰρ ἔχει καὶ τὸ Ἑβραϊκόν. Ἀλλ’ οὐκ Οὐρίαν, ὡς μὴ δύνασθαι τὸν εἰρημένον πρόσθεν ἱερέα σημαί‐ νεσθαι. Ἀκρόασαι τοίνυν ἀκρόασιν, ἔφη, πολλὴν,
15καὶ κάλει τὸν Ἀριὴλ, ὡς ἂν καὶ τοῦτον ὁ σκοπὸς ἅμα σοὶ θεωρήσειεν. Ὡς σὺν αὐτῷ γὰρ ἱστάμενος ὁ προφήτης φησίν· Ἔστην διὰ παντὸς ἡμέρας κα‐ ραδοκῶν τὴν μέλλουσαν ὄψιν τοῦ λέοντος. Ἡμέ‐ ραν δὲ διατελέσας καὶ νύκτα, φησίν· Ἰδοὺ αὐτὸς ἔρ‐
20χεται ἀναβάτης ξυνωρίδος. Ἦν δὲ οὗτος ἢ τιμωρός τις ἄγγελος ἐπάγων Βαβυλῶνι τὴν τῆς ἁλώσεως δί‐ κην, ὁ Ἀριὴλ ἴσως ὀνομαζόμενος· ἢ αὐτὸς ἐκεῖνος, Ὁ ὡς λέων ὠρυόμενος καὶ ζητῶν τίνα καταπίῃ. Νοήσας δὲ ὡς τιμωρητικός ἐστιν ἄγγελος βοᾷ· Πέ‐
25πτωκε, πέπτωκε Βαβυλών. Ὁ μὲν οὗν πρῶτος σκοπὸς ὑποδεέστερος ὢν τοῦ προφήτου τὸ πλῆθος ἑώρα τῶν ἐπιέναι τῇ Βαβυλῶνι μελλόντων· ὁ δὲ δεύτερος αὐτὸς ὢν ὁ προφήτης, τὴν ἀγγελικήν τε καὶ ἀποῤῥητοτέραν ὄψιν ὁρᾷ. Τήν τε
30Βαβυλῶνος πτῶσιν, καὶ τῶν εἰδώλων αὐτῆς, ἅπερ ἀκρόασιν πολλὴν ἐκάλει τὸ πνεῦμα. Τινὲς δὲ τὸ, Βαδίσας σεαυτῷ στῆσον σκοπὸν, οὕτω φασίν· τὸ δεῖν συνάξαι πρὸς τὴν θεωρίαν τὸν νοῦν, καὶ ἐν τῇ τούτου γενέσθαι περιωπῇ. Τοῦτο γὰρ ἔθος προ‐
35φήταις πρὸς τὴν τῶν δεικνυμένων ἀντίληψιν. Τοιγα‐ ροῦν τις τούτων φησίν· «Ἐπὶ τῆς φυλακῆς μου στή‐ σομαι καὶ ἐπιβήσομαι ἐπὶ πέτραν καὶ ἀποσκοπεύσω τοῦ ἰδεῖν τί λαλήσει ἐν ἐμοὶ, καὶ τί ἀποκριθῶ ἐπὶ τὸν ἔλεγχόν μου.» Ἀκρόασιν δέ φασι πολλὴν, διὰ
40τὰ παράδοξα τῶν ἐσομένων Βαβυλῶνι συμφορῶν διηγήματα· παντελῶς γὰρ γέγονεν ἔρημος, ὡς μηδὲ τοὺς ἐν σπηλαίοις κρυφθέντας τὸν Κύρον λαθεῖν, πρὸς ὃν ἔφη Θεός· ὅτι «Δώσω σοι θησαυροὺς σκοτει‐ νοὺς, ἀποκρύφους, ἀοράτους ἀνοίξω σοι.» Διὸ πρὸς
45Βαβυλῶνά φησιν Ἱερουσαλήμ· «Μὴ ἐπίχαιρέ μοι, ἡ ἐχθρά μου.» Μετ’ ὀλίγα τε λέγει περὶ αὐτῆς, ὅτι «Ἔσται εἰς καταπάτημα ὡς πηλὸς ἐν ταῖς ὁδοῖς,» καὶ τὰ ἑξῆς. Τὸν δὲ Οὐρίαν, φασὶ, τὸν ἱερέα παραλα‐ βεῖν κελεύεται μάρτυρα, ὡς ἂν εἰωθότες ἀπειθεῖν

2164

(50)

Ἰουδαῖοι προφήταις τῷ παρ’ αὐτοῖς τιμιωτάτῳ πει‐ σθήσονται [κοιν]ωνῷ γεγονότι τῆς θέας. Τὸ δὲ, αὐ‐ τὸς ἔρχεται, ὁ Πέρσης, φασὶ, καὶ Ἐλαμίτης, ἢ ὁ τούτων Κύρος ἡγούμενος· ἀπὸ Θεοῦ τε εἰρῆσθαι τὸ, πέπτωκε Βαβυλών. Καταλελειμμένους δὲ λέγει
55τοὺς μὴ μετὰ τῶν ἄλλων αἰχμαλώτους ἀπαχθέντας,
οἳ καὶ τὴν χώραν, καὶ τὴν πόλιν, καὶ τὸν ναὸν, τούς2163

2165

τε πεσόντας, καὶ ληφθέντας ὠδύροντο. Τούτοις οὖν παραμυθίαν, τὴν τῶν αὐτοὺς πεπορθηκότων ἀπήγ‐ γειλε συμφοράν. Τινὲς δὲ καταλελειμμένους τοὺς μὴ συμπλανηθέντας τῇ τῶν ἄλλων ἀσεβείᾳ φησὶν,
5οἳ βραχεῖς τινες ὄντες, τοὺς πλανηθέντας ὠδύροντο. Οἷς δὴ καί φησιν ἀναγγεῖλαι τὰ προλαβόντα τὸν Κύριον, ὡσεὶ ἔλεγεν· Ὑμῖν γὰρ ἐξέφηνεν ὡς δι’ ἑρ‐ μηνέως ἐμοῦ. Τοῦτο τῆς περὶ Αἴγυπτον προφητείας τὸ τέλος.
14tΤΟ ΟΡΑΜΑ ΤΗΣ ΙΔΟΥΜΑΙΑΣ.
15 ια—ιζʹ. Πρὸς ἐμὲ κάλει παρὰ τοῦ Σηείρ· Φυλάσ‐ σετε ἐπάλξεις. Φυλάσσω τὸ πρωῒ, καὶ τὴν νύκτα. Ἐὰν ζητῇς ζήτει, καὶ παρ’ ἐμοὶ οἴκει. Ἐν τῷ δρυμῷ ἑσπέρας κοιμηθήσῃ. Ἐν τῇ ὁδῷ Δαιδὰν, συνάντησιν διψῶντι ὕδωρ φέρετε, κ.τ.λ.
20 Καὶ οὗτοι τοῖς ἐξ Ἰσραὴλ ἦσαν πολέμιοι, καὶ συνεχῶς αὐτοῖς ἐπετίθεντο· καὶ μάρτυς Δαβὶδ λέ‐ γων· «Κατὰ σοῦ διαθήκην διέθεντο τὰ σκηνώματα τῶν Ἰδουμαίων, καὶ οἱ Ἰσραηλῖται, Μωὰβ, καὶ Ἀγαρηνοί, Γεβὰλ καὶ Ἀμμὼν, καὶ Ἀμαλήκ.»
25Προὔταξε γὰρ τῶν ἄλλων τοὺς Ἰδουμαίους. Ἔθνος δὲ τοῦτο μέγιστον ἀμφὶ τὴν Πέτραν τῆς Ἀραβίας, ἐκ τοῦ Ἡσαῦ καταγόμενον, ὃς Ἐδὼμ ἐκλήθη, ὅσ‐ τις ἑρμηνεύεται γήϊνος. Τοιοῦτος γὰρ ὁ βίος αὐτῷ. Καὶ ἀντὶ βρώσεως μιᾶς, ἀπέδοτο τὰ πρωτοτόκια τῷ
30Ἰακὼβ ἀδελφῷ ὄντι, ὃς καὶ Ἰσραὴλ ὠνομάζετο. Ἐξ οὗ τὸ τῶν Ἰουδαίων κατήγετο γένος. Ἀδελφῶν γὰρ παῖδες Ἰουδαῖοι ἐξ Ἐδὼμ οὕτω λεγόμενοι. Καὶ ὅμως οὐδὲ ψιλὴν πάροδον ἐξ Αἰγύπτου παρέσχον Ἰσραὴλ εἰς γῆν τῆς ἐπαγγελίας ἰόντι. Καὶ μετὰ ταῦτα πικρῶς
35οὔτω διέκειντο πρὸς αὐτοὺς, ὡς ὁ προφήτης ὁ λέγων δηλοῖ· «Ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Ἰδουμαίας, καὶ ἐπὶ ταῖς τέτταρσιν οὐκ ἀποστραφήσομαι αὐτοὺς, ἕνε‐ κεν τοῦ διῶξαι αὐτοὺς ἐν ῥομφαίᾳ τὸν ἀδελφὸν αὐ‐ τοῦ, καὶ ἐλυμήνατο πατέρα ἐπὶ γῆς,» κατὰ δὲ
40Σύμμαχον σπλάγχνα ἴδια· ἐξ ἀδελφῶν γὰρ, ὡς εἴ‐ ρηται, γνησίων ἐγένοντο. Ἔοικε δὲ τοῖς ἑαυτοῦ γνω‐ ρίμοις ὁ Θεὸς προσφωνεῖν λέγων· Πρὸς ἐμὲ κάλει παρὰ τοῦ Σηείρ· ἢ κατὰ τοὺς λοιποὺς, τοὺς φεύ‐ γοντας παρὰ τοῦ Σηείρ. Ὅπερ ἦν ὅρος ἐν Ἀραβίᾳ,
45τοῦ Ἡσαῦ πόλις τε λαμπρὰ, καθ’ ἣν αὐτοῦ συνίστατο τὰ βασίλεια. Οὕτω δὲ τὸ ὄρος λεγόμενον εἰσέτι τοῖς ἐπιχωρίοις γνωρίζεται. Τοῖς οὖν ἀγωνιῶσι τὸν ἀπὸ τῶν Ἰδουμαίων φόβον, πρὸς ἐμὲ λέγει, Σπεύδοντες ἥκετε, καὶ παρ’ ἐμοὶ γενόμενοι, τὰς ἑαυτῶν ἐπάλ‐

2165

(50)

ξεις φυλάσσετε, κἀμὲ φύλακα νυκτὸς ἔχοντες καὶ ἡμέρας. Ζητείτω τοίνυν παρ’ ἐμοῦ τὴν βοήθειαν ὁ ταύτης ἐπιδεής. Οἰκείωτε παρ’ ἐμοὶ πᾶς ὁ τῆς ἑαυτοῦ σωτηρίας πεφροντικώς. Ἐπαγγέλλεται γὰρ αὐτοῖς τὴν ἑαυτοῦ βοήθειαν, εἴπερ ἕλοιντο παραμέ‐
55νειν αὐτῷ. Τὰ δὲ ἑξῆς ὁ προφήτης ἑτέρας ὑποθέσεως2165

2168

ἐπιλαβόμενος λέγει ληφθεὶς ὑπὸ τοῦ ἁγίου Πνεύμα‐ τος· Διὸ καὶ λῆμμα τὸν λόγον καλεῖ, οὐ περὶ τῶν Ἰδουμαίων λέγοντα μόνον, ἀλλὰ καὶ περὶ πάντων τῶν τὴν Ἀραβίαν οἰκούντων, καὶ πολεμούντων
5Ἰσραήλ. Οὓς βούλεται παυσαμένους τοῦ θράσους ἐπιγνῶναι μᾶλλον τὰς ἑαυτῶν συμφοράς. Τῶν γὰρ πολεμίων ἐπιόντων αὐτοῖς ἀποτελεῖσθαι μὲν τοὺς πλείους, ὀλίγοις δὲ οὖσι τοῖς φεύγουσι φόβῳ τε λελυμένοις καὶ κόπῳ, προαπαντᾶν τοὺς ἀπὸ Θε‐
10μὰν φιλανθρώπως ἐπιδιδόντας τροφὴν ἀποθανεῖν κινδυνεύουσιν, ἔνθαπερ τύχοιεν φεύγοντες ἐν ἐρη‐ μίαις τε καὶ δρυμοῖς καταλαβούσης ἑσπέρας. Τὸν δὲ χρόνον τῆς ἀπωλείας προστίθησι, μετ’ ἐνιαυτὸν εἰπὼν ἀκριβῶς ἀριθμούμενον ὡς ἐπιμισθω‐
15τοῦ καραδοκοῦντος ἐλευθερωθῆναι μισθώσεως, καὶ καθ’ ἡμέραν, ὡς εἰπεῖν, ἀριθμοῦντος τὸν χρόνον. Πό‐ λις δὲ τῆς Ἀραβίας Κηδὰρ, ἣν μετὰ τῶν ἄλλων ἀπο‐ λεῖσθαί φησιν, ὡς ὀλίγους ἐκ πάντων σωθήσεσθαι· εὕροις δ’ ἂν καὶ παρ’ Ἰεζεκιὴλ ἰδιάζουσαν προφη‐
20τείαν περὶ Κηδὰρ καὶ Ἰδουμαίας καὶ ὄρους Σηείρ. Ὁ δὲ Ἱερεμίας καὶ σοφίαν οὖσάν τινα παρὰ τοῖς Ἰδουμαίοις παρίστησιν λέγων· «Οὐκ ἔστιν ἔτι σοφία ἐν Θεμάν. Ἀπώλετο ἡ βουλὴ ἐκ συνετῶν. ᾬχετο ἡ σοφία αὐτῶν.» Τὸ δὲ τέλος αὐτοῖς οἷον ἔσται, παρ‐
25ίστησι· «Δέδωκά σε ἐν τοῖς ἔθνεσιν εὐκαταφρόνη‐ τον.» Καὶ πάλιν· «Ἔσται ἡ Ἰδουμαία εἰς ἄβατον,» καὶ τὰ ἐπὶ τούτοις. Τινὲς δὲ λέγουσιν, ὡς πρὸς τῇ πάλαι καθ’ Ἱερουσαλὴμ ὠμότητι, ἔτι καὶ τάδε προσ‐ έθηκαν. Ἁλούσης γὰρ Ἱερουσαλὴμ, καὶ πάσης τῆς
30Ἰουδαίας ὑπ’ Ἀσσυρίων, καὶ τῶν μὲν ἀνῃρημένων, τῶν δὲ ἀνδραποδιζομένων, οἱ μόλις σωθέντες, ὡς εἰς ὅμορον τὴν Ἰδουμαίαν καὶ συγγενῶν οὖσαν κατέφευ‐ γον. Οἱ δὲ πρὸς τῷ μὴ σώζειν, χείρους ἐπ’ αὐτοῖς τῶν πολεμίων ἐγένοντο. Δῆλα δὲ ταῦτα πεποίηκεν
35Ἀβδιοῦ λέγων· «Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολῶ σοφοὺς ἐκ τῆς Ἰδουμαίας.» Καὶ μεθ’ ἕτερα δεινὰ τὴν αἰ‐ τίαν προσέθηκε λέγων· «Διὰ τὴν σφαγὴν καὶ τὴν ἀσέβειαν τὴν εἰς τὸν ἀδελφόν σου Ἰακώβ.» Καὶ μετ’ ὀλίγα· «Καὶ ἀλλότριοι εἰσῆλθον εἰς πύλας αὐτοῦ.
40Καὶ ἐπὶ Ἱερουσαλὴμ ἔβαλον κλήρους. Καὶ σὺ ἦς ὡς εἷς ἐξ αὐτῶν.» Οἱ τοίνυν Ἀσσύριοι τὴν Ἰουδαίαν φασὶν, ἑλόντες πρός τε τὰ οἴκοι χωροῦντες, ὁδοῦ πάρεργον ἐποιοῦντο τῆς Ἰδουμαίας τὴν δῄωσιν, καὶ πάντας αὐτοὺς ἐχειρώσαντο. Πρὸς οὓς Ἰδουμαίους
45φησὶν Ἀβδίας· «Ὃν τρόπον ἐποίησας, οὕτως ἔσται σοι· τὸ ἀνταπόδομά σου ἀνταποδοθήσεται εἰς κεφαλήν σου.» Διὸ νῦν, φησὶ τῷ προφήτῃ Θεός· Πρός με κά‐ λει Σηεὶρ, ὡς μελλόντων ὅσον οὔπω τραπήσεσθαι πρὸς φυγήν. Τοῦτ’ ἔστιν, Ἡκέτωσαν καὶ αὐτοὶ φεύ‐

2168

(50)

γοντες εἰς τὴν Ἰουδαίαν, ἵν’ ὡς ἐπετώθαζον ἡττη‐ μένοις, καὶ αὐτοὶ γελασθήσονται τῶν Ἀσσυρίων ἥττους γενόμενοι. Πρὸς οὓς ἐν ἤθει τινί φησιν ὀνει‐ δίζων, ὡς Ἀνόνητα μοχθεῖτε περὶ τὰ τείχη, διαφυγεῖν τοὺς ἐπιόντας ἐλπίζοντες, καὶ μὴ τὴν θείαν συμμα‐
55χίαν αἰτούμενοι. Οἳ δὴ καί φασι· Φυλάσσω τὸ πρωῒ2167

2169

καὶ τὴν νύκτα. Ἀλλ’, «Ἐὰν μὴ Κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων.» Ἐὰν οὖν βούλει, φησὶν, ἐπικουρίαν ζητεῖν, ζήτει ταύτην παρ’ ἐμοῦ τοῦ διασώζειν ἰσχύοντος. Καὶ οἴκει παρ’ ἐμοί. Τοῦτ’
5ἔστιν, Ἐμὸς ἔσο, καὶ φρόνει τἀμὰ τῶν εἰδώλων ἀφέμενος, κατὰ τό· «Ὁ ἐμὲ ἀγαπῶν, ἐμοὶ ἀκολου‐ θείτω.» Καὶ, «Ὅπου εἰμὶ ἐγὼ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται.» Ἐπιόντων δέ σοι τῶν πολεμίων ἔξω πόλεων ἔσο καὶ οἴκων, ὁμοῦ τε τοῖς ἀγρίοις συναυλί‐
10ζου θηρίοις. Ἀποτίσεις γὰρ τὴν ἴσην ποινήν. Προ‐ τείνει τε αὐτοῖς ἅπερ ἔδει ποιεῖν τοῖς φυγοῦσιν ἐξ Ἰσραήλ. Ἐχρῆν γὰρ, φησὶν, ὑμᾶς ὦ ἐκ Θεμὰν ἐν τῇ ὁδῷ Δαιδὰν προαπαντῆσαι, τοῖς φεύγουσιν τὰ πρὸς τὴν χρείαν προτείνοντας· ὃ μὴ ποιήσαντες πείσεσθε
15μετ’ ἐνιαυτὸν τὰ δεινότατα. Θεοῦ γὰρ εἰπόντος, ἔσται πάντως τὰ προλεγόμενα. Ὁμοίως δὲ νοήσεις, καὶ διωγμῶν ἐπικειμένων Ἑλληνικῶν, τοὺς ἐκ τῶν αἱ‐ ρέσεων τοῖς ὀρθὰ φρονοῦσι συνεπιτίθεσθαι δοκοῦντας εἶναι Χριστιανοὺς, οὓς οὐκ εἰς μακρὰν ἡ θεία δίκη
20μετέρχεται.
24tΚΕΦΑΛ. ΚΒʹ.
25tΤΟ ΟΡΑΜΑ ΤΗΣ ΦΑΡΑΓΓΟΣ ΣΙΩΝ.
26 α—ιδʹ. Τί ἐγένετό σοι, ὅτι νῦν ἀνέβητε πάντες εἰς δώματα μάταια; Ἐνεπλήσθη ἡ πόλις βοώντων. Οἱ τραυματίαι σου, οὐ τραυματίαι ἐν μαχαίραις. Οὐδὲ οἱ νεκροί σου, νεκροὶ πολέμου, κ.τ.λ.
30 Εἰδωλολατροῦντες ἴσως ἐν τῷ δοκεῖν ἑαυτοῖς ἐπιγραφόμενοι τὸν Θεὸν ἀνάλωτοι διαμένειν ἐνόμιζον. Διόπερ φησὶ περὶ τῆς Ἱερουσαλὴμ διὰ φωνῆς Ἱερε‐ μίου πρὸς αὐτούς· «Καὶ μὴ λέγετε ὅτι ναὸς Κυρίου ἐστὶν, ὅτι ἐὰν μὴ διορθοῦντες διορθώσητε τὰς ὁδοὺς
35ὑμῶν, καὶ τὰ ἐπιτηδεύματα ὑμῶν, καὶ δώσω τὸν οἶκον τοῦτον ὥσπερ Σηλώμ.» Περὶ δὲ τούτων καὶ διὰ Μιχαίου φησίν· «Οἱ ἡγούμενοι αὐτῆς μετὰ δώ‐ ρων ἔκρινον. Καὶ οἱ ἱερεῖς αὐτῆς μετὰ μισθοῦ ἀπ‐ εκρίνοντο. Καὶ οἱ προφῆται αὐτῆς μετὰ ἀργυρίου
40ἐμαντεύοντο, καὶ ἐπὶ τὸν Κύριον ἐπανεπαύοντο λέ‐ γοντες· Οὐχὶ Κύριος ἐν ἡμῖν ἐστιν; Οὐ μὴ ἐπέλθῃ ἐφ’ ἡμᾶς κακά·» καὶ τὰ μετὰ ταῦτα. Διὸ καὶ νῦν εἰδωλολατροῦσι προλέγει Θεὸς αὐτοῖς τὴν μέλλουσαν ἅλωσιν ὑπὸ τῶν Ἀσσυρίων Ἰεχονίου βασιλεύοντος.
45Ἧς, ὡς εἰπεῖν, ὁρωμένης, δέον ἐκ μετανοίας ἐπιστρέ‐ φειν ἐπὶ Θεὸν, ποιεῖν τε πάντα ὅσα Μιχαίας ἐπέταξε λέγων· «Ἁγιάσατε νηστείαν, κηρύξατε θεραπείαν,» καὶ τὰ ἐπὶ τούτοις. Ταῦτα μὲν οὐκ ἐποίουν, ἀπὸ δὲ τῶν δογμάτων περισκοποῦντες, τοὺς πολεμίους ὠδύροντο,

2169

(50)

ὅπερ ὑπῆρχεν ἀνόνητον. Προετεθνήκεσαν δὲ καὶ πρὸ μάχης φόβῳ, κατὰ τὸ εἰκὸς, καὶ λιμῷ, καὶ τῇ τῶν ὑδάτων ἐνδείᾳ. Εἰκότως ἄρα φησὶν ὁ Δαβίδ· «Κύριε, ὁ Θεὸς τῶν δυνάμεων, μακάριος ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ σέ.» Φάραγγα δὲ Σιὼν ὀνομάζει τὴν Ἱερουσα‐
55λὴμ, ὡς ὑποκειμένην ταῖς ὑπωρείαις Σιών. Ταύτης2169

2172

δὲ τοὺς ἄρχοντας πεφευγέναι φησιν· ἐπιόντων γὰρ ἤδη τῶν πολεμίων πᾶσαν βοήθειαν ἀπογνόντες ἀνθρωπίνην, ἀπέδρασαν οἱ πρῶτοι τῆς πόλεως, ὡς δὴ νηὸς βαπτιζομένης ἀποπηδήσαντες. Τοὺς δὲ ἁλόν‐
5τας δεδέσθαι φησί· Τὸν γὰρ Σεδεκίαν ἄμα τοῖς παι‐ σὶ συλλαβόντες οἱ Βαβυλώνιοι, τοὺς μὲν ἀπέσφαξαν, τὸν δὲ τῶν ὀμμάτων ἐκκόψαντες ἀπεκόμισαν τῇ δυ‐ νάμει πάλαι θαῤῥήσαντα, καὶ μηδαμῶς εἰπεῖν ἀνα‐ σχόμενον, «Οὐκ ἐπὶ τῷ τόξῳ μου ἐλπιῶ, καὶ ἡ ῥομ‐
10φαία μου οὐ σώσει με·» ἵνα καὶ λέξειεν· «Ἔσωσας γὰρ ἡμᾶς ἐκ τῶν θλιβόντων ἡμᾶς, καὶ τοὺς μισοῦν‐ τας ἡμᾶς κατῄσχυνας.
15 Δι’ ἄπερ ἀπαράκλητον ἔχειν πένθος ὁ προφήτης φησὶ τὸ γένος ὀλοφυρόμενος. Τὴν γὰρ χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει; Ἐὰν γὰρ κλείσῃ κατὰ ἀνθρώπου τίς ἀνοίξει; Εἶτά φησι· Πλανῶνται ἀνὰ τὰ ὄρη, ἢ φεύγοντες, ὡς ἐλέγομεν, ἢ ἐν ὑψηλοῖς τοὺς
20ψευδωνύμους θεοὺς ἱκετεύοντες· ὅπερ ἦν ἔθος αὐτοῖς παρὰ δένδρα μεγάλα ποιεῖν. Ἐπεὶ γὰρ ἔφη τὴν ἀπώλειαν παρὰ Κυρίου Σαβαὼθ ἐπιφέρεσθαι, καὶ τὴν αἰτίαν εἰκότως ἐπήνεγκεν, ὡς ἂν εἰκῆ Θεὸς μὴ τιμωρεῖσθαι νομίζοιτο. Διό φησιν Ἱερεμίας· «Εἶδες
25ἃ ἐποίησέν μοι ἡ κατοικία τοῦ Ἰσραήλ; Ἐπορεύθη ἐπὶ πᾶν ὄρος ὑψηλὸν, καὶ ἐπὶ πάντα βουνὸν ὑψηλὸν, καὶ ἐπὶ παντὸς ξύλου ἀλσώδους, καὶ ἐπόρνευσεν ἐκεῖ,» κατὰ τὸ εἰρημένον· «Τῷ ξύλῳ εἶπαν· Πατήρ μου εἶ σύ. Καὶ τῷ λίθῳ· Σύ με ἐγέννησας.» Καὶ οὐδὲ
30ὀλίγοι, φησὶ, τοῦτο πεπόνθασιν, ἀλλ’ ἀπὸ μικροῦ ἕως μεγάλου. Ὅθεν φησὶ πρὸς τὸν Ἱερεμίαν Θεός· «Καὶ σὺ μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου, ὅτι οὐκ εἰσ‐ ακούσομαι. Οἷα γὰρ ποιοῦσιν, φησὶν, οἱ υἱοὶ αὐτῶν; συλλέγουσι ξύλα, καὶ οἱ πατέρες αὐτῶν καίουσι πῦρ,
35καὶ αἱ γυναῖκες αὐτῶν τρίβουσι στᾶς τοῦ ποιῆσαι χαυῶνας τῇ στρατιᾷ τοῦ οὐρανοῦ.» Οὐκ εἰκῆ γὰρ οὖν ἐκτείνεται δίκτυα πτερωτοῖς. Διατυποῖ δὲ λοιπὸν ἐντεῦθεν εἰς ὄψιν ἄγων τὸν πόλεμον εἴ πως ἐπιστραφεῖεν φοβούμενοι τῆς πόλεως γεγονότας τοὺς
40Ἐλαμίτας, δεικνὺς ἐξ ἑνὸς ἔθνους τοὺς πολεμίους δηλῶν, καὶ τὸ πλῆθος παριστάς. Αἱ φάραγγές σου, φησὶν, ἁρμάτων πλησθήσονται, καὶ περὶ τὰς πύ‐ λας στενοχωρούμενοι τῶν ἵππων ἔνδον ἀποβάντες τὰς οἰκίας διερευνήσονται, καὶ τοὺς βασιλικοὺς
45ἀνακαλύψουσι θησαυρούς. Τοῦτο γὰρ διὰ τῆς ἄκρας δηλοῦται Δαβίδ. Ἐξ αὐτοῦ γὰρ οἱ βασιλεύοντες. Οὕ‐ τω καὶ νοητοὶ διὰ τῶν παθῶν ἡμῶν ἐπικρατοῦντες πολέμιοι τὸν πνευματικὸν ἡμῶν ἀφαρπάζουσι πλοῦ‐ τον τὸν νοῦν εἰσδύνοντες τὸν ἡμέτερον. Ὅθεν εἴρη‐

2172

(50)

ται· «Ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σὲ, τὸν τόπον σου μὴ ἀφῇς, ὅτι ἴαμα καταπαύσει ἁμαρ‐ τίας.» Ἀνακοπτόμενα γὰρ τὰ τοιαῦτα πάθη μαραί‐
νεται.2171

2173

Καὶ ἴδοσαν, φησὶν, ὅτι πλείους εἰσίν. Πρὸς τοὺς οἰομένους ὅτι καὶ μόνοι τῶν πολεμίων ἐπικρατήσου‐ σιν· μὴ γὰρ ἂν διὰ τοσαύτης ὁδοῦ πολύ τι πλῆθος πολεμίων ἐλθεῖν. Ἤγουν, ἐπειδὴ τὸ κατὰ τὴν πόλιν
5ὕδωρ μὴ νομίσαντες ἀρκέσειν αὐτοῖς ὡς δὴ πλείο‐ σιν ὑπάρχουσιν Ἰουδαῖοι, ἐστοχάσαντο δὲ τὰς οἰ‐ κίας κατὰ Σύμμαχον ἀριθμήσαντες, τὸ τῆς ἀρχαίας κολυμβήθρας ὕδωρ εἰς τὴν πόλιν μετοχε‐ τεύσαντες, Θεῷ μὲν οὐ προσεῖχον, ἀνθρωπίναις
10δὲ παρασκευαῖς ἐπεποίθεσαν. Ὡς ἐν ἤθει γὰρ αὐτοῖς ὀνειδίζων φησὶν, ὅτι δὴ πρὸς τὸ πλῆθος ἑαυτῶν, τὸ ὕδωρ συνεμετρήσαντο πρὸς τὴν πολιορκίαν οὕτως ἀρκέσειν οἰόμενοι, κἂν εἰς χρόνον ἐκτείνοιτο, καὶ τὰς οἰκίας καταλύοντες ἀσφαλέστερα τὰ τείχη κατεσκευά‐
15ζοντο· δέον εἰς Θεὸν ὁρᾷν καὶ τὴν πόλιν ποιήσαντα, καὶ τεῖχος ταύτῃ γενόμενον. «Ὄρη γὰρ, φησὶ, κύκλῳ αὐτῆς, καὶ Κύριος κύκλῳ τοῦ λαοῦ αὐτοῦ.» Τοῦτο καὶ διὰ προφήτου φωνῆς ἐπαγγέλλεται· «Ἐγὼ ἔσο‐ μαι αὐτῇ, λέγει Κύριος, τεῖχος πυρὸς κυκλόθεν, καὶ
20εἰς δόξαν ἔσομαι ἐν μέσῳ αὐτῆς.» Εἶτά φησιν, ὡς κινδύνων αὐτοῖς ἐκ Θεοῦ τοσούτων ἐπικειμένων, δέον αὐτὸν εὐμενίζεσθαι πάσῃ σπουδῇ· οἱ δὲ πρὸς ἀπό‐ γνωσιν ἐλθόντες ἐπανηγύριζον κατὰ τό· «Ὅταν ἔλθῃ ἀσεβὴς εἰς πλῆθος κακῶν, καταφρονεῖ.» Τοιγαροῦν
25πεπόνθασιν εἰς τέλος ἅπερ ἔδει πρὸς ὀλίγον αὐτοὺς παθεῖν τὸν Θεὸν ἱκετεύοντας μετὰ δακρύων καὶ πέν‐ θους, καὶ τὰ τοῦ Δαβὶδ ἀνακράζοντας· «Ἴδε τὴν ταπείνωσίν μου, καὶ τὸν κόπον μου, καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου.» Τοῖς γὰρ ταῦτα ποιοῦσι καθὰ
30Μιχαίας φησί· «Ἐλεήμων καὶ οἰκτίρμων ἐστὶ, μακρόθυμος καὶ πολυέλεος καὶ μετανοῶν ἐπὶ κα‐ κίαις» ἐπὶ τούτοις. Τὴν προκειμένην δὲ ῥῆσιν οὕτω τινὲς ἐξηγήσαντο, ὡς μὴ προσωπολήπτης ὁ Κύριος τὸν περὶ τῆς Σιὼν λόγον ἐν μέσοις τοῖς κατὰ
35τῶν ἀλλοφύλων ἐλέγχοις ἐνέθηκεν, ὡς ἀλλοφύλοις τοῖς Ἰουδαίοις χρησάμενος, πρὸς οὕς φησι δι’ Ἀμώς· «Οὐχ ὡς υἱοὶ Αἰθιόπων ὑμεῖς ἐστέ μοι, λέγει Κύριος, οὐ τὸν Ἰσραὴλ ἀνήγαγον ἐκ γῆς Αἰγύπτου, καὶ τοὺς ἀλλοφύλους ἐκ Καππαδοκίας, καὶ τοὺς Σύρους ἐκ
40βόθρου; Ἰδοὺ οἱ ὀφθαλμοὶ Κυρίου ἐπὶ πάσας τὰς βασιλείας τῆς γῆς.» Ὅθεν νῦν τὴν παντελῆ τούτων ἀποβολὴν παριστῶν, τοῖς ἀλλοφύλοις αὐτοὺς ἐγκατ‐ έλεξεν. Ὃ καὶ δηλοῦται διὰ τῆς φάραγγος. Οὐ γὰρ ἁπλῶς εἶπε Σιὼν, ἀλλὰ φάραγγα, τὴν πτῶσιν δη‐
45λῶν τὴν ἐξ ὕψους τοῦ θεοσεβοῦς πολιτεύματος καὶ ἐν κοιλάσι καὶ βάθει τῆς κακίας κειμένους αὐτοὺς αἰ‐ νιττόμενος.

2173

(50)

Σιὼν μὲν γὰρ ὄρος ἐστὶν [ὑψηλὸν] ἐφ’ οὗ ὁ νεὼς τοῦ Θεοῦ ᾠκοδόμητο· Διό φησιν· «Ἐπ’ ὅρος ὑψηλὸν ἀνάβηθι ὁ εὐαγγελιζόμενος Σιών.» Καί· «Προσελη‐ λύθατε Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ.» Σημαίνειν δὲ καὶ τὸν εὐαγγελικὸν
55ἐλέγετο λόγον. Οἱ δὲ ταύτης τῆς ἐλπίδος ἐκπεπτωκό‐2173

2176

τες ἐν φάραγγι τῆς Σιὼν παρακείμενοι πεπτώκασι. Πάσῃ γὰρ ἀρετῇ κακία παράκειται, εἰς ἢν ἐκπίπτει τις ἐκείνης διαμαρτὼν, ὡς ὁ εἰς ἀπιστίαν ἐκ πίστεως. Εἰς ἣν οἱ ἐκ περιτομῆς κατηνέχθησαν ἐξ ὕψους εὐ‐
5αγγελικοῦ καὶ τῆς ἐπουρανίου Σιών. Διόπερ ἐν ἀλ‐ λοφύλοις ἐτάχθησαν, ἀλλὰ καὶ οὕτω δυσπραγοῦντες, εἰκῆ φυσιώμενοι παρὰ τῆς προφητείας ἀκούουσι, Τί ἐγένετό σοι, ὅτι ἀνέβητε πάντες εἰς δώματα μά‐ ταια; καὶ κατὰ Χριστοῦ τὸ, «Αἶρε, αἶρε, καὶ σταύ‐
10ρου,» βοησάντων, φησὶν, ἐνεπλήσθη ἡ πόλις βοώντων. Καὶ ἐπεὶ ἔστιν ἁμαρτία πρὸς θάνατον, καθ’ ἣν ψυχὴ ἁμαρτάνουσα, αὐτὴ ἀποθανεῖται, αἱ τραυματίαι σου, φησὶν, οὐ τραυματίαι μαχαίρας. Καὶ πάντες, φη‐ σὶν, οἱ ἄρχοντές σου πεφεύγασιν. Κατὰ δὲ Σύμ‐
15μαχον ἀνεστατώθησαν, κατὰ δὲ Θεοδοτίωνα μετεκι‐ νήθησαν. Ὅθεν οὐκ ἔτι παρ’ αὐτοῖς, οὐ βασιλεῖς, οὐχ ἡγούμενοι, οὐχ ἀρχιερεῖς, οὐ προφῆται, ἀλλ’ οὐδὲ Φαρισαῖοι καὶ Σαδδουκαῖοι. Οἱ δὲ εἰσέτι νῦν ἁλόντες ὑπὸ τοῦ τῶν ψυχῶν πολιορκητοῦ πικρῶς
20καταδέδενται. Τὴν δὲ τοσαύτην αὐτῶν πτῶσιν ὁ προ‐ φήτης ἰδὼν, συμμετρεῖ τῷ πάθει τὸν θρῆνον, τὴν τοῦ γένους ἀποβολὴν, καὶ τὴν ἅλωσιν προβλέπων τῆς πόλεως, τὰς τεταραχὰς, καὶ τὴν πλάνησιν, ἣν ἐπλα‐ νήθησαν ἐγκαταλειφθέντες. Εἶτα τοὺς Ἐλαμίτας
25εἰπὼν, ἀφανεῖς δυνάμεις δηλοῖ καὶ πολεμίους, οἷς ὑπὸ Θεοῦ παρεδόθησαν, οἳ καὶ παραβλέποντες ἑρμη‐ νεύονται, τῶν ἀπολλυμένων παρορῶντες τὴν σωτη‐ ρίαν, φειδόμενοι μηδενός.
31 Οὗτοι δὲ, φησὶν, εἰσελεύσονταί σου τὰς πύλας· ἀλλ’ οὐχὶ νῦν, ἀλλ’ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, τῷ προ‐ φητευομένῳ καιρῷ, ἀποκαλύψουσί τε τὰ κρυπτὰ τῆς ἄκρας Δαβὶδ τῆς βασιλείας τὰ σύμβολα, καὶ τὰ
35ἐν τῷ ἁγιάσματι κείμενα τὰ μόνῳ τῷ ἀρχιερεῖ θεατά. Ἀντὶ δὲ τοῦ, Καὶ εἴδοσαν ὅτι πλείους εἰσὶ, Σύμμαχος ἔφη· Καὶ τὰ ῥήματα οἴκου Δαβὶδ ὄψε‐ σθε, ὅτι ἐπληθύνθη. Ὕδωρ δὲ ἦν παλαιᾶς κολυμ‐ βήθρας ἐν τῇ πόλει, τῆς παλαιᾶς θεοπνεύστου
40Γραφῆς ὁ λόγος, ὃν ἀποστραφέντες, ἀλλότριον ὕδωρ ἑαυτοῖς ἐπενόησαν, διδάσκοντες διδασκαλίας ἐντάλ‐ ματα ἀνθρώπων, ἀκυρώσαντές τε τὸν λόγον τοῦ Θεοῦ τὴν παράδοσιν αὐτῶν. Περὶ ὧν πρὸς τὸν Ἱερε‐ μίαν φησίν· «Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος,
45καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους.» Τὸ δὲ ξένον ὕδωρ μεταξὺ τῶν δύο τειχέων ἐπενόησαν. Δύο δὲ τείχη τῆς κατὰ Θεὸν πολιτείας ἥτε Παλαιὰ καὶ Καινὴ Διαθήκη, ὧν οὐδετέρας αἱ τῶν πρεσβυτέ‐ ρων μετέχουσι παραδόσεις ἐφ’ ἃς οἱ δευτερωταὶ

2176

(50)

λεγόμενοι παρ’ ἐκείνοις ἀλαζονεύονται, καὶ ἄλλο δέ τι τολμήσαντες, τῆς πόλεως τοὺς οἴκους, εἰς οἰκο‐ δομὴν τοῦ ἰδίου τείχους κατέλυσαν. Τὰ γὰρ ῥήματα τῆς θείας Γραφῆς ἀπολαμβάνοντες, τὰς οἰκείας μυθο‐ λογίας περιτειχίζουσι, μὴ προσεσχηκότες Θεῷ τῷ
55πεποιηκότι τὴν παλαιὰν τῶν θεοπνεύστων Γραφῶν,2175

2177

κολυμβήθραν τὴν ἀπὸ πηγῶν τοῦ θείου Πνεύματος προχεομένην. Ὁ μὲν οὖν Θεὸς μὴ βουλόμενος τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὴν μετάνοιαν αὐτοῦ, θρηνεῖν αὐτοὺς παρεκελεύετο τὴν ἰδίαν ἀπώλειαν. Οἱ
5δὲ τοὐναντίον, ὡς ἀπεγνωκότες τὴν ἑαυτῶν σωτη‐ ρίαν, ἐποίουν, τὴν μετὰ τουτονὶ τὸν βίον τοῦ Θεοῦ κρίσιν οὐ λογισάμενοι. Διὸ τοῖς ῥητοῖς ὁ Παῦλος χρησάμενος εἶπεν· «Εἰ νεκροὶ οὐκ ἐγείρονται, φά‐ γωμεν καὶ πίωμεν. Αὔριον γὰρ ἀποθνήσκομεν.»
10Ὡς δὲ δεσμῷ Θεοῦ καταδεθείσης αὐτῶν τῆς ἁμαρ‐ τίας ἐπάγει· Καὶ οὐκ ἀφεθήσεται αὐτῇ ἡ ἁμαρ‐ τία ὑμῶν ἕως ἂν ἀποθάνητε. Καὶ ὅρα τὸ μέγεθος τῆς ἀπειλῆς τοῦ Θεοῦ, καὶ ὡς οὐδαμοῦ τὸν λαὸν ἐπ’ εἰδωλολατρείᾳ διέβαλεν, ὅτι δὲ εἰς δώματα ἀνέβη‐
15σαν μάταια, καὶ βοῶν ἐπλήρωσαν τὴν πόλιν, καὶ ξένον ὕδωρ ἐξεῦρον τὴν παλαιὰν κολυμβήθραν ἀποστραφέντες, καὶ συνεστήσαντο τεῖχος τοὺς οἴ‐ κους καθελόντες τῆς πόλεως. Καὶ αὐτοὶ μὲν ἀναι‐ σθήτως ἐπὶ τούτοις διέκειντο. Ὁ δὲ προφήτης
20ἀπέκλαιεν. Τῶν δὲ πικρῶν δακρύων ἡ πρόφασις ἡ κατ’ αὐτῶν ἀπειλὴ τὴν ἁμαρτίαν ταύτην μὴ συγχω‐ ρηθήσεσθαι λέγουσαν.
25 ιε—κεʹ. Τὰδε λέγει Κύριος Σαβαώθ· Πορεύου εἰς τὸ παστοφορεῖον, πρὸς Σομνὰν τὸν ταμίαν, καὶ εἶπον αὐτῷ· Τί σοι ὧδε; καὶ τί σοι ὧδέ ἐστιν, ὅτι ἐλατόμησας σεαυτῷ ὧδε μνημεῖον, καὶ ἐποίησας σεαυτῷ ἐν ὑψηλῷ μνημεῖον, καὶ ἔγραψας σεαυτῷ
30ἐν πέτρᾳ σκηνήν; κ.τ.λ. Σομνὰς καὶ Ἐλιακεὶμ, ὧν ἐνταῦθα μέμνηται, σύγχρονοι γεγόνασιν Ἐζεκίᾳ τῷ βασιλεῖ, ὅπερ ἐκ τῆς ἱστορίας ἔστι μαθεῖν. Οἳ καὶ ἐξῆλθον πρὸς τὸν Ἀσ‐ σύριον ἐπιστάντα τῇ πόλει, καθὰ διὰ τῶν ἑξῆς ὁ προ‐
35φήτης φησίν. Τὸν δὲ Σομνὰν ἔλεγεν ὁ Ἑβραῖος ἄσεμνόν τε καὶ ἀλαζόνα γενέσθαι καὶ ἁβροδίαιτον ἀρχιερέα, αὐτομολῆσαί τε πρὸς Σενναχερεὶμ προδε‐ δωκότα τὸν λαόν. Πρὸς ὃν ὁ προφήτης κελεύεται βαδίζειν ἐπὶ τὸ παστοφόριον. Ἦν δὲ χῶρος ἐν τῷ
40ναῷ. Ἀνθ’ οὗ Σύμμαχος τὸν σκηνοποιοῦντα, φη‐ σίν. Ὁ δὲ Ἀκύλας τὸν σκηνοῦντα. Μνημεῖον δὲ κατὰ πέτρας ὑψηλὸν ἑαυτοῦ λατομήσας ἐπέγραψε τούτῳ σκηνὴ, ὡς δὴ σκηνώσων ἐν αὐτῷ μετὰ θά‐ νατον, πρέπον δὲ σύμβολον τῆς ἑαυτοῦ διανοίας ἐπ‐
45έγραψεν, ὡς τὰ ἔξω μόνον ὑπάρχων λαμπρός. Μάτην δὲ τοῦτο, φησὶ, λατομεῖς. Οὐ γὰρ μεθέξεις αὐτοῦ. Τοῦτο γὰρ τὸ, τί σοί ἐστιν ὧδε, δηλοῖ. Συντρίψει γὰρ ὁ Κύριος ἄνδρα, ἀπῴχοντο γὰρ αἰχμάλωτοι μετὰ τῶν ἀγελαίων οἱ δυνατώτατοι. Κομισθήσῃ δὲ

2177

(50)

καὶ σὺ μακρὰν τῆς ἀξίας ἀφῃρημένος, καὶ στάσεως τῆς κατὰ τῷ Θεῷ λειτουργεῖν.
54Τί οὖν ἔδει σοι τύφου καὶ χρημάτων καὶ ἅρματος;
55οὐ γὰρ τοῦ ἄρχοντος ἡ δόξα καθαιρεθήσεται.2177

2180

Τὴν γὰρ τῆς ἀρχιερωσύνης ἀναξίως μετῆλθες οἰκο‐ νομίαν, κριτὴς γενόμενος ἄδικος. Τὸν δὲ σὸν ἑταῖρον Ἐλιακεὶμ δοῦλον ἑαυτοῦ δοκιμάσας εἶναι Θεὸς, εἰς τὴν σὴν αὐτὸν καταστήσεται χώραν τοῖς ὑπὸ χεῖρα
5πατρὸς ἐφέξοντα τάξιν. Ἕσται γὰρ οὐκ αὐθάδης, οὐ βάσκανος. Πρᾶος δέ τις ὢν, τὴν δόξαν ἕξει τοῦ πραοτάτου Δαβίδ. Ἄρξει δὲ μετὰ πολλῆς ἐξουσίας, ὡς μὴ ἕξειν τὸν ἀντιλέγοντα. Καὶ κράτος ἔξει. Τοῦτ’ ἔστι τὸ δύνασθαι κρατεῖν τῶν ὑπὸ χεῖρα λαῶν.
10Καὶ ἔσται βεβαίων ἱδρυμένος ἐπὶ τὴν αὐτοῦ λει‐ τουργίαν. Τοῦτο γὰρ δηλοῖ τὸ, Ἐν τόπῳ πιστῷ ἑστάναι τὴν ἀρχὴν ἀσάλευτον ἔχοντα. Τῆς δὲ τούτου κηδεμονίας ἠρτημένοι πάντες γενήσονται ὡς ἐπ’ ἀγαθῷ πεποιθότες. Διὰ δὲ τούτων μανθάνομεν
15μὴ χαυνοῦσθαι δυναστείᾳ, μηδὲ τῆς κρίσεως ἀμνη‐ μονεῖν τοῦ Θεοῦ. Εἰκότως δὲ συνῆπται ταῦτα τοῖς περὶ φάραγγος Σιὼν τοῦ σωτηρίου πάθους ἐπὶ τὸν καιρὸν ἀναγόμενα, καθ’ ὃν οἱ κατὰ Σομνὰν ἀλαζόνες καὶ φιλοχρήματοι, κατὰ τὸν Μωσέως νόμον ἱερατεύον‐
20τες σωματικῶς, ἐκπεπτώκασιν. Περὶ ὧν ἐν τοῖς ἔμπροσθεν ἔλεγεν ὁ προφήτης μετ’ ἄλλων ὅσων καὶ τὸ, Ἀγαπῶντες δῶρα, καὶ τὸ, ὀρφανοῖς οὐ κρίνοντες, καὶ κρίσιν χήρας οὐ προσέχοντες. Καὶ φονευτὰς δὲ, ὡς κυριοκτόνους, ἐκάλεσεν. Οἷς καὶ ταλανίζων ἔλε‐
25γεν ὁ Σωτήρ· «Καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν, καὶ τὸ ἔλεος, καὶ τὴν πίστιν.» Προετύπου δὲ τούτους ὁ Σομνάς. Ὁ δὲ Ἐλιακεὶμ, Θεοῦ ἀνάστα‐ σις ἑρμηνευόμενος, σύμβολον τῆς νέας καὶ καινῆς ἱερωσύνης ἐγένετο, ἣν ἡ τοῦ Σωτῆρος ἡμῶν ἀνάστα‐
30σις ἐν τῇ ἑαυτοῦ Ἐκκλησίᾳ καθ’ ὅλης τῆς οἰκουμέ‐ νης συνεστήσατο. Κέκληται γὰρ Χριστὸς ἀντ’ ἐκεί‐ νων ἀρχιερεὺς, ὡς Ἐλιακεὶμ ἀντὶ Σομνά. Κατὰ γὰρ τὸν Ἀπόστολον. «Οὐχ ἑαυτῷ τις ἁρπάζει τὴν τιμὴν, ἀλλὰ καλούμενος ὑπὸ τοῦ Θεοῦ. Καθὼς ὁ Χριστὸς οὐχ
35ἑαυτὸν ἐδόξασεν εἰς τὸ γενηθῆναι ἀρχιερέα, ἀλλ’ ὁ λαλήσας πρὸς αὐτὸν, «Σὺ εἶ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.» Λαβεῖν δὲ λέγεται καὶ τὴν Δόξαν τοῦ Δαβὶδ, τοῦτ’ ἔστι τὴν ἐπὶ τὸν νοητὸν Ἰσραὴλ ἀρχήν τε καὶ βασιλείαν· «Οὐ γὰρ πάντες
40φησὶν, οἱ ἐξ Ἰσραὴλ, οὗτοι καὶ Ἰσραὴλ,» καὶ τὰ ἐπὶ τούτοις. Ἀρχιερεῖ δὲ γεγονότι Χριστῷ οὐκ ἔσται, φησὶν, ὁ ἀντιλέγων. «Οὐ γὰρ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ, καὶ υἱὸς ἄνομος οὐ προσθήσει τοῦ κακῶσαι αὐ‐ τόν.» Καὶ ἄλλως δὲ, εἰ καὶ Ἰσραὴλ ἀντεῖπεν, τὰ δ’
45οὖν ἔθνη ὑπέκυψεν. Διὸ περὶ μὲν ἐκείνου φησί· «Ῥῦσαί με ἐξ ἀντιλογίας λαοῦ.» Περὶ δὲ τούτων· «Καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν. Λαὸς ὃν οὐκ ἔγνω, ἐδούλευσέν μοι. Εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου·» καὶ περὶ ἐκείνων αὖθις, «Υἱοὶ ἀλλότριοι ἐψεύ‐

2180

(50)

σαντό μοι.» Καί· «Ὅτι ἐπαλαιώθησαν καὶ ἐχώλα‐ ναν ἀπὸ τῶν τρίβων αὐτῶν.» Πεπαλαίωνται γὰρ, καὶ ἐγγὺς γεγόνασιν ἀφανισμοῦ κεκλασμένην τέως περιεσχήκασι τὴν διάνοιαν υἱοὶ γεγονότες ἀλλότριοι. Πάλαι γὰρ ὢν πρωτότοκος Ἰσραὴλ, ὅτε κατεψεύσαντο
55τοῦ Χριστοῦ, γεγόνασιν ἀλλότριοι, ἀπωλείας λοιπὸν2179

2181

τέκνα καὶ γεέννης καλούμενοι· ἀνθ’ ὧν ἡμῖν ἀνέδειξε τὸν Ἐλιακείμ. Ὃς καί φησιν. «Ἀπὸ τῆς ταλαιπω‐ ρίας τῶν πτωχῶν καὶ τοῦ στεναγμοῦ τῶν πενήτων νῦν ἀναστήσομαι, λέγει Κύριος.» Ἐν δὲ τῇ Ἐκκλησίᾳ,
5τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ, πᾶς ἔσται, φησὶν, ἐπ’ αὐτῷ πεποιθὼς ἔνδοξός τε καὶ μικρὸς, κατὰ κόσμον φημί. Προσωπολήπτης γὰρ οὐκ ἔστιν ὁ τῶν ὅλων Θεός. Νοήσεις δὲ τοῦτο καὶ κατὰ μέτρον ἡλικίας πνευματικῆς.
14tΚΕΦΑΛ. ΚΓʹ.
15tΤΟ ΟΡΑΜΑ ΤΥΡΟΥ.
16 α—ιηʹ. Ὀλολύζετε, πλοῖα Καρχηδόνος, ὅτι ἀπ‐ ώλετο, καὶ οὐκ ἔτι ἔρχονται. Ἐκ γῆς Κιτιαίων ἦκται αἰχμάλωτος· τίνι ὅμοιοι γεγόνασιν οἱ ἐνοι‐ κοῦντες ἐν τῇ νήσῳ μετάβολοι Φοινίκης, δια‐
20περῶντες τὴν θάλασσαν ἐν ὕδατι πολλῷ; Σπέρμα μεταβόλων, ὡς ἀμητοῦ εἰσφερομένου, οἱ μετάβολοι τῶν ἐθνῶν. κ.τ.λ. Οὐ περὶ πραγμάτων μόνον ἤδη λαβόντων τὴν ἔκ‐ βασιν τῆς ἐπ’ αὐτοῖς προῤῥήσεως, αἱ προφητεῖαί
25φασιν· οὕτω γὰρ ἂν ἔδοξεν οὐδὲν εἶναι ταῦτα πρὸς ἡμᾶς, εἰ καὶ τὰ μάλιστα διὰ τούτων ἀψευδὲς θαυμά‐ ζειν ἐχρῆν τὸν Θεόν. Νυνὶ δὲ οὐ προθεσπίζουσι μό‐ νον ἐπὶ τοῖς ἔθνεσιν, ἀλλὰ καὶ καθ’ ἑκάστην διάζων φέρεται τρόπος θεοσεβείᾳ προσήκων· ὡς ἐν τῷ προ‐
30λέγειν τὴν Βαβυλῶνος καθαίρεσιν, περὶ καθολικῆς τοῦ Θεοῦ διείλεκται κρίσεως. Ὁ περὶ Αἰγύπτου δὲ λόγος θυσιαστήριον ἔσεσθαι Θεοῦ κατ’ αὐτήν φησι θεοσεβῶν τε πλῆθος ἀνδρῶν. Ὁ δὲ περὶ Μωὰβ, Ἐκ‐ κλησίαν τε καὶ θρόνον ἐν αὐτῇ γενέσθαι Θεοῦ, παυ‐
35σαμένης ὡς ἐν Αἰγύπτω κἀν ταύτῃ τῆς εἰδωλολα‐ τρείας. Ὁ δὲ περὶ Δαμασκοῦ, ἐπιστροφὴν ἔσεσθαί φησι τῶν πάλαι τὸν Θεὸν ἀγνοούντων. Ὁ δὲ νῦν περὶ Τύρου, πρὸς τοῖς αὐτῆς πάθεσιν, προσφορὰς ἐν αὐτῇ προαγορεύει Κυρίῳ γενήσεσθαι. Εἴποις δ’ ἂν καὶ ἄλ‐
40λως, ὠφελείας ἕνεκα τῶν ἐξ Ἰσραὴλ, τὰς περὶ τῶν ἐθνῶν προλέγεσθαι προφητείας, ὡς ἂν γνοῖεν, ὡς οὐ μόνων αὐτῶν Θεός ἐστιν ὁ Θεὸς, ἀλλ’ ὅτι καὶ διὰ πάν‐ των ἡ τούτου διέρχεται πρόνοια, ποινὰς ἀεὶ τὰς ἐπὶ ταῖς ἀσεβείαις καὶ τοῖς ἔθνεσιν παροῦσα τοῖς λοι‐
45ποῖς· ὡς καὶ νῦν Τυρίοις, ὄτι καὶ τῷ τοῦ Θεοῦ λαῷ παθόντι κακῶς ἐπετώθαζον, οὐχ ὡς δι’ ἁμαρτίας παθοῦσιν, ἀλλ’ ὡς τοῦ σώζοντος αὐτοὺς ἠσθενηκότος Θεοῦ. Διὸ σὺν Ἱερουσαλὴμ παθούσῃ, πάντες οἱ κύ‐ κλῳ πεπόνθασιν ἐθνικοὶ τὴν αὐτὴν Τυρίοις, ἐσχηκό‐

2181

(50)

τες προαίρεσιν, ἀνάστατοι πάντες ὑπ’ Ἀσσυρίων γε‐ νόμενοι.
54Τοὺς συνεπαναστάντας δὲ τῷ ἰδίῳ λαῷ, καθ’ ὃν
55ἡλίσκετο χρόνον, ἀπαριθμεῖται Δαβὶδ οὕτως εἰπών·2181

2184

Ὁ Θεὸς, τίς ὁμοιωθήσεταί σοι; μὴ σιγήσῃς, μηδὲ καταπραΰνῃς, ὁ Θεός· ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἤχη‐ σαν, καὶ οἱ μισοῦντές σε ἦραν κεφαλήν· ἐπὶ τὸν λαόν σου κατεπανουργεύσαντο γνώμην, καὶ ἐβουλεύ‐
5σαντο κατὰ τῶν ὁσίων σου· Εἶπαν· Δεῦτε καὶ ἐξολοθρεύσωμεν αὐτοὺς ἐξ ἔθνους, καὶ οὐ μὴ μνη‐ σθῇ τὸ ὄνομα Ἰσραὴλ ἔτι ἐβουλεύσαντο ἐν ὁμονοίᾳ ἐπὶ τὸ αὐτὸ, κατὰ σοῦ διαθήκην διέθεντο. Τὰ σκηνώ‐ ματα τῶν Ἰδουμαίων, καὶ οἱ Ἰσμαηλῖται, Μωὰβ
10καὶ Ἀγαρηνοὶ, Γεβὰλ, καὶ Ἀμμὼν, καὶ Ἀμαλὴκ, ἀλλόφυλοι μετὰ τῶν κατοικούντων Τύρον. Λέγει δὲ καὶ δι’ ἑνὸς τῶν προφητῶν ὁ Θεός· «Καὶ τί ὑμεῖς ἐμοὶ, Τύρος καὶ Σιδὼν, καὶ πᾶσα Γαλιλαία ἀλλοφύλων; μὴ ἀνταπόδομα ὑμεῖς ἀνταποδίδοτέ μοι, ἢ μνη‐
15σικακεῖτε ὑμεῖς ἐπ’ ἐμοί; Ὀξέως καὶ ταχέως ἀντ‐ αποδώσω τὸ ἀνταπόδομα ὑμῶν εἰς κεφαλὰς ὑμῶν, ἀνθ’ ὧν τὸ ἀργύριόν μου καὶ τὸ χρυσίον μου ἐλάβετε, καὶ τὰ ἐπίλεκτά μου, καὶ τὰ καλὰ εἰσηνέγκατε εἰς τοὺς ναοὺς ὑμῶν, καὶ τοὺς υἱοὺς Ἰούδα, καὶ τοὺς
20υἱοὺς Ἱερουσαλὴμ ἀπέδοσθε τοῖς υἱοῖς τῶν Ἑλλή‐ νων, ὅπως ἐξώσητε αὐτοὺς ἐκ τῶν ὁρίων αὐτῶν.» Φησὶ δὲ καὶ πρὸς Ἰεζεκιὴλ ὁ Θεός. «Υἱὲ ἀνθρώπου, Ναβουχοδονόσωρ βασιλεὺς Βαβυλῶνος κατεδουλώ‐ σατο τὴν δύναμιν αὐτοῦ δουλείᾳ μεγάλῃ ἐπὶ Τύρον.
25Πᾶσα κεφαλὴ φαλάκρωμα καὶ πᾶς ὦμος μαδὼν, καὶ μισθὸς οὐκ ἐγενήθη αὐτῷ, καὶ τῇ δυνάμει αὐτοῦ, ἀντὶ τῆς δουλείας τῆς σκληρᾶς ἧς ἐδούλευσεν ἐπὶ Τύρον. Ἀντὶ τούτου δέδωκα αὐτῷ γῆν Αἰγύπτου.» Ὅτε τοίνυν ἡ Τύρος τὴν ἄκραν ὑπέμεινεν ἐρημίαν,
30συνέβαινε τοὺς οἰκήτορας μηκέτι τῇ συνήθει ναυ‐ τικοὺς ὄντας ἐμπορείᾳ κεχρῆσθαι. Διό φησιν· Ὀλολύ‐ ζετε, πλοῖα Καρχηδόνος. Ἄποικοι γὰρ Τυρίων οἱ Καρχηδόνιοι τὴν νῦν οἰκοῦντες τῆς Ἀφρικῆς καλου‐ μένην Καρταγένναν, οἵπερ εἰς Τύρον ἔτι σωζομένην
35τὰς ἐμπορείας ἐκόμιζον· Τὸ δὲ Κιτιαίων, Χετιεὶμ ἐξέδωκαν οἱ λοποί. Λέγεται δὲ Κύπρος οὕτω δηλοῦσθαι, καὶ Κίτιον εἶναι πόλις ἐν αὐτῇ, δι’ ἧσπερ ἔπλεον οἱ ἀπὸ τῆς Τύρου ναυτιλλόμενοι, τάχα τι καὶ τῶν πρὸς ἐμπορείαν ἐν
40ταύτῃ διατιθέμενοι. Οὐκέτι τοίνυν ἔμποροι Τύριοι, φησί. Ἀπώλοντο γὰρ, καὶ πρὸς αἰχμαλωσίαν ἀπήχθησαν, ὡς μηδένας παθεῖν παραπλήσια. Ἀντὶ δὲ τοῦ, τίνι ὅμοιοι γεγόνασιν; ὁ μὲν Ἀκύλας, σιω‐ πήσατε· ὁ δὲ Σύμμαχος, σιγήσατε κατοικοῦντες
45τὴν νῆσον, εἰρήκασιν. Λόγοις γὰρ ἀλαζονικοῖς ἐχρῶν‐ τό ποτε φρυαττόμενοι. Ἀλλὰ σιωπᾷν αὐτοὺς τα‐ πεινωθέντας ὁ λόγος παρακελεύεται. Οἱ αὐτοὶ δὲ ἦσάν ποτε Φοινίκης μετάβολοι, πλοῦτον πολὺν σωρεύοντες, ὡς ἀμητῷ παραβάλλεσθαι αὐτῶν τὸ

2184

(50)

πλῆθος τῆς πραγματείας, ἤγουν τὸ πλῆθος αὐτῶν τῶν τῇ ἐμπορείᾳ χρωμένων. Τῶν δὲ ἀγαθῶν τούτων ἐστερημένους αὐτοὺς αἰσχύνην φησὶν καταχέασθαι δεῖν μετὰ τῆς ἐγγειτόνων Σιδόνος, ἧς τινες ἀποικι‐ σθῆναι τὴν Τύρον φασὶν, ὡς ἐπὶ θυγατρί τε μεγάλα
55φρονεῖν τοσαύτην ἐχούσῃ κατὰ θάλατταν δύναμιν. Τινὲς δὲ ὡς ἀπὸ τῆς Τύρου πρὸς τὴν Σιδόνα τὸ
Αἰσχύνθητι, Σιδὼν, ἔφασαν λέγεσθαι. Καὶ σὲ γὰρ2183

2185

ἡ ὀργὴ καταλήψεται. Πρὸς αὐτὴν οὖν οἱ νησιῶται (τούτους γὰρ εἶπε θάλασσαν), ἀλούσης Τύρου φασίν· Ἀπόλωλέ σου τὸ φρύαγμα. Αὐτὴ δὲ ἡ Τύρος οὖσα τῆς θαλάσσης ἰσχὺς, τὴν ἑαυτῆς ἐρημίαν ἰδοῦσα
5φησίν· Ἐν ἴσῳ γέγονα ταῖς μὴ τεκούσαις ὅλως, μηδὲ μὴν ἀναθρεψάσαις ἢ νεανίσκους, ἢ παρθένους. Τινὲς δὲ προσωποποιίαν ἔφασαν μονον‐ ουχὶ καὶ τῆς θαλάσσης αὐτῆς φωνὴν ἀφιείσης καὶ θρηνούσης αὐτοὺς, διὰ τὸ μηκέτι ἔχειν οὓς
10θρέψειεν νεανίσκους καὶ παρθένους, ὅτι τὸ παλαιὸν ὥσπερ θαλάσσης ὅντες γεννήματα, ὑπ’ αὐτῆς ἐστρέφοντο· νῦν δὲ ἀπολωλότας αὐτοὺς ἡ θάλασσα καὶ ἡ ταύτης ἰσχὺς αὐτοὺς ἀποκλαίεται. Ἀγωνιᾷ δὲ καὶ Αἴγυπτος, μὴ πάθῃ τὰ παραπλήσια.
15 Πρὸς δὲ Τυρίους τὸν λόγον μεταφέρων φησὶν, ὡς οὕτω τούτων γενομένων, ὅσοι φυγεῖν ὑμῶν τὸν ὄλεθρον ἐδυνήθητε, πρὸς τοὺς ἀποίκους εἰς Καρχη‐ δόνας τοὺς ὑμετέρους, εἰ δυνατὸν ὑμῖν, ἐλθόντες ὀδύρεσθε τὴν πατρίδα τῶν συμφορῶν. Οὐχ ἑτέρους,
20ἀλλὰ τὴν ἑαυτῶν ὑπερηφανίαν καὶ ὕβριν καταιτιώ‐ μενοι, δι’ ἣν τοῦ Ἰσραὴλ καὶ τοῦ Θεοῦ κατεπῄρε‐ σθε. Λογίσασθε τοίνυν τὸν ἐπενέγκοντα Θεὸν τῇ Τύρῳ τὰς συμφορὰς μὴ εἱμαρμένης ἀνάγκῃ, μηδ’ ὀργῇ τινος τῶν ψευδωνύμων θεῶν ταῦτα παθεῖν
25ἡγησάμενοι. Κύριος γὰρ Σαβαὼθ ὁ παρὰ μόνοις Ἑβραίοις θεολογούμενος ταῦτα πεποίηκεν, οὐ μόνης Τύρου ταπεινῶν τὴν ὑπερηφανίαν, καὶ ὕβριν, ἀλλὰ καὶ τῶν λοιπῶν ἀθέων ἐθνῶν, καθ’ ὧν ἤδη φθάσας ἐξήνεγκε τὴν ἀπόφασιν ἐν ταῖς προλαβούσαις ὁρά‐
30σεσι. Θεὸς γάρ ἐστιν ὑπερηφάνοις ἀντιτασσόμενος, ταπεινοῖς δὲ χάριν διδούς. Χαλεπὸν ἄρα τὸ μαστι‐ γουμένοις ἐπεμβαίνειν ἁγίοις, ἢ τὴν ἀεὶ σώζουσαν αὐτοὺς ἀτονεῖν οἴεσθαι χεῖρα, καὶ μὴ νοεῖν μᾶλλον, ὡς Θεοῦ πολλάκις ἐφιέντος πειράζονται. Τοῖς γὰρ
35παρανόμοις λεκτέον· «Μὴ παρανομεῖν· καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε κέρας, μηδὲ ἀδικίαν εἰς τὸ ὕψος λαλεῖν.» Διὰ τοῦτο γὰρ Τύρος ἐκ δόξης εἰς ἀτιμίαν μετεκομίσθη. Μὴ οὖν ἐπαίρου, φησὶ, τῷ πλούτῳ ἐκ θαλάττης, ταπεινωθεῖσα δὲ πρόσκεισο
40γεωργίᾳ. Τὰ γὰρ ἐκ θαλάττης πέπαυται κέρδη, δι’ ἄπερ ἦσθα σοβαρὰ καὶ νεανικὴ, τοὺς κύκλῳ βασι‐ λεῖς παροξύνουσα, καὶ ἢν ἠδίκεις Σιδόνα τὴν γείτονα. Τῆς δὲ τούτων ἀδικίας ἡ τῶν κακῶν πεῖρά σε παύ‐ σειεν. Ἔνθα δ’ ἂν ἀπέλθῃς, οὐχ ἕξεις καταφυγὴν
45ἀναπαύσεως, Θεοῦ σε πανταχοῦ κακοῖς περιβάλ‐ λοντος, καὶ τῶν σῶν συμμάχων Χαναναίων ἠρημω‐ μένων. Ἀρνήσονται δέ σε καὶ Κίτιοι συνήθεις πάλαι τυγχάνοντες.

2185

(50)

Κἂν εἰς Χαλδαίους αὐτομολήσεις, ἤγουν ἀπέλθῃς αἰχμάλωτος, τὰ ἐκ Περσῶν καὶ Μήδων εὑρήσεις κακὰ, ἔρημόν τε τὴν Βαβυλῶνα, δι’ ἅπερ ἠλαζονεύ‐ σατο. Πέπτωκε γὰρ αὐτῆς ὁ τοῖχος. Οὕτω δὲ καλεῖ τὸ τεῖχος ἢ τὴν δύναμιν αὐτῆς τὴν βασιλικὴν, δι’
55ἧς ὠχύρωτο πρότερον. Διό σε θρηνήσουσι Καρχηδό‐2185

2188

νιοι πᾶσαν ἀπολέσασαν σωτηρίας ἐλπίδα, τὴν πάλαι τούτων οὖσαν ὀχύρωμα. Παιδευθήσῃ δὲ τοσοῦτον χρόνον, ὅσον ἡ τῷ Θεῷ πόλις ἀνακειμένη, καθ’ ἧς ἐπαρθεῖσα τὴν ἴσην δίκην ἐκτίσεις. Κἀκεῖνοι γὰρ
5ἑβδομηκοστὸν ἐν αἰχμαλωσίᾳ παρέτειναν ἔτος. Ἀνθρώπου δὲ ζωῆς χρόνος, ἔτη, καὶ κατὰ Δαβὶδ, ἔστιν ἑβδομήκοντα. Λέγει γάρ· «Αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη.» Ταυτὸ δὲ τοῦτο καὶ βασιλείας χρόνος πολυετοῦς. Ἐν οἷς δὲ
10χρόνος ὁρισθεὶς μὴ πληροῦται παρὰ Θεοῦ, μὴ σα‐ λευθῇς. Οὐ γὰρ ὑπόκειται Θεὸς τοῖς τῆς προαγορεύ‐ σεως αὑτοῦ ὅροις. Ἀγαθὸς γὰρ ὢν, καὶ χρόνον ὁρίζει, καὶ ἀπειλεῖ τὰ δεινὰ, οὐχ ὡς πάντως ἐπάξων, ἀλλ’ ὡς ἐπιστρέψαι βουλόμενος· ὅπερ ἐστὶ καὶ ἀπὸ
15τῶν ἑξήκοντα ἐτῶν τῶν δι’ Ἡσαΐου κατ’ Ἐφραῒμ ὁρισθέντων μαθεῖν. Συνεστάλη γὰρ εἰς τριάκοντα. Καὶ Δανιὴλ δὲ τῶν ἐν αἰχμαλωσίᾳ τὴν κακίαν αὐξα‐ νομένην ὁρῶν, δεῖται Θεοῦ μὴ προσθεῖναι τοῖς ὁρισθεῖσι κατ’ αὐτῶν ἔτεσιν. Ὁ Θεὸς γὰρ ἢ μετανοούντων
20ὑποτέμνῃ τὸν ὅρον, ἢ ταῖς ἀσεβείαις ἐπιμενόντων προστίθησιν. Τοιγαροῦν τοῖς ἐπὶ Νῶε τὸν τῶν ἑκατὸν εἴκοσιν ἐτῶν ὥρισεν ἀριθμὸν, ἂ φιλανθρώπως ἐπέτε‐ μεν, ἱστῶν αὐτοῖς τὰ κακὰ, καὶ κωλύσας μείζω γινόμενα. Νινευΐταις δὲ μεταγνοῦσι τῆς ἀπειλῆς
25τὸν χρόνον διέλυσε, καθάπερ ἰατρὸς κἄν τι προείπῃ περὶ καύσεως ἢ τομῆς μηκέτι τοῦτο δρῶν μεταβα‐ λόντος ἐπὶ τὸ κρεῖττον τοῦ σώματος. Εἶτά φησιν ὁ προφήτης, ὡς Ἐν τούτοις τοῖς ἔτεσιν ᾆσμα γενήσῃ καθάπερ τις γυνὴ τῆς ἰδίας ἐκπεσοῦσα τιμῆς. Τότε
30περίελθε ῥεμβομένη τόπον ἐκ τόπου εἰς τὰ λοιπὰ τῶν ἐθνῶν ἐκπορνεύουσα, ὡς ἂν ἐπιλησθεῖσα παρὰ Θεοῦ. Εἰ δὲ δύνασαι λαβοῦσα τὴν σεαυτῆς κιθά‐ ραν, μηκέτι πορνικῶς, μετ’ ἐπιστήμης δὲ κροῦ‐ σον τὸ ὄργανον διὰ πλείστων εὐχῶν τὸν Θεὸν ἱκε‐
35τεύουσα. Οὕτω γάρ σου μνησθήσεται κιθάρας δίκην τοῖς μέλεσι καὶ τοῖς αἰσθητηρίοις χρησαμένης τοῦ σώματος, καλῶς ταῦτα διὰ τῆς σωφροσύνης ἁρμότ‐ τουσα. Θεὸς γὰρ τούτοις ἀρέσκεται, καὶ σοῦ μνησθεὶς ἀποκαταστήσει πάλιν ἐπὶ τὰ πρότερα,
40τοῦ καθ’ ὃν ἐπαιδεύθης χρόνου πεπληρωμένου.
45 Τὰ δὲ ὡς περὶ πόρνης οὕτω τινὲς ἐξηγήσαντο, πολλάκις εἰπόντες ἑταίρα τις ἐν ὥρᾳ γενομένη δια‐ πρεπὴς, παυσαμένων αὐτῆς μετὰ τὴν ὥραν τῶν ἐρα‐ στῶν, ᾠδὰς ἔσθ’ ὅτε καὶ κιθάραν ἐπινοεῖ τοῦ πάλαι πόθου τούτους ὑπομιμνήσκουσα. Τοιαῦτα ποιούσης

2188

(50)

τῆς Τύρου, μόλις αὐτῆς μνεία ἐν ἀνθρώποις γενήσε‐ ται. Ὅτ’ ἂν δέ σου παρέλθῃ τῆς παιδείας ὁ χρόνος, ἐμπόριον αὖθις πάσης γενήσῃ τῆς γῆς, ὅτε τῶν πρὶν μεμνημένη κακῶν, οὐκέτι δαιμονίοις, Θεῷ δὲ μᾶλλον προσοίσεις τῆς ἐμπορίας τὰς ἀπαρχὰς, καὶ
55πρόσοδον ἡ τοῦ Θεοῦ σε ποιήσεται πόλις. Ὥσπερ οὖν2187

2189

καὶ ἐπὶ τοῦ Χειρὰμ ἰστόρησεν ἡ Γραφή. Τῇ δὲ διὰ κρείττονος μουσικῆς μετανοίᾳ πρέπον ἂν εἴη τὴν ἐπὶ Χριστοῦ πολιτείαν νοεῖν. Δι’ ὅπερ Ἀκύλας, καὶ τὸ Ἑβραϊκὸν, ἄνευ τῶν ἄρθρων καὶ τοῦ πᾶσα, φασὶ,
5καὶ ἔσται ἐμπόριον αὐτῆς, καὶ μίσθωμα ἡγιασμέ‐ νον τῷ Κυρίῳ. Οὐ γὰρ πᾶν τὸ ἐμπόριον αὐτῆς, οὐδὲ τὸ μίσθωμα πᾶν, ἐν ἀπαρχῶν δὲ λόγῳ μέρος ἁγια‐ σθήσεται. Τοῦτο καὶ νῦν ἐν Ἐκκλησίαις Θεοῦ ταῖς ἐκεῖ γινομέναις ἔστιν ὁσημέραι θεάσασθαι. Τοῖς δὲ
10κατοικοῦσιν ἔναντι Κυρίου προσάγεται, δηλαδὴ τοῖς προέδροις τοῦ θυσιαστηρίου, τοῦ Κυρίου διατά‐ ξαντος τοῖς τὸ Εὐαγγέλιον καταγγέλλουσιν ἐκ τοῦ Εὐαγγελίου ζῇν. Καὶ οἱ τῷ θυσιαστηρίῳ δὲ παρ‐ εδρεύοντες τῷ θυσιαστηρίῳ συμμερίζονται. Τούτοις
15ἐπάγεται· Πᾶσα ἡ ἐμπορία αὐτῆς φαγεῖν καὶ πιεῖν καὶ ἐμπλησθῆναι εἰς συμβολὴν μνημόσυνον ἔναντι Κυρίου. Ὃ δὴ σαφῶς ἐξέδωκε Σύμμαχος εἰπών· Τοῖς γὰρ κατοικοῦσιν ἐνώπιον Κυρίου ἔσται ἡ ἐμπορία αὐτῆς φαγεῖν εἰς πλησμονὴν,
20καὶ περιβαλέσθαι εἰς τὸ παλαιῶσαι. Ὁ δὲ Ἀκύ‐ λας· Τοῖς καθημένοις εἰς τὸ πρόσωπον Κυρίου ἕσται ἐμπόριον αὐτῆς τοῦ φαγεῖν εἰς πλησμο‐ νὴν, εἰς ἔσθησιν μετάρσεως. Ὁ δὲ Θεοδοτίων· Καὶ περιβαλέσθαι εἰς παλαίωσιν. Οἱ δὲ Ἑβδομή‐
25κοντα· Καὶ περὶ τῶν προσφερόντων αὐτῶν. Ὡς ἐν εὐκτηρίοις ἑστιωμένων, ἀλλ’ οὐ καθάπερ ἐν εἰδω‐ λείοις τὸ πρότερον ταῖς εὐωχίαις ἐπανηγύριζον.
30tΚΕΦΑΛ. ΚΔʹ.
31 αʹ—κγʹ. Ἰδοὺ Κύριος καταφθείρει τὴν οἰκουμέ‐ νην, καὶ ἐρημώσει αὐτὴν, καὶ ἀνακαλύψει τὸ πρόσωπον αὐτῆς, καὶ διασπερεῖ τοὺς ἐνοικοῦντας ἐν αὐτῇ. Καὶ ἔσται ὁ λαὸς, ὡς ἱερεύς· καὶ ὁ παῖς,
35ὡς ὁ κύριος· καὶ ἡ θεράπαινα, ὡς ἡ κυρία· ἕσται ὁ ἀγοράζων, ὡς ὁ πωλῶν, κ.τ.λ. Τὰ καταμέρος, φασὶν, εἰρημένα περὶ διαφόρων ἐθνῶν, νῦν ὡς ἐν κεφαλαίῳ περιλαβὼν, οἰκουμενι‐ κὴν ὀνομάζει φθορὰν τὴν κατὰ πολλῶν ἐθνῶν γενο‐
40μένην. Ἀνακαλύψει δὲ ταύτης τὸ πρόσωπον δίκας εἰσπράττων, καὶ τὴν λανθάνουσαν πάλαι διελέγχων ἀσέβειαν πρόσωπον οὖσαν τῆς ἑκάστου τούτων ζωῆς. Θεοῦ γὰρ ὀργὴ τὴν τῶν πασχόντων ἀξίαν παρίστη‐ σιν, καθ’ ἣν ὑπερέχοντές τε καὶ ταπεινοὶ πάντες γί‐
45νονται παραπλήσιοι. Τὴν γὰρ ἀξίαν τῶν λογάδων διακρίνειν οὐκ οἶδε πολέμιος. Τῆς δὲ πάλαι τάξεως ἀπεργάζεται σύγχυσιν, καὶ τὰς ἁλούσας πόλεις καὶ χώρας καταλαμβάνει κατήφεια διὰ τῆς ἐρημώσεως, ἢν δὴ καὶ πένθος ἐκάλεσεν. Τῶν ὑψηλῶν δὲ καὶ πε‐

2189

(50)

ριφανεστέρων καθάπτεται πλέον ἡ συμφορὰ, διὰ τὴν ἀφ’ ὧν ἐστερήθησαν πρὸς τἀναντία μεταβολήν. Ἀνο‐ μῆσαι δέ φησι τὴν γῆν, τοῦτ’ ἕστι τοὺς κατοικοῦν‐ τας, ὡς καὶ πόλις ἄνομος λέγεται. Τὸ γὰρ δίκαιον τῆς τιμωρίας δεικνὺς, προσεπάγει τούτοις, διότι τὸν
55νόμον παρέβησαν, συμπεριλαμβάνων τοῖς ἔθνεσι τοὺς ἅμα παθόντας αὐτοῖς Ἰουδαίους, Καὶ παρέβη‐
σαν, λέγων, διαθήκην αἰώνιον. Πάντων δὲ τῶν2189

2192

ἁλόντων, ὀλίγοι μὲν ἐν ταῖς χώραις ὑπολειφθή‐ σονται· μετὰ πτωχείας δὲ βιωτεύσουσιν, ἐπειδὴ μετανοῆσαι δέον, προσέκειντο ταῖς τρυφαῖς, ὥσπερ Ἰουδαῖοι, «Φάγωμεν καὶ πίωμεν, λέγοντες, αὕριον
5γὰρ ἀποθνήσκομεν.» Περὶ ὧν ἕτερος προφήτης φη‐ σίν· «Οἱ καθεύδοντες ἐπὶ κλινῶν ἐλεφαντίνων καὶ κατασπαταλῶντες.» Καὶ μετ’ ὀλίγα· «Καὶ οὐκ ἔπασχον οὐδὲν ἑπὶ τῇ συντριβῇ Ἰωσήφ.» Διὰ τοῦτό φησι πενθήσειν τὸν οἶνον· τοῦτ’ ἔστιν, οἱ τρυφαῖς
10καὶ μέθῃ προσκείμενοι τὴν περίεργον ἀπόλαυσιν τοῦ πλούτου, καὶ τὴν ἐντεῦθεν δεικνύντες ἀλαζονείαν, πενθήσουσιν.
15 Ἑξῆς δὲ τῶν ἑλόντων αὐτοὺς πολεμίων παραδηλοῖ τὴν ὠμότητα, καὶ μέχρι μόνον ἑνὸς ἢ δυεῖν, τοὺς εἰς σφαγὴν, ἢ τοὺς αἰχμαλώτους ἐσομένους διερευ‐ νώντων, ὡσανεὶ τρυγῶντες ἐλαίαν ἐτύγχανον, οἱ καὶ τῶν μὲν κειμένων, τῶν δὲ ληφθέντων, καὶ μηδενὸς
20ἔτι λειπομένου, βοήσουσιν ἀλαλάζοντες, ὡσανεὶ τρυγῶντες ἐπαύσαντο. Τοῦτο γὰρ ἔσθ’ ὅτε φίλον τοῖς τρυγῶσι καθέστηκεν. Ἐπὶ δὲ ταῖς ἀπειλαῖς οὐκ ἐᾷ τοὺς εὐσεβοῦντας καταπεσεῖν. Εἰ γὰρ καὶ ταῦτα, φησὶ, τοὺς ἀνόμους ἐκδέξεται, πλὴν οὐκ ἀπολέσει
25Κύριος μετὰ τῶν ἀσεβούντων τὸν δίκαιον. Ὃ καὶ δι’ Ἰεζεκιήλ φησιν ὁ Θεός· «Υἱὲ ἀνθρώπου, λέγων, γῆ ἐφ’ ἣν ἐπάγω κρῖμα, αἵματος. Κἂν ὦσιν ἐν μέσῳ αὐτῶν Νῶε, καὶ Δανιὴλ, καὶ Ἰὼβ, οὗτοι ἐν τῇ δι‐ καιοσύνῃ αὐτῶν σωθήσονται· ἡ δὲ γῆ ἔσται εἰς ὄλε‐
30θρον.» Καὶ ἀλλαχοῦ πρὸς τοὺς ἑπομένους ἓξ ἄν‐ δρας, τῷ τὸν πέλυκα φέροντι· «Κόπτετε, καὶ μὴ φείδεσθε.» Καὶ μεθ’ ἔτερα· «Ἐπὶ δὲ πάντας, ἐφ’ οὕς ἐστι τὸ σημεῖον, μὴ ἐγγίσητε.» Δηλοῖ διὰ μὲν Νῶε τοὺς εὐαρεστοῦντας αὐτῷ διὰ πίστεως· τοὺς δὲ
35σοφούς τε καὶ διορατικοὺς διὰ τοῦ Δανιήλ. Διὰ δὲ τοῦ Ἰὼβ, τοὺς καρτεροῦντας ἐν ἅπασι. Διαφυγόντες δὲ τὸν ὄλεθρον τὸν σεσωκότα δοξάσουσι. Τὸ δὲ τῆς θα‐ λάττης ὕδωρ, φησὶ, ταραχθήσεται, τὸ πλῆθος τῶν ἐθνῶν αἰνιττόμενος· ὡς καὶ Δαβὶδ ὁ μέγας· «Αὕτη,
40λέγων, ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος,» καὶ τὰ ἑξῆς. Οὐ γὰρ ἰχθύων ἐθέλει λέγειν διαφοράς· ἀλλ’ οὐδὲ δράκοντα τοῖς ὕδασιν ἐννηχόμενον, ᾧ Θεὸν ἐμπαίζειν φησί. Δηλοῖ δὲ μᾶλλον τῶν τοῦ βίου πραγμάτων τὸν σάλον, δι’ ὧν ὁ νοητὸς δράκων μετα‐
45φοιτᾷ καὶ χωρεῖ.
48 Λέγοις δ’ ἂν καὶ νήσους τὰς πόλεις, ἢ τὰς τῆς ἅλμης τῶν παθῶν ὑπερανεχούσας ἀνθρώπων ψυχὰς,

2192

(50)

ἐν αἷς ἐστι δόξα Κυρίου, τῆς προφητείας ἐπὶ Χρι‐ στὸν ἤδη μεταγούσης τὸν λόγον. Τῆς γὰρ γῆς ἐκ τῶν εἰδώλων καὶ κακῶν ἐρημωθείσης τῶν ἐν αὐτῇ, καὶ διαφόροις συμφοραῖς τῶν ἀνθρώπων πεπαιδευ‐ μένων, ἡ Χριστοῦ τοῦ Σωτῆρος δόξα τοῖς ἐπὶ γῆς
55ἀνατέταλκε τοῖς ἐκ τῆς εἰδωλολατρείας καταλειφθεῖ‐ σιν, οὓς διὰ τοῦ θείου βαπτίσματος αἱ περὶ τῶν ἀγα‐
θῶν τῶν μελλόντων ἐλπίδες εὐφραίνουσιν, ὅτι δὴ τῷ2191

2193

Χριστῷ συνέσονται δόξῃ τυγχάνοντι τοῦ Πατρός. Τότε καὶ τὸ, ὕδωρ τῆς θαλάττης ταράττεται, τῶν ἀποστόλων πανταχοῦ τοῦ βίου κηρυττόντων καινό‐ τερα, καὶ ταραττόντων τῷ ξένῳ τῆς ἀκοῆς τοὺς
5ἀκούοντας. Ὁ δὲ Θεὸς ἐν ταῖς ἁγίαις ἐδοξάζετο νή‐ σοις τοῦ λόγου τὰς Ἐκκλησίας δηλώσαντος. Αὗται γὰρ τῶν τοῦ βίου κυμάτων διανεστήκασι διὰ Χριστοῦ νικῶσαι τοὺς θλίβοντας. Θάλασσαν γὰρ εἰπὼν τὰ ἔθνη, νήσους ταύτας εἰκότως ἐκάλεσεν. Οἱ δὲ ταύ‐
10τας οἰκοῦντες ἅμα τῇ δόξῃ Κυρίου, φασὶ πρὸς τὸν Θεὸν Ἰσραήλ· Ἐκ τῶν πτερύγων τῆς γῆς τέρατα ἠκούσαμεν, πεπιστευκότες ὡς ἔστι τοῖς εὐσε‐ βοῦσιν ἐλπίς· πτέρυγας καλοῦντες τῆς γῆς, τοὺς τοῖς θείοις λόγοις αὐτοὺς ἀποστόλους ἀναπτερώσαν‐
15τας, ὡς ἀφεῖναι τὴν γῆν, καὶ φρονεῖν ἐπουράνια, τὸ πολίτευμα λοιπὸν ἐσχηκότας ἐν οὐρανῷ. Τὰ δὲ τού‐ των φασὶ ξένα δεξάμενοι δόγματα, ἐλπίδι τῇ διὰ πί‐ στεως περὶ τῶν μελλόντων ἀγαθῶν βεβαιούμεθα. Τοὺς δὲ μὴ δεξαμένους τὸν τῆς πίστεως ὀδύρονται
20νόμον, μᾶλλον δὲ καὶ τὸν διὰ Μωσέως. Περὶ αὐτοῦ γὰρ κἀκεῖνος ἔγραψε, δηλονότι Χριστοῦ. Καὶ εἰ ἐπίστευον Μωσεῖ, ἐπίστευον ἂν καὶ Χριστῷ. Νουθετοῦσι δὲ τοὺς ἀπιστοῦντας οἱ τὴν πίστιν δεξάμενοι τὸν ἐκ τῆς κολάσεως αὐτοῖς ἐπανατείνοντες φόβον, πᾶν εἶδος
25αὐτοῖς κακῶν ἀπειλούμενοι. Τοῦτο γὰρ ὅ τε φόβος, καὶ ὁ βόθυνος, καὶ παγίς. Κἂν γὰρ ἕν τις διαφύ‐ γῃ, τοῖς ἑτέροις ἁλώσεται. Ταῦτα δὲ μετὰ τὸν τοῦ Σωτῆρος σταυρὸν μυρίοις ἁλόντες κακοῖς Ἰουδαῖοι πεπόνθασιν. Καὶ τὴν τούτων αἰτίαν ἐπάγων φησὶν,
30ὅτι θυρίδες ἐκ τοῦ οὐρανοῦ ἀνεῴχθησαν. Τοῦτ’ ἔστιν, ἐπισκοπῇ τὴν γῆν ἐπεσκέψατο Κύριος· Θεοῦ γὰρ ἀνεξικακοῦντος, ὡς μηδὲ δοκεῖν ἐφορᾷν, κεκλεῖ‐ σθαι λέγεταί πως ὁ οὐρανὸς, ὡς τοὺς ἁμαρτωλοὺς ἐπ’ ἀδείας παρανομεῖν. Ἐπεξίοντος δὲ τοῖς ἁμαρτή‐
35μασι, θορύβου πάντα καὶ δέους ἀνάμεστα, καὶ ὡς ἐκ μέθης πρὸς πᾶν εἶδος ἄνθρωποι διαῤῥίπτονται κακῶν ὡς ὀπωροφυλάκιον σαλευόμενοι. Φορητῶν μὲν γὰρ ὁ Θεὸς ἁμαρτημάτων ἀνέχεται. Κατισχυού‐ σης δὲ τῆς ἁμαρτίας κολάζει τοὺς δράσαντας.
40 Λαμπρὸν δὲ κατόρθωμα τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς τὸ διασκεδασθῆναι τῶν τῇ κτίσει λατρευ‐ σάντων παρὰ τὸν κτίσαντα τὴν ἀσέβειαν, ᾗπερ καὶ Ἰουδαῖοι περιπεπτώκασιν. «Ὧν αἱ γυναῖκες, κατὰ τὸν Ἱερεμίαν, τρίβουσι σταῖς τοῦ ποιῆσαι χαυῶνας
45τῇ στρατιᾷ τοῦ οὐρανοῦ τῶν υἱῶν συλλεγόντων τὰ ξύλα, καὶ τῶν Πατέρων καιόντων τὸ πῦρ.» Καὶ ἄλ‐ λος δὲ προφήτης φησίν· «Ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολὸχ, καὶ τὸ ἄστρον τοῦ Θεοῦ ὑμῶν Ῥαιφάν.» Ἡ οὖν τούτοις ἐπαγομένη χεὶρ διασκεδασμὸν τῶν

2193

(50)

ταῦτα καὶ τὰ τοιαῦτα προσκυνούντων δηλοῖ. Εἴποις δ’ ἂν καὶ κόσμον οὐρανοῦ, καὶ τὸν περὶ οὖ εἴρηται· «Πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος ὁ πρωῒ ἀνατέλλων,» καὶ βασιλεῖς τῆς γῆς, τοὺς κοσμο‐ κράτορας τοῦ αἰῶνος τούτου. Βεβασιλεύκασι γὰρ
55τῆς γῆς, ἰδίους ἐν αὐτῇ προσκυνητὰς ἀποφήναντες, οὓς δὴ κατέπεμψεν ὁ Χριστὸς εἰς τὸ τῆς κολάσεως
δεσμωτήριον, οἳ καὶ παρεκάλουν, ἵνα μὴ προστάξῃ2193

2196

αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν. Οὗτοι δὲ καὶ ἀπὸ κτίσεως κόσμου τῇ τοῦ Θεοῦ πολεμοῦντες δόξῃ, μέ‐ χρι τῆς τοῦ Σωτῆρος ἐπιδημίας παρέτειναν, ὅτε διὰ πολλῶν γενεῶν ἐπισκοπῆς τυχόντες εἰς δεσμω‐
5τήριον ἐνεβλήθησαν. Παρεικάζει δὲ τείχει τὸν Σα‐ τανᾶν. Δεινὸς γὰρ εἰς ἀντίστασιν, καὶ πόλις οἷον εὐ‐ πυργοτάτη· ἀλλ’ ἥλω καὶ πέπτωκε Χριστοῦ κατα‐ σείσαντος. Ἔθος γὰρ τῇ Γραφῇ τοὺς ἄγαν ἰσχυροὺς παρεικάζειν τείχει καὶ πόλεσι. Θεὸς γοῦν πρὸς Ἰε‐
10ρεμίαν φησίν· «Ἰδοὺ τέθεικά σε ἐν τῇ σήμερον ἡμέρᾳ ὡς πόλιν ὀχυρὰν, καὶ ὡς τεῖχος χαλκοῦν ὀχυ‐ ρὸν ἅπασι τοῖς βασιλεῦσι τῆς γῆς, καὶ πολεμήσουσί σε, καὶ οὐ μὴ δύνωνται πρὸς σὲ, διότι μετὰ σοῦ εἰμι τοῦ ἐξαιρεῖσθαί σε, λέγει Κύριος.» Ταῦτα προετύ‐
15που καὶ ὁ τοῦ Ναυὴ Ἰησοῦς, τοὺς πέντε βασιλεῖς κατακράτος ἑλὼν καὶ ἐμβαλὼν εἰς τὸ σπήλαιον. Πλὴν ὅτι ταῖς πονηραῖς δυνάμεσι καὶ τὸ ἄῤῥηκτον τεῖχος συμπέπτωκε. Τοῦτ’ ἔστιν ὁ Σατανᾶς, τῆς εἰδωλολα‐ τρείας ἐξ ἀνθρώπων ἀνῃρημένης, ὅτε καὶ βεβασί‐
20λευκε Κύριος ἐν Σιὼν καὶ ἐν Ἱερουσαλήμ. Σκο‐ πευτήριον γὰρ, καὶ εἰρήνης ὅρασις, ἡ Ἐκκλησία Χριστοῦ. Ἐνώπιον δὲ πρεσβυτέρων λέγει τῶν τελείων τὴν φρένα, δι’ ἧς ὁρῶσι τῶν περὶ αὐτοῦ μυστηρίων τὸ
25βάθος. Πρὸς οὕς φησιν Ἰωάννης· «Γράφω ὑμῖν, Πα‐ τέρες, ὅτι ἐγνώκατε τὸν ἀπ’ ἀρχῆς.» Τὸν γὰρ Χριστὸν ὡς Θεὸν ἐγνωκότες δοξάζουσι. Τὴν δὲ παροῦσαν ἅπασαν ῥῆσίν τινες περὶ τῆς καθόλου συντελείας ἐξέλαβον λέγοντες, ὡς ἐν μέρει περὶ τῶν ἐθνῶν ὁ
30προφήτης εἰπὼν, ἀκολούθως νῦν περὶ πάσης τῆς οἰκουμένης ἐκτίθεται· ἐπειδὴ τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς· καὶ πάντων κηδόμενος, περὶ τῆς μελλούσης αὐτοὺς καταλήψεσθαι κρίσεως ποιεῖται τὸν λόγον ἐν ἡμέρᾳ ἐν ᾗ κρίνει ὁ Θεὸς τὰ κρυπτὰ
35τῶν ἀνθρώπων. Διόπερ νῦν οὐδενὸς ἔτι μέμνηται τῶν κατὰ μέρος ἐθνῶν· περὶ δὲ τῆς οἰκουμένης ἁπά‐ σης. Ἔδει γὰρ ἀρχὴν εἰληφότα τὸν κόσμον καὶ πέρας ἔχειν, τροπῆς ἐπὶ τὸ κρεῖττον γενησομένης. «Ὅτι καὶ αὕτη ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας
40τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ.» Καὶ πάλιν φησί· «Δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσα‐ σθαι ἀθανασίαν.» Καὶ πάλιν· «Παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου.» Καὶ ὁ Σωτὴρ δέ φησιν· «Ὁ οὐρα‐
45νὸς καὶ ἡ γῆ παρελεύσεται.» Διδάσκει τοίνυν οἷα τοὺς ἀγαθοὺς καὶ δυσσεβεῖς διαδέξεται, ἀπὸ τῶν σκυθρω‐ πῶν ἀρξάμενος, ὡς ἂν καταντήσῃ πρὸς τὰ χρηστότερα. Τῇ δὲ τῆς οἰκουμένης ἐρημώσει τε καὶ φθορᾷ σύμ‐ φωνον τὸ ῥηθὲν ἐν ὁράσει τῇ περὶ Βαβυλῶνος,

2196

(50)

ἥξειν ὁπλομάχους καταφθεῖραι πᾶσαν τὴν οἰκουμέ‐ νην. Καὶ τό· «Ἡμέρα Κυρίου ἔρχεται ἀνίατος, θυ‐ μοῦ καὶ ὀργῆς, θεῖναι τὴν οἰκουμένην ἔρημον, καὶ τοὺς ἁμαρτωλοὺς ἀπολέσαι ἐξ αὐτῆς.» Ἀνθρώποις γὰρ διαλεγόμενος, περὶ ἀνθρώπων μόνον ἔφη, περὶ
55τῶν λοιπῶν λογικῶν οὐδὲν μεμνημένος. Κρινομένων
δὲ τῶν ἐπὶ γῆς, καὶ μετατιθεμένων εἰς ἕτερα τῆς2195

2197

οἰκουμένης χωρία, ἐρημοῦσθαι τὸ τῆς γῆς ἀκόλουθον ἧν οἰκητήριον, τῶν ἐνοικούντων ἄλλων ἄλλοσε δια‐ σπαρέντων εἰς ἕτερα τοῦ κόσμου χωρία, κατὰ λόγον τῶν ἑκάστου πράξεων. Πολλαὶ γὰρ μοναὶ παρὰ τῷ
5Πατρὶ, πρός τε τὴν ἁπάντων ὑποδοχὴν, καὶ τῶν πώποτε γενομένων ὁ κόσμος ἀρκεῖ, σκοτεινῶν μὲν χωρίων ὑποδεχομένων τοὺς ἀσεβεῖς, κατὰ τό· Εἰσ‐ ελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς, παραδοθήσονται εἰς χεῖρας ῥομφαίας. Μερίδες ἀλωπέκων ἔσονται, τῶν
10δὲ εὐσεβῶν ἁρπαγησομένων ἐν νεφέλαις, εἰς ἁπάν‐ τησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ γενησομένων.
14Πρόσωπον δὲ τῆς γῆς τὴν ἐπιφάνειαν ταύτης
15ἐκάλεσεν. Ἀνακαλύπτεται δὲ τῶν ἐν αὐτῇ κεκα‐ λυμμένων ἀναγομένων εἰς φῶς κατὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν, μεθ’ ἣν ἅπαντες τῷ τοῦ Χριστοῦ παρα‐ στήσονται βήματι, δικαίας ψήφου τυγχάνοντες χωρὶς προσωποληψίας τῶν ἐν ἀξιώμασιν ἢ πλούτῳ διαφα‐
20νῶν. Τὸ γὰρ ἴσον ἔσται πᾶσι κρινομένων μόνων τῶν λογισμῶν τε καὶ πράξεων. Καὶ Ἰὼβ δέ φησι· «Μι‐ κρὸς καὶ μέγας ἐκεῖ ἐστι, καὶ θεράπων οὐ δεδοικὼς τὸν Κύριον αὐτοῦ.» Γῆν δὲ φθαρήσεσθαί φησι τοὺς τὸ γεῶδες ἔχοντας φρόνημα, κατὰ τό· «Γῆ εἶ, καὶ
25εἰς γῆν ἀπελεύσῃ.» Καὶ τό· «Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκὸς, ὁ δεύτερος ἐξ οὐρανοῦ πνευματικὸς,» καὶ τὰ ἑξῆς· μεθ’ ἅ φησι· «Σὰρξ καὶ αἷμα βασι‐ λείαν Θεοῦ κληρονομῆσαι οὐ δύνανται.» Οἱ δὲ τοιοῦτοι τῇ ἑαυτῶν φθορᾷ φθαρήσονται. Σειραῖς γὰρ τῶν
30ἑαυτοῦ ἁμαρτημάτων ἕκαστος σφίγγεται. Ὡς γὰρ ἡ σὰρξ ὑφ’ οὗπερ ἐξ αὐτῆς ἀνῆψε πυρετοῦ διαφθεί‐ ρεται, οὕτως οἱ θησαυρίσαντες ἑαυτοῖς ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς διεφθορότες τὰς ψυχὰς, τῇ ἑαυτῶν παραδοθέντες φθορᾷ κολασθήσονται, δίκην εἰσπρατ‐
35τομένων καὶ δυνάμεών τινων, αἳ δημίων λόγον ἐπέχουσιν, οἳ προνομήν τινα ποιήσονται διαρπά‐ ζοντες αὐτῶν τὰς ψυχὰς, ὅτε καὶ πενθήσουσιν οἱ πένθους ἄξια πράξαντες. Τὴν εἰρημένην δὲ πενθοῦ‐ σαν καὶ φθαρεῖσαν ἐδήλωσε γῆν, εἰπὼν οἱ ὑψηλοὶ
40τῆς γῆς· τούτους γὰρ Θεὸς μέτεισι μάλιστα (ὑπερ‐ ηφάνοις γὰρ ἀντιτάσσεται)· οἳ καὶ ἀνομοῦντες, τὴν γῆν ἐπλήρωσαν αἱμάτων καὶ φόνου. Ἡ γῆ γὰρ, φησὶν ὁ Σύμμαχος, ἐφονοκτονήθη ὑπὸ τῶν κατοικούντων αὐτήν. Καὶ τῆς φθο‐
45ρᾶς τὴν αἰτίαν ἐπήνεγκεν, ὅτι παρέβησαν τὸν νόμον. Τὸν φυσικὸν γὰρ τὸν δοθέντα πᾶσι νόμον παρέβησαν ἅπαντες, τὸν ἐγγραφέντα ταῖς αὐτῶν διανοίαις, καθά φησιν ὁ Παῦλος· «Ὅτ’ ἂν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιῶσιν,

2197

(50)

οὗτοι νόμον μὴ ἔχοντες, ἑαυτοῖς εἰσιν νόμος. Οἵ‐ τινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν.» Τοῦτο δὲ καὶ διὰ τῆς Ἰωάν‐ νου δηλοῦται φωνῆς εἰρημένον περὶ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, ὅτι ἦν τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει
55πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Τοῦτο
δὲ καὶ κατὰ τὸν τῆς ἐπιδημίας γέγονε χρόνον, κατὰ2197

2200

τό· «Ἐν ταῖς ἡμέραις ἐκείναις, φησὶ Κύριος, διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίας αὐτῶν ἐπιγράψω αὐτούς.» Τὸν φυσικὸν οὗν παρ‐ έβησαν νόμον εἰς φιλοσαρκίας τραπόμενοι, καὶ γέ‐
5γονεν ἡ γῆ τούτων παραβεβηκότων ἐπάρατος. Ὥσπερ γὰρ ἐν ἀρχῇ μήπω συστάσης τῆς ἁμαρτίας εὐλό‐ γησεν ὁ Θεὸς τὸν ἄνθρωπον· οὕτως ἐπὶ συντελείᾳ τοῦ αἰῶνος ἀρὰ τὴν γῆν ἔδεται. Ἀντὶ δὲ τοῦ, Διὰ τοῦτο πτωχοὶ ἔσονται, Διὰ τοῦτο, φησὶν ὁ Σύμ‐
10μαχος, ἐκτρυχωθήσονται. Πλὴν οἱ ἐπὶ τοῦ θείου κατεγνωσμένοι βήματος, ἐν ἐνδείᾳ γενήσονται τῶν ἄνωθεν ἀγαθῶν καὶ γυμνοὶ τῆς ἐλπίδος τῆς τοῖς ἁγίοις ηὐτρεπισμένης. Εἰς ᾅδου δὲ παραπεμφθέντων ὀλίγοι καταλειφθήσονται πλοῦτον ἔχοντες ὃν ἐξ
15ἀρετῶν ἐθησαύρισαν. «Πολλοὶ γὰρ κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοὶ,» καθά φησιν ὁ Σωτήρ. Ἀντὶ δὲ τοῦ, πεν‐ θήσει ὁ οἶνος, Ἀκύλας ἐξέδωκεν, ἐπένθησεν ὁ παρωρισμός· σημαίνων διὰ τοῦ παραδείγματος τῆς ὀπώρας, τὸ πρόσκαιρον τοῦ τῶν σωμάτων ὡραϊσμοῦ,
20καὶ τῆς ἀνθρώπων τρυφῆς τῶν ἑαυτοὺς ἀσωτίαις καὶ μέθαις ἐκδεδωκότων, αἰσχυνομένων ἑπὶ τοῖς τούτων ἐλέγχοις, κατὰ τό· «Πολλοῖς τῶν ἐκ γῆς χώματι ἀναστήσονται· οἱ μὲν εἰς ζωὴν αἰώνιον, οἱ δὲ εἰς ὀνειδισμὸν καὶ αἰσχύνην αἰώνιον.»
26 Νόει δὲ καὶ οἶνον τὸν ἐξ ἀμπέλου Σοδόμων, καὶ σταφυλὴν χολῆς περὶ οὗ φησι· «Θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν, καὶ θυμὸς ἀσπίδων ἀνίατος,» ὃς καιροῖ ψυχὴν, καὶ παρατρέπει διάνοιαν. Οὖ τῆς
30μέθης ἀνανήψαντες, τότε πενθήσουσιν. Τότε δὲ καὶ πᾶσα πόλις κλείσει οἰκίαν τοῦ μὴ εἰσελθεῖν. Οὐκέτι γὰρ ἔσονται πολιτεῖαι ὁποῖαι νῦν, ἐν αἷς οἱ ἀσεβεῖς τὰ καταθύμια πράττουσιν. Διό φησιν ὁ Σω‐ τήρ· «Οὐαὶ ὑμῖν τοῖς πλουσίοις, ὅτι ἀπέχετε τὴν
35παράκλησιν ὑμῶν. Οὐαὶ ὑμῖν οἱ ἐμπεπλησμένοι νῦν, ὅτι πεινάσετε. Οὐαὶ οἱ γελῶντες νῦν, ὅτι πενθήσετε καὶ κλαύσετε.» Ταῦτα δηλοῖ καὶ ἡ παραβολὴ τοῦ πλου‐ σίου τοῦ ἐν κόλποις Ἀβραὰμ ἑωρακότος τὸν Λάζα‐ ρον, ὃς ἤκουεν, «Ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ
40σου.» Οὕτως ἄρα τοῖς κρινομένοις ὑπομνήσεις τῶν ἐν‐ ταῦθα βεβιωμένων ἐγγίνονται. Διὸ πενθήσουσιν ἑαυ‐ τούς. Ὅθεν ὁ Σωτὴρ μακαρίζει τοὺς ἐν τῷ παρόντι βίῳ πεινῶντας καὶ διψῶντας τὴν δικαιοσύνην, τοὺς κλαίον‐ τάς τε καὶ πενθοῦντας, καὶ πτωχεύσαντας δι’ αὐ‐
45τὸν, καὶ δεδιωγμένους. Οἷς ἐπιφέρει νῦν ὁ προφήτης· Ταῦτα πάντα ἔσται ἐν τῇ γῇ, ἐν μέσῳ τῶν ἐθνῶν· σαφῶς διδάσκων περὶ τῆς κρίσεως εἰρῆσθαι τὰ λε‐ λεγμένα. Ὅτι δὲ καὶ μέχρις ἑνὸς πάντας μετέρχε‐ ται, διὰ τῆς ἐλαίας ἐδήλωσεν. Ἀντὶ δὲ τοῦ, Καὶ

2200

(50)

ἐὰν παύσηται ὁ τρυγητὸς, οὗτοι φωνῇ βοήσον‐ ται, διαστολῇ χρησάμενος, ὁ Σύμμαχος δύο κατὰ τὸ αὐτὸ παρέστησε διανοίας εἰπὼν, Ὡς ἐπιφυλλίδες ἐὰν συντελεσθῇ τρυγητός. Εἶτ’ ἐξ ἑτέρας φησὶν ἀρχῆς, Οὗ τοῖς παροῦσι φωνὴν αὐτῶν. Τὸ μὲν
55γὰρ τῇ τῶν προτέρων ἀπέδωκε διανοίᾳ, ὅτι, ὡς οἱ2199

2201

τὸν τῆς ἐλαίας τρυγῶντες καρπὸν, καλάμοις δια‐ κρούοντες, καὶ μέχρι μιᾶς, εἴπου φωνῇ, καταβάλ‐ λουσιν· οὕτω τῶν ἀσεβῶν οὐδεὶς, διαφεύξεται ὥσπερ καὶ ἐπὶ τῶν βοτρύων ἐπανίοντές τινες, καὶ τοὺς τὸ
5πρῶτον λαθόντας συλλέγουσιν. Καὶ τοῦτο παρίστησιν ὁ Σωτὴρ τῇ περὶ τῆς σαγήνης παραβολῇ τῶν σα‐ πρῶν ἔξω βαλλομένων. Ἀλλ’ ἐκεῖνοι μὲν ταῦτα πείσονται. Οὗτοι δὲ ἐπαροῦσι φωνὴν αὐτῶν, δῆλον ὡς οἱ
10τοῦ κρείττονος τάγματος. Ὅθεν ἐπήγαγεν· Ἀγαλ‐ λιάσονται ἐν τῷ ἐνδοξασθῆναι Κύριον. Κατὰ δὲ τοὺς Ἑβδομήκοντα· Οἱ ἀσεβεῖς τρυγητὸν παθόντες ἔσχατον, φωνὰς ἀποδώσουσι, βοῶντες ἐν τῷ κολά‐ ζεσθαι· οἱ δὲ ἀγαθοὶ εὐφρανθήσονται ἅμα τῇ δόξῃ
15Κυρίου, ὅτε ὁ Κύριος ἐλεύσεται ἐν τῇ δόξῃ τοῦ Πα‐ τρὸς αὐτοῦ, μετὰ δυνάμεως καὶ δόξης πολλῆς. Ἀντὶ δὲ τοῦ, Ταραχθήσεται τὸ ὕδωρ τῆς θαλάσσης, Ἤχησαν ὕδατα θαλάσσης, Θεοδοτίων ἑρμήνευσεν, δηλῶν τὸ μέγεθος τῆς βοῆς τῶν δοξαζόντων Κύριον.
20Νήσους δὲ τὰς Ἐκκλησίας φησὶ τὰς ἐν τῷ παρόντι βίῳ, καὶ πρὸ τῆς κρίσεως ἐν μέσῳ τῶν ἀπίστων, ἐν μέσῳ θαλάσσης ἀπειλημμένας, ἐφ’ ἃς ἡ τοῦ Θεοῦ λάμψει δάξα κατὰ τὸν αἰῶνα τὸν μέλλοντα. Διόπερ ὁ λόγος τὸν τοῦτο ποιήσοντα Θεὸν ἀνυμνεῖ λέγων·
25Κύριε ὁ Θεὸς Ἰσραὴλ, ἀπὸ τῶν πτερύγων τῆς γῆς τέρατα ἠκούσαμεν. Ἀντὶ δὲ τοῦ τέρατα, ψαλμοὺς Θεοδοτίων ἑρμηνεύει, καὶ Σύμμαχος. Ὁ δὲ Ἀκύλας, μελῳδίας. Οἱ γὰρ τῆς μερίδος τοῦ Θεοῦ τὴν δικαίαν αὐτοῦ κρίσιν ἀποθαυμάζοντες, εὐφραινόμενοι ἅμα
30τῇ δόξῃ Κυρίου ὕμνους αὐτῷ καὶ ψαλμῳδίας εὐ‐ χαριστηρίους ἀνάγουσιν πανταχόθεν ὄντες τῆς γῆς. Ὃ δὴ καὶ ὁ προφήτης ἐθαύμασεν, ὑμνεῖν αὐτὰς τὸν Θεὸν ἠξιῶσθαι μαθών. Ὃ δὴ καὶ τερατῶδες ἐδόκει κατὰ τοὺς Ἑβδομήκοντα, εἰ τὴν πατρῴαν πλάνην
35ἐάσαντες τὸν τῶν προφητῶν ὑμνοῦσι Θεὸν εἰς πέ‐ ρας αὐτοῖς τῆς ἐλπίδος ἐκβάσης. Ἐπὶ γὰρ τῇ τοῦ Θεοῦ δικαιοκρισίᾳ ἐπῆκται τὸ, ἐλπὶς τῷ εὐσεβεῖ, κἂν ἀλλόφυλος ᾖ δηλονότι, κἂν ἀλλότριος τοῦ σπέρματος Ἀβραάμ.
49Ἐφ’ οἷς, κατὰ Σύμμαχον, εἴρηται· Καὶ εἶπεν τὸ

2201

(50)

μυστήριόν μου ἐμοί· τὸ μυστήριόν μου ἐμοί. Τῶν γὰρ προφητῶν ἐπὶ τῷ παραδόξῳ τὸν Θεὸν δο‐ ξασάντων, μνημονευσάντων δὲ καὶ τῆς ἐλπίδος τῶν εὐσεβῶν, μὴ εἰρηκότων δὲ τίνα καὶ ποῖα ἦν τὰ ἐλπιζόμενα, ποθούντων δὲ μαθεῖν ἃ ἡτοίμασεν ὁ
55Θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν, σιωπᾷν αὐτοὺς ὁ Θεὸς παρακελεύεται λέγων· Τὸ μυστήριόν μου ἐμοί· τὸ μυστήριόν μου ἐμοί. Οὐ γὰρ νῦν, φησὶν, ἐκ‐ φαίνειν καιρὸς, «ἃ ὀφθαλμὸς οὐκ εἶδεν, καὶ οὖς οὐκ ἤκουσεν, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ
60ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.» Ὁ δὲ προ‐2201

2203

φήτης, ὡς ἐδόξασε τὸν Θεὸν ἐπὶ τῇ τῶν ἀγαθῶν ἐλπίδι. Οὕτως ἐκ φιλανθρωπίας τοὺς πονηροὺς ἀποκλαίεται λέγων· Οὐαὶ τοῖς ἀθετοῦσιν. Ἀνθ’ οὗ Ἀκύλας μὲν ἔφη· Ὢ εἴμοι ἀθετοῦντες ἠθέτη‐
5σαν. Ὁ δὲ Σύμμαχος· Οὐαί μοι ἀθετοῦντες ἠθέ‐ τηνται· Θυρίδας δὲ οὐρανοῦ κατὰ τὴν προλαβοῦσαν νοήσεις ἐξήγησιν. Ἐπεξιόντος γὰρ τοῖς ἁμαρτάνουσι τοῦ Θεοῦ, αἱ τοῦ οὐρανοῦ θυρίδες ἀναπετάννυν‐ ται, τῆς εἰς αὐτοὺς ἐπισκοπῆς γινομένης. Εἰκὸς δὲ
10οὕτως εἰρῆσθαι περὶ ὧν φησιν ὁ Δαβίδ· «Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν.» Τότε μὲν οὖν ἀνοιγή‐ σονται πᾶσαι ἐπὶ τῆς τοῦ Κυρίου βασιλείας, ὅπως δι’ αὐτῶν εἰσέρχωνται οἱ βασιλευόμενοι. Νυνὶ δὲ ἀνοιγομένων τί γίνεται; Σεισθήσεται, φησὶ, τὰ θε‐
15μέλια τῆς γῆς, καὶ ταραχθήσεται ἡ γῆ· τοὺς οἰ‐ κήσαντας ταύτην δηλῶν, ὡς ἀπὸ κακῶν μέθης σα‐ λευομένους. Ἡ δὲ τοιαύτη γῆ τῶν ἀσεβῶν οὖσα ψυχὴ, ὡς ὀπωροφυλάκιον ἔσται. Τοῦτο δὲ καὶ διὰ τῶν ἔμπροσθεν ἐρημίαν ἐδήλου, ἐν οἷς ἐλέγετο· «Σιὼν ὡς
20ἀγρὸς ἀροτριαθήσεται, καὶ Ἱερουσαλὴμ ὡς ὀπωρο‐ φυλάκιον ἔσται.» Ταῦτα δὲ γέγονε, τοῖς οἰκοῦσι τὴν γῆν, ἐπείπερ κατίσχυσεν ἐπ’ αὐτοὺς ἡ ἀνομία, διὸ ἐπὶ τέλει τοῦ λόγου φησί. Καὶ πεσεῖται, καὶ οὐ μὴ δύνηται
25ἀναστῆναι. Ἅπαξ μὲν γὰρ πεσοῦσα κατὰ τὴν τοῦ θνητοῦ βίου τελευτὴν ἡ γῆ, σὰρξ οὖσα γεώδης, ἢ φιλοσώματος ψυχὴ, ἢ οἱ πάλαι τὴν γῆν οἰκοῦντες, τῆς καθολικῆς ἀναστάσεως τεύξονται, παραστῆναι τῷ δικαστῇ, καὶ τῶν πρὸς ἀξίαν τυχεῖν. Ἐπειδ’
30ἂν δὲ κριθέντες, τῆς ἀγαθῆς ἐλπίδος ἐκπέσωσι παραδοθέντες κολάσεσιν, ἐκπεσόντες τότε Θεοῦ, οὐκ ἔτι λοιπὸν ἀναστῆναι δυνήσονται. Περὶ δὲ τῆς γῆς αὐτάρκως εἰπὼν, τοῦτ’ ἔστι τῶν οἰκητό‐ ρων τῆς γῆς, ἐπὶ τὸν οὐρανὸν μεταβαίνει καὶ τὰ
35οὐράνια, λέγων· Τῇ ἡμέρᾳ ἐκείνῃ, τῷ τῆς κρίσεως δηλονότι καιρῷ, ἐπάξει ὁ Θεὸς ἐπὶ τὸν κόσμον τοῦ οὐρανοῦ τὴν χεῖρα, τὴν συντέλειαν δηλῶν τοῦ παν‐ τὸς, καθ’ ἣν οὐρανὸς καὶ γῆ παρελεύσεται, ὡς ὁ Σωτήρ φησι· καὶ «Ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ
40σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ πεσοῦνται,» καὶ τὰ ἐπὶ τούτοις. Κόσμον δὲ οὐρανοῦ, τοὺς φωστῆρας κατὰ τὸν Μωσέα καλεῖ λέγοντα· «Ἔπεχε μὴ ἀναβλέψας εἰς τὸν οὐρανὸν, καὶ ἰδὼν τὸν ἥλιον, καὶ τὴν σελήνην, καὶ τοὺς ἀστέ‐
45ρας, καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ, πλανηθεὶς προσκυνήσεις αὐτοῖς.» Ταῦτα γὰρ καὶ ὁ προφήτης δηλῶν ἐπιφέρει· Καὶ τακήσεται ἡ πλίνθος, καὶ πεσεῖται τὸ τεῖχος. Ἀνθ’ οὗ Σύμμαχός φησι· Καὶ ἐντραπήσεται ἡ σελήνη, καὶ αἰσχυνθήσεται ὁ

2203

(50)

ἥλιος, καὶ οἱ λοιποὶ δὲ τὰ ὅμοια. Ἅπερ οἱ Ἑβδομή‐ κοντα συνεκάλυψαν, ὡς Ἕλλησιν ἐκδιδόντες τὴν γρα‐ φὴν διὰ τὸ ἀπεμφαῖνον τῆς λέξεως. Τὴν οὖν χεῖρα τούτοις ἐπιφέρει Θεὸς συντέλειαν ἐργαζόμενος. Βασιλέας δὲ γῆς συγκλειομένους, νόει τοῦ αἰῶνος
55τούτου τοὺς ἄρχοντας. Ὡς καὶ Γαβριήλ φησιν ἐν τῷ2203

2205

Δανιήλ· Καὶ ἐξῆλθεν εἰς συνάντησίν μου ἄρχων βα‐ σιλείας Περσῶν, καὶ ἄρχων βασιλείας Μήδων. Ἀκό‐ λουθον γὰρ ἦν Χριστοῦ λοιπὸν βασιλεύοντος ἐν αἰῶνι νέῳ, τοὺς ἐναντίους βασιλέας εἰς τόπον καταβλη‐
5θῆναι τὸν πρέποντα. Δύο Σύμμαχός φησι· Καὶ ἀθροισθήσονται ἀθροισμὸν δεσμίου εἰς λάκκον, καὶ συγκλεισθήσονται εἰς συγκλεισμόν. Ἐνέπε‐ σον γὰρ εἰς ὂν εἰργάσαντο λάκκον, μηκέτι τοῖς ὑπὸ Χριστοῦ βασιλευομένοις παρενοχλήσοντες. Σεσίγηται
10δὲ φασὶν, ὡς ἀπόῤῥητον, ὑπὸ τίνος ἡ ἐπισκοπὴ ἔσται αὐτῶν, ἢ κατὰ τοὺς λοιποὺς, ἐπισκεφθήσονται, Θεοῦ δηλονότι. Ἐντραπήσεσθαι δέ φησιν ἥλιόν τε καὶ σελήνην, δίκας διδόντων τῶν ὑπ’ αὐγὰς αὐτῶν γε‐ γονότων, ὡς οἱ Δεσποτικῶν οἴκων μακρῷ χρόνῳ γε‐
15γονότες ἐπίτροποι, ἐπιστάντος τοῦ Δεσπότου, τοὺς ὑπ’ αὐτοῖς τελέσαντας κολαζομένους θεώμενοι, μὴ δυνηθέντες συνεισενέγκαι τι τούτοις εἰς ἀρετήν. Ἐφ’ οἷς ἐπιφέρεται· Βασιλεύσει Κύριος ἐν τῷ ὄρει Σιών. Ἔπρεπε γὰρ τῷ περὶ συντελείας λόγῳ τὴν
20μέλλουσαν ἐπουράνιον Χριστοῦ βασιλείαν εἰπεῖν μετὰ τὴν τῶν ἐναντίων τυράννων καθαίρεσιν. Σιὼν δὲ καὶ Ἱερουσαλὴμ τὰς κατὰ Παῦλον τὸν μέγαν ἐπουρα‐ νίους φησὶν, ἐν αἷς καταξιωθήσονται τῆς αὐτοῦ θεό‐ τητος οἱ κυρίως πρεσβύτεροι.
25tΚΕΦΑΛ. ΚΕʹ.
26 α—ηʹ. Κύριος ὁ Θεός μου, δοξάσω σε, ὑμνήσω τὸ ὄνομά σου, ὅτι ἐποίησας θαυμαστὰ πράγματα βουλὴν ἀρχαίαν ἀληθεινήν. Γένοιτο, Κύριε, ὅτι ἔθηκας πόλεις εἰς χῶμα, πόλεις ὀχυρὰς, τοῦ
30πεσεῖν αὐτῶν τὰ θεμέλια. Τῶν ἀσεβῶν πόλις τὸν αἰῶνα οὐ μὴ οἰκοδομηθῇ, κ.τ.λ. Περὶ τῆς καθόλου κρίσεως τῶν ἀσεβῶν τε καὶ δι‐ καίων εἰπὼν, ἧς τέλος ἦν ἡ Χριστοῦ βασιλεία, τὸν Θεὸν ἐπὶ τούτοις ἀνυμνεῖ καὶ δοξάζει. Πληροφορη‐
35θεὶς γὰρ περὶ τούτων παρὰ Θεοῦ, καὶ τὸν νοῦν οὐκ ἔχων ἄκαρπον φοιτώσης τῆς χάριτος ἐπ’ αὐτὸν, ἀν‐ τιλαμβανόμενός τε τῶν παρὰ τοῦ Θεοῦ, καὶ τῶν ἰδίων τοῦ νοῦ κινημάτων, ἀποθαυμάζει τὸν εὐεργέ‐ την Θεὸν, ὡς ἐπὶ θαυμασίᾳ τε καὶ ἀρχαίᾳ βουλῇ.
40Τὸ δὲ ταύτης ἀρχαῖον ἐδήλωσεν ὁ Χριστός· «Δεῦτε, λέγων, οἱ εὐλογημένοι τοῦ Πατρὸς, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.» Καὶ ὁ θεῖος δὲ Παῦλος ἐντεῦθεν ὁρμώ‐ μενος γέγραφε· «Καθὼς ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ
45πρὸ καταβολῆς κόσμου εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώ‐ μους κατ’ ἐνώπιον αὐτοῦ ἐν ἀγάπῃ, προορίσας ἡμᾶς εἰς υἱοθεσίαν ἐν αὐτῷ.» Κατὰ δὲ τοὺς λέγοντας ταῦτα περὶ τῆς ἐπιδημίας εἰρῆσθαι, τὸ ἀρχαῖον τῆς βου‐ λῆς παρίστησι Συμεὼν εἰπών· «Ὅτι εἶδον οἱ ὀφθαλ‐

2205

(50)

μοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσ‐ ωπον πάντων τῶν λαῶν.» Καὶ Ζαχαρίας λέγων· «Καὶ ἤγειρε κέρας σωτηρίας ἡμῖν ἐν οἴκῳ Δαβὶδ τοῦ παιδὸς αὐτοῦ, καθὼς ἐλάλησεν διὰ στόματος τῶν ἁγίων τῶν ἀπ’ αἰῶνος προφητῶν αὐτοῦ.» Ἀρχαία
55μὲν οὖν διὰ τοῦτο· ἀληθινὴ δὲ, διότι καὶ πρὸ ἑσπέ‐2205

2208

ρας ἐκβήσεται, ἐπειδ’ ἂν θῇ πάντας τοὺς ἐχθροὺς αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ· ὅτ’ ἂν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν.
6 Τότε γὰρ πάσης κακίας ἐκ ποδῶν ἀρθείσης, καὶ τοῦ ἐσχάτου ἐχθροῦ τοῦ θανάτου καταργηθέντος, ὁ μὲν Θεὸς ἔσται πάντα ἐν πᾶσιν· ὁ δὲ Σωτὴρ ἡμῶν τοῦ νέου βασιλεύων αἰῶνος ἐνώπιον τῶν πρεσβυτέ‐
10ρων δοξασθήσεται, συμβασιλευόντων ἐν ζωῇ τῶν ἁγίων αὐτῷ. Τὸ δὲ τῶν ἀγαθῶν τέλος ἰδεῖν ᾖ τάχος ἐπιθυμῶν, ἐπεύχεται· Γένοιτο, Κύριε. Ἤγουν ἐπειδὴ περὶ τῶν μήπω γεγονότων τὸ, ἐποίησας, ἔλεγε, δεικνὺς ὡς ἔσται πάντως, εἰ καὶ μὴ γέγονε, προσ‐
15έθηκε τό· Γένοιτο, Κύριε. Ἀλλ’ ἐπεύχεται μὲν περὶ τῶν τευξομένων μακαριότητος. Περὶ δὲ τῶν ἐν τῷ θνητῷ βίῳ πρὸ παρεληλυθότων ἐπιλέγει τὸ, ἔθηκας ἐν τῷ θνητῷ πόλεις εἰς χῶμα, δοξάζων αὐτὸν καὶ ἐφ’ οἷς τὰς ἀσεβεῖς τῶν ἀθέων πολιτείας κατέλυσεν,
20ἀσεβῆ τε τούτων οἰκοδομήματα τάχα πόλεις, καὶ τὰς ἀντικειμένας δυνάμεις δηλῶν. Ἃς διὰ τὴν ἰσχὺν, τεῖχος καὶ πόλιν καλεῖν ἔθος, ὡς ἐλέγετο πρότερον, ἃς καθελὼν ὁ Χριστὸς ἀναστῆναι πάλιν οὐ συγχωρήσειεν. Οἵγε μὴν αὐτῶν διαφυγόντες τὰς
25χεῖρας, ἥγουν ἐκ τῶν ἀσεβούντων ἀνθρώπων οἱ σε‐ σωσμένοι, εὐλογήσουσίν σε, ἢ δοξάσουσι κατὰ τοὺς λοιπούς. Εἰσὶ δὲ οὗτοι λαὸς ὁ διὰ σὲ πτωχεύ‐ σας κατὰ τὸν πρότερον αἰῶνα, καὶ ὃν οἱ διῶκται τῆς θεοσεβείας ἠδίκησαν. Ἤγουν οἱ πάλαι πτωχοὶ πά‐
30σης ἀρετῆς, τῶν παρὰ σοῦ χαρισμάτων, ὧν Ἰσραὴλ μόνος ἀπέλαυεν· γυμνοί τε τῆς ἄνωθεν σκέπης γε‐ νόμενοι. Τούτων γὰρ πάντων εἰς τοὐναντίον αὐτοῖς μεταστάντων, χαριστηρίους εἰκότως ᾠδὰς ἀναπέμ‐ πουσιν. Καὶ ὅτε γὰρ ἦσαν ταπεινοὶ καὶ ἐν ἀθυμίᾳ,
35τρυφῆς τε πάσης ἐνδείᾳ τῶν φαύλων ἐν μέσῳ στρε‐ φόμενοι, σὺ τούτων ἦσθα, Δέσποτα, βοηθός τε καὶ σκέπη. Ἀλλὰ καὶ κατ’ ἐκεῖνο διψῶσι καιροῦ, ὡς λέγειν· «Ἐδίψησέν σοι ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ἰσχυρὸν τὸν ζῶντα,» σὺ πάλιν ἦσθα πηγὴ, πο‐
40τίζων αὐτοὺς ἐπιῤῥοῇ τῇ τοῦ πνεύματος, τῆς ὀλι‐ γοψυχίας αὐτοὺς ἀνακτώμενος, ἐνισχύων αὐτοὺς τῇ τοῦ μονογενοῦς σου Λόγου δυνάμει.
45 Ὡς ἂν δὲ μὴ περὶ αὐτῶν εἰρῆσθαι ταῦτα παῖδες Ἰουδαίων νομίσωσι, τὴν εἰς πάντα τὰ ἔθνη χυθεῖσαν χάριν παρίστησι· Καὶ ποιήσει, λέγων, Κύριος Σα‐ βαὼθ πᾶσι τοῖς ἔθνεσιν ἐπὶ τὸ ὄρος τοῦτο. Τί δὲ ποιήσει; Κατὰ μὲν τοὺς λοιποὺς ἑρμηνευτὰς, ποτὸν

2208

(50)

ἑξῆς εἴρηται· κατὰ δὲ τοὺς Ἑβδομήκοντα, πίονται εὐφροσύνην, πίονται οἶνον. Οὐκ ἄρα τῷ Ἰουδαίων λαῷ τὸ συμπόσιον, πᾶσι δὲ τοῖς ἔθνεσι λέγει πα‐ ρασκευάσειν τὸν Κύριον. Οὐκ ἐν φάραγξιν, οὐδ’ ἐν πεδίοις, οὐδ’ ἐν πολλοῖς ὄρεσιν, οὐδ’ ὡς ἔτυχεν
55ἐπί τινος ὄρους, ἀλλ’ ἐπ’ ἐκεῖνο περὶ οὗπερ ἔφησε
δεικτικῶς, ἐπὶ τὸ ὅρος τοῦτο. Ποῖον. ἢ τὸ δηλωθὲν2207

2209

ἐν τῷ Βασιλεύσει, Κύριος ἐν ὄρει Σιών; Ἐκεῖ τοῖς ἔθνεσι τὸ συμπόσιον, καὶ τὸ τῆς ἀθανασίας ποτὸν, περὶ οὖ φησιν ὁ Παῦλος· «Προσεληλύ‐ θατε Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος Ἰερουσα‐
5λὴμ ἐπουρανίῳ.» Ἐν οἷς οἱ ἀπὸ τῶν ἐθνῶν κατ‐ αξιούμενοι τῶν ἐπαγγελιῶν, πίονται εὐφροσύνην, καὶ πίονται τῆς ἀληθινῆς οἶνον ἀμπέλου. Περὶ οὗ ὁ Σωτὴρ ἔλεγεν· Οὐ μὴ πίω αὐτὸ, ἕως ἂν πίω αὐτὸ καινὸν μεθ’ ὑμῶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Ἀλλὰ
10καὶ χρίσονται μῦρον, οὐκέτι τὸν ἀῤῥαβῶνα τοῦ πνεύματος ληψόμενοι, ἀλλ’ αὐτοῦ τοῦ πληρώματος τῆς θεότητος μεθέξοντες τοῦ Υἱοῦ τοῦ Θεοῦ. Οὐκ ἐκ μέ‐ ρους ἔτι γινώσκοντες, καὶ ἐκ μέρους προφητεύοντες, ἀλλ’ ἐκ τοῦ τελείου μέτοχοι γενόμενοι τοῦ Χριστοῦ
15ὡς καὶ αὐτοὺς ἀποφανθῆναι χριστοὺς, Θεοῦ τε υἱοὺς, καὶ κληρονόμους Θεοῦ, καὶ συγκληρονόμους Χριστοῦ. Κατὰ δὲ τοὺς περὶ τῆς ἐπιδημίας εἰρῆσθαι λέγοντας, ὄρος μὲν ἡ Ἐκκλησία οὖσα σκοπευτήριον, καὶ ὅρασις εἰρήνης, διὰ τὸ τῶν δογμάτων ὑψηλὸν
20καὶ τῶν ψυχῶν τὸ ἀτάραχον· οἶνος δὲ καὶ μῦρον, σαφῶς τὸ μυστικὸν χρίσμα, καὶ τὸ σωτήριον αἷμα παρέστησεν. Γράφει γὰρ καὶ ὁ μακάριος Ἰωάννης· «Καὶ ὑμεῖς χρίσμα ἔχετε ἀπὸ τοῦ ἁγίου.» Τούτῳ γὰρ οἱ βαπτιζόμενοι χρίονται, σύμβολον τοῦ μετα‐
25λαχεῖν τοῦ θείου Πνεύματος τὸ χρίσμα ποιούμενοι. Ἀλλ’ ἐπεὶ τούτων ἀνάξιος Ἰσραήλ· Παράδος αὐτὰ, φησὶ, τοῖς ἔθνεσιν, ὥσπερ τις παρακαταθήκην ἐν μυστηρίῳ παραδίδωσι. Διὸ καὶ θαυμαστὰ, καὶ βουλὴν ἀρχαίαν ἔλεγεν ὁ προφήτης αὐτά.
31 Οὐ γὰρ ὥσπερ ὁ πάλαι νόμος δι’ ἀγγέλων λαληθεὶς ἐδόθη μόνῳ τῷ Ἰσραὴλ, ἀλλὰ Χριστὸς τῶν ἐθνῶν ἡ προσδοκία· κατὰ τό· «Καὶ ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσιν.» Τὸ δὲ αὐτὸ, φησὶν, ἦθος ὁ προφήτης ἐφύλαξεν· ὡς γὰρ
35παραμυθούμενος τοὺς ἐξ Ἰσραὴλ, καὶ τῶν ἄλλων ἐθνῶν ἔλεγε τὴν ἀπώλειαν διικνουμένων, διὰ πάντων τοῦ Θεοῦ δεικνύων τὴν πρόνοιαν. Ὠλιγώρουν γὰρ οἱ ἐξ Ἰσραὴλ, συνεχέσιν ἐλέγχοις καὶ παιδείαις ὁρῶντες αὐτοῖς ἐπικείμενον τὸν Θεὸν, οὐ φιλανθρωπίας Θεοῦ
40ταῦτα δοκοῦντες τεκμήρια, τῆς δὲ ἰδίας ἀπωλείας ἐνθήκην ἐν ἐλευθερίᾳ διάγειν τὰ ἔθνη νομίζοντες, ὡς ἂν μὴ ὄντα ὑπὸ Θεόν. Μηδὲ γὰρ δίκην αὐτοὺς ἐφ’ οἷς ἐπλημμέλουν εἰσπράττεσθαι. Οὔτω καὶ νῦν διὰ τῶν χρηστοτέρων τὴν εἰς ἅπαντας κηδεμονίαν ἐδή‐
45λωσεν. Οὐ γὰρ τοῖς ἔθνεσι ταῦτα περινοστῶν ὁ προ‐ φήτης ἀπήγγελλεν· ἀλλὰ τοὺς Ἰουδαίους ἐπαίδευε τὰ μετὰ πλείστους γενησόμενα χρόνους, πιστούμενος αὐτὰ διὰ τῶν ὅσον οὔπω γενησομένων ὑπ’ Ἀσσυρίων. Πῶς δὲ τεύξεται τούτων τὰ ἐξ ἀρχῆς ἀσεβοῦντα,

2209

(50)

παρίστησιν ἔθνη διὰ Χριστοῦ φυγόντα τῆς εἰδωλολα‐ τρείας τὸν θάνατον, ἐφ’ ᾧ ἂν αὐτά τις ἐδάκρυσεν ὄνειδος ἔχοντα τὴν ἀσέβειαν. Ἦν δὲ τὸ δάκρυον τῶν διὰ φιλανθρωπίαν τὴν τῶν τοσούτων ψυχῶν ἀποκλαιο‐
μένων ἀπώλειαν ὑπὸ τοῦ διαβόλου γεγενημένην, ὃς2209

2212

καὶ θάνατος εἴρηται. Ὅσον μὲν οὖν ἧκεν εἰς τοὺς ἀνθρώπους, ἀπώλοντο· ἡ δὲ τοῦ Θεοῦ φιλανθρωπία τὸν ὀνειδισμὸν αὐτῶν τῆς ἐφυβρίστου δουλείας τοῦ διαβόλου ἀφείλετο. Εἴποις δ’ ἂν, καὶ ὡς ἐπὶ καιροῦ
5πάνυ, τῇ τοῦ μυστηρίου παραδόσει καὶ ὁ περὶ τῆς ἀναστάσεως τῶν νεκρῶν συνεισκεκόμισται λόγος. Διὸ καὶ σαρκὸς ἀνάστασιν ἐν τῷ τοῦ βαπτίσματος ὁμολο‐ γοῦμεν καιρῷ, καὶ ὡς διὰ τοῦ Ἀδὰμ καταδραμὼν τοῦ γένους τῶν ἀνθρώπων ὁ θάνατος, θρήνων ἡμῖν
10ὑποθέσεις καὶ δακρύων παρέσχετο. Τούτου δὲ φυγὴν ἡ τριήμερος παρέσχε τοῦ Σωτῆρος ἀνάστασις πρωτο‐ τόκου γεγονότος ἐκ τῶν νεκρῶν καὶ ἀπαρχῆς τῶν κεκοιμημένων. Ἕψεται δὲ τῇ ἀπαρχῇ καὶ πρώτῳ τὰ μετὰ ταῦτα, τοῦτ’ ἔστιν ἡμεῖς, οὓς διαῤῥήξας τὸν
15σάκκον περιέζωσεν εὐφροσύνην, ὡς ἐπεμβαίνειν τῷ θανάτῳ. «Ποῦ ἡ νίκη σου, θάνατε; Ποῦ τὸ κέντρον σου, ᾅδη; Τὸ δὲ κέντρον τοῦ θανάτου ἡ ἁμαρτία.»
20 Πᾶν οὖν ἡμῶν ἀφῄρηται δάκρυον, διὰ τὴν ἐλπίδα τῆς ἀναστάσεως οὐ λυπουμένων ἀμέτρως, ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. Ὄνειδος δέ φησι τοῦ λαοῦ τὸν θάνατον, ὡς ἐκ τῆς ἡμῶν παραβάσεως ἐσχηκότα τὴν γένεσιν· ἢ καὶ τὴν ἁμαρτίαν, δι’ ἧς
25ἐκβέβηκεν ἡ φθορά. Ἀλλ’ ἐπεὶ πολλοῖς ἄπιστον τῆς ἀναστάσεως τὸ μυστήριον, ὄντως ὑπάρχον παράδοξον, φησὶν, ὅτι Τὸ στόμα Κυρίου ἐλάλησεν. Ἤγουν ἐπειδὴ λίαν ἦν ἄπιστον, ἐκ τῶν ἐθνῶν ἀπολεῖσθαι τὴν πλάνην, εἰκότως τοῦτο προσέθηκεν. Εἰ δὲ τῆς
30εἰδωλολατρείας ἔτι σώζεται λείψανον, θαυμαστὸν οὐδέν. Ἔδει γὰρ δείκνυσθαι τίνων ἡμᾶς ὁ Λυτρωτὴς ἠλευθέρωσε πάλαι τῶν ἀνθρώπων θυσίαν τὰ τέκνα προσαγόντων τοῖς δαίμοσι. Καὶ τὸ ἐφ’ ἡμῖν δὲ οὕτως ἐκ τῆς αὐτεξουσίου γνώμης ἐδείκνυτο. Τὸ δὲ ἐπὶ τὸ
35ὄρος, κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς διάνοιαν ἑτέραν παρίστησι. Σαφῶς γὰρ οὕτως ἐξέδωκε Σύμμαχος· Καταποντιεῖ ἐν τῷ ὄρει τούτῳ πρόσωπον τοῦ ἐξ‐ ουσιαστοῦ τοῦ ἐξουσιάζοντος πάντων τῶν ἐθνῶν, καὶ ἡ χρῆσις ἡ κεκριμένη κατὰ πάντων τῶν
40ἐθνῶν, καταποθῆναι ποιήσει τὸν θάνατον εἰς τέ‐ λος. Καὶ ἐξαλείψει Κύριος ὁ Θεὸς ἀπὸ προσώπου πᾶν δάκρυον καὶ τὸ ὄνειδος τοῦ λαοῦ αὐτοῦ πε‐ ριελεῖ ἀπὸ πάσης τῆς γῆς, ὅτι Κύριος ἐλάλησεν. Οἷς Ἀκύλας καὶ Θεοδοτίων συμφώνως ἐξέδωκαν,
45δηλοῦντες ὡς ὅτ’ ἂν τὸ συμπόσιον ἐν ὄρει τῷ προ‐ ειρημένῳ ποιήσει τοῖς ἔθνεσι Κύριος, μετασχεῖν ἀξιώσας τῶν ἀῤῥήτων αὐτοῦ μυστηρίων, τὸ τηνι‐ καῦτα τοῦ ἐξουσιαστοῦ τὸ πρόσωπον καταποντί‐ σας, ἀφανὲς γενέσθαι ποιήσειεν τοῦ ἐξουσιάσαντος

2212

(50)

πάντων τῶν ἐθνῶν, τοῦτ’ ἔστι τοῦ θανάτου νῦν μὲν ἐξουσιαστοῦ ῥηθέντος, παρὰ δὲ τῷ Ἀποστόλῳ βασι‐ λέως, ἐβασίλευσε λέγοντος ὁ θάνατος ἀπὸ Ἀδὰμ μέ‐ χρι Μωσέως. Ἐπεὶ τοίνυν ἔσχατος ἐχθρὸς καταργεῖ‐
ται ὁ θάνατος, εἰκότως ταῦτά φησιν. Ἀντὶ δὲ τοῦ2211

2213

προσώπου τοῦ ἐξουσιαστοῦ, τὸ πρόσωπον τῆς σκοτίας Σύμμαχός τε καὶ Θεοδοτίων ἐξέδωκαν, οὕτω δηλοῦντες τὸ ἀφεγγές τε καὶ σκότους πλῆρες τοῦ θανάτου χωρίον. Τότε τοίνυν, ὅτεπερ οἱ ἅγιοι συμ‐
5βασιλεύσωσι τῷ Χριστῷ, ὁ πάντας καταπίνων κα‐ ταποθήσεται θάνατος. Τὸ δὲ αἴτιον ἡ χρίσις, δι’ ἣν οὐκ ἔτι θανάτῳ δουλεύσουσιν. Ἅπερ ὠφελημένος ὁ θεῖος Ἀπόστολος ἔφασκε· «Δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν,» καὶ τὰ ἐπ’ αὐτοῖς. Ὅτε καὶ
10πᾶν ὄνειδος ἀφαιρεθήσεται. Ὄνειδος γὰρ ἦν τοῖς κατ’ εἰκόνα Θεοῦ πεποιημένοις ἀνθρώποις, τὸ ἐκπε‐ σεῖν τῆς αἰωνίου ζωῆς.
15 θʹ—ιβʹ. Καὶ ἐροῦσι τῇ ἡμέρᾳ ἐκείνῃ· Ἰδοὺ ὁ Θεὸς ἡμῶν, ἐφ’ ὃν ἠλπίζομεν. Καὶ ἠγαλλιώμεθα, ἀνά‐ παυσιν δώσει ὁ Θεὸς ἐπὶ τὸ ὄρος τοῦτο. Καὶ κα‐ ταπατηθήσεται ἡ Μωαβῖτις, ὃν τρόπον πατοῦσιν ἅλωνα ἐν ἁμάξαις, κ.τ.λ.
21 Καταποθέντος τοῦ θανάτου κατὰ τὸν καιρὸν τῆς ἀναστάσεως, οἱ τοῦ νέου αἰῶνος υἱοὶ χαριστήριον ᾄσουσιν ᾠδὴν τὸν ἑαυτῶν Σωτῆρα θεώμενοι λέγοντες· Ἰδοὺ ὁ Θεὸς ἡμῶν ἐφ’ ᾧ ἠλπίζομεν, τὸν πρὶν ἐλ‐
25πισθέντα νῦν ὁρῶντες ἡδόμεθα, τὰ ἐπιόντα λυπηρὰ δι’ αὐτὸν καρτερήσαντες. Ἀνθ’ ὧν ἐν τῷ τῆς βασι‐ λείας ὄρει, τῶν ἐπηγγελμένων ἀγαθῶν ἀπολαύσουσι. Ἡ δὲ Μωαβῖτις, κατὰ δὲ τὴν Ἑβραΐδα Μωὰβ, τῆς ἀσεβείας ὑφέξει τὴν δίκην. Ἀντὶ δὲ τοῦ ἀλοηθήσε‐
30ται, Σύμμαχος ἐξέδωκεν ἁλοήσομεν. Τίνες δὲ οἱ ἁλοῶντες, ἑξῆς ἐπιφέρει λέγων· Καὶ πατήσουσιν αὐτὸν πόδες πραέων καὶ ταπεινῶν βήματα. Νόει δὲ Μωὰβ, τὸν παρὰ Μωαβίταις τιμώμενον δαίμονα κατὰ Θεοῦ μὲν ἐπαρθέντα, συντρίψαντα δὲ τοὺς ὑφ’
35ἑαυτῷ, καὶ αὐτὸν δὲ τὸν Ἰσραὴλ τῷ Βεελφεγὼρ τε‐ λεσθῆναι ποιήσαντα· καὶ ἐν τῇδε περὶ Μωὰβ ἔλεγεν ὁράσει, ὅτι ἤρθη ἡ συμμαχία σου, καὶ ὁ ἄρχων ἀπ‐ ώλετο ὁ καταπατῶν ἐπὶ τῆς γῆς. Περὶ οὗ καὶ ὁ Ἱερε‐ μίας φησί· «Καὶ ἐξελεύσεται Χαμὼς ἐν ἀποικίᾳ.»
40Καὶ πάλιν· «Καὶ καταισχυνθήσεται Μωὰβ ἀπὸ Χα‐ μώς.» Οἷος δὲ ἦν, δηλοῖ λέγων· «Ἐγγὺς ἡμέρα Μωὰβ, καὶ πονηρία αὐτοῦ ταχεῖα σφόδρα.» Καὶ πάλιν· «Ἴδετε πῶς συνετρίβη βακτηρία εὐκλεής.» Καὶ πάλιν· «Κατεάχθη κέρας Μωὰβ, καὶ τὸ ἐπί‐
45χειρον αὐτοῦ συνετρίβη, φησὶ Κύριος. Δήσατε αὐτὸν, ὅτι ἐπὶ Κύριον ἐμεγάλυνεν.» Καὶ πάλιν· «Καὶ ἔσται εἰς γέλωτα καὶ αὐτὸς, ἐπειδὴ εἰς γελοιασμὸν ἦν σοι Ἰσραήλ.» Καὶ ἑξῆς· «Ἤκουσα, φησὶν, ὕβριν Μωὰβ, ὕβρισεν σφόδρα τὸ ὕψος καὶ ὑπερηφανία.» Ἐπειδὴ

2213

(50)

οὖν φοβερὸς Ἰουδαίοις νενόμιστο, παρίστησιν αὐτοῦ τὴν ἐν τῷ μέλλοντι κρίσιν. Ἀντὶ δὲ τοῦ, Καὶ τὸ ὕψος τῆς καταφυγῆς τοῦ οἴκου σου ταπεινώσει, Σύμμαχος, Καὶ τὸ ὀχύρωμα τοῦ ὕψους τῶν τειχῶν σου κύψει, φησί. Τεῖχος δὲ καὶ ὀχύρωμα αἱ δυνά‐
55μεις ἦσαν αὐτοῦ, αἷς ὠχύρωτο. Νοήσεις δὲ δι’ ἑνὸς,
οἷα πείσονται καὶ οἱ τὰ λοιπὰ τῶν ἐθνῶν ἀπατήσαν‐2213

2216

τες δαίμονες. Τοῦτο γὰρ ἡμῖν ὁ προφήτης κατέλι‐ πεν.
5tΚΕΦΑΛ. Κϛʹ.
6 αʹ—ηʹ. Τῇ ἡμέρᾳ ἐκείνῃ ᾄσονται τὸ ᾆσμα τοῦτο ἐπὶ γῆς τῆς Ἰουδαίας, λέγοντες· Ἰδοὺ πόλις ὀχυρὰ, καὶ σωτήριον ἡμῶν θήσει τὸ τεῖχος, καὶ περίτειχος. Ἀνοίξατε πύλας, εἰσελθέτω λαὸς φυ‐
10λάσσων δικαιοσύνην, κ.τ.λ. Μετὰ δὲ τὴν τούτων ἀπώλειαν Χριστοῦ βασιλεύον‐ τος τῶν ὑφ’ αὑτῷ κατὰ τὴν ἐπουράνιον Ἱερουσα‐ λὴμ, ἣν Ἰουδαίαν καλεῖ τὸ πλάτος ἐκείνης μηνύων τῆς πόλεως· τὸ δὲ ἐν αὐτῇ τῶν ἁγίων πολίτευμα,
15πόλιν Θεοῦ, ἀκολούθως τῇ χώρᾳ τῆς ἐπὶ γῆς Ἰερου‐ σαλὴμ, ἄμα μὲν ὑποδηλῶν τὴν ἀλήθειαν, ἅμα δὲ τοὺς Ἰουδαίους παραμυθούμενος [καὶ] εἰς τὴν τῶν προ‐ κειμένων ἐλπίδα προτρέπων, οἳ τυχόντες τῶν ἐπαγ‐ γελιῶν ᾄσουσιν ᾆσμα τὸ ἐπουράνιον. Τὸ δὲ ᾆσμα·
20Ἰδοὺ πόλις ὀχυρὰ τὸ σωτήριον ἡμῶν. Ἡ κάτω γὰρ ἐπὶ γῆς οὐκ ὀχυρὰ πολλάκις ἁλοῦσα. Ἡ δὲ ἄνω, καὶ ὀχυρὰ, καὶ σωτήριον, ὅπερ Ἰησοῦς ἡ τῶν Ἑβραίων ἔφη φωνή. Αὐτὸς γὰρ τῶν μακαρίων Σωτὴρ, πόλις, τεῖχός τε, καὶ περίτειχος. Ταύτης δὲ πύλας, τὰς
25διαφόρους τῶν αὐτόθι μονῶν εἰσόδους νοήσομεν, ἃς ἀνοιγῆναί φησιν οὐκ Ἰουδαίοις, ἢ τῷ Ἰσραὴλ, ἢ τοῖς τυχοῦσιν ἀπλῶς, μόνοις δὲ τοῖς δικαιοσύνην, καὶ ἀλήθειαν, καὶ εἰρήνην φυλάττουσι. Περὶ ὧν πᾶς ἐρεῖ θεοφιλής· «Ἀνοίξατέ μοι πύλας δικαιοσύνης·
30εἰσελθὼν ἐν αὐταῖς ἐξομολογήσομαι τῷ Κυρίῳ.» Ἀνοίγονται δὲ αὐτοῖς, ἐπειδήπερ ἐπὶ σοὶ ἤλπι‐ σαν ἕως τοῦ αἰῶνος, ὃς καθεῖλες τοὺς ἐνοικοῦντας ἐν ὑψηλοῖς καὶ τὰς πόλεις αὐτῶν, καθεῖλες, συν‐ τέλειαν τοῦ θνητοῦ ποιησάμενος βίου, ἢ τὰς ἀσεβεῖς
35αὐτῶν πολιτείας ἠφάνισας.
38 Συνῳδὰ ταῦτα τοῖς εἰρημένοις, ὅτι ἔθηκας πόλεις εἰς χῶμα, πόλεις ὀχυρὰς, τοῦ πεσεῖν αὐτῶν τὰ θεμέ‐
40λια· τοὺς δὲ σοὺς πραεῖς ἄνδρας, οὓς ἔφης κληρονο‐ μῆσαι τὴν γῆν, ταπεινοὺς ὄντας πρότερον, κατὰ τὸν τῆς δικαιοκρισίας σου καιρὸν ἀνύψωσας, κατακρα‐ τεῖν αὐτοὺς τῶν πάλαι ποιήσας ὑπερηφάνων τὰς κε‐ φαλὰς, ὅτε καὶ ἡ τῶν ἀσεβῶν ὁδὸς εὐθεῖα, μηδε‐
45νὸς αὐτοῖς ἐκ ποδῶν ἔτι καθεστῶτος, οὗπερ αἴτιον ἡ τοῦ Θεοῦ δικαιοκρισία. Τὴν δὲ προκειμένην ῥῆσίν τινες ἐπὶ τῆς τοῦ Σωτῆρος ἐπιδημίας ἐξέλαβον. Τὸν γὰρ τὰ σύμβολα παραδεδωκότα τὰ μυστικὰ, περὶ ὧν ἔλεγεν, Θεὸν ὄντα γνώσεσθαι τοὺς ταῦτα λαβόντας,

2216

(50)

εἰ καὶ γέγονεν ἐν σαρκί. Τὸν δὲ λόγον ἁρμόττειν φασὶ τοῖς ἐξ Ἰσραὴλ, οἳ καὶ προσεδόκων αὐτὸν, ἐκ τῶν Γραφῶν ὡς ἥξει μαθόντες· ὡς ἐδήλωσε Συμεών τε, καὶ Ζαχαρίας, ὡς εἴρηται, τυχόντες ἧς εἶχον ἐλπίδος. Οἱ δὲ τοιοῦτοι προσομολογοῦσιν ἐπὶ τὸ ὄρος τοῦτο
55δώσειν ἀναπαύσειν τὸν Θεὸν, δηλονότι τὴν Ἐκκλη‐2215

2217

σίαν, καὶ Χριστὸς γὰρ ἐβόα· «Δεῦτε πρός με οἱ κο‐ πιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.» Δι’ αὐτοῦ γὰρ ἀπεθέμεθα τὸ τῆς ἁμαρτίας φορτίον, καὶ τοῦ φόβοι τῶν ἐπὶ ταύτῃ κολάσεων. Προστέθει‐
5ται δὲ καὶ τὰ ἐν ἐλπίσιν ἀγαθά. Γέγραπται γὰρ περὶ τῶν ἁγίων, ὅτι εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν. Εἶτα δείκνυσι τὴν ἐπὶ τῇ τῶν μυστικῶν πα‐ ραδόσει τῆς εἰδωλολατρείας κατάλυσιν, τοῖς τῶν πι‐ στευόντων ποσὶν ὑπενηνεγμένου τοῦ Σατανᾶ, διὰ τὸν
10δόντα πατεῖν αὐτοῖς ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Διὰ μιᾶς δὲ χώ‐ ρας εἰδωλολατρούσης, πάσας ἐδήλωσεν. Τὰς δὲ χεῖ‐ ρας ἀνήσει, φησὶν, ὁ τῆς εἰδωλολατρείας εὑρετὴς, ἐκλυομένης αὐτοῦ τῆς δυνάμεως, δι’ ἧς ἐταπείνου τὸν
15ἄνθρωπον. Ἀντὶ δὲ τῆς ἐνεργείας τὴν χεῖρα παρ‐ είληφε, δι’ ἧς ὑπέταξεν ἑαυτῷ τοὺς ἐπ’ ἔργοις ἀγα‐ θοῖς ἐκτισμένους ὑπὸ Θεοῦ. Πρὸς αὐτὴν δὲ τὸν λόγον ἀποστρέψας τὴν Μωαβῖτιν, ὕψος καταφυγῆς τοῦ τοίχου τὸ ταπεινούμενον αὐτόν φησι τὸν τῆς ἀπά‐
20της καὶ τῆς εἰδωλολατρείας προεστηκότα ....
22 θ—ιεʹ. Ἠλπίσαμεν ἐπὶ τῷ ὀνόματί σου, καὶ ἐπὶ τῇ μνείᾳ ᾖ ἐπεθύμει ἡ ψυχή μου. Ἐκ νυκτὸς ὀρ‐ θρίζει τὸ πνεῦμά μου πρὸς σὲ, ὁ Θεὸς, διότι φῶς
25τὰ προστάγματά σου ἐπὶ τῆς γῆς. Δικαιοσύνην μάθετε, οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς. Πέπαυται γὰρ ὁ ἀσεβὴς, κ.τ.λ ... εἰς τὴν ἐπιοῦσαν ἡμέραν. Ὥσπερ δὲ ἐν παντὶ ῥήματι Θεοῦ τρέφεται ἡ ψυχὴ, οὕτω καὶ ἐν παντὶ
30προστάγματι καταυγάζεται. Σπουδὴ τοίνυν ἔστω τὴν δικαιοσύνην μαθεῖν. Διδακτὸν γὰρ οὐ φυσικὸν, ὡς τὸ ὁρᾷν τε καὶ ἀκούειν, μυσταγωγὸς δὲ πρὸς τοῦτο Χριστὸς, ἐφ’ οὗ λέγεται τό· Ἔσονται πάντες διδακτοὶ Θεοῦ. Τοῦτο δὲ καὶ νῦν τοῖς ἐκ τῶν ἐθνῶν πεπιστευ‐
35κόσιν ὁ προφήτης παρακελεύεται, ὅπερ ἔοικε τῷ· «Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη· ἐνωτίσασθε, πάν‐ τες οἱ κατοικοῦντες τὴν οἰκουμένην. Καὶ νῦν γὰρ ὁ προφήτης πάντας καλεῖ πρὸς τὴν εὐαγγελικὴν δι‐ καιοσύνην τοὺς ἀνὰ πᾶσαν οἰκοῦντας τὴν γῆν, οὐ
40τοὺς ἐξ Ἰσραὴλ μόνους, ὡς τοῦ Μωσέως ὁ νόμος· τὸ δὲ ἀπειθεῖν οὐκ ἀζήμιον. Πέπαυται γὰρ ὁ ἀσεβὴς οἰχόμενος πρὸς ἀπώλειαν, πᾶς ὃς ἂν μὴ μάθῃ δι‐ καιοσύνην μηδὲ ποιήσῃ ἀλήθειαν, τὴν ἐν πνεύ‐ ματι καὶ ἀληθείᾳ δηλονότι λατρείαν τε καὶ προσκύ‐
45νησιν. Σκιὰν γὰρ εἶχεν ὁ νόμος τῶν μελλόντων ἀγα‐ θῶν. Χριστὸς δὲ μόνος ἀλήθεια, ὃς καὶ γέγονεν ἡμῖν παρὰ τοῦ Πατέρος δικαιοσύνη, καὶ ἃ δεῖ παραγ‐ γέλλει δικαιοσύνη τέ ἐστι καὶ ἀλήθεια. Αἴρεται δὲ ὁ ἀσεβὴς, ἴνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου. Φησὶ γάρ·

2217

(50)

«Ἐὰν μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἐν ταῖς ἁμαρ‐ τίαις ὑμῶν ἀποθανεῖσθε.» Καὶ πάλιν· «Ὁ πιστεύων εἰς τὸν Υἱὸν, οὐ κρίνεται· ὁ δὲ μὴ πιστεύων, ἤδη κέ‐ κριται.» Μὴ συνὼν γὰρ Χριστῷ, πῶς ὄψεται τὴν
δόξαν αὐτοῦ; Λαμβάνεται δὲ τοῦτο καὶ εἰς τὸν διά‐2217

2220

βολον, καὶ τοὺς ἀγνώμονας Ἰουδαίους. Ἀπειλοῦντος γὰρ τοῦ Θεοῦ τοῖς μὴ μανθάνουσι δικαιοσύνην, εἰς ἀνάμνησιν ὁ προφήτης ἦλθε τῆς τοῦ Ἰσραὴλ ἐξ ἀπειθείας ἀγνοίας. Ὁ μὲν γὰρ τοῦ Θεοῦ Υἱὸς βραχίων
5λεγόμενος τοῦ Πατέρος, δι’ οὗ τὰ πάντα γέγονε, σαρ‐ κωθεὶς ἵνα δικαιώσῃ τοὺς ἐπὶ τῆς γῆς διὰ πίστεως, τὰ ὑπὲρ φύσιν καὶ λόγον εἰργάζετο, διὰ τούτων, ὡς Θεὸς εἴη, δεικνύς. Διόπερ ἔφασκεν· «Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατέρος μου, μὴ πιστεύετέ μοι.» Οἱ δὲ
10ὁρῶντες καὶ διδασκόμενοι, πρὸς τῷ μὴ πιστεύειν, Σαμαρείτην, καὶ δαιμονῶντα, καὶ μέθυσον, καὶ τέκτο‐ νος ἐκάλουν υἱόν. Σωζομένων δὲ τῶν ἐθνῶν, πονηρῷ καιόμενοι ζήλῳ, πυρίκαυστοι γενέσθαι μᾶλλον ἤθε‐ λον, ἢ ταῦτα βλέπειν σωζόμενα. Τοῦτο δὲ καὶ ἐπὶ τῇ
15τοῦ Σωτῆρος γεννήσει πεπονθέναι φησὶν αὐτοὺς ὁ προφήτης, ὅτι παιδίον ἐγεννήθη ἡμῖν Υἱός.
19Διὸ πρὸς τὸν Πατέρα φησὶν ὁ προφήτης· Κύριε,
20ὑψηλός σου ὁ βραχίων, καὶ οὐχ ᾔδεισαν. Ὡς δὴ κοινοῦ τινος ὑπερορῶντες ἀνθρώπου, διὰ τῶν ἔργων αὐτὸν ἐπιγινώσκειν ὀφείλοντες. Γνόντες δὲ αὐτοῦ τὴν ἐκ νεκρῶν ἀναβίωσιν, αἰσχυνθήσονται, ὅτε καὶ ἀργύρια ἱκανὰ τοῖς στρατιώταις ἔδωκαν, ὡς ἂν μὴ
25πᾶσιν ἔκπυστον γένηται. Αἰσχυνθήσονται δὲ καὶ ὅτ’ ἂν ἴδωσιν αὐτὸν ἐρχόμενον ἐν τῇ δόξῃ τοῦ Πατέ‐ ρος, ὅτε καὶ τοῦ νυμφῶνος ἐκκλείονται οἱ διὰ τοὺς πατέρας τετιμημένοι. Αὐτῶν γὰρ αἱ ἐπαγγελίαι, καὶ ἡ νομοθεσία, καὶ ἡ διαθήκη, νῦν δὲ καὶ τότε τὰ ἔθνη
30ζηλώσουσι πυρὶ τῷ αἰωνίῳ παραπεμπόμενοι. «Αὐτοὶ γὰρ, φησὶ, παρεζήλωσάν με ἐπ’ οὐ Θεῷ, κἀγὼ παραζηλώσω αὐτοὺς ἐπὶ οὐκ ἔθνει.» Ὑπὲρ δὲ τούτων αἰτεῖ τὸν Θεὸν ὁ προφήτης τὴν πρὸς αὐτὸν εἰρήνην τούτοις δωρήσασθαι. Οὕτω γὰρ πλήρη παρὰ
35σοῦ τὴν χάριν ληψόμεθα, τοσαῦτα διὰ τοὺς πατέρας τετιμημένοι. Καὶ περὶ ἑαυτοῦ δὲ τοῦτο λέγοι ἂν ὁ προ‐ φήτης ὁμολογῶν ὡς πολλὰς παρὰ σοῦ λαβὼν εὐεργε‐ σίας, ταύτην μεγίστην ὁμολογήσω τὴν πρὸς σὲ τοῦ ἔθνους εἰρήνην. Κατὰ τό· «Δικαιωθέντες οὖν ἐκ
40πίστεως εἰρήνην ἔχομεν πρὸς τὸν Θεὸν διὰ τοῦ Κυ‐ ρίου ἡμῶν καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ.» Οὗ δὴ γεγονότος. κτῆσις ἐσόμεθα καὶ κλῆρος Θεοῦ, οὐδένα ἄλλον εἰδότες, τῷ σῷ νόμῳ πειθόμενοι λέγοντι· «Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ
45λατρεύσεις.» Λέγοι δ’ ἂν εἰρήνην καὶ τὸν περὶ οὗ λέ‐ λεκται, «Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν.»

2220

(50)

Τὸ δὲ, πάντα γὰρ ἀπέδωκας ἡμῖν, φασί τινες δη‐ λοῦν τὴν κατ’ ἀξίαν τῶν ἁμαρτημάτων δίκην αὐτοῖς ἐπαχθεῖσαν. Ἐκείνων γὰρ δικαίως ἡμῖν ἐπαχθέν‐ των, δὸς τὸν μόνον ἀπαλλάξαι τῆς πρὸς σὲ δυσμε‐
νείας δυνάμενον. Λόγῳ μὲν δεσποτείας ἅπαντα σά.2219

2221

Γένοιτο δὲ διὰ Χριστοῦ καὶ λυτρωθέντας ἡμᾶς τῆς ἐν ἁμαρτίαις νεκρώσεως, οἰκείωσιν ἔχειν τὴν σὴν, ὅτε καὶ τίνων ἐῤῥύσθημεν εἰδότες, ἄλλον οὐκ ἔτι γνωσόμεθα. Οἱ δὲ τῇ στερήσει τῆς ζωτικῆς δικαιω‐
5σύνης ἐμμείναντες, καὶ νεκρωθέντες διὰ τὰ τῷ Θεῷ, μένουσιν οὕτως, οὐκ ἔχοντες ἴασιν, μηδενὶ τῶν ἰᾶ‐ σθαι δυναμένων πνευματικῶν διδασκάλων πειθόμενοι. Διὸ φειδόμενος αὐτῶν, ἀπολέσθαι πεποίηκας, μὴ παριδὼν ἐν κακίᾳ χρόνον ἐπιζῆσαι μακρότερον,
10ὡς ἂν μὴ χείρους ὦσιν ἐν τοῖς τῆς ἁμαρτίας γεννή‐ μασιν, ὡς ἐπὶ τοῦ κατακλυσμοῦ τὰ ρκʹ συνέτεμεν ἔτη, καὶ τὰ ξʹ τὰ διὰ τοῦ παρόντος εἰρημένα προφή‐ του, συμφώνως οἷς ὁ νζʹ λέγει ψαλμός· «Ἄνδρες αἱμάτων καὶ δόλιοι οὐ μὴ ἡμισεύσουσι τὰ ἡμέρας.»
15Καὶ πάλιν· «Μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν.» Τινὲς δέ φασι δύνασθαι νοεῖν νεκροὺς καὶ οὓς ἤγει‐ ρεν ὁ Χριστὸς, ὡς τὸν Λάζαρον· οὓς οὐκ ἂν ἕτερος ἀνέστησεν ἰατρός. Ὅπερ ἔδει σκοποῦντα τὸν Ἰσ‐ ραὴλ, Θεὸν ὁμολογῆσαι Χριστόν. Τοῦτο δὲ μὴ ποιήσας,
20ἀπώλετο. Πλὴν οὐκ ἄρδην. Σέσωσται γὰρ τὸ κατάλειμ‐ μα. Πᾶν δὲ ἄρσεν αὐτῶν ἐστι, τὸ ἡγούμενον τάγμα. Τὸ γὰρ ἄῤῥεν ἡγεῖται τοῦ θήλεως. Εἴποις δ’ ἂν καὶ τοὺς ἐν συνέσει τῇ τοῦ νόμου νεανικοὺς κατὰ τὸ προφητικὸν τό· Πορεύσομαι πρὸς τοὺς ἁδροὺς, καὶ λαλήσω πρὸς
25αὐτούς. Καὶ ἰδοὺ ὁμοθυμαδὸν συνέτριψαν ζυγὸν, διέῤῥηξαν δεσμούς. Τοιοῦτον καὶ τό· «Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί·» οἷς αἰτεῖ προστεθῆναι κακά. Οὐ μόνον γὰρ τῆς Θεὸν ἐξέπεσον οἰκειότητος, δι’ ὧν εἰς αὐτὸν ἐπαρῴνησαν,
30ἀλλὰ καὶ ταῖς ἐκ τῶν πολεμίων ἀπώλοντο συμ‐ φοραῖς. Τοὺς δὲ ἄῤῥενας ῥηθέντας, καὶ ἐνδόξους ἐκάλεσεν, ὡς τῶν λοιπῶν ὑπερέχοντας, ὥσπερ οὖν καὶ κακὰ, τὰ κακωτικά. Ὡς τὸ, «Ὁ κτίζων κακά.» Καὶ τὸ, «Οὐκ ἔστι κακία ἐκ πόλει, ἣν Κύριος οὐκ ἐποίησεν.»
38 ιϛ—ιθʹ. Κύριε, ἐν θλίψει ἐμνήσθημέν σου· ἐν θλί‐ ψει μικρᾷ ἡ παιδεία σου ἡμῖν. Καὶ ὡσεὶ ὠδίνουσα
40ἐγγίζει τοῦ τεκεῖν, καὶ ἐπὶ τῇ ὠδῖνι αὐτῆς ἐκέκρα‐ ξεν, οὕτως ἐγενήθημεν τῷ ἀγαπητῷ σου, κ.τ.λ. Ὡσανεὶ παροῦσαν τὴν καθόλου κρίσιν ὁ προφήτης ὁρῶν, καὶ τῷ τοῦ Θεοῦ παριστάμενος βήματι, ποτὲ μὲν ἐξομολογεῖται, ποτὲ δὲ ἱκετεύει, ποτὲ δὲ εὐχα‐
45ριστεῖ. Καὶ ποτὲ μὲν καταλέγει τὰς ἐκ Θεοῦ τοῖς ἀγαθοῖς ἀμοιβὰς, ποτὲ δὲ τὰς κατ’ αὐτῶν καταλέγει τιμωρίας, πάντα παιδεύων ἠμᾶς ἅπερ αὐτὸς ἐκ τοῦ Πνεύματος ἐπαιδεύετο. Φησὶν οὖν ὡς ὅτε και‐ ρὸς ἦν, τὴν στενὴν καὶ τεθλιμμένην ὑπὲρ τῶν τῆς

2221

(50)

εὐσεβείας ἀγώνων ὁδεύοντες, ὑπὸ τῆς σῆς ἐδυνα‐ μούμεθα μνήμης, ὥς τε λέγειν, θλιβόμενοι, ἀλλ’ οὐ στενοχωρούμενοι. Διωκόμενοι, ἀλλ’ οὐκ ἐγκαταλειπό‐ μενοι. Καταβαλλόμενοι, ἀλλ’ οὐκ ἀπολλύμενοι. Ἐπαί‐
δευεν γὰρ ἡμᾶς ἡ θλίψις, εἰδότας ὅτι ὃν ἀγαπᾷ2221

2224

Κύριος παιδεύει. Τῷ γὰρ σῷ πόθῳ πᾶσα θλίψις μικρά τις ἡμῖν ἐνομίζετο λογιζομένοις, ὡς Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλύπτεσθαι εἰς ἡμᾶς. Διὸ πᾶσαν ὑπομέ‐
5νοντες θλίψιν, ἐῴκειμεν κυούσῃ γυναικὶ, καὶ ὅσον οὔπω μελλούσῃ τεκεῖν. Καὶ τὸν γὰρ ἀγαπητόν σου καὶ μονογενῆ Λόγον ἔχοντες ἔνδον, καὶ τὸν ἡμῖν κα‐ τασπαρέντα φόβον τῆς σῆς εὐσεβείας πάλαι ἐκαρ‐ τεροῦμεν γενναίως, δεδιότες ἐξαμβλῶναι τὸν ἐν
10ἡμῖν ἀγαπητόν σου κυούμενον, καὶ τὸν φόβον τὸν σόν. Τοιγαροῦν οὐκ ἐσφάλημεν τῆς ἐλπίδος, τέλος ἀμφοῖν τὴν σωτηρίαν τοῦ πνεύματος τοῦ ἡμετέρου κτησάμενοι. Τοῦτο γὰρ ἀπογεννήσαντες φανερὸν τοῖς ἐπὶ γῆς κατεστήσαμεν, ὡς ἂν ζηλοῦντες γέ‐
15νοιντο παραπλήσιοι. Μὴ λαβόντες γὰρ τοῦτον τὸν φό‐ βον, μηδὲ τεκόντες τὸ πνεῦμα τῆς σωτηρίας, ἄγο‐ νοι δὲ καὶ ἄκαρποι μείναντες, ἐλπίδος ἐκπεσοῦνται τῆς παρὰ σοῦ. Οἱ δὲ τῆς σῆς ὄντες μερίδος, εἰ καὶ μέχρι θανάτου πρὸς τὴν ἁμαρτίαν διαγωνίσαιντο,
20τῆς παρὰ σοὶ ζωῆς οὐκ ἀποπεσοῦνταί ποτε. Ἀνα‐ στήσονται γὰρ οἱ νεκροί· ἢ κατὰ τὸν Ἀκύλαν, ζή‐ σονται οἱ τεθνεῶτές σου. Ἢ κατὰ Σύμμαχον καὶ Θεοδοτίωνα, ζήσονται οἱ νεκροί σου Νεκροὶ δὲ αὐτοῦ τίνες ἂν εἶεν, ἢ οἱ ἅγιοι αὐτοῦ μάρτυρες ἕτε‐
25ροι ὄντες παρὰ τοὺς ἄνω λεχθέντας νεκροὺς; Οἱ δὲ νεκροὶ ζωὴν οὐ μὴ ἴδωσιν, ὡς ἡμαρτηκότες πρὸς θάνατον. Νεκροὶ δὲ Κυρίου, οἱ πάντα δι’ αὐτὸν ὑπομεί‐ ναντες (περὶ ὧν οὐ τεθνηκότων, ἀλλ’ ὡς κοιμηθέν‐ των ἐξέδωκαν οἱ λοιποὶ) κατὰ μὲν τὸ πρῶτον, ἐξυ‐
30πνίσεσθε οἱ ἐν τοῖς μνημείοις· κατὰ δὲ τὸ δεύτε‐ ρον, Ἀγαλλιάσονται, ἢ αἰνέσουσιν κατὰ τὸν Ἀκύ‐ λαν, ἢ ἀλαλάξουσι, κατὰ τὸν Θεοδοτίωνα. Κοίμησις γὰρ ὀνομάζεται τῶν ἁγίων ὁ θάνατος. Αἰτία δὲ τῆς ἀναστάσεως αὐτοῖς ἡ παρὰ σοῦ δρόσος, ὁ μονο‐
35γενής σου Λόγος δηλαδὴ, ὃς ἐπιστάξας τὰς ἑαυτοῦ ζωοποιοὺς σταγόνας τοῖς αὐτοῦ νεκροῖς, ὁμοῦ μὲν ἴασιν τῶν ἀνθρωπίνως αὐτοῖς ἡμαρτημένων παρέξει, ὁμοῦ δὲ ἀνάστασιν τῶν ἐπὶ γῆς ἐσπαρμένων σωμά‐ των, ὡς ἡ δρόσος ἡ αἰσθητὴ ἡμέρα κατιοῦσα πρὸς
40γῆν, ἐκτρέφειν καὶ αὔξειν ποιεῖ τὰ ἐναποκείμενα σπέρματα. Ἀλλ’ οὐ τὰ τῶν ἀσεβῶν τοιαῦτα. Πεσεῖ‐ ται γὰρ αὐτῶν ἡ γῆ. Ὡς οὖν ἐκπεσόντες Θεοῦ, αὐτοῖς σώμασι καὶ ψυχαῖς εἰς τιμωρίαν παραδοθή‐ σονται.
48 Τινὲς δὲ τὴν ῥῆσιν οὕτως ἑρμήνευσαν· Ἐκ πολλῆς ὁ προφήτης φιλοθεΐας κατὰ τῶν Ἰουδαϊκῶν τολμη‐

2224

(50)

μάτων κινηθεὶς, καὶ φήσας, Πρόσθες αὐτοῖς κακὰ, Κύριε· δέον ὑπὲρ αὐτῶν παρακαλεῖν τὸν Θεὸν, εἴγε τούτοις συνέπασχε, τὸ τῶν κακωτικῶν θλίψεων πρὸς ἀπολογίαν ἐπήνεγκε χρήσιμον, ὡς Θεοῦ μνή‐ μην πέφυκε πᾶσιν ἐργάζεσθαι, ὥσπερ οὖν λήθην
55οἶδε ποιεῖν εὐροοῦντα τὰ πράγματα. Ἐν θλίψει γὰρ2223

2225

μικρᾷ παιδευόμεθα, Θεοῦ τὴν ὀργὴν συγκεραννύν‐ τος πᾶσιν ἡμέρως. Ἐξ ἀγάπης ἄρα τὸ, Πρόσθες αὐτοῖς, ἔφη, κακά. Προαιρέσει γὰρ ἀκάρπῳ λυσιτε‐ λούντως ἀνάγκη προσφέρεται. Τοιοῦτον τό· «Ἐν
5κημῷ καὶ χαλινῷ τὰς σιαγόνας αὐτῶν ἄγξεις τῶν μὴ ἐγγιζόντων πρὸς σέ.» Ἀλλ’ οὐχ ἡμεῖς, φησὶ, κατ’ ἐκείνους ἐπὶ τῷ ἀγαπητῷ σου διετέθημεν υἱῷ· δίκην δὲ μᾶλλον ὠδινούσης γυναικὸς, τῶν ταῦτα τολμώντων κατεβοήσαμεν τὴν ψυχὴν ὀδυνώμενοι.
10Τοιοῦτος Ἡσαΐας βοῶν· «Ὑμεῖς δὲ προσαγάγετε ὧδε, υἱοὶ ἄνομοι, σπέρμα μοιχῶν καὶ πόρνης. Ἐν τίνι ἐνετρυφήσατε, καὶ ἐπὶ τίνι ἠνοίξατε τὸ στόμα ὑμῶν;» Περὶ ὧν ἔφασκε καὶ Δαβίδ· «Σκοτισθή‐ σονται οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν,» καὶ τὸν
15νῶτον αὐτῶν διὰ παντὸς σύγκαμψον. Τινὲς δὲ θλί‐ ψιν μικρὰν, τὴν μὴ χωροῦσαν εἰς ἔργα φασὶν ἀπειλήν. Φιλανθρώπως γὰρ ἀπειλεῖ Θεὸς, φόβῳ τῶν κακῶν ἀπεῖρξαι βουλόμενος. Οὐ μισεῖ γὰρ τὸ ἴδιον πλάσμα, οὐδὲ παρήγαγεν ὡς ἂν τιμωρήσηται. Εἰ
20γὰρ ἦν τοιοῦτος, ἐνῆν αὐτῷ καὶ σιωπῇ τὴν τιμωρίαν ἐργάζεσθαι. Νῦν δὲ σώζειν ἐθέλων προαπειλεῖ.
25 Ἐπεὶ τοίνυν φησὶ τὰ ἡμέτερα τοιαῦτα γέγονεν, ὡς διὰ μεγάλων τιμωριῶν τὸ χρέος ἐκτιννύναι, χρεία τοῦ σοῦ ἀγαπητοῦ τὰς συμφορὰς ἡμῖν διαλύοντος χάριτι. Ἀφ’ οὗ γὰρ κατὰ τὴν προφητείαν ἡ παρθέ‐ νος λέγεται τετοκέναι, πανταχοῦ εὐαφόρμως μνημο‐
30νεύει τοῦ παιδίου. Οἱ δὲ λέγοντες ἐκ φιλοθεΐας γενέ‐ σθαι τῷ ἀγαπητῷ τοῦ Πατέρος ὅπερ ὠδίνουσα γυνὴ, ἐμμένουσι τῇ τροπῇ, σωτηρίας λέγοντες πνεύματα τεκεῖν τοῖς ἐπὶ τῆς γῆς· ὅπερ ἁρμόττει προφή‐ ταις, ἀποστόλοις τε καὶ εὐαγγελισταῖς. Τῆς γὰρ
35θείας μυσταγωγίας ἄνωθεν πλουτοῦντες τὰ σπέρ‐ ματα, τοῖς ἐπὶ τῆς γῆς πνεῦμα σωτηρίας ἐξέτε‐ κον, τὴν ἐν πνεύματι δηλονότι διδασκαλίαν. Φίλον γὰρ τῇ Γραφῇ πνεῦμα καλεῖν ἔσθ’ ὅτε τάς τινων συγγραφὰς, κατὰ τό· «Δοκιμάζετε τὰ πνεύματα εἰ
40ἐκ τοῦ θείου εἰσίν.» Πνεύματι γὰρ ἁγίῳ τὸ σωτή‐ ριον κήρυγμα λέγεται, κοσμικῷ δὲ, τὰ τούτῳ μαχό‐ μενα. Διό φησιν ὁ Παῦλος· «Ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου τούτου ἐλάβομεν, ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ.» Πνεῦμα τοίνυν σωτηρίας, τὸ εὐαγγελι‐
45κὸν ἐκάλεσε κήρυγμα τὴν αἰώνιον ζωὴν προξενοῦν. Τινὲς δέ φασιν τὴν ἐκ τῆς ἀπειλῆς ὠφέλειαν ἐμφαί‐ νειν. Ὡς ἀγαθὸν γὰρ σπέρμα τὸν σὸν φόβον δεξά‐ μενοι, καὶ τοῦτον κυοφορήσαντες, ἐν καιρῷ τῷ δέοντι σωτηρίαν ἐκαρπωσάμεθα. Ἔτι γὰρ οὖσιν ἡμῖν ἐπὶ

2225

(50)

γῆς καιρὸν μετανοίας ἐχαρίσω, μὴ προανελὼν τῇ κατ’ ἀξίαν δίκῃ, ἀλλ’ ἐνδοὺς ἐπιστραφεῖσι σωθῆναι. Καὶ νεκροὶ ὄντες τοῖς παραπτώμασι, νῦν ἐγερθη‐ σόμεθα ὡς ἀπὸ μνημείων ἀντιλήψεως τυχόντες τῆς παρὰ σοῦ. Ὑφ’ ἧ τελοῦντες, ἀγαλλιασόμεθα τῶν
55κακῶν ἔργων ἀπεσχημένοι. Τὸν σὸν γὰρ ἔλεον ὡς2225

2228

δρόσον ἐφ’ ἡμᾶς ἐκπέμπεις ἰατικὴν τῶν ἀσεβῶν ἀπολλυμένων. Τοῖς φύσει δὲ συμβαίνουσι παραδεί‐ γματι χρῆται πρὸς κατανόησιν. Καὶ παρ’ Ἰεζεκιὴλ δὲ τῶν Ἰουδαίων ἀπειρηκότων εἰ διὰ μακρὸν χρόνον,
5τὴν ἐκ τῆς αἰχμαλωσίας ἐπάνοδον, καὶ τοῦ ναοῦ τὴν οἰκοδόμησιν ὁ Θεὸς ὑποδείκνυσι τῷ προφήτῃ, νεκρῶν ὀστᾶ καὶ διὰ κηρύγματος τοῦ προφήτου ζωοποιεῖ‐ σθαι κελεύει, ζωπυρῶν τῷ λαῷ τὰς ἐλπίδας διὰ τῆς τῶν ἀπεγνωσμένων ἀναβιώσεως.
12 Τινὲς δέ φασιν, ἐπείπερ ἔφη πνεῦμα τεκεῖν ἐπὶ τῆς γῆς σωτηρίας, ὁρᾶται δὲ τῶν ἐπὶ γῆς ἔτι κατ‐ ισχύων ὁ θάνατος, ὥς τινος ζητοῦντος, ποῦ τῶν εὐαγ‐
15γελικῶν κηρυγμάτων ἡ ὄνησις. Ποῦ δὲ τῆς σωτηρίας τὸ πνεῦμα; τὴν ἀπολογίαν ἐπάγων φησὶν, ἀναστή‐ σονται οἱ νεκροί. Ὑπὲρ παντὸς γὰρ, καθά φησιν ὁ Ἀπόστολος, ἐγεύσατο θανάτου Χριστὸς, καὶ πάντων τῶν κεκοιμημένων γέγονεν ἀπαρχὴ, καὶ πάντων ἀνι‐
20σταμένων τοῦ θανάτου τὸ κράτος καταργηθήσεται, εἰ καὶ νῦν ἔτι θνήσκομεν, μήπω τοῦ τῆς ἀναστάσεως παρόντος καιροῦ. Τότε γὰρ ἀναστήσονται πάντες. Καὶ τίς ὁ τρόπος; Ἡ δρόσος ἡ παρὰ σοῦ ἴαμα αὐ‐ τοῖς ἐστίν. Τὴν δὲ ζωοποιὸν τοῦ πνεύματος ἐνέργειαν
25οὕτω καλεῖ, δι’ ἧς ἀναστήσονται. Καὶ τοῦ Δαβὶδ λέ‐ γοντος· «Ἀποστρέψαντος γάρ σου τὸ πρόσωπον, τα‐ ραχθήσονται, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. Ἐξαποστελεῖς τὸ πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.» Ἀλλ’ οἱ μὲν ἐν
30γῇ πεσόντες ἀναβιώσονται· ἡ δὲ γῆ πεσεῖται τῶν ἀσεβῶν. Ὃ δεῖ παθεῖν τῇ τῶν Ἰουδαίων χώρᾳ συν‐ έβη. Πεπαρῳνήκασι γὰρ εἰς Χριστὸν, καὶ τοὺς τῆς σωτηρίας τεκόντας πνεῦμα τοῖς ἐπὶ γῆς.
35 κʹ, καʹ. Βάδιζε, λαός μου· ἔσελθε εἰς τὸ ταμεῖόν σου, ἀπόκλεισον τὴν θύραν σου. Ἀποκρύβηθι μικρὸν ὅσον ὅσον, ἕως ἂν παρέλθῃ ἡ ὀργὴ Κυ‐ ρίου, κ.τ.λ. Μετὰ τὴν διδασκαλίαν τῆς ἐκ νεκρῶν ἀναστάσεως
40τὸ πνεῦμα τὸ προφητικὸν ὁρῶν τοὺς ἁγίους ἐπὶ ταὐτὸ συνηγμένους, τήν τε ἐπιοῦσαν ἐξ ἑτέρου μέρους τοῖς ἀσεβέσι κατανοῆσαν ὀργὴν, προσφωνεῖ τοῖς ἁγίοις ἀναχωρεῖν πρὸς βραχὺ, μηδὲ θεωροὺς γενέσθαι τῆς τῶν ἀσεβῶν ἀπωλείας. Ταμεῖα δὲ αὐτῶν, αἱ πολλαὶ
45παρὰ τῷ Πατέρι τυγχάνουσι μοναὶ δικαίως ἅπασι διαιρούμεναι, εἰς ἃς εἰσελθὼν, φησὶ, μὴ περιεργά‐ ζου τὰ πόῤῥω τοῖς ἀσεβέσι γινόμενα. Παρελθούσης δὲ τῆς ὀργῆς, ἀναπετάσας τῶν σῶν ταμιείων τὰς θύρας, μετὰ πολλῆς ἐξουσίας πρόϊθι τὸν νέον ἐπο‐

2228

(50)

πτεύων αἰῶνα, καὶ τὴν ἐπηγγελμένην σοι βασιλείαν τοῦ Θεοῦ. Τινὲς δέ φασιν, ὡς ἐπείπερ ἤμελλον οἱ τὸ σωτήριον πνεῦμα πᾶσι καταγγέλλοντες τοῖς ἐπὶ γῆς δεινοῖς ἀνηκέστοις καὶ θανάτῳ περιπεσεῖν, τούτους ἐπαλεῖφον τὸ τοῦ Θεοῦ πρόσωπον ἐπεισάγεται λέγον·
55Εἴσελθε εἰς τὰ ταμεῖά σου, τὰ μνήματά φασι,2227

2229

τἀπὶ γῆς εὐφήμως οὕτω καλῶν, παραγγέλλων ἐν ἴσῳ τοῖς ἀποκρυπτομένοις ἀποκλείειν τὰς θύρας μέχρι παρέλθῃ ἡ ὀργὴ Κυρίου. Εἴρητο μὲν γὰρ τῷ Ἀδάμ· «Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ.» Λυθήσεται δὲ τῆς
5ἐκ κατάρας φθορᾶς ἐν τῇ συντελείᾳ καταργουμένου θανάτου. Συμβουλεύει τοίνυν ἀνασχέσθαι τοῦ θανάτου μέχρι παρέλθῃ, κἂν μυσταγωγοῦντας συμβαίη τοῦτο παθεῖν πρὸς τῶν μισούντων τὴν ὑπ’ αὐτῶν κηρυττο‐ μένην ἀλήθειαν. Ἐπάξει γὰρ αὐτοῖς ἐξ ἁγίου τὴν
10πρέπουσαν ὀργὴν ὁ Θεός. Τὸ δὲ, Θεὸς ἐξ ἁγίου, ὅμοιον τῷ· «Ἔβρεξε Κύριος παρὰ Κυρίου ἐπὶ Σόδομα πῦρ, καὶ θεῖον,» ὁ Υἱὸς ἀπὸ τοῦ Πατέρος· «Ὁ γὰρ Πατὴρ, φησὶ, κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκεν τῷ Υἱῷ.» Τῆς οὖν ὀργῆς ἐπαγομένης
15κατὰ τῶν τοῖς ἡγιασμένοις ἐπενεγκάντων χεῖρας φονικὰς, οὐ κατακρύψει τοὺς ἀνῃρημένους ἡ γῆ. Τοῦτ’ ἔστι, Τοῦ Θεοῦ τὴν κρίσιν οὐδὲν διαφεύξεται, τῶν ἁγίων μαρτύρων ἐν μνήμῃ κειμένων αὐτοῦ. Καὶ Μωσῆς γὰρ ἔφη, Τὸ αἷμα τῶν υἱῶν αὐτοῦ. Ἤγουν
20φησὶ μηδένα λαθεῖν τῶν ἐν τῇ γῇ πάλαι τὰς ψυχὰς ἀνῃρημένων διὰ τῶν πρὸς θάνατον ἁμαρτημάτων, ὀργῆς ἐπ’ αὐτοὺς φερομένης δηλαδὴ τῶν ἐν ταῖς κολά‐ σεσι διακονουμένων ἀγγέλων, κατὰ τὸ ῥηθὲν ἐπ’ Αἰ‐ γυπτίων· «Ἀπέστειλεν ἐπ’ αὐτοὺς ὀργὴν καὶ θυμὸν
25καὶ θλίψιν ἀποστολὴν δι’ ἀγγέλων πονηρῶν.» Καὶ ἑκάστη δὲ ψυχὴ γεώδης καὶ φιλοσώματος, τὰ αἵματα, τοῦτ’ ἔστι τὰ πρὸς θάνατον ἑαυτῇ πλημμεληθέντα ἐξομολογουμένη πάντως ἀποκαλύψειε.
32 Τινὲς δὲ οὕτως ἐξηγήσαντο· Πρὸς τὰ ἐν ψυχῇ κε‐ κρυμμένα κινήματα Θεὸς ἐφαρμόττεται. Ἐπειδὴ γὰρ, ποτὲ μὲν ἠπείλει, ποτὲ δὲ χρηστὰς ἐλπίδας παρ‐
35είχετο, ἐξ ὧν ἐθορυβοῦντο, μὴ εἰδότες ὃ πράξουσιν, εἰκότως ἐπιστροφὴν τῇ ψυχῇ ἐργαζόμενος, χωρεῖν εἰς ἑαυτὴν κελεύει, ἔργα τε ἐποπτεύειν τὰ ἴδια, οὐ μεταβα‐ τικῇ κινήσει, τῇ δὲ τῶν λογισμῶν ἀνακρίσει πορευο‐ μένων, ὡς ἂν προφθάσαντες τὸν μηνυθέντα κριτὴν,
40εἴτι μὲν πονηρὸν, ὡς ὕλην ὑπάρχον πυρὸς δαπανή‐ σωσι, φυλάττοιεν δὲ τὰ χρηστὰ δίκην χρυσίου δοκι‐ μαζόμενα. Ὁμοίως καὶ ὁ Σωτὴρ παρακελεύεται τοῦ ταμιείου κλείειν τὰς θύρας ὁμοῦ μὲν τὰς αἰσθητὰς, ὁμοῦ δὲ παιδεύων τῆς τῶν περιττῶν ἀπαλλάττεσθαι
45προσπαθείας, ὡς ἂν ὁρῶν Θεὸς σχολάζουσαν τὴν διά‐ νοιαν, ὡς εἰς καθαρόν τινα πίνακα τὰ ἴδια γράφῃ βουλεύματα. Οὕτως ἐννοοῦντος Ἱερεμίου τὰ Ἠσαΐᾳ προφήταις τε λοιποῖς πραχθέντα παρὰ τῶν Ἰου‐ δαίων, καὶ προσδοκῶντος πείσεσθαι χείρονα, καὶ

2229

(50)

τῆς ἰδίας κρείττω δυνάμεως, πρὸς ταῦτα τῆς ψυχῆς αὐτοῦ τὰ κινήματά φησιν ὁ Θεός· «Πολεμήσουσί σε, καὶ οὐ μὴ δύνωνται πρὸς σέ.» Διότι μετὰ τοῦ ἐγώ εἰμι τοῦ ἐξαιρεῖσθαί σε, λέγει Κύριος. Ὀργὴν δὲ ἐπαγομένην ἀπὸ Κυρίου, οὐ τὴν ἐκ θυμοῦ φησὶ
55τροπὴν (ἀπαθὲς γὰρ τὸ θεῖον) τὴν δὲ πρὸς τὰ παρ’2229

2232

ἡμῶν πλημμεληθέντα δίκην ὀφειλομένην, ἣν ἐπάγει οὐ πρὸς τοὺς παροικοῦντας, ἀλλὰ κατοικοῦντας ἐπὶ τῆς γῆς, οἱ τοῦ παρόντος αἰῶνος μόνον εἰσὶ τὰς πρὸς τὸ μέλλον ἐλπίδας ἁπάσας ἀπειρηκότες, λέγον‐
5τες· «Φάγωμεν καὶ πίωμεν· αὔριον γὰρ ἀποθνή‐ σκομεν.» Οἷς ἐναντία τῶν παροικούντων ἐπὶ τῆς γῆς ἡ διάθεσις. Τῆς δὲ δίκης ἐπαχθείσης, τὰ ἑκάστου κακὰ πρόδηλα γίνεται, ἅπερ μακροθυμοῦντος ἔτι τοῦ Θεοῦ συγκαλύπτεται. Πᾶσι γὰρ δῆλον ἐπαγομέ‐
10νης ὀργῆς ὡς ἡ δίκη πονηρῶν ἐστι πράξεων τιμω‐ ρὸς, εἰ καὶ πρώην ἐλάνθανον. Τοῦτο καὶ ἐφ’ ὑμῶν ἔσται, φησὶ, θυσάντων τὰ τέκνα τοῖς δαιμονίοις. Καὶ αὕτη τοίνυν ὑμῶν ἡ γῆ κατηγορήσει δεξαμένη τού‐ των τὰ αἵματα. Καὶ ταῦτα μὲν οὗτοι.
17tΚΕΦΑΛ. ΚΖʹ.
18 α—ιαʹ. Τῇ ἡμέρᾳ ἐκείνῃ ἐπάξει ὁ Θεὸς τὴν μά‐ χαιραν τὴν ἁγίαν, καὶ τὴν μεγάλην, καὶ τὴν ἰσχυ‐
20ρὰν ἐπὶ τὸν δράκοντα τὸν ὄφιν φεύγοντα· ἐπὶ τὸν δράκοντα ὄφιν σκολιὸν, καὶ ἀνελεῖ τὸν δρά‐ κοντα, κ.τ.λ. Οἱ δὲ περὶ τῆς συντελείας εἰρῆσθαι ταῦτα, καὶ τῆς ἐπὶ ταύτῃ νομίσαντες κρίσεως, ἔφασαν, ὡς τού‐
25των ἐπιτελεσθέντων ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος. Διὸ ἐπὶ τέλει τῶν ὅλων, καὶ μετὰ πάντα (τοῦτο γάρ ἐστι τὸ, τῇ ἡμέρᾳ ἐκείνῃ) ἐπάξει ὁ Θεὸς τὴν μάχαιραν τὴν ἁγίαν καὶ τὴν ἰσχυρὰν (μήτι δὲ τοῦ τὴν ἁγίαν, σκληρὰν ἐξέδωκαν οἱ λοιποὶ)
30ἥτις μηδενὶ τῶν ἄλλων ἐπαχθεῖσα ἐτηρεῖτο τῆς αὐτοῦ κακίας, ἀναλόγως τῷ τὸν Ἀδὰμ ἐν τῷ παρα‐ δείσῳ σκελίσαντι, καὶ στάσεως καταβαλόντι τῆς παρὰ τῷ Θεῷ. Περὶ οὗ φησὶν, «Ὁ δὲ ὄφις ἦν φρονιμώ‐ τερος πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς.» Ὁ
35μετὰ τοὺς πρωτοπλάστους καὶ τοὺς ἐξ αὐτῶν δι’ ἀπάτης ἑλὼν, προσφυῶς ὄφις ῥηθεὶς, ὡς ἕρπων τε χαμαὶ καὶ τοῖς τῶν ἀνθρώπων ἐφεδρεύων ποσὶν, ὡς ἂν αὐτοῖς τὸν ἰὸν ἐμβαλὼν τῆς ὀρθῆς καὶ πρὸς τὸν Θεὸν ἀγούσης καταβάλοι πορείας. «Αὐτὸς γάρ σου,
40φησὶ, τηρήσει κεφαλὴν, καὶ σὺ τηρήσεις αὐτοῦ πτέρναν.» Μωσῆς μὲν οὖν τὴν ἐξ αὐτοῦ μόνον ἀπά‐ την εἰπὼν, τὴν μένουσαν αὐτὸν δίκην παρέλιπεν, ἣν ὁ παρὼν προφήτης ἐδίδαξεν. Ἡ μὲν οὖν τοῦ Θεοῦ ῥάβδος εὐθεῖά τις οὖσα καὶ παιδευτικὴ, κατὰ τό·
45«Ῥάβδος εὐθύτητος, ἡ ῥάβδος τῆς βασιλείας σου,» τοῖς ἰάσιμα ἡμαρτηκόσι τετήρηται πρὸς διόρθωσιν. Ὁ δὲ [ὅφις] ὅλος δι’ ὅλου καμπύλος καὶ σκολιὸς ἕρπων τε χαμαὶ ἐπὶ κοιλίαν καὶ στῆθος καὶ τὰς ἁπάν‐ των πτέρνας τηρῶν, μετὰ τοὺς ἀσεβεῖς πάντας, τῇ

2232

(50)

σκληρᾷ καὶ μεγάλῃ καὶ ἰσχυρᾷ μαχαίρᾳ παρα‐ δοθήσεται, ἣν ἔφασαν οἱ Ἑβδομήκοντα· δι’ ἧς ὁ τοῦ Θεοῦ σημαίνεται λόγος ὁ ζῶν καὶ ἐνεργὴς καὶ τομώ‐ τερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, ὃς ὡς ἐναντίῳ τῷ δράκοντι ἐπελθὼν ἀνεῖλεν φασὶν αὐτὸν, ἐξ
55ὄντων τὴν ὑπόστασιν ἀφανίζων αὐτοῦ, καὶ πρὸς τὸ2231

2233

μὴ ὃν ἀναλύων τὴν ὕπαρξιν, οὐ δὲ γὰρ τῆς ὀργῆς τοῦ Θεοῦ καταξιοῦται παιδευτικῆς οὔσης καὶ ἐπιστρε‐ πτικῆς, περὶ ἧς φησί· «Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μὴ δὲ τῇ ὀργῇ σου παιδεύσῃς με.» Τὸ
5μὲν γὰρ ἐλεγκτικὸν, τὸ δὲ παιδευτικόν. Ἅπερ ἁρ‐ μόττει τοῖς ἡμαρτηκόσιν ἰάσιμα, ἀλλ’ οὐ τῷ Δρά‐ κοντι τῷ ἐξαφανισθῆναι μόνον ὀφείλοντι. Τὴν δὲ ἐπα‐ γομένην θεασάμενος μάχαιραν χωρήσεται πρὸς φυγὴν, δι’ ἀφροσύνην λέγειν οὐχ οἷός τε ὢν, «Ποῦ
10πορευθῶ ἀπὸ τοῦ πνεύματός σου, καὶ ἀπὸ τοῦ προσ‐ ώπου σου ποῦ φύγω;» Πειράσεται δ’ οὖν εἰς τοὺς ἰδίους ἀποφεύγων ἰουχοὺς [f. ἰωχμοὺς] κατακρύπτε‐ σθαι τῇ καλουμένῃ θαλάσσῃ, ἐν ᾗ εἴρηται δράκων οὗτος, «ὃν ἔπλασας, ἐμπαίζειν αὐτῷ.» Περὶ οὗ φη‐
15σιν Ἰώβ· «Ἄξεις δὲ δράκοντα ἐν ἀγκίστρῳ. Καὶ μεθ’ ἕτερα· Τοῦτό ἐστιν ἀρχὴ πλάσματος Κυ‐ ρίου πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγ‐ γέλων αὐτοῦ.» Καὶ πάλιν· «Αὐτός ἐστι βασιλεὺς πάντων τῶν ἐν τοῖς ὕδασιν.» Διδάσκει δὲ τούτου
20χάριν αὐτῷ συγκεχωρῆσθαι τὸ ζῇν, ἐπὶ τῷ πρὸς τῶν ἁγίων ἐγκαταπαίζεσθαι γυμναζομένων τῇ πρὸς αὐ‐ τὸν πάλῃ. Λελυμένου δὲ τοῦ ἀγῶνος, καὶ τῶν ἀμοι‐ βῶν ἑκάστῳ δικαίως παρεχομένων μετὰ τὴν κατὰ τῶν ἀσεβῶν κρίσιν, ἡ μάχαιρα ἐπαχθήσεται ἐπὶ
25τὸν δράκοντα ὄφιν φεύγοντα, ἐπὶ τὸν δράκοντα ὄφιν σκολιόν. Ὡς δὲ Σύμμαχος, κατὰ Λευϊαθὰν τοῦ ὄφεως τοῦ σκολιοῦ, καὶ ἀποκτενεῖ τὸν δράκοντα τὸν ἐν τῇ θαλάσσῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Ὡς δὲ Ἀκύλας, ἐπὶ Λευϊαθὰν ὄφιν ἐσκιρωμένον ἢ ἐπει‐
30ρωμένον [f. ἐσκιῤῥωμένον ἢ ἐπεῤῥωμένον], καὶ ἀπο‐ κτενεῖ σὺν τὸ κῆτος τὸ ἐν τῇ θαλάσσῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
35 Ὡς δὲ κύριον ὄνομα τὸ Λευϊαθὰν πανταχοῦ, κατὰ τὸ Ἑβραϊκὸν, ὀνομάζεται. Κἂν τῷ γὰρ, «Ὁ μέλλων τὸ μέγα κῆτος χειροῦσθαι,» Λευϊαθὰν εἴρηται. Καὶ ἐν τῷ, «Δράκων οὗτος.» Καὶ ἐν τῷ «Ἄξεις δρά‐ κοντα ἐν ἀγκίστρῳ.» Πολυώνυμος δέ ἐστιν, ὡς πο‐
40λυκέφαλος. Δράκων, καὶ ὅφις, καὶ διάβολος, κῆτός τε, καὶ Σατανᾶς, καὶ Λευϊαθὰν, καὶ λέων, καὶ βασιλίσκος ὀνομάζεται. Ἐπὶ δὲ τῆς πρώτης ὁ Σωτὴρ παρουσίας οὐκ ἐχρήσατο αὐτῷ ὡς μαχαίρᾳ, οὐδὲ ἀνεῖλεν αὐτὸν, ἐπέβη δὲ μόνον αὐτῷ, καὶ τὰς δυνάμεις αὐ‐
45τοῦ κατεπάτησεν. Πρὸς ὃν εἴρηται· «Ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα, καὶ δράκοντα.» Καὶ νῦν δὲ αὐτὸν πατεῖ, διδοὺς τοῖς μα‐ θηταῖς πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων. Τῇ δὲ συντελείᾳ παντελῶς αὐτὸν ἀνελεῖ. Κἀνταῦθα ὁ περὶ

2233

(50)

τῆς καθολικῆς τοῦ Θεοῦ κρίσεως περιγράφεται λό‐ γος. Ἕτεροι δέ φασιν, ὡς τοῖς αὐτοῦ τέκνοις τοῖς ἀποκτείνασι τοὺς ἁγίους συνανελεῖ καὶ τὸν Σατανὰν, ὃν καὶ φεύγοντα διὰ δειλίαν καλεῖ, καὶ σκολιὸν,
διὰ πανουργίαν. Πλὴν ἀναιρεθήσεται. Καὶ γὰρ2233

2236

ἀπρακτήσει λοιπόν. Μᾶλλον δὲ τοὺς τῆς ἀνοσιότητος ἀποτίσει λόγους, ποινὴν ὑποστὰς τὴν ἐσχάτην, καὶ ταῖς ᾅδου πύλαις κάτοχος γεγονὼς, τῆς εἰς αἰῶνα φλογὸς ἀτελεύτητον ὑπομένων τὴν κόλασιν. Ἄλλοι
5δὲ λέγουσιν, ὡς μάχαιραν ἐνταῦθα τὴν ἐνέργειαν τῆς δίκης καλεῖ, ἣν ἁγίαν φησὶν, ὁμοῦ μὲν παρα‐ μυθούμενος τὸ φοβερὸν τῆς ἀπειλῆς, ὁμοῦ δὲ δει‐ κνὺς, ὡς οὐκ εἰς ἀπώλειαν οἱ τιμωρούμενοι κατα‐ στρέψουσιν, ἁγιωσύνης δὲ αἴτιον αὐτοῖς ἔσται μετα‐
10νοήσασιν. Καὶ γὰρ οὐκ ἀπολέσαι βούλεται Θεὸς παι‐ δεύων, ἀλλὰ καθᾶραι καὶ ἁγιάσαι ἐπιστρέψοντας. Δράκοντα δὲ τὸν Ἀσσύριον, ἢ τὸν Χαλδαῖον καλεῖ. Τὴν δὲ ἀναφορὰν ἐπ’ αὐτὸν ποιεῖται τὸν τῆς κακίας γεννήτορα τὸν διάβολον, ὃς τῆς παντελοῦς συντελείας
15ἐπενεχθείσης, καὶ τῶν τοῦ κόσμου μερῶν παρελθόν‐ των, ἃ τὴν πλάνην αὐτῷ καὶ τὴν ἐπιθυμίαν .... τὴν ἐμὴν δύναμιν. Ἀλλ’ οἱ μὲν τοῦ Θεοῦ πολέμιοι. Ἡμεῖς δὲ, ὡς ἂν σωφρονισθέντες ἀφ’ ὧν ἐκεῖνοι πεπόνθασιν, εἰρήνην ποιήσωμεν αὐτῷ. Ταῦτα γὰρ ὁ προφήτης
20τοῖς τῆς ἰδίας μερίδος φησί· «Χαλεπὸν γὰρ τὸ ἐμπε‐ σεῖν εἰς χεῖρας Θεοῦ ζῶντος.» Οἱ δὲ ἐρχόμενοι τίνες εἰσιν ἐπενήνοχεν. Τέκνα Ἰακὼβ βλαστήσει, καὶ ἑξῆς· σαφῶς τὸν χορὸν τὸν ἀποστολικὸν αἰνιττόμε‐ νος, περὶ οὗ πρότερον ἔλεγε· «Καὶ εἰ μὴ Κύριος Σα‐
25βαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα.» Ἰουδαῖοι γὰρ ὄν‐ τες, τέκνα ἦσαν τοῦ Ἰακώβ. Ἐξήσθησαν δὲ οὐ ξύλα, χόρτον, καλάμην, βλαστὸν δὲ ἀγαθὸν, καὶ ἄνθος εὐῶδες πᾶσαν γῆν τῆς εὐωδίας πληρώσαντες. Αὐτοῖς οὖν, καὶ τοῖς αὐτῶν φοιτηταῖς, τὸ ποιήσωμεν
30εἰρήνην αὐτῷ, παραινῶν φησὶν ὁ προφήτης. Ἐπλη‐ ροῦντο δὲ ταῦτα ὅτε εἰς πᾶσαν τὴν οἰκουμένην ἐκή‐ ρυττον· «Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατέρος ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.» Διὸ καὶ πόδας εἶχον ὡραίους, δι’ ὧν τ’ ἀγαθὰ τῆς εἰρήνης εὐηγγελίζοντο.
35Τινὲς δέ φασι τοῖς ἁπανταχόθι λαοῖς ταῦτα παραι‐ νεῖν τὸν προφήτην. Ἐπειδὴ δὲ δεδυσσέβηκεν εἰς τὸν λυτρωπὴν Ἰσραὴλ, καὶ ἀπελάκτισεν ὁ πρωτότοκος, ἡμεῖς οἱ μέλλοντες ἥξειν κατὰ καιροὺς ἀπὸ σκότους εἰς φῶς, ἀπὸ πλάνης εἰς γνῶσιν, ἐξ ἁμαρτιῶν εἰς
40δικαίωσιν, ποιήσωμεν εἰρήνην, τὴν ἀρχαίαν κατα‐ λύσαντες ἔχθραν. Ἀνῃρημένης γὰρ τῆς ἁμαρτίας, καὶ καθῃρημένου τοῦ Σατανᾶ, οὐδὲν ἐμποδὼν σπεί‐ σασθαι τῷ Κυρίῳ, καὶ τοῖς ἐκείνου πειθαρχῆσαι προστάγμασιν. Τοιαῦτα καὶ Παῦλος τοῖς ἐξ ἐθνῶν·
45«Δικαιωθέντες οὖν ἐκ πίστεως εἰρήνην ἔχωμεν πρὸς τὸν Θεὸν, διὰ τοῦ Κυρίου ἠμῶν Ἰησοῦ Χριστοῦ.» Παρακαλέσας δὲ τοὺς ἐρχομένους (περὶ ὦν φησὶ καὶ Δαβὶδ, «Ἀναγγελήσεται αὐτῷ γενεὰ ἡ ἐρχο‐ μένη»), τὸν λόγον ἐπὶ τοὺς ἀποστόλους μετήνεγκε

2236

(50)

χαίρων, ὅτι Χριστῷ τὴν οἰκουμένην ἐκτήσαντο. Σύμ‐ φωνον δὲ τῷ, ἐμπλησθήσεται ἡ οἰκουμένη τοῦ καρ‐ ποῦ αὐτοῦ, τὸ, «Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγ‐ γος αὐτῶν.» Καρποὶ γὰρ ἱδρώτων ἀποστολικῶν οἱ πιστεύσαντες, οὓς χάριν καὶ στέφανον ὁ μακάριος
55ὠνόμασε Παῦλος.2235

2237

(3)

Τινὲς δέ φασι τοῖς ἐφ’ αὑτοῦ ταῦτα συμβουλεῦσαι τὸν προφήτην μὴ βουλόμενον αὐτοὺς τῶν προηπει‐
5λημένων εἰς πεῖραν ἐλθεῖν. Μεταθέσθε γὰρ, φησὶν, οἱ πρὸς τὸν ἑαυτῶν δημιουργὸν ἀράμενοι πόλεμον, ἄμαχον αὐτὸν ἔχειν τὴν φύσιν ἐπεγνωκότες. Οὕτω γὰρ καὶ τὰ τοῦ γένους ἐπίδοσιν λήψεται, καὶ ἡ οἰ‐ κουμένη πᾶσα παρ’ ὑμῶν οἰκηθήσεται. Ἀντὶ δὲ τοῦ,
10εἰρήνην ποιήσωμεν αὐτῷ οἱ ἐρχόμενοι, παρέθεντό τινες κατὰ τοὺς ἄλλους ἑρμηνευτὰς, εἰρηνοποιήσει μοι τοὺς ἐρχομένους, καὶ Εἶπον· εἰς γὰρ τοὺς τε‐ λευταίους ἡ ἐπιστροφή. Εἶτα φησὶν ὁ προφήτης· Μὴ ὡς αὐτὸς οὕτως ἐπάταξε, καὶ αὐτὸς οὕτως πλη‐
15γήσεται; ὁ δὲ νοῦς· Μήτι κακὸν ἀντὶ κακοῦ τοῖς ἔθνεσιν ἀπεδίδοσαν οἱ κηρύττοντες αὐτοῖς εἰρήνην, καὶ ταῦτα παρ’ αὐτῶν πάσχοντες τὰ δεινότατα; διὸ πρὸς τοὺς ἀπίστους φησίν· Οὐ σὺ ἦσθα ὁ μελετῶν τῷ πνεύματι τῷ σκληρῷ ἀνελεῖν αὐτοὺς πνεύ‐
20ματι θυμοῦ; ἀλλ’ ἐπεὶ πάντα ἔφερον γενναίως διὰ Χριστὸν, ἐπήνεγκεν· Ἀφαιρεθήσεται ἡ ἀνομία Ἰακὼβ, τοῦτο αἴτιον τῆς τῶν ἁμαρτιῶν ἀφέσεως, καὶ τῆς εὐλογίας εἰπών. Εἰ γὰρ σωθήσεται διὰ τῆς τεκνογονίας, ἑὰν μείνωσιν ἐν πίστει καὶ ἀγάπῃ καὶ
25ἁγιασμῷ μετὰ σωφροσύνης, κατὰ τὸν Ἀπόστολον, ἀκόλουθόν ἐστι καὶ τὸν Ἰακὼβ τέκνα βλαστήσαντα, διὰ τῆς τούτων ἀρετῆς κοινωνῆσαι αὐτῶν τῇ εὐλογίᾳ. Δηλοῖ δὲ πολλοὺς διὰ τῆς ἀποστολικῆς σωθήσεσθαι χάριτος καὶ τῶν κατὰ σάρκα γειτνιώντων αὐτοῖς.
30Μάλιστα δὲ ταῦτα γενήσεσθαί φησι τῆς εἰδωλολα‐ τρείας καταργουμένης τῇ τῶν εἰρημένων διδα‐ σκαλία.
34Τινὲς δέ φασιν, ἐπειδήπερ εἶπεν, ὡς ἡ οἰκουμένη
35τοῦ καρποῦ τοῦ Ἰσραὴλ ἐμπλησθήσεται, ὥς τινος ἀνθυποφέροντος· καὶ μὴν γέγονε σκληρὸς, καὶ τοὺς ἁγίους ἀπέκτεινέ φησιν, ὡς οὐ πρὸς ἃ ἔπραξαν αὐ‐ τοῖς, ἡ τῆς ἡμερότητος προσῆλθεν πηγὴ, νικῶν δὲ φιλανθρωπίᾳ, οὐκ εἰς ἅπαξ ἀπολεῖ τὸ διὰ τοὺς
40πατέρας ἀπόλεκτον γένος. Τοιγαροῦν φησὶ διά τινος τῶν προφητῶν ὁ Θεός· «Τί σοι ποιήσω, Ἐφραΐμ; Τί σοι ποιήσω, Ἰούδα; Ὡς Ἀδαμὰ θήσομαί σε, καὶ ὡς Σεβωείμ; Μετεστράφη ἡ καρδία μου ἐν τῷ αὐτῷ. Συνεταράχθη ἡ μεταμέλειά μου. Οὐ μὴ ποιήσω κατὰ
45τὴν ὀργὴν τοῦ θυμοῦ μου. Οὐκ ἐγκαταλείψω τοῦ ἐξ‐ αλειφθῆναι τὸν Ἐφραῒμ, διότι Θεὸς ἐγὼ ἐν σοὶ, καὶ οὐκ ἄνθρωπος ἐν σοὶ ἅγιος.» Ὡς γὰρ Θεὸς ἄφατον ἔχει τὴν ἡμερότητα. Τινὲς δέ φασιν ὡς οὐ τῶν ὁμοίων ἔτυχον. Αὐτοὶ μὲν γὰρ ἀνέστησαν εἴδωλα πρὸς ἀναί‐

2237

(50)

ρεσιν τῆς αὐτοῦ θεότητος ὅσον τὸ ἐπ’ αὐτούς· αὐτὸς δὲ οὐ παντελῶς αὐτοὺς ἀναιρεῖ, ἀλλὰ τὰ μὲν ἐπι‐ πλήττων, τὰ δὲ ὑπομιμνήσκων, ὧν ἔτυχον ἀγαθῶν, τὴν ἀνάκλησιν τῆς αἰχμαλωσίας ἐποιήσατο. Λέγων δὲ, Οὐ σὺ ἦσθα ὁ μελετῶν τῷ πνεύματί σου τῷ σκληρῷ
55ἀνελεῖν αὐτούς; ὑπομιμνήσκει τῆς ἀπειλῆς, ἧς2237

2240

κατὰ τῶν εἰδώλων ἐποιοῦντο θρασέως ἐπαγγελλόμε‐ νοι ἐκτρίψειν αὐτὰ, παρακαλῶν αὐτοὺς εἰς ἔργον ἀγα‐ γεῖν τὴν ὑπόσχεσιν. Οὕτω γὰρ, φησὶ, καὶ ἀπὸ τῶν ἁμαρτιῶν ὑμῶν καθαρισθήσεσθε. Ἀλλὰ γὰρ ἐπὶ τὴν
5πρώτην ἐξήγησιν ἐπανέλθωμεν. Ταῦτα γὰρ τῶν ἀπο‐ στόλων πεποιηκότων, καὶ τοῦ κηρύγματος πεπληρω‐ κότων τὴν γῆν, τὸ πάλαι κατοικούμενον ποίμνιον ἀφεθήσεται. Οὐ γὰρ ἐδέξατο τὸν καλὸν ποιμένα τὸν θέντα τὴν ἑαυτοῦ ψυχὴν ὑπὲρ τῶν προβάτων. Διὸ
10τὰς ἑαυτῶν ψυχὰς, οἷα δὴ χώρας τινὰς, ἐποίησαν βόσκημα, ἃς ἐλυμήνατο ὗς ἐκ δρυμοῦ, καὶ μονιὸς ἄγριος κατενεμήσατο, καὶ ἐν αὐταῖς οἱ φθείροντες ἀνεπαύσαντο. Ἅπερ οὕτως ἐξέδωκε Σύμμαχος· Πό‐ λις γὰρ ὠχυρωμένη μόνη, καλὴ ἀφεῖται, καὶ ἐγκα‐
15ταλέλειπται, ὡς ἔρημος. Ἐκεῖ νεμηθήσεται μό‐ σχος, καὶ ἐκεῖ κοιτασθήσεται, καὶ ἀναλώσει τοὺς κλάδους αὐτῆς. Ἐν τῷ ξηρανθῆναι τὸν θερι‐ σμὸν αὐτῆς, συντριβήσονται. Οἷς καὶ τὰ τῶν λοι‐ πῶν ἑρμηνευτῶν συμφωνεῖ. Αὔτη δέ ἐστιν ἡ καὶ
20πρὶν εἰρημένη πόλις ὀχυρὰ καὶ ἀμπελὼν ἡ καλὸς, ἥν φησιν ἔρημον ἔσεσθαι μετὰ τὸ τῶν ἀποστόλων πανταχοῦ κυρωθῆναι τὸ κήρυγμα, καὶ τὴν τῆς εἰδω‐ λολατρείας καθαίρεσιν.
26 Τινές φασιν. ὡς εἰπὼν μὴ τὴν ἴσην ἀπαιτηθήσε‐ σθαι δίκην ὧν κατὰ τῶν ἁγίων ἐπλημμέλησεν Ἰσ‐ ραὴλ, ἐπάγει ποῖον ἄρα τὸ μέτρον τῆς ἐπ’ αὐτοῖς ἔσται κινήσεως. Μαχόμενος καὶ ὀνειδίζων ἐξα‐
30ποστελεῖ αὐτοὺς, δηλονότι τῆς πρὸς αὐτὸν οἰκειό‐ τητος. Ἀπεπέμψατο γὰρ τὸν Ἰσραὴλ ὁ Σωτὴρ μα‐ χόμενος, ἀντὶ τοῦ ἐπιπλήττων. Ἔφασκε γὰρ ὀνει‐ δίζων αὐτοῖς· «Ἱερουσαλὴμ, Ἱερουσαλὴμ, ἡ ἀποκτεί‐ νουσα τοὺς προφήτας,» καὶ τὰ ἐφεξῆς. Ὁρᾷς ὡς
35ἐπιπλήττων, αὐτοὺς ἀπεπέμψατο. Ἀλλὰ σέσωσται τὸ κατάλειμμα, καθά φησιν Ἡσαΐας· «Ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ, ὡς ἡ ἄμμος τῆς θαλάσ‐ σης, τὸ κατάλειμμα σωθήσεται.» Ὀνειδίζει δὲ καὶ ὁ προφήτης μετὰ παῤῥησίας αὐτοῖς, ὡς μελέτην
40πεποιημένοις ἀναιρεῖν τοὺς ἁγίους. Κἂν ἀρνήσησθε, φησὶν, μάρτυς ὁ λέγων· «Τίνα γὰρ τῶν προφητῶν οὐκ ἀπέκτειναν οἱ πατέρες ὑμῶν;» Καὶ πάλιν· «Ὅτι οὐκ ἐνδέχεται προφήτην ἀπολέσθαι ἔξω Ἰερου‐ σαλήμ.» Διὰ μέσου δὲ τούτους ἐλέγξας, πάλιν
45ἔχεται τῆς πρώην ἀκολουθίας ὡς ἐκ Θεοῦ λέγων. Διὰ τοῦτο ἀφαιρεθήσεται ἡ ἀνομία Ἰακώβ. Διὰ τοῦτο ποῖον; ἐπειδὴ οὐχ ὡς αὐτὸς ἀνεῖλεν, οὕτως ἀναιρεθήσεται. Ἀνήσει γὰρ καὶ αὐτῷ κατὰ καιροὺς τὰ ὀφλήματα. Καὶ τοῦτό ἐστιν ἡ εὐλογία αὐτοῦ.

2240

(50)

Εἰ γὰρ ἀπῄτει πρὸς ἀξίαν τὴν δίκην, οὐκ ἂν ἔργῳ προῆλθε τὸ ῥηθὲν Ἀβραὰμ, «Εὐλογῶν εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ σε,» τοσαῦτα πεπλημμε‐ ληκότων τῶν ἐξ αὐτοῦ. Πότε δὲ, φησὶν, ἔσῃ τῶν πλημμελημάτων ἐλεύθερος; ὅτε οἱ διὰ πίστεως
55κεκλημένοι τῆς ἀρχαίας καταστρατεύσωνται πλάνης,
πᾶν αὐτῆς ἐξαλείφοντες λείψανον, συμφώνως τοῖς2239

2241

ἀποστολικοῖς· ὅτ’ ἂν δὲ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται. Κατοικού‐ μενον δὲ ποίμνιον ὀνομάζει τὸν Ἰσραὴλ, ὡς πάλαι ποιήσεσιν ἀγαθοῖς πληθυνόμενον. Ὃ κατα‐
5λειφθὲν οἱ νοητοὶ κατανεμεθήσονται θῆρες, μηδενὸς ἔτι τὰς πονηρὰς ἀποσοβοῦντος δυνάμεις. Ἀλλ’ οὐδὲ Ῥωμαῖοι δηλοῦντες ἀπεῖπον πρινὴ καὶ τῶν σμικρο‐ τάτων ἀπέδειξαν ἔρημον. Τινὲς δὲ βόσκημα τὴν ἐκ τῶν πολεμίων φορολογίαν σημαίνειν φασίν. Ὡς
10γὰρ εὐλογίαν παυομένοις τῆς εἰδωλολατρείας ἐπήγγελται, οὕτως ἐρημίαν μετὰ δουλείας τοῖς ἀπο‐ μείνασιν.
16 ια—ιγʹ. Γυναῖκες ἐρχόμεναι ἀπὸ θέας, δεῦτε. Οὐ γὰρ λαός ἐστιν ἔχων σύνεσιν· διὰ τοῦτο οὐ μὴ οἰκτειρήσει ὁ ποιήσας αὐτοὺς, οὐδὲ πλάσας αὐτοὺς, οὐ μὴ ἐλεήσει. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ
20ἐκείνῃ, συμφράξει Κύριος ἀπὸ τῆς διώρυγος τοῦ ποταμοῦ ἕως Ῥινοκούρων, κ.τ.λ. Τὴν παντελῆ τῶν ἐκ περιτομῆς ἐρημίαν εἰπὼν, ὡς ἀνδρῶν οὐχ εὑρισκομένων ἐν αὐτοῖς σωτηρίας ἀξίων, ἀνακαλεῖται γυναῖκας τῶν παραδόξων ἔργων
25εἰς μαρτυρίαν, ὡς ἂν ἐλθοῦσαι φωτίσαιεν τὸν ἐν σκότῳ καθήμενον λαὸν, καὶ τὴν πόλιν αὐτῶν τὴν ἀφειμένην. Διὸ κατὰ τὸν Ἀκύλαν εἴρηται· Γυναῖ‐ κες ἐρχόμεναι φωτίζουσιν αὐτήν. Κατὰ δὲ τὸν Σύμμαχον· Γυναῖκες ἐρχόμεναι καὶ δηλοῦσαι
30αὐτήν. Τίνες δὲ αὗται, μανθάνωμεν. Φησίν· «Ἦσαν ἐκεῖ γυναῖκες πολλαὶ ἀπὸ μακρόθεν θεωροῦ‐ σαι αἵτινες ἠκολούθησαν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας διακονοῦσαι αὐτῷ,» ὧν ἐπάγει τὰ ὀνόματα. Λουκᾶς δὲ, «Κατακολουθοῦσαι γυναῖκές τινες, αἵ τινες ἦσαν
35συνεληλυθυῖαι ἐκ τῆς Γαλιλαίας αὐτῷ, ἐθεάσαντο τὸ μνημεῖον, καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ. Αἵτινες μαθοῦσαι τὰ περὶ τῆς ἀναστάσεως τοῦ Σωτῆρος, ὑπέστρεψαν ἀπὸ τοῦ μνημείου εὐαγγελιζόμεναι πάντα τοῖς ἀποστόλοις.» Ἐπεὶ τοίνυν ὁ λαὸς ὁ
40μὴ ἔχων σύνεσιν, τῷ κηρύγματι τῶν ἀποστόλων οὐκ ἐπείθετο, καί τοι τῶν ἐθνῶν παραδεχομένων τὸν λόγον, τούτου χάριν τὰς γυναῖκας τὸ θεῖον Πνεῦμα καλεῖ. Τοὺς γὰρ ἀποστόλους διέβαλλον, ὡς νυκτὸς κλέψαντας τοῦ Σωτῆρος τὸ σῶμα. Διὸ τὰς ἀνυπό‐
45πτους καλεῖ τῶν ἀνοήτων εἰς ἔλεγχον. Μόνοι γὰρ ἀπειθοῦσι, πανταχοῦ τῆς οἰκουμένης Ἐκκλησίας ὁρῶντες, τὴν ἔνθεον ἀρετὴν τοῦ εὐαγγελικοῦ μὴ συνορῶντες κηρύγματος. Γυναῖκες δὲ πρῶται πι‐ στεύονται τὴν ἀνάστασιν, ἐπεὶ καὶ γυνὴ πρώτη τοῦ

2241

(50)

ὄφεως τὴν ἀπάτην ἐδέξατο. Διὰ τῆς οὖν ἀποστολῆς τῶν δεινῶν ἐγκλημάτων ἀποκρούονται τὴν αἰτίαν. Εἴρηται γὰρ πρὸς αὐτὰς τὸ χαίρετε παρὰ τοῦ τὴν ἀρὰν ἐπιθέντος ἐν ἀρχῇ, «Ἐν λύπαις τέξῃ τέκνα,» πρὸς Εὔαν εἰπόντος. Ὡς ἀνοήτους δὲ τοὺς Ἰου‐
55δαίους οὐκ ἐλεήσειν φησίν. Ἐν δὲ τῷ καιρῷ λέγει2241

2244

τῷ δηλουμένῳ, συμφράξει Κύριος ἀπὸ τῆς διώρυ‐ γος τοῦ ποταμοῦ ὅπερ πατάξει ἑρμήνευσαν οἱ λοιποὶ, δηλοῦντες πατάξειν Κύριον τοὺς ἀπίστους ἐκείνους, καὶ τὸν λαὸν τὸν ἀσύνετον.
7 Εἶτα τόπον ἀφορίζει ἀπὸ τοῦ ῥείθρου ποταμοῦ ἕως τοῦ χειμάῤῥου Αἰγύπτου, κατὰ Σύμμαχον, ᾧπερ ἰσοδυναμοῦσι καὶ οἱ λοιποὶ περιορίζοντος τοῦ
10λόγου τὸν κατ’ Ἰουδαίων ὑπὸ Ῥωμαίων γενησόμε‐ νον πόλεμον, ἀπὸ ποταμοῦ τάχα τοῦ Ἰορδάνου μέ‐ χρι τοῦ χειμάῤῥου Ῥεινοκορούρων, ἥπερ ἐστὶν Αἰγύπτου μεθόριον. Ἀλλὰ τούτους μὲν, φησὶ, ῥα‐ βδίσει Κύριος αὐτὸς, ἐπάγων αὐτοῖς τὴν μάστιγα τὴν
15ἐπιστρεπτικὴν, τὸ τῶν πολεμίων στρατόπεδον. Διὸ καὶ ἄνω ἔλεγεν· «Οὐαὶ Ἀσσυρίοις, ἡ ῥάβδος τῆς ὀργῆς, καὶ τοῦ θυμοῦ ἐν ταῖς χερσὶν αὐτῶν.» Τινὲς δὲ φασὶν, ὡς Ἰουδαίας ὅροι Εὐφράτης καὶ Ῥεινο‐ κόρουρα. Τὸ δὲ συμφράξει, ἀντὶ τοῦ πολιορκήσει,
20καὶ θλίψει. Ἡ γὰρ σύμφραξις, συγκλεισμός ἐστιν ἀφύκτων κακῶν. Ἀλλὰ καὶ συγκέκλεισται τῶν Ἰουδαίων ὁ νοῦς οὐ προσιεμένων τῆς ἀληθείας τὸ φῶς. «Πώρωσις» γὰρ, κατὰ τὸν θεῖον Ἀπόστολον, «ἀπὸ μέρους γέγονε τῷ Ἰσραήλ, καὶ ἄχρι σήμερον
25ἡνίκα ἀναγινώσκηται Μωσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται.» Τοῖς δὲ τοῦ λόγου κήρυξιν ἑξῆς προστάττει λέγων ὁ Κύριος· Ὑμεῖς δὲ συνα‐ γάγετε κατὰ ἕνα τοὺς υἱοὺς Ἰσραήλ. Εἰ γὰρ καὶ μὴ βούλωνται ἀθρόως προσιέναι τῇ πίστει (λαὸς
30γὰρ οὐκ ἔχων ἐστὶ σύνεσιν), ἀλλ’ οὖν ἀγαπητὸν βραχεῖς τινας καθ’ ἕνα συναγαγεῖν, οἷς καὶ Πέτρος ὁ μέγας ἐβόα· «Καὶ νῦν, ἀδελφοὶ, οἶδα ὅτι κατὰ ἄγνοιαν ἐπράξατε καθὰ καὶ οἱ ἄρχοντες ὑμῶν. Με‐ τανοήσατε οὖν καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐπὶ
35τῷ ὀνόματι τοῦ Κυρίου .....»
38tΚΕΦΑΛ. ΚΗʹ.
39α—κβʹ. Οὐαὶ τῷ στεφάνῳ τῆς ὕβρεως, οἱ μισθω‐
40τοὶ Ἐφραΐμ. Τὸ ἄνθος τὸ ἐκπεσὸν ἐκ τῆς δόξης ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους τοῦ παχέος, οἱ με‐ θύοντες ἄνευ οἴνου. Ἰδοὺ ἰσχυρὸν καὶ σκληρόν, κ.τ.λ. ... ἐλευθερίαν προσίεσθαι τῶν τύπων ἀφε‐
45μένους. «Πνεῦμα γὰρ ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ, δεῖ προσκυνεῖν.» Δεσμὸς δὲ ὁ νόμος δικαιῶν μὲν οὐδένα, κατασφίγγων δέ πως εἰς κόλασιν. Καὶ Δαβὶδ δὲ προθύμως συμβου‐ λεύων ἐπὶ τὴν χάριν ἰέναι τὴν διὰ πίστεως, «Διαῤ‐

2244

(50)

ῥήξωμεν, φησὶ, τοὺς δεσμοὺς αὐτῶν, καὶ ἀποῤῥίψω‐ μεν ἀφ’ ἡμῶν τὸν ζυγὸν αὐτῶν,» τὸ ἐκ νόμου βάρος αὐτοῖς ἐπικείμενον, ᾧ τοὺς ὑπὸ χεῖρας οἱ τῶν Ἰου‐ δαίων ὑπῆγον διδάσκαλοι. Προτιμήσατε δὲ, φησὶ, τούτων τὴν σύντομον τῆς πίστεως χάριν, οὐ κατὰ
55τὰς μακρὰς οὖσαν περιόδους τοῦ γράμματος, ἥτις ἐδόθη πάσῃ τῇ γῇ, μόνοις δοθέντος Ἰουδαίοις τοῦ
νόμου. Μωσῆς μὲν γὰρ ἔλεγεν· «Ἄκουε, Ἰσραήλ.»2243

2245

Ὁ Χριστὸς δὲ διὰ τοῦ ψάλλοντος, «Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη.» Τινὲς δέ φασι τὸ, καὶ ὑμεῖς μὴ εὐ‐ φρανθείητε, ἁρμόττειν μὲν καὶ πρὸς τὸν Ἰσραὴλ μὴ ἐπιμένειν τῇ τῶν ἁμαρτημάτων ἡδονῇ παραινοῦν,
5μηδὲ δεσμεῖν ἑαυτοὺς ἁμαρτήμασιν, πρὸς δὲ τὴν τῆς κρίσεως ἀκοὴν ὑποστέλλεσθαι· ἁρμόττειν δὲ καὶ πρὸς τὰ ἔθνη, ὡς οὐδὲ χαίρειν ὑμᾶς ἐπὶ τῇ τῶν Ἰσραηλιτῶν τιμωρίᾳ. Διαβήσεται γὰρ καὶ εἰς ὑμᾶς τὰ τῆς τίσεως ἁμαρτάνοντας.
11 κγ—κθʹ. Ἐνωτίζεσθε καὶ ἀκούετε τῆς φωνῆς μου. Προσέχετε, καὶ ἀκούετε τοὺς λόγους μου, μὴ ὅλην τὴν ἡμέραν μέλλει ὁ ἀροτριῶν ἀρο‐ τριᾷν; ἢ σπόρον προετοιμάσαι, πρὶν ἐργάσασθαι
15τὴν γῆν; οὐχ ὅταν ὁμαλίσῃ τὸ πρόσωπον αὐ‐ τῆς, κ.τ.λ. Τῷ στεφάνῳ τῆς ὕβρεως, τῷ τὸν ἔντιμον ἀποδο‐ κιμάσαντι λίθον, ἔτι παρακελεύεται τὰ μὲν ὦτα παρέχειν τῇ δι’ ἀέρος φερομένῃ φωνῇ, πειθαρχεῖν
20δὲ τοῖς λεγομένοις, καὶ κατανοεῖν τὰ λεγόμενα. Εἶθ’ ὑποδείγματι κέχρηται, διδάσκων αὐτοὺς, ὡς ὄντες δυνατοὶ δυνατῶς ἐτασθήσονται. Ἄρχοντες γὰρ ἦσαν καὶ ἱερεῖς, καὶ διδάσκαλοι. Καιρὸς γὰρ, φησὶν, ἀρό‐ τρου καὶ σπόρου διάφορος.
25 Καὶ παραλλάττει τῶν καρπῶν μετὰ θέρος ἡ κά‐ θαρσις, τῶν μὲν ἀμάξης δεομένων, καὶ τεμνόντων τροχῶν ὅσοι τῶν ἄλλων ἁδρότεροι· τῶν δὲ μόναις ἀρκουμένων ῥάβδοις οἵπερ εἰσὶν ἀσθενέστεροι. Οὕτω καὶ ὁ τοῦ Θεοῦ λόγος γεωργῶν τὰς ψυχὰς, ἐν καιρῷ
30μὲν αὐτὰς διδασκαλίᾳ νεοῖ, ἀναῤῥηγνύση τοὺς λανθάνοντας λογισμούς. Ὅθεν δὲ καί φησιν· «Νεώ‐ σατε ἑαυτοῖς νεώματα, καὶ μὴ σπείρηται ἐπ’ ἀκάν‐ θαις.» Ἐπειδ’ ἂν δὲ τὸ οἱονεὶ πρόσωπον ὁμαλι‐ σθείη τῆς γῆς, πάσης ἀκανθώδους ἀνατραπείσης
35κακίας, τηνικαῦτα τοῖς ὑποκειμένοις κατάλληλα καταβάλλει τὰ σπέρματα, μείζω τε καὶ βραχύτερα. Διαιρέσεις γὰρ χαρισμάτων εἰσίν. Παρόντος δὲ τοῦ θερισμοῦ (συντέλειαν δὲ τοῦτον δηλοῦν ἐδίδαξεν ὁ Χριστὸς), τότε τοὺς ἀξίους τῶν σπερμάτων ἀπαι‐
40τήσει καρπούς. Τῶν δὲ μὴ παρεχόντων, οἱ μὲν τὰ σμικρὰ λαβόντες, μετρίαν, οἱ δὲ τὰ μεγάλα, μεγί‐ στην εἰσπραχθήσονται δίκην, ὥσπερ οἱ μεγάλων ἀξιωθέντες, ἱερεῖς, καὶ γεγονότες στέφανος ὕβρεως μισθωτοί τε Ἐφραΐμ, ὡς διαστρέψαι μὲν τὸν λαὸν,
45ἀποδοκιμάσαι δὲ λίθον τὸν ἐκλεκτόν.
47 Τὸ δὲ, καὶ παιδεύσῃ κρίματι Θεοῦ, ἢ κατὰ Σύμμαχον, καὶ παιδεύσει αὐτὸν εἰς κρῖμα ὁ Θεὸς αὐτοῦ παρίστησιν ὡς φυσικῇ διδασκαλίᾳ γεωργὸς,

2245

(50)

καὶ δοθείσῃ παρὰ τοῦ Θεοῦ, τὰ περὶ τῆς διαφόρου τῶν καρπῶν κρινεῖ καθάρσεως. Ἀντὶ δὲ τοῦ, τὸ δὲ κύμινον μετὰ ἄρτου βρωθήσεται, Σύμμαχός φη‐ σιν· Κύμινον δὲ ἐν βακτηρίᾳ, ἄρτος δὲ λεπτο‐ κοπηθήσεται. Τὸ ἄρτος ἀντὶ τοῦ σῖτος εἰπών.
55Ἀντὶ δὲ τοῦ, οὐ γὰρ εἰς τὸν αἰῶνα ἐγὼ ὑμῖν2245

2248

ὀργισθήσομαι. Οὐδὲ φωνὴ τῆς πικρίας μοῦ κα‐ ταπατήσει ὑμᾶς, Θεοδοτίων καὶ Σύμμαχος ἐξέδω‐ καν. Ἁλλ’ οὐκ εἰς τέλος ἀλοῶν ἀλοήσει αὐτὸν, οὐδὲ ταράξει τροχὸς ἀμάξης αὐτοῦ, οὐ δὲ ταῖς
5ὁπλαῖς αὐτοῦ λεπτυνεῖ αὐτόν. Τοῦτ’ ἔστιν, Ἐπειδ’ ἂν ὁ τῆς ἁμάξης τροχὸς περιέλθῃ τὸν σῖτον λεπτύνων, τὴν περὶ αὐτὸν καλάμην ὁμοῦ καὶ τῶν βοῶν ταῖς ὁπλαῖς αὐτὴν λεπτυνόντων, αὐτὸν οὐκ ἀφανίσει τὸν σῖτον· ὥσπερ οὖν οὐδὲ τῶν ψυχῶν τὴν
10οὐσίαν ἡ κόλασις. Ὅπερ οἱ ἑβδομήκοντα νοοῦντες ἐξέδωκαν, Οὐ γὰρ εἰς τὸν αἰῶνα ἐγὼ ὑμῖν ὀργι‐ σθήσομαι. Τοῦτ’ ἔστιν οὐ πρὸς ἀπώλειαν οὐσίας κολάζω, καθάπερ οὐ δὲ τροχὸς ἁμάξης ἀφανίζει τὸν σῖτον, ἀλλὰ καθαρὸν ἀπεργάζεται. Ταῦτα δέ φησι,
15πάντα ὥσπερ εἰ τέρατα τοῖς μὴ νοοῦσιν ὑπάρχοντα οὐκ ἄνθρωπος ἔφη, ἀλλὰ Θεὸς ἀπεφήνατο. Εἰ δὲ πρὸς Θεοῦ βουλὴν δύνασθε παραμυθίαν εὑρεῖν, ματαίαν ταύτην ὑψώσατε. Κατὰ δὲ Σύμμαχον, Καί γε τοῦ‐ το παρὰ Κυρίου δυνάμεων ἐξῆλθεν πάλαι,
20ἐδόξασε βουλὴν, ἐμεγάλυνε σωτηρίαν.
22 Τὴν δὲ πᾶσαν ῥῆσιν οὕτω τινὲς ἐξηγήσαντο. Χρι‐ στοῦ παρενήνεκται πρόσωπον πρὸς πειθὼ τῶν εὐαγ‐ γελικῶν κηρυγμάτων τὸν Ἰσραὴλ ἐπαγόμενον, πρὸς
25ἃ, φησὶ, προσοχῆς χρεία πολλῆς, καὶ ῥᾳθύμως ἀκούειν οὐ δεῖ, φυλάττεσθαι δὲ τὸ, καὶ μετὰ ταῦτα πάλιν τῆς νομικῆς λατρείας ἀντέχεσθαι. Κατὰ τὸν θεῖον Ἀπόστολον γὰρ, «Κατηργήθητε ἀπὸ Χρι‐ στοῦ, οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέ‐
30σετε.» Δηλοῖ δὲ πάλιν ἡ προσοχὴ, τὸ κἀν ταῖς τοῦ νόμου σκιαῖς τὸν Χριστὸν εὑρίσκειν τυπούμενον. Οὐ γὰρ ἀλλότρια παραγγέλλω τοῦ νόμου, εἴγε νοοῖτο πνευματικῶς. «Εἰ γὰρ ἐπιστεύετε Μωσεῖ, ἐπιστεύετε ἂν ἐμοί. Περὶ γὰρ ἐμοῦ ἐκεῖνος γέγραφε.» Προφά‐
35σει γὰρ τῆς τοῦ νόμου φυλακῆς, ὡς εὐσεβοῦντες δῆ‐ θεν ἐδίωκον Ἰησοῦν, ὡς ἀλλότρια ταύτης διδάσκον‐ τα. Διό φησι, μὴ ὅλην τὴν ἡμέραν ἀροτριάσει ὁ ἀροτριῶν, δηλῶν ὡς ἀκανθώδει γῇ παρέοικε τῶν εἰδωλολατρούντων ὁ νοῦς, καὶ δεῖται λόγου, κατηχη‐
40τικοῦ ἀρότρου δίκην αὐτὸν ἀναπτύσσοντος, ὡς ἂν εὐτρεπισθείη πρὸς τὸν σπόρον τὸν ἄνωθεν, καὶ καρ‐ ποφορῆσαι δυνήσηται. Τοῦτο γέγονε τοῖς υἱοῖς Ἰσ‐ ραὴλ ἐξελθοῦσι μὲν Αἰγύπτου, τὸν δὲ νόμον δεξαμέ‐ νοις ὡς ἄροτρον. Ὡς ἂν κατεσκληκυῖαν αὐτῶν τῆς
45ψυχῆς ἀνατέμῃ τὴν γῆν. Δεῖ τοίνυν τοῦ ἀρότρου παυσαμένου, τὸν εὐαγγελικὸν ὑποδέχεσθαι σπόρον, καὶ παυσαμένων τῶν τύπων, δέξασθαι τὴν ἀλήθειαν. Ὁ δὲ γεωργὸς, φασὶ, κἂν ὁμαλίσῃ τὴν γῆν, οὐκ εὐθὺς καταβάλλει σπέρματα στερεώτερα. Τῶν

2248

(50)

δὲ σμικροτέρων κατάρχεται, διὰ τούτων πρῶτον γυμνάζων τὴν γῆν. Οὗτος γὰρ ἐν τοῖς σοῖς ὁρίοις τεχνικὸς τῆς γεωργίας ὁ τρόπος. Οὕτως οὖν ὁ νόμος ὁμαλίσας τὴν γῆν, τὰς ἀσθενεῖς σοι σκιὰς τῆς ἀληθείας ἐνέσπειρεν, οἰονεὶ κύμινον, καὶ μελάν‐
55θιον. Ἃ δὴ καθ’ ἑαυτὰ παντελῶς οὐκ ἔστιν ἐδώδιμα,2247

2249

τῇ δὲ πρὸς ἕτερα γίνεται χρήσιμα συμπλοκῇ, κριθὴν καὶ σῖτον, τοῦτ’ ἔστι, τὸν ἐκ τούτων ἄρτον γινόμε‐ νον. Οὕτω δεῖ τῇ πνευματικῇ διδασκαλίᾳ καὶ τὸν νό‐
5μον συμφέρεσθαι. Ἄλλως γὰρ ἀδρανοῦς ὄντος πρὸς ἁμαρτιῶν ἀποκάθαρσιν, ἀποκεκίνηται μὲν ἡ σκιὰ, τὸ δὲ ζωοποιὸν εἰσκεκόμισται κρῖμα, τοῦτ’ ἔστι Χρι‐ στὸς συντετμημένη πίστει δικαιῶν, ὃ ποιεῖν οὐκ εἶχον αἱ μακραὶ τοῦ νόμου περίοδοι. Τῷ δὲ πιστεύον‐
10τι, καθάπερ κριτῇ τῷ Κυρίῳ τὰ πρακτέα προσ‐ τάττοντι, καὶ τὰ τῆς πνευματικῆς εὐφροσύνης ἀκολουθεῖ. Ὡς χρησίμου δὲ πάλιν ἀντέχεται τοῦ πα‐ ραδείγματος, δεικνὺς ὡς μετρία δίκη ῥᾳθυμοῦντας τοὺς νόμους μετήρχετο· καίτοι λέγων, «Ὁ λαὸς οὗτος
15τοῖς χείλεσί με τιμᾷ,» καὶ τὰ ἐπὶ τούτοις, καὶ ὅμως φιλανθρώπως ἐκόλαζεν, ὡσανεὶ ῥάβδῳ καθαρθείη μελάνθιον. Εἰ καὶ τηροῖτο δὲ, φησὶν, ὁ νόμος, καθ’ ἑαυτὸν ἄχρηστος τῆς τοῦ ἄρτου δεόμενος συμπλοκῆς. Σαφῆ δὲ ποιῶν τὴν εἰρημένην φιλανθρωπίαν, ἐπ‐
20ήνεγκεν· Οὐ γὰρ εἰς τὸν αἰῶνα ὑμῖν ὀργισθήσο‐ μαι. Οὐδ’ οὕτως ὑμᾶς ἡ ἐξ ἐμοῦ μέτεισι δίκη, ὡς καταπάτημα γενέσθαι τοῖς ἐξ ὀργῆς. Διὸ καὶ τέρας καλεῖ καὶ θαύματος ἄξιον, τὸ ἐν τοσούτοις ὄντα πα‐ ραπτώμασιν ἐλεεῖσθαι τὸν Ἰσραήλ. Ὅθεν φησὶ, Βου‐
25λῆς ἀγαθῆς ἐπιλάβεσθε, καταιτιώμενος ὅτι μα‐ ταίαν παράκλησιν μέγα τι καὶ ὑψηλὸν εἶναι χρῆμα νομίσαντες, τοῦ εἰκότος ἔξω ποι φέρονται. Εἴη δ’ ἂν αὐτὴ, καθ’ ἣν ἔλεγον· «Ἐποιησάμεθα συνθήκην μετὰ τοῦ ᾅδου,» καὶ τὰ ἐπὶ τούτοις. Ἤκουον γάρ·
30«Καταιγὶς φερομένη ἐὰν παρέλθῃ, ἔσεσθε αὐτῇ εἰς καταπάτημα.»
34tΚΕΦΑΛ. ΚΘʹ.
35 α ηʹ. Οὐαὶ πόλις, Ἀριὴλ, ἣν ἐπολέμησε Δαβίδ· συναγάγετε γεννήματα ἐνιαυτὸν ἐπὶ ἐνιαυτόν. Φά‐ γεσθε γὰρ σὺν Μωάβ. Ἐκθλίψω γὰρ Ἀριὴλ, κ.τ.λ. Τὴν διὰ τῶν μετὰ χεῖρας ταλανιζομένην Ἀριὴλ καὶ αὐτοί φασιν, Ἰουδαίων παῖδες ὑπάρχειν τὴν
40Ἱερουσαλὴμ, λέγοντες ἰδίως τὸ θυσιαστήριον τὸ πρὸ τοῦ ναοῦ συνεστὸς, Ἀριὴλ ὠνομάσθαι. Τοιγαροῦν Ἰε‐ ζεκιὴλ ἐν τοῖς τελευταίοις τὸν ναὸν διαγράφων οὕτω φησί· «Καὶ ταῦτα τὰ μέτρα τοῦ θυσιαστηρίου, ἐν πήχει πήχεως, καὶ παλαιστῆς.» Καὶ προβάς· «Καὶ
45ἀπὸ τοῦ Ἀριὴλ ὑπεράνω τῶν κεράτων πῆχυς· καὶ τὸ Ἀριὴλ πηχῶν δώδεκα·» ἑρμηνεύεσθαι δέ φασι λέων Θεοῦ. Ὂν γὰρ Θεοῦ τὸ θυσιαστήριον, κατήσθιε πάντα τὰ ἐν αὐτῷ προσφερόμενα. Τινὲς δέ φασι τὴν πόλιν οὕτως εἰρῆσθαι, ἐπεὶ διὰ Θεοῦ, λέοντος δίκην,

2249

(50)

ἐσπάραττε τοὺς ἀνταίροντας. Τὸ δὲ, πόλις, ἣν ἐπο‐ λέμησε Δαβὶδ, οὔ φασιν εἰρῆσθαι ἐν τῷ Ἑβραϊκῷ, ἀλλὰ κατὰ τὸν Ἀκύλαν, πολίχνη παρεμβλήσεως Δαβίδ. Ἀλλοφύλων γὰρ οὖσαν, καὶ Ἰεβοῦς καλου‐ μένην εἷλεν ὁ Δαβὶδ, τυφλοὺς καὶ χωλοὺς ἀποκτείνας
55τοὺς ἀνθεστηκότας αὐτῷ. Καθὰ καὶ Χριστὸς παρ‐
έστησε τοὺς ταύτης οἰκήτορας τυφλοὺς ὑπάρχοντας2249

2252

καὶ χωλοὺς, ὀρθοποδεῖν οὐκ ἐθέλοντας, οὐδὲ τὸ θεῖον εἰσδέχεσθαι φῶς, μάλιστα δὲ Γραμματεῖς τε καὶ Φαρισαίους. Ὅθεν Δαβὶδ μέν φησιν· «Υἱοὶ ἀλλό‐ τριοι ἐπαλαιώθησαν, καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων
5αὐτῶν.» Ὁ δὲ Παῦλος· «Διὸ τὰς παρειμένας χεῖ‐ ρας, καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε, καὶ τροχιὰς ὀρθὰς ποιεῖτε τοῖς ποσὶν ὑμῶν, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον.» Ὅτι δὲ καὶ τυφλοῖ δεδήλωκεν ὁ Σωτήρ· «Εἰς κρῖμα, λέγων, ἐγὼ εἰς
10τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέ‐ ψωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται.» Τὰ μὲν γὰρ ἔθνη προδήλως ἀνέβλεψαν, οἱ δὲ τὸν ἐκ νόμου φέροντες φωτισμὸν ἐτυφλώθησαν. Δύναται δὲ καὶ τὸ, ἣν ἐπολέμησε Δαβὶδ, ἀντὶ τοῦ, δι’ ἣν ἐπολέμησε
15λέγεσθαι. Περὶ αὐτῇς οὖν ὁ προφήτης νῦν λέγει τῆς πόλεως ἀκολούθως τὰ προλαβόντα περὶ τῶν ἀρχόν‐ των εἰπὼν, καὶ τοῦ στεφάνου τῆς ὕβρεως. Διὰ τὰς τούτων γὰρ παρανομίας, καὶ ἡ πόλις ἤμελλε πεί‐ σεσθαι.
22 Τοῖς οὖν ταύτην οἰκοῦσι φησὶν, Ἕως ἔτι καιρὸς ἐστὶν, γεννήματα συναγάγετε, ἀδείας ὑμῖν δοθεί‐ σης ἐπ’ ἐνιαυτὸν ἕνα, τὸν τῆς ἐπιδημίας λέγων
25καιρὸν, καθ’ ὃν ἐκήρυττεν ὁ Χριστὸς, ἐνιαυτὸν Κυ‐ ρίου δεκτὸν καὶ ἡμέραν ἀνταποδόσεως. Τάχα δὲ καὶ δεύτερον αὐτοῖς ἐνιαυτὸν, ἢ καὶ τρίτον ὡμιληκὼς φαίνεται. Συμβουλεύει τοίνυν, ἐν ὅσῳ καιρὸν εἶχον, τροφὰς ἐξ αὐτοῦ θησαυρίσαι πνευματικάς. Φάγεσθε
30γὰρ, φησὶ, συμβωὰμ, διὰ μιᾶς εἰδωλομανοῦς πό‐ λεως τὰ ἔθνη δηλῶν. Κοινὴ γὰρ ἐν Ἐκκλησίᾳ τροφὴ τοῖς ἐκ τῶν δύο λαῶν. Φασὶ δὲ τὸ, φάγεσθε γὰρ σὺν Μωὰβ, μὴ κεῖσθαι κατὰ τὸ Ἑβραϊκὸν, μηδὲ παρὰ τοῖς ἄλλοις ἑρμηνευταῖς. Καὶ ἄλλως δὲ, φασὶν, ἐκ τῆς
35συμφράσεως τῆς ἑρμηνείας περιττὸν ἀποδείκνυται. Μὴ βουλομένων δὲ τὰς νοητὰς ὑμῶν συνάγειν τρο‐ φὰς, ἐκτρίψω τὴν Ἀριὴλ, ὅπερ ἐστὶν Ἱερουσαλήμ. Ἀντὶ δὲ τοῦ, Καὶ ἔσται αὐτῆς ἡ ἰσχὺς, καὶ ὁ πλοῦτος ἐμοὶ, Σύμμαχος ἔφη· Καὶ ἔσται κατώδυ‐
40νος καὶ ὀδυνωμένη. Πλὴν νοήσεις ἰσχὺν αὐτῆς, νοητῶς τε καὶ αἰσθητῶς. Τὸ μὲν, ὅτι συνετρίβησαν πολέμῳ, καὶ ὁ πλοῦτος αὐτῶν δι’ ἁρπαγῆς Ῥωμαίοις ἐγένετο. Τὸ δὲ, ὅτι γυμνοὶ τῶν ἐξ ἀρετῆς αὐχημά‐ των ἐγένοντο, συναποβαλόντες καὶ τῆς ἐκ νόμου
45σοφίας τὸν πλοῦτον. Ὡς εἷλε δέ σε Δαβὶδ ἀλλοφύ‐ λων ὑπάρχουσαν, οὕτως ἁλῶναί σε ποιήσω πολιορ‐ κίᾳ. Καὶ νῦν γὰρ ἀλλοφύλων γέγονας οἰκητήριον πλήρης ἀρχόντων οὖσα κακῶν, καὶ τοῦ στεφάνου τῆς ὕβρεως, οἳ καὶ κατὰ Χριστοῦ φωνὰς ἐπηρμένας

2252

(50)

ἐφθέγγοντο λέγοντες· «Ἡμεῖς οἴδαμεν ὅτι Μωσεῖ λελάληκεν ὁ Θεός· τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστί.» Τοὺς δὲ λόγους φησὶ τούτους ταπεινωθήσεσθαι, τοῦτ’ ἔστι τοὺς λέγοντας. Πολέμῳ γὰρ κακωθέντες, χρήσονται ταπεινοτάταις φωναῖς, ἐλεεινά τε λέγοντες
55καὶ λεπτὰ, καθάπερ ἐπὶ νεκυομαντείας οἱ δαίμονες2251

2253

ψυχὰς τὰς καλουμένας ὑποκρινόμενοι. Ὑποφανοῦσι γὰρ ἰσχνόν τι καὶ τετρηγός. Τὸ δὲ ῥητὸν οὕτως ἐξ‐ έδωκε Σύμμαχος· Καὶ χαρακώσω κατὰ σοῦ στάσιν καὶ ἀναστήσω κατὰ σοῦ πολιορκίαν, καὶ ταπει‐
5νωθήσῃ. Ἀπὸ τῆς γῆς λαλήσεις, καὶ ὑπὸ γῆν ἐδαφισθήσεται ἡ λαλιά σου, καὶ ἔσται ὡς ἐγγα‐ στρίμυθος ἀπὸ τῆς γῆς ἡ φωνή σου, καὶ ἀπὸ τῆς γῆς ἡ λαλιά σου ῥοίσεται. Τὰ δὲ νῦν λεγόμενα πα‐ θεῖν μέλλουσαν τὴν Ἱερουσαλὴμ ὁ Σωτὴρ ἀποκλαίεται
10λέγων· «Εἰ ἔγνως καί γε σὺ τὰ πρὸς εἰρήνην σου, ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σὲ, καὶ παρεμβαλοῦσιν ἐπὶ σὲ οἱ ἐχθροί σου χάρακα,» καὶ τὰ ἑξῆς. Ἀθρόα δὲ, φησὶν ὁ προφήτης, ἔσται σοι τὰ δεινὰ, ὡς ἐν στιγμῇ χρόνου. Θεοῦ γὰρ ἐπισκοπῇ, καὶ οὐκ ἐξ ἀνθρώπων
15γενήσεται. Παραδείκνυσι δὲ ὡς πυρίκαυστος ἔσται, βροντῆς ἐκ Θεοῦ καὶ σεισμοῦ καὶ καταιγίδος ἐπ’ αὐτὴν ἐνεχθείσης, ἤγουν τῶν πολεμίων τὴν ἔφοδον καθάπερ τινὰ βροντὴν καὶ σεισμὸν, καὶ καταιγίδα γενήσεσθαι καὶ φλόγα πυρὸς κατεσθίουσαν. Ταῦτα
20περὶ τῆς Ἱερουσαλὴμ προειπὼν, ἐπιλέγει περὶ τῶν πολιορκησάντων αὐτὴν, ὀνειρώδη λέγων τὴν ἀπόλαυ‐ σιν τῆς ἐν τῷ βίῳ τούτῳ τρυφῆς τῶν Ῥωμαϊκῶν ἀρχόντων. Ἐχρῆν γὰρ ἡμᾶς καὶ τούτων τὸ τέλος μαθεῖν. Μετὰ γὰρ τὸν τρόπον .....
30 θ—καʹ. Ἐκλύθητε καὶ ἔκστητε, καὶ κραιπαλή‐ σατε, οὐκ ἀπὸ σίκερα, οὐδὲ ἀπὸ οἴνου. Ὅτι πε‐ πότικεν ὑμᾶς Κύριος πνεύματι κατανύξεως, καὶ καμμύσει τοὺς ὀφθαλμοὺς αὐτῶν, καὶ τῶν προ‐ φητῶν αὐτῶν, καὶ τῶν ἀρχόντων αὐτῶν οἱ ὁρῶν‐
35τες τὰ κρυπτὰ, κ.τ.λ. .... δρυτόμοι γὰρ ὥσπερ ἐγένοντο τοῖς ἐξ Ἱερουσαλὴμ οἱ καταδῃοῦντες αὐτοῖς. Ὃ δηλοῖ λέγων ὁ Ζαχαρίας· «Διάνοιξον, ὁ Λίβανος, τὰς χεῖράς σου, καὶ καταφαγέτω δρὺς τὰς κέδρους σου. Ὀλο‐
40λυξάτω πίτυς, διότι πέπτωκε κέδρος. Ὀλολύξατε, δρύες τῆς Βασανίτιδος, ὅτι κατεσπάσθη ὁ δρυμὸς ὁ σύμφυτος.» Κατὰ δ’ οὖν τὸν καιρὸν ἐκεῖνον, φησὶ, καθ’ ὃν αὐτὴ γενήσεται ἡ μεταβολὴ, τοῦ βιβλίου τοῦ προῤῥηθέντος, ἀκούσονται τοὺς λόγους οἱ πάλαι
45κωφοὶ, τοὺς ἐθνικοὺς δηλῶν, οὓς ἔλεγεν Λίβανον, λόγους τοὺς ἐσφραγισμένους Χερμὲλ, τῷ τῶν Ἰουδαίων λαῷ, διότι οἱ μὲν πρὶν ἀνήμεροι, γεγόνασιν ἥμεροι. Οἱ δὲ πρὶν ἥμεροι, τοὐναντίον ἀνήμεροι. Καὶ οἱ πρὶν ἐν ὀμίχλῃ καὶ σκότῳ τυγχάνοντες,

2253

(50)

ὄψονται τοῦ βιβλίου τὸ φῶς. Οἱ δὲ πρὶν ὁρῶν‐ τες τοῦ Θεοῦ τὰ μυστήρια, τυφλοὶ πρὸς ταῦτα γε‐ νήσονται. Καὶ οἱ μὲν πλουτήσουσιν εὐφροσύνην καὶ σωτηρίαν πνευματικὴν, ὧν ἦσαν ἐκ Πατέρων ἀλλότριοι. Οἱ δὲ τούτων ἐν ἐνδείᾳ γενήσονται. Ἐκ‐
55πεσόντες ἐλπίδος, ἧς ἐντὸς ἐκεῖνοι γεγόνασιν, τὸ πρὶν2253

2256

ὄντες ἀνέλπιστοι, κατὰ τό· Ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν κόσμῳ. Γεγόνασι δὲ τούτων ἐντὸς, μὴ προσ‐ κόψαντες τῷ λίθῳ τοῦ προσκόμματος, οἱ πιστεύ‐ σαντες τῇ ἐπικειμένῃ τῷ βιβλίῳ σφραγῖδι, ὅς ἐστι
5Χριστός. Ἐξέλιπε γὰρ ὁ πρὶν αὐτῶν κρατῶν ἀσε‐ βὴς, ὅπερ ἐστὶν ὁ διάβολος ὃν ὑπερήφανον, φησὶ, καὶ τοὺς ὑπ’ αὐτὸν ἀσεβεῖς. Τῷ γὰρ τῆς ἀσεβείας ἄρχοντι συναπώλοντο πάντες οἱ δαίμονες. Ἀλλὰ καὶ τῶν ἐθνῶν σωθέντων οἱ κατηγορηθέντες οὐχ ὑπάρ‐
10ξουσιν οἱ Ἰουδαῖοι, Ἐκλείψει δὲ πᾶς ὑπερήφανος ἐν αὐτοῖς, καὶ τοῦ Χριστοῦ χλευάζων τὸν λό‐ γον. Σύμμαχος γὰρ οὕτως ἐξέδωκεν· Καὶ ἀνηλώ‐ θησαν χλευάζοντες καὶ ἐξεκόπησαν πάντες οἱ εἰς ἀδικίαν ἐξαμαρτάνοντες ἀνθρώπους ἐν λόγῳ,
15οἳ, κατὰ τοὺς Ἑβδομήκοντα, τὸν νόμον παραβάντες, ἄνομοι λέγονται, ὑπερήφανοι δὲ, τοῦ Χριστοῦ κατ‐ αλαζονευσάμενοι λέγοντες· «Οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός; πῶς οὖν λέγει, Ἐκ τοῦ οὐρανοῦ κατα‐ βέβηκα;» Καὶ πάλιν· «Ἀβραὰμ ἀπέθανεν, καὶ οἱ
20προφῆται ἀπέθανον, καὶ σὺ λέγεις· Ἐάν τίς μου τὸν λόγον ἀκούσῃ, θάνατον οὐ μὴ ἵδῃ εἰς τὸν αἰῶνα;» Ἔλεγον δὲ καὶ, «Δαιμόνιον ἔχει, καὶ μαί‐ νεται. Τί αὐτοῦ ἀκούετε;» οὗτοι δὲ ἦσαν, οἱ τοὺς παιδεύοντας αὐτοὺς ἐν αὐλαῖς παγιδεύοντες, τοὺς
25προφήτας δηλονότι, καθ’ ὧν ἐπιβουλῆς ἁπάσης ἐθη‐ ρῶντο λαβάς. Καὶ ἀλλαχοῦ δέ φησι· «Καὶ ἐμίσουν ἐν πύλαις ἐλέγχοντας, καὶ λόγον ὅσιον ἐβδελύσσοντο,» οἳ καὶ τὸν δίκαιον λόγον, καὶ αὐτὸν δὲ Χριστὸν, τὴν δικαιοσύνην, μάτην ἐκκλίνοντες ἀπεσείοντο, μηδὲ
30ἔχοντες ἐγκαλεῖν. Τινὲς δὲ τὸ, ἐν πύλαις, οὐ λελη‐ θότως, ἐν ἁπάσῃ δὲ παῤῥησίᾳ φασί. Καὶ δίκαιον, τὸν νόμον λέγουσιν ἐν ἀδίκοις ταῖς τῶν πρεσβυτέρων, ὡς εἴρηται, παραδόσεσιν.
37 κβ—κδʹ. Διὰ τοῦτο τάδε λέγει Κύριος ἐπὶ τὸν οἶκον Ἰακὼβ, ὃν ἀφώρισεν ἐξ Ἀβραάμ. Οὐ νῦν αἰσχυνθήσεται Ἰακὼβ, οὐδὲ νῦν τὸ πρόσωπον
40μεταβαλεῖ Ἰσραήλ· ἀλλ’ ὅταν ἴδωσι τὰ τέκνα αὐτῶν τὰ ἔργα μου, δι’ ἐμὲ ἁγιάσουσι τὸ ὄνομά μου, κ.τ.λ. Ἔτι πρὸς τοὺς αὐτοὺς ὁ λόγος, οὕς φησι καλεῖσθαι οἶκον Ἰακώβ. Ὃν οὐκ ἀξίοντα τοῦ θεοφιλοῦς
45Ἀβραὰμ, ἀπηλλοτρίωσεν ἀφορίσας Θεὸς, κατὰ τό· «Εἰ τέκνα τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε.» Ἀντὶ δὲ τοῦ, Ὃν ἀφώρισεν ἐξ Ἀβραὰμ, Ὁ λυτρωσάμενος τὸν Ἀβραὰμ, ἐξέδωκε Σύμμαχος, δηλῶν ὡς οὐ τούτους ἐλυτρώσατο, πρὸς οὓς ἀποτεί‐

2256

(50)

νεται. Φησὶν οὖν, ὡς Προφητευομένης τῆς τῶν ἐθνῶν κλήσεως, καὶ τῆς ἡμετέρας ἀποβολῆς καθ’ ὃν προφητεύεται ταῦτα καιρὸν, οὐκ ἐρυθριᾶτε φησὶν, ὡς ἂν μὴ πιστεύοντες ἔσεσθαι. Ἀλλ’ οὖν ὑμᾶς ὁ τῆς ἐκβάσεως ποιήσει καιρός. Τὰ γὰρ ὑμέτερα τέκνα,
55φησὶν, αἰσχυνθήσονται, τὸν Θεὸν Ἰακὼβ ὁρῶντες2255

2257

ὑπ’ ἀλλοφύλων ὑμνούμενον, φόβον ἐχόντων τὸν πρὸς αὐτόν. Καίτοι πρώην ἦσαν πλανώμενοι, καὶ τῆς θείας κατηγοροῦντες προνοίας, ὑπακούειν μα‐ θήσονται. Καὶ μηδὲν ὑγιὲς περὶ Θεοῦ λέγειν δυνά‐
5μενοι, λαλήσουσιν εἰρήνην τοῦ πρὸς αὐτὸν ἀπηλ‐ λαγμένοι πολέμου. Ὁ δὲ Σύμμαχός φησιν· Ἀλλ’ ὅταν ἴδῃ τὰ τέκνα αὐτοῦ ἔργα χειρῶν μου ἐν μέσῳ αὐτοῦ, ἁγιάζονται τὸ ὄνομά μου, καὶ ἁγιάσουσι τὸν ἅγιον Ἰακὼβ, καὶ τὸν Θεὸν Ἰσραὴλ κρα‐
10ταιώσουσι, καὶ μαθήσονται οἱ πεπλανημένοι τῷ πνεύματι σύνεσιν, καὶ γογγυσταὶ μαθήσονται παιδείαν. Οὕτω δέ τινες ἐξηγήσαντο· Τοῦ Θεοῦ προειρηκότος τῶν ἐξ Ἰσραὴλ τὴν ἀπώλειαν, εἰκὸς ἦν τοῦτο ψευδὲς
15ὑπονοῆσαί τινας, σωθὲν ὁρῶντας τὸ ἐγκατάλειμμα. Προλέγει τοίνυν, ὡς καὶ αὐτοὶ σωθήσονται διὰ πί‐ στεως· «Ὅτ’ ἂν γὰρ, φησὶ, τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε, πᾶς Ἰσραὴλ σωθήσεται.» Ἐκ πάντων δὲ τῶν ἐθνῶν ἐξειλεγμένον λέγει καὶ Θεοῦ κλῆρον
20ἐξαίρετον γένος τὸ ἐξ Ἀβραάμ τε καὶ Ἰακώβ. Οὐκ ἐπιγνώσονται δὲ τὴν ἑαυτῶν ἁμαρτίαν ἅμα τῷ παρ‐ οινῆσαι κατὰ Χριστοῦ. Οὐδὲ μεταβαλοῦσι τὸ πρόσ‐ ωπον ἐπὶ τὸ φρονεῖν αἱρεῖσθαι τὰ κρείττονα. Ἀλλ’ ὅτ’ ἂν οἱ τούτων υἱοὶ θεάσωνταί μου τὰ ἔργα, τὴν
25ὑπουράνιον κληθεῖσαν ὁρῶντες εἰς θεοσέβειαν, τότε τὸν ὄντως ἅγιον Θεὸν τοιοῦτον εἶναι νομίσουσι, καὶ φοβηθήσονταί με, καὶ ζήσονται. Γέγραπται γὰρ, ὡς ὁ φόβος Κυρίου ζωὴν ποιεῖ. Τοῦτο σύνεσις ἔσται τοῖς πεπλανημένοις ποτέ. Οἳ καὶ κατὰ Χριστοῦ
30διεγόγγυζον, ποτὲ μὲν λέγοντες· πεντήκοντα ἔτη οὔπω ἔχεις, καὶ Ἀβραὰμ ἑώρακας; ποτὲ δὲ ὅτι τὸ Σάββατον ἔλυε, προσφέρων τὴν σκιὰν εἰς ἀλήθειαν. Καὶ ὅτι πατέρα ἴδιον ἔλεγεν, τὸν Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ. Ἐψέλλιζον δὲ μηδὲν ὀρθὸν εἰπόντες
35περὶ Χριστοῦ. Ἀλλ’ εἰρήνην λαλήσουσι πρὸς αὐ‐ τὸν λέγοντες· Κύριε, ὁ Θεὸς ἡμῶν, κτῆσαι ἡμᾶς· ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν· «Τὸ ὄνομά σου» ὀνομάζομεν.
41tΚΕΦΑΛ. Λʹ.
42 α—εʹ. Οὐαὶ, τέκνα ἀποστάται, τάδε λέγει Κύριος, Ἐποιήσατε βουλὴν οὐ δι’ ἐμοῦ, καὶ συνθήκας οὐ διὰ τοῦ πνεύματός μου, προσθεῖναι ἁμαρτίας ἐφ’
45ἁμαρτίας, οἱ πορευόμενοι καταβῆναι εἰς Αἴγυ‐ πτον, κ.τ.λ. Τὰ περὶ τοῦ στεφάνου πληρώσας τῆς ὕβρεως, νῦν ὡς καὶ παῖδες Ἑβραίων φασὶ, τὰ περὶ τοῦ κατὰ τὸν Ἱερεμίαν λέγει καιροῦ, καθ’ ὃν ἁλούσης τῆς πόλεως,

2257

(50)

οἱ περιλειφθέντες ἐν Ἰουδαίᾳ φόβῳ τῶν Βαβυλωνίων εἰς Αἴγυπτον φεύγουσιν, ἀπαγορεύοντος Ἱερεμίου, ᾧ δὴ καὶ συνεβουλεύσαντο δι’ αὐτοῦ μαθεῖν ἀξιοῦν‐ τες ὅπερ ἐδόκει Θεῷ. Εἰπόντος δὲ μένουσιν ἐν Ἰου‐ δαίᾳ γενήσεσθαι τὸν Θεὸν εὐμενῆ, εἰ δὲ προσφύγωσιν
55Αἰγύπτῳ, πάντας ἄρδην ἀπολέσθαι, Ψεύδη λαλεῖς2257

2260

ἔφασκον, ὑπὸ Βαροὺχ μισοῦντος ἡμᾶς πεπεισμένος, ἀλλ’ οὐχὶ λόγους ἀπαγγέλλεις Θεοῦ. Διὸ μετὰ τοῦ Βαροὺχ αὐτὸν εἰληφότες, κατέβησαν πάντες εἰς Αἴ‐ γυπτον. Ταῦτα προλέγει νῦν Ἡσαΐας σχεδὸν πρὸ
5πεντήκοντα καὶ ἑκατὸν ἐτῶν Ἱερεμίου γενόμενος. Θρηνεῖ δὲ τοὺς ἀπειθήσαντας Ἱερεμίᾳ, καὶ ἀποστά‐ τας καλεῖ τέκνων ἐγκαταλεγέντας τάξει τὸ πρότε‐ ρον, ἀποστάντας δὲ Θεοῦ πρὸς ἀσέβειαν, καὶ τέκνων σφαγὴν, καὶ ἀπείθειαν τῶν ὑπ’ αὐτοῦ λεγομένων.
10Δοκεῖ δὲ παρ’ ἱστορίαν τὸ λέγειν, Ἐμὲ δὲ οὐκ ἐπ‐ ηρώτησαν. Ἠρώτησαν γὰρ δι’ Ἱερεμίου. Ἀλλ’ οὐχ ὡς ἔδει τοὺς ἐρωτῶντας Θεόν. Ἐφ’ ᾧ γε πάντως πει‐ σθῆναι. Τὸ δὲ τοῦ Πνεύματος ἰσότιμον ἔδειξεν. Ὡς γὰρ εἶπε τὸ, οὐ δι’ ἐμοῦ, οὕτω καὶ τὸ, οὐ διὰ τοῦ
15πνεύματός μου. Τὸ δὲ, Φαραὼ, κοινός ἐστι τῶν ἐν Αἰγύπτῳ βασιλέων χρηματισμὸς, ὡς τῶν Ῥωμαίων ὁ Καῖσαρ. Ἐπελέγετο γὰρ τούτῳ καὶ τὸ Κύριον ὄνομα, οἷον Φαραὼ Νεχάω. Τὰ δὲ διὰ Μωσέως παρά‐ δοξα, καθά φησιν ὁ Δαβὶδ, ἐν πεδίῳ γέγονε τάνεως.
20Καὶ ἄνω δὲ περὶ Αἰγύπτου λέγων ὁ προφήτης, «Ἐξ‐ έλιπον, ἔφησεν, οἱ ἄρχοντες Τάνεως·» εἰκότως. Ἐπειδὴ περὶ τῆς τοῦ Σωτῆρος ἔλεγε παρουσίας· νῦν δὲ περὶ τῶν Ἱερεμίου λέγων καιρῶν, οὔ φησιν ἐκλελοι‐ πέναι, ἀλλ’ εἶναί τινας ἀρχηγοὺς ἀγγέλους πονη‐
25ροὺς, τοὺς αὐτοὺς λέγων τοῖς ἄνω λεχθεῖσιν ἄρχουσι Τάνεως. Δαίμονάς τινας ἐμφαίνων, οἵπερ ἐνήργουν τὰ ἐν Τάνει γενόμενα. Ἐνταῦθα γὰρ ἦν τότε τοῦ Φαραὼ τὸ βασίλειον.
31 Πρὸς δὲ τῷ μὴ δύνασθαι βοηθεῖν ὑμῖν, γενήσονται αἰσχύνη καὶ ὄνειδος. Ἥλωσαν γὰρ σὺν αὐτοῖς Ἰου‐ δαίοις Αἰγύπτιοι. Τινὲς δὲ τὰ μέχρι τοῦ, οἱ κατα‐ βαίνοντες εἰς Αἴγυπτον, περὶ τῶν ἐπαναστάντων
35εἰρῆσθαί φασι τῷ Χριστῷ. Πονηρὰ δὲ βουλευόμενοι, μετὰ Θεοῦ πῶς ἐβουλεύοντο, μεθ’ οὗ βουλεύεται μόνος εἴ τις εὐσεβής τε καὶ δίκαιος; γέγραπται γὰρ, Λογισμοὶ δικαίων κρίματα. Οἱ δὲ περὶ τοῦ Σωτῆρος ἔφασκον· «Τί ποιοῦμεν, ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ
40σημεῖα ποιεῖ; Ἐὰν ἀφῶμεν αὐτὸν οὕτως, ἐλεύσον‐ ται οἱ Ῥωμαῖοι, καὶ ἀροῦσιν ἡμῶν καὶ τὴν πόλιν, καὶ τὴν χώραν.» Ἄλλος ἔλεγεν, ὅτι συμφέρει ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ, καὶ μὴ ὅλον τὸ ἔθνος ἀπ‐ όληται. Καὶ κατὰ τὴν παραβολὴν δὲ ἔφασκον, «Οὗτός
45ἐστιν ὁ κληρονόμος. Δεῦτε, ἀποκτείνωμεν αὐτόν.» Καὶ πρὸς τοῖς δούλοις τοῖς προφήταις καὶ τὸν κληρο‐ νόμον ἀπέκτειναν. Πρὸς ὅπερ οἰκείως ἔφη, «Οἱ προστι‐ θέντες ἁμαρτίας ἐφ’ ἁμαρτίαις.» Ὅτι δὲ αὐτοῖς ἄνωθεν ἡ γνώμη πρὸς ἀπόστασιν [ὁ] τὴν ἀπὸ Θεοῦ, δηλοῖ καὶ ἡ

2260

(50)

πάλαι κάθοδος εἰς Αἴγυπτον γενομένη παρὰ γνώμην Θεοῦ. Τὸ δέ· Εἰσὶ γὰρ ἐν Τάνει ἀρχηγοὶ, ἄγγελοι πονηροὶ, ἐπειδήπερ ᾤοντο τὴν τῶν ἐκεῖ βασιλέων αὐτοῖς ἐπαρκέσαι ῥοπήν. Ἀλλ’ ἦλθόν τινες ἀγγέλλον‐ τες τοῖς κρατοῦσι τῆς χώρας ἀφόρητα· Τὴν γὰρ τύ‐
55ρων ἑλὼν, ἐπεστράτευσε τοῖς Αἰγυπτίοις ὁ Βαβυλώ‐ νιος. ᾘσχύνθησαν οὖν οἱ ἐπὶ τούτους ἐλπίσαντες,
μεθ’ ὧν ἀπεσφάττοντο, μὴ μαθόντες παρὰ Δαβὶδ τὸ,2259

2261

«Ἀγαθὸν ἐλπίζειν ἐπὶ Κύριον, ἢ ἐλπίζειν ἐπ’ ἄνθρω‐ πον.»
7tΟΡΑΣΙΣ ΤΩΝ ΤΕΤΡΑΠΟΔΩΝ ΤΩΝ ΕΝ Τῌ
8tΕΡΗΜῼ.
9ϛ—ιζʹ. Ἐν τῇ θλίψει καὶ τῇ στενοχωρίᾳ, λέων
10καὶ σκύμνος λέοντος ἐκεῖθεν, καὶ ἀσπίδες, καὶ ἔκγονα ἀσπίδων πετομένων, οἳ ἔφερον ἐπὶ ὄνων καὶ καμήλων τὸν πλοῦτον αὐτῶν πρὸς ἔθνος, ὃ οὐκ ὠφελήσει αὐτοὺς εἰς βοήθειαν, ἀλλὰ εἰς αἰσχύνην, καὶ ὄνειδος, κ.τ.λ.
15 Ἀντὶ τοῦ, ἡ ὅρασις, λῆμμα Σύμμαχός φησιν. Ἀντὶ δὲ τῶν τετραπόδων τῶν ἐν τῇ ἐρήμῳ, κτη‐ νῶν νότου πάντες ἐξέδωκαν. Αἰνίττεται δὲ τὰ τε‐ τράποδα, ζῶα τὰ παρ’ Αἰγυπτίοις θεοποιούμενα, κεῖται δὲ κατὰ νότειον κλῖμα τῆς Ἰουδαίας ἡ Αἴ‐
20γυπτος, ἔρημος οὖσα Θεοῦ, πάσης ἀλογίας ἐν αὐτῇ τιμωμένης, καὶ τῶν παρ’ αὐτοῖς ἐνεργούντων δαιμό‐ νων, οὓς ἀνηγόρευον Θεοὺς, στενοὶ καὶ τεθλιμμένοι τυγχάνοντες τὰς ψυχάς. Ἐν θλίψει γὰρ καὶ στενοχω‐ ρίᾳ τόπον εἶχον ἀσπίδες καὶ λέοντες καὶ τὰ τοιαῦτα
25κακὰ, ὧν εἰκόνες ἦσαν ζῶα τὰ παρ’ ἐκείνοις θεο‐ ποιούμενα. Οἷς δὴ καὶ πόλεις ἐπωνύμους ἐκτήσαντο, τὴν λεόντων, καὶ τὴν κυνῶν, καὶ κροκοδείλων ἄλ‐ λην, καὶ τοιαύτας ἑτέρας, πρὸς οὓς Ἰουδαῖοι τὸν πλοῦτον ἀπέφερον. Τῆς γὰρ αὐτῶν ψυχῆς τὰ τα‐
30μιεῖα τῇ τῶν Αἰγυπτίων παρεδίδοσαν πλάνῃ, φέρον‐ τες αὐτὸν ἐπ’ ὄνων τε καὶ καμήλων, ἅπερ αὐτῶν τὴν ἀλογίαν καὶ τὴν ἀφροσύνην δηλοῖ. Βοηθεῖν γὰρ αὐτοῖς οὐκ εἶχεν, αἰσθητός τις Αἰγύπτιος, ἢ νοη‐ τός.
37 Τινὲς δέ φασιν, ὡς ἔρημον τὴν Ἱερουσαλὴμ ἐνταῦθα καλεῖ, ὥσπερ οὖν αὐτὴν ἔλεγεν Ἀριὴλ, ὀνειδίζων τοῖς οἰκοῦσιν αὐτὴν, ὡς δίκην θηρίων ἐν
40ἐρήμῳ νεμομένων ἐπολιτεύοντο, μὴ τὴν παρὰ Θεοῦ δοθεῖσαν αὐτοῖς τιμὴν λογισάμενοι, δι’ ὃν ἡ πόλις ηὐξήθη, καὶ ναὸν ἔσχε Θεοῦ, Ἅγιά τε ἁγίων, καὶ ὥσπερ ἀνῆπτο παντὶ τῷ κόσμῳ λαμπτήρ· ἀλλ’ εἰς ἀλόγους ἐτράπησαν ἡδονὰς τὰ τῶν ἀλόγων
45ἠθημούμενοι, διὸ, τετράποδα καλεῖ, καὶ τὴν ὅρασιν οὐχ ὡς πρὸς ἀνθρώπους λέγει κομίζεσθαι. Τινὲς δέ φασιν ἐν τῇ κληροδοσίᾳ τῆς γῆς τὴν τοῦ Ἰούδα φυλὴν τὰ πρὸς ἠώ τε καὶ νότον τῆς χώρας λαχεῖν προσπαρακειμένης αὐτοῖς τῆς ἐρήμου, δι’

2261

(50)

ἧς ἦν ἀπιέναι τοὺς θέλοντας εἰς τὴν Αἴγυπτον. Ἐν καιρῷ τοίνυν τῆς τῶν Ἀσσυρίων ἐφόδου (τοῦτον γὰρ θλίψιν καὶ στενοχωρίαν ἐκάλεσεν) λέων, καὶ σκύμνος λέοντος ἐκεῖθεν. Λέοντας μὲν λέγων τοὺς δυνατούς τε καὶ ἄρχοντας, σκύμνους δὲ τοὺς
55εὐθὺς μετ’ αὐτοὺς, ἢ καὶ ἐξ αὐτῶν· καὶ τοὺς λοι‐2261

2264

ποὺς, κατὰ λόγον τῆς πονηρίας, ἰοβόλα ζῶα καλῶν, καὶ πετόμενα, διὰ τὴν ἐφοτιοῦν τῶν ἀτοπωτάτων ὀξύτητα. Καὶ ὁ τοῦ Σωτῆρος δὲ Πρόδρομος ὄφεις αὐτοὺς ἐκάλει καὶ γεννήματα ἐχιδνῶν. Καὶ ἵπποι δὲ
5θηλυμανεῖς ἐγενήθησαν, φησὶν ἡ Γραφή. Τοῖς γὰρ κακοῖς συνεχόμενοι, δέον ἐπὶ Θεὸν τὴν τῶν ἀγαθῶν καταφεύγειν πηγὴν, εἰς Αἴγυπτον τὸν πλοῦτον μετέφερον, ἧς καὶ τὴν προσηγορίαν ἐχρῆν ἀποστρέ‐ φεσθαι, λογιζομένους τὴν πάλαι δουλείαν, καὶ ὅσαις
10αὐτὴν ὁ Θεὸς ὑπὲρ αὐτῶν μετῆλθε πληγαῖς. Διό φησιν, Καθίσας γράψον ἐπὶ πυξίου ταῦτα. Ὡς ἐσομένων κατὰ καιροὺς τῶν πραγμάτων, γραφῆναι ταῦτα ποιεῖ, πρὸς τὸ δειχθῆναι συμβαίνουσαν λα‐ χόντα τὴν ἔκβασιν· τὰ δὲ τῶν προφητῶν ἔσται
15γνώριμα καὶ μέχρι συντελείας τοῦ παρόντος αἰῶνος. Ἤγουν, φασὶν, Ἐπειδὴ μὴ τοσοῦτον ὁ λόγος καθ‐ ικνεῖται τῶν νουθετουμένων, ὡς ἔγγραφος φωνὴ, τούτου χάριν γράψαι προσέταξεν. Τάχα δὲ, καὶ τὸ ἄκαρπον τῶν περὶ ὧν ἡ Γραφὴ, τὸ πυξίον δηλοῖ.
23 Σχεδὸν οὖν ἔγγραφον μαρτυρίαν πρόθες κατ’ οἶκον καὶ κατ’ ἄνδρα· πᾶσιν ἀνάγνωθι, μήπως ὡς μὴ
25μαθόντες ὕστερον προφασίσαιντο· ἡ δὲ μαρτυρία, ὅτι ψευδεῖ βοηθείᾳ πεποίθασι, καὶ λάκκοις τοῖς οὐ δυναμένοις ὕδωρ συνέχειν, οὔτε ἴδιον, οὔτε φερό‐ μενον ἔξωθεν, τὸν τἀγαθὰ πλουσίως αὐτοῖς χορ‐ ηγοῦντα καταλιπόντες ἐμέ. Ἀπειθεῖς δὲ ὄντες, καὶ
30τοῖς λέγουσι τότε προφήταις ἐντραπήσονται ταῦτα περὶ αὑτῶν προειρηκότος ἐμοῦ. Ψευδεῖς δὲ αὐτοὺς εἰκότως ἐκάλει, ὅτι τοῦ Μωσέως αὐτοῖς τὴν νομο‐ θεσίαν ἐκφήναντος ἔλεγον· «Πάντα ὅσα εἶπεν Κύριος ὁ Θεὸς, ποιήσομεν καὶ ἀκουσόμεθα.» Καὶ τοῦ νόμου
35διαγορεύοντος, «Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις. Καὶ οὐ ποιήσεις σεαυτῷ εἴδωλον·» τὸν Θεὸν ἀφέντες πρὸς εἴδωλα κατεσύροντο. Δι’ ὅπερ υἱοὺς αὐτοὺς ὀνομάζει ψευδεῖς. Ψάλλει δὲ καὶ Δαβίδ· «Οἱ ἐχθροὶ Κυρίου ἐψεύσαντο αὐτόν.»
40Καὶ ὡς ἀπὸ Χριστοῦ δέ φησιν· «Υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι.» Ἅπερ ἐποίουν ἀπειθοῦντες τῷ νόμω· ἀντέλεγον γὰρ Ἱερεμίᾳ πρὸς ταῖς λοιπαῖς ἀπειθείαις ψεύδους αὐτὸν αἰτιώμενοι μὴ συγχωροῦντα κατελθεῖν εἰς τὴν Αἴγυπτον. Διόπερ ἐπιφέρει,
45Λέγοντες τοῖς προφήταις, Μὴ ἀναγγέλλετε ἡμῖν, καὶ τὰ ἑξῆς. Ἀνθ’ ὧν ἐξέδωκε Σύμμαχος· Καὶ τοῖς ὁρῶσι, μὴ ὁρᾶτε ἡμῖν ὀρθῶς. Λαλήσατε ἡμῖν λεῖα. Ὁρᾶτε ἡμῖν πλάνας. Ἀπόστητε ἀπὸ τῆς ὁδοῦ. Ἐκκλίνατε ἀπ’ ἐμοῦ τρίβον. Παύσατε

2264

(50)

ἐκ προσώπου ἡμῶν τὸν ἅγιον τοῦ Ἰσραήλ. Ἀνθ’ ὧν, φησὶν, ὡς ἁλούσης πόλεως, τεῖχος ὑμῖν ἡ ἁμαρ‐ τία ἐπιπεσεῖται, καὶ τοῦτο ταχέως. Πόλεως δὲ τῆς οὕτω συντετριμμένης, ὡς ὀστράκινον ἄγγος εἰς λεπτὰ συντριβόμενον, ὡς ἄχρηστον εἶναι πρὸς
55ἀνθράκων κομιδὴν, ἢ σμικροῦ τινος ὕδατος, ὃ
δηλοῖ φεύξεισθαι τούτων τὴν δίκην μηδενί. Ἤ2263

2265

τάχα δηλοῖ, ὡς Ἡ ἐλπισθεῖσα παρ’ ὑμῶν τῶν Αἰγυ‐ πτίων βοήθεια, καθάπερ τεῖχος πεπτωκὸς συντρι‐ βήσεται.
5 Χριστὸς δὲ ὢν ὁ Θεὸς, καὶ τῶν ἀπειλῶν τὰς αἰτίας ἐκτίθεται, καὶ ὅπως ἔσται ταύτας διαφυγεῖν παραι‐ νεῖ, ὡς μὴ θέλων τὸν θάνατον τοῦ ἀποθνήσκοντος, ὡς τὸ ἀποστρέψαι αὐτὸν ἀπὸ τῆς ὁδοῦ τῆς πονηρᾶς, καὶ ζῇν αὐτὸν, ὡς ἐν Ἰεζεκιὴλ αὐτός πού φησι, καὶ
10νῦν οὖν εἶπεν· Ὄτ’ ἂν ἐπιστραφεὶς στενάξῃς, τότε σωθήσῃ. Ὁ δὲ Σύμμαχος, ἐν μετανοίᾳ, φησὶ, καὶ ἀναπαύσει σωθήσεσθε, καὶ Ἐν ἐλπίδι ἔσται ἡ δύναμις ὑμῶν. Ἐὰν γὰρ κάθησθε, φησὶν, ἐν τῷ τόπῳ τῆς Ἱερουσαλὴμ μετανοήσαντες καὶ παυσάμενοι,
15τῆς ἐπὶ τὴν Αἴγυπτον ὁρμῆς, τότε σωθήσεσθε ἐν ἠρεμίᾳ γενόμενοι καὶ ἀναπαύσει. Ἀλλὰ καὶ ἡ δύναμις ὑμῶν ἐν ἐλπίδι ἔσται. Ἐλπίσαντες γὰρ ἐπὶ τὸν Θεὸν, δυνήσεσθε σωθῆναι. Λέγεται δὲ Κύριος ἐν τούτοις ἅγιος τοῦ Ἰσραὴλ, οὐ μόνον ὡς αὐτὸ
20τυγχάνων ἁγιωσύνη, ἀλλ’ ὡς καὶ ἁγιάζων τὸν Ἰσραήλ. Ἄνω μὲν γὰρ ἅγιον ἔθνος ἐλέγετο καὶ ἱεράτευμα. Ἀποβαλόντας δὲ τὸν ἁγιασμὸν αὖθις αὐτοὺς ἁγιάσει, ἐὰν μετανοήσωσιν ἐφ’ οἷς ἥμαρ‐ τον. Οὐκ ἀρκεῖ δὲ μόνον πρὸς τοῦτο στεναγμὸς, ἀλλὰ
25καὶ τρόπων ἐπιστροφὴ, ὅτε τις ἑαυτοῦ λαμβάνει συναίσθησιν, ἔνθα ἦν ἀπάτης καὶ κακῶν ἐγνωκώς. Οἵα καὶ τῆς νοσούμεθα νόσον ἡ γνῶσις ἀναθεω‐ ροῦντος ἐπ’ ἀδείας τοῦ λογισμοῦ, καὶ σὺ δὲ γνώσῃ καταφυγὼν πρὸς τοὺς σώζειν ἑαυτοὺς οὐκ ἰσχύοντας.
30Θαῤῥοῦσι δὲ τῇ φυγῇ, καὶ μὴ βουλομένοις ἀκούειν φησί· Φεύξεσθε μὲν, οὐ μὴν διαφυγεῖν ἕξετε τῶν Βαβυλωνίων τὴν χεῖρα. Εἰς τοσοῦτο δὲ αὐτοὺς φεύξεσθε, ἕως ἂν καταλειφθῶσιν ὡς ἱστὸς ἐπ’ ὄρους, καὶ ὡς σημαία ἐπὶ βουνοῦ. Ἢ κατὰ τὸν
35Σύμμαχον, ὡς ἱστὸς ἐπάνω ὄρους, καὶ ὡς ἱστία ἐπὶ βουνοῦ. Ὥσπερ γὰρ νηὸς διαπεσούσης ἐκ ναυαγίας σημεῖον ἐπ’ ὄρους ἱστὸς, ὡς ἄχρηστος κείμενος, μετὰ καὶ τῶν ἱστίων· οὕτως αὐτῶν ἐπίση‐ μον γενήσεσθαί φησι τὴν ἀπώλειαν.
42 Τινὲς δέ φασιν, ἐφ’ ὑψηλῶν χωρίων τίθεσθαι τοῖς στρατιώταις παρὰ τῶν στρατηγούντων σημεῖα, τῶν πρακτέων δηλωτικά. Ἢ, καθά φασιν ἕτεροι, οὕτως
45ἡ καθ’ ὑμῶν ἔσται τιμωρία περιφανὴς, ὡς οὐκ ἔστι λαθεῖν ἱστὸν ἐπ’ ὄρους, καὶ σημεῖον ἐπὶ βουνοῦ. Πλὴν οὐ πάντη πάντας ἀπολεῖσθαί φησι. Τινὰς γὰρ ἐλεήσει Θεὸς οἶκτον λαβὼν ἐπ’ αὐτοῖς, δι’ ὧν ἐλεεῖ δοξαζόμενος. Ὡς γὰρ δίκαιος κριτὴς, τοὺς μὲν ἀξίους

2265

(50)

τιμωρεῖται· τοὺς δὲ δυναμένους ἐλέους τυχεῖν, ἐλεεῖ. Διό φησιν· Μακάριος ὁ μὴ ἀπογινώσκων ἐν τοῖς καταλαμβάνουσιν ἡμᾶς περιστατικοῖς. Τινὲς δὲ ταῦτα εἰρῆσθαί φασι διὰ τὸ σωθησόμενον τοῦ Ἰσραὴλ ἐγκατάλειμμα. Τινὲς δὲ τὴν διὰ τοῦ Κύρου
55σημαίνειν ἐπάνοδον. Ἄλλοι τὴν ἐν τῇ καθόλου κρίσει2265

2268

πρὸς ἃ πράττομεν ἀμοιβήν. Ἀπειλῶν δὲ φοβεῖ, καὶ θεραπεύει παραμυθούμενος, ἵνα μὴ τὸ μὲν ἀπαγό‐ ρευσιν, τὸ δὲ διάχυσιν ἀπεργάσηται.
6 ιηʹ—κϛʹ. Καὶ πάλιν μενεῖ ὁ Θεὸς τοῦ οἰκτειρῆ‐ σαι ὑμᾶς. Καὶ διὰ τοῦτο ὑψωθήσεται τοῦ ἐλεῆσαι ὑμᾶς, διότι κριτὴς Κύριος ὁ Θεὸς ὑμῶν· καὶ ποῦ καταλείψετε δόξαν ὑμῶν; Μακάριοι οἱ ἐμμένοντες
10ἐν αὐτῷ, διότι λαὸς ἅγιος ἐν Σιὼν οἰκήσει, καὶ Ἱερουσαλὴμ κλαυθμῷ ἔκλαυσεν, κ.τ.λ. Ἀκολούθως θεσπίζει τὴν ἐπάνοδον τοῦ λαοῦ μετὰ τὰ γεγονότα ἐπὶ Ἱερεμίου κακὰ, ἡνίκα πεπλή‐ ρωτο τῶν μὲν οἰκητόρων ἡ πόλις, τῶν δὲ γεωργούν‐
15των ἡ χώρα. Πάλιν δὲ ὁ τοῦ Θεοῦ ἀνῳκοδομήθη ναὸς ἐπὶ Ζοροβάβελ καὶ Ἰησοῦ, προφητευόντων Ἀγγαίου καὶ Ζαχαρίου. Μεθ’ οὓς, Ἔσδρας, εἶτα Νεεμίας πρὸς τελείωσιν τῇ πόλει συνέπραξαν, ἐφ’ οἷς ἔμεινεν ἐπὶ πλεῖστον χρόνον ἀνάλωτος· ἅπερ δηλῶν ὁ προ‐
20φήτης φησὶ, Καὶ πάλιν μένει ὁ Θεὸς τοῦ οἰκτειρῆ‐ σαι ἡμᾶς. Καὶ ὅτι κριτὴς ὢν ἡμῶν, τοὺς μὲν ἀξίους αἰχμαλωσίας, παρεδίδου. Οὓς δὲ δίκαιον ἐλεεῖν, ἔσωζε. Διὸ μακάριον τὸ ἐμμένειν ἐν αὐτῷ. Ἢ, κατὰ Σύμμαχον, τὸ ὑπομένειν αὐτόν. Οἰκτειρήσας
25γὰρ Ἱερουσαλὴμ, ἀνοικοδομήσει πάλιν αὐτήν. Τὸ δὲ ἅγιος, ἐν τῷ, λαὸς ἅγιος, οὐ πρόσκειται παρ’ Ἑβραίοις, οὔτε κατὰ τὰς ἐκδόσεις τῶν ἅλλων· εἰκό‐ τως. Οὐδὲ γὰρ πάντως ἅγιος ὁ τὴν πόλιν μετὰ τὴν ἐπάνοδον οἰκήσας λαός. Ἀλλὰ καὶ ἐν τῷ, κλαυθμῷ
30ἔκλαυσεν, τὸ Ἑβραϊκὸν Οὐκ ἔκλαυσεν ἔχει. Διὸ Σύμμαχος, Οὐ κλαύσεις, φησίν. Ὁ δὲ Θεοδοτίων, Οὐ κλαυθήσεται. Εὐφροσύνης γὰρ ἦν καιρὸς, οὐ κλαυθμοῦ τοῖς ἀπειληφόσι τὴν πόλιν ἐλέῳ Θεοῦ. Κατὰ τό· «Ἐρχόμενοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει
35αἴροντες τὰ δράγματα αὐτῶν.» Ἀντὶ δὲ τοῦ, Τὴν φωνὴν τῆς κραυγῆς σου ἡνίκα εἶδεν ἐπήκουσέν σου· ὁ Σύμμαχός φησι· Πρὸς τὴν φωνὴν τῆς βοῆς σου, καθὼς ἂν ἀκουσθῇ, ἀκούει σου. Ὁποῖον τῷ, «Κατὰ τὴν πίστιν σου γενηθήτω σοι.»
40Πρὸς μὲν τὸ παρόν φησιν, Ἄρτον θλίψεως δώσει σοι, κατὰ τὴν ἀρχὴν τῆς ἐπανόδου λέγων, τῶν περιχώρων θλιβόντων αὐτούς.
45 Μετὰ γὰρ ταῦτα πᾶσαν αὐτοῖς εὐετηρίαν κατεπαγ‐ γέλλεται, καὶ πλάνης πρῶτον ἐλευθερίαν, τῷ γνῶσιν ἔχειν, ὅτι πλάνῃ καθέστηκεν, κἂν διαστρέφοιέν τι‐ νες ἐπ’ ἀλλοκότους ὁδοὺς προκαλούμενοι. Ὁδῷ γὰρ, φησὶ, πορεύσῃ μέσῃ τε καὶ βασιλικῇ τὰς

2268

(50)

ἑκατέρωθεν ἐκκλίνων, ὅτε καὶ μιανεῖς τὰ εἴδωλα μιαρὰ ταῦτα, καθάπερ τι τῶν ἄγαν ἀκαθάρτων ἡγούμενος. Τότε σοι τὰ τῆς εὐθηνίας, μέχρι τῶν ἀλό‐ γων ζώων, γεωργικῶν δὲ μάλιστα, παρατείνεται. Σωματικὰς δὲ μέχρι τούτου τὰς ἐπαγγελίας αὐτοῖς
55παρασχὼν, ἐπάγει τὰς θειοτέρας τοῖς τούτων ἀξίοις,2267

2269

καὶ τὸν αὐτῶν χρόνον προσθεὶς λέγων· Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὅτ’ ἂν ἀπολῶνται πολλοὶ, καὶ ὅταν πέσωσι πύργοι. Ἢ κατὰ Σύμμαχον, ἐν ἡμέρᾳ σφαγῆς πολλῆς, ἐν τῷ πεσεῖν μεγάλους, κατὰ τὸν τῆς κρί‐
5σεως δηλονότι καιρόν. Πολλοὶ γὰρ κατ’ ἐκεῖνον ἀπ‐ ολοῦνται τὸν χρόνον, ἐν ᾧ καὶ τὰ ἐπηγγελμένα τοῖς ἀξίοις δοθήσεται, ἅπερ ἐστὶν ὕδωρ διαπορευόμενον ἐπὶ παντὸς ὄρους ὑψηλοῦ καὶ βουνοῦ. Κατὰ δὲ Σύμμαχον, καὶ ἐπὶ παντὸς βουνοῦ ἐπηρμένου διαι‐
10ρέσεις ἀγωγῶν ὑδάτων. Ὥσπερ δὲ Σιὼν ὄρος τὸ ἐπουράνιον πολλάκις ἐλέγομεν, οὕτως αἱ πολλαὶ μο‐ ναὶ παρὰ τῷ Πατέρι, ὄρη ἐστὶν οὐράνια πρὸς τὴν ἀξίαν ἀποδιδόμενα, ἐφ’ ὧν τὸ διαπορευόμενον ὕδωρ τὸ ἀπὸ πηγῆς ἀναβλύζον ἂν εἴη, περὶ ἧς φησιν·
15«Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς,» ἀφ’ ἧς ὁ ποταμὸς τοῦ Θεοῦ προχεῖται, περὶ οὗ γέγραπται· «Ὁ ποτα‐ μὸς τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων,» καί· «Τοῦ ποτα‐ μοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ·» ὅς ἐστιν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος. Οὗ μεταλαβόν‐
20τες, ἀθανασίαν ἕξομεν, καὶ ζωὴν, ἅπερ ἐστὶ κατ’ οὐσίαν αὐτός. Ὅτε καὶ αὐτὴ, φησὶν, ἡ κτίσις ἐλευ‐ θερωθεῖσα τῆς δουλείας τῆς φθορᾶς, ἀπολήψεται τῶν καμάτων τὰς ἀμοιβὰς, ὥσπερ ἥλιός τε καὶ σελήνη μεῖζον φῶς καὶ δόξαν λαμβάνοντες, ἅτε δὴ καμόντες
25τῷ τοῦ Θεοῦ καλῶς διακονούμενοι νεύματι.
28 Ταῦτα δὲ ἔσται ὅτ’ ἂν οἱ ἄξιοι σφαγῇ παραδοθή‐ σονται, καὶ οἱ ἐν τῷ παρόντι βίῳ ἐπηρμένοι καὶ με‐
30γάλαυχοι πέσωσι, καθαίρεσιν τοῦ ὕψους λαμβάνοντες. Διό φησιν ὁ Ἀκύλας· Ἐν ἡμέρᾳ ἀποκταμένου πολλοῦ, ἐν τῷ πεσεῖν μεγαλυνομένους, καὶ ὅταν ἰάσηται Κύριος τὸ σύντριμμα τοῦ λαοῦ αὐτοῦ. Καὶ οὐκ ἐμνήσθη τοῦ Ἰσραὴλ, οὐδὲ τοῦ Ἰακώβ.
35Παντὶ γὰρ ἀξίῳ πρόκειται τῆς ἐπαγγελίας τὰ δῶρα. Ἐντεῦθεν ὁρμώμενος ὁ θεῖος Ἀπόστολος ἔφησεν· «Ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυ‐ ψιν τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται, ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθο‐
40ρᾶς, εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ.» Τέκνων λέγων ἐλευθερίαν, ἣν ὁ προφήτης εἶπεν ἴασιν τοῦ λαοῦ. Πολλὴν γὰρ εἶχον συντριβὴν ἐν τῇ παρούσῃ ζωῇ, ὡς λέγεσθαι· «Καρδίαν συντε‐ τριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώ‐
45σει.» Καί· «Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμέ‐ νον.» Ὅθεν φησὶν ὁ Παῦλος· «Οἱ γὰρ ὄντες ἐν τῷ σκήνει στενάζομεν βαρυνόμενοι.» Καὶ ἐπὶ τοῖς ἁμαρτάνουσιν ἐβαρύνοντο, κατὰ τό· «Πενθήσω πολλοὺς τῶν προημαρτηκότων καὶ μὴ μετανοησάν‐

2269

(50)

των. Ἀλλ’ ἀνακτήσεται αὐτῶν ὁ Θεὸς τὰ συντρίμ‐ ματα.»
52tΚΕΦΑΛ. ΛΑʹ.
53 α—θʹ. Οὐαὶ οἱ καταβαίνοντες εἰς Αἴγυπτον ἐπὶ βοήθειαν. Οἱ ἐφ’ ἵπποις πεποιθότες, καὶ ἐφ’ ἅρ‐
55μασιν. Ἔστι γὰρ πολλὰ, καὶ ἐφ’ ἴπποις πλῆθος
σφόδρα, καὶ οὐκ ἤκουσαν πεποιθότες ἐπὶ τὸν2269

2272

ἅγιον τοῦ Ἰσραὴλ, καὶ τὸν Θεὸν οὐκ ἐζήτησαν· Καὶ αὐτὸς σοφὸς ἦγεν ἐπ’ αὐτοὺς κακὰ, καὶ ὁ λόγος αὐτοῦ οὐ μὴ ἀθετηθῇ, κ.τ.λ. .... ἐλευθέρωσιν. Ὃ δὴ πολλοὶ πεποιήκασι θεο‐
5σεβείας ἀποστάντες πρὸς βίον εἰδωλικὸν καὶ Αἰγύ‐ πτιον. Τούτοις ἐπισυνάπτει τὴν ἐκ τῆς αἰχμαλωσίας ἐπάνοδον. Ὡς γὰρ λέων φησὶν ἐπὶ θήρᾳ τροφῆς κινηθεὶς, τοῖς ποιμνίοις ἐφάλλεται, οὐ κραυγὰς ποι‐ μένων, οὐ διωκόντων πλῆθος ἐπιστρεφόμενος·
10οὕτω τοῖς πολεμίοις ὁ Κύριος ἐπιστὰς ἐξελεῖται τὸν Ἰσραήλ. Ἀγαγὼν δὲ πρὸς Ἱερουσαλὴμ οὕτως αὐτῶν ὑπερασπίσει, ὡς ὄρνις τῶν ἐν καλιᾷ νεοττῶν. Ὅθεν ὁ Σύμμαχος ἀντὶ τοῦ, καὶ κεκράξῃ ἐπ’ αὐτῇ ἕως ἐμπλησθῇ τὰ ὄρη τῆς φωνῆς αὐτοῦ, καὶ ἡτ‐
15τήθησαν, οὕτως ἐξέδωκεν· Πληρώματος ποιμένων ἀπὸ φωνῆς αὐτῶν οὐκ ἡττηθήσεται, οὐδὲ ἀπὸ πλήθους αὐτῶν οὐχ ὑποταγήσεται. Κατὰ δὲ τὴν ἔκδοσιν τῶν Ἑβδομήκοντα νοητέον οὕτω· Φασὶ τὸν λέοντα βοῇ προκαταπλήττοντα τὰς ἀγέλας καὶ τοὺς
20ἐφεστηκότας οὕτω ποιεῖσθαι τὴν ἔφοδον, οὕτω καὶ Κύριος προκαταπλήττων ἀπειλαῖς, οὐ μετανοοῦσιν ἐπιφέρει τὴν δίκην. Ὥσπερ οὖν καὶ τοῖς Ἀσσυρίοις μεγαλαυχήσασι σκέπων τὸν Ἰσραὴλ, καὶ ἀπὸ τῶν περιχώρων τῶν μετὰ τὴν ἐπάνοδον ἐπιτεθέντων
25αὐτῷ. Πρὸς ἑκατέρους γὰρ τῶν παραβολῶν τὴν ἑτέ‐ ραν ἐφήρμοσεν. Τὴν δὲ τοῦ λέοντος ἐπὶ τῶν ἐξ Ἰσραήλ. Τινὲς παρειλήφασι, μηδὲ τὸν τῶν ἀλόγων παρεσχηκότων πρὸς τὸν ἡγεμόνα Θεὸν φόβον. Ὅθεν καὶ τὰ λεόντων, φησὶν, ὑμᾶς διαθήσει. Μετανοούν‐
30των δὲ, καθάπερ νεοττῶν ὄρνις ὑπερμαχήσεται. Κατὰ δὲ τὴν πρώτην ἐξήγησιν, τοιαύτη γέγονεν ἐφ’ ἡμᾶς ἡ τοῦ Σωτῆρος ἐπικουρία. Πάντας γὰρ ἀνθρώ‐ πους ὁ νοητὸς εἷλεν Ἀσσύριος. Ἀλλὰ Χριστὸς, οἷα λέων, ἐπιπηδήσας αὐτῷ κατήργηκεν αὐτὸν, τῷ ῥή‐
35ματι τοῦ στόματος αὐτοῦ, τῆς Σιὼν τῆς Ἐκκλησίας ὑπεραγωνισάμενος. Ὁ μὲν γὰρ ἠπείλει, Τὴν οἰκου‐ μένην ὅλην καταλήψομαι τῇ χειρί μου ὡς νοσσιάν. Ὁ δὲ συνήγαγε τοὺς πιστεύοντας εἰς αὐτὸν, ὃν τρό‐ πον ὄρνις ἐπισυνάγει τὰ νόσσια αὐτῆς ὑπὸ τὰς πτέ‐
40ρυγας. Ταῦτα περὶ τῆς Ἱερουσαλὴμ ἐπαγγειλάμε‐ νος, προσφωνεῖ τοῖς ἀπελθοῦσιν εἰς Αἴγυπτον, Ἐπι‐ στράφητε, οἱ τὴν βαθεῖαν βουλὴν βουλευόμενοι καὶ ἄνομον, προτρέπων εἰς Ἱερουσαλὴμ αὐτοὺς πά‐ λιν ἐπανελθεῖν, διὰ τὰ ἐπηγγελμένα περὶ τοῦ ταύτης
45ἀνοικισμοῦ. Ὅπερ ὁ Σύμμαχος οὕτως ἐξέδωκε· Μετανοήσατε, ὡς ἐβαθύνατε παραβῆναι, οἱ υἱοὶ Ἰσραήλ. Δηλοῖ δὲ αὐτοὺς ἐνβαθύνοντας μὲν τοῖς κακοῖς, τοῖς δὲ κατὰ Θεὸν ἐπιπολέους ὑπάρχοντας.
51 Μετὰ δὲ τὴν ἐξ Ἀσσυρίων ἀπαλλαγὴν, ἔσται, φη‐ σὶν, ὑμῖν πάσης εἰδωλολατρείας ἀπαλλαγή. Καὶ σύμ‐ φωνος ἡ ἱστορία. Τὸν γὰρ ναὸν ἀναδειμάμενοι, κα‐ θαροὶ πάσης εἰδωλολατρείας ἐγένοντο. Τινὲς δὲ τοῦτό
55φασι γεγενῆσθαι καθ’ ὃν χρόνον ὑπερήσπισε τῆς Ἱε‐2271

2273

ρουσαλὴμ ὁ Χριστὸς Ἐκκλησίας. Πρὸς αὐτὴν γὰρ πάλιν ὁ λόγος ἀνέδραμεν, ὅτε τῆς εἰδωλολατρείας ἀπολομένης, καὶ ὁ νοητὸς αὐτῇ συναπῆλθεν Ἀσσοὺρ, οὐκ ἀνδρὸς μαχαίρᾳ πληγεὶς, λόγῳ δὲ θείῳ πεμφθεὶς
5εἰς τὴν ἄβυσσον σὺν ταῖς ἰδίαις δυνάμεσιν, ἃς διὰ τῶν ἰσχυρῶν νεανίσκων ἐδήλωσεν ἀῤῥαγεῖ πέτρᾳ τῷ Χριστῷ περιληφθείσας, ὡς χάρακι. Οἱ δὲ ἄλλοι φασὶν, Ἐπειδὴ τὸν Ἀσσύριον Ἰουδαῖοι δείσαντες εἰς Αἴγυπτον ἀπεχώρησαν, ἐπαγγέλλεται τούτοις τὴν
10ἐκείνου καθαίρεσιν, τὴν εἰδωλολατρείαν διὰ τούτων δηλῶν ἐκ θείας πεπτωκυῖαν δυνάμεως, εἰ καὶ ἄνθρω‐ ποι ταύτῃ διακονοῦντες τὴν Ἀσσυρίων καθεῖλον ἀρ‐ χήν. Διὸ καὶ περὶ Βαβυλῶνος ἔλεγε προφητεύων· Ἰδοὺ ἐπεγείρω ὑμῖν τοὺς Μήδους. Ἀντὶ δὲ τοῦ,
15Πέτρα περιληφθήσονται ὡς χάρακι, ὁ Σύμμαχος ἔφη, Πέτρα αὐτοῦ ἡ φοβερὰ παρελεύσεται, καὶ ἡτ‐ τηθήσονται οἱ ἄρχοντες αὐτοῦ, φησὶ Κύριος, δη‐ λαδὴ τοῦ Ἀσσυρίου. Πέτραν γὰρ αὐτοῦ τὸ στεῤῥὸν ἐκάλεσε τῆς ἀρχῆς. Προτρέπων δὲ τοὺς ἐν Αἰγύπτῳ
20φυγάδας ὑποστρέφειν εἰς Ἱερουσαλὴμ, Μακάριος, φησὶν, ὃς ἔχει ἐν Σιὼν σπέρμα, καὶ οἰκείους ἐν Ἱερουσαλὴμ, διὰ τὸ μέλλειν αὐτὴν εἰς τὴν ἀρχαίαν ἀνακτίζεσθαι δόξαν, μᾶλλον δὲ κρείττονα. Διό φησιν ἐν ἑτέροις· «Καὶ ἔσται ἡ δόξα τοῦ οἴκου τούτου ἡ
25ἐσχάτη, ὑπὲρ τὴν πρώτην.» Ὠβέλισται δὲ τὸ, μα‐ κάριος, ὡς μὴ κείμενον. Τὸ δὲ λοιπὸν ὁ μὲν Σύμμα‐ χός φησιν, Ἔχει πῦρ ἐν Σιὼν καὶ κλίβανον ἐν Ἱε‐ ρουσαλήμ. Ὁ δὲ Ἀκύλας καὶ Θεοδοτίων, Φῶς αὐτῷ ἐν Σιὼν, καὶ κλίβανος αὐτῷ ἐν Ἱερουσαλὴμ, περὶ
30Θεοῦ λέγοντες τοῦ καθελόντος τὸν Βαβυλώνιον. Δι’ οὗ πυρὸς κατακαίει τοὺς τῆς αὐτοῦ καταφρονήσαν‐ τας πόλεως, μάλιστα δὲ τῆς Ἐκκλησίας, περὶ ἧς εἴρηται· «Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ.» Καί· «Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐ‐
35φραίνουσι τὴν πόλιν τοῦ Θεοῦ.» Ἐν αὐτῇ γὰρ πῦρ ἐστι καὶ κλίβανος εἰς τὸ καταφλέγειν ἑκάστης ψυχῆς ξύλα, χόρτον, καλάμην. Καὶ κατὰ τὸν Ἀκύλαν δὲ, φῶς ἐκεῖ πρὸς τοὺς ἀξίους φωτίζεσθαι, καὶ πῦρ πρὸς τοὺς δεομένους καθάρσεως.
42tΚΕΦΑΛ. ΛΒʹ.
43 α—ηʹ. Ἰδοὺ γὰρ βασιλεὺς δίκαιος βασιλεύσει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσι, καὶ ἔσται ὁ
45ἄνθρωπος κρύπτων τοὺς λόγους αὐτοῦ. Καὶ κρυ‐ βήσεται ὡς ἀφ’ ὕδατος φερομένου. Καὶ φανήσε‐ ται ἐν Σιὼν, ὡς ποταμὸς φερόμενος ἔνδοξος ἐν γῇ διψώσῃ, κ.τ.λ. Ἡ μὲν τῶν Ἑβδομήκοντα ἔκδοσις συνάπτει ταῦτα

2273

(50)

τοῖς εἰρημένοις. Προειποῦσα γὰρ τὸ, «Μακάριος ὃς ἔχει ἐν Σιὼν σπέρμα, καὶ οἰκείους ἐν Ἱερουσαλὴμ,» ἀκολούθως ἐπήγαγε τὸ, Ἰδοὺ γὰρ βασιλεὺς δίκαιος βασιλεύσει. Ἐπεὶ γὰρ ταῦτα μέλλει γίνεσθαι ἐν Ἱερουσαλὴμ, εἰκότως μακαρίζει τοὺς τούτων ἀπο‐
55λαύειν μέλλοντας ἐν αὐτῇ. Οἱ δὲ λοιποὶ τὰ νῦν καὶ2273

2276

ἀρχῆς ἑτέρας ἀπέδωκαν. Διό φησι Σύμμαχος· Ἰδοὺ εἰς δικαιοσύνην βασιλεύσει βασιλεὺς, συμφώνως τοῖς ἄλλοις. Οἰήσονται μὲν οὖν παῖδες Ἑβραίων εἰς Ζοροβάβελ τὸν λόγον ἀνάγεσθαι. ὃς ἐξ Ἰούδα καὶ
5Δαβὶδ καταγόμενος, ἦρξε μετὰ τὴν ἐπάνοδον τοῦ λαοῦ. Ἄρχοντας δὲ μετὰ κρίσεως τοὺς περὶ τὸν Ἰησοῦν τὸν ἱερέα φήσουσι λέγεσθαι. Ἀλλ’ οὐ συνᾴδει τὰ ἐφεξῆς τὸ, Φανήσεται ἐν Σιὼν ὡς ποταμὸς φερόμενος ἔνδοξος ἐν γῇ διψώσῃ. Ὡς οὖν πληρώ‐
10σας τὰ περὶ τῶν Ἱερεμίου χρόνων ὁ λόγος, ἐξ ἑτέ‐ ρας ἀρχῆς τὰ περὶ τῆς θεοφανείας θεσπίζει Χριστοῦ. Βασιλεὺς γὰρ μόνος ἐν ἀνθρώποις πέφηνε δίκαιος· καὶ οἱ ἀπόστολοι τῆς Ἐκκλησίας κατὰ κρίσιν ἡγή‐ σαντο τὴν αὐτοῦ. Καὶ ἦν ἀκόλουθον τῇ μετὰ τὴν
15ἐπάνοδον καταστάσει τοῦ ἔθνους τῶν ἀγαθῶν ἐπι‐ συναφθῆναι τὰ μέγιστα διὰ Χριστοῦ τούτοις γενό‐ μενα, καὶ τοῖς μετὰ χρόνον ὀλίγον τὰ μετὰ πλεῖστον ἐσόμενα. Μακαρίους δὲ λέγει τοὺς ἐπὶ Χριστοῦ τὴν Ἐκκλησίαν οἰκήσαντας, πρὸς οὕς φησιν ὁ Σωτήρ·
20«Ὅτι πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε, καὶ οὐκ εἶδον. Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ, ὅτι βλέπουσιν.» Οὗτοι δέ εἰσιν οἱ διὰ Πνεύματος οἰκειωθέντες αὐτῷ, καὶ Χριστὸν καρπο‐ φορήσαντες ἐν Σιὼν τῇ νοητῇ.
27 Ἐσχήκαμεν δὲ οἰκείους κατὰ Πνεῦμα τοὺς ἁγίους μυσταγωγούς. Κατ’ ἄμφω δὲ δίκαιος ὁ Χριστὸς, καὶ ὡς αὐτοδικαιοσύνη, καὶ ὡς κατὰ σάρκα γενόμενος
30ἄμωμος. Καὶ βασιλεύσει, φησὶν, εἰς δικαιοσύνην. Καινὴν λέγων βασιλείαν οὐκ εἰς δόξαν ἀνθρώπων, ἢ τὴν ἐκ τούτων τιμὴν, ἀλλ’ εἰς δικαιοσύνην. Οὕτω καὶ οἱ ἄρχοντες αὐτοῦ χρηματίζουσιν, οὐκ ἀνθρώ‐ πων λαβόντες ἀξίωμα τὴν ἀρχὴν, ἀλλ’ εἰς κρίσιν.
35Ὅπερ ἐξέδωκαν οἱ λοιποί· Καὶ ἄρχοντες εἰς κρῖμα ἄρξουσιν. Ἀντὶ δὲ τοῦ· Καὶ ἔσται ὁ ἄνθρωπος κρύ‐ πτων τοὺς λόγους αὐτοῦ, ὁ Σύμμαχος, Καὶ ἔσται φησὶν, ἀνὴρ ὡς ἀποκρυφὴ ἀπὸ πνεύματος καὶ λαίλαπος. Δηλῶν, ὡς ὁ βασιλεὺς ἀνὴρ ἔσται κατὰ
40φύσιν ὑπάρχων Θεὸς, κρύπτων αὐτοῦ τὴν θεότητα. Καὶ Ἀκύλας δέ φησιν, Ὡς κρύπτων πνεῦμα. Καὶ ἀποκρυφὴ ἐντινάγματος. Κατὰ δὲ τοὺς Ἑβδομή‐ κοντα, ἐπειδὴ πάντα ἐλάλει ἐν παραβολαῖς, ὃς καὶ λέγει παρὰ Δαβίδ· «Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα
45μου.» Ἃς κατ’ ἰδίαν τοῖς μαθηταῖς ἐξηγούμενος ἔλε‐ γεν· «Ὑμῖν δέδοται γνῶναι.» Καὶ κρυβήσεται, φησὶν, ὡς ἀφ’ ὕδατος φερομένου. Πλῆθος γὰρ φερό‐ μενον καὶ ἀπολλύμενον, τὸ πλῆθος τοῦ Ἰουδαίων λαοῦ. Καὶ τοὺς ἐξ αὐτῶν συνισταμένους αὐτῷ, κα‐

2276

(50)

λεῖ πειρασμοὺς οὐδὲν ὠφελοῦντας, ὅτε μὴ πάσχειν ἠβούλετο. Τοιγαροῦν λίθους βαλλόντων, αὐτοὺς ἐπο‐ ρεύετο διὰ μέσου αὐτῶν, καὶ παρῆγεν οὕτως. Τοῦτ’ ἔστι φροντίζων οὐδέν. Διό φησιν ὁ Δαβίδ· «Οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ, καὶ υἱὸς ἀνομίας οὐ προσ‐
55θήσει τοῦ κακῶσαι αὐτόν.» Ὅθεν ἐξ Ἰουδαίων2275

2277

ἀποκρύπτων τοὺς λόγους, τοῖς μαθηταῖς ἀπεκάλυ‐ πτεν. Ὃ δηλοῖ λέγων, Καὶ φανήσεται ἐν Σιὼν, ὡς ποταμὸς φερόμενος ἔνδοξος ἐν γῇ διψώσῃ. Τὴν Σιὼν, τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, γῆν διψῶσαν ἐκά‐
5λεσεν, ἥτις ἦν πάλαι ἔρημος καὶ διψῶσα, καὶ ταύτῃ γέγονεν οὐ ποταμὸς ἁπλῶς, ἀλλ’ ἔνδοξος. Ἐπεὶ πολλοὶ ποταμοὶ, κατὰ τὴν Γραφὴν, ἐχρημάτισαν. Ὡς οἱ τοὺς διδασκομένους ποτίζοντες ἅγιοι, περὶ ὧν φησιν ἐν Ψαλμοῖς· «Ἐπῆραν οἱ ποταμοὶ, Κύριε,
10ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν.» Ἐξάκουστοι μὲν γὰρ αἱ τῶν ἀποστόλων φωναί. Ἀλλ’ οὐδεὶς οὕτως ἔνδοξος, ὡς ὁ χειμάῤῥους τῆς τρυφῆς, παρ’ οὗ καὶ οἱ λοιποὶ τὰ θεῖα δέχονται νάματα.
16 Καὶ οὐκ ἔτι ἔσονται πεποιθότες ἐν ἀνθρώποις. Ἀνθ’ οὗ, φησὶ Σύμμαχος· Οὐκ ἀμαυρωθήσονται οἱ ὀφθαλμοὶ αὐτῶν· διορατικοὺς δηλῶν τοὺς ἐν Ἐκ‐ κλησίᾳ νοοῦντας καλῶς τὸν ἐμφανῆ γενόμενον αὐ‐
20τοῖς ποταμὸν, περὶ οὗ φησιν· «Ὁ ποταμὸς τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων.» Καί· «Τοῦ ποταμοῦ τὰ ὁρμή‐ ματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ.» Ἔλεγέν τε· «Ὃς ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ,» καὶ τὰ μετὰ ταῦτα. Κατὰ δὲ τοὺς Ἑβδομήκοντα
25νοητέον, ὡς καὶ ἐθνικοὶ καὶ Ἰουδαῖοι πρότερον ἐπ’ ἀν‐ θρώπους ἐπεποίθεσαν· οἱ μὲν, τοὺς περὶ θεῶν καὶ δαιμόνων διδάσκοντας· οἱ δὲ, τοὺς ἐντάλματα παρα‐ διδόντας ἀνθρώπων. Ὤοντο γὰρ μηδὲν τῶν περὶ τοῦ Θείου σοφοὺς ὄντας λανθάνειν αὐτούς. Ἀλλὰ τούτων
30ἀποστάντες Προσέξουσι τὰ ὦτα τῶν τοῦ Σωτῆρος ἀκροᾶσθαι ῥημάτων. Καὶ ἡ πρὶν ἀσθενοῦσα καρ‐ δία συνετισθήσεται. Σύμμαχος γὰρ ἐξέδωκε· Καὶ ἡ καρδία τῶν ἀκουόντων προσέξει τοῦ ἀκούειν. Ἀντὶ δὲ τοῦ λαλεῖν εἰρήνην, λαλεῖν τρανά. Ψελ‐
35λιζούσας δὲ γλώσσας φησὶ, τὰς τῶν περὶ Θεοῦ νοούντων ἢ λαλούντων οὐδὲν, οἵτινες ὕστερον ἔμαθον εἰρήνην λαλεῖν, τοῦτ’ ἔστι Χριστόν. «Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν,» ἐξ οὗ τρανὰ λαλοῦσιν ἐθνι‐ κοὶ μὲν, ἐγνωκότες Θεόν· Ἰουδαῖοι δὲ, παυσάμενοι
40τῆς τοῦ νόμου σκιᾶς, καὶ τῶν περιττῶν ἐνταλμάτων. Καὶ οὐκ ἔτι μὴ εἴπωσι τῷ μωρῷ ἄρχειν· ὅπερ ἐποίουν πρότερον μωροῖς διδασκάλοις ἑαυτοὺς ἐπι‐ τρέποντες, τοῖς σοφοῖς τοῦ αἰῶνος τούτου, ὧν ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν. Τοιοῦτοι δὲ ἦσαν καὶ
45οἱ τῶν Ἰουδαίων καθηγηταὶ, τὸν διὰ Μωσέως ἐν νόμῳ σκιαγραφούμενον οὐκ ἐπεγνωκότες, καὶ περὶ τοὺς προφητικοὺς ἀνοηταίνοντες λόγους· οἱ δὲ τούτων ὑπηρέται τοὺς ἀντιλέγοντας ἀνέστελλον, λεπτότερα συζητεῖν περὶ τῆς ἀληθείας οὐκ ἐπιτρέποντες, ἀναν‐

2277

(50)

τιῤῥήτους εἶναι μηχανώμενοι τὰς ἐκείνων φωνάς· ὡς καὶ τοῖς Πυθαγόρου μαθηταῖς ἔθος ἦν τὸ, «Αὐτὸς ἔφα,» λέγειν. Καὶ ψυχὰς ἐρώσας ἀληθείας οὐ συν‐
εχώρουν μαθεῖν. Εἰ γάρ τις μέτριος καὶ ταπεινὸς2277

2280

ὀρθὸν περὶ ἀληθείας προέφερεν τὸν λόγον, τοῦτον διασκεδαννύντες ἠφάνιζον.
5 Λέγοι δ’ ἂν ταπεινοὺς καὶ τοὺς ἁγίους μυσταγω‐ γοὺς, ὧν ἐν λόγοις κατεστρατεύοντο, τοὺς ἐν κρί‐ σει λόγους αὐτῶν ἀφανίσαι σπουδάσαντες. Περὶ ὧν ἐπήγαγεν, οἱ δὲ εὐσεβεῖς συνετὰ ἐβουλεύσαντο· ὧν καὶ ἡ βουλὴ μένει πάσης ἀσεβοῦς κατηργημέ‐
10νης βουλῆς. Κατὰ δὲ τὸν Σύμμαχον· μετὰ τὴν κατὰ τῶν μωρῶν ἀρχόντων διήγησιν, ἐπιλέγεται· Ἄρχων δὲ ἀρχοντικὰ βουλεύσεται, καὶ ἡγεμὼν ἀναστήσεται. Ὁ γὰρ δίκαιος βασιλεὺς ἡγεμόνας ἡμῖν τοὺς ἀποστόλους δεδώρηται. Ὃς καί φησιν ἐν
15Ψαλμοῖς· «Σὺ δὲ, ἄνθρωπε, ἰσόψυχε ἡγεμών μου, καὶ γνωστέ μου.» Ἐν ἅπασι δὲ τούτοις οὐδαμοῦ Ἰσραὴλ, ἢ Ἰακὼβ, ἢ Ἰούδας ὠνόμασται, ἅτε περὶ Χριστοῦ τοῦ λόγου τυγχάνοντος, καὶ τῶν ἐν Ἐκκλη‐ σίᾳ ἐξάρχων, ἐν ᾗ τὸ σπέρμα τῶν πάλαι μακαρίων
20ἀνδρῶν ἐξανθῆσαν ἐκαρποφόρησε, πᾶσάν τε τὴν οἰ‐ κουμένην τῆς ἰδίας εὐλογίας ἐπλήρωσε. Διὸ τοὺς ἔχοντας ἐν Σιὼν σπέρμα μακαρίους ὠνόμαζε, τοὺς προφήτας δηλονότι τοὺς λέγοντας· «Εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν
25ἐγενήθημεν, καὶ ὡς Γόμοῤῥα ἂν ὡμοιώθημεν,» οἳ σπέρμα καὶ οἰκείους τοὺς ἐκ τῆς Ἐκκλησίας ἐκτή‐ σαντο. Τινὲς δέ φασιν ὡς μακαρίζει τὴν πόλιν, καὶ τοὺς ταύτης οἰκήτορας, ὧν Θεὸς κηδόμενος, ἀοράτῳ πληγῇ μετήρχετο τὸν Ἀσσύριον. Ἧς δίκαιον βασι‐
30λέα καθ’ ἱστορίαν μὲν τὸν Ἐζεκίαν φησί. Κυρίως δὲ δηλοῖ τὸν Σωτῆρα. Τὸ γὰρ ἀληθῶς μακάριον, τῶν οἰκούντων τὴν ἄνω Σιὼν, καὶ βασιλέα Χριστὸν ἐπι‐ γραφομένων, εἰς ὃν τὴν ἄκραν δικαιοσύνην ἀνάγομεν, μὴ εὑρίσκοντες ἐν ἀνθρώποις τὸ ἄπτωτον· ὥσπερ
35οὖν ἐπ’ ἀνθρώπων τὸ μὲν μερικὸν τῆς κακίας ὁριζό‐ μεθα, αὐτὴν δὲ πᾶσαν τὴν κακίαν τῷ διαβόλῳ προσ‐ νέμομεν. Καὶ ἔσται ἄνθρωπος κρύπτων τοὺς λό‐ γους αὐτοῦ, καὶ τὰ ἑξῆς. Ὁ γὰρ ἐν ἑαυτῷ τοὺς λό‐ γους τοῦ Θεοῦ μελετῶν ἐν δικαιοσύνῃ, ἀπ’ ὀργῆς
40ἐπαγομένης σκεπάζεται. Διό φησιν ὁ Δαβίδ· «Ὁ νόμος σου ἐν μέσῳ τῆς κοιλίας μου.» Τοῦ δὲ τοιού‐ του, φησὶν ὁ Σωτὴρ, «Ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος.» Καὶ οὐκέτι ἔσονται πε‐ ποιθότες ἐπ’ ἀνθρώποις, φησίν. Ἐπιόντος γὰρ τοῦ
45Ἀσσυρίου πρὸς πόλεμον, ἀκόλουθον ἦν τοὺς ἠλπικό‐ τας ἐπὶ Θεὸν, τῆς τῶν Αἰγυπτίων βοηθείας ὑπερ‐ ιδεῖν· τότε γὰρ ἂν ὑπῆρξεν ἰδεῖν τοὺς μὴ διαρθροῦν‐ τας τῆς θεοσεβείας τὸν λόγον, τρανῇ τῇ γλώττῃ τὸν τῆς εἰρήνης ὁμολογοῦντας βραβευτὴν, μὴ προϊστα‐

2280

(50)

μένους ἄρχειν αὐτῶν τὸν Αἰγύπτιον· ὃν μωρὸν ὁ λόγος, ὡς ἀσεβῆ, καθεστηκότα καλεῖ. Καὶ οὐκ ἂν ἠνέσχοντο τῆς τῶν τοιούτων ἀρχόντων συγχύσεως. Ἀκόλουθον γὰρ ἦν τὸν μωραίνοντα τὰ πρὸς Θεὸν, ἀνομίαν ποιεῖν, καὶ πλανᾶσθαι. Εἰς ὂν οἱ ἐλπίζοντες
55ἐξ ἀπάτης ἀλλήλων τὰς ἐλπίδας ἐκένουν δι’ αὐτοῦ
τὸν κίνδυνον ἀποφεύγειν οἰόμενοι, τῶν εὐσεβῶν τὴν2279

2281

ἐναντίαν τούτοις ἐχόντων βουλὴν ψυχωφελῆ παρ’ ὅλην αὐτῶν ὑπάρχουσαν τὴν ζωήν.
6 θ—κʹ. Γυναῖκες πλούσιαι, ἀνάστητε καὶ ἀκού‐ σατε τῆς φωνῆς μου. Θυγατέρες, ἐν ἐλπίδι ἀκού‐ σατε λόγους μου. Ἡμέρας ἐνιαυτοῦ μνείαν ποιή‐ σασθε ἐν ὀδύνῃ μετ’ ἐλπίδος. Ἀνήλωται ὁ τρυ‐
10γητός. Πέπαυται ὁ σπόρος, καὶ οὐκέτι μὴ ἔλ‐ θῃ. κ.τ.λ. Περὶ τῆς θεοφανείας, καὶ τῶν ἀποστόλων τῆς τε κλήσεως εἰπὼν τῶν ἐθνῶν, νῦν τῷ ἐκ περιτομῆς προσφωνεῖ λαῷ παρακελευόμενος θρηνεῖν, ὡς ἐκ‐
15πεπτωκότι τῆς χάριτος ἐξ ἀπιστίας. Οὓς διὰ τὸ τῆς ψυχῆς ἔκλυτον, γυναῖκας καλεῖ. Ἤγουν τὰς αὐτῶν συναγωγὰς οὕτω δηλοῦσθαί φασιν. Οἱ δὲ λοιποὶ τῶν ἑρμηνευτῶν, γυναῖκες εὐθηνοῦσαι, φασὶν, ἀντὶ τοῦ πλούσιαι. Πάλαι γὰρ ἐπλούτουν εὐθηνοῦσαι κατὰ
20Θεόν. Ἐτρύφων δὲ ἴσως καὶ πλούτῳ σωματικῷ. Τινὲς δέ φασιν, ὡς ἔθος τῇ Γραφῇ γυναῖκας καλεῖν πόλεις, ἢ κώμας. Καὶ μητροπόλεως οὔσης μιᾶς, θυγατέρας αὐτῆς προσαγορεύειν τὰς ἄλλας. Οὕτω ὁ θεῖος Δαβίδ· Ἤκουσε, φησὶ, καὶ ηὐφράνθη Σιών.
25Καὶ ἠγαλλιάσαντο αἱ θυγατέρες τῆς Ἰουδαίας. Τοῦ δὲ Σωτῆρος τὸ πρόσωπον ταῖς πόλεσιν Ἰουδαίας τὰ νῦν συμβουλεῦόν φησιν, Ἀκούσατε τῆς φωνῆς μου, πρὸς τὸ εὐαγγελικὸν αὐτὰς ἀνακαλούμενον κήρυγμα. Καὶ, ὡς ἔτι πολυάνδρους πλουσίας καλεῖ, γενησο‐
30μένας ἐρήμους, εἰ μὴ πείθοιντο λέγοντι. Τὸ δὲ ἐπ’ ἐλπίδι, φασὶν οἱ λοιποὶ, πεποιθυῖαι. Γυναῖκας δὲ λέγει τὰς ἐπὶ τῶν παλαιῶν χρόνων παρ’ Ἰουδαίοις συνόδους, αἷς διαναστῆναι καὶ ἀκοῦσαι παρακε‐ λεύεται. Θυγατέρας δὲ, τὰς μετὰ ταῦτα συστάσας
35τῶν αὐτῶν Συναγωγὰς, ἃς ἐνωτίσασθαι βούλεται. Ἀμφοτέρας δὲ κινεῖ πρὸς σύντονον ἀκοὴν τῶν λόγων ἀκούειν ἐπ’ ἐλπίδι λαμπρᾷ. Ἐνιαυτοῦ δὲ μεμνῆ‐ σθαι παρακαλεῖ, καθ’ ὃν ὁ Σωτὴρ ἐν ἀνθρώποις τὸ σωτήριον ἐποιήσατο κήρυγμα, παρὰ τῷ προφήτῃ λέ‐
40γων· «Πνεῦμα Κυρίου ἐπ’ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέν με.» Καὶ προϊών φησι καλέσαι ἐνιαυτὸν Κυρίου δεκτόν. Τούτου βούλεται μεμνῆσθαι τὰς προειρημένας μετ’ ὀδύνης κατανυττομένας ἐφ’ ὃν τετολμήκασιν, ἔχειν δὲ καὶ τὴν ἐπηγγελμένην τοῖς ἐφ’ οἷς ἔπραξαν μετα‐
45νοοῦσιν ἐλπίδα. Ὅτε μὲν οὖν ὑπῆρχεν ἀμπελὼν Κυ‐ ρίου ὁ οἶκος τοῦ Ἰσραὴλ, πολὺς ἦν παρ’ αὐτοῖς τρυγητὸς, παντὸς τοῦ ἔθνους τῷ τοῦ Θεοῦ καρποφο‐ ροῦντος ναῷ. Νῦν δέ φησιν, Ἀνήλωται, οὐχ ὡς ἀνα‐ ληφθῆναι πάλιν, ὅπερ γέγονε μετὰ τὴν ἐξ Ἀσσυ‐

2281

(50)

ρίων ἐπάνοδον. Νῦν γὰρ οὐκ ἔτι φησὶν, ἀλλὰ καθάπαξ ἐκτέτμηται.
54Δείκνυσι δὲ, φασί τινες, ὡς ἀπειθοῦντι τῷ Ἰσραὴλ
55οὐκ ἀζήμιον τὸ χρῆμα γενήσεται. Ἤμελλον γὰρ2281

2284

οἱονεὶ τρυγᾶσθαι τούτων αἱ πόλεις Ῥωμαίων παρα‐ δοθεῖσαι χερσὶν, καὶ θηρίων ἐξ ἐρημίας ἐνδιαίτημα γίνεσθαι. Βούλεται τοίνυν τὴν κατὰ Θεὸν αὐτῶν ἅψασθαι λύπην τῆς προτέρας ἀπιστίας ἐξισταμένων.
5Ἡ γὰρ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμε‐ ταμέλητον ἀπεργάζεται. Ἧς καρπὸς τὸ ἀποδύσασθαι μὲν τὴν τοῦ πλούτου περιβολὴν, ἀνδρικῷ δὲ ζωσα‐ μένας σχήματι τὰς ὀσφῦς, κόψασθαι, τοῦ πρώτου αὐτῶν ἀμπελῶνος τὴν ἐρημίαν. Καὶ κατὰ ψυχὴν δὲ
10τῆς νοητῆς εὐκαρπίας ἀποπεπτώκασιν Ἰουδαῖοι, ἀντὶ σταφυλῆς ἀκάνθας ποιήσαντες, κατὰ τὴν τοῦ προφήτου φωνήν. Φησὶ δὲ καὶ ἕτερος, «Ἀνε‐ μόφθορα ἔσπειραν. Καὶ ἡ καταστροφὴ αὐτῶν ἐκ‐ δέξεται αὐτά. Δρᾶγμα οὐκ ἔχον ἰσχὺν τοῦ ποιῆσαι
15ἄλευρον.» Διὸ, φησὶν, αἱ πρὶν ἐπὶ Θεῷ πεποιθυῖαι, καὶ τὴν γνώμην μεταβαλοῦσαι, θρηνήσατε· ἀνῆκε γὰρ τὸν ἀμπελῶνα αὐτοῦ. Καὶ ταῖς νεφέλαις ἐν‐ ετείλατο τοῦ μὴ βρέξαι εἰς αὐτόν. Καὶ γέγονεν ὄνων ἀγρίων εὐφροσύνη, καὶ πονηρῶν ποιμένων
20βοσκήματα, τοῦτ’ ἔστιν ἀκαθάρτων πνευμάτων. Καὶ Δαβὶδ δὲ ὡς περὶ ἀμπέλου λέγει τοῦ Ἰσραήλ· «Ἐ‐ λυμήνατο αὐτὴν ὗς ἐκ δρυμοῦ, καὶ μονιὸς ἄγριος κατενεμήσατο αὐτήν.» Ὡς γὰρ κεχερσωμένον παρ‐ ορᾶται χωρίον [λείπ. ὁ κτήτωρ, ἤ τι τοιοῦτον], οὕτω
25Θεὸς ψυχὴν ἄκαρπον τῆς ἰδίας προνοίας οὐκ ἀξιοῖ. Ἀντὶ δὲ τοῦ ἀπὸ γεννήματος ἀμπέλου· ὁ μὲν Ἀκύλας φησὶν, ἐπὶ ἀμπέλῳ αὐξητικῇ· ὁ δὲ Σύμμαχος, περὶ ἀμπέλου πολυφόρου, πρὸς ἥν φησιν ἀλλαχοῦ· «Ἐγώ σε ἐφύτευσα ἄμπελον καρποφόρον, πᾶσαν
30ἀληθινήν· πῶς ἐστράφης εἰς πικρίαν ἡ ἄμπελος ἡ ἀλλοτρία;» Ἀντὶ δὲ τοῦ, ἡ γῆ τοῦ λαοῦ μου, Σύμ‐ μαχος, ἐπὶ τὴν γῆν τοῦ λαοῦ μου, φησί. Συνῳδὰ δὲ τοῖς ἔμπροσθεν, ἐν οἷς ἔλεγεν· «Ἔμεινα ἵνα ποιήσῃ σταφυλὴν, ἐποίησεν δὲ ἀκάνθας.» Καὶ ταύ‐
35τας ἑρμηνεύων ἐπῆγεν· «Ἔμεινα ἵνα ποιήσῃ κρί‐ σιν, ἐποίησεν δὲ ἀνομίαν, καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγήν·» Διὸ γέγονεν ὄνων ἀγρίων οἰκητήριος, καὶ βοσκήματα ποιμένων, ἢ ἀγελῶν κατὰ τὸν Ἀκύλαν. Ἅπερ εἰς ἔργον ἐξέβη. Εἰδωλολάτραι γὰρ
40ἐκ διαφόρων ἐθνῶν γεγόνασι ταύτης οἰκήτορες. Διὸ δεῖ, φησὶν, ὑμᾶς ἐπιμένειν ἐπὶ τοσοῦτον τῷ θρήνῳ, ἔως ἂν ἐπέλθῃ ἐφ’ ὑμᾶς πνεῦμα ἀφ’ ὑψηλοῦ. Ἢ κατὰ Σύμμαχον, ἀνάψυξις ἐξ ὕψους.
46 Πνευμάτων μὲν οὖν ἐστι διάφορα. Πλὴν οὐδὲν ὑμᾶς ἀνακτήσασθαι δύναται, καὶ ἀναπαῦσαι τοῦ θρήνου, ἢ τὸ ἐξ ὕψους καταπεμπόμενον, ὃ πέμψειν ὁ Σωτὴρ τοῖς μαθηταῖς ἐπηγγέλλετο. Τοῦτο καὶ νῦν,

2284

(50)

εἰ μετανοοῦσαι κλαύσωσιν, ἐπαγγέλλεται. «Μακά‐ ριοι γὰρ οἱ πενθοῦντες, ὅτι παρακληθήσονται· καὶ οἱ κλαίοντες, ὅτι γελάσουσι.» Τινὲς δέ φασιν, ὡς ἐναργῆ τὸν χρόνον παρίστησιν τῆς τοῦ λαοῦ τῶν ἀπίστων χερσέως, ὅτ’ ἂν οἱ πεπιστευκότες θείου
55τεύξονται Πνεύματος, ἡνίκα καταφοιτῆσαν ἐξ ὕψους
γλώσσαις πυρὸς μεριζομέναις εἰκάζετο. Τότε γὰρ2283

2285

ἔσται, φησὶν, ἔρημος, ὁ Χέρμελ. Καὶ πρόσθεν γὰρ ἔλεγεν· ὅτι μετατεθήσεται ὁ Λίβανος, ὡς τὸ ὅρος τὸ Χέρμελ. Καὶ Χέρμελ εἰς δρυμὸν λογισθήσεται. Ἐδήλου δὲ τοὺς μὲν ἐκ περιτομῆς ὁ Χέρμελ, ὃς καὶ
5Κάρμηλος λέγεται, ὄρος ὂν ἐν τῇ Σαμαρείᾳ, ἑρμη‐ νευόμενον δὲ, ἐπίγνωσις περιτομῆς. Ὁ δὲ Λίβανος τὰ ἔθνη, τῆς Φοινίκης ὑπῆρχον. Ἔμελλεν γὰρ ἐκεῖνοι μὲν ἄκαρποι γενήσεσθαι, καὶ πυρὸς ὕλη, ὄρειοί τινες καὶ ἀνήροτοι τὴν ψυχὴν (τοιοῦτοι γὰρ οἱ
10δρυμοί)· μετελθεῖν δὲ τὰ ἔθνη πρὸς τὴν αὐτῶν θεο‐ σέβειαν χρηματίζοντα Λίβανός τε καὶ ἔρημος, ἀντὶ τοῦ θεοσεβοῦς πάλαι λαοῦ μερὶς Κυρίου γινόμενα, καὶ σχοίνισμα κληρονομίας αὐτοῦ, καίτοι πρότερον ὄντα δρυμὸς καὶ ἔρημος, ἤπερ ὡς μεγάλων ἀγα‐
15θῶν ἠξιωμένη τὰ μετὰ ταῦτα λοιπὸν ἐπαγγέλλεται, καλῶν αὐτὴν Κάρμηλον, εἰς ὃν ἔλεγεν μετατεθεῖ‐ σθαι τὸν Λίβανον.
20 Τινὲς δὲ Κάρμηλον τὸν ἐκ περιτομῆς νοοῦσι λαὸν, καὶ ζητοῦσι πῶς εἰς δρυμὸν λογισθήσεται, ἐν αὐ‐ τῷ πάλιν κατα..... καί φασι τοῦτο διὰ τὸ κα‐ τάλειμμα λέγεσθαι τὸ σωθὲν καὶ τοῖς ..... συν‐ αγελαζόμενον. Ἐν τῇ ἐρήμῳ τοίνυν δικαιοσύνην
25φησὶν ἀναπαύσεσθαι. Καὶ ἄνω γὰρ εὐθὺς τῇ περὶ Χέρμελ καὶ Λιβάνῳ μεταθέσει τὴν κλῆσιν δηλῶν τῶν ἐθνῶν, ἔλεγεν κωφοὺς ἀκούσεσθαι τοὺς λόγους τοῦ βιβλίου, καὶ τυφλῶν ἰδεῖν ὀφθαλμούς· οὕτω καὶ νῦν ἔργα φησὶν ἔσεσθαι δικαιοσύνης, ὧν τὸ κεφάλαιον
30ἡ τοῦ Θεοῦ ἐστιν εἰρήνη ὑπερέχουσα πάντα νοῦν, ὅς ἐστιν ἡ εἰρήνη ἡμῶν δικαιοσύνη τε καὶ κρῖμα. Δεδικαιώμεθα γὰρ ἐν αὐτῷ, δικαίῳ τε καὶ ὀρθῷ κρί‐ ματι κατακριθείσης τῆς ἁμαρτίας. Ὃς καὶ κατὰ Παῦ‐ λον, εὐηγγελίσατο εἰρήνην τοῖς μακρὰν, καὶ εἰρή‐
35νην τοῖς ἐγγὺς, Ἰουδαίῳ δηλονότι πρώτῳ καὶ Ἕλληνι. Διὸ τὴν πρὸς Θεὸν καταλύσαντες ἔχθραν πόλεσίν ἐσμεν ἀναπαύσεως, καὶ τῆς εἰς αἰῶνα τρυφῆς τὸν ἐκκλησιαστικὸν τῶν ἀρετῶν ἔχοντες πλοῦτον, περὶ οὗ φησιν ὁ Ἀπόστολος· «Εὐχαριστῶ τῷ Θεῷ μου διὰ
40Ἰησοῦ Χριστοῦ, ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει.» Καὶ ἀλλαχοῦ δέ φησιν ὁ προφήτης· «Εὐφράνθη ἔρημος ἡ διψῶσα. Ἀγαλλιάσθω ἔρημος καὶ ἀνθείτω ὡς κρίνον·» ἔρημον καλῶν τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, διὰ τὸ ἄκαρπον καὶ
45παντὸς ἐψιλωμένον ὑπερανεστηκότος φυτοῦ. Χριστοῦ δὲ κατοικήσαντος ἐν αὐτῇ, φησὶ πάλιν Ἡσαΐας· «Καὶ ποιήσω ἐν τῇ ἐρήμῳ ὕδωρ, καὶ ἐν τῇ ἀνύδρῳ ποταμοὺς, θήσω εἰς τὴν ἄνυδρον, γῆν κέδρον καὶ πύξον, καὶ μυρσίνην, καὶ κυπάρισσον, καὶ λεύκην,»

2285

(50)

τὰς διαφόρους τῶν πιστευσάντων ἐπηρμένας δηλῶν ἀρετάς. Φησὶ δὲ νῦν ὡς οἰκήσει ὁ λαὸς αὐτοῦ ἐν πόλει εἰρήνης. Ἀντὶ γὰρ τῆς μεγάλης ἐκείνης καὶ
γαυριώσης, κατὰ Σύμμαχον, συνέστησε πόλιν, τὴν2285

2288

ἀπὸ περάτων ἕως περάτων καθολικὴν Ἐκκλησίαν. Λαὸν δὲ πάλιν ἀορίστως φησὶν, καὶ οὐ τὸν Ἰακὼβ, ἢ τὸν Ἰσραὴλ, ἐν τῇ καινῇ κατοικήσοντα πόλει. Εἶτα, ἐπειδὴ ἐν τοῖς ἀνωτέρω τὴν ὀργὴν τοῦ Θεοῦ κατὰ τὸν
5τῆς κρίσεως καιρὸν τοῖς ἀσεβέσιν ἐπελεύσεσθαι, καὶ μετὰ θυμοῦ καὶ ὀργῆς καὶ πυρὸς φλογὸς ἔλεγε κατ‐ εσθιούσης, κεραυνώσει βιαίως καὶ ὡς ὕδωρ καὶ χά‐ λαζα συγκαταφερομένη βία· εἰκότως νῦν περὶ τῶν μακαριζομένων ἐπήνεγκεν· Ἡ δὲ χάλαζα ἐὰν κα‐
10ταβῇ, οὐκ ἐφ’ ὑμᾶς ἥξει.
13 Προλέγει δὲ καὶ τὰς ἐν δρυμοῖς ἀκάρπους ψυχὰς, ἐν γεωργουμένῃ γενήσεσθαι χώρᾳ, φυγούσας τὸ
15τραχὺ καὶ ἀνήμερον, νεούσας δὲ νεώματα, κατὰ τὴν τοῦ προφήτου φωνήν. Τινὲς δὲ χάλαζαν φασὶ τὴν θείαν ὀργὴν, δι’ ἣν ὑπὸ Ῥωμαίων ἑάλωσαν, σκεπα‐ σθέντων τῶν εἰς αὐτὸν πιστευσάντων. Εἶθ’ ἑξῆς μα‐ καρίζει τοὺς τὴν ἔρημον ταύτην γεωργήσοντας, τῇ
20τῆς γεωργίας ἐπιμείνας μεταφορᾷ. Δηλοῖ δὲ τοὺς ἀποστόλους τοὺς κηρύξαντας Ἰουδαίοις καὶ Ἕλλησι. Δηλοῖ γὰρ ὁ μὲν βοῦς τὸν Ἰσραὴλ καθαρὸς ὣν, καὶ εἰς θυσίαν ἀναφερόμενος. Ὁ δὲ ὄνος τὰ ἔθνη. Δι’ ὅπερ ὁ νόμος τὰ πρωτότοκα τῶν ὄνων εἰς πρόβατα κατ‐
25αλλάττεσθαι βούλεται. Οὕτως οὖν ἑκατέρους, διὰ τοὺς πατέρας καλεῖ. Τὴν δὲ θείαν Γραφὴν ὕδωρ ἐκάλεσε πατουμένην ὑπὸ Ἰουδαίων καὶ ἐθνικῶν. Οὓς δὲ καλῶ, φησὶ, μακαρίους, οἱ διῶκται ταλαιπώ‐ ρους καλέσουσιν, καίπερ συμπάσχοντας, ἵνα καὶ
30συμβασιλεύσωσιν. Ἀλλ’ ἀνθ’ ὑμῶν αὐτοί φησι τοιοῦ‐ τοι γενήσονται. Οὐ γὰρ ὑμᾶς ἀθετοῦσιν, ἀλλὰ τὸν ἀποστείλαντα. Διὸ παραδοθήσονται τῷ παραλαμβά‐ νοντι τοὺς ἀποβλήτους γεγονότας Θεοῦ, καὶ ὡς σὴς ἱμάτιον διαφθείροντι. Τινὲς δὲ ὕδωρ τὸν ζῶντα τοῦ
35Θεοῦ λόγον σημαίνειν φασὶ, τῷ ζωτικωτάτῳ τῶν στοιχείων ἀπεικαζόμενον. Αὐτὸς γὰρ ὁ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, καὶ κτίσας τοὺς δύο εἰς ἕνα καινὸν ἄνθρωπον ποιῶν εἰρήνην. Τὸ δὲ, Οὐαὶ τοῖς ταλαιπωροῦσιν ὑμᾶς, καὶ τὰ ἐπ’ αὐτῷ, Σύμμαχος
40οὕτως ἐξέδωκεν· Οὐαὶ ὁ ταλαιπωρίζων, αὐτὸς δὲ μὴ ταλαιπωρηθείς. Καὶ ὁ ἀθετῶν, αὐτὸς δὲ οὐκ ἀθετηθείς. Ὄταν συντελέσῃς ταλαιπωρίζων, τα‐ λαιπωρηθήσῃ· καὶ ὅταν κοπιάσῃ ἀθετῶν, ἀθετή‐ σουσί σε· δηλῶν ὡς μακάριον ἐν τῷ τῶν πασχόντων
45εἶναι τάγματι, καὶ μὴ τῶν διωκόντων. Ἄθλιοι γὰρ οὗτοι, καὶ τὴν αἰτίαν ἐπήνεγκεν.

2288

(50)

Τινὲς δὲ τὴν ῥῆσιν οὕτως ἐξηγήσαντο· Ἀνδρῶν ἀπορία τῶν πειθομένων, τὰς γυναῖκας καλεῖ καὶ μάλιστα τὰς πλουσίας, αἳ τὸ σῶμα κοσμοῦσαι, καθάπερ ἔλεγεν ἄνω, τὴν ψυχὴν εἶχον ἀκόσμητον. Ἃς ὡς ἐξ ὕπνου διεγείρει, καὶ καλεῖ πλουσίας, οὐ
55τὸν πλοῦτον σκώπτων (παρὰ Θεοῦ γὰρ ἐδέδοτο), τὸν δὲ τρόπον τῆς χρήσεως. Τὰς ἀκοὰς τοίνυν ἐπ’ ἐλ‐
πίδι προξενούσῃ σωτηρίαν ὑπέχετε, τὴν μετ’ ἐνιαυ‐2287

2289

τὸν αἰχμαλωσίαν εἰς νοῦν ἐμβαλλόμεναι. Καὶ λιμὸς δὲ διαδέξεται τοὺς διὰ κόρον ὑβρίσαντας, οὕτω τοῦ Θεοῦ θεραπεύοντος. Ὅθεν τὴν δίκην φθάσατε θρήνῳ, ἵνα πρὸς οὐρανὸν ἀναβλέψασαι, πνεῦμα σωτήριον
5ἐκεῖθεν καρπώσησθε. Διὰ δὲ τοῦ Χέρμελ, τὴν ἐσο‐ μένην ἐρημίαν τῆς χώρας ἐδήλωσεν. Κρῖμα δέ φη‐ σιν ἀναπαύσασθαι ἐν τῇ ἐρήμῳ, τὴν πόλιν οὕτω καλῶν· καὶ δικαιοσύνην ἐν τῷ Καρμήλῳ, τοῦτ’ ἔστιν, ἐν τῇ χώρᾳ, δηλονότι τῶν ἀδίκων οἰκητόρων
10ἐκπεπτωκότων, ὥσπερ τῶν ἀλλοφύλων πρότερον δι’ ἀσέβειαν. Πάντες γὰρ αὐτοῦ δημιουργήματα. Τοὺς δὲ πλημμελοῦντας μετέρχεται τῇ δίκῃ θεραπεύων διὰ χρηστότητα. Πάλιν δὲ μετανοοῦντας οἰκήσειν ἐν εὐ‐ θηνίᾳ φησίν. Θαῤῥήσει δὲ πᾶς δικαιοσύνην αὐχῶν,
15κἂν πάντα ταράσσηται. Καὶ οἱ ἐν τοῖς δρυμοῖς οὕ‐ τως ἀνεκτῶς οἰκήσουσιν, ὡς οἱ ἐν τῇ πεδιάδι· πανταχοῦ δὲ ταῖς ἀπειλαῖς χρηστὰς ἐλπίδας ἐγκατα‐ μίγνυσιν, ἐκείναις φοβῶν, καὶ ταύταις παραμυθού‐ μενος ἀπόγνωσιν, καὶ ῥᾳθυμίαν δι’ ἀμφοῖν φυλαττό‐
20μενος. Εἶτα τοῖς πρὸς γῆν ὁρῶσι τὴν ἐκ γῆς λαμβά‐ νει παραβολήν. Οὐ γὰρ ἐκείνους φησὶ μακαρίζετε τοὺς ἀρδευομένην οἰκοῦντας, καὶ βουσὶ μὲν ἐργά‐ σιμον, ὄνοις δὲ πρὸς ὁδοιπορίαν βατήν. Ἀλλὰ ψευδῶς αὐτοὺς μακαρίζετέ φησι. Τοιαύτην γὰρ ὑμεῖς οἰκοῦν‐
25τες, τὸ μακάριον οὐκ ἐκτίσασθε, περὶ τὸν δόντα γε‐ γονότες ἀγνώμονες. Οὐ γὰρ τοσοῦτον ὑμᾶς ὁ Ἀσσύ‐ ριος, ὂν αὐτοὶ ἑαυτοὺς ταλαιπώρους ἐργάζεσθε. Θεῷ γὰρ εὐνοοῦσιν οὐδὲν ἐπῄει δεινόν. Ἀπεσείσθη γὰρ ἂν ὑμῶν, ὡς ἀφ’ ἱματίου σής.
33tΚΕΦΑΛ. ΛΓʹ.
34α—ιβʹ. Οὐαὶ τοῖς ταλαιπωροῦσιν ὑμᾶς. Ὑμᾶς δὲ
35οὐδεὶς ποιεῖ ταλαιπώρους, κ.τ.λ. Μακαρίσας τοὺς ἀποστόλους, καὶ ταλανίσας τοὺς αὐτοὺς ἀθετήσαντας, ὡς ἐξ αὐτῶν εὐχὴν ποιεῖται τῶν ἀποστόλων, ὡς οἱ μὲν ἀπειθεῖς καὶ πολεμοῦντες ἡμᾶς, ἀπολώλασιν· ἡμῶν δὲ σὺ σωτηρία. Μαθόντες
40γὰρ ὡς οὐδεὶς αὐτοὺς ταλαιπωρήσειεν, ἐκ πολλῆς ταῦτα περιχαρείας φασὶν, ὅτι διὰ φωνὴν τοῦ φόβου σου ἐξέστησαν λαοὶ, καὶ διεσκορπίσθησαν ἔθνη. Κατὰ δὲ Ἀκύλαν καὶ Θεοδοτίωνα, ἀπὸ φωνῆς ὄχλου, ἤγουν πλήθους ἀνεχώρησαν λαοί. Δηλοῖ δὲ τὴν ὑπὸ
45πολλῶν ἅλωσιν πολεμίων, καὶ τῆς πόλεως ἔκπτωσιν. Ἀντὶ δὲ τοῦ, ἀπὸ φόβου σου, ὁ Σύμμαχος ἀπὸ τοῦ ὑψωθῆναι διεσπάρησαν, εἴρηκεν. Τῆς γὰρ ἰδίας ἐξέστησαν γῆς. Ἔκστασιν δέ τινες τὴν κατάπληξιν τὴν ἀπὸ τοῦ δέους εἰρήκασιν. Ἡ δὲ σωτηρία τοῖς

2289

(50)

ἁγίοις ἐν καιρῷ γίνεται θλίψεως, κατὰ τό· «Ὅτ’ ἂν ἀσθενῶ, τότε δυνατός εἰμι.» Καὶ τό· «Ἀρκεῖ σοι ἡ χάρις μου. Ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦ‐ ται.» Τὰ δὲ τοῖς ἀπειθέσιν ἐσόμενα καὶ Μωσῆς καὶ προφῆται κηρύττουσιν. Καὶ ὁ Σωτὴρ δέ φησιν· «Ὅταν
55εἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων τὴν Ἱερου‐2289

2292

σαλὴμ, τότε ἐρεῖτε τοῖς ὄρεσι· Καλύψατε ἡμᾶς· καὶ τοῖς βουνοῖς· Πέσετε ἐφ’ ἡμᾶς.» Εἶτα ὡς πρὸς τοὺς διασκορπισθέντας εἰς τὰ ἔθνη λέγει παρεισαχθὲν τοῦ Θεοῦ τὸ πρόσωπον, ὥς τινές φασι· Νῦν δὲ συν‐
5αχθήσεται τὰ σκύλα ὑμῶν· τοῦτ’ ἔστιν, Οὐκ εἰς μακρὰν ἁλώσεσθε· καὶ τὸ εὐάλωτον δηλῶν τοῦ τῶν Ἰουδαίων λαοῦ, οἱονεὶ παίζοντες, φησὶν ἀκρίδων ὑμᾶς λήψονται δίκην, οὕτω δὲ καὶ τὰς ψυχὰς τῷ Σα‐ τανᾷ γεγόνασι παίγνιον· ἐφ’ ᾧ πάλιν ἀναφωνοῦσιν οἱ
10δίκαιοι. Ἤγουν ὁ προφήτης ἐπὶ τὸ τάγμα τῆς Ἐκ‐ κλησίας μεταβαίνων δοξάζει τὸν Θεὸν ἐπ’ αὐτοῖς τὸν ἐν ὑψηλοῖς κατοικοῦντα, ἢ τοῖς οὐρανοῖς, ἢ τοῖς ὑψώσασι τὴν διάνοιαν, οἳ καὶ Σιὼν χρηματίζουσιν, ὄντες Ἐκκλησία Θεοῦ. Καὶ δῆλον, ἐκ τοῦ πλήρης
15εἶναι λέγεσθαι κρίσεως καὶ δικαιοσύνης, συμφώ‐ νως οἷς ἔλεγε, «Καὶ ἀναπαύσεται ἐν τῇ ἐρήμῳ κρῖμα καὶ δικαιοσύνη.» Ἣν γὰρ εἶπεν ἔρημον, νῦν ὀνομάζει Σιών. Προσήκατο γὰρ Χριστὸν τὴν δικαιοσύνην, ὃν ἡ ἐπίγειος Ἱερουσαλὴμ οὐκ ἐδέξατο. Ἡ δὲ κρίσις
20δηλοῖ τὸ μηδὲν ὑπὸ τῶν ἁγίων ἄκριτον γίνεσθαι. Διό φησιν, ἐν νόμῳ παραδοθήσονται. Τῷ γὰρ εὐ‐ αγγελικῷ παρεδόθησαν νόμῳ καινῷ· καὶ ἡ σωτηρία τούτων ἐν θησαυροῖς τοῖς ἀποκειμένοις ἐν οὐρανῷ. Ἀντὶ δὲ τοῦ, ἐν νόμῳ παραδοθήσονται, Σύμμαχός
25φησιν· Ἡ πίστις τοῦ καιροῦ σου πλοῦτος σωτη‐ ρίας, σοφία, καὶ γνῶσις. Φόβος Κυρίου αὐτὸς ὁ θησαυρός σου. Τῶν Ἑβδομήκοντα λεγόντων· Ἥκει σοφία καὶ ἐπιστήμη καὶ εὐσέβεια. Ἅπερ πρὸς τὸν Θεὸν ὥσπερ θυσία τις ἐξ ἀνθρώπων ἀνάγεται λογικὴ,
30ἃ καὶ θησαυροὶ δικαιοσύνης εἰσίν.
34Τὸ δὲ, ἐν νόμῳ παραδοθήσονται, τινὲς οὕτω φα‐
35σίν· θαυμάζουσι τοὺς ἐξ Ἰσραὴλ ὡς ἀπολωλότας διὰ τοῦ νόμου, ὃν εἰς σωτηρίαν ἐδέξατο. Κατὰ γὰρ τὸν θεῖον Ἀπόστολον, «Ἀθετοῦντες τὴν τοῦ Θεοῦ δι‐ καιοσύνην, καὶ τὴν ἰδίαν ζητοῦντες στῆσαι, τῇ δικαιο‐ σύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν. Τέλος γὰρ νόμου
40Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι.» Ἔδει γὰρ τὴν σκιὰν τὴν μέχρι καιροῦ διορθώσεως ἀργῆσαι Χριστοῦ τοῦ φωτὸς ἐπιλάμψαντος. Σκιομα‐ χοῦντες τοίνυν περὶ τὸν νόμον τοῖς ἐχθροῖς παρ‐ εδόθησαν. Ἡμῖν δὲ τοῖς ἐξ ἐθνῶν καὶ ὁ διὰ Μω‐
45σέως νόμος σωτηρίας εὕρηται θησαυρός. Ἐν αὐτῷ γὰρ σοφία καὶ ἐπιστήμη καὶ εὐσέβεια πρὸς τὸν Κύριον· τὸ Χριστοῦ γὰρ ὡς ἐν τύπῳ περιέχει μυ‐ στήριον. «Περὶ ἐμοῦ γὰρ, φησὶν, ἐκεῖνος ἔγραψεν.» Μεθ’ ἅ φησι πρὸς τοὺς ἀποστόλους, ὡς ὁ φόβος ὑμῶν

2292

(50)

ἐπὶ τοὺς ἀπίστους πεσεῖται· καὶ οἱ πάλαι φοβοῦν‐ τες ὑμᾶς, ἡττημένοι βοήσονται. Ἀντὶ δὲ τοῦ, Ἰδοὺ ἐν τῷ φόβῳ ὑμῶν αὐτοὶ φοβηθήσονται, Σύμ‐ μαχος μέν φησιν· Ἰδοὺ ὀφθήσομαι αὐτοῖς. Ἔκρα‐ ξαν ἐκτενῶς. Ἐπιφέρει δὲ τίνες οἱ κράξαντες·
55ἄγγελοι εἰρήνης πικρῶς ἔκλαυσαν. Ὁ δὲ Ἀκύ‐ λας, Ἰδοὺ, φησὶν, ὁραθήσομαι αὐτοῖς. Βοήσω ἐκ‐
τενῶς. Καὶ τὸ λοιπὸν ὁμοίως· ὁ δὲ Θεοδοτίων, Ἰδοὺ2291

2293

ὀφθήσομαι αὐτοῖς, ἐβόησαν ἐκτενῶς. Ἄγγελοι εἰ‐ ρήνης πικρῶς κλαύσονται. Πάντες οὖν δηλοῦσι τὸν Θεὸν ὀφθήσεσθαι τοῖς θησαυρίσασιν ἑαυτοῖς δικαιοσύνης καὶ τῆς σοφίας, τοὺς θησαυρούς.
5Ἦσαν δὲ τοῦ Σωτῆρος οἱ μαθηταὶ, οἷς ἐγὼ μὲν ὤφθην. Οἱ δὲ ἐκέκραξαν ἐκτενῶς ἄγγελοι ὄντες εἰρήνης. Οἳ καὶ πικρῶς ἐβόων ἐν εὐχαῖς ὑπὲρ τῆς ἀπωλείας τοῦ προτέρου λαοῦ. Καὶ ὁ Σωτὴρ δὲ τὴν Ἱερουσαλὴμ ἀπεκλαίετο. «Εἰ ᾔδεις καί γε σὺ τὰ
10πρὸς εἰρήνην σου.» Διό φησιν, Ἐρημωθήσονται παρὰ τούτων ὁδοί. Τὸ δὲ, πέπαυται ὁ φόβος τῶν ἐθνῶν, ὀβελίζεται ὡς μὴ κείμενον. Πεπαῦσθαι δέ φησι τοῦ ἐκ περιτομῆς λαοῦ τὰς ὁδοὺς, καὶ τὴν διαθήκην ἦρθαι τὴν διὰ Μωσέως δοθεῖσαν, μηκέτι
15τε αὐτοὺς εἰς ἀνθρώπους λογίζεσθαι.
18 Τινὲς δὲ τὸ ἐν τῷ φόβῳ ὑμῶν αὐτοὶ φοβηθήσον‐ ται, φασὶν οὕτως· Παραθαῤῥύνει τοὺς ἁγίους μυστ‐
20αγωγοὺς τῶν ἐσομένων αὐτοῖς ἀγαθῶν προανα‐ φαίνων τὸ πλάτος. Ἐξ ἀρχῆς μὲν γὰρ οἱ ἐκ περιτομῆς ἐκάκουν αὐτοὺς λέγοντες· «Παραγγελίᾳ παρηγγεί‐ λαμεν ὑμῖν μὴ λαλεῖν ἐν τῷ ὀνόματι τούτῳ.» Οὓς καὶ δεδιότες ἔφασκον οἱ ἀπόστολοι, «Καὶ τὰ νῦν,
25Κύριε, ἔπιδε τὴν ἀπειλὴν αὐτῶν, καὶ δὸς τοῖς δούλοις σου μετὰ παῤῥησίας λαλεῖν τὸν λόγον σου.» Νῦν δὲ δεδοίκασιν αὐτοὶ, τὴν πρὸς τοὺς πιστοὺς ἀγαπῶν‐ τες εἰρήνην, ἐλεεινῶς τε τούτοις ὑποκατακλινόμε‐ νοι. Οὐδὲ γὰρ εὐοδωθήσονται, φησὶν, θεομαχεῖν ᾑρη‐
30μένοι. Καὶ τῶν Ἰουδαϊκῶν ἐθνῶν ὁ φόβος ἐπαύ‐ σατο, καὶ τῆς πρὸς αὐτοὺς διαθήκης ἠρμένης, ἀλλότριοι γεγόνασι τοῦ Θεοῦ καὶ ξένοι τῶν ἐπαγγε‐ λιῶν. Ὅτι μὴ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραήλ. Διὸ, φησὶν, οὐδενὸς αὐτοὺς ἀξίους λογίσεσθε. Εἶτα
35ἐπιλέγει, ἐπένθησεν ἡ γῆ, ἀκολούθως διὰ τὰ περὶ αὐτοῦ εἰρημένα τῆς Ἰουδαίας, ἧς καὶ τὰ μέρη φησὶν, ὧν καὶ τὰ μεταξὺ τάττει, τὸν Λίβανον, τὴν Ἱερουσαλὴμ ἐπὶ τοῦ παρόντος οὕτω καλῶν, διὰ τὴν ἐν αὐτῇ θυσίαν, καὶ τὸν προσφερόμενον Λίβα‐
40νον κατὰ τὸν νόμον. Καὶ δὴ καὶ κατῃσχύνθαι φησὶ τὸν Λίβανον, ὡς εἰ σαφέστερον ἔλεγε τὴν θυ‐ σίαν, καθῃρημένης τῆς ἐν νόμῳ λατρείας. Καὶ ἐν τῷ Ζαχαρίᾳ δὲ λέγεται, «Διάνοιξον, ὁ Λίβανος, τὰς θύρας σου, καὶ καταφαγέτω πῦρ τὰς κέδρους σου.» Καὶ Ἰε‐
45ζεκιὴλ δέ φησιν· «Ὁ ἀετὸς ὁ μέγας, ὁ μεγαλοπτέρυ‐ γος, ὃς ἔχει τὸ ἥγημα εἰσελθεῖν εἰς τὸν Λίβανον, καὶ ἀπέκνισε τὰ ἁπαλὰ τῆς κέδρου.» Ἅπερ ἑρμηνεύων φησίν· Ὅτ’ ἂν ἔλθῃ Ναβουχοδονόσωρ εἰς Ἱερουσα‐ λήμ.
51 Ἀλλὰ καὶ ἡ χώρα ἡ καλουμένη Σαρώννη ὁ Σα‐ ρώνας, ἕλη, φησὶν, ἐγένετο ἢ ἀχρειόστης ἐξ ἀκαν‐ θῶν ἐμπλησθεῖσα θρασύτητος. Δι’ οὗ σημαίνει τὰ πιότατα χωρία τοῦ Ἰουδαίων ἔθνους, δηλαδὴ τὰ ἐν
55ταῖς αὐτῶν ψυχαῖς ἀφανισθήσεσθαι. Ταῦτα μὲν ἐκεί‐2293

2296

νοις. Φανερὰ δὲ ἔσται ἡ Γαλιλαία διὰ τὰ περὶ αὐ‐ τῆς εἰρημένα· κατὰ τὸ, «Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς ὁ καθήμενος ἐν σκότει καὶ σκιᾷ θανάτου, φῶς μέγα ἀνέτειλεν αὐτοῖς.» Καὶ ὁ Χέρμελ δὲ φανερὸς ἔσται,
5περὶ οὗπερ ἔφησε· «Καὶ ἔσται ἡ ἔρημος ὡς ὁ Χέρ‐ μελ.» Τὸ δὲ τῆς Ἐκκλησίας δασὺ καὶ ἐπηρμένον δη‐ λοῖ. Τοῦ γὰρ Θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρ‐ θησαν. Ὁ μὲν οὖν φιλάνθρωπος Θεὸς ἀγγέλους εἰρήνης ἀπέστειλε πρὸς τὸν Ἰσραὴλ πικρῶς αὐτοὺς
10[κλαίοντας, καὶ] ἱκετεύοντας τὸ κήρυγμα δέξασθαι. Μὴ δεξαμένων δὲ, φησί· Νῦν ἀναστήσομαι, καὶ τὰ ἑξῆς. Τὴν δευτέραν αὐτοῦ καὶ ἔνδοξον παρουσίαν ἐπαγγελλόμενος, καθ’ ἣν ὄψονται τῆς θεότητος αὐ‐ τοῦ λαβόντες τὴν αἴσθησιν ὅτε δοξασθήσεται καὶ
15ὑψωθήσεται. Οἱ δὲ γνώσονται ὡς ματαίαν εἶχον ἰσχὺν πνεύματος, ὅτεπερ αὐτοὺς κατέδεται πῦρ. Ἀντὶ δὲ τοῦ, ἔσονται ἔθνη κατακεκαυμένα, λαοὶ πάντες ἐξέδωκαν· δηλονότι πρὸς οὓς ἦν ὁ λόγος οἳ καὶ ἔσονται ὡς ἄκανθα ἐν ἀγρῷ ἐῤῥιμμένη. Τινὲς
20δὲ τὸ ἀναστήσομαι, φασὶ, διὰ τὰς δίκας, ἃς ἔτισαν τῆς εἰς αὐτὸν παροινίας, ἁλούσης αὐτοῖς κατὰ κρά‐ τος τῆς πόλεως, ὅτε καὶ τὴν τοῦ παθόντος ἔμαθον δόξαν, οὐ καθ’ ἕνα τυγχάνοντος τῶν προφητῶν. Ὡς μελλούσης οὖν αὐτοὺς τῆς θείας, ὀργῆς καταλήψε‐
25σθαι, νῦν ἀναστήσομαι, φησὶν, ἀνεξικακήσας μέχρι τοῦ σταυροῦ. Ὑψώθη τοίνυν, αὐτοὺς μὲν τιμωρη‐ σάμενος, καλέσας δὲ τὰ ἔθνη. Γνώσεσθε δὲ νῦν, φησὶν, ὡς ὑπῆρχον ὑμῶν ἰσχυρότερος.
32 Καὶ πυρὸς ἔσεσθε τροφὴ, καθάπερ ἄκανθα ἐν ἀγρῷ κατακεκαυμένη. Ὁ γὰρ Θεὸς ἡμῶν πῦρ κατ‐ αναλίσκον ἐστίν. Τινὲς δὲ τὴν πᾶσαν οὕτως ἐξηγή‐
35σαντο ῥῆσιν. Ἀπειθοῦντος τοῦ λαοῦ καὶ ταῖς ἀπει‐ λαῖς καὶ ταῖς ἐπαγγελίαις, ὡς μηδὲν ὑπόλοιπον ὑπάρχειν πλὴν τοῦ παθεῖν, εἰς συμπάθειαν ὁ προ‐ φήτης κατενεχθεὶς, εὐχὴν ὑπὲρ αὐτῶν ἀναπέμπει πρὸς τὸν τῶν ὅλων Θεὸν, δηλῶν ὡς τὰ μὲν παρ’ αὐ‐
40τῶν εἰς κακὰ συμπεπλήρωται, κεχρεώστηταί τε τού‐ τοις ἡ δίκη. Χρεία δὲ τῶν σῶν ἡμῖν οἰκτιρμῶν τοῖς ἐλπίζουσιν ἐπὶ σὲ καὶ θλιβομένοις. Δὸς οὖν σωτηρίαν τοῖς διὰ τὸν σὸν φόβον ὑπομείνασιν ἔκστασιν. Ἔλε‐ γεν δὲ ταῦτα οὐχ ὡς ἀγνοοῦντα διδάσκων Θεὸν, ἀλλὰ
45τύπος γινόμενος τῷ λαῷ τὰ πρὸς σωτηρίαν αἰτεῖν. Ἃ γὰρ αὐτοὺς λέγειν ἐχρῆν, εἰς ἀκοὰς αὐτῶν ὁ προ‐ φήτης φησὶν, ἵνα μιμήσωνται. Ὅτι γὰρ καὶ οἱ εἰς συμμαχίαν ὑπὸ τοῦ Ἀσσυρίου κληθέντες ἀψοφητὶ τελευτήσουσι, καὶ οἱ λοιποὶ πρὸς φυγὴν ἀπὸ τοῦ

2296

(50)

φόβου τραπήσονται, εὔδηλον τῶν Ἰσραηλιτικῶν σκύλων σωζομένων δυνάμει Θεοῦ, ἧς θεοσεβοῦντες τυγχάνουσι. Μὴ μετανοοῦντες δὲ στερηθήσονται, πε‐ ριγινομένων αὐτῶν τῶν ἐχθρῶν ὡς ἀκρίδων. Ἅγιος ὁ Θεὸς ὁ κατοικῶν ἐν ὑψηλοῖς. Προκοπὴν δηλοῖ
55διανοίας, καὶ δίαρμα ψυχῆς ἀγαθόν. Οὐ γὰρ Θεοῦ πρὸς ἁγιασμὸν, ἀλλ’ ὡς τοῦ εὐχομένου προκόπτον‐
τος, τὸ ἅγιος, λέγεται, ὑψοῦντος Θεὸν, ἐφ’ οἷς αὐ‐2295

2297

τοῦ τὸ δίκαιον κατὰ τῶν ἡμαρτηκότων κρῖμα κατεί‐ ληφεν καθόλου τε καὶ κατὰ τῆς Ἱερουσαλήμ. Οὐ γὰρ εἰς ἀπώλειαν τὴν πόλιν, ἀλλ’ εἰς ἐπιστροφὴν τῶν ἐνοικούντων ἐπαίδευεν· ὅτε καὶ δικαιοσύνη παρ’
5αὐτοῖς ἀκμάζειν ἠδύνατο, καὶ νόμος ἀνθῆσαι, καὶ ὁ λαὸς ἐκ τούτου καθάπερ ἀγαθὸν ἀρύσασθαι θησαυ‐ ρόν. Ἀφ’ οὗ καὶ εἰς σοφίαν, καὶ ἐπιστήμην προ‐ έκοπτον, ἣ γεννᾷ εὐσέβειαν πρὸς Θεὸν καὶ θησαυ‐ ροὺς δικαιοσύνης. Οὕτω δὲ διακειμένων, ὁρμὴν
10ἐχθρῶν ὑμῶν οὐ κρατήσειε φόβος, ἀλλ’ ἐκείνων ὁ ἐξ ὑμῶν, καὶ πρὸς εἰρήνην πρεσβεύσονται ἐμοῦ κατ’ αὐτῶν ὁρίζοντος ἐρήμωσιν, καὶ τὴν καθ’ ὑμῶν δια‐ ταγὴν καταπαύοντος.
16 Οὐ γὰρ ἑαυτῶν ἐπῆλθον ὑμῖν, ἐμοῦ δὲ καθάπερ τινὰ διαθήκην αὐτοῖς διατάξαντος. Ἀλλ’ ἔχων με σύμμαχον καταφρονήσεις αὐτῶν. Εἶτά φησιν, Ἐπέν‐ θησεν ἡ γῆ, τοὺς τόπους ἀντὶ τῶν οἰκητόρων, καὶ
20ἀντὶ λογικῶν ἀναίσθητα πρὸς αἰσχύνην ἐκείνων παρ‐ είληφεν, οὓς ἔδει τὴν ἰδίαν θρηνῆσαι πληγήν. Ὁ δὲ τοὺς τόπους παρήγαγε μονονουχὶ συστενάζοντας καὶ συνωδίνοντας, κατὰ τὸν λόγον τὸν ἀποστολικὸν, ἐφ’ οἷς ἡ Θεοῦ δύναμις ἐμφανὴς διὰ τῆς ἐνεργείας γενή‐
25σεται. Αἰσχυνθήσονται γὰρ ἐκ μεταβολῆς οἱ πεποι‐ θότες ἐπ’ Αἰγυπτίοις, ὅτι καταλιπόντες τὸν Θεὸν τὸν οὕτω τοὺς ἐναντίους τροπούμενον, πρὸς Αἰγυπτίους ἐπρεσβεύοντο, Θεοῦ καταστρώσαντος ρπεʹ χιλιάδας, ὧν νεκρὰ τὰ σώματα πυρὶ παραδέδοται. Οὗτοι δὲ
30καθάπερ πυρὶ δαμαζόμενοι τὴν ἐφ’ οἷς ἔπραττον ὁμο‐ λογήσουσιν ἄνοιαν.
34ιγ—ιθʹ. Ἀκούσονται οἱ πόῤῥωθεν ἂ ἐποίησα, καὶ
35γνώσονται οἱ ἐγγίζοντες τὴν ἰσχύν μου. Ἀπέστη‐ σαν οἱ ἐν Σιὼν ἄνομοι. Λήψεται τρόμος τοὺς ἀσεβεῖς. Τίς ἀναγγελεῖ ὑμῖν ὅτι πῦρ καίεται; τίς ἀναγγελεῖ ὑμῖν τὸν τόπον τὸν αἰώνιον; κ.τ.λ. Θεοῦ μὲν ἐγγὺς Ἰσραὴλ, ὅσον ἧκε εἰς τὸ νόμῳ
40παιδαγωγηθῆναι καὶ τέρασιν. Πόῤῥω δὲ τὰ ἔθνη. τῇ κτίσει λατρεύσαντα. Καὶ ὅμως τὰ μὲν ἤκουσαν· οἱ δὲ οὐκ ἠνέσχοντο. Πλὴν ἀκούσονται, φησὶν, καὶ οἱ ἐγγίζοντες. Οὐδὲ γὰρ εἰς ἅπαν ἀπόλωλεν Ἰσραήλ. Ἐξ αὐτοῦ γὰρ γέγονεν ἡ τῶν πιστῶν ἀπαρχή. Τινὲς
45δὲ περὶ τῶν ἐθνῶν καὶ τὸ δεύτερον ἐξέλαβον. Πῶς γὰρ ἀκούσονται οἱ πόῤῥωθεν; ἐγγὺς δηλονότι γε‐ νόμενοι. Καὶ μανθάνοντες αὐτοῦ τὴν ἰσχὺν, ἣν ὑπὲρ Ἰσραὴλ θαυματουργῶν ἐπεδείξατο, οἳ καὶ πῶς οἱ ἐν Σιὼν ἀπέστησαν γνώσονται. Κατὰ δὲ τὴν

2297

(50)

ἑτέραν ἐξήγησιν, διαιρεῖ τοὺς ἐξ Ἰσραήλ. Ὧν οἱ μὲν ἤκουσαν, οἱ δὲ ἀπώσαντο τυγχάνοντες ἄνομοι, οὓς καὶ λήψεται τρόμος. Ἡ γὰρ τῶν ἐπενεχθέντων πεῖρα κακῶν εἰς φόβον ἀρκεῖ, καὶ πρός τι γνῶναι τὸν ὑπ’ αὐτῶν ὑβριζόμενον. Πρὸς οὓς καί φησι, Τίς
55ἀναγγελεῖ ὑμῖν ὅτι πῦρ καίεται; περὶ οὗ ἔλεγεν,2297

2300

ὅτι Πῦρ κατέδεται ὑμᾶς. Τόπον δέ φησι τὸν αἰώ‐ νιον, τὸν ἡτοιμασμένον τῷ Σατανᾷ καὶ τοῖς ἀγγέ‐ λοις αὐτοῦ. Κατὰ γὰρ τὴν τοῦ Σωτῆρος φωνὴν, «Ὁ πιστεύων εἰς τὸν Υἱὸν ἔχει ζωὴν αἰώνιον. Ὁ δὲ ἀπι‐
5θανῶν τῷ Υἱῷ, οὐκ ὄψεται τὴν ζωήν· ἀλλ’ ἡ ὀργὴ τοῦ Θεοῦ μένει ἐπ’ αὐτόν.» Περὶ ὧν ἀλλαχοῦ φησιν ὁ προ‐ φήτης· «Ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται.» Τίς οὖν ὁ εἰδὼς καὶ προμαρ‐ τυρόμενος ὑμῖν τὸν αἰώνιον τόπον; ἢ πᾶς, ὃν εὐ‐
10θὺς ὑπογράφει, τὸν τῶν προφητῶν καὶ ἀποστόλων σημαίνων χορόν; αὐτοὶ γὰρ ἐκήρυξαν περὶ κρίσεως, ὡς ἂν τὴν μέλλουσαν φυλαξώμεθα δίκην.
15 Ὁ δὲ τοιοῦτος πόῤῥω γεγονὼς τοῦ πυρὸς, ἐν ὑψηλῷ κατοικήσει σπηλαίῳ καὶ ἐπὶ πέτρας ἰσχυ‐ ρᾶς. Κατὰ δὲ Σύμμαχον, Αὐτὸς ἐν ὑψηλοῖς κατα‐ σκηνώσει. Ὡς περιοχαὶ πετρῶν τὸ ὕψος αὐτοῦ. Τοῦ φιλοσόφου δὲ βίου τὸ ἀσφαλές τε καὶ τὸ ὕψος
20δηλοῖ, ὅν τις μετιὼν ἄρτῳ καὶ ὕδατι μετὰ πίστεως τὴν παροῦσαν διανύσας ζωὴν, τέλος ἕξει τῆς τοιαύ‐ της ἀσκήσεως τοῦ βασιλέως τὴν θέαν. Περὶ οὗ προεφήτευεν, ἀρξάμενος ἀπὸ τοῦ, «Ἰδοὺ βασιλεὺς δίκαιος βασιλεύσει καὶ ἄρχοντες μετὰ κρίσεως ἄρ‐
25ξουσιν.» Εἰκὸς δέ φασι, καὶ Χριστὸν οὕτως εἰρῆ‐ σθαι, ἐν ᾧ, καθάπερ τι σπήλαιον ἢ προβάτων σηκὸς ἡ Ἐκκλησία νοεῖται τὸ πάγιον ἔχουσα, κατὰ τό· «Καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκ‐ κλησίαν, ἣν τοῖς οἰκοῦσιν ἄρτος δίδοται ζωῆς ὁ
30Χριστὸς παρὰ τοῦ Πατέρος, καὶ πιστὸν ὕδωρ τὸ τοῦ θείου βαπτίσματος, ἐξ ὧν ἡ πᾶσα τοῖς λαβοῦσιν ἀσφάλεια. Καὶ τὸν βασιλέα κατόψονται Κύριον, οἳ καὶ μήπω λαβόντες τῶν πραέων τὴν γῆν, πόῤῥωθεν, αὐτὴν ὄμμασι διανοίας ἐκ τοῦ παρόντος ὄψονται
35βίου, τοῦ Θεοῦ τὸν φόβον διὰ μελέτης ποιούμενοι. Τινὲς δὲ περὶ τῶν ἀνόμων ἐξέλαβον τὸ πόῤῥωθεν, αὐτοὺς τὴν γῆν τῆς ἐπαγγελίας ἰδεῖν οὐκ ἐν αὐτῇ γενησομένους, τὸ δὲ καιόμενον ἔχοντας πῦρ, οἳ καὶ τῆς ἑαυτῶν κατακρίσεως ἐν φόβῳ γενήσονται
40μακρὰν ἀποῤῥιφέντες ἐκείνης τῆς γῆς. Οἷς ὀνειδί‐ ζων, ὅτι κακοῖς διδασκάλοις ἐπείθοντο, φησί· Ποῦ οἱ τὸ γράμμα μόνον εἰδότες τοῦ νόμου; Πρὸς οὓς ἔφασκεν ὁ Σωτήρ· «Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φα‐ ρισαῖοι ὑποκριταί.» Ποῦ γὰρ οὗτοι φανήσονται, φη‐
45σὶν, ἐν ἡμέρᾳ τῆς κρίσεως, ἀντὶ συμβουλῆς ἀγαθῆς τοὺς μαθητὰς κολακεύσαντες; Ὁ δὲ Σύμμαχος ἐξ‐ έδωκεν· Ὁ ἀριθμῶν τοὺς ἐκτετραμμένους, τὸ λαὸν τὸν ἀναιδῆ. Οὐκ ὄψει λαὸν βαρὺν χείλεσιν, ὥστε μὴ ἀκούειν διάλεκτον γλώσσης. Ἀναιδεῖς

2300

(50)

καλῶν τοὺς ταῖς αὐτῶν διδασκαλίαις ἐκτεθραμμέ‐ νους, οἳ οὐκ ὄψονται τὸν βαρὺν λαὸν τοῖς χεί‐ λεσιν, ἀλλ’ οὐδὲ ἀκούσουσιν, ἀσύνετοι ὄντες διαλέκτου γλώττης, περὶ ἧς ἔφασκε· Καὶ αἱ γλῶσ‐ σαι αἱ ψελλίζουσαι ταχὺ μαθήσονται λαλεῖν εἰρήνην.
55Εἰ γὰρ εἶδον τὸν βαθύφωνον, οὐκ ἂν ἤκουσαν
λαὸς πεφαυλισμένος.2299

2301

Τινὲς δὲ συστρεφομένους φασὶν, ἐπειδὴ γνώμῃ τῶν διδασκάλων ἐπὶ Χριστὸν συνεστράφησαν κατα‐ βοῶντες πρὸς Πιλάτον καὶ τὸν Βαραββὰν τοῦ προ‐ τιμήσαντες μηδεμιᾶς ἀγαθῆς ἀκούσαντες συμβουλῆς,
5μηδὲ μαθόντες παρ’ αὐτῶν ὡς αὐτός ἐστιν ὁ βα‐ θύφωνος. Διὰ παραβολῶν γὰρ ἐλάλει κατὰ τό· «Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου.» Ἀσύνε‐ τοι δὲ ὄντες τὸν τῶν διδασκάλων οὐ διέκρινον φθόνον. Οὐ γὰρ ἂν ἤκουσαν πεφαυλισμένοι. Τὸ
10δὲ ῥητὸν ὅλον οὕτω τινὲς ἐξηγήσαντο. Ὡς τὴν μέλ‐ λουσαν Ἀσσυρίοις πληγὴν οὐχ οἱ πλησίον μόνον αὐτῶν, ἀλλὰ καὶ οἱ πόῤῥω μαθήσονται, καὶ οἱ τῆς Ἱερουσαλὴμ ἀσεβεῖς αἰσχυνθήσονται. Φεύγων δὲ, φασὶν, ὁ προφήτης τὰ ἔργα τὰ πονηρὰ τῶν ἀπειθῶν
15Ἰουδαίων εἰπεῖν, ὕλην ὄντα πυρὸς, ἕτερον ζητεῖ τὸν ἐροῦντα δικαίως πολιτευόμενον, ὡς ἂν εἴποι πρὸς αὐτοὺς, ὡς ὀργὴν ἑαυτοῖς θησαυρίζουσι. Τὸ δὲ, βα‐ ρύνων τὰ ὦτα, ἵνα μὴ ἀκούσῃ κρίσιν αἵματος, τοῦτ’ ἔστι πρὸς φόνον μὴ συνεργῶν. Ὁ γὰρ ἔχων
20τὰ εἰρημένα φησὶν, στάσιν ἕξει βεβαίαν τῶν θείων ἀγαθῶν ἀπολαύων. Τοὺς δὲ φωτισθέντας ὑπὸ τοῦ λόγου, καὶ τὸν βασιλέα τῆς δόξης βλέπειν ἀκό‐ λουθον ἀπαλλαγέντας μὲν τῆς κοσμικῆς προσπα‐ θείας, ἀγαθοῖς δὲ τοῖς ἐλπισθεῖσιν ἐνατενίζοντας.
25Τοῦτο γὰρ δηλοῖ τὸ τὴν γῆν ἰδεῖν πόῤῥωθεν, τοῖς γηΐνοις μηδαμῶς πλησιάζοντας. Μηνύει δὲ καὶ καθ’ ἱστορίαν τὸν ἄρξαντα μετὰ ταῦτα τῆς Ἱερουσαλὴμ Ἐζεκίαν, ὃς ἀναθεὶς ἑαυτὸν τῷ Θεῷ γέγονεν εὐ‐ κλεὴς, ἐφ’ οὗ σημεῖα γέγονεν οἰκουμενικὰ, ἀναπο‐
30δισμὸς ἡλίου καὶ τῆς ἡμέρας προσθήκη. Ἃ ἰδόντες φοβηθήσεσθε τὸν Θεὸν μεταγνόντες ἐφ’ οἷς ἐπείσθητε τοῖς συμβουλεύσασι περὶ τῆς Αἰγυπτιακῆς βοηθείας γραμματεῦσι καὶ τοῖς ἐγγαστριμύθοις, οὓς καλεῖ βαθυφώνους, ὡς ἄσημα φθεγγομένους. Οὗτοι γὰρ
35πάντες ματαιότητός εἰσι λαὸς, καὶ πεφαυλισμένοι, πρὸς κατανόησιν τῶν δεόντων οὐκ ἄγοντες τὸν ἀκροατήν.
40 Ἰδοὺ Σιὼν ἡ πόλις, τὸ σωτήριον ἡμῶν οἱ ὀφθαλμοί σου ὄψονται, Ἱερουσαλὴμ πόλις πλου‐ σία, σκηναὶ αἳ οὐ μὴ σεισθῶσιν, οὐδὲ μὴ κι‐ νηθῶσιν οἱ πάσσαλοι τῆς σκηνῆς αὐτῆς εἰς τὸν αἰῶνα χρόνον, οὐδὲ τὰ σχοινία αὐτῆς οὐ μὴ
45διαῤῥαγῶσιν, ὅτι τὸ ὄνομα Κυρίου μέγα ὑμῖν, τόπος ὑμῖν ἔσται, ποταμοὶ καὶ διώρυγες πλατεῖς, καὶ εὐρύχωροι, κ.τ.λ. Ἀντὶ τοῦ, Ἰδοὺ Σιὼν ἡ πόλις, ὁ μὲν Ἀκύλας φησίν· Ὅρα ματίσθητι, Σιὼν πόλις ἑορτῶν. Σύμ‐

2301

(50)

μαχος δὲ καὶ Θεοδοτίων, Ἴδε Σιὼν τὴν πόλιν τῶν ἁγίων ἡμῶν, καὶ πάλιν ἑξῆς, οἱ ὀφθαλμοί σου ὄψονται Ἱερουσαλὴμ, ὡς μέλλουσαν ἰδεῖν τὸ σωτήριον ἡμῶν, τοῦτ’ ἔστι Χριστὸν, ἑτέραν τε πό‐ λιν τὴν τῶν ἑορτῶν τὴν Ἐκκλησίαν τὴν ἄγαν
55πλουσίαν. Τῆς μὲν οὖν παλαιᾶς Ἱερουσαλὴμ πε‐ πτώκασιν αἱ σκηναὶ διαφόροις ἁλούσης πολιορκίαις.
Ἡ δὲ καινὴ πόλις, ὡς ἐπὶ πέτρας ἑστῶσα, κἀν τοῖς2301

2304

τῶν διωγμῶν ἄσειστος ἐπιμένει καιροῖς. «Πύλαι γὰρ ᾅδου, φησὶν, οὐ κατισχύσουσιν αὐτῆς,» ὑπό τε ὄμβρων καὶ ποταμῶν καὶ πνευμάτων οὐ πέπτωκε. Τεθεμε‐ λίωται γὰρ ἐπὶ πέτραν. Τὸ δὲ αἴτιον, ὅτι τὸ ὄνομα
5Κυρίου τόπος ἔσται τῇ καινῇ πόλεις, καὶ ὡς ἐν τόπῳ τοιούτῳ καθέστηκεν ἄπτωτος. Κατὰ δὲ Σύμ‐ μαχον, ἐκεῖ κραταιὸς ἡμῖν Κύριος. Τόπος ποτα‐ μῶν διώρυγες εὐρύχωροι, ὅπου μὴ πορευθῇ πλοῖον κωπηλάτου, οὐδὲ ἐντολὴ κραταιοῦ δια‐
10περάσει αὐτόν. Τὸ δὲ ὅπου μὴ πορευθῇ, Ἀκύλας φησίν· Οὐ μὴ πορευθῇ ἐν αὐτῇ ναῦς κώπης, καὶ τριήρης ὑπερμεγέθης οὐ διαβήσεται αὐτό. Δι’ ὧν δηλοῦσι τῆς εἰρημένης πόλεως τὸν Κύριον ἔσεσθαι τόπον ποταμῶν, ὥστε λέγειν· «Τοῦ ποταμοῦ τὰ
15ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ.» Καὶ, «Ὁ ποταμὸς τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων.» Οἱ δὲ ποταμοὶ, φησὶν, οὕτως ἐν ἀσφαλείᾳ τυγχάνουσιν, ὡς εἶναι τοῖς ἐχθροῖς ἀνεπίβατοι, μικροῖς τε καὶ μεί‐ ζοσι πλοίοις ἐπερχομένοις ἀντὶ τείχους κυκλοῦντες
20τὴν πόλιν, ἐπεὶ κριτὴν καὶ ἡγούμενον αὐτὸν ἔχει τὸν Σωτῆρα καὶ Κύριον, οὗ τὰ ὁρμήματα πρώτου καὶ τελείου τυγχάνοντος ποταμοῦ, εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ, ἀγγέλων ὄντων τῶν πολλῶν ποτα‐ μῶν τῶν διὰ παντὸς βλεπόντων τὸ πρόσωπον τοῦ
25Πατέρος τοῦ ἐν οὐρανοῖς, οἳ φρουροῦσι τὴν Ἐκκλη‐ σίαν. Ἐντεῦθεν λοιπὸν τῆς παλαιᾶς ὑποφαίνει πό‐ λεως τὰ παθήματα. Ταύτης γὰρ ὡς νηὸς ἐν χειμῶνι πέπτωκεν ὁ ἱστὸς τῶν αὐτὸν κρατούντων διαῤῥα‐ γέντων σχοινίων. Ὁ δὲ Σύμμαχός φησιν, Ἐξεῤ‐
30ῥίφη τὰ σχοινία σου, ὥστε μὴ κρατεῖν. Οὕτως ὁ ἱστὸς αὐτῶν, ὥστε μὴ ἁπλῶσαι ἱστίον. Τότε διένειμεν ἕως σκύλων πολλῶν· ὑπογράφων ὡς ἐν ναυμαχίᾳ νῦν κατέδυσαν, καὶ πρὸς τῶν πολεμίων ἁρπαζομένην. Καὶ μέχρι γὰρ τῶν ἱερῶν σκευῶν εἰς
35διαρπαγὴν παρέδωκε Κύριος ἀσεβέσιν ἀνδράσι καὶ τὰς τῆς ψυχῆς χωλεύουσι βάσεις, οἳ Θεοῦ παρα‐ διδόντος οὐκ ἐκοπίασαν, καὶ γεγόνασιν ἁμαρτίας ἐλεύθεροι, Θεοῦ κρίσει τὴν Ἱερουσαλὴμ χειρωσά‐ μενοι.
40 Τινὲς δὲ οὕτως ἑρμήνευσαν· Μεταξὺ τοῦ Θεοῦ περὶ τῶν ἀσυνέτων γραμματικῶν προσφωνήσαντος, τὸ τῶν ἁγίων αὖθις εἰσάγεται πρόσωπον, δεικνύντων ὥσπερ ἀλλήλοις ἢ τὴν ἐπὶ γῆς Ἐκκλησίαν, ἢ τὴν ἐν οὐρανοῖς, εἰς ἢν ἀνάγει τοὺς ἐνοικοῦντας ἡ ἐπὶ
45γῆς σωτήριον ἔχουσα τὸν Χριστὸν, οὓς ἀμειβόμενός φησιν ὁ λόγος. Οἱ ὀφθαλμοί σου ὄψονται Ἱερου‐ σαλὴμ, τὰς περὶ αὐτῆς λέγων ἐξ ὁμοιότητος τῆς ἐν τῇ ἐρήμῳ σκηνῆς· τοῦ δὲ τῆς πόλεως ἀσφαλοῦς τὴν αἰτίαν φησὶ τοῖς πιστεύσασιν, ὅτι τὸ ὄνομα Κυ‐

2304

(50)

ρίου μέγα ὑμῖν, ἀντιδιαστέλλων τοῖς τῷ Χριστῷ μὴ πιστεύσασιν. Καὶ ὡς ἔσται τόπος ὑμῖν, ἡ ἀεὶ μὲν οὖσα πόλις, ἐν ᾗ ποταμοὺς εὐρυχώρους φησὶ καὶ διώρυχας εὐαγγελιστάς τε καὶ ἀποστόλους δηλῶν, καὶ τοὺς τῶν Ἐκκλησιῶν κατὰ καιρὸν ἡγουμένους,
55τὴν τοῦ Θεοῦ ποίμνην τοῖς θείοις ἄρδοντας νάμασιν2303

2305

ἐξ ἑνὸς, ὃς καὶ διὰ φωνῆς προφήτου φησίν· «Ἰδοὺ ἐγὼ ἐκκλίνω ἐπ’ αὐτοὺς ὡς ποταμὸς εἰρήνης, καὶ ὡς χειμάῤῥους ἐπικλύζων δόξαν ἐθνῶν.» Τῇ δὲ τῶν ποταμῶν ἐπιμένων μεταφορᾷ, καὶ ὡς περὶ πλοῦ‐
5τον λόγον ποιούμενος, τὸ τῶν πιστῶν εἰσάγει πρόσ‐ ωπον μετὰ τὴν Χριστοῦ παρουσίαν τοῦ διαβόλου κατ‐ επαιρόμενον, ἀπαγορεῦόν τε αὐτῷ μὴ δι’ αὐτῶν δια‐ βαίνειν, καθάπερ καὶ πρότερον. Οὐ γὰρ ἔτι σοι τυγχάνομεν βάσιμοι. Οὐδὲ δυνήσῃ καθάπερ τι
10πλοῖον διὰ τούτων ἐλᾶσαι τῶν ποταμῶν. Τὸ δὲ αἴτιόν φασιν, Ὁ γὰρ Θεός μου μέγας ἐστί. Καὶ τούτου χάριν οὐ διελεύσεται δι’ ἐμοῦ. Ἀπέφυγον γὰρ αὐτοῦ τὴν κρίσιν καὶ τὸν ζυγὸν, ὑπὸ Θεὸν γε‐ γονώς. Τοῦτο δὲ καὶ ἐν ἄλλοις παρὼν προφήτης φη‐
15σίν· «Ἔσται ἐκεῖ ὁδὸς καθαρὰ, καὶ ὁδὸς ἁγία κλη‐ θήσεται. Καὶ οὐκ ἔσται ἐκεῖ ὁδὸς ἀκάθαρτος. Οὐδὲ ἔσται λέων, οὐδὲ τῶν θηρίων τῶν πονηρῶν οὐδὲν οὐ μὴ ἀναβῇ ἐκεῖ. Ἀλλὰ πορεύσονται ἐν αὐτῇ λελυ‐ τρωμένοι διὰ τὸν Κύριον.» Ἐπὶ τούτοις, τὸν λόγον
20πρὸς τὴν τῶν Ἰουδαίων μεταστρέφει συναγωγὴν, τῇ τῆς νεὼς ἐπιμείνας μεταφορᾷ. Ὡς γὰρ ἀνέμου προσβαλόντος σφοδρότερον, τὰ μὲν ἱστία κατασπᾷν οὐκ ἰσχύουσιν, ὁ δὲ ἱστὸς ὑπὸ τούτων κλινόμενος τὴν ναυαγίαν ἐργάζεται· οὕτω, φησὶ, πείσῃ τὰ πα‐
25ραπλήσια. Ἀλλ’ οὐδὲ τροπαίου σημεῖον ἡ πόλις ἐπαρεῖ νικῶσα· παραδοθήσεται δὲ μᾶλλον εἰς προ‐ νομὴν, μὴ δυναμένη κατὰ τὴν καινὴν πόλιν τὰς τοῦ Σατανᾶ διαφυγεῖν προσβολὰς, εἵθ’ ὡς ἐν θαλάττῃ, εἴθ’ ὡς ἐν πολέμῳ προσβάλλοντος, καίπερ ἔχουσα
30τὸν νόμον ὀρθοποδεῖν ἀναγκάζοντα. Οἱ δὲ τὸ πρὶν τῇ εἰδωλολατρείᾳ χωλεύοντες ἐθνικοὶ ποιήσονται προ‐ νομὴν, κερδαίνοντες τὰ παρὰ Θεοῦ, δι’ ὧν νικῶσι τὸν Σατανᾶν, τὸ πρὶν ἀποθέμενοι φορτίον, καὶ τὸν κόπον τὸν ἐξ αὐτοῦ, τῆς τῶν ἁμαρτιῶν τυχόντες
35ἀφέσεως διὰ τῆς ἐν πίστει χάριτος, ἣν Ἰσραὴλ οὐκ ἐδέξατο· ὃς καὶ λέγοι ἂν εἰκότως, Αἱ ἁμαρτίαι μου ὑπερῆραν τὴν κεφαλήν μου. Ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ’ ἐμέ. Οἷς καὶ ὁ νόμος ὑπῆρχε βαρύ‐ τατος. Ὁ δὲ νέος λαὸς ἀκούει δικαίως, Μακάριοι ὧν
40ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι. Οὕτω δὲ πάλιν ἄλλοι τινὲς ἐξηγήσαντο. Ὁ προφήτης ὑποδείκνυσι τὴν Ἱερουσαλὴμ, τά τε ἐν αὐτῇ παρὰ Θεοῦ δοθέντα ὑπομιμνήσκει συνθή‐ ματα.
45 Νόμον γὰρ δοὺς καὶ ναὸν Ἅγιά τε ἁγίων, ὥσπερ τινὰ σκηνὴν ἐπήξατο, τοῖς τῆς κηδεμονίας συνέχων σχοινίοις, χορηγήσας πάντα πλουσίως. Καὶ οὐκ ἦν στενοχωρηθῆναι, ὅσον ἧκεν εἰς τὸν Θεὸν, ἐπαν‐ θοῦντος αὐτοῖς τοῦ ὀνόματος αὐτοῦ, ἀφ’ οὗπερ, ὡς

2305

(50)

ἀπό τινων ποταμῶν καὶ διωρύχων ἠρύεσθε τὴν τῶν ἀγαθῶν ἀφθονίαν. Τοσοῦτος γάρ ἐστιν ὁ Θεὸς, ὡς πάντα πληροῦν, οὗ πρὸς εὕρεσιν οὐκ ἂν δεηθείης οὐχ ὁδοῦ μακροτέρας, οὐ ναυτιλίας πολλῆ. Παντα‐ χοῦ γὰρ πάρεστι τῷ χεῖρας ὁσίας ἐπαίροντι, καὶ
55οὐκ ἔστιν οἷά τις παριὼν, ἵνα τις ἀποτύχοι τῆς αὐ‐2305

2308

τοῦ γνώσεως. Καὶ κριτὴς ὢν ἁπάντων ἐπίσκεψιν ποιεῖται τῶν κακῶν, ἀνακόπτων οὐκ ἀπολέσαι βου‐ λόμενος. Ὡς ἄρχων γὰρ καὶ βασιλεὺς ἀγαθὸς ἐπὶ σωτηρίᾳ πάντα ποιεῖ. Ἀναφέρεται δὲ καὶ εἰς Χρι‐
5στὸν ὁ λόγος, ὃς ἀντίληψις τελεία γεγένηται, δείξας ἡμῖν ἑαυτὸν ἀόρατον ὄντα, καὶ δι’ αὐτοῦ τὸν Πατέρα. Πάντα δέ φησιν ὑμῖν διὰ τὸ κήδεσθαι δεδωκότος Θεοῦ, καὶ πλουσίοις δωρήμασι, καθάπερ ἱστόν τινα διεγείροντος τὰ φρονήματα, οὐκ ἄν ποτε ταῦτα δι‐
10έπεσε, διακοψάντων ὑμῶν τῆς εὐνοίας τὰς σχοίνους καὶ πλαγιασάντων τὸν ἴδιον νοῦν. Ἀλλ’ οὐδὲ οὕτως ὑμᾶς ἀφῆκε Θεὸς, μέχρι μόνης θεραπείας κολάζων ὑμᾶς, ἀνιστῶν τε καὶ κωλύων πεσεῖν. Αὐτοῦ γὰρ συγχωρήσει καὶ οἱ ἐπιόντες ἐπῆλθον, ὡς καὶ τὸν
15χωλὸν ἰσχύειν μηδεμίαν αἴσθησιν καμάτου λαμβά‐ νοντα, ὡς ἂν ὑμῖν ἁμαρτημάτων γένοιτο κάθαρ‐ σις.
20tΚΕΦΑΛ. ΛΔʹ.
21 α—ζʹ. Προσαγάγετε, ἔθνη, καὶ ἀκούσατε, ἄρχον‐ τες. Ἀκουσάτω ἡ γῆ καὶ οἱ ἐν αὐτῇ· ἡ οἰκουμέ‐ νη καὶ ὁ λαὸς ἐν αὐτῇ, διότι θυμὸς Κυρίου ἐπὶ πάντα τὰ ἔθνη, καὶ ὀργὴ ἐπὶ τὸν ἀριθμὸν αὐτῶν
25τοῦ ἀπολέσαι αὐτοὺς, καὶ παραδοῦναι αὐτοὺς εἰς σφαγὴν, κ.τ.λ. Καὶ ἐπὶ τῶν ἔμπροσθεν εἴπου τῆς Ἱερουσαλὴμ πολιορκίαν ὁ λόγος ἐθέσπιζεν, ἐπῆγεν ἑξῆς τὴν κρί‐ σιν τὴν κατὰ πάντων ἐθνῶν, ὥσπερ καὶ νῦν· πάν‐
30των γὰρ ὢν Θεὸς, πάντας τοὺς πλημμελοῦντας ἀπει‐ λαῖς ἀνακρούεται. Καὶ πρώτους ἐξ Ἰσραὴλ, κατὰ τό· «Ἐν τοῖς ἐγγίζουσί μοι ἁγιασθήσομαι.» Τινὲς δέ φασιν, ὡς τῆς Ἰουδαίων συναγωγῆς εἰπὼν τὸ ναυάγιον, καὶ τῶν ἐθνῶν τὴν κλῆσιν (πολλοὶ γὰρ
35χωλοὶ, φησὶ, προνομὴν ποιήσουσι), τούτοις τοῖς πάλαι χωλαίνουσιν ἀναγκαίως νῦν ποιεῖ τὴν κατήχησιν, τὴν κατὰ πάντων κρίσιν εἰπών. Ὡς δὲ πόῤῥω διὰ τὴν εἰδωλολατρείαν καθεστηκότα καλεῖ προσαγάγετε λέγων ἔθνη. Τινὲς δὲ πρὸς Ἀσσυρίους λέγεσθαι
40ταῦτά φασι τοὺς ἑλόντας τὴν Ἱερουσαλὴμ, μὴ συν‐ ιέντας ὡς Θεοῦ συγχωρήσει ταῦτα γεγένηται, καὶ τὸν λόγον ἐκ τούτων ἐπὶ τὴν καθόλου κρίσιν μετενεγκεῖν. Οὕτω καὶ ὁ Σωτὴρ ἐν Εὐαγγελίῳ, φασὶ, τὰ μέλλοντα γεγενῆσθαι προλέγων τῇ Ἱερουσαλὴμ, ὑπεξάγει
45περὶ τῆς καθόλου ....
46tΚΕΦΑΛ. ΛΕʹ.
47 α—ιαʹ. Εὐφράνθητι, ἔρημος διψῶσα. Ἀγαλλιά‐ σθω ἔρημος, καὶ ἀνθείτω ὡς κρίνον. Καὶ ἐξανθή‐ σει, καὶ ἀγαλλιάσεται τὰ ἔρημα τοῦ Ἰορδάνου.

2308

(50)

Ἡ δόξα τοῦ Λιβάνου ἐδόθη αὐτῇ, καὶ ἡ τιμὴ τοῦ Καρμήλου, καὶ ὁ λαός μου ὄψεται τὴν δόξαν Κυρίου, καὶ τὸ ὕψος τοῦ Θεοῦ, κ.τ.λ. ».... γὰρ ὁ διάβολος ὡς λέων ὠρυόμενος ζητῶν τίνα καταπίῃ.» Ἀλλ’ οὐ καταπίεται τοὺς τὴν ὁδὸν τὴν
55μακαρίαν ὁδεύοντας. Οὐδὲ γὰρ ὁδοὺς ἐπὶ πέτρας2307

2309

δυνατὸν εὑρεῖν, καθά φησι Σολομῶν. Οὗτοι δέ εἰσιν οὓς αἵματι τῷ ἰδίῳ λελύτρωται, πρὸς τὴν ποίμνην τὴν ἰδίαν συναγαγών. Αὐτὸς γὰρ συνῆξεν οὐ προ‐ φήτης, οὐκ ἄνθρωπος, τούτων ἡ ὁδὸς, δι’ ἧς ἐπὶ
5τέλος τὸ τρισμακάριον τῆς ἐπουρανίου Σιὼν ἐλεύ‐ σονται, περὶ ἧς ὁ Παῦλός φησι· «Προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος Ἰερουσαλὴμ ἐπου‐ ρανίῳ.» Νῦν γὰρ ἐκείνην οὐ δυνατὸν λέγειν Σιὼν, περὶ ἧς ἔλεγεν· Ἐνιαυτὸς ἀνταποδόσεως κρίσεως
10Σιών. Ἐκείνης γὰρ πίσσα καὶ πῦρ ἡ μερίς. Ταύτης δὲ εὐφροσύνη, ἣν ἀναδήσονται οἱ νικηταὶ τοῦ μεγάλου τούτου φανέντες ἀγῶνος κατὰ τὸν Ἀπόστολον λέ‐ γοντες· «Λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέ‐ φανος.» Ἐπ’ ἐλπίσι δὲ κληθέντες λαμπραῖς, στενα‐
15γμοῦ καὶ λύπης ἄγευστοι γίνονται, τῆς αἰωνίου ζωῆς τὴν εὐφροσύνην ἔχοντες στέφανον.
17tΚΕΦΑΛ. Λϛʹ.
18 α—καʹ. Καὶ ἐγένετο τοῦ τεσσαρεσκαιδεκάτου ἔτους βασιλεύοντος Ἐζεκίου, ἀνέβη Σεναχηρεὶμ
20βασιλεὺς Ἀσσυρίων ἐπὶ τὰς πόλεις τῆς Ἰου‐ δαίας τὰς ὀχυρὰς, καὶ ἔλαβεν αὐτάς. Καὶ ἀπ‐ έστειλε βασιλεὺς Ἀσσυρίων τὸν Ῥαψάκην ἐκ Λάχεις εἰς Ἱερουσαλὴμ, πρὸς τὸν βασιλέα Ἐζε‐ κίαν μετὰ δυνάμεως πολλῆς, κ.τ.λ.
25 Περιέχει μὲν τὴν παροῦσαν ἱστορίαν ἡ δʹ τῶν Βα‐ σιλειῶν, καὶ ἡ τῶν Παραλειπομένων δευτέρα, παρα‐ λαμβάνει δὲ καὶ τῷ παρόντι προφήτῃ περιέχουσα πρὸς τῷ τέλει προφητείαν μεγάλην καὶ πρᾶξιν ἐπ’ Ἐζεκίου γενομένην παράδοξον. Ἐν δὲ τῷ τεσσα‐
30ρεσκαιδεκάτῳ ἔτει τῆς βασιλείας Ἐζεκίου, ὄγδοον ἦν ἔτος τῆς αἰχμαλωσίας τῶν δέκα φυλῶν. Ὁ δὲ Ἐζεκίας ἐπ’ εὐσεβείᾳ τεθαύμασται, καὶ ταῦτα παῖς ἀσεβοῦς γεγονὼς τοῦ Ἄχαζ, ὃς ἀποστὰς τοῦ Θεοῦ, ἐπιόντων αὐτῷ Φακεὲ τοῦ Ῥομελίου Σαμαρείας κρα‐
35τοῦντος, καὶ Ῥαασσὼν τοῦ Συρίας βασιλέως, πρὸς ἐπικουρίαν ἐκάλεσε Θεγλαφαλάσσαρ τὸν Ἀσσύριον, δώροις πείσας πολλοῖς, ὃς ἑλὼν Δαμασκὸν καὶ Συ‐ ρίαν, ὑποφόρους ἐτίθετο, τὸν Ἄχαζ, οὗ γεγονὼς Ἐξεκίας ὑποκεῖσθαι δασμοῖς οὐκ ἠνέσχετο, καὶ διὰ
40τοῦτο στρατεύει Σενναχηρεὶμ ἐπ’ αὐτόν. Καταδῃώ‐ σας δὲ τὴν Σαμάρειαν, καὶ πολλὰς τῆς Ἰουδαίας πόλεις ἑλὼν καὶ καταντήσας εἰς Λάχεις στρατηγὸν ἑαυτοῦ Ῥαψάκην ἀπέστειλεν εἰς τὴν Ἱερουσα‐ λήμ. Λέγεται δὲ οὗτος ἐκ τῆς αἰχμαλωσίας εἶναι
45τῶν δέκα φυλῶν. Οὗ τεκμήριον τὸ εἰδέναι τοῦτον Ἰουδαϊστὶ διαλέγεσθαι. Οὗπερ ἐπιόντος Ἐζεκίας καίτοι πεποιθὼς ἐπὶ Κύριον, καὶ πᾶσαν ἐπ’ αὐτῷ θέμενος τὴν ἐλπίδα, στρατηγικῆς οὐκ ἠμέλει φρον‐ τίδος τε καὶ συνέσεως, τὰς ἐκτὸς τῆς πόλεως ἀπο‐

2309

(50)

φράττων πηγὰς, ὑδάτων ἀπορίαν τοῖς ἐπιοῦσι ποιού‐ μενος, περιφράττων τε τὰ τείχη, καὶ προτείχισμα πάλιν αὐτῶν προβαλλόμενος. Μεθ’ ἃ πάντα, θεοσε‐ βείας τοῖς ὑπὸ χεῖρα καθειστήκει διδάσκαλος. Πλείους γὰρ, φησὶ, μεθ’ ἡμῶν, ἢ μετὰ τῶν πολεμίων ὑπάρ‐
55χουσι. Μετὰ γὰρ τοῦ Ἀσσυρίου βραχίονας εἶναι σαρ‐2309

2312

κίνους, μεθ’ ἡμῶν δὲ Κύριος ὁ Θεὸς ἡμῶν. Ἐφ’ οἷς φησιν ἡ Γραφὴ τῶν Παραλειπομένων· Καὶ κατεθάρ‐ σησεν ὁ λαὸς τοῖς λόγοις Ἐζεκίου βασιλέως Ἰούδα. Πρὸς γὰρ τοῖς ἄλλοις Ἐζεκίου κατορθώμασι, γυ‐
5μνάσιον ἀρετῆς, καὶ θεοσεβείας ἔνδειξιν πλείονος Θεὸς αὐτῷ παρέσχε, διὰ τῆς πρὸς τὸν πολέμιον πα‐ ρατάξεως. Διὸ καὶ συνεχώρησε τὸν Ἀσσύριον πλη‐ σίον γενέσθαι τῆς πόλεως. Τῶν δὲ νῦν ὀνομαζομένων Ἐλιακὶμ καὶ Σομνὰ, κἀν τῷ ῥήματι τῆς φάραγγος
10ἐμνημόνευσεν, καὶ τὰ νῦν περὶ αὐτῶν ἁρμόσει τοῖς φθάσασιν, τὸν δὲ Σομνὰν αὐτομολῆσαι, παῖδές φα‐ σιν Ἑβραίων, πρὸς τὸν Ἀσσύριον σὺν ἑτέροις αὐτῷ διὰ φόβον δεξιὰν παρασχόμενον· ὅθεν ἐῤῥέθη τὰ προ‐ λαβόντα περὶ αὐτοῦ.
17 Ὡς ἀντικειμένη δὲ δύναμις ὁ Ῥαψάκης ἀλαζονι‐ κῶς ἄγαν ἐναντίαν ἀφῆκε τῷ προφήτῃ φωνήν. Ἀντὶ τοῦ, τάδε λέγει Κύριος, ὁ βασιλεὺς ὁ μέγας
20εἰπών. Ὡς οὐκ ἀγνοῶν δὲ δι’ εὐχῶν καὶ λόγων θεο‐ σεβείας τὸν Ἐζεκίαν κρατεῖν, ὡς πρὸς παρόντα φησί· Μὴ ἐν βουλῇ καὶ λόγοις χειλέων παράταξις γίνε‐ ται; καὶ ψιλῇ τοῦτον προσηγορίᾳ καλεῖ, τὸν Ἀσσύ‐ ριον, καὶ βασιλέα, καὶ μέγαν εἰπών. Τινὲς δέ φασιν,
25ἐπειδὴ σοφώτεροι τῶν ἄλλων ἐδόκουν Ἑβραῖοι τὸν Μωσέως ἔχοντες νόμον, καὶ γοῦν ἔφασκον, Μακάριοί ἐσμεν Ἰσραὴλ, ὅτι τὰ ἀρεστὰ Κυρίῳ, ἡμῖν γνωστά ἐστιν· τοῦτο καθαίρων ὁ Ῥαψάκης ἐν πολέμῳ φησὶν ὑπάρχειν ἀνόνητον. Προκαλεῖται δὲ πρὸς τὴν δι’
30ὅπλων κρίσιν αὐτόν. Πρὸς ὃν εἶπεν ἂν Ἐζεκίας· «Οὗτοι ἐν ἅρμασι, καὶ οὗτοι ἐν ἵπποις,» καὶ τὰ ἐξῆς. Συκοφαντεῖ δὲ αὐτὸν, ὡς θαῤῥοῦντα τῷ Φα‐ ραώ. Ὃς τοῖς ἐπ’ αὐτῷ, φησὶ, θαῤῥοῦσίν ἐστι πολε‐ μίου πικρότερος, συνθήκας οὐκ εἰδὼς φυλάττειν αὐ‐
35τοῖς, πρὸς τῷ καὶ λίαν εἶναι σαθρός. Ἴσως δὲ, φασὶν, ἐπεί τινες τῶν πρὸ αὐτοῦ βασιλέων προσεκαλέσαντο τὸν Αἰγύπτιον, καὶ τὸν Ἐζεκίαν οἴεται τούτῳ θαῤ‐ ῥεῖν. Καὶ τοῦτο μὲν ὡς ἐν παρέργῳ προσέῤῥιψε. Τῆς δὲ τοῦ Θεοῦ λοιπὸν συμμαχίας καθάπτεται τὸν ἐπὶ
40πάντων εἶναι Θεὸν αὐτὸν ἀγνοῶν. Τοιγαροῦν φησι, Τί θαῤῥεῖς ἐπὶ Θεὸν, οὗ καθεῖλες τὰ ὑψηλά τε καὶ τὰ θυσιαστήρια; ᾤετο γὰρ ὡς οὐ τῶν εἰδώλων, τοῦ δὲ Θεοῦ καθεῖλεν Ἐζεκίας τὰ ὑψηλά. Εἰ ἐπὶ τούτῳ δὲ θαῤῥεῖτε, μίχθητε τῷ Κυρίῳ μου, τοῦτ’ ἔστι
45στῆτε πρὸς μάχην. Κατατρέχει δὲ, ὡς μηδὲ δισχι‐ λίους ἐχόντων δυναμένους ἱππάζεσθαι· ἀγνοῶν ὡς ὁ θεοσεβὴς Ἐζεκίας τὸν νόμον ἐφύλαττε, περὶ βασιλέως εὐσεβοῦς ἀγορεύοντα· Οὐ πληθυνεῖ ἑαυτῷ ἵππους. Ἄπειροι δὲ τυγχάνοντες ἱππικῆς, πῶς δύ‐

2312

(50)

νασθε, φησὶν, ἀποστρέψαι εἰς πρόσωπον τῶν ἡμετέρων τοπαρχῶν; Ἀνθ’ οὗ Σύμμαχός φησι, καὶ πῶς ὑποστήσει τὸ πρόσωπον ἄρχοντος ἑνὸς τῶν δούλων τοῦ Κυρίου μου τῶν μικρῶν; εἰ δὲ θαῤ‐ ῥεῖτε πρὸς τοῦτο τοῖς Αἰγυπτίοις, ἡμέτεροι, φησὶν,
55οἰκέται τυγχάνουσι. Πολλῷ μᾶλλον ἄρα καὶ οἱ θαῤ‐
ῥοῦντες αὐτοῖς καὶ σχεδὸν ἤδη δουλεύουσιν.2311

2313

Δυστρόπως δὲ συλλογίζεται μὴ Θεοῦ χωρὶς ἐπιέναι τῇ πόλει λέγων· Εἰ μέγας ἐστὶ, καὶ τῆς Ἰουδαίας ὑπερμαχεῖ, ἢ μὴ θέλοντος ἐπέβημεν ταύτης, καὶ πῶς ἐστιν ἰσχυρός; ἢ βουλομένου παρεγενόμεθα,
5καὶ ὥσπερ τῶν ἄλλων, καὶ ταύτης κρατήσομεν. Τοι‐ γαροῦν καὶ τὸν Ἰσραὴλ ἀδελφοὺς ὄντας ὑμετέρους ἐχειρωσάμεθα, πρὸς τῷ μὴ λέγειν ὑμᾶς, ὡς τοὺς ἄλλους ὁ Θεὸς μὴ ὄντας αὐτοῦ παραδέδωκεν. Ἀγνοῶν ὡς καὶ Ἰσραὴλ εἰδωλολατρήσας Θεοῦ προῆλθεν ἀλλό‐
10τριος. Δῆλον δὲ, φασὶν, εἰ ἐξ εἰκότων ἔλεγε ταῦτα, ἐκ τοῦ νικῆσαι τὸν Ἰσραὴλ λαὸν ὄντα δῆθεν Θεοῦ, ἢ καὶ ᾔσθετο Θεοῦ τοῖς αὐτοῦ λογισμοῖς ὑποβάλλοντος ἐπελθεῖν Ἰουδαίοις διὰ τὰς ἐκείνων παρανομίας. Εἶτα παραινεῖ τῷ λαῷ παραδοῦναι τὴν πόλιν, καὶ τὴν
15διαβόητον καὶ παρ’ αὐτοῖς Ἐζεκίου καθαιρεῖ θεοσέ‐ βειαν. Καὶ ἄνω δὲ συνέκρουσεν αὐτὸν, ὡς καθελόν‐ τα τὰ ὑψηλὰ, οἷς ἔγνω κατὰ τὴν Ἄχαζ βασιλείαν χαίροντα τὸν λαὸν Θεοῦ νομίζων αὐτά. Εἶτα συλλο‐ γίζεται, ὡς εἰ τοὺς ἄλλους οὐκ ἔσωσαν οἱ θεοὶ, οὐδὲ
20τὸν Ἰούδαν ὁ Κύριος, οὐδὲν τῶν ἄλλων αὐτὸν δια‐ φέρειν οἰόμενος. Πρὸς ἃ ῥηθέντα κατὰ πρόσταγμα σιγῶσι βασιλικόν. Εὐσεβῶς γὰρ οὐκ ἀποκρίνεται βλασφήμης, ἀντὶ ὡς μὴ πρὸς τοῦτο μειζόνως αὐ‐ τὸν ἐρεθίσειεν. Κατὰ τὸ, «Μὴ ἔκκαιε ἄνθρακας
25ἁμαρτωλοῦ.» Καὶ ἀνόνητον δὲ τοῖς ἀνίατα τὴν ψυ‐ χὴν νοσοῦσι προσδιαλέγεσθαι, πρὸς οὓς δεῖ πεφρά‐ χθαι τῇ σιωπῇ, κρύπτοντας μὲν τοὺς ἀληθεῖς λόγους ἐν ἑαυτοῖς, περιμένοντας δὲ τὴν ἐκ Θεοῦ κατὰ τούτων εὔκαιρον κίνησιν. Οὐ πρὸς ἡμᾶς γὰρ ἔτι, πρὸς Θεὸν
30δὲ τὸν πόλεμον ἔχουσιν ὃ ποιητέον ἐν καιρῷ διωγμῶν ἐν ταῖς βλασφήμοις τῶν ἀσεβῶν διαλέξεσι λέγοντι πειθομένους Δαβίδ· «Ἐθέμην τῷ στόματί μου φυ‐ λακήν. Ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου, ἐκωφώθην καὶ ἐταπεινώθην, καὶ ἐσίγησα ἐξ
35ἀγαθῶν.»
37tΚΕΦΑΛ. ΛΖʹ.
38 α—ζʹ. Καὶ ἐγένετο ἐν τῷ ἀκοῦσαι τὸν βασιλέα Ἐζεκίαν, ἔσχισε τὰ ἱμάτια αὐτοῦ, καὶ περιεβά‐
40λετο σάκκον, καὶ ἀνέβη εἰς τὸν οἶκον Κυρίου, κ.τ.λ. Ἔθος ἦν Ἑβραίοις ἐπὶ ταῖς κατὰ Θεοῦ βλασφη‐ μίαις περιῤῥήγνυσθαι τοὺς χιτῶνας· τοιγαροῦν εἰ‐ πόντος τοῦ Σωτῆρος, «Ἀπάρτι ὄψεσθε τὸν Υἱὸν τοῦ
45ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως, καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ,» ὁ ἀρχιε‐ ρεὺς διέῤῥηξε τὰ ἱμάτια αὐτοῦ λέγων, «Ἐβλασφή‐ μησεν.» Καὶ δι’ ἑνὸς δὲ λέγει τῶν προφητῶν, «Διαῤ‐ ῥήξατε τὰς καρδίας ὑμῶν, καὶ μὴ τὰ ἱμάτια.» Τὰς

2313

(50)

ἑαυτῶν γὰρ ᾤοντο θεραπεύειν παρανομίας, εἰ ἐπὶ ταῖς κατὰ Θεοῦ βλασφημίαις περιῤῥηγνύοιντο τὴν ἐσθῆτα. Τοῦτο δὲ καὶ νῦν ἔδρων, ὡς δυσσεβῶν κε‐ κοινωνηκότες ῥημάτων διὰ τῆς ἀκοῆς, ἢ ὡς δι’ αὐτοῦ βλασφημουμένου Θεοῦ, Οὐ γὰρ ἀνελθεῖν συνεχω‐
55ρήθη μέχρι πυλῶν, ἵνα καὶ τοιαῦτα βλασφημοῦντος2313

2316

ἀκούσωσιν, εἰ μὴ τούτου γεγόνασιν αἴτιοι. Ἔτι δὲ καὶ ἠγωνίων μὴ ἄρα πάθωσιν ἅπερ καὶ ἡ Σαμάρεια διὰ τὴν ἀσέβειαν τὴν αὐτῶν. Σάκκον δὲ πένθους ἔχων σχῆμα διὰ μέσης ὁ βασιλεὺς ἐχώρει τῆς ἀγο‐
5ρᾶς ἐν τῷ ναῷ, δεικνὺς ἑαυτὸν ταπεινὸν τῷ Θεῷ καὶ κεκακωμένον, ὡς ἂν ἐλέου τυχεῖν ἀξιῶν. Ὁμοίως δὲ πάλιν ἔχοντας ἀντὶ στολῶν ἱερατικῶν πρὸς τὸν προ‐ φήτην τοὺς ἱερέας ἀπέστειλεν παραγγείλας εἰπεῖν, Τάδε λέγει Ἐζεκίας, μὴ προσθεὶς ὁ βασιλεύς.
10Ἐλεγμοῦ δὲ καὶ ὀργῆς τὴν ἡμέραν καλεῖ, ἐν ᾗ Θεὸς ὀργιζόμενος τὰς αὐτῶν ἁμαρτίας διήλεγξεν. Ἐοίκαμεν δὲ, φησὶν, ἐθελούσῃ τεκεῖν, καὶ μὴ καρ‐ τερούσῃ τὴν βάσανον, μὴ δυνάμενοι λέγειν· «Ἐκ τοῦ φόβου σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν, καὶ ὠδι‐
15νήσαμεν, καὶ ἐτέκομεν πνεῦμα σωτηρίας.» Διό φησι, τὸν Θεόν σου, Θεὸν ἑαυτῶν ὀνομάζειν οὐκ ἐτολμή‐ σαμεν. Τοῖς Ῥαψάκου δὲ προσέχοι λόγους, καὶ τὸ δοκοῦν δρασάτω περὶ τοῦ πέμψαντος ἐπεξιὼν, ἢ καὶ παραπεμπόμενος· οὐδὲ, ὦ προφῆτα, γινώ‐
20σκων ὡς τὸ πᾶν ἡμῶν πλῆθος ἤδη ληφθὲν ὑπὸ τῶν πολεμίων γεγένηται, ὑπὲρ ἡμῶν τῶν καταλειφθέν‐ των ἱκέτευσον. Μήπω δὲ μηδὲν εἰπόντας ὁ προφή‐ της ἐλθόντας προέφθασεν, ὡς ἂν εἰσακούσαντος Ἐζε‐ κίου τοῦ Θεοῦ κατὰ τὸ, «Ἔτι σοῦ λαλοῦντος ἐρῶ,
25Ἰδοὺ ἐγὼ πάρειμι,» καὶ τῷ προφήτῃ προαποκαλύ‐ ψαντος τὰ παρὰ Ῥαψάκου, καὶ τὰ παρὰ τοῦ βασι‐ λέως, καὶ τὰ μέλλοντα τῷ Ἐζεκίᾳ λεχθήσεσθαι. Καὶ τὸ ἀνθρώπινον ἐν ἀρχῇ πάθος ἀνεῖλεν, μὴ φοβηθῇς εἰπὼν, προαγορεύει τε τὰ μέλλοντα καταλαβεῖν τὸν
30Ἀσσύριον. Ὡς γὰρ αἱ ἑκατὸν ὀγδοήκοντα πέντε χι‐ λιάδες πεπτώκασιν, εἰς τὴν ἑαυτοῦ φυγὼν τοῖς ἑαυ‐ τοῦ θεοῖς σωτηρίας προσέφερε χαριστήρια. Ἔγνω δὲ σφαγεὶς τὴν τούτων ἀσθένειαν, δι’ ὧν ἐνόμιζε καὶ τὰ πρῶτα πεποιηκέναι, ἀλλ’ οὐ τοῦ Θεοῦ συγχωρήσαν‐
35τος· κατὰ τὸ λεχθὲν τῷ προφήτῃ· «Μὴ ὑψωθήσε‐ ται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτὸν, ἢ δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτοντος;» Πνεῦμα δὲ, φησὶν ὁ Θεὸς, αὐτῷ ἐμβαλῶ, ὑφ’ οὗπερ ἀπατηθεὶς ἐπανήξει. Καὶ ταύτην πρώτην ποιεῖται προφητείαν ὁ λόγος
40ἐπὶ τῆς προκειμένης ἱστορίας.
43 η—κʹ. Καὶ ἀπέστρεψε Ῥαψάκης, καὶ κατέλαβε τὸν Ἀσσυρίων πολιορκοῦντα Λοβνᾶν. Καὶ
45ἤκουσεν βασιλεὺς Ἀσσυρίων ὅτι ἐξῆλθε Θα‐ ρακὰ βασιλεὺς Αἰθιόπων πολιορκῆσαι αὐτὸν, καὶ ἀκούσας, ἀπέστρεψε. Καὶ ἀπέστειλεν ἀγγέ‐ λους πρὸς Ἐζεκίαν, λέγων· Οὕτως ἐρεῖτε Ἐζεκίᾳ βασιλεῖ τῆς Ἰουδαίας· Μή σε ἀπατάτω ὁ Θεός

2316

(50)

σου, κ.τ.λ. Ἀθρόως ἄπρακτος ὁ θρασὺς ἀπῄει Ῥαψάκης ἐκστὰς ὑπὸ Θεοῦ τὴν διάνοιαν. Ὁ δὲ τούτου βασιλεὺς μετὰ τὴν Λαχεὶς, τὴν Λόβνα τῆς Ἰουδαίας πόλιν πολιορκῶν, ἔσπευδεν ἐπ’ Αἰθιοπίαν, καθὰ Θεὸς
55προεῖπεν, οὐκ ἀγαθῶν ἀγγελθέντων αὐτῷ, γέμου‐2315

2317

σαν ἀπειλῶν καὶ πάσης βλασφημίας Ἐζεκίᾳ πέμψας ἐπιστολὴν, ὡς ἰδίᾳ δυνάμει πάντα ἑλὼν ὑποχείρια, καθὰ φθάσας ὁ προφήτης πρὸ τῶν ἔργων ἐμήνυσεν, «Οὐαὶ, λέγων, Ἀσσυρίοις, ἡ ῥάβδος τοῦ θυμοῦ μου
5καὶ ὀργῆς ἐστιν ἐν ταῖς χερσὶν αὐτῶν,» καὶ ἑξῆς. Αὐτὸς δὲ οὐχ οὕτως ἐνεθυμήθη. Καὶ τὰς νῦν τοῦ Σενναχηρεὶμ ἀπειλὰς ἐπὶ τούτοις ἐπήνεγκεν, αἳ προῤῥηθεῖσαι νῦν ἐπληρώθησαν. Ὁ δὲ πάλιν ἐπὶ τὸν ναὸν καταφυγὼν τοῦ Θεοῦ, δείκνυσιν αὐτῷ τὴν
10ἐπιστολὴν, οὐχ ὡς ἀγνοοῦντι, μάρτυρα δὲ τῆς τοσαύ‐ της αὐτὸν βλασφημίας ποιούμενος, καὶ τὴν κατὰ πάντων αὐτοῦ δεσποτείαν ὁμολογῶν, καὶ ὡς ψευδεῖς οἱ λεγόμενοι τῶν ἐθνῶν εἶεν θεοί. Δι’ ὑπερβάλλου‐ σαν δὲ τὸ πρῶτον εὐλάβειαν, οὐκ εὐξάμενος ὅτε τὸν
15σάκκον ἐνεδύσατο, ὡς ἐπὶ Θεοῦ μηδὲ στόμα διᾶραι τολμῶν, πρεσβευτῇ δὲ μόνῳ τῷ προφήτῃ χρησάμε‐ νος, δι’ αὐτοῦ νῦν ἀξιωθεὶς ἀποκρίσεως, θαῤῥεῖ τὴν προκειμένην ἀναπέμπειν εὐχήν.
21 κα—ληʹ. Καὶ ἀπεστάλη Ἡσαΐας υἱὸς Ἀμὼς πρὸς Ἐζεκίαν, καὶ εἶπεν αὐτῷ· Τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· Ἤκουσα ἃ προσηύξω πρός με, περὶ Σενναχηρεὶμ βασιλέως Ἀσσυρίων. Οὗτος ὁ
25λόγος, ὃν ἐλάλησε περὶ αὐτοῦ ὁ Θεός. Ἐφαύλισέ σε, καὶ ἐμυκτήρισέ σε, παρθένος θυγάτηρ Σιών, κ.τ.λ. Τοὺς προφήτας οἱ ἀκούοντες ἐγνώριζον εἶναι προ‐ φήτας οὐκ ἀπὸ τῶν χρόνοις ἐσομένων μακροῖς
30(ἠγνόουν γὰρ), ἀλλ’ ἀπὸ τῶν μικρῶν ὕστερον βε‐ βαιουμένων ἔργοις προῤῥήσεων, ἀφ’ ὧν καὶ περὶ τῶν ἄλλων ἐπίστευον. Ὅθεν προλέγει περὶ ὄνων ὁ Σαμουήλ· καὶ ἄλλος, περὶ νοσοῦντος βασιλέως υἱοῦ· ὁ δὲ, βασιλέως Ἰσραὴλ προαγορεύει τὸν θάνατον.
35Συνεχώρει δὲ τοῦτο Θεὸς, ὡς ἂν μὴ λιχνείᾳ προγνώ‐ σεως, ἐπ’ εἰδωλολατρείαν τρέποιντο καὶ χρηστήρια καὶ τὰς πλάνας καθόλου τὰς μαντικάς. Ὅθεν καὶ νῦν Ἐζεκίας ἄνεισι μὲν ἐπὶ τὸν νεών. Ἀποκρίνεται δὲ τὸ μέλλον Θεὸς, διὰ τοῦ προφήτου φθεγξάμενος.
40Καὶ χρησμὸς δίδοται δεύτερος, Θεοῦ δεικνύντος ὡς ἀκήκοεν αὐτοῦ τῆς εὐχῆς. Καὶ πρὸς τὸν Ἀσσύριόν φησι· Σὺ μὲν κατηλαζονεύσω κατ’ ἐμοῦ, καὶ τῆς ἀνακειμένης μοι πόλεως, φοβεῖν ἐλπίσας τὴν ἀδιάφθορον καὶ διὰ τοῦτο παρθένῳ παραβαλλομέ‐
45νην τοῦ Θεοῦ πόλιν, καὶ τὸν ἐν αὐτῇ λαὸν θυγατέρα Σιών τε καὶ Ἱερουσαλὴμ χρηματίζοντα. Καὶ αὐ‐ τὸς δὲ καθαρεύων εἰδωλολατρείας παρθένος ὠνό‐ μασται. Διὸ καὶ τῷ ἰδίῳ θαῤῥήσας Θεῷ τὰς σὰς ἐγέλασεν ἀπειλὰς, ἀντὶ δὲ τοῦ, ἐπὶ σοὶ κεφαλὴν

2317

(50)

ἐκίνησεν, ἐξέδωκε Σύμμαχος, ὄπισθέν σου κε‐ φαλὴν ἐκίνησε. Μὴ δοῦσα γάρ σοι πρὸς τὰς βλασφη‐ μίας ἀπόκρισιν, ἀποστρέψαντί φησιν, ἐπὶ σοὶ κε‐ κίνηκε κεφαλὴν, ἔλεγέν τε μηκέτι σιγῶσα, τίνα ὠνείδισας καὶ παρώξυνας; ἀνθ’ οὗ, ἐβλασφή‐
55μησας ἐξέδωκαν οἱ λοιποί· οὐ λογισάμενος ὡς2317

2320

ὕψιστός ἐστι καὶ Θεὸς Ἰσραὴλ, οἰηθεὶς μηδὲν διαφέ‐ ρειν τῶν ὑπὸ σοὶ γεγονότων θεῶν, καὶ ἱππικῇ δυ‐ νάμει τῆς ἑαυτοῦ ἀναβεβηκέναι πρὸς ὕψος ὀρῶν καὶ ἐπ’ ἐσχάτου Λιβάνου κυπαρίττους ἀποκεκο‐
5φέναι, καὶ κέδρους, δηλῶν τὰς ἐπηρμένας τῶν λοι‐ πῶν ἐθνῶν βασιλείας.
8 Τὰς δὲ κυπαρίττους ὁ μὲν Ἀκύλας ἐλάτας, ὁ δὲ Σύμμαχος ἀρκεύθους ἐξέδωκεν. Καὶ ἀντὶ τοῦ, εἰς
10ὕψος μέρους τοῦ δρυμοῦ, εἰς ὕψος τοῦ ἄκρου αὐτοῦ εἰς τὸν δρυμὸν, τοῦ Καρμήλου αὐτοῦ τὰ ἄκαρπα, καὶ Θεὸν οὐκ εἰδότα ἔθνη, καλέσας δρυ‐ μόν. Ἀπηυθαδίζετο δὲ κακεῖνο προσθεὶς, καὶ ἔθη‐ κα γέφυραν, καὶ ἠρήμωσα ὕδατα, καὶ πᾶσαν
15συναγωγὴν ὑδάτων. Ἢ κατὰ Σύμμαχον, ἐγὼ ὤρυ‐ ξα καὶ ἔπιον ὕδωρ, καὶ ἠρήμωσα ἐν ἴχνει ποδός μου πάντας ποταμοὺς συνεχομένους, τὰ τῶν ἐθνῶν πλήθη, καὶ τοὺς περὶ θεῶν λόγους αὐτῶν αἰνιττόμενος, καὶ ἐπ’ οὐδενὶ μὲν ἀγαθῷ, ἐπ’ ἀφανι‐
20σμῷ δὲ ὧν ἐπέβη χωρίων καυχώμενος. Τινὲς δὲ τὴν τῶν Ἰουδαίων χώραν Λίβανον εἰρῆσθαί φασι, καὶ τὴν ἐν ᾗ κατῴκουν αἱ ιʹ φυλαί· ὑψηλαὶ μὲν γὰρ αὐ‐ ταὶ, Θεὸν ἔχουσαι βοηθόν. Δασεῖαι δὲ τοσούτους ἔχουσαι τοὺς οἰκήτορας, ὧν τὴν μὲν εἷλε παντελῶς,
25τὴν δὲ πλὴν ὀλίγων, ἃς ἐνόμισας, φησὶν, ἰδίᾳ δυνάμει χειρώσασθαι, καὶ κρατῆσαι τῆς Ἰσραὴλ βασιλείας, ἣν ἐκάλεσεν ὕψος κέδρου, μέρος δὲ δρυμοῦ, τὸ τῆς Ἰουδαίας ἀπολωλός. Εἶτα περὶ γεφύρας φησὶ, καὶ ποταμῶν ἀφανιζομένων, ἅπερ ἐποίουν οἱ τῆς
30Ἀσίας κρατοῦντες, πολυχειρίᾳ θαῤῥοῦντες. Τοὺς μὲν γὰρ ἐγεφύρουν τῶν ποταμῶν. Ὁ δὲ Ξέρξης καὶ τὸν Ἑλλήσποντον. Οἱ δὲ ἀπέλειπον ὑπ’ ἐκείνων γενόμενοι τῷ τῶν πινόντων οὐκ ἀντέχοντες πλήθει. Ἀλλ’ ουστον ἐστὶ ταῦτα, φησίν. Ἐγὼ γὰρ κατ’
35ἐκείνων, τοῦ παθεῖν τὸν ὅρον ἐξήνεγκα. Σὺ δὲ τὴν παρ’ ἐμοὶ πρόπαλαι κρατοῦσαν γνώμην ἠγνόηκας περὶ τῆς τῶν ἀσεβούντων ἀπωλείας ἐθ‐ νῶν.
41 Οἱ δὲ περὶ Σαμαρείας καὶ τῆς Ἰουδαίας εἰπόντες εἰρῆσθαι. Ἐξῆν σοι, φασὶ, τοῖς ἐμοῖς ἐντυχεῖν προφή‐ ταις, καὶ γνῶναι τὰ προθεσπισθέντα περὶ αὐτῶν, ἃ νῦν εἰς ἕργον ὀργάνῳ σοι χρησάμενος ἤγαγον. Ἐμῇ
45γὰρ ὥσπερ χειρὶ τούτους τῇ ἀνεξικακίᾳ διακρατῶν, ἐπεὶ μὴ ἐπέστρεφον πρὸς τὸν Σωτῆρα τὸν ἑαυτῶν, ἀνῆκά σοι τούτους, καὶ τότε γέγονας ἐγκρατής. Ἄκαρποι γὰρ ὄντες, ἀγρώστει καὶ χόρτῳ εἰκάζοντο δωμάτων, καὶ μηκέτι σκεπασθέντες ἀπεξηράνθη‐

2320

(50)

σαν, ὅπερ οὐκ ἂν ἔπαθον ἄμπελος ἢ ἔλαια τυγχά‐ νοντες. Σὺ δὲ μὴ ταῦτα φρονῶν ἀήθης καὶ τῆς ἐμῆς πόλεως ἐν ὁμοίῳ κρατεῖν. Οὐ γὰρ ἀγνοῶ σου τὰς ἐνθυμήσεις, οὐδὲ τὴν εἴσοδόν τε καὶ ἔξοδον τῶν σῶν λογισμῶν. Τινὲς δὲ τὸν μὲν θάνατον αὐτοῦ
55διὰ τῆς ἀναπαύσεως δηλοῦσθαί φασιν. Εἴσοδον δὲ
καὶ ἔξοδον, τὴν ἐν παντὶ τῶν πρακτέων ὁδόν. Λέ‐2319

2321

γων δὲ ὡς ἡ πικρία σου ἀνέβη πρός με, ἢ κατὰ Σύμμαχον, ἡ ἀλαζονεία σου εἰς τὰ ὦτά μου, ση‐ μαίνει τὸ νῦν αὐτὸν ὑφέξειν τὴν ἐπὶ τούτοις ποινήν. Λοιπὸν, ὡς περὶ κτήνους φησίν. Φιμὸν κατὰ τοῦ
5στόματός σου τοσοῦτον ἐμβαλῶ, ὡς καὶ αὐτὴν συνέχοντά σου τὴν ἀναπνοὴν ἀποπνίξαι. Ὁ δὲ Σύμ‐ μαχος, Δώσω, φησὶ, κρίκον εἰς τὸν μυκτῆρά σου, καὶ χαλινὸν εἰς τὰ χείλη σου, ὡς ἂν μὴ ἔχοι πρὸς ὅ τι θέλοι χωρεῖν, ἕλκοιτο δὲ εἰς τοὐπίσω πρὸς Βαβυ‐
10λῶνα βαδίζων καὶ μὴ βουλόμενος, ἢ καὶ ἄλλως ἀπει‐ λεῖ καθάπερ χαλινῷ ταῖς πληγαῖς τῆς βλασφημίας ἀπείρξειν αὐτόν. Ταῦτα μὲν οὖν εἰρήσθω, φησὶ, πρὸς ἐκεῖνον καὶ μὴ παρόντα τῷ σώματι. Πρὸς σὲ δὲ λέγω τὸν Ἐζεκίαν. Εἰς οἱ δεῖ σημείου τῶν εἰ‐
15ρημένων πρὸς πίστιν, ἴσθι τὸν παρόντα τοῦτον ἐνιαυτὸν τοῖς αὐτομάτως φυομένοις ἐκ γῆς τρα‐ φησόμενος. Γεωργῆσαι γὰρ διὰ τοὺς πολεμίους κεκώλυσαι. Ἀντὶ γὰρ τοῦ ἔσπαρκας, αὐτόματα πάντες ἐξέδωκαν οἱ λοιποί. Τοῖς δὲ τούτων ὑπολοί‐
20ποις ἐνιαυτὸν τραφήσῃ τὸν δεύτερον. Ἀντὶ δὲ τοῦ τὸ κατάλειμμα, Ἀκύλας μὲν καὶ Θεοδοτίων αὐτοφυῆ, ὁ δὲ Σύμμαχος ἀπὸ δένδρων ἐξέδω‐ καν.
26 Δύο ταῦτα στενοχωρηθέντες ἔτη, διὰ τὸ τὴν χώ‐ ραν ὑπάρχειν ἀργὸν, κατὰ τὸ τρίτον ἔτος, τὰς ἐκ γῆς ἀπολαύσεις καρπώσεσθε κατ’ εἰρήνην διάγοντες, οἱ ἐν Ἰουδαίᾳ μετὰ τὴν ἅλωσιν Σαμαρείας ὑπόλοι‐
30ποι, ῥίζαν ἐν ψυχῇ θεοσεβείας βαλόμενοι, καὶ τῆς ἐμῆς γεωργίας ἄνω βλέποντα καρπὸν ἀποδώσετε, διὰ τοῦτο σωζόμενοι. Τινὲς δὲ, τὰ δύο, φασὶν, ἔτη τραφήσεσθε ἐκ τῶν ἀποτεθέντων, ὡς ἐν πολιορκίᾳ καρπῶν, ἅπερ ἔτυχον σπείραντες. Δύο γὰρ ἐπιμεί‐
35ναντες ἔτη τῇ Σαμαρείᾳ, τῷ τρίτῳ πεσούσης αὐ‐ τῷ τῆς στρατιᾶς θεηλάτῳ πληγῇ, φυγὰς ὑπεχώρησεν. Τὸ δὲ τῆς εὐθυμίας βέβαιον ὡς ἐπὶ φυτῶν ἡ ῥίζα δηλοῖ, τὸ δὲ πολυχρόνιον τὸ καὶ ἄνω σπέρμα ποιεῖν. Ζηλῶσαι δέ φησι Κύριος ἅμα μὲν, ὡς ὑπὲρ πό‐
40λεως ἰδίας· ἅμα δὲ, καὶ διὰ τὰς κατ’ αὐτοῦ βλασφη‐ μίας. Σώσω δὲ, φησὶν, ὑμᾶς, διὰ τὸ πρέπον ἐμοί. Εἰ δὲ χρὴ καὶ ἄνδρα τιμῆσαι, καὶ ὡς πρὸς τὰ τῇ δοῦναι τὴν σωτηρίαν τῆς πόλεως, διὰ Δαβὶδ τὸν ἐμὸν δοῦλον (οὕτω γὰρ ἐξέδωκαν οἱ λοιποὶ) τῆς
45πόλεως οἰκιστὴν καὶ βασιλέα πρῶτον γενόμενον· ὡς ἂν γνοῖεν πάντες ὅσον ἡ θεοσέβεια δύναται, καὶ τοῖς μετὰ χρόνον ἀναξίοις σωτηρίαν χαριζομένη. Τοῖς δὲ λόγοις ἠκολούθει τὰ ἔργα, τοσούτων ἀπολω‐ λότων, οἷς ὁ τούτων οὐ συναπώλετο βασιλεὺς, ὡς ἂν

2321

(50)

ἰδὼν τὸ πραχθὲν, τὴν ἄθεον αὐτοῦ γλῶσσαν ἐπιστο‐ μίσειν, καὶ μειζόνως κολάζοιτο τῶν ὑπηκόων τῇ συμφορᾷ, καθάπερ καὶ Φαραώ. Ἦν δὲ καὶ πικροτέ‐ ρας τιμωρίας τὸ πρὸς τῶν παίδων παθεῖν. Ἀνάξεις δὲ πρὸς θεωρίαν τὸν λόγον. Τὴν γὰρ τοῦ Θεοῦ πό‐
55λιν τὴν Ἐκκλησίαν πολιορκοῦσιν αἱρετικοὶ, καθάπερ
ὑπὸ στρατηγῷ τῷ διαβόλῳ ταττόμενοι. Τούτων πολ‐2321

2324

λὰ βλασφημούντων ἀσκητέον τὴν σιωπὴν Παύλῳ λέγοντι πειθομένους, μὴ λογομαχεῖν ἐπ’ οὐδενὶ χρη‐ σίμῳ. Καὶ πάλιν, αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ. Τοῖς γὰρ κεκρατη‐
5μένοις οὐ δεῖ ἐγχειρεῖν ὡς νοσοῦσιν ἀνίατα. Γέγρα‐ πται γὰρ, Εἰς ὦτα ἀκουόντων λάλει. Κἂν ἀναπαύσεις οὖν ἐπαγγέλλωνται, κατὰ Ῥαψάκην· κἂν ἀπειλῶσιν, Θεῷ μόνον προσέρχεσθαι χρὴ, τὴν ἄνωθεν τοῦ μέ‐ νους βοήθειαν. Ἀποσοβήσει γὰρ αὐτοὺς ἀφανῶς
10τὴν Σιὼν διαφυλάττων ἀνάλωτον. Πύλαι γὰρ ᾅδου τῆς Ἐκκλησίας οὐ κατισχύσουσι.
14tΚΕΦΑΛ. ΛΗʹ.
15 α—κβʹ. Ἐγένετο δὲ ἐν τῷ καιρῷ ἐκείνῳ, ἐμαλα‐ κίσθη Ἐζεκίας ἕως θανάτου. Καὶ ἦλθε πρὸς αὐ‐ τὸν Ἡσαΐας υἱὸς Ἀμὼς ὁ προφήτης, καὶ εἶπε πρὸς αὐτόν· Τάδε λέγει Κύριος, Τάξαι περὶ τοῦ οἴκου σου. Ἀποθνήσκεις γὰρ σὺ, καὶ οὐ μὴ ζή‐
20σῃ. κ.τ.λ. Ὁ λέξας Θεὸς, «Ἐγὼ ἀποκτενῶ, καὶ ζῆν ποιήσω. πατάξω, κἀγὼ ἰάσομαι,» τοὺς πολεμίους ἀγγέλου πατάξας πληγῇ, τὸν θεοφιλῆ βασιλέα ζωοποιεῖ. Τὸ γὰρ, ἐν τῷ καιρῷ ἐκείνῳ, τοῦτο παρίστησιν τῷ τῆς
25ἐκείνων πληγῆς. Θεὸς δὲ τὸ τέλος αὐτῷ προδηλοῖ, τῆς σωτηρίας ἐνάγων προσαίτησιν. Δι’ οὗ δηλοῦται μὴ τὸν χρόνον τῆς ζωῆς ἀνάγκαις εἱμαρμένης ἡμῖν περικλείεσθαι, Θεὸν δὲ τοῦτον ὁρίζειν, καθ’ οὓς οἶδε λόγους αὐτὸς, ἢ παράγων εἰς βίον, ἢ τὰ μέτρα τοῦ
30χρόνου διδοὺς, ἢ τρόπῳ προσάγων τῷ δοκοῦντι τὴν τελευτήν. ᾯ μόνῳ δυνατὸν καὶ θνήσκειν μέλλοντας ἐγείρειν, ἐπιμετροῦντα χρόνους ζωῆς, ὡς νυν Ἐζε‐ κίαν, καὶ τεθνηκότας ζωοποιεῖν, ὡς ὅσους ἐδήλωσεν ἡ Γραφή. Καὶ πανταχόθεν ἡμῖν οἱ τῆς εἱμαρμένης
35διαλύονται λόγοι. Ὅπερ Ἐζεκίας εἰδὼς, ὅτε μὲν ἔῤῥωτο, πρὸς τὸν νεὼν ἔθει, περὶ τῶν Ἀσσυρίων αἰτῶν· τῇ νόσῳ δὲ πεδηθεὶς, ἐξ αὐτῆς στρωμνῆς ἀνήγαγε τὴν εὐχὴν, πανταχοῦ παρεῖναι τὸ Θεῖον εἰδώς. Καὶ περὶ τῆς ἰδίας εὐζωΐας μόνον παῤῥησιά‐
40ζεται, προσθήκην οὐκ αἰτήσας ζωῆς, τῶν κατὰ διά‐ νοιαν εἰδὼς αὐτὸν ἐπιγνώμονα, καὶ τῆς εὐχῆς ἐπι‐ τρέψας τ....
45 ... κατελήφθησαν μήτε δοξολογοῦντες ἴσως, ἢ προστιθέντες ἀρεταῖς, μήτε μὴν ἁμαρτάνον‐ τες, τὸν δὲ τῆς κρίσεως καιρὸν ἐκδεχόμενοι. Τινὲς δέ φασιν, ὡς οὐκ ἀναιρεῖ τὰς ἐλπίδας τῆς ἀναστά‐ σεως· δηλοῖ δὲ μᾶλλον, ὡς Εἰς ᾅδην ἀπωλείας ἀπελη‐

2324

(50)

λύθειν, μὴ τῆς παρὰ σοῦ βοηθείας τυχὼν παριδόντος τὰς ἐμὰς ἁμαρτίας. Διὸ τῆς σφαλερᾶς ἐκείνης ἐν‐ νοίας παυσάμενος, σπεύσω πρὸς γάμον καὶ παιδο‐ ποιΐαν ἐλθεῖν, καὶ τοὺς ἐξ ἐμοῦ κήρυκας τῆς σῆς ἀποδεῖξαι δικαιοσύνης. Κἀγὼ δὲ πρὸς τὴν αἰσθητὴν
55δοθεῖσαν ἡμῖν παραμυθίαν, τὸν σὸν οἶκον ἰὼν, εἰς2323

2325

τὸν σὸν ἡμᾶς φόβον συστέλλουσαν, χαριστηρίους ἀποδώσω φωνάς. Τινὲς δὲ τὸ, παιδία ποιήσω ἅπερ ἀναγγελοῦσιν, δηλοῦν ἔφασαν, ὅτι χοροστασίαν ψαλ‐ τῳδῶν παίδων εὐφώνως ὑμνούντων ἐν τῷ ναῷ στήσειν
5ἐπαγγέλλεται. Δι’ οὗ δὲ τὴν τελευτὴν αὐτῷ Θεὸς ἐδήλωσε, διὰ τούτου καὶ τὴν θεραπείαν προσήγαγε, μὴ καὶ ποιεῖν δόξῃ τὸν προφήτην ἐφύβριστον, κακῶν αὐτὸν μόνων ἀποδείξας διάκονον. Παραδοξοποιῶν δὲ Θεὸς, ὃ δοκεῖ τοῖς τραύμασιν ἐπαύξειν τὴν βλάβην,
10τὰ σῦκα, τοῦτο πρὸς ἴασιν ἔδωκεν, ὃ καὶ μέγα ση‐ μεῖον ἐκπλαγεὶς ὁ Ἐζεκίας καλεῖ τοῦ δυνήσεσθαι τῷ ποδὶ χρώμενος εἰς τὸν νεὼν ἀνελθεῖν. Ἐν δὲ τῇ δʹ τῶν Βασιλειῶν γέγραπται ὅτι πρὸ πάλαι παρὰ τοῦ προφήτου μαθὼν, ὡς ὁ ἥλιος μέλλει τὴν ἐπὶ τὰ
15πρόσω ποιεῖσθαι ταχυτέραν ὁδὸν, καὶ ὑφ’ ἓν τοὺς ιʹ κατιέναι βαθμοὺς, αὐτὸς ὡς οἰκειότερον σημεῖον τῆς πρὸς τὸν βίον ἀναστροφῆς, τοῦ ἡλίου τὸν ἀνα‐ ποδισμὸν ἐξῃτήσατο, ἔνθα καί φησιν ἡ Γραφὴ, ὡς ἕλκος αὐτῷ πονηρὸν τῆς ἀῤῥωστίας πρόφα‐
20σις ἦν.
21tΚΕΦΑΛ. ΛΘʹ.
22 α—ηʹ. Ἐν τῷ καιρῷ ἐκείνῳ ἀπέστειλε Μαρω‐ δὰχ Βαλαδὰν, ὁ υἱὸς τοῦ Βαλάδον, ὁ βασιλεὺς τῆς Βαβυλωνίας, ἐπιστολὰς, καὶ πρέσβεις, καὶ
25δῶρα Ἐζεκίᾳ. Ἤκουσεν γὰρ, ὅτι ἐμαλακίσθη ἕως θανάτου, καὶ ἀνέστη, κ.τ.λ. Ὁ τῶν Ἰουδαίων διδάσκαλος ἔλεγεν νενοσηκέναι τὸν Ἐζεκίαν ᾠδὴν ἐπὶ τῇ πτώσει τῶν Ἀσσυρίων οὐκ ᾄσαντα χαριστήριον, ὡς ἐπ’ Αἰγυπτίοις ὁ Μωσῆς, ὡς
30ἡ Δεββωρὰ ἐπὶ τῷ Σίσαρᾳ, ὡς ἡ Ἄννα ἐπὶ τῇ γενέ‐ σει τοῦ Σαμουήλ. Εἶτ’ ἀρωσθέντα τοῦτον ὁ τῶν Βαβυλωνίων μαθὼν βασιλεὺς, πρεσβεύεται πρὸς αὐτὸν, οὐκ ἀργῶς, ἰδὼν δὲ τὴν ἡμέραν, καθ’ ἣν ἀνεπόδισεν ὁ ἥλιος, διπλασίαν γεγενημένην. Μηδὲ
35γὰρ λαθεῖν Χαλδαίους δεινοὺς περὶ ταῦτα τυγχάνον‐ τας. Θεοποιοῦντες δὲ τὸν ἥλιον, ὑπὸ κρείττονος ᾤοντο τοῦτο γενέσθαι δυνάμεως. Καὶ τὴν αἰτίαν πολυ‐ πραγμονοῦντες, ἔγνωσαν, ὡς δι’ Ἐζεκίαν ὁ τῶν Ἑ‐ βραίων ταῦτα πεποιήκει Θεός. Ἐφ’ ᾧ καταπλαγεὶς
40ὁ βασιλεὺς, ἐκείνων τὰς πρὸς αὐτὸν ὡς θεοφιλῆ, συνθήκας ἀσπάζεται. Εἴποις δ’ ἂν αὐτὸς ὡς τὰ θαυμαστὰ πάντα κατ’ ἐνιαυτὸν ἕνα γεγονέναι μαθὼν, τοῦ Ἀσσυρίου τὴν ἔφοδον, τὴν δι’ ἀγγέλου πληγὴν, τὴν κατὰ Σενναχηρεὶμ ὑπὸ τῶν παίδων μετὰ τὴν
45φυγὴν ἐπανάστασιν, τὴν τοῦ μετ’ αὐτὸν ἄρξαντος παιδὸς Ἀχορδὰν σεσιγημένην ἀπώλειαν. Ταῦτα πάντα μαθὼν Μαρωδὰκ Βαλδὰν υἱὸς ὢν, οὐ τοῦ Σενναχη‐ ρεὶμ, ἀλλὰ τοῦ Βαλδὰν, ἐξ ἑτέρου γένους βασι‐ λεύων Βαβυλωνίων, ὡς ὠφελος (sic) τὴν πρὸς τὸν

2325

(50)

εὐσεβῆ φιλίαν ἀσπάζεται.
53 Ὅτι γὰρ ἐν ἑνὶ πάντα προῆλθεν ἐνιαυτῷ μάθοις ἂν ἐπιστήσας ὡς ἡ ἔφοδος τοῦ Ἀσσυρίου ἔτους τεσ‐
55σαρεσκαιδεκάτου τῆς Ἐζεκίου βασιλείας ἐγένετο.2325

2328

Ὃς προστεθέντων ἐτῶν αὐτῷ πεντεκαίδεκα, τῷ εἰκοστῷ καὶ ἐνάτῳ τετελεύτηκεν ἔτει, ὡς τὴν νόσον αὐτῷ γεγονέναι κατ’ ἔτος τὸ τεσσαρεσκαιδέκατον. Τὰ λοιπὰ δὲ πάντα πρὸ ταύτης κατὰ τὸν αὐτὸν χρόνον
5συμβεβηκέναι, ὧν ἁπάντων ἀκούσας ἐπὶ τὴν πρε‐ σβείαν ἠπείγετο. Καὶ τῶν ἀνδρῶν ἡκόντων δέον τὸν Ἐζεκίαν τὰς ἄνωθεν τοῦ Θεοῦ διηγεῖσθαι μεγαλουρ‐ γίας, καὶ τὰ νῦν ἐπισυνάπτειν γενόμενα, ὡς ἂν εὐ‐ γνώμων τε δοκῇ, κἀκείνους εὐσεβεστέρους ποιήσειεν,
10καὶ δι’ αὐτῶν ἑτέρους διηγουμένων ἅπερ ἐγνώκασιν· τοῦτο μὲν οὐ ποιεῖ. Φιλοτίμως δὲ χαυνωθεὶς, ἀνακα‐ λύπτει τούτοις τοὺς θησαυροὺς, καὶ τὸν οἶκον τοῦ Νεχώθα, ὅπερ οἶκον ἀρωμάτων Ἀκύλας ἔφη, καὶ Σύμμαχος γάζα, δὲ παρὰ Πέρσαις τὴν περιου‐
15σίαν σημαίνει, τοῦτο δὲ οὐ μόνον τύφον εἶχε καινὸν, ἀλλὰ καὶ τοῖς [βλεπομένοις] τοὺς πολεμίους ἐπ’ ὀφθαλ‐ μίαν παρεσκεύαζεν. Ὅθεν ὁ προφήτης ἐλθὼν ὡς ἀπ’ οἰκείας γνώμης, ἀλλ’ οὐ Θεοῦ δῆθεν πέμψαντος, ὅ τι θέλοιεν οὖτοι πυνθάνεται, ἤθει κεχρημένος πολλῷ,
20καὶ δεικνὺς ὡς ἦλθον μὲν τὰ τοῦ Θεοῦ παράδοξα μαθησόμενοι, σὺ δὲ σαυτὸν εἰς θαῦμα τούτοις, ἀντὶ Θεοῦ παραδέδωκας, τὴν θείαν οὐ διδάξας ὑπεροχὴν, οὐδ’ ὅτι τοῖς αὐτοῦ νεύμασιν ἡ κτίσις ὑποχωρεῖ. Ὁ δὲ πρὸς μὲν τὸ, τί λέγουσιν, οὐδὲν ἀποκρίνεται,
25τὸν ἔλεγχον δεδιώς. Πρὸς δὲ τὸ, πόθεν ἥκασιν, ἀλα‐ ζονικῶς λέγων· ἐκ γῆς μακρόθεν, ὡς κατὰ κλέος αὐτοῦ τῆς φήμης αὐτοὺς καὶ πόῤῥωθεν ἐνεγκούσης, ὅτε καὶ τὴν ἐκ Θεοῦ κατὰ τούτου λοιπὸν ἀπόφασιν ἤγαγεν· πάντα ληφθήσεσθαι παρὰ Βαβυλωνίων
30εἰπὼν καὶ τοὺς ἐξ αὐτοῦ καταγομένους, εὐνού‐ χους τῷ τούτων ἔσεσθαι βασιλεῖ. Τοῦτο δὲ γέ‐ γονεν, ὡς ἐν ταῖς Βασιλείαις ἐγνώκαμεν, ἐν ἡμέραις Ἰεχονίου, ὅτε καὶ οἱ περὶ τὸν Δανιὴλ ἐν τῷ οἴκῳ τοῦ βασιλέως γεγόνασιν, εὐνοῦχοι, καθά φασί τινες, γεγο‐
35νότες. Ἅπερ Ἐζεκίας ἀκούσας εὐλαβῶς τε καὶ εὐ‐ σεβῶς ἀγαθὸν ἔφη πάντα λόγον εἶναι Θεοῦ, κἂν ἡ τούτων ἀκοὴ τοὺς ἀνθρώπους λυπήσειεν. Τὸν ἐφ’ ἑαυτοῦ δὲ μόνον παρῃτήσατο χρόνον, εὐχαριστῶν τῷ Θεῷ, ὅτιπερ οὐ τῇ τῶν κακῶν ἐτιμωρεῖτο πείρᾳ,
40φήμῃ δὲ μόνῃ τῶν λυπηρῶν τῶν μελλόντων ἐσωφρο‐ νίζετο, εἰδὼς μηδὲ τοὺς ἐξ αὐτοῦ τὴν τούτων ἀκρίτως δέξασθαι πεῖραν, ἐφ’ οἷς δὲ ἁμαρτήσονται τιμωρου‐ μένους, τῶν ἐξ αὐτοῦ τικτομένων δικαίων μὴ βλαπτο‐ μένων τῇ αὐτοῦ ἁμαρτίᾳ. Ὁ δὲ Ἑβραῖος ἔλεγε τὸν
45Θεὸν μὴ ἀποδέξασθαι τὴν Ἐζεκίου προαίρεσιν ἑαυ‐ τοῦ μόνου φροντίσαντος, ὑπεριδόντος δὲ τοῦ λαοῦ καὶ τῆς πόλεως. Διόπερ ἐπήνεγκεν ἐφ’ ἑξῆς, Παρα‐ καλεῖτε, παρακαλεῖτε τὸν λαόν μου, λέγει ὁ Θεός. Εἰ γὰρ ἐκεῖνος φίλαυτος πέφηνεν, ἀλλ’ ὑμεῖς οἱ

2328

(50)

δυνάμενοι, παρακαλεῖτε τὸν ἐμὸν λαόν. Κήδομαι γάρ μου τοῦ πλάσματος.
54tΚΕΦΑΛ. Μʹ.
55α—ηʹ. Παρακαλεῖτε, παρακαλεῖτε τὸν λαόν μου,
λέγει ὁ Θεός· ἱερεῖς, λαλήσατε εἰς τὴν καρδίαν2327

2329

Ἱερουσαλήμ. Παρακαλέσατε αὐτὴν, ὅτι ἐπλήσθη ἡ ταπείνωσις αὐτῆς, λέλυται αὐτῆς ἡ ἁμαρτία, ὅτι ἐδέξατο ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτή‐ ματα αὐτῆς. Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, Ἑτοι‐
5μάσατε τὴν ὁδὸν Κυρίου, κ.τ.λ. Περιγράψασα τὴν ὑπόθεσιν τῆς κατὰ τὸν Ἐζεκίαν προφητείας ἡ ἱστορία, ἐξ ἑτέρας ἀρχῆς τοῦ εὐαγ‐ γελικοῦ λόγου κατάρχεται, τοῖς τὸ τοῦ Χριστοῦ πνεῦ‐ μα τὸν παράκλητον ὑποδεξαμένοις ἐπιβοῶσα, Παρα‐
10καλεῖτε τὸν λαόν μου. Πάντα γὰρ τὸν ἄξιον αὐτοῦ χρηματίζειν λαὸν τὸν ἐξ ἁπάντων τῶν ἐθνῶν ἐξει‐ λεγμένον προστάττει τοῖς ἀποστόλοις παρακαλεῖν, ὅπερ ἔδρων, ὡς ὁ Παῦλος ἐδήλωσε λέγων· «Εὐ‐ λογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ
15Χριστοῦ, ὁ Πατὴρ τῶν οἰκτιρμῶν, καὶ Θεὸς πάσης παρακλήσεως, ὁ παρακαλῶν ἡμᾶς ἐν πάσῃ θλίψει ἡμῶν, εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει, διὰ τῆς παρακλήσεως, ἧς αὐτοὶ παρα‐ καλούμεθα ὑπὸ Θεοῦ,» καὶ τὰ μετὰ ταῦτα, δι’ ὧν
20πάντων τῶν περὶ τῆς παρακλήσεως λόγον ἀπέδω‐ κεν. Καὶ ἀλλαχοῦ δὲ, καθάπερ πειθόμενος τῇ προ‐ φητικῇ παρακελεύσει, βοᾶ· «Δεόμεθα ὑπὲρ Χρι‐ στοῦ, καταλλάγητε τῷ Θεῷ.» Καὶ πάλιν· «Παρακαλῶ δὲ ὑμᾶς ἐγὼ ὁ δέσμιος ἐν Χριστῷ Ἰησοῦ.» Τὸ δὲ
25ἱερεῖς, ὡς μὴ κείμενον παρὰ τοῖς ἄλλοις, ὠβέλισται παρὰ τοῖς Ἑβδομήκοντα. Ὁ γοῦν Σύμμαχός φησι· Παρηγορεῖτε, παρηγο‐ ρεῖτε τὸν λαόν μου, λέγει ὁ Θεὸς ὑμῶν. Παραμυ‐ θήσασθε τὴν καρδίαν Ἰερουσαλήμ. ᾯ καὶ συν‐
30εφώνησαν οἱ λοιποί. Τίς δὲ ἡ ὥσπερ ἐμψύχου καρδία τῆς Ἱερουσαλήμ; Ἦν μὲν εἰπεῖν ἀντὶ τῶν οἰκητό‐ ρων εἰρῆσθαι τὴν πόλιν, εἰ μὴ καὶ τοῦ λαοῦ διεμέ‐ μνητο λέγων, τὸν λαόν μου. Τίς δὲ ὁ λαός; τίνες δὲ οἱ παρακαλοῦντες; Δῆλον ὡς οἱ τὸ Πνεῦμα τὸν
35παράκλητον ἔχοντες, ὡς ἐλέγομεν, πρὸς οὓς ἔλεγεν ὁ Σωτὴρ, «Κἀγὼ ἐρωτήσω τὸν Πατέρα μου, καὶ ἄλ‐ λον Παράκλητον δώσει ὑμῖν, ἵνα ᾖ μεθ’ ὑμῶν εἰς τὸν αἰῶνα, τὸ Πνεῦμα τῆς ἀληθείας.» Καὶ πάλιν· «Ὅταν δὲ ἔλθῃ ὁ Παράκλητος,» τὸ Πνεῦμα τὸ ἅγιον, καὶ τὸ
40θεῖον, οὕτω πολλάκις Πνεῦμα καλεῖ. Οἱ τὸν Παρά‐ κλητον οὖν δεξάμενοι, παρακαλεῖν προστάττονται τὸν λαὸν τοῦ Θεοῦ. Ἀλλ’ οὐ τὸν Ἰσραὴλ, οὐδὲ τὸν Ἰακὼβ, οὐδὲ τὸν Ἰούδαν· ἀλλ’ ἕτερον παρὰ τοῦ‐ τον, ὡς ὁ Ζαχαρίας δηλοῖ λέγων· «Τέρπου, καὶ
45εὐφραίνου, θυγάτηρ Σιὼν, δι’ ὅτι ἰδοὺ ἔρχομαι, καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος. Καὶ κατα‐ φεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔσονται αὐτῷ εἰς λαὸν, καὶ κατασκηνώ‐ σουσιν ἐν μέσῳ σου, καὶ ἐπιγνώσῃ ὅτι Κύριος παν‐

2329

(50)

τοκράτωρ ἐξαπέσταλκέ με πρός σε.» Δι’ ὧν σαφῶς ἔθνη πολλὰ λαὸς τοῦ Θεοῦ προαγορεύεται γίνεσθαι. Καὶ ταῦτα λέγει Κύριος ἀπεσταλμένος ὑπὸ ἑτέρου
Κυρίου.2329

2332

Ὡς οὖν οὗτος λαὸς Θεοῦ, οὕτω καρδία Ἱερουσα‐ λὴμ τὸ κρεῖττον τοῦ λαοῦ τάγμα, καὶ τῆς Ἐκκλη‐ σίας τὸ κυριώτατον, ὡς ἡ καρδία τοῦ σώματος, δι’ οὗ δηλοῦται τὸ λογικόν τε καὶ νοερώτερον τάγμα. Διὸ
5τούτοις μὲν λαλεῖν, παρακαλεῖν δὲ τοὺς ἄλλους ἐπέταξεν, ὡς ἂν δεομένους παραμυθίας. Εἴποις δ’ ἂν καὶ τῆς αἰσθητῆς Ἱερουσαλὴμ τοὺς λογικωτέρους σημαίνεσθαι, τοῦ λοιποῦ πλήθους οἱονεὶ σαρκώδους καὶ παχυτάτου τυγχάνοντος, καὶ αὐτοῖς οὖν βούλεται
10λαλεῖν τοὺς εἰληφότας τὸ Πνεῦμα τῆς παρακλήσεως, ἄφεσιν ἁμαρτιῶν εὐαγγελιζομένους διὰ τὴν προφη‐ τείαν, ἣν ἐπάγει περὶ τῆς Χριστοῦ παρουσίας, παυο‐ μένης τῆς ταπεινώσεως, καὶ λυομένης τῆς ἀμαρ‐ τίας. Τῇ οὖν εἰρημένῃ καρδίᾳ τῆς Ἱερουσαλὴμ
15διπλῆν ἐπενηνέχθαι λέγει τὴν κόλασιν, ἐπεὶ καὶ ἱστορικῶς συναπέλαυον τῶν τοῦ πλήθους κακῶν οἱ δηλωθέντες ὑπ’ ἀλλοφύλοις ἔθνεσι ταπεινούμενοι, καὶ κατὰ διάνοιαν ἐκόλαζον ἑαυτοὺς, τὴν τοῦ λαοῦ πενθοῦντες ἀποβολήν. Ἀλλὰ καὶ δεύτερον ἡ πόλις
20ἥλωκεν ὡς καὶ τὸν ἐν αὐτῇ νεὼν κατενεχθῆναι πρὸς ἔδαφος. Τὴν δ’ οὖν παράκλησιν τῆς τοῦ Σωτῆρος ἐπιφανείας ἐφ’ ἑξῆς ἐπενήνοχε, φωνὴ λέγων βοῶντος· εἶθ’ ἑξῆς ἐπιφέρων· Καὶ ὄψεται πᾶσα σὰρξ τὸ σω‐ τήριον τοῦ Θεοῦ, τὸ εὐαγγελικὸν κήρυγμα, δι’ οὗ
25Σωτὴρ ἐγνωρίζετο. Ἑτέρα δὲ νῦν ἔρημος εἴρηται παρ’ ἣν ὁ Μωσῆς διήγαγε τὸν λαόν. Καὶ τίνος ἀνδρὸς ἐν ταύτῃ φωνὴ βοῶντος; κατὰ τὸν Ἀκύλαν, κα‐ λοῦντος. Δῆλον δὲ καὶ πρὸς τίνας ἔλεγεν· Ἑτοιμά‐ σατε τὴν ὁδὸν Κυρίον. Ἅπερ πάντα εἰκὸς ἦν τοὺς
30τούτων ἀκροατὰς ζητεῖν, εὔχεσθαί τε τὸ σωτήριον τοῦ Θεοῦ ἰδεῖν, προβαινούσης εἰς ἔργον τῆς προφητείας.
34Ἐπεὶ οὖν ταῦτα προσεδόκων οἱ τῶν προφητικῶν
35ἐπιγνώμονες, τοῖς ἥκουσιν ὑπὸ τὼν ἀρχιερέων καὶ διδασκάλων, ἐρωτῶσίν τε τὸν Ἰωάννην, εἰ Χριστὸς, ἢ ὁ Ἠλίας, ἢ ὁ προφήτης ἐστὶν, ἀποφάσκει μὲν ταῦτα, τὸ δὲ φωνὴ βοῶντος εἶναι διϊσχυρίζεται. Ὡς γὰρ εἰδόσι τὴν προφητείαν ἠρκέσθη τοσοῦτον εἰπὼν, ἔρημόν
40τε δεικνὺς τὴν ἐν ᾗ διῆγε, καὶ τὸ ἐπὶ θύραις εἶναι τὸ σωτήριον τοῦ Θεοῦ τὸ πάσῃ σαρκὶ γνωσθησόμενον. Ἐκήρυσσε γὰρ ἐν τῇ ἐρήμῳ τοῦ Ἰορδάνου, περὶ ἧς ἡ προφητεία φησὶν, ἀλλ’ οὐκ ἐν Ἱερουσαλήμ. Ἐν ᾗπερ ἐρήμῳ τὸ σωτήριον ὤφθη Χριστὸς, ἥτε δόξα αὐ‐
45τοῦ πᾶσιν ἐγνώσθη, τῶν μὲν οὐρανῶν ἀνοιγομένων, βαπτιζομένου, τοῦ δὲ θείου Πνεύματος ἐν εἴδει περιστερᾶς ἐπ’ αὐτὸν καταντήσαντος, τοῦ δὲ Πατέρος φήσαντος αὐτὸν Υἱὸν ὑπάρχειν ἀγαπητόν. Ταῦτα γὰρ τῆς σωτηρίου δόξης σημεῖα ἐν ἐρήμῳ τοῦ Ἰορδάνου

2332

(50)

γενόμενα. Διὸ φθάσας ταύτην εὐηγγελίζετο λέγων· «Εὐφράνθητι, ἔρημος ἡ διψῶσα, ἀγαλλιάσθω ἔρημος καὶ ἀνθείτω ὡς κρίνον. Καὶ ἐξανθήσει καὶ ἀγαλλιά‐ σεται τὰ ἔρημα τοῦ Ἰορδάνου.» Ἐπληροῦτο δὲ καθ’ ἱστορίαν μὲν οὕτως· κατὰ δὲ διάνοιαν ἐπὶ τῆς ἐξ ἐθ‐
55νῶν Ἐκκλησίας νοούμενα, ἥ τις πρότερον ἔρημος
ὑπῆρχε Θεοῦ, ἐν ᾗ μέχρι καὶ τήμερον ἡ αὐτὴ βοᾷ2331

2333

φωνὴ, καὶ τῷ σωτήριον τοῦ Θεοῦ τοῖς προσιοῦσιν εὐαγγελίζεται, πρὸς τὴν ὑποδοχὴν τοῦ Θεοῦ λό‐ γου παρασκευάζουσα τὰς αὐτῶν ἀκοάς. Πρὸς ὃν ἀν‐ τιδιαστέλλων τὸν Ἰωάννην φωνὴν ὁ λόγος καλεῖ.
7 Ἀντὶ δὲ τοῦ, Εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ, Σύμμαχος ἔφησεν, Ὁμαλίσατε ἐν ἀβάτῳ ὁδὸν τῷ Θεῷ ἡμῶν. Ὡς ἂν τοῦ Θεοῦ μέλλοντος ἐπιβαίνειν,
10ἧς οὐκ ἐπέβη τὸ πρότερον οὐκ αὐτὸς, οὐ προφήτης, οὐ δίκαιος, δηλαδὴ τῆς ἐξ ἐθνῶν Ἐκκλησίας. Καὶ τῷ Θεῷ τὸ ἡμῶν προσέθηκεν, ὡς πρὸς ἑτέρους φθεγ‐ γόμενος. Ἦσαν γὰρ μύριοι καὶ ἐξ ἀλλοφύλλων ἐθ‐ νῶν οἱ τῷ Ἰωάννου προσελθόντες βαπτίσματι. Καὶ
15ἐν Ἐκκλησίᾳ δὲ ταῦτα πᾶσι προσφωνεῖται τοῖς ἔθνε‐ σιν. Εἶτα δηλοῖ τὰς μὲν τεταπεινωμένας τῷ βάθει τῆς κακίας ὑψοῦσθαι ψυχάς. ταπεινωθήσεσθαι δὲ τὰς ἐπηρμένας κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. Καὶ σκολιὰ δὲ καὶ τραχεῖα ψυχὴ, ὁμαλή τε καὶ εὐθεῖα γε‐
20νήσεται· ὡς ἂν δεκτὴ γένοιτο τῆς ἐπιβάσεως τοῦ Θεοῦ. Ὀφθήσεται γὰρ, φησὶν, ἡ δόξα Κυρίου. Καί τινι λέγων, ἐπάγει· Καὶ ὄψεται πᾶσα σὰρξ τὸ σω‐ τήριον τοῦ Θεοῦ, τοὺς σαρκικοὺς λέγων οὐκ ἐσχη‐ κότας Πνεῦμα Θεοῦ. Κατὰ τὸ, «Οὐ μὴ καταμείνῃ
25τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας,» οὓς δὴ τὸ σωτήριον ὄψε‐ σθαι τοῦ Θεοῦ. Ἀλλὰ καὶ Πνεῦμα Θεοῦ προφήτης ἕτερος ὄψεσθαι τούτους φησὶν, «Ἐκχεῶ, λέγων, ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα.» Ἔδει
30γὰρ τοὺς τὸ σωτήριον ἐγνωκότας τοῦ Θεοῦ καὶ Πνεύματος μεθέξειν Θεοῦ. Καὶ τοιαύτην ἐπήγαγε τοῦ λαοῦ τὴν παράκλησιν, τοῦ νέου φημί. Τοῦ γὰρ παλαιοῦ τὴν ἀπείθειαν εἰδὼς, δευτέρῳ χρῆται κηρύγ‐ ματι· Πᾶσα σὰρξ χόρτος. Σαρκὸς γὰρ αὕτη φύσις,
35καὶ τοῦ τὴν εἰκόνα φοροῦντος τοῦ χοϊκοῦ. Τὰ γὰρ ἐπὶ γῆς πρὸς βραχὺ μόνον ἀνθοῦντα μαραίνεται. Δεξαμένη δὲ τὸ σωτήριον τοῦ Θεοῦ, καὶ τὸ Πνεῦ‐ μα σχήσει ἅγιον, ὅ τε οὐχ ὡς χόρτος ξηραίνεται ἄνθρωπος, οὐδὲ πεσεῖται τοῦ ἄνθους, μενεῖ δὲ πνευ‐
40ματικὸς, ἀνακαινούμενος εἰς ἐπίγνωσιν κατ’ εἰκόνα τοῦ κτίσαντος αὐτόν.
44Κατὰ δὲ τὸ Ἑβραϊκὸν χόρτον καλεῖ τὸν Ἰουδαίων
45λαόν. Ὁ γὰρ Σύμμαχος καὶ Θεοδοτίων ἐκ προσθήκης φασίν· Ἀληθῶς χόρτος ὁ λαός. Ἐξηράνθη ὁ χόρτος. Ἐξέπεσε τὸ ἄνθος. Ὁ δὲ Ἀκύλας, Πρὸς ὃν ὁ λαὸς ἐξηράνθη; πρὸς ὃν ἀπέρευσεν ἄνθος; Ἀντὶ τοῦ, Τὸ δὲ ῥῆμα Θεοῦ ἡμῶν μένει εἰς τὸν

2333

(50)

αἰῶνα, ὁ Σύμμμαχός φησιν, Ὁ δὲ λόγος τοῦ Θεοῦ ἡμῶν στήσεται εἰς τὸν αἰῶνα, Χριστὸν γὰρ αἰώνιον ὑπάρχειν ἡ ἐν τῇ ἐρήμῳ λέγει φωνὴ, καὶ συνδια‐ μένειν αὐτῷ τοὺς τὸ σωτήριον αὐτοῦ δεξαμένους ἀπὸ τῆς γεώδους ἐπὶ τὴν πνευματικὴν μεταστάντας
55οὐσίαν. Οἱ δὲ ἐκ περιτομῆς μείναντες σάρκες, χόρ‐2333

2336

του δίκην πεσοῦνται, κατὰ τὴν προσθήκην τοῦ, Ἀλη‐ θῶς χόρτος ὁ λαός. Ἄνωθεν δέ τινες ἀπορήσαντες πῶς τοῖς Ἐζεκίου λόγοις τὴν Χριστοῦ παρουσίαν ὁ προφήτης ἐπήνεγκε, λέγουσιν ὅτι πολλάκις πολέμιοι
5τὴν Ἱερουσαλὴμ κατεδῄωσαν· ἡ δὲ διὰ Ναβουχοδο‐ νόσωρ πρὸ τῆς Χριστοῦ παρουσίας τελευταία γέγο‐ νεν ἅλωσις. Μεθ’ ἣν ἐπανελθόντες ᾤκουν ἀδιαιρέτως τὴν γῆν μέχρι τῆς Χριστοῦ παρουσίας. Ταύτης οὖν μνησθεὶς πρὸς Ἐζεκίαν τῆς ἁλώσεως τῆς ἐπὶ ταύτῃ
10μέμνηται παρακλήσεως. Προηγουμένως γὰρ τούτοις τὸ σωτήριον ἐγένετο κήρυγμα κατὰ τό· «Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ.» Τινὲς δέ φασιν ὡς τὰς αὐτῶν ἀτόπους ἐννοίας ἠξίωσε παρακλήσεως. Ἐζεκίου γὰρ ἐπὶ
15τῇ ἀτόπῳ παιδευθέντος οἰήσει, καθ’ ἣν ᾤετο τυγχά‐ νειν ὁ προσδοκώμενος, ὡς καὶ περὶ αὐτοῦ δοκεῖν εἰρῆσθαι τὸ, «Πεσεῖται ἐκ τοῦ κλίτου σου χιλιὰς, καὶ μυριὰς ἐκ δεξιῶν σου,» τοσούτους πεπτωκότας θεώμενον. Ταύτης δὲ τῆς ἐλπίδος διαπεσόντος διὰ
20τὴν νόσον, ὡς μηκέτι τὸν ψαλμὸν ἁρμόττειν αὐτῷ λέγοντα, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου (μόνον γὰρ ἥρμοττε τῷ Χριστῷ), ὁ λαὸς ᾤετο τὰ τῆς ἐπαγγελίας πεπαῦσθαι, πάντα τε φροῦδα γεγονέναι τὰ ἐλπισθέντα, μηδένα τε σωτῆρα τοῦ γένους φανή‐
25σεσθαι.
28 Ὅθεν ὁ τῶν ὅλων Θεὸς ἀπεγνωκότας τούτους διὰ τοῦ προφήτου καὶ τῶν ἱερέων παρακαλεῖ, λέγων,
30Λαλήσατε εἰς τὴν καρδίαν Ἱερουσαλὴμ, τοῦτ’ ἔστιν, εὐπαράδεκτον τοῖς ἀκροωμένοις τὸν τῆς παρακλήσεως ποιήσασθε λόγον, ὅπερ οὐκ εἶχεν ὁ νόμος φορτικῶς ἄγαν περὶ σκιὰν καὶ τύπους εἰλού‐ μενος, οὐκ ἀναγκαῖα παιδεύων τὸν νοῦν. Ἐξωφανῆ
35γάρ τινα γνῶσιν ἐνεποίει διὰ τοῦ γράμματος. Τὸ δὲ σωτήριον κήρυγμα θεωριῶν πληροῖ τὴν ψυχὴν τοῦ Πνεύματος τοῦ θείου τὸ βάθος αὐτῆς ὑπανοίγοντος. Οὕτω τοί φησι καὶ Δαβίδ. «Ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὸ λόγιόν σου, ὅπως ἂν μὴ ἁμάρτω σοι.»
40Τοιοῦτον καὶ τὸ δι’ ἑνὸς τῶν προφητῶν· «Καὶ αὕτη ἡ διαθήκη, ἣν διαθήσομαι αὐτοῖς ἐν ταῖς ἡμέ‐ ραις ἐκείναις, λέγει Κύριος, διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ τὰς καρδίας αὐτῶν ἐπιγράψω αὐτούς.» Καὶ ὁ Παῦλος δέ φησιν· «Ἡ
45ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε, γινωσκομένη καὶ ἀναγι‐ νωσκομένη ὑπὸ πάντων ἀνθρώπων, φανερούμενοι ὅτι ἐστὲ ἐπιστολὴ Χριστοῦ, διακονηθεῖσα ὑφ’ ἡμῶν, ἐγγεγραμμένη οὐ μέλανι, ἀλλὰ Πνεύματι Θεοῦ ζῶν‐ τος, οὐκ ἐν πλαξὶ λιθίναις, ἀλλ’ ἐν πλαξὶ καρδίας

2336

(50)

σαρκίναις.» Ἱερεῖς δέ τινες τοὺς ἀγγέλους ἐνόησαν, οἷς ἐμπρέπει καὶ τὸ ἐν καρδίαις δύνασθαι λα‐ λεῖν. Ἡ δὲ παράκλησις ἐν τῷ λελύσθαι τὴν δίκην αὐτὴ διπλῆν γενομένην, ἔν τε τῷ σαρκὸς ἐπιθυ‐ μίαις προσκεῖσθαι (κόλασις γὰρ αὐτὴ μεγίστη τοῖς
55ἔχουσιν αἴσθησιν) ἔν τε τῷ δι’ ἐκεῖνα κολάζεσθαι,2335

2337

Ἤγουν, ἔν τε τῷ ἀποστῆναι Θεοῦ τῆς ὄντως πηγῆς ζωῆς, καὶ τῷ προσχωρῆσαι τοῖς δαίμοσιν, λάκκοις συντετριμμένοις, κατὰ τὴν Ἱερεμίου φωνὴν, συν‐ έχειν ὕδωρ μὴ δυναμένοις. Τινὲς δέ φασιν, ὅτι ὡς οἱ
5φιλόστοργοι πατέρες τὴν σμικρὰν κατὰ παιδὸς ἁμαρ‐ τίαν μείζω πολὺ τῆς ἀξίας νομίζουσιν, οὕτω διὰ φιλανθρωπίαν ὁ Θεὸς τὴν ἐλάττω τῆς ἀξίας διπλασίαν ὁρίζεται. Ἄλλως γὰρ οὐκ ἄξιον τῆς αὐτοῦ χρηστό‐ τητος ἐν διπλῷ τιμωρεῖσθαι τοῦ λέξαντος· «Οὐκ
10ἐκδικήσει Κύριος δὶς ἐπὶ τὸ αὐτὸ ἐν θλίψει. Οἰκτίρ‐ μων γὰρ καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός.» Καὶ, «Οὐ κατὰ τὰς ἀνο‐ μίας ἡμῶν ἐποίησεν ἡμῖν οὐδὲ κατὰ τὰς ἁμαρ‐ τίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν.» Σύμφωνον δὲ
15τῷ, Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, καὶ Ζαχαρίας ὁ τοῦ Βαπτιστοῦ λέγει Πατήρ· «Καὶ σὺ, παιδίον, προφήτης Ὑψίστου κληθήσῃ. Προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου, ἑτοιμάσαι τὰς ὁδοὺς αὐτοῦ.» Περὶ οὗ φησιν ὁ Σωτήρ· «Ἐκεῖνος ἦν ὁ λύχνος ὁ
20καιόμενος καὶ φαίνων. Ὑμεῖς δὲ ἠθελήσατε ἀγαλ‐ λιαθῆναι πρὸς ὥραν ἐν τῷ φωτὶ αὐτοῦ.» Ἥλιος γὰρ δικαιοσύνης καὶ φῶς ἀληθινὸν ὁ Χριστός. Καὶ τὸ μέσον ἀμφοτέρων ἀσύμβλητον, κἂν ὅτι μάλιστα τὸ ἀνθρώπινον πλῆρες γένοιτο σοφίας τε καὶ φωτός.
27 Τοῖς δὲ ἀπεγνωκόσι σημεῖον δίδωσι παρακλή‐ σεως. Ὅταν γὰρ ἀπὸ τῆς ἐρήμου περὶ μετανοίας ἀκούοις φωνῆς, τότε νόει παρεῖναι τὸν προσδοκώ‐
30μενον. Ὡς ἀπὸ λεωφόρου δὲ τὰ μὲν ἐχούσης ἀνάντη, τὰ δὲ κοῖλα, καὶ διὰ τοῦτο δυσπορεύτου, τὸν λόγον εἴληφεν· ἥτις ἂν γένοιτο λεία, τῶν μὲν καθαιρου‐ μένων ὕψους· τῶν δὲ, πληρουμένων κοιλότητας, ὁποία διὰ Χριστοῦ γέγονεν ἡ τῆς εὐσεβείας ὁδὸς,
35ἄβατος πρότερον ὑπὸ τῶν κοσμοκρατόρων τοῦ σκότους ὑπάρχουσα ταῖς γεώδεσιν ἐγκαταδησάντων ἡμᾶς ἡδοναῖς. Δόξαν δὲ κυρίου καλεῖ τὸν Υἱὸν, ὡς ὑπὲρ πᾶσαν ὄντα τὴν κτίσιν καὶ τῆς αὐτῆς θεότητος τῷ Πατέρι. Τοῦτο δὲ καὶ γενόμενος ἄνθρωπος ἔδειξε
40θαυματουργῶν ἀεὶ, καὶ τὴν κτίσιν μεταπλάττων τῷ ῥήματι, γενόμενος πᾶσι σωτήριον, τῶν ἐννόμῳ θυσιῶν ἁμαρτίας καθαιρεῖν μὴ δυναμένων. Ἐν δὲ Χριστῷ τελειούμενοι τῷ τῆς υἱοθεσίας πνεύματι τετιμήμεθα πάντες, τό γε ἧκον εἰς τὴν τῆς χάριτος
45δωρεὰν, πᾶσιν αὐτὴν ἁπλώσαντος τοῦ Θεοῦ· εἰ καὶ τῷ τῆς ἀπιστίας σκότῳ ταύτην τινὲς οὐ προσήκαντο. Μηδὲν δὲ ἴδιον ἢ πεπλασμένον λέγειν ὁ προφήτης ἐπιδεικνὺς, Θεοῦ τὸν λόγον ἐκάλεσεν, Τίνα δὲ τρόπον ἔστι τὸ σωτήριον ἰδεῖν τοῦ Θεοῦ, διδάσκει

2337

(50)

καταφρονῆσαι δεῖν τῶν φαινομένων, ὡς ἀστάτων εἰπὼν καὶ θᾶττον μαραινομένων, λαβόντας εἰς νοῦν τὸν Θεοῦ λόγον μόνον ὡς ἀεὶ ζῶντα, καὶ μένοντα, καὶ πρόξενον ὄντα τῆς αἰωνίου ζωῆς. Εἴποις δ’ ἂν ῥῆμα Κυρίου καὶ τὴν ἐντολὴν τὴν αὐτοῦ τοῦ Σωτῆρος
55εἰπόντος· «Ἀμὴν λέγω ὑμῖν, ἐάν τις τὸν ἐμὸν λόγον2337

2340

τηρήσῃ, θάνατον οὐ μὴ ἴδῃ εἰς τὸν αἰῶνα.» Τινὲς δέ φασιν, ὡς προσταχθεὶς προφήτης κηρύξαι με‐ γαλοφώνως τὴν εἰς πάντας ἥξουσαν χάριν, ἀπὸ συμπαθείας τῆς πρὸς τὸ ἔθνος ἑαυτοῦ, μηδὲν ἔχειν
5ἐξαιρετὸν μέλλοντος, ὡς ἡνίκα κλῆρος ὑπῆρχε Θεοῦ, ἀποβλήτου δὲ τῆς τοιαύτης ἐσομένου τιμῆς ἐκκοπεὶς τὴν διάνοιαν, τί δέοι βοήσειν ἔλεγεν. Ἐφ’ οἷς Θεὸς τὴν τοσαύτην μὴ χωρήσαντι χάριν φησὶ, Πᾶς ἄνθρωπος χόρτος. Καὶ σὺ γὰρ, φησὶν, ὁ τοῖς ἐμοῖς
10διακονούμενος ῥήμασιν, ὑπὸ τῆς σαρκὸς τὸν νοῦν ἐπισκιαζόμενος, χωρεῖν οὐδὲ δυνήσῃ. Πλὴν πᾶσα, φησὶν, ὑπόληψις ἀνθρωπίνη ταχέως παυθήσεται, οἱ ἐμοὶ δὲ περὶ τῆς εἰς πάντας χάριτος κυρωθήσονται λόγοι. Τοῦτο καὶ Παῦλος νοήσας ἔλεγεν· «Ὢ βάθος
15πλούτου καὶ σοφίας!» Τοιγαροῦν ἐπιλύσας αὐτῷ τὴν ἀμφιβολίαν, ἀφ’ ὕψους τῆς διανοίας ἐφεξῆς κη‐ ρῦξαι παρακελεύεται.
21 θ—κϛʹ. Ἐπ’ ὄρος ὑψηλὸν ἀνάβηθι, ὁ εὐαγγε‐ λιζόμενος Σιών. Ὕψωσον ἐν ἰσχύϊ τὴν φωνήν σου, ὁ εὐαγγελιζόμενος Ἱερουσαλήμ. Ὑψώσατε· μὴ φοβεῖσθε. Εἶπον ταῖς πόλεσιν Ἰούδα· Ἰδοὺ
25Θεὸς ὁ ὑμῶν, ἰδοὺ Κύριος. Κύριος μετὰ ἰσχύος ἔρχεται, καὶ ὁ βραχίων μετὰ κυρίας. Ἰδοὺ ὁ μισθὸς αὐτοῦ μετὰ αὐτοῦ, κ.τ.λ. Ἀκολούθως μετὰ τὴν ἐν τῇ ἐρήμῳ βοῶσαν φωνὴν, τὰ περὶ τῶν εὐαγγελιστῶν καὶ τῆς Χριστοῦ παρου‐
30σίας ἐπήγαγεν. Ὁ δὲ Ἀκύλας φησίν· Ἐπ’ ὄρος ὑψηλὸν ἀνάβηθι, ἑαυτῇ εὐαγγελιζομένη Σιών. Καὶ ἐπάρων ἱσχυρῶς τὴν, φωνὴν εὐαγγελισα‐ μένη Ἱερουσαλήμ. Καὶ οἱ λοιποὶ δὲ συμφώνως, ὡς πρὸς ἔμψυχον τὴν Ἱερουσαλὴμ καὶ τὴν Σιὼν ἀπο‐
35τείνονται. Ἐπὶ ποῖον οὖν ἄνεισιν ὄρος ἡ Σιὼν, ἡ καὶ αὐτὴ ὄρος λεχθεῖσα; κατὰ τὸ, «Ὄρος Σιὼν τοῦτο ὃ κατεσκήνωσας ἐν αὐτῷ.» Ἔοικε τοίνυν δηλοῦν τὸν τῶν ἀποστόλων χορὸν, οὓς καὶ ἄνω καρδίαν ἔφησεν Ἱερουσαλὴμ, ὡς ἂν ἐκ τοῦ ἐκ περιτομῆς ἐξει‐
40λεγμένου λαοῦ, οἳ καὶ τὸ σωτήριον τοῦ Θεοῦ παρ‐ εδέξαντο ἐπηρμένοι τινὲς ὄντες, καὶ τῷ μονογενεῖ παρεικασθέντες ὄρει καὶ αὐτῷ χρηματίζοντι· ἐφ’ ὃν ἀνιέναι κελεύονται, τοῦ Χριστοῦ τὴν παρουσίαν κηρύξοντες, κἄν τινες ἐπαναστῶσι, δεδιέναι μηδέν·
45ἤγουν μὴ λάθρα διδάσκειν κελεύει, δημοσιεύειν δὲ τὸ κήρυγμα, καὶ ποιῆσαι πᾶσιν ἐξάκουστον. κατὰ τὸ, «Ὃ ἀκούετε εἰς τὸ οὖς, ἐπὶ τῶν δωμάτων κηρύξατε.» Ὃ καὶ ἕλεγον προσευχόμενοι· «Καὶ νῦν, Κύριε, ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν, καὶ δὸς

2340

(50)

τοῖς δούλοις σου μετὰ παῤῥησίας λαλεῖν τὸν λόγον σου.» Καὶ τὸ ἰδοὺ δὲ λέγων, φασὶ, τὸ μὴ μετὰ μακρὰν ἥξειν δηλοῖ, μονονουχὶ πλησίον ὄντα δεικνύς. Ἤγουν ταῖς πόλεσιν Ἰούδα κελεύει βοᾷν, ταῖς τούτων δηλον‐
ότι συναγωγαῖς, ὡς οὗτος ἐκεῖνος ὁ πρόπαλαι2339

2341

προσδοκώμενος, φωναῖς ἁγίων προκαταγγελθεὶς προ‐ φητῶν. Ἐν ταυτῷ δὲ καὶ τὴν αὐτοῦ παρουσίαν ἐδήλωσεν, μετὰ μεγάλης ἰσχύος ἥξειν εἰπὼν καὶ κυριακῆς
5αὐθεντίας, ὅτε πρὸς τὰ ἔργα καὶ τὸν μισθὸν ἑκάστῳ παρέξεται. Καθάπερ ἔλεγε· «Μέλλει γὰρ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ Πατέρος αὐτοῦ, καὶ ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.» Τινὲς δὲ καὶ ταῦτα ἐπὶ τῆς προτέρας ἐδέξαντο παρουσίας,
10δεικνύντα μὴ καθ’ ἕνα τῶν προφητῶν ἥξειν αὐτὸν, οἳ καὶ θαυματουργοῦντες ηὔχοντο. Χριστὸς δὲ κατ’ αὐθεντίαν ἤλαυνε πάθη καὶ δαίμονας. Ὅτι δὲ οὐκ ἄκαρπον ὑπὲρ ἡμῶν ὑπέμεινε τὸν σταυρὸν δηλοῖ, λέ‐ γων· Ἰδοὺ ὁ μισθὸς αὐτοῦ μετ’ αὐτοῦ. Ἔλεγεν γάρ·
15«Ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀπο‐ θάνῃ, αὐτὸς μόνος μένει. Ἐὰν δὲ ἀποθάνῃ, καρπὸν πολὺν φέρει.» Καὶ πάλιν· «Ἐὰν ὑψωθῶ ἐκ γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.» Καὶ Παῦλος δέ φη‐ σιν· «Ὑπέμεινε σταυρὸν αἰσχύνης καταφρονήσας.
20Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐ‐ τῷ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι αὐτοῦ,» καὶ τὰ ἑξῆς. Καὶ ὁ Δαβὶδ δὲ προὔλεγεν· «Πάντα τὰ ἔθνη ὅσα ἐποίησας ἥξουσι, καὶ προσκυ‐ νήσουσιν ἐνώπιόν σου.» Τὸ δὲ, Ὡς ποιμὴν ποιμανεῖ
25τὸ ποίμνιον αὐτοῦ, ὁμολογουμένως τῆς προτέρας ἐστὶ παρουσίας. Ὡς Θεὸς μὲν γὰρ κρινεῖ, ὡς δὲ μορ‐ φὴν δούλου λαβὼν ποιμαίνειν τὸ ποίμνιον εἴρηται ὁ λέγων, Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. Βραχίονα δὲ αὐ‐ τοῦ καλεῖ, φασὶ, τὴν θεότητα, δι’ οὗ συνάξειν ἄρνας,
30καὶ ἐν γαστρὶ ἐχούσας παρακαλέσειν εἴρηται. Ἄρνας τοῦ λόγου δηλοῦντος τοὺς ἀρτιγενεῖς ἐν Χρι‐ στῷ. Διόπερ Ἀκύλας ἀρνία φησίν. Εἴη δ’ ἂν ὁ νέος λαός. Οὐ γὰρ ἔφη κριοὺς, ἢ τράγους, ἢ πρόβατα ἐν‐ τελῆ, περὶ ὧν ἕτερος τοιαῦτα διδάσκει προφήτης λέ‐
35γων· «Τὰ δὲ λέγει Κύριος· Ἰδοὺ ἐγὼ κρινῶ ἀναμέ‐ σον προβάτου καὶ προβάτου, καὶ κριῶν καὶ τράγων.» Καί· «Οὐχ ἱκανὸν ὑμῖν, ὅτι τὴν καλὴν νομὴν νέμε‐ σθε, καὶ τὰ κατάλοιπα τοῖς ποσὶν ὑμῶν κατεπατεῖτε; καὶ τὸ καθεστηκὸς ὕδωρ ἐπίνετε; καὶ τὸ λοιπὸν τοῖς
40ποσὶν ὑμῶν ἐταράσσετε;» Καὶ πάλιν· «Ἰδοὺ ἐγὼ κρίνω ἀνὰ μέσον προβάτου ἰσχυροῦ. Ἐπὶ ταῖς πλευ‐ ραῖς καὶ τοῖς ποσὶν ὑμῶν διωθεῖσθε, καὶ τοῖς κέρα‐ σιν ὑμῶν ἐκερατίζετε, καὶ τὸ ἠσθενηκὸς ἐξεθλίβετε.» Διὸ καὶ οἱ ποιμένες αὐτῶν διαβάλλονται παρ’ αὐτῷ,
45Τὰ δὲ λέγει Κύριος, λέγοντι· «Ὦ ποιμένες Ἰσραὴλ, μὴ βόσκουσιν οἱ ποιμένες ἑαυτούς; οὐ τὰ πρόβατα βόσκουσιν οἱ ποιμένες; Ἰδοὺ τὸ γάλα κατεσθίετε. Καὶ τὰ ἔρια περιβάλλεσθε.» Καὶ τὸ παχὺ σφάζετε· καὶ τὰ πρόβατά μου οὐ βόσκετε. Ἐπεὶ τοίνυν ἠτάκτει

2341

(50)

τὰ πρόβατα, οἱ δὲ ποιμένες ἐλυμαίνοντο αὐτὰ, τοῖς ποιμέσι μετάστασιν ἀπειλεῖ, λέγων· «Καὶ ἀποστρέψω ὑμᾶς τοῦ μὴ ποιμαίνειν τὰ πρόβατά μου.» Καὶ ἐπι‐ λέγει· «Ἰδοὺ ἐγὼ αὐτὸς ἐκζητήσω τὰ πρόβατά
μου.» .........................2341

2344

.......... προφήτης. Ἀπὸ πολλῆς δόξης καὶ ἐν κράτει ἰσχύος οὐδέν σε ἔλαθεν. Εἴρηται γὰρ ἀλλαχοῦ· «Ἀριθμηταί εἰσιν αὐτῷ σταγόνες ὑε‐ τοῦ.»
5 κϛ—λαʹ. Μὴ γὰρ εἴπῃς, Ἰακὼβ, καὶ τί ἐλάλησας, Ἰσραήλ; ἀπεκρύβη ἡ ὁδός μου ἀπὸ τοῦ Θεοῦ, καὶ ὁ Θεός μου τὴν κρίσιν ἀφεῖλε, καὶ ἀπέστη, καὶ νῦν οὐκ ἔγνως; Εἰ μὴ ἤκουσας, Θεὸς αἰώνιος, Θεὸς ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς, οὐ πεινάσει, οὐ‐
10δὲ κοπιάσει, οὐδὲ ἔστιν ἐξέρευσις τῆς φρονή‐ σεως αὐτοῦ, κ.τ.λ. Ὁ Σύμμαχος· Διὰ τί λέγεις, Ἰακὼβ, καὶ λαλεῖς, Ἰσραήλ; καὶ οἱ λοιποὶ συμφώνως. Μετὰ δὲ τὴν ἀποδοθεῖσαν θεολογίαν, ἐπιτιμᾷ τοῖς μὴ νομίζουσι
15τὰς ἑαυτῶν πράξεις ἐφορᾷν τὸν Θεὸν, ἐκ τοῦ προτέ‐ ρου λαοῦ. Νομίζεις, φησὶ, λανθάνων μὴ ὑποκεῖσθαι κρίσει Θεοῦ, καίτοι ἀρτίως ἤκουες πρὸς Θεὸν εἰρη‐ μένον, Ἐν κράτει ἰσχύος οὐδέν σε ἔλαθεν. Πλὴν εἰ καὶ μὴ πρότερον μήτε ἔγνως, μήτε ἤκουσας, μάθε
20νῦν· ἤγουν, εἰ δὲ φὴς μὴ γινώσκειν, εἰ μὴ ἀκούσειας· τῇ σῇ προσποιήσει συντρέχων ἐρῶ. Ἤγουν, ἐρεῖς ὡς οὐκ ἔγνως. Οὐκοῦν, εἰ μὴ ἤκουσας, ἴσθι ὡς ὁ Θεὸς ὁ αἰώνιος, οὐ μόνον οὐρανὸν, ἀλλὰ καὶ πᾶσαν συν‐ έχει τὴν γῆν. Καὶ πῶς δυνήσῃ τοῦτον λαθεῖν; Ἀντὶ
25δὲ τοῦ, οὐ κοπιάσει, οὐκ ἐξελύθη, φασὶν οἱ λοιποί. Πρὸς τῷ δὲ μὴ ἀσθενεῖν, μηδέ τι ἔχειν ἀνθρώπινον καὶ ἀκατάληπτον ἔχει τὴν γνῶσιν, δι’ ἧς μέχρι καὶ τῶν κατὰ μέρος ἡ τούτου διέρχεται πρόνοια, εὐεκτεῖν μὲν ἔσθ’ ὅτε ποιοῦσα τοὺς πένητας, τὴν δὲ τρυφὴν
30τῶν ἐν πλούτῳ κολάζουσα λύπῃ καὶ φροντίσι βιωτι‐ καῖς. Ἐπιβάλλει δὲ καὶ τοῖς ἐν ἀκμῇ τὴν ἐξ ἀῤῥω‐ στημάτων ἀσθένειαν· ἐκ δὲ τῶν ἐναντίων οἱ Θεὸν ἐν μαρτυρίαις ἢ διωγμοῖς ὑπομείναντες, κατὰ τὴν παροῦσαν ἀσθενοῦντες ζωὴν, τοσαύτης ἀξιοῦνται
35μεταβολῆς, ὡς ἐλευθέρους προσαναπτῆναι πρὸς οὐ‐ ρανόν. Ὁ γὰρ ἀετὸς ὑψιπέτης ἐστὶ, καὶ ἀντωπεῖ ταῖς τοῦ ἡλίου μαρμαρυγαῖς, γῆράς τε τὸ φυσικὸν ἀπο‐ δύεται κατὰ τό· «Ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεό‐ της σου.» —«Κατεργάζεται γὰρ ἡ μὲν ὑπομονὴ
40δοκιμήν· ἡ δὲ δοκιμὴ ἐλπίδα· ἡ δὲ ἐλπὶς οὐ κατ‐ αισχύνει.» Διὸ καὶ τὴν ἰσχὺν ἀλλάξουσι τὸν θνη‐ τὸν βίον μεταβαλόντες, καὶ εἰς ἀγγελικὴν μεταστάν‐ τες ζωήν. Διὰ γὰρ τῶν ἀετῶν, ταῖς οὐρανίοις αὐτοὺς ἀπεικάζει δυνάμεσιν, ἃς πτερωτοῖς ἀφωμοίωσεν. Διὰ
45τοῦτο ἄρα καὶ τῶν ἐν ὕδασι καθαρὰ τὰ πτερύγια. Οὕτως ἄρα κἀν τῷ παρόντι βίῳ μερικὴ κρίσις ἐστὶ, καὶ καθολικὴ ἐν τῷ μέλλοντι, κἂν μὴ τοῦτο σὺ νενό‐ μικας, Ἰσραήλ. Διὸ σοὶ μὲν ταῦτα, τοῖς δὲ λοιποῖς ἔθνεσι κατάλληλα προσφωνῶ.
53tΚΕΦΑΛ. ΜΑʹ.
54α—ζʹ. Ἐγκαινίζεσθε πρός με, νῆσοι. Οἱ γὰρ ἄρ‐
55χοντες ἀλλάξουσιν ἰσχύν. Ἐγγισάτωσαν, καὶ λα‐ λησάτωσαν ἅμα, τότε κρίσιν ἀναγγειλάτωσαν.
Τίς ἐξήγειρεν ἀπὸ ἀνατολῶν δικαιοσύνην, ἐκάλε‐2343

2345

σεν αὐτὴν κατὰ πόδας αὐτοῦ, καὶ πορεύεται; Δώσει ἐναντίον ἐθνῶν, καὶ βασιλεῖς ἐκστήσει. Καὶ δώσει εἰς γῆν τὰς μαχαίρας αὐτῶν, καὶ ὡς φρύγανα ἐξωσμένα τὰ τόξα αὐτῶν, καὶ διώξεται
5αὐτοὺς, κ.τ.λ. Ἐγκαινίζεσθε πρός με, νῆσοι, ἀνθ’ οὗ Σύμμα‐ χος μὲν, Δουλεύσατε, φησὶν, ἐπ’ ἐμοῦ, νῆσοι, Ἀκύλας δὲ καὶ Θεοδοτίων, Κωφεύσατε πρός με. Σιγᾷν γὰρ αὐταῖς ἐκέλευσεν, ὡς ἂν ἐπήκοοι γένοιντο
10θείας ὁμιλίας καὶ σωτηρίου κηρύγματος, νήσους λέγων τὰς ἐξ ἐθνῶν Ἐκκλησίας ᾗ ἁλμυρὰ τοῦ βίου περιέχει κακία, καὶ τῶν ἐπανισταμένων τὰ κύματα. Ἀλλ’ εἰσὶν ἀσφαλεῖς, ὡς ἐπὶ πέτραν βαίνουσαι, τὸν Χριστόν. Διὸ οὐ σαλεύονται. Ἄνω δὲ τοὺς ὑπομένον‐
15τας Κύριον τὴν ἰσχὺν ἀλλάξειν εἰπὼν, ἐνταῦθα λέγει, Ἄρχοντες, ἤγουν ἔθνη, ἀλλαξάτωσαν ἰσχὺν, κατὰ Σύμμαχον (ὅπερ τοῖς ὑπομένουσι Κύριον τοῦτο νήσοις ἐπιτάττων καὶ ἔθνεσιν), ὡς ἂν ἐπὶ τὸ κρεῖττον τὴν ἀπὸ χείρονος ἰσχὺν μεταβάλοιεν. Τινὲς
20δέ φασιν ὡς ἔσθ’ ὅτε νῆσοι καλοῦνται πόλεις καὶ κῶμαι, πλατεῖαν ἔχουσαι κύκλῳ γῆν ἀνήρωτον καὶ κεχερσωμένην, οἵας τὰς Ἰδουμαίων εἶναί φασι, καὶ Μωαβιτῶν, ὡς ἐν ἐρήμῳ κειμένας, αἷς προσφωνεῖ παράδειγμα λαβὼν αὐτὰς τῆς τῶν ἄλλων εἰδωλολα‐
25τρῶν μανίας, τὴν τῶν ἐθνῶν πρόσληψιν ἐκ μέρους δηλῶν, ἃ βούλεται πρὸς καινότητα μεταβῆναι ζωῆς τὴν παλαιώσασαν αὐτὰ καταλείψαντα πλάνην, ἵνα γένωνται παρθένος ἁγνὴ, μὴ ἔχουσαι σπίλον ἢ ῥυτίδα. Ὧν οἱ ἄρχοντες ἀλλάττουσι τὴν ἰσχὺν, ὡς τῶν ἐν
30νόμῳ κρείττους γενόμενοι, καὶ καθάπαξ δυνάμει πνευματικῇ διαφέροντες. Τινὲς δέ φασιν ὡς ψυχαῖς παλαιωθείσαις ἐν ἡδοναῖς τὰς ψυχικὰς αὐτῶν ἀναλα‐ βεῖν συμβουλεύει δυνάμεις, ἀπονιψαμένας τὸ τῶν πα‐ θῶν ἀλμυρὸν, τοῦτ’ ἔστι τὸν παλαιὸν ἄνθρωπον, καὶ
35τὸν νέον ἐνδυσαμένας, κατὰ τὸ Παύλῳ δοκοῦν. Εἶθ’ ἑξῆς φησιν· Ἐγγισάτωσαν καὶ λαλησάτωσαν ἅμα, τὰ ἔθνη καλῶν πρὸς ἑαυτὸν ὁ Θεὸς, καὶ ταῦτα λέγειν τε καὶ φρονεῖν ἐν Ἐκκλησίᾳ διδάσκων, κεκριμένως τε τὸ Χριστοῦ καταγγέλλειν μυστήριον. Τῶν γὰρ ἐξ
40Ἱερουσαλὴμ κρίσιν ὀνομαζόντων τὸν νόμον, ἀντεξ‐ άγων αὐτῷ τὸ σωτηρίον κήρυγμα κρίσιν ἐκάλεσεν. Οὐ γὰρ δικαιοσύνης ἔχει σκιὰν, ἀλλὰ τὴν ἀληθῆ τοῦ Θεοῦ δικαιοκρισίαν, ἣν οἱ νέοι παρὰ Χριστοῦ μαθόν‐ τες διδάσκουσιν ἄρχοντες, βούλησιν οὖσαν τοῦ Θεοῦ
45καὶ Πατέρος. Τινὲς δέ φασιν, ὡς τὸν περὶ κρίσεως λόγον βούλε‐ ται τὰ ἔθνη μαθόντα καὶ ἑτέροις ἀπαγγέλλειν, γνῶ‐ ναί τε τίς ἐξήγειρεν ἀπὸ ἀνατολῶν δικαιοσύνην. Δικαιοσύνης γὰρ ἔργον τὸ μὴ μόνον Ἰουδαίους, ἀλλὰ

2345

(50)

καὶ τὰ λοιπὰ τῶν ἐθνῶν ἐπιγνῶναι τὸν Κύριον. Ὁ δὲ θεῖος Ἀπόστολος καὶ τὸν Χριστὸν δικαιοσύνην καλεῖ λέγων· «Ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιο‐ σύνη τε καὶ ἁγιασμὸς, καὶ ἀπολύτρωσις.» Οὕτω δὲ καὶ τὸν εὐαγγελικὸν καλεῖ λόγον, λέγων· Οὐ γὰρ ἐπ‐
55αισχύνομαι τὸ Εὐαγγέλιον δύναμίν τε καλέσας Θεοῦ2345

2348

ἐπάγει· Δικαιοσύνη γὰρ Θεοῦ ἐν αὐτῷ ἀποκαλύπτε‐ ται. Ὃς καὶ ἐξ ἀνατολῶν αὐτὴν ἤγειρε τοῦ φωτὸς εἰς τὸ ἕπεσθαι αὐτῷ, δοὺς αὐτὴν τῶν ἐθνῶν ἐναν‐ τίον, ὡς θορυβηθῆναι τὰ πρῶτα τοὺς αὐτῶν βασιλεῖς
5διωγμοὺς τοῖς ἔχουσιν αὐτὴν ἐπεγείραντας, ἡττηθῆ‐ ναι δὲ πρὸς ταύτης ὑπερμαχοῦντος Θεοῦ. Αὐτὸς γὰρ τὰ πολεμικὰ τούτων φρυγάνων δίκην ἠφάνισεν, ὁδὸν ὁμαλίσας, ὡς ἐν εἰρήνῃ διελθεῖν τοὺς πόδας αὐ‐ τοῦ, τὴν δικαιοσύνην ἀπὸ γενεῶν καλέσας ἀρ‐
10χαίων, δι’ ἧς ἐπ’ ἐσχάτων ῥυσάμενος ἡμᾶς ἀπὸ τῆς φθορᾶς, καὶ τῆς τοῦ διαβόλου πλεονεξίας, ἐδικαίωσε διὰ πίστεως φωτίσας ἐσκοτισμένους διὰ προφήτου λέγων· «Καὶ ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις τὸ ὄνομα μου ἥλιος δικαιοσύνης.» Αὐτὸς οὖν ἐκάλε‐
15σεν αὐτὴν ἐμφανισθῆναι τοῖς ἐπὶ γῆς, τοῦτ’ ἔστιν ἐλθεῖν παρεσκεύασε, ὡς καὶ πορεύεσθαι κατὰ πόδα τοῦ κεκληκότος. Κατ’ ἴχνος γὰρ ἐβάδιζε τοῦ Θεοῦ καὶ Πατέρος, τὰ ἐκείνου ἔργα πληρῶν, ἐν ἰδίᾳ τε τοῦτον φύσει δεικνύς. Ἦν γὰρ ἴσος αὐτῷ. Διό φησιν·
20«Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατέρος μου, μὴ πιστεύε‐ τέ μοι,» καὶ τὰ ἑξῆς. Τῇ αὐτοῦ δὲ θελήσει ἀκολου‐ θῶν, μᾶλλον δὲ θέλησις ὢν τοῦ Πατέρος, ἔλεγεν Ἰουδαίοις· «Ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε, ἐγὼ οὐ κρίνω οὐδένα.» Καί· «Ἐὰν κρίνω ἐγὼ, ἡ κρίσις ἡ
25ἐμὴ δικαία ἐστὶν, ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με,» ὅπερ ἐστὶ κατὰ πόδα χωρεῖν τοῦ Πατέρος, ὅθεν ἔλεγεν· «Ἐγὼ ἐν τῷ Πατέρι, καὶ ὁ Πατὴρ ἐν ἐμοί.» Καί· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα.» Δι’ ὧν ἁπάντων, τοὺς ἐξ
30ἀρχῆς καταδυναστευθέντας ὑπὸ τῶν κοσμοκρατόρων τοῦ σκότους τούτου τῆς τυραννίδος ἀπήλλαξεν· οὓς εἴποις ἂν βασιλέας ἐξεστηκότας ἐπὶ τῇ τοσαύτῃ τοῦ βίου μεταβολῇ, τὴν πτῶσιν ὁρῶντας τὴν ἑαυτῶν, καὶ ὡς φρυγάνοις ἴσοι γεγόνασιν, καὶ πᾶς αὐτῶν κα‐
35κουργίας ἠσθένησε τρόπος, Χριστοῦ τὰ σκεύη αὐτῶν διαρπάσαντος. «Οὐ γὰρ ὠφελήσει, φησὶν, ἐχθρὸς ἐν αὐτῷ, καὶ υἱὸς ἀνομίας οὐ προσθήσει τοῦ κακῶσαι αὐτόν.»
41 Τῶν οὖν ἐχθρῶν δεδιωγμένων, ἡ ὁδὸς τῶν ποδῶν αὐτοῦ γέγονεν ἐν εἰρήνῃ. Γέγονε γὰρ οὐδὲν ἐμπο‐ δὼν οἰκονομοῦντι τὰ καθ’ ἡμᾶς. Ἐγὼ τοίνυν, φησὶν, ὁ ἐν ἐσχάτῳ καταδείξας καιρῷ τὴν δικαιοσύνην,
45κεκληκὼς δὲ αὐτὴν ἀπὸ γενεῶν ἀρχαίων. Τὸ γὰρ Χριστοῦ μυστήριον ἀπὸ κόσμου προέγνω καταβολῆς, καὶ πῶς δέοι τὴν Ἀδὰμ γενέσθαι διόρθωσιν. Καὶ οὐ θαυμαστὸν, ὅπου καὶ τῶν σωζομένων τὴν διὰ πί‐ στεως προέγνωκε κλῆσιν. «Οὓς γὰρ ἔγνω, φησὶ,

2348

(50)

καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐ‐ τοῦ, τούτους καὶ ἐκάλεσεν.» Οὐκοῦν πολλῷ μᾶλλον ὁ σώσων προέγνωστο. Τινὲς δὲ οὕτως εἰρήκασιν· Αὐτὸς γάρ ἐστιν ὁ καὶ Κῦρον ἐνισχύσας, κατὰ πάν‐ των ἐθνῶν, ὃν καὶ δικαιοσύνην ἐνταῦθα καλεῖ,
55ἐλευθερώσαντα μὲν τὸν Ἰσραὴλ, ἐκ δὲ τῆς περὶ αὐ‐2347

2349

τοῦ προῤῥήσεως κατειληφότα τὴν δύναμιν τοῦ Θεοῦ. Καὶ ὡς βουλήσει [Θεοῦ] τὸ κατὰ τῶν ἐθνῶν ἀνεδή‐ σατο κράτος ἴσα φρυγάνοις ἁλόντων, καὶ τὴν πρὸς αὐτὸν ἄγειν ἀναγκασθέντων εἰρήνην. Εἴρηται μὲν
5οὖν ὁ Κῦρος δικαιοσύνη διὰ ταῦτα, καὶ ὅτι δικαίως αὐτὸν ἐπήγειρε Βαβυλῶνι. Ὁ δὲ καλῶν τοῦδε συμπεράσματος τῆς δικαιοσύνης ἐν τῷ Κύρῳ μὴ ἱσταμένου ἐπὶ τὴν αὐτοδικαιοσύνην Χριστὸν ὁ λόγος ἀνάγεται, ὡς καὶ οἱ πονηροὶ βασιλεῖς ἐν τῇ Γραφῇ
10ἐπὶ τὸν ἀρχέκακον ἀνάγονται δαίμονα, τῆς ἀκράτου κακίας ἐν ἀνθρώπῳ μὴ χωρουμένης.
14Περὶ δὲ τῶν μελλόντων, ὡς γεγονότων φησί· Τίς
15ἐνήργησε καὶ ἐποίησε ταῦτα; δεικνὺς ὡς ἅπερ ὥρισε γενέσθαι Θεὸς, οὕτως ἔσται, ὡς ἤδη γενόμενα· οὐδὲν γὰρ αὐτῶν διαπεσεῖται μὴ πρὸς ἔργον ἀχθέν. Τὸ δὲ πρὸ πάντων εἶναι ἄναρχόν τε καὶ ἀτελεύτητον ὄντα δεικνὺς, Ἐγὼ Θεὸς πρῶτος, φησὶ, καὶ μετὰ
20ταῦτα. Αὐτὸς γὰρ ὁ καὶ τοῖς ἐξ ἀρχῆς θεοφιλέσι γνωσθεὶς, καὶ ὁμ [ὁ μετὰ τὸν] πρότερον λαὸν τῇ ἐξ ἐθνῶν Ἐκκλησίᾳ πεπιστευμένος. Ὅθεν ἐπήνεγκεν· Ἴδοσαν ἔθνη, καὶ ἐφοβήθησαν. Ἢ ὅτι οὕτω διέθηκα τὸν Ἀσσύριον, ἐπαναστήσας αὐτῷ Κῦρον, ὡς ἀνόνητα
25γενέσθαι βοηθεῖν ἐκείνῳ βουλόμενα, καὶ τῆς τῶν εἰ‐ δώλων ἀσθενείας καταβοᾷν, τοῦ Θεοῦ τὸ κράτος θαυ‐ μάζοντα· ἢ ὅτι τῆς προτέρας ἀβλεψίας παυσάμενα, ἔγνωσαν τὸν εἰρηκότα· Ἐγὼ Θεὸς πρῶτος καὶ εἰς τὰ ἐπερχόμενα. Καὶ ἰδόντα ἐφοβήθησαν ἐν ἀρχῇ
30γενόμενα σοφίας. «Ἀρχὴ γὰρ σοφίας φόβος Κυρίου.» Καὶ μέχρι τῶν περάτων τῆς γῆς, καὶ τῶν βαρβαρω‐ τάτων διῆλθε τὸ κήρυγμα, καὶ τῆς θεογνωσίας ὁ φό‐ βος κατὰ τό· Ἐγγισάτωσαν, καὶ λαλησάτωσαν ἅμα. Ἀλλ’ ἐκεῖ μὲν ἐκελεύοντο ἀπαντᾷν καὶ λαλεῖν,
35δηλονότι δοξάζειν Θεόν· ἐνταῦθα δὲ, Ἤγγισαν, καὶ ἦλθον ἅμα κρίνων ἕκαστος τῷ πλησίον βοηθῆ‐ σαι. Σώζειν γὰρ οἱ θεοφιλεῖς μεθ’ ἑαυτῶν καὶ τοὺς πλησίον ἐπείγονται, ἀγάπης αὐτοὺς νόμῳ τῆς ἀπι‐ στίας ἐξέλκοντες, λέγοντες ὡς Καὶ ἡμεῖς ποτε ἦμεν
40τέκνα ὀργῆς, εἰδωλολατρείᾳ προσκείμενοι, νῦν δὲ τὸν ὄντως ἐγνωκότες Θεὸν διεσώθημεν, τῆς τῶν εἰδώλων ἀσθενείας κατεγνωκότες δεομένων τοῦ πρὸς στάσιν στηρίζοντος, ὅπερ οὐκ ἔχουσιν οἴκοθεν· ἀλλ’ οὐδὲ σταθέντα κινεῖσθαι δυνήσεται. Καὶ πῶς ἔτι ταῦτα
45θεοί;
49Ταῦτα δὲ ἦν ἅπερ ἔλεγεν ἄνω· Λαλησάτωσαν

2349

(50)

ἅμα, μετὰ τὸ ἐγγίσαι, μηκέτι διὰ τὴν ἁμαρτίαν ὄντες μακρὰν, οἰκειότητα δὲ λαβόντες πνευματικά. Γευσάμενοι γὰρ συνῆκαν ὅτι Χριστὸς ὁ Κύριος, καὶ τὸ κάλλος τῆς ἀληθείας ἰδόντες, οὐχ ἑαυτοῖς καὶ μό‐ νοις ἐτήρησαν διδάσκοντες ἑτέρους, ὡς ἴσχυσε
55τέκτων ἀνὴρ καὶ χαλκεύς. Πῶς δὲ ἴσχυσαν; Ὁ2349

2352

μὲν συνθεὶς καὶ διαγλύψας εἴδωλον τέχνῃ τεκτονικῇ, ὁ δὲ ποιήσας ἀνδριάντα σφυρήλατον, ἀπεκόμισαν τοὺς ἠπατημένους εἰς ἀδόκιμον νοῦν, ποιήσαντες τῶν ἰδίων ἔργων προσκυνητὰς τοὺς κατ’ εἰκόνα γεγονότας
5Θεοῦ, ἐπαινοῦντες τὸ ἔργον, καὶ σύμβλημα καλοῦν‐ τες καλὸν, ὡς καλῶς ἐκ τῶν ἰδίων ἡρμοσμένον με‐ ρῶν. Τῆς δὲ πάσης ῥήσεως τὰ πρῶτά τινες οὕτως ἑρμήνευσαν· Περὶ τῆς ἀπὸ τῶν ἐθνῶν κλήσεως αὐτ‐ αρκῶς εἰπὼν, ἐπὶ τοὺς ἐξ Ἰσραὴλ μεταβέβη‐
10κεν. Προσκοψάντων γὰρ αὐτῶν τῷ λίθῳ τοῦ προσ‐ κόμματος, καὶ τῆς σωτηρίας γεγονότων μα‐ κρὰν, μετὰ τῆς κατὰ νόμον σκιᾶς, ἀντεισήχθη μὲν ἡ διὰ πίστεως χάρις. Διεγόγγυζον δὲ λέγοντες· Ἀπ‐ εκρύβη ἡ ὁδός μου ἀπὸ τοῦ Θεοῦ· τοῦτ’ ἔστιν, οὐκ‐
15έτι τῇ κατὰ νόμον προσέχει λατρείᾳ. Ἀφεῖλε δέ μου τὴν κρίσιν, καὶ ἀπέστη· τοῦτ’ ἔστιν, ἔπαυσε τὸν νόμον. Καὶ Δαβὶδ γάρ φησι· «Κρίσιν καὶ δι‐ καιοσύνην ἐν Ἰακὼβ σὺ ἐποίησας,» δηλονότι σὺ τὸν διὰ Μωσέως νόμον διώρισας. Καὶ Μωσῆς δέ φησι·
20«Καὶ ἔδωκεν αὐτῷ δικαιώματα νόμου.» Πάλαι σκο‐ πὸς δὲ αὐτῶν ὧν εἶχε σκιῶν, ἐν αἷς προετυποῦτο Χριστὸς, ὡς αὐτός φησιν· «Εἰ ἐπιστεύετε Μωσεῖ, ἐπιστεύετε ἂν ἐμοί.» Καὶ προφητῶν δὲ λόγοι τὸ μέλ‐ λον Χριστοῦ μυστήριον προκατήγγειλαν, εἰς ὃ
25καταντᾷν ἤμελλεν ἡ τοῦ νόμου Μωσέως οἰκονομία. Πλὴν, ὡς μὴ ἀκηκοότων ἐρῶ, ὡς Ὁ Θεὸς οὐ πεινά‐ σει. Μὴ δεομένῳ γάρ μοι τὰς κατὰ νόμον προσῆγες λατρείας συμφώνως τῷ· «Μὴ φάγωμαι κρέα ταύ‐ ρων, ἢ αἷμα τράγων πίωμαι;» Πῶς γὰρ ἐνδεὴς
30ἐγὼ τούτων, αἰώνιος ὑπάρχων καὶ ἄφθαρτος; ἢ πά‐ θος ἀνθρώπινον πείσομαι; Ἀλλὰ λογίζῃ, φησὶν, ὡς Εἰ κρείττω τὰ νέα τῶν πάλαι, τί ὅλως ἔδει τῆς πρώτης νομοθεσίας; μὴ τότε δὲ κηρυχθῆναι τὰ νῦν; ἀγνοεῖς γὰρ Θεοῦ σοφίας οἰκονομίαν, ἣν μαθὼν ὁ Παῦλός
35φησιν, ὅτι Νόμος παρεισῆλθεν ἵνα πλεονάσῃ τὸ πα‐ ράπτωμα. Καὶ πάλιν· Συνέκλεισε γὰρ ἡ Γραφὴ τοὺς πάντας ὑφ’ ἁμαρτίαν, ἵνα τοὺς πάντας ἐλεήσῃ.
41 Ἔλεγχος ἄρα τῆς ἀνθρώπων ἀσθενείας ὁ νόμος, οὐ δικαιῶν, ἀλλὰ κατακρίνων, οὓς ὁ Χριστὸς ἐδι‐ καίωσε χάριτι. Αὐτὸς γὰρ ὁ καὶ πρὸς τῷ μὴ πεινᾷν, τοῖς πεινῶσι τὴν δικαιοσύνην ἰσχὺν διδοὺς τὴν
45πνευματικὴν, ὁ καὶ τοὺς ἀναισθήτους εἰς συναίσθη‐ σιν ἄγων ὀδυνηρὰν, ἐφ’ οἷς ἁμαρτηκότες τίσουσι δίκας. Ἡ γὰρ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σω‐ τηρίαν ἀμεταμέλητον κατεργάζεται· ἤγουν λύπην διδοὺς τὴν ἐκ τῆς ἁλώσεως τοῖς εἰποῦσι· Τὸ αἷμα

2352

(50)

αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν. Οἱ καὶ τῆς πνευματικῆς ἐστερημένοι τροφῆς ἀσθενοῦσι, καί τοι πρότερον ἐῤῥωμένοι τυγχάνοντες, ὅτε τὰ ἔθνη τοῖς διαβολικοῖς ἐξ ἀσθενείας ὑποπεπτώκει ποσὶν, καὶ ταῖς ἐντολαῖς ταῖς κατὰ νόμον τρεφόμενοι, τῆς δὲ
55χάριτος ἐλθούσης τοῖς ἔθνεσιν, αὐτοὶ μετέστησαν εἰς
λιμὸν, ὃν ἐπεσπάσαντο ἑαυτοῖς, οὐ λιμὸν ἄρτου, οὐδὲ2351

2353

δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυ‐ ρίου· ᾧ μηκέτι τραφέντες ἠσθένησαν, λέγοντι· «Ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς,» καὶ τὰ ἑξῆς. Οὗ φαγόντα τὰ ἔθνη οὐκέτι πεινᾷ.
5Φησὶ γὰρ καὶ Σολομῶν· Οὐ λιμοκτονήσει Κύριος ψυ‐ χὴν δικαίαν, ζωὴν δὲ ἀσεβῶν ἀνατρέψει. Ὑπέμεινε γὰρ αὐτὰ τὸν Θεὸν τὴν ἐκ πλάνης ἀσθένειαν εἰς ἰσχὺν πνευματικὴν ἀλλαξάμενα, κρείττω τε γεγο‐ νότα τῶν σαρκικῶν ἡδονῶν, Χριστοῦ κατισχύοντος, ὡς
10ἐρεῖν ψάλλοντα· «Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος.»
13 η—κʹ. Σὺ δὲ, Ἰσραὴλ, παῖς μου Ἰακὼβ, καὶ ὃν ἐξελεξάμην σπέρμα Ἀβραὰμ, ὃν ἠγάπησα, οὗ
15ἀντελαβόμην ἀπ’ ἄκρων τῆς γῆς, καὶ ἐκ τῶν σκοπιῶν αὐτῆς ἐκάλεσά σε, καὶ εἶπά σοι· Παῖς μου εἶ, κ.τ.λ. Ἀνωτέρω μὲν τῷ Ἰακὼβ ὁ Θεὸς ἐμέμφετο καὶ τῷ Ἰσραὴλ, λέγουσιν, Ἀπεκρύβη ἡ ὁδός μου ἀπὸ τοῦ
20Θεοῦ· νῦν δὲ ἐν ἐπαίνῳ παῖδα καλεῖ τὸν Ἰσραὴλ καὶ τὸν Ἰακὼβ ἐκλελεγμένον, σαφῶς τοῦ λόγου δύο τμήματα τοῦ ἐκ περιτομῆς παριστῶντος λαοῦ, τὸ μὲν ἐκπεσὸν, διὰ τὴν ἀπιστίαν· τὸ δὲ σωθὲν διὰ πίστεως ἀποστόλων τε καὶ τῶν σὺν αὐτοῖς ἐκλογῆς
25ἠξιωμένων, κατὰ τὸν θεῖον Ἀπόστολον λέγοντα· «Οὕτω καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατ’ ἐκλογὴν χάριτος γέγονε.» Καὶ τὸ Εὐαγγέλιον δέ φησι· «Τούτους τοὺς δώδεκα ἐξελέξατο ὁ Ἰησοῦς.» Πολλῶν δὲ ὄντων κλη‐ τῶν καὶ ἐκ τοῦ προτέρου λαοῦ, ὀλίγοι ἦσαν οἱ ἐκλε‐
30κτοί. Πρὸς οὓς ὁ λόγος τὰς προκειμένας ἐπαγγελίας ποιεῖται, μετὰ τὴν προδηλωθεῖσαν τῶν ἐθνῶν κλῆ‐ σιν ἐν τῷ· Τίς ἐξῆρεν ἀπὸ ἀνατολῶν δικαιοσύνην, ἣν ἔφη δώσειν ἐναντίον ἐθνῶν; Καὶ πάλιν· Ἴδοσαν ἔθνη καὶ ἐφοβήθησαν, οἱ λοιποὶ δὲ ἐξέδωκαν· Σὺ δὲ,
35Ἰσραὴλ, δοῦλέ μου. Δοῦλον δὲ ποῶτον ὠνόμασεν, εἶτα ἐκλεκτόν. Ὡς ἐν ἀρχαῖς μὲν, φόβῳ δουλείας ὑπὸ τὸν νόμον παιδαγωγηθέντα, εἶτα διὰ προκοπῆς ἐκλεγέντα διὰ τῆς κλήσεως, τάγμα δὲ παρὰ τούτους ἕτερον, τὸ σπέρμα λεγόμενον Ἀβραὰμ, τὸ πλῆθος
40τῶν Ἰουδαίων δηλοῦν, πρὸς οὓς ἔλεγεν ὁ Σωτήρ· «Οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε,» ἑτέρους ὅντας παρὰ τὰ τέκνα τοῦ Ἀβραὰμ, περὶ ὧν ἕλεγεν· «Εἰ τέκνα τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε.» Ἀβραὰμ μὲν οὖν ἀγαπητὸς ἦν τοῦ Θεοῦ. Οὐχ
45ὁμοίως δὲ τὸ σπέρμα ἠγαπῆσθαί φησι. Πλὴν καὶ τούτους ἐκάλει διὰ τῶν ἐκλεκτῶν, Πορεύεσθε, λέξας, πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Καὶ ἐπειδὴ διεσπαρμένοι ἦσαν εἰς πᾶσαν τὴν γῆν, ἐπήνεγκεν· Οὗ ἀντελαβόμην ἀπ’ ἄκρου τῆς γῆς,

2353

(50)

καὶ ἐκ τῶν σκοπιῶν αὐτῆς, ἢ τῶν ἀγκώνων κατὰ Σύμμαχον, ἐκάλεσά σε. Αὐτοὺς γὰρ πρώτους ἐκά‐ λεσεν, ὡς ὁ Παῦλος αὐτοῖς ἔφασκεν· «Ὑμῖν ἔδει πρώ‐ τοις τὸν λόγον κηρυχθῆναι. Ἐπεὶ δὲ ἀποστρέφεσθε, πορευόμεθα ἐς τὰ ἔθνη.» Τῶν οὖν ἐξ αὐτῶν πεπιστευ‐
55κότων ἀντειλῆφθαί φησιν.2353

2356

Τινὲς δὲ λέγουσιν, ὡς μυσταγωγήσας τοὺς ἐξ ἐθνῶν, παραθαῤῥύνει τοὺς ἀποστόλους, δι’ ὧν ἤμελ‐ λε τὸν τῆς κατηχήσεως ποιεῖσθαι λόγον· καὶ τῆς τῶν πατέρων αὐτοὺς ὑπέμνησεν ἀρετῆς, ἐξ ἧπερ
5ἠγαπῶντο παρὰ Θεοῦ. Ἀγαπητοὺς δὲ καὶ ἐκλελεγ‐ μένους τοὺς πατέρας καλῶν, ὡς ἐκ ῥίζης ὄντας τοὺς ἐξ αὐτῶν εὐγενοῦς ζηλῶσαι τοὺς πατέρας παρακαλεῖ, καὶ τὴν ἐκείνων εὐσέβειαν· λέγων, ὡς τοῦ Ἀβραὰμ ἀντελάβετο, καλέσας τοῦτον ἐξ
10ἄκρου τῆς γῆς, εἰπών· «Ἔξελθε ἀπὸ τῆς γῆς σου, καὶ ἀπὸ τῆς συγγενείας σου.» Σκοπιῶν δέ φησιν, ἐπειδήπερ ὀρεινὴν εἶναι τὴν Χαλδαίαν ἱστόρηται, δι’ ὧν ἐν ἄκρῳ τῆς εἰδωλολατρείας εἶναι τὸν Ἀβραὰμ ἐσημαίνετο. Εἶτά φησιν ὡς περὶ παντὸς Ἰσραὴλ,
15ὅτι Εἶπά σοι· Παῖς μου εἶ. Πρωτότοκος γὰρ ὠνό‐ μασται. Γεγονότα τε τοῦτον ἀπόλεκτον οὐκ ἐγκατ‐ έλιπεν ὁ Θεός. Πρὸς ὅν φησι· Μὴ φοβοῦ, μηδὲ πλανῶ· ἐγὼ γάρ εἰμι ὁ Θεός σου, ὁ ἐνισχύσας σε. Διδάξας αὐτὸν διὰ τοῦ νόμου, ὅτι καὶ Θεὸς εἷς
20ἐστι, καὶ Κύριος εἷς, καὶ αὐτῷ χρὴ μόνῳ λατρεύειν, διὰ τῆς ἰδίας δεξιᾶς τοῦ Μονογενοῦς κληρονόμον ποιήσας ἐθνῶν ἡττημένων. Κατὰ δὲ τὴν πρώτην ἐξήγησιν, τοῦ σπέρματος Ἀβραὰμ μνημονεύσας, ἐπὶ τὴν τοῦ ἀποστολικοῦ χο‐
25ροῦ πάλιν ἀνέδραμεν ἐκλογὴν, παῖς μου λέγων, κατὰ δὲ τοὺς λοιποὺς, δοῦλε, ἐφ’ ᾧ καὶ Παῦλος μέγα φρονῶν, δοῦλον ἑαυτὸν, ὡς ἀπό τινος ἐκάλεσεν ἀξιώ‐ ματος. Καὶ προϊὼν γὰρ ὁ προφήτης ἐρεῖ· «Μέγα σοί ἐστι τοῦ κληθῆναί σε παῖδά μου.» Κἀνταῦθα δὲ
30πάλιν τῆς ἐκλογῆς τὴν δουλείαν προέταξεν. Πα‐ ραθαῤῥύνων δὲ τὴν ἐκλογὴν πρὸς τὸ πᾶσι τὸ Εὐαγ‐ γέλιον κηρύξαι τοῖς ἔθνεσιν· Μὴ φοβοῦ, φησί· μετὰ σοῦ γάρ εἰμι. Κατὰ τό· «Ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος.»
35Ἀλλὰ μηδὲ πλανῶ, φησὶν, νομίσας ἰδίᾳ δυνάμει πρὸς τοσοῦτον ἐξαρκέσαι τὸ κήρυγμα. Τί γὰρ ἂν ἔπραξας, μὴ παρόντος ἐμοῦ, καὶ πρὸς ταλαιπωρίας καρτερίαν ἐμβάλλοντος; ἐγώ σε γὰρ ἐφρούρουν, πρὸς τὸ μηδὲν ἐμποδῶν σοι γενέσθαι κηρύττοντι.
40Τῶν οὖν ἀνθισταμένων μηδένα πεποίησο λόγον. Ἔσονται γὰρ εἰς οὐδὲν, οἱ πρὸς ὀλίγον ἐν τῷ διώ‐ κειν εἶναί τι δόξαντες, ὧν τὸ τέλος ἀπώλεια. Κατὰ τό· «Εἶδον τὸν ἀσεβῆ ὑπερυψούμενον, καὶ παρῆλ‐ θον, καὶ ἰδοὺ οὐκ ἦν.» —«Οἱ γὰρ φρονοῦντες, φησὶ,
45τὰ ὑψηλὰ, δεινὴν καὶ ἀδόκητον ὑπομένουσι συντρι‐ βήν.» Καὶ πάλιν· «Ὃς ὑψηλὸν ποιεῖ τὸν ἑαυτοῦ οἶκον, ζητεῖ συντριβήν» Τὸ δὲ, Ἐγὼ ἐβοήθησά σοι, μὴ φοβοῦ, σκώληξ Ἰακὼβ, οὐ κεῖται παρὰ τοῖς Ἑβδομήκοντα. Σκώληκα δὲ προσηγόρευσεν ὃν προ‐

2356

(50)

λαβὼν ἐκάλεσεν ἐκλεκτὸν, διὰ τὸ σκώληκος δίκην τῶν ἀπίστων τὰς πόλεις ὑποδυόμενον τὴν δεισιδαί‐ μονα πλάνην ἐξ αὐτοῦ βάθους τῆς τῶν ἀνθρώπων ἐξαφανίζειν ψυχῆς, καὶ ὅτι περ εὐτελὲς καὶ ἰδιωτι‐ κὸν τῶν ἀποστόλων ὑπάρχει τὸ κήρυγμα. Οὕτω γ’
55οὖν καὶ αὐτὸς ἐν ψαλμῷ φησιν ὁ Σωτήρ· «Ἐγὼ δέ2355

2357

εἰμι σκώληξ, καὶ οὐκ ἄνθρωπος.» Ὀλιγοστὸν δὲ καλεῖ τὸν Ἰσραὴλ διὰ τὸ τῶν μαθητῶν εὐαρίθμη‐ τον. «Δώδεκα γὰρ ἦσαν, οἱ δὲ μετ’ αὐτοὺς, ἑβδομή‐ κοντα.» Ὁ δὲ Σύμμαχος ἐξέδωκεν, ἀριθμὸς Ἰσ‐
5ραήλ. Ὁ δὲ Ἀκύλας, τεθνεῶτες Ἰσραήλ. Ὁ δὲ Θεοδοτίων, νεκροί· τῷ ἀποστολικῷ συμφώνως· «Ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός.» Καί· «Καθ’ ἡμέραν ἀποθνήσκω, νὴ τὴν ὑμετέραν καύχησιν.» Ἀλλὰ καίπερ σκώληξ ὢν, νεκρός τε καὶ
10ὀλιγοστὸς, μὴ φοβοῦ, διὰ τὴν ἐξ ἐμοῦ συμμαχίαν, δι’ ἧς ἀλοήσεις τῶν ἀπίστων ἐθνῶν τὴν ἀσέβειαν, ὄρη καὶ βουνοὺς λέγων τὰς ἀντικειμένας δυνάμεις, ὡς ἐπαιρομένας κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, τῶν ὑποβεβηκότων πνευμάτων λεγομένων βουνῶν· ὧν
15ἀπολομένων εὐφρανθήσῃ σὺ ἐν Κυρίῳ. Δέδωκε γὰρ ἡμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὀφέων καὶ σκορ‐ πίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.
20 Εἴποις δ’ ἂν ὄρη καὶ βουνοὺς καὶ τοὺς ἐν δυνα‐ στείαις κοσμικαῖς τοῖς ἀποστόλοις ἐπαναστάντας. Ἀλλὰ καὶ τούτων καθῃρημένων, σὺ εὐφρανθήσῃ ἐν τοῖς ἁγίοις Ἰσραὴλ, ἐντρυφῶν ὅτ’ ἂν ἴδῃς πολλοὺς γεγονότας ἁγίους, καὶ ἐν υἱοῖς Ἰσραὴλ
25τεταγμένους. «Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραήλ.» Τοιοῦτον παρὰ τῷ Ἀποστόλῳ τὸ, «Χαρὰ καὶ στέφανός μου.» Ταῦτα περὶ τῶν ἀποστόλων ὁ προφητικὸς λόγος εἰπὼν, ἐξ ἑτέρας ἀρχῆς περὶ τῆς τῶν ἐθνῶν ἐπιστροφῆς λέγει· Ἀγαλλιάσονται οἱ
30πτωχοὶ, καὶ οἱ ἐνδεεῖς. Ὠβέλισται δὲ τὸ ἀγαλλιά‐ σονται· παρὰ γὰρ τοῖς λοιποῖς εἴρηται· Οἱ πτωχοὶ, καὶ οἱ ἐνδεεῖς ζητήσουσιν ὕδωρ, καὶ οὐκ ἔσται. Ἀλλὰ ταῦτα πάλαι πεπόνθασι. Νῦν δὲ, Οὐκ ἐγκατα‐ λείψω αὐτοὺς, ἀλλ’ ἀνάξω ἐπὶ τῶν ὀρέων πο‐
35ταμοὺς, καὶ τὰ ἑξῆς. Αἱ γὰρ πάλαι ψυχαὶ τῆς τοῦ Θεοῦ γνώσεως ἐνδεεῖς, ὡς τὴν γλῶσσαν αὐτῶν, καὶ τὸν λόγον ἐξηράνθαι τὸν δι’ αὐτῆς προφερόμενον, ῥανίδα πόματος οὐκ ἔχοντα ζωτικοῦ, αὗται παρ’ ἐλ‐ πίδας σωτήρια πίνουσι διὰ τῆς χάριτος νάματα,
40κατὰ τὸ προῤῥηθέν· «Καὶ πίονται ὕδωρ ἐκ τῶν πη‐ γῶν τοῦ σωτηρίου.» Καὶ μὴν, καὶ ἀπὸ πηγῶν Ἰσ‐ ραὴλ, κατὰ τὸ ἐν Ψαλμοῖς· «Ἐν ἐκκλησίαις εὐ‐ λογεῖτε τὸν Θεὸν Κύριον ἐκ πηγῶν Ἰσραήλ.» Τοῦτο δέ ἐστι τὸ Πνεῦμα τὸ ἅγιον, τὸ πηγάζον ἐν ἐκκλη‐
45σίαις ὕδατα ζωτικὰ, ἐκ τῆς Γραφῆς τῆς τε Παλαιᾶς, καὶ Καινῆς· ἕνθα καὶ ποταμοὶ ἅνδρες ἅγιοι τὴν πρὶν ἔρημον κατακλύζουσιν ἀπὸ τοῦ μεγάλου ῥέοντες ποταμοῦ, οὗ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ, δι’ ὃν εἴρηται· «Ὁ ποταμὸς τοῦ Θεοῦ

2357

(50)

ἐπληρώθη ὑδάτων.» Ἔστι γὰρ ἰδεῖν τὴν ἄνυδρον πάλαι τὴν Ἐκκλη‐ σίαν, τὴν ἔρημον Θεοῦ καὶ παντὸς ἀγαθοῦ, νῦν ἐκ τοσούτων ὑδάτων ψυχὰς ἔχουσαν εὐθαλεῖς καὶ
ὑπερυψουμένας τῆς γῆς, κατὰ τὰ φυτὰ τὰ ἐν ὑδάτων2357

2360

μόνον πλήθει συνεστηκότα. Τούτων γὰρ μέμνηται. Περὶ τούτου καὶ ὁ Σωτὴρ τοῦ ὕδατος ἔλεγεν· «Ὃς δ’ ἂν πίῃ ἐκ τοῦ ἐμοῦ ὕδατος,» καὶ τὰ ἑξῆς. Καὶ πάλιν· «Ὁ πίνων ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐ‐
5τῷ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος.» Τοῦτο δὲ ἔλεγε περὶ τοῦ Πνεύματος, ὅπερ ἤμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτὸν, τὸ εὐθαλές τε καὶ ὑψηλὸν, ἄσηπτόν τε καὶ εὐῶδες τοῖς πεπιστευκόσι χαριζομένου. Ἐλαία μὲν οὖν, καὶ
10φοῖνιξ, καὶ ἄμπελος ἐν τῇ Γραφῇ τοὺς καρποὺς τῆς Ἐκκλησίας σημαίνουσι. Τὰ δὲ νῦν λεχθέντα, τὸ εὐ‐ θαλὲς, καὶ διῃρημένον, νεαρόν τε καὶ ἀκμαῖον τῶν ἐν αὐτῇ προσκοπτόντων, ὅπερ ἐν ἐρήμῳ γενέσθαι παράδοξον. Διό φησι, Χεὶρ Κυρίου ἐποίησε ταῦτα,
15ὥστε τοὺς ἐπὶ γῆς ἐῤῥιζωμένους, ἐν τῷ θνητῷ καὶ ἀνθρωπίνῳ βίῳ πρὸς ὕψος ἀνατρέχειν οὐράνιον, τῆς βασιλείας τῶν οὐρανῶν τὰς ἑαυτῶν ἀναρτῶντας ἐλ‐ πίδας. Οὕτω θαυμαστὴν ὁ Θεὸς ἐν ἔθνεσιν ἐποίει με‐ ταβολήν. Ὑδραγωγοὺς δὲ τοὺς τῆς Ἐκκλησίας δι‐
20δασκάλους ἐκάλεσεν, οἳ καθάπερ ἐκ πηγῶν τε καὶ ποταμῶν, τὸν τῆς θεοπνεύστου Γραφῆς εἰς νοῦν εἰσ‐ οικησάμενοι λόγον, καὶ εἰς ἑτέρους αὐτὸν παρα‐ πέμπουσιν, ὡς ἂν ἔχοιεν διὰ μὲν πολιτείας, τὸ εὔοσμον· διὰ δὲ τῆς ἀποχῆς τῶν κοσμικῶν ἡδονῶν,
25τὸ μὴ φθείρεσθαι· διὰ δὲ τῆς εὐσταθοῦς καὶ βεβαίας ἐν ἅπασιν ἕξεως, τὸ ἐῤῥιζῶσθαι, καὶ φέρειν τῶν πνευμάτων τὰς προσβολάς. Ὑποστηρίζει γὰρ τοὺς δικαίους ὁ Κύριος. Καὶ δεῖ τοῦτον αἴτιον ἡγεῖσθαι, καὶ μὴ ταῦτα νομίζειν αὐτόματα.
30 Τινὲς δὲ περὶ τῆς πάσης ἔφασαν ῥήσεως, ὡς ὑπο‐ μιμνήσκει Θεὸς τὸν κατὰ προκοπὴν Ἰσραὴλ οἵαν ἀεὶ πρὸς αὐτὸν τὴν σχέσιν ἐκτήσατο, τοῦτον ἀνάψας τῷ παντὶ κόσμῳ καθάπερ δᾷδα θεογνωσίας· Ἀβραὰμ μὲν καλέσας ἀπ’ ἄκρου τῆς γῆς, ἐξ Αἰ‐
35γύπτου δὲ τούτους ἑτέρου ἐξελόμενος ἄκρου καὶ ἐν πᾶσι λογισάμενος. Τοσούτων οὖν γεγονὼς ἐν πείρᾳ θαυμάτων, θάῤῥει· κἂν πολλά σε ἔθνη περικυκλοῖ, μὴ πλανῶ. Ἐγὼ γὰρ ὁ τοὺς σοὺς ἐχθροὺς μετελ‐ θὼν, κἂν ἕτεροι φανεῖεν, εἰς οὐδὲν λογισθήσονται.
40Ἀλλ’ ἴσως δειλιᾶς, τὴν σὴν ὀλιγότητα βλέπων καὶ τῶν κυκλούντων τὸ πλῆθος. Ἀλλὰ τὴν ἐμὴν σκόπει βοήθειαν, δι’ ἧς κατακόψετε τοὺς καθ’ ὑμῶν ἐπαρ‐ θέντας, ὡς ὄρεσι καὶ βουνοῖς ἀπεικάζεσθαι. Ὅπερ ἐπὶ τῶν ρπεʹ χιλιάδων τῶν Ἀσσυρίων ἐγένετο, μη‐
45δὲ πολεμήσαντος Ἰσραήλ. Τὰ δὲ τοὺς ἐχθροὺς αὐ‐ τῶν καταληψόμενα πάθη δηλοῖ τό· Ζητήσουσιν ὕδωρ, καὶ οὐχ εὑρήσουσι. Τὰ δὲ περὶ τῶν ποτα‐ μῶν καὶ ἐπὶ τῆς ἱστορίας γεγονέναι φασὶν, ὡς καὶ πέτρας ἀκροτόμους ἐκραγῆναι πρὸς ὕδατα· καὶ αὖ‐

2360

(50)

θις ποταμοὺς ἐκλιπεῖν, ὡς τὸν Ἰορδάνην τοῦ λαοῦ διαβαίνοντος. Ὃ καὶ ἡ θάλασσα παθοῦσα, πρὸς ἀναί‐ ρεσιν αὖθις τῶν Αἰγυπτίων ἐχέετο· οἳ καὶ ἐξεβράσ‐ σοντο, οὐκ εἰς ἄμφω τῆς θαλάσσης τὰ μέρη,
ἀλλ’ ἔνθα ἦν Ἰσραήλ· ὡς ἂν ὁρῶντες θαῤῥήσωσι2359

2361

λέγοντες· Οὗτός μου Θεὸς ὁ πρότερον ἀπιστού‐ μενος.
6 κα κθʹ. Ἐγγίζει ἡ κρίσις ὑμῶν, λέγει Κύριος ὁ Θεός. Ἤγγισαν αἱ βουλαὶ ὑμῶν, λέγει ὁ βασι‐ λεὺς Ἰακώβ. Ἐγγισάτωσαν καὶ ἀναγγειλάτωσαν ὑμῖν ἃ συμβήσεται, ἢ τὰ πρότερον τίνα ἦν εἴ‐
10πατε, καὶ ἐπιστήσομεν τὸν νοῦν, καὶ γνωσώμε‐ θα, τί τὰ ἔσχατα, καὶ τὰ ἐπερχόμενα, κ.τ.λ. Εἰπὼν τῆς πρὶν ἐρήμου τὴν ἐπὶ τὸ κρεῖττον με‐ ταβολὴν, ἐφ’ ἕτερον μεταβαίνει τάγμα, ὃ τῇ τῶν εἰδώλων ἐγκατέμεινε πλάνῃ, μὴ ἐπιστῆσαν ὅτι χεὶρ
15Κυρίου ἐποίησεν ταῦτα. Οὐδὲν οὖν ὑμῖν ἢ κατά‐ κρισις λείπεται, τῆς τοσαύτης ἀναισθητήσασι χά‐ ριτος. Διὸ ἐπιλέγει· Ἤγγισαν αἱ βουλαὶ ὑμῶν. Ἀνθ’ οὖ Σύμμαχος· Ἐγγίσατε, φησὶ, τὰ ἰσχυρὰ ὑμῶν. Ὁ δὲ Θεοδοτίων· Τὰ κραταιώματα. Ὁ δὲ
20Ἀκύλας· Ὀστεώσεις· τοῦτ’ ἔστι, τοὺς θεοὺς ὑμῶν εἰς τὸ μέσον ἀγάγετε. Οὕτως ἑρμήνευ‐ σαν.....
23tΚΕΦΑΛ. ΜΒʹ.
24α—θʹ. Ἰακὼβ ὁ παῖς μου, ἀντιλήψομαι αὐτοῦ.
25Ἰσραὴλ ὁ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἡ ψυχή μου. Ἔδωκα τὸ πνεῦμά μου ἐπ’ αὐτὸν, κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει· οὐ κεκράξεται, οὐ δὲ ἀνήσει, οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐ‐ τοῦ, κ.τ.λ.
30 ... προεπήγγελται λέγων· Ἀρχὴν Σιὼν δώσω. Καὶ ποία τις αὕτη, σαφῶς ἐπενήνοχεν. Λέγε‐ ται γὰρ ἐπὶ τὴν Ἐκκλησίαν εἰς ἀρχὴν δεδόσθαι, καθὸ γέγονεν ἄνθρωπος, τὸ κατὰ πάντων κράτος λαχών. Διὸ καὶ Ἰακὼβ αὐτὸν, ὡς ἐξ αἵματος Ἰσραὴλ τὸ
35κατὰ σάρκα γεγονότα καλεῖ. Ἀντιλήψομαι δὲ, φη‐ σὶν, αὐτοῦ. Συνειργάζετο γὰρ ὁ Πατὴρ αὐτῷ, ὡς διὰ δυνάμεως ἰδίας μεγαλουργῶν. Ἔστι δὲ καὶ ἀπό‐ λεκτος, ὅτι καὶ ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Καὶ παράδεκτος, ὡς ἠγαπημένος. Εὐ‐
40δόκησε γὰρ ὁ Πατὴρ ἐν αὐτῷ λέγων· «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ εὐδόκησα.» Χρισθεὶς δὲ, κατὰ τὸ ἀνθρώπινον, μετεσχηκέναι τοῦ ἁγίου Πνεύματος λέγεται, καίτοι τὸ Πνεῦμα διδοὺς, καὶ ἁγιάζων τὴν κτίσιν. Βαπτισθέντι γὰρ τὸ Πνεῦμα,
45φησὶν, ἐπεφοίτησεν. Ἐχρίσθη δὲ κρίσιν ἐξοῖσαι τοῖς ἔθνεσιν, ὅ ἐστι δικαιοκρισίαν. Δεδικαίωκε γὰρ αὐτὰ κατακρίνας τὸν πλεονεκτήσαντα Σατανᾶν, λέγων· «Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου. Νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω. Κἀγὼ ἐὰν

2361

(50)

ὑψωθῶ ἐκ γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.» Εἶτα, ἐπειδήπερ ἡσύχως, καὶ πράως τὸν ἀνθρώπινον διώ‐ δευσε βίον, ἐν ὑφέσει πολλῇ, μηδὲ τοῖς θραπευομέ‐ νοις φανεροῦν ἐπιτρέπων αὐτὸν, Οὐκ ἀνήσει, φησὶν, οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ. Οὐδαμοῦ
55γὰρ ἔξω τῆς Ἰουδαίας καὶ Γαλιλαίας διέτριψεν. Ἦλθε2361

2364

δὲ καὶ μέχρι τῶν ὁρίων Τύρου καὶ Σιδῶνος, καὶ τῆς Φιλίππου Καισαρείας. Ἀλλ’ οὐκ αὐτῶν ἐπέβη τῶν ἀλλοφύλων πόλεων. Οὕτω δὲ, φησὶν, ἀψοφητὶ διελεύ‐ σεται, ὡς μηδὲ λυπῆσαι τὸν ἀσθενέστατον, καὶ διὰ
5τοῦτο καλάμῳ, καὶ τούτῳ τεθλασμένῳ παρεικαζό‐ μενον. Ἀλλ’ οὐδὲ λίνον κατασβέσει καπνιζόμενον. Τοῦτο γὰρ τὸ τυφόμενον, ὅπερ ἄμαυρον ἐξέδωκαν οἱ λοιποί. Δηλοῦν δὲ τὸ λίνον φασὶ τὸ τυφόμενον, τὸν εἰκῆ φυσιούμενον ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτοῦ.
10Οὐ ταπεινὸν γὰρ ἐλύπησεν, οὐ μετῆλθεν ὑπερήφανον, πρὸς πάντας ὢν πρᾶος, καὶ ταπεινὸς τῇ καρδίᾳ.
14Τινὲς δὲ λίνον τυφόμενον, τὸν γήϊνον ἔφασαν
15ἄνθρωπον, τὸν ἀρετῆς ἢ θεοσεβείας σπινθῆρα βρα‐ χὺν διασώζοντα. Τοῦτον γὰρ παρακαλῶν, οὐκ ἐᾷ χωρεῖν εἰς ἀπόγνωσιν, τὰς ἑβδομηκοντάκις ἑπτὰ μετανοίας νομοθετῶν· σὺν παῤῥησίᾳ δὲ πᾶσι τὰ περὶ τῆς τοῦ Θεοῦ διεστέλλετο κρίσεως. Καὶ οὐ πρό‐
20τερον ἐπαύσατο, ἢ φωτὸς δίκην ἐκλάμψαι διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως, ἣν αἰνιττόμενος, φησίν· Ἀναλάμψει, καὶ οὐ θραυσθήσεται. Θραῦσαι μὲν γὰρ αὐτὸν καὶ ἀποσβέσαι πεπείρανται οἱ τὸν θάνα‐ τον αὐτῷ κατασκευάσαντες. Θανάτῳ γὰρ ἄνθρωποι
25θραύονται. Μόνος δὲ Χριστὸς θανάτου κρείττων ἐγένετο. Ἐλλάμψας δὲ οὐκ ἐπαύσατο, ἕως θῇ ἐπὶ τῆς γῆς κρίσιν, τοῦτ’ ἔστι, πρὶν ἐπὶ γῆς διατά‐ ξασθαι τὴν περὶ τῆς Ἐκκλησίας διοίκησίν τε καὶ κρίσιν, ἣν τοῖς αὐτοῦ παρέδωκε μαθηταῖς. Κρίσιν
30γὰρ ἔοικεν ἐν τούτοις τὸν νόμον καλεῖν, ὡς εἴρηται περὶ τοῦ Ἰσραὴλ, ὅτι ἐκεῖ ἔδωκεν αὐτῷ δικαιώματα καὶ κρίσιν. Καὶ πάλιν· Κρίσιν καὶ δικαιοσύνην ἐν Ἰακὼβ τὸ ἐποίησας. Καί φασί τινες, ὡς τὸν νόμον ἐν σκιαῖς ὄντα καὶ τύποις, εἰς ἀλήθειαν ἐξοίσει, διὰ
35τῶν εὐαγγελικῶν θεσπισμάτων. Τὸ δὲ, ἕως, [οὐ] καιροῦ προθεσμίαν δηλοῖ, μεθ’ ἣν θραυσθήσεται, ἀλλ’ ὅτι κρατήσει τοσοῦτον· ὥστε καὶ ἐν πάσῃ τῇ γῇ θεῖναι τὴν κρίσιν. Κατὰ τό· «Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θήσω τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν
40ποδῶν σου.» Καὶ τό· «Ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι, ἕως τῆς συντελείας τοῦ αἰῶνος.» Οὕτω καὶ νῦν τῶν αὐτοῦ θεσπισμάτων τὸ ἀῤῥαγὲς δηλοῖ καὶ ἀσάλευτον. Γέγραπται γάρ· «Ἡ δικαιοσύνη σου, δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ νόμος σου ἀλήθεια.»
47 Ἤλπισέν γε μὴν τὰ ἔθνη ἐπὶ τῷ ὀνόματι αὐτοῦ, Θεὸν εἶναι μαθόντα, εἰ καὶ πέφηνεν ἐν σαρκί. Καὶ κατὰ τὸν Δαβίδ· «Ἐν τῷ ὀνόματι αὐτοῦ ἀγαλλιάσον‐

2364

(50)

ται ὅλην τὴν ἡμέραν.» Κεκλήμεθα γὰρ Χριστιανοὶ, καὶ ἐπ’ αὐτῷ πᾶσαν ἔχομεν τὴν ἐλπίδα. Τὸ Ἑβραϊ‐ κὸν δὲ, καὶ οἱ λοιποὶ, ἀντὶ τοῦ ἔθνη, νῆσοι, φασίν. Καὶ ἀντὶ τοῦ, ὀνόματι, νόμῳ. Νήσους δὲ τὰς ἐκκλησίας λέγομεν ὑπὸ τῶν ἀπίστων, ὡς ὑπὸ θα‐
55λάττης κεκυκλωμένας. Νόμος δὲ τοῦ προφητευομέ‐2363

2365

νου τις παρὰ τὸν Μωσαϊκὸν ἕτερος, πλὴν τῆς καινῆς διαθήκης, περὶ ἧς Ἱερεμίας φησί· «Καὶ διαθήσο‐ μαι αὐτοῖς διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν.» Ἔφη δὲ καὶ ὁ
5παρὼν προφήτης· «Ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ.» Ἐπειδὴ δὲ τῇ προκειμένῃ ῥήσει ἀθρόως ἐπέβαλεν εἰπὼν, Ἰακὼβ ὁ παῖς μου, μὴ διορίσας τὸ πρόσωπον· νῦν ἐπήγαγεν, Οὕτως λέγει Κύριος ὁ Θεὸς, ἐξ αὐτοῦ δηλῶν εἰρῆσθαι
10τὰ τεθεσπισμένα περὶ Χριστοῦ. Τοῦ δὲ λέγοντος ἀοράτου τυγχάνοντος, τὴν οὐσίαν αὐτοῦ, καὶ τὴν δύ‐ ναμιν ἐκ μεγέθους παρίστησι κτισμάτων, κατὰ τὴν Παύλου φωνήν. Τὸν οὐρανὸν δὲ πεπῆχθαί φησιν. Ἐξ ὕδατος γὰρ συνέστη, κατὰ τὴν Μωσέως γραφὴν,
15οὐκ ἐκ πυρὸς, κατὰ τοὺς ἔξω σοφούς· Τὴν δὲ γῆν ἐστερεῶσθαι, διὰ τὸ μέσην οὖσαν ἀκίνητον εἶναι, ἀντὶ δὲ τοῦ, καὶ τὰ ἐν αὐτῇ· καὶ τὰ πορευόμενα ἐπ’ αὐτῆς ὁ Σύμμαχος εἴρηκεν. Τίνα δὲ ταῦτα λέγει ὁ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ’ αὐτῆς; Πᾶσι γὰρ
20ἀνθρώποις διὰ τοῦ πρωτοπλάστου εἰς ψυχὴν ἐνεφύ‐ σησε ζῶσαν, τοῦ δὲ πνεύματος οὐ πᾶσι μετέδωκεν, ἀλλὰ τοῖς πατοῦσι τὴν γῆν, κρείττοσιν οὖσι τοῦ γεώδους φρονήματος. Εἴποις δ’ ἂν καὶ πᾶν γένος δηλοῦσθαι ζώων λογικόν τε καὶ ἄλογον. Πολλῶν δὲ
25ψευδοπροφητῶν γεγονότων ἐν Ἰσραὴλ, συνέβαινε λοιπὸν καὶ τοὺς ἀληθεῖς ἀπιστεῖσθαι προφήτας, ὡς καὶ αὐτὸν ἀπιστηθῆναι καίτοι θαυματουργοῦντα Χριστόν. Ἐκβάλλειν γὰρ αὐτὸν ἔφασκον ἐν Βεελζε‐ βοὺλ τὰ δαιμόνια, ἔλεγόν τε· «Εἰ ἦν οὗτος παρὰ Θεοῦ,
30οὐκ ἔλυε τὸ Σάββατον.» Διόπερ ἔφασκεν αὐτοῖς ὁ Σωτήρ· «Ὁ κλέπτης οὐκ ἔρχεται, εἰ μὴ ἵνα κλέ‐ ψῃ, καὶ θύσῃ, καὶ ἀπολέσῃ. Ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσιν.» Καὶ πάλιν· «Ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατέρος μου.»
39Ὅθεν αὐτῷ ἡ προφητεία μαρτυροῦντα τὸν Πατέρα
40ποιεῖ, ὡς κληθεὶς ἦλθεν, ἀλλ’ οὐκ αὐτόμολος, κατὰ τοὺς ἀπὸ καρδίας λαλοῦντας, ἀλλ’ ἐν δικαιοσύνῃ, κατ’ ἀξίαν τὴν κλῆσιν λαβών. Καὶ τῶν δυνάμεων ὄντι Κυρίῳ συνεργεῖν ἐπαγγέλλεται, διὰ τὰ μέτρα τῆς ἀνθρωπότητος, ὃν καὶ Θεὸν δεικνὺς, καὶ φῶς ἐκ
45φωτὸς, εἰς φῶς αὐτὸν ἐθνῶν ὥσπερ τι δῶρον δεδό‐ σθαι φησὶν, εἰς Διαθήκην Καινὴν τῆς προτέρας τὴν σκιὰν θεοπρεπῶς καταργήσαντα. Καὶ, ἐπείπερ αὐ‐ τὸς ἦν ἡ Διαθήκη, μεσίτης ὢν Θεοῦ καὶ ἀνθρώπων, οὐδὲ γραφὴν, οὐδὲ βιβλίον, ὁμοίως ἐξέδωκε Μωσεῖ·

2365

(50)

ἐν αὐτῷ δὲ καὶ τῶν πάλαι τυφλῶν τὰς ψυχὰς οἱ ὀφθαλμοὶ διανοίγονται πρὸς γνῶσιν Θεοῦ, ἐξ ἀγνοίας τῆς περὶ εἴδωλά τε καὶ δαίμονας, οἷς τὸ θεῖον σέβας ἅπερ ἐμόν. Ὁ δὲ αὐτὸς καὶ τοῖς ἐν ᾅδου, καθειργμένοις ἐν οἴκῳ φυλακῆς ἐκήρυξε πνεύμα‐
55σιν, ἐκ δεσμῶν ἀνάγκης πάντας ἀνείς. Ὁμοῦ δὲ,2365

2368

καὶ τοὺς προῤῥηθέντας τυφλοὺς, ταῖς τῶν ἰδίων ἐσφιγμένους ἁμαρτημάτων σειραῖς, σκότῳ τε κα‐ κίας πεπεδημένους, ἠξίωσε διὰ τῆς χάριτος ἁμαρ‐ τημάτων ἀφέσεως, τῆς τοῦ διαβόλου τούτους ἐλευθε‐
5ρώσας εἱρκτῆς, οὐκ Ἰουδαίους ἰδικῶς, οὐ τὸν Ἰσραὴλ, οὐ τὸν Ἰακὼβ, πᾶν δὲ γένος ἀνθρώπων. Διόπερ εἶπεν, ἐθνῶν. Εἶτα Κύριος ὁ Θεὸς ὑπάρχειν εἰπών· Τὴν δόξαν μου, φησὶν, ἑτέρῳ οὐ δώσω. Οὐκ εἶπεν, οὐδενὶ, φασὶν, ἀλλ’ ἑτέρῳ, ἐμφαίνων ἐνὶ μόνῳ γεγο‐
10νέναι συγχώρησιν, περὶ οὗπερ ἔφασκεν· Ἐκάλεσά σε ἐν δικαιοσύνῃ, καὶ τὰ ἑξῆς. Ἡ δὲ δόξα τοῦ λέ‐ γοντος ἦν· Ἐγὼ Κύριος ὁ Θεός. Διὰ τούτου γὰρ δοξάζεται τοῦ ὀνόματος. Ἄμεινον δὲ λέγειν, Ἐπειδὴ Κύριος ὁ Θεὸς ἡ Τριὰς, καὶ οὐχ ἕτερος κατ’ οὐσίαν
15τοῦ Πατέρος ὁ Υἱὸς, μεγάλα δὲ κατορθοῦντα παρέστη‐ σεν, δείκνυσιν· ὡς εἴπερ ἦν κτίσμα, οὐκ ἂν τῆς ἀνωτάτω δόξης γέγονε κοινωνός. Κατὰ γὰρ τὸν θεῖον Ἀπόστολον, «Κἂν εἰ πολλοί τινες εἶεν θεοὶ, καὶ κύριοι, ἔν τε οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς· ἀλλ’ ἡμῖν
20εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι’ οὗ τὰ πάντα, καὶ ἡμεῖς δι’ αὐ‐ τοῦ.» Οὐ γὰρ ἕτερος παρ’ αὐτὸν, κἂν εἰς ὑπόστασιν ἰδικὴν ἀφορίζεται. Λέγων δὲ, Οὐδὲ τὰς ἀρετάς μου δώσω τοῖς γλυπτοῖς· ἢ τὴν ὕμνησιν, κατὰ τὸν
25Ἀκύλαν· ἢ τὸν ἔπαινον, κατὰ Σύμμαχον, τὰ ἔθνη παιδεύει μηδὲν τῶν πάλαι σεβασμάτων ἡγεῖσθαι Θεὸν, μηδὲ προσφέρειν αἴνεσιν ἀσεβῆ. Μόνος γὰρ ἔχει τὰς τοῦ Πατέρος ἀρετὰς, ὁμολογουμένως μὲν κατὰ τὴν θεότητα, ἤδη δὲ καὶ κατὰ τὴν οἰκονομίαν.
30Ἐν αὐτῷ γὰρ εὐδόκησε πᾶν τὸ πλήρωμα τῆς θεότη‐ τος κατοικῆσαι σωματικῶς. Τούτοις ἐπιλέγει· Τὰ ἀπ’ ἀρχῆς ἰδοὺ ἥκασιν. Ἀντὶ δὲ τοῦ, Πρὸ τοῦ ἀναγγεῖλαι ἐδηλώθη ὑμῖν, ὁ Σύμμαχος εἶπεν· Πρὸ τοῦ ἀναγγεῖλαι αὐτὰ ἀκουστὰ ποιήσω ὑμῖν.
35Ὥσπερ γὰρ τὰ πρῶτα, φησὶν, ἐπληρώθη δι’ ἔργων (καθὰ γὰρ Ἀβραὰμ ἐπηγγειλάμην περὶ τοῦ σπέρμα‐ τος αὐτοῦ, πεποίηκα· ἐπληρώθη δὲ καὶ τὰ διὰ Μω‐ σέως καὶ τῶν προφητῶν προλεχθέντα), οὕτω καὶ νῦν εὐαγγελίζομαι τοῖς πᾶσι καινά. Καὶ πρὶν ἀναγ‐
40γεῖλαι, καὶ πρὸς τὸ φανερὸν ἐλθεῖν, ἀκουστὰ ὑμῖν διὰ τῆς παρούσης προφητείας ἐποίησα, ἅπερ ἑξῆς ἐπενήνοχεν. Τὸν δὲ περὶ τοῦ Σωτῆρος ἀπιστεῖσθαι, φασί τινες, λόγον οὐ συγχωρεῖ. Ποῖα δὲ, φασὶ, τὰ καινά; Ἅπερ ἐπήγγελται ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ
45Χριστὸς, τὴν εἰς αἰῶνα τὸν μέλλοντα ζωὴν, καὶ ὅσα πρὸς ἀξίαν τοῖς ἁγίοις ἀπόκειται.
51 ι—κεʹ. Ὑμνήσατε τῷ Κυρίῳ ὕμνον καινὸν, ἡ ἀρχὴ αὐτοῦ· δοξάζετε τὸ ὄνομα αὐτοῦ, ἀπ’ ἄκρου τῆς γῆς, οἱ καταβαίνοντες εἰς τὴν θάλασσαν, πλέοντες αὐτὴν, καὶ νῆσοι, καὶ οἱ κατοικοῦντες
55αὐτάς. Εὐφράνθητι, ἔρημος, καὶ αἱ κῶμαι αὐτῆς, ἐπαύλεις, καὶ οἱ κατοικοῦντες Κηδάρ, κ.τ.λ.
Ἐπήνεγκε διὰ τούτων, ἅπερ ἔφη καινὰ, κε‐2367

2369

λεύων πᾶσιν ἀνθρώποις ὕμνον ᾄδειν, ἢ κατὰ τοὺς λοιποὺς, ᾆσμα· ἐπειδὴ ἡ ἀρχὴ αὐτοῦ καὶ καθολικὴ ἐξουσία καθ’ ὅλης ἐδοξάσθη τῆς γῆς. Πεπλήρωται γὰρ τῶν ἀπὸ τῆς Χριστοῦ προσηγορίας λεγομένων
5Χριστιανῶν. Ἐν καθαρᾷ δὲ θεωρίᾳ τῶν μελλόντων ὁ προφήτης ἑστιαθεὶς τὴν ψυχὴν, συνεορτάζειν αὑτῷ καὶ τοὺς ἄλλους παρακαλεῖ, τῶν ἀγαθῶν ὑμνοῦντας τὸ αἴτιον. Παρηκολούθουν γὰρ οἱ προφῆται τοῖς ἐξ ἑαυτῶν λεγομένοις, ὡς ποτὲ μὲν παραιτεῖσθαι, ποτὲ
10δὲ χαίρειν ἐπὶ τοῖς παρὰ Θεοῦ λεγομένοις. Ὃ καὶ νῦν πάσχει τοῦ Σωτῆρος τὴν παρουσίαν ὁρῶν, διδά‐ σκων ἅμα ὡς ὁ φανησόμενος Κύριος οὐ τότε πρῶτον ἄρξει, κρατῶν δὲ πάντων, ὡς Θεὸς, καὶ τοῖς ἐπὶ γῆς ὑπάρχων τοιοῦτος φανερωθήσεται, προκαταρ‐
15χόντων αὐτοῦ τῆς γνώσεως τῶν ἐργαζομένων ἀπο‐ στόλων τὴν θάλατταν, ἣν ἔπλεον ἁλιεύοντες. Καινὸς δὲ ὕμνος τῇ τῶν πραγμάτων πρέπει καινότητι. Εἴ τις γὰρ ἐν Χριστῷ, καινὴ κτίσις, καὶ τὰ ἀρχαῖα παρῆλθεν· γέγονε δὲ πάντα καινά. Πνευματικῆς γὰρ
20δουλείας, οὐ σαρκικῆς, κατὰ τὸν Ἰσραὴλ, λελυτρώ‐ μεθα· καὶ ἀντὶ πλινθείας, τῶν ἐκ φιλοσαρκίας ἔξω γεγόναμεν μολυσμῶν, φυγόντες οὐκ ἐργοδιωκτὰς Αἰγυπτίους, οὐδὲ τύραννον ἄνθρωπον, τοὺς δὲ συν‐ ωθοῦντας εἰς ἁμαρτίαν ἡμᾶς δαίμονας, καὶ τὸν
25τούτοις ἐφεστηκότα διάβολον, ὡς διαβῆναι τὴν ἐκ τοῦ βίου τύρβην, ὡς θάλατταν, καὶ φαγεῖν ἀντὶ μάννα, τὸν ἄρτον τὸν ἐξ οὐρανοῦ καὶ ζωὴν τῷ κόσμῳ παρέχοντα· καὶ τοῖς ἐκ Χριστοῦ τῆς πέτρας ἐνετρύ‐ φησαν μὲν νάμασι, τυχόντες τε τοῦ θείου βαπτί‐
30σματος τὸν Ἰορδάνην διέβημεν, εἰς γῆν εἰσελθόντες τὴν τοῖς ἁγίοις ἐπηγγελμένην, ἣν οἱ μακαριζόμενοι κληρονομοῦσι πραεῖς· ἐφ’ οἷς ἔδει γενέσθαι τὸν ὕμνον Θεῷ παρὰ τῆς ἀρχῆς αὐτοῦ, τῶν ὑπ’ αὐτοῦ, καθά φασί τινες, ἀρχομένων οὐ κατὰ τὴν Ἰουδαίαν,
35κατὰ δὲ πᾶσαν τὴν γῆν. Οὐ γὰρ ὡς πάλαι ἐν τῇ Ἰουδαίᾳ γνωστὸς ὁ Κύριος, καὶ ἐν μόνῳ τῷ Ἰσραὴλ τὸ ὄνομα αὐτοῦ. Πλήρης δὲ νῦν ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης αὐτοῦ. Καὶ Δαβὶδ δέ φησι· Πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ.
42 Τίνες δὲ οἱ τοὺς ᾄδοντας τὸν καινὸν ὕμνον ἱστάν‐ τες, καὶ πρὸς χορὸν συγκαλοῦντες πνευματικόν; Οἱ τὴν θάλατταν πλέοντες διὰ τὴν τέχνην ἀπόστολοι.
45Καὶ ὅτι τὴν καθ’ ἡμᾶς περιπλέοντες θάλατταν, ποτὲ μὲν ἐν νήσοις ἐκήρυττον, ποτὲ δὲ τῆς Ἰταλίας καὶ Ἱσπανίας ἐπέκεινα. Ἔπλεον δὲ καὶ τοῦ βίου τὴν θάλατταν, ἐν νήσοις ταῖς τῶν ἐθνῶν Ἐκκλησίαις κηρύττοντες τοῦ βίου τὰς προσβολὰς, ὡς κύματα

2369

(50)

φερούσαις καὶ πνεύματα, περὶ ἧς φησιν ὁ Δαβίδ· «Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος,» καὶ τὰ τούτοις ἑπόμενα. Ἐπεὶ καὶ τοῦ βίου τὰ πράγματα τὸ ἀστάθμητον ἔχοντα, ἄνω κάτω συγχύσει κινεῖται πολλῇ, ἣν διαπλέουσιν οἱ μὴ πρὸς αὐτῆς βαπτιζό‐
55μενοι, τῶν δὲ ταύτης κυμάτων ὑπερανέχοντες, δη‐2369

2372

λαδὴ τῶν κοσμικῶν πρός γε τοῖς ἄλλοις περισπα‐ σμῶν. Εἴποις δ’ ἂν νήσους, καὶ τὰς πρὸ τῆς Χρι‐ στοῦ παρουσίας πάθεσιν ἀλμυροῖς κατακλυζομένα ψυχάς. Ἐφ’ οἷς φησιν· Εὐφράνθητι, ἕρημος, καὶ αἱ
5κῶμαι αὐτῆς, ἢ κατὰ τοὺς λοιποὺς, αἱ πόλεις. Πολλαὶ γὰρ πόλεις ἐν Ἐκκλησίᾳ Θεοῦ, κατὰ τὰς διαφόρους πολιτείας, ἐπινοοῦνται. Διὸ κἀν τῇ τῆς Αἰγύπτου ὁράσει, πέντε πόλεις ἔλεγεν ἐν Αἰγύπτῳ γενήσεσθαι λαλούσας γλώττῃ τῇ Χανανίτιδι. Τινὲς δὲ
10πόλεις ἐρήμου φασὶ τὰς ἐπιφερομένας, τήν τε Κηδὰρ καὶ τὴν Πέτραν. Ὧν ἡ μὲν Κηδὰρ Σαρακη‐ νῶν πόλις ἐπέκεινα τῆς Ἀραβίας ἐπὶ τῆς ἐσχάτης ἐρήμου. Πέτρα δὲ δεισιδαιμονεστάτη πόλις τῆς Πα‐ λαιστίνης· δι’ ὧν γνωρίμων οὐσῶν Ἰουδαίοις, δηλοῖ
15καὶ εἰς τοὺς τὰ ἔσχατα κατοικοῦντας τῆς γῆς φθά‐ σειν τὴν εὐφροσύνην τὴν λογικὴν καὶ εἰς τοὺς ἐσχάτην εἰδωλολατρείαν νοσήσαντας. Διὰ μερικῶν γάρ τινων ἡ Γραφὴ καὶ τοῖς ἀκροαταῖς γνωρίμων τῆς πάσης γῆς τὴν θεογνωσίαν παρίστησιν. Ἔστι δὲ
20νῦν ἰδεῖν ὡς καὶ παρὰ τοῖς εἰρημένοις Χριστοῦ τυγχάνουσιν Ἐκκλησίαι κατὰ τὴν πρόῤῥησιν. Εἴποις δ’ ἂν καὶ τὰς ψυχὰς τὰς ἐστερημένας πάλαι θεογνω‐ σίας ἔρημον λέγεσθαι, ὧν τὴν ἄγνοιαν παρίστησιν ἡ Κηδὰρ σκοτασμὸς ἑρμηνευομένη. Ἃς ὡς φωτι‐
25σθησομένας εὐαγγελίζεται, ὁμοῦ καὶ διδάσκων, ὡς αἱ πρὸς τὴν παρουσίαν ἀπομαχόμεναι τοῦ Σωτῆρος ψυχαὶ, τὸ πρὸς αὐτὸν σέβας ὁμολογήσουσιν. Χωρίον γὰρ ἡ Κηδὰρ τοῦ γένους Ἡσαῦ τοῦ διατελέσαντος ἐν πολέμῳ πρὸς Ἱερουσαλὴμ, καὶ τὸν νόμον τὸν ἐν
30αὐτῇ. Καὶ ἄλλως δὲ, οἱ κατοικοῦντες Πέτραν εὐ‐ φρανθήσονται. Ἡ δὲ πέτρα ἦν ὁ Χριστός. Περὶ πάντων δὲ τῶν εἰρημένων φησὶν, ὡς ἐν ὄρεσι στάντες τῶν τοῦ Θεοῦ, δηλονότι λογίων, ἐν ὕψει προσοίσουσιν ὕμνον αὐτῷ, κατὰ τό· «Ἐπ’ ὄρος
35ὑψηλὸν ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Σιών.» Καὶ τὰς ἀρετὰς δὲ αὐτοῦ ἐν ταῖς δεδηλωμέναις νήσοις ἀγ‐ γελεῖν φησιν· ὅπερ ἐποίουν οἱ μαθηταὶ, ποτὲ μὲν αὐτοῦ τὴν ὑπερκόσμιον δηλοῦντες θεότητα, ποτὲ δὲ τὰς θεοσεβίας ἀγγέλλοντες.
43 Καὶ ἐπειδὴ παῤῥησίᾳ πολλῇ περὶ τούτου χρωμέ‐ νοις ἤμελλον ἐπαναστῆναι πολλοὶ, καὶ οἱ διὰ τούτων
45ἐνεργήσαντες δαίμονες, ὡς δὴ σαλευομένης αὐτοῖς τῆς ἀρχῆς, ἀναλώτους αὐτοὺς προαγορεύει γενή‐ σεσθαι, προπολεμοῦντος αὐτῶν τοῦ Θεοῦ. Ἐξελεύ‐ σεται δὲ, φησὶν, ὡς ἐπὶ βασιλέως ἐξιόντος εἰς πό‐ λεμον. Ἐπεγερεῖ δὲ ζῆλον, ἢ τὸν παρ’ ἑαυτοῦ

2372

(50)

κατ’ ἐχθρῶν τοιοῦτον· γὰρ παρὰ Ζαχαρίᾳ τὸ, «Ἐζή‐ λωκα τὴν Ἱερουσαλὴμ, καὶ τὴν Σιὼν ζῆλον μέγαν,» ἢ τοὺς ὑπὲρ αὐτοῦ ζηλώσοντας, ὁποῖος ἦν ὁ λέγων Ἀπόστολος· «Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ;» Καὶ πάλιν· «Ἐμοὶ γὰρ καὶ τὸ ζῇν
55Χριστὸς, καὶ τὸ ἀποθανεῖν κέρδος.» Ζηλωταὶ δὲ καὶ2371

2373

οἱ θεῖοι γεγόνασι μάρτυρες. Ὁ δὲ ζῆλος οὐ πάθος Θεοῦ, ἐπὶ δὲ τοὺς ἡμαρτηκότας ἐκδίκησις. Ὡς ἐπὶ πολεμικοῦ δὲ ἀλαλαγμοῦ, καὶ τὸ βοήσεται ἐπὶ τοὺς ἐχθροὺς ἐπενήνοχεν· ὃ δὴ ποιοῦσιν ἢ συμβάλλοντες,
5ἢ κατορχούμενοι τῶν ἡττημένων. Εἶτα τὴν πολλὴν ἐπὶ τοῖς ἔθνεσιν εἰδωλολατροῦσι μακροθυμίαν δηλῶν ἐπενήνοχεν· Ἐσιώπησα, μὴ καὶ ἀεὶ σιωπήσομαι; Ἤθελε μὲν γὰρ καὶ πάλαι ῥύσασθαι τούτους τοῦ Σατανᾶ. Τὸν δὲ προσήκοντα καιρὸν περιέμενε, μέχρι
10διὰ Χριστοῦ τῶν ἡμᾶς νενικηκότων κατεστρατεύσατο. Τοῦτο δὲ τὸ ἐσιώπησα, καὶ ἐπὶ τοῦ λεγεῶνος ἁρμόσει τοῦ παρὰ τοὺς τάφους ἀποκτεῖναι τὸν ἄνθρωπον ἐθελήσαντος· καὶ ἐπὶ τῆς καθόλου κρίσεως, ἡνίκαπερ ἀποδίδωσι τὰ πρὸς ἀξίαν ἑκάστῳ. Τὴν περὶ ἡμᾶς
15δὲ φειδὼ παρίστησι τοῦ Θεοῦ, τὸ τὴν ἡμετέραν οἱονεὶ σωτηρίαν ὠδίνειν τὰς τῶν ὑποκειμένων οἰκειούμενον φύσεις, ὡς τὰ ἔκγονα ὠδίνουσα, καὶ ταῦτα μηδενὸς ποιοῦντος χρηστότητα κατὰ τὸν Δα‐ βίδ· Οὐ κατοιήσω τοίνυν δι’ ἀγάπην μακροθυμῶν,
20ὡς ἐκείνη πάσχουσα τέκνων ἐλπίδι, ἠρεμεῖν μὲν παραγγέλλων τοῖς πάθεσιν, πηγαζούσας δὲ ξηραίνων τὰς ἡδονὰς, τοιαύτην αὐτοῖς προσάγων διὰ μετα‐ νοίας ἀπὸ τῶν ἀτόπων τὴν ἔκστασιν. Πῶς γὰρ ἄν τις μετανοήσειε μὴ καταγνοὺς ἑαυτοῦ, καὶ τῶν προτέ‐
25ρων παυσάμενος; κατὰ τό· «Ὅτ’ ἂν ἀποστραφεὶς στενάξεις, τότε σωθήσῃ.» Τοῦτο δὲ πᾶσιν, ὅσον ἐφ’ ἑαυτῷ, Χριστὸς ἐπιδημήσας εἰργάσατο· εἰ καὶ τυφλοί τινες, τοῦ φωτὸς παρόντος, διαμένειν ἐσπού‐ δασαν πρὸς τοὺς θείους ἐθελοκωφήσαντες λόγους,
30καὶ τοῖς εἰδώλοις ἐνέμειναν, κατὰ τό· «Ὅμοιοι αὐ‐ τοῖς γένοιντο οἱ ποιοῦντες αὐτά.»
35 Τὸ δὲ, ἐκστήσω, τινὲς ἢ, ἐπὶ τοῦ τῆς ὑπ’ αὐτῶν κρατουμένης γῆς ἔξω ποιήσω, φασὶ, καὶ τῆς περι‐ ωρισμένης αὐτοῖς κατὰ πάντων ἀρχῆς, κατὰ τό· «Νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω,» ἤγουν ἐπὶ τοῦ θαυμάσαι ποιήσω τοὺς ὁρῶντας
40τὰ κατωρθωμένα. Ἐφ’ οἷς καὶ Ἀμβακοὺμ κατα‐ πληττόμενος, ἔλεγε· «Κύριε, εἰσακήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην. Κύριε, κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην.» Τὸ δὲ ξηρὰν σφηνίζει λέγων· Θήσω γὰρ ποταμοὺς εἰς νήσους, καὶ ἕλη ξηρανῶ, οὕτω
45καλῶν τοὺς παρ’ Ἕλλησι σοφοὺς, καὶ ὅσα δὴ περὶ θεῶν ἀνεπλάσαντο. Δι’ ὧν τοὺς πειθομένους ἐπότιζον ἀνατροπῇ θολερᾷ, κατὰ τὴν Γραφὴν, οὓς καὶ ἔλη καλεῖ, τὸ εὐανθὲς ὁμοῦ καὶ τὸ ἄκαρπον ἔχοντας, οὓς φανεὶς ὁ Χριστὸς ὥσπερ ξηράνας, ἀπράκτους ἀπ‐

2373

(50)

έδειξεν, καθὰ καὶ Παῦλός φησι· «Ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; οὐχὶ ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου;» ἐξ ὧν καὶ χρηματίζουσαι νῆσοι γεγόνασιν Ἐκκλησίαι
τοὺς ἐν Χριστῷ ναυτιλλομένους δεχόμεναι, κατ‐2373

2376

αιγίδα φυγόντες χειμέριον, ἐξ ἧς οἱ καταβαίνοντες εἰς τὴν θάλασσαν ἐν πλοίοις χειμάζονται ταῖς τοῦ βίου περιστάσεσι τῇδε κακεῖσε φερόμενοι. Ξηραν‐ θέντων δὲ τῶν εἰρημένων, οἱ πρὶν τυφλοὶ διεσώθη‐
5σαν, πρὸς ὁδοὺς ἀχθέντες τὰς εὐαγγελικὰς, ἃς οὐκ ᾔδεσαν πρότερον· οἷς προσεφώνει καὶ Παῦλος· «Ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ.» Οἷς, καθὰ καὶ Ἰωάννης ὁ Βαπτιστὴς ἔφη, «Ἔσται τὰ σκολιὰ εἰς εὐθείας, καὶ ἡ τραχεία εἰς ὁδοὺς λείας.»
10Προέφη γάρ· «Ὅτι πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται.» Καὶ ἀλλα‐ χοῦ δέ φησιν Ἡσαΐας· «Ὁδὸς εὐσεβῶν εὐθεῖα ἐγέ‐ νετο,» τὴν εὐαγγελικὴν δηλῶν, λείαν τοῖς αὐτὴν πατοῦσιν ὑπάρχουσαν, συμφώνως τῷ· «Ὁ γὰρ ζυ‐
15γός μου χρηστὸς, καὶ τὸ φορτίον μου ἐλαφρόν.» Οἷς ἐπαγγέλλεται συνεῖναι διαπαντὸς, κατὰ τό· «Ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συν‐ τελείας τοῦ αἰῶνος.»
20 Ἀπὸ δὲ τοῦ, Αὐτοὶ δὲ ἀπεστράφησαν εἰς τὰ ὀπίσω, οἱ ἐξηγηταὶ πάντες πρὸς Ἰουδαίους εἰρῆσθαί φασι, τινῶν καὶ ἄνωθεν πρὸς αὐτοὺς εἰρῆσθαι λε‐ γόντων ἀπὸ τοῦ, Κύριος ὁ Θεὸς τῶν δυνάμεων ἐξελεύσεται. Οἵ φασιν, ὡς ταῦτα τῇ ἐρήμῳ, καὶ
25ταῖς νήσοις, καὶ τῇ Κηδὰρ (ἅπερ ἦν ἀλλότρια τοῦ Ἰουδαίων λαοῦ τῆς προφητείας) ὁ λόγος ἐπαγγειλά‐ μενος τὴν ἀποβολὴν τοῦ Ἰσραὴλ, διὰ τῶν ἐπαγομέ‐ νων ἐδήλωσε λέγων· Κύριος ὁ Θεὸς τῶν δυνάμεων ἐξελεύσεται, καὶ συντρίψει πόλεμον. Κατὰ δὲ
30Σύμμαχον· Κύριος ὡς δυνατὸς ἐξελεύσεται ὡς ἀνὴρ πολεμιστής. Ὡς πρὸς ἐχθροὺς δὲ τοὺς Ἑβραίους ὑπογράφει τὸν πόλεμον, καὶ τὸν ζῆλον λέγει τὸν πρὸς αὐτοὺς, περὶ οὗ Μωσῆς ἔλεγε· Κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ’ οὐκ ἔθνει. Τοῦτον ἐπεγερεῖ
35τὸν ζῆλον; φησὶν, οἰκειούμενος μὲν τὴν ἔρημον, καὶ τὴν Κήδαρ, καὶ τὰς νήσους, ἀποβάλλων δὲ τὸν Ἰουδαίων λαόν. Λογισμῷ δὲ τοῦτο πράξει, τὴν ἀνθ’ ὧν ἐποίησε προσάγων ἀπολογίαν, ὁποῖόν ἐστι· Καὶ βοήσεται πρὸς τοὺς ἐχθροὺς αὐτοῦ μετὰ
40ἰσχύος. Τίς δὲ ἡ ἀπολογία; Ἐσιώπησα. Μὴ καὶ ἀεὶ σιωπήσομαι; Ἐμακροθύμησα γὰρ, ἱκανῶς φέ‐ ρων αὐτοὺς ἁμαρτάνοντας. Καὶ κατὰ τὸν καιρὸν δὲ τοῦ πάθους, ἐσιώπησα συκοφαντούμενος, ὅτε καὶ ἐκαρτέρησα, ὡς ἡ τίκτουσα. Νυνὶ δὲ καιρὸς ἀντ‐
45αποδώσεως. Διὸ ἐκστήσω καὶ ξηρανῶ ἅμα. Κατὰ δὲ τὴν Ἑβραΐδα καὶ τοὺς λοιποὺς ἑρμηνευτὰς ἐπενή‐ νοχεν· Ἐρημώσω ὄρη, καὶ βουνοὺς, καὶ πάντα τὸν χόρτον αὐτῶν ξηρανῶ. Ὄρη μὲν καὶ βου‐ νοὺς, τοῦ λαοῦ τοὺς ἄρχοντας αἰνιττόμενος, χόρτον

2376

(50)

δὲ τὰς ἁμαρτίας αὐτῶν, Παύλου λέγοντος· «Εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον ξύλα, χόρτον, καλάμην, ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται.» Καὶ ἄνω δὲ ἔλεγεν· «Ὡς χόρτος ὁ λαὸς ἐξηράνθη·» καὶ τὰς παρ’ αὐτοῖς δὲ νομικὰς διδασκαλίας ποταμοὺς
55εἰπὼν, Θήσω, φησὶν, εἰς νῆσον. Καὶ τὰ παρ’ αὐτοῖς2375

2377

δὲ λιμνάζοντα λογικῶν ὑδάτων χωρία, ὡς ἕλεσι παραβάλλεσθαι, ξηρανῶ.
4Ἀπειλήσας ταῦτα, μεταβαίνει πάλιν ἐπὶ τὴν
5χάριν τὴν δοθεῖσαν τοῖς ἔθνεσι λέγων· Ἄξω τυφλοὺς ἐν ὁδῷ. Καὶ πρόσθε γὰρ ἔφη περὶ Χριστοῦ· «Ἔδω‐ κά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν.» Τὸ δὲ ὁδῷ, παρὰ πᾶσιν ἑνικῶς ἐξενήνεκται, ἣν ἐδήλωσεν ὁ Σωτὴρ εἰπών· «Ἐγώ
10εἰμι ἡ ὁδὸς,» ἣν ἠγνοοῦμεν τὸ πρότερον. Καὶ τρί‐ βους, τὰς προφητικὰς δηλονότι Γραφὰς, καὶ τοῦ βίου τοὺς ὑπὸ τῆς θείας ὑποβαλλομένους διδασκα‐ λίας. Καὶ τὴν ἄγνοιαν τοῦ Θεοῦ μεταβαλεῖν ἡμῖν εἰς φῶς, καὶ τὰ πάλαι σκολιά τε καὶ ἀσαφῆ τοῦ
15Θεοῦ λόγια γενήσεσθαί φησιν ὁμαλά. ἐφ’ οἷς ἐπήνεγκε, Ταῦτα τὰ ῥήματα ποιήσω αὐτοῖς. Ἀκριβῶς δὲ εἶπεν, οὐ, λαλήσω, ἀλλὰ, ποιήσω. Πάλαι μὲν γὰρ διὰ προφητῶν ἐλελάλητο· νῦν δὲ δι’ ἔργων ἐπιτελεῖν ἐπαγγέλλεται. Ἐντεῦθεν ἐπιστρέφει τὸν
20λόγον ἐπὶ τοὺς πάλαι μένοντας πλησίον Θεοῦ, ἀπο‐ στραφέντας δὲ εἰς τὰ ὀπίσω, τοὺς Ἰουδαίους φημί. Δείκνυσι δὲ ὥσπερ αὐτοῖς τῶν ἐθνῶν τὴν ἐπιστρο‐ φὴν, καὶ οἵαν ἔσχον μεταβολὴν εἰς φῶς ἐκ σκότους χωρήσαντες, ὀνειδιστικῶς πρὸς τοὺς εἰδωλολάτρας
25λέγων· Αἰσχύνθητε αἰσχύνην, καὶ τὰ ἑξῆς. Ὅπερ ἀκριβῶς ἑρμήνευσε Σύμμαχος εἰπών· Αἰσχυνθή‐ σονται αἰσχύνην οἱ πεποιθότες τοῖς γλυπτοῖς. Ὁ δὲ Ἀκύλας, αἰσχυνθήτωσαν. Ὁ δὲ Θεοδοτίων, καταισχυνθήτωσαν. Καὶ γὰρ ἀληθῶς τῶν πρὶν
30εἰδωλολατρούντων ἐθνῶν μεταβάντων εἰς θεοσέβειαν, τὸ Ἰουδαίων ἔθνος ᾐσχύνθη· καὶ νῦν αἰσχυνθέντες ἐπαύσαντο τοὺς πάλαι τυφλοὺς φωτισθέντας ἰδόν‐ τες. Ἐμφατικῶς δὲ λίαν ἔφη περὶ αὐτῶν· Αὐτοὶ δὲ
35ἀπεστράφησαν οἱ νόμῳ θείῳ παιδαγωγούμενοι, καὶ τὸν τῶν ὅλων ἐγνωκότες Θεόν· ἤκουον γὰρ, «Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστιν.» Καὶ, «Οὐκ ἔσονταί σοι θεοὶ πλὴν ἐμοῦ.» Ταῦτα εἰπὼν, ὡς εἰς κωφῶν ὦτα κραυγὴν ἀφιεὶς ἐπιβοᾷ· Οἱ κωφοὶ, ἀκούσατε.
40Ὡς ἂν δὲ μὴ νομισθῇ περὶ τῶν ἐθνῶν ὁ λόγος εἰρῆ‐ σθαι (πάλαι γὰρ ἐκείνοις ταῦτα προσῆν), διορίζεται, Καὶ τίς τυφλὸς ἀλλ’ ἢ οἱ παῖδές μου; Ἀνθ’ οὗ Σύμμαχός φησι· Καὶ τίς τυφλὸς, εἰ μὴ ὁ δοῦλός μου; καὶ κωφὸς ὡς ὁ ἄγγελός μου; τίς τυφλὸς, ὡς
45ὁ τέλειος; καὶ κωφὸς ὡς ὁ δοῦλός μου; Δοῦλον τὸν ἐκ περιτομῆς καλεῖ λαὸν, ἄγγελόν τε καὶ τέ‐ λειον κατακρίνων, ὅτι τοιούτους ὑπάρχειν ἠβού‐ λετο. Ὅτι δὲ ἑαυτοὺς ἐτύφλωσάν τε καὶ κωφοὺς ἀπειργάσαντο, παρίστησι λέγων· Ἴδετε πολλάκις

2377

(50)

καὶ οὐκ ἐφυλάξασθε. Ἠνοιγμένα τὰ ὦτα, καὶ οὐκ ἠκούσατε. Προέφη δὲ καὶ τὸ, «Ἀκοῇ ἀκούσητε, καὶ οὐ μὴ συνῆτε,» καὶ τὰ ἑξῆς. Τὸ δὲ ῥητὸν οὕτως ἐξέδωκε Σύμμαχος· Εἶδες πολλὰ, καὶ οὐ φυλάξεις. Ἀνεῳγμένα τὰ ὦτα αὐτοῦ, καὶ οὐ μὴ ἀκούσεις.
55Κύριος ἠθέλησεν ἵνα δικαιώσῃ αὐτὸν μεγαλῦναι2377

2380

νόμον, καὶ θαυμάσαι· σαφῶς δηλῶν ὡς περὶ τῶν Ἰουδαίων ὁ λόγος Ἀλλ’ αὐτοὶ, φησὶν, ἔνδον ἔχουσι τὴν παγῖδα ἐν τοῖς λογισμοῖς, οὓς ἔκρυπτον κατὰ τοῦ Χριστοῦ βουλευόμενοι. Ἤγουν οὐκ ἐλογίσαντο
5πῶς ἐξήγαγον αὐτοὺς ἐξ οἴκου δουλείας, καὶ νόμῳ πεπαιδαγώγηκα. Ἢ γὰρ ἂν ἐμεγάλυνον αἴνεσιν, προσάγοντές μοι τὰ χαριστήρια. Νῦν δὲ πρὸς εἰδω‐ λολατρείαν καὶ πᾶσαν ἀδικίαν ἀπέστησαν. Διόπερ ἔλεγεν· «Ὑπέμεινα τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησεν
10δὲ ἀκάνθας.» Ὅθεν αὐτοὺς εἰς ἀνάμνησιν φέρει τῶν τοῖς πατράσι συμβεβηκότων. Ἐγὼ μὲν γὰρ εἶδον τὰς ἀσεβείας αὐτῶν. Αὐτοὶ δὲ διηρπασμένοι γεγό‐ νασι εἴς τε προνομὴν τοῖς ἐχθροῖς. Ἡ γὰρ πα‐ γὶς, φησὶν, ἐν τοῖς ταμιείοις πανταχοῦ· καὶ ἐν
15οἴκοις ἅμα ἔκρυψαν αὐτοὺς, δηλονότι τοὺς χω‐ νευτούς. Οἱ γὰρ ἡγούμενοι τοῦ λαοῦ φανερῶς μὲν ζῇν κατὰ τὸν νόμον ἐπλάττοντο, ἐν νῷ δὲ τὴν ἀσέβειαν ἔγκρυ‐ πτον. Καὶ ἐν οἴκοις ἔχοντες ἀγάλματα λάθρα τὸ
20σέβας προσέφερον. Διὸ πρὸς Ἰεζεκιήλ φησιν ὁ Θεός· «Υἱὲ ἀνθρώπου, ὄρυξον. Καὶ ὤρυξα δὴ ἐν τῷ τοίχῳ καὶ εἶδον. Καὶ ἰδοὺ πᾶσα ὁμοίωσις ἑρπετοῦ, καὶ κτήνους, καὶ πάντα τὰ εἴδωλα οἴκου Ἰσραὴλ διαγεγραμμένα ἐπ’ αὐτοῦ κύκλῳ. Καὶ εἶπεν πρός με· Ἑώρακας, Υἱὲ
25ἀνθρώπου. Μὴ μικρὰ τῷ οἴκῳ Ἰσραὴλ ἃ ποιοῦσιν ἕκαστος ἐν τῷ κοιτῶνι αὐτῶν τῷ κρυπτῷ;» διό φησιν, Αὐτοὺς εἰς αἰχμαλωσίαν παρέδωκα. Θεοῦ δὲ προ‐ δόντος, τίς ἂν προέστη τὰ διηρπασμένα πραττόμε‐ νος, μηδενὸς τοῦτο πράττειν δυναμένου τῶν νομι‐
30σθέντων θεῶν|; οἰκονομικῶς δὲ μετὰ τὴν τῶν ἐθνῶν κλῆσιν, τὴν αἰτίαν ἔφη τῆς ἀποβολῆς Ἰσραὴλ, ἢν δηλῶν ἔλεγε Μωσῆς· «Αὐτοὶ παρεζήλωσάν με ἐπ’ οὐ Θεῷ, κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ’ οὐκ ἔθνει.» Καὶ Δαβὶδ δέ φησι· «Παρεπίκραναν αὐτὸν ἐν τοῖς
35γλυπτοῖς αὐτῶν,» καὶ τὰ ἑξῆς. Διὸ φευκτέον τὰς κατὰ νοῦν παγίδας, ἵνα μὴ δαίμοσι γενώμεθα προ‐ νομὴ, διὰ τῶν ἐν ἡμῖν κινουμένων παθῶν, κατὰ τό· «Ἐὰν πνεῦμα ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σὲ, τόπον σου μὴ ἀφῇς.» Εἶτα, ἐπειδήπερ ὡς κωφοῖς ἐλάλει,
40ἀπορῶν ἀκροατῶν ἐν αὐτοῖς λέγει· Τίς ἐν ὑμῖν ἐνω‐ τιεῖται ταῦτα; Εἰ γὰρ καὶ μήπω πάρεστι τῶν πραγ‐ μάτων ἡ ἔκβασις, ἀλλ’ ἐν τοῖς ἐπιοῦσιν ἐπιτελε‐ σθήσεται χρόνοις· τίς οὖν ζητήσει τὸ αἴτιον τῆς διαρπαγῆς τοῦ λαοῦ, ὥστε εἰπεῖν τὸ, Τίς ἔδωκεν
45εἰς διαρπαγὴν Ἰακώβ; οὐδεὶς δὲ τοῦτο πέπραχεν, ἢ αὐτὸς ᾧ ἡμάρτοσαν, καὶ οὐκ ἐβούλοντο ἐν ταῖς ὁδοῖς αὐτοῦ πορεύεσθαι. Καλούμενοι γὰρ εἰς τὰς εὐαγγελικὰς ὁδοὺς, οὐχ ὑπήκουον· οὐδὲ τοῦ τῆς Καινῆς Διαθήκης ἀκούειν ἤθελον νόμου. Διὸ κατ‐

2380

(50)

ίσχυσεν ἐπ’ αὐτοὺς πόλεμος. Πάλαι μὲν γὰρ πρὸς καιρόν τινα πολεμούμενοι, αὖθις ἀνελάμβανον ἑαυ‐ τοὺς, ὡς καὶ τὴν Ἱερουσαλὴμ, καὶ τὸ ἐν αὐτῇ συν‐ εστάναι βασίλειον. Νῦν δὲ, ὅτε ἔξωθε, καὶ ὁ τῶν ψυχῶν ἐπ’ αὐτοὺς κατίσχυκε πόλεμος, καὶ τῶν
55κακῶν τούτων οὐκ ἐλογίσαντο τὴν αἰτίαν.2379

2381

Τινὲς δὲ καὶ ταῦτα πάλιν ἐπὶ τῆς ἐπ’ Ἀσσυρίων ἁλώσεως ἔλαβον, οἳ καὶ τὸ μὲν ἀκούειν, τὸ ψιλῶς ἀκροᾶσθαί φασι. Τὸ δὲ ἐνωτίσασθαι, τὸ τῇ διανοίᾳ παραπέμψασθαι λόγον ἐμφρόνως ἀκούοντας, ὁποίους
5νῦν ἀκροατὰς ὁ προφήτης ζητεῖ, κατὰ Παῦλον εἰδότας ὅτι τυπικῶς ἐκείνοις συνέβαινεν, ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, ὅπως ἂν τὸ τοῖς ἴσοις ἁλῶναι φυ‐ λάξωνται. Ἐν ἐμφάσει δέ φησιν, ὅτι παρέδωκεν Ἰακὼβ, ὃν ἐξ Αἰγύπτου διέσωσεν ὑπὲρ οὗ τοσαῦτα
10κατ’ ἐχθρῶν ἐγένετο θαύματα. Τὸν οὖν εἰωθότα νικᾷν τίς ὑποπεσεῖν ἐποίησε τοῖς ἐχθροῖς, καὶ διὰ ποίαν αἰτίαν; ἡ δὲ τοῦ τίς ἐρώτησις, ὁμολογίαν ἔχει σαφῆ, ὡς Θεὸς ὁ δράσας, ἀνθ’ ὧν αὐτὸν ἐγκατέλιπον. Πλὴν δέον αὐτοὺς μὴ ἁμαρτεῖν, οὐδὲ παθόντες ἐνουθετή‐
15θησαν. Δι’ οὓς Ἱερεμίας φησί· «Κύριε, οἱ ὀφθαλμοί σου εἰς πίστιν. Ἐμαστίγωσας αὐτοὺς, καὶ οὐκ ἠθέ‐ λησαν δέξασθαι παιδείαν.» Διὸ καὶ λέγοντος αὐτοῦ τοῖς ὑπολειφθεῖσιν ἐκ τῆς ἁλώσεως μὴ κατελθεῖν εἰς τὴν Αἴγυπτον, αἱ τούτων γυναῖκες ἀναισθήτως
20ἔχουσαι τῆς ὀργῆς, ἐβόων· Οὐκ ἀπέστειλέ σε Κύ‐ ριος. Προσέφασκον δὲ, Ἐπειδὴ διελίπομεν θύουσαι τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ, κατείληφεν ἡμᾶς τὰ κακά. Οὕτως ἀναισθήτως εἶχον, κατισχύσαντος αὐτῶν τοῦ πολέμου, καὶ τῶν κύκλῳ καταφλεγόντων αὐ‐
25τούς. Ὡς καὶ ἀλλαχοῦ φησιν ὁ παρὼν προφήτης· «Αἱ πόλεις ὑμῶν πυρίκαυστοι.» Ἃ δή φησι νῦν αὐτοὺς πεπονθέναι, οὐκ ἀσθενήσαντος σώζειν αὐτοὺς τοῦ Θεοῦ. Δηλοῖ δὲ τὰ φθάσαντα θαύματα. Ἀλλ’ οὐδὲ δικαιοπραγοῦντες πεπόνθασιν, ἀλλ’ ὅτι τὸν αὐτοῖς
30δοθέντα νόμον παρέβησαν. Ὃ μὴ νοοῦντες, ἐμείνα‐ τε, φησὶ, τοῖς δεινοῖς συνεχόμενοι.
35tΚΕΦΑΛ. ΜΓʹ.
36 α—ιγʹ. Καὶ νῦν οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ ποιήσας σε, Ἰακὼβ, καὶ ὁ πλάσας σε, Ἰσραήλ· Μὴ φοβοῦ, ὅτι ἐλυτρωσάμην σε, ἐκάλεσά σε τὸ ὄνομά σου. Ἐμὸς εἶ σύ. Καὶ ἐὰν διαβαίνῃς δι’ ὕδατος,
40μετὰ σοῦ εἰμι, καὶ ποταμοὶ οὐ συγκλείσουσί σε. Καὶ ἐὰν διέλθῃς διὰ πυρὸς, οὐ μὴ κατακαυθῇς, κ.τ.λ. Ἀνοίκεια ταῦτα τῶν περὶ τοῦ ἐκ περιτομῆς ἀρ‐ τίως εἰρημένων λαοῦ, οὓς ἀπεκάλει τυφλοὺς, καὶ κωφοὺς, καὶ διηρπασμένους. Οὐκοῦν νῦν ὁ λόγος περὶ
45τοῦ κρείττονος τάγματος τῶν ἐκ περιτομῆς πιστευ‐ σάντων. Εἰ γὰρ κἀκεῖνοι, φησὶ, τοιοῦτοι γεγονότες, τοιαῦτα πεπόνθασιν, ἀλλ’ ὑμεῖς οἱ τὸν ἑαυτῶν ποιητὴν καὶ πλάστην ἐπιγνόντες, ἀκούσατε, ποίημά τε καὶ πλάσμα τὸ ἐν ὑμῖν τετηρηκότες ἀλώβητον, ὡς

2381

(50)

οἰκείως ἀκούειν Ἰακώβ τε καὶ Ἰσραήλ. Ἐγὼ γὰρ ὁ ποιήσας μέν σε κατὰ ψυχὴν τὴν κατ’ εἰκόνα πεποιημένην, πλάσας δέ σου καὶ τὸ ἐκ γῆς σῶμα ληφθὲν, ὃς καὶ αἷμα παρασχὼν ὑπὲρ σοῦ τὸ ἐμὸν, ἐλυτρωσάμην σε κτῆμα ἴδιον ποιησάμενος. Ὧν
55ἠξιωμένος βάδιζε ἣν ἐκελεύθης ὁδὸν εὐαγγελιζόμενος.
Κἂν ἀνθιστῶσί τινες, θάῤῥει μὴ δεδιώς. «Ἰδοὺ γὰρ2381

2384

ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας, ἔως τῆς συντελείας τοῦ αἰῶνος.» Μιμούμενος τοίνυν ἐμὲ, τὸν ἄλλαγμά σου τὸ αἷμα τὸ ἐμὸν ποιησάμενον, ἄλλαγμα γένου καὶ αὐτὸς τῶν διὰ σοῦ καλουμένων ἀσεβεστά‐
5των τε καὶ μέχρι τῶν ἐσχάτων οἰκούντων τῆς γῆς. Ὧν τῶν μὲν Αἰγύπτιοι, τῶν δὲ Αἰθίοπές τε καὶ οἱ τὴν Συήνην οἰκοῦντες παράδειγμα. Σαβὰ δὲ ἀντὶ Συήνης ἐξέδωκαν οἱ λοιποί· οὕτω γὰρ ἐδοξάσθης δι’ ἀγάπην ἐμὴν ὡς διὰ σοῦ πάντας κληθῆναι. Σαβὰ
10δὲ ἔθνος Αἰθιόπων οὗ ἡ βασίλισσα πρὸς Σολομῶνα παρεγένετο.
14Τούτους οὖν ὑπὲρ σοῦ, ἢ ἀντὶ σοῦ, πάντας ἐκτησά‐
15μην. Ἀπολέσω δὲ τοὺς πολεμήσοντάς σε διὰ τὸ κήρυγμα, λαούς τε καὶ ἄρχοντας. Θάῤῥει τοιγαροῦν. Καὶ τὰ σὰ γὰρ τέκνα, ἃ κατὰ Θεὸν σπείρας, καθ’ ὅλης τῆς οἰκουμένης ἐγέννησας, εἰς πόλιν μου συνάξω τὴν ἐπουράνιον, μετεώρους δι’ ἀέρος ἀναλαβὼν, ὡς
20πτηνοῖς ὑποκουφιζομένους ἀνέμοις, ταῖς ἀγγελικαῖς δηλονότι δυνάμεσι. Τοὺς δι’ ὑμῶν γὰρ τεχθέντας ἐμοὺς εἶναι παῖδας ὁρίζομαι, τῆς ἐν Ἐκκλησίᾳ τυ‐ χόντας ἀναγεννήσεως, οἳ καὶ τῷ ἐμῷ κληθήσονται πάντες ὀνόματι Χριστιανοὶ προσαγορευόμενοι. Χρι‐
25στὸς γὰρ ὁ ταῦτα διὰ τοῦ προφήτου θεσπίσας. Ἀντὶ δὲ τοῦ, ἐν γὰρ τῇ δόξῃ μου κατέσπευσα αὐτόν· εἰς τὴν δόξαν μου ἔκτισα αὐτὸν, ἐξέδωκαν οἱ λοι‐ ποί. Ὡς ἂν οἱ δι’ ὑμῶν κληθεὶς δοξάζῃ με λαός. Ἔπλασα γὰρ αὐτὸν ἄπλαστον ὄντα τοῖς τρόποις,
30ἐφώτισά τε σκότῳ τῆς ἀγνοίας τυφλώττοντα. Τοι‐ αῦτα δὲ τὰ ἔθνη, ἃ πρὸς τὴν ἰδίαν Ἐκκλησίαν συν‐ ῆχθαί φησιν, ἐξ ὧν καὶ ἄρχοντες ἐπὶ τὸν λαὸν κατέστησαν τοῦ Θεοῦ. Εἶτα ὁ προφήτης θαύματος ἐφ’ οἷς ἐθέσπισε πληρωθεὶς, Τίς ἄρα ἔσται, φησὶν, ὁ
35μέλλων ποτὲ τούτων τῶν πραγμάτων ὀφθαλμοῖς τὰς ἐκβάσεις ὁρᾷν, καὶ τῶν ἀποτελεσμάτων ἔσεσθαι μάρτυς; Δικαιωθήτωσαν μαρτυρήσαντες, ἐπειδὴ κἀγὼ μάρτυς αὐτῶν γενήσομαι, καὶ ὁ παῖς ὃν ἐξελεξάμην. Περὶ οὗπερ ἔλεγεν· «Ἰδοὺ ὁ παῖς μου
40ὃν ᾑρέτισα.» Καὶ ὁ Σωτὴρ δέ φησιν· «Ὃς ἂν ὁμο‐ λογήσειεν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ Πατέρος μου, τοῦ ἐν τοῖς οὐρανοῖς.» Πρὸς οὓς ἔφασκε πάλιν· «Ὑμεῖς δὲ ἔσεσθέ μοι μάρτυρες ἔν τε τῇ Γαλιλαίᾳ, καὶ τῇ
45Ἰουδαίᾳ, καὶ τῇ Ἱερουσαλὴμ, καὶ ἕως ἐσχάτου τῆς γῆς.» Ταῦτα δὲ, φησὶ, ποιήσω, καὶ τοὺς μάρτυράς μου, καὶ τὸν παῖδά μου, ὃν ἐξελεξάμην, ἀποστε‐ λῶ πᾶσιν ἀνθρώποις, ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγὼ ἄναρχός τε καὶ μόνος Θεός.

2384

(50)

Καὶ Χριστὸς γὰρ, καὶ ἀπόστολοι τὴν τοῦ Θεοῦ γνῶ‐ σιν ἐκήρυξαν, πίστιν τε καὶ τὴν περὶ αὐτοῦ σύν‐ εσιν. Εἷς δὲ Θεὸς ὁ Πατὴρ, οὐχ ἑτέρας οὔσης αὐτοῦ τῆς ἰδίας δυνάμεως ὅς ἐστιν ὁ Υἱός. Τοιγαροῦν ὡς μάρτυς ὁ Πατὴρ καὶ Θεὸς σώζων, οὕτω καὶ ὁ παῖς,
55ὃν ἐξελέξατο.2383

2385

Διόπερ ἐν ἑτέροις ὁ παρὼν προφήτης φησί· «Καὶ ἀποστελεῖ Κύριος αὐτοῖς σωτῆρα, ὃς σώσει αὐτούς. Κρίνων σώσει αὐτούς.» Ἀντὶ δὲ τοῦ ὠνείδισα, ἠκού‐ τισά φασιν οἱ λοιποί. Ἀκουστὰ γὰρ ταῦτα κατέστη‐
5σα προλαβὼν μόνος ὢν ἐν ὑμῖν Θεὸς, καὶ οὐδεὶς παρῆν μοι ξένος ταῦτα θεσπίζοντι διὰ τῶν ἐμῶν προφητῶν, ὡς ὑμεῖς αὐτοὶ γεγόνατε μάρτυρες. Μάρτυς δὲ κἀγὼ, καὶ ὁ παῖς ὁ ἐμός. Συνῆν γάρ μοι θεσπίζοντι, πρὸ τῆς σαρκὸς ἔχων τὴν ὕπαρξιν.
10Ἀλλ’ ἅπερ ἐξ ἀρχῆς ὥρισα, ταῦτα δυνήσεται παρα‐ σαλεύειν οὐδείς. Ταῦτα λέλεκται μὲν εἰς πρόσωπον Ἰακώβ τε καὶ Ἰσραὴλ, εἰς δὲ τὸν ἀποστολικὸν χο‐ ρὸν ἀναφέρεται, καὶ ἐπὶ πάντας τοὺς ἐξ Ἰουδαίων πιστοὺς τοῦ λόγου διήκοντος. Τινὲς δέ φασιν, ὡς
15ἀγαθὸς ὢν ὁ Θεὸς, οὓς παιδεύων ἀπέβαλε, τούτους προσκαλεῖται δι’ ἔλεον, λήθῃ παραπέμπων τὰ πρό‐ τερα, καὶ προτιθεὶς ἀρχὴν ἑτέρου καιροῦ, κατὰ τὸ, «Σήμερον ἐὰν τῆς φωνῆς μου ἀκούσητε,» καὶ τὰ ἐφ’ ἑξῆς. Ὡς γὰρ ἐκεῖ τὸ σήμερον, οὕτως ἐνταῦθα
20τὸ νῦν, ἀμνηστείας ἔχον ὑπόθεσιν, καὶ πραγμάτων ἑτέρων ἀρχὴν ἐσομένων παρὰ Θεοῦ μὴ συγχωροῦντος ἄγαν ἀθυμεῖν, ὡς ἕξοντας τῶν παρόντων μεταβολὴν, ἁπάντων ἀνθρώπων δι’ αἵματος λυτρουμένων Χρι‐ στοῦ. Ηὐδόκησε γὰρ ὁ Θεὸς ἀνακεφαλαιώσασθαι τὰ
25πάντα ἐν αὐτῷ, κατὰ τὴν Παύλου φωνὴν, δοὺς ἡμῖν καὶ τὸ καινὸν ὄνομα Χριστοῦ τὸ ἐπικληθὲν ἐφ’ ἡμᾶς. Τί δὲ τοὔνομα; Ἐμὸς εἶ σύ. Χριστοῦ γὰρ εἶναι πάν‐ τες λεγόμεθα τῆς πρὶν ἔξω γεγονότες ἀλλοτριώσεως, ἣν ἔσχομεν ἁμαρτάνοντες, καίτοι κατὰ φύσιν ὄντες
30Θεοῦ. Ἀλλὰ πάλιν ἡμᾶς διὰ τοῦ Πνεύματος ὠκειώ‐ σατο ποιήσας ἀναλώτους παντὶ πειρασμῷ. Ποταμοὶ γὰρ καὶ ὕδωρ καὶ φλόγες, τὰς πολυειδεῖς τῶν πει‐ ρασμῶν ἐφόδους κατασημαίνουσι. Γέγραπται γάρ· «Ὅτι πάντες οἱ θέλοντες ζῇν εὐσεβῶς ἐν Χριστῷ
35Ἰησοῦ, διωχθήσονται.» Καὶ τοῖς πιστεύσασιν ἔφη Χριστός· «Θλίψιν ἔχετε ἐν τῷ κόσμῳ.» Καὶ ἐν τῇ πα‐ ραβολῇ δὲ τῆς ἐπὶ τῆς πέτρας τεθεμελιωμένης οἰ‐ κίας· «Καὶ κατέβη, φησὶν, ἡ βροχὴ, καὶ ἦλθον οἱ ποταμοὶ, καὶ ἔπνευσαν οἱ ἄνεμοι,» τοὺς πειρασμοὺς
40διὰ τούτων δηλῶν. Τὸ δὲ, ἐποίησά σου ἄλλαγμα Αἴγυπτον, δηλοῖ ὡς ἀντὶ τῆς ἐκβολῆς περιεποιησά‐ μην τὰ ἔθνη, ὧν πρώην ἀσεβούντων, μόνος Ἰσραὴλ κλῆρος ὑπῆρχε Θεοῦ. Νῦν δὲ μετέστραπται τῶν πραγμάτων ἡ τάξις, ὅτε τὸν Λυτρωτὴν ἀπέκτειναν
45Ἰουδαῖοι. Δοξάσω δέ σε, φησὶ, μετὰ τοῦτο τιμή‐ σας. Κληθήσεται γὰρ καὶ αὐτὸς μετὰ τὴν εἴσοδον τῶν ἐθνῶν, ἡνίκα ποιῶν ὑπὲρ σοῦ, πολλούς σοι δώσω διδασκάλους καὶ ἄρχοντας ὑπὲρ τῆς σῆς λέ‐ γοντας κεφαλῆς. Κεφαλὴ δὲ τῶν πιστῶν ὁ Χριστὸς,

2385

(50)

ὅπερ ὑπὲρ σοῦ, καὶ τῆς σῆς ὠφελείας γενήσεται. Τῇ δὲ τῶν Ἰουδαίων ὑπισχνεῖται Συναγωγῇ συνάξειν αὐτῆς τὰ τέκνα. Σῶσαι γὰρ τὰ ἀπολωλότα πρόβατα ἦλθεν Ἰσραήλ. Καὶ τὰ πανταχοῦ διεσπαρμένα λόγῳ δημιουργίας τέκνα Θεοῦ, τοὺς ἐξ ἐθνῶν δηλονότι,
55οὓς πλανήσας ἀπέστησε Θεοῦ διασκεδάσας ὁ Σατανᾶς. Διὸ εἰπόντος Καϊάφα, «Συμφέρει ἵνα εἷς ἄνθρωπος
ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ,» φησὶν ὁ εὐαγγελιστὴς, ὡς2385

2388

ἀρχιερεὺς ὢν προεφήτευσεν, ὅτι ἤμελλεν Ἰησοῦς ἀποθνήσκειν ὑπὲρ τοῦ ἔθνους. Καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον, ἀλλ’ ἵνα καὶ τὰ τέκνα τοῦ Θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν. Εἴποις δ’ ἂν καὶ
5τοὺς ἐξ ἐθνῶν τέκνα εἶναι τῶν ἐξ Ἰσραὴλ, ἐξ ὧν τῆς πίστεως παρέλαβον τὰ μαθήματα, πανταχοῦ τῶν τῆς οἰκουμένης διεσπαρμένοι κλιμάτων, καὶ πρὸς μίαν Ἐκκλησίαν συναχθέντες καθολικὴν, κωλύοντος Θεοῦ τὴν τῶν ἀγρίων καὶ πονηρῶν πνευμάτων ἀντίστασιν,
10οἱ πρὶν τυραννοῦντες ἀνανεύειν εἰς Θεὸν οὐκ ἐπέτρε‐ πον. Υἱοὺς δὲ καὶ θυγατέρας καλῶν, τὴν διὰ Χρι‐ στοῦ τῶν πιστῶν υἱοθεσίαν παρίστησιν, οὗ δὴ καὶ τοὔνομα πάντες ἐπιγραφόμεθα.
18 Τοῦτον δὲ τὸν λαὸν ἐκτικέναι φησὶ, κατὰ τὸ ἐν Ψαλμοῖς· «Καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύ‐
20ριον.» Τοῦτ’ ἔστιν ἀνακτιζόμενος, καὶ πρὸς τὸ κατ’ εἰκόνα πάλιν ἐπανελθὼν, καινὸς γεγονὼς, καὶ τὸν παλαιὸν ἀπεκδυσάμενος ἄνθρωπον. Εἴτις γὰρ ἐν Χριστῷ καινὴ κτίσις, κατὰ τὸ, «Μὴ συσχηματίζε‐ σθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαι‐
25νώσει τοῦ νοὸς ὑμῶν.» Ὃ δὴ νῦν πεποιηκέναι τῇ ἰδίᾳ δόξῃ φησί· δόξα δὲ Πατέρος ὁ Υἱὸς, δι’ οὗ, καὶ ἐν ᾧ δοξάζεται λέγοντι· «Ἐγὼ ἐδόξασά σε ἐπὶ τῆς γῆς.» Δι’ οὗ λαὸν τυφλὸν ἐξήγαγε πρὸς τὸ φῶς. Ἥλιος γὰρ ἦν δικαιοσύνης μὴ συγχωρήσας νυκτὸς
30καὶ σκότους ὑπάρχειν υἱοὺς, ἡμέρας δὲ μᾶλλον, κατὰ τὸν θεῖον Ἀπόστολον. Εἰπὼν δὲ συνήχθησαν, ἐπειδὴ μήπω τοῦτο γεγόνει, προφητικῶς εἰρῆσθαι δήλων τὸ, Καὶ συναχθήσονται. Ὡς γεγονότα γὰρ τὰ πάντως ἐσόμενα λέγειν σύνηθες τῇ Γραφῇ. Οἷόν
35ἐστι· «Τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας.» Καὶ τὸ, «Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς.» Ἐκ τῆς δὲ τῶν ἐθνῶν Ἐκκλησίας ἄρχοντας ἔσεσθαι, φησὶν ἐπ’ αὐτῆς. Κατὰ γὰρ Δαβίδ· «Ὡς τὸ σκότος αὐτῆς, οὕτω καὶ τὸ φῶς αὐτῆς.» Γέγονε γὰρ ἡ μέ‐
40λαινα λελευκανθισμένη. Καὶ, «Οὗ ἐπερίσσευσεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις.» Ταῦτα μὲν οὖν ἔφη Θεὸς ὧν προαγορεύει γινώσκων τὰ μέλλοντα. Θεοὶ δὲ ψευδεῖς ὄντες οἱ δαίμονες μάτην ὑμᾶς ἠπά‐ των οὐδὲν αὐτοὶ προγινώσκοντες. Κατηχεῖ γὰρ διὰ
45τούτων τοὺς ἐθνικοὺς, οὓς εἰς τὸν λόγον παρήγαγε, μάρτυρας λέγων ἔχειν τοῦ προειδέναι τὰ μέλλοντα τοὺς ἰδίους προφήτας. Τοῖς δὲ δαίμοσι τίς μαρτυρή‐ σειεν, ὡς δι’ αὐτοῦ τι προειρηκόσι περὶ τῆς Χρι‐ στοῦ παρουσίας, καὶ τῆς αὐτῶν καθαιρέσεως; Οὐδένα

2388

(50)

γὰρ, ὡς ἀληθῆ προειπόντες, ἔχουσι μάρτυρα, ὡς ἂν αὐτοῖς ἀκολουθοῖεν ἀκούοντες αὐτῶν. Τοῦτ’ ἔστι, συναινοῦντές τε καὶ πειθόμενοι, ὡς ἐγνωκόσι τὰ μέλ‐
λοντα, καὶ τιμωμένοις δικαίως.2387

2389

Ἀλλὰ ταῦτα μὲν ἐκεῖνοι· ὑμεῖς δὲ, ὦ προφῆται, γένεσθέ μοι μάρτυρες· μαρτυρήσω δὲ σὺν υἱῷ κἀγὼ, φησὶν, ἐμαυτῷ. Ἔλεγεν γὰρ ὁ Σωτήρ· «Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου ἀληθής
5ἐστιν, ὅτι οἶδα πόθεν εἰμὶ, καὶ ποῦ ὑπάγω.» Καὶ πάλιν· «Ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, καὶ μαρτυ‐ ρεῖ περὶ ἐμοῦ ὁ πέμψας με Πατήρ. Ταυτὶ δὲ, φησὶ, λελάληκα ὑμῖν, ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε ὅτι ἐγώ εἰμι.» Διὰ γὰρ γνώσεως ἡ πίστις.
10Διὰ δὲ τῆς πίστεως, ἡ σύνεσις. «Ἐὰν γὰρ μὴ πι‐ στεύσητε, οὐδ’ οὐ μὴ συνῆτε,» φησίν. Ὢν δὲ ἀΐδιός εἰμι καὶ Σωτήρ. Καὶ προεῖπον ὅτι σώζω, καὶ διὰ Χριστοῦ πρὸς ἔργον ἤγαγον Ὠνείδισα δὲ, φησὶ, τοῖς ἐξ Ἰσραὴλ, ὅτι φιλήδονοι μᾶλλον ὄντες, ἢ φιλόθεοι,
15τὸν ἐμὸν παρέβαινον νόμον. Ἐγὼ δὲ διὰ πολεμίων ἐφόδου τούτους ἐπαίδευον, ὅτε καὶ τὴν παρ’ ἐμοῦ σωτηρίαν ἐζήτουν. Ὅπερ αὐτοῖς ὠνείδισα διὰ τῆς Ἱερεμίου φωνῆς λέγων· «Ἐν τῷ καιρῷ τῶν κακῶν αὐτῶν ἐροῦσιν, Ἀνάστα, καὶ σῶσον ἡμᾶς.» Καὶ,
20«Ποῦ εἰσιν οἱ θεοί σου, οὓς ἐποίησας σεαυτῷ; εἰ ἀναστήσονται καὶ σώσουσί σε ἐν καιρῷ τῆς κακώσεώς σου;» Σώζω τοίνυν μόνος ἐγὼ, ὡς δύνασθαι μηδένα τῶν ἐμῶν ἐξαρπάσαι χειρῶν τὸν σωζόμενον· ποιήσω, καὶ τίς ἀποστρέψει; αὐτὸς ἔδωκα γὰρ τὰ
25ἔθνη, καὶ τίς τοῦτο μεταβαλεῖ πρὸς τὸ μὴ οὕτως ἔχειν; διὸ περὶ τῶν ἑαυτοῦ προβάτων ἔλεγεν ὁ Σω‐ τήρ· «Κἀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον, καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα. Καὶ οὐ μὴ ἁρπάσῃ τις αὐτὰ ἐκ τῆς χειρός μου. Ὁ Πατὴρ, ὃς δέδωκέ μοι,
30πάντων μείζων ἐστὶ, καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ Πατέρος μου.» Φωνὴ γὰρ αὐτὴ τῇ προκειμένῃ συνᾴδουσα. Τινὲς δὲ τὸ, ἐποίησα ἄλ‐ λαγμά σου Αἴγυπτον, εἰς ὑπόμνησιν εἰρῆσθαι τῆς ἐξ Αἰγύπτου φασὶν ἐλευθερίας. Ὅλα γὰρ ἔθνη τιμω‐
35ρησάμενος ὑμῶν ἀντικατηλλαξάμην. Τοιγαροῦν ἐπ‐ άγει· Ἀφ’ οὗ ἔντιμος ἐγένου ἐνώπιον ἐμοῦ, ἐδοξά‐ σθης. Οὐ γὰρ οἰκείᾳ δυνάμει τὰ ἔθνη νενίκηκας, ἐμῇ δὲ ῥώμῃ τε καὶ συμμαχίᾳ, καὶ τὰ πρὸς χρείαν ἀεὶ χο‐ ρηγήσαντος, ὡς τὰ πέριξ ἔθνη θαυμάζειν καταπλητ‐
40τόμενα. Καὶ νῦν δὲ δράσω τὰ παραπλήσια. Κἂν γὰρ ὡς ἁλουσῶν τῶν ιʹ φυλῶν ὑπεκλύεσθε, χρὴ σκοπεῖν ὡς εἰ γενοίμην ὑμῖν εὐμενὴς, πανταχόθεν πάντες συνάγεσθε, καὶ τὸ τὴν ἀνάκλησιν κωλύσον οὐδέν. Καὶ τὴν ἀρχὴν γὰρ ἐμῆς ἕνεκα δόξης περιεποιησά‐
45μην ὑμᾶς, καὶ τὰ πρὸς ἐμὲ τυφλώττοντας ἐλευθε‐ ρίας ἠξίωσα. Οὐ γὰρ οἴκοθεν κινηθεὶς ᾠκειώθης ἐμοί. Τί οὖν μετὰ τοσαύτην πεῖραν, ὡς μήτε ἰδόντες, μήτε μὴν ἀκηκοότες τυφλώττετε;
53 Ὑπομιμνήσκει δὲ αὐτοὺς, ὡς καὶ πάντα τὰ ἔθνη σὺν Ἀσσυρίοις ἐπεστράτευσαν Ἱερουσαλὴμ θαῤ‐
55ῥοῦντα τοῖς ἰδίοις θεοῖς, παρ’ ὧν οὐ βοήθειαν ἔσχον, οὐ τὰς μελλούσας προέγνωσαν ἑαυτοῖς συμφοράς.
Ὀγδοήκοντα πέντε γὰρ χιλιάδες τούτων πεπτώκασιν.2389

2392

Ἡκέτω οὖν τις ταῦτα παρ’ ἐκείνων ἀκηκοὼς τῶν θεῶν ἅπερ ἴδετε, περὶ ὧν ὑμᾶς ἐχρῆν γενέσθαι καὶ μάρτυρας ἐπιψηφιζομένου κἀμοῦ. Εἰ δὲ πρὸς τοῦτο, φησὶν, ἀναδύεσθε, ὁ μονογενῆς μου παρέσται Υἱὸς
5τῶν ἡμετέρων ἐλλειμμάτων εἰς ἀναπλήρωσιν, ὁ καὶ ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν μαρτυρήσας μαρτυ‐ ρίαν. Καίτοι μαρτυροῦντες ὠφελεῖσθε τὰ μέγιστα πρὸς κατανόησιν τῶν μελλόντων, καὶ θεωρίαν τῆς ἐμῆς θεότητος, ὀμματούμενοι ὡς καὶ σώζω θέλων,
10καὶ δρᾶσαι μέλλων προλέγω, τοῦτο μηδενὸς ποιοῦν‐ τος τῶν λεγομένων θεῶν. Τινὲς δὲ τὸ μάρτυς ἔσται ὁ παῖς μου, Χριστός φασιν ἔργῳ πληρῶν ἃ προεῖ‐ πον ὑπὲρ Ἰσραὴλ, καὶ κατὰ τῶν ἐχθρῶν.
17 ιδ—κηʹ. Οὕτως λέγει Κύριος ὁ Θεὸς, ὁ λυτρού‐ μενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ· Ἕνεκεν ὑμῶν ὑποστελῶ εἰς Βαβυλῶνα, καὶ ἐπεγερῶ φεύγοντας
20πάντας, καὶ Χαλδαῖοι ἐν πλοίοις δεθήσονται. Ἐγὼ Κύριος ὁ Θεὸς, ὁ ἅγιος ὑμῶν, ὁ καταδείξας Ἰσραὴλ βασιλέα ὑμῶν. Οὕτως λέγει Κύριος, ὁ διδοὺς ἐν θαλάσσῃ ὁδὸν, καὶ ἐν ὕδατι ἰσχυρῷ τρίβον, κ.τ.λ.
25 Εὐεργετῶν ὑμᾶς, φησὶ, καὶ παιδεῦσαι βουλόμενος, Βαβυλωνίοις παρέδωκα. Εἶτα δείξας ἐλευθέρους, δίκῃ μετῆλθον τοὺς ὑμῖν ἐνυβρίσαντας, ὡς τῶν παρ’ αὐτοῖς Χαλδαίων τοὺς μὲν φυγεῖν, τοὺς δὲ δεσμώ‐ τας διὰ τῆς παρ’ αὐτοῖς ἀχθῆναι θαλάττης, ἑτέρων
30αὐτοῖς ἰσχυροτέρων ἐπιθεμένων. Τινὲς δέ φασιν ὡς Κῦρος ὁ Βαβυλῶνα λαβὼν, δεσμώτας αὐτοὺς δια‐ ποντίους εἰς ὑπερορίαν ἐξέπεμψεν, ἅπερ ἔπραξα τὴν ἐμὴν ἀνθρώποις βασιλείαν ἐπιδεικνύμενος. Ἀντὶ δὲ τοῦ, ὁ καταδείξας Ἰσραὴλ βασιλέα ὑμῶν, ὁ
35Σύμμαχος· Ἐγὼ, φησὶ, Κύριος ὁ ἅγιος ὑμῶν, κτί‐ στης Ἰσραὴλ, βασιλεὺς ὑμῶν. Εἰ μὴ ἄρα τὸν Χριστὸν αἰνίττεται βασιλέα καθεστακέναι, ὃν οἶδεν Ἰσραὴλ καὶ Ἰακὼβ καλεῖν ἡ Γραφὴ, ὥσπερ οὖν καὶ Δαβὶδ, ὡς ἐκ τοῦ σπέρματος αὐτῶν καταγόμενον.
40Ἐπειδὴ γὰρ μερικῆς ἐμνήσθη λυτρώσεως τῆς ἐσο‐ μένης ἐκ Βαβυλῶνος, ἡνίκα ταύτην εἷλεν ὁ Κῦρος, πρὸς ἥν τις ἔφη προφήτης· «Καθὼς ἐποίησας, οὕ‐ τως ἔσται τὸ ἀνταπόδομά σου·» ἐπὶ τὴν διὰ Χριστοῦ τὸν λόγον τελειοτάτην ἀνήγαγε λύτρωσιν, οὐκ ἔθνους
45ἑνὸς, καθάπερ τὸ πρότερον, καθολικὴν δὲ πᾶσι μέλ‐ λουσαν ἔσεσθαι. Ὅτι δὲ πρὸς ἄμφω δυνατὸς ὁ Θεὸς, δεδήλωκε φήσας· Ἐγὼ Κύριος ὁ Θεός. Καὶ τῆς ὅλης δὲ ἀρχόμενος ῥήσεως ἔλεγεν, Οὕτω λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ. Θεὸς γὰρ ὢν φύσει, τί μὴ ποιήσει ῥᾳδίως;

2392

(50)

Ταῦτα μὲν οὖν ἔσται Βαβυλωνίοις μήπω γενόμενα, οὐ νῦν ἀρξαμένου μου τὴν ἐμαυτοῦ δυναστείαν τήν τε περὶ ὑμᾶς ἐπιδείκνυσθαι πρόνοιαν. Καὶ πάλαι γὰρ ἐξ Αἰγύπτου διὰ θαλάττης διήγαγον τοῦ Φαραὼ ῥίψας ἐν ταύτῃ τὴν δύναμιν, ὡς κοιμηθέντας ἐν βυθῷ
55μηκέτι λοιπὸν ἀναστῆναι, καὶ ὥς τε φλογὶ παρα‐2391

2393

πλησίους ἐσβεσμένῳ παραβάλλεσθαι λίνῳ τῷ ῥᾳδίως ἀναπτομένῳ καὶ σβεννυμένῳ τυχὸν ψιλῇ καὶ μόνῃ χειρί. Διήγαγον δὲ τρίβον αὐτοὺς ἐν ὕδατι πρὸς τῇ θαλάσσῃ καὶ τὸν ποταμὸν Ἰορδάνην. Ὃ καὶ θαυμά‐
5ζων φησὶν ὁ Δαβίδ· «Τί σοί ἐστι, θάλασσα, ὅτι ἔφυγες, καὶ σὺ, Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;» Καὶ πάλιν· «Ὁ μεταστρέφων τὴν θάλασσαν εἰς ξηρὰν, ἐν ποταμῷ διελεύσονται ποδί.» Πῶς δὲ αὐτὸς ἐξ‐ ήγαγεν ἅρματα καὶ ἵππον; Δῆλον γὰρ ὡς τὸν Ἰσ‐
10ραὴλ οἰκείᾳ προαιρέσει Φαραὼ κατεδίωξεν, ἐπειδήπερ εἴρηται παρὰ Θεοῦ πρὸς αὐτόν· «Εἰς τοῦτο ἐξήγειρά σε ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ.» Οὕτω δὲ καὶ τοὺς φεύγοντας τὴν περὶ τὰ γήϊνα σπουδὴν,
15ὑπό τε τοῦ διαβόλου διωκομένους σώζει παραδόξως Θεὸς βάσιμον αὐτοῖς ἀποφαίνων τοῦ παρόντος βίου τὸν κλύδωνα, τοῖς τούτου περισπασμοῖς οὐ συγχωρῶν κατακλύζεσθαι, οἱονεὶ καταξηραίνων τοὺς ἐπιπίπτον‐ τας πειρασμοὺς, ἵν’ ἰσχύσειαν ἐν γῇ γεγονότες ἐρήμῳ
20νοῦ καταστάσει σχολαίᾳ καὶ καθαρᾷ τὸν ἐξ οὐρανοῦ μὲν ἄρτον φαγεῖν, τὸ δὲ ἐκ πέτρας ὕδωρ πιεῖν· ὅπερ ἐστὶν ἐν μεθέξει γενέσθαι Χριστοῦ, διελθεῖν τε τὸν Ἰορδάνην καὶ γῆς τῆς ἐπηγγελμένης τυχεῖν.
27 Ἀλλ’ ἐπὶ τὴν ἱστορίαν παλινδρομήσωμεν. Ταῦτα μὲν οὖν, φησὶ, πάλαι πεποίηκα. Νυνὶ δὲ τὰ ἐν Αἰγύπτῳ καὶ Βαβυλῶνι τῇ τῶν ἐπιόντων ὑπερβολῇ σιγηθήσε‐
30ται. Ἀντὶ δὲ τοῦ συλλογίζεσθε, Σύμμαχος ἐννοεῖσθε, φησί. Τίνα δὲ τὰ καινὰ, ἃ κατὰ τὸν καιρὸν τὸν ἴδιον γνώσεσθε; Ἐν τῇ ἐρήμῳ ποιήσω ὁδόν. Ἡ γὰρ ἐξ ἐθνῶν Ἐκκλησία πρότερον ἔρημος οὖσα Θεοῦ γνώ‐ σεως (ταύτης γὰρ οἱ διδάσκαλοι, φάσκοντες εἶναι
35σοφοὶ, ἐμωράνθησαν) ἔσχεν ὁδὸν τὸν Χριστὸν εἰπόν‐ τα· «Ἐγώ εἰμι ἡ ὁδός·» ἢ καὶ τὸ κήρυγμα τὸ εὐαγ‐ γελικὸν καὶ σωτήριον. Τὴν δὲ πρὶν αὐτῶν ἐρημίαν ἐδήλωσεν ὁ Δαβὶδ λέγων· «Οὐκ ἔστι ποιῶν χρηστό‐ τητα, οὐκ ἔστιν ἕως ἑνός.» Ὥσπερ δὲ ἄνω ἐκ μερικῆς
40λυτρώσεως ἑπὶ τὴν καθόλου μετῆλθε, τὴν ἀνάδειξιν εἰπὼν τοῦ βασιλέως Χριστοῦ, οὕτω καὶ νῦν ὁδοῦ μνησθεὶς τῆς ἐν ὕδατι, ἐπὶ τὸ Χριστοῦ μυστήριον μετῆλθεν. Διὸ λήθῃ τὰ πρῶτα παραδοῦναί φησι τοῦ βραχυτέρου καλυπτομένου τῷ μείζονι, ὁποῖόν ἐστι
45καὶ τό· «Ἐκ μέρους γινώσκομεν. Ὅτ’ ἂν δὲ ἔλθῃ τὸ τέλειον, τὸ ἐκ μέρους καταργηθήσεται.» Λοιπὸν τοῖς πάλαι μεγάλοις ἀντεξετάζει τὰ πολλῷ τῶν μέσων νι‐ κῶντα. Ὡς γὰρ ἐποίησα φησὶν, ἐπ’ Ἐρυθρᾶς θαλάττης ὁδὸν, οὕτως ἐν τῇ ἐρήμῳ ποιήσαιμι, καὶ ῥεύσουσιν

2393

(50)

ἐν αὐτῇ ποταμοὶ, καθάπερ ἐπὶ Μωσέως, ἐν ἐκείνῃ τῇ πρότερον. Ἀλλ’ ἐκεῖ μὲν ὑδάτων, ἐν δὲ ταύτῃ διδασκαλίας τοῦ Πνεύματος. Οἱ γὰρ ταύτην προ‐ χέοντες εὐαγγελισταὶ καὶ ἀπόστολοι, ὅσοι τε κατ’ Ἐκκλησίαν μυσταγωγοὶ ποταμοὶ χρηματίζουσι. Καὶ
55κατὰ τὸν Δαβὶδ εἰρηκότα, «Ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν.» Ἐπεὶ καθά φησιν αὐτὸς πάλιν, Εἰς πᾶσαν τὴν
γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν.2393

2396

(3)

Εἶτα, διά τινων ὀρνέων ἡδυφώνων, ἃ Σειρῆνας ἐκάλεσε, παρίστησι τῶν ἔξω τινὰς σοφοὺς ἐπείᾳ
5κεκοσμημένους πρὸς Θεὸν ἐπιστρέψοντας· διὰ δὲ στρουθῶν, ἤγουν στρουθοκαμήλων κατὰ τοὺς λοιποὺς, τοὺς ἐν ἐρημίαις καὶ χώραις ἀοικήτοις τὸν Θεὸν εὐλογήσοντας· οὗπερ αἴτιον τὸ τοῦ δοθέν‐ τος ὕδατος πεπωκέναι. Δι’ οὗ σὺν θηρίοις ἀγροῦ
10πρὸς φύσιν λογικὴν μεταβαλοῦσι καὶ ἥμερον, καὶ τὰς ἐμὰς ἀρετὰς διηγεῖσθαι μαθήσονται, ἢ τὸν ὕμνον κατὰ τὸν Σύμμαχον, οἳ καὶ ἐκλεκτὸν ὑπάρ‐ ξουσι γένος. Πρὸς οὓς ὁ Πέτρος φησίν· «Ὑμεῖς δὲ γένος ἐκλεκτὸν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς
15εἰς περιποίησιν, ἵνα τὰς ἀρετὰς ἐξαγγείλητε τοῦ ἐκ σκότους ὑμᾶς καλέσαντος ἐπὶ τὸ θαυμαστὸν αὐτοῦ φῶς, οἱ ποτὲ οὐ λαὸς, νῦν δὲ λαὸς ἐν Κυρίῳ.» Τού‐ των δὲ παραδόξως οὕτω γεγενημένων, Σὺ, ὦ Ἰακὼβ, οὐκ ἄξιος γενήσῃ τῆς ἐμῆς κλήσεως. Ἢ κατὰ τὸν
20Σύμμαχον· Οὐ δὲ ἐμὲ ἐκάλεσας, Ἰακώβ. Καὶ οἱ λοιποὶ δὲ συμφώνως. Εὐλογούντων γάρ με τῶν θη‐ ρίων καὶ σειρήνων καὶ στρουθῶν, οὐκ εὐλόγησας αὐτὸς, οὐδέ με καλεῖν ὅλως ἠξίωσας. Ἐκοπιάθης δὲ εἰς ἐμὲ κατὰ Σύμμαχον· ἢ κατὰ τοὺς ἄλλους, ὅτι
25ἐκοπίασας ἐν ἐμοὶ, καίτοι οὐδένα σοι προξενήσαντι κόπον. Ὅσα γάρ σοι παρέχειν ἐνομίζετο κόπον, παρ‐ ῄτημαι πρότερον εἰπών· «Τί μοι πλῆθος θυσιῶν ὑμῶν, λέγει Κύριος; Πλήρης εἰμὶ,» καὶ τὰ ἐπ’ αὐ‐ τοῖς. Κἀν τῇ Καινῇ δὲ Διαθήκῃ τοιοῦτον οὐδὲν διὰ τοῦ
30παιδὸς, ὃν ἐξελεξάμην, ᾔτησα παρὰ σοῦ. Ἀλλ’ οὔτε σύ μοι προσήνεγκας. Ἕτερα δὲ ἀνθ’ ἑτέρων ἐποίεις. Ἐν γὰρ ταῖς σαῖς ἁμαρτίαις προέστης μου. Ἢ κατὰ τοὺς λοιποὺς, ἐν ἁμαρτίαις σου ἐκάλεσάς με. Ὅρα δὲ κἀν τοῖς προκειμένοις, ὡς τῇ μὲν ἐρήμῳ
35καὶ τοῖς ἐν αὐτῇ θηρίοις ἀγαθῶν ἐλπίδας εὐαγγελί‐ ζεται, τὸν δὲ λαὸν τὸν ἐκ περιτομῆς ἐπ’ ἀσεβείαις ἐλέγχει, ὃν καλεῖ ξηροῖς ὀνόμασιν Ἰακώβ τε καὶ Ἰσραὴλ, οὔτε δοῦλον οὔτε ἐκλεκτὸν τοῦτον εἰπὼν, ἅπερ ἔλεγεν ἐπὶ τοῦ κρείττονος τάγματος. Ἀλλ’ οὐ‐
40δὲν ἧττον αὐτοὺς ἐπιστρέψαι παρακαλεῖ, συγχωρήσειν αὐτοῖς τὰς ἁμαρτίας ἐπαγγελλόμενος.
44Τινὲς δὲ τὸ, Οὐ νῦν ἐκάλεσά σε, Ἰακὼβ, οὔτως
45ἀπέδωκαν· Τῶν ἐν Χριστῷ σωζομένων, καὶ τῆς Και‐ νῆς Διαθήκης μνησθεὶς, οὓς αὐτὸν εὐλογήσειν ἔφη, θηρία καλέσας ἀγροῦ (πνευματικῆς δὲ τρόπος θυ‐ σίας ἡ δοξολογία), νῦν πείθει τὸν Ἰσραὴλ, ὡς δὴ λελύτρωται τῆς ἐν Αἰγύπτῳ θητείας, οὐχ ἵνα τὰ δι’

2396

(50)

αἵματος αὐτῷ προσάγοιεν καὶ καπνῶν· ἀπόβλητα γὰρ ταῦτα καὶ πρὸς σκιᾶς παρείληπται τύπον. Διό φησιν. Οὐ νῦν, ὅτε θύεις, ἐκάλεσά σε, ἤγουν οὐ προσάγοντά σε θυσίας ἐκάλεσα, ὡς μὴ δοκεῖν σε
καθάπερ ἀντέκτισίν τινα τῆς προσαγωγῆς ἐσχηκέναι2395

2397

τὴν λύτρωσιν. Εἰδωλολατρῶν δὲ, δι’ ἐμὴν ἀγάπην χάριν ἔσχες τὴν σωτηρίαν. Ἃ δὲ μετὰ ταῦτα προσ‐ ήνεγκας, οὐδὲν πρὸς ἐμέ. Μόναις γὰρ ταῖς ἐξ ἀρετῶν λογικαῖς εὐαρεστοῦμαι θυσίαις. Καὶ δι’ Ἱερεμίου δὲ
5τοῦ προφήτου φησί· «Τὰ ὁλοκαυτώματα ὑμῶν μετὰ τῶν θυσιῶν ὑμῶν συναγάγετε, καὶ φάγετε κρέα, ὅτι οὐκ ἐλάλησα πρὸς τοὺς πατέρας ὑμῶν περὶ ὁλοκαυ‐ τωμάτων καὶ θυσιῶν, ἐν ἡμέρᾳ ᾗ ἀνήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου.» Καὶ ἀλλαχοῦ· «Ἵνα τί μοι λί‐
10βανον ἐκ Σάβα φέρετε, καὶ κιννάμωμον ἐκ γῆς μα‐ κρόθεν; Τὰ ὁλοκαυτώματα ὑμῶν οὐκ εἰσὶ δεκτὰ, καὶ αἱ θυσίαι ὑμῶν οὐχ ἥδυνάν μοι.» Καὶ διὰ τοῦ Ψαλ‐ μοῦ δέ φησιν· «Οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μό‐ σχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάῤῥους.» Δι’
15ὧν ἀφίστησιν αὐτοὺς τῶν τύπων εἰς τὴν πολιτείαν τὴν εὐαγγελικὴν συνωθῶν. Πνεῦμα γὰρ ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν, ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. Ἐγὼ μὲν οὖν, φησὶν, ὡς ἀγαθὸς ἑτοί‐ μως ἔχω σοι συγχωρεῖν. Σοὶ δὲ τὸ μεμνῆσθαι τῶν
20ἁμαρτιῶν ἀσφαλὲς πρὸς τὸ μὴ ταύταις ἔτι περιπε‐ σεῖν. Ἐξ οὗ καὶ δικαιοῦσθαι συμβαίνει. «Δίκαιος γὰρ ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ.» Καὶ δείκνυσιν ὡς οὐκ οἶδε καθαίρειν ἡ κατὰ νόμον λατρεία. Ἀδύνατον γὰρ αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας.
27 Καὶ πάλιν περὶ τῶν ἐκ περιτομῆς πεπιστευκότων φησίν· «Εἰδότες δὲ ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου, ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ·
30καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν ἵνα δι‐ καιωθῶμεν ἐν αὐτῷ.» Θυσία τοίνυν ὑμᾶς οὐ καθαί‐ ρει, ἐγὼ δὲ μόνος ὁ ἀφιεὶς ἁμαρτίας δωρεᾷ τε καὶ χάριτι. «Δεδικαιώμεθα γὰρ οὐκ ἐξ ἔργων δικαιοσύ‐ νης ὧν ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ ἔλεος
35αὐτοῦ.» Αὕτη γὰρ ἀσθενὴς πρὸς τὴν δι’ ἔργων σω‐ τηρίαν ἡ φύσις. Ἐπιμελῶς γὰρ ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος, καθὰ δηλοῖ καὶ Δαβὶδ λέγων· «Ἐὰν ἀνομίας παρατηρήσῃ, Κύ‐ ριε, Κύριε, τίς ὑποστήσεται; Ὄτι παρὰ σοὶ ὁ ἱλασμός
40ἐστιν.» Ἐλεῶ μὲν οὖν αὐτός. Εὖ δὲ πεπονθότας ἐθέλω μεμνῆσθαι καὶ τὸν Σωτῆρα διὰ παντὸς ἀνυμνεῖν. Ὃ δὴ καὶ δρῶσιν οἱ ἅγιοι, ὡς δηλοῖ πάλιν ὁ μέγας Δα‐ βὶδ, ποτὲ μὲν εἰπών· «Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι δια‐
45παντός·» ποτὲ δέ· «Ὅτι τὴν ἀνομίαν μου ἀναγγελῶ, καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου·» κατὰ τό· «Μὴ αἰσχυνθῇς ὁμολογῆσαι ἐφ’ ἁμαρτίαις.» Ὃ δὴ μὴ ποιήσας μὲν ὁ Φαρισαῖος κατεκρίθη. Δράσας γε μὴν ὁ τελώνης ἀπῆλθε δικαιωθείς. Τοῦτο δεῖν εἰπὼν

2397

(50)

ὁ Θεὸς ποιῆσαι, Πλὴν ἴσθι, φησὶν, ὡς ἐκ πατέρων ἔφυς ἁμαρτωλὸς, καὶ ὅσοι κατὰ καιροὺς ὑμῶν ἦρξαν, ἠνόμησαν εἰς ἐμέ Ἀντὶ δὲ τοῦ ἄρχοντες, ἑρμηνεῖς Ἀκύλας ἔφη καὶ Σύμμαχος. Τρία δὲ τίθησι τάγματα· πατέρας, καὶ ἑρμηνεῖς, καὶ ἄρχοντας, Ὧν οἱ μὲν ἦρ‐
55χον, οἱ δὲ τῶν Γραφῶν ἦσαν ἐξηγηταὶ, οἱ δὲ τῷ χρόνῳ
προβεβηκότες ἐτύγχανον. Δι’ οὓς ἀπολωλέναι λέγει2397

2400

τὸν Ἰσραὴλ καὶ ἐμπεσεῖν εἰς ὀνειδισμὸν, ἢ εἰς βλασφημίαν, ὡς οἱ λοιποί. Καὶ καθ’ ἑνὸς δὲ λάβοις ἂν σημαινομένου τὰ τρία, τοὺς ὀφείλοντας λέγων τοὺς ὑπὸ χεῖρα παιδαγωγεῖν, οἱ καὶ πλημμελοῦντες ἀσύγ‐
5γνωστοι.
9Τὸ, Εἰς ἐμὲ δὲ ἠνόμησαν, πλείστην ἔχει τὴν
10ἔμφασιν. Οὐ γὰρ εἰς ἄνθρωπον ἢ φύσιν τινὰ γεννη‐ τήν. Ὁ γὰρ εἰδωλολατρῶν, τόγε ἧκον εἰς αὐτὸν, τὴν θείαν ἀπώσατο φύσιν, ἀποστερῶν τῆς προσηκούσης ὑπεροχῆς τε καὶ δόξης, ἐφ’ ᾧ τὸν Ἰσραὴλ αἰτιώμενος ἔλεγεν· «Οἱ ἱερεῖς οὐκ εἶπαν, Ποῦ ἐστι Κύριος, καὶ
15οἱ ἀντεχόμενοι τοῦ νόμου οὐκ ἠπίσταντό με, καὶ οἱ προφῆται ἠσέβουν εἰς ἐμέ.» Καὶ πάλιν· «Ἵνα τί λαλεῖτε πρός με; πάντες ὑμεῖς ἠνομήσατε καὶ πάντες ὑμεῖς ἠσεβήσατε εἰς ἐμὲ, λέγει Κύριος παντοκρά‐ τωρ.» Διό φησιν, Ἐμίαναν τὰ ἅγιά μου. Οὐκ ἐν
20μόνῃ γὰρ Ἱερουσαλὴμ, καὶ ἐν αὐτῷ δὲ τῷ θείῳ νεῷ τὰς τῶν δαιμονίων ἀνέθηκαν στήλας. Λέγει γὰρ περὶ τῆς Ἰουδαίων Συναγωγῆς ὁ Θεός· «Τί ἡ ἠγαπη‐ μένη ἐν τῷ οἴκῳ μου ἐποίησεν βδέλυγμα;» τοιοῦτον δὲ πᾶν, δι’ οὗ ἐτυποῦτο Θεός. Μιαίνεται δὲ καὶ ἄλλως
25τὰ ἅγια, τῶν εἰς Θεοῦ τιμὴν μὴ γιγνομένων ὡς δεῖ.
29tΚΕΦΑΛ. ΜΔʹ.
30 α—εʹ. Νῦν δὲ ἄκουσον, Ἰακὼβ ὁ παῖς μου, καὶ Ἰσραὴλ, ὃν ἐξελεξάμην. Οὕτω λέγει Κύριος ὁ Θεὸς, ὁ κτίσας σε, καὶ ὁ πλάσας σε ἐκ κοιλίας· Ἔτι βοηθήσῃ. Μὴ φοβοῦ, παῖς μου Ἰακὼβ, καὶ ὁ ἠγαπημένος Ἰσραὴλ, ὃν ἐξελεξάμην, κ.τ.λ.
35 Ταῦτα πρὸς Ἰσραὴλ εἰπὼν καὶ τὸν Ἰακὼβ τὸν διαβεβλημένον, οὐκ ἐκλεκτὸν τοῦτον, οὐ παῖδα πάλιν ἐκάλεσεν, δι’ ὧν πάλιν ὀνομάτων τοὺς περὶ ὧν ἐπιφέρει, καλεῖ τὸν ἐπαινετὸν τῶν ἀποστόλων ὑποσημαίνων χορόν. Διό φησι, Κύριος ὁ Θεὸς ὁ
40ποιήσας σε. Καὶ παραθαῤῥύνας αὐτοὺς πάλιν ἐπήνεγκεν, ὅτι Ἐγὼ δώσω ὕδωρ ἐν δίψει τοῖς πο‐ ρευομένοις ἐν ἀνύδρῳ. Καὶ πῶς διεσάφησε λέγων· Ἐπιθήσω τὸ πνεῦμά μου ἐπὶ τὸ σπέρμα σου, καὶ τὰς εὐλογίας μου ἐπὶ τὰ τέκνα σου, τὸ λογικόν
45τε καὶ γόνιμον ζωτικόν τε δηλῶν ὕδωρ, τὸ διὰ τοῦ θείου χορηγούμενον Πνεύματος. Δι’ οὗ τοὺς ἀναγεν‐ νηθέντας σπέρμα τῶν ἀποστόλων καὶ τέκνα καλεῖ, Παύλου λέγοντος· «Ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα.» Καὶ πάλιν· «Τέκνα

2400

(50)

οὓς πάλιν ὠδίνω.» Εὐλογίας δὲ καλεῖ τὸ πολυειδὲς τῶν τοῦ Πνεύματος δωρεῶν· «ᾯ μὲν γὰρ δίδοται λόγος σοφίας·» καὶ τὰ ἑξῆς. Καὶ πάλιν· «Ἕκαστος ὑμῶν ἴδιον ἔχει χάρισμα ἐκ Θεοῦ.» Τίνες δὲ αἱ εὐλογίαι, δηλοῖ, ὅτι ἀνατελοῦσιν ὡσεὶ χόρτος
55ἀνὰ μέσον ὕδατος, καὶ ὡς ἰτέα ἐπὶ παραῤῥέον
ὕδωρ. Τὸ ζωτικὸν αὐτοῦ παριστῶν ἰτέαν εἶπεν, διὰ2399

2401

τὸ νεαρόν τε καὶ ἀειθαλὲς τοῦ φυτοῦ. Πηγαῖς γὰρ ἀεὶ καὶ ποταμοῖς παραπέφυκεν.
5 Τινὲς δὲ πρὸς τοὺς αὐτοὺς καὶ τὰ νῦν εἰρῆσθαί φασι. Τὴν γὰρ αἰτίαν τῆς ἀπωλείας εἰπὼν, πάλιν αὐτοῖς τὸ μνησικακεῖν ἐπαγγέλλεται. Ἕτερον αὐ‐ τοῖς ἀντὶ τοῦ προλαβόντος ὁρίζων καιρὸν τὸ νῦν λέγων, ὡς καὶ τό· «Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ
10ἀκούσητε.» Προτρέπει γὰρ αὐτὸν ἐπιλαθέσθαι μὲν τῶν πάλαι. Ὅτι δὲ αὐτοῦ παῖς ὠνομάσθη, σκο‐ πεῖν καὶ ὡς ἐκ πάντων ἐξείλεκται τῶν ἐθνῶν, κατὰ τό· «Ὅτε διεμέριζεν ὁ Ὕψιστος ἔθνη,» καὶ τὰ ἐφ’ ἑξῆς. Εἰ δὲ νοοῖτο περὶ τῶν ἐξ ἐθνῶν, τοσαύτη τις
15ἔσται τότε, φησὶ, προκοπὴ καὶ θεοσεβείας κατόρθωσις τῶν οἰκούντων πάλαι τὴν ἔρημόν τε καὶ ἄνυδρον, ὡς ἁμιλλᾶσθαι πρὸς ἀλλήλους ὡς ἐν δρόμῳ τοῦ Θεοῦ τὴν χάριν ἁρπάζειν ἐπειγομένους, καὶ τὸν μὲν Τοῦ Θεοῦ, λέγειν, εἰμὶ, τὸν δὲ τοὔνομα τοῦ
20Ἰακὼβ ἐπιγράφεσθαι, καίτοι μὴ ὄντα ἐκ τοῦ Ἰακὼβ, ἐκ δὲ τῆς ἐρήμου τῆς πρότερον. Ἀντὶ δὲ τοῦ βοήσεται, κληθήσεται Σύμμαχος ἔφησεν· τοῦτο, φασὶν, ἐν τοῖς τῶν διωγμῶν καιροῖς ἐθεασά‐ μεθα, πολλοὺς τῶν ἐθνικῶν τὰς τῶν ἁγίων ἀνδρῶν
25προσηγορίας ἑαυτοῖς ὑφαρπάζοντας. Ἐκάλει γὰρ ἑαυτὸν ὁ μὲν Ἰακὼβ, ὁ δὲ Ἰσραὴλ, ἕτεροι δὲ Ἱερεμίαν τε καὶ Ἡσαΐαν, καὶ Δανιήλ. Μεθ’ ὧν ὀνομάτων ἐπὶ τὰ μαρτύρια προθύμως ἑαυτοὺς ἐπ‐ εδίδοσαν. Τὸ δὲ τῇ χειρὶ, διὰ τὸ στίζειν ἴσως πολ‐
30λοὺς ἐπὶ καρπῶν, ἢ βραχιόνων ἢ τοῦ σταυροῦ τὸ σημεῖον, ἢ τὴν Χριστοῦ προσηγορίαν. Ἤγουν ἐπὶ τῷ ὀνόματι, φησὶν, ἐπειδὴ ὄνομα τοῖς ἐξ Ἰακὼβ σχοίνισμα καὶ κλῆρος Θεοῦ. Οὐκ ἐᾷ δὲ, φασὶ, τοὺς ἀσεβήσαντας χωρεῖν εἰς ἀπόγνωσιν, ὡς μὴ δοκεῖν
35ὁλόῤῥιζον ἀπολεῖσθαι τὸν Ἰσραὴλ, ἀποστραφέντος εἰς ἅπαν αὐτοὺς τοῦ Θεοῦ. Καταλέαν εἰ δὲ τοῖς εἰς αὐτὸν πιστεύουσι τὴν τῆς σωτηρίας ὁδόν.
40 Ἑαυτὸν δὲ λέγων Κύριον, καὶ Θεὸν, ποιητήν τε καὶ πλάστην, ἐμφαίνειν ἔοικεν ὅτι καὶ πεπλάνηται, τὸ τῆς θεότητος ὄνομα Ἰσραὴλ περιθεὶς ἑτέροις τοῖς οὐκ οὖσι θεοῖς, καὶ τῆς ἐξ ἀρχῆς τοῦ ἀνθρώπου δημιουργίας ὑπέμνησεν, ἀχαριστίας γραφόμενος, εἰ
45γονέας τιμῶν τοὺς εἰς τὴν γένεσιν ὑπουργήσαντας, αὐτὸν ἀπεστράφη τὸν ποιητὴν, ὃ καὶ δι’ ἑνὸς ἔφη τῶν προφητῶν· «Υἱὸς δοξάζει πατέρα, καὶ δοῦλος τὸν κύριον αὐτοῦ.» Καί· «Εἰ Πατήρ εἰμι ἐγὼ, ποῦ ἐστιν ἡ δόξα μου;» Καί· «Εἰ Κύριός εἰμι ἐγὼ,

2401

(50)

ποῦ ἐστιν ὁ φόβος μου; λέγει Κύριος παντοκράτωρ.» Κύριος μὲν γάρ ἐστιν, ὡς ὑπὸ χεῖρα τὴν κτίσιν κρατῶν, Πατὴρ δὲ, ὡς ποιητής. Τὸ δὲ ἔτι βοηθήσῃ, παρίστησιν ὡς ἥμερος ἐγὼ καὶ πρὸς τοσοῦτον ἡμαρτηκότα. Ἄνωθεν δέ τινες περὶ τῆς ὅλης ῥή‐
55σεως ἔφασαν, ὡς ἐνάγων αὐτοὺς εἰς ἔνδειξιν τῆς2401

2404

ἰδίας μεγαλοπρεπείας, ὡς οἷός τε ἔσται καὶ τὰς δέκα φυλὰς ἐπαναγαγεῖν ἐὰν βουληθῶσι, τῶν πάλαι θαυμάτων ὑπέμνησεν. Εἰ δὲ λέγετε Τί δεῖ μεμνῆ‐ σθαι; πάλιν ἐκείνων ἀπιστουμένων τῷ χρόνῳ, πα‐
5ρείσθω ταῦτα, φησὶ, καὶ τὰ νέα σκοπήσατε. Εἰπὼν δὲ τὰ περὶ τῆς Καινῆς Διαθήκης, φησὶν, ὡς Οὐ νῦν ἀρχὴν τῆς περὶ σὲ κηδεμονίας πεποίημαι, ἀλλ’ οὐ δὲ μισθὸν λαβὼν ἐξ ἀρχῆς, τοὐναντίον δὲ καὶ ἀσε‐ βοῦντι τῶν ἁμαρτημάτων ἄφεσιν δέδωκα, καιρὸν
10ὑμῖν δοὺς δικαιοσύνην ἐργάζεσθαι. Καὶ ἡ θάλασσα γὰρ, καὶ ὁ στύλος τοῦ πυρὸς, καὶ ἡ νεφέλη, βαπτί‐ σματος χώραν ἐπεῖχεν ὑμῖν. Καὶ ὁ Ἀπόστολος γὰρ βεβαπτίσθαι φησὶν αὐτοὺς ἐν τῇ νεφέλῃ καὶ τῇ θαλάσσῃ. Ὁ αὐτὸς δὲ καὶ νῦν εἰμι βουλομένων
15ὑμῶν ἀφιεὶς ἁμαρτίας, ἐὰν ἑαυτῶν κατήγοροι γέ‐ νησθε ἐπὶ ἀφέσει, οὐ κατακρίσει. Εἰ δὲ μὴ, ἐν καιρῷ τῆς κρίσεως τούτων ὑμᾶς ὑπομνήσω τοὺς ἑαυτῶν πατέρας ταῖς ἁμαρτίαις νικήσαντας. Ἠσέ‐ βουν μὲν γὰρ κἀκεῖνοι, ἀλλ’ οὐκ εἴδωλον καθ’
20ὑμᾶς ἐπεισήνεγκαν τῷ ἡμετέρῳ ναῷ. Καὶ πάλιν ἐπιστρέφων αὐτοὺς, δυσωπητικῶς Ἰακὼβ καὶ Ἰσραὴλ ἐκ τῶν πατέρων καλεῖ, καὶ ποιητὴν καὶ διὰ πάντων διήκοντα δεικνὺς ἑαυτὸν, καὶ τῆς ἐν τῇ γαστρὶ μέμνηται πλάσεως. Εἶτα μισθὸν τῆς
25εἰς τὸν Μονογενῆ πίστεως τὸ Πνεῦμα δώσειν ἐπαγ‐ γειλάμενος τὴν ἐξ αὐτοῦ χορηγουμένην εὐλογίαν δηλοῖ. Ἴδιον γὰρ τῶν εὐλογούντων Θεὸν, τὸ καὶ αὐτοὺς εὐλογίας πληροῦσθαι. Εἰ γὰρ ὁ τὸν Ἀβραὰμ εὐλογῶν εὐλογίας κληρονόμος ἔσται, πόσῳ γε τού‐
30του τὸν Θεὸν καὶ Δεσπότην; Ἐν τούτοις δὲ γενήσονται τοῖς ἀγαθοῖς, ὡς τοῖς ἀειθαλέσιν ἐοικέναι φυτοῖς καὶ τὰ ἐπὶ τούτοις.
37 ϛ—κγʹ. Οὕτως λέγει ὁ Θεὸς, ὁ βασιλεὺς Ἰσραὴλ, ὁ ῥυσάμενος αὐτὸν Θεὸς Σαβαώθ· Ἐγὼ πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα. Πλὴν ἐμοῦ οὐκ
40ἔστι ὁ Θεός. Τίς ὥσπερ ἐγώ; Στήτω, καὶ καλε‐ σάτω, καὶ ἀναγγειλάτω, καὶ ἑτοιμασάτω μοι, ἀφ’ οὗ ἐποίησα ἄνθρωπον εἰς τὸν αἰῶνα, κ.τ.λ. Ἐξ ἑτέρας ἀρχῆς πρὸς τοὺς εἰδωλολάτρας τῶν Ἰουδαίων ὁ λόγος. Ποίου δὲ Ἰσραήλ ἐστι βασιλεὺς,
45ἐπήνεγκε λέγων, ὁ ῥυσάμενος αὐτὸν Θεὸς Σα‐ βαώθ. Τῶν γὰρ ῥυσθέντων ἐστὶ βασιλεὺς, οὐ τῶν κατηγορουμένων ἐπ’ ἀσεβείᾳ. Οὓς δὴ καὶ πλανη‐ θέντας ἐπιστρέφει πρὸς τὸν ἕνα Θεόν. Πρὸ οὗ καὶ μεθ’ ὃν οὐκ ἔστιν ἄλλον εὑρεῖν. Εἰ δὲ καὶ περὶ παν‐

2404

(50)

τὸς νοοῖτο τοῦ Ἰσραὴλ τὸ ὁ ῥυσάμενος αὐτὸν, τῆς ἐλευθερίας αὐτῶν τῆς ἐξ Αἰγύπτου μεμνῆ‐ σθαι παρακαλεῖ, καὶ τῶν τοσούτων θαυμάτων, παρὰ τὸν φύσει Θεὸν ἄναρχόν τε καὶ ἀτελεύτητον ἕτερον οὐδένα δεικνύς· εἰ δὲ νομίζεις ἄλλον εἶναι,
55λεγέτω ποῖον ἔργον αὐτοῦ δείκνυσιν ἐν τῷ παντί. Ἑνὸς γὰρ ὄντος τοῦ κόσμου, καὶ συμφυοῦς, καὶ
ἑαυτῷ συνημμένου, εἷς ἂν εἴη καὶ ὁ τούτου δημιουρ‐2403

2405

γὸς, ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων νοού‐ μενος. Θεοῦ δὲ ὄντος ἑτέρου, καὶ κόσμος ἕτερος νοηθήσεται· ὅπερ ἐκ πλειόνων ὡς ἄτοπον ἐξελήλεγ‐ κται. Τὸ δὲ στήτω, τοῦτ’ ἔστι πρῶτον ὕπαρξιν
5δεικνύτω τὴν ἑαυτοῦ, καὶ ὡς ἐν οὐσίας ἐστὶν ὑπο‐ στάσει, καὶ ὡς ἐφ’ ἑαυτοῦ μένει καὶ ἕστηκεν. Εἶτα φωνὴν ἀφεὶς λογικὴν καὶ Θεῷ πρέπουσαν, ἀναγγει‐ λάτω πρῶτα καὶ ἔσχατα, ἀφ’ οὗ τὸν ἄνθρωπον ἔπλασα, μέχρι τοῦ παρόντος καιροῦ, ἢ καὶ ἔτι τοῦ
10μέλλοντος, καθάπερ ἐγὼ τὰ μὲν πρῶτα διὰ Μω‐ σέως, τὰ δὲ τῆς τοῦ Χριστοῦ παρουσίας, δι’ αὐτοῦ τε καὶ τῶν ἄλλων ἐμήνυσα προφητῶν. Θεῷ γὰρ τῷ κατὰ φύσιν πάντα πάρεστιν ἐν ἀμερίστῳ γνώσει καὶ τὰ χρόνῳ διεστηκότα.
17 Ἀλλὰ γὰρ μὴ συσχηματίζεσθε ἐγκαλυπτόμενοι, ὡς εἰδότες μέν τι, μὴ βουλόμενοι δὲ λέγειν. Οὐ γὰρ ἠκούσατε, φησὶν, ἀπ’ ἀρχῆς, οὐδὲ ἔγνωτε τοιοῦτον
20οὐδὲν, ὡς ἐγὼ πρόγνωσίν τε τὴν ἐμὴν καὶ θεϊκὰς ἐπ‐ έδειξα πράξεις. Ὧν ὑμεῖς μάρτυρες, ὅσοι τὰ Μωσέως καὶ τῶν μετ’ αὐτὸν ἐγνώκατε λόγια, τὰ ἐν Αἰγύπτῳ θαύματα, καὶ μετὰ ταύτην ἀγγέλλοντα, καὶ τῆς κτί‐ σεως αὐτῆς ὡς δὴ Δεσπότῃ συγκινηθείσης ἐμοί.
25Ταῦτα γὰρ ἰδίας ἐκάλεσεν ἀρετὰς, ἃς ἐνεργοῦντι τούτων ἦν οὐδεὶς σὺν ἐμοὶ, ἀλλ’ οὐδὲ πρὸ τοῦ κατα‐ κλυσμοῦ, ὅτε μηδὲ τῶν εἰδώλων ἦσαν δημιουργοὶ, καθάπερ ἴστε καὶ ὑμεῖς, ὡς ἐν ἀρχῇ τοῦ θνητοῦ βίου τούτων ὑπῆρχεν οὐδέν. Οἱ δὲ μετὰ ταῦτα γενόμενοι
30παύσονται τῆς πλάνης ἐγκαλυπτόμενοι. Ἐπιμένον‐ τες δὲ κατὰ τὸν τῆς ἐκδικήσεως ἀπολοῦνται καιρόν. Ὑμεῖς δὲ τέως τί μὴ λογίζεσθε, τίς τῶν ἀψύχων ἀγαλμάτων ἡ φύσις; Εἰ γὰρ εἶχόν τινα δύναμιν, ἤρκεσαν ἂν τοῖς Αἰγυπτίοις, καὶ τοῖς Ἀμοῤῥαίοις εἰς
35σωτηρίαν ταῖς ἐμαῖς ἐνεργείαις ἀντιταττόμενα. Νυνὶ δὲ σὺν αὐτοῖς ἥλω τοῖς προσκυνοῦσι καὶ πυρὶ δι’ ὑμῶν παραδέδοται. Πῶς οὖν ὑμεῖς οἱ κατεγνωκότες γεγόνατε τούτων δημιουργοὶ, καὶ ταῦτα Μωσέως ἀκούσαντες, ὡς Θεῷ μόνῳ λατρεύσεις, καὶ οὐ ποιή‐
40σεις σεαυτῷ εἴδωλον; οὕτω γεγόνατε μάταιοι τὰ μὴ ὄντα ποθήσαντες; Τὸ δὲ ἐξηράνθησαν, εἰ μὲν ἐπὶ τῶν γλυπτῶν νοοῖτο, ἀντὶ τοῦ ἀπώλοντο κείσεται. Εἰ δὲ ἐπὶ τῶν τεκταινόντων, ὡς ἐπὶ φυτῶν ἀκάρπων ῥηθείη ξηραινομένων, ὧν τὸ τέλος εἰς καῦσιν. Τὸ
45δὲ κωφοὶ ἀπὸ ἀνθρώπων ἀντὶ τοῦ τελοῦντες μὲν οὐ‐ δαμῶς εἰς ἀνθρώπους, ἀναίσθητοι δὲ, κατὰ τό· «Ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτά.» Εἶτά φησι, συναχθήτωσαν πάντες, ὡς ἂν κοινῶς ἐντρα‐ πεῖεν οἱ τῶν εἰδώλων θεραπευταὶ τῇ δυσσεβείᾳ

2405

(50)

συνειπεῖν οὐκ ἰσχύοντες.
54Εἶτα μέμνηται τῶν ὀργάνων, δι’ ὧν τὰ εἴδωλα
55κατεσκεύαζον, ἵνα τὴν περὶ ταῦτα τέχνην προσκυ‐2405

2408

νοῦντας αὐτοὺς ἀποφήνῃ. Εἰ γὰρ ἦν αὐτὸ τὸ ξύλον Θεὸς, καὶ χωρὶς ἂν τέχνης ὑπῆρχε Θεός. Οὐκοῦν τὴν τέχνην ἐθεοποίησαν ἀσθενοῦς οὖσαν ἀνδρὸς καὶ φθαρ‐ τοῦ. Οὐ γὰρ ἂν ἐδεῖτο τροφῆς καὶ ποτοῦ. Ἐν ἐρωτή‐
5σει γὰρ ὑποστίζοντες τὸ, Οὐ μὴ πίῃ ὕδωρ, ἀνα‐ γνωσόμεθα. Πῶς οὖν ὁ φθαρτὸς ἄφθαρτα, καὶ ἀθά‐ νατα ποιήσειεν ὁ θνητός; τινὲς δὲ καὶ ἐπὶ τῶν εἰδώλων τὸ ὅλον ἐδέξαντο. Προσαγάγετε γὰρ τού‐ τοις θυσίας. Ἄρα οὖν μὴ θυόντων ὑμῶν, πεινάσει
10καὶ ἀσθενήσει ἐνυπάρχων Θεός; οὐκοῦν καὶ ὕδωρ ὀφείλει πιεῖν, εἰ τούτων ἐστὶν ἐνδεὴς, ἵνα διαβάλ‐ λει καθόλου τοὺς Θεῷ τι προσφέροντας ὑλικὸν, οὗ μὴ πέφυκεν ἐνδεής; οὐ δὲ γὰρ ὁ φύσει Θεὸς προ‐ ηγουμένως τὰς θυσίας ἐπέταξεν. Ἐντρεπτικῶς δὲ
15νῦν ὁ προφήτης τοῖς περὶ τούτων ἐνέμεινε λόγοις, ὡς ἂν φρονήσαντες ἐπιστραφεῖεν πρὸς θεοσέβειαν. Τὸ δὲ ὡς μορφὴν ἀνδρὸς, παρίστησιν ὡς τὴν ἰδίαν προσκυνοῦσι μορφὴν τοσοῦτον ἀπᾴδουσαν, ὅσων ἀρχετύπων ἡ μίμησις. Καὶ τὴν ἑαυτῶν αἰσχύνουσι
20φύσιν τὴν ἐν λίθοις καὶ ξύλοις εἰκόνα τῆς ἀληθοῦς προτιμῶντες μορφῆς, καὶ δόξαν ἐκείνῃ προσάγον‐ τες. Τὸ δὲ ἵστησιν ἐν οἴκῳ, δηλοῖ ὅτι ναῷ ἐκ δρυ‐ μοῦ τὴν ὕλην λαβών. Ὅπερ εἰδὼς οὐκ ἂν ἔχοι λέγειν, κατὰ τοὺς Ἑλλήνων λήρους, διοπετῆ τὰ
25ἀγάλματα. Σποδὸς οὖν ἄρα ἡ καρδία αὐτῶν, καὶ οὐδεὶς ἂν ἐξέλοιτο τὰς τῶν εἰς τοῦτο πεσόντων ψυχὰς, πλὴν ὃ ἤτι μόνος εἴπερ ἐθέλοι Θεὸς ὁ με‐ τασκευάζων, ὡς βούλεται, πάντα, καὶ φωτίζων ἐσκο‐ τισμένα.
32 Ἴδετε, τοῦτ’ ἔστι κατανοήσατε, καὶ οὐκ ἐρεῖτε ὅτι ψεῦδος ἐν τῇ δεξιῇ μου, συνήθως οὕτω τὸν μονογενῆ καλέσας Υἱὸν, ὃς εἴτε Θεὸς, εἴτε Κύριος,
35εἴτε φῶς, ἢ δύναμις, ἢ βασιλεὺς, ἢ Δημιουργὸς, ἢ ζωὴ λέγοιτο, πάντα κυρίως ἐστὶν ἐξ ἀληθείας λεγό‐ μενος, τῶν εἰδώλων ἢ δαιμόνων ψευδῶς ταῦτα λε‐ γομένων. Φύσει γὰρ Θεὸς αὐτὸς ἐκ Θεοῦ. Ὡς ἐπι‐ λήσμονι δὲ τῷ Ἰσραὴλ τὸ μνήσθητι καλῶς ἐπενή‐
40νοχεν. Πλασθεὶς γὰρ εἰς παῖδα, οὐκ ὀφείλει τῆς ἀξίας ὑπεριδεῖν, κωφοῖς εἰδώλοις προσκείμενος. «Ὁ γὰρ εἰδὼς τὸ θέλημα τοῦ Κυρίου αὐτοῦ, καὶ μὴ ποιήσας, δαρήσεται πολλάς.» Λοιπὸν, ὧν ἥμαρτες μέμνησο, κἂν ἐγώ σοι τούτων ἀμνηστείαν χαρίζω‐
45μαι. Πεπλάσθαι δὲ λέγεται διὰ τοῦ νόμου πρὸς παῖδα. Ὡς γὰρ Ἀδὰμ ἐκ γῆς, καὶ πᾶν ἐν γαστρὶ πλάττεται βρέφος· οὕτως οἱ ἐν Χριστῷ διὰ μετοχῆς τοῦ ἁγίου πλάττονται Πνεύματος εἰς εἶδος τὸ πρὸς αὐτὸν, κατὰ τό· «Τεκνία, οὓς πάλιν ὠδίνω μέχρι

2408

(50)

μορφωθῇ Χριστὸς ἐν ὑμῖν.» Καὶ πάλιν· «Μὴ συ‐ σχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλ’ ἀναμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν, εἰς τὸ δοκιμάζειν τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν, καὶ εὐάρεστον, καὶ τέλειον.» Καὶ πάλιν· «Ἡμεῖς δὲ ἀνακεκαλυμμένῳ
55προσώπῳ τὴν αὐτὴν εἰκόνα μεταμορφοῦσθε τῇ2407

2409

ἀνακαινώσει τοῦ νοὸς ὑμῶν, ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος.» Ἀλλ’ ἡμεῖς μὲν οὕτω. Τοῖς ἐν νόμῳ δὲ πρέπει δουλείας πνεῦμα λα‐ βοῦσι τὸ εἰς οἰκέτην καὶ παῖδα πεπλάσθαι. Παρα‐
5βαίνοντας γὰρ ὁ νόμος, ὡς οἰκέτας ἐκόλαζεν. Ἡ ἐν Χριστῷ δὲ πλάσις υἱούς τε καὶ συμμόρφους ἐργά‐ ζεται. Τῷ δὴ οὖν Ἰσραὴλ, Μὴ ἐπιλανθάνου μου, φησὶ, τρεπόμενος εἰς ἀσέβειαν. Πρὸς ὃν ἀλλαχοῦ φησιν· «Ὑμεῖς οἱ ἐπιλανθανόμενοί μου, καὶ ἑτοιμά‐
10ζοντες τῷ δαιμονίῳ τράπεζαν, καὶ πληροῦντες τῇ τύχῃ κέρασμα.»
13 Οὕτως ἄρα λήθη Θεοῦ, τὸ ἀποφοιτῆσαι τούτου δηλοῖ. Προτρέπων δὲ σπεύδειν ἐπὶ μετάνοιαν, ἐπι‐
15στρέφουσιν αὐτοῖς ἀμαρτημάτων ἄφεσιν ἐπαγγέλλε‐ ται, Ἀπήλειψα, λέγων, ἀντὶ τοῦ ἀπαλείψω, καθά‐ περ τι νέφος διαλύσας ἢ γνόφον. Τὸ γὰρ μέλλον τοῦ χρόνου, τὸ λυτρώσομαί σε παρίστησιν. Πῶς γὰρ ἀπήλειψεν ὁ καλῶν εἰς ἐπιστροφὴν, ὡς ἀπεστραμ‐
20μένον, τὸν Ἰσραήλ; διὰ Χριστοῦ γὰρ ἤμελλε πᾶσιν ἡ τῶν ἁμαρτημάτων ἄφεσις δίδοσθαι συναναστρα‐ φέντος ἡμῖν τοῦ Ἀμνοῦ, ὃς αἴρει τὴν ἁμαρτίαν τοῦ κόσμου. Ὃ δὴ προϊδὼν ὁ προφήτης, καὶ ὡς πολλοὶ τούτων πιστεύσουσιν τῷ προφητικῷ πειθόμενοι λό‐
25γῳ, χαίρειν τοὺς οὐρανοὺς προσφωνεῖ, τὰς οὐρα‐ νίους δηλονότι δυνάμεις, ὡς ἂν χαρᾶς ἐν οὐρανοῖς γενησομένης ἐπὶ τοῖς μετανοεῖν μέλλουσιν. Ὅθεν Χριστοῦ γεννηθέντος ἀνέκραζον· «Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη.» Σαλπίζειν δὲ βούλεται,
30καὶ εἴ τινές εἰσι, καὶ τὴν γῆν αὐτὴν ὑποστηρίζου‐ σαι θεῖαι δυνάμεις, ἤγουν ἀλαλάξαι, κατὰ τοὺς λοι‐ ποὺς, ὕμνον ἀναπεμπούσας Θεῷ. Εἰκὸς δὲ θεμέλια χρηματίζειν τοὺς θεοφιλεῖς πάντας προφήτας τε καὶ δικαίους, κατὰ τὸν Ἀπόστολον λέγοντα· «Ἐποικοδο‐
35μηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προ‐ φητῶν.» Ἐπὶ τὴν Χριστοῦ γὰρ κλῆσιν μεγαλοφώνως πάντας ἐκάλεσαν, κατὰ τό· «Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν.» Ἁπάντων μὲν γὰρ θε‐ μέλιος ὁ Χριστὸς ἀνέχων τε καὶ διακρατῶν τὰ ἐρη‐
40ρεισμένα. Ἐπ’ αὐτῷ γὰρ πάντες ἐποικοδομούμεθα οἶκος πνευματικός. Κατοικεῖ γὰρ ἐν ταῖς καρδίαις ἡμῶν διὰ πίστεως. Θεμέλιοι δὲ προσεχέστεροι, καὶ ἐγγὺς μᾶλλον, ἢ καθ’ ἡμᾶς, οἱ αὐτόπται, καὶ ὑπ‐ ηρέται τοῦ λόγου. Γίνονται γὰρ ἡμῖν διὰ τῶν παρα‐
45δόσεων εἰς ἑδραίωμα πίστεως, κατὰ τό· «Σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν.» Τὸ γὰρ τῆς αὐτοῦ πίστεως ἀσά‐ λευτον ὑπεδήλωσεν. Λέγει δὲ καὶ Δαβίδ· «Οἱ θεμέ‐ λιοι αὐτοῦ ἐν τοῖς ὅρεσι τοῖς ἁγίοις,» περὶ τῶν

2409

(50)

αὐτῶν λέγων. Ὁ μὲν οὖν Μωσῆς ἰσχνόφωνος ἦν. Ὁ γὰρ νόμος ἦν τοῖς ἐν Ἰουδαίᾳ μόνοις ἐξάκουστος. Σαλπισταὶ δὲ καὶ μεγαλόφωνοι κήρυκες οἱ τὸν
Χριστὸν πανταχοῦ διαγγέλλοντες.2409

2412

Ἃ δὲ θεμέλια γῆς ἔφη, ὄρη πάλιν ὠνόμασεν. Ἔργῳ γὰρ ἦσαν καὶ λόγῳ διαπρεπεῖς, πρὸς οὓς ἔφασκεν· «Ἐπ’ ὄρος ὑψηλὸν ἀνάβηθι, ὁ εὐαγγελιζό‐ μενος Σιών.» Πολλὴ δὲ πάλιν τῆς χάριτος ἡ πρὸς
5τὸν νόμον διαφορά. Ὁ μὲν γὰρ κολάσεις ἀπειλῶν τοῖς παραβαίνουσιν ἐβόα κατήφειαν. Οἱ δὲ ταύτης κήρυκες εὐφροσύνην τῷ κόσμῳ κατήγγειλαν, ἄφ‐ εσιν βοῶντες ἁμαρτιῶν, καὶ δικαίωσιν ἐν πίστει, ἁγίου τε Πνεύματος μέθεξιν, καὶ υἱοθεσίας λαμπρό‐
10τητα, οὐρανῶν τε βασιλείαν, καὶ τῶν ὑπὲρ νοῦν ἀγαθῶν οὐ κατεψευσμένην ἐλπίδα. Βουνοὺς δ’ ἂν εἴποις τοὺς καὶ αὐτοὺς ὑπερηρμένους τῆς γῆς, τῶν δὲ λεχθέντων ὀρῶν ὅμως ἐλάττονας. Ξύλα δὲ, τὰ ἐν αὐτοῖς καὶ ὑπ’ αὐτῶν τεθραμμένα, οἱ δι’ αὐτῶν πι‐
15στεύσαντες, καὶ ὥσπερ ἀναβεβηκότες εἰς ἄνδρα τέ‐ λειον καὶ καρποῖς κομῶντες πνευματικοῖς, καὶ αὐτοὶ τῆς Ἐκκλησίας ὄντες διδάσκαλοι, καὶ ταῖς νοηταῖς εὐκαρπίαις τοὺς προσιόντας αὐτοῖς ἀνακτώμενοι. Χαίρουσι δὲ, ὅτι πρὸς τῷ λυτρωθῆναι τὸν Ἰσραὴλ
20καὶ δεδόξασται Θεοῦ χρηματίσας Υἱὸς, ἀδελφός τε τοῦ φύσει καὶ ἀληθῶς Υἱοῦ. Καὶ ἄλλως δὲ τὸν κόσμον, καὶ τὰ τούτου μέρη πρὸς δοξολογίαν κινεῖ, ὅτι ἐλυτρώσατο ὁ Θεὸς τὸν Ἰακὼβ, καὶ Ἰσραὴλ δοξασθήσεται, ἢ κατὰ τοὺς λοιποὺς, καὶ ἐν τῷ
25Ἰσραὴλ δοξασθήσεται. Ὅπερ ἐγίνετο ἡνίκα τῶν ἐκ τοῦ προτέρου λαοῦ πολλοὶ τοὺς προφητικοὺς λόγους ὠφελημένοι πρὸς εὐσέβειαν ἐχώρουν κατα‐ λιπόντες τὰ εἴδωλα. Τινὲς δὲ τὸ, Καὶ οὐκ ἦσαν οἱ πλάττοντες Θεὸν καὶ γλύφοντες ἀνωφελῆ, οὕτως
30ἐξηγήσαντο· Οὐ παρὰ τὸ μὴ εἶναι τοὺς ταῦτα ἐργα‐ ζομένους, παρὰ δὲ τὸ μὴ δύνασθαι βοηθῆσαι τοῖς αὐτὰ θεραπεύουσιν, ὡς μηδὲ ὄντα ἡνίκα τὴν γῆν ἐκληροδότησεν Ἰσραὴλ τοὺς τούτων ἀπελάσας προσ‐ κυνητάς. Πῶς οὖν οὐ μάταιος μετὰ τοσαύτην πεῖ‐
35ραν εἰδωλολατρήσας αὐτὸς, καὶ τῷ αὐτεξουσίῳ κα‐ κῶς χρησάμενος; «Εἰ γὰρ καὶ πάντα ἔξεστιν, ἀλλ’ οὐ πάντα συμφέρει. Οὐδὲ ἐξουσιασθήσομαι, φησὶν, ὑπό τινος.» Τοῦτ’ ἔστιν, Ἄρχειν λαχὼν ἐμαυτοῦ ἐὰν ὑποταγείην τοῖς πάθεσι, καὶ τὸ ἄρχειν ἀπώλεσα,
40τῆς ἐλευθερίας ἀποστὰς, δι’ ὧν ἐμαυτὸν ὑπέβαλον ἐξουσίᾳ. Τοῦτο δὲ κατὰ μικρὸν ὁδεῦον τῇ τῶν ἡδο‐ νῶν συνηθείᾳ πρὸς ἀσέβειαν ἔρχεται. Πονηρὰς γὰρ ὑπονοίας τίκτει κατὰ Θεοῦ, ὡς μὴ εἰδότος τὰ γινό‐ μενα, ἢ καὶ ἀδιαφοροῦντος ἐπ’ αὐτοῖς. Δεῖ τοίνυν
45ἐφ’ ἑκάστης ἁμαρτίας τά τε μέρη σκοπεῖν, καὶ τὴν ἀτοπίαν τοῦ τέλους, καὶ συναίσθησιν λαβόντας αἰσχύ‐ νεσθαι πρό γε τῶν ἄλλων ἑαυτούς. Αὐτὸς γὰρ ἑαυτῷ τις τὰ εἰκότα διαλεγόμενος ὠφελεῖται τὰ μέγιστα.
53 κδʹ—κηʹ. Οὕτω λέγει Κύριος ὁ λυτρούμενός σε, καὶ πλάσσων σε ἐκ κοιλίας· Ἐγὼ Κύριος ὁ συν‐
55τελῶν πάντα· ἐξέτεινα τὸν οὐρανὸν μόνος, καὶ2411

2413

ἐστερέωσα τὴν γῆν. Τίς ἕτερος διασκεδάσει σημεῖα ἐγγαστριμύθων, καὶ μαντείας ἀπὸ καρ‐ δίας; κ.τ.λ. Ἔλεγχον εἰδωλολατρείας προεκθέμενος ὁ λόγος,
5καὶ ὡς παύσονται ταύτης οἱ τὴν προφητικὴν διδα‐ σκαλίαν ὠφελημένοι· νῦν τὴν ἐκ Βαβυλῶνος ἀπαλ‐ λαγὴν ἐπαγγέλλεται, εἰς ἥνπερ εἰδωλολατροῦντες ἀπήχθησαν, οὗπερ εἰ παύσαιντο νῦν, ἐλευθερίαν ὑπέσχετο. Ἐπειδὴ δὲ περὶ πραγμάτων μεγίστων
10ἐποιεῖτο τοὺς λόγους, καὶ ἦν εἰκὸς ἀπιστεῖσθαι παρά τινων, εἰκότως τὴν ἰδίαν ἀνεκήρυξε δύναμιν. Πάντων γὰρ ὢν ποιητὴς, καὶ παράγων ἐξ οὐκ ὄντων, πῶς οὐκ ἂν ἔχοι ῥᾳδίως ὅπερ ἂν ἐθέλοι ποιεῖν; Ὡς δὲ τοιούτων ἐσομένων, καὶ ἄνω παρεκελεύετο τῇ κτίσει
15δοξολογεῖν τὸν Θεὸν, οἷς ἀκολούθως φησίν· Οὕτω λέγει Κύριος ὁ λυτρωσάμενός σε καὶ πλάσσων σε ἐκ κοιλίας· [ὅπερ] Ἱερεμίας ἐδήλωσεν εἰπών. «Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων· Πρὸ τοῦ με πλάσαι σε ἐκ κοιλίας ἐπίσταμαί σε» λόγον
20εἰπὼν Κυρίου τὸν τῶν κατὰ γαστρὸς κυοφορουμένων Δημιουργόν. Εἶτ’ ἐπειδὴ περὶ ἐλευθερίας πρόκειται λόγος· λυτρούμενον ἑαυτὸν εἰκότως ὠνόμασεν, σωματικὴν πλάσιν ὡς δὴ σωματικοῖς λέξας. Ἐγώ εἰμι, φησὶν, ὁ ἐκ μικροῦ σε πλάσας ὑποκειμένου,
25καὶ ὡς ἐκ σπηλαίου τινὸς ἐξαγαγὼν σκοτεινοῦ, μηδὲν περὶ τούτου τῶν γονέων εἰδότων, ἐμοῦ δὲ τὸ πλασθὲν ὑποστήσαντος. Εἰ δὲ σμικρόν σοι τοῦτο πρὸς θείαν φαίνεται δύναμιν, σκόπει τοῦ κόσμου τὰ μέγιστα πόθεν ἔσχε τὴν ὕπαρξιν, καθά φησι καὶ
30Δαβίδ· «Ὁ ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν.» Καὶ πάλιν· «Ἐθεμελίωσε τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς.» Ἀντὶ δὲ τοῦ ὁ συντελῶν, ὁ ποιήσας ἐξέδωκαν οἱ λοιποί. «Πάντα γὰρ δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδέν.» Ὅτι, «Αὐτὸς εἶπε,
35καὶ ἐγενήθησαν. Αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.» Ὁ δὲ τοσοῦτος τί ἐποίησεν κατὰ καιροὺς ἐπενήνοχεν, ὡς ἀπολεῖ τὰς πανταχοῦ μαντείας καὶ τὰ χρηστή‐ ρια δι’ ὧν οἱ δαίμονες ἐφενάκιζον τοὺς πρὸ τῆς Χριστοῦ παρουσίας, εἰδέναι τὸ μέλλον πλαττόμενοι,
40καὶ τὰ ταῖς καρδίαις ἐπερχόμενα λέγοντες· περὶ ὧν ἔφασκεν Ἰεζεκιήλ· «Οὐαὶ τοῖς προφητεύουσιν ἀπὸ καρδίας αὐτῶν, καὶ τὸ καθόλου μὴ βλέ‐ πουσι.»
46 Διεσκέδασε δὲ ταῦτα καὶ τῷ παῦσαι, καὶ τῷ ποιεῖν ἅ ἐστιν ἐκείνοις ἀτέκμαρτα, καὶ ἀπρόγνωστα. Ἀπεστράφησαν δὲ καὶ φρόνιμοι. Φρονίμους καλεῖ τοὺς παρ’ Ἕλλησι σοφοὺς, ὧν ἐμώρανεν τὴν σοφίαν

2413

(50)

τῷ τῆς ἀληθείας διαμαρτεῖν, ἀχρήστου τῆς ἐν αὐ‐ τοῖς ἀποδειχθείσης σοφίας. ψυχικὴ γὰρ ἦν, καὶ ἐπί‐ γειος, δαιμονιώδης, ἣν καὶ ὁ Παῦλος μεμωράνθαι φησίν· ἤγουν τοὺς μάγους. Σοφοὺς γὰρ καὶ τούτους ἐκάλουν. Ταῦτα μὲν οὖν διασκεδάσω. Τοῦ δὲ ἐμοῦ
55Υἱοῦ καὶ Χριστοῦ, περὶ οὗ πολλὰ προεῖπον, καὶ τῶν ἀγγέλων αὐτοῦ τῶν ἀποστόλων, στήσω τὰ ῥήματά
τε καὶ τὴν βουλήν. Ῥήματα δὲ Χριστοῦ τὸ σωτή‐2413

2416

ριον κήρυγμα. Βουλὴ δὲ τῶν ἀγγέλων αὐτοῦ, τὸ παυσαμένους πάντας κακίας καὶ πλάνης προσδρα‐ μεῖν ἀληθείᾳ καὶ ἀρετῇ. Ἐγὼ δὲ ὁ ταῦτα μέλλων ποιεῖν, ἐντεῦθεν ἤδη προλέγω καὶ ἐπαγγέλλομαι, ὡς
5ἀνοικοδομήσω τὴν Ἱερουσαλὴμ ἣν ὑπὸ Βαβυλω‐ νίων καθῃρημένην καὶ τὰς πόλεις τῆς Ἰουδαίας, ἧς ὡς ἐξ ἀρχῆς τὰ ἔρημα πάλιν συστήσεται. Ἀλλὰ καὶ τὴν πολυπληθίαν τῆς κακίας ἄβυσσον ὀνομα‐ ζομένην ἔρημον καταστήσω. Καὶ τὴν Βαβυλῶνα,
10τὴν πλήθεσιν οἰκητόρων ὡς ποταμοῖς διαῤῥέουσαν ξηρανῶ, πέρας αὐτοῖς ἐπιθείς. Τινὲς δὲ ἄβυσσον μὲν τὸ πολυάνθρωπον εἰρῆσθαι τῆς Βαβυλωνίας φασί. Ποταμοὺς δὲ, τὰ εἰς αὐτὴν ἐπιῤῥέοντα τῶν ἐθνῶν, ἃ πέριξ αὐτῆς ὄντα πρὸς ἐπικουρίαν ἐκάλεσεν, ἔθους
15ὄντος Γραφικοῦ ποταμοὺς καὶ θαλάσσας καὶ ὕδατα, πολλὰ καλεῖν ἔθνη. Λέγει γὰρ καὶ Δαβίδ· «Φωνὴ Κυ‐ ρίου ἐπὶ τῶν ὑδάτων. Ὁ Θεὸς τῆς δόξης ἐβρόντησεν, τὸ σωτήριον κήρυγμα διὰ τῶν ἐθνῶν κεχωρηκέναι δη‐ λῶν ὑψηλῇ βροντῆσαν φωνῇ. Τοιοῦτον καὶ τὸ, «Ἐπ‐
20ῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν.» Μεγάλαι γὰρ αἱ τῶν ἀποστόλων οὖσαι φωναὶ γεγόνασι γνώριμοι. Εἴρηται δὲ καὶ περὶ Βαβυλῶνος αὐτῆς καὶ Νινευὴ, «Ὡς κολυμβήθρα ὕδατος τὰ ὕδατα αὐτῆς.» Τινὲς δὲ ἄβυσσον εἰρήκασι τὴν Ἐρυθρὰν θάλασσαν ἐρημω‐
25θεῖσαν, ὅτε διέστη παριόντος αὐτὴν τοῦ λαοῦ· Ποτα‐ μοὺς δὲ ξηρανθέντας, τὸν Ἰορδάνην ἀναχαιτίσαντα. Δι’ ὧν ὑποβάλλει νοεῖν, ὡς Εἴ μοι ἑαυτοὺς ἐπιδώσητε, τοὺς λογισμοὺς ὑμῶν κοιμίσω κυμαινομένους καὶ ξηρανῶ πλημμυρούσας τὰς ἡδονάς. Καὶ ταῦτα μὲν
30οὗτοι. Τὰ δὲ καθ’ ὑμᾶς τε καὶ Βαβυλωνίους πάντα ποιήσω, φησὶ, διακόνῳ χρησάμενος ἀνδρὶ, οὗ καὶ τοὔνομα προλέγω Κῦρον καλῶν, ὃν προστήσομαι τῶν ἐμῶν βουλευμάτων διάκονον, φρόνησιν αὐτῷ πα‐ ρασχὼν εὐσεβῆ, ὡς τὰ κατὰ Βαβυλῶνος ἐπιγνῶναι
35πρακτέα, τοῦ τε λαοῦ τὴν ἄνεσιν, καὶ τῆς Ἱερουσαλὴμ σὺν τῷ ναῷ τὴν ἀνάκτισιν. Ὁ δὲ Σύμμαχος ἐξέδω‐ κεν· Ὁ λέγων Κύρῳ, Ποιμήν μου. Καὶ πάλιν· Ὁ δὲ ναὸς θεμελιωθήσεται. Τελευτήσαντος γὰρ Κύρου κεκώλυται μὲν ἔκ τινων βασκανίας ἡ τῶν ἔργων ἐπί‐
40δοσις παρὰ τοῦ μετ’ αὐτὸν βασιλεύσαντος τοῦ ναοῦ θεμελίων ἐπὶ Κύρου προκαταβεβλημένων, ἐπληρώθη δὲ μετὰ ταῦτα βουλήσει Θεοῦ. Καὶ ταῦτα δεδήλωκεν ἡ Γραφή. Καὶ Ἰώσηπος ἐν αʹ τῆς Ἀρχαιολογίας, ὡς ἐπιδειχθείσης παρὰ τῶν αἰχμαλώτων τῆς Ἡσαΐου
45προφητείας τῷ Κύρῳ, ταῦτά τε γνοὺς, καὶ ἐπ’ ὀνό‐ ματος ἑαυτὸν κεκλημένον εὑρὼν πρὸ δέκα καὶ δια‐ κοσίων ἐτῶν, σὺν πολλῇ προθυμίᾳ τὰ προστεταγμένα πεποίηκεν.
53tΚΕΦΑΛ. ΜΕʹ.
54α—ηʹ. Οὕτω λέγει Κύριος ὁ Θεὸς τῷ χριστῷ μου
55Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς, ἐπακοῦσαι ἔμ‐2415

2417

προσθεν αὐτοῦ ἔθνη, καὶ ἰσχὺν βασιλέων διαῤ‐ ῥήξω. Ἀνοίξω ἔμπροσθεν αὐτοῦ θύρας, καὶ πό‐ λεις οὐ συγκλεισθήσονται, κ.τ.λ. Ὃν καὶ χριστὸν καλεῖ, οὕτω παρ’ Ἑβραίοις λε‐
5γομένων τῶν ὑπὸ Θεοῦ προχειρισθέντων εἰς βασι‐ λείαν. Ἐλαίῳ γὰρ αὐτοῖς οἱ βασιλεῖς εἰώθεσαν χρίεσθαι πρὸς τὴν ἀρχὴν καθιστάμενοι. Τροπικῶς δὲ καὶ τοὺς ἁγίους οὕτω φησὶν ἡ Γραφή. Χριστὸν οὖν αὐτὸν ἐκάλεσεν, ὡς ἐκ Θεοῦ πρὸς τὴν ἀρχὴν κε‐
10κλημένον. Ὡς δὲ τοιούτου, φησὶν, ἐπαγγέλλομαι κρα‐ τῆσαι τῆς δεξιᾶς πρὸς τὸ μὴ παρατρέπεσθαι, μηδὲ νικηθῆναι παρά τινος κρείττονος. Ἀντιλήψεως γὰρ τοῦτο σημεῖον, καθά φησιν ἐν Ψαλμοῖς· «Ἐκρά‐ τησας τῆς χειρὸς τῆς δεξιᾶς μου, καὶ ἐν τῇ βουλῇ
15σου ὡδήγησάς με.» Ὑποτάξας δὲ πλείστους αὐτῷ, πᾶσαν διαῤῥήξω τὴν ἐν τοῖς λοιποῖς ἔθνεσι δυνα‐ στείαν, οὐδὲν ἄβατον ἐάσας αὐτῷ, καθ’ ὧν ἂν ἐθέλῃ χωρεῖν. Ἀλλὰ κἂν ᾖ τι δυνατὸν ἐμποδὼν, ὡς ὄρος γινόμενον, κἂν ἰσχυρὸν ὡς χαλκὸς ᾖ, καὶ σίδηρος,
20πάντα ταπεινώσω καὶ λύσω, ὡς μηδὲ θησαυροὺς ἀοράτους τοῖς πρὶν βασιλεῦσι τοῦτον διαλαθεῖν.
24Τινὲς δὲ θησαυρούς φασι τοὺς ὅσοι καὶ μάλιστα
25δυνατοὶ παρὰ τὴν ἔφοδον Κύρου σπηλαίοις ἐγκατα‐ δύντες ἐλάνθανον. Ὃ δὴ μαθὼν, δᾷδας ἐξάπτων τοὺς ἄνδρας ἀνεύρισκεν. Γνῶθι δὲ τούτων ἐσομένων ὅστις εἰμὶ, ὁ πρὸ τοσούτων χρόνων τὴν σὴν προσ‐ ηγορίαν εἰπών. Εἰμὶ γὰρ Θεὸς Ἰσραὴλ, ὃν μὴ
30ἀγνόει. Δι’ αὐτὸν γάρ σοι τοσαύτην δυναστείαν δε‐ δώρημαι. Ἐμὸς γάρ ἐστιν ἐκ πάντων ἐκλεγεὶς τῶν ἐθνῶν τῇ πρὸς τοὺς αὐτῶν πατέρας τιμῇ. Διό σε προσεδεξάμην, ὡς ἐμαυτοῦ οἰκεῖον, καίπερ οὐκ ἐγνωκότα με, τῇ δὲ ἐκ πατέρων εἰδωλολατρείᾳ προσ‐
35κείμενον. Ὡς ἂν μὴ δοκῇς προλαβούσης εὐσεβείας γέρα σοι ταῦτα δεδόσθαι. Ἀλλ’ εἰ καὶ μὴ πρότερον ἔγνως, ὅτι μόνος εἰμὶ Θεὸς, μάθε γ’ οὖν ἐξ ὧν δια‐ πράξομαι, δι’ ὧν πάντες εἴσονται Θεὸν εἶναι μόνον ἐμὲ, καὶ δι’ ἀλλοφύλων, καὶ τῆς ἐμῆς ξένων θρη‐
40σκείας, τὰ δοκοῦντα διαπραττόμενον. Καὶ δι’ ὧν τὸν ἐμὸν λαὸν, ἡνίκα μὲν παιδείας ἦν καιρὸς, ὥσπερ ὀργῇ καὶ σκότῳ διὰ τῆς παιδείας κατήφειαν παρ‐ έδωκα. Ἡνίκα δὲ σώζειν ἔδει διορθωθέντα φῶς καὶ εἰρήνην ἐπ’ αὐτὸν ἀνατεῖλαι πεποίηκα, διὰ τὴν ἐκ
45τῆς ἀφέσεως τῶν δεσμῶν εὐφροσύνην. Καὶ γὰρ εἰ‐ ρήνης εἰμὶ καὶ φωτὸς χορηγὸς, σκότους τε καὶ τῶν λυπηρῶν, ἃ δὴ καλεῖν κακὰ φίλον ἐστὶ τοῖς πολ‐ λοῖς, ὧν ἐγὼ ποιητὴς πρὸς τὴν ἀξίαν αὐτὰ χορηγῶν ἐπ’ ὠφελείᾳ τῶν δεχομένων.
52 Τινὲς δὲ φῶς καὶ σκότος, ἡμέραν εἰρήκασι καὶ νύκτα. Οἳ καὶ κατὰ τὰ ἐπενεχθέντα τοῖς Βαβυλωνίοις φασὶ, δι’ ἣν ἐπεδείξαντο κατὰ τῶν ἐξ Ἰσραὴλ ἡλω‐
55κότων ὠμότητα, ὡς διὰ Ζαχαρίου τὸν Θεὸν εἰρηκέ‐2417

2420

ναι· «Ἐζήλωκα τὴν Ἱερουσαλὴμ καὶ τὴν Σιὼν ζῆλον μέγαν, καὶ θυμῷ μεγάλῳ ὀργίζομαι ἐπὶ τὰ ἔθνη τὰ συνεπιτιθέμενα, ἀνθ’ ὧν ἐγὼ μὲν ὠργίσθην ὀλίγα. Αὐτοὶ δὲ, συνεπέθεντο εἰς κακά.» Καὶ πρὸς
5αὐτὴν δὲ Βαβυλῶνά φησιν· «Ἐγὼ δέδωκα αὐτοὺς εἰς τὰς χεῖράς σου. Σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἔλεος.» Δι’ ὅπερ ἔφη διὰ Ἱερεμίου τῳ Κύρῳ· «Ἐπίβηθι ἐπ’ αὐτὴν, καὶ ἐπὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ. Ἐκδί‐ κησον μάχαιραν καὶ ἀφανισμὸν, λέγει Κύριος, καὶ
10ποίει κατὰ πάντα ὅσα ἐντέλλομαί σοι.» Καὶ πάλιν· «Ἤνοιξεν Κύριος τὸν θησαυρὸν αὐτοῦ, καὶ ἐξ‐ ήνεγκε τὰ σκεύη τῆς ὀργῆς αὐτοῦ, ὅτι ἔργον Κυρίῳ ἐν γῇ Χαλδαίων, ὅτι ἐληλύθασιν οἱ καιροὶ αὐτῆς. Ἀνοίξατε τὰς ἀποθήκας αὐτῆς, ἐρευνήσατε αὐτὴν,
15ὡς σπήλαιον,» καὶ τὰ ἑξῆς. Καὶ διὰ τοῦ παρόντος δὲ προφήτου ἐῤῥέθη· «Ἐπεγερῶ ὑμῖν τοὺς Μή‐ δους,» καὶ τὰ ἐπὶ τούτοις. Τὴν δὲ μέλλουσαν ἐπάν‐ οδον προθεσπίσας ὁ λόγος ὡς, ἐπ’ εὐαγγελίοις χαί‐ ρειν αὖθις ἐντέλλεται ταῖς οὐρανίαις δυνάμεσιν,
20καὶ ταῖς νεφέλαις ταῖς λογικαῖς, ἃς ἐνετείλατο πρό‐ τερον ὑετὸν εἰς τὸν ἀμπελῶνα μὴ βρέξαι, δικαιοσύ‐ νην χορηγῆσαι τοῖς οἰκοῦσι τὴν γῆν. Καὶ ἡ γῆ δὲ, φησὶ (λέγων τοὺς κατοικοῦντας τὴν γῆν), ἡ πρὶν ἔρημος, ἀνανεούσθω φέρουσα θεοσεβείας καρποὺς
25ἔλεος καὶ δικαιοσύνην. Ταῦτα δὲ ἔσται τοῦ σοῦ κτίστου προστάξαντος. Τῷ γὰρ ἐξ οὐκ ὄντων παρ‐ αγαγόντι σε δυνάμει ποιητικῇ ῥᾷστον ἀνανεῶσαι τὸ δημιούργημα. Τινὲς δέ φασιν ὡς δὴ συνήθως ἡ Γραφὴ ἐκ τῶν κατὰ μέρος εἰς τὸ καθόλου τὸν λόγον
30ἀνήγαγεν. Εἰπὼν γὰρ τὰ κατὰ Κῦρον, καὶ Βαβυ‐ λῶνα, καὶ τὴν ἐπάνοδον, ἐπὶ Χριστὸν μετάγει τῶν εἰρημένων τὴν ἔννοιαν, ὃς ἀπεστάλη παρὰ τοῦ Πα‐ τέρος κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ νεκροῖς ἀνάβλεψιν, καὶ τοὺς σειραῖς ἁμαρτημάτων κατ‐
35εσφιγμένους ἐξελέσθαι τῆς τοῦ Σατανᾶ τυραννίδος, παλινδρομεῖν τε παρασκευάσαι πρὸς ἑαυτὸν, ὃς τὸν ἑαυτοῦ ναὸν, τὴν Ἐκκλησίαν ἀνήγειρεν, παραστή‐ σας ἑαυτῷ παρθένον ἁγνὴν, μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα. Δι’ ὧν οὖν ἔπραξεν Κῦρος, ὡς διά τινος εἰ‐
40κόνος τὰ πᾶσι δεδωρημένα σημαίνεται, ἐφ’ οἷς εὐ‐ φραίνεται καὶ τὰ οὐράνια πνεύματα, εἴ γε χαίρουσι καὶ ἐφ’ ἑνὶ μόνῳ μετανοοῦντι ἁμαρτωλῷ, ἃ καὶ νεφέ‐ λας καλεῖ, δι’ ὧν αἱ τοῦ ἁγίου Πνεύματος παρα‐ κλήσεις ὑετοῦ καθίενται δίκην εἰς τὰς τῶν πιστευόν‐
45των ψυχάς. Ἢ καὶ τοὺς μυσταγωγοὺς τοὺς ὄντας ἐπὶ τῆς γῆς αἱ νεφέλαι σημαίνουσιν, οἳ περιφοι‐ τῶντες τὴν γῆν, τὸν ἱερὸν ἅπασι κατεσκέδασαν λόγον κατάρδοντες τὰς τῶν διψώντων ψυχὰς πρὸς εὐκαρ‐ πίαν πνευματικὴν ἀπηλλαγμένας τῶν τοῦ διαβόλου

2420

(50)

σπερμάτων, ὧν ὁ καρπὸς οὐδεὶς ἦν, ὁ ποιῶν χρη‐ στότητα οὐκ ἦν ἕως ἑνός. Καρποὶ δὲ τοῦ Πνεύματος ἔλεος, τοῦτ’ ἔστιν ἀγάπη, πλήρωμα νόμου τυγχά‐ νουσα, τὴν εὐαγγελικὴν ἔχον συνεζευγμένην δικαιο‐ σύνην. Εἰ μήτις λέγοι δικαιοσύνην ἐκ γῆς ἀνατεί‐
55λασαν αὐτὸν εἶναι Κύριον, δι’ οὗ ἠλεήθημέν τε καὶ2419

2421

δεδικαιώμεθα. Περὶ οὖ φησι καὶ Δαβίδ· «Εἰργάσατο δικαιοσύνην ἐν μέσῳ τῆς γῆς.» Ἐκ γῆς γὰρ εἶχε τὴν σάρκα μὴ κατελθοῦσαν ἐξ οὐρανοῦ.
6 θ—ιζʹ. Ἐγώ εἰμι Κύριος ὁ κτίσας σε, ποιῶν βελτίω, κατεσκεύασα ὡς πηλὸν κεραμέως. Μὴ ὁ ἀροτριῶν ἀροτριάσει τὴν γῆν ὅλην τὴν ἡμέραν; Μὴ ἐρεῖ ὁ πηλὸς τῷ κεραμεῖ, Τί ποιεῖς, ὅτι οὐκ ἐργάζῃ,
10οὐδὲ ἔχεις χεῖρα; Οὐαὶ ὁ λέγων τῷ πατρὶ, Τί γεννήσεις; κ.τ.λ. Ἐπιτιμᾷν ὁ λόγος δοκεῖ τοῖς μετὰ τοσαύτην ἐπαγ‐ γελίαν τὴν περὶ τῆς ἀνακλήσεως μὴ προστρέχουσι τῷ Θεῷ, καὶ ὡς πάντων ὄντι Θεῷ κατὰ καιρὸν παι‐
15δεύοντι τὸν λαὸν, καὶ πάλιν ἀναλαμβάνοντι, βελτίω τε τὸν ναὸν καὶ τὴν πόλιν κατασκευάζοντι δίκην κε‐ ραμέως τὰ συντριβέντα πάλιν ἀνανεουμένῳ, καὶ τῶν πρώτων κρείττω δεικνύντι τὰ δεύτερα. Τὴν αὐτὴν λαβὼν Θεὸς καὶ πρὸς Ἱερεμίαν εἰκόνα προσέθηκεν·
20«Εἰ καθὼς ὁ κεραμεὺς οὗτος οὐ δυνήσομαι τοῦ ποιῆ‐ σαι ὑμᾶς οἶκος Ἰσραήλ;» καὶ νῦν δέ φησι διὰ τοῦ παρόντος προφήτου, ὅτι βέλτιον κατεσκεύασα, νῦν ὡς πηλὸν κεραμέως τὸν πάλαι συντριβέντα λαόν. Ἀντὶ δὲ τοῦ ποιῶν βέλτιον κατεσκεύασα,
25Σύμμαχος ἔφησεν· Οὐαὶ ὁ ἀντιλέγων τῷ πλάσαντι αὐτόν. Ἀντὶ δὲ τοῦ· μὴ ὁ ἀροτριῶν ἀροτριάσει τὴν γῆν; ὁ Θεοδοτίων, ἀροτριῶν τοὺς ἀροτριῶν‐ τας τὴν γῆν. Ἐγὼ γὰρ, φησὶν, ὁ τοὺς οἰκοῦντας τὴν γῆν γεωργῶν μετέπλασα τὸν λαόν. Μὴ οὖν ἐναντιοῦ‐
30σθε ταῖς ἐμαῖς οἰκονομίαις, ὡς οὐδὲ πηλὸς κερα‐ μεῖ. Πηλοῦ γὰρ λόγον ἐκ γῆς πλασθέντες ἔχομεν ὡς πρὸς κεραμέα τὸν πάντων Δημιουργόν. Πᾶς μὲν οὖν ἐναντιούμενος ταλανίζεται, ἐξαιρέτως δὲ ὁ Πα‐ τέρα λαχὼν τὸν Θεὸν αὐτῷ τε λαὸς ἀνακείμενος.
35Οὐαὶ γὰρ ὁ λέγων τῷ πατέρι αὐτοῦ, Τί γεννή‐ σεις; ἢ κατὰ Σύμμαχον, Τί ἐγέννησας; Οὐ παύον‐ ται γάρ τινες ἐγκαλοῦντες Θεῷ· Τί γὰρ ἔδει τούτου τοῦ βίου; Τίς ἡ τούτου διοίκησις; καὶ τίς ἐκείνων ἡ χρεία; ἐχρῆν δὲ οὕτω γεγενῆσθαι.
42 Εἶτά φησιν· Ἐρωτήσατέ με περὶ τῶν υἱῶν μου, καὶ περὶ τῶν ἔργων τῶν χειρῶν μου. Διὰ μὲν τῶν υἱῶν σημαίνων τὴν νοερὰν οὐσίαν καὶ λογικήν. Διὰ
45δὲ τῶν ἔργων, τὰ μέρη τοῦ κόσμου. Εἰ μὲν γὰρ ἔχεις τι, φησὶν, εἰπεῖν, εἰς τούτων διόρθωσιν, λέγε. Εἰ δὲ μαθεῖν τις ἐθέλει περὶ αὐτῶν, διὰ τῶν ἐμῶν ἐρωτάτω με προφητῶν, καὶ γνώσεται τίνα τρόπον πάντα διέπω κηδόμενος. Τίνα γὰρ ἔχει μέμψιν ἀν‐

2421

(50)

θρώπου δημιουργία; ποῖον δὲ κάλλος ἢ μέγεθος οὐ‐ ρανὸς οὐ παρέρχεται; τί δὲ μὴ πρὸς χρείαν ἐγένετο; Γῆ μὲν οἴκησιν ἀνθρώπῳ, καὶ φυτὰ, καὶ ζῶα πρὸς τὴν αὐτοῦ χρῆσιν, παρέχουσα. Οὐρανοῦ δὲ ἄστρα νῦν μὲν αὐτῷ δᾳδουχοῦντα· νῦν δὲ πάλιν ἐν ἁρμονίῳ
55κινήσει σημεῖα καὶ χρόνους ἀποτελέσαι δυνάμενα.
Πρὸς δὲ τοῖς ἄλλοις καλοῖς, Ἤγειρα καὶ διὰ τὸν ἐμὸν2421

2424

λαὸν βασιλέα, ἢ Κῦρον, λέγων, οὗ, φησὶν, αἱ ὁδοὶ εὐθεῖαι. Ἢ κατὰ Σύμμαχον, καὶ πάσας τὰς ὁδοὺς αὐτοῦ εὐθυνῶ. Καὶ οὗτος οἰκοδομήσει τὴν πόλιν μου. Δυνάμει γὰρ αὐτὸς αὐτὸν ᾠκοδόμησεν ἐπι‐
5τρέψας τοῖς ἐθέλουσιν ἀνιέναι, καὶ τοῦτο ποιεῖν μετὰ δώρων τούτους ἀφείς. Ἢ Ζοροβάβελ ἐκ Δαβὶδ ἕλ‐ κοντα τὴν γονὴν, ὃς ἡγησάμενος τῶν ἀνελθόντων ᾠκο‐ δόμησε τὸν ναόν. Περὶ οὗ φησιν· «Αἱ χεῖρες Ζορο‐ βάβελ ἐθεμελίωσαν τὸν οἶκον τοῦτον, καὶ αἱ χεῖρες
10αὐτοῦ ἐπιτελέσουσιν αὐτόν.»
13 Οἰκειότερον δ’ ἂν ἐπὶ Χριστοῦ λαμβάνοιτο, ὃς καί φησιν· «Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ
15ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ.» Οὗπερ ἀληθῶς αἱ ὁδοὶ εὐθεῖαι. Καὶ τὴν ἀληθινὴν αὐτὸς ᾠκοδόμησε πόλιν, λέγων· «Ἐπὶ τὴν πέτραν οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.» Ἥτις ἐκ λίθων συνέστηκε ζώντων, ἀκαθαί‐
20ρετός τε, καὶ ἀπὸ ἀνατολῶν εἰς δυσμὰς παρατείνουσα ἠλευθέρωσέν τε τῆς ἐκ διαμόνων δουλείας, καὶ ταῦτα προῖκα, κατὰ τὸ, «Χάριτί ἐστε σεσωσμένοι.» Τὰ γὰρ κατὰ Κῦρον, ἢ Ζοροβάβελ ἱστορικὰ, σύμβολα τῶν ἀληθῶν ὑπῆρχεν. Ἑπὶ Χριστοῦ γὰρ μᾶλλον ἁρμόσει
25τὸ, Τάδε λέγει Κύριος τῷ χριστῷ μου Κύρω. Κατὰ γὰρ τὴν πρόχειρον λέξιν, οὔτε Χριστὸς Κυρίους, Πέρσης ὢν ὑπῆρχεν ὁ Κῦρος, οὔτε τὴν πόλιν ᾠκο‐ δόμησεν, πλὴν τῆς τῶν θεμελίων ἀρχῆς. Εἶτα δι‐ έμεινεν ἔρημος μέχρι τῆς βασιλείας Δαρείου. Καὶ τὰ
30ἑξῆς δὲ μᾶλλον τῷ Χριστῷ ἤπερ Ζοροβάβελ ἁρμόσει καὶ κύρῳ, ἐν οἷς Αἴγυπτόν φησι κεκοπιακέναι, δι’ αὐτῆς δηλῶν τοὺς ὅσοι πάλαι διὰ τῆς εἰδωλολατρείας ἦσαν δεδουλωμένοι τοῖς δαίμοσιν. Ἐπὶ δὲ σὲ τὸν προφητευόμενον βασιλέα καὶ πᾶν ἔθνος διαβήσεται
35βάρβαρον. Σαβὰ γὰρ ἔθνος Αἰθιοπικὸν, οὗπερ ἡ βασίλισσα πρὸς Σολομὼν παρεγένετο. Τέλος δὲ τού‐ τοις ἀγαθὸν τὴν Χριστοῦ προαγορεύει προσκύνησιν, ὃς καὶ Θεὸς ἦν, καὶ Θεὸν εἶχεν ἐν αὑτῷ, ὅπερ οἱ προσκυνοῦντες ἠγνόουν τὸ πρότερον. Αὐτὸς δὲ καὶ
40τοῦ Ἰσραὴλ ὁ Σωτήρ. Τὸ γὰρ Ἰησοῦς ὄνομα τοῦ‐ το δηλοῖ.
43 Τούτων δὲ προσκυνούντων οἱ ἀντικείμενοι καταισχύνονται ἐκ περιτομῆς τε καὶ ἐθνικοὶ κατὰ
45καιροὺς τὴν Ἐκκλησίαν διώξαντες. Μηδὲν γὰρ μειώ‐ σαντες ηὔξησαν. Ὁ δὲ Θεοδοτίων ἐξέδωκεν· Πλὴν ἐν σοὶ ἰσχυρὸς, καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτοῦ. Καὶ Ἀκύλας, ἰσχυρὸς. ἔφησεν. Ἀντὶ δὲ τοῦ· οὐκ ᾔδειμεν, ὁ μὲν Θεοδοτίων καὶ Σύμμαχος, κορυ‐

2424

(50)

φαῖος. Ὁ δὲ Ἀκύλας, ἀποκρυπτόμενος· τὸ ἀπό‐ κρυφον τῆς τοῦ Χριστοῦ θεολογίας ἐμφήναντες. Ἀκολούθως δὲ τῇ περὶ Χριστοῦ προφητείᾳ καὶ τῶν αὐτοῦ μέμνηται μαθητῶν. Αὐτοὶ γὰρ ἦσαν Ἰσραὴλ ὁ σωζόμενος, δι’ ὧν τὰς νήσους ἀνεκαίνισεν Ἐκ‐
55κλησίας, οἷς ἁρμόσει καὶ τὸ, Οὐκ αἰσχυνθήσονται2423

2425

τοσοῦτον ἔργον πανταχοῦ τῆς οἰκουμένης ἀνύσασιν; Τινὲς δὲ οὕτως ἄνωθεν ἐξηγήσαντο· Τὴν αἰτίαν δί‐ δωσι δι’ ἣν ἐνηνθρώπισε λέγων· Ἐγώ εἰμι ὁ κτί‐ σας σε. Τὸ δὲ εἰμὶ, τὴν ἀληθῆ παρέστησεν ὕπαρξιν,
5καὶ τὴν ὄντως οὖσαν ζωήν. Ἔκτισα δέ σε ἐπ’ ἀφ‐ θαρσίᾳ, θάνατον μὴ ποιήσας, οὐδέν τε ζῶον ἐπὶ γῆς ἀπέδειξα παραπλήσιον· σὲ γὰρ μόνον ὡς κεραμεὺς χερσὶν ἰδίαις διέπλασα τῇ ἐμῇ τιμήσας εἰκόνι πρὸς τῇ πλάσει τοῦ σώματος. Περὶ οὗ καὶ πρὸς Ἰὼβ
10ἔφασκεν· «Ἦ σὺ λαβὼν ἔπλασας ζῶον, καὶ λα‐ λητὸν αὐτὸ ἔθου ἐπὶ τῆς γῆς;» Καὶ Δαβὶδ δέ φησιν· «Ἠλάττωσας αὐτὸν βραχύ τι παρ’ ἀγγέλους.» Εἶτα τοῖς ἐξ Ἰσραὴλ ἐγκαλοῦσιν αὐτῷ τὴν ἐκ τῶν νομι‐ κῶν τύπων ἀπαλλαγὴν πρὸς ἀληθείας μετάθεσιν,
15ὀνειδίζει. Ἔλεγον γὰρ, «Εἰ ἦν οὗτος παρὰ Θεοῦ ὁ ἄνθρωπος, οὐκ ἔλυε τὸ Σάββατον.» Ἀροτριᾷ γάρ τις, φησὶν, οὐχ ἵνα μόνον ἀροτριάσῃ· ἐκ δὲ τῶν καταβαλλομένων σπερμάτων καρποὺς προσδεχόμε‐ νος. Κἀγὼ τοίνυν ὑμᾶς, ὡς γῆν ὑλομανοῦσαν διὰ
20τὴν εἰδωλολατρείαν, τῷ Μωσέως ἠροτρίασα νόμῳ, τῷ ἐμῷ προευτρεπίζων Υἱῷ τὴν τῶν ἀγαθῶν σπερ‐ μάτων καταβολήν. Τί οὖν διὰ παντὸς τὸν ἀρότην στέργετε νόμον, ὅτε καιρὸς τῆς δι’ ὕδατος καὶ πνεύ‐ ματος ἀναπλάσεως; πρὸς ἣν ὑπείκοντας ὑμᾶς οὐκ
25ἔχω, μηδὲ τὸν πηλὸν ὁρῶντας τοῦ κεραμέως, ὡς ἐκείνου πλάττεταί τε καὶ μεταπλάττεται νεύματι, μηδὲν τὴν δημιουργικὴν μεμφόμενον χεῖρα, ὡς τῆς ἀναπλάσεως ἐπιστήμην οὐκ ἔχουσαν; ἀλλ’ οὐδὲ ὁ τεχθήσεσθαι μέλλων πυνθάνεται τοῦ Πατέρος εἰ ἄρα
30γεννήσει. Τί οὖν ὑμεῖς μὴ τῷ πάντων παραχωρεῖτε Δημιουργῷ τὸν τρόπον εἰδέναι τῆς ἀναπλάσεως, περὶ ἧς λέγοντος τοῦ Χριστοῦ Νικόδημος ἔλεγεν· «Μὴ δύναται ἄνθρωπος γέρων ὢν εἰς τὴν κοιλίαν τῆς μητέρος αὐτοῦ δεύτερον εἰσελθεῖν καὶ γεννηθῆ‐
35ναι;
38 Εἰ ἐπετίμησεν οὗν, φησὶν, ὁ πηλὸς τῷ κεραμεῖ, καὶ μήπω τις τεχθεὶς ἐπύθετο τοῦ πατέρος τί
40τέξεται· ἐρωτήσατε καὶ ὑμεῖς οἱ ἐσόμενοί μου κατὰ καιροὺς υἱοί τε καὶ θυγατέρες, τίνα τοῦτο γενήσεται τρόπον. Ἐντείλασθέ μοι καὶ περὶ τῶν ἔργων τῶν χειρῶν μου. Ἀντὶ τοῦ, διατάξατε πῶς ποιητέον, ὡς ἀγνοοῦντι. Σιγῇ ἄρα μετὰ Παύλου ῥητέον· «Ὢ
45βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ!» καὶ τὰ ἐφ’ ἑξῆς, ἑτέρας λέγειν παραγγελλούσης Γραφῆς· «Ὅτι πάντα δύνασαι, ἀδυνατεῖ δέ σοι οὐδέν.» Οἶδεν γὰρ μεταποιεῖν, καθὰ διὰ τοῦ Ἰεζεκιήλ φησιν, ὅτι «Ἐκσπάσω τὴν καρδίαν αὐτῶν τὴν λιθίνην ἐκ

2425

(50)

τῆς σαρκὸς αὐτῶν, καὶ δώσω αὐτοῖς καρδίαν σαρκί‐ νην, τοῦ εἰδέναι αὐτοὺς ἐμὲ, ὅτι ἐγὼ Κύριος.» Διὸ καὶ τὴν ἰδίαν ἐπιδεικνύμενος δύναμιν, Ἐγὼ ἐποίησα γῆν, καὶ ἄνθρωπον ἐπ’ αὐτῆς. Ὁ γὰρ κτίσας καὶ ἀνακτίσαι δυνήσεται. χεῖρα δὲ πάλιν φησὶ, τὸν δι’
55οὗ τὰ πάντα πεποίηκεν Υἱόν. «Τῷ Λόγῳ γὰρ Κυρίου2425

2428

οἱ οὐρανοὶ ἐστερεώθησαν,» ὃς καὶ τοῖς ἄστροις ἐν‐ ετείλατο διατάξας τὸν μὲν ἥλιον εἰς ἀρχὰς τῆς ἡμέ‐ ρας, νυκτὸς δὲ τὴν σελήνην. Διό φησιν ὁ ψαλμός· «Ὁ ἤλιος ἔγνω τὴν δύσιν αὐτοῦ.» Καὶ πάλιν· «Σὺ
5κατηρτίσω ἥλιον καὶ σελήνην.» Τὴν δὲ τῶν φθασάν‐ των ἔννοιαν τὰ μετὰ ταῦτα δηλοῖ, δι’ ὧν ὁ Χριστὸς Βασιλεὺς δικαιοσύνης κηρύττεται ὑπάρχων αὐτό‐ χρημα δικαιοσύνη. Καὶ ἀλλαχοῦ γάρ φησιν· «Ἰδοὺ δὴ βασιλεὺς δικαιοσύνης βασιλεύει, καὶ ἄρχοντες
10μετὰ κρίσεως ἄρξουσιν.» Φύσει γὰρ ὢν σὺν τῷ Πατέρι βασιλεὺς τοὺς ἀποστάντας αὖθις ὑπέταξε σαρκωθεὶς, ὁδοὺς ἔχων εὐθείας τὰ τῶν Εὐαγγελίων θεσπίσματα. Σκολιὸν γὰρ οὐδὲν ἐν αὐτοῖς. Τὸ δὲ τραχὺ τῶν νομικῶν ἐκπέφευγεν ἐνταλμάτων. Τεθεμελίωκε
15δὲ τὴν Ἐκκλησίαν αὐτὸς ὢν θεμέλιος, Ἐφ’ ᾧ καὶ ἡμεῖς ἐποικοδομούμεθα ὡς λίθοι πολυτελεῖς, εἰ ναὸν ἅγιον, εἰ κατοικητήριον τοῦ Θεοῦ ἐν Πνεύματι, ὃς οὐ μετὰ δώρων τὴν ἡμετέραν αἰχμαλωσίαν ἐῤῥύσατο. «Οὐ γὰρ φθαρτοῖς, φησὶν, ἀργυρίῳ ἢ χρυσίῳ ἐλυτρώ‐
20θημεν ἐκ τῆς ματαίας ἡμῶν ἀναστροφῆς πατροπαρα‐ δότου, ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ.» Οὐκ ἐσμὲν οὖν ἑαυτῶν, ἀλλὰ τοῦ πριαμένου.
26 Περὶ δὲ τοῦ Χριστοῦ προειπὼν, ὅτι ἐπιστρέψει τὸν λαὸν αὐτοῦ, εὐθέως ἐπήνεγκε τίνες οἱ κληθησό‐ μενοι, δεῖγμα τῶν εἰδωλολατρῶν τοὺς ἄκρους ἐν ταύτῃ λαβὼν εἰς ἔνδειξιν τῆς τοῦ σεσωκότος δυνάμεως.
30Ἀπεστάλη μὲν γὰρ πρὸς τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ. Ὡς δὲ ἀπελάκτισεν ὁ ἠγαπημένος ἀποκτείνας αὐτὸν, ἐπέλαμψεν αὐτίκα τοῖς ἔθνεσιν. Αἰθιόπων δέ, φησιν ἐμπορίαν, τὰς Θηβαίων πόλεις, οἷς ὅμοροι Σαβαείμ. Ἐκοπίασαν δὲ πικροῖς τυράν‐
35νοις δουλεύοντες, εἰς θυσίας αἰτοῦσιν υἱοὺς αὐτῶν καὶ θυγατέρας· ἤγουν τὸ εὔτονον αὐτῶν τῆς ἀσεβείας ἐνέδωκεν ἡττηθὲν εἰς εὐσέβειαν. Διελύθη γὰρ ὅσον εἶχον πρὸς ταύτην ἐνστατικόν. «Οὗ γὰρ ἐπερίσσευ‐ σεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις,» παντα‐
40χοῦ καθιδρυμένων ἐν τούτοις ἐκκλησιῶν, τοσούτων τε παρ’ αὐτοῖς ὁρωμένων μοναστῶν καὶ παρθένων πόνοις ἐναθλούντων ἀσκήσεως. Ὑψηλοὺς δέ φησιν αὐτοὺς, ὡς ἐπισήμους ἐν δυσσεβείᾳ. Χειροπέδας δὲ τὰ δεσμὰ τῆς ἀγάπης καλεῖ, καὶ τὰς τῆς φιλοθεΐας
45σειρὰς, ὡς λέγειν· «Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγά‐ πης τοῦ Χριστοῦ,» εἰς ὃν ἔρχεται πᾶν πέρας Εὐχῆς; Ἐν Χριστῷ γὰρ αἰτοῦμεν παρὰ τοῦ Πατέρος τὰ αἰ‐ τήματα, ὃν ἔχων ἐν ἑαυτῷ, Θεὸς ὁμοίως ἐστὶν, καθά φησιν· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα.»

2428

(50)

«Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.»
53 Τὸ δὲ, Ἐν σοὶ Θεὸς, καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ, ἰσοδυναμεῖ τῷ· «Καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν,
55καὶ Θεὸς ἦν ὁ Λόγος.» Μετανοούντων δὲ φωνὴ τὸ, καὶ
οὐκ ᾔδειμεν. Οἳ καὶ ὁμολογοῦσιν αὐτὸν Σωτῆρα τοῦ2427

2429

Ἰσραὴλ, ὡς πάλαι σεσωκότα τὸν Ἰσραήλ· ἤγουν Ἰσραὴλ ληπτέον νῦν τὸν ὁρῶντα Θεόν. «Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραήλ.» Οἱ δὲ ἀνθεστηκότες αὐτῷ, τὴν αὐτοῦ μὴ ἀδικήσαντες δόξαν, αἰσχύνον‐
5ται· ἔσονται γὰρ εἰς ὅρασιν πάσῃ σαρκί. Ἀπὸ δὲ τῶν Αἰγυπτίων καὶ τῶν ὁμόρων, ἐπὶ τὸ καθόλου τῶν ἐθνῶν τὸν λόγον ἀνήγαγε, νήσους καλῶν τὰς ἐξ ἐθνῶν Ἐκκλησίας τῶν ἐγκεκαινισμένων εἰς καινότητα ζωῆς, ἀποθεμένων τὴν παλαιότητα, Παύλου προστάττοντος·
10Ἐκδύσασθε τὸν παλαιὸν ἄνθρωπον· καὶ πάλιν· Ἐνδύσασθε τὸν νέον τὸν ἀνακαινούμενον κατ’ εἰκόνα τοῦ κτίσαντος αὐτόν. Καὶ πάλιν· Ἀνακαινοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν. Ἐγκαινισμὸς οὖν τὰ καθ’ ἡμᾶς, «Εἴ τις ἐν Χριστῷ καινὴ κτίσις.» Τινὲς δὲ
15ἀπὸ τοῦ, μὴ ὁ ἀροτριῶν, οὕτως ἐξηγήσαντο· Παραβο‐ λικῶς προτρέπεται αὐτοὺς δικαιοσύνης φέρειν καρ‐ πούς. Θέλετε γάρ με, φησὶ, μόνον ἀροτριᾷν ὑμῶν τὰς ψυχὰς, καρπὸν μηδένα παρέχοντες. Εἶτα παιδεύει αὐτοὺς τοῖς τοῦ Θεοῦ περὶ τῶν ἐθνῶν εἴκειν βουλεύ‐
20μασι, μήτε πηλοῦ ἀνθισταμένου τῷ πλάστῃ, μήτε τέκνου πατέρα κωλύοντος ἢ μητέρα σπεύδοντας πρὸς ἄλλων υἱῶν παιδοποιίαν, μηδὲ μέμψιν ἐπὸ τούτῳ προσάγοντος. Ὁ ποιήσας δὲ, φησὶ, τὰ ἐπερχό‐ μενα διὰ τῆς προγνώσεως, δυσωπῶν αὐτοὺς εἰς
25κατανόησιν τῆς ἰδίας δυνάμεως. Ἔστω γὰρ, φησὶ, ποιοῦντι ὑμᾶς καὶ πλάττοντι οὐ παρηκολουθεῖτε τῇ γνώσει· μὴ καὶ προαγορεύοντι τὰ μέλλοντα ἀπι‐ στήσετε; κατὰ μέρος μὲν γὰρ γίνεται τὰ γινόμενα· ἀθρόα δὲ αὐτῷ ἡ γνῶσίς ἐστι παρ’ ἐμοί. Πλὴν μὴ
30ἀπογνῶτε τὴν σωτηρίαν, ὡς ἄν με λαθεῖν ἁμαρτά‐ νοντες μὴ δυνάμενοι.
34Κρείττους δὲ γεγονότες ἐμοὶ τὰ καθ’ αὑτοὺς ἐπι‐
35τρέψατε. Οὐ γὰρ δέομαι τῆς ἐξ ὑμῶν ὑπομνήσεως, ὡς ἂν ὄντας ἐμὰ ποιήματα καὶ εἰς υἱοὺς καὶ θυγα‐ τέρας λελογισμένους ἀξιῶσαι προνοίας. Οὐδὲ γὰρ ἐμαυτῷ τὸν οὐρανὸν ἐποίησα καὶ τὴν γῆν, εἰς δὲ χρείαν ὑμετέραν. Καὶ γινομένων ἀστέρων ἐθαύμα‐
40ζον ἄγγελοι. Πάντων οὖν ὑπ’ ἐμοῦ κυβερνωμένων, οὐδὲ τὰ ἐπὶ γῆς τὴν ἐμὴν ἐκφεύγει διοίκησιν. Τοιγαροῦν καὶ Κῦρος. ὑπ’ ἐμοῦ κινηθεὶς, οὐκ αὐτὸς ὢν εὐσεβὴς, τὰ καθ’ ὑμᾶς διορθώσεται. Ἐπεὶ καὶ πρότερον ὑμᾶς ἐξ Αἰγύπτου, φησὶν, ἠλευθέρωσα, καὶ
45ταῖς ἐμαῖς ἀπείρηκε μάστιξιν. Ὑμεῖς δὲ πάλιν ἁμαρτάνοντες οὐκ ἐπαύεσθε καὶ ματαιοπονοῦντες ἐπὶ ταῖς ἑαυτῶν ἐμπορίαις. Ἀλλ’ ὅμως ἐμὲ πι‐ στεύσαντες ἕξετε πάντας ὑποσόνδους τοὺς ἐνδόξους, καὶ φρονήματος γέμοντας, καὶ ἀγάπης δεδεμένοι

2429

(50)

δεσμοῖς καταντήσουσιν εἰς Ἱερουσαλὴμ, ὡς εἰς θεοσεβείας διδασκαλεῖον, καὶ μακαριοῦσιν ὑμᾶς, ὡς Θεῷ τῷ μόνῳ λατρεύοντας, ὃν ἠγνόουν αὐτοί. Ὑμῶν δὲ πρὸς μετάνοιαν ἀμελούντων, ὁ μονογε‐ νής μου παρέσται Υἱὸς Ἱερουσαλὴμ γενόμενος
55καὶ Ἰούδας, ἐν ᾧ προσεύξονται, οὗ σφραγῖδι καὶ2429

2432

ἄνδρες πονηροὶ καὶ δαίμονες ἡττηθήσονται. Ἱστο‐ ρικῶς δὲ καὶ ἐπὶ Κύρου ληπτέον, ᾧ πᾶς ἐναντιού‐ μενος αἰσχυνθήσεται. Καὶ ἐπὶ τοῦ Ἰσραὴλ, ὡς ἐπανελθόντες ἐκ τῆς αἰχμαλωσίας τοὺς ἀντιστα‐
5τοῦντας νικήσουσιν. Εἶτα νήσους εἰπὼν, δηλοῖ καὶ τὴν Ἱερουσαλὴμ συνεχομένην ὑπὸ τῶν αὐτὴν περι‐ κυκλούντων ἐθνῶν περικλυζομένην τε, τῶν οἰκητό‐ ρων τοῖς ἁμαρτήμασιν ζηλούντων ἀεὶ τὴν τῶν περιοι‐ κούντων ἀσέβειαν. Προηγουμένως οὖν αὐτὴν ἀνα‐
10καινισθῆναι προτρέπεται. Ἤδη δὲ καὶ πάντα τό‐ πον ἐθνῶν τὴν τοῦ Θεοῦ λαβόντας ἐπίγνωσιν. Εἰ γὰρ ὁ τοσούτων ἀξιωθεὶς Ἰσραὴλ καὶ χρηματίσας υἱὸς ἀποστὰς Θεοῦ, φιλανθρωπίας ἠξίωται· πόσῳ μᾶλλον ὑμεῖς οἱ τῶν θείων ἀνήκοοι νόμων; νῆσος
15δὲ καὶ πᾶσα ψυχὴ περικλυζομένη ταῖς ἡδοναῖς ἁλ‐ μυραῖς τε φαντασίαις τοῦ βίου. Ἥτις ἐπιγνοῦσα Θεὸν καὶ παυσαμένη τοῦ πλημμελεῖν, ἀνακαινι‐ σθήσεται τὰς ἑαυτῆς ἀναλαβοῦσα δυνάμεις, καὶ παλαιὰν ζύμην ἀποθεμένη, γεγονυῖά τε πάσης αἰ‐
20σχύνης ἐκτὸς, τοῦ Χριστοῦ τὴν μόρφωσιν περιφέ‐ ρουσα.
24ιη—κϛʹ. Οὕτως λέγει Κύριος ὁ ποιήσας τὸν
25οὐρανόν. Οὗτος ὁ Θεὸς, ὁ καταδείξας τὴν γῆν, καὶ ποιήσας αὐτὴν, αὐτὸς διώρισεν αὐτήν. Οὐκ εἰς κενὸν ἐποίησεν αὐτὴν, ἀλλὰ κατοικεῖσθαι ἔπλασεν αὐτήν. Ἐγώ εἰμι Κύριος, καὶ οὐκ ἔστιν ἔτι. Οὐκ ἐν κρυφῇ λελάληκα, οὐδὲ ἐν τόπῳ γῆς
30σκοτεινῷ, κ.τ.λ. Ἀκολούθως ἐπενήνεκται ταῦτα τῷ, «Ἐγκαινίζεσθε πρός με νῆσοι,» καὶ τοῖς ἑξῆς. Περὶ γὰρ τῶν Ἐκκλη‐ σιῶν καὶ τῶν ἀποστόλων εἰπὼν, ἐποίσει τὸ, Οὐκ ἐν κρυφῇ ὑμῖν λελαλήκατε. Ὡς δὲ πρὸς τὴν
35τοσαύτην ἐπαγγελίαν τὸ ἀξιόπιστον παρίστησι τοῦ Θεοῦ, καὶ διδάσκει πόσον αὐτῷ τετίμηται τῶν ἀν‐ θρώπων τὸ γένος, ὡς καὶ κλήσεως σωτηρίου τυχεῖν. Καὶ οὐχ ἁπλῶς, Κύριος, φησὶ (πλεῖστοι γὰρ λέγονται ψευδῶς ἐν οὐρανῷ, καὶ ἐν γῇ), ἀλλ’ ὁ δι’ ὧν ἐποίη‐
40σεν, ὅπερ ἐστὶ δηλῶν· Οὐρανὸν μὲν εἰς ἀγγέλων διατριβήν· γῆν δὲ τοῖς ἀνθρώποις διαίτημα. Οἵπερ ἠδύναντο εὖ τε ζῇν, καὶ γινώσκειν Θεὸν, ἅτε κατ’ εἰκόνα γενόμενοι, κἀπὶ γῆς εἶναι, ὅπερ αἱ νοεραὶ δυνάμεις ἐν οὐρανῷ. Καὶ τὴν γῆν γὰρ δι’ αὐτούς
45φης κατασκευάσασαν ἔφη, ἵνα κατὰ τό· «Συν‐ αχθήτω τὸ ὕδωρ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά·» ὡς οὖν ἐμοὶ τιμίῳ καὶ τὸ τοῦ Εὐαγ‐ γελίου δεδώρηται κήρυγμα, πᾶσι τοῦτο δοὺς, ὡς πάντων Δημιουργὸς, οὐκ Ἰουδαίοις καὶ μόνοις. Διό

2432

(50)

φησιν· Ἐγώ εἰμι Κύριος, καὶ οὐκ ἔστιν ἔτι. Οὐκ ἐν κρυφῇ λελάληκα. Πᾶσι γὰρ τὸ θεῖον Εὐαγγέλιον ἥπλωσα. Διόπερ εἰς πᾶσαν γῆν ἐξῆλθε τῶν εἰρημέ‐ νων ἀποστόλων ὁ φθόγγος. Τὰ γὰρ Μωσέως λόγια κρυφῆ λελάληται, γλώττῃ μὲν Ἑβραΐδι καὶ χα‐
55ρακτῆρσι τοιούτοις, ἐν ἀβάτῳ τε ἐρήμῳ καὶ ἀνύδρῳ.2431

2433

Τὸ δὲ κήρυγμα τὸ Χριστοῦ πάσῃ γλώττῃ λαλεῖται, καὶ πᾶσι γράμμασι γράφεται. Τὸ δὲ οὐκ ἐν κρυφῇ, τοῦτον οἱ πλείους τὸν τρόπον ἑρμήνευσαν, ὡς ἂν μήτις εἴποι· Θεὸς μέν ἐστι καὶ μόνος ἀληθῶς, ἀλλ’ ἄδη‐
5λον μὴ καὶ ἄλλους ἐθέλει καλεῖσθαι θεούς. Νόμον φησὶ περὶ τούτου διέταξα λάθρα λαλήσας μηδέν. Κατέβη γὰρ ὁ Κύριος ἐπὶ τὸ ὄρος Σινᾶ ἐν εἴδει πυρὸς, καὶ σαλπίγγων ἠχὼ, βρονταῖς τε καὶ ἀστρα‐ παῖς, καὶ ἦν ἡ οἰκουμένη πᾶσα μετέωρος, ὑμῶν τε
10κληθέντων καὶ τῆς Αἰγυπτίων καταδυομένης ἀρχῆς, οὐχ ἵνα ματαίοις δουλεύσητε· μάταιον γὰρ τὸ εἴδωλον εἴρηκε· φανερῶς γὰρ ὑμῖν ἐκήρυξε, «Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύ‐ σεις, καὶ οὐ ποιήσεις σεαυτῷ εἴδωλον.» Πολλάκις δὲ
15τὸ, ἐγώ εἰμι, λέλεκται προτρεπτικῶς, εἰς κατανόησιν τοῦ μόνον Θεοῦ καὶ τὰ πάλαι ποιήσαντος θαύματα.
21 Λαλῶν δικαιοσύνην καὶ ἀναγγέλλων ἀλήθειαν. Διέταττε μὲν γὰρ ὁ νόμος τὰ πρακτέα δικαίως· ᾐνίττετο δὲ καὶ ταῖς σκιαῖς τὴν ἀλήθειαν τὰ ἐν Χριστῷ προτυπῶν. Περὶ αὐτοῦ γὰρ ἐλάλησε Μω‐
25σῆς. Καὶ ταῦτα μὲν οὗτοι. Κατὰ δὲ τὴν πρώτην ἐξ‐ ήγησιν, Οὐκ εἶπον τῷ σπέρματι Ἰακὼβ, Μάταιον ζητήσατε. Κατὰ δὲ Σύμμαχον, ματαίως ζητήσατέ με. Κατὰ δὲ τοὺς ἄλλους, κενῶς ζητήσατέ με. Τὸ γὰρ Εὐαγγέλιον πρώτοις ὑμῖν ἀνεκήρυξα. Καὶ ὡς
30ἂν μὴ δόξητε μάτην θεοσεβεῖν, μισθὸν ὑμῖν ζωὴν ἐπηγγειλάμην αἰώνιον, καὶ ἃ ὀφθαλμὸς οὐκ εἶδεν, καὶ τὰ ἑξῆς. Ἐπειδὴ δὲ Θεός εἰμι λαλῶν δικαιοσύ‐ νην καὶ ἀναγγέλλων ἀλήθειαν, κατὰ τὸν τῆς δικαιοσύνης λόγον, μετὰ τοὺς ἐκ περιτομῆς, καλῶ
35πάντας πρὸς ἐμαυτὸν, κήρυγμά τε ποιοῦμαι κοινόν. Συνάχθητε καὶ ἥκετε, καὶ βουλεύσασθε ἅμα οἱ σωζόμενοι τῶν ἐθνῶν. Ἀντὶ δὲ τοῦ βουλεύσασθε ἅμα, Σύμμαχος, προσεγγίσατέ μοι, φησὶν, οἱ διαπεφευγότες τῶν ἐθνῶν. Τὸ δὲ συνάχθητε
40καλοῦντός ἐστιν οὓς ὁ Σατανᾶς διεσκέδασεν. Ἐλθὼν γὰρ ὁ Σωτὴρ θάνατον ὑπέμεινε δι’ ἡμᾶς, ἵνα, κατὰ τὸν εὐαγγελιστὴν, καὶ τέκνα τοῦ Θεοῦ τὰ διεσκορπι‐ σμένα συναγάγῃ εἰς ἓν συνδεθέντας ὁμοψυχίᾳ καὶ πίστει. Καὶ ὡς μακρὰν οὖσιν ἥκει φησί. Θεοῦ
45γὰρ ἀφίστησι πλάνη. Διὸ καὶ Παῦλός φησιν, «Οἵ ποτε ὄντες μακρὰν, ἐγενήθητε ἐγγύς.» Καὶ πάλιν, «Εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακράν, καὶ εἰρή‐ νην τοῖς ἐγγύς.» Καὶ προφήτης δέ φησιν· «Ἐγγί‐ σατε τῷ Θεῷ καὶ ἐγγιεῖ ὑμῖν·» τὸ δὲ βουλεύσα‐

2433

(50)

σθε ἅμα, πρὸς τὸ σὺν φρονήσει προσιέναι παρακα‐ λεῖ. Δεῖ γὰρ πᾶσαν πλάνην ἀρνησαμένους οὕτως προσ‐ ιέναι Θεῷ νοῦν εὐσεβῆ τῆς πρὶν ἀφροσύνης ἀλλαξα‐
μένους.2433

2436

(3)

Συστρέψαντες οὖν ἑαυτοὺς συνίδετε ὡς ἀνόητοι παντελῶς οἱ αἴροντες τὸ ξύλον γλύμμα αὐτῶν,
5ὅ ἐστιν ὑψοῦντες ὡς δόξαν αὐτῷ προσάγειν Θεοῦ. Ἤγουν οἱ τὰ ἄψυχα φέροντες, ὡς μὴ κινεῖσθαι δυ‐ νάμενα, πῶς ὁδοιποροῦντες, ἢ πλέοντες τὴν παρὰ τούτων αἰτοῦνται βοήθειαν; Εἰ δὲ ἔχουσί τι περὶ τῶν ἰδίων λέγειν θεῶν, προσίτωσαν. Σύνεγγυς γὰρ
10γεγονότες τὸν ἀληθῆ Θεὸν ἐπιγνώσονται. Οὐ μέγα δεῖγμα τῆς θεότητος τὸ προαγγεῖλαι, ταῦτα διὰ τῶν προφητῶν, ὅπερ οὐκ ἔχουσι ποιεῖν οἱ φενακισμῷ προ‐ λέγειν ἐπαγγελλόμενοι δαίμονες, μήτε τὴν Χριστοῦ παρουσίαν προγνόντες, μήτε τὴν ἰδίαν κατάλυσιν;
15Ἐγὼ δὲ προεῖπον, ἐπὶ δίκαιός εἰμι καὶ Σωτήρ. Δικαίω γὰρ λόγῳ πρὸς σωτηρίαν πάντα τὰ ἔθνη κα‐ λῶ. Τοῦτο γὰρ δηλοῖ τὸ ἀπ’ ἐσχάτου τῆς γῆς. Καὶ δίκαιον ἑαυτὸν ἄλλως καλεῖ, πρὸς ἀντιδιαστολὴν τῶν ἠδικηκότων τὴν ἡμετέραν φύσιν δαιμόνων, οἳ
20μηδὲ θυμάτων ἀνθρωπίνων ἀπέσχοντο. Καὶ πῶς οὐ δίκαιος ὁ τοῖς τοσοῦτον ἠδικημένοις ἐπικουρῶν; ὃς καὶ καθόλου προλέγων, ἀδιάπτωτον τηρεῖ τῶν προῤῥηθέντων τὴν ἔκβασιν; Προειπὼν γὰρ Ἀβραὰμ τὴν δουλείαν τε καὶ τὴν ἐλευθερίαν τοῦ γένους, καὶ
25μήτε Ἀβραὰμ ὑπομνήσαντος (τότε γὰρ οὐδὲ ἦν μήτε τῶν ἐξ αὐτοῦ δικαιοπραγούντων), πρὸς ἔργον ἐξ‐ ήνεγκε. Καὶ πάλιν δίκαιόν φησιν ἑαυτὸν, τοὺς ἡμαρ‐ τηκότας φοβῶν. Δικαίου γὰρ ὡς ἀπαραίτητος κόλα‐ σις. Καλεῖ δὲ καὶ Σωτῆρα, ὡς ἂν αὐτὸν ἐπὶ σωτη‐
30ρίᾳ μαθόντες πάντα ποιεῖν αὑτῶν, ὁμολογοῖεν μὲν μετανοοῦντες ἣν ἐκ τῶν δικαίων ὀφείλουσι δίκην· φιλανθρωπίας δὲ τυχόντες, τὴν τοῦ συγχωροῦντος χρηστότητα. «Δίκαιος γὰρ ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ.» Τὴν περὶ τῶν ἐθνῶν δὲ δικαιοσύνην
35μεθ’ ὅρκου προΐσχεται, «Ἵνα διὰ δύο, φησὶν ὁ θεῖος Ἀπόστολος, πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνα‐ τον ψεύσασθαι Θεὸν, ἰσχυρὰν παράκλησιν ἔχωμεν.»
42 Καὶ οἱ λόγοι δέ μου, φησὶν οὐκ ἀποστραφή‐ σονται. Ποῖοι δὲ λόγοι; δι’ ὧν ἔλεγεν, Ἐπι‐ στράφητε ἐπ’ ἐμὲ, καὶ σωθήσεσθε οἱ ἀπ’ ἐσχά‐
45του τῆς γῆς. Ἐπὶ τίσιν δὲ τὸν ὅρκον ἐπήγαγεν, δηλοῖ λέγων· Ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ, οὐ τὸ Ἰουδαίων μόνον. Εἰ γὰρ Ἰσραὴλ μετὰ τοσαύτας ἁμαρτίας, χάριτος ἐδεήθη· πολλῷ μᾶλλον ἐπὶ πάν‐ των μέγα ὂν τὸ λεγόμενον ἠπιστεῖτο. Δι’ ὅπερ ὡς

2436

(50)

ἀνθρώποις διαλεγόμενος, ὅρκον ἐπήγαγεν, ὡς προσ‐ κυνήσουσιν αὐτῷ, καὶ αὐτὸν ὅρκον ποιήσονται, ὅπερ ἐκ μέρους πεπλήρωται κληθέντων τῶν ἐθνῶν. Πληρωθήσεται δὲ τελείως ἐν τῇ συντελείᾳ τοῦ Αἰῶ‐ νος, ὅτε πᾶν ἀνθρώπιον φάντασμα καὶ ψεῦδος κατ‐
55αργηθήσεται. Πᾶσα δὲ γλῶσσα ἐρεῖ, ὅτι δικαιο‐ σύνη, καὶ δόξα πρὸς αὐτὸν ἥξει. Τὸ δὲ δόξα,
ἰσχὺς ὁ Σύμμαχος εἴρηκεν. Πᾶσαι γὰρ αἱ ἐν οὐρα‐2435

2437

νοῖς ἁρεταὶ τέλος αὐτὸν ἕξουσι. Καὶ Πᾶσα ἰσχὺς ἀνθρώπων τῶν ὑπὲρ θεοσεβείας ἀγωνισαμένων πρὸς αὐτὸν ἐλεύσεται, ἀρετῆς καὶ καμάτου γέρα παρέχοντα. Οἱ δὲ διορίζοντες ἑαυτοὺς, αἰσχυνθήσονται. Διὸ
5λέλεκται· Αἰσχυνθήσονται πάντες οἱ προσκυνοῦντες τοῖς γλυπτοῖς. Καὶ τοῖς Ἰουδαίοις ἐλέγετο· «Ἐὰν μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἐν ταῖς ἁμαρτίαις ὑμῶν ἀποθανεῖσθε.» Πότε δὲ αἰσχυνθήσονται; Ὅταν πᾶν γόνυ κάμψῃ, μετὰ ταῦτα λέγεται, δικαιωθή‐
10σονται, καὶ ἐν τῷ Θεῷ ἐνδοξασθήσονται πᾶν τὸ σπέρμα τῶν υἱῶν Ἰσραήλ. Τὸ δὲ σπέρμα τῶν υἱῶν Ἰσραὴλ. Υἱοὶ γὰρ Ἰσραὴλ, οἳ πρῶτοι τῶν Εὐαγγελίων ἐτύγχανον κήρυκες, ὧν τὸ σπέρμα καὶ τὴν διαδοχὴν ἔφη δικαιωθήσεσθαι καὶ δοξασθήσε‐
15σθαι, τῆς υἱοθεσίας ἠξιωμένους, περὶ ὧν, τὸ «Εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα,» προείρηται. Ὅτι δὲ σπέρμα τῶν διδασκάλων οἱ μαθηταὶ, δηλοῖ καὶ Παῦλος λέγων· «Ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα.»
22tΚΕΦΑΛ. Μϛʹ.
23 α—εʹ. Ἔπεσε Βὴλ, συνετρίβη Δαγὼν, ἐγένετο τὰ γλυπτὰ αὐτῶν εἰς θηρία, καὶ τὰ κτήνη. Αἴρετε
25αὐτὰ καταδεδεμένα, ὡς φορτίον κοπιῶντι, καὶ ἐκλελυμένῳ, καὶ πεινῶντι. Οὐκ ἰσχύοντι ἅμα, οἳ οὐ δυνήσονται σωθῆναι ἀπὸ πολέμου· αὐτοὶ δὲ αἰχμάλωτοι ἤχθησαν, κ.τ.λ. Εἰπὼν περὶ τῆς ἐπιστροφῆς τῶν ἐθνῶν, καὶ τῆς
30ἐκλογῆς τοῦ σπέρματος τῶν ὑῶν Ἰσραὴλ, πρὸς Ἰουδαίους ἀποστραφεὶς τὴν παντελῆ σημαίνει τῆς εἰδωλολατρείας καθαίρεσιν. Βὴλ δὲ καὶ Ἕλληνες καλοῦσι τὸν Κρόνον, ᾧ δὴ προσῆγον οἱ πλεῖστοι θυ‐ σίαν τὰ φίλτατα. Ὁ δὲ δαγὼν, ἀλλοφύλων ξόανον ἐν
35Ἀσκαλῶνι καὶ Γάζῃ τιμώμενον, Τῇ δὲ λέξει τῆς ἱστορίας ὁ προφήτης ἐνέμεινεν. Ὡς γὰρ ἡ κιβωτὸς ἁλοῦσα πρὸς αὐτὸν εἰσενήνεκται, συνετρίβη παρα‐ χρῆμα πεσών. Ἀπὸ δὲ τοῦ μερικοῦ πρὸς τὸ καθόλου τῆς εἰδωλολατρείας τὸν λόγον ἀναγαγὼν, Ἐγένετο
40γλυπτὰ, φησὶν, αὐτῶν εἰς θηρία καὶ κτήνη. τοιαῦτα δὲ καθ’ ὅλης τῆς Αἰγύπτου τὰ εἴδωλα. Ὁ δὲ Σύμμαχος, Ἐγένετο, φησὶ, τὰ εἴδωλα αὐτῶν ζώοις ἔκδοτα, ὡς ἀποῤῥιφέντα δηλονότι, καὶ λίαν κρημωμένα. Ὑπομιμνήσκει δὲ, φασί τινες, αὐτοὺς ὁ
45Θεὸς, ὡς τὰ μὲν αὐτοῦ μένει διηνεκῶς τελούμενα· τὰ δὲ τῶν εἰδώλων πάντα ψευδῆ, καὶ πρὸς τὸ μηδὲν δια‐ πίπτοντα. Θεὸς γὰρ ὁ αὐτός ἐστι, γνώμῃ καὶ φύσει μεταβολὴν οὐ δεχόμενος. Καὶ ἃ προεῖπεν Ἀβραὰμ, ἐξ‐ ετέλεσεν. Καὶ νῦν ἀληθὴς εἰπὼν, ὅτι Ἐμοὶ πᾶν γόνυ

2437

(50)

κάμψει, καὶ κοινὴ πᾶσι δοθήσεται δωρεά. Ἡ δὲ τῶν εἰδώλων ἀσθένεια διελέγχεται· καὶ παραδοθέντων ὑμῶν αἰχμαλωσίᾳ, ἐλεφάντων φορτία, καὶ τῶν ὑπο‐ ζυγίων ἀπαγόμενα φορτίον γενήσεται. Καὶ ἄνδρες δὲ φέροντες ἐπ’ ὤμων αὐτὰ κοπωθήσονται. Τί δὲ
55φέρων Θεὸν ἀσθενεῖ; Οὐκ ἄρα ταῦτα θεοί. Πῶς γὰρ2437

2440

ἂν καὶ ἤγετο πρὸς τῶν πολεμίων αἰχμάλωτα; πῶς δ’ ἂν ταῦτα παθόντας τοὺς ἰδίους παρεῖδον προσ‐ κυνητάς; Ἄλλοι δέ φασιν ὡς ἐν ταῖς τῶν δαιμονίων πομπαῖς ἐκκομίζοντες ἱερεῖς τὰ ἀγάλματα φέροντες
5ἐπ’ ὤμων, τὰς πλατείας ἀχθοφοροῦντες διήρχοντο. Τὸν Ἰσραὴλ δὲ διὰ τούτων ὑπομιμνήσκει καὶ τῶν ἀπαξόντων αὐτοὺς πολεμίων, ὡς τὰ εἴδωλα προσ‐ κυνήσαντας, καὶ κατὰ διάνοιαν αἰνιττόμενος, ὡς βαρὺ καὶ δυσβάστακτον ψυχαῖς τὸ τῶν δαιμόνων φορτίον,
10ἐπειδὰν αὐτὰς ἀσεβείᾳ καταδουλώσωνται, δίκην αἰχμ‐ αλώτων σειραῖς αὐτὰς ἁμαρτημάτων δεδεμένας ἀπάγοντες, τοῦ παρ’ αὐτῶν πολέμου πέρας τοῦτο ποιούμενοι. Εἶτα καλεῖ αὐτοὺς οὐ Ἰακὼβ, ἀλλ’ αὐτὸ μόνον οἶκον Ἰακὼβ, διὰ τὴν κατὰ σάρκα συγγέ‐
15νειαν, καὶ κατάλοιπον Ἰσραὴλ, ὡς τρύγα τινὰ καὶ περίττευμα Ἰσραήλ. Τινὲς δέ φασιν ὡς τῶν πλεί‐ στων εἰς αἰχμαλωσίαν ἀχθέντων, ὥσπερ οἶκον ἕνα καλεῖ καὶ βαρβαρικῆς ὠμότητος λείψανον. Τοῦτο γὰρ αὐτοὺς πείσεσθαι μὴ μετανοοῦντάς φησιν. Ἄλλοι
20δέ φασιν ὡς πρὸς τὴν τῶν εἰρημένων αὐτοὺς ἄγει συν‐ αίσθησιν. Ἰακὼβ γὰρ αὐχοῦντες εἶναι γένος τὸν ἐκείνου τρόπον ζηλοῦν εἰσιν ἄξιοι. Εἰ γὰρ καὶ λεῖμμα τυγχάνετε τοῦ Ἰσραὴλ δύο περιλειφθεῖσαι φυλαὶ (αἱ γὰρ δέκα πρὸς αἰχμαλωσίαν ἀπήχθησαν), μετα‐
25νοοῦντας ὅμως οὐ περιόψομαι. Λοιπὸν αὐτοῖς ὡς ἀνόνητα μελετῶσι, τὸν νόμον ἐξ ἁπαλῶν ὀνύχων ὠνείδισεν. Δεχόμενοι γὰρ περιτομὴν ὀκταήμερον, τοῖς ἄλλοις νομίμοις ἐντρέφονται, ὡς εἰρῆσθαι διὰ τοῦτο· «Καὶ λαοὶ ἐμελέτησαν κενά.» Εἰδωλολα‐
30τροῦντες γὰρ, προφητικῶν εἰς ἔλεγχον ἐδέοντο λό‐ γων. Ὑμεῖς μὲν οὖν οἱ αὐτοὶ τὴν πλάνην· ἐγὼ δὲ ὁ αὐτὸς τὴν φιλανθρωπίαν, τὴν ὑμετέραν ἀεὶ σωτη‐ ρίαν ζητῶν, καὶ παιδεύσας ὑμᾶς αἰχμαλωσίᾳ, πάλιν ἀνήσω δεσμοῦ. Ὡς γὰρ ἰατρὸς ἀγαθὸς νῦν μὲν
35ἀπειλαῖς αὐτοὺς, νῦν δὲ πάλιν ἀγαθῶν ὑποσχέσεσιν ἁρπάσαι πειρᾶται τοῦ διαβόλου χειρῶν.
42 εʹ—ιαʹ. Τίνι με ὡμοιώσατε; ἴδετε, τεχνάσασθε, οἱ πλανώμενοι, καὶ οἱ συμβαλλόμενοι χρυσίον ἐκ μαρσιππίου, καὶ ἀργύριον ἐν ζυγῷ στήσουσιν ἐν
45σταθμῷ· καὶ μισθωσάμενοι χρυσίον, ἐποίησαν χειροποίητα, καὶ κύψαντες προσκυνοῦσιν αὐ‐ τοῖς. Αἴρουσιν αὐτὸ ἐπὶ τοῦ ὤμου, καὶ πορεύον‐ ται. κ.τ.λ. Ἐγὼ μὲν περὶ ὑμᾶς, φησὶ, τοιοῦτό εἰμι. Ὑμεῖς

2440

(50)

δὲ λογίσασθε πρὸς ὅσην ἀσεβείας ἀτοπίαν ἐκπίπτετε, τὸν ἀσώματον εἰκόσι θνητῶν ὑποβάλλοντες· χρυσίον καὶ ἀργύριον συνεισφέροντες, ὕλῃ, καὶ πλάσει τι‐ μᾷν τὴν θείαν φύσιν ἡγούμενοι. Πρὸς τοῦτο ποίαν ἀπολογίαν τετεχνασμένην εὑρήσετε; Τῆς οὖν ἐμῆς
55ποτε θεότητος πρὸς ἔννοιαν ἀνανήψατε, ὡς ἀΐδιος καὶ μόνος ἐγώ. Καὶ τούτου τεκμήριον τὸ διὰ τῶν ἐμῶν
προφητῶν προαγορεύειν τὰ μέλλοντα χρόνοις ὕστε‐2439

2441

ρον ἐπιτελεῖσθαι μακροῖς, ὧν τὰ μὲν ἤδη πεποίηκα, τὰ δὲ καὶ ποιήσω, διὰ τοῦ καλεῖν πετεινῶν δίκην τοὺς ἐμοὺς ὑπηρέτας ἀγγέλους, τά τε λειτουργικὰ πνεύματα τὰ πρὸς διακονίαν ἀποστελλόμενα διὰ τοὺς
5μέλλοντας κληρονομεῖν σωτηρίαν. Οἱ δὲ λοιποὶ ἐξ‐ έδωκαν, καλῶν ἀπὸ ἀνατολῶν ὄρνιν, ἀπὸ γῆς πόῤ‐ ῥωθεν ἄνδρα βουλῆς μου. Δηλοῖ δὲ τὸν Χριστὸν ὃν ἀνακεκλῆσθαί φησιν ἐκ γῆς πόῤῥωθεν, τῶν τοῦ ᾅδου δηλονότι μυχῶν, δι’ οὗ πληρώσειν τὰς ἐπαγγελίας
10φησίν. Ἄλλοι δὲ πετεινὸν ἔφασαν τὸν Βαβυλώνιον, περὶ οὗ φησιν Ἐζεκιήλ· «Ὁ ἀετὸς ὁ μέγας, ὁ μεγα‐ λοπτέρυγος,» καὶ τὰ ἑξῆς. Ἅπερ ἐξηγούμενός φη‐ σιν· «Οὐκ ἐπίστασθε τί ἐστι ταῦτα; ὅτ’ ἂν ἔλθῃ βασιλεὺς Βαβυλῶνος ἐπὶ Ἱερουσαλὴμ καὶ λήψεται
15τὸν βασιλέα αὐτῆς, καὶ τοὺς ἄρχοντας αὐτῆς,» καὶ τὰ μετὰ ταῦτα· τούτους γὰρ ἐκλεκτὰ τῆς κέδρου προκέκληκε διὰ τῆς παραβολῆς. Ἔλεγεν δὲ βασιλέα τὸν Σεδεκίαν, ὃν αἰχμάλωτον εἴληφεν. Ἄλλοι δὲ πετεινὸν εἰρῆσθαι τὸν Κῦρόν φασιν. Τὸ δὲ ἔκτισα,
20τοῦτ’ ἔστι κατεσκεύασα, κακὰ δηλονότι κακωτικά. Εἰ δὲ καὶ μηδεὶς εὑρεθῇ τοὐμὸν θέλημα μετιὼν, τὸν Υἱὸν ἀποστελῶ τὸν ἐμὸν τὴν πατρικὴν πληροῦντα βουλήν.
27tΚΕΦΑΛ. ΜΖʹ.
28 α—ιεʹ. Κατάβηθι, κάθισον ἐπὶ τὴν γῆν, παρθέ‐ νος θύγατερ Βαβυλῶνος. Εἴσελθε εἰς τὸ σκότος,
30θύγατερ Χαλδαίων, ὅτι οὐκ ἔτι προσθήσῃ κλη‐ θῆναι ἁπαλὴ καὶ τρυφερά. Λάβε μύλον, ἄλεσον ἄλευρον, ἀποκάλυψαι τὸ κατάλυμμά σου, ἀνάσυρε τὰς πολιὰς, ἀποκάλυψαι τὰς κνήμας, κ.τ.λ.
35 Καὶ ταῦτα πρὸς τοὺς ἐξ Ἰσραὴλ, οἷς ἔλεγε, «Τίνι με ὡμοιώσατε;» Ἐκεῖ μὲν οὖν πλανωμένους εἶπεν αὐτοὺς, ἐνταῦθα δὲ ἀπολωλεκότας τὴν καρδίαν. Ἀνθ’ οὗ Σύμμαχος ἐξέδωκεν, οἱ σκληροκάρδιοι. Καθ’ ἑκάτερον δὲ παρίσταται τὸ τῆς γνώμης ἀναί‐
40σθητον. Διὸ πρὸς εἰδωλολατρείαν ἐτράποντο. Ἀλλ’ ὅμως ἐλεῶν αὐτοὺς ὁ Θεὸς ὑποσχέσεσι καλαῖς ἀνα‐ καλεῖται πρὸς σύνεσιν μακρυνθέντας δικαιοσύνης, τοῦτ’ ἔστι Θεοῦ. Ἀπειρήκεσαν γὰρ ταῖς ψυχαῖς ἁλούσας ὁρῶντες ἐγκείμενον, ματαίας τοῦ Θεοῦ
45τὰς ἐπαγγελίας ἐνόμιζον. Διὸ τὴν κατὰ Βαβυλῶνος αὐτοὺς εὐαγγελίζεται δίκην. Ἐκόλασε γὰρ τοὺς ἐξ Ἰσραὴλ ὁ Θεὸς οὐ μισῶν σωτηρίαν δὲ αὐτοῖς μνη‐ στευόμενος, ὡς καὶ τῶν ἰατρῶν οἱ τέμνοντές τε καὶ καίοντες· ἐπεὶ καὶ πᾶσα κόλασις πρὸς ὄνησιν ἐπι‐

2441

(50)

φέρεται. Συναναπλέκει δὲ τῇ τῆς μερικῆς σωτηρίας ὑποσχέσει καὶ τῆς γενικωτάτης τὴν δήλωσιν. Ἡ μὲν γὰρ διὰ Κυρίου λύτρωσις, μερικὴ, ἡ δὲ διὰ Χριστοῦ, πάντων ἀνθρώπων. Τὸ δὲ, οὐ μὴ Βραδύνω, παρέοικε
τῷ· «Ἔτι μικρὸν ὁ ἐρχόμενοι ἤξει, καὶ οὐ χρονιεῖ,»2441

2444

καὶ Σιὼν τὴν Ἐκκλησίαν νοήσομεν, ἐν ᾗ τὴν αὐτοῦ σωτηρίαν ἐν δόξῃ δεχόμεθα ὅσοι τελοῦμεν εἰς τὸν νοητὸν Ἰσραὴλ, εἰ Θεὸν ὁρῶντα σχήσομεν νοῦν εἰς τέκνα τελοῦντες κατ’ ἐπαγγελίαν τοῦ Ἀβραάμ. Ὁ δὲ
5Σύμμαχος ἐξέδωκα· Δώσω ἐν Σιὼν σωτήριον, καὶ τῷ Ἰσραὴλ δόξαν. Ταῦτα μὲν οὖν διὰ φιλανθρω‐ πίαν δώσω, φησὶ, τῷ Ἰσραήλ· τὴν δὲ δικαιοσύνην ἐνδείξομαι τὴν ἐμὴν, τοῖς ὑπὲρ τὸ δέον ὑμᾶς τιμω‐ ρησαμένοις ἐπεξιὼν, ὧν δὴ ταπεινώσω τῆς βασι‐
10λείας τὸ ὕψος. Ἐμεγαλαύχουν γὰρ ἐπὶ μακροῖς χρό‐ νοις τῶν ἐθνῶν δυναστεύοντες. Τὴν δὲ βασιλείαν προσωποποιήσας, θυγατέρα Βαβυλῶνος ἐκάλεσεν, καὶ παρθένον ὡς, καλλωπιζομένην ἐν ἀκμῇ τῆς δυνάμεως, καὶ τὴν ἐξ ὕψους αὐτῇ προσέταξε κάθ‐
15οδον.
19Τινὲς δὲ τὰς θυγατέρας τῶν Βαβυλωνίων ἢ καὶ
20τὰς γυναῖκας οὕτως εἰρῆσθαί φησιν, ὧν τὴν ὑπὸ Μήδων διέγραψεν ἅλωσιν, καὶ τὴν εἰς δουλείαν ἀπ‐ αγωγήν. Ὧν ἡ κατάβασις δηλοῖ τὴν ἐκ δόξης καὶ τρυφῆς, ἐλευθερίας τε καὶ πλούτου πρὸς τἀναντία μεταβολήν. Τῆς οὖν παρθένου σκότος τὴν ἀνήκε‐
25στον ἐκάλεσε συμφοράν. Τὸν νοῦν γὰρ ἀεὶ λύπη καὶ φόβος σκοτοῖ. Ἁπαλὴν δὲ καὶ τρυφερὰν διά τε τὴν δίαιταν καὶ τὸν Ὑπερβάλλοντα κόσμον ἣ τῆς βασι‐ λείας, ἢ τῶν γυναίων καλεῖ. Παρ’ οἷς γὰρ τὸ μάχι‐ μον ἐκοσμεῖτο χρυσῷ, καὶ τοῖς εὐωδεστάτοις κατ‐
30εχρίετο μύροις, τί ἄν τις εἴποι τὰ γύναια; Καὶ καθ‐ ημένην, ὡς ἐπὶ βασιλίδος φησίν. Ἅπερ ἀποθεμένη, φησὶ, μυλωθρίδος δίκην θεραπαίνης, τοῖς ἁλοῦσι δουλεύσει. Καὶ τὸ κατάλυμμα δὲ τὸ ἐκ διαφόρου κόσμου περιελοῦσα τῆς κεφαλῆς ἀποτίθετο. Τὸ δὲ
35τῶν πολιῶν, ἢ ὡς ἐπὶ χρονίου βασιλείας εἶπεν, ἢ τὴν ὠμότητα τῶν εἰρηκότων δηλῶν, ὡς μηδὲ γυναικὸς πρεσβύτιδος φείσασθαι. Ἀντὶ δὲ τοῦ, Ἀποκάλυψαι τὸ κατακάλυμμά σου, Σύμμαχος, Κάλυψαι τὰ ὦτα, φησὶν, ἀντὶ δὲ τοῦ, Τὸ δίκαιον ἐκ σοῦ λή‐
40ψομαι· οὐκέτι μὴ παραδῶ ἀνθρώποις, ἐξέδωκεν· Ἐκδίκησίν σου λήψομαι, καὶ οὐκ ἀντιστήσεται ἐν ἐμοὶ ἄνθρωπος. Ἀντὶ δὲ τοῦ, ὁ ῥυσάμενός σε Κύριος Σαβαώθ; Ἀκύλας, ἀγχιστεύων ἡμῶν Κύ‐ ριος. Ταῦτα κατὰ σοῦ, φησὶν, ὥρισεν ὁ ἡμέτερος
45Κύριος λυτρούμενος ἡμᾶς, δηλονότι τὴν εἰς πο‐ λεμίους ἀπαγωγὴν, καθ’ ἣν ἔδει διελθεῖν ἀνασυ‐ ρομένην καὶ τοὺς ἐν μέσῳ τυγχάνοντας ποταμούς. Ὅτι δὲ δικαίως πέπονθε, καὶ προφήτης ἐδήλωσεν ἕτερος εἰπών· «Καθὼς ἐποίησεν, ποιήσω αὐτῇ·»

2444

(50)

καὶ πάλιν· «Καθὼς ἐποίησας, οὕτως ἔσται τὸ ἀντ‐ απόδομά σου.» Καὶ καθόλου δέ φησιν ἡ Γραφή· «Οὐαὶ τῷ ἀνόμῳ. Πονηρὰ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ συμβήσεται αὐτῷ.» Τὸ δὲ, Οὐκέτι μὴ παραδῶ σε ἀνθρώποις, κατὰ τοὺς Ἑβδομήκοντα, δηλοῖ τὸ
55μηκέτι τοιούτοις ἀπανθρώποις παραδοθήσεσθαι.2443

2445

Ἵσως δὲ καὶ αὐτοῖς λέγει τοῖς πάλαι νικήσασι· τοῦτο δὲ πρὸς τὸν Ἰσραὴλ ῥηθὲν παρεμβέβληται. Εἶτα πάλιν πρὸς τὴν Χαλδαίαν φησὶ, Κάθισον κατα‐ νενυγμένη, ἢ κατὰ Σύμμαχον, σιωπῶσα· ἡ γὰρ
5οὕτω μεγάλαυχος, καὶ ὡς οἰκέται χρωμένη τοῖς ἔθνεσιν, μετάγνωθι λοιπὸν ἐφ’ οἷς ἔπραξας, τοσούτῳ σκότῳ παιδείας ἐκδιδομένη.
10 Τὸ δὲ ἰσχὺς βασιλείας, δέσποινα βασιλειῶν ἐξέδωκε Σύμμαχος, καὶ τὴν αἰτίαν ἐπήγαγεν, διδά‐ σκων ὡς οὐ δεῖ τοῖς ὑπὸ Θεοῦ ταπεινουμένοις ἐπεμ‐ βαίνειν, οὓς ἐγχωρεῖ παιδευθέντας ἐλεηθῆναι. Συν‐ ῳδὰ δὲ τούτοις καὶ Ζαχαρίας φησίν· «Ἐζήλωκα τὴν
15Ἱερουσαλὴμ ζῆλον μέγαν, καὶ θυμῷ μεγάλῳ ὀργίζο‐ μαι ἐγὼ ἐπὶ τὰ ἔθνη τὸ συνεπιτιθέμενα· ἀνθ’ ὧν ἐγὼ μὲν ὠργίσθη ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά.» Σὺ δὲ, φησὶ, καὶ διηνεκῶς βασιλεύειν ὑπεί‐ ληφας, παιδεύων ταῖς παρούσαις εὐπραγίαις μὴ πε‐
20ποιθέναι, προορᾷν δὲ τὰ ἔσχατα, καὶ τὰς ὕστερον ἐσομένας μεταβολάς. Ταῦτα δὲ τῆς ὑπερηφανίας τῶν ἐν αὐτῇ βασιλευσάντων ὑπῆρχεν. Ὑφ’ ἕνα δὲ αὐτῇ καιρὸν ἀπειλεῖ ἀνδρὸς στέρησιν τοῦ καθ’ ὃν ἤλω βα‐ σιλεύοντος χρόνον, καὶ τέκνων τῶν ὑπ’ αὐτῆς βασι‐
25λευομένων, ἢ καὶ τῶν αὐτῆς οἰκητόρων ἐν τῇ μάχῃ πεσόντων. Οὐ διὰ τὰ προλεχθέντα δέ σοι ταῦτα συμ‐ βήσεται μόνον· ἀλλ’ ὅτι καὶ τὰς ἐλπίδας ἐν ἐπῳδαῖς ἔθου καὶ φαρμακείαις. Προλεγόντων γάρ σοι νίκην τῶν αὐτὰ μετιόντων, πρὸς ὄγκον ἀρθεῖσα φρονήμα‐
30τος, ὁμοῦ καὶ τῇ δυνάμει θαῤῥοῦσα, καὶ τὴν ἀρχὴν οὐκ οἰομένη κρείττω φανεῖσθαι τὴν Περσικὴν, ἔφα‐ σκες· Ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἑτέρα, ταῖς ἐκ δαι‐ μόνων μαντείαις, καὶ ταῖς ἐξ ἄστρων θαῤῥήσασα. Καὶ τὴν ἐπὶ δαίμοσιν ἐλπίδα πορνείαν καλεῖ. Ἀπο‐
35στατικὴ γάρ ἐστι Θεοῦ. Πᾶσι γὰρ ἀνθρώποις ἡ πρὸς Θεὸν οἰκείωσις κτὰ φύσιν, ἡ δὲ πρὸς δαίμονας ἀλ‐ λοτρία, τὴν τούτων πρὸς ἀνθρώπους συνουσίαν διὰ γοητείας ἐπαγομένη. Διὸ καὶ Παῦλος τῇ φαρμακείᾳ συνάπτει τὴν εἰδωλολατρείαν λέγων· «Εἰδωλολα‐
40τρεία, φαρμακεία.»
43 Οὐ τοίνυν οὔτε Χαλδαίοις οὔθ’ ἑτέροις τὸ εἰδωλο‐ λατρεῖν συγγνωστὸν, ἀλλ’ ὀλέθριον. Ἔσται οὖν,
45φησὶν, ἡ πορνεία σου εἰς αἰσχύνην, ὅτ’ ἂν ἡ ἐπὶ δαίμοσιν ἐλπὶς διαπέσῃ, ὧν ἡ ἰσχὺς, ἀσθένεια, μήτε προλέγειν ἐχόντων, ὡς ἐγώ σοι ταῦτα, μήτε βοηθεῖν δυναμένων. Ἀντὶ δὲ τοῦ, Γνῶθι ὅτι ἡ σύν‐ εσις τούτων ἔσται, καὶ ἡ πορνεία σοι αἰσχύνη,

2445

(50)

Σύμμαχός φησι· Καὶ ἡ γνῶσίς σου αὕτη ἐξηπά‐ τησέν σε. Σύνεσιν δὲ καλεῖ τὴν σοφίαν τῶν μάν‐ τεων. Διό φησι, Καὶ οὐ μὴ γνῷς ἐκ μαντείας τὸν ἐπερχόμενον ὄλεθρον, ὃν καὶ βόθυνον καλεῖ, τὸ ἄφυκτον τῶν ἐμπεπτωκότων δηλῶν. Παρίστησι δὲ
55Δανιὴλ ὅπως παρὰ Χαλδαίοις διέπρεπον μάγοι τινὲς, καὶ Γαζαρηνοὶ, καὶ φαρμακοὶ, καὶ οἱ τὰ τοιαῦτα
σοφοὶ (οὕτω γὰρ αὐτοὺς ἐκάλουν), οἳ καὶ εὐδοκίμουν2445

2448

παρὰ τῷ βασιλεῖ, ὡς δι’ αὐτῶν κατορθουμένης τῆς βασιλείας, οὕς φησι καταλήψεσθαι τὴν διὰ πυρὸς τιμωρίαν, ἡνίκα πυρίκαυστος καὶ ἡ πόλις γενήσεται, μηδὲ αὐτοῖς βοηθεῖν δυναμένους. Τινὲς δὲ κατ’ εἰρω‐
5νείαν τὸν λόγον πρὸς τὴν Χαλδαίαν ἐδέξαντο. ἔχεις ἄνθρακας πυρὸς, ὅ ἐστι Θερμοὺς ἄνδρας καὶ ζέον‐ τας, τοὺς περὶ ὧν ὁ λόγος, ὅτ’ ἂν ἐπ’ αὐτοῖς καθίσῃς, ὅ ἐστιν ἐπαναπαύσῃ. Αὐτοὶ γὰρ ἔσονταί σοι βοήθεια. Ἤγουν ἄνθρακας, τὰς ἐπιστρεπτικὰς καὶ ὠφελίμους
10τιμωρίας καλεῖ. Ἐπιστραφείσῃ γάρ σοι, φησὶν, ἔσται τὰ τῆς τιμωρίας πρὸς ἀγαθοῦ τῆς παρ’ ἐμοῦ τυγχα‐ νούσης Βοηθείας, εἰ καὶ τὸν πρὸ τοῦ χρόνον εἰς μα‐ ταιοπονίαν ἀνάλωσας. Ταῦτα δὲ φησὶν, ἔσται καὶ καθ’ ἕκαστον τῶν ἀνθρώπων. Δι’ ἑαυτοὺς τὰρ πλα‐
15νηθέντες ἕξουσι τιμωρίαν, ἣν οὐ φεύξῃ μὴ μετανοή‐ σασα. Τὸ δὲ ἐκοπίασας, ἀντὶ τοῦ ἠσθένησας. Με‐ ταβαλοῦσα γὰρ εἰς δαίμονας ἀπὸ Θεοῦ τὴν λατρείαν εὐάλωτος γέγονας. Ἀντὶ δὲ τοῦ· Ἐκοπίασας ἐν τῇ μεταβολῇ σου, καὶ τὰ ἑξῆς· οἱ λοιποί φασιν, Οἱ
20ἔμποροί σου ἀπὸ νεότητός σου. Ἕκαστος εἰς τὸ πέραν ἑαυτοῦ ἐπλανήθησαν, ἐξ ὧν οὐδεὶς εὕ‐ ρηταί σοι σωτήρ. —Διὸ οὐκ ἔστιν ὁ σώζων σε, κατὰ Σύμμαχον. Τινὲς δὲ τὸ, Ἄνθρωπος καθ’ ἑαυτὸν ἐπλανήθη, σοὶ δὲ οὐκ ἔσται σωτηρία, οὕτως ἑρ‐
25μήνευσαν, ὡσεὶ ἔλεγεν· Πολλοὶ τῶν ἀνθρώπων ἀν‐ θρωπίνως ἐπλανήθησαν, συμμέτρως ἀποστάντες Θεοῦ πάθεσιν ὑπενεχθέντες σαρκός· σὺ δὲ εἰς τοῦτο προ‐ έβης ἀνοσιότητος, ὡς μηδένα σοι σωτηρίας τόπον περιλειφθῆναι.
32tΚΕΦΑΛ. ΜΗʹ.
33 α—ιαʹ. Ἀκούσατε ταῦτα, οἶκος Ἰακὼβ, οἱ κε‐ κλημένοις ἐπὶ τῷ ὀνόματι Ἰσραὴλ, καὶ ἐξ Ἰούδα
35ἐξελθόντες. Οἱ ὀμνύοντες τῷ ὀνόματι Κυρίου Θεοῦ Ἰσραήλ. Μιμνησκόμενοι οὐ μετὰ ἀληθείας, οὐδὲ μετὰ δικαιοσύνης, καὶ ἀντεχόμενοι τῷ ὀνό‐ ματι τῆς πόλεως τῆς ἁγίας, καὶ ἐπὶ τῷ Θεῷ Ἰσ‐ ραὴλ ἀντιστηριζόμενοι, κ.τ.λ.
40 Τὰ κατὰ Βαβυλωνίων εἰπὼν, ἐλεγκτικῶς πρὸς Ἰουδαίους φησὶν, ὡς Διὰ τὸ παρ’ ἐμοὶ δίκαιον ἐκεί‐ νους μετέρχομαι, οὐχ ὅτι βοηθείας ὑμεῖς ἄξιοι καθ‐ εστήκατε. Οἶκον γὰρ καλεῖ Ἰακὼβ, ὡς καὶ τῆς τοῦ προπάτορος ἀναξίους ἐπωνυμίας, καὶ ψιλῆς τοῦ Ἰσ‐
45ραὴλ προσηγορίας μετέχοντας, καὶ σπέρματος Ἰού‐ δα σωματικοῦ. Τοῦτο γὰρ ἐξ ὕδατος. Ὡς βασι‐ λικῷ δὲ γένει τὸν Ἰούδαν ἐπέγραψεν. Ὥσπερ δὲ ψευδῶς ἐλέγοντο ταῦτα τῶν ὀνομάτων ὅντες ἀνάξιοι, οὔτως ὀμνύντες καὶ μεμνημένοι τοῦ Θεοῦ Ἰσραὴλ,

2448

(50)

τοῖς χείλεσιν αὐτὸν ἐτίμων, ἀφεστηκότες αὐτοῦ τῇ καρδίᾳ, καὶ μάτην ἐδόκουν ἐπὶ Κυρίῳ στηρίζεσθαι, ἀντεχόμενοι πόλεως ἀνακειμένης αὐτῷ. Μετὰ γὰρ τὸν Ἐζεκίαν, Μανασσῆς αὐτοὺς εἰς πᾶσαν ἀσέβειαν ἔτρεψεν, καὶ ἐν αὐτῷ καθίδρυσεν ἄγαλμα τῷ θείῳ
55ναῷ. Διό φησι πρὸς αὐτούς· «Τί ἡ ἠγαπημένη ἐν2447

2449

τῷ οἴκῳ μου ἐποίησε βδέλυγμα;» πολλαῖς τε προ‐ φητείαις ὠνείδισεν αὐτοῖς τὴν ἀσέβειαν. Διὸ πλεί‐ σταις αὐτοὺς πρὸς εὐσέβειαν ἀνακαλεῖ παρακλήσε‐ σιν. Καὶ ὁ Σωτὴρ δὲ αὐτοὺς ἐπὶ σωματικῇ συγγενείᾳ
5φρονοῦντας ἐξήλεγχε, λέγων· «Εἰ τέκνα τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε ἄν.» Καὶ νῦν δὲ συνεχῶς αὐτοὺς ἐκ τῶν πατέρων καλεῖ, τῆς ἐκείνων ἄγων εὐσεβείας εἰς μνήμην, ὡς ἂν ἀπωλείας μὴ ἑαυτοῖς τε καὶ τῇ πόλεις παραίτιοι γένωνται. Θεὸν δὲ
10δείκνυσιν αὐτὸν προθεσπίζοντα, οὐκ ἐπιδεικτικῶς, ἀλλ’ ὠφελῶν, ἵνα μὴ τοῖς εἰδώλοις ἐπιγράφωσι τὰ συμβαίνοντα, καὶ ὡς ἂν προγνόντες μετανοήσωσιν· ἠδύνατο γὰρ καὶ σιωπῶν τιμωρήσασθαι Βαβυλωνίους. Καὶ τῷ Φαραὼ γὰρ προλέγων ἐπέφερεν· «Ἵνα γνῷ τὸν
15ἐπάγοντα.» Γνῶτε οὖν, ὦ ἄπιστοι, φησὶν, ὡς ὅσα διὰ τῶν πρόσθεν ἐθέσπισα προφητῶν, ὡς εἰς ἀκοὰς πολ‐ λὰς τοὺς λόγους ἐλθεῖν, εἰς ἔργον ἐξέβη. Θεοῦ γὰρ μόνον τὸ προλέγειν· καὶ μάτην ὁ Μανασσῆς διὰ μαντείας εἰδέναι σπουδάζει τὰ μέλλοντα· ἃ δὲ προ‐
20έφην, φησὶν, εἰ καὶ μὴ προσέδοκας, ἀλλ’ οὖν ἐξάπινα γέγονεν.
25 Πρότερα δέ τινες τὴν αἰχμαλωσίαν εἰρήκασι, μεθ’ ἥν ἐστι τὰ τῇ Βαβυλωνίᾳ συμβάντα δεινά. Ὡς ἀκαμπεῖ δὲ, φησὶ, καὶ ἀναισχύντῳ προεῖπον, καίπερ εἰδὼς, ὡς καὶ οὕτως εἰδώλοις τὴν τῶν συμβησομέ‐ νων Βαβυλωνίοις ἐπιγράψει αἰτίαν. Ἐπεὶ, καὶ τῆς
30Ἱερουσαλὴμ ἁλούσης, αἱ περιλειφθεῖσαι γυναῖκες, κωλύοντος Ἱερεμίου κατελθεῖν εἰς τὴν Αἴγυπτον, ἀνθυπέφερον· Ἐπειδὴ διελίπομεν θύουσαι τῇ βασι‐ λίσσῃ τοῦ οὐρανοῦ, ἐπῆλθεν ἐφ’ ἡμᾶς πάντα τὰ κακὰ ταῦτα. Διὸ καὶ δυσχεραίνων Ἱερεμίας φησί· «Κύ‐
35ριε, οἱ ὀφθαλμοί σου εἰς πίστιν. Ἐμαστίγωσας αὐ‐ τοὺς, καὶ οὐκ ἐπόνησαν. Συνετέλεσας αὐτοὺς, καὶ οὐκ ἐθέλησαν δέξασθαι παιδείαν.» Ἰδοὺ τοίνυν, καίπερ ὄντι τοιούτῳ, φιλάνθρωπος ὢν, προλέγω τὰ συμβη‐ σόμενα τοῖς μέλλουσί τε καταπολεμῆσαι Χαλδαίοις,
40ὡς ἂν τότε βοηθὸν τὸν προειπόντα καλέσεις. Μὴ οὖν ἀπάτας αὐτὸν λέγων, ὡς καὶ πρὸ τῆς ἐμῆς προφητείας εἴδωλά σοι ἐνετείλατο, τοῦτ’ ἔστιν ἠπεί‐ λησαν, ἢ προαπήγγειλαν, ὡς αὐτά σε κακώσει. Διὰ ταῦτα γὰρ πείσει κακῶς, ὅτιπερ ἀποστὰς ἐμοῦ
45προσετέθης αὐτοῖς. Πλὴν οὐδέν σε τὸ προλέγειν ὀνή‐ σειεν. Οὐ γνώσῃ γὰρ, τοῦτ’ ἔστιν, οὐ γενήσῃ σοφὸς τῇ πρὸς τὸ κρεῖττον μεταβολῇ, μὴ περιμένων τῶν σοι προαπειλουμένων τὸ τέλος. Ἀκουστά σοι τοι‐ γαροῦν ἐποίησα τὰ καινά. Καινὰ. γὰρ ἦν, πρὸ τοῦ

2449

(50)

γενέσθαι λεγόμενα. Πάσχων τοίνυν μὴ λέξῃς, ὡς Πρὶν παθεῖν οὐκ ἀκήκοα, ἤγουν, ὅτι Προέγνων μὲν, ἀλλ’ ἐξ εἰδώλων μαθών. Οὐ γὰρ ἔγνως οὐδὲν πρὶν ἐμὲ λέγειν αὐτά· οὐ γὰρ πεποίηκά σοι τοῦτο παρ’ ἑτέρου γνωστόν. Ἰδοὺ δέ σε καλῶ καὶ πρὶν
55ἀπειθῆσαι παράνομον. Δι’ αὐτὸ γάρ σε καὶ φθάσει2449

2452

(4)

Οὐκοῦν διὰ φιλανθρωπίαν τῶν σοὶ συμβησομένων
5ἡ πρόῤῥησις. Καὶ παραδιδούς σε γὰρ, ἐπ’ ὠφελείᾳ παρέδωκα, οὐχ ὡς ἄν τις ἀνὴρ πρὸς ἴδιον κέρδος ὁρῶν. Παιδεύει γὰρ ἔσθ’ ὅτε πάθος, ὃν οὐκ ἐπαίδευσε λόγος. Δι’ ὅσοι καὶ τῶν πολεμίων τὰς συμφορὰς προηγόρευσα, πανταχόθεν ἐπιστρέφων, ἀπειλῆς,
10καὶ φόβῳ, καὶ πάθους πείρᾳ, καὶ δυνάμει προαγο‐ ρεύσεως, τῇ περὶ σὲ φιλανθρωπίᾳ σέ τε πάλιν ἐλευ‐ θερῶν, καὶ τοὺς ἐχθροὺς τιμωρούμενος, καὶ, ὅτι τὴν ἐμὴν ἐβλασφήμουν θεότητα, τὴν καθ’ ὑμῶν νί‐ κην τοῖς ἰδίοις θεοῖς ἐπιγράφοντες, τὴν τοῦ ὄντος
15τοῖς οὐκ οὖσι χαριζόμενοι δόξαν. Κάμινον δὲ πτω‐ χείας, τὸν τόπον τῆς δουλείας ἐκάλεσεν, ἐν ᾧ τοῖς δουλεύουσιν καὶ πτωχεύειν ἀνάγκη. Δι’ ὧν δὲ λέγει, δείκνυσι τὸν Ἰσραὴλ ἑαυτὸν πεπρακότα, ἀντ’ ἀρ‐ γυρίου. τὰς ἑαυτοῦ προέμενον ἁμαρτίας. Οὐ δι’ ἐμὴν
20γὰρ ὑπομένεις ἀσθένειαν τοῦ τὰ ἐν Αἰγύπτῳ πρὸς τὴν σὴν ἐλευθερίαν δραματουργήσαντος. Πῶς δὲ λέγει πεποιηκέναι, καθά φασί τινες, καινὰ, τοῦ Ἐκκλη‐ σιασ[τικ]οῦ λέγοντος, Καὶ οὐδὲν καινόν; Τὸ Χριστοῦ τοίνυν λέγει μυστήριον μεῖζον τῆς ὁρωμένης ὑπάρ‐
25χον κτίσεως, ὃ καὶ ἀποκεκρυμμένον ὁ Παῦλος καλεῖ. Διό φησιν, Οὔτε ἐξ ἀρχῆς ἤνοιξά σου τὰ ὦτα. Τῶν γὰρ ἀποστόλων Χριστὸς ἤνοιξε τὰ ὦτα πρὸς τὸ καὶ συνιέναι τὰς Γραφάς. Ἀνοίγεται δὲ τὰ ὦτα, ὅτε καὶ νοῦς. Οὐ γὰρ μάτην ἀκούει. Ἔγνων γὰρ, φησὶν, ὅτι
30ἀθετήσεις, διὸ καὶ ἔκρυψα, καὶ ἄνομος ἐκ κοιλίας κληθήσῃ· δηλαδὴ, τῇ προγνώσει. Οὕτως ἀπηλλο‐ τριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας. Ἔπαθες δ’ ἂν καὶ πανωλεθρίαν, ἀνθ’ ὧν μου τὴν δόξαν ἀνέθηκας δαίμοσιν, εἰ μὴ δι’ αὐτήν μου τὴν δόξαν φανησομέ‐
35νην ἐπὶ σωτηρίᾳ τοῦ κόσμου.
41 ιβ—κβʹ. Ἄκουέ μου, Ἰακὼβ, καὶ Ἰσραὴλ, ὃν ἐγὼ καλῶ. Ἐγώ εἰμι πρῶτος, καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα. Καὶ ἡ χείρ μου ἐθεμελίωσε γῆν, καὶ ἡ δεξιά μου ἐστερέωσε τὸν οὐρανόν. Καλέσω
45αὐτοὺς, καὶ στήσονται ἅμα, καὶ συναχθήσονται πάντες, καὶ ἀκούσονται, κ.τ.λ. Τὰς πρῶτα τοῖς διαβεβλημένοις εἰπὼν, ἐνταῦθα τοῖς κατορθοῦσιν ἐξ Ἰσραὴλ διαλέγεται. Διὸ πρόσ‐ κειται τὸ, ὃν ἐκάλεσα. Ἀν’ οὗ Σύμμαχος μὲν,

2452

(50)

κλητός μου, Ἀκύλας δὲ, κλητέ μου, φασίν. Ἦσαν γὰρ ἐξ ἐκείνου πολλοὶ κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί. Πλὴν οὐκ ἐκλεκτοὶ, πρὸς οὓ ὁ λόγος, ἀλλὰ κλητοί. Ὑπομιμνήσκει δὲ αὐτοὺς καὶ τῆς ἑαυτοῦ θεολογίας,
ἄναρχον ἑαυτὸν λέγων. Τὸ γὰρ τοῦ πρώτου πρεσβύ‐2451

2453

τερον, καὶ ἀτελεύτητον ἀκολούθως. Οὗ γὰρ οὐκ ἔστιν ἀρχὴ, οὐδὲ τέλος.
5 Ὅπερ οἱ λοιποὶ δηλοῦντες ἐξέδωκαν, Ἐγὼ πρῶτος, καὶ ἐγὼ ἔσχατος. Εἴρηται δέ που περὶ τοῦ Μονογε‐ νοῦς, ὅτι «Αὐτός ἐστιν ὁ πρῶτος καὶ ὁ ἔσχατος.» Ὃ διεσάφησεν εἰπὼν, Ἔζων καὶ ἐγενόμην νεκρός. Ἀρχὴ γάρ ἐστι ζωῆς ὁ αὐτὸς, καὶ ἔσχατος, ἐπεὶ
10ἐκένωσεν ἑαυτὸν μορφὴν δούλου λαβών. Ἅμα δὲ καὶ εἰς ἀνάμνησιν αὐτοὺς ἀναφέρει τῆς δοθείσης αὐ‐ τοῖς τιμῆς τε καὶ δόξης. Πρὸς οἰκειότητα γὰρ τὴν αὑτοῦ κέκληκεν αὐτοὺς ἐκ πάντων τῶν ἐθνῶν, κατὰ τὸ, «Ὅτε διεμέριζεν ὁ Ὕψιστος ἔθνη.» καὶ τὰ ἑξῆς.
15Καὶ πάλιν· «Καί σε ἐξελέξατο Κύριος ἐκ πάντων τῶν ἐθνῶν εἶναι αὐτοῦ λαόν.» Ἐχρῆν οὖν αὐτὸν μὴ ἀποστῆναι Θεοῦ καὶ προστεθῆναι δαίμοσι καὶ λα‐ τρεύειν τῇ κτίσει παρὰ τὸν Κτίσαντα. Πλὴν καὶ οὕ‐ τως οἰκτείρων αὐτοὺς καλεῖ πρὸς εὐπάθειαν τὸ,
20Ἄκουέ μου, βοῶν· νῦν γοῦν ἀξιῶν πεισθῆναι, καὶ τῶν ἐξ αὐτοῦ βεβαίως τυχεῖν δωρεῶν. Κατὰ γὰρ τὸν Παῦλον, ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρό‐ νον, πάλιν ἐσχήκασι χρείαν τοῦ διδάσκοντος αὐτοὺς τίνα τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ Θεοῦ.
25Τὸ δὲ ἀΐδιον, καὶ ὄντως ὂν, παρίστησι τὸ, Ἐγώ εἰμι, συμφώνως τῳ· «Ἐγώ εἰμι ὁ ὢν,» ὡς τὴν φύσιν, οὕτω καὶ τὸ ἦθος ἀκίνητον εἶναι δηλῶν. Ὁ αὐτὸς γὰρ ὢν, ἐξ ἀγαθότητος ἔχω τὸ γνώρισμα. δι’ ἢν καὶ πάντα πρὸς τὸ εἶναι παρήγαγον, ἀντιδιαστέλλων
30πρὸς τοὺς οὐκ ὄντας θεοὺς, περὶ ὧν λέγεται· «Θεοὶ οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέ‐ σθωσαν.» Ἐπειδὴ δὲ ἐπάγει, Ἡ χείρ μου ἐθεμε‐ λίωσε τὴν γῆν, τοῦ Πατέρος τινὲς τὸ πρόσωπον ἔφασαν, οὗ χεὶρ ὁ Μονογενὴς ἐν ταῖς Γραφαῖς ὀνομά‐
35ζεται· Μωσῆς γάρ φησιν· «Ἡ δεξιά σου χεὶρ, Κύ‐ ριε, δεδόξασται ἐν ἰσχύϊ,» καὶ τὰ ἑξῆς. Καὶ ὁ Δαβίδ· «Κραταιωθήτω ἡ χείρ σου. Ὑψωθήτω ἡ δεξιά σου,» οὕτω λεγόμενος ὡς πληρωτὴς τῶν τοῦ Πατέρος ἐν‐ νοιῶν, ὡς εἶναι κυρίως σοφίαν αὐτὸν τοῦ Θεοῦ, σα‐
40φηνίζουσαν τὰς πατρικὰς ἐννοίας ἐν τοῖς ὑπ’ αὐ‐ τοῦ γινομένοις ἔργοις. Διὸ λέγεται ἐν Παροι‐ μίαις· Ὁ Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν.
45 Οὐχ ὡς μέρος οὖν ἡ χεὶρ, ἀλλ’ ὡς τελεία, δι’ ἧς αὐτὸς ἐργάζεται, ἡ ἐξ αὐτοῦ δύναμις, ἐγγυτάτη οὖσα αὐτῷ. Πῶς οὖν, φησὶ, λατρεύεις τῇ κτίσει παρὰ τὸν Κτίσαντα; Τὸ γὰρ ποιηθὲν τὴν τοῦ ποιή‐ σαντος ἀμέτρως ὑποκάθηται δόξαν, ὡς ἀσεβεῖν τὸν

2453

(50)

τῇ προσκυνήσει πρὸς ἴσην ἄγοντα τοῦτο τῷ πεποιη‐ κότι τιμήν. Ἡ δεξιὰ τοίνυν μου, φησὶν, τὸν οὐρα‐ νὸν ἐστερέωσεν, ἢ, τοὺς οὐρανοὺς, κατὰ τοὺς ἄλ‐ λους ἑρμηνέας, δηλαδὴ τὰς οὐρανίους δυνάμεις, περὶ ὧν ἐπιφέρει· Καλέσω αὐτοὺ, καὶ στήσονται
55ἅμα. Πειθαρχοῦσι γὰρ ὡς ἂν Δεσπότῃ ἑστᾶσί τε2453

2456

συνερχόμεναι τῶν λόγων αὐτοῦ πρὸς ἀκρόασιν. Σύμφωνον τῷ κατ’ ἀρχάς· «Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ, ὅτι Κύριος ἐλάλησεν.» Εἰ δὲ δυνάμεις αἱ κρείττους οὕτω σὺν εὐλαβείᾳ τῷ πεποιηκότι πει‐
5θήνιοι, ἡμεῖς ὄντες ἄνθρωποι πῶς οὐ μᾶλλον τὸν θεῖον ἀναλήψεσθε φόβον; Ἀντὶ δὲ τοῦ, τίς αὐτοῖς ἀνήγγειλεν ταῦτα, ὁ Σύμμαχος ἔφησεν, τίς αὐτοῖς ἀπήγγειλεν ταῦτα; Ὃν Κύριος ἀγαπήσει, ποιήσει τὸ θέλημα αὐτοῦ. Ὁ δὲ Ἀκύλας, τίς ἐν ἀνθρώποις
10ἀπήγγειλεν ταῦτα; Κύριος ἠγάπησεν αὐτόν. Ὅτι γὰρ, φησὶν, αἱ τῶν οὐρανῶν δυνάμεις καλούμε‐ ναι πρὸς τὴν τῶν αὐτοῦ λόγων ἀκρόασιν ὑπακούουσι παριστάμεναι, αὐτὸς ἀπήγγειλε Κύριος, καὶ διὰ τὴν ἀγάπην τὴν πρὸς σὲ φανερόν σοι πεποίηκεν.
15Ἤγουν κατὰ τὸν Ἀκύλαν καὶ Σύμμαχον, Ὁ ἀγαπη‐ τὸς τοῦ Πατέρος καὶ Μονογενὴς, αὐτὸς ἀπήγγειλεν ἀνθρώποις, ὃς καὶ τὸ θέλημα τοῦ Πατέρος ἐνεργή‐ σει, τὰ προλεχθέντα κατὰ Βαβυλῶνος ἐπάξων, ὅτε καὶ τὴν ἐλευθερίαν καὶ τὴν ἐπάνοδον ἐργάσεται τοῦ
20λαοῦ. Τινὲς δὲ τὸ, Καλέσω αὐτοὺς, καὶ στήσονται ἅμα, περὶ τῶν ἐξ Ἰσραὴλ εἰρῆσθαί φασιν. Ὡς ἡδέως ἂν ἐπυθόμην συνηγμένων αὐτῶν, τίς ἄλλο αὐτοῖς Θεὸς τὴν ἐκ τοῦ πολέμου προμεμήνυκε συμφορὰν, ὡς ἐγὼ διὰ τῶν προφητῶν μου τὰ κατὰ μέρος ἐδή‐
25λωσα· καὶ τῶν ἐμῶν καταφρονήσαντες λόγων, τὴν τῶν κακῶν ἀνεμείνατε πεῖραν. Τίς οὖν ὑμῖν ἡ ὄνησις τῆς ἐκ δαιμόνων μαντείας οὐδὲν προεγνωκυίας τῶν ὕστερον;
31 Τινὲς δέ φασι, τοὺς μέγα φρονοῦντας τῶν ἐθνικῶν παρεῖναι προτρέπεται, καὶ πρὸς νοῦν ἐκλαβεῖν, ὡς οὐδεὶς αὐτοῖς τὰ μετὰ χρόνους ἐσόμενα προὔλεγεν. Αὐτὸς δὲ ἦν ὁ Θεὸς ὁ καὶ προλέγων τὰ δυσχερῆ, καὶ
35μετατιθεμένων ἀνακαλούμενος. Διὸ καὶ προὔλεγεν ἐπιστρέφων τῷ φόβῳ. Εἶτα δείκνυσιν, ὡς οὐ μνησι‐ κακῶν αὐτοῖς, ἀγαπῶν δὲ τοὐναντίον ἅπερ ἤθελον, ἔπραξε. Τοὺς γὰρ Χαλδαίους θλίβοντάς τε καὶ ἐπι‐ τιθεμένους αὐτοῖς, τὸν Θεὸν ἠβούλοντο διαφθεῖραι,
40ὃ δὴ καὶ πεποίηκεν, οὐκ ἀνταποδιδοὺς ὡς δικαίοις, δι’ ἀγαθότητα δὲ χαρισάμενος, καίπερ ἡμαρτηκότας ἀγαπῶν. Διὸ καὶ πρὶν παθεῖν ὑμᾶς, προεῖπον ἐκεί‐ νων τὴν ἔφοδον, ἵνα μετανοήσαντες ἄπρακτον ταύτην ποιήσητε. Οὓς μὴ πειθομένων, εὐώδωσα καθ’
45ὑμῶν, παιδεύων ὑμᾶς ἀμετανόητα πλημμελήσαντας. Τινὲς δὲ τὸν Κῦρον εὐωδῶσθαι κατὰ Χαλδαίων εἰρή‐ κασι φειδοῖ τῶν Ἑβραίων, καθ’ ὧν ἐπεδείξαντο τὴν ὠμότητα. Ταῦτα μὲν οὖν κτὰ καιρὸν ποιήσω τὸν μέλλοντα. Ὑμεῖς δὲ ταῦτα μεμαθηκότες οὐκ ἐν

2456

(50)

κρυφῇ λαλούμενα, σὺν πολλῇ δὲ τῇ παῤῥησίᾳ, ἥκετε πρός με σπεύδοντες· καὶ γὰρ ὅτε ταῦτα ὁ Πατὴρ ἐβουλεύετο παρ’ αὐτῷ ἡμῖν. Καὶ νῦν δὲ αὐ‐ τὸς ὁ Πατὴρ, καὶ τὸ Πνεῦμα τῆς ἁγιωσύνης αὐτοῦ πρὸς κατόρθωσίν με τῶν ὑπ’ αὐτοῦ διωρισμένων
55ἀπέστειλεν. Πῶς δὲ οὐκ ἐν κρυφῇ προαπήγγειλε,2455

2457

διὰ τῶν προφητῶν εἰπὼν ἐναργῶς·» Ὅτω λέγει Κύριος τῷ χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς δε‐ ξιᾶς,» καὶ τὰ ἐξῆς· Καὶ οὐκ αὐτοῦ ἦν ἔργον τῆς Βαβυλῶνος ἡ αἴρεσις, ἀλλὰ τῆς ἐμῆς ἀντιλήψεως.
5Μεταξὺ δὲ, φασὶν, ἐστὶ τοῦ Κύρου φωνὴ, τὸ, Κύ‐ ριος ἀπέσταλκέ με καὶ τὸ Πνεῦμα αὐτοῦ.
11 Τὸ δὲ, Καὶ νῦν, δηλοῖ ὡς εἰ καὶ μή τι τῶν συμβε‐ βηκότων προαπηγγέλθη παρὰ Θεοῦ, ἀλλ’ ἰδοὺ νῦν καὶ Κῦρος αὐτὸς ὡμολόγηκεν ὑπὸ Θεοῦ συνηργῆσθαι τῶν ὅλων. Ταῦτα γὰρ εἰρῆσθαι περὶ αὐτοῦ παρὰ
15τῶν αἰχμαλώτων μαθὼν, ἀναγνούς τε τὴν προφη‐ τείαν, γράμματι χρῆται βασιλικῷ ἐν Ἔσδρᾳ κειμέ‐ νω, καὶ λέγοντι· «Τάδε λέγει ὁ βασιλεὺς Περσῶν Κῦρος· Ἐμὲ ἀνέδειξε βασιλέα τῆς οἰκουμένης ὁ Κύριος τοῦ Ἰσραὴλ ὕψιστος,» καὶ τὰ ἑξῆς. Τινὲς
20δὲ τὸ, Κύριος ἀπέσταλκέ με, καὶ τὸ Πνεῦμα αὐ‐ τοῦ, ἀπὸ προσώπου τοῦ προφήτου λελέχθαι φασιν, Ὅτι καὶ πρώην ὑμῖν οὐκ ἐν γωνίᾳ λελάληκα, καὶ νῦν οὐδὲν ἧττον ἐκ Θεοῦ πεμφθεὶς ἥκω πρὸς ὑμετέ‐ ραν ὠφέλειαν, περὶ τῶν αὐτῶν πολλάκις λαλῶν, Θεοῦ
25μὲν πέμποντος, ὑπηχοῦντος δὲ τοῦ Πνεύματος τοῦ ἁγίου. Ἄκουε τοίνυν, ὦ Ἰσραὴλ, ἅ σε διδάσκει ὁ ῥυσάμενός σε Κύριος. Μέμνητο τοῦ Θεοῦ σου, Ταῦτα γάρ σοί φημι ὑπὲρ τοῦ εὑρεῖν ὁδὸν σωτη‐ ρίας, ὃς εἰ καὶ τὴν ἀρχὴν ἐπείσθης, ἀπείρατος ἦσθα
30κακῶν. Ἐπλήθυες δ’ ἂν ἐν εἰρήνῃ καὶ δικαιοσύνῃ τῶν ἐντεῦθεν καλῶν ποταμηδόν σοι ῥεόντων καὶ ἄλλων ἐπ’ ἄλλοις, ὡς κυμάτων θαλάττης. Ἤγουν, ἀνανταγώνιστον εἶχες δύναμιν, ὡς ποταμοί τε καὶ θάλατται. Ἦν δ’ ἄν σου καὶ τὸ σπέρμα, φησὶν, ἀνα‐
35ρίθμητον, πολεμίων ἐφόδοις οὐ δαπανώμενον. Τὸ δὲ χοῦς τῆς γῆς, κέγχροι γῆς ἐξέδωκαν οἱ λοιποί. Σωματικὰ δὲ λέγεται πρὸς σωματικούς. Ἀξίως δὲ Θεοῦ νοοῖτο σπέρμα Ἰσραὴλ, περὶ οὗ τὸ ῥηθέν· «Εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα,
40ὡς Σόδομα ἂν ἐγενήθημεν,» δηλοῦντος τοὺς ἐξ Ἰουδαίων πιστεύσαντας. Πατέρες γὰρ τῶν ἄλλων ἐγένοντο τοὺς προσιόντας ἀναγεννήσαντες οἳ οὐκ ἐξ αἱμάτων, ἀλλ’ ἐκ Θεοῦ ἐγεννήθησαν. Εὔλογον οὖν ἀλληγορεῖν. Σωματικῶς γὰρ Ἰουδαῖοι καὶ
45παραβαίνοντες τὰς ἐντολὰς ἐπληθύνθησαν, ὡς τὸ ῥητὸν μᾶλλον ἁρμόσαι τῷ νοητῷ μεθ’ ὑποστολῆς λέγων, εἰ τὰς ἐντολὰς ἐτήρησαν τῶνδε τυχεῖν. Οὐδὲν γὰρ μέγα τὸ σωματικῶς σκωλήκων δίκην πληθύειν.
53 Τινὲς δὲ τὸ, Δέδειχά σοι τοῦ εὑρεῖν σε τὴν ὁδὸν εἰρῆσθαί φασιν, ὡς τῶν ἐξ Ἰσραὴλ λεγόντων· Πῶς
55ὑπὸ σὲ τελοῦντες τοιαῦτα πεπόνθαμεν οἱ πάλαι ῥυ‐ σθέντες ἐκ Φαραὼ διὰ τῆς σῆς ἀμάχου ῥοπῆς;
Ἔδειξά σοι γὰρ, φησὶν, ὁδὸν σωτηρίας, τὸν νόμον·2457

2460

ὃν εἴπερ ἤθελες εὖ πράττειν, ἐφύλαττες. Νῦν δὲ παραβὰς, καὶ πρὸς εἰδωλολατρείαν τραπεὶς, παρ‐ εδόθης ἐχθροῖς· καὶ οὐδὲ οὕτω παγγενεὶ δι’ ἐμὴν φιλανθρωπίαν ἐξωλοθρεύθητε. Τετήρηται γὰρ παν‐
5ταχοῦ τὸ κατάλειμμα τῷ Ἰσραήλ. Διό σοι καὶ νῦν ἐκ Βαβυλῶνος ἐξιέναι φημὶ, μὴ σὺν φόβῳ καὶ ὑπτίως, σπουδῇ δὲ κεχρημένῳ πολλῇ, καὶ φωνὴν εὐφροσύνης βοῶντι. Ὡς γὰρ ἡ ἐξ αἰγύπτου γέγονεν ἔξοδος πᾶσι τοῖς ἔθνεσιν ἐμφανὴς (Φαραὼ μὲν ἀνθ‐
10ισταμένου, πληττομένων δὲ τῶν Αἰγυπτίων, πρὸς ὅν φησιν· Εἰς τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου), οὕτως ἐχρῆν μηδὲ τὴν ἐκ Βα‐ βυλῶνος λύτρωσιν γενέσθαι σιγῇ, δοξολογεῖν δὲ τὸν λυτρωτήν. «Φωνὴ γὰρ ἀγαλλιάσεως καὶ σωτηρίας
15ἐν σκηναῖς δικαίων.» Ἐχρῆν γὰρ ἐν διηγήσεως τρόπῳ δοξολογεῖν κατὰ τὸν μέγαν Δαβίδ· «Εὐδόκη‐ σας, Κύριε, τὴν γῆν σου, ἐπέστρεψας τὴν αἰχμαλω‐ σίαν Ἰακώβ. Ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου, ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν.» Ἑαυτὸν δὲ
20δεικνὺς ἐκεῖνον ὄντα τὸν Δι’ ἐρήμου πάλαι διαγα‐ γόντα τὸν Ἰσραὴλ, φησὶν, ὡς Εἰ πάλιν ἐδεήθης σχι‐ ζομένης πέτρας πρὸς ὕδατος χορηγίαν, ἦν ἄν σοι καὶ τοῦτο εἰς τὴν Ἰουδαίαν βαδίζοντι. Μὴ γενόμενον δὲ καθ’ ἱστορίαν, οὕτω τινὲς ἠλληγόρησαν. Τοῖς
25αἰχμαλωσίας ἠλευθερωμένοις τῆς νοητῆς περὶ ὧν ἔλεγεν ὁ Χριστὸς, Εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρύξαι αἰχμαλώτοις ἄφεσιν, τὸ λογικὸν νάμα τῆς ἀληθινῆς ἐκδίδοται πέτρας. Ἡ δὲ πέτρα ἦν ὁ Χριστὸς, κατὰ τὸν Ἀπόστολον, ὃς καί φησιν· «Ὃς
30ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος.» Ὡς ἂν δὲ μὴ νομίσωσιν οἱ ἐν αὐτοῖς ἀσεβεῖς καὶ δι’ αὐτοὺς γεγονέναι τῆς ἀφέσεως τὴν ὑπόσχεσιν, καὶ τὴν ἐξ αὐτῆς εὐφροσύνην, τούτων αὐτοὺς ἀλλοτρίους ἀπ‐
35έφηνεν.
38 Τινὲς δὲ ἀσεβεῖς τοὺς Βαβυλωνίους εἰρῆσθαί φα̣σ̣ιν, οἳ παραδοθέντες κολάσει χαίρειν οὐκ εἶχον, τῶν
40λελυτρωμένων χαιρόντων. Τινὲς δέ φασιν, ἵνα μὴ διὰ τὴν τῶν ῥηθέντων ἡδονὴν ὑπτιάσαντες ῥᾳθυμήσω‐ σιν, ὡς πάντως αὐτῶν τευξόμενοι, κἂν ἀσεβεῖς ὦσιν, ἅπαξ εἰρηκότος Θεοῦ, φόβον αὐτοῖς ὑπὲρ ἀσφαλείας ἐπήρτησεν. Καὶ πῶς γὰρ ἄν τις εὐφραίνοιτο τοῦ
45τῆς χαρᾶς στερηθεὶς χορηγοῦ; Αἱ γὰρ ἐπαγγελίαι τοῖς φυλάττουσι βέβαιοι. Τοῦ Θεοῦ γὰρ ἡ πρόγνωσις ἐξ ἀνάγκης ἀρετὴν οὐ ποιεῖ. Ἰδοὺ γὰρ προέγνω τὸν Ἰακὼβ ἀγαθὸν γενησόμενον. Καὶ γέγονεν δι’ ἑαυτὸν ἀγαθὸς, οὐχ ὅτι προέγνωστο. Διὸ καὶ εὐλογῆται.

2460

(50)

Δεῖ οὖν μὴ ῥᾳθυμεῖν, Θεοῦ τὸ μέλλον προλέγοντος. Τὸ δὲ, Ἔξελθε ἐκ Βαβυλῶνος, καὶ τόπον καὶ τρόπον ἀμείβειν παρακελεύεται μηδὲν ἐπαγομένους ἦθος Χαλδαϊκὸν, οἰωνισμοῦ τε καὶ μαντείας, καὶ πάσης εἰδώλων καθαρεύοντας πλάνης. Τοῦτο δὲ καὶ ἐπὶ
55πάντων ἁρμόσειε τῶν ἐθνῶν. Τινὲς δὲ τὸ, προσαγά‐2459

2461

γετε πρός με καὶ ἀκούσατε ταῦτα, Χριστοῦ πρόσ‐ ωπον τὸ λέγον εἶναί φασιν, ὡς ἂν αὐτοῖς τὴν δι’ ἑαυ‐ τοῦ σωτηρίαν δηλώσειεν. Καὶ τὸ, Οὐκ ἀπ’ ἀρχῆς ἐν κρυφῇ λελάληκα; Μὴ οὐκ ἐκ παλαιοῦ, φησὶ,
5προεῖπον ἐπικεκαλυμμένως ταῦτα διὰ προφητῶν ἀπὸ τοῦ καιροῦ γενέσθαι; αὐτὸ, ἐκεῖ εἰμι, πρινὴ γενέσθαι τὴν ἑαυτοῦ παρουσίαν ὁρατῶς, γεγονέναι λέγει ταύτην παρὰ Θεῷ κατὰ τὸν προορισμὸν πρὸ καταβολῆς κόσμου. Καὶ νῦν Κύριος ἀπέσταλκέ
10με, καὶ τὸ Πνεῦμα αὐτοῦ. Τὸ γὰρ ἀεὶ παρὰ Θεῷ, τοῦτο νῦν ὁρατῶς ἐν κόσμῳ γίνεται. Κατὰ δὲ τὸ ἀνθρώπινον ἡ ἀποστολή. Θεὸς γὰρ ἀεὶ πάρεστι πᾶσιν. Ἀπεστάλθαι δὲ καὶ παρὰ τοῦ Πνεύματος λέγεται, καθὸ ἐκ Πνεύματος ἁγίου γεννᾶται. Τινὲς
15δὲ τοῦ αὐτοῦ προσώπου φασὶ τό· Ἡ χείρ μου ἐθεμελίωσε τὴν γῆν, καὶ ἡ δεξιά μου τὸν οὐρα‐ νὸν ἐστερέωσεν. Καὶ τὸ, Νῦν Κύριος ἀπέσταλκέ με καὶ τὸ Πνεῦμα αὐτοῦ, ὅπερ δημιουργὸν τὸν ἐπὶ γῆς ἐλθόντα παρίστησιν.
24tΚΕΦΑΛ. ΜΘʹ.
25 α—ιγʹ. Ἀκούσατέ μου, νῆσοι, καὶ προσέχετε, ἔθνη. Διὰ χρόνου πολλοῦ στήσεται, λέγει Κύριος. Ἐκ κοιλίας μητρός μου ἐκάλεσε τὸ ὄνομά μου, καὶ ἔθηκε τὸ στόμα μου, ὡς μάχαιραν ὀξεῖαν, καὶ ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ ἔκρυψέ
30με. Ἔθηκέ με ὡσεὶ βέλος ἐκλεκτὸν, καὶ ἐν τῇ φαρέτρᾳ αὐτοῦ ἔκρυψέ με, καὶ εἶπέ μοι· Δοῦλός μου εἶ σὺ Ἰσραὴλ, καὶ ἐν σοὶ ἐνδοξασθήσο‐ μαι, κ.τ.λ. Τὰ κατάλληλα τοῖς Ἰουδαίοις εἰπὼν, ἐπὶ τὴν τῶν
35ἐθνῶν αὖθις μετέρχεται κλῆσιν, καὶ τοῦ Σωτῆρος τὴν ἐπιφάνειαν. Διὸ τὰς Ἐκκλησίας ἀνακαλεῖται νήσους εἰπὼν, ὡς ἀλμυροῖς τοῦ βίου καὶ τῶν πει‐ ρασμῶν περικλυζομένας τοῖς κύμασι. Τίνων δὲ αἱ νῆσοι δηλῶν ἐπιφέρει καὶ, Προσέχετε ἔθνη,
40μήποτε νομισθῇ πρὸς Ἰουδαίους ὁ λόγος. Καὶ ὁ μέ‐ γας δὲ λέγει Δαβίδ· «Ὁ Κύριος ἐβασίλευσεν, ἀγαλ‐ λιάσθω ἡ γῆ. Εὐφραινέσθωσαν νῆσοι πολλαί.» Τί δὲ λέγει τοῖς ἔθνεσι, μὴ κατὰ τὸν τῆς προφητείας και‐ ρὸν τῶν πραγμάτων προσδοκῆσαι τὴν ἔκβασιν, μετὰ
45χρόνον δὲ πλεῖστον; Στήσεται δὲ, λέγει, ἢ τὸ ἐπαγ‐ γελθὲν, ἢ τὸ προφητευόμενον. Τὸ δὲ διὰ χρόνου μα‐ κροῦ, μακρόθεν ἐξέδωκαν οἱ λοιποὶ τοῖς πρὸ αὐτῆς ἀποδόντες τὴν λέξιν. Οὕτω γ’ οὖν Σύμμαχος, Καὶ ἀκροᾶσθε, ἔθνη, μακρόθεν, ἑρμήνευσεν. Σκόπει δὲ

2461

(50)

ὡς τὰ νῦν ὁ Κύριος λέγει, καὶ περὶ ἑτέρου Κυρίου διὰ τῶν ἑξῆς διαλέγεται, γέννησίν τε λέγων ἑαυτοῦ, καὶ δουλείαν, καὶ τὰ τοιαῦτα λέγων. Κύριος ἐκ γα‐ στρὸς ἐκάλεσέ με, ἐκ κοιλίας μητρός μου ἀν‐ έμνησε τὸ ὄνομά μου. Τὰ μὲν γὰρ πρὸ τῆς ἐνανθρω‐
55πήσεως ὀνόματα πρόσφορα τῇ θείᾳ φύσει, Θεὸς καὶ2461

2464

ζωὴ, καὶ φῶς, σοφία, καὶ δύναμις, καὶ τὰ τοιαῦτα. Τὸ δὲ Χριστὸς, καὶ Ἰησοῦς, καὶ, Μεθ’ ἡμῶν ὁ Θεὸς, μετὰ τὴν οἰκονομίαν ἁρμόδια. Ἔλεγεν γὰρ ὁ Γαβριὴλ τῇ Παρθένῳ, «Καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα
5αὐτοῦ Ἰησοῦν·» καὶ τὴν σημασίαν δηλῶν ἐπήγα‐ γεν. «Αὐτὸς γὰρ σώσει τὸν λαὸν αὑτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν.» Τὸ δὲ, Μεθ’ ἡμῶν ὁ Θεὸς, ἀπὸ τῆς φύσεως καὶ τῆς οἰκονομίας ἐῤῥέθη, ὡς ἀπὸ τῆς ἐνεργείας τὸ Ἰησοῦς. Διὸ καὶ τοῖς ποιμέσιν ἐλέχθη,
10ὅτι Ἐτέχθη σήμερον Σωτὴρ, ὅ ἐστι Χριστὸς Κύριος, ἐν πόλει Δαβίδ· Χριστὸς δὲ, ὡς κεχρισμένος, ὃ δὴ πρὸ τῆς οἰκονομίας οὐχ ἥρμοττεν. Τεθῆναι δέ φησι τὸ στόμα αὐτοῦ ὡς μάχαιραν ὀξεῖαν. Καὶ ἀλλα‐ χοῦ γάρ φησι· «Καὶ ἐν πνεύματι διὰ χειλέων ἀνελεῖ
15ἀσεβῆ.» Ὡς μάχαιραν οὖν φησιν ὀξεῖαν τμητικήν τε καὶ ἀφορίζουσαν τοὺς ἀξίους Θεοῦ ἀπὸ τῶν μὴ τοιούτων. Φησὶ γὰρ ἐν Εὐαγγελίοις· «Μὴ νομίσητε ὅτι ἦλθον εἰρήνην βαλεῖν ἐπὶ τὴν γῆν. Οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν,» καὶ τὰ ἐπὶ τού‐
20τοις.
23 Καὶ τὸ εὐαγγελικὸν δὲ κήρυγμα, μάχαιρα κατὰ τῆς τοῦ διαβόλου τυραννίδος ἐγένετο. Δέδωκε δὲ ἡμῖν
25καὶ τὴν τοῦ πνεύματος μάχαιραν, ὅ ἐστι ῥῆμα Θεοῦ, δι’ οὗ τοῖς ἐπιβούλοις ἀντανιστάμεθα δαίμοσι. Καὶ ἀλλαχοῦ δέ φησιν ὁ προφήτης· «Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπάξει ὁ Θεὸς τὴν μάχαιραν τὴν ἁγίαν, τὴν μεγάλην, ἐπὶ τὸν δράκοντα ὄφιν σκολιὸν, καὶ ἀναιρεῖ
30τὸν δράκοντα.» Ἁρμόσει δὲ καὶ τοῖς ἁγίοις ὁ λόγος. Τῷ γ’ οὖν λόγῳ τοῦ στόματος αὐτοῦ Πέτρος ἀνεῖλεν Ἀνανίαν τε καὶ Σάπφειραν. Καὶ εὐχὴ δὲ Ἐζεκίου τὸν Ῥαψάκην ἐτρέψατο. Τυφλὸν δὲ λόγῳ καὶ Παῦλος τὸν Ἐλύμαν ἐποίησεν. Ἐπὶ τούτοις φησὶν, Ὑπὸ τὴν
35σκέπην τῆς χειρὸς αὐτοῦ ἔκρυψέ με, τὴν πολλοὺς λανθάνουσαν τῆς ἐν σαρκὶ παρουσίας οἰκονομίαν ὑπαινιξάμενος. Τέθειται δὲ καὶ βέλος ὑπὸ τοῦ Πα‐ τέρος ἐκλεκτὸν, ἵνα τιτρώσκῃ τοὺς ἀξίους τῶν ἑαυ‐ τοῦ κέντρων (κατὰ τὴν λέγουσαν ψυχὴν, «Τετρωμένη
40ἀγάπης ἐγὼ»), ὃ καὶ αὐτὸ, ὡς ἐν φαρέτρᾳ λανθάνει τῇ σαρκὶ, ἣν ἀνείληφεν, τοῖς ἀξίοις μόνοις ὁρώμενον. Τινὲς δὲ τὸ, Ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ ἔκρυψέν με, δηλοῦν ἔφασαν ἀχώριστον εἶναι τοῦ Πατέρος τὸ Υἱὸν, καὶ τὸ γέγονεν ἄνθρωπος, ἄλη‐
45πτόν τε καὶ ἀκαταγώνιστον ἔχειν τὴν φύσιν, ὅπερ αὐτῷ καὶ κατὰ τὴν οἰκονομίαν ἐσώζετο, λέγοντος τοῦ Δαβίδ· «Οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ, καὶ υἱὸς ἀνομίας οὐ προσθήσει τοῦ κακῶσαι αὐτὸν,» καὶ τὰ ἐφεξῆς. Πλεῖστα δὲ τὰ τοῦ Θεοῦ κατὰ καιροὺς ἐγέ‐

2464

(50)

νετο βέλη. Ἐκλεκτὸν δὲ βέλος καὶ ὑπὲρ πάντα Χριστὸς, ἐν προγνώσει τοῦ Πατέρος, ὡς ἐν φαρέτρᾳ κρυπτόμενος, ἐπὶ γῆς τὰς πονηρὰς δυνάμεις κατα‐ τρώσας ἠφάνισεν. Εἶπεν δέ μοι, φησὶ, δοῦλός μου εἶ σὺ, Ἰσραήλ· κατὰ τὸ σῶμα, τὸ ἐκ δούλων, δοῦ‐
55λος, καὶ κατὰ τὸ γένος, τὸ ἐξ Ἰσραὴλ, Ἰσραὴλ ὁ2463

2465

Χριστός. Ὡς δὲ Θεοῦ δύναμις δι’ ὧν ἐργάζεταιδο‐ ξάζει τὸν οὗ ἐστι δύναμις, ἐν μορφῇ δούλου γενό‐ μενος, καίτοι κατὰ φύσιν ὑπάρχων Υἱὸς, ᾧ κάμψει πᾶν γόνυ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα
5γλῶσσα ἐξομολογήσεται, ὅτι Κύριος Ἰησοῦς Χρι‐ στὸς εἰς δόξαν Θεοῦ Πατέρος.
9Τινὲς δὲ πρὸς τὸν λαὸν, Ἰσραὴλ εἰρῆσθαι νομί‐
10σαντες φασί· Δείκνυσιν ὅτι δι’ ἀγαθότητα μόνην ηὐ‐ δόκησε Δεσπότης καλεῖσθαι τοῦ Ἰσραὴλ, καὶ ἐν αὐτῷ δοξασθῆναι, διά τε τῶν κατ’ Αἴγυπτον τερά‐ των, καὶ τῶν ἐφεξῆς γεγονότων. Οἱ δὲ αὐτοὶ καὶ τὸ, Κενῶς ἐκοπίασα, ἐκ τοῦ προφήτου λελέχθαι φασὶν,
15ὡς πολλὰ μὲν ἐν τῷ κηρύττειν παθόντος, μὴ ὠφελή‐ σαντος δὲ τῶν ἀκουσάντων μηδένα. Ἀλλ’ ὁ Θεός μοι, φησὶ, τὴν κατ’ ἀξίαν τῶν πόνων ἀποδίδωσιν ἀμοιβήν. Λέγεται δὲ τοῦτο, φασὶ, καὶ περὶ ἑκάστου λαμβάνον‐ τος αἴσθησιν, ὡς μάτην τὸν καιρὸν ἐν ταῖς τοῦ βίου
20φαντασίαις ἀνάλωσεν. Οἰκειότερον δ’ ἂν ἐπὶ τοῦ Σω‐ τῆρος λαμβάνοιτο, ὃς ἀκούσας τῶν εἰρημένων ἀπ‐ εκρίνατο, Καὶ πῶς, ὦ Πάτερ, ἐν ἐμοὶ δοξασθήσῃ, ὁ ποτὲ πολλὰ καμὼν ὑπὲρ τῆς τῶν ἀνθρώπων σωτη‐ ρίας, οὐδὲν ἤνυσα πλέον, ἐναπομεινάντων τῇ ἀπιστίᾳ
25πολλῶν τε ἄλλων, καὶ τῶν ἐκ περιτομῆς; περὶ ὧν ἔλεγεν· «Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ ἀπολωλότα πρό‐ βατα οἴκου Ἰσραὴλ,» οἵγε πρὸς τῷ ἀπειθεῖν, καὶ ἐσταύρωσαν, ὡς εἰρῆσθαι καὶ παρὰ τῷ Ψαλμῳδῷ· «Τίς ὠφέλεια ἐν τῷ αἵματί μου, ἐν τῷ καταβαίνειν
30με εἰς διαφθοράν;» Ἀλλ’ ἐκεῖνοι μὲν ταῦτα. Ἡ δὲ κρίσις μου παρὰ τῷ Κυρίῳ. Ἐγὼ γὰρ τὰ παρ’ ἐμαυτοῦ πράξας ἐναντίον τοῦ Θεοῦ μου, τὸ πατρι‐ κὸν ἐτελείωσα βούλημα. Διὰ τοῦτο δὲ καὶ ἡ κρίσις ἐξενήνεκται παρ’ αὐτοῦ. Ἐξεβλήθησαν γὰρ τῆς πρὸς
35αὐτὸν οἰκειότητος. Τὰ δὲ ἔθνη γέγονε κλ̣ῆρο̣ς Θεοῦ. Τὴν κρίσιν δὲ ταύτην καὶ διὰ τῆς παραβολῆς ὁ Κύ‐ ριος ἔδειξε, περὶ τῶν γεωργῶν λέγων τῶν τὸν κληρο‐ νόμον ἀπεκτονότων, οὓς καὶ ἀπολέσας, ἑτέροις τὸν ἀμπελῶνα γεωργοῖς ἐξέδωκεν, οἵτινες ἀποδώσουσιν
40αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν. Οὗτοι δὲ ἦσαν τῶν Εὐαγγελίων οἱ κήρυκες, ἐφ’ ὧν αἱ νεφέ‐ λαι καθῆκαν ὑετοὺς αἱ κελευσθεῖσαι μὴ βρέχειν ἐπὶ τὸν Ἰουδαϊκὸν ἀμπελῶνα, ἐφ’ ὧν οὐκ ἀκάνθας, ἀλλὰ σταφυλὰς ἐτρύγησεν ὁ Χριστὸς, λεγόντων ἡμῶν, ὅτι
45Ὁ Κύριος δώσει χρηστότητα, καὶ ἡ γῆ ἡμῶν δώσει τοὺς καρποὺς αὐτῶν. Καὶ ἄλλως δὲ τὸν πόνον ὁ Παῦλος αὐτοῦ καὶ τὴν κρίσιν δηλοῖ λέγων· «Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο, τὸ εἶναι ἴσα Θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου

2465

(50)

λαβὼν, ὑπήκοος γεγονὼς τῷ Πατέρι, μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Διὸ καὶ ὑπερύψωσεν αὐτὸν, φησὶ, τὸ ὄνομα δοὺς τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι
αὐτοῦ πᾶν γόνυ κάμψῃ.»2465

2468

Ταῦτα δὲ κατὰ σάρκα νοήσεις. Φύσει γὰρ Θεὸς ὁ Υἱὸς, οὐ κοπιῶν, οὐκ ἀμοιβὴν ἀντὶ κόπων δεόμενος. Εἶτα πάλιν ἀνθρωποπρεπεῖ κεχρημένος φωνῇ, δοῦ‐ λον ἑαυτὸν ἐκ κοιλίας πεπλάσθαι φησὶ, καθὸ μὲν
5Υἱὸς, μὴ πλαττόμενος· καθὸ δὲ δοῦλος, τὴν δούλην σάρκα φορῶν. Πῶς γὰρ ἂν, εἰ φύσει δοῦλος ἦν ὁ Υἱὸς, εἰς |δουλείαν ἐλέγετο πλάττεσθαι; Δῆλον οὖν ὡς κατὰ φύσιν ὑπάρχων ἐλεύθερος. Τοῦτο γὰρ καὶ ἐν τῇ τοῦ διδράχμου συνεισφορᾷ πρὸς τὸν Πέτρον φησὶν,
10«Ἄρα, λέγων, ἐλεύθεροί εἰσιν οἱ υἱοί.» Τοιγαροῦν, τὸ ἐκ κοιλίας προσέθηκεν, ὡς ἂν δειχθῆ τῆς δουλείας ὅ τε χρόνος καὶ τρόπος τῇ κατὰ σάρκα γεννήσει διοριζό‐ μενος. Καὶ τῆς δουλικῆς πλάσεως τὴν αἰτίαν δι‐ οριζόμενος, ἐπήγαγεν τοῦ συνάγειν τὸν Ἰακώβ.
15Οὐκοῦν εἰ μὴ διὰ τούτους, οὐκ ἂν ἐπλάσθη ἐν τῇ ἀπλάστῳ μένων θεότητι. Καὶ τούτους γὰρ μετὰ τῶν ἄλλων ὁ Σατανᾶς ἐκ Θεοῦ διεσκέδασεν, ἢ εἰδωλολα‐ τροῦντας, ἢ ἐντάλματα ἀνθρώπων διδάσκοντας. Ἀλλ’ ἐχθροὺς ὄντας ὁ Χριστὸς διήλλαξε τῷ Πατέρι, πρὸς
20ὅπερ αὐτοὺς καὶ Ἡσαΐας ἐκάλει, Ποιήσωμεν εἰρήνην, αὐτῷ λέγων, ποιήσωμεν εἰρήνην οἱ ἐρχόμενοι. Καὶ οἱ μαθηταὶ δὲ κεκράγασιν· «Ὑπὲρ Χριστοῦ πρεσβεύο‐ μεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι’ ἡμῶν·» καὶ πάλιν, «Θεὸς γὰρ ἦν Χριστῷ κόσμον ἑαυτῷ καταλλάσσων.»
25Νοοῖτο δ’ ἂν Ἰσραὴλ καὶ Ἰακὼβ οὐ μόνον ἐκ περι‐ τομῆς, ἐφ’ οὓς καὶ ἀπεστάλθαι φησὶν λέγων· «Εἰς ὁδὸν ἐθνῶν μὴ πορεύεσθε.» Ἀλλὰ καὶ πᾶς ὁ σωθεὶς διὰ πίστεως. «Οὐ γὰρ ὁ ἐν τῷ φανερῷ μόνον Ἰουδαῖος,» καὶ τὰ ἑξῆς. Τοιγαροῦν καὶ μεταξὺ τοῦ λόγου παρεμβέ‐
30βληται πρόσωπον τῶν διὰ πίστεως σωζομένων ὁμο‐ λογούντων, ὅτι Πρὸς αὐτὸν συναχθήσομαι, καὶ τὰ τούτοις ἑπόμενα. Δοξάσονται δὲ καὶ τὸ λαμπρὸν αὔχημα τῆς υἱοθεσίας λαμβάνοντες, καὶ αὐτὸν ἰσχὺν ἔχουσι πρὸς τὴν τῶν πρακτέων κατόρθωσιν.
38 Τινὲς δὲ καὶ τὸ, συναχθήσομαι, καὶ τὰ ἐπ’ αὐτῷ, περὶ Χριστοῦ λαβόντες, τὸ πῶς ἁρμόττει παρέλιπον.
40Ἄλλοι δὲ καὶ εἰς τὸν προφήτην εἰρήκασι δύνασθαι νοηθῆναι, σημαῖνον ἀνάκλησιν τοῦ Ἰσραὴλ, καὶ τῶν διασπαρέντων ἐπισυναγωγή. Κατὰ ἀναγωγὴν δὲ, καὶ ἐπὶ τὸν Σωτῆρα τὴν τῶν δικαίων πηγὴν, ὥσπερ οὖν καὶ ὁ περὶ κακῶν λόγος εἰς τὸν ἀρχέκακον
45ἀναφέρεται. Πρὸς δὲ τὸν Σωτῆρά φησιν ὁ Πατὴρ, Μέγα σοί ἐστι τοῦ κληθῆναί σε παῖδά μουδοῦ‐ λόν μου, κατὰ τοὺς λοιπούς. Μέγα γὰρ ἔργον ὡς ἀληθῶς, τοῦ πρὸς δουλείαν πλασθέντος Υἱοῦ, τὸ μορφὴν δούλου λαβεῖν πρὸς σωτηρίαν ἧς ἐδημιούρ‐

2468

(50)

γησεν ἀνθρώπου φύσεως. Διὸ καὶ δοξάζεται, ὡς οὐχ ἁρπαγμὸν ἡγησάμενος τὸ εἶναι ἴσα Θεῷ. Καὶ ἄλλως δὲ μέγα ὡς ἀνθρώπῳ, μικρὸν δὲ ὡς Θεῷ, τοῦ στῆ‐ σαι, φησὶ τὰς φυλὰς Ἰακώβ. Διὸ καὶ πρώτοις ἐκή‐ ρυττεν αὐτοῖς αἰχμαλώτοις οὖσι τὰς ψυχὰς ἄφεσιν,
55καὶ τυφλοῖς ἀνάβλεψιν. Ἐπειδὴ δὲ τὴν χάριν ἠρνή‐2467

2469

σαντο, ἀκολούθως ἐπήνεγκεν· Ἰδοὺ τέθεικά σε εἰς φῶς ἐνθῶν. Καὶ οἱ λοιποὶ δὲ οὕτως ἐξέδωκαν. Διὸ τῆς παρούσης προφητείας ἀρχόμενος ἔλεγεν· Ἀκού‐ σατέ μου, νῆσοι, καὶ προσέχετε, ἔθνη· ἔδει γὰρ
5ἀκοῦσαι τὰ ἔθνη τό· Ἰδοὺ τέθεικά σε εἰς φῶς ἐθνῶν. Οὐ γὰρ ἐχρῆν τὴν τοσαύτην οἰκονομίαν ἀπο‐ τυχεῖν, ἀπειθήσαντος Ἰσραὴλ, καὶ τὸ σκότος ἠγα‐ πηκότος. Καίτοι τῶν προφητῶν ὁ μέν τις ἔφασκε πρὸς αὐτούς· «Φωτίζου, φωτίζου, Ἱερουσαλήμ. Ἥκει
10γάρ σου τὸ φῶς,» καὶ τὰ ἐπὶ τούτῳ· ὁ δὲ, «ἀνατε‐ λεῖ ὑμῖν τοῖς φοβουμένοις με ἥλιος δικαιοσύνης.» Λοιπὸν τοῖς ἔθνεσι προσφωνῶν ἐπάγει, Οὕτως λέγει Κύριος. Ἀγνοοῦσι δὲ τίς ὁ Κύριος, φησίν· Ὁ ῥυσά‐ μενος τὸν Ἰσραήλ. Ἠκούσατε γὰρ πῶς ἐξ Αἰγύπτου
15πάλαι τούτους διέσωσεν.
19Ἄλλοι δὲ πρὸς τοὺς ἐκ περιτομῆς εἰρῆσθαι τοῦτό φα‐
20σιν, ὡς ὁ πάλαι σε ῥυσάμενος ἐντέλλομαί σοι, ὡς ἂν μὴ προσκόψῃς τῷ λίθῳ τοῦ προσκόμματος. Ἁγιάσατε τὸν φαυλίζοντα τὴν ψυχὴν αὐτοῦ. Ὅσῳ γὰρ ἐτα‐ πείνωσεν ἑαυτὸν μέχρι θανάτου, θανάτου δὲ σταυροῦ· τοσούτῳ δοξάσατε, καὶ ἁγιάσατε αὐτόν· εἰ δὲ πρὸς
25τὰ ἔθνη λέγοιτο, διαμαρτύρεται μὴ ταυτὸ τοῖς Ἰου‐ δαίοις παθεῖν. Τὸ δὲ ἁγιάσατε, σεπτὸν καὶ ἅγιον ὑπολάβετε. Ἔτι γὰρ ὄντων ἡμῶν ἁμαρτωλῶν, ὑπὲρ ἀσεβῶν ἔπαθεν ὁ λέγων· «Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων.» Ὁμολογείσθω
30τοίνυν ἅγιος, ὃ μόνῳ πρέπει Θεῷ. Οὐσιῶδες γὰρ ἐπ’ αὐτοῦ τὸ τοῖς ἄλλοις ἐπισυμβαῖνον ἐκ τῆς αὐτοῦ μετ‐ οχῆς· ἐπεὶ καὶ φῶς ὢν λέγει· «Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου τούτου.» Καὶ λέγοντες δὲ τὸ, «Ἁγιασθήτω τὸ ὄνομά σου,» οὐχ ἁγιασμοῦ προσθήκην αἰτοῦμεν
35αὐτῷ γενέσθαι, ἀλλ’ ἵνα τὸν ἀληθῶς ἅγιον πάντες ὁμολογήσαντες, ἐν μεθέξει τῆς ἁγιωσύνης αὐτοῦ γε‐ νησώμεθα. Προσέθηκε δὲ τὸν βδελυσσόμενον ὑπὸ τῶν ἐθνῶν, τῶν ἀπίστων δηλονότι. Βδελύττονται γὰρ, καὶ τὸν θάνατον αὐτοῦ διασύρουσι. Καὶ παρα‐
40δοθέντα δὲ τῷ Πιλάτῳ τῶν στρατιωτῶν τινες αὐτὸν ἐβδελύττοντο καταπτύοντές τε καὶ παίοντες, ἐν διασυρμῷ τε βοῶντες· «Χαῖρε, ὁ βασιλεὺς τῶν Ἰου‐ δαίων.» Διὸ τῶν δούλων τῶν ἀρχόντων ἐπήγαγεν. Ἴσως δὲ καὶ τῶν κοσμοκρατόρων τοῦ σκότους φησὶν,
45οἷς δουλεύουσιν οἱ τὸν Χριστὸν βδελυττόμενοι. Πλὴν ἀναλάμψει, φησὶ, καὶ μέχρι βασιλέων αὐτῷ προσκυνήσουσιν, οἵτινες ὄψονται αὐτὸν, οὐ πάν‐ τως σωματικοῖς ὀφθαλμοῖς, ἀλλὰ νῷ καὶ καρδίᾳ.

2469

(50)

Προσκυνήσουσι δὲ μάλιστα καὶ πάντες, ὅτ’ ἂν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ Πατέρος αὐτοῦ μετὰ τῶν ἀγγέ‐ λων αὐτοῦ, καὶ καθίσῃ ἐπὶ θρόνου δόξης αὐτοῦ κρί‐ νων ζῶντας καὶ νεκρούς. Προσκυνήσουσι δὲ αὐτῷ ἕνεκεν τοῦ Πατέρος αὐτοῦ· δοξάζεται γὰρ ὡς Υἱὸς
55τοῦ Θεοῦ, ὅτι πιστός ἐστιν ὁ ἅγιος Ἰσραὴλ ὁ ἐκλεξάμενος αὐτὸν, τοῦτ’ ἔστιν ἀεὶ καὶ ὡσαύτως ἔχων. Πιστὸν γὰρ οὐδὲν ἐν κτίσμασι τοῖς ὑποκειμέ‐
νοις μεταβολῇ. Ὁ δὲ Πατὴρ ἐξελέξατο τοὺς δι’ Υἱοῦ2469

2472

κεκλημένους. «Οὓς γὰρ ἔγνω, φησὶ, καὶ προώρισεν συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ,» Οἳ ἡγία‐ σαν τὸν φαυλίζοντα τὴν ψυχὴν αὐτοῦ τοῖς τῆς ἀνθρωπότητος μὴ προσκόψαντες μέτροις. Ἀντὶ δὲ
5τοῦ, ἐξελεξάμην σε, ὃς ἐξελέξατό σε Σύμμαχος ἐξέδωκεν. Κυρίως μὲν οὖν, φασί τινες, ταῦτα εἰς τὸν Χριστὸν ἀναφέρεται. Νοοῖτο δ’ ἂν καὶ ἐπὶ τοῦ προ‐ φήτου. Ἐξουδένωσεν γὰρ ἑαυτὸν, ὀδυρόμενος τὰς τοῦ λαοῦ διὰ τὰ πλημμελήματα συμφοράς. Καὶ προσ‐
10αχθεὶς ἐν σάκκῳ τε καὶ γυμνὸς περιήρχετο, παρὰ τῶν ὁρώντων ἐξουδενούμενος, ταπεινὰ φρονῶν τε ἅμα, καὶ τῶν μελλόντων εἰκὼν αὐτοῖς παθημάτων γινόμενος. Ἀλλ’ ὅμως καὶ οἱ τοῖς ἄρχουσιν ἐξυπ‐ ηρετούμενοι, τοῦτον ἐχλεύαζον. Ὃν ἅγιον ὄντα τιμῆς,
15φησὶν, ἀξιώσατε. Παρά τισι δὲ τὸ ῥητὸν κεῖται τῷ βδελυκτῷ ἔθνους, καὶ, φασὶ, τοῦ Ἰσραήλ· διὸ καὶ πρὸς τὰ ἔθνη μετέβη. Καὶ πάλιν τὸ ῥητὸν τῷ δούλῳ ἐξουσιαζόντων καί φασιν· ὑπετάγη γάρ· καὶ ἐξ‐ ελεξάμην σε, ἔχων, φασὶ, τὴν ἀόρατον ὑπεροχὴν
20κατὰ φύσιν ἐκ τῶν ὁρατῶν. Καὶ ἐξ ἀνθρώπων ἐκλε‐ κτὸς γίνεται, δι’ ἣν εἶχεν ὁμοιότητα πρὸς ἡμᾶς. Εἶτα πρὸς τὸν Σωτῆρά φησιν ὁ Πατὴρ, Καιρῷ δεκτῷ ἐπ‐ ήκουσά σου. Πάσχων μὲν γὰρ ἐβόα· «Ἠλεὶ, Ἠλεὶ, λαμασαβαχθανί.» Εἶθ’ ὡς ἀνανεύοντα τὸν Πατέρα
25ἑώρα, ἐπῆγεν· «Πάτερ, εἰ μὴ δυνατὸν παρελθεῖν αὐτὸ, γενηθήτω τὸ θέλημά σου. Ταύτην οὖν τὴν εὐ‐ χὴν μετὰ τὸν θάνατον δεχόμενος ὁ Πατὴρ, τὸν καιρὸν δεικνὺς τῆς ἀναστάσεως φησίν· Ἐν καιρῷ δεκτῷ ἐπήκουσά σου.
32 Τινὲς δὲ μεμψάμενοι τὴν παροῦσαν ἐξήγησιν, ὡς ἀπίθανον, τὸν Υἱὸν ἀποτυχεῖν τῆς εὐχῆς πεπλᾶσθαι τὴν εὐχὴν κατ’ οἰκονομίαν φασὶν, ἐπεὶ καὶ πρὸ ταύ‐
35της ᾔδει μὴ ἄλλως τὸν θάνατον καταργηθησόμενον, εἰ μὴ δι’ ὃν ὑπέστη σταυρόν τε καὶ θάνατον. Ἡ οὖν παραίτησις, τῆς Ἰουδαίων μιαιφονίας κατηγορεῖ, ἀβούλητον αὐτῷ δεικνῦσα τὸ πάθος διάτοι τὸ δυσ‐ κλεές. Ἀλλὰ καὶ οὕτω γέγονε θελητὸν ἐπὶ τῷ καταρ‐
40γῆσαι τὸν θάνατον. «Καὶ τοῦτο δηλοῖ τὸ, Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με,» καὶ τὰ ἑξῆς. Εἰς δέον οὖν τῇ μιαιφονίᾳ τῇ ἐκείνων ἐχρήσατο πρὸς σωτηρίαν τοῦ κόσμου. Καὶ τύπος δὲ, φασὶν, ἡμῖν γέ‐
45γονεν μὴ ἀναπίπτειν ἐν πειρασμοῖς, ἀλλὰ δεῖσθαι Θεοῦ. Τοῖς οὖν προλαβοῦσι συνάπτοντες τὸ ῥητὸν, πρὸς τοὺς ἐξειλεγμένους εἰρῆσθαί φασι τό· Καιρῷ δεκτῷ ἐπήκουσά σου. Προέγνωστο μὲν γὰρ πρὸ καταβολῆς κόσμου τὸ Χριστοῦ μυστήριον, ἐπέλαμψε

2472

(50)

δὲ καθ’ οὓς ηὐδόκησε καιροὺς ὁ δυνάστης. Τὸν οὖν τῆς ἐνανθρωπήσεως καιρὸν ἡμέραν καλεῖ, καθὰ καὶ ὁ θεῖος Ἀπόστολος· «Ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος. Ἰδοὺ ἡμέρα σωτηρίας.» Περὶ ἧς φησι καὶ Δαβίδ· «Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος.» Ἐπὶ τού‐
55τοις φησί· Καὶ ἔδωκά σε εἰς διαθήκην ἐθνῶν τοῦ·
καταστῆσαι τὴν γῆν, κληρονομῆσαι κληρονομίας2471

2473

ἐρήμους· ἢ κατὰ Σύμμαχον Ἀνεγεῖραι τὴν γῆν, καὶ κληροδοτῆσαι κληροδοσίας ἠφανισμένας. Τοιαῦται δὲ ἦσαν αἱ τῶν ἀθέων ψυχαὶ, ἔρημοι Θεοῦ, καὶ ἀληθῶς ἠφανισμέναι. Ἦσαν δὲ καὶ σειραῖς
5ἁμαρτημάτων δεσμώτιδες. Καί ποτε σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ. Τὴν οὖν τοιαύτην κατέστησε γῆν τεθορυβημένην κακοῖς. Ἤγουν, πάντας τοὺς ἐπὶ γῆς καὶ τῆς ἐπικειμένης ἀπήλλαξε ζάλης, καὶ κλῆρον ἴδιον ἐποιήσατο, μόνον ἔχων πάλαι τὸν Ἰσραήλ. Τοὺς
10δὲ δεσμῶν καὶ σκότους ἠλευθερωμένους εὐαγγελί‐ ζεται, λέγων· Ἐν πάσαις ταῖς ὁδοῖς βοσκηθήσον‐ ται. Ὁδοὶ δὲ καὶ τρίβοι, ἃς διώδευσαν οἱ πάλαι θεο‐ σεβεῖς, αἱ θεῖαι Γραφαί· ἤγουν, αἱ τῶν ἀρετῶν ἐπι‐ τηδεύσεις ἄβατοι τοῖς ἐξ ἐθνῶν ὑπάρχουσαι πρότερον,
15ἐν αἷς βοσκόμενοι πάντες λογικῆς τροφῆς ἀπολαύου‐ σιν, ἣν καὶ νεμόμενοί φασι· Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει, καὶ τὰ τούτοις ἑπόμενα. Πῶς οὖν [οὐκ] ὑπομένουσιν ἔτι ψυχῆς πεῖναν, ἢ δίψαν, ἃς εἶχον πάλαι μὴ νόμῳ, μὴ προφήταις παιδ‐
20αγωγούμενοι; Μεταβαλὼν δέ τις κατὰ Χριστὸν, ἐν εὐτροφίᾳ γίνεται νοητῇ, λέγοντος Ἡσαΐου· «Αὐτὸς οἰκήσει ἐν ὑψηλῷ σπηλαίῳ πέτρας ἰσχυρᾶς. Ἄρτος αὐτῷ δοθήσεται, καὶ τὸ ὕδωρ αὐτοῦ πιστόν. «Ἀλλ’ οὐ‐ δὲ ὁ φλογμὸς τοῦ βίου πατάξει αὐτοὺς, λεγόμενος
25καύσων καὶ ἥλιος. Γέγονε γὰρ αὐτοῖς σκεπαστὴς ὁ Χριστὸς ὁ καὶ πάλαι νεφέλῃ σκεπάσας τὸν Ἰσραήλ. Σύμφωνον τούτῳ τὸ τοῦ Ἀποστόλου ῥητόν· «Δυνατὸς δὲ ὁ Θεὸς ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε.» Καὶ αὕτη τοῦ ἐλεοῦντος ἡμᾶς ἡ παρά‐
30κλησις.
33 Καὶ διὰ πηγῶν, φησὶν, ὑδάτων ἄξει αὐτούς. Πολλαὶ δὲ πηγαὶ Ἰσραὴλ, καὶ πηγαὶ σωτηρίου, αἱ
35μὲν τῆς Παλαιᾶς Διαθήκης, αἱ δὲ τῆς Καινῆς. Οὐδὲν δὲ δύσβατον αὐτοῖς τὴν σωτήριον ὁδοιποροῦσιν ὁδόν. Ἔφη γὰρ ὁ προφήτης καὶ πρότερον· «Καὶ πᾶσα φάραγξ πληρωθήσεται,» καὶ τὰ ἐπὶ τούτῳ. Καὶ πάλιν «Ὁδὸς ἀσεβῶν εὐθεῖα ἐγένετο.» Ἤγουν
40ὁμαλίζεσθαι τὰ σκολιὰ καὶ ἀνώμαλά φησι τῶν ἠθῶν. Εἶτα τοὺς κεκλημένους πανταχόθεν ἥξειν τῆς οἰκου‐ μένης φησὶ, τῶν τεσσάρων κλιμάτων μνησθείς. Τὸ γὰρ πόῤῥωθεν, τὸ νότειον δηλοῖ τῶν μεσημβρινῶν τόπων ἡμῖν ἀκατάληπτον. Ἡ δὲ θάλασσα τὴν ἑσπέ‐
45ραν δηλοῖ, δυτικωτέρα τῆς Ἰουδαίας ὑπάρχουσα. Ὥσπερ οὖν τὴν ἀνατολὴν ἡ Περσῶν παρίστησι γῆ. Δηλοῖ δὲ τάχα, φασὶ, τοὺς προσκυνήσαντας Μάγους αὐτῷ. Τοῦτο γὰρ δηλοῦν, καὶ τὸ, «Δοθήσεται αὐτῷ ἐκ τοῦ χρυσίου τῆς Ἀραβίας.» Νῦν γὰρ Ἀραβίαν

2473

(50)

τὴν Περσῶν χώραν σημαίνεσθαι. Εἶτα πρὸς ἐορτὴν τὴν κτίσιν ἐπὶ τοῖς σεσωσμένοις καλεῖ· δι’ οὐρανοῦ μὲν, τὰς ἐκεῖ δυνάμεις, αἳ καὶ ἐφ’ ἑνὶ χαίρουσιν ἁμαρτωλῷ μετανοοῦντι. Διὰ γῆς δὲ, τοὺς ὅσοιπερ ἐν αὐτῇ καὶ προσεδόκων, καὶ τῆς θεοφανείας ἠξίων‐
55ται. Οὕτω καὶ Συμεὼν εὐφραινόμενος ἔλεγεν· «Νῦν2473

2476

ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα,» καὶ τὰ ἐξῆς. Προεστιαθεὶς δὲ, φασὶν, ὁ προφήτης τῇ μελλούσῃ πάντων σωτηρίᾳ, συνευφραίνεσθαι αὐτῷ νοητὰ καὶ αἰσθητὰ πάντα προτρέπεται. Εἰ γὰρ στένειν ἡ κτίσις
5ἐπὶ τοῖς ἡμετέροις λέγεται κακοῖς, ἀκόλουθον ἐπὶ σωζομένοις εὐφραίνεσθαι. Ὄρη δὲ λέγει λογικὰς δυνάμεις ἠρμένας ὑψοῦ, ἢ τῶν Εὐαγγελίων τοὺς κήρυκας. Χριστὸν γὰρ ἀγγέλλοντες νοητῆς εὐφροσύ‐ νης ἐπλήρουν τὴν γῆν. Ἀντὶ δὲ τοῦ ῥηξάτωσαν τὰ
10ὄρη εὐφροσύνην· ὁ Σύμμαχος· Ἱλαρευθήσεται ὄρη ἐπὶ πᾶσιν. Ὁ δὲ Ἀκύλας· κελαδήσατε, ὄρη, αἴ‐ νεσιν ἔλεξαν. Εἴποις δ’ ἂν τὰ ὄρη δηλοῦν οἰκειότερον ψυχὰς ἐπὶ γῆς μὲν ἔτι βιούσας, σφόδρα δὲ πρὸς ὕψος ἠρμένας διὰ τῆς τῶν ἀρετῶν κατορθώσεως. Ταπει‐
15νοὺς δὲ ἠλεημένους φησὶ τοὺς προδεδηλωμένους ἐκ τῶν τεσσάρων κλημάτων, οὓς ἐκ τῆς διαβολικῆς ὁ Χριστὸς τυραννίδος ἐῤῥύσατο, θείου Πνεύματος μετ‐ όχους ἀπεργασάμενος. Ταπεινοὺς δὲ, ἢ ὡς τεταπεινω‐ μένους ἁμαρτήμασι πρότερον, καὶ νεύσαντας εἰς γῆν
20τῷ φρονήματι. Ἢ ὡς ὑποκύψαντας τῷ Χριστῷ τὸν αὐχένα, τῶν ἀνθισταμένων αὐτῷ ὑψούντων κέρας καὶ λαλούντων ἀδικίαν κατ’ αὐτοῦ.
25 ιδʹ—κϛʹ. Εἶπε δὲ Σιών· Ἐγκατέλιπέ με Κύριος, καὶ ὁ Κύριος ἀπελάθετό μου. Μὴ ἐπιλήσεται γυνὴ τοῦ παιδίου αὐτῆς, ἢ τοῦ μὴ ἐλεῆσαι τὰ ἔκγονα τῆς κοιλίας αὐτῆς; Εἰ δὲ καὶ ταῦτα ἐπιλάθοιτο γυνὴ, ἀλλ’ ἐγὼ οὐκ ἐπιλήσομαί σου, εἶπε Κύριος.
30Ἰδοὺ ἐπὶ τῶν χειρῶν μου ἐζωγράφησά σου τὰ τείχη, κ.τ.λ. Ἤδη προείρηται ὡς κατὰ τρόπους τρεῖς προσήκει νοεῖν τὴν Σιὼν καὶ τὴν Ἱερουσαλήμ· ἢ αἰσθητῶς· ἢ κατὰ τὸ θεοσεβὲς τῶν ἐπὶ γῆς ὄντων πολίτευμα·
35ἢ κατὰ τὴν ἐν οὐρανοῖς ἀγγελικὴν πολιτείαν, περὶ ἧς φησὶν ὁ Παῦλος· «Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευ‐ θέρα ἐστί.» Καὶ, «Οὐ γὰρ προσεληλύθατε Σιὼν ὄρει,» καὶ τὰ ἑξῆς. Νῦν οὖν ὁ λόγος περὶ τοῦ θεοφιλοῦς πολιτεύματος, ὃ πάλαι μὲν παρ’ Ἰουδαίοις συνίστατο.
40καθαιρεθὲν δὲ μεταβέβληται εἰς τὴν ἐξ ἐθνῶν Ἐκκλη‐ σίαν. Περὶ νήσων γὰρ καὶ τῶν ἐθνῶν διελέγετο, οἷς ἀκολούθως φησίν· εἰ καὶ καθήρηται τὸ θεοσεβὲς παρ’ Ἰουδαίοις πολίτευμα, μὴ λεγέτω, Ἐγκατέλιπε Κύριος. Καὶ τῷ τῆς μητρὸς παραδείγματι τὸ τῆς λή‐
45θης ἀδύνατον ἔδειξε. Θεοῦ γὰρ ὄντες οἷον γεννήματα, εἰ παύσαιτο τῆς περὶ ἡμῶν προνοίας, καὶ τοῦ εἶναι παυσόμεθα. Καὶ τὴν ἔννοιαν ἐπεξεργάζεται λέγων· Ἰδοὺ ἐπὶ τῶν χειρῶν μου ἐζωγράφησά σου τὰ τείχη. Ὁ δὲ Σύμμαχος ἀντὶ τοῦ ἐζωγράφησα, ἐστή‐

2476

(50)

ριξά σε φησίν· ὁ δὲ Ἀκύλας· Ἰδοὺ ἐπὶ τῶν ταρ‐ σῶν ἠκρίβωσά σε. Ὁ δὲ Θεοδοτίων· Διεχάραξά σε. Χεῖρες γὰρ ὡς ἀληθῶς, τοῦτ’ ἔστιν ἐνέργειαι Θεοῦ, τὴν τοιαύτην οἰκοδομοῦσι πόλιν, τοὺς τύπους τῆς κατὰ Θεὸν πολιτείας ἐγχαράττουσαι ταῖς τῶν ἀνθρώ‐
55πων ψυχαῖς. Ὃ δὴ καὶ αὐτὸς ὁ τῆς ἑαυτοῦ πόλεως οἰκοδόμος ὁ τοῦ Θεοῦ Λόγος ἐδίδαξε λέγων· «Ἐπὶ τὴν
πέτραν οἰκοδομήσω μου τὴν Ἐκκλησίαν.» Ἡ δὲ πέ‐2475

2477

τρα ἦν πάλιν αὐτὸς, ἐφ’ ἣν οἱ πρῶτοι θεμέλιοι κατ‐ εβλήθησαν, περὶ ὧν εἴρηται· «Ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου Χριστοῦ Ἰησοῦ.» Ὅτι δὲ αἱ τοῦ Θεοῦ
5ἐνέργειαι χεῖρες εἴρηνται τῇ Γραφῇ, δηλοῖ τὸ, «Αἱ χεῖρές σου ἐποίησάν με, καὶ ἔπλασάν με.» «Ὅτι αὐτοῦ ἐστιν ἡ θάλασσα, καὶ τὴν ξηρὰν αἱ χεῖρες αὐ‐ τοῦ ἔπλασαν.» Καὶ πάλιν· «Καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί.» Τινὲς δὲ διὰ τὴν ἐπὶ τοῦ σταυ‐
10ροῦ διάτρησιν τῶν χειρῶν λέγουσιν. Ὑπὲρ ἡμῶν γὰρ παθὼν, πῶς ἂν ἡμῶν ἐπιλάθοιτο; Τὸ γὰρ ὅλον πάθος ἐκ μέρους ἐδήλωσεν. Εἴποις δ’ ἂν καὶ ἄλλως. Φασὶν ὡς ἐν ταῖς τοῦ Πατέρος χερσὶν πάντες εἰσὶν οἱ πι‐ στεύσαντες. Ἔλεγε γὰρ ὁ Χριστὸς περὶ τῶν ἰδίων
15προβάτων, ὡς «Οὐδεὶς ἁρπάσει αὐτὰ ἐκ τῶν χειρῶν τοῦ Πατέρος μου,» τὴν ἐκεῖθεν σκέπην δηλῶν.
20 Τείχη δὲ τῆς Ἐκκλησίας οἱ τοῦ Χριστοῦ μαθηταὶ καὶ ἀπόστολοι, ὧν οὐ λαμβάνει λήθην. Ἐγέγραπτο γὰρ αὐτῶν ἐν οὐρανοῖς τὰ ὀνόματα τῇ βίβλῳ ζώντων ἐγκείμενα. Προηγουμένως μὲν γὰρ τῆς Ἐκκλησίας τεῖχός ἐστιν ὁ Χριστὸς, ὥσπερ καὶ φῶς· ἐν μεθέξει
25δὲ αὐτοῦ γεγονότες οἱ μαθηταὶ τούτων ἑκάτερον λέ‐ γονται. Τινὲς δὲ τὰ παρόντα νοήσαντες αἰσθητῶς, Ὡς παρόντα, φασὶ, λέγει τὰ μέλλοντα. Πάντα γὰρ αὐτῷ πάρεστι, καὶ προδιαγράφει τὴν μέλλουσαν, μετὰ τὴν ἐκ Βαβυλῶνος ἅλωσιν, τῶν τειχῶν οἰκοδόμησιν,
30εἰς ἣν ἀπήχθης, φησὶ, παιδευόμενος, οὐ τῆς ἐμῆς προνοίας ἐκπεπτωκώς. Τοιγαροῦν οἱ καθελοῦντες οἰκοδομήσουσι, τῶν σῶν ἐξανιστάμενοι τόπων· εἰ δὲ καὶ πίστιν ἔχεις, ὅρα καὶ τοὺς εἰς σὲ συναχθή‐ σεσθαι μέλλοντας. Ὄψις γὰρ, ὡς εἰπεῖν, ἡ τῶν πι‐
35στῶν ἀκοὴ, καθὰ καὶ ἡ τῶν προφητῶν. Καὶ Μιχαίας γάρ φησιν· «Ἰδοὺ θεωρῶ τὸν λαὸν διεσκορπισμένον ἐν τοῖς ὄρεσιν, ὡς πρόβατα ποιμένα μὴ ἔχοντα.» Φησὶν οὖν ὡς ἕξεις τοὺς οἰκήτορας, ὡς κόσμον τινὰ νυμφικόν. Οὐκ ἄρα, φασὶ, τὸ κοσμεῖσθαι νύμφας
40ἀπόβλητον πρὸς κίνησιν πόθου συνέχοντος τὴν τῆς συζυγίας ἑνότητα, ἣν ἀδύνατον ἀγάπης συνεστᾶναι χωρίς. Ἀλλὰ τὴν ἱστορίαν ἀφέντες, ἐπὶ τὴν πρώτην ἐξήγη‐ σιν ἀναδράμωμεν. Ἐπεὶ γὰρ ἐν βραχεῖ χρόνῳ ἡ ἐξ
45ἐθνῶν Ἐκκλησία συνέστη, πεπτωκότος τοῦ παρ’ Ἰουδαίοις θεοσεβοῦς πολιτεύματος, ἐπάγει· Ταχὺ οἰκοδομηθήσῃ, ὑφ’ ὧν καθῃρέθης. Ὡς γὰρ Ἰου‐ δαίων ἄρχοντες τῆς καθαιρέσεως αὐτῆς γεγόνασιν αἴτιοι, λέγοντες· «Ἡμεῖς οἴδαμεν ὅτι Μωσεῖ λελάλη‐

2477

(50)

κεν ὁ Θεὸς, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστί·» οὕτω πάλιν ἐξ αὐτῆς ἦσαν οἱ ἀπόστολοι, τῆς οἰκοδομῆς τῆς νέας ὄντες ἐργάται· αὐτοὶ δὲ οἱ τὴν Ἰουδαϊκὴν ἐθελοθρησκείαν καθῃρηκότες, οἷος ὁ Παῦλος λέγων· «Εἰ γὰρ ἃ κατέλυσα, ταῦτα πάλιν οἰκοδομῶ,» τὴν
55νέαν Σιὼν κατὰ τὴν εὐαγγελικὴν συνεστήσαντο πο‐2477

2480

λιτείαν. Περὶ ὧν φησι καὶ Δαβίδ· «Καταστήσεις αὐ‐ τοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν.» Ἕτεροι δὲ παρὰ τούτους δηλοῦνται διὰ τῶν ἑξῆς, οἱ ἐρημώσαντες μὲν τὴν Σιὼν, οὐ μὴν καὶ οἰκοδομήσαντες. Περὶ ὧν
5φησι, καὶ οἱ ἐρημώσαντες ἐκ σοῦ ἐξελεύσονται· ὃ καὶ καθ’ ἱστορίαν ἐσώζετο, μετὰ τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν τοῦ τῶν Ἰουδαίων ἔθνους ἐκπεπτωκότος τῆς αἰσθητῆς Ἱερουσαλὴμ, πρὸς τῷ καὶ τοῦ θεοσε‐ βοῦς πολιτεύματος ἐκπεσεῖν. Μετὰ ταῦτα προσωπο‐
10ποιεῖ καθάπερ τινὰ νύμφην ἐπὶ πλήθει τέκνων κομῶσαν πρὸς ἥν φησιν· Ἆρον κύκλῳ τοὺς ὀφ‐ θαλμούς σου, καὶ ἴδε πάντας. Καὶ, Ὅτι πάντας αὐτοὺς, ὡς κόσμον, ἐνδύσῃ. Τίνας δὲ πάντας καὶ πόθεν ἐδίδαξε προειπών· «Ἰδοὺ οὗτοι πόῤῥωθεν
15ἥξουσι περὶ τῶν τεσσάρων κλιμάτων, εἰπὼν οὓς καὶ κόσμον τῆς τοῦ Χριστοῦ νύμφης Ἐκκλησίας καλεῖ. Ψυχαῖς γὰρ αὐτὴ κοσμίαις σεμνύνεται, τὰς αὐτῶν ἀρετὰς, καὶ τὰ πνευματικὰ τούτων χα‐ ρίσματα, ἀντὶ λίθων τιμίων περικειμένη. Διόπερ
20αὐτὴν ἱματισμῷ περιχρύσῳ καὶ πεποικιλμένῳ κεκοσμῆσθαι φησὶν ἡ Γραφὴ ὡς ἕκαστον ἐξ αὐτῆς εὐχαριστοῦντα λέγειν· «Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον σωτη‐ ρίου καὶ χιτῶνα εὐφροσύνης· ὡς νυμφίῳ περι‐
25έθηκέ μοι κόσμον, καὶ ὡς νύμφη περιέθηκέ μοι μίτραν.» Τινὲς δὲ τὸ παρὸν ῥητὸν δηλοῦν ἔφασαν τὴν ἐπ’ ἐσχάτου τῶν ἐξ Ἰσραὴλ σωτηρίαν, ὅτ’ ἂν τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ.
30 Εἶτά φησι, Καὶ τὰ ἔρημά σου στενοχωρήσει. Ἀντὶ γὰρ τῶν ἐκ περιτομῆς, τὸ τῶν ἐθνῶν ἀντεισ‐ ενήνεκται πλῆθος. Ἀνθ’ ὧν φησιν· Οἱ καταπίνον‐ τές σε, μακρυνθήσονται· ψευδοπροφῆται δηλονότι, καὶ καθηγηταὶ τοῦ λαοῦ, περὶ ὧν ἔλεγεν· Οἱ καταπί‐
35νοντες τὸν λαόν μου ὅλῳ τῷ στόματι. Εἶτα τοὺς υἱοὺς τῆς Ἐκκλησίας εἰσάγει τόκον αἰτοῦντας διὰ τὸ πλῆ‐ θος πλατύτερον, οἵτινες ἦσαν ἐν ἀπωλείᾳ τὸ πρότε‐ ρον. Ὅθεν φησὶν οὓς ἀπώλεσας, ὧν τὸ πλῆθος θαυ‐ μάζουσα, τὴν ἐκ τῶν Ἰουδαίων ἀτεκνίαν ὁμολογεῖ
40λέγουσα· Ἐγὼ δὲ ἄτεκνος καὶ χήρα. Εἰ δὲ περὶ τῶν ἐθνῶν νοοῖτο, δηλοῖ τὴν προτέραν αὐτῶν πρὶν κληθῆναι κατάστασιν. Σύμφωνον δὲ τῷ, ποίησόν μοι τόπον, τὸ «Πλάτυνον τὸν τόπον τῆς σκηνῆς σου. Καὶ [τὰς δέρεις] τῶν αὐλαίων σου πῆξον. Μὴ φείσῃ,
45ἔτι εἰς τὰ δεξιὰ, καὶ εἰς τὰ ἀριστερὰ ἐκπέτασον.» Τοῦτο δὲ καὶ τῆς παρὰ Μωσεῖ σκηνῆς τὰ μήκη καὶ πλάτη δηλοῖ. Λεγούσῃ δὲ, Τίς ἐγέννησέ μοι τούτους; λεκτέον· Ἡ πίστις ἡ ἐν Χριστῷ, αὐτός τε Θεός. Ὃς καὶ πυνθανομένῃ φησίν· Ἰδοὺ αἴρω εἰς τὰ ἔθνη

2480

(50)

τὴν χεῖρά μου, καὶ τὰ ἑξῆς· δηλῶν πόθεν ἥξει τῶν υἱῶν αὐτῇ καὶ θυγατέρων τὸ πλῆθος, χεῖρα καλῶν τὴν ἰδίαν ἰσχύν τε καὶ δύναμιν, τὸν Χριστὸν, ὃς διὰ τῶν θαυμάτων γέγονε τοῖς ἔθνεσιν ὑψηλὸς, καὶ διὰ τῆς ἀναστάσεως. Νήσους δὲ τὰς κατὰ μέρος Ἐκ‐
55κλησίας, ἐξ ὧν ἡ μία καὶ καθολικὴ πανταχοῦ. Σύσ‐2479

2481

σημον δὲ, τὸ περὶ τοῦ σταυροῦ καὶ τῆς ἀναστάσεως κήρυγμα. Ἀντὶ δὲ τοῦ ἐν κόλπῳ, ἐν ἀγκάλαις ἐξέδωκαν οἱ λοιποί. Τίνες δὲ τοῦτο ποιήσουσιν; δῆ‐ λον ὡς ἀπόστολοί τε, καὶ οἱ τῆς Ἐκκλησίας διδάσκα‐
5λοι, οἷα νηπίους χειραγωγοῦντες τοὺς προσιόντας τῇ πίστει, οἷς ἔλεγε καὶ Παῦλος· «Γάλα ὑμᾶς ἐπότισα.» Καὶ πάλιν· «Τεκνία μου, οὓς πάλιν ὠδίνω.» Καὶ πάλιν· «Ὡς ἂν τροφὸς θάλπη τὰ ἑαυτῆς τέκνα,» οὕτως ἱμειρόμενοι ὑμῶν εὐδοκοῦμεν μεταδοῦναι ὑμῖν
10οὐ μόνον τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς· ὅτε καὶ τῶν προσιόντων ἐβόα τὸ πλῆ‐ θος· «Δεῦτε, ἀναβῶμεν εἰς τὸ |ὄρος τοῦ Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ,» καὶ τὰ ἐφεξῆς. Δηλοῖ δὲ τὸ, ἐν κόλποις, καὶ ἐπ’ ὤμων, τὸ χωρὶς
15ἱδρῶτος, τοῦ Θεοῦ τὴν ὁδὸν κατευθύνοντος, κατὰ τὸ, «Ὁδὸς εὐσεβῶν εὐθεῖα ἐγένετο.» Καὶ ὡς ἐκ τοῦ Βαπτιστοῦ δὲ ἐλέγετο τὸ, «Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου,» καὶ τὰ ἑπόμενα.
22 Τὴν δὲ τιμὴν τῶν πιστῶν τὴν εἰς ἄκρον δηλοῖ τὸ, Τιθηνοὺς λέγειν βασιλεῖς, καὶ τὰς ἀρχούσας τρο‐ φοὺς, τὴν ἀνωτάτω δηλοῦν, καὶ τὰς κατ’ ἔθνος.
25Ἀρχὰς τροφῶν δίκην ἐξυπηρετουμένων τοῖς ἐν‐ δεέσι τῆς Ἐκκλησίας διὰ τῶν διδομένων σιτηρεσίων. Καὶ ἄλλως δὲ, ἡ πολλὴ κηδεμονία δόξαν τροφέων παρίστησιν, οἳ καὶ κλίνοντες ἐν Ἐκκλησίᾳ γόνυ, τῇ γῇ τὸ μέτωπον προσερείδουσι, καὶ τὸν χοῦν, ὡς
30εἰπεῖν, ἐκλαχεῖν διὰ πίστιν ποθοῦντες. Ταῦτα δὲ πρὸς τὴν βασίλισσαν τὴν ἐκ δεξιῶν Χριστῷ παριστα‐ μένην ὁ τεσσαρακοστὸς τέταρτος λέγει ψαλμὸς, ἣν καὶ ἐξ ἀλλοφύλων οὖσαν δηλοῖ. Ὅμοια δὲ καὶ εἰς αὐτὸν τὸν βασιλέα ὁ ἑβδομηκοστὸς πρῶτος. Οὐκοῦν
35περὶ τῆς Ἐκκλησίας τῆς ἐν Χριστῷ, τὰ λεγόμενα πρὸς τὴν Ἱερουσαλὴμ, ἣ τὴν δόξαν ἔχει τοῦ Χριστοῦ. Τούτων δὲ, φησὶ, γιγνομένων, γνώσῃ ὅτι ἐγὼ Κύριος καὶ οὐκ αἰσχυνθήσονται οἱ ὑπομένοντές με. Καλὸν γὰρ μὴ ἀπογινώσκειν τὴν ἐλπίδα πρὸ τῆς τῶν ἔργων
40ἐκβάσεως. Εἶτα διδάσκει, τίνα τρόπον τὰ ὑπὸ χεῖρα τοῦ διαβόλου πρότερον ἔθνη ἠλευθερώθη διὰ τῆς τοῦ Σωτῆρος δυνάμεως. Ὃ διὰ τῆς παραβολῆς ἐδήλωσεν ὁ Χριστός· «Πῶς, λέγων, δύναταί τις εἰσελθεῖν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ, καὶ τὰ σκεύη αὐτοῦ διαρπά‐
45σαι, ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρόν;» Καὶ νῦν δέ φησι, Μή τι τῷ τυχόντι δυνατὸν παρὰ τοῦ διαβόλου σκῦλα λαβεῖν; ὃν ἐκάλεσε γίγαντα· κἂν ἐπιχειρῇ δέ τις τοῦτο δικαίως ποιῶν, ἄρα ἀθῶος γενήσεται, καὶ οὐ κρατηθεὶς κινδυνεύσει; ἀντὶ γὰρ τοῦ ἀδίκως,

2481

(50)

τὸ Ἑβραϊκὸν δικαίως ἔχει. Δίκαιον μὲν γὰρ τοῦτο ποιεῖν. Ἀλλὰ τίς τοσοῦτόν ἐστι δυνατός; ἄνθρωπος μὲν οὐδείς. Ὅπως δὲ τὸ παρὰ ἀνθρώποις ἀδύνατον, τῷ Θεῷ δυνατὸν ἐπιφέρει. Εἰ δὲ ἀδίκως ἔχει, κατὰ τοὺς Ἑβδομήκοντα, τὸ ῥητὸν, περὶ τοῦ διαβόλου
55φησὶ, δηλῶν ὡς ἀδίκως ἐπιπηδήσας τοῖς ἠδικηκόσι2481

2484

μηδὲν, καὶ λαβὼν αἰχμαλώτους, οὐ σωθήσεται. Τοιοῦτο δέ φησιν ἀλλαχοῦ· «Ὃν τρόπον ἱμάτιον ἐν αἵματι πεφυρμένον οὐκ ἔσται καθαρὸν, οὕτως οὐδὲ σὺ ἔσῃ καθαρός. Διότι τὴν γῆν μου ἀπώλεσας, καὶ
5τὸν λαόν μου ἀπέκτεινας, οὐ μὴ μείνῃς εἰς τὸν αἰῶ‐ να χρόνον.» Οἰκίαν δὲ αὐτοῦ τὸν κόσμον διὰ τῆς παρα‐ βολῆς ὑπῃνίξατο, καὶ σκεύη τὰς ψυχὰς, ἃς ἐσκύ‐ λευσεν ἐξ αὐτοῦ. Ὃ δὴ ποιήσας, καὶ εἰς ἡμᾶς παρέπεμψε τὸ νικᾷν. Τοῦτο γὰρ καὶ Παῦλος λαβὼν
10ἔφασκε, «Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χρι‐ στῷ.»
14Διὰ τοῦτο καὶ δαίμονας νικῶμεν, καὶ παθῶν περι‐
15γινόμεθα ψυχικῶν ὅπλον εὐδοκίας ἔχοντες τὸν Χρι‐ στὸν, καὶ σκυλεύομεν αὐτὸν, τὴν ἡμετέραν σώζον‐ τες, καὶ τῶν πλησίον ψυχάς. Διό φησιν· Ἐάν τις αἰχμαλωτεύσῃ γίγαντα, λήψεται σκῦλα. Λαμβά‐ νων δὲ, παρὰ ἰσχύοντος σωθήσεται. Διὰ Χριστοῦ
20γὰρ σκυλεύομεν αὐτὸν, καὶ σωζόμεθα, τοῦ εἰπόν‐ τος· «Ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.» Αὐτὸς γὰρ ὁ τῶν δυνάμεων Κύριος. Ὅτι γὰρ ὁ ταῦτα πράξας ἐστὶν αὐτὸς δηλοῖ λέγων ἑξῆς·
25Ἐγὼ δὲ τὴν κρίσιν μου κρινῶ. Καὶ ἐγὼ τοὺς υἱούς μου ῥύσομαι, ἑαυτῷ μόνῳ δυνατὸν τὸ χρῆμα δεικνὺς, καὶ τὰ σκῦλα δηλῶν τοὺς υἱούς. Οἱ δὲ τούτους ἀφαιρεθέντες, οὐκ ἔτι τὰς ἑτέρων σάρκας ἐσθίειν δυνάμενοι, τὰς ἑαυτῶν φάγονται. Οὐ δὲ τὸ
30αἷμα τῶν ἀνθρωπίνων ψυχῶν ἐκπίνειν δυνάμενοι, τὸ ἑαυτῶν αἷμα εἰς μέθην πίονται, ὅτε πάντες οἱ ἐν σαρκὶ τυγχάνοντες ἄνθρωποι γνώσονται ὅτι ἐγὼ Κύ‐ ριος ὁ ῥυσάμενός σε τὴν ἐμαυτοῦ πόλιν. Καθ’ ἑτέ‐ ραν δὲ διάνοιαν, ὡς ἐξ ἑτέρας ἀρχῆς, περὶ τῶν διω‐
35ξάντων τὴν Ἐκκλησίαν ὁ λόγος, ὅτιπερ ἐσχάτας τί‐ σουσι δίκας, ὡς γνωσθῆναι πᾶσιν, ὅτι μὴ θνητῆς ὑπῆρχε δυνάμεως τῆς Ἐκκλησίας ἡ σκέπη, τοῦ δὲ Θεοῦ Ἰακώβ.
40 Εἰς καιρὸν δὲ ῥηθεὶς Ἰακὼβ ἀναπέμπει τὴν ἔν‐ νοιαν ἐπὶ τὸν ἐν ἀνθρώπου σχήματι τῷ πατριάρχῃ φανέντα, τὸν Υἱὸν τοῦ Θεοῦ. Δύναται δὲ καὶ πάντα δηλοῦν πτερνίζοντα τὸν διάβολον, καὶ τοὺς τῆς ἁμαρ‐ τίας παραλύοντα βρόχους. Τὸ δέ· Ἰδοὺ αἴρω εἰς
45τὰ ἔθνη τὴν χεῖρά μου, καὶ τὰ ἑξῆς, ἱστορικῶς τινες πάλιν ἐξέλαβον, περὶ τῶν ἐν αἰχμαλωσίᾳ. Βου‐ λομένου γάρ μου συναχθήσεσθε, φησὶ, πανταχόθεν ὑπὸ τῶν ἐχθρῶν δορυφορηθησόμενοι. Τοῦτο δὲ μέχρι τῆς ἐπαγγελίας ἔστη μὴ γενόμενον ἔργῳ, οὐχ ὡς ψευ‐

2484

(50)

δὲς, ἀλλ’ ὡς ἐκείνων διὰ τὸ ἀνάξιον μὴ δεδωκότων καιρὸν ταῖς θείαις ἐπαγγελίαις· πρὸς δὲ τὰς κακὰς αὐτῶν ἐννοίας μαχόμενος, δείκνυσιν ὡς οὐ διὰ τὴν αὐ‐ τοῦ γεγόνασιν ἀδυναμίαν αἰχμάλωτοι, διὰ δὲ τὰς ἑαυ‐ τῶν ἁμαρτίας. Ὡς γὰρ οὐδεὶς τῶν παρ’ ὑμῖν νομιζομέ‐
55νων γιγάντων ὑπὸ ἀσθενεστέρου σκυλεύεται, ἄδι‐2483

2485

κον ὑπομένων αἰχμαλωσίαν, ἀναιρεῖ δὲ τὸν ἐγχει‐ ρήσαντα· οὕτως οὐκ ἐνῆν ἐμοῦ μὴ θελήσαντος, τοὺς λαβόντας ὑμᾶς αἰχμαλώτους ἑλεῖν, Εἰ μὴ καθ’ ἑαυτῶν ἡμαρτηκότες τὴν αἰτίαν παρέχετε. Πλὴν ἐλεήσας
5ὑμᾶς μὲν ἀνακαλέσω, ἐκείνους δὲ τιμωρήσομαι τὴν καθ’ ὑμῶν ἐπιτείναντας κόλασιν· καὶ σαρκῶν τῶν ἰδίων γευσάμενοι γνώσονται τὸν ποιήσαντα, καθὰ καὶ Ναβουχοδονόσορ διὰ σημείων παιδευθεὶς μέγαν ὡμολόγει τὸν Θεὸν Δανιήλ. Τινὲς δὲ τὰ περὶ τοῦ
10γίγαντος ἐξηγούμενοι λέγουσιν· Οὐχ ἥττηται τὸ δυνατὸν τῆς Ἱερουσαλὴμ, οὐδὲ ἡ δικαιοσύνη ἡ ἐν αὐτῇ, ἀλλὰ δι’ ἁμαρτίας κεκράτηται.
15tΚΕΦΑΛ. Νʹ.
16 α—ιαʹ. Οὕτως λέγει Κύριος, ποῖον τοῦτο βιβλίον τοῦ ἀποστασίου τῆς μητρὸς ὑμῶν, ᾧ ἐξαπέστει‐ λα αὐτήν; ἢ τίνι ὑποχρέῳ πέπρακα ὑμᾶς; ἰδοὺ ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε, καὶ ταῖς ἀνομίαις
20ὑμῶν ἐξαπέστειλα τὴν μητέρα ὑμῶν; τί ὅτι ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος· ἐκάλεσα, καὶ οὐκ ἦν ὁ ὑπ‐ ακούων, κ.τ.λ. Διελθὼν ὁ λόγος τὸ κήρυγμα τὸ εὐαγγελικὸν, τήν τε δι’ αὐτοῦ τῶν ἐθνῶν κλῆσιν, καὶ τὴν σύστασιν τοῦ
25θεοσεβοῦς πολιτεύματος, καὶ τοῦ ῥηθέντος γίγαντος τὴν καθαίρεσιν, μεταβαίνει πάλιν ἐπὶ τοὺς ἐκ περι‐ τομῆς, ὥσπερ ἀπολογούμενος διὰ τί τὰ ἔθνη ἐπισκο‐ πήσας, αὐτοὺς ἐκδότους ἐποίησεν. Τούτου γὰρ αἴτιοι, φησὶν, ὑμεῖς, οὐκ ἐγώ. Οὐ γὰρ ἐγὼ τὴν μητέρα
30ὑμῶν ἀπεπεμψάμην Συναγωγὴν, ἢ τὴν ἐπὶ τῆς Ἱε‐ ρουσαλὴμ (οὐ τοῦτο γὰρ ἡ διὰ Μωσέως νομοθεσία δηλοῖ) σχέσιν δὲ τὴν περὶ ὑμᾶς· ἣν ὁ Μωσῆς, ὡς ἔδνα νύμφῃ δοῦναι βουλόμενος, καὶ φέρων ὑμῖν, μοιχεύσασαν διὰ τῆς μοσχοποιίας εὑρὼν τὴν Συν‐
35αγωγὴν διέσπασεν ἀναξίαν εὑρὼν τῶν ἐμῶν δω‐ ρεῶν.
38 Παραβάλλει δὲ ἑαυτὸν ποτὲ μὲν ἀνδρὶ, ὡς πρὸς γυναῖκα, ποτὲ δὲ Δεσπότῃ, ὡς πρὸς οἰκέτας. Οὐδὲ
40γὰρ ὡς ἄν τις Δεσπότης ὀφείλων ἀπεδόμην ὑμᾶς. Ἀλλ’ ὑμεῖς ἀπ’ ἀρχῆς εἰς τέλος παρανομοῦντες ἐκ‐ βέβλησθε, πραθέντες τοῖς ἁμαρτήμασιν, οἷς ἐδου‐ λώθητε, τοὐμὸν μέρος γεγονότες αὐτεξούσιοι καὶ ἐλεύθεροι. Καὶ τέλος, οὐκ ὤκνησα Θεὸς ὢν, ἐλθεῖν
45πρὸς ὑμᾶς, ὑποκαταβὰς τῆς ἀξίας τῆς ἐμαυτοῦ, καὶ γενόμενος ἄνθρωπος· καὶ καλοῦντι πρὸς σωτηρίαν ὑπήκουσεν οὐδείς. Οὐκ ἦν δὲ ἄνθρωπος, φησὶν, ἐπειδὴ τὸ ἀνήκοον πλῆθος οὐδὲ εἶναι λελόγισται. Οἱ δὲ ὑπακούσαντες, ὡς πρὸς ὅλον τὸ ἔθνος ὀλίγοι,

2485

(50)

ὡς μὴ ἀριθμεῖσθαι εἰς λόγον τοῦ ἔθνους. Διὸ καὶ ὑπεξῃρήθησαν, ὡς ὁ Λὼτ ἀπὸ Σοδόμων. Οὐ γὰρ τοσούτους ἔδει παρασχεῖν τῷ Κυρίῳ τὴν ἁγίαν γῆν. Ὅθεν καὶ σημεῖον τῆς ἀκαρπίας αὐτῆς ἡ ξηρανθεῖ‐ σα συκῆ. Τοῦτο δὲ καὶ διὰ τῆς Εὐαγγελικῆς παραβο‐
55λῆς τῶν παρῃτημένων τὸ δεῖπνον σημαίνεται, τῶν ἐν2485

2488

ταῖς ὁδοῖς ἀντικεκλημένων, περὶ ὧν ἐν τῷ παρόντι προφήτῃ φησὶν ὁ Χριστός· «Εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν. Ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶ‐ σιν. Εἶπα, Ἰδού εἰμι, τῷ ἔθνει, οἳ οὐκ ἠπίσταντό με.»
5Περὶ δὲ τῶν Ἰουδαίων ἐπάγει· «Ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖρά μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα.» Οὓς καὶ καλῶν ἐν Εὐαγγελίοις ἔλεγε· «Δεῦτε πρός με, οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς,» καὶ τοιαῦτα πολλάκις. Ἀλλ’
10ἄρα μὴ σῶσαί μου, φησὶν, ἀσθενοῦντος, εἰς αἰχμα‐ λωσίαν ἀπήχθητε; καὶ οὐ δυνήσεσθε σωθῆναι τῆς ἐκείνου τυραννίδος, τοῦτο πρὸς τοὺς Θεὸν βλασφη‐ μοῦντας ὡς οὐ δυνηθέντα σῶσαι τὸν λαὸν, ὁποῖον καὶ ὁ Σωτὴρ πρὸς τοὺς οἰομένους αὐτὸν ἄκοντα πά‐
15σχειν, περὶ τῆς τῶν ιεʹ λεγεώνων φησὶ παραστά‐ σεως· ἤγουν, ἐπειδὴ εἶπεν μηδένα ὑπακοῦσαι κα‐ λοῦντι, δείκνυσιν ὡς πρὸς τῶν μὴ ὑπακοῦσαι, τὰ πάντων ἀθεσμότατα κατ’ ἐμοῦ διεπράξασθε. Καὶ πρὸς ταῦτα δὲ, φησὶν, ἀνεξικάκως ἠνέχθην, δυνάμενος μη‐
20δὲν ὅλως παθεῖν; ὡς ἐδήλωσε πρότερον Ἐρυθρὰ ξη‐ ρανθεῖσα πρὸς διάβασιν θάλασσα· καὶ ποταμὸς Ἰορ‐ δάνης· καὶ σκότος τριήμερον ἐν Αἰγύπτῳ γενόμενον. Ὁ γὰρ Σύμμαχος ἐξέδωκεν· Ἰδοὺ ἐν τῇ ἐπιτιμήσει μου ἐξήρανα θάλασσαν, ἐποίησα ποταμοὺς ἔρη‐
25μον. Κἂν ἐπὶ μέλλοντος δὲ ληφθῇ νοητέον ὡς τοῦ Θεοῦ, εἰ βούλοιτο, δυναμένου ποιῆσαι τὰ παραπλήσια. Τὸ δὲ σκότος καὶ ποιήσαντες ἐν τῇ συντελείᾳ τῶν ὅλων, ἐν ᾗ καὶ τὸ πᾶν ἀφανισθήσεται, τῶν βίων πρὸς ἀξίαν εὐθυνομένων. Καὶ ἐπὶ τῆς πρώτης δὲ
30παρουσίας ἀπειληθεῖσα πρὸς αὐτοῦ ἡσύχασε θά‐ λαττα, καὶ ἀόρατοι δυνάμεις εἶξαν ἐπιτάγματι διω‐ κόμεναι. Ἅπερ ἐχρῆν Ἰουδαίους ὁρῶντας, μὴ ἀμφι‐ σβητεῖν ὅτι οὐκ ἂν ἔπαθεν, εἴπερ ἠβούλετο· καὶ ὅτι σῶσαι δύναται τὴν ὑπ’ οὐρανὸν, εἰ καὶ γέγονεν ἄν‐
35θρωπος· καὶ μὴ τὸ φαινόμενον ὁρῶντας λέγειν, «Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι σὺ ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν·» δέον μα‐ θεῖν, ὡς αὐτὸς ὁ λαλῶν πάρειμι, ὁ τὰ πάλαι θαυματ‐ ουργήσας, ἃ δηλοῖ καὶ Δαβὶδ λέγων· «Τί ἐστί σοι,
40θάλασσα, ὅτι ἔφυγες; καὶ σὺ, Ἰορδάνη, ὅτι ἀνεχώ‐ ρησας εἰς τὰ ὀπίσω;» καὶ πάλιν· «Ἴδοσάν σε ὕδατα, ὁ Θεὸς, ἴδοσάν σε ὕδατα, καὶ ἐφοβήθησαν.» Καὶ περὶ τοῦ Ἰορδάνου πάλιν· «Σὺ ἐξήρανας ποταμοὺς Ἠθὰμ,» τοῦτ’ ἔστι τοὺς ἐν τῷ νότῳ. Εἰ μὴ ἄρα τις
45καὶ διὰ τούτων θάλασσαν μὲν ξηραινομένην, τὰ πλήθη τῶν ἀσεβῶν ἐθνῶν αἰνίττεσθαι φήσειεν, ποτα‐ μοὺς δὲ ἐρήμους, τοὺς πάλαι κατασύροντας εἰς εἰδω‐ λολατρείαν λόγους· ἰχθύας δὲ τούτων ἀπολλυμένους, τὰς ἑρπούσας ἐν ταῖς τῶν ἀθέων ψυχαῖς δυνάμεις

2488

(50)

πονηρὰς, ἔνθα καὶ ὁ δράκων διατρίβειν ἐῤῥέθη, κατὰ τὸ, «Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος,»
καὶ τὰ μετὰ ταῦτα.2487

2489

Τούτοις δὲ τοῖς τῆς θαλάττης ἰχθύσι καὶ ἑρπε‐ τοῖς ὁ λόγος ἀπειλεῖ σκότους, οὐ φωτὸς πλήρη θή‐ σειν τὸν οὐρανόν· εἴποις δ’ ἂν πάλιν θάλασσαν μὲν, τὴν τῶν Ἰουδαίων πολυπληθείαν· ποταμοὺς δὲ, τοὺς
5πρότερον αὐτοῖς λόγους χορηγουμένους· ἰχθύας δὲ, τοὺς μαθητευομένους ταῖς Ἰουδαϊκαῖς παραδόσεσιν· ὧν δὴ προλέγει πάντων ἀφανισμὸν, καὶ τὸ πᾶσι σκότος ἐπιπολάσαν, οὐκ οὐρανοῦ σκοτισθέντος, ἀλλ’ αὐτοῖς ἐκείνοις ἐπιπολάσαν ὥσπερ σκοτώδους
10καλύμματος. Διὸ οὐ ποιήσειν ἔφη, ἀλλ’ ἔνδυσιν, ὑποδραμόντος δηλαδὴ τοῦ σκότους κατὰ τῶν ἀναξίων φωτός. Ὁ δὲ σάκκος, πένθους σύμβολον, διὰ τὸ καὶ τὰς οὐρανίους δυνάμεις πενθεῖν αὐτῶν τὴν ἀπώλειαν. Δυνάμενος οὖν, φησὶ, μὴ παθεῖν, τὸ σῶμά μου τῷ
15πάθει παρέδωκα. Τοῦτο γὰρ ἐδόκει μου τῷ Πατέρι. Διὸ καὶ κατηγορούμενος ἐσιώπων, ὑπήκοος αὐτῷ μέχρι θανάτου γινόμενος, εἰδὼς ὡς ἔσται μοί ποτε καιρὸς καθ’ ὃν οὐκ ἔτι σιγήσομαι γλῶσσαν λαβὼν παρὰ τοῦ Πατέρος ἐν καιρῷ λέγειν ἐπισταμένην·
20ὅτε μου πανταχοῦ τῆς Ἐκκλησίας καθιδρυμένης, διὰ τῶν ἐμῶν βοήσομαι μαθητῶν πᾶσιν ἔθνεσιν τὸν ἐμαυτοῦ γνωρίζων Πατέρα, αὐτοῦ μοι χαριζομένου καὶ ὦτα ἀκουστικὰ, τῆς ἐμῆς συνιέντα διδασκαλίας τὸν νοῦν, κατὰ τὸ, «Καὶ ἔσονται πάντες διδακτοὶ
25Θεοῦ,» ἅπερ ταῖς ἑωθιναῖς ὥραις προσεδρεύοντα, παιδεύσεως τῆς ἐμῆς μεταλήψεται. Ὁ δὲ Σύμμαχος, Ἔθηκέ μοι πρωῒ γύρῳ φησίν. Ὁ δὲ Ἀκύλας, Ἐν πρωῒ ἐξεγερεῖ μοι ὠτίον τοῦ ἀκούειν. Οὗτοι γάρ μοι ἀνθ’ ὑμῶν τῶν μὴ ἀκουσάντων γενήσονται,
30προσεδρευόντων ἀεὶ ταῖς τοῦ νόμου σκιαῖς. Ἐκεῖνοι δὲ τοὺς τύπους εἰς ἀλήθειαν πνευματικῆς θεωρίας ἐκδέξονται, ὑμῶν παρακουσάντων μου λέγοντος· «Ἐρευνᾶτε τὰς Γραφὰς, ὅτι ἐν αὐταῖς δοκεῖται ζωὴν αἰώνιον ἔχειν καὶ αὐταί εἰσιν αἱ μαρτυροῦσαι περὶ
35ἐμοῦ, καὶ οὐ θέλετε ἐλθεῖν πρός με, ἵνα ζωὴν ἔχητε.» Γράφει δὲ καὶ ὁ θεῖος Ἀπόστολος, «Ὅτι ἡνίκα ἀναγινώσκηται Μωσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται.»
41 Τινὲς δὲ ὡς ἀπὸ τῶν μαθητῶν εἰρῆσθαι τοῦτό φασι, λαλούντων ἑκάστῳ τὰ πρόσφορα καὶ κατάλληλα· οἳ καὶ τεθεῖσθαι, φασὶν, ἑαυτοῖς καὶ πρωῒ, τοῦτ’ ἔστιν εἰς νοῦν καὶ καρδίαν ἡμέρας διαύγασμα, καὶ
45νοητοῦ φωτὸς ἔλλαμψιν. Καὶ Παῦλος γὰρ εὐχαριστεῖ τῷ Θεῷ λέγων, ὅτι «Ἐῤῥύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους, καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ Υἱοῦ τῆς ἀγάπης αὐτοῦ ἐν τῷ φωτί.» Τινὲς καὶ ὡς ἀπὸ τοῦ προφήτου δυνατὸν τὸ παρὸν ἔφασαν λελέχθαι ῥητόν.

2489

(50)

Εὐαγγελισαμένου γὰρ αὐτοῦ τὴν αὐτῶν τε, καὶ τῶν ἐθνῶν σωτηρίαν, καὶ τοῦ Σωτῆρος τὴν ἄφιξιν, καὶ τοῦ κόσμου τὴν συντέλειαν, πόθεν τούτῳ ταῦτα λέ‐ γειν ἠπόρουν καθ’ ἑαυτούς. Ὁ δέ φησιν· Οὐκ ἐμὸς ὁ λόγος, ὁ χορηγῶν δὲ Χριστὸς, ὃς τοῖς ἑαυτοῦ δίδωσι
55καιρόν τε λόγου καὶ σύνεσιν πρὸς τὸ νοεῖν. Οὐκ ἀθετῶ2489

2492

τοίνυν τὴν χάριν ὑπηρετῶν αὐτοῦ τῷ κηρύγματι, πάντα τε παθεῖν ἕτοιμός εἰμι δι’ αὐτόν. Κἂν τύπτητέ με, φησὶ, κἂν ἐμπτύητε, τὴν παρ’ αὐτοῦ βοήθειαν ἐλπίζων, ἣν εὑράμενος, καὶ τοῦ δικαίου τεύξασθαι
5προσδοκῶν, ἀντιστήσομαι ὑμῖν ἀντιλέγειν μὴ δυνα‐ μένοις. Ἀλλ’ ἐπὶ τὸν Χριστὸν ἐπανέλθωμεν, ὅς φησιν Ἰου‐ δαίοις· Ὡς ὑμεῖς μὲν καλούμενοι παρηκούσατε, ἐγὼ δὲ οὐκ ἀπειθῶ τῷ Πατέρι πάντα ἐν ἐμοὶ βουληθέντι
10ἀνακεφαλαιώσασθαι. Κενώσας δὲ ἐμαυτὸν, τὰ πάν‐ των αἴσχιστα πέπονθα, εἰδὼς μὴ φέρειν μοι αἰσχύ‐ νην τῷ πειθαρχεῖν τῷ Πατέρι. Πιλάτου μὲν μα‐ στιγώσαντος, τῶν δὲ ὑπηρετῶν ἑνός με ῥαπίσαν‐ τος, ἄλλων δέ μου καταπτυόντων, ὡς στερεὰν πέ‐
15τραν τὸ πρόσωπόν μου τιθείς. Δυνάμεως γὰρ ἦν τὸ πρᾶγμα, δι’ ἣν ἐκαρτέρουν· ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. Αὐτὸς γάρ μου καὶ τοῖς ἀνθρωπίνοις ἐβοήθησε μέτροις. Δηλοῖ δὲ καὶ
20ὡς ἐπήμυνεν αὐτῷ, δίκην ἐπιθεὶς τοῖς ὑβρίσασιν, ἣν καὶ διὰ τάχος ἐγγίζειν φησὶ, δικαιώσαντος αὐτὸν τοῦ Πατέρος. Δίκαιον γὰρ ὄντα, καὶ καθ’ ἑαυτοῦ μὴ δόντα λαβὰς, ἀποκτείνειν ἐτόλμησαν. Ἀνθ’ ὧν αὐ‐ τοὺς κολάσας, ἀνυπεύθυνον ὑπάρχειν ἐμὲ μεμαρτύ‐
25ρηκεν. Διό φησιν ὁ Πατήρ· «Καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ, καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ.» Φιλόπλουτοι γὰρ γεγονότες οἱ τῶν Ἰουδαίων καθηγηταὶ, πρὸς τὴν κατ’ αὐτοῦ πονη‐ ρίαν ἐτράποντο. Καὶ γὰρ εἰδότες αὐτὸν ἔφασκον·
30«Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε, ἀποκτείνωμεν αὐτόν.»
33 Εἰ δὲ νομίζει τις δικαίως με πεπονθέναι, παρέστω πρὸς ἔλεγχον. Ἀλλ’ οὐ δυνήσεται. Καὶ ἀλλαχοῦ γὰρ
35ὁ προφήτης φησίν· «Ἴδετε ὡς δίκαιος ἀπώλετο, καὶ οὐδεὶς ἐκδέχεται τῇ καρδίᾳ.» Παρ’ ᾧ καὶ Ἰουδαῖοί φασι· «Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν.» Εἰκότως δίκαιον, «Οὐ γὰρ ἐποίησεν ἁμαρ‐ τίαν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.» Τῷ
40δὲ, Τίς ὁ κρινόμενός μοι; ἔοικε τὸ, «Τίς ἐλέγξει με περὶ ἁμαρτίας;» κατὰ πάντα γὰρ ἡμῖν, πλὴν ἁμαρ‐ τίας, ὡμοίωται. Διόπερ ἔλεγεν· «Ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν.» Ἀνδρὸς δὲ τελείου χαρακτὴρ, τὸ, Τίς ὁ κρινόμενός
45μοι; ᾧ μηδὲν ἡ παρ’ ἀνθρώποις κρίσις, ὡς σιγᾷν μὲν ὑπ’ αὐτῶν καταδικαζόμενον, καλεῖν δὲ πρὸς τὴν παρὰ Θεῷ κρίσιν τοὺς ἐναντίους. Τὸ δὲ, τίς κακώσει με; ἐμφαίνει τὸν ἀρχηγὸν τῆς ζωῆς. Οὐκοῦν εἰς μάτην ἡ τούτων ἐπιβουλὴ, κατὰ τὸ ἐν ψαλμοῖς·

2492

(50)

«Ἐβουλεύσαντο βουλὴν, ἣν οὐ μὴ δύνωνται στῆσαι.» Πῶς γὰρ, ὢν ζωὴ, θανάτῳ κατείχετο; καθὸ δὲ γέγο‐ νεν ἄνθρωπος, δοκεῖ τοῦτο δέχεσθαι παρὰ τοῦ Πατέ‐ ρος. Ὡς γὰρ Θεὸς, ἤγειρεν ἑαυτὸν λέγων· «Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.»
55Ἐφ’ οἷς φησι πρὸς αὐτούς· Ἰδοὺ πάντες ὑμεῖς2491

2493

ὡς ἱμάτιον, παλαιωθήσεσθε, καὶ σὴς καταφάγε‐ ται ὑμᾶς. Ἢ εὐρὼς, κατὰ Σύμμαχον· ἢ βρωτὴρ, ὡς Ἀκύλας. Δι’ ὧν σημαίνει τὴν παλαίωσιν τῆς κατ’ αὐτοῦ σωματικῆς λατρείας. Πᾶν γὰρ τὸ παλαιού‐
5μενον καὶ γηράσκον, ἐγγὺς ἀφανισμοῦ. Σῆτα δὲ λέγει καταβιβρώσκοντα, τὴν συνείδησιν ὧν τετολμή‐ κασιν, ὁρῶντες τὴν ἑαυτῶν μὲν ἀποβολὴν, τὴν ἐπι‐ στροφὴν δὲ τὴν ἐπὶ Θεὸν τῶν ἐθνῶν. Διὸ καὶ πρὸς τῷ τέλει τῆς βίβλου φησίν· «Ὁ σκώληξ αὐτῶν οὐ
10τελευτήσει, καὶ τὸ πῦρ οὐ σβεσθήσεται, καὶ ἔσονται εἰς ὄνειδος πάσῃ τῇ γῇ.»
16 Λέγοι δ’ ἂν σῆτα καὶ τὰς ἁμαρτίας αὐτῶν. Ἐξ αὐτῶν γὰρ ἔχουσαι τὸ εἶναι, κατ’ αὐτῶν τὴν βλάβην ἐργάζονται. Ἐπεὶ καὶ τὸ ἱμάτιον τροφὴ γίνεται ᾧπερ ἐγέννησε σκώληκι. Λογισμὸς δὲ οὗτος πρὸς
20τὸ μὴ φοβεῖσθαι τὰ ἐξ ἀνθρώπων τῶν ἀπολλυμένων, καὶ ἔνδειξις τῆς τοῦ λέγοντος ἀφθαρσίας. Δηλοῖ δὲ καὶ τὴν κατ’ αὐτῶν τιμωρίαν καὶ σητῶν αὐτοὺς δίκην ἐκδαπανῶσαν ταῖς συμφοραῖς. Καὶ ἀλλαχοῦ γὰρ ὁ προφήτης φησί· «Τί ἔτι πληγήσεσθε προσ‐
25τιθέντες ἁμαρτίας; Πᾶσα κεφαλὴ εἰς πόνον,» καὶ τὰ ἐφεξῆς. Δι’ ὧν αὐτῶν δηλοῖ τὴν ἀπώλειαν, καὶ χώρας ἀλλοτρίωσιν, καὶ πόλεως ἐμπρησμόν. Εἶτά φησι, Τίς ἐν ὑμῖν ὁ φοβούμενος τὸν Κύριον; τὴν ἀπορίαν τούτων δηλῶν, καὶ τὸ σπάνιον. [Τοῦτο,
30τοιοῦτόν τι] δὲ ζητεῖ ὁ μὴ θέλων τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὴν μετάνοιαν αὐτοῦ. Διό φησιν· Ἔτι καὶ νῦν ὑμᾶς ἀνακαλοῦμαι ἐν τῷ τῆς ἀγνοίας σκότῳ τυγχάνοντας· καὶ τοῖς ἐπιεικέσι προτείνει φιλανθρωπίαν. Ἐσώθη γὰρ τὸ κατάλειμμα, οὗ καὶ
35ἀπαρχὴ τοῦ Σωτῆρος οἱ μαθηταί. Καὶ ἄνθρωπος δὲ γεγονὼς, παῖς εἶναί φησι τοῦ Θεοῦ. Καὶ τὸ ἀκοῦ‐ σαι τῆς αὐτοῦ φωνῆς, οὐ νόμου παράβασις ἦν, ἀλλὰ μᾶλλον βεβαίωσις, σκιαγραφήσαντος τὴν ἀλή‐ θειαν, κατὰ τὸν Ἀπόστολον λέγοντα· Νόμον οὖν
40καταργοῦμεν διὰ τῆς πίστεως; μὴ γένοιτο. Ἀλλὰ νόμον ἱστάνομεν. Γέγραπται γὰρ ὅτι ὁ δίκαιός μου ἐκ πίστεως ζήσεται. Πέρας γὰρ νόμου καὶ προφη‐ τῶν ὁ Χριστὸς δικαιῶν ἐν πίστει τὸν ἀσεβῆ. Τοῖς δὲ νῦν καλουμένοις ἔλεγεν ὁ Πατήρ· «Οὗτός ἐστιν ὁ
45Υἱός μου ὁ ἀγαπητὸς, ἀκούετε αὐτοῦ.» Τινὲς δὲ ἄμεινόν φασιν, ὡς τὸν θεοσεβεῖν δοκοῦντα παρ’ Ἰου‐ δαίοις ἀνακαλεῖ πρὸς μετάνοιαν, καὶ ὡς μηδενὸς πειθομένου, ἐν σκότῳ φησὶν ὑπάρχειν αὐτοὺς καὶ φωτὸς ἐστερῆσθαι. Τοῦτο δὲ τοῖς ἀποστόλοις οὐχ

2493

(50)

ἥρμοττεν, οὐδὲ τὸ πῦρ σωρεύειν καθ’ ἑαυτῶν, καὶ κατισχύειν τὴν φλόγα. Ἐπιμένοντας δέ φησιν, ὑμᾶς τῇ ἀπιστίᾳ τὸ τῆς αἰωνίου κολάσεως ἐκδέχεται πῦρ· οἷς παραινεῖ πρότερον ἐπὶ τῷ Κυρίῳ πε‐
ποιθέναι, Θεὸν ἑαυτὸν εἶναι λέγων, καὶ ταπεινῆς2493

2496

ἐννοίας ἐκ τοῦ σάρκα φορεῖν ἑαυτὸν ἀποτρέπων αὐ‐ τοὺς, αὐτόν τε ποιεῖσθαι ῥάβδον καὶ στήριγμα.
5 Οὐ γὰρ ἠδύναντο πιστεύειν δόξαν παρ’ ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ Θεοῦ οὐ ζητοῦντες, ὃς εἴρηται ῥάβδος. Ἀνέχει γὰρ πάντα πρὸς τὸ εἶναι καλῶς κατὰ τό· «Ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου, αὐταί με παρεκάλεσαν.» Ὀλισθηρὰ
10γὰρ ἡ φύσις, καὶ δεῖται τοῦ περικρατοῦντος. Οὗ τυχὼν ὁ δίκαιος λέγει· «Ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου.» Ἐν σκότῳ δὲ εἶναι τοὺς Ἰουδαίους καὶ ὁ Παῦλος δηλῶν, «Ὁ Θεὸς τοῦ αἰῶνος τούτου, φησὶν, ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων.» Καὶ Ἡσαΐας
15φησίν· «Ὑπομεινάντων αὐτῶν φῶς, ἐγένετο αὐτοῖς σκότος.» Διὸ Χριστὸς ἔλεγεν· «Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου,» καὶ τὰ ἑξῆς. Καὶ τοῦ τῆς κολάσεως δὲ πυρὸς ἀποτρέπων αὐτοὺς ἔλεγεν· «Ὁ πιστεύων εἰς τὸν Υἱὸν, οὐ κρίνεται.» Ἐπίτασιν δὲ παρίστησι
20κρίσεως τὸ, Κατισχύετε φλόγα. Ὕλης μὲν γὰρ πολ‐ λῆς προσαγομένης, αὔξει τὸ πῦρ· ὀλίγης δὲ, ἀτονεῖ· δαπανηθείσης δὲ, σβέννυται. Ἰουδαῖοι τοίνυν πῦρ καθ’ ἑαυτῶν ἔκαυσαν, ἀποκτείναντες τοὺς προφήτας, καὶ λιθοβολήσαντες τοὺς ἀπεσταλμένους. Κατίσχυ‐
25σαν δὲ τὴν ἑαυτῶν φλόγα, τὸν κληρονόμον ἀπεκτο‐ νότες, οἳ τὴν διὰ Χριστοῦ παίδευσιν οὐκ ἐδέξαντο, ταῖς τοῦ νόμου σκιαῖς ἐπιμείναντες. Διόπερ ὡς φῶς μὲν ἔχειν οἰομένους τὸ νομικὸν, οὐ μὴν ἔχοντας ἀλη‐ θῶς, τῆς πρὸς αὐτὸν οἰκειότητος ἀποπέμπεται λέ‐
30γων· Πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν καὶ τῇ φλογὶ, ᾗ ἐξεκαύσατε. Ὅτι δὲ τῆς εἰς Χριστὸν παροινίας ἔτισαν δίκας παρίστησιν ἐπάγων· Δι’ ἐμὲ ἐγένετο ταῦτα ὑμῖν· ἐν λύπῃ κοιμηθήσεσθε. Ταῦτα δὲ λέγει πόρθησιν χώρας, πόλεως ἅλωσιν, ἐμπρησμὸν
35τοῦ νεῶ. Ἐκοιμήθησαν δὲ καὶ ἐλύπη, ἢ καὶ ἐν ὀδύνῃ, κατὰ Σύμμαχον· ἢ κατὰ τὸν Ἀκύλαν, εἰς διαπόνησιν. Τὴν διὰ Χριστοῦ γὰρ λύτρωσιν οὐκ ἀξιωθέντες λαβεῖν, οὐκ ἐν ἐλπίδι γερῶν, καὶ θυμη‐ δίᾳ πνευματικῇ, ἀλλ’ ἐν φόβῳ κολάσεων, καὶ λύπῃ
40τῇ δι’ αὐτὰς ὀδυνώμενοι κοιμηθήσονται.
42tΚΕΦΑΛ. ΝΑʹ.
43 α—γʹ. Ἀκούσατέ μου, οἱ διώκοντες τὸ δίκαιον, καὶ ζητοῦντες τὸν Κύριον. Ἐμβλέψατε εἰς τὴν
45στερεὰν πέτραν, ἣν ἐλατομήσατε, καὶ εἰς τὸν βόθυνον τοῦ λάκκου, ὃν ὠρύξατε. Ἐμβλέψατε εἰς Ἀβραὰμ τὸν Πατέρα ὑμῶν, καὶ εἰς Σάῤῥαν τὴν ὠδίνουσαν ὑμᾶς, κ.τ.λ. Ἀλλ’ ἵνα μὴ ταῦτα πάθητε, καὶ νῦν ἔτι παραινῶ τὴν

2496

(50)

μετάνοιαν, ὦ ἄνδρες, ὑμῖν, οἱ προσποιούμενοι μὲν τὸν Κύριον τιμᾷν, ἐναντία δὲ πράττοντες τῇ τοῦ Κυρίου βουλῇ, τῷ τὸ δίκαιον ἐλαύνειν, ἡγεῖσθαί τε δυσμενῆ τὴν ἀλήθειαν. Τινὲς δέ φασιν ὡς προσφωνεῖ τοῖς πι‐ στεύουσι καὶ ζητοῦσι Χριστὸν τὴν δικαιοσύνην, καὶ
55ὡς ἀλλοτρίους τῶν Ἰουδαίων τούτους καλεῖ. Πάντας2495

2497

γὰρ προεῖπε πῦρ καίειν, ἐν ᾧ καὶ κατεκαύθησαν οἳ διώκουσι τὸ δίκαιον, οὐχ ὡς ἐλαύνοντες, ἀλλ’ ὡς ἐπ’ αὐτὸ τρέχοντες, ἵνα καταλάβωσιν, ὡς τό· «Ζή‐ τησον εἰρήνην, καὶ δίωξον αὐτήν.» Ὀλιγοστοὶ μὲν
5γὰρ οὗτοι· προβήσονται δὲ εἰς ἄμετρον πλῆθος τῶν ἐθνῶν προστιθεμένων τοῖς ἐκ περιτομῆς ὃ καὶ παρ‐ ίστησι παράδειγμα τὸν Ἀβραὰμ καὶ τὴν Σάῤῥαν. Τινὲς δὲ πρὸς τοὺς ἀπίστους εἰρῆσθαι τὸν λόγον, ὡς προείπομεν, λέγοντες, φασὶν ὡς ἀντὶ τοῦ, καὶ εἰς
10τὸν βόθυνον, ὁ Σύμμαχος, εἰς τὴν τρυμαλιάν· ὁ δὲ Ἀκύλας, πρὸς ἐκκοπὴν, ἐκδεδώκασιν· αἰνιτ‐ τομένου τοῦ λόγου τὴν σῶμα τοῦ Κυρίου δεξαμένην πέτραν, ἣν ὄρυξεν Ἰωσήφ. Εἶτα μετέβη ἐπὶ τὸ παράδειγμα τοῦ Ἀβραὰμ, καὶ τῆς Σάῤῥας, οἳ δίκην
15πέτρας ἄκαρποι καὶ ἄγονοι γεγονότες, πολλῶν ἐθνῶν πατέρες ἐγένοντο διὰ πίστεως, ὡς ὁ Παῦλός φησι· «Κατενόησε τὸ ἑαυτοῦ σῶμα ἤδη νενεκρωμένον,» καὶ τὰ ἐπὶ τούτῳ. Ἐξ ἑνὸς οὖν, τοῦ Ἀβραὰμ καὶ τῆς Σάῤῥας (εἰς γὰρ ἄμφω, κατὰ τό· Ἔσονται οἱ δύο εἰς
20σάρκα μίαν) ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει συνέστησαν· διό φησιν, Εἶς ἦν, καὶ ἐκάλεσα αὐτόν. Ὥσπερ οὖν ἐπὶ τοῦ Ἀβραὰμ οὕτω πεποίηκα· οὕτω μὴ ἀπογινώσκετε, ὡς καὶ ἀπὸ τῆς πέτρας ταύτης, ἣν ὑμεῖς ἐλατομήσατε, ἔσται τις ἐλπὶς σωτηρίας
25πᾶσιν ἀνθρώποις. Ἀλλὰ καὶ πέτρα κατὰ Παῦλον ἦν ὁ Χριστὸς, ἢν ἐν τῷ πάθει διώρυξαν, κατὰ τό· «Ὤρυ‐ ξαν χεῖράς μου καὶ πόδας μου.» Βόθυνον δὲ τὴν τρωθεῖσαν πλευρὰν ὑπαινίττεται. Διὰ γὰρ τούτων ἡ σωτηρία, καὶ τῆς Ἐκκλησίας συνέστη τὸ πλήρωμα,
30καθάπερ ἐξ Ἀβραὰμ καὶ Σάῤῥας τὸ πλῆθος τὸ ἄπειρον. Διὸ παρακαλεῖ τὴν Σιὼν, τὸ θεοσεβὲς πά‐ λιν πολίτευμα, ὅπερ εἰς ἔρημον δι’ ὑμᾶς κατέστη. Πλὴν ἀλλ’ ἐγὼ τὴν ἐρημίαν αὐτῆς ἀναλήψομαι παρά‐ κλησιν καλῶν τὴν περὶ τούτων ἐλπίδα. Ἔρημον
35δὲ, ὡς πρὸς τὴν ἔχουσαν πάλαι τὸν ἄνδρα, τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, καλεῖ, πρὸς ἣν ἔλεγεν ὁ προφήτης· «Εὐφράνθητι, στεῖρα, ἡ οὐ τίκτουσα,» καὶ τὰ ἐπὶ τούτῳ. Τίς δὲ ἡ τὸν ἄνδρα ἔχουσα, ἀλλ’ ἢ τὸ βιβλίον τοῦ ἀποστασίου ποιησαμένη; ἐν δὲ τῇ ἐρήμῳ παρά‐
40δεισον ἔσεσθαι λέγει, κατὰ τὸν ἐν ἀρχῇ παρὰ Κυ‐ ρίου ....
44δ—ιϛʹ. Ἀκούσατέ μου, ἀκούσατε, λαός μου, καὶ
45οἱ βασιλεῖς, πρός με ἐνωτίσασθε, ὅτι νόμος παρ’ ἐμοῦ ἐξελεύσεται, καὶ ἡ κρίσις μου εἰς φῶς ἐθνῶν. Ἐγγίζει ταχὺ ἡ δικαιοσύνη μου, καὶ ἐξ‐ ελεύσεται, ὡς φῶς, τὸ σωτήριόν μου, καὶ εἰς τὸν βραχίονα μου ἔθνη ἐλπιοῦσιν. Ἐμὲ νῆσοι

2497

(50)

ὑπομενοῦσι, καὶ εἰς τὸν βραχίονά μου ἐλπιοῦ‐ σιν, κ.τ.λ. .... ἀνθρώπους φοβούμενος, μὴ ἀποσυνάγωγόν σε ποιήσωσιν οἱ λέγοντες· «Δαιμόνιον ἔχει καὶ μαί‐ νεται. Τί ἀκούετε αὐτοῦ;» Οἷς ἔλεγεν ὁ Χριστός·
55«Καὶ ὑμῖν τοῖς νομικοῖς οὐαὶ, ὅτι ἤρατε τὴν κλεῖδα2497

2500

τῆς γνώσεως, αὐτοὶ οὐκ εἰσέρχεσθε, καὶ τοὺς εἰσερ‐ χομένους ἐκωλύσατε,» οὓς ἀπολεῖσθε νῦν, φησὶν, ἁλω‐ σομένης τῆς πόλεως. Εἶτα περὶ τῶν πειρασμῶν τῶν εὐσεβεῖν ᾑρημένων ἐπήνεγκε, καὶ τῆς ἐκ τούτων
5ἀνέσεως, κατὰ τὸ ἐν ψαλμοῖς· «Ἐπέταξε τῇ καται‐ γίδι, καὶ ἔστη εἰς αὔραν. Καὶ ἐκόπασε τὰ κύματα αὐτῆς.» Δυνατὸς γὰρ ταῦτα ποιεῖν ἐγὼ, εἴγε καὶ Κύριος εἰμὶ τῶν δυνάμεων, ὃς καὶ τοὺς ἐμοὺς λόγους ἐμβαλῶ σου τῷ στόματι. Τῷ γὰρ ἁμαρτω‐
10λῷ ἐρῶ· «Ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου;» — «Οὐ γὰρ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ.» —«Ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας τὸ στόμα λαλεῖ.» Περὶ δὲ τοῦ δικαίου εἴρηται· «Ὁ νόμος τοῦ Θεοῦ αὐ‐ τοῦ ἐν καρδίᾳ αὐτοῦ.» Ὃς καὶ Σιὼν γενόμενος, ἐρεῖ
15τῷ Κυρίῳ· Θεός μου εἶ σὺ, τὴν τοῦ Χριστοῦ πίστιν δεξάμενος· καὶ ἀκούσεται παρ’ αὐτοῦ, Λαός μου εἶ σύ. ιζ—κγʹ. Ἐξεγείρου, ἐξεγείρου, ἀνάστηθι Ἱε‐ ρουσαλὴμ, ἡ πιοῦσα ἐκ χειρὸς Κυρίου τὸ ποτή‐
20ριον τοῦ θυμοῦ αὐτοῦ. Τὸ ποτήριον γὰρ τῆς πτώ‐ σεως, τὸ κόνδυ τοῦ θυμοῦ ἐξέπιες, καὶ ἐξεκέ‐ νωσας· καὶ οὐκ ἦν ὁ παρακαλῶν σε ἀπὸ πάντων τῶν τέκνων σου, ὧν ἔτεκες, κ.τ.λ.
24tΚΕΦΑΛ. ΝΒʹ.
25 α—ϛʹ. Ἐξεγείρου, ἐξεγείρου, Σιών. Ἔνδυσαι τὴν ἰσχύν σου. Σιών. Καὶ σὺ ἔνδυσαι τὴν δόξαν σου, Ἱερουσαλὴμ πόλις ἡ ἁγία. Οὐκέτι προσθή‐ σεται διελθεῖν διὰ τοῦ ἀπερίτμητος, καὶ ἀκά‐ θαρτος, κ.τ.λ.
30 Τὴν κλῆσιν εἰπὼν τῶν ἐθνῶν (ἅπερ ἴδιον ἐκάλει λαὸν, πρὸς ἃ καὶ ἔλεγεν, ὅτι Νόμος παρ’ ἐμοῦ ἐξελεύ‐ σεται, καὶ ἡ κρίσις μου εἰς φῶς ἐθνῶν), νῦν προσφω‐ νεῖ τῇ Ἱερουσαλὴμ πεσούσῃ, διαναστῆναι τοῦ πτώ‐ ματος, ὅπερ ἔσχατον πέπονθε μετὰ τὴν εἰς Χριστὸν
35παροινίαν. Χρηστὸς δὲ ὢν ὁ Θεὸς, καὶ μὴν βουλό‐ μενος τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὴν μετάνοιαν, ἐπὶ ταύτην παρακαλεῖ χρηστὰ πειθομένοις ἐπαγγελ‐ λόμενος· Ἐξεγείρου, λέγων, τὴν ἑκούσιον αὐτῆς πτῶ‐ σιν δηλῶν. Εἰ γὰρ ὑπ’ ἄλλου κατείχετο, ἐκείνῳ ἂν,
40ἀλλ’ οὐκ αὐτῇ περὶ τῆς ἐγέρσεως διελέγετο. Τίς γὰρ πεσὼν, κἂν μέλος πηρωθῇ, οὐ σπουδὴν τίθεται, πᾶ‐ σαν συλλέξας τὴν δύναμιν, ἀναστῆναι; Καὶ σὺ τοί‐ νυν, ὡς ἱματίου περιβαλοῦ τὴν ἰσχὺν διαναστᾶσα κατὰ διάνοιαν. Λέξει γὰρ προϊὼν, Ἔνδυσαι τὴν
45ἰσχὺν, Σιών. Ὥστε νῦν Ἱερουσαλὴμ μήτε τὴν ἐπου‐ ράνιον, μήτε τὸ θεοσεβὲς εἰρῆσθαι πολίτευμα· τὴν αἰσθητὴν δὲ καὶ ὑπόχειρα Ῥωμαίοις γεγενημένην. Διὸ καὶ πεπωκέναι λέγεται τὸ ποτήριον τοῦ θυ‐ μοῦ. Τῆς γὰρ ἐν οὐρανῷ οὐχ ἅπτεται θυμὸς καὶ

2500

(50)

ὀργή· Θεὸς γὰρ λέγεται βασιλεύειν αὐτῆς. Ἀλλ’ οὐδὲ τοῦ θεοσεβοῦς ἐπὶ γῆς πολιτεύματος. Ὁ δὲ Σύμμαχος ἐξέδωκε, τὸ ποτήριον τοῦ θυμοῦ αὐτοῦ, τὸν κρα‐ τῆρα τοῦ σπαραγμοῦ καὶ ἐξεστράγγισε, καὶ οὐκ
ἐστὶν ὁ παρηγορῶν αὐτήν.2499

2501

Τοῦτο δ’ ἂν λέγοιτο ἐπὶ τοῦ πᾶσαν τιμωρίαν ἐκτί‐ σαντος πρὸς κάθαρσιν ἁμαρτημάτων, ὡς ἐπὶ τῶν προσαγομένων πικρῶν ἀντιδότων εἰς κένωσιν. Λυπεῖ γὰρ, ὡς ἰατρὸς, ὁ Θεὸς οὐκ αὐτὸς θέλων, τοῦ δὲ
5πράγματος ἀναγκάζοντος· περὶ οὗ λέλεκται· «Πο‐ τήριον ἐν χειρὶ Κυρίου οἴνου ἀκράτου πλῆρες κερά‐ σματος. Καὶ ἔκλινεν ἐκ τούτου εἰς τοῦτο, πλὴν ὁ τρυγίας αὐτοῦ οὐκ ἐξεκενώθη. Πίονται πάντες οἱ ἁμαρτωλοὶ τῆς γῆς.» Τοῦτο δέ σοι παθούσῃ, φησὶν,
10οὐδέν σοι παρέστη τῶν τέκνων παραμυθούμενον. Ὅτε μὲν γὰρ εἰς Ἀσσυρίους ἀπήχθησαν, εἶχον δι‐ καίους καὶ προφήτας παρακαλοῦντας· μετὰ δὲ τὸν τολμηθέντα κατὰ Χριστοῦ θάνατον, οὐδεὶς θεοφιλὴς εὕρηται παρ’ αὐτοῖς. Ἦσαν γὰρ προαπελάσαντες καὶ
15τοῦ Σωτῆρος τοὺς μαθητὰς πληγαῖς αἰκισάμενοι, τι‐ νὰς δὲ καὶ ἀνελόντες. Δύο δὲ ταῦτα, φησὶν, ἀντί‐ κειταί σοι, καὶ πολεμεῖ, συντόμως τὰς ἐκ τοῦ πολέ‐ μου δηλῶν συμφοράς. Ἀντὶ δὲ δύο, προβάλλεται τέτ‐ ταρα. Ἀλλὰ τὰ ἑπόμενα τοῖς πρώτοις ὁ προφητικὸς
20ἐν τούτοις συνάπτει λόγος. Ἕπεται γὰρ τῷ μὲν πί‐ πτειν ἡ συντριβή. Τῷ δὲ λιμῷ, μάχαιρα, τοῦτ’ ἔστι θάνατος. Δύο τοίνυν τὰ πρῶτα, πτῶμα καὶ λιμὸς, περὶ ὧν ὁ λόγος, φησὶν ἃ τίς ὁ κωλύσων, φησὶν, ἢ καὶ ψιλῶς παραμυθούμενος; Ἄρα οἱ ἐν σοὶ Γραμ‐
25ματεῖς καὶ Φαρισαῖοι; ἢ καὶ ἄλλως δυνατοί; Ἀλλ’ ἰδοὺ καὶ περὶ ἑαυτῶν κινδυνεύουσι. Καθεύδουσι γὰρ ἐπάνω πάσης ἐξόδου. Τοῦ πολέμου γὰρ κατασκή‐ ψαντος, τὰς τῆς χώρας ἐσχατιὰς κατελάβοντο, ἵν’ εἶεν ἕτοιμοι πρὸς φυγὴν, οὐ πρὸς ἀπόκρουσιν ἐγρη‐
30γορότες κακῶν, φόβῳ δὲ παρειμένοι καθάπερ ἐκ μέθης ὡς σεύτλιον ἡμίεφθον. Κατὰ δὲ Σύμμαχον· Οἱ υἱοί σου ἐπορεύθησαν ἀγόμενοι ἐπ’ ἀρχῆς πάντων ἀμφιβλήστρων ὡς ὄρυξ ἐν ἀμφιβλήστρῳ. Καὶ κατὰ τοὺς λοιποὺς δὲ, ἀντὶ τοῦ, ὡς σεύτλιον ἡμί‐
35εφθον, ὡς ὄρυξ ἠμφιβληστρευμένος, ἢ συνειλημ‐ μένος, εἴρηται. Ὁ δὲ ὄρυξ ὄρνεόν ἐστιν, ᾧ παραβάλ‐ λει τοὺς υἱοὺς Ἱερουσαλὴμ ἀμφιβλήστρῳ διαβόλου περιβληθέντας. Διὸ καὶ τῷ θυμῷ παρεδόθησαν.
41 Ἀντὶ δὲ τοῦ, ὁ κρίνων τὸν λαὸν αὐτοῦ· Σύμμαχος, ὑπερμαχήσει φησὶ τοῦ λαοῦ αὐτοῦ. Τὸ δὲ εἴληφα τοῦτ’ ἔστι λήψομαι. Ἐπαγγέλλεται γὰρ ἀνήσειν τὸν θυμὸν ποιούσῃ τὰ προσταττόμενα,
45ἅπερ ἦν ἐξεγείρου, ἐξεγείρου. Ἐπιμένουσα γὰρ τῇ πτώσει, αἰτία ἔσται τῆς τῶν ἐπηγγελμένων κωλύσεως. Τοιοῦτον καὶ τό· «Μὴ ὁ πίπτων οὐκ ἀνί‐ σταται; ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει; Ἵνα τί ἀποστρέφετε ἀποστροφὴν ἀναιδῆ; λέγει Κύριος.»

2501

(50)

Μήποτε δὲ μηκέτι πιεῖσθε, φησὶ, διὰ τὴν ἐπ’ ἐσχά‐ των ἐπιστροφήν. Ἔλεγε γὰρ, «Ἐπιλήσονται τὴν θλίψιν αὐτῶν τὴν πρώτην,» καὶ τὰ ἑξῆς. Ποτήριον δὲ καλεῖν ἔθος ἔσθ’ ὅτε τῇ θείᾳ Γραφῇ τὸ ἀνταποδιδόμενον ἀγα‐ θοῖς, ἢ κακοῖς, ὡς παρὰ τῷ Δαβίδ· «Πῦρ, καὶ θεῖον,
55καὶ πνεῦμα καταιγίδος, ἡ μερὶς τοῦ ποτηρίου αὐ‐2501

2504

τοῦ.» Ὁ δὲ δίκαιος λέγει· «Ποτήριον σωτηρίου λή‐ ψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι.» Τὸ οὖν ποτήριον δοθήσεσθαι τοῖς αὐτῆς πολεμίοις, καὶ ταύ‐ την ἠδικηκόσι φησί· διὸ κατὰ Σύμμαχον εἴρηται·
5Καὶ θήσω αὐτὸ εἰς χεῖρας τῶν ἀποικισάντων σε. Εἰκὸς δὲ ταῦτα καὶ περὶ ἀντικειμένων δυνάμεων λέ‐ γεσθαι, αἷς ἀποστᾶσα Θεοῦ ψυχὴ ἑαυτὴν ὑποτάττει, καὶ γήϊνα φρονοῦσα κύπτει πρὸς γῆν, καὶ τέλος ἁπλωθεῖσα πρὸς ἔδαφος τοῖς τῶν ἑλόντων αὐτὴν κα‐
10ταπατεῖται ποσίν· ἡ δὲ Θεῷ προσιοῦσα, ὄρθιος ἕστη‐ κεν ἄνω βλέπουσα, καὶ πρὸς αὐτὸν ἐπηρμένη Τινὲς δὲ ἀδικησάντων αὐτὴν φασὶν, τῶν ὀρθοποδεῖν μὴ συγχωρησάντων αὐτῇ διδασκάλων. Ὅσῳ γὰρ ἦσαν ἐν τρυφῇ τε καὶ δόξῃ· τοσούτῳ πικροτέρας ἀπέλαυσαν
15δίκης, ὧν εἶχον ἐστερημένοι. Περὶ δὲ τῶν νοητῶς ἀδικησάντων καὶ Παῦλός φησιν· «Εἰ δὲ καί ἐστι κεκαλυμμένον τὸ Εὐαγγέλιον ἡμῶν ἐν τοῖς ἀπολλυ‐ μένοις ἐστὶ κεκαλυμμένον, ἐν οἷς ὁ Θεὸς ἐτύφλωσε τοῦ αἰῶνος τούτου τὰ νοήματα τῶν ἀπίστων, εἰς τὸ
20μὴ διαυγάσαι τὸν φωτισμὸν τοῦ Εὐαγγελίου τῆς δό‐ ξης τοῦ Χριστοῦ.» Τοιοῦτόν τι δηλοῖ καὶ τὸ τοῦ ἀκαθάρτου πνεύματος τοῦ μεθ’ ἑτέρων ἑπτὰ πονηρο‐ τέρων ὑποστρέψαντος ὅθεν ἐξῆλθεν. Ἐπάγει γάρ· «Οὕτως ἔσται τῇ πονηρᾷ γενεᾷ ταύτῃ.» Ἐν Αἰγύ‐
25πτῳ μὲν γὰρ ἀσεβήσαντες ἔνοικον ἔσχον τὸ πνεῦμα τὸ πονηρὸν, οὗπερ ἀπηλλάγησαν ἀκούσαντες· «Κύ‐ ριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λα‐ τρεύσεις.» Εἶτα μὴ δεξαμένων διὰ πίστεως ἔνοικον τὸν Χριστὸν, τὸ ἀκάθαρτον πνεῦμα σχολάζοντα τὸν
30τόπον τὸν ἀρχαῖον εὑρὸν, αὖθις εἰς αὐτὸν εἰσεπήδη‐ σεν· ὃ καὶ τὸν προδότην μετὰ τὸ ψώμιον ὑπέδυ. Ταύ‐ τας ὁ Σωτὴρ τὰς πονηρὰς δυνάμεις εἰς ᾅδου ταρτα‐ ρώσας παρέδωκεν, ἀνθ’ ὧν εἰς γῆν τὰς ψυχὰς κατα‐ βαλόντες συνέκαμψαν, ὁποία ἦν ἡ ἐν Εὐαγγελίῳ παν‐
35τελῶς ἀνανεῦσαι μὴ δυναμένη, περὶ ἧς ἔλεγεν ὁ Σω‐ τήρ· «Ταύτην δὲ θυγατέρα οὖσαν Ἀβραὰμ ἣν ἔδησεν ὁ Σατανᾶς δέκα καὶ ὀκτὼ ἔτη.» Καὶ πᾶσα δὲ τοιαύτη τῶν Ἰουδαίων ἦν ἡ συναγωγή· διὸ πάλιν ἐγερθῆναι ταύτῃ παρακελεύεται κατὰ τό· «Ἔγειραι ὁ καθεύ‐
40δων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός.» Καὶ κατὰ τό· «Διὸ τὰς παρειμένας χεῖρας, καὶ τὰ παρειμένα γόνατα ἀνορθώσατε, καὶ τροχίας ὀρθὰς ποιεῖτε τοῖς ποσὶν ὑμῶν.» Ἔνδυσαι δὲ, φησὶ, τὴν ἰσχύν σου, ἐπειδήπερ ἔχει τινὰ μεγί‐
45στην ἰσχὺν ἡ λογικὴ ψυχή. Πρῶτον δὲ τὸ ἐξεγερθῆ‐ ναι τοῦ πτώματος πυκνὰ λεγόμενον. Ἔνθα γὰρ τὸ πικρὸν τῆς δίκης, ἐκεῖ καὶ συνεχὴς ἡ παράκλησις. Εἶτα, τὸ τὴν ἰδίαν ἀναλαμβάνειν ἰσχύν. Ἔχει δὲ καὶ δόξαν μεγίστην κατ’ εἰκόνα πεποιημένη τοῦ Κτί‐

2504

(50)

σαντος, καὶ αὐτὸν ἔχουσα δόξαν, ἣν ἐπαναλαβεῖν βούλεται γενομένην πόλιν ἁγίαν, ὡς μηκέτι δι’ αὐ‐ τῆς διαβαίνειν ἀλλογενῆ, ἢ εἰδωλολάτρην. Ὅτι δὲ δόξα ὁ τῆς δόξης Κύριος, ὅς ἐστι Χριστὸς, δηλοῖ καὶ
Δαβίδ· «Ἐξεγέρθητι, λέγων, ἡ δόξα μου.» Καὶ περὶ2503

2505

τῶν πιστευόντων, «ὅτι τὸ καύχημα τῆς δυνάμεως αὐτῶν εἶ σύ.»
7 Τίνα δὲ τρόπον ἐνδυσώμεθα τὴν ἰσχὺν, καὶ τὴν δόξαν ὁ σοφὸς παρέστησε Παῦλος εἰπών· Ἐν‐ δύσασθε τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν. Καὶ
10πάλιν· Ὅσοι γὰρ Χριστὸν ἐβαπτίσασθε, Χριστὸν ἐνεδύσασθε. Τὸ δὲ πρόσωπον τῆς Ἐκκλησίας Ἡσαΐας εἰσάγει λέγων· «Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ. Ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης·» ἣν νῦν ἁγίαν καλεῖ, ὡς σύμ‐
15μορφον τῷ Χριστῷ, καὶ ἁγίου μετέχουσαν Πνεύμα‐ τος, ἐν ᾧ καὶ ἐσφραγίσθημεν εἰς ἡμέραν ἀπολυτρώ‐ σεως πάντα ῥύπον ἀπονιψάμενοι, ὃς καὶ πᾶσαν ἔφ‐ οδον ἡμῶν διαβολικὴν ἀποκρούεται λέγων· Οὐκέτι προστεθήσεται διὰ σοῦ διελθεῖν ἀπερίτμητος καὶ
20ἀκάθαρτος. Καὶ ἱστορικῶς δὲ τὰ περίοικα ἔθνη συν‐ έχεις ἐφόδους ποιούμενα, μονονουχὶ δι’ αὐτῆς χαμαὶ κειμένης διήρχοντο. Ὡς ἐκ γῆς δὲ ἀνισταμένη, καὶ τῶν γηΐνων γεμούση τὸν χοῦν ἐκτινάξαι παρα‐ κελεύεται, τὸ φρόνημα δηλονότι τὸ σαρκικὸν, ὃ δεῖ
25προαποθεμένους, οὕτω προσιέναι Χριστῷ, Παύλου λέγοντος· «Ἐκδύσασθε τὸν παλαιὸν ἄνθρωπον,» καὶ τὰ ἑξῆς. Ὃ δὴ δράσαντες ἀνιστάμεθα ὀρθῷ καὶ βεβη‐ κότι τῷ λογισμῷ, καθά τις παραγγέλλει προφήτης· «Στῆσον σεαυτὴν, Σιών.» Καὶ Δαβὶδ δέ φησιν·
30«Ἔστησεν ἐπὶ πέτρας τοὺς πόδας μου.» ᾯ παρ‐ έπεται καὶ τό· Ἐκδύσασθε τὸν δεσμὸν τοῦ τρα‐ χήλου. Σειραῖς γὰρ τῶν ἰδίων ἁμαρτημάτων ἕκα‐ στος σφίγγεται. Καὶ ὑπὸ ζυγὰ δὲ τῆς ἁμαρτίας ὑπο‐ βληθέντες, «Διαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν, καὶ
35ἀποῤῥίψωμεν ἀφ’ ἡμῶν τὸν ζυγὸν αὐτῶν,» τὸ ἀγα‐ θὸν ἐλευθέρῳ κατορθοῦντες φρονήματι, ὡς παρ’ ἑνὸς ἡμῖν εἰρῆσθαι τῶν προφητῶν· «Καὶ ἐξελεύσεσθε, καὶ σκιρτήσετε ὡς μοσχάρια ἐκ δεσμῶν ἀνειμένα.» Ὡς ἁμαρτίας γὰρ καὶ διαβόλου δεσμῶτιν, καὶ δού‐
40λην αἰχμάλωτον καλεῖ τὴν Σιὼν ἐλεῶν αὐτὴν τῆς πι‐ κροτάτης ἁλώσεως. Ἣν καὶ θυγατέρα καλῶν, τὸ πῶς οὖν ἥλω, παρίστησιν· ὡς αὐτὴ δι’ αὐτὴν, οὐκ ἀσθενείᾳ τοῦ σώζοντος, τῆς δὲ πατρικῆς εὐσπλαγχνίας ἀφ‐ ηνιάσασα. Ὅθεν αὐτὴν δωρεὰν πεπράσθαι φησί.
45Καὶ ἄνω γὰρ ἔφασκεν· «Ἰδοὺ ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε μηδὲν ἀντικαταλλαξάμενοι τῆς ἑαυτῶν ἀπωλείας.» Ἄκοντες γὰρ, ὡς εἰπεῖν, ἀπηγόμεθα. Διὸ, καὶ ἄκοντα τὸν ἰσχυρὸν ἐσκύλευσεν ὁ Χριστός. Ἃ δέδρακεν ἐπιφέρων ἄνευ ἀργυρίου λυτρούμενος

2505

(50)

τοὺς μὴ σωματικῇ περιπεσόντας αἰχμαλωσίᾳ, ἀλλὰ ψυχικῇ, καὶ τοῦ τιμίου δεομένους αἵματος.
54Εἶτα δείκνυσιν ἑαυτὸν ἀεὶ τοῦ Ἰσραὴλ γεγονότα2505

2508

Σωτῆρα καὶ Λυτρωτήν. Καὶ ὅτε κατῆλθεν ἑκὼν εἰς τὴν Αἴγυπτον, τοῦ Ἰακὼβ ἐκεῖ διὰ λιμὸν κατοική‐ σαντος· καὶ ὅτε βίᾳ διὰ τὰς ἁμαρτίας ὑπ’ Ἀσσυ‐ ρίων ἑάλω, ἀπὸ τῆς αἰσθητῆς λυτρώσεως, τὴν ἐπὶ
5τῆς παρουσίας αὐτοῦ δηλῶν ἄλλῳ λόγῳ δωρεὰν πε‐ πραγμένων. Διὸ ἐπιλέγει· Καὶ νῦν τί ὧδε ἔσται; ἢ κατὰ τοὺς λοιποὺς, καὶ νῦν τί ἐστί μοι ὧδε; οὐδὲν γὰρ, φησὶν, ὧδε παρ’ αὐτοῖς εὑρίσκω, κατὰ τὸ ῥηθέν· «Διότι ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος. Ἐκάλεσα, καὶ
10οὐκ ἦν ὁ ὑπακούων.» Εἰ δὲ τὴν ὑπὸ Ῥωμαίων αἰχ‐ μαλωσίαν δηλοῖ, λέγοιτο ἂν τὸ ὧδε, ἐν ταῖς τῶν ἐθνῶν χώραις, εἰς ἃς διεσπάρησαν· ἤγουν, ἐν τοιᾷδε κατα‐ στάσει πραγμάτων δηλονότι, ταῦτα πάσχουσι τὸν ἑαυτῶν σταυρώσαντες λυτρωτήν. Εἶτα θαυμαζόντων
15τῶν παρ’ Ἰουδαίοις καθηγητῶν, πῶς ὁ Θεοῦ κλῆρος λεγόμενος καὶ ἅγιος Ἰσραὴλ ἔπραξεν οὕτως οἰκτρῶς, καὶ ὡς πάσης αὐτοῖς ἀνῃρημένης ἐλπίδος ὀλολυζόν‐ των, αὐτοὺς αἰτιᾶται τῆς τῶν ὑπηκόων ἁλώσεως. Οὐ γὰρ συνεχώρουν αὐτοῖς τῷ πρὸς αὐτοὺς ἀφιγμένῳ
20πιστεῦσαι Σωτῆρι. Ἀλλ’ οἱ ἐθνικοὶ τὴν τῆς ἁλώ‐ σεως ἀγνοοῦντες αἰτίαν, ἀσθενείας τὸν τούτων ᾐτι‐ ῶντο Θεὸν, ὡς σῶσαι, κατὰ τὸν Ῥαψάκου λόγον, αὐ‐ τοὺς οὐκ ἰσχύσαντα. Κἀκεῖνος γὰρ ὑμῖν ἐπῆλθεν, οὐ δι’ ἐμὴν ἀσθένειαν. Τοιγαροῦν ἡ τούτου πέπτωκε
25δύναμις, ἀλλ’ ὑμῶν ἡμαρτηκότων. Ὅτι δὲ ταῦτα τοῖς ἄρχουσι προσφωνεῖ, ἡ τῶν ἄλλων παρέστησεν ἔκδοσις. Ὁ μὲν γὰρ Σύμμαχος· Οἱ ἐξουσιάζοντες αὐτοῦ, φησὶν, ὀλολύζουσιν. Καὶ Ἀκύλας, ἐξου‐ σιάζοντες. Ὁ δὲ Θεοδοτίων ἄρχοντες. Διὸ καὶ ἄνω
30ἔλεγεν· αὐτὸς Κύριος εἰς κρίσιν ἥξει μετὰ τῶν πρε‐ σβυτέρων τοῦ λαοῦ, καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ. Αὐτοὶ γὰρ ἀνέσεισαν τὰ πλήθη ταῖς κατὰ τοῦ Σω‐ τῆρος κεχρῆσθαι φωναῖς. Διὸ, κατὰ τοὺς λοιποὺς, οὐ πρόσκειται τῷ, τὸ ὄνομα μου βλασφημεῖται, τὸ ἐν
35τοῖς ἔθνεσι. Τοιγαροῦν ὁ Σύμμαχός φησι· Διὰ παν‐ τὸς, ὅλην τὴν ἡμέραν τὸ ὄνομά μου βλασφημεῖ‐ ται. Ἀεὶ γὰρ οἱ ἄρχοντες ἐβλασφήμουν τὸν Κύ‐ ριον, καὶ τοῖς ἄλλοις ὑπέβαλλον. Ἀλλ’ ὑμεῖς μὲν τοιοῦτοι. Ὁ ἐξ ἐθνῶν δὲ λαὸς, ἀνθ’ ὑμῶν με δοξά‐
40σει, τοῦ ἐμοῦ ὀνόματος πειρατὴν δύναμιν ἐγνωκὼς, ἣν οὐκ εἰδότες αὐτὸ βλασφημεῖτε. Καὶ ταῦτα ἔσται τῇ ἡμέρᾳ ἐκείνῃ, καθ’ ἣν ἀνθρώποις ὁ ταῦτα διὰ τῶν προφητῶν λέγων ἐπιδημήσω, Τοῦτο καὶ Παῦλος λέγει· «Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς
45λαλήσας τοῖς πατράσιν ἐν προφήταις, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ.»
51 ζ—ιεʹ. Ὡς ὥρα ἐπὶ τῶν ὀρέων, ὡς πόδες εὐαγ‐ γελιζομένων ἀκοὴν εἰρήνης, ὡς εὐαγγελιζόμενος ἀγαθά. Ὅτι ἀκουστὴν ποιήσει τὴν σωτηρίαν σου λέγων· Σιὼν, βασιλεύσει σου ὁ Θεός. Ὅτι
55φωνὴ τῶν φυλασσόντων σε ὑψώθη, καὶ τῇ φωνῇ2507

2509

ἅμα εὐφρανθήσονται, ὅτι ὀφθαλμοὶ πρὸς ὀφθαλ‐ μοὺς ὄψονται, ἡνίκα ἂν ἐλεήσῃ Κύριος τὴν Σιὼν, κ.τ.λ. Τοῦ Θεοῦ Λόγου τὴν εἰς ἀνθρώπους ἐπιδημίαν
5εἰπὼν, ἀκολούθως τὰ περὶ τοῦ εὐαγγελικοῦ συνάπτει κηρύγματος. Ὁ δὲ Σύμμαχος οὕτως ἐξέδωκε· Τί εὐ‐ πρεπεῖς ἐπὶ τῶν ὀρέων πόδες εὐαγγελιζομένου ἀκοὴν ποιοῦντος εἰρήνην, εὐαγγελιζομένου ἀγαθὰ ἀκουστὴν ποιοῦντος σωτηρίαν, ἃ δὴ μεταφράσας
10ἐν τῇ πρὸς Ῥωμαίους ὁ Παῦλός φησιν· «Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων ἀγαθὰ, εὐαγγελιζο‐ μένων εἰρήνην.» Ἀντὶ δὲ τοῦ σωτηρίαν, ἡ Ἑβραϊκὴ λέξις Ἰησοῦν περιέχει. Καὶ εἰ μὴ τὴν λέξιν ἑρμή‐ νευσαν, οὐδὲν ἂν ἐκώλυσεν αὐτοὺς εἰπεῖν ἀκουτί‐
15ζοντος Ἰησοῦν. Ἀνθ’ οὗ εἶπεν Ἀκύλας καὶ Θεοδο‐ τίων ἀκουτίζοντος σωτηρίαν. Ἀντὶ δὲ τοῦ, ὡς ὥρα· ὁ μὲν εἶπεν, τί ὡραιώθησαν. Ὁ δὲ Θεοδοτίων, εὐπρεπεῖς. Τὸν δρόμον δὲ τὸν πανταχοῦ γῆς τῶν τοῦ Εὐαγγελίου κηρύκων ὁ λόγος θαυμάζει, ὧν οἱ πόδες
20ὡραῖοι, διὰ τὸ καθαρὸν, ὡς ἂν τοῦ Σωτῆρος αὐτοὺς ἀνπονίψαντος. Τὸ ὑψηλὸν δὲ αὐτῶν τοῦ κηρύγματος τὸ ἐπὶ τῶν ὀρέων δηλοῖ. Τὴν πρὸς Θεὸν δὲ τοῖς μα‐ κρὰν καὶ τοῖς ἐγγὺς εἰρήνην εὐηγγελίζοντο, δη‐ λοῦντες τὸν Χριστὸν τὸν ποιήσαντα ἀμφότερα ἓν, καὶ
25τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσαντα, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ. Διὸ ταῖς Ἐκκλησίαις ἐπιστέλλων ὁ Παῦλος, χάρις ὑμῖν καὶ εἰρήνη γράφει. Εὐηγγελί‐ ζοντο δὲ καὶ τὰ ὄντως ἀγαθὰ, τοὺς μακαρισμοὺς καταγγέλλοντες. Ἔλεγεν δὲ τὸ κήρυγμα τῇ Σιὼν,
30δηλαδὴ τῷ θεοσεβεῖ πολιτεύματι, τῷ τε τῶν ἀπο‐ στόλων χορῷ, βασιλεύσει σου ὁ Θεός. Διὸ τὴν βασιλείαν τῶν οὐρανῶν πᾶσιν ἀνθρώποις κατήγ‐ γελλον.
36 Κατὰ δὲ τὴν ἔκδοσιν τῶν Ἑβδομήκοντα, τὸ, ὡς ὥρα ἐπὶ τῶν ὀρέων, ἀποδοτέον τοῖς πρὸ αὐτοῦ, ἵνα ᾖ· Αὐτὸς ὁ λαλῶν πάρειμι, ὡς ὥρα ἐπὶ τῶν ὀρέων. Ὥραν δέ φησι τὸ ἔαρ, ἐν ᾧ ἄνθη τε νέα, καὶ καρ‐
40πῶν γοναί. Διὸ καὶ ὁ Νυμφίος πρὸς τὴν Νύμφην φησίν· «Ἀνάστα, ἐλθὲ, ἡ πλησίον μου, καλή μου περιστερὰ, ὅτι ἰδοὺ ὁ χειμὼν παρῆλθεν· ὁ ὑετὸς παρῆλθεν· ἐπορεύθη ἑαυτῷ. Τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ, καιρὸς τῆς τομῆς ἔφθασεν.» Καὶ ἡμᾶς γὰρ ὁ δρά‐
45κων καταχειμάσας, ἀκάρπους ἀπέφηνεν, ὡς μὴ εἶναι ποιοῦντα χρηστότητα. Ἀλλ’ ἀνεθάλομεν ἐν Χριστῷ πνευματικῆς εὐκαρπίας γενόμενοι πλήρεις, ὡς καὶ δύνασθαι λέγειν· «Καταβήτω ὁ ἀδελφός μου εἰς κῆπον αὐτοῦ, καὶ φαγέτω καρπὸν ἀκροδρύων αὐτοῦ.»

2509

(50)

Γέγονε δὲ καὶ ὡς πόδες εὐαγγελιζομένου ἀκοὴν εἰρήνης, κατὰ τὴν προαποδοθεῖσαν ἐξήγησιν. Τινὲς δὲ τὸ παρὸν ῥητὸν οὕτως ἑρμήνευσαν λέγοντες, ὡς τὴν ἐπίσκεψιν τοῦ λαοῦ τὴν ἐν τοῖς μετὰ ταῦτα γε‐ νομένην δηλοῖ, ἥτις καὶ παρουσία δικαίως ἂν λέ‐
55γοιτο· οὐ τῆς οὐσίας αὐτοῦ τόπον ἐκ τόπου μετιού‐2509

2512

σης, ἀλλὰ τῆς ἐνεργείας καταδήλου γινομένης. Διὸ καθαιρομένοις μὲν ἡμῖν παρεῖναι λέγεται, ἀπεῖναι δὲ ἁμαρτανόντων. Τὴν τοίνυν ἀντίληψιν οὕτω φανε‐ ρὰν ἔσεσθαί φησιν, ὡς ὑμᾶς ὁμολογῆσαι τὸν αὐτὸν
5εἶναι τὸν καὶ νῦν προλέγοντα καὶ αὖθις πληροῦντα. Ὡς γὰρ οὐκ ἔστι τὴν ὥραν τῆς ἡμέρας λαθεῖν, καθ’ ἣν ἐκλάμψας ὁ ἥλιος καταλάμπει τὰ ὄρη, οὕτως ἔσται φανερὰ πᾶσιν ἡ παρ’ ἐμοῦ εἰς ὑμᾶς ῥοπὴ, χαρᾶς τε καὶ ἀγαλλιάσεως, οὕτω πληρωθήσεσθε,
10καθάπερ τοῖς ἀκοήν ἐστιν εἰρηνικήν τε καὶ ἡδεῖαν δεχομένοις. Καὶ βασιλεὺς δὲ ὑμῶν διορθουμένων ἀξιώσω καλεῖσθαι. Ἔσται γὰρ ἡ Σιὼν οὕτως εὐθη‐ νουμένη, ὡς πάντα ἐκεῖνα πληροῦσθαι, ὅσα ἐν ταῖς ἐπιδόξοις πόλεσι καὶ εἰρηνευούσαις· φυλάκων μὲν
15τηρούντων τὴν πόλιν μετὰ φωνῆς, ἑαυτοὺς δὲ ἀσπαζομένων μετ’ εὐφροσύνης, ὡς ἐπεγείρειν ἑαυ‐ τοῖς ἐν ταῖς συντυχίαις τὴν χαρὰν, καὶ τὸν ἐπ’ αὐ‐ τοῖς ἔλεον κηρύττειν.
21 Κοινωνεῖν δὲ τῆς εὐφροσύνης αὐτοῖς λέγοιτ’ ἂν εἰκότως καὶ τὰ ἔρημα τῆς Ἱερουσαλήμ. Ὡς γὰρ διὰ τοῦ, «Ὁδοὶ Σιὼν πενθοῦσι,» τὴν τῶν οἰκητόρων καὶ παριόντων ἐρημίαν ἐδήλου· οὕτω καὶ νῦν τὴν ἔρη‐
25μον συνεορτάσειν εἰπὼν, τὴν καταλαβοῦσαν αὐτοὺς εὐφροσύνην παρίστησιν, αἴτιον τούτων τὸν ἔλεον εἰπὼν τοῦ Θεοῦ, δι’ ὃν ὁ Θεὸς τὴν Ἱερουσαλὴμ ἐλυτρώσατο τῷ βραχίονι, τοῦτ’ ἔστι τῇ τῆς δυνά‐ μεως ἐνεργείᾳ, γινωσκόντων τῶν ἐθνῶν ὡς ἐπεσκέ‐
30ψατο τὴν Ἱερουσαλὴμ ὁ Θεός· καὶ ταῦτα μὲν οὗτοι. Ἀντὶ δὲ τοῦ, φωνὴ τῶν φυλασσόντων σε ὑψώθη, ὁ Σύμμαχος, Φωνὴ τῶν σκοπῶν σου ἐπῆρεν, ἑρμήνευσεν, καὶ ἐπήγαγεν, ἐπὶ τὸ αὐτὸ αἰνέσου‐ σιν. Ὀφθαλμοφανῶς γὰρ ὄψονται ἐν τῷ ἐπι‐
35στρέψαι Κύριον τὴν Σιών· δηλουμένου πάλιν τοῦ θεοσεβοῦς πολιτεύματος. Ἀντὶ δὲ τοῦ ὀφθαλμοφα‐ νῶς, οἱ λοιποὶ φασὶν ὀφθαλμὸν ἐν ὀφθαλμῷ ὄψον‐ ται. Σκοποὺς δὲ νῦν τοὺς μαθητὰς τοῦ Σωτῆρος καλεῖ. Καὶ πάλαι γὰρ τοὺς προφήτας οὕτως ἐκά‐
40λουν, καὶ νῦν τοῦ νέου λαοῦ γεγόνασι σκοποὶ καὶ φύλακες οἱ ἀπόστολοι φυλάσσοντες ἀπὸ τῶν λύκων τῷ ἀρχιποίμενι τὰ πρόβατα διὰ τῆς πρεπούσης διδασκαλίας. Καὶ ὀφθαλμοφανῶς αὐτόπται καὶ αὐτήκοοι τοῦ Σωτῆρος γενόμενοι ὕψωσαν τὴν
45ἑαυτῶν φωνὴν, ὡς ἐξακουστὸν γενέσθαι πᾶσι τοῖς ἔθνεσιν καὶ πρὸς ἕνα τοὺς δύο συναχθῆναι λαοὺς, κατὰ τό· «Εὐφρανθῆτε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ.» Διὸ φησὶ καὶ Δαβίδ· «Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη.» Καὶ ὥσπερ τὸ τῶν δαιμονίων

2512

(50)

πλῆθος ἀπώλετο μετ’ ἤχους, ὡς ἀγνοῆσαι μηδένα· οὕτω τὸ σωτήριον κήρυγμα πᾶσιν ἐξάκουστον γέγονε βασιλέα δεξαμένοις ἀντὶ τοῦ πάλαι τυράννου τὸν Κύριον. Ὃ δὴ καὶ γέγονεν ἡμῖν ἀφορμὴ πανη‐ γύρεως, κατὰ τό· «Ὁ Κύριος ἐβασίλευσεν, ἀγαλλιά‐
55σθω ἡ γῆ.» Πῶς δὲ βασιλεύει δηλοῖ λέγων, φωνὴ τῶν φυ‐
λασσόντων σε ὑψώθη. Πρὸς οὓς ἔλεγεν Ἡσαΐας·2511

2513

«Ἐπ’ ὄρος ὑψηλὸν ἀνάβηθι ὁ εὐαγγελιζόμενος Σιών. Ὕψωσον τῇ ἰσχύϊ τὴν φωνήν σου.» Οἳ καὶ εὐφροσύνης ἐπληροῦντο, ἐλεουμένης τῆς νέας Σιὼν, ὁμοῦ τῷ κηρύγματι τὸ ἔργον ὁρῶντες
5καὶ τῶν ἀκουόντων τὴν πίστιν. Καὶ Παῦλος δὲ γράφει τοῖς δι’ αὐτοῦ πεπιστευκόσιν· «Χαρὰ καὶ στέφανός μου.» Ὅτι δὲ ἅμα τε ἐδίδασκον καὶ τοὺς πειθομένους εἶχον, δῆλον ἐξ ὧν φησιν ἐν ταῖς Πράξεσιν, ὡς προσετέθησαν ἐν μιᾷ ἡμέρᾳ τρεῖς
10χιλιάδες ἀνδρῶν. Καὶ ὁ δεσμοφύλαξ δὲ ἀκούσας Παύ‐ λου· «Μηδὲν πράξῃς σεαυτῷ κακόν· ἅπαντες γάρ ἐσμεν ἐνθάδε·» θαυμάσας ἐβαπτίσθη σὺν παντὶ τῷ οἴκῳ. Αὐτοῦ ὀφθαλμοὶ δὲ πρὸς ὀφθαλμοὺς εἶδον, κατὰ τὸ, ὁ Θεὸς ἐμφανῶς ἥξει. Ἤγουν, οὐ τοῖς
15σοῖς ὀφθαλμοῖς εὐφραινομένους, ἅμα τῇ σῇ φωνῇ τοὺς ἀκούοντας. Ἀντὶ δὲ τοῦ, ῥηξάτω ἅμα εὐ‐ φροσύνην τὰ ἔρημα Ἱερουσαλήμ· ὁ Σύμμαχος, Ἱλαρύνθητε καὶ ἀγαλλιᾶσθε ὁμοῦ τὰ ἔρημα Ἱερουσαλὴμ, φησί. Τὸ δὲ ῥῆξαι φωνὴν, παρ‐
20ίστησι τόνῳ χρῆσθαι φωνῆς χαριστηρίους ᾠδὰς ἀνα‐ πέμποντας, δι’ ὧν εὐφραίνοιτο Θεὸς, κατὰ τό· «Καὶ ἡ γλῶσσά μου μελετήσει τὴν δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὸν ἔπαινόν σου.» Ἔρημα δέ φησιν ἱστορικῶς μὲν, ὅτι τῶν πλείστων μετὰ τὴν κατὰ Χρι‐
25στοῦ τόλμαν δαπανηθέντων, ἐρημία τὰ πλεῖστα κατ‐ εῖχε τῆς πόλεως. Πρὸς δὲ νοῦν, ὅτιπερ ἡ Ἐκκλη‐ σία κατ’ ἀρχὰς ὀλιγανδροῦσα πρὸς ἄπειρον πλῆθος ἐπέδωκεν ὕστερον· πρὸς ἣν ἔλεγεν· «Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, καὶ ἴδε συνηγμένα τὰ τέκνα
30σου.» Τοιοῦτον καὶ τό· «Ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα.» Πῶς δὲ γένοιτο τοῦτο, παρίστησι λέγων, ὅτι Ἀποκαλύψει Κύριος τὸν βραχίονα αὐτοῦ, τὴν τοῦ Μονογενοῦς ἐπιδημίαν δηλῶν πᾶσι τοῖς ἔθνεσιν ἐπιλάμψουσαν.
37 Οὐκοῦν ἐπειδὰν προσφωνεῖ τῇ Σιὼν καὶ τῇ Ἱερουσαλὴμ, τὰ λελεγμένα ἐπὶ τὴν τῶν ἐθνῶν ἀνα‐ φέρεται κλῆσιν. Τὸ γὰρ θεοσεβὲς πολίτευμα, ποτὲ
40μὲν παρ’ ἐκείνοις ἦν, ποτὲ δὲ παρὰ τοῖς ἔθνεσιν, ἃ δὴ Σιὼν καὶ Ἱερουσαλὴμ ὠνόμασται. Διὸ καὶ πάντοτε ἀνθρώποις συνέστηκεν ἡ τοιαύτη τοῦ Θεοῦ πόλις. Ἱερουσαλὴμ οὖν, ἢ Σιὼν καλεῖσθαι τὴν τοιαύτην ἐκλογὴν οὐδὲν διαφέρει· τοῖς δὲ ἀποστόλοις λοιπὸν
45τὸ προφητικὸν πνεῦμα προσφωνεῖ ἀποστῆναι τοῦ ἀπίστου καὶ ἀκαθάρτου λαοῦ. Σκεύη δὲ Κυρίου τὰ ἐκλεγέντα ὑπὸ Κυρίου ἅγια σώματα αὐτῶν, ἢ τὰ τῆς Καινῆς Διαθήκης Εὐαγγέλια, ἅπερ ἐπικομι‐ ζομένους ἀπαλλάττεσθαι τῆς ἀπιστίας τοῦ Ἰου‐

2513

(50)

δαίων κελεύει λαοῦ, καὶ τῆς πρὸς αὐτοὺς κοινωνίας ἀπέχεσθαι. Οὐδεμία γὰρ κοινωνία φωτὶ πρὸς σκό‐ τος. Ἀλλ’ οὐδὲ μερὶς πιστῷ μετὰ ἀπίστου. Τοῖς γ’ οὖν Γαλάταις ἐπὶ τὴν νομικὴν πάλιν δραμοῦσι λα‐ τρείαν ὁ Παῦλος ἐπιτιμᾷ, καὶ τέλος φησίν· «Οὕτως
55ἀνόητοί ἐστε ἐναρξάμενοι πνεύματι, νῦν σαρκὶ ἐπι‐2513

2516

τελεῖσθε;» περιετέμνοντο γὰρ ἤδη πιστεύσαντες. Σκεύη δὲ ἔχουσι καθ’ ἕτερον τρόπον, οἵτινες τῆς θείας αὐτοῦ φύσεως κοινωνοὶ γεγονότες, τοῦ θείου Πνεύματος τὰ χαρίσματα σκευοφοροῦσι Χριστῷ,
5Παύλῳ πειθόμενοι λέγοντι· Ἐνδύσασθε τὴν παν‐ οπλίαν τοῦ Θεοῦ. Αὕτη δέ ἐστιν ὁ θώραξ τῆς δικαιο‐ σύνης, ἡ περικεφαλαία τοῦ σωτηρίου, ὁ θυρεὸς τῆς πίστεως, ἡ μάχαιρα τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ, δι’ ὧν ἑαυτῶν τε προασπίζουσι, καὶ τῶν ὑπὸ
10χεῖρα λαῶν. Πλὴν οὐ μετὰ ταραχῆς ἐξελεύσεσθε φησίν. Οὐ γὰρ ὡς ἐλαυνόμενοι προῆλθον εἰς τὴν περίοδον τῶν ἐθνῶν, ἢ καὶ τοῦτο πεπόνθασι, προαιρέσει δὲ καὶ προθυμίᾳ μαθητεῦσαι πάντα κε‐ λευσθέντες τὰ ἔθνη ἐν τῷ ὀνόματι αὐτοῦ. Σὺν εἰρήνῃ
15δὲ τὴν πορείαν ἐποιοῦντο ἔχοντες συνόντα τὸν εἰρη‐ κότα αὐτοῖς· «Ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος.» Ὃ δὴ καὶ νῦν δηλοῖ τὸ, προπορεύσεται πρὸ ὑμῶν Κύριος. Τινὲς δέ φασιν, ὡς τῆς ἰδίας ἐπιμελεῖσθαι προστάτ‐
20τει ψυχῆς, καὶ πρὸ τῶν τόπων ἀποστῆναι τῶν ἠθῶν τῶν Χαλδαϊκῶν, ὃ δὴ καὶ τοῖς Λευΐταις παρεγγυᾶται τοῖς τὰ ἅγια μετακομίζουσι. Περὶ δὲ τῶν μελλόν‐ των ὡς ἤδη γεγονότων συνήθως φησὶν ἡ Γραφή· ὡς καὶ Δαβὶδ πρὶν τὴν πόλιν ἁλῶναι καὶ τὸν νεὼν
25ἔφασκεν· «Ὁ Θεὸς, ἤλθοσαν ἔθνη εἰς τὴν κληρονο‐ μίαν σου,» καὶ τὰ ἑξῆς. Τὴν δὲ ἐπάνοδον αὐτῶν ἔσεσθαι μετ’ εἰρήνης δηλοῖ, ἣν μεθ’ ἠρεμίας καὶ σχολῆς δορυφορούμενοι κατὰ τὸ πρόσταγμα Κύρου πεποίηνται, συμμαχοῦντος αὐτοῖς τοῦ Θεοῦ, καὶ
30πρὸς τὴν ἰδίαν συνάγοντος πόλιν. ιγ—ιεʹ. Ἰδοὺ συνήσει ὁ παῖς μου, καὶ ὑψωθήσε‐ ται, καὶ δοξασθήσεται, σφόδρα. Ὃν τρόπον ἐκστήσονται ἐπὶ σὲ πολλοὶ, οὕτω ἀδοξήσει ἀπὸ τῶν ἀνθρώπων τὸ εἶδός σου. Καὶ ἡ δόξα σου
35ἀπὸ υἱῶν ἀνθρώπων, κ.τ.λ. Ἀντὶ τοῦ συνήσει ὁ παῖς μου, Ἀκύλας ἐξέδω‐ κεν· Ἐπιστημονισθήσεται δοῦλός μου. Καὶ ὁ Σύμμαχος· Δοῦλός μου. Περὶ τούτου δὲ τοῦ παι‐ δὸς ἢ δούλου καὶ πρότερον ἔλεγεν· «Ἰδοὺ ὁ παῖς
40μου, ἀντιλήψομαι αὐτοῦ.» Καὶ μετ’ ὀλίγα· «Καὶ ἐν τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν.» Οἷς πάλιν ἐπιφέρει· «Καὶ ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν.» Καὶ προϊὼν αὖθις· «Γένεσθέ μοι μάρτυρες, κἀγὼ μάρτυς, λέγει Κύριος ὁ Θεὸς, καὶ
45ὁ παῖς ὃν ἐξελεξάμην.» Τὰ δὲ παρόντα τοῖς πρὸ βραχέος ἀκόλουθα, ἐν οἷς ἔλεγεν, «Ὅτι ἐγώ εἰμι αὐτὸς ὁ λαλῶν πάρειμι,» καὶ τὰ ἐφεξῆς. Ἐν οἷς περὶ τῆς ἐπιδημίας αὐτοῦ, καὶ τῆς τῶν εὐαγγελι‐ στῶν αὐτοψίας εἰπὼν, νῦν ὅπως ἐν ἀνθρώποις φα‐

2516

(50)

νήσεται δείκνυσιν ὁ εἰπών· Αὐτὸς ὁ λαλῶν πάρειμι. Τὸ ἀνθρώπινον εἴρηται δοῦλος ὁ κατὰ φύσιν υἱὸς, δοξάζεσθαί τε διὰ τῆς ἀναστάσεως, ὑψοῦσθαί τε διὰ τῆς ἀναλήψεως. Τὰ γὰρ εὐφημότερα προειπὼν, τὰ περὶ τοῦ πάθους αὐτοῖς ἐπενήνοχεν. Καὶ τὸ
55συνήσει δὲ, ἤγουν ἐπιστημονισθήσεται, τοῖς ἀν‐2515

2517

θρωπίνοις μέτροις ἁρμόττει. Ἀναλαβὼν γὰρ δούλου μορφὴν, δι’ ἣν καὶ λέγεται δοῦλος, πάσης αὐτὴν σοφίας ἐπλήρωσεν. Πῶς γὰρ οὐκ ἤμελλεν αὐτοεπι‐ στήμη καὶ λόγος ὑπάρχων, καὶ ἧς ἀνείληφε σαρκὸς
5δι’ ἄκραν ἕνωσιν ὑπάρχων ἀχώριστος; Οὐδὲν οὖν ἐν τοῖς ὑπὲρ ὑμῶν γεγονόσιν ἀσύνετον. Κατὰ γὰρ τὸν Δαβὶδ, «Πάντα ἐν σοφίᾳ ἐποίησεν.» Διὸ, φασί τινες, ὑψοῦται παρ’ ἡμῶν ὡς Θεὸς, καὶ δοξάζεται. Πι‐ στεύοντες γὰρ εἰς αὐτὸν, Σωτῆρα καλοῦμεν, καὶ
10Λυτρωτὴν, Θεόν τε, καὶ Κύριον. Οἷς ἐπιλέγει· Ὃν τρόπον ἐκστήσονται ἐπὶ σὲ πολλοί. Ἢ, κατὰ Θεοδοτίωνα, ὃν τρόπον ἐθαύμασαν. Μέχρι γὰρ οἱ μὴ πιστεύοντες τὸ ταπεινὸν αὐτοῦ τῆς εἰς ἀνθρώ‐ πους παρόδου θαυμάζουσιν, ἀμηχανοῦντες πῶς ἄν‐
15θρωπος γεγονὼς εὐτελῆς τε καὶ ἄδοξος (ἐκάλουν γὰρ αὐτὸν Σαμαρείτην, φάγον τε, καὶ μέθυσον, καὶ ἐκ πορνείας γεγενημένον, καὶ ἁμαρτωλὸν), ἀνωτέρω τῶν πολεμεῖν αὐτὸν πειρωμένων καθίσταται.
21 Οἱ δὲ πιστοὶ, καὶ τὰ ἔθνη, θαυμάζουσι προσ‐ κυνοῦντες αὐτοῦ τὴν θεότητα, τὴν οἰκονομίαν κατα‐ πληττόμενοι· ὁποῖος ἦν Ἀμβακοὺμ λέγων· «Κύριε, εἰσακήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην. Κατενόησα
25τὰ ἔργα σου, καὶ ἐξέστην.» βασιλεῖς δὲ, μετὰ τὰς κατ’ αὐτοῦ βλασφημίας, καὶ τὸ διῶξαι τὴν Ἐκκλη‐ σίαν αὐτοῦ, μηδὲν ὀνήσαντες ἐσιώπησαν, τῆς αὐτοῦ διδασκαλίας ἡττώμενοι. Ἐπεὶ καὶ ἄλλοι ἄλλαις θεηλάτοις ἀντὶ τούτων ἠλαύνοντο μάστιξιν, διά σε
30μὲν ἐσίγων. Οἱ δὲ διατάγμασι τὰς Ἐκκλησίας ἀν‐ εγείρειν ἐκέλευον, καὶ τὰ συνήθη ποιεῖν ἐν αὐταῖς· τούτους δὲ τοὺς πιστοὺς καὶ ἀπίστους ἀντιδιαιρῶν ἐπιφέρει· Οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ, ὄψον‐ ται· τοῖς ἐκ περιτομῆς ἀντιδιαστέλλων τοὺς ἐθνι‐
35κούς. Οἱ μὲν γὰρ νόμον καὶ προφήτας εἶχον· καὶ πρώτοις ἐκήρυξεν ἐλθὼν ἐπὶ τὰ ἀπολωλότα πρόβατα Ἰσραήλ. Οἱ δὲ τούτων ἦσαν ἀνήκοοι. Καὶ ὅμως τὴν ἐξ αὐτοῦ σωτηρίαν τεθέανται, τοῖς τῆς ψυχῆς ὄμ‐ μασιν αὐτὸν θεασάμενοι, καὶ τὴν αὐτοῦ συνέντες
40διδασκαλίαν, ὡς ἐκείνοις ἁρμόσαι τὴν προφητείαν τήν· «Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε.» Καί· Βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε. Τούτοις δὲ τοῦ Σωτῆρος τὸν λόγον εἰπόντος, «Μακάριοι οἱ μὴ ἰδόν‐ τες καὶ πιστεύσαντες·» περὶ ὧν τὸ συνῆκαν
45προφήτης φησίν. Ῥίζα γὰρ συνέσεως ἡ πίστις· «Ἐὰν γὰρ μὴ πιστεύσητε, φησὶν, οὐδ’ οὐ μὴ συνῆτε.» Ὃ δὴ καὶ θαῦμα τοῖς προφήταις παρεῖχε.
49tΚΕΦΑΛ. ΝΓʹ.

2517

(50)

αʹ—ιβʹ. Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν, καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη; Ἀνηγγείλα‐ μεν ὡς παιδίον ἐναντίον αὐτοῦ, ὡς ῥίζα ἐν γῇ διψώσῃ· οὐκ ἔστιν εἶδος αὐτῷ, οὐδὲ δόξα. Καὶ εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλ‐
55λος. Ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, καὶ ἐκλεῖπον
παρὰ πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων, κ.τ.λ.2517

2520

Διόπερ ἐπάγει· Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; ἄμφω γὰρ ἐθαύμαζον, καὶ τῶν Ἰουδαίων τὴν ἀπιστίαν, καὶ τῶν ἐθνῶν τὴν ἐπιστροφήν. Καὶ τίνι ὁ βραχίων ἀπεκαλύφθη Κυρίου; τίνι δὲ, διὰ
5τῶν προλαβόντων ἐδήλωσε, λέγων· καὶ ἀποκαλύψει Κύριος ὁ Θεὸς τὸν βραχίονα τὸν ἅγιον αὐτοῦ ἐν‐ ώπιον πάντων τῶν ἐθνῶν, δηλαδὴ τὸν Μονογενῆ. Ἐκεῖνοι γὰρ, ὡς τῷ Χριστῷ, οὕτω καὶ πάλαι τοῖς προφήται αὐτὸν προκηρύττουσιν ἔλεγον· Ἀλλὰ ἡμῖν
10λαλεῖτε καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν. Ὡς καὶ τὸν Ἱερεμίαν λέγειν· Οὔτε ὠφέλησα, οὔτε ὠφέ‐ λησέ με οὐδείς. Καὶ τὸν προφητικὸν δὲ χορὸν, «Ἰα‐ τρεύσαμεν, λέγειν, τὴν Βαβυλῶνα, καὶ οὐκ ἰάθη· ἐγ‐ καταλίπωμεν αὐτήν.» Τὴν Ἱερουσαλὴμ καλέσαντα
15Βαβυλῶνα, ὡς τῆς ἐθνῶν ἀσεβείας μηδὲν διαφέρουσαν, μηδὲ τοῦ νόμου ποιουμένην φροντίδα. Ταῦτα τοίνυν ὁ προφήτης ἀποθαυμάσας, διηγηματικῶς λοιπὸν τοῦ προλεχθέντος παιδίου τὴν εἰς ἀνθρώπους παρίστησι πάροδον λέγων· Ἀνηγγείλαμεν ὡς παιδίον ἐναν‐
20τίον αὐτοῦ, ὡς ῥίζα ἐν γῇ διψώσῃ. Κατὰ δὲ τὸν Ἀκύλαν· Καὶ ἀναβήσεται ὡς τιθηνιζόμενον εἰς πρόσωπον αὐτοῦ, καὶ ὡς ῥίζα ἀπὸ γῆς ἀβάτου. Εἰς πρόσωπον γὰρ αὐτοῦ (λέγω δὲ τοῦ προλεχθέν‐ τος βραχίονος) ἀναβήσεται ὡς τιθηνιζόμενον,
25ὅπερ ἦν τὸ ἐκ τῆς Παρθένου γεγεννημένον, περὶ οὗ ἔλεγεν· «Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ λήψεται,» ἣν καὶ ἄβατον γῆν, ὡς παρθένον καλεῖ. Ῥίζαν δέ φησιν ἐκείνην, περὶ ἧς ἔλεγεν· «Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσε‐
30ται. Κἀκεῖ δὲ τὸ ἀναβήσεται, ἀλλ’ ἐκ ῥίζης, ὡς ἐνταῦθα, ἐκ τῆς ἀβάτου. Ὁ δὲ Σύμμαχος· Ἀνέβη ὡς κλάδος ἐνώπιον αὐτοῦ, καὶ ὡς ῥίζα ἀπὸ γῆς διψώ‐ σης, φησὶ, διψῶσαν τὴν ἄβατον γῆν εἰρηκώς· ὁ δὲ Θεοδοτίων, ἀναβήσεται ὡς θηλάζον, ἐξέδωκε.
35Τοῦτο γὰρ ἦν περὶ οὗ καὶ πρόσθεν ἐλέγετο· «Πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν, ἢ κακὸν, ἀπειθεῖ πονη‐ ρίᾳ.» Καὶ πάλιν· «Πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν, ἢ κακὸν λήψεται δύναμιν Δαμασκοῦ.» Καὶ πάλιν· «Ὅτι παιδίον ἐγεννήθη ἡμῖν καὶ ἐδόθη.» Τὴν δὲ
40γένεσιν τοῦ Σωτῆρος εἰπὼν, τὴν ἐπὶ γῆς αὐτοῦ δι‐ ηγεῖται διατριβήν. Οὐ γὰρ ἦν αὐτῷ, φησὶν, ἔνδοξον εἶδος.
44Διὸ Σύμμαχός φησιν· Οὐκ εἶδος αὐτῷ, οὐδὲ
45ἀξιῶν, ἵνα εἴδωμεν αὐτό. Οὐδὲ θεωρία, ἵνα ἐπι‐ θυμήσωμεν αὐτόν. Ἐξουδενωμένος, καὶ ἐλάχιστος ἀνδρῶν. Ἀνὴρ ἐπίπονος, καὶ γνωστὸς νόσῳ, καὶ εἰδὼς φέρειν μαλακίαν, οὐ μὴν μεμαλακισμένος. Ταῦτα δὲ ὑπέμεινεν ἀποκρύψας τὸ τῆς θεότητος αὐ‐

2520

(50)

τοῦ πρόσωπον. Τοῦτο γὰρ τὸ, ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ. Κατὰ γὰρ τὸν Ἀκύλαν ὡς ἀπο‐ κεκρυμμένον πρόσωπον αὐτοῦ. Κατὰ δὲ Θεοδο‐ τίωνα, τὸ οὐκ ἐλογίσθη. Οὐκ ἐλογισάμεθα αὐτόν. Κατὰ δὲ τοὺς λοιποὺς, Ἐξουδενωμένος. Διὸ οὐκ
55ἐλογισάμεθα αὐτόν. Διὰ φιλανθρωπίαν δὲ καὶ τὸ2519

2521

ἴδιον ὁ προφήτης ὑπέβαλλε πρόσωπον τοῖς τὸν Χρι‐ στὸν ἀθετήσασιν. Ἐχρῆν δὲ σκοπεῖν ἡμᾶς, φησὶν, ὡς οὗτος ἦν ἄρα τῶν ἡμετέρων ψυχῶν ὁ Σωτὴρ, τὰς ἁμαρτίας ἡμῶν φέρων, καὶ περὶ ἡμῶν ὀδυνώμε‐
5νος. Σύμμαχος δέ φησιν· Ὄντως τὰς ἁμαρτίας ἡμῶν αὐτὸς ἀνέλαβε, καὶ τοὺς πόνους ὑπέμει‐ νεν. Ἡμεῖς δὲ ἐλογισάμεθα αὐτὸν ἐν ἁφῇ ὄντα, πεπληγότα ὑπὸ Θεοῦ, καὶ τεταπεινωμένον. ᾯ συμφώνως ἐξέδωκαν οἱ λοιποί. Ἡμεῖς μὲν οὖν, οἷα
10νήπιοι, ταῦτα περὶ αὐτοῦ πεφρονήκαμεν. Ἔπασχε δὲ δι’ ἡμᾶς, ἀπαλλάττων τιμωρίας τῆς ἐκ τῶν ἁμαρ‐ τημάτων ὀφειλομένης τὴν ἀνθρωπότητα. Ὁ δὲ Ἀκύ‐ λας· Αὐτὸς, φησὶ, βεβηλωμένος ἐπὶ ἀθεσιῶν ἡμῶν. Ἦν γὰρ ἀληθῶς βεβηλωμένος, ὅτι γέγονεν ὑπὲρ
15ἡμῶν κατάρα, κατὰ τὸν Ἀπόστολον, ὅτι γέγραπται· Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου. Οὐκ ἅρα κάλλος εἶχε τὸ θεοπρεπὲς, ἀλλ’ ἄτιμον. Πρὸς γὰρ τὴν θείαν λαμπρότητα πᾶν ἀνθρώπινον ἄτιμον. Εἴρηται γοῦν· «Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν
20ἀνθρώπων.» Καὶ ἄλλως δὲ γεγονὼς ἐκ πτωχῆς μητρὸς, διὰ πάντων ὥδευσε τῶν ταπεινῶν, ἵν’ ὑψώσῃ τὸ ταπεινὸν, καὶ Κύριος δὲ καὶ βασιλεὺς ὑπάρχων τῶν ὅλων, ποίας ἂν ἐδεήθη τῆς ἐν ἀνθρώποις λαμπρό‐ τητος; κατηφὲς δὲ ἴσως τὸ τοῦ Σωτῆρος τεθέανται
25πρόσωπον καὶ τεταραγμένον πρὸ τοῦ σταυροῦ, ὡς λέγειν· «Νῦν ἡ ψυχή μου τετάρακται καὶ περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου.» Ἀπαθὴς γὰρ ὢν, ὡς Θεὸς, τῇ καθ’ ἡμᾶς ἐνέδωκε φύσει μὴ ἀναλγήτως ἔχειν ἐμβάλλοντος πειρασμοῦ, τῆς φαντασίας ἀναι‐
30ρῶν τὴν ὑπόνοιαν.
33 Ἀπέστρεπται δὲ, φασὶ, τὸ πρόσωπον, ἀντὶ τοῦ κατῃσχύνθη. Ἠτιμάσθη δὲ, καὶ οὐκ ἐλογίσθη· ὅτε
35πέμψαντος Πιλάτου πρὸς τὸν Ἡρώδην, αὐτὸν ἐξουδε‐ νῶν ὡς αὐτὸν ἀπέπεμψε. Πάλιν καὶ ὅτε τὰ ὑβριστι‐ κώτατα κρινόμενος ἔπασχε· καὶ παρ’ αὐτὸν τὸν σταυρόν. Διὸ κἀν τοῖς προλεχθεῖσιν ἔφασκε· «Τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας,» καὶ τὰ ἑξῆς. Πέπον‐
40θεν οὖν οὐκ εἰς ἴδιον χρέος (ἁμαρτίαν γὰρ οὐκ ἐποίη‐ σεν) ἀλλ’ εἰς ἡμέτερον, εἷς ὁ πάντων ἀνταξιώτερος, Παύλου λέγοντος· Εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐ‐ τῶν ἀποθανόντι καὶ ἐγερθέντι.» Ἰστέον δὲ ὡς τινὲς
45τὸ, Ἀνηγγείλαμεν ὡς παιδίον, διὰ τοῦ γράψαντες οὕτω φασίν· ἀντέπεσε γὰρ ὡς εἰκὸς, τῷ προφήτῃ, ὅτι σὺ ἐκ τοῦ Πνεύματος ἐδιδάχθης τὴν αὐτοῦ παρ‐ ουσίαν, ἐχρῆν δὲ καὶ τοὺς ἄλλους διδάσκειν. Ὁ δέ φησιν, ὡς οὐκ ἐπαυσάμεθα πάντες οἱ προφῆται ὑμῖν

2521

(50)

ἀναγγέλλοντες ὡς πεδίον, τοῦτ’ ἔστιν ὡς ἀγρὸς εὐανθὴς καὶ καρποφόρος, ἢ καὶ ὡς ῥίζα ἐν γῇ δι‐ ψώσῃ, ἀρδεύοντος ἡμᾶς τοῦ Μονογενοῦς, «Ἐν ᾧ πάντες εἰσὶν οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι,» πάλαι μετὰ τῶν ἄλλων ἀνθρώπων ξηρὰν
55καὶ ἄκαρπον ὑπάρχοντας γῆν. Ἀλλ’ ἀνεθάλομεν διὰ2521

2524

τῆς χορηγίας τοῦ Πνεύματος ὡς ῥίζα, τοῦτ’ ἔστιν ὡς βοτάνη καλή τε καὶ εὐανθής· πρὸς οὓς ἐλέγετο καὶ παρ’ ἑνὸς τῶν προφητῶν· «Καὶ μακαριοῦσιν ὑμᾶς πάντα τὰ ἔθνη, δι’ ὅτι ἔσεσθε ὑμεῖς γῆ θελητὴ, λέ‐
5γει Κύριος, ὡς μηκέτι φέρειν ἀκάνθας.» Προείρηται γάρ· «Ὡς ἀντὶ στοίβης ἀναβήσεται κυπάρισσος. Ἀντὶ δὲ κονύζης ἀναβήσεται μυρσίνη.» Καὶ πάλιν· «Ποιήσω τὴν ἔρημον εἰς ἕλη,» καὶ τὰ ἑξῆς. Προεί‐ πομεν οὖν, ὅτι πιστεύσαντες εἰς αὐτὸν, ἐσόμεθα ἐν‐
10αντίον αὐτοῦ, τοῦτ’ ἔστιν ἐφορώμενοι παρ’ αὐτοῦ ὡς βοτάνη ἐν τῇ γῇ διψώσῃ ποτέ.
14Τί οὖν, φασιν, ὅτι ἀνηγγείλαμεν τὴν παρουσίαν
15αὐτοῦ; ἀλλὰ θεοπρεπῶς ὀφθεῖσα προσῖτος ἤμελλε γίνεσθαι, ὡς ἐπὶ τοῦ Σινᾶ τυχὸν εἰπόντων ἡμῶν Μωσεῖ· «Λάλει σὺ πρὸς ἡμᾶς, καὶ μὴ ὁ Θεὸς, ἵνα μὴ ἀποθάνωμεν.» Πρὸς οὓς ἀποκρίνεται. Ὡς ἄτιμον ἔχων εἶδος ὀφθήσεται. Καὶ ταῦτα μὲν οὗτοι τὸν τρόπον
20τοῦτον ἑρμήνευσαν. Τοῖς δὲ προῤῥηθεῖσιν ἐπάγεται, παιδεία εἰρήνης ἡμῶν ἐπ’ αὐτόν. Ἃ γὰρ, ἡμᾶς ἔδει παιδευομένους παθεῖν, ταῦτα ἐπ’ αὐτὸν ἦλθεν ὑπὲρ τῆς πρὸς τὸν Θεὸν εἰρήνης, Παύλου λέγοντος· «Εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ,
25εἴτε τὰ ἐπὶ τῆς γῆς, εἴτε τὰ ἐν οὐρανοῖς.» Καὶ πάλιν· «Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφό‐ τερα ἕν.» Ὑπὲρ γὰρ ἡμῶν τὸ πάθος, αὐτοῦ μὲν τῇ πείρᾳ ὑπελθόντος τὰς ὕβρεις, πίστει δὲ ἡμῶν οἰκειου‐ μένων τὰ πάθη, συμπασχόντων τε καὶ συναποθνη‐
30σκόντων, χάριτι δὲ σωζομένων. Τὰς γὰρ ἡμῖν ὀφει‐ λομένας ἐξέτισε μάστιγας, ἀφ’ ὧν ἔσχε τοὺς μώλω‐ πας, δι’ ὧν ἰάθημέν τινες οἱ πάλαι πλανηθέντες ὡς πρόβατα, ἄλλου πρὸς ἄλλο εἶδος ἁμαρτίας τραπέντος, καὶ πρὸς διάφορον δόξαν περὶ αὐτοῦ. Ἀλλ’ ὁ Πατὴρ
35αὐτὸν ὑπὲρ ἡμῶν ἀντίψυχον ὥσπερ παρέδωκεν. Οὕτω γὰρ καὶ ἄμνος τοῦ Θεοῦ γέγονεν αἴρων τὴν ἁμαρ‐ τίαν τοῦ κόσμου. Διὸ Σύμμαχός φησι· Κύριος δὲ καταντῆσαι ἐποίησεν εἰς αὐτὸν τὴν ἀνομίαν πάν‐ των ἡμῶν. Καὶ τοῦτο εἰδὼς ὁ Χριστὸς αὐτὸς ἔφη·
40«Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων μὴ ἀπόληται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον.» Παραδεδόσθαι δὲ αὐτὸν ἀκούων, μὴ ἀνάγκην ὑπόπτευε, τὸ δὲ ἑκού‐ σιον νόει. Καὶ γὰρ ὁ Ἀπόστολος τῷ ὀνόματι αὐτῷ
45κέχρηται, αὐθεντίαν καὶ βούλησιν Πατέρος μηνύων. Ἑκὼν δὲ τὸ πάθος ὑπομείνας, σιωπῇ φέρει νόμον ἡμῖν ὑπομονῆς ἑαυτὸν παρεχόμενος. Οὐ δυσανασχε‐ τῶν γὰρ, ἀλλὰ χαίρων ἐντολὴν ἐπλήρου τὴν πατρι‐ κήν.
52 Καὶ ἄλλως, Οὐκ ἀνοίγει τὸ στόμα ὡς ἐν καιρῷ κακώσεως· «[κατὰ τὸ] Ὁ συνιὼν ἐν τῷ καιρῷ ἐκεί‐
νῳ σιωπήσεται, ὅτι ὁ καιρὸς πονηρός ἐστιν.» [Καὶ]2523

2525

«Ὄνειδος ἄφρονι ἔδωκάς με. Ἐκωφώθην, καὶ οὐκ ἤνοιξα τὸ στόμα μου.» Ἀληθοῦς πάθους ἄρα ἦν ἐν Χριστῷ κατὰ τὸ ἀνθρώπινον. Ἀντὶ δὲ τοῦ, Καὶ αὐ‐ τὸς διὰ τὸ κεκακῶσθαι οὐκ ἀνοίγει τὸ στόμα, ὁ
5Σύμμαχός φησι· Προσηνέχθη, καὶ αὐτὸς ὑπήκουσε. Τίνι δὲ προσηνέχθη, ἀλλ’ ἢ τῷ Πιλάτῳ; ἐσίγα δὲ ψευδομαρτυρούμενος. Ἠπίστατο γὰρ ἀνήσουσαν μὲν οὐδὲν τὴν ἀπολογίαν (παρ’ ἐχθροῖς γὰρ ἐκρίνετο) πρὸς θυμὸν δὲ αὐτοὺς ὑφάπτουσαν ἀγριώτερον,
10Υἱὸν ἑαυτὸν εἶναι λέγοντος τοῦ Θεοῦ, Σωτῆρά τε πάντων καὶ λυτρωτήν. Πλὴν οὐκ ἀπροφάσιστον αὐ‐ τοῖς τὴν ἁμαρτίαν ἐποίησεν, ὁρκίζοντι μὲν εἰπὼν τῷ Καϊάφᾳ τό· «Ἀπάρτι ὄψεσθε τὸν Υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως·» καὶ τό· «Σὺ εἶ‐
15πας,» εἰπὼν Πιλάτῳ πυνθανομένῳ εἰ βασιλεύς ἐστι τοῦ Ἰσραήλ. Διὸ συμμανεὶς αὐτοῖς μαστιγῶσαι παρ‐ έδωκεν. Ὅθεν ἐπήνεγκεν, Ὡς πρόβατον ἐπὶ σφα‐ γὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος. Σιγᾷ γὰρ, κἂν, ὡς εἰκὸς, λύπη πα‐
20ραψαύουσα τῶν δερμάτων ἡ μάχαιρα. Οὕτω καὶ Χριστὸς λοιδορούμενος οὐκ ἀντελοιδόρει. Πάσχων οὐκ ἠπείλει· παρεδίδου δὲ τῷ κρίνοντι δικαίως. Ἀληθὲς οὖν ἄρα τό· Ἐν τῇ ταπεινώσει ἡ κρίσις αὐτοῦ ἦρ‐ ται. Ὡς κατ’ εὐτελοῦς γὰρ προχείρως τὴν ψῆφον
25ἐξήνεγκαν. Τὴν οὖν παράνομον καὶ ἄδικον κρίσιν ἐπ’ αὐτοῦ γενομένην δηλοῖ. Εἰ δὲ καὶ ταπεινῶς, φη‐ σὶν, ἐκρίνετο, Θεὸς κατὰ φύσιν ἐτύγχανεν. Ὅθεν ἐπάγει· Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; Ἐφ’ ἑκατέρας δὲ γεννήσεως τὸ ἄπορον ὁμοίως ἀκολουθεῖ.
30Πῶς μὲν Θεὸς, πῶς δὲ Παρθένος γεννᾷ. Τοσοῦτον γὰρ μόνον ἐγνώκαμεν. Πὴ μὲν, ὅτι Θεὸς ἐκ Θεοῦ, φῶς ἐκ φωτός· πὴ δὲ, ὅτι «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπί σε, καὶ δύναμις» Ὑψίστου ἐπισκιάσει σοι.
37 Ἐφ’ ἑκατέρου δὲ τὸ, ἡ γέννησις; ἀδιήγητον· ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ. Τοῦτ’ ἔστιν ὑψηλότερα τῶν ἐπὶ γῆς ἡ πολιτεία, καὶ ὁ κατὰ σάρ‐
40κα βίος αὐτοῦ. Μόνος γὰρ ἁμαρτίαν οὐκ ἐποίησεν. Καὶ ἄλλως δὲ, ὑπὲρ πᾶν γενητὸν ἡ ὕπαρξίς ἐστι τοῦ Μονογενοῦς. Ὁ δὲ Σύμμαχος ἐξέδωκεν· Ἀπετμήθη γὰρ ἐκ γῆς ζώντων, καὶ διὰ τὴν ἀδικίαν τοῦ λαοῦ μου πληγὴ αὐτοῖς. Ὁ δὲ Θεοδοτίων· Ὅτι ἀπετμή‐
45θη ἀπὸ γῆς ζώντων, ἀπὸ ἀθεσίας τοῦ λαοῦ μου ἥψατο αὐτῶν. Μᾶλλον γὰρ αὐτῶν καθήψατο, καὶ πληγὴ αὐτοῖς μεγίστη γέγονεν ὁ αὐτοῦ θάνατος. Τι‐ νὲς δὲ τὸ, αἴρεται ἀπὸ τῆς γῆς, φασὶ τὴν μετὰ τὴν ἀνάστασιν αὐτοῦ δόξαν δηλοῦν· θεϊκὴν γὰρ ἀξίαν

2525

(50)

ἡ τῶν οἰκονομηθέντων ὑπέδειξε πεῖρα, αὐτοῦ μὲν θανάτου ὑποβαλλομένου, πάντων δὲ εἰς ἀφ‐ θαρσίαν αὐτοῦ χάριτι ζωοποιουμένων, καὶ πίστει λυτρουμένων. Ἀλλὰ πῶς ὁ μὴ εἰδὼς ἁμαρτίαν ὑπὸ ψήφῳ κατέστη θανατικῇ; φησὶν ὁ Πατήρ·
55Ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἤχθη εἰς
θάνατον, ἢ ὅτι ὑπὲρ τῶν ἀνομιῶν αὐτοῦ, ἢ ὅτι παρα‐2525

2528

νομοῦντες αὐτὸν ἀπέκτειναν. Ἀντὶ δὲ τοῦ, δώσω τοὺς πονηροὺς, ὁ Σύμμαχος, καὶ δώσει τοὺς ἀσεβεῖς, φησί. Τίς δὲ δώσει, ἢ ὁ τῶν ὅλων κριτής; λέγει δὲ τοὺς τὰ εἰρημένα ποιήσαντας. Ῥωμαίοις γὰρ παρ‐
5εδόθησαν. Καὶ τοὺς πάλαι δὲ πλουσίους, ἐν οἷς ἐπλεονέκτουν προτερήμασι, παραδώσειν φησὶν ἀντὶ τοῦ θανάτου αὐτοῦ. Λέγει δὲ τοὺς ἐν γνώσει νομι‐ κῇ, καὶ ἱερατικῇ, καὶ βασιλικῇ τετιμημένους ἀξίᾳ· οὗτοι γὰρ πρὸς τῷ ἀποκτεῖναι, καὶ ἀργύρια δεδώ‐
10κασιν ἱκανὰ, κρύψαι βουλόμενοι τὴν ἀνάστασιν. Καὶ κατὰ τοῦτο οὖν πλουσίους αὐτοὺς καλεῖ· ἢ καὶ ὡς φιλαργύρους. Ἀπέκτειναν γὰρ Ἰησοῦν, ἵν’ ἔχοιεν πλουτεῖν ἐκ τοῦ μὴ κρίνειν ὀρθῶς. Περὶ ὧν ἔλεγεν ὁ προφήτης· «Κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα,
15διώκοντες ἀνταπόδομα.»
18 Ἐνενόουν δὲ καὶ ὅτι παυσαμένης τῆς ἐν νόμῳ λατρείας, οὐχ ἕξουσι τὰς κατὰ νόμον προσαγομένας
20αὐτοῖς ἀπαρχὰς, οὓς καὶ ἐταλάνιζεν λέγων, ὅτι «Ἀπο‐ δεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ ἄνηθον, καὶ τὸ κύμι‐ νον, καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρί‐ σιν, καὶ τὸ ἔλεος, καὶ τὴν πίστιν.» Τὸ δὲ δίκαιον τῆς αὐτῶν δηλοῖ κατακρίσεως τὸ, ὅτι ἀνομίαν οὐκ
25ἐποίησεν, ἐπαγόμενον. Ἀδίκως γὰρ ἀποκτείναντες, δικαίως αὐτοὶ κατακέκρινται. Ἀξιόπιστος δὲ μάρ‐ τυς ὁ Πατὴρ, ἀναμάρτητον εἰπὼν τὸν Υἱόν. Κατεψεύ‐ σαντο ἄρα ποτὲ μὲν λέγοντες, ὅτι «Οὗτος ἀνασείει τὸν λαὸν, καὶ κωλύει Καίσαρι διδόναι φόρους,» ποτὲ
30δέ· «Εἰμὴ ἦν οὗτος κακοποιών, οὐκ ἄν σοι παρεδώκα‐ μεν αὐτόν.» Ὁ γὰρ Πατὴρ οὕτω τὸ ἀναμάρτητον ἔργῳ τε καὶ λόγῳ μεμαρτύρηκεν. Τοῦτο δὲ κατὰ τὸ ἀνθρώπινον. Ἡ γὰρ θεία φύσις ἐστὶν ἀναλλοίωτος. Ἀνθρώπων δὲ οὐδεὶς πλὴν αὐτοῦ καθαρὸς ἀπὸ
35ῥύπου. Οὐκοῦν ὑπὲρ ἁπάντων αὐτὸς ἀπέθανεν, ἵνα περιέλῃ τὴν ἁμαρτίαν τοῦ κόσμου. Διὸ καὶ ἔκρινεν ὁ Πατὴρ αὐτοῦ καθαρίσαι αὐτὸν τῆς πληγῆς· τοῦτ’ ἔστι τοῦ ἐπενεχθέντος αὐτῷ πάθους. Ἀνέστη γὰρ πατήσας τὸν θάνατον. Τινὲς δέ φασιν, ὅτι δι’ ὧν
40ὁ Πατὴρ ἀπῄτησε δίκας ὑπὲρ αὐτοῦ, τὸ μὴ δικαίως αὐτὸν πεπονθέναι παρέστησεν, καὶ καθαρὸν αὐτὸν τῆς ἐπὶ δικαίᾳ κατακρίσει πεποίηκεν ὑποψίας. Τινὲς δὲ οὕτως εἰρήκασιν. Ὥσπερ τὰ ἡμῖν χρεωστούμενα πάθη αὐτὸς ἀναδεξάμενος οἰκειώσατο· οὔτω καὶ τὴν
45ἐκ πίστεως γενομένην ἡμῖν κάθαρσιν αὐτὸν δε‐ δέχθαι φησίν. Ἐὰν δῶτε περὶ ἁμαρτίας, ἡ ψυχὴ ὑμῶν ὄψεται σπέρμα μακρόβιον. Καίπερ δὲ τοι‐ αῦτα πλημμελησάντων ὑμῶν, ἐάν τις ἐθελήσῃ θυ‐ σίαν ἀνενεγκεῖν ὑπὲρ τῆς αὐτοῦ ἀμαρτίας, τοῦτ’

2528

(50)

ἔστι μετανοεῖν ἐφ’ οἷς ἐπλημμέλησεν, ἐκφεύξεται τὸ, Δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ, καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ. Καὶ ὄψεται τὸ μακρόβιον σπέρμα, περὶ οὗ ἔλεγεν ἐν παραβολαῖς· «Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι.»
55Καὶ πάλιν· «Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείροντι καλὸν σπέρμα ἐν τῷ ἰδίῳ ἀγρῷ.» Ἤγουν τὴν αἰώνιον ζωὴν οὕτως ἐκά‐
λεσε.2527

2529

Πρὸς δὲ τὰ ἔθνη τινὲς εἰρῆσθαι τοῦτό φασιν, ὡς Τοσαῦτα παθόντος ὑπὲρ ὑμῶν, ἐὰν καὶ ὑμεῖς πιστεύ‐ σητε, τὰς ἁμαρτίας ὑμῶν ἐξομολογούμενοι, κοινωνοὶ τῶν αἰωνίων ἀγαθῶν καταστήσεσθε. Δίδωσι δὲ περὶ
5ἀμαρτίας πᾶς, περὶ οὗ φησιν· «Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυ‐ ρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μου·» ποῖον ἦν ὁ λέ‐ γων, «Χριστῷ συνεσταύρωμαι, ζῶ δὲ οὐκέτι ἐγώ. Ζῇ δὲ ἐν ἐμοὶ Χριστός;» Οὐ τοιοῦτος δὲ ὁ ἀγαπῶν πατέρα
10ἢ μητέρα ὑπὲρ αὐτόν. Φησὶ γὰρ, ὡς «Οὐκ ἔστιν μου ἄξιος.» Τὸ οὖν ἀγαπῆσαι Χριστὸν ἐξ ὅλης καρδίας καὶ ψυχῆς, τὸ δοῦναί ἐστι περὶ ἁμαρτίας. Τινὲς δὲ τὸ ῥητὸν οὕτως ἐκθέμενοι· Ἐὰν θῇ περὶ πλημ‐ μελείας, ψυχὴ αὐτοῦ ὄψεται σπέρμα μηκύνον,
15Ἡμέρα, ἐπήνεγκαν, ἡ μετὰ τὸ πάθος, παιδοποιία πνευματικὴ τῆς εἰς αἰῶνα ἐνούσης ἀδιηγήτου γε‐ νεᾶς, κατ’ ἐπαγγελίαν τὴν πρὸς Ἀβραὰμ θεϊκῇ δυ‐ νάμει πληρουμένην μετὰ τὴν λύσιν τῆς φθοροποιοῦ ἁμαρτίας, καὶ τὴν ἄνοδον τοῦ λυτρωτοῦ. Ἀντὶ δὲ
20τοῦ, Καὶ βούλεται Κύριος ἀφελεῖν ἀπὸ τοῦ πόνου τῆς ψυχῆς αὐτοῦ, ὁ Σύμμαχος· Καὶ θέλημα Κυ‐ ρίου, φησὶν, ἐν χειρὶ αὐτοῦ εὐοδωθήσεται· ὅπερ ἐπὶ μόνου τοῦ Σωτῆρος ἁρμόττει. Διαπαντὸς γὰρ τὸ θέλημα τοῦ Πατέρος ἐν τῇ χειρὶ αὐτοῦ κατ‐
25ευοδοῦτο. Ἔδωκε δὲ αὐτῷ καὶ φῶς εἰς τὸ φωτί‐ ζεσθαι τοὺς δι’ αὐτοῦ δικαιουμένους, καὶ σύνεσιν. Ἐπανεπαύσατο γὰρ ἐπ’ αὐτὸν πνεῦμα σοφίας καὶ συνέσεως εἰς τὸ συνετοὺς ἀπεργάζεσθαι, καὶ δι‐ καιοῦν τοὺς ἀξίους τοῦ δικαιοῦσθαι. Τινὲς δὲ οὕτω
30φασί· Βούλεται Κύριος τὴν ἐπὶ τῷ σταυρῷ λύ‐ πην μεταστῆσαι εἰς χαρὰν, διὰ τοῦ δεῖξαι αὐτῷ μεταποιηθέντας εἰς φῶς τούς ποτε σκότος καὶ πε‐ πλανημένους, περὶ ὧν ὁ Παῦλός φησιν· «Οἱ ποτὲ σκότος, νυνὶ δὲ φῶς ἐν Κυρίῳ.» Καὶ πλαττομένους
35τῇ συνέσει· τοῦτ’ ἔστι μεταμορφουμένους ἀπὸ δό‐ ξης εἰς δόξαν. Πρὸς δὲ τὸν μὴ τοιοῦτον Ἱερεμίας φησίν· «Ἰδοὺ οὐκ εἰσὶν οἱ ὀφθαλμοί σου, οὐδὲ ἡ καρδία σου κα‐ λή.» Ὁ δὲ ἐπιστεύων εἰς τὸν Χριστὸν, εἰς τὸ
40θεῖον αὐτοῦ μεταπλάττεται κάλλος, ὁποῖόν ἐστι τό· «Τεκνία, οὓς πάλιν ὠδίνω, μέχρι μορφωθῇ Χριστὸς ἐν ὑμῖν. Οὓς γὰρ ἔγνω, φησὶ, καὶ προώρισεν συμ‐ μόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὑτοῦ, τούτους καὶ ἐκάλεσεν.» Κτίσαι δὲ λέγεται Θεὸς καὶ τοὺς δύο
45λαοὺς εἰς ἕνα καινὸν ἄνθρωπον, δηλαδὴ μεταπλά‐ σας αὐτούς. Ἐπειδὴ γὰρ κέρδος ἴδιον ὁ Μονογενὴς τὴν ἡμετέραν τίθεται σωτηρίαν, ὑπὲρ ὧν ἔπαθε σῶμα λαβὼν, ἀναγκαίως ὁ Πατὴρ τὴν ἡμετέραν ἴασιν, ἀφαίρεσιν πόνου φησὶ τοῦ Χριστοῦ, καὶ

2529

(50)

φῶς αὐτοῦ τὸν ἡμέτερον φωτισμὸν, ἀμειβομένων ἐπὶ τὸ κρεῖττον ἡμῶν καὶ μεταπλαττομένων τῇ τοῦ Θεοῦ συνέσει. Τούτοις ἐπάγει· Δικαιῶσαι δίκαιον εὖ δουλεύοντα πολλοῖς. Οὐ γὰρ ἦλθε Χριστὸς δια‐ κονηθῆναι, καθά φησιν αὐτὸς, διακονῆσαι δὲ μᾶλλον
55τὴν τῆς ἐνανθρωπήσεως οἰκονομίαν. Πάντα δὲ πράτ‐2529

2532

τοντος αὐτοῦ καθ’ ὑπακοὴν πατρικὴν, ἀκόλουθον ἦν καὶ τὸ λεντίῳ ζωσάμενον, ὕδωρ εἰς τὸν νιπτῆρα βα‐ λεῖν, καὶ τὴν πρὸς ἅπαντας δουλείαν ἀναδέξασθαι. Τοιγαροῦν καὶ Παῦλος διάκονον τὴν οἰκονομίαν κα‐
5λεῖ λέγων· «Εἰ γὰρ τῇ διακονίᾳ τῆς κατακρί‐ σεως, δόξα, πολλῷ μᾶλλον διαφέρει ἡ διακονία τῆς δικαιοσύνης ἐν δόξῃ.» Δικαιοῦται δὲ πάλιν, ἡμῶν ἢ δικαιουμένων, ἢ τῶν ἀνελόντων αὐτὸν ἠνδραποδι‐ σμένων εἰς ἔνδειξιν τῆς ἀδίκου κατ’ αὐτοῦ κατακρί‐
10σεως. Τίνες δὲ οἱ δικαιούμενοι δι’ αὐτοῦ ἐπενήνοχε λέγων· Καὶ τὰς ἁμαρτίας αὐτῶν αὐτὸς ἀνοίσει· ἢ κατὰ Σύμμαχον, Καὶ τὰς ἀσεβείας αὐτῶν αὐτὸς ὑπενέγκει. Εἰς ἑαυτὸν γὰρ ἀναλαβὼν ἀπέδυσεν ἡμᾶς τὸν τῆς ἁμαρτίας χιτῶνα· διὸ καὶ, Δεδού‐
15λευκε πολλοῖς, τοῦτ’ ἔστι τοῖς ἔθνεσιν. Ἓν γὰρ ἦν ἔθνος Ἰσραήλ· οἱ δὲ ἐξ ἐθνῶν μυριοπλάσιοι, οὓς καὶ κληρονομεῖ κλῆρον ποιησάμενος ἴδιον, καὶ λέγων· «Κύριος εἶπεν πρός με· Υἱός μου εἶ σύ. Ἐγὼ σήμερον γεγέννηκά σε. Αἴτησαι παρ’ ἐμοῦ καὶ
20δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατά‐ σχεσίν σου τὰ πέρατα τῆς γῆς.»
25 Τῶν δὲ ἰσχυρῶν ἐμέρισε σκύλα· δηλαδὴ τῶν ἀντικειμένων δυνάμεων ἐξαρπάσας, καὶ ἴδια σκύλα τοὺς ὑπ’ ἐκείνων ἠνδραποδισμένους πεποιηκώς· ἅπερ σκύλα τοῖς ἑαυτοῦ διένειμε μαθηταῖς διαφό‐ ρους ἐξ αὐτῶν συστησάμενος Ἐκκλησίας. Διὸ προὔ‐
30λεγεν· «Εὐφρανθήσεται ἐνώπιόν σου, ὡς οἱ εὐφραι‐ νόμενοι ἐν ἀμητῷ, καὶ ὃν τρόπον οἱ διαιρούμενοι σκύλα.» Δυνατὸς δὲ ταῦτα ποιεῖν, ἀνθ’ ὧν παρ‐ εδόθη εἰς θάνατον, μισθὸν ὥσπερ λαβὼν παρὰ τοῦ Πατέρος, τὸ σώζειν καὶ κληρονομεῖν τοὺς ἀπολλυ‐
35μένους. Διὰ γὰρ τὸ παθεῖν, ἀνίστησι μὲν σὺν ἑαυτῷ τοὺς οἰκείους, κατακρατεῖ δὲ τῶν ἀλλοτρίων, τοὺς μὲν συμπάσχοντας συνανιστὰς, τοὺς δὲ ἐπαναστάν‐ τας ταπεινῶν. Τινὲς δὲ ἰσχυροὺς τοὺς ἀποστόλους εἰρήκασι, καὶ τοὺς καθάπαξ ἐν Χριστῷ δυνατοὺς,
40οἷς ἅτε νενικηκόσι τὸν Σατανᾶν διαδίδωσι σκύλα, τῶν πνευματικῶν χαρισμάτων τὰς χορηγίας. ᾯ μὲν γὰρ δίδοται [διὰ] τοῦ Πνεύματος λόγος σοφίας, ἄλλῳ λόγος γνώσεως, καὶ τὰ τούτοις ἀδελφά. Πῶς δὲ μετὰ ἀνόμων ἐλογίσθη, ἀλλ’ ἢ συσταυρουμέ‐
45νων αὐτῷ τῶν λῃστῶν, ὃ δὴ καὶ Μάρκος ἐπισημαί‐ νεται;
49tΚΕΦΑΛ. ΝΔʹ.

2532

(50)

αʹ—ιζʹ. Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα. Ῥῆ‐ ξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον, ἢ τῆς ἐχούσης τὸν ἄνδρα. Εἷπε γὰρ Κύριος· Πλάτυνον τὸν τόπον τῆς σκηνῆς σου, καὶ τὰς δέρεις τῶν αὐλαιῶν σου
55πῆξον, μὴ φείσῃ· μάκρυνον τὰ σχοινίσματά2531

2533

σου, καὶ τοὺς πασσάλους σου κατίσχυσον ἔτι εἰς τὰ δεξιὰ, καὶ τὰ ἀριστερὰ ἐκπέτασον, καὶ τὸ σπέρμα σου ἔθνη κληρονομήσει, καὶ πόλεις ἠρη‐ μωμένας κατοικιεῖς, κ.τ.λ.
5 Εἰπὼν τοῦ Σωτῆρος τὴν γένεσιν, καὶ τὸν βίον, καὶ τοῦ θανάτου τὴν αἰτίαν, ὅτι τε κληρονομήσει πολλοὺς, πρὸς αὐτοὺς τούτους ἀκολούθως τὸν λόγον μετήνεγκε, καὶ τὴν ἐξ αὐτῶν Ἐκκλησίαν πάλαι οὖ‐ σαν ἄγονόν τε καὶ ἔρημον, ὁποῖαι ἦσαν τῶν ἐθνι‐
10κῶν αἱ ψυχαί. Οὐ γὰρ εἶχεν αὐτῶν τινα δι’ ἀρετῆς καὶ θεοσεβείας καταταττόμενον εἰς τέκνα Θεοῦ. Ἦσαν γὰρ ἄθεοι, καὶ ἐλπίδα μὴ ἔχοντες, κατὰ τὴν Παύλου φωνήν. Νῦν δὲ ὡς δεξαμένῃ σπόρον, καὶ μελλούσῃ τεκεῖν, βοᾷν ἐγκελεύεται, καθὰ ταῖς
15κυούσαις αἱ μαῖαι πρὸς τὸ ῥᾳδίως τεκεῖν εὐρυνομέ‐ νων τῶν πόρων. Ἀντὶ δὲ τοῦ ῥῆξον καὶ βόησον, Σύμμαχος μὲν κελάδει αἴνεσιν εἴρηκεν. Ὁ δὲ Ἀκύλας, ἱλάρυνον ἐν ἀγαλλιάσει καὶ χρεμέτι‐ σον. Ὁ δὲ Θεοδοτίων, Ῥῆξον εὐφροσύνην καὶ
20τέρπου. Ἀντὶ δὲ τοῦ ἐρήμου ἠφανισμένης ἔφησε Σύμμαχος· Ἦν γὰρ ἠφανισμένη καὶ ἔρημος, μήπω τὸν ἐπουράνιον κεκτημένη Νυμφίον. Τὴν δὲ τῆς εὐφροσύνης αἰτίαν, τὴν πολυγονίαν λέγει τὴν μέλλουσαν, δι’ ἧς ἤμελλε νικᾷν τὴν Ἰου‐
25δαίων Συναγωγὴν, ἐκ πάντων οὖσα τῶν ἐθνῶν, τὴν ἐξ ἑνὸς ἔθνους συνισταμένην. Ἣν διὰ Μωσέως πρὸς οἰκειότητα πνευματικὴν ὁ Θεὸς προσηγάγετο, καὶ πολλῶν ἀπέφηνε τέκνων μητέρα. Ἀλλ’ ἠτεκνώθη διὰ Χριστὸν, καίτοι, κατὰ τὸν Ἱερεμίαν, ἐν τέκνοις οὖσα
30πολλή. Καὶ βιβλίον ἀποστασίου δέδωκε τῷ Θεῷ θαυ‐ μάζοντι· «Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιών;» Αὐτὸς γὰρ οὐ δέδωκεν εἰπών· «Ποῖον τοῦτο βιβλίον ἀποστασίου τῆς μητέρος ἡμῶν; ᾯ ἐξαπέστειλα αὐ‐ τήν; Ἀλλ’ ἑαυτῇ, φησὶ, γέγονεν αἰτία· Διότι ἦλθον,
35καὶ οὐκ ἦν ἄνθρωπος· ἐκάλεσα καὶ οὐκ ἦν ὁ ὑπ‐ ακούων.» Καὶ ἀλλαχοῦ δέ φησιν· «Οὐχ ὡς οἰκεῖόν με ἐκάλεσας, οὐδ’ ὡς Πατέρα καὶ ἀρχηγὸν τῆς παρ‐ θενίας σου.» Καὶ πάλιν· «Θυγάτηρ τῆς μητέρος σου εἶ συγκαταλιποῦσα τὸν ἄνδρα αὐτῆς.» Ἔρημον
40δὲ τὴν χήραν κατ’ ἔθος καλεῖ Γραφικόν. Τὸν γὰρ τῶν ἀγαθῶν σπορέα Λόγον οὐκ εἶχεν· ὃν δεξαμένη Νυμφίον τὴν ἑτέραν τῷ τίκτειν παρέδραμεν, ὡς πλεί‐ στου δεῖσθαι πλάτους πρὸς τὴν τῶν τέκνων ὑποδοχὴν, εἰς εἰκόνα τούτου παρειλημμένης τῆς παρὰ Μωσεῖ
45σκηνῆς Ταῖς γὰρ αὐταῖς ἐχρήσατο λέξεσιν, ὁμοῦ καὶ τὸ τῆς Ἐκκλησίας ἀσάλευτον διὰ τῶν πασσάλων δηλῶν. Τύπον γὰρ ταύτης ἐκείνη κατέγραφεν, εἰ καὶ μέτροις ἄγαν ἐλάττοσι. Διὸ καὶ καθ’ ἕκαστον κλίμα περικειμένας εἶχεν αὐλὰς μακρὰς ὁμοῦ καὶ πλα‐

2533

(50)

τείας. Ἀλλὰ τί ταῦτα, καὶ τοῦ νεὼ τὰ μέτρα πρὸς τὰ πλήθη καὶ μεγέθη, καὶ κάλλη τῶν πανταχοῦ καθ‐ ιδρυμένων Ἐκκλησιῶν μιᾶς τῆς ἐκ πασῶν ὑπαρχού‐ σης καθολικῆς; Πρὸς ἣν ἐπιφέρει, Καὶ τὸ σπέρμα σου κληρονομήσει ἔθνη. Τοῦτο δὲ τὸν εὐαγγελικὸν
55λόγον δηλοῖ, περὶ οὗ φησιν· «Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι.» Καὶ οὐχὶ καλὸν σπέρμα ἔσπειρας ἐν τῷ σῷ
ἀγρῷ, ἐξ οὗ πλείστων ἁγίων γέγονε μήτηρ; Ἐξ ὧν2533

2536

ἐθνῶν ἄρχοντας καθηγεῖσθαι συνέβαινεν τὸν τῶν προσιόντων μυσταγωγοῦντας λαὸν, οἷς καὶ εἰς αἰῶνα τὸν μέλλοντα καθηγεῖσθαι Χριστὸς ἐπηγγέλλετο, τῷ μὲν πέντε, τῷ δὲ δέκα πόλεων πρὸς τὴν τῶν ταλάν‐
5των διανομήν. Οἳ καί φασιν εὐφραινόμενοι· «Ὑπέ‐ ταξε λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν. Ἐξ‐ ελέξατο ἡμῖν τὴν κληρονομίαν ἑαυτοῦ.»
12 Χριστοῦ μὲν γὰρ μόνου κλῆρος τὸ καθηγεῖσθαι λαῶν. Διὸ κελεύει μηδενὶ λέγειν Ῥαββί. «Εἷς γάρ ἐστι, φησὶν, ὑμῶν καθηγητὴς ὁ Χριστός.» Μετέδωκε δὲ τῆς
15ἀξίας τοῖς μαθηταῖς. Καὶ φῶς γὰρ ὑπάρχων ἀληθινὸν, φῶς καλεῖ τοὺς ἑαυτοῦ μαθητάς. Καὶ Υἱὸς ὢν κατὰ φύσιν, δέδωκεν ἐξουσίαν τοῖς πιστεύουσιν εἰς αὐτὸν Πατέρα καλεῖν τὸν Θεὸν τὸ τῆς υἱότητος αὐχοῦσιν ἀξίωμα, οἳ καὶ πόλεις ἠρημωμένας, ἤγουν ἠφανι‐
20σμένας, κατὰ Σύμμαχον, κατοικιοῦσιν. λέγει δὲ τὰς ἐρήμους πάλαι Θεοῦ Ἐκκλησίας· ἤγουν φησὶν, ὅτι Τοσοῦτον ἔσται σου τὸ σπέρμα, ὡς μηδαμῶς αὐ‐ τοῖς τὰς πολυανθρώπους πόλεις ἀρκεῖν, δύνασθαι δὲ καὶ τὰς ἐρήμους πληροῦν· ἐφ’ οἷς ὑπερορᾷν αὐτῇ
25τῆς παλαιᾶς αἰσχύνης παρακελεύεται, ὅτε ἄγονος ἦν καὶ χήρα τοῦ Λόγου Νυμφίου λέγων, ὅτι Κύριος τῶν δυνάμεών ἐστιν ὁ ποιῶν σε. Οὐ γὰρ ἐξ ἀνθρώ‐ πων, οὐδὲ δι’ ἀνθρώπου συνέστη· δι’ αὐτοῦ δὲ Κυ‐ ρίου, ὃς καί φησιν· «Ἐπὶ τὴν πέτραν οἰκοδομήσω
30μου τὴν Ἐκκλησίαν.» Θεοῦ τοίνυν ὁ λόγος, τὸ ἀμνη‐ σίκακον δωρουμένου ἐπὶ τῇ πολυθέῳ καὶ ὀνείδους ἀξίᾳ πλάνῃ. Καθὼς γὰρ οἰκτείρει πατὴρ υἱοὺς, οἰ‐ κτείρησεν Κύριος τοὺς φοβουμένους αὐτόν. Καὶ καθ’ ὅσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν ἐμάκρυνεν ἀφ’
35ἡμῶν τὰς ἁμαρτίας ἡμῶν. Τὸν οὖν φόβον περιαιρεῖ τὸν ἐπὶ τοῖς ἁμαρτήμασιν. Ἦλθε γὰρ οὐ κρίνων, ἀλλὰ σώζων. «Οὐ γὰρ ἀπέστειλε, φησὶν, ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ εἰς τὸν κόσμον, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ’ ἵνα σωθῇ ὁ κόσμος δι’ αὐτοῦ.» Νικᾷ τοίνυν ἡ
40χάρις ἡ δικαιοῦσα τὸν ἀσεβῆ. «Θεὸς γὰρ, φησὶ Παῦ‐ λος, ὁ δικαιῶν, τίς ὁ κατακρίνων;» Πῶς δὲ ποιεῖ αὐτὴν, ἀλλ’ ἢ κτίζων εἰς συμμορφίαν αὐτοῦ διὰ τοῦ Πνεύματος; φησὶ γὰρ ἐν Ἰεζεκιήλ· «Ἐκσπάσω τὴν καρδίαν αὐτῶν τὴν λιθίνην ἐκ τῆς σαρκὸς αὐτῶν, καὶ
45δώσω αὐτοῖς καρδίαν σαρκίνην τοῦ εἰδέναι αὐτοὺς ἐμὲ, ὅτι ἐγώ εἰμι Κύριος.» Ἔκτισε τοίνυν ὁ Χριστὸς τοὺς δύο λαοὺς εἰς ἕνα καινὸν ἅνθρωπον ἀνακαινού‐ μενον κατ’ εἰκόνα τοῦ Κτίσαντος αὐτόν.
51 Ὡς ἂν δὲ μὴ ἀπιστηθῇ μετατυγχάνον τὸ πρᾶγμα, Κύριον ἑαυτὸν ἐκάλεσε δυνάμεων. Τίς δὲ ὁ τοῦ ἀνα‐ κτίζεσθαι καιρὸς, διεσάφησεν εἰπὼν, ὅτι Ὁ ῥυσάμε‐ νός σε αὐτὸς Θεὸς Ἰσραὴλ πάσῃ τῇ γῇ κληθή‐
55σεται· τοῦτ’ ἔστιν, ὅτε Χριστὸς ἐβασίλευσεν ἐπὶ2535

2537

πάντα τὰ ἔθνη, κατὰ τό· «Καὶ ἔσται Κύριος εἷς, καὶ τὸ ὄνομα αὐτοῦ ἓν, κυκλοῦν πᾶσαν τὴν γῆν.» Πάλαι γὰρ ἧν κατὰ μόνην τὴν Ἰουδαίαν γνωστὸς ὁ Θεός· νῦν δὲ αὐτῷ κάμπτει πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα
5ἐξομολογεῖται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατέρος. Διὸ καὶ Δαβὶδ ἔφη· «Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας,» καὶ τὰ ἑξῆς. Καὶ πάλιν· «Ὁ Κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ.» Ἐπιμένων δὲ ὁ λόγος ταῖς πρὸς τὴν ἔρημον ἐπαγγελίαις, φησίν·
10Οὐχ ὡς γυναῖκα καταλελειμμένην καὶ ὀλιγόψυ‐ χον κέκληκέν σε Κύριος. Καταλελειμμένην ἡ Γραφὴ γυναῖκα καλεῖ τὴν ἐπί τισιν αἰτίαις βιβλίον δεξαμένην ἀποστασίου κατὰ τὸν νόμον, μεμισημένην, δὲ, τὴν ἐπ’ ἀσελγείᾳ διαβληθεῖσαν, ᾗπερ ἂν πρέποι
15καὶ τὸ τῆς ὀλιγοψυχίας αἰτίαμα, ὡς οὐ δυναμένῃ καρτερεῖν, καὶ ζυγῶν ἀνέχεσθαι γαμικῶν· οἵα πρὸς Θεὸν γέγονεν ἡ τῶν Ἰουδαίων Συναγωγὴ μετὰ νόμον, δι’ οὗ συνήφθη Θεῷ ἐπὶ τὰ ἐν Αἰγύπτῳ παλινδρομή‐ σασα. Διόπερ αὐτὴν ἀπωσάμενος δι’ ἑνὸς ἔλεγε τῶν
20προφητῶν· «Κρίθητε πρὸς τὴν μητέρα ὑμῶν, ὅτι αὕτη οὐ γυνή μου, κἀγὼ οὐκ ἀνὴρ αὐτῆς.» Καὶ λοι‐ πὸν περὶ τῆς πορνείας αὐτῆς διαλέγεται. Τίς δὲ τῆς πορνείας ὁ τρόπος, ἐν Ἰεζεκιὴλ διηγεῖται, δύο γυναῖκας οἱονεὶ λαβὼν, ἃς καλεῖ Ὀολὰν καὶ Ὀλί‐
25βαν, δηλῶν τὴν Ἱερουσαλὴμ καὶ τὴν Σαμάρειαν, καὶ τὰς ἀσεβείας αὐτῶν διηγούμενος, ὡς ἔσφαζον τοῖς εἰδώλοις τὰ τέκνα, καὶ διῆγον αὐτὰ δι’ ἐμπύρων, καὶ ταῦτα μοιχείαν καλῶν. Ὅθεν αὐτῇ καὶ δι’ Ἱερε‐ μίου φησίν· «Ὄψις πόρνης ἐγένετό σοι· ἀπηναισχύν‐
30τησας πρὸς πάντας.» Ἀλλ’ ὑμεῖς, φησὶν, οἱ ἐξ ἐθνῶν οὐ κατὰ τούτους ἐκλήθητε. Τοῖς μὲν γὰρ πώρωσις ἀπὸ μέρους γέγονεν, καθὰ τῷ Παύλῳ δοκεῖ. Ἐσκο‐ τίσθησαν δὲ καὶ οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν. Συνεκάμφθη δὲ καὶ τὰ νῶτα κεχηνότων ἀεὶ πρὸς τὰ
35γήϊνα. Τὸ φωτισθῆναι δὲ τοῖς ἔθνεσι γέγονεν. Καὶ πάντες, ἀλλ’ οὐ κατάλειμμα σέσωσται. Ἀλλ’ εἰς χρόνον μικρὸν, φησὶ, κατέλιπόν σε. «Ἐν ταῖς γὰρ προλαβούσαις γενεαῖς, ὡς ὁ Πέτρος φησὶ, συνεχώ‐ ρησεν ὁ Θεὸς τὰ ἔθνη πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν.»
42 Βραχὺς δὲ ὁ καιρὸς πρὸς τὸν τοῦ ἐλέους κρινό‐ μενος εἰς ἀπείρους αἰῶνας διατρέχοντα. Ἔλεος δὲ μέγα, τὸ διὰ Χριστοῦ ῥύπου παντὸς ἐλευθεροῦν καὶ
45κολάσεως, καὶ παρέχον υἱοθεσίας ἀξίωμα, καὶ βασι‐ λείας οὐρανῶν κληρονόμους ποιοῦν. Εἶτά φησιν· Ἀπὸ τοῦ ὕδατος τοῦ ἐπὶ Νῶε τοῦτό μοί ἐστιν. Ὁ δὲ Σύμμαχος ὅλον οὕτως ἐξέδωκεν· Ὡς αἱ ἡμέραι Νῶε τοῦτό μοι. Ὡς ὤμοσα μὴ ἐπελθεῖν ὕδωρ Νῶε ἔτι

2537

(50)

ἐπὶ τὴν γῆν, οὕτως ὠμοσάμην μὴ ὀργισθῆναί σοι, μηδὲ ἐπιτιμῆσαί σοι. Τὰ γὰρ ὄρη σαλευθή‐ σονται, καὶ οἱ βουνοὶ ταραχθήσονται· τὸ δὲ ἔλεός μου ἀπὸ σοῦ οὐκ ἀποστραφήσεται, οὐδὲ ἡ δια‐ θήκη τῆς εἰρήνης μου ἀνακληθήσεται, εἶπεν ὁ
55οἰκτείρων σε Κύριος. Θᾶττον γὰρ, φησὶ, τὰ ὄρη με‐
ταστήσονται τῶν οἰκείων τόπων, καὶ οἱ βουνοὶ2537

2540

ταραχθήσονται, ἢ τὸ ἐμὸν ἕλεος ἀπὸ σοῦ κινηθή‐ σεται. Κατὰ δὲ τοὺς Οʹ, οὐκ ἔστι παραδειγματικὸν, δηλοῖ δὲ μᾶλλον, ὡς ἀπὸ τοῦ κατακλυσμοῦ κέκριταί μοι μὴ τοῖς ἀνθρωπίνοις φιλονεικῆσαι πταίσμασι, καὶ
5μίαν κατὰ πάντων ὁρίσαι δίκην, δηλῶν ὡς καὶ καθ’ ὃν ἐπεδήμησε χρόνον, θείᾳ ψήφῳ πάντας ἔδει τὴν ἀρχαίαν ἐκείνην προστῆναι δίκην. Καὶ γὰρ ἦσαν ὁμοίως ὑπεύθυνοι· ἀλλὰ τὴν ὀργὴν μεταφέρω πρὸς ἔλεον, τὸν ὅρον φυλάττων τὸν ἐμαυτοῦ. Ἡ δὲ τῆς
10εἰρήνης διαθήκη, διὰ Χριστοῦ. Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ἥνπερ Ἡσαΐας αἰτῶν ἔφη· «Κύριε, ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν· πάντα γὰρ ἀπέδωκας ἡμῖν.» Διὰ Χριστοῦ γὰρ συνήφθη μὲν τῷ Θεῷ καὶ Πατέρι. Ταῦτα Θεὸς ἐπαγγέλλεται τῷ θεοσεβεῖ πο‐
15λιτεύματι, ὃ μετέστη πρὸς τὰ ἔθνη, τῶν Ἰουδαίων μεταπεσόν.
19Οἵα δὲ παρ’ Ἰουδαίοις ἦν ἡ θεοσεβὴς πολιτεία,
20παρίστησι, ταπεινὴν καὶ ἀκατάστατον ταύτην εἰ‐ πών· σωματικὴ γὰρ ἦν περιτομὴ, καὶ θυσίαι. Οἱ ἐξ ἐθνῶν δὲ καὶ ταῖς τῶν δαιμονίων ἐφόδοις εὐεπίβατοι γεγονότες ὑπέκειντο ταπεινῶς. Τῶν δὲ πλανωμένων ἀκατάστατος ἡ καρδία, μεθύοντος δίκην σειομένη
25τοῖς πάθεσι. Παντὶ γὰρ πνεύματι περιφέρονται, καὶ κατὰ τὴν παροιμίαν, ῥεμβασμὸν ἐπιθυμιῶν ὑπομέ‐ νουσιν· ὃ δὴ παθοῦσαν τὴν Ἱερουσαλὴμ αἰτιᾶται Θεὸς λέγων· Ἐν ἐπιθυμίαις ψυχῆς αὐτῆς ἐπνευματο‐ φορεῖτο. Πνευματοφορουμένη δὲ ψυχὴ, πάντως καὶ
30ἀκατάστατος. Διὰ τί δὲ ἵλεώς σοι; Πρῶτον μὲν, ὅτι οἰκτίρμων ἐγώ. Ἔπειτα δὲ, ὅτι μὴ παρεκλίθης. Καὶ εἰ μὲν περὶ τοῦ παρ’ Ἰουδαίοις θεοσεβοῦς πο‐ λιτεύματος λέγει, ἐπειδὴ μηδεὶς προφήτης, ἢ θεοσε‐ βὴς τοσοῦτος, ὡς ἀναλαβεῖν αὐτὴν καὶ ἀνακτήσασθαι.
35Εἰ δὲ περὶ τῶν ἐθνῶν, ὅτι μὴ καθάπερ Ἰσραὴλ νό‐ μον, ἢ προφήτας ἐδέξαντο, πρὸς εὐρωστίαν αὐτοὺς παρακαλοῦντας πνευματικήν. Ὅπερ διὰ τῶν ἐν τῇ παραβολῇ τελευταίων μισθωθέντων σημαίνεται, οἷς ἔφη· Τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί; Οἱ δὲ
40πρὸς αὐτόν· Ὅτι μηδεὶς ἡμᾶς ἐμισθώσατο. Μόνος γὰρ αὐτοὺς ἐπ’ ἐσχάτων ἐκάλεσεν ὁ τοῦ ἀμπελῶνος Δεσπότης. Εἶτά φησιν· Ἰδοὺ ἐγὼ ἑτοιμάζω σοι ἄν‐ θρακα τοὺς λίθους σου. Ἀνθ’ οὗ ὁ Σύμμαχος· Ἰδοὺ ἐγὼ συντίθημι στίμει τοὺς λίθους σου. Ὁ
45δὲ Ἀκύλας· Ἰδοὺ κατακλίνω ἐν στίμει τοὺς λί‐ θους σου. Θεοδοτίων δέ· Ἐμβάλλω ἐν στίμει. Ὡς γὰρ ἂν γυνὴ καλλωπιζομένη στιμίζοιτο· οὕτως εὐ‐ πρεπῶς τῆς σῆς οἰκοδομίας διαθήσω τοὺς λίθους. Μήποτε δὲ ὁ παρ’ αὐτοῖς Ἑβδομήκοντα ἄνθραξ, τὸ

2540

(50)

καθάρσιον αἰνίττεται τῆς ψυχῆς. Δι’ ἄνθρακος γὰρ καὶ Ἡσαΐου τὰ χείλη κεκάθαρτο. Δηλοῖ οὖν μηδένα τῆς οἰκοδομίας λίθον ὑπάρξειν ἀκάθαρτον, κατὰ τό· «Λίθοι ἅγιοι κυλίονται ἐπὶ τῆς γῆς,» περὶ τῶν ἁγίων λεγόμενον, ἐξ ὧν ἡ τοῦ Θεοῦ συνίσταται πό‐
55λις.2539

2541

(3)

Τινὲς δὲ τὸν Ἰησοῦν ἄνθρακα εἰρῆσθαί φασιν, ὃν ἔφησεν εἰς τὰ θεμέλια τεθεῖσθαι Σιὼν, εἰς ὃν εἴ τις
5πιστεύσειεν, οὐ μὴ καταισχυνθῇ. Ὁ δὲ Ἀμὼς ἀδά‐ μαντα τοῦτον καλεῖ λέγων· «Ἐντάσσω ἀδάμαντα ἐν μέσῳ λαοῦ μου Ἰσραήλ.» Ζαχαρίας δέ φησιν· «Ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν δοῦλόν μου ἀνατολήν. Δι’ ὅτι ὁ λίθος ὃν ἔδωκα πρὸ προσώπου Ἰησοῦ, ἐπὶ τὸν λίθον
10τὸν ἕνα ἑπτὰ ὀφθαλμοί εἰσιν.» Παντεπόπτης γὰρ ὁ Χριστός. Ὁ τοίνυν ἄνθραξ, φασὶν, οὗτος ὑποβάθρα τῆς πόλεως καὶ θεμέλιος, ᾧ ἐγγίζοντες οἱ ἀπόστολοι καὶ αὐτοὶ θεμέλιοι ὄντες, ἐῤῥέθησαν σάπφειροι δη‐ λούμενοι καὶ διὰ τοῦ ἑπτακαιδεκάτου ψαλμοῦ λέγον‐
15τος, ὅτι «Ὤφθησαν αἱ πηγαὶ τῶν ὑδάτων, καὶ ἀν‐ εκαλύφθη τὰ θεμέλια τῆς οἰκουμένης ἀπὸ ἐπιτιμή‐ σεώς σου, Κύριε, ἀπὸ ἐμπνεύσεως πνεύματος ὀργῆς σου.» Ἐπιτιμηθέντων γὰρ τῶν ἐξ Ἰσραὴλ διὰ τὰ τολμηθέντα κατὰ Χριστοῦ, ὤφθη μὲν ἡ δι’ ὕδατος
20κάθαρσις· ἀνεδείχθησαν δὲ καὶ τοῦ Σωτῆρος οἱ μα‐ θηταί. Καὶ οἱ προφῆται δὲ θεμέλιος λέγονται, Παύλου λέγοντος· «Ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν.» Ἡ δὲ σάπφειρος οὐράνιον ἔχει τὸ χρῶμα. Καὶ τούτων δὲ τὸ πολίτευμα, κατὰ
25τὸν Ἀπόστολον, ἐν οὐρανοῖς ὑπάρχει. Κατὰ δὲ τὸν Ἰεζεκιὴλ, καὶ ὁ τόπος ὁ ὑποκάτω τοῦ θρόνου τοῦ Θεοῦ ὡς σάπφειρος. Οὕτω τοίνυν εἴρηται διὰ τὸ τὴν εἰκόνα τοῦ ἐπουρανίου φορεῖν. Ἄνθρακες δὲ καθ’ ἑτέραν φασὶν ἐκδοχὴν οἱ κοσμοῦντες λίθοι ὥσπερ ἐν
30στίμει τοὺς τῆς Νύμφης τοῦ Χριστοῦ ὀφθαλμοὺς οἱ ἅγιοι μάρτυρες διὰ πυρὸς δεδοκιμασμένοι.
34Αἱ δὲ τῆς νέας Ἱερουσαλὴμ ἐπάλξεις ἴασπις, ἡ
35καρχηδόνιος κατὰ Σύμμαχον ἐξαίρετος καὶ δια‐ φανής. Δι’ ὧν οἱ ἐν τῇ Ἐκκλησίᾳ σημαίνονται λο‐ γικῇ παρασκευῇ τὴν πίστιν ὠχυρωμένοι, ὥσπερ προ‐ μαχῶνες ὄντες καὶ δυνάμενοι πᾶν ὕψωμα καθαιρεῖν ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. Τὰς δὲ
40πύλας λίθους κρυστάλλου φησὶ, τὸ διαυγὲς καὶ καθαρὸν τῆς ὑγιοῦς πίστεως παριστῶν τῶν πεπι‐ στευμένων τὴν διδασκαλίαν τὴν πρώτην καὶ εἰσ‐ αγωγικήν. Ὁ δὲ Σύμμαχος, τὰς πύλας σου, φησὶ, λίθους γλυφῆς. Ὁ δὲ Ἀκύλας, Λίθους τρυπανι‐
45σμοῦ τὸ ποικίλον τῆς στοιχειώδους διδασκαλίας ὧδέ πως αἰνιττόμενος. Ἐκλεκτοὶ δὲ λίθοι, φησὶν, ὁ πε‐ ρίβολος σημαίνων τοὺς ταῖς εὐχαῖς περιφράττοντας τὰ μεγάλα καὶ λαμπρὰ τῆς πόλεως οἰκοδομήματα, τὰ πλήθη τῶν λοιπῶν οἰκητόρων σημαίνοντα. Ταῦτα

2541

(50)

δὲ πάντα νοήσωμεν ἐξ ἑρμηνείας ἀποστολικῆς λεγού‐ σης· «Θεοῦ οἰκοδομή ἐστε. Ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον ἔθηκα.» Καὶ πάλιν· «Θεμέλιον γὰρ ἄλ‐ λον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός. Εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέ‐
55λιον τοῦτον, χρυσίον, ἀργύριον, λίθους τιμίους, ξύλα,
χόρτον, καλάμην, ἑκάστου τὸ ἔργον φανερὸν γενήσε‐2541

2544

ται.» Καὶ πάλιν· «Ἐποικοδομηθέντες ἐπὶ τῷ θεμε‐ λίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογω‐ νιαίου αὐτοῦ Ἰησοῦ Χριστοῦ.» Καὶ πάλιν· «Ἐν οἷς πάντες οἰκοδομεῖσθε λίθοι ζῶντες.» Οὓς δὴ νῦν πάν‐
5τας ὁ προφήτης φησὶν ἔσεσθαι διδακτοὺς Θεοῦ τοῦ εἰπόντος· Μὴ καλέσητε διδάσκαλον ἐπὶ τῆς γῆς. Εἷς γάρ ἐστιν ὑμῶν διδάσκαλος ἐν τοῖς οὐρανοῖς. Ἐξ οὗ καὶ οἱ μαθηταὶ λαβόντες, διδάσκαλοι τῶν ἐθνῶν γε‐ γόνασιν· οἳ καὶ εἴρηνται λίθοι ἅγιοι κυλιόμενοι ἐπὶ
10τῆς γῆς, καὶ τὸ κήρυγμα πανταχοῦ περιφέροντες. Περὶ ὧν ὁ Θεὸς διὰ Ἡσαΐου φησὶν προειπών· «Ἀπολῶ ὕβριν ἀνόμων, καὶ ὕβριν ὑπερηφάνων ταπεινώσω. Καὶ ἔσονται οἱ καταλελειμμένοι ἔντιμοι μᾶλλον, ἢ τὸ χρυσίον τὸ ἄπυρον. Καὶ ὁ ἄνθρωπος ἔντιμος μᾶλ‐
15λον ἢ ὁ λίθος ὁ ἐκ σουφείρ.» Πάντες οὖν οἱ τῆς πό‐ λεως υἱοὶ διδακτοὶ Θεοῦ, καὶ μάρτυς ὁ Παῦλος λέ‐ γων· «Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λα‐ λήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ’ ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ.» Αὐτὸς δὲ
20σαρκωθεὶς ὁ Λόγος ἐφθέγγετο. Ἐπαγγέλλεται δὲ καὶ εἰρήνην αὐτοῖς ὁ εἰπών· «Εἰρήνην τὴν ἐμὴν δί‐ δωμι ὑμῖν.»
35 Οἷς ἐπιλέγει· Καὶ ἐν δικαιοσύνῃ οἰκοδομηθήσῃ. Κατὰ γὰρ τὸ δικαιότατον, αὐτὸς ὁ τῶν ὅλων οἰκοδό‐ μος, ἡ σοφία τοῦ Θεοῦ, τοὺς ζῶντας καὶ εὐπαγεῖς λίθους προσάπτων τῇ οἰκοδομῇ, τοὺς μὲν ἐπάλ‐ ξεις ἐποίει, τοὺς δὲ θεμελίους κατεβάλλετο, τοὺς δὲ
40ἐν τοῖς περιβόλοις κατέταττε. Καὶ τοὺς μὲν ἀφώρι‐ ζεν εἰς τὸν νεὼν τῆς πόλεως, τοὺς δὲ εἰς τὰ ἐνδο‐ τάτω τοῦ ναοῦ. Τοῖς δὲ τὴν λοιπὴν πόλιν ἐκόσμει, μὴ διακρίνων τὰς κατ’ ἄνθρωπον ἀξίας, οὐδὲ εἰς πρόσ‐ ωπον ἀφορῶν, ἐκ τοῦ δικαίου δὲ πάντας προσέμενος,
45ἐλευθέρους καὶ δούλους, πένητας καὶ πλουσίους, τούς τε κατὰ τὸν βίον ἀσήμους τε καὶ περιφανεῖς. Ταῦτα τῇ Ἐκκλησίᾳ ἐπηγγελμένος ἑξῆς αὐτῇ διαστέλλεται· Ἀπέχου ἀπὸ ἀδίκου, καὶ τρόμος οὐκ ἐγγιεῖ σοι. Μυσταγωγεῖ γὰρ αὐτοὺς ἔργῳ δεικνὺς τὸ, ἔσονται

2544

(50)

διδακτοὶ Θεοῦ. Περὶ οὗ καὶ ἡ Νύμφη λέγει· «Φιλη‐ σάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ.» Πάλαι μὲν γὰρ αὐτὴν κατησπάζετο διὰ προφητῶν, πρὸς συν‐ άφειαν τὴν ἑαυτοῦ καλῶν δι’ ἁγιασμοῦ καὶ δικαιοσύ‐ νης. Ἐν σαρκὶ δὲ φανέντος, ἀπὸ φιλημάτων στόμα‐
55τος αὐτοῦ πεφιλήμεθα στόμα πρὸς στόμα λελαληκό‐ τος ἡμῖν. Φησὶν οὖν, ὡς Οὐδεὶς ἐχθρός σου περιγενή‐ σεται τιμώσης τὸ δίκαιον. Καὶ ἰδοὺ προσήλυτοι προσελεύσονται, φησὶ, δι’ ἐμοῦ, τοὺς ἐν ἑκάστῳ καιρῷ προσιόντας τῇ πίστει δηλῶν ἐξ ἐθνῶν, ἢ καὶ
60ἐξ αὐτῶν Ἰουδαίων. Κατόπιν γὰρ τέθεινται τῶν ἐθνῶν, καίτοι πρώτην ἔχοντες τάξιν, καὶ γεγόνασι προσήλυτοι τοῖς ἐξ ἐθνῶν, οἱ πάλαι τούτους προσ‐ ηλύτους δεχόμενοι. Πλὴν καὶ τοῦτο δι’ ἐμοῦ, φησί. Διὰ γὰρ Χριστοῦ ἡ πάντων ἐπιστροφὴ, καὶ πρὸς τὸν
65Πατέρα καὶ Θεὸν ὁδός. «Οὐδεὶς γὰρ ἔρχεται, φησι,2543

2545

πρὸς τὸν Πατέρα, εἰ μὴ δι’ ἐμοῦ.» Καὶ πάλιν· «Ἐγώ εἰμι ἡ ὁδός.» Καὶ, «Ἐγώ εἰμι ἡ θύρα.»
5 Τινὲς δὲ προσηλύτους εἰρήκασι τοὺς οὐ γνησίως οὐδὲ καθαρῶς προσιόντας, ἀλλὰ προστασίας ἤ τινος χάριν ὠφελείας. Οὓς καὶ παροικήσειν, ἀλλ’ οὐ κατ‐ οικήσειν φησίν. Ὡς ἐν παρόδῳ γὰρ οἱ τοιοῦτοι ποι‐ οῦνται τὴν εἴσοδον, οἱονεὶ αὐτῇ προσφεύγοντες. Ἐφ’
10οἷς φησιν· Ἰδοὺ ἐγὼ κτίζω σε, οὐχ ὡς χαλκεὺς φυσῶν ἄνθρακας. Ἐγώ σοι ταῦτα ποιῶ λέγων, ἐπειδὴ καὶ ἐγώ σου κτίστης. Μωσῆς μὲν γὰρ, καὶ Σολομῶν, καὶ Ζοροβάβελ, σωματικὰ καὶ ὀλιγοχρόνια ἐποίουν· ὁ μὲν σκηνὴν, οἱ δὲ νεώς. Νῦν δὲ αὐτὸς
15ἐγὼ ὁ τῶν ὅλων Κύριος, δι’ ἐμαυτοῦ σε ἔκτισα· ἐπὶ τὴν πέτραν οἰκοδομήσας μου τὴν Ἐκκλησίαν. Ἔκ‐ τισα δέ σε οὐ τέχνῃ τινὶ ἀνθρωπίνῃ. θεϊκῇ δὲ καὶ ἀῤῥήτῳ χάριτι. Οὐ γὰρ ὡς χαλκεὺς δι’ ὀργάνου καὶ πυρός. Τοιαῦται γὰρ τῶν ἀνθρώπων αἱ τέχναι. Διὸ
20καὶ εἰς φθορὰν χωρεῖ τὰ γινόμενα. Τοὐμὸν δὲ ἀδιά‐ φθορον ἔργον. Τινὲς δὲ τὸ ἔκτισα, ἐπὶ τοῦ ἀνέκτισα, παρειλήφασιν. Δηλοῖ δὲ τὸν δι’ ἁγίου Πνεύματος ἀνα‐ καινισμὸν, ὥσπερ οὖν καὶ τοὺς δύο λαοὺς εἰς ἕνα κτίσαι λέγεται καινὸν ἄνθρωπον, κατὰ τὸ, «Ἀλλὰ
25μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν.» Τοῖς δὲ τοιούτοις ὅτιπερ ἀκολουθεῖ ἀνδρεία, σύνεσίς τε πνευματικὴ δηλοῖ, λέγων· Πᾶν σκεῦος φθαρτὸν ἐπὶ σὲ οὐκ εὐοδώσω, καὶ πᾶσα φωνὴ, καὶ τὰ ἑξῆς· σκεύη λέγων φθαρτὰ, τῆς τοῦ διαβόλου δυστροπίας
30τοὺς ὑπουργοὺς, οἳ καὶ φθορᾶς καὶ ἀπωλείας εἰσὶ τέκνα, [καὶ] τοῖς ἁγίοις ἔσθ’ ὅτε διωγμοὺς καὶ θλί‐ ψεις ἐπάγουσιν. Ἀλλ’ οὐ τεύξονται θήρας· καὶ πᾶσα δὲ θεομάχος γλῶττα, φησὶν, ὑπὸ σοῦ νικηθήσεται. Κατὰ γὰρ τὸν Δαβίδ· «Ἐν τῷ Θεῷ ποιήσωμεν δύ‐
35ναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς θλίβοντας ἡμᾶς.»
40 Ἐχρῆν δὲ ὑπομνῆσαι μετὰ πάντα καὶ τῆς ἀποκει‐ μένης ἐν τῷ μέλλοντι αἰῶνι κληρονομίας, ἥτις ἐστίν· «Ἃ ὀφθαλμὸς οὐκ εἶδεν, καὶ οὖς οὐκ ἤκουσεν, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.» Διό φησιν· Ἔστι κλη‐
45ρονομία τοῖς θεραπεύουσι Κύριον. Ἀγαπῶσι δὲ αὐτὸν οἱ θεραπεύοντες αὐτὸν, διὰ τοῦ πάσῃ εὐλα‐ βείᾳ δουλεύειν αὐτῷ. Παρανόμοις δὲ κεῖται τοῖς Ἑβδομήκοντα, οἱ δὲ ἔνοχοί σου ἔσονται ἐν αὐτῇ. Δηλοῖ δὲ ὅτι μετὰ τὸν διὰ πνεύματος ἀνακαινισμὸν,

2545

(50)

εἴτινες εὑρεθεῖεν ἁμαρτίαις ἔνοχοι, ἔσονται ἐν αὐ‐ τῇ, τῇ φθορᾷ δηλονότι· διὸ ἐπήνεγκεν εὐθὺς, τὸ ἔστι κληρονομία τοῖς θεραπεύουσι Κύριον. Τὴν δὲ πᾶ‐ σαν ῥῆσίν τινες καὶ ἐπὶ τῆς αἰσθητῆς Ἱερουσαλὴμ νοεῖν ἔφασαν, δύνασθαι εὐφροσύνην λέγοντες γίνε‐
55σθαι, ὅτ’ ἂν ἀθρόα γένηται πρὸς τὸ κρεῖττον μετα‐2545

2548

βολή. Πρὸς ἣν εὐφροσύνην προτρέπεται καὶ τὴν Ἱε‐ ρουσαλὴμ ῥηγνῦσαν τῆς ἁμαρτίας τὰ δεσμὰ, οἷς ἑαυτὴν ἐγκατέδησεν στειρωθεῖσα καλῶν καὶ ἀπο‐ στᾶσα Θεοῦ. Οὕτω γὰρ πλείους ἕξεις, φησὶ, τοὺς
5οἰκήτορας, λαχοῦσα προστάτην ἐμὲ δίκην ἀνδρὸς ἀντιλαμβανόμενον, καὶ μείζονα δέ σε μετὰ τὴν αἰχμ‐ αλωσίαν ποιήσω. Ἔθνη δὲ κληρονομήσει τὸ σπέρμα σου τὰ συνελθόντα πρὸς τὸ κωλῦσαι τὸν ταύ‐ της ἀνοικισμόν. Οὕτω γὰρ ἡττήθησαν, ὡς καὶ τὰ
10ὅπλα αὐτῶν ἐπὶ ἑπτὰ ἔτη ἀρκέσαι πρὸς καῦσιν. Καὶ τὰς πόλεις φησὶ τὰς ἠρημωμένας ὑπὸ τοῦ Ἰσραὴλ κατοικισθήσεσθαι. Μὴ οὖν λογίζου, φησὶν, ὡς οὐ μὴ πρὸς τὴν ἀρχαίαν δόξαν κατασταθήσῃ. Ἀποτρίψῃ γὰρ ὄνειδος τὸ ἀρχαῖον. Τοιούτοις ἐχρῆτο λόγοις Ἰώβ·
15«Κἂν γὰρ ἀπολούσωμαι χιόνι, καὶ καθάρωμαι χερσὶ καθαραῖς, ἱκανῶς με ἐν ῥύπῳ ἔβαψας.» Ἐβδελύξατο δὲ ἡ στολή μου. Πρὸς πίστιν δὲ τῆς ἐπαγγελίας τὸ, Κύριος ὁ ποιῶν σε, ὁ καὶ ἐκ τοῦ μὴ εἶναι πρὸς τὸ εἶναί σε κτίσας. Οὐκ ἔσομαι δὲ μόνου σοῦ Θεὸς, ἀλλὰ
20καὶ τῶν ἐθνῶν ἁπάντων. Οὐ γὰρ μνησικακήσω σοι, οὐδὲ ὀνειδίσω, ὅπερ ποιοῦσιν οἱ γυναῖκας ἁμαρτα‐ νούσας πρὸς ὀλίγον ἀποῤῥίψαντες. Κἂν γὰρ καταλ‐ λαγῶσιν, τὰ πρόσθεν ὀνειδίζειν εἰώθασιν.
27 Ἐγὼ δὲ Θεὸς ἀμνησίκακός εἰμι. Καὶ πρὸς ὀλίγον σε θεραπείας χάριν παρέδωκα, ὡς ἂν μετανοήσασαν ἐλέους ἐμπλήσω. Ἀξιοῖ δὲ καὶ ἀπὸ χρόνων τῶν πρό‐
30σθεν ἐξ ἀγαθότητος γνωρίζεσθαι. Καὶ πρὶν γάρ σε γενέσθαι σὺν τῷ Νῶε, φησὶν, ἠλέησα διασώσας σε κατὰ πρόγνωσιν. Ἐξ αὐτοῦ γὰρ σωθέντος ἤμελλε γίνεσθαι. Ἐξ ἀγαθότητος δὲ καὶ τοῖς ἐκ νεότητος ἐπὶ τὰ πονηρὰ ἐγκειμένοις ἀνθρώποις μηκέτι κατακλυ‐
35σμὸν ἐποίσειν ἐπηγγειλάμην, μηδὲ βουνούς τε καὶ ὄρη μεταστήσειν. Οὔτε τοίνυν τὰ τότε ἐψευσάμην, οὔτε τὴν νῦν περὶ τοῦ σε ἐλεήσειν ὑπόσχεσιν, καὶ πάσης ἀπολαύσειν εἰρήνης. Ταῦτα δέ φησιν, οὐχ ὡς ἔχων ἀνάγκην ἃ προλέγει ποιεῖν. Ταῦτα γὰρ ἐν τῇ
40τῶν ἀκουόντων ἵστησι γνώμῃ. Καὶ ἐπὶ Σοδόμων γὰρ μία πόλις ἐσώθη, τοῦ εὐαφόρμου Δεσπότου πρόφασιν λαβόντος παρὰ τοῦ Λὼτ ὑπεξελεῖν αὐτὴν τῆς ὀργῆς. Καὶ τῷ Ἀβραὰμ αὔξησιν ἐπηγγείλατο γένους, καὶ διάβασιν εἰς αὐτοὺς τῶν εὐλογιῶν, δῆλον ὡσεὶ φυ‐
45λάττοιεν οἱ ἐξ αὐτοῦ τὰς πατρικὰς ἐντολὰς, ὡς καὶ αὐτός φησιν· «Ἔγνων γὰρ ὅτι συντάξει Ἀβραὰμ τοὺς υἱοὺς αὐτοῦ φοβεῖσθαι τὸν Θεόν.» Εἶτα κατηγορεῖ τῆς τῶν Χαλδαίων ὠμότητος λέγων· Οὐ παρεκλήθης. Τοῦ γὰρ πρεσβυτέρου τὸν ζυγὸν ἐβάρυναν, καὶ παι‐

2548

(50)

δία οὐκ ἠλέησαν. «Ἐγὼ γὰρ ὠργίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά.» Ἀλλ’ ἐγώ σε παρακαλέσω, ἀνοικισμόν σοι δωρούμενος κρείττονα. Θέλοντος γὰρ μόνον ὕλη πᾶσα τιμία παρίσταται, μόνον εἰ μετα‐ νοοῦντες ἄξιοι γένοισθε. Τούτου δὲ μὴ γενομένου καὶ
55τὰ τῆς ἐπαγγελίας ἀργεῖ. Τοῖς γὰρ κατὰ νόμον βιοῦ‐
σιν αἱ ἐπαγγελίαι, οὓς Θεοῦ καλεῖ διδακτούς. Εἶτα2547

2549

παιδεύει μὴ τείχεσιν ἁπλῶς καὶ τοῖς φυλάττειν δο‐ κοῦσι πόλιν θαῤῥεῖν, δικαιοσύνῃ.
7 Τοῦτο γὰρ τὸ, ἐν δικαιοσύνῃ οἰκοδομηθήσῃ. Ταύτην γὰρ ἀσκούντων καὶ τὰ ὑψηλὰ τῆς Ἱεριχοῦς ἀκονιτὶ καθῄρητο τείχη. Ταύτην οὖν ἀσκῶν οὐ μὴ
10φοβηθήσῃ· μᾶλλον δὲ ἀκαταγώνιστος ἔσῃ, ὡς καὶ τὰ κύκλῳ πολεμοῦντά σε γένη παροικήσειν ὑμῖν, καὶ ὑφ’ ὑμῶν βοηθεῖσθαι, τῆς ἐμῆς ῥοπῆς παρούσης ὑμῖν. Τὸ ἀκάματον δὲ τῆς ἑαυτοῦ φύσεως, καὶ τὸ ἀπ’ ἐξουσίας ἅπερ ἂν ἐθέλοι ποιεῖν ἐξ ἀναιρέσεως
15τῶν χαλκευτικῶν παρίστησι μόχθων. Κτίζω δὲ, φη‐ σὶν, οὐ σκοπῶν ἀπολέσαι τὸ παραχθέν. Οὐ γὰρ ἵνα σχοίην οὓς τιμωρήσομαι, τοὺς ἀνθρώπους ἐποίησα, ἐξ ἀγαθότητος δὲ κτίζων, μετ’ αὐτῆς καὶ διοικῶ. Ἐχθρῶν δέ σοι, φησὶν, ἐπιόντων πᾶν σκεῦος ἀργή‐
20σει πολεμικόν· ὡς γὰρ Ἰουδαῖοι πάντα δίκαιον ἐμί‐ σουν, δύσχρηστον καλοῦντες αὐτόν· οὕτως οἱ κύκλῳ τῆς Ἰουδαίας θεοσεβοῦντα τὸν λαὸν ἀπεστρέφοντο, δυσχεραίνοντες ἐφ’ οἷς Θεοῦ ῥοπὴν ἑώρων παροῦσαν αὐτοῖς. Λοιπὸν δείκνυσιν ὁ προφήτης ὡς οὐκ ἄψυχον
25σκεῦος διακονεῖ τῷ Θεῷ, ἀλλ’ ὡς καὶ αὐτὸς παρ‐ ακολούθησιν ἔχων τῶν πραττομένων, ἢ ἐπιτιμᾷ ἁμαρ‐ τάνουσι λέγων· «Οὐαὶ ἔθνος ἁμαρτωλόν·» ἢ ἀμελοῦντας διανίστησιν, ὥσπερ καὶ νῦν, Οὐκ ἔσται σοι, φησὶν, ἀνόνητον τὸ πιστεύειν Θεῷ, ἀλλ’ ἕξεις ἐλπίδας κλη‐
30ρονόμος γενέσθαι Θεοῦ. Ὃς καὶ αὐτεξούσιον δει‐ κνὺς τὴν ἀρετὴν, φησίν· Ἔσεσθέ μοι δίκαιοι.
34tΚΕΦΑΛ. ΝΕʹ.
35 α—ιγʹ. Οἱ διψῶντες, πορεύεσθε ἐφ’ ὕδωρ, καὶ ὅσοι μὴ ἔχετε ἀργύριον, βαδίσαντες ἀγοράσατε, καὶ πίετε ἄνευ ἀργυρίου καὶ τιμῆς, οἶνον καὶ στέαρ. Ἵνα τί τιμᾶσθε ἀργυρίου καὶ τὸν μόχθον ὑμῶν οὐκ εἰς πλησμονήν; Ἀκούσατέ μου, καὶ
40φάγεσθε ἀγαθὰ, καὶ ἐντρυφήσει ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν, κ.τ.λ. Ὁ Χριστὸς πᾶσιν ἐκήρυττεν· «Εἴ τις διψᾷ, ἐρ‐ χέσθω πρός με,» ποταμοὺς ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύ‐ σειν εἰπὼν, δι’ ὧν ἐδήλου τὸ Πνεῦμα τὸ ἅγιον.
45Καὶ πρὸς τὴν Σαμαρεῖτιν δέ φησιν· «Ὃς δ’ ἂν πίῃ ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος.» Περὶ αὐ‐ τοῦ δὲ τοῦ Χριστοῦ Δαβὶδ ἔλεγε· «Καὶ τὸν χειμάῤ‐ ῥουν τῆς τρυφῆς σου ποτιεῖς αὐτοὺς, ὅτι παρὰ σοὶ

2549

(50)

πηγὴ ζωῆς.» Καὶ πάλιν· «Τοῦ ποταμοῦ τὰ ὁρμή‐ ματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ.» Αὐτὸς δὲ ἔλεγεν ἐν προφήταις Χριστός· «Ἰδοὺ ἐγὼ ἐκκλίνω ἐπ’ αὐτοὺς ὡς ποταμὸς εἰρήνης·» φησὶ δὲ καὶ Ζα‐ χαρίας, ὅτι «Πηγὴ ἐκ τοῦ οἴκου Κυρίου ἐξελεύ‐
55σεται, καὶ ποτιεῖ τὸν χειμάῤῥουν τῶν σχοινίων.»2549

2552

Πρὸς ἃ νῦν καὶ ὁ προφήτης παρακαλεῖ, προῖκα πᾶσι λέγων προκεῖσθαι τὴν δωρεάν. Ἀκύλας δὲ καὶ Σύμ‐ μαχος, Ἄνευ ἀλλάγματος οἶνον καὶ γάλα, φασὶν, ὡς εἶναι ταῦτα πρὸς τῷ ὕδατι. Ἀντὶ γὰρ τοῦ στέαρ,
5γάλα φασί. Δηλοῖ δὲ τὸ μὲν ὕδωρ, τὸ εὐαγγελικὸν κή‐ ρυγμα. Οἷνος δὲ καὶ γάλα τὰ μυστικὰ τῆς ἀναγεν‐ νήσεως σύμβολα. Οἱ γὰρ ἐξ ὕδατος καὶ πνεύματος ἀναγεννώμενοι, ὡς ἀρτιγέννητα βρέφη τῷ λογικῷ τρέφονται γάλακτι, οἶνόν τε πίνουσι, περὶ οὗ φησι·
10«Τοῦτό μού ἐστι τὸ αἷμα τὸ ὑπὲρ ὑμῶν ἐκχυνόμε‐ νον.» Καὶ πάλαι δὲ τοῖς φωτιζομένοις γάλα μετὰ τοῦ σώματος προσεφέρετο καὶ τοῦ αἵματος. Καὶ ἔν τισι δέ φασιν Ἐκκλησίαις τὸ ἔθος ἔτι φυλάττεσθαι. Τοῦτο καὶ Μωσῆς ᾐνίττετο λέγων· «Χαροποὶ οἱ ὀφθαλ‐
15μοὶ αὐτοῦ ἀπὸ οἴνου. Καὶ λευκοὶ οἱ ὀδόντες αὐτοῦ εἰ γάλα.» Τὸ δὲ στέαρ, τὸ λιπαρὸν καὶ τρόφιμον τῆς ἐν Χριστῷ τροφῆς αἰνίττεται, τὸ σῶμα δηλοῦν τοῦ Χριστοῦ, σάρκα μὲν λεγόμενον ἐν Εὐαγγελίοις, ἐνταῦθα δὲ στέαρ· ὥσπερ ἐκεῖ μὲν αἷμα, νῦν δὲ
20οἶνος. Τὸ μὲν γὰρ στέαρ καὶ ἡ σὰρξ τὴν ἔνσαρκον οἰκονομίαν δηλοῖ. Οἶνος δὲ καὶ αἷμα, τὸ τοῦ πάθους μυστήριον, ἃ τοῖς διψῶσι σωτηρίας δώσειν ἀμισθὶ ἐπαγγέλλεται καὶ τοῖς μαθηταῖς εἰπών· «Δωρεὰν ἐλά‐ βετε, δωρεὰν δότε.
25 Πῶς δὲ λέγει, Ἀγοράσατε, καὶ πάλιν, Ἄνευ τιμῆς; ἐπειδὴ πίστεως, οὐκ ἀργυρίου πιπράσκεται. Ὅθεν εἴρη‐ ται· Ἵνα τί τιμᾶσθε ἀργυρίου; Διὰ τί δὲ μὴ περὶ τρο‐ φίμους λόγους τὸν χρόνον καταναλίσκετε, μάτην μο‐ χθοῦντες περὶ τὰ ἔξω μαθήματα, οὐκ ἀργυρίου ταῦτα
30ὠνούμενοι, ἅπερ ἐν κάλλει λέξεως, ἀληθείας κενὰ καὶ νοητῆς ἐστι τροφῆς; Διὸ Σύμμαχος ἔφησε· Διίστατε ἀργύριον, οὐχ ὑπὲρ αὐτῶν, καὶ τοὺς κόπους ὑμῶν, οὐχ ὑπὲρ πλησμονῆς. Ἁρμόσει δὲ καὶ ἐπὶ τῶν ὠνουμένων τὴν τῶν Ἰουδαϊκῶν ἀναγνωσμάτων
35παράδοσιν. Ψιλὴν γὰρ τὴν λέξιν ἐμάνθανον. Παρὰ δὲ τοῖς ἔξω σοφοῖς, καθάπερ ἐν χρυσῷ σκεύει, τὸ ψεῦ‐ δος, βορβόρου δίκην, ἐκρύπτετο. Ἡμεῖς γὰρ ἐν ὀστρα‐ κίνοις σκεύεσι τὸν Χριστοῦ κεκτήμεθα θησαυρόν. Διὸ καὶ Παῦλός φησι· «Ποῦ σοφός; ποῦ γραμματεύς;
40ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; οὐχὶ ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου;» Καὶ πάλιν· «Ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν Θεὸν, ηὐδόκησεν ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύον‐
45τας·» μωρίαν εἰπὼν, τὸ τῆς λέξεως εὐτελὲς τῆς ἁγίας Γραφῆς. Ταῦτα τοίνυν ἀφέντες φάγετε τὰ τοῦ εὐαγγελικοῦ κηρύγματος ἀγαθὰ, καὶ τρυφήσετε, φησὶν, ἀληθείᾳ τρεφόμενοι, γινώσκοντές τε Θεὸν, καὶ βιοῦντες κατ’ ἀρετὴν, μισθὸν εὐπειθείας ταῦτα λα‐

2552

(50)

βόντες καὶ συνετῆς ἀκροάσεως. Ὅθεν ἐξέδωκαν οἱ λοιποί· Ἀκούσατε ἀκούοντες. Ὡς μὴ σωματικῶν δὲ ὄντων τῶν ἀγαθῶν, τὸ ταῖς ψυχαῖς, ὑμῶν εἰκό‐
τως προσέθηκε.2551

2553

Λέγει δὲ, Καὶ ἐπακολουθήσατε ταῖς ὁδοῖς μου. Κατὰ τὸ, «Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνη‐ σάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι.» Ψυχικὴν δὲ ζωὴν τὴν ἀποκει‐
5μένην τοῖς ἁγίοις δηλοῖ, ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ τὰ ἐπὶ τούτῳ. Διεγείρας οὕτω πρὸς συντονίαν τὴν ἀκοὴν, διδασκαλίας ἄρχεται φάσκων· Διαθήσομαι ὑμῖν διαθήκην αἰώνιον, τὰ ὅσια Δαβὶδ τὰ πιστά. Ἡ γὰρ παλαιὰ διαθήκη, πρὸς καιρὸν δοθεῖσα, παρῆλ‐
10θεν· ἣν δὲ πεποίημαι πρὸς Δαβὶδ, ἐξ αὐτοῦ τὸν Χριστὸν ἀναδείξειν ἐπαγγειλάμενος, πιστὴν ποιήσω πρὸς ἀναδείξειν ἐπαγγειλάμενος, πιστὴν ποιήσω πρὸς ἔργον ἐκφέρων. Τὰ δὲ ὅσια, Σύμμαχος ἐλέη φησὶ, περὶ ὧν ἐλέγετο· «Τὰ ἐλέη τοῦ Κυρίου εἰς
15τὸν αἰῶνα ᾄσομαι.» Καὶ μετ’ ὀλίγα· «Ἅπαξ ὥμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ Δαβὶδ ψεύσομαι, τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μένει. Καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου.» Ταῦτα τοίνυν ὑμῖν δωρήσομαι τοῖς ἐμοῖς λόγοις προσέχουσι. Ταῦτα γὰρ ἔλεγεν
20ἀγαθὰ ψυχῆς καὶ τρυφὴν, ἃ νῦν αἰώνιά φησιν. Ὁ γὰρ νόμος ἔκειτο κατὰ τὸν Ἀπόστολον, μέχρι καιροῦ διορθώσεως. Διόπερ ἐν προφήταις φησί· «Διαθήσο‐ μαι διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέ‐ μην τοῖς Πατράσιν ὑμῶν,» καὶ τὰ ἑπόμενα τούτοις. Ἡ
25μὲν γὰρ ἦν σκιώδης. Ἡ δὲ ἀληθής. Διὸ καὶ Ἰωάννης φησίν «Ὅτι ὁ νόμος διὰ Μωσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ.» Εἴποις δ’ ἂν ὅσια καὶ τὰ ἱερὰ θεσπίσματα τοῦ Χριστοῦ, ὡς ὁσίους ἀποτελοῦντα, ὡς καὶ τὸν φόβον Κυρίου ἁγνόν φησιν ὁ Δαβὶδ, οἷον
30ἁγνοποιόν. Ἔλεγε δὲ καὶ ὁ Σωτήρ· «Τὰ ῥήματα ἃ ἐγὼ ἐλάλησα ὑμῖν, πνεῦμά ἐστι καὶ ζωή·» ἀντὶ τοῦ, πνευμα‐ τικὰ καὶ ζωοποιά· καὶ πιστὰ πάλιν τὰ πιστοποιά. Δύ‐ ναμις γὰρ αὕτη τῶν διὰ Χριστοῦ θεσπισμάτων. Δαβὶδ οὖν καλέσας τὸν ἐκ σπέρματος τοῦ Δαβὶδ, ἐπιφέρει
35περὶ αὐτοῦ· Ἰδοὺ μαρτύριον ἔθνεσι δέδωκα αὐ‐ τόν. Διὸ καὶ πρόσθε τὴν στείραν εὐηγγελίζετο. Καὶ ἄλλως δὲ προειδὼς ὅτι τὰς φωνὰς ἕξουσι ταύτας Ἰουδαῖοι, μηδὲν ἐξ αὐτῶν ὠφελούμενοι, πρὸς τὰ ἔθνη μεταφέρει τὸν λόγον, σύμφωνα λέγων τοῖς
40πρόσθε, ὅτι οἷς οὐκ ἀνηγγέλη, περὶ αὐτοῦ ὄψονται· καὶ οἳ οὐκ ἀκηκόασι, συνήσουσι. Μαρτύριον δέ φησιν, ὡς μαρτυροῦντα περὶ ἀληθείας, καὶ ὑπὸ τῶν ἐθνῶν ἀκουόμενον ἀπειθήσαντα Ἰσραήλ. Διεμαρτύρετο δὲ καὶ τὰ ἔθνη ὡς δεκτὰ λοιπόν εἰσι τῷ Θεῷ, καὶ ὁ
45τῆς θεογνωσίας ἀπείργων οὐδείς.
49Μαρτύριον οὖν φασι τὸ κήρυγμα τὸ περὶ αὐτοῦ,

2553

(50)

ὡς αὐτὸς ἐδίδαξε λέγων· Δεῖ κηρυχθῆναι τὸ Εὐαγγέ‐ λιον τοῦτο ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσιν. Καὶ παρὰ τῷ Δαβὶδ δὲ πάντα τὰ ἔθνη καλέσας ἔλεγε· «Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ
μελέτη τῆς καρδίας μου σύνεσιν.» Ἔδει γὰρ σοφίας,2553

2556

τοῖς δι’ ἀβελτηρίαν εἰδώλοις λατρεύσασι, καὶ τῇ κτί‐ σει παρὰ τὸν Κτίσαντα. Ἀλλ’ εἰ μὲν εἶπε μόνον μαρτύριον, ἐδόκει καθ’ ἕνα δεικνύναι τῶν προφη‐ τῶν αὐτόν. Νῦν δὲ τὴν θεϊκὴν αὐτοῦ παρέστησεν
5ἐξουσίαν, προσθεὶς ἄρχοντα καὶ προστάσσοντα, κατὰ τὸ, Καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν. Μωσῆς γὰρ, καὶ οἱ προφῆται, ἐν οἰκέταις τεταγμένοι, «Τάδε λέγει Κύριος,» ἔλεγον. Ὁ δὲ Χριστὸς ὡς νομοθέτης ἀντιθεσπίζει Μωσεῖ, Ἐγὼ δὲ λέγω, φάσκων, μετατι‐
10θεὶς τὸ γράμμα πρὸς τὴν ἀλήθειαν. Ὅθεν ἐθαύμαζον Ἰουδαῖοι ὅτι ἐδίδασκεν αὐτοὺς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ γραμματεῖς αὐτῶν. Δοξάζει δὲ αὐτὸν ὁ Πατήρ. Ὁ γὰρ δοξάζων τὸν Πατέρα δοξάζει καὶ τὸν Υἱόν· ὥσπερ οὖν καὶ ἀνάπαλιν. Καὶ κατὰ σάρκα δὲ
15δοξάζεται, ὡς μορφὴν δούλου λαβών. Διό φησι· «Καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσεν, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα,» καὶ τὰ ἑξῆς. Ἔχει δὲ τὴν ἀναφο‐ ρὰν τὸ ἐδόξασε, πρὸς τὸ, «Εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος.» Καὶ τὸ περὶ ἡμῶν ὀδυνᾶ‐
20ται. Καὶ τὸ, «Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη.» Διὰ τοῦτο γὰρ καί φησι· «Πάτερ δόξασόν με τῇ δόξῃ, ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.»
26 Καὶ, ἐπειδὴ διὰ τὰς ἁμαρτίας τοῦ λαοῦ μου ταῦτα συνέβη παθεῖν, εἰκότως μαρτύριον αὐτὸν οὐκ Ἰου‐ δαίοις, ἀλλὰ πᾶσι τοῖς ἔθνεσι δέδωκα, τὸ τούτων μὲν εὐπειθὲς, ἐκείνων δὲ ἀνήκοον προειδώς. Ἀντὶ δὲ
30τοῦ ἐδόξασέν σε, Σύμμαχος, ὅτι ἐποίησέν σε καύ‐ χημα, φησίν· ὥστε λέγειν τοὺς αὐτοῦ μαθητὰς, «Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Ἑξῆς παρακελεύεται ζητεῖν τὸν Κύριον· ὡς γὰρ αὐτὸς ἔφη πρὸς Ἰου‐
35δαίους, «Οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν.» Καὶ ὁ Πατὴρ δέ φησι· «Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.» Ἐχθροὺς γὰρ ὄντας τοὺς πεπλανημένους ὑπέθηκεν ὁ Πατὴρ
40τῷ Υἱῷ, οὐχ ὡς ἀσθενοῦντι, διὰ δὲ τὴν οἰκονομίαν. Λέγει τοίνυν ὁ Πατὴρ τοῖς ἔθνεσιν, οἷς ἔδωκε μαρ‐ τύριον τὸν Υἱόν· Ζητήσατε τὸν Θεὸν, Θεολόγων τὸν δοθέντα μαρτύριον. Ἡ δὲ ζήτησις οὐ τοπικὴ (ἀσώματον γὰρ τὸ Θεῖον, καὶ πάντα πληροῖ), ἀλλ’ ἐν
45ψυχῆς οἰκειότητι· καὶ ἐν τῷ εὑρίσκειν ἐπικαλέ‐ σασθε, τουτέστιν αἰνεῖτε, καὶ καλέσατε [ὥς φησι] Σύμμαχος, κατὰ τὸ, «Αἰνῶν ἐπικαλέσομαι τὸν Κύ‐ ριον, καὶ ἐκ τῶν ἐχθρῶν μου σωθήσομαι.» Τοῦτο δὲ [ἔσται] ἐπειδ’ ἂν εὕρητε αὐτὸν πλησίον ὑμῶν ὄντα,

2556

(50)

καὶ οὐ μακρὰν ἀπῳκισμένον. Θεὸς γὰρ ἐγγίζων ἐστίν. Ὡς ἑστῶτες οὖν ἐνώπιον αὐτοῦ τὴν παλαιὰν ἀπόθεσθε πλάνην. Μέχρι γὰρ ἡλίου, σκότος. Καὶ μέχρι τῆς
Χριστοῦ παρουσίας, ἀσέβεια. Οὐ γὰρ βούλεται τὸν2555

2557

θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὴν μετάνοιαν. Ἀφήσει γὰρ ἐπὶ πολὺ τὰς ἁμαρτίας ἡμῶν, ἀντὶ τοῦ, παντε‐ λῶς, καὶ εἰς ἅπαν. «Οὗ γὰρ ἐπλεόνασεν ἡ ἁμαρτία ὑπερεπερίσσευσεν ἡ χάρις.» Γέγραπται γὰρ περὶ
5Χριστοῦ, «Ὅτι ἰδοὺ αὐτὸς εἰσπορεύεται ὡς πῦρ χωνευτηρίου, καὶ ὡς πόα πλυνόντων,» καὶ τὰ ἑξῆς. Βαπτίζει γὰρ ἡμᾶς Πνεύματι ἁγίῳ καὶ πυρί.
11 Πῦρ δὲ ἡ σμηκτικὴ τοῦ Πνεύματος δύναμις πάντα ῥύπον ἐκτήκουσα. Εἰ γὰρ ἀθεράπευτα νομίζετε τὰ καθ’ ἑαυτοὺς ὡς παρ’ ἀνθρώποις ἀπεγνωσμένα, ἀλλ’ οὐ παρ’ ἐμοὶ ἀνίατα ταῦτα. Πολὺ δὲ Θεοῦ καὶ ἀνθρώ‐
15πων τὸ μέσον. Ὡς οὖν Θεὸς ἀνεξίκακος εἰς μετάνοιαν προκαλοῦμαι σωτηρίαν ἐπαγγελλόμενος, εἰ τὸν Σω‐ τῆρα τὸν παρ’ ἐμοῦ πεμφθέντα προσδέχοισθε. Οὐ γὰρ κατὰ τοὺς ἀνθρώπους μνησικακῶ, καὶ μετανοῶ πάλιν ἐπαγγειλάμενος. Οὐ δεῖ τοίνυν Θεοῦ καλοῦν‐
20τος, διὰ πλῆθος ἁμαρτιῶν ἀποκνεῖν τὴν μετάνοιαν, ὃ πεπόνθασιν Ἰουδαῖοι λέγοντες· «Αἱ πλάναι ἡμῶν καὶ αἱ ἀνομίαι ἡμῶν ἐν ἡμῖν εἰσιν, καὶ ἐν αὐ‐ ταῖς ἡμεῖς τηκόμεθα, καὶ πῶς ζησόμεθα;» Πρὸς οὓς ὁ Θεός φησιν· «Ἐπιστροφὴν ἐπιστρέψατε
25ἀπὸ τῆς ὁδοῦ ὑμῶν, οἶκος Ἰσραὴλ, καὶ οὐκ ἔσονται ὑμῖν εἰς κόλασιν ἀδικίας.» Πρὸς δὲ πίστωσιν τῆς ἐπαγγελίας ἧς πεποίηται πρὸς τὸν ἀσεβῆ τὸν ἐξ ἐθνῶν ἐπιστρέφοντα, χρῆται τῇ τοῦ ὑετοῦ καὶ τῆς χιόνος παραβολῇ, δεικνὺς τὸν ἐν ἀρχῇ Θεὸν Λόγον
30ἄνωθεν ἐκ τοῦ Πατέρος κατιόντα δίκην ὑετοῦ καὶ χιόνος, ἐφ’ ᾧ τὰς ψυχὰς αὐτῶν ἀρδεῦσαι, καὶ καρ‐ ποφόρους ἐργάσασθαι, καὶ μὴ πρότερον ἀναδρα‐ μεῖσθαι πρὸς τὸν Πατέρα, πρὶν ταῦτα ποιεῖν. Θεοπρεπῶς δὲ νοητέον τοῦ Πατέρος καὶ τὸ στόμα,
35καὶ τὸν λόγον. Οὔτε γὰρ ἐκεῖνο σωματικόν. Οὔτε οὗ‐ τος ἀνυπόστατος. Ἐπεὶ πῶς ἂν κατορθώσας ἐπ‐ αναστρέφοι πρὸς τὸν Πατέρα μὴ διαχυθεὶς, ὡς τῶν ἀνθρώπων ὁ λόγος μόνον ὑπάρχων σημαντικός; Τινὲς δὲ τὸν ὑετὸν δῆλον ἔφασαν τὴν τῶν εὐαγγελικῶν
40κηρυγμάτων χορηγίαν, δι’ ἧς εὔκαρπος ἡ πᾶσα γέ‐ γονεν, ἐπιψάλλοντος τοῦ Δαβίδ· «Ἐπεσκέψω τὴν γῆν, καὶ ἐμέθυσας αὐτήν· ἐπλήθυνας τοῦ πλουτῖσαι αὐτήν. Τοὺς αὔλακας αὐτῆς μέθυσον. Πλήθυνον τὰ γεννήματα αὐτῆς. Ἐν ταῖς σταγόσιν αὐτῆς εὐφραν‐
45θήσεται ἀνατέλλουσα.» Καὶ διὰ Μωσέως φησί· «Καταβήσεται ὡς ὑετὸς τὸ ἀπόφθεγμά μου.» Καὶ Παῦλος δέ φησιν· «Ὁ δὲ Θεὸς τῆς εἰρήνης αὐξήσει τὸν σπόρον ὑμῶν καὶ πληθύναι τὰ γεννήματα τῆς δικαιοσύνης ὑμῶν.» Καὶ πῶς γὰρ οὐ δράσει ταῦτα

2557

(50)

τὰ θεῖα Λόγια; κατὰ γὰρ τὸν παρόντα προφήτην· «Ἃ ὁ Θεὸς ὁ ἅγιος βεβούλευται, τίς διασκεδάσει; καὶ τὴν χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει;»
55Ἐξ οὗ τὴν εὐκαρπίαν ἐσχήκαμεν τὴν πνευμα‐2557

2560

τικὴν, ὡς μὴ μόνον τὴν ἱερὰν συλλέξαι τροφὴν, καὶ τὸν ἄρτον ἔχειν τὸν ζωοποιὸν, ἀλλὰ καὶ σπέρμα τῷ σπείροντι. Οἱ γὰρ μυσταγωγοῦντες λαοὺς, σπεί‐ ρουσιν ἐν ταῖς καρδίαις αὐτῶν, ὃν ἑαυτοῖς ἐθησαύ‐
5ρισαν σπόρον. Κατὰ γὰρ τὸν Παῦλον, Θεοῦ γεώρ‐ γιόν ἐσμεν, Θεοῦ συνεργοὶ τοῦ λέγοντος περὶ ἑαυτοῦ· Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ. Πρὸς δὲ τοὺς ἐξ ἐθνῶν τῷ σωτηρίῳ προσιόντας λόγῳ φησίν· Ἐν γὰρ εὐφροσύνῃ ἐξελεύσεσθε,
10δηλαδὴ τῆς πατροπαραδότου πλάνης, κατὰ τὸ, Ἔξελθε ἐκ τῆς γῆς σου. Καὶ ἐν χαρᾷ διδαχθήσε‐ σθε τὸ σωτήριον Εὐαγγέλιον. Διὸ προέφη· Εὐοδώ‐ σω τὰς ὁδούς σου, καὶ τὰ ἐντάλματά μου. Δυσ‐ χερὲς γὰρ ἀποφοιτᾷν ἡδονῶν σαρκικῶν, καὶ πλάνης
15προειλημμένης. Καὶ δεῖ Θεοῦ πρὸς τὴν ἄνω πορείαν ὁδηγοῦντος ἡμᾶς καὶ κούφους ἐργαζομένου. «Ὄρη γὰρ, φησὶ, τὰ ὑψηλὰ ταῖς ἐλάφοις.» Καὶ ἀλλαχοῦ δέ φησιν· «Ὁδὸς εὐσεβῶν εὐθεῖα ἐγένετο, καὶ παρ‐ εσκευασμένη ἡ ὁδὸς τῶν εὐσεβῶν» Καὶ ἄλλος δὲ
20προφήτης φησίν· «Εὐθεῖαι αἱ ὁδοὶ Κυρίου, καὶ δίκαιοι πορεύσονται ἐν αὐταῖς·» ὅπερ ἐστὶν θεόδο‐ τον· οὐ τἀναντία φησὶ περὶ τῆς τῶν Ἰουδαίων Συναγωγῆς. «Διὰ τοῦτο ἰδοὺ ἐγὼ φράσσω τὰς ὁδοὺς αὐτῆς, καὶ οὐ μὴ εὕρῃ.» Ἀκολουθεῖ δὲ τὸ χαίρειν
25τοῖς εὐοδουμένοις ἐν ἀρεταῖς καὶ γνώσει Θεοῦ. «Ὡς γλυκέα γὰρ, φησὶ, τῷ λάρυγγί μου τὰ λόγιά σου, Ὑπὲρ μέλι καὶ κηρίον τῷ στόματί μου.» Ἐφ’ οἷς αἱ θεῖαι δυνάμεις εὐφραίνονται δηλούμεναι δι’ ὀρῶν καὶ βουνῶν. Καὶ ὁ Σωτὴρ γάρ φησι, χαρὰν ἔσε‐
30σθαι ἐν οὐρανοῖς ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι. Πνεύματα γάρ εἰσι λειτουργικὰ πρὸς διακονίαν σω‐ τηρίας πεμπόμενα. Ἡ δὲ τούτων διαφορὰ κατὰ τὸ ὑψηλότερόν τε καὶ ἔλαττον.
36 Ξύλα δὲ ἀγροῦ ἐπικροτοῦντα κλάδοις, εἶεν ἂν αἱ καρποφόροι ψυχαὶ ἐπὶ τῇ ἐπιστροφῇ τῶν ἀνόμων ἡδόμεναι. Τινὲς δὲ ὄρη μὲν τοὺς διδασκάλους τῆς Ἐκκλησίας τοὺς οὐδὲν χαμαίζηλον ἔχοντας· βουνοὺς
40δὲ, τοὺς μετ’ αὐτούς. Χαρὰ γὰρ τούτων ἡ σωτηρία τῶν προσιόντων, ὡς καὶ Παῦλον λέγειν· «Χαρὰ καὶ στέφανός μου.» Ξύλα δὲ ἀγροῦ τοὺς ὑπὸ χεῖρα λαούς. Εὐανθὴς γὰρ τοῦ Σωτῆρος ὁ κῆπος. Διὸ καὶ ἡ Νύμφη φησί· «Καταβήτω ὁ ἀδελφιδός
45μου εἰς κῆπον αὐτοῦ, καὶ φαγέτω καρπὸν ἀκροδρύων αὐτοῦ.» Χαίρουσι δὲ καὶ οὗτοι τοσαύτην ἐν ἑαυτοῖς ὁρῶντες μεταβολήν. Πάλαι μὲν γὰρ γόνιμον, ἢ τρό‐ φιμον εἶχον οὐδέν· ὡς ἐν ἐρήμῳ δὲ καὶ χέρσῳ στοίβην ὕλης ἀχρήστου καὶ κόνυζαν τὴν δυσωδε‐

2560

(50)

στάτην ἔφερον. Νῦν δὲ ὅτε τῆς θείας μετέσχον χάρι‐ τος, μυρσίνην εὐωδεστάτην καὶ τὴν ὑψηλοτάτην, καὶ πάλιν εὐώδη κυπάρισσον ἐκαρποφόρουν. Ὁ δὲ Σύμμαχός φησιν, ἀντὶ στοίβης ἀναβήσεται βράθυ.
Ἀντὶ δὲ κνιδὸς ἀναβήσεται μυρσίνη, ὡς εἰ ἔλε‐2559

2561

γεν· Ἀντὶ κακίας δικαιοσύνην, σωφροσύνην ἀντ’ ἀσελγείας, καὶ ἀντὶ θράσους ἀνδρείαν, φρόνησίν τε ἀντ’ ἀφροσύνης. Εὕροις δ’ ἂν τοῦτο καὶ ἐν τοῖς ἐξ αἵματος Ἰσραήλ. Στοίβη γὰρ ὄντες καὶ κόνυζά
5ποτε Ματθαῖος καὶ Παῦλος, ὁ μὲν τελώνης, ὁ δὲ διώκτης, Χριστὸν εὐωδιάζουσιν ἐν παντὶ τόπῳ, ἔν τε τοῖς σωζομένοις καὶ τοῖς ἀπολλυμένοις. Καὶ ἄλλο δέ τι θαυμάσιον ἐπαγγέλλεται τοῖς ἐπὶ τὸν Κύριον ἐπιστρέψασιν ἔθνεσιν. Ἔσται γὰρ, φησὶ, Κύριος
10αὐτοῖς εἰς ὄνομα καὶ εἰς σημεῖον αἰώνιον. Παν‐ ταχοῦ γὰρ ἔστιν ἰδεῖν ἀπὸ Χριστοῦ καλουμένους Χριστιανούς. Καὶ σημεῖον σωτηρίας ἐπιγράφονται τοὔνομα, ὅπερ οὐκ ἐκλείψει ποτέ. Ἀμεταμέλητα γὰρ τὰ χαρίσματα τοῦ Θεοῦ. Τινὲς δὲ σημεῖον, τὸν
15δι’ οὗ σεσώσμεθα σταυρὸν εἰρήκασι· τὴν δὲ πᾶσαν ῥῆσιν οὕτως ἑρμήνευσαν ἕτεροι· Θεοῦ σώσειν αὐτοὺς ἐπαγγειλαμένου μετανοοῦντας, καὶ τοὺς ἐχθροὺς ὑπο‐ τάξειν αὐτοῖς, καὶ τοῦ προφήτου πρὸς πίστιν αὐ‐ τοὺς διεγείραντος (κληρονομήσειν γὰρ αὐτοὺς σωτη‐
20ρίαν) τῶν ἀκουόντων κινηθέντων πρὸς πόθον, ἐθέλειν τε σωθῆναι λεγόντων, πρὸς τὰς ἐννοίας αὐτῶν ὁ προ‐ φήτης ὡς διψῶντας προτρέπεται.
27 Τινὲς δὲ, φασὶν, διὰ τοῦτο εἰς ἔνδειαν ἤχθησαν τῶν ἀγαθῶν, ἵνα πόθῳ πρὸς αὐτά ποτε σπεύσωσι. Ὡς οὖν οἱ διψῶντες προσίασι ταῖς πηγαῖς, οὕ‐
30τω καὶ ὑμεῖς τῷ Θεῷ, ἀντὶ παντὸς ἀργυρίου συν‐ αίσθησιν τῶν ἡμαρτημένων λαβόντες. Οὐκ ὠνητὰ γὰρ τὰ παρὰ Θεοῦ, οὐδὲ χρεία πρὸς μὲν σπονδὴν οἴνου, πρὸς δὲ θυσίαν στέατος, ἅπερ ὠνούμενοι οὐδὲν ἀποφέρεσθε πλέον εἰς ὄνησιν, ἢ κόπον καὶ
35μόχθον, μὴ ὄντων ἱκανῶν δυσωπημάτων. Ἀργὰ γὰρ ταῦτα πρὸς ἁμαρτίας ἐξάλειψιν, ἣν μετάνοια ποιεῖ καὶ πίστις ἡ εἰς Θεόν. Πρὸς ἀγαθῶν δὲ δωρεὰν, ἀκροατὴν οὐκ εὐγνώμονα μόνον ζητεῖ, ἀλλὰ καὶ συνιέντα, καὶ τῷ καλοῦντι προστρέχοντα. Προσέχετε δὲ, φησὶ, τοῖς
40ὠσίν· καὶ εἰ μὲν σωματικὸν ἀκατάλληλον. Ὀφθαλ‐ μῶν γὰρ τὸ προσέχειν. Εἰ δὲ κατὰ ψυχὴν, ἀκό‐ λουθον. Ἁπλῆ γὰρ οὖσα καὶ μονοειδὴς, ἐν μιᾷ δυνά‐ μει τὰς ἔνδον αἰσθήσεις ἐκτήσατο. Τοιγαροῦν ὀφθαλ‐ μοῖς ἀκούει ὁ γράμμασιν ἐντυγχάνων, καὶ δακτύ‐
45λοις διαλέγεται ὁ τούτοις γράφων. Εἶτα μέμνηται τοῦ Δαβὶδ, καὶ τῆς πρὸς ἐκεῖνον σχέσεως, δι’ ἣν αὐτῷ πᾶσαν παρεῖχε ῥοπὴν, ἧς τεύξεσθαι καὶ τού‐ τους φησὶν, εἴπερ ἀκούειν ἐθέλοιεν. Οὕτω γὰρ ζή‐ σονται, οὐ τὴν παροῦσαν μόνον ζωὴν, ἀλλὰ καὶ τὴν

2561

(50)

μένουσαν· οὐ μόνον δὲ ὑμεῖς ζηλοῦντες τὸν αὐτοῦ τρόπον καὶ τὴν μετάνοιαν, τῶν αὐτῶν τεύξεσθε, ἀλλὰ καὶ ἐν παντὶ ἔθνει δεκτὸς ὁ ζῶν ὁμοίως αὐτῷ.
Οἰκειοῖ γὰρ οὐ γένος, ἀλλὰ καρδία καὶ βίος.2561

2564

Οὕτως οὖν καὶ ὑμεῖς πανταχοῦ δοξασθήσεσθε, ὡς πάντας πανταχόθεν εἰς θεογνωσίαν ἐξ ὑμῶν φω‐ τιζομένους συῤῥεῖν πρὸς ὑμᾶς, οἰκειότητα ποθοῦντας τὴν πρὸς ἐμὲ, ὡς ἐπὶ τῆς βασιλίδος Σάβα, καὶ τοῦ
5Αἰθίοπος εὐνούχου γεγένηται, τῆς τοῦ ἔθνους εὐσε‐ βείας καὶ πρὸς αὐτοὺς δραμούσης τῇ φήμῃ. Ταῦτα μὲν αὐτοῖς Θεὸς ἐπηγγέλλετο. Πρὸς δὲ τοῦτο ῥᾳθυ‐ μούντων αὐτῶν, ὁ μονογενὴς παρελθὼν εἰς ἀνθρώ‐ πους πάντων ἐθνῶν ἐποιήσατο κλῆσιν. Ἀδύνατον
10δέ φησι τῶν προεπηγγελμένων τυχεῖν ἄνευ Θεοῦ. Ὅθεν αὐτὸν ζητητέον, καὶ κλητέον, μὴ λογιζο‐ μένου πλῆθος ἁμαρτημάτων, καὶ τὸ εἰς αὐτὸν ἠσεβηκέναι. Πολυέλεος γάρ ἐστιν. Ποῖον γὰρ πλῆ‐ θος ἁμαρτιῶν τὴν αὐτοῦ φιλανθρωπίαν νικᾷ; καὶ
15ἀπωθούμενος δὲ ἐπ’ ἀγαθῷ τέλει τοῦτο ποιῶ, καὶ ἀπεγνωκόσιν ἤδη τοῦτο ἀποδώσω. Πολὺς δὲ ὢν ἐν οἰκτιρμοῖς, πολλὴν ὑμῖν δώσει τὴν ἄφεσιν. Οὐ γὰρ ὑφίσταταί τι πάθος ἀνθρώπινον. Ἄνθρωπος γὰρ κἂν ἀφιέναι θέλῃ, διὰ θυμὸν ἔσθ’ ὅτε κωλύεται
20τὴν τῆς λύπης δεχόμενος μνήμην. Κἂν τέκνῳ τι χαρίσασθαι θέλῃ, τοῦ διδομένου πολλάκις ἡ στέρησις ἀνακρούεται. Ἐμοὶ δὲ βουλομένῳ ἀφεῖναι καὶ δοῦ‐ ναι οὐ μνήμη παλαιῶν ἁμαρτημάτων, οὐ στέρησις ἐνοχλεῖ. Καὶ ὑμεῖς μὲν βουλευόμενοί τι, μεταβου‐
25λεύεσθε. Ἐγὼ δὲ ἀμεταμέλητος. Ἀπείρῳ γὰρ ὑμῶν διαφορᾷ διενήνοχα. Δηλοῖ δὲ ὁ παρ’ ἐμοῦ χορηγού‐ μενος ὑμῖν ὑετὸς, ὃν διδοὺς εἰς εὐκαρπίαν τῇ γῇ, οὐκ ἀνεκαλεσάμην ποτέ. Ἐξ οὗ μάθετε ὡς οὐδεὶς λόγος παρ’ ἐμοῦ ῥηθεὶς ἔσται κενὸς, ἐὰν ἐπιστρα‐
30φέντες αἰτήσητε τῶν ἡμαρτημένων τὴν ἄφεσιν. Καὶ πρὸς τὰς ἐντολὰς δὲ τοῦ νόμου, φησὶν, ὑμᾶς εὐοδώσω, διδοὺς ἰσχὺν πρὸς τὸ φυλάττειν αὐτὸν, καὶ τὴν ἐκ τῆς αἰχμαλωσίας ἐπάνοδον ἔνδοξον, καὶ ὑπὸ Κύρου καὶ τῶν ἐχθρῶν δορυφορουμένην ποιήσω.
35Ὡς γὰρ ἐξ Αἰγύπτου, φασὶ, χωρούντων ὑπεχώρει τούτοις ἡ θάλαττα, διαβατὸς δὲ καὶ Ἰορδάνης ἐγέ‐ νετο· οὕτως ἱστορεῖται μετὰ τὴν αἰχμαλωσίαν ὁ Τίγρις ποδὶ γενέσθαι διαβατός. Καὶ ὡς ἐν ἀγαλλιά‐ σει κινηθῆναι τὰ ὄρη, καὶ τοσαύτην σχεῖν μεταβο‐
40λὴν ἀντὶ τῆς καταλαβούσης ἐκ τῶν πολεμίων ἐρη‐ μίας, ὡς καὶ ξένων δένδρων, παρὰ τὰ ὄντα, βλάστην ἐκδοῦναι, τῆς τοῦ Θεοῦ δεικνυμένης ἐξ αὐτῶν εὐ‐ μενείας. Ἐκ δὲ τῶν εἰρημένων ἐπίστηθι ὡς ἀμετά‐ θετος ἡ βουλὴ τοῦ Θεοῦ δι’ αἰῶνος, κἂν μὴ ἐπὶ
45μιᾶς ἢ πλειόνων γενεῶν πληρωθῇ.
49tΚΕΦΑΛ. Νϛʹ.

2564

(50)

αʹ—ιαʹ. Τάδε λέγει Κύριος· Φυλάσσεσθε κρίσιν, καὶ ποιήσατε δικαιοσύνην. Ἤγγικε γὰρ τὸ σω‐ τήριόν μου παραγίνεσθαι, καὶ τὸ ἔλεός μου ἀπο‐ καλυφθῆναι. Μακάριος ἀνὴρ ὁ ποιῶν ταῦτα, καὶ ἄνθρωπος ὁ ἀντεχόμενος αὐτῶν, καὶ φυλάσσων
55τὰ Σάββατα μὴ βεβηλοῦν· καὶ διατηρῶν τὰς χεῖρας αὐτοῦ, μὴ ποιεῖν ἄδικα, κ.τ.λ.
Περιγράψας ὁ λόγος τὴν περὶ τῶν ἐθνῶν προφη‐2563

2565

τείαν, ἐπὶ τὸ τῶν Ἰουδαίων τάγμα μετέβη τῶν τότε τῷ προφήτῃ συνόντων, οἵτινες ἐφρόνουν ἐπ’ εὐγε‐ νείᾳ, καὶ τῷ φυλάττειν τὰ Σάββατα, καὶ τὸ πολύγονον εὐσεβείας ἐνόμιζον γέρας, ὡς ἀναπίπτειν ἐντεῦθεν
5τοὺς προσηλύτους καὶ τοὺς εὐνούχους· τοὺς μὲν ὡς εὐγενείας, τοὺς δὲ ὡς παίδων ἐστερημένους. Διὸ δείκνυσι Θεὸς ἐν τρόποις εἶναι καὶ ταῖς ἀρεταῖς τὸ μακάριον. Ὁ γὰρ ἐστερημένος δικαιοσύνης καὶ κρίσεως, κἄν τι τῶν εἰρημένων ἔχῃ, λίαν ἐστὶν ἀνό‐
10νητος. Ὅθεν φησί· Πάσης ἀκρίτου παύσασθε γνώ‐ μης, κεκριμένῳ λογισμῷ μετιόντες τὸ δίκαιον· ἤγουν, Τὰ ὀρθὰ φυλάττετε κρίματα, ἢ τὰ θεῖα κρί‐ ματα, δηλονότι τὰς ἐντολάς. Δεῖ δὲ καὶ λογισμῷ φυλάττειν, καὶ ἔργῳ ποιεῖν. Διό φησι· καὶ ποιεῖτε
15δικαιοσύνην, μισθὸν ἐπαγγειλάμενος τὸ σωτήριον καὶ τὸ ἔλεος, ἢ, κατὰ τοὺς λοιποὺς, τὴν δικαιο‐ σύνην. Τινὲς δέ φασιν· Ἵνα μὴ νομίσωσιν ἐπὶ τὴν τοῦ νόμου τήρησιν τὴν ἐν σκιαῖς καὶ τύποις παρα‐ καλεῖσθαι, ἐγγὺς εἶναι, φησὶ, τὸ σωτήριον, καὶ τὸ
20ἔλεος, τοῦτ’ ἔστι Χριστόν. Ἐλεήσας γὰρ ἡμᾶς, διὰ τῆς ἀφέσεως ἔσωσεν. Οὕτω καὶ Ἀμβακούμ· «Ἔτι μικρὸν, καὶ ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ.» Ἀπο‐ καλυφθῆναι δέ φησιν, ἐπειδὴ προὔλεγον μὲν οἱ προφῆται περὶ αὐτοῦ, ἐν ἰδίοις δὲ καιροῖς ἐφανε‐
25ρώθη. Τοῦτο καὶ Δαβὶδ ἔλεγεν· «Ἐγνώρισε Κύριος τὸ σωτήριον αὐτοῦ ἐναντίον τῶν ἐθνῶν. Ἀπεκάλυψε τὴν δικαιοσύνην αὐτοῦ.» Ἐπὶ τοιαύταις οὖν ἐλπίσιν ἐπιλέγει, Μακάριος ἀνὴρ ὁ ποιῶν ταῦτα. Τὴν κρί‐ σιν λέγει καὶ τὴν δικαιοσύνην, ἀλλ’ οὐχ ὁ προτε‐
30ρήμασι κομπάζων σωματικοῖς, εὐγενείᾳ τε καὶ πολυ‐ παιδίᾳ. Συνῳδὰ τούτοις ἔλεγεν Ἰωάννης ὁ Βαπτι‐ στής· «Ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετα‐ νοίας, καὶ μὴ δόξητε λέγειν, Πατέρα ἔχομεν τὸν Ἀβραάμ.» Ὁμοίως καὶ ὁ Σωτήρ· «Εἰ τέκνα τοῦ
35Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε ἄν.»
37 Δεῖ δὲ πρὸς τῷ φυλάττειν [Σάββατα], καὶ ἀντ‐ έχεσθαι τῆς δικαιοσύνης, καὶ κρίσεως, καὶ μὴ παρέργως ἐπ’ αὐτὰ χωρεῖν. Μετὰ τούτων γὰρ καὶ
40ἡ φυλακὴ τῶν Σαββάτων ἐπαινετὴ, ἥτις ἐστὶν οὐχ ἁπλῶς ἐν ἀργίᾳ, ἀλλ’ ἐν τῷ τὰς χεῖρας, τοῦτ’ ἔστι τὰς πράξεις καθαρὰς ἀτόπων ἔργων τηρεῖν. Οὕτω γὰρ δεῖ Σαββατίζοντας θυσίας προσάγειν πνευμα‐ τικάς. Εἶτα παραμυθεῖται τοὺς προσηλύτους καὶ
45τοὺς εὐνούχους, ὡς οὐδενὸς τῶν μεγάλων ἐστερη‐ μένους σωματικῆς εὐγενείας καὶ παίδων γονῆς. Οὐ γὰρ ἐμποδίσει ταῦτα τῶν θείων τυχεῖν ἀγαθῶν, εἰ ζῷεν θεοσεβῶς, τῷ δικαιοπραγεῖν ὡς δεῖ Σαββατί‐ ζοντες. Οὐ γὰρ ψιλὰ θέλει τὰ Σάββατα ὁ κατ’ ἀρχὰς

2565

(50)

εἰπὼν τοῦ βιβλίου· «Τὰς νουμηνίας ὑμῶν, καὶ τὰ Σάββατα, καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι·» ἀλλ’ εἰ καὶ ἔδει τότε σωματικῶς τηρεῖσθαι, διὰ τὴν παρ‐ αγγελίαν τοῦ νόμου τὸ Σάββατον, μετὰ κρίσεως καὶ δικαιοσύνης ἦν τηρητέον. Οὐκ ἄρα παραβλάψει
55τὸν ἀλλογενῆ τὸ νόθον τοῦ γένους. Ἀρέσκων γὰρ
Κυρίῳ εἰς ἔθνος ἅγιον καὶ ἐν τέκνοις τελέσει τοῦ2565

2568

Ἀβραάμ. «Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραὴλ,» ὡς ὁ Παῦλός φησιν. Οὐδ’ ὅτι εἰ εἶ σπέρμα Ἀβραὰμ, πάντως καὶ τέκνα.» Ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα, καὶ ἡ ἐπαγγελία
5δὲ τῷ Ἀβραὰμ οὐκ ἐπὶ μόνοις δέδοται τοῖς ἐξ αὐτοῦ, ἀλλὰ καὶ πᾶσι τοῖς διὰ πίστεως.» Ἐδικαιώθη γὰρ οὕτως Ἀβραάμ. Ἀλλ’ οὐδὲ τὸν εὐνοῦχον θεοσε‐ βοῦντα παραβλάψει τὸ ἄγονον, εἰ καὶ ἡ πολυπαιδία καιροῦ καλοῦντος ἐν εὐλογίας δέδοται τάξει. Ἀντὶ
10τῆς οὖν πολυτεκνίας δώσειν αὐτοῖς ἐπαγγέλλεται ἐν τῷ οἴκῳ, καὶ ἐν τῷ τείχει αὐτοῦ, τόπον ὀνομα‐ στόν· ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· Χεῖρα καὶ ὄνομα βέλτιον υἱῶν καὶ θυγατέρων. Καὶ ὄνομα δὲ, φησὶν, αἰώνιον δώσω αὐτοῖς ὃ οὐκ ἐξαρθήσεται,
15ὁποῖον ἦν τὸ δοθὲν Ἰακὼβ, καὶ ποιῆσαν αὐτὸν Ἰσραὴλ, ἄνθρωπον θεωρὸν Θεοῦ. Τοῦτο γὰρ σημαί‐ νει τὸ ὄνομα, ὃ καὶ γέγονεν ἔργον.
20 Εἰ δὲ καὶ, κατὰ τὸν λόγον τοῦ Σωτῆρος, εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν, ἐπειδὴ πολ‐ λαὶ μοναὶ παρὰ τῷ Πατέρι, καὶ ἔστι πόλις Θεοῦ Ἱερουσαλὴμ ἐπουράνιος· ἀκόλουθον ἐκεῖ δίδοσθαι τόπον αὐτοῖς ἐν τῷ τείχει ταύτης τῆς πόλεως·
25ἤγουν καὶ τῆς ἐπὶ γῆς Ἐκκλησίας, ἐν ᾗ διαπρέ‐ πουσιν ἄνδρες ἁγνείᾳ καὶ σεμνότητι σύντροφοι, καὶ πολυπαιδίας κρείττω τὴν ἐπὶ τούτοις ἐν Κυρίῳ δόξαν ἡγούμενοι καὶ φυλάττοντες τὰ Σάββατα αὐτοῦ, δη‐ λονότι Χριστοῦ, ἀληθῆ καὶ οὐ σκιώδη τυγχάνοντα.
30Τὰ αὐτὰ δὲ πράττοντας καὶ τοὺς ἀλλογενεῖς εἰσ‐ άξειν εἰς ὄρος ἅγιον αὐτοῦ ἐπαγγέλλεται, δέ‐ ξεσθαί τε παρ’ αὐτῶν θυσίας, δηλαδὴ τὰς δι’ εὐχῶν καὶ αἰνέσεως, ἢ καὶ τὰς σωματικὰς, εἰ περὶ τῶν πρὸ τῆς παρουσίας ὁ λόγος. Τὸν γὰρ οἶκον αὐτοῦ πᾶ‐
35σιν ἀνεῷχθαι τοῖς ἔθνεσιν, τῶν ἐξ Ἰσραὴλ διελέγχων τὸν τύφον, οἳ κατεφύοντο τῶν ἀλλογενῶν, μερίδα καὶ κλῆρον Θεοῦ, καὶ λαὸν ἅγιον ἑαυτοὺς ὀνομά‐ ζοντες, καὶ λέγοντες· «Μακάριοι ἐσμὲν Ἰσραὴλ, ὅτι τὰ ἀρεστὰ Κυρίῳ γνωστὰ ἡμῖν ἐστιν.» Καὶ ὅρα πῶς
40παρῆλθε τὰ ἀρχαῖα, καὶ γέγονε πάντα καινά. Ὁ μὲν γὰρ νόμος φησίν· Οὐκ εἰσελεύσεται Ἀμμανίτης καὶ Μωαβίτης εἰς Ἐκκλησίαν Κυρίου. Ὁ δὲ Χριστὸς πάντας εἰσάξειν εἰς τὴν ἁγίαν Ἐκκλησίαν ἐπαγ‐ γέλλεται. Αὐτὴ γὰρ ὄρος τὸ ἅγιον. Εἰς ἣν εἰσελ‐
45θόντες τοῖς ἐξ αὐτοῦ χαρίσμασιν ἐνευφραίνονται. Ὡς δὲ ἐκ παραδείγματος τῆς κατὰ νόμον λατρείας, δεκτὰς αὐτῶν ἔφη γίνεσθαι τὰς θυσίας. Ἀναλόγως γὰρ, τῶν μὲν ὁλοκαυτουμένων, ὅσοι δι’ ὅλων ἑαυ‐ τῶν καθιέρωνται τῷ Θεῷ· τῶν δὲ ἐκ μέρους, ὁποία

2568

(50)

τῶν ἐν Κυρίῳ γεγαμηκότων ἡ ζωὴ, μεμερισμένη Θεῷ τε καὶ κόσμῳ.
54Πλὴν οὐ μόνοις ἤμερος τοῖς ἐξ ἐθνῶν ὁ Σωτήρ.
55Συνάξει γὰρ, φησὶ, καὶ τοὺς διεσπαρμένους Ἰσραήλ.2567

2569

Ἀπέστησαν γὰρ τῆς ἐν νόμῳ πολιτείας μᾶλλον, ἢ τῆς Ἰουδαίας ἔξω γεγόνασιν, εἰδωλολατροῦντές τε καὶ διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων. Ἐξ ὧν ὁ ἐπισυναχθεὶς ἐκ τῆς διασπορᾶς Ἰσραὴλ,
5οἵτε πάλαι θεοσεβεῖς, καὶ τοῦ Σωτῆρος οἱ μαθηταί. Τὰ θηρία δὲ τοῦ δρυμοῦ τὰ μετὰ τοῦ Ἰσραὴλ συν‐ αγόμενα σημαίνει τοὺς ἐθνικούς. Δρυμὸν γὰρ συν‐ ήθως καλεῖ τὸ πλῆθος τῶν ἀλλοφύλων ἐθνῶν, ἅπερ εἰς ἑστίασιν ἀνακαλεῖται πνευματικήν. Διὸ κατὰ τὸν
10Ἀκύλαν ἀντὶ τοῦ, πάντα τὰ θηρία, πᾶν ζῶον αὐ‐ τοῦ εἴρηται. Καὶ πάλιν πάντα τὰ ζῶα αὐτοῦ. Τίνος δὲ αὐτοῦ, ἢ τοῦ Θεοῦ; οὐχ ἁπλῶς δὲ τὰ θηρία καλεῖ, ἀλλὰ τὰ αὐτοῦ. Ἐθηριώθησαν γὰρ ὑπὸ τυράννῳ τε‐ θραμμένοι τῷ διαβόλῳ, καὶ ζῶντες οὐκ ἀνθρωπίνως.
15Ἀλλὰ νῦν αὐτοὺς ἐπὶ τράπεζαν καλεῖ τὴν νοητὴν, τὸν ἄρτον φαγεῖν τῆς ζωῆς, ὥς τε χαίροντας λέγειν· «Ἡτοίμασεν ἐνώπιόν μου τράπεζαν.» Καὶ δι’ ἑτέ‐ ρου δὲ προφήτου φησί· «Φάγετε καὶ πίετε καὶ με‐ θύσθητε οἱ πλησίον.» Μακρὰν γὰρ ὄντες Θεοῦ, διὰ
20πίστεως ἤγγισαν, καὶ μετέχουσιν ἄρτου τοῦ στηρί‐ ζοντος καρδίαν ἀνθρώπου. Κατὰ δὲ τὴν ἱστορίαν διχῶς νοήσεις. Ἡ γὰρ διὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπιστροφὴν τοῦ λαοῦ τὴν ἐπὶ Κύρου καὶ Δαρείου καὶ Ἀρταξέρξου γενομένην λέγων συνάξειν τὸν
25Ἰσραὴλ, μετ’ αὐτῶν καὶ τὰ θηρία συνάξειν φη‐ σίν. Τότε γὰρ εἰκὸς ἦν καὶ πλῆθος αὐτοῖς ἀλλοφύ‐ λων ἐθνῶν προσηλυτεῦσαι, οὓς διὰ τὸ ἀλλογενὲς καὶ ἄγριον θηρία καλεῖ. Ἢ θηρία συνήθως φησὶ τοὺς καταδῃώσαντας τὸν Ἰσραὴλ, καὶ ὅλῳ στόματι
30φαγόντας αὐτὸν, διὰ τὴν εἰς Χριστὸν ἀσέβειαν. Διὸ καὶ ὡς θηρία πρὸς βρῶσιν αὐτοὺς τοῦ ἔθνους καλεῖ, καὶ τὸ εὔλογον τῆς κολάσεως ἐπιδείκνυται λέγων· ἴδετε ὅτι πάντες ἐκτετύφλωνται.
37 Τινὲς δέ φασιν ὡς προγνοὺς ὅτι τὰ μὲν θηρία πεισθήσεται τῷ κηρύγματι, ἐν ἀπιστίᾳ δὲ τὸ Ἰου‐ δαίων πλῆθος μενεῖ, τυφλοὺς εἰκότως αὐτοὺς
40ἀπεκάλεσεν, οἳ μηδὲ τοῖς θηρίοις γεγόνασιν ἴσοι. Ἀντὶ δὲ τοῦ, ἴδετε ὅτι ἐκτετύφλωνται, Σύμμαχος καὶ Θεοδοτίων, οἱ σκοποὶ αὐτοῦ, φασὶ, τυφλοί. Ἀκύλας δὲ σκοπευταί. Ἀντὶ δὲ τοῦ ἐνεοὶ, Σύμμα‐ χος ἄλαλοι. Ἀκύλας δὲ μογιλάλοι. Νοήσεις δὲ τοὺς
45ἐνταῦθα σκοποὺς τυφλοὺς ἐξ ἑτέρων διορατικῶν σκοπῶν, περὶ ὧν ἐλέγετο. Φωνὴ τῶν φυλασσόντων σε ὑψώθη. Ἀνθ’ οὗ οἱ λοιποί. Φωνὴ τῶν σκοπῶν σου ἐπῆρε φωνήν. Ἦν δὲ περὶ τῶν ἀποστόλων ὁ λόγος τῶν διορατικῶν τῆς Ἐκκλησίας σκοπῶν. Καὶ

2569

(50)

πρὸς Ἰεζεκιὴλ δέ φησιν· Υἱὲ ἀνθρώπου, σκοπὸν δέ‐ δωκά σε τῷ οἴκω Ἰσραήλ. Ἐνταῦθα δὲ οἱ τοῦ Ἰου‐ δαίων ἔθνους ἄρχοντες τυφλοὶ σκοποὶ λέγονται, καὶ κύνες ἐνεοὶ οὐ δυνάμενοι ὑλακτεῖν, οὐδὲ τῆς τοῦ Θεοῦ ποίμνης ἀπελαύνειν τοὺς λύκους. Καὶ πῶς οἱ
55πρώτους ἑαυτοὺς ἐκτυφλώσαντες, καὶ τὸ φῶς τὸ2569

2572

ἀληθινὸν μὴ δεξάμενοι; καίτοι σαφῶς ἐβόα· «Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου.» Καὶ πάλιν· «Ὁ ἀκολου‐ θῶν ἐμοὶ οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ’ ἕξει τὸ φῶς τῆς ζωῆς·» περὶ ὧν ὁ προφήτης φησίν·
5«Ὑπομεινάντων αὐτῶν φῶς, ἐγένετο αὐτοῖς σκότος· μεινάντων αὐγὴν, ἐν ἀωρίᾳ περιεπάτησαν.» Καὶ ὁ Σωτὴρ δέ φησι «Τυφλοί εἰσι τυφλῶν ὁδηγοὶ, δηλον‐ ότι τὴν διάνοιαν.» Ὅθεν ἐπήγαγε νῦν ὁ προφήτης, καὶ οὐκ ἔγνωσαν φρονῆσαι. Δι’ ὅπερ αὐτοῖς παρ‐
10εκελεύετο καὶ Δαβίδ· «Δράξασθε παιδείας, μή ποτε ὀργισθῇ Κύριος καὶ ἀπολεῖσθε ἐξ ὁδοῦ δικαίας.» Ὡς μὴ πεισθέντες ἐκ τῆς ὁδοῦ τῆς εὐαγγελικῆς ἀπο‐ λώλασι σὺν αὐτοῖς, οἷς ἐποίμαινον, πρὸς τῷ μὴ φυ‐ λάττειν ὡς κύνες, τὰ τῶν λύκων ποιήσαντες, ὡς λέ‐
15γεσθαι περὶ αὐτῶν· «Οἱ ἱερεῖς οὐκ εἶπον, Ποῦ ἐστι Κύριος; καὶ οἱ ἀντεχόμενοι τοῦ νόμου, οὐκ ἠπί‐ σταντό με.» Καὶ οἱ ποιμένες ἠσέβουν εἰς ἐμέ. Οἳ οὐδὲ μέχρι τοῦ ὑλακτεῖν ἐχώρουν, ἀλλὰ καὶ οὐδὲν καθ‐ ευδόντων διαφέροντες φαντασίαις προσεῖχον μόναις
20ὥσπερ ἐνυπνιαζόμενοι. Διὸ Σύμμαχος μέν φησιν· ὁραματισταὶ κοιμώμενοι, ἀγαπῶντες νυστάζειν. Ὁ δὲ Ἀκύλας· φανταζόμενοι κοιμώμενοι, ἀγαπῶντες νυστάξαι.
27 Καὶ τοιοῦτοι μὲν ἦσαν πρὸς τοὺς ἐκτὸς, καθ’ ὧν ἔδει διεγρηγορέναι καὶ νήφειν. Πρὸς δὲ τοὺς οἰκείους ἀναιδεῖς, κατεσθίοντες τὰ ὑποκείμενα θρέμματα,
30καὶ τοῦτο λίαν ἀπλήστως. Παρεδίκαζον γὰρ διὰ δῶρα, καθάπερ ἔφη προλαβὼν προφήτης· κοινωνοὶ κλέπτων, ἀγαπῶντες δῶρα. Καὶ Ἀμβακοὺμ δὲ πρὸς τὸν Θεὸν ἀγανακτητικὰς εἰπὼν φωνὰς ἐπιφέρει· «Ἐξ ἐναντίας μου γέγονε κρίσις, καὶ ὁ κριτὴς λαμ‐
35βάνει. Διὰ τοῦτο διεσκέδασται νόμος, καὶ οὐκ ἐξάγεται εἰς τέλος κρῖμα, ὅτι ὁ ἀσεβὴς καταδυναστεύει τὸν δίκαιον.» Καὶ τοῦ δὲ καρποῦσθαι τὰς δεκάτας μόνον, ἐγίνοντο ἀποδεκατοῦντες τὸ ἄνηθον καὶ τὸ ἡδύοσμον καὶ τὸ κύμινον, καὶ παρορῶντες τὴν κρίσιν, καὶ τὸ
40ἔλεος καὶ τὴν πίστιν, καθά φησιν ὁ Σωτήρ. Ταύτης ἕνεκα τῆς αἰτίας πάντες φησὶ ταῖς ὁδοῖς αὐτῶν ἠκολούθησαν, οὐ ταῖς ὁδοῖς τοῦ Θεοῦ. Καὶ οὐ καθ’ ἕνα μόνον ἦσαν τοιοῦτοι, ἀλλὰ καὶ κατὰ τὸ αὐτὸ συνέδ‐ ρια ποιούμενοι πονηρὰ, οἷα τὰ κατὰ Χριστοῦ, καὶ
45τῶν ἀποστόλων. Ταῖς γὰρ ὁδοῖς αὐτῶν ἀκολουθ‐ οῦντες φιλήδονοι μᾶλλον ἦσαν, ἢ φιλόθεοι.
49tΚΕΦΑΛ. ΝΖʹ.

2572

(50)

α—ιδʹ. Ἴδετε ὡς ὁ δίκαιος ἀπώλετο, καὶ οὐδεὶς ἀνὴρ ἐκδέχεται τῇ καρδίᾳ. Καὶ ἄνδρες δίκαιοι αἴρονται, καὶ οὐδεὶς κατανοεῖ. Ἀπὸ γὰρ προσ‐ ώπου ἀδικίας ἦρται ὁ δίκαιος. Ἔσται ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ. Ἦρται ἐκ τοῦ μέσου. Ὑμεῖς δὲ
55προσαγάγετε ὧδε υἱοὶ ἄνομοι, σπέρμα μοιχῶν καὶ πόρνης, κ.τ.λ.
Δι’ ὅπερ εὐθὺς αὐτῶν τὰ κατὰ Χριστοῦ καὶ τῶν2571

2573

δικαίων ἐπιφέρει τολμήματα λέγων· Ἴδετε ὡς ὁ δίκαιος αἴρεται, καὶ οὐδεὶς ἐκδέχεται τῇ καρδίᾳ. Καὶ πῶς γὰρ ἤμελλον ἰδεῖν οἱ τυφλοί; ἦ γὰρ ἂν ἑώρων αὐτὸν, τὴν κατ’ αὐτῶν οἰκονομίαν νοήσαντες,
5καὶ οὐκ ἂν ἐκ τῶν ἐναντίων ἔλεγον· «Δήσωμεν τὸν δίκαιον ὅτι δύσχρηστος ἡμῖν ἐστιν;» Δίκαιος δὲ ἦν, ὡς οὐκ εἰδὼς ἁμαρτίαν· οὐ μετέχοντες καὶ οἱ μαθηταὶ χρηματίζουσι δίκαιοι, οὓς καὶ αὐτοὺς ἀπ‐ έκτειναν τὸν εὐαγγελικὸν αὐτοῖς πρεσβεύοντας λόγον.
10Ἀπέκτειναν γοῦν Ἰάκωβον τὸν ἀδελφὸν τοῦ Κυρίου, καὶ Στέφανον, τὸ τῆς ἀσεβείας οὐκ ἐννοούμενοι μέγεθος· ὅπερ ἐστὶ τὸ, μὴ ἐκδέχεσθαι τῇ καρ‐ δίᾳ.
15 Ἦρται δὲ καὶ ἐκ προσώπου ἀδικίας ὁ δίκαιος· τοῦτ’ ἔστιν, οἱ ἄδικοι κατηγωνίσαντο τοὺς δικαίους. Ὁμοῦ δὲ καὶ τὸν θάνατον, καὶ τὴν ἀνάστασιν τοῦ Κυρίου δεδήλωκε. Διὰ μὲν τῆς ταφῆς, τὸν θάνατον· διὰ δὲ τοῦ ἦρθαι ταύτην ἐκ μέσου, τὴν ἀνάστασιν.
20Ἀφανὴς γὰρ γέγονε μὴ μείναντος ἐν αὐτῇ τοῦ τα‐ φέντος, ὡς καὶ τὸν ἄγγελον λέγειν· Δεῦτε, ἴδετε τὸν τόπον ὅπου ἔκειτο. Πῶς δὲ γέγονεν ἡ ταφὴ αὐτοῦ ἐν εἰρήνῃ, ἢ ὅτι σιωπῶν, καὶ μηδὲν ἀντιλέγων ἀν‐ ῄρηται; ἢ ὅτι οὐκ ἐπεδικάσατο αὐτοῦ ὁ ἄρχων τοῦ
25κόσμου τούτου, μηδὲν εὑρὼν ἐν αὐτῷ; ἢ ὥς φασιν, ἐπειδὴ πάντες οἱ καθηγηταὶ τῶν Ἰουδαίων, μετὰ τῶν ὑπηκόων, ἀπέκτειναν αὐτὸν ὁμονοίᾳ χρησάμε‐ νοι, μηδενὸς ἀντιλέγοντος. Ἐκ πολλῆς δὲ φιλοθεΐας λοιπὸν ὁ προφήτης αὐτοῖς ἐπιφέρεται, οἷς οὐκ ἤρκε‐
30σε τῶν προφητῶν τὸ αἷμα, πρὸς αὐτὸ δὲ τῆς μιαι‐ φονίας ἀνέδραμον τὸ κεφάλαιον. Δεινὸν μὲν γὰρ ὅτι καὶ πάλαι τοὺς προφήτας ἐσυκοφάντουν. Πλὴν ἀλλ’ ἦσαν ἄνθρωποι τάξιν οἰκετικὴν περιφέροντες. Τί δ’ ἂν εἴποις, φησὶν, ὅτι κατ’ αὐτοῦ τοῦ πάντων
35Δεσπότου τὰς γλώσσας ἐκίνησαν; Σαμαρείτην γὰρ ἔλεγον, καὶ οἰνοπότην, καὶ ἐκ πορνείας γεγεννημέ‐ νον, καὶ δαιμονᾷν. Καὶ τέλος Πιλάτῳ προσαγαγόντες ἔφασκον· «Οὗτος ἀνασείει τοὺς ὄχλους, καὶ κωλύει φόρους διδόναι Καίσαρι.» Τοιγαροῦν δι’ Ἡσαΐου φη‐
40σὶν ὁ Σωτήρ· «Οὐαὶ αὐτοῖς, ὅτι ἀπεπήδησαν ἀπ’ ἐμοῦ. Δείλαιοί εἰσιν, ὅτι ἠσέβησαν εἰς ἐμέ. Ἐγὼ δὲ ἐλυτρωσάμην αὐτούς. Αὐτοὶ δὲ κατελάλησαν κατ’ ἐμοῦ ψευδῆ.» Καίτοι γὰρ εἰδότες ὅτι αὐτὸς ὁ κληρο‐ νόμος ἐστὶν, ἔλεγον· «Δεῦτε, ἀποκτείνωμεν αὐτόν.»
45Καὶ διὰ τοῦ ψαλμοῦ δέ φησιν· «Ἀντὶ τοῦ ἀγαπᾷν με, ἐνδιέβαλλόν με.» Τέκνα δὲ καλεῖ ἀπωλείας, ὡς μὴ δεξαμένους τὸν σώζοντα· καὶ σπέρμα ἄνο‐ μον· «Περὶ ἐμοῦ γάρ φησι γέγραφε Μωσῆς·» ὥστε καὶ τὸν νόμον παρέβησαν.
52 Φησὶ δὲ αὐτοὺς καὶ σπέρμα μοιχῶν καὶ πόρνης μοιχούς φησι, καλῶν ἐν τούτοις τοὺς τῶν Ἰουδαίων
καθηγητάς. Οἱονεὶ γὰρ ἐμοιχῶντο τὴν Συναγωγὴν,2573

2576

ἐντάλματα ἴδια, οὐ τὰ ἐκ νόμου διδάσκοντες. Ὧν ἡ Συναγωγὴ δεχομένη τὰ σπέρματα, δικαίως ἐχρη‐ μάτισε πόρνη. Κυριοκτόνους δὲ αὐτοὺς ἀποφήνας, δείκνυσιν ἐκ παλαιοῦ νοσοῦντας αὐτοὺς τὸ μισόθεον.
5Ὑμεῖς γὰρ οἱ καὶ πάλαι παρακαλοῦντες ἐπὶ τὰ εἴδωλα, καὶ ταῦτα τοῦ νόμου διδάξαντος· «Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύ‐ σεις.» Καὶ οὐκ ἤρκει μόνοις ἀσεβεῖν, ἀλλὰ καὶ τοὺς ἄλλους ἐδίδασκον. Ἔσῃ τοίνυν μερὶς ἀλωπέκων, δη‐
10λονότι δαιμόνων οἷς περ ἐλάτρευσας, οἷς τὸ σκότος ἡτοίμασται τὸ ἐξώτερον· ἡ ἄρα τὴν σφαγὴν τῶν τέκνων φησὶν εἰς αὐτοὺς περι[ελεύσ]εσθαι, πολε‐ μίων αὐτὴν ἐπαγόντων. Φησὶ δὲ, ὅτι καὶ ὀπίσω τῶν σταθμῶν τῆς θύρας ἔθηκας μνημόσυνά σου, τὰ
15ἀντὶ φυλακτηρίου λέγων ἀγάλματα, μνημόσυνα τῆς εἰδωλολατρείας ὑπάρχοντα, πρὸς τὸ μεμνῆσθαι τού‐ των διὰ παντὸς παρεστηκότων ἢ ταῖς θύραις ἐγγε‐ γλυμμένων. Ὤου γὰρ ἐμοῦ ταῦτα τυγχάνειν ὠφε‐ λιμώτερα. Πῶς γὰρ ἂν καὶ γένοιτο τὸ κακὸν αἱρετὸν
20μὴ φαινομένῳ χρωσθὲν ἀγαθῷ; Τὸ δὲ, ἐπ’ ὄρος ὑψηλὸν ἐκεῖ σου ἡ κοίτη, ἐπειδὴ τοῖς εἰδώλοις ἐνυπνίων ἕνεκα παρεκάθευδον. Ταῦτα μὲν ὡς πρὸς τοὺς εἰρημένους σκοποὺς τυφλοὺς καὶ τοὺς κύνας τοὺς ἐνεούς. Τὰ δὲ ἑξῆς ὡς πρὸς αὐτὴν Ἱερουσα‐
25λὴμ, καὶ τὴν τῶν Ἰουδαίων ἐπιφέρει συναγωγὴν, Ἠγάπησας λέγων τοὺς κοιμωμένους μετὰ σοῦ. Κατὰ δὲ τοὺς λοιποὺς, ἠγάπησας τὴν κοίτην αὐ‐ τῶν, τῶν σκοπῶν δηλονότι τῶν εἰρημένων, μεθ’ ὧν πάσης πορνείας ἐπλήρους ὁδὸν, εἰδωλολατρείας,
30νεκυομαντείας, οἰωνισμῶν, καὶ τῶν ὅσα τοιαῦτα, ὧν γινομένων, πολλοὺς ἐποίησας ἀπὸ σοῦ· φεύγοντες γὰρ οἱ προφῆται καὶ οἱ θεοσεβεῖς τὴν Ἱερουσαλὴμ ἔλεγον· «Ἰατρεύσαμεν τὴν Βαβυλῶνα, καὶ οὐκ ἰάθη.» Ἐγκαταλίπωμεν αὐτὴν, καὶ ἀπέλθωμεν ἕκαστος εἰς
35τὴν γῆν αὐτοῦ, ὡς δεισιδαίμονα τὴν Ἱερουσαλὴμ Βαβυλῶνα καλέσαντες. Ἤγουν φησὶν, ἐπλήθυνε παρ’ ἑαυτῇ Θεοὺς τοὺς μακρὰν ἀπ’ αὐτῆς, περιερ‐ γαζομένη τὰ τῶν ὁμόρων σεβάσματα. Ὃ δηλοῖ καὶ τὸ, ἀπέστελλες πρέσβεις ὑπὲρ τὰ ὅριά σου. Ὁ
40δὲ Σύμμαχος οὕτως ἐξέδωκε· Καὶ ἐπλήθυνες τὰ μυρέψιά σου. Ἀπέστειλας ὅμηρά σου ἕως μα‐ κράν. Ὡς πρὸς ἑταίραν δὲ καλλωπιζομένην ὁ λόγος ἐφ’ ἡδονῇ τῶν αὐτῇ προσιόντων. Ὅθεν φησὶν ἐταπει‐
45νώθης ἕως ᾄδου. Ταῖς πολυοδίαις σου ἐκοπία‐ σας. Μὴ μείνασα γὰρ ὑψηλὴ παρὰ Θεῷ, τεταπείνω‐ ται. Διό περ ἔλεγεν· «Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν.» Τίς δὲ τῆς ταπεινότητος ὁ τρόπος; ἡ πολυοδία. Οὐ γὰρ μίαν ὥδευες τὴν βα‐

2576

(50)

σιλικὴν ὁδὸν, ἀλλὰ πολλὰς καὶ πεπλανημένας, ἀπ’ ἄλλων εἰς ἄλλους ἀεὶ θεοὺς μεταβαίνουσα. Τοῦτο δὲ καὶ ἐπὶ τῶν ἐκτόπων οἶδεν ἀκολουθεῖν ἡδονῶν, πλού‐ του, καὶ ἀσελγείας, καὶ κενῆς δόξης παρενοχλούντων. Διό φησιν Ἱερεμίας· «Ἐν ἐπιθυμίᾳ ψυχῆς αὐτοῦ
55ἐπνευματοφορεῖτο.» Ὅπερ παθοῦσα ψυχὴ δυσανάκλη‐2575

2577

τος. Ὅθεν ἐπάγει· «Παρεδόθη, τίς ἀποστρέψει αὐ‐ τήν;» Καὶ Ἱερουσαλὴμ δὲ φησὶν, ἐντόνως ἐπικειμένη τοῖς κακοῖς οὐκ ἐπαύετο. Πρὸς ἣν λέγει· Οὐ κατ‐ εδεήθης μου. Ἢ κατὰ τὸν Ἀκύλαν, οὐκ ἐλιτάνευ‐
5σας, ὥς τε τυχεῖν ἀφέσεως. Τὸ μὲν γὰρ ἐξ ἀρχῆς μὴ παθεῖν σωφρονούσης. Τὸ δὲ καὶ ἐπιμεῖναι λίαν ἀπεγνωσμένης. Πρὸς ὃ λέλεκται· «Μὴ ὁ πίπτων οὐκ ἀνίσταται; ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει;» μετανοοῦντας γὰρ ἕτοιμος δέχεσθαι δι’ ἑνὸς εἰπὼν
10τῶν προφητῶν· «Ἐπιστράφητε υἱοὶ ἐπιστρέφοντες, καὶ ἰάσομαι τὰ συντρίμματα ὑμῶν.» Οἱ δὲ ὡς ἀδυνατοῦντος σῶσαι Θεοῦ, προσδοκωμένων Βαβυ‐ λωνίων, τὴν εἰδωλολατρείαν ἐπέτειναν.
16 Διό φησι· Τίνα φοβηθεῖσα ἐψεύσω με; τί γὰρ πρὸς θείαν δύναμιν ἄνθρωπος ὢν ὁ Βαβυλώνιος ἴσχυεν; γέγραπται γὰρ περὶ Θεοῦ· «Ὁ κατέχων τὸν γύρον τῆς γῆς, καὶ οἱ ἐνοικοῦντες ἐν αὐτῇ, ὡς ἀκρί‐
20δες.» Καὶ Ἡσαΐας δέ φησιν· «Οὐχὶ πάντα τὰ ἔθνη ὡς σταγὼν ἀπὸ κάδου, καὶ ὡς σίαλος λογισθήσονται, καὶ ὡς ῥοπὴ ζυγοῦ ἐλογίσθησαν; τίνι ὡμοιώσατε Κύριον;» ὁ δὲ Ἀκύλας ἀντὶ τοῦ τίνα φοβηθεῖσα ἐψεύσω με, Διέμεινες δέ φησιν, ἐξ αἰῶνος ἄφοβος
25καὶ ἄνευ λαβῆς· δεικνὺς ὡς, εἰ καί ποτε θεοσεβεῖν ἔδοξας ἐπαγγέλλεσθαι, καὶ τότε τὴν ἐπαγγελίαν ἐψεύσω, Οὐδὲ γὰρ πρὸ τούτους ἔλαβές με πρὸς μνήμην, καὶ δὲ νῦν τοιαύτη παρέμεινας. Διὰ τοῦ‐ το καταλείψω σε ἔρημον, καὶ λοιπὸν ἔκδικος ὀργή
30σε καταλήψεται, τὰ σὰ κακὰ διελέγχουσα. Καὶ τίς σε τότε τῶν σῶν ἐξελεῖται θεῶν; καὶ ἀλλαχοῦ δέ φησιν· «Καὶ ἐν τῷ καιρῷ τῶν κακῶν ἐροῦσι, φησὶν, Ἀνάστα, σῶσον ἡμᾶς.» Ἀντὶ δὲ τοῦ, ἐξελέσθωσάν σε ἐν τῇ θλίψει σου· Σύμμαχος ἐξελέσθωσάν σε,
35φησὶν, αἱ συναγωγαί σου· σαφῶς διδάσκων ἀν‐ ωφελεῖς εἶναι τὰς αὐτῶν συναγωγάς· εἰ μὴ ἄρα τῶν συνηγμένων αὐτοῖς εἰδώλων οὕτω τὸ πλῆθος ἐκάλε‐ σεν. Τούτους δὲ, φησὶν, ἄνεμος λήψεται, ἢ τοὺς θεοὺς, ἢ τοὺς κατηγορηθέντας λέγων. Καὶ δι’ Ἰεζε‐
40κιὴλ γάρ φησι πρὸς τὴν τούτων Συναγωγήν· «Κα‐ θὼς ἐποίησας, οὕτως ἔσται σοι.» Καὶ Ἡσαΐας δέ φησιν· «Οὐαὶ τῷ ἀνόμῳ· κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ συμβήσεται αὐτῷ.» Καὶ νῦν δέ φησιν ὡς παριδοῦσά με παροραθήσῃ, ἀντὶ τῶν σῶν κακῶν
45παθοῦσα δικαίως. Καὶ ταῦτα μὲν τούτοις. Οἱ δὲ τὴν καλὴν ἐπιλεξάμενοι μερίδα, τὸν Θεὸν, τὴν πρέπου‐ σαν ἕξουσιν ἀμοιβήν. Κτήσονται γὰρ τὴν ἐπηγ‐ γελμένην τοῖς πραέσι γῆν, καὶ ὄρος ἅγιον, τὴν ἐπ‐ ουράνιον πόλιν· οἳ καὶ ἑτέρων φανοῦνται διδάσκαλοι,

2577

(50)

παραινοῦντες αὐτοῖς ἐξομαλίζειν τὰς ὁδοὺς τοῦ λαοῦ, καθαρὰς ποιουμένους καὶ λείας διδασκαλίας σκολιὸν ἐχούσας μηδέν. Οὐ φροντίζει γὰρ μόνης τῆς ἑαυτοῦ σωτηρίας ὁ κατορθώσας παρὰ Θεῷ, προσ‐ τάττει δὲ καὶ τὴν τῆς θεοσεβείας ἐξομαλίζειν
55ὁδὸν, καὶ τὰ δοκοῦντα προσκόμματα τῶν θείων ἀνα‐2577

2580

γνωσμάτων περιαιρεῖν διὰ τῆς ἐπὶ τὸ σαφέστερον αὑτῶν ἑρμηνείας.
5 Πρέποι δ’ ἂν εἰρῆσθαι ταῦτα περὶ τοῦ τῶν ἀπο‐ στόλων χοροῦ, οἳ τὸ ἅγιον ἐκληρονόμησαν ὄρος. Περὶ οὗ φησι καὶ Δαβίδ· «Τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ Κυρίου·» καὶ τὰ ἐπὶ τούτῳ. Οἳ τῆς εἰς Χριστὸν ἀγάπης σφοδρῶς ἀντεχόμενοι ἔλεγον, «Τίς
10ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ;» οἷς ῥηθήσεται, φησὶν, τὸ, «Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου. Εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.» Τίνα δὲ τρό‐ πον Ἄρατε σκῶλα, φησίν; τοῦτ’ ἔστι τὴν λείαν ὁδὸν, τὴν διὰ πίστεως ὑποδείξατε αἰρομένων ἐκ μέσου τῶν
15νομικῶν ἐνταλμάτων, ἅπερ ἦν δυσκατόρθωτα. Τοιοῦ‐ τόν ἐστι καὶ τὸ, «Πορεύεσθε διὰ τῶν πυλῶν μου, καὶ τοὺς λίθους διὰ τῆς ὁδοῦ ῥίψατε.» Τοῦτ’ ἔστι δυσ‐ χερείας ἀπαλλάξατε τὴν ὁδόν. Ἄλλοι δὲ τὴν πᾶσαν οὕτως ἐξηγήσαντο ῥῆσιν· Μετὰ τὴν τῶν προλεχθέν‐
20των ἐπαγγελίαν, ὑποδείκνυσι πῶς βιοῦντες αὐτῶν ἐπιτεύξονται. Μεθ’ ἃ παραμυθεῖται τοὺς προσηλύ‐ τους· εἶτα τοὺς εὐνούχους κατάραν οἰομένους τὸ μὴ σπέρμα ἐν τῷ εὐλογημένῳ γένει κεκτῆσθαι, μηδὲ κληρονομίαν δύνασθαι λαβεῖν ἐν τῇ γῇ τῆς
25ἐπαγγελίας. Ἀναγκαίως δὲ ταῦτα συνεβούλευε τοῖς μέλλουσιν ὑπὸ τὴν ἀπόφασιν κεῖσθαι τὴν ῥηθεῖ‐ σαν πρὸς Ἐζεκίαν, ὡς ἐκ τοῦ γένους αὐτοῦ ποιή‐ σουσι σπάδοντας· ᾗπερ ὑποπεσὼν Δανιὴλ, καὶ οἱ τρεῖς παῖδες, παραμυθίας διὰ τούτων ἐτύγχανον, ὡς μὴ
30ἀνονήτως τοῦ Θεοῦ μετιόντες τὰς ἐντολάς. Τοὺς οὖν τοιούτους μετὰ τῶν εὐσεβούντων ἀλλογενῶν ἐπι‐ συνάξειν φησί. Τοῖς δὲ ἄλλοις ἀπειθοῦσι προλέγει τὰ συμβησόμενα παρὰ Χαλδαίων δίκην θηρίων ἐμ‐ πηδώντων αὐτοῖς. Τὸ δὲ αἴτιον, ὅτι ἑκόντες ἐμω‐
35ράνθησαν, τοὺς κύνας τοὺς λυττῶντας μιμησάμε‐ νοι, τοὺς μὴ δεσπότας γνωρίζοντας, μή τε τοὺς τρέφον‐ τας, μήθ’ ὑλακτεῖν δυναμένους· ὃ δὴ πεπόνθασιν.
40 Ἀκούοντες γὰρ, ὡς ἐν ὕπνῳ, καὶ κοίταις, τὰ παρὰ τῶν δαιμόνων λεγόμενα, προσεποιοῦντο νυσ‐ ταγμὸν, ἀφέντες τὰ παρὰ τοῦ Θεοῦ μετ’ ἀποδείξεως τῶν ἐν ποσὶ προλεγόμενα, τοῦ μὲν ἡλίου ἀναποδί‐ σαντος, τῶν δὲ ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδων
45ἀνῃρημένων. Πρὸς ἃ τυφλώττοντες, τῶν κακῶν οὐκ ἐλάμβανον κόρον· ἀλλὰ καὶ τὰς περιστάσεις ὁρῶν‐ τες, αἳ τοῖς δικαίοις συμβαίνουσι, καὶ τοὺς ἐπαγο‐ μένους βίᾳ θανάτους, διεβέβληντο πρὸς τὴν ἀρετὴν ὡς μηδὲν ὠφελοῦσαν. Ὅθεν τὰ παρ’ αὐτῶν προτά‐

2580

(50)

ξας τῶν λεγόντων ἀπολωλέναι τὸν δίκαιον, ἐπάγει μεμφόμενος ὅτι τὰς μὲν σωματικὰς αὐτῶν ἀπωλείας ὁρῶσι, τὸ δὲ πρὸς ὄνησιν αὐτοῖς εἶναι τὸ συσταλῆναι τὸν χρόνον, καὶ πόνων αὐτοὺς ἐπ’ ἐλπίσιν ἀγαθαῖς ἀπαλλάττεσθαι σκοπεῖν οὐκ ἐθέλουσιν ἀπλῶς τοῦ
55δικαίου κατατρέχοντες βίου. Εἶτα διελέγχει τὰς2579

2581

ἀσεβείας αὐτῶν, τὰς ἐν ὄρεσι, καὶ κατ’ οἶκον ἐπὶ τῶν ἰδίων σταθμῶν βωμοὺς ἐγειρόντων, καὶ σύμβολα κρεμαννύντων οἰωνισμῶν. Διόπερ εἰς αἰχμαλωσίαν παραδοθήσονται. Ἐν γὰρ αὐτοῖς τοῖς δεινοῖς πάν‐
5τα μᾶλλον ἢ πρὸς ἐμὲ κατεφεύγετε, πρεσβείας περὶ συμμαχίας εἰς Αἴγυπτον ἀποστέλλοντες, καὶ πρὸς τὰ πόῤῥωθεν ἔθνη. Καὶ ἀντιλεγόντων ἐφ’ ἑτέρους ἐτρέχετε. Καὶ κόπων καὶ ταλαιπωρίας κόρος οὐκ ἦν. Εἶτα τὰς συμφορὰς αὐτοῖς ἀπειλήσας, ἀνέσεως τυ‐
10χεῖν τοὺς αὐτῷ προσκειμένους ἐπαγγέλλεται. Καὶ καταλαβόντες, φησὶ, τὸ ἅγιόν μου ὄρος συμβουλεύ‐ σουσι πᾶν εἴδωλον ἀρθῆναι. Καὶ πᾶν σκῶλον κα‐ θαρισθῆναι ἀπὸ τῶν ὁδῶν τοῦ Θεοῦ, πρὸς τὸ ἀνεμποδίστως ἐν ταῖς ὁδοῖς μου πορεύεσθαι.
18 ιε—καʹ. Τάδε λέγει Κύριος ὁ ὕψιστος ἐν ὑψη‐ λοῖς κατοικῶν τὸν αἰῶνα, ἅγιος ἐν ἁγίοις ὄνομα
20αὐτῷ Κύριος ὕψιστος, ἐν ἁγίοις ἀναπαυόμενος, καὶ ὀλιγοψύχοις διδοὺς μακροθυμίαν, καὶ δι‐ δοὺς ζωὴν τοῖς συντετριμμένοις τὴν καρδίαν, κ.τ.λ. Πρὸς τοὺς ἄρχοντας τοῦ Ἰουδαίων ἔθνους, οὓς κύ‐
25νας ἐνεοὺς καὶ τυφλοὺς, καὶ τὰ τοιαῦτα ἐκάλει, καὶ πρὸς τοὺς ὑπ’ αὐτοὺς λαοὺς τὰ πρὸ τούτων εἰπὼν, νῦν πρὸς τοὺς ἐν αὐτοῖς εὐλαβεῖς, καὶ μετανοοῦντας ἐφ’ οἷς ἤμαρτον ποιεῖται τὸν λόγον, οὓς καὶ συντε‐ τριμμένους τὴν καρδίαν καλεῖ· ἦσαν γὰρ εἰ καὶ βρα‐
30χεῖς ἐν αὐτοῖς ἀνακείμενοι τῷ Θεῷ προφῆταί τε, καὶ τούτων μαθηταὶ, ἑαυτούς τε καὶ τὸν λαὸν ἀποκλαίον‐ τες, ὑστερούμενοι, θλιβόμενοι, καὶ τὰ ἐφεξῆς. Ὁ γὰρ Θεὸς, εἰ καὶ πάντων ἐστὶν ἐπέκεινα, οὐχ ὑπερορᾷ τοὺς ταπεινοὺς, ἀλλὰ καὶ δίδωσι χάριν αὐτοῖς, εἰς
35ὕψος ἐγείρων, ὁ τοῖς ὑπερηφάνοις ἀντιτασσόμενος, κατὰ τό· «Ὁ ταπεινῶν ἑαυτὸν, ὑψωθήσεται,» καὶ ὑψωθεὶς ἐνοικοῦντα λαμβάνει Θεόν. Διὰ τοῦτο γὰρ καὶ νῦν αὐτοῖς διαλέγεται, ὡς ἂν ὑψώσῃ, καὶ ἐν ἁγίοις γεγονόσιν ἐπαναπαύηται. Οὐ τοπικὸν οὖν ἐπὶ
40Θεοῦ, σχετικὸν δὲ τὸ ὕψος, δι’ ἧς τοῖς ἀξίοις καὶ αὐτῷ πάρεστιν. Ὁποῖος καὶ ὁ ταπεινόφρων ἐπὶ τοῖς ἡμαρτημένοις.
45 Εἰ δὲ καὶ ἄνθρωποι ὄντες θλίβονται δι’ εὐσέβειαν, καρτερικοὺς αὐτοὺς ἀπεργάζεται (μακρόθυμος γὰρ ὢν, μακροθύμους ποιεῖ)· ἀλλὰ καὶ ζωῆς ὑπάρχων πηγὴ, ζωὴν αἰώνιον δίδωσιν, ὁ καρδίαν συντετριμ‐ μένην καὶ τεταπεινωμένην οὐκ ἐξουδενῶν. Ὃς καί

2581

(50)

φησι πρὸς αὐτοὺς, ὡς Οὐ πάντων τῶν ὡς ἀνθρώποις ἡμαρτημένων λήψομαι δίκην· βραχέα δὲ παιδεύσας, καὶ συγκακουχεῖσθαι ταῖς ἁμαρτίαις παριδὼν τοῦ λαοῦ, τοὺς μὲν, ὡς ἀληθῶς ἀσεβεῖς, μὴ μετανοήσαν‐ τας αἰωνίῳ παραδώσω κολάσει· ὑμῖν δὲ τὴν ὀργὴν
55ὑπεκλύσω. Μέλει γὰρ ὡς Δημιουργῷ τοῦ δοθέντος2581

2584

ὑμῖν Πνεύματος παρ’ ἐμοῦ, ὃ καὶ κτίζων ἄνθρωπον, εἰς ψυχὴν ἐνεφύσησα ζῶσαν, περὶ ἧς καὶ εἴρηται· «Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.» Καὶ Ἰὼβ δέ φησι· «Πνεῦμα Κυρίου τὸ περιόν μοι ἐν ῥισὶ, πνοὴ
5δὲ παντοκράτορός ἐστιν ἡ διδάσκουσά με.» Οὐκοῦν καὶ παιδεύων ὑμᾶς, ὡς Πατὴρ, τοῦτο ποιῶ· «Ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει.» Τοῦτο δὲ παθόντες, εὐαισθήτως ἄγαν τὴν κατὰ Θεὸν λύπην ἐλυπήθητε ἐπὶ τοῖς ἡμαρτημένοις στυγνάσαντες. Καὶ τὸν ἐκ
10τῆς μετανοίας βίον ἰδὼν, εἰκότως ἰασάμην ὑμᾶς ἀληθῶς παρακαλέσας. Ἀληθῆ γὰρ τὰ παρ’ ἐμοῦ. καὶ δοὺς εἰρήνην, οὐχ ἁπλῶς, ἀλλ’ ὡς καὶ ἀπὸ τῶν ἐγγὺς ἔχειν αὐτὴν, καὶ τῶν πόῤῥω λίαν ἀπῳκι‐ σμένων. Καὶ τοῦτο πέρας τοῖς ἐκ τῆς ἐμῆς παιδείας
15ὠφελημένοις. Οἱ δὲ δὴ τοιοῦτοι, κλυδωνισθήσον‐ ται. Πῶς γὰρ ἔχει φύσιν, ἀναπαύεσθαι καὶ χαίρειν τοὺς ἀλλοτριωθέντας Θεοῦ; κατὰ δὲ Σύμμα‐ χον· Οἱ δὲ ἀσεβεῖς ὡς θάλασσα ἐκβρασσομένη. Ἡσυχάσαι γὰρ οὐ δυνήσονται, καὶ ἐκβρασθή‐
20σονται παρὰ τὰ ὕδατα αὐτῆς, καὶ καταπάτημα, καὶ πηλός. Ὁ δὲ Ἀκύλας· Καὶ ἐκβράσσει ὕδατα αὐτῆς καταπάτημα καὶ πηλόν. Ὥστε εἰ λέγοι τό ποτε, ὡς περὶ θαλάσσης Αἰγύπτου, ἢ περὶ ὑδάτων τινῶν, τὸ πλῆθος τῶν ἀσεβῶν ἐκδεξόμεθα.
27 Τινὲς δὲ τὴν προκειμένην ῥῆσιν περὶ παντὸς Ἰσ‐ ραὴλ εἰρῆσθαί φασιν, οὗ τὸ κατάλειμμα σώσειν κατ‐ επαγγέλλεται διὰ πίστεως τῆς ἐν Χριστῷ. Τὸ δὲ,
30κατοικῶν ἐν ὑψηλοῖς, τὸ τῆς κατὰ φύσιν ὑπερ‐ οχῆς ἀμείωτον δείκνυσιν (ὑπὲρ πάντα γὰρ ἡ θεία φύσις), ὅπερ ἐστὶ διαμένουσα, εἰ καὶ Ἰσραὴλ αὐτὴν ἐταπείνωσε, παραβαλὼν τοῖς εἰδώλοις αὐτήν. Ὥσπερ οὖν ἐμόλυνε ταῖς ἀκαθάρτοις ἐννοίαις τὸν ἅγιον, καὶ
35τοῖς διὰ πίστεως καθαρθεῖσιν ἀναπαυόμενον· οὓς ἂν ἴδῃ μικροψυχοῦντας, φησίν· Ἀνδρίζεσθε, καὶ κραταιούσθω ἡ καρδία ὑμῶν, ζωήν τε δίδωσιν ἀληθῆ τοῖς πτωχοῖς τῷ πνεύματι, καὶ πειθαρχοῦσι τῷ λό‐ γῳ· «Ὁ γὰρ λοιπὸς Ἰσραὴλ κατεπῄρετο τοῦ Χρι‐
40στοῦ. Πλὴν καὶ τούτου εὐέλπιδας ἀπεργάζεται διὰ τὸ κατάλειμμα, καὶ τὴν ἐπ’ ἐσχάτων αὐτῶν σωτη‐ ρίαν. Οὐκ εἰς τέλος γὰρ παρατενῶ τὴν ὀργὴν, διὰ τὴν πρὸς τοὺς Πατέρας ἐπαγγελίαν, καὶ ὅτι πάντες ἐμὰ τυγχάνετε κτίσματα. Ἐξέλευσιν γὰρ πνεύμα‐
45τος οὐ τοῦ παναγίου φησίν. Πῶς γὰρ ἂν ποίησιν παρείληφεν ἐπ’ αὐτοῦ; καταχρηστικῇ δὲ λέξει τὸ δημιουργηθὲν ἐν ἡμῖν ὑπαινίττεται. Τινὲς δὲ ἀντὶ τοῦ ἐξελεύσεται, ἐνειληθήσεται τὸ ῥητὸν παραθέ‐ μενοι, τὴν πνοὴν δηλοῦν φασι τὴν συμπλεκομένην

2584

(50)

τῷ σώματι, εἰ καὶ μὴ ὁμοούσιος αὐτῷ, πεμπομένη δὲ ἄνωθεν, καθά φησι Μωσῆς. Μικρὰν δὲ τὴν τιμω‐ ρίαν πρὸς τὰς αὐτῶν ἁμαρτίας καλεῖ, καὶ ἣν κατὰ Χριστοῦ παροινίαν εἰργάσαντο, δι’ ἣν αὐτοὺς ἀπ‐ εστράφη προειπών· «Ὅταν τὰς χεῖρας ὑμῶν ἐκτείνητε
55πρός με, ἀποστρέψω τὸ πρόσωπόν μου ἀφ’ ὑμῶν.2583

2585

Καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν. Αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις.» Παύσω δὲ τὴν ἀποστροφὴν, ὅταν μετανοήσας πορεύσῃ στυγνός.
8 Τεύξῃ γὰρ ἀληθινῆς παρακλήσεως, τῆς Χρι‐ στοῦ χάριτος δικαιούσης ἐν πίστει, καὶ πληρούσης
10ἁγιασμοῦ· Υἱοθεσίας τε γὰρ καὶ τῶν μελλόντων ἀγα‐ θῶν μεταδίδωσι, καὶ εἰρήνης ἐπ’ εἰρήνῃ. Τοῦτ’ ἔστιν .....εκουσην δώσει .... ἐγγὺς Ἰσραήλ· ἦσαν γὰρ ἐγνωκότες ..... τὸν νο...μῳ καὶ προφήταις ᾠδὴ ..... καὶ τοῖς μακρὰν ἐθνικοῖς,
15ὅτι γε τούτων ἐστέρηνται. Τούτοις γὰρ καὶ Παῦλός φησι· «Νυνὶ δὲ οἱ ποτὲ ὄντες μακρὰν, ἐγενήθητε ἐγγὺς ἐν τῷ αἵματι τοῦ Χριστοῦ. Πλὴν ὁ Χριστὸς ἀμφότερα ἐποίησεν ἓν, τοὺς δύο κτίσας λαοὺς εἰς ἕνα καινὸν ἄνθρωπον, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ
20λύσας εἰρηνεύσατο τῷ Πατέρι,» πρὸς ὃν ἔλεγε· «Θέλω ἵνα ὥσπερ ἐγὼ καὶ σὺ ἕν ἐσμεν, οὕτω καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν.» Καὶ τὸ κεφάλαιον ὁ προφή‐ της ἐπήνεγκεν εἰπών· Ἰάσομαι αὐτούς. Οἱ δ’ ἐκ τούτων ἀπειθοῦντες κλυδωνισθήσονται· κἀν τῷ
25καιρῷ γὰρ τῆς κλήσεως τινὲς αὐτῶν ἀπειθήσουσι, περὶ ὧν ὁ Παῦλός φησιν· «Ἀνθ’ ὧν τὴν ἐπίγνωσιν τῆς ἀληθείας οὐκ ἐδέξαντο, διὰ τοῦτο πέμψει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης.» Καὶ ὁ Σωτὴρ δέ φησιν· «Ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ Πατέρος μου, καὶ
30οὐ λαμβάνετέ με. Ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε·» δηλαδὴ τὸν τῆς ἀνομίας υἱόν· οἵτινες ψυχικὸν ὑπομένουσι κλύδωνα δίκην θαλάσσης ὑφ’ ἑαυτῶν τιμωρούμενοι, τῆς ἐγειρούσης μὲν κύματα συνεχῆ, καὶ παραπεμπούσης αἰγιαλοῖς,
35τὴν δὲ τούτων ἀνάκλασιν πάλιν εἰς ἑαυτὴν δεχομέ‐ νης, ὥσπερ οὗτοι τοῖς ἀπὸ καρδίας κυμαίνοντες λογισμοῖς ἀναπαύλης τυχεῖν οὐ δυνήσονται. Διὸ καὶ χαίρειν οὐ δύνανται τῆς ὄντως χαρᾶς ἐστερημέ‐ νοι Χριστοῦ. Κἂν γὰρ χαίρωσιν ἐφ’ ἡδοναῖς σαρκι‐
40καῖς ἀσεβεῖς, ἀλλ’ εἰς ἀπώλειαν καταστρέφουσιν. Ἡ γὰρ ἐκ θλίψεων ζωὴν αἰώνιον πραγματευομένη μόνη χαρά. Ἱστέον δὲ, ὡς τὴν εἰρημένην ἴασίν τε εἰρή‐ νην, καὶ παῦλαν ὀργῆς, περὶ τῆς ἐξ Ἀσσυρίων ἀνακλήσεώς τινες ἐξειλήφασιν, οἳ καὶ τὸ, τοῖς μα‐
45κρὰν, καὶ τοῖς ἐγγὺς, οὕτως ἐνόησαν, ὡς ἀγαθὸς ὢν ὁ Θεὸς οὐ μόνοις τοῖς μετανοοῦσι δίδωσιν ἄνεσιν· ἀλλὰ γὰρ δι’ αὐτοὺς καὶ τοῖς ἐν αἰχμαλωσίᾳ τυγχά‐ νουσιν, ἑνὶ πάντας συναγαγὼν συνθήματι, κἂν οἱ μὲν διὰ μετανοίας ἐγγίζοιεν, οἱ δὲ τοῖς κακοῖς ἐπι‐

2585

(50)

μένοντες μακρύνοιντο τοῦ Θεοῦ, οἷς ἀρκεῖ πρὸς τιμω‐
ρίαν τὸ συνειδὸς διὰ παντὸς ταραττόμενον.2585

2587

(1t)

ΚΕΦΑΛ. ΝΗʹ.
2 α—καʹ. Ἀναβόησον ἐν ἰσχύϊ, καὶ μὴ φείσῃ· ὡς σάλπιγγα ὕψωσον τὴν φωνήν σου, καὶ ἀνάγ‐ γειλον τῷ λαῷ μου τὰ ἁμαρτήματα αὐτῶν, καὶ
5τῷ οἴκῳ Ἰακὼβ τὰς ἀνομίας αὐτῶν. Ἐμὲ ἡμέραν ἐξ ἡμέρας ζητοῦσι, καὶ γνῶναί μου τὰς ὁδοὺς ἐπιθυμοῦσιν, ὡς λαὸς δικαιοσύνην πεποιηκὼς, καὶ κρίσιν Θεοῦ αὐτοῦ μὴ ἐγκαταλελοιπὼς, κ. τ.λ.
10 Θεραπεύσας ὁ λόγος τοὺς ἐν τῷ πλήθει τοῦ λαοῦ ταπεινοὺς καὶ συντετριμμένους τῇ καρδίᾳ, μεταβαί‐ νει λοιπὸν ἐπὶ τὸ τάγμα τῶν ἐν αὐτοῖς ἀσεβῶν, περὶ ὧν ἔλεγεν, Οὐκ ἔστι χαίρειν τοῖς ἀσεβέσι, διδάσκων τίνες τε οὗτοι, καὶ ἀνθ’ ὅτου κατ’ αὐτῶν ἀπεφήνατο.
15Ἀφόβως οὖν, καὶ σὺν παῤῥησίᾳ ταῦτα βοᾷν τῷ προφήτῃ παρακελεύεται. Τοῦτο γάρ ἐστι τὸ ὑψῶσαι τὴν φωνὴν, ὡς ἀπὸ σάλπιγγος τοὺς ἐλέγχους προ‐ φέροντα. Κατὰ καιρὸν δὲ ὡς ἐπὶ Θεοῦ πολεμίων ἡ σάλπιγξ παρείληπται. Τοῖς μὲν οὖν εὐαγγελισταῖς
20διὰ τῶν πρόσθεν ἐλέγετο· «Ἐπ’ ὄρος ὑψηλὸν ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Σιὼν,» καὶ τὰ ἑπόμενα. Ἐνταῦθα δὲ οὐκ ἐπ’ ὄρος ἀναβαίνειν ὁ προφήτης κελεύεται (οὐ γὰρ τοῖς οὖσιν ἐν ὕψει λέγειν ἤμελλεν) ἄγαν δὲ μό‐ νον βοᾷν, ὡς εἰς ὦτα κωφῶν, οὓς καὶ, Λαόν μου,
25φησὶν, εἰς κατάκρισιν αὐτῶν. Ἐγὼ μὲν γὰρ αὐτοὺς περιεποιησάμην· οἱ δὲ ἀπέφυγον. Αἱ γὰρ ἁμαρτίαι ὑμῶν, φησὶ, διιστῶσιν ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν, καὶ πλέον ταῖς ἁμαρτίαις ὑμῶν ἐπειράθητε· ὁ δὲ ἔλεγχος, ὅτι δοκοῦσίν με καθ’ ἡμέραν ἐπιζητεῖν ἐπὶ τὰς παρ’
30αὐτοῖς ἀπαντῶντες Συναγωγάς. Καὶ τὰς Γραφὰς προσποιοῦνται ζητεῖν, τὰς ὁδούς μου μανθάνειν πειρώμενοι, ὡς δὴ τὰ λοιπὰ κατορθώσαντες. Καὶ ταῦτα δὴ τῷ δοκεῖν ἐποίουν, διὰ τὸν ἐπικείμενον πό‐ λεμον ἐθέλοντες γνῶναι τὰς ἐφ’ ἑκάστῳ πράγματι
35διοικήσεις, καὶ τί τοῦ πολέμου τὸ πέρας. Καὶ οὕτω γὰρ τὰς ὁδοὺς νοητέον, ὅπερ ἦν ἀνδρῶν ἐννόμως πολιτευσαμένων. Οὐδεὶς γὰρ ὁδοὺς Θεοῦ γνώσεται μὴ δίκαιος ὤν.
40 Ἐξ αὐτῶν δὲ τῶν πράξεων ἐλέγχονται τὴν τοῦ Θεοῦ καταλείψαντες κρίσιν ἐν ἀσεβείᾳ καὶ πλημμε‐ λήμασιν. Καὶ ὅμως ἐξ ἀναισθησίας ἐπιδικάζονται τῶν ἐμῶν ἀγαθῶν, ὥσπερ ἀμοιβὴν ἀρετῆς πολέμου νίκην αἰτούμενοι· καὶ ἀδικίας με γράφονται, ὡς εὐσεβοῦν‐
45τας αὐτοὺς ἀπωθούμενον. Ἐνηστεύσαμεν γὰρ, φησὶ, καὶ οὐκ εἶδες. Τῶν γὰρ πολεμίων ἐπικειμένων διὰ σωματικῆς ᾤοντο νηστείας ἐξευμενίζεσθαι τὸν Θεὸν, βρωμάτων, οὐ κακίας ψυχικῆς ἀπεχόμενοι. Καὶ τὴν τοιαύτην νηστείαν ψυχῆς καλοῦντες ταπείνωσιν.

2587

(50)

Τοῦτο τοίνυν, ὦ προφῆτα, φησὶν ἔλεγχον, ὃ καὶ προ‐ βάλλονται, ἐξ ἑνὸς τούτου τὸν λοιπὸν αὐτῶν ἀποδείξας τρόπον. Τὸ δὲ, οὐκ εἶδες, οὐκ ἄγνοιαν Θεοῦ, ἀλλ’ ἀπότευξιν αὐτομάτων δηλοῖ. Μέγα δ’ ἂν ἔπραττον, εἰ ἀληθῶς ταῦτα μετήρχοντο. Καὶ Δαβὶδ γάρ φησιν·
55«Ἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἡ προσ‐2587

2589

ευχή μου εἰς κόλπον μου, ἐπιστραφήσεται.» Καὶ πάλιν· «Τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας.» Φησὶ δὲ καὶ Θεός· «Ἐπιστράφητε πρός με ἐν νηστείᾳ, καὶ ἐν κλαυθμῷ, καὶ κοπετῷ.» Ὅπερ ἐστὶν,
5ἐν ἀποχῇ καὶ μετανοίᾳ τῶν ἡμαρτημένων· ὃ μὴ δρῶντες οὗτοι, βρωμάτων δὲ ἀπεχόμενοι, τὸ πᾶν ἔχειν ἐνόμιζον, ὡς Θεῷ χαριούμενοι, εἰ μὴ πλείονος αὐτῶν τροφῆς ποιοῖτο φροντίδα. Οὐ μόνον γὰρ κακῶν οὐκ ἀπείχοντο νηστεύοντες, ἀλλὰ τότε καὶ τὰ μέγιστα
10διεπράττοντο, τύπτοντες τοὺς ὑποχειρίους οὔτι που πάντως χερσὶν, ἀλλ’ ὕβρεσι, καὶ πλεονεξίαις, ἀντιλογίαις πρὸς ἀλλήλους κατατριβόμενοι, ὡς φωνὰς ἀφιέναι κλαυθμοῦ καὶ κραυγὰς ἀπρεπεῖς τοὺς ὑπ’ αὐτῶν τυπτομένους. Διὸ καὶ κατ’ ἀρχὰς ἔλεγεν· «Τὴν
15νηστείαν καὶ ἀργίαν, καὶ τὰς νουμηνίας ὑμῶν μισεῖ ἡ ψυχή μου.» Καὶ νῦν δέ φησιν· Οὐχὶ ταύτην τὴν νηστείαν ἐξελεξάμην, οὐδὲ τοιαύτην ταπεινώ‐ σεως ἡμέραν. Καὶ τὸν μὲν πορευθέντα στυγμὸν ἐν ταῖς ὁδοῖς αὐτοῦ, καὶ τὴν τοῦ Πνεύματος συντριβὴν
20ἐν τῷ βίῳ καὶ ταῖς πράξεσιν ἔχοντα εἶπεν ἰάσεσθαι· τὸν δὲ τὴν ἐφήμερον ἐν νηστείᾳ ταπείνωσιν σχη‐ ματιζόμενον οὐ προσίεται.
25 Τινὲς δέ φασιν ὡς ποιοῦντες αὐτῶν τὰ θελήματα ὑπένυττον καὶ τοὺς ὑποχειρίου αὐτῶν εἰς κρίσεις καὶ μάχας, δέον βραβεύειν εἰρήνην. Τὸ δὲ, ὡς σή‐ μερον ἀκουσθῆναι ἐν κραυγῇ τὴν φωνὴν ὑμῶν, ὡς τῆς ἀληθοῦς νηστείας κραυγὴν ἐχούσης παρὰ
30Θεῷ· ἔχειν γάρ τινα λέγεται φωνὴν πρὸς Θεὸν τὰ δρώμενα παρ’ ἡμῶν. Κατὰ τό· «Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με.» Εἰ μὴ ἄρα κραυγὴν τὴν μετὰ τῆς ἀνωφελοῦς νηστείας καλεῖ προσευχήν. Κἂν πάντα δὲ πόνον ὑπομείνης σωματικὸν ἄνευ τῆς κατὰ
35γνώμην μεταβολῆς, οὐδ’ οὕτω τἀληθῆ λέγειν ἐθέλων, νηστείαν ταῦτα καλέσεις δεκτήν. Ἡ γὰρ ἀληθὴς νηστεία τὸν μὲν σωματικὸν πόνον ἐν κρυπτῷ ποιεῖ, κατὰ δὲ τὸ φανερὸν φαιδρὸν ποιοῦσα τὸ πρόσωπον, καὶ τὴν κεφαλὴν ὑπαλείφουσα, κατὰ τὴν τοῦ Σωτῆ‐
40ρος φωνήν. Καρποὺς δὲ εὐλαβείας ὁρᾷν τοῖς πᾶσι παρέχεται, διὰ τοῦ λύειν πάντα σύνδεσμον ἀδι‐ κίας. Ὡς ἀγνοοῦντας γὰρ καὶ τὸν τρόπον τῆς ἀλη‐ θοῦς νηστείας ἐδίδαξε. Κατὰ τό· «Ὁδήγησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου, καὶ πορεύσομαι, ἐν τῇ ἀληθείᾳ
45σου.» Συνδέσμου δὲ ἀδικίας λύσις πλεονεξίας ἀπαλλαγῇ, καὶ τὸ μὴ τοὺς ἀσθενεστέρους πλοκαῖς αἰτιαμάτων καταδεσμεῖν. Καὶ τὰ ἐξ ἀδικίας δὲ συ‐ στάντα διάλυε συναλλάγματα διεστραμμένῃ γνώμῃ γενόμενα, ἄφεσιν διδοὺς τοῖς ἐκ τούτων, ἢ τοῦ συν‐

2589

(50)

δέσμου τῆς ἀδικίας συντετριμμένοις, οὓς καὶ τε‐ θραυσμένους καλεῖ. Καὶ γραμματεῖα δὲ διάῤῥηξον μὴ δικαίως γενόμενα. Δεῖ δὲ πρῶτον ἀποστῆναι κα‐ κῶν, καὶ τότε μετιέναι τὴν ἀρετήν. Εἰπὼν οὖν τὸ πρῶτον, ἐπιφέρει τὸ δεύτερον τὸ δὲ, Θρύψον πεινῶντι
55τὸν ἄρτον σου, καὶ τὰ μετὰ τοῦτο, δηλῶν ὡς ὃν ἂν2589

2592

ἐφάγομεν μὴ νηστεύσαντες ἄρτον, διανέμειν ὀφεί‐ λομεν. Οὐ γὰρ δεῖ πρόφασιν αἰσχροκερδείας τὴν ἀσι‐ τίαν ποιήσασθαι. Τὴν δὲ ψυχὴν ἑτέρῳ τραφησόμεθα τρόπῳ τὸν ἐνδεᾶ τροφῆς ἀνακτώμενοι. Καὶ εἰς τὸν
5οἶκον δὲ χρὴ μὴ πλουσίους καλεῖν διὰ τῶν ὁμοίων ἀποδιδόντας τὴν ἀμοιβήν· ἀλλ’ ἄνδρας μηδὲ στέγης ἐσχηκότας ὑποδρομήν. Μηδὲ γυμνὸν δὲ παραδρά‐ μῃς. Ὁ τῶν ὅλων γὰρ Θεὸς τοὺς μὲν ἐνδεεῖς, τοὺς δὲ πλουσίους ἐποίησεν, εἰς δοκιμὴν ἑκατέρων. Ἵν’ οἱ
10μὲν ἔχοιεν καρπὸν χορηγοῦντες, οἱ δὲ τὴν πενίαν γυμνάσιον.
15 Οἰκείους δὲ σπέρματος Ἰουδαϊκῶς μὲν τοὺς ἐξ Ἰσραὴλ καλεῖ, Χριστιανικῶς δὲ τοὺς οἰκείους τῆς πίστεως. Τοῦτο γὰρ καὶ Παῦλος, παρακελεύεται. Ταῦτα δεῖ μάλιστα τῷ καιρῷ τῆς νηστείας ποιοῦντα τότε προσιέναι, καὶ δεῖσθαι Θεοῦ, συμφώνως τῷ·
20«Ἐὰν προσφέρῃς τὸ δῶρόν σου, κακεῖ μνησθῇς ὅτι ὁ ἀδελφὸς ἔχει τι κατὰ σοῦ,» καὶ τὰ ἑξῆς. Ταῦτα δὲ φυλάξαντι, καθάπερ ἐκ νυκτὸς ἀθρόον ἡμέρας ἐπι‐ λάμψει σοι φῶς ἀγαθά σοι φέρον οὐράνια, καὶ φῶς γνώσεως ὑπάρχον ἀστραπῆς δίκην σὺν ὁρμῇ καὶ δρό‐
25μῳ σοι καθιέμενον, δι’ οὗ δείκνυται τοῦ χορηγοῦντος ἡ προθυμία. Διὸ καὶ πρώϊμον εἶπεν, ὡσανεὶ τοῦ Θεοῦ διὰ φιλανθρωπίαν καὶ τὸν καιρὸν προλαμβάνοντος, καὶ τῶν ἐν ψυχῇ νοσημάτων ἀπηλλαγμένων, ἀνα‐ τελεῖ τὰ χρηστότερα. Ὃ δηλοῖ τὸ Προπορεύσεται
30ἔμπροσθέν σου ἡ δικαιοσύνη σου. Τοῦτ’ ἔστι, Με‐ ταλαβὼν τοῦ θείου φωτὸς, γενήσῃ φῶς ἑτέροις· Φανεῖται γὰρ ἡ δι’ ἔργων ἀρετή σου τοῖς ἄλλοις ἐκλάμπουσα, κατὰ τό· «Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων,» καὶ τὰ ἐπὶ τούτῳ. Καὶ
35στεφανωθήσῃ δόξῃ Θεοῦ ἐνώπιον αὐτοῦ καὶ ἀν‐ θρώπων, πρὸς τοῖς τῶν ἔργων καρποῖς ἐκ περιουσίας τοῦτο λαβών. Ἕξεις πρὸς τούτῳ καὶ τὸ θεῖον οὖς εὐπειθές. Ἔτι σου γὰρ λαλοῦντος ἐρεῖ· Ἰδοὺ πάρ‐ ειμι. Καὶ τοῦ μὲν ἀδίκου καὶ ἀνηλεοῦς μάταιον εἶπε
40τὴν ἐν νηστείᾳ κραυγήν· τοῦ δὲ δικαίου τὴν βοὴν ἀκουσθήσεσθαι, τὴν ἐκτενῆ δηλῶν ἔντευξιν, κατὰ τὸ, «Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν.» ἧς βοῆς ἐνεργὸς καὶ ἡ νη‐ στεία. Προσηύχοντο γὰρ μετὰ νηστείας οἱ ἅγιοι.
45Οὕτω Δανιὴλ, οὕτως οἱ ἀπόστολοι. Τὸ δὲ, Ἰδοὺ πάρ‐ ειμι, καὶ τῷ Δανιὴλ ἐδηλώθη μετὰ τὰς τρεῖς ἑβδο‐ μάδας τῷ νηστείαν μαθόντι, ὡς ἐξ ἀρχῆς ἠκούσθη‐ σαν οἱ λόγοι αὐτοῦ. Ταῦτα δέ σοι ἔσται σύνδεσμον ἁμαρτιῶν, ὥσπερ κλοιὸν, ἀποῤῥίψαντι. Κατὰ γὰρ τὸν

2592

(50)

Ἀπόστολον εἰπόντα, τὰ αὐτὰ λέγειν ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ τὸ ἀσφαλές· καὶ ὁ προφήτης ταυ‐
τολογεῖ.2591

2593

Ἀφέλῃς δὲ, φησὶ, καὶ τὰς ἀδίκους χειροτονίας καὶ προβολάς· ἤγουν τὸ τείνειν τὴν χεῖρα πρὸς ἄδικα λήμματα· ἤγουν τὸ ἀνταποδιδόναι κακὸν ἀντὶ κακοῦ. Κατὰ τὸ ἐν Ψαλμοῖς· «Ἐξέτεινε τὴν χεῖρα αὐτοῦ
5ἐν τῷ ἀποδιδόναι· ὅπερ πραότητός ἐστιν ἀλλότριον.» Τινὲς δὲ οὕτως· Ὁ βουλόμενος τὴν ἀγαθὴν μετιέναι νηστείαν, δίκαιος ἔστω· καὶ ὥσπερ τινὰ, χειροτο‐ νίαν, ἢ λειτουργίαν ἀγαθὴν ἐκτελῶν ἀγογγύστως ταύτην διανυέτω, ὡς μὴ λειπόμενος τῶν ἀναγκαίων,
10ἡνίκα χορηγῇ τῷ πλησίον· ἤγουν ἡδονῶν ἐπιθυμία, μὴ τῆς ἐπιπόνου κατὰ Θεὸν πολιτείας καταβοῶν, ὥσπερ ἐγόγγυζεν ὁ Ἰσραὴλ ἐν τῇ ἐρήμῳ κατὰ Θεοῦ, καὶ δίκην ἔτισαν ὑπ’ ὄφεων ἀπολλύμενοι. Διὸ καὶ Παῦλος· «Μηδὲ γογγύζετε, φησὶ, καθώς τινες αὐτῶν
15ἐγόγγυσαν, καὶ ὑπὸ τῶν ὄφεων ἀπώλοντο.» Τὸ δὲ ὑπερβάλλον φῶς τῷ φεύγοντι ταῦτα, καὶ τἀναντία ποιοῦντι δηλῶν, μεσημβρίᾳ τοῦτο παρείκασεν. Καὶ τὸ μέγιστον, καὶ χορηγὸν παντὸς ἀγαθοῦ, τὸ Θεὸν εἶναι διὰ παντὸς μετ’ αὐτοῦ.
23 Τινὲς δὲ τὸ τῆς χειροτονίας ῥητὸν οὕτως ἐκθέ‐ μενοι· Ἐὰν ἀφέλῃς ἀπὸ σοῦ σύνδεσμον ἐκτεί‐
25νοντα δάκτυλον, καὶ λαλοῦντα ἀνωφελὲς, ἐπ‐ ήγαγον· Λαῷ γὰρ σωτήριον ἡ τῶν πονηρῶν ἀνθρώπων ἀφαίρεσις. Σύνδεσμός εἰσιν οὐκ ἐῶντες εὐοδεῖν τὸ κοινόν. Εἶτα ψυχῆς τροφὴν ἐπαγγέλλεται μέχρι λιπασμοῦ τῶν ταύτης ὀστῶν, οὕτω τῶν ψυχικῶν
30λεγομένων δυνάμεων. Αὗται γὰρ ὑπὸ τῶν πνευματι‐ κῶν χαρισμάτων πιαίνονται. «Οὐ γὰρ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ’ ἐν παντὶ ῥήματι ἐκπο‐ ρευομένῳ διὰ στόματος Θεοῦ,» οὗ τύπος τὸ μάννα. Καθ’ ἑαυτὸ γὰρ πῶς ἂν ἄρτος ἀγγέλων, ἢ καὶ ἄρτος
35οὐρανοῦ νοηθήσεται; Ἧς δὴ τροφῆς ἐκπεσόντος Ἰσραὴλ, τὰ ἔθνη μετέλαβε διὰ πίστεως. Διό φησιν· «Οἱ δουλεύοντές μοι φάγονται, ὑμεῖς δὲ πεινάσετε. Ἰδοὺ οἱ δουλεύοντές μοι πίονται· ὑμεῖς δὲ διψήσετε.» Ἐσχημάτισται δὲ ὁ περὶ τῶν ὀστῶν λόγος ἀπὸ τῶν
40τρυφᾷν εἰωθότων σωματικῶς.
45 Ἔσται δέ σοι, φησὶ, καὶ πηγὴ ὕδατος ζῶντος, καὶ κῆπος ἀειθαλὴς ταῖς ἐξ ἁγίου Πνεύματος φυ‐ τείαις καρποφορῶν. Καὶ ἡ Ἐκκλησία δὲ κῆπος γέ‐ γονε Χριστοῦ λέγουσα· «Καταβήτω ἀδελφιδός μου εἰς κῆπον αὐτοῦ, καὶ φαγέτω καρπὸν ἀκροδρύων αὐτοῦ.»

2593

(50)

Ἦν δὲ καὶ πηγὴ, ἣν μὴ ἐξέλιπεν ὕδωρ. Ὡς γὰρ ἀπὸ πηγῆς ἀενάου τὰς διδασκαλίας προφέρουσιν οἱ θεῖοι μυσταγωγοί. «Τοῦ γὰρ πιστεύοντος, φησὶ, ποταμοὶ ἐκ τῆς κοιλίας ῥεύσουσιν ὕδατος ζωῆς.» Καὶ πρὸς τὴν Σαμαρεῖτιν τὰ ὅμοια. Καὶ τὰ ὀστᾶ δέ σου, φη‐
55σὶν, ὡς βοτάνη, ἀνατελεῖ, καὶ πιανθήσονται, καὶ κληρονομήσουσι γενεὰς γενεῶν. Δι’ ὧν ἔοικε δη‐ λοῦν τὴν ἀνάστασιν τῶν σωμάτων, ἀνισταμένων οἷά τις πόα, νεκρὰ μὲν ἐν χειμῶνι, ἀναθήλασα δὲ πάλιν
ἐν ἔαρι. Πῶς δὲ ἀνίσταται; τῇ ζωοποιῷ δηλονότι2593

2596

χάριτι πιαινόμενα. Ὡς γὰρ Δαβίδ φησιν· «Ἐξ‐ αποστελεῖς τὸ Πνεῦμά σου καὶ κτισθήσονται, καὶ ἀνα‐ καινιεῖς τὸ πρόσωπον τῆς γῆς·» τοῦτ’ ἔστιν τῶν ἐπὶ γῆς, ὅτε καὶ γενεὰς γενεῶν ἐν ἀπεράντῳ κλη‐
5ρονομοῦμεν ζωῆς θανάτου πάντη καὶ φθορᾶς ἀνῃρη‐ μένων. Εἴρηνται δὲ καὶ ὀστᾶ αἱ ψυχικαὶ δυνάμεις, ὡς τό· «Θεὸς διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων.» Οὐ γὰρ τὰ τοῦ σώματος ὀστᾶ, τὰς δὲ τῆς ψυχῆς δυνά‐ μεις συνθραύει, πρὸς τὸ μηδὲν εἰς ἀρετὴν κατορθοῦν.
10«Στεφανοῦται γὰρ οὐδεὶς, ἐὰν μὴ νομίμως ἀθλήσῃ.» Οἱ δὲ, πρὸς ἀνθρώπων ἐπαίνους κεχήνασιν, οὐ δόξαν Θεοῦ. Τοιοῦτον καὶ τό· «Ὅτι ἐσίγησα ἐπαλαιώθη τὰ ὀστᾶ μου ἀπὸ τοῦ κράζειν με ὅλην τὴν ἡμέραν.» Σιγήσαντος γάρ μου ἀπὸ τοῦ δόξαν ἄγειν καὶ προσ‐
15εύχεσθαι, καὶ πεσόντος εἰς ἀνθρωπίνην μικροψυ‐ χίαν, ἐπαλαιώθη τὰ ὀστᾶ μου. Τοῦτ’ ἔστιν ἐσαθρώ‐ θησαν αἱ δυνάμεις αἱ ψυχικαί.
20 Αὗται τοίνυν ἐκ ῥᾳθυμίας ἐσθ’ ὅτε παραλυθεῖσαι βραχὺ, πάλιν ὡς βοτάνη ἀνατελοῦσι παρακλήσει πνευματικῇ, καὶ κληρονόμοι τῶν αἰωνίων ἀγαθῶν γενησόμεθα. Καὶ τὰ πάλαι δὲ τῆς ψυχῇς ἔρημα οἰ‐ κοδομηθήσεται ἐν σοὶ, διὰ μαθημάτων καὶ λόγων
25θείων ἀναπληρούμενα. Σαυτὸν γὰρ οἰκοδομήσεις διδασκαλίαις ἐνθέοις ἐπὶ τὸ δέον ἀεί σου συναρμότ‐ των τοὺς λογισμούς. Περιφράξεις δέ σου καὶ τὴν ψυχὴν, ἀπὸ τῶν ἔξωθεν ὀχληρῶν Χριστῷ καθάπερ τείχει περιφρουρούμενος. Ὡς ἐπὶ πόλεως γὰρ ἐρή‐
30μου καὶ ἀτειχίστου ποιεῖται τὸν λόγον. Ἁρμόττει δὲ καὶ πρὸς τὴν ἑκάστου ψυχὴν καὶ πρὸς τὸν λαὸν πάντα, ὀστῶν νοουμένων τῶν ἐν αὐτῷ δυνατῶν, καὶ τὸ σῶμα πᾶν ἀνεχόντων, ἐφ’ οὗ λέγοιντο ἔρημοι αἰώ‐ νιοι, τὰ ἐκ μακροῦ χρόνου δι’ ἁμαρτίαν ἔρημα γε‐
35γονότα. Θεμέλια δὲ αὐτοῦ κατὰ τὴν ἀποστολικὴν νοή‐ σεις γραφὴν λέγουσαν. «Ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν.» Κληθήσῃ δὲ καὶ οἰκοδόμος φραγμῶν. Κατὰ δὲ τὸν Σύμμα‐ χον, κληθήσῃ τειχίζων διακοπήν. Καὶ ταῦτα δὲ
40Παῦλος ὁ θεῖος διασαφεῖ λέγων· «Ὡς σοφῶς ἀρχι‐ τέκτων θεμέλιον ἔθηκα.» Φραγμοὺς δὲ οἰκοδομεῖ ὁ τὰ ἐκκλησιαστικὰ δόγματα περιτειχίζων διαλε‐ κτικαῖς ἀποδείξεσιν, ἵνα μὴ καθάπερ ἔρημον κῆπον οἱ θέλοντες διοδεύοιεν. Τοῦτο γὰρ καὶ ῥᾳθυμοῦσα
45πάσχει ψυχὴ παντὸς ἐναντίου διοδεύοντος αὐτὴν λο‐ γισμοῦ τε καὶ δαίμονος, ἕως ἑαυτὴν τῷ φόβῳ τοῦ Θεοῦ περιφράξειεν. Ὁ δὲ τὰ δοκοῦντα προσκόμματα ἐκ τῶν θείων ἀναγνωσμάτων περιαιρῶν διὰ σαφη‐ νείας, οὗτος ὁ τοὺς ἀνὰ μέσον τῶν τρίβων λίθους

2596

(50)

περιαιρῶν.
54Βούλεται δὲ μετὰ τῶν εἰρημένων φυλάττεσθαι καὶ
55τὰ Σάββατα, ὡς μὴ μέθαις καὶ κρεπάλαις σχολά‐2595

2597

ζειν, ἁγιασμῷ δὲ καὶ καθαρότητι, καὶ διὰ τούτων ἁγιάζεσθαι τὴν ἡμέραν διὰ τῆς κατὰ Θεὸν σχολῆς τρυφερὰν γινομένην καὶ ἄλυπον. Καὶ δεῖ μὴ μέχρι τοῦ κινῆσαι πόδα, ἢ μολῦναι τὰ χείλη, πρὸς ἑτέροις
5γίνεσθαι πράγμασι τῇ θείᾳ Γραφῇ προσανέχοντας. Ὁ δὲ θεῖος Ἀπόστολος τοῦ νόμου τὴν σκιὰν παρ‐ ωθούμενος, περιτομὴν πνευματικὴν καὶ Σαββατισμὸν ὑποτίθεται λέγων· «Ἀλλὰ περιτομὴ καρδίας οὐ γράμματι, ἀλλὰ πνεύματι.» Καὶ πάλιν· «Ἄρα
10ἀπολείπεται Σαββατισμὸς τῷ λαῷ τοῦ Κυρίου.» Ὁ γὰρ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ, καὶ αὐτὸς κατέπαυσεν ἀπὸ τῶν ἔργων αὐτοῦ, ὥσπερ ἀπὸ τῶν ἰδίων ὁ Θεός. Σαββατισμὸς ἄρα κατὰ Θεὸν τὸ παύ‐ σασθαι τῶν ἰδίων ἔργων καὶ θελημάτων. Ὃ καὶ ἡ
15παροῦσα προφητεία φησί. Λέγει δὲ καὶ Παῦλος· «Βλέπω δὲ ἕτερον νόμον ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου.» Κατὰ τοῦτον οὖν ἐστι τὰ θελήματα, πρὸς ἃ ἐπιῤῥεπῶς ἔχοντες, περικόπτειν ὀφείλομεν. Οὕτω γὰρ ἐπιτελέσομεν Σάββατα τρυφερὰ μηδὲν
20ἔχοντα τῶν ἀπὸ γνώμης σκληρᾶς καὶ ἀντιτεινούσης Θεῷ, κατὰ τὸ, «Καὶ ἐσκληρύνθη ἡ καρδία Φαραώ.» Οὕτως ἔλεγε τῷ Ἰσραὴλ ὁ Θεός· «Γινώσκω ὅτι σκλη‐ ρὸς εἶ, καὶ νεῦρον σιδηροῦν ὁ τράχηλός σου, καὶ τὸ μέτ‐ ωπόν σου χαλκοῦν.» Βούλεται δὲ νῦν ἡμᾶς γλώττης
25καὶ θυμοῦ περιγίνεσθαι· «Εἴτις γὰρ ἐν λόγῳ οὐ πταίει, οὗτος τέλειος ἀνὴρ, δυνατὸς χαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα.» Καὶ πάλιν·» Ἀνὴρ θυμώδης οὐκ εὐσχήμων.» Καὶ, «Ὀργὴ γὰρ ἀνδρὸς δικαιοσύ‐ νην Θεοῦ οὐκ ἐργάζεται.» Τοιούτους εἶναι τοὺς σαβ‐
30βατίζοντας βούλεται, καὶ τοὺς νηστείαν καλοῦντας δεκτήν. Οὕτω γὰρ ἔσῃ, φησὶ, πεποιθὼς, οὐκ ἐπὶ σαθρῷ τινι καὶ προσκαίρῳ πράγματι, ἀλλ’ ἐπὶ τῷ πάντων Θεῷ παῤῥῶν εἰς τὸν ἐπίλοιπον βίον, ὡς ἔχων ἀψευδεῖς αὐτοῦ τὰς ἐπαγγελίας, ἐν αἷς ἔστι καὶ
35τὸ ἐπί τινα γῆν ἀπὸ τῆς ἐνταῦθα διατριβῆς ἀναβι‐ βασθῆναι τευξόμενον ἐκείνων· «Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσεν, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη,» καὶ ἀπολαύσοντα τῆς ἐπηγγελμένης, τοῖς πατράσι τροφῆς πνευματικῆς ἐν τῇ ἄνω κειμένης
40πόλει, περὶ ἧς ὁ Παῦλός φησιν· «Οἱ γὰρ τοιαῦτα λέγοντες, ἐμφανίζουσιν ὅτι πατρίδα ζητοῦσιν.» Καὶ εἰ μὲν ἐκείνην ἐζήτουν ἀφ’ ἧς ἐξῆλθον, εἶχον ἂν και‐ ρὸν ἀνακάμψαι. Νῦν δὲ κρείττονος ὀρέγονται, τοῦτ’ ἔστιν ἐπουρανίου. Ὅτι δὲ πάντως ἔσται ταῦτα, Θεὸς,
45φησὶν, ἐστὶν ὁ φθεγξάμενος. Ἀλλὰ πῶς ὡς μήπω τὴν γῆν τῆς ἐπαγγελίας λαχόντων, εἰς ἣν αὐτοὺς εἰσήγαγεν Ἰησοῦς ὁ τοῦ Ναυὴ, νῦν δίδωσιν ἐπαγ‐ γελίαν εἰσάξειν αὐτούς; Δῆλον οὖν ὡς περὶ τῆς τῶν πραέων φησίν. Τινὲς δὲ τὴν ἀπὸ τῆς αἰχμαλωσίας

2597

(50)

ἄνοδόν φασιν αὐτοῖς ἐπαγγέλλεσθαι. Οἳ καὶ τὰ ἀνω‐ τέρω σωματικῶς ἐξηγήσαντο περὶ τοῦ πιανθῆναι τὰ ὀστᾶ, καὶ παραβάλλεσθαι κήπῳ πολυύδρῳ, καὶ πηγῇ μὴ ὑστερουμένῃ ὕδατος. Καὶ ὅτι τὰ ἔρημα
τῆς πόλεως ἀνοικοδομηθήσεται, καὶ ἐπιπολὺ ταῦτα2597

2600

στήσεται. Μένει δὲ καὶ ἀπόρθητος μηκέτι δίοδος ἐσο‐ μένη τῶν ἀλλοφύλων. Φρουρηθήσεται γὰρ ὑπὸ Θεοῦ, μεταβαλόντων ὑμῶν πρὸς ἀρετήν. Ἑκάστου γὰρ ἀνδρὸς φρουρὰ, τὸ ἐντυποῦσθαι παρὰ Θεῷ, καὶ φυ‐
5λάττειν τὰ νόμιμα, καὶ τὰ Σάββατα, ἃ πλημμελοῦ‐ σιν οἱ μὴ φυλάττοντες. Οὗτοι γὰρ ἐξιόντες τῆς πόλεως, ὡς ἄδειαν λαβόντες τοῦ ἁμαρτάνειν, παρα‐ βαίνουσι· δέον τοὺς σαββατίζοντας πανταχοῦ τοῦτο ποιεῖν, καὶ τὰ ἑξῆς.
14tΚΕΦΑΛ. ΝΘʹ.
15 αʹ—ιηʹ. Μὴ οὐκ ἰσχύει ἡ χεὶρ Κυρίου τοῦ σῶσαι; ἢ ἐβάρυνε τὸ οὖς αὐτοῦ τοῦ μὴ εἰσακοῦσαι; ἀλλὰ τὰ ἁμαρτήματα ὑμῶν διιστῶσιν ἀνὰ μέσον ὑμῶν, καὶ ἀνὰ μέσον τοῦ Θεοῦ. Καὶ διὰ τὰς ἁμαρτίας ὑμῶν ἀπέστρεψε τὸ πρόσωπον ἀφ’ ὑμῶν, τοῦ μὴ
20ἐλεῆσαι. Αἱ γὰρ χεῖρες ὑμῶν μεμολυσμέναι αἵμα‐ τι, καὶ οἱ δάκτυλοι ὑμῶν ἐν ἁμαρτίαις, κ.τ.λ. Διελόμενος τὰ πρακτέα, καὶ τοῖς κατορθοῦσιν ἐπαγγειλάμενος ἀγαθὰ, τοῖς δὲ μὴ πειθομένοις, τι‐ μωρίας· νῦν, ὡς ἀπειθήσασι καὶ περιπεπτωκόσι
25διὰ τοῦτο κακοῖς, προσάγει τὸν ἔλεγχον. Καὶ ἐπειδὴ πολέμου περιστάντος ἔλεγον, Ἐνηστεύσαμεν, καὶ οὐκ εἶδες, ὁ προφήτης ἐκ πολλῆς αὐτοὺς διελέγχει φιλο‐ θεΐας, δυνατὸν εἰς σωτηρίαν δεικνὺς τὸν Θεὸν, κε‐ κωλύσθαι δὲ μέσοις παρεμπεπτωκόσι τοῖς αὐτῶν
30πλημμελήμασιν, ὡς μὴ συγχωρεῖν τὴν εἰς αὐτοὺς ἐπικουρίαν διέρχεσθαι. Οὔτε γὰρ ἀσθενής ἐστιν, οὔθ’ ὥσπερ ἐκ γήρους, δυσήκοος. Κακοὺς δὲ σώζειν οὔτε δίκαιον, οὔτε τοῖς σωζομένοις λυσιτελές. Διὰ δὲ τὸ τειχίζειν εἰρῆσθαι τὰς ἁμαρτίας, ὁ Σωτὴρ διὰ
35τῆς ἀφέσεως τούτων τὸ μεσότοιχον, τοῦ φραγμοῦ λῦσαι λέγεται. Ἀποστρέφει δὲ τὸ πρόσωπον ἀπὸ τῶν ἀμαρτιῶν, δυσειδεῖς ὥσπερ καὶ δυσώδεις οὐ φέρων ἰδεῖν. Ἐντεῦθεν δὲ δῆλον, ὅτι οὖς τὸ δίκαιον ἀκοῦον, ἄδικον δὲ μὴ, δικαιοσύνη Θεοῦ ἐστιν, οὐ
40σωματικὸν οὖς, αἰτιασάμενος δὲ καθόλου τὰς ἁμαρ‐ τίας, κατ’ εἶδος αὐτὰς ἐπεξέρχεται, καὶ μιαιφονίαν αἰτιᾶται, καὶ καταλαλιὰν, οὐδαμοῦ δὲ νῦν εἰδω‐ λολατρείαν. Ἀπέκτειναν γὰρ τοὺς προφήτας, καὶ τοὺς δικαίους ἐσυκοφάντησαν. Ἔφη γ’ οὖν Ἱερε‐
45μίας· «Ἡ ἰσχύς μου ἐξέλιπεν ἐκ τῶν καταρωμένων με.» Καὶ ὁ παρὼν δὲ προφήτης ἔφασκε· «Ἴδετε ὡς ὁ δίκαιος αἴρεται,» καὶ τὰ ἐπὶ τούτῳ. Ἀφ’ ὧν, ὡς ἐξ ἐλάττονος κακῶν μελέτης ἐπὶ τὸν φόνον τοῦ Σωτῆρος ἀνέδραμον, ὃν ἔοικε μάλιστα διὰ τῶν παρόν‐

2600

(50)

των ὁ προφήτης δηλοῦν. Εἰ γὰρ καὶ μὴν τὸ χεῖρες τοῦ Σωτῆρος, γεγόνασιν ἀλλ’ οὖν αἴτιοι, καὶ τὸ αἷμα αὐτοῦ ἐπ’ αὐτοὺς ἐβόων, καὶ ἐπὶ τὰ τέκνα αὐ‐ τῶν. Καὶ κακῶς δὲ λέγοντες οὐκ ἐπαύοντο ἀνασείειν
τὰ πλήθη, καὶ δαιμονᾷν, καὶ Σαμαρείτην ἐκ πορνείας2599

2601

τε εἶναι, καὶ ἐν Βεελζεβοὺλ ἐκβάλλειν τὰ δαιμόνια καταιτιώμενοι.
5 Διό φησιν· Οὐδεὶς λαλεῖ δίκαια, οὐδὲ ἔστι κρί‐ σις ἀληθινή· καὶ ἄλλως αὐτοὺς ὡς ψευδεῖς καὶ ἀδίκους κριτὰς καταιτιώμενος. Εἶτα, ἐπει‐ δήπερ ἑαυτοὺς ἐξαπατῶντες ἕτερον προσδοκῶσι Χριστὸν, ἀνθρώπινά τινα περὶ αὐτοῦ μυθολο‐
10γοῦντες, ἐπιλέγει· Πεποίθασιν ἐπὶ ματαίοις, καὶ λαλοῦσι κενά. Διὸ Παῦλος ἀποτρέπει μὴ προσ‐ έχειν Ἰουδαϊκοῖς μύθοις, καὶ ἐντολαῖς ἀνθρώπων ἀποστρεφομένων τὴν ἀλήθειαν. Ἦσαν δὲ καὶ ἄλλως μάταιοι, καὶ ἐλάλουν ἀλλήλοις κενά· «Οὗτός
15ἐστιν ὁ κληρονόμος· δεῦτε, κτείνωμεν αὐτὸν, καὶ σχῶμεν αὐτοῦ τὴν κληρονομίαν.» Οἵτινες ἐξ οἰκείων λογισμῶν κατ’ αὐτοῦ βλασφήμους λόγους συῤῥά‐ πτοντες, κύουσι πόνον, καὶ τίκτουσιν ἀνομίαν, οὐκ εἰδότες λέγειν· «Ἐκ τοῦ φόβου σου, Κύριε, ἐν
20γαστρὶ ἐλάβομεν, καὶ ὠδινήσαμεν, καὶ ἐτέκομεν Πνεῦμα σωτηρίας·» τοιαῦτα δὲ κύουσιν, ὁποῖα καὶ δι’ ἑτέρου λέλεκται· «Ἰδοὺ ὠδίνησεν ἀδικίαν. Συνέλαβε πόνον, καὶ ἔτεκεν ἀνομίαν,» καὶ τὰ ἐπὶ τούτοις. Ἔθος δὲ τῇ Γραφῇ πόνον τὸν φθόνον κα‐
25λεῖν. Πόνος γάρ ἐστι τοῖς αὐτὸν νοσοῦσιν, ἐκτήκων αὐτούς. Ὠδίνησαν οὖν τὸν κατὰ Χριστοῦ φθόνον, καὶ τὴν κατ’ αὐτοῦ μιαιφονίαν ἀπέτεκον· ἐπεὶ καὶ ἐν συλλόγοις ἔλεγον· «Τί ποιοῦμεν, ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ ποιεῖ σημεῖα;» Ὁ δὲ Καϊάφας,
30«Συμφέρει ἡμῖν, ἔφη, ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ, καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται.» Εἴη δ’ ἂν τοιαῦτα καὶ ὅσα πονηρά τις ἐκ τῆς ἰδίας ἐρεύγεται καρδίας δόγματα. Οἱ δὲ τοιοῦτοι καὶ ὠὰ ἀσπίδων ἔῤῥηξαν, τῶν ἀντικειμένων δυνάμεων τὰ σπέρματα ἐν ἑαυτοῖς
35κυήσαντες. Διὸ τοῖς τῆς κακίας αὐτῶν ἐκγόνοις ἐλέ‐ γετο· «Ὄφεις, γεννήματα ἐχιδνῶν.» Ἀναλόγως δὲ τῷ σπόρῳ τῷ θείῳ τὸν τῶν ἀντικειμένων δυνάμεων σπόρον ὠὰ ὠνόμασε, διὰ τοῦ ἑρπυστικοῦ γένους παράδειγμα. Ἀσπίδες γὰρ καὶ ὄφεις καὶ τὰ τοιαῦτα
40τῶν ὠοτοκούντων ἐστίν. Ἐπειδὴ δὲ μετὰ τοσαύτην κακίαν, τὴν μελέτην καὶ διδασκαλίαν τῶν θείων Γραφῶν ἐπαγγελλόμενοι, πρὸς μυθώδεις γραολογίας ἐκπίπτουσι καὶ ἀνθρώπων ἐντάλματα, παρέβαλεν ἀράχνης ἱστῷ, τὸ σαθρὸν καὶ ἄτιμον τῆς αὐτῶν
45ἐκδοχῆς τε καὶ παραδόσεως. Μήποτε δὲ καὶ τὰς κατὰ Χριστοῦ συκοφαντίας οὕτω καλεῖ; δόλους γὰρ πλέ‐ κοντες, ᾤοντο μὲν τὴν ἀπὸ τῶν ἰδίων ἐπιχειρημά‐ των πλουτῆσαι σκέπην, καὶ λυσιτελές τι θηρᾷν. Οὐ‐ δὲν δὲ ὥνησαν γυμνοὶ τῆς ἄνωθεν γενόμενοι σκέπης.
53 Καὶ ὁ μέλλων, φησὶ, τῶν ὠῶν αὐτῶν φαγεῖν, συντρίψας οὔριον εὗρεν. Αὐτῶν λέγει, περὶ ὧν
55ἔφη τό· Ὠὰ ἀσπίδων ἔῤῥηξαν. Οἱ μὲν οὖν ἐν
κακίᾳ τέλειοι, διαῤῥήξαντες τὰ τελεσφορηθέντα εἰς2601

2604

ἑαυτοὺς ὑπεδέξαντο. Οἱ δὲ ἀτελέστεροι, πρὶν τε‐ λεσφορηθῆναι τούτων ἐμφαγόντες ἀπόλλυνται. Διὸ ἐξέδωκαν οἱ λοιποὶ, Ὁ ἐσθίων ἐκ τῶν ὠῶν αὐτῶν ἀποθανεῖται. Ὁ δὲ συνετὸς, καὶ ἀνατρέπειν ἐλέγχῳ
5ταῦτα δυνάμενος, τὸ ἐν αὐτοῖς ἐξεῦρεν ἀνεμιαῖον, καὶ οὔριον, καὶ δυσῶδες, καὶ τὸν ἐν αὐτοῖς ἐγκρυ‐ πτόμενον καὶ ἐκ μόνου φθοροποιὸν τοῦ βλέμματος βασιλίσκον. Κατὰ δὲ τὸν Ἀκύλαν· Καὶ τὸ θαλ‐ φθὲν ἐσχίσθη ἔχιδνα. Κατὰ δὲ Σύμμαχον· Τὸ δὲ
10συνεστραμμένον ἀποῤῥαγὲν ἔσται ἀσπίς· κατὰ δὲ Θεοδοτίωνα· Τὸ θαλφθὲν ἐῤῥάγη ἀσπίς. Οὕτω τοῖς Ἰουδαίοις τὸ κατὰ Χριστοῦ μελετηθὲν, ἀνόνητον γέγονεν, ὡς τοῖς τοιοῦτο κλῶσιν ὠὸν, μᾶλλον δὲ καὶ παντὸς ὀλέθρου πρόξενον. Φασὶ δέ τινες ὡς τὸ ἐσθίειν
15ἀπὸ ὠῶν, ὧν τίκτουσιν οἱ ἁμαρτωλοὶ, τὸ πείθεσθαι λόγοις αὐτῶν· ὡς ὁ Ἄβελ τῷ λόγῳ Κάϊν, ἐξ οὗ θάνατος. Εἰς τοῦτο γὰρ τοὖργον ὁ λόγος αὐτῶν κατ‐ αντᾷ· ὃ δηλοῖ, καὶ τὸ θαλφθὲν ἐσχίσθη ἔχιδνα. Εἰπὼν δὲ, Ἱστὸν ἐχίδνης ὑφαίνουσι, πλατύτερον
20τὸν περὶ τούτου λόγον ἐκτίθεται φάσκων· Οἵς τις αὐτῶν οὐκ ἔσται εἰς ἱμάτιον. Συνετίθεσαν γὰρ, ὡς εἴρηται, διδασκαλίας, ἐντάλματα ἀνθρώπων, τοῦ νόμου καταφρονήσαντες. Διό φησιν, Οὐκ ἔσται εἰς ἱμάτιον. Τοῦτ’ ἔστι, φασί τινες, Οὐκ οἴσει κό‐
25σμον αὐτοῖς ἃ πράττουσιν, ὡς οὐδὲ τῷ Ἀδὰμ ἤνεγκε κόσμον τοῦ σώματος τὸ ἄνευ Θεοῦ πραχθέν.
30 Εἶτα ἑρμηνεύει τίς ὁ ἱστός. Τὰ γὰρ ἔργα αὐτῶν ἔργα ἀνομίας. Ὅτι οἱ διὰ λόγων θείων πνευμα‐ τικοῖς πνευματικὰ συγκρίνοντες, χιτῶνα θεῖον ὑφαίνουσιν. Οἱ δὲ εἰς ἄχρηστον ταῖς Ἰουδαϊκαῖς μυθολογίαις κατατρίβονται, συντιθέντες ἱστὸν ὥσπερ
35ἀράχνης ἐπὶ θήρᾳ τῶν ἁπλουστέρων. Κατὰ λεπτὸν δὲ διηγεῖται τὰ κατ’ αὐτοὺς, τὸ δίκαιον ἐπιδεικνὺς τῆς τούτων ἀποβολῆς. Οἱ δὲ πόδες αὐτῶν εἰς κακίαν τρέχουσιν· ἐπεὶ καὶ τὰ σωματικὰ μέλη κινήσεως ἐπιτηδειότητα λαμβάνει πρὸς ὃ συνεθίζε‐
40ται. Ταχεινοὶ ἐκχέαι αἷμα ἀναίτιον. Οἱ λοιποὶ γὰρ οὕτως ἐξέδωκαν. Ἐντεῦθεν οὖν ἐπὶ τὸ ὄντως ἀναί‐ τιον αἷμα προῆλθον. Ὡς Ἰούδας ἀπὸ τῆς αἰσχρο‐ κερδίας, ἐπὶ τὴν χειρίστην αἰσχροκερδίαν διὰ μελέτης προσήχθη. Καὶ ὁδὸν δὲ εἰρήνης οὐκ ἔγνωσαν. Διὸ
45καὶ ὁ Σωτὴρ ἀπεκλαύσατο τὴν Ἱερουσαλὴμ εἰπών· «Εἰ ᾔδεις καί γε σὺ τὰ πρὸς εἰρήνην σου, ὅτι ἥξου‐ σιν ἡμέραι ἐπὶ σοὶ, καὶ περιβαλοῦσίν σοι οἱ ἐχθροί σου χάρακα, καὶ κυκλώσουσί σε, καὶ τὰ τέκνα σου ἐδαφιοῦσιν.» Ἀλλ’ οὐδὲ κρίσις ἐν ταῖς ὁδοῖς αὐ‐

2604

(50)

τῶν, ἀκρισία δὲ πᾶσα καὶ ἀδικία. Καὶ τὴν διὰ Μω‐ σέως δὲ Δαβὶδ οὕτως ἐκάλεσεν ἐντολήν· «Κρίσιν καὶ δικαιοσύνην ἐν Ἰακὼβ σὺ ἐποίησας.» Ἀλλὰ καὶ αἱ τρίβοι αὐτῶν διεστραμμέναι. Διαστροφὴ γὰρ τοῦ ὀρθοῦ τὸ κακόν. Καὶ οὐκ οἴδασιν εἰρήνην. Οὐ γὰρ
55προσεδέξαντο τῆς εἰρήνης τὸν πρύτανιν, περὶ οὖ2603

2605

τὸ, «Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν.» Καὶ ὅς φησιν· «Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν.» Διὰ ταῦτα δὲ πάντα φησίν· Ἀπέστη ἡ κρίσις αὐτῶν. Περὶ ἧς ἔλε‐ γεν· «Ἰδοὺ ὁ παῖς μου ὃν ᾑρέτισα· ὁ ἀγαπητός
5μου, εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου, κρίσιν τοῖς ἔθνε‐ σιν ἐξοίσει.»
9Αὐτὴ τοίνυν ἡ τοῖς ἔθνεσι δοθεῖσα κρίσις ἀπέστη
10ἐξ αὐτῶν, καὶ ἡ τούτοις δοθεῖσα δικαιοσύνη διὰ τῆς σωτηρίου χάριτος. Καὶ ἄλλως ἔσχεν ἡ ἀδικία χώραν κατ’ αὐτῶν, ὥστε ἀπὸ ἀσεβῶν ἀθῆναι· οἷον, ὑπὸ Ἀσσυρίων. Ὑπομεινάντων αὐτῶν φῶς ἐγένετο αὐτοῖς σκότος. Περὶ μόνην γὰρ τὴν λέξιν
15ἀσχολούμενοι τῆς Γραφῆς, ὥσπερ τινὰ τοῖχον ἐοίκασι ψηλαφᾷν. Διὸ λέξει ψηλαφήσουσιν, ὡς τυφλοὶ τοῖ‐ χον. Καὶ πάλιν· Πεσοῦνται ἐν μεσημβρίᾳ, ὡς ἐν μεσονυκτίῳ, καὶ ὡς ἀποθνήσκοντες. Κατὰ γὰρ τὸν καιρὸν τοῦ τῶν ἐθνῶν μεσημβρινοῦ φωτὸς ταῖς
20εὐαγγελικαῖς αὐγαῖς τῆς Ἐκκλησίας τοῦ Θεοῦ κατα‐ λαμπομένης, ὡς ἂν τὰ πρὸς θάνατον ἡμαρτηκότες μόνοι πεπτώκασι, καὶ ὡς ἐν μεσονυκτίῳ διάγουσι. Τοιούτους τῶν εἰρημένων ἔργων ἐσχήκασι τοὺς καρ‐ πούς. Προσεδόκων μὲν γὰρ τὸν παρὰ Χριστοῦ φω‐
25τισμὸν, προφητῶν βοώντων· «Φωτίζου φωτίζου, Ἱε‐ ρουσαλήμ. Ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀνατέταλκεν.» Ἀλλ’ οὐ προσεδέξαντο τὸ φῶς τὸ ἀληθινὸν, ἑκόντες δὲ γεγόνασι τυφλοὶ καὶ τυφλῶν ὁδηγοὶ, καθά φησιν ὁ Σωτήρ. Οὐ γὰρ ὑπ‐
30ήκουσαν λέγοντι· «Ὡς τὸ φῶς ἔχετε, περιπατεῖτε ἐν τῷ φωτὶ, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ.» Τὸ δὲ, πορεύσονται ὡς ἄρκτος ἅμα καὶ περιστερά· οὐχ οἱ μὲν κατὰ ταύτην, οἱ δὲ κατ’ ἐκείνην· οἱ αὐτοὶ δὲ κατ’ ἄμφω. Οἱ γὰρ στεναγμοὶ αὐτῶν οὐκ ἐπὶ με‐
35τανοίᾳ ὧν ἐξέχεαν αἱμάτων εἵνεκα, τὴν αἰσθητὴν δὲ κλαίοντες Ἱερουσαλήμ. Εἰκότως θηρίῳ ἀγρίῳ παρ‐ εβλήθησαν. Καὶ ὡς εἴρηται πάλιν ἐν ἄλλοις, γεγόνασιν ὡς ἄρκτος ἀτεκνουμένη. Φασὶ γὰρ τὰς ἄρκτους δεινῶς φέρειν τὴν τῶν σκύμνων ἀποβολὴν, καὶ σὺν ὀδυρμῷ
40μαινομένας περινοστεῖν ἐπιπηδώσας τοῖς ἐντυγχάνου‐ σιν. Ἄρκτος μὲν οὖν ὠνομάσθησαν, ἐπεὶ καὶ αὐτοὶ ἀνθρώπους ἔφαγον, μιαιφονοῦντες τοὺς προφήτας.
45 Ἢ τεκνωμένη δὲ, διὰ τὸ ἀγριώτερον, καὶ διὰ τὴν τῶν αὐτῶν ἀπώλειαν τέκνων. Αἱ δὲ περιστεραὶ γοε‐ ρὰν ἀφιᾶσι φωνὴν συνεχέστατα, ὁποῖοι γεγόνασιν οὗτοι τὴν ἑαυτῶν ἀποδυρόμενοι πόλιν. Εἴρηται γὰρ, ὅτι ἔσονται ἐπὶ τῶν ὀρέων ὡς περιστεραὶ μελετητι‐

2605

(50)

καί. Νοητέον δὲ καὶ οὕτως· Πορεύσονται ἐν ἀγριό‐ τητι νοῦ συνεζευγμένης ἀσυνεσίας. Φησὶ γάρ τις προφήτης· «Καὶ ἦν Ἐφραῒμ περιστερὰ ἄνους, οὐκ ἔχουσα καρδίαν.» Οὐ γάρ ἐστιν ἐν αὐτοῖς ἡ παρὰ Χριστοῦ σύνεσις καὶ πραότης. Περὶ ὧν Ἱερεμίας
55φησίν· «Ἐμωράνθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως.»2605

2608

Καὶ πάλιν· «Σοφία τίς ἐστιν ἐν αὐτοῖς, ὅτι τὸν λό‐ γον Κυρίου ἀπεδοκίμασαν;» ἢ ὡς ἄρκτος καὶ περι‐ στερά· τοῦτ’ ἔστι θρασεῖς κατὰ τῶν ἀσθενεστέρων, καὶ δειλοὶ πρὸς τοὺς ἰσχυροτέρους. Σύμμαχος δὲ
5καὶ Θεοδοτίων ἐξέδωκαν· Ὡς περιστερὰ μελέτῃ μελετήσομεν. Ὁ δὲ Ἀκύλας· Ὡς περιστεραὶ φθογγῇ φθεγξόμεθα. Εἰσέτι γὰρ καὶ νῦν πειρῶνται μελετᾷν τὰς Γραφὰς, καὶ ἐκμανθάνειν, ψιλῇ φωνῇ περιᾴδοντες, ὡς μηδὲν διαφέρειν ἀλογίστου περιστε‐
10ρᾶς ἄναρθρον ἀποδιδούσης φωνήν. Καὶ τοῦτο δὲ τὸ ῥητὸν, καὶ τὰ ἑξῆς, ἀπὸ προσώπου τοῦ κατηγορου‐ μένου λαοῦ ἐξέδωκαν οἱ λοιποί. Ἐπιφέρει γοῦν Σύμμαχος· Διὰ τοῦτο μακρὰν ἐγένετο κρίσις ἀφ’ ἡμῶν, καὶ οὐ καταλήψεται ἡμᾶς δικαιοσύνη.
15Προσδοκήσωμεν εἰς φῶς, καὶ ἰδοὺ σκότος, καὶ τὰ ἑξῆς. Καὶ οἱ Ἑβδομήκοντα δὲ τὰ ἐπαγόμενα τῷ προσ‐ ώπῳ τοῦ λαοῦ περιέθηκαν· Ἀνεμείναμεν κρίσιν, καὶ οὐκ ἔστι σωτηρία. Ὡς ἂν τοῦ προφήτου διδά‐ σκοντος αὐτοὺς ἐξομολογεῖσθαι τῷ Θεῷ τὰς ἑαυτῶν
20ἁμαρτίας, καὶ κατηγορεῖν ἑαυτῶν ἐπὶ μετανοίᾳ. Τι‐ νὲς δέ φασιν, ὡς ἐπειδὰν οἱ προφῆται μνησθῶσι τῆς ἀποβολῆς τοῦ λαοῦ τῆς μετὰ τὴν εἰς Χριστὸν ἀσέ‐ βειαν, μέμνηνται χρησίμως καὶ τῆς ἐπ’ ἐσχάτων ἀνακλήσεως τῆς ἐν Χριστῷ διὰ πίστεως, διὸ καὶ νῦν
25μετανοούντων εἰσήγαγε πρόσωπον· Ἀνεμείναμεν κρίσιν, καὶ οὐκ ἔστιν, κρίσιν λεγόντων τὴν διὰ πίστεως δοθεῖσαν τοῖς ἔθνεσιν, ἣν προσδοκήσαν‐ τες οὐκ ἔσχον.
33 Τὸ δὲ αἴτιον, Πολλὴ γὰρ ἡμῶν ἡ ἀνομία, φασίν. Οὐ γὰρ ἐδεξάμεθα τὸν διὰ πίστεως ἐξαλείφοντα ἁμαρ‐
35τίας, ὃς αὐτοῖς ἔλεγεν· «Ἀμὴν λέγω ὑμῖν, ὅτι ἐὰν μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἐν ταῖς ἁμαρτίαις ὑμῶν ἀποθανεῖσθε.» Καὶ τὰ κατὰ Χριστοῦ τολμηθέντα δηλοῦντες, φασίν· Ἠσεβήσαμεν, καὶ ἐψευσάμεθα. Ὁ δὲ Σύμμαχος· Ἔγνωμεν, φησὶν, ἀδικεῖν καὶ
40ψεύδεσθαι κατὰ Κυρίου. Οἱ δὲ Ἀκύλας ἀρνήσα‐ σθαι ἐν Κυρίῳ, τὴν ἄρνησιν αὐτῶν παριστάς· Ἀλλὰ καὶ ἀπέστημεν, φασὶν, ὄπισθεν τοῦ Θεοῦ ἡμῶν, ἐλαλήσαμεν συκοφαντίαν. Ὁρᾷς ὡς οὐδαμοῦ αὐ‐ τῶν εἰδωλολατρείαν κατηγορεῖ, ἀλλὰ συκοφαντίας,
45καὶ λόγους ψευδεῖς, καὶ τὰ τοιαῦτα. Ποτὲ μὲν τὰς θεοσημείας διαβάλλοντες ἔλεγον· «Ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.» Ἀπὸ καρδίας τε αὐτῶν ἐρευγόμενοι ψευδῆ τε καὶ ἄδικα, Σαμαρείτην καὶ δαιμονῶντα, φάγον καὶ οἰνοπότην

2608

(50)

ἐκάλουν, ἀνασείειν τε τοὺς ὄχλους ἔφασκον. Διό φασιν· Ἀπεστήσαμεν ὀπίσω τὴν κρίσιν. Οὐ γὰρ αὐτὴ, φησὶν, ἡμᾶς κατέλιπεν, ἀλλ’ ἡμεῖς αὐτὴν, οἱονεὶ νῶτα δόντες αὐτῇ. Αἱ δὲ φωναὶ ζητούντων εἰσὶν ἐλεηθῆναι παρὰ Χριστοῦ, καὶ συνεχῶς ὁμολογούντων τῆς ἀλη‐
55θείας τὴν ἄρνησιν, καὶ τοὺς ψευδεῖς ἑαυτῶν λο‐2607

2609

γισμούς. Τὸν δὲ λόγον εἰς ἑαυτὸν ὁ προφήτης πάλιν ἀναλαβὼν κατηγορεῖ, δεδαπανῆσθαι λέγων, καὶ παν‐ τελῶς ἐκλιπεῖν ἐν ταῖς ὁδοῖς αὐτῶν τὴν ἀλή‐ θειαν. Ἐν δὲ ψεύδει (ταυτὸν δὲ εἰπεῖν, σκότῳ) περι‐
5πατοῦντες, πῶς ἂν εὐθείας ἔσχον ὁδοὺς, Χριστὸν τὸ φῶς ἀποστραφέντες, καὶ τὴν ἀλήθειαν; Καὶ εἶδεν Κύριος, καὶ οὐκ ἤρεσεν αὐτῷ, ὅτι οὐκ ἦν κρίσις· τοῦτ’ ἔστι δικαιοκρισία. Καὶ εἶδεν, καὶ οὐκ ἦν ἀνήρ· καὶ ἤδη γὰρ εἶπεν· «Ὅτι ἦλθον, καὶ
10οὐκ ἦν ἄνθρωπος· ἐκάλεσα καὶ οὐκ ἦν ὁ ὑπακούων.» Φιλάνθρωπος γὰρ ὢν ὅλῃ πόλει δι’ ἕνα καὶ μόνον ἀνίησι τὰ ἐγκλήματα. Διὰ γὰρ Ἱερεμίου φησί· «Περι‐ δράμετε ἐν ταῖς ὁδοῖς Ἱερουσαλὴμ, καὶ ζητήσατε ἐν ταῖς πλατείαις αὐτῆς, καὶ ἴδετε ἂν εὕρητε ἄνδρα·
15εἰ ἔστι ποιῶν πίστιν, καὶ ἀγαπῶν ἔλεος, καὶ ἵλεως ἔσομαι αὐτῇ, λέγει Κύριος.» Ὑπέσχετο δὲ καὶ Σο‐ δόμοις ἀνεῖναι εἰ σχοῖεν πέντε δικαίους. Πενταπό‐ λεως γὰρ οὔσης, καθ’ ἑκάστην ἕνα ζητεῖ. Τὸν οὖν τοὺς ἄλλους σῶσαι δυνάμενον ἐκ δικαιοπραγίας, καὶ
20νῦν ἐκάλεσεν ἀντιλαμβανόμενον. Μηδένα δὲ τοιοῦ‐ τον εὑρὼν, ἠμύνατο, φησὶν, αὐτοὺς τῇ δυνάμει. Τοῦτο γὰρ τὸ, βραχίονι. Ἐστηρίσατο δὲ καὶ τῇ ἐλεημοσύνῃ· ἢ κατὰ τοὺς λοιποὺς, ἐπεστηρίσατο. Οὐ γὰρ πάντας ἀπώλεσεν. Ἔσωσε γὰρ τὸ κατάλειμ‐
25μα τοῖς πατράσιν αὐτῶν ἀψευδῆ τὴν ἐπαγγελίαν τηρῶν. Ἐφ’ οἷς αὐτῶν ἅλωσιν τὴν ἐσχάτην σημαίνων, ὥσπερ ὁπλιζόμενον τὸν Θεὸν κατ’ αὐτῶν ὑποτίθεται, πρὸς ὃν εἴρηται· «Σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστήσε‐ ταί σοι ἀπὸ τῆς ὀργῆς σου;» Τοιαῦτα δὲ παθόντων,
30οἱ λοιποὶ τῆς οἰκουμένης, φησὶ, φοβηθήσονται τὴν κατὰ τῶν ἀπειθησάντων βιαίαν ὀργὴν, ἀντὶ δὲ τοῦ, Καὶ ἠμύνατο αὐτοὺς τῷ βραχίονι αὐτοῦ, τινὲς ἐκ‐ θέμενοι, Καὶ ἔσωσεν αὐτῷ βραχίων αὐτοῦ, ἐπήγα‐ γον· μηδεμίαν ἰσχὺν ἐχόντων αὐτῶν πρὸς τοὺς ἐχθροὺς
35διὰ τὰς ἁμαρτίας, ἐν ἰσχύϊ Θεοῦ ἡ νίκη καὶ ἡ σω‐ τηρία παρέσται διὰ Χριστοῦ. Καὶ πάλιν· Ἀντὶ τοῦ, Καὶ τῇ ἐλεημοσύνῃ αὐτοῦ ἐστηρίσατο, καὶ τῇ δι‐ καιοσύνῃ αὐτοῦ ἐπεστηρίσατο, τὸ ῥητὸν εἰπόντες, ἐπήγαγον· Ἡ γὰρ ἐν Κυρίῳ δικαιοσύνη στήριγμα
40γίνεται τῆς κατὰ τῶν ἀσεβῶν δικαίας κρίσεως. Πρὸς τὴν πολεμικὴν δὲ τοῦ Θεοῦ παρασκευὴν ἔφασαν, ὡς ταύτην ὁ Ἀπόστολος ἡμᾶς τὴν ὅπλισιν ἐνδύσασθαι παραινεῖ. Ἐν Κυρίῳ οὖν τὸ ἀληθὲς τῆς δικαιοσύνης, ἧ ἐστι θώραξ τῆς ἐλπίδος. Ἥ ἐστι περικεφα‐
45λαία, ἐν ἡμῖν δὲ μίμησις.
49Ἕπεται δὲ, φασὶ, καὶ ἡ κριτικὴ οἷον ὅπλισις, κατὰ

2609

(50)

τῶν θλιβόντων Χριστὸν ἔν τε τῇ κατ’ αὐτοῦ, καὶ τῇ κατὰ τῶν ἁγίων ἐπαναστάσει. Ταυτὰ δηλοῦται κἀν τῷ δευτέρῳ ψαλμῷ. Τινὲς δὲ τὴν ὅλην ἄνωθεν οὕτως ἐξηγήσαντο ῥῆσιν· Θεοῦ πολλάκις ἐπαγγειλαμένου βοηθεῖν τῷ λαῷ, καὶ τοὐναντίον αὐτοὺς αἰχμαλωσίᾳ
55παραδιδόντος, ὡς ἀσθενοῦντος κατεβόων Θεοῦ. Δι‐2609

2612

ελέγχων οὖν αὐτοὺς, αἰτίας τὰς αὐτῶν ἁμαρτίας φησὶ, δι’ ἃς καὶ ἀνήκοος καὶ ἀδύναμος ἐνομίσθη. Σφάξον‐ τες γὰρ τὰ τέκνα αὐτῶν ἡπατοσκοποῦντο, ὡς τὰς χεῖρας αὐτῶν μεμολύνθαι τῷ αἵματι, καὶ διὰ τῶν
5χειλῶν ἀσεβεῖν, ἀφ’ ὦν ἑαυτοῖς, ὡς ἀπὸ σπερμάτων, πόνους ἐγέννησαν, ματαιοπονοῦντες ἐν αὐτοῖς. Ἃ γὰρ ἐπιθυμήματα συνελέξαντο, ὡς ὠὰ ἀσπίδων ἀτελεσφόρητα, καὶ ἀράχνης ἱστὸς, βλάπτοντα μᾶλ‐ λόν ἐστιν, ἤπερ ὠφελῆσαι δυνάμενα. Κἂν εἰς ἔργον
10δὲ προαχθεῖεν, οὐδὲν ἀπέοικε βασιλίσκου. Δι’ οὗ, κατὰ ἀναγωγὴν, ληψόμεθα τὸν διάβολον τὸν τῶν κα‐ κῶν χορηγόν. Ἐκ δὲ τῶν κακῶν ἁπάντων ἱμάτιον ἐξύφηναν, ὃ μετὰ τὸν κοινὸν θάνατον οὐκ ἔσται σκέπη τῶν κακῶν αὐτῶν, μέχρι ταφῆς ἰσχυόντων
15κατὰ τὸ ἐν Ἰὼβ, τὸ, «Ἕως σοροῦ ἠγρύπνησα.» Ἐκ δὲ τῶν πονηρῶν λογισμῶν ταλαιπωροῦσιν, εἰρήνην οὐκ ἔχοντες. Ὡς γὰρ τὸ κριτικὸν ἀπολέσαντες, βασι‐ λικὴν οὐκ ἦλθον ὁδὸν ἄνω κάτω πλανώμενοι. Οὕτω γὰρ τὴν πονηρίαν μετῄεσαν, ὡς φωτὸς ἐξ αὐτῆς
20ἀπολαύσοντες, ὃ γέγονε σκότος αὐτοῖς, δηλῶν δὴ τὴν ἐν τῷ παρόντι καὶ μέλλοντι καταληψομένην αὐτοὺς τιμωρίαν. Ὡς καὶ τὴν φωτεινοτάτην αὐτοῖς ἡμέραν σκότος γενέσθαι, ὡς στενάζειν αὐτοὺς μεγάλα ὡς ἄρκτον ἐπὶ τέκνοις, καὶ πυκνὰ ὡς περιστεράν. Εἶτά
25φησιν, Ἀνεμείναμεν κρίσιν, καὶ οὐκ ἔστι· δηλῶν τοὺς τοῖς ἑαυτῶν ἁμαρτήμασιν ἐγχρονίσαντας, καὶ τῆς ἀντιλήψεως ἀποτυχόντας τῆς θείας. Κρίσιν δὲ λέγει, καθ’ ἣν τὰ κρείττω πάντες ἑαυτοῖς ἐπιλέγον‐ ται. Ἢ ἀπολιπόντες ἀπώλοντο, ἐπελθόντων αὐτοῖς
30τῶν ἐχθρῶν, μὴ βοηθοῦντος Θεοῦ. Διδάσκει γὰρ αὐτοὺς τὰ συμβησόμενα, καὶ πῶς δεήσει μετανοεῖν, ὡς ἂν ἀφέσεως τύχοιεν. Ἐπεὶ καὶ Δαβὶδ πρὸ τῆς οἰκοδομῆς τοῦ ναοῦ, προλέγει καὶ τὴν καθαίρεσιν, καὶ τὴν αὐτοῦ πάλιν ἀνοικοδόμησιν. Πάντα γὰρ μετ’
35ἀλλήλων γινώσκει Θεός. Εἶτα τῆς ἑαυτῶν ἐν τοῖς πρακτοῖς καὶ λεκτοῖς κακίας κατηγορήσαντες, Ἀπ‐ εστήσαμεν, φασὶν, ὀπίσω τὴν κρίσιν, ὡς ὁ Δαβὶδ ἐν τεσσαρακοστῷ ἐνάτῳ φησί· «Σὺ δὲ ἐμίσησας παιδείαν, καὶ ἐξέβαλες τοὺς λόγους μου εἰς τὰ ὀπί‐
40σω.» Τινὲς δὲ καὶ τό· Ἐκύομεν καὶ ἐμελετήσαμεν ἀπὸ καρδίας, εἰς τοὺς ψευδοπροφήτας εἰρῆσθαί φα‐ σιν. Ἐφ’ οἷσπερ ὁ Θεὸς ἀγανακτήσας ὀργὴν ἐπήγαγε κατ’ αὐτῶν, ἐλέει ταύτην κεράσας. Πᾶσα γὰρ παι‐ δεία Θεοῦ ἐπωφελής. Ἐφ’ οἷς, φησὶ, τὸν Θεὸν τὴν
45ἐκ τῆς μετανοίας πραγματευομένην σωτηρίαν, τοῖς τιμωρουμένοις οἰκειοῦσθαι, ἐνδυόμενον αὐτῶν τὴν δικαιοσύνην, καὶ τὰς δικαιοπραγίας ὥσπερ θωρα‐ κιζόμενον, παραμυθούμενος ὡς δυναμένους ἔνδυνα γενέσθαι Θεοῦ δι’ ἡμᾶς οἷον ὁπλοφοροῦντος, τὴν

2612

(50)

ἡμετέραν διορθουμένου δειλίαν, δι’ ἣν καὶ τῷ Γιεζεὶ ὁπλοφόροι πεφήνασιν ἄγγελοι, οὕτω κατὰ φύσιν οὐκ
ἔχοντες.2611

2613

ιθ—καʹ. Καὶ φοβηθήσονται οἱ ἀπὸ δυσμῶν τὸ ὄνομα Κυρίου, καὶ οἱ ἀπ’ ἀνατολῶν ἡλίου, τὸ ὄνομα τὸ ἔνδοξον. Ἥξει γὰρ ὡς ποταμὸς βίαιος ἡ ὀργὴ παρὰ Κυρίου, ἥξει μετὰ θυμοῦ, καὶ ἥξει
5ἕνεκα Σιὼν ὁ ῥυόμενος, καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακὼβ, κ.τ.λ. Πολέμιον εἰπὼν τοῖς ἐξ Ἰσραὴλ τὸν Θεὸν διὰ τὰς πολλὰς αὐτῶν ἀσεβείας, ἐπὶ τὴν κλῆσιν μέτεισι τῶν ἐθνῶν, καὶ τὴν Χριστοῦ παρουσίαν. Τὸ πᾶν δὲ γένος
10ἀνθρώπων διὰ τῶν ἀνατολῶν ἐδήλωσεν καὶ δυσμῶν, οἳ φοβηθήσονται τὸν Κύριον. «Ἀρχὴ γὰρ σοφίας, φόβος Κυρίου.» Ἧς οὐ μετέλαβεν Ἰσραὴλ, ἀλλ’ ἐκεῖνοι, περὶ ὧν ἔλεγεν· «Ἰδοὺ οὗτοι πόῤῥωθεν ἥξουσι,» καὶ τὰ ἑξῆς· δι’ ὧν ἐδήλου τὰ τέσσαρα
15κλίματα, ὅσα δὲ φόβος Θεοῦ προξενεῖ δηλοῖ τό· «Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.» Καὶ τό, «Οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν.» Καὶ τό, «Φόβος Κυρίου παιδεία, καὶ σοφία.» Καὶ τό· Φόβος Κυρίου προστίθησιν ἡμέρας.» Ὃν οὐκ Ἰου‐
20δαίοις δώσειν, ἀλλὰ τοῖς ἔθνεσιν ἐπαγγέλλεται. Καὶ ἐν ἑτέρῳ γὰρ προφήτῃ τοῖς μέν φησιν· «Οὐκ ἔστι μου θέλημα ἐν ὑμῖν, λέγει Κύριος παντοκράτωρ. Καὶ θυσίας οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν». Περὶ δὲ τῶν ἐθνῶν· «Δι’ ὅτι ἀπὸ ἀνατολῶν ἡλίου
25δεδόξασται τὸ ὄνομά μου, ἐν τοῖς ἔθνεσι.» Τῆς δὲ τούτων σωτηρίας αἴτιον· Ἥξει γὰρ ὡς ποταμὸς βί‐ αιος καὶ ὀργὴ παρὰ Κυρίου. Ἥξει μετὰ θυμοῦ. Ὀργῆς δὲ καὶ θυμοῦ οὔτε τὸ Ἑβραϊκὸν, οὔτε οἱ λοιποὶ μέμνηνται. Οὐδὲ γὰρ εὔλογον ἐν ἀγαθῶν ἐπ‐
30αγγελίαις. Ὁ γὰρ Ἀκύλας φησὶν, Ὅτι ἐλεύσεται ὡς ποταμὸς πνεῦμα Κυρίου σύσσημον ἑαυτῷ. Ὁ δὲ Σύμμαχος· Ἥξει ὡς ποταμὸς θλίβων τὸ πνεῦ‐ μα Κυρίου. Ἐπείγει καὶ ἥξει. Ὁ δὲ Θεοδοτίων· ἥξει γὰρ ὡς ποταμὸς πολιορκητής. Πνεῦμα Κυρίου
35ἐσημειώθη ἐν αὐτῷ. Πῶς δὲ ὡς ποταμὸς βίαιος ἥξει τὸ πνεῦμα Κυρίου, ἐδήλωσεν ἐν ταῖς Πράξε‐ σιν, «Ὅτε συνηγμένων ἐπὶ τὸ αὐτὸ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος, ὥσπερ φερομένης πνοῆς βιαίας,» καὶ τὰ ἐπὶ τούτοις. Ὧν τέλος, καὶ τὸ, «Ἐπλη‐
40ρώθησαν ἅπαντες Πνεύματος ἁγίου.»
44Ἀλλὰ καὶ σημεῖον, φησὶν, ἑαυτῷ. Τοῦτο γὰρ τῆς
45ἰδίας ἀναλήψεως ἔθετο σημεῖον λέγων· «Ἐὰν μὴ ἀπέλ‐ θω, ὁ Παράκλητος οὐκ ἔρχεται.» Καὶ πάλιν· Ὅτ’ ἂν ἀπέλθω, ἀποστελῶ ὑμῖν τὸ Πνεῦμα τῆς ἀληθείας.» Ἀντὶ δὲ τοῦ· Ἥξει ἕνεκεν Σιὼν ὁ ῥυόμενος, Ἀκύλας, Καὶ ἐλεύσεται τῇ Σιὼν ἀγχιστεύων,

2613

(50)

φησίν. Ὁ δὲ Σύμμαχος· Καὶ ἥξει τῇ Σιὼν ἀγχι‐ στεύων. Ἔλεγε γὰρ ὁ Σωτήρ· «Οὐκ ἦλθον, εἰ μὴ εἰς τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ.» Καὶ Παῦ‐ λος δέ φησι· «Λέγω γὰρ Χριστὸν διάκονον γεγενῆ‐ σθαι περιτομῆς ὑπὲρ ἀληθείας Θεοῦ, εἰς τὸ βεβαιῶ‐
55σαι τὰς ἐπαγγελίας τῶν πατέρων, τὰ δὲ ἔθνη ὑπὲρ2613

2616

ἐλέους δοξάσαι τὸν Θεόν.» Φασὶ δέ τινες· Ὥσπερ ἀνωτέρω μνησθεὶς τῆς κατὰ τῶν Ἰουδαίων ὀργῆς, ἐμνήσθη καὶ τῆς ἐν ὑστέροις ἐλεημοσύνης εἰπὼν, «Καὶ τῇ ἐλεημοσύνῃ ᾗ ἐστηρίσατο·» οὕτω καὶ νῦν ὀργὴν
5εἰπὼν, καὶ θυμὸν, τὴν διὰ Χριστοῦ σωτηρίαν ἐπ‐ ήνεγκεν εἰπών· Καὶ ἥξει ἕνεκεν Σιὼν ὁ ῥυόμενος, ἐξ ἁμαρτιῶν δηλονότι, θανάτου τε, καὶ φθορᾶς, καὶ δαιμόνων ὠμότητος. Σιὼν δὲ πάλιν, τὸ θεοσεβὲς τῆς Ἐκκλησίας πολίτευμα. Ἀντὶ δὲ τοῦ, [Καὶ] ἀποστρέ‐
10ψει ἀσεβείας ἀπὸ Ἰακὼβ, ὁ Σύμμαχος· Καὶ τοῖς ἀποστρέψασιν ἀσέβειαν ἐν Ἰακώβ. Ὁ δὲ Ἀκύλας· Καὶ τοῖς ἀποστρέψασιν ἀθεσίαν ἐν Ἰακώβ. Τού‐ τοις γὰρ ἥξει, καὶ τούτους ῥύσεται. Ἑαυτοὺς δὲ μὴ ἐπιστρέφοντες αἰτιάσονται. Καὶ αὕτη, φησὶν, αὐ‐
15τοῖς ἡ παρ’ ἐμοῦ διαθήκη. Τίς δὲ αὕτης; Τὸ πνεῦμα τὸ ἐμὸν, ὅ ἐστιν ἐπὶ σοὶ, ὃ διδοὺς τοῖς μαθηταῖς ἔλεγε· «Λάβετε Πνεῦμα ἅγιον. Ἐάν τινος ἀφῆτε τὰς ἁμαρτίας, ἀφίεται αὐτῷ.» Τοῦτο τοίνυν ἡ Καινὴ Διαθήκη, καὶ τοῦ μυστηρίου τὸ κεφάλαιον,
20ὅπερ ἐστὶν ἐν σοὶ τῷ ἀγχιστεῖ, καὶ ῥυομένων, ὃν ἐκ τῆς ῥίζης ἔφασκεν Ἰεσσαὶ, ἐπαναπαύεσθαι λέγων ἐπ’ αὐτὸν Πνεῦμα τοῦ Θεοῦ. Οὗ δὴ μετέδωκε τοῖς μαθηταῖς, ὡς ἂν καὶ αὐτοὶ μεταδοῖεν ἀξίους. Τὰ δὲ ῥήματα, ἃ λελάληκεν ὁ Χριστὸς, διαθήκη μου,
25φησὶν, ἐστὶ, καὶ μένει εἰς τὸν αἰῶνα. Καὶ ὁ Σωτὴρ δὲ ἔλεγεν· «Ὁ οὐρανὸς, καὶ ἡ γῆ παρελεύσεται· οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι.» Σαφεστάτη τοίνυν τῆς λυτρώσεως ἀπόδειξις, τὸ ἐν μεθέξει γενέσθαι Πνεύ‐ ματος ἁγίου, δι’ οὗ καὶ τὸ τῆς υἱοθεσίας φέρεται
30καύχημα, καὶ τὸ λαβεῖν, φασί τινες, ἐν γλώττῃ τὸ ῥῆμα τῆς πίστεως, Παύλου λέγοντος· «Ἐγγύς σου τὸ ῥῆμά ἐστιν. Ἐν τῷ στόματί σου, καὶ ἐν τῇ καρ‐ δίᾳ σου.» Ἐλάβομεν γὰρ τὸ ῥῆμα τῆς πίστεως, τὴν σωτήριον ὁμολογίαν δικαιοσύνης πρόξενον. Δικαιοῖ
35γὰρ οὕτω τὸν ἀσεβῆ Χριστὸς ὁ πάλαι βοῶν· «Ἀπ‐ ήλειψα ὡς νεφέλην τὰς ἀνομίας σου.» Ὅπερ ὂν ἐν ἡμῖν ἀεὶ, καὶ τοῖς μεθ’ ἡμᾶς παραπέμπεται σῶζον ἀεὶ τοὺς πιστεύοντας. Τινὲς δὲ οὕτως τὸ πᾶν ἐξηγή‐ σαντο· Θεὸς διαθήκην θέμενος πρὸς Ἀβραὰμ, ἡνίκα
40τὰς θυσίας ἐπὶ ταῖς ἐπαγγελίαις πεποίηται· καὶ διὰ Μωσέως δὲ καθ’ ὅμοιον τρόπον νομοθετήσας· καὶ νῦν διὰ τοῦ προφήτου διατίθεσθαι φάσκει διὰ τῶν λα‐ λουμένων πρὸς τὸν λαὸν, ἃ τὴν ἰσχὺν ἕξει οὐ μόνον ἐπὶ τῶν παρόντων, ἀλλὰ καὶ τῶν ἐσομένων, εἰ θέλοιεν
45διὰ μετανοίας ἀπαλείφειν τὰς ἑαυτῶν ἁμαρτίας. Οὕτω γὰρ Θεὸς τὰς ἐπαγγελίας πληροῖ, μετανοοῦσιν οὐκ ἀναξίοις διδούς.
52tΚΕΦΑΛ. Ξʹ.
53 α—κβʹ. Φωτίζου, φωτίζου, Ἱερουσαλήμ. Ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀνα‐
55τέταλκεν. Ἰδοὺ σκότος καλύψει γῆν, καὶ γνόφος2615

2617

ἐπ’ ἔθνη. Ἐπὶ δὲ σὲ φανήσεται Κύριος, καὶ ἡ δόξα αὐτοῦ ἐπὶ σὲ ὀφθήσεται. Καὶ πορεύσονται βασιλεῖς τῷ φωτί σου, καὶ ἔθνη τῇ λαμπρότητί σου. Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, καὶ ἴδε
5συνηγμένα τὰ τέκνα σου. Ἰδοὺ ἥκασι πάντες οἱ υἱοί σου μακρόθεν, καὶ αἱ θυγατέρες σου ἐπ’ ὤμων ἀρθήσονται. Τότε ὄψῃ, καὶ φοβη‐ θήσῃ, καὶ ἐκστήσῃ τῇ καρδίᾳ, ὅτι μεταβα‐ λεῖ εἰς σὲ πλοῦτος θαλάσσης, καὶ ἐθνῶν, καὶ
10λαῶν, κ.τ.λ. Χριστοῦ παρουσίαν εὐαγγελισάμενος, πρώτους βούλεται μεταλαβεῖν αὐτῆς τοὺς ἐξ Ἰσραὴλ, κατὰ τό· «Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπο‐ λωλότα οἴκου Ἰσραήλ.» Ὃ καὶ τοῖς μαθηταῖς παρ‐
15ήγγελλεν, ἀπαγορεύσας αὐτοῖς εἰς ὁδὸν ἐθνῶν μὴ πορεύεσθαι, μηδὲ εἰς πόλιν Σαμαρειτῶν. Οἳ καὶ ἔλεγον· «Ὑμῖν ἦν πρῶτον ἀναγκαῖον κηρυχθῆναι τὸν λόγον.» Χριστὸς δὲ ἦν τὸ φῶς, καὶ ἡ ἀλήθεια, καὶ ἡ ζωὴ, καὶ τὸ φῶς, τὸ φωτίζον πάντα ἄνθρωπον
20ἐρχόμενον εἰς τὸν κόσμον· ἐξ οὗ τὴν Ἱερουσα‐ λὴμ, δηλονότι τοὺς ταύτης οἰκήτορας, φωτισθῆναι προτρέπεται, αὐτῆς τε εἶναί φησι προηγουμένως τὸ φῶς, διά τε τὴν ἐπαγγελίαν τῶν πατέρων, καὶ τὸ τὰ περὶ Χριστοῦ ταύτῃ παρὰ τῶν προφητῶν κεκη‐
25ρύχθαι. Διὰ τοῦτο γὰρ οὐχ ἁπλῶς φῶς εἶπεν, ἀλλὰ τὸ φῶς ἀναφορικῶς, οὗπερ εἰ μετέσχε, διέμεινεν ἂν ἐν εἰρήνῃ μέχρι παντὸς, κατὰ τό· «Εἰ ἔγνως καὶ σὺ τὰ πρὸς εἰρήνην.» Αὐτῆς δὲ μὴ δεξαμένης, ἐπι‐ φέρει· «Νῦν δὲ ἥξουσιν ἡμέραι ἐπὶ σὲ,» καὶ τὰ ἐφ‐
30εξῆς. Πασῶν τε τῶν νῦν λεγομένων ἐξέπεσεν ἐπαγ‐ γελιῶν, αἳ τάχα ἂν αὐτῇ ἐγένοντο καὶ σωματικῶς. Ἅμα τε γὰρ τοῦ φωτὸς, καὶ τούτων ἐστέρηντο. Τὸ δὲ Ἱερουσαλὴμ οὐ κεῖται παρὰ τοῖς ἄλλοις. Ἀλλ’ ὁ μὲν Ἀκύλας Ἀνάστηθι, φωτίζου, φησὶν, ὅτι ἦλθεν
35φῶς σου. Καὶ Σύμμαχος ὁμοίως, καὶ τὸ Ἑβραϊκὸν, ὡς εἶναι τὸν λόγον πρὸς τοὺς δεδεγμένους τὸν εἰρη‐ μένον λυτρωτὴν, ἢ ἀγχιστέα, οὓς ἔλεγεν ἐξ ἀνατο‐ λῶν καὶ δυσμῶν τοὔνομα Κυρίου φοβηθήσεσθαι.
41 Τὸ οὖν θεοσεβὲς τοῦτο πολίτευμα, πόλις καλεῖται Θεοῦ, καὶ Ἱερουσαλήμ. Παρ’ αὐτῇ γὰρ πρώτῃ συν‐ ίστατο προφητῶν τε καὶ θεοσεβῶν ἀνθρώπων χορός. Οἳ δὴ τὴν παρουσίαν ἀεὶ προσδοκῶντες Χριστοῦ, τὸν
45βίον κατέστρεφον διακείμενοι, ὡς καὶ μέχρι θανάτου καταβήσεται διὰ τὴν αὐτῶν ἐλευθερίαν. Ὅθεν ὡς ἐν σκότῳ καθημένοις τοῦ φωτὸς Χριστοῦ τὴν παρ‐ ουσίαν εὐαγγελίζεται, ὡς πρὸς τῇ πρώτῃ παρουσίᾳ, καὶ τῇ δευτέρᾳ τὸν λόγον ἁρμόττειν, περὶ ἧς ἔλεγεν

2617

(50)

ὁ Σωτήρ· «Καὶ ὄψονται τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ,» καὶ τὰ ἑξῆς· ἐν οἷς τοὺς ἀγγέλους συνάξειν λέγει παντα‐ χόθεν τοὺς ἐκλεκτούς. Καὶ πάλιν· «Ὅταν δὲ ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὑτοῦ.» Εἶτα περὶ
55διακρίσεως εὐσεβῶν τε λέγει, καὶ ἀσεβῶν, ὡς προ‐
βάτων καὶ ἐρίφων, τῶν μὲν παραδιδομένων πυρὶ,2617

2620

τῶν δὲ ἀνακαλουμένων εἰς τὸν νέον αἰῶνα, καθ’ ὃν οὐκ ἔσονται φωστῆρες σωματικοὶ, Χριστοῦ τοῦ τῆς δικαιοσύνης Ἡλίου πρὸς φωτισμὸν ἐπαρκοῦντος· ὅτε, κατὰ τὸν ἱερώτατον Παῦλον, «Οἱ νεκροὶ ἐν Χριστῷ
5ἀναστήσονται πρῶτοι, οἱ δὲ περιλειπόμενοι ἐν νεφέ‐ λαις ἀπαντῶντες ἔσονται σὺν Χριστῷ.» Τοῖς οὖν τοιούτοις τότε προσφωνῶν ὁ λόγος ἐρεῖ· Φωτίζου, Ἱερουσαλήμ· ἢ κατὰ τοὺς ἄλλους· Ἀνάστηθι, φωτίσθητι. Καὶ ὅρα εἰ μὴ σαφῶς διὰ τοῦ ἀνάστηθι,
10τὴν ἐκ νεκρῶν ἀνάστασιν ἔδειξεν, ἣν ποιήσει τὸ φῶς ἀκτῖσιν ἰδίαις ἀναζωπυροῦν τοὺς νεκροὺς, οἳ καὶ ἀναστάντες ὄψονται τὴν δόξαν αὐτοῦ. Διὸ νῦν ἐπ‐ άγει· Καὶ ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀνατέταλκεν· δηλαδὴ τὴν νέαν τοῦ Θεοῦ πόλιν, ἣν φωτίζει μόνην
15Χριστός. Τοῖς γὰρ ἀσεβέσι σκότος ἀπόκειται, ὃ δηλῶν φησιν· Ἰδοὺ σκότος καλύψει τὴν γῆν, καὶ γνόφος ἐπ’ ἔθνη. Ἐπὶ δὲ σὲ ἀνατελεῖ Κύριος, κατὰ τοὺς λοιπούς. Δεῖ γὰρ πρῶτον φωτὸς ἀνατολῆς τοῖς μέλλουσι θεωροῖς γενέσθαι τῆς τοῦ Μονογενοῦς
20τοῦ Θεοῦ δόξης, ὃς δόξα λέγεται τοῦ Πατέρος. Ἐν αὐτῷ γὰρ, καὶ δι’ αὐτοῦ, καὶ σὺν αὐτῷ δοξάζεται. Ὁρῶντες γὰρ τὸν Υἱὸν, ὁρῶμεν τὴν μεγαλειότητα, καὶ δόξαν τοῦ Πατέρος, ὅς γέ φησι· «Πάτερ, δό‐ ξασόν σου τὸν Υἱὸν, ἵνα καὶ ὁ Υἱός σου δοξάσῃ
25σε.»
28 Τὸ δέ· Ἰδοὺ σκότος καὶ γνόφος καλύψει γῆν ἐπ’ ἔθνη· ἐπὶ δὲ σὲ φανήσεται Κύριος· ἐπὶ τῆς
30πρώτης ἐκλαβόντες παρουσίας τινὲς, οὐχ ὡς μελλόν‐ των φασὶ τῶν ἐθνῶν σκοτισθήσεσθαι, τῷ κόσμῳ λάμψαντος τοῦ Χριστοῦ. Πεφώτισται γάρ. Ἀλλ’ ὁ μέλλων ἐνταῦθα χρόνος τὸν ἐνεστῶτα δηλοῖ, τοῦτ’ ἔστι καλύπτει. Χριστοῦ γὰρ πρώτοις τοῖς ἐξ Ἰσραὴλ
35ἐπιλάμψαντος, ἔτι τὰ ἔθνη σκότῳ κεκράτητο, πρὶν ἐπ’ αὐτὰ μεταστῆναι τὴν χάριν. Τότε γὰρ Ἰουδαίοις τὴν οἰκείαν θαυματουργῶν ἐπεδείκνυτο δόξαν. Τινὲς δὲ τὸ, γνόφος ἐπ’ ἔθνη, φασὶν ὅτε πάσχουσιν οἱ ἐχθροὶ τὰ δίκαια. Πορεύσονται δὲ, φησὶ, βασιλεῖς
40τῷ φωτί σου, καὶ ἔθνη τῇ λαμπρότητί σου, τὴν κλῆσιν δηλῶν τῶν ἐθνῶν ἐκ τῆς ἐκείνων ἀπειθείας γεγενημένην. Δύο δὲ νοήσομεν τάγματα σωζομένων· τῶν τε παρ’ Ἰουδαίοις θεοφιλῶν, οἳ διὰ πίστεως τελειωθέντες οὐκ ἐκομίσαντο τὰς ἐπαγγελίας, τοῦ
45Θεοῦ κρεῖττόν τι περὶ ἡμῶν προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν· οἳ καὶ τοῖς τοῦ θανάτου χωρίοις ἐνδιέτριβον τὴν παρουσίαν Χριστοῦ περι‐ μένοντες. Διὸ πέμψας Ἰωάννης ἠρώτα· «Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν;» οὓς εὐαγγελιζό‐

2620

(50)

μενος τὴν εἰς αὐτοὺς τοῦ Χριστοῦ κάθοδον, φησίν· Ἀνάστηθι, φωτίσθητι. Ἦλθεν γὰρ τὸ φῶς σου, τοῦτ’ ἔστιν, ὃ προσεδόκας. Τούτων οὖν τὸ πρῶτον τάγμα. Δεύτερον δὲ, τὸ τῆς ἐξ ἐθνῶν Ἐκκλησίας, ὃ δὴ συνῆψεν ὁ Παῦλος τῷ πρώτῳ λέγων· «Ἄρ’ οὖν
55οὐκ ἔτι ἔστε ξένοι καὶ πάροικοι, ἀλλὰ συμπολῖται2619

2621

τῶν ἁγίων,» καὶ τὰ ἐπὶ τούτοις. Ἐν οἷς ἔστιν «εἶναι τὰ ἔθνη συγκληρονόμα, καὶ σύσσωμα, καὶ συμμέ‐ τοχα τῆς ἐπαγγελίας ἐν Χριστῷ.»
7 Εἰκότως οὖν εὐαγγελισάμενος νῦν τῷ πρώτῳ τάγματι ἐπήνεγκε· Καὶ πορεύσονται ἔθνη τῷ φωτί σου, δεικνὺς κοινὸν ἀμφοτέροις τὸ φῶς τοῖς
10πρὸ τῆς παρουσίας, καὶ ὕστερον, καὶ τὴν λαμπρό‐ τητα, ἣν ἡ ῥύπου παντὸς ἀπόσμηξις ἀπεργάζεται. Ταύτῃ γὰρ καὶ οἱ τῶν ἐθνῶν χρήσονται βασιλεῖς, καθαιρόμενοι τῇ τῶν θείων μυστηρίων δυνάμει, ὃ δὴ καθ’ ἡμᾶς διὰ τῶν ἔργων ὁρᾶται. Εἶτα ἐπειδὴ
15ἐθνῶν ἐμνημόνευσε, καὶ βασιλέων ἐθνῶν, ἀκολού‐ θως τὴν προτέραν τοῦ Θεοῦ πόλιν διδάσκει πάντας τοὺς ἐξ ἐθνῶν προσιόντας τῷ θεοσεβεῖ πολιτεύματι οἰκεῖα τέκνα ἡγεῖσθαι λέγων· Ἴδε συνηγμένα τὰ τέκνα σου, οὓς καί φησιν ἐπ’ ὤμων ἀρθήσεσθαι.
20Διὸ πάντες οἱ ἐξ ἐθνῶν πεπιστευκότες ἐπαγγελίαν εἰλήφασιν εἰς κόλπους Ἀβραὰμ ἀναπαύσασθαι. Καὶ πολλαχοῦ δὲ θυγάτηρ Ἱερουσαλὴμ, καὶ Σιὼν, ἡ ἐξ ἐθνῶν Ἐκκλησία χρηματίζει, ὡς ἐν τῷ, «Χαῖρε σφόδρα, θυγάτηρ Σιών. Κήρυσσε, θυγάτηρ Ἱερου‐
25σαλήμ. Ἰδοὺ ἔρχομαι, καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος, καὶ πορεύσονται ἕθνη πολλὰ ἐπὶ τὸν Κύριον.» Τὸ δὲ πόῤῥωθεν ἥκειν, παρίστησιν ὡς ᾗ μὲν πόῤῥω που τῆς βασιλείας τοῦ Ἰσραὴλ, καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας. «Ἀλλ’ ὑμεῖς,
30φησὶν, οἵ ποτε μακρὰν ὄντες, ἐγγὺς ἐγενήθητε.» Ὡς γὰρ ὁ Παῦλός φησιν· «Οὐ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραήλ· ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λο‐ γίζεται εἰς σπέρμα.» Καὶ πρὸς Ἀβραὰμ δὲ ἐῤῥέθη· Πατέρα πολλῶν ἐθνῶν τέθεικά σε. Πρὸς ἅ τις προ‐
35φήτης φησί· «Μνήσθητε, οἱ μακρὰν τοῦ Κυρίου, καὶ Ἱερουσαλὴμ ἀναβήτω ἐπὶ τὴν καρδίαν ὑμῶν.» Ἃ δὴ καὶ πεισθέντα, κατὰ τὸν Ἡσαΐαν, φασί· «Δεῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, καὶ ἀναγγελεῖ τὴν ὁδὸν αὐτοῦ, καὶ
40πορευσόμεθα ἐν αὐτῇ.» Ἀλλ’, ἰδοὺ ἥκασι, φησὶ, τοῦτ’ ἔστιν, οὐκ εἰς μακρὰν ἡ κλῆσις αὐτῶν. Δρα‐ μοῦνται γὰρ ὥσπερ κατὰ πόδα τῶν εὐαγγελικῶν κηρυγμάτων, δίχα πόνου παντός. Ἐπ’ ὤμων γὰρ ἀρθήσονται, οἷα δὴ βρέφη ταῖς τῶν μυσταγωγῶν
45παιδαγωγίαις χειραγωγούμενοι. Γάλα γὰρ ποτίζον‐ ται κατ’ ἀρχὰς, κατὰ βραχὺ πρὸς μέτρον ἡλικίας ἀναβαίνοντες τέλειον ὅσοι τῆς διὰ Πνεύματος ἀνα‐ γεννήσεως ἔτυχον. Τοιγαροῦν ὁ Παῦλος «Ὡς ἄν τις τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα,» φησίν.
53 Ἐφ’ οἷς λέγει· Τότε ὄψει, καὶ χαρήσῃ. Καὶ πῶς οὐ μέλλει μήτηρ περὶ τέκνοις σωζομένοις εὐφραί‐
55νεσθαι; Τὸ δὲ φοβηθήσῃ, παρὰ μὲν τοῖς λοιποῖς οὐκ
ἐμφέρεται. Σημαίνει δὲ τὸ ἐκστήσῃ, καὶ θαυμάσεις.2621

2624

Κατὰ τὸν Ἀββακοὺμ εἰπόντα· «Κύριε, εἰσακήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην.» Τίς δὲ τοῦ θαυμάζειν ἡ πρόφασις; Μεταβαλεῖ γὰρ εἰς σὲ πλοῦτος θα‐ λάσσης. Ὁ δὲ Σύμμαχος· Ὅταν ἐπιστραφῇ ἐπὶ
5σὲ τὸ πλῆθος τῆς θαλάσσης, καὶ ἡ δύναμις τῶν ἐθνῶν. Ὁ δὲ λόγος τὴν πολυπληθίαν τῶν σωζομένων, πλούτῳ καὶ πλήθει θαλάσσης ἀπείκασεν. Δυνά‐ μεις δὲ ἐθνῶν ἢ οἱ ἐν αὐτοῖς δυνατοὶ, ἢ οἱ τοῦ κατὰ Θεὸν βίου νεανικῶς ἀντεχόμενοι, ὡς λέγειν·
10«Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ.» Χαρή‐ σῃ δὲ, φησὶ, καὶ ἐπὶ τῶν ἀτελεστέρων καὶ ἀλογωτέ‐ ρων ταῖς ἀγέλαις, οὓς καμήλοις ἀπείκασεν, Οἳ δή σοι χρυσίον καὶ λίβανον οἴσουσι, τοὺς ἐν Ἐκκλη‐ σίᾳ πλουσίους δηλῶν. Καὶ ὁ Σωτὴρ γὰρ καμήλῳ
15παρεικάζει τὸν πλούσιον, εὐκοπώτερον εἶναι λέγων κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος εἰσελθεῖν, ἢ πλούσιον εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ἀλλὰ γὰρ τὸ παρ’ ἀνθρώποις ἀδύνατον, παρὰ Θεῷ δυνατόν. Ἐφ’ ᾧ καὶ Ἱερουσαλὴμ ἐξέστη διὰ τῆς στενῆς καὶ τεθλιμμένης
20ὁδοῦ βλέπουσα τοὺς εἰσιόντας εἰς τὴν αἰώνιον ζωὴν, ὡς διὰ τρυμαλιᾶς ῥαφίδος, δῶρα φέροντας Θεῷ λύ‐ τρα τῆς ἰδίας ψυχῆς. Λύτρον γὰρ ψυχῆς ὁ ἴδιος πλοῦτος. Σαβᾶ δὲ ἔθνος Αἰθιοπικόν. Καὶ Γεφᾶ δὲ καὶ Μαδιὰμ ὁμοίως βάρβαρα, γονίμους ἔχοντα κα‐
25μήλων χώρας. Διὸ δὴ τῇ τούτων κέχρηται ὁ λόγος εἰκόνι.
30 Ὅτι δὲ λογικαί τινες ἦσαν αἱ τοιαίδε κάμηλοι, δῆλον. Φησὶ γάρ· Καὶ καλύψουσί σε κάμηλοι Μα‐ διὰμ, καὶ Γεφᾶ, πάντες ἐκ Σαββᾶ ἥξουσι. Φέ‐ ροντες χρυσίον καὶ λίβανον οἴσουσι, καὶ τὸ σω‐ τήριον Κυρίου εὐαγγελιοῦνται. Πῶς γὰρ καμή‐
35λου τὸ σωτήριον εὐαγγελίζονται τοῦ Κυρίου, Ἄνδρες οὖν αὐταὶ, φέρουσαι λίβανον μὲν, τὴν τῆς θεολογίας πνευματικὴν εὐωδίαν· χρυσὸν δὲ, τὴν σωματικὴν εὐπορίαν. Τὸ οὖν παράδοξον, τὸ μετα‐ βληθήσεσθαι τὰς κτηνώδεις τῶν πλουσίων ψυχὰς,
40καμήλοις ἀπεικασμένας διὰ τὸ ἀχθοφόρον, καὶ πο‐ λύγονον, καὶ σκολιὸν τοῦ ζώου· καὶ δι’ ὑπερβάλλου‐ σαν ὠφέλειαν εὐαγγελίζεσθαι τὸ σωτήριον Κυρίου· ἔτι δὲ καὶ τὰ πρόβατα Κηδάρ φησι συναχθήσε‐ σθαι, τὰς ἀφελεστέρας λέγων ψυχὰς λογικάς. Τοιοῦ‐
45τον τό· «Πορεύεσθε πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.» Καὶ τό· «Τὰ ἐμὰ πρόβατα τῆς φωνῆς τῆς ἐμῆς ἀκούει.» Καὶ ἐν Ἰεζεκιὴλ δέ φησιν· «Ἰδοὺ ἐγὼ ἐκζητήσω τὰ πρόβατά μου,» καὶ τὰ ἐφ‐ εξῆς εἰπὼν ἐπιφέρει· «Καὶ γνώσονται ὅτι ἐγώ εἰμι

2624

(50)

Κύριος ὁ Θεὸς αὐτῶν, καὶ αὐτοὶ λαός μου οἶκος Ἰσ‐ ραὴλ, λέγει Κύριος. Καὶ ὑμεῖς πρόβατά μου, καὶ πρόβατα ποιμνίου ἄνθρωποί ἐστε, καὶ ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν.» Ταῦτα μὲν οὖν Ἰσραὴλ, ἀλλόφυλα δὲ πρόβατα νῦν φησι συναχθήσεσθαι τὰ Κηδὰρ, καὶ
55κριοὺς Ναβεώθ. Κηδὰρ δὲ μεθερμηνεύεται σκοτα‐2623

2625

σμός. Λέγεται δὲ ἀμφὶ τὴν ἔρημον εἶναι τῶν Σαρα‐ κηνῶν. Καὶ Ναβεὼθ ἑτέρα χώρα τοῦ Ἰσραὴλ ἀλλο‐ τρία. Δηλοῦνται δὲ διὰ τῶν κριῶν οἱ ἀρχικώτατοι τῶν ἐξ ἐθνῶν ἐπιστρεφόντων, οἳ καὶ νῦν δῶρα προσ‐
5φέρουσιν, ἀφιεροῦντες ἑαυτοὺς τῷ Θεῷ, καὶ τῇ τοῦ θυσιαστηρίου προσεδρεύοντες λειτουργίᾳ, δι’ ὧν ἡ τοῦ Θεοῦ δοξάζεται Ἐκκλησία.
10 Τινὲς δὲ τὸ, Κάμηλοι ἐπὶ καμήλων, φασὶν, ἥξου‐ σιν, ἢ ἅπερ ἔχουσι προσκομίζοντες, καὶ τοὺς κατὰ χεῖρα τιμῶντες Θεόν· ἢ ὅτι οὐ καθ’ ἕνα ἥξουσιν, ἀλλ’ ἀγεληδὸν καρποφοροῦντες εἰς δόξαν Θεοῦ, ἤγουν τὴν ἐξ ἔργων ἀγαθῶν εὐοσμίαν, καὶ πλοῦτον πνευ‐
15ματικόν. Ἐξ ὧν τινες ἕξιν εὐαγγελικὴν ἐσχηκότες προέστησαν καὶ λαῶν, εὐαγγελιζόμενοι τὸ σωτή‐ ριον Κυρίου. Ἥξουσι δὲ, φησὶ, καὶ πρόβατα Κηδὰρ, καὶ κριοὶ Ναβεώθ. Τοῦτ’ ἔστι, δεκταὶ καὶ τούτων αἱ θυσίαι γενήσονται προσιόντων διὰ πίστεως. Εἴποις
20δ’ ἂν, φησὶ, πρόβατα καὶ κριοὺς, ἄνδρας βρίθοντας καλοῖς, καὶ ἐπιείκειαν ἀσπαζομένους, δι’ ὧν ὁ οἷκος δοξάζεται τοῦ Θεοῦ, οὐ διὰ καπνοῦ καὶ αἱμάτων, ὡς ὁ πάλαι νεὼς, ἀλλὰ διὰ λατρείας πνευματικῆς. Τούτου δὲ μνησθεὶς τοῦ ῥητοῦ καὶ ὁ Σωτὴρ ἔφασκεν·
25«Ὁ οἶκός μου, οἶκος προσευχῆς κληθήσεται, ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν.» Ὅτε τοίνυν οἶκος γέγονε προσευχῆς, τότε δεδόξασται. Ἐπίτηδες δὲ ἡ Γραφὴ, ὡς νηπιώδεσι, τοῖς ἐξ Ἰσραὴλ διαλεγομένη, ἐκ τῶν αὐτοῖς συνήθων τὰς ἐπαγγελίας παρέχεται
30μετὰ τοῦ [σωματικοῦ] δηλοῦν τι καὶ νοητόν. Περὶ πολλοῦ γὰρ ἦν αὐτοῖς ἀλλόφυλα ἔθνη δωροφοροῦντα θεάσασθαι. Θέλγει τοίνυν αὐτοὺς συμψελλιζομένη τὰ φίλα. Καὶ συνήθη γὰρ, ὡς δὴ παισὶν, ἐπαγγέλλεται, δι’ ὧν ἀνέξη προτρεπομένη πρὸς θεοσέβειαν, ὡς
35πρὸς διδασκαλίαν τοὺς παῖδας εἰώθαμεν. Ἴσως δ’ ἂν αὐτοῖς ἀπήντηκε καὶ σωματικῶς, εἰ τὸν Χριστὸν παρεδέξαντο. Τοιγαροῦν καὶ οὕτω τινὲς ἀπέδωκαν· Ἀνάλαβέ σου τὸ πρότερον φῶς, Ἱερουσαλὴμ, ὃ διὰ ῥᾳθυμίας ἀπέσβεσας, καὶ ᾧ κατ’ ἐξαίρετον ἐτιμήθης
40τῶν ἄλλων ἐσκοτισμένων, ὡς ἂν ἔθνεσι καὶ βασι‐ λεῦσι θεοσεβείας γένῃ παράδειγμα, σοῦ δὲ μὴ βου‐ λομένης ἐπὶ τὰ ἔθνη τὸ φῶς τοῦ Χριστοῦ μεταβή‐ σεται. Τὸ σὸν οὖν ὄμμα, φησὶν, ἀνάτεινον πρὸς Θεὸν, καὶ ὄψει τοὺς ἐν τῇ διασπορᾷ συνηγμένους ὑπὸ τῶν
45κατεχόντων δορυφορουμένους.

2625

(50)

Ἐπαγγέλλεται δὲ καὶ χρυσὸν, καὶ τὰ ἀπὸ τῶν ἐθνῶν τοῖς περὶ ταῦτα ἐπτοημένοις, εἰ θεοσεβεῖν ἐθέλοιεν. Καὶ ταῦτα μὲν οὗτοι. Τῇ δὲ παλαιᾷ διαλε‐ χθεὶς Ἱερουσαλὴμ, τῷ θεοσεβεῖ πολιτεύματι, τῇ μητέρι τῆς νέας καὶ κατὰ Χριστὸν πολιτείας, ἐκ
55προσώπου νῦν αὐτῆς ἐπιφέρει τὰ μετὰ ταῦτα λεγού‐2625

2628

σης· Τίνες οἵδε; ὡς νεφέλαι πέτονται. Ὃ σαφὲς ὁ Παῦλος κατέστησεν, εἰπών· «Ἁρπαγησόμεθα ἐν νεφέ‐ λαις, εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα,» συναφθέντες δηλαδὴ τῷ
5χορῷ τῶν ἐν τῷ προτέρῳ λαῷ κατωρθωκότων, οἳ καὶ θεωροῦντες τὴν πρὸς αὐτοὺς ἀνάπτησιν, τῶν ἐξ ἐθνῶν σωζομένων ἀποθαυμάζουσι τὸ πλῆθος. Τι‐ νὲς δὲ τῆς Ἐκκλησίας τὸ πρόσωπον εἶναί φασι θαυ‐ μαζούσης τὴν ἐξ ἁπάσης χώρας διὰ πίστεως συνδρο‐
10μὴν συντόνῳ δρόμῳ χωρούντων, καὶ οἷον ἱπταμένων· ἤγουν, ὅτι τὸ γεῶδες καὶ χθαμαλὸν ἀφέντες φρόνημα, ὡς ἐκ θαλάττης νεφέλαι, θορύβου πόῤῥω κοσμικοῦ μετέωροι γίνονται. Περιστερὰς δὲ λέγει σὺν νεοσ‐ σοῖς, ὅτι τοῦ θείου κηρύγματος ἡ σαγήνη οὐ πρεσβύ‐
15τας μόνους, ἀλλὰ καὶ νέους, καὶ σὺν μητέρι θυγατέ‐ ρας ἐπὶ τὴν πίστιν συνήγαγεν. Θαυμαζούσης δὲ τῆς Ἐκκλησίας, τὴν τοῦ πράγματος αἰτίαν ὁ σαγηνεύων φησίν· Ἐμὲ νῆσοι ὑπέμειναν, τοὺς νησιώτας λέ‐ γων, καὶ πλοῖα Θαρσεῖς. Τὰς Ἰνδικὰς δὲ χώρας
20Θαρσεῖς ἡ Γραφὴ καλεῖ. Λέγουσι δὲ καὶ τῆς Κύπρου πόλιν εἶναι Θαρσεῖς. Τὸ δὲ ὑπέμειναν, τοῦτ’ ἔστι, Τὸν ἐμὸν ζυγὸν ὑπεδέξαντο, δι’ ὧν δηλοῖ τὴν τῶν ἐθνῶν συνδρομὴν καρποφορούντων τὰ παρ’ αὐτοῖς τιμιώτατα καὶ καλουμένων Χριστιανῶν, ἐπειδήπερ ἅγιον γέ‐
25γονε παρ’ αὐτοῖς τὸ ὄνομα Κυρίου, ἔνδοξος δὲ ὁ ἅγιος τοῦ Ἰσραήλ. Εἷς δὲ καὶ ὁ αὐτὸς ὑπάρχων Κύριός τε καὶ ἅγιος, καὶ δεδοξασμένος ἐστίν. Αὐτῷ τοίνυν, οὐ τοῖς εἰδώλοις, ὡς πάλαι, προσφέ‐ ρουσιν οὐ πάντως τὰς ὕλας, χρυσόν τε καὶ ἄργυ‐
30ρον, ἀλλὰ πίστιν, καὶ τὴν ἐξ ἀρετῆς ἁπάσης φαιδρό‐ τητα. Φησὶ δὲ καὶ ἐν Ψαλμοῖς περὶ Χριστοῦ, ὅτι «Βασιλεῖς Θαρσεῖς καὶ νῆσοι δῶρα προσάξουσι, βα‐ σιλεῖς Ἀράβων καὶ Σαβὰ δῶρα προσοίσουσι, καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ βασιλεῖς τῆς γῆς.»
35Ταῦτα μὲν, εἰ ἀπὸ τῆς Ἐκκλησίας λέγοιτο τὸ, Τίνες οἵδε; ὡς νεφέλαι πέτονται.
39Εἰ δὲ ἀπὸ τοῦ πάλαι θεοσεβοῦς πολιτεύματος, ἐξ
40αὐτοῦ ἂν εἴη καὶ τὸ, Ἐμὲ νῆσοι ὑπέμειναν, τοῦτ’ ἔστιν, αἱ Ἐκκλησίαι· ἐπείπερ τὰς ἐν προφήταις ἐπ‐ αγγελίας πρὸς τοὺς Πατέρας ἀναγινώσκουσαι, προσ‐ εδόκων αὐτάς. Ὑπέμειναν οὖν με, τῶν αὐτῶν προσ‐ δοκῶσαι τυχεῖν. Πλοῖα δὲ Θαρσεῖς αἰνίττεται τὰ
45σώματα, οἷς ἐπενήξαντο κατὰ τὸν θνητὸν βίον αἱ ψυχαί. Ἀλλοφύλων δὲ χώρα Θαρσεῖς. Διὸ περὶ τῶν ἀλλοφύλων ἀπίστων εἴρηταί που· «Πνεύματι βιαίῳ συντρίψεις πλοῖα Θαρσεῖς.» Ἀλλ’ ἐκεῖνα μὲν συνετρί‐ βετο. Ἐνταῦθα δὲ τὰ τέκνα τῆς παλαιᾶς Ἱερουσα‐

2628

(50)

λὴμ, τὰ ἐξ ἐθνῶν αὐτῇ προσγενόμενα αὐτοῖς πλοίοις μακρόθεν πρὸς αὐτὴν ἥξειν λέγεται· τοῦτ’ ἔστιν, αὐτοῖς σώμασιν ἐπὶ τὸ κρεῖττον μεταβληθεῖσι. «Δεῖ γὰρ τὸ φθαρτὸν ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν ἐνδύσασθαι ἀθανασίαν.» Ἥξουσι τοίνυν
55αὐτοῖς σώμασι τὰς κατ’ ἀρετὴν πράξεις, ἄργυ‐ ρον καὶ χρυσὸν ὀνομαζομένας, ἐπαγόμενοι. Τοῦτο
γὰρ ὁ Παῦλος νοῶν φησίν· «Εἰ δέ τις ἐποικοδομεῖ2627

2629

ἐπὶ τὸν θεμέλιον χρυσὸν, ἄργυρον, λίθους τιμίους.» Τινὲς δὲ ὡς ἀπὸ τοῦ προφήτου τὰ μέλλοντα θεωρή‐ σαντος ἔλαβον τὸ, Τίνες. Οἱ δὲ θαυμάζοντος τὸ πλῆ‐ θος τῶν ἐπαναγόντων ἐπὶ τὴν Ἱερουσαλήμ. Νέ‐
5φεσι γὰρ πεπυκνωμένοις, καὶ περιστεραῖς σὺν νεοσσοῖς ἀπεικάζει τούτων τὸ πλῆθος. Ὅμοιον δὲ τῷ ἤδη ῥηθέντι· Οὗτοι δέ μοι ποῦ ἦσαν; Ὃ τοίνυν ἔβλεπεν ὁ προφήτης φησίν. Ὃ καὶ Μιχαίας ποιήσειν ἔλεγεν, μηδὲν ἀνασχόμενος πρὸς ἡδονὴν εἰπεῖν
10Ἀχαάβ. Ἀλλ’ εἰπών· «Θεωρῶ τὸν λαὸν ἐπὶ τῶν ὀρέων, ὡσεὶ πρόβατα μὴ ἔχοντα ποιμένα·» οὕτω καὶ νῦν φησι, πάντας δορυφορουμένους ἥξειν, καὶ ὡς ἐπ’ ὤμων ἀγομένους ἐπὶ τὴν Ἱερουσαλὴμ, ὡς εἰς πόλιν ἀνακειμένην Θεῷ.
18 Πλοῖα δὲ Θαρσεῖς καλεῖ, τοὺς ἀπὸ τῆς Θαρ‐ σεῖς ἐρχομένους ἐν Ἰνδίᾳ κειμένης ἧς καὶ ἐν
20Ἰωνίᾳ μέμνηται. Ταῦτα δὲ ἔσται τῇ Ἱερου‐ σαλὴμ οὐ δι’ αὐτὴν, ἀλλὰ διὰ τὸν Θεὸν, ὃς ἔγνω στῆσαι τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν διὰ τὴν ἑαυτοῦ μεγαλειότητα. Πρὸς τούτοις εἴρηται· Καὶ οἰκοδομήσουσιν ἀλλογενεῖς τὰ τείχη σου· ὃ
25καὶ νῦν ὁρᾶται· ἐθνικοὶ γὰρ Ἐκκλησιῶν ἡγοῦνται, ταῖς ἑαυτῶν διδασκαλίαις αὐτὰς περιφράττοντες, εἰς τὸ μὴ λόγον ἀλλότριον χώραν ἔχειν ἐπιβουλῆς. Καὶ βασιλεῖς δὲ αὐτῶν παραστήσονταί σοι, φησί. Καὶ νῦν γ’ οὖν τῶν Ῥωμαϊκῶν ταγμάτων οἱ ἄρχοντες,
30καὶ τῶν βασιλέων ὁ φόβος ἀνείργουσι τοὺς ταῖς Ἐκκλησίαις ἐπιβουλεύοντας· ἤγουν παράστασιν σημαίνει τὴν ὑπακοήν. Εἴκουσι γὰρ τοῖς ἱεροῖς θε‐ σπίσμασι, καὶ τὸ τῆς Ἐκκλησίας κήρυγμα παντὸς ἀξιοῦσι λόγου. Ἔστι δὲ, φασὶ, ταῦτα καὶ καθ’ ἱστορίαν
35εὑρεῖν, Κύρου μὲν ἀνοικοδομήσαντος Ἱερουσαλὴμ, μετ’ αὐτὸν δὲ Δαρείου. Καὶ Ἀλέξανδρος δὲ τὸν ἱερὸν θεασάμενος στόλον, τὸν θυμὸν μετέβαλεν εἰς προσκύ‐ νησιν. Διὰ γὰρ ὀργήν μου ἐπάταξά σε, καὶ δι’ ἔλεον ἠγάπησά σε. Καὶ γὰρ σὲ τὴν θεοσεβεῖν ἐπ‐
40αγγειλαμένην ἐπάταξα, πόλιν παραδοὺς πολεμίοις διὰ τὸ πλῆθος τῶν ἀσεβησάντων ἐν σοὶ, ὡς καὶ προφήτας καὶ θεοσεβεῖς ἀπολαῦσαι τῆς τῶν λοιπῶν μοχθηρίας.
45 Καὶ νῦν δὲ διὰ τοὺς ἐν σοὶ κατορθοῦντας, ἠγά‐ πησά σε, τῆς ὀργῆς οὕτω θυμῷ τοῦ Θεοῦ λογι‐ ζομένης, ἀλλὰ ταῖς ἐκείνων ἁμαρτίαις. Καὶ αὐτὴν γὰρ δι’ ἀγαθότητα τὴν δίκην ἐπάγει Θεὸς, ἵν’ ἐξ ὧν ἁμαρτόντες ἐτιμωρήθησαν, γνῶσιν οἵων ἀπολαύ‐

2629

(50)

σουσι κατορθώσαντες. Εἰ γὰρ ὁ ἀόργητος τιμωρεῖται δι’ ὠφέλειαν, δι’ ὃ καὶ ὀργίζεσθαι λέγεται· πόσῳ μᾶλλον ἐλεήσει πηγὴ τυγχάνων ἀγαθότητος δικαιο‐ πραγοῦντας ἡμᾶς; Ἐπάγει δὲ δεικνὺς ὡς τῆς ἀγάπης αὐτοῦ καρπὸς ἡ πολλὴ ἄδεια καὶ εἰρήνη, δι’ ἣν ἀνοι‐
55χθήσονται πύλαι σου διὰ παντός. Κατὰ μὲν οὖν
τὴν ἱστορίαν, Οὐδένα, φησὶ, φοβηθήσῃ πολέμιον. Πρὸς2629

2632

δὲ νοῦν πύλαι τῆς τοῦ Θεοῦ πόλεως εἰσακτικαὶ, καὶ στοιχειώδεις διδασκαλίαι προκείμεναι διὰ παντὸς τοῖς τῇ θεοσεβείᾳ προστρέχουσι. Διόπερ εἶπεν εἰσ‐ άγειν πρὸς σὲ δύναμιν ἐθνῶν, τοὺς εἰπεῖν δυνα‐
5μένους· «Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χρι‐ στῷ.» Ὧν οἱ ἐξαίρετοι βασιλεῖς, οἱ τῆς ἐπουρανίου βασιλείας ἄξιοι. Διὰ Θεοῦ δὲ πάντες ἔχουσι τὴν εἴσ‐ οδον εἰς ἐπίγνωσιν τοῦ Υἱοῦ. «Οὐδεὶς γὰρ δύναται ἐλθεῖν πρός με, φησὶν, ἐὰν μὴ ὁ Πατὴρ ὁ πέμψας
10ἑλκύσῃ αὐτόν.» Καὶ καθ’ ἱστορίαν γε μὴν, ἄρχον‐ τες καὶ βασιλεῖς Ῥωμαίων εἰς τὴν Ἐκκλησίαν ποιοῦνται τὴν εἴσοδον. Οἱ δὲ μὴ δουλεύσαντές σοι, φησὶ, τῇ τοῦ Θεοῦ πόλει, τὴν καλλίστην δουλείαν καὶ σωτήριον, ἀπολοῦνται. Ὃν γὰρ μὴ σώζει πί‐
15στις, ἀπόλλυσιν ἀπιστία. Σοὶ δὲ τὰ κάλλιστα καὶ ὑψηλότατα τῶν ἐν τῷ Λιβάνῳ φυτὰ κομισθήσεται. Ἀλλοφύλων δὲ τὸ ὄρος τρέφον δένδρα πρὸς οἰκοδο‐ μὴν ἐπιτήδεια. Τοιούτους νόει τοὺς ἐξ ἐθνῶν τὴν κοσμικὴν ἠσκημένους σοφίαν, οἳ κοσμοῦσι τὴν Ἐκ‐
20κλησίαν τῇ τοῦ λόγου παρασκευῇ, δι’ ὧν δοξάζεται ὁ τόπος ὁ ἅγιος τοῦ Θεοῦ, καὶ ὁ τόπος τῶν ποδῶν αὐτοῦ, δηλαδὴ ἡ Ἐκκλησία, ἥτις τρέφει καὶ πλείστας ὅσας κεφαλὰς ὑψοῦ τε ἠρμένας ἐξ ἀρετῶν, καὶ Χρι‐ στὸν εὐωδιαζούσας, οἳ καὶ τῆς τοῦ κοσμικοῦ φρονή‐
25ματος πόῤῥω κεῖνται φθορᾶς, ὃ δὴ πρόσεστι πεύκῃ καὶ κέδρῳ.
29Φίλον γὰρ τῇ Γραφῇ τὸ τῶν ἁγίων πλῆθος τοῖς
30τοιούτοις ἀπεικάζειν φυτοῖς. Φησὶ γὰρ καὶ Δαβίδ· «Καὶ ἄρτος στηρίζει καρδίαν ἀνθρώπου. Χορτα‐ σθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.» Καὶ Παῦλος δὲ λέγει· «Θεοῦ γεώρ‐ γιόν ἐσμεν.» Τινὲς δέ φασιν, ὡς Λίβανον ἡ Γραφὴ τὰ
35ἔθνη καλεῖ, ὥσπερ οὖν Κάρμηλον τὴν Ἱερουσαλήμ. Σαμαρείας γὰρ τὸ ὄρος, ὡς ἐκεῖνο τῶν ἀλλοφύλων. Δηλοῖ τοίνυν κατὰ μὲν ἱστορίαν, τὰ πρὸς ἀνάκτισιν χορηγηθέντα ξύλα· κατὰ δὲ νοῦν, τὰς γνώμας τῶν δικαίων. Εἶτα δηλοῖ τοὺς πάλαι τὴν Ἐκκλησίαν τοῖς
40διωγμοῖς ταπεινώσαντας, μεταβαλεῖν ἐπὶ τὸ τὸν ἐν αὐτῇ Θεὸν προσκυνεῖν. Πολλοὶ γὰρ τοιοῦτοι γε‐ γόνασι. Τινὲς δέ φασιν, ὡς τεταπείνωται μὲν Ἱε‐ ρουσαλὴμ εἰς Χριστὸν παροινήσασα. Ἐπειδὴ δὲ σέσωσται τὸ κατάλειμμα, γέγονεν μήτηρ ἐθνῶν.
45Οἱ γὰρ ταπεινώσαντες ταύτην Ῥωμαῖοι, τῇ τού‐ των πίστει προσέδραμον. Καὶ τότε δὴ, φησὶ, Κληθήσῃ πόλις Κυρίου Σιών. Θεοῦ γὰρ πόλις ἡ Ἐκκλησία, περὶ ἧς φησιν ὁ Δαβίδ· «Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ.» Τινὲς δὲ Τότε, φησὶν, ὅτε τὸ

2632

(50)

πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, καὶ πᾶς Ἰσραὴλ σω‐ θήσεται. Τότε γὰρ ἓν ἐκ τῶν δύο γενήσεται σῶμα λαῶν. Μήπω γὰρ τοῦ ἐξ ἐθνῶν λαοῦ συναφθέντος τῷ προτέρῳ Ἰσραὴλ, οὐχ οἷόν τε μόνους ἐκείνους πάντα Ἰσραὴλ ὀνομάζεσθαι ἠκρωτηριασμένους τῷ δευτέρῳ
55τάγματι τοῦ νέου Ἰσραήλ. Ἄμφω δὲ τότε μιᾶς τῆς2631

2633

παρὰ Θεῷ τεύξονται σωτηρίας. Τινὲς δὲ ἱστορικῶς ἀπέδοσαν, ὡς οὕτω διακειμένης τῆς πόλεως, οἱ εἰς αὐτὴν πλημμελήσαντες αἰσχυνθήσονται, ἐννοοῦντες ἃ ἔδρασαν. Καὶ γὰρ πρεσβυτέρων τὸν ζυγὸν ἐβάρυ‐
5ναν, καὶ νήπιον οὐκ ἠλέησαν, ὥστε λοιπὸν Κυρίου πόλιν καλεῖσθαι τὴν Ἱερουσαλήμ. Ὡς γὰρ παρῶπται δι’ ἀσέβειαν, οὕτως ἐπανελθοῦσα πρὸς ἑαυτὴν ἔσται κόσμος, οὐ μόνον ἐκείνῃ τῇ γενεᾷ, ἀλλὰ καὶ ταῖς μετ’ ἐκείνην. Ἤγουν (ἐπειδὴ πάσχοντος μέλους,
10συμπάσχει πάντα τὰ μέλη) τῶν παραβεβηκότων τῆς καλλιελαίου κλάδων ἐκκοπέντων, οἱ τότε θεοσεβεῖς ἐγκαταλελεῖφθαι λέγονται, καὶ μεμισῆσθαι, μὴ ὄντος τοῦ βοηθοῦντος.
17 Τῶν δὲ ἐκ τῆς ἀγριελαίου τὴν ἐκείνων ἀναπληρω‐ σάντων χώραν, καὶ συναφθέντος ἑκατέρου λαοῦ, τῇ τοῦ Σωτῆρος δυνάμει συνέστη τῶν σωζομένων τὸ πλή‐
20ρωμα, μία τε πόλις ἐξ ἀμφοῖν γέγονεν ἡ καλουμένη Σιὼν, ᾗ τελειωθείσῃ ἐπαγγέλλεται τὰ ἑξῆς. Τινὲς δέ φασι τεταπεινῶσθαι μὲν αὐτὴν διὰ τὸ κατὰ Χρι‐ στοῦ τόλμημα, σωθήσεσθαι δὲ τοῦτον πάλιν ἐπιγι‐ νώσκουσαν. Τὰ δ’ οὖν ἐπαγόμενα· Θήσω σε ἀγαλ‐
25λίαμα αἰώνιον, εὐφροσύνην γενεῶν γενεαῖς. Ὅπου γὰρ ἐλπὶς ἀφθαρσίας ἐν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ, ἀτελευτήτου τε ζωῆς, καὶ δόξης, καὶ βασι‐ λείας, οὐρανῶν, ποίαν ἔχοι τὸ κατηφές. Καὶ θηλά‐ σεις, φησὶ, γάλα ἐθνῶν. Τὸ κοινὸν λέγει μυστήριον,
30καὶ τὴν στοιχειώδη διδασκαλίαν τῶν ἐν Χριστῷ διὰ πίστεως ἀναγεννωμένων. Τινὲς δὲ τοῦτό τε καὶ τὰ ἐφεξῆς τὰς ἐξ ἐθνῶν φασι καρποφορίας δηλοῦν, ἀναθήματά τε καὶ βασιλικὰ σιτηρέσια μέχρι νῦν ἐκ τῶν κρατούντων διδόμενα. Ἄλλοι δὲ βασιλέας φασὶ
35τοὺς τῶν μακαρισμῶν ἀξίους, οἷς ὁ Σωτὴρ οὐρανῶν βασιλείαν ἐπαγγέλλεται. Τινὲς δὲ καὶ καθ’ ἱστορίαν τὸν πλοῦτον σημαίνεσθαί φασιν, ὃν βασιλεῖς προσ‐ ῆγον, καὶ ἄρχοντες ἐν αὐτῇ τῷ Θεῷ, τῷ ταύτην ἐξ‐ ελομένῳ τῶν πολεμίων, καὶ εἰς τὸ ἄρχειν αὖθις αὐ‐
40τὴν καταστήσαντι. Ὅτι ἐγὼ Κύριος ὁ σώζων σε, φησί. Χάριτι γὰρ καὶ φιλανθρωπίᾳ σέσωσται τοῦ Ἰσραὴλ τὸ κατάλειμμα, ὡς μὴ παντελῶς τὸ ἐκ Πα‐ τέρων ἁγίων ἔθνος ἀπόληται. Γνῶθι δὲ, φησὶ, πρὸς τοῖς εἰρημένοις, ὡς οὐκ ἔτι ξύλων ἀργῶν δεήσει.
45(Ταῦτα γὰρ ὕλη πυρὸς) ἀλλ’ οὐδὲ λίθων, τοῦτ’ ἔστι ψυχῶν ἠλιθίων. Τὰ δὲ τούτων ἕξεις τιμιώτερα. Οἱ γὰρ πάλαι χαλκοῖ καὶ ἀντίτυποι ἄνδρες, καὶ τοὺς τρόπους παντὸς σιδήρου σκληρότεροι, μεταβληθέν‐ τες εἰς χρυσόν τε καὶ ἄργυρον ἐφαρμόσουσι τῇ σῇ

2633

(50)

κατὰ Θεὸν οἰκοδομίᾳ· οἵ τε ξύλων ἀναισθητότεροι, ἀντὶ χαλκοῦ σοι καὶ σιδήρου γενήσονται πρὸς τὴν
οἰκοδομὴν συναιρόμενοι.2633

2636

Τινὲς δέ φασι βούλεσθαι λέγειν, ὅτι πάντα πρὸς τὸ ἄμεινον μεταστήσεται, παραχωρούσης τῆς ἐν νόμῳ παιδεύσεως τῇ διὰ τοῦ Χριστοῦ τοσοῦτον οὔσῃ κρείττονι, ὅσον χαλκοῦ χρυσός. Χρυσοφανὴς μὲν
5γὰρ ὁ χαλκὸς, πλὴν οὐ χρυσός. Ἀργυροφανὴς δὲ, διὰ τὸ στιλπνὸν, καὶ ὁ σίδηρος, ἀλλ’ οὐκ ἄργυρος. Τοιγαροῦν τὴν ἐν νόμῳ γνῶσιν πρὸς τὴν διὰ Χρι‐ στοῦ, σκύβαλα Παῦλος καλεῖ, ἡ δὲ τῶν Γραμματέων καὶ Φαρισαίων διδασκαλία μυθώδης οὖσα, παρεικά‐
10ζοιτο ξύλοις καὶ λίθοις. ἧς ἡ ἐν Χριστῷ τοσοῦτον ἀμείνων, ὅσον ξύλου χαλκὸς, σίδηρός τε λίθου. Τὰ μὲν γὰρ εὔθλαστα, τὰ δὲ, πρὸς τῷ λαμπρῷ καὶ τιμίῳ, καὶ ἀῤῥαγῆ. Βίος γὰρ ὀρθὸς μετὰ δογμάτων ἀληθῶν παραδίδοται, διὰ τοῦτο καὶ Παῦλος τῆς παρά
15τινων μυσταγωγίας τὴν δύναμιν, ξύλα, χόρτον, καὶ λίθους καλεῖ. Τινὲς δὲ καὶ κατὰ τὴν λέξιν ἀπέδωκαν, ὡς εὐσεβούσῃ τῇ πόλει πᾶσα ὕλη τιμία ἐν ἴσῳ ταῖς ἀτίμοις δοθήσεται. Μὴ δὲ γὰρ ἀδύνατον εἶναι τοῦτο Θεῷ. Πλὴν τούτων οὕτω γινομένων οἱ ἄρχοντές
20σου λοιπὸν ἐν εἰρήνῃ διάξουσι, κατὰ πρόγνωσιν αὐτοὺς ἐπισκόπους καλέσας. Τὸ δὲ, Ἐν εἰρήνῃ δι‐ άξουσιν καὶ ἐν δικαιοσύνῃ, ἐκ μέρους ἐπληροῦτο, κατὰ τὸ, «Ἐκ μέρους γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν,» κατὰ τὸν παρόντα βίον δηλονότι.
25«Ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τὸ ἐκ μέρους καταργηθή‐ σεται.»
30 Ὅπερ ἐστὶ τῆς Χριστοῦ βασιλείας τὸ τέλος, πά‐ σης ἀδικίας ἀνῃρημένης, παντός τε συντρίμματος καὶ ταλαιπωρίας. Ἐχθρὸς γὰρ ὑπολειφθήσεται λοι‐ πὸν οὐδεὶς, οὐδὲ μνήμη κακίας, κατὰ τὸ, «Ἀπέδρα ὀδύνη, καὶ λύπη, καὶ στεναγμός.» Πλὴν ὡς τῶν
35πρώτων ἐκβεβλημένων, ἑτέρους ἀνίστησιν ἐπισκό‐ πους, καὶ ἄρχοντας εἰρηνεύοντας πρὸς Θεὸν, καὶ τιμῶντας τὸ δίκαιον ὁποῖον ἂν εἴη τὸ ἤδη ῥηθέν· «Καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ σὲ, καὶ πυρώσω σε εἰς καθαρόν. Τοὺς δὲ ἀπειθοῦντας ἀπολέσω, καὶ
40ἀφελῶ πάντας ἀνόμους ἀπὸ σοῦ, καὶ πάντας ὑπερ‐ ηφάνους ταπεινώσω, καὶ ἐπιστήσω τοὺς κριτάς σου ὡς τὸ πρότερον,» καὶ τὰ ἐπὶ τούτοις. Καὶ ὁ Σωτὴρ δὲ τοῖς Ἰουδαίων λέγει καθηγηταῖς· «Ἀρθήσεται ἀφ’ ὑμῶν ἡ βασιλεία καὶ δοθήσεται ἔθνει ἑτέρῳ
45ποιοῦντι τοὺς καρποὺς αὐτῆς.» Τινὲς δὲ κατὰ λέξιν φασὶν, ὡς τιμήσουσι τὸ δίκαιον μετὰ τῶν ὑπηκόων οἱ ἄρχοντες, εἰρήνης τε τεύξονται τῆς ἐκ πολέμων, ὡς τὸν δεδιότα πολεμίους, ἢ θῆρας, καταφεύγειν ἐπ’ αὐτήν. Κληθήσεται δὲ, λέγει, σωτήριον τὰ τείχη

2636

(50)

σου. Πάλιν τὸ σωτήριον, Ἰησοῦν ἔχει τὸ Ἑβραϊκόν. Αὐτὸς γάρ ἐστιν ὁ καὶ περιτειχίζων τὴν Ἐκκλησίαν. Καὶ αἱ πύλαι σου γλύμμα, ὅπερ Ἀκύλας μὲν, ὕμνησις, φησὶν, ὁ δὲ Σύμμαχος, αἴνεσις. Διὰ τού‐ των γὰρ ἡ εἴσοδος τοῦ θεοσεβοῦς πολιτεύματος, τῶν
55προσιόντων διδασκομένων ὑμνεῖν τὸν Θεόν. Τινὲς δὲ
τείχη καὶ πύλας, τοὺς διδασκάλους φασὶ τειχίζον‐2635

2637

τας τὴν Ἐκκλησίαν βίῳ καὶ δόγμασι, καὶ τοὺς προσ‐ ιόντας εἰσάγοντας. Γλύμμα δὲ, ὅτι περικαλλὴς ἄγαν ὁ λόγος αὐτοῖς, καὶ πρὸς ἀλήθειαν ἐκτετορνευμένος. Νοοῖτο δ’ ἂν καὶ ἐπὶ Χριστοῦ. Ἡ γὰρ εἴσοδος δι’
5αὐτοῦ πρὸς τὸν Πατέρα, ὅς ἐστι καὶ γλύμμα, οἱονεὶ μορφὴ καὶ χαρακτὴρ τῆς ὑποστάσεως τοῦ Πατέρος, καὶ ἀπαύγασμα τῆς δόξης αὐτοῦ. Ἀλλὰ καὶ οὐκέτι ἥλιος ἡμέραν σοι παρέξει, οὐδὲ νυκτὸς ἡ σελή‐ νη σε φωτιεῖ. Οὔτε γὰρ ἐν νυκτὶ, οὔτ’ ἐν αἰσθητῷ
10φωτὶ γενήσονται οἱ τοῦ καινοῦ αἰῶνος. Φησὶ γὰρ ὁ Σωτήρ· Ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς. Φῶς γὰρ αὐτῶν καὶ δόξα Θεός· τελειοτέροις μὲν, ἀνθ’ ἡλίου, ὑποβεβηκόσι δὲ, ἀντὶ σελήνης γινόμενος, ἀναλόγως τῷ τούτων χωρητικῷ
15τὰς ἑαυτοῦ διδοὺς ἀκτῖνας, ἔργῳ πληρῶν τοὺς μα‐ καρισμοὺς, δι’ ὧν εἶπεν· Οἱ πενθοῦντες παρακληθή‐ σονται, καὶ οἱ κλαίοντες γελάσονται.
22 Ὅθεν ἐπιφέρει· Ἀναπληρωθήσονται αἱ ἡμέραι τοῦ πένθους σου, πάσης ἀδικίας ἀνῃρημένης. Ὡς οὖν ἐκλελεγμένος κληρονομήσει τὴν ἐπηγγελμένην
25αὐτῷ γῆν τὴν τοῖς πραέσιν ἐπηγγελμένην, ἐν ᾗ καὶ ἡ πόλις ἡ ἐπουράνιος. Τοιοῦτος δὲ ὁ λαός μου, βλαστὸς ἐμῆς φυτείας. «Πᾶσα γὰρ φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ Πατήρ μου ὁ οὐράνιος, ἐκριζωθήσεται,» Ἔργα δὲ χειρῶν ὑπάρχων αὐτοῦ, κληρονομήσει
30τὴν γῆν, ὅτε καὶ ὁ ἐν τῷ παρόντι βίῳ ὀλιγοστὸς, εἰς χιλιάδας ἔσται, κατὰ τὸ, «Ἴσθι ἐξουσίαν ἔχων ἐπάνω πέντε, ἢ δέκα πόλεων.» Οἱονεὶ τοίνυν χιλίαρ‐ χοι τῶν σωζομένων γενήσονται. Καὶ ὁ νῦν δὲ ἐλά‐ χιστος, εἰς ἔθνος μέγα. Οἷος ὁ Παῦλος λέγων· Ἐμοὶ
35δὲ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη, ὃς ἔθνους ἄρξει μεγίστου παρὰ Θεῷ. Ἥξει δὲ, φησὶν, ὁ τούτοις ὡρισμένος καιρὸς, ὅτε ταῦτα διὰ τῆς ἐμῆς ἔσται Συναγωγῆς, ὅτε τοὺς ἀγγέλους ἀπο‐ στελεῖ, καὶ συνάξει τοὺς ἁγίους ἀπ’ ἄκρων τῶν οὐ‐
40ρανῶν, μίαν τε ἐκ τῶν δύο λαῶν κατασκευάσεται πόλιν, ὁποῖόν ἐστι τὸ, ἵνα «γένηται μία ποίμνη, εἷς ποιμήν.» Τινὲς δὲ πρὸς τὸν αἰῶνα τὸν παρόντα τὰ περὶ ἡλίου καὶ σελήνης ἐξέλαβον. Εἰ γὰρ καὶ ὑποχωρεῖ ἥλιος μὲν ἐν νυκτὶ, σελήνη δὲ ἐν ἡμέρᾳ,
45ἀλλ’ οὖν τὸ θεῖον καὶ νοητὸν φῶς ὃ διὰ τοῦ Πνεύμα‐ τος ὁ Σωτὴρ χορηγεῖ τοῖς πιστεύουσιν, ἄσβεστον ἔσται, καὶ φωτὸς οὐδενὸς αἰσθητοῦ πρὸς νοῦ φωτισμὸν ἐπιδέονται πρὸς γνῶσιν Θεοῦ, καὶ ἐπιτήδευσιν ἀρε‐ τῶν. Διό φησιν· «Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου. Ὁ

2637

(50)

ἀκολουθῶν ἐμοὶ, οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ’ ἕξει τὸ φῶς τῆς ζωῆς.» Τὸ δὲ, Καὶ ἀναπληρωθή‐ σονται αἱ ἡμέραι τοῦ πένθους σου, ἐπειδὴ τοῖς
μὲν ἁμαρτωλοῖς τὸ κατηφὲς οἰκεῖον, πῦρ προσδοκῶσι2637

2640

καὶ σκότος, οἱ δὲ δίκαιοι τῇ ἐλπίδι χαίρουσι τὸ τῶν ἁμαρτιῶν ἀποθέμενοι πένθος.
5 Διὸ ἐπάγει· Ἔσται ὁ λαός σου πᾶς δίκαιος. Τῆς γὰρ Ἐκκλησίας τὸν λαὸν Χριστὸς δικαιοῖ τῇ χάριτι, οὗ φύτευμά ἐσμεν τῶν χειρῶν ἐγκεντρί‐ σαντος ἡμᾶς εἰς τὴν καλλιέλαιον. Νῦν μὲν οὖν ἐν τῷ αἰῶνι τούτῳ κέκρυπται τῶν ἁγίων ἡ δόξα, ἐν δὲ
10τῷ μέλλοντι ὁ ἐλάχιστος πλείστων ἡγήσεται, ἐφ’ ᾧ χαίροντες οἱ ἅγιοί φασιν· «Ὑπέταξεν λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν.» Ἔσται δὲ τοῦτο, ὅτε καὶ συνάξω αὐτοὺς, ἐξ οὐρανοῦ καταβὰς, καὶ ἁρπασθή‐ σονται ἐν νεφέλαις εἰς ἀπάντησίν μου. Τινὲς δὲ οὕ‐
15τως ἀπέδωκαν, ὡς παυσάμενος ἀσεβείας οὐκ ἔτι προηγουμένως ἡλίῳ καὶ σελήνῃ λογίσῃ τὸ φῶς, ἀλλὰ τῷ τούτων Δημιουργῷ, ἐπιλάμψασαν ἔχων αὐτοῦ τὴν ἀλήθειαν. Καὶ παύσεταί σου τῆς αἰχμαλω‐ σίας τὸ πένθος ἀπολαβόντος τὴν γῆν σου. Ὡς δὲ
20φυτοῖς παραβαλλομένους προσῆκόν ἐστι τὸν ὀφειλό‐ μενον καρπὸν ἀποδιδόναι. Θεὸς γὰρ ὁ φυτεύσας, καὶ δηλονότι ἐπιμελούμενος, ἅτινα εἰς δόξαν Θεοῦ συν‐ τείνει. Ὃς καὶ προλέγει αὐτῶν τὴν εἰς πλῆθος ἐπί‐ δοσιν τοῦ Θεοῦ συνάγοντος, καὶ τοὺς ὀλίγους ποι‐
25οῦντος πολλούς.
28tΚΕΦΑΛ. ΞΑʹ.
29α—ιʹ. Πνεῦμα Κυρίου ἐπ’ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ
30με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμμένους τῇ καρδίᾳ κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνά‐ βλεψιν, καλέσαι ἐνιαυτὸν Κυρίου δεκτὸν, καὶ ἡμέραν ἀνταποδόσεως, παρακαλέσαι πάντας τοὺς
35πενθοῦντας, δοθῆναι τοῖς πενθοῦσι Σιὼν δόξαν ἀντὶ σποδοῦ, ἄλειμμα εὐφροσύνης τοῖς πεν‐ θοῦσι, καταστολὴν δόξης ἀντὶ πνεύματος ἀκη‐ δίας, κ.τ.λ. Ὁ ταῖς εὐαγγελικαῖς ἐπαγγελίαις ἐπειπὼν, Ἐγὼ
40Κύριος κατὰ καιρὸν συνάξω αὐτοὺς, νῦν παρὰ Κυρίου τούτου χάριν κεχρίσθαι φησὶ, τοῦ συναγαγεῖν αὐτοὺς δηλονότι. Καὶ ὅρα Κύριον ὑπὸ Κυρίου τῷ ἁγίῳ χριόμενον Πνεύματι, ὡς ἐν Τριάδι νοεῖσθαι τὸ Θεῖον. Κύριος γὰρ ὢν καὶ Θεὸς φύσει, κατὰ τὸ ἀν‐
45θρώπινον ὑπὸ τοῦ Πατέρος τῷ Πνεύματι χρίεται. Οὔτ’ οὖν ψιλὸς ἄνθρωπος, εἴγε Κύριος, οὔτε ἄσαρκος, εἴγε χρίεται, Θεὸς δὲ καὶ ἄνθρωπος ὁ αὐτὸς, οὐ κατὰ ταὐτόν· ὡς ἐκ Δαβὶδ οὖν ὑπάρχων, κεχρίσθαι λέγεται. Καὶ ἤδη γὰρ εἶπεν ἐπὶ τὸν ἐκ ῥίζης Ἰεσ‐

2640

(50)

σαὶ, δηλονότι Χριστὸν, ἐπαναπεπαῦσθαι τὸ Πνεῦμα. Οὐ γὰρ ἐῤῥέθη χρίσματι κεχρίσθαι τοῖς παλαιοῖς ὁμοίως. Ἢ γὰρ ἂν οὐδὲν εἶχεν ἐξαίρετον. Καίτοι Δαβὶδ εἰπόντος· «Διὰ τοῦτο ἔχρισέν σε ὁ Θεὸς, ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους
55σου.» Ὡς δὲ ἤδη γενόμενος ἄνθρωπός φησιν, οὗ εἵνεκεν ἔχρισέν με. Καὶ τὴν αἰτίαν ἐπήγαγεν. Καὶ
προεῖπεν δὲ φήσας, Κατὰ καιρὸν συνάξω αὐτούς.2639

2641

Ὡς μὲν οὖν Θεὸς χορηγεῖ τὸ Πνεῦμα τῇ κτίσει, ὡς δὲ ἄνθρωπος δέχεται. Διὸ, κατὰ Λουκᾶν, ὡς ἐν Ναζαρὲθ γενόμενος εἰσῆλθεν εἰς τὴν Συναγωγὴν, καὶ τὸν Ἡσαΐαν ἀνοίξας εὗρε τουτὶ τὸ ῥητὸν, πτύξας
5ἔφη· Σήμερον ἡ Γραφὴ αὕτη πεπλήρωται. Κατ’ αὐ‐ τὸν γὰρ τὸν καιρὸν συνέβη καὶ βαπτισθῆναι, καὶ τὸ Πνεῦμα κατελθεῖν ἐπ’ αὐτὸν ἐν εἴδει περιστερᾶς· μεθ’ ὃ πειραθεὶς ἦλθεν εἰς Ναζαρὲθ, καὶ πεπληρῶ‐ σθαι τὴν Γραφὴν ἀπεφήνατο.
12 Τινὲς δὲ, ὡς εἴρηται, ἐπὶ τὸν τῆς γεννήσεως και‐ ρὸν ἔχειν φασὶ τὴν ἀναφορὰν τὸ, ἔχρισέν με. Πλὴν μετὰ τὸ βάπτισμα φαίνεται κηρύσσων τὴν βασιλείαν
15τῶν οὐρανῶν (ὅπερ ἦν εὐαγγελίζεσθαι τοῖς πτω‐ χοῖς) καὶ τοὺς μακαρισμοὺς ἐκτιθέμενος. Καὶ ἰᾶτο δὲ τοὺς συντετριμμένους τῇ καρδίᾳ, θεραπεύων ἐπαγγελίαις, καὶ λέγων· Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται. Καὶ μακάριοι οἱ κλαίον‐
20τες, ὅτι γελάσονται. Καὶ τοῖς δὲ αἰχμαλώτοις ὑπὸ δαιμόνων ἔθεσιν ἄφεσιν ἐκήρυττε, τοῖς μαθηταῖς εἰπών· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς, ἐπ’ ἀφέσει δηλονότι πλημμελη‐ μάτων· οἳ καὶ ἀβλεψίαν ἐνόσουν, τῇ πολυθέῳ πλάνῃ
25δουλεύοντες. Διόπερ ἐν τοῖς προλαβοῦσιν ἔφασκεν ὁ Πατήρ· Ἰδοὺ, τέθεικά σε εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους. Καὶ πτωχοὶ δὲ ἦσαν, ὡς παντὸς ἀγαθοῦ νοσήσαντες ἔνδειαν, ἐλπίδα μὴ ἔχοντες, καὶ ἄθεοι ἐν τῷ κόσμῳ.
30Εἰ μὴ, ἄρα τοῖς πτωχοῖς τῷ πνεύματι δεδωρῆσθαί φησι τῶν δι’ αὐτοῦ χαρισμάτων τὴν ἄφθονον χορ‐ ηγίαν. Συντετριμμένους δὲ ἄλλως τοὺς ἀσθενῆ τὴν καρδίαν καὶ εὐδιάθρυπτον ἔχοντας, ὡς ἀντιστῆναι μὴ δύνασθαι ταῖς τῶν παθῶν προσβολαῖς, αἰχμαλώ‐
35των δὲ δίκην τούτοις δουλεύοντας· ἁρμόσει δὲ καὶ τοῖς ἐξ Ἰσραὴλ τὰ λεγόμενα. Οὐ γὰρ ἦν ἐπὶ γῆς ὁ ποιῶν χρηστότητα, οὐκ ἦν, ἕως ἑνός. Οὐκοῦν πάν‐ τες υἱοὶ νυκτὸς ὄντες καὶ σκότους, φωτὸς γεγό‐ νασι τέκνα. Διηύγασε γὰρ αὐτοῖς ἡ ἡμέρα, καὶ ὁ
40τῆς δικαιοσύνης ἀνέσχεν ἥλιος, καὶ λαμπρὸς ἀνέτει‐ λεν ἑωσφόρος.
44Κεχρίσθαι δέ φησι καὶ ἐνιαυτὸν Κυρίου κα‐
45λέσαι δεκτὸν, τὸν τῆς ἐνανθρωπήσεως καιρὸν οὕτως εἰπὼν, ἐν ᾧ διάγων ἐπὶ γῆς, φῶς ἡμέρας τοῖς προσιοῦσι παρείχετο. Ὡς γὰρ ἡλίῳ δικαιοσύ‐ νης ὁ τοιοῦτος προσῆκεν ἐνιαυτός. Μήποτε δὲ τὸν μέλλοντα αἰῶνα δηλοῖ, ἐφ’ ὃν τὰ τῆς ἑαυτοῦ δι‐

2641

(50)

δασκαλίας ἀνέπεμπεν, ὅτε Οὐχ ἥλιος, οὐ σελήνη, ἀλλ’ ἔσται σοι, φησὶ, Κύριος φῶς αἰώνιον; διὸ Κυ‐ ρίου λέγεται ἐνιαυτὸς, ὡς ὑπ’ αὐτοῦ φωτιζόμενος, καὶ δεκτὸς, ἢ κατὰ τοὺς λοιποὺς, εὐδοκίας. Ἐκεῖνος γάρ ἐστιν ὁ καταθύμιος τῷ Θεῷ, ὁ αὐτὸς ὢν καὶ
55ἡμέρα ἀνταποδόσεως, ὅτε τὰς ἀμοιβὰς οἱ κατὰ τὸν
παρόντα κεκμηκότες βίον κομίζονται. Τινὲς δὲ δεκτὸν2641

2644

ἐνιαυτὸν, καθ’ ὃν ἐσταυρώθη φασί. Δεκτοὶ γὰρ τότε γεγόναμεν τῷ Θεῷ καὶ Πατέρι, καρποφορηθέντες δι’ αὐτοῦ. Διὸ περὶ τοῦ κόκκου τοῦ σίτου ἔλεγεν· «Ἐὰν ἀποθάνῃ, καρπὸν πολὺν φέρει.» Καὶ πάλιν· «Ὅταν
5ὑψωθῶ ἐκ γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.» Διὸ καὶ ἀναστὰς ἐκ νεκρῶν ἔφασκεν· Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς, ἐπὶ τὰ ἔθνη πέμπων τοὺς μαθητὰς, καὶ τὸ βάπτισμα, δι’ οὗ λα‐ βόντες ἄφεσιν, τῆς θείας αὐτοῦ φύσεως γεγόναμεν
10κοινωνοί. Δεκτὸν γὰρ ἐνιαυτὸν οἱ δεχθέντες ἐκτή‐ σαντο, περὶ οὗ Παῦλός φησιν· «Ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος· ἰδοὺ ἡμέρα σωτηρίας, καὶ ἀνταπο‐ δόσεως,» ὁ τῆς ἐνανθρωπήσεως ὑπῆρξε καιρὸς, καθ’ ὃν τοῖς πιστεύσασι τὰς ἐν ἐλπίσιν ἐπαγγελίας ἀπ‐
15έδωκεν· ὅπερ ὁ διὰ Μωσέως νόμος οὐκ ἔσχε, τῷ παρ‐ όντι βίῳ περικλείων τὰς ἀμοιβὰς, μακροημέρευσιν λέγων, καὶ γῆς ἀγαθὰ, καὶ πολέμων ἀπαλλαγὰς, διὸ καὶ Ζαχαρίας φησί· «Κατάκαρπος οἰκηθήσεται Ἱε‐ ρουσαλὴμ ἀπὸ πλήθους ἀνθρώπων, καὶ κτηνῶν τῶν
20ἐν αὐτῇ.» Καὶ πάλιν· «Ἔτι καθήσονται πρεσβύτεροι ἐν ταῖς πλατείαις Ἱερουσαλὴμ, ἕκαστος τὴν ῥάβδον αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ ἔχων ἀπὸ πλήθους ἡμερῶν, καὶ αἱ πλατεῖαι τῆς πόλεως πλησθήσονται παιδα‐ ρίων καὶ κορασίων παιζόντων.» Ὁ δὲ Σωτὴρ τῷ
25μέλλοντι τὰς ἀμοιβὰς ταμιεύεται.
21 Εἴποις δ’ ἂν καὶ ἀνταπόδοσιν ἐν τῷ τῆς ἐναν‐ θρωπήσεως γεγονέναι καιρῷ. Τὴν γὰρ τοῦ καταπα‐ τήσαντος ἡμᾶς διαβόλου καθεῖλεν ἰσχύν. Διὸ παρὰ Δαβὶδ τὸ τῶν λελυτρωμένων ἐξομολογησάμενον πρόσ‐
25ωπον ἐπιφέρει· «Ὅτι ἐποίησας τὴν κρίσιν μου, καὶ τὴν δίκην μου, ἐκάθισας ἐπὶ θρόνου ὁ κρίνων δικαιοσύνην. Ἐπετίμησας ἔθνεσιν, καὶ ἀπώλετο ὁ ἀσεβής.» Περὶ οὗ πάλιν φησίν· «Ζητηθήσεται ἡ ἁμαρτία αὐτοῦ, καὶ οὐ μὴ εὑρεθῇ.» Καὶ ὁ Σωτὴρ
30δὲ λέγει· «Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω.» Κεχρίσθαι δέ φησι καὶ παρακαλέσαι πάντας τοὺς πενθοῦντας· «Μακάριοι γὰρ, φησὶν, οἱ πεν‐ θοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται.» Ἀλλὰ καὶ
35τοῖς τὴν Σιὼν πενθοῦσι δώσει δόξαν. Ἐπένθουν γὰρ οἱ παρ’ Ἰουδαίοις ἅγιοι τὴν ἔκπτωσιν τοῦ λαοῦ. Τοιοῦτος ἦν ὁ Παῦλος λέγων· ὅτι Λύπη μοί ἐστι, καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν κατὰ σάρκα, ὑπὲρ ὧν καὶ ἀνάθεμα
40γενέσθαι προσηύχετο. Καὶ τούτοις οὖν δώσει δόξαν, καὶ ἀντὶ σποδοῦ, ἣν κατεπάσαντο δεόμενοι τοῦ Θεοῦ δι’ αὐτοὺς, εὐφροσύνης ἄλειμμα, καὶ στολὴν ἔνδοξον, ἀνθ’ ὧν ὑπὲρ αὐτῶν ἐν ἀκηδίᾳ γεγόνασι.
54Τινὲς δὲ τοὺς πρὸ τῆς ἐπιδημίας τοῦ λαοῦ πεν‐2643

2645

θοῦντας τὰς ἁμαρτίας φασὶν, οἳ καὶ προσεδόκων τὸν δικαιοῦντα τῇ πίστει τὸν ἀσεβῆ, ἅγιοί τε ὄντες, καὶ τὰς προφητείας εἰδότες. Βρέφος γ’ οὖν ὁ Συμεὼν ἐν ἀγκάλαις λαβὼν τὸν Χριστὸν, ἰδεῖν ἐξομολογεῖτο
5«φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.» Καὶ Ζαχαρίας ὁ Ἰωάννου πατὴρ, ὅτι ἐπεσκέψατο, καὶ ἐποίησεν λύτρωσιν τῷ λαῷ αὐτοῦ. Καὶ Ναθαναὴλ, Ὃν ἔγραψε Μωσῆς καὶ οἱ προφῆται, φησὶν, εὑρήκαμεν Ἰησοῦν. Πενθοῦσιν οὖν αὐτοῖς
10ἡ διὰ Χριστοῦ παράκλησις δέδοται. Τὸ δὲ ἄλειμμα τὸ τῆς εὐφροσύνης παρίστησιν ἱλαρόν. Ἐδόθη δὲ αὐτοῖς καὶ δόξα Χριστός· ἢ, ὥς φασί τινες, ἐπειδὴ τέθεινται αὐτῆς καθηγηταὶ, καὶ διδάσκαλοι· καὶ τέκνα ὄντες τῆς Ἰουδαίων Συναγωγῆς εἰς πατέρας
15ἐγένοντο. Πρὸς ἥν φησιν ὁ Δαβίδ· Ἀντὶ τῶν πατέ‐ ρων σου ἐγενήθησαν οἱ υἱοί σου. Καὶ γοῦν Παῦλος ἔγραφε τοῖς μαθηταῖς· Ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. Καὶ ἄλλως δὲ δόξαν ἐδέξαντο, ποτὲ μὲν ἀκούοντες· Ἀσθενοῦντας
20θεραπεύετε, δαιμόνια ἐκβάλλετε, νεκροὺς ἐγείρετε, ποτὲ δὲ, Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. Εἶτά φησι· Καὶ κληθήσονται γενεαὶ δικαιοσύνης φύτευμα Κυρίου εἰς δόξαν, δηλονότι οἱ καταξιωθησόμενοι τοῦ δεκτοῦ ἐνιαυτοῦ. Σύμμαχος δὲ ἀντὶ τοῦ γενεαὶ,
25φησὶν ἰσχυροί. Χρηματίζουσι γὰρ οἱ ἐξ ἐθνῶν, γέ‐ νος ἐκλεκτὸν, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν.
30 Δικαιοσύνης δὲ γενεαὶ τῆς ἐν Χριστῷ καὶ τὴν ἐν νόμῳ νικώσης. «Ἐὰν γὰρ μὴ περισσεύσῃ, φησὶν, ἡ δικαιοσύνη ὑμῶν πλεῖον τῶν Γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν,» ἣν διήνυσαν ἰσχυροὶ γεγονότες, ὡς ἐξ‐
35έδωκε Σύμμαχος. Φύτευμα δὲ Κυρίου, ὡς Θεοῦ γεώρ‐ γιον, περὶ ὧν ἔψαλλεν ὁ Δαβίδ· «Πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξαν‐ θήσουσι.» Καὶ Παῦλος δέ φησιν· «Ἐγὼ ἐφύτευσα ὑμᾶς, Ἀπολλὼς ἐπότισεν, ὁ δὲ Θεὸς ηὔξανεν.» Συν‐
40ᾴδει καὶ τὸ, «Δίκαιος ὡς φοῖνιξ ἀνθήσει.» Καὶ οἰκοδομήσουσιν ἐρήμους αἰωνίας· τῶν πρὶν ἐρή‐ μων ἐθνῶν τὰς ψυχάς. Ἤγουν, φασί τινες, τὸ πλῆ‐ θος ἐμφαίνει τῶν διὰ πίστεως κεκλημένων, ὡς δεῖ‐ σθαι πόλεων ἑτέρων ἐν ἐρήμοις γενησομένων·
45ἤγουν τὰς ἐκκλησίας τὰς πρὶν ἐρήμους θεοσεβείας. Καὶ ἥξουσιν ἀλλογενεῖς, ποιμαίνοντες τὰ πρόβατά σου. Τῶν γὰρ προτέρων ἐκβεβλημένων (πρὸς οὕς τις λέγει προφήτης· «Ὦ ποιμένες Ἰσραήλ· μὴ βόσκουσιν οἱ ποιμένες ἑαυτούς; οὐχὶ τὰ πρόβατα

2645

(50)

βόσκουσιν οἱ ποιμένες;» πρὸς οὓς ἔλεγεν ὁ Σωτήρ· «Ἀρθήσεται ἀφ’ ὑμῶν ἡ βασιλεία τοῦ Θεοῦ, καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς»), ἀντὶ τούτων ἐθνικοὶ ποιμένες κατέστησαν. Ἐν‐ ταῦθα δὲ σαφῶς τοῦ νόμου μετάθεσιν, καὶ τῆς κατ’
55αὐτὸν ἱερωσύνης παρίστησι, μηκέτι τῶν ἐκ Λευῒ2645

2648

λειτουργούντων. Ἦν γὰρ αὐτοῖς ἀδόκιμον τὸ ἀργύ‐ ριον. Οἱ τοίνυν ἐξ ἐθνῶν καὶ ἀροτῆρες γεγόνασι, καὶ ἀμπελουργοί. Ἐπεὶ γὰρ ἐκλεκτὴ γῆ κέκληνται πλεισταχοῦ τῆς Γραφῆς οἱ πιστεύσαντες, καὶ ἀμπε‐
5λὼν, καὶ κῆπος· ἀναλόγως ἀροτῆράς φησι, καὶ ἀμπελουργούς. Οὐκοῦν οὐκ αὐτοῖς ἁρπάζουσι τὴν τιμὴν, κέκληνται δὲ μᾶλλον παρὰ Θεοῦ. Καὶ οἱ κατὰ νόμον δὲ ποιμένες ἀμπελῶνος ἐκλήθησαν γεωργοὶ, περὶ ὧν φησιν ὁ Σωτήρ· Τί ποιήσει ὁ Κύριος τοῦ
10ἀμπελῶνος τοῖς κακοῖς γεωργοῖς; Τοῖς οὖν ἀντὶ τού‐ των ὁ προφήτης φησίν· Ὑμεῖς δὲ ἱερεῖς Κυρίου, κληθήσεσθε λειτουργοὶ τοῦ Θεοῦ ἡμῶν.
16 Τίνες ἀλλ’ οἱ τῆς Ἐκκλησίας ἀμπελουργοὶ, οἳ καὶ τὴν ἰσχὺν κατέδονται τῶν ἐθνῶν; ἢ κατὰ τὸν Ἀκύλαν, τὴν εὐπορίαν. Οὐδὲν γὰρ τοιοῦτο βρῶμα τοῖς τῆς Ἐκκλησίας ποιμέσι κατάλληλον, ὡς ἡ
20ἰσχὺς τῶν δι’ αὐτῶν σωζομένων ἐθνῶν. Οὗτοι δ’ ἂν εἶεν οἱ τὴν ἰσχὺν διὰ τῆς ὑπομονῆς ἐν τῇ ὑπὲρ ἀληθείας ἐπιδειξάμενοι μαρτυρίᾳ. Ἀλλὰ καὶ ἐν τῷ πλούτῳ, φησὶ, θαυμασθήσεσθε. Τὸν δὲ τῶν ἐθνῶν πλοῦτον, ἀφ’ ὧν ὁ Παῦλος γράφει Κορινθίοις, νοή‐
25σομεν· «Εὐχαριστῶ τῷ Θεῷ μου διὰ Ἰησοῦ Χριστοῦ, ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ἐν παντὶ λόγῳ, καὶ πάσῃ γνώσει, καθὼς τὸ μαρτύριον τοῦ Χριστοῦ ἐβεβαιώθη ἐν ὑμῖν, ὥς τε μὴ ὑστερεῖσθαι ὑμᾶς ἐν μηδενὶ χαρίσματι.» Τινὲς δὲ ἰσχὺν ἐθνῶν, τὰς ἐκ
30τῶν δυνατωτάτων τιμὰς λέγουσιν, οἵπερ ἂν εἶεν ἐξ ἐθνῶν κεκλημένοι, ἢ ὅτι ὁ παρ’ ὑμῶν ἐπικρατή‐ σει λόγος τῆς δυνάμεως τῶν ἐθνῶν, ἢ τῶν παρ’ ἐκείνοις λαμπρῶν, ἢ τῶν κοσμικὴν ἠσκημένων σο‐ φίαν. Τούτων γὰρ κατισχύσαντες ἐδοξάσθησαν.
35Καύχημα γὰρ διδασκάλων οἱ διὰ τῆς αὐτῶν σω‐ θέντες μυσταγωγίας· οἱ δὲ τοιοῦτοι κληρονο‐ μήσουσι τὴν γῆν, πάντων ἐπικρατήσαντες, ἀλλ’ οὐ μόνης Ἰουδαίας, κατὰ τοὺς πάλαι κληροδοτηθέντας ὑπὸ Ἰησοῦ Ναυὴ, ὃς τύπος ἦν τοῦ ἀληθινοῦ Ἰησοῦ,
40τοῦ τὴν δευτέραν καὶ κρείττω πεποιημένου κληρο‐ δοσίαν, περὶ ἧς φησιν ἐν Ψαλμοῖς· «Αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς,» ἣν δι‐ ένειμε τοῖς ἑαυτοῦ μαθηταῖς, ἄλλους ἀλλαχοῦ δια‐
45πέμψας χαίροντας ἐν αὐτῷ, καὶ ὥσπερ τινὰ στέφα‐ νον περικειμένους τὴν εὐφροσύνην, οὐκ ἐν προσ‐ καίροις ἔχοντας τὴν ἀντιμισθίαν, ἀλλ’ ἐν ἀεὶ δια‐ μένουσιν ἀγαθοῖς. Ἔσται δὲ ταῦτα, φησὶν, ἐπειδὴ δικαιοσύνην μὲν ἀγαπῶ, μισῶ δὲ τὰ ἐξ ἀδικίας

2648

(50)

ἁρπάγματα τῶν πονηρῶν δαιμόνων τὰς ἀνθρωπί‐ νας πάλαι διαρπαζόντων ψυχάς. Ὅθεν οὐκ Ἰου‐ δαίοις μόνοις, ἀλλὰ πᾶσι, τὴν ἐμαυτοῦ χάριν ἐξ‐ έχεον. Ἀντὶ δὲ τοῦ δικαίοις, ἐν ἀληθείᾳ πάντες ἑρ‐ μήνευσαν οἱ λοιποί. Ὥς τε οὐ διαψευσθήσεται αὐτῶν ὁ
55μόχθος· ἀλλ’ ἐν ἀληθείᾳ καὶ αὐτοῖς φυλαχθήσεται.2647

2649

Τινὲς δέ φασιν αἰτίαν εἶναι τούτους πρὶν ἀπελη‐ λάσθαι ποιμένας πλεονεξίᾳ χαίροντας, οἵπερ ἀδί‐ κως πλουτοῦντες, καθά φησιν ὁ προφήτης· «Θησαυ‐ ρίζοντες ἑαυτοῖς ἀσέβειαν, καὶ ταλαιπωρίαν, εἰς
5ἑτέρους αὐτὰ παραπέμπουσιν.» Ἔφη γοῦν ὁ Σολο‐ μῶν, ὅτι πλοῦτος ἀδίκως συναγόμενος ἐξεμεθήσεται. Περὶ οὗ συστήματος καὶ ὁ Δαβίδ φησιν· «Πλὴν μάτην ταράσσεται. Θησαυρίζει, καὶ οὐκ οἶδεν τίνι συνάξει αὐτά.» Καὶ ἄλλως δὲ τοῖς ἐξ ἐθνῶν ἐδόθη
10τῶν Ἰουδαϊκῶν διδασκάλων ὁ μόχθος, κατὰ τό· «Ἀρθήσεται ἀφ’ ὑμῶν ἡ βασιλεία τοῦ Θεοῦ, καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς.» Οἷς καὶ διαθήκην αἰώνιον διαθήσομαι, οὐ τὰ Μωσέως ἐντάλματα, τὸ δὲ τῆς καινῆς διαθήκης μυστήριον·
15ἢ τὴν ἐλπίδα τὴν ἀτελεύτητον. Εἶτά φησι· Καὶ γνω‐ σθήσεται ἐν τοῖς ἔθνεσι τὸ σπέρμα αὐτῶν· οὐ τὸ σωματικὸν, ἐφ’ ᾧπερ αὐχοῦσιν Ἰουδαῖοι, ἀλλὰ τὸ λογικὸν τῆς Ἐκκλησίας, ὃ παντὶ γνώριμον, ὡς ὑπὸ Θεοῦ τὴν αὔξησιν ἔχει. Σπέρμα γὰρ ἢ τὴν διδασκα‐
20λίαν, ἢ τοὺς μαθητὰς προσήκει νοεῖν, οἳ καὶ ἐξ αὐτῆς ὄψεως διὰ τῆς ἀγαθουργίας ὑπάρχουσι γνώ‐ ριμοι, ὡς ἁγίων ὑπάρχουσι μαθηταὶ, σπέρμα ὄντες εὐλογημένον ὑπὸ Θεοῦ. Ὁποῖα τὰ θεῖα τῶν μονα‐ ζόντων συστήματα, περὶ ὧν ὁ Παῦλός φησιν· «Οἱ
25δὲ τοῦ Χριστοῦ Ἰησοῦ, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις·» οἳ καὶ αὐτοὶ εὐφρανθήσονται ἐπὶ τῷ Κυρίῳ, οἷα δὴ τοιούτων σπέρμα γενόμενοι, περὶ ὧν ἔλεγεν· Καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν. Τινὲς δὲ τὴν ὅλην
30ῥῆσιν δύνασθαί φασι καὶ ὡς ἀπὸ τοῦ προφήτου λε‐ γομένην νοεῖν. Ἐπεὶ γὰρ ὑπερβάλλουσαν ἔφη τοῦ Δεσπότου φιλανθρωπίαν ἐπὶ τὸ κρεῖττον πάντα μετ‐ οίσοντος, Οὐκ ἐμὸς ὁ λόγος, φησὶ, τῆς δὲ τοῦ Πνεύ‐ ματος ἐνηχήσεως Θεοῦ με πρὸς εὐαγγελισμὸν ἀνα‐
35δείξαντος τῶν μελλόντων ἀγαθῶν τοῖς ἐν πενίᾳ γε‐ νησομένων, ὡς ἂν ἴασιν δεξάμενοι ψυχικὴν ἐπανέλ‐ θωσιν ἀπὸ τῆς κατὰ ταύτην αἰχμαλωσίας, ἥτις καὶ κυρίως ἐστίν. Σωματικῶς γὰρ ἐν αἰχμαλωσίᾳ Δανιὴλ, καὶ οἱ τρεῖς γενόμενοι παῖδες, ἀδούλωτον
40ἔχον τὸ φρόνημα· μᾶλλον δὲ καὶ τὸ σῶμα μήτε πυρὸς, μήτε θηρίων καθικνουμένων. Ἐνιαυτὸς δὲ Κυρίου δεκτὸς, ἐν ᾧ μεταβαλεῖ πρὸς τὸ κρεῖττον ψυχὴ τῷ τῶν ψυχῶν γεωργῷ τὴν εὐκαρπίαν παρ‐ έχουσα, καθάπερ φορὰν σπερμάτων ἐτήσιον βλα‐
45στανόντων μὲν ἐν χειμῶνι, ἐν ἔαρι δὲ αὐξομένων, ἐπὶ δὲ θέρους τελειουμένων.
49Οἷς ἀντὶ πένθους εὐφροσύνην εὐαγγελίζεται,

2649

(50)

καὶ τῆς κατεχούσης αὐτοὺς ἑκατέρας αἰχμαλωσίας, οἳ καὶ ἀνοικοδομήσουσι τὰς πλείστας κατεστραμ‐ μένας, ἕξουσί τε τοὺς ἀλλοφύλους ἐν ὑπηρετῶν τά‐ γματι εὐχομένων θητεῦσαι τοῖς Ἰσραηλίταις τῷ λόγῳ τῆς θεοσεβείας ἱερωμένοις. Ὅτι γὰρ ἕκαστος
55ἱερεὺς εἶναι δύναται τοῦ Θεοῦ, δείκνυσι καὶ τὸ κατ’2649

2652

οἶκον θυόμενον πρόβατον, καὶ ἡ διὰ λόγων ἐκάστου προσαγομένη τῷ Θεῷ προσευχή. Θεοσεβείᾳ τοίνυν προσκείμενοι δέξονται παρὰ τῶν ἐθνῶν προσφορὰς πλουτοῦντες καὶ θαυμαζόμενοι· καὶ ἀντὶ τῆς ἀρ‐
5χαίας ἑτέραν κληρονομήσουσι γῆν, ἀντ’ ἄλλων ἄλλοι φαινόμενοι, καὶ φίλοι ὄντες. Δικαιοσύνης ἐγὼ γάρ εἰμι Κύριος, οὐχὶ πάντα τὰ ἁρπάγματα μισῶν, ἀλλὰ τὰ ἐξ ἀδικίας. Καὶ γὰρ τοὺς ἁρπάζοντας τὴν βασιλείαν τῶν οὐρανῶν ἀγαπῶ. Οἱ δὲ ἀδίκως ἁρπά‐
10ζοντες γυμνοί τε τῶν ἁρπαγμάτων ἀπίασι, καὶ τὴν ὑπὲρ αὐτῶν ἀποτίσουσι δίκην. Οἱ δὲ δίκαιοι καλοὶ τῶν ληφθέντων οἰκονόμοι γενόμενοι, καὶ τῶν παρόν‐ των, καὶ τῶν αἰωνίων ἀγαθῶν ἀπολαύσουσιν, ὅτε, ὡς εὐλογίας ὄντες κληρονόμοι, γνωσθήσονται, ὤσπερ
15οὖν καὶ οἱ πονηροὶ κολαζόμενοι, κληρονομούντων ἐκείνων εὐφροσύνην αἰώνιον.
20 ιʹ, ιαʹ. Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ. Ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης. Ὡς νυμφίῳ περιέθηκέ μοι μίτραν, καὶ ὡς νύμφην κατεκόσμησέ με κόσμῳ, κ.τ.λ.
25 Μετὰ τὰς ἐπαγγελίας, ἃς φανεὶς ὁ Χριστὸς ἐπὶ γῆς ἐπληρώσατο (ἐν αἷς ἦν καὶ τὸ, Εὐφρανθήσονται ἐπὶ Κύριον), προσωποποιεῖ τὴν Ἐκκλησίαν ὁ λόγος, ἐφ’ οἷς ἔτυχεν ἐξομολογουμένην καὶ χαίρουσαν. Ἀπολαβοῦσα γὰρ ὥσπερ ἴδια μέλη, τῶν σωζομένων
30τὸ πλήρωμα, ὡς ἐκ σώματος εὐπρεποῦς συγκειμένη νύμφη, καὶ τὸν ἐκ τοῦ νυμφίου προσλαβοῦσα κόσμον, εἰκότως φησίν· Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ. Μία γὰρ τῶν αὐτὴν πληρούντων ἡ διὰ τῆς πρὸς ἀλλήλους συμπνοίας ψυχὴ, κατὰ τό·
35«Καὶ ἦν πάντων τῶν πιστευόντων ἡ καρδία καὶ ἡ ψυχὴ μία.» Ὃ πολλῷ μᾶλλον ἐπὶ τοῦ αἰῶνος τοῦ νέου γενήσεται, ἐν ᾧ τὰς προκειμένας ἀποδώσει φωνάς. Τὸ δὲ τῆς σωτηρίας αἴτιον, Ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου. Τὸ γὰρ σῶμα τῆς ἀναστά‐
40σεως φωτὸς ἔσται πλῆρες, οὐκ ἔτι θανάτου λεγόμε‐ νον, κατὰ τὸ, Τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; Σωτηρίου δὲ ἱμάτιον περιτεθήσε‐ ται τῇ ψυχῇ, καὶ χιτὼν εὐφροσύνης. Ἕκαστος γὰρ τὰς ἰδίας ἀνδραγαθίας ἐνδύσεται, ταύταις ἐνευφραι‐
45νόμενος. Ἤγουν χιτῶνά φησι τὸν Χριστὸν, κατὰ τὸ τῷ Ἀποστόλῳ ῥηθέν· «Ἐνδύσασθε τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν.» Ὃν ὁ δεχόμενος πρὸς τῇ σω‐ τηρίᾳ, καὶ τὸ ἐν εὐφροσύναις εἶναι κερδαίνει. Ὁποῖόν ἐστι τό· «Ἐγὼ ἦλθον, ἵνα ζωὴν ἔχωσι, καὶ

2652

(50)

περισσὸν ἔχωσι.» Περισσὸν λέγων τὴν ἐν ᾗ χαρᾷ γενησόμεθα· ὃν εἴτις λάβοι, στεφανωθήσεται κόσμῳ παντὶ νοητῷ. Ἀλλ’ εἰ μὲν εἰς ἄνδρα κατήντησε τέ‐ λειον, ὡς νυμφίος στεφανωθήσεται. Ὑποβαίνων δὲ τοῖς μέτροις, ὡς νύμφη κοσμεῖται, δυναμένου τοῦ εἰς
55μέτρον ἡλικίας ἐφθακότος εἰπεῖν· «Τὸν καλὸν ἀγῶνα ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα,
λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος.»2651

2653

(4)

Ἤγουν τοὺς αὐτοὺς, διὰ μὲν τὴν ἀνδρείαν, νυμφίον
5καλεῖ. Διὰ δὲ τὸ καρπογόνον μετὰ τοῦ ποικίλον ἐξ ἀρετῶν ἔχειν τὸ κάλλος, νύμφην. Εἴρηται γοῦν. «Διὰ τὸν φόβον σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν,» καὶ τὰ μετὰ ταῦτα. Ὁ δὲ Ἀκύλας, ὡς νυμφίον ἱερατευ‐ μένον, καὶ ὡς νύμφην κοσμουμένην σκεύεσιν
10αὐτῆς, ἐξέδωκεν. Ὁ δὲ Σύμμαχος· Ὥσπερ νυμ‐ φίον κεκοσμημένον στεφάνῳ, καὶ ὡς νύμφην περικειμένην τὴν σκευὴν αὐτῆς. Ἡ δὲ αὐτὴ νύμφη τις οὖσα τοῦ Νυμφίου Λόγου, καὶ τὰ παρ’ αὐτοῦ σπέρματα ὑποδεξαμένη, καρποὺς ὡραίους
15ἀποδιδοῦσα καὶ εὐανθεῖς λέγει, καὶ ὡς γῆν αὔξου‐ σαν τὸ ἄνθος αὐτῆς. Ὡς ἂν δὲ μὴ συναρπάζοντες εἰς ἑαυτοὺς Ἰουδαῖοι ταῦτα λαμβάνοιεν, διαστέλλεται λέγων· Καὶ ἀγαλλίαμα ἐναντίον πάντων τῶν ἐθνῶν. Ἄνθος δέ φασιν, ἢ τὸν Χριστὸν τὸν ἐν
20ᾌσμασι λέγοντα· «Ἐγὼ ἄνθος τοῦ πεδίου, κρῖνον τῶν κοιλάδων,» ἢ τὸ εὐαγγελικὸν κήρυγμα, οὗ τὴν δι‐ καιοσύνην ὁ κατορθῶν εὐφρανθήσεται, ὅταν ἀκού‐ σῃ· «Εὖ δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα ἦς πιστός· ἐπὶ πολλῶν σε καταστήσω. Εἴσελθε εἰς τὴν
25χαρὰν τοῦ Κυρίου σου.»
27tΚΕΦΑΛ. ΞΒʹ.
28 α—ιβʹ. Διὰ Σιὼν οὐ σιωπήσομαι, καὶ διὰ Ἱερου‐ σαλὴμ οὐκ ἀνήσω, ἕως ἂν ἐξέλθῃ ὡς φῶς ἡ δι‐
30καιοσύνη μου, τὸ δὲ σωτήριόν μου ὡς λαμπὰς καυθήσεται. Καὶ ὄψονται ἔθνη τὴν δικαιοσύνην σου, καὶ βασιλεῖς τὴν δόξαν σου, καὶ καλέσει σε τὸ ὄνομά σου τὸ καινὸν, ὃ ὁ Κύριος ὀνομά‐ σει αὐτό. Καὶ ἔσῃ στέφανος κάλλους ἐν χειρὶ
35Κυρίου, καὶ διάδημα βασιλείας ἐν χειρὶ Θεοῦ σου, κ.τ.λ. Ἐπὶ δὲ τοῖς εἰρημένοις ὁ προφήτης διατεθεὶς, καὶ οἷον ἔνθους ὑφ’ ἡδονῆς γενόμενος, Διὰ Σιὼν, φη‐ σὶν, οὐ σιωπήσομαι. Διὰ παντὸς γὰρ βοήσω πρὸς
40τὸν Θεὸν ἱκετεύων τὸ τῶν εἰρημένων ἰδεῖν ἀποτέ‐ λεσμα, ὅπερ ἔσται ἐπ’ ἂν ἡ δικαιοσύνη καὶ τὸ σωτήριον Ἱερουσαλὴμ ἐπὶ πάντας ἀνθρώπους ἐκλάμψῃ. Τὸ γὰρ φῶς αὐτῆς εἰς τὰ ἔθνη μετ’ αὐ‐ τὴν διαβήσεται. Ὁ γὰρ τῶν ἀποστόλων χορὸς τὴν
45διδασκαλίαν ἐπὶ πάσας τὰς βασιλείας ἐξέτεινεν, ἥτις ἦν καὶ τῶν πάλαι πληρούντων τὸ θεοσεβὲς παρ’ Ἰουδαίοις πολίτευμα καλούμενον Ἱερουσαλήμ. Τινὲς δὲ τὴν νέαν φασίν. Τῆς γὰρ Ἐκκλησίας οἱ ἀπόστολοι γεγόνασιν ἀπαρχή. Οὐκ ἀνήσω τοίνυν

2653

(50)

μέχρι πληρώσῃ Θεὸς αὐτῇ τὰ ἐπηγγελμένα, τὴν διὰ Χριστοῦ δηλαδὴ σωτηρίαν πάσῃ τῇ γῇ. Οὐ γὰρ Ἰουδαίων μόνων ὁ Θεὸς, ἀλλὰ καὶ ἐθνῶν. Τινὲς δὲ (ὡς τοῦ ῥητοῦ ἔχοντος· τὴν δικαιοσύνην μου, καὶ τὸ σωτήριόν μου) ἀπὸ προσώπου τοῦ Θεοῦ τὸν λόγον
55εἶναί φασιν ἐπαγγελλομένου ταῦτα πληροῦν. Δικαιο‐
σύνη δὲ καὶ σωτήριον ὁ Χριστὸς, οἷά τις ἐν κό‐2653

2656

σμῳ λαμπὰς, εἰπών· Ὅτ’ ἂν ὦ ἐν τῷ κόσμῳ, φῶς εἰμι τοῦ κόσμου, ἀσεβείᾳ καὶ πλημμελήμασιν ἁπάν‐ των ἐσκοτισμένων τὸ πρότερον. Δικαιοσύνην δὲ καὶ δόξαν πάλιν καλεῖ τὸν Χριστόν. Δεδικαιώμεθα γὰρ
5ἐν αὐτῷ, καὶ τὴν παρ’ αὐτοῦ πεπλουτήκαμεν δόξαν.
7 Πρὸς καινότητα δὲ τραπεῖσα ζωῆς, καινὸν ἔσχε καὶ τοὔνομα, ἀντὶ Συναγωγῆς Ἐκκλησία, καὶ οἶκος, καὶ πόλις Θεοῦ, ᾗ φησιν ὁ Δαβίδ· Δεδοξα‐
10σμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ. Ὅτι δὲ καὶ εὐπρεπὴς ἔσται, καὶ ἀπαραβλήτῳ κάλλει κατεστεμμένη, ἐπήγαγεν· Ἔσῃ στέφανος κάλ‐ λους. Πᾶσαν γὰρ ἁγίαν ψυχὴν, καὶ τὴν Ἐκκλησίαν ὅλην, στεφάνῳ παρεικαστέον ἐκ πολλῶν ἀνθέων
15συγκειμένῳ, βασιλικῷ τε διαδήματι. Φησὶ γὰρ εἶναι τὴν Ἐκκλησίαν Δαβὶδ ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένην, πεποικιλμένην, ἴσα λέγων τοῖς προκειμένοις. Τὸ, ἐν χειρὶ δὲ Θεοῦ, τὸ ὑπὸ σκέπην δηλοῖ τὴν αὐτοῦ. Ὃς καί φησιν· Καὶ ὑπὸ σκέπην τῆς
20χειρός μου σκεπάσω σε. Καὶ ὁ Χριστὸς δὲ περὶ τῶν ἰδίων προβάτων φησί· Καὶ οὐδεὶς ἁρπάσει αὐτὰ ἐκ τῆς χειρὸς τοῦ Πατέρος μου. Τινὲς δὲ στέφανον Χρι‐ στοῦ τοὺς δι’ αὐτοῦ κατορθοῦντας εἰρήκασι· καὶ τῆς αὐτοῦ βασιλείας διάδημα, τοὺς ὑπὲρ αὐτοῦ μαρτυ‐
25ρήσαντας, οὓς τῇ ἑαυτοῦ χειρὶ ὁ Πατὴρ ἐκλεξάμενος τῷ Υἱῷ περιτίθησιν, στεφανῶν αὐτὸν καὶ διαδήματι βασιλικῷ τιμῶν, τῷ πλήθει τῶν δι’ αὐτοῦ καὶ ὑπ’ αὐ‐ τοῦ σεσωσμένων. Ἐφ’ οἷς οὐκ ἔτι κληθήσεται ἡ τὸ καινὸν ὄνομα λαβοῦσα, ὑπολελειμμένη καὶ ἔρη‐
30μος, ἀλλὰ θέλημα ἐμὸν, τοῦτ’ ἔστι, κατὰ τὸ θέλημά μου. Δι’ οὗ δηλοῖ καὶ τὸ, θελητὴν αὐτὴν ἔσεσθαι τὴν πρὶν ἐρημωθεῖσαν, ἀνθ’ ὧν ἠθέτησεν εἰς Χριστόν· ἀλλὰ σωθέντος τοῦ καταλείμματος, καὶ ἑνωθέντων αὐτῷ τῶν ἐξ ἐθνῶν, εἰς πλῆθος ἐπέδωκεν ἄπειρον,
35εὐδοκοῦντος ἐν αὐτῇ Θεοῦ, εἰ καὶ παρορᾷ πολλάκις γυμνασίας χάριν διωκομένην. Τινὲς δὲ τὸ, καὶ ἡ γῆ σου οἰκουμένη, ἐν τῷ καινῷ αἰῶνι τῆς Χριστοῦ βασιλείας φασὶ τοὺς τῶν ἐπαγγελιῶν ἀξίους οἰκή‐ τορας ἕξουσαν· οἳ καὶ ἐν τοσαύτῃ θυμηδίᾳ διάξουσιν,
40ὡς ἐοικέναι νεανίσκῳ συνῳκηκότι παρθένῳ.
45 Τινὲς δέ φασιν ὡς ἐξ Ἰουδαίων συνέστη τὸ κατ’ ἀρχὰς, ὧν προὔχοντες ἦσαν οἱ τοῦ Χριστοῦ μαθηταὶ τὴν εἰς ἄκρον ἀγάπην εἰς αὐτὴν διασώζοντες, ὡς καὶ ὀδυνᾶσθαι τὸν Παῦλον ὑπὲρ αὐτῶν καὶ εὔχεσθαι ἀνάθεμα εἶναι. Πολὺς δὲ τῶν πραγμάτων ὁ καινι‐

2656

(50)

σμός. Ἡ γὰρ ἀρχαία Συναγωγὴ τρόπον τινὰ πεπα‐ λαιωμένη τῇ παλαιότητι, νεάνιδι παρεικάζεται. Οἱ δὲ υἱοὶ αὐτῆς ἀπόστολοι ἐν αὐτῇ κατῴκουν, ὡς τρο‐ φὸν χειραγωγοῦντες, παρακαλοῦντες ὡς μητέρα, φεύγειν τοῦ νόμου τὰς σκιὰς εἰσηγούμενοι, ὡς τὸν
55Δαβὶδ λέγειν· Ἀντὶ τῶν πατέρων σου ἐγενήθησάν σοι υἱοί. Υἱοὶ γὰρ ὄντες, εἰς πατέρας ἐγένοντο. Ὧν
οὕτως ἐχόντων, οὕτως εὐφρανθήσεται Κύριος ἐπὶ2655

2657

σοὶ, καθάπερ ἀμέλει καὶ νυμφίος ἐπὶ νύμφῃ· Καθίκετο γὰρ ἐξ οὐρανῶν ὁ μονογενὴς Λόγος ἔγκαρ‐ πον ἀποφῆναι τὴν Ἐκκλησίαν, ἣν αὐτὸς ἑαυτῷ παρ‐ έστησε παρθένον ἁγνὴν, μὴ ἔχουσαν σπίλον ἢ ῥυ‐
5τίδα. Δεξαμένη δὲ παρ’ αὐτοῦ τῆς εὐαγγελικῆς πο‐ λιτείας τὰ σπέρματα, τέτοκεν οὐκέτι τὴν δι’ αἱμάτων καὶ καπνοῦ λατρείαν, ἀλλ’ ἐν ᾗ τὸ τῆς ἀληθείας ἐντετόρνευται κάλλος, ᾗπερ εἰκότως εὐφραίνεται, τοὺς τύπους εἰς ἀλήθειαν μετατιθεμένους ὁρῶν. Καὶ
10ἐκ τελείων μελῶν τὴν νύμφην συνεστῶσαν θεώ‐ μενος, τοῦ τε προτέρου καὶ τοῦ νέου λαοῦ, οἷα νυμ‐ φίος ἐπὶ νύμφῃ εὐφρανθήσεται, καταστήσει τε φυλακὰς, ἀγγέλους δηλαδὴ θείους, καὶ δυνάμεις ἁγίας εἰς τὸ τῆς νέας Ἱερουσαλὴμ τὰ τείχη φυ‐
15λάττειν, ὅπως ἐν εἰρήνῃ κατάρχων, αὐτὸς εἰς τὸν αἰῶνα διάγοι. Ἢ τάχα φυλακὰς λέγει τοὺς ἁγίους μυσταγωγοὺς, οἳ διὰ παντὸς ἀνυμνοῦσι τὴν δόξαν αὐτοῦ, μεμνημένοι τῶν θαυμασίων αὐτοῦ, καθὰ γέ‐ γραπται· Περὶ οὗ λέξουσιν, ὅτι οὐκ ἔστιν ὑμῖν
20ὅμοιος. Ὅσον γὰρ τῇ φύσει, τοσοῦτον διαφέρει χρηστότητι. Ὡς εἴρηται γὰρ ἐν Ψαλμοῖς· «Οὐ κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησεν ἡμῖν, οὐδὲ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν.»
26 Ἀντὶ δὲ τοῦ· Οὐκ ἔστι γὰρ ἡμῖν ὅμοιος, ἐὰν διορθώσῃ, καὶ ποιήσῃ Ἱερουσαλὴμ ἀγαυρίαμα ἐπὶ τῆς γῆς· Σύμμαχος, Μὴ ἡσυχάσητε, φησὶ, μηδὲ δῶτε ἡσυχάσαι λίθῳ, ἕως ἑτοιμάσῃ, καὶ
30ἕως θῇ τὴν Ἱερουσαλὴμ αἴνεσιν ἐν τῇ γῇ. Ἃ δὴ λέλεκται τοῖς εἰποῦσιν ἄνω· Διὰ Σιὼν οὐ σιωπή‐ σομαι, καὶ διὰ Ἱερουσαλὴμ οὐκ ἀνήσω, ἕως ἂν ἐξέλθῃ ὡς φῶς ἡ δικαιοσύνη αὐτῆς. Τοῦ γὰρ προφητικοῦ ταῦτα εἰρηκότος χοροῦ, τὸ Πνεῦμα τὸ
35ἅγιον παραθαῤῥύνει ταῖς ὑπὲρ αὐτῶν ἐπιμένειν εὐ‐ χαῖς, καὶ μὴ συγχωρεῖν ἡσυχάσαι τῷ ἐπαγγειλα‐ μένῳ ταῦτα Θεῷ, ἕως ἂν θῇ τὴν Ἱερουσαλὴμ αἴνεσιν ἐν τῇ γῇ. Ὧν δὴ βοώντων, ὁ εἰπών· «Ἔτι σου λαλοῦντος ἐρῶ, Ἰδοὺ πάρειμι,» ἀποκρίνεται·
40Ὤμοσεν Κύριος. Κατὰ δὲ τοὺς Ἑβδομήκοντα ἐξ ἑτέρας ἀρχῆς ληπτέον τὸ, Ἐὰν διορθώσῃ, καὶ τὰ ἑξῆς. Τί οὖν ὄμνυσι μηκέτι πείσεσθαι αὐτοὺς, ἃ πρότερον ἀσεβοῦντες ὑπέμενον, δῃουμένης αὐτῶν ὑπὸ πολεμίων τῆς χώρας; Οὐχ ἁπλῶς δὲ, ἀλλ’ ἐὰν
45διορθώσωνται τύπων παυσάμενοι νομικῶν, τὴν διὰ πίστεως δεξάμενοι χάριν, καυχώμενοί τε ἐν Χριστῷ. Τοῦτο γὰρ τὸ ποιεῖν ἀγαυρίαμα. Τότε γὰρ, κατὰ τὸν Δαβὶδ νοητῶς εἰρηκότα, «Τοὺς καρποὺς τῶν πό‐ νων σου φάγεσαι.» Καὶ κατὰ Παῦλον, «Ὃ γὰρ ἐὰν

2657

(50)

σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει.» Καὶ, «Ὁ σπείρων εἰς τὸ πνεῦμα, ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον.» Πάλαι δὲ τὸν ἑαυτῶν καρπὸν βρῶμα παρεῖχον τοῖς ἐχθροῖς τοῦ Θεοῦ, δαιμόνων τροφὴν τὰς ἑαυτῶν πράξεις ἀπεργαζόμενοι. Τοῦτο δὲ οὐκ
55ἔσται τοῖς τοῦ νέου καταξιωθησομένοις αἰῶνος,
ἀλλὰ τὴν ἀρετὴν κατορθώσαντες, τῶν ἰδίων καρ‐2657

2660

πῶν ἀπολαύσονται. Τοῦτο γὰρ κατὰ τῆς ἐαυτοῦ δόξης ὤμοσε Κύριος. Οὐ γὰρ εἶχε κατὰ μείζονος ὀμόσαι.
6 Φάγονται δὲ καὶ πίονται ἐν ταῖς ἐπαύλεσι ταῖς ἁγίαις μου, αἵ τινες εἶεν αἱ πολλαὶ μόναι παρὰ τῷ Πατέρι. Ἐπαύλεων δὲ μνησθεὶς, ἢ αὐλῶν, κατὰ τοὺς λοιποὺς, ἀκολούθως καὶ τοῦ ἱεροῦ μνημονεύει,
10Πορεύεσθε, λέγων, διὰ τῶν πυλῶν μου, τὴν ἐπου‐ ράνιον πόλιν δηλῶν, αὐλάς τε ταύτης καὶ πύλας, αἳ κατὰ τὸ μέλλον τοῖς ἀξίοις ἀναπετάννυνται, εἰς ἃς καλουμένων, ὡς ἂν μηδὲν εἰσιοῦσι παρεμποδίζοι φθόνος, ἢ πρόφασις, ἢ δαίμων, κώλυμα τῆς βασι‐
15λείας γινόμενοι, Ὁδοποιήσατε, φησὶ, τῷ λαῷ μου, ταῖς ἀγγελικαῖς λέγων δυνάμεσι. Τινὲς δὲ ταῦτα καὶ περὶ τῆς κατὰ γῆν Ἐκκλησίας φασὶ, καὶ λίθους εἶναι τὰ σκάνδαλα. Λέγεσθαι δὲ ταύτης τοῖς φύλαξί τε καὶ διδασκάλοις ἀπρόσκοπον διδόναι τοῖς εἰσιοῦ‐
20σιν ὁδόν. Ὁ μὲν γὰρ ἐξ Ἰουδαίων, τύποις ἐμφιλο‐ χωρεῖ νομικοῖς, ὁ δὲ ἐξ Ἑλλήνων, τῷ τῆς διδασκα‐ λίας ξένῳ προσπταίει· μέμνηται δὲ καὶ λόγων, οὓς οἱ παρ’ αὐτοῖς λογάδες γεγράφασιν. Ἀλλ’ οἱ μυστ‐ αγωγοὶ τὰς τῶν σκανδάλων περικόπτουσιν ἀφορμὰς,
25λογισμοὺς καθαιροῦντες, καὶ πᾶν ὕψωμα ἐπαιρόμε‐ νον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. Ὅθεν ὁ Παῦλος τοῖς μὲν ἐκ περιτομῆς φησιν· Ἡ περιτομὴ οὐδέν ἐστι, καὶ ἡ ἀκροβυστία οὐδέν ἐστιν, ἀλλὰ τήρησις ἐντολῶν Θεοῦ. Καὶ πάλιν· Εἰ περιτέμνεσθε, Χρι‐
30στὸς ὑμᾶς οὐδὲν ὠφελήσει. Τοῖς δὲ ἐξ Ἑλλήνων φησίν· Ἡμέρας παρατηρεῖσθε, καὶ καιροὺς, καὶ ἐνιαυτούς. Φοβοῦμαι μήποτε εἰκῆ κεκοπίακα εἰς ὑμᾶς. Καὶ τὰ ἐξ αἱρετικῶν δὲ περικόπτουσιν οἱ φύ‐ λακες σκάνδαλα. Εἴποις δ’ ἂν τείχη Ἐκκλησίας,
35τῶν τῆς ἀληθείας δογμάτων τὴν ἑδραιότητα, ὧν ᾅδου πύλαι οὐ κατισχύσουσιν. Ἑξῆς ἐπιλέγει, Ἄρα‐ τε σύσσημον εἰς τὰ ἔθνη. Κύριος γὰρ ἐποίησεν ἀκουστὸν ἕως ἐσχάτου τῆς γῆς. Μὴ γὰρ νομίσῃ τις ταῦτα, φησὶν, εἰρῆσθαι περὶ τοῦ τῶν Ἰουδαίων λαοῦ.
40Τὸ γὰρ σημεῖον ἀρθήσεται μέχρι τῶν ἐσχάτων τῆς γῆς.
44Τί δὲ τὸ ἀκουστὸν σύσσημον ὅπερ ἆραί φησι,
45τοῦτ’ ἔστι γνώριμον ποιῆσαι τὸ ῥῆμα τῆς πίστεως, ὃ κηρύσσομεν, ἢ τάχα που τοῦ σωτηρίου πάθους τὸ σύμβολον. Ἔνεστι δὲ καὶ τοῦτο τῇ τῆς πίστεως ὁμο‐ λογίᾳ. Δεῖ γὰρ εἰπεῖν, ὅτι Κύριος Ἰησοῦς, πιστεῦ‐ σαί τε ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν. Εἶτα τὴν

2660

(50)

θυγατέρα Σιὼν σαφῶς τὴν Ἐκκλησίαν τὸν ἑαυτῆς προσδοκῆσαι σωτῆρα διδάσκει. Ἔστι γὰρ θυγάτηρ τοῦ πάλαι παρ’ Ἰουδαίοις θεοσεβοῦς πολιτεύματος. Λέγει δὲ νῦν περὶ τῆς δευτέρας παρουσίας, ἀναμι‐ μνήσκων ὡς ὁ πάλαι σε σώσας, δι’ ὧν ἔπραξέν τε καὶ
55πέπονθεν. Διὸ καὶ Ἰησοῦς ὀνομάζεται, κατὰ τὸν2659

2661

λόγον τοῦ Γαβριήλ· Αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ. Πάλιν ἥξει, κριτὴς ὁμοῦ καὶ μισθαποδότης ἐσόμε‐ νος. Καὶ ἄνω δὲ ἔλεγεν· Εἰπὸν ταῖς πόλεσιν Ἰούδα, Ἰδοὺ ὁ μισθὸς αὐτοῦ μετ’ αὐτοῦ, καὶ τὰ ἐφ’ ἑξῆς.
5Ἀντὶ δὲ τοῦ, καὶ καλέσει αὐτόν· αὐτοὺς ἐξέδω‐ καν οἱ λοιποὶ, δηλαδὴ τοὺς σωθησομένους. Ἡ μὲν οὖν ἐπίγειος Ἱερουσαλὴμ ἐγκαταλελειμμένη λέγεται, αὕτη δὲ ἐπιζητουμένη. Ὁ γὰρ ἐλθὼν ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλὸς, οὗτος εὑρὼν αὐτὸ καὶ σώσας,
10οὐκ ἔτι ἀπολέσθαι αὐτὸ συγχωρήσει. Τινὲς δὲ περὶ τῆς πρώτης παρουσίας τὸν λόγον ἐξέλαβον. Εὐαγ‐ γελίσασθαι δὲ κελεύει Σιὼν, οἷς καὶ τὰς πύλας ἀνοιγνῦναι παρεκελεύετο. Πάρεστι δὲ μαθεῖν, ὅσον τοῦ Σωτῆρος καὶ τῶν μαθητῶν τὸ διάφορον. Οἱ μὲν
15γὰρ καλοῦντες εἰς εὐζωΐαν, τὰς ἐκ Θεοῦ διεκήρυτ‐ τον ἀμοιβάς· ἀλλ’ οὐκ αὐτοὶ χαρισμάτων ἦσαν δο‐ τῆρες πνευματικῶν· ὁ δὲ Σωτὴρ, ὡς Θεὸς, διανέμει μισθούς. Οὐκοῦν καὶ τὸν ἑκάστου τρόπον ὁρᾷ. Καὶ τοῦτο δὲ μόνου Θεοῦ. Γέγραπται γὰρ, ὅτι ἐνώπιόν
20εἰσι τῶν τοῦ Θεοῦ ὀφθαλμῶν ὁδοὶ ἀνδρὸς, εἰς δὲ πά‐ σας τὰς τροχείας αὐτοῦ σκοπεύει. Τοιγαροῦν οὐρα‐ νοῦ τὰς κλεῖς Πέτρῳ παρέσχε καλῶς τὴν πίστιν ὁμο‐ λογήσαντι, καὶ τὸ δύνασθαι δεσμεῖν τε καὶ λύειν. Ἐχαρίσατο δὲ καὶ πᾶσι τοῖς μαθηταῖς τὸ πᾶσαν
25νόσον καὶ μαλακίαν θεραπεύειν ἐν τῷ λόγῳ. Μισθόν τε ὁμολογίας δίδωσι τῷ λῃστῇ τό· Σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Ἐλθὼν δὲ, φησὶ, τοὺς πιστεύ‐ σαντας καλέσει λαὸν λελυτρωμένον ὑπὸ Κυρίου. Οὐ γὰρ πρέσβυς, οὐκ ἄγγελος, ἀλλ’ αὐτὸς Κύριος
30ἔσωσεν ἡμᾶς. Ἐπιζητουμένην δὲ κληθῆναί φησι, τοῦτ’ ἔστι μνήμης ἀξιουμένην. Τοιοῦτο γὰρ τὸ ζη‐ τούμενον. Ἡ δὲ πρώτη γέγονεν ἐγκαταλελειμμένη. Διὰ γὰρ Ἱερεμίου φησίν· «Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν.» Καὶ ὁ Σω‐
35τὴρ δέ φησιν· «Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος.»
39Τινὲς δὲ τὸ πᾶν οὕτως ἄνωθεν ἐξηγήσαντο. Ἔθος
40τοῖς προφήταις ἐφ’ οἷς προθεωροῦσιν ἀνιαροῖς μὲν πενθεῖν, ἀγαθοῖς δὲ λίαν εὐφραίνεσθαι· ὃ καὶ νῦν ὁ προφήτης ποιεῖ. Εὐαγγελισάμενος γὰρ τοῦ Σωτῆρος τὴν ἄφιξιν, καὶ τὴν ἁπάντων σωτηρίαν, αὐτόν τε τὸν Χριστὸν ἐνδυσάμενος (ᾧ κοσμεῖται, καὶ περι‐
45βάλλεται), πανηγυρίζει τῷ πνεύματι διάθεσιν ἔχων, ἢν ἂν ἔσχε νεανίσκος πρὸς παρθένον, καὶ αὐτὸς συνὼν τῷ Χριστῷ. Τὸ δὲ, ὡς γῆ αὔξουσα ἄνθος αὐτῆς, δηλοῖ τοὺς ταῖς ψυχαῖς ἐναποκειμένους λό‐ γους σπερματικοὺς, ὁδοποιοῦντας Χριστῷ. Ὡς γὰρ

2661

(50)

ὀφθαλμοὶ συγγένειαν ἔχοντες πρὸς τὸ φῶς, ἐπειδ’ ἂν παρῇ, βλέπουσιν, οὕτως ἀνατείλαντος Χριστοῦ, τῇ ἐν ἡμῖν ἐπιτηδειότητι λάμπομεν, εὐθὺς τὸ σκο‐ τεινὸν ἀποθέμενοι. Ὡς ἐκ ῥίζης δὲ τοῦ Ἰσραὴλ καὶ τοῖς ἔθνεσι φανεῖσθαι λέγει τὴν ἀγαλλίασιν. Εἶτα
55ἵνα μὴ δόξῃ τὴν Ἱερουσαλὴμ ἀφηκέναι, Οὐκ ἀν‐
ήσω, φησὶ, τὴν ἄνωθεν σχέσιν, καὶ τὰ ταύτης σεμνά.2661

2664

Διὸ πρῶτον πρὸς τὰ ἀπολωλότα πρόβατα Ἰσραὴλ πέμπει τοὺς μαθητάς. Καὶ πρὸς τὴν Συροφοινίκισ‐ σαν ἠνείχετο τέως κύνας καλεῖν τοὺς ἐν τέκνοις ὕστερον καταταχθησομένους. Σκοπὸς γὰρ ἦν αὐτῷ
5καὶ τούτους φωτισθῆναι, κακείνους μὴ ἀποτυχεῖν. Ἐχρῆν δὲ προτιμηθῆναι, οἷς, κατὰ Παῦλον, ἐδόθη ἡ νομοθεσία, καὶ ἡ λατρεία, ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς κατὰ σάρκα· ἤρκει γὰρ εἰς σωτηρίαν καὶ τούτοις κἀκείνοις ἡ χάρις.
13 Καινὸν δέ φησιν ὄνομα τὸ Χριστιανῶν καὶ τὸ πιστῶν. Ὁ δὲ ἀντιλέγων Ἰουδαῖος, δεικνύτω ἐφ’
15ἑαυτοῦ καινὸν γενόμενον ὄνομα. Θέλημα δέ φησι τοὺς τὸ θέλημα αὐτοῦ ποιοῦντας, οὓς καὶ ἀγαπᾷν λέγει, ὡς συνοικῶν νεανίσκος παρθένῳ· ὅπερ οὐ φθορὰν, ἀλλ’ ἀκμάζουσαν σχέσιν δηλοῖ. Τηρεῖ γὰρ αὐτὴν παρθένον, κατὰ τὸ παρὰ Παύλῳ μυστήριον,
20ὅπερ εἰς Χριστὸν καὶ τὴν Ἐκκλησίαν λέγει. Εἶτα τὴν νῦν κατάστασιν τῶν Ἐκκλησιῶν ἐμφαίνει, κατὰ τὴν τῶν ἱερέων ὑφήγησιν ἡμέρας καὶ νυκτὸς, ἀγνοοῦντος τοῦ λαοῦ τὸν Θεὸν, ἀνθ’ ὧν ἀμειβόμενος τεῖχος αὐτῶν ἀπόρθητον γίνεται, τὰς ἀφόδους
25ἀπείργων τοῦ δαίμονος. Ἐπαγγέλλεται δὲ, κατὰ τὴν λέξιν, καὶ ἀσφαλῆ ταῖς πόλεσιν οἴκησιν, ὡς ἂν προ‐ κόψαντες ἐπιζητῶσι τὴν νοητήν· ὥσπερ οὖν Ἀβραὰμ γῆς λαβὼν ἐπαγγελίαν, οὐ περὶ ταύτην ἠσχόλητο, οὐδὲ ταύτην ᾔτει, τὴν δὲ μέλλουσαν ἐπό‐
30θει. Τοῖς δὲ οὕτω διακειμένοις, καὶ μάλιστα τοῖς ἐκ γένους Ἀβραὰμ κατὰ σάρκα, οὐδεμίαν σύγκρισιν πρὸς τὰ ἔθνη φησὶν, ὑπερκεῖσθαι δὲ λίαν, ὅσον ἧκεν εἰς τιμήν. Καὶ γὰρ ἔτυχον πατέρων ἁγίων, καὶ νόμου, καὶ τὰς ἐν Αἰγύπτῳ θαυματουργίας καὶ ἐν
35ἐρήμῳ τεθέανται, μόνων ἐὰν διόρθωσιν τρόπων ποιήσονται πεποιθότες ἐπὶ Θεῷ. Τοῦτο γὰρ τὸ ἀγαυ‐ ρίαμα. Πρὸς δὲ τὰς ἐπαγγελίας ἀμφιβαλλούσαις ψυ‐ χαῖς λαλῶν ὅρκῳ κέχρηται, οὐ δι’ ἑαυτὸν (ἀλήθεια γάρ ἐστιν), ἀλλ’ ἐκείνας πιστούμενος. Καὶ τοὺς ἐκ
40γῆς καρποὺς ἐπαγγέλλεται, διδάσκων ὡς αὐτὸς τού‐ των ἐστὶ χορηγὸς, καὶ μάτην περὶ εἴδωλα στρέφον‐ ται, διὸ καὶ οὗτοι πρὸς τῇ συγκομιδῇ διεφθείροντο, ὡς ἂν καὶ τελεσφορεῖν δυναμένου, καὶ παρέχειν ἐθέ‐ λοντος, εἴπερ ἐτύγχανον ἄξιοι.
48 Καὶ νῦν δὲ διορθουμένων ὑμῶν τὰς τῶν πολε‐ μίων ἐφόδους κωλύσω. Πύλας δὲ καλεῖ λόγον εἰσ‐

2664

(50)

αγωγικὸν, καὶ Χριστὸν, ὃς ἐχρημάτισε θύρα, δι’ οὗ πρὸς τὸν Πατέρα τὴν εἴσοδον ἔχομεν. Περὶ οὗ λέλε‐ κται· «Αὕτη ἡ πύλη τοῦ Κυρίου. Δίκαιοι εἰσελεύ‐ σονται ἐν αὐτῇ.» Τοῖς δὲ ἱερεῦσι παρακελεύεται ὁμαλὰ τῶν ὑπὸ χεῖρα τὰ ἤθη ποιεῖν, ὡς ἂν μὴ πο‐
55νηροῖς προσκόπτοιεν λογισμοῖς. Λέγοιτο δ’ ἂν καὶ2663

2665

πρὸς τὸν ἐν ἑκάστῳ νοῦν, ὡς ἂν ἡνιοχεῖν τεταγμέ‐ νος τὴν ἅπασαν ἐξομαλίζοι ψυχήν. Εἶτα παρακελεύε‐ ται τοῖς ἐξ Ἰσραὴλ, ἀρετῆς καὶ γνώσεως Θεοῦ πα‐ ράδειγμα γενέσθαι τοῖς ἔθνεσιν. Ἀνῆψα γὰρ ὑμᾶς
5ἄνωθεν ὡς λαμπάδα, ὡς ἂν ὑμῶν τῷ φωτὶ τὰ ἔθνη πορεύηται. Κατεπτηχότας δὲ τὰς συνεχεῖς τῶν ἐπιόντων ἐφόδους παραθαῤῥύνει, τὴν ἑαυτοῦ παρου‐ σίαν ἐπαγγελλόμενος. Οὕτω δὲ τὴν ἑαυτοῦ κηδεμο‐ νίαν καλεῖ. Τοιγαροῦν ἔλεγον· Οὐ μὴ τελέσητε τὰς
10πόλεις, ἕως ἂν ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου· οὐ δήπου ἄλλην παρουσίαν δηλῶν, ἀλλὰ τὴν ἑαυτοῦ πρὸς καρ‐ τερίαν παράκλησιν. Οὐ γὰρ ἂν ἤνεγκαν, μὴ τὴν ἰσχὺν τὴν ἄνωθεν ἔχοντες. Τὰ κρυπτὰ δὲ εἰδὼς, πρὸς τὴν ἀξίαν ἑκάστῳ παρίσταται, μισθὸν διδοὺς
15τὸν προσήκοντα. Οὕτω καὶ δι’ Ἰεζεκιὴλ λεγόντων αὐτῶν· «Ἀπόλωλεν ἡ ἰσχὺς ἡμῶν, ἐξηράνθη τὰ ὀστᾶ ἡμῶν,» παραθαῤῥύνων φησίν· Ὡς ὑγρὰ ξη‐ ρᾶναι δύναμαι, οὕτω καὶ τοὐναντίον. Ὃ καὶ ἐπὶ τῆς ῥάβδου πεποίηκεν Ἀαρών. Καὶ νῦν οὖν παρέσεσθαί
20φησιν, ἐὰν ἄξιοι γένωνται. Δι’ αὐτὸ γὰρ παρέσχον καὶ πλῆθος ὑμῖν ἐντολῶν, οὐχ ἵνα πολλὰς παραβαί‐ νοντες, πολλὰ καὶ καταδικάζησθε· ἀλλ’ ἵνα κἂν τὰς μεγάλας ὑπερβῆτε, τῶν ἐλαττόνων ἡ φυλακὴ πρόφα‐ σιν ὑμῖν σωτηρίας παράσχῃ. Φιλάνθρωπος γὰρ, οὐ
25καταδικάζων ἐξ ὧν παραβαίνετε, ἀλλὰ σώζων ἐξ ὀλίγων ὧν κατορθοῦτε. Τοῦ γὰρ ἁμαρτωλοῦ τὴν ζωὴν βούλεται μᾶλλον, ἤπερ τὸν θάνατον. Τότε ζητήσω, φησὶν, ὑμᾶς, ἁγίους καλῶν. Ταῦτα δὲ καὶ εἰς τὴν ἑκάστου ληπτέον ψυχὴν, μὴ ὡς ψιλὰς
30ἱστορίας ἀναγινώσκοντας. Ἑκάστῳ γὰρ κατορ‐ θοῦντι παρέσται συγχωρῶν τὰ ἡμαρτημένα.
35tΚΕΦΑΛ. ΞΓʹ.
36 α—ϛʹ. Τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδώμ; ἐρύθημα ἱματίων ἐκ Βόσορ, οὕτως ὡραῖος ἐν στο‐ λῇ, βία μετὰ ἰσχύος. Ἐγὼ διαλέγομαι δικαιοσύ‐ νην καὶ κρίσιν σωτηρίου. Διὰ τί σου ἐρυθρὰ τὰ
40ἱματία, καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατήματος ληνοῦ πλήρους, καταπεπατημένης, κ.τ.λ. Ὥσπερ μισθὸν ὁ Σωτὴρ ἐλέγετο τοῖς εὐσεβοῦσιν ἀποδιδόναι (ἔφη γάρ· Καὶ ὁ μισθὸς αὐτοῦ μετ’ αὐ‐ τοῦ)· οὕτως τοῖς ἀσεβέσι φοβερὸς ἥξειν θεσπίζεται,
45ὅτε, κατὰ τὸν Ἀπόστολον, καταργήσῃ πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν. Ἐν οἷς ἐστι καὶ τὸ ἔσχατον καταργεῖ‐ σθαι τὸν θάνατον. Ὁρῶντες δὲ αὐτόν τινες ἐν σχήματι καθῃμαγμένον πολεμικῷ, πρὸς τὸ ξένον τῆς θέας ἐρωτῶσιν ἀλλήλους. Ἐπειδὴ δὲ Βόσορ καὶ Ἐδὼμ,

2665

(50)

τῆς τῶν ἀλλοφύλων χώρας καὶ πολεμίων τοῦ Ἰσραὴλ, εἰκότως διὰ τούτων τὰς ἀντικειμένας δυνάμεις αἰνίτ‐ τεται, ὧν τὴν ἀναίρεσιν τροπικῶς αἵματι παρείκασε φονικῷ. Εἰδότες δὲ αὐτὸν ἥμερον, εἶθ’ ὥσπερ τεθυ‐ μωμένον ὁρῶντες, ἐοίκασιν αὐτὸν μὴ γινώσκειν. Διὸ
55καὶ πυνθάνονται. Ὁ δὲ πρὸς αὐτοὺς ἀποκρίνεται· Ἐγὼ διαλέγομαι δικαιοσύνην, καὶ κρίσιν σωτη‐
ρίου, κατὰ δὲ Σύμμαχον· Ἐγὼ λαλῶ ἐν δικαιοσύ‐2665

2668

νῃ, ὑπερμαχῶ εἰς τὸ σῶσαι. Ὑπερμαχῶν γὰρ τῶν ἀδίκως ὑπὸ τῶν ἀντικειμένων δυνάμεων κα‐ ταπατουμένων, τὰς μὲν μετῄει, τοὺς δὲ ἠλευθέρου. Εἶτα δευτέρα πεῦσις· Διὰ τί σου ἐρυθρὰ τὰ ἱμά‐
5τια; πρὸς ὃ πάλιν ἀποκρίνεται. Ἀντὶ δὲ τοῦ, καὶ τῶν ἐθνῶν, ὁ Σύμμαχος, καὶ ἀπὸ τῶν λαῶν ἐξέδωκεν, καὶ ἀντὶ τοῦ, Κατήγαγον τὸ αἷμα αὐτῶν εἰς γῆν, Καὶ ἐῤῥαντίσθη τὸ ἐπινίκιον αὐτῶν ἐπὶ τὰ ἱμάτιά μου. Ὡς δὲ μόνος τὴν κρίσιν λαβὼν παρὰ τοῦ Πα‐
10τέρος, μόνος πεπατηκέναι φησὶ ληνὸν, οὕτω δὲ καλεῖ τῶν ἁμαρτημάτων τὴν ἔκπραξιν. Καὶ Ἱερε‐ μίας δὲ ἐν Θρήνοις φησί· Ληνὸν ἐπάτησε Κύριος παρ‐ θένῳ θυγατρὶ Ἰούδα. Ἐπὶ τούτοις ἐγὼ κλαίω. Ὥσ‐ περ δὲ ληνὸς ἡ ἐπὶ τὸ αὐτὸ τῶν ἁμαρτημάτων εὔ‐
15θυνα· οὕτω τῶν ἀπὸ τῆς ἀγαθῆς ἀμπέλου τρυγομέ‐ νων καρπῶν ληνοὶ Θεῷ ἀρέσκουσαι γίνονται, ἐφ’ αἷς ὕμνοι ἐν Ψαλμοῖς ἐπιλήνιοι λέγονται. Καταργή‐ σας δὲ πᾶσαν κακίαν, καὶ τοὺς αὐτὴν γεννήσαντας δαίμονας, τοὺς ὑπ’ αὐτῷ βασιλευομένους ἐν τῷ καινῷ
20αἰῶνι προσάξει τῷ Πατέρι, ὅτε καὶ παραδώσει τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατέρι, κατὰ τὸν Ἀπόστολον. Ἐμμένων δὲ τῇ μεταφορᾷ τοῦ αἵματος, τὰ ἱμάτια μεμολύνθαι λέγεται. Ποῖον γὰρ ἐπὶ ἀσωμάτων δυ‐ νάμεων αἷμα; Εἶτα πάλιν ἡμέρας ἀνταποδώσεως
25καὶ ἐνιαυτοῦ λυτρώσεως μέμνηται, ὡς ἐπὶ τῶν χρηστοτέρων ἐλέγετο, Κηρύξαι ἐνιαυτὸν Κυρίου δε‐ κτὸν, καὶ ἡμέραν ἀνταποδόσεως. Διὸ νῦν προσέθηκε καὶ ἐνιαυτὸς λυτρώσεως, ὁμοῦ γὰρ τοὺς μὲν σώσει, τοῖς δὲ ἀνταποδώσει, καθά φησι Μωσῆς· «Καὶ ἀντ‐
30αποδώσει δίκην τοῖς ἐχθροῖς, καὶ τοῖς μισοῦσιν αὐ‐ τὸν ἀνταποδώσει.»
36 Εἶτά φησιν· Ἐπέβλεψα, καὶ οὐκ ἦν ὁ βοηθῶν. Καὶ προσενόησα, καὶ οὐδεὶς ἀντελαμβάνετο. Καὶ ἐῤῥύσατο αὐτοὺς ὁ βραχίων μου. Μόνος γὰρ ἐκέ‐ νωσεν ἑαυτὸν, μορφὴν δούλου λαβών. Καὶ τὸν μέχρι
40σταυροῦ θάνατον ὑπέμεινεν ὑπὲρ τῆς ἡμῶν σωτηρίας, ὃ μηδεὶς ἀγγέλων, ἢ δυναμένων, ἣ ἀνθρώπων ὑπ‐ έστη· διὸ καὶ μόνῳ ὁ Πατὴρ ἐχαρίσατο τὸ ὄνομα, τὸ ὑπὲρ πᾶν ὄνομα καὶ τὴν κατὰ πάντων ἐνεχείρισε κρίσιν. Ἀντὶ δὲ τοῦ· Καὶ κατήγαγον τὸ αἷμα αὐτῶν
45εἰς γῆν, οἱ λοιποὶ τὸ νίκος ἐξέδωκαν. Νενίκηνται γὰρ ὑπ’ ἐμοῦ, φησὶν, οἱ δοκοῦντες ἀνίκητοι. Ἄλλοι δὲ περὶ τῆς ἀναλήψεως τοῦ Σωτῆρος τὴν ῥῆσιν δεξά‐ μενοί φασιν, ὡς πληρώσας τὴν μετὰ σαρκὸς οἰκονο‐ μίαν, ἀναβὰς πρὸς τὸν Πατέρα ὤφθη ταῖς ἄνω δυνά‐

2668

(50)

μεσι, τοῦ πάθους φέρων τὰ σύμβολα, οὐχ ὅτι μετὰ τούτων ἀνέστη, ᾧ δὲ τρόπῳ διστάσαντι δέδειχε τῷ Θωμᾷ. Οὕτως (ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις, διὰ τῆς Ἐκκλη‐ σίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ) μετὰ τῶν τοῦ
55πάθους σημείων ἀνέδραμεν. Θαυμάζουσαι τοίνυν2667

2669

ἀνιόντος πυνθάνονται. Τὸ δὲ Ἐδὼμ, ἑρμηνεύεται πυῤῥὸς, ἢ γήϊνος. Τὸ δὲ Βόσορ, ἢ σὰρξ, ἢ σάρ‐ κινος. Δηλοῖ τοίνυν τὸ πεφοινίχθαι, ὡς ἀπὸ σαρκός τε καὶ αἵματος. Ὡς δὲ γνωρίζουσαι αὐτὸν Θεὸν, εἰ
5καὶ ἦν ἐν σαρκὶ, ὡραῖον αὐτόν φασιν ἐν στολῇ, καὶ ἰσχὺν αὐτῷ μαρτυροῦσι. Τοῦτο γὰρ ἡ βία δηλοῖ. Ἔοικε δὲ τὸ παρὸν τῷ ἐν κγʹ ψαλμῷ· «Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης;» Ἀποκρίνεται δὲ, ὅτι Ἐγὼ διαλέγομαι δικαιοσύνην, ἢ τὸ εὐαγγελικὸν
10κήρυγμα, ἢ, ὅτι Θεοῦ πᾶς λόγος δίκαιος. Κρίσιν δὲ σωτηρίου, τὸ ἐφ’ ἡμῖν ὀνομάζει κρῖμα. Δεδίκακε γὰρ τῇ ἀνθρωπότητι καὶ τῷ ταύτην ἀπατήσαντι Σα‐ τανᾷ. Ἔλεγε γάρ· «Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου. Νῦν ὁ ἄρχων τοῦ κόσμου ἐκβέβληται ἔξω.»
15Δευτέρα πάλιν ἐρώτησις, ἐν ᾗ μέμνησο τοῦ πατρι‐ άρχου Ἰακὼβ λέγοντος· «Πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ, καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ.»
21 Εἶτά φησι· Καὶ τῶν ἐθνῶν οὐκ ἔστιν ἀνὴρ μετ’ ἐμοῦ. Ὃ συναπτέον τῷ· Ἐγὼ διαλέγομαι δικαιο‐ σύνην καὶ κρίσιν σωτηρίου. Οὐδεὶς γάρ μοι παρ‐ έστη, φησὶν, ἢ συνήλγησε πάσχοντι. Ὡς γάρ φησιν
25ὁ εὐαγγελιστής· Τότε πάντες ἀφέντες αὐτὸν οἱ μα‐ θηταὶ ἔφυγον. Ὃ καὶ προὔλεγεν ὁ Χριστός· Ἔρχε‐ ται ὥρα, καὶ ἐλήλυθεν, ἵνα ἕκαστος σκορπισθῆτε εἰς τὰ ἴδια, κἀμὲ μόνον ἀφῆτε. Καὶ ἐν Ψαλμοῖς δέ φη‐ σιν· «Ὀνειδισμὸν προσεδόκησεν ἡ ψυχή μου, καὶ
30ταλαιπωρίαν, καὶ ὑπέμεινα συλλυπούμενον, καὶ οὐχ ὑπῆρχε· καὶ παρακαλοῦντα, καὶ οὐχ εὗρον.» Καίπερ δὲ μόνος ὢν κατεπάτησα αὐτοὺς ἐν θυμῷ. Μετὰ γὰρ τὴν ἀνάληψιν τοῦ Κυρίου, πᾶν εἶδος συμφορᾶς Ἰουδαίοις ἀπήντηκεν. Ἀλλ’ ὁ τῆς ἐκείνων ἀνταπο‐
35δόσεως καιρὸς, λυτρώσεως ἦν τοῖς ἐπεγνωκόσι τὴν ἐπιφάνειαν αὐτοῦ. Καίπερ δὲ μηδενὸς βοηθοῦντος, ἢ ἀντιλαμβανομένου (ὃ ποιεῖν ἕδει τοὺς Γραμματέας καὶ Φαρισαίους, οἳ τὸ ἐναντίον ἀνέτρεπον τοὺς λαοὺς) ὅμως ἔσωσεν αὐτοὺς ἡ ἐμὴ δύναμις. Πλεῖστοι
40γὰρ ἐπίστευσαν ἐξ Ἰουδαίων. Τοῖς δὲ ἀπειθήσασι τὰ τῆς ὀργῆς ἀπήντηκε δίκαια. Τινὲς δὲ συμφώνως εἰπόντες, ὡς πληρωτὴς γενόμενος τῶν πατρικῶν ἐν‐ τολῶν, καὶ χωρήσας εἰς τὸν ὑπὲρ ἡμῶν θάνατον, καὶ πατήσας τοῦτον, ὡς ἐν ληνῷ, καὶ μολυνθεὶς, ὡς
45ἀπὸ πατητοῦ καρπὸς αὐτοῖς γενόμενος, ἑαυτὸν προσ‐ ήγαγεν ὑπὲρ ἡμῶν τῷ Πατέρι δυσώπημα καὶ λυ‐ τρὸν, ἄνοδον εἰς οὐρανοὺς διδοὺς, οὓς ἔδει κάτω μέ‐ νειν ἐκ τῆς ἀποφάσεως, καὶ συνάψας τοῖς ἄνω τοὺς κάτω. Ἀγγέλων δὲ ἀπορούντων ἀκούων, μὴ ἐκείνοις

2669

(50)

ἄγνοιαν προσάψῃς (ᾔδεσαν γὰρ τὰ ὑπὸ τοῦ Σωτῆρος οἰκονομούμενα, ἀφ’ οὗ καὶ σεσάρκωται), ἀλλ’ ἡγοῦ διδασκαλίαν τὸ πρᾶγμα, ὅτι καὶ ἄγγελοι χαίρουσιν ἐπὶ τῇ τῶν ἀνθρώπων σωτηρίᾳ, καὶ τοῦτον ἀνυμνοῦσι θαυμάζοντες, πῶς τὸν ἡμῖν ὀφειλόμενον ἐδέξατο θά‐
55νατον. Οὐδὲ γὰρ ἂν εἴποις ἀγνοεῖν τοὺς ἀγγέλους, ὡς2669

2672

οὐδὲ ὁπλοφορεῖν, εἰ καὶ οὕτως ἐφάνησαν τῷ Γιέζι τὴν δειλίαν αὐτοῦ διορθούμενοι. Ταῦτα τοίνυν εἰπόν‐ τες, καὶ καθ’ ἱστορίαν ἐξέλαβον, λέγοντες· ὡς προ‐ αναφωνήσας αὐτοῖς τοῦ Θεοῦ τὴν ἀντίληψιν πρὸς τὴν
5τῶν ἐπιόντων ἐπιβουλὴν, ἀμφισβητοῦσι τίς ὁ ῥυσό‐ μενος, φησίν· Ὁ τοὺς ἐξ Ἐδὼμ τοὺς ἐπιθεμένους μετὰ τῶν ἐχθρῶν ὑμῶν ὑμῖν, καὶ τὰς τῆς φυγῆς διεκδρομὰς ἀποφράξαντας ἀνελεῖ, ὡς μεμολύνθαι δοκεῖν τῷ ἐκείνων αἵματι. Ἐδὼμ δὲ λέγει τοὺς υἱοὺς
10Ἡσαῦ, Βόσορ δὲ τὴν βόστραν. Δικαίᾳ τοίνυν αὐ‐ τοὺς μέτεισι ψήφῳ. Θεὸς γὰρ ἀνθρώπους εἰς κρίσιν καλεῖ, τὸ δίκαιον τῆς τιμωρίας ἐπιδεικνύμενος, καὶ ὡς ἐξ ἑαυτῶν ὑπομένουσιν. Αὐτὸς γὰρ δίκην ἐπάγων ὑπὲρ σωτηρίας ποιεῖ, ἢ ἵνα σωθῶμεν μετανοήσαντες,
15ἢ περιπέσωμεν κουφοτέρᾳ τῇ κρίσει τοῦ μέλλοντος. Τιμωρούμενος δὲ τοὺς ἐξ Ἐδὼμ ἤρκει ἑαυτῷ μηδε‐ νὸς συμμαχοῦντος δεόμενος. Λόγῳ γὰρ ἀναιρεῖ, καὶ ἱκανὸν αὐτοῦ μόνον τὸ θέλημα, ἐξαλεῖψαι δὲ αὐ‐ τοὺς βουλομένου Θεοῦ, οὐκ ἦν τι βοηθοῦν αὐτοῖς.
20Οὐκ ἦν γὰρ ἐν αὐτοῖς δίκαιος δυσωπῆσαι δυνάμενος τὸν Θεόν.
27 ζ—ιθʹ. Τὸν ἔλεον Κυρίου ἐμνήσθην· τὰς ἀρετὰς Κυρίου, ἐν πᾶσιν οἷς Κύριος ἡμῖν ἀνταποδίδωσι. Κύριος κριτὴς ἀγαθὸς τῷ οἴκῳ Ἰσραὴλ ἐπάγει
30ἡμῖν κατὰ τὸ ἔλεος αὐτοῦ, καὶ κατὰ τὸ πλῆθος τῆς δικαιοσύνης αὐτοῦ. Καὶ εἶπεν, Οὐχ ὁ λαός μου τέκνα; Οὐ μὴ ἀθετηθῶσι. Καὶ ἐγένετο αὐτοῖς εἰς σωτηρίαν ἐκ πάσης θλίψεως αὐτῶν. Οὐ πρέσβυς, οὐδὲ ἄγγελος, ἀλλ’ αὐτὸς ἔσωσεν
35αὐτοὺς, κ.τ.λ. Τὰ περὶ τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας πε‐ πλήρωται, καὶ μέτεισιν εἰς ἑτέραν ὑπόθεσιν, ἐν ᾗ κατηγορεῖ ἑαυτοῦ ὁ λαὸς, ὡς εἰς ἄνωθεν εὐεργέτην τὸν Θεὸν ἡμαρτηκὼς ἀποβέβληται. Καθ’ ἑτέρους δὲ,
40Θεοῦ τὴν κατὰ τῶν ἠπιθηκότων εἰπόντος ὀργὴν, ὁ προφήτης οὐκ ἐᾷ χωρεῖν αὐτοὺς εἰς ἀπόγνωσιν, φιλ‐ ανθρώπου τυγχάνοντος τοῦ Θεοῦ. Κατ’ ἄλλους δὲ, πρὸς τὸ πλῆθος τῶν δειχθέντων ἀγαθῶν τῷ προφήτῃ, ἐν οἷς ἦν καὶ ἡ κατὰ τῶν ἀλλοφύλων ὀργὴ, μὴ τὸ
45πρὸς Θεὸν ἐπιδειξαμένων εὐχάριστον, αὐτὸς διηγεῖ‐ ται τοῦ Θεοῦ τὸν ἄνωθεν ἔλεον. Οὐ γὰρ ἐπιλήσομαι, εἰ καὶ σκυθρωπὰ μετῆλθεν ἡμᾶς ἐν τέλει, καὶ ἀπ‐ εβλήθημεν. Ἀντὶ δὲ τοῦ, ἐν ἅπασιν οἷς ἀνταποδί‐ δωσιν ἡμῖν, ὁ Σύμμαχος, περὶ πάντων ὧν εὐηρ‐

2672

(50)

γέτησεν ἡμᾶς, εἴρηκε, καὶ ἀντὶ τοῦ, Κριτὴς ἀγα‐ θός· ἐκ πλήθους ἀγαθωσύνης. Πλὴν οὐχ ὡς κρι‐ τὴς ἀκριβὴς παραμετρεῖ τὴν ἐφ’ ἡμᾶς ὀργὴν τοῖς πλημμελήμασιν, ἀγαθότητι ταύτην κιρνῶν. Ἀκρό‐ της μὲν γὰρ ὢν δικαιοσύνης οὐκ ἀθώους ἐᾷ, ἀγα‐
55θότητι δὲ τὸν θυμὸν ἡμεροῖ. Σέσωσται γὰρ τὸ κατά‐2671

2673

λειμμα. Δεῖγμα δὲ μέγιστον τῆς ἀγαθότητος, τὸ ἀξιῶσαι τέκνα καλεῖν τὸν λαὸν, εἰ μὴ ἀθετοῖεν τὴν χάριν. Διὸ κατὰ Σύμμαχον εἴρηται· Πλὴν λαός μού εἰσιν υἱοὶ οὐκ ἀσυνθηκοῦντες. Οὓς ἀπήλεγχεν ἐν
5ἀρχῇ λέγων· Υἱοὺς ἐγέννησα, καὶ ὕψωσα· αὐτοὶ δέ με ἠθέτησαν. Ἐχρῆν γὰρ ὡς τέκνα πείθεσθαι τῷ πατέρι, καὶ αὐτάγγελον ἐπὶ σωτηρίᾳ παρόντα δέξα‐ σθαι τὸν Υἱὸν, οὐχ ἑτέρῳ τινὶ διακόνῳ χρησάμενον· οὐ γὰρ ἦν πρέσβυς, [φησὶ] προφήτης, οὐκ ἄγγελος.
13 Καὶ ἐν Αἰγύπτῳ δὲ, φασὶν, εἰ καὶ μέσος ἦν Μωσῆς, ἀλλ’ αὐτὸς ἐνήργει δι’ ἐκείνου τὰ μέγιστα. Καὶ μο‐
15σχοποιήσασιν ἠπείλησεν ἄγγελον πέμψειν τὸν ἡγη‐ σάμενον. Καὶ δυσφοροῦντος Μωσέως, αὐτὸς ἡγεῖσθαι κατεπηγγείλατο. Καὶ αὐτὴν δὲ τὴν παρουσίαν, οὐχ ἵνα κρίνῃ, πεποίηται, καίτοι κριτὴς ὢν, ἀλλ’ ἵνα τὰς ἁμαρτίας ὁμολογήσουσι παράσχῃ τὴν ἄφεσιν
20διὰ πίστεως. Θέλει γὰρ καὶ ἡμᾶς ἑαυτοῖς ἀγαθῶν αἰτίους, καὶ μὴ τῶν ἐναντίων καθίστασθαι. Τοιγαρ‐ οῦν τῆς αἱμοῤῥοούσης τὴν πίστιν αἰτίαν ἔφησε τῆς ἰάσεως. Ὅσον γὰρ ἧκεν εἰς αὐτὸν, ὡς πατὴρ τέ‐ κνοις εἰς ἀγαθῶν πρόκειται χορηγίαν, διηνεκῆ προ‐
25τείνων τὸν ἔλεον, πλὴν εἰ μή τις ἁμαρτῶν διακό‐ ψειεν. Τὰ μὲν οὖν τῆς αὐτοῦ φιλανθρωπίας τοιαῦτα. Μὴ παρασχόντες δὲ πρόφασιν αὐτῷ τῆς ἑαυτῶν σω‐ τηρίας, εἰς πόλεμον ἐπεσπάσαντο. Ὡς γάρ φησι καὶ Δαβίδ· «Ποσάκις παρεπίκραναν αὐτὸν ἐν τῇ
30ἐρήμῳ; παρώργισαν αὐτὸν ἐν γῇ ἀνύδρῳ.» Παρώρ‐ γισαν δὲ καὶ τὸ πνεῦμα Χριστοῦ, τὴν ἀπείθειαν νοσήσαντες. Διὸ κατέστη πολέμιος. Ἵνα γὰρ μὴ δαίμοσι τὴν ἐπαγομένην αὐτοῖς ἐπιγράφοιεν δίκην, αὐτὸς αὐτοῖς λέγεται πεπολεμηκέναι. Καὶ γὰρ Ἰὼβ,
35καίπερ εἰδὼς ἐκ τοῦ διαβόλου γίνεσθαι τὰς ἐπαγω‐ γὰς, αὐτοῦ μὲν οὐ μέμνηται, τῷ δὲ συγχωροῦντι ἐπιγράφει Θεῷ. Πεπολέμηκε δὲ τὸν λαὸν εἰς νοῦν τὰ πρῶτα λαβὼν, καὶ ὡς οὐ νῦν πρῶτοι τοιοῦτοι γε‐ γόνασιν. Αὐτίκα, καὶ διὰ Μωσέως τοσαύτης πειρα‐
40θέντες διὰ θαυμάτων εὐεργεσίας, τὸν αἴτιον ἀπο‐ στραφέντες ἐμοσχοποίησαν, μὴ σκοπήσαντες ὡς θά‐ λατταν τεμὼν Ἐρυθρὰν, ὡς ἵππον, αὐτοὺς διὰ ταύτης διήγαγεν, ἐπιστήσας αὐτοῖς Μωσῆν, οἷα προβάτοις ποιμένα, διὰ τῶν σημείων ὑψώσας αὐτόν. Τοῦτο
45γὰρ τὸ ἀναγαγεῖν, ἤγουν ἐμφανῆ καταστήσας λαν‐ θάνοντα καὶ κρυπτόμενον, ὃν καὶ προφήτην ἀπ‐ έδειξεν τοῦ ἰδίου πληρώσας πνεύματος.
59Τινὲς δὲ ποιμένα τὸν Ἰωσὴφ ἔφασαν, οὗπερ ἀν‐
60αγαγὼν τὰ ὀστᾶ, μετὰ τῶν πρὶν ὑποχειρίων διήγα‐ γεν, δεικνὺς ὡς οὐδὲ νεκρῶν τῶν ἁγίων ἐπιλανθάνε‐
ται, ζωοποιεῖν αὐτὰ προαιρούμενος. Ἄλλοι τὸν Χρι‐2673

2676

στὸν ἔφασαν ἐκ γῆς ἀναχθέντα, ἢ διὰ τὴν ἀνάστα‐ σιν, ἢ καὶ διὰ τὴν ἀπὸ γῆς αὐτοῦ γέννησιν. Ἡμέρας δὲ αἰωνίους, ἢ τὰς ἀρχαίας, ἢ τὰς ἀεὶ μνημονευτούς φησιν. Τὸ δὲ, ποῦ ἐστι; τῆς αὐτῶν λήθης κατηγορεῖ.
5Σύμφωνον δὲ τὸ, «Κατέβη γὰρ πνεῦμα παρὰ Κυ‐ ρίου, καὶ ὡδήγησεν αὐτούς.» Καὶ Δαβὶδ δέ φησιν· «Ἐξαπέστειλεν τὸ πνεῦμα αὐτοῦ, καὶ ἰάσατο αὐ‐ τούς.» Ὁ δὲ Θεὸς τὸ πνεῦμά ἐστιν. Ἀντὶ δὲ τοῦ, Κατίσχυσεν ὕδωρ ἀπὸ προσώπου αὐτοῦ, ὁ Σύμ‐
10μαχος, Ὁ ῥήξας ὕδατα ἔμπροσθεν αὐτῶν, εἴρη‐ κεν. Καὶ κατίσχυσε δὲ νοήσεις, ὅτι νενίκηκεν αὐ‐ τῶν τὴν φύσιν πήξας αὐτά. Ἐπάγη γὰρ, φησὶν, ὡσεὶ τεῖχος τὰ ὕδατα ῥευστὰ τῇ φύσει τυγχάνοντα· ἤγουν πρὸς τὸ παγῆναι ἔδωκεν αὐτοῖς ἰσχύν. Καὶ
15τῷ μετὰ ταῦτα, φασὶ, Διήγαγεν αὐτοὺς, ὡς ἵππον ἐν πεδίῳ, μετὰ πάσης ἀνέσεως, ἰσοδυναμεῖ τὸ ἐν Ψαλμοῖς· «Ἀνήγαγεν ὡς πρόβατα τὸν λαὸν αὐτοῦ, καὶ ὡδήγησεν αὐτοὺς, ὡς ποίμνιον ἐν ἐρήμῳ.» Ὁμοῦ δὲ καὶ τὸν λαὸν ἔσωζε, καὶ αὐτὸς ἐδοξάζετο
20ποιῶν ἑαυτῷ ὄνομα. Ὁ δὲ Σύμμαχος αὐτῶν ἔφη· τοῦτ’ ἔστι, τὸν ἴδιον δοξάζων λαόν. Ἀναισθήτους τοίνυν εὑρὼν, γέγονε δυσμενής. Οὐ μὴν ἀπογνω‐ στέον· ἀλλ’ ἐπιμείνωμεν ἐγώ τε καὶ ὅσοι θεοφιλεῖς ταῖς πρὸς αὐτὸν ἱκετείαις, λέγοντες· Ἐπίστρεψον
25ἐκ τοῦ οὐρανοῦ· εἴγε κρείττους γενοίμεθα, καὶ ἄξιοι τοῦ λέγειν, Ἴδε.
31 Τινὲς δὲ ἀπὸ παντὸς τοῦ ἔθνους φασὶ τὰς λιτάς· ἄλλοι τοῦ προφήτου μόνου. Ἀπ’ οὐρανοῦ δὲ γνω‐ ρίζει τὸν Θεὸν, οὐχ ὡς τόπῳ περικλειόμενον, ἀλλ’ ὡς ἐν ἀξίαις ἀναπαυόμενον ταῖς ἄνω δυνάμεσιν. Διὸ
35καὶ οἶκον καὶ θρόνον λέγει τὸν οὐρανόν· ἤγουν ἀναφέρων ἐκ τῶν γηΐνων πραγμάτων τὰ τῶν ἀκουόν‐ των φρονήματα καταπεπτωκότα πρὸς γῆν, ὡς ἂν μηδὲν φρονοῖεν περὶ Θεοῦ ταπεινόν. Τὰ γὰρ πάντα συνέχων, καὶ κυβερνῶν, γνωρισθείη ἂν εἰκότως ἐξ
40οὐρανοῦ. Ὑπομιμνήσκουσι δὲ τὸν Θεὸν, ὡς πολλά‐ κις οὐ δι’ αὐτοὺς, διὰ δὲ τὸν ἴδιον ζῆλον, γέγονε περὶ τούτους φιλάνθρωπος ἀναξίους ὑπάρχοντας, ὡς καὶ καταξιώσας εἰπεῖν, Ὁ λαός μου τέκνα. Ὡς δὲ μη‐ κέτι μετέχοντες τοῦ ζήλου, καὶ τῆς ἰσχύος αὐτοῦ,
45ταῦτά φασιν, οὐχ ὡς ἐκείνων ἐκλελοιπότων. Ἐζή‐ λου γὰρ πάλαι δουλεύοντας Αἰγυπτίοις, αἰχμαλώ‐ των τε γεγονότων ἔφασκεν· Ἐζήλωκα τὴν Ἱερουσα‐ λὴμ καὶ τὴν Σιὼν ζῆλον μέγαν. Εἶτα τοῖς ἑλοῦσι φήσας ὀργίζεσθαι, ἐπάγει· Ἀνθ’ ὧν ἐγὼ μὲν ὠργί‐

2676

(50)

σθην ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά.
53 Τινὲς δὲ ζῆλον τὴν εἰς αὐτοὺς ἐδέξαντο πρόνοιαν. Τοιγαροῦν ὀργιζόμενος τῷ λαῷ λέγει· Ἀρῶ τὸν
55ζῆλόν μου ἀπὸ σοῦ, τοῦτ’ ἔστι, τὴν κηδεμονίαν. Οὐδὲ γὰρ Ἀβραὰμ ἦν πατὴρ ἡμῶν, εἰ καὶ τῇ γενέσει
διηκονήσατο Σὺ δὲ ὁ ἐκ μὴ ὄντων παραγαγὼν, καὶ2675

2677

Πατὴρ πάντων πνευμάτων, καὶ τῶν κατ’ εἰκόνα τὴν σὴν πεποιημένων ψυχῶν. Ἐκεῖνος γὰρ εἰ καὶ τὴν ἐπαγγελίαν εἴληφεν, ἀλλ’ ἡμᾶς οὐ τεθέαται. Ὅθεν ἐλέησον ἡμᾶς, οὓς τὸ σὸν ὄνομα κοσμεῖ. Κλῆρος
5γάρ σου κεκλήμεθα. Τῷ σῷ τοίνυν ὀνόματι χάρισαι, ὡς ἂν μὴ βλασφημῆται παρὰ τοῖς ἔθνεσιν. Ταῦτα ἐξ οἰκείου προσώπου, καὶ τῶν εὐλαβεστέρων εἰπὼν ὁ προφήτης, εἰσάγει τοὺς ἐν τῷ λαῷ φιλαιτίους οὐκ ὀκνοῦντας αὐτῷ πολλάκις καταμέμφεσθαι τῷ Θεῷ
10λέγοντας· Τί ἐπλάνησας ἡμᾶς, Κύριε, ἀπὸ τῆς ὁδοῦ σου; ὡς ἂν αὐτὸν τῆς ἐκπτώσεως, ἢν διὰ Χριστὸν ὑπέμειναν, αἰτιώμενοι, κατὰ τοὺς λέγοντας ἀπὸ τοῦ λαοῦ παντὸς τὸν λόγον εἰρῆσθαι· ἤγουν ἀπὸ τοῦ προφήτου, ὃς πάντα, φασὶν, ἐπὶ τὸν Θεὸν
15ἀναφέρει, οὐχ ὡς τοῦ ἁμαρτάνειν αἴτιον, ἀλλ’ ὡς συγχωροῦντα· δι’ ὧν οὐ παραχρῆμα δίκην εἰσπράτ‐ τεται. Οὕτως ἁμαρτάνοντες πεπρᾶσθαι λεγόμεθα παρ’ αὐτοῦ, ὡς ταῖς ἰδίαις ἁμαρτίαις ἐκδεδομένοι. Διὸ καὶ τοῦ Φαραὼ σκληρύναι λέγεται τὴν καρδίαν,
20διότι μακροθυμῶν, οὐκ ἀπὸ πρώτης αὐτὸν ἀνεῖλε πληγῆς, ὡς ἂν πολλάκις παιομένου, καὶ μὴ ἐπιστρέ‐ φοντος, ἀναίτιος δειχθῇ τὴν ἐσχάτην ἐπάγων πλη‐ γήν. Σὺ δ’ οὖν, ὁ Θεὸς, διὰ τοὺς δούλους σου· καὶ γὰρ εἰκὸς εἶναί τινας ἐν τῷ πλήθει τοιούτους·
25ἤγουν διὰ τοὺς κατὰ γενεὰν εὐαρεστήσαντάς σοι· ἤγουν ἐπειδὴ ἅπαξ ἐφθάσαμεν κλῆρος ὀνομάζεσθαι σὸς, εἰ καὶ μὴ δι’ εὐπειθείας δουλεύομεν. Ἔτι δὲ καὶ διὰ τὰς φυλὰς τῆς κληρονομίας σου, ὅπερ εἰς ταὐτὸν τείνει. Ἤγουν τοὺς κατ’ εἶδος εὐαρεστοῦντάς
30σοι ἐπίστρεψον ἡμᾶς, ἵνα προφάσει τῶν ἀξίων δυνηθῶμεν καὶ ἡμεῖς μικρᾶς μερίδος τυχεῖν ἐν τῷ ἐπηγγελμένῳ ὑπὸ σοῦ ὄρει ἁγίῳ. Φίλον δὲ τῇ Γραφῇ ὄρος ἅγιον τὴν Ἐκκλησίαν καλεῖν, ἧς γεγόνασι βραχύ τι μέρος οἱ ἐξ Ἰσραὴλ, διὰ τὸ κατάλειμμα,
35τοῦ ἐξ ἐθνῶν ἀπείρου πλήθους πιστεύσαντος. Εἰκὸς δὲ αὐτοὺς αἰτεῖν καὶ ἐν τῇ ἄνω πόλει βραχύ τι μέ‐ ρος κληρονομεῖν.
41 Τινὲς δέ φασιν, τῶν Ἀσσυρίων τὴν γῆν αὐτῶν ἐσχηκότων, ἀντοικισάντων τε τοὺς Γοθοαίους, οἳ καὶ Σαμαρεῖται τῷ τόπῳ παρωνομάσθησαν, περιλει‐ φθῆναι δύο ἥμισυ μόνον φυλὰς, αἳ βραχύ τι μέρος
45κατεῖχον. Ὁ προφήτης αἰτεῖ ὅπερ ἔχειν ἐδόκουν, αὐτοῖς φυλαχθῆναι πρὸς μνήμην τῆς ἐξ ἀρχῆς εἰς τὸ γένος αὐτῶν εὐμενείας, ἧσπερ ἀρθείσης, ὡς μὴ λαὸς ἐσόμεθα σὸς, μηδὲ μερίς σου χρηματίσαντες, ἤγουν ὡς τὸ ἀπ’ ἀρχῆς, ὅτε τὴν ἐν Αἰγύπτῳ δια‐

2677

(50)

τριβὴν ἐποιούμεθα, οὐ προφήτας, οὐχ ἱερέας, οὐ βασιλεῖς ἐσχηκότες, οὐδὲ τῶν σῶν χαρισμάτων οὐ‐ δὲν, πρὶν ἡμῖν ἀποσταλῆναι τὸν Μωσέα. Τότε γὰρ οὐκ ἐλεγόμεθα σοί. Καὶ νῦν δὲ εἰς τὸ αὐτὸ περιέ‐ στημεν τέλος, ὑπὸ πόδας πεσόντες τοὺς διαβολικοὺς,
55καὶ κοσμικαῖς ἐκδοθέντες ἐπιθυμίαις. Ταύτας γὰρ2677

2680

πλινθοποιοῦντες ἐλατρεύομεν πνεύμασι πονηροῖς. Ὃ καὶ νῦν γίνεται. Τοῦτο δὲ παρίστησιν ὁ Σωτὴρ περὶ τοῦ ἐξελθόντος πνεύματος λέγων, καὶ ὑποστρέψαντος μεθ’ ἑτέρων πονηροτέρων ζʹ, ὅτε τὰ ἔσχατα χείρονα
5τῶν πρώτων εἰπών· Οὕτως ἔσται τῇ γενεᾷ ταύτῃ. Οὐκοῦν τὰ νῦν εἰρημένα προφητικῶς ἐπὶ τὸν καιρὸν τὸν μετὰ τὴν ἐπιδημίαν ἀνάγεται, ὅτε διὰ τὰ κατὰ Χριστοῦ παρεώρανται, ὡς ὅτε τούτων οὐκ ἦρχε Θεός.
12 Ὁ δὲ Σύμμαχος τὴν ὅλην οὕτως ἐξέδωκε ῥῆσιν· Ἐγενήθημεν ὡς ἀπ’ αἰῶνος, ὧν οὐκ ἐξουσιάσεις, οὐδὲ ἐπεκλήθη τὸ ὄνομά σου αὐτοῖς, οὐδὲ ῥή‐
15ξας οὐρανοὺς κατέβης ἀπὸ προσώπου σου. Ὄρη κατέῤῥευσεν ὡς ἔκκαυσις πυρός. Ἐτάκη θάλασ‐ σα· ὕδατα ἐπτοήθησαν. Τοιοῦτοι γὰρ, φησὶ, γεγό‐ ναμεν, ὡς μηδὲ πώποτε τῶν σῶν πειραθέντες θαυ‐ μάτων, ἅπερ ἔδειξας ἐπὶ Μωσέως. Κατὰ δὲ τοὺς
20Ἑβδομήκοντα· Γεγόναμεν ὡς τὸ ἀπαρχῆς. Πλὴν ἴσμεν, ὡς ἐὰν θελήσῃς ἀνοῖξαι τὸν οὐρανὸν, ὡς Θεὸς, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη· τὰς ἀντικει‐ μένας δηλονότι δυνάμεις, τὰς ἐπαιρομένας κατὰ τῆς γνώσεώς σου. Καὶ τὰ ἔθνη δὲ, τὰ μὴ εἰδότα σε, τα‐
25ράξεις. Ἔθος δὲ τοῖς προφήταις τὴν κατὰ τοῦ Ἰσραὴλ ἡμαρτηκότος ὀργὴν εἰς τοὺς ἀλλοφύλους αἰτεῖν ἀπο‐ πέμπεσθαι. Καὶ ἐν Ψαλμοῖς γάρ φησιν· «Ἔκχεον τὴν ὀργήν σου ἐπὶ τὰ ἔθνη τὰ μὴ γινώσκοντά σε, καὶ ἐπὶ βασιλείας, αἳ τὸ ὄνομά σου οὐκ ἐπεκαλέσαντο.»
32tΚΕΦΑΛ. ΞΔʹ.
33 α—ιβʹ. Ἐὰν ἀνοίξῃς τὸν οὐρανὸν, τρόμος λήψε‐ ται ἀπὸ σοῦ ὄρη, καὶ τακήσονται, ὡς κηρὸς ἀπὸ
35πυρὸς τήκεται. Καὶ κατακαύσει πῦρ τοὺς ὑπεν‐ αντίους, καὶ φανερὸν ἔσται τὸ ὄνομα Κυρίου ἐν τοῖς ὑπεναντίοις, κ.τ.λ. Καὶ νῦν δέ φησιν· Ἐὰν ἀνοίξῃς τὸν οὐρανὸν τῇ καθόδῳ τῆς ὀργῆς, ὡς ἐν καιρῷ τοῦ κατακλυσμοῦ
40(ἀνεῴχθησαν γὰρ οἱ καταράκται τοῦ οὐρανοῦ), ἔσται σου φανερὸν τὸ ὄνομα ἐν τοῖς ὑπεναντίοις, ὡς ὅτε Σοδομίταις ἠφίει τὸ πῦρ, καὶ πληγαῖς πολλαῖς ᾐκίσατο Φαραώ. Διὰ τῆς οὖν κατ’ ἐκείνων ὀργῆς, μὴ διὰ τῆς καθ’ ἡμῶν, φανερώσῃς τὴν σεαυτοῦ δόξαν.
45Τὰ δὲ παρόντα ταῦτα, παραστατικὰ τοῦ μὴ δι’ ἀσθέ‐ νειαν τοῦ Θεοῦ τοιαῦτα παθεῖν τὸν λαὸν, διὰ δὲ μό‐ νας ἁμαρτίας ἐγκαταλελεῖφθαι. Τοσαύτη γὰρ ἡ τοῦ Θεοῦ δύναμις, ὡς οὐρανοῦ καὶ τῶν ὑπὸ τούτου κρα‐ τεῖν. Ὅθεν ἀπ’ αἰῶνος οὐκ ἠκούσαμεν τίς ἕτερος

2680

(50)

τοιοῦτος Θεὸς, οὐδὲ τοιούτων ἔργων τεθεάμεθα ποιητήν· Θεὸν μὲν γὰρ οὐδεὶς ἑώρακε πώποτε· καὶ, Οὐδεὶς ὄψεταί μου τὸ πρόσωπον καὶ ζήσεται. Ἀφ’ ὧν δὲ ποιεῖ καὶ πράττει γνωρίζεται. «Τὰ γὰρ ἀόρατα αὐτοῦ, φησὶν, ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοού‐
55μενα καθορᾶται.» Καὶ τὸν Χριστὸν δὲ ἵσως αἰνίττε‐ ται τὸν καὶ ἐπὶ τοῦ Σινᾶ φανέντα διὰ τῆς ἐμφαινομέ‐
νης πᾶσι δόξης. Φησὶ γὰρ, Ὡς ἑώρα πᾶς ὁ λαὸς τὴν2679

2681

δόξαν Κυρίου. Τοῖς δὲ ὑπομένουσί σε, τοῦτ’ ἔστι τοῖς ἐλπίζουσιν ἐπὶ σὲ, ἐπιδαψιλεύει τὸν ἔλεον. Ἕψεται γὰρ πάντως τοῖς τῆς δικαιοσύνης ἐργά‐ ταις. Ὁδοὺς γὰρ Κυρίου λέγει τὰς ἐντολὰς, ὥσπερ
5οὖν ὁ Δαβίδ· Ἐν τῇ ὁδῷ σου ζήσομαι, καὶ πάλιν· Ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅτ’ ἂν ἐπλάτυνας τὴν καρδίαν μου. Ἰστέον δὲ ὡς τὸ, Οὐκ ἠκούσαμεν, οὐδὲ οἱ ὀφθαλμοὶ ἡμῶν εἶδον, εἴρηται μὲν εἰς τὸ τῆς θείας δυνάμεως ἀπαράβλητον. Ὁ δὲ Παῦλος μη‐
10δὲν τούτῳ λυμαινόμενος, εἰς τὰ ἐπαγγελθέντα τοῖς ἀγαπῶσι τὸν Θεὸν ἐξείληφεν ἀγαθὰ, ἃ ὀφθαλμὸς οὐκ εἶδεν, καὶ οὖς οὐκ ἤκουσεν. Οὐδὲν γὰρ τοιοῦτον οὐ θεατὸν, οὔτε μὴν ἀκουστόν. Καὶ ἀλλαχοῦ δέ φησιν· Ἀρθεὶς ἕως τρίτου οὐρανοῦ ἤκουσα ἄῤῥητα ῥήματα,
15ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι· οὐχ ὡς ἐνταλθεὶς μὴ εἰπεῖν, ἀλλ’ ὡς μὴ φρᾶσαι ταῦτα πρὸς ἀξίαν δυνά‐ μενος.
21 Ἰδοὺ σὺ ὠργίσθης, καὶ ἡμεῖς ἡμάρτομεν· ὡς εἰ σαφέστερον ἔλεγεν, Ἐπειδὴ ἡμεῖς ἡμάρτομεν, σὺ ὠργίσθης. Καὶ ἄλλως δὲ, Θεοῦ ἡμᾶς ἀποστραφέντος δι’ ἁμαρτίας, μεῖζον ἐν ἡμῖν τὸ κακὸν ἐμφύεται· ὡς
25παιδαγωγοῦ τινος ἀπειλήσαντος μὲν πολλάκις, καὶ τύψαντος, τέλος δὲ παριδόντος νέον συνεχῶς ἁμαρ‐ τάνοντα. Μείζω γὰρ οὗτος τῶν κακῶν ἕξει τὴν ἄδειαν. Εἰ γὰρ Θεοῦ συνεργοῦντός ἐσμεν ἀγαθοί· δῆλον, ὡς ἀποστραφέντος, μειζόνως κακοί. Θεὸς γάρ ἐστιν ὁ τῶν
30δυνάμεων Κύριος. Καὶ γὰρ ἔφη Χριστός· Χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν. Καὶ περὶ τῶν ἁγίων φησὶν ὁ Δαβίδ· «Ὅτι τὸ καύχημα τῶν δυνάμεων αὐτῶν εἶ σύ.» Καὶ ἀλλαχοῦ δέ φησιν· «Οὐκ ἐπὶ τῷ τόξῳ μου ἐλπιῶ, καὶ ἡ ῥομφαία μου οὐ σώσει με. Ἔσωσας γὰρ
35ἡμᾶς ἐκ τῶν θλιβόντων ἡμᾶς.» Οὐ γὰρ ἐφ’ ἡμῖν τοσοῦτον, ὅσον ἐν Θεῷ, τῆς σωτηρίας ἡ δύναμις. Ἀλλὰ καὶ ἐπλανήθημεν, φησὶ, καὶ ἐγενήθημεν ὡς ἀκάθαρτοι. Εἰ δὲ καὶ δόξει τις ἐν ἡμῖν δικαία πρᾶ‐ ξις εὑρίσκεσθαι, ἐῤῥυπωμένη καὶ αὕτη καὶ ἄτιμος
40ἐξελέγχεται. Καὶ πῶς γὰρ ἂν εἴη δικαιοσύνη παρ’ αὐτοῖς εἰς Χριστὸν ἠσεβηκόσι, τὴν ὄντως δικαιοσύ‐ νην; Ἀκάθαρτοι τοίνυν, κἂν δοκοῖέν τινες ἐπιεικεῖς ἐν αὐτοῖς. Κἂν γὰρ παρατηροῖεν τὰς ἐντολὰς, ἀλλὰ διάθεσιν οὐκ ἔχουσι πρὸς Θεόν. Τοῦτο δὲ καὶ ἔκρευ‐
45σιν ἡμῖν, ὡς φύλλοις ἐκ δένδρου πεποίηκεν, τῆς ἑαυτῶν ῥίζης ἐκπεπτωκόσι. Καὶ ὁ μὲν Ἀπόστολος τοῦ ἔθνους κατηγορῶν, ὡς κλάδους ἀπὸ δένδρου κε‐ κλᾶσθαί φησιν. Ὁ δὲ τὴν κατηγορίαν ἐπιτείνων, φύλλοις παρέβαλεν ἐξ ἀνέμου ῥιφεῖσιν. Εὐπαρακόμι‐

2681

(50)

στον γὰρ ἐσχήκασι τὴν καρδίαν, καὶ οἷον παντὶ πε‐ ριφερομένην πνεύματι. Καὶ πῶς γὰρ ἦν ἡμᾶς εὖ πρᾶξαι τὴν ἀποστροφὴν τὴν παρὰ σοῦ, φησὶν, ὑπο‐ μείναντας; Οὐδὲ γὰρ εὑρέθη τις ἐν ἡμῖν ὁ δυσωπῆ‐
σαι δυνάμενός σε δικαιοσύνῃ καὶ προσευχαῖς.2681

2684

Πλὴν ἀλλὰ καὶ οὕτως Πατέρα γινώσκομεν, καὶ πλάστην ἡμέτερον, εἰ καὶ σκευῶν ὀστρακίνων δίκην ῥηγνύμεθα συντριβόμενοι. Διὸ δίδου συγγνώμην τῇ τοιαύτῃ σαθρότητι. Ὃν γὰρ ἐξ ἔργων οὐκ ἔχουσι
5δυσωπεῖν, ὡς δημιουργὸν εὐμενίζονται, σώζειν αἰ‐ τοῦντες, οὓς τὴν ἀρχὴν εἰς τὸ εἶναι παρήγαγεν. Ὡς δὲ τῆς ὀργῆς ἄξια πράξαντες, ἐλευθέραν οὐκ ἔχουσι παῤῥησίαν, ἀγαπητὸν κρίνοντες τὸ μὴ ταύτην ἐπι‐ ταθῆναι. Ὅτι μὲν γάρ σου λίαν ἐπωφελὴς ἡ ὀργὴ,
10δῆλον· πλὴν δι’ ἀσθένειαν οὐ φέρομεν αὐτῆς τὴν ἐπίτασιν. Διὸ καὶ Δαβὶδ αἰτεῖ μὲν ἐλεγχθῆναι, ἀλλ’ οὐ θυμῷ, καὶ παιδευθῆναι, ἀλλ’ οὐκ ὀργῇ. Φησὶ δέ· Μὴ ἐν καιρῷ μνησθῇς ἁμαρτιῶν ἡμῶν. Τοῦτο δέ φησιν ὁ προφήτης, εἰδὼς αὐτοὺς τῇ τοῦ ἤθους ἐπι‐
15μένοντας πονηρίᾳ, ἐφ’ ὧν εἰς δίκην καὶ τὰ προλα‐ βόντα συνάγεται. Εἰ δὲ καὶ πατρικῆς ἀδικίας γέ‐ νοιντο κληρονόμοι, καὶ τὰς ἐκείνων ἐφ’ ἑαυτοὺς ἕλ‐ κουσι δίκας. Τοιγαροῦν ἐν ἑκατοστῷ ὀγδόῳ ψαλμῷ διὰ τὸν Ἰούδαν λέγων, Ἀναμνησθείη, φησὶν, ἡ ἁμαρ‐
20τία τῆς μητρὸς αὐτοῦ. Εἰ δὲ μὴ πάντα γέγονεν ἐπ’ αὐτοῦ τὰ ἐν κατάρας λεγόμενα σχήματι, μὴ θαυμά‐ σῃς· προλέγει γὰρ Θεὸς, φοβεῖν, οὐκ ἐπάγειν βου‐ λόμενος. Ἄλλως τε λέγει τὰ κεχρεωστημένα τῇ πονη‐ ρίᾳ. Ὃ δὲ μὴ τούτων ἐπάγεται, τῇ φιλανθρωπίᾳ λο‐
25γίζου. Πάλιν δὲ εἰς οἶκτον ὁ προφήτης τὸν Θεὸν ἐπι‐ σπώμενος, τὰ ἐξ ἀρχῆς ὑπάρξαντα τῷ λαῷ μνημο‐ νεύει συνθήματα, Λαόν σου, λέγων, καὶ πόλιν μὴ παρίδῃς, ἐν ᾗ τὰ ἅγια, καὶ ἡ σκηνὴ, καὶ ἡ κιβωτὸς, ὅ τε σταθείς σοι νεὼς, ἃ καὶ περίβλεπτα πᾶσιν ἐτύγ‐
30χανεν· τοῦτο τῶν πατέρων προειρηκότων περὶ τοῦ ναοῦ, ὡς καὶ πυρίκαυστος γέγονεν, ὡς ἐν κατάρας μέρει κεῖσθαι, ὡς ὅτ’ ἄν τις λέγοι· Πάθοιμι, ἢ κα‐ ταστραφείην, ὡς Ἱερουσαλὴμ, ὅ τε ταύτης ναός. Ταῦτα δὲ γέγονεν οὐ διὰ σὴν ἀσθένειαν, ἀλλ’ ἡμῶν
35ἠσεβηκότων εἰς τὸν Χριστόν. Τινὲς δὲ κατάραν ἔφασαν τὴν κατάῤῥησιν. Οἱ γὰρ ἑλόντες τὴν Ἱερου‐ σαλὴμ θεοὺς μὲν τοὺς ἰδίους ἐδόξαζον, ἀσθενείας δὲ τὸν ταύτης ᾐτιῶντο Θεόν.
44tΚΕΦΑΛ. ΞΕʹ.
45 α—ιβʹ. Ἐμφανὴς ἐγενήθην τοῖς ἐμὲ μὴ ζητοῦ‐ σιν. Εὑρέθην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν. Εἶπα τῷ ἔθνει, οἳ οὐκ ἐκάλεσάν μου τὸ ὄνομα. Ἐξεπέτασα τὰς χεῖράς μου ὅλην τὴν ἡμέραν πρὸς λαὸν ἀ‐ πειθοῦντα καὶ ἀντιλέγοντα, οἳ οὐκ ἐπορεύθησαν

2684

(50)

ὁδῷ ἀληθινῇ, ἀλλ’ ὀπίσω τῶν ἁμαρτιῶν αὐτῶν. Ὁ λαὸς οὗτος ὁ παροξύνων με, ἐναντίον ἐμοῦ διαπαντὸς, αὐτοὶ θυσιάζουσιν ἐν τοῖς κήποις, καὶ θυμιῶσιν ἐπὶ ταῖς πλίνθοις τοῖς δαιμονίοις, ἂ οὐκ ἔστιν, κ.τ.λ.
55 Τῶν μὲν ἐξομολογησαμένων δι’ εὐχῆς, τῶν δὲ ὀνει‐ δισάντων ὡς πλανήσαντι τῷ Θεῷ, ἀποκρίνεται δυνά‐
μει λέγων· Πῶς ἂν παρεῖδον εὐχομένους, ὁ μὴ τὸν2683

2685

θάνατον τοῦ ἁμαρτωλοῦ ζητῶν, ὡς τὴν μετάνοιαν; Πῶς δ’ ἂν ἐπλάνησα, ἐπιστρέφειν πάντας παρακα‐ λῶν, καὶ ἀνίστασθαι πίπτοντας; πῶς δ’ ἂν ἐσκλήρυνον ὑμᾶς, ὁ καὶ τοῖς μακρὰν ἀφεστῶσιν ἐμοῦ διὰ φιλαν‐
5θρωπίαν ἐπιτρέχων αὐτόματος, ὡς καὶ τοὺς ἀλλοφύ‐ λους γινώσκειν ἐμὲ, μηδὲν εἰς τοῦτο μοχθήσαντας, ἐμαυτὸν αὐτοῖς ἐπιδείξαντος; Ὁ δὲ περὶ τοὺς ἀλλο‐ τρίους τοιοῦτος, πῶς περὶ ὑμᾶς ἀπηνής; Καὶ μὴν ἐξ ὑμῶν ἀπηρξάμην τῆς χάριτος, καλῶν εὐμενῶς, καὶ
10οἷα χερσὶν ἐκτεταμέναις γνησίους παῖδας περιλα‐ βεῖν ἐπειγόμενος, καὶ μισοῦντας ὑμᾶς ἀγαπῶν.
13 Τινὲς δὲ λέγουσιν, ὡς αὐτούς φησι μὴ ἐπερωτή‐ σαντας. Ἀφ’ ἑαυτοῦ γὰρ εἰς τὰς συναγωγὰς εἰσέτρε‐
15χεν, κηρύσσων καὶ θεραπεύων, ἔλεγέν τε αὐτοῖς· Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου. Καὶ, Εἴτις διψᾷ, ἐρ‐ χέσθω πρός με. Ἀλλ’ ἠκολούθουν ταῖς ἑαυτῶν ἁμαρ‐ τίαις. Καί τοι γεγωνότος ἐμοῦ· Ἐὰν μὴ πιστεύσητε, ὅτι ἐγώ εἰμι, ἐν ταῖς ἁμαρτίαις ὑμῶν ἀποθανεῖσθε.
20Τινὲς δὲ πρὸς τὰ ἐν Αἰγύπτῳ, καὶ κατὰ καιροὺς λυ‐ πηρὰ, τὸν λόγον ἐδέξαντο, ὅτι μὴ κληθεὶς αὐτοῖς ἐβοήθει. Ἐγὼ γὰρ, ὁ καὶ διὰ Μωσέως χεῖρας ἐκπε‐ ταννὺς, πρὸς τὸ τοὺς μὲν οἰκειώσασθαι διὰ νίκης, τὸν δὲ Ἀμαλὴκ ἀπολέσαι, καί τοι κεχηνότων πρὸς
25εἴδωλα, καὶ ταῖς ἑαυτῶν ἐπιθυμίαις ἀκολουθούντων, ἀλλ’ οὐ νῦν πρῶτον. Ὑμεῖς γὰρ οἱ ἐκ παντὸς αἰῶνός με παροξύναντες, θύοντες ἐνώπιον ἐμοῦ τοῦ πάντα ἐφορῶντος Θεοῦ, καὶ εἰπόντος· Μὴ ἀπ’ ἐμοῦ κρυβήσεταί τι [ἐναντίον ἐμοῦ] ἤγουν ἐν τῷ
30μοι ἀφιερωθέντι ναῷ; Καὶ διὰ Ἱερεμίου γὰρ ἔφη· «Τί ἡ ἠγαπημένη ἐν τῷ οἴκῳ μου ἐποίησε βδέλυγ‐ μα;» οὕτω τῆς Γραφῆς καλούσης τὸ εἴδωλον. Τὸ δὲ καὶ οὐκ εἰσὶ, περὶ τῶν δαιμόνων φησὶν, ὡς οὐκ ὄντων θεῶν, οἷς ἔθυον ἐν τοῖς ἐκ πλίνθων κατ‐
35εσκευασμένοις βωμοῖς. Ἤγουν ἐπείπερ, ἡνίκα τοῖς δαιμονίοις εὔχοντο, τόπους πλίνθοις ἐοικότας διέγραφον, ἐφ’ ὧν ἵσταντο. Ἐν μνήμασι δὲ λέγει, διὰ τὰς νεκυομαντείας, ἐν δὲ σπηλαίοις, ἔνθα ἵστων ἐπ’ ὄρους ἀγάλματα, ἢ καὶ τελετὰς ἐπετέ‐
40λουν τινὰς, ὑπὸ δένδρεσι μεγάλοις θυσίας προσάγον‐ τες. Καὶ τοῖς ἔθνεσιν [φησὶν] ὁμοιούμενοι χοιρείων ἐνεφορεῖσθε κρεῶν, καὶ ἐκ τῶν θυσιῶν, ὧν προσ‐ εφέρετε δαίμοσιν, ἔψοντες τὰ περιττὰ, πᾶν σκεῦος ἐμολύνετε. Καὶ τοιαῦτα δρῶντες πυρὶ καὶ ὕδατι
45περιαγνιζόμενοι καθαροὺς ἑαυτοὺς ὠνομάζετε. Ἃ δὲ πάντα καπνός εἰσι τοῦ θυμοῦ μου. Πρὸ γὰρ τῆς ἐπιδημίας ἀρχή πως ἦν τῆς θείας ὀργῆς. Τὸν δὲ θυμὸν ἐξῆψαν τὰ κατὰ τοῦ Σωτῆρος τολμήσαντες. δὲ καπνὸς εἰς πῦρ μετεβάλλετο. Ἐπειδὴ δὲ

2685

(50)

τοῖς ἀνθρώποις βοήθεια πρὸς λήθην τὰ γράμματα, τροπικῶς ἐκ τούτων δείκνυσι τὸ ἀνεπίληστον τοῦ Θεοῦ· ὁποῖον καὶ παρὰ Δανιὴλ τὸ, Βίβλοι ἀνεῴχθη‐ σαν, σημαῖνον τὴν πάντα γνῶσιν περιλαμβάνουσαν τοῦ Θεοῦ.
57Ἐπὶ δὲ τῶν βουνῶν ὠνείδισάν με, φησί. Οὐ2685

2688

γὰρ ἂν ἔθυον ἑτέροις, μὴ καταφρονοῦντες ὡς εὐτε‐ λοῦς, καὶ μηδὲ ὄντος Θεοῦ. Τὸ δὲ, Οὐ μὴ σιωπήσω, ἐπιμενόντων αὐτῶν δηλονότι. Τοιγαροῦν εἰ εὑρεθείη τις ἐν τῷ πλήθει σωτηρίας ἔχων ἐλπίδα, τούτων ἔξω
5γενήσεται. Εἰ γὰρ καὶ ὁ ἀμπελὼν Κυρίου ἀντὶ στα‐ φυλῆς ἀκάνθας ποιήσας, ἀφανισθήσεται· ἀλλ’ εἴπου τις εὑρεθήσεται σπάνιος ὡς ἐν ξηρῷ βότρυϊ ῥὼξ ὑγιὴς, ὡς εὐλογίας μετέχων, σωθήσεται· ὡς εἰ καὶ δεσπότης ἀγροῦ κωλύοι τμηθῆναι βότρυν ἔχοντα
10τὸν ἕνα ῥῶγα, εὐλογίαν ἔχειν εἰπὼν, οὕτω μέχρι πέντε δικαίων ὁ Θεὸς ὑπέσχετο σώζειν τὰ Σόδομα. Νῦν δὲ κατ’ ἐπίτασιν ἀγαθότητος, δι’ ἕνα [ῥῶγα] λέ‐ γει τὸν βότρυν σωθήσεσθαι, δηλαδὴ πόλιν, ἢ κώμην. Καὶ τὴν ἐπάνοδον γὰρ πεποίηκε διὰ Ζοροβάβελ,
15Ἰησοῦν τε καὶ Ἔσδραν, καὶ εἴ τις τοιοῦτος. Καὶ νῦν δὲ ἐξελοῦμαι, ἤγουν ὑψηλὸν ἀποδείξω τὸ ἐξ Ἰούδα σπέρμα καὶ Ἰακώβ. Τὸ δὲ σπέρμα δηλοῖ τὸ εἰς ἑτέρων καρποφορίαν συντελέσαι δυνάμενον· ὁποῖον τὸ, «Εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν
20ἡμῖν σπέρμα,» ὃ τὸν ἀποστολικὸν σημαίνει χορόν· ὃ, τῶν ἄλλων ἀπολλυμένων, τὸ ἅγιον ἐκληρονό‐ μησεν ὄρος· φάσκοντες, Προσεληλύθαμεν Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρα‐ νίῳ, ἤγουν τὴν Ἐκκλησίαν κατὰ τὸ, Πίονται εὐφρο‐
25σύνην, πίονται οἶνον, χρίσονται μύρον ἐν τῷ ὄρει τούτῳ, δι’ ὧν ἐπληροῦτο καὶ τὸ, Ἔσονται ἐν τῷ δρυμῷ ἐπαύλεις.
31 Δρυμὸν συνήθως λέγων τῶν ἀλλοφύλων τὸ πλῆ‐ θος, παρ’ οἷς Ἐκκλησίαι κατέστησαν, ἐπαύλεις καλούμεναι, καὶ φάραγξ Ἀχώρ. Τοῦτ’ ἔστιν, ὥσπερ αὐτὴ γέγονεν ἀνατεθηματισμένη παγγενεὶ, τοῦτο
35ἀνάθημα κλέψαντος ἐμβληθέντος αὐτῇ· τοιαύτη τις ἦν ἡ χώρα τῶν ἀθέων ἐθνῶν, ἥτις εἰς ἀνάπαυσιν ἔσται βουκολίων τῷ ἐκζητήσαντί με λαῷ, ὃς ἦν ὁ ῥὼξ καὶ τὸ σπέρμα τὸ εἰρημένον, οἱ ἐκλεκτοί τε δοῦλοι. Συστήσονται γὰρ οὗτοι βουκόλιά τε καὶ
40ποίμνια, οὐκ ἐν τῷ Ἰσραὴλ, ἀλλ’ ἐν τῷ δηλωθέντι δρυμῷ, καὶ τῇ φάραγγι τοῦ Ἀχὼρ, ὃς ἑρμηνεύεται, φασὶν, εὐρυχωρία. Ταῦτα μὲν τούτοις· τοῖς δὲ τὸ ἅγιον ἐγκαταλιποῦσιν ὄρος, καὶ συναφθεῖσι τοῖς ἐθνικοῖς, ὡς παρασκευάζειν τῷ μὲν ἀγάλματι τῆς
45τύχης τράπεζαν, τῷ δὲ δαίμονι κέρασμα τῷ ἐν αὐτῷ, ἐπαχθήσεται μάχαιρα. Κἂν ἐρωτήσῃς, Ἀνθ’ ὅτου τἄλλα παρεῖς; ἐρῶ ὅτι δι’ ἐμαυτοῦ καλῶν παρεγενόμην ὑμᾶς, ὑμεῖς δὲ οὐκ ὑπηκούσατε. Καθὰ προεῖπεν. Ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος· ἐκάλεσα,

2688

(50)

καὶ οὐκ ἦν ὁ ὑπακούων. Τινὲς δὲ τὰ τελευταῖα ταῦτα πρὸς τοὺς ἐξ ἐθνῶν ἀπειθήσαντας εἰρῆσθαί φασιν. Ὡς γὰρ οὐ γέγονεν ἀζήμιον τοῖς ἐξ Ἰσραὴλ τὸ ἀπειθῆ‐ σαι Χριστῷ (δέδοται γὰρ εἰς σφαγὴν, ἐλέῳ Θεοῦ σω‐ θέντος τοῦ καταλείμματος), οὕτως ἐν τῇ τῶν ἐθνῶν
55κλήσει οἱ μὴ πεισθέντες παραδοθήσονται πρὸς σφαγὴν2687

2689

κατιόντες εἰς ᾅδου, καὶ τὴν διὰ πυρὸς ὑπομένοντες κόλασιν, οὓς καὶ τιμᾷν φησι τὴν τύχην, καὶ τὸ δαιμόνιον.
6 ιγ—κεʹ. Διὰ τοῦτο τάδε λέγει Κύριος· Ἰδοὺ οἱ δουλεύοντές μοι φάγωνται· ὑμεῖς δὲ πεινάσετε. Ἰδοὺ οἱ δουλεύοντές μοι πίωνται· ὑμεῖς δὲ διψή‐ σετε. Ἰδοὺ οἱ δουλεύοντές μοι εὐφρανθήσονται·
10ὑμεῖς δὲ αἰσχυνθήσεσθε. Ἰδοὺ οἱ δουλεύοντές μοι ἀγαλλιάσονται ἐν εὐφροσύνῃ, κ.τ.λ. Εἰπὼν τὸ κατ’ ἐκλογὴν σπέρμα τοῦ Ἰσραὴλ, καὶ τὰς δι’ αὐτῶν συστάσας Ἐκκλησίας· τοῖς δὲ ἀπολ‐ λυμένοις, κατὰ μέν τινας Ἰσραηλίταις, καθ’ ἑτέ‐
15ρους δὲ ἐθνικοῖς, τὰς καταλλήλους εἰπὼν τιμωρίας· πρὸς τοὺς αὐτοὺς λέγει καὶ τὰ προκείμενα, διδάσκων ὡς δίκαιος ὢν ὁ Θεὸς, τοὺς πανταχόθεν αὐτῷ δου‐ λεύοντας, ἀλλ’ οὐ πάντως ἐξ Ἰσραὴλ ὑποδεξαμέ‐ νους δώσει αὐτοῖς εἰς τροφὴν τὸν εἰπόντα, Ἐγώ
20εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, οὗπερ οἱ μὴ δουλεύοντες στερηθήσονται· καὶ οἱ μὲν τὸν μυ‐ στικὸν πίονται οἶνον, ἤγουν τὸ ὕδωρ, περὶ οὗ φησιν· Ὃς ἂν πίῃ ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ,» καὶ τὰ ἑξῆς, οἱ δὲ τούτῳ διψήσουσιν. Καὶ ἀναλόγως
25οἱ μὲν εὐφρανοῦνται. Καθαιρεῖ γὰρ ἁμαρτίας τὰ μυστικὰ, καὶ τὸν ἐπὶ τοῖς ἡμαρτημένοις ἐξίστησι φόβον, καὶ ἀγαθὰ δίδωσιν ἐλπίζειν τὰ μέλλοντα· οἱ δὲ αἰσχυνθήσονται· καὶ οἱ μὲν ἀγαλλιάσονται, τούτων τυχόντες, οἱ δὲ τούτους ὁρῶντες οὐ σῶμα
30πονήσουσι, μικρὸν γὰρ τοῦτο, τὴν δὲ καρδίαν ὀδυ‐ νηθήσονται, τοῦ κριτοῦ τὰ πρὸς ἀξίαν αὐτοῖς ἀπο‐ νέμοντος. Τινὲς δέ φασιν, ὡς συγκαταβαίνων τοῖς Ἰουδαίοις, ἐξ ὧν ὡρίζοντο τὴν μακαριότητα, καὶ τὴν δίκην ὁρίζεται. Ἐν γαστρὶ γὰρ τὸ πᾶν ἐτίθεντο
35τῆς ἀπολαύσεως. Ὅθεν ἐπιστρέψαι βουλόμενος, τὴν τούτων στέρησιν ἐπῄνει, καὶ τὸ μηδὲ ὄνομα τούτων φέρεσθαι, ἀντεισαγομένων εἰς τὸν κλῆρον αὐτῶν, τῶν δικαίων, οὓς καὶ κλῆρος, καὶ ὄνομα πατέρων περι‐ λελείψεται. Τὸ δὲ εἰς πλησμονὴν, εἰς μῖσος δηλοῖ,
40κατὰ συνήθειαν γραφικὴν, ὡς τὸ, Ἐγενήθητέ μοι εἰς πλησμονήν. Ὁ γὰρ κόρος ἀποστροφὴν ἀπεργάζε‐ ται. Βδέλυγμα τοίνυν ἔσεσθε, φησὶ, καὶ λεγόμενοι [υἱοί], οἱ δὲ δίκαιοι, λαὸς ἅγιος, ἔθνος ἐκλεκτὸν, βα‐ σίλειον ἱεράτευμα, κατὰ τὴν Πέτρου φωνήν. Καὶ
45ταῦτα, εἰ πρὸς ἐθνικοὺς καὶ εἰδωλολάτρας ὁ λόγος· εἰ δὲ πρὸς τοὺς ἐξ Ἰσραὴλ ἀπειθήσαντας, ὅτι ὅπερ ἦσαν αὐτοὶ, τέκνα, καὶ λαὸς, καὶ κλῆρος Θεοῦ χρηματίζοντες, τοῦτο οἱ ἐξ ἐθνῶν πεπιστευκότες γε‐ νήσονται· καὶ τοῦτο τὸ διὰ φωνῆς Ὠσηέ· Καὶ κα‐

2689

(50)

λέσω τὸν λαόν μου οὐ λαόν μου.2689

2692

Τὸ δὲ, εἰς πλησμονὴν, εἰς ὅρκον ἐξέδωκαν οἱ λοιποὶ, εἰωθότων ἡμῶν ὅρκον ποιεῖσθαι, τὸ μὴ πα‐ θεῖν, ἅπερ οἱ ἀνήκεστα πάσχοντες, ὧν τις καὶ τοὔ‐ νομα λεγόμενον ἀποτρέπεται. Ὑμᾶς δὲ ἀνελεῖ
5Κύριος· ὃ δὴ τῶν κακῶν ἔσχατον, οὐ τοσοῦτον ση‐ μαῖνον ψυχῆς ἀπὸ σώματος χωρισμὸν, ὅσον στέρησιν Θεοῦ, καὶ τῆς ἀθανάτου ζωῆς. Ταῦτα μὲν οὖν ὑμῖν, τοῖς δ’ ἐμοὶ δουλεύουσιν, ἐξ οἵου τύχωσιν ἔθνους, τὰ ἐπηγγελμένα. Κἂν μαθεῖν τίνες εἶεν ἐθέλετε,
10τοὔνομα μὲν οὔπω λελέξεται, ἀρκεῖ δὲ γνῶναι μό‐ νον, ὅτι ἔσται καινὸν, μηδενί πω τεθέν· ὃ εὐλο‐ γηθήσεται αὐξανόμενον καὶ πληθυνόμενον ὑπὲρ πᾶσαν σωματικὴν εὐλογίαν. Ἀντευλογήσουσι δὲ καὶ αὐτοὶ τὸν αὐτοὺς Θεὸν εὐλογήσαντα, ἐν ᾧ γέ‐
15γονε πάντα καινὰ, λατρεία, καὶ ζωὴ, καὶ ὀνομασία. Τελοῦμεν γὰρ αὐτῷ τὴν ἐν πνεύματί τε καὶ ἀληθείᾳ προσκύνησιν, καὶ λατρείαν, καὶ ἐν καινότητι ζωῆς εὐαγγελικῆς πρόσιμεν τῷ Χριστῷ, καὶ τὴν ἀπ’ αὐ‐ τοῦ κλῆσιν, ὥσπερ τινὰ στέφανον ἀναδούμενοι, Χρι‐
20στιανοὶ χρηματίζομεν. Ἀνθ’ ὧν καρπὸν χειλέων καὶ γλώττης αὐτῷ προσκομίζομεν τὰς δοξολογίας· κἂν εἰ γένοιτό πως ἀνάγκη, τῆς δι’ ὅρκων πίστεως αὐτὸν προβαλλόμεθα κατὰ τὸ, Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις, καὶ τῷ
25ὀνόματι αὐτοῦ ὀμῇ. Τινὲς δέ φασιν ὅτι ὄνομα και‐ νὸν, ὡς τοῖς πατριάρχαις αὐτοῖς ἐπαγγέλλεται, μὴ πεισθέντων δὲ, τοῖς ἔθνεσι τὸ καινὸν Χριστιανῶν ἀπέδωκεν ὄνομα.
32 Τὸ δὲ ῥητὸν, μέχρι τοῦ· Θεὸν τὸν ἀληθινὸν, ὁ μὲν Ἀκύλας οὕτως ἑρμήνευσε· Καὶ τοῖς δούλοις καλέσει ὄνομα ἕτερον, ᾧ εὐλογημένος ἐν τῇ γῇ
35εὐλογηθήσεται πεπιστωμένος. Ὁ δὲ Σύμμαχος· Τοῖς δὲ δούλοις αὐτοῦ καλέσει ὄνομα ἕτερον, ἐν ᾧ ὁ εὐλογημένος ἐπὶ τῆς γῆς εὐλογηθήσεται ἐν τῷ Θεῷ. Ἀμήν. Ἀπαλλαγέντες οὖν τῶν ψευδωνύ‐ μων θεῶν, γνώσονται παρὰ τοῦ Σωτῆρος αὐτῶν τὸν
40ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλεν Κύριον Ἰησοῦν Χριστόν. Οὗπερ γεγονότος, ἐπιληθήσονται τὴν θλίψιν, ἣν ὑπέμενον τοῖς πονηροῖς λατρεύοντες δαί‐ μοσιν, θύειν καὶ τὰ τέκνα πρὸς ταῖς ἄλλαις θυσίαις ἐπιταττόμενοι. Προσῆν δὲ καὶ τὸ ἀναριθμήτοις θύειν,
45διὰ τὴν ἐκ τῶν ἠμελημένων ἐπιβουλὴν ἐνεργοῦσαν κατὰ τῶν σκέπην οὐκ ἐχόντων τὴν ἐκ Θεοῦ. Τινὲς δὲ τοῖς ἐξ Ἰσραὴλ εἰρῆσθαί φασι τὸ μηκέτι πείσεσθαι, ἅπερ ἀσεβοῦντες ὑπέμενον. Τοσαύτη δὲ ἡ πρὸς τὸ κρεῖττον ἔσται μεταβολὴ, ὡς καὶ τὰ στοιχεῖα μετα‐

2692

(50)

βεβλῆσθαι δοκεῖν. Τοῖς γὰρ χαίρουσι πάντα φαιδρό‐ τερα φαίνεται, τῶν ἐν συ καὶ ἐν σταθερᾷ μεσημ‐ βρίᾳ σκοτοδινιώντων. Ἢ ὅτι ἄλλως πρότερον ὁρῶντες τὸν οὐρανὸν, καὶ τὴν γῆν, ἐσέβοντο τὴν κτίσιν παρὰ τὸν κτίσαντα· νῦν δὲ καινὰ ταῦτα βλέψονται,
55ἡνίκα Θεοῦ γνώσονται δημιουργήματα. Διό φησιν·2691

2693

Οὐκέτι μεμνήσονται τῶν προτέρων, τὰς δόξας, ἃς εἶχον, ὡς περὶ θεῶν ἀποβάλλοντες. Ἀγαλλίαμα δὲ, φησὶν, εὑρήσουσιν ἐν αὐτῇ, δηλαδὴ τῇ νέᾳ Ἱερου‐ σαλὴμ, Ἐκκλησίᾳ, περὶ ἧς ἐπιφέρει· αὐτὸ γὰρ τὸ
5ἀγαλλίαμα, καὶ ἡ καθαρὰ θεοσέβεια ἔσται αὐτοῖς Ἱερουσαλήμ. Ἢ ὅτι Ἐμαυτοῦ εὐφροσύνην θήσω τὴν Ἱερουσαλὴμ, ἐνευφραινόμενος τῷ λαῷ, ᾧ τὸ καινὸν ὄνομα κατεπήγγελμαι.
11 Τοιαῦτα γὰρ πράξει τούτων ἡ πολιτεία, ὡς μηκέτι πράξεις ἐν αὐτοῖς ἀκούεσθαι κλαυθμοῦ καὶ κραυγῆς ἀξίας. Ὡς ἐκ διαβολῆς δὲ τῆς αἰσθητῆς Ἱερουσαλὴμ ὑφαίνει τὸν λόγον, ἧς οἱ ἡγούμενοι
15μετὰ δώρων κρίνοντες ἀθώων κατεψηφίζοντο, μετὰ κραυγῆς αὐτοὺς θρηνεῖν ἀναγκάζοντες, περὶ ἧς Ἱε‐ ρεμίας φησίν· «Ὦ πόλις ψευδὴς, ὅλη καταδυναστεία ἐν αὐτῇ,» καὶ τὰ ἑπόμενα. Καὶ ἄλλος δέ φησι προ‐ φήτης· «Ἐκονδύλιζον εἰς κεφαλὰς πτωχῶν, καὶ ὁδὸν
20ταπεινῶν ἐξέκλιναν.» Ἡ δὲ Χριστοῦ Ἐκκλησία τού‐ των ἀπήλλακται, ἐν ᾗ οὐκ ἔσται ἄωρος, καὶ πρε‐ σβύτης, ὃς οὐκ ἐμπλήσει τὸν χρόνον αὐτοῦ. Ἄωρον μὲν τὸν ἐξ ἐθνῶν λέγει λαὸν, περὶ οὗ φησι καὶ Δαβίδ· «Ὁ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύ‐
25ριον.» Οἷς καὶ Παῦλός φησιν· Ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν καὶ ἄδολον γάλα ἐπιποθήσατε. Πρεσβύτην δὲ, τὸν ἐκ περιτομῆς, ὡς τῷ χρόνῳ κατὰ τὴν Ἐκκλησίαν πρεσβύτερον, ἐν ᾗ οὐκ ἔσται φησὶν οὐδετέρου διαφορά. Πάντες γὰρ ἔσονται τέλειοι, εἰς
30μέτρον ἡλικίας ἀναβαίνοντες τοῦ πληρώματος τοῦ Χριστοῦ. Τοῦτο γὰρ ὁ ἑκατοστὸς παρίστησιν ἀριθμὸς, ὅτε καὶ ἡ κατὰ νόμον τελείωσις, ἀνόνητος ἔσται τοῖς ἔχουσιν, εἰ μὴ Χριστῷ προσέλθωσιν διὰ πίστεως, ἐν ᾗ βαπτισθέντες τοὺς ἐκ τῆς ἁμαρτίας ἀποτριβό‐
35μεθα μολυσμούς. Οὐκοῦν κἂν εἴ τις ἑκατὸν ἐτῶν ὑπάρχων τὴν ἐν νόμῳ λαβὼν τελειότητα, καὶ τελευ‐ τήσειεν ἁμαρτωλὸς, τὴν ἐν Χριστῷ μὴ προσηκά‐ μενος πίστιν, ἔσται ἐπικατάρατος, ταῖς τοῦ νόμου παραβάσεσιν ἔνοχος ὢν, ἐν ᾧ μηδεὶς τοσοῦτον κατ‐
40ώρθωσεν, ὡς ὑπὸ παράβασιν μὴ πεσεῖν. «Πάντες γὰρ, φησὶν, ἥμαρτον, καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ, δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι.» Τοιγαρ‐ οῦν ἐν τῷ νόμῳ Παῦλος τελειωθεὶς, σκύβαλα ἡγή‐ σατο τὰ ἐν νόμῳ, ἵνα Χριστὸν κερδάνῃ, καὶ εὑρεθῇ
45ἐν αὐτῷ μὴ ἔχων τὴν ἑαυτοῦ δικαιοσύνην, τοῦτ’ ἔστι τὴν ἐν νόμῳ, ἀλλὰ τὴν διὰ πίστεως Ἰησοῦ Χριστοῦ. Καὶ τοὺς Ἰουδαίους μεμφόμενος λέγει· «Ἀγνοοῦν‐ τες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν βουλόμενοι στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπ‐

2693

(50)

ετάγησαν. Τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι.» Καὶ πάλιν· «Εἰδότες δὲ, ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου, ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν πεπιστεύκαμεν.» Διὸ κατάρα Χριστὸς ἐλέχθη τῆς
55τοῦ νόμου κατάρας ῥυόμενος, ἐν ᾧ ἐστι τὸ, «Ἐπι‐2693

2696

κατάρατος πᾶς, ὃς οὐκ ἐμμένει πᾶσι τοῖς γεγραμ‐ μένοις ἐν τῷ βιβλίῳ τούτῳ, τοῦ ποιῆσαι αὐτά.»
5 Τινὲς δὲ τὸ, Οὐ μὴ γένηται ἐκεῖ ἄωρος, καὶ πρε‐ σβύτης, οὕτως ἐξηγήσαντο· Πάντες γὰρ τυχόντες τῆς ἐμῆς ἀναστάσεως, ἔσονται τέλειοι, καὶ τὰς ψυχὰς ἀκμαῖοι, ὡς μηδὲν ἀτελές τε καὶ νήπιον, μήτε δὲ γεγηρακὸς εἶναι, ἡλικιῶται δὲ πάντες, ὡς ὑφ’ ἕνα
10καιρὸν τευξόμενοι τῆς ἀναστάσεως, καὶ μιᾶς παλιγ‐ γενεσίας μεθέξοντες. Τέλειος οὖν ὁ σωζόμενος ἔσται νέος, καὶ τῆς αὐτῆς ἡλικίας ἕξει τὸν ἀπολλύμενον. Ἅμα γὰρ πάντες ἀναστάντες, σωτηρίᾳ καὶ κολάσει διαιρεθήσονται, τῶν ἐν κακίᾳ τελείων καταράτων
15ἐσομένων, καὶ τῇ ἰδίᾳ τελευτώντων ἁμαρτίᾳ. Ὅτε καὶ πάντες, ἃς διὰ τῶν ἔργων ἑαυτοῖς προεξένησαν, κομιοῦνται μονὰς, καὶ τῶν ἰδίων ἀπολαύσονται πό‐ νων, καρποὺς ἰδίους τρεφόμενοι, μηκέτι δεδιότες μήπως ἀλλότριοι τοὺς πόνους αὐτῶν ἀφαρπάσων‐
20ται. Ἐν ἀτελευτήτῳ δὲ διάξουσιν εὐζωΐᾳ, κατὰ τὰς ἡμέρας τοῦ ξύλου τῆς ζωῆς· ὃ καὶ δηλοῖ τὰς ἐπαγ‐ γελίας ἐν τῷ παραδείσῳ γενήσεσθαι, καὶ τὸν τυχόντα τούτων ὑπάρξειν ἀθάνατον, μὴ παλαιούμενον· ἢ δι’ ἑτέραν αὖθις μετάστασιν ἑτέροις τοὺς ἑαυτῶν κατα‐
25λιπόντες πόνους. Τινὲς δὲ καὶ ταῦτα τῷ καιρῷ τῆς πρώτης ἐπιδημίας ἀπέδωκαν, ὅτε πάντες εἰρή‐ νης ἀπολαύουσι, καὶ χρηστότητος, οἱ ἐν Χριστῷ διὰ πίστεως κατηραμένοι, μηκέτι πολέμοις καὶ συμ‐ φοραῖς δι’ ἀσέβειαν, ὡς οἱ πάλαι, παραδιδόμενοι, μηδὲ
30ζημίαν ὑπομένοντες τῶν αὐτοῖς πεπονημένων, πνευ‐ ματικῶς ἐντρυφῶντες δὲ τοῖς ἑαυτῶν κατορθώμασιν. Οὓς οὐδεὶς ἀπελάσει τῆς παρὰ τῷ Πατέρι δεδομένης μονῆς ζωὴν ἔχοντας ἁγίαν, κατὰ τὴν πρὸ τῆς Ἀδὰμ παραβάσεως.
37 Καὶ τὰ ἔργα, φησὶ, τῶν πόνων αὐτῶν οὐ παλαιώ‐ σουσιν· τοῦτ’ ἔστιν, ἀμετάβλητον ἕξουσι τὴν τῶν πρακτέων ὁδόν. Ἡ γὰρ νομικὴ, σκιώδης οὖσα, μετα‐
40βολὴν ἐκ τύπων εἰς ἀλήθειαν ὑπεδέξατο. Ἡ δὲ κατὰ Χριστὸν ὁδὸς, ὡς ἀληθὴς, ἀμετάβλητος· τῆς μὴ πα‐ λαιότητος ἐνταῦθα τὸ διηνεκὲς δηλούσης, ὅπερ οὐκ ἔσχον ἐκεῖνοι. Πρὸς γὰρ Χριστὸν εἴρηται τὸ, «Ἡ δικαιοσύνη σου, δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ νό‐
45μος σου ἀλήθεια.» Ταῦτα δὲ Θεὸς οὐ τοῖς τυχοῦσιν ἐπαγγέλλεται, οὐ δὲ τοῖς κλητοῖς. Πολλοὶ γὰρ κλη‐ τοὶ, ὀλίγοι δὲ ἐκλεκτοί· δι’ ὅνπερ φησίν· Οἱ ἐκλε‐ κτοί μου οὐ κοπιάσουσιν εἰς κενόν. Οἱ γὰρ πάλαι τῶν Ἰουδαίων καθηγηταὶ, διδάσκοντες ἐντάλματα

2696

(50)

ἀνθρώπων, πατέρες μὲν ἐγένοντο κατὰ μάθησιν, ἀλλ’ εἰς κενὸν καὶ κατάραν. Διὸ ταλανίζων αὐτοὺς ἔλεγεν ὁ Σωτήρ· ὅτι Περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν, ποιῆσαι ἕνα προσήλυτον. Καὶ ἐὰν γένη‐
ται, ποιεῖτε αὐτὸν υἱὸν γεέννης. Οὐχ οὕτως οἱ τοῦ2695

2697

Χριστοῦ. Σπέρμα γὰρ εὐλογημένον ἔσται τὸ σπέρμα αὐτῶν.
4Τινὲς δὲ καὶ τοῦτο κατὰ τὴν παλιγγενεσίαν ἐδέ‐
5ξαντο. Εἰ γάρ τινες ἔσονται τότε κόποι, σωτήριοι, καὶ λίαν ἡδεῖς, οἵους ὑπομένουσιν ἄγγελοι. Ἀλλὰ μισθὸς αὐτοῖς θησαυρίζεται. Οὐδὲ τὰ γεννήματα αὐτῶν εἰς κατάραν, τοῦτ’ ἔστιν οἱ λογισμοὶ, κἂν ἐπὶ τῶν ἀποστόλων δὲ νοήσωμεν, ὧν καρπὸς ἡ καθόλου
10τῆς γῆς Ἐκκλησία, καὶ τέκνα τὰ διὰ τῆς τοῦ λου‐ τροῦ παλιγγενεσίας παράθεσιν ἔχει πρὸς τὰ ἐξ Ἀδὰμ, οὗ πρὸς τὴν γυναῖκα λέλεκται τὸ, «Ἐν λύπαις τέξῃ τέκνα·» κατὰ σάρκα γὰρ ἐγέννων· τὸ δὲ σπέρμα τῶν ἀποστόλων εὐλογημένον, ὃ κατέσπειραν ἐν πάσαις
15ταῖς Ἐκκλησίαις, οἷς δὴ καὶ λέλεκται· Πρὶν κεκρά‐ ξαι αὐτοὺς, ἐπακούσομαι αὐτῶν. Ὅπερ ἐγίνετο θαυματουργούντων αὐτῶν ἐν ταῖς Πράξεσιν εἰς ἐπι‐ στροφὴν τῶν καλουμένων εἰς πίστιν, ὅτε πάντες οἱ πρὶν ἁρπακτικοί τε καὶ θηριώδεις τὴν αὐτὴν εἶχον ἐν
20Ἐκκλησίᾳ τοῖς ἡμέροις τροφὴν, Γραφὴν τὴν θείαν νεμόμενοι. Καί τις ἰώδη τρόπον ἔχων, τούτου παυ‐ σάμενος τροφὴν ἐτρέφετο λογικὴν, ἀντὶ γῆς. Τοιοῦ‐ τοι δὲ γεγονότες, πῶς ἔτι βλάπτειν ἠδύναντο. Ἔστι δὲ διὰ τούτων καὶ τῶν δύο λαῶν νοεῖσθαι τὴν εἰς ἓν
25συνδρομήν. Τὰ μὲν γὰρ ἱερὰ ζῶα, καὶ θυσίαις κατὰ τὸν νόμον ἁρμόδια, σημαίνει τὸν Ἰσραήλ. Τὰ δὲ ἀνίερα, καὶ θηρία, τοὺς ἐθνικοὺς ὁμοῦ τρεφομένους τά τε θεῖα μαθήματα, καὶ τὸν οὐράνιον ἄρτον. Τή‐ ρει δὲ, ὡς οὐκ εἴρηται, τὰ ἥμερα τῆς τῶν θηρίων
30μεθέξειν τροφῆς, ἀλλὰ τοὐναντίον. Ἀκολουθεῖν γὰρ ἔδει τὰ χείρω τοῖς κρείττοσιν, ὡς τοῖς ἀποστόλοις τὰ ἔθνη. Πρὸς δὲ τοὺς οἰομένους τὰ ἔθνη τούτων τυχεῖν Ἰουδαίους ἐν τῇ παλαιᾷ Ἱερουσαλὴμ, ἐροῦμεν ὡς οὐδαμοῦ αὐτῶν ἐν τούτοις ἐπ’ ἀγαθοῖς μνήμη, ἀλλ’
35ἀσεβημάτων ὀνειδισμοί. Τί δὲ τὸ ἀναγκαῖον ἐν τῷ ἁγίῳ ὄρει θηρία τυγχάνειν; Ἢ πῶς τοῦτο θείας ἄξιον ἐπαγγελίας; ὄρους δὲ μνησθεὶς ἁγίου φησίν· Ὁ οὐρανός μοι θρόνος, καὶ τὰ ἐπ’ αὐτῷ. Δι’ ὧν προδήλως παραινεῖται τὴν ἐπὶ γῆς Ἱερουσαλὴμ, [ἢν]
40ἀκόλουθον τοιαύτην εἶναι φαντάζεσθαι. Καὶ λαὸν γὰρ καινὸν ἔφη, καὶ ὄνομα καινόν. Ἄλλως τε καὶ εἶπεν οὐ μὴ μνησθῶσι τῶν προτέρων ἔτι. Διὰ δὲ τῶν ἐξῆς, καὶ τὰ θυσίας αὐτῶν ἀποστρέφεται, δι’ ὧν ἐνόμιζον εὐσεβεῖν, τὸν ταπεινὸν, καὶ ἡσύχιον
45μόνον ἀποδεχόμενος. Πρὸς δὲ τὸ παρὸν ῥητὸν ἔφα‐ σάν τινες, ὡς ἱκανῶς μυσταγωγήσας τοὺς ἐθνικοὺς, μεθίσταται λοιπὸν ἐπ’ αὐτὸν ἤδη τὸν Ἰσραὴλ, ἀποί‐ σων αὐτὸν τῆς σκιᾶς.
53tΚΕΦΑΛ. Ξϛʹ.
54αδʹ. Οὕτως λέγει Κύριος· Ὁ οὐρανός μοι θρό‐
55νος, καὶ ἡ γῆ ὑποπόδιον τῶν ποδῶν μου. Ποῖον2697

2700

οἶκον οἰκοδομήσετέ μοι; καὶ ποῖος τόπος τῆς κα‐ ταπαύσεώς μου; κ.τ.λ. Ἀνθρωπίνως δὲ τὸ θρόνος, καὶ τὸ ὑποπόδιον εἴρηται. Περὶ δὲ τῶν θηρίων συμφώνως ψάλλει Δα‐
5βίδ· «Ἐὰν πεινάσω, οὐ μή σοι εἴπω; ἐμὰ γάρ ἐστι πάντα τὰ θηρία τοῦ ἀγροῦ,» καὶ τὰ ἑπόμενα. Ὁ δὲ προφήτης τὰς θυσίας ἀποβαλὼν, τὴν εὐαγγελικὴν εἰσήγαγεν πολιτείαν, τὸ ταπεινὸν, καὶ πρᾶον, καὶ εὐλαβὲς προτιμῶν. οὐ κεῖται δὲ κατὰ τοὺς λοιποὺς,
10ὁ δὲ ἄνομος, ἀλλ’ ὁ δὲ σφαδάζων μόσχον.
13 Τὴν δὲ τῆς ἀποβολῆς τοῦ Ἰσραὴλ αἰτίαν καί τοι πρωτοτόκου γεγονότος, ἐπάγει λέγων· Καὶ οὗτοι
15ἐξελέξαντο τὰς ὁδοὺς αὐτῶν, οὐκ ὀρθοὶ γεγονότες ἐν ἀναγκαίοις πράγμασι δικασταὶ, δέον εἰσηγου‐ μένῳ πειθαρχῆσαι Χριστῷ. Εἶτα καὶ πρὸς τὴν ἀρ‐ χαίαν ἀνατρέχων ἀσέβειαν, καὶ τὰ βδελύγματα, φησί· Διὸ κἀγὼ ἐκλέξομαι τὰ ἐμπαίγματα αὐτῶν·
20τοῦτ’ ἔστι, τοὺς ἐμπαίζοντάς τε καὶ ἐμπαροινοῦν‐ τας αὐτοῖς, δηλονότι Ῥωμαίους. Ἡ δὲ αἰτία, διότι ἐκάλεσα αὐτοὺς, καὶ οὐκ ἐπήκουσάν μου, ὃ καὶ πρὸ τούτων ἐλέγετο. Ἡ δὲ κλῆσις· «Δεῦτε πρός με πάντες οἱ κοπιῶντες, καὶ πεφορτισμένοι, κἀγὼ
25ἀναπαύσω ὑμᾶς.» Τὰ δὲ περὶ τῶν ἐτῶν εἰρημένα, τινὲς ἁπλῶς εἰρῆσθαί φασιν ἐπὶ πολυχρονίου ζωῆς, εἴγε τοῖς αὐτοῦ νόμοις ἐμμέννοιεν. Καὶ τὴν χώραν γὰρ ἀπόρθητον ἕξουσιν, καὶ καρποὺς, ὡς ἐν παρα‐ δείσοις ἀειθαλεῖς, ἃ προῤῥηθέντα διὰ τὴν αὐτῶν
30ἀπειθείαν οὐ γέγονεν. Μετανοοῦσι γὰρ ἐπήγγελται. Πειθομένων γὰρ, φησὶν, εὐλογημένον ἔσται τὸ σπέρμα. Εἰρηνεύσει τε πρὸς ὑμᾶς τὰ θηρία καὶ αὐτὰ πρὸς ἑαυτά. Τὸ δὲ ὁ οὐρανός μοι θρόνος, τοῦτ’ ἔστιν, ἀνάπαυσις τὰ ἅγια. Τὸ δὲ ἡ γῆ ὑποπόδιον,
35ὑπεξουσίαν καὶ τὰ μὴ ἅγια. Τῶν δύο δὲ ἡμίσεος φυλῶν οἰομένων διαφεύγειν τὴν ἅλωσιν, διὰ τὴν πρὸς τὸν ναὸν τοῦ Θεοῦ, ἀλλ’ οὐ διὰ τρόπων ἀρετὴν, καὶ εὐσέβειαν, δείκνυσιν ὡς οὐκ αὐτῷ ταῦτα, δι’ ἐκεί‐ νους δὲ χρήσιμα, ὅπως τοῖς νομίμοις ἐμμένοντες,
40εἶεν ἄξιοι τοῦ αὐτὸν οἰκεῖν ἐν αὐτοῖς. Ἐπεὶ καὶ τὰς θυσίας ἀποστρέφομαι μὴ γινομένας ἀπ’ ὀρθοῦ λο‐ γισμοῦ. Ποιοῦντες γὰρ αὐτῶν τὰ θελήματα, καὶ προσκυνοῦντες εἰδώλοις, ἐμοὶ μετὰ τούτων προσέρ‐ χονται.
47 εʹ—ιδʹ. Ἀκούσατε ῥήματα Κυρίου οἱ τρέμοντες τὸν λόγον αὐτοῦ. Εἴπατε ἀδελφοῖς ἡμῶν τοῖς μισοῦσιν ὑμᾶς, καὶ βδελυσσομένοις, ἵνα τὸ

2700

(50)

ὄνομα Κυρίου δοξασθῇ, καὶ ὀφθῇ ἐν τῇ εὐφρο‐ σύνῃ αὐτῶν, καὶ ἐκεῖνοι αἰσχυνθήσονται. Φωνὴ κραυγῆς ἐκ πόλεως, φωνὴ ἐκ ναοῦ, φωνὴ Κυρίου ἀνταποδίδοντος ἀνταποδίδοσιν τοῖς ἀντικειμέ‐ νοις, κ.τ.λ.
55Πάντα καινὰ κατὰ τὸν καιρὸν εἰπὼν ἔσεσθαι τῶν2699

2701

ἐπαγγελιῶν τοῖς ταῦτα προμαθοῦσι κατὰ τὸν ἐν‐ εστῶτα βίον, ἀκολούθως ταῦτά φησιν· Ἀκούσατε οἱ τρέμοντες τοὺς λόγους αὐτοῦ, περὶ ὧν ἔφασκεν· «Ἐπὶ τίνα δὲ ἐπιβλέψω, ἀλλ’ ἢ ἐπὶ τὸν ταπεινὸν, καὶ
5ἡσύχιον, καὶ τρέμοντά μου τοὺς λόγους;» οἷς εὐαγγελι‐ κὸν παράγγελμα [δίδ]ωσιν οὐδὲν διαφέρον τοῦ· «Ἀγα‐ πᾶτε τοὺς ἐχθροὺς ὑμῶν· καλῶς ποιεῖτε τοῖς μισοῦ‐ σιν ὑμᾶς. Προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων, καὶ διωκόντων ὑμᾶς, ἵνα γένησθε υἱοὶ τοῦ Πατέρος ὑμῶν
10τοῦ ἐν τοῖς οὐρανοῖς.» Οὐ γὰρ τὸ τρέμειν τοῦ Θεοῦ τοὺς λόγους, πρὸς τελειότητα μόνον ἀρκεῖ· ἀρετῆς δὲ ἐπ’ ἄκρον ἀνάληψις ἀγαπητικὴ πρὸς τοὺς θλίβον‐ τας γνώμη, Ἵνα τὸ ὄνομα Κυρίου δοξασθῇ, καὶ ὀφθῇ ἐν τῇ εὐφροσύνῃ αὐτῶν. Δι’ ὧν γὰρ ἐπ’ αὐ‐
15τοῖς ἀντὶ μίσους εὐφραίνεσθε, Θεὸς δοξάζεται, κατὰ τό· «Ἵνα ἴδωσι τὰ καλὰ ὑμῶν ἔργα, καὶ δοξά‐ σωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.» Καὶ αὐτοὶ δὲ τυχὸν τοῦ Θεοῦ ὑμῶν δοξάσουσι τοὔνομα, οὕτω πρὸς αὐτοὺς διακειμένους ὁρῶντες, καὶ τῇ
20χρηστότητι τῇ περὶ αὐτοὺς εὐφραινόμενοι. Σύμμα‐ χος δὲ, Καὶ ὀψόμεθα ἐν τῇ εὐφροσύνῃ ὑμῶν ἐξ‐ έδωκεν, ὡς ἂν ἐν τῷ τέλει τῆς ἐκδικήσεως τούτων μὲν ἐκδήλως εὐφραινουμένων· ἐκείνων δὲ λίαν ἐφ’ οἷς ὁρῶσιν αἰσχυνουμένων. Ἐπιστήσεται γὰρ ὁ τῆς
25ἀνταποδόσεως ὅσον οὔπω καιρὸς, ὅτε φωναὶ τῶν κολασθησομένων ἀκουσθήσονται, τῶν μὲν οἰκητόρων βοώντων ἐκ τῆς πόλεως, τῶν δὲ λειτουργούντων ἐκ τοῦ ναοῦ. Βοήσεται δὲ καὶ διὰ τῶν πραγμάτων ὁ Κύριος, ὡς αὐτοῦ κρίσει γίνεται τὰ δεινά. Εἰδέναι
30δὲ χρὴ ὡς εὐαγγελικῶς παραγγείλας ἀδελφοὺς νο‐ μίζειν τοὺς ἐθνικοὺς, νομικὴν ἔλυσεν ἐντολήν. Φησὶ γὰρ ὁ νόμος· Οὐ λαλήσεις αὐτοῖς εἰρηνικά. Καὶ πᾶ‐ σαν ἐπιγαμίαν ἀπείρηκε πρὸς αὐτοὺς, ὡς ἂν μὴ παρ’ αὐτῶν πεισθέντες εἰς εἰδωλολατρείαν ἐκπέσωσιν·
35ἀλλ’ ἐν Χριστῷ γέγονε τὰ ἀμφότερα ἓν, καὶ λέλυται τὸ μεσότοιχον τοῦ φραγμοῦ, κατήργηται δὲ καὶ ὁ νόμος τῶν ἐντολῶν ἐν δόγμασιν. Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν.
41 Τινὲς δὲ πρὸς τοὺς ἀποστόλους εἰρῆσθαί φασιν, ὡς μέλλοντας ὑπὸ Ἰουδαίων κακοῦσθαι, καὶ μάλιστα τῶν ἐν Ἱερουσαλὴμ, ὧν οἱ ἄρχοντες τοὺς ἀποστόλους ᾐκί‐ σαντο, θάνατον ἀπειλήσαντες, εἰ τὸν σωτήριον λόγον
45κηρύττοιεν. Καὶ τί δεῖ λέγειν, ὡς ἡ μὲν τῆς εὐ‐ φροσύνης ἐπαγγελία τοῖς Χριστοῦ γέγονε μαθηταῖς, δι’ αὐτῶν πανταχοῦ συνισταμένων Ἐκκλησιῶν. Ἡ δὲ τοῦ Θεοῦ τοὺς κακώσαντας αὐτοὺς, μετῆλθεν ὀργὴ, περιστάντων αὐτοὺς πολεμίων. Καὶ ταῦτα μὲν

2701

(50)

ἐκείνοις. Τὸ δὲ θεοσεβὲς πολίτευμα, καὶ ἡ νέα Σιὼν, ἡ Ἐκκλησία δι’ ὑμῶν συστησομένη, τοσοῦτον ἀθρόως γεννήσει πλῆθος λαῶν, ὡς ἐκπλαγῆναι τὸν ἀκούον‐ τα. Ὡς γὰρ ἂν αἰφνίδιον κατὰ γαστρὸς ἔχουσα γεν‐ νήσει γυνὴ, μηδεμιᾶς ὠδῖνος ἡγησαμένης· τὸ δὲ
55τεχθὲν, ἄρσεν. Οὕτως ὁλόκληρον ἀθρόως ἡ νέα2701

2704

γεννήσει Σιὼν, ὅπερ ἐπ’ ἄλλων οὐ γέγονε. Πᾶν γὰρ ἔθνος, καὶ τὸ Ἰουδαίων, ἐξ ὀλίγων κατ’ ὀλίγον αὐ‐ ξηθὲν, ἔθνος ἐγένετο. Οἷον ἐξ Ἰακὼβ, οἱ δώδεκα πα‐ τριάρχαι. Εἶτα παῖδες ἔκγονοι, καὶ πάλιν ἀπόγονοι.
5Καὶ ἡ κατὰ βραχὺ προσθήκη πρὸς ἔθνος μέγα κατήν‐ τησεν. Ὁ δὲ τοῦ Θεοῦ λαὸς ὑφ’ ἕνα καιρὸν τὰ πλεῖ‐ στα μέρη τῆς οἰκουμένης ἐπλήρωσεν. Τινὲς δὲ οὕτως ἀπέδωκαν· προαναφωνήσας τὴν ἅλωσιν Ἱε‐ ρουσαλὴμ, δείκνυσιν ὡς τὸ κατάλειμμα σωθήσεται.
10Μετὰ γὰρ τὴν τοῦ Σωτῆρος ἀνάληψιν, ἐκάλουν οἱ μαθηταὶ καὶ τοὺς ἀπεκτονότας αὐτὸν εἰς μετάνοιαν, Πέτρου λέγοντος· Οἶδα ὅτι κατὰ ἄγνοιαν ἐπράξατε. Καὶ ἐπιφέροντος, μετανοήσατε οὖν, καὶ ταῦτα λέ‐ γοντος, προσετέθησαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ψυχαὶ
15ὡσεὶ τρισχίλιαι. Εἶτα τοιαῦτα διδασκόντων χρόνου διελθόντος, ἡ τῆς πόλεως ἅλωσις γέγονεν, ἤδη τῶν ἐπιεικεστέρων προσδραμόντων τῇ πίστει. Καὶ τοῦτο δηλοῖ τὸ πρὶν ἐπιστῆναι τὰς τῆς πόλεως ὠδῖνας. καὶ τὰς συμφορὰς, τεκεῖν ἄρσεν. Οὐ γὰρ θηλύνεται ὁ ἐν
20Χριστῷ λαὸς πρὸς μαλακισμούς. Ἐν ἡμέρᾳ δὲ μιᾷ, διὰ τὰς τρισχιλίας, λέγει ψυχάς. Ἐγὼ δέ φησιν ὁ ποιήσας (ἐνήργησε γὰρ διὰ τῶν ἀποστόλων) καὶ δοὺς τὴν προσδοκίαν ταύτην. Διὰ προφητῶν γὰρ αὐτῇ Θεὸς τὴν πολυπαιδίαν ἐπήγγελται, σωτηρίας
25αὐτῆς εἵνεκα.
30 Ἀλλ’ οὐκ ἐμνήσθη μου, φησὶν, οὐδὲ τοῖς ὀφθαλ‐ μοῖς ἰδοῦσά με, πεπίστευκεν. Καί τοι στείραν, καὶ γεννῶσαν ἐγὼ πεποίηκα. Οὐκ ἂν οὖν γέγονεν ἄπαις, ἐμοῦ γόνιμον δυναμένου ποιεῖν, εἰ πιστεύειν ἠθέλη‐ σεν. Τοιγαροῦν ἡ πιστεύσασα στείρα, πολύπαις
35ἐγένετο, ἡ τῶν ἐθνῶν Ἐκκλησία. Τὸ δὲ σὺ οὐκ ἐμνήσθης μου εἶπεν Κύριος, οὐ κεῖται παρὰ τοῖς ἄλλοις ἑρμηνευταῖς. Κατὰ δὲ Σύμμαχον, οὕτως εἴρηται· Μὴ ἐγὼ ὁ καθίζων ἐπὶ τὸ τεκεῖν, οὐκ ἐκτοκίζω, εἶπεν Κύριος; ἢ ἐγὼ ὁ συνεκτοκίζων,
40καὶ συνέξω, εἶπεν ὁ Θεός σου; Ὁ γὰρ τῆς σωματι‐ κῆς γεννήσεως αἴτιος ὢν, πῶς τὴν μέλλουσαν ἀθρόως τὸ καθόλου ἔθνος γεννᾷν, οὐκ ἐκτοκιῶ, πρὸς τὸ θεῖον αὐτῆς γέννημα προελθεῖν ἀβλαβῶς; ἢ πῶς συνέξω τὸν τόκον, ὡς ἀφανισθῆναι ταύτης τὸ γέννημα;
45ἀλλὰ γὰρ λείπεται, φησὶ, τὴν νέαν χαίρειν Σιὼν, συγχαίρειν δὲ καὶ τοὺς ἐν αὐτῇ, καὶ ἀγαπῶντας αὐτήν. Λέγει δὲ τοὺς πολυτρόποις αὐτὴν διδασκα‐ λίαις στηρίζοντας, καὶ ὅσοι πενθοῦσιν ἐπ’ αὐτῆς κατὰ τό· «Μακάριοι οἱ πενθοῦντες νῦν, ὅτι αὐτοὶ

2704

(50)

παρακληθήσονται. Τὸ δὲ πένθος, τὴν μετ’ ἱδρώτων σημαίνει τῶν ἀνδραγαθημάτων κατόρθωσιν, ἵνα τῶν θείων ἀπολαύσονται δωρεῶν. Διό φησιν, ἵνα θηλά‐ σητε, καὶ ἐμπλησθῆτε ἀπὸ μαστοῦ παρακλήσεως αὐτῆς. Τῇ δὲ περὶ γυναικὸς ἐπιμένει τροπῇ, καὶ
55τὴν πνευματικὴν ἐν αὐτῇ παράκλησιν μαστοῖς ἀπεικάζει, καὶ γάλακτι. Εἴρηται γὰρ πρὸς τὴν
νύμφην· Ἀγαθοὶ μαστοί σου ὑπὲρ οἶνον.2703

2705

Τινὲς δὲ τοῦτο πρὸς τὰς δύο διαθήκας ἐδέξαντο, ἀκολούθως εἶναι λέγοντες τὴν ἀθρόως λαὸν γεννή‐ σασαν ἄρσενα τῷ Θεῷ, καὶ γάλακτος εἰς ἐκτρο‐ φὴν τῶν αὐτῆς πληροῦσθαι νηπίων, ὃ δὴ λογικὸν
5Γάλα ἐκ τῶν δύο ῥεύσει διαθηκῶν. Αὐταὶ γὰρ αὐτῆς οἱ δύο μαστοὶ ἀγαθοὶ ὄντες ὑπὲρ οἶνον. Παρακλή‐ σεως δέ φησιν, ἐπειδήπερ οἱ παρακλητικοὶ λόγοι τῶν ἀτελεστέρων ψυχῶν γάλα κυρίως ὠνομάσθη‐ σαν, τῆς στερεᾶς τροφῆς ἐν δόγμασιν μυστικοῖς
10νοουμένης, ἥτις πρέπει τοῖς εἰς ἄνδρα προήκουσι τέλειον, μὴ ἐναπομείνασι τῷ νηπίῳ· διὸ προσέθη‐ κεν, ἵνα ἐκθηλάσαντες τρυφήσητε ἀπὸ εἰσόδου δόξης αὐτῆς· τοῦτ’ ἔστιν ἔξω θήλης γεγονότες, καὶ ἀπογεγαλακτισμένοι. Καὶ δόξαν μὲν αὐτῆς ὀνομά‐
15ζει Χριστὸν, ὡς καὶ Δαβὶδ, «Τοῦ κατασκηνῶσαι δόξαν ἐν τῇ γῇ ἡμῶν.» Εἴσοδον δὲ τῆς μετὰ σαρκὸς οἰκο‐ νομίας τὸ μυστήριον. Οἱονεὶ γὰρ διὰ σαρκὸς εἰς τοῦτον τὸν κόσμον εἰσβέβηκεν. Τρυφῶσι τοίνυν οἱ τὸν ἐπὶ τούτῳ λόγον μεμαθηκότες. Διὸ καὶ ὁ προ‐
20φήτης παρεζευγμένως τὴν ἐμφάνειαν αὐτοῦ τὴν μετὰ σαρκὸς ἐναργῆ ὡς ἂν αὐτοῦ λέγοντος· Ἰδοὺ ἐγὼ ἐκκλίνω ἐπ’ αὐτοὺς, ὡς ποταμὸς εἰρήνης, καὶ ὡς χειμάῤῥους ἐπικλύζων δόξαν ἐθνῶν, πά‐ λιν κἀνταῦθα τὴν τῶν ἐθνῶν δόξαν συνάπτων τῇ
25προλεχθείσῃ νέᾳ Σιὼν, καὶ ποταμῷ παρεικάζων τὴν δεδομένην τούτοις εἰρήνην. Καὶ ἀλλαχοῦ δέ φησιν· «Ὁ ποταμὸς τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων.» Καί· «Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ.» Καὶ πάλιν· «Καὶ τὸν χειμάῤῥουν τῆς τρυ‐
30φῆς σου ποτιεῖς αὐτούς.» Δόξαν δὲ τῶν ἐθνῶν τοὺς ἐξ αὐτῶν πεπιστευκότας καλεῖ, κατὰ τὸ, «Οὓς δὲ ἐκά‐ λεσεν, τούτους καὶ ἐδόξασεν.»
35 Ἐξέκλινεν δὲ εἰς τὰ ἔθνη, τῶν ἐξ Ἰσραὴλ μὴ δεξαμένων αὐτὸν, πρὸς οὓς ἦλθε προηγουμένως. Εἰ‐ ρήνη δὲ βαθυτάτη πολλῷ τῷ ῥεύματι τὴν Ἐκκλη‐ σίαν ἐπέκλυσεν, πνευματικοῖς νάμασι τοὺς ταύτης ἐπάρδων υἱούς. Διὰ γὰρ τοῦ σωτηρίου κηρύγματος,
40τὴν εἰρήνην τὴν πρὸς τὸν Πατέρα, δι’ αὐτοῦ κεκερ‐ δάγκασιν, ὅτε τιθηνοί τινες τοὺς αὐτῆς νηπίους ὑπο‐ βαστάξουσι, διδάσκαλοί τινες Ἐκκλησίας, ἢ ἄγγελοι, κατὰ τὸ, «Μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τού‐ των. Οἱ γὰρ ἄγγελοι αὐτῶν διὰ παντὸς βλέπουσι τὸ
45πρόσωπον τοῦ Πατέρος μου τοῦ ἐν τοῖς οὐρανοῖς.» Οἱ μὲν οὖν τέλειοι, τοὺς εἰσαγομένους ἐπ’ ὤμων καὶ γονάτων, δίκην τιθηνοῦνται μητέρος. Ἐγὼ δὲ, ὡς πάντων Πατὴρ, παρακαλέσω τοὺς τῶν ὑποδεεστέ‐ ρων παρακλήτορας. Διό φησιν ὁ Ἀπόστολος· «Εὐ‐

2705

(50)

λογητὸς ὁ Θεὸς, ὁ Πατὴρ τῶν οἰκτιρμῶν, καὶ Θεὸς πάσης παρακλήσεως, ὁ παρακαλῶν ἡμᾶς ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν, πρὸς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει, διὰ τῆς παρακλήσεως, ἧς παρα‐ καλούμεθα αὐτοὶ ὑπὸ τοῦ Θεοῦ.» Ὧν οὕτω γινομέ‐
55νων, ὄψεσθε, φησὶ, τὴν ἐπουράνιον Ἱερουσαλὴμ, ἢ2705

2708

καὶ αὐτὸν τὸν Θεὸν, τὸ ἐφετὸν, καὶ χαρᾶς ἀνάμεστον τέλος. Καὶ ὁ Σωτὴρ δὲ μακαρίζει τοὺς καθαροὺς τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Καὶ τὰ ὀστᾶ ὑμῶν, φησὶ, πόας δίκην ἀνθήσει. Ἐγερθήσονται
5γὰρ οἱ νεκροὶ, καὶ ἀναστήσονται οἱ ἐν τοῖς μνημείοις, τὴν παρὰ Χριστοῦ πλουτήσαντες δρόσον, τὸ πνεῦμα δηλαδὴ τὸ ζωοποιόν. Περὶ ὧν ὁ Ψάλλων φησίν· «Ἐξαποστελεῖς τὸ πνεῦμά σου καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς· ὡς τὰ ἐν
10ἀγροῖς ἀνθήσαντα πίπτει, καὶ πάλιν ἀνίσχει τοῦ ἔαρος. Οὕτω δὲ καὶ γνωσθήσεται πᾶσιν, ὡς οὐκ ἀνθρωπίνη ταῦτα πεποίηκε δύναμις, Θεοῦ δὲ χεὶρ, ὁ Μονογενὴς, δι’ οὗ καὶ ἡ τῶν νεκρῶν ἀνάστασις· Ἣ καὶ γνωσθήσεται τοῖς φοβουμένοις αὐτόν. Φόβον
15γὰρ ἀνειληφότες Θεοῦ τὸν ἐκ σοφίας (Ἀρχὴ γὰρ σο‐ φίας φόβος Κυρίου) νοήσουσιν, ὡς οὐκ ἄνευ χειρὸς Θεοῦ, τοσαύτη χάρις εἰς ἀνθρώπους ἐνήργησεν. Τοῖς δὲ μὴ τοιούτοις ἀπειλήσει τὰ ἐπαγόμενα.
22 Τινὲς δὲ ἀπὸ τοῦ, φωνὴ Κυρίου, οὕτως ἐξηγή‐ σαντο. Πάντα γὰρ πανταχόθεν βοᾷ τὴν δικαίαν κρί‐ σιν τοῦ Θεοῦ, πολεμίων μὲν καταστρεφομένων, Ἐζε‐
25κίου δὲ ἐκ τοῦ ναοῦ ἐπανιόντος, μὴ κηρύττοντος τοῦ Θεοῦ τὴν μεγαλειότητα, καὶ τῶν ἀντικειμένων Θεῷ τιμωρουμένων. Ἐκφεύξονται δὲ τὴν δίκην μετανοή‐ σαντες καθὰ καὶ γυνὴ τεκοῦσα ἄρσεν. Ἐπιλανθά‐ νεται γὰρ τῶν ὠδίνων, παραμύθιον ἔχουσα τὸ τε‐
30χθὲν, κατὰ τὸ, Ὅτ’ ἂν δὲ γεννήσῃ, χαρᾷ χαίρει, ὅτι ἐγεννήθη ἄνθρωπος ἐπὶ τῆς γῆς εἰς τὸν κόσμον. Προληπτέον οὖν, φησὶ, τῇ μετανοίᾳ τὸν καιρὸν τῶν ὠδίνων. Καὶ ὥσπερ παῖδα, τὴν ἑαυτῶν σωτηρίαν ἀποκυήσατε. Ἐπὶ δὲ τῆς Ἱερουσαλὴμ ταῦτα γεγενῆ‐
35σθαί φασιν ἐν βραχεῖ χρόνῳ ἅπαν τὸ ἔθνος, καὶ τοὺς ἰδίους ἀπολαμβανούσης οἰκήτορας. Θεὸς γὰρ ὁ στείρωσιν διδοὺς, καὶ γονήν. Προεστιαθεὶς δὲ τὴν ψυχὴν ἐπὶ τοῖς μέλλουσιν ἀγαθοῖς, τῇ πόλει εὐφράν‐ θητι, φησὶν, Ἱερουσαλὴμ μὴ πενθοῦσα τὴν κατα‐
40στροφὴν, τὴν μετὰ ταῦτα δὲ δόξαν λογιζομένη. Καὶ ὡς ἀπὸ μαστῶν τρέφε τοὺς παῖδάς σου, διότι ἐπι‐ σκέψεται Κύριος αὐτοὺς, πλείστην εἰρήνην διδοὺς, καὶ πάντων ποταμηδὸν εἰς αὐτὴν συῤῥεόντων. Τῶν γὰρ ἐθνῶν αὐτοῖς χαριεῖται τὴν δόξαν, ὡς τοὺς
45υἱοὺς αὐτῆς, καὶ θυγατέρας ἐπ’ ὤμων φέρειν εἰς Ἱερουσαλὴμ, Θεοῦ, δίκην μητέρος, τὴν ἑαυτοῦ κηδεμονίαν παρέχοντος, ἐπὶ τῇ προλαβούσῃ παρα‐ καλοῦντος αὐτοὺς συμφορᾷ, καὶ τρόπον τινὰ πάλιν ἀναβιῶναι ποιήσαντος, κατὰ τὰ παρὰ τῷ Ἰεζεκιὴλ

2708

(50)

ὀστᾶ. Βαστάγματα δὲ αὐτῶν τὴν ἀπὸ τῶν ἐθνῶν νόει τιμὴν, κατὰ πρόταξιν Κυρίου, καὶ Δαρείου μετὰ δορυφορίας παραπέμψαντος αὐτοὺς ἐν εὐωχίᾳ τε καὶ εἰρήνῃ, τῶν ἱερῶν αὐτοῖς σκευῶν ἀποδεδομέ‐ νων, καὶ μετὰ τοῦ ναοῦ ἀνοικισθείσης τῆς πόλεως.
55Ὃ καὶ μετὰ τὴν τοῦ Σωτῆρος φαίνεται παρουσίαν.2707

2709

Τὴν ἀληθῆ γὰρ πάντες μεταδιώκομεν Ἱερουσαλὴμ φέροντες τοὺς ἀληθεῖς Ἰουδαίους ἐπ’ ὤμων, καὶ γονάτων, ὅτε μετὰ χεῖρας ἔχομεν τοὺς μακαρίους προφήτας, ἐπὶ τὸν Θεὸν ἐλπίζοντες Ἀβραάμ· ἔτι δὲ
5καὶ τῶν ἀποστόλων μετὰ τοῦ Σωτῆρος τὰ βιβλία ταῖς χερσὶ περιφέρομεν· καὶ ἐπὶ τῆς ἐνταῦθα δὲ Ἱερουσαλὴμ ἀληθὴς ὁ λόγος, εἰς ἣν σπεύδουσι βασι‐ λεῖς καὶ ἔθνη διὰ τὸν Σωτῆρα.
11 ιεʹ—κδʹ. Ἰδοὺ γὰρ Κύριος ὡς πῦρ ἥξει, καὶ ὡς καταιγὶς τὰ ἄρματα αὐτοῦ ἀποδοῦναι ἐν θυμῷ ἐκδίκησιν, καὶ ἀποσκορακισμὸν αὐτοῦ ἐν φλογὶ πυρός. Ἐν γὰρ τῷ πυρὶ Κυρίου κριθήσεται πᾶσα
15ἡ γῆ, καὶ ἐν τῇ ῥομφαίᾳ αὐτοῦ, πᾶσα σάρξ. Πολλοὶ τραυματίαι ἔσονται ὑπὸ Κυρίου, ἁγνιζό‐ μενοι, καὶ καθαριζόμενοι εἰς τοὺς κήπους, καὶ ἐν τοῖς προθύροις ἔσθοντες κρέας ὕειον, καὶ τὰ βδε‐ λύγματα, καὶ τὸν μῦν, ἐπὶ τὸ αὐτὸ ἀναλωθήσον‐
20ται, εἶπε Κύριος. Κἀγὼ τὰ ἔργα αὐτῶν, καὶ τὸν λογισμὸν αὐτῶν ἐπίσταμαι, κ.τ.λ. Τὰς τῶν πιστευσόντων ἐπαγγελίας εἰπὼν, καὶ ὡς ἀπειλήσει τοῖς ἀπειθήσασι τὴν ἀπειλὴν, ἐκτίθεται νῦν τὴν ἔνδοξον αὐτοῦ παρουσίαν, δηλῶν ὅτε ἥξει
25μετὰ τῆς δόξης τοῦ Πατέρος, καὶ τῶν ἀγγέλων αὐ‐ τοῦ, κρῖναι ζῶντας καὶ νεκρούς. Τὸ δὲ ὡς πῦρ, ἐν πυρὶ ἑρμήνευσαν οἱ λοιποί. Ἅρματα δὲ λέγων, τοὺς ἀγγέλους, καὶ τὰς περὶ αὐτὸν δυνάμεις δηλοῖ, κατὰ τὸ ἐν Ψαλμοῖς· «Τὸ ἅρμα τοῦ Θεοῦ μυριοπλάσιον,
30χιλιάδες εὐθηνούντων.» Ὡς καταιγὶς δὲ ἤξει τοῖς τιμωρίας ἀξίοις. Ὁ δὲ ἀποσκορακισμὸς δηλοῖ τὴν τούτων ἀποβολὴν, ἐροῦντος· «Πορεύεσθε ἀπ’ ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον·» ἡ δὲ ῥομφαία τὴν τιμωρίαν σημαίνει, συνήθως ἅμα καὶ φοβερῶς τοῖς
35ἀκροωμένοις. Τοιοῦτον τὸ ἀποστολικόν· «Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμεταμέλητον καρδίαν θησαυρί‐ ζεις σεαυτῷ ὀργὴν,» καὶ τὰ ἐπὶ τούτοις. Ἐπιφέρει δὲ τίσιν ἡτοίμασται μᾶλλον τὸ πῦρ, καὶ εἰ μὲν πρὸ τῆς ἐπιδημίας, τοῖς μὴ κατὰ νόμον ἁγνιζομένοις
40φησὶ σποδῷ τε δαμάλεως, καὶ θυσίαις, εἰ δὲ μετὰ ταύτην, τοῖς ἀντὶ τοῦ θείου βαπτίσματος, ὕδατι κήπο ὑψιλῷ, ἢ καὶ μεμαγευμένῳ καθαιρομένοις, ἐν δρυμοῖς τε καὶ ἄλσεσιν ἔνθα καὶ τὰς λατρείας προσέφερον. Περιηγνίζοντο γὰρ πυρί τε καὶ ὕδατι,
45ψυχῆς μολυσμοὺς διὰ τούτων ἐκπλύνειν οἰόμενοι, οὓς ἐξ ἀσελγείας καὶ φόνων ἐναπεμάξαντο.
51 Ἀντὶ δὲ τοῦ· Καὶ ἐν τοῖς προθύροις ἔσοντες κρέας ὕειον, ὁ Σύμμαχός φησιν· Ὀπίσω ἀλλήλων ἐν μέσῳ ἐσθιόντων τὸ κρέας τὸ χοίρειον, οὐκ αὐ‐ τοὺς λέγων ἐσθίειν, μεταξὺ δὲ ζῇν τῶν, ἐθνῶν, διὸ
55σὺν αὐτοῖς ἀπολοῦνται, τοῦ Θεοῦ μὴ μόνον πράξεις2709

2712

ὁρῶντος, ἀλλὰ καὶ λογισμούς. «Ὁποῖόν ἐστι τὸ, Ἀκατέργαστόν μου εἴδοσαν οἱ ὀφθαλμοί σου.» Τι‐ νὲς δὲ τὰ βδελύγματα, οὐκ ἐπὶ βρωμάτων, ἀλλ’ ἐπ’ εἰδώλων ἐδέξαντο, ὡς καὶ μῦν φασιν, ἴσως ἐν σηκοῖς
5ἔχειν σεβόμενον. Πλὴν τοὺς ἀρουραίους τινὲς εἰσέτι νῦν ἐσθίουσι μῦς. Συνάξειν δὲ πᾶσαν γλῶσ‐ σαν εἰπὼν, Ὄψονται, φησὶ, τὴν δόξαν μου, καὶ καταλείψω ἐπ’ αὐτῶν σημεῖον, καὶ ἐξαποστελῶ ἐξ αὐτῶν σεσωσμένους. Ὃ σαφέστερον ἐν Εὐαγγε‐
10λίοις φησίν· «Ὅτ’ ἂν δὲ ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ τοῦ Πατέρος αὐτοῦ, καὶ πάντες οἱ ἄγγελοι. μετ’ αὐτοῦ, καὶ συνάξουσι πάντα τὰ ἔθνη,» καὶ τὰ ἐπὶ τούτῳ. Ὡς ἂν δὲ δείξῃ τῶν ἐθνικῶν τοὺς κατ’ ἀξίαν σωθησομένους, ἐπὶ τὴν πρώτην ἀνέδραμεν παρου‐
15σίαν· περὶ ἧς καὶ τὸ, συνάξω τὰς γλώσσας, τινὲς ἐξειλήφασιν ἀνακεφαλαίωσιν εἶναι τῆς ὅλης προφη‐ τείας, τὰ ἐντεῦθεν εἰπόντες τῆς μετὰ σαρκὸς οἰκονο‐ μίας τὴν δύναμιν ἀπ’ ἀρχῆς, μέχρι τέλους, ὡς ἐν βραχεῖ περιέχοντα, δηλοῦντα τῶν ἐθνῶν τὴν κλῆσιν,
20ὡς καὶ τοὺς ἀποστόλους ἀναδείξας παρὰ παντὸς ἔθνους προσκυνηθήσεται.
25 Ὁ μὲν γὰρ παλαιὸς νόμος ἓν ἔθνος, καὶ μίαν γλῶσσαν συνήγαγεν· Ὁ δὲ Χριστὸς πάντα μετὰ τῶν σωθέντων ἐξ Ἰσραὴλ λέγων· Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη. Οἳ καὶ τεθέανται τὴν δόξαν αὐτοῦ, μαθόντες διὰ τοῦ θείου κηρύγματος, ὡς ἴσος ἐστὶ τῷ
30Πατέρι, θαυματουργεῖ τε μέχρι καὶ νεκρῶν ἀναστά‐ σεως, καὶ μὴ κατὰ τοὺς Ἰουδαίους εἰπόντες· «Διατί σὺ ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν;» συμφώνως δὲ λέγοντες· «Σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.» Ἐφ’ ὧν καὶ τέθειται σημεῖον τοῦ τιμίου σταυροῦ· ἢ κατὰ
35Παῦλον εἰπόντα· «Ἐσφραγίσθημεν τῷ πνεύματι τῆς ἀπολυτρώσεως.» Ἀπ’ αὐτῶν δὲ, φησὶν, ἀποστελῶ ἐπὶ τὰ ἔθνη, δηλονότι τῶν ἀπολλυμένων, περὶ ὧν ἐλέγετο· Ἐπὶ τὸ αὐτὸ ἀναλωθήσονται. Ἐξ ὧν δια‐ σωθὲν τὸ κατάλειμμα πρὸς τὴν τῶν ἐθνῶν τῶνδε
40καὶ τῶνδε κλῆσιν ἀποσταλήσεται, καὶ ὄψονταί μου τὴν δόξαν, κατὰ τὸ ἤδη ῥηθέν· Οἷς οὐκ ἀνηγ‐ γέλη, περὶ αὐτοῦ ὄψονται· καὶ πάλιν· «Ἐμφανὴς ἐγε‐ νόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν.» Οἳ μετὰ τοῦ ση‐ μείου τοῦ ἐμοῦ πορευθέντες, τοὺς ἀπὸ τῶν ἐθνῶν
45ἀδελφοὺς ἀπεργάσονται, καὶ δῶρον προσάξουσι τῷ Θεῷ. Διὸ καὶ καυχώμενοι, χαρὰν αὐτοὺς καὶ στέ‐ φανον ὀνομάζουσι. Τὸ δὲ ἄπονον τῆς τῶν ἐθνῶν ἐπιστροφῆς ἀπὸ μεταφορᾶς τῶν ἐν ὀχήμασι κομιζο‐ μένων παρίστησι, πάσης αὐτοὺς ἀναπαύλης ἀξιοῦν‐

2712

(50)

τος Θεοῦ. Ἔσονται δὲ κεχαρισμένοι Θεῷ, ὡς θυσία νομίμως προσαγομένη μετ’ ᾠδῆς, καὶ δοξολογίας. Ἀπ’ αὐτῶν δὲ, φησὶ, λήψομαι ἱερεῖς καὶ Λευΐτας, καὶ τὸ ἐκ τῶν ἀποστόλων, καὶ τὸ ἐκ τῶν ἐθνῶν ἀληθέστερον. Λοιπὸν παραδειγματικῶς τὸ τῆς ἐλ‐
55πίδος τῶν κεκλημένων ἀσάλευτον δείκνυσιν. Οὐρανοῦ2711

2713

γὰρ καὶ γῆς ὁ ἀνακαινισμὸς πέρας οὐχ ἕξει. Οὕτως ἔσται τὰ καθ’ ἡμᾶς. Ἀμεταμέλητα γὰρ τὰ χαρίσμα‐ τα καὶ ἡ κλῆσις τοῦ Θεοῦ. Τὸ συνεχὲς δὲ τῆς εὐσε‐ βοῦς λατρείας διὰ τῶν ἐν νόμῳ παρίστησι τυπικῶν.
8 Τινὲς δὲ τὸ ἄξουσι τοὺς ἀδελφοὺς, κατὰ τὸν καιρὸν τῆς συντελείας φασὶν ἐπὶ τὴν ἐπουράνιον Ἱε‐
10ρουσαλὴμ, ὅτεπερ ἐν ἀγγελικῷ, κατὰ τὸν Ἠλίαν, ἀναληφθήσονται ἅρματι, φωτὶ θείῳ περιλαμπόμενοι. Καὶ δῆλον ἐκ τῆς Ζαχαρίου προφητείας. Ἵππους γὰρ διαγράψας καὶ ἅρματα, δυνάμεις τινὰς ἀγγε‐ λικὰς συνῃνίττετο. Λαμπηναὶ δὲ ἡμιόνων τὰ τῆς
15ἀναστάσεως σημαίνουσι σώματα, διὰ τὴν ἐν αὐτοῖς ἐκλάμπουσαν δόξαν. Ἀντὶ δὲ τοῦ, ἐν λαμπηναῖς ἡμιόνων μετὰ σκιαδίων, ὁ Σύμμαχος, ἐφ’ ἵπποις, καὶ ἐν ἅρμασι, καὶ ἐν λεκτίσι, καὶ ἐν καρούκαις, καὶ ἐν φορείοις, ἑρμήνευσεν, δι’ ὧν σωματικῶς εἰ‐
20ρημένων διὰ τοὺς ἀκούοντας, ἡ δι’ ἀέρος μετάρσιος εἰς οὐρανοὺς πορεία σημαίνεται, κατὰ τὸ, «Ἁρπαγη‐ σόμεθα ἐν νεφέλαις,» τὰ νῦν ῥηθέντα σαφηνίζον ὀχή‐ ματα. Εἰς τὴν ἁγίαν δὲ πόλιν κομίζονται, περὶ ἧς φησιν· «Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν.»
25Καί· «Προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ.» Ἀντὶ δὲ τοῦ μετὰ ψαλμῶν, ἐν σκεύει καθαρῷ ἑρμήνευσε Σύμ‐ μαχος. Ὡς γὰρ οἱ πάλα, φησὶ, τὰς νομικὰς θυσίας κατὰ νόμον ἐπὶ τῆς ἐπιγείου προσέφερον Ἱερουσα‐
30λήμ· οὕτως ἥξουσιν ἐκεῖνοι μετὰ τῶν ἰδίων καρπῶν δῶρα κομίζοντες, ἅπερ ἕκαστος ἐν ψυχῇ παρεσκεύα‐ σεν.
35 Εἶτά φησιν· Καὶ ἀπ’ αὐτῶν λήψομαι (ποίων, ἀλλ’ ἢ τῶν κατειλεγμένων ἐθνῶν;) ἱερεῖς καὶ Λευΐτας. Εἰ γὰρ καινὸς οὐρανὸς ἔσται, καὶ γῆ καὶ Ἱερουσα‐ λὴμ, ἀκόλουθον εἶναι καὶ καινοὺς λειτουργούς. Δι’ ὅπερ ἔφασκεν· «Οὐ μὴ μνησθῶσι τῶν προτέρων, καὶ
40οὐκ ἀναβήσεται αὐτῶν ἐπὶ τὴν καρδίαν.» Ἀπίθανον γὰρ ἐξ Ἰουδαίων εἰπεῖν, ἤδη παρ’ αὐτοῖς τούτων προϋφεστώτων. Πῶς δ’ ἂν ἐξ ἱερέων ἱερέας, καὶ ἐκ Λευϊτῶν εἰλήφει Λευΐτας, πάσης τῆς Λευῒ φυ‐ λῆς, ἐπὶ τούτους διῃρημένης, οὓς ἀπεικάζει οὐρανῷ
45τε καινῷ, καὶ γῇ; περὶ γὰρ τῶν πρώτων ἐῤῥέθη· «Ὁ οὐρανὸς, καὶ ἡ γῆ παρελεύσεται.» Καὶ πάλιν· «Ἐλιγήσεται, ὡς βιβλίον, ὁ οὐρανὸς, καὶ φθορᾷ φθαρήσεται ἡ γῆ.» Τοῦ δὲ μέλλοντος αἰῶνος ἀπαρχὴ Χριστός· ἔπειτα, οἱ τοῦ Χριστοῦ· εἶτα, οὐρανὸς

2713

(50)

καὶ γῆ καινά. Τούτων τῶν οὐρανῶν τὴν βασιλείαν τινῶν ἔφη μακαριζομένων εἶναι, καὶ ἄλλω τὴν κλη‐ ρονομίαν τῆς γῆς. Τῶν γὰρ παρὰ τῷ Πατρὶ μονῶν τῶν μὲν οὐσῶν ἐλαττόνων, τῶν δὲ κρειττόνων, τῇ
πρὸς ἀλλήλας δόξουσι σχέσει αἱ μὲν τῶν ὑπ’ αὐτὰς2713

2716

οὐράνιοι, αἱ δὲ τῶν ὑπὲρ αὐτὰς γῆ. Διηνεκεῖς δὲ πᾶσαι. Τὰ γὰρ βλεπόμενα, πρόσκαιρα· τὰ δὲ μὴ βλεπόμενα, αἰώνια. Εἰ δὲ σύμβολα καὶ εἰκόνες τὰ νο‐ μικὰ, κατὰ τὸ, «Σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόν‐
5των ἀγαθῶν·» ἀκόλουθον οὐρανίους νοεῖν, ἑορτὰς, καὶ μῆνας, καὶ Σάββατα, ἅπερ ἐξετάζειν οὐ τοῦ παρόντος καιροῦ. Πλὴν, ὥσπερ Ἰουδαῖοι πόλεις ᾤκουν πολλὰς, κρείττων δὲ Ἱερουσαλὴμ ἡ τὸ ἁγία‐ σμα φέρουσα, εἰς ἣν, κατὰ καιροὺς, οἱ τὰς ἄλλας οἰ‐
10κοῦντες ἀπήντων, τὴν θρησκείαν ἐπιτελέσοντες· οὕ‐ τω νοητέον ἐν οὐρανοῖς ἁγίασμα ὑπάρχειν ἐξαίρε‐ τον, πλὴν τοῦ ἀρχιερέως Υἱοῦ τοῦ Θεοῦ, ἄβατον ὑπ‐ άρχον τοῖς ἄλλοις, ᾧ μόνῳ θέμις τῇ τοῦ Πατρὸς πελάζειν θεότητι, εἴς τε κόλπους· τῶν ἄλλων καιροῖς
15τεταγμένοις (οἵτινές ποτε οἱ καιροὶ νοοῦνται οὗτοι, καὶ τὰ ἐν τῇ τακεῖ, ὧν τις προφήτης ἐν περινοίᾳ γενόμενος ἔλεγε· «Καὶ ἔτη αἰώνια ἐμνήσθην, καὶ ἐμε‐ λέτησα») διαβαινόντων ἐπὶ τὴν ἐξαίρετον οὐρανόπολιν, τῇ τοῦ Θεοῦ βασιλείᾳ ἀφωρισμένην μονὴν, καὶ τοῖς
20εἰς ἄκρον μακαριότητος ἥκουσιν, ἧς οὐ στερήσονται οὐδὲ οἱ ὑποβεβηκότες, κατὰ δὲ περιόδους τινὰς ἐν οὐ‐ ρανίοις ἑορταῖς ἀφικνούμενοι, ἐνθέου τε καὶ ἀλήκτου τινὸς εὐφροσύνης μεταλήψονται, ἀῤῥήτων ἀγαθῶν ἀπολαύσοντες, ὧν ἐμφορηθέντες εἰς μονὰς τὰς ἑαυ‐
25τῶν ἐπανήξουσιν, ἐκεῖ Σαββατισμὸς ἀληθὴς καὶ ψυχῶν ἐστιν ἀνάπαυσις.
31 Σὰρξ δὲ πᾶσα τὰ ἔθνη, κατὰ τὸ ῥηθέν· «Καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ.» Καὶ ἀλλα‐ χοῦ· «Ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν.» Οὕτω δὲ λέγει, ἵνα μὴ
35περὶ αὐτῶν ταῦτα λέγεσθαι νομίσωσιν Ἰουδαῖοι· δι’ ὃ πᾶν ἀνθρώπων γένος δηλοῖ. Ἀλλ’ οὗτοι μὲν ἥξουσιν. Οἱ δὲ τῆς Ἱερουσαλὴμ ἐκείνης πολῖταί εἰσιν αἱ μυ‐ ριάδες, κατὰ Παῦλον, ἀγγέλων, ἡ Ἐκκλησία πρωτο‐ τόκων. Ἐκεῖ διὰ παντὸς ἔσονται λειτουργοὶ Θεοῦ
40ὄντες, ὑπ’ ἀρχιερεῖ τῷ μεγάλῳ ταττόμενοι. Πάντες δὲ ὄψονται τῶν ἀσεβῶν τὴν ἀπώλειαν, ἐννοοῦντες οἵων ἀγαθῶν ἐστερήθησαν. Ἀντὶ δὲ τοῦ, τὰ κῶλα, τὰ ἔσχατα Σύμμαχος ἔφησεν. Τίνων δὲ τὰ κῶλα; περὶ ὧν ἔλεγε κατ’ ἀρχάς· «Υἱοὺς ἐγέννησα, καὶ
45ὕψωσα· αὐτοὶ δέ με ἠθέτησαν.» Οὓς μακρὰν ἑαυτῶν ὄντας οἱ ἐκ τῆς Ἱερουσαλὴμ ἐξιόντες θεάσονται, καὶ ἐπὶ τὰς οἰκείας μονὰς ἐπανήξουσι. Σκώληκα δέ φησιν ἀτελεύτητον τὴν ἐν τῷ μετανοεῖν τῶν ἰδίων ἁμαρτημάτων συνείδησιν, ἐν τῷ τοιούτων ἀγαθῶν

2716

(50)

ἐστερῆσθαι δακνομένων ἀεὶ τὴν ψυχὴν, καὶ κατηγο‐ ρούντων ἑαυτῶν ἐπὶ τῇ φθασάσῃ κακίᾳ. Πῦρ δὲ ἄσβεστον, τὸ ῥηθὲν ὑπὸ τοῦ Σωτῆρος, αἰώνιον, ἡτοι‐ μασμένων τῷ διαβόλῳ· σαρκὶ δὲ εἰς ὅρασιν ἔσον‐ ται τῇ μὴ κολαζομένῃ, περὶ ἧς ἔφη· Ἥξει πᾶσα
55σὰρξ τοῦ προσκυνῆσαι ἐνώπιόν μου. Ἢ τὸ τῶν2715

2717

κολαζομένων ὄψεται τέλος αὐτὴ τῶν ἀγαθῶν ἀπο‐ λαύουσα. Τινὲς δὲ ταῦτα δηλοῦν ἔφασαν τὰς ἐπενε‐ χθείσας Ἰουδαίοις συμφορὰς ὑπὸ τῆς Ῥωμαίων χει‐ ρὸς εἰς σφαγὴν δεδομένοις. Οἳ καὶ ἐν τῇ σαρκὶ γε‐
5γόνασι θεατοὶ, καὶ μονονουχὶ δίκην ἀτελεύτητον πά‐ σχουσιν. Ἄλλοι δέ φασιν, ὡς διὰ χρηστῶν καὶ φο‐ βερῶν ὁ Θεὸς τοὺς Ἰουδαίους προτρέπεται, ὅς γε καὶ παρουσίαν ἰδίαν κατεπαγγέλλεται. Ἡ δὲ παρουσία οὐ καθ’ ἕνα τρόπον νοεῖται. «Καὶ γὰρ οὐ μὴ τελέσητε
10τὰς πόλεις τοῦ Ἰσραὴλ, ἕως ἂν ἔλθῃ, φησὶν, ὁ Υἱὸς τοῦ ἀνθρώπου.» Ὅπερ εἶπεν οὐ δήπου τὴν ἔνδοξον αὐτοῦ παρουσίαν δηλῶν, τὴν δὲ κατ’ ἐνέργειαν αὐτοῦ πρὸς αὐτοὺς ἐπιφοίτησιν, ὡς καὶ νῦν τὴν αὐτῶν ἐπίσκεψιν ὑπεδήλωσεν εἰς ἡμᾶς, λέγων, ὡς ἐπισυν‐
15άξει αὐτοὺς ἐκ πάντων τῶν ἐθνῶν, εἰς ἃ διασπα‐ ρέντες τὰς ἐκείνων γλώσσας ἐξέμαθον, ἀθετησάντων δὲ αὐτῶν Χριστὸς τὰ ἔθνη συνήγαγεν, οἵπερ ἥξουσι τοὺς καλέσαντας αὐτοὺς ἀποστόλους τῇ μνήμῃ φέροντες, καὶ ζηλωταὶ τούτων γινόμενοι. Ὧν
20τὴν εὐθυμίαν διὰ τῶν ὀχημάτων δηλοῖ, ἥτις ἐδηλοῦτο
πρώτως διὰ τοῦ εὐνούχου [λείπει].2717