TLG 2598 003 :: PROCOPIUS :: Catena in Ecclesiasten (e cod. Marc. gr. 22)

PROCOPIUS Rhet. Scr. Eccl.
(Gazaeus: A.D. 5–6)

Catena in Ecclesiasten (e cod. Marc. gr. 22)

Source: Leanza, S. (ed.), Procopii Gazaei catena in Ecclesiasten necnon Pseudochrysostomi commentarius in eundem Ecclesiasten [Corpus Christianorum. Series Graeca 4] Turnhout: Brepols, 1978: 5–39.

Citation: Chapter — section — (line)

title

1

ΕΙΣ ΤΟΝ ΕΚΚΛΗΣΙΑΣΤΗΝ Προκοπίου χριστιανοῦ σοφιστοῦ ἐξηγητικῶν ἐκλογῶν ἐπι‐ τομή, ἀπὸ φωνῆς Γρηγορίου Νύσσης καὶ Διονυσίου Ἀλεξανδρείας, Ὠριγένους, Εὐαγρίου, Διδύμου, Νείλου [καὶ
5Ὀλυμπιοδώρου].

hypo

t

Ὑπόθεσις τοῦ αὐτοῦ.

hypo

1

Τῶν παροιμιακῶν νοημάτων γυμνασάντων τὸν νοῦν, ἡ ἄνοδος νῦν ἐπὶ τὴν ὑψηλοτέραν γίνεται θεωρίαν, πόνων ἔτι δεομένη μειζόνων. Πλὴν ὅμως κατὰ δύναμιν τῇ περὶ τούτων ἐγχωρητέον ζητήσει, τῷ σωτῆρι πειθομένοις εἰπόν‐
5τι· ἐρευνᾶτε τὰς γραφάς. Αὐτὸς γὰρ ἡμῖν χορηγήσει καὶ πρὸς τοῦτο τὴν δύναμιν. Ταῖς μὲν οὖν ἄλλαις ἁπάσαις γραφαῖς, ἱστορίαις τε καὶ προφητείαις, καὶ πρὸς ἄλλα τινὰ τῶν μὴ πάνυ τῇ ἐκκλησίᾳ χρησίμων ὁ σκοπὸς βλέπει· ἡ δὲ τοῦ βιβλίου τούτου διδασκαλία πρὸς μόνην βλέπει τὴν
10ἐκκλησιαστικὴν πολιτείαν, δι’ ὧν ἄν τις τὸν ἐν ἀρετῇ κατορθώσειε βίον ὑφηγουμένη, ὑπερτιθεῖσα τὸν νοῦν τῆς αἰσθήσεως καὶ τῶν κατ’ αἴσθησιν εἶναι δοκούντων λαμπρῶν, τῶν ἀνεφίκτων αἰσθήσει τὴν ἐπιθυμίαν ἐμβάλλου‐ σα. Διὸ κατ’ ἐξαίρετον Ἐκκλησιαστὴς ὄνομα τῷ βιβλίῳ.
15Τάχα δὲ καὶ πρὸς τὸν Ἐκκλησιαστὴν τὸν ἀληθινὸν ἡμᾶς
τῆς ἐπιγραφῆς ὁ λόγος ἀνάγει, τὸν ἐξ ἁπάσης πλάνης τὰ διεσπαρμένα συνάγοντα, τὸν ἀληθινὸν βασιλέα, τὸν υἱὸν τοῦ θεοῦ, πρὸς ὅν φησι Ναθαναήλ· σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ. Εἰ οὖν τὰ ῥήματα ταῦτα τοῦ5
20βασιλέως ἐστὶν Ἰσραήλ, ὁ δὲ αὐτὸς καὶ υἱός ἐστι τοῦ θεοῦ, καὶ αὐτὸς ἄρα Ἐκκλησιαστὴς ὀνομάζεται, καὶ μανθάνομεν ὡς ἐπ’ αὐτὸν ἡ τῶν παρόντων ῥημάτων ἀναφέρεται δύναμις.

1

.

1

Ῥήματα Ἐκκλησιαστοῦ υἱοῦ Δαβίδ, βασιλέως Ἰσραὴλ ἐν Ἱερουσαλήμ. Διδύμου. Προσεκτικὸν ποιεῖ τὸν ἀκούοντα. Οὐ γὰρ ἰδιώτου ἢ τοῦ τυχόντος οἱ λόγοι. Τὰ μὲν γὰρ ἠθικὰ
5διδάσκων ἑαυτοῦ παροιμίας λέγει, φυσικὰ δὲ παραδιδοὺς οὐκέτι Σολομῶντος ἀλλ’ Ἐκκλησιαστοῦ φησιν. Οὐ γὰρ ᾗ Σολομὼν ἁπλῶς καὶ ἄνθρωπος, ἀλλ’ ᾗ σοφὸς καὶ θεοῦ διάκονος ταῦτα προφέρεται. Αὐτοῦ γοὖν ἐστιν εἰπόντος
ἀκοῦσαι· οἱ ἐμοὶ λόγοι ὑπὸ θεοῦ εἴρηνται, καθάπερ ἀπο‐6
10στόλων καὶ προφητῶν. Ἀλλὰ καὶ ὃν ἀπέστειλεν ὁ θεὸς τὰ ῥήματα λαλεῖ τοῦ θεοῦ. Λαλεῖ δὲ βασιλεύων οὐκ αἰσθητῶς ἀλλὰ νοητῶς τοῦ Ἰσραήλ, τοῦ διορῶντος νοῦ τὰ παρὰ θεοῦ λαλούμενα ῥήματα. Βασιλεύει δὲ οὐκ ἐν τόπῳ ψιλῷ, ἀλλ’ ἐν Ἱερουσαλήμ, τῇ τῆς εἰρήνης ὁράσει.
15 Νείλου. Ἐκκλησιαστὴν ἑαυτὸν ἐκάλεσεν ὁ Σολομών, ὡς πάντας ἀνθρώπους ἐκκλησιάζων καὶ δεσμεύων εἰς ὁμό‐ νοιαν, καὶ ἐν κοινῷ τὴν φυσικὴν παραδιδοὺς θεωρίαν. Διονυσίου. Οὕτω καὶ Ματθαῖος υἱὸν Δαβὶδ ὀνομάζει τὸν κύριον.

1

.

2

Ματαιότης ματαιοτήτων, εἶπεν ὁ Ἐκκλησιαστής, τὰ πάντα
ματαιότης. Διδύμου. Καλὰ λίαν· ὡς. δὲ πρὸς τὸν θεὸν πάντα ματαιότης, τὰ δὲ ὁρώμενα ματαιότης ματαιοτήτων. Καὶ7
5Δαβὶδ δέ· πλὴν τὰ σύμπαντα ματαιότης, φησί, πᾶς ἄνθρωπος ζῶν. Εἰ δὲ ὁ ζῶν ἄνθρωπος ματαιότης, ὁ μὴ ζῶν ματαιότης ματαιοτήτων. Ἀλλὰ καὶ πρὸς τοὺς ἐλθόντας εἰς τὸ νοῆσαι τὴν ἐκκλησίαν καὶ θαυμάζοντας τὴν θεωρίαν τῶν γεγονότων ὁ λόγος φησί· μὴ νομίσητε τὸ ἔσχατον τέλος
10τοῦτο εἶναι, τὸ ἐν ἐπαγγελίᾳ ἡμῖν ἀποκείμενον. Ταῦτα γὰρ πάντα μάταια ἐνώπιον τῆς γνώσεως τοῦ θεοῦ· μετὰ γὰρ τὴν γνῶσιν τῆς τριάδος μάταιοι τῷ αἰῶνι καὶ κόσμῳ οἱ λόγοι, ὥστε μάτην περὶ τὸν βίον τοῦτον πλανώμεθα, τὸν χρόνον περιττῶς ἀναλίσκοντες. Ὅταν γὰρ φθάσῃ τὸ τέλος,
15οὐδὲν ἡμῖν τῶν ὁρωμένων παρίσταται, ἡμεῖς δὲ στενάξομεν ὡς μάτην μοχθήσαντες. Ἀνοιγέτω τοίνυν τὸ οὖς ἡ ἐκκλη‐ σία· πρὸς αὐτὴν γὰρ τὰ ῥήματα ὁ Ἐκκλησιαστὴς λαλεῖ, ὅσα περὶ τὸν βίον πλανῶμεν καὶ πλανώμεθα, ἥτις ἐστὶ ματαιότης.

1

.

3

Τίς περισσεία τῷ ἀνθρώπῳ ἐν παντὶ μόχθῳ αὐτοῦ, ᾧ μοχθεῖ ὑπὸ τὸν ἥλιον; Διονυσίου. Τίς γάρ, ἐκ τῆς τῶν γηΐνων ἐργασίας
πλουτήσας, δίπηχυς ὑπάρχων τρίπηχυς ἐγένετο; Ἢ τυφλὸς8
5ὢν ἀνέβλεψε; Οὐκοῦν ὑπὲρ τὸν ἥλιον τοὺς πόνους πεμπτέον· ἐκεῖ γὰρ οἱ μόχθοι τῶν ἀρετῶν διαβαίνουσιν.

1

.

4

Γενεὰ πορεύεται καὶ γενεὰ ἔρχεται, ἡ δὲ γῆ εἰς τὸν αἰῶνα ἕστηκεν. scholia auctoris nomine carent Ἀλλ’ οὐκ εἰς τοὺς αἰῶνας.

1

.

5

Ἀνατέλλει ὁ ἥλιος καὶ εἰς τὸν τόπον αὐτοῦ ἕλκει. Τοῦ Νύσσης. Δείκνυσιν ὅτι τὸ μέγα τοῦτο στοιχεῖον πανταχοῦ διατρέχει καὶ κατὰ τὴν ἐξουσίαν τὴν ἑαυτοῦ πορεύεται. Εἰ γὰρ ἂν καὶ τὸν δρόμον ἐνήλλαττεν, ἀλλ’ εἰς
5τὸν τόπον αὐτοῦ ἕλκει. Τοῦτο δέ φησι ὀνειδίσαι βουλόμενος τὸ ἀνθρώπινον γένος, ὅπως παρέβη τὸν τοῦ θεοῦ νόμον, ὃν ἐξ ἀρχῆς ἐδέξατο. Διὸ καὶ γενεὰ πορεύεται καὶ γενεὰ ἔρχεται, καὶ φύλλων δίκην τὸ μὲν φύει τὸ δὲ πίπτει καὶ μαραίνεται. Οὐκ ἂν δὲ τοῦτο πεπόνθαμεν, εἰ τὸν τοῦ θεοῦ
10νόμον ἐφυλάξαμεν.9

1

4bis

Ἡ δὲ γῆ εἰς τὸν αἰῶνα ἕστηκεν. Τοῦ Νύσσης. Σὺ οὖν κρατῶν ἀρετῆς μιμοῦ τὴν γῆν ἱσταμένην εἰς τὸν αἰῶνα, ὀλίγον αὐτὸς ἔχων τὸν τῆς ἀθλήσεως χρόνον.

1

.

8

Πάντες οἱ λόγοι ἔγκοποι· οὐ δυνήσεται ἀνὴρ τοῦ λαλεῖν. scholia auctoris nomine carent Πλήττει οὖν ὁ λόγος καὶ τοὺς ἠμελημένως ἀκροωμέ‐ νους.

1

8bis

Καὶ οὐκ ἐμπλησθήσεται ὀφθαλμὸς τοῦ ὁρᾶν, καὶ οὐ πληρωθήσεται οὖς ἀπὸ ἀκροάσεως. Νείλου. Ὡς γὰρ χρωμάτων καὶ σχημάτων ἀντίληψις οὐ στενοχωρεῖ τῆς ὁράσεως τὴν δύναμιν, οὐδὲ ἀκοὴν φωνῶν
5καὶ λόγων θλίβουσιν ἦχοι—ἀμφοτέραις γὰρ ταῖς αἰσθήσε‐ σι φυσικῶς πάρεστι τὸ ἀπλήρωτον—οὕτως καὶ ἡ ματαιότης, ἅπαξ νικήσασα τῆς χρείας τὸ σύμμετρον ὡς ἀνέφικτον ὅρον κτίσεως, ἐξερρίπισε τῆς ἐπιθυμίας τὸ πρόθυμον.

1

9-11

Τί τὸ γεγονός; Αὐτὸ τὸ γενησόμενον· καὶ τί τὸ πεποιημένον; Αὐτὸ τὸ ποιηθησόμενον· καὶ οὐκ ἔστι πᾶν πρόσφα‐ τον ὑπὸ τὸν ἥλιον. Ὃς λαλήσει καὶ ἐρεῖ· καὶ ἴδε τοῦτο καινόν ἐστιν, ἤδη γέγονε τοῖς αἰῶσι τοῖς γενομένοις ἀπὸ ἔμπροσθεν
5ἡμῶν. Οὐκ ἔστι μνήμη τοῖς πρώτοις, καί γε τοῖς ἐσχάτοις γενησομένοις οὐκ ἔσται αὐτοῖς μνήμη μετὰ τῶν γενησομένων εἰς τὴν ἐσχάτην. Τοῦ Νύσσης. Ὡς ἡμῶν ἐξ ὧν εἶπεν ἀντιτιθέντων ὅτι, εἰ πάντα ματαιότης, οὐδὲν γέγονε· τὸ γὰρ μάταιον πάντῃ
10ἀνύπαρκτον. Τί οὖν τὸ γενησόμενον, ὃ ἐν τῷ εἶναι μένει;
Πρὸς ὃ ἀπαντῶν φησι· εἰ τὸ γενησόμενον νοήσεις, μανθά‐ νεις ὡς γέγονεν ἤδη. Σκόπει γὰρ οἷος ἔσῃ καθαρθεὶς καὶ τοὺς θείους χαρακτῆρας ἀπολαβών, καὶ γνώσῃ τὸ γενόμε‐ νον κατ’ εἰκόνα θεοῦ καὶ ὁμοίωσιν. Διὸ τὰ παρόντα ματαιότης10
15ὠνόμασται, διότι ἐκεῖνο ἐν τοῖς παροῦσιν οὐκ ἔστιν. Εἶτα περὶ ψυχῆς εἰπὼν καὶ σώματος ἐπενήνοχεν, ἐκεῖνο, λέγων, ταῖς [δὲ] χερσὶ τοῦ θεοῦ τὸ σῶμα πεποίηται, ὃ δείξει τοῖς καθήκουσι χρόνοις αὐτὸ ἡ ἀνάστασις. Ἀκολούθως οὖν ἐπήγαγεν· οὐκ ἔστι πᾶν πρόσφατον ὑπὸ τὸν ἥλιον ὥστε τοῦτο
20δεικνῦντά τινα λέγειν· τοῦτο καινόν ἐστι καὶ τῷ ὄντι ὑφέστηκεν. Εἶτα ἐπαγωνίζεται λέγων· ἤδη γέγονεν ἐν τοῖς αἰῶσι τοῖς ἔμπροσθεν ἡμῶν. Εἰ δὲ λήθη τῶν γεγενημένων ἐκράτησεν, οὐ θαυμαστόν· καὶ τὰ νῦν γὰρ ὄντα λήθῃ συλληφθήσεται. Τοῦτο γὰρ δηλοῖ τὸ οὐκ ἔστιν τοῖς πρώτοις
25μνήμη, καὶ τὰ ἑξῆς· τῶν γὰρ μετὰ τὴν πρώτην εὐκληρίαν γεγονότων ἀνθρώποις κακῶν ἐξαλείψει τὴν μνήμην τὰ πάλιν ἐν τοῖς ἐσχάτοις ἐπιγινόμενα.

1

12-13

Ἐγὼ Ἐκκλησιαστὴς βασιλεὺς ἐγενόμην, βασιλεὺς Ἰσραὴλ ἐν Ἱερουσαλήμ. Καὶ ἔδωκα τὴν καρδίαν μου τοῦ ἐκζητῆσαι καὶ τοῦ κατασκέψασθαι ἐν τῇ σοφίᾳ περὶ πάντων τῶν γενομένων ὑπὸ τὸν ἥλιον· ὅτι περισπασμὸν πονηρὸν
5ἔδωκεν ὁ θεὸς τοῖς υἱοῖς τῶν ἀνθρώπων τοῦ περισπᾶσθαι ἐν αὐτῷ. Διδύμου. Οὐδὲ γὰρ ἠρκέσθην τοῖς ἀνθρωπίνοις ἀξιώμα‐ σιν, οὐδὲ πρὸς ῥαθυμίαν ἀπέκλινα καὶ τρυφήν, ἀλλὰ κατεσκοπούμην οὐκ ἐν σοφίᾳ οἵαν ἔχουσιν Ἕλληνες, ἀλλ’ ἐν
10τῇ θείᾳ σοφίᾳ. Τί δὲ κατεσκοπούμην; Περὶ πάντων τῶν γενομένων ὑπὸ τὸν οὐρανόν· καὶ τί κατασκεψάμενος εὗρον; Ὅτι περισπασμὸν πονηρόν, καὶ τὰ ἑξῆς. Τοῦ Νύσσης. Περισπασμὸν ὃν μετὰ τὴν παρακοὴν τέθει‐ κε λέγων· ἐν ἱδρῶτι τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου.11
15Ἐπίπονον γὰρ τοῦτο. Ἔνθα δὲ περισπασμός, ἐκεῖ καὶ πονηροῦ προαίρεσις πνεύματος, ἐπειδὴ περισπασμῶν εἰσιν πονηρῶν ἄξιοι 〈οἱ〉 τῆς τοῦ θεοῦ γνώσεως ἑαυτοὺς ἀποστήσαντες.

1

.

14

Εἶδον σύμπαντα τὰ ποιήματα τὰ πεποιημένα ὑπὸ τὸν ἥλιον, καὶ ἰδοὺ τὰ πάντα ματαιότης καὶ προαίρεσις πνεύματος. Τοῦ Νύσσης. Οὐκ ἦν γὰρ ὁ συνιῶν ἢ ὁ ἐκζητῶν τὸν θεόν, ἐπειδὴ πάντες ἐξέκλιναν ἅμα ἠχρειώθησαν. Διό φησι· καὶ
5πάντα ματαιότης. Ἀλλ’ οὐκ αἴτιος τούτου θεός, ἀλλ’ ἡ ἀνθρωπίνη προαίρεσις, ἣν ὠνόμασε πνεῦμα, οὐκ ἐξ ἀρχῆς ὂν τοιοῦτον, ἀλλ’ ἐκ διαστροφῆς ἐξαρμοσθὲν τοῦ κοσμίου.

1

16-18

Ἐλάλησα ἐγὼ ἐν καρδίᾳ μου τοῦ λέγειν· ἰδοὺ ἐγὼ ἐμεγαλύνθην καὶ προσέθηκα σοφίαν ἐπὶ πᾶσιν οἳ ἐγένοντο ἔμπροσθέν μου ἐν Ἱερουσαλήμ, καὶ ἡ καρδία μου εἶδε πολλὴν
σοφίαν καὶ γνῶσιν. Παραβολὰς καὶ ἐπιστήμην ἔγνων, ὅτι καί γε12
5τοῦτο προαίρεσις πνεύματος· ὅτι ἐν πλήθει σοφίας πλῆθος γνώσεως, καὶ ὁ προστιθεὶς γνῶσιν προστίθησιν ἄλγημα. Διονυσίου. Ἐφυσιώθην μάτην καὶ προσέθηκα σοφίαν, οὐχ ἣν ἔδωκεν ὁ θεός, ἀλλὰ περὶ ἧς φησιν ὁ Παῦλος· ἡ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ θεῷ ἐστιν. Σολομὼν γὰρ
10καὶ ταύτην ἐπεπαίδευτο ὑπὲρ τὴν φρόνησιν [ὑπὲρ] πάντων τῶν ἀρχαίων. Δείκνυσιν οὖν ταύτης τὸ μάταιον, ὡς δηλοῖ καὶ τὰ ἑξῆς· καὶ ἡ καρδία μου εἶδε πολλά, σοφίαν καὶ γνῶσιν, παραβολὰς καὶ ἐπιστήμην ἔγνων· σοφίαν δὲ καὶ γνῶσιν οὐ τὴν ἀληθῆ, ἀλλ’ ἥτις κατὰ Παῦλον φυσιοῖ. Εἶπε δέ, καθὰ
15γέγραπται, καὶ τρισχιλίας παραβολάς, ἀλλ’ οὐ τὰς ἐν πνεύμα‐ τι, ἀλλ’ οἷαι τῇ κοινῇ πολιτείᾳ τῶν ἀνθρώπων ἁρμόττουσιν, οἷον περὶ ζῴων ἢ φαρμάκων. Διὸ καὶ ἀποσκώπτων ἐπήγα‐ γεν· ἔγνων ὅτι καί γε τοῦτό ἐστι προαίρεσις πνεύματος. Πλῆθος δὲ γνώσεως, οὐ τοῦ ἁγίου πνεύματος, ἀλλ’ ὅπερ
20ἄρχων ἐνεργεῖ τούτου τοῦ κόσμου, καὶ ἐπιπέμπει σκελίσαι τὰς ψυχάς, πολυπραγμονεῖν οὐρανοῦ μέτρα, γῆς θέσιν, θαλάσσης πέρατα. Ἀλλ’ ὁ προστιθεὶς τούτων γνῶσιν προσ‐ τίθησιν ἄλγημα. Ἐρευνῶσι γὰρ τὰ τούτων βαθύτερα· τίς ἡ χρεία τοῦ τὸ πῦρ ἄνω χωρεῖν, τὸ δὲ ὕδωρ κάτω; Καὶ
25μαθόντες ὅτι τὸ μὲν ὡς κοῦφον, τὸ δὲ ὡς βαρύ, προστι‐
θέασιν ἄλγημα· καὶ διὰ τί μὴ ἀνάπαλιν;13

2

.

1

Εἶπον ἐγὼ ἐν καρδίᾳ μου· δεῦρο πείρασαι ὡς ἐν εὐφροσύνῃ, καὶ ἴδε ἐν ἀγαθῷ. Καί γε τοῦτο ματαιότης. Διονυσίου. Πείρας γὰρ ἕνεκα καὶ κατὰ συμβεβηκὸς ἀπὸ τοῦ σεμνοτέρου καὶ κατεσκληκότος βίου ἦλθεν εἰς τὴν
5ἡδονήν. Εὐφροσύνην δέ φησιν ἣν ὀνομάζουσιν ἄνθρωποι, ἐν ἀγαθῷ δὲ ἃ καλοῦσιν ἀγαθά, ἅπερ οὐχ ἱκανὰ ζωοποιῆ〈σαι〉 τὸν κτησάμενον, ἃ ματαιοῖ τὸν πράττοντα.

2

.

2

Τῷ γέλωτι εἶπον περιφορὰν καὶ τῇ εὐφροσύνῃ· τί τοῦτο ποιεῖς; Διονυσίου. Διπλῆν ὁ γέλως ἔχει περιφοράν· ὅτι τε περι‐ φορὰ γεννᾷ γέλωτας καὶ πενθεῖν οὐ συγχωρεῖ τὰς ἁμαρ‐
5τίας, καὶ ὅτι οὗτος περιφέρεται, καιροὺς καὶ τόπους ἐναλλάττων καὶ πρόσωπα· φεύγει γὰρ τοὺς πενθοῦντας. Καὶ τῇ εὐφροσύνῃ· τί τοῦτο ποιεῖς; Τί πορεύῃ πρὸς οὓς οὐ θέμις εὐφραίνεσθαι, πρὸς τοὺς μεθύσους καὶ πλεονέκτας καὶ ἅρπαγας; Διὰ τί δὲ ὡς οἶνον; Ἐπειδὴ τὴν καρδίαν οἶνος
10εὐφραίνει· πραϋθύμους γὰρ τοὺς ἀνθρώπους ἐργάζεται. Εὐφραίνει δὲ αὐτὴν καὶ ἡ σὰρξ εὔτακτα κινουμένη καὶ μέτρια.

2

.

3

Καὶ ἡ καρδία μου ὡδήγησεν ἐν σοφίᾳ καὶ τοῦ κρατῆσαι ἐπὶ εὐφροσύνῃ, ἕως οὗ εἰδῶ ποῖον τὸ ἀγαθὸν τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὃ ποιήσουσιν ὑπὸ τὸν ἥλιον ἀριθμὸν ἡμερῶν ζωῆς
αὐτῶν.14
5 Διονυσίου. Ὁδηγηθείς, φησίν, διὰ σοφίας κατεκράτησα τῶν ἡδονῶν ἐπὶ εὐφροσύνῃ· σκοπὸς δέ μοι τῆς γνώσεως τὸ ἐπὶ μηδενὶ ματαίῳ τὴν ζωὴν ἀσχολῆσαι, εὑρεῖν δὲ τὸ ἀγαθόν, οὗ τις τυχὼν οὐχ ἁμαρτάνει τῆς τοῦ συμφέροντος κρίσεως, ὃ διαρκές ἐστι καὶ 〈οὐ〉 πρόσκαιρον, τῇ δὲ ἁπάσῃ
10ζωῇ παρατείνεται.

2

4-8

Ἐμεγάλυνα ποίημά μου, ᾠκοδόμησά μοι οἴκους, ἐφύτευσά μοι ἀμπελῶνας, ἐποίησά μοι κήπους καὶ παραδείσους, καὶ ἐφύτευσα ἐν αὐτοῖς πᾶν ξύλον πάγκαρπον· ἐποίησά μοι κο‐ λυμβήθρας ὑδάτων τοῦ ποιῆσαι ἀπ’ αὐτῶν δρυμὸν βλαστῶντα
5ξύλα· ἐκτησάμην δούλους καὶ παιδίσκας, καὶ οἰκογενεῖς ἐγένον‐ τό μοι, καί γε κτῆσις βουκολίου καὶ ποιμνίου ἐγένετό μοι πολλὴ ὑπὲρ πάντας τοὺς γενομένους ἔμπροσθέν μου ἐν Ἱερουσαλήμ· συνήγαγόν μοι καί γε ἀργύριον καί γε χρυσίον, καὶ περιου‐ σιασμοὺς τῶν βασιλέων καὶ τῶν χωρῶν· ἐποίησά μοι
10ᾄδοντας καὶ ᾀδούσας, καὶ τρυφήματα τοῦ υἱοῦ τοῦ ἀνθρώπου,
οἰνοχόας καὶ οἰνοχόον. Διονυσίου. Θεωρεῖς ὅπως πλῆθος οἴκων καὶ ἀγρῶν καὶ τῶν λοιπῶν ὧν φησιν ἀριθμήσας, εἶτα μηδὲν ἐν τούτοις ἐπικερδὲς εὑρών—οὐδὲ γὰρ τὴν ψυχὴν ἐξ αὐτῶν βελτίων15
15ἐγένετο, οὐδὲ διὰ τοῦτο τὴν πρὸς θεὸν οἰκείωσιν ἐκτήσατο —ἀναγκαίως ἐπὶ τὸν ἀληθῆ πλοῦτον καὶ τὴν βεβαίαν ὕπαρξιν τὸν λόγον μετατίθησιν. Δεῖξαι τοίνυν βουληθεὶς ποῖα τῶν κτημάτων ἵσταται τῷ κτησαμένῳ, μένει τε αὐτῷ διηνεκῶς καὶ σῴζεται, ἐπήγαγε· καί γε σοφία ἐστάθη μοι.

2

9-11

Καὶ ἐμεγαλύνθην καὶ προσέθηκα παρὰ πάντας οἳ ἐγένοντο ἔμπροσθέν μου ἐν Ἱερουσαλήμ· καί γε σοφία ἐστάθη μοι. Καὶ πᾶν ὃ ᾔτησαν οἱ ὀφθαλμοί μου οὐκ ἀφεῖλον ἀπ’ αὐτῶν, οὐκ ἀπεκώλυσα τὴν καρδίαν μου ἀπὸ πάσης εὐφροσύνης, ὅτι ἡ
5καρδία μου εὐφράνθη ἐν παντὶ μόχθῳ μου, καὶ τοῦτο ἐγένετο μερίς μου ἀπὸ παντὸς μόχθου μου. Καὶ ἐπέβλεψα ἐγὼ ἐν πᾶσι τοῖς ποιήμασί μου οἷς ἐποίησαν αἱ χεῖρές μου, καὶ ἐν μόχθῳ ᾧ ἐμόχθησα τοῦ ποιεῖν, καὶ ἰδοὺ τὰ πάντα ματαιότης καὶ προαίρεσις πνεύματος, καὶ οὐκ ἔστι περισσεία ὑπὸ τὸν ἥλιον.
10scholia auctoris nomine carent Καί γε σοφία ἐστάθη μοι. Μόνη γὰρ αὕτη μένει, τὰ δ’ ἄλ‐
λα φεύγει καὶ ἀφίσταται, ὅσα φθάσας ἠρίθμησε. Σοφία τοίνυν ἐστάθη μοι, κἀγὼ δι’ αὐτὴν ἐστάθην· ἐκεῖνά τε γὰρ πίπτει καὶ πεσεῖν ποιεῖ τοὺς αὐτοῖς ἐπιτρέχοντας. Ἀλλὰ γὰρ σύγκρισιν θεῖναι τῆς σοφίας καὶ τῶν 〈ὑπ’〉 ἀνθρώπων16
15ἀγαθῶν νομιζομένων βουλόμενος, ταῦτα ἐπήγαγε· καὶ πᾶν ὃ ᾔτησαν οἱ ὀφθαλμοί μου οὐκ ἀφεῖλον ἀπ’ αὐτῶν, καὶ τὰ ἑξῆς, οὐ μόνον τούτους κακίζων τοὺς μόχθους οὓς οἱ ἐν εὐφροσύνῃ τρυφῶντες πάσχουσι μοχθοῦντες, ἀλλὰ καὶ οὓς πρὸς ἀνάγκην καὶ βίαν οἱ ἄνθρωποι μοχθοῦντες ὑπομένου‐
20σι, τροφῆς ἕνεκα τῆς ἐφημέρου, ἐν ἱδρῶτι τοῦ προσώπου τὰς τέχνας ἐργαζόμενοι. Ὁ μὲν γὰρ μόχθος πολύς, φησίν, ἡ δὲ τέρψις ἡ ἐκ τοῦ μόχθου πρόσκαιρος, οὐδὲν προστιθεῖσα τῷ τερπομένῳ χρήσιμον. Διόπερ τὸ κέρδος οὐδέν· ἔνθα γὰρ οὐκ ἔστι περισσεία, οὐδὲ κέρδος 〈ἔνι〉. Εἰκότως τοίνυν
25ματαιότης τὰ σπουδασθέντα καὶ προαίρεσις πνεύματος. Πνεῦ‐
μα δὲ τὴν ψυχὴν ὀνομάζει· ἡ γὰρ προαίρεσίς ἐστι ποιὰ νοῦ κίνησις. Καὶ ὁ Δαβίδ· εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου. Καί γε ἀληθῶς σοφία ἐστάθη μοι, ὅτι με γνῶναι καὶ συνιέναι πεποίηκε τοῦ λέγειν πᾶν ὅτι οὐκ ἔστι περισσεία ὑπὸ17
30τὸν ἥλιον. Εἰ τοίνυν ἀγαθοῦ κέρδους ἐπιθυμοῦμεν, εἰ περισσείαν θέλομεν, εἰ ἄφθαρτοι ζητοῦμεν εἶναι, μοχθήσω‐ μεν μόχθους τοὺς ὑπὲρ τὸν ἥλιον τρέχοντας. Ἐν τούτοις γὰρ οὐκ ἔστι ματαιότης οὐδὲ προαίρεσις τοῦ εἰκαίου καὶ μάτην ὧδε κἀκεῖ περισπωμένου πνεύματος.

2

.

12

Καὶ ἐπέβλεψα ἐγὼ τοῦ ἰδεῖν σοφίαν καὶ περιφορὰν καὶ ἀφροσύνην· ὅτι τίς ἄνθρωπος ὃς ἐλεύσεται ὀπίσω τῆς βουλῆς σύμπαντα ὅσα ἐποίησεν αὕτη; Γρηγορίου. Θαυμάζω τὸν ὅστις ἀλόγως φερόμενος, εἶτα
5λαβόμενος ἑαυτοῦ, ἐπὶ τὸ δέον ἐπέστρεψεν ὀπίσω τῆς βουλῆς. Ἄλλο Διονυσίου. Σοφίαν φησὶ τὴν παρὰ θεοῦ, ἣ καὶ αὐτῷ ἐστάθη, περιφορὰν δὲ καὶ ἀφροσύνην τοὺς ἀνθρωπίνους μόχθους καὶ τὴν ἐπ’ αὐτῶν τέρψιν εἰκαίαν καὶ ἀνόητον.
10Ταῦτα διαγνοὺς καὶ τί τὸ μέσον αὐτῶν καὶ τῆς ἀληθοῦς σοφίας, μακαρίζων ἐπήγαγεν· ὅτι τίς ἄνθρωπος ὃς ἐλεύσεται
ὀπίσω τῆς βουλῆς; Αὕτη γὰρ ἡ βουλὴ ἡμᾶς σοφίαν τὴν ὄντως διδάσκει, περιφορᾶς τε καὶ ἀφροσύνης ἀπαλλαγὴν χαρίζεται.18

2

.

13

Καὶ εἶδον ἐγὼ ὅτι περισσεία ἐστὶ τῇ σοφίᾳ ὑπὲρ τὴν ἀφροσύνην, ὡς περισσεία τοῦ φωτὸς ὑπὲρ τὸ σκότος. scholia auctoris nomine carent Οὐ κατὰ σύγκρισιν τοῦτό φησιν—ἀσύγκριτα γὰρ τὰ ἐναντία καὶ ἄλληλα φθείρονται—ἀλλ’ ὅτι τὸ μὲν αἱρετὸν
5ἔγνω, τὸ δὲ φευκτόν. Τοιοῦτον καὶ τὸ ἠγάπησαν οἱ ἄνθρωποι τὸ σκότος μᾶλλον ἢ τὸ φῶς. Τὸ γὰρ μᾶλλον τῆς αἱρέσεως τοῦ ἀγαπήσαντος, οὐ τῆς τῶν πραγμάτων συγ‐ κρίσεως. Ἄλλο Νείλου. Πολλὰ ψηλαφήσας, μόλις εὑρεῖν δεδύνη‐
10μαι, ἄρας ἐμαυτοῦ τὸν τῆς διανοίας ὀφθαλμὸν πρὸς τὴν βουλήν, ἥνπερ ἡμῖν ὁ Χριστὸς ἐκ τῶν οὐρανῶν ἐπήγαγεν. Ὥσπερ ἐστὶ φωτὸς καὶ σκότου μέσον, τοῦτο σοφίας, τῆς
παρὰ τοῦ θεοῦ καὶ περὶ θεοῦ τῆς ἁγνῆς καὶ τῆς εἰρηνικῆς, μεταξὺ καὶ τῆς ἀφροσύνης, τῆς περὶ τὰ πράγματα στρεφομένης19
15τοῦ βίου, καθέστηκε. Ἐν μὲν γὰρ τῷ φωτὶ πάντα τηλαυγῶς βλέπομεν· τὸν αὐτὸν δὲ τρόπον, οἱ περὶ τὴν ἀφροσύνην τοῦ βίου ἑαυτοὺς ἀσχολήσαντες οὐδὲν μὲν ἰδεῖν τῶν θείων οὐδὲ διαβλέψαι πρὸς τὰ νοητὰ δύνανται, ἃ δὲ βλέπουσιν οὐκ ὀρθῶς ἀλλὰ καὶ λίαν ἡττημένοι βλέπουσιν· καλὰ γὰρ
20νομίζουσι τὰ μὴ καλά, καὶ πλουσίους νομίζουσι τοὺς κατ’ ἀ‐ ρετὴν πένητας, εὐπρεπεῖς ἡγοῦνται τοὺς πάσης ἀπρεπείας ἐκ τῶν πράξεων γέμοντας. Οἱ δὲ τῇ σοφίᾳ τοῦ θεοῦ πειθόμενοι τί καλὸν ἀληθῶς καὶ τί πονηρὸν ἴσασιν, ποῖά τε τῶν ὄντων ἀγαθά· διὸ καὶ πρὸς ταῦτα τὸν ἑαυτῶν βίον
25ῥυθμίζουσιν.

2

.

14

Τοῦ σοφοῦ οἱ ὀφθαλμοὶ ἐν κεφαλῇ αὐτοῦ, καὶ ὁ ἄφρων ἐν σκότει πορεύεται [κάτω νεύων ἀεὶ καὶ ἐσκοτισμένον ἔχων τὸ ἡγεμονικόν]. Διονυσίου. Καὶ μὴν πάντες οἱ ἄνθρωποι ἐν τῇ κεφαλῇ
5τοὺς ὀφθαλμοὺς κεκτήμεθα, κατὰ τὴν τοῦ σώματος θέσιν· ἀλλὰ περὶ τῶν τῆς διανοίας ὀφθαλμῶν λέγει. Ὥσπερ γὰρ οἱ ὀφθαλμοὶ τοῦ χοίρου εἰς οὐρανὸν οὐκ ἀνανεύουσιν, διὰ
τὸ φυσικῶς πεπλάσθαι ἐπὶ γαστέρα νεύειν, οὕτως ὁ νοῦς τοῦ ἅπαξ ἐγγλυκανθέντος ταῖς ἡδοναῖς δυσαποσπάστως20
10ἐκεῖθεν ἔχει διὰ τὸ μὴ ἐπιβλέπειν ἐπὶ πᾶσιν τὰς ἐντολὰς τοῦ κυρίου. Καὶ πάλιν ἡ κεφαλὴ τῆς ἐκκλησίας ὁ Χριστός ἐστιν. Σοφοὶ δὲ οἱ τῇ ὁδῷ αὐτοῦ πορευόμενοι, διὰ τὸ εἰπεῖν αὐτόν· ἐγώ εἰμι ἡ ὁδός. Δεῖ οὖν πάντοτε τοὺς τῆς διανοίας ὀφθαλμοὺς τὸν σοφὸν εἰς αὐτὸν τείνειν τὸν Χριστόν, ἵνα
15ἐπὶ μηδενί, μήτε ἐπὶ εὐημερίᾳ πράγματος ἐπαίρηται, μήτε ἐπὶ κακοπραγίᾳ ὀλιγωρῇ, τῷ τὰ κρίματα αὐτοῦ ἀβύσσους εἶναι, ὅπερ ἀκριβέστερον γνώσῃ ἐκ τῶν ἑπομένων.

2

14-16

Καὶ ἔγνων καί γε ἐγὼ ὅτι συνάντημα ἓν συναντήσεται τοῖς πᾶσιν αὐτοῖς. Καὶ εἶπα ἐγὼ ἐν καρδίᾳ μου· ὡς συνάντημα τοῦ ἄφρονος συναντήσεταί μοι, καὶ ἵνα τί ἐσοφισάμην ἐγώ; Καὶ ἐγὼ περισσὸν ἐλάλησα ἐν καρδίᾳ μου, διότι ἄφρων ἐκ
5περισσεύματος λαλεῖ, καί γε τοῦτο ματαιότης. Ὅτι οὐκ ἔστιν ἡ μνήμη τοῦ σοφοῦ μετὰ τοῦ ἄφρονος εἰς τὸν αἰῶνα, καθότι ἤδη αἱ ἡμέραι ἐπερχόμεναι τὰ πάντα ἐπελήσθησαν· καὶ πῶς ἀποθανεῖται ὁ σοφὸς μετὰ τοῦ ἄφρονος; Διονυσίου καὶ Νείλου. Ἡ ἀκολουθία τοῦ λόγου διὰ τῶν
10ἑπομένων θεραπεύει τοὺς μικροψύχως διακειμένους περὶ ταύτην τὴν ζωήν, οἷς χαλεπόν τι τὸ τοῦ θανάτου νομίζεται καὶ αἱ σωματικαὶ ἀνωμαλίαι, καὶ διὰ τοῦτο κέρδος οὐδὲν τίθενται τοῦ κατ’ ἀρετὴν βίου, διὰ τὸ μηδὲν διαφέρειν ἐν τοῖς συμπτώμασι τούτοις ἐπὶ σοφοῦ τε καὶ ἄφρονος. Τῆς21
15περιφορᾶς οὖν ῥήματα λέγει ῥεψάσης ἐπὶ τὴν ἀφροσύνην, ὅθεν καὶ ἐπιφέρει· ὅτι ἄφρων ἐκ περισσεύματος λαλεῖ, ἄφρονα ἑαυτὸν ἢ καὶ πάντα τὸν οὕτω λογιζόμενον εἰπών. Κατα‐ γινώσκων οὖν τῆς ἀτόπου ἐννοίας ταύτης—διὸ καὶ ἐν καρδίᾳ ὑποστελλόμενος εἶπεν αὐτήν, δεδοικὼς πάντως τὴν
20ἐκ τῶν ἀκούσεσθαι μελλόντων δικαίαν κατάγνωσιν—ἐπὶ λογισμῷ λύει τῆς ἀπορίας τὴν ἔνστασιν. Τὸ γὰρ «ἵνα τί ἐσοφισάμην;» ἐνδυάζοντος ἦν καὶ ἀμφιβάλλοντος, ἢ καλῶς τῇ σοφίᾳ ἢ μάτην προσανάλωμα, εἴ γε τοῦ ἄφρονος οὐδὲν διαφέρει πλεονεκτήματα, τοῖς αὐτοῖς ἐν τῷ νῦν αἰῶνι
25ὁμοίως αὐτῷ πάθεσιν ὑποκείμενος. Διὰ δὲ τοῦτο περισσόν, φησίν, ἐλάλησα ἐν καρδίᾳ μου, μηδὲν νομίσας εἶναι μέσον
σοφοῦ καὶ ἄφρονος, ἐπειδὴ οὐκ ἔστι μνεία τοῦ σοφοῦ μετὰ τοῦ ἄφρονος εἰς τὸν αἰῶνα. Παροδικὰ μὲν γὰρ τὰ τοῦ βίου συμπτώματα, εἴτε καθέστηκε λυπηρὰ 〈εἴτε μή〉, περὶ ὧν22
30φησιν· καθότι ἤδη τὰ πάντα ἐπελήσθη, ἐπειδὴ χρόνου μικροῦ παραδραμόντος λήθῃ τὰ συμβαίνοντα βιωτικὰ τοῖς ἀνθρώ‐ ποις σβέννυται. Καὶ αὐτοὶ δέ, οἷς ταῦτα συμβέβηκεν, οὐχ ὁμοίως μνημονεύονται, εἰ καὶ συμπτώμασι βιωτικοῖς πα‐ ραπλησίως ὑπήντησαν. Οὐδὲ γὰρ ἀπὸ τούτων μνημονεύον‐
35ται, ἀλλ’ ὥσπερ ἂν σοφίας ἔσχον ἢ ἀφροσύνης, ἀρετῆς ἢ κακίας. Τούτων γὰρ αἱ μνῆμαι τοῖς ἀνθρώποις, διὰ τὰς ἐπ’ αὐτοῖς ἀμοιβάς, οὐ σβέννυνται. Διὰ τοῦτο ἀκολούθως ἐπήγαγε· καὶ πῶς ἀποθανεῖται ὁ σοφὸς μετὰ τοῦ ἄφρονος; Θάνατος μὲν γὰρ ἁμαρτωλῶν πονηρός, μνήμη δὲ δικαίου
40μετ’ ἐγκωμίων γίνεται, ὄνομα δὲ ἀσεβοῦς σβέννυται.

2

22-23

Ὅτι γίνεται τῷ ἀνθρώπῳ ἐν παντὶ μόχθῳ αὐτοῦ καὶ
προαιρέσει καρδίας αὐτοῦ, ὡς αὐτὸς μοχθεῖ ὑπὸ τὸν ἥλιον· ὅτι πᾶσαι αἱ ἡμέραι αὐτοῦ ἀλγημάτων καὶ θυμοῦ περισπασμός ἐστι, καί γε ἐν νυκτὶ οὐ κοιμᾶται ἡ καρδία αὐτοῦ. Καί γε τοῦτο23
5ματαιότης ἐστί. scholia auctoris nomine carent Τῷ ὄντι γὰρ τοῖς εἰς τὸν περισπασμὸν τοῦ βίου τὴν ψυχὴν ἀσχολοῦσιν ἐπαλγὴς μὲν ἡ ζωή, οἷόν τισι κέντροις ταῖς τῶν πλειόνων ἐπιθυμίαις τὴν καρδίαν μαστίζουσα, ἐπώδυνος δὲ ἡ περὶ τὴν πλεονεξίαν σπουδή, οὐ τοσοῦτον
10οἷς ἔχει εὐφραινομένη ὅσον ἀλγυνομένη τοῖς λείπουσιν, καὶ τῆς μὲν ἡμέρας δαπανωμένης ἐν μόχθοις, τῆς δὲ νυκτὸς ἀποπεμπούσης τῶν ὀμμάτων τὸν ὕπνον ταῖς τοῦ κέρδους φροντίσι. Ματαία οὖν ἡ σπουδὴ τοῦ πρὸς ταῦτα βλέποντος.

2

24-25

Καὶ οὐκ ἔστιν ἀγαθὸν ἀνθρώπου, εἰ μὴ ὃ φάγεται καὶ πίεται καὶ δείξει τῇ ψυχῇ αὐτοῦ ἀγαθὸν ἐν μόχθῳ αὐτοῦ. Καί γε τοῦτο εἶδον ἐγώ, ὅτι ἀπὸ χειρὸς θεοῦ ἐστιν· ὅτι τίς φάγεται καὶ πίεται πάρεξ αὐτοῦ;
5 Διονυσίου. Ὅτι μὴ περὶ αἰσθητῶν βρωμάτων ὁ λόγος νῦν, αὐτὸς ἐποίσει· ἀγαθὸν πορευθῆναι εἰς οἶκον πένθους ἢ εἰς οἶκον πότου, καὶ ἃ τοῖσδε νῦν ἐπήγαγε· καὶ δείξει τῇ ψυχῇ αὐτοῦ ἀγαθὸν ἐν μόχθῳ αὐτοῦ. Καίτοι οὐκ ἀγαθὸν τῇ ψυχῇ αἰσθητὸν βρῶμα ἢ πόμα· ἡ γὰρ σὰρξ προστρεφο‐
10μένη πολεμεῖ τῇ ψυχῇ καὶ στασιάζει κατὰ τοῦ πνεύματος. Πῶς δὲ καὶ οὐ πάρεξ θεοῦ ἀσωτία βρωμάτων καὶ μέθη; Οὐκοῦν περὶ μυστικῶν φησι· πνευματικῆς γὰρ τραπέζης οὐδεὶς μεταλήψεται, μὴ παρ’ αὐτοῦ κεκλημένος καὶ τῆς σοφίας ἀκούσας· ἐλθὲ καὶ φάγε.24

2

.

26

Τί τῷ ἀνθρώπῳ τῷ ἀγαθῷ; 〈Ἐν〉 προσώπῳ αὐτοῦ ἔδωκε γνῶσιν καὶ σοφίαν καὶ ἐπιστήμην καὶ εὐφροσύνην, καὶ τῷ ἁμαρτάνοντι ἔδωκε περισπασμὸν τοῦ προσθεῖναι καὶ τοῦ συνα‐ γαγεῖν, τοῦ δοῦναι τῷ ἀγαθῷ πρὸ προσώπου τοῦ θεοῦ. Ὅτι
5τοῦτο καί γε ματαιότης καὶ προαίρεσις πνεύματος. Εὐαγρίου. Σημείωσαι ὅτι ὁ φαῦλος σοφίαν οὐ λαμβάνει· ᾧ συνάψεις τὰ ἐν Ἡσαΐᾳ πρὸς τοὺς οἰήσει σοφούς· μὴ εἴπῃς· ναί, γινώσκω αὐτά. Διαφορὰ δὲ σοφίας καὶ γνώσεως αὕτη· ὅτι τὸ μὲν καταλειφθῆναι τὰ ἀληθῆ γνώσεως ἴδιον,
10τὸ δὲ καὶ κατασκευασθῆναι σοφίας. Ἔτι δὲ διδασκόμεθα ὅτι πρῶτον δεῖ τὰ ἤθη κατορθῶσαι.

3

.

2

Καιρὸς τοῦ τεκεῖν καὶ καιρὸς τοῦ ἀποθανεῖν. Τοῦ Νύσσης. Καλῶς ἐν πρώτοις τὴν ἀναγκαίαν ταύτην
συζυγίαν τῷ λόγῳ συνέταξε, συνάπτων τῇ γεννήσει τὸν θάνατον· ἕπεται γὰρ κατ’ ἀνάγκην τῷ τόκῳ ὁ θάνατος, ἵνα,25
5διὰ τοῦ συνημμένως δειχθῆναι οἱονεὶ κέντρῳ τινί, τῇ τοῦ θανάτου μνήμῃ τοὺς ἐμβαθύνοντας τῇ κατὰ σάρκα ζωῇ καὶ τὴν παροῦσαν ἀγαπῶντας διαγωγὴν διυπνίσει, καὶ πρὸς τὴν φροντίδα τῶν μελλόντων διαναστήσει. Ἦλθε γὰρ ὁ καιρὸς καὶ ἐτέχθη, ἥξει ὁ καιρός, ἐν ᾗ ὥρᾳ οὐ γινώσκει, καὶ
10τεθνήξεται. Καὶ Μωσῆς ὁ μέγας τῷ τῆς Γενέσεως βιβλίῳ τὸ τῆς Ἐξόδου συνέζευξεν.

3

2bis

Καιρὸς τοῦ φυτεῦσαι καὶ καιρὸς τοῦ ἐκτῖλαι τὸ πεφυτευ‐ μένον.
Τοῦ αὐτοῦ. Δεῖ γὰρ ἐκτίλλειν τὰ τοῦ ἐπισπορέως ζιζάνια καὶ καταφυτεῦσαι τὰ τοῦ λόγου σπέρματα τὰ γνησιώτατα,26
5ἐκκόπτειν τὴν κακίαν καὶ καταφυτεύειν τὴν ἀρετήν.

3

.

3

Καιρὸς τοῦ ἀποκτεῖναι καὶ καιρὸς τοῦ ἰάσασθαι. Διονυσίου. Ἀποκτεῖναι τὸν ἀσύγγνωστα πταίοντα, ἰάσα‐ σθαι τὸν ἔχοντα πληγὴν ἀνεξομένην φάρμακον ἐπιδέξασθαι.

3

3bis

Καιρὸς τοῦ καθελεῖν καὶ καιρὸς τοῦ οἰκοδομεῖν. Ὠριγένους. Τὴν μοχθηρὰν οἰκοδομὴν καθελεῖν, ἀνοικο‐ δομῆσαι καὶ τὴν βελτίονα.

3

.

4

Καιρὸς τοῦ κλαῦσαι καὶ καιρὸς τοῦ γελάσαι. Διονυσίου. Καιρὸς τοῦ κλαῦσαι, ὅτε ὁ καιρὸς τοῦ
πάθους, λέγοντος τοῦ κυρίου· ἀμὴν λέγω ὑμῖν ὅτι κλαύσετε καὶ θρηνήσετε. Γελάσαι δὲ περὶ τῆς ἀναστάσεως· γὰρ λύπη27
5ὑμῶν, φησίν, εἰς χαρὰν γενήσεται.

3

4bis

Καιρὸς τοῦ κόψασθαι καὶ καιρὸς τοῦ ὀρχήσασθαι. Διονυσίου. Ὅταν λογίσηταί τις τὸν θάνατον ὅνπερ ἡ τοῦ Ἀδὰμ παράβασις ἐπήνεγκε, κόψασθαι· πανηγυρίσαι δέ, ὅταν εἰς νοῦν λάβωμεν ἣν προσδοκῶμεν διὰ τὸν νέον Ἀδὰμ ἐκ
5νεκρῶν ἀνάστασιν.

3

.

5

Καιρὸς τοῦ βαλεῖν λίθους καὶ καιρὸς τοῦ συναγαγεῖν λίθους. Τοῦ Νείλου. Τάχα δι’ αἰνίγματος τοὺς ἀκαίρως βληθέντας λόγους, εἴτε δογματικοὺς εἰς ἀναξίους ἀκοάς, εἴτε καὶ
5διαφόρους λυπηροὺς ἐσομένους τοῖς ἀκούουσι, λίθους ὀνομάζει. Εἰ καί ποτε οὖν τοὺς τοιούτους προχείρως τις ὡς λίθους βάλλει λόγους, ἢ τὸν ἄφρονα διὰ τῶν ἀκαίρων ἐπαίνων εἰς οἴησιν ἐπιτρίβοντας, ἢ φίλον λυποῦντας δο‐ κοῦντι χαριεντισμῷ, ἢ τῶν μυστικῶν ἀνάξιον λόγων σκαν‐
10δαλίζοντας, τούτους εὐθὺς πρὸς ἑαυτὸν συναγαγέτω σπου‐ δαίως, τοὺς ἀπερισκέπτως ἀποβληθέντας ἀνακαλούμενος λόγους.

3

.

6

Καιρὸς τοῦ φυλάξαι καὶ καιρὸς τοῦ ἐκβαλεῖν. Διονυσίου. Καιρὸς τοῦ φυλάξαι τὴν γραφὴν ἐπὶ τοῖς ἀναξίοις, ἐκβαλεῖν δὲ τοῖς ἀξίοις. Ἢ καὶ τὸ νομικὸν γράμμα πρὸ τῆς ἐπιδημίας καιρὸς ὑπῆρχε φυλάττεσθαι,28
5ἐκβληθῆναι δὲ ἡνίκα ἤνθησεν ἡ ἀλήθεια.

3

.

7

Καιρὸς τοῦ ῥῆξαι καὶ καιρὸς τοῦ ῥάψαι. Ὠριγένους. Εἰρηνεῦσαι τοὺς μαχομένους, ὅ ἐστι ῥάψαι· ῥῆξαι δέ, ὅταν ἐξάρωμεν τὸν πονηρόν. Καὶ ἕκαστος δὲ τῶν εὐαγγελιστῶν καὶ ἀποστόλων, ῥήξας ἀπὸ νομικῆς ἢ
5προφητικῆς φωνῆς, ἔρραψεν ἐπὶ ἀποστολικὴν καὶ εὐαγγε‐ λικὴν φωνήν, οὐ παλαιῷ προσράψας καινόν· πάντα γὰρ πνευματικά. Καὶ αἱρέσεως δὲ ἀποσχιζόμενοι, τῇ ἐκκλησίᾳ προσραπτόμεθα.29

3

7bis

Καιρὸς τοῦ σιγᾶν καὶ καιρὸς τοῦ λαλεῖν. Διονυσίου. Καιρὸς τοῦ λαλεῖν, ὅταν ὦσιν οἱ τὸν λόγον δεχόμενοι ἀκροαταί· τοῦ δὲ σιγᾶν, ἡνίκα διαστρέφουσι τὸν λόγον οἱ ἀκροώμενοι, ὥς φησι Παῦλος· αἱρετικὸν ἄνθρωπον
5μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ.

3

.

8

Καιρὸς τοῦ μισῆσαι καὶ καιρὸς τοῦ φιλῆσαι. Τοῦ Νύσσης. Ἀγαπητὸν κυρίως τὸ ἀγαθόν· ἀγαπήσεις
γὰρ κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἰσχύος καὶ δυνάμεως. Ἓν δὲ τῇ ἀληθείᾳ μισητόν, ὁ τῆς κακίας30
5εὑρετής.

3

10-11

Εἶδον οὖν τὸν περισπασμὸν ὃν ἔδωκεν ὁ θεὸς τοῖς υἱοῖς τῶν ἀνθρώπων τοῦ περισπᾶσθαι ἐν αὐτῷ. Τὰ σύμπαντα ἃ ἐποίησε καλὰ ἐν καιρῷ αὐτοῦ, καί γε σὺν τὸν αἰῶνα ἔδωκεν ἐν καρδίᾳ αὐτῶν, ὅπως μὴ εὕρῃ ἄνθρωπος τὸ ποίημα ὃ ἐποίησεν
5ὁ θεὸς ἀπ’ ἀρχῆς καὶ μέχρι τέλους. Διονυσίου. Καὶ τοῦτο ἀληθές ἐστιν. Οὐδεὶς γὰρ τὰ ἔργα τοῦ θεοῦ ὁλοκλήρως καταλαβεῖν δύναται. Ποίημα δὲ τοῦ θεοῦ ὁ κόσμος. Τούτου οὐδεὶς εὑρεῖν τὸ ἀπ’ ἀρχῆς καὶ μέχρι τέλους, τουτέστι τὸν τεταγμένον αὐτῷ χρόνον καὶ τὴν
10ὁρισθεῖσαν ἐπ’ αὐτῷ προθεσμίαν, δύναται. Ἐπειδήπερ ἄ‐ γνοιαν ὁ θεὸς σύμπαντα τὸν αἰῶνα ἐν ταῖς καρδίαις ἡμῶν ἔδωκεν, ὥς φησί τις· τὴν ὀλιγότητα τῶν ἡμερῶν μου ἀνάγγειλόν μοι. Οὕτω πρὸς τὸ συμφέρον ἡμῖν τὸ τέλος τοῦ αἰῶνος τούτου, δηλαδὴ τῆς παρούσης ζωῆς, ἠγνόηται.

3

12-13

Ἔγνων ὅτι οὐκ ἔστιν ἀγαθὸν ἐν αὐτοῖς, εἰ μὴ τοῦ εὐφρανθῆναι καὶ ποιεῖν ἀγαθὸν ἐν ζωῇ αὐτοῦ. Καί γε πᾶς ἄνθρωπος ὃς φάγεται καὶ πίεται καὶ ἴδῃ ἀγαθὸν ἐν παντὶ μόχθῳ αὐτοῦ, τοῦτο δόμα θεοῦ ἐστι.
5 scholia auctoris nomine carent Οὐ τὴν μονοφαγίαν καὶ κραιπάλην εἶπεν ἀγαθὴν εὐφροσύνην, ἀλλὰ τὴν μετὰ τοῦ ποιεῖν ἀγαθὸν ἐν ζωῇ αὐτοῦ. Τότε γὰρ ὄντως εὐφροσύνη καὶ δόμα θεοῦ
ἀπόλαυσις γίνεται, ὅταν ταῖς τῶν πενήτων παραμυθίαις ἐντρυφῶσα ἡ ψυχὴ τὴν ἐκ τῆς ἀνταποδόσεως ἑορτάζει31
10εὐφροσύνην.

3

.

14

Ἔγνων ὅτι πάντα ὅσα ἐποίησεν ὁ θεός, αὐτὰ ἔσται εἰς τὸν αἰῶνα· ἐπ’ αὐτῶν οὐκ ἔστι προσθεῖναι καὶ ἀπ’ αὐτῶν οὐκ ἔστιν ἀφελεῖν, καὶ ὁ θεὸς ἐποίησεν αὐτὰ ἵνα φοβηθῶσιν ἀπὸ προσώπου αὐτοῦ.
5 Διδύμου. Περὶ τῶν ὁρατῶν ὁ λόγος κτισμάτων. Τὰ μὲν γὰρ ἀδιάδοχα, τὰ δὲ τῇ διαδοχῇ μέχρι τέλους παραμένει, μήτε προσθήκης δεόμενα μήτε τῆς κατ’ ἔννοιαν, ὡς περιτ‐ τά, τινὸς ἀφαιρέσεως. Οἱ δὲ τὸν λόγον αὐτὸν ὡς οἷόν τε
διὰ θεωρίας εὑρίσκοντες ἐκπλήττονται τοῦ δημιουργοῦ τὴν32
10σοφίαν. Ἔμφυτον γὰρ ἡμῖν ὁ θεὸς τὸν διὰ τῆς τούτων εὐαρμοστίας φόβον ἐνέβαλεν, ἀναλογιζομένοις τὸν ποιητήν. Ὅρα δὲ ὅτι οὐκ εἶπεν· ἵνα φοβηθῶσι «τὸν θεόν», ἀλλά· «τὸ πρόσωπον αὐτοῦ». Πρόσωπον γὰρ κυρίου ἐπὶ ποιοῦντας κακά, πρόσωπον δὲ θεοῦ προηγουμένως ὁ υἱός, κατὰ τὸ ἐπίφα‐
15νον τὸ πρόσωπόν σου καὶ σωθησόμεθα.

3

.

15

Τὸ γενόμενον ἤδη ἐστί, καὶ ὅσα τοῦ γενέσθαι ἤδη γέγονε, καὶ ὁ θεὸς ζητήσει τὸν διωκόμενον. Διδύμου. Εἴ τι γέγονε, φησί, νῦν ἔστι, καὶ ὅσα μέλλει
γίνεσθαι ἤδη γέγονε παρὰ τῷ θεῷ. Ὁ γὰρ ἀρχιτέκτων33
5τῆς μεγάλης ταύτης καλλιπόλεως οὐδὲν ἔχει ἀτελές· κἂν γὰρ καθ’ ἑκάστην ποιῇ, ἀλλ’ οὐδὲν καινὸν ἢ πρόσφατον ὑπὸ τὸν ἥλιον. Ἐκδικεῖ δὲ ὁ θεὸς τὸν διωκόμενον, εἴτε ὑπὸ ἀνθρώπων εἴτε ὑπὸ ἁμαρτίας καὶ τῶν ταύτην ἐνεργούντων δαιμόνων.

3

16-17

Καὶ ἔτι εἶδον ὑπὸ τὸν ἥλιον 〈τόπον〉 τῆς κρίσεως, ἐκεῖ ὁ ἀσεβής, καὶ τόπον τοῦ δικαίου, ἐκεῖ ὁ εὐσεβής. Εἶπον ἐγὼ ἐν καρδίᾳ μου· σὺν τὸν δίκαιον καὶ σὺν τὸν ἀσεβῆ κρινεῖ ὁ θεός· ὅτι καιρὸς τῷ παντὶ πράγματι καὶ ἐπὶ παντὶ ποιήματι.
5 Ὠριγένους. Ἐν τόπῳ μὲν οὖν κρίσεώς φησιν εἶναι τὸν ἀσεβῆ, οὐκ ἔτι δὲ καὶ τὸν δίκαιον. Ἀκόλουθον δὲ τῷ τοῦ δικαίου ἀντιτάξαι τόπῳ τὸν τοῦ ἀδίκου, εἰ μὴ τὸν τῆς κρίσεως· τὸ δὲ σὺν ἐν τόπῳ παραλαμβανόμενον παρίστησιν ὅτι οὐ καθ’ ἕνα κρινόμεθα, ἀλλ’ ὑφ’ ἕνα καιρὸν πάντες.

3

.

18

Ἐκεῖ εἶπον ἐγὼ ἐν καρδίᾳ μου περὶ λαλιᾶς υἱῶν τοῦ ἀνθρώπου, ὅτι διακρινεῖ αὐτοὺς ὁ θεός, καὶ τοῦ δεῖξαι ὅτι αὐτοὶ κτήνη εἰσί. Διδύμου. Τουτέστιν· εἰ περὶ λαλιᾶς μέλλει κρίνειν ὁ θεὸς34
5τοὺς υἱοὺς τῶν ἀνθρώπων, παντὸς ἀργοῦ ῥήματος ἀπαιτῶν λόγον, πῶς οὐχ οἱ μὲν εὐσεβεῖς ἄξιοι κριθέντες τῆς ὄψεως τοῦ δικάζοντος στήσονται μετὰ παρρησίας, οἱ δὲ ἀσεβεῖς διακριθέντες καὶ χωρισθέντες αὐτῶν κτήνη λογισθήσονται, τὴν ἐκείνων ἄλογον μιμησάμενοι διαγωγήν, καὶ οὔτε εἰς
10κρίσιν ἐλευσόμενοι, κατὰ τὸν Δαβίδ;

3

20-21

Τὰ πάντα πορεύεται εἰς τόπον ἕνα· τὰ πάντα ἐγένοντο ἀπὸ τοῦ χοός, καὶ τὰ πάντα ἐπιστρέφει εἰς τὸν χοῦν· καὶ τίς εἶδε τὸ πνεῦμα υἱῶν τοῦ ἀνθρώπου εἰ ἀναβαίνει αὐτὸ εἰς ἄνω, καὶ τὸ πνεῦμα τοῦ κτήνους εἰ καταβαίνει αὐτὸ κάτω εἰς τὴν
5γῆν; Διδύμου. Εἰ μὲν ἐξ οἰκείου προσώπου τοῦτο ὁ σοφὸς λέγει, οὕτως ἂν λέγοι· τίς οἶδεν εἰ ὁ κτηνώδης ὑψωθήσε‐ ται, ὡς τὰ ἔθνη καὶ ὁ λῃστής, καὶ οἱ ἄνθρωποι ταπεινωθή‐ σονται, ὡς ὁ Ἰσραὴλ καὶ οἱ Ἰουδαῖοι; Οὐκ ἀμφιβάλλων δὲ
10ταῦτα λέγει, μακαρίζων δὲ τὸν εἰδότα τοῦτο 〈ἀξίωσ〉 πολιτευόμενον. Εἰ γὰρ καὶ πρὸς τὴν γῆν ὁμοίως ἡ σὰρξ ἡμῶν ἐπιστρέφει, ἀλλ’ ὅμως τὸ μὲν τῶν κτηνῶν πνεῦμα μετὰ τῆς σαρκὸς ἀναλύεται, τὸ δὲ τῶν ἀνθρώπων πρὸς τὸν αὐτὸ δεδωκότα χωρεῖ. Ὁ τοίνυν εἰδὼς ὅτι αὐτὸς ἐνέπνευ‐35
15σεν αὐτό, πάντως πολιτεύεται ἀξίως.

3

.

22

Καὶ εἶδον ὅτι οὐκ ἔστιν ἀγαθὸν εἰ μὴ ὃ εὐφρανθήσεται ἄνθρωπος ἐν ποιήματι αὐτοῦ, ὅτι αὐτὸ μερὶς αὐτοῦ· ὅτι τίς ἄξει αὐτὸν τοῦ ἰδεῖν ἐν ᾧ ἂν γένηται μετ’ αὐτόν; Νείλου. Ἀγαθὸν οὖν, φησίν, οὐ πλούτου συλλογὴ οὐδὲ
5σώματος ἰσχὺς οὐδὲ κάλλους ὥρα, ἀλλ’ ὅπερ εὐφρανθῇ ἄνθρωπος ἐν τῷ ποιήματι αὐτοῦ, τὴν εὐφροσύνην παρέχων αὐτῷ τὴν αἰώνιον. Εἰ δὲ οὐδεὶς ἡμᾶς ἄξει 〈θεάσασθαι〉 τὰ μεθ’ ἡμᾶς γενόμενα, πῶς τὸν ἡμέτερον κόπον περὶ τῶν ἐνταλθέντων μεθοδεῦσαι δυνάμεθα; Οὐδὲ γὰρ ἴσμεν τί
10τέξεται ἡ ἐπιοῦσα.

4

.

1

Καὶ ἐπέστρεψα ἐγὼ καὶ εἶδον σὺν τὰς συκοφαντίας τὰς γενομένας ὑπὸ τὸν ἥλιον· καὶ ἰδοὺ δάκρυον τῶν συκοφαν‐ τουμένων, καὶ οὐκ ἔστιν αὐτοῖς ὁ παρακαλῶν, 〈καὶ ἀπὸ χειρὸς συκοφαντούντων αὐτοὺς ἰσχύς, καὶ οὐκ ἔστιν αὐτοῖς ὁ παρα‐
5καλῶν〉. scholia auctoris nomine carent Ἐπέστρεψα, φησί, πόθεν ἐκ τῆς βιωτικῆς ἀχλύος
πολλαὶ καὶ διάφοραι συκοφαντίαι γίνονται· καὶ οἱ μὲν διὰ φθόνον, οἱ δὲ διὰ πλεονεξίαν, οἱ δὲ διὰ φιλοπρωτείαν συκοφαντεῖν εἰώθασι. Καὶ ἰδού, φησί, δάκρυον τῶν συκοφαν‐36
10τουμένων, καὶ οὐκ ἔστιν αὐτοὺς ὁ παρακαλῶν. Καὶ μήν εἰσιν οἱ τῷ λόγῳ παρακαλοῦντες πολλοί, ἀλλὰ τοῖς ἔργοις οὐδείς. Τίς γὰρ χωρὶς ὑποστολῆς τὸν συκοφάντην ἤλεγξεν; Οὐ γὰρ πρὸς τὸν συκοφαντούμενον τὸν ἀγῶνα μεριζόμεθα, οὐ κοινωνοῦμεν αὐτοῦ δεσμῶν ἢ φυλακῆς, ἀλλ’ οὐδὲ
15χρήμασιν αὐτὸν τοῖς ἡμετέροις λυτρούμεθα. Καὶ ἀπὸ χειρὸς συκοφαντούντων ἰσχύς, ἀπό τε ἀξιωμάτων καὶ γένους καὶ πλούτου, καὶ διὰ τὸ μὴ εἶναι τὸν ἐπαμύνοντα πλεονάζει τοῖς ἀσθενέσι τὸ δάκρυον.

4

2-3

Καὶ ἐπῄνεσα ἐγὼ σὺν τοὺς τεθνηκότας τοὺς ἤδη ἀποθανόντας ὑπὲρ τοὺς ζῶντας, ὅσοι αὐτοὶ ζῶσιν ἕως τοῦ νῦν· καὶ ἀγαθὸς ὑπὲρ τοὺς δύο τούτους ὃς οὔπω ἐγένετο, ὃς οὐκ εἶδε σὺν τὸ ποίημα τὸ πονηρὸν τὸ πεποιημένον ὑπὸ τὸν
5ἥλιον. scholia auctoris nomine carent Θάνατον οὐ τὸν κοινὸν τοῦτον λέγει, ἀλλ’ ἕτερον, ὃν οἱ ἀποθνῄσκοντες ἐν ἐπαίνῳ πολλῷ εἰσιν, ὡς εὑρόντες τὸν εἰς ζωὴν ἀνακαινίζοντα θάνατον. Οὐ τοίνυν φησὶ «ἐμακάρισα», ἀλλ’ «ἐπῄνεσα»· ἔπαινος δὲ κυρίως ἐπὶ τῶν ζώντων ἐστίν.
10Καὶ τίνας ἐπῄνεσα; Τοὺς τεθνηκότας τῇ ἁμαρτίᾳ, τοὺς
ἐσταυρωμένους τῷ κόσμῳ, τοὺς μηδὲν τιθεμένους τὸν ἀνθρώπινον βίον, ἐπειδὴ οὔτε συκοφαντοῦσιν οὔτε συκο‐ φαντοῦνται. Τῷ γὰρ κρινομένῳ περὶ χιτῶνος ἀφιᾶσι καὶ τὸ ἱμάτιον, καταφρονοῦσι δόξης, ὑπὲρ ἀκτημοσύνης αὐτοῖς ὁ37
15δρόμος. Οὗτοι ἐπαινετοὶ ὑπὲρ τοὺς ζῶντας τῇ ἁμαρτίᾳ. Ἀγαθὸς δέ, φησίν, ὑπὲρ τοὺς δύο ὅστις οὔπω ἐγένετο, οὐ τὸν μήπω τεχθέντα λέγων· πῶς γὰρ ἀγαθὸς ὁ μὴ γεγονώς; Ἀλλ’ ἐπειδὴ τὸν ἑαυτὸν τοῖς βιωτικοῖς ἐπιμίξαντα πράγμασι καὶ μεταξὺ τῶν συκοφαντηθέντων ἢ συκοφαντησάντων
20στραφέντα, εἶτα τούτων ἀποσχόμενον καὶ τεθνηκότα τῇ κοσμικῇ πολιτείᾳ, ἐπῄνεσεν ὑπὲρ τοὺς ἐν ταύτῃ ζῶντας, καθ’ ὑπεροχήν τινα βίου ἀγαθὸν αὐτὸν καλεῖ καὶ ὑπὲρ ἐκεῖνον ἐπαινεῖ καὶ θαυμάζει τὸν μηδὲ ὅλως ἐν τοῖς βιωτικοῖς θορύβοις γενόμενον.

4

.

4

Καὶ εἶδον· ἐγὼ σύμπαντα τὸν μόχθον καὶ σύμπασαν ἀνδρείαν τοῦ ποιήματος, ὅτι αὐτὸ ζῆλος ἀνδρὶ ἀπὸ τοῦ ἑτέρου αὐτοῦ· καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος. Εὐαγρίου. Μάταιοι μετὰ τῶν ζηλούντων οἱ ἐπὶ δυναστείᾳ
5ζηλούμενοι ἢ χρήμασιν ἢ ψευδοδοξίᾳ.

4

.

5

Ἄφρων περιέλαβε τὰς χεῖρας αὐτοῦ, καὶ ἔφαγε τὰς
σάρκας αὐτοῦ. scholia auctoris nomine carent Καὶ τῶν ἐκ τῆς σαρκὸς αὐτοῦ φυομένων κακῶν ἐμπιπλάμενος ζῶν, κατὰ τὸ φρόνημα τῆς σαρκός, καὶ τοῖς38
5σαρκικοῖς ἔργοις τρεφόμενος.

4

.

6

Ἀγαθὸν πλήρωμα δρακὸς ἀναπαύσεως ὑπὲρ πλήρωμα δύο δρακῶν μόχθου καὶ προαιρέσεως πνεύματος. Νείλου. Κρεῖσσον ὀλίγον τῷ δικαίῳ ὑπὲρ πλοῦτον ἁμαρτωλῶν πολύν. Ἢ οὐχὶ κρεῖττον ἐν ὀλίγοις ἀναπαύεσθαι
5καὶ μὴ ἐν πολλοῖς περισπᾶσθαι καὶ κινδύνοις ὑφίστασθαι κακώσεως πνεύματος; Οὐδὲν γὰρ οὕτω τὸ πνεῦμα κακοῖ
καὶ αἱ τοῦ πλούτου φροντίδες, ὥς φησιν ὁ ἀπόστολος.39