TLG 2595 001 :: PHILO :: De septem orbis spectaculis

PHILO Paradox.
(Byzantius: A.D. 4/6)

De septem orbis spectaculis

Source: Brodersen, K. (ed.), Reiseführer zu den sieben Weltwundern. Frankfurt am Main: Insel Verlag, 1992: 20–36.

Citation: Page — (line)

20

(t)

Φίλωνος Βυζαντίου περὶ τῶν ἑπτὰ θεαμάτων
1τῶν ἑπτὰ θεαμάτων ἕκαστον φήμῃ μὲν γινώσκεται πᾶ‐ σιν, ὄψει δὲ σπανίοις ὁρᾶται. δεῖ γὰρ εἰς Πέρσας ἀπο‐ δημῆσαι καὶ διαπλεῦσαι τὸν Εὐφράτην καὶ τὴν Αἴγυπ‐ τον ἐπελθεῖν καὶ τοῖς Ἠλείοις τῆς Ἑλλάδος ἐνεπι‐
5δημῆσαι καὶ τῆς Καρίας εἰς Ἁλικαρνασσὸν ἐλθεῖν καὶ Ῥόδῳ προσπλεῦσαι καὶ τῆς Ἰωνίας τὴν Ἔφεσον θεά‐ σασθαι· πλανηθέντα δὲ τὸν κόσμον καὶ τῷ κόπῳ τῆς ἀποδημίας ἐκλυθέντα τότε πληρῶσαι τὴν ἐπιθυμίαν, ὅτε καὶ τοῖς ἔτεσι τοῦ ζῆν ὁ βίος παρῴχηκεν.
10 διὰ τοῦτο θαυμαστὸν παιδεία καὶ μεγαλόδωρον, ὅτι τῆς ὁδοιπορίας ἀπολύσασα τὸν ἄνθρωπον οἴκοι τὰ καλὰ δείκνυσιν, ὄμματα τῇ ψυχῇ προσδιδοῦσα. καὶ τὸ παράδοξον· ὁ μὲν γὰρ ἐπὶ τοὺς τόπους ἐλθὼν ἅπαξ ἶ‐ δεν καὶ παρελθὼν ἐπιλέλησται· τὸ γὰρ ἀκριβὲς τῶν
15ἔργων λανθάνει καὶ περὶ τὰ κατὰ μέρος φεύγουσιν αἱ μνῆμαι· ὁ δὲ λόγῳ τὸ θαυμαζόμενον ἱστορήσας καὶ τὰς ἐξεργασίας τῆς ἐνεργείας, ὅλον ἐγκατοπτρισάμενος τὸ τῆς τέχνης ἔργον ἀνεξαλείπτους φυλάσσει τοὺς ἐφ’ ἑκάστου τῶν εἰδώλων τύπους· τῇ ψυχῇ γὰρ ἑώρακεν τὰ
20παράδοξα. ὃ δὲ λέγω φανήσεται πιστόν, ἐὰν τῶν ἑπτὰ θεα‐
μάτων ἕκαστον ἐναργῶς ὁ λόγος ἐφοδεύσας πείσῃ τὸν20

22

ἀκροατὴν ἐπινεῦσαι τὴν τῆς θεωρίας κομισάμενον δόξαν. καὶ γὰρ δὴ μόνον ταῦτα τῇ κοινῇ τῶν ἐπαίνων προσηγορίᾳ καλεῖται βλεπόμενα μὲν ὁμοίως, θαυμα‐ ζόμενα δ’ ἀνομοίως. τὸ γὰρ καλὸν ἡλίῳ παραπλησίως
5οὐκ ἐᾷ τὰ λοιπὰ θεωρεῖν, ὅταν αὐτὸς διαλάμψῃ.
6tαʹ κῆπος κρεμαστός
7ὁ καλούμενος κῆπος κρεμαστὸς ὑπέργειον ἔχων τὴν φυτείαν ἐν ἀέρι γεωργεῖται, τοῖς ῥιζώμασι τῶν δέν‐ δρων ὑπεράνωθεν ὠροφωκὼς τὴν ἄρουραν. λίθινοι
10μὲν γὰρ κίονες ὑφεστήκασιν καὶ κατάγειος πᾶς ὁ τό‐ πος ἐστὶ διὰ στυλογλύφων. φοίνικες ἰδίᾳ κεῖνται δοκοί, στενὴν παντάπασιν τὴν ἀνάμεσον ἀλλήλων χώραν ἀπολείπουσαι. τὸ δὲ ξύλον τοῦτο μόνον τῶν ἄλλων οὐ σήπεται, βρεχόμενον δὲ καὶ
15τοῖς βάρεσι θλιβόμενον ἄνω κυρτοῦται τρέφει τε τὰς διαφύσεις τῶν ῥιζῶν ἑαυτῷ προσλαμβανόμενον τοῖς ἰδίοις ἀραιώμασιν τὴν ἔξωθεν σύμφυσιν. ἐπὶ τούτων πολλὴ καὶ βαθεῖα κατακέχυται γῆ καὶ τὸ λοιπὸν τὰ πλατύφυλλα καὶ μάλιστα κηπευόμενα τῶν
20δένδρων ἐπιπέφυκε ποικίλαι τε καὶ παντοῖαι φύσεις ἀνθέων καὶ πᾶν ἁπλῶς τὸ κατὰ πρόσωπον ἐπιτερπέσ‐ τατον καὶ πρὸς ἀπόλαυσιν ἥδιστον. γεωργεῖται δ’ ὁ τό‐ πος ὡς ἐπ’ ἀρούραις, καὶ τὰς ἐργασίας τῆς μοσχείας
κομίζεται τῇ χέρσῳ παραπλησίως· τήν τε ἀρόσιμον22

24

ὑπὲρ κεφαλῆς εἶναι τῶν ἐπὶ τοῖς ὑποστύλοις περι‐ πατούντων. πατουμένης δὲ τῆς ἄνωθεν ἐπιφανείας, ὡς ἐπὶ τῶν βαθυγειοτάτων τόπων ἀκίνητος καὶ παρθένος ἡ πρὸς
5τοῖς ὀροφώμασιν μένει γῆ. αἱ δὲ τῶν ὑδάτων ἀγωγαὶ τὰς πηγὰς ἐξ ὑπερδεξίων ἔχουσαι τόπων τῇ μὲν εὐθύ‐ δρομον καὶ κατάντη ποιοῦνται τὴν ῥύσιν, τῇ δ’ ἀνα‐ θλιβόμεναι κοχλιοειδῶς ἀνατροχάζουσιν, ἀνάγκαις ὀργανικαῖς τὸν ἕλικα τῶν μηχανημάτων περιτροχά‐
10ζουσαι· εἰς δὲ πυκνὰς καὶ μεγάλας ἐξαιρόμεναι κρήνας ὅλον ἐπάρδουσι τὸν κῆπον μεθύσκουσαι τῶν φυτῶν τὰς κατὰ βάθους ῥίζας καὶ νοτερὰν τηροῦσιν τὴν ἄρουραν, ὅθεν εἰκότως ἀειθαλής ἐστιν ἡ πόα καὶ τὰ πέταλα τῶν δένδρων ἁπαλοῖς τοῖς ἀκρεμόσιν ἐπι‐
15πεφυκότα δροσοπαγῆ καὶ διήνεμον ἔχει τὴν φύσιν. ἄδιψος γὰρ ἡ ῥίζα τηρουμένη τὴν παρατροχάζουσαν τῶν ὑδάτων νοτίαν ἀναθηλάζει καὶ ῥεμβομένη κατα‐ γείοις ταῖς δι’ ἀλλήλων ἐμπλοκαῖς ὀχόν, καὶ βεβηκυ‐ ῖαν ἀσφαλῶς τὴν φυὴν τῶν δένδρων συμφυλάσσει.
20σπάταλον καὶ βασιλικὸν τὸ φιλοτέχνημα καὶ τὸ πλεῖ‐ στον βίαιον, τὸν πόνον τῆς γεωργίας ὑπὲρ κεφαλῆς κρεμάσαι τῶν θεωρούντων.
23tβʹ αἱ ἐν Μέμφει πυραμίδες
24τὰς ἐν Μέμφει πυραμίδες κατασκευάσαι μὲν ἀδύνα‐
25τον, ἱστορῆσαι δὲ παράδοξον. ὄρη γὰρ ὄρεσιν ἐπι‐ δεδώμηται, καὶ τὰ μεγέθη τῶν τετραπέδων κύβων
δυσεπινόητον ἔχει τὴν ἀναγωγήν, ἑκάστου διαπο‐24

26

ροῦντος τίσι βίαις τὰ τηλικαῦτα βάρη τῶν ἔργων ἐμοχλεύθη. τετραγώνου δὲ τῆς βάσεως ὑφεστώσης οἱ μὲν κατ‐ ώρυγες λίθοι τὴν θεμελίωσιν ἔχουσιν ἰσομεγέθη τοῖς
5ὑπεργείοις ὕψεσι τοῦ κατασκευάσματος ἑκάστου, καὶ κατ’ ὀλίγον συνάγεται τὸ πᾶν ἔργον εἰς πυραμίδα καὶ γνώμονος σχῆμα. καὶ τὸ μὲν ὕψος ἐστὶν πήχεων τριακοσίων, ἡ δὲ περίμετρος σταδίων ἕξ. σύναρμον δὲ καὶ κατεξεσμένον
10τὸ πᾶν ἔργον, ὥστε δοκεῖν ὅλου τοῦ κατασκευάσματος μίαν εἶναι πέτρας συμφυίαν. ποικίλαι δὲ {καὶ πορφυ‐ ραῖ} λίθων φύσεις ἀλλήλαις ἐπιδεδώμηνται, καὶ τῇ μέν ἐστιν ἡ πέτρα λευκὴ καὶ μαρμαρῖτις, τῇ δὲ Αἰθιο‐ πικὴ καὶ μέλαινα, καὶ μετὰ ταύτην ὁ καλούμενος αἱ‐
15ματίτης λίθος, εἶτα ποικίλος καὶ διάχλωρος ἀπὸ τῆς Ἀραβίας, ὥς φασι, κεκομισμένος. ἐνίων δ’ ὑαλίζουσιν αἱ χρόαι κυαναυγῆ τὴν φύσιν ἔχουσαι, καὶ μετὰ τούτους ὡσεὶ μηλοβαφές ἐστιν, ἄλ‐ λων δὲ πορφυρίζει τὸ χρῶμα, καὶ τοῖς διὰ τῶν κογχυ‐
20λίων θαλασσοβαφουμένοις ἐξομοιοῦνται. πρόσεστι δὲ τῷ μὲν καταπληκτικῷ τὸ τερπνόν, τῷ δὲ θαυμαστῷ τὸ φιλότεχνον, τῷ δὲ πλουσίῳ τὸ μεγαλεῖον. καὶ τὸ μὲν τῆς ἀναβάσεως μέγεθος ὁδοιπορίας ἔχει κόπον, ἡ δ’ ἐπὶ τῆς κορυφῆς στάσις σκοτοῖ τὰς ὄψεις
25τῶν εἰς τὰ βάθη καταθεωρούντων. τῆς προσόψεως τῇ χάριτι τῶν χρωμάτων τὴν πολυτέλειαν τῆς χορηγίας
βασιλικὸς πλοῦτος παρύφαγκεν. καυχάσθω τύχη πισ‐26

28

τεύουσα ταῖς ἐξυπηρετουμέναις δαπαναῖς καὶ τῶν ἄσ‐ τρων ἐφάψασθαι. ἢ γὰρ ἄνθρωποι διὰ τῶν τοιούτων ἔργων ἀναβαίνουσι πρὸς θεούς, ἢ θεοὶ καταβαίνουσι πρὸς ἀνθρώπους.
5tγʹ Ζεὺς Ὀλύμπιος
6Διὸς Κρόνος μὲν ἐν οὐρανῷ, Φειδίας δ’ ἐν Ἤλιδι πα‐ τήρ ἐστιν· ὃν μὲν γὰρ ἀθάνατος φύσις ἐγέννησεν, ὃν δὲ Φειδίου χεῖρες μόναι δυνάμεναι θεοὺς τίκτειν. μα‐ κάριος ὁ καὶ θεασάμενος τὸν βασιλέα τοῦ κόσμου μό‐
10νος καὶ δεῖξαι δυνηθεὶς ἄλλοις τὸν κεραυνοῦχον. εἰ δ’ αἰσχύνεται Ζεὺς Φειδίου καλεῖσθαι, τῆς μὲν εἰ‐ κόνος αὐτοῦ γέγονεν ἡ τέχνη μήτηρ. διὰ τοῦθ’ ἡ φύσις ἤνεγκεν ἐλέφαντας, ἵνα Φειδίας τεμὼν τοὺς τῶν θη‐ ρίων ὀδόντας χορηγήσῃ {καὶ} τὴν εἰς τὸ κατασκευα‐
15ζόμενον ὕλην {ἀγέλαις ἐλεφάντων ἡ Λιβύη δαψιλεύσε‐ ται}. τοιγαροῦν τὰ μὲν ἄλλα τῶν ἑπτὰ θεαμάτων θαυμά‐ ζομεν μόνον, τοῦτο δὲ καὶ προσκυνοῦμεν· ὡς μὲν γὰρ ἔργον τέχνης παράδοξον, ὡς δὲ μίμημα Διὸς ὅσιον.
20ἔχει τοίνυν ὁ μὲν πόνος ἔπαινον, ἡ δ’ ἀθανασία τιμήν. ὦ καιρὲ τῆς Ἑλλάδος, καὶ πλουτήσας εἰς θεῶν κόσ‐ μον ὁπόσον οὐδεὶς ὕστερον ἐπλούτησεν, καὶ τεχνίτην ἔχων δημιουργὸν ἀθανασίας ὁπηλίκον ὁ μεταγενέσ‐
τερος βίος οὐκ ἐνήνοχεν, καὶ δεῖξαι δυνηθεὶς ἀνθρώ‐28

30

ποις θεῶν ὄψεις, ἃς ὁ μὲν παρὰ σοὶ θεασάμενος παρ’ ἄλλοις ἰδεῖν οὐκ ἂν δυνηθείη. καὶ γὰρ δὴ τὸν μὲν Ὄλυμπον πολὺν χρόνον Φειδίας νενίκηκεν, τοσοῦτον ὅσον ὑπονοίας μὲν ἐνάργεια, ἱστορίας δὲ γνῶσις, ὄψις
5δ’ ἀκοῆς ἐστιν βελτίων.
6tδʹ ὁ ἐν Ῥόδῳ κολοσσός
7Ῥόδος ἐστὶ πελαγία νῆσος, ἣν τὸ παλαιὸν ἐν βυθῷ κρυπτομένην Ἥλιος ἀνέδειξεν αἰτησάμενος παρὰ θε‐ ῶν ἰδίαν γενέσθαι τὴν ἀναφανεῖσαν. ἐν ταύτῃ κολοσ‐
10σὸς ἔστη πήχεων ἑβδομήκοντα διεσκευασμένος εἰς Ἥλιον· ἡ γὰρ εἰκὼν τοῦ θεοῦ συμβόλοις ἐγινώσκετο τοῖς ἐξ ἐκείνου. τοσοῦτον δ’ ὁ τεχνίτης ἐδαπάνησεν χαλκόν, ὅσος σπανίζειν ἤμελλεν τὰ μέταλλα· τὸ γὰρ χώνευμα τοῦ κατασκευάσματος ἐγένετο χαλκούργημα
15τοῦ κόσμου. μήποτε δὲ διὰ τοῦτο ὁ Ζεὺς Ῥοδίοις θεσπέσιον κατ‐ έχευε πλοῦτον, ἵνα τοῦτον εἰς τὴν Ἡλίου δαπανήσω‐ σι τιμήν, τὴν εἰκόνα τοῦ θεοῦ ταῖς ἐπιβολαῖς ἀπὸ γῆς εἰς τὸν οὐρανὸν ἀναβιβάζοντες; τοῦτον ὁ τεχνίτης
20ἔσωθεν μὲν σχεδίαις σιδηραῖς καὶ τετραπέδοις διησφα‐ λίσατο λίθοις, ὧν οἱ διάπηγες μοχλοὶ κυκλώπιον ἐμφαίνουσι ῥαιστηροκοπίαν, καὶ τὸ κεκρυμμένον τοῦ πόνου τῶν βλεπομένων μεῖζόν ἐστιν· ἐπαπορεῖ γὰρ ὁ θαυμαστὴς τῶν θεωρούντων ποίαις πυράγραις ἢ πηλί‐
25καις ὑποστάσεσιν ἀκμόνων ἢ ποταπαῖς ὑπηρετῶν ῥώ‐
μαις τὰ τηλικαῦτα βάρη τῶν ὀβελίσκων ἐχαλκεύθη.30

32

ὑποθεὶς δὲ βάσιν ἐκ λευκῆς καὶ μαρμαρίτιδος πέ‐ τρας ἐπ’ αὐτῆς μέχρι τῶν ἀστραγάλων πρώτους ἤρεισε τοὺς πόδας τοῦ κολοσσοῦ, νοῶν τὴν συμμε‐ τρίαν ἐφ’ ὧν ἤμελλε θεὸς ἑβδομηκοντάπηχυς ἐγείρεσ‐
5θαι· τὸ γὰρ ἴχνος τῆς βάσεως ἤδη τοὺς ἄλλους ἀνδριάν‐ τας ὑπερέκυπτεν. τοιγαροῦν οὐκ ἐνῆν ἐπιθεῖναι βασ‐ τάσαντα τὸ λοιπόν· ἐπιχωνεύειν δ’ ἔδει τὰ σφυρά, καὶ καθάπερ ἐπὶ τῶν οἰκοδομουμένων ἀναβῆναι τὸ πᾶν ἔργον ἐπ’ αὐτοῦ.
10 καὶ διὰ τοῦτο τοὺς μὲν ἄλλους ἀνδριάντας οἱ τεχνῖ‐ ται πλάσσουσι πρῶτον, εἶτα κατὰ μέλη διελόντες χω‐ νεύουσιν καὶ τέλος ὅλους συνθέντες ἔστησαν· οὗτος δὲ τῷ πρώτῳ χωνεύματι τὸ δεύτερον μέρος ἐπιπέπλασ‐ ται, καὶ τούτῳ χαλκουργηθέντι τὸ τρίτον ἐπιδεδώμη‐
15ται. καὶ τὸ μετὰ τοῦτο πάλιν τὴν αὐτὴν τῆς ἐργασίας ἔσχηκεν ἐπίνοιαν· οὐ γὰρ ἐνῆν τὰ μέλη τῶν μετάλλων κινῆσαι. τῆς χωνείας δὲ γενομένης ἐπὶ τῶν προτετελεσμένων ἔργων αἵ τε διαιρέσεις τῶν μοχλῶν καὶ τὸ πῆγμα τῆς
20σχεδίας ἐτηρεῖτο καὶ τῶν ἐντιθεμένων πετρῶν ἠσφαλί‐ ζετο τὸ σήκωμα, ἵνα διὰ τῆς ἐργασίας τηρήσῃ τὴν ἐπί‐ νοιαν ἀσάλευτον, ἀεὶ τοῖς οὔπω συντελεσθεῖσιν μέλεσι τοῦ κολοσσοῦ χοῦν γῆς ἄπλατον περιχέων, κρύπτων τὸ πεπονημένον ἤδη κατάγειον τὴν τῶν ἐχομένων ἐπί‐
25πεδον ἐποιεῖτο χωνείαν. ἐκ δὲ τοῦ κατ’ ὀλίγον ἀναβὰς ἐπὶ τὸ τέρμα τῆς ἐλπί‐ δος καὶ πεντακόσια μὲν χαλκοῦ τάλαντα δαπανήσας,
τριακόσια δὲ σιδήρου τῷ θεῷ τὸν θεὸν ἴσον ἐποίησεν,32

34

μέγα τῇ τόλμῃ βαστάσας ἔργον· Ἥλιον γὰρ δεύτερον ἀντέθηκεν τῷ κόσμῳ.
3tεʹ τείχη Βαβυλῶνος
4Σεμίραμις ἐς βασιλικὴν ἐπλούτησεν ἐπίνοιαν. τοιγαρ‐
5οῦν ἀπέθανεν θεάματος θησαυρὸν ἀπολείπουσα. Βα‐ βυλῶνα γὰρ ἐτείχισεν τριακοσίων ἑξήκοντα σταδίων βαλλομένη θεμελίωσιν, ὥστε τὴν περίμετρον τῆς πό‐ λεως ἡμεροδρόμου κόπον ἔχειν. ἔστι δ’ οὐκ ἐν τῷ με‐ γέθει μόνον τὸ θαυμαστόν, ἀλλὰ καὶ περὶ τὴν ἀσφά‐
10λειαν τῆς οἰκοδομίας καὶ περὶ τὰ πλάτη τῶν μέσων τό‐ πων· ὀπτῇ γὰρ πλίνθῳ {ἀσφάλτῳ} δεδώμηται. καὶ τὸ μὲν ὕψος ἐστὶ τοῦ τείχους πλέον ἢ πεντήκον‐ τα πήχεων, τὰ δὲ πλάτη τῶν παραδρομίδων ἅρματα τέτρωρα τέσσαρα κατὰ τὸν αὐτὸν καιρὸν διιππεύει.
15πολύστατοι δὲ καὶ συνεχεῖς οἱ πύργοι δέξασθαι τοῖς χωρήμασι δυνάμενοι στρατοπέδου πλῆθος. τοιγαροῦν ἡ πόλις ἐστὶν τῆς Περσίδος προτείχισμα καὶ λέληθεν ἐν αὐτῇ τὴν οἰκουμένην κατακεκλεικυῖα· τοσαῦται μυριάδες ἀνθρώπων τὸν ὅλον αὐτῆς κύ‐
20κλον κατοικοῦσιν. τηλικαύτην δὲ δυσκόλως ἄλλῃ χώραν γεωργοῦσιν, τηλικαύτην Βαβυλὼν οἰκουμένην ἔχει, καὶ παρὰ μόνοις ἐκείνοις ἐντὸς τοῦ τείχους
ἀποδημοῦσιν κατοικοῦντες.34

36

(1t)

ϛʹ ὁ ἐν Ἐφέσῳ ναὸς τῆς Ἀρτέμιδος
2ὁ τῆς Ἀρτέμιδος ναὸς ἐν Ἐφέσῳ μόνος ἐστὶν θεῶν οἶ‐ κος. πεισθήσεται γὰρ ὁ θεασάμενος τὸν τόπον ἐνηλ‐ λάχθαι καὶ τὸν οὐράνιον τῆς ἀθανασίας κόσμον ἐπὶ
5γῆς ἀπηρεῖσθαι. γίγαντες γὰρ ἢ τῶν Ἀλωέως παίδων, οἳ τὴν εἰς οὐρανὸν ἀνάβασιν εἰργάσαντο, προσετύγ‐ χανον ὄρεσι χωννύοντες τὸν οὐ ναὸν ἀλλ’ Ὄλυμπον· ὥστε τῆς μὲν ἐπιβολῆς τολμηρότερον εἶναι τὸν πόνον, τοῦ πόνου δὲ τὴν τέχνην.
10 τὸ γὰρ ἔδαφος τῆς ὑποκειμένης γῆς λύσας ὁ τεχνίτης καὶ τὰ βάθη τῶν ὀρυγμάτων καταβιβάσας εἰς ἄπειρον ἐβάλετο τὴν κατώρυγα θεμελίωσιν, ὀρῶν λατομίας δαπανήσας εἰς τὰ κατὰ γῆν καλυπτόμενα τῶν ἔργων· ἐρείσας δὲ τὴν ἀσφάλειαν ἀσάλευτον καὶ προϋποθεὶς
15τὸν ἄτλαντα τοῖς βάρεσι τῶν μελλόντων ἐπαπερείδεσ‐ θαι πρῶτον μὲν ἔξωθεν ἐβάλετο κρηπῖδα δεκάβαθμον
διεγείρων πρὸς βάσιν μετεωροφανὲς καὶ περὶ ...36